TLG 4187 009 :: LEO MAGENTINUS :: Commentarium in Aristotelis categorias (excerptum e cod. Vat. gr. 244) LEO MAGENTINUS Phil., Metropolita (Mytilenensis) Commentarium in Aristotelis categorias (excerptum e cod. Vat. gr. 244) Citation: (Line) | ||
t1 | DILECTUS SCHOLIORUM LEONIS MAGENTINI. | |
---|---|---|
t2 | IN CATEGORIAS 1b10, sch. ig41. | |
1 | Τὸ ζῷον ὡς μὲν πρᾶγμα καὶ αὐθυπόστατον ἐστὶν οὐσία, ὡς δὲ περιοχήν τινα ἔχον τῶν ὑπ’ αὐτὸ εἰδῶν καὶ διὰ τοῦτο καὶ σχέσιν πρὸς αὐτὰ λέγεται γένος. ἡ δὲ περιοχὴ καὶ ἡ σχέσις συμβεβηκός ἐστι· τῶν πρός τι γάρ εἰσι, τὰ δὲ πρός τι συμβε‐ | |
5 | βηκότα. ἢ καὶ ὅτι ἡ ὑπογραφὴ ἡ τὸ γένος παριστῶσα, ἤγουν τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατη‐ γορούμενον, ἐκ συμβεβηκότων συνίσταται, συμβεβηκὸς ἄρα καὶ τὸ παρ’ αὐτοῦ δηλούμενον γένος. ἔστι τὸ ζῷον καὶ ὡς φωνή, καθ’ ἧς κατηγορεῖται τὸ δισύλλαβον. ὅταν γοῦν εἰσι δύο τινά, | |
10 | ὡς τὸ ζῷον καὶ ὁ ἄνθρωπος, καὶ κατηγορεῖται τὸ ἕτερον, ὡς τὸ ζῷον, κατὰ τοῦ ἑτέρου, ἤγουν τοῦ ἀνθρώπου, ὡς καθ’ ὑπο‐ κειμένου, ἤγουν πραγματικῶς καὶ οὐσιωδῶς, τουτέστιν εἰς τὴν οὐσίαν τοῦ ἀνθρώπου συμβαλλόμενον, ὅσα λέγονται κατὰ τοῦ κατηγορουμένου ὡς καθ’ ὑποκειμένου, τουτέστιν ὡς συμβαλλόμε‐ | |
15 | να εἰς τὸ ὑποκείμενον καὶ εἰς τὴν οὐσίαν τοῦ ζῴου, οἷον τὸ ἔμψυχον καὶ τὸ αἰσθητικόν—ληπτέον δὲ τὸ ὡς καθ’ ὑποκειμένου ἐνταῦθα ἐλλειπτικῶς— , ταῦτα (τὸ ἔμψυχον δηλονότι καὶ τὸ αἰσθη‐ τικόν) κατηγορηθήσεται καὶ κατὰ τοῦ ἀνθρώπου τοῦ ὑποκειμένου αὐτῷ. εἰ δέ τι κατηγορεῖται τοῦ ζῴου οὐχ ὡς καθ’ ὑποκειμένου, | |
20 | τουτέστιν οὐκ οὐσιωδῶς ἀλλὰ κατὰ συμβεβηκός, τοῦτο κατὰ τοῦ ἀνθρώπου οὐ κατηγορηθήσεται. οἷον, τὸ γένος οὐχ ὡς καθ’ ὑπο‐ κειμένου καὶ οὐσιωδῶς κατηγορεῖται τοῦ ζῴου· οὐδὲν γὰρ συμ‐ βάλλεται εἰς τὴν οὐσίαν αὐτοῦ, ἀλλὰ κατὰ τῆς σχέσεως καθ’ ἣν περιέχει τὰ ὑπ’ αὐτὸ εἴδη. ὡσαύτως καὶ τὸ δισύλλαβον κατηγο‐ | |
25 | ρεῖται τοῦ ζῴου ὡς φωνῆς καὶ οὐχὶ οὐσιωδῶς. καὶ διὰ τοῦτο οὔτε τὸ δισύλλαβον οὔτε τὸ γένος κατηγορηθήσεται κατὰ τοῦ | |
ἀνθρώπου. καὶ ὁ ἄνθρωπος ὡς μὲν ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, ἐστὶν οὐσία. εἶδος δὲ λέγεται ὁ ἄνθρωπος κατὰ τὴν περιεκτικὴν σχέσιν τῶν ὑπ’ αὐτὸν μερικῶν ἀνθρώπων· | 278 | |
30 | ἡ γὰρ σχέσις λέγεται εἶδος ἀλλ’ οὐχὶ ὁ ἄνθρωπος. ἐπεὶ γοῦν ὁ ἅνθρωπος ὁ καθόλου κατηγορεῖται ὡς καθ’ ὑποκειμένου καὶ οὐ‐ σιωδῶς τοῦ μερικοῦ ἀνθρώπου, ὅσα λέγονται κατὰ τοῦ ἀνθρώπου ὡς καθ’ ὑποκειμένου καὶ οὐσιωδῶς, οἷον τὸ λογικὸν καὶ τὸ θνητόν, ταῦτα καὶ κατὰ τοῦ μερικοῦ ἀνθρώπου ῥηθήσονται. ὅσα | |
35 | δὲ οὐχ ὡς καθ’ ὑποκειμένου καὶ οὐσιωδῶς λέγονται κατὰ τοῦ ἀνθρώπου ἀλλὰ κατὰ συμβεβηκός, οἷον τὸ εἶδος κατὰ συμβεβηκὸς κατηγορεῖται τοῦ ἀνθρώπου—οὐδὲ γὰρ συμβάλλεται εἰς τὴν οὐ‐ σίαν τοῦ ἀνθρώπου, κυρίως γὰρ κατηγορεῖται τὸ εἶδος κατὰ τῆς περιεκτικῆς σχέσεως τῆς ἐν τῷ ἀνθρώπῳ θεωρουμένης, ἥτις καὶ | |
40 | εἶδος λέγεται—καὶ διὰ τοῦτο κατὰ τοῦ τινὸς ἀνθρώπου τὸ εἶ‐ | |
δος οὐ κατηγορηθήσεται. | 279 |