TLG 4193 003 :: ANONYMI IN ARISTOTELIS SOPHISTICOS ELENCHOS :: Scholia in sophisticos elenchos (excerpta e codd. Hierosol. S. Sepulchri 150, Paris. Coislin. 327, Vat. Reg. gr. 116, Paris. gr. 1845) (= commentarium 3)

ANONYMI IN ARISTOTELIS SOPHISTICOS ELENCHOS Phil.
(Varia)

Scholia in sophisticos elenchos (excerpta e codd. Hierosol. S. Sepulchri 150, Paris. Coislin. 327, Vat. Reg. gr. 116, Paris. gr. 1845) (= commentarium 3)

Source: Ebbesen, S. (ed.), Commentators and commentaries on Aristotle’s sophistici elenchi. A study of post–Aristotelian ancient and medieval writings on fallacies, vol. 2 [Corpus Latinum commentariorum in Aristotelem Graecorum 7] Leiden: Brill, 1981: 200–240.

Citation: Scholion — (line)

t

SCHOLIA EX COMMENTARIO III EXCERPTA

prol 164a20-21

Ὁ μὲν κυριώτατος τῆς ὅλης λογικῆς τοῦ Ἀριστοτέλους πραγματείας σκοπὸς ἦν εἰπεῖν περὶ ἀποδείξεως. ἐπὶ τούτῳ γὰρ καὶ πρῶτον μὲν περὶ ἁπλῶν φωνῶν ἐδίδαξεν, ἔπειτα καὶ περὶ προτάσεων, εἶθ’ οὕτως καὶ περὶ τοῦ
5ἁπλῶς συλλογισμοῦ καὶ ἁπλῶς περὶ τῶν χρησίμων τῷ τούτῳ σκοπῷ—ὁποῖα δὲ ταῦτα καὶ τίς ἑκάστου σκοπὸς ἴσμεν ἡμεῖς πολλάκις ἐσκεμμένοι τὰ τοιαῦτα. διδάξας οὖν περὶ ἀποδείξεως ἐδίδαξε καὶ περὶ τοῦ διαλεκτικοῦ συλλογισμοῦ καὶ τὸν οἰκεῖον ἤδη σκοπὸν ἐκπεπλήρωκε.
10νῦν οὖν ἰδίᾳ μέλλει διαλαβεῖν καὶ διδάξαι περὶ τῆς μεθόδου δι’ ἧς οἱ σοφισταὶ συνίστων τὰ σοφίσματα καὶ τοὺς ἀπείρους τῆς διαλεκτικῆς ἠπάτων μεθόδου. Ἐπιγέγραπται δὲ “Περὶ τῶν Σοφιστικῶν Ἐλέγχων”, οἱονεὶ ‘Περὶ τῆς συστάσεως καὶ γενέσεως τῶν σοφισμάτων‘·
15οὐ γὰρ διδάσκει ἡμᾶς πῶς ἂν ἁπατῷμεν τοὺς σοφιστάς. προσέθηκε δὲ τῷ ‘ἐλέγχων‘ 〈καὶ τὸ “καὶ τῶν φαινομένων μὲν ἐλέγχων”〉 διότι τὸ κυριώτατον τῆς σοφιστικῆς τὸ δοκεῖν ἐλέγχειν ἐστί. εἰπὼν δὲ “Περὶ τῶν σοφιστικῶν ἐλέγχων” ἐπήγαγε “καὶ τῶν φαινομένων ἐλέγχων”, οἱονεὶ
20τοῦτο λέγων ὅτι ἐστὶ κυρίως ἔλεγχος ὁ ἐξ ἀντιφάσεως τοῦ συμπεράσματος ᾧ χρᾶται ὅ τε ἀποδεικτικὸς καὶ δια‐ λεκτικός· οὗτοι δὲ οὐκ εἰσὶ κυρίως ἔλεγχοι, ἀλλὰ φαι‐
νόμενοι.200

164a20-21 bis

‘Περὶ τῶν σοφιστικῶν ἐλέγχων‘· οὐχ ἶνα αὐτοὶ ἀπατῶμεν καὶ ἐλέγχωμεν ἄλλους, ἀλλ’ ἴνα αὑτοὶ μὴ ἀπατώμεθα παρὰ τῶν σοφιστῶν. λέγονται δὲ ἀλλαχοῦ ‘ἐνοχλήσεισ‘ ὡς παρενοχλοῦν‐ τες τὸν διαλεκτικὸν καὶ μὴ ἐῶντες αὐτὸν εὑρεῖν τὴν ἀλήθειαν
5ἐκ τοῦ τὸν ἀποκρινόμενον ὁμώνυμα καὶ ἀμφίβολα ἀποκρίνεσθαι καὶ ὅλως κακουργεῖν καθ’ ἕνα τρόπον ὧν μέλλει ἐρεῖν σοφι‐ σμάτων· ὁ γὰρ διαλεκτικὸς κυρίως τῆς ἀληθείας ἐστὶν εὑ‐ ρετής.

164a20-24

(1l)

Περὶ δὲ .... δοκοῦσι
1Τῶν σοφιστικῶν συλλογισμῶν οἱ μέν εἰσι περὶ τὴν ὕλην, οἳ τὰς προτάσεις ἔχουσι ψευδεῖς τὸ δὲ εἶδος τοῦ σχήματος ἐρ‐ ρωμένον· οἱ δὲ περὶ τὸ εἶδος, οἷς τὸ μὲν εἶδος τοῦ σχήματος οὐκ ἔστιν ἐρρωμένον αἱ δὲ προτάσεις ποτὲ μὲν ἀληθεῖς ποτὲ
5δὲ ψευδεῖς. καὶ οἱ μὲν περὶ τὴν ὕλην λέγονται ‘συλλογισμοὶ‘ ἁπλῶς ἅτε ἐρρωμένοι ὄντες κατὰ τὸ εἶδος, οἱ δὲ παρὰ τὸ εἶδος οὐ λέγονται ἁπλῶς ‘συλλογισμοί‘, ἀλλὰ ‘φαινόμενοι συλλογισμοί‘· δοκοῦσι γὰρ ὅτι εἰσίν, οὐκ εἰσὶ δὲ διὰ τὸ μὴ ἔχειν τὸ σχῆμα ἐρρωμένον.201

164a21-22

(1l)

λέγωμεν ἀρξάμενοι
2lκατὰ φύσιν ἀπὸ τῶν πρώτων
1Ἐπεὶ εἶπον ὅ, τι δεῖ, ἀπὸ τῶν πρώτων κατὰ φύσιν ἄρξομαι. πρῶτον δὲ κατὰ φύσιν κατὰ τὸν φιλόσοφον Ἐφέσιον τὸν συλ‐ λογισμόν φησι ὡς γένος· διὰ τοῦτο ἄρχεται καὶ ὁρίζει εὐ‐ θὺς τὸν συλλογισμόν. ἢ πρῶτον κατὰ φύσιν λέγει, ὡς ἔμοιγε
5δοκεῖ, τὸν κυρίως συλλογισμὸν καὶ τὸν κυρίως ἔλεγχον, ἃ καὶ τῇ ἀληθείᾳ φύσει πρῶτα ὡς ὄντα εἰσί· ὕστερα δὲ λέγει τὰ σοφίσματα ὡς ὑποκρινόμενα τὰ ὄντα, ἤτοι καὶ τὸν κυρίως συλλογισμὸν καὶ τὸν κυρίως ἔλεγχον. διὰ τοῦτο δεῖ πρῶτον εἰπεῖν περὶ τοῦ ἀληθοῦς καὶ τοῦ ὄντος, ἵν’ οὕτως δῆλον γέ‐
10νηται καὶ τὸ ταῦτα ὑποκρινόμενον, μὴ ὂν δέ.

164a27

(1l)

φυλετικῶς φυσήσαντες
1Τὸ παλαιὸν ἑορτῆς τελουμένης τὰ πρὸς θυσίαν ἐπιχορηγούμενα
πρόβατα καὶ πρὸς δαπάνην τῶν χορευόντων ἐφύσων ἵνα δοκῶσι πίονα ἐπὶ τῆς ἀγορᾶς πεμπόμενα.202

165a35

(1l)

δύναμις δὲ αὔτη συνέ‐
2lστηκε·
3Δύναμιν λέγει τὴν σοφιστικὴν καὶ οὐ τέχνην ἢ ἐπιστήμην, διό‐ τι αὗται τῆς ἀληθείας εἰσὶν ἐφευρετικαί· ἡ μὲν γὰρ μετὰ
5λόγου, ἡ δὲ ἕξις ἐστὶν ἀποδεικτικὴ περὶ τὰ ἀεὶ καὶ ὡσαύ‐ τως ἔχοντα καταγινομένη. εἰ δὲ παρακατιὼν τέχνην αὐτὴν ὠνόμασεν, κοινότερον καὶ γενικώτερον τῷ τῆς τέχνης ἐχρήσατο ὀνόματι. ἀπαριθμεῖται οὖν πρῶτον τὰ εἴδη τῶν συλλογισμῶν, εἶτά φησι περὶ οὗ μέλλει διδάξαι.

165b28

(1l)

ἄλλος
1Τὸ διττὸν ὀνόματι ἢ λόγῳ ἐνεργείᾳ θεωρεῖται ἐπὶ τῆς ὁμωνυ‐ μίας ὡς ‘ὁ κύων‘, καὶ ἐπὶ τῆς ἀμφιβολίας ὡς τὸ ‘γένοιτο, Ζεῦ, τὸν σῦν καταβαλεῖν ἐμέ.‘ ἢ δυνάμει τὸ διττὸν θεωρεῖται, ὡς ἐπὶ τῶν κατὰ προσῳδίαν παραλογισμῶν, οἷον τὸ ‘οροσ‘
5ἄνευ πνεύματος θεωρούμενον δυνάμει ἔχει τὸ διττόν· δύναται γὰρ ἄλλο καὶ ἄλλο σημᾶναι δασυθέντος ἢ ψιλωθέντος τοῦ ο. ὁμοίως καὶ ἐπὶ τῶν κατὰ σύνθεσιν καὶ διαίρεσιν· τὸ γὰρ ‘ὁ Σωκράτης βαδίζει‘ εἰ προσλάβοι τὸ ‘δύναται‘ σημαίνει καὶ τὸ ‘δύναμιν ἔχει τοῦ βαδίζειν‘, καὶ ταῦτα ἐνεργείᾳ βα‐
10δίζειν νοούμενα εἴ γε μὴ πρόσκειται τὸ ‘δύναται.‘ φαντα‐ σίᾳ δὲ ἔχει τὸ διττὸν ὡς ἐπὶ τῶν παρὰ τὸ σχῆμα τῆς λέξεως σοφισμάτων, οἷον εἰ τὸ λέγειν καὶ τὸ ὁρᾶν ὁμοίως ἐκφέρονται κατὰ τὸν ποιὸν σχηματισμὸν τῆς λέξεως ... (reliqua illegibilia)203

166b28

(1l)

ὁ μὲν οὖν παρὰ τὸ〉
2lσυμβεβηκὸς παραλογισμός ἐστιν·
3οἷον ‘ὁ κύων δισύλλαβον· τὸ δισύλλαβον τετρασύλλαβον· ὁ κύων ἄρα τετρασύλλαβοσ‘· οὐ γὰρ εἰ 〈τὸ〉 ‘κύων‘ δισύλλαβον,
5τὸ δὲ ‘δισύλλαβον‘ τετρασύλλαβον, ἀνάγκη καὶ τὸν κύνα τε‐ τρασύλλαβον εἶναι.

166b29

(1l)

ὅταν ὁμοίως ὁτιοῦν
2lἀξιωθῇ
1Ἥγουν ὅταν 〈ὃ〉 ἀξιώσῃ τις ὑπάρχειν τῷ συμβεβηκότι, ἤτοι τῷ κατηγορουμένῳ, τοῦτο ἀξιώσῃ καὶ τῷ πράγματι ὑπάρχειν. οἷον οὐκ ἐπεὶ τὸ λευκὸν κατηγορεῖται τοῦ κύκνου, τῷ δὲ λευκῷ
συμβέβηκε τὸ χρῶμα, διὰ τοῦτο καὶ ὁ κύκνος ἔσται χρῶμα.204

166b30

(1l)

ἐπεὶ γὰρ τῷ αὐτῷ
1Πάλιν· τὸ ζῷον κατηγορεῖται τοῦ ἀνθρώπου, τῷ δὲ ζῴῳ ὑπάρχει τὸ ἔμψυχον, τὸ αἰσθητικόν, τὸ δισύλλαβον, τὸ γένος· οὐ πάντα ... ταῦτα ὑπάρξουσι καὶ τῷ ἀνθρώπῳ, ἀλλ’ ὅσα μὲν οὐσιωδῶς ὑπάρχει τῷ ζῴῳ, ταῦτα καὶ τῷ ἀνθρώπῳ ὑπάρξει,
5ὅσα δὲ κατὰ συμβεβηκός, οὐκ ἀναγκαῖον καὶ τῷ ἀνθρώπῳ ὑπάρ‐ χειν· εἰ γὰρ ὅσα ὑπάρχουσι τῷ κατηγορουμένῳ, ταῦτα καὶ τῷ ὑποκειμένῳ ὑπάρξουσιν, ἔσονται πάντα, καὶ τὰ συμβεβη‐ κότα καὶ αἱ οὐσίαι, ταὐτά. Νοηθείη δὲ καὶ οὕτως· οὐχ ὅσα τῷ κατηγορουμένῳ ὑπάρχου‐
10σι, ταῦτα καὶ τῷ ὑποκειμένῳ ὑπάρξουσιν, ὅτι τὸ κατη‐ γορούμενον ἕτερόν τι δηλοῖ αὐτὸ καθ’ αὑτὸ λαμβανόμενον καὶ ἕτερον μετὰ τοῦ ὑποκειμένου. εἰ γὰρ εἴπω ‘ὁ Σωκράτης ἄνθρω‐ ποσ‘, δηλῶ τὸν ἐγκατατεταγμένον καὶ θεωρούμενον 〈ἐν〉 τῷ Σωκράτει· εἰ δὲ εἴπω ‘ὁ ἄνθρωπος ἕτερον τοῦ Σωκράτουσ‘, δη‐
15λῶ τὸν καθόλου ἄνθρωπον τὸν ἀκατάτακτον, ἤτοι τὸν αὐτοάν‐
θρωπον.205

167a36

(1l)

οἱ δὲ παρὰ τὸ τὸ ἐν
2lἀρχῇ λαμβάνειν
1Πάλιν αἰτεῖταί τις τὸ ἐν ἀρχῇ καὶ εἰ δείκνυσι τόπον εἶναι οὕτως· ‘εἰ ἔστιν ἄνω καὶ κάτω, δεξιὸν καὶ ἀριστερὸν καὶ πρόσω καὶ ὀπίσω, ἔστι καὶ τόπος· ἀλλὰ μὴν ἔστι ταῦτα· ἔστιν ἄρα καὶ ὁ τόπος.‘ εἰ γὰρ τὸ ὅλον οὐδὲν ἄλλο ἐστὶν ἢ τὰ
5ἑαυτοῦ μέρη, ὁ λέγων ‘εἰ ἔστι τὰ μέρη τοῦ τόπου, ὁ τόπος ἔστιν‘ οὐδὲν ἄλλο φησὶν ἢ ‘εἰ ἄρα ἔστιν ὁ τόπος, ὁ τόπος
ἔστιν.206

169a33

(1l)

μάλιστα δ’ ἐπίσταται
1Ἐπεὶ ὁ ἄνθρωπος τοῦ Σωκράτους κατηγορεῖται, ἐκφέρονται δὲ καὶ ἄμφω ἑνικῶς, οἰόμεθα ὅτι καὶ ὁ ἄνθρωπος καὶ ὁ Σωκράτης ἓν τῷ ὑποκειμένῳ εἰσί. τοῦτο δὲ ἀληθὲς οὐκ ἔστι· πῶς γὰρ ὁ ἄνθρωπος ὁ καθόλου τόδε τι σημανεῖ, εἴγε τῇ αἰσθήσει μὴ
5ὑποπίπτει ἀσώματος ὢν καὶ πλῆθος μᾶλλον πεποιωμένον †δηλοῦν†, ὡς ἐν ταῖς Κατηγορίαις εἴρηκεν;

170b25

(1l)

πολλὰ οἴεται ση‐
2lμαίνειν·
3Εἰ δὲ μὴ ὁ ἐρωτῶν ἢ ὁ ἐρωτώμενος ἢ καὶ ἄμφω οἴονται πολύ‐ σημον εἶναι τὸ ἐρωτώμενον, καὶ ὁ μὲν ἐρωτώμενος ἐπ’ ἄλλου
5σημαινομένου δέδωκεν, ὁ δὲ ἐρωτῶν ἐπ’ ἄλλου ἐχρήσατο, οὐ πρὸς τὴν διάνοιαν τοῦ ἐρωτωμένου διείλεκται ὁ ἐρωτῶν, ἀλλὰ [ἀλλὰ] πρὸς τοὔνομα (ἐλλείπει γὰρ τοῦτο). ἀλλ’ αὕτη μὲν ἡ ἐξήγησις τοῦ Ἐφεσίου. νοηθήσεται δ’ ἂν καὶ τὸ ῥητὸν οὕτως, ὥς μοι δοκεῖ· ἐὰν τὸ ὂν καὶ τὸ ἓν γινώσκει
10ὁ ἐρωτῶν καὶ ὁ ἐρωτώμενος ὡς πολύσημον, τότε ὁ ἐρωτῶν οὐ πρὸς τὴν διάνοιαν, ἤγουν πρὸς τὴν διάνοιαν τοῦ ἐρωτῶντος
διείλεκται.207

172a21

(1l)

δ’ αὐτὴ καὶ πειραστική
1Ἡ δὲ πειραστικὴ ἡ αὐτὴ τῇ διαλεκτικῇ· ἐρωτᾷ γὰρ καὶ ὁ πειραστικὸς ὡς ὁ διαλεκτικὸς καὶ οὐδὲ ἐκ τῶν καθ’ αὑτὸ ἐπιχειρεῖ. οὐκ ἔστι δὲ ἡ πειραστικὴ ὡς ἡ γεωμετρία, ἀλλ’ ἡ μὲν γεωμετρία λαμβάνει καὶ οὐκ ἐρωτᾷ, ἡ δὲ πειραστικὴ
5ἐρωτᾷ· καὶ ἡ μὲν γεωμετρία τὸ ἓν μόριον τῆς ἀντιφάσεως, ἤτοι τὸ ἀληθές, καὶ διὰ τοῦτο οὐδὲ ἐρωτᾷ, ἡ δὲ πειραστικὴ ὁποτερονοῦν λαμβάνει μόριον τῆς ἀντιφάσεως, καὶ διὰ τοῦτο καὶ ἐρωτᾷ· καὶ ἡ μὲν πειραστικὴ οὐ λαμβάνει τὰ καθ’ αὑτὸ ἀλλὰ τὰ κοινὰ, καὶ διὰ τοῦτο ἔχει ταύτην τὴν πειραστικὴν καὶ
10ὁ μὴ εἰδώς, ἤτοι ὁ μὴ ἐπιστήμων· τὰ γὰρ κοινὰ ἴσασι καὶ οἱ ἀνεπιστήμονες· οἷον τῇ ἀντιφάσει χρῶνται καὶ οἱ ἀνεπιστή‐ μονες, πλὴν οἱ μὲν ἐπιστήμονες γινώσκουσι τίς ἐστιν ἡ ἀν‐ τίφασις καὶ ὅτι τὸ ἄλλο μόριον αὐτῆς ἀληθεύει ἐξ ἀνάγκης, οἱ δὲ ἀνεπιστήμονες ἀτέχνως χρῶνται αὐτῇ, οἷον ἐρωτᾷ θάτε‐
15ρος τὸν ἕτερον ‘ἐμοίχευσας ἢ οὐκ ἐμοίχευσας; ἐποίησας τό‐ δε ἢ οὔ;‘ καὶ ὁ ἀνεπιστήμων πάλιν ὁ μὴ εἰδὼς τὸ πρᾶγμα, ἤ‐ τοι τὴν ἀντίφασιν, καὶ τὴν φύσιν αὐτοῦ πεῖραν λαμβάνει τοῦ ἀνεπιστήμονος ἐρωτῶν ἀτέχνως τὴν ἀντίφασιν ‘ἐποίησας ἢ οὔ;‘ ὥσπερ ὁρῶμέν τινας πιθανολογοῦντας καὶ ταῦτα μὴ μαθόντας
20ῥητορικήν. καὶ ὁ ἐρωτώμενος ἀνεπιστήμων ὢν δίδωσι καὶ συγ‐ χωρεῖ οὐχ ἃ οἶδεν ὁ ἐπιστήμων, οὐδὲ τὰ ἴδια τῆσδε τῆς ἐπι‐ στήμης ἐξ ὧν ὁ ἐπιστήμων χαρακτηρίζεται συγχωρῶν, ἀλλὰ τὰ ἑπόμενα, ἤγουν τὰ κοινά, ἃ εἰ γινώσκει τις οὐκ ἐξ ἀνάγκης καὶ ἐπιστήμων ἐστίν, εἰ δὲ καὶ ταῦτά τις ἀγνοεῖ ἐξ ἀνάγκης
25ἐπιστήμων οὐκ ἔστιν. ὡς ἐξ ὧν εἴπομεν ἐδείχθη ὅτι ἡ πει‐
ραστική, ἤτοι ἡ διαλεκτική, περὶ οὐδὲν ὑποκείμενον ὡρισμέ‐ νον καταγίνεται, ὁ δὲ διαλεκτικὸς πειραστικός ἐστι μετὰ τέχνης, ἤτοι τὴν τέχνην εἰδώς, διὸ καὶ περὶ πάν‐ των τῶν προτεθέντων θεωρεῖ, εἴτε γεωμετρικόν ἐστιν εἴ‐208
30τε ἰατρικόν.
31lΕἰς τὸ αὐτό·
32Νοεῖται δὲ τὸ ῥητόν, τὸ “ἡ δ’ αὐτὴ καὶ πειραστική” καὶ οὕτως (ἐπέβαλλε μὲν τῇ ἐξηγήσει καὶ ὁ Ἐφέσιος, πλὴν ἀκροφυῶς καὶ οὐ σώσας τὴν ὅλην τοῦ ῥητοῦ διάνοιαν)·
35δείξας ὅτι ἡ διαλεκτικὴ οὐ περὶ ἓν ὑποκείμενον, ἔχων δὲ καὶ ὡς ὁμολογούμενον ἐξ ὧν εἴρηκεν ὅτι ἡ ἐριστικὴ ὑπο‐ κρίνεται τὴν διαλεκτικήν, νῦν λέγει ὅτι λοιπὸν ἄρα καὶ ἡ πειραστική, ἤγουν ἡ ἐριστική, ἡ αὐτή ἐστι τῇ διαλεκ‐ τικῇ· καὶ γὰρ οὐδὲ αὕτη περὶ ἓν ὑποκείμενον καταγίνεται,
40οὐδὲ γάρ ἐστιν ἡ ἐριστικὴ τοιαύτη οἵα καὶ ἡ γεωμετρία· ἡ μὲν γὰρ γεωμετρία περὶ ἓν ὑποκείμενον καταγίνεται, ἡ δὲ ἐριστικὴ περὶ πολλά· καὶ ὅτι ἡ μὲν γεωμετρία τοῦ ἐπιστή‐ μονός ἐστι μόνον, ἡ δὲ ἐριστικὴ κοινὴ καὶ τῶν ἐπιστημό‐ νων καὶ τῶν ἀνεπιστημόνων· καὶ γὰρ ἴδῃς ἂν καὶ τοὺς ἰδι‐
45ώτας ἐριστικῶς πρὸς ἀλλήλους διαλεγομένους, πλὴν ἀτέχνως· καὶ εἰκότως, καὶ γὰρ οἱ ἰδιῶται χρῶνται τῇ ἐριστικῇ, διό‐ τι τῆς ἐριστικῆς εἰσι τὰ κοινά, ταῦτα δ’ ἔχουσιν ἀμεθόδως
καὶ ἀτέχνως καὶ οἱ ἰδιῶται.209

174a12-13

(1l)

174a12—13 καὶ μέρη τῶν εἰδῶν·
2Μέρη δὲ τῶν εἰδῶν, τοῦ μὲν παρὰ τὴν λέξιν τὸ παρὰ τὴν ὁ‐ μωνυμίαν καὶ τὸ παρὰ τὴν ἀμφιβολίαν καὶ τὰ λοιπὰ τέσσαρα, τοῦ δ’ ἐκτὸς τῆς λέξεως εἰσὶ μέρη ἑπτά· τὸ παρὰ τὸ συμβε‐
5βηκός, τὸ παρὰ τὸ ἑπόμενον καὶ τὰ λοιπὰ πέντε. τινὲς δὲ ἡρμήνευσαν τρόπους εἰρημένους τὰ πέντε ὧν στοχάζονται οἱ σοφισταί, οἷον τὸ φαίνεσθαι ἐλέγχειν, τὸ εἰς παράδοξον ἄγειν καὶ τὰ λοιπά.

174a40

(1l)

πρός τε τὸ λαβεῖν
2lτὴν πρότασιν τοὐναντίον·
3Χρησιμεύει δὲ καὶ πρὸς τὸ λαβεῖν ἣν βούλει πρότασιν, εἰ παραθήσεις αὐτῇ τὴν ἐναντίαν καὶ οὕτως αὐτὴν ἐρωτήσεις.
5οἷον, εἰ δέοι λαβεῖν σε τὸ πάντα πείθεσθαι τοῖς γονεῦσι καὶ χρησιμεύει σοι, συμπαράθου αὐτῇ καὶ τὴν ἐναντίαν, καὶ οὕτως ἐρωτήσεις· ‘δεῖ πάντα ἀπειθεῖν τοῖς γονεῦσιν ἢ πάν‐ τα πείθεσθαι;‘ καὶ ἀπὸ κοινοῦ ληπτέον τὸ “εἰ δέοι”, ἤτοι καὶ πάλιν εἰ δέοι λαβεῖν τὸ πολλάκις πολλὰ πείθεσθαι τῷ
10πατρὶ ἢ ὀλιγάκις ὀλίγα· τῶν γὰρ ἐναντίων παράλληλα τε‐ θέντων ἀναφαίνεται τὸ κάλλιον, ὡς ἀπό τινος συγκρίσεως καὶ
τὸ λευκὸν παρατεθέντος αὐτῷ τοῦ μέλανος λευκότερον φαίνε‐ ται. λέγει δὲ τὴν αἰτίαν καὶ αὐτὸς δι’ ἣν τῷ πολλὰ πείθεσθαι τῷ πατρὶ συμπαρακεῖσθαι δεῖ καὶ τὸ ἐναντίον,210
15καί φησιν ἵνα τῇ παραθέσει τῶν δύο ἐναντίων αἱρετώτερον φανῇ μᾶλλον τὸ δεῖν πολλὰ πείθεσθαι τῷ πατρὶ †ἤπερ ἐγῶ†.

175b23

(1l)

ἀλλ’ ἴσως οὐ ταὐτὸ
2lσημαίνει·
3Τοῦτο λύσις ἐστιν ἐνστάσεως· ἴσως γὰρ ἄν τις ἐνέστη λέγων ‘Πῶς, ὦ Ἀριστότελες, εἰπὼν ὅτι εἴ τις ὑπολήψεται τὸν πα‐
5ρὰ τὴν ὁμωνυμίαν ἔλεγχον εἶναι κυρίως ἔλεγχον, συμβήσεται πάντα ἐλεγχθῆναι, τέθεικας παράδειγμα τοῦ παρὰ τὸ συμβε‐
βηκὸς ἐλέγχου;‘ πρὸς ταῦτα γοῦν φησιν· ἀλλὰ τὸ ‘Κορίσκοσ‘ ὄνομα οὐ τὸ αὐτὸ καὶ ἓν σημαίνει, ἀλλὰ πολλά, τόν τε ὁρώμενον Κορίσκον καὶ τὸν κεκαλυμμένον, ὥσπερ οὐδὲ τὸ211
10‘κύων‘ ὄνομα ἓν σημαίνει ὁμώνυμον ὄν. εἶπε δὲ τὸ “ἴσως” διότι ἐπὶ μὲν τῶν ὁμωνύμων τὸ ‘κύων‘ ὅνομα ση‐ μαίνει πράγματα ἕτερα καὶ κατὰ τὸ ὑποκείμενον καὶ κα‐ τὰ τὸν λόγον, τὸ δὲ ‘Κορίσκοσ‘ σημαίνει μὲν πολλὰ τῷ λόγῳ καὶ διάφορα, τῷ δὲ ὑποκειμένῳ ἕν· ὁ γὰρ ὁρώμενος
15Κορίσκος καὶ ὁ κεκαλυμμένος εἷς μέν ἐστι τῷ ὑποκειμένῳ, τῷ δὲ λόγῳ πολλά, ὥσπερ καὶ ὁ Σωκράτης καὶ ὁ λευκὸς Σω‐ κράτης. ὥστε ἐπεὶ καὶ τὸ ‘Κορίσκοσ‘ πολλὰ σημαίνει, ὥσ‐ περ ἐπὶ τῶν ὁμωνύμων τὸ ὄνομα, καὶ ἐγγίζει τοῖς ὁμωνύ‐ μοις, οὐδὲν διαφέρει (τοῦτο γὰρ δηλοῖ τὸ “τί διαφέρει”)
20εἴγε ἀντὶ τοῦ εἰπεῖν παράδειγμα τοῦ κατὰ τὴν ὁμωνυμίαν
ἐλέγχου εἴπομεν παράδειγμα τοῦ κατὰ συμβεβηκὸς ἐλέγχου.212

175b24-25

(1l)

εἰ δὲ τῷ μὲν τὸ
2lἁπλῶς λέγειν Κορίσκον ἀποδώσει·
3Ἔτι κακίζει τοὺς λύοντας τὸ σόφισμα, ὡς εἴπομεν, καί φησιν ὅτι τὸ συμπέρασμα ὀφείλει εἶναι οἰκεῖον ταῖς προ‐
5τάσεσι, καὶ οὐκ ὀφείλει ἔχειν τὸ συμπέρασμά τι ὃ οὐκ ἔ‐ χουσιν αἱ προτάσεις. πῶς οὖν τοῦ ‘τοῦτον‘ ἢ τοῦ ‘τόνδε‘ μὴ κειμένου ἐν ταῖς προτάσεσιν ἐν τῷ συμπεράσματι ταῦτα ὑμεῖς προστιθέατε; οὕτω γὰρ ἠρώτησεν ὁ ἐρωτῶν· ‘ἆρά γε ὁ Κορίσκος μουσικός ἐστι;‘ καὶ ‘ἆρά γε ὁ κεκαλυμμένος
10μουσικός;‘· ἄτοπον δέ ἐστιν εἴγε τὸ μὴ κείμενον ἐν ταῖς ἐρωτηθείσαις προτάσεσι προστιθέατε ἐν τῷ συμπεράσματι· εἴτε γὰρ ἐν τῷ συμπεράσματι πρόσκειται τοῦτο, ἐν δὲ ταῖς προτάσεσιν οὔ, εἴτε τοὐναντίον, οὐδὲν συμβάλλεται πρὸς τὴν λύσιν τοῦ σοφίσματος· παρὰ γὰρ τὴν συλλογιστικὴν μέ‐
15θοδον ἐπιχειρεῖτε λύειν τὸ σόφισμα προσλαμβάνοντες ἐν τῷ συμπεράσματι ὃ οὐ κεῖται ἐν ταῖς προτάσεσιν.

176a3-4

(1l)

εἰ οὖν μὴ ὀρθὸν
2lπρὸς δύο ἐρωτήσεις μίαν ἀπό‐
3lκρισιν ἀξιοῦν·
4Οὐκ ἔστι, φησί, τοῦ διαλεκτικοῦ κανόνος τὸ ἀξιοῦν ἀπροσ‐
5διορίστως καὶ ὡς ἔτυχεν ἀποκρίνεσθαι πρὸς τοὺς ἐρωτῶντας
δύο ἐρωτήσεις· ἢ γὰρ οὐδόλως πρὸς αὐτοὺς δεῖ ἀποκρίνεσθαι ἢ μετὰ προσδιορισμοῦ ‘ἔστι μὲν ὥς, ἔστι δ’ ὡς οὔ‘ ἢ μετὰ ἐνδοιασμοῦ προστιθέντας τὸ ‘ἴσωσ‘ ἢ ‘τυχὸν‘ ἢ ‘δοκεῖ.‘ τῇ γὰρ μιᾷ ἐρωτήσει ἀνάγκη εἶναι καὶ μίαν213
10ἀπόκρισιν. λοιπὸν οὖν οὐδενὶ ἐρωτωμένῳ προσήκει ἐπὶ τῶν ὁμωνύμων ἁπλῶς καὶ ὡς ἔτυχε καὶ ἄνευ προσδιορισμοῦ ἀποκρίνεσθαι. ὁ γὰρ ὁμώνυμον ἐρωτῶν πλείω ἐρωτᾷ. οὐδ’ εἰ κατὰ πάντων τῶν πραγμάτων τῶν σημαινομένων ὑπὸ τοῦ ὁμωνύμου ὀνόματός ἐστιν ἀληθὲς τὸ κατηγορούμενον, δεῖ
15τηνικαῦτα ἀποκρίνεσθαι διὰ τὸ ἀληθεύειν. εἰ γάρ τις ἐρωτήσει ‘ἆρά γε ὁ Αἴας ἐστράτευσεν εἰς τὴν Ἴλιον;‘ οὐ δεῖ ἀποκριθῆναι κἂν ἀληθεύῃ διὰ τὸ πολλὰ ἐρωτῆσαι, ἵνα μὴ συνεθισθεὶς μίαν ἀπόκρισιν διδόναι ἐπί τινων ἐρωτημάτων πολλῶν, ἐφ’ ὧν ἀληθῶς τὸ κατηγορούμενον
20κατηγορεῖται, πάθῃς τοῦτο καὶ ἐπὶ ἄλλων μὴ τοιούτων· τὸ γὰρ στρατεῦσαι εἰς Ἴλιον καὶ κατὰ τῶν δύο Αἰάντων ἀληθεύει, ὁμοίως καὶ τὸ μὴ μονομαχῆσαι τῷ Θερσίτῃ.

176a3-4,col 1

(23t)

116
23ὥσπερ ἀξιοῦσί τινες· τὸ δὲ “ὥσπερ
25ἀξιοῦσί τινες” προσέ‐ θηκε διότι 10—15 litt. ἀ‐ξιοῦντες 10—15 litt.ἐφ’ ὅσων ἀληθεύει ἐπὶ πάντων τῶν σημαινομένων
30τὸ κατηγορούμενον τὸ ‘ναί‘ ἢ τὸ ‘οὔ‘ 10 fere litt. τὸ γὰρ ὁμώνυμον 12 fere litt.οὐδὲν διαφέρει
3510—15 litt.Column end

176a3-4,col 2

(23t)

150
23†ἤτοι οὐδὲ ἐὰν ἀληθεύω‐ σιν ὅτι† ‘ἆρά γε ὁ Αἴας
25Θερσίτῃ ἐμονομάχησεν;‘· οὐδεὶς γὰρ ἐμονομάχησεν· ἀλλὰ διὰ τὸ εἶναι ὁμώνυ‐ μον οὐ δεῖ ἀποκρίνεσθαι, ὥσπερ ἀξιοῦσί τινες ἐπὶ
30τῶν ὁμωνύμων τὸ ‘ναί‘ ἢ τὸ ‘οὔ‘ ἀποκρίνεσθαι, ἐφ’ ὅσων ἀληθεύει ἐπὶ πάντων τῶν σημαινομένων τὸ κατη‐ γορούμενον. οὐδὲν γὰρ δια‐
35φέρει τὸ ἐρωτῆσαι τοιοῦτόν
τι τοῦ προαγαγεῖν τοιαύτην πρότασιν ‘πότερον ὁ Κορίσκος καὶ ὁ Καλλίας οἴκοι εἰσίν, ἢ οὐκ εἰσὶν οἴκοι;‘ εἴτε ἀληθές ἐστι τὸ καὶ ἀμφοτέρους εἶναι οἴκοι εἴτε οὐκ ἀληθές, ἀλλ’ ὁ μέν214
40ἐστιν οἴκοι, ὁ δὲ οὔ· ἀμφοτέρως γὰρ πολλαὶ αἱ προτάσεις, οὐδὲ γὰρ μία ἐστιν ἡ ἐρώτησις εἰ ἀληθές ἐστι τὸ οἴκοι αὐτοὺς εἶναι.

176b29

(1l)

ἐπεὶ δ’ ἔστιν ἡ μὲν
2lὀρθὴ λύσις ἐμφάνισις ψευδοῦς·
3Μέλλων ἐνταῦθα διδάξαι πῶς ἂν λύειν ἰσχύωμεν τὰ σοφίσματα, ἄν τε παρὰ τὴν ὁμωνυμίαν ὦσιν ἄν τε ἄλλως πως, ἀνάγει τὸν
5λόγον ἐπὶ τὸ καθολικώτερον καί φησιν ὅτι πᾶς συλλογισμὸς σοφιστικὸς ἢ παρὰ τὴν ὕλην ἡμάρτηται ὡς ἔχων τὰς προτά‐ σεις ψευδεῖς, οἷον ‘ὁ λίθος παντὶ ζῴῳ, τὸ ζῷον παντὶ ἀν‐ θρώπῳ‘, ἢ παρὰ τὸ σχῆμα ἡμάρτηται, ὡς ὅταν ἐκ δύο κατα‐ φατικῶν ἐν δευτέρῳ σχήματι συλλογιζώμεθα, οἷον ‘ὁ ἄνθρω‐
10πος ζῷον, ὁ ἵππος ζῷον‘, ἢ ἐκ δύο μερικῶν ἢ ἄλλως πως. τέως γοῦν ἐνδέχεται τὸν παρὰ τὸ σχῆμα συλλογισμὸν ποτὲ ἔχειν τὰς προτάσεις ἀληθεῖς, ποτὲ δὲ ψευδεῖς, ὁμοίως δὲ
καὶ τὸ συμπέρασμα. ὀρθὴ δὲ λύσις ἐστὶ τοῦ ψευδοῦς συλλο‐ γισμοῦ, ἤγουν τοῦ ἔχοντος τὰς προτάσεις ψευδεῖς τὸ δὲ215
15σχῆμα ἐρρωμένον, τὸ ἐμφανίσαι παρὰ ποίαν πρότασιν συνέ‐ βη τὸ ψεῦδος, εἴτε παρὰ τὴν μείζονα εἴτε παρὰ τὴν ἐλάτ‐ τονα, καὶ ἀναιρῆσαι αὐτήν. ὁ δὲ ψευδὴς καὶ σοφιστικὸς συλλογισμὸς διχῶς λέγεται· ἢ γὰρ εἰ συλλελόγισται καὶ συνῆξε ψευδὲς συμπέρασμα—ψευδοῦς δὲ τοῦ συμπεράσμα‐
20τος ὄντος, ἀνάγκη καὶ τὰς προτάσεις εἶναι ψευδεῖς—οἷός ἐστιν ὁ παρὰ τὴν ὕλην ἡμαρτημένος συλλογισμὸς ἔχων δὲ τὸ σχῆμα ἐρρωμένον· ἢ εἰ μὴ ὢν συλλογισμὸς δοκεῖ εἶναι συλλογισμός, οἷός ἐστιν ὁ παρὰ τὸ σχῆμα. εἴη δ’ ἂν τοῦ παρὰ τὸ σχῆμα ἡμαρτημένου συλλογισμοῦ λύσις ἡ εἰρημένη
25λύσις προσεχῶς, οἷον ὅτι ὁμώνυμα ἐλήφθησαν ἢ ἀμφίβολα ἢ ὅτι ἀσυλλόγιστός ἐστι. καὶ ἡ διόρθωσις καὶ ἡ λύσις τοῦ παρὰ τὴν ὕλην συλλογισμοῦ· λύσις δέ ἐστιν αὐτοῦ τὸ ἐμφα‐ νίσαι παρὰ ποίαν τῶν προτάσεων συνήχθη τὸ ψεῦδος (μᾶλλον δὲ συνάγεται τὸ ψεῦδος παρὰ τὸ τὴν μείζονα εἶναι ψευδῆ),
30ἣν καὶ ἀναιρετέον. ὥστε συμβαίνει τοὺς συλλελογισμένους συλλογισμούς, δηλαδὴ τοὺς παρὰ τὴν ὕλην, λύειν τῷ ἀναιρῆ‐ σαι τὴν ψευδῆ πρότασιν δι’ ἧς τὸ ψεῦδος συνήχθη· τοὺς δὲ παρὰ τὸ σχῆμα λύειν τῷ ἀναλῦσαι τὸν συλλογισμὸν εἰς τὰς προτάσεις καὶ ἰδεῖν εἴτε ἐκ δύο μερικῶν συνήχθη, εἴτε ἐκ
35δύο καταφατικῶν ἐν δευτέρῳ σχήματι ἢ ἄλλως πως, καὶ οὕτω δεικνύειν αὐτὸν ἀσυλλόγιστον. τὸ δὲ “εἴη ἂν ἤ τε εἰρημέ‐ νη νῦν λύσις” νοηθείη καὶ οὕτως, ὅτι τοῦ παρὰ τὴν ὕλην ἡμαρτημένου συλλογισμοῦ ἐστι λύσις ἡ νῦν εἰρημένη προσε‐ χῶς, ἤτοι τὸ ἐμφανίσαι παρὰ ποίαν τῶν προτάσεων φαίνεται
40τὸ ψεῦδος συναχθέν, καὶ ἡ διόρθωσις τοῦ φαινομένου συλλο‐ γισμοῦ, ἤτοι τοῦ παρὰ τὸ σχῆμα· ἔστι δὲ διόρθωσις αὐτοῦ τὸ δεῖξαι ὅτι ἐκ δύο μερικῶν ἐγένετο ὁ συλλογισμὸς ἢ ἐκ
δύο καταφατικῶν ἐν δευτέρῳ σχήματι.216

176b36-37

(1l)

πάλιν δὲ ἐπὶ τῶν
2lσυλλελογισμένων λόγων οἱ
3lμὲν ἀληθές·
4Ἀφεὶς λέγειν περὶ τοῦ παρὰ τὸ σχῆμα παραλογισμοῦ
5διαιρεῖ τὸν παρὰ τὴν ὕλην, καί φησιν ὅτι τῶν παρὰ τὴν ὕλην παραλογισμῶν οἱ μὲν ἔχουσι τὸ συμπέρασμα ἀληθές, ἐπεὶ ἐνδέχεται καὶ ἐκ ψευδῶν ἀληθὲς συναχθῆναι συμπέρασμα· οἱ δὲ ψευδὲς ἔχουσι τὸ συμπέρασμα· εἰ δὲ τὸ συμπέρασμα ψευδές, ἀνάγκη καὶ τὰς προτάσεις εἶναι
10ψευδεῖς. τοὺς μὲν οὖν ἔχοντας τὸ συμπέρασμα ψευδὲς διχῶς ἔστι λύειν, καὶ δείξαντας ὅτι ἐστὶ τὸ συμπέρασμα ψευδὲς καὶ ἀνελόντας τὴν ψευδῆ πρότασιν τὴν αἰτίαν τοῦ ψευδοῦς συμπεράσματος· τοὺς δὲ ἔχοντας τὰς προτά‐ σεις μόνας ψευδεῖς λύειν ἐν τῷ ἀνελεῖν μόνον τὴν ψευδῆ
15πρότασιν, τὸ γὰρ συμπέρασμα ἀληθές ἐστιν. Εἶτα ποιεῖται ἀνακεφαλαίωσιν ὧν εἶπε καί φησιν· ὥστε τὸν μέλλοντα λύειν παραλογισμὸν πρῶτον σκεπτέον εἴτε συλλελόγισται ὁ παραλογισμός, ἡμάρτηται δὲ κατὰ τὴν
ὕλην, εἴτε ἀσυλλόγιστός ἐστιν· εἶτα, εἰ συλλελόγισται,217
20σκεπτέον πότερον ἀληθές ἐστι τὸ συμπέρασμα τῶν προτά‐ σεων οὐσῶν ψευδῶν, ἢ καὶ τὸ συμπέρασμά ἐστι ψευδές, ὅπως λύωμεν τοὺς παραλογισμοὺς ἢ διαιροῦντες ἢ ἀναλύ‐ οντες τὸν συλλογισμὸν εἰς τὰς προτάσεις καὶ εὑρίσκοντες τὴν ἁμαρτίαν τοῦ σχήματος ἢ ἀναιροῦντες τὸ ψευδές, ὡς
25ἐπὶ τοῦ ἡμαρτημένου παρὰ τὴν ὕλην, ἐρρωμένου δὲ κατὰ τὸ σχῆμα, καὶ ἀναιροῦντες ἢ ὧδε ἢ ὧδε, ἤτοι ἢ τὰς προτάσεις μόνας ὡς ψευδεῖς οὔσας καὶ αἰτίας διὰ τοῦτο ἀτόπου τινός, ἢ καὶ τὸ συμπέρασμα καὶ τὰς προτάσεις, ὅταν δηλονότι ἄμφω εἰσὶ ψευδῆ.

177a6-7

(1l)

διαφέρει δὲ πλεῖ‐
2lστον ἐρωτώμενόν τε καὶ μὴ
3lλύειν·
4Διαφέρει δέ, φησί, τὸ ἐρωτώμενόν τινα ἐξ ἑτοίμου δύνα‐
5σθαι λύειν τὸ σόφισμα τῷ κομίζειν ἔνστασιν, καὶ μὴ ἐ‐ ρωτώμενον κατὰ σχολὴν σκοπεῖν καὶ λύειν τὸ σόφισμα· τὸ μὲν γὰρ ἐξ ἑτοίμου καὶ χωρὶς σκέψεως προϊδεῖν καὶ εὑ‐ ρεῖν ἔνστασιν δι’ ἧς ἂν λύσῃ τὸ σόφισμα χαλεπόν, τὸ δὲ
κατὰ σχολὴν ἐπισκέψασθαι τὸ αἴτιον τῆς ἀπάτης ῥᾷον.218

177a9

(1l)

τῶν μὲν οὖν παρὰ τὴν
2lὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν
3lἐλέγχων·
4Τέσσαρές εἰσι τρόποι ἐξ ὧν τὰ πολλαχῶς λεγόμενα εἴωθε
5συνίστασθαι· πρῶτος μὲν ὅταν ὁ λόγος ἢ τὸ ὄνομα πολλὰ σημαίνει, ἐξ ὧν τὰ δύο εἴδη, τό τε καθ’ ὁμωνυμίαν καὶ τὸ κατὰ ἀμφιβολίαν συνίστασθαι εἴωθε. δεύτερος δὲ ὅταν εἰωθότες ὦμεν οὕτω λέγειν, οἷον ‘σιγῶντα‘ καὶ τὸν σι‐ γῶντα καὶ τὰ σιγῶντα. τρίτος δὲ ὅταν τὸ συντεθὲν πλείω
10σημαίνει, κεχωρισμένον δὲ ἁπλοῦν εἴη, οἷον τὸ ‘ἐπίσταται γράμματα‘· οὔτε γὰρ τὸ ‘ἐπίσταται‘ πολλὰ σημαίνει οὔτε τὸ ‘γράμματα‘, συντεθὲν δὲ διττόν ἐστιν, ὃς τρόπος ἴδιός ἐστι τοῦ κατ’ ἀμφιβολίαν μόνου. τέταρτος δὲ ὁ ἀντιστρόφως τούτῳ ἔχων, ὅταν τὸ μὲν σύνθετον ἓν σημαί‐
15νει, ὡς τὸ ‘ἄνθρωπος νεκρός ἐστι‘, κεχωρισμένον δὲ πολλά, ὥσπερ καὶ τὸ ‘ὅμηρος ποιητής ἐστι‘· τὸ γὰρ ‘Ὅμηρος ἐστί‘ πολλὰ σημαίνει, ἢ γὰρ ὅτι ποιητής ἐστιν, ἢ ὅτι ζῇ καὶ ἔστι. τούτων οὖν οὕτως ἐχόντων λέγει ὅτι τῶν παρὰ τὴν ὁμωνυμίαν καὶ ἀμφιβολίαν ἐλέγχων οἱ μὲν
20ἔχουσι ἓν τῆς προτάσεως, εἴτε τὸ ὑποκείμενον εἴτε τὸ κατηγορούμενον, ὁμώνυμον, ἢ καὶ τὸ ὑποκείμενον καὶ τὸ κατηγορούμενον ὁμώνυμον, ὡς τὸ ‘κύων πορεύεται‘· ἡ γὰρ πορεία καὶ ἐπὶ ἕρψεως καὶ βαδίσεως καὶ νεύσεως λέγεται. εἰ δὲ τὸ ὄνομα πολλὰ σημαίνει, λοιπὸν καὶ ὁ
25λόγος ᾧ συνεπλάκη τὸ ὄνομα, ὥστε ἕπεται τοῖς παρὰ τὴν ὁμωνυμίαν τὸ ἔχειν καὶ τὸ ὄνομα πολλὰ σημαῖνον καὶ τὸν λόγον. οἱ δὲ παρὰ τὴν ἀμφιβολίαν ἔχουσι τὸ συμπέρασμα
πολλὰ σημαῖνον—ἀντὶ δὲ τοῦ εἰπεῖν ‘ἔχει τὸν λόγον πολλὰ σημαίνοντα‘ εἶπε ‘τὸ συμπέρασμα‘, ἐπεὶ καὶ219
30τὸ συμπέρασμα λόγος ἐστίν. ἡ δὲ ἀμφιβολία ἐν λόγῳ θεωρεῖται, οἷον ‘γένοιτο, Ζεῦ, τὸν σῦν καταβαλεῖν ἐμέ.‘ εἰ δέ τις εἴπῃ ὅτι οὐ μόνον ἐν λόγῳ θεωρεῖται ἡ ἀμφιβολία ἀλλὰ καὶ ἐν ὀνόματι, οἷον ‘ἆρ’ ἔστι σιγῶντα λέγειν‘, πρῶτον μὲν ῥητέον πρὸς αὐτὸν ὅτι
35τὸ ‘σιγῶντα‘ ὄνομα οὐκ ἔστιν ἀλλὰ μετοχή· ὁμοίως δὲ καὶ τὸ ‘ὁρῶντα‘· εἶτα ὅτι ἐν μὲν τοῖς παρὰ τὴν ὁμωνυμίαν παραλογισμοῖς ἀεὶ ἡ διττότης θεωρεῖται ἐν ὀνόμασιν, οἱ δὲ παρὰ τὴν ἀμφιβολίαν ποτὲ μὲν ἐν λόγῳ θεωροῦνται ποτὲ δὲ ἐν ὀνόμασιν. καὶ πάλιν εἴ
40τις εἴπῃ· “πῶς λέγει ὡς ἐν τοῖς παρὰ τὴν ἀμφιβολίαν παραλογισμοῖς τὸ συμπέρασμα ἔχει τὸ διττόν; καὶ μὴν καὶ ἐν τῇ προτάσει ἐμφαίνεται ἡ διττότης ‘ἆρ’ ἔστι σιγῶντα λέγειν;‘, εἴγε τὸ συμπέρασμα ὡς συμπέρασμα λάβωμεν καὶ μὴ ἀντὶ τοῦ λόγου τοῦτο νοήσομεν.” καὶ
45ῥητέον ὅτι τὸ συμπέρασμα ἔχει τὸ διττὸν ἐν τοῖς παρὰ τὴν ἀμφιβολίαν διότι τῷ ἐρωτωμένῳ αἱ προτάσεις οὐ δοκοῦσιν ἔχειν τὸ διττόν, δήλη δὲ αὐτῷ γίνεται ἡ διττότης ἐν τῷ συμπεράσματι. ἢ καὶ οὕτως· ἐπεὶ ἔν τισι τῶν παρὰ τὴν ἀμφιβολίαν παραλογισμῶν τὸ συμπέ‐

177a9

(50)

ρασμα ταὐτόν ἐστι μιᾷ τῶν προτάσεων, διὰ τοῦτο τὸ αὐτό, οἷον τὸ ‘ἆρ’ ἔστι σιγῶντα λέγειν‘, λαμβάνει ὁτὲ μὲν εἰς παράδειγμα τοῦ ἔχοντος τὸ συμπέρασμα διττὸν παρὰ τὴν ἀμφιβολίαν παραλογισμοῦ, ποτὲ δὲ τοῦ ἔχοντος τὴν πρότασιν διττήν. ὅταν δὲ τὸ συμπέρασμα
55ἕτερον ᾖ τῶν προτάσεων, οὐδέποτε ἐλήφθη τὸ συμπέρασμα καὶ ὡς παράδειγμα τῆς ἐχούσης τὸ διττὸν προτάσεως,
ἀλλὰ μόνον ὡς συμπεράσματος.220

177b6-7

(1l)

τὰ δὲ φθεγγόμενα
2lοὐ ταὐτά·
3Τὸ ‘δὲ‘ ἀντὶ τοῦ ‘γὰρ‘ νοητέον, ὡς εἶναι αἰτίαν τοῦ διατί ἄλλα καὶ ἄλλα σημεῖα ποιοῦσιν ἐν τῷ ‘ὅροσ‘ καὶ221
5‘ὄροσ‘ καὶ ‘κλῆμα‘ καὶ ‘κλίμα.‘ φησὶν οὖν ὅτι καὶ γὰρ διὰ τοῦτο ἄλλα καὶ ἄλλα σημεῖα ποιοῦσι, διότι καὶ τὰ φθεγγόμενα καὶ δηλούμενα παρὰ τῶν τοιούτων ὀνομάτων ἄλλα καὶ ἄλλα εἰσί.
9lκαὶ πάλιν· ἆρ’ ἔστιν ἀγαθὸν
10lὄντα σκυτέα μοχθηρὸν εἶναι;
11—τοῦτο τὸ συμπέρασμα, ὃ καὶ ἔχει τὴν διττότητα ἐκ τῆς συνθέσεως· δηλοῖ γὰρ ἢ ὅτι ἀγαθὸς μέν ἐστι καὶ σπουδαῖ‐ ος τὸν τρόπον, φαῦλος δὲ σκυτεὺς καὶ ἄτεχνος, ἢ ὅτι ἀ‐ γαθὸς μέν ἐστι σκυτεὺς καὶ ἐπίδοξος κατὰ τὴν τέχνην,
15φαῦλος δὲ καὶ μοχθηρὸς ἄνθρωπος, ἐφ’ οὗ σημαινομένου καὶ τὸ συμπέρασμα τοῦτο ὁ Ἀριστοτέλης ἐξελάβετο· ἐπὶ γὰρ τοῦ Σίμωνος τὸ σόφισμα ἐρρέθη, ὃς ἀγαθὸς μὲν ἦν τὸν τρόπον, κακὸς δὲ σκυτεύς. οὗτος δὲ τοὐναντίον συνε‐ περάνατο, τὸ τὸν Σίμωνα ἀγαθὸν ὄντα σκυτέα μοχθηρὸν
20εἶναι. ἡ δὲ ἀγωγὴ τοῦ σοφίσματος τοιαύτη· ‘ἆρά γε ὁ Σί‐ μων ἀγαθός ἐστι;‘ ‘ναί.‘ ‘ἆρά γε ὁ Σίμων σκυτεὺς μοχθη‐ ρός ἐστι;‘ ‘ναί.‘ ‘ὁ Σίμων ἄρα ἀγαθὸς ὢν σκυτεὺς μοχθη‐ ρός ἐστιν.‘ ἐπεὶ οὖν ἐκ τῆς συνθέσεως ἐγένετο ἡ ἀπάτη, χρηστέον τῇ διαιρέσει καὶ λυτέον αὐτὸ ὅτι οὐ πάντα τὰ
25ἰδίως ὑπάρχοντά τινι καὶ ἅμα ὑπάρξουσιν, ὥστε οὐχί, εἰ ὁ Σίμων ἐστὶν ἀγαθός, καὶ εἰ ὁ Σίμων ἐστὶ σκυτεὺς μοχθη‐ ρός, ἀναγκαῖον καὶ τὸν Σίμωνα ἀγαθὸν εἶναι σκυτέα μοχθη‐ ρὸν ὄντα. “εἴη δ’ ἄν τις ἀγαθὸς ὢν σκυτεὺς μοχθηρός”, ἤτοι εἰκὸς δὲ εἶναί τινα ἀγαθὸν μὲν τὸν τρόπον, μοχθηρὸν δὲ
30σκυτέα, οἷος ἦν ὁ Σίμων. ὁ δὲ Ἐφέσιος ἑρμηνεύει τὸ “εἴη δ’ ἄν τις ἀγαθὸς ὢν σκυτεὺς μοχθηρός” ὅτι τὰ δύο ἐρωτή‐
ματα ἐδήλωσεν ὁ Ἀριστοτέλης ἐκ τοῦ εἰπεῖν “εἴη δ’ ἄν τις ἀγαθὸς ὢν, σκυτεὺς μοχθηρός”· διὰ μὲν γὰρ τοῦ εἰπεῖν “εἴη δ’ ἄν τις ἀγαθὸς ὤν” ἐδήλωσε τὴν ἐρώτη‐222
35σιν τὴν λέγουσαν ‘ἆρά γε ὁ Σίμων ἀγαθός ἐστι;‘· διὰ δὲ τοῦ εἰπεῖν “μοχθηρὸς σκυτεύς” 〈τὴν〉 ‘ἆρά γε ὁ Σί‐ μων σκυτεὺς μοχθηρός ἐστιν.‘—“ὥστε ἔσται ἀγαθὸς σκυτεὺς μοχθηρός”· τοῦτο ἡ λύσις τοῦ σοφίσματος· δι‐ αιρήσαντες γὰρ τὸ ‘ἀγαθόσ‘ ἐκ τοῦ ‘σκυτεύσ‘ λύσομεν
40τὸ σόφισμα, οἷον εἰ εἴπωμεν ‘ἔσται μέν τις ἀγαθόσ‘, καὶ ὑποστίξαντες ἐπάξομεν ‘σκυτεὺς δὲ μοχθηρός.‘ δύ‐ ναται καὶ τὸ σόφισμα τοιοῦτον εἶναι· ‘ἆρά γε ἔστιν ἀγαθὸν ὄντα σκυτέα μοχθηρὸν εἶναι;‘, τουτέστιν ‘ἆρ’ ἐνδέχεταί τινα ἀγαθὸν μὲν εἶναι σκυτέα, ἄνθρωπον δὲ
45μοχθηρόν;‘ ‘ναί.‘ ‘ἔστι δέ τις ἀγαθὸς μὲν ἄνθρωπος, πονηρὸς δὲ σκυτεύσ‘, εἶτα ὥσπερ συμπέρασμα ἐπιφέρειν τὸ ‘ὥστε ἀγαθὸς σκυτεὺς μοχθηρόσ‘, τουτέστιν ‘ὥστε ἔσται μὲν ἀγαθὸς ἄνθρωπος, πονηρὸς δὲ σκυτεύσ‘, ἔκει‐
το δὲ ἔμπαλιν.223

178b36

(1l)

καὶ ὅτι ἔστι τις τρίτος
1Καὶ πάλιν· ‘ἆρά γε ὁ ἄνθρωπος περιπατεῖ;‘ ‘ναί.‘ ‘τί δέ, ὁ ἄνθρωπος ὁ καθόλου καθ’ οὗ τὸ περιπατητικὸν κατηγορεῖται οὐκ ἔστιν ἕτερος τοῦ αὐτοανθρώπου;‘ ‘ναί.‘ ὁ γὰρ αὐτοάνθρωπος, ἤτοι ἡ τοῦ ἀνθρώπου ἰδέα, ἀκίνητός
5ἐστι. ‘τί δέ, ὁ ἄνθρωπος καθ’ οὗ κατηγορῶ τὸ περιπατεῖν, ἤτοι ὁ καθόλου, οὐκ ἔστιν ἕτερος τῶν μερικῶν ἀνθρώπων;‘ ‘ναί.‘ τίς γάρ ἐστιν τῶν καθέκαστα ἐφ’ οὗ λέγεται τὸ περιπατεῖν ἀγνοοῦμεν, τὸν δὲ καθόλου ἄνθρωπον, ἤτοι ᾧτινι λέγομεν ὅτι ὑπάρχει τὸ περιπατεῖν γινώσκομεν. ‘ἔστιν ἄρα τρίτος ἄνθρωπος
10οὗ τὸ περιπατεῖν κατηγοροῦμεν.‘ ἐγένετο δὲ ἡ ἀπάτη διότι τὸν ἄνθρωπον τὸν ἐγκατατεταγμένον καὶ σχέσιν ἔχοντα ἐν τοῖς μερικοῖς καὶ ἐν αὐτοῖς ὑφιστάμενον ἔδωκεν ὁ ἀποκρινόμενος ὅτι αὐτὸς καθ’ αὑτὸν ὑφίσταται καὶ ἰδίαν ὑπόστασιν καὶ ὕπαρξιν ἔχει. ἔστι δὲ καὶ οὗτος ὁ παραλογισμὸς παρὰ τὸ
15σχῆμα τῆς λέξεως διότι δοκεῖ μὲν ὁ ἄνθρωπος ὁ καθόλου ὅτι τόδε τι καὶ οὐσίαν σημαίνει ὅσον ἀπὸ τοῦ σχήματος τῆς προσηγορίας, ὃ δὲ οὐ σημαίνει οὐσίαν ἀλλὰ ποιόν. καὶ ὅτι ἔστι τρίτος ἄνθρωπος παρ’ αὐτὸν τὸν αὐτοάνθρωπον καὶ τοὺς καθέκαστα, τὸ γὰρ ἄνθρωπος καὶ ἅπαν τὸ κοινὸν, ἤγουν καὶ
20ἁπλῶς τὸ καθόλου πᾶν, οὐ τόδε τι καὶ οὐσίαν καὶ ὕπαρξιν ἰδίαν καὶ ὑπόστασιν δηλοῖ, ἀλλὰ τοιόνδε τι, ἤτοι κοινωνίαν τοιάνδε, ἥτις οὐχὶ αὐτὴ καθ’ αὑτὴν θεωρεῖται, ἀλλ’ ἐν τοῖς μερικοῖς ὧν καὶ κοινωνία ἐστίν, ἀφ’ ὧν καὶ ὁ νοῦς αὐτὴν ἀ‐ πεσύλησεν. ἐπεὶ γὰρ ἡ κοινωνία κοινόν τινων ἐστι, ἀνάγκη αὐ‐
25τὴν καὶ ἐν ἐκείνοις θεωρεῖσθαι ὧν κοινωνία λέγεται εἶναι. ἢ σχέσιν τινὰ σημαίνει. ἡ γὰρ κοινωνία σχέσις ἐστίν, ἡ δὲ σχέσις τῶν πρός τι. τὸ δὲ “ὁμοίως δὲ καὶ ἐπὶ τοῦ Κορίσκος καὶ μουσικὸς Κορίσκος” κατασκευή ἐστι τοῦ μὴ εἶναι τρίτον ἄν‐ θρωπον· ὥσπερ γάρ, φησίν, ὁ Κορίσκος ἕτερός ἐστι τοῦ μουσικοῦ
30Κορίσκου, ὅμως εἰ καὶ ἕτερός ἐστιν, ἀλλ’ ὅμως ὁ μουσικὸς Κο‐ ρίσκος ἐν τῷ Κορίσκῳ ἐμφαίνεται καὶ ἰδίαν ὑπόστασιν καὶ ὕπαρξιν ἔχει. ὁ γὰρ Κορίσκος καὶ ὁ μουσικὸς Κορίσκος ταὐτὰ μέν εἰσι τῷ ὑποκειμένῳ, τῷ δὲ λόγῳ ἕτερα—οὕτως καὶ ὁ ἄνθρωπος ὁ καθόλου, εἰ καὶ ἕτερός ἐστι τῶν μερικῶν, ἀλλ’224
35οὖν ἐν αὐτοῖς ὑφίσταται. τὸ γὰρ ‘μουσικὸς Κορίσκος” οὐσία πεποιωμένη ἐστὶν ἐν τῷ ἁπλῶς Κορίσκῳ ὑφισταμένη. ὁ μὲν γὰρ Κορίσκος οὐσίαν σημαίνει, ὁ δὲ μουσικὸς Κορίσκος οὐσίαν πεποιωμένην, ὥστε οὐκ ἔστιν αὐτὸ ἐκθέσθαι, δηλονότι τὸ συναχθὲν ἄτοπον ὅτι ἔστι τρίτος ἄνθρωπος, ἀπὸ τοῦ ἐκθέσθαι
40καὶ ἐρωτῆσαι ὅτι ‘ἆραγε ὁ ἄνθρωπος ἕτερός ἐστι τῶν καθέκαστα;‘ ἀλλ’ ἀπὸ τοῦ συγχωρῆσαι τὸν ἀποκρινόμενον ὅτι ὁ ἄνθρωπός ἐστι τῶν καθέκαστα καὶ ὅτι τόδε τι καὶ οὐσίαν σημαίνει καὶ ὕπαρξιν ἔχει ἰδίαν. καὶ οὐ τῷ ἐκτίθεσθαι καὶ ἀπαριθμεῖσθαι τοὺς μερικοὺς ἀνθρώπους καὶ ἐρωτᾶν εἰ ἕτερός ἐστιν ὁ ἄνθρωπος τῶν
45καθέκαστα εἰσάγεται ὁ τρίτος ἄνθρωπος, ἀλλ’ ἀπὸ τοῦ συγχω‐ ρεῖν τὸν ἀποκρινόμενον σημαίνειν τὸν ἄνθρωπον ὅπερ τόδε τι καὶ οὐσίαν αὐτὴν καθ’ αὐτήν. οὐ γάρ ἐστι τόδε τι εἶναι ὅπερ Καλλίας καὶ ὅπερ ἄνθρωπός ἐστιν· οὐ γὰρ ὥσπερ ὁ Καλλίας ση‐ μαίνει οὐσίαν καὶ ὕπαρξιν αὐτὴν καθ’ αὑτήν, οὕτως καὶ ὁ κα‐

178b36

(50)

θόλου ἄνθρωπος. οὐδ’ εἴ τις τὸ ἐκτιθέμενον, ἤτοι κἂν τὸ ἐρω‐ τώμενον, ὅτι ‘ἆρα ὁ ἄνθρωπος ἕτερός ἐστι τῶν καθέκαστα;‘ οὐ λέγει ὁ ἀποκρινόμενος ὅτι τόδε τι σημαίνει ἀλλὰ ποιόν, δίδωσι δὲ αὐτῷ τῷ ποιῷ ἰδίαν ὕπαρξιν καὶ τὸ αὐτὸ καθ’ αὑτὸ εἶναι, ἀλλ’ οὖν οὐδὲν διαφέρει· κἄν τε γὰρ λέγῃ τὸν καθόλου ἄνθρωπον τόδε
55τι σημαίνειν, ἰδίαν δὲ ἔχειν ὕπαρξιν, κἄν τε λέγῃ τὸν ἄνθρωπον ποιὸν σημαίνειν καὶ ἰδίαν ἔχειν ὑπόστασιν, οὐδὲν διαφέρει· ἐξ ἀμφοτέρων γὰρ ὁ τρίτος ἄνθρωπος συνάγεται, ἔσται γὰρ τὸ παρὰ
τοὺς πολλούς. τοῦτό ἐστιν ἡ πρὸς τὸ πρᾶγμα λύσις καὶ ἀληθής. ἔσται οὖν ὁ ἄνθρωπος καὶ ἁπλῶς πᾶν τὸ καθόλου ἕν τι,225
60ἤτοι ἄλλο παρὰ τοὺς πολλούς, δηλονότι τοὺς μερικούς, ἀλλ’ ἐν τούτοις ἐμφαίνεται καὶ τὴν σχέσιν ἔχει. φανερὸν οὖν ὅτι οὐ δεῖ δοῦναι τὸ κοινὸν κατηγορούμενον, ἤγουν τὸ καθόλου, ὅτι σημαίνει τόδε τι καὶ οὐσίαν αὐτὴν καθ’ αὑτήν, ἀλλ’ ἢ ποιότητά τινα καὶ κοινωνίαν ἢ οὐσίαν σχέσιν ἔχουσαν ἐν
65τοῖς μερικοῖς ἢ πλῆθος πεποιωμένον:—226

179b17

(1l)

οὐδὲν δὲ κωλύει
2lτὸν αὐτὸν λόγον πλείους
3lμοχθηρίας ἔχειν·
4Τὸ αὐτὸ δέ, φησί, καὶ ἓν σόφισμα ἐνδέχεται πολλὰς
5κακίας ἔχειν, πλὴν οὐχὶ ἡ ἐμφάνισις τῆς τυχούσης κακίας ἐστὶ καὶ ἀληθὴς λύσις καὶ πρὸς τὸ πρᾶγμα. ἐγ‐ χωρεῖ μὲν γὰρ δεῖξαι ὅτι τὸ συμπέρασμά ἐστι ψευδές, οὐ μὴν δὲ δεῖξαι καὶ τὸ αἴτιον παρ’ ὃ συνήχθη τὸ ψεῦδος. ἔστω γὰρ συμπέρασμα ψευδὲς ὅτι ὁ Σωκράτης
10γράφει ἐκ προτάσεων ψευδῶν συναχθέν. ὁ οὖν συλλογι‐ σμὸς οὗτος πολλὰς ἔχει κακίας, πλὴν οὐχὶ εἰ δείξω τὸ συμπέρασμα ψευδὲς ἢ τὴν ἐλάττονα, ἤδη καὶ τὸν συλλογισμὸν ἔλυσα, ἀλλ’ εἰ δείξω τὴν μείζονα ψευδῆ· αὕτη γάρ ἐστι καὶ τοῦ ψευδοῦς συμπεράσματος αἰτία,
15ἢ ὅτι ἐκ δύο καταφατικῶν ἐν δευτέρῳ σχήματι. ἢ εἴ τις ἐπιχειρεῖ λῦσαι τὸν συλλογισμὸν τοῦ Ζήνωνος ἀπὸ τοῦ συνάγειν ἀδύνατόν τι ἐκ τῆς τοῦ Ζήνωνος ὑποθέσε‐ ως, ἁμαρτάνει καθόσον οὐ λύει τὸν συλλογισμόν, ἢ μᾶλλον εἰπεῖν παραλογισμόν. ὥστε εἴ τις ἐπιχειρεῖ
20συνάγειν καὶ δεικνύειν ὅτι ἀδύνατόν ἐστι μὴ εἶναι κίνησιν· κινήσεως γὰρ μὴ οὔσης οὐδὲ ὁ ἥλιος κινηθή‐ σεται, καὶ εἰ μὴ τοῦτο, οὐδὲ ἡμέρα ἔσται οὐδὲ νύξ· ἁμαρτάνει οὖν συνάγων καὶ συνελαύνων τὴν τοῦ Ζήνωνος ὑπόθεσιν εἰς ἀδύνατόν τι καθόσον οὐκ ἔλυσε τὸν λόγον
25τοῦ Ζήνωνος. κἂν γὰρ μυρία ἀδύνατα προφανῆ συνελογί‐
σατο καὶ ἔδειξεν ἐξ αὐτοῦ, ἀλλ’ οὐκ ἔστι τοῦ ψευδοῦς τοῦτο συλλογισμοῦ λύσις, τὸ συνάγειν ἀδύνατα, ἀλλὰ τὸ δεῖξαι τὸ αἴτιον δι’ ὃ ἐγίνετο ψευδὴς ὁ τοῦ Ζή‐ νωνος συλλογισμός· ἔστι δὲ τοῦτο τὸ λαβεῖν τὰ ἄπει‐227
30ρα ἐνεργείᾳ. περὶ δὲ τούτου πολλάκις ἡμῖν εἴρηται.228

180a9

(1l)

τὸ δὲ τοῦτο τούτων
2lεἶναι·
3Τὸ δὲ λέγειν τοῦτο τούτων εἶναι οὐ λέγεται πολλαχῶς, ἀλλ’ ὡς ὡρισμένως δηλοῖ ὅτι κτῆμά ἐστιν, ὡς ἡ Ποτίδαια
5τῶν Ἀθηναίων. εἰ δὲ λέγει τις ὅτι πολλὰ σημαίνει τὸ ‘τοῦτο τούτων‘, ψεύδεται. καὶ γὰρ τὸν ἄνθρωπόν φαμεν εἶναι τῶν ζῴων, ἀλλ’ οὐχὶ ὡς κτῆμα, ἀλλ’ ὡς εἶδος τῶν ζῴων. ὥσπερ γὰρ ὁ λέγων τὸν ἄνθρωπον εἶναι τῶν ζῴων οὐ πολλὰ ἐσήμαινεν, ἀλλ’ ἕν· ἐδήλωσε γὰρ τοῦτο μόνον
10ὅτι ὁ ἄνθρωπός ἐστι τῶν ζῴων εἶδος καὶ ἀπὸ τῶν ζῴων, ἀλλ’ οὐκ ἐσήμηνεν ὅτι καὶ κτῆμά ἐστι τῶν ζῴων· ὥσπερ καὶ ἡ Ποτίδαια ὅτι ἐστὶ κτῆμα τῶν Ἀθηναίων· οὔτω καὶ ὁ λέγων τοῦτο τούτου εἶναι οὐ σημαίνει πολλά, ἀλλ’ ἓν μόνον, ὅτι τοῦτό ἐστι δοῦλος τούτου ἢ τέκνον ἢ κτῆμα.
15πρὸς γὰρ εἰδότας ἐγίνετο τὰ σοφίσματα ταῦτα, ὡς εἴπομεν. εἰ δὲ ἐκεῖνο πολλὰ ἐσήμαινεν, ἤγουν καὶ ὡς εἶδος τῶν ζῴων καὶ ὡς κτῆμα καὶ τὸ ‘τοῦτο τούτου‘ πολλὰ ἂν ἐσή‐ μαινε. “καὶ ἐάν τι πρὸς τὰ κακὰ” ἀναφέρηται ὡς τῶν πρός τι ὄν, ὥσπερ ἡ φρόνησις λέγεται εἶναι τῶν κακῶν,
20ὡς οὖσα τῶν πρός τι, ἐπιστήμη· καθὸ γὰρ ἐπιστήμη λέγεται εἶναι τῶν κακῶν· ἡ γὰρ φρόνησις ἐπιστήμη ἐστὶ τῶν κακῶν καὶ ὡς ἐπιστήμη ἀναφέρεται εἰς τὰ κακά· ὁ γὰρ φρόνιμος ἐπί‐ σταται τὰ κακά, ἀλλ’ οὐχὶ ἡ φρόνησις κακὴ οὖσά ἐστι τῶν κακῶν, ἢ οὐχὶ εἰ συμβέβηκε τοῖς κακοῖς ἐπιστητοῖς
25οὖσι, συμβέβηκε δὲ καὶ τῇ φρονήσει ἐπιστήμῃ εἶναι αὐτῶν, ἤδη διὰ τοῦτο καὶ ἡ φρόνησις εἴη κακόν, ἀλλ’ ἐπιστήμη
τῶν κακῶν. ἐγένοντο δὲ παρὰ τὸ συμβεβηκὸς τὰ σοφίσματα, οὐ παρὰ τὸ διττόν. λέγονται οὖν τὰ παρὰ τὸ συμ‐ βεβηκὸς εἶναι πῂ καὶ ἁπλῶς· ὅδε γὰρ τοῦδε λέγεται229
30εἶναι οὐχὶ ἁπλῶς, ἤτοι καθόλου καὶ κατὰ πᾶν, ἤγουν καὶ ὡς τέκνον καὶ ὡς πατὴρ καὶ ὡς δοῦλος (οὐ γὰρ πολύσημόν ἐστι τὸ ‘τόδε τοῦδε‘, ὡς εἴπομεν), ἀλλὰ πῂ λέγεται εἶναι τοῦδε, ἢ ὡς δοῦλος ἣ ὡς τέκνον καὶ καθ’ ἓν σημαινόμενον. ἐγένετο δὲ ἡ ἀπάτη καθόσον τὸ
35πῂ λεγόμενον, οἷον ἐπὶ τοῦ δούλου μόνου, ἔλαβεν ὁ σο‐ φιστὴς ὡς ἁπλῶς λεγόμενον, ἤγουν καὶ ἐπὶ τέκνου καὶ πατρὸς καὶ τῶν λοιπῶν. καίτοι ἐγχωρεῖ ἴσως ἀγαθόν τι λέγεσθαι εἶναι τῶν κακῶν διττῶς, ὡς ἡ ἀνδρεία· ᾗ μὲν γὰρ ἀρετὴ λέγεται εἶναι τῶν ἀγαθῶν, ᾗ δὲ τραυμάτων
40[περι]ποιητικὴ λέγεται εἶναι τῶν κακῶν. ἀλλ’ ἐπὶ τοῦ λόγου τούτου, τοῦ ὅτι ἡ φρόνησις τῶν κακῶν, οὐκ ἐγχωρεῖ λέγεσθαι εἶναι κακὸν κατά τινα ἄλλον λόγον καὶ ταῦτα οὖσαν ἀγαθόν, ἀλλὰ μόνον λέγεται εἶναι ἀγαθόν. πρόσκει‐ ται δὲ τὸ ‘ἴσωσ‘ διότι καθ’ αὑτὸ καὶ κυρίως μὲν ἡ
45ἀνδρεία ἐστὶν ἀγαθόν, κατὰ δόξαν δὲ καὶ ὡς δοκεῖ τισιν, ἔστι καὶ τῶν κακῶν διὰ τὰ ἐν πολέμῳ τραύματα. καὶ ταῦτα μὲν οὕτως ἐξεβλήθησάν τε παρ’ ἡμῶν καὶ ἡρμηνεύθησαν· ὁ δέ γε Ἐφέσιος οὕτως τοῦτο ἐνόησεν ὅτι “ὁ λόγος ὁ λέγων ἡ ἀνδρεία τῶν κακῶν διττός ἐστιν·

180a9

(50)

ἢ γὰρ ὅτι κακόν τί ἐστιν ἡ ἀνδρεία, ἢ ὅτι ἐπίσταται τὰ κακά. ἀλλ’ εἰ καὶ ἐνδέχεται ποτέ τινα λόγον λέγοντά τι ἀγαθὸν εἶναι τῶν κακῶν τὸ διττὸν ἔχειν, ὡς ἐπὶ τῆς ἀνδρείας, τοῦ πλούτου καὶ τῆς ὑγείας, ἀλλ’ οὔτι γε τὸν λέγοντα τὴν φρόνησιν τῶν κακῶν τὸ διττὸν ἔχειν φήσαιμεν.”
55“ἀλλ’ εἴ τι δοῦλον εἴη ἀγαθὸν ὄν”· πρὸς μὲν οὖν τὴν
ἐπάνω καὶ τάχα ἡμετέραν ἐξήγησιν οὕτω συμβιβαστέον τὸ ῥητόν· εἰπὼν γὰρ ἄνω ὅτι οὐκ ἐπὶ τοῦ λόγου τούτου, ἤγουν τοῦ σοφίσματος τοῦ ὅτι ἡ φρόνησις τῶν κακῶν, ἔστι τὸ διττόν—οὐ γὰρ ἀμφίβολόν ἐστι—φησὶν ὅτι230
60μᾶλλον τοῦτό ἐστιν ἀμφίβολον καὶ ἔχον διττότητα, τὸ εἴ τι δοῦλον ἀγαθὸν μοχθηροῦ· δηλοῖ γὰρ ἢ ὅτι μοχθη‐ ροῦ τρόπου ἐστίν, ἢ ὅτι μοχθηροῦ δεσπότου ἐστίν. “ἴσως δὲ οὐδὲ οὕτως” ὁ λόγος ἔχει τὸ διττόν. συντάσσε‐ ται δὲ καὶ οὕτως· ἴσως δὲ οὐδὲ οὕτως ὁ λόγος λεγόμενος
65ἔχει τὸ διττόν, οἷον ὅτι δοῦλον ἀγαθὸν μοχθηροῦ· οὐ γὰρ εἰ ἀγαθόν ἐστι δοῦλον—λείπει γὰρ τὸ ‘δοῦλον‘—καὶ τούτου, ἤτοι τοῦ μοχθηροῦ. ῥητέον δὲ τοῦτο σαφέστερον· οὐ γὰρ εἰ τὸ δοῦλον λέγεται ἀγαθὸν καὶ λέγεται καὶ τούτου, ἤτοι τοῦ μοχθηροῦ, εἴη ἂν ἅμα, ἤγουν τὰ δύο
70μόνα, ἤτοι τὸ ‘ἀγαθὸν‘ καὶ τὸ ‘μοχθηροῦ‘, λεγόμενα ὡς λέγεσθαι τὸ ἀγαθὸν τούτου, ἤτοι μοχθηροῦ, ἐν τῷ ἀφελεῖν τὸ ‘δοῦλον‘· οὐ γὰρ πάντα τὰ συνθέτως λεγόμενα δύνανται καὶ ἰδίᾳ λέγεσθαι. εἰ γὰρ ἀγαθόν ἐστι, πῶς ἂν εἴη καὶ μοχθηροῦ τρόπου; ἀλλ’ ὅταν λέγω ‘εἴ τι ἀγαθὸν δοῦλον
75μοχθηροῦ‘, εὐθὺς συννοῶ ὅτι καὶ δεσπότου μοχθηροῦ ἐστιν. εὕρηται δέ μοι καὶ σχόλιον οὕτως ἔχον· οὐ γὰρ εἰ ἀγαθὸν ᾗ δοῦλον καὶ τούτου, ἤτοι μοχθηροῦ, εἴη ἂν ἅμα ἀγαθὸν τούτου, ἤτοι μοχθηροῦ τρόπου. οὐδὲ τὸ φάναι τὸν ἄνθρωπον τῶν ζῴων εἶναι πολλαχῶς λέγεται· οὐ γὰρ
80εἰ σημαίνομέν τι πρᾶγμα ἀφελόντες ἀπὸ τοῦ ὅλου λόγου τὶ μέρος τοῦ ὅλου, τὸ ἀποτμηθὲν τοῦ ὅλου πολλαχῶς ῥηθήσεται. τὸ μὲν γὰρ ‘ἀγαθὸν δοῦλον μοχθηροῦ‘ οὐ σημαί‐ νει πολλά. οὐ μὴν δὲ εἰ ἀφέλωμεν ἀπὸ τούτου τοῦ ὅλου λόγου τὸ ‘δοῦλον‘ καὶ εἴπωμεν ‘ἀγαθὸν μοχθηροῦ‘, ἤδη
85τοῦτο σημαίνει πολλὰ παθὸν ἀφαίρεσιν τοῦ δούλου. οὐ γὰρ εἰ ἀφαιρήσω τι τοῦ ὅλου, τὸ καταλειφθὲν ἐξ ἀνάγκης θέλει σημαίνειν πολλά. εἰ γὰρ τοῦτο ἦν, λοιπὸν καὶ ὁ λόγος ὁ λέγων ὅτι ‘δός μοι τὸ ‘Μῆνιν ἄειδε θεά‘ (τὸ ἥμισυ τοῦ ἔπουσ)‘ ἦν ἂν διττόν, καὶ οὐ μόνον ἐσήμαινε231
90τὸ ἥμισυ τοῦ στίχου, ἀλλὰ καὶ τὸ ἥμισυ τῆς Ἰλιάδος, ἐπεὶ καὶ ἐνταῦθα τὸ ‘Μῆνιν ἄειδε θεά‘ ἀπεκόπη τοῦ ὅλου στίχου. ὥστε οὐ πᾶν τὸ ἀποκοπὲν ἀπό τινος ἤδη διὰ τοῦτο καὶ πολύσημον ἔσται. οὐ γὰρ εἰπόντες ‘δός μοι τὸ ἥμισυ τοῦ ἔπους, τὸ ‘Μῆνιν ἄειδε θεά‘, ἐσημήναμεν τὸ ἥμισυ
95τῆς Ἰλιάδος, ἀλλὰ τὸ ἥμισυ τοῦ στίχου. καὶ ταῦτα μὲν οὕτως ἡμεῖς ἐξελαβόμεθα. ἔστι δὲ καὶ τὰ τοῦ Ἐφεσίου οὕτως ἔχοντα—ῥητέον γὰρ αὐταῖς λέξεσι ταῦτα τῆς ἀκολουθίας ὄντα τῆς ἄνωθεν ῥηθείσης αὐτοῦ ἐξηγήσεως—φησὶν οὖν ὅτι εἰπὼν ὁ Ἀριστοτέλης τὸν λό‐

180a9

(100)

γον τὸν λέγοντα τὴν φρόνησιν τῶν κακῶν οὐκ ἔχειν τὸ διττόν, ἀλλὰ δοκεῖν μάλιστα τοῦτο συμβαίνειν ἐπὶ τῆς ἀνδρείας, ἐπάγει καὶ τίθησι ἕτερον [sequuntur verba Ps.—Alexandri—1 167.13 λόγον—168.11 λέγεται, post quae ita pergit noster:] ζήτει δὲ τὰ λοιπὰ ἐν τοῖς σχολίοις
105τοῦ Ἐφεσίου· οὐ γὰρ δυνάμεθα ταῦτα παραγράφειν.232

180a23-24

(1l)

τοὺς δὲ παρὰ τὸ
2lκυρίως τόδε ἢ πῂ ἢ ποὺ ἢ
3lπὼς ἢ πρός τι·
4Τοὺς δὲ παραλογισμούς, φησί, τοὺς γινομένους παρὰ τὸ
5λέγεσθαι τόδε κυρίως, ἤτοι ἁπλῶς, ἢ πῂ ἢ ποὺ ἢ πρός τι καὶ μὴ ἁπλῶς· εἰς καθολικώτερον γάρ τι ἀναγαγὼν τὸν λόγον εἶπε ‘μὴ ἁπλῶσ‘· τοῦ γὰρ μὴ ἁπλῶς μέρη εἰσὶ τὸ πῂ καὶ τὸ ποὺ καὶ τὸ πρός τι· πάντα γὰρ ταῦτα μὴ ἁπλῶς λέγονται—τοὺς οὖν παραλογισμοὺς τούτους λυτέ‐
10ον σκοποῦντι τὸ ἀντιφατικῶς συναχθὲν συμπέρασμα εἰ πέ‐ πονθέ τι τούτων ὧν εἴπομεν, ἤγουν εἰ παρὰ τὸ πῂ ἐγένε‐ το ἡ ἐν τῷ συμπεράσματι ἀντίφασις ἢ παρὰ τὸ πὼς ἢ παρὰ τὸ πρός τι. ἀδύνατον μὲν γὰρ εἶναι τὸ αὐτὸ καὶ ἓν ἁ‐ πλῶς καὶ λευκὸν καὶ οὐ λευκόν, πῂ δὲ οὐκ ἀδύνατον, ὥ‐
15σπερ ὁ ὀφθαλμός· πῂ μὲν γάρ ἐστι λευκός, πῂ δὲ οὐ λευ‐ κός, ὥστε εἰ συνάξει τις ὅτι ὁ ὀφθαλμὸς ἄρα καὶ λευκός
ἐστι καὶ οὐ λευκός, οὐ συνεπέρανεν· οὐ γὰρ ἐπὶ τοῦ αὐ‐ τοῦ συνῆξε τὴν ἀντίφασιν. ὁμοίως καὶ εἰ συνάξει τις ὅτι ἡ νόσος ἐστὶ καὶ ἀγαθὴ καὶ οὐκ ἀγαθή, οὐ συνε‐233
20πέρανεν· οὐ γὰρ ἁπλῶς ἐστι τὸ ἀγαθὸν καὶ οὐκ ἀγα‐ θόν, ἀλλὰ πρὸς μὲν τὸν τυμβωρύχον καὶ τὸν λῃστὴν ἀ‐ γαθόν ἐστιν, ἁπλῶς δὲ οὐκ ἀγαθόν. παρὰ τὸ πρός τι γοῦν ἐνταῦθα ἡ ἀπάτη· οὐ γὰρ δεῖ ἐπὶ τοῦ ἀντιφατικῶς συναχθέντος συμπεράσματος τὴν μὲν κατάφασιν ἁπλῶς λέ‐
25γεσθαι, τὴν δὲ ἀπόφασιν πρός τι. καὶ εἴ τις συνάξει ὅτι τὸ μὴ ὂν ἔστι καὶ οὐκ ἔστιν, οὐ συνεπεράνατο· τὸ γὰρ μὴ ὂν πώς ἐστι, ἤτοι ὡς δοξαστόν, οὐ μὴν δὲ ἁ‐ πλῶς ἔστιν· ἁπλῶς γὰρ οὐκ ἔστι τὰ ἐναντία, οἷον τὸ πείθεσθαι καὶ μὴ πείθεσθαι, τὸ εὐορκεῖν καὶ μὴ εὐορ‐
30κεῖν, καὶ ὅλως τὰ ἀντικείμενα καὶ φάσιν καὶ ἀπόφασιν ἀδύνατον ὑπάρχειν καὶ θεωρεῖσθαι ἐν τῷ αὐτῷ καὶ ἐνὶ ὑποκειμένῳ ἀληθῶς· ἑκάτερον δὲ τῶν ἐναντίων, ἤγουν καὶ τὸ λευκὸν καὶ τὸ μέλαν, οὐκ ἀδύνατόν ἐστιν ὑπάρχειν πῃ ἐν τῷ αὐτῷ καὶ ἑνὶ ὑποκειμένῳ (ὡς ἐπὶ τοῦ ὀφθαλμοῦ)
35ἢ πρός τι (ὡς ἐπὶ τῆς νόσου) ἢ πώς, οἷον τὸ μὴ ὂν οὐχ ἁπλῶς λέγεται καὶ ὅτι ἔστι καὶ ὅτι οὐκ ἔστιν, ἀλλὰ πὼς λέγεται ὅτι ἔστιν (ὡς δοξαστόν)· ἢ τὸ μὲν πῄ, τὸ δὲ ἁπλῶς, ὡς ἐπὶ τοῦ αἰθίοπος· οὗτος γὰρ ἁπλῶς μέν ἐστι μέλας (κατὰ τὴν τῆς σαρκὸς ἐπιφάνειαν), πῂ δὲ λευκός
40(κατὰ τοὺς ὀδόντας)· ὥστε οὔπω γίνεται ἔλεγχος εἰ συνά‐ ξει τις ὅτι ὁ αἰθίοψ ἐστὶ καὶ λευκὸς καὶ οὐ λευκός· ἐπὶ γὰρ τοῦ αὐτοῦ καὶ ἑνὸς ὀφείλει συνάγεσθαι ἡ ἀντίφασις. καὶ ἐπὶ τοῦ ἁπλῶς μὴ ὄντος εἰ συνάξει τις τὴν ἀντίφασιν ὅτι ἔστι καὶ ὅτι οὐκ ἔστιν, οὐκ ἔλεγχον ἐποίησε· πὼς
45γάρ ἐστιν ὂν τὸ μὴ ὄν (ὡς δοξαστόν), ἀλλ’ οὐχ ἁπλῶς [μὴ] ὄν, ἁπλῶς δὲ μὴ ὄν. εἴτε δὲ ἔλεγχος ἐγένετο ἢ οὐκ ἐγέ‐ νετο, ὀφείλομεν θεωρεῖν πρὸς τὸ ἀντιφατικῶς συναχθὲν συμπέρασμα. ὁ δέ γε Ἐφέσιος οὕτως ἑρμηνεύει τὸ “πῂ ἢ ποὺ ἢ πώς”·234

180a23-24

(50)

φησὶ γὰρ ὅτι “τινές εἰσιν οἳ παρὰ τὸ κυρίως ἐξηγήσαντο διὰ το〈ῦ〉 ‘ἢ πῂ ἢ ποὺ ἢ πώσ‘· ὅσοι γὰρ παρὰ τὸ πῂ ἢ ποὺ ἢ πὼς ἀληθεῦον ἢ μὴ ἀληθεῦον καὶ ἁπλῶς ἀληθεύειν ἢ ψεύδεσθαι ἢ ὑπάρχειν ἢ μὴ ὑπάρχειν ἀξιοῦντες παρὰ
τὸ κυρίως λεγόμενον ἀξιοῦσιν”.235

181b25

(1l)

περὶ δὲ τῶν ἀπα‐
2lγόντων εἰς τὸ αὐτὸ πολλά‐
3lκις εἰπεῖν·
4Ἐντεῦθεν ἐπιχειρεῖ λύειν τὰ σοφίσματα τὰ γινόμενα
5παρὰ τὸ ἀδολεσχεῖν, καί φησιν ὅτι ἐπεὶ τὰ πρός τι τὸ εἶναι ἔχουσιν ἐν τῷ πρὸς ἕτερον ἀναφέρεσθαι καί εἰσιν ἀχώριστα ἀπ’ ἀλλήλων, εἴ τις τῶν σοφιστῶν χω‐ ρίσει τὸ ‘πατὴρ‘ ἀπὸ τοῦ υἱοῦ καὶ ἐρωτήσει ‘ἆρά γε ὁ πατὴρ σημαίνει τι;‘, μὴ δῷς αὐτῷ σημαίνειν τι· εἰ
10γὰρ καὶ δυνάμει σημαίνει τὸν υἱόν, ἀλλ’ οὖν ἐνεργείᾳ οὐ σημαίνει αὐτόν· ὥστε ἐνεργείᾳ οὐδὲν σημαίνει. γί‐ νονται δὲ οἱ τοιοῦτοι παραλογισμοὶ ἐν τῷ οἴεσθαι τὸν πατέρα χωριζόμενον τοῦ υἱοῦ δηλοῦν αὐτόν. φανερὸν οὖν ὅτι τὰς κατηγορίας τῶν πρός τι λεγομένων, ἤγουν τὰ
15ὀνόματα τὰ ὡς πρός τι λεγόμενα, χωριζόμενα ἀπὸ τῶν πρὸς ἃ λέγονται καὶ τὴν ἀναφορὰν ἔχουσι καὶ αὐτὰ καθ’ αὑτὰ λαμβανόμενα, οἷον τὸ ‘διπλάσιον‘ εἰ χωρι‐ σθείη τοῦ ἡμίσεος καὶ αὐτὸ καθ’ αὑτὸ ληφθείη, οὐ δεῖ διδόναι σημαίνειν ἐνεργείᾳ τι, ἤγουν τὸ ἥμισυ, κἂν
20δυνάμει αὐτὸ σημαίνῃ. ὁ δὲ Ἐφέσιος ἑρμηνεύει τὸ ‘τὶ‘ ἀντὶ τοῦ ‘σύνθετον‘, διότι ἀεὶ τὰ σύνθετα μερικώτερά εἰσι. τὸ γὰρ ζῷον λο‐ γικὸν θνητὸν μερικώτερόν ἐστι τοῦ ζῴου. τὸ γοῦν πρός τι, φησίν, ἤγουν τὸ διπλάσιον χωριζόμενον τοῦ ἡμίσεος
25οὐ δηλοῖ τι, ἤγουν σύνθετον, ἤτοι τὸ διπλάσιον τοῦ ἡ‐ μίσεος. τὸ γοῦν ‘διπλάσιον‘ ἄνευ τοῦ ‘διπλάσιον ἡμί‐ σεοσ‘, ἤγουν χωρισθὲν τοῦ συνθέτου τούτου λόγου καὶ
αὐτὸ καθ’ αὑτὸ ληφθέν, οὐ σημαίνει τὸ ἥμισυ ἐνεργείᾳ· οὐ γὰρ διότι ἐν τῷ εἰπεῖν ‘διπλάσιον‘ δυνάμει ἐμφαί‐236
30νεται τὸ ἥμισυ, διὰ τοῦτο δεῖ λέγειν ὅτι καὶ ἐνεργείᾳ σημαίνει αὐτό. περὶ τούτου οὖν διδάσκει ἡμᾶς καὶ παραγγέλλει ἐρωτω‐ μένους πότερον τὸ διπλάσιον καθ’ αὑτὸ λεγόμενον καὶ μετὰ τοῦ ἡμίσεος τὸ αὐτὸ σημαίνει καὶ τὸ αὐτό ἐστιν ἢ
35οὔ, μὴ διδόναι ἀλλὰ φάσκειν ὅτι ἄλλο μέν ἐστι τὸ εἰ‐ πεῖν ‘διπλάσιον‘ καὶ ἄλλο τὸ ‘διπλάσιον ἡμίσεος.‘ εἰ γὰρ ἐν τῷ εἰπεῖν ‘διπλάσιον‘ ἐμφαίνεται καὶ συνεπινοεῖ‐ ται τὸ ‘ἡμίσεοσ‘, ἀλλ’ οὖν ἄλλο ἐστὶν εἰ κεῖται ἐνερ‐ γείᾳ τὸ ‘ἡμίσεοσ‘ καὶ ἄλλο εἰ μὴ κεῖται ἐνεργείᾳ ἀλλὰ
40δυνάμει. δείκνυσι δὲ τοῦτο καὶ δι’ ἐπαγωγῆς, καί φησιν ὅτι τὰ ἐννέα μονάδι λείπονται τῶν δέκα· ἐν γοῦν τοῖς ἐννέα τοῖς μονάδι ἐνδέουσι τῶν δέκα ἐμφαίνονται τὰ δέ‐ κα, ἤτοι ἐν τοῖς οὐ δέκα, τὰ γὰρ ἐννέα οὐ δέκα. εἰ γοῦν ὁ λέγων οὐ δέκα ἐμφαίνει καὶ τὰ δέκα, ἀλλ’ ὅμως οὐκ εἴ
45τις λέγει δέκα, ἐξ ἀνάγκης λέγει οὐ δέκα, εἰ καὶ ἐν ταῖς ἀποφάσεσι δυνάμει λέγονται αἱ καταφάσεις· ἀεὶ γὰρ ἐν ταῖς ἀποφάσεσιν, ὡς δέδεικται ἐν τοῖς Μετὰ τὰ Φυσικά, ἐμφαίνονται αἱ οἰκεῖται καταφάσεις· ἐν γὰρ τῷ ‘οὐκ ἄνθρω‐ ποσ‘ δυνάμει ἐμφαίνεται τὸ ‘ἄνθρωποσ‘, εἴγε τὸ ‘οὐκ ἄν‐

181b25

(50)

θρωποσ‘ ἀπόφασίς ἐστι τοῦ ‘ἄνθρωποσ‘, καὶ ὅταν λέγω ‘τόδε οὐκ ἄνθρωπός ἐστι‘, τοῦτό φημι· ‘τόδε οὐκ ἔστιν ἄν‐ θρωπος.‘ καὶ τὸ ποιῆσαι ἐμφαίνεται ἐν τῷ μὴ ποιῆσαι, οἷον τὸ βαδίσαι ἐν τῷ μὴ βαδίσαι (τὸ γὰρ μὴ ποιεῖν στέρησις τοῦ ποιεῖν) καὶ τὸ λευκὸν ἐν τῷ οὐ λευκῷ. ἀλλ’ ὅμως,
55κἂν ἐν ταῖς ἀποφάσεσιν ἐμφαίνωνται αἱ καταφάσεις, καὶ
ἐν τῷ μὴ λευκῷ δυνάμει συνεπινοεῖται τὸ λευκόν, ἀλλ’ οὖν οὐκ †εἴ τις λέγων† τοδὶ μὴ εἷναι λευκόν, λέγει αὐ‐ τὸ λευκὸν εἶναι (ἴσως γὰρ ἂν εἴη φαιόν, ὃ εἷπεν εἶναι μὴ λευκόν)· καὶ κἂν ἐν τῷ ‘οὐ δέκα‘ ἐμφαίνωνται τὰ237
60δέκα, ἀλλ’ οὖν ὁ λέγων ‘οὐ δέκα‘ οὐ λέγει δέκα· οὕτως οὖν καὶ ἐν τοῖς ὀνόμασι τοῖς πρός τι ἔχουσι τὴν ἀναφο‐ ράν, οἷον ἐν τῷ ‘πατὴρ‘ καὶ ἐν τῷ ‘διπλάσιον‘, κἂν ἐν τῷ διπλασίῳ ἐμφαίνηται τὸ ἥμισυ, ἀλλ’ οὖν ὁ λέγων ‘δι‐ πλάσιον‘ οὐ λέγει καὶ ἥμισυ ἐνεργείᾳ, καὶ ὁ λέγων ‘πα‐
65τὴρ‘ οὐ λέγει καὶ υἱὸν ἐνεργείᾳ. “τὸ δὲ διπλάσιον οὐδὲν σημαίνει”—προσέθηκε δὲ τὸ “ἴσως” ἵνα δείξῃ ὅτι ἐνεργείᾳ μὲν οὐ σημαίνει τὸ ἥμι‐ συ, δυνάμει δὲ σημαίνει. “ὥσπερ οὐδ’ ἐν τῷ ἡμίσει”, ἤ‐ τοι ὥσπερ οὐδὲ τὸ ἥμισυ αὐτὸ καθ’ αὑτὸ ληφθὲν καὶ χω‐
70ρισθὲν τοῦ διπλασίου, οἷον ὅταν εἴπω τὸ ‘ἥμισυ‘ μόνον, οὐδὲν σημαίνει ἐνεργείᾳ κἂν δυνάμει τὸ διπλάσιον σημαί‐ νῃ † πρὸς τὸ διπλάσιον ἀναφέρεται. εἰ δὲ δώσομεν ὅτι καὶ τὸ ‘διπλάσιον· αὐτὸ καθ’ αὑτὸ σημαίνει, ἀλλ’ οὐ τὸ αὐτὸ δηλοῖ τὸ ‘διπλάσιον‘ διῃρημένον καὶ χωρισθὲν τοῦ
75ἡμίσεος καὶ αὐτὸ καθ’ αὑτὸ ληφθέν, καὶ συνῃρημένως, ἤ‐ τοι καὶ ληφθὲν μετὰ τοῦ ἡμίσεος. τὸ γὰρ λέγειν ‘διπλά‐ σιον‘ καὶ ‘διπλάσιον ἡμίσεοσ‘ οὐ τὸ αὐτὸ †σημαίνουσιν†, ἀλλ’ ὅταν εἴπω ‘διπλάσιον‘ δυνάμει ἐσήμηνα τὸ ἥμισυ, ὅταν δὲ εἴπω ‘διπλάσιον ἡμίσεοσ‘ ἐνεργείᾳ ἐσήμηνα τὸ
80ἥμισυ. “οὐδὲ ἡ ἐπιστήμη ἐν τῷ εἴδει”, ἤτοι ὥσπερ οὐδὲ ὅταν εἴπω ἰατρικὴν ἢ γραμματικὴν λέγω ἐπιστήμην, κἂν ἐν τῇ
ἰατρικῇ καὶ τῇ γραμματικῇ ἀναφαίνηται ἡ ἐπιστήμη. ἐν γὰρ τοῖς εἴδεσιν ἐμφαίνονται τὰ γένη. γένος δὲ τῆς238
85ἰατρικῆς καὶ τῆς γραμματικῆς ἡ ἐπιστήμη. οὐ γὰρ ἡ ἐπιστήμη ἐμφαίνεται ἐνεργείᾳ ἐν τῷ εἴδει. εἶτα δει‐ κνὺς πῶς ὁ λέγων ἰατρικὴν οὐ λέγει ἐπιστήμην φησὶν ὅτι εἰ ἔστιν ἡ ἰατρικὴ ἐπιστήμη καὶ ὅπερ τὸ κοινόν, ἤτοι καὶ ταὐτὸν τῷ γένει, ὥστε τὸν λέγοντα ἰατρικὴν
90λέγειν ἐπιστήμην, ὥσπερ ἡ ἐπιστήμη λέγεταί τινος (ἤτοι τοῦ ἐπιστητοῦ) καὶ ἔστι τῶν πρός τι καὶ πρὸς τὸ ἐπιστητὸν ἔχει τὴν ἀναφοράν, οὕτω καὶ ἡ ἰατρικὴ εἶχεν ἂν τὴν ἀναφορὰν πρὸς τὸ ἐπιστητόν. λοιπὸν ἡ
ἰατρικὴ καὶ ἡ ἐπιστήμη ταὐτὰ οὐκ εἰσί.239