TLG 4187 008 :: LEO MAGENTINUS :: Commentarium in Aristotelis sophisticos elenchos (excerpta praecipue e cod. Vat. gr. 244)

LEO MAGENTINUS Phil., Metropolita (Mytilenensis)
(Mytilenensis: A.D. 13)

Commentarium in Aristotelis sophisticos elenchos (excerpta praecipue e cod. Vat. gr. 244)

Source: Ebbesen, S. (ed.), Commentators and commentaries on Aristotle’s sophistici elenchi. A study of post–Aristotelian ancient and medieval writings on fallacies, vol. 2 [Corpus Latinum commentariorum in Aristotelem Graecorum 7] Leiden: Brill, 1981: 280–306.

Citation: Scholion — (line)

pro

(t1)

DILECTUS SCHOLIORUM LEONIS MAGENTINI IN
t2ARISTOTELIS SOPHISTICOS ELENCHOS.
t3PROLEGOMENA
t4Ἀριστοτέλους Σοφιστικοὶ ἔλεγχοι.
2Τὰ πράγματα ἢ πάντῃ ἀληθῆ εἰσιν ἢ πιθανά. πιθανὰ δέ εἰσι τὰ ἀληθείας καὶ ψεύδους μετέχοντα. καὶ ὁ μὲν συλλογισμὸς ὁ περὶ τὰ πάντῃ ἀληθῆ καταγινόμενος, ἔ‐
5στιν ἀποδεικτικός, περὶ οὗ πρώτως ἔφθη διδάξαι ὡς καὶ ἐκ πρώτων καὶ αἰτίων καὶ γνωρίμων τὰς ἀποδείξεις ποι‐ ούμενος, περὶ οὗ καὶ προηγούμενον σκοπὸν εἶχε διδάξαι. ἐπεὶ δὲ τὰ πιθανὰ ἐκπίπτουσι τῶν πάντῃ ἀληθῶν, διὰ τοῦτο δευτέρως διδάσκει περὶ τοῦ συλλογισμοῦ τοῦ ἐν
10τούτοις θεωρουμένου, ὃς καλεῖται καὶ διαλεκτικός. περὶ δὲ τῶν σοφιστικῶν ἐλέγχων οὐ προηγούμενός ἐ‐ στι σκοπὸς αὐτῷ διδάξαι (τίς γὰρ ψευδοῦς πράγματος φροντίζει ἵνα καὶ τεχνολογήσῃ περὶ αὐτοῦ;), ἀλλ’ ὥ‐ σπερ ἐπὶ τῶν ἰατρῶν ὁ μὲν προηγούμενός ἐστιν αὐτοῖς
15σκοπὸς περὶ τῶν λυσιτελούντων πρὸς ὑγείαν φαρμάκων καὶ σωτηριωδῶν διδάξαι, κατὰ δεύτερον δὲ μέτρον διδά‐ σκουσι καὶ περὶ τῶν δηλητηριωδῶν καὶ θανασίμων βοτα‐ νῶν, οὐχ ἵνα τούτοις χρώμεθα, ἀλλ’ ἵνα μᾶλλον ταῦτα φεύγωμεν, οὕτω καὶ ὁ Ἀριστοτέλης διδάξας περὶ οὗ
20προηγούμενον εἶχε σκοπὸν διδάξαι διδάσκει καὶ περὶ τῶν σοφιστικῶν ἐλέγχων, οὐχ ἵνα αὐτοὶ ἐλέγχωμεν καὶ
ἀπατῶμεν ἀλλήλους, ἀλλ’ ἵν’ ἡμεῖς μὴ παραλογιζώμεθα παρὰ τῶν σοφιστ[ικ]ῶν. Σοφιστικοὶ δὲ Ἔλεγχοι ἐπιγέγραπται τὸ βιβλίον280
25οὐχ ὅτι ἐλέγχουσι τοὺς σοφιστάς, ἀλλ’ ὅτι οἱ σοφι‐ σταὶ ἐλέγχουσι τοὺς ἀμαθεῖς καὶ ἀπείρους τῆς συλλο‐ γιστικῆς πραγματείας. ἐν δὲ τῷ τέλει τοῦ πρώτου τμήματος τοῦ Περὶ ἑρμηνείας “σοφιστικὰς ἐνοχλήσεις” ὀνομάζει τοὺς σοφιστικοὺς ἐλέγχους, καὶ καλῶς· ἐνο‐
30χλοῦσι γὰρ οὐ τῷ ἀποδεικτικῷ, οὗτος γὰρ οὐκ ἐρωτᾷ οὐδὲ πρὸς τὸν ἔξω λόγον τὰς ἀποδείξεις ποιεῖται, ἀλλ’ ἐνοχλεῖ τῷ διαλεκτικῷ, οὗτος γὰρ ἐρωτᾷ καὶ ἀπὸ τῶν συγκεχωρημένων τῷ προσδιαλεγομένῳ τοὺς συλλογισμοὺς ποιεῖται. διαλεκτικὸς δὲ κυρίως ἐστὶν οὐχὶ ὁ πρὸς
35νίκην ἀφορῶν, ἀλλ’ ὁ πρὸς εὕρεσιν τῆς ἀληθείας· ἐφ’ ἑκάτερον γὰρ τοῦ προτεθέντος προβλήματος ἐπιχειρεῖ καὶ τὰ κατασκευαστικὰ τοῦ αὐτοῦ καὶ ἀνασκευαστικὰ λαμβάνει, εἶτα τοῖς ἰσχυροτέροις αὐτῶν προστεθεὶς εὑ‐ ρίσκει τὸ ἀληθές. ἵνα γοῦν ὁ διαλεκτικὸς μὴ παρενοχλῆται
40ταῖς ἀποκρίσεσι τοῦ προσδιαλεγομένου καὶ παρεμποδίζη‐ ται εὑρεῖν τὴν ἀλήθειαν, τούτου χάριν διδάσκει περὶ
τῶν σοφιστικῶν ἐνοχλήσεων, ἤγουν ἐλέγχων.281

1

(1l)

164a20 περὶ δὲ τῶν σοφι‐
2lστικῶν ἐλέγχων·
3Ὁ σοφιστικὸς ἔλεγχος, εἰ μὲν ἡμάρτηται περὶ τὴν ὕ‐ λην, ἤγουν τὰς προτάσεις, καὶ ἢ ἀμφοτέρας ἔχει ψευ‐
5δεῖς ἢ τὴν μίαν, ἔχει δὲ τὸ εἶδος τοῦ σχήματος ἐρ‐ ρωμένον, λέγεται καὶ ἐριστικὸς συλλογισμὸς καὶ σο‐ φιστικὸς καὶ ἔλεγχος, οἷον ‘ὁ χιτὼν ἀνδρεῖος· πᾶς ἀνδρεῖος ἀνδρίαν ἔχει· ὁ χιτὼν ἄρα ἀνδρίαν ἔχει‘ — ἀλλὰ μὴν ἄψυχόν ἐστιν ὁ χιτών, ἡ δὲ ἀνδρία ἐπὶ τῶν
10ἀνθρώπων λέγεται, οὐκ ἐπὶ τῶν ἀψύχων ἢ τῶν ἀλόγων ζῴων. ἔστι δὲ τὸ σχῆμα τρίτος τρόπος τοῦ πρώτου σχή‐ ματος καὶ ἔστιν ἡ ἐλάττων πρότασις ψευδής, ὅτι ὁ χι‐ τὼν ἀνδρεῖος· οἰκειότερον γὰρ τὸν χιτῶνα εἰπεῖν ἰ‐ σχυρόν, οὐ μὴν ἀνδρεῖον.
15εἰ δὲ ὁ σοφιστικὸς ἔλεγχος περὶ μὲν τὴν ὕλην οὐχ ἡμάρτηται, ἀλλ’ ἄμφω τὰς προτάσεις ἔχει ἀληθεῖς, τὸ δὲ εἶδος τοῦ σχήματος οὐκ ἔχει ὑγιές, λέγεται φαινό‐ μενος συλλογισμὸς καὶ φαινόμενος ἔλεγχος. ὁ γὰρ κυ‐
ρίως ἔλεγχος συλλογισμός ἐστιν, ὁ τοιοῦτος δὲ ὡς μὴ282
20ἔχων τὸ εἶδος τοῦ σχήματος ὑγιὲς φαίνεται μὲν συλλο‐ γίζεσθαι καὶ ἐλέγχειν, τῇ δὲ ἀληθείᾳ οὐδὲν τούτων ποι‐ εῖ, οἷον εἴ τις λάβῃ προτάσεις ἀληθεῖς καὶ συλλογίσε‐ ται ἐν δευτέρῳ σχήματι ἐκ δύο καταφατικῶν, οἷον ‘τὸ ζῷον παντὶ ἀνθρώπῳ· τὸ ζῷον παντὶ ἵππῳ· ὁ ἄνθρωπος
25παντὶ ἵππῳ‘. καὶ πάλιν ἐκ δύο μερικῶν ἐν δευτέρῳ σχή‐ ματι, οἷον ‘τὰ δύο διπλάσιον· τὰ δύο οὐ διπλάσιον· τὸ διπλάσιον ἄρα οὐ διπλάσιον‘. καὶ ταῦτα μὲν εἴπομεν χωρίζοντες τίς ἐστιν ὁ σο‐ φιστικὸς ἔλεγχος καὶ τίς ὁ φαινόμενος ἔλεγχος. προϊὼν
30δὲ τελεώτερον μαθήσῃ ὡς πάντα τὰ σοφίσματα φαινόμενοι συλλογισμοὶ καὶ φαινόμενοι ἔλεγχοι φαίνονται· δοκοῦσι μὲν γὰρ συλλογίζεσθαι καὶ ἐλέγχειν, οὐδὲν δὲ τούτων ποιοῦσιν.

2

(1l)

164a22 ἀρξάμενοι κατὰ
2lφύσιν ἀπὸ τῶν πρώτων·
3Ὥσπερ πᾶσα τέχνη καὶ ἐπιστήμη πρῶτα ἔχει καὶ αἴτια καὶ στοιχεῖα, ὡς ἡ γεωμετρία τὸ σημεῖον, τὴν γραμμήν,
5τὴν ἐπιφάνειαν, οὕτω καὶ ἡ σοφιστικὴ πραγματεία κατὰ φύσιν πρῶτα καὶ αἰτίας ἔχει καὶ ἀρχάς, ἐξ ὧν πάντα τὰ σοφίσματα γίνονται, τά τε παρὰ τὴν λέξιν καὶ τὰ ἐκτὸς τῆς λέξεως. τίνα δὲ ταῦτά εἰσι μετὰ μικρὸν μάθῃς. ὁ μὲν σκοπὸς τῆς προκειμένης πραγματείας ἐ‐283
10στίν, ὡς εἴπομεν, τὸ περὶ τῆς γενέσεως καὶ τῆς φύ‐ σεως τῶν σοφιστικῶν ἐλέγχων διαλαβεῖν, καὶ κατὰ πό‐ σους τρόπους γίνεται τὰ σοφίσματα, καὶ τίνων οἱ σο‐
φισταὶ στοχάζονται.284

4

(1l)

164a27 φυλετικῶς φυσήσαν‐
2lτες καὶ ἐπισκευάσαντες ἑαυ‐
3lτούς·
4ἤγουν ἐξ ἐπιτεχνήσεώς τινος· φοροῦσι γὰρ ἱμάτια πολλὰ
5καὶ οὕτως δοκοῦσιν εὐτραφεῖς. εἴληπται δὲ τὸ ‘φυλετι‐ κῶς φυσήσαντεσ‘ ἐκ τῶν ἐν ταῖς ἑορταῖς γενομένων· δέ‐ κα γὰρ φυλαί, ἤγουν γειτονίαι, παρὰ Ἀθηναίοις ἐτύγ‐ χανον· ἑκάστη δὲ φυλὴ ἑορτῆς γινομένης προσῆγεν ἐν τῇ ἑορτῇ πρόβατα εἰς θυσίαν. ἵνα δὲ διαβιβαζόμενα διὰ
10τῆς πανηγύρεως τὰ πρόβατα δοκῶσιν εὐτραφῆ καὶ πίονα, ἐφύσων ταῦτα καὶ ἐπεσκεύαζον ὥστε δοκεῖν πίονα μὴ ὅντα τοιαῦτα. φυλετικῶς· ἤγουν κατὰ φυ‐ λάς. καὶ ‘σκευάσαι‘ μέν ἐστι τὸ εὐτρεπίσαι, ‘ἐπισκευ‐ άσαι‘ δὲ τὸ ἐξ ἐπιτεχνήσεώς τινος παρασκευάσαι τι.
15καὶ οἱ μέν εἰσι καλοὶ καὶ εὐειδεῖς κυρίως διὰ τὸ προσὸν αὐτοῖς φυσικῶς κάλλος. οἱ δέ, δυσειδεῖς ὄντες, φαίνονται εὐειδεῖς κομμώσαντες ἑαυτοὺς ἐν κόμμι καὶ στίμμι. καὶ ἐπὶ τῶν ἀψύχων ὡσαύτως ἔχει· καὶ γὰρ τὰ μέν εἰσιν ἄργυρος ἀληθῶς, τὰ δὲ χρυσός, τὰ δὲ οὔ, οἷ‐
20ον τὰ λιθαργύρινα καὶ κασσιτέρινα δοκοῦσι τῇ αἰσθήσει τοιαῦτα. ἐπιβάπτουσι δὲ πολλάκις καὶ διὰ τῆς ξανθῆς χο‐ λῆς τινα, ἃ καὶ χολοβάφινα λέγεται· τὰ δὲ τοιαῦτα χολο‐
βάφινα μὴ ὄντα χρυσᾶ φαίνεται χρυσᾶ. τὸν αὐτὸν δὲ τρό‐ πον ἔχει καὶ συλλογισμὸς καὶ ἔλεγχος· ὁ μέν ἐστιν ἀ‐285
25ληθῶς συλλογισμός, ὡς ἀποδεικτικὸς καὶ διαλεκτικός, καὶ ὁ μέν ἐστιν ἀληθὴς ἔλεγχος, ἤγουν ἡ εἰς ἀδύνατον ἀπαγωγή· ὁ δέ, ὁ παρὰ τοῖς σοφισταῖς συλλογισμὸς καὶ ἔλεγχος, οὐκ ἔστι συλλογισμὸς καὶ ἔλεγχος ἀληθῶς· φαίνεται δὲ καὶ δοκεῖ τοιοῦτος διὰ τὴν ἀπειρίαν καὶ
30ἀμαθίαν τῆς συλλογιστικῆς μεθόδου τῶν ἀκουόντων.

11

(1l)

165a10—11 τὰ μὲν γὰρ ὀνό‐
2lματα πεπέρανται·
3Τὴν αἰτίαν λέγει ἐνταῦθα δι’ ἣν τὸ ἓν ὄνομα πολλὰ ση‐ μαίνει καὶ ὁ αὐτὸς λόγος, καί φησι· τὰ ὀνόματα καὶ οἱ
5λόγοι πεπερασμένοι εἰσίν· ὧν γὰρ αἱ ἀρχαὶ πεπερασμέναι, καὶ αὐτὰ πεπερασμένα. ἐπεὶ γὰρ ἀρχὴ τῶν ὀνομάτων καὶ τῶν λόγων τὰ εἴκοσι τέσσαρα στοιχεῖά εἰσιν, ἀνάγκη καὶ τὰ ὀνόματα καὶ τοὺς λόγους πεπερασμένους εἶναι. τὰ δὲ πράγματα ἐπεὶ ἐν γενέσει καὶ φθορᾷ εἰσι καὶ ἄπειρα τῷ
10πλήθει, ἠδυνάτησαν οἱ ὀνοματοθέται ἑνὶ ἑκάστῳ πράγματι καὶ οἰκεῖον ὄνομα θεῖναι, καὶ διὰ τοῦτο ἓν ὄνομα ἐποί‐ ησαν πολλὰ πράγματα σημαίνειν, οἷον τὸ ‘κύων‘ καὶ τὸ ‘Αἴασ‘, καὶ τὸν αὐτὸν λόγον, οἷον τὸ ‘γένοιτο, Ζεῦ, τὸν
σῦν καταβαλεῖν ἐμέ‘, ἐποίησαν σημαίνειν πολλὰ πράγματα.286

71

(l1)

167a7 (ca)
1Ἀριθμούμενος τὰ ἐκτὸς τῆς λέξεως σοφίσματα εἶπε δύο τρόπους τὸ ἁπλῶς ἢ μὴ ἁπλῶς ἀλλὰ πῂ ἢ ποτὲ ἢ ποὺ ἢ πρός τι, καὶ ἐκεῖσε μὲν παρέδραμε τὴν ἐξήγησιν τοῦ πού, τοῦ ποτὲ καὶ τοῦ πρός τι. ἐνταῦθα δὲ δεῖ ἡμῖν
5διαρθρῶσαι καὶ ταῦτα. τὸ ποὺ καὶ ποτὲ καὶ πρός τι μέ‐ ρη εἰσὶ τοῦ πῂ καὶ ἁπλῶς. καὶ τοῦ μὲν ποὺ παράδειγμά ἐστι τοῦτο· οὐ γὰρ εἰ πῄ, ἤγουν πού, τουτέστιν εἰ ἐν Τριβαλλοῖς δοκεῖ ἀγαθὸν τὸ τοὺς γέροντας θύειν, ἤδη καὶ ἁπλῶς καὶ εἰς πάντα τόπον ἀγαθὸν τοῦτο νομίζεται.
10τοῦ δὲ ποτὲ παράδειγμα τοῦτο· πάντες οἱ ἐν τῷ χρυσῷ γένει ἄνθρωποι κατὰ τὸν Ἡσίοδον ἀγαθοὶ ἦσαν· οὐδεὶς δὲ ἄνθρωπος ἐν τῷ σιδηρῷ γένει κατ’ αὐτὸν ἀγαθὸς ἦν· πάντες ἄρα ἄνθρωποι ἀγαθοὶ ἦσαν καὶ οὐδεὶς ἄνθρωπος ἀγαθός. ἡ λύσις τοῦ σοφίσματος· οὐ γὰρ εἰ πῄ, ἤγουν
15οὐ γὰρ εἰ ποτὲ μὲν ἦσαν οἱ ἄνθρωποι ἀγαθοί, ποτὲ δὲ οὐκ ἀγαθοί, ἤδη καὶ ἁπλῶς καὶ πᾶς ἄνθρωπός ἐστιν ἀγα‐ θὸς καὶ οὐδεὶς ἀγαθός. τοῦ δὲ πρός τι τοῦτο· τὰ δέκα πλείονα· τὰ δέκα οὐ πλείονα· τὰ δέκα ἄρα πλείονα καὶ οὐ πλείονα. καὶ τούτου τοῦ σοφίσματος ἡ λύσις παρὰ
20τὸ πῂ καὶ ἁπλῶς. οὐ γὰρ εἰ

71,col1

(21t)

cod. 35
21πρὸς τὰ πέντε πλείονα, πρὸς δὲ τὰ ἑκκαίδεκα οὐ πλείονα, ἤδη

71,col2

(21t)

cod. 244
21τὰ δέκα εἰσὶ πλείονα, ἤ‐ γουν τῶν πέντε, οὐ πλείο‐ να δὲ τῶν δεκαέξ, διὰ τοῦτο

71

(24)

καὶ ἀπλῶς καὶ καθόλου τὰ πλείονα ἔσονται οὐ πλείονα.287

116

(l)

168b6
1οἱ γοῦν τεχνῖται καὶ ὅλως οἱ ἐπιστήμονες περὶ τήνδε τὴν ἐπιστήμην, ἀστρο‐ νομίαν δηλονότι ἢ γεωμετρίαν, ἐλέγχονται φαινομένως ὑ‐ πὸ τῶν ἀνεπιστημόνων, ἤγουν τῶν σοφιστῶν, παρὰ τοῦτο,
5ἤγουν διὰ τὸ ἀγνοεῖν ὡς ὁ ἔλεγχος συλλογισμός ἐστιν. οἱ γοῦν σοφισταὶ ποιοῦνται τοὺς συλλογισμοὺς πρὸς τοὺς εἰ‐ δότας, ἤγουν τοὺς ἐπιστήμονας, κατὰ συμβεβηκός, ἤγουν ἐκ τῶν συμβεβηκότων. ὁ δὲ ἐκ τῶν συμβεβηκότων παραλογισμὸς συλλογισμὸς οὐκ ἔστι κυρίως ἀλλὰ φαινομένως καὶ κατὰ συμ‐
10βεβηκός. οἱ δὲ ἐπιστήμονες μὴ δυνάμενοι διαιρεῖν καὶ δια‐ κρίνειν τίς ἐστιν ὁ κυρίως συλλογισμὸς καὶ τίς ὁ κατὰ συμ‐ βεβηκὸς καὶ φαινόμενος ἢ ἐρωτώμενοι διδόασι καὶ συγχω‐ ροῦσι τὰ ἐρωτηθέντα ἢ μὴ διδόντες καὶ ἀποκρινόμενοι ἀλ‐ λὰ σιωπῶντες οἴονται καὶ δοκοῦσι δεδωκέναι καὶ συγχωρῆ‐
15σαι· ἡ γὰρ σιωπὴ τὴν συγκατάθεσιν δηλοῖ.

124

(l)

168b31
1Τὸ ἀντιστρέφειν λέγει θεωρεῖσθαι ἐν πλείοσι κατηγορουμέ‐ νοις ὅροις καὶ ὑποκειμένοις, καθὸ ἐν τῇ ἀντιστροφῇ ὁ κα‐ τηγορούμενος γίνεται ὑποκείμενος καὶ οὗτος κατηγορούμε‐ νος, οἷον ὅταν εἴπῃ ὡς ὁ ἄνθρωπος γελαστικόν, καὶ τὸ γε‐
5λαστικὸν ἄνθρωπος· τὸ γὰρ γελαστικὸν ἐγένετο καὶ ὑποκεί‐ μενον καὶ κατηγορούμενον· ὥστε εἰκότως τὴν ἀντιστροφὴν εἶπεν ἐν πλείοσι θεωρεῖσθαι. τὸ δὲ μὴ ἀντιστρέφον θεωρεῖ‐
ται ἐφ’ ἑνός· ἕνα γὰρ κατηγορούμενον ἔχει καὶ ἕνα ὑποκεί‐ μενον. ὁ δὲ παρὰ τὸ ἑπόμενον παραλογισμὸς ἀεὶ ἐν288
10πλείοσι θεωρεῖται, ἤγουν χρᾶται πρῶτον τῇ ἀντιστρο‐ φῇ, εἶτα λαμβάνει ἔξωθεν ὅρον καὶ ποιεῖται τὸν πα‐ ραλογισμόν. λέγει γάρ· ‘εἰ τὸ μέλι ξανθόν, καὶ τὸ ξανθὸν μέλι. ἡ δὲ χολὴ ξανθή (τοῦτό ἐστιν ὁ ἔξωθεν ὅρος)· ἡ χολὴ ἄρα ξανθή‘. καὶ πάλιν· ‘εἰ ὁ κύκνος
15λευκόν, καὶ τὸ λευκὸν κύκνοσ‘, εἶτα λαμβάνει ἔξωθεν τὸ ‘χρῶμα‘ καὶ συνάγει ὡς ὁ κύκνος ἄρα χρῶμά ἐστιν. εἶτα λέγει δι’ ἢν αἰτίαν τὰ μὴ ἀντιστρέφοντα ὡς ἀν‐ τιστρέφοντα ὁ σοφιστὴς ἐν τοῖς παρὰ τὸ ἑπόμενον πα‐ ραλογισμοῖς λαμβάνει, καί φησιν· ἐπεὶ ἀξίωμά ἐστιν
20ὡς τὰ τῷ αὐτῷ καὶ ἑνὶ ὑπάρχοντα καὶ ἀλλήλοις εἰσὶ ταὐτά, οἴεται ὁ σοφιστὴς ἐπεὶ τῷ τινὶ μέλιτι ὑπάρ‐ χει καὶ τὸ μέλιτι εἶναι καὶ τὸ ξανθῷ, ἔσται ἄρα ταὐ‐ τὰ τὸ μέλι καὶ τὸ ξανθὸν καὶ πρὸς ἄλληλα ἀντιστρέ‐ φοντα. οὐκ ἀληθὲς δὲ ὡς τὰ τῷ αὐτῷ ὑπάρχοντα καὶ ἀλ‐
25λήλοις εἰσὶ ταὐτά· ὁ γὰρ Σωκράτης καὶ ὁ Πλάτων ἐν τῷ ἀνθρώπῳ ὑπάρχουσιν, ἀλλὰ ταὐτὰ οὐκ εἰσὶν ἀλλήλοις.

144

(l)

169b4—5
1Καὶ διὰ τὸ ἀγνοεῖν ποῖα τῶν κατηγορουμένων τοῦ κατη‐ γορουμένου δύνανται †ταῦτα πάντα† καὶ κατὰ τοῦ πράγ‐ ματος, ἤγουν τοῦ ὑποκειμένου, κατηγορεῖσθαι. οἷον τὸ ζῷον κατηγορεῖται τοῦ ἀνθρώπου, καὶ τὰ μὲν οὐσιω‐
5δῶς κατηγορούμενα τοῦ ζῴου, ὡς τὸ ἔμψυχον καὶ τὸ αἰ‐ σθητικόν, κατηγορηθήσεται καὶ τοῦ ἀνθρώπου, τὰ δὲ κα‐ τὰ συμβεβηκὸς κατηγορούμενα αὐτοῦ, ὡς τὸ δισύλλαβον ἢ τὸ γένος, οὐ κατηγορηθήσεται τοῦ ἀνθρώπου.

281

(l)

174b15
2Εἰ γάρ ἐστι τὸ ἐρώτημα, ἤγουν ἡ προτεθεῖσα πρότασις, ἐκ τῶν προτάσεων ἐξ ὧν ὁ συλλογισμός, ἤγουν ἐξ ὧν συνάγεται τὸ συμπέρασμα, ἢ ἔλεγχος ἔσται, εἰ ὁμολο‐289
5γήσει ὡς ὁ Ἀρχέλαος εὐδαίμων ἐστί· ἐκ τούτου γὰρ συνάγεται καὶ ὅτι ἡ ἀδικία εὐδαιμονία—ἢ μὴ δοὺς λέγων ὡς οὔτε εὐδαίμων ἐστὶν οὔτε δοκεῖ, παράδοξα λέγειν νομισθήσεται. εἰ δὲ μὴ ἐξ ὀρθοῦ δώσει τὸ εἶ‐ ναι τοῦτον εὐδαίμονα, ἀποκριθεὶς τὸ ‘δοκεῖ‘ ἢ ‘τάχα
10εὐδαίμων ἐστί‘, γίνεται ὁ συλλογισμὸς ἐλεγχοειδής, ἤγουν ἐοικὼς τῷ ἐλέγχῳ· ᾗ μὲν γὰρ ἐνδοιάζων καὶ ἀμ‐ φιβάλλων ὡμολόγησε προσθεὶς τὸ ‘δοκεῖ‘, οὐκ ἐγένε‐ το ἔλεγχος· ᾗ δὲ ποσῶς καὶ ὅλως συνεχώρησε τοῦτο, ἠλέγχθη.

282

(l)

174b19
1Ἔτι καθάπερ ἐν τοῖς ῥητο‐ ρικοῖς· Ὥσπερ, φησίν, οἱ ῥήτορες οὐ μόνον τὰ κατασκευαστικὰ θεωροῦσι τοῦ ὅτι ὁ δεῖνα ἐφόνευσεν, ἀλλὰ καὶ τὰ ἀνασκευαστικὰ τούτου, οὕτω καὶ ἐν τοῖς
5ἐλεγκτικοῖς, ἤγουν ἐν ταῖς σοφιστικαῖς διαλέξεσι, δεῖ τὸν σοφιστὴν τὰ ἐναντία θεωρεῖν, ἤγουν καὶ τὰ κατασκευαστικὰ καὶ ἀνασκευαστικὰ τοῦ προκειμένου προβλήματος, εἴτε πρὸς τὰ ὑφ’ ἑαυτοῦ λεγόμενα, ἤγουν εἴτε οἴκοθεν αὐτὸς προβάλλεται τὸ πρόβλημα, εἴτε
10πρὸς οὒς ὁμολογεῖ καλῶς λέγειν, ἤγουν εἴτε ἔχει δό‐ ξαν τινὸς σοφοῦ, οἷον τοῦ Ζήνωνος ὅτι κίνησις οὐκ ἔστι, καὶ ἐνίσταται ὡς καλῶς τοῦτο εἶπεν ὁ Ζήνων. δεῖ γοῦν θεωρεῖν καὶ τὰ κατασκευαστικὰ καὶ ἀνασκευα‐ στικὰ ταύτης τῆς δόξης ἐπιχειρήματα, ἵν’ ἕτοιμος ᾖ
15πρὸς ἀμφότερα, εἴτε λέγει καὶ ἐνίσταται τὸν Ἀρχέλαον πράττειν καλῶς, ἤγουν εὐδαιμονεῖν, καὶ ταῦτα ἄδικον ὄντα, εἴτε καὶ μή. Νοεῖται δὲ καὶ οὕτως· ὥσπερ οἱ ῥήτορες ἐν δικαστη‐ ρίοις συνηγοροῦντες σπεύδουσι δεικνύειν τὸν ἀντιδι‐290
20κοῦντα αὐτοῖς τἀναντία λέγοντα ἢ τοῖς νόμοις ἢ τοῖς ἔθεσι τῆς πόλεως, οὕτω καὶ τὸν σοφιστὴν δεῖ σπουδά‐ ζειν δεικνύειν τὸν αὐτῷ προσδιαλεγόμενον ἢ τἀναντία λέγοντα τοῦ παρ’ αὐτοῦ προτεθέντος προβλήματος, ἢ τἀναντία οἷς ὁμολογεῖ καλῶς λέγειν. οἷον, εἰ λέγει
25τὸν Ζήνωνα καλῶς λέγειν ὅτι κίνησις οὐκ ἔστι, δεῖ δεικνύειν ὡς ἐξ ὧν λέγουσι συμβαίνει κίνησιν εἶναι. ἢ εἰ λέγει τὸν Ἀρχέλαον πράττειν καλῶς, ἤγουν εὐ‐ δαιμονεῖν, πειρατέον δεικνύειν αὐτὸν ὡς ἐξ ὧν λέγει φαίνεται ὁ Ἀρχέλαος τὸ ἐναντίον, ἤγουν οὐκ εὐδαίμων.

283

(l)

174b22
1Ἔτι πρὸς τοὺς δοκοῦντας τοιού‐ τους· Ἔτι, φησίν, ὀφείλομεν ποιεῖν τοῦτο, τὸ δει‐ κνύειν ὡς ἐξ ὧν λέγει ὁ προσδιαλεγόμενος τὸ ἐναντίον
συνάγει ὧν αὐτὸς μέλλει δεῖξαι, εἴτε διαλεγόμεθα πρὸς291
5τοὺς δοκοῦντας τοιούτους, ἤγουν πρὸς τοὺς ἀγαθοὺς περὶ ἕκαστα, τουτέστιν εἴτε μετὰ ἀρίστων ἰατρῶν διαλεγόμεθα ἢ γεωμετρῶν, εἴτε πρὸς τοὺς ὁμοίους, ἤγουν ὁμοτέχνους ἢ ἰσήλικας, καὶ ἁπλῶς πρὸς πάντας ὀφείλομεν τοῦτο ποι‐ εῖν ἢ τοὺς πλείονας.

284

(l)

174b23
1ὥσπερ τε καὶ ἀποκρινόμενοι· Ὥσπερ, φησίν, οἱ ἀποκρινόμενοι ἐλεγχθέντες ποιοῦσι τὸ διττόν, ἤγουν διαιροῦσι τὸ ὄνομα ἐκεῖνο τὸ ὁμώνυμον ἐφ’ ᾧ ἠ‐ λέγχθησαν καὶ δεικνύουσιν ὡς ἐπ’ ἄλλου μὲν σημαινομέ‐
5νου ἔδωκαν αὐτοὶ, ἐπ’ ἄλλου δὲ σημαινομένου λαβὼν τοῦ‐ το ὁ ἐρωτῶν ἤλεγξεν, οἷον εἴ τις ἔροιτο ‘ἆρ’ ὁ κύων καύματα ποιεῖ;‘, ὁ δὲ ἀποκριθῇ ‘ναί.‘, εἶτα ὁ ἐρωτῶν· ‘ἀλλὰ μὴν ὁ χερσαῖος οὐ ποιεῖ καύματα‘, ὁ δὲ ἐρωτώμε‐ νος διελὼν τὸ ‘κύων‘ διενίσταται μὴ ἐλεγχθῆναι· ἐπὶ
10γὰρ τοῦ ἀστρῴου δόντος τὸ καύματα ποιεῖν, αὐτὸς ἐπὶ τοῦ χερσαίου ἔδειξε τὸ μὴ ποιεῖν καύματα. δεῖ λοι‐ πὸν καὶ τοὺς ἐρωτῶντας χρᾶσθαι τούτῳ, ἤγουν τῷ διαι‐ ρεῖν τὸ προκείμενον, εἴτε ἐνίστανται οἱ ἀποκρινόμενοι ὡς μὴ ἐλεγχθέντες, εἴγε ὡδὶ μέν, ἤγουν ἐπ’ ἄλλου ση‐
15μαινομένου συμβαίνει τοδί, ἤγουν τὸ ἐλεγχθῆναι καὶ ἀ‐ πατηθῆναι αὐτούς, ὡδὶ δέ, ἤγουν ἐπ’ ἄλλου σημαινομένου, μή, ἤγουν οὐ συμβαίνει τὸ ἀπατηθῆναι καὶ ἐλεγχθῆναι. οἷον εἴ τις ἔροιτο ‘ἆρα τὸ τρίγωνον ἐπίσταται;‘, ὁ δὲ
ἐρεῖ ‘ναί‘, εἶτα ἐρωτήσει ‘τί δέ· τὸ ἐπιστάμενον ἔχει292
20ἐπιστήμην;‘ ‘ναί‘, εἶτα συνάξει ‘τὸ τρίγωνον ἄρα ἐ‐ πιστήμην ἔχει—ἀλλὰ μὴν ἄτοπον τὸ λέγειν τὸ τρίγω‐ νον ἔχειν ἐπιστήμην‘. εἰ γοῦν ἐνίσταται ὁ ἀποκρινό‐ μενος ὡς ἐπ’ ἄλλου σημαινομένου ἔδωκεν ὅτι τὸ τρί‐ γωνον ἐπίσταται, ἤγουν ὅτι ἐπιστήμη ἐστὶν αὐτοῦ,
25δεῖ σε διαιρῆσαι τὸ ‘τρίγωνον ἐπίσταται‘ καὶ εἰπεῖν ὅτι τοῦτο δηλοῖ καὶ τὸ ἐπιστήμην εἶναι αὐτοῦ καὶ τὸ ἐπιστήμην ἔχειν· ἐγὼ γοῦν ἐν τῇ ἐρωτήσει μου τοῦτο ἐξελαβόμην ὡς ‘ἆρα ἐπίσταται τὸ τρίγωνον, ἤγουν ἐπι‐ στήμην ἔχει;‘, ἐπειδὴ ὡδὶ μὲν ληφθέντος τοῦ ‘ἐπίστα‐
30ται‘, ἤγουν τοῦ ἐπιστήμην ἔχειν, συμβαίνει τὸ ἄτοπον, ὡδὶ δὲ ληφθέντος —ἐπὶ τοῦ ἐπιστήμην εἶναι αὐτοῦ— οὐ‐ δὲν συμβαίνει ἄτοπον.

285

(l)

174b27
1Διάλογός ἐστι τοῦ Πλάτωνος καλούμενος Μανδρόβουλος διὰ τὸ παρεισάγειν αὐτὸν δι’ ὅλου τοῦ διαλόγου διαλεγόμενον.
ὁ δὲ Κλεοφῶν ἐστι σοφιστής.293

286

(l1)

174b28
1δεῖ δὲ ἀφισταμένους τοῦ λόγου· Ἐπεὶ οἱ ἀποκρινόμενοι πολλάκις ἐρωτῶντες γίνονται, εἰ ὁ ἐρωτῶν ἐρωτήσει πρότασιν συντελοῦσαν εἰς κατα‐ σκευὴν τοῦ προβλήματος, εἶτα ὁ ἐρωτώμενος ἀντεπιχει‐
5ρεῖ δεῖξαι αὐτὴν ψευδῆ, φησὶν ὡς εἰ νοήσεις αὐτὸν εὐποροῦντα πολλῶν ἐπιχειρημάτων εἰς τὸ δεῖξαι αὐτὴν ψευδῆ, δεῖ σε ἀφίστασθαι τοῦ λόγου τοῦ δεικνύντος ψευδῆ τὴν πρότασιν καὶ ἐπιτέμνειν τὰ πολλὰ τῶν ἐπι‐ χειρημάτων ἃ ἐρωτᾷ λέγοντα ‘ἵνα τί καταργεῖς τὸν και‐
10ρὸν ἐρωτῶν εὐέλεγκτα καὶ οὐδαμινὰ ἐπιχειρήματα καὶ μὴ συντελοῦντα πρὸς τὸ προκείμενον;‘ εἰ δὲ προαίσθηται οὗτος ὡς κακουργῶν ἀφίστασαι τοῦ λόγου καὶ ἐπιτέμνεις τὰ πολλὰ ἐπιχειρήματα, δεῖ σε προαγορεύειν καὶ λέγειν ὡς ‘οὐ διὰ κακουργίαν τοῦτο ποιῶ, ἀλλ’ ἵνα μὴ μακρη‐
15γορῶμεν καὶ ἀσχολώμεθα εὐελέγκτοις ἐπιχειρήμασιν.‘294

288

(l)

174b33—34
1πρὸς δὲ τοὺς ἀπαιτοῦντας πρός τι ἐπιχειρεῖν· Ἐπεὶ πολλάκις οἱ ἀποκρινόμενοι ἀ‐ παιτοῦσι τὸν ἐρωτῶντα ἀποδεῖξαι ἣν ἠρώτησε πρότασιν, παραγγέλλει ὡς εἰ ἀπαιτηθῇς ἀποδεῖξαι ἣν ἠρώτησας
5πρότασιν, δεῖ σε περὶ τὰ καθέκαστα ἐνδιατρίβειν, παρὸ τὸ καθόλου συνάξαι καὶ συμπερᾶναι· τὸ γὰρ καθόλου ἀεὶ ἔχει ἔνστασιν. καὶ ἐπὶ τῶν μερικῶν δεῖ συνάξαι τὴν ἀντίφασιν, παρὸ ἐπὶ τῶν καθόλου. οἷον, εἰ ἐρωτήσεις· ‘ἀρά γε τοῦ ὑγιεινοῦ καὶ τοῦ νοσώδους ἡ αὐτὴ ἐπιστήμη;‘,
10ὁ δὲ εἴπῃ ‘οὔ‘, πρὸς δὲ καὶ ἀπαιτήσει σε δεῖξαι τοῦτο, μὴ εἴπῃς ὡς ἐπεὶ τοῦ περιττοῦ καὶ τοῦ ἀρτίου καὶ τοῦ ἠρμοσμένου καὶ ἀναρμόστου καὶ τοῦ συμμέτρου καὶ ἀσυμ‐ μέτρου ἡ αὐτὴ ἐπιστήμη, λοιπὸν ἄρα καὶ πάντων τῶν ἐναν‐ τίων ἡ αὐτὴ ἐπιστήμη· ἐνσταίη γὰρ ἐκεῖνος πρὸς τὸ κα‐
15θόλου, ὡς ἐπεὶ τοῦ γνωστοῦ καὶ ἀγνώστου καὶ τοῦ ὄντος καὶ μὴ ὄντος καὶ τοῦ πεπερασμένου καὶ ἀπείρου οὐκ ἔ‐ στιν ἡ αὐτὴ ἐπιστήμη, λοιπὸν οὐ πάντων τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη· καὶ εἰ τοῦτο, οὐδὲ τοῦ ὑγιεινοῦ καὶ τοῦ νοσώδους ἡ αὐτὴ ἐπιστήμη ἐστίν. εἰ δὲ τὴν ἀντίφασιν
20συνάξεις ἐπὶ τῶν μερικῶν, οὐκ ἂν δυνηθείη ἔνστασιν κο‐ μίσαι πρὸς ταύτην. οἷον ‘εἰ τοῦ ὑγιεινοῦ καὶ νοσώδους οὐκ ἔστιν ἡ αὐτὴ ἐπιστήμη, λοιπὸν οὐδὲ τοῦ περιττοῦ καὶ τοῦ ἀρτίου· ἀλλὰ μὴν τοῦ περιττοῦ καὶ τοῦ ἀρτίου ἡ αὐτὴ ἐστιν ἐπιστήμη· καὶ τοῦ ὑγιεινοῦ ἄρα καὶ τοῦ νοσώδους ἡ
25αὐτή. ἀλλὰ μὴν κατὰ σὲ καὶ οὐχ ἡ αὐτὴ ἐπιστήμη ἐστὶ
τούτων‘.295

295

(l1)

175a19
1Καὶ ἐκ τῶν πλεονεξιῶν, ἤγουν τῶν παρατηρήσεων ἃς εἴπο‐ μεν τηρεῖν τὸν πυνθανόμενον καὶ τὸν ἐρωτῶντα, ἔχομεν ἐξ αὐτῶν πῶς δεῖ λύειν καὶ τὰ σοφίσματα. παρατήρησίς ἐστι τῷ ἐρωτῶντι τὸ καταναγκάζειν τὸν προσδιαλεγόμε‐
5νον ὁμολογεῖν τὰ ὁμώνυμα καὶ τὰ ἀμφίβολα καὶ τὰ παρά‐ δοξα. καὶ πάλιν ὁ προσδιαλεγόμενος ὀφείλει ἀπαντᾶν καὶ ἐνίστασθαι δεικνύων αὐτὸν ὁμώνυμα ἐρωτῶντα ἢ παρά‐ δοξα ἢ ἐλλείψαντά τι τῆς συνθέσεως.

308

(l1)

175b33
1lἀλλ’ ἴσως οὐ ταὐτὸν σημαίνει·
2Τοῦτο λύσις ἐστὶν ἐνστάσεως· ἴσως γάρ τις ἐνέστη πρὸς τὸν Ἀριστοτέλην ‘Πῶς, ὦ Ἀριστότελες, εἰπὼν εἴ τις ὑπολήψεται τὸν παρὰ τὴν ὁμωνυμίαν ἔλεγχον εἶναι κυρίως
5ἔλεγχον, συμβήσεται πάντα ἐλεγχθῆναι, τέθεικας παρά‐ δειγμα τοῦ παρὰ τὸ συμβεβηκὸς ἐλέγχου;‘ —ταύτην οὖν τὴν ἔνστασιν λύων ἐπιφέρει ‘ἀλλὰ τὸ ‘Κορίσκοσ‘ ὄνομα οὐ τὸ αὐτὸ καὶ ἓν σημαίνει, ἀλλὰ πολλά, τόν τε ὁρώμε‐ νον Κορίσκον καὶ τὸν κεκαλυμμένον, ὥσπερ οὐδὲ ἐκεῖ,
10ἤγουν ἐπὶ τῶν ὁμωνύμων, τὸ ὄνομα τὸ ‘κύων‘ σημαίνει ἓν ἀλλὰ πολλά‘. εἶπε δὲ τὸ “ἴσως” διότι ἐπὶ τῶν ὁμωνύμων μὲν τὸ ὄνομα τὸ ‘κύων‘ σημαίνει πράγματα ἕτερα καὶ τῷ ὑποκειμένῳ καὶ τῷ λόγῳ, τὸ δὲ ‘Κορίσκοσ‘ σημαίνει μὲν πολλὰ καὶ διάφορα τῷ λόγῳ, τῷ δὲ ὑποκειμένῳ ἕν εἰσιν·
15ὁ γὰρ ὁρώμενος Κορίσκος καὶ ὁ κεκαλυμμένος εἷς μέν ἐ‐ στι τῷ ὑποκειμένῳ, τῷ δὲ λόγῳ πολλοί, ὥσπερ καὶ ὁ Σω‐
κράτης καὶ ὁ λευκὸς Σωκράτης εἷς μέν ἐστι τῷ ὑποκειμέ‐ νῳ, τῷ δὲ λόγῳ ἕτεροι καὶ πολλοί. ἐπεὶ γοῦν τὸ ‘Κορίσκοσ‘ πολλὰ σημαίνει, ὥσπερ καὶ ἐπὶ τῶν ὁ‐296
20μωνύμων τὸ ὄνομα, καὶ ἐγγίζει τοῖς ὁμωνύμοις, τί διαφέρει, ἤγουν οὐδὲν διαφέρει εἴγε ἀντὶ τοῦ εἰ‐ πεῖν παράδειγμα τοῦ κατὰ τὴν ὁμωνυμίαν ἐλέγχου εἴπομεν παράδειγμα τοῦ παρὰ τὸ συμβεβηκὸς ἐλέγχου.

309

(l)

175b24—5
1εἰ δὲ τῷ μέν, ἤγουν ταῖς προτάσεσι, τὸ ἁπλῶς λέγειν Κορίσκον ἀποδώσει τις, οἷον ‘ἆρα ὁ Κο‐ ρίσκος μουσικός ἐστι;‘ ‘ναί.‘, τῷ δέ, ἤγουν τῷ συμ‐ περάσματι, προσθήσει τὸ ‘τινὰ‘ ἢ τὸ ‘τόνδε‘ λέγων
5‘τόνδε τὸν Κορίσκον τὸν κεκαλυμμένον λέγω μὴ μουσι‐ κὸν εἶναι‘, ἄτοπον.

310

(l)

175b26
1οὐδὲν γὰρ μᾶλλον θατέρῳ, ἤγουν ὃ οὐ κεῖται ἐν ταῖς προτάσεσιν οὐδὲ ἐν τῷ συμπεράσμα‐ τι δεῖ κεῖσθαι. οὐ κεῖται δὲ ἐν ταῖς προτάσεσι τὸ ‘οὗτοσ‘, οὐδὲ ἐν τῷ συμπεράσματι ὀφείλει κεῖσθαι τὸ
5‘τόνδε‘. οὐδ’ ὃ οὐ κεῖται ἐν τῷ συμπεράσματι ὀφείλει ταῖς προτάσεσι κεῖσθαι· ὁποτέρῳ γὰρ προστεθῇ τι, εἴτε ἐν τῷ συμπεράσματι εἴτε ἐν ταῖς προτάσεσιν, οὐδὲν δι‐ αφέρει, ἤγουν οὐ συμβάλλεται εἰς λύσιν τοῦ σοφίσματος· παρὰ γὰρ τὴν συλλογιστικὴν μέθοδόν ἐστι τὸ ἐπιχειρεῖν297
10λύειν τὸ σόφισμα ἐν τῷ προσλαμβάνειν ἐν τῷ συμπεράσμα‐ τι ὃ οὐ κεῖται ἐν ταῖς προτάσεσι.

317

(l)

176a6
1οὐδὲν γὰρ τοῦτο διαφέρει· ἤγουν τοῦ‐ το τὸ ἐρωτηθέντα ἐρωτήματα πολλά, οἷον ‘ἆρ’ ὁ Κορί‐ σκος καὶ ὁ Καλλίας οἴκοι εἰσὶν ἢ οὔ;‘, μίαν ἀπόκρισιν δοῦναι οὐδὲν διαφέρει τοῦ ἐρωτηθέντα τι ὁμώνυμον μίαν
5ἀπόκρισιν δοῦναι· οὐδὲ γὰρ ὁ εἰπὼν ἐπὶ τῶν ὁμωνύμων μίαν ἀπόκρισιν, τὸ ‘ναί‘ ἢ τὸ ‘οὔ‘, κυρίαν ἀπόκρισιν ἐποιήσατο, ἀλλ’ εἴρηκε μέν τι καὶ ἔδοξε τοῖς πολλοῖς ἀποκριθῆναι ἀπὸ τοῦ εἰπεῖν ‘ναί‘ ἢ ‘οὔ‘, ἀπόκρισιν δὲ οὐ δέδωκε· κυρίως γάρ ἐστι μία ἀπόκρισις, ὅταν ὁ ἐρω‐
10τώμενος ἢ ἀποδοίη τὸ ἐρωτηθὲν ‘ναί‘ εἰπὼν ἢ ἀπαρνήσε‐ ται εἰπὼν ‘οὔ‘. εἰ δ’ ἄλλο μὲν ὁ ἐρωτῶν εἶπεν, ἄλλο δὲ ὁ ἐρωτώμενος φήσει ἢ ἀποφήσει, εἴρηκε μέν τι καὶ οὗτος, ὥσπερ ἂν εἰ αὐτὸς καθ’ ἑαυτόν τις προαιρούμε‐
νος εἶπε ‘Σωκράτης κάθηται‘, ἀπόκρισιν δὲ οὐ δέδωκεν.298

324

(l)

176a27
1Ἐπειδή, φησί, δῆλόν ἐστι τί ἐστι τὸ ἐν ἀρχῇ ἐξ ὧν εἴ‐ πομεν ὅπισθεν, οὐ δεῖ πρὸς τὸν ἐρωτῶντα τὸ ἐν ἀρχῇ ἀ‐ ποκρίνεσθαι· τὸ γὰρ ἐν ἀρχῇ ἐστιν ὅταν τὸ ἐρωτώμενον εἴη σύνεγγυς καὶ †ταὐτὰ† τῷ προκειμένῳ προβλήματι, οἷ‐
5ον εἰ πρόκειται δεῖξαι τὴν ἡδονὴν ἀγαθόν, ἔροιτο δέ τις ‘ἆρά γε ἡ χαρὰ ἀγαθόν;‘, οὐ δεῖ ἀποκριθῆναι, εἰ‐ πόντα πρὸς τὸν ἐρωτῶντα ὡς τὸ ἐν ἀρχῇ αἰτεῖται.

337

(l)

176a29
1Ὀρθὴ λύσις ἐστὶ τὸ ἐμφανίσαι παρὰ ποίαν ἐρώτη‐ σιν, ἤγουν διὰ ποίαν πρότασιν, τὴν ἐλάττονα ἢ τὴν μεί‐ ζονα, συνέβη τὸ ψευδὲς συμπέρασμα καὶ ὁ ψευδὴς συλλο‐ γισμός. διχῶς δὲ λέγεται ὁ ψευδὴς συλλογισμός· ἢ γὰρ
5συλλελογισμένος ἐστὶ καὶ τηρῶν τὸ οἰκεῖον εἶδος τοῦ σχήματος, παρὰ δὲ τὴν ὕλην ἡμάρτηται, ἤγουν ψευδεῖς τὰς προτάσεις ἔχει, οἷον ‘ὁ λίθος παντὶ ζῴῳ, τὸ ζῷον παντὶ ἀνθρώπῳ, καὶ ὁ λίθος παντὶ ἀνθρώπῳ‘. ψευδὴς συλλογι‐ σμός ἐστι καὶ ὁ παρὰ τὸ εἶδος, ὃς καὶ μὴ ὢν συλλογι‐
10σμὸς δοκεῖ τοῖς ἰδιώταις εἶναι συλλογισμός, οἷον ‘ὁ ἄνθρωπος ζῷον, ὁ ἵππος ζῷον, ὁ ἄνθρωπος ἄρα ἵπποσ‘ ἐν δευτέρῳ σχήματι ἐκ δύο καταφατικῶν. τοῦ γοῦν παρὰ τὸ εἶδος ψευδοῦς συλλογισμοῦ λύσις ἐστὶν ἡ προσεχῶς εἰρη‐ μένη, οἷον ὅτι οὐ συλλελόγισται διὰ τὸ ὁμώνυμον λαβεῖν
15ἢ ἐκ δύο μερικῶν συλλογίσασθαι ἢ ἐκ δύο καταφατικῶν ἐν δευτέρῳ σχήματι. διόρθωσις δὲ καὶ λύσις ἐστὶ τοῦ φαι‐ νομένου συλλογισμοῦ, ἤγουν τοῦ παρὰ τὴν ὕλην ψευδοῦς συλλογισμοῦ, τὸ ἐμφανίσαι παρὰ τί φαίνεται τῶν ἐρωτη‐ μάτων, ἤγουν παρὰ ποίαν τῶν προτάσεων τὸ ψεῦδος συ‐299
20νήχθη. ὥστε συμβαίνει ἐπὶ τῶν λόγων, ἤγουν τῶν ψευδῶν συλλογισμῶν, τὸν ἐρωτώμενον τοὺς μὲν συλλελογισμένους, ἤγουν τοὺς παρὰ τὴν ὕλην, λύειν ἀναιροῦντα τὴν ψευδῆ πρότασιν ἐξ ἧς συνήχθη τὸ ψεῦδος, τοὺς δὲ φαινομένους ψευδεῖς συλλογισμούς, ἤγουν τοὺς παρὰ τὸ εἶδος, λύειν
25διελόντα καὶ ἀναλύοντα τὸν συλλογισμὸν εἰς τὴν πρότα‐ σιν καὶ θεωροῦντα εἰ ἐκ δύο μερικῶν ἢ ἐκ δύο καταφα‐ τικῶν ἐν δευτέρῳ σχήματι συνελογίσατο.

338

(l)

176b36
1Πάλιν δέ, ἐπεὶ τῶν συλλελογισμένων λόγων, ἤγουν τῶν ψευδῶν συλλογισμῶν τῶν παρὰ τὴν ὕλην, οἱ μὲν ἔχουσιν ἀ‐ ληθὲς τὸ συμπέρασμα, οἷον ‘ὁ ἄνθρωπος λίθος, ὁ λίθος ζῷον, ὁ ἄνθρωπος ἄρα ζῷον‘ (ἐκ γὰρ ψευδῶν συνάγεται ἀ‐
5ληθές), οἱ δὲ ψευδές, ὡς ‘ὁ λίθος ζῷον, τὸ ζῷον ἄνθρω‐ πος, ὁ λίθος ἄρα ἄνθρωποσ‘, καὶ τοὺς μὲν ψευδεῖς κατὰ τὸ συμπέρασμα διχῶς ἐνδέχεται λύειν (καὶ ἐκ τοῦ ἀνελεῖν τι τῶν ἠρωτημένων, ἤγουν τὴν ψευδῆ πρότασιν ἐξ ἧς τὸ ψεῦδος συνήχθη, καὶ ἐν τῷ δεῖξαι τὸ συμπέρασμα ἔχον οὐχ
10οὕτως, ἤγουν ψευδές), τοὺς δὲ κατὰ τὰς προτάσεις ψευ‐ δεῖς, ἤγουν τοὺς ἔχοντας μόνας τὰς προτάσεις ψευδεῖς, μοναχῶς ἐνδέχεται λύειν, ἤγουν ἐν τῷ ἀναιρεῖν μόνας τὰς
ψευδεῖς προτάσεις· τὸ γὰρ συμπέρασμα ἀληθές.300

339

(l)

177a4
1ὄπως ἢ διαιροῦντες λύωμεν τὸν ψευδῆ συλλογισμὸν ἢ ἀναλύοντες αὐτὸν εἰς τὰς προτάσεις, εἰ ἀσυλλόγιστός ἐστι, καὶ †δεικνύειν† ἐκ δύο μερικῶν συλ‐ λογισθῆναι· ἢ ἀναιροῦντες, καὶ ἀναιροῦντες ἢ ὧδε, ἤ‐
5γουν καὶ κατὰ τὰς προτάσεις καὶ τὸ συμπέρασμα, εἰ καὶ ἄμφω ψευδῆ εἰσιν, ἢ ὦδε, ἤγουν τὰς προτάσεις μόνον, εἰ τὸ συμπέρασμά ἐστιν ἀληθές.

340

(l)

177a6
1διαφέρει δὲ πλεῖστον τὸ ὁρᾶν τὴν τοῦ λόγου ἁμαρτίαν, καθ’ ἢν ὁ παραλογισμὸς γέγονε, καθ’ ἑ‐ αυτοὺς καὶ κατὰ σχολήν, καὶ σκοπεῖν πῶς συλλελόγισται, εἴτε ἐκ δύο μερικῶν, εἴτε καὶ κατὰ συλλογιστικὴν μέ‐
5θοδον, καὶ πῶς αἱ προτάσεις ἐλήφθησαν, καὶ ὅτε ἐρωτώ‐ μεθα εὐθὺς συνορᾶν τὸ τῆς ἀπάτης αἴτιον, κατὰ πολὺ δι‐ αφέρον· ἐργῶδες γὰρ καὶ δύσκολόν ἐστι καὶ πολλῆς τῷ ὄντι δεόμενον ἕξεως τὸ δύνασθαι συνορᾶν τὸ συμβαῖνον ἐκ τοῦ λόγου ἄτοπον, ἐν οἷς ἡ διάλεξις καὶ ἡ ἐρώτησις
10γίνεται.

341

(t)

177a9
1lτῶν μὲν οὖν παρὰ τὴν ὁμωνυμίαν
2lκαὶ ἀμφιβολίαν·
3Ἐνταῦθα παραδίδωσι διαφορὰν τῶν ἐλέγχων καὶ τῶν παραλογισμῶν τῶν παρὰ τὴν ὁμωνυμίαν καὶ ἀμφιβολίαν,
5καί φησι κατὰ τοῦτο διαφέρειν αὐτοὺς καθὸ οἱ μὲν παρὰ τὴν ὁμωνυμίαν ἔχουσι τὸ διττὸν ἀεὶ καὶ ἐν ἑνὶ τῶν ὀνο‐ μάτων καὶ ἐν τῷ λόγῳ, οἱ δὲ παρὰ τὴν ἀμφιβολίαν ὡς ἐπὶ τὸ πολὺ ἐν τῷ λόγῳ ἔχουσι τὸ διττόν, ὡς τὸ ‘ἐπίσταται
γράμματα‘, τὰ δὲ ὀνόματα ἐξ ὧν ὁ λόγος σύγκειται ἔχουσι301
10τὸ ἁπλοῦν· πολλάκις δὲ καὶ ἐπὶ τῆς ἀμφιβολίας ἐστὶ τὸ διττὸν καὶ ἐν τῷ ὀνόματι καὶ ἐν τῷ λόγῳ, ὡς τὸ ‘ἔστι σιγῶντα λέγειν‘· πολύσημον γάρ ἐστι τὸ ‘σιγῶντα‘, ἀλ‐ λὰ καὶ ὁ λόγος τὸ πολύσημον ἔχει.

342

(l)

177a10
1Οἱ μὲν οὖν παρὰ τὴν ὁμωνυμίαν ἔχουσί τι τῶν ἐρωτημά‐ των, ἤγουν τὸ ὄνομα, πολλὰ σημαῖνον, οἷον ‘ὁ Αἴας ζῷ‐ όν ἐστι‘· εἰ δὲ τὸ ὄνομα πολλὰ σημαίνει, λοιπὸν ἄρα καὶ ὁ λόγος ᾧ συνεπλάκη πολλὰ ἔσται σημαίνων· ἐν γὰρ
5τῷ ‘ὁ κύων πορεύεται‘ καὶ τὸ ὄνομα πολλὰ σημαίνει καὶ ὁ λόγος· ἡ γὰρ πορεία ἐπὶ τῆς ἕρψεως καὶ βαδίσεως καὶ πλεύσεως λέγεται—εἰ οὖν τὸ ‘κύων‘ ὄνομα πολλὰ ση‐ μαίνει, ἔσται καὶ ὁ λόγος ᾧ συντεθήσεται τοῦτο διττός. οἱ δὲ παρὰ τὴν ἀμφιβολίαν τὸ συμπέρασμα, ἤτοι τὸν λό‐
10γον ἔχουσι πλείω σημαίνοντα· τὸν γὰρ λόγον ‘συμπέ‐ ρασμα‘ ὠνόμασε διὰ τὸ καὶ τὸ συμπέρασμα λόγον εἶναι.

349

(t)

177a33
1lΦανερὸν δὲ καὶ τοὺς παρὰ τὴν σύν‐
2θεσιν· εἰ καὶ ὁ παρὰ τὴν σύνθεσιν παραλογισμὸς ἕ‐ τερός ἐστι τοῦ παρὰ τὴν διαίρεσιν, ἀλλ’ ἐνταῦθα τὸν αὐτὸν παραλογισμὸν ὀνομάζει. τὸ γὰρ αὐτὸ διαιρούμε‐
5νον ἀπὸ τοῦδε συντίθεται τῷδε, καὶ συντιθέμενον τῷδε διαιρεῖται ἀπὸ τοῦδε· οἷον ‘ὁ Σωκράτης κάθηται· ὁ καθήμενος δύναται βαδίζειν· ὁ Σωκράτης ἄρα βαδίζει‘· τὸ γοῦν ‘βαδίζει‘ διαιρεθὲν 〈ἀπὸ〉 τοῦ ‘δύναται‘ συ‐ νετέθη τῷ Σωκράτει, καὶ γέγονεν ὁ παραλογισμὸς ὁ λέ‐
10γων ‘ὁ Σωκράτης βαδίζει‘.302

398

(l)

178b36
1Εἰσάγει δὲ τὸν τρίτον ἄνθρωπον ὁ σοφιστὴς οὕτως· λέ‐ γει γὰρ “ὅταν εἴπω ‘πᾶς ἄνθρωπος περιπατεῖ‘, οὔτε αὐτὴν τὴν ἰδέαν, ἤγουν τὸν αὐτοάνθρωπον, λέγω περι‐ πατεῖν —ἀκίνητος γὰρ ἡ ἰδέα—, οὔτε τινὰ τῶν καθ’ ἕ‐
5καστα· πῶς γὰρ ὃν οὐ γινώσκω εἴποιμ’ ἂν περιπατεῖν; τὸ μὲν γὰρ ἄνθρωπον περιπατεῖν γινώσκω, τίς δὲ τῶν καθέκαστα ἀνθρώπων ἐστὶν ἐφ’ ᾧ λέγω τὸ περιπατεῖν, οὐ γινώσκω. ἄλλον ἄρα τινὰ τρίτον ἄνθρωπον παρὰ τού‐ τους λέγω περιπατεῖν· ἔσται ἄρα τρίτος ἄνθρωπος καθ’
10οὖ κατηγορῶ τὸ ‘περιπατεῖ‘”. λύεται δὲ οὕτως· τὸ ‘ἄνθρωποσ‘ καὶ ἁπλῶς πᾶν τὸ κοινόν, ἤγουν τὸ καθόλου, οὐ τόδε σημαίνει, ἤγουν ἕν τι (ἡ γὰρ μερικὴ οὐσία, ἤ‐ γουν ὁ Σωκράτης, σημαίνει ἕν τι), ἀλλὰ τοιόνδε, ἤγουν πλῆθος πεποιωμένον· ὁ γὰρ ἄνθρωπος ὁ καθόλου κοινωνία
15τίς ἐστι καθ’ ἣν κοινωνοῦσιν οἱ μερικοὶ πάντες ἄνθρω‐ ποι —ἐν τούτοις γὰρ καὶ θεωρεῖται. πῶς οὖν τὴν κοινω‐ νίαν τὴν θεωρουμένην ἐν τοῖς μερικοῖς οὐσίαν ἐρεῖ τις καὶ ὕπαρξιν αὐθυπόστατον; εἰ γοῦν ἐν τοῖς μερικοῖς ὁ καθόλου ἅνθρωπος θεωρεῖται καὶ αὐτὸς καθ’ αὑτὸν οὐκ
20ἔστιν οὐδ’ ὑφίσταται, λοιπὸν ἄρα τρίτος ἄνθρωπος οὐκ ἐστι.

463

(l)

181a25
1ἀξιοῦται γὰρ καὶ λαμβάνει ὁ παραλογισμὸς ὡς εἰ τόδε μετὰ τοῦδε, ἤγουν ὡς εἰ τὸ ξανθὸν ἀκολουθεῖ τῷ μέλιτι, καὶ τόδε εἶναι μετὰ τοῦδε, ἤγουν ἀνάγκη
καὶ τὸ μέλι ἀκολουθεῖν τῷ ξανθῷ· τὰ γὰρ ἐξισάζοντα303
5ἀντιστρέφουσιν, οὐ μὴν δὲ τὸ μερικὸν πρὸς τὸ καθόλου, ἢ γίνεται ἡ ἀκολούθησις κατὰ τὰς ἀντιθέσεις οὐ καλῶς· ὅπερ ἔστιν ἰδεῖν ἐπὶ τῆς σὺν ἀντιθέσει ἀντιστροφῆς συμβαῖνον· λέγουσι γὰρ ‘εἰ τόδε, ἤγουν τὸ ζῷον, ἀκο‐ λουθεῖ τῷδε, ἤγουν τῷ ἀνθρώπῳ, καὶ τὸ ἀντικείμενον,
10ἤγουν τὸ μὴ ἄνθρωπος, ἀκολουθήσει τῷ μὴ ζῴῳ‘, ὅπερ ἐστὶ ψευδές· ὁ γὰρ βοῦς μὴ ἄνθρωπος μέν ἐστιν, οὐ μέντοιγε δὲ καὶ μὴ ζῷον. ἔδει δὲ οὕτως ποιῆσαι τὴν ἀντιστροφήν· ‘εἰ τὸ ζῷον ἀκολουθεῖ τῷ ἀνθρώπῳ 〈***〉‘ ὄντος γὰρ αὐτοῦ, ἤγουν τοῦ ἀνθρώπου, ἔστι καὶ τὸ ζῷον
15ἐξ ἀνάγκης· μὴ ὄντος δὲ καὶ ἀναιρεθέντος τοῦ ζῴου οὐ‐ δὲ ἄνθρωπος ἔστι.

484

(t)

181b35—36
1lἐν δὲ τοῖς δι’ ὧν δηλοῦται·
2Εἰπὼν πῶς λύονται τὰ σοφίσματα τὰ ποιοῦντα τὴν ἀδολε‐ σχίαν ἐν τῷ πρός τι, νῦν λέγει καὶ τὰς λύσεις τῶν σο‐ φισμάτων τῶν ποιούντων τὴν ἀδολεσχίαν, ἐφ’ ὧν ὁ ὑπο‐
5κείμενος λαμβάνεται εἰς τὸν ὁρισμὸν τοῦ κατηγορουμένου, οἷον ἡ σιμότης κατηγορεῖται τῆς ῥινός, καὶ ἐν τῷ ὁρι‐ σμῷ τῆς σιμότητος λαμβάνομεν τὴν ῥῖνα λέγοντες ‘σιμό‐ της ἐστὶ κοίλανσις ἐν ῥινί‘. καὶ ὁ μὲν Ἐφέσιος οὕτω τὸ ῥητὸν ἐπεξηγεῖται· ἐν δὲ τοῖς ὑποκειμένοις καὶ κατη‐
10γορουμένοις δι’ ὧν ὑποκειμένων δηλοῦνται τὰ κατηγορού‐ μενα. εἰ δὲ βούλει, ἀντὶ τοῦ ‘κατηγορουμένοισ‘ λάβε ‘κατηγορούμενα‘ κατὰ ἀντίπτωσιν, καὶ εἰπέ· ἐν δὲ τοῖς ὑποκειμένοις δι’ ὧν δηλοῦνται καὶ ὁρίζονται τὰ κατηγο‐ ρούμενα, τοῦτο λεκτέον, ὡς ἡ κοίλανσις αὐτὴ καθ’ αὑτὴν
15ληφθεῖσα καὶ χωρὶς τῆς ῥινὸς οὐ τὸ αὐτὸ δηλοῖ καὶ ση‐
μαίνει ὃ ἐσήμαινε καὶ ἐν τῷ λόγῳ, ἤγουν τῷ ὁρισμῷ τῆς σιμότητος. ὁριζόμενοι γὰρ τὴν σιμότητα ἐλέγομεν εἶναι κοίλανσιν ἐν ῥινί, καὶ ὡρισμένως ἐντεῦθεν ἐσήμαινε τὴν σιμότητα· ἡ δὲ κοίλανσις αὐτὴ καθ’ αὑτὴν οὐ ση‐304
20μαίνει τὴν σιμότητα· τὸ γὰρ κοῖλον, φησίν, αὐτὸ μὲν καθ’ αὑτὸ ληφθὲν κοινῇ μὲν καὶ συγκεχυμένως τὸ αὐτὸ δηλοῖ ἐπὶ τοῦ σιμοῦ καὶ ῥαιβοῦ, ἤγουν ἀορίστως δηλοῖ τὸ σιμὸν καὶ ῥαιβόν· προστιθέμενον δὲ τῇ ῥινὶ οὐδὲν κωλύει σημαίνειν ὡρισμένως τὸ σιμόν; ἀλλὰ τὸ μέν, ἤ‐
25γουν τὸ σιμόν, σημαίνει εἰ τὸ κοῖλον πρόσκειται τῇ ῥινί· τὸ δέ, ἤγουν τὸ ῥαιβόν, αὖθις σημαίνει εἰ τὸ κοῖλον πρόσκειται τῷ σκέλει· τὸ γὰρ ῥαιβὸν ἐν τῷ σκέλει θεωρεῖται.

528

(l)

183b16
1δεῖ δὲ ὑμᾶς μὴ λανθάνειν ὅτι ἐπὶ μὲν τῶν ἄλλων τεχνῶν, ἰατρικῆς φημι καὶ ῥητορικῆς καὶ τῶν λοιπῶν, ὅτι αἱ μὲν ἀρχαὶ αὐτῶν εὑρέθησαν παρά τινων, ἃς καὶ παραλαβόντες κατὰ διαδοχὴν ἄλλοι καὶ ἄλλοι τὰς
5τέχνας ἐπηύξησαν. ὁ μὲν γὰρ Κόραξ τὰς ἀρχὰς εὑρὼν τῆς ῥητορικῆς παρέδωκε τῷ Τισίᾳ, ὃς παραλαβὼν ταύτας μι‐ κρόν τι ἐπηύξησεν. εἶτα ὁ Θρασύμαχος ἔτι πλέον, καὶ οὕτως ἄλλος καὶ ἄλλος τὰ παρ’ ἄλλων εὑρεθέντα παρα‐ λαβὼν τελείαν τὴν ῥητορικὴν ἀπειργάσαντο. ἐπὶ δὲ τῆς
10λογικῆς πραγματείας τοῦτο οὐ συνέβη, ἀλλ’ ὁ Ἀριστο‐ τέλης εὖρε καὶ τὰς ἀρχὰς αὐτῆς καὶ τὴν τελείωσιν ἐποιήσατο. τῶν γὰρ εὑρισκομένων ἁπάντων τὰ μὲν λη‐ φθέντα καὶ εὐρεθέντα πρότερον ὕστερον ἐπεδόθησαν καὶ ηὐξήθησαν πεπονημένα καὶ ἐπεξεργασθέντα παρὰ305
15τῶν κατὰ διαδοχὰς παραλαβόντων ταῦτα.

529

(l)

183b21
1χρησιμωτέραν μέντοι· ἤγουν ἡ εὕρεσις τῆς ἀρχῆς τῆς τέχνης, κἂν ἀτελὴς ᾖ, ἀλλὰ πολλῷ χρη‐ σιμωτέρα ἐστὶ τῆς ἐσύστερον αὐξήσεως αὐτῆς γενομένης. οὐ γὰρ τοῦ τυχόντος ἐστὶ τὸ εὑρεῖν τὴν ἀρχήν, τὸ δὲ
5ἀρχῆς εὑρεθείσης ἐπιθεῖναι τὴν τελείωσιν καὶ τοῦ τυ‐ χόντος ἐστίν, ὡς ὁ Ἀριστοτέλης ἐν τῷ Μετὰ τὰ Φυσικὰ εἶπεν· ἡ γὰρ ἀρχὴ μέγιστόν ἐστι τῇ δυνάμει κἂν τῷ μεγέθει μικρά ἐστι· διὸ καὶ χαλεπώτατόν ἐστιν αὐτὴν εὑρεῖν. ὅτι δὲ μικρότατόν ἐστι τῷ μεγέθει δῆλον ἐκ
10τῆς κεγχραμίδος, ἥτις ἐστὶ τοῦ σύκου ὁ κόκκος· οὗτος γὰρ μικρότατος ὢν τῷ μεγέθει, τῇ δυνάμει μείζων ἐ‐ στίν· ἔχει γὰρ τοὺς φυσικοὺς καὶ σπερματικοὺς λόγους ἀσωμάτους ὄντας ἐν ἑαυτῷ, καθ’ οὓς τό τε στέλεχος γί‐
νεται καὶ οἱ κλάδοι καὶ τὰ φύλλα καὶ οἱ καρποί.306