TLG 4193 004 :: ANONYMI IN ARISTOTELIS SOPHISTICOS ELENCHOS :: Scholia in sophisticos elenchos (excerpta) (= commentarium 1) ANONYMI IN ARISTOTELIS SOPHISTICOS ELENCHOS Phil. Scholia in sophisticos elenchos (excerpta) (= commentarium 1) Citation: Scholion — (line) | ||
t | SCHOLIA EX COMMENTARIO I EXTRACTA. | |
prol(t) | PROOEMIUM. | |
1 | Προλεγόμενα τῶν Σοφιστικῶν Ἐλέγχων. Τριττόν ἐστι τὸ εἶδος τῶν κατηγορικῶν συλλογισμῶν· ἀπο‐ δεικτικόν, διαλεκτικὸν καὶ σοφιστικόν. διαλαβὼν οὖν Ἀρι‐ στοτέλης περί τε τοῦ ἀποδεικτικοῦ συλλογισμοῦ καὶ τοῦ δι‐ | |
---|---|---|
5 | αλεκτικοῦ νῦν ἥκει διδάξων καὶ περὶ τοῦ σοφιστικοῦ, οὐχ ἵν’ ἡμεῖς τούτῳ χρώμεθα ὥσπερ καὶ τῷ ἀποδεικτικῷ καὶ δια‐ λεκτικῷ συλλογισμῷ—οἱ μὲν γὰρ ἐπιστήμης ἔργα, τὰ δὲ σοφίσματα καὶ οἱ σοφιστικοὶ ἔλεγχοι ἐπιστήμης μὲν ἔργον οὐδέν, παιζόντων δὲ μᾶλλον ἢ σπουδαζόντων τὸ τοιοῦτον | |
10 | ἔργον ἐστὶ καὶ ἐνοχλήσεις τινὲς καὶ ἐμποδισμοὶ τῶν ἐπιστη‐ μῶν, καθὼς καὶ αὐτὸς ἐν τῷ Περὶ Ἑρμηνείας σοφιστικὰς ἐνο‐ χλήσεις ὠνόμασεν εἰπὼν “καὶ ὅσα ἄλλα διοριζόμεθα πρὸς τὰς σοφιστικὰς ἐνοχλήσεισ”—ἀλλ’ ἢ πάντως τοῦτο ποιεῖ διδάξων ἡμᾶς τίνες οἱ τρόποι οἷς οἱ σοφισταὶ χρώμενοι πειρῶνται | |
15 | τοὺς πολλοὺς ἐλέγχειν καὶ τοὺς ἀμαθεῖς τῆς συλλογιστικῆς μεθόδου. ἐπειδὴ γὰρ ἀεὶ ταῖς ἀρεταῖς αἱ κακίαι παραπεπήγα‐ σι καὶ ταῖς τέχναις αἱ ἀτεχνίαι, οἷον τῇ ἀνδρείᾳ ἀρετῇ οὔ‐ σῃ παραπέπηγεν ὥσπερ τις κακία ἡ θρασύτης, οὕτω καὶ τῷ ἀποδεικτικῷ καὶ διαλεκτικῷ συλλογισμῷ, οἳ ἐπιστήμης ἔργα | |
20 | εἰσίν, ὥσπερ τις κακοτεχνία ὁ σοφιστικὸς συλλογισμὸς παρα‐ πέπηγε. διὰ γοῦν τοῦτο διδάξει καὶ περὶ τοῦ σοφιστικοῦ οὐχ ἵν’ ἡμεῖς, ὡς εἴρηται, τούτῳ χρώμεθα, ἀλλ’ ἵνα μὴ κατασοφι‐ ζώμεθα ὑπὸ τῶν σοφιστῶν τῶν πειρώντων ἐλέγχειν ἡμᾶς. καὶ ἁπλῶς ὥσπερ ὁ ἰατρὸς οὐ μόνον διδάσκει τὰ πρὸς ὑγίειαν συν‐ | |
25 | τείνοντα φάρμακα ἀλλὰ καὶ τὰ δηλητήρια, οὐχ ἵνα τούτοις τις χρήσαιτο ἀλλ’ ἵν’ ὡς βλαβερὰ καὶ θανάσιμα ταῦτα φεύγοι, τὸν αὐτὸν τρόπον καὶ ὁ Ἀριστοτέλης οὐ μόνον περὶ τῶν κατὰ ἀλήθειαν διδάσκει συλλογισμῶν καὶ εἰς ἐπιστήμην συν‐ τεινόντων, ἀλλ’ ἐπεὶ ἔστι καί τι ἄλλο εἶδος συλλογισμοῦ, | 241 |
30 | τὸ σοφιστικὸν καὶ ἐριστικὸν ὃ καὶ σοφιστικὸν καλεῖ ἔλεγ‐ χον, ἔστι δὲ τοῦτο πρὸς μὲν ἐπιστήμην οὐδαμῶς συντελοῦν, παρενόχλημα δέ τι μᾶλλον ὂν τῷ τε ἀποδεικτικῷ συλλογισμῷ καὶ τῷ διαλεκτικῷ, βούλεται νῦν καὶ περὶ τούτου διδάξαι. καὶ ἐπεὶ διττῶς ὁ ἔλεγχος γίνεται—ἢ γὰρ ἡμεῖς ἑτέρους | |
35 | ἐλέγχομεν ἢ παρὰ ἄλλων ἐλεγχόμεθα—διδάξει ἐνταῦθα, ὡς εἴρηται, οὐχὶ πῶς ἂν ἡμεῖς ἑτέρους ἐλέγχοιμεν, ἀλλὰ πῶς οὐκ ἂν ὑπὸ τῶν σοφιστῶν ἐλεγχοίμεθα· εἰ γὰρ γινώσκοιμεν τοὺς τρόπους καθ’ οὓς οἱ σοφισταὶ συνιστῶντες προβάλλονται τὰ σοφίσματα, ἐλεγχθησόμεθα μὲν παρ’ αὐτῶν οὐδαμοῦ, ἐλέγξο‐ | |
40 | μεν δὲ μᾶλλον αὐτοὺς λύοντες τὰ προβαλλόμενα σοφίσματα παρ’ αὐτῶν ὡς καὶ τὸν τρόπον εἰδότες τὸν τῆς συνθέσεως· ὡς γὰρ ἐν ἄλλοις αὐτὸς εἴρηκεν, ὁ τὸν τρόπον εἰδὼς τοῦ δεσμοῦ, ἐ‐ κεῖνος λύσει τὸ συνδεθέν· ὁμοίως οὖν καὶ ὁ τὸν τρόπον εἰδὼς τῆς συνθέσεως τοῦ σοφίσματος, ἐκεῖνος λύσει τὸ προβαλλόμενον. | |
45 | ἰστέον δὲ ὅτι ὁ σοφιστικὸς ἔλεγχος ἢ κατὰ τὴν ὕλην ἡμάρ‐ τηται, ἤγουν κατὰ τὰς προτάσεις, ἢ κατὰ τὸ εἶδος, ἤτοι κατὰ τὸ σχῆμα τὸ συλλογιστικόν. εἰ μὲν οὖν κατὰ τὴν ὕλην μόνην ἡμάρτηται, ῥηθήσεται ‘ἔλεγχος σοφιστικόσ‘· εἰ δὲ κατὰ τὸ εἶ‐ δος ἢ καὶ κατὰ ἀμφότερα, τότε ‘σοφιστικὸσ‘ μὲν ‘ἔλεγχοσ‘ οὐ | |
prol(50) | ῥηθήσεται, μετὰ προσθήκης δὲ ‘φαινόμενος ἔλεγχοσ‘· ὥσπερ γὰρ τὸν νεκρὸν ἄνθρωπον ἀπολύτως μὲν ἄνθρωπον οὐκ ἂν εἴποι τις, ἀλλὰ μετὰ προσθήκης νεκρὸν ἄνθρωπον, οὕτως καὶ τὸν παρὰ τὸ εἶδος ἡμαρτημένον ἔλεγχον οὐκ ἂν ἁπλῶς εἴποι τις σοφιστικὸν | |
ἔλεγχον, ἀλλὰ φαινόμενον ἔλεγχον. διὰ τοῦτο καὶ αὐτὸς ἀμφο‐ | 242 | |
55 | τέρους τοὺς ἐλέγχους αἰνιττόμενος οὕτως εἴρηκε· “Περὶ δὲ τῶν σοφιστικῶν ἐλέγχων καὶ τῶν φαινομένων μὲν ἐλέγχων, ὄν‐ των δὲ παραλογισμῶν”, διὰ μὲν τοῦ εἰπεῖν “τῶν σοφιστικῶν ἐλέγχων” αἰνιξάμενος τοὺς ἔχοντας ἐρρωμένον τὸ σχῆμα τὸ συλλογιστικόν, ἡμαρτημένους δὲ παρὰ τὰς προτάσεις, διὰ δὲ | |
60 | τοῦ εἰπεῖν “καὶ τῶν φαινομένων ἐλέγχων” τοὺς παρὰ τὸ εἶδος ἡμαρτημένους, οἷος ὁ τοῦ Καινέως ἐν δευτέρῳ σχήματι ἐκ δύο καταφατικῶν συλλογιζόμενος ὅτι τὸ πῦρ ἐν πολλαπλασίῳ ἀναλο‐ γίᾳ γεννᾶται καὶ αὔξεται. ἢ καὶ ἄλλως· ἐπειδὴ καὶ ὁ ἀποδεικτικὸς καὶ ὁ διαλεκτικὸς | |
65 | χρῶνται ἐλέγχοις, οἳ καὶ κατὰ ἀλήθειαν λέγοιντ’ ἂν ἔλεγχοι, χρᾶται δὲ ἐλέγχῳ καὶ ὁ σοφιστής, ὃς οὐκ ἔστι κατὰ ἀλήθειαν ἔλεγχος ἀλλὰ φαινόμενος ἔλεγχος, διὰ τοῦτο εἰπὼν “Περὶ δὲ τῶν σοφιστικῶν ἐλέγχων” προσέθηκε τὸ “καὶ τῶν φαινομένων μὲν ἐλέγχων, ὄντων δὲ παραλογισμῶν” ἐφερμηνεύων τὸν σοφι‐ | |
70 | στικὸν ἔλεγχον ὅτι οὐ κυρίως ἐστὶν ἔλεγχος ἀλλὰ φαινόμενος ἔλεγχος, καὶ διαστέλλων αὐτὸν ἀπὸ τῶν ἐλέγχων οἷς χρῶνται | |
ὅ τε ἀποδεικτικὸς καὶ ὁ διαλεκτικός. | 243 | |
prol b(t) | EPITOMA PROOEMII SUPERIUS EDITI. | |
1 | Διδάξας περὶ τοῦ ἀποδεικτικοῦ καὶ διαλεκτικοῦ συλλογισμοῦ ὁ Ἀριστοτέλης νῦν ἥκει διδάξων ἡμᾶς καὶ περὶ τῶν σοφιστι‐ κῶν ἐλέγχων, οὐχ ὥστε τούτοις χρῆσθαι ἡμᾶς ὡς τῷ ἀποδεικτι‐ κῷ καὶ διαλεκτικῷ συλλογισμῷ—οἱ μὲν γὰρ ἐπιστήμης ἔργα, | |
5 | τὰ δὲ σοφίσματα καὶ οἱ σοφιστικοὶ ἔλεγχοι ἔργον μὲν ἐπιστή‐ μης οὐδέν, ἐνοχλήσεις δέ τινες μᾶλλον καὶ ἐμποδισμοὶ τῶν ἐπιστημῶν, ὡς καὶ αὐτὸς σοφιστικὰς ἐνοχλήσεις ἐν ἄλλοις ὠ‐ νόμασεν—ἀλλ’ ἢ τοῦτο πάντως ποιεῖ διδάξων ἡμᾶς τίνες οἱ τρόποι οἷς οἱ σοφισταὶ χρώμενοι πειρῶνται τοὺς πολλοὺς ἐ‐ | |
10 | λέγχειν καὶ τοὺς ἀμαθεῖς τῆς συλλογιστικῆς μεθόδου. διδάσκει γοῦν ἡμᾶς περὶ τούτων οὐχ ὥστε χρῆσθαι αὐτοῖς, ἀλλ’ ἵνα μὴ | |
παρὰ τῶν χρωμένων ἐλεγχώμεθα· εἰδότες γὰρ τοὺς τρόπους καθ’ οὓς οἱ σοφισταὶ τὰ οἰκεῖα προβάλλονται σοφίσματα, ἐλεγχθη‐ σόμεθα μὲν παρ’ αὐτῶν οὐδαμοῦ, ἐλέγξομεν δὲ μᾶλλον αὐτοὺς | 244 | |
15 | λύοντες τὰ προβαλλόμενα σοφίσματα παρ’ αὐτῶν ὡς καὶ τὸν τρόπον εἰδότες τῆς συνθέσεως· ὡς γὰρ ἐν ἄλλοις αὐτὸς εἶπεν, ὁ τὸν τρόπον εἰδὼς τοῦ δεσμοῦ, ἐκεῖνος λύσει τὸ συνδεθέν· καὶ ὁ τὸν τρόπον εἰδὼς τῆς συνθέσεως τοῦ σοφίσματος, ἐκεῖνος λύσει καὶ τὸ προβαλλόμενον σόφισμα. | |
164a20-21(1l) | 〈Περὶ δὲ τῶν ... οὐκ | |
1m | ἐλέγχων〉 | |
1 | Εἰπὼν “Περὶ δὲ τῶν σοφιστικῶν ἐλέγχων” ᾐνίξατο τοὺς σοφιστικοὺς συλλογισμοὺς καὶ ἐλέγχους τοὺς ἡμαρτημέ‐ νους μὲν κατὰ τὴν ὕλην, ἤγουν κατὰ τὰς προτάσεις, ἔ‐ χοντας δὲ ἐρρωμένον καὶ ὑγιὲς τὸ συλλογιστικὸν σχῆμα· | |
5 | ἐπαγαγὼν δὲ καὶ τὸ “τῶν φαινομένων μὲν ἐλέγχων, ὄντων δὲ παραλογισμῶν ἀλλ’ οὐκ ἐλέγχων” ᾐνίξατο τοὺς σοφι‐ στικοὺς συλλογισμοὺς καὶ ἐλέγχους τοὺς ἡμαρτημένους κατὰ τὸ εἶδος, | |
164a20-21,col 2(9) | ἤτοι κατὰ τὸ σχῆμα τὸ | |
10 | συλλογιστικόν, οἷος ὁ | |
τοῦ Καινέως ἐν δευτέρῳ σχήματι ἐκ δύο καταφατικῶν συλλογιζόμενος ὅτι τὸ πῦρ | 245 | |
15 | ἐν πολλαπλασίῳ ἀναλογίᾳ γεννᾶται καὶ αὔξεται, οἵτινες καὶ οὐ συλλογισμοὶ ἀλλὰ παραλογισμοὶ λέγονται· | |
22 | οἱ δὲ κατὰ τὴν ὕλην ἡ‐ μαρτημένοι, ἤτοι κατὰ τὰς προτάσεις, συλλογι‐ | |
25 | σμοὶ καὶ ἔλεγχοι σοφιστι‐ κοὶ ὀνομάζονται. | |
31 | ἢ καὶ ἄλλως· ἐπειδὴ καὶ ὁ ἀποδεικτικὸς καὶ ὁ δια‐ λεκτικὸς χρῶνται ἐλέγχοις, οἳ καὶ κατὰ ἀλήθειαν ἔλεγ‐ | |
35 | χοι, χρῆται δὲ καὶ ὁ σοφι‐ | |
στὴς ἐλέγχῳ μὴ ὄντι κατὰ ἀλήθειαν ἀλλὰ φαινομένῳ, διὰ τοῦτο εἰπὼν “Περὶ δὲ τῶν σοφιστικῶν ἐλέγχων” | 246 | |
40 | προσέθηκε καὶ τὸ “τῶν φαινομένων μὲν ἐλέγχων” καὶ τὰ ἑξῆς, ἐφερμηνεύων ὡς οὐ κυρίως ἔλεγχος ὁ σοφιστικὸς οὐδὲ ἀληθής, | |
45 | ἀλλὰ φαινόμενος καὶ τὸ ὅλον εἰπεῖν παραλογισμός. | |
164a20-21,col 1(17) | οἵτινες καὶ φαινόμενοι ἔλεγχοι δοκοῦσιν ὡς ἅτε δὴ | |
20 | παραλογισμοὶ μᾶλλον ὄντες καὶ οὐκ ἔλεγχοι. κατὰ τὴν ὕλην ἡμαρτημέ‐ νος ἐστὶ συλλογισμὸς οὗτος, ὁ καὶ σοφιστικὸς | |
25 | ἔλεγχος ὀνομαζόμενος· ἀνδρείαν | |
26 | ἔχει | Column end |
26 | ἀνδρεῖος | Column end |
26 | χιτών [Start of a diagram]π τ τ[End of a diagram] | Column end |
27 | παρὰ δὲ τὸ εἶδος οὗτος, ὃς καὶ φαινόμενος ἔλεγ‐ χος ὀνομάζεται· | |
30 | [Start of a diagram]ζῷον π π | |
ἄνθρωπος π ἵππος[End of a diagram] | 247 | |
164a20-21(1l) | 〈Περὶ δὲ ... παραλογισμῶν〉 | |
1 | Ἐν μὲν τῷ εἰπεῖν “Περὶ δὲ τῶν σοφιστικῶν ἐλέγχων” ἐδήλωσεν τοὺς φαινομένους ἐλέγχους· φαινόμενος δέ ἐστιν ἔλεγχος ὁ τὸ σχῆμα μὲν ὑγιὲς ἔχων, σφαλλόμενος δὲ εἰς τὸν τοῦ ἐλέγχου ὁ‐ ρισμόν. ἐν τῷ εἰπεῖν δὲ “καὶ τῶν φαινομένων ἐλέγχων, ὄντων δὲ | |
5 | παραλογισμῶν” ἐδήλωσεν οὐ τοὺς φαινομένους ἐλέγχους, ἀλλὰ | |
τοὺς φαινομένους σοφιστικοὺς ἐλέγχους· εἰσὶ δὲ φαινόμενοι σοφιστικοὶ ἔλεγχοι οἱ σφαλλόμενοι καὶ κατὰ τὸν ὅρον τοῦ συλλογισμοῦ ἀλλὰ δὴ καὶ τοῦ ἐλέγχου. ἢ καὶ τὸ “τῶν φαινομένων ἐλέγχων, ὄντων δὲ παραλογισμῶν” | 248 | |
10 | ἐφερμηνευτικόν ἐστι τῶν φαινομένων ἐλέγχων. | |
164a22(1l) | 〈κατὰ φύσιν ἀπὸ τῶν | |
2l | πρώτων〉 | |
164a22,a1 | κατὰ φυσικὴν τάξιν καὶ ἀκολουθίαν ἀπὸ τῶν πρώτων | |
5 | τὰς οἰκείας | |
10 | ἀρχὰς λέγει τοὺς δεκατρεῖς τρόπους οἷς ὥς τισιν ἀρχαῖς καὶ τόποις κοινοῖς οἱ σοφι‐ | |
15 | σταὶ χρώμενοι ἐπά‐ | |
γουσι τὰ σοφίσματα. | Column end | |
164a22,a2 | κατὰ φυσικὴν ἀκολου‐ θίαν καὶ τάξιν ἀπὸ | |
5 | τῶν ἀρχῶν τῶν οἰ‐ κείων 〈τοῖς σοφι‐ στικοῖς συλλογι‐ σμοῖς. προσεχεῖσ〉 δὲ καὶ οἰκείας | |
10 | ἀρχὰς λέγει τοὺς δεκατρεῖς τρόπους οἷς ὥς τισιν ἀρχαῖς καὶ τόποις κοινοῖς οἱ σοφι‐ | |
15 | σταὶ χρώμενοι ἐπά‐ | |
γουσι τὰ σοφίσματα. | Column end | |
164a22,b(4) | ἤτοι | |
5 | τῶν ἀρχῶν τῶν οἰ‐ κείων τοῖς σοφι‐ στικοῖς συλλογι‐ σμοῖς. προσεχεῖς δὲ καὶ οἰκείας | |
10 | ἀρχὰς λέγει τοὺς δεκατρεῖς τρόπους οἷς χρῶνται οἱ σοφισταὶ ὡς ἀρ‐ | 249 |
χαῖς καὶ τόποις. | Column end | |
164a23(1l) | 〈ὅτι μὲν οὖν〉 | |
1 | ὅτι μὲν οὖν τῶν συλλογισμῶν οἱ μὲν κατὰ ἀλήθειάν εἰσι συλ‐ λογισμοί, οἷος ὁ ἀποδεικτικὸς καὶ ὁ διαλεκτικός, οἱ δὲ κατὰ ἀλήθειαν μὲν οὐκ εἰσί, δοκοῦσι δὲ καὶ φαίνονται εἶναι, οἷός ἐστιν ὁ σοφιστικός, εἴτε παρὰ τὸ εἶδος, εἴτε παρὰ τὴν ὕλην | |
5 | ἡμάρτηται, δῆλον. | 250 |
164a27(1l) | 〈φυλετικῶς φυσήσαντες〉 | |
1 | φυσήσαντες καὶ ἐξογκώσαντες καὶ καλλωπίσαντες ἑαυτοὺς φυλε‐ τικῶς, ἤτοι καθὼς ἐποίουν αἱ φυλαὶ ἐν ταῖς προσαγωγαῖς τῶν ἱερείων· σπεύδουσα γὰρ ἑτέρα φυλὴ τὴν ἑτέραν ὑπερβαλεῖν ἐν ταῖς ἑορταῖς καὶ ταῖς πανηγύρεσι τῆς τῶν θυμάτων ἐν τοῖς | |
5 | βωμοῖς γινομένης προσαγωγῆς ἐνεφύσα τῷ λειποκρέῳ καὶ λιπῶ‐ δες ἐποίει φαίνεσθαι τὸ μὴ ὂν ἐκ τοῦ ἐμφυσήματος, ὥσπερ Ἀθήναιος ἐν τοῖς Δειπνοσοφισταῖς καὶ Πρόκλος ἐν τῇ τῶν ἑορτῶν ἀπαριθμήσει εἰρήκασι. τοῦτο δὴ ποιοῦσι καὶ οἱ τοῦ φυσικοῦ καὶ ἀληθοῦς ἐστερημένοι κάλλους, ὁποῖοι οἱ δυσει‐ | |
10 | δεῖς καὶ τὴν ὄψιν αἰσχίονες ὄντες καταχρωννύοντες ἑαυτοὺς ἐπιτρίμμασι σπεύδουσι τοὺς ὁρῶντας ἐξαπατᾶν καὶ φαίνεσθαι ὅπερ οὐκ εἰσί. φυλετικῶς οὖν πεφυσῆσθαι πάντες οἱ τοιοῦτοι καθόλου λέγονται οἱ μὴ δι’ ἀσκήσεως, ὁποῖοί εἰσιν οἱ ἀθλη‐ ταὶ καὶ οἱ πένταθλοι, μηδὲ πρὸς ἀλήθειαν τὰ σώματα μεγάλοι | |
15 | καὶ τὸ εἶδος περικαλλεῖς, ἀλλὰ διά τινων ἐπιτεχνήσεων, ἐπι‐ σκευάζοντες ἑαυτοὺς καὶ κομμώσαντες, οἱ μὲν καχεκτοῦντες τοὺς εὐεκτοῦντας φαίνονται μιμούμενοι, οἱ δὲ δυσειδεῖς φαί‐ | |
νονται μὲν καλοί, οὐκ εἰσὶ δέ. | 251 | |
165a7(1l) | ἀλλὰ τοῖς ὀνόμασι ἀντὶ τῶν | |
2l | πραγμάτων· | |
3 | ἤτοι ἀλλ’ ἀντὶ τῶν πραγμάτων αὐτῶν χρώμεθα τοῖς ὀνόμασιν αὐτῶν συμβόλοις, ἤτοι σημαντικοῖς καὶ παραστατικοῖς τῶν | |
5 | πραγμάτων· σύμβολα γὰρ τῶν πραγμάτων τὰ ὀνόματα λέγει. | |
165a8-9(1l) | 〈τὸ συμβαῖνον ... | |
2l | ἡγούμεθα συμβαίνειν〉 | |
1 | οἷον ἐπεὶ ὁ Δίων πρᾶγμα ὢν ἔχει ὄνομα δισύλλαβον τὸ λέγε‐ σθαι Δίων, τῷ δὲ δισυλλάβῳ ὥσπερ τι σύμπτωμα συμβέβηκε τὸ τετρασύλλαβον, ἀξιοῖ ὁ σοφιστὴς καὶ τὸν Δίωνα εἶναι τετρα‐ σύλλαβον. οὕτω γὰρ ἐριστικῶς πειρᾶται τὸν προσδιαλεγόμενον | |
5 | ἀπατᾶν. | 252 |
165a11(1l) | 〈λόγων〉 | |
1 | καὶ γὰρ οἱ λόγοι ἐξ ὀνομάτων σύγκεινται, ταὐτὸν δ’ εἰπεῖν ἐκ ῥημάτων· λεγέσθω γὰρ νῦν καὶ τὰ ῥήματα ὀνόματα. | |
165a12-13(1l) | 〈ἀναγκαῖον ... σημαίνειν〉 | |
1 | ἀναγκαῖον οὖν τὸν αὐτὸν καὶ ἕνα λόγον, οἷον τὸ ‘κύων κινεῖ‐ ται‘, πλείω σημαίνειν. | |
165a13(1l) | 〈τὸν αὐτὸν λόγον καὶ | |
2l | τοὔνομα τὸ ἓν〉 | |
1 | Δεῖ εἰδέναι ὅτι ἡ μὲν ὁμωνυμία ἐν ὀνόμασι θεωρεῖται, ἡ δὲ ἀμφιβολία ἐν λόγοις, ὡς τὸ ‘ὦ Ζεῦ, γένοιτο καταβαλεῖν τὸν σῦν ἐμέ‘, ἢ ὡς τὸ ‘Ἀχιλλεὺς Πάτροκλον ἐκέλευσεν ἑὸν ἑταῖ‐ ρον θύειν‘, ἢ ὡς τὸ ‘πεντήκοντα ἀνδρῶν ἑκατὸν λεῖπε δῖος | |
5 | Ἀχιλλεύς.‘ | 253 |
165a15(1l) | 〈τῶν λόγων〉 | |
1 | τῶν ἐξ ὀνομάτων, ὡς εἴρηται, συγκειμένων, ταὐτὸν δ’ εἰπεῖν καὶ ἐπὶ τῶν πρὸς ἀλλήλους κοινωνιῶν καὶ ὁμιλιῶν καὶ δια‐ λέξεων. | |
165a18-19(1l) | 〈καὶ συλλογισμὸς | |
2l | καὶ ἔλεγχος〉 | |
1 | Δεῖ εἰδέναι ὅτι διαφέρει συλλογισμὸς ἐλέγχου καθόσον ὁ μὲν συλλογισμὸς ἐξ ὀρθοῦ συνάγει ὃ συνάγει συμπέρασμα, ὁ δὲ ἔλεγχος ἀεὶ τὸ ἀντιφατικῶς ἀντικείμενον συνάγει τῷ συμπεράσματι. | |
165a24(1l) | 〈ἔστι δὲ ... 〉 | |
1 | Ἔστι δὲ περὶ ἕκαστον ὑποκείμενον πρᾶγμα καὶ πρόβλημα ἔρ‐ γον τοῦ ἐπιστήμονος, ὁτὲ μὲν ἐρωτῶντος τόπον ἐπέχοντος, ὁτὲ δὲ ἀποκρινομένου, ἵνα συνελὼν εἴπω ὡς ἓν πρὸς ἓν τὰ ἀμφοτέρων ἔργα, ἐν οἷς μὲν ἐρωτῶντος τόπον ἐπέχει διαλεγό‐ | |
5 | μενος, ἔργον ἐστὶν αὐτοῦ τὸ ἀψευδῶς ἐρωτᾶν ἐκ τοῦ λαμβάνειν προτάσεις κυρίας καὶ μὴ ἀμφιβόλους, ἐν οἷς δὲ αὖθις ἀποκρι‐ | |
νομένου, πάλιν ἔργον ἐκείνου ἐστὶ τὸ δύνασθαι τὸν ἐρωτῶντα ἐλέγχειν ψευδόμενον. τὸ δὲ δύνασθαι τὸν ψευδόμενον ἐλέγχειν γίνεται παρὰ τὸ εἰδέναι τὰ ὁμώνυμα καὶ ἀμφίβολα καὶ τοὺς | 254 | |
10 | λοιποὺς ιαʹ τρόπους δι’ ὦν ἀπατᾶν πειρᾶται ὁ ἐρωτῶν. ταῦτα δὲ γίνεται—ποῖα ταῦτα; λέγω δὴ τό τε ἀψευδῶς ἐρωτᾶν τὸν ἐπιστήμονα ἐρωτῶντος τόπον ἐπέχοντα καὶ αὖθις τὸ δύνασθαι αὐτὸν ἐν ἀποκρινομένου τάξει καθεστηκότα ἐλέγχειν τὸν ψευ‐ δῶς ἐρωτῶντα—τὸ μέν, ἤγουν τὸ δεύτερον, γίνεται ἐν τῷ | |
15 | δύνασθαι τὸν ἀποκρινομένου τάξιν ἐπέχοντα ἀποδιδόναι καὶ ὑπέχειν λόγον καὶ ἐλέγχειν τὸν ψευδῶς ἐρωτῶντα· τὸ δὲ πρῶ‐ τον ἐν τῷ λαμβάνειν τὸν αὐτὸν ἐρωτῶντα τυγχάνοντα προτάσεις κυρίας καὶ ἀληθεῖς καὶ μὴ ἀμφιβόλους κἀκ τούτου ὀρθῶς καὶ ἀψευδῶς τὰς ἐρωτήσεις ποιεῖσθαι. | |
165ab13(1l) | 〈ἔστι δὲ πέντε〉 | |
1 | Ἔστι δὲ ταῦτα τὰ γένη ὧν στοχάζονται ἐν ταῖς διαλέξεσιν οἱ σοφισταὶ πέντε τὸν ἀριθμόν, ἤγουν τὸ ἐλέγξαι καὶ περι‐ | |
άξαι τὸν προσδιαλεγόμενον εἰς ἀντίφασιν οὐκ ἀληθῆ μέν, δο‐ κοῦσαν δέ. ψεῦδος· τὸ δεῖξαι τὸν προσδιαλεγόμενον ψευδές | 255 | |
5 | τι συνάγοντα συμπέρασμα. παράδοξον· τὸ ποιῆσαι αὐτὸν ὁμο‐ λογῆσαί τι παρὰ τὴν ἐνάργειαν καὶ τὴν ὑπόληψιν τῶν πολλῶν, οἷον ὅτι ἡ φιλοσοφία οὐκ ἔστιν εὐδαιμονία ἢ ὅτι ὁ βασιλεὺς οὐκ ἔστιν εὐδαίμων. σολοικισμός· τὸ δεῖξαι τοῦτον σολοικί‐ σαντα καὶ τυχὸν ὀφείλοντος κατ’ εὐθεῖαν συναχθῆναι τοῦ | |
10 | συμπεράσματος δεῖξαι τοῦτον κατ’ αἰτιατικὴν αὐτὸ συμπερά‐ ναντα. πέμπτον τὸ ἀδολεσχῆσαι· ἐφερμηνεύων δὲ τὸ ἀδολεσχῆ‐ σαι ἔφησεν εἶναι αὐτὸ τὸ ταυτολογεῖν καὶ ἀναγκάζεσθαι τὸ | |
αὐτὸ πλεονάκις λέγειν, οἷον ‘ἄνθρωπος ἄνθρωπος.‘ | 256 | |
165b26(1l) | 〈ὁμωνυμία ἀμφιβολία〉 | |
1 | Ἰστέον ὅτι τὰ ἀμφίβολα καὶ τὰ ὁμώνυμα τὸ διττὸν ἔχουσιν ἐνεργείᾳ, τὸ δὲ παρὰ τὸ σχῆμα τῆς λέξεως τὸ διττὸν ἔχει κατὰ φαντασίαν, τὰ δὲ κατὰ προσῳδίαν σοφίσματα τὸ διττὸν ἔχει δυνάμει. | |
165b27(1l) | 〈τούτου δὲ πίστις〉 | |
1 | Τούτου δὲ τοῦ λόγου τοῦ λέγοντος ἓξ εἶναι τὰ κατὰ τὴν λέξιν σοφίσματα καὶ οὔτε πλείονα οὔτε ἐλάττονα πίστις ἥ τε διὰ τῆς ἐπαγωγῆς, ταὐτὸν δ’ εἰπεῖν ἡ διὰ τῆς αἰσθήσεως, γινομένη καὶ ἡ διὰ συλλογισμοῦ, καὶ εἴ τις ἄλλος ληφθῇ | |
5 | συλλογισμὸς εἰς τὴν τούτου ἀπόδειξιν· αἰνίττεται δὲ διὰ τούτου τοῦ λόγου τὸν προσυλλογισμὸν τὸν κατασκευαστικὸν τῆς τε μείζονος προτάσεως καὶ τῆς ἐλάττονος. καὶ ὅτι το‐ σαυταχῶς, ἤτοι ἑξαχῶς, ὡς εἴπομεν, τὰ παρὰ τὴν λέξιν σοφί‐ σματα ἔκδηλον ἔσται ἂν μέσος ὅρος ληφθῇ τὸ ‘μὴ τὰ αὐτὰ τοῖς | |
10 | αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλοῦσθαι.‘ | 257 |
166b1(1l) | 〈παρὰ δὲ τὴν προσῳδίαν〉 | |
1 | Πέμπτος τρόπος τῶν παρὰ τὴν λέξιν γινομένων σοφισμάτων ὁ παρὰ τὴν προσῳδίαν ἐστίν, ὅστις ἐν μὲν τοῖς διαλεκτικοῖς λόγοις τοῖς ἀγράφως ἐν ταῖς ὁμιλίαις ἐκφερομένοις οὐ ῥᾳδί‐ ως γίνεται, ἐν δὲ τοῖς γεγραμμένοις διαλεκτικοῖς λόγοις καὶ | |
5 | τοῖς Ὁμηρικοῖς ποιήμασι δύναται γενέσθαι. ὀνομάζεται δὲ παρὰ τὴν προσῳδίαν ὅτι ὁ τόνος πρὸς ὃν ᾄδομεν καὶ τοὺς λό‐ γους ποιούμεθα ποιεῖ τὸν παραλογισμὸν νῦν μὲν οὕτως, ἄλλοτε δ’ ἄλλως ἢ καὶ ἀλλαχοῦ τιθέμενος. | |
166b10(1l) | 〈Οἱ δὲ παρὰ τὸ σχῆμα ... 〉 | |
1 | ὅταν τὰ ὁμοιόσχημα κατὰ τὴν λέξιν, ὡς τὸ ἄρρεν καὶ τὸ θῆλυ, μὴ ταὐτὰ δὲ ὄντα τῷ πράγματι, διὰ τὸ οὐδετέρως ἄμφω ἐκφέρε‐ σθαι παραλογιστικῶς ἑρμηνεύῃ ὁ σοφιστὴς ὡς ταὐτὰ ὄντα τῷ πράγματι, οἷον †εἰπεῖν† τὸ ἄρρεν ἄλλο τι ὂν παρὰ τὸ θῆλυ, | |
5 | πειρᾶται συμπεραίνειν ὁ σοφιστὴς ὡς θάτερον τούτων ταὐτὸν | |
εἶναι τῷ ἑτέρῳ. καὶ πάλιν τὸ οὐδέτερον, ὅπερ οὔτε ἄρρεν οὔτε θῆλύ ἐστι, συνάγει ἕν τι τούτων εἶναι καίτοι μὴ ὄν, καὶ αὖ‐ θις τὸ ποιὸν συμπεραίνει ποσόν, καὶ τὸ ποσὸν ποιόν. | 258 | |
167a2(1l) | οὐ γὰρ ταὐτὸν εἶναί τέ τι· | |
2 | οὐ γὰρ ταὐτόν ἐστι τὸ λέγειν τὸ πρᾶγμα εἶναί τέ τι, ἤτοι ἅμα καὶ ἡνωμένως· τοῦτο γὰρ δηλοῖ τὸ ‘τί‘, καὶ τὸ λέγειν αὐτὸ εἶναι ἁπλῶς, ἤτοι ἰδίᾳ καὶ χωρίς. οἷον οὐ ταὐτόν ἐστι | |
5 | τὸ λέγειν τὸ μὴ ὂν εἶναί τι, ἤγουν εἶναι δοξαστόν, καὶ τὸ λέγειν τὸ μὴ ὂν εἶναι ἁπλῶς. | |
167a21(1l) | 〈οἱ δὲ παρὰ τὸ μὴ | |
2l | διωρίσθαι τί ἐστι συλλογισμὸς〉 | |
1 | Οἱ δὲ παραλογισμοὶ πάλιν οἱ γινόμενοι παρὰ τὸ μὴ ἐξακριβοῦ‐ σθαι τίς ἐστιν ὁ ἀληθὴς συλλογισμὸς καὶ τίς ὁ κυρίως ἔλεγχος, ἀλλὰ παρὰ τὸ ἐλλιμπάνεσθαί τι τῶν ὀφειλόντων λαμβάνεσθαι ἢ | |
ἐν τῷ ὁρισμῷ τοῦ κυρίως συλλογισμοῦ ἢ ἐν τῷ ὁρισμῷ τοῦ κυρί‐ | 259 | |
5 | ως ἐλέγχου—ἢ τὸ ‘λόγου‘ ἀντὶ τοῦ ‘συλλογισμοῦ‘ νοητέον, ἵνα ᾖ τὸ λεγόμενον τοιοῦτον· τῶν ὀφειλόντων λαμβάνεσθαι ἐν τῇ πλοκῇ τῇ συλλογιστικῇ καθ’ ἣν ὁ ἔλεγχός ἐστι—γίνονται αὖθις ὡς προϊὼν ὁ λόγος δηλώσει. | |
167a22(1l) | 〈ἀλλὰ ... λόγου〉 | |
1 | ἀλλὰ γίνονται οἱ τοιοῦτοι παραλογισμοὶ παρὰ τὸ ἐλλείπειν τι τῶν ὀφειλόντων λαμβάνεσθαι ἐν τῷ ἀληθινῷ συλλογισμῷ καὶ ἐν τῷ ἀληθινῷ ἐλέγχῳ, οἵτινες δὴ παραλογισμοὶ καὶ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν λέγονται. | |
167a23-27(1l) | 〈ἔλεγχος ... χρόνῳ〉 | |
1 | Ἔλεγχος μὲν γὰρ ἀληθής ἐστιν ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνὸς κατηγορουμένου κατὰ τοῦ αὐτοῦ καὶ ἑνὸς ὑποκειμένου· ὁ γὰρ μέλλων κυρίως ἐλέγξαι τινὰ ὡς ψευδόμενον ὀφείλει δεικνύναι τοῦτον οὐκ ἐπὶ ἄλλου καὶ ἄλλου πράγματος τὰ ἐναντία λέγοντα, | |
5 | ἀλλ’ ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνός, οἷον ἐπὶ τοῦ Σωκράτους λέγοντα καὶ τὸ καθῆσθαι καὶ μὴ καθῆσθαι. μὴ ὀνόματος ἀλλὰ πράγματος: ἤτοι ὀφείλει δὲ τὸ κατηγορούμενον ἓν εἶναι οὐχὶ ὡς ὄνομα μό‐ νον, ἀλλὰ καὶ ὡς πρᾶγμα· ἐγχωρεῖ γὰρ κατὰ μὲν τὸ ὄνομα εἶ‐ | |
10 | ναί τι ἕν, κατὰ δὲ τὸ πρᾶγμα πολλά, ὡς τὰ ὁμώνυμα. ὥστε ἔλεγ‐ χος κυρίως ἐστιν ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνὸς κατηγορουμέ‐ νου κατὰ τοῦ αὐτοῦ καὶ ἑνὸς ὑποκειμένου, μὴ ὡς ὀνόματος μόνον ὄντος ἑνὸς τοῦ κατηγορουμένου, ἀλλὰ καὶ ὡς πράγματος. ἐπεὶ δὲ οὐ μόνον ἐπὶ τῶν ὁμωνύμων ἐνδέχεταί τινα τὰ ἐναν‐ | 260 |
15 | τία λέγειν καὶ ὅμως μὴ ψεύδεσθαι, οἷον τὸ ‘κύων ὑλακτεῖ, κύ‐ ων οὐχ ὑλακτεῖ‘, ἀλλὰ καὶ ἐπὶ τῶν συνωνύμων πολλάκις—ὁ γὰρ λέγων ‘ζῷον περιπατεῖ, ζῷον οὐ περιπατεῖ‘ τὰ ἐναντία λέ‐ γει καὶ ὅμως μέντοι οὐκ ἐλέγχεται, ὅτι οὐδὲ διαψεύδεται— διὰ τοῦτο προσέθετο τὸ καὶ ὀνόματος μὴ | |
20 | συνωνύμου ἀλλὰ τοῦ αὐτοῦ καὶ ἑνὸς καὶ μήτε ὁμωνύμου ὄντος μήτε συνωνύμου. ἐπαναληπτέον οὖν αὖθις τὸν λόγον σαφηνείας πλείονος χά‐ ριν, καὶ ῥητέον· ἔλεγχος τοίνυν ἐστὶν ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνὸς κατηγορουμένου κατὰ τοῦ αὐτοῦ καὶ ἑνὸς ὑποκειμένου, | |
25 | ἑνὸς ὄντος τοῦ κατηγορουμένου, οὐχ ὡς ὀνόματος μόνον ἀλλὰ καὶ ὡς πράγματος, ἀλλ’ οὐδὲ ὀνόματος συνωνύμου (ἐγχωρεῖ γὰρ πολλάκις, ὡς εἴρηται, καὶ ἐπὶ τῶν συνωνύμων τὰ ἐναντία λέγειν καὶ ὅμως μὴ διαψεύδεσθαι) ἀλλὰ τοῦ αὐτοῦ καὶ ἑνός, μήτε ὁμωνύμου ὄντος μήτε συνωνύμου, ἀλλὰ καὶ κατὰ τὸ πρᾶγμα | |
30 | ὡς ἑνός τινος θεωρουμένου καὶ κατὰ τὸ ὄνομα. ἐκ τῶν δοθέντων ἐξ ἀνάγκης· ἤτοι ὀφείλει δὲ ὁ τοιοῦτος ἔλεγχος καὶ ἡ τοιαύτη ἀντίφασις συνάγεσθαι ἐξ ἀνάγκης ἐκ τῶν δοθεισῶν παρὰ τοῦ προσδιαλεγο‐ μένου προτάσεων· εἰ γὰρ ἄλλας μὲν δοίη προτάσεις ὁ ἀποκρινό‐ | |
35 | μενος, ἐξ ἄλλων δὲ προτάσεων τὴν ἀντίφασιν συναγάγοι ὁ ἐρω‐ τῶν, οὐ λεχθήσεται οὗτος ἐλέγχειν. μὴ συναριθμουμένου τοῦ ἐν ἀρ‐ χῇ· ἤτοι μὴ λαμβανομένου τοῦ ζητήματος, οἷον τοῦ εἰ ἀθάνα‐ | |
τος ἡ ψυχή, εἰς τὸν λόγον τῆς ἀποδείξεως· οὐ γὰρ δι’ ἑαυτοῦ | 261 | |
40 | χρὴ δεικνύναι τὸ μὴ δι’ ἑαυτοῦ δῆλον, ὅτι μηδὲ ἔλεγχος τὸ τοιοῦτον. τότε δὲ τοῦτο γίνεται ὅταν ὁ μέσος ὅρος ὁ αὐτός τινι τῶν ἄκρων ληφθῇ, μετωνομασμένος μέντοι καὶ ἄλλως κατὰ τὴν προφορὰν ἐκφερόμενος, οἷον ὡς εἴ τις μέλλων δεῖξαι ὅτι ἀθάνατος ἡ ψυχὴ λάβοιεν εἰς τὴν τούτου ἀπόδειξιν πρότασιν | |
45 | τὴν λέγουσαν ‘ἡ ψυχὴ ἄφθαρτοσ‘, τὸ ζητούμενον ὡς ὁμολογού‐ μενον λαβὼν συνηρίθμησε ταῖς προτάσεσι· ταὐτὸν γὰρ τό τε ἄφθαρτον καὶ ἀθάνατον. κατὰ τὸ αὐτό· ἤτοι ὀφείλει καὶ ὁ ἔλεγχος καὶ ἡ ἀντίφασις συνάγεσθαι κατὰ τὸ αὐτὸ καὶ ἓν ὑποκείμενον, οἷον | |
167a23-27(50) | κατὰ τοὺς ὀδόντας συνάγειν τὸν αἰθίοπα λευκόν, καὶ πάλιν τὸν αὐτὸν κατὰ τοὺς ὀδόντας μὴ λευκόν. καὶ πρὸς τὸ αὐτό· οἷον εἴ τις δεικνύναι ὀφείλει τὸν τέσσαρα ἀριθμὸν καὶ διπλάσιον καὶ οὐ διπλάσιον, πρὸς τὸ αὐτό, ἤτοι πρὸς τὰ δύο, ὀφείλει δεικνύναι αὐτὸν καὶ | |
55 | διπλάσιον καὶ οὐ διπλάσιον, καὶ οὐχὶ διπλάσιον μὲν πρὸς τὰ δύο οὐ διπλάσιον δὲ πρὸς τὰ τρία. καὶ ὡσαύτως· τουτέστι καὶ μὴ τὸ μὲν λαμβάνειν δυνάμει, τὸ δὲ ἐνεργείᾳ· τοῦτο γὰρ οὐκ ἀντίφασις. οἷον ὁ λέγων ‘ὁ Σωκράτης κάθηται, ὁ Σωκράτης οὐ κάθηται‘, εἰ τὸ | |
60 | μὲν ἐνεργείᾳ λαμβάνει, ὡς εἴρηται, τὸ δὲ δυνάμει, οὐκ ἀντί‐ φασιν ποιεῖ. καὶ ἐν τῷ αὐτῷ χρόνῳ· ἤτοι ὁμοίως δεῖ τὸν ἀντίφασιν συνάγοντα κατὰ τὸν αὐτὸν καὶ ἕνα χρόνον ταύτην συνάγειν, οἷον κατὰ τὸν αὐτὸν καὶ ἕνα καιρὸν ὀφείλει | |
65 | τις τὸν Σωκράτην συνάγειν ἀγαθὸν καὶ μὴ ἀγαθόν, καὶ οὐχὶ κατὰ τὸν πρῶτον μὲν καιρὸν ἀγαθὸν κατὰ δὲ τὸν νῦν μὴ ἀγα‐ | |
θόν· τοῦτο γὰρ οὐκ ἀντίφασις. ὁ οὖν τούτους πάντας τοὺς προρρηθέντας προσδιορισμοὺς ἔχων ἔλεγχος, οὗτος ἂν εἴη κυρίως καὶ κατὰ ἀλήθειαν ἔλεγ‐ | 262 | |
70 | χος· ὁ δέ τι τούτων τῶν προσδιορισμῶν παραλιμπάνων καὶ δο‐ κῶν ἐλέγχειν, ἐκεῖνος οὐ κυρίως καὶ ἀληθῶς ἐλέγχει, ἀλλὰ σοφιστικῶς. | |
167a27 | τὸν αὐτὸν δὲ τρόπον· ἤτοι ὥσπερ τὸ ἀληθῶς ἐλέγχεσθαι γίνεται ὅταν τις εἰς ἀντίφασιν περιενεχθείη τοῦ αὐτοῦ καὶ ἑνὸς ληφθέντος πράγματος καὶ ὅταν μὴ συναριθμη‐ | |
θῇ τὸ ἐν ἀρχῇ, οὕτως καὶ τὸ ψευδῆ γενέσθαι τὸν παραλογισμὸν | 263 | |
5 | συμβαίνει ὅταν ἢ ὁμώνυμον ληφθῇ ἢ τὸ ἐν ἀρχῇ συναριθμηθῇ. καὶ διὰ τοῦ ἐπαγομένου τοῦτο σαφηνίζει λέγων “ἔνιοι δὲ ἀπολιπόντες τι τῶν λεχθέντων” καὶ τὰ ἑξῆς. | |
167a31(1l) | 〈ἢ εἰ ... 〉 | |
1 | Παράδειγμα τοῦ μὴ κατὰ τὸ αὐτὸ γίνεσθαι τὴν ἀντίφασιν· ἢ πάλιν εἰ συμπεράνει ὁ σοφιστὴς ὅτι τὸ αὐτὸ καὶ ἓν μέγεθος τοῦ αὐτοῦ καὶ ἑνὸς μεγέθους καὶ διπλάσιόν ἐστι καὶ οὐ δι‐ πλάσιον, ἀλλ’ οὐχὶ κατὰ τὸ αὐτὸ καὶ ἕν, ἀλλὰ κατὰ μὲν τὸ | |
5 | μῆκος διπλάσιον, κατὰ δὲ τὸ πλάτος οὐ διπλάσιον, οὐδ’ οὕ‐ τως τὸν κυρίως καὶ ἀληθινὸν πεποίηκεν ἔλεγχον· οὐδὲ γὰρ πρὸς τὸ αὐτὸ καὶ ἕν, οἷον τὸ μῆκος, συνῆξε τὸ αὐτὸ μέγεθος καὶ διπλάσιον καὶ οὐ διπλάσιον, ἀλλὰ κατὰ μὲν τὸ μῆκος δι‐ | |
πλάσιον, κατὰ δὲ τὸ πλάτος οὐ διπλάσιον. | 264 | |
167a33(1l) | 〈ἢ εἰ τοῦ αὐτοῦ ...〉 | |
1 | ἢ πάλιν εἰ συναχθείη ἡ ἀντίφασις ἐπὶ τοῦ αὐτοῦ καὶ κατὰ τὸ αὐτὸ καὶ ἓν καὶ ὡσαύτως, ἤτοι καὶ πρὸς τὸ αὐτό, ἀλλ’ οὐχὶ κατὰ τὸν αὐτὸν καὶ ἕνα καιρόν, οὐδ’ οὕτως ἀληθῶς ἔ‐ λεγχος γίνεται. | |
167a35(1l) | 〈ἕλκοι δ’ ἄν τις〉 | |
1 | Ἕλκοι δ’ ἄν τις τοῦτον τὸν τρόπον τὸν σοφιστικόν, τὸν παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν, καὶ εἰς τοὺς παρὰ τὴν λέξιν· ὁ γὰρ παρὰ τὴν ὁμωνυμίαν καὶ ὁ παρὰ τὴν ἀμφιβολίαν τῶν παρὰ τὴν | |
λέξιν ἦσαν τρόπων. | 265 | |
167b4 | ὅθεν αἱ περὶ τὴν δόξαν καὶ τὰ ἑξῆς· ὅθεν, ἤτοι διὰ τοῦτο, λέγω δὴ διὰ τὸ δοκεῖν καὶ οἴ‐ εσθαι ἀντιστρέφειν τὰ μὴ πεφυκότα ἀντιστρέφειν, συμβαίνουσι καὶ γίνονται αἱ ἀπὸ τῆς αἰσθήσεως περὶ τὴν δόξαν ἀπάται· ἡ | |
5 | γὰρ δόξα ἀποτελεύτησίς τίς ἐστι καὶ οἷον εἰπεῖν συμπέρασμα τῶν ἐνεργειῶν τῆς αἰσθήσεως. οἷον ἐνεργησασῶν δύο αἰσθήσεων περὶ τὸ μέλι, τῆς γεύσεώς τε καὶ τῆς ὁράσεως, καὶ τῆς μὲν γεύσεως ἀντιλαμβανομένης τοῦ μέλιτος ὡς γλυκέος, τῆς δὲ ὁράσεως ὡς ξανθοῦ, τὸ συμπέρασμα τοῦτο, τὸ ὅτι τὸ μέλι γλυ‐ | |
10 | κὺ καὶ ξανθόν, ἡ δόξα κατασχοῦσα παρ’ ἑαυτῇ, ὁσάκις ἡ ὅρασις ἴδῃ τι ξανθόν, εἰ μὴ φθάσει ἡ γεῦσις τότε προσεχῶς περὶ ἐ‐ κεῖνο ἐνεργῆσαι, οἴεται ἡ δόξα ἐκεῖνο μέλι εἶναι, μέλι δὲ | |
ἴσως οὐκ ἔσται, ἀλλ’ ἢ χολὴ ἢ ἄλλο τι τοιοῦτον. | 266 | |
167b14(1l) | 〈ἅπαν〉 | |
1 | Τὸ ὂν “ἅπαν” ὠνόμασεν ὅτι τὸ κοινὸν καὶ καθόλου κυρίως ὄν, ἤτοι τὸν θεόν, ἐνταῦθα δηλοῖ καὶ οὐχὶ μερικόν τι ὄν. | |
167b14-15(1l) | 〈ἐκ γὰρ μὴ ὄντος | |
2l | οὐδὲν ἂν γενέσθαι〉 | |
1 | Κατασκευὴ ὅτι τὸ ὂν οὐ γέγονε· τὸ γὰρ ὂν ἢ ἐξ ὄντος ὤφειλε γίνεσθαι ἢ ἐκ μὴ ὄντος. ἀλλ’ ἐκ μὲν ὄντος οὐκ ἐγχωρεῖ· ὁ‐ μοίως οὐδὲ ἐκ μὴ ὄντος· ἐκ γὰρ τοῦ μηδαμῇ μηδαμῶς ὄντος οὐ‐ | |
δὲν γίνεται· λοιπὸν ἄρα τὸ ὂν οὐ γέγονεν. | 267 | |
167b17(1l) | 〈οὐκ ἀνάγκη δὲ τοῦτο | |
2l | συμβαίνειν〉 | |
1 | Πρὸς μέντοι τὴν τοιαύτην σὺν ἀντιθέσει ἀντιστροφὴν τοῦ Με‐ λίσσου φησὶν ὁ Ἀριστοτέλης ὡς οὐκ ἀνάγκη εἰ τὸ γενόμενον ἅπαν ἀρχὴν ἔχει, καὶ τὸ ἀρχὴν ἔχον γεγονέναι· τοιοῦτον δέ τινα νοῦν ἔχει τὸ λεγόμενον· ὁ Μέλισσος τὸ μὴ γεγονέναι | |
5 | καὶ τὸ ἀρχὴν μὴ ἔχειν ταὐτὰ ἐνόμιζεν εἶναι καὶ ἐξισάζειν καὶ ἀντιστρέφειν. ὑπήχθη δὲ εἰς ταύτην τὴν ἔννοιαν ἀπὸ τοῦ καὶ τὸ γενόμενον καὶ τὸ ἀρχὴν ἔχον ταὐτὰ οἴεσθαι καὶ ἀντι‐ στρέφοντα, ὥστε ὡς πᾶν τὸ γενόμενον ἀρχὴν ἔχειν καὶ τὸ ἀρ‐ χὴν ἔχον γεγονέναι, ὃ ψεῦδός ἐστιν· εἰσὶ γάρ τινα ἀρχὴν | |
10 | μὲν ἔχοντα, μὴ γεγονότα δέ, καθ’ Ἕλληνας, ὡς τὰ οὐράνια καὶ θεῖα σώματα. εἰ γοῦν τοῦτο ψεῦδος, δῆλον ὡς οὐδὲ τὸ μὴ | |
γενόμενον καὶ τὸ μὴ ἀρχὴν ἔχον ταὐτά εἰσιν. | 268 | |
168a25-26 | σύνηθες γὰρ τὸ πάντα· σύνηθες γὰρ ἐν οἷς συνίσταται ἡ ἀμφιβολία ὡς τόδε τι σημαίνειν, ἤτοι διὰ τοῦ αὐτοῦ καὶ ἑνὸς ἐκφέρειν ὀνόματος, ὡς τὸ ‘ἆρ’ ἔστι σιγῶντα λέγειν;‘· τὸ γὰρ ‘σιγῶντα‘ καὶ ἀρρενικῶς ἐκφέρεται | |
5 | καὶ οὐδετέρως. μᾶλλον δὲ οἰκειότερον τὸ “σύνηθες γὰρ πάντα ὡς τόδε τι σημαίνειν” ἐπὶ τῆς ὁμοιοσχημοσύνης ἐκλαμβάνεσθαι, παρὸ ἐπὶ τῆς ἀμφιβολίας, εἰ καὶ μὴ τῷ Ἐφεσίῳ τοῦτο δοκεῖ. σύνηθες γὰρ ἔχομεν τὸ ‘ὁρᾶν‘ καὶ τὸ ‘βοᾶν‘, κἂν τὸ μὲν ‘ὁρᾶν‘ πάθος | |
10 | δηλοῖ, τὸ δὲ ‘βοᾶν‘ ἐνέργειαν, ἀλλ’ οὖν καὶ ἀμφότερα ὡς ἕν | |
τι πρᾶγμα καὶ ὡς ἐνεργητικὰ προφέρομεν ῥήματα. | 269 | |
168a28(1l) | ἔδει δὲ τοῦτο καὶ τὰ ἑξῆς· | |
1 | τοιαύτην μοι ἔ‐ χειν φαίνεται τοῦτο ἔννοιαν ὅτι δεῖ δὲ καὶ τὸν λόγον καὶ τὸ ὄνομα εἶναι ταὐτὸ καὶ μὴ ἄλλο καὶ ἄλλο, ὥσπερ βουλόμεθα τοῦ‐ το καὶ ἐπὶ τῶν πραγμάτων· οὔτε γὰρ τὴν ἀντίφασιν δεῖ συνά‐ | |
5 | γειν κατὰ διαφόρων πραγμάτων σημαινομένων τῷ αὐτῷ ὀνόματι ἡ λόγῳ, ὡς ἐπὶ τῶν ὁμωνύμων ἔχει καὶ τῶν λοιπῶν δύο, οὔτε πά‐ λιν κατὰ †διαφόρων πράγματα ἄλλοις καὶ ἄλλοις λόγοις σημαι‐ νόμενα.† οἷον εἰ λώπιον μὴ ἱμάτιον· | |
10 | τοῦτο παράδειγμα τοῦ μὴ ἑτέροις καὶ ἑτέροις λόγοις, ἤτοι σὺ | |
συντεθειμένως μὲν δοθεῖσι, διῃρημένως δὲ λαμβανομένοις. | 270 | |
169a33(1l) | 〈μάλιστα δ’ ἐπίσταται | |
2l | συνεπινεύειν〉 | |
1 | ἤτοι μάλιστα δὲ συμβαίνει ἡμᾶς ἀπατηθῆναι ἐν τοῖς παρὰ τὴν λέξιν σοφίσμασιν, οὐ μόνον παρὰ τὸ μὴ δύνασθαι, ὡς εἴρηται, διακρίνειν ποῖά εἰσι τὰ ἐνεργητικῶς ἐκφερόμενα καὶ ποῖα τὰ παθητικῶς, ἀλλὰ καὶ παρὰ τὸ ὑπολαμβάνειν ταὐτὸν εἶναι τὸν | |
5 | καθόλου ἄνθρωπον καὶ τὸν μερικόν, οἷον τὸν σωκράτην, διὰ τὸ τῆς λέξεως ὁμοιόσχημον· ἐπεὶ γὰρ καὶ ὁ καθόλου ἄνθρωπος ἄνθρωπος λέγεται καὶ ὁ μερικὸς ὡσαύτως, ἀπατώμεθα διὰ τὸ τῆς λέξεως ὁμοιόσχημον, ὡς εἴπομεν. φησὶν οὖν ὅτι μάλιστα δύναται συνεπινεύειν, ἤτοι συμπεί‐ | |
10 | θειν, ἡμᾶς καὶ καταναγκάζειν ὥστε ὁμολογεῖν τὰς παρὰ τοῦ σοφιστοῦ ἐρωτωμένας προτάσεις καὶ ἀπατηθῆναι τοῦτο, τὸ οἴ‐ εσθαι ἡμᾶς πᾶν τὸ κατηγορούμενον κατά τινος ὑποκειμένου ἑ‐ νιαῖόν τι εἶναι καὶ μοναδικόν, καὶ ὡς ἓν τῷ ἀριθμῷ τοῦτο λαμβάνειν, καίτοι πολλάκις καθόλου ὂν καὶ κοινόν. τοῦτο δὲ | |
15 | ἀληθὲς εἶναι οὐκ ἐγχωρεῖ, λέγω δὴ τὸ ὑπολαμβάνειν τὸ κοινὸν καὶ καθόλου τόδε τι εἶναι, ἤτοι μερικὸν καὶ ὡρισμένον καὶ ἑ‐ νιαῖον τῷ ἀριθμῷ· καὶ γὰρ τῷ πράγματι τῷ ἑνὶ τῷ ἀριθμῷ καὶ τῇ οὐσίᾳ τῇ μερικῇ καὶ ἀτόμῳ, οἷον τῷ Σωκράτει ἢ τῷ Πλάτωνι, δοκεῖ παρέπεσθαι τὸ τόδε τι, ἤγουν τὸ μερικὸν καὶ ὡρισμέ‐ | |
20 | νον καὶ τὸ ὂν τὸ ὡς μερικόν, καὶ οὐχὶ τῇ καθόλου οὐσίᾳ· ἐκείνῃ γὰρ τὸ τοιόνδε τι παρέπεται· καὶ γὰρ ὁ καθόλου ἄν‐ θρωπος οὐσίαν δηλοῖ καθολικὴν πεποιωμένην ταῖς οἰκείαις δια‐ φοραῖς· καὶ οὐχὶ τὸ τόδε τι, ἤτοι καὶ οὐχὶ τὸ μερικὸν καὶ ὡρισμένον παρέπεται τῇ καθόλου οὐσίᾳ. διὸ μὴ μόνον τὸν λεχ‐ | |
25 | θέντα τρόπον, λέγω δὴ τὸ μὴ δύνασθαι διακρίνειν τὸ ἐνεργητι‐ | |
κῶς λεγόμενον καὶ τὸ παθητικῶς, παρὰ τὴν λέξιν θεωρετέον, ἤτοι εἰς τοὺς παρὰ τὴν λέξιν παραλογισμοὺς ἀνακτέον, ἀλλὰ καὶ τοῦτον τὸν τρόπον, τὸν τὸ καθόλου ταὐτὸν τῷ μερικῷ λέγοντα | 271 | |
εἶναι, εἰς τοὺς παρὰ τὴν λέξιν παραλογισμοὺς ἀνακτέον. | 272 |