TLG 4193 002 :: ANONYMI IN ARISTOTELIS SOPHISTICOS ELENCHOS :: Scholia in sophisticos elenchos (= commentarium 2) ANONYMI IN ARISTOTELIS SOPHISTICOS ELENCHOS Phil. Scholia in sophisticos elenchos (= commentarium 2) Citation: Bekker page+line — (line of scholion) | ||
inscript(1l) | Περὶ τῶν σοφιστικῶν ἐλέγχων | |
1 | Τὸ ‘Περὶ τῶν σοφιστικῶν ἐλέγχων‘ ἴσον ἐστι τῷ ‘Περὶ τῶν σοφιστικῶν τρόπων δι’ ὧν δοκοῦσιν οἱ σοφισταὶ ἐλέγχειν τοὺς ἀπείρους τῆς συλλογιστικῆς μεθόδου‘, καὶ ἔστιν ἡ ἐπιγραφὴ τοῦ βιβλίου οὐ τῆς ἀντιλογίας ἀλλὰ τῆς συστάσεως. | |
---|---|---|
165a8-9(1l) | τὸ συμβαῖνον ἐπὶ τῶν ὀνο‐ | |
1m | μάτων καὶ ἐπὶ τῶν πραγμάτων ἡγού‐ | |
1n | μεθα συμβαίνειν | |
1 | Ἐπειδὴ τῷ ‘Σωκράτησ‘ ὀνόματι καὶ τῷ ‘ποταμόσ‘ συμβέβηκε ταυτότης τις, οἷον τὸ λέ‐ γεσθαι ἀρσενικῶς, ἡγοῦνται οἱ σοφισταὶ ὅτι καὶ ὁ Σωφρονίσκου υἱός, οὗ σύμβολον τὸ ‘Σωκράτησ‘ ὄνομα, | |
5 | ὁ αὐτός ἐστι τῷ τοιῳδὶ ὕδατι, οὗ πάλιν σημαντικόν ἐστι τὸ ‘ποταμόσ‘ ὅνομα. διὸ καὶ οὕτως ἐρωτῶσιν· ‘οὐχὶ ὁ Σωκράτης ἄρρεν;‘ ‘ναί.‘ ‘οὐχὶ καὶ ὁ πο‐ ταμὸς ἄρρεν;‘ ‘ναί.‘ ‘ὁ Σωκράτης ἄρα καὶ ὁ Ἰν‐ | |
δὸς ποταμὸς οἱ αὐτοί.‘ | ||
10 | Ἐπειδὴ τῷ ‘Σωκράτησ‘ ἢ ‘Πλάτων‘ ὀνό‐ ματι ὁμοίως καὶ τῷ ‘ποταμόσ‘ ὀνόματι συμβέβηκε ταυ‐ τότης τις, οἷον τὸ ἀρσενικῶς λέγεσθαι, ἡγοῦνται οἱ σοφισταὶ ὅτι καὶ ὁ Σωφρονίσκου υἱός, οὗ σύμβολόν ἐ‐ στι τὸ ‘Πλάτων‘ ὄνομα, ὁ αὐτός ἐστι τῷ τοιῳδὶ ὕδα‐ | |
15 | τι, οὗ πάλιν σύμβολόν τε καὶ σημαντικὸν καθέστηκε τὸ ‘ποταμόσ‘ ὄνομα. διὸ καὶ οὕτως ἐρωτῶσιν· ‘οὐχὶ ὁ Πλάτων ἄρρεν;‘ ‘ναί.‘ ‘οὐχὶ ὁ ποταμὸς ἄρρεν‘· ‘ναί.‘ ‘ὁ Πλάτων ἄρα καὶ ὁ Ἰνδὸς ποταμὸς οἱ αὐτοί.‘ | |
165b14(1l) | παράδοξον | |
1 | Τὸ συνωθῆσαι τὸν προσδιαλεγόμενον εἰς τὸ παράδοξα λέγειν, οἷον εἴ τις λέγει μὴ εἶναι κίνησιν, ἀνάγκη τοῦτον μηδ’ ἀνατολὰς καὶ δύσεις τῶν ἄστρων λέγειν, μήτε ἡμέρας καὶ νύκτας, ἀλλὰ μηδὲ εἰς ἀγορὰν ἐμβάλ‐ | |
5 | λειν εἶναι δυνατόν. ἢ εἴ τις λέγει ὅτι τὸ ἀδικεῖν κακόν ἐστιν, ἄξομεν αὐτὸν εἰς τὸ παράδοξα λέγειν οὕτως· εἰ τὸ ἀδικεῖν κακόν, Ἀρχέλαος ὁ φονεύσας τοὺς οἰκείους καὶ τὴν βασιλείαν λαβὼν οὐκ ἔσται εὐ‐ δαίμων. τοῦτο δέ (τὸ μὴ εἶναι τὸν Ἀρχέλαον εὐδαί‐ | |
10 | μονα) παράδοξον· πάντες γὰρ εὐδαίμονά φασιν αὐτόν. ὥστε οὐκ ἔστι κακὴ ἡ ἀδικία, εἴπερ Ἀρχέλαος ἀδική‐ | |
σας εὐδαιμονεῖ. | ||
165b26(1l) | ὁμωνυμία ἀμφιβολία | |
1 | Ἰστέον ὅτι ἀμφίβολα λέγονται καὶ τὰ ὁμώνυμα ὡς πολλαχῶς λεγόμενα· εἶδος γάρ τι τῶν πολλαχῶς λεγομένων τὸ ἀμφίβολον. | |
165b27(1l) | σχῆμα λέξεως | |
1 | Τὸ παρὰ τὸ σχῆμα τῆς λέξεως τοιοῦτον· ‘ὁ ποταμὸς ἄρρην· ἄρρεν δ’ ἐστὶ τὸ πεφυκὸς ἐν ἄλλῳ γεννᾶν, ἤτοι τῷ θήλει· | |
ὁ ποταμὸς ἄρα πέφυκεν ἐν τῷ θήλει γεννᾶν.‘ | ||
165b27-30(1l) | τούτου δὲ πίστις ἥ τε | |
1m | διὰ τῆς ἐπαγωγῆς καὶ συλλογισμός, | |
1n | ἄν τε ληφθῇ τις ἄλλος καὶ ὅτι | |
1o | τοσαυταχῶς ἂν τοῖς αὐτοῖς ὀνόμασι | |
1p | καὶ λόγοις μὴ ταὐτὸ δηλώσαιμεν | |
1 | τὸ σόφισμα | |
γίνεται παρὰ τὴν | Column end | |
5 | κακίαν ἐστὶ τῆς | |
λέξεως παρὰ τὸ μὴ τὸ | Column end | |
10 | αὐτὸ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλοῦσθαι | |
15 | τὰ μὴ τὰ αὐτὰ καὶ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις | |
20 | δηλούμενα τὸ διττὸν ἔχει παρὰ τὸ διττὸν ἢ δυνάμει | Column end |
25 | ἢ ἐνεργείᾳ | |
ἢ φαντασίᾳ ἑξαχῶς συμβαίνει | Column end | |
γίνεσθαι | Column end | |
28 | τὸ σόφισμα ἑξαχῶς συμβαίνει γίνεσθαι | |
165b39(1l) | κάμνειν καὶ ὑγιαίνειν | |
1 | Τὸ σόφισμα τοιοῦτον· ‘ὁ κάμνων ὑγιάζετο· ὁ ὑγιαζό‐ μενος ὑγιαίνει· ὁ κάμνων ὑγιαίνει.‘ λύσις τοῦ σο‐ φίσματος ὅτι ὁ κάμνων πρότερον, ἐφ’ οὗ καὶ ἠρωτήθη, ὑγιαίνει νῦν· οὐ μὴν ὁ νῦν κάμνων καὶ νῦν ὑγιαζό‐ | |
5 | μενος ὑγιαίνει νῦν. τίς γὰρ ἂν δοίη ὅτι ὁ νῦν ὑγι‐ αζόμενος νῦν ὑγιαίνει; | |
166a1-6 | circiter. | |
1 | ‘Πότερον ὁ ἀνδρεῖος ἀνδρίαν ἔχει;‘ ‘ναί.‘ ‘τί δέ· ὁ χιτὼν οὐκ ἀνδρεῖος; ὁ χιτὼν ἄρα ἀνδρίαν ἔχει.‘ πάλιν· ‘πότερον ὁ δίκαιος ἀδικήσει ἢ οὔ;‘ ‘οὐ δῆτα.‘ ‘ὁ ἄδικα πράττων οὐκ ἀδικεῖ;‘ ‘ναί.‘ ‘τί δέ· | |
5 | ὁ δίκαιος οὐκ ἄδικα πράττει ὅταν ἑαυτοῦ ἀφειδῇ καὶ μὴ τῶν ἴσων ἀλλὰ τῶν ἐλαττόνων ἀξιοῖ; ὁ δίκαιος ἄρα ἀδικεῖ.‘ ἀλλὰ καὶ τὸ τοιοῦτον | |
σόφισμα παρὰ τὴν ὁμωνυμίαν ἐστί, τὸ· ‘ἅ τις λέγει διὰ τοῦ στόματος ἐξέρχεται· εἶπε | ||
10 | δέ τις ἅμαξαν· ἐξῆλθεν ἄρα ἀπὸ τοῦ στόματος ἅμαξα‘· λεγόμενα γάρ ἐστι καὶ αὐτὰ τὰ πράγματα περὶ ὧν ὁ λόγος καὶ τὰ νοήματα τὰ περὶ τῶν πραγμάτων. διὸ δὴ ὅταν οἰώμεθα μὴ νενοηκότα λέγειν τὸν λέγοντα λέγομεν ‘οὐδὲν λέγεισ‘, | |
15 | κἂν προφέρηταί τινα λόγον ἢ λέξιν· λεγόμενα δὲ καὶ αὐταὶ αἱ λέξεις αἱ σημαντικαὶ τῶν πραγμάτων διὰ μέσων τῶν νοημάτων. | |
166a6(1l) | παρὰ δὲ τὴν ἀμφιβολίαν | |
1 | Παρὰ τὴν ἀμφιβολίαν καὶ οὗτος ὁ λόγος· ‘ἆρ’ οἷόν τέ ἐστι τυφλὸν ὁρᾶν;‘ ‘οὐ δῆτα.‘ ‘τί δέ· ὁ τυφλὸν ὁρῶν οὐχὶ τυφλὸν ὁρᾷ; ἔστιν ἄρα τυφλὸν ὁρᾶν.‘ ἀλλὰ καὶ τὸ ἐν τῷ Εὐθυδήμῳ τοιοῦτόν ἐστι· εἰπόντος γὰρ τοῦ Κτησίππου | |
5 | ἐπὶ τῷ τοῦ Διονυσ[ι]οδώρου λόγῳ ‘πύπταξ ὦ Ἡράκλεις καλοῦ λόγου‘ ὁ Διονυσόδωρος ‘πότερον οὖν‘, ἔφη, ‘ὁ Ἡρακλῆς πύπταξ ἐστίν, ἢ ὁ πύπταξ Ἡρακλῆς;‘ τίθεται δὲ τὸ ‘πύπταξ‘ καὶ ἐπὶ σχετλιασμοῦ καὶ ἐπὶ | |
ἐγκωμίου. | ||
166a14-15(1l) | παρὰ τὴν ὁμωνυμίαν | |
1m | καὶ τὴν ἀμφιβολίαν | |
1 | Παρὰ τὴν ὁμωνυμίαν ἐστὶν ὅταν διὰ τῶν ὀνομάτων ἐν τῷ λόγῳ τὸ διττὸν γένηται ὡς ἐν τῷ ‘ἀετὸν ἢ κύνα τεθήρακα‘· πλείω γὰρ οὗτος ὁ λόγος 〈σημαίνει〉 διὰ τὸν κύνα τοὔνομα ἢ τὸν ἀετόν· ὁμώνυμον γὰρ καὶ τὸ ἀετός· | |
5 | ἀετὸς γάρ ἐστι καὶ ἰχθὺς καὶ ἀστὴρ καὶ πτηνόν, ὥσπερ καὶ κύων. παρὰ δὲ τὴν ἀμφιβολίαν ἐστιν ὄταν ἐν αὐτῷ τῷ λόγῳ καὶ μὴ τῷ ὀνόματι τὸ διττὸν ᾖ ὡς ἐπὶ τοῦ ‘γένοιτο καταβαλεῖν τὸν ὗν ἐμέ‘· ἐνταῦθα γὰρ οὐδὲν τῶν ὀνομάτων διττόν, αὐτὸς δὲ ὁ λόγος σφᾶς αὐτοὺς | |
10 | σημαίνει ἑλεῖν τε καὶ ἀναιρεθῆναι. ἢ ὡς ἐφ’ οὗ αὐτὸς παρέθετο τοῦ ‘ἐπίσταται τὰ γράμματα.‘ ἀλλὰ τῶν μὲν δύο τρόπων ἐν ᾧ τε τὸ ὄνομα καὶ ἔτι ἐν ᾧ ὁ λόγος πλείω σημαίνει παρέθετο παραδείγματα, τοῦ μὲν ἑνὸς τὸν ἀετὸν καὶ κύνα, τοῦ δὲ λοιποῦ τὸ ‘ἐπίσταται | |
15 | τὰ γράμματα‘· τοῦ δὲ ὅταν εἰωθότες ὦμεν οὕτως λέγειν οὐκ ἐπήγαγεν· εἴη δ’ ἂν αὐτοῦ τὸ ‘ἆρ‘ ἔστι σιγῶντα λέγειν;‘ εἰώθαμεν γὰρ λέγειν σιγῶντα καὶ τὰ σιγώμενα | |
καὶ αὐτὸν τὸν σιωπῶντα ἄνθρωπον. | ||
166a18-19(1l) | ἐπίσταται γράμματα | |
1 | Τὸ σόφισμα τοιοῦτον· ‘ἆρ’ ἔστιν ἐπίστασθαί τινα;‘ ‘ναί.‘ ‘ἆρ’ ἔστι γράμματα;‘ ‘ναί.‘ ‘ἔστιν ἄρα ἐπίστασθαί τινα γράμματα· τινὰ ἄρα γράμματα ἐπί‐ σταται.‘ | |
166a24(1l) | μὴ γράφοντα γράφειν | |
1 | Γράφοντα γράφειν· ταῦτα θεὶς τῶν δύο τρόπων τὰ παραδείγματα σαφηνίζων τίνος ἐστὶν ἑκάτερον δη‐ λωτικὸν ἐπήγαγε λέγων· σημαίνει γὰρ ὡς ἔχει δύνα‐ μιν τοῦ μὴ γράφων γράφειν καὶ τὰ ἑξῆς. ἔστι δὲ ὃ | |
5 | λέγει δυνάμει τοιοῦτον· ὁ μὲν γὰρ διαιρῶν τὸ βα‐ δίζειν ἀπὸ τοῦ καθημένου καὶ συντιθεὶς αὐτὸ τῷ δύνασθαι καὶ λέγων ὅτι ὁ καθήμενος δύναται βαδί‐ ζειν, σημαίνει ὅτι ὁ καθήμενος οὐ βαδίζει, δύνα‐ ται δὲ βαδίσειν, ὅπερ ἐστὶν ἀληθές. ἐὰν δὲ μὴ | |
10 | συνθῇ, τουτέστιν ἐὰν δὲ μὴ τῷ δύνασθαι συνθῇ τὸ βαδίζειν ἢ τὸ γράφειν (τοῦτο γὰρ λείπει), ἀλλὰ τῷ καθημένῳ ἢ τῷ μὴ γράφοντι, καὶ φάσκει ὅτι ὁ μὴ γράφων γράφει, οὗτος οὐ λέγει ὅτι δύναμιν ἔχει ὁ μὴ γράφων νῦν ὕστερον γράψαι, ἀλλ’ ὅτι νῦν ὅτε οὐ | |
15 | γράφει δύναμιν ἔχει τοῦ γράφειν, τουτέστι νῦν | |
ὅτε οὐ γράφει γράφει, ὅπερ ἐστὶ ψεῦδος. | ||
166a25-27(1l) | ὡς δυνατὸν τὸ | |
1m | καθήμενον βαδίζειν καὶ | |
1n | μὴ γράφοντα γράφειν καὶ | |
1o | τοῦθ’ ὡσαύτως ἄν τις συν‐ | |
5 | θῇ | |
1 | Εἰπὼν ὅτι οὐ ταὐτὸν σημαίνει ἂν διέλῃ τις ἀπὸ τοῦ καθημένου τὸ βαδίζειν καὶ συνθήσει αὐτό (φημὶ δὴ τὸ βαδίζειν) τῷ δυνατῷ, καὶ ἂν συνθῇ τῷ καθημένῳ· ἄλλο γὰρ σημαίνει | |
5 | ὅτε τὸν καθήμενον λέγει βαδίζειν, ἐν ᾧ καὶ τῷ καθημένῳ τὸ βαδίζειν συντίθησι, καὶ ἄλλο ὅτε τὸν καθήμενον λέγει δύνασθαι βαδίζειν, ὅτε καὶ τὸ βαδίζειν ἀπὸ τοῦ καθημένου διαιρεῖ, συντίθησι δὲ καὶ τῷ δύνασθαι—τοῦτο δὴ εἰπὼν | |
10 | τοῦ μὲν ἑνὸς τρόπου, καθ’ ὃν τὸ βαδίζειν ἀπὸ τοῦ καθημένου μὲν διαιροῦμεν, συντίθεμεν δὲ τῷ δύνασθαι, παράδειγμα τέθεικε τὸ ‘ὡς δυνα‐ τὸν τὸν καθήμενον βαδίζειν καὶ μὴ γράφοντα γράφειν‘, ἐν ᾧ καὶ αὐτῷ προσυπακούειν δεῖ τὸ | |
15 | ‘δυνατόν‘, ἵν’ ᾖ ‘καὶ δυνατὸν τὸν μὴ γράφοντα γράφειν.‘ τοῦ δὲ λοιποῦ τρόπου, καθ’ ὃν συν‐ τίθεμεν τῷ καθημένῳ τὸ βαδίζειν, μηνυτικὸν | |
ἐπήγαγε ‘καὶ τοῦθ’ ὡσαύτως ἄν τις συνθῇ.‘ | ||
166a30-31(1l) | καὶ μανθάνειν νῦν | |
1m | γράμματα εἴπερ ἐμάνθανεν | |
1n | ἃ ἐπίσταται | |
1 | Τὸ σόφισμα τοιοῦτον· ‘ὁ Σωκράτης ἐπίσταται νῦν γράμματα· ἃ ἐπίσταται νῦν ἐμάνθανεν· ὁ Σωκράτης ἄρα νῦν μανθάνει γράμματα.‘ | |
166a31-32(1l) | ἔτι τὸ ἓν μόνον | |
1m | δυνάμενον φέρειν πολλὰ | |
1n | δύνασθαι φέρειν | |
1 | ‘Σωκράτης πολλὰ δύναται φέρειν· ὁ πολλὰ δυνάμενος φέρειν καὶ ἓν μόνον δύναται φέρειν· ὁ Σωκράτης ἄρα ἓν μόνον δύναται φέρειν.‘ λύσις· ὁ Σωκράτης πολλὰ δυνάμενος φέρειν καὶ ἓν δύναται μόνον φέρειν. | |
166a32? | Παρὰ τὴν σύνθεσιν καὶ τόδε· ‘πᾶς ὁ πυρέσσων πὼς πυρέσσει· παντὶ τῷ πὼς πυρέσσοντι οἶνον δοτέον· παντὶ ἄρα τῷ πυρέσσοντι οἶνον δοτέον.‘ ἔδει γὰρ οὕτω συμπεράνασθαι· ‘παντὶ ἄρα τῷ πὼς πυρέσσοντι | |
5 | οἶνον δοτέον.‘ | |
166a34(1l) | καὶ τὸ μεῖζον ἴσον | |
1 | Λείπει ‘τῶ ἐλάττονι‘ ἴν’ ᾖ ‘καὶ τὸ μεῖζον ἴσον τῷ ἐλάττονι.‘ ἡ δὲ ἀγωγὴ τοῦ σοφίσματος τοιαύτη· ‘ἆρ’ οὐχὶ ὁ ὀκτὼ εἰς ἓξ καὶ δύο διαιρεῖται;‘ ‘ναί.‘ ‘τί δέ· οὐχὶ καὶ εἰς πέντε καὶ τρία;‘ ‘ναί.‘ ‘ὁ ὀκτὼ ἄρα εἰς | |
5 | ϛ καὶ β καὶ ε καὶ γ διαιρεῖται· ἀλλὰ μὴν τὰ ϛ καὶ β καὶ ε καὶ γ ιϛ ἐστιν, ὁ ὀκτὼ ἄρα εἰς τὸν ιϛ διαιρεῖται, ἴσος ἄρα ὁ ιϛ τῷ η, ὁ μείζων τῷ ἐλάττονι.‘ παρὰ τὴν διαίρεσιν τὸ σόφισμα· δυνάμει | |
γὰρ ἐν τῷ η ταῦτα, ἀλλ’ οὐκ ἐνεργείᾳ. | ||
166a37-38(1l) | καὶ τὸ πεντήκοντ’ | |
1m | ἀνδρῶν ἑκατὸν λίπε δῖος | |
1n | Ἀχιλλεύς | |
1 | Ἄλλο δηλοῖ διαιρουμένων τῶν ἀνδρῶν ἀπὸ τῶν πεντήκοντα καὶ ἄλλο συντιθεμένων· εἰ μὲν γὰρ ὑποστίξομεν εἰς τὸ ‘πεντήκοντα‘ λέγοντες ὅτι πεντήκοντα, εἶτα ἐπάξομεν τὸ ‘ἀνδρῶν‘, σημαίνει ὅτι | |
5 | ὁ δῖος Ἀχιλλεὺς ἀπὸ τῶν ρ ἀνδρῶν ἔλιπε πεντήκοντα· εἰ δὲ εἰς τὸ ρ, ὅτι ἀπὸ τῶν ν ἀνδρῶν κατέλιπεν ρ ἄνδρας, ὅπερ παράδοξον, τὸ ἀπὸ τῶν πεντήκοντα τοὺς καταλειφθέντας εἶναι ἑκατόν· τοῦτο γὰρ καὶ βούλονται οἱ σοφισταί, τὸ παράδοξα ποιῆσαι τὸν | |
10 | ἀποκρινόμενον λέγειν. | |
166b11-13(1l) | οἷον τὸ ἄρρεν θῆλυ | |
1m | ἢ τὸ θῆλυ ἄρρεν ἢ τὸ | |
1n | μεταξὺ θάτερον τούτων, ἢ | |
1o | πάλιν τὸ ποιὸν ποσὸν ἢ | |
1p | τὸ ποσὸν ποιόν, ἢ τὸ ποιοῦν | |
1q | πάσχον | |
1 | Τοῦ μὲν ὅτι ἄρρεν τὸ θῆλυ σοφίσματος ἡ ἀγωγὴ τοιαύτη· ‘οὐχὶ τὸ ἄρρεν οὐδέτερον;‘ ‘ναί.‘ ‘οὐχὶ τὸ θῆλυ οὐδέτερον;‘ ‘ναί.‘ ‘τὸ ἄρρεν ἄρα καὶ θῆλυ ταὐτόν.‘ τοῦ δὲ ὅτι τὸ οὐδέτερον—μεταξὺ γὰρ | |
5 | ἄρρενος καὶ θήλεος τὸ οὐδέτερον—τοῦ οὖν ὅτι τὸ οὐδέτερον ἢ ἄρρεν ἢ θῆλυ οὕτως· ‘οὐχὶ ὁ λίθος ἄρρην; οὐχὶ ὁ Πλάτων ἄρρην; ὁ λίθος ἄρα καὶ ὁ Πλάτων ταὐτόν, ὥστε ὁ λίθος τὸ οὐδέτερον ἄρρην ἐστί.‘ τοῦ δὲ ὅτι τὸ ποιὸν ποσὸν οὕτως· | |
10 | ‘οὐχὶ ποιὸν καὶ ποσὸν οὐδέτερα; ταὐτὸν ἄρα τὸ ποιὸν καὶ ποσόν.‘ τοῦ δὲ 〈ὅτι〉 τὸ ποιοῦν πάσχον οὕτως· ‘οὐχὶ τὸ λέγειν ἀπαρέμφατον;‘ ‘ναί.‘ ‘οὐχὶ τὸ ὁρᾶν ἀπαρέμφατον;‘ ‘ναί.‘ ‘τὸ λέγειν ἄρα καὶ ὁρᾶν ταὐτόν. ἀλλὰ τὸ μὲν λέγειν ποιεῖν ἐστι, | |
15 | τὸ δὲ ὁρᾶν πάσχειν· τὸ ποιεῖν ἄρα καὶ πάσχειν ταὐτόν.‘ πάλιν· ‘οὐχὶ τὸ διαλέγεσθαι ποιεῖν τί ἐστι καὶ ἐνεργεῖν;‘ ‘ναί.‘ ‘ὥστε καὶ τὸ τέμνεσθαι ποιεῖν ἔσται καὶ ἐνεργεῖν. ἀλλὰ μὴν τὸ τέμνεσθαι | |
πάσχειν ἐστί· τὸ ποιεῖν ἄρα καὶ πάσχειν ταὐτόν.‘ | ||
166b16? | Παρὰ τὸ σχῆμα τῆς λέξεως τοιοῦτόν τι ὁ Εὐθύδημος ἐσοφίζετο· ‘πότερον ὁρῶσι καὶ 〈Σκύθαι καὶ〉 οἱ ἄλλοι ἄνθρωποι τὰ δυνατὰ ὁρᾶν ἢ τὰ ἀδύνατα;‘ ‘τὰ δυνατὰ δήπου.‘ οὐκοῦν καὶ σὺ καὶ ἐγώ;‘ ‘ναί.‘ ‘ὁρᾷς δὲ τὰ ἡμέτερα | |
5 | ἱμάτια;‘ ‘ναί.‘ ‘δυνατὰ οὖν ὁρᾶν ἐστι ταῦτα.‘ ἐνταῦθα ὁ μὲν τὸ ὁρᾶν δέδωκεν ἀντὶ τοῦ ὁρᾶσθαι, ὁ δὲ Εὐθύδημος ἔλαβεν ἐπὶ τοῦ βλέπειν καὶ συνήγαγεν ὅτι δύναται βλέπειν τὰ ἱμάτια—ἢ κάλλιον λέγειν παρὰ | |
τὴν ἀμφιβολίαν καὶ τοῦτο; | ||
166b16bis? | Παρὰ τὸ σχῆμα τῆς λέξεως καὶ τάδε· ‘εἴ τίς ἐστιν ἐν Ἀθήναις, οὐκ ἔστιν ἐν Μεγάροις· τὶς δέ ἐστιν ὁ ἄνθρωπος· ὁ ἄνθρωπος ἄρα ἐν Ἀθήναις ὢν οὐκ ἔστιν ἐν Μεγάροις.‘ οὐ γάρ ἐστι τὶς ὁ | |
5 | κοινός, οὐ γὰρ τόδε τι σημαίνει, ὡς τινὰ δὲ αὐτὸν ἔλαβε. καὶ πάλιν· ‘ὃ ἐγώ εἰμι, σὺ οὐκ εἷ· ἄνθρωπος δ’ εἰμὶ ἐγώ· ἄνθρωπος ἄρα σὺ οὐκ εἶ.‘ κἀνταῦθα τὸ μὲν ἐγὼ καὶ σὺ ἐπὶ τῶν ἀτόμων λέγεται, ὁ δὲ ἄνθρωπος οὐχί, εἰ καὶ δοκεῖ πᾶσα | |
10 | οὐσία τόδε τι σημαίνειν. | |
166b28-30(1l) | οἱ μὲν οὖν παρὰ τὸ | |
1m | συμβεβηκὸς παραλογισμοί εἰσιν | |
1n | ὅταν ὁμοίως ὁτιοῦν ἀξιωθῇ τῷ | |
1o | πράγματι καὶ τῷ συμβεβηκότι | |
1p | ὑπάρχειν. | |
1 | Τὸ ‘ὁμοίωσ‘ ἀντὶ τοῦ τὸ ὑπάρχον τῷ συμβεβηκότι ὑπάρχειν καὶ τῷ πράγματι καὶ ἔμπαλιν τὸ ὑπάρχον τῷ πράγματι ὑπάρχειν καὶ τῷ συμβεβηκότι. | |
166b28-30 bis | ‘Πρᾶγμα‘ λέγει τὸ σύνθετον, ‘συμβεβηκὸσ‘ δὲ πᾶν κατη‐ γορούμενον, εἴτε τῶν οὐσιωδῶς ὑπαρχόντων, εἴτε καὶ μή. καί φησιν· οὐκ ἀνάγκη ὅσα συμβέβηκε τῷ κατηγορουμένῳ καὶ τῷ ὑποκειμένῳ ταῦτα συμβεβηκέναι· οὐ γὰρ ταὐτόν | |
5 | ἐστι τὸ συμβεβηκὸς χωρίς τε καὶ μετὰ τοῦ ᾧ συμβέβηκε πρὸς τὸ ᾧ συμβέβηκε μόνον συγκρινόμενον, οἷον εἴ τις εἴποι· ‘ὁ Κορίσκος ἄνθρωπος· ὁ ἄνθρωπος ἕτερος Κορίσκου· ὁ Κορίσκος ἄρα ἕτερος ἑαυτοῦ.‘ λύομεν τοῦτο λέγοντες οὐ ταὐτὸν εἶναι τὸ συμβεβηκὸς χωρίς τε καὶ μετὰ τοῦ ᾧ | |
10 | συμβέβηκε πρὸς τὸ ᾧ συμβέβηκε συγκρινόμενον. διὸ καὶ παρὰ τὸ συμβεβηκός φαμεν τὸ σόφισμα· ὥσπερ γὰρ ὁ λέγων ‘ὁ Σωκράτης λευκός· τὸ λευκὸν χρῶμα‘ ἐν μὲν τῇ ‘Σωκρά‐ της λευκόσ‘ προτάσει τὸ συμβεβηκὸς καὶ τὸ ᾧ συμβέβηκεν | |
ὁμοῦ λαμβάνει, ἐν δὲ τῇ ‘τὸ λευκὸν χρῶμα‘ τὸ συμβεβηκὸς | ||
15 | μόνον χωρὶς τοῦ ὑποκειμένου, οὕτω καὶ ὁ λέγων ‘ὁ Κορί‐ σκος ἄνθρωποσ‘ τὸ συναμφότερον λαμβάνει, τὸν συγκατατε‐ ταγμένον τῷ Κορίσκῳ ἄνθρωπον καὶ τὸν Κορίσκον· ἐν δὲ τῇ ‘ὁ ἄνθρωπος ἕτερος Κορίσκου‘ τὸν ἀκατάτακτον αὐτὸν τὸν καθόλου. παρὰ τὸ συμβεβηκὸς ἄρα· οὐ γὰρ ὅσα συμβέβηκε | |
20 | τῷ ἁπλῷ ταῦτα ἀνάγκη καὶ τῷ συνθέτῳ ὑπάρχειν· οὐ γάρ εἰσι ταυτά· εἰ μὲν γὰρ †τὸ Σωκράτης ἄνθρωπος ταὐτὸν ἦν τὸ ὁ ἄν‐ θρωπος ἕτερος Κορίσκου† τότε ἄν, ἐπειδὴ συνέβη τῷ ἀνθρώπῳ ἑτέρῳ εἶναι Κορίσκου, ἦν ἂν καὶ τὸ συμπέρασμα ἀληθές. ἐπει‐ δὴ δὲ οὐ ταὐτά εἰσι, ψεῦδος, καὶ παρὰ τὸ συμβεβηκὸς τὸ σό‐ | |
25 | φισμα. καὶ εἴη ἂν τὸ τῆς λέξεως “ἐπεὶ γὰρ τῷ αὐτῷ πολλὰ συμβέβηκεν οὐκ ἀνάγκη πᾶσι τοῖς κατηγορουμένοισ‘ τοιοῦτον· ἐπειδὴ γὰρ τῷ αὐτῷ, οἷον τῷ Σωκράτει, πολ‐ λὰ συμβέβηκεν. —ἢ οὕτως· ἐπειδὴ τῷ κατηγορουμένῳ, οἷον τῷ βροτῷ, πολλὰ συμβέβηκεν, οἷον τὸ δισύλλαβον | |
30 | εἶναι, τὸ ἕτερον Κορίσκου καὶ ἄλλα πλείω, οὐκ ἀνάγκη ταῦτα πάντα καὶ τῷ κατηγορουμένῳ καὶ καθ’ οὗ κατηγο‐ ρεῖται ὑπάρχειν διὰ τὸ μὴ ταὐτὰ εἶναι, ὥσπερ εἴρηται. τὸ δὲ ‘ὁ Κορίσκος ἕτερος ἀνθρώπου‘ ἴσον ἐστὶ τῷ ‘ὁ ἄνθρωπος ἕτερος Κορίσκου‘, καὶ ἔστιν ἡ μείζων πρότα‐ | |
35 | σις· τὸ δὲ ‘ἔστι γὰρ ἄνθρωποσ‘ ἡ ἐλάττων. —ἢ τὸ ‘ἐπεὶ γὰρ τῷ αὐτῷ πολλὰ συμβέβηκεν οὐκ ἀνάγκη πᾶσι τοῖς κατηγορουμένοις καὶ καθ’ οὗ κατηγορεῖται‘ τοιοῦ‐ τόν ἐστιν· ἐπειδὴ γὰρ τῷ ὑποκειμένῳ πολλὰ συμβέβηκε —τουτέστι πολλὰ ὑπάρχει, καὶ ἔθος αὐτῷ τῷ ‘συμβέβηκεν‘ | |
40 | ἀντὶ τοῦ ‘ὑπάρχειν‘ χρῆσθαι· πολλαχοῦ γὰρ εἶπε “συμβέ‐ βηκε τῷ Σωκράτει ἀνθρώπῳ εἶναι”—ἐπειδὴ οὖν τῷ αὐτῷ πολλὰ ὑπάρχει, οὐκ ἀνάγκη ταῦτα πάντα ὅσα τοῖς κατηγο‐ ρουμένοις ἕπεται (τοῦτο γὰρ λείπει) καὶ τῷ ὑποκειμένῳ (τοῦτο γὰρ εἶπε ‘καθ’ οὗ κατηγορεῖται‘) ἕπεσθαι· οὐ | |
45 | γὰρ ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται ταῦτα πάντα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται, ὡς ἐν Κατηγορίαις εἴρη‐ | |
ται. οὐκ ἀνάγκη οὖν ταῦτα πάντα ὅσα τοῖς κατηγορουμένοις πᾶσιν ὑπάρχει καὶ κατὰ τοῦ ὑποκειμένου ὑπάρχειν· οὐ γὰρ ὅσα ὑπάρχει τῷ ζῴῳ καὶ τῷ λογικῷ ταῦτα καὶ | ||
166b28-30 bis(50) | τῷ Σωκράτει πάντα ὑπάρξει· οὔτε γάρ ἐστιν ὁ Σωκράτης διαφορὰ διότι καὶ τὸ λογικόν, οὔτε δισύλ‐ λαβον διότι καὶ τὸ ζῷον. ὡσαύτως δὴ οὐχί, 〈εἰ〉 ὑπάρχει τῷ Κορίσκῳ ὁ ἄνθρωπος, τῷ δὲ ἀνθρώπῳ τὸ ἕτερον εἶναι Κορίσκου, καὶ τῷ Κορίσκῳ τὸ ἕτερον | |
55 | εἶναι Κορίσκου ὑπάρξει. δύναται τὸ ‘ὁ δὲ Κορίσκος ἕτερος ἀνθρώπου‘ τοιοῦτον εἶναι· ὁ Κορίσκος ἕτερος ἀνθρώπου· ὁ ἄνθρωπος ἕτερος Κορίσκου· ὁ Κορίσκος ἕτερος ἀνθρώπου. ἕτερος δὲ ὁ Κορίσκος ἀνθρώπου ᾗ ὁ μὲν καθόλου, ὁ δὲ ἐπὶ μέρους, καὶ ᾗ ὁ μὲν | |
60 | Κορίσκος μετὰ τῶν συμβεβηκότων ἐστὶ τῶν ἀτομούντων | |
αὐτόν, ὁ δὲ οὐχί. | ||
167a14(1l) | ἐπ’ ἐνίων δὲ λανθάνει πολλάκις | |
1 | Ὡς ἐπὶ τοῦδε· ‘ἆρ’ ἔστι τὸν αὐτὸν ἅμα εὐορκεῖν καὶ ἐπιορκεῖν;‘ ‘οὐ δῆτα.‘ ‘ἀλλὰ μὴν ὁ ὀμόσας ἐπιορκήσειν καὶ ἐπιορκήσας εὐώρκησεν· ἔστιν ἄρα τὸν αὐτὸν ἅμα εὐορκεῖν καὶ ἐπιορκεῖν.‘ ἐπὶ γὰρ τούτου πῂ εὐορκῶν | |
5 | δόξειεν ἂν καὶ ἁπλῶς εὐορκεῖν, ὅπερ ἐστὶ ψεῦδος. | |
167a16-17(1l) | γίνεται δὲ τὸ | |
1m | τοιοῦτον ἐν οἷς ὁμοίως | |
1n | ὑπάρχει τὰ ἀντικείμενα | |
1 | Ὡς ἐπὶ τῆς ἀνδρείας· δοκεῖ γὰρ καὶ ἀγαθὸν εἶναι καὶ μὴ ἀγαθόν· ἀγαθὸν μὲν ὡς ἀρετή, μὴ ἀγαθὸν δὲ διὰ τὰ ἐν πολέμῳ τραύματα καὶ τοὺς κινδύνους. ὁμοίως καὶ τὸ πολιτεύεσθαι ἢ παραδυναστεύειν | |
5 | βασιλεῖ· ἐπίσης γὰρ δοκεῖ διωκτὸν καὶ φευκτὸν εἶναι· τὸ μὲν διὰ τὰς τιμάς, τὸ δὲ διὰ τὰς ἐπι‐ | |
βουλὰς καὶ τὰ τοιαῦτα. | ||
167a36(1l) | οἱ δὲ παρὰ τὸ | |
1m | τὸ ἐν ἀρχῇ λαμβάνειν | |
1 | Οἱ παρὰ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι, ὡς ὁ λέγων· ‘εἰ ἔστιν ἄνω καὶ κάτω καὶ δεξιὰ καὶ ἀριστερὰ καὶ πρόσω καὶ ὀπίσω, ἔστι τόπος· ἀλλὰ μὴν ἔστι ταῦτα· ἔστιν ἄρα τόποσ‘ —τὸ ἐν ἀρχῇ αἰτεῖται· | |
5 | εἰ γὰρ τὰ τινὸς μέρη αὐτὸ ἐκεῖνό ἐστιν οὗ τὰ μέρη καθέστηκεν, ὁ λέγων ‘εἰ ἔστι τὰ μέρη τοῦ τόπου, ἔστιν ὁ τόποσ‘ τοῦτό φησιν· ‘εἰ ἔστιν ὁ | |
τόπος, ἔστιν ὁ τόπος.‘ | ||
167b1-2(1l) | ὁ δὲ παρὰ τὸ ἑπόμενον | |
1m | ἔλεγχος διὰ τὸ οἴεσθαι ἀντι‐ | |
1n | στρέφειν τὴν ἀκολούθησιν | |
1 | Ἐντεῦθεν καὶ οἱ τὴν ὄψιν πῦρ λέγοντες ἀπατηθέντες πῦρ αὐτὴν ἔλεγον. ἐπειδὴ γὰρ θλιβομένου καὶ κινουμέ‐ νου τοῦ ὀφθαλμοῦ φαίνεται πῦρ ἐκλάμπειν, πυρὸς εἶναι τὴν ὄψιν εἶπον, ὡς ἐν τῷ Περὶ Αἰσθήσεως καὶ Αἰσθητῶν | |
5 | εἴρηται. γέγονε δὲ αὐτοῖς ἡ ἀπάτη παρὰ τὸ ἑπόμενον· οὐ γάρ, εἰ τὸ πῦρ στίλβει, καὶ πᾶν τὸ στίλβον πῦρ· πυγολαμπίδες γὰρ καὶ κεφαλαὶ ἰχθύων καὶ θολὸς σηπίας καὶ ἄλλα πολλὰ στίλβει ἐν νυκτί, καὶ ὅμως οὐκ εἰσὶ πῦρ. καὶ οἱ τὴν ἡδονὴν ἀγαθὸν καὶ συμφέρον· ἐπειδὴ | |
10 | γὰρ τὸ ἀγαθὸν καὶ τὸ συμφέρον ἡδύ, ὑπώπτευσαν ὅτι καὶ τὸ ἡδὺ ἀγαθὸν καὶ συμφέρον, ὥστε καὶ ἡ ἡδονὴ ἀ‐ | |
γαθόν, ἀλλὰ καὶ συμφέρον. | ||
167b24-26(1l) | ἐὰν οὖν ἐγκαταριθμηθῇ | |
1m | ἐν τοῖς ἀναγκαίοις ἐρωτήμασι | |
1n | πρὸ τοῦ συμπεράσματος τὸ | |
1o | συμβαῖνον ἀδύνατον δόξει | |
1p | παρὰ τοῦτο γίνεσθαι πολλάκις | |
1q | ὁ ἔλεγχος | |
1 | ‘Τὸ συμβαῖνον ἀδύνατον‘ ἀντὶ τοῦ ‘τὸ αἴτιον δι’ οὗ συμβαίνει τὸ ἀδύνατον‘, ὥσπερ ἐνταῦθα συγκατέμικται τοῖς ἀναγκαίοις ἐρωτήμασι τὸ ‘ἡ ζωὴ τῷ θανάτῳ ὄντι φθορᾷ ἐναντία‘· οὐ γάρ ἐστιν ὁ θάνατος φθορά, ἀλλὰ | |
5 | διάλυσις ψυχῆς καὶ σώματος, τὰ δὲ διαλυόμενα οὐκ ἀνάγκη φθείρεσθαι. συγκατεμίχθη οὖν τοῖς ἀναγκαίοις ἐρωτήμασιν ὅτι ὁ θάνατος καὶ ἡ φθορὰ ταὐτόν, δι’ οὗ —λέγω δὴ τοῦ τὸν θάνατον ταὐτὸν τῇ φθορᾷ λαβεῖ— συνῆκται ὅτι ἡ ζωὴ γένεσις, καὶ τὸ ζῆν γίνεσθαι, | |
10 | καὶ τὸ ζῶον ᾗ ζῇ γίνεται. ἀναγκαῖα δὲ εἶπε τὰ ληφθέντα διότι τούτων μὴ κειμένων οὐκ ἂν συνήχθη τὸ προκείμενον ἀδύνατον. ὅτι δὲ οὐ ταὐτὸν ὁ θάνατος τῇ φθορᾷ δῆλον, εἴπερ θνήσκειν μὲν λέγομεν τὰ ζῶντα, φθείρεσθαι δὲ τὰ νεκρὰ καὶ ἄψυχα σώματα· καὶ πολλοὶ | |
15 | πάλαι μὲν τεθνήκασι, τὰ δὲ σώματα αὐτῶν εἰσέτι | |
διατελεῖ. | ||
167b27-30(1l) | εἰ γὰρ φθορᾷ | |
2l | γένεσις ἐναντίον, καὶ | |
3l | τῇ τινὶ φθορᾷ ἔσται | |
4l | τὶς γένεσις· ὁ δὲ θάνατος | |
5l | φθορά τις καὶ ἐναντίον | |
6l | ζωῇ, ὥστε γένεσις ἡ ζωὴ | |
7l | καὶ τὸ ζῆν γίνεσθαι. | |
167b27-30,col 1 | φθορά ὁ θάνατος τὶς φθορά | |
167b27-30,col 2 | γένεσις τὶς γένεσις ζωή γίνεσθαι ζῆν γίνεται ζῶον | |
167b34-35(1l) | ἀσυλλόγιστοι μὲν | |
2l | οὖν ἀπλῶς οὐκ εἰσὶν | |
3l | οἱ τοιοῦτοι λόγοι | |
1 | Ἀσυλλόγιστοι ἁπλῶς εἰσιν οἱ μὴ ὑγιῆ τὴν πλοκὴν ἔχοντες τοῦ σχήματος, ὡς οἱ ἐκ δύο καταφατικῶν ἐν δευτέρῳ σχήματι συλλογιζόμενοι, καθάπερ καὶ ὁ Καινεὺς συνῆγε τὸ πῦρ ἐν πολλαπλασίονι ἀνα‐ | |
5 | λογίᾳ αὔξεσθαι, οὗ ἐν τῷ πρώτῳ τῆς Ἀποδεικτικῆς | |
ἐμνημόνευσεν. | ||
167b38-39(1l) | οἱ δὲ παρὰ τὸ τὰ | |
1m | δύο ἐρωτήματα ἓν ποιεῖν | |
1 | Ἰστέον ὅτι ὅπου μὲν διαλεκτικαί εἰσιν αἱ ἐρωτήσεις πρὸς ἃς ἀναγκαῖον ἀποκρίνεσθαι τὸ ‘ναί‘ ἢ ‘οὔ‘, μίαν εἶναι δεῖ τὴν ἐρώτησιν ἵνα καὶ θάτερον μόριον τῆς ἀντιφάσεως ἀπο‐ | |
5 | κρίνεσθαι ἐξῇ πρὸς τὸν ἐρωτῶντα· ὅπου δὲ πυσματικαί, δυνατὸν καὶ πλείω ἐρωτᾶν, ὡς ὁ Πλάτων ἐν τῇ Ἀπολογίᾳ “τίς καὶ ποδαπὸς καὶ πόσου διδάσκει;” καὶ ἀποκρίνεται πρὸς πάντα | |
“Εὔηνος, Πάριος, πέντε μνῶν”. | ||
168a1-3(1l) | ἐπ’ ἐνίων μὲν οὖν ῥᾴδιον | |
1m | ἰδεῖν ὅτι πλείω καὶ ὅτι οὐ δο‐ | |
1n | τέον μίαν ἀπόκρισιν ... ἐπ’ ἐνίων | |
4 | δ’ ἧττον | |
1 | Ὥσπερ ὁ Πῶλος ἐν τῷ Γοργίᾳ πεποίηκεν ἐρωτήσας αὐτὸν τὰ πλείω ὡς ἕν, οὐχ ὡς κακουργῶν ἀλλ’ οὔ‐ τω νομίζων. ὃν ὁ Σωκράτης ἐπέπληξε πλείονας ἅ‐ μα ἐρωτήσεις ἐρωτήσαντα. εἶπε γάρ· | |
5 | “Ὦ Σώκρατες, οὐ δοκοῦσί σοι οἱ ῥήτορες ὥσπερ οἱ τύραννοι ἅπαντα ποιεῖν ἃ βού‐ λονται καὶ δοκεῖ αὐτοῖς βέλτιστα εἶναι;” ἐν γὰρ τούτοις πλείονας ἅμα ἐρωτήσεις ἠρώτησεν ἀγνοῶν τὴν διαφορὰν τῆς τε βουλήσεως καὶ τῆς | |
10 | δοκήσεως. | |
168a21(1l) | πρῶτον μὲν εἰ ἀσυλλόγιστοι | |
1 | Ὥσπερ οὗτος· ‘τὸ παρὰ τὸ ὂν οὐκ ὄν· τὸ οὐκ ὂν οὐδέν· ἓν ἄρα τὸ ὄν.‘ οὐ γὰρ τοῦτο συνάγεται ἐκ τῶν κειμένων, ἀλλ’ ὅτι τὸ ἓν ὄν. | |
168a25-26(1l) | σύνηθες γὰρ τὸ | |
1m | πάντα ὡς τόδε τι σημαίνειν | |
1 | Τοῦτο περὶ τῆς ἀμφιβολίας εἴρηκε· σύνηθες γὰρ τὸ τὰ σιγώμενα σιγῶντα λέγειν ὥσπερ καὶ τὸν σιγῶντα ἄνθρωπον, ὁμοίως δὲ καὶ λέγοντα τὰ λεγόμενα ὥσπερ καὶ τὸν λέγοντα, καὶ ὁρῶντα τὰ ὁρώμενα καθάπερ καὶ τὸν ὁρῶντα. δύναται | |
5 | τοῦτο καὶ περὶ τῆς ὁμοιοσχημοσύνης λέγεσθαι· σύνηθες γὰρ τὰ οὐδέτερα ἀρρενικῶς λέγειν καὶ τὰ παθητικὰ ἐνεργητικῶς | |
καὶ ἔμπαλιν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. | ||
168a26-28(1l) | ἡ δὲ σύνθεσις καὶ | |
1m | διαίρεσις καὶ προσῳδία τῷ | |
1n | μὴ τὸν αὐτὸν εἶναι τὸν | |
1o | λόγον ἢ τὸ ὄνομα τὸ διαφέρον | |
1 | ‘Τῷ μὴ τὸν αὐτὸν‘ εἶπε ‘λόγον‘ διὰ τὴν σύνθεσιν καὶ διαίρεσιν, ‘τὸ‘ δὲ ‘ὄνομα τὸ διαφέρον‘ διὰ τὴν προσῳδίαν· ἀδιάφορον γὰρ ὂν τὸ ορος ὄνομα χωρὶς τῆς προσῳδίας διάφορον γίνεται ψιλούμενον καὶ δασυνόμενον· | |
5 | ὡς γὰρ τὸ πρᾶγμα διαφόροις ὀνόμασι σημαινόμενον τὸ αὐτό ἐστι—κἂν γὰρ λώπιον κἂν ἱμάτιον ἐρεῖς, τὸ αὐτό ἐστι—οὕτως δεῖ καὶ ἐπὶ τοῦ ἐλέγχου διαιρουμένου καὶ συντιθεμένου ἢ ψιλουμένου ἢ δασυνομένου τοῦ λόγου 〈ἢ〉 | |
τοῦ ὀνόματος ταὐτὸν δηλοῦσθαι. | ||
168a30-32(1l) | οἷον εἰ λώπιον, | |
1m | μὴ ἱμάτιον συλλογίσασθαι | |
3 | ἀλλὰ λώπιον. ἀληθὲς μὲν γὰρ κἀκεῖνο, ἀλλ’ οὐ συλ‐ | |
5 | λελόγισται, ἀλλ’ ἔτι ἐρω‐ τήματος δεῖ εἰ ταὐτὸν | |
l7 | σημαίνει | |
1 | Οἷον εἴ τις οὕτως συλλογίσαιτο· ‘πότερον καὶ Σκύθαι καὶ οἱ λοιποὶ ἄνθρωποι τὰ δυνατὰ ὁρᾶν ὁρῶσιν ἢ τὰ ἀδύνατα;‘ ‘τὰ δυνατὰ δήπου.‘ ‘οὐκοῦν καὶ σὺ καὶ ἐγώ;‘ ‘ναί.‘ ‘ὁρᾷς δὲ τὰ ἡμέτερα λώπια;‘ | |
5 | ‘ναί.‘ ‘δυνατὰ οὖν ἐστιν ὁρᾶν ταῦτα· ὁρᾷ ἄρα τὰ ἱμάτια· ἀλλὰ μὴν καὶ οὐχ ὁρᾷ.‘ ἐπὶ τούτου, εἰ καὶ ταὐτόν ἐστι τὸ λώπιον καὶ ἱμάτιον, ἀλλ’ ὅμως διὰ τὸ πολλοὺς τῶν ἀκουόντων ἀορισταίνειν δεῖται ὁ λόγος ἐρωτήματος εἰ ταὐτόν ἐστι τὸ | |
10 | λώπιον τῷ ἱματίῳ. | |
168a37-38(1l) | εἰ οὖν μὴ ἔστι συλλο‐ | |
1m | γισμὸς τοῦ συμβεβηκότος | |
1 | Οὐκ ἔστι τοῦ συμβεβηκότος συλλογισμός, διότι ἐν τοῖς συλλογισμοῖς ὁ μέσος ὅρος κοινωνεῖ τοῖς ἄκροις, ἐν δὲ τοῖς συμβεβηκόσιν ἢ τῷ ἑνὶ ἄκρῳ κοινωνεῖ ἢ οὐδετέρῳ· ἐν γὰρ τῷ ‘ὁ Σωκράτης λευκός· τὸ λευκὸν χρῶμα‘ τῷ | |
5 | μείζονι ὅρῳ κοινωνεῖ ὁ μέσος καὶ συγγενής ἐστιν αὐτῷ, τῷ δὲ ἐλάττονι οὐδαμῶς· οὗτος μὲν γὰρ ὑπὸ τὴν οὐσίαν | |
ἐστίν, ἐκεῖνος δὲ ὑπὸ τὸ ποιόν. | ||
168a40-168b4(1l) | οὐδ’ εἰ τὸ τρίγωνον | |
1m | δυοῖν ὀρθαῖν ἴσας ἔχει, συμβέ‐ | |
3 | βηκε δ’ αὐτῷ σχήματι εἶναι ἢ πρώτῳ ἢ ἀρχῇ, ὅτι σχῆμα ἢ ἀρ‐ | |
5 | χὴ ἢ πρῶτον τοῦτό ἐστιν. οὐ γὰρ ᾗ σχῆμα οὐδ’ ᾗ πρῶτον ἀλλ’ | |
l7 | ᾗ τρίγωνον ἡ ἀπόδειξις | |
1 | Οὐ γὰρ εἰ τὸ τρίγωνον σχῆμά ἐστιν, ἔχει δὲ καὶ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας, ἀνάγκη τὸ σχῆμα τρεῖς γωνίας ἔχειν δυσὶν ὀρθαῖς ἴσας· οὐ γάρ ἐστι ταὐτὸν τό τε σχῆμα καὶ τὸ τρίγωνον. εἰ μὲν γὰρ | |
5 | εἶχε τὸ τρίγωνον ᾗ σχῆμα τὰς τρεῖς δυοῖν ὀρθαῖς ἴσας, τότ’ ἄν, ἐπειδὴ ἔχει τὸ τρίγωνον οὕτως τὰς γωνίας, εἶχεν ἂν ὡσαύτως καὶ τὸ σχῆμα· ἐπεὶ δὲ οὐχ ᾗ σχῆμα, οὐκ ἀνάγκη τοῦτο εἶναι. | |
168a40-168b4bis | [Start of a diagram]σχῆμα δύο ὀρθαί | |
τρίγωνον[End of a diagram] | ||
168b1(1l) | συμβέβηκε δ’ αὐτῷ | |
1m | σχήματι εἶναι | |
1 | Οὐχ ἁπλῶς συμβεβηκός ἐστι τὸ σχῆμα τῷ τριγώνῳ, οὐδὲ τοῦτο λέγει, ἀλλ’ ὅτι ὡς πρὸς τὸ ἔχειν τὸ τρίγωνον τὰς τρεῖς δυοῖν ὀρθαῖς ἴσας οὐδὲν συντελεῖ τὸ σχῆμα τῷ τριγώνῳ, οὐδ’ αἴτιον αὐτῷ γίνεται το〈ῦ〉 τὰς γωνίας ἔχειν | |
5 | τοιαύτας, ὥστε ὅσον πρὸς αὐτὸ τοῦτο συμβέβηκε τὸ σχῆμα τῷ τριγώνῳ, ὥσπερ καὶ ὁ ἄνθρωπος τῷ Σωκράτει πρὸς τὸ προγάστορι εἶναι ἢ ἑτέρῳ Κορίσκου. καὶ ὅτι τοῦτό ἐστι, δῆλον ἐκ τοῦ μὴ λέγειν ἡμᾶς τὸ τρίγωνον συμβεβηκέναι τῷ ἰσοσκελεῖ πρὸς τὸ τὰς τρεῖς δυοῖν | |
10 | ὀρθαῖν ἴσας ἔχειν τὸ ἰσοσκελές· αἴτιον γὰρ τὸ τρίγωνον τῷ ἰσοσκελεῖ τοῦ τοιαύτας ἔχειν τὰς γωνίας, ὥστε οὐκ ἀνάγκη τὸ ὑπάρχον τῷ πράγματι καὶ τῷ συμβαί‐ | |
νοντι ὑπάρχειν, ἢ τὸ τῷ συμβαίνοντι καὶ τῷ πράγματι. | ||
168b6-7(1l) | ἀλλὰ παρὰ τοῦτο | |
1m | καὶ οἱ τεχνῖται καὶ ὅλως | |
1n | οἱ ἐπιστήμονες ὑπὸ τῶν | |
1o | ἀνεπιστημόνων ἐλέγχονται | |
1 | Οὐ λέγει ὅτι οἱ ἐπιστήμονες παρὰ τῶν ἀνεπιστημόνων ἐλέγχονται, ἀλλ’ ὅτι δοκοῦσι τοῖς ἀνεπιστήμοσιν ἀκροαταῖς ἐλέγχεσθαι, οὐ μὴν ἐλέγχονται. καὶ τὴν αἰτίαν τοῦ μὴ ἐλέγχεσθαι ἐπήγαγεν εἰπὼν ‘κατὰ | |
5 | συμβεβηκὸς γὰρ ποιοῦνται τοὺς συλλογισμοὺσ‘ καὶ οὐκ ἐκ τῶν καθ’ αὑτό· ὁ γὰρ ἀληθινὸς ἔλεγχος οὐκ ἀπὸ συμβεβηκότων γίνεται. ἢ ἐπιστήμονας λέγει ἐλέγχεσθαι τοὺς τινὸς ἐπιστήμης εἰδήμονας, ἀπείρους | |
δὲ τῆς διαλεκτικῆς. | ||
168b28-29(1l) | διαφέρει δὲ τοῦ | |
1m | συμβεβηκότος ὅτι τὸ συμβε‐ | |
1n | βηκὸς ἔστιν ἐφ’ ἑνὸς μόνου | |
4 | λαβεῖν | |
1 | Οἱ παρὰ τὸ ἑπόμενον, φησίν, ἔλεγχοι διαφέρουσι τῶν παρὰ τὸ συμβεβηκός, ὅτι τοὺς παρὰ τὸ συμβεβηκὸς ἔστιν ἐφ’ ἑνὸς μόνου λαβεῖν, λέγων ἐφ’ ἑνὸς λῆψιν τὸ μὴ ἀντιστρέφειν. οἷον ὡς ἐπὶ τοῦ παρόντος· ‘τὸ | |
5 | μέλι ξανθόν· τὸ ξανθὸν χρῶμα· τὸ χρῶμα ποιότης· τὸ μέλι ἄρα ποιότης.‘ ἢ τὸ ἐφ’ ἑνὸς λαβεῖν ἀντὶ τοῦ τὸ συμβεβηκὸς καὶ τὸ ὑποκείμενον ὡς ἓν καὶ ταὐτὸν καὶ μίαν φύσιν λαβεῖν, εἶτα συνάγειν· ‘ἐπειδὴ τὸ μέλι καὶ τὸ ξανθὸν ταὐτόν, τὸ δὲ ξανθὸν χρῶμα, | |
10 | τὸ μέλι ἄρα χρῶμα.‘ τοὺς δὲ παρὰ τὸ ἑπόμενον ἀεὶ ἐν πλείοσι, τουτέστιν ἀεὶ ἐν ἀντιστροφῇ, οἷον ‘ὁ κύκνος λευκός καὶ τὸ λευκὸν κύκνοσ‘, εἶτα προσ‐ λαβεῖν ὅτι ‘ἡ δὲ χιὼν λευκή· ἡ χιὼν ἄρα κύκνος.‘ ὥστε ὅταν μὲν ἀντιστρέψωμεν τοὺς ὅρους καὶ μετὰ | |
15 | τὴν ἀντιστροφὴν προσλάβωμεν ὅρον, τότε παρὰ τὸ ἐπόμενον τὸ τοιοῦτον ῥηθήσεται σόφισμα, ὥσπερ ἐπὶ τοῦ λευκοῦ καὶ κύκνου καὶ τῆς χιόνος εἴρηται· ὅταν δὲ μὴ ἀντιστρέψωμεν, ἀλλ’ εὐθὺς τῇ ληφθείσῃ προτάσει προσλάβωμεν ἑτέραν πρότασιν, παρὰ τὸ | |
20 | συμβεβηκὸς τὸ σόφισμα, ὡς ἐπὶ τοῦ μέλιτος καὶ ξανθοῦ καὶ χρώματος εἴρηται. μέρος ἄρα τὸ παρὰ τὸ ἑπόμενον τοῦ παρὰ τὸ συμβεβηκός· ἀπὸ συμβεβηκότος γὰρ καὶ οὗτοι κἀκεῖνοι ὥρμηνται, διαφορὰ δὲ αὐτῶν τὸ ἀντιστρέφειν καὶ μὴ ἀντιστρέφειν. | |
25 | ἀντὶ δὲ τοῦ εἰπεῖν ὅτι οἱ δὲ παρὰ τὸ ἑπόμενον ἀεὶ ἐν ἀντιστροφῇ εἶπε τὸ ‘ἀεὶ ἐν πλείοσι‘ διὰ τὸ ἄλλο μὲν εἶναι τὸ λέγειν ‘ὁ κύκνος λευκόν‘ καὶ ἄλλο τὸ ‘τὸ λευκὸν κύκνοσ‘· ἐκείνως μὲν γὰρ ὁ κύκνος ἐστὶν ὑποκείμενον, κατηγορούμενον δὲ τὸ λευκόν· οὕτως | |
30 | δὲ ἔμπαλιν. τὸ δὲ τῆς λέξεως τῆς ‘τὰ γὰρ [τῷ] ἑνὶ καὶ ταὐτῷ ταὐτὰ καὶ ἀλλήλοις ἀξιοῦμεν ταὐτά‘ τοιοῦτόν ἐστιν· ἐπεὶ γὰρ ὁ κύκνος καὶ ἡ χιὼν τῷ λευκῷ ταὐτά ἐστιν, ἄμφω γὰρ λευκά, τὸν κύκνον χιόνα ἀξιοῦμεν εἶναι· νομίσαντες γὰρ ὅτι ἐπειδὴ ἡ χιὼν | |
35 | λευκὴ καὶ τὸ λευκὸν χιών, ἔστι δὲ καὶ ὁ κύκνος λευκόν, ὑπολαμβάνομεν ὅτι ὁ κύκνος χιών ἐστι. καὶ πάλιν· ‘ἐπειδὴ ὁ μοιχὸς καλλωπιστής, καὶ ὁ καλλωπιστὴς μοιχός· ὅδε δὲ καλλωπιστής· ὅδε ἄρα μοιχός.‘ ὅτι δὲ τὸ ‘ἐν πλείοσιν‘ ἀντὶ τοῦ ‘ἐν | |
40 | ἀντιστροφῇ‘ εἴρηκε δῆλον καὶ ἐξ ὧν εἶπεν εὐθὺς ἀρχόμενος τοῦ δευτέρου τῶν Προτέρων Ἀναλυτικῶν· λέγει γὰρ ἐκεῖσε “οἱ μὲν καθόλου πάντες ἀεὶ πλείω συλλογίζονται, τῶν δὲ ἐν μέρει οἱ μὲν κατηγορικοὶ πλείω” καὶ τὰ ἑξῆς. ἢ ‘τὰ γὰρ | |
45 | ἑνὶ καὶ ταὐτῷ ταὐτὰ καὶ ἀλλήλοις ἀξιοῦμεν ταὐτά‘ μάλιστα τοιοῦτόν ἐστι· τὰ τῷ αὐτῷ καὶ ἑνὶ ὄντα καὶ ἀλλήλοις ἀξιοῦμεν ταὐτὰ εἶναι· ἐπεὶ γὰρ τῷδε τῷ σώματι συμβέβηκε καὶ μέλιτι εἶναι καὶ ξανθῷ, ἀξιοῦμεν καὶ τὸ μέλι καὶ τὸ ξανθὸν | |
168b28-29(50) | ταὐτὰ εἶναι. καὶ ἀντιστρέφει· τὰ γὰρ ταὐτὰ καὶ ἀντιστρέφει—ταὐτὰ δὲ λέγω τῷ ἀριθμῷ ὡς λώπιον | |
καὶ ἱμάτιον καὶ ἄνθρωπον καὶ βροτόν. | ||
168b31-32(1l) | τὰ γὰρ ἑνὶ καὶ | |
1m | ταὐτῷ ταὐτὰ καὶ ἀλλήλοις | |
1n | ἀξιοῦμεν εἶναι ταὐτά | |
1 | Οἷον ὡς ἐπὶ τοῦδε· εἰ τὰ τὸ αὐτὸ χρῶμα ἔχοντα κέχρωσται, ὅτι καὶ τὰ κεχρωσμένα τὸ αὐτὸ χρῶμα ἔχουσι. λαμβάνουσιν οὖν ὡς τὰ αὐτὰ τὰ τὸ αὐτὸ χρῶμα ἔχοντα καὶ τὰ κεχρωσμένα. | |
169a5(1l) | ἐπισκεπτέον δὲ τοῦτο καὶ ἄλλως | |
1 | Ἄλλως· πῶς; ἢ ὅτι καὶ ἀσυλλόγιστοί εἰσιν ἐκ δύο | |
καταφατικῶν ἐν δευτέρῳ σχήματι συλλογιζόμενοι; | ||
169a24(1l) | ἔνια γὰρ οὐκ εὔπορον διελεῖν | |
1 | Ὡς ἐπὶ τοῦ λέγοντος τὴν γένεσιν ἀγωγὴν εἰς οὐσίαν καὶ τὴν ὑγίειαν συμμετρίαν θερμῶν καὶ ὑγρῶν· ὁμώνυμον γὰρ καὶ ἡ ἀγωγὴ καὶ ἡ συμμετρία καὶ οὐκ εὐφώρατος ὁσαχῶς ἑκάστη τούτων λέγεται. | |
5 | λέγεται δὲ ἀγωγὴ ἡ τῶν σιτίων καὶ οἴνων φορά, λέγεται καὶ ἡ τῶν παίδων τοιάδε τις ἀνατροφή, λέγεται ἀγωγὴ καὶ ἡ μεταβολή. ὁμοίως δὲ καὶ ἐπὶ συμμετρίας· λέγονται γὰρ σύμμετρα καὶ τὰ αὐτάρκη πρὸς τὸ ζῆν καὶ τὰ τῷ αὐτῷ μέτρῳ | |
10 | μετρούμενα, καθὸ ἀσύμμετρος ἡ διάμετρος τῇ πλευρᾷ. λέγεται σύμμετρα καὶ τὰ καλῶς μιχθέντα | |
ἢ κραθέντα. | ||
169a33(1l) | μάλιστα δ’ ἐπίσταται | |
1m | συνεπινεύειν | |
1 | Τὸ ‘μάλιστα δ’ ἐπίσταται συνεπινεύειν‘ ἴσον ἐστὶ τῷ ‘μάλιστα δὲ δύναται συμπείθειν.‘ ἢ οὕτως· μάλιστα δὲ δύναται πείθειν εἰς τὸ συνεπινεύειν καὶ ὁμολογεῖν ταῖς τῶν σοφιστῶν προτάσεσι τὸ | |
5 | νομίζειν ὅτι πᾶν τὸ κατηγορούμενόν τινος τόδε τι καὶ ταὐτόν ἐστι τῷ ὑποκειμένῳ. οὐκ ἔστι δὲ ἀληθές· τὸ γὰρ τόδε τι, ὡς ἐν ταῖς Κατηγορίαις εἴρηται, ἐπὶ μόνης τῆς πρώτης οὐσίας ἁρμόττει· “ἄτομον γὰρ καὶ ἓν ἀριθμῷ τὸ δηλούμενόν ἐστι, ἐπὶ δὲ τῶν | |
10 | δευτέρων οὐσιῶν φαίνεται μὲν †ὅμως† τῷ σχήματι τῆς προσηγορίας τόδε τι σημαίνειν ὅταν εἴπῃ ἄνθρωπον ἢ ζῷον, οὐ μὴν ἀληθές γε”. ἡ γὰρ δευτέρα οὐσία οὐχ ὡς τόδε τι ἢ δείκνυται ἢ λέγεται, ἀλλ’ ὡς τοιόνδε διότι “περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει”. | |
15 | τοῦτο δὲ γίνεται διὰ τὸ ἀνώμαλον τῆς συνηθείας, | |
ἥτις τὰ ἀνόμοια πράγματα ὁμοίοις σχήμασι λέξεων εἴωθε πολλάκις σημαίνειν· καὶ γὰρ ὅταν εἴπῃ τις ἄνθρωπον πιθανὴν φαντασίαν ἐμποιεῖ ὡς ἄρα ὁ ἄνθρωπος ὅμοιός ἐστι τῷ Σωκράτει καὶ εἷς ἀριθμῷ, | ||
20 | ἐπειδὴ εἴδει ἐστὶν εἷς. ὡς οὖν ἐπὶ τούτων διὰ τὸ ὁμοίῳ τῷ σχήματι τῆς προσηγορίας σημαίνεσθαι —ἑνικῶς γὰρ ἀμφότεροι λέγονται, καὶ γὰρ ὁ Σωκράτης ἄνθρωπος καὶ ὁ ἄνθρωπος ὁμοίως ἄνθρωπος, ἀλλ’ οὐκ ἄνθρωποι πληθυντικῶς—ὡς οὖν ἐπὶ τούτων διὰ τὸ ἐν | |
25 | ὁμοίῳ σχήματι σημαίνεσθαι φαντασίαν ἐμποιεῖ ὡς ὁ ἄνθρωπος ὅμοιός ἐστι τῷ Σωκράτει καὶ εἷς ἀριθμῷ, οὕτως καὶ ἐπὶ τῶν ἄλλων συμβαίνει γίνεσθαι τῶν παρὰ τὴν ὁμοιότητα τῆς λέξεως γινομένων παραλογισμῶν. ὡς ἔοικε δὲ τοῦτο οὐχ | |
30 | ἁπλῶς ἐπὶ πάντων τῶν παρὰ τὴν ὁμοιότητα τῆς λέξεως γινομένων εἶπεν, ἀλλ’ ἐπ’ ἐκείνων μόνων τῶν συναγόντων διὰ τὴν ὁμοιότητα τὰς καθόλου οὐσίας τὰς αὐτὰς εἶναι τῷ ἀριθμῷ ταῖς μερικαῖς, καὶ ὅλως τῶν συναγόντων τὰ καθόλου τὰ αὐτὰ τοῖς | |
35 | μερικοῖς· διὰ τοῦτο γὰρ καὶ εἶπε ‘διὸ καὶ τῶν παρὰ τὴν λέξιν οὗτος ὁ τρόπος θετέοσ‘ ὡς εἰ ἔλεγεν· ‘οὐ μόνον γὰρ τοὺς ἤδη ῥηθέντας, ἀλλὰ καὶ τοὺς τὰ καθόλου τοῖς μερικοῖς τὰ αὐτὰ συνάγοντας διὰ τὴν τῆς λέξεως ὁμοιότητα τοῖς | |
40 | παρὰ τὴν λέξιν παραλογισμοῖς συντακτέον. εἰπὼν δὲ ὅτι καὶ τοῦτον τὸν τρόπον ἐν τοῖς παρὰ τὴν λέξιν θετέον αἰτίαν ἐπήγαγε τούτου, μίαν μὲν ὅτι ἡ ἀπάτη γίνεται μετ’ ἄλλων σκοπουμένοις, ἐκεῖνοι δ’ ἀεὶ πρὸς τὰ ὀνόματα καὶ τοὺς λόγους | |
45 | τὰς ἐρωτήσεις ποιοῦνται. ἀπὸ δὲ τῶν πολλαχῶς | |
ὀνομάτων καὶ λέξεων λεγομένων ἡ ἀπάτη, ὥστε καλῶς ἐν τοῖς παρὰ τὴν λέξιν καὶ τοῦτον τάττειν. ἄλλην δὲ ὅτι ἡ ἀπάτη τοῦ τὸν ἄνθρωπον τῷ Σωκράτει ταὐτὸν συνάγεσθαι ἐκ τῆς ὁμοιότητος· αὕτη δὲ παρὰ | ||
169a33(50) | τὴν λέξιν. | |
169a33-34(1l) | ὅτι πᾶν τὸ κατηγορούμενόν | |
1m | τινος ὑπολαμβάνομεν τόδε τι | |
1 | Τὸ ‘ὑπολαμβάνομεν τόδε τι‘ ταὐτόν ἐστι τῷ ‘ὑπολαμβάνομεν ταὐτὸν εἶναι τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ καθ’ οὗ κατηγορεῖται‘· ἐκ γὰρ τούτου τὴν χώραν ἔσχε τὸ τοιόνδε σόφισμα· ‘ὃ | |
5 | ἐγώ εἰμι, σὺ οὐκ εἶ· εἰμὶ δ’ ἐγὼ ἄνθρωπος· σὺ ἄρα οὐκ εἶ ἄνθρωπος.‘ ὁρᾷς ὅτι τὸ ‘ἐγώ‘ ὅπερ ἐστὶν ἄτομον ὡς ταὐτὸν ἐλήφθη τῷ ‘ἄνθρωποσ‘ ὅπερ ἐστι καθόλου· εἰ μὲν γὰρ ἐγὼ καὶ ὁ ἄνθρωπος ταὐτὸν ἦμεν, τότε ἂν τῷ ὄντι σὺ οὐκ ἂν ἦς ἄνθρωπος οὐχ ὁ αὐτὸς ὢν | |
10 | ἐμοί· ἄνθρωπος μὲν γάρ εἰμι ἐγώ, οὐ μὴν ὁ | |
ἄνθρωπός εἰμι. | ||
169a35-36(1l) | τῷ γὰρ ἑνὶ καὶ τῇ | |
1m | οὐσίᾳ μάλιστα δοκεῖ παρέ‐ | |
1n | πεσθαι τὸ τόδε τι καὶ τὸ | |
1o | ὄν | |
1 | Παρὰ τὸ σχῆμα τῆς λέξεως, ὥσπερ καὶ πρότερον εἴρηται, μάλιστά ἐστι τοῦτο· ‘ὃ ἐγώ εἰμι, σὺ οὐκ εἶ· εἰμὶ δ’ ἐγὼ ἄνθρωπος, σὺ ἄρα ἄνθρωπος οὐκ εἶ.‘ τὸ γὰρ ‘ἐγώ‘ καὶ ‘σύ‘ ἐπὶ τῶν ἀτόμων λέγεται, τὸ δὲ ‘ἄνθρωποσ‘ οὐχί, | |
5 | ὃν ἄνθρωπον ὡς τινὰ ἔλαβεν ἐν τῷ λόγῳ. | |
170a1-2(1l) | οἷον ὁ παρὰ τὸ μὴ | |
1m | συμβαῖνον διὰ τὸν λόγον ὁ | |
1n | εἰς ἀδύνατον | |
1 | Ὃ λέγει ἐστίν· εἰ τὸ ἀναίτιον ὡς αἴτιον δοθῇ τῷ σοφιστῇ, δῆλον ὅτι ἀδύνατόν τι ἵνα συνάξῃ. ἔστι δὲ τὸ τῆς λέξεως τοιοῦτον· ὁ εἰς τὸ ἀδύνατον δοκῶν ἄγειν τὸν προσδιαλεγόμενον γίνεται παρὰ τὸ μὴ | |
5 | συμβαῖνον διὰ τὸν λόγον, ἤτοι παρὰ τὸ μὴ αἴτιον ὡς αἴτιον λαβεῖν. τὸ γὰρ μὴ παρὰ τοῦτο συμβαίνειν τὸ | |
ψεῦδος λέγομεν ἐν τοῖς εἰς τὸ ἀδύνατον συλλογισμοῖς. | ||
170a6-7(1l) | ἀντὶ τοῦ καθόλου | |
1m | τὴν ἀντίφασιν | |
1 | ‘Τὸ καθόλου‘ φησὶν ἀντὶ τοῦ ‘ἁπλῶσ‘, ‘τὴν ἀντίφασιν‘ δὲ ἀντὶ τοῦ ‘πῄ.‘ δόντων γὰρ ἡμῶν ἁπλῶς ὅτι ὁ Αἰθίοψ μέλας, συνάγει ἐκεῖνος ὅτι τοὺς ὀδόντας λευκός, ἤτοι πῂ λευκός. ἢ λεγόντων ἡμῶν ‘οὐδεὶς | |
5 | ἐπιορκῶν ἅμα εὐορκεῖ‘, συνάγει τὸ τινὰ ἢ πῄ, ‘ὀμόσασ‘ λέγων ‘τὶς ἐπιορκήσειν, ἐπιώρκησεν, ὥστε | |
καὶ εὐώρκησεν.‘ | ||
170a20(1l) | Παρὰ πόσα δ’ ἐλέγχονται | |
1m | οἱ ἐλεγχόμενοι | |
1 | Παρ’ ὅσα μέν, φησίν, φαινομένως ἐλέγχεσθαί τινες δοκοῦσιν, εἴρηται. παρ’ ὅσα δὲ ἐλέγχονται οἱ ἀληθῶς ἐλεγχόμενοι, οὐδεὶς ἀριθμήσασθαι ἢ παραδοῦναι δύναται· ὅσαι γὰρ ἀποδείξεις, τοσοῦτοι δύνανται καὶ | |
5 | ἔλεγχοι γενέσθαι πρὸς τοὺς μὴ τιθεμένους τὸ ἀπο‐ δειχθέν. ἄπειρα δὲ τὰ ἀληθῶς δεικνύμενα· ἄπειροι ἄρα καὶ οἱ ἀληθινοὶ ἔλεγχοι. | |
170a22(1l) | ἄπειροι γὰρ ἴσως | |
1m | αἱ ἐπιστῆμαι | |
1 | Τὸ ‘ἴσωσ‘ κατὰ τὴν ἑαυτοῦ δόξαν εἶπεν· ἀϊδίου γὰρ κατ’ αὐτὸν ὄντος τοῦ κόσμου ἐπ’ ἄπειρον καὶ αἱ | |
ἐπιστῆμαι αὐξηθήσονται. | ||
170a22bis | Ἐπιστήμας τὰ ἐπιστητὰ αὐτὰ τὰ ἀποδεικτικὰ καλεῖ. | |
170a27-29(1l) | οἱ μὲν γὰρ ἔσονται | |
1m | παρὰ τὰς ἐν γεωμετρίᾳ | |
1n | ἀρχὰς καὶ τὰ τούτων συμπε‐ | |
1o | ράσματα, οἱ δὲ παρὰ τὰς | |
1p | ἐν ἰατρικῇ | |
1 | Ὥσπερ ὁ Βρύσων ἐλέγχεται μὴ τετραγωνίζων τὸν κύκλον διὰ τὸ μὴ ἐκ τῶν γεωμετρικῶν ἀρχῶν τοῦτο ποιεῖν, ἀλλ’ ἔκ τινων κοινοτέρων· ἀλλὰ καὶ οἱ δυσίατα δεικνύντες τὰ περιφερῆ τῶν τραυμάτων διὰ | |
5 | τὸ τὸν κύκλον πολυχωρητότερον εἶναι τῶν ἐπιπέδων σχημάτων ἐλέγχονται διὰ τὸ μὴ ἐξ ἰατρικῶν ἀρχῶν | |
τοῦτο δεικνύναι. | ||
170a31-32(1l) | καθ’ ἑκάστην γὰρ | |
1m | τέχνην ἔστι ψευδὴς συλλο‐ | |
1n | γισμός, οἷον κατὰ γεωμε‐ | |
1o | τρίαν ὁ γεωμετρικός | |
1 | Παρὰ τὰς γεωμετρικὰς ἀρχάς ἐστιν ὁ τοῦ Βρύσωνος τετραγωνισμός, κατὰ δὲ τὰς γεωμετρικὰς ἀρχὰς τὰ ψευδογραφήματα· ἐκ μὲν τῶν γεωμετρικῶν γάρ εἰσιν ἐκεῖνα ἀρχῶν, συλλογίζονται δὲ ψεῦδος διὰ τὸ μὴ | |
5 | ποιεῖσθαι τὰς καταγραφὰς ὡς δεῖ. | |
170b35-36(1l) | ἀλλὰ μὴν ὅσοι | |
1m | συλλογισμοί εἰσι παρὰ τὸ | |
1n | πλεοναχῶς, τούτων εἰσί | |
1o | τινες οἱ παρὰ τοὔνομα | |
1 | Εἰ γὰρ πρὸς τοὔνομα ἐκείνους φαμὲν συλλογίζεσθαι, | |
τοὺς περὶ τὰς ὁμωνυμίας διατρίβοντας, ἐν οἷς μή εἰσιν ὁμώνυμα τὰ τιθέμενα οὗτοι πάντως οὐκ εἰσὶ πρὸς τοὔνομα. ἔστι δὲ ὃ λέγει· ὅσοι συλλογισμοί | ||
5 | εἰσι παρὰ τὸ πλεοναχῶς, τουτέστιν ὅσοι οὐκ εἰσὶ τῶν πλεοναχῶς τισι χρωμένων· τὸ γὰρ ‘Σωκράτης κάθηται· ὁ καθήμενος δύναται βαδίζειν· ὁ Σωκράτης ἄρα βαδίζει‘ οὐδενὶ τῶν πλεοναχῶς λεγομένων κέχρηται, ὥστε οὐκ ἕστιν ὁ λόγος οὗτος ἐκ τῶν πλεοναχῶς, ἀλλ’ ἐκ τῶν | |
10 | παρὰ τὸ πλεοναχῶς· ὥστε οὐδὲ πρὸς τοὔνομά ἐστιν· ὥστε οὐδὲ παρὰ τὴν διάνοιαν. τὸ δὲ ‘οἱ παρὰ τοὔνομα‘ ἀντὶ τοῦ ‘οἱ μὴ πρὸς τοὔνομα ὄντες.‘ | |
171a6-7(1l) | προσκεῖσθαι γὰρ | |
1m | δεῖ τὴν ἀντίφασιν | |
1 | ‘Προσκεῖσθαι γὰρ δεῖ‘· δεῖ, φησί, προσκεῖσθαι τὴν ἀντίφασιν ἐν τῇ ἐρωτήσει, οἷον ‘ἆρα ἔστι σιγῶντα λέγειν ἢ οὔ;‘ ἔστι δὲ ὃ λέγει ὅτι ὁ τοῦ Εὐθυδήμου λόγος ὁ συνάγων ὅτι τὰ σιγῶντα λέγει τὸ αἴτιον τοῦ | |
5 | παραλογισμοῦ καὶ ἁπλῶς τὸ ψεῦδος ἐν τῇ ἀντιφάσει καὶ οὐκ ἐν τῷ συμπεράσματι ἔχει (συλλογισμὸν γὰρ τὸ | |
συμπέρασμα εἶπε). πῶς δὲ τοῦτο γίνεται δῆλον ἔσται τὸν τοῦ Εὐθυδήμου λόγον εἰποῦσιν, ὅς ἐστι τοιοῦτος· ‘ἆρ’ ἔστι σιγῶντα λέγειν;‘ ‘οὐδαμῶς.‘ ‘τί δέ· ὅταν | ||
10 | ξύλα λέγεις καὶ λίθους καὶ σίδηρα, οὐ σιγῶντα λέγεις;‘ ‘ναί.‘ ‘ἔστιν ἄρα ξύλα καὶ λίθους καὶ σίδηρα λέγειν, τουτέστιν ἔστιν ἄρα τὰ σιγῶντα λέγειν.‘ τὸ μὲν οὖν σόφισμα τοιοῦτον. τὸ δὲ αἴτιον τῆς παραγωγῆς οὐκ ἐν τῷ συμπεράσματι (ἀληθὲς γάρ ἐστι· λέγομεν γὰρ καὶ | |
15 | ξύλα καὶ λίθους, ἅπερ ἐστὶ σιγῶντα) ἀλλ’ ἐν τῇ ἀντι‐ φάσει, ἥτις εἶχε τὸ διττόν· τὸ γὰρ ‘ἆρ’ ἔστι σιγῶντα λέγειν;‘ δηλοῖ καὶ τὸν σιγῶντα καὶ τὰ σιγώμενα. ἠρώ‐ τα δὲ τὸν λόγον ὁ Εὐθύδημος καὶ οὕτως· ‘ἆρ’ ἔστι λέ‐ γοντα σιγᾶν;‘ ‘οὐδαμῶς.‘ ‘τί δέ· ὅταν σιγᾷς, οὐ πάν‐ | |
20 | τα σιγᾷς;‘ ‘ναί.‘ ‘οὐκοῦν καὶ τὰ λέγοντα σιγᾷς, ἐκ τῶν πάντων γάρ· ἔστιν ἄρα λέγοντα σιγᾶν.‘ ἐνταῦθα γὰρ λέγοντα τὰ λεγόμενα ἔδωκεν, ὁ δὲ ἐπὶ τοῦ λέγοντος ἔλαβε. καὶ οὗτος μὲν ἐν τῇ ἀντιφάσει τὸ αἴτιον ἔχει, ὁ δὲ ‘ἃ μὴ ἔχει τις δοίη ἄν‘ ἐν ἀμφοῖν, καὶ ἐν τῇ | |
25 | ἀντιφάσει καὶ ἐν τῷ συμπεράσματι· ὅπως δέ, δῆλον ἔσται καὶ ἐνταῦθα τὸ σόφισμα θεμένοις· ‘ἆρ’ ὃ μὴ ἔχει τις δοίη ἄν;‘ ‘οὐδαμῶς.‘ ‘τί δέ· ὃ μὴ ἔχει τις ταχέως, δοίη ἂν ταχέως;‘ ‘ναί.‘ ‘ὃ ἄρα μὴ ἔχει τις δοίη ἄν.‘ ἐνταῦθα ὅτι μὲν καὶ ἐν τῷ συμπεράσματί | |
30 | ἐστι τὸ αἴτιον τοῦ ψεύδους δῆλον· ἔδει γὰρ μὴ συμπε‐ ράνασθαι ‘ὃ ἄρα μὴ ἔχει τις δοίη ἄν‘, ἀλλ’ ὅτι ὃ μὴ ἔχει τις ταχέως, δοίη ἂν ταχέως· τοῦτο γὰρ ἦν ἀ‐ κόλουθον. ἀλλὰ μὴν καὶ ἐν τῇ ἀντιφάσει ἐνορᾶται τὸ αἴτιον τοῦ ψεύδους· οὕτως γὰρ ἐχρῆν εἰπεῖν· ‘ὃ ἔχει | |
35 | τις, δοίη ἂν ὡς οὐκ ἔχει;‘, ἀλλ’ οὐχί· ‘ὃ μὴ ἔχει | |
τις δοίη ἄν;‘ ὁ δὲ λέγων ὅτι ‘τὰ ἔπη κύκλος· ὁ δὲ κύκλος σχῆμα· τὰ ἔπη ἄρα σχῆμα‘ ἐν τῷ συμπεράσματι ἔχει τὸ αἴτιον, διότι ὁ μέσος ὅρος ὡς πλειόνων δηλωτι‐ | ||
40 | κὸς ἐν μὲν ταῖς διαλεκτικαῖς συνουσίαις λαμβάνεται, ἐν δὲ ταῖς ἐπιστημονικαῖς οὐκέτι, ὡς καὶ ἐν τῇ Ἀποδεικτικῇ ἐπεσημήνατο· ἐκεῖνα γὰρ μόνα καὶ οἶδε καὶ λέγεσθαι συγχωρεῖ ὁ γεωμέτρης κύκλους ὅσοις ὁ τοῦ κύκλου ἐφαρμόζει ὁρισμός, οἷς δὲ μή, οὐκέτι· | |
45 | διὰ τοῦτο τὰ ἔπη κύκλους λέγεσθαι οὐδὲν ὅλως συγ‐ χωρήσειε. ποίησιν δὲ Ὁμήρου λέγει τὸ ἐπίγραμμα ὃ πεποίηκεν Ὅμηρος εἰς τὸν Μίδαν τὸν Φρυγῶν βασιλέα. λέγονται δὲ ταῦτα κύκλος διὰ τὸ μὴ πάντως εἶναι τά‐ ξιν τινὰ τοῦ δευτέρου πρὸς τὸν πρῶτον στίχον καὶ | |
171a6-7(50) | τοῦ τρίτου πρὸς τὸν δεύτερον, μηδὲ ἀναγκαῖον εἶναι ἀπὸ τοῦ πρώτου τὴν ἀρχὴν ποιεῖσθαι, ἀλλὰ δύνασθαι καὶ ἀπὸ τοῦ τρίτου, ὁμοίως καὶ ἀπὸ τοῦ τελευταίου στίχου, ὡς ἐπὶ τούτων· χαλκῆ παρθένος εἰμί, Μίδου δ’ ἐπὶ σήματι κεῖμαι | |
55 | εὖτ’ ἂν ὕδωρ τε νάει καὶ δένδρεα μακρὰ τεθήλει ἠέλιός τε ἀνιὼν λάμπει μακρά τε σελήνη αὐτοῦ τῇδε μίμνουσα πολυκλαύστῳ ἐπὶ τύμβῳ ἀγγελέω παριοῦσι Μίδας ὅτι τῇδε τέθαπται —ἐπὶ γὰρ τούτων ἔξεστιν ἀφ’ οἱουδηποτοῦν στίχου | |
60 | ἄρξασθαι· | |
171a6-7col 1(61) | codd. 54, 164: ‘αὐτοῦ τῇδε μίμνουσα πολυ‐ κλαύστῳ ἐπὶ τύμβῳ‘, εἶτα ‘χαλκῆ παρθένος εἰμί.‘ καὶ | |
65 | οὕτως ἐπὶ τῶν ἄλλων. † ἢ συλλογισμῶν τῶν μέσων ὅρων εἶπεν· ὁ γὰρ κύκλος, ὅς ἐστι μέσος ὅρος, ὁμώ‐ | |
νυμος. | Column end | |
171a6-7col 2(61) | cod. 124: †ὅπερ ⟪οὖν⟫ εἶπεν ἐνταῦθα ‘ἐν τῷ συλλογισμῷ‘ ἢ ἐν τῷ συμπεράσματι τὸ αἴτιον τοῦ | |
65 | ψεύδους ἐστίν, 〈ἢ〉 συλλογισμὸν τὸν μέσον ὅρον εἶπεν· ὁ γὰρ κύκλος, ὅς ἐστι μέσος ὅρος, ὁμώ‐ | |
νυμος. | ||
171b6(1l) | ὁ μὲν οὖν κατὰ | |
1m | τὸ πρᾶγμα θεωρῶν τὰ | |
1n | κοινά | |
1 | Τὸ ἑξῆς τοιοῦτον· ὁ μὲν οὖν κατὰ τὰ κοινὰ θεωρῶν τὸ πρᾶγμα. λέγει δὲ κοινὰ τὰ δοκοῦντα πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς. | |
171b8-12(1l) | συλλογισμὸς ἐρι‐ | |
1m | στικὸς καὶ σοφιστικός ἐστιν | |
1n | εἷς μὲν ὁ φαινόμενος συλλο‐ | |
1o | γιστικὸς περὶ ὧν ἡ διαλεκ‐ | |
1p | τικὴ πειραστική ἐστι, κἂν | |
1q | ἀληθὲς τὸ συμπέρασμα ᾖ | |
1r | (τοῦ γὰρ διὰ τί ἀπατητικός | |
1s | ἐστι) | |
1 | Φαινόμενον συλλογιστικὸν λέγει τὸν ἀσυλλόγιστον οἷον τὸν ἐκ δύο καταφατικῶν συνάγοντά τι ἐν δευτέρῳ σχήματι ἢ ἐκ δύο μερικῶν ἐν ᾡτινιοῦν τῶν σχημάτων ἢ ὅπως ἄλλως παρὰ τοὺς συλλογιστικοὺς | |
5 | τρόπους συνάγοντά τι. τοιοῦτος καὶ ὁ τοῦ Καινέως | |
ἐν δευτέρῳ σχήματι ἐκ δύο καταφατικῶν συνάγων ὅτι τὸ πῦρ ἐν πολλαπλασίᾳ ἀναλογίᾳ, λέγων ‘τὸ πῦρ τάχιον αὔξεται, ἡ πολλαπλάσιος ἀναλογία τάχιον αὔξεται, τὸ πῦρ ἄρα ἐν πολλαπλασίᾳ ἀναλογίᾳ.‘ ὁ | ||
10 | οὖν τοιοῦτος, φησί, τουτέστιν ὁ μὴ τὸ σχῆμα ἔχων ὑγιές, ἐριστικὸς καὶ σοφιστικός ἐστι, ἐκ παραλλήλου θεὶς τὰ ἀμφότερα· ὁ γὰρ ἐριστικὸς καὶ σοφιστικὸς καὶ ἔμπαλιν· ἔστιν οὖν ὁ τοιοῦτος ἐριστικὸς κἂν ψεῦδος κἂν ἀληθὲς ᾖ τὸ συμπέρασμα. τὸ δὲ ‘τοῦ γὰρ διὰ τί | |
15 | ἀπατητικός ἐστιν‘ ἴσον ἐστὶ τῷ ‘τοῦ γὰρ μέσου ὅρου ἀπατητικός ἐστι‘· καὶ γὰρ εἰ καὶ ἀληθῶς κατ’ ἀμφοτέρων τῶν ἄκρων κατηγορεῖται ἐν τῷ δευτέρῳ σχήματι, ὅταν ἀμφότεραι αἱ προτάσεις καταφατικαὶ ληφθῶσιν· ἀλλ’ οὐχ οὕτως ἔδει ταύτας λαβεῖν, ἀλλὰ | |
20 | τὴν μὲν οὕτως, τὴν δὲ στερητικῶς· ὥστε ἀπατητικός ἐστι τοῦ διὰ τί. ἀλλὰ κἂν τὰς δύο μερικὰς λάβῃ, ὡς ἐπὶ τοῦδε· ‘ὁ Πιττακὸς σπουδαῖος· ὁ Πιττακὸς σοφός· οἱ σοφοὶ ἄρα σπουδαῖοι‘· ἀπατητικὸς καὶ οὗτος τοῦ μέσου καίτοι ἀληθοῦς ὄντος τοῦ συμπερά‐ | |
25 | σματος· οὐ γὰρ ἀνάγκη εἰ ὁ Πιττακὸς σπουδαῖος καὶ σοφὸς καὶ τοὺς σοφοὺς σπουδαίους εἶναι. περὶ ἃ οὖν, φησί, ἡ διαλεκτικὴ πειραστική ἐστι—καὶ εἴρηται κατ’ ἀρχὰς πῶς ἐστι—περὶ ταῦτα ἡ σοφιστικὴ ἀπατη‐ τική ἐστι· προσποιεῖται γὰρ εἰδέναι αὐτά. ἀλλ’ ὁ | |
30 | μὲν πειραστικὸς ἐπ’ ὠφελείᾳ, ὡς εἴρηται πρότερον, τοῦτο ποιεῖ τοῦ προσποιουμένου εἰδέναι τὸ πρᾶγμα, καὶ ἐκ τῶν ἀληθῶς καὶ ἁπλῶς ἐνδόξων ἢ τῶν δοκούντων τῷ προσποιουμένῳ εἰδέναι τὸ πρᾶγμα (καὶ πολὺ τοῦτο | |
παρὰ τῷ Πλάτωνι τὸ εἶδος τῶν λόγων)· ὁ δὲ σοφι‐ | ||
35 | στὴς ἔκ τινων ὁμωνύμων ἢ ἀμφιβόλων ἤ τινων ἄλλων τοιούτων· ὁ γὰρ συνάγων ὅτι αἱ ἀρεταὶ διδακταὶ ἐκ τοῦ λέγειν ὅτι τὰ διδακτὰ πρότερον μὴ ὄντα ὕστερον ἡμῖν ἐπιγίνεται, τοιαῦτα δὲ καὶ αἱ ἀρεταί—πῶς ἂν δόξειεν οὗτος κατὰ τὸ πρᾶγμα καὶ ἐκ τῶν τοῦ | |
40 | πράγματος οἰκείων συνάγειν τὸ προκείμενον. ἢ τὸ ‘τοῦ γὰρ διὰ τί ἀπατητικός ἐστι‘ εἴη ἂν ἁπλῶς ῥηθὲν περὶ ἀπάντων τῶν εἴτε ἀσυλλογίστων εἴτε καὶ τὸ σχῆμα ὑγιὲς ἐχόντων· οὐ γὰρ ἐκ τῶν οἰκείων τοῦ πράγματος τοὺς λόγους ποιοῦνται, | |
45 | ὥσπερ καὶ Πρωταγόρας εἰπὼν τὴν ἀρετὴν διδακτόν, καὶ τοῦ Σωκράτους ἐπιδεῖξαι τοῦτο αὐτὸν ἀξιώ‐ σαντος, ἀπό τινων μύθων ἐπικεχείρηκε τοῦτο δεῖξαι μηδὲν ὄντων πρὸς τὸ πρᾶγμα, ἐπιπόλαιον δέ τινα φαντασίαν ἐμποιούντων ὡς 〈οἰκείων〉 τοῦ πράγματος | |
171b8-12(50) | ὄντων. | |
171b8-12bis | Τοιοῦτος καὶ ὁ κατασκευάζων τὸν χρόνον εἶναι τὸν οὐρανόν· χρόνος γάρ, φησίν, ἔστιν ἐν ᾧ τὰ πάντα, καὶ ὁ οὐρανὸς ἐν ᾧ τὰ πάντα—ἐν γὰρ δευτέρῳ σχήματι | |
ἐκ δύο καταφατικῶν συλλογίζεται. | ||
171b18-20(1l) | ὥστε ὅ τε περὶ | |
1m | τῶνδε φαινόμενος συλλογισμὸς | |
1n | ἐριστικὸς λόγος καὶ ὁ κατὰ | |
1o | τὸ πρᾶγμα φαινόμενος συλλο‐ | |
1p | γισμός, κἂν ᾖ συλλογισμός, | |
1q | ἐριστικὸς λόγος | |
1 | ‘Περὶ τῶνδε φαινόμενον‘ λέγει τὸν μὴ ὑγιῆ κατὰ τὸ σχῆμα, τὸν ἐκ δύο ἐν δευτέρῳ σχήματι καταφατικῶν· ‘κατὰ δὲ τὸ πρᾶγμα φαινόμενον συλλογισμὸν‘ λέγει τὸν ὑγιῆ κατὰ τὸ σχῆμα, δοκοῦντα δὲ συνάγεσθαι ἐκ | |
5 | τῶν ἀρχῶν τοῦ πράγματος μὴ συναγόμενον δὲ ἀπ’ ἐκείνων ἀλλὰ φαινομένως. ἀναγνωστέον δὲ τὴν λέξιν ὑπερβατῶς· καὶ ὁ συλλογισμὸς, φαινόμενος δὲ κατὰ τὸ πρᾶγμα, τουτέστι· καὶ ὁ ὑγιὴς μὲν κατὰ τὸ σχῆμα, φαινόμενος δὲ συλλογίζεσθαι ἀπὸ τῶν | |
10 | τοῦ πράγματος ἀρχῶν, μὴ ἀπ’ αὐτῶν δὲ συλλογιζόμενος, | |
ἐριστικός ἐστι καὶ σοφιστικός. | ||
171b36-37(1l) | ἐκ γὰρ τῶν αὐτῶν τῇ διαλεκτι‐ | |
1m | κῇ παραλογίζεται καθάπερ καὶ ὁ ψευδο‐ | |
1n | γράφος τῇ γεωμετρίᾳ | |
1 | Ἐλλιπῶς εἴρηται. ἔστι δὲ τὸ πλῆρες τοιοῦτον· ἐκ τῶν αὐτῶν ἡ διαλεκτικὴ παραλογίζεται ὥσπερ καὶ ὁ ψευδογράφος ἐκ τῶν αὐτῶν τῇ γεωμετρίᾳ. πῶς δὲ ἐκ τῶν αὐτῶν; ὅτι καὶ ὁ διαλεκτικὸς καὶ ὁ ἐριστι‐ | |
5 | κὸς ἐκ τῶν δοκούντων ἐνδόξων· διαφορὰ δὲ αὐτῶν ὅτι ὁ μὲν διαλεκτικὸς καὶ ἐκ δοκούντων καὶ ὄντων, ὁ δὲ λοιπὸς ἐκ δοκούντων μέν, μὴ ὄντων δέ. | |
172a9-11(1l) | εἰ μὲν οὖν πάντῃ | |
1m | ὁμοίως εἶχεν ὁ ἐριστικὸς | |
1n | πρὸς τὸν διαλεκτικὸν τῷ | |
1o | ψευδογράφῳ πρὸς τὸν γεω‐ | |
1p | μέτρην | |
1 | Ἔχουσι μὲν ὁμοιότητα ὁ ψευδογράφος καὶ ὁ ἐριστικός· ὁ μὲν ψευδογράφος πρὸς τὸν γεωμέτρην καὶ ὁ ἐριστικὸς | |
πρὸς τὸν διαλεκτικόν, ἀλλ’ οὐ πάντῃ τὴν αὐτήν, ἀλλὰ διαφέρουσί πῃ, ὅτι ὁ μὲν γεωμέτρης καὶ ὁ ψευδογράφος | ||
5 | ἐκ τῶν αὐτῶν τῇ γεωμετρίᾳ ὥρμηνται, ὁ δὲ ἐριστικὸς καὶ ὁ διαλεκτικὸς οὐκ ἐκ τῶν αὐτῶν, ἀλλ’ ὁ μὲν δια‐ λεκτικὸς ἐκ τῶν ἐνδόξων, ὁ δὲ ἐριστικὸς ἐκ τῶν φαινομένων, μὴ ὄντων δέ· ψευδογράφημα δὲ ἐκ φαινομένων μὲν τῇ γεωμετρίᾳ ἀρχῶν, μὴ ὄντων δέ, οὐ γίνεται. καὶ | |
10 | διὰ τοῦτο οὐδεὶς διαλεκτικὸς ψευδογραφεῖν ἐπιχειρεῖ, ἀλλὰ ὁ ἐριστικός. ἔχει δὲ χώραν πρὸς τὰ γεωμετρικὰ διὰ τὸ μιμεῖσθαι τὴν διαλεκτικὴν περὶ παντὸς τοῦ προτεθέντος ἐξ ἐνδόξων συλλογιζομένην. | |
172a9-11bis | Ἐπειδὴ ὁ διαλεκτικὸς ἐξ ἐνδόξων ἐπιχειρεῖ, ὁ δὲ ἐριστικὸς ἐκ φαινομένων ἐνδόξων, οὐ πάντῃ ὁμοίως ἔχει ὁ ἐριστικὸς πρὸς τὸν διαλεκτικὸν καὶ ὁ ψευδο‐ γράφος πρὸς τὸν γεωμέτρην, καὶ διὰ τοῦτο χώραν ἔχει | |
5 | ὁ ἐριστικὸς καὶ πρὸς τὰ γεωμετρικά. τὸ δὲ ‘νῦν δὲ οὐκ ἔστιν ὁ διαλεκτικὸς περὶ γένοσ‘ οὐ τῆς ἀνομοιό‐ τητός ἐστιν, ἀλλὰ μᾶλλον τῆς ὁμοιότητος· ἀόριστος | |
γὰρ καὶ ὁ διαλεκτικὸς καὶ ὁ ἐριστικός, οὐ ψευδογραφεῖ δὲ ὁ διαλεκτικὸς ἀλλ’ ὁ ἐριστικός, ὅτι ὁ | ||
10 | διαλεκτικὸς ἐξ ἐνδόξων συλλογίζεται, ψευδογράφημα δὲ ἐξ ἐνδόξων οὐ γίνεται. εἰ μὲν οὖν πάντῃ ὁμοίως εἶχον, καὶ ὥσπερ ὁ ψευδογράφος οὐκ ἄλλοθεν συλλογίζεται, ἀλλὰ ἐκ τῶν αὐτῶν ἀρχῶν ἐξ ὧν καὶ ὁ γεωμέτρης, οὕτως καὶ ὁ ἐριστικὸς ἐκ τῶν αὐτῶν | |
15 | τῷ διαλεκτικῷ συνελογίζετο, οὐκ ἂν εἶχε χώραν ὁ ἐριστικὸς πρὸς τὰ γεωμετρικά. | |
172a13(1l) | οὐδὲ τοιοῦτος οἷος | |
1m | ὁ καθόλου | |
1 | Καὶ καθόλου λέγει τὸν θεολόγον, καὶ λέγει μὴ εἶναι τὸν διαλεκτικὸν ἢ τὸν ἐριστικὸν οἷος ὁ καθόλου· εἰ γὰρ καὶ ὁ θεολόγος ἐπιστήμων ἐστὶ πάντων τῶν ὄντων ᾗ ὄντα, ἀλλὰ τῶν γε κοινῶν· οὐχὶ δέ γε καὶ περὶ τὰ | |
5 | καθέκαστα διατρίβει ὡς ὁ διαλεκτικὸς καὶ πειραστι‐ | |
κός. | ||
172a21(1l) | ἡ δ’ αὐτὴ καὶ | |
1m | πειραστική | |
1 | Οὐ λέγει τὴν κυρίως πειραστικὴν τὴν αὐτὴν εἶναι τῇ ἐριστικῇ ἢ τὴν ἐριστικὴν τὴν αὐτὴν τῇ πει‐ ραστικῇ, ἀλλὰ πειραστικὴν νῦν λέγει τὴν ἄτεχνον καὶ ἄλογον τριβήν. διαιρεῖται τοίνυν ἡ πειρα‐ | |
5 | στικὴ εἴς τε τὴν ἄλογον ἐμπειρίαν καὶ εἰς τὴν μετὰ λόγου τέχνην καὶ δύναμιν, καὶ εἰσὶν ἀμφότεραι ἀόριστοι· οὐδὲ γὰρ τούτου ἐστὶν ὡρισμένον τι ὑπο‐ κείμενον. | |
172b7-8(1l) | ἡ γὰρ περὶ τὰς | |
1m | προτάσεις μέθοδος ἅπασαν | |
1n | ἔχει ταύτην τὴν θεωρίαν | |
1 | Τουτέστιν ἡ γὰρ μέθοδος ἡ θεωροῦσα πᾶσαν πρότασιν, ἐκείνη καὶ τὰς ἡμαρτημένας ὄψεται· τῶν γὰρ ἐναν‐ τίων ἡ αὐτὴ ἐπιστήμη· πᾶσαν δὲ πρότασιν καὶ πᾶν πρόβλημα ἡ διαλεκτικὴ ὁρᾷ· ταύτης γάρ ἐστι τὸ | |
5 | περὶ παντὸς τοῦ προτεθέντος συλλογίζεσθαι· ὥστε τῆς διαλεκτικῆς ἐστι πρὸς τῷ τὰς ἐνδόξους ὁρᾶν καὶ τὰς φαινομένας μέν, μὴ οὔσας δέ, ἐνδόξους ἐπισκέπτεσθαι· τῶν γὰρ ἐναντίων, ὡς εἴρηται, ἡ αὐτὴ ἐπιστήμη. | |
172b18-19(1l) | ἐάν τε ἐρωτώμενος φῇ | |
1m | ἢ ἀποφῇ τούτων τι ἄγειν πρὸς ἃ | |
1n | ἐπιχειρήματος εὐπορεῖ | |
1 | Οἷον εἰ φῇ τὸν σοφὸν πολυπράγμονα, ἀκτέον εἰς τὴν φι‐ λοπραγμοσύνην λέγοντα· ‘ὁ σοφὸς πολυπράγμων, ὁ πολυ‐ πράγμων 〈φιλοπράγμων, ὁ φιλοπράγμων〉 ἐρωτικῶς ἔχει περὶ τὰ χρήματα· ἀλλὰ μὴν ὁ σοφὸς οὐ τοιοῦτος· οὐκ | |
5 | ἄρα πολυπράγμων ὁ σοφός ἐστι.‘ | |
172b26-27(1l) | ἔστι δὲ καὶ καλῶς | |
1m | καὶ μὴ καλῶς τοῦτο ποιεῖν | |
1 | Οἷον τὸν λέγοντα τὴν γῆν ἐν τῷ μέσῳ τοῦ παντὸς κεῖσθαι, καίπερ ἀληθῆ λέγοντα, δείξομεν ψευδόμενον, οὐ καλῶς μὲν εἰ τῇ τῶν Πυθαγορείων ἐπιχειρήσει χρησόμεθα, καλῶς δὲ εἰ τῇ τοῦ Ἀριστοτέλους μεταχειρίσει | |
5 | συλλογισόμεθα. τίνες δὲ ἑκατέρου τούτων οἱ λόγοι ἐν τῷ δευτέρῳ Περὶ Οὐρανοῦ μεμαθήκαμεν, καὶ ὅπως ὁ μὲν Ἀριστοτέλης εὐφυῶς τὴν παραγωγὴν συνήγαγεν, οἱ δὲ Πυθαγόρειοι μαλακῶς, καίπερ οὕτως δοξάζοντες. | |
172b26-27bis | Πάλιν εἰ λέγοι τις ὅτι ἔστι χρόνος, συλλογισόμεθα δεικνύντες αὐτὸν ψευδόμενον· μὴ καλῶς μέν, εἰ λέ‐ γοιμεν ‘οὐκ ἔστι κίνησις (καθάπερ δείκνυσι Ζήνων)· ταύτης δὲ μὴ οὔσης οὐδὲ χρόνος ἔστι‘· καλῶς δὲ | |
5 | οὕτως· ‘τοῦ χρόνου τὰ παρεληλυθὸς καὶ μέλλον οὐκ ἔστι, τὸ δὲ ἐνεστὼς νῦν καὶ οὐ χρόνος· οὐκ ἄρα | |
ἔστι χρόνος.‘ | ||
172b29-31(1l) | σκοπεῖν ἐκ τίνος | |
1m | γένους ὁ διαλεγόμενος, εἶτα | |
1n | ἐρωτᾶν ὃ τοῖς πολλοῖς οὗτοι | |
1o | λέγουσι παράδοξον | |
1 | Οἷον εἴ τις τῶν ἐκ τοῦ Ζήνωνος ἐρωτητέον· ‘ἆρ’ ἔστι κινεῖσθαι;‘ καὶ δῆλον ὅτι ἀπαρνήσεται τὸ εἶναι κίνησιν ἢ κινεῖσθαι, ὃ δή, τὸ μὴ εἶναι κίνησιν, τοῖς πολλοῖς ἐστι παράδοξον. | |
172b33-34(1l) | λύσις δὲ καὶ | |
1m | τούτων ἡ προσήκουσα | |
1n | φέρεται τὸ ἐμφανίζειν | |
1o | ὅτι οὐ διὰ τὸν λόγον | |
1p | συμβαίνει τὸ ἄδοξον | |
1 | Οἷον λεγόντων ἡμῶν ὅτι ὁ ἄδικος κακοδαίμων ἐστίν, ὁ δὲ ἐρωτῶν ἢ ὁ ἀποκρινόμενος ὡς παράδοξα τοῖς πολλοῖς λεγόντων ἡμῶν ἐπιφέρουσιν· οἱ γὰρ πολλοὶ τὸν ἀδικώτατον Ἀρχέλαον εὐδαίμονα λέγουσι—λυτέον | |
5 | ὅτι οὐ διὰ τὰ ὑφ’ ἡμῶν λεγόμενα συμβαίνει τὸ παράδοξον, ἀλλὰ διὰ τὴν ἡμαρτημένην τῶν πολλῶν δόξαν. | |
172b36(1l) | ἔτι δ’ ἐκ τῶν | |
1m | βουλήσεων καὶ τῶν φανερῶν | |
1n | δοξῶν | |
1 | Ἄν, φησί, λέγῃ τις καὶ τίθησιν ἐκ τῶν βουλήσεων, ἄγε εἰς τὰς δόξας· εἰ δὲ τὰ δοκοῦντα, εἰς τὰς | |
βουλήσεις. | ||
173a23-24(1l) | ἐὰν μὲν λέγῃ τις | |
1m | ὡς οἱ περὶ τοὺς λόγους | |
1n | εἰς τὰ τοῖς πολλοῖς | |
1 | Εἴ τις λέγοι τὸν εὐδαίμονα δίκαιον εἶναι, φήσεις αὐτὸν παράδοξα καὶ ἐναντία τῇ τῶν πολλῶν λέγειν δόξῃ· τοῖς γὰρ πολλοῖς Ἀρχέλαος ὁ Μακεδόνων βα‐ σιλεὺς εὐδαίμων δοκεῖ, καίπερ πάνυ ἀδίκως τὴν | |
5 | βασιλείαν λαβών· οὐκ ἄρα ὁ εὐδαίμων δίκαιος. εἰ δὲ ὁ δίκαιος εὐδαίμων, ὁ Ἀρχέλαος οὐκ εὐδαίμων, ἄδικος γάρ, ἀλλὰ δοκεῖ εὐδαίμων εἶναι. | |
173b5-7(1l) | καὶ ὅσων ἡ οὐσία | |
1m | οὐκ ὄντων πρός τι ὅλως | |
1n | ὧν εἰσιν ἕξεις ἢ πάθη ἤ | |
1o | τι τοιοῦτον ἐν τῷ λόγῳ | |
1p | αὐτῶν προσδηλοῦται | |
1 | Τὸ τῆς λέξεως κατάλληλον τοιοῦτόν ἐστι· καὶ ὅλως ὧν εἰσι ἕξεις ἢ πάθη ἤ τι τοιοῦτον ἐν τῷ λόγῳ αὐτῶν προσδηλοῦται. τὸ δὲ ‘ὅσων ἡ οὐσία οὐκ ὄντων πρός τι‘ δηλωτικόν ἐστι τοῦ τίνων εἰσὶν αἱ ἕξεις ἢ τὰ πάθη. ὁ | |
5 | γὰρ ἀριθμὸς καὶ ἡ ῥὶς οὐ πρός τι, ὧν ἀριθμοῦ καὶ ῥινὸς ἕξεις ἢ πάθη εἰσί, τοῦ μὲν τὸ περιττὸν καὶ ἄρτιον, τοῦ δὲ τὸ σιμόν, καὶ προσδηλοῦται ἐν μὲν τῷ τῆς σιμότητος λόγῳ ἡ ῥίς (ἔστι γὰρ σιμότης κοιλότης ἐν ῥινί), ἐν δὲ τῷ τοῦ περιττοῦ ὁ ἀριθμός (ἔστι γὰρ | |
10 | περιττὸν ἀριθμὸς ὁ μονάδι διαφέρων ἀρτίου). τὸν δὲ λόγον οὕτως συνῆγον εἰπόντες ‘περιττὸν ἀριθμὸν λέγομεν· προσθέντες δὲ καὶ τὸν ἀριθμὸν δὶς τὸν ἀριθμόν φαμεν.‘ φαίνονται δέ, φησί, τοῦτο ποιεῖν διὰ τὸ μὴ ἐρωτᾶν ἡμᾶς εἰ δοκεῖ ταὐτὸν | |
15 | σημαίνειν τὸ περιττὸν τῷ περιττῷ ἀριθμῷ ἢ ἕτερον, ἀλλὰ τὸ συμπέρασμα λέγειν εὐθύς, οἷον ὅτι τὸ δι‐ πλάσιον καὶ τὸ διπλάσιον ἡμίσεος ταὐτὸν σημαίνει. τὸ δὲ ‘ἀλλὰ φαίνεται διὰ τὸ ὄνομα τοῦτο εἶναι ταὐτὸ καὶ σημαίνειν‘ ἴσον ἐστὶ τῷ ‘ἀλλὰ φαίνεται | |
20 | μὲν †ὅτι ταὐτὸν σημαίνει διὰ τὸ ὄνομα τὸ διπλάσιον καὶ ἐν τῷ λόγῳ καὶ καθ’ αὑτὸ τὸ αὐτὸ λαμβάνεσθαι ὅτι τὸ αὐτὸ σημαίνει† καὶ καθ’ αὑτὸ καὶ μετὰ τοῦ | |
ἡμίσεοσ‘· τοῦτο δὲ οὐ ταὐτὸν σημαίνει, ὡς δείξει. | ||
173b13-14(1l) | εἰ σημαίνει τι | |
1m | καθ’ αὑτὸ λεχθὲν τὸ δι‐ | |
1n | πλάσιον ἢ οὐδέν, καὶ εἴ | |
1o | τι σημαίνει, πότερον τὸ | |
1p | αὐτὸ ἢ ἕτερον | |
1 | Τὸ μὲν ‘διπλάσιον‘ μόνον ῥηθὲν δυνάμει τὸ ‘ἡμίσεοσ‘ ἔχει· τὸ δὲ ‘διπλάσιον ἡμίσεοσ‘ ἐνεργείᾳ. ἕτερον δὲ τὸ δυνάμει καὶ ἐνεργείᾳ, ἕτερον ἄρα καὶ οὐ ταὐ‐ τὸν καὶ τὸ ‘διπλάσιον‘ τοῦ ‘διπλάσιον ἡμίσεοσ‘· | |
5 | ὁμοίως καὶ τὸ ‘σιμόν‘ καὶ ‘ῥὶς σιμή‘, καὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸς λόγος. | |
173b26-27(1l) | εἰσὶ δὲ πάντες | |
1m | σχεδὸν οἱ φαινόμενοι σολοι‐ | |
1n | κισμοὶ παρὰ τόδε | |
1 | Τὸ ‘τόδε‘, φησί, πρόσρημά ἐστιν αἴτιον τοῦ δοκεῖν ἡμᾶς σολοικίζειν· δοκεῖ μὲν γὰρ δηλωτικὸν εἶναι | |
τῶν μεταξὺ ἄρρενος καὶ θήλεος, σημαίνει δὲ πολλάκις καὶ ἄρρεν ἢ θῆλυ· καὶ τοῦ μὲν ἄρρενος καὶ θήλεος | ||
5 | αἱ πτώσεις διαφέρουσιν· ἀεὶ γὰρ τὸ ‘αὕτη‘ καὶ τὸ ‘ταύτησ‘ καὶ τὸ ‘οὗτοσ‘ καὶ τὸ ‘τοῦτον‘ τὰ μὲν εὐθειῶν εἰσι τὰ δὲ †γενικῶν† δηλωτικά, τὸ δὲ ‘τόδε‘ ὁτὲ μὲν εὐθείας ὁτὲ δὲ †γενικῆς†. διὰ οὖν τὸ ‘τόδε‘ καὶ οὐδετέρων καὶ ἀρρένων καὶ θηλέων εἶναι δηλωτικόν, | |
10 | ὁμοίως δὲ καὶ εὐθειῶν καὶ †γενικῶν†, διὰ τοῦτο συμβαίνει ταῦτα. | |
173b26-27bis? | Ἆρ’ ὃ λέγεις ἀληθῶς, καὶ ἔστι τοῦτο ἀληθῶς; ναί. | |
φῇς δὲ εἶναί τι λίθον. ἔστιν ἄρα τι λίθον. | ||
174a5-8(1l) | καὶ τρόπον τινὰ | |
2l | ὅμοιός ἐστιν ὁ σολοικισμὸς | |
3l | τοῖς παρὰ τὸ τὰ μὴ ὅμοια | |
4l | ὁμοίως λεγομένοις ἐλέγχοις. | |
5l | ὥσπερ γὰρ ἐκείνοις ἐπὶ τῶν | |
6 | πραγμάτων, τούτοις ἐπὶ τῶν ὀνομάτων συμπίπτει σολοικί‐ | |
l8 | ζειν | |
1 | Εἶπεν ἐν τῷ Περὶ Μνήμης καὶ Ἀναμνήσεως ὅτι ὁ μὴ λέγων τὸ πρᾶγμα ἀλλὰ τὸ ὅμοιον τῷ πράγματι, εἰς μὲν τοῦτο οὐ σολοικίζει, εἰς δ’ ἐκεῖνο· ὁ γὰρ ἀντὶ τοῦ εἰπεῖν ‘Κλεόβουλοσ‘ εἰπὼν ‘Κλεώνυμοσ‘ εἰς μὲν τὸ | |
5 | ‘Κλεώνυμοσ‘, ὅμοιον ὂν τῷ Κλεοβούλῳ, οὐ σολοικίζει, εἰς δὲ τὸν Κλεόβουλον ἐσολοίκισεν. ὁμοίως καὶ | |
ἐπὶ τῆς πλευρωνίας καὶ τῆς πλευρᾶς. | ||
174a20(1l) | ἔτι δ’ ὀργὴ καὶ | |
1m | φιλονεικία | |
1 | Ἔτι, φησί, πρὸς τὸ ἐλέγχειν συντελεῖ ἡμῖν τὸ τὸν ἀποκρινόμενον ποιῆσαι ὀργισθῆναι· οἱ γὰρ ὀργιζόμενοι ὑπὸ τοῦ πάθους ἧττον δύνανται φυλάττεσθαι. δυνησό‐ μεθα δέ, φησίν, εἰς ὀργὴν κινῆσαι τὸν ἀποκρινόμενον | |
5 | (τούτου γάρ ἐστι δηλωτικὸν τὸ ‘στοιχεῖον δὲ τῆς ὀργῆσ‘) ἐὰν φανεροὺς ἑαυτοὺς ποιῶμεν ὡς βουλόμεθα ἀδικεῖν καὶ ὅλως ἀναισχυντεῖν· εἰ γὰρ αἴσθοιτο ὁ ἀποκρινόμενος ἡμῶν ἀδικούντων ἢ ἀναισχυντούντων, ὀργισθήσεται· ὀργισθεὶς δ’ ἂν ἧττον ἂν φυλάξαιτο. ἀδικεῖν δὲ | |
10 | δόξομεν ὅταν μὴ ὡς δεῖ ἐρωτῶμεν, ἀναισχυντεῖν δὲ ὅταν ἀμαθῆ ἤ τι τοιοῦτον λέγωμεν τὸν ἀποκρινόμενον. | |
174a23-24(1l) | ἐάν τε πρὸς ταὐτὸ | |
1m | πλείους τις ἔχῃ λόγους | |
1 | Πρὸς τὸ αὐτὸ πλείους ἔχειν λεγόμεθα λόγους ὅταν τὸ αὐτὸ πρόβλημα δι’ ἄλλου καὶ ἄλλου μέσου δεικνύναι δυνάμεθα, οἷον τὴν ἡδονὴν ἀγαθὸν διά τε τοῦ κατὰ φύσιν καὶ διὰ τοῦ πάντα αὐτῆς ἐφίεσθαι. πάλιν δὲ | |
5 | οὐχ οὕτως, ἤτοι μὴ ἀγαθὸν οὖσαν, συλλογισαίμεθ’ ἂν αὐτὴν διά τε τοῦ ἀτελοῦς καὶ διὰ τοῦ λείαν εἶναι κίνησιν. ἀλλὰ καὶ ἐπὶ τοῦ ‘ἔστι σιγῶντα λέγειν καὶ λέγοντα σιγᾶν‘ καὶ ὅτι οὕτως καὶ ὅτι οὐχ οὕτως συλλογιζόμεθα. | |
174b8-9(1l) | σφόδρα δὲ καὶ | |
1m | πολλάκις ποιεῖ δοκεῖν τὸ | |
1n | μάλιστα σοφιστικὸν συκο‐ | |
1o | φάντημα | |
1 | Ὡς τὸ τοιοῦτον· ‘οὐχὶ καὶ ἠρώτηκά τί σε πρῶτον, οὐχὶ καὶ οἱ ἀστέρες ἄρτιοί εἰσιν; ἠρώτηκα δὲ τί σε πρῶτον· οὐκ ἄρα οἱ ἀστέρες περιττοί εἰσιν· ἄρτιοι ἄρα.‘ ἀλλὰ καὶ ὁ Εὐθύδημος ἐν τῷ ὁμωνύμῳ διαλόγῳ μηδὲν συλλογισά‐ | |
5 | μενος συμπεραντικῶς, ἤγουν ὥσπερ συλλογισάμενος, συμ‐ περαίνων ἐπήγαγεν· ‘δῆλον οὖν, ὦ Σώκρατες, παῖς ὢν πάντα ἠπίστω καὶ πρὶν αὐτὸς γενέσθαι καὶ πρὶν οὐρανὸν καὶ γῆν γενέσθαι· ψεῦδος ἄρα ὅτι οὐκ ἐπιστήμων εἶ καὶ πάντων καὶ ἀεί.‘ καὶ πάλιν· | |
10 | ‘πότερον τὸ ὕδωρ λίθος ἐστίν;‘ ‘οὐ δῆτα.‘ ‘τί δέ· οὐχὶ ὁ λίθος σῶμά ἐστι;‘ ‘ναί.‘ ‘τί δέ· οὐχὶ τὰ στοιχεῖα σώματα;‘ ‘ναί.‘ ‘τὸ ὕδωρ ἄρα λίθος ἐστὶ σῶμα ὄν.‘ καὶ πάλιν· ‘οὐχὶ ὁ λίθος σῶμα;‘ ‘ναί.‘ ‘τὸ δὲ ζῷον οὐ σῶμα;‘ ‘ναί.‘ ‘σὺ δὲ ζῷον;‘ ‘ναί.‘ ‘σὺ | |
15 | ἄρα λίθος εἶ σῶμα ὤν.‘ ἀσυλλόγιστα γὰρ ταῦτα πάντα. καὶ πάλιν· ‘τὸ παρὰ τὸ ὂν οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν· ἒν ἄρα τὸ ὂν καὶ οὐ πολλά· οὐκ ἄρα | |
πολλὰ τὰ ὄντα.‘ | ||
174b27(1l) | οἷον ὁ Κλεοφῶν ποιεῖ ἐν | |
1m | τῷ Μανδροβούλῳ | |
1 | Οἷον Κλεοφῶν ποιεῖ ἐν τῷ Μανδροβούλῳ· ὁ Κλεοφῶν οὗτος τραγικὸς ἦν, ὡς Ἀριστοτέλης ἐν τοῖς Περὶ Ποιητικῆς ἱστορεῖ· δρᾶμα δὲ τοῦ Κλεοφῶντος ὁ Μανδρόβουλος, ὡς τοῦ Εὐριπίδου ἡ Ἑκάβη. ηὔξατο | |
5 | δὲ οὗτος ὁ Μανδρόβουλος ὡς εἰ πλουτήσειεν ἐφ’ ἑκάστῳ χρόνῳ χρυσοῦν ἀνατιθέναι κριὸν τῷ Ἀπόλλωνι. καὶ πλουτήσας πρῶτον μὲν χρυσοῦν ἀνέθηκε κριόν, εἶτα χαλκοῦν, καὶ τέλος ἔθυσε ζῷον, ἀφ’ οὗ καὶ παροιμία γέγονε κατὰ τῶν ἐπὶ τὰ χείρω ἀπὸ τῶν κρειττόνων μετα‐ | |
10 | βαινόντων, ἡ ‘ἐπὶ τὰ Μανδροβούλου χωρεῖσ‘ λέγουσα. οὗτος οὖν ὁ Μανδρόβουλος πάλιν πτωχεύσας πεποίηται τῷ Κλεοφῶντι λέγων πρὸς τὸν Ἀπόλλωνα ὡς ‘τὸ ζῷον ὡς χρυσοῦν προσήνεγκα‘, ὁ δὲ Ἀπόλλων ‘ἀλλ’ ἐγώ‘, φησίν, ‘ὡς ζῷον εἰλήφειν.‘ ἃ δὲ λέγει ὁ Ἀριστοτέλης | |
15 | πάντως οὐκ ἄδηλον. | |
174b28-30(1l) | δεῖ δὲ καὶ ἀφιστα‐ | |
2l | μένους τοῦ λόγου τὰ λοιπὰ | |
3l | τῶν ἐπιχειρημάτων ἐπιτέμνειν | |
4l | καὶ ἀποκρινόμενον ἂν προαι‐ | |
4m | σθάνηται προενίστασθαι καὶ | |
lb | προαγορεύειν | |
1 | Τοῦτο δύναται καὶ ὡς ἓν παράγγελμα νοεῖσθαι μέχρι τοῦ ‘προενίστασθαι καὶ προαγορεύειν‘, δύναται δὲ καὶ ὡς δύο τις αὐτὰ ἐκλαβεῖν· ὡς ἓν μὲν τὸ ‘δεῖ καὶ ἀφιστα‐ μένουσ‘ καὶ τὰ ἑξῆς, ὡς ἕτερον δὲ τὸ ‘καὶ ἀποκρινόμε‐ | |
5 | νον ἂν προαισθάνηται προενίστασθαι καὶ προαγορεύειν‘, ὅπερ οἶμαι καὶ κάλλιον. τί δέ ἐστι τὸ λεγόμενον ὑπ’ ἀμφοῖν, εἴπερ δύο ἐκληψόμεθα, ἔσται δῆλον οὕτως· οἱ ἐρωτώμενοι πολλάκις διὰ τὸ γελοίως ἐρωτᾶν τοὺς ἐρωτῶν‐ τας εἰς τὴν τοῦ ἐρωτῶντος μεταπίπτουσι τάξιν τὰ | |
10 | σοφιστικὰ καὶ ἀσυλλογίστως συναγόμενα διελέγχοντες, καὶ πλήρης τοιούτων ὁ Εὐθύδημος τοῦ Πλάτωνος διάλογος. λέγει οὖν ὅτι δεῖ σε ἀφιστάμενον ἐπιτέμνειν τὰ λοιπὰ ἐπιχειρήματα, δι’ ὧν μέλλει ἐλέγχεσθαι τὰ ὑπὸ σοῦ συναγόμενα, ὅπερ καὶ ποιεῖ ὁ Εὐθύδημος καὶ Διονυσ[ι]όδωρος· | |
15 | ἀφίστανται γὰρ καὶ ἐπιτέμνουσι τὰ τοῦ Σωκράτους ἐπιχει‐ ρήματα. οὕτως μὲν τὸ ‘ἀφίστασθαι δεῖ‘· τὸ δὲ ‘καὶ ἀποκρινόμενον ἂν προαισθάνηται‘ τοιοῦτόν ἐστι· καὶ δεῖ σε, ἂν ὁ ἀποκρινόμενος προαισθάνηται τὰ ἐρωτώμενα ὅτι ὁμώνυμά ἐστιν ἢ ἀμφίβολα, πρὸς αὐ‐ | |
20 | τὸν ἐνίστασθαι καὶ λέγειν μὴ οὕτω ποιεῖν (τοῦτο γὰρ λείπει) ἀλλὰ μόνον φάσκειν ἢ ἀποφάσκειν | |
—ὥσπερ καὶ ὁ Εὐθύδημος πρὸς τὸν Σωκράτην· εἰπὼν γὰρ ‘ὦ Σώκρατες, ἐπιστήμων του εἶ;‘ καὶ τοῦ Σω‐ κράτους εἰπόντος ‘ἔγωγε‘, ὁ Εὐθύδημος· ‘πότερον | ||
25 | ᾧ ἐπιστήμων εἶ, τούτῳ καὶ ἐπίστασαι, ἢ ἄλλῳ τῳ;‘ καὶ τοῦ Σωκράτους εἰπόντος ‘ᾧ ἐπιστήμων· οἶμαι γάρ σε τὴν ψυχὴν λέγειν‘, ὁ Εὐθύδημος· ‘οὐκ αἰ‐ σχύνῃ, ὦ Σώκρατες; ἐρωτώμενος ἀντερωτᾷς.‘ δεῖ οὖν, φησίν, ἐνίστασθαι πρὸς αὐτὸν καὶ προλέγειν | |
30 | μὴ διαστέλλειν τὰ λεγόμενα, ἀλλὰ μόνον ἢ ‘ναί‘ ἢ ‘οὔ‘ λέγειν. εἰ μὲν οὖν ὡς δύο παραγγελμάτων τις ἀκούει τῶν προκειμένων, τοιαῦτα ἄν, οἶμαι, εἴη τὰ λεγόμενα· εἰ δὲ ὡς ἑνός, εἴη ἂν ὃ λέγει· δεῖ δέ σε ἀφιστάμενον τοῦ προκειμένου ἀφίστασθαι ὅτι ἀνωτάτω, | |
35 | οἷον εἰ μέλλεις δεικνύναι ὅτι τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη, οὐ δεῖ σε ἐνδιατρίβειν τοῖς καθέκαστα καὶ λέγειν ‘ἡρμοσμένου καὶ ἀναρμόστου ἡ αὐτὴ ἐπιστήμη· μουσικὴ γάρ. ἀλλὰ καὶ ὑγιεινοῦ καὶ νοσώδους ἡ αὐτή· ἰατρικὴ γάρ. ἀλλὰ καὶ συμμέτρου καὶ ἀσυμμέτρου· γε‐ | |
40 | ωμετρία. ἀλλὰ καὶ τοῦ ὀρθογραφεῖν καὶ μή· γραμματική‘, ἀλλὰ δεῖ σε ἀποστάντα ἐπὶ τὸ καθόλου, οἷον ὅτι τῶν ἀντικειμένων ἡ αὐτὴ ἐπιστήμη, τὰ ἐκ τῆς ἐπαγωγῆς ἐπι‐ τέμνειν ἐπιχειρήματα· εἰ γὰρ λάβῃς ὅτι τῶν ἀντικειμέ‐ νων, ἔχεις καὶ ὅτι τῶν ἐναντίων. τὸ δὲ ‘καὶ ἀπο‐ | |
45 | κρινόμενον ἂν προαισθάνηται‘ δῆλον ἔσται οὕτως εἰ‐ ποῦσιν· εἷς ἦν τρόπος τῶν τὸ ἐν ἀρχῇ αἰτούντων, ὡς καὶ ἐν τῷ η τῶν Τόπων καὶ ἐν τῷ δευτέρῳ τῶν Προτέ‐ ρων Ἀναλυτικῶν μεμαθήκαμεν, ὅταν τὸ κατὰ μέρος δέον ἀποδεῖξαι τὸ καθόλου τις αἰτήσει, οἷον εἰ μέλ‐ | |
174b28-30(50) | λει τις δεῖξαι ὅτι ὑγιεινοῦ καὶ νοσώδους, τῶν ἐναν‐ | |
τίων ἀξιώσει μίαν εἶναι ἐπιστήμην· ὃ γὰρ ἔδει καθ’ αὑτὸ δεῖξαι, μετὰ ἄλλων αἰτεῖται πλειόνων. τούτων οὕτως ἀναμνησθέντων τὸ λεγόμενόν ἐστιν· ἀποστατέον ὅτι ἀνωτάτω, καὶ ἂν προαισθάνηται ὁ ἀποκρινόμενος | ||
55 | ὡς τὸ ἐν ἀρχῇ αἰτεῖς, προενίστασθαι καὶ προλέγειν ὅτι οὐκ ἔστι τὸ ἐν ἀρχῇ· οὐ γὰρ τὰ αὐτά ἐστι τὰ ἀντικείμενα καὶ τὰ ἐναντία· τοῦτο δὲ ἦν τὸ ἐν ἀρχῇ αἰτεῖσθαι, ὅταν ὁ μέσος ὅρος τινὶ τῶν ἄκρων ἦν ὁ | |
αὐτός. | ||
174b30-31(1l) | ἐπιχειρητέον δ’ ἐνίοτε | |
1m | καὶ πρὸς ἄλλα τοῦ εἰρημένου | |
1 | Ὥσπερ καὶ ὁ Πρωταγόρας πεποίηκε. περὶ ἀρετῆς γὰρ | |
ὄντος τοῦ λόγου πρὸς ἄλλα τοῦ κειμένου ἐπιχειρεῖ καὶ τὸν Σιμωνίδην ὡς ἐναντία αὐτὸν ἑαυτῷ λέγοντα ἐλέγχειν πειρᾶται εἰπόντα ‘χαλεπὸν ἐσθλὸν γενέσθαι‘, | ||
5 | εἶτα μεμφόμενον τὸν Πιττακὸν λέγοντα ‘χαλεπὸν ἐσθλὸν ἔμμεναι.‘ ὃ δὴ λύσας ὁ Σωκράτης εἰπὼν ἄλλο εἶναι τὸ γίνεσθαι καὶ ἄλλο τὸ εἶναι· τὸ μὲν γὰρ γενέσθαι ἀγαθὸν ὄντως χαλεπόν· ἱδρῶτα γὰρ ἀρετῆς ἔμπροσθεν ἔθεσαν οἱ θεοί· γεγονότα δὲ εἶναι οὐ χαλεπόν. ὥστε | |
10 | οὐκ ἐναντία, ἀλλὰ καὶ ἐν τούτοις τὸ χαλεπὸν πρὸς ἄλλο ἢ 〈ἐφ’〉 οὗ κεῖται μετέλαβεν ὁ Πρωταγόρας, ἐπεὶ μὴ εἶχε πρὸς αὐτὸ ἐπιχειρεῖν· μετέλαβεν οὖν τὸ χαλεπὸν εἰς τὸ φαῦλον, εἰπὼν ‘πολλὴ ἂν εἴη τοῦ ποιητοῦ ἀμαθία, εἰ φαῦλον νομίζει τὸ ἀρετὴν κεκτῆ‐ | |
15 | σθαι‘· τοῦ γοῦν χαλεποῦ ἐπὶ τοῦ μὴ ῥᾳδίως ἀλλὰ διὰ πολλῶν πραγμάτων γινομένου κειμένου, ὁ Πρωταγόρας ἐπὶ τοῦ φαύλου μετέλαβε μὴ ἔχων πρὸς τὸ κείμενον ἐπιχειρεῖν. καὶ ὁ σοφιστὴς Λυκόφρων τὸ ὄργανον τὴν λύραν ἐγκωμιάζων συμπεριελάμβανε τὴν ἐν τῷ οὐ‐ | |
20 | ρανῷ λύραν καὶ τοὺς λυρικούς. τοιοῦτον δέ τι πε‐ ποίηκε καὶ ἄλλος· τὸν κύνα μὴ δυνηθεὶς ἐγκωμιάσαι τὸν ἐν τῷ οὐρανῷ περιέλαβε, καὶ πρὸς τούτῳ ἔφησεν· εἰ μὴ τίμιόν τι ἦν ὁ κύων, οὐκ ἂν τὸν Πᾶνα ὁ Πίνδα‐ ρος κύνα εἴρηκεν εἰπὼν ‘ὦ μάκαρ ὅν τε μεγάλας θεοῦ | |
25 | κύνα παντοδαπὸν καλέουσιν Ὀλύμπιοι.‘ | |
174b38-39(1l) | οὐ δεῖ δὲ τὸ συμ‐ | |
1m | πέρασμα προτατικῶς ἐρωτᾶν | |
1 | Εἶπε περὶ τούτου καὶ ἐν τῷ η τῶν Τοπικῶν, ἐν οἷς ὑπο‐ γράφει πῶς δεῖ ἐρωτᾶν. λέγει γὰρ ἐκεῖ “οὐ δεῖ δὲ τὸ | |
συμπέρασμα ἐρώτημα ποιεῖν” καὶ τὰ ἑξῆς. | ||
175a26-28(1l) | συμβαίνει δέ ποτε καθά‐ | |
2l | περ ἐν τοῖς διαγράμμασιν· καὶ γὰρ | |
3l | ἐκεὶ ἀναλύσαντες ἐνίοτε συνθεῖναι | |
4l | πάλιν ἀδυνατοῦμεν· | |
1 | Πολλὰ τῶν διαγραμμάτων τοιαῦτα καθέστηκεν, ὧν τὴν φύσιν ζητοῦντες ἀναλύομεν εἰς τὰ ἐξ ὧν σύγκεινται, συνθεῖναι δὲ ἀδυνατοῦμεν οἱ μὴ πολλὴν ἕξιν ἔχοντες τῶν τοιούτων, οἷον τὸ ὀκτάεδρον ἀναλῦσαι μὲν ἴσως | |
5 | δυνήσεται καὶ ὁ μὴ πολλὴν ἔχων ἕξιν τῶν μαθημάτων εἴς τε ὀκτὼ ἰσόπλευρα τρίγωνα καὶ ἡμιτρίγωνα τεσσα‐ ρακονταοκτώ· συνθεῖναι δὲ πάλιν αὐτὰ καὶ ὀκτάεδρον ἀποπληρῶσαι ἴσως ἀδυνατήσει· ἀλλὰ καὶ τὸν κύβον εἰς δύο πυραμίδας—ἐκ τούτων γὰρ καὶ σύγκειται—ἴσως | |
10 | ἂν ἀναλύσειε, καὶ ταύτας εἰς τρίγωνα· συνθεῖναι δὲ ταῦτα εἰς πυραμίδας καὶ ταύτας εἰς κύβον οὐκ εὔπο‐ | |
ρον παντί. | ||
175a29-30(1l) | εἰδότες παρ’ ὃ ὁ λόγος συμβαίνει | |
1m | συνεῖραι, διαλῦσαι τὸν λόγον ἀποροῦμεν. | |
1 | Εἰδότες γὰρ συνείρειν καὶ λέγειν ὅτι τὰ σοφίσματα ἢ ὁμωνυμίᾳ συμβαίνει γίνεσθαι ἢ ἀμφιβολίᾳ ἢ διαιρέσει, καὶ ὅλως εἰδότες τοὺς ιγ λέγειν τρόπους καθ’ οὓς αἱ ἀπάται, τὸ παρὸν σόφισμα παρὰ τίνα τούτων γέγονεν ἀδυνατοῦμεν διαλῦσαι. | |
175a31-33(1l) | πρῶτον μὲν οὖν, ὥσπερ συλογί‐ | |
2l | ζεσθαί φαμεν ἐνδόξως ποτὲ μᾶλλον ἢ | |
3l | ἀληθῶς προαιρεῖσθαι δεῖν, οὕτω καὶ λυ‐ | |
4l | τέον ποτὲ μᾶλλον ἐνδόξως ἢ κατὰ τἀληθές. | |
1 | Ὥσπερ καὶ αὐτὸς πεποίηκεν ἐν τῇ Φυσικῇ Ἀκροάσει· λέ‐ λυκε γὰρ τοὺς κατὰ τῆς κινήσεως ἠρωτημένους τοῦ Ζήνωνος λόγους πρῶτον μὲν ἐνδόξως, ὕστερον δὲ ἀληθῶς. ἀλλὰ κἄν τις φῇ ‘ὁ Σωκράτης ζῷον· τὸ ζῷον γένος· ὁ Σωκράτης | |
5 | γένοσ‘, λύων δέ τις φῇ ‘ἀληθῶς· ἔστι γὰρ ὁ Σωκράτης γένος, εἴπερ γένος λέγεται ἡ ἑκάστου τῆς γενέσεως ἀρχή‘, | |
οὗτος ἐνδόξως, ἀλλ’ οὐκ ἀληθῶς λέλυκεν. | ||
175a37-38(1l) | οὐδὲν ἂν δέοι διαι‐ | |
2l | ρεῖσθαι πρὸς ἀμφίβολα καὶ | |
3l | τὴν ὁμωνυμίαν | |
1 | Οὐ δεῖ, φησί, διαιρεῖσθαι ποσαχῶς καὶ κατὰ πόσων λέγεται τὸ ἐρωτηθὲν ὄνομα ἢ ὁ λόγος, ἀλλὰ διορθωτέον ἡμᾶς αὐτοὺς ἐν ταῖς ἀποκρίσεσιν. ἢ μᾶλλον διορθωτέον τοὺς ἀκροατάς, ὅπως μὴ δοκῶσιν ὡς ἐλεγχόμεθα. | |
5 | Ἀλλ’ οὖν, ἐπειδὴ φαντασίαν τινὰ ἐλέγχου διδόασιν αἱ τοιαῦται ἐρωτήσεις, δεῖ ἡμᾶς ἀποκρινομένους ἀναι‐ ρεῖν ταύτην ἐκ τοῦ καλῶς ἀποκρίνεσθαι· δεῖ δὲ ἀποκρι‐ νομένους μὴ διαιρεῖν καὶ λέγειν ὅτι σιγῶντά ἐστι καὶ τὰ σιγώμενα καὶ ὁ σιγῶν, καὶ μανθάνειν τὸ συνιέναι τὰ | |
10 | λεγόμενα καὶ τὸ ἀναλαμβάνειν ἐπιστήμην· μὴ οὕτω ποι‐ ητέον, ἀλλ’ ἐρωτηθέντα πότερον οἱ σοφοὶ μανθάνουσιν ἢ οἱ ἀμαθεῖς, εἰ μὲν τοὺς σοφοὺς βούλει ὁμολογῆσαι ὅτι μανθά‐ νουσι, ῥητέον ‘οἱ σοφοὶ ξυνίασι τῶν λεγομένων.‘ εἰ δὲ βούλει δοῦναι ὅτι οἱ ἀμαθεῖς εἰσιν οἱ μανθάνοντες, φάθι· | |
15 | ‘οἱ ἀμαθεῖς· τῶν γὰρ μὴ ἐπισταμένων τὸ μανθάνειν‘, ἢ οὕ‐ τως· ‘οἱ ἀμαθεῖς· τῶν γὰρ ἀμαθῶν τὸ λαμβάνειν ἐπιστήμην.‘ οὕτω μὲν οὖν ἐν ταῖς ἀποκρίσεσι διορθωτέον πρὸς τὸ μὴ δοκεῖν τὸν λόγον ἐλέγχεσθαι. ἂν δὲ λάθῃ ἐν ταῖς προτά‐ σεσι, τοῦτο ἡμᾶς ἐν τῷ συμπεράσματι διορθωτέον, οὐχ | |
20 | οὕτω λέγοντες ὅτι ἐλεγχοειδὲς τὸ συμπέρασμά ἐστιν, ὡς αὐτὸς δοκεῖ διὰ τῆς λέξεως λέγειν, ἀλλ’ ἔστιν ὃ λέγει δυνάμει τοιοῦτον· ἂν λάθῃ ἡμᾶς ἐν ταῖς τῶν προτάσεων ἐρωτήσεσι προσαποκρίνεσθαί τι πρὸς διόρθωσιν, ἐν τῷ συμπεράσματι τοῦτο ποιήσαντες οὐ δόξομεν ἐλέγχεσθαι, ἀλλ’ | |
25 | ὅτι καὶ τὰς προτάσεις εἰς τοῦτο βλέποντες δεδώκαμεν, οἷον | |
εἰ οὕτως ἤρετο· ‘ἆρ’ ἔστι σιγῶντα λέγειν·‘, ἡμῶν δὲ φη‐ σάντων ‘οὔ‘, κἀκείνου εἰπόντος ‘τί δέ· ὅταν ξύλα καὶ λίθους λέγεις, οὐ σιγῶντα λέγεις; ἔστιν ἄρα σιγῶντα λέγειν‘, εἴπερ ἡμεῖς φήσαιμεν ‘ναί· ἔστι γὰρ τὰ σι‐ | ||
30 | γώμενα λέγειν‘, οὐκ ἔλεγχος ἀλλὰ ἐλεγχοειδές, τουτέστι φαινόμενος ἔλεγχος, δόξει, καὶ ὅτι ὁπηνίκα μὴ λέγειν σιγῶντα δεδώκαμεν οὐ πρὸς τὰ σιγώμενα βλέποντες ἀπε‐ φήσαμεν τὸ λέγειν ἀλλὰ πρὸς τὸν σιγῶντα. | |
175b17-18(1l) | ἐπὶ γὰρ τῶν ὁρατῶν | |
2l | ἀναγκαῖον ὃ ἔφησεν ἀποφῆσαι | |
3l | ὄνομα καὶ ὃ ἀπέφησε φῆσαι | |
1 | Ἐπὶ γὰρ τῶν ὁρατῶν πάντα ἀληθεύει πῃ καὶ ψεύδεταί πῃ· ὁ γὰρ Σωκράτης καὶ λευκός ἐστι καὶ οὐ λευκός, καὶ ἓν καὶ οὐχ ἕν, καὶ δίπηχυς καὶ οὐ δίπηχυς, καὶ | |
τὰ ἄλλα ὁμοίως. | ||
175b17-18bis | Ὁρατὰ τὰ αἰσθητὰ καὶ καθέκαστα λέγεται, ἐφ’ ὧν καὶ τὴν ἀντίφασιν δοκοῦσι συνάγειν, οὕτως· ‘ἆρ‘ οἶδας ὅτι πᾶσα δυὰς ἀρτία;‘ ‘ναί.‘, εἶτα δεικνύουσι τὴν δυάδα τήνδε ἣν ἔχουσιν ἐν τῇ χειρὶ καί φασιν· | |
5 | ‘ἀλλὰ μὴν ταύτην ὅλως μὴ εἰδὼς εἰ δυάς ἐστιν, οὐδὲ εἰ ἔστιν ἀρτία οἶδας· οἶδας ἄρα ὅτι πᾶσα δυὰς ἀρ‐ τία καὶ οὐκ οἶδας.‘ τοιοῦτόν τι καὶ ἐπὶ τοῦ ἐγκε‐ καλυμμένου ἐποίουν Κορίσκου· περικαλυψάμενοι γὰρ αὐτὸν ἔλεγον· ‘ἆρ‘ οἶδας ὅτι ὁ Κορίσκος μουσικός | |
10 | ἐστι;‘ ‘ναί.‘, εἶτα τὸ περικάλυμμα ἀφελόντες ἐπῆγον· ‘καὶ μὴν τοῦτον εἰ ὅλως ἐστὶ Κορίσκος ἠγνόεις, ὥστε καὶ ὅτι μουσικός· οἶδας ἄρα καὶ οὐκ οἶδας τὸν αὐτὸν ὅτι μουσικός ἐστιν.‘—ἢ μᾶλλον οὕτως· ‘τὸν πατέρα οἶδας τὸν σεαυτοῦ ὅστις ἐστί;‘ ‘ναί. ἔστι γάρ μου | |
15 | πατὴρ ὁ Κορίσκος.‘ ‘τί οὖν ἤν σοι παραστήσας τινὰ ἐγκεκαλυμμένον ἔρωμαι ‘τοῦτον οἶσθα;‘, τί φήσεις;‘ ‘δηλαδὴ ἀγνοεῖν.‘ ‘ἀλλὰ μὴν ὁ αὐτὸς οὗτος ἦν ὁ σὸς πατήρ, ὥστε εἰ τοῦτον ἀγνοεῖς, δῆλος εἶ τὸν σὸν πα‐ τέρα ἀγνοῶν· ὥστε ὅτι καὶ μουσικός ἐστιν ἀγνοεῖς.‘ | |
20 | ἔστι δὲ τὸ τοῦ ἐγκεκαλυμμένου σόφισμα παρὰ τὸ συμ‐ βεβηκός, ἀλλ’ οὐ παρὰ τὴν ὁμωνυμίαν, ὡς καὶ αὐτὸς ἐρεῖ ὅτε τὰς τῶν σοφισμάτων λύσεις ἐπάγει. ὥστε διὰ τοῦ εἰπεῖν ‘εἰ δέ τις ὑπολήψεται τὸν κατὰ τὴν ὁμω‐ | |
νυμίαν ἔλεγχον‘ πάντας ᾐνίξατο τοὺς τρόπους. | ||
175b29-30(1l) | πότερον ἐλήλεγκται | |
1m | ἢ οὐκ ἐλήλεγκται | |
1 | Ἐλέγχεται μὲν ὁ ἀποκρινόμενος ὅταν δίδωσι τοιαῦτα ἐξ ὧν τἀναντία συνάγεται τῆς αὐτοῦ θέσεως. ὅπερ καὶ Πρωταγόρας καὶ Καλλικλῆς καὶ Πῶλος καὶ ἄλλοι μυρίοι πεπόνθασι. δοὺς γὰρ ὁ Πρωταγόρας ὅτι σωφροσύνη ἕτερόν | |
5 | ἐστι σοφίας, συνήγαγεν ὁ Σωκράτης ὅτι ταὐτόν ἐστιν ἡ σοφία καὶ ἡ σωφροσύνη ἐξ ὧν ὁ Πρωταγόρας δέδωκεν. ὅταν μὲν οὖν ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνός, καὶ ὀνόματος καὶ πράγματος, καὶ ὁ ἀποκρινόμενος δίδωσι καὶ ὁ ἐρωτῶν λαμβά‐ νει, οὐχ ὁ λόγος ἀλλ’ ὁ ἀποκρινόμενος ἐλήλεκται· ὁπη‐ | |
10 | νίκα δὲ ὁ μὲν ἐπ’ ἄλλου δίδωσιν, ὁ δὲ ἐπὶ ἄλλου λαμ‐ βάνει, ὡς ἐπὶ τῶν ὁμωνυμιῶν καὶ τῶν ἀμφιβόλων, οὐχ ὁ ἀποκρινόμενος ἐλέγχεται ἀλλ’ ὁ λόγος· καὶ οὐδὲ οὗτος ἁπλῶς, ἀλλὰ δοκεῖ ἐληλέχθαι. ἀλλὰ πῶς, εἰπὼν πρότερον ὅτι ‘οὐδὲν ἂν δέοι διαιρεῖσθαι πρὸς τὰ ἀμφίβολα καὶ τὴν | |
15 | ὁμωνυμίαν‘, ὥσπερ ἐκείνων ἐπιλαθόμενος παραινεῖ μὴ ὀκνη‐ ρῶς ἔχειν ἀλλὰ πάντως διαιρεῖσθαι; ἢ τὸ διαιρεῖν νῦν ἀντὶ τοῦ προσδιορίζεσθαι εἶπεν; ὃ γὰρ πρὸ ὀλίγου δι‐ όρθωσιν μοχθηρίας εἶπε, τοῦτο νῦν διαίρεσιν ἐκάλεσε. διορθωτέον δὲ οὕτως· ‘ἆρ ἔστι σιγῶντα λέγειν;‘ ‘ναί· | |
20 | δυνατὸν γὰρ τὰ σιγώμενα λέγειν ἡμᾶς.‘ | |
176a4-6(1l) | φανερὸν ὅτι οὐδενὶ | |
2l | προσήκει τῶν ὁμωνύμων ἀπο‐ | |
3l | κρίνεσθαι ἁπλῶς, οὐδ’ εἰ | |
4l | κατὰ πάντων ἀληθές | |
1 | Πῶς χρὴ ἀποκρίνασθαι πρὸς τὰ πλείω ἐρωτήματα ὅταν κατὰ πάντων ὁ λόγος ἀληθεύηται, παγκάλως ἡμᾶς ὁ Πλάτων ἐδίδαξεν ἐν τῷ Πρωταγόρᾳ· εἰπόντος γὰρ τοῦ Πρωταγόρου ‘λέγει που Σιμωνίδης “χαλεπὸν ἐσθλὸν | |
5 | ἔμμεναι”· πότερον οὖν δοκεῖ σοι καλῶς πεποιῆσθαι καὶ ὀρθῶς;‘ καὶ δύο ἐρωτήσας—ἄλλο γὰρ τὸ καλὸν τοῦ ὀρθοῦ—Σωκράτης ἀπεκρίνατο εἰπὼν ‘πάνυ | |
ἔγωγε καὶ ὀρθῶς.‘ | ||
176a30-31(1l) | ὅταν τι τοιοῦτον ἀξιοῖ τις ὃ | |
2l | ἀναγκαῖον μὲν συμβαίνειν ἐκ τῆς θέσε‐ | |
3l | ως, ᾖ δὲ ψεῦδος ἢ ἄδοξον | |
1 | Οἷον εἴ τις λέγει μὴ εἶναι πρόνοιαν τεθέντος τοῦ τὴν ψυχὴν εἶναι θνητήν, ἢ μὴ εἶναι τὸ κατ’ ἀξίαν διὰ τὸ ὁρᾶν πολλοὺς ἀσεβεῖς εὐτυχοῦντας, σπουδαίους δὲ δυστυχοῦντας, ῥητέον ὅτι τεθέντος τοῦ μὴ εἶναι | |
5 | τὸ κατ’ ἀξίαν ἢ τὸ τὴν ψυχὴν φθείρεσθαι συμβαίνει μὴ εἶναι πρόνοιαν· ἀλλὰ ψεῦδος τὸ μὴ εἶναι τὸ κατ’ ἀξίαν, ἢ τὸ τὴν ψυχὴν φθείρεσθαι ἄδοξον· οὐ γὰρ δοκεῖ Πλάτωνι, Ὁμήρῳ, τοῖς ἄλλοις. ἀλλὰ κἂν τὸν Ἀρχέλαόν τις θήσει εὐδαίμονα εἶναι, συμβαίνει τὸ | |
10 | ἀδικεῖν ἀγαθὸν εἶναι· ἀλλὰ ψεῦδος ὅτι ὁ Ἀρχέλαος | |
εὐδαίμων ἐστί. | ||
176a36-37(1l) | ἐξειργόμενον δὲ | |
2l | τούτων ἐπὶ τὸ μὴ καλῶς δε‐ | |
3l | δεῖχθαι πορευτέον | |
1 | Εἰ μὴ συγχωρεῖ, φησίν, ὁ ἐρωτῶν τοῖς ὑπὸ σοῦ ἀντεπαγομένοις ἀλλὰ λέγοι ὅτι ‘οὔτως ταῦτα δέδωκας ὡς ἐγὼ ἔλαβον‘, τράπηθι ἐπὶ τὸ δεικνύναι ὡς οὐ συλλελόγισται. | |
176b11-13(1l) | ἐὰν δ’ ἐπιχειρῇ | |
2l | ὅτι τῷ μὲν ἔστιν ἐναντίον | |
3l | τῷ δ’ οὐκ ἔστιν ἂν ὁ λόγος | |
4l | ἀληθὴς ᾖ ἐναντίον φάναι | |
5l | ὄνομα δὲ μὴ κεῖσθαι τοῦ | |
6l | ἑτέρου | |
1 | Ἀληθοῦς ὄντος τοῦ λέγοντος λόγου ὅτι ἡ ὑγίεια καὶ ἡ νόσος ἐναντία, ἄν τις ἐπιχειρῇ τοῦτον ψευδῆ δει‐ κνύναι λέγων ὅτι, εἴπερ ἡ ὑγίεια ἐναντία ἐστὶ τῇ νόσῳ, ἔσται καὶ τῇ τινὶ νόσῳ τὶς ὑγίεια ἐναντία· | |
5 | ἀλλὰ μὴν τῇ τοῦ Σωκράτους, εἰ τύχοι, ὀφθαλμίᾳ νόσῳ οὔσῃ οὐκ ἔστι τὶς ὑγίεια ἐναντία—ῥητέον ὡς ἔστι μὲν ἡ ἐναντία διάθεσις, ἣν διέκειτο ὁ ὀφθαλμὸς ὅτε | |
ὑγίαινεν, οὐ κεῖται δὲ αὐτῇ ὄνομα. | ||
176d26-28(1l) | ἔτι ὅσα ἄν τις | |
2l | προαισθάνηται τῶν ἐρωτημάτων | |
3l | προενστατέον καὶ προαγορευ‐ | |
4l | τέον· οὕτω γὰρ ἂν μάλιστα τὸν | |
5l | πυνθανόμενον κωλύσειν | |
1 | Εἰ προαισθάνηται, φησίν, ὁ ἐρωτῶν ὅτι μεταφέρεις, προενίστασθαί σε χρὴ καὶ λέγειν ὡς ‘οὐ μεταφέρω, ἀλλὰ τοῦτο μάλιστά ἐστιν ὃ δίδωμι.‘ | |
177a9(1l) | τῶν μὲν οὖν | |
1 | Παραδοὺς τοὺς ιγ τρόπους καθ’ οὓς ἀπατᾶν οἱ σοφισταὶ προαιροῦνται, εἶτα καὶ πῶς ἐρωτηματίζειν δεῖ καὶ ὑπέ‐ χειν λόγον εἰπών, καὶ πρὸς τούτοις κοινότερον ὑπο‐ γράψας πῶς λύειν ὀφείλομεν τὰ σοφίσματα, νῦν καὶ τὰς | |
5 | λύσεις τῶν δέκα καὶ τριῶν τρόπων ἐπάγει, καὶ πρῶτον τῶν ἀπὸ τῆς ὁμωνυμίας καὶ ἀμφιβολίας, καὶ ἐφ’ ἑξῆς | |
τῶν ἄλλων. | ||
177a12(1l) | ἐν μὲν τῷ σιγῶντα | |
1m | λέγειν τὸ συμπέρασμα διττόν | |
1 | Ζητήσειεν ἄν τις πῶς πρότερον ἔλεγεν ὅτι ἐν μὲν τῷ ‘σιγῶντα λέγειν‘ ἐν τῇ ἀντιφάσει ἐστὶ τὸ αἴτιον τοῦ παραλογισμοῦ καὶ οὐκ ἐν τῷ συλλογισμῷ, ἤτοι τῷ συμ‐ περάσματι, νῦν δὲ λέγει ὅτι ἐν τῷ συμπεράσματι τὸ | |
5 | διττόν. ἢ ἐπειδὴ ἔν τισι τῶν σοφισμάτων τὸ συμπέρασμα τὸ αὐτό ἐστι μιᾷ τῶν προτάσεων, διὰ τοῦτο ὁτὲ μὲν ὡς παράδειγμα τοῦ ἔχοντος τὸ διττὸν ἐν τῇ προτάσει λαμ‐ βάνει αὐτό, ποτὲ δὲ ὡς τοῦ ἔχοντος τὸ συμπέρασμα διττόν; ὅτι δὲ ἐπὶ τοῦ παρόντος ἡ πρότασις καὶ τὸ | |
10 | συμπέρασμα ταὐτόν ἐστι, δῆλον· ‘ἆρ’ ἔστι σιγῶντα λέγειν;‘ ‘οὔ.‘ ‘τί δέ, ὅταν ξύλα καὶ λίθους φῇς, οὐ σιγῶντα λέγεις; ἔστιν ἄρα σιγῶντα λέγειν.‘ ὁρᾷς ὅτι τὸ ‘σιγῶντα λέγει‘ καὶ ὡς πρότασις καὶ ὡς συμπέ‐ ρασμα εἴληπται. ὅταν δὲ ἕτερόν ἐστι τὸ συμπέρασμα τῶν | |
15 | προτάσεων, οὐδέποτε ἔλαβε τὸ συμπέρασμα καὶ ὡς παράδειγ‐ μα προτάσεως ἐχούσης τὸ διττόν, ἀλλὰ μόνον ὡς συμπερά‐ σματος. ἐπεὶ δὲ τέτταρές εἰσι τρόποι καθ’ οὓς οἱ παρὰ †τὸ συμβεβηκὸς† καὶ τὴν ἀμφιβολίαν γίνονται παραλογισμοί· εἷς μὲν ὅταν ἢ τὸ ὄνομα ἢ ὁ λόγος πλείω σημαίνῃ, ὃς | |
20 | κοινός ἐστι τῶν τε παρὰ †τὸ συμβεβηκὸς† καὶ τῶν παρὰ τὴν ἀμφιβολίαν· ἄλλος δὲ ὅταν εἰωθότες ὦμεν οὕτως λέγειν, ὅστις καὶ αὐτὸς κοινός ἐστιν· ἕτερος δὲ εἰ χωρὶς μὲν ἕκαστον ἁπλοῦν ἐστι, συντεθὲν δὲ πλείω σημαίνει, ὡς τὸ ‘ἐπίσταται γράμματα‘· τέταρτος δὲ ὅταν συγκείμενον ἓν | |
25 | δηλοῖ, χωρισθὲν δὲ πλείω, ὡς ὁ ἐπτά· περισσὸς γὰρ ὢν διαιρεθεὶς ἄρτιος καὶ περισσὸς φαίνεται γινόμενος· διὰ μὲν τοῦ ‘σιγῶντα λέγειν‘ καὶ τοῦ ‘μὴ συνεπίστασθαι τὸν | |
ἐπιστάμενον‘ τοὺς δύο πρώτους ἐδήλωσε τρόπους, διὰ δὲ τοῦ ‘καὶ τὸ διττὸν ὁτὲ μέν ἐστι, ὁτὲ δὲ οὐκ ἔστι‘ τοὺς | ||
30 | λοιποὺς δύο· εἰ μὲν γὰρ συντεθεῖεν ἢ διαιρεθεῖεν, ἔστι | |
τὸ διττόν, εἰ δὲ μή, οὐκ ἔστι. | ||
177a16-18(1l) | ὅσοις μὲν οὖν ἐν | |
2l | τῷ τέλει τὸ πολλαχῶς ἃν μὴ | |
3l | προσλάβῃ τὴν ἀντίφασιν οὐ | |
4l | γίνεται ἔλεγχος, οἷον ἐν τῷ | |
5l | τὸν τυφλὸν ὁρᾶν· ἄνευ γὰρ | |
6l | ἀντιφάσεως οὐκ ἦν ἔλεγχος. | |
1 | Τὸ λεγόμενον δῆλον ἔσται εἴπερ ἀναμνησθῶμεν ὧν εἶπεν ἐν τῷ δευτέρῳ τῶν Προτέρων Ἀναλυτικῶν ἐν οἷς περὶ τοῦ ἐξ ἀντικειμένων συλλογίζεσθαι τὸν λόγον ἐποιεῖτο. εἰσὶ δὲ ἅπερ εἶπεν ἐκεῖσε ταῦτα· “δεῖ δὲ κατανοεῖν ὅτι οὕτως | |
5 | μὲν οὐκ ἔστιν ἐναντία συμπεράνασθαι ἐξ ἑνὸς συλλογισμοῦ, ὥστ’ εἶναι τὸ συμπέρασμα ‘τὸ μὴ ὂν ἀγαθὸν ἀγαθόν‘ ἢ ἄλλο 〈τι〉 τοιοῦτον, ἐὰν μὴ εὐθὺς ἡ πρότασις τοιαύτη ληφθῇ, οἷον ‘πᾶν ζῷον λευκὸν εἶναι καὶ μὴ λευκόν, τὸν δὲ ἄνθρωπον ζῷον‘, ἀλλὰ προσλαβεῖν δεῖ τὴν ἀντίφασιν, οἷον ὅτι | |
10 | πᾶσα ἐπιστήμη ὑπόληψις καὶ οὐχ ὑπόληψις, εἶτα προσλαβεῖν ὅτι ἡ ἰατρικὴ ἐπιστήμη μέν ἐστιν, 〈οὐδεμία δ’ ὑπόληψισ〉, ὥσπερ οἱ ἔλεγχοι γίνονται. ἢ ἐκ δύο συλλογισμῶν.” τούτων οὕτως ἐκεῖ ῥηθέντων δῆλον ὅτι τὸ ‘ὅσοις μὲν οὖν ἐν τῷ τέλει τὸ πολλαχῶσ‘ ἴσον ἐστὶ τῷ ‘ἐν ὅσοις μὲν οὖν ἐν τῷ | |
15 | συμπεράσματι‘· τοῦτο γὰρ εἶπε ‘τέλος.‘ ἐν ὅσοις μὲν οὖν ἐν τῷ τέλει ἐνορᾶται τὸ πολλαχῶς, τουτέστιν ἡ ἀντίφασις, δεῖ εἰδέναι ὅτι ἡ πρότασις ἔχουσα τὴν ἀντίφασιν ἐλήφθη· εἰ γὰρ μὴ προσλάβῃ ἐν τῇ προτάσει τὴν ἀντίφασιν, οὐ γί‐ νεται ἔλεγχος ἐξ ἑνὸς συλλογισμοῦ τἀναντία συνάγων. | |
20 | εἶτα, ὥσπερ ἀναμιμνήσκων ἡμᾶς τῶν ἐν τῷ δευτέρῳ τῶν Προ‐ τέρων Ἀναλυτικῶν εἰρημένων, ἐπήγαγεν ‘ἄνευ γὰρ ἀντιφάσεως οὐκ ἦν ἔλεγχοσ‘ ὡς εἰ ἔλεγεν· εἴρηται γὰρ ἐν ἐκείνοις ὅτι ἄνευ τοῦ προσλαβεῖν τὴν ἀντίφασιν οὐ δύναται γενέσθαι ἔ‐ λεγχος ὅτι τὸ ἀγαθὸν οὐκ ἀγαθόν· τὰ γὰρ δεύτερα τῶν Προ‐ | |
25 | τέρων τὰς ἀρχὰς περιέχει τῶν Σοφιστικῶν Ἐλέγχων ἢ μᾶλλον τὸ λεγόμενόν ἐστιν· ἐν ὅσοις μὲν οὖν ἐν τῷ συμπεράσματι ἀμφιβολία ἐστί (ταύτην γὰρ εἶπε ‘πολλαχῶσ‘), ἂν μὴ προσλάβῃ τὴν ἀντίφασιν, οὔπω δῆλον εἰ ἐλέγχει (τούτου γάρ ἐστι δηλωτικὸν τὸ ‘οὐ γίνεται | |
30 | ἔλεγχοσ‘), οἶον ‘ἆρ’ ἔστι τυφλὸν ὁρᾶν;‘ ‘οὔ.‘ ‘τί δέ· ὅταν τυφλὸν ὁρᾷς, οὐ τυφλὸν ὁρᾷς; ἔστιν ἄρα τυφλὸν ὁρᾶν‘· τοῦτο ἀμφίβολον· ἢ γὰρ ὅτι ὁ τυφλὸς ὁρᾷ ἢ ὅτι ὁ βλέπων ὁρᾷ τὸν τυφλόν, ὥστε εἰ μέλλει φανῆναι ἔλεγχος, δεῖ προσλαβεῖν τὴν ἀντίφασιν, οὕτως· ‘ἔστιν ἄρα τυφλὸν | |
35 | ὁρᾶν καὶ μὴ ὁρᾶν‘, ἢ οὕτως· ‘ὁ τυφλὸς ἄρα ὁρᾷ καὶ οὐχ | |
ὁρᾷ.‘ | ||
177a36-38(1l) | ἆρ’ ᾧ εἶδες σὺ τοῦτον | |
2l | τυπτόμενον τούτῳ ἐτύπτετο οὗ‐ | |
3l | τος καὶ ᾧ ἐτύπτετο τούτῳ σὺ | |
4l | εἶδες; | |
1 | Τὸ σόφισμα· ‘ἆρ’ ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο οὗτος; τῇ ῥάβδῳ δὲ εἶδες τοῦτον τυπτόμενον· | |
τῇ ῥάβδῳ ἄρα βλέπεις καὶ οὐ τοῖς ὀφθαλμοῖς.‘ | ||
177b1-2(1l) | οὐ γάρ ἐστι διττὸν τὸ | |
1m | παρὰ τὴν διαίρεσιν. | |
1 | Ἐπειδὴ γάρ, φησί, τὸ γινόμενον χωρὶς τοῦ ἀπὸ τῆς διαι‐ ρέσεως οὐκ ἔστι διττόν, οὐκ ἔστιν ἀμφίβολον. μὴ διῃ‐ ρήσθω ἀπὸ τοῦ λόγου τὸ †τὸ† εἶδες, ἀλλ’ ἔστω κείμενον, καὶ ἔστω τὸ συμπέρασμα τοιοῦτον· ‘εἶδες ἄρα τῷ ὀφθαλμῷ | |
5 | τοῦτον τυπτόμενον.‘ τοῦτο οὖν οὐκ ἔστι διττόν, ὥστε παρὰ τὴν τοιάνδε διαίρεσιν καὶ τοιάνδε σύνθεσιν τὸ σόφισμα. ἢ μᾶλλον οὕτως· τὰ παρὰ τὴν διαίρεσιν γινόμενα σοφίσματα ὅταν συντεθῶσιν οὐκ ἔχουσι τὸ διττόν, ὡς | |
10 | ἐπὶ τούτου. τὰ δὲ παρὰ τὴν ἀμφιβολίαν καὶ συντεθειμένα καὶ διῃρημένα τὸ διττὸν ἔχει. καὶ ἔσται τὸ πλῆρες τοι‐ οῦτον· οὐ γάρ ἐστι διττὸν τὸ παρὰ τὴν διαίρεσιν ὅταν | |
συντεθῇ. | ||
177b20-21(1l) | ἆρ’ ἀληθὲς εἰπεῖν | |
2l | νῦν ὅτι σὺ γέγονας; γέγονας | |
3l | ἄρα νῦν. | |
1 | Τὸ σόφισμα τοιοῦτον· ‘ἆρα γέγονας σύ;‘ ‘ναί.‘ ‘τί δέ· ἀληθές ἐστιν εἰπεῖν νῦν ὅτι γέγονας;‘ ‘ναί.‘ ‘γέγονας ἄρα νῦν.‘ ἄλλο γὰρ σημαίνει διαιρούμενον τὸ ‘νῦν‘ ἀπὸ τοῦ ‘εἰπεῖν‘ καὶ ἄλλο συντιθέμενον. εἰ δέ τις ἐρωτᾷ | |
5 | τὸν λόγον ἐπὶ τῆς νῦν γενομένης ἐκλείψεως, ἔσται παρὰ τὴν διαίρεσιν, οἷον· ‘ἆρα νῦν γέγονεν ἔκλειψις; ἀληθὲς δέ ἐστιν εἰπεῖν‘ καὶ τὰ ἑξῆς. | |
177b29-31(1l) | οὐ γὰρ πάντως ὡς | |
2l | δύναται ποιεῖν δεδόσθαι ποι‐ | |
3l | ήσειν· οὐ ταὐτὸ δ’ εἶναι ὡς | |
4l | δύναται καὶ πάντως ὡς δύναται | |
5l | ποιεῖν. | |
1 | Οὐ γὰρ πάντως, φασί, τουτέστιν οὐ κατὰ πᾶν σημαινόμενον τοῦ δυνατοῦ δέδωκε τὸ δύνασθαι κιθαρίζειν. δυνατὸν γὰρ λέγομεν βαδίζειν καὶ τὸ ἤδη βαδίζον καὶ τὸ μὴ βαδίζον, δυνάμενον δὲ βαδίζειν· οὕτως καὶ κιθαρίζειν δύνασθαι | |
5 | τὸ κιθαρίζον καὶ τὸ μή, δυνάμενον δέ. οὐ ταὐτὸν δέ ἐστι | |
τὸ ‘ὡς δύναται‘, φασί, καὶ τὸ ‘πάντωσ‘, ἀλλὰ τὸ μὲν ‘ὡς δύναμαι κιθαρίζειν κιθαρίσω‘ δηλοῖ ὅτι δύναμιν ἔχω τοῦ μὴ κιθαρίζων νῦν μετὰ ταῦτα κιθαρίσειν, τὸ δὲ ‘πάντως δύναται κιθαρίζειν‘ δηλοῖ τὸ ‘καὶ ὅτε οὐ κιθα‐ | ||
10 | ρίζει κιθαρίζει καὶ ὅτε κιθαρίζει‘, ὅπερ ψεῦδος, τὸ λέ‐ γειν ὅτι δύναμιν ἔχει ὅτε οὐ κιθαρίζει τότε κιθαρίζειν, | |
ὡς ἅμα εἶναι κιθαρίζοντα καὶ μὴ κιθαρίζοντα. | ||
177b31(1l) | ἀλλὰ φανερὸν ὅτι οὐ | |
1m | καλῶς λύουσιν | |
1 | Λέγει οὖν ὁ Ἀριστοτέλης μὴ καλῶς αὐτοὺς λύειν. εἰ γάρ τις ἔροιτο· ‘ἆρ’ ὡς συγχωρεῖς καὶ δίδως, καὶ ἃ συγχω‐ ρεῖς καὶ δίδως, οὕτως καὶ ταῦτα ποιήσεις ἄν;‘ ‘ναί.‘ ‘οὐ κιθαρίζων δὲ δίδως ὡς κιθαρίσεις ἄν;‘ ‘ναί.‘ ‘οὐ | |
5 | κιθαρίζων ἄρα κιθαρίζεισ‘, ἐπὶ τούτου οὐ συμβαίνει ἡ λύσις αὐτῶν. παρὰ τὴν σύνθεσιν ἄρα τὸ σόφισμα. | |
177b32-33(1l) | αὕτη δ’ οὐχ ἁρμόσει | |
2l | ἐπὶ πάντας οὐδὲ πάντως ἐρωτω‐ | |
3l | μένους | |
1 | Εἰ γὰρ οὕτως τις ἐρωτήσει τὸν λόγον· ‘ἆρα ὡς συγχωρεῖς καὶ τίθεσαι καὶ ἃ συγχωρεῖς καὶ τίθεσαι, οὕτω καὶ ταῦτα ποιήσεις ἄν; οὐ κιθαρίζων δὲ συγχωρεῖς καὶ τί‐ θεσαι κιθαρίζειν;‘ ‘ναί.‘ ‘οὐ κιθαρίζων ἄρα κιθαρίζεις. | |
5 | εἰ οὖν οὕτως ἔροιτό τις τὸν λόγον, ἡ μὲν τοῦ Ἀριστοτέ‐ λους λύσις ἁρμόσει, ἡ λέγουσα παρὰ τὴν σύνθεσιν εἶναι τὸ σόφισμα, τούτων δὲ οὐδαμῶς. ὅτι δὲ παρὰ τὴν σύνθεσιν τὸ σόφισμα δῆλον· ἔδει γὰρ εἰπεῖν ‘οὐ κιθαρίζων ἄρα | |
συγχωρεῖς καὶ τίθεσαι κιθαρίσειν‘, τοῦτο δὲ οὐκ ἀδύνατον. | ||
178a9-10(1l) | ἆρ’ ἐνδέχεται τὸ αὐ‐ | |
2l | τὸ ἅμα ποιεῖν τε καὶ πεποιη‐ | |
3l | κέναι; | |
1 | Τὸ σόφισμα τοιοῦτον· ‘ἆρα ἐνδέχεται ἅμα τὸ αὐτὸ ποιεῖν καὶ πεποιηκέναι;‘ ‘οὔ.‘ ‘ἀλλὰ μὴν ἐνδέχεται ἅμα ὁρᾶν καὶ ἑωρακέναι, ὥστε καὶ ποιεῖν καὶ πεποιηκέναι.‘ παρὰ τὸ σχῆμα τῆς λέξεως τὸ σόφισμα· τὸ γὰρ ὁρᾶν πάσχειν | |
5 | ἐστί, τὸ δὲ ποιεῖν ἐνεργεῖν· οὐκ ἀνάγκη δὲ τὰ τῷ διαφόρῳ συμβαίνοντα καὶ τῷ λοιπῷ συμβαίνειν. τοιοῦτον καὶ τοι‐ όνδε σόφισμα· ‘ὃ ἐγώ εἰμι, σὺ οὐκ εἶ· ἄνθρωπος δέ εἰμι ἐγώ· σὺ ἄρα ἄνθρωπος οὐκ εἶ.‘ κἀνταῦθα τὸ μὲν ‘ἐγώ‘ καὶ ‘σύ‘ ἐπὶ τῶν ἀτόμων λέγεται, ὁ δὲ ἄνθρωπος ἐπ’ οὐδενὶ | |
10 | τῶν ἐν μέρει. γέγονεν οὖν ὁ παραλογισμὸς διὰ τὸ οὐ τινὶ | |
ὡς τινὶ χρήσασθαι· τὸ γὰρ τόδε τι ἐπὶ τῆς ἀτόμου οὐσίας λέγεται, ὡς ἐν Κατηγορίαις εἴρηται· δοκεῖ γάρ, φησὶν ἐκεῖ, πᾶσα οὐσία τόδε τι σημαίνειν· ἐπὶ δὲ τῆς καθό‐ λου οὐδαμῶς τόδε τι ἁρμόζει, εἰ καὶ δοκεῖ ὁμοίως τῷ | ||
15 | σχήματι τῆς προσηγορίας. ἐκ τούτων λύεται καὶ τὸ σό‐ φισμα τὸ λέγον μὴ εἶναι τὴν κίνησιν ἐν τῷ κινουμένῳ· εἰ γὰρ κίνησίς ἐστιν ἐντελέχεια τοῦ κινητοῦ ᾗ κινητόν, ὡς ἐν τῷ γ τῆς Φυσικῆς δέδεικται, δῆλον ὅτι ἐν τῷ κι‐ νουμένῳ ἐστί. πρὸς τοῦτο δὲ ἐνίστανται οἱ σοφισταὶ λέ‐ | |
20 | γοντες ‘οὐ λέγομεν “ὁρᾷ, ὁρᾶται, ὅρασις” καὶ “ἀκού‐ ει, ἀκούεται, ἄκουσις”; ἀλλὰ μὴν ἡ ὅρασις ἐν τῷ ὁρῶντι καὶ ἡ ἄκουσις ἐν τῷ ἀκούοντι· καὶ ἡ κίνησις ἄρα ἐν τῷ κινοῦντι.‘ παρὰ τὸ σχῆμα τῆς λέξεως ὁ παραλογισμός· τὸ γὰρ ὁρᾶν καὶ ὅλως τὸ αἰσθάνεσθαι πάσχειν ἐστὶν ἀλλ’ οὐ | |
25 | ποιεῖν. | |
178a12-13(1l) | οὐκοῦν τὸ τέμνεται | |
2l | καίεται αἰσθάνεται ὁμοίως | |
3l | λέγεται καὶ πάντα πάσχειν τι | |
4l | σημαίνει; | |
1 | Ἀλλὰ καὶ τὸ ‘μέμφεται‘, ὥστε τὸ ‘μέμφεται‘ πάσχειν ἐστίν, ἀλλ’ οὐ ποιεῖν. | |
178a29-31(1l) | εἰ ὅ τις ἔχων ὕστε‐ | |
2l | ρον μὴ ἔχει, ἀπέβαλεν· ὁ γὰρ | |
3l | ἕνα μόνον ἀποβαλὼν ἀστράγα‐ | |
4l | λον οὐχ ἔξει δέκα ἀστραγάλους. | |
1 | Ὁ δέκα ὅτι μὲν ᾗ ἀριθμὸς ποσόν ἐστιν, ᾖ δὲ δεκὰς ποιόν, ὥσπερ καὶ τὸ τρίγωνον καὶ ἁπλῶς τὰ εἴδη ᾗ εἴδη, δῆλον. ἐρωτήσας οὖν ἑπὶ τοῦ πράγματος τὸ οἷον συνάγει τὸ ὅσον· ἔχων γὰρ πρότερον δεκάδα οὐκ ἔχει δεκάδα· ἔχει δὲ τὸν | |
5 | ἐννέα· οὐ γὰρ εἰ μὴ ἔχει τὸν δέκα ἀνάγκη καὶ δέκα μο‐ νάδας ἀποβαλεῖν. ἐρωτήσας οὖν ποιὸν συνάγει ποσόν· οὐ | |
γὰρ εἰ μὴ ἔχει δεκάδα ἀνάγκη καὶ δέκα ἀποβεβληκέναι. | ||
178b8-9(1l) | ἆρ’ ᾗ μὴ ἔχει χειρὶ | |
1m | τύπτοι ἄν; | |
1 | Τὸ μὲν ἐρώτημα ἐπὶ ποιοῦ, τὸ δὲ συναγόμενόν ἐστιν ἔχειν ἢ ὡς οὐκ ἔχει· ἄλλη δὲ κατηγορία τὸ ποιὸν καὶ ἄλλη τὸ ἔχειν. παρὰ τὸ σχῆμα ἄρα τῆς λέξεως τὸ σόφι‐ σμα. ἢ μᾶλλον δεῖ λέγειν ὅτι ἐρωτήσας ἔχειν συνάγει | |
5 | πρός τι· τὸ γὰρ ‘ἆρα ᾗ μὴ ἔχει χειρὶ τύπτοι ἄν τις;‘ ἐρωτᾶν ἐστιν εἰ ποιήσειέ τι μετὰ τῆς χειρὸς ἣν οὐκ ἔχει· τὸ δὲ ἐπάγειν ‘οὐκ ἔχων μίαν μόνην χεῖρα τύψειεν ἂν τῇ μιᾷ‘ τῶν πρός τι· τὸ γὰρ ‘μόνον‘ καὶ τὸ ‘τόδε μετὰ τοῦδε‘ τῶν πρός τί ἐστι. | |
178b18-19(1l) | εἰ γὰρ ἦν αὕτη λύσις | |
2l | δόντα τὸ ἀντικείμενον οὐχ οἷόν | |
3l | τε λύειν | |
1 | Εἰ γὰρ ἦν, φησίν, αὕτη λύσις, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε λύειν· τῆς γὰρ ἀποφάσεως ψευδοῦς οὔσης ἡ κατάφασις ἀληθὴς ἔσται, καὶ οὐδὲν συμβήσεται ἀπ’ αὐ‐ τῆς ἄτοπόν τι, ἀλλὰ καὶ ταύτης τεθείσης τὸ ψεῦδός τι | |
5 | ἀπατᾶν δοκεῖ, οἷον εἰ λέγοιμεν· ‘ἆρ’ ὃ ἔλαβέ τις, ἔχει;‘ ‘ναί.‘ ‘ὅδε δὲ μίαν λαβὼν ψῆφον πλείους ἔχει· οὐχ ὃ | |
ἔλαβεν ἄρα ἔχει, ἀλλ’ ὃ μὴ ἔλαβεν.‘ ὥστε ἡ τοῦ Ἀρι‐ στοτέλους λύσις ἀληθὴς ἡ λέγουσα μὴ ταὐτὸν εἶναι τὸ ‘ὃ ἔλαβε‘ τῷ ‘ὡς ἔλαβεν‘ ἢ τὸ ‘ὃ μὴ ἔλαβε‘ τῷ ‘ὡς οὐκ | ||
10 | ἔλαβεν.‘ | |
178b24-28(1l) | ἆρ’ ὃ γέγραπται | |
2l | [.....] οὐ τόδε ἀλλὰ τοιόνδε ση‐ | |
3l | μαίνει | |
1 | Τὰ γραφόμενα λόγοι ἐκ συλλαβῶν καὶ ποσά, εἴπερ ὁ λόγος καὶ αἱ συλλαβαὶ ποσά· τὸ δὲ ἀληθὲς καὶ ψεῦδος ποιά. δοὺς οὖν ἐπὶ τοῦ ποσοῦ συνάγει ἐπὶ τοῦ ἀληθοῦς καὶ ψευδοῦς, ἅπερ ἐστὶ ποιά. | |
178b29-30(1l) | ἆρ’ ὃ μανθάνει ὁ | |
2l | μανθάνων τοῦτ’ ἔστιν ὃ μανθά‐ | |
3l | νει; μανθάνει δέ τις τὸ βραδὺ | |
4l | ταχύ. | |
1 | Ἐρωτήσας ἀντωνυμίαν συνάγει ἐπίρρημα. ἢ μᾶλλον· ἐρω‐ | |
τήσας ποιὸν συνάγει πρός τι. | ||
178b31-32(1l) | ἆρ’ ὃ βαδίζει τις | |
2l | πατεῖ; βαδίζει δὲ τὴν ἡμέραν | |
3l | ὅλην. | |
1 | Δοὺς τὸ ποτὲ ὁ ἐρωτηθείς, συνάγει ὁ ἐρωτήσας ποιόν. | |
178b34-36(1l) | ἆρ’ ὅ τις οἶδεν ἢ | |
2l | μαθὼν ἢ εὑρὼν οἶδεν; ὧν δὲ | |
3l | τὸ μὲν εὗρε τὸ δ’ ἔμαθε, τὰ | |
4l | ἄμφω οὐδέτερον. ἢ ὃ μὲν ἅπαν | |
5l | τὸ δ’ οὐχ ἅπαντα; | |
1 | Τὸ μὲν ‘ὧν τὸ μὲν εὗρε τὸ δὲ ἔμαθε‘ πᾶν, ἤτοι ποσόν. τὸ δὲ ‘ἆρ’ ὅ τις οἶδεν ἢ εὐρὼν ἢ μαθὼν οἶδε τοῦτο‘ οὔ, οὐχ ἅπαν, ἤτοι οὐ ποσὸν ἀλλὰ ποιόν. ἐρωτήσας | |
οὖν ποιὸν συνάγει ποσόν. | ||
178b39-179a2(1l) | ὁμοίως δὲ καὶ ἐπὶ | |
2l | τοῦ Κορίσκος καὶ Κορίσκος | |
3l | μουσικός, πότερον ταὐτὸν ἢ | |
4l | ἕτερον; τὸ μὲν γὰρ τόδε τι | |
5l | τὸ δὲ τοιόνδε σημαίνει. | |
1 | Ὁ μὲν γὰρ Κορίσκος τόδε τι καὶ οὐσίαν σημαίνει· ὁ δὲ μουσικὸς Κορίσκος τοιόνδε τι καὶ ποιόν. | |
179a2-3(1l) | ὥστ’ οὐκ ἔστιν αὐτὸ | |
1m | ἐκθέσθαι. | |
1 | Οὐκ ἔστι, φησί, τὸ ‘ἄνθρωποσ‘ ἐκθέσθαι, ἤτοι ὡς οὐσίαν ἄτομον καὶ αἰσθητὴν λαβεῖν, εἰ καὶ τῷ σχή‐ ματι τῆς προσηγορίας δοκεῖ τόδε τι σημαίνειν. εἰ δὲ μὴ ἐκτίθεται, οὐδὲ συγχωρεῖν χρὴ ὅτι ὁ ἄνθρωπος | |
5 | περιπατεῖ· τὸ γὰρ περιπατεῖν τῶν καθέκαστα καὶ αἰ‐ σθητῶν ἀνθρώπων ἀλλ’ οὐ τοῦ ἀνθρώπου. οὐ ποιεῖ δὲ τὸν τρίτον ἄνθρωπον τὸ ἐκτίθεσθαι, ἤτοι τὸ λαβεῖν αὐτὸν περιπατοῦντα, ἀλλὰ τὸ συγχωρεῖν ὅτι ὁ ἄνθρω‐ πος τόδε τι σημαίνει. ἀλλὰ πῶς ταῦτα λέγεται; ἆρα | |
10 | οὔ φαμεν ὅτι ἄνθρωπος περιπατεῖ, ἣν καὶ ἀόριστον καλοῦμεν; ἢ ὅταν λέγωμεν ὅτι ἄνθρωπος περιπατεῖ οὐ | |
τὸν κοινὸν λέγομεν ἀλλὰ τῶν καθέκαστόν τινα; | ||
179a4-6(1l) | οὐ γὰρ ἔσται τόδε | |
2l | τι εἶναι ὅπερ Καλλίας καὶ | |
3l | ὅπερ ἄνθρωπός ἐστιν. οὐδ’ | |
4l | εἴ τις τὸ ἐκτιθέμενον μὴ | |
5l | ὅπερ τόδε τι εἶναι λέγοι ἀλλ’ | |
6l | ὅπερ ποιόν | |
1 | Τόδε τι εἶναί φησιν ὅπερ τόδε τι εἶναί ἐστιν ὅπερ Καλλίας· τοῦτο οὐκ ἔσται ὅπερ καὶ ὁ ἄνθρωπος· οὔτε γὰρ ὁ Καλλίας ἔσται ὅπερ ὁ ἄνθρωπος, εἰ καὶ ἄνθρωπος ὁ Καλλίας, οὔτε ὁ ἄνθρωπος ὅπερ ὁ Καλλίας· ὁ μὲν γὰρ | |
5 | ἄνθρωπος τοιόνδε τι, ὁ δὲ Καλλίας οὐ τοιόνδε τι. πάλιν· ὁ Καλλίας τόδε τι, ὁ δὲ ἄνθρωπος οὐ τόδε τι. τὸ δὲ ‘οὐδ’ εἰ τὸ ἐκτιθέμενον μὴ ὅπερ τόδε τι εἶναι λέγοι‘ ἴσον ἐστι 〈τῷ〉 ‘κἂν τὸ ἐκτιθέμενον, ἤτοι τὸν Κορίσκον, μὴ λέγοι τόδε τι ἀλλὰ τοιόνδε, κἂν | |
10 | τὸν ἄνθρωπον μὴ τοιόνδε ἀλλὰ τόδε τι, οὐ συνάγεται | |
τρίτος ἄνθρωπος.‘ | ||
179a15-18(1l) | εἰ δὲ παρ’ ὁμωνυ‐ | |
2l | μίαν, ἔστι τὸ ἀντικείμενον | |
3l | ὄνομα εἰπόντα λύειν· οἷον | |
4l | εἰ ἔμψυχον συμβαίνει λέγειν, | |
5l | ἀποφήσαντα μὴ εἶναι, δηλοῦν | |
6l | ὡς ἔστιν ἔμψυχον. | |
1 | Οἷον εἴ τις ἔροιτο πότερον ὁ κόραξ ἔμψυχόν ἐστιν ἢ οὔ, σοῦ δὲ φήσαντος ἔμψυχον, ἐκεῖνος τὸ ὄργανον προσαγάγοι ἐν ᾧ τὰς θύρας κλείομεν λέγων· ‘ἀλλὰ μὴν τόδε κόραξ ἐστὶν ἄψυχον ὄν· οὐκ ἄρα ὁ κόραξ ἔμψυχόν | |
5 | ἐστι‘, ῥητέον ὅτι ‘ἀλλὰ τὸ πτηνὸν ζῷον ὁ κόραξ ἔμ‐ ψυχόν ἐστιν, ἐφ’ οὗ καὶ ἀπεκρινάμην.‘ | |
179a31(1l) | ἔχειν δὲ δεῖ προφέ‐ | |
1m | ρειν τὸ οἷον | |
1 | Ὥσπερ καὶ ἐν τῷ Μίνωι τοῦ Πλάτωνος· “ὁ νόμος ἡμῖν,” φησι, “τί ἐστιν;”, ὁ δὲ ἔφησεν· “ὁποῖον καὶ ἐρωτᾷς τὸν νόμον;” καί· ‘ἆρά γε οἶδας ὃ μέλλω σε ἐρωτᾶν;‘ | |
‘οἷον μέλλεις ἐρωτᾶν;‘ | ||
179a33-34(1l) | ἆρ’ οἶδας τὸν προσι‐ | |
1m | όντα ἢ τὸν ἐγκεκαλυμμένον; | |
1 | Ὁ ἐγκεκαλυμμένος λόγος ἠρωτᾶτο οὕτως· ‘ἀπόκριναι δή μοι· τὸν πατέρα οἶσθα τὸν σεαυτοῦ ὅστις ἐστί;‘ ‘ναί· ἔστι γάρ μου πατὴρ ὁ Κορίσκος.‘ ‘τί οὖν ἤν σοι παραστή‐ σας τινὰ ἐγκεκαλυμμένον ἔρωμαι· ‘τοῦτον οἶσθα;‘ τί φή‐ | |
5 | σεις;‘ ‘δηλαδὴ ἀγνοεῖν.‘ ‘ἀλλὰ μὴν αὐτὸς οὗτος ἦν ὁ πατὴρ ὁ σός, ὥστε εἰ τοῦτον ἀγνοεῖς, δῆλος εἶ τὸν πα‐ τέρα τὸν σὸν ἀγνοῶν, ὥστε καὶ ὅτι μουσικός ἐστιν | |
ἀγνοεῖς.‘ | ||
179b7-9(1l) | φασὶ γὰρ ἐνδέχεσθαι | |
2l | ταὐτὸ πρᾶγμα εἰδέναι καὶ ἀγνο‐ | |
3l | εῖν ἀλλὰ μὴ κατὰ ταὐτό | |
1 | Τὸ μὴ κατὰ ταὐτὸ γινώσκειν καὶ ἀγνοεῖν, ἀλλὰ κατ’ ἄλλο μὲν εἰδέναι, κατ’ ἄλλο δὲ ἀγνοεῖν, ἐπὶ τῶν καθόλου καὶ τῶν μερικῶν συμβαίνει· γινώσκων γάρ τις τὸ καθόλου ἀ‐ γνοεῖ τὸ μερικὸν ἢ ἔμπαλιν. ἐπὶ δὲ τοῦ ἐγκεκαλυμμένου | |
5 | οὐκ ἄλλος ἐστὶν ὃν γινώσκομεν, ἄλλος δὲ ὃν ἀγνοοῦμεν, ἀλλ’ ὁ αὐτός ἐστι, τῇ σχέσει μόνῃ διαφέρων. ἐκεῖνα μὲν γάρ, τὸ καθόλου λέγω καὶ τὸ μερικόν, ἕτερα πάντῃ πάντως εἰσίν· ὁ δὲ Κορίσκος τῷ ἐγκεκαλυμμένῳ Κορίσκῳ ὁ αὐτός ἐστιν. ὥστε οὐ δεῖ λέγειν ὅτι ‘κατ’ ἄλλο μὲν γινώσκω, | |
10 | κατ’ ἄλλο δὲ ἀγνοῶ‘, ὡς ἐπὶ τοῦ τριγώνου τοῦ κεκρυμμένου ὅτι ‘κατὰ μὲν τὸ καθόλου οἶδα τὰς γωνίας αὐτοῦ δυσὶν | |
ὀρθαῖς ἴσας οὔσας, καθ’ αὑτὸ δὲ ἀγνοῶ.‘ | ||
179b26(1l) | ἴσως δὲ τοῦτ’ ἐπ’ | |
1m | ἐνίων οὐδὲν κωλύει συμβαίνειν | |
1 | Ἐπὶ τῆς ἐν τῇ χειρὶ κεκρυμμένης δυάδος· ‘ἆρ’ οἶδας πᾶσαν δυάδα ἀρτίαν;‘ ‘ναί.‘ εἶτα προσενεγκόντες τὴν ἐν τῇ χειρὶ ἔλεγον· ‘ἀλλὰ μὴν ταύτην ἠγνόεις ὅτι δυάς ἐστιν, ὥστε καὶ ὅτι ἀρτία.‘ ἐπὶ τούτου ἐνδέχεται λέ‐ | |
5 | γειν ὅτι ‘οἶδα αὐτὴν κατὰ τὸ καθόλου, ἀγνοῶ δὲ ὡς με‐ ρικήν· ὥστε οὐ κατὰ ταὐτὸ οἶδα καὶ ἀγνοῶ, ἀλλὰ κατ’ ἄλλο καὶ ἄλλο.‘ ὅταν οὖν ἡ μὲν ἐρώτησις γένηται ἐπὶ τοῦ καθόλου, ὁ δὲ συλλογισμὸς ἐπὶ τοῦ μερικοῦ, τότε ἔχει χώραν ἡ λύσις αὕτη· ὅταν δὲ ἀμφότερα ἐπὶ τοῦ μερικοῦ, | |
10 | οὐκ ἔχει. | |
179b31-33(1l) | τὸ δὲ προσιὸν καὶ | |
2l | Κορίσκον καὶ ὅτι προσιὸν | |
3l | καὶ ὅτι Κορίσκος οἶδεν | |
1 | Καὶ ὅτι τὸ προσιὸν προσιόν ἐστιν οἶδε· ὁμοίως δὲ καὶ τὸν Κορίσκον ὅστις ἐστὶν οἶδεν· ἀγνοεῖ δὲ τὸν κε‐ καλυμμένον, ὅπερ συμβέβηκε—λέγω δὴ τὸ κεκαλύφθαι— τῷ Κορίσκῳ, ὤστε οὐχ ᾗ Κορίσκος ἀγνοεῖ τὸν Κορίσκον, | |
5 | ἀλλὰ τὸν κεκαλυμμένον. παρὰ τὸ συμβεβηκὸς ἄρα ὁ παραλογισμός. οὕτως καὶ ἐπὶ τοῦ ἑκατόν· οὐ γάρ, εἰ συμβέβηκεν αὐτῷ πρὸς τὸν ἑκατοντάκις μύρια ὀλιγάκις ὀλίγον εἶναι, καὶ ἁπλῶς ὀλίγος ἐστί. ὡσαύτως οὐχί, ἂν ἀγνοῶ τὸν κεκαλυμμένον, συμβέβηκε δὲ ὁ κεκαλυμμένος | |
10 | τῷ Κορίσκῳ, ἀνάγκη τὸν Κορίσκον ἀγνοεῖν. | |
179b36(1l) | τοῦτο παραλιπόντες | |
1m | ἀληθὲς συμπεπεράνθαι φασί | |
1 | Παραλιπόντες, φησί, λέγειν ὅτι οὐ †συμπεράνω† τὴν ἀντίφασιν, λέγουσιν ὅτι ἀληθές ἐστι τὸ τὰ ἑκατὸν ὀλιγάκις λέγειν ὀλίγα καὶ τὸ τὸν αὐτὸν εἰδέναι καὶ | |
ἀγνοεῖν. | ||
179b38(1l) | ἔνιοι δὲ καὶ τῷ διττῷ | |
1m | λύουσι τοὺς συλλογισμούς | |
1 | Ἔνιοι, φησί, τῷ διττῷ λύουσι τὰ σοφίσματα, λέγων ‘διττόν‘ τήν τε ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν. τὸ γὰρ ‘ἆρά γε οὗτος σός ἐστι;‘ διττόν φασιν· ἢ ὅτι οὗτος σὸς υἱός ἐστιν ἢ ὅτι οὗτος σὸς δοῦλός ἐστι. | |
5 | λέγει οὖν αὐτοὺς μὴ καλῶς λύειν· οὐ γάρ ἐστι, φησί, τὸ ‘οὗτος σόσ‘ διττόν. εἰ μὲν γὰρ ὁ δοῦλος καὶ δοῦλος δεσπότου καὶ υἱὸς πάλιν δεσπότου ἐλέγετο, τότε ἂν εἶχε τὸ διττὸν ἡ ἐρώτησις ἡ ‘ἆρά γε οὗτος σός ἐστιν;‘ ἐπεὶ δὲ ὁ δοῦλος δεσπότου μὲν λέγεται δοῦλος, υἱὸς | |
10 | δὲ δεσπότου οὐ λέγεται, πῶς χρὴ λέγειν ὅτι διττὴ ἡ ἐρώτησις; καὶ τοῦτο δῆλον πεποίηκε τῇ παραθέσει τοῦ ἔπους· εἰ μὲν ἐλέγετο καὶ ἡ Ἰλιὰς ἅπασα ἔπος καὶ ὁ εἷς στίχος ἔπος, ἦν ἂν ὁ λόγος ὁ λέγων ‘δός μοι τὸ ἥμισυ τοῦ ἔπουσ‘ διττός, δυναμένων ἡμῶν ἥμισυ ἔπους | |
15 | νοεῖν καὶ τὸ ἥμισυ τοῦ στίχου καὶ τὸ ἥμισυ τῆς Ἰλι‐ άδος. νῦν δὲ διὰ τὸ μὴ οὕτως τὴν Ἰλιάδα λέγεσθαι ἀκούσαντες ‘ἥμισυ ἔπουσ‘ ἥμισυ στίχου ἐννοοῦμεν. οὐκ ἄρα διττὸς ὁ λέγων λόγος ‘δός μοι τὸ ἥμισυ τοῦ ἔπους.‘ οὕτως οὖν καὶ ἐπὶ τοῦ ‘ἆρά γε οὗτος σός | |
20 | ἐστιν‘· εἰ μέν, ὡς εἴρηται, ὁ δοῦλος καὶ υἱὸς καὶ δοῦλος ἐλέγετο δεσπότου, ἠδυνάμεθα νοεῖν ἐπὶ τοῦ ‘ἆρά γε οὗτος σός ἐστι‘ καὶ ὅτι σός ἐστιν υἱὸς καὶ ὅτι σός ἐστι δοῦλος. νῦν δὲ ἐπὶ τοῦ δούλου ἀκούσαντες | |
τοῦ ‘οὗτος σός ἐστιν‘ εὐθὺς τὸ ‘δοῦλοσ‘ ἐννοοῦμεν. | ||
180a9-10(1l) | τὸ δὲ τοῦτο τούτων | |
2l | εἶναι οὐ λέγεται πολλαχῶς | |
3l | ἀλλὰ κτῆμα. | |
1 | Ὃ λέγει ἐστί· τὸ δὲ λέγειν ὅτι οὗτος τούτων ἐστίν —ἢ μᾶλλον· τὸ λέγειν ὅτι τοῦτο τὸ χωρίον Ἀθηναίων ἐστί, οὐ λέγεται πολλαχῶς ἀλλὰ μοναχῶς, ὅτι κτῆμα τῶν Ἀθηναίων ἐστίν. εἰ δὲ ἄρα πολλαχῶς τὸ ‘τούτων‘ | |
5 | λέγεσθαί τις φήσει, οὗτος εἴποι ἂν καὶ τὸ ‘ὁ ἄνθρωπος τῶν ζῴων‘ πολλαχῶς λέγεσθαι· λέγομεν γὰρ τὸν ἄνθρωπον τῶν ζῴων εἶναι, ἀλλ’ οὐ λέγεται πολλαχῶς· οὐ γὰρ λέ‐ γεται ὁ ἄνθρωπος κτῆμα τῶν ζῴων, ἀλλ’ ὅτι τῆς τῶν ζῴ‐ ων ἐστὶ φύσεως. ὡς οὖν τοῦτο οὐ λέγεται πολλαχῶς, οὕ‐ | |
10 | τως οὐδὲ τὸ ‘τοῦτο τὸ προάστειον τῶν Ἀθηναίων ἐστί‘ πολλαχῶς ἂν λέγοιτο, ἀλλὰ μοναχῶς, ὅτι κτῆμα τῶν Ἀ‐ θηναίων. εἰ δὲ ἐπὶ τούτων οὕτως, καὶ ἐπὶ τοῦ ‘ἆρ’ οὗτος σός ἐστιν;‘ ὁμοίως ἕξει, καὶ οὐκ ἔσται τῶν πολ‐ λαχῶς ἀλλὰ παρὰ τὸ συμβεβηκός. | |
180b1-2(1l) | οὐδ’ ὁ ἀπειθῶν πείθεται | |
1m | ἀλλὰ τὶ πείθεται | |
1 | Τὸ σόφισμα τοιοῦτον· ‘ἆρ’ ἐνδέχεται τὸν αὐτὸν ἅμα πείθεσθαι καὶ ἀπειθεῖν;‘ ‘οὔ.‘ ‘οὗτος δὲ ἀπειθῶν ὅτι ὁ ἥλιος μείζων ἐστὶ τῆς γῆς, ἅμα πείθεται ὅτι ἐλάττων‘· οὐχ ἁπλῶς ἀπειθῶν πείθεται, ἀλλὰ τὶ ἀ‐ | |
5 | πειθῶν τὶ πείθεται. | |
180b2-3(1l) | ὅμοιος δ’ ὁ λόγος | |
2l | καὶ περὶ τοῦ ψεύδεσθαι τὸν | |
3l | αὐτὸν ἅμα καὶ ἀληθεύειν | |
1 | Ὡς ἐπὶ τοῦδε· ‘πότερον ἐνδέχεται τὸν αὐτὸν ἅμα ἀλη‐ θεύειν καὶ ψεύδεσθαι;‘ ‘οὔ.‘ ‘ἀλλὰ μὴν ὁ λέγων ‘ἐγὼ ψεύδομαι‘ ἀληθεύει ἅμα καὶ ψεύδεται.‘ τοιοῦτον καὶ τὸ ὑπὸ Πλάτωνος περὶ Πρωταγόρου ῥηθέν· εἰπὼν γὰρ ὁ | |
5 | Πρωταγόρας πάντα τὸν ὁτιοῦν λέγοντα ἀληθῆ λέγειν, ὁ Πλάτων ἔφησεν· εἰ ψεύδεται Πρωταγόρας, ψεύδεται Πρω‐ ταγόρας· καὶ εἰ μὴ ψεύδεται, ψεύδεται· ὥστε ὁ αὐτὸς ἅμα ἀληθεύει καὶ ψεύδεται· εἰ γὰρ πᾶς ἀληθεύει, καὶ ὁ λέγων τὸν Πρωταγόραν ψεύδεσθαι τοῦτο λέγοντα ἀλη‐ | |
10 | θεύει· εἰ δὲ μὴ ἀληθεύει Πρωταγόρας, πάντα λέγων ἀ‐ ληθεύειν ψεύδεται. ἀλλ’ οὐκ ἔστιν ἀντίφασις αὕτη· ἀντίφασις γάρ ἐστι τοῦ αὐτοῦ καὶ ἑνὸς καὶ πρὸς τὸ αὐτὸ καὶ ὡσαύτως, καὶ ὅσα ἄλλα διώρισται. ἐνταῦθα δὲ τὸ ‘εἰ ψεύδεται, ψεύδεται‘ κατ’ ἀλήθειαν, τὸ δὲ ‘εἰ | |
15 | ἀληθεύει, ψεύδεται‘ πῄ. | |
180b14-16(1l) | ἆρ’ ὃ μὴ βούλοιτ’ ἂν | |
2l | ὁ φρόνιμος κακόν; ἀποβαλεῖν δ’ | |
3l | οὐ βούλεται τἀγαθόν· κακὸν | |
4l | ἄρα τἀγαθόν. | |
1 | Καὶ τοῦτο παρὰ τὸ πῄ· οὐ γὰρ ἁπλῶς ὃ μὴ βούλεται ὁ φρόνιμος κακόν, ἀλλὰ πῄ· τὸ γὰρ μὴ βούλεσθαι τὸν φρόνιμον ἄδικον εἶναι οὐ κακόν. ἀλλὰ καὶ τὸ λέγειν ὅτι ‘ἆρά γε τὸ ἀποβαλεῖν ὃ ἔχει τις κακόν ἐστιν; | |
5 | ἔχει δέ τις νόσον· τὸ ἄρα ἀποβαλεῖν νόσον κακόν.‘ ἐν τούτῳ δὴ οὐχὶ εἰ πῄ ἐστι τὸ ἀποβαλεῖν ὃ ἔχει τις κακόν, καὶ ἁπλῶς ἐστι κακόν. οὐδὲ ἂν οὐ βούλεται ἀποβαλεῖν τὸ ἀγαθόν, καὶ ἁπλῶς τὸ κακὸν ἀγαθόν. οὐδὲ εἴ τινα μὲν ἃ μὴ βούλεται ὁ ἀγαθὸς ἢ ὁ φρόνιμος κακά, | |
10 | καὶ πάντα ἃ οὐ βούλεται κακά. | |
180b21-23(1l) | ἆρα τὸ δίκαιον τοῦ | |
2l | ἀδίκου καὶ τὸ δικαίως τοῦ | |
3l | ἀδίκως αἱρετώτερον; ἀλλ’ ἀπο‐ | |
4l | θανεῖν ἀδίκως αἱρετώτερον. | |
1 | Καὶ τοῦτο παρὰ τὸ πῂ καὶ ἁπλῶς· οὐ γὰρ εἰ τὸ δίκαιον καὶ τὸ δικαίως αἱρετώτερον, καὶ ἁπλῶς· ἀλλὰ πὼς μὲν αἱρετώτερον τὸ ἀδίκως 〈ἢ〉 ὡδί, ἁπλῶς δὲ ἢ ὡδὶ οὔ. | |
181a31(1l) | ὅσοι τε παρὰ τὸ προ‐ | |
1m | στιθέναι τι συλλογίζονται | |
1 | Τοιοῦτοι οἱ μὴ παρὰ τοῦτο. | |
181a33-35(1l) | λεκτέον ὡς ἔδωκεν | |
2l | οὐχ ὡς δοκοῦν ἀλλ’ ὡς πρὸς | |
3l | τὸν λόγον ὁ δὲ κέχρηται οὐ‐ | |
4l | δὲν πρὸς τὸν λόγον. | |
1 | Ῥητέον, φησίν, ὅτι ‘δέδωκα οὐχ ὡς δοκοῦν ἐμοὶ ἀλλ’ | |
ὡς πρὸς τὸν λόγον, τουτέστιν ἵνα μὴ δόξω ἐμποδίζειν τὸν λόγον καὶ φαῦλος νομίζεσθαι κοινωνός· σὺ δὲ τῷ δοθέντι μηδὲν ὄντι πρὸς τὸν λόγον ἐχρήσω ὡς οἰκείῳ τοῖς προκειμέ‐ | ||
5 | νοις.‘ τοιοῦτόν τι καὶ ὁ Πρωταγόρας ἐν τῷ ὁμωνύμῳ διαλόγῳ λέγει. | |
181b26-28(1l) | φανερὸν ὡς οὐ δοτέ‐ | |
2l | ον τῶν πρός τι λεγομένων ση‐ | |
3l | μαίνειν τι χωριζομένας καθ’ | |
4l | αὑτὰς τὰς κατηγορίας οἷον δι‐ | |
5l | πλάσιον ἄνευ τοῦ διπλάσιον | |
6l | ἡμίσεος | |
1 | Τὸ ‘τί‘ ἀντὶ τοῦ ‘σύνθετον‘· ἐπειδὴ γὰρ τὰ σύνθετα μερικώτερα (τὸ γὰρ ζῷον λογικὸν μερικώτερον τοῦ ζῴου), ἀντὶ τοῦ εἰπεῖν ὅτι τὸ χωριζόμενον καὶ ἁπλούστερον, οἷον τὸ διπλάσιον, οὐ σημαίνει σύνθετον, οἷον διπλάσιον | |
5 | ἡμίσεος, εἶπε τὸ ‘τί.‘ ὅτι δὲ οὐ ταὐτόν ἐστι τὸ ‘διπλάσιον‘ τῷ ‘διπλάσιον ἡμίσεοσ‘ δῆλον· ὁ γὰρ ‘διπλάσιον‘ εἰπὼν δυνάμει εἶπε τὸ ‘ἡμίσεοσ‘, ὁ δὲ προσθεὶς τὸ ‘ἡμίσεοσ‘ ἐνεργείᾳ· ἕτερον δὲ τὸ | |
δυνάμει τοῦ ἐνεργείᾳ· καὶ ταῦτα ἄρα. | ||
181b32-33(1l) | ὥσπερ οὐδὲ τὸ ἐν | |
1m | τῷ ἡμίσει | |
1 | Ἐλλιπὴς ἡ λέξις· ἔστι δὲ τὸ πλῆρες· ὥσπερ οὐδὲ τὸ διπλάσιον ἐμφαίνεται ἐν τῷ ἡμίσει καθ’ αὐτὸ τοῦ ἡμίσεος λεγομένου. | |
182a12(1l) | οὐδὲ τοῦτο ἀλλὰ τοῦτον | |
1 | Οἶμαι ‘οὐδὲ τοῦτο τοῦτον ἀλλὰ οὗτοσ‘ δεῖ γράφεσθαι. | |
182b9(1l) | τὸν παρὰ ταὐτὸ | |
1 | Ἀντὶ τοῦ ‘παρὰ τὸ σχῆμα τῆς λέξεως.‘ | |
182b17(1l) | ποῖ στέλλεσθε; | |
1 | Ὁμώνυμον τὸ στέλλεσθαι· σημαίνει γὰρ τό τε ἀπέρχεσθαι καὶ τὸ ἀποστέλλεσθαι. | |
182b20-21(1l) | ἆρ’ Εὔαρχος; οὐ | |
1m | δῆτα ἀλλ’ Ἀπολλωνίδης. | |
1 | Τὸ σόφισμα πρὸς τὸν ἀδελφὸν ἠρωτᾶτο τοῦ Εὐάρχου· ἦσαν δὲ ὅ τε Εὔαρχος καὶ ὁ ἀδελφὸς αὐτοῦ υἱοὶ τοῦ Ἀπολλω‐ νίδου· ἦν δὲ ὁ Εὔαρχος καὶ πατήρ. ἠρώτων οὖν τὸν ἀ‐ δελφὸν Εὐάρχου οὕτως· ‘ἆρά γε Εὔαρχος σός ἐστι;‘ | |
5 | ‘ναί.‘ ‘τί δέ· οὐχὶ ὁ Εὔαρχος πατήρ ἐστι;‘ ‘ναί.‘ ‘σὸς ἄρα ὁ Εὔαρχος πατήρ ἐστιν. ἀλλὰ μὴν καὶ οὐ πατήρ· ἀ‐ δελφὸς γάρ ἐστιν.‘ ἡ μὲν ἀγωγὴ τοῦ σοφίσματος αὔτη. αὐτὸς δὲ διά τε βραχυλογίαν καὶ τὸ φθάσαι τὰ ἀπὸ τοῦ συμβεβηκότος σοφίσματα, ὧν καὶ τοῦτό ἐστι, καὶ δι’ ἄλ‐ | |
10 | λων ὀνομάτων ἐκθέσθαι τὴν μίαν θεὶς πρότασιν, καὶ ταύ‐ την ἐλλιπῆ, τἆλλα παρῆκεν. ἦν γὰρ ἂν πλῆρες εἰ οὕτως εἶχεν· ‘ἆρά γε Εὔαρχος σός ἐστι;‘ τέθεικε δὲ αὐτὴν ἐλ‐ λιπῆ διὰ τὸ δύνασθαι τὸ ‘ἆρά γε Εὔαρχος;‘ ποτὲ μὲν συμπλέκεσθαι τῷ ‘σός ἐστι‘, ποτὲ δὲ τῷ ‘πατήρ ἐστι.‘ | |
15 | τὸ δὲ ‘οὐ δῆτα, ἀλλ’ Ἀπολλωνίδησ‘ ἡ λύσις ἐστὶ τοῦ σοφίσματος, δυνάμει λέγων· ‘οὐκ ἔστι μοι ὁ Εὔαρχος | |
πατήρ, ἀλλ’ ὁ Ἀπολλωνίδης.‘ δύναται τὸ ‘εὔαρχοσ‘ καὶ ὡς παράδειγμα τῶν ὁμωνύ‐ μων νοεῖσθαι· τὸ γὰρ ‘εὔαρχοσ‘ διττόν· ἢ ὁ εὖ τὴν ἀρ‐ | ||
20 | χὴν διέπων, ἢ ὁ καλὴν ἀρχὴν ἔχων. καὶ ἴσως ἂν ἠρωτᾶτο ὁ λόγος ἐπὶ τοῦ Ἀπολλωνίδου καλὴν μὲν ἔχοντος ἀρχήν, οὐ καλῶς δὲ αὐτὴν κυβερνῶντος. ἴσως ἂν καὶ οὕτως ἠρωτᾶτο· ‘ἆρ’ εὔαρχος ὅδε;‘ ‘ναί.‘ ‘τί δέ· ὅδε ὁ τοῦ Πλάτωνος, εἰ τύχοι, διάλογος | |
25 | οὐκ εὔαρχός ἐστιν, ἤτοι εὐπροοιμίαστός ἐστιν; ὁ Ἀπολ‐ | |
λωνίδης ἄρα διάλογός ἐστιν.‘ | ||
182b30(1l) | ἐν τίνι γένει | |
1 | Γένη τοὺς ιγ λέγει τρόπους. | |
182b32(1l) | ἔστι δὲ δριμὺς λόγος | |
1 | Ὁποῖά εἰσι καὶ τὸ δ καὶ ϛ ἐπιχειρήματα ἐν τῷ ε τμήματι τοῦ Περὶ Ἑρμηνείας, δι’ ὧν πειρᾶται κατασκευάζειν ὅτι μᾶλλον ἀντίκειται τῇ καταφάσει ἡ ἀπόφασις ἤπερ ἡ ἐναντία κατάφασις· δριμέα γὰρ ὄντως, καὶ οὐ ῥᾳδίαν ἔχουσι τὴν | |
5 | φαντασίαν τῆς παραγωγῆς. ἔτι δὲ καὶ τὰ δεικνύντα ὡς οὐκ ἔστι χρόνος διὰ τὸ μηδὲ τὰ μέρη αὐτοῦ εἶναι, τό τε πα‐ ρεληλυθὸς καὶ τὸ μέλλον, τὸ δὲ ἐνεστὼς μὴ εἶναι χρόνον | |
—καὶ ἄλλα τοιαῦτα. | ||
182b35(1l) | πῶς εἴπῃ τις τὸ προ‐ | |
1m | ταθέν | |
1 | Τουτέστι πότερον παρὰ τὴν ἀμφιβολίαν ἐστί, παρὰ τὸ συμβεβηκὸς ἢ παρά τινα τῶν εἰρημένων τρόπων· τινὰ γὰρ τῶν σοφισμάτων φαίνονται ὅτι εἰσὶ καὶ παρὰ τοῦτον καὶ παρ’ ἐκεῖνον, ὥσπερ εἴρηται πρότερον. | |
183a5-6(1l) | οὗτος γὰρ ὁμοίως | |
2l | ποιήσει ἀπορεῖν ὁποῖον τῶν | |
3l | ἐρωτημάτων ἀναιρετέον | |
1 | Ὡς ἐπὶ τοῦδε· ‘ἡ ἀνδρεία μαστίγων καὶ πληγῶν, κατα‐ κοπῆς τε καὶ σφαγῶν καὶ μυρίων ἄλλων κακῶν αἰτία ἐστί· τὸ κακῶν αἴτιον κακόν ἐστιν· ἡ ἀνδρεία ἄρα κακόν‘· ἐν‐ ταῦθα γὰρ ἀμφότεραι αἱ προτάσεις τὸ ἔνδοξον ἔχουσι. | |
183a7-8(1l) | τῶν δ’ ἐριστικῶν δρι‐ | |
2l | μύτατος μὲν ὁ πρῶτον εὐθὺς ἄ‐ | |
3l | δηλος πότερον συλλελόγισται ἢ | |
4l | οὔ | |
1 | Ὡς ὁ τοῦ Ζήνωνος καὶ Μελίσσου. | |
183a12-13(1l) | παρὰ τὸ συμπέρασμα | |
1 | Οἱ παρὰ τὸ ἐπόμενον. | |
183a25(1l) | ὅταν ᾖ πλείονος χρό‐ | |
1m | νου δεομένη ἡ λύσις | |
1 | Οἷον εἴ τις λέγει· ‘ἴσα εἰσὶν ἃ οὔτε ὑπερέχει ἢ ἐλλείπει‘· πρὸς τοῦτο ἀντεπάξοι τις· ‘εἴπερ ἴσα ταῦτά ἐστιν, αἱ δὲ ἀρεταὶ οὔτε ὑπερβολαὶ οὔτε ἐλλείψεις εἰσί (μεσότητες γάρ), ἔσονται αἱ ἀρεταὶ ἴσαι, ἤτοι ποσά. ἀλλὰ τοῦτο ψεῦδος· καὶ | |
5 | τὸ λέγειν ἄρα ἴσα εἶναι τὰ μήτε ἐλλείποντα μήθ’ ὑπερβάλ‐ λοντα.‘ ὁ ταῦτα λέγων τοιαῦτα ἐπάγει χρόνου δεόμενα πολλοῦ πρὸς τὸ λυθῆναι. | |
184a3(1l) | τέχνην | |
1 | Τέχνη ἐστὶν ἡ συλλογιστικὴ πᾶσα μέθοδος ἐν ᾖ ἐστι καὶ ὁ ἀληθινὸς ἔλεγχος. αἱ δὲ παραγωγαὶ καὶ οἱ παραλογισμοί εἰ‐ σι τὰ ἀπὸ τῆς τέχνης. ὁ γὰρ ἔχων τὴν τέχνην, ἐκεῖνος οἶδε καὶ παραλογίζεσθαι. οἱ δὲ τέχνην συλλογιστικὴν μὴ παρα‐ | |
5 | δόντες τὰ ἀπὸ τῆς τέχνης δυνάμενα γίνεσθαι παρεδίδουν, | |
λέγω δὴ τοὺς παραλογισμούς. |