TLG 4187 006 :: LEO MAGENTINUS :: Commentarium in Aristotelis sophisticos elenchos (excerpta e cod. Vat. gr. 244) LEO MAGENTINUS Phil., Metropolita (Mytilenensis) Commentarium in Aristotelis sophisticos elenchos (excerpta e cod. Vat. gr. 244) Citation: Bekker page+line — (line of scholion) | ||
165a19 | Ἐπεὶ δ’ ἔστι τισὶ μᾶλλον πρὸ ἔργου. Δείξας ὅτι εἰσὶ σοφίσματα καὶ παραλογισμοὶ γινόμενοι ἀπὸ ὁμω‐ νύμων καὶ ἄλλων τινῶν, καὶ ὡς πάντες φαινόμενοί εἰσι συλλογι‐ σμοὶ καὶ φαινόμενοι ἔλεγχοι, εἰδὼς ὡς ἴσως ἄν τις ἐνέστη πρὸς | |
5 | τὰ λεγόμενα καὶ εἶπεν ὡς ἐπειδὴ ψευδῆ ταῦτα πάντα εἰσί, τίνος χάριν περὶ αὐτὰ σπουδάζουσιν οἱ ἄνθρωποι; —πρὸς τὸν οὕτω γοῦν ἐνιστάμενόν φησιν ὁ σοφός· Ἡ σοφία διττή ἐστιν· ἡ μὲν κυρίως, ἣ καὶ ἐπιστημονεῖ τὴν ψυχὴν καὶ τέλειον τὸν ἄνθρωπον ἀπεργάζε‐ ται, δυσπόριστος δέ ἐστι καὶ διὰ χρόνων πολλῶν καὶ ἱδρώτων | |
---|---|---|
10 | τοῖς πονοῦσιν ἐπιγίνεται· ἡ δέ ἐστι φαινομένη μὲν σοφία, οὐκ οὖσα δὲ κυρίως, ἡ καὶ τῶν τοιούτων σοφισμάτων ἐφευρετική, ῥα‐ δίως κτωμένη τοῖς ἀνθρώποις καὶ εὐκατόρθωτος. Λέγεται δὲ χρη‐ ματιστική, καὶ οἱ περὶ ταύτην καταγινόμενοι σοφισταὶ χρηματι‐ σταί, ὡς ὁ Ἱππίας καὶ Γοργίας καὶ Πρωταγόρας ἀπὸ τῆς φαινο‐ | |
15 | μένης ταύτης σοφίας πολλὰ χρήματα ἐπορίσαντο. Διήρχοντο γὰρ οὗτοι περὶ τὰς ἀγορὰς καὶ τὰς κώμας ἑαυτοὺς ἐπιδεικνύμενοι, καὶ θαυμαστοὶ τάχα τινὲς ἐδόκουν τοῖς ἀκούουσιν· ὑπισχνοῦντο δὲ καὶ τοὺς παῖδας αὐτῶν δι’ ὀλίγου χρόνου τοιούτους ἀποτελέ‐ σαι· ὅθεν καὶ μισθὸν οὐκ ὀλίγα χρήματα ἐλάμβανον. Καὶ ἐπεὶ εἰ‐ | |
20 | σί τινες πρὸ ἔργου, ἤγουν περισπούδαστον ἔργον, ἔχοντες τὸ δο‐ κεῖν σοφοὶ εἶναι καὶ ἔργον σοφοῦ ποιεῖν, οὐ μέντοι γε εἶναι σοφοὶ μὴ δοκεῖν δέ, διὰ τοῦτο καὶ τὴν σοφιστικήν, φαινομένην μὲν οὖσαν σοφίαν οὐ μέντοι γε δὲ κυρίως—καὶ ὁ σοφιστὴς χρη‐ ματιστὴς ἦν ἀπὸ τῆς τοιαύτης σοφίας, διὰ τοῦτο καὶ τὴν φαινο‐ | |
25 | μένην ταύτην σοφίαν ἠσπάσατο, καὶ ἀναγκαῖον αὐτοῖς ἔδοξε δο‐ κεῖν μὲν ποιεῖν τὸ ἔργον τοῦ σοφοῦ παρὸ ποιεῖν καὶ μὴ δοκεῖν:— | |
166b20 | Οἱ μὲν οὖν ἔλεγχοι καὶ παραλογισμοὶ οἱ παρὰ τὴν λέξιν τοιοῦτοί εἰσι καὶ οὕτως γίνονται. Εἴδη δὲ καὶ τρόποι εἰσὶν ἑπτὰ τῶν ἔξω τῆς λέξεως παραλογισμῶν, οὓς καὶ πρῶτον ἀπαριθμεῖται. Ῥητέον δὲ καὶ ὅπως ἔξω τῆς λέξεως τὰ σο‐ | |
5 | φίσματα λέγονται. Τὰ ὄντα εἰς φωνὰς διαιροῦνται καὶ πράγματα. Εἰπὼν οὖν τοὺς ἐν ταῖς φωναῖς παραλογισμούς, οὓς καὶ “παρὰ τὴν λέξιν” ἐκάλεσε, νῦν καὶ τοὺς ἀπὸ τῶν πραγμάτων παραδίδωσιν, οὓς | |
καὶ “ἔξω τῆς λέξεως” ὀνομάζει διότι οὐχὶ ἡ σύνθεσις τῆς λέξεως ἢ ἡ διαίρεσις ἢ ὁ ἐν τῆ λέξει τόνος ἢ τὸ πνεῦμα ἢ τὸ ὁμοιόσχη‐ | 114 | |
10 | μον τῆς λέξεως αἴτια γίνονται τῶν παραλογισμῶν:— | |
168b15 | Φαίνεται δὲ ἐλέγχειν διὰ τὴν ἄγνοι‐ αν, ἤγουν διὰ τὸ ἀγνοεῖν τοὺς ἐπιστήμονας τί ἐστιν ἔλεγχος. Λέγων οὖν περὶ τῶν παραλογισμῶν τῶν ἐκτὸς τῆς λέξεως καὶ ἀνά‐ γων αὐτοὺς εἰς τὴν ἄγνοιαν τοῦ ἐλέγχου ἐπεμβάλλει μεταξὺ τοὺς | |
5 | παρὰ τὴν λέξιν, καί φησιν ὡς οἱ πρότερον λεχθέντες παραλογι‐ σμοί, ἤγουν οἱ παρὰ τὴν λέξιν, φανερώτεροι πάντων δοκοῦσιν ἀ‐ νάγεσθαι παρὰ τὸν τοῦ ἐλέγχου διορισμόν, ἤγουν εἰς τὴν τοῦ ἐ‐ λέγχου ἄγνοιαν. Διὸ καὶ προσηγορεύθησαν οὕτως, ἤγουν ὠνομάσθη‐ σαν “παρὰ τὴν λέξιν” ὡς τῆς λέξεως αἰτίας γενομένης τοῦ παρα‐ | |
10 | λογισμοῦ. Καὶ γὰρ ἡ φαντασία γίνεται, ἤγουν ἡ φαινομένη ἀντί‐ φασις, ἐπ’ αὐτῶν τῶν παρὰ τὴν λέξιν παρὰ τὴν ἔλλειψιν τοῦ λό‐ γου, ἤγουν παρὰ τὸ ἐλλεῖψαί τι καὶ μὴ φυλάξαι τῶν παρατηρημά‐ των τοῦ ἀληθοῦς ἐλέγχου:— | |
174a37 | Ἐπεὶ δὲ καὶ ἐπί τινων ἐπαγωγὴν ποιουμένους τοὺς ἐρωτῶντας οὐκ ἔστιν εὐχερὲς ἐρωτῆσαι καὶ τὸ καθόλου διὰ τὸ μὴ ὠνομασμένον εἶναι, ἤγουν διὰ τὸ μὴ ἐν ἐνὶ ὀ‐ νόματι δηλοῦσθαι τὸ καθόλου ὡς τὸ ζῶον, ἀλλὰ λόγω τινὶ καὶ ὁ‐ | |
5 | μοιότητι, λέγει πῶς καὶ τότε ὀφείλομεν ἐπάγειν τὸ καθόλου. Καί φησι· Ἐν οἷς μὴ ἔστιν ἓν ὄνομα περιέχον τὴν ὁμοιότητα αὐτῶν τῶν μερικῶν, ὡς ἐπὶ τῶν μὴ ἀμφωδόντων ζώων (τούτοις γὰρ οὐκ ἔ‐ στιν ἓν ὄνομα περιεκτικὸν αὐτῶν), χρηστέον πρὸς τὸ συμφέρον οὕτως λέγοντας· Ἐπεὶ ἡ αἲξ κερασφόρος οὖσα οὐκ ἔστιν ἀμφώδους | |
10 | καὶ ἡ ἔλαφος καὶ ὁ βοῦς, πᾶν ἄρα τὸ τοιοῦτον, ἤγουν τὸ μὴ ἀμ‐ φώδουν, κερασφόρον ἐστίν. Τὸ γὰρ ‘κερασφόρον‘ οὐκ ἔστιν ἓν ὄνο‐ μα περιεκτικὸν τῶν μὴ ἀμφωδόντων ἀλλὰ λόγος—λόγος δέ ἐστιν ὁ ἐκ πλειόνων λέξεων συγκείμενος. Ἢ πολλάκις δι’ ὁμοιότητος ἐ‐ πάγει τὸ καθόλου. Οἷον ἂν τέσσαρες γραμμαὶ ἀνάλογον ἔχωσι, καὶ | |
15 | ἐναλλὰξ ἀνάλογον ἕξουσιν· ὡσαύτως καὶ ἂν τέσσαρα ἐπίπεδα ἢ τέσ‐ σαρα στερεά, ἢ ἐὰν τέσσαρα λευκά, ἀποφαντικῶς ἐπάγει τὸ καθό‐ λου δι’ ὁμοιότητος λέγων “Πάντα ἄρα τὰ τοιαῦτα ἐὰν ἀνάλογον ἔ‐ χωσι, καὶ ἐναλλὰξ ἀνάλογον ἕξουσι”. Διὰ γὰρ τὴν ὁμοιότητα τοῦ ‘τὰ τοιαῦτα‘ λανθάνει πολλάκις ὁ τοιαύτην ποιούμενος τὴν ἐπι‐ | |
20 | φορὰν τοῦ καθόλου:— | |
175a40 | Οὔκουν δεῖ εὐλαβεῖσθαι καὶ φοβεῖ‐ | |
σθαι τὸ ἐλεγχθῆναι φαινομένως, ἀλλὰ τὸ δοκεῖν τοῖς ἀκροαταῖς ὡς ἠλέγχθης. Τὰ γὰρ ἀμφίβολα καὶ αἱ ἄλλαι παρακρούσεις, ἤγουν καὶ τὰ λοιπὰ αἴτια τῶν παραλογισμῶν, ἀφανίζουσι καὶ ἐμποδίζου‐ | 115 | |
5 | σι γενέσθαι ἔλεγχον ἀληθῆ, καὶ ποιοῦσιν ἄδηλον εἴτε ὁ ἐρωτώμε‐ | |
νος ἠλέγχθη εἴτε καὶ μή:— | 116 |