TLG 4175 006 :: COMMENTARIA IN DIONYSII THRACIS ARTEM GRAMMATICAM :: Scholia Londinensia (partim excerpta ex Heliodoro) COMMENTARIA IN DIONYSII THRACIS ARTEM GRAMMATICAM Gramm.
Comm. Scholia Londinensia (partim excerpta ex Heliodoro) Citation: Page — (line) | ||
22t | SCHOLIA LONDINENSIA. | |
---|---|---|
23t | Παρεκβολαὶ σὺν θεῷ διαφόρων γραμματικῶν περὶ γραμματι‐ | |
24t | κῆς μεθόδου, ἀρχόμεναι ἀπὸ τοῦ περὶ προσῳδίας. | |
25 | Τριχῶς λέγεται ἡ προσῳδία etc. = eadem fere quae Σv 124, 27 —126, 14. —Νοηταὶ δέ εἰσι καὶ οὐκ ἐκφωνούμεναι, συγγένειάν τινα ἔχουσαι πρὸς τὰ τῆς σιωπῆς διαστήματα, δυνάμεναι ἐλάχιστον καὶ μόλις αἰσθήσει ὑποπίπτουσαι· ταύτας δὲ καὶ διορισμούς τινες ἐκάλεσαν. Ὁ δὲ περὶ διαστολῆς καὶ στιγμῆς λόγος συναφής ἐστιν· ἀνάπαυσις | |
30 | μὲν γὰρ στιγμῆς ἴδιον, διαστολῆς δὲ διάκρισις, ἀμφότερα δὲ παρῆλθε | |
πρὸς τὸ βέλτιον παρασκευάσασθαι τὴν ἀνάγνωσιν. Ὧν ἡ μὲν ἀπόστρο‐ | 442 | |
443 | φος τίθεται ἐπάνω τῶν λέξεων, ὅταν συναλοιφῆς οὔσης ἐκβληθῇ γράμμα ἢ γράμματα· καὶ τὰ δοκοῦντα συνηλεῖφθαι διαστέλλει, τὰ πεπονθότα κρᾶσιν ἐν συνθέσει φωνήεντα καὶ 〈τὰ〉 πεπονθότα ἔκθλιψιν ἐν παραθέσει [σύμφωνα] διακρίνουσα, μὴ ἐπιφερομένου συμφώνου, χωρὶς εἰ μὴ κλίσις | |
5 | ἑτέρα τις εἴη, ὡς τὸ 〈ι 366〉 Οὖτιν δέ με κικλήσκουσιν, ἢ πάθος ἀποκοπῆς, ὡς τὸ «νὴ Δί»· καὶ ἐπὶ τῆς περ ἀντὶ τοῦ περί Πίνδαρος 〈fr. 314 B5〉 πέροδον ἔφη ἀντὶ τοῦ περίοδον, καὶ περιέναι τετρα‐ συλλάβως ἀντὶ τοῦ περι〈ι〉έναι, καὶ οὐ τίθεμεν εἰς τὸ ρ ἀπόστροφον, ὥσπερ ἐκ τοῦ ἐναντίου διαιροῦμεν τὸ 〈ω 242〉 κατ’ ἔχων κεφαλήν, | |
10 | ἀντὶ τοῦ κάτω ἔχων· καὶ 〈Β 661〉 Τληπόλεμος ἐπεὶ οὖν τράφη ἐν μεγάρῳ· τὸ γὰρ πλῆρες τράφη, ἥκιστα τῶν μακρῶν ἐκθλιβομένων. Παραλαμβάνουσι δὲ καὶ τὰς διαλέκτους καὶ τὴν συνήθειαν τῶν παλαιῶν, ὡς ἐπὶ τοῦ ποιητοῦ· τῷ γὰρ ἐθέλω χρῆται, οὐ τῷ θέλω· διὸ καὶ ἐν τῷ 〈Α 277〉 μήτε σὺ Πηλείδή ’θελε κατὰ συναλοιφὴν ὁ τόνος ἀνα‐ | |
15 | πέμπεται. Καὶ τῷ ἄρ παραπληρωματικῷ καὶ τῷ τάρ χρῆται συνδέσμῳ· ὅθεν οὐ τίθεμεν ἀπόστροφον ἐν τῷ 〈Α 65〉 εἴ ταρ ὅ γ’ εὐχωλῆς. Ταῖς δὲ συνθέτοις ἀντωνυμίαις οὐδ’ ὅλως χρῆται· διὸ καὶ ἐν τῷ 〈Α 271〉 μαχόμην κατ’ ἔμ’ αὐτόν δύο ποιοῦμεν τόνους τῆς ἀντωνυμίας διὰ τὴν ἀπόστροφον. Ἐν μέντοι ταῖς τῶν προσώπων μεταβάσεσιν οὐ παρα‐ | |
20 | λαμβάνεται· συνίζησις γὰρ γίνεται μάλιστα, ὅταν ἡ ἑξῆς λέξις δασυνθῇ διὰ τὸ μὴ πεφυκέναι τὴν εἰς δασεῖαν κατάληξιν, εἰ μή τις κἀπὶ τῆς τελείας στιγμῆς βιάζοιτο, χωρὶς δὲ ἀποστρόφου· ὡς καὶ τὸ οὐκ ἔτι· τὸ μὲν γὰρ οὐχί ἐπεκτέταται, ὡς καὶ τὸ ναίχι· τὸ δὲ διὰ τοῦ κ πλεονάσαν ἕνεκα τοῦ παραλληλίαν τῶν φωνηέντων ἐκφυγεῖν· δασείας δὲ ἐπιφερο‐ | |
25 | μένης 〈τὸ κ εἰσ〉 τὸ χ τρέπεται· αἱ δὲ ἐπεκτάσεις διὰ δασέων γίνονται, οἷον φῇσθα· ὥστε τὸ μὲν οὐχί ἐπέκτασις, τὸ δὲ 〈Λ 278〉 οὐκ ἐμέ διὰ τὸ κεχηνέναι τὴν φωνὴν ἔχει τὸ κ ἐν παραβολῇ, μετατρεπόμενον εἰς τὸ χ δι’ ἐπιφορᾶς· εἰ γὰρ ἦν τέλειον, ἐφυλάσσετο, διὰ τὸ μὴ τὰ δασέα εἰς ψιλὰ τρέπεσθαι. | |
30 | Ἡ δὲ ὑφὲν παραλαμβάνεται ὑποκάτω ἐν ταῖς συνθέσεσι τῶν λέ‐ ξεων καὶ ἀμφιβολίαν ἐχούσαις πρὸς δύο φωνάς. Γίνονται δὲ συνθέσεις ἐκ δύο καὶ τριῶν λέξεων ἰδίᾳ νοητῶν ὑφ’ ἕνα τόνον λεγομένων· 〈«νοη‐ τῶν»〉, ἵνα τὸ ἀρίδηλος καὶ τὰ παραπλήσια συμπεριλαμβάνηται, τούτων γὰρ αἱ πρότερον λέξεις οὐδέποτε κατ’ ἰδίαν ῥηταί· τρία δὲ μέρη λόγου | |
35 | ἐν τῷ χρυσεολευκόλιθος· τὸ γὰρ 〈cfr Ο 678〉 δυωκαιεικοσίπηχυς σύνθε‐ | |
τον, ἐπεὶ συντεθεῖσθαί φασι 〈καὶ〉 τὰ ἐκ πλειόνων ἐν παιδιᾷ, ὡς τὸ | 443 | |
444 | ἀμφιπτολεμοπηδησίστρατος. Ἐπὶ δὲ τῶν ἐκ τελείας ἀρχομένων συν‐ θέτων χρὴ τὴν ὑφὲν τιθέναι, ἐπειδὴ συμβαίνει διάφορα τὰ τοιαῦτα· πε‐ ριττὸν δὲ οἶμαι ἐπιτιθέναι τοῖς ἐξ ἀπολείποντος 〈ἀρχομένοισ〉, ὥσπερ καὶ τοῖς παρασυνθέτοις, ἅπερ ἐστὶν ὡς εἰπεῖν ἁπλᾶ· παράγεσθαι γὰρ | |
5 | ἀρξάμενα γενέσεως ἑτέρας ἐπιλαμβάνεται· τὸ δ’ αὐτὸ κἀν ταῖς ἐπεκτά‐ σεσι καὶ ταῖς ἀχωρίστοις συντάξεσι〈ν, ὡς ἐν τῷ〉 τοιγαροῦν· οὕτω δὲ ἔχειν οἶμαι καὶ τὸ οὐδείς ἐκ τριῶν μερῶν λόγου, χωρὶς ἀποστρόφου καὶ ὑποδιαστολῆς· ὅθεν καί τινα συλλαβικῶς βαρύνονται, ὡς τὸ 〈ex gr. λ 160〉 νύνδη, ὅταν τὸ ἀρτίως σημαίνῃ. Ἔτι δὲ καὶ τὰ παράλογα | |
10 | σημειοῦσθαι χρή, ὡς τὸ ἔμβραχυ, οὐχ ὡς τὸ δὶς παῖδες, ὅπερ ἐν διαι‐ ρέσει ἐστὶν ἀναλογώτερον, ὡς καὶ τὸ τρὶς ἄθλιος· οὐ μὴν τούτοις ὅμοιον τὸ 〈μ 22〉 δισθανέες, πλεονάζει γὰρ τὸ ς, καθὰ καὶ ἡ τρίσφυλ〈λ〉ος βοτάνη. Ὑποτακτέον δὲ τῇ ὑφὲν καὶ τὰ ἐν συναλοιφῇ, ὅταν τὰ κεχω‐ ρισμένα κατὰ τὴν γραφὴν εἰς ἓν συνάγωμεν, καὶ τὰ ἐν δύο λέξεσι συνημ‐ | |
15 | μένην διάνοιαν ἐπαγγελλόμενα, οἷον 〈Λ 385〉 τοξότα λωβητήρ· ἓν γὰρ νοεῖται διὰ τῶν δύο, ἀντὶ τοῦ «διὰ τόξων βλαπτόμενε», ὅθεν τὸν δειλὸν σημαίνει. Ἡ δὲ κάτω ὑποδιαστολή, ἡ καὶ ὑποτείνουσα καὶ διάκρισις νοῦ καὶ προσώπου καὶ πράγματος ἐν βραχεῖ, διαστέλλουσα τοῦ προηγουμένου | |
20 | τὸ ἑπόμενον· τίθεται δέ, ὁπόταν τὴν δυναμένην ὑφ’ ἓν λέγεσθαι ἐν διαστάσει ἐκφέρωμεν, καὶ ὅταν γράμμα τι ἀμφιβαλλόμενον ἐν ὁποτέρᾳ λέξει διαστέλλωμεν. Τῶν δὲ διαστολῶν αἱ μέν εἰσι κατὰ γράμμα, αἱ δὲ κατὰ συλλαβήν, αἱ δὲ κατὰ λέξιν, αἱ δὲ κατὰ διάνοιαν· κατὰ μὲν οὖν γράμμα, 〈λ 281 seq〉 καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε | |
25 | Νηλεὺς ΓΗΜΕΝΕΟΝ μετὰ κάλλος, πότερον «ἑὸν μετὰ κάλλος» ἢ «νέον»; κατὰ συλλαβὴν δέ, 〈Α 168〉 ἐπεὶ ΚΕΚΑΜΩ πολεμίζων, ἤτοι γάρ ἐστι κεκάμω, ἢ ὁ κέ σύνδεσμός ἐστιν· κατὰ λέξιν δέ, ὡς 〈Χ 51〉 ὀνομάκλυτος ὑφ’ ἓν καὶ ὄνομα κλυτός ἐν διαστολῇ· κατὰ δὲ διάνοιαν, ὡς ἐν τῷ 〈α 186〉 ἐν λιμένι Ῥείθρῳ ΥΠΟΝΗΙΩΙ· ὁ γὰρ Ἀπίων, ὡς | |
30 | τοῦ ἐν Ἰθάκῃ λιμένος Ὑπονηίου καλουμένου 〈γ 81〉, συνθέτως ἀνέγνω, ὁ δὲ Ἡλιόδωρος διαιρεῖ, ἵν’ ᾖ «ὑπὸ τῶν Νηίῳ». Τῶν δὲ διαστολῶν αἱ μὲν βελτιοῦσι τὴν διάνοιαν, ὡς τὸ 〈α 184〉 ΕΣ, ΤΕΜΕΣΗΝ μετὰ χαλκόν· οὐ γὰρ Μέση, ἀλλὰ Τεμέση 〈ἡ〉 πόλις· αἱ δὲ οὐδὲν λυποῦσιν, ὡς τὸ 〈Γ 318. Η 177〉 λαοὶ δ’ ἠρήσαντο | |
35 | ΘΕΟΙΣΙΔΕ χεῖρας ἀνέσχον· δύναται γὰρ καὶ θεοῖσι καὶ ὁ δέ σύνδε‐ | |
σμος, καὶ θεοῖς, εἶτα ἰδέ· αἱ δὲ διαστρέφουσιν, ὡς ἐν τῷ 〈Ξ 221〉 | 444 | |
445 | ἄπρηκτον ΓΕΝΕΕΣΘΑΙ· τινὲς γὰρ ἀντὶ τοῦ γενέσθαι, καὶ εἴχοντο λό‐ γου, εἰ καὶ 〈ἡ〉 χρῆσις αὐτοῖς ἐπηκολούθει ἐπ’ αὐτῆς τῆς ἐννοίας. Ὁρᾶται δὲ καὶ ἡ ὑποδιαστολὴ ἐν παραθέσει, ἥτις ἐστὶ λέξεων παράλλη‐ λος σύνταξις κατὰ τὸν ὑπάρχοντα ἑκάστῃ τόνον, καὶ ἐπὶ δύο λέξεων | |
5 | τῆς προτέρας κλινομένης, ὅταν εὐθεῖαι ὦσιν ἐν τῇ παραθέσει μὴ κλινό‐ μεναι, ὡς ἐν τῷ ΥΟΣ, ΚΥΑΜΟΣ ΜΟΨΟΥ, ΕΣΤΙΑ· ἐπὶ μέντοι τῶν διάφορον ἐχόντων τὴν γραφὴν ἀρκεῖ ἡ γραφὴ διακρῖναι, ἤτοι συνθέτως ἢ διαλε‐ λυμένως ἀναγινώσκεται. Τόνοι ἁπλοῖ μὲν δύο etc. = excerpta ex Σv 126, 15—128, 26. | |
10 | Πόθεν τέχνη; Παρὰ τὸ τεύχω τευχάνη, εἶτα συγκοπῇ μεθ’ ὑφαι‐ ρέσεως τοῦ υ τέχνη. 〈Heliodori.〉 —Τί ἐστι τέχνη; Σύστημα ἐκ καταλήψεων ἐγγεγυμνα‐ σμένων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ. «Σύστημα» λέγεται τὸ ἐκ διαφόρων τινῶν συναθροιζόμενον καὶ συνιστάμενον πρᾶγμα· παρὰ τὸ | |
15 | συνίστασθαι γὰρ καὶ εἶναι λέγεται σύστημα. Αἱ δὲ τέχναι διὰ πλειόνων ἀποτελοῦνται, καὶ μάλιστα ἐξ ὕλης καὶ ὀργάνων· ὥσπερ ἡ τεκτονικὴ ὕλην μὲν ἔχει τὰ ξύλα, κέχρηται δὲ καὶ ὀργάνοις, σκεπάρνῳ ἢ πελέκει, πρὸς τὸ ἀποτελέσαι θρόνον ἢ ἀβάκιον· ἐπὶ πάντων δὲ τῶν τεχνῶν εὑρίσκονται, πλὴν ὀλίγων τῶν λεγομένων αὐτοσυστάτων, αἵτινες χωρὶς | |
20 | ὕλης γίνονται, ὡς ἡ ὀρχηστικὴ καὶ ἡ νηκτική. «Ἐκ καταλήψεων» δὲ ἀντὶ τοῦ ἐξ ἐφευρέσεων· οὐ γὰρ ἀθρόως αἱ τέχναι συνεστάθησαν, ἀλλὰ κατὰ βραχὺ ἢ ὑπὸ πλειόνων ἢ ὑπὸ ἑνός· οἷον ὡς ἐν ὑποθέσει τὴν ῥα‐ φικὴν οἱ μεθοδεύσαντες ἔρραψαν τὸ καμίσιον δίκην σάκκου, καὶ θεασά‐ μενοι οὐκ εὐπρεπές, ἐπενόησαν τὸ ἐκλαγκιολίσασθαι. «Ἐγγεγυμνασμέ‐ | |
25 | νων» δέ, ἐπειδὴ οὐχ ἅπαξ ἢ δὶς οἱ ἀρχαῖοι τὰς τέχνας δοκιμάσαντες ἐκδεδώκασιν, ἀλλὰ πολλάκις χειρίσαντες καὶ τὸ καλῶς ἔχον σκοπήσαντες. «Πρός τι» δὲ «τέλος εὔχρηστον», ἐπειδὴ οὐ πάντων τῶν πρὸς τὸ ζῆν ἡμᾶς ἐπιτηδείων ἡ τέχνη τὴν χρείαν χαρίζεται, ἀλλ’ ἑνός τινος· αἱ μὲν γὰρ τῶν τεχνῶν πρὸς τὸ ζῆν ἡμᾶς καθεστήκασιν, ὡς ἡ γεωργική, αἱ δὲ | |
30 | πρὸς τὸ καλῶς ζῆν, ὡς ἡ μυρεψική. Τούτων αἱ μέν εἰσιν ἀποτελεσμα‐ τικαί, ὡς ἡ χαλκευτική, αἵτινες καὶ τὸν μετὰ τὸ γενέσθαι χρόνον κρι‐ τὴν ἔχουσι τῆς ἑαυτῶν ἐργασίας, αἱ δὲ μονοσύστατοι, αἵτινες ἐκτὸς ὕλης ἀποτελοῦνται, ὡς ἡ ὀρχηστική· αὕτη γὰρ τὸν καθ’ ὃν χρόνον γίνεται ἔχει μόνον κριτήν· αἱ δὲ ὁμοιωματικαί, ὡς ἡ ἀνδριαντοπλαστική· | |
35 | αὕτη γὰρ τὰς φύσεις τῶν ὄντων ὁμοιογραφεῖ· αἱ δὲ κτητικαί [μέν], ὡς | |
ἡ ἁλιευτική· αὕτη γὰρ ὑπὸ θήραν κτᾶται ἑαυτῇ· αἱ δὲ μικταί, ὅσαι καὶ | 445 | |
446 | λόγῳ κατορθοῦνται καὶ πράξει, ὡς ἡ ἰατρική. Καὶ τὴν γραμματικὴν δέ τινες μικτὴν ἔδοξαν λέγειν, λόγῳ μὲν χρωμένην, ὅταν διδάσκῃ τὴν δύ‐ ναμιν τῶν συλλαβῶν καὶ τῶν λέξεων, ἔργῳ δέ, ὡς ὅταν γράφῃ· πλὴν λογικαὶ καὶ αὗται, ὡς περισσεύοντα τὸν λόγον ἔχουσαι· καὶ γὰρ τῷ | |
5 | περισσεύοντι τὰ πράγματα συμμεταβάλλεσθαι πεφύκασιν. Τέλος τῆς γραμματικῆς ὁ ἑλληνισμός· οὗτος δὲ τῶν χρησίμων τε‐ χνῶν· δυνατὸν γὰρ καὶ ἄνευ αὐτοῦ αὐτάρκως τὰ σημαινόμενα παρα‐ στῆσαι, μέτιμεν δὲ αὐτὸν διὰ τὸ κόσμον τῇ φράσει περιτιθέναι· ἀρετὴ δὲ οὗτος λόγου, οὐχ ὕλη· πᾶσα γὰρ κακία ἀντίκειται [τῇ] ἀρετῇ, οἷον | |
10 | τῇ ἀνδρείᾳ ἡ ἀνανδρεία, ἀντίκειται δὲ ὁ βαρβαρισμὸς καὶ ὁ σολοικισμὸς τῷ ἑλληνισμῷ· ὁ ἄρα ἑλληνισμός, ᾧ ἀντίκεινται 〈αὗται〉 αἱ κακίαι, ἀρετὴ καὶ οὐχ ὕλη. Ἔστι δὲ ἑλληνισμὸς λέξις ὑγιὴς καὶ ἀδιάστροφος λόγου μερῶν πλοκὴ κατάλληλος κατὰ τὴν παρ’ ἑκάστοις ὑγιῆ καὶ γνησίαν διάλεκτον· «λέξις» μὲν οὖν «ὑγιής» κατὰ τὴν πρὸς τὸν βαρβαρισμὸν | |
15 | ἀντίθεσιν, «λόγου» δὲ «μερῶν πλοκή» κατὰ τὴν πρὸς τὸν σολοικισμόν· τὸ δὲ «κατὰ τὴν παρ’ ἑκάστοις ὑγιῆ καὶ γνησίαν 〈διάλεκτον〉» πρὸς τὸ παρὰ τὴν παρ’ ἑκάστοις ἀκολουθίαν τῆς ἐπιχωριαζούσης συνηθείας. Δύο δὲ αὐτοῦ κανόνες· ἀναλογία τε, ἡνίκ’ ἂν ζητῶμεν περὶ τῆς αὐτῆς φωνῆς, πότερον οὕτως ἢ οὕτως ῥητέον, οἷον ἀκρατότερον ἢ ἀκρατέστερον· ἐπέ‐ | |
20 | κρινε γὰρ τοῦτο ἡ ἀναλογία, διδάξασα ὅτι ἀπὸ μὲν τῶν εἰς ης ληγόντων ὀνομάτων ἐμπίπτοντα συγκριτικὰ διὰ τοῦ ες λέγονται, οἷον εὐσεβής εὐσεβέστερος, ἀπὸ δὲ τῶν εἰς ος, εἰ μὲν μακρᾷ εἴη κεχρημένα τῇ παρα‐ τελεύτῳ, διὰ τοῦ ο, εἰ δὲ βραχείᾳ, διὰ τοῦ ω, οἷον λευκός λευκότερος, λογικός λογικώτερος· ὅθεν ἀπὸ τοῦ ἄκρατος ἀκρατότερος, ἀπὸ δὲ τοῦ | |
25 | ἀκρατής ἀκρατέστερος· καὶ ἡ χρῆσις, ἡνίκ’ ἂν περὶ σημαινομένου ζητῶ‐ μεν, οἷον εἰ τόδε κατὰ τοῦδε τιθέμενον κύριον ἢ ἄκυρον, ὡς ἐπὶ τοῦ αὐθέντης ἐὰν ζητῶμεν, εἰ καλῶς ἐπὶ τοῦ δεσπόζοντός τινος τάσσεται· ἡ μὲν οὖν ἀναλογία οὐχ οἵα τε κρίνειν, ἡ δὲ χρῆσις ἐξετασθεῖσα πέ‐ φηνεν ἡμῖν ἀκύρως μὲν παραλαμβανόμενον ὑπὸ χυδαίων, ταχθὲν δ’ ἂν | |
30 | δεόντως ἐπὶ τοῦ αὐτόχειρος καὶ φονέως. Εἴρηται δὲ ἑλληνισμὸς ἀπὸ Ἕλληνος τοῦ Διός. Ὁ δὲ παρὰ τὸν ἑλληνισμὸν ὁμιλῶν ἤτοι βαρβαρίζει ἢ σολοικίζει· εἰς γὰρ δύο διῄρηται ἡ οἰκουμένη, εἴς τε βάρβαρα καὶ Ἑλληνικά, καὶ τὸ μὲν ἁπλῶς ἑλληνί‐ ζειν εἴρηται, τὸ δὲ βαρβαρίζειν. Διαιρεῖται 〈δὲ〉 τὸ βαρβαρίζειν εἴς τε | |
35 | τὸ σολοικίζειν καὶ βαρβαρίζειν· ἔστι δὲ σολοικισμὸς ἁμάρτημα περὶ τὴν σύνταξιν τῶν μερῶν τοῦ λόγου· ὠνόμασται δὲ ἀπὸ Σόλωνος καὶ τῶν μετ’ ἐκείνου εἰς Κιλικίαν ἐλθόντων καὶ κτισάντων τοὺς Σόλους, οἳ χρόνῳ | |
ὕστερον ἐπανελθόντες Ἀθήναζε οὐκέτι τὸ πατρῷον τῆς ὁμιλίας ἐφύ‐ | 446 | |
447 | λασσον· οἱ δέ φασι σολοικισμὸν προφορὰν σεσαλευμένην τοῦ οἰκείου, ἢ σώου λόγου αἰκισμόν. Σολοικίζουσι δὲ περὶ γένη, ὡς τὸ 〈Β 742〉 κλυτὸς Ἱπποδάμεια· περὶ ἀριθμούς, 〈ὡς τὸ [Β 278] ὣς φάσαν ἡ πληθύς· περὶ πτώσεισ〉 ὡς τὸ 〈Α 24. 378〉 ἀλλ’ οὐκ Ἀτρείδῃ Ἀγα‐ | |
5 | μέμνονι 〈ἥνδανε θυμῷ〉· περὶ ὄνομα, ὡς εἴ τις χρήσαιτο πατρω‐ νυμικοῖς ἀντὶ κυρίων ἢ τοῖς λοιποῖς οὐ κατὰ τὸν τρόπον· περὶ ῥῆμα, ὡς εἴ τις χρήσαιτο ἐγκλίσει ἀντὶ ἐγκλίσεως ἢ χρόνῳ ἀντὶ χρόνου· περὶ μετοχάς, ὡς τὸ 〈Θ 307〉 καρπῷ βριθομένη, ἀντὶ τοῦ βρίθεται· περὶ ἄρθρα, ὡς εἴ τις χρήσαιτο προτακτικῷ ἀντὶ ὑποτακτικοῦ, ὡς τὸ 〈Σ 460〉 | |
10 | καὶ θώρηχ’, ὃ γὰρ ἦν· περὶ ἀντωνυμίαν, ὡς τὸ 〈Hes. Opp. 2〉 δεῦτε, Δί’ ἐννέπετε σφέτερον πατέρ’ ὑμνείουσαι· περὶ προθέσεις, ὡς εἴ τις φαίη κατηγορίαν ὑπέρ τινος γεγραφέναι, δέον κατά τινος· περὶ ἐπιρρήματα, 〈ὡς τὸ [η 13] καὶ εἴσω δόρπον ἐκόσμει, ἀντὶ τοῦ ἔν‐ δον·〉 περὶ συγκρίσεις, ὡς εἴ τις λέγοι «δικαιότατος Ἀριστείδης Περι‐ | |
15 | κλέους», δέον εἰπεῖν δικαιότερος· περὶ ἐλλείψεις, ὡς τὸ 〈Eurip. Bacch. 5〉 πάρειμι Δίρκης νάματα, ἀντὶ τοῦ εἰς Δίρκης· περὶ τόπους, ὡς εἴ τις λέγοι «εἰς παλαιστοῦ ἐγενόμην», δέον εἰς παλαίστραν. Βαρβαρισμός ἐστιν ἁμάρτημα προφορᾶς ἐν λέξει γινόμενον· γίνεται δὲ περὶ τόνους, ὡς εἴ τις τὸ Αἴας ὀξύνει· περὶ χρόνους, ὡς εἴ τις τοῦ | |
20 | Αἴας τὸ ας συστέλλει· περὶ πνεύματα, 〈ὡς εἴ τισ〉 τὸ Ἅιδης ψιλοῖ· περὶ γραφήν, ὡς εἴ τις λέγει τὸ Λάχης διὰ τῆς ει διφθόγγου γράφεσθαι, ὀφεῖλον διὰ τοῦ η· περὶ κλίσιν, ὡς εἴ τις τὸ Αἴας ἰσοσυλλάβως κλίνει, ὀφεῖλον περιττοσυλλάβως· περὶ διάλεκτον, ὡς εἴ τις προαιρούμενος ἀτ‐ τικίζειν ἄλλην ἐγκαταμίξει λέξιν χωρίς τινος ἀναλογίας, ὡς εἰώθασιν οἱ | |
25 | κωμικοί· τοῦτο δὲ σαρκασμὸν καλοῦσι· περὶ τοὺς τῶν συλλαβῶν μερι‐ σμούς, ὡς εἴ τις τὰς διφθόγγους διαλύει, οἷον παῖς πάϊς· περὶ λέξιν ξένην, ὡς εἴ τις τὸν κλάδον τοῦ φοίνικος βαΐον ὀνομάζει, δέον λέ‐ γεσθαι ὁμωνύμως τῷ φυτῷ. | |
29t | § 1. | |
30t | Περὶ γραμματικῆς. | |
31 | 〈Heliodori.〉 —Γράμμα σημαίνει εʹ· τοὺς τῶν στοιχείων τύπους, 〈Theocr. 18, 47〉 γράμματα δ’ ἐν φλοιῷ γεγράψεται· τὰ συγγράμ‐ ματα, 〈Theocr. 24, 105〉 γράμματα μὲν τὸν παῖδα γέρων Λίνος | |
ἐξεδίδαξεν· τὰ τῶν σοφῶν μνημονεύματα· Πλάτων ἐν Φαίδρῳ 〈229 E〉, | 447 | |
448 | οὐ δύναμαι κατὰ τὸ Δελφικὸν γράμμα ἐμαυτὸν γνῶναι· τό τε ἐπίγραμμα, 〈ubi?〉 ἀλλὰ τί τοῦτο αὐτὸ γράμμα βέβηκεν; καὶ ποτὲ ποίημα, Ὁμήρειον δὲ καλεῦμαι Γράμμα, Καλλίμαχος 〈epigr. 7 Sch〉: ἀπὸ οὖν τοῦ δηλοῦντος τὸ ποίημα γραμματική· μέμνηται τοῦ ὀνόματος | |
5 | Μένανδρος ἐν Πωλουμένοις 〈fr. 422 K〉 καὶ Πλάτων ἐν Φιλήβῳ 〈18 D〉. Φασὶ δὲ Ἀντίδωρον τὸν Κυμαῖον πρῶτον ἐπιγεγραφέναι αὑτὸν γραμ‐ ματικόν, σύγγραμμά τι γράψαντα περὶ Ὁμήρου καὶ Ἡσιόδου. —Γράμμα δὲ σημαίνει καὶ τὴν ἐπιστολήν, καὶ τὸν σταθμόν, ὃν τρόπον λέγομεν τὴν οὐγκίαν κδʹ γράμματα ἔχειν, καὶ τὸ ζωγράφημα, καὶ τὸ ψήφισμα παρὰ | |
10 | Δημοσθένει. Μέρη δὲ αὐτῆς δʹ etc. = Σv 164, 9—20. Διαφέρει δὲ γραμματικὴ γραμματιστικῆς· ἡ γὰρ γραμματικὴ νεωτέρα ἀπὸ Θεαγένους, τετέλεσται δὲ ἀπὸ τῶν Περιπατητικῶν Πραξιφά‐ νους τε καὶ Ἀριστοτέλους· ἡ δὲ γραμματιστικὴ παλαιά, ἴσως δὲ σχε‐ | |
15 | δὸν ἅμα τῇ φύσει προελθοῦσα· καὶ τῆς μὲν τέλος τὸ γράφειν, τῆς δὲ τὸ ἀναγινώσκειν. Γραμματική ἐστιν ἐμπειρία.] Τῶν τεχνογράφων etc. = Σv 165, 2—15. Γραμματική ἐστιν ἐμπειρία.] Διὰ τί καλεῖ αὐτὴν ἐμπειρίαν; | |
20 | Καὶ οἱ μέν φασιν καταχρηστικῶς εἰπεῖν ἀντὶ τοῦ γνῶσις· οἱ δὲ ὅτι ἐπειδὴ ὁ σκοπὸς etc. = Σv 166, 33—167, 4. Οἱ δὲ ὅτι ἐπεὶ μικτή ἐστιν ἡ γραμματική etc. = similia atque Σv 167, 10—25. Οἱ δὲ ὅτι πολλάκις μόνῃ παραδόσει κέχρηται, λέγουσα οὕτως ἔχειν τὴν παράδοσιν, ὥσπερ ἐπὶ τοῦ Σκείρων καὶ τῶν ὁμοίων, τούτου χάριν ἐκ τούτων, ὧν | |
25 | μὴ εὑρίσκει λόγον ἀποδοῦναι, αὐτὴν ὠνόμασεν. Ἀλλὰ μᾶλλον ὤφειλεν ἐκ τοῦ πλεονάζοντος αὐτὴν καλέσαι τέχνην, καὶ μὴ ἐκ τῶν σπανίων. Κρεῖττον οὖν ἐστιν εἰπεῖν, ὅτι ἐμπειρία εἶπεν οἱονεὶ πολυπειρία· ἡ γὰρ ἐμπειρία δηλοῖ καὶ τὴν πολυπειρίαν, ὡς Εὐριπίδης, 〈Phoen. 532 seq〉 ἀλλ’ ἡμπειρία Ἔχει τι λέξαι τῶν νέων σοφώτερον, ἀντὶ τοῦ ἡ | |
30 | πολυπειρία· ὅτι γὰρ καὶ οὗτος τέχνην αὐτὴν οἶδε, δηλοῖ λέγων, «ἕκτον κρίσις ποιημάτων, ὃ δὴ κάλλιστόν ἐστι πάντων τῶν ἐν τῇ τέχνῃ». Τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσιν ὡς ἐπὶ τὸ πολὺ λεγομένων.] Πολύπειρος ὁ γραμματικὸς ποιητῶν τε καὶ πεζολόγων, καθὸ πάσης τετριμμένης λέξεως ἐπιστήμων, οὐ καθὸ ζητημάτων Δημο‐ | |
35 | σθενικῶν ἢ δογμάτων Πλατωνικῶν ἐπιστήμων· οὐ γὰρ ἀνάγκη ταῦτα | |
αὐτὸν εἰδέναι. Συγγραφεῖς δὲ λέγουσι πάντας τοὺς πεζολόγους· τού‐ | 448 | |
449 | των δὲ οἱ μὲν ῥήτορες, οἱ δὲ συγγραφεῖς, οἱ δὲ ἱστορικοί· οὐκ ἔστι γὰρ μόνον παρὰ τοῖς ποιηταῖς καὶ συγγραφεῦσι χρειώδης ἡ γραμματική etc. = Σv 167, 26—168, 8. 〈Heliodori.〉 —Ποιητὴς δὲ κεκόσμηται τοῖς τέσσαρσι τούτοις, μέτρῳ, | |
5 | μύθῳ 〈ἢ πλάσματι〉, ἱστορίᾳ καὶ ποιᾷ λέξει· καὶ πᾶν ποίημα μὴ μετέχον τούτων οὐκ ἔστι ποίημα, εἰ καὶ μέτρῳ κέχρηται. Ἔστι δὲ μέτρον μὲν ποιὰ καὶ ποσὴ λέξεων ἀπηρτισμένων σύνθεσις, κατά τε μέγεθος ἀπηρτισμένη καὶ τάξιν συλλαβῶν, ἐν ἰσότητι ἢ ὁμοιότητι ἢ οἰκειότητι ἤτοι τῶν μερῶν πρὸς ἄλληλα ἢ τοῦ ὅλου πρὸς τὰ μέρη. Ποιὰ δὲ λέξις ἡ ὀνοματοπεποιη‐ | |
10 | μένη· [πλάσμα δὲ τὸ μὴ ἀληθῶς πεποιημένον, ἀλλ’ ὑπό τινος ἐσκευασμέ‐ νον·] ἱστορία δὲ πραγμάτων γεγονότων ἢ ὄντων ἐν δυνατῷ σαφὴς ἀπαγγελία· μῦθος δὲ ξένων πραγμάτων ἀπηρχαιωμένων διήγησις, ἢ ἀδυ‐ νάτων πραγμάτων παρεισαγωγή· πλάσμα 〈δὲ〉 τὸ δυνάμενον μὲν γενέ‐ σθαι, μὴ γενόμενον δέ. Ἱκανὸς δὲ ὁ μῦθος δυσωπῆσαι δι’ ἡδονῆς· ἡ γὰρ | |
15 | μετὰ συλλογισμῶν ἀκρόασις πολλάκις τὸν ἀκούοντα πρὸς ἀντίρρησιν κινεῖ· ἡ δὲ ποιητικὴ ἔχει μὲν τὸ προσαγωγὸν ἐκ τῆς ἡδονῆς, δυσωπεῖ δὲ οὐκ ἐξ ἀγῶνος, ἀλλ’ ὥσπερ φυσικῶς ἐναντιουμένη. Τοῦτον οὖν τὸν τρό‐ πον φαίνεται καὶ Ὅμηρος πεποιηκέναι· ἐν ὅσῳ γὰρ 〈ὁ〉 ἀοιδὸς παρῆν τῇ Κλυταιμνήστρᾳ, ἀπῆγεν αὐτὴν τοῦ περὶ πορνείαν ἔχειν, καὶ τοῦτο | |
20 | ὁρῶντα Αἴγισθον πρότερον ἐκβαλόντα τὸν ἀοιδὸν οὕτως ἀναπεῖσαι. Ἔστι δὲ ποιητικὴ ἀπαγγελία πραγμάτων διὰ μέτρων καὶ ῥυθμῶν μετά τινος κατασκευῆς τὸ μυθῶδες, μετὰ καὶ τοῦ ἀληθοῦς ἐνίοτε συμ‐ πεπλεγμένον, μετὰ καὶ ἱστορίας ἐν ποιᾷ λέξει περιέχουσα· ποιητὴς δὲ ὁ κατὰ μετουσίαν τῆς ποιητικῆς 〈τὸ〉 ὄνομα ἐσχηκὼς τεχνίτης· ποίησις | |
25 | δὲ κυρίως ἡ διὰ μέτρων ἐντελὴς ὑπόθεσις ἔχουσα ἀρχὰς καὶ μέσα καὶ πέρατα· ποίημα δὲ μέρος ποιήσεως. Ποιήματος πλάσματα ἁδρόν, ἰσχνόν, ἀνθηρὸν τὸ καὶ μέσον· ἁδρὸν τὸ διηρμένον ὄγκῳ τῷ κατὰ φύσιν, οἷον 〈Ν 126〉 ἀμφὶ δ’ ἄρ’ Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες· ἰσχνὸν τὸ συνεσταλμένον ὄγκῳ τῷ κατὰ φύσιν, οἷον 〈Λ 269〉 ὡς δ’ ὅτ’ ἂν | |
30 | ὠδίνουσαν ἔχῃ βέλος· ἀνθηρὸν τὸ μέσον ἀμφοῖν, οἷον 〈τ 518〉 ὡς δ’ ὅτε Πανδαρέου κούρη· ἀνθηρὸν δὲ λέγεται, ὅτι ἁρμόζει μάλιστα | |
πρὸς ἀπαγγελίαν λειμώνων καὶ ἀνθέων. Ἀντίκειται δὲ τῷ μὲν ἁδρῷ | 449 | |
450 | τὸ σκληρὸν καὶ τὸ βραχύ, τῷ δὲ ἰσχνῷ τὸ πλατὺ καὶ τὸ παχύ, τῷ δὲ ἀνθηρῷ τὸ ἀγλευκὲς καὶ τὸ λογοειδές. Ποιήσεως χαρακτῆρες τρεῖς, διηγηματικός, δραματικός, μικτός· διη‐ γηματικός ἐστιν ὁ κεχωρισμένος μὲν τῶν παρεισαγομένων προσώπων, | |
5 | ὑπ’ αὐτῶν δὲ τῶν ποιητῶν λεγόμενος· δραματικὸς δὲ ὁ κεχωρισμένος τοῦ ποιητικοῦ προσώπου, ὑπὸ δὲ τῶν παρεισαγομένων προσώπων λεγό‐ μενος· μικτὸς δὲ ὁ ἐξ ἀμφοῖν συγκείμενος. Εἴδη τοῦ διηγηματικοῦ καὶ μικτοῦ τέσσαρα, ἐπικόν, ἐλεγειακόν, ἰαμ‐ βικόν, μελικόν· τοῦ δραματικοῦ εἴδη τρία, τραγικόν, κωμικόν, σατυρικόν. | |
10 | Μέλος ἐστὶ ποίημα παρ’ ἰδιότητα ῥυθμοῦ πεποιημένον. Ἀποστολικὸν μέλος ἐστὶ τὸ πεμπόμενον πρός τινα, περιέχον 〈παραι‐ νέσεισ〉 ἢ αἴτησιν παρ’ αὐτοῦ δωρεᾶς. Γνωμολογικόν ἐστι τὸ γνώμας καὶ παραινέσεις καὶ ὑποθήκας 〈περι‐〉 έχον πρός τινα. | |
15 | Ἰόβακχόν ἐστι μέλος ᾀδόμενον εἰς Διόνυσον· εἴρηται δὲ ἀπὸ τοῦ λέγειν «ἰὼ Βάκχε». Δαφνηφορικόν ἐστι τὸ ᾀδόμενον εἰς τὸν Ἀπόλλωνα ὑπὸ τῶν κο‐ μιζόντων τὴν δάφνην ἐκ τῶν Τεμπῶν. Τριποδηφορικόν ἐστι τὸ ᾀδόμενον ἐπὶ προπομπῇ τρίποδος, ὃν ἔπεμ‐ | |
20 | πον οἱ Θηβαῖοι ἐξ ἔθους τῷ Διῒ τῷ Δωδωναίῳ εἰς Δωδώνην. Ὠσχοφορικόν ἐστι τὸ γραφόμενον εἰς Ἀθηναίων ἠϊθέους δρόμον ἀγωνιζομένους καὶ κρατοῦντας κλῆμα βοτρύων πλῆρες, ὃ καλεῖται ὦσχος· ποιοῦνται δὲ τὸν δρόμον ἐκ τοῦ Διονυσίου εἰς τὸ τῆς Σκιράδος Ἀθη‐ νᾶς ἱερόν. | |
25 | Ὑμέναιός ἐστι τὸ εἰς γαμοῦντας ᾀδόμενον, ὁμόνοιαν περιέχον. Ἐπικήδειόν ἐστι τὸ ἐπὶ προκειμένῳ νεκρῷ ᾀδόμενον. Ἐμβατήριόν ἐστι τὸ περιέχον ἄσκησιν ἐνοπλίου κινήσεως καὶ προ‐ τροπὴν εἰς πόλεμον· ᾔδετο δὲ παρὰ Λακεδαιμονίοις. Ἐγκώμιόν ἐστι κυρίως μὲν τὸ εἰς κώμην εἰρημένον, ἀπὸ τοῦ ἀρ‐ | |
30 | χαίου ἔθους, ἐπειδὴ κωμηδὸν ᾤκουν, ὅθεν καὶ κωμῳδίαι κέκληνται· λέ‐ γεται 〈δὲ〉 καὶ εἰς ἄνθρωπον καὶ πόλιν, ἐπαίνου περιεκτικόν. Ἐρωτικόν ἐστι τὸ πεποιημένον εἰς ἔρωτα καὶ ἐπιθυμίαν γυναικὸς ἢ παρθένου. Προσε〈υ〉κτικόν ἐστι τὸ ᾀδόμενον εἰς πάντας τοὺς θεοὺς καὶ | |
35 | δι’ εὐχῆς αἴτησίν τινα περιέχον. | 450 |
451 | Παροίνιόν ἐστι τὸ ἐν συμποσίοις ᾀδόμενον εἰς προτροπὴν καὶ εἰς ὁμόνοιαν τῶν παρόντων καὶ εἰς εὐωχίαν. Σύνταγμά ἐστι λέξις διὰ μέτρων κολοβῶν ἐπὶ πολλὰ διατείνουσα, ἢ σύνταξις μέτρου κατὰ κολοβὸν ἀπηρτισμένη ἄνευ μέλους, ἢ μέτρον | |
5 | εἰς λόγους κολοβοὺς τετμημένον. Ὕμνος ἐστὶ ποίημα περιέχον θεῶν ἐγκώμια καὶ ἡρώων μετ’ εὐχα‐ ριστίας. Ἐγκώμιόν ἐστι ποίημα ἢ σύγγραμμα περιέχον ἀνθρώπων καὶ πό‐ λεων ἔπαινον. | |
10 | Ἐπινίκιός ἐστι ποίημα περιέχον τῶν νενικηκότων ἐγκώμιον, ἐπ’ αὐτῇ τῇ νίκῃ καὶ δι’ αὐτὴν γεγονός. Παιάν ἐστι ποίημα πρὸς Ἀπόλλωνα καὶ Ἄρτεμιν, 〈περι〉έχον προσ‐ φώνησιν ἐπὶ παραιτήσει λοιμῶν ἢ στάσεων ἢ τῶν παραπλησίων. Σκολιόν ἐστι ποίημα πρὸς συμποσίου συναγωγὴν εὐθέτως ἔχον ἱστο‐ | |
15 | ρίαις καὶ παιδιαῖς οἰκείαις πότῳ συμπεπλεγμέναις· καλεῖται δὲ καὶ ἐποί‐ νιον καὶ παροίνιον, ὡς ἀνωτέρω δεδήλωται. Προσόδιόν ἐστι ποίημα ὑπὸ ἀρρένων ἢ παρθένων χοροῦ ἐν τῇ προσόδῳ τῇ πρὸς τὸν θεὸν ᾀδόμενον· φέρεται δὲ ἐν τούτῳ τῷ γένει καὶ τὸ ἀποτρεπτικόν· ἔστι δὲ ποίημα σπαστικόν, κατὰ τὸν ἀπὸ τῶν | |
20 | θεῶν χωρισμὸν ᾀδόμενον. Διθύραμβός ἐστι ποίημα πρὸς Διόνυσον ᾀδόμενον ἢ πρὸς Ἀπόλ‐ λωνα, παραπλοκὰς ἱστοριῶν οἰκείων 〈περιέχον〉. Σίλλος ἐστὶ ποίημα λοιδορίαν κατά τινος περιέχον. Θρῆνός ἐστι ποίημα ὀδυρμὸν περιέχον καὶ ἐγκωμιαστικὸν τοῦ τετε‐ | |
25 | λευτηκότος. Ὑπόρχημά ἐστι ποίημα πρὸς ὄρχησιν γεγραμμένον πρὸς τὸν αὐτὸν ῥυθμόν, ὃς δὴ ὑπορχηματικὸς καλεῖται. Ῥυθμός ἐστι σύστημα συγκείμενον ἐκ χρόνων, οὐ πάντως συγκειμέ‐ νων πρὸς ἀλλήλους· οὐ γὰρ πᾶσα χρόνων σύνθεσις ἔρρυθμος· 〈ἀλλὰ | |
30 | ἠρεμία τε καὶ〉 κίνησις χρόνων ἐν μεγέθει τακτῷ συλλαμβανομένη· ἢ ἀνὰ λόγον μεταλλάξει δύο χρόνων συγκειμένη τάξις, βραδέως τε καὶ ταχέως. Πρόλογός ἐστι προαναφώνησις τῶν διὰ τοῦ δράματος εἰσάγεσθαι | |
μελλόντων. | 451 | |
452 | Ῥῆσίς 〈ἐστι〉 λόγος διεξοδικὸς ὑπό τινος τῶν ὑποκριτ〈ικ〉ῶν προ‐ σώπων λεγόμενος πρὸς τὸν ὄχλον. Ἀμοιβή ἐστι τῶν εἰσαγομένων προσώπων διάλογος. Ἄγγελός ἐστιν ὁ τῶν πεπραγμένων ἔξω τῆς πόλεως ἢ τῆς οἰκίας | |
5 | ἀπαγγελίαν ποιούμενος. Σκηνικὴ ᾠδή ἐστιν 〈ἡ〉 ἐξ ὑποκριτικοῦ προσώπου λεγομένη. Κούρισμά ἐστιν ᾠδὴ πένθους μετέχουσα καὶ συμφορᾶς ἀποκεκαρμέ‐ νων τὰς τρίχας. Σάλπιγξ ἐστὶ λόγος περιέχων τὰ πολεμικά. | |
10 | Σκοπός ἐστιν ὁ 〈ἐκ〉 τῆς ἀλλοδαπῆς χώρας ἐρχομένων τὴν ἀπαγ‐ γελίαν ποιούμενος πόρρωθεν. Χορός ἐστι σύστημα πλειόνων ἐμμελῶς τὰ προκείμενα φθεγγομένων. Τραγῳδία δέ ἐστι βίων καὶ λόγων ἡρωϊκῶν μίμησις ἔχουσα σεμνό‐ τητα μετ’ ἐπιπλοκῆς τινος. | |
15 | 〈Heliodori.〉 —Ὡς ἐπὶ τὸ πολὺ λεγομένων.] Μέμφονταί τινες τῷ ὅρῳ· οὐ γάρ τις λέγει «ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν ὡς ἐπὶ τὸ πολύ». Ῥητέον οὖν ὅτι ἐπειδὴ ὁ γραμμα‐ τικὸς οὐ πάντων ἐστὶν ἐπιστήμων, θέλων καὶ αὐτὸν συμπεριλαβεῖν ἐν τῷ ὅρῳ εἶπε τοῦτο· τῶν γὰρ πολιτευομένων λέξεων ἐπιστήμων ἐστίν, | |
20 | οὐ τῶν παρὰ τὸ δέον ἀναπεπλασμένων, ὡς τὸ εὐῶπες κόραι 〈Lycophr. 23〉 αἱ κῶπαι, καὶ ἀντίπετρος 〈Theocr. Syr. 2〉 ὁ Ζεύς, καὶ βαλάντιον 〈Dionys. tyr. fr. 12 N2 p. 796〉 τὸ ἀκόντιον παρὰ τὸ βάλλειν τοὺς ἐναντίους, καὶ σκέπαρνον 〈Artemid. 4, 24〉 τὸ ἔριον παρὰ τὸ σκέπειν τὸν ἀρνόν, καὶ τὸ ἐξ ἐρίων ἔνδυμα ποτήριον, ἐπεί ποτε ἔριον ἦν, καὶ | |
25 | τὸν κάδον ἑλκύδριον 〈Dionys. tyr. 1. 1.〉, ὅτι ἀνέλκει τὸ ὕδωρ, καὶ τὸν Τηλέμαχον Μακροπτόλεμον 〈Theocr. Syr. 1〉, καὶ τὸν τοῖχον μυστήριον 〈Dionys. tyr. 1. 1.〉, ὅτι τοὺς μῦς τηρεῖ, καὶ τὴν γυναῖκα μένανδρον 〈Dionys. tyr. 1. 1.〉 παρὰ τὸ ὑπομένειν τὸν ἄνδρα, καὶ στήτην 〈Dosia‐ dis Ara 1〉 τὴν γυναῖκα· οὐ δὴ τῶν τοιούτων ἀπαιτηθήσεται εἴδησιν ὁ | |
30 | γραμματικός, ἀλλὰ τῶν καθημαξευμένων. Διόπερ οὐκ ἔστιν οὔτε ἐπι‐ στήμη οὔτε τέχνη ἡ γραμματική· οὐδετέρα γὰρ τούτων τῆς προσθήκης «ὡς ἐπὶ τὸ πολύ» δεῖται, ἀλλ’ ἀμφότεραι τὸ ἀμετάπτωτον ἐπὶ παντὸς θεωρήματος ἔχουσιν ὅσον ἐφ’ ἑαυταῖς. Μέρη δὲ αὐτῆς ἐστιν ἕξ.] Οὐκ ἀκριβολογεῖται περὶ τὰ μέρη, | |
35 | εἴ τε καὶ ὄργανα, διὰ τὴν τῶν νέων ἀκοήν· τάχα δὲ οὐκ ἐξ ὧν συνέ‐ | |
στηκεν ἡ γραμματική, ἀλλὰ μᾶλλον ἃ δεῖ μετιέναι τὸν γραμματικόν, ὅτι | 452 | |
453 | ἀληθὲς τὸ λεγόμενον, ἐξ ὧν ἐμπειρίαν αὐτὴν εἶπεν, καὶ ὅτι τὸ διορθω‐ τικὸν ἐσιώπησε μέρος τήν τε ἐτυμολογίαν ὡς μέρος κατέλεξεν, ὅπερ ἐστὶ μόριον. Τὴν τῶν μερῶν οὖν ἀπαρίθμησιν οὐ πεποίηται κατὰ τὸν φυσικὸν λόγον, ἀλλὰ κατὰ τὸν διδακτικόν. | |
5 | Διὰ τί δὲ ἡ ῥητορικὴ εἰς εἴδη, ἡ δὲ γραμματικὴ εἰς μέρη διαιρεῖ‐ ται; Ἐπειδὴ ἡ ῥητορικὴ περὶ πολιτικὰ πράγματα καταγίνεται, ταῦτα δὲ αὐθυπόστατά ἐστι· καὶ διὰ τοῦτο εἰς εἴδη διαιρεῖται, ὡς τῶν εἰδῶν ὁλόκληρόν τι ἀποτελούντων, καὶ ὁ ἕν τι τούτων εἰδὼς τέλειός ἐστι ῥή‐ τωρ. Ἡ δὲ γραμματικὴ περὶ λέξεις καὶ περὶ τὰ μέρη τοῦ λόγου κατα‐ | |
10 | γίνεται, ταῦτα δὲ συμβεβηκότα εἰσὶν ἐπικείμενα κατ’ οὐσιῶν· τὰ δὲ συμ‐ βεβηκότα οὐκ ἔστιν αὐθυπόστατα, καὶ γὰρ τὸ λευκὸν οὐ δύναται χωρὶς τοῦ σώματος συστῆναι· ἐπειδὴ οὖν ἡ γραμματικὴ οὐ καταγίνεται περὶ αὐθυπόστατα, τούτου χάριν εἰς μέρη διαιρεῖται, καὶ ὁ ἕν τι ἢ δύο τού‐ των εἰδὼς οὐκ ἔστι τέλειος γραμματικός. | |
15 | Διὰ τί τεσσάρων ὄντων τῶν μερῶν αὐτός φησιν ἕξ; Καὶ λέγομεν, ὅτι τὸ ἓν ἐξ αὐτῶν, τὸ διορθωτικόν, ἐτμήθη εἰς τρία, εἰς τὸ νῦν τρί‐ τον, τέταρτον, πέμπτον· οἱ δέ, ὅτι ἐπεὶ πρὸς εἰσαγομένους διαλέγεται, ἠθέλησεν ἀφελέστερον τῇ διδασκαλίᾳ χρησάμενος ταῦτα παραδοῦναι αὐτοῖς μέρη, οἷστισι κέχρηνται εὐθέως οἱ ἀναγινώσκοντες· καὶ γὰρ πρῶ‐ | |
20 | τον ἀναγινώσκουσι, καὶ τότε ἐξηγεῖται αὐτοῖς, εἶτα τὰ κατὰ γλῶσσαν καὶ ἱστορίαν σαφηνίζει, εἶτα ἐτυμολογεῖ τὰς λέξεις, καὶ μετὰ ταῦτα τὸν κανόνα τῆς ἀναγνώσεως παραδίδωσιν αὐτοῖς, καὶ τελευταῖον κρίνειν διδάσκει. Τὸ πάλαι δὲ πρῶτον ὁ διορθωτὴς etc. = Σd 12, 6—13, 6. | |
25 | 〈Heliodori.〉 —Πρῶτον ἀνάγνωσις.] Ἡ τῶν μερῶν τάξις πεποί‐ ηται τῷ τεχνογράφῳ κατὰ τὴν τῆς διδασκαλίας ἀκολουθίαν· πρότερον γὰρ ἀναγνῶναι δεῖ τὸν νέον, εἶτα πρὸς ἐτυμολογίαν καὶ ἱστορίαν τρα‐ πῆναι· μαθόντες γὰρ ὅτι μῆνις σημαίνει τὴν ἐγκειμένην ὀργὴν τὴν ἐτυ‐ μολογίαν γνωσόμεθα, ὅτι διὰ τὸ ἐμμένειν· εἶτα περὶ ἀναλογίαν γινό‐ | |
30 | μεθα, ἥτις καταγίνεται περὶ ὁμοιότητα τῶν ἐν τῷ χαρακτῆρι ὀνομάτων ἢ ῥημάτων. Καὶ ἔστιν ἀνάγνωσις ἡ τῶν πρώτων μαθημάτων τῆς ψυχῆς ἀναγνώρισις, ὡς τὸ 〈δ 250〉 ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα· φασὶ γὰρ μετεμψύχωσιν εἶναι, καὶ ἐρχομένην εἰς ἀνθρώπειον σῶμα τὴν ψυχὴν ἀναγνωρίζειν καὶ ἐπιγινώσκειν ἃ ἤδη προέμαθεν. Ἄλλοι δέ φα‐ | |
35 | σιν, ὅτι γνῶσίς ἐστιν ἡ πρώτη τοῦ πράγματος ἐπιβολή, οἷον ἐπὶ τῶν στοιχείων γνῶσιν λέγομεν, ἐπὶ δὲ τῶν λέξεων ἀνάγνωσιν, ἐπειδὴ δευ‐ | |
τέραν γνῶσιν σημαίνει· καὶ γὰρ ἐκ τῶν στοιχείων σύγκεινται· δηλοῖ γὰρ | 453 | |
454 | ἡ ἀνά τὸ ἐκ δευτέρου, οἷον ἀναλαβεῖν ἀναδοῦναι. Πρῶτον δὲ τὴν ἀνάγνωσιν λέγει· ἀμελήσαντες γὰρ τοῦ διορθοῦσθαι τὰ βιβλία εὐθὺς ἐπὶ τὸ ἀναγινώσκειν τρέπονται. Ἐντριβής·] ἡ τετριμμένη, καὶ ἣν οἱ παλαιοὶ διώδευσαν, κἂν μὴ | |
5 | ἀναλόγως ἔχῃ, ὡς τὸ πτερύγος· ὤφειλε γὰρ πτέρυγος κατὰ τὴν ἀνα‐ λογίαν, ἀλλ’ ἐπεκράτησε παρὰ τῶν παλαιῶν γραμματικῶν οὕτως ἀνα‐ γινώσκεσθαι. Κατὰ προσῳδίαν·] οἷον κατὰ τέχνην, κατὰ τόνους, χρόνους, πνεύματα, πάθη. Προσῳδία δέ ἐστι τόνος, πρὸς ὃν ᾄδομεν καὶ τὴν | |
10 | φωνὴν εὐρυτέραν ποιοῦμεν, ἢ τόνος φωνῆς κατὰ διάλεκτον ἢ κατὰ ἀναλογίαν κατορθούμενος· ἢ προσῳδία ἐστὶ ποιὰ σημείωσις ἀδιαστρόφου φωνῆς λεκτικῆς καὶ ἐμμέτρου· λέγεται δὲ προσῳδία παρὰ τὸ προσᾴδειν ἤγουν ἁρμόζεσθαι τῇ ὑποκειμένῃ λέξει. Τρόποι δὲ ἀναγνώσεως ιβʹ· ἀναλογία, ἐτυμολογία, συναλοιφή, διά‐ | |
15 | λεκτος, ἱστορία, τραφή, μέτρον, συνήθεια, σημαινόμενον, ἀντέμφασις ἤγουν 〈ἀντι〉διαστολή, μετάληψις στοιχείων καὶ διαφορὰ τόπων. —Καὶ ἀναλογία μέν ἐστιν ἡ τῶν τεχνικῶν κανόνων ἀπόδοσις ἐκ παραθέσεως τοῦ ὁμοίου γενομένη, ὡς ἐπὶ τοῦ αὐλῶ ηὔλουν· πᾶν γὰρ ῥῆμα ἐνεστῶ‐ τος χρόνου ἀπὸ διφθόγγου ἀρχόμενον κατὰ παρεληλυθότα χρόνον πά‐ | |
20 | λιν ἀπὸ διφθόγγου ἄρχεται· καὶ τὸ πηρός ὀξυτόνως δεῖ ἀναγινώσκειν, ὡς τὸ πηλός. —Ἐτυμολογία δὲ σύντομος καὶ ἀληθὴς τοῦ ζητήματος ἀπόδοσις, παρὰ τὸ ἔτυμον, ὃ σημαίνει τὸ ἀληθές ἢ ἐπισημασία ἐπὶ τῶν πλείστων τὸ πιθανὸν ἔχουσα· οὐ γὰρ ἐπὶ πάντων ἔστιν αὐτὴν εὑρεῖν· οἷον σπυρίς, πυρὶς γάρ ἐστιν, ἡ πυρῶν δεκτική, καὶ μέροψ ὁ ἄνθρωπος, | |
25 | ὁ μεμερισμένην ἔχων τὴν 〈ὄπα ἤγουν τὴν〉 φωνήν, καὶ ἵππος ὁ τοῖς ποσὶν ἱέμενος, καὶ κύων παρὰ τὸ κυνεῖν καὶ σαίνειν, καὶ 〈αἴξ〉 παρὰ τὸ ᾄσσειν τουτέστιν ἄττειν καὶ ὁρμᾶν· ὥσπερ ἐπὶ τοῦ 〈Ψ 34〉 κοτυλήρυτον· οὐ προφερόμεθα γὰρ τὸ ρ δασέως, ἀλλὰ ψιλῶς· οὐκ ἔστι γὰρ ἡ σύνθεσις ἀπὸ τοῦ ῥυτόν, ἀλλ’ ἀπὸ τοῦ ἀρύω, ὅπερ ἔχει τὸ ρ ψιλούμενον. — | |
30 | Συναλοιφὴ δέ, ὡς ἐπὶ τοῦ 〈Η 161〉 οἱ δ’ ἐννέα πάντες ἀνέσταν, ψιλῶς τοῦ ἐννέα προφερομένου, ἐπειδὴ ἡ συναλοιφὴ δηλοῖ, ὅτι ψιλοῦ‐ ται· ἐπ’ ἐννέα γὰρ λέγομεν. —Διάλεκτος δέ ἐστι γλώττης ἰδίωμα, ὡς ἐπὶ τοῦ μείλιχος ὀνόματος· μέλλιχος γάρ φασιν Αἰολεῖς· καὶ τὸ ἄμμες ψιλῶς προφερόμεθα ὡς Αἰολικόν. —Ἱστορία δὲ ἡ τῶν παλαιῶν χρῆσις· | |
35 | πολλάκις δὲ αὕτη ἐναντιοῦται διαλέκτῳ· τοῦ γὰρ χίλιοι πληθυντι‐ | |
κοῦ ὀνόματος ἀπαιτοῦντος τὴν ει δίφθογγον, καθὼς ἡ διάλεκτος— | 454 | |
455 | χέλλιοι γάρ φασιν Αἰολεῖς—ἡ ἱστορία ἐναντιουμένη διὰ μόνου τοῦ ι γράφει. —Γραφὴ δέ, ὡς ἐπὶ τοῦ ΔΜΩΑΣ· ὅπου μὲν γὰρ θηλυκόν ἐστι, καὶ πρόσκειται τὸ ι καὶ ὀξύνεται, ὅπου δὲ ἀρσενικόν, χωρὶς τοῦ ι καὶ βαρύνεται. —Μέτρον δέ, ὡς ἐπὶ τοῦ 〈β 119. τ 542〉 ἐυπλοκα‐ | |
5 | μῖδες Ἀχαιαί· ἐκ γὰρ τοῦ μέτρου γινώσκομεν, ὅτι κατὰ διάστασίν ἐστι τὸ ευ. —Συνήθεια δέ, ὡς ἐπὶ τοῦ 〈Δ 64〉 Ἀθηναίῃ ἐπιτεῖλαι ἀντὶ τοῦ προστακτικοῦ γὰρ τοῦ ἐπίτειλον τὸ ἐπιτεῖλαι παραλαμβανό‐ μενόν ἐστιν, ἐπειδὴ ἔχει ἔθος ὁ ποιητὴς ἀπαρεμφάτοις ἀντὶ προστακτι‐ κῶν χρῆσθαι. —Σημαινόμενον 〈δέ〉, ὡς ἐπὶ τοῦ 〈Δ 539〉 ἔνθα κεν | |
10 | οὔ κέ τι· τὸ γὰρ σημαινόμενον οὐκ ἐᾷ ἡμᾶς ὡς δύο λέξεις προφέρε‐ σθαι, ἀλλ’ ὡς τρεῖς· οὐκ ἔστι γὰρ ἐνταῦθα ἀπὸ τοῦ οὔκ ἐπιρρήματος καὶ τοῦ ἔτι χρονικοῦ ἐπιρρήματος, ἀλλ’ ἀπὸ τῆς οὔ ἀποφάσεως καὶ τοῦ κέ συνδέσμου τοῦ διὰ τοῦ ε ψιλοῦ γραφομένου καὶ τοῦ τί ὀνόματος· τὸ γὰρ οὔ τι σημαίνει. —Ἀντέμφασις δὲ ἤγουν ἀντιδιαστολὴ τοῦ ἀν‐ | |
15 | ταποδ〈οτ〉ικοῦ [τοῦ] τινός. —Μετάληψις δὲ ἤγουν μεταβολή, ὡς ὅτε ἀντὶ τοῦ ἕστατε 〈Δ 243. 6〉 εἴπωμεν ἕστητε μεταβάλλοντες τὸ α εἰς η. — Διαφορὰ δὲ τόπων, ὡς ἐπὶ τοῦ 〈ζ 22〉 εἰδομένη κούρῃ ναυσικλει‐ τοῖο Δύμαντος· οὐ προφερόμεθα γὰρ «ναυσικλειτῇ Δύμαντος», ἵνα εὑρεθῇ τῇ ναυσικλειτῇ τῇ τοῦ Δύμαντος, ἐπειδὴ αὐτὸς ἐν ἄλλῳ τόπῳ | |
20 | ἐδήλωσεν, ὅτι ἀρσενικόν ἐστι καὶ οὐ θηλυκόν, εἰπών 〈ex gr. θ 191〉 Φαίηκες δολιχήρετμοι ναυσίκλυτοι ἄνδρες. Δεύτερον ἐξήγησις.] Ἐξήγησίς ἐστιν ἡ τοῦ ἑξῆς ὁδήγησις, τουτέ‐ στι τοῦ νοήματος καὶ τῆς διανοίας ἀκολουθία καὶ τάξις, ὥσπερ παρὰ Πινδάρῳ 〈Ol. 1, 1 seq〉 ἄριστον μὲν ὕδωρ, ὁ δὲ χρυσὸς αἰθόμε‐ | |
25 | νον πῦρ Ἅτε διαπρέπει νυκτὶ μεγάνορος ἔξοχα πλούτου· τὸ γὰρ ἑξῆς ἐστιν «ὁ δὲ χρυσὸς μεγάνορος πλούτου ἐπεὶ ἔξοχόν ἐστιν ὥσπερ πῦρ ἐν νυκτὶ διαπρέπει καιόμενον», ὅπερ διὰ τὴν ἐν τοῖς μέτροις ἀνάγ‐ κην συγκέχυται παρὰ τῷ ποιητῇ· ὥστε ὁ γραμματικὸς ὀφείλει ἐξηγεῖσθαι καὶ τὰ φιλόσοφα καὶ τὰ ῥητορικὰ καὶ πᾶσαν συγγραφήν, εἴ γε τὸ ἑξῆς | |
30 | λέγει· εἰ γὰρ τεχνίτης ἐστὶν ὁ γραμματικὸς τῆς τοῦ λόγου συνθέσεως καὶ τῆς τάξεως τῆς ἐν τῇ ἀπαγγελίᾳ, καὶ γλώττης πάσης καὶ ἱστορίας καὶ τρόπου καὶ φράσεως, ἅπερ ἐμπίπτει ἐν τῇ ἐξηγήσει, δῆλον ὅτι πάντα ἐξηγήσεται. Οὐ μὴν ἀπαιτήσει τις αὐτὸν κατὰ τὴν τῆς ῥητορικῆς τέχνης | |
ἀπαγγελίαν ἐξηγεῖσθαι· οὐδὲ περὶ κεφαλαίων τάξεως διαλαμβάνων, οὐδὲ | 455 | |
456 | μὴν δογμάτων προστήσεται τῶν ἐν φιλοσοφίᾳ, ἀλλ’ ἐξηγήσεται κατὰ τοὺς τρόπους τοὺς μάλιστα ποιηταῖς ἁρμόζοντας· πρόσκειται τὸ «μά‐ λιστα», ἐπεὶ ἑνί που ἢ δευτέρῳ τῶν τρόπων κέχρηνται οἱ ῥήτορες, ὡς τῇ εἰρωνείᾳ· ἄλλοις δὲ οὐκ ἐφικτὸν αὐτοῖς κεχρῆσθαι, εἰ μὴ ἄρα προσ‐ | |
5 | τάξουσι «κατὰ τὴν ποίησιν», «καθ’ Ὅμηρον». Ἢ ποιητικοὺς τρόπους λέγει, καθ’ οὓς οἱ ποιηταὶ δείκνυνται, τουτέστι κατὰ τὰς ἰδιότητας τὰς ἐγκειμένας τοῖς ποιήμασιν, ἵνα τοὺς μύθους ὡς μύθους ἐξηγώμεθα μὴ ἀναλύοντες εἰς θεολογίαν· ταῦτα γὰρ θεολόγοις ἁρμόττει. Χρήσιμοι δὲ οἱ τρόποι πρὸς τὴν ἐξήγησιν· δεῖ γὰρ εἰδέναι κατὰ τίνα τρόπον λέγεται | |
10 | τὸ νόημα πρὸς τὴν σαφήνειαν τῶν ὑποκειμένων, ὡς ἐπὶ τοῦ 〈Τ 221〉 αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισι καὶ ἑξῆς· ἐνταῦθα γὰρ εἰς ἀπορίαν περιίσταται ὁ ἐξηγητής, εἰ μὴ τὸν τρόπον τοῦ νοήμα‐ τος μάθῃ, ὅτι μικτή ἐστιν ἡ ἀλληγορία· λέγων γὰρ περὶ πολέμου συνή‐ θως, εὐθέως ἐτράπη εἰς ἑτέραν, ὡς περὶ θερισμοῦ διαλεγόμενος. Εἴρηται | |
15 | δὲ τρόπος ἀπὸ τοῦ τρέπειν ἡμᾶς εἰς ἕτερόν τι ἀπὸ τοῦ προκειμένου· οὐδὲ γὰρ ἂν αὐτῷ χρήσαιτο ῥήτωρ· τοῦ γὰρ ῥήτορος ἀρετὴ ἡ σαφή‐ νεια, οἱ δὲ τρόποι ἐπὶ τὸ ἀσαφὲς παράγουσι. Τοῦ γὰρ λόγου εἰς εἴδη μεριζομένου, τὸ μέν ἐστι κυριολογία, τὸ δὲ σχῆμα καὶ τρόπος· κυριολο‐ γία μὲν οὖν ἐστιν ἡ τῶν κατὰ φύσιν λέξεων τετευχυῖα φράσις· τότε γὰρ | |
20 | οἰκείως προφέροιτο ἄν τις, ὅταν μὴ παρατραπῇ τοῦ κυρίως λεγομένου· τρόπος δὲ λέξεως φράσις ἐκ τῆς καθ’ ἑαυτὴν ὁπωσοῦν ἰδιότητος μετα‐ τροπὴν εἰληφυῖα. Διαφέρει δὲ σχῆμα σολοικισμοῦ, ἐπειδὴ σχῆμα μέν ἐστι ποιητοῦ ἢ συγγραφέως ἁμάρτημα ἑκούσιον διὰ τέχνην ἢ ξενοφωνίαν ἢ καλλωπι‐ | |
25 | σμόν, σολοικισμὸς δὲ ἁμάρτημα ἀκούσιον, οὐ διὰ τέχνην ἀλλὰ δι’ ἀμαθίαν γινόμενον. Τρόπος ἐστὶ λέξις ἢ φράσις πεποιημένη ἢ τετραμμένη ἀπὸ τοῦ κυ‐ ρίου εἰς τὸ μὴ κύριον κατά τινα λόγον εἰς δήλωσιν εὐπρεπεστέραν· τὸ δὲ ὄνομα ῥηματικόν· ὡς γὰρ παρὰ τὸ λέγω λόγος, οὕτω παρὰ τὸ τρέπω | |
30 | τρόπος. —Λέγεται δὲ τρόπος ἑξαχῶς· τὸ ἑκάστου ἦθος, καθ’ ὃ εὔτρο‐ πόν τινα καὶ κακότροπόν φαμεν· καὶ σχῆμα λόγου τὸ ἐν διαλεκτικῇ· «εἰ ἡμέρα ἐστί, φῶς ἐστιν· ἀλλὰ μὴν ἡμέρα ἐστί, φῶς ἄρα ἐστίν»· καὶ ὁ ἐν μουσικῇ Λύδιος καὶ Φρύγιος· καὶ ἡ ἐπὶ πολλὰ τῆς διανοίας τροπή, καθ’ ὃ [τὸ] σημαινόμενον καὶ ὁ ποιητὴς τὸν Ὀδυσσέα πολύτροπον εἴρη‐ | |
35 | κεν, οἷον 〈α 1〉 ἄνδρα μοι ἔννεπε, Μοῦσα, πολύτροπον καὶ ἡ αἰτία, ὅτε φαμέν· «τίνα τρόπον ὕπνος [γὰρ] καὶ τίνα τρόπον ἀναπνοή;» καὶ ὁ ἐν φράσει, εἰς ὃν ἐμπίπτει ἥ τε μεταφορὰ καὶ τὰ λοιπὰ τῶν | |
τροπικῶν ὀνομάτων. | 456 | |
457 | Τρόποι δέ εἰσι πλείονες, γενικώτατοι μέντοι καὶ τάξιν ἔχοντες ιεʹ μεταφορά, κατάχρησις, συνεκδοχή, μετωνυμία, ἀλληγορία, ὑπερβολή, εἰρω‐ ν〈ε〉ία, αἴνιγμα, ὑπερβατόν, ἀντονομασία, ἀντίφρασις, μετάληψις, πεποι‐ ημένον, ὀνοματοποιία, σύλληψις. Εἰσὶν οὗτοι κοινοὶ μὲν καὶ τῆς ἡμε‐ | |
5 | τέρας συνηθείας, ἐπιπολάζουσι δὲ ἐν ποιητικῇ, διὸ καὶ ποιητικοὶ κέκλην‐ ται παρελήφθησαν δὲ αὐτῶν οἱ μὲν κόσμου χάριν, ὡς ἡ μεταφορά, οἱ δὲ τοῦ ἀναγκαίου, ὡς ἡ κατάχρησις. Ἅπαντες δὲ οἱ ποιητικοὶ τρόποι σὺν τοῖς ἀπαριθμηθεῖσίν εἰσιν κζʹ ἀλληγορία, μεταφορά, κατάχρησις, μετάληψις, ὑπερβατόν, ἀναστροφή, | |
10 | συνεκδοχή, ὀνοματοποιία, μετωνυμία, περίφρασις, πλεονασμός, παραπλή‐ ρωμα, ἔλλειψις, ὑπερβολή, εἰρωνεία, σαρκασμὸς ἤγουν χλεύη, ἀστεϊσμός, ἀντίφρασις, ἐναντίωσις, ἀντονομασία, ἀμφιβολία, σύλληψις, αἴνιγμα, ἐπαύ‐ ξησις, ἐξοχή, ὑστερολογία 〈καὶ σχῆμα〉. Ἀλληγορία ἐστὶ φράσις ἕτερον μέν τι δηλοῦσα, ἑτέρου δὲ ἔννοιαν | |
15 | παριστῶσα· τότε δὲ καταχρῶνται δεόντως τῇ ἀλληγορίᾳ, ὅταν ἢ δι’ εὐλά‐ βειαν ἢ δι’ αἰσχύνην οὐ δύνωνται φανερῶς ἀπαγγεῖλαι, ὡς Καλλίμαχος ἐν ἰάμβοις 〈fragm. 98a Sch〉 τὸ πῦρ, ὅπερ ἀνέκαυσας, πολλὴν πρόσω κέχρηκε φλόγα, ἴσχε δὲ δρόμον μαργοῦντος ἵππου· ταῦτα γὰρ οὐ κυρίως εἴρηται· οὐ γὰρ 〈περὶ〉 πυρὸς οὐδὲ ἱπποδρομίας ἐστὶ | |
20 | λόγος, ἀλλ’ ὥσπερ αἰδούμενος ἐκδηλοῦν ἤλεγξε τὴν ὑπερβολὴν τῆς θρασύτητος. Μεταφορά ἐστι λέξις ἀπὸ τοῦ κυρίως ὠνομασμένου ἐφ’ ἕτερον ὠνο‐ μασμένον μετενηνεγμένη [ἀπὸ τοῦ μὴ κυρίου ἐπὶ τὸ κύριον] ὁμοιώσεως ἢ ἐμφάσεως ἕνεκα· ὁμοιώσεως μέν, ὡς τὸ 〈Υ 59〉 πάντες δ’ ἐσ〈σ〉εί‐ | |
25 | οντο πόδες πολυπιδάκου Ἴδης· ὃν γὰρ οἱ πόδες ἔχουσιν ἐπὶ τοῦ σώματος λόγον, τοῦτον ἐπὶ τοῦ ὄρους ἡ ὑπώρεια· ἐμφάσεως δέ, ὡς τὸ 〈κ 112 seq〉 τὴν δὲ γυναῖκα Εὗρον ὅσην τ’ ὄρεος κορυφήν· μετα‐ φορικῶς γὰρ ὄρους κορυφὴν εἶπε, βουλόμενος ἐμφῆναι τὸ μέγεθος τῆς γυναικός. | |
30 | Ἔτι τῶν μεταφορῶν αἱ μὲν ἀπὸ πράξεως εἰς πρᾶξιν μεταφέρον‐ ται, αἱ δὲ ἀπὸ σώματος ἐπὶ [τὸ] σῶμα· ἀπὸ μὲν οὖν [τοῦ] σώματος ἐπὶ [τὸ] σῶμα, ὡς τὸ 〈Ζ 5〉 Αἴας δὲ πρῶτος Τελαμώνιος, ἕρκος Ἀχαιῶν ἀπὸ δὲ πράξεως εἰς πρᾶξιν, ὡς τὸ 〈Η 324. Ι 93〉 ὑφαίνειν ἤρχετο μῆτιν, ἀντὶ τοῦ κατασκευάζειν· πρᾶξις γὰρ καὶ τὸ ὑφαίνειν | |
35 | λαὶ τὸ βουλεύεσθαι. | 457 |
458 | Ἔτι τῶν μεταφορῶν αἱ μὲν ἀντιστρέφουσιν, αἱ δὲ οὔ· καὶ ἀντι‐ στρέφουσι μὲν αἱ τοιαῦται, 〈fr. epic. I p. 74 n. 12 K〉 φθέγξατο δ’ ἡνίο‐ χος νηὸς κυανοπρώροιο καὶ 〈ubi?〉 ἵππων κυβερνῆται· ἔχουσι γάρ τι μέσον πρὸς ἀλλήλους· ὁ μὲν γὰρ τὴν τῶν ἵππων ἐξιθύνει πο‐ | |
5 | ρείαν. ὁ δὲ τὴν τῶν νεῶν· οὐκ ἀντιστρέφουσι δὲ αἱ τοιαῦται, 〈κ 195〉 νῆσος, τὴν πέρι πόντος ἀπείριτος ἐστεφάνωται· ἐστεφανῶσθαι γὰρ εἴρηκε τὴν νῆσον, ἀντὶ τοῦ κύκλωθεν περιρρεῖσθαι, ὅπερ οὐκ 〈ἂν〉 ἀντιστέψας εἴποι, ὅτι ὁ στέφανος ἡμῶν κύκλῳ τὴν κεφαλὴν περιρρεῖ· τὸ γὰρ τοιοῦτον γελοῖον. | |
10 | Ἔτι τῶν μεταφορῶν αἱ μὲν ἀπὸ γένους ἐπὶ γένος μεταφέρονται, ὡς τὸ 〈δ 708 seq〉 νηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵ θ’ 〈ἁλὸσ〉 ἵπποι ἀνδράσι γίνονται, περόωσι δὲ πουλὺν ἐφ’ ὑγρήν· ἵππους μὲν εἴρηκε κατὰ μεταφορὰν τὰς ναῦς· ὥσπερ γὰρ ἐπὶ τῆς γῆς | |
15 | διὰ τῶν ἵππων ὀχούμεθα, οὕτως ἐπὶ τῆς θαλάττης διὰ τῶν νεῶν κου‐ φιζόμεθα ἀμφότερα δέ ἐστι γένη· τῶν μὲν γὰρ ἵππων ὁ μέν ἐστι λευ‐ κός, ὁ δὲ μέλας, ὁ δὲ ἄλλου τινὸς χρώματος, καὶ τῶν νεῶν ἡ μέν ἐστι τριήρης, ἡ δὲ στρογγύλη. Αἱ δὲ ἀπὸ εἴδους ἐπὶ εἶδος, ὡς τὸν ἀετὸν ἐπὶ τοῦ σκήπτρου τοῦ Διὸς κύνα Αἰσχύλος καλεῖ 〈Prom. 1022〉: εἴδη | |
20 | δὲ ὅ τε κύων καὶ ὁ ἀετὸς τοῦ ζῴου. Διαφέρει δὲ μεταφορὰ καταχρήσεως, ὅτι ἡ μὲν μεταφορὰ κατωνο‐ μασμένον ἔχει τὸ ἐφ’ ὃ μεταφέρεται, οἷον κορυφὴ ὄρους, τὸ γὰρ κύριον ἀκρώρεια ὄρους· ἡ δὲ κατάχρησις ἐπὶ ἀκατονομάστου τίθεται, ὡς ἐπὶ τῶν προκειμένων, «πυξὶς χαλκῆ» καὶ «ἀνδριὰς γυναικός»· καὶ ἐν μὲν τῇ | |
25 | μεταφορᾷ μεταφέρεται τὸ κύριον, ἐν δὲ τῇ καταχρήσει οὐκέτι. Τῶν δὲ μεταφορῶν εἴδη πέντε· αἱ μὲν γὰρ ἀπὸ ἐμψύχων ἐπὶ ἄψυχα, ὡς ἐπὶ τοῦ 〈Λ 574. Ο 317〉 ἐν γαίῃ ἵσταντο, λιλαιόμενα χροὸς ἆσαι· τῷ γὰρ δόρατι ἀψύχῳ ὄντι τὸ προθυμεῖσθαι παρέθηκεν, ὅπερ ἐστὶν ἐπὶ ἐμψύχων· αἱ δὲ ἀπὸ ἀψύχων ἐπὶ ἔμψυχα, ὡς τὸ 〈Α 599. | |
30 | θ 326〉 ἄσβεστος δ’ ἄρ’ ἐνῶρτο γέλως· τὸ γὰρ ἄσβεστον μετενήνε‐ κται ἀπὸ τοῦ πυρός, ὅπερ ἐστὶν ἄψυχον, ἐπὶ ἔμψυχον τὸν γέλωτα· αἱ δὲ ἀπὸ ἐμψύχων ἐπὶ ἔμψυχα, ὡς τὸ 〈ex gr. Β 85〉 ποιμένι λαῶν· καὶ γὰρ ἀμφότερα ἔμψυχα, ποιμὴν καὶ ὁ βασιλεύς· ὥσπερ γὰρ ὑποτέ‐ τακται τῷ ποιμένι τὰ ποίμνια, οὕτω τῷ βασιλεῖ οἱ ὄχλοι· αἱ δὲ ἀπὸ | |
35 | ἀψύχων ἐπὶ ἄψυχα, ὡς ἐπὶ τοῦ 〈ε 490〉 σπέρμα πυρὸς σῴζων· καὶ γὰρ ἀμφότερα ἄψυχα· 〈αἱ δὲ〉 ἀπὸ πράξεως ἐπὶ πρᾶξιν, ὡς ἐπὶ τοῦ | |
〈δ 739〉 εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας· τὸ γὰρ | 458 | |
459 | ὑφαίνειν κυρίως ἐπὶ τῶν ὑφασμάτων λέγεται, νῦν δὲ ἐπὶ κατασκευῇ βουλῆς ἐλέχθη. Τῶν δὲ μεταφορῶν αἱ μέν εἰσιν ἐμφάσεως δηλωτικαί, οὐ σῴζουσαι τὴν ὁμοιότητα, αἱ δὲ ὁμοῦ καὶ 〈τὴν ὁμοιότητα〉 καὶ τὴν ἔμφασιν. | |
5 | Κατάχρησίς ἐστι μέρος λόγου κυρίως καὶ ἑτοίμως κατονομασθέν, λεγόμενον ἐπί τινος ἑτέρου ἀκατονομάστου κατὰ τὸ οἰκεῖον, οἷον «πυξὶς χαλκῆ»· κυρίως γὰρ ἡ ἀπὸ ξύλων. Μετάληψίς ἐστι λέξις διὰ τῆς συνωνύμου τὴν ὁμώνυμον δηλοῦσα, οἷον 〈ο 299〉 νήσοισιν ἐπιπροέηκε θοῇσι· τὰς γὰρ ἀπὸ τοῦ σχήμα‐ | |
10 | τος μεταληπτικῶς νήσους θοὰς εἴρηκε· τὸ γὰρ θοός συνώνυμόν ἐστι, καὶ τοῦτο δὲ ὁμώνυμον· ὀφείλων γὰρ ὀξείαις εἰπεῖν εἶπε θοῇσιν, ἐπεὶ τὸ θοὸν σημαίνει καὶ τὸ ταχὺ καὶ τὸ ὀξύ. Ὑπερβατόν ἐστι φράσις ἀνὰ μέρος τὸ ἑξῆς ἔχουσα· γίνεται δὲ ἐν εἴδεσι δύο, εἴτε ἐν λέξει, οἷον 〈M 177〉 πάντῃ γὰρ περὶ τεῖχος ὀρώ‐ | |
15 | ρει θεσπιδαὲς πῦρ Λάϊνον· ἔστι δὲ καὶ ἐν συνθέτοις λέξεσιν, οἷον 〈α 8〉 νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο Ἤσθιον, ἀντὶ τοῦ κατήσθιον. Τὰ δὲ ἐν λόγῳ γινόμενα ἔχει οὕτως· 〈Β 333—335〉 ὣς ἔφατ’, Ἀργεῖοι δὲ μέγ’ ἴαχον· ἀμφὶ δὲ νῆες σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ’ Ἀχαιῶν· | |
20 | μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο· τὸ γὰρ ἑξῆς οὕτως· «ὣς ἔφατ’, Ἀργεῖοι δὲ μέγ’ ἴαχον μῦθον ἐναινή‐ σαντες». Ἔνιοι δὲ ἐν συλλαβῇ ὑπερβατὸν πεποιήκασιν, ὡς Σιμωνίδης ἐν ἐπιγράμμασιν 〈fr. 159 B4〉 Ἑρμῆν τόνδ’ ἀνέθηκε Δημήτριος ὄρ‐ θια δ’ οὐχὶ Ἐν προθύροις, ἀντὶ τοῦ «οὐκ ὄρθια». | |
25 | Ὑπερβατὸν γίνεται κατὰ τρόπους τέσσαρας· λέξει, λόγῳ, νοήματι, πράγματι· λέξει μὲν οὖν, ὡς τὸ 〈ρ 291〉 ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχε· τὸ γὰρ ἑξῆς «ἀνέσχε»· λόγῳ δέ, ὡς τὸ 〈Μ 177〉 πάντῃ 〈γὰρ〉 περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ Λάϊ‐ νον, ὡς καὶ Νεοπτόλεμος ἐξεδέξατο· νοήματι δέ, ὡς τὸ 〈Β 333—335〉 | |
30 | ὣς ἔφατ’, Ἀργεῖοι δὲ μέγ’ ἴαχον· ἀμφὶ δὲ νῆες σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ’ Ἀχαιῶν· μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο· 〈τὸ γὰρ ἑξῆς οὕτως· «ὣς ἔφατ’, Ἀργεῖοι δὲ μέγ’ ἴαχον μῦθον ἐπαινή‐ σαντες Ὀδυσσῆος θείοιο»〉, εἶτα «ἀμφὶ δὲ νῆες σμερδαλέον κονάβησαν | |
35 | ἀϋσάντων ὑπ’ Ἀχαιῶν»· πράγματι δέ, ὡς τὸ 〈μ 134〉 τὰς μὲν ἄρα θρέψασα 〈τεκοῦσά τε πότνια μήτηρ〉· τὰ δὲ τοιαῦτα οὔ φασιν εἶναι ὑπερβατά· τοὺς γὰρ συμπλεκτικοὺς συνδέσμους λέγουσι μὴ ἔχειν τάξιν. | |
Εἴδη δὲ τοῦ ὑπερβατοῦ δύο, ἀναστροφὴ καὶ ὑπεραρθρισμός. Ἀνα‐ | 459 | |
460 | στροφὴ μὲν οὖν ἐστι λέξις κατὰ μεταβολὴν τόνου ὑποτασσομένη λέξει, ἧς ὤφειλε προτάσσεσθαι, οἷον 〈Γ 2〉 Τρῶες μὲν κλαγγῇ τ’ ἐνοπῇ τ’ ἴσαν, ὄρνιθες ὥς, ἀντὶ τοῦ «ὡς ὄρνιθες». Γίνεται δὲ ἀναστροφὴ καὶ διὰ πλειόνων μερῶν τοῦ λόγου, ὡς παρὰ Σοφοκλεῖ ἐν Συνδείπνοις | |
5 | ἡ Θέτις πρὸς τὸν Ἀχιλλέα φησί· λείπουσα μὲν πόντιον χορὸν Νηρηΐδων ὤρουσα ὅτι μετὰ σέ, ἀντὶ τοῦ «πρὸς σὲ 〈ὤρουσα〉», καὶ παρ’ Ἡσιόδῳ .... Γίνεται δὲ ἀναστροφὴ ἐν τέτταρσι μέρεσι τοῦ λόγου, ἄρθρῳ, προθέσει, ἐπιρρήματι, συνδέσμῳ· ἄρθρῳ μέν, ὡς παρὰ τοῖς κωμι‐ κοῖς 〈ex. gr. Aristoph. Pac. 1332 seqq〉 Ὑμήν, Ὑμέναι’ ὦ, τὸ δὲ ἑξῆς | |
10 | ἐστιν «ὦ Ὑμέναιε»· προθέσει δέ, ὡς τὸ 〈Α 162〉 ᾧ ἔπι πόλλ’ ἐμό‐ γησα· ἐπιρρήματι δέ, ὡς τὸ 〈ν 243〉 οὐδὲ λίην λυπρή, «οὐ λυπρὰ» γὰρ «λίαν»· συνδέσμῳ δέ, ὡς τὸ 〈ubi?〉 Μασσαγέται καὶ μακρὰν ὀϊστεύοιεν ἐπ’ ἄνδρα, ἀντὶ τοῦ «καὶ Μασσαγέται». Ὑπεραρθρισμὸς δέ ἐστιν ἀπὸ τῆς προσηκούσης τάξεως· ἔστι δὲ αὐτοῦ ἀπάρτησις καὶ ὁμω‐ | |
15 | νύμως τῷ γένει προσαγορευόμενος ὑπεραρθρισμός· ἀπάρτησις μέν, ὅταν τὸ ἄρθρον μετὰ τοῦ συνδέσμου χωρίζηται, οἷον 〈Γ 8〉 οἱ δ’ ἄρ’ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοί, ἀντὶ τοῦ «οἱ δ’ Ἀχαιοί»· ὑπεραρθρι‐ σμὸς δέ ἐστιν, ὅταν ὁ σύνδεσμος μετὰ τοῦ ἄρθρου χωρίζηται .... καὶ πάλιν 〈Α 11〉 οὕνεκα τὸν Χρύσην ἠτίμης’ ἀρητῆρα, ἀντὶ τοῦ «τὸν | |
20 | ἀρητῆρα Χρύσην». Ἀναστροφή ἐστι λέξις, ἣν χρὴ προηγεῖσθαι τῆς σημαινομένης δια‐ νοίας, δευτέραν ἔχουσα τάξιν· ἔνιοι δὲ καὶ ἐπὶ πλειόνων λόγου μερῶν· ἐν μὲν προθέσει, ὡς τὸ 〈Α 162〉 ᾧ ἔπι πόλλ’ ἐμόγησα· ἐν δὲ ἐπιρ‐ ρήματι, ὡς τὸ 〈Γ 2〉 ὄρνιθες ὥς· ἐν δὲ συνδέσμῳ, 〈ν 242〉 ἤτοι μὲν | |
25 | τρηχεῖα καὶ οὐχ ἱππήλατος. Ταῦτα πρὸς μίαν ἀναστρέφεται λέξιν· ἄλλα δὲ πρὸς πλείονα μέρη λόγου τὴν ἀναστροφὴν ἴσχει, οἷον 〈Ω 254〉 Ἕκτορος ὠφέλετ’ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι· ἡ γὰρ ἀντὶ οὐκέτι μιᾷ ὑποτάσσεται, ἀλλὰ δυσὶ λέξεσι, καὶ τὸ ἑξῆς «ἀνθ’ Ἕκτορος ὠφέλετε». | |
30 | Συνεκδοχή ἐστι φράσις οὐ κατὰ τὸ πλῆρες ἐκφερομένη, προσδεομένη δέ τινος ἔξωθεν διανοίας. Ἔχει δὲ διαφορὰς τέσσαρας· καὶ γὰρ ἀπὸ μέρους τὸ ὅλον δηλοῖ, ὡς ἐπὶ τοῦ 〈ex gr. Α 55〉 λευκώλενος Ἥρη· ἀπὸ γὰρ τοῦ βραχίονος τὸ πᾶν σῶμα δηλοῖ· ἢ ἀπὸ τοῦ ὅλου τὸ μέρος, ὡς τὸ 〈Μ 137〉 βόας αὔας, ἀντὶ τοῦ βύρσας· ἀπὸ γὰρ τοῦ ὅλου τοῦ | |
35 | βοὸς ἐδήλωσε τὸ μέρος, ἤγουν τὸ δέρμα· ἀπὸ δὲ τοῦ συμβαίνοντος τὸ προηγούμενον, ὡς τὸ 〈μ 172〉 λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν· ἐκ τοῦ κωπηλατεῖσθαι γὰρ συμβαίνει λευκαίνεσθαι τὸ ὕδωρ· ἀπὸ 〈δὲ〉 | |
συμβόλου τὸ κύριον, 〈Ι 38〉 σκῆπτρον μέντοι δῶκε· ἀντὶ γὰρ τοῦ | 460 | |
461 | εἰπεῖν τὴν βασιλείαν εἶπε τὸ σύμβολον, δεικνὺς ἐκ τούτου τὸ κύριον, ἤγουν τὴν βασιλείαν. Ὀνοματοποιία ἐστὶ μέρος λόγου πεποιημένον κατὰ μίμησιν τῶν ἀποτελουμένων ἤχων, ὡς τὸ 〈Δ 125〉 λίγξε βιός. | |
5 | Μετωνυμία ἐστὶ μέρος λόγου ἐφ’ ἑτέρου μὲν κυρίως κείμενον, ἕτερον δὲ σημαῖνον κατὰ τὸ οἰκεῖον, οἷον 〈Β 426〉 ὑπείρεχον Ἡφαί‐ στοιο, ἀντὶ τοῦ πυρός, ὅπερ ἐστὶν οἰκεῖον τοῦ Ἡφαίστου. Περίφρασίς ἐστι φράσις διὰ τῆς αὐτοτελοῦς καὶ κυρίας λέξεως διὰ πλειόνων αὐτὸ τὸ κύριον δηλοῦσα, οἷον 〈Λ 690〉 βίη Ἡρακλείη. | |
10 | Πλεονασμός ἐστι φράσις ἐν αὑτῇ πλεονάζουσα, ἢ ὡς ἐνδέχεται κατὰ ἀναλογίαν· τῶν δὲ πλεονασμῶν ἃ μὲν μέτρου χάριν φράζονται, ἃ δὲ ἐμφάσεως· καὶ μέτρου μέν, οἷον Αἰνείαο, Πριάμοιο, λελάχωσι, ἐμφάσεως δὲ σημαντικὰ τὰ τοιαῦτα, δαρδάπτω, 〈ν 220〉 ἑρπύζων παρὰ θῖνα· τὸ〈ν〉 νωθρὸν ἐμφαίνει καὶ ἄστατον. | |
15 | Παραπλήρωμά ἐστι φράσις ἢ λέξις ἐκ περισσοῦ λαμβανομένη, ὡς τὸ 〈Β 493〉 ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας· ἡ γὰρ πρό παρέλκει. Ἔλλειψίς ἐστι φράσις οὐ κατὰ τὸ πλῆρες ἐκφερομένη, ἀλλὰ μιᾷ λέξει ἢ πλείοσιν ἐλλείπουσα, οἷον 〈ς 28〉 κόπτων ἀμφοτέρῃσι· λείπει | |
20 | χερσίν· ἔνιοι δὲ τὸν τρόπον τοῦτον προσυπακουόμενον καλοῦσιν. Ὑπερβολή ἐστι λόγος ὑπεραίρων ἐμφάσεως ἕνεκα τὸ ἀληθές, ὡς ἐπὶ τούτου 〈Υ 227〉 ἄκρον ἐπ’ ἀνθερίκων καρπὸν θέον οὐδὲ κα‐ τέκλων· εἰ μὲν οὖν μυθικῶς τις ἀκούοι τὸ τοιοῦτον, ἀκυρολογία φα‐ νήσεται, εἰ δὲ μή, ὑπαχθήσεται τῇ ὑπερβολῇ. | |
25 | Εἰρωνεία ἐστὶ φράσις τοῖς ῥητοῖς λεγομένη τοὐναντίον μεθ’ ὑπο‐ κρίσεως, οἷον 〈ρ 397〉 Ἀντίνο’, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἱοῦ. Σαρκασμός ἐστι 〈φράσισ〉 τοῖς ῥητοῖς λεγομένη τοὐναντίον μετὰ χλευασμοῦ, οἷον 〈χ 195 seq〉 νῦν μὲν 〈δὴ〉 μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις Εὐνῇ ἐνὶ μαλακῇ καταλέγμενος. | |
30 | Ἀστεϊσμός ἐστι φράσις διὰ τῶν ἐναντίων τὸ κρεῖττον ἠθικῶς ἐμ‐ φαίνουσα, οἷον εἴ τις πλούσιος ὢν πένης εἶναι λέγει, καὶ ἀγαθὸς φαῦ‐ λος· ἔνιοι δὲ τὸν ἀστεϊσμὸν ὡρίσαντο προσποίησιν εἶναι τῆς ἀληθείας. Ἀντίφρασίς ἐστι φράσις τοῖς κρείττοσι τοῦ παρισταμένου τὴν κακίαν ὅσον ἐφ’ ἑαυτῇ περιστέλλουσα, οἷον 〈ὅτε〉 πτωχὸν πλούσιον καλοῦμεν | |
35 | καὶ βόρβορον ὀχετόν. —Ἀντίφρασίς ἐστι λέξις διὰ τοῦ ἐναντίου τὸ ἐναντίον σημαίνουσα χωρὶς ὑποκρίσεως. Τίθεται δὲ ἤτοι κατ’ εὐφημι‐ σμὸν ἢ κατ’ ἐναντίωσιν· κατ’ εὐφημισμὸν μέν, ὅταν τὴν ἄκανθα〈ν〉 βάτον λέγωμεν, ἧς οὐκ ἔστιν ἐπιβῆναι, καὶ τὴν χολὴν γλυκεῖαν· κατ’ ἐναντίω‐ σιν δέ, ὡς τὸ 〈Α 330〉 οὐδ’ ἄρα 〈τώ γε〉 ἰδὼν γήθησεν Ἀχιλ〈λ〉εύς, | |
40 | ἀντὶ τοῦ ἠνιάθη | 461 |
462 | Ἐναντίωσίς ἐστι λέξις διὰ τῶν ἐναντίων τὸ ἐναντίον κατὰ ἀπο‐ βολὴν δηλοῦσα, ὡς τὸ 〈ex. gr. Ε 366〉 τὼ δ’ οὐκ ἄκοντε πετέσθην, ἀντὶ τοῦ ἑκόντε[ς]. Ἀντονομασία ἐστὶν ὄνομα ἐπιθετικόν, ὃ καὶ μόνον ἀντὶ κυρίου λαμ‐ | |
5 | βάνεται, οἷον 〈Θ 406〉 ὄφρ’ εἰδῇ γλαυκῶπις, ἀντὶ τοῦ ἡ Ἀθηνᾶ. — Καὶ ἄλλως. Ἀντονομασία ἐστὶ λέξις δι’ ἐπιθέτου ἢ διὰ συσσήμων ὄνομα ἴδιον ἢ προσηγορικὸν σημαίνουσα· δι’ ἐπιθέτου μὲν οὖν, οἷον 〈Α 122〉 Ἀτρείδη κύδιστε, ἀντὶ τοῦ Ἀγάμεμνον· διὰ δὲ συσσήμων, 〈Ν 154. Π 88〉 ἐρίγδουπος πόσις Ἥρης, καὶ 〈Α 9〉 Λητοῦς 〈καὶ〉 Διὸς | |
10 | υἱός. Ἀμφιβολία ἐστὶ φράσις δύο ἢ πλείονας ἐννοίας σημαίνουσα, οἷον 〈Σ 317〉 χεῖρας ἐπ’ ἀνδροφόνους θέμενος στήθεσ〈σ〉ιν ἑταί‐ ρου· ἄδηλον γάρ, πότερον τὰς τοῦ Πατρόκλου χεῖρας λέγει, ἢ τὰς τοῦ Ἀχιλλέως. | |
15 | Σύλληψίς ἐστι φράσις δυοῖν ὑποκειμένων πραγμάτων τὸ ἑτέρῳ πραχθὲν ἰδίᾳ κοινῶς παραλαμβάνουσα, οἷον Ὀδυσσεὺς λέγει τῷ Νέστορι 〈Κ 561〉 τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν, καίτοι τοῦ Διομή‐ δους μόνου αὐτὸν ἀνελόντος· τὸ μὲν ὑπόδειγμα τοῦ ἑνὸς ἔχει πρὸς ἕνα τὴν σύλληψιν. Ἄλλα δέ ἐστιν, ἃ συλλαμβάνει ἕνα πρὸς πολλούς, | |
20 | ὡς ἔχει τὰ ὑπὸ Θερσίτου λεγόμενα 〈Β 226—228〉 πολλαὶ 〈δὲ〉 γυ‐ ναῖκες Εἰσὶν ἐνὶ κλισίῃς 〈ἐξαίρετοι〉, ἅς τοι Ἀχαιοὶ Πρωτίστῳ δίδομεν· συγκαταριθμεῖ γὰρ ἑαυτὸν τοῖς ἀριστεύουσιν ἀσθενὴς ὤν. Αἴνιγμά ἐστι φράσις διάνοιαν ἀποκεκρυμμένην καὶ σύνθετον πειρω‐ μένη ποιεῖν, ὡς τὰ παρ’ Ἡσιόδῳ περὶ τῆς κύλικος λεγόμενα 〈Opp. 744〉 | |
25 | μηδέ ποτ’ οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθε. Ἐπαύξησίς ἐστι 〈φράσισ〉 κατὰ πρό〈σ〉θεσιν αὐξάνουσα τὸ σημαινό‐ μενον, ὡς ἔχει τὰ τοιαῦτα 〈η 36〉 τῶν νέες ὠκεῖαι ὡσεὶ πτερὸν ἠὲ νόημα· προστιθεὶς γὰρ τὸ ἑξῆς ηὔξησε τὸ σημαινόμενον. Ἐξοχή ἐστιν ὀνόματος διαστολὴ κατὰ διαφορὰν πρὸς τὰ ὅμοια, | |
30 | οἷον 〈Ν 1〉 Ζεὺς δ’ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα κατ’ ἐξοχὴν γὰρ αὐτὸν ἐδήλωσεν. Ὑστερολογία ἐστὶ μέρος λόγου, ὅταν ὃ πρῶτον δεῖ λέγειν ὕστερόν τις τάξῃ, [ὡς ὅταν εἴπωμεν] οἷον 〈Α 251〉 ἅμα τράφεν ἠδ’ ἐγένοντο. Σχῆμά ἐστι σολοικισμὸς ἀπολογίαν ἔχων, ὡς ὅταν εἴπωμεν «ὁ κύ‐ | |
35 | ριος Ἰωάννης, ὃν ὁ θεὸς ἐλεήσει, ἀγαθός ἐστιν». 〈Heliodori.〉 —Τρίτον γλωσσῶν τε καὶ ἱστοριῶν πρόχειρος | |
ἀπόδοσις.] Γλώσσας φησὶ τὰς διαλέκτους· διάλεκτοι δὲ πέντε. —Ἕλ‐ | 462 | |
463 | ληνος τοῦ Διὸς ἐγένοντο παῖδες τρεῖς, Αἴολος, Δῶρος, Ξοῦθος. Καὶ Αἰολεῖς μὲν ἀπὸ Αἰόλου ὠνομάσθησαν, Δωριεῖς δὲ ἀπὸ Δώρου. Ξούθου δὲ γίνονται παῖδες δύο, Ἴων καὶ Ἀχαιός, ἀφ’ ὧν οἱ Ἀθηναῖοι Ἴωνες ἐκλήθησαν· καὶ οἱ μὲν ὑπὸ Νηλέως τοῦ Κόδρου ἀποικισθέντες εἰς τὴν | |
5 | δωδεκάπολιν Ἰωνίαν ἐκάλεσαν τὴν χώραν ἣν κατειλήφεσαν, ὕστερον δὲ οἱ Ἀθηναῖοι Ἀττικοὶ ἐκλήθησαν, ὅτι ἡ χώρα αὐτῶν ἀκτή τις ἦν τὸ πρότερον. Δωριεῖς πρῶτον ἐκλήθησαν ὧν ἦρχε Δῶρος· ἦσαν δὲ πόλεις Κυτίνιον, Βοῖον, Ἐρινεόν· ὕστερον δὲ καὶ τὴν Πελοπόννησον ᾠκοδόμη‐ σαν διὰ τὸ συγκατάγειν τοῖς Ἡρακλείδαις· ἡγοῦντο δὲ αὐτῶν Δύμας | |
10 | τε καὶ Πάμφιλος οἱ Αἰγιμίου παῖδες. Ὠικίσθησαν δὲ ἐν Συρακούσαις ἔνιοι Δωριέων, Κορινθίου τινὸς Ἀρχίου κατοικίσαντος· καὶ γὰρ Κόρινθος Πελοποννήσου τυγχάνει. Καὶ Ῥόδιοι μετῴκισαν ἐξ Ἄργους, διὰ λιμὸν ἀναστάντες, καὶ Κρῆτες, ὡς Ὅμηρος 〈τ 176 seq〉 ἐν δὲ Κρῆτες μεγαλήτορες, ἐν δὲ Κύδωνες | |
15 | Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί· τὸ γὰρ τριχάϊκες οὕτω τινὲς ἐξεδέξαντο, ἐκ τριῶν ὁρμηθέντες πόλεων· ὥστε καὶ τοὺς Πελασγοὺς Δωριεῖς λέγεσθαι. Αἴολος δὲ καταδραμὼν εἰς τὴν Θετταλίαν πάντας ἐποίησεν Αἰολεῖς κληθῆναι· ἀπὸ δὲ τῆς τούτου θυγατρὸς παῖς γίνεται Βοιωτός, ἀφ’ οὗ Βοιωτοὶ ὠνομάσθησαν, τῇ χώρᾳ | |
20 | ἐγχρονίσαντες. Καὶ Λέσβιοι δὲ Αἰολεῖς εἰσι διὰ τὸ συναπῳκίσθαι εἰς ταύτην Ὀρέστην τὸν Ἀγαμέμνονος παῖδα. Ὁ δὲ Ἴων τῆς Ἀττικῆς ἐπικρατήσας ταύτην Ἰωνίαν ἐποίησε λέγεσθαι, πρότερον καλουμένην Ἀτ‐ τικήν· οἱ δ’ ἀποικίσαντες Ἰκάριον μετὰ Νηλέως τοῦ Κόδρου ἔτρεψαν μὲν τὴν ἰδίαν διάλεκτον, τὸ δὲ ὄνομα μέχρι τοῦ νῦν φυλάττουσιν. Τὴν δὲ | |
25 | κοινὴν ἀπὸ τῶν τεσσάρων λέγουσι πεποιῆσθαι, κακῶς· καὶ γὰρ Ὅμηρος 〈τοῖσ〉 τέτταρσι χρῆται, καὶ οὐ παρὰ τοῦτο κοινή ἐστιν αὐτοῦ ἡ διάλεκτος· τό τε γὰρ ἔρος καὶ ἄμμες Αἰολικόν· ἔστι δὲ καὶ τὸ ἐσσεῖται καὶ τὸ εἶ Δω‐ ρικόν· ἐπὶ τὸ πλεῖστον δὲ Αἰολικῷ χρῆται τύπῳ. Ταύτῃ 〈δὲ〉 οὔ φαμεν αὐτὸν κεχρῆσθαι. Τὸν αὐτὸν δὲ τρόπον οὐχὶ 〈εἰ〉 αἰολικῶς τινα ἢ δω‐ | |
30 | ρικῶς προφερόμεθα, εὐθέως ἂν γένοιτο κοινή. [Παραγγέλματα συντελοῦντα εἰς ὀρθογραφίαν. Περὶ τοῦ βάλλω βαλῶ, ἤγουν περὶ τῶν δύο λ καὶ μή. Βάλλω στέλλω τίλλω ἐπὶ ἐνεστῶτος μὲν διὰ δύο λ, ἐπὶ δὲ μέλλοντος δι’ ἑνός· ὥσπερ καὶ τὸ βάλλων, καὶ πάλιν βαλών ἔβαλον, ἀντὶ τοῦ ἔτρωσα. Καὶ ὡς εἴπωμέν | |
35 | σοι περὶ τούτου σαφέστερον, ὅταν τὸ πολλάκις ὑποφαίνηται ἐν τοιούτῳ ῥήματι, οἷον | 463 |
464 | βάλλω, ἀντὶ τοῦ τιτρώσκω πολλάκις, διὰ δύο λ ἐκφέρεται· ὅταν δὲ τὸ ἅπαξ ὑπο‐ φαίνηται, οἷον ἔβαλον ἀντὶ τοῦ ἔτρωσα, ἅπαξ δηλονότι, δι’ ἑνὸς λ γράφεται· οὕτως καὶ βάλω ἀντὶ τοῦ βαλῶ, ἤτοι τρώσω ἅπαξ· ὁμοίως καὶ τὸ στέλλω ἔστελλον, στελῶ δὲ καὶ στείλω, τίλλω ἤτοι κόπτω, τιλῶ δὲ ἀντὶ τοῦ κόψω, καὶ ἔτιλον ἀντὶ τοῦ | |
5 | ἔκοψα, ἅπαξ δηλονότι, καὶ τὰ τοιαῦτα.] | |
6t | Περὶ διαλέκτων εἰς πλάτος. Περὶ Ἀτθίδος | |
7 | Ἡ Ἀτθὶς τρέπει τὸ ς πῇ μὲν εἰς τ, οἷον θάλαττα, πῇ δὲ εἰς ξ, οἷον ξυμφορά. —Ἀεὶ τὰς εἰς εις πληθυντικὰς εὐθείας ἀπὸ τῶν εἰς ευς ἀρσενικῶν γινομένας διὰ τοῦ η προφέρουσιν, οἷον βασιλῆς. —Τὰ εἰς | |
10 | αος λήγοντα ἀρσενικὰ διὰ τοῦ εως προφέρουσιν, οἷον Μενέλεως. —Τὸ ι ταῖς λέξεσι προστίθεται, οἷον νυνί. —Τὰ εἰς ευς ὀνόματα διὰ τοῦ ω ἐπὶ γενικῆς ἐκφέρεται, οἷον Πηλέως. —Αἱ συναλοιφαὶ Ἀττικῶν εἰσιν ἴδιαι, οἷον τὠμῷ. —Αἱ ἐξαιρέσεις τοῦ ι Ἀττικῶν εἰσι καὶ Δωριέων καὶ Αἰολέων, οἷον ἕταρος. —Αἱ παραλήψεις τῶν κλητικῶν ἀντὶ τῶν εὐθειῶν | |
15 | Ἀττικῶν εἰσιν, οἷον νεφεληγερέτα Ζεύς, ἀντὶ τοῦ νεφεληγερέτης. — Αἱ ἐλλείψεις τῶν μερῶν τοῦ λόγου Ἀττικῶν εἰσι καὶ Δωριέων καὶ Ἰώνων, οἷον 〈ς 28〉 κόπτων ἀμφοτέρῃσι· λείπει τὸ χερσίν. —Αἱ παραλήψεις τῶν αἰτιατικῶν πτώσεων ἀντὶ γενικῶν Ἀττικῶν εἰσιν, ὡς τὸ 〈Α 275〉 μήτε σὺ τόνδ’, ἀγαθός περ ἐών, ἀποαίρεο κού‐ | |
20 | ρην, ἀντὶ τοῦ 〈τοῦ〉 ἀφαιροῦ. —Ἀεὶ παθητικοῖς ῥήμασιν ἀντὶ ἐνεργη‐ τικῶν χρῆται, οἷον γράφομαι ἀντὶ τοῦ γράφω. —Τὰ εἰς ως ἐπιρρήματα τῆς μεσότητος εἰς ον περατοῖ, ὀνόμασι γὰρ ἀντὶ ῥημάτων χρῆται, οἷον δέον ἀντὶ τοῦ δεόντως. —Τὰς εἰς ες ληγούσας εὐθείας τῶν συγκριτι‐ κῶν εἰς ους περατοῖ, οἷον μείζους. —Ταῖς συναλοιφαῖς ἀεὶ κατακόρως | |
25 | χρῆται, οἷον τοὔλαιον. —Ἀδιαιρέτους τινὰς τῶν λέξεων προφέρεται, οἷον πατρῷος ἀντὶ τοῦ πατρώϊος. —Τῷ ς ἀντὶ τοῦ ρ χρῆται, οἷον θαρσαλέος ἀντὶ τοῦ θαρραλέος. —Τῷ υ ἀντὶ τοῦ ε χρῆται, οἷον τοὔν‐ δυμα. —Εὐθείαις ἀντὶ κλητικῶν χρῆται, οἷον ὦ φίλος ἀντὶ τοῦ ὦ φίλε. —Ὑπερθετικοῖς ἀντὶ συγκριτικῶν πολλάκις χρῆται, οἷον ἀντὶ τοῦ εἰπεῖν | |
30 | «θηριωδέστερος πάντων» λέγει «θηριωδέστατος». —Τὸ ε τρέπει εἰς τὸ η, οἷον ἠδυνάμην ἀντὶ τοῦ ἐδυνάμην. Ἐκ τῶν συντελούντων εἰς ὀρθογραφίαν παραγγελμάτων. Περὶ τῆς μεταβολῆς τοῦ ν τοῦ ἐν ταῖς προθέσεσι τῇ ἔν καὶ τῇ σύν. Αἱ προθέσεις, αἵ τε ἄλλαι καὶ ἡ ἐν καὶ ἡ σύν, μετὰ τῶν ὀνομάτων ἐν συνθέσει | |
35 | εἰσὶν ἢ ἐν παραθέσει. Καὶ παράθεσις μέν ἐστιν, ὅταν ἡ πρόθεσις καὶ τὸ ὄνομα ὡς δύο μέρη λόγου λαμβάνωνται, οἷον ἐν καιρῷ, σὺν καιρῷ· σύνθεσις δέ, ὅταν ἡ πρό‐ | |
θεσις μετὰ ὀνόματος ἢ ῥήματος ἢ ἐπιρρήματος ὡς ἓν μέρος λόγου λαμβάνηται, οἷον | 464 | |
465 | ἔγκαιρον σύγχρονον. Ὅταν μὲν οὖν ἐν παραθέσει ὦσιν αἱ δύο αὗται προθέσεις συμ‐ φώνου ἐπαγομένου, τὸ ν φυλάττουσιν, 〈οἷον〉 ἐν καιρῷ, σὺν καιρῷ, ἐν πόνῳ, σὺν πόνῳ· ὅταν δὲ ἐν συνθέσει ὦσιν, ἀμείβουσι τὸ ν ποικίλως, ὡς μάθῃς· ἤγουν πρὸς τρία ἀμετάβολα, λ μ [ν] ρ, ἐὰν ἐπάγωνται ταῦτα, οἷον ἐλλέγω συλλέγω, ἔμμονος | |
5 | σύμμονος, ἔρροπος σύρροπος. Μεταβάλλουσι δὲ εἰς μ πάλιν, ἐπαγομένων καὶ τῶν ὁμο‐ φώνων τῷ μ συμφώνων, τῶν ἐκφωνουμένων δηλαδὴ ἄκροις τοῖς χείλεσιν ὁμοίως τῷ μ, ἤτοι τοῦ β π φ ψ, οἷον ἐμβαίνω συμβαίνω, ἔμπονος σύμπονος, ἔμφωνον σύμφωνον, ἔμψηφος σύμψηφος. Μεταβάλλουσι δὲ εἰς γ, 〈τοῦ γ〉 ἐπαγομένου, οἷον ἔγγονος σύγγονος· ὡσαύτως καὶ τῶν ὁμοφώνων τῷ γ ἐπαγομένων, τῶν ἐκφωνουμένων δη‐ | |
10 | λαδὴ ἔνδον ἀπὸ τοῦ λάρυγγος ὁμοίως τῷ γ, ἤτοι τοῦ κ ξ χ, οἷον ἐγκαλῶ συγκαλῶ, ἔγξιφος σύγξιφος, ἐγχέω συγχέω. Τοῦ ς δὲ ἐπαγομένου ἐν μὲν τῇ ἔν προθέσει ἐφυλάχθη τὸ ν, ἐν δὲ τῇ σύν μετέβαλεν εἰς ς, οἷον ἔνσαρκος ἔνσωμος, σύσσαρκος σύσσωμος· ἔχει δὲ ἀπολογίαν τὸ ἀμετάβλητον τῆς ἔν, ἵνα μὴ δόξῃ ἔς πρόθεσις. Τελευτῶντος πολλάκις ὀρδίνου ἐν ταῖς γραφαῖς ἀνάγκη ἐστὶ διαιρεῖσθαι λέξιν. | |
15 | Διαιρήσεις οὖν ταύτην, μόνον φυλαττόμενος τὸ μή〈πο〉τε τὴν ἔχουσαν τὸν τόνον συλλαβὴν εἰς τὴν ἀρχὴν τοῦ ἐπιφερομένου ὀρδίνου τιθέναι· οἷον Ἀλέξιος οὐ τὸ λε δεῖ εἰς τὴν ἀρχὴν τοῦ ἐπιφερομένου ὀρδίνου τιθέναι, οἷον Ἀλέξιος τὸ έ, καὶ Ἰσαά‐ κιος 〈οὐ〉 τὸ α, ἀλλὰ τὸ ά θεὶς τελευταῖον ἐν τῷ ἄνωθεν ὀρδίνῳ ἄρξῃ ἐν τῷ ἑτέρῳ ἀπὸ τοῦ κι· εἰ γὰρ ἀπὸ τοῦ α ἄρξῃ ἢ ἀπὸ τοῦ ος, ὀφείλεται δῆθεν τούτοις καὶ | |
20 | πνεῦμα, ὡς φωνήεσιν· εἰ δὲ ἀπὸ τῆς ἐντόνου πάλιν συλλαβῆς ἄρξῃ ἐν τῷ ἐπαγο‐ μένῳ ὀρδίνῳ, ἀναγνωσθήσεται τάχα λέξιος ἤ τι τοιοῦτον, ὅπερ παράλογον. Διὰ ταῦτα τήρει τὸ παράγγελμα, καὶ ὀρθογραφήσεις. Κεράννυται, σβέννυται τὸ ἓν ν ἐν τέλει τοῦ ὀρδίνου, ἐὰν διαιρῇς, τὸ δὲ ἕτε‐ ρον ἐν τῇ ἀρχῇ τοῦ ἐπαγομένου ὀρδίνου· ὡσαύτως καὶ ἐπὶ τῶν δύο ρ καὶ κ καὶ | |
25 | λοιπῶν τοιούτων. Πέφυκε διαιρεῖσθαι καὶ τὸ σταθμησάμενος καὶ τὸ Σαπφικόν καὶ τὰ τοιαῦτα, ἀλλ’ ἐκεῖθεν τὸ ἓν σύμφωνον καὶ ἔνθεν τὸ ἕτερον, διὰ τὸ μηδέποτε λέξιν ἄρχεσθαι ἀπὸ τοῦ θμ ἢ ἀπὸ τοῦ πφ, ὥστε οὐδὲ ὁ ὄρδινος ἐκ τούτων ἄρξεται ἐν τῇ διατομῇ τῆς λέξεως, καὶ ὅτι διῃρημένως ἀναγινώσκονται σταθ—μός, Σαπ—φικόν. Οὕτω καὶ τὰ ὅμοια διαιρῶν καὶ γράφων ὀρθογραφήσεις. | |
30 | Περὶ μονοσυλλάβου συνδέσμου. —Μονοσύλλαβον σύνδεσμον, μέν δέ τέ γάρ, μηδέποτε γράψῃς ἐν ἀρχῇ ὀρδίνου· ὡσαύτως καὶ τὸ οὖν γοῦν δή καὶ τὰ τοιαῦτα. | |
32t | Περὶ τοῦ ἐφελκυστικοῦ ν, | |
33t | ἤγουν τοῦ τιθεμένου ἐν συνεπείᾳ λόγου διὰ τὸ ἀχασμώδητον. | |
34 | Ἐν τοῖς ὀνόμασιν ἐφέλκονται τὸ ν αἱ δοτικαὶ τῶν πληθυντικῶν καὶ τῶν ὀνο‐ | |
35 | μάτων καὶ τῶν μετοχῶν φωνήεντος ἐπαγομένου, οἷον «τοῖς Αἴασιν ἔδωκα, ταῖς φιλότησιν εὐφραίνομαι, τοῖς βήμασιν ἐμπεριπατῶ, τοῖς τύψασιν ἐμωλωπίσθην» καὶ τὰ τοιαῦτα· συμφώνου δὲ ἐπαγομένου οὐ γράφεται τὸ ν, «τοῖς Αἴασι δέδωκα, τοῖς τύπτουσι μωλωπίζομαι». —Καὶ ἐν ἀντωνυμίαις ἐφελκυστικὸν τὸ ν, σφίσιν· ὁμοίως καὶ σφῶϊν· ὡσαύτως καὶ νῶϊν ἀντὶ τοῦ ἡμῖν πάντοτε μετὰ τοῦ ν. —Ἐν τοῖς ῥή‐ | |
40 | μασι δὲ τρίτα πρόσωπα ἑνικῶν καὶ πληθυντικῶν ἐν τοῖς ὀφειλομένοις χρόνοις ἐφέλ‐ κονται τὸ ν, «ἔτυψεν ἐκεῖνος, ἔτυπτεν οὗτος, τύπτουσιν ἄλλοι, τύψουσιν ἕτεροι» καὶ τὰ τοιαῦτα· καὶ ἐν τοῖς Ἀττικοῖς τρίτα τῶν ἑνικῶν, «γράψειεν οὖτος, ἀναγνώσειεν ἐκεῖνος». —Τινὲς δὲ ἐν τοῖς ἐπιρρήμασι, τῷ ἄνωθεν κάτωθεν οὐρανόθεν γῆθεν καὶ | |
τοῖς ὁμοίοις, ἐφελκυστικὸν λαμβάνουσι τὸ ν· ὅθεν καὶ συμφώνου ἐπαγομένου οὐ | 465 | |
466 | γράφουσιν αὐτό, «οὐρανόθε τὸ φῶς, γῆθε τὰ ἄνθη»· ἡ δὲ συνήθεια πάντοτε μετὰ τοῦ ν τὰ τοιαῦτα γράφει. | |
3t | Περὶ ἐγκλινομένων. | |
4 | Ἐγκλίνονται ἤγουν ἀναβιβάζουσι τὸν τόνον [ὅτε καλεῖ ἀπὸ] τῶν τοῦ λόγου | |
5 | μερῶν πέντε, ὀνόματα, ῥήματα, ἀντωνυμίαι, ἐπιρρήματα καὶ σύνδεσμοι. Ὄνομα ἤτοι ὡς ὄνομα τὸ τίς καὶ αἱ τούτου πτώσεις καὶ οἱ ἀριθμοί, καὶ τὸ οὐδέτερον τί, οἷον «οἶκός τις, ἔμαθόν τινος, ἦλθόν τινες, ἤκουσά τινων, ἔπαθόν τι», καὶ τὰ ἰσοδυνα‐ μοῦντα τούτοις, τὸ τοῦ καὶ τὸ τῷ, «ἤκουσά του, δέδωκά τῳ» καὶ τὰ τοιαῦτα. Ῥή‐ ματα τὸ εἰμί φημί, «ἁμαρτωλός εἰμι, ἐγώ φημι»· τὸ δεύτερον φῄς ἀνέγκλιτον, τὸ | |
10 | τρίτον φησίν ἐγκλίνεται, «αὐτός φησι», καὶ τὰ πληθυντικά, «αὐτοί φαμεν, τί φατε, τί φασιν»· καὶ τὰ πληθυντικὰ τοῦ εἰμί, «ἄνθρωποί ἐσμεν, ἄνθρωποί ἐστε, ἄνθρωποί εἰσιν». Καὶ τῶν ἀντωνυμιῶν ἐκεῖναι, «ἔδωκάς μοι, ἔτυψάς με, ἤκουσά σου, παρεῖχόν σοι», 〈Π 829. Φ 121〉 καί οἱ ἐπευχόμενος, 〈ex. gr. Α 201〉 καί μιν φωνήσας· μετὰ δὲ τοῦ ἕνεκα τὸν οἰκεῖον τόνον φυλάττουσι ταῦτα, «ἕνεκα σοῦ, ἕνεκα ἐμοῦ», | |
15 | καὶ μετὰ προθέσεως, «περὶ σοῦ, διὰ σέ» καὶ τὰ τοιαῦτα. Ἐπίρρημα τὸ ποτέ, οἷον «σύ ποτε, ἐγώ ποτε», καὶ τὸ ποθέν, οἷον «ἦλθέ ποθεν», καὶ τὸ πῶς πῇ ποῦ [καὶ] τὰ ὡς ἐπιρρήματα, «ἦλθέ πως, ἀπῆλθέ που, ἀνεχώρησέ πῃ». Σύνδεσμοι δὲ ἐγκλί‐ νονται μέν δέ τέ γάρ, οἷον «ἐγώ μεν, σύ δε, αὐτός τε, ἄλλός γαρ» καὶ τὰ τοιαῦτα. Ἐκεῖνο δὲ παραφυλακτέον, ὅτι ἐὰν σπονδειακὴ πρόκειται λέξις, ἤγουν δισύλλαβος | |
20 | μακρὰς ἔχουσα καὶ τὰς δύο, ἐπιφέρηται δὲ ἐγκλινομένη δισύλλαβος, τὸν ἴδιον φυ‐ λάττει τόνον, οἷον «ἤδη φαμέν, οὕτως ἐστίν, οὕτω ποτέ» καὶ τὰ ὅμοια.] | |
22t | Περὶ Αἰολίδος. | |
23 | Τὸ β τῷ ρ προσνέμει, ὅταν τῷ ρ ἐπιφέρηται κ ἢ τ ἢ δ, οἷον βρυτήρ βράκος βρόδον. —Τὰς ἀπὸ τῶν εἰς αι εὐθειῶν γενικὰς διὰ τοῦ | |
25 | αω προφέρει, οἷον Μουσάων. —Αἱ συγκοπαὶ Αἰολέων εἰσὶν ἴδιαι· γί‐ νονται δὲ κατὰ τὸ μέσον. —Αἱ προ〈σ〉θέσεις τῆς θα ἐπὶ τῶν ὑποτακτι‐ κῶν ῥημάτων βʹ προσώπων Αἰολέων εἰσίν, οἷον εἴπῃσθα. —Αἱ προ‐ 〈σ〉θέσεις τοῦ υ τῷ ε ἐπιφερομένου φωνήεντος Αἰολέων εἰσίν, οἷον χεύαντες. —Τὰ εἰς αις μονοσύλλαβα ὀνόματα διαιρεῖ, οἷον πάϊς. — | |
30 | Τῷ ω ἀντὶ τοῦ ου χρῆται, οἷον Μῶσα. —Τῷ υ ἀντὶ τοῦ ο χρῆται, οἷον ὕμοιον. —Τῷ η ἀντὶ τῆς ει διφθόγγου χρῆται, οἷον ἐλθῆν. — Τῷ π ἀντὶ τοῦ μ χρῆται, οἷον ὄππατα ἀντὶ τοῦ ὄμματα. —Τῆς δευ‐ τέρας συζυγίας τῶν περισπωμένων τὸ ι ἐπὶ δευτέρου καὶ τρίτου προ‐ σώπου ἀνεκφώνητον ὂν ταῖς ἄλλαις διαλέκτοις ἐκφωνεῖται, οἷον βοάϊς. | |
35 | —Τὰς κλητικὰς τῶν εἰς ων ληγόντων συστέλλει, οἷον 〈ὦ〉 χελιδόν. — Ἀεὶ τῆς αι διφθόγγου τὸ ι ἐκβάλλει, ὅταν αὐτῇ ἐπιφέρηται φωνῆεν, οἷον ἄρχαος. | |
38t | Περὶ Δωρίδος. | |
39 | Ἡ Δωρὶς τῷ α ἀντὶ τοῦ η χρῆται, οἷον ἁμέρα. —Τῷ α ἀντὶ τοῦ | |
40 | ω χρῆται, οἷον Ἀτρειδᾶν. —Τὰς εἰς ους ληγούσας γενικὰς τὰς ἀπὸ | 466 |
467 | τῶν εἰς ος εὐθειῶν γινομένας εἰς ευς τρέπει, οἷον 〈Θ 368〉 ἐξ Ἐρέ‐ βευς. —Τῷ ω ἀντὶ τοῦ ου χρῆται, οἷον Μῶσα. —Τῷ η στοιχείῳ ἀντὶ τῆς ει διφθόγγου χρῆται, οἷον λαβῆν. —Τῷ ς ἀντὶ τοῦ θ χρῆ‐ ται, οἷον σεός ἀντὶ τοῦ θεός. —Τῶν λήξεων ἀεὶ τὸ ι ὑπεξαιρεῖ, οἷον | |
5 | λαβέν. —Ἐπὶ διπλασιασμοῦ τῷ αὐτῷ συμφώνῳ χρῆται, οἷον ὅττι καὶ ὁππόθι καὶ ὅσσον. —Αἱ ἐκτάσεις τῶν διχρόνων ἴδιαι τῆς Δωρίδος, οἷον ἶσος. —Αἱ ἀποκοπαὶ Δωριέων εἰσί, γίνονται δὲ κατὰ τὸ τέλος, οἷον 〈ex. gr. Η 363〉 ἡμέτερον δῶ. —Αἱ προσθέσεις τῆς με συλλαβῆς ἐπὶ τῶν παρ’ ἡμῖν εἰς 〈ν〉αι ληγόντων ἀπαρεμφάτων Δωριέων εἰσίν, οἷον | |
10 | βήμεναι. —Αἱ ἐξαιρέσεις τοῦ δ ἐπὶ τῶν γενικῶν πτώσεων ἑνικῶν Δω‐ ριέων εἰσίν, οἷον Πάριος κέραος. | |
12t | Περὶ Ἰάδος. | |
13 | Τὰ εἰς ας λήγοντα ὀνόματα εἰς ης τρέπει, εἰ μὴ ὦσι Δώρια, οἷον Ἑρμείης. —Πᾶν εἰς ης λῆγον, οὗ ἡ γενικὴ εἰς ου περατοῦται, | |
15 | παρ’ Ἴωσιν εἰς εω λήγει, οἷον Ἀτρείδεω. —Τὰ εἰς ης, ὧν ἡ γενικὴ εἰς ους, διὰ τοῦ εος προφέρεται, οἷον Δημοσθένεος· τὴν δὲ αἰτιατικὴν εἰς εα ποιεῖ, οἷον Δημοσθένεα. —Τὰς εἰς ους ληγούσας γενικὰς τὰς ἀπὸ τῶν εἰς ες εὐθειῶν οὐδετέρων γινομένας διαιρεῖ, οἷον εὐσεβέος. — Πᾶσα εὐθεῖα εἰς ευς λήγουσα διὰ τοῦ ηος ἐκφέρεται ἐπὶ γενικῆς, οἷον | |
20 | Ὀδυσσῆος. —Πάσης εὐθείας οὐδετέρου εἰς ος ληγούσης εἰς εος ποιεῖ τὴν γενικήν, οἷον πλήθεος. —Τὰς εἰς εις εὐθείας πληθυντικὰς τὰς ἀπὸ τῶν εἰς ευς ἑνικῶν γινομένας διὰ τοῦ ηες προφέρεται, οἷον βασιλῆες. —Τὰς εἰς αι εὐθείας πληθυντικὰς διαιρεῖ διὰ τοῦ εων ἐπὶ γενικῆς, οἷον πυλέων. —Πᾶσα δοτικὴ πληθυντικὴ εἰς αις λήγουσα μεταβάλλει | |
25 | τὸ α εἰς η ἐπὶ τῆς Ἰάδος προσγραφομένου τοῦ ι, οἷον νύμφῃσι. —Τὰς εἰς α εὐθείας εἰς η τρέπει, οἷον Ἥρη. —Τὰ εἰς ω λήγοντα θηλυκὰ ἐπὶ τῆς αἰτιατικῆς εἰς ουν περατοῖ, οἷον Λητοῦν. —Τὸ ει ἐνίων λέ‐ ξεων διαιρεῖται, τὸ γὰρ πονεῖσθαι πονέεσθαι λέγει. —Τὰ εἰς ις λήγοντα θηλυκὰ οὐδέποτε διὰ τοῦ ω κλίνει, ἀλλὰ διὰ τοῦ ο, οἷον εὑρέσιος. — | |
30 | Μετάθεσιν στοιχείων ποιεῖται, οἷον κραδίη. —Αἱ ἐπαναδιπλώσεις Ἰώνων εἰσίν, οἷον 〈λελάχωσι. —Ἀσυναίρετος ἡ δοτικὴ τῶν ἑνικῶν ἐκφέρεται, οἷον〉 βέλεϊ. —Αἱ ἀναστροφαὶ καὶ τὰ ὑπερβατὰ Ἰώνων εἰσίν, οἷον 〈Α 230〉 δῶρ’ ἀποαιρεῖσθαι, ἀντὶ τοῦ ἀφαιρεῖσθαι (sic): ὑπερβατὰ δὲ ταῦτα | |
〈α 8〉 νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο Ἤσθιον, ἀντὶ | 467 | |
468 | τοῦ κατήσθιον. —Αἱ ἐξαιρέσεις τοῦ ι ἐκ τῆς ει διφθόγγου Ἰώνων εἰσίν, οἷον Ἑκτόρεος χιτών. —Αἱ διαιρέσεις τῶν εἰς ως ἐπιρρημάτων τῶν ἀρσενικῶν εἰς ης ληγόντων καὶ τῶν οὐδετέρων εἰς ες Ἰώνων εἰσίν, οἷον ἀτρεκέως ἀντὶ τοῦ ἀτρεκῶς. —Αἱ ἀπὸ τῶν αὐτῶν στοιχείων ἐπί τε | |
5 | ἐνεστῶτος καὶ παρεληλυθότος προφοραὶ Ἰώνων εἰσίν, οἷον τύπτεν. — Τὰς εἰς εις ληγούσας εὐθείας πληθυντικὰς διαιρεῖ πάντοτε· καὶ ἀπὸ μὲν τῶν εἰς ευς οὔσας διὰ τοῦ η προφέρεται, οἷον βασιλῆες, ἀπὸ δὲ τῶν εἰς ης διὰ τοῦ ε, οἷον ἀληθέες. —Αἱ προ〈σ〉θέσεις τοῦ ι τῷ ε ἐπι‐ φερομένων φωνηέντων ἢ ἑνὸς τῶν ἀμεταβόλων 〈Ἰώνων εἰσίν〉, οἷον | |
10 | 〈Γ 376〉 κεινή. —Ἡ ἐναλλαγὴ τῆς οι διφθόγγου εἰς τὴν ες συλλαβὴν Ἰώνων ἐστίν, οἷον ἐρίηρες ἀντὶ τοῦ ἐρίηροι. —Τὰ εἰς η πληθυντικὰ οὐδέτερα διαιρεῖ εἰς εα, οἷον τείχεα βέλεα, καὶ τὰς γενικάς, οἷον τει‐ χέων. —Ἀεὶ τὸ υ ταῖς λέξεσι προστίθησι 〈ταῖς ἐχούσαις τὸ ο〉, οἷον νοῦσος. —Τὸ διττὸν σς εἰς ξ τρέπει, οἷον διξά ἀντὶ τοῦ δισσά. —Τῶν | |
15 | λέξεων ἐξαιρεῖ τὸ ι πολλάκις, οἷον ἀπόδεξις. —Τῶν μετοχῶν τὰς πα‐ θητικὰς τὰς εἰς ος ληγούσας διαιρεῖ, οἷον μαχεόμενος. —Τὰς εἰς ων ληγούσας μετοχὰς τὰς ἀπὸ τῆς πρώτης συζυγίας τῶν περισπωμένων γενομένας, ὧν ἐπὶ δευτέρου προσώπου προστακτικὸν εἰς ει λήγει, διαιρεῖ, οἷον φρονέων, ἔστι γὰρ φρόνει τὸ προστακτικόν. —Καὶ τὰ ἀπὸ τῶν | |
20 | ῥημάτων διαιρεῖ· οὐ γὰρ θέλει διαιρεῖσθαι· ὅμως δὲ ἃ διαιρεῖ σπάνιά εἰσι (sic). —Τοῖς ἄρθροις τοῖς προτακτικοῖς ἀντὶ τῶν ὑποτακτικῶν χρῆται, οἷον τὴν θέλω 〈ἀντὶ τοῦ〉 ἣν θέλω. —Τῷ κ ἀντὶ τοῦ π χρῆται ἀεί, οἷον ὁκοία. —Τῷ ω ἀντὶ τοῦ α χρῆται, οἷον ὤνθρωπος. —Τῷ ω ἀντὶ τῆς αυ διφθόγγου κέχρηται, οἷον θῶμα ἀντὶ τοῦ θαῦμα. —Αἱ | |
25 | τμήσεις Ἰώνων εἰσίν, οἷον Πέλοπος νῆσον ἀντὶ τοῦ Πελοπόννησον. — Αἱ παραλήψεις τῶν ἀπαρεμφάτων ἀντὶ τῶν προστακτικῶν Ἰώνων εἰσίν, οἷον 〈Δ 64〉 Ἀθηναίῃ ἐπιτεῖλαι, ἀντὶ τοῦ ἐπίτειλον. —Αἱ παρα‐ λήψεις τῶν εὐθειῶν πτώσεων ἀντὶ γενικῆς Ἰώνων εἰσίν, οἷον 〈μ 73〉 οἱ δὲ δύο σκόπελοι, ἀντὶ τοῦ «τῶν δύο σκοπέλων». —Αἱ ἐναλλαγαὶ | |
30 | τοῦ η εἰς α βραχὺ Ἰώνων 〈εἰσίν〉, οἷον μεμακυῖα ἄπλατος. —Αἱ ἐναλ‐ λαγαὶ τοῦ α εἰς η Ἰώνων εἰσίν, οἷον ἦρα ἀντὶ τοῦ ἄρα. —Αἱ ἐναλ‐ λαγαὶ τοῦ βραχέος α εἰς η τῶν νεωτέρων Ἰώνων ἐστίν, οἷον ἀληθείην ἀντὶ τοῦ ἀλήθειαν. —Αἱ κατ’ ἀρχὴν ἀφαιρέσεις Ἰώνων εἰσίν, οἷον εἶβεν ἀντὶ τοῦ λεῖβεν. —Ἀεὶ τὴν ων συλλαβὴν περιττὴν οὖσαν μεταξὺ τῶν | |
35 | προθέσεων 〈καὶ τῶν ῥημάτων〉 τίθησιν, οἷον ἐξ ὦν εἷλον ἀντὶ τοῦ ἐξεῖ‐ λον. —Τὰ πρῶτα στοιχεῖα τῶν λέξεων ἀφαιρεῖται, ὡς ἐπὶ τοῦ κεῖνος. —Ἀεὶ τὸ ε τοῦ παρεληλυθότος χρόνου τῶν ῥημάτων ἀφαιρεῖ, οἷον τίκτεν ἀντὶ τοῦ ἔτικτεν. —Τῷ π ἀντὶ τοῦ φ χρῆται, οἷον ἀπίκετο. — Τὰ σύνθετα ῥήματα διαλύει καὶ μεταξύ τι αὐτῶν λαμβάνει, οἷον 〈cfr | |
40 | Ε 599〉 ἀνά τ’ ἔδραμον. | 468 |
469(1t) | Περὶ κοινῆς. | |
2 | Τινές φασιν ὅτι οὐκ ὀφείλει κοινή καλεῖσθαι, ἀλλὰ μικτή, εἴ περ ἡ κοινὴ ἀπὸ τεσσάρων συνέστηκεν· οὐ γὰρ τὴν διὰ τεσσάρων φαρμάκων ἔμπλαστρον κοινὴν καλοῦμεν, ἀλλὰ μικτήν. Καὶ καλῶς ἔλεγον ταῦτα | |
5 | πρὸς τοὺς λέγοντας τὴν κοινὴν συνίστασθαι ἐκ τῶν τεσσάρων, καὶ πρὸς τούτοις, ὅτι μήτηρ ἡ κοινή· εἰ γάρ τις εἴποι ὅτι δωριστί, φαμὲν ὅτι τὸ κοινὸν αὐτοῦ, ἢ αἰολιστὶ ὁμοίως, ἢ ἰαστί, ἢ ἀττικιστί· καὶ τὴν μὲν ἡμέ‐ ραν οἱ κοινοὶ λέγουσιν, οἱ Ἀττικοὶ ἕως, οἱ Ἴωνες ἠώς, οἱ Δωριεῖς ἀώς, οἱ Αἰολεῖς αὔως, καὶ μελισσῶν μελισσᾶν μελισσέων μελισσάων. | |
10 | 〈Heliodori.〉 —Γλῶσσά ἐστι λέξις ξένη μεταφραζομένη εἰς τὴν ἡμετέραν διάλεκτον, ἡ λεγομένη μὲν προσεχῶς, μεταφραζομένη δὲ εἰς τὸ σύνηθες. Λύονται δὲ αἱ γλῶσσαι πενταχῶς· πρῶτον κατὰ ἐτυμολο‐ γίαν, ὡς τὸ 〈Ι 539〉 ὦρσεν ἔπι χλούνην σῦν· παρὰ τὴν χλόην καὶ τὸ εὐνάζεσθαι ὁ χλοεύνης εἴρηται. Δεύτερον κατὰ διάλεκτον, ὡς τὸ | |
15 | πτόλεμος. Τρίτον κατ’ ἐπίλυσιν, ὡς τὸ 〈ε 69〉 ἡμερὶς ἡβώωσα, τε‐ θήλει δὲ σταφυλῇσιν· ἐδήλωσε γὰρ ἐκ τῆς σταφυλῆς ἡμερίδα εἶναι τὴν ἄμπελον· ἢ δι’ ἑτέρου τόπου ἐπιλύσεως, ὡς τὸ 〈ε 70〉 κρῆναι δ’ ἑξείης πίσυρες ῥέον· τὸ γὰρ πίσυρες ὅτι τέσσαρες δηλοῖ, ἐν ἄλλῳ τόπῳ διασαφεῖ λέγων 〈χ 110 seq〉 ἔνθα τέσσαρα μὲν σάκε’ εἵλετο ... | |
20 | Καὶ πίσυρας κυνέας· τέσσαρες γὰρ οἱ ὁπλισθῆναι μέλλοντες. Τέταρ‐ τον ἐξ ἀντιφραζομένου, 〈Α 106 seq〉 μάντι κακῶν, οὔ πώ ποτέ μοι τὸ κρήγυον εἶπας· αἰεί τοι τὰ κάκ’ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι· ἐκ γὰρ τοῦ κακά τὸ κρήγυον δηλοῦται ἀγαθὸν εἰρῆσθαι ἢ ἀληθές, ὥς | |
25 | τισι δοκεῖ. Πέμπτον κατὰ ἱστορίαν, ὡς τὸ 〈Α 39〉 Σμινθεῦ, εἴ ποτέ τοι· δεῖ γὰρ ἡμᾶς ἀναλῦσαι τὴν ἱστορίαν τοῦ Σμινθίου. Ἐκ τοῦ εἴδους δὲ τὸ γένος βούλεται δηλῶσαι· εἶδος γὰρ ἡ γλῶττα τῆς διαλέκτου, καὶ ἐν ταῖς διαλέκτοις αἱ γλῶτται· διάλεκτος δέ ἐστι φω‐ νῆς εἶδος. Δεῖ γὰρ γινώσκειν, ὅτι καθ’ ἑκάστην διάλεκτον εἰσὶ γλῶτται | |
30 | πολλαί, ὡς ὑπὸ μὲν τὴν Δωρίδα ἡ τῶν Λακώνων καὶ Ἀργείων καὶ Σπαρτιατῶν καὶ Μεσ〈σ〉ηνίων καὶ Κορινθίων καὶ Σικελῶν καὶ Θηβαίων καὶ ὅσοι ἀπὸ τούτων μετοικίας ἔσχον, ὑπὸ δὲ τὴν Αἰολίδα [ὡς] ἡ Βοιω‐ τιακή, ᾗ κέχρηται Κόριν〈ν〉α, καὶ Λεσβίων, ᾗ κέχρηται Σαπφώ· τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων. Εἰπὼν οὖν τὰ εἴδη συμπεριείληφε καὶ | |
35 | τὰ γένη· οὐ γὰρ ταὐτὸν εἰδέναι τὴν Δωρίδα καὶ τὰ εἴδη τῆς Δωρίδος· | |
ἡ μὲν γὰρ Δωρὶς διάλεκτος ἰδίως ἔχει τινὰ κοινὰ θεωρήματα, αἱ δὲ | 469 | |
470 | ταύτης γλῶτται παρὰ τὴν συνήθειαν καὶ ἰδιάζουσιν· ὡς Δώριον μὲν λέγειν τοὺς τέσσαρας τέτορας, Συρακουσίων δὲ ἴδιον τὸ λέγειν τοὺς τέσσαρας πίσυρας. Ἱστορία δὲ διττῶς λέγεται καὶ γὰρ τὴν διήγησιν τῶν πάλαι πραγ‐ | |
5 | μάτων ἱστορίαν φαμέν, καὶ τὴν τῶν παλαιῶν χρῆσιν· τῶν γὰρ γραμμα‐ τικῶν τινὲς λέγονται ἱστορικοί, τινὲς δὲ βιβλιακοί· καὶ οἱ μὲν βιβλιακοὶ ἐλέγοντο, ὅτι οὐκ ἀπεδίδοσαν λόγον, ἀλλ’ ἔλεγον, ὅτι οὕτως ἔχει τὰ βιβλία· ἱστορικοὶ δὲ ὅσοι ἔλεγον, ὅτι οὕτως ἔγραψεν ἢ ἀνέγνω Ἀρίσταρ‐ χος. Οὐχ ὥσπερ δὲ τὰς γλώσσας πάσας ὀφείλει ὁ γραμματικὸς εἰδέναι, | |
10 | οὕτω καὶ πᾶσαν ἱστορίαν, ἀλλὰ τὴν τετριμμένην· πολλαὶ γάρ εἰσι πε‐ πλασμέναι τοῖς νεωτέροις. Πᾶσαν δέ, εἴπομεν, γνώσεται γλῶσσαν οὕτως· εἰ γὰρ ἡ γλῶττα ἐν τύποις τῆς φωνῆς διαφόροις θεωρεῖται, ὁ δὲ γραμ‐ ματικὸς πάντας τοὺς τύπους ἔχει τῶν φωνῶν, εἰκότως πάσας γνώσεται γλώσσας. Ὃν δὲ τρόπον γνώσεται τὰς γλώσσας λεκτέον· καὶ καθολικοί | |
15 | τινές εἰσι λόγοι καὶ κανόνες ἐν ταῖς διαλέκτοις καὶ ταῖς γλώσσαις, ὡς ἔφαμεν ὅτι οἱ Αἰολεῖς ἀντὶ τοῦ ο τὸ υ λέγουσι· καὶ δῆλον ὅτι διὰ τῶν κανόνων ἔστιν ἐφικέσθαι τῆς γνώσεως τῶν γλωσσῶν. Διὰ τοῦτο δὲ αἱ γλῶτται καὶ αἱ διάλεκτοι συμβάλλονται τῇ γραμματικῇ, ὅτι πολλάκις τοῖς ἰδίοις κινήμασι τὴν φύσιν τῶν σημαινομένων καταλαμβάνουσιν· Αἰολεῖς | |
20 | γὰρ τὴν ὀδύνην ἐδύνην λέγοντες ἐμφαίνουσι τὴν διαδύνουσαν διὰ τοῦ σώματος, καὶ τοὺς ὀδόντας ἐδόντας 〈λέγοντεσ〉 ἐμφαίνουσι τὸ ἐσθίειν. Οὐ μόνον δὲ αἱ διάλεκτοι τῷ σημαινομένῳ χρήσιμοι, ἀλλὰ καὶ πρὸς ὀρθογραφίαν· διὰ γὰρ τῶν ἰδίων κινημάτων ἐμφαίνουσι τὸ ἀληθὲς τῆς γραφῆς, ὡς Αἰολεῖς τὸ εἶναι ἔμμεναι λέγοντες δεικνύουσι τὴν διὰ τοῦ | |
25 | ε γραφήν· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ πασῶν. Πρῶτον δὲ ὁ εἰσαγόμενος μανθάνει, ὅτι μῆνιν βαρυτόνως δεῖ ἀνα‐ γινώσκειν· τοῦτο δὲ μαθὼν ζητεῖ τὴν ἐξήγησιν· μαθὼν δὲ ὅτι 〈ὀργὴν〉 ἐπίμονον σημαίνει, ἀπαιτεῖ τὴν διάλεκτον, καὶ ἀκούει ὅτι Ἰώνων ἐστίν. 〈Heliodori.〉 —Τέταρτον ἐτυμολογίας εὕρεσις.] Ἐτυμολογία | |
30 | ἐστὶ λόγος λέξεων ἔννοιαν ἐξηγούμενος, ἢ ὀνομάτων ἐξήγησις, καθ’ ἣν αἰτίαν τὴν πρώτην ἔσχον προσηγορίαν· οἷον ὅτι ἄνθρωπος λέγεται παρὰ τὸ ἄνω θρεῖν ἤγουν βλέπειν· μόνος γὰρ τῶν ἄλλων ζῴων ὁ ἄνθρωπος 〈ἄνω〉 βλέπει· ἢ παρὰ τὸ ἀναθεωρεῖν ἤγουν ἀναλογίζεσθαι ἃ ὄπωπεν ἤτοι εἶδεν, ἢ παρὰ τὸ ἐνάρθρῳ ὀπὶ ἤγουν φωνῇ κεχρῆσθαι. Δεῖ δὲ | |
35 | ἐτυμολογεῖν ὡς ἂν ἕκαστος κατὰ ἰδίαν ἐπιβουλὴν κινούμενος ἅπτηται τοῦ | |
κατὰ τὴν λέξιν σημαινομένου. Καὶ ἔστιν ἡ ἐτυμολογία ὡς ἂν εἴποι τις | 470 | |
471 | ἀληθινολογία· οὐ γὰρ ὡς ἔτυχεν ἐξ ἀρχῆς αἱ Ἑλληνικαὶ λέξεις ἐπετέ‐ θησαν ἑκάστῳ πράγματι, οἷον ὁ οὐρανός εἴρηται ὁρανός τις ὤν, καὶ θάλασσα θάνασσά τις οὖσα, καὶ ἥλιος οἱονεὶ δήλιός τις ὤν, ἢ παρὰ τὸ αἴλη ὃ σημαίνει τὴν αἴγλην, οἱ δὲ ἅλιος παρὰ τὸ ἐκ τῆς ἁλὸς καὶ τῶν | |
5 | ποταμῶν ἀνιέναι· καὶ βλέφαρον παρὰ τὸ αἰρομένου αὐτοῦ βλέπειν βλέ‐ παρον καὶ βλέφαρον, ἢ παρὰ τὸ φᾶρος εἶναι τοῦ βλέμματος· καὶ γλῶσσα παρὰ τὸ τὰ ἐν τῷ νῷ γνωστὰ ποιεῖν τοῖς ἀκούουσιν· οὐ γὰρ δι’ ἑτέρου μέρους σωματικοῦ γινώσκομεν τὴν ἑκάστου ἔννοιαν. Οὐκ ἔστι δὲ μέρος τῆς γραμματικῆς τὸ ἐτυμολογικόν, ἀλλὰ μόριον· τοῦ γὰρ ἐξηγητικοῦ | |
10 | μέρους μέρος ἐστίν, ὥσπερ τὸ ὀρθογραφικὸν 〈τοῦ διορθωτικοῦ〉. Πέμπτον ἀναλογίας ἐκλογισμός.] Ἀναλογία ἐστὶ etc. = Σm 303, 22—24. Χρήσιμος δὲ ἡ ἀναλογία φυλάττουσα πολυχρόνιον παρά‐ δοσιν καὶ πολλάκις τὸ παρὰ τὴν συνήθειαν ἐκτετραμμένον [χρήσιμον] εὑρίσκουσα· τὸ γοῦν γελοῖος καὶ ὁμοῖος προπερισπᾶται, δοκοῦντα μέντοι | |
15 | προπαροξύνεσθαι· μόνη 〈δὲ〉 ἀνέστη ἡ ἀναλογία καταλαβοῦσα 〈τὸν〉 τύπον τοῦ πατρώϊος τετρασυλλάβου καὶ συναίρεσιν τοῦ ι πάσχοντος τοῦ πατρῷος προπερισπωμένου· τὸν αὐτὸν τρόπον ἐπεὶ τὸ τέλειόν ἐστι γελοίιος καὶ ὁμοίιος, συναίρεσιν παθόντος τοῦ ι ἐπὶ τῆς οι ὁ τόνος μένει. Ἀναλογία δὲ εἴρηται διὰ τὸ ἀνάλογον εἶναι ἐν τοῖς τύποις καὶ | |
20 | κατὰ τὸν αὐτὸν λόγον. Ἐκλογισμὸν δὲ εἴπομεν, ὅτι δεῖ ἐκλογίζεσθαι [ἐξ] ἑκάστου τὴν ἀναλογίαν καὶ ὁμοιότητα· ἢ ἐκλογισμὸς βάσανος καὶ ἐξέ‐ τασις ἀκριβής, ὡς ὅταν λέγωμεν, πάντα τὰ πρὸ τοῦ φ φωνήεντα ψι‐ λοῦσθαι θέλει, τὸ δὲ Ἥφαιστος δασύνεται, ἐπειδὴ ἀπὸ τοῦ ἅπτω γέγονε. Παρατηρητέον δὲ ἐκεῖνο, ὅτι ἡ ἀναλογία οὐ παντάπασιν ἔχει τὸ ἄπται‐ | |
25 | στον· λέγομεν γὰρ ὅτι τάδε σεσημείωται. Ἕκτον κρίσις ποιημάτων.] Τίνι διαφέρει κρίσις συγκρίσεως, καὶ πότερον αὐτῶν ἐπαναβέβηκεν; Λεκτέον ὅτι πρῶτον ἡ κρίσις· τὸν συγ‐ κρίνοντα γὰρ πρότερον αὐτῶν ἑκάτερον δεῖ κρῖναι· καὶ ὁ μὲν συγκρί‐ νων καὶ κρίνει, ὁ δὲ κρίνων οὐ πάντως καὶ συγκρίνει. | |
30 | Πότερον δὲ ὁ γραμματικὸς κρείττων ὢν τῶν ποιητῶν κρίνει αὐτῶν τὰ ποιήματα, ἢ ἥττων; Καὶ εἰ μὲν κρείττων, δώσομεν καὶ αὐτὸν εἶναι ποιητήν, εἰ δὲ ἥττων, πῶς κρίνει; Ῥητέον οὖν ὅτι κρίνει, οὐχ ᾗ ποιη‐ τής ἐστι κρείττων αὐτῶν, ἀλλ’ ᾗ τεχνίτης ἐστὶ τῆς ὕλης τῆς ἐκείνων καὶ τῶν ὀργάνων; οὐ γὰρ κρίνει, εἰ καλῶς αὐτοῖς γέγραπται ἢ οὔ, | |
35 | ἀλλ’ εἰ νόθα ἢ γνήσια· πολλὰ γὰρ νοθευόμενά ἐστιν, ὡς ἡ Σοφοκλέους | |
Ἀντιγόνη—λέγεται γὰρ εἶναι Ἰοφῶντος, τοῦ Σοφοκλέους υἱοῦ— | 471 | |
472 | Ὁμήρου τὰ Κυπριακὰ καὶ ὁ Μαργίτης, Ἀράτου τὰ Θυτικὰ καὶ τὰ Περὶ ὄρνεων, Ἡσιόδου ἡ Ἀσπίς. Κρίνει δὲ πρῶτον μὲν ὁρῶν εἰς τὴν λέξιν, εἰ συνήθης ἐστὶ τῷ ποιητῇ, ἔπειτα εἰς τὸ πλάσμα τῆς συνηθείας, εἶτα εἰς τὴν τῆς φράσεως | |
5 | εὐκολίαν ἢ σκληρότητα, εἶτα καὶ εἰς τὴν ἱστορίαν οἱ μὲν γὰρ χαίρουσι ταῖς ξενιζούσαις ἱστορίαις, αἱ δὲ ταῖς κοιναῖς· εἶτα ἀπὸ τῶν χρόνων. Ἀρετὴ δὲ ποιήματος ἡ περὶ λέξιν σαφήνεια, σύνθεσις τοῦ μέτρου, εὔρυθ‐ μος κυριολεξία· σχήματα ταῦτα τῆς λέξεως· τὰ δὲ περὶ διάνοιαν, οἰκο‐ νομία, τάξις, ἤθη ἐν προσώποις, εἰ 〈οἱ〉 μῦθοι ἁρμόδιοι καὶ τὰ πλά‐ | |
10 | σματα. Καὶ γὰρ περὶ μυθοπλαστίας γέγραπται πολλοῖς τῶν ἀρχαίων, ὡς ὅταν Ὅμηρος λέγῃ 〈Υ 223〉 τάων καὶ Βορέης ἠράσ〈σ〉ατο βο‐ σκομενάων· τοῦτο γὰρ ἀληθὲς μέν ἐστι τὸ ἐνίας τῶν ἵππων ἀνατει‐ νούσας τὰς οὐρὰς δέχεσθαι τὸ πνεῦμα καὶ οὕτω τίκτειν τοὺς ἐξ ἀνέμου συλληφθέντας ἵππους ταχυτάτους· εἰς μύθους δὲ μετεπλάσατο· καὶ τὸ | |
15 | 〈Δ 442 seq〉 ἥτ’ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα Οὐρανῷ ἐστήριξε κάρη· τὸ γὰρ συμβαῖνον τῇ ἀληθείᾳ ἐπὶ πάσης ἔριδος, τὸ ἀπὸ μικρᾶς ἀρχῆς μεγίστην προσθήκην λαμβάνειν, τοῦτο ἐσω‐ μα〈το〉ποίησεν. Τίνος δὲ ἕνεκεν ἐν ἀρχῇ ἐμπειρίαν εἰπὼν νῦν τέχνην λέγει; Ὅτι | |
20 | αὐτὸ καθ’ ἑαυτὸ τὸ μέρος τοῦτο τέλειόν ἐστι· πολλὰ γὰρ περιέχει, ὡς ἤδη προεξετιθέμεθα· ἵν’ οὖν ἐμφήνῃ, ὅτι τὸ χρησιμώτατον μέρος τῆς γραμματικῆς ἐστι, τέχνην αὐτὴν ὠνόμασεν. Διὰ τί δὲ κρεῖττον ἔφη πάντων εἶναι τὸ κριτικόν; Ἐπειδὴ ἀνάγκη τὸν κρῖναι βουλόμενον πάντα τὰ ἄλλα γινώσκειν· οὐ γὰρ δύναται κρίνειν, εἰ μὴ γινώσκει καὶ τὰ λοιπὰ | |
25 | μέρη τῆς γραμματικῆς. Καὶ διὰ τί κρεῖττον ὂν ἔσχατον αὐτὸ ἔταξεν; Ὅτι πρὸς τὸν κρίνοντα ἀφορῶν τοῦτο ἐποίησεν· οὐ γὰρ δύναταί τις κρῖναι, εἰ μὴ ἔχει πεῖραν τῶν κρινομένων. Τὸ κάλλιστον οὐκ ἀπὸ τοῦ καλός, ἀλλ’ ἀπὸ τοῦ κάλλος, ὡς δῆλον ἀπὸ τῆς σημασίας καὶ τῆς γραφῆς· τὸ μὲν γὰρ καλός δι’ ἑνὸς λ γρά‐ | |
30 | φεται, τοῦτο δὲ διὰ δύο· ἐκ τῆς σημασίας δέ, ὅτι τὸ καλός ὁ ποιητὴς ἐπὶ τοῦ ἀνδρείου τάττει, ὥσπερ τὸ κακός ἐπὶ τοῦ δειλοῦ· τὸν δὲ Νιρέα φησὶν 〈Β 673〉 ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε, καίπερ οἶδεν αὐτὸν ἀσθενῆ· δῆλον 〈οὖν〉 ὅτι οὐκ ἔστι τὸ κάλλιστος ἀπὸ τοῦ καλός, ἐπεὶ οὐκ εἶχε παρὰ τῷ ποιητῇ ἐπὶ τοῦ ἀσθενοῦς τάττεσθαι. | |
35t | § 2. | |
36t | Περὶ ἀναγνώσεως. | |
37 | 〈Heliodori.〉 —Διὰ τί ἓξ μερῶν ὄντων τῆς γραμματικῆς περὶ τοῦ | |
πρώτου μόνου διέλαβεν; Ἐπειδὴ ἠπίστατο, ὅτι ἐν τῇ ἀναγνώσει καὶ τὰ | 472 | |
473 | λοιπὰ μέρη περιέχονται· ἠρκέσθη οὖν ταύτῃ, ὡς καὶ τῶν λοιπῶν περι‐ εχομένων ἐν αὐτῇ. Οἱ δὲ 〈λέγουσιν〉, ὅτι ὡς ἐν τῇ εἰσαγωγῇ τοῦτο κατήπειγεν αὐτὸν τὸ μέρος· ἄλλως τε καὶ τοῖς εἰσαγομένοις συνήθης ἦν ἡ ἀνάγνωσις· ὁ δὲ περὶ τῶν ἄλλων 〈λόγοσ〉 δυσχερὴς καὶ πολλῆς ἀσκή‐ | |
5 | σεως δεόμενος πρὸς τὴν τούτων ἐπίγνωσιν· διὰ τοῦτο περὶ μὲν τῆς ἀναγνώσεως εἶπε, ταῦτα δὲ εἰς ἕτερον καταλέλοιπε καιρόν. Ἰστέον δὲ ὅτι οἱ φιλόσοφοι τὴν ἀνάγνωσιν οὕτως ὁρίζονται· ἀνά‐ γνωσίς ἐστιν ἀναγνώρισις τῶν τῆς ψυχῆς προτέρων μαθημάτων· ἕτεροι δέ φασιν, ὅτι ἀνάγνωσίς ἐστιν ἡ διὰ φράσεως μιμητικῆς ἐν προσώποις | |
10 | καὶ πράγμασι τὸ πρέπον διαφυλάττουσα· ἄλλοι δέ, ἀνάγνωσίς ἐστι κατά‐ ληξις τῆς τοῦ γενικοῦ λόγου προφορᾶς. Ἀνάγνωσίς ἐστι ποιημάτων ἢ συγγραμμάτων 〈ἀδιάπτωτος προφορά〉]. Ἐπιλαμβάνονταί τινες τοῦ ὅρου ὡς μὴ ἀρχομένου ἀπὸ εὐθείας. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἐν ὑπερβατῷ δεῖ νοεῖν, οἷον «ἀνάγνωσίς | |
15 | ἐστι προφορὰ ἀδιάπτωτος» καὶ ἑξῆς. Εἰ δὲ γίνεται χωρὶς τῶν βιβλίων ἀδιάπτωτος προφορά, συμβήσεται καὶ ταύτην ἀνάγνωσιν εἶναι; Πρὸς ὃ λεκτέον, ὅτι ἡ τοιαύτη προφορὰ ἀνάγνωσις 〈οὐκ〉 ἂν λέγοιτο· οὐ γὰρ δή που ἴδιον τῆς ἀναγνώσεως τὸ ἐντυγχάνοντα λέγειν· ὁ δὲ καλῶς προφερόμενος δείκνυσιν ὅτι καλῶς ἀνέγνω· ἀνάγνωσις γάρ ἐστιν οἱονεὶ | |
20 | ἀναγνωρισμὸς κατὰ λόγον τῆς φωνῆς, ἤτοι ἐν τόνῳ ἢ ἐν χρόνῳ ἢ 〈ἐν〉 πνεύματι. Ἡ γὰρ τοιαύτη χρῆσις ἄγει καὶ πρὸς τὴν τοῦ σημαινομένου γνῶσιν, ἐξ οὗ συμβήσεται ἀναγνώρισιν εἶναι τῆς ψυχῆς· ὥστε ἀκολούθως λέγεσθαι, ὅτι τὰ μαθήματα ἀναγνωρίσματα τῆς ψυχῆς ἐστι, καὶ ἀνάγνωσις ἡ τῶν πρώτων μαθημάτων τῆς ψυχῆς ἀναγνώρισις· ἀθάνατος γὰρ ἡ | |
25 | ψυχὴ καὶ πάντων ἔμπειρος. —Ὁ δὲ ἤ παραδιαζευκτικός ἐστιν ἐνταῦθα ἀντὶ τοῦ καί, ὡς τὸ 〈Ξ 108〉 ἢ νέος ἠὲ παλαιός, ἀντὶ τοῦ καὶ νέος καὶ παλαιός. Ἰστέον δὲ ὅτι ὁ μὲν διαζευκτικὸς ἐν τοῖς μαχομένοις καὶ μὴ δυναμένοις κατὰ ταὐτὸν εἶναι 〈καταγίνεται〉, ὡς τὸ «ἢ ζῇ ἢ τέθνη‐ κεν», ὁ δὲ παραδιαζευκτικὸς ἐν τοῖς [μὴ] δυναμένοις κατὰ ταὐτὸν εἶναι, | |
30 | οἷον 〈Ξ 108〉 ἢ νέος ἠὲ παλαιός, ἀντὶ τοῦ καὶ νέος καὶ παλαιός. — Ἄλλο δέ ἐστι ποίημα καὶ ἄλλο σύγγραμμα· ποίημα μὲν 〈γάρ〉 ἐστι τὸ τῶν ποιητῶν, σύγγραμμα δὲ τὸ τῶν πεζολόγων. Ἀναγνωστέον δὲ καθ’ ὑπόκρισιν.] Ἰστέον ὅτι τοῦτο εἰρηκὼς ἔδειξεν ἡμῖν τρία εἴδη εἶναι τῆς ἀναγνώσεως. Ἔστι δὲ ἀνάγνωσις ἡ | |
35 | ἀνάπεισις, ἀναγνῶσαι δὲ τὸ ἀναπεῖσαι, ὡς παρ’ Ἡροδότῳ 〈Ι 87〉 τίς σε | |
ἀνθρώπων ἀνέγνω〈σεν〉 ἐπὶ γῆν τὴν ἐμὴν στρατευσάμενον; | 473 | |
474 | ἀνάγνωσις οὖν ἡ ἀνάπεισις, οἱ γὰρ καλῶς ἀναγινώσκοντες ἀναπείθουσιν· ἢ περιττή ἐστιν ἡ ἀνά, ἀντὶ τοῦ γνῶσις. Ὑπόκρισις δέ ἐστι μίμησις τῶν ὑποκειμένων προσώπων ἢ πραγμάτων ἢ διὰ λόγων ἢ διὰ σχήματος πολλάκις γὰρ καὶ τὸ σχῆμα τοῦ σώματος χρήσιμον πρὸς ἔμφασιν τοῦ | |
5 | πράγματος, ὡς παρ’ Εὐριπίδῃ· τοῦ γὰρ Ὀρέστου εἰπόντος πρὸς τὸν Μενέλαον 〈Or. 643〉 ἃ δ’ ἔλαβες ἀπόδος, δεῖ τὸν ὑποκρινόμενον τὸ πρόσωπον τοῦ Μενελάου ἀρνούμενον ἀνατεῖναι τὰς χεῖρας, νομίζοντα ὅτι περὶ χρημάτων ἔλεγε· διὰ τοῦτο γοῦν πάλιν Ὀρέστης φησὶν 〈644〉 οὐ χρήματ’ εἶπον. Δεῖ 〈δὲ〉 καὶ τὸ ἦθος τοῦ λόγου μιμεῖσθαι, ὅταν | |
10 | ὡς μαινόμενον τὸν Ὀρέστην ὑποκρίνηται καὶ τὸν Πυλάδην περιπαθῶς ἔχοντα· οὐ γὰρ ταὐτὸν ἄν τις ὑπολάβοι ἦθος μαινομένου καὶ περιπαθῶς διακειμένου· εἰ γὰρ μὴ κατὰ τοιοῦτον τρόπον γένοιτο τὰ τῆς ὑποκρί‐ σεως, οὐκ ἄν τις διαγνοίη τὴν ἀρετὴν τοῦ ποιητοῦ. Κατὰ προσῳδίαν.] Ἔστι προσῳδία τόνος φωνῆς κατὰ διάλεκτον | |
15 | ἢ κατὰ ἀναλογίαν κατορθούμενος, ὡς ὅταν 〈λέγωμεν, ὅτι〉 τὸ ὅμοιος ἡ μὲν ἀναλογία προπερισπᾷ, οἱ δὲ Ἀττικοὶ προπαροξύνουσιν. Εἴρηται δὲ προσῳδία παρὰ τὸ ἐγγὺς εἶναι τῇ ὠδῇ· ἡ γὰρ πρός δηλοῖ καὶ πλη‐ σιασμόν, οἷον «πρὸς τῇ ἀγορᾷ»· ᾠδὴν δὲ ὁρίζουσι λέξιν ἔμμετρον ἢ εὔρυθμον καὶ μετὰ μέλους ἐκφερομένην· διὸ καὶ οἱ περὶ Ἀθηνόδωρον | |
20 | τῷ μέλει παρεικάζουσι τὴν προσῳδίαν· εἰ γὰρ ἐκ φθόγγων ποσῶν καὶ ποιῶν συγκειμένων μέλος εἶναί φασι, φθόγγοι δὲ οἱ μὲν ὀξεῖς, οἱ δὲ βαρεῖς, δῆλον ὡς καὶ ἡ προσῳδία ἐκ τούτων συνεστῶσα τῷ μέλει πλη‐ σιάζει. Ἰστέον δὲ ὅτι παρ’ Αἰσχύλῳ τὴν προσῳδίαν εὑρίσκομεν κειμένην | |
25 | ἐπὶ τῆς προσφωνήσεως, οὐ τῆς μετ’ ὀργάνου φωνῆς· 〈fr. 299 N2〉 οὔτοι μ’ ἄπειρον τῆσδε τῆς προσῳδίας, ἀντὶ τοῦ τῶν λόγων. Προσῳδία ἐστὶ σημεῖον λέξεων τοῖς φωνήεσιν ἑπόμενον, διαστολὴ δὲ σημεῖον λέξεων ὁμοῦ μὲν γεγραμμένων, μὴ ὁμοῦ δὲ νοουμένων· ἢ ἐλαχίστη σιωπὴ λόγου· ἢ διάστημα μεταξὺ δυοῖν λόγων βραχύτατον· ἢ | |
30 | τὸ μεταξὺ δυοῖν λόγων ἐν εἱρμῷ προφερόμενον. Καὶ εἴρηται διαστολὴ παρὰ τὸ διαστέλλειν τὸν ἐγκείμενον νοῦν, οἷον 〈Λ 625〉 τὴν ἄρετ’ ἐκ Τενέδοιο γέρων, ὅτ’ ἔπερσεν Ἀχιλλεύς· ἐὰν γὰρ πρὸ τοῦ γέρων στίξωμεν, εὑρίσκεται τὸ γέρων ἐπὶ τοῦ Ἀχιλλέως λεγόμενον, ὅπερ ἄτο‐ πον. Εἰπὼν δὲ τὰ διδάσκοντα ἡμᾶς καλῶς ἀναγινώσκειν, διαλαμβάνει | |
35 | περὶ τῆς διαφορᾶς τῆς ὑποκρίσεως· τὸ δὲ περὶ προσῳδίας καὶ διαστολῆς | |
ὡς σαφὲς παρῆκεν. | 474 | |
475 | Ἵνα τὴν μὲν τραγῳδίαν ἡρωϊκῶς ἀναγνῶμεν.] Τραγῳδία ἐστὶ βίων τε καὶ λόγων ἡρωϊκῶν ἔμμετρος μίμησις ἔχουσα σεμνότητα μετὰ πλοκῆς τινος· τράγον δέ, ὥς φασιν, ἐλάμβανον ἔπαθλον οἱ νικῶν‐ τες· ἢ οἱονεὶ τρυγῳδία τις οὖσα, κατὰ μετάθεσιν τοῦ υ εἰς α· τρύγα | |
5 | γὰρ ἤγουν μοῦστον ἐλάμβανον, ὥς φασιν, ἔπαθλον· ἢ παρὰ τὸ ταραχὰς ᾄδειν, ταραχῳδία τις οὖσα. Τραγῳδία δὲ λέγεται etc. = eadem fere quae Σd 17, 16—20, 12. 〈Heliodori.〉 —Ζητητέον δὲ εἰ καὶ τὰ τραγικά ἐστι βιωτικά· φαί‐ νεται γὰρ καὶ αὐτὰ τῷ βίῳ γινωσκόμενα. Καὶ λεκτέον ὅτι πολλὴ ἡ | |
10 | διαφορὰ τῆς τραγῳδίας καὶ τῆς κωμῳδίας, ὅτι ἡ μὲν τραγῳδία περὶ ἡρωϊκῶν πραγμάτων καὶ προσώπων λέγει, ἡ δὲ κωμῳδία ἀπήλλακται τούτων. Ἀλλ’ εἴ μοι λέγεις, ὅτι καὶ ἡ κωμῳδία ἡρωϊκὰ ἔχει πρόσωπα, ὡς οἱ Βάτραχοι Ἀριστοφάνους τόν τε Διόνυσον καὶ τὸν Ἡρακλέα, λέγω πρὸς ταῦτα, ὅτι πρῶτον μὲν κατὰ τὸ σπάνιον, ἔπειτα 〈δὲ〉 καὶ ἐπὶ γέ‐ | |
15 | λωτι ταῦτα εἰσάγει τὰ πρόσωπα· εἰσφέρει γὰρ τὸν μὲν Διόνυσον κίναι‐ δον, τὸν δὲ Ἡρακλέα γαστρίμαργον. Καὶ ὅτι ἡ μὲν τραγῳδία τὰ τέλη περὶ σφαγῶν καὶ φόνων ἔχει, ἡ δὲ κωμῳδία περὶ ἀναγνωρισμοῦ· καὶ ὅτι πάλιν ἡ μὲν τραγῳδία λύει τὸν βίον, ἡ δὲ κωμῳδία συνίστησιν. Εἴρηται δὲ ἡ κωμῳδία καὶ τρυγῳδία, ὅτι μήπω προσώπων ἐπινοη‐ | |
20 | θέντων τρυγίᾳ χρίοντες τὰς ὄψεις ἔλεγον. Καὶ εὑρέθη ἡ μὲν τραγῳδία ὑπὸ Θέσπιδός τινος Ἀθηναίου, ἡ δὲ κωμῳδία ὑπὸ Ἐπιχάρμου ἐν Σικε‐ λίᾳ, καὶ ὁ ἴαμβος ὑπὸ Σουσαρίωνος, καὶ ὁ στίχος ὑπὸ Φημονόης, ἱερείας τοῦ Ἀπόλλωνος. Διαφέρει δὲ τραγῳδία κωμῳδίας, ὅτι ἡ μὲν τραγῳδία ἱστορίαν καὶ ἀπαγγελίαν ἔχει πράξεων γενομένων, ἡ δὲ κωμῳδία πλά‐ | |
25 | σματα περιέχει βιωτικῶν πραγμάτων. Τὰ δὲ ἐλεγεῖα λιγυρῶς.] Ἐλεγεῖον ἔμμετρός ἐστι στίχος. Ἐλε‐ γεῖόν ἐστιν εἶδος μέτρου, παρὰ τὸ ἔλεγος etc. = Σv 173, 5—15. 〈Heliodori.〉 —Ἐλεγεῖον δὲ ἐκλήθη ἀπὸ Ἐλέγου τοῦ υἱοῦ Κλειοῦς | |
10 | τῆς Μούσης· οὗτος γὰρ ὡς ἔμελλον οἱ γάμοι γίνεσθαι αἴφνης ἐξέπνευσε· | |
30 | καὶ λοιπὸν πᾶσα ἡ μουσικὴ ἡ προσελθοῦσα τῷ γάμῳ, ἀντὶ τοῦ ᾄδειν καὶ χαίρειν καὶ ὀρχεῖσθαι, πάντες ἐθρήνουν μετὰ μέλους, καὶ αὐληταὶ καὶ κιθαρισταὶ καὶ ἀοιδοί, ἐκπλαγέντες ἐπὶ τῷ συμβεβηκότι τῷ Ἐλέγῳ. «Λιγυρῶς» δὲ οὐ λέγει ἡδέως, κατὰ τὸν Εὐριπίδην, 〈fr. 1115 N2〉 ἡδονὴ πανταχοῦ ἐστι καὶ πάντα δι’ ἡδονῆς γίνεται, ἀλλὰ λιγὺ | |
35 | τὸ ὀξύ. Ὀξείᾳ δὲ τῇ φωνῇ εἰώθασι λέγειν τὰ ἐλεγεῖα· ἡ γὰρ λύπη τῇ | |
παρατροπῇ τῆς φωνῆς ἐκ κλαυθμοῦ ὀξύτερά τινα παρεισάγει. Δεῖ δὲ | 475 | |
476 | ἡμᾶς ὀξέως ἀναγινώσκειν τὰ ἐλεγεῖα, ὡς ἂν συμπεπνιγμένους καὶ ἐκ‐ πεπληγμένους τῷ πλήθει τῶν κακῶν· ἢ «λιγυρῶς» ἤγουν γλυκερῶς, λιγύς γὰρ ὁ γλυκύς. —Ἰστέον δὲ ὅτι ὕστερον καὶ ἐν τοῖς ἐπιθαλαμίοις ἐχρήσαντο τοῖς ἐλεγείοις καὶ ἐν ἐγκωμίοις. —Ἰστέον 〈δὲ〉 ὅτι τὸ ἔ ἔ | |
5 | εἰ μὲν διὰ τοῦ ε ψιλοῦ γράφεται, θαυμαστικὸν ἐπίρρημά ἐστιν, εἰ δὲ διὰ τῆς αι διφθόγγου, σχετλιαστικόν. Τὸ δὲ ἔπος εὐτόνως.] Τὸ ἔπος οὐκ ἀφ’ ἑνὸς στίχου δοκιμάζε‐ ται· τῆς γὰρ ἐλεγείας ὁ πρῶτος στίχος ἐστὶν καὶ αὐτὸς ἑξάμετρος δα‐ κτυλικός, ἔπος δὲ οὐ λέγεται· ἔπος γὰρ καλοῦμεν, ὅταν ἑξῆς ἡρωϊκοὶ | |
10 | ὦσιν οἱ στίχοι. Καὶ εἴρηται ταῦτα ἔπη, ἐπειδὴ ἕπεται ἀλλήλοις καὶ ἀκολουθίαν τινὰ ἔχει κατὰ τὸν ἀπαρτισμὸν καὶ τὴν ἐπιγραφὴν τοῦ στί‐ χου· τέλεια γοῦν τινες ταῦτα ὠνόμασαν 〈τὰ〉 μέτρα, ὅτι φανερόν ἐστι τὸ τέλος αὐτῶν· τῶν γὰρ ἰάμβων καὶ τῶν ἄλλων οὐχ οὕτως εὐσύνο‐ πτον τὸ τέλος. | |
15 | 〈Heliodori.〉 —Ἔπος δὲ κυρίως λέγεται πᾶς λόγος ἔμμετρος, κα‐ ταχρηστικῶς δὲ καὶ πᾶς λόγος· ἔπος δὲ νῦν λέγει τὸν δακτυλικὸν στί‐ χον παρὰ τὸ ἕπεσθαι τοὺς πόδας ἀλλήλοις· ἕκαστος γὰρ ποὺς τιθέμενος ἐν τῷ δακτυλικῷ στίχῳ τετράχρονός ἐστι· καὶ γὰρ ὁ σπονδεῖος καὶ ὁ δάκτυλος τέσσαρας ἔχει χρόνους, καὶ ὁ τροχαῖος δὲ ὁ τιθέμενος ἐν τῷ | |
20 | τέλει ἀντὶ σπονδείου παραλαμβάνεται. Τόνος δὲ λέγεται τὸ ἔπος, καθὼς καὶ Ἡρόδοτός φησιν 〈cfr I 47. 62〉 ἡ δὲ Πυθία ἐν ἑξαμέτρῳ τόνῳ χρᾷ τάδε. «Εὐτόνως» δὲ οὐ μετὰ τόνου, ἀλλὰ μετὰ δυνάμεως· τόνος γάρ ἐστιν ἡ δύναμις· ἐπείπερ τινὲς ἀναγινώσκοντες μαλακύνουσιν ἑαυτῶν τὰς φωνάς, οὐ δεῖ δὲ μαλθακῇ τῇ φωνῇ ἡρώων πράξεις προάγεσθαι. — | |
25 | Ἔπος δὲ παρὰ τὸ ἕπεσθαι 〈τῷ μέτρῳ〉, ὅλου τοῦ σωματίου ἐξ ἡρωϊκοῦ συγκειμένου. Τὴν δὲ λυρικὴν ποίησιν ἐμμελῶς.] Ἔστι etc. = Σd 21, 12 —16. —Εἴρηται δὲ etc. = similia atque Σv 173, 29—174, 4. 〈Heliodori.〉 —«Ἐμμελῶς» δὲ εἶπεν, ὅτι δεῖ μετὰ μέλους τοῦ προ‐ | |
30 | σήκοντος ᾄδειν τὰ λυρικά· ὅπερ νῦν ἡμῖν ἀδύνατον· εἰ μὲν γάρ τις ἐθελήσει κατὰ τὴν ἀρχαίαν μουσικήν, καθ’ ἣν καὶ ἐγέγραπτο, ἀδύνατον, ἑτέρα γὰρ ἡ ἀρχαία πρὸς τὴν νῦν· ἡ μὲν γὰρ εἰς τρεῖς τρόπους διῄ‐ ρητο, Δώριον, Φρύγιον, Λύδιον, ἡ δὲ νεωτέρα εἰς δεκαπέντε· πῶς ἂν οὖν τις δύναιτο κατὰ τὴν ἀρχαϊκὴν ἁρμονίαν γεγραμμένα μέλη κατὰ | |
35 | τὴν νῦν μελῳδίαν ᾄδειν; ὥστε ἀδύνατον τὸ τοιοῦτον ἐν γραμματικῇ διὰ | 476 |
477 | τὸ γεγενῆσθαι μεταβολὴν τῆς ἁρμονικῆς· οὐ μὴν πάντως ἄδηλος ἔσται ὁ τρόπος τῆς ἀναγνώσεως, ἀλλὰ διαφορά τίς ἐστι περὶ τοῦτο τὸ ἀνά‐ γνωσμα τῆς φωνῆς ὡς πρὸς τὰ μέλη ὑπαγομένοις. Τοὺς δὲ οἴκτους ὑφειμένως καὶ γοερῶς.] Ταὐτόν ἐστιν οἶκτος | |
5 | καὶ ἐλεγεῖον· «ὑφειμένως» δὲ λέγεται τὸ ἠρέμα πως θρηνεῖν· «γοερῶς» ταπεινῶς, οἰκτρῶς, πρὸς τὸ ἐλεεῖσθαι ὑπὸ τῶν ἀκουόντων. Εἰσὶ γάρ πώς τινα π. etc. = Σd 21, 23—27. Ἔοικε δέ τισι κακῶς εἰρηκέναι· ὁ γὰρ οἶκτος οὐκ εἶδός ἐστι μέτρου· ἐβούλετο δὲ ἐν τῇ τῶν μέτρων διαφορᾷ διάφορον εἶναι τὴν ἀνάγνωσιν· εὑρίσκομεν δὲ καὶ ἐν μέλεσιν | |
10 | οἴκτους καὶ ἐν ἐλεγείαις καὶ ἐν παντὶ μέτρῳ, ἀλλὰ μὴν καὶ παρὰ ῥή‐ τορσιν. Λεκτέον οὖν, ὅτι κοινότερον κατὰ πάντων ἐπήγαγε τοῦτο, ὅτι δεῖ τὰ θρηνώδη, ὁποίῳ ἂν ᾖ τρόπῳ γεγραμμένα, ὑφειμένως τῇ φωνῇ προφέρεσθαι. Τοιοῦτοι γὰρ οἱ λυπούμενοι· στενάζοντες καὶ ὑπὸ τοῦ πάθους κινούμενοι καὶ μείζονα ἐπιχειροῦσι φθέγγεσθαι καὶ ἀθροῦν τὸ | |
15 | πνεῦμα προΐενται, εἶτα καθ’ ὕφεσιν ἠρέμα καὶ διαναπαύουσι τὴν φωνήν. Τὰ γὰρ μὴ παρὰ τὴν τούτων γινόμενα παρατήρησιν.] Ἡ παρά πλησιασμὸν δηλοῖ, ἵνα ληφθῇ οὕτως· «τὰ γὰρ μὴ ἐγγὺς γινόμενα τῆς τούτων παρατηρήσεως»· ἢ ἀντὶ τῆς κατά· καὶ λείπει «ἀναγνώσματα», ἵν’ ᾖ «τὰ γὰρ μὴ γινόμενα κατὰ τὴν τούτων παραφυλακὴν ἀναγνώ‐ | |
20 | σματα»· ἢ ἀντὶ τῆς ἔν, ἵν’ ᾖ οὕτω· «τὰ γὰρ μὴ ἐν τῇ τούτων παρατη‐ ρήσει γινόμενα καὶ τὰς τῶν ποιητῶν ἀρετὰς ἀφανίζει». Ἐπεὶ γὰρ ἡ ὑπόκρισις ἐν σχήματι σώματος καὶ ἤθους τοῦ λόγου καὶ 〈τῆσ〉 φωνῆς ποιότητι ἐμφαντική 〈ἐστι〉 τῶν τῆς ψυχῆς παθημάτων, [καὶ] διὰ τοῦτο ὀρθῶς μὲν προφερομένη σῴζει τοῦ ποιητοῦ τὴν ἀρετήν, δείκνυσι δὲ τῶν | |
25 | λεγομένων τὸ ἀκριβές εἰ δὲ μὴ οὕτω γένηται, διαφθαρήσεται τοῦ ποι‐ ητοῦ ἡ ἀρετή. Καλῶς δὲ εἶπε «καταγελάστους παρίστησιν»· ἀρκεῖ γὰρ τοῖς ἀπαιδεύτοις ἀλόγως προφερομένοις τὰ μαθήματα πρὸς τιμωρίαν ὁ παρὰ τῶν ἀνθρώπων κατ’ αὐτῶν γινόμενος γέλως. —Ἐπειδὴ δὲ πρὸς Ὁμηρίδας καὶ νέους ἡ τέχνη πεποίηται, περισπωμένως ἀναγνωστέον τὸ | |
30 | ῥιπτεῖ· αὐτὸς γάρ φησι 〈ν 78〉 ἀνερρίπτουν ἅλα πηδῷ· πᾶς γὰρ παρατατικὸς εἰς ουν λήγων ἀπὸ περισπωμένου θέματός ἐστιν, οἷον ἐποίουν, εἰ δὲ εἰς ον, ἀπὸ βαρυτόνου, ὡς ἔλεγον. Διὰ τί περὶ ἀναγνώσεως προθέμενος διαλαβεῖν οὐ διέλαβε περὶ 〈τοῦ〉 ἀνειμένου τρόπου, καθ’ ὃν ἀναγινώσκομεν τὰ συγγραφικά; Ἐπειδὴ | |
35 | σκοπὸν ἔσχε περὶ ἀναγνώσεως ἁρμοζούσης τῇ γραμματικῇ διαλαβεῖν— περὶ γραμματικῆς γὰρ ἔγραψε τὸ σύγγραμμα—τούτου χάριν περὶ τοῦ ἀνειμένου τρόπου οὐ διέλαβεν, ἐπειδὴ αὕτη ἡ ἀνάγνωσις οὐχ ἁρμόζει | |
τῇ γραμματικῇ, ἀλλὰ τῇ ῥητορικῇ. | 477 | |
478 | Σκοπὸς τῷ τεχνογράφῳ τὸ πρῶτον μέρος τῆς γραμματικῆς, λέγω δὴ τὸ ἀναγνωστικόν, εἰσηγήσασθαι τοῖς νέοις· τοῦτο δὲ εἰς τρία διῄρηται παρ’ αὐτῷ, εἴς τε ὑπόκρισιν καὶ προσῳδίαν καὶ διαστολήν. Καὶ τὴν μὲν ὑπόκρισιν ἤδη ἐδιδάχθημεν· εὔλογον δὲ ἦν ἡμᾶς τὸν περὶ ἀναγνώσεως | |
5 | λόγον τέλειον διαλαβεῖν καὶ γνῶναι, πῶς ἀναγνωστέον καὶ κατὰ προ‐ σῳδίαν καὶ κατὰ διαστολήν· εἰκότως τοίνυν καὶ περὶ τόνου καὶ 〈περὶ〉 στιγμῆς αὐτῷ γέγραπται, ἐπειδὴ προσῳδία μέν ἐστιν ὁ τόνος, διαστολὴ δὲ ἡ στιγμή. | |
9t | § 3. | |
10t | Περὶ τόνου. | |
11 | 〈Heliodori.〉 —Τόνος ἐστὶν ἀπήχησις φωνῆς ἐναρμονίου.] Τῶν φωνῶν αἱ μέν εἰσιν ἄναρθροι καὶ ἀγράμματοι, αἱ δὲ ἔναρθροι καὶ ἐγγράμματοι, 〈αἱ δὲ ἔναρθροι καὶ ἀγράμματοι, αἱ δὲ ἄναρθροι καὶ ἐγ‐ γράμματοι〉. Καὶ ἄναρθροι μέν εἰσι καὶ ἀγράμματοι, ὡς ἐπὶ τοῦ ἤχου τοῦ | |
15 | πυρός· οὗτος γὰρ καὶ ἄναρθρος, καθὸ οὐκ οἴδαμεν τί σημαίνει, καὶ ἀγράμ‐ ματος, καθὸ οὐ δύναται γραφῆναι· ἔναρθροι δὲ καὶ ἐγγράμματοι, ὥσπερ λαλοῦμεν ἡμεῖς· αὗται γὰρ αἱ φωναὶ καὶ ἔναρθροι, καθὸ οἴδαμεν τί σημαί‐ νουσι, καὶ ἐγγράμματοι, καθὸ γράφονται· ἔναρθροι δὲ καὶ ἀγράμματοι, ὥσπερ οἱ συριγμοί· οὗτοι γὰρ ἔναρθροι, καθὸ σημαίνουσί τι, ὡς καὶ ὁ | |
20 | ποιητὴς 〈Κ 502〉 ῥοίζησεν δ’ ἄρα πιφαύσκων Διομήδεϊ δίῳ, ἀγράμ‐ ματοι δέ, καθὸ οὐ γράφονται· ἄναρθροι δὲ καὶ ἐγγράμματοι, ὡς ἐπὶ τῶν μιμήσεων τῶν φωνῶν τῶν ἀλόγων ζῴων, 〈Arist. Ran. 209〉 βρεκεκεκέξ [σκινδαψός]· αὗται γὰρ ἄναρθροι μέν, καθὸ οὐκ οἴδαμεν τί σημαίνουσιν, ἐγγράμματοι δέ, καθὸ γράφονται. Ἀλλ’ αἱ μὲν σημαντικαί τινος, εἴτε | |
25 | ἀγράμματοι εἴτε ἐγγράμματοι, ἀπὸ νοῦ καὶ διανοίας φέρονται. Γίνεται δὲ ἡ φωνὴ ἐκ τοῦ πνεύματος πλήττοντος τὸν ἀέρα, πλήττει δὲ τῷ τόνῳ προϊόν· τόνος δέ ἐστιν ἡ τάσις τοῦ πνεύματος· ὥστε οὐχ οἷόν τε φωνὴν γενέσθαι χωρὶς τόνου. Διὸ πᾶσα συλλαβή, ἐπεὶ συντελεῖ πρὸς τὴν ἐναρμόνιον φωνήν, τόνον ἐπιδέξεται· καὶ ἡ μέν τις ὀξύνεται, ἡ δὲ | |
30 | τὸν ὁμαλισμὸν ποιεῖ, ἡ δὲ τὸν ἐξ ἀμφοτέρων συγκείμενον τόνον περι‐ σπώμενον. Χρὴ τοίνυν ἕνα τούτων τῶν τριῶν τόνων ἐπισκοπεῖσθαι ἐν ἑκάστῃ συλλαβῇ, ὥστε ἔνθα μήτε ὀξεῖα μήτε περισπωμένη ἐστίν, ἐκεῖ πάντως κείσεται ἡ βαρεῖα. Διὸ καὶ βαρύτονα καλοῦμεν ὀνόματά τε καὶ ῥήματα, ἐφ’ ὧν αἱ βαρεῖαι κατὰ τὸ τέλος κεῖνται, οἷον ὡς ἐπὶ τοῦ ῥή‐ | |
35 | ματος τὸ τύπτω βαρύτονον ἀλλ’ οὐ παροξύτονον καλεῖται, ἐπειδὴ ἡ βαρεῖα ἐν τῷ τέλει ἔπεσεν· ἀπὸ γὰρ τοῦ τέλους τοὺς τόνους κανονί‐ | |
ζομεν· διὰ τοῦτο γοῦν ὀξύτονα καὶ βαρύτονα καλοῦμεν τὰ ἐπὶ τέλους | 478 | |
479 | ἔχοντα τούτους τοὺς τόνους, οἷον σοφοί φίλοι. Τόνος δέ, φησίν, ἐστὶ τῆς φωνῆς τῆς ἐναρμονίου ἀπήχησις. Φωνὴν δὲ ἐναρμόνιον καλοῦμεν τὴν τοῦ ἀνθρώπου, ἐναρμόνιον δὲ τὴν ἐγγράμματόν τε καὶ στοιχειώδη, ἁρμονία γάρ τις καὶ τάξις ἐν τῇ συνθέσει τῶν στοιχείων φαίνεται· ἡ δὲ | |
5 | τῶν ἀλόγων φωνὴ οὐ τοιαύτη. Τῶν δὲ τόνων γνήσιοι μέν εἰσιν etc. = Σv 175, 34—176, 14. 〈Heliodori.〉 —Ἡ δὲ περισπωμένη σύνθετός ἐστι καὶ περιλαμβάνει τῇ φωνῇ τὰς δύο ἀπηχήσεις· διὸ ἐπὶ μὲν βραχειῶν οὐ τίθεται, ἀλλ’ ἐπὶ μακρῶν μόνον τῶν αὐτὴν δέξασθαι δυναμένων· ἡ γὰρ ποιὰ τάσις αὐτῆς | |
10 | ἀμφοτέρων τῶν ἀπηχήσεων λαβοῦσα τὴν δύναμιν πρόσφορός ἐστι 〈μόνῃ〉 τῇ μακρᾷ συλλαβῇ, ἐπεὶ πολλάκις ἡ μακρὰ συλλαβὴ σύγκειται ἐξ ὀξείας καὶ βαρείας, συνέστηκε δὲ καὶ ἡ περισπωμένη ἐξ αὐτῶν· καὶ δῆλον ὅτι μικτὴ οὖσα καὶ φύσιν λαβοῦσα ἐπιτίθεσθαι ταῖς μακραῖς, ἐκπέφευγε τὸ ἐπικεῖσθαι ταῖς βραχείαις. | |
15 | Ἡ κατὰ ἀνάτασιν.] Οὐκ ἔστιν ἐνταῦθα τὸ η διαζευκτικὸς σύν‐ δεσμος, ἀλλὰ ἄρθρον. Ἡ κατὰ περίκλασιν.] Περίκλασις φωνῆς etc. = Σd 23, 14—18. | |
18t | § 4. | |
19t | 〈Περὶ στιγμῆς.〉 | |
20 | Σκοπὸν ἔχων ὁ τεχνικὸς εἰσαγωγικὴν γράφειν τέχνην ἀποφεύγει τῶν προσῳδιῶν τὰ δυσχερῆ, τουτέστι τὸ πνεῦμα, τὸν χρόνον, τὰ πάθη ἐπεὶ γὰρ ὁ περὶ τούτων λόγος πολὺς ἦν καὶ πολλῶν θεωρημάτων δεό‐ μενος, ἦν δὲ αὕτη ἡ διδασκαλία πρὸς παῖδας, ἀναγκαίως καὶ αὐτὸς παρῆκεν. —Στιγμὴ δὲ καὶ διαστολὴ ταὐτὸν σημαίνει, καὶ παρὰ τὴν | |
25 | αὐτὴν ἔννοιαν ἀμφότεραι ὠνομάσθησαν· διαφέρει δέ, ὅτι ἡ μὲν στιγμὴ τὴν φωνὴν διίστησιν, ἡ δὲ διαστολὴ ἅμα τῇ φωνῇ καὶ τὰς διανοίας. — Στιγμαὶ δέ εἰσι τρεῖς, τελεία, μέση, ὑποστιγμή. Καὶ τελεία μέν ἐστιν ὅτε τῆς περιόδου τέλειον καὶ ἀπηρτισμένον ἐστὶ τὸ ἐνθύμημα, οἷον 〈ex. gr. Α 84〉 τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλ‐ | |
30 | λεύς· τέλειον γὰρ ἄχρι τούτου τὸ νόημα· τίθεται 〈δὲ〉 ἐπὶ κεφαλῆς τοῦ γράμματος. Ἡ δὲ μέση καὶ ἀπὸ τοῦ ὀνόματός ἐστι φανερά· μέσην γὰρ δύναμιν ἐπέχοντος τοῦ νοήματος καὶ τὴν ἐπαγωγὴν ἔχοντος ἐπὶ μέσου τίθεται, οἷον 〈Α 23〉 αἰδεῖσθαί θ’ ἱερέα, οὐ κρεμαμένου τοῦ νοήματος οὐδὲ τὸ ἀτελὲς ἐμφαίνοντος, ὅπερ πέπονθεν ἡ ὑποστιγμή· | |
35 | ἐκεῖ γὰρ ὥσπερ ἐπιζητεῖ τὸ λεῖπον· διὸ καὶ ὑποκάτω τοῦ γράμματος | 479 |
480 | κεῖται, ἐμφαίνουσα τὴν δύναμιν, καὶ ἡ τελεία ἄνω, ὥσπερ ἀναπαύουσα τὸ πνεῦμα. Τίνι δὲ διαφέρει τελεία στιγμὴ ὑποστιγμῆς; τὸ γὰρ ζητεῖν περὶ τῆς μέσης ἄτοπον, αὐτόθεν γὰρ φανερά· τοῦτο δὲ ζητητέον, ἐπειδὴ οὐ ταὐ‐ | |
5 | τὸν τὸ λεῖπον τῷ τελείῳ. Διαφέρει δὲ ταῦτα ἀλλήλων, φησί, χρόνῳ. Οὐχὶ γὰρ καὶ ἡ μέση διαφέρει χρόνῳ τούτων; Πρὸς ὃ λεκτέον, ὅτι ἐὰν μή τις ἐπαγάγῃ τῇ μέσῃ τὸ ἑξῆς, τελεία ἂν γένοιτο, καὶ οὐκ ἀνάγκη ἐπιζητῆσαι τὸ ἑξῆς· ἡ δὲ ὑποστιγμὴ δεῖται πάντως. Πῶς δὲ καὶ ποίῳ χρόνῳ διαφέρει; χρόνους γὰρ ἴσμεν μακρὸν καὶ βραχύν, τοῦτο δὲ οὐκ | |
10 | ἔσται ἐν ταῖς στιγμαῖς. Χρόνον τοίνυν λέγει τὸ διάστημα τῶν νοημά‐ των· καὶ γὰρ καὶ οἱ χρόνοι ἐκεῖνοι ἐν διαστήμασι· τιθεμένης τοίνυν τῆς τελείας ἐπίμηκες τὸ ἐπιφερόμενον νόημα, τῆς δὲ ὑποστιγμῆς, βραχὺ τὸ λεῖπον. Διὰ 〈τί〉 δὲ τῆς τελείας καὶ τῆς ὑποστ. etc. = Σv 178, 18—179, 1. | |
15t | § 5. | |
16t | Περὶ ῥαψῳδίας. | |
17 | Οὐ προσηκόντως ἐνταῦθα κεῖται etc. = Σm 314, 18—31. 〈Heliodori.〉 —Ῥαψῳδίαν δὲ εἶναι λέγουσιν τὴν ἐκ διαφόρων τό‐ πων Ὁμηρικῶν ἐρραμ〈μ〉ένην ᾠδήν· οἷόν τινας ἂν εἴποι λόγους ἡ Ἠχὼ | |
20 | τοῦ Πανὸς αὐτὴν καταδιώκοντος· 〈θ 306〉 Ζεῦ πάτερ ἠδ’ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες, 〈θ 307〉 δεῦρ’, ἵν〈α〉 ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδητε· 〈Ζ 165〉 ὅς μ’ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ, 〈Δ 109〉 τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρ〈α〉 πεφύκει. | |
25 | 〈Ε 429〉 ἀλλὰ σύγ’ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο, 〈Γ 24〉 εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα. Ἀλλ’ εἰ τοῦτο ἦν ἀληθές, αὐτὰ ἂν μόνα ἐκαλεῖτο ῥαψῳδία, καὶ οὐκέτι τὰ κατὰ τάξιν Ὁμήρου. Εἴρηνται δὲ τὰ τοιαῦτα κέντρωνες· καὶ ὥσπερ κέντρων λέγεται περιβόλαιον τὸ ἐκ διαφόρων ῥακῶν συγκείμενον, | |
30 | οὕτω καὶ τὰ ἐκ διαφόρων ἐπῶν συγκείμενα νοήματα κέντρωνες κα‐ λοῦνται. Ῥαψῳδία ἐστὶ μέρος ποιήματος.] Κακῶς ἔφη τὴν ῥαψῳδίαν μέρος ποιήματος· ἔδει γὰρ εἰπεῖν μέρος ποιήσεως· ποίησις γὰρ λέγεται ἡ Ἰλιάς, ἡ Ὀδύσσεια, ποίημα δὲ ἡ ῥαψῳδία· μέρος δὲ τῆς ποιήσεώς | |
35 | ἐστιν ἡ ῥαψῳδία, οὐ μὴν τοῦ ποιήματος· πῶς γὰρ δύναται εἶναι ῥα‐ | 480 |
481 | ψῳδία μέρος τῆς ῥαψῳδίας; Φαμὲν οὖν ὅτι ὡς πρὸς τὴν γενικωτάτην ποίησιν ποίημα ἂν εἴη πᾶσα ἡ Ἰλιάς, μέρος δὲ ποιήματος ἡ ῥαψῳδία. Καὶ ἔστιν ὁ νοῦς οὕτως· ῥαψῳδία ἐστὶν ἀπόκομμα ποιήματος περιλαβὸν καὶ ἐν ἑαυτῷ ἔχον ὀλίγην τινὰ καὶ μικρὰν περιπέτειαν, ὡς ἡ Α ἔχει | |
5 | ὀργὴν Ἀχιλλέως, ἡ Β ἀπάτην ὀνείρου, ἡ δὲ Γ Ἀλεξάνδρου καὶ Μενε‐ λάου μονομαχίαν. Καλῶς δὲ ἔφη τὴν ῥαψῳδίαν μέρος ποιήματος· ποίημα γὰρ ἡ Ἰλιάς, καὶ ποίημα ἕτερον ἡ Ὀδύσσεια, τὸ δὲ συναμφότερον ποί‐ ησις, ἡ δὲ ῥαψῳδία μέρος ποιήματος. Ἔστι δὲ ποίημα φράσις ἔμμετρος καὶ ἔρρυθμος, ἀρχαιοτέρα καὶ σεμνοτέρα τῆς λογικῆς συντάξεως, κατὰ | |
10 | τῶν ὑποκειμένων πραγμάτων ἢ ὡς ὑποκειμένων τιθεμένη, ὑποκειμένων 〈μὲν〉 θείων τε καὶ ἀνθρωπίνων, ὡς ὑποκειμένων δέ, οἷον Σκύλλης, Χιμαίρας καὶ τῶν ὁμοίων. Ποιητικὴ μὲν λέγεται ἡ ἕξις, ποιητὴς δὲ ὁ μετέχων 〈ποιητικῆσ〉, ποίημα 〈δὲ〉 ὁ στίχος καὶ τὸ σύνταγμα τὸ ἐν τῷ αὐτῷ ἀρχὴν καὶ τέλος ἔχον, ὁποῖόν ἐστι τὸ Κ τῆς Ἰλιάδος, ἡ νυκτε‐ | |
15 | γερσία· ποίησις δὲ ἥτις ἀρχὴν μὲν οὐκ ἔχει ἐν τοῖς προτέροις, τὸ δὲ νόημα ἐν τοῖς ἐχομένοις ἀποτελεῖ. Φασὶ δὲ ὡς ἀπώλοντο τὰ τοῦ Ὁμήρου· τότε γὰρ οὐ γραφῇ παρε‐ δίδοτο, ἀλλὰ μόνῃ διδασκαλίᾳ καὶ ὡς ἂν μνήμῃ μόνῃ ἐφυλάττετο· καὶ ᾔδει ὁ μὲν τυχὸν ἑκατὸν στίχους, ὁ δὲ πεντήκοντα, ἄλλος δὲ ὅσους ἂν | |
20 | ἔτυχε· καὶ ἤμελλε λήθῃ παραδίδοσθαι ἡ τοιαύτη ποίησις. Ἀλλὰ Πεισί‐ στρατος θέλων καὶ ἑαυτῷ δόξαν περιποιήσασθαι etc. = Σd 29, 23 —30, 24. Εἴρηται δὲ ῥαψῳδία οἱονεὶ ῥαβδῳδία τις οὖσα.] Ῥαβδῳδία τις οὖσα τὸ πρότερον ῥαψῳδία ἐκλήθη κατὰ μεταβολὴν τοῦ βδ εἰς ψ· | |
25 | συγγενῆ γὰρ ἀλλήλοις τὰ στοιχεῖα. Ῥάβδον δὲ δαφνίνην κατέχοντες ᾖδον τὰ Ὁμηρικὰ ἔπη· ἢ διὰ τὸ ἀειθαλὲς τοῦ φυτοῦ etc. = Σm 316, 2—19. Φέρεται ἔν τισιν ἱστορίαις περὶ τῆς τοῦ Ὁμήρου ποιήσεως οὕτως, ὅτι τῷ ἐν βασιλεῦσι γενναιοτάτῳ Ἀλεξάνδρῳ προσήνεγκάν τινες Ἰνδῶν βασιλεῖς κιβώτιον πάνυ | |
30 | ὡραῖον ὡς δῶρον ἐκ λίθων πολυτίμων καὶ μαργάρων κατεσκευασμένον. Ἰδὼν οὖν ὁ βασιλεὺς καὶ καταπλαγεὶς τὴν παμποίκιλον καὶ πολύτιμον τοῦ κιβωτίου κατασκευὴν εἶπε τί ἄρα ὀφείλω τηρεῖν ἔσωθεν τούτου, ὥστε εἶναι τιμιώτερον τῆς τοιαύτης κατασκευῆς; Ἔκρινεν οὖν ἐν ἑαυτῷ, ὡς οὐδὲν ἄλλο ἐν βίῳ τιμιώτερον τῶν Ὁμη‐ | |
ρικῶν βιβλίων· καὶ οὕτως αὐτὰ συλλεξάμενος ἐνέθηκεν ἐν αὐτῷ καὶ ἐσφράγισεν. | 481 | |
482(1t) | § 6. | |
2t | Περὶ φωνῆς. | |
3 | 〈Heliodori.〉 —Ἐπειδὴ ἐκ τῆς φωνῆς τὰ στοιχεῖα συνίστανται, στοιχεῖον δέ ἐστιν ἡ πρώτη καὶ ἀμερὴς τοῦ ἀνθρώπου φωνή, ἀναγκαῖον | |
5 | ἡμᾶς περὶ φωνῆς πρῶτον διαλαβεῖν. Διογένης ὁ Βαβυλώνιος τὴν φωνὴν οὕτως ὁρίζεται· «φωνή ἐστιν ἀὴρ πεπληγμένος ἢ τὸ ἴδιον αἰσθη‐ τὸν ἀκοῆς» ἀλλ’ ἐπειδὴ ὁ ἀὴρ σῶμά ἐστιν, ὁ δὲ Πλάτων τὴν φωνὴν οὐ δοξάζει σῶμα, δεῖ λέγειν τὸν ὅρον οὕτως· «πληγὴ ἀέρος ἢ τὸ ἴδιον αἰσθητὸν ἀκοῆς». Εἰσὶ δέ τινες λόγοι δεικνύντες τὴν φωνὴν ἀσώματον· | |
10 | καὶ ἔχουσιν οὕτως· τῶν πραγμάτων τὰ μὲν ἐν τῷ γίνεσθαι ἔχει τὸ εἶναι, τὰ δὲ ἐν τῷ γεγονέναι· 〈εἰ〉 ἄρα οὖν ἡ φωνὴ ἐν τῷ γίνεσθαι ἔχει τὴν ὕπαρξιν καὶ μετὰ ταῦτα οὐχ ὑφίσταται, δῆλον ὅτι οὐκ ἔστι σῶμα. Ὁ δὲ Ἐπίκουρος καὶ ὁ Δημόκριτος καὶ οἱ Στωϊκοὶ σῶμά φασι τὴν φωνήν. Πᾶν 〈γὰρ〉 ὃ δύναται δρᾶσαι καὶ παθεῖν σῶμά ἐστιν, | |
15 | ὥσπερ ὁ σίδηρος· πάσχει μὲν γὰρ οὗτος ὑπὸ πυρός, δρᾷ δὲ εἰς ἀνθρώ‐ πους ἢ εἰς ξύλα· εἰ ἄρα καὶ ἡ φωνὴ καὶ δρᾷ καὶ πάσχει, σῶμά ἐστι· καὶ δρᾷ μέν, ἡνίκα ἀκούοντες ἡμεῖς ἢ φωνῆς ἢ κιθάρας πρὸς τέρψιν ἐρχόμεθα, πάσχει δέ, ὡς ὅταν φωνούντων ἡμῶν ἄνεμος πνεύσῃ καὶ ποιήσῃ ἧττον ἀκούεσθαι τὴν φωνήν. —Ἔτι καὶ οὕτως ἀποδείκνυται | |
20 | σῶμα· πᾶν αἰσθητὸν σῶμά ἐστιν, οἷον τὸ ξύλον, ὁ λίθος· ταῦτα γὰρ αἰσθητά εἰσιν, ὑποπίπτουσι γὰρ τῇ ὁράσει· εἰ ἄρα οὖν καὶ ἡ φωνὴ αἰσθητόν, ὑποπίπτει γὰρ τῇ ἀκοῇ, δῆλον ὅτι σῶμά ἐστιν. —Ἔτι ἴδιόν ἐστι σώματος τὸ ποτὲ μὲν αὐξάνεσθαι, ποτὲ δὲ λήγειν, οἷον ὡς ἐπὶ τοῦ δένδρου· τοῦτο γὰρ αὔξεται καὶ λήγει τεμνόμενον· εἰ ἄρα οὖν καὶ ἡ | |
25 | φωνὴ καὶ αὔξεται καὶ λήγει, δῆλον ὅτι σῶμά ἐστι· καὶ αὔξεται μέν, ὡς ἐπὶ τῶν παίδων, ὧν ἡ φωνὴ βραχεῖά ἐστι μικρῶν ὄντων, αὐξηθέντων δὲ μεγάλη· λήγει δέ, ὅταν ἀσθενήσαντός τινος ἀσθενοῦσα καὶ αὕτη μειωθῇ. —Ἔτι πᾶν τὸ ἀντιτυποῦν σῶμά ἐστιν, ὡς ἐπὶ τοῦ λίθου· καὶ γὰρ ἁπτομένων ἡμῶν τούτου ἀντιτυπία γίνεται—ἀντιτυπία δὲ λέγεται | |
30 | ὅταν εὑρεθῇ τι προσκροῦον—εἰ ἄρα καὶ ἡ φωνὴ ἀντιτυπεῖ προσκρού‐ ουσα ταῖς ἀκοαῖς—καὶ γὰρ ἡ φωνὴ προσκρούουσα ταῖς ἀκοαῖς ἐξάκου‐ | |
στος γίνεται—, δῆλον ὅτι σῶμά ἐστιν. | 482 | |
483 | Φωνὴ δὲ λέγεται κυρίως 〈μὲν〉 ἐπὶ ἀνθρώπων, ὡς παρὰ τῷ ποιητῇ 〈Β 489 seq〉 οὐδ’ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματ’ ἦεν, Φωνὴ δ’ ἄρρηκτος, καταχρηστικῶς δὲ καὶ ἐφ’ ἑτέρων, 〈Σ 219〉 ὡς δ’ ὅτ’ ἀριζήλη φωνή, ὅτε τ’ ἴαχε σάλπιγξ. | |
5 | Φωνὴ δὲ λέγεται οἱονεὶ φαονή τις οὖσα, τουτέστι λαμπρῶς δηλοῦσα τὰ νοήματα· ἢ φωτονόη τις οὖσα, παρὰ τὸ φωτίζειν τὸν νοῦν. Ἰστέον δὲ ὅτι τὴν φωνὴν οὕτω τινὲς ὁρίζονται· «φωνή ἐστι πνεῦμά τι ἀπὸ συστήματος ἰδίου καὶ αἵματος ἀναφερόμενον ἕως τῆς γλώττης, ὑφ’ ἧς τυπτόμενον αὐτὸ διαρθροῦται καὶ νοητὸν ταῖς πλησίον ἀκοαῖς | |
10 | παραδίδοται». | |
11t | Περὶ στοιχείου. | |
12 | Τῶν στοιχείων εὑρετήν τινες Κάδμον φασίν etc. = (sed partim in breviorem formam contracta) Σv 183, 1—186, 4; 192, 14—23; 186, 5—20. | |
15 | Στοιχεῖον δέ ἐστι φωνὴ ἐγγράμματος ἀμερής· «ἐγγράμματος» μὲν διὰ τὰς ἀγραμμάτους, «ἀμερής» δέ, ἐπεὶ τὸ στοιχεῖον οὐ μερίζεται ὥσπερ ἡ συλλαβὴ εἰς στοιχεῖα· 〈ἢ〉 στοιχεῖόν ἐστι φωνὴ τῆς κατὰ σύν‐ ταξιν μέρος ἐλάχιστον πρὸς ὅλον τὸ σύστημα ἐγγραμμάτου φωνῆς· ἢ στοιχεῖόν ἐστιν ἡ πρώτη καὶ ἀμερὴς τοῦ ἀνθρώπου φωνή, γράμμα δὲ | |
20 | σημεῖον στοιχείου, ὃ σχήματι γραφῆς ποιῷ ἢ ποσῷ καταλαμβάνεται· ὡς ὅταν μὲν γράφωμεν προς, ταῦτα στοιχεῖα ἂν εἴποιμεν καὶ γράμματα, εἰ δὲ ρπσο, γράμματα μέν, οὐ στοιχεῖα δέ. Παρέπεται τῷ στοιχείῳ ὄνομα, σχῆμα, θέσις, ἐκφώνησις, δύναμις· ὄνομα μέν, ὡς ὅταν εἴπωμεν ἄλφα βῆτα· σχῆμα δέ, ὡς ὅταν εἴπωμεν, | |
25 | ὅτι τὰ μὲν μίαν γραμμὴν ἔχουσιν, ὡς τὸ Ι, τὰ δὲ δύο, ὡς τὸ Γ, τὰ δὲ τρεῖς, ὡς τὸ Δ· θέσις δέ, ὡς ὅταν εἴπωμεν, ὅτι τὰ μὲν προτάσσονται, τὰ δὲ ὑποτάσσονται· ἐκφώνησις δέ, ὡς ὅταν εἴπωμεν α ε ι· δύναμις δέ, ὡς ὅταν εἴπωμεν, ὅτι τὰ μὲν ψιλοῦνται, τὰ δὲ δασύνονται, καὶ τὰ μὲν ἐκτείνονται, τὰ δὲ συστέλλονται, καὶ τὰ μὲν ὀξύνονται, τὰ δὲ βαρύνονται. | |
30 | Τὰς δὲ διαιρέσεις τῶν στοιχείων δεῖ ποιεῖσθαι περὶ ἕκαστον τῶν παρεπομένων αὐτοῖς· ὥσπερ γὰρ ἀνθρώπῳ παρέπεται τὰ τῆς ψυχῆς, τὰ τοῦ σώματος, τὰ 〈ἀπὸ〉 τῶν ἐκτός, διαιροῦντες δὲ τὰ περὶ ψυχήν φαμεν, τῶν ἀνθρώπων οἱ μὲν ἔμφρονες, οἱ δὲ ἄφρονες, καὶ τὸ σῶμα, οἱ μὲν ὑγιεῖς, οἱ δὲ ἀσθενεῖς, καὶ τὰ ἐκτός, οἱ μὲν πλούσιοι, οἱ δὲ πέ‐ | |
35 | νητες, οὕτω καὶ τῶν στοιχείων δεῖ ποιεῖσθαι τὰς διαιρέσεις περὶ ἕκα‐ | |
στον τῶν παρεπομένων. Ὅταν τοίνυν πρώτην καὶ δευτέραν καὶ τρίτην | 483 | |
484 | διαίρεσιν ποιησώμεθα, τὴν μὲν πρώτην καλοῦμεν διαίρεσιν τὴν εἰς δύο τοῦ λόγου τομήν, τὴν δὲ δευτέραν ἐπιδιαίρεσιν, τὴν δὲ τρίτην ὑποδιαί‐ ρεσιν· οἷον ὡς ὅταν εἴπωμεν, τῶν στοιχείων τὰ μὲν φωνήεντα, τὰ δὲ σύμφωνα, τῶν δὲ συμφώνων τὰ μὲν ἡμίφωνα, τὰ δὲ ἄφωνα, τῶν δὲ | |
5 | ἀφώνων τὰ μὲν ψιλά, τὰ δὲ δασέα, τὰ δὲ μέσα. Ἡμεῖς μὲν οὖν τὰ στοιχεῖα εἰς δύο διαιροῦμεν, εἰς φωνήεντα καὶ εἰς σύμφωνα, τινὲς 〈δὲ〉 εἰς τρία, εἰς φωνήεντα, εἰς ἄφωνα καὶ εἰς ἡμίφωνα. Διὰ τί δὲ τὰ φωνήεντα προτερεύουσι τῶν συμφώνων; Διὰ τὸ α, ὅπερ ὠνόμασται μὲν παρὰ τὸ ἀλφῶ, πρῶτον εὑρεθέν· προτέτακται δὲ | |
10 | τῶν ἄλλων, ὡς ἀπὸ τοῦ αὐτοῦ στοιχείου ἀρξάμενον καὶ εἰς τὸ αὐτὸ λῆξαν, ὅπερ τοῖς ἄλλοις οὐ παρέπεται. Ἐπειδὴ δὲ διάφοροι παρὰ τοῖς ἀρχαίοις χαρακτῆρες τῶν στοιχείων ἦσαν, ἀναγκαῖον ἐκθέσθαι αὐτοὺς πρὸς σαφήνειαν· τούτων γὰρ ἐκτιθε‐ μένων οὐ ταράξει ἡμᾶς 〈ὁ〉 ἀσυνήθεις ἡμῖν χαρακτῆρας δεικνύς. Ταῦτα | |
15 | Λούκιος ὁ Ταρραῖος παρατίθεται. (Haec verba sequitur in reliqua fol. 60r parte et fol. 60v codicis E conspectus variarum formarum unius cuiusque ex viginti quatuor litteris, ita ut praeposita litterarum mino‐ rum vulgarium serie singulis subiectae sint modo plures modo pau‐ ciores eiusdem litterae formae aut solius aut cum aliis conexae, quarum | |
20 | summa est 297. Sed haud pauca γράμματα falsum in locum sunt de‐ lata, sat multa quid significent vix perspicias, quaedam binis ternisve exstant locis. Hoc alphabetum omittit A, septem fere folii 33r partibus vacuis relictis.) Τῶν ἀρχαίων οἱ μὲν βουστροφηδὸν ἔγραφον, οἱ δὲ κιονηδόν, οἱ δὲ | |
25 | πλινθηδόν, οἱ δὲ σπειρηδόν· | |
484col 1(26) | βουστροφηδόν· αβγδεζηθ ποξνμλκι | |
ρστυφχψω | Column end | |
484col 2 | κιονηδόν· αεινρφ βζκξσχ γηλοτψ | |
30 | δθμπυω | Column end |
484col 3 | πλινθηδόν· αωψχφυτ βγδεζ σρποξ | |
5 | ηθικλμν | Column end |
484col 4(26) | σπειρηδὸν δὲ οὕτως· αβγδ θηζε ικλμ | |
30 | ποξν ρστυ | |
ωψχφ | Column end | |
484(34) | Ἃ δὲ νῦν ἡμεῖς γράφομεν λέγονται δισχιδόν, παρὰ τὸ διεσχίσθαι τοὺς | |
35 | στίχους. | |
Ἐπειδὴ δέ τινες τὸ παρὰ τοῖς Βοιωτοῖς etc. = Σv 186, 21—190, 18. | 484 | |
485 | Ἐπειδὴ δὲ τὰ στοιχεῖα κατὰ τάξιν ἐτέθησαν, ἀναγκαῖον ἡμᾶς εἰπεῖν τὴν αἰτίαν τῆς τάξεως αὐτῶν. Ἐχρῆν τὰ στοιχεῖα οὐκ ἀπὸ συμφώνου ἀλλ’ ἀπὸ φωνήεντος ἄρξα‐ σθαι, ἐπεὶ τὰ φωνήεντα τιμιώτερά εἰσι, καθὸ καθ’ ἑαυτὰ φωνὴν ἀπο‐ | |
5 | τελεῖ. Εἰσὶ δὲ ὑπομερισμοὶ τῶν φωνηέντων τρεῖς, εἰσὶ γὰρ δίχρονα τρία, μακρὰ δύο, βραχέα δύο. 〈Καὶ〉 ἀπὸ μὲν τῶν μακρῶν οὐκ ἤρξατο, με‐ ταγενέστερα γάρ εἰσι ταῦτα· οὐδὲ μὴν ἀπὸ τῶν βραχέων, μονόχρονα γάρ εἰσιν· ἐλείπετο οὖν ἐκ τῶν διχρόνων τὴν ἀρχὴν ποιήσασθαι, ἐπειδὴ καὶ τοῖς μακροῖς ἰσοδυναμοῦσιν ἐκτεινόμενα, καὶ τοῖς βραχέσι συστελ‐ | |
10 | λόμενα. Καὶ δῆλον ὅτι οὐκ ἤρξατο ἀπὸ τοῦ υ, ἐπεὶ ὑποτακτικόν ἐστιν, ὁμοίως καὶ τὸ ι ἐλείπετο τὸ α προτακτικὸν ὄν, καὶ λοιπὸν εὐλόγως ἐκ τούτου τὴν ἀρχὴν ἐποιήσατο. Ἄλλως τε καὶ διὰ τοῦτο προέταξε τὸ α, ἐπεὶ πάντων τῶν μερῶν τοῦ λόγου εὑρίσκεται καταληκτικόν· καὶ γὰρ | |
15 | τῶν ὀνομάτων, ὡς ἐπὶ τοῦ Μοῦσα, καὶ τῶν ῥημάτων, ὡς ἐπὶ τοῦ τέ‐ τυφα, καὶ τῶν μετοχῶν, ὡς ἐπὶ τοῦ τετυφυῖα, καὶ τῶν ἄρθρων, ὡς ἐπὶ τοῦ τά, καὶ τῶν ἀντωνυμιῶν, ὡς ἐπὶ τοῦ τὰ ἐμά, καὶ τῶν προθέσεων, ὡς ἐπὶ τοῦ ἀνά, καὶ τῶν ἐπιρρημάτων, ὡς ἐπὶ τοῦ ἄναντα, καὶ τῶν συνδέσμων, ὡς ἐπὶ τοῦ ἀλλά. Οἱ δέ, ὅτι τὰ ἐπεκτεινόμενα τῶν στοι‐ | |
20 | χείων εἰς αὐτὸ καταλήγει, ὡσὰν προγινώσκοντα αὐτό, οἷον βῆτα γάμμα. Οἱ δέ, ὅτι πρῶτον εὑρέθη, ὅθεν ἄλφα λέγεται, τουτέστι τὸ πρῶτον εὑρεθέν· ἀλφεῖν γὰρ τὸ εὑρίσκειν, ὅθεν καὶ τὸ 〈ex. gr. Σ 593〉 ἀλφε‐ σίβοιαι. Ἀθήναιος δέ, ἐπειδὴ ἐκ τριῶν γραμμῶν σύγκειται, ὁ δὲ τρίτος ἀριθμὸς ἀρχὴ πλήθους ἐστί, φημὶ δὴ πάντων τῶν στοιχείων. Ἔτι τῶν | |
25 | φωνηέντων ἃ μὲν κεχηνότων τῶν χειλέων λέγομεν, ὡς τὸ η, ἃ δὲ μύοντες τὰ χείλη λέγομεν, ὡς τὸ υ ο· ἐπεὶ οὖν τὸ α τὴν κατ’ ἀμφό‐ τερα κίνησιν ἔχει, καὶ γὰρ κεχηνότων καὶ μυόντων τῶν χειλέων ἐκφω‐ νεῖται, τούτου χάριν ἐκ τῶν φωνηέντων αὐτὸ προτέτακται. Ἢ ὅτι Φοινίκων ἐστὶν εὕρημα, Φοίνικες δὲ τὴν οἰκίαν ἄλφα λέγουσιν· ἐπεὶ οὖν | |
30 | Ἡσίοδος ἔφη 〈Opp. 405〉 οἶκον μὲν πρώτιστα γυναῖκά τε, διὰ τοῦτο τὸ α πρῶτον τέτακται. Ἢ ὅτι εὐθέως τικτόμενα τὰ παιδία ἐν τῷ κλαίειν τὴν ἐκφώνησιν τοῦ α λέγει. Ἢ ἐπεὶ ἀφ’ ἑαυτοῦ ἄρχεται καὶ εἰς ἑαυτὸ καταλήγει. | |
Μετὰ δὲ τὸ α ἕπεται τὰ τρία μέσα, καὶ τοῦτο εὐλόγως· εἰ γὰρ τὸ | 485 | |
486 | α καθὸ δίχρονόν ἐστι κατὰ τοῦτο τῶν ἄλλων φωνηέντων προτέτακται, ἀναγκαίως καὶ τὸ β καὶ τὸ γ καὶ τὸ δ 〈τῶν ἄλλων συμφώνων〉, καθὸ ἐπίστανται ἀμφότερα τὰ πνεύματα· ὃν γὰρ τρόπον ἐστὶ μακρὸν καὶ βραχὺ τὸ δίχρονον, τὸν αὐτὸν τρόπον ἐστὶ δασέα καὶ ψιλὰ τὰ μέσα· | |
5 | καὶ γὰρ πρὸ τοῦ ἐπινοηθῆναι τὰ ψιλὰ τὰ μέσα ἔχοντα ἄνωθεν τὸν τύ‐ πον τῆς ψιλῆς ἀντὶ τῶν ψιλῶν παρελαμβάνοντο, καὶ πάλιν πρὸ τοῦ ἐπινοηθῆναι τὰ δασέα τὸν τύπον ἔχοντα τῆς δασείας ἀντὶ 〈τῶν〉 δασέων παρελαμβάνοντο. Εὐλόγως δὲ τὸ δ μετὰ τὸ β καὶ γ ἐστίν, ἐπειδὴ πέ‐ φυκε καὶ τῷ β καὶ τῷ γ ὑποτάσσεσθαι, οἷον βδέλλα ἕβδομος ὀγδόη· τὸ | |
10 | δὲ β ὤφειλε μετὰ τὸ γ, ἐπειδὴ πέφυκε τὸ β ὑποτάσσεσθαι τῷ γ, οἷον λάγβατα, παρὰ τὸ λὰξ βαίνειν, σημαίνει δὲ τὸν τύπον τοῦ ἀπὸ λακτί‐ σματος βαινομένου· ἀλλ’ ἐπειδὴ τὸ μὲν γ οὐδέποτε προηγεῖται τοῦ δ ἐν τῇ ἀρχούσῃ, ἀλλ’ ἐν τῷ μέσῳ, οἷον ὀγδόη, τὸ δὲ β καὶ ἐν τῷ μέσῳ καὶ ἐν τῇ ἀρχούσῃ, τούτου χάριν ὡς πλείονας συντάξεις καταδεξάμενον | |
15 | προετάγη αὐτοῦ. Μετὰ δὲ τὰ μέσα παρελήφθη τὸ ε· ἐπειδὴ γὰρ ἐκ τῶν διχρόνων παρελήφθη τὸ α, ἔδει τι καὶ ἐκ τῶν ἄλλων παραληφθῆναι εἰδῶν, του‐ τέστι μακρῶν καὶ βραχέων· ἀλλ’ ἐπειδὴ τὰ μακρὰ μεταγενέστερά ἐστι τῶν βραχέων, ὑπελείποντο τὰ βραχέα. Τούτων ὤφειλε παραλαμβάνε‐ | |
20 | σθαι τὸ ε ἢ τὸ ο· παρελήφθη δὲ τὸ ε διὰ τὴν συγγένειαν τοῦ α· πολ‐ λὴν γὰρ συγγένειαν ἔχει τὸ ε πρὸς τὸ α καὶ γὰρ πολλάκις τὸ α εἰς ε τρέπεται, ὥσπερ καὶ ἡ Αἰολέων διάλεκτος ποιεῖ τὸ λεγόμεθα λεγό‐ μεθεν λέγουσα· καὶ τὸ ε δὲ πολλάκις εἰς α τρέπεται, ὥσπερ ἡ Δωρὶς διάλεκτος ποιεῖ τὸ τρέχω τράχω λέγουσα· ἐπειδὴ οὖν συγγένειαν ἔχει | |
25 | πολλὴν τὸ ε πρὸς τὸ α, εὐλόγως οὐκ ἄλλο φωνῆεν ἀλλὰ τὸ ε μετὰ τὸ α παρελήφθη. Μετὰ δὲ τοῦτο τὸ ζ, ἐπειδὴ συγγένειαν ἔχει πρὸς τὸ δ, ὡς ἐν τῷ θερίζω θερίσδω. Μετὰ δὲ τὸ ζ τὸ η, πολλὴν γὰρ συγγένειαν ἔχει πρὸς τὸ α καὶ τὸ | |
30 | ε· καὶ μαρτυρεῖ ὁ παρατατικὸς πῇ μὲν τὸ ἐν τῷ ἐνεστῶτι α εἰς η τρέ‐ πων, πῇ δὲ τὸ ε εἰς η· ἐπεὶ οὖν συγγένειαν ἔχει μετὰ τοῦ α καὶ ε, εὐλόγως μετ’ αὐτὰ τέτακται. —Διὰ τί τὸ η πρὸ τοῦ τ ψιλοῦται, ἐν δὲ τῷ ἧτα τῷ ὀνόματι τοῦ στοιχείου δασύνεται; Ἐπειδὴ παρὰ τοῖς ἀρ‐ χαίοις ὁ τύπος τοῦ Η ἐν τύπῳ δασείας ἔκειτο, ὥσπερ καὶ νῦν 〈παρὰ〉 | |
35 | τοῖς Ῥωμαίοις. | 486 |
487 | Μετὰ δὲ τὸ η δασὺ σύμφωνον ἐτάγη· καὶ γὰρ τρεῖς ἰδέαι τῶν στοι‐ χείων ὕστερον ἐπενοήθησαν, δασέα, μακρὰ καὶ διπλᾶ· καὶ ἐκ μὲν τῶν διπλῶν ἐλήφθη τὸ ζ, ἐκ δὲ τῶν μακρῶν τὸ η· ἐχρῆν οὖν καὶ ἐκ τῶν δασέων 〈τι〉 παραλαμβάνειν. Εὐλόγως οὖν μετὰ τὸ η τὸ θ· συγγένειαν | |
5 | γὰρ ἔχει πρὸς τὸ η κατὰ τὴν ποσότητα τῶν συλλαβῶν καὶ κατὰ τὴν κατάληξιν· τὰ γὰρ ἄλλα δασέα, τὸ φ καὶ τὸ χ, οὔτε κατὰ τὴν ποσό‐ τητα τῶν συλλαβῶν οὔτε κατὰ τὴν κατάληξιν ἔχουσι πρὸς τὸ η συγ‐ γένειαν. Μετὰ δὲ τὸ θ τὸ ι ἐτάγη· πολλὴν γὰρ συγγένειαν ἔχει μετὰ τοῦ | |
10 | ε· καὶ γὰρ μεγεθύνεται τὸ ε διὰ τῆς προσθήκης αὐτοῦ, οἷον τυφθέντος τυφθεῖσα, καὶ διὰ τῆς ἀποβολῆς τοῦ ι συστέλλεται, οἷον τυπείς τυπέν‐ τος, Ἑκτόρειος Ἑκτόρεος. —Διὰ τί δὲ οὐ προπαροξύνεται τὸ ἰῶτα, ὥσπερ τὸ νόημα φίλημα; Ἐπειδὴ τὰ ὀνόματα τῶν στοιχείων τὰ φύσει μακρᾷ παραληγόμενα προπερισπῶνται, οἷον βῆτα ζῆτα. | |
15 | Μετὰ δὲ τὸ ι τὸ κ τέτακται, ἐπειδὴ τῶν συμφώνων τὰ μέν ἐστι ψιλά, τὰ δὲ δασέα, τὰ δὲ μέσα· ἐπεὶ οὖν μετὰ τὸ η δασὺ ἐπεισῆλθε τὸ θ, ἔδει μετὰ τὸ φωνῆεν τὸ κείμενον μετὰ τὸ θ, λέγω δὴ τὸ ι, ψιλὸν ἐπεισελθεῖν σύμφωνον· τὰ γὰρ μέσα ἀνωτέρω ἐτάγησαν· οὐκ ἄλλο δὲ ἢ τὸ κ, ἐπεὶ συγγένειαν ἔχει πρὸς τὸ ι κατὰ τὴν λήγουσαν. | |
20 | Τὸ δὲ λ μετὰ τὸ κ, κατὰ τὴν ποσότητα τῶν συλλαβῶν καὶ κατὰ τὴν κατάληξιν· καὶ ὅτι τὸ λ ὑποτέτακται τῷ κ κατὰ σύλληψιν, ὡς ἐν τῷ κλέος. Τὸ δὲ μ πρὸ τοῦ ν, ἐπειδὴ πολλάκις προτέτακται τὸ μ τοῦ ν κατὰ σύλληψιν, ὡς ἐν τῷ μνεία· καὶ ὅτι συγγένειαν τὸ μ καὶ τὸ ν ἔχουσι | |
25 | πρὸς ἄλληλα κατὰ τὴν ποσότητα τῶν συλλαβῶν καὶ κατὰ τὴν κατάληξιν. Μετὰ δὲ τὸ ν τὸ ξ· πολλὴν γὰρ ἔχει συγγένειαν πρὸς τὸ κ, ἐξ αὐτοῦ γὰρ καὶ τοῦ ς δοκεῖ συγκεῖσθαι· ὥσπερ οὖν τὸ κ συγγενὲς τοῦ ξ προτέτακται τοῦ λ μ ν, ἐκ τοῦ ἐναντίου τὸ ξ ὑποτέτακται τούτοις. Μετὰ δὲ τὸ ξ φωνῆεν ἐπεισῆλθε τὸ ο, καὶ τοῦτο εὐλόγως· καὶ γὰρ | |
30 | οὐδέποτε μετὰ τὰ διπλᾶ σύμφωνον ἐπιφέρεται, οἷον ψῆφος ζητῶ· οὐχ ὑπεισῆλθε δὲ τὸ υ, ἐπειδὴ ὥσπερ τὸ ε προετάγη τοῦ ι τοῦ σχόντος πρὸς αὐτὸ συγγένειαν, οὕτως εὔλογον ἦν καὶ τὸ ο προτάξαι τοῦ υ τοῦ ἔχοντος πρὸς αὐτὸ συγγένειαν· τὸ γὰρ ο μεγεθυνόμενον διὰ τῆς προ‐ σθήκης τοῦ υ μεγεθύνεται, οἷον λέοντος λέουσι. Τὸ δὲ ω οὐχ ὑπεισῆλ‐ | |
35 | θεν, ἐπεὶ ὥσπερ τὸ ε προετάγη τοῦ η, τὸν αὐτὸν τρόπον καὶ τὸ ο τοῦ ω, ὡς ἀρχαιότερον. Μετὰ δὲ τὸ ο τὸ π καὶ τὸ ρ καὶ τὸ ς· προετάγη δὲ τὸ π τοῦ ρ, | |
ἐπειδὴ πέφυκε τὸ ρ ὑποτάσσεσθαι τῷ π, ὡς ἐν τῷ πρῶτος. Τὸ δὲ ς | 487 | |
488 | μεταξὺ τοῦ ρ καὶ τοῦ τ ἐστίν, ἐπειδὴ τῷ μὲν ρ πολλάκις ὑποτάσσεται, ὡς ἐπὶ τοῦ μάκαρς, τοῦ δὲ τ προηγεῖται, ὡς ἐπὶ τοῦ στῆναι. Μετὰ δὲ τὸ τ ἐστὶ φωνῆεν τὸ υ, οὐ τὸ ω, ἐπειδὴ τὸ υ ἀρχαιότε‐ ρόν ἐστι τοῦ ω. Ἄλλως τε γνησιότητα ἔχει τὸ υ πρὸς τὸ ο, καὶ εὐλό‐ | |
5 | γως μετὰ τὸ ο οὐχ ὑπεισῆλθεν ἄλλο φωνῆεν. Ὑπελείφθησαν οὖν τρία σύμφωνα, φ χ ψ. Καὶ τὸ μὲν φ μετὰ τὸ υ ἐτάγη, οὐχὶ τὸ χ, ἐπειδὴ οὐδέποτε εὑρίσκεται τὸ υ ἄρχον λέξεως ἐπιφερομένου τοῦ χ, τοῦ δὲ φ εὑρίσκεται, ὡς ἐπὶ τοῦ ὑφαίνω· μετὰ δὲ τὸ φ τὸ χ, συγγένειαν γὰρ ἔχουσιν, ἀμφότερα γὰρ δασέα ἐστίν· ὑπε‐ | |
10 | λείφθη οὖν τὸ ψ, καὶ λοιπὸν ἐξ ἀνάγκης μετὰ τὸ χ ἐτάγη. Μετὰ δὲ τὸ ψ φωνῆεν τὸ ω ἐπιφέρεται· τοῖς γὰρ διπλοῖς φωνή‐ εντα θέλουσιν ἐπιφέρεσθαι. Εἴρηται δὲ ἄλφα παρὰ τὸ ἀλφῶ τὸ εὑρίσκω, τὸ πρῶτον εὑρεθέν. Βῆτα, ὅτι ἐπιβέβηκε δευτέραν ἔχον τάξιν τῶν λοιπῶν γραμμάτων. | |
15 | Γάμμα, ὅτι δρεπανοειδές ἐστι καὶ οἷον ἀμᾷ τὴν γῆν, ὅ ἐστι θερίζει, ὥσπερ καὶ τὸ δρέπανον· καὶ ὁ τύπος τοῦ γράμματός ἐστιν ὅμοιος. Δέλτα, οἱονεὶ δεέλτα τι ὄν, τὸ ἐλλεῖπον τῇ ἐπάρσει· ἰσόπλευρον γὰρ ὂν ἐνδεές ἐστιν ἐπάρσεώς τινος καὶ ἀφαιρέσεως, ἵνα ἴσον γένηται, ἐπεὶ οὕτως ἔτυχεν ἔχειν ἐκ τῆς κατ’ ἀρχὰς ἐκτυπώσεως. Ἄλλοι δὲ ἀπὸ | |
20 | δελτωτοῦ τοῦ σημαίνοντος τὸν ἀστέρα, οὗ τὸν τύπον ἔχει. Ἔ· τούτου θαυμάσαιμεν ἂν τὴν ἐπωνυμίαν· τήν τε γὰρ ἔκτασιν καὶ τὸ κυκλοτερὲς τοῦ αἰῶνος ἐν τῷ ἰδίῳ τύπῳ δηλοῖ· ἔκτασιν μὲν τὴν ἐν μέσῳ μακρὰν ἔχον, κυκλοτερὲς δὲ τὸ περὶ τὴν μακρὰν πέριξ, ὅτι τοῦ ὄντος αἰῶνος μιμεῖται τὰ πέριξ. | |
25 | Ζῆτα, ἀπὸ Ζήτου τοῦ Βορέου. Ἦτα· χαρακτῆρα ἔχει τοῦ 〈Ι καὶ Τ〉 στοιχείου· ἡνίκα γὰρ πλάγιον τεθῇ, εὕροις μακρὰν καὶ ὑπ’ αὐτὴν τὸ Ι, ὅπερ σημαίνει τὸ Τ· Α δὲ εὕροις ἀπὸ τῆς πρώτης γραμμῆς τοῦ η εἰς βαρεῖαν καὶ τῆς ἐν τῷ μέσῳ μακρᾶς, ὥστε ἀπὸ τούτου τοῦ τύπου τὸ ἦτα ὠνομάσθαι. | |
30 | Θῆτα, ὅτι τὴν τοῦ παντὸς θέσιν μιμεῖται· ἡ δὲ τοῦ παντὸς θέσις ἐστὶν ὁ οὐρανός, ὃς τό τε κυκλοτερὲς ἔχει καὶ τὸν διὰ μέσου ἄξονα τῇ κατὰ μέσον χαρακτηρισθέντα μακρᾷ· οὕτως εἰκότως καὶ οἰκείαν ἔλαβε | |
τὴν ὀνομασίαν. | 488 | |
489 | Ἰῶτα, ὅτι κατὰ τὸ εἰς ὀρθὸν ἡ τούτου γραφὴ τῇ τῶν ἰοβόλων ζῴων ἰσοῦται δεινότητι· ὥσπερ ὁ ἰὸς εἰς ὀρθὸν βαδίζων φέρει κακὸν ᾧ πέπρωται, οὕτω καὶ ἡ τούτου γραφὴ ὀρθὴ οὖσα τὸ στοιχεῖον ἰῶτα κα‐ λεῖν ᾐνίξατο. Ἄλλοι δέ φασιν ὅτι οἱ ἰοί, τουτέστι τὰ βέλη, τῇ τοῦ | |
5 | στοιχείου δοκοῦσι γραφῇ ἐοικέναι, ὥστε βέβαιον ἔνθεν ἡ προσηγορία τοῦ γράμματος. Γίνεται δὲ ἰῶτα παρὰ τὸ ι, ὃ σημαίνει τὸ μόνον· μονό‐ γραμμον γάρ ἐστιν. Κάππα· τοῦτο δὲ κατὰ ποιόν ἐστιν ἦχον εὑρημένον, χόπα τι ὄν, τὸ ἔχον ὄπα ἤγουν φωνήν· τὰ γὰρ ψιλὰ ἀπὸ τοῦ κατωτάτου τῆς γλώτ‐ | |
10 | της ἔχει τὴν προφορὰν τῆς φωνῆς· ὅθεν καὶ κῆπος, χῆπός τις ὤν, ὁ ἔχων τὴν πόσιν διὰ τοῦ ὕδατος τοῖς φυτοῖς. Λάμβδα, οἱονεὶ λειόβα τι ὄν, παρὰ τὸ λείως βαίνειν ἐν τοῖς μέ‐ τροις· καὶ γὰρ ἀσθενές ἐστι πρὸς τὸ μηκύνειν τὰς συλλαβάς. Μῦ, ὅτι μυγμόν τινα ἔχει ἡ τούτου ἐκφώνησις. | |
15 | Νῦ, ὅτι νυγμόν τινα ἔχει ἡ τούτου ἐκφώνησις. Ξῖ, ὅτι ἐν τῷ γράφεσθαι πλέον τῶν ἄλλων ξέει· ἔχει γὰρ μακρὰν γραφήν. Ἄλλοι δέ, ὅτι ἡ τούτου ἐκφώνησις ὡσεὶ ξύσματός ἐστιν ἦχος ἀπὸ σιδήρου γινόμενος. Ὄ, ὅτι κατὰ περίκλασιν φωνῆς ἐκφωνεῖται τὸ ὄνομα τοῦ στοιχείου· | |
20 | ἡ δὲ ἐκφώνησις ἐμφερὴς τῷ χαρακτῆρι. Πῖ, παρὰ τὸ παίω, τὸ κρούω· ὁ γὰρ τούτου φθόγγος ὡσεὶ παίον‐ τός ἐστιν ἦχος. Ῥῶ, παρὰ τὸ ῥέω· ὑγρὰ γὰρ καὶ εὐμάλακτα τὰ ἀμετάβολα· ἢ ἀπὸ τοῦ ὡσεὶ ἔλαιον ῥεῖν ἐν τοῖς μέτροις. | |
25 | Σίγμα, σίμα τι ὄν, τὸ ὑπόσιμον· τὰ γὰρ σιγματώδη καὶ ὑπόσιμα· ἢ παρὰ τὸ σιγμόν τινα ποιεῖν τῇ φωνῇ, ἣν πυρωθεὶς ὁ σίδηρος, ἐπειδὰν εἰς ὕδωρ βληθῇ, ἀπήχησεν ὁμοίαν τοῦ γράμματος· ὁ γὰρ τοῦ στοιχείου φθόγγος τοιοῦτός ἐστι. Λέγεται δὲ ὅτι κατ’ εἰκόνα τῆς σελήνης ἐστίν. Ταῦ, ὅτι ἐντεταμένας ἔχει τοῦ χαρακτῆρος τοῦ στοιχείου τὰς ἐντυ‐ | |
30 | πώσεις· ὑπὸ γὰρ τῆς μακρᾶς τῆς ἄνω τὸ Ι κάτωθέν ἐστιν· ἐντεῦθεν καὶ ταῶς, ὁ τεταμένας ἔχων τὰς πτέρυγας. ῎Υ, ὅτι αἱ Ὑάδες, τὸ πρόσωπον τοῦ ταύρου, ὃ ἐπιπλατυνόμενον ἀπὸ τοῦ μετώπου λεπτυνόμενον ἐξ ἀμφοτέρων ἐπὶ τὰ κάτω πρόεισιν, ὥσπερ καὶ τὸ γράμμα. | |
35 | Φῖ, ὅτι φαιὸν τὸ μέλαν· οὕτω καὶ τοῦτο περὶ τὴν ἐκφώνησιν κα‐ | |
κόφωνόν ἐστιν. | 489 | |
490 | Χῖ, ὅτι χεομένην ἔχει τὴν ἐκφώνησιν. Ἄλλοι δὲ σχῖ αὐτὸ εἶπον, ὅτι ἔχει ὀξεῖαν καὶ βαρεῖαν ἀλλήλας κατὰ τὸ μέσον σχιζούσας. Ψῖ, ὅτι συριγμὸν αὐτοῦ ἔχει ἡ ἐκφώνησις, καὶ ὅτι συριγμὸς οὐκ ἔστιν ἢ μόνον ψῖ φωνή. Ἄλλοι δέ, ὅτι ψαύει χρόνου, ὡς διπλοῦν. | |
5 | Ὦ, παρὰ τὸ ἔω, τὸ ὑπάρχω, ἐπειδὴ ὑπάρχει τοῦτο μακρὸν καὶ πλατύ, καὶ ὁμοίαν τῷ χαρακτῆρι τὴν ἐκφώνησιν ἀπηνέγκατο. Φασί τινες ὅτι ἕως τῶν Τρωϊκῶν οὐκ ἐγινώσκετο γράμματα· καὶ δῆλον ἐκ τοῦ μὴ σωθῆναι ποίημά τι τῶν κατὰ τοὺς Ὁμηρικοὺς χρόνους, καὶ ταῦτα αὐτοῦ τοῦ Ὁμήρου εἰσάγοντος ποιητάς, τόν τε Φήμιον καὶ | |
10 | Δημόδοκον, ἱστορουμένου δὲ καὶ Ὀρφέως προγεγενῆσθαι καὶ Μουσαίου καὶ Λίνου· ἀλλ’ ὅμως πλὴν ὀνόματος οὐδὲν πλέον εἰς τὰ μετὰ ταῦτα διασωθῆναι συμβέβηκε πρὸ τῆς Ὁμήρου ποιήσεως, μηδὲ πρεσβύτερον τῆς Ἰλιάδος καὶ Ὀδυσσείας σώζεσθαι ποίημα. Ἀλλ’ ἐρεῖ τις, πῶς ἐπιγράμ‐ ματα σώζεται νομιζόμενα πρεσβύτερα; Τούτων δὲ τὰ μὲν ἐψευσμένους | |
15 | τοὺς χρόνους, τὰ δὲ νεωτέρων τινῶν ὁμωνυμίᾳ τῶν παλαιῶν τὰς ἐπι‐ γραφὰς ἔχουσι. Καὶ οἱ ἥρωες δὲ ἀγράμματοί τινες ἦσαν, καὶ σημείοις καὶ συμβόλοις πρὸς ἀλλήλους ἐν τῇ κατὰ τὸν βίον ἀναστροφῇ χρώμενοι ἐδήλουν ἀλλήλοις ἃ ἤθελον· τὸ γοῦν 〈Ζ 169〉 γράψας ἐν πίνακι πτυκτῷ διαζωγράφησίν τινα καὶ διατύπωσιν δηλοῖ ὧν ὁ γράφων ἐβού‐ | |
20 | λετο ἐνδείξασθαι. Ἀλλ’ ἄτοπόν ἐστι τοὺς ἀρίστους τοῦ ἀνθρωπείου γέ‐ νους ἀπαιδεύτους καὶ ἀγραμμάτους λέγειν. Ἀλλά φαμεν ὡς οὐκ ἔστιν ἀπαιδευσίας τεκμήριον τὸ ἀγράμματον· ὁ γοῦν θεῖος Πλάτων ἐν τῷ Φαίδρῳ 〈275 C〉 καὶ διαβάλλει τὴν εὕρεσιν τῶν γραμμάτων ὡς ἐπὶ λύμῃ παιδείας γεγονυῖαν. Ὅτι δὲ ποιητικοῦ τινος ἀνδρὸς καὶ μουσικοῦ ἡ τῶν | |
25 | στοιχείων εὕρεσις, σημεῖον τὸ πάλαι τοὺς αὐτοὺς γραμματικῆς καὶ μου‐ σικῆς εἶναι διδασκάλους, ὡς Εὔπολις εἰσάγει ἐν Αἰξὶ 〈fr. 17 K〉 καὶ Ἰσο‐ κράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως 〈§ 267〉. Εὑρέθη δὲ τὰ πρῶτα ιϛʹ, ἐκφωνήσεις δὲ τούτων κδʹ· καὶ γὰρ εἰ καὶ μήπω εὕρηντο οἱ χαρακτῆρες, αἱ ἐκφωνήσεις διὰ τῶν ιϛʹ ἐπληροῦντο | |
30 | μετά τινος προσῳδίας. Φασὶ γὰρ πρὶν εὑρεθῆναι τὰ δασέα τοῖς ψιλοῖς ἐχρῶντο μετὰ τῆς δασείας, οἷον εἰ ἠθέλησαν ποιῆσαι Χ, ἐποίουν Κ καὶ Η, εἰ δὲ Θ, Τ καὶ Η, εἰ δὲ Φ, Π καὶ Η, ὡς καὶ νῦν οἱ Ῥωμαῖοι· καὶ τὰ διπλᾶ δὲ ἐξ ὧν σύγκεινται· ἀντὶ δὲ τῶν μακρῶν, ἀντὶ τοῦ ω ο καὶ ̄, | |
ἀντὶ τοῦ η ε καὶ ̄. | 490 | |
491 | Γράμμα τοίνυν ἐστὶ χαρακτὴρ καὶ τύπος στοιχείου εἰδοποιούμενος ποιότητι γραμμῶν· ταύτῃ γὰρ τὰ γράμματα διενήνοχεν ἀλλήλων, ἤγουν τὸ μὲν Δ τρίγωνόν ἐστι, τὸ Ι ἐπίμηκες, τὸ Ο στρογγύλον. Στοιχεῖον δέ ἐστιν ἡ δύναμις καὶ ἐκφώνησις τοῦ γράμματος· γε‐ | |
5 | γραμμένου γὰρ τοῦ ο καὶ ω τὸ μὲν ο συστέλλοντες ἐκφωνοῦμεν, τὸ δὲ ω ἐκτείνοντες, καὶ εἴτε προσπνέοντες ἤτοι δασύνοντες ἢ ψιλοῦντες· ὡς τύπους μὲν εἶναι γραμμάτων κδʹ, δυνάμεις δὲ καὶ ἐκφωνήσεις πλείους. Οἱ γὰρ παλαιοὶ ἄλλως ἐξεφώνουν etc. = Σ 32, 20—34, 20. Ἰστέον μέντοι ὡς τὸ παλαιὸν ἡ δασεῖα τύπον εἶχε τοῦ Η πρὸ τοῦ | |
10 | εὑρεθῆναι τὰ μακρά· ὕστερον δὲ εὑρεθέντων ἐτμήθη κατὰ κάθετον, καὶ τὸ μὲν πρῶτον αὐτῆς μέρος τῆς δασείας ἐστὶ σημεῖον, τὸ δὲ δεύτερον τῆς ψιλῆς. Γράμματα δὲ εἴρηται, ἐπειδὴ ἐντυπούμενα ξυσμόν τινα ἀποτελεῖ, καὶ μάλιστα ὑποκειμένου κηροῦ· δῆλον γὰρ ὅτι ἐν αὐτῷ ἐπενοήθη ἐν‐ | |
15 | τυποῦσθαι, ἵν’ ὡς τὸ μέλι πρώτιστον βρῶμά ἐστι τοῖς βρέφεσιν, οὕτω καὶ τὸ περιλειπόμενον ἐκ τοῦ μέλιτος τῆς λογικῆς ἐντεύξεως καὶ μα‐ θήσεως ὑποδεκτικὸν εἴη τοῖς παισίν. Οὐκ ἀλόγως δὲ τούτῳ τῷ ἀριθμῷ οἱ παλαιοὶ ἐχρήσαντο· ἀλλ’ ἀπὸ τῶν νυκτὸς καὶ ἡμέρας ὡρῶν μετέθεσαν αὐτὰ ἐπὶ τὴν τῶν στοιχείων | |
20 | τάξιν, διὰ τὸ τὴν δύναμιν τῶν στοιχείων πάνυ τῷ σεληνιακῷ ἐοικέναι δρόμῳ, φωτίζουσάν τε τὰ πράγματα καὶ φωτιζομένην ὑπ’ αὐτῶν, καὶ οὖσαν σχῆμα τοῦ δρόμου τῆς σελήνης, ὁτὲ μὲν αὐξανομένης ὁτὲ δὲ μειουμένης διὰ τῆς οἰκείας δυνάμεως· καὶ πανσέληνον μὲν μιμεῖται διὰ τῆς τῶν φωνηέντων φύσεως, διχότομον δὲ διὰ τῶν ἡμιφώνων, ἀμφίκυρτον δὲ | |
25 | διὰ τῆς τῶν ἀφώνων τοῦ φθόγγου μειώσεως. Εἶτα ὥσπερ αἱ Θεσσαλαί, φασί, γοητεύουσαι διὰ τῶν μαγγανειῶν βούλονται κατάγειν τὴν σελήνην, οὕτω καὶ ἡ γραμματικὴ μαγείᾳ τὴν φωνὴν τοῦ ἀέρος χορηγοῦσαν, εἰσι‐ οῦσάν τε εἰς τὸ νοερὸν ἡμῶν καὶ αὖθις ἐξιοῦσαν, ἐπισκοπουμένη καὶ εἰς τοὺς ἑαυτῆς τύπους κατακλείουσα διὰ τῆς ἀνακυκλήσεως τοῦ κδʹ | |
30 | ἀριθμοῦ περὶ τὴν τῶν γραμμάτων παγιδεύεται διαφοράν. Ὥσπερ δὲ ἐν τοῖς μετεώροις οἱ ἑπτὰ πλανῆται τὸ κῦρος τῆς διοικήσεως τῶν φαινο‐ μένων ἔχοντες καὶ τῶν ζῳδιακῶν οὐκ ἐκκλίνοντες, ἀλλ’ ἐπὶ τούτων μέ‐ | |
νοντες καὶ στρεφόμενοι διοικοῦσι τὸ φαινόμενον, οὑτωσὶ καὶ τὰ φωνή‐ | 491 | |
492 | εντα τὸ κῦρος τῆς ἐγγραμμάτου φωνῆς κεκτημένα διὰ τοῦ σχηματίζε‐ σθαι καὶ συμπλέκεσθαι τοῖς συμφώνοις οὐχ ὑπερβαίνει τοὺς τύπους τῶν κδʹ γραμμάτων, ἀλλ’ ἐν τούτοις ἀεὶ καὶ διὰ τούτων τὴν αὐτὴν ἀνακυ‐ κλοῦντα πᾶσαν ἀποτελεῖ φωνὴν ἐγγράμματον, μηδενὸς εἰς τοῦτο προ‐ | |
5 | φερομένου ἑτέρου μήτε φθόγγων μήτε γραμμάτων, ὥσπερ οὐδὲ νὺξ οὐδὲ ἡμέρα παρὰ τὰς κδʹ ὥρας εἰς ἀνακύκλησιν προσδεῖταί τινος, ἀλλὰ διὰ τούτων τὸν κύκλον καὶ τοὺς ἑλιγμοὺς ποιεῖται τῆς οἰκείας περιφο‐ ρᾶς. Καὶ τὰ μὲν γράμματα διὰ τοῦτο καὶ οὕτω πως περάσματος καὶ ἀριθμοῦ ὡρισμένου τετύχηκεν. | |
10 | Θαυμάσιος δὲ δοκεῖ καὶ μετὰ τοῦ λόγου γεγονέναι ἡ τάξις τῶν γραμμάτων. Ὡς γὰρ ἡ ἐγγράμματος φωνὴ τῶν φωνηέντων συντασσο‐ μένων τοῖς συμφώνοις ἀποτελεῖται, τὸν αὐτὸν τρόπον καὶ ἡ τάξις τῶν στοιχείων· διά τοι τοῦτο καὶ ἀπὸ φωνήεντος ἤρξατο, εἶτα ἑξῆς σύμφωνα ἔχει, εἶτα πάλιν φωνήεντα, καὶ πάλιν σύμφωνα, ἐπεὶ μηδὲ φωνὴ δύνα‐ | |
15 | ται συστῆναι ἐκ μόνου φωνήεντος ἢ μόνου συμφώνου. Προτέτακται δὲ τὸ α, ὡς μέν τινες, ὅτι σημεῖόν ἐστι τῆς μονάδος, ἀρχὴ δὲ πρώτη ἀριθμοῦ ἡ μονάς. Τοῦτο δὲ ψευδές· πρότερον γὰρ τὸ α ἐφευρέθη, καὶ οὕτω τῆς μονάδος χαρακτηριστικὸν γέγονε· τὸ δ’ ἀληθές ἐστι τοῦτο· τὰ στοιχεῖά ἐστιν ἤτοι μονοσύλλαβα ἢ δισύλλαβα· καὶ μονοσύλλαβα μὲν ιβʹ, | |
20 | δισύλλαβα δὲ τὰ ἴσα τούτοις· ὁ στοιχειωτὴς οὖν τὰ δισύλλαβα προέταξεν, ἑνὸς μονοσυλλάβου ἐν αὐτοῖς τεθέντος, 〈τοῦ ε,〉 τὰ δὲ μονοσύλλαβα ἔσχα‐ τα ἔταξεν, ἑνὸς δισυλλάβου μεταξὺ αὐτῶν τεθέντος, τοῦ σίγμα. Τῶν τοί‐ νυν δισυλλάβων προετάγη τὸ α, ὅτι τελικόν ἐστι 〈πάντων〉 τῶν μερῶν τοῦ λόγου· καὶ ὀνομάτων μὲν ἀρσενικῶν, ὡς ἐπὶ τοῦ ἱππότα νεφεληγε‐ | |
25 | ρέτα, θηλυκῶν, ὡς ἐπὶ τοῦ Μοῦσα, οὐδετέρων, ὡς ἐπὶ τοῦ βῆμα· καὶ οὐ μόνον τῶν ἑνικῶν, ἀλλὰ καὶ τῶν δυϊκῶν, ὡς ἐπὶ τοῦ Ἀτρείδα, 〈καὶ τῶν πληθυντικῶν, ὡς ἐπὶ τοῦ βήματα〉. Καὶ δυνάμεις δὲ πλείστας ἔχον εὑρίσκεται· καὶ γὰρ παραλαμβάνεται ἀντὶ τοῦ ε παρὰ Δωριεῦσιν, ὡς ἐπὶ τοῦ Ἄρτεμις Ἄρταμις, καὶ ἀντὶ τοῦ η, ὡς ἐπὶ τοῦ μῆνις μᾶνις. | |
30 | Σημαίνει δὲ ἑπτά· στέρησιν, ἐπίτασιν, ὁμοῦ, κακόν, ὀλίγον, ἄθροισιν καὶ πλεονασμόν. Μετὰ δὲ τὸ α δεύτερον ἔταξε σύμφωνον, αἰνιττόμενος τὴν τῶν φωνηέντων πρὸς τὰ σύμφωνα σύνταξιν, καὶ ὅτι μὴ δεῖ ἑξῆς πλείω φω‐ νήεντα συντάττεσθαι. Τέτακται δὲ τὸ β δεύτερον, ὅτι πλείστας δυνάμεις | |
35 | ἔχει· καὶ γὰρ ἀντὶ τοῦ μ παραλαμβάνεται, ὡς ὅταν τὸν κυβερνήτην διὰ τοῦ μ ὀφείλοντα γράφεσθαι, εἴ γε παρὰ τὸ κῦμα ἐρευνᾶν, διὰ τοῦ β λέγωμεν κυβερνήτην· καὶ ἀντὶ τοῦ π, ὡς ὅταν τὸ κρύπτω κρύβω λέγωμεν ὑπεξαιρεθέντος τοῦ τ· καὶ πάλιν ἀντὶ τοῦ φ, ὡς ὅταν τὴν | |
Φερενίκην Μακεδόνες λέγωσι Βερενίκην. | 492 | |
493 | ... Μετὰ δὲ τὸ ε τὸ ζ παρέλαβε σοφῶς πάνυ· ἐπειδὴ γὰρ μεταγε‐ νέστερα τὰ διπλᾶ ὑπάρχει, οὐκ ἠθέλησεν αὐτὰ τελευταῖα τάξαι, ἵνα μὴ ἐλέγχηται μεταγενέστερα ὄντα, ἔταξε δὲ αὐτὰ μεταξὺ τῶν ἀρχαίων, βουλόμενος ἐπικρύψαι αὐτῶν νεαρὰν οὖσαν τὴν εὕρεσιν, καὶ ποικίλλων | |
5 | τὴν τῶν γραμμάτων ἀκολουθίαν μεταξὺ τῶν φωνηέντων καὶ τῶν συμ‐ φώνων κατέσπειρεν αὐτά. Τῶν δὲ διπλῶν τὸ ζ προέταξεν, ὅτι ἡγητικὴν ἔχει φύσιν τὸ ζ, τὸ δὲ ξ καὶ τὸ ψ ὑποτακτικήν, ὡς ἐν τῷ στράγξ καὶ θρίψ. Ἄλλως τε τὸ ζ ἐκ τοῦ ς καὶ δ συνέστηκε, καὶ συγγένειαν ἔχει πρὸς αὐτό· καὶ γὰρ ὁ | |
10 | Ζεὺς παρὰ τοῖς Λάκωσι Δεύς λέγεται, καὶ παρὰ τοῖς Βοιωτοῖς τὸ σφάζω διὰ δύο δδ σφάδδω καὶ τὸ σαλπίζω σαλπίδδω, καὶ ἐν ταῖς τῶν ῥημάτων κλίσεσιν ἀπὸ τοῦ φράζω ὁ βʹ ἀόριστος ἔφραδον· καὶ ἀνάπαλιν παρὰ τοῖς Αἰολεῦσιν ἀντὶ τοῦ δ ζ παραλαμβάνεται, ὡς ὅταν τὸ διάβατον ἡ Σαπφὼ 〈fr. 158 B4〉 ζάβατον λέγῃ· πρὸς δὲ τοῖς εἰρημένοις καὶ ὅτι τὸ ζ | |
15 | δισύλλαβον, τὸ δὲ ξ καὶ ψ μονοσύλλαβα, προτέτακται δὲ τὰ δισύλλαβα τῶν μονοσυλλάβων. Μετὰ δὲ τὸ ζ ἐδέησε φωνῆεν παραλαμβάνεσθαι· καὶ παραλαμβάνει ὁ στοιχειωτὴς τὸ η, 〈τὸ ἕτερον τῶν μακρῶν〉. Ἵνα 〈δὲ〉 τὸ μεταγενέ‐ στερον αὐτῶν μὴ γένηται εὐκαταφρόνητον, οὐκ ἔταξεν αὐτὰ ἔσχατα, | |
20 | ἀλλ’ ἐμέρισεν· καὶ τὸ μὲν η ὡσὰν δισύλλαβον ὑπάρχον ἐν τοῖς πρώτοις ἔταξε, τὸ δὲ 〈ω〉 [μετὰ τὸ υ] ὕστερον, ἐπεὶ μονοσύλλαβόν ἐστιν. Ἄλλως τε καὶ τὸ η πολλὴν συγγένειαν ἔχει πρός τε τὸ α καὶ τὸ ε· πρὸς μὲν τὸ α, 〈ὅτι〉 παρὰ τοῖς Δωριεῦσι μεταβάλλεται τὸ η εἰς α, ὁμοίως καὶ παρὰ Αἰολεῦσιν, ὡς ὅταν τὸ ἡδύ ἁδύ λέγωσι· καὶ παρ’ Ἴωσι τοῖς ἀρχαίοις τὸ | |
25 | η εἰς α μεταβάλλεται συστελλόμενον, ὡς ὅταν τὴν λεληχυῖαν λελαχυῖαν λέγωσι καὶ τὴν μεμηκυῖαν μεμακυῖαν· καὶ ἀνάπαλιν τὸ α εἰς η, ὡς τὸ Ἥρα Ἥρη. Πρὸς δὲ τὸ ε ἔχει συγγένειαν· πρὸ γὰρ τοῦ εὑρεθῆναι τὸ η τὸ ε τὴν τοῦ η δύναμιν ἐχαρακτήριζεν· ὅθεν καὶ οἱ ποιηταὶ χρῶνται τῷ ε ἀντὶ τοῦ η, ὡς ὅταν τὸ ξηρόν διὰ τοῦ ε λέγωσι, 〈ε 402〉 ποτὶ ξερὸν ἠπεί‐ | |
30 | ροιο, καὶ Ὑμήν Ὑμέν, καὶ ἀνάπαλιν τῷ η ἀντὶ τοῦ ε, ὡς ὅταν τὴν Με‐ θώνην λέγωσι Μηθώνην, 〈β 716〉 οἳ δ’ ἄρα Μηθώνην, ὁμοίως καὶ τὸ τιθέμενον τιθήμενον, 〈Κ 34〉 τὸν δ’ εὗρ’ ἀμφ’ ὤμοισι τιθήμενον ἔντεα καλά. Μετὰ τὸ η φωνῆεν ἐδέησε σύμφωνον παραληφθῆναι δισύλλαβον· | |
35 | παρελήφθη δὲ τὸ θ, ὅπερ ἐστὶν ἓν τῶν δασέων, ἅπερ μεταγενέστερά εἰσιν, ὡς προείπομεν· οὐκ ἔθηκε δὲ αὐτὰ ὁ στοιχειωτὴς ὕστερα, ἵνα μὴ ἐλέγ‐ χωνται ὡς ὑστερογενῆ. Προτέτακται δὲ τῶν ἄλλων τὸ θ ὡς δισύλλα‐ | |
βον· καὶ ἄλλως ὅμοιον τὸ ὄνομα τοῦ θ τῷ η· καὶ γὰρ ἑκάτερα δισύλ‐ | 493 | |
494 | λαβα, καὶ εἰς α λήγοντα, καὶ τῷ η παραλήγοντα, καὶ ἀπὸ δασέος ἀρχό‐ μενα. Διὰ τί δὲ πάντων τῶν φωνηέντων ψιλουμένων, μόνου τοῦ υ φυσικὴν δασεῖαν ἔχοντος, τὸ ἧτα δασύνεται; Ὅτι πάλαι τὸ Η χαρακτὴρ ἦν τῆς δασείας· τοῦ Η τοίνυν χαρακτῆρα τῆς δασείας ἔχοντος, εὐλόγως | |
5 | καὶ τὸ ὄνομα αὐτοῦ δασύνεται· καὶ γὰρ ἄτοπον ἦν ἄλλοις χορηγοῦν τὴν πρόσπνευσιν τῆς δασείας αὐτὸ ταύτης στερεῖσθαι. Μετὰ δὲ τὸ θ παρελήφθη τὸ ι· πολλὴν γὰρ συγγένειαν ἔχει πρὸς τὸ ε· καὶ γὰρ τῷ ι ἀντὶ τοῦ ε ἐχρῶντο οἱ παλαιοί, καὶ τῷ ε ἀντὶ τοῦ ι· τὸ γὰρ χάλκεα οἱ Αἰολεῖς συστέλλοντες χάλκια λέγουσι, καὶ τὸ ὀστέον | |
10 | ὄστιον· καὶ ἀνάπαλιν τῷ ε ἀντὶ τοῦ ι, ὡς ὅταν τὴν ἱστίαν, 〈ξ 159〉 ἱστίη τ’ Ὀδυσῆος, ἑστίαν λέγωσι. Τὰ γοῦν εἰς ος λήγοντα καθαρὰ ἐπὶ τῆς γενικῆς θέλει τὴν δοτικὴν ἔχειν εἰς ι καὶ ἰσοσυλλαβεῖν, οἷον Ἀτρέος Ἀτρέϊ· ἐν δὲ τούτοις οὐ πάνυ τι ἀνέχεται τὸ ι καθ’ ἑαυτὸ ἐκ‐ φωνούμενον, ἀλλὰ τῷ ε συνεκφωνεῖται, διόπερ καὶ ἐν τῷ πολιτικῷ | |
15 | λόγῳ συναιρεῖται· οὐ γὰρ διαίρεσίς ἐστιν, ὡς ὑπολαμβάνουσί τινες, ἀλλὰ τὸ μὲν ὁλόκληρον ἰσοσύλλαβόν ἐστι τῇ γενικῇ, τὸ δὲ συνῃρημένον πέ‐ πονθεν· ἀπὸ δὴ ταύτης τῆς δοτικῆς τρισυλλαβούσης γίνεται πατρωνυμι‐ κὸν Ἀτρεΐδης τετρασύλλαβον, ᾧ οἱ Αἰολεῖς χρῶνται· πάλιν δὲ τοῦτο ἐν τῷ λόγῳ τῷ πολιτικῷ συναιρεῖται. Καὶ ἐν ταῖς κλίσεσι τῶν ῥημά‐ | |
20 | των τὰ ἀπὸ τοῦ ε ἀρχόμενα ἐπὶ τοῦ παρατατικοῦ πολλάκις προσλαμ‐ βάνουσι τὸ ι. Τοσαύτη δὲ προσπάθεια τοῦ ι πρὸς τὸ ε, ὥστε ἀμφιβο‐ λίαν γενέσθαι ἐκ τῆς ἐκφωνήσεως τοῦ ι ἐκτεινομένου καὶ τῆς ει διφθόγ‐ γου. Ἔστι δὲ τῷ χρόνῳ ἐλάχιστον τὸ ι καὶ τῷ χαρακτῆρι· διόπερ οὐ ῥᾳδίως ἀνέχεται καθ’ ἑαυτὸ ἐκφωνεῖσθαι, ἀλλὰ τοῖς πρὸ αὐτοῦ συντάτ‐ | |
25 | τεται, ἐνίοτε δὲ σχεδὸν οὐδὲ χωρίον ἔχει στοιχείου. Ἐζήτησάν τινες, πότερον δισύλλαβόν ἐστιν ἢ τρισύλλαβον· ὁ δ’ αὐτὸς λόγος καὶ περὶ τοῦ μυῖα καὶ τοῦ υἱός· διόπερ καὶ οἱ Ἀττικοὶ ὡς πρώ‐ την χώραν ἐπέχοντος τοῦ υ, ἐν τούτοις ἐκβάλλουσιν αὐτό. Ἐκ μιᾶς δὲ γραμμῆς συνέστηκε, διὸ καὶ τὸ ὄνομα αὐτοῦ τινες θέλουσιν ἐντεῦθεν | |
30 | γεγονέναι· καὶ γὰρ οἱ παλαιοὶ τὸ ἴον ἓν ἔλεγον, 〈Ζ 422〉 οἱ μὲν πάν‐ τες ἰῷ κίον 〈ἤματι〉 Ἄιδος εἴσω. Τῶν ἄλλων δὲ δισυλλάβων ὄντων τοῦτο τρισύλλαβον, εἰ μὴ ἄρα τις φαίη δισύλλαβον εἶναι, καθάπερ καὶ τὸ Ἰ〈λι〉άς· αἴτιον δὲ τοῦ τρισυλλάβου αὐτῷ τὸ δοκεῖν παρώνυμον εἶναι, ἀπὸ γὰρ τοῦ ἴον, ὃ σημαίνει τὸ ἕν, ἐσχημάτισται. | |
35 | Μετὰ δὲ τὸ ι παρελήφθη ἓν τῶν ψιλῶν, οὐ τῶν ἀμεταβόλων, διότι τὰ ψιλὰ προηγεῖται τῶν ὑγρῶν, τὰ δὲ ὑγρὰ οὐκέτι προτάσσεται τῶν | |
ψιλῶν. Προετάγη δὲ τῶν ψιλῶν τὸ κ διὰ τὴν δισυλλαβίαν. | 494 | |
495 | Ἔδει δὲ μετὰ τὸ ψιλὸν ἕν τι παραληφθῆναι τῶν ἀμεταβόλων· οὐδὲν γὰρ τούτων μέχρι νῦν παρελήφθη· καὶ παρελήφθη τὸ λ διὰ τὴν δισυλλαβίαν. Ἔδει δὲ μᾶλλον διπλοῦν παραληφθῆναι τὸ ξ· πολλὴν γὰρ συγγένειαν ἔχει πρὸς τὸ κ, ὡς ἐκ πολλῶν δῆλον· αἱ γὰρ εἰς ξ εὐθεῖαι | |
5 | εἰς κ ποιοῦσι τὰς γενικάς, καὶ τὸ κ τοῦ ἐνεστῶτος εἰς ξ μεταβάλλεται ἐπὶ τοῦ μέλλοντος· ἀλλ’ ἐπεὶ τῶν διπλῶν ἤδη παρελήφθη τὸ ζ, τούτου χάριν ἔδει ἀμετάβολον παραληφθῆναι. ... Μετὰ δὲ τὸ ρ τέτακται τὸ ς, ἐπεὶ πολλὴν συγγένειαν ἔχει πρὸς αὐτό· παρὰ γοῦν Ἐρετριεῦσιν ἀντὶ τοῦ ρ παραλαμβάνεται, ὡς ἐν τῷ | |
10 | μυρρίνη μυρσίνη, ἄρρην ἄρσην. Δισύλλαβον δὲ ὂν τέτακται μεταξὺ τῶν μονοσυλλάβων, οἱ δὲ Δωριεῖς μονοσύλλαβον αὐτὸ προφέρονται. Μετὰ δὲ τὸ ς τέτακται τὸ τ, ἐπειδὴ συγγένειαν ἔχει πρὸς αὐτό· ἀντὶ γὰρ τοῦ ς τὸ τ παραλαμβάνεται, καὶ ἀνάπαλιν ἀντὶ τοῦ τ τὸ ς· οἱ γὰρ Ἀττικοὶ τὸ σεῦτλον τεῦτλον λέγουσι καὶ τὸ σύ τύ· ἐπὶ δὲ τῶν | |
15 | ὀνομάτων τὸ ς εἰς τ μεταβάλλεται, ὡς ἐπὶ τοῦ χάριτος, θέμις θέμιτος· καὶ ἀντὶ τοῦ τ τὸ ς, ὡς ἐπὶ τοῦ ἐνιαυτός ἐνιαύσιος καὶ τῶν ὁμοίων· καὶ τοῦ ἀνύτω ῥῆμα ὁ μέλλων ἀνύσω. ... Μετὰ δὲ τὸ υ παρελήφθη τὸ φ, οὐ τὸ ψ, ἐπειδὴ τὰ διπλᾶ ὕστε‐ ρον ἐπενοήθησαν. Τὸ δὲ φ προετάγη τοῦ χ· ὥσπερ ἐτάχθη τὰ μέσα | |
20 | τὰ ἀντὶ αὐτῶν παραλαμβανόμενα, οὕτω καὶ ταῦτα· πρῶτον μὲν τὸ β, ἀντὶ τοῦ φ, δεύτερον τὸ γ, ἀντὶ τοῦ χ. Ἄλλως τε καὶ διὰ τοῦτο οὐκ ἐτάγη τὸ ψ 〈πρὸ τοῦ χ〉· οὐδέποτε γὰρ διπλοῦν προηγεῖται συμφώνου· διὸ καὶ ἐν τῇ τάξει τῶν στοιχείων τὸ μὲν ζ προηγεῖται τοῦ η, τὸ δὲ ξ τοῦ ο· εἰκότως 〈οὖν〉 καὶ τὸ ψ προηγεῖται τοῦ ω. Εἰκότως δὲ ἐτάγη | |
25 | τὸ ω ἔσχατον, ἵνα μὴ τὸ νεώτερον τῆς εὑρέσεως ἀποφεύγῃ· ἄλλως τε καὶ ὡς μεῖζον ὑπάρχον τῶν φωνηέντων, καθάπερ καὶ τὸ α ἐκτεινόμε‐ νον, ἵν’ ὥσπερ ὑπὸ δεσμῶν τῶν μακροτάτων στοιχείων συνέχωνται τὰ ἄλλα στοιχεῖα. Γράμματά ἐστιν κδʹ.] Ἀνακολούθως «περὶ στοιχείου» ἐπιγράψας | |
30 | περὶ γραμμάτων διαλαμβάνει· ἐπεὶ γὰρ ὁ περὶ στοιχείου λόγος φιλοσο‐ φικώτερος ἦν, εἰσαγωγικὴ δὲ ἡ παροῦσα τέχνη, ἄκαιρον ἡγήσατο ἐν εἰσαγωγῇ τὴν διδασκαλίαν ταύτην ἐπὶ προτάσει τῶν νέων ἀήθων ὄντων πρὸς τὴν τοιαύτην διδασκαλίαν ποιήσασθαι. —Εἰ δέ τις λέγοι τὰ γράμ‐ ματα μὴ εἶναι στοιχεῖα, ἐπειδή τινα ἐν αὐτοῖς διπλᾶ εἴρηται, τὰ δὲ στοι‐ | |
35 | χεῖα ἁπλᾶ προσήκει εἶναι, λέξομεν ὅτι ταῦτα ἐν τῇ Αἰολίδι διαλέκτῳ | |
εἰσὶ διπλᾶ· οὗτοι γὰρ ἀντὶ τοῦ ζ τὸ ς καὶ δ τιθέασιν· οὐ δεῖ δὲ τὸ | 495 | |
496 | παρ’ ἐνίοις δοξαζόμενον κατὰ πάντων κοινὸν θεώρημα ὁρίζεσθαι. — Ταύτῃ δὲ διαφέρει στοιχεῖον γράμματος, ὅτι τὸ μὲν στοιχεῖόν ἐστιν ἡ φωνὴ καὶ ἡ δύναμις, τὸ δὲ γράμμα ὁ τύπος καὶ τὸ ξύσμα. Διὰ τί δὲ κδʹ ἔφη εἶναι τὰ γράμματα; εἰ γὰρ γράμματά εἰσιν οἱ | |
5 | χαρακτῆρες καὶ οἱ ξυσμοί, γράμματα δὲ καὶ τὰ παρὰ Χαλδαίοις καὶ Αἰγυπτίοις, καί τινα ἕτερα, τὸ δίγαμμα καὶ τὸ κόππα καὶ τὸ καλούμενον παρακύϊσμα, καὶ τὰ σημεῖα, καὶ τὰ παρεγγραφόμενα τοῖς στοιχείοις, καὶ ἡ κορωνίς, καὶ εἴ τι τοιοῦτον, ἀτόπως φησὶν ὅτι κδʹ ἐστίν. Φαμὲν οὖν ὅτι, ὡς σφαλεροῦ ὄντος, ὅτι περὶ τῶν ἐν χρήσει τοῖς Ἕλλησι διαλαμβάνει, | |
10 | περὶ τούτων λέγει μόνον· ἐκεῖνα δὲ γράμματα μέν, οὐ μὴν δὲ στοιχεῖα. Λέγουσι δέ τινες ταῦτα στοιχεῖα· εἰ γὰρ ἐπιθέντες τὴν δασεῖαν οὐ μόνον τὴν τῶν ἁπλῶν στοιχείων φωνὴν σημαίνομεν, ἀλλὰ καὶ δασύτητα μετὰ τῆς τοῦ στοιχείου φωνῆς, δῆλον ὅτι στοιχεῖόν ἐστιν. Φαμὲν οὖν ὅτι τὰ στοιχεῖα ἰδίαν ἔχουσι φωνὴν ἢ σὺν ἑτέροις· καὶ τὰ μὲν φωνή‐ | |
15 | εντα ἀφ’ ἑαυτῶν ἔχουσι φωνήν, τὰ δὲ σύμφωνα μετὰ τῶν φωνηέντων συντεθέντα· οὐ γὰρ ἐν τῇ ρη ἡ φωνὴ μόνη τοῦ η ἀλλὰ καὶ τοῦ ρ ἐξα‐ κούεται. Εἰ τοίνυν τῆς δασείας ἐπικειμένης ἐφαίνετο φωνὴ περιττή τις ἐν τῷ ε, δῆλον ὅτι καὶ ἡ δασεῖα ἦν στοιχεῖον· εἰ δὲ μὴ περιττεύει μὲν φωνή, ἀλλ’ ἔστι συμβεβηκὸς περὶ τὴν φωνήν—συμβέβηκε γὰρ περὶ | |
20 | τὴν φωνὴν ἡ δασύτης καὶ ἡ ψιλότης—οὐ μὴν τὰ συμβεβηκότα ἄλλο τί ἐστι παρ’ ἐκεῖνο ᾧ συμβέβηκεν, οἷον οὐχὶ τὸ λευκὸν 〈ὅ〉 τινι ἀν‐ θρώπῳ συμβέβηκεν ἄλλο τί ἐστι παρὰ τὸν ἄνθρωπον, οὕτως ἄρα ἡ δα‐ σεῖα ἐπικειμένη καὶ αἱ ἄλλαι προσῳδίαι τοῖς στοιχείοις οὐχ ᾗ στοιχεῖα πρόσκεινται, ἀλλ’ ᾗ συμβεβηκότα αὐτοῖς. Ἔτι δὲ τὰ στοιχεῖα τῇ πρὸς | |
25 | ἄλληλα κοινωνίᾳ συλλαβὴν ἀποτελεῖ, αἱ δὲ προσῳδίαι μισγόμεναι οὐκ ἀποτελοῦσιν· οὐκ ἄρα στοιχεῖα, γράμματα δέ. Τάξιν δὲ ἔσχε τὰ στοιχεῖα κατὰ τὴν ἐν ἀριθμοῖς, οἷον τὸ α σημαίνει ἕν, τὸ β δύο. Οὐ διαφέρει δὲ ὁ τεχνικὸς περὶ τῆς ὀνομασίας αὐτῶν· «γράμματα» | |
30 | γὰρ εἰπὼν μικρὸν προελθὼν «στοιχεῖα» φησίν. Εἴρηται δὲ στοιχεῖον ἐκ τοῦ τεῖχος· ὥσπερ γὰρ τὸ τεῖχος φυλακή ἐστι τῶν ἐν τῇ πόλει, οὕτω καὶ τὰ στοιχεῖα φυλακή εἰσι τῶν παλαιῶν πραγμάτων· δι’ αὐτῶν γὰρ ἡμῖν τοῖς μεταγενεστέροις ἐφυλάχθη. Λέγεται δὲ στοιχεῖον διττῶς· τά τε ἀφ’ ἑαυτῶν ἀρχόμενα γράμματα, | |
35 | καὶ τὰ ἐξ ὧν σύγκεινται τὰ σώματα. | |
Διὰ τί δὲ εἶπεν «ἀπὸ τοῦ αβ μέχρι τοῦ ω»; Ὅτι τὸ μὲν α γένος | 496 | |
497 | δηλοῖ, τὸ δὲ β εἶδος· ἢ ὅτι οὐσίας ἐστὶ σημαντικὸν τὸ α, τὸ δὲ β συμ‐ βεβηκότος [καὶ δῆλον ὡς τὸ ὄνομα οὐσίας ἐστὶ σημαντικόν, συμβεβηκότος δὲ τὸ ῥῆμα]· ἢ ὅτι τὸ μὲν α ἓν πρόσωπον δηλοῖ, τὸ δὲ β δύο. Ἔσχα‐ τον δὲ τῶν στοιχείων τὸ ω, ἐπεὶ μονοσύλλαβόν ἐστι, καὶ τρόπον τινὰ | |
5 | ὥσπερ τὸ α ἀφ’ ἑαυτοῦ ἄρχεται καὶ εἰς ἑαυτὸ καταλήγει. Γράμματα δὲ λέγονται διὰ τὸ γραμμαῖς καὶ ξυσμαῖς τυποῦσθαι· ἔνθεν καὶ γράβδις ἡ διεσχισμένη λαμπάς, καὶ γραῦς ἡ διεσχισμένη τὸ σῶμα διὰ τὸ γῆρας, καὶ ζωγράφος ὁ τῇ γραφίδι πρόσ〈ωπα〉 καταξύων. Τούτων φωνήεντα μέν ἐστιν ἑπτά, α ε η ι ο υ ω.] Τὸ ι μέ‐ | |
10 | σον τέτακται etc. = Σm 326, 19—25. —Φασὶ δὲ τὰ ἑπτὰ φωνήεντα κατὰ μίμησιν εἶναι τῶν ἑπτὰ πλανήτων· καὶ τὸ μὲν α etc. = Σv 198, 4—6. —Ἰστέον δὲ ὅτι τὰ μὲν φωνήεντα τῇ ψυχῇ ἐοίκασι, τὰ δὲ σύμ‐ φωνα τῷ σώματι· ὥσπερ γὰρ ἡ ψυχὴ χωρὶς τοῦ σώματος δύναται εἶναι, τὸ δὲ σῶμα χωρὶς τῆς ψυχῆς οὐ δύναται συστῆναι, τὸν αὐτὸν τρόπον | |
15 | τὰ μὲν φωνήεντα καὶ χωρὶς τῶν συμφώνων δύνανται συστῆναι, τὰ δὲ σύμφωνα ἄνευ τῶν φωνηέντων οὐ δύνανται συστῆναι. Φωνήεντα δὲ λέγεται οὐχ, ὥς φασί τινες, ὅτι φωνῆς αἴτιά εἰσι τοῖς συμφώνοις, ἀλλ’ ὅτι φωνὴν ἀφ’ ἑαυτῶν ἀποτελεῖ, ὥσπερ τὸ 〈Τ 407〉 αὐδήεντα δ’ ἔθηκε θεὰ λευκώλενος Ἥρη, οὐχ ἑτέροις πάροχον φωνῆς, ἀλλὰ τὸν φωνῇ | |
20 | χρήσασθαι δυνάμενον. —Ἀνάκειται δὲ τὸ α τῇ Σελήνῃ, ἅτε δὴ τὴν πρώτην ἀφ’ ἡμῶν λαχούσῃ ζώνην· τὸ δὲ ε τῷ Ἑρμῇ τὴν δευτέραν ἔχοντι· τὸ δὲ η τῇ Ἀφροδίτῃ τὴν τρίτην ἐχούσῃ· τὸ δὲ ι τῷ Ἡλίῳ, ὅτι τὸν μέσον πόλον περιθεῖ, ἔχει δὲ καὶ γραμμὴν ἀποτεταμένην τε καὶ ἴσην, σημαίνουσαν τοῦ θεοῦ τὰς ἀποτεταμένας ἀκτῖνας· τὸ δὲ ο τῷ Ἄρει | |
25 | τὴν πέμπτην ἔχοντι· τὸ δὲ υ τῷ Διὶ τὴν ἕκτην ἔχοντι· τὸ δὲ ω τῷ Κρόνῳ τὴν τελευταίαν ἔχοντι. Τούτων μακρὰ μέν ἐστι δύο.] Πόθεν ἔγνωσται τὰ μὲν μακρὰ ὄντα, τὰ δὲ βραχέα, τὰ δὲ δίχρονα; Ῥητέον δὲ ὅτι τὸ μακρὸν πρός τί ἐστι μακρόν, καὶ τὸ βραχὺ πρός τί ἐστι βραχύ· οὐδὲν γὰρ ἔστιν. ὅπερ | |
30 | καθ’ αὑτὸ μακρόν ἐστιν ἢ βραχύ, ἀλλὰ πρὸς ἕτερον. Ἐπεὶ τοίνυν πολ‐ λάκις φαίνεται τὰ μακρὰ ἀναλυόμενα εἰς δύο βραχέα, ὡς τὸ σῶς σόος, 〈π 131〉 εἴφ’ ὅτι οἱ σόος εἰμί, καὶ πάλιν τὸ δῆλον δέελον, ὡς τὸ 〈Κ 466〉 δέελον δ’ ἐπὶ σῆμά τ’ ἔχευε, διὰ τοῦτο τὰ μὲν μακρά, τὰ δὲ βραχέα, οὐ τῷ τύπῳ τοῦ σχήματος, ἀλλὰ τῷ χρόνῳ τῆς φωνῆς, ὡς | |
35 | ἐν διπλασίονι χρόνῳ παρὰ τοῖς παλαιοῖς τῶν βραχέων ἐκφωνούμενα. | |
Καὶ τὰ δύο μὲν ἐν ἰσότητι δοκεῖ 〈εἶναι〉· εὑρέθη δὲ μακρότερον τὸ η, | 497 | |
498 | ἐπειδὴ ἐπὶ μὲν τοῦ ω προπαροξύνονται λέξεις τινές, ἐπὶ δὲ τοῦ η οὐδέ‐ ποτε. Ἀλλ’ ἐρεῖ τις etc. = Σd 36, 31—37, 7. 〈Heliodori.〉 —Βραχέα δύο, ε καὶ ο.] Δῆλον ὅτι οἱ παλαιοὶ ταῦτα παρατρέχοντες ἐφθέγγοντο. Ἐπὶ δὲ τούτων Ἡρωδιανὸς καὶ ὁ μὲν | |
5 | τούτου πατὴρ Ἀπολλώνιος ἐζήτησαν, τί τίνος βραχύτερον· καὶ ὁ μὲν Ἀπολλώνιός φησι τὸ ο· λέγει γὰρ ὅτι τὸ ι ἑκατέρῳ αὐτῶν προσθεὶς ποιήσεις δύο διφθόγγους· καὶ ἡ μέν ἐστι μείζων ἡ τὸ ε ἔχουσα, ἡ δὲ ἐλάσσων ἡ τὸ ο ἔχουσα, ὡς εἶναι αὐτὴν καὶ βραχεῖαν ἐν τοῖς τόνοις, οἷον Ὅμηροι. Ὁ δὲ Ἡρωδιανὸς μᾶλλον λέγει τὸ ε βραχύτερον· φησὶ | |
10 | γὰρ ὅτι οὐ δεῖ τῇ παραθέσει τοῦ ι ἐξετάζειν ἐκείνων τὴν δύναμιν, ἀλλὰ κατ’ ἰδίαν ἄνευ τινὸς παραθέσεως καὶ μάλιστα τῆς τοῦ ι· τοῦτο γὰρ συγγένειαν ἔχει πρὸς τὸ ε· καὶ δείκνυσιν ἐκ τοῦ τὴν ἐκφώνησιν τοῦ ι εἶναι ὄνομα τοῦ ε γράμματος· τῷ συγγενεῖ οὖν προστεθὲν μεγάλην τὴν δίφθογγον ἀπετέλεσεν, τῷ δὲ ο προσελθὸν τὸ ι, ᾧ οὐκ ἔχει συγγένειαν, | |
15 | οὐκ ἐνεδείξατο ὅλην τὴν ἑαυτοῦ δύναμιν· ὡς ἐπὶ παραδείγματος ἀνθρω‐ πείου, εἴ τις ἀδελφὸν ἑαυτοῦ θεάσαιτο χρείαν ἔχοντα βοηθείας, ὅλῃ ψυχῇ ὑπερασπίζει αὐτοῦ, εἰ δὲ ξένον, εἰ καὶ συμμαχεῖ, ἀλλ’ οὐχ ὅλῳ τῷ λογισμῷ· οὕτως καὶ ἐπὶ τοῦ ι νόησον, ὅτι οὐχ ὁμοίως ἐπεδείξατο τὴν ἑαυτοῦ δύναμιν 〈ἐπὶ τοῦ ο〉, ὡς ἐπὶ τοῦ ε τοῦ συγγενοῦς. Διὰ τοι‐ | |
20 | ούτων λόγων ὁ Ἡρωδιανὸς ἀποστρέψας τὴν τοῦ πατρὸς δόξαν ἐπιφέρει τοιαύτην δικαιολογίαν, δεικνὺς τὸ ε βραχύτερον· λέγει δὲ τοιοῦτον κα‐ νόνα, ὅτι πᾶσα κλητικὴ τὸν ἴσον χρόνον θέλει ἔχειν τῆς ἰδίας εὐθείας ἢ ἐλάττονα, οὐδέποτε δὲ μείζονα· ἐπὶ δὲ τῆς εἰς ος τρέπει αὐτὸ εἰς ε. Πότε ἰσοχρονεῖ τῇ εὐθείᾳ ἡ κλητική, καὶ πότε οὔ; Ἡνίκα ἡ εὐθεῖα οὐ | |
25 | μεταβάλλει τὸ φωνῆεν αὐτῆς, ἰσοχρονεῖ τῇ κλητικῇ, ἡνίκα δὲ μεταβάλ‐ λει, ἐλάττονα χρόνον 〈ἔχει ἡ κλητική〉. Ἐπεὶ οὖν εὑρίσκεται ἐπὶ τῶν εἰς ος τρεπόμενον τὸ τελικὸν τῆς εὐθείας εἰς ε, βραχύτερόν ἐστι τοῦ ο τὸ ε. Ἀλλὰ καὶ ἐκ διαλέκτων· ἡ γὰρ Αἰολὶς διάλεκτος διπλασιάζουσα τὰ σύμφωνα τὰ προκείμενα φωνήεντα συστέλλει εἰς ἥσσονα· τὸ πενθή‐ | |
30 | σεις πενθέσ〈σ〉εις φησίν· εἰ οὖν τὸ τοσοῦτον λέγει τεσ〈σ〉οῦτον, δῆλον ὅτι ὡς ἐκ μείζονος εἰς ἐλάττονα συστολὴν ποιεῖται. Ἀλλὰ καὶ αἱ ἑνι‐ καὶ γενικαὶ μείζονα τέλη ἔχουσι τῶν πληθυντικῶν εὐθειῶν, οἷον Ῥοδίου Ῥόδιοι, λιθίνης λίθιναι· εἴπερ οὖν ἐξελέξατο ἡ μὲν ἑνικὴ γενικὴ τὸ ο, ἡ δὲ πληθυντικὴ εὐθεῖα τὸ ε, ὡς ἐν τῷ Αἴαντος Αἴαντες, δῆλον ὡς | |
35 | ἔλαττον καὶ 〈μᾶλλον〉 συνεσταλμένον ἐστὶ τὸ ε τοῦ ο. | 498 |
499 | Δίχρονα τρία, α ι υ.] Τὰ δίχρονα etc. = Σm 328, 29—329, 16. 〈Heliodori.〉 —Τίνι δὲ διαφέρει μακρὸν ἐκτεινομένου καὶ βραχὺ συνεσταλμένου; Καὶ ἔστιν εἰπεῖν, ὅτι ὥσπερ ἄλλο ἐστὶ λευκὸν καὶ ἄλλο λευκαινόμενον—λευκὸν γάρ ἐστι τὸ ὂν 〈φύσει〉 λευκόν, λευκαινόμενον | |
5 | δὲ τὸ μὴ ὂν 〈φύσει〉 λευκὸν ἀλλὰ γενόμενον—τὸν αὐτὸν τρόπον ἄλλο ἐστὶ μακρὸν καὶ ἄλλο βραχύ, καὶ ἄλλο ἐκτεταμένον καὶ ἄλλο συνεσταλ‐ μένον· μακρὸν μὲν γάρ ἐστι τὸ ὂν 〈φύσει〉 μακρόν, ἐκτεινόμενον δὲ τὸ μὴ ὂν 〈φύσει〉 μακρὸν ἀλλὰ γενόμενον· καὶ πάλιν βραχὺ μέν ἐστι τὸ ὂν 〈φύσει〉 βραχύ, συνεσταλμένον δὲ τὸ μὴ ὂν 〈φύσει〉 βραχὺ ἀλλὰ | |
10 | γενόμενον. Προτακτικὰ φωνήεντα πέντε.] Ὡς πρὸς τὴν τῶν ἄλλων φω‐ νηέντων σχέσιν οὐ γὰρ πάντων τῶν ὑπολοίπων στοιχείων εἰσὶ ταῦτα προτακτικά, ἀλλὰ τοῖς συμφώνοις ὑποτάσσονται. Ἔστι δὲ δῆλον τοῦτο· τὸ γὰρ υ λέγεται προτακτικόν, ὅπερ οὐδέποτε τοῦ χ προτάσσεται· ἐναν‐ | |
15 | τία γὰρ ἀλλήλοις τό τε υ καὶ τὸ χ· τὸ μὲν γὰρ 〈υ〉 πάσης ἀρχόμενον λέξεως δασύνει αὐτήν, τὸ δὲ χ παντὶ ἐπιφερόμενον φωνήεντι ψιλοῖ αὐτό, μόνου σεσημειωμένου τοῦ ᾗχι Ἀττικοῦ. Πρός τι τοίνυν αὐτὰ λέγει εἶναι προτακτικά, φημὶ δὴ πρὸς τὰ ἄλλα φωνήεντα. Εἰ δὲ προ‐ τακτικὰ μὲν πέντε, ὑποτακτικὰ δὲ δύο, συμβήσεται ἑκάστου τούτων [ἓν] | |
20 | ἑκατέρου τῶν δύο προταττομένου, τοῦ ι ἢ τοῦ υ, ποιεῖν διφθόγγους ιʹ· ἀλλὰ μὴν λέγει, ὅτι καὶ τοῦ ι τὸ υ προτακτικόν ἐστιν, ὥστε ιαʹ ἔσονται δίφθογγοι. Πῶς οὖν φησιν ἓξ εἶναι διφθόγγους; Ἐπεὶ αἱ πέντε ἐν ταῖς διφθόγγοις εἰσὶ δυσχερεῖς, ἀναλογίας τῆς ἐξ ἀκριβείας δεόμεναι, περὶ 〈δὲ〉 τῶν εὐχερεστέρων διείληφε· δυσχερὴς γὰρ ἡ ῃ δίφθογγος, 〈Ο 708〉 | |
25 | δῄουν ἀλλήλους, 〈καὶ〉 ἡ ηυ, προσηύδα, καὶ ἡ ῳ, 〈Α 366〉 ᾠχό‐ μεθ’ ἐς θήβην, καὶ ἡ ωυ, 〈Ε 396〉 εὖτέ μιν ωὐτὸς ἀνήρ, καὶ ἡ υι. Εἰσὶ δὲ αἱ μὲν κατὰ κρᾶσιν, αἱ δὲ κατ’ ἐπικράτειαν, αἱ δὲ κατὰ διέξοδον· κατὰ κρᾶσιν μὲν ἕξ, αι αυ ει ευ οι ου, ἴση γάρ ἐστι τούτων ἡ κρᾶσις ἐν τῇ προφορᾷ· κατ’ ἐπικράτειαν δὲ δύο, 〈τὸ〉 η πρὸς 〈τὸ〉 ι καὶ τὸ ω | |
30 | ὁμοίως πρὸς τὸ ι· καὶ δεῖγμα τοῦ μὲν η πρὸς τὸ ι, 〈κ 251〉 ᾔομεν ὡς ἐκέλευες, ἐνταῦθα 〈γὰρ〉 συγγράφεται μὲν τὸ ι, οὐ συνεκφωνεῖται δὲ διὰ τὸ ἠμαυρῶσθαι καὶ συγκεκροτῆσθαι ὑπὸ τοῦ μακροῦ· τοῦ δὲ ω πρὸς τὸ ι, 〈ex gr. α 362〉 εἰς ὑπερῷ’ ἀναβᾶσα. Καὶ ἔνθα μὲν συνέ‐ ζευκται καὶ συνήνωται κατὰ μίαν συλλαβήν, οὐ συνεκφωνεῖται· ἔνθα δὲ | |
35 | συνίσταται τῷ μακρῷ, τὴν ἰδίαν δύναμιν δείκνυσι. Διά τοι τοῦτο ὅτε | |
μὲν καθ’ ἑαυτό 〈ἐστι〉 τὸ ι ἢ τὸ υ, περιστίζεται, δηλουσῶν τῶν στιγμῶν | 499 | |
500 | τὸν χωρισμὸν αὐτῶν· διὰ τοῦτο γὰρ καὶ μόνα ταῦτα τῶν φωνηέντων ἐπιδέχεται τὰς δύο στιγμάς· οὐκ ἀναγκαῖον δὲ αὐτὰ περιστίζειν ἡγού‐ μεθα, ἐπειδὴ καὶ ἄνευ τούτων τὴν καθ’ ἑαυτὰ ἐκφώνησιν προφέρει. Δεῖ δὲ αὐτὰ τότε περιστίζειν, ὅτε ἔστι προτακτικὸν φωνῆεν ἐν διαστάσει, | |
5 | οἷον ἀΰω πάϊς, ἐπειδὴ ὅτε μὴ προηγεῖται προτακτικὸν φωνῆεν ἐν δια‐ στάσει, οὐ δεῖ περιστίζειν. Καὶ τὸ υ δὲ ἐνίοτε προτακτικόν ἐστι τοῦ ι.] Τὸ «ἐνίοτε» etc. = Σd 39, 1—23. Δίφθογγοι δέ εἰσιν ἕξ.] Λείπει τὸ «εὔφωνοι»· οὐ γὰρ μόναι | |
10 | εἰσὶν ἓξ δίφθογγοι, ἀλλὰ ιβʹ, ὧν αἱ μὲν ἕξ εἰσιν εὔφωνοι· δίφθογγοι δὲ λέγονται, ἐπεὶ ἐκ δύο φθόγγων συνίστανται· φθόγγοι δὲ καλοῦνται κατὰ μουσικὸν λόγον τὰ γράμματα· αἱ δὲ τρεῖς κακόφωνοι, ἡ ηυ, ἡ ωυ, ἡ υι, αἱ δὲ τρεῖς ἄφωνοι, ἡ ῳ, ἡ ῃ, ἡ ᾳ. Ζητητέον δὲ διὰ τί, ὥσπερ ἡ συλλαβὴ 〈ἡ〉 ἐκ φωνηέντων δύο | |
15 | συνεστηκυῖα δίφθογγος καλεῖται, διὰ τί μὴ τὸν αὐτὸν τρόπον καὶ ἡ συλλαβὴ ἡ ἐκ φωνήεντος καὶ συμφώνου [οὐ] καλεῖται δίφθογγος. Καὶ ἔστιν εἰπεῖν, ὅτι διὰ τοῦτο οὐ καλεῖται δίφθογγος ἡ ἐκ συμφώνου καὶ φωνήεντος συνεστηκυῖα συλλαβή, ἐπειδὴ κυρίως φθόγγοι λέγονται τὰ φωνήεντα παρὰ τὸ φθόγγον τινὰ καὶ φωνὴν ἀφ’ ἑαυτῶν ἀφιέναι. | |
20 | Τῶν δὲ διφθόγγων αἱ μέν εἰσι etc. = Σd 40, 15—41, 3 (ἔχουσιν). Σύμφωνα δὲ τὰ λοιπὰ ιζʹ.] Τίνος ἕνεκεν etc. = Σd 41, 18—26. —Καλῶς δὲ προσέθηκε etc. = Σv 200, 30—35. —Ὁριστέον δὲ αὐτὰ οὕτως· «σύμφωνά ἐστιν ἃ μετὰ φωνήεντος ἢ φωνηέντων φωνὴν ἐγ‐ γράμματον ἀποτελεῖ»· οὗτος ὅρος ἐστίν· ὁ δὲ τοῦ Διονυσίου εἰς ἐτυ‐ | |
25 | μολογίαν μᾶλλον μεταπίπτει. 〈Heliodori.〉 —Πάλιν δὲ καὶ ἐνταῦθα ἐπιφύονταί τινες λέγοντες, 〈ὅτι οὐ〉 καλῶς σύμφωνα ταῦτα λέγει, ὅτι σὺν ἑτέροις ταῦτα φωνὴν ἀφίησι· καὶ δῆλον ὅτι ἔχει φωνήν, εἰ φωνὴν ἀφίησιν· ἀλλὰ μὴν φωνὴν ἔχει, καὶ τί δήποτε μὴ φωνήεντα λέγεται; Καί φαμεν ὅτι κατ’ ἐξαίρετον | |
30 | ἐκεῖνα καλεῖται 〈φωνήεντα〉, ἐπειδὴ αὐτὰ ἀφ’ ἑαυτῶν φωνὴν ἀποτελεῖ· ταῦτα δὲ σύμφωνα, ὅτι χωρὶς τῆς πρὸς τὰ φωνήεντα ἐπιπλοκῆς αὐτὰ καθ’ ἑαυτὰ οὐκ ἐκφωνεῖται. Εἰ δὲ λέγεις, ὅτι καὶ φωνήεντα συντασσόμενα μετὰ φωνηέντων φωνὴν ἀποτελεῖ, φημὶ κἀγώ, πρῶτον μὲν οὐ πάντα μετὰ πάντων συμπλέκεται ἐξ ἀνάγκης, ἀλλ’ ἐν οἷς χρεία ἀπαιτεῖ, ὡς | |
35 | ἔστιν ἰδεῖν τὰ σύμφωνα δεόμενα τῆς τῶν φωνηέντων κοινωνίας. Δεύ‐ | 500 |
501 | τερον δὲ ἐκεῖνα, καθὼς ἔφην, κἂν μὴ συμπλακῶσιν ἢ μετὰ φωνήεντος ἢ μετὰ συμφώνου, ἰδίαν φωνὴν ἀπαρτίζουσι, καταχρηστικῶς συλλαβῆς ἐπέχοντα τάξιν· ταῦτα δὲ πάντως δεῖται φωνήεντος συμπλοκῆς, οὐ γὰρ ἰδίᾳ φωνὴν ἀπαρτίζει κατὰ τὴν ἐκφώνησιν τῶν συλλαβῶν. Τὸ δὲ μεῖ‐ | |
5 | ζον, εἰ οὕτω κατασκευάσομεν, εἰ φωνῆεν τὸ σύμφωνον, καὶ συμπλέκεται ἄλλοις δύο φωνήεσιν ἐν τῷ τοῦ καὶ νοῦ, ὥστε εἶναι τρία φωνήεντα ὁμοῦ συμπλεκόμενα καὶ φωνὴν ἀποτελοῦντα, ἵνα σιωπήσω τὰς τετρα‐ γραμμάτους. Εἰ ἄρα δὲ δύνανται τὰ φωνήεντα φωνὴν ἀφ’ ἑαυτῶν ἀπο‐ τελεῖν καὶ οὐ δέονται εἰς τοῦτο τῆς τῶν συμφώνων τάξεως, διὰ τί | |
10 | ἐπενοήθη τὰ σύμφωνα; Καί φαμεν, ὅτι ὥσπερ ἡ ψυχὴ χωρὶς τοῦ σώ‐ ματος δύναται συστῆναι καὶ ὅμως δεῖται τοῦ σώματος εἰς τὸ ἀποτελέσαι τὴν σύστασιν τῶν ζῴων, τὸν αὐτὸν τρόπον καὶ τὰ φωνήεντα, εἰ καὶ 〈χωρὶσ〉 δύνανται παραλαμβάνεσθαι, δέονται τῆς τῶν συμφώνων συντά‐ ξεως εἰς τὸ ἀποτελέσαι τὴν ἐγγράμματον φωνήν. | |
15 | Τούτων ἡμίφωνα μέν ἐστιν ηʹ.] Οὐχ ὥσπερ ἡμικύκλιον λέγο‐ μεν, οὕτω ἡμίφωνον· καὶ γὰρ τὸ ἡμικύκλιον προσλαβὸν ἕτερον ἡμικύ‐ κλιον κύκλον ποιεῖ, τὰ δὲ ἡμίφωνα οὐχ οὕτως ἔχει· οὐ γὰρ τὸ ἡμίφω‐ νον προσλαβὸν ἕτερον ἡμίφωνον τελείαν φωνὴν ἀποτελεῖ· ἀλλ’ οὔτε ὥσπερ ἡμίονος λέγεται, οὕτω καὶ ἡμίφωνον· καὶ γὰρ ἡ ἡμίονος ἐκ δύο | |
20 | διαφόρων συνίσταται, ὅπερ τοῖς ἡμιφώνοις οὐ παρέπεται. Ἀλλ’ ἔστιν εἰπεῖν ὅτι ὥσπερ ἡμίξηρον χόρτον λέγομεν τὸν μὴ τελείως ξηρόν, οὐ 〈τὸν〉 τὸ ἥμισυ ξηρὸν ἔχοντα, τὸν αὐτὸν τρόπον καὶ ἡμίφωνον λέγομεν· τὸ γὰρ ἡμι σημαίνει etc. = Σv 201, 3—21. 〈Heliodori.〉 —Ἤθελον δέ τινες συγκαταλέγειν αὐτοῖς τὰ δασέα | |
25 | διὰ τὸν γινόμενον ἐν αὐτοῖς ἦχον. Οὓς ἐλέγχομεν κακῶς φρονοῦντας λέγοντες οὕτως· εἴ γε συλλαβὴ ἀρχομένη ἀπὸ τριῶν συμφώνων πάντως τὸ μέσον τῶν τριῶν συμφώνων ἄφωνον ἔχει, οἷον ῥόπτρον πλῆκτρον, δῆλον ὅτι καὶ ἐν τῷ Ἰσθμός σφραγίς ἄφωνα τὰ δασέα· καὶ πάλιν εἰ τὰ ἀπὸ ἀφώνων καὶ ἀμεταβόλων ἀρχόμενα ῥήματα ἀναδιπλασιάζεται ἐν τῷ | |
30 | παρακειμένῳ, οἷον τρυπῶ τετρύπηκα, τὰ δὲ ἀπὸ ἡμιφώνων καὶ ἀμετα‐ βόλων ἀρχόμενα οὐ διπλασιάζει τὸν παρακείμενον, οἷον σμήχω ἔσμηχα, δῆλον ὅτι τὸ θραύω καὶ τὸ χρώ καὶ τὸ φρίσσω ἐν ᾧ διπλασιάζουσι τὸν παρακείμενον, τέθραυκα γὰρ 〈καὶ κέχρηκα καὶ πέφρικα〉, ἄφωνον ἔχοντα ἐν τούτῳ δηλοῦσι τὸ θ καὶ τὸ φ καὶ τὸ χ πρὸ ἀμεταβόλου | |
35 | 〈τοῦ〉 ρ. Ἰστέον ὅτι κατὰ τὸ συγκριτικὸν καὶ μείωσιν πολλὴν δυνάμεθα ποιῆ‐ σαι καὶ ὀλίγην, καὶ ἐπίδοσιν ὡσαύτως· διὰ τοῦτο καὶ ὁ ποιητὴς ποτὲ μὲν «πολύ» ποτὲ δὲ «ὀλίγον» προστίθησι τοῖς συγκριτικοῖς, οἷον 〈Η 457〉 | |
πολλὸν ἀφαυρότερος καὶ 〈Τ 217〉 φέρτερος οὐκ ὀλίγον περ. | 501 | |
502 | Τοῦτο δὲ εἶπον, ἐπεὶ καὶ ὁ τεχνικὸς συγκρίνων τὸ «ὀλίγον» ἐν τῇ συγ‐ κρίσει προσέθηκε λέγων, ὅτι παρ’ ὀλίγον ἧττον τῶν φωνηέντων εὔφωνα καθέστηκε καὶ αὐτὰ εὐφωνίαν ἐπαγγέλλεται, ἥμισυ φωνῆς κατ’ ἀρχὴν ἐν μυγμοῖς καὶ συριγμοῖς ἀποτελοῦντα [πρὸ] τῆς οἰκείας αὐτῶν ὀνομασίας· | |
5 | ἐν γὰρ τῷ θέλειν etc. = Σd 42, 11—16. Ἄφωνα δέ ἐστιν ἐννέα.] Τὸ α μόριον πολλὰ σημαίνει· σημαίνει γὰρ καὶ τὸ ὀπίσω, ὡς τὸ ἀκόλουθος, ὁ ὀπισθοκέλευθος, σημαίνει δὲ καὶ τὸ δυς, ὡς τὸ γυνὴ ἄμορφος καὶ ἀτυχὴς ἄνθρωπος· ἀπὸ οὖν τοῦ ση‐ μαίνοντος τὸ δυς ἄφωνα καὶ αὐτὰ ἐκλήθησαν, οἷον τὰ δύσφωνα καὶ | |
10 | κακόφωνα ὄντα. Ὅτι γὰρ οὐκ ἐστέρηνται φωνῆς παντελῶς, δῆλον ἀφ’ οὗ συμπλεκόμενα τοῖς φωνήεσι φωνὴν ἀποτελοῦσι, καὶ ἐκ τοῦ μέρος εἶναι τῆς ἐπιδιαιρέσεως 〈τῆσ〉 περὶ τὸ κατὰ φωνὴν παρεπόμενον γενομένης, καὶ ἐκ τοῦ καὶ αὐτὰ ὑποδιαίρεσιν ποιεῖν περὶ τὸ κατὰ φωνὴν παρεπό‐ μενον· λέγομεν γὰρ ὑποδιαιροῦντες τὰ ἄφωνα εἰς τρία, εἰς ψιλά, εἰς | |
15 | δασέα καὶ εἰς μέσα. Καὶ ὁ τεχνικὸς δὲ οἶδεν αὐτὰ κακόφωνα, ἐξ ὧν φησιν· «ἄφωνα λέγεται, ὅτι μᾶλλον τῶν ἄλλων ἐστὶ κακόφωνα, ὥσπερ ἄφωνον λέγομεν τραγῳδὸν τὸν κακόφωνον», οὐ τὸν παντελῶς ἐστερη‐ μένον τῆς φωνῆς· εἰ γὰρ ἐστέρηται, πῶς τραγῳδός ἐστιν; Τούτων ψιλὰ μέν ἐστι τρία.] Ψιλὰ εἴρηται, ὅτι πᾶσα λέξις | |
20 | ἀπὸ τούτων ἀρχομένη ψιλοῦται, δασέα δέ, ὅτι πάλιν δασύνεται· μέσα δὲ εἶναί φησιν ὡς πρὸς τὴν φωνὴν τῆς προφορᾶς· τὰ μὲν γὰρ δασέα φαίνεται ἀθρόῳ τῷ πνεύματι προφερόμενα, τὰ δὲ ψιλὰ ψιλῶς καὶ ἀσθε‐ νῶς, ταῦτα δὲ μέσην ἔχοντα δύναμιν, καὶ οὔτε μόνῃ τῇ ἀρτηρίᾳ 〈προ〉‐ φερόμενα, ὡς τὰ ψιλά, οὔτε μὴν ὡς τὰ δασέα πολλῷ τῷ πνεύματι, | |
25 | ἀλλὰ μεσότητι. Ὅτι δὲ μέσα ἐστί, καὶ ἐκ τῶν πνευμάτων γνωστέον· δασέος γὰρ φωνήεντος ἐπιφερομένου τὸ προκείμενον 〈ψιλὸν〉 σύμφωνον τρέπεται εἰς δασύ, πολλάκις δὲ καὶ δύο ὄντα σύμφωνα ἐν ταὐτῷ τρέ‐ πεται, ὡς τὸ 〈ex. gr. Δ 243〉 τίφθ’ οὕτως· ὅτε δὲ τῶν μέσων τι εὑρίσκεται πρὸ τοῦ δασέος, οὐ τρέπεται, 〈καὶ〉 δῆλον ὅτι μέσην ἔχει | |
30 | δύναμιν· ὁ δ’ αὐτὸς λόγος καὶ περὶ τῶν ἄλλων. Φησὶ δὲ τὸ β μέσον εἶναι τοῦ π καὶ φ· φαίνεται γὰρ αὐτῶν ἡ συγγένεια καὶ ἐκ τῶν ῥημάτων καὶ ἐκ τῶν ὀνομάτων· ἐκ μὲν τῶν ὀνο‐ μάτων οὕτως· πάντα τὰ εἰς ψ λήγοντα ἐν τῇ γενικῇ διὰ τοῦ β ἢ π ἢ φ 〈ἐκφέρεται〉, οἷον λίψ λιβός, Πέλοψ Πέλοπος, Κίνυψ Κίνυφος· καὶ | |
35 | ἐπὶ τοῦ γ κ χ, τέτ〈τ〉ιξ τέτ〈τ〉ιγος, πέρδιξ πέρδικος, 〈ὄνυξ ὄνυχοσ〉, καὶ τοῦ δ θ τ, Ἄδωνις Ἀδώνιδος, ὄρνις ὄρνιθος, ἔρως 〈ἔρωτοσ〉 ταύτην εὑρίσκεις· ἐκ δὲ τῶν συζυγιῶν [καὶ] τῶν ῥημάτων οὕτως· ἡ πρώτη συ‐ | |
ζυγία διὰ τοῦ β ἢ π ἢ φ ἢ πτ, ἡ δευτέρα διὰ τοῦ γ κ χ 〈κτ〉, ἡ τρίτη | 502 | |
503 | διὰ τοῦ δ θ τ, δῆλον ὅτι τῆς φύσεως τὴν συγγένειαν ταύτην αὐτοῖς παρεχούσης. Φασὶ δέ τινες οὕτω λέγεσθαι καὶ τὴν Φερενίκην Βερενίκην καὶ τοὺς Κορύβαντας Κορύφαντας, κόρυν φαίνοντας ἐν τῇ κεφαλῇ, καὶ τὴν κεφαλὴν κεβαλήν κατὰ γλῶτταν. | |
5 | «Ἀντιστοιχεῖ» δὲ ἀντὶ τοῦ ἰσοστοιχεῖ, ὥσπερ ἀντίθεος ἰσόθεος, τὴν αὐτὴν ἐκείνοις τάξιν ἀναδέχεται. [Τὰ δασέα ψιλοῦσι τὰ πρὸ αὐτῶν φωνήεντα, ἵνα μὴ ἀλλεπάλληλος δασεῖα γένηται, τὰ δὲ ψιλὰ οὐ ψιλοῦ‐ σιν.] Ὅτι δὲ τὰ μέσα τῶν μὲν ψιλῶν ἐστιν ἰσχυρότερα, τῶν δὲ δασέων ἀσθενέστερα, δῆλον ἐντεῦθεν· οὐδέποτε συλλαβὴ εἰς δασὺ καταλήγει, εἰς | |
10 | δὲ ψιλὸν πολλάκις, οἷον Ἀτθίς βακχεῖος Σαπφώ, ὁμοίως δὲ καὶ εἰς μέσον, οἷον ἀγγεῖον καββαλεῖν, 〈ex. gr. Α 33〉 ἔδδεισε〈ν〉 δ’ ὁ γέρων. Πόθεν δὲ δῆλον, ὅτι τὸ β μέσον ἐστὶ τοῦ π καὶ φ, τὸ δὲ γ τοῦ κ καὶ χ, τὸ δὲ δ μέσον τοῦ θ καὶ τ; Ἐκ τῆς κλίσεως τῶν ῥημάτων· πᾶς γὰρ ἐνεστὼς διὰ τοῦ β ἢ π ἢ φ ἐκφερόμενος διὰ τοῦ αὐτοῦ συμ‐ | |
15 | φώνου ἔχει τὸν μέλλοντα, φημὶ δὴ τοῦ ψ, καὶ πᾶς ἐνεστὼς διὰ τοῦ γ 〈ἢ〉 κ 〈ἢ〉 χ ἐκφερόμενος διὰ τοῦ αὐτοῦ συμφώνου ἔχει τὸν μέλλοντα, φημὶ δὴ τοῦ ξ, καὶ πᾶς ἐνεστὼς διὰ τοῦ δ ἢ θ ἢ τ ἐκφερόμενος διὰ τοῦ αὐτοῦ συμφώνου ἔχει τὸν μέλλοντα, φημὶ δὴ τοῦ ς. Ἢ κατά τινα φυσικὴν αἰτίαν. Φωνητικὰ 〈γὰρ〉 ὄργανα τρία εἰσίν etc. = Σd 43, 14 | |
20 | —44, 12 (μὴ ἐφαπτομένης). Διὰ τί δὲ πῇ μὲν τῶν δασέων τὰ ψιλὰ προτάσσει λέγων «τῷ μὲν π τὸ φ», πῇ δὲ τὰ δασέα τῶν ψιλῶν λέγων «τὸ δὲ θ τῷ τ»; Ἵνα δείξῃ ὅτι οὐ μόνον δασέα ἀντὶ ψιλῶν παραλαμβάνεται, ὡς ἐπὶ τοῦ κατὰ ἡμῶν καθ’ ἡμῶν, ἀλλὰ καὶ ψιλὰ ἀντὶ δασέων, ὡς ἐπὶ τοῦ φιλῶ φεφίληκα καὶ | |
25 | πεφίληκα. Μέσα δὲ εἴρηται τὸ β γ δ ὡς πρὸς σύγκρισιν τῶν ψιλῶν καὶ δα‐ σέων· ὡς εἴ τις etc. = Σv 202, 4—8 (δασέα). Διὰ τίνα δὲ αἰτίαν ὁ τεχνικός etc. = Σv 202, 10—16. Ἔτι δὲ τῶν συμφώνων διπλᾶ μέν ἐστι τρία.] Καλῶς etc. | |
30 | = Σm 340, 5—24. 〈Heliodori.〉 —Τινὲς δὲ τῶν ἡμιφώνων φασὶ τὴν διαίρεσιν εἶναι. Ἐλέγχονται δέ· εἰ γὰρ τῶν ἡμιφώνων τρία μὲν διπλᾶ, τέσσαρα δὲ ἀμε‐ τάβολα, τὸ ς παραλελειμμένον ὁρᾶται καὶ ἄρα γε καθ’ ἑαυτό που πλα‐ νώμενον. Πῶς δὲ ἐξ ἀτάκτων δυνατόν ἐστι δοῦναι διαίρεσιν; οὐ γάρ | |
35 | φαμεν «τῶν ἀνθρώπων οἱ μὲν μακροί, οἱ δὲ πένητες», ἵν’ εἴπωμεν «τῶν ἡμιφώνων τὰ μὲν διπλᾶ, τὰ δὲ ἀμετάβολα». Πῶς δὲ οὐ δυσωπεῖ αὐτοὺς καὶ τὰ ἀντίγραφα ὑπὸ ἀξιοπίστων διορθωθέντα καὶ οὕτως ἔχοντα· «ἔτι | |
δὲ τῶν συμφώνων διπλᾶ γʹ». | 503 | |
504 | Φασὶ δὲ ὡς οὐκ εὖ οἱ παλαιοὶ διπλᾶ αὐτὰ ὀνομάζουσιν· εἰ γὰρ δῶμεν ἀληθῆ εἶναι τὸν λόγον τὸν φάσκοντα, πρὸ τῆς εὑρέσεως αὐτῶν διὰ δύο συμφώνων ἀποτελεῖσθαι τὰς φωνὰς τούτων, ἐξ ὧν καὶ συνε‐ στήκασιν, ἔδει σύνθετα αὐτὰ ὀνομάζεσθαι καὶ οὐ διπλᾶ· τὰ γὰρ ἐκ δύο | |
5 | συνεστῶτα διαφόρων σύνθετα καλοῦμεν, ὡς τὸ Φιλοκτήτης σύνθετον κα‐ λοῦμεν ὄνομα. Ἔτι δὲ τὰ διπλᾶ ἀδύνατόν ἐστιν ἐκ δύο συμφώνων συγκεῖσθαι· λέγομεν γὰρ ὡς οὐδέποτε συλλαβὴ εἰς τρία σύμφωνα λήγει, ὅπου γε καὶ σπανίως εἰς δύο· εἰ δῶμεν τοίνυν τὰ διπλᾶ ἐκ δύο συμ‐ φώνων, εὑρεθήσεται τὸ ζόρξ εἰς τρία σύμφωνα καταλῆγον, ὅπερ ἀδύ‐ | |
10 | νατον. Ἔτι φασίν· οὐδὲ ἓν ἄφωνον προηγεῖται τοῦ ς κατὰ σύλληψιν· πῶς οὖν δύναται ἐκ τοῦ κ καὶ ς εἶναι τὸ ξ, ἢ ἐκ τοῦ π καὶ ς τὸ ψ; Ἔτι φασὶν οὕτως· οὐκέτι δύο εἰσίν, ὅτι τὸ ζ παρὰ τῶ ποιητῇ οὐ μα‐ κρὰν ποιεῖ, 〈Δ 103. 121〉 εἰς ἄστυ Ζελείης, 〈Β 634〉 οἵ τε Ζάκυν‐ θον ἔναιον, καὶ ὅτι τὸ Σμύρνα τινὲς καὶ διὰ τοῦ ζμ γράφουσι, καίτοι | |
15 | διπλοῦ μηδέποτε προηγουμένου συμφώνου· ὥστε οὔτε σύνθετα οὔτε διπλᾶ. Ἔτι φασίν· ἄλλως τε εἰ καὶ συγχωροῦμεν αὐτὰ δύναμιν δύο συμφώνων ἔχειν, ἐπειδὴ ἐπλανήθησαν οἱ Αἰολεῖς κατὰ τὴν προφορὰν τοῦ ζυγός σδυγός γράφοντες καὶ τοῦ ξίφος σκίφος καὶ τοῦ ψέλ〈λ〉ιον σπέ〈λ〉‐ λιον, οὐ δεῖ δὲ ὅμως τὰ κατὰ διάλεκτον ἰδιάζοντα εἰς κοινὸν παραλαμ‐ | |
20 | βάνειν. Καλέσωμεν αὐτὰ μακρά· ἐδείξαμεν γὰρ [αὐτὰ] ὡς καὶ τὸ η καὶ τὸ ω δυοῖν ἐπέχοντα δύναμιν φωνηέντων μακρὰ καλεῖται. Πρὸς οὕς φαμεν, ὅτι διὰ τοῦτο τὰ διπλᾶ οὐ καλεῖται μακρά, ἐπειδὴ οὐ δύνανται καθ’ ἑαυτὰ ἐκφωνεῖσθαι, ὥσπερ τὸ η καὶ τὸ ω. Εὔλογον δέ ἐστιν αὐτὰ σύνθετα καλεῖν, εἰ ὁμολογοῦμεν 〈αὐτὰ〉 δύναμιν ἔχειν δύο συμφώνων· | |
25 | ἰδοὺ γὰρ ἐν τῷ θώρακι καὶ Πέλοπι λέγομεν, ὅτι αὗται αἱ δοτικαὶ τῶν ἑνικῶν προσλαμβάνουσαι πρὸ τοῦ ι τὸ ς καὶ συναιροῦσαι τὸ κς εἰς ξ καὶ τὸ πς εἰς ψ τὴν δοτικὴν τῶν πληθυντικῶν ποιοῦσιν. Εὔλογον δὲ πάλιν αὐτὰ καὶ διπλᾶ λέγειν, ἅτε ἐκ μιᾶς φύσεως τῶν συμφώνων ἔχοντα τὴν γένεσιν. —Εἰ δέ φατε, δὸς καὶ τὰς διφθόγγους διπλᾶς λέγεσθαι, | |
30 | ἐπειδὴ ἐκ φύσεως μιᾶς τῶν φωνηέντων καὶ αὗται, λέγομεν ὅτι ἐκείναις ἐπενόησαν ἄλλην παρὰ τὴν τῶν διπλῶν ὀνομασίαν οἱ ἀρχαῖοι, ἐπειδὴ εὗρον αὐτὰς καὶ ἐκ δύο φθόγγων συναιρουμένας καὶ εἰς δύο φθόγγους διαιρουμένας. Τί δὲ ἄτοπον, εἰ καὶ ἡμάρτηνται περὶ τὴν ὀνομασίαν; οὐ γὰρ ἐκ διαφόρων σύγκειται τὰ διπλᾶ, ἀλλ’ ὥσπερ ἐξ ἑνὸς σώματος ἀνα‐ | |
35 | δεδίπλωται· ἄκουε τοῦ τεχνογράφου· «διπλᾶ δὲ εἴρηται, ὅτι ἓν ἕκαστον αὐτῶν ἐκ δύο συμφώνων σύγκειται»· «ἐκ δύο συμφώνων» εἶπεν, οὐκ | |
«ἐξ ἀφώνου καὶ ἡμιφώνου». | 504 | |
505 | Διὰ τί δὲ τριῶν ὄντων διπλῶν etc. = Σm 341, 7—21. 〈Heliodori.〉 —Ἀμετάβολα τέσσαρα, λ μ ν ρ.] Τρίτην διαίρεσιν τῶν συμφώνων ποιεῖται πάλιν ὁ τεχνικὸς περὶ τὸ αὐτὸ παρεπόμενον, τὸ κατὰ δύναμιν· καί φησι, τῶν συμφώνων τὰ μέν ἐστιν ἀμετάβολα, τὰ | |
5 | δὲ μεταβολικά. Καὶ δίδωσι τὰ μὲν ἀμετάβολα τέσσαρα, λ μ ν ρ, λέγων αὐτὰ ἀμετάβολα εἰρῆσθαι διὰ τὸ μὴ μεταβάλλεσθαι ἐν τοῖς μέλλουσι τῶν ῥημάτων μηδὲ ἐν ταῖς κλίσεσι τῶν ὀνομάτων. Ἐπὶ μὲν ὀνόματος δύο εἰσὶ τελικά, τό τε ν καὶ τὸ ρ, ἅτινα οὐδέποτε μεταβάλλεται. Καὶ πῶς φησι τὸ ρ 〈ἀμετάβολον, ἐπειδὴ τὸ ρ〉 ἐπὶ οὐδετέρου φαίνεται μεταβαλ‐ | |
10 | λόμενον, ὡς ἐπὶ τοῦ ὕδωρ ὕδατος; Καὶ λέγομεν ἐπὶ τούτων μὴ εἶναι γνησίαν τὴν κλίσιν· καὶ ὁ Ἡρωδιανὸς ἑτερόπτωτα αὐτὰ καλεῖ· ἡ μὲν γὰρ κατάληξις εἰς ρ οὖσα διὰ τοῦ ρ τὴν γενικὴν βούλεται ἐκφέρεσθαι, ἡ δὲ εἰς τος 〈γενικὴ〉 ἀπὸ τῆς εἰς ας εὐθείας τὴν γένεσιν ἐπαγγέλλεται. Ἐπὶ δὲ ῥήματος ὁρῶνται τὰ τέσσαρα καὶ μὴ μεταβαλλόμενα ἐν τοῖς | |
15 | μέλλουσιν, οἷον πάλλω παλῶ, νέμω νεμῶ, κρίνω κρινῶ, σπείρω σπερῶ· καὶ τὸ φιλῶ δὲ τὸ φιλήσω ποιοῦν εἰ καὶ μὴ ἐν τῇ τελευταίᾳ τὸ λ, ἀλλ’ ἐν τῇ παρατελεύτῳ αὐτὸ ἐτήρησε, περιττοσυλλαβῆσαν ὡς περισπώ‐ μενον. Μεταβολικὰ δὲ 〈τὰ〉 ἄλλα σύμφωνα [ιδʹ]· μεταβάλλονται γὰρ ἐν τοῖς μέλλουσιν, ὅσα αὐτῶν θεματικά ἐστι ῥημάτων, καὶ ἐν ταῖς γενι‐ | |
20 | καῖς τῶν ὀνομάτων μεταβάλλονται, ὅσα αὐτῶν ἐν ταῖς εὐθείαις τῶν ὀνο‐ μάτων τελικὰ ἐφάνησαν. Θέλουσι δέ τινες λέγειν τὴν τῶν ἀμεταβόλων καὶ μεταβολικῶν το‐ μὴν δευτέραν 〈ἐπι〉διαίρεσιν· καὶ ἄλλοι δὲ τρίτην ἐπιδιαίρεσιν, λέγοντες τὴν μὲν πρώτην ἐπιδιαίρεσιν 〈εἰς ἡμίφωνα καὶ ἄφωνα, τὴν δὲ δευτέραν | |
25 | ἐπιδιαίρεσιν〉 εἰς διπλᾶ καὶ ἁπλᾶ, καὶ τὴν τρίτην ἐπιδιαίρεσιν εἰς ἀμε‐ τάβολα καὶ μεταβολικά· ἐγὼ δὲ αὐτὴν διαίρεσιν λέγω. 〈Heliodori.〉 —Τὰ δὲ αὐτὰ καὶ ὑγρὰ καλεῖται.] Μέμφονταί τινες λέγοντες, «πῶς δύναται τὰ αὐτὰ ὑγρὰ εἶναι καὶ ἀμετάβολα;» μὴ ἐπιστάμενοι ὡς καὶ τῶν χρωμάτων ὅσα μέν ἐστιν ὑγρὰ οὐκ εὐμετάπτωτα | |
30 | τυγχάνει, ὅσα δὲ μὴ ὑγρὰ εὐεξάλειπτα. Ἄλλως τε ὡς ἀγνοοῦντες τὸ δισσὸν τῆς δυνάμεως τῶν στοιχείων τοῦτό φασιν, ὅπερ ἐδείξαμεν ἐν τοῖς διχρόνοις, ἡνίκα εἰρήκαμεν, πῶς τὰ δίχρονα ἐκτείνεται καὶ συστέλ‐ λεται, καὶ ὅτι ἐν αὐτοῖς τὸ ι καὶ τὸ υ ἀμετάβολά τέ ἐστι καὶ δίχρονα. Νοητέον οὖν καλεῖσθαι αὐτὰ ὑγρὰ ἢ διὰ τὸ ἀμετάπτωτα καὶ ἀμετάθετα | |
35 | εἶναι [τινὰ] καὶ δυσεξάλειπτα, διὰ τὸ μὴ μεταβάλλεσθαι, ἵνα εἴπωμεν ἐκ μεταφορᾶς τῶν χρωμάτων καὶ ταῦτα ὑγρὰ καλεῖσθαι, ἐπειδὴ κἀκεῖνα | |
δυσεξάλειπτά ἐστι καὶ ταῦτα δυσμετάθετα· ἢ διὰ τὴν ὑγρότητα καὶ ἀφέ‐ | 505 | |
506 | λειαν τῆς φωνῆς· οὐ γὰρ ὃν τρόπον τὰ ἄλλα σύμφωνα ἐπάλληλα κεί‐ μενα κατὰ τὸν τῶν μέτρων λόγον τραχύνει τὴν ἀκοήν, τὴν αἰτίαν δει‐ κνύοντα τῶν μέτρων [λόγον τραχύνει τὴν ἀκοήν], ὡς βραδέως τὸν ἀκροατὴν διακρίνειν τὸ ἄμετρον· οἷον ἐν μὲν τῷ 〈Φ 305〉 οὐδὲ Σκά‐ | |
5 | μανδρος ἔληγε τὸ ὃν μένος, ἀλλ’ ἔτι μᾶλλον αὐτόθεν ἡ ἀκοὴ καὶ αἴσθησις διακρίνει τὸ ἄμετρον, ἐν δὲ τῷ 〈Τ 287〉 Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ διαλανθάνει τὴν ἀκοὴν ἡ ἀφέλεια τῆς προφορᾶς. Εἰ δέ τις εἴποι, «καὶ διὰ τί ἐν τῷ οὐδὲ Σκάμανδρος χωλῷ ἐχρήσατο ὁ ποιητής;» λεκτέον ὅτι τοῖς ὀνόμασι τούτοις χρηστέον τοῖς ἐν | |
10 | παντὶ μέτρου τόπῳ τὸ ἔπος χωλὸν ἀπεργαζομένοις· καὶ οὐδεμία μέμψις παρακολουθήσει, εἰ διὰ τὴν ἐν αὐτοῖς ἀνάγκην χωλεύουσιν ἐν μέτροις τὰ ἔπη. Τῆς δὲ τετάρτης ὑποδιαιρέσεως οὐκ ἐμνήσθη etc. = Σd 47, 1—11. 〈Heliodori.〉 —Τελικὰ ἀρσενικῶν ὀνομάτων στοιχεῖά ἐστι | |
15 | πέντε, ν ξ ρ ς ψ.] Τέλος ἔλαβον αἱ διαιρέσεις 〈καὶ ἐπιδιαιρέσεισ〉 καὶ ὑποδιαιρέσεις. Ζητητέον δέ, πότερον εἴδη τῶν στοιχείων ἢ μέρη τὰς διαιρέσεις ὀνομαστέον. Καὶ λεκτέον αὐτὰ εἶναι εἴδη· ὡσεὶ λέγομεν γένος εἶναι τὸ ζῷον, οὗ εἴδη δύο, λογικὸν καὶ ἄλογον· τοῦ δὲ λογικοῦ εἴδη δύο, οὐράνιον καὶ ἐπίγειον· ἰδοὺ γὰρ τὸ λογικόν, εἶδος ὄν, γέγονε γένος | |
20 | εἰδῶν δευτέρων· οὕτω καὶ γένος ἂν εἴποις τὰ στοιχεῖα, καὶ εἴδη αὐτῶν φωνήεντα καὶ σύμφωνα· καὶ πάλιν τῶν φωνηέντων εἴδη προτακτικά τε καὶ ὑποτακτικά, καὶ ὁμοίως εἴδη τῶν συμφώνων ἡμίφωνά τε καὶ ἄφωνα. Καὶ οἱ φιλόσοφοι δὲ τῶν τοιούτων διαιρέσεων καὶ ἐπιδιαιρέσεων τὰ μὲν πρῶτα καλοῦσι γένη, τὰ δὲ δεύτερα, εἰ δύναιντο διαιρεῖσθαι, εἴδη· εἰ δὲ | |
25 | μή, ἄτομα αὐτὰ καλοῦσι. Καλῶς δὲ καὶ ἀναγκαίως μετὰ τὰς διαιρέσεις περὶ τῶν τελικῶν διέλαβεν ὁ τεχνικός, ὅπως γνῶμεν τὴν τῶν τελικῶν 〈τῶν〉 ὀνομάτων χρῆσιν· ὅσα γὰρ μὴ φαίνεται τὴν κατάληξιν ἔχοντα τούτων, βάρβαρα ἀποδείκνυται, ὡς καὶ τὰ ὀνόματα τῶν παρ’ Αἰγυπτίοις μηνῶν. | |
30 | Ἀναγκαῖον δὲ προσθεῖναι τῷ λόγῳ «〈ἑνικῶν〉 ἀνεπεκτάτων [καὶ] κοινῶν κατ’ εὐθεῖαν πτῶσιν», ἵν’ ᾗ ὁ λόγος οὕτως· «τελικὰ ἀρσενικῶν ὀνομάτων ἑνικῶν ἀνεπεκτάτων 〈κοινῶν〉 κατ’ εὐθεῖαν πτῶσιν στοιχεῖά ἐστι πέντε». Καὶ «ἀρσενικῶν» μὲν «ὀνομάτων» προσέθηκε διὰ τὰ ἄλλα γένη· «ἑνικῶν» δὲ διὰ τὰ δυϊκὰ καὶ πληθυντικά· «κατ’ εὐθεῖαν» δὲ «πτῶ‐ | |
35 | σιν» διὰ τὰς πλαγίους· «ἀνεπεκτάτων» δὲ διὰ τὸ τοιόσδε καὶ τοιουτοσί· «κοινῶν» δέ, ὅπως μὴ τὰς παρὰ βαρβάροις καταλήξεις ἐπεισφέρωμεν· ὅθεν καὶ τὰ παρὰ τῷ ποιητῇ ἱππότα καὶ νεφεληγερέτα φαμὲν καταλή‐ | |
ξεις ἔχειν ποιητικῆς ἐξουσίας. [Τελικὰ δέ ἐστι τὰ τοῦ τέλους χαρακτη‐ | 506 | |
507 | ριστικά· τὸ δὲ 〈ex. gr. Α 175〉 μητίετα Ζεύς καὶ τὰ ὅμοια κλητική ἐστιν ἀντὶ εὐθείας.] Τὰ δὲ πέντε σύμφωνα ταῦτα κοινά ἐστιν ἀρσενικῶν καὶ θηλυκῶν, τὰ δὲ τρία φωνήεντα, τὸ α η ω, θηλυκῶν· τούτων δὲ πάλιν τὸ μὲν α κοινόν ἐστι τῶν θηλυκῶν καὶ οὐδετέρων, τὸ δὲ η καὶ | |
5 | ω θηλυκῶν μόνων. Πάλιν τῶν φωνηέντων τὸ ι καὶ υ τελικά ἐστι μό‐ νον οὐδετέρων· πάλιν τῶν συμφώνων τὸ μὲν ν ρ ς κοινὰ τῶν τριῶν γενῶν, τὸ δὲ ξ καὶ ψ ἀρσενικῶν καὶ θηλυκῶν μόνων. Τινὲς δὲ βούλονται ἐπὶ τῶν τελικῶν εἶναι 〈καὶ〉 τὸ ο, ἄλλο τοι‐ οῦτο· ἐλέγχεται δὲ ὑπὸ τῆς χρήσεως τῶν Ἀττικῶν οὐκ ὂν τελικόν· | |
10 | τοιοῦτον γὰρ λέγουσι μετὰ τοῦ ν, τὸ ἄλλο δὲ σύνθετον γινόμενον τὸ ν προσλαμβάνει. Ἐπὶ δὲ τῆς εὐθείας τοῦ δυϊκοῦ ἀριθμοῦ τὸ μὲν α ἐστὶ τελικὸν ἀρ‐ σενικῶν καὶ θηλυκῶν, τὸ δὲ ε καὶ τὸ ω τῶν τριῶν γενῶν· ἐπὶ δὲ τῆς εὐθείας τῶν πληθυντικῶν τὸ μὲν α καὶ η οὐδετέρων μόνων, τὸ δὲ ι | |
15 | καὶ τὸ ς ἀρσενικῶν καὶ θηλυκῶν. Τινὲς δὲ προστιθέασι καὶ τὸ ο.] Οὐ παραδεκτέον ἐν οὐδετέ‐ ροις τὸ ο· φαμὲν γὰρ ὅτι πᾶν οὐδέτερον ἀρσενικῷ παρεσχηματισμένον, εἰ μὲν ἰσοσυλλάβως κλίνεται, τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦ ὁμοφωνεῖ, εἰ δὲ περιττοσυλλάβως, τῇ κλητικῇ. | |
20 | 〈Heliodori.〉 —Ἰστέον δὲ ὅτι οὔτε τὸ η τελικόν ἐστιν οὐδετέρου —τὸ γὰρ κάρη ἀποκοπή ἐστι τοῦ κάρηνον—οὔτε τὸ ξ· παρῃτήσατο γὰρ τὸ γάλα τὴν τοῦ ξ κατάληξιν, καίτοι ἡ γάλακτος γενικὴ ὁμολογεῖ εὐθείᾳ τῇ εἰς ξ· παρῃτήσατο δὲ τὴν εἰς ξ κατάληξιν, ὅτι οὐ θέλει † τὰ ὑπὲρ μίαν συλλαβὴν μακροκαταληκτοῦντα πεπονθότα ἂν εἴη· οὔτε τὸ | |
25 | ω τελικόν ἐστι, τὸ γὰρ δῶ ἐκ τοῦ δῶμα 〈ἀπο〉κέκοπται· καὶ τὸ ῥῶ στοιχεῖον παραιτητέον, ἐπεὶ ἀκανόνιστά ἐστι τὰ τῶν στοιχείων ὀνόματα. 〈Heliodori.〉 —Δυϊκῶν δὲ τρία, α ε ω.] Τὰ τελικὰ τῶν δυϊ‐ κῶν ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν γίνεται· πᾶσα γὰρ δοτικὴ ἑνικῶν εἰς ι ἢ εἰς ῃ λήγουσα τὸ μὲν ι εἰς ε τρέπουσα, τὸ δὲ ῃ εἰς α, τὴν εὐθεῖαν | |
30 | τῶν δυϊκῶν ποιεῖ· εἰ δὲ εἰς ᾳ ἢ εἰς ῳ λήγει, ὁμόφωνον αὐτὴν ἔχει. Ἢ ἀπὸ τῆς εὐθείας τῶν πληθυντικῶν δεῖ κανονίζειν· ἂν μὲν γὰρ εἰς οι δίφθογγον λήγῃ, ἀποβάλλει μὲν τὸ ι, τὸ δὲ ο εἰς ω τρέπει· εἰ δὲ εἰς αι, ἀποβάλλει τὸ ι, τὸ δὲ α φυλάττει· εἰ δὲ εἰς ες, ἀποβάλλει τὸ ς· εἰ δὲ εἰς εις, ἀποβάλλει τὸ ς καὶ τρέπει τὸ ι εἰς ε· ἂν δὲ εἰς η, διαιρεῖ | |
35 | τὸ η εἰς δύο εε· ὅθεν ἀκόλουθος εἴη ἡ εὐθεῖα τὰ ὄσση· ὅταν ὁ ποιητὴς | |
λέγῃ 〈ex. gr. Ξ 236〉 ὄσσε φαεινώ κατὰ ἀποβολὴν τοῦ δευτέρου ε, | 507 | |
508 | οὐδέτερόν ἐστι τὸ ὄνομα ἀπὸ τοῦ ὄσσος, ὡς βέλος. Τὸ δὲ η οὐκ εἶπεν, ἐπειδὴ ἀπὸ συναιρέσεώς ἐστιν, οἷον τὼ Δημοσθένεε τὼ Δημοσθένη. Πληθυντικῶν τέσσαρα, ι ς α η.] Τεσσάρων ὄντων τῶν τελικῶν τὸ μὲν ι καὶ ς ἐκ τῆς εὐθείας τῶν δυϊκῶν γίνεται, τὸ δὲ α φυσικῶς | |
5 | προέρχεται, καὶ τὸ η κατὰ συναίρεσιν· πᾶσα γὰρ εὐθεῖα δυϊκῶν ἐὰν μὲν εἰς α λήγῃ, προσθέσει τοῦ ι ποιεῖ τὴν εὐθεῖαν τῶν πληθυντικῶν· εἰ δὲ εἰς ω, εἰς οι· ἐὰν δὲ εἰς ε, τῇ προσθέσει τοῦ ς. Αἱ εἰς οι λήγουσαι εὐθεῖαι πληθυντικαὶ ἀπὸ ἀρσενικῶν ὀνομάτων γίνονται τῶν εἰς ος, θη‐ λυκῶν δὲ τῶν εἰς ω· αἱ δὲ εἰς 〈ει〉ς λήγουσαι ἀπὸ συνθέτων γίνονται | |
10 | τῶν εἰς ης ληγόντων ἀρσενικῶν [διὰ τῆς ει διφθόγγου]· καὶ ἀπὸ τῶν εἰς ευς· 〈αἱ δὲ εἰσ〉 ες πληθυντικαὶ ποτὲ μὲν ἀπὸ τῆς εἰς ρ ν ξ ψ, ἢ ἀπὸ τῆς εἰς ους ἢ ἀπὸ τῆς εἰς ως. Τὰ δὲ εἰς α λήγοντα οὐδέτερα ἀπὸ εὐθείας ἐστὶ τῆς εἰς α ἢ εἰς ον ληγούσης, τὰ δὲ εἰς η ἀπὸ τῶν εἰς ος. Συναριθμεῖ δὲ τὸ η ἀπὸ συναιρέσεως ὄν, ἐπειδὴ πρὸς εἰσαγο‐ | |
15 | μένους διαλέγεται, οἱ δὲ εἰσαγόμενοι ἐπιρρεπέστεροί 〈εἰσι〉 πρὸς τὰ συνῃρημένα. | |
17t | § 7. | |
18t | Περὶ συλλαβῆς. | |
19 | Ἀκολούθως μετὰ τὸ στοιχεῖον περὶ συλλαβῆς ποιεῖται τὸν λόγον· | |
20 | ἡ γὰρ συμπλοκὴ τῶν στοιχείων συλλαβὴν ἀποτελεῖ. Διδάξας οὖν πρό‐ τερον τὰ στοιχεῖα εἰκότως μεταβέβηκεν εἰς τὰ ἀπ’ αὐτῶν συγκείμενα, λέγω δὲ τὰς συλλαβάς· διά τε τοῦτό φησιν, ὅτι κυρίως ἐκείνη κέκληται συλλαβὴ ἡ ἔχουσα σύλληψιν [τῶν] στοιχείων· ἡ δὲ ἐξ ἑνὸς φωνήεντος οὐκ ἂν εἴη κυρίως συλλαβή, ἀλλὰ καταχρηστικῶς. Ἀφελῶς δὲ ὡρίσατο | |
25 | τὴν συλλαβήν, ὡς πρὸς εἰσαγομένους τὸν λόγον ποιούμενος· ὁ γὰρ ἀληθὴς ὅρος αὐτῆς οὗτός ἐστιν· «συλλαβή ἐστι συμπλοκὴ στοιχείων κα‐ τάλληλος ὑφ’ ἕνα τόνον καὶ ἓν πνεῦμα ἀδιαστάτως λεγομένη», καὶ εἰ μὴ οὕτως ὁρισόμεθα, ἔσονται καὶ αἱ λέξεις συλλαβαί, οἷον «Ἀρίσταρχος βιβλίον ἔγραψε»· συμπλοκὰς γὰρ 〈στοιχείων〉 ἔχουσιν αἱ τρεῖς αὗται | |
30 | λέξεις, τρεῖς ἄρα 〈εἰσὶ〉 συλλαβαὶ κατὰ τὸν ὅρον ὃν ὡρίσατο ὁ τεχνικός. Εἰ δὲ εἴποις, ὡς οὐδὲ τῷ σῷ ὅρῳ ὑποπίπτουσιν αἱ μονογράμματοι 〈συλλαβαί〉—σύλληψιν γὰρ οὐκ ἔχουσι—, μάνθανε ὡς ἀπὸ τοῦ πλεο‐ νάζοντός ἐστιν ὁ ὅρος· ἄπειροι γάρ εἰσιν αἱ σύλληψιν ἔχουσαι, ἑπτὰ δὲ μόναι αἱ μονογράμματοι, καὶ εἴωθε τὸ πλέον ἐπικρατεῖν ἑκάστοτε· καὶ | |
35 | δεῖ τὴν μὲν κυρίως καλεῖν συλλαβήν, τὴν δὲ καταχρηστικῶς. Καὶ δεῖ πάλιν παρατηρεῖν, ὡς καὶ στοιχεῖον συνεμπίπτει συλλαβῇ, οἷον α, καὶ | |
συλλαβὴ λέξει, 〈οἷον γῆ,〉 καὶ λέξις λόγῳ, οἷον ἀνάγνωθι. | 508 | |
509 | Καὶ οὐδὲ τοῦτο ἀγνοεῖν χρή, ὡς ἡ συλλαβὴ etc. = Σm 345, 6‐ 346, 3 (sententiarum ordine paulum mutato). Συλλαβή ἐστι κυρίως σύλληψις συμφώνων.] Κινδυνεύουσιν etc. = Σd 48, 22—49, 8. | |
5 | Φασὶ δέ τινες ὡς οὐ καλῶς etc. = Σv 204, 25—205, 11. | |
6t | § 8. | |
7t | Περὶ μακρᾶς συλλαβῆς. | |
8 | 〈Heliodori.〉 —Τῶν συλλαβῶν αἱ μέν εἰσι μακραί, αἱ δὲ βραχεῖαι, αἱ δὲ κοιναί. Εἰδέναι δὲ δεῖ ὅτι ἔχουσι τὴν πρὸς ἄλληλα σχέσιν· φαμὲν | |
10 | γὰρ ὅτι τὸ μακρὸν πρὸς τὸ βραχύ ἐστι μακρόν, καὶ οὐκ ἄλλως ἔστι γνῶναι τὴν δύναμιν τῶν μακρῶν καὶ τῶν βραχέων, εἰ μὴ ἐκ τῆς πρός τι σχέσεως. Πάλιν ἡ κοινὴ τῶν πρός τί ἐστι· καὶ λέγομεν αὐτὴν ἢ ὡς πρὸς τὴν ἀκοινώνητον καὶ ἰδιάζουσαν ἔχειν τὴν σχέσιν, ἢ ὡς πρὸς τὰς δύο, τήν τε μακρὰν καὶ τὴν βραχεῖαν· ἐκείνων γάρ ἐστι κοινὴ καὶ οὐχ | |
15 | ἑαυτῆς, ἵν’ ὥσπερ κοινὸν οἶκον δύο ἀδελφῶν εἶναί φαμεν, οὕτω καὶ ταύτην δύο συλλαβῶν. Ὡς πρὸς εἰσαγομένους δὲ οὐ πεποίηκεν ὅρον τῆς μακρᾶς συλλαβῆς, ἀλλ’ ἔφη αὐτὴν γίνεσθαι [οὐ γίνεται δέ, ἀλλ’ ὑπάρχει]. Ὁριστέον τοί‐ νυν αὐτὴν οὕτως· «μακρά ἐστι συλλαβὴ ἡ ἔχουσα μακρὸν φωνῆεν ἢ | |
20 | μηκυνόμενον ἢ μίαν τῶν διφθόγγων, οὕτως ὡς ἑξῆς εἶναι σύμφωνον ἢ [τὸ] τελικὸν αὐτῆς τῆς συλλαβῆς ἢ τῆς ἑξῆς ἀρκτικόν»· εἰ δὲ μή, οὐκ ἔστιν ἀντὶ μακρᾶς 〈ἡ〉 μακρά, ἀλλὰ κοινή. Ὡς ἐκ τοῦ πλεονάζοντος δὲ ὁ τεχνικὸς εἶπε τὸ «γίνεται»· ὀλιγάκις μὲν γὰρ ἔστι μακρὰ συλλαβή, πολλαχῶς δὲ γίνεται. | |
25 | Μακρὰ συλλαβὴ γίνεται.] Οὐχ ὡς ἔτυχε etc. = Σv 205, 16 —206, 9. 〈Heliodori.〉 —Φύσει δὲ μακρὰς συλλαβὰς καλεῖ διὰ τὸ ἐκ τοῦ χρόνου τοῦ κατὰ τὴν προφορὰν φυσικῶς τὸ μακρὸν γίνεσθαι· ἐπεὶ 〈γὰρ〉 τὸ μὲν στοιχεῖον φωνή, τῶν δὲ φωνῶν ἡ μέν ἐστι μακρά, ἡ δὲ βραχεῖα, | |
30 | τούτων τῶν στοιχείων τὰ μὲν ἐπιμηκεστέραν ἔχει τὴν προφοράν, τὰ δὲ συνεσταλμένην· καὶ ἔστιν ἐκ τῆς φύσεως συνιδεῖν τὴν μὲν τοῦ ω προ‐ φορὰν ἐπιμηκεστέραν, τὴν δὲ τοῦ ο συνεσταλμένην. Εἰ δέ τις λέγοι, ὅτι καὶ τὸ ω δυνατὸν ἐπιβραχῦναι τῇ προφορᾷ καὶ συστεῖλαι τὸν χρό‐ | |
νον αὐτοῦ, λεκτέον· ἀλλὰ φαίνεταί τι παρὰ τὴν φύσιν ποιῶν, ὃν τρό‐ | 509 | |
510 | πον καὶ ἐπὶ τῶν βαρβαριζόντων· δυνατὸν μὲν γὰρ βαρβαρίζειν, οὐ μὴν ὑγιὲς οὐδ’ Ἑλληνικόν. Καὶ φύσει μέν εἰσι μακραὶ συλλαβαὶ τρεῖς· «φύσει» δὲ εἶπεν, ὅτι οὐκ ἐξ ἐπιτεχνήσεώς τινος γίνονται, ἀλλ’ ἐκ τῆς αὐτῶν φύσεως γίνονται | |
5 | οὕτως. Ἐζήτησαν δέ τινες etc. = Σm 347, 18—35 (sed paulo breviora). Ἆρα δὲ ἔξεστί μοι etc. = Σv 206, 14—21. Θέσει δὲ ἤτοι ὅταν εἰς δύο σύμφωνα λήγῃ.] Θέσει δὲ λέγει, ὅτι κατὰ θέσιν καὶ ποίησίν τινα γίνονται μακραί· οὐ γὰρ κατὰ φύσιν· | |
10 | τίθησι γάρ τις καὶ ποιεῖ τὸ μὴ οὕτως ἔχον ἐκ φύσεως, ἀλλ’ ἐπιτεχνήσει καὶ μεθόδῳ γινόμενον· οἷον παρέπεται τῷ κόρακι τὸ μέλαν καὶ τῷ λάρῳ τὸ λευκόν ἐὰν οὖν ἕτερον αὐτῶν ὅμοιον τῷ ἑτέρῳ ποιήσωμεν ἐν χρώ‐ ματι, τὸν μὲν λάρον μέλανα, τὸν δὲ κόρακα λευκόν, τότε τὸ〈ν〉 μὲν φύσει λευκὸν καλοῦμεν, τὸ〈ν〉 δὲ θέσει, 〈καὶ〉 τὸν μὲν φύσει μέλανα, | |
15 | τὸν δὲ θέσει. Πρῶτος δὲ τρόπος τῶν θέσει etc. = Σd 49, 10—50, 10. Πολλὰ δὲ εἰς δύο σύμφωνα etc. = Σv 206, 32—207, 2. Ἄλλο δέ ἐστι κατάληξις καὶ ἄλλο ἐπιφορά· κατάληξις μέν, ὅταν συνημ〈μ〉ένον ᾖ τὸ ἑξῆς σύμφωνον ἢ 〈τὰ〉 σύμφωνα τῷ προηγουμένῳ | |
20 | φωνήεντι, ὡς τὸ ἅλς· ἀνάγκη γὰρ ὡς ἐν μιᾷ συλλαβῇ συνεκφωνεῖν ὁμοῦ πάντα· ἐπιφορὰ δέ, ὅταν διαστήσῃς τὴν συλλαβήν, ὡς ἐν τῷ ἀγρός κά‐ προς· ἐν μέντοι τῷ ἄρτος τὸ μὲν λήγει, τὸ ρ, τὸ δὲ ἐπιφέρεται, τὸ τ. Ἢ ὅταν βραχεῖ ἢ βραχυνομένῳ.] Δεύτερος etc. = Σv 207, 4—9. | |
25 | Ἢ ὅταν εἰς ἁπλοῦν σύμφωνον.] Τί διαφέρει etc. = Σv 207, 16—19. Ἰστέον δὲ ὅτι οἱ χρόνοι etc. = Σv 207, 27—208, 6. | |
28t | § 9. | |
29t | Περὶ βραχείας συλλαβῆς. | |
30 | 〈Heliodori.〉 —Βραχεῖα συλλαβή ἐστιν ἡ ἔχουσα βραχὺ φωνῆεν ἢ βραχυνόμενον, μὴ ἐπὶ τέλους λέξεως, οὕτως ὡς μὴ εἶναι μεταξὺ τού‐ του τοῦ φωνήεντος καὶ τοῦ ἐν τῇ ἑξῆς συλλαβῇ φωνήεντος σύμφωνα πλείονα ἑνὸς ἁπλοῦ, ἀλλ’ ἤτοι ἓν 〈ἁπλοῦν〉 ἢ μηδὲ ἕν. Πρόσκειται «μὴ ἐπὶ τέλους λέξεως» διὰ τὰς κοινάς, οἷον τὸ 〈I 147. 289〉 πρὸς οἶκον | |
35 | Πηλῆος, καὶ 〈Ξ 1〉 Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχή· πρόσκειται «μὴ | |
εἶναι πλείονα σύμφωνα» διὰ τὰς θέσει μακράς. | 510 | |
511(1t) | § 10. | |
2t | Περὶ κοινῆς συλλαβῆς. | |
3 | Εὐλόγως οὐχ ὡρίσατο τὴν κοινὴν συλλαβήν· οὐ γὰρ ἔστιν, ἀλλὰ γίνεται· τῶν δὲ ὄντων εἰσὶν οἱ ὅροι. Ὅτι δὲ οὐκ ἔστιν etc. = Σm | |
5 | 349, 26—33. Τρεῖς δὲ τρόπους εἶναί φησιν etc. = Σd 50, 20—51, 9. Ῥᾷον μέντοι γίνεται ἡ τοιαύτη κοινή etc. = Σm 350, 2—14. Ὁ δεύτερος τρόπος τῆς κοινῆς γίνεται, ὅταν βραχεῖ ἢ βραχυνομένῳ διχρόνῳ ἐπιφέρηται δύο σύμφωνα, ὧν τὸ μὲν δεύτερον ὑγρόν, ὅ ἐστιν | |
10 | ἀμετάβολον, τὸ δὲ ἡγούμενον τοῦ ὑγροῦ ἄφωνον ᾖ καθ’ ἕν, ὅ ἐστι κατὰ σύλληψιν, 〈οὐχ〉 ἵνα τὸ μὲν λήγηται, τὸ δὲ ἐπιφέρηται· τῷ γὰρ ἀσθενεῖ συμπλεκόμενον τὸ λεῖον ἐξολισθαίνειν ποιεῖ τὸν ἦχον. Δεῖ ἄμφω ἐπά‐ γεσθαι εἰ γὰρ τὸ μὲν λήγοιτο etc. = Σm 350, 21—351, 13. Ὁ δὲ τρίτος τρόπος τῆς κοινῆς γίνεται, ὅταν βραχεῖα συλλαβὴ τε‐ | |
15 | λικὴ λέξεως ᾖ, μὴ ἐπιφερομένων ἐκείνων τῶν συμφώνων τῶν τὴν μα‐ κρὰν ποιούντων, ἀλλ’ ἤτοι ἑνὸς ἢ μηδενός· πᾶσα γὰρ τελικὴ συλλαβὴ ἐκ τῆς ἀναπαύσεως χρόνον προσλαμβάνει. Διὰ τί δὲ τρεῖς μόνοι τρόποι etc. = Σv 209, 31—211, 3. Δεῖ δὲ εἰδέναι ὅτι ἡ κοινὴ etc. = Σv 211, 8—13. | |
20 | Ἢ ὅταν βραχεῖα οὖσα καταπεραιοῖ etc. = Σd 52, 4—55, 25. 〈Heliodori.〉 —Διὰ τί δὲ τὰ ἀμετάβολα ἐκτείνουσιν; Ὅτι, φασίν, τοῦ ἀμεταβόλου ἡ ὑγρότης σχεδὸν ὁμοία ἐστὶ τῇ τοῦ φωνήεντος ὁμα‐ λότητι κατὰ τὴν προφοράν· ὡς γὰρ χαῦνόν ἐστι τὸ φωνῆεν, οὕτω καὶ τὰ ὑγρά. Ἄλλοι δέ φασιν, ὅτι ἐν τοῖς ἔπεσιν, ἐν οἷς ἀμετάβολον εὑρίσκεται, | |
25 | ἀναδιπλασιάζειν δεῖ, ὡς τὸ 〈ex. gr. Γ 424〉 φιλομμειδής. Πρὸς ὃ ῥητέον, ὅτι τοῦτο ὁ ποιητὴς ἀνεδιπλασίασεν, ὅτι οὐκ ἀπήρτισεν 〈τὴν βραχεῖαν〉 εἰς μέρος λόγου· ποῖον γὰρ μέρος λόγου τὸ φιλο, καὶ τὸ 〈ευ ἐν τῷ〉 〈ex. gr. Ζ 508〉 ἐϋρρεῖος ποταμοῖο, καὶ τὸ 〈ε ἐν τῷ〉 〈ex. gr. Θ 440〉 ἐννοσίγαιος; πάντα οὖν τὰ μὴ ἀπαρτίζοντα εἰς μέρος λόγου τὴν βρα‐ | |
30 | χεῖαν, τὴν δ’ ἑξῆς συλλαβὴν ἔχοντα ἀπὸ ἀμεταβόλου ἀρχομένην, ὁ ποιη‐ τὴς ἀναδιπλασιάζει. Καὶ τὰ ἄλλα δὲ σύμφωνα ἀναδιπλασιάζει πρὸς τὸ μέτρον, ὡς τὸ 〈ex. gr. Β 335〉 Ὀδυσσῆος καὶ 〈ex. gr. Α 240〉 Ἀχιλ‐ λῆος καὶ 〈Ε 203〉 ἄδδην καὶ 〈ex. gr. Α 33〉 ἔδδεισεν καὶ ὅσα τοιαῦτα | |
πρὸς τὴν χρείαν τοῦ μέτρου· ἀναδιπλασιάζει δέ, ὅτε οὐκ ἀπαρτίζει εἰς | 511 | |
512 | μέρος λόγου. Ὅτι δὲ οὐ κατά τινα διάλεκτον τοῦτο ποιεῖ, ἀλλὰ πρὸς τὴν χρείαν τοῦ μέτρου, 〈δῆλον, εἴ γε οὐκ ἀναδιπλασιάζει,〉 ὅτε οὐ χρείαν ἔχει μακρᾶς, ὡς τὸ 〈Β 220〉 ἔχθιστος δ’ Ἀχιλῆϊ μάλιστ’ ἦν ἠδ’ Ὀδυ‐ σῆϊ, ἑκάτερον δι’ ἑνὸς συμφώνου. Ἐν οἷς μέντοι εὑρίσκεται ἡ προτέρα | |
5 | ἀπαρτίσασα εἰς μέρος λόγου, οὐκέτι τὸ ἑξῆς ἀμετάβολον ἀναδιπλασιάζει· ἐν γοῦν τῷ 〈Π 358〉 Αἴας δ’ ὁ μέγας οὐκέτι ἐποίησε τοῦτο, ἐπεὶ τὸ ο ἀπήρτισται εἰς μέρος λόγου. Οὐκοῦν ἄτοπον τοῦ ποιητοῦ παραιτη‐ σαμένου τοῦτο ἡμᾶς 〈μετα〉βαίνειν τὸ μὴ δόξαν ἐκείνῳ; Ἀρκείσθω δη‐ λαδὴ ὁ λόγος οὗτος, ὅτι ἡ μὲν προτέρα ἀπαρτίζει εἰς μέρος λόγου, ἡ | |
10 | δὲ ἑξῆς ἀπὸ ἀμεταβόλου ἄρχεται, τοῦ ἀμεταβόλου διὰ τὴν ἐν αὐτῷ ὑγρότητα σχεδὸν ἴσον δυναμένου τῇ τοῦ φωνήεντος ὁμαλότητι. Τισὶ δὲ ἀρέσκει τοῦτο μόνον ζητεῖν ἐν τοῖς ἔπεσι τούτοις, εἰ ἡ προτέρα συλλαβὴ βραχεῖα οὖσα ἀπήρτισεν εἰς μέρος λόγου, καὶ μὴ διαφέρεσθαι περὶ τῆς ἑξῆς συλλαβῆς ἐξ οἱουδηποτοῦν συμφώνου τὴν ἀρχὴν λαμβανούσης, ὡς | |
15 | ἐκεῖνο 〈Φ 352〉 τὰ περὶ καλὰ ῥέεθρα· ἐν γὰρ τῷ 〈τα〉 | περι ἡ μὲν πρώτη ἀπήρτισεν εἰς μέρος λόγου, ἡ δὲ ἑξῆς ἡ περ συλλαβὴ οὐκ ἀπὸ ἀμεταβόλου ἤρξατο. Ἐρεῖ τις ἴσως, ὅτι δίχρονον νῦν ἐκτείνεται· ἀλλ’ ἐν τῷ περὶ προσῳδίας ὁ Ἡρωδιανὸς οὐκ ἐξέτεινε τοῦτο, εἰπὼν ἐκεῖνο, ὅτι ἐπειδὴ ἄρθρον ἐστὶν οὐδετέρου ὀνόματος πληθυντικοῦ ἀριθμοῦ, διὰ | |
20 | τοῦτο συστέλλεται, ἵνα ταύτῃ διαφορὰν ἔχῃ πρὸς τὴν ὀρθὴν καὶ αἰτια‐ τικὴν δυϊκοῦ ἀριθμοῦ γένους θηλυκοῦ· τὰ καλά γὰρ ἐκτείνεται καὶ τὰ Ἑλένα· τὸ μέντοι 〈τά ἐν τῷ τὰ〉 περὶ καλὰ ῥέεθρα συστέλλεται, ἐπειδή, ὡς ἔφαμεν, ἄρθρον ἐστὶν οὐδετέρου γένους πληθυντικοῦ ἀριθμοῦ. | |
24t | § 11. | |
25t | Περὶ λέξεως. | |
26 | 〈Heliodori.〉 —Καλῶς καὶ εὐτάκτως τῇ ἐπαναβάσει χρησάμενος ὁ τεχνικὸς μετὰ τὰς συλλαβὰς περὶ λέξεως ἤρξατο γράφειν. Ἔστι δὲ λέξις μέρος ἐλάχιστον τοῦ κατὰ σύνταξιν λόγου αὐτοτελές. Οὐκ ἐκτὸς δὲ μέμψεως ὁ ὅρος ἔστι γὰρ καὶ τοῦτο μέρος ἐλάχιστον λόγου αὐτο‐ | |
30 | τελές, ὥσπερ ἐν τῷ λόγῳ Δημοσθένους ὅλον τὸ 〈Olynth. I §1〉 ἀντὶ πολλῶν 〈ἄν〉, ὦ ἄνδρες Ἀθηναῖοι, χρημάτων ὑμᾶς ἑλέσθαι νο‐ μίζω, εἰ φανερὸν γένοιτο τὸ μέλλον συνοίσειν τῇ πόλει, περὶ ὧν νυνὶ σκοπεῖτε. Ἢ τὸ «αὐτοτελές» σημαίνει τὸ ἀφ’ ἑαυτοῦ τέλος ἔχον σημασίας τινός, οὐ διανοίας. | |
35 | Ἔστι δὲ καὶ ἄλλος ὅρος· «λέξις ἐστὶ φωνὴ ἐγγράμματος νοητόν τι ἀποτελοῦσα»· ἐγγράμματος δὲ φωνή ἐστιν ἀποτέλεσμα τοῦ ἐν ἡμῖν ἐν‐ | |
τεθησαυρισμένου πνεύματος. | 512 | |
513 | Ἔστι δὲ καὶ ἕτερος ὅρος οὗτος· «λέξις ἐστὶν ἐλαχίστη φωνὴ ἐγγράμ‐ ματος ἀμερὴς ἰδίᾳ ῥητὴ καὶ ἰδίᾳ νοητή, ὑφ’ ἕνα τόνον καὶ ἓν πνεῦμα ἀγομένη» ἢ λεγομένη ἢ προφερομένη. Τὸ δὲ λέγω δηλοῖ τρία, τὸ ἀπαγγέλλω, τὸ ἀριθμῶ, τὸ ἐκλέγομαι· | |
5 | ὥσπερ δὲ ἀπὸ τοῦ ἔχω ἕξις, οὕτως ἀπὸ τοῦ λέγω λέξις, ἡ σημασίας ἀπαγγελτικὴ ἢ ἡ πρὸς σύνταξιν λόγου καταριθμουμένη. Λέξις ἐστὶ μέρος.] Ἐπειδὴ μέρος ἐστὶ καὶ τοῦ παντὸς τὸ ἥμισυ τὸ ἐπ’ ἴσης μοίρας τεμνόμενον καὶ τὸ μικρὸν ἀπόψηγμα ἢ ἀπότμημα, 〈καὶ〉 πάλιν μέρος φαμὲν καὶ κόμμα μέγα χρυσοῦ [μέρος χρυσίου] καὶ τὸ | |
10 | μικρὸν ἀπόψηγμα, καλῶς τὸ «ἐλάχιστον» προσέθηκε πρὸς ἀντιδιαστολὴν τοῦ μείζονος. Καὶ τίνος μέρος; Ἐκείνου δηλαδὴ τοῦ λόγου τοῦ συντε‐ ταγμένου καὶ παρατιθεμένου διανοίαις πλείσταις καὶ πλείστοις νοήμασιν. Ἐλλιπὴς δὲ ὁ ὅρος· εὑρίσκεται γὰρ καὶ ἓν γράμμα καὶ μία συλλαβὴ λέξις οὖσα· μέρος γάρ ἐστιν ἐλάχιστον λόγου 〈καὶ ἕκαστον γράμμα〉 καὶ | |
15 | ἑκάστη συλλαβή. Ἀλλά φαμεν ὅτι πρὸς εἰσαγομένους γράφων τὰ πολλὰ τῶν ζητημάτων παραιτεῖται. Φησὶ δὲ «ἐλάχιστον», ὅτι ἔστι τι μέρος ἐπ’ ἴσης μεριζόμενον. Καὶ λόγος μέν ἐστιν ὁ διανοιῶν περιεκτικός, διάνοια δὲ λέξεων σύνθεσις 〈νοῦν〉 ἀπαρτίζουσα· ὡς διάνοιαν μέν φαμεν τὸ «ἥλιος ὑπὲρ γῆν», λόγον δέ, «εἰ ἥλιος ὑπὲρ γῆν, ἡμέρα ἐστίν»· ὥστε διαφέρει | |
20 | διάνοια λόγου, ὅτι ἡ μὲν διάνοια οὐκ ἀκόλουθόν τι [λόγον] ἔχει, ἀλλ’ ἁπλοῦν ἀξίωμα ποιεῖ, ὡς τὸ «Σωκράτης πέμπει», ὁ λόγος δὲ πολλά‐ κις καὶ τὰς αἰτίας τῶν πραγμάτων συνεπεισάγεται πολλαῖς τε διανοίαις. Διαφέρει δὲ ὁ κατὰ σύνθεσιν τοῦ κατὰ σύνταξιν λόγου· κατὰ σύν‐ θεσιν γὰρ λέγω λόγον τὸν ἐν μέτροις κείμενον, κατὰ σύνταξιν δὲ τὸν | |
25 | καταλογάδην· νῦν δὲ ἡμῖν οὐ πρόκειται περὶ τοῦ κατὰ σύνθεσιν 〈λόγου〉 λέγειν, ἀλλὰ περὶ λέξεως τῆς ἐν συντάξει λόγου πεζοῦ. Τῆς πεζῆς, φησί, λέξεως ἡ σύνθεσις λόγος ἐστὶν ἡ διάνοιαν αὐτοτελῆ δηλοῦσα· «αὐτοτελῆ» δέ φησιν, ὅτι ἔστι τις διάνοια οὐκ αὐτοτελής, ὡς «ἥλιος ὑπὲρ γῆν»· τοῦτο γὰρ οὐκ ἔχει αὐτοτελῆ διάνοιαν· αὐτοτελῆ 〈δὲ〉 | |
30 | λέγω τὴν ἀφ’ ἑαυτῆς ἔχουσαν τὸ τέλος, ὡς τὸ «εἰ ἥλιος ὑπὲρ γῆν, ἡμέρα ἐστίν». Ἵνα δὲ μή τις ἐπιλάβηται αὐτοῦ, ὅτι μὴ προδιδάξας τί ἐστι λόγος τὴν λέξιν μέρος τοῦ λόγου φησίν, διὰ τοῦτο εὐθέως ἐπιφέρει τὸν ὅρον τοῦ λόγου· ὁρίζεται δὲ αὐτόν, ἵνα δηλώσῃ ποίου λόγου ἐστὶ μέρος ἐλάχιστον ἡ λέξις. | |
35 | Λέξεις δὲ καλοῦνται καὶ αἱ συλλαβαί· ἀλλὰ καθὸ αἱ λέξεις ἔχουσι | |
λεκτὸν σημαῖνόν τι [λεκτόν], διαφέρουσιν. | 513 | |
514 | Μεμπτέος δὲ ὁ τεχνικός etc. = Σm 355, 16—32. Τίνος δὲ ἕνεκεν τὴν πεζὴν λέξιν μόνον ὠνόμασεν, ἥτις ἐστὶ τοῦ καταλογάδην λόγου; Ὅτι ὁ πεζὸς λόγος κατὰ φύσιν ἐστὶ γυμνὸς ἀπὸ πάσης ἐπιτηδεύσεως· οὐ γὰρ ὥσπερ ἐν τοῖς ποιητικοῖς τὰ μὲν ἀποκέ‐ | |
5 | κοπται, ὡς τὸ 〈ex. gr. Ω 369〉 ἄνδρ’ ἀπαμύνεσθαι, τὰ δὲ περιπέφρα‐ σται, ὡς τὸ 〈ex. gr. β 409〉 ἱερὴ ἲς Τηλεμάχοιο, οὕτω καὶ ὁ πεζὸς κατὰ ἀποκοπὴν ἢ περίφρασιν σύγκειται, ἀλλ’ ἔστιν ἐξ 〈ἁπλῶν〉 λέξεων, οὐδὲν ἔχων ἐπιτετηδευμένον· διὰ τοῦτο τὴν διαφορὰν εἰδὼς τὴν πεζὴν μόνον ὠνόμασε λέξιν, προκρίνας τὸ κατὰ φύσιν τοῦ παρὰ φύσιν. Ἡ | |
10 | δὲ ἔμμετρος σύνθεσις περίοδος καλεῖται. Καλῶς δὲ πρόσκειται τὸ [μέρος] «ἐλάχιστον»· τὰ 〈μὲν〉 γὰρ ὑπερ‐ θετικὰ οὐκ ἐπιδέχεται τὸ ἧττον καὶ τὸ μᾶλλον, αἱ δὲ λέξεις ἐπιδέχονται τὸ ἧττον, διαιροῦνται γὰρ εἰς συλλαβάς· ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι πρὸς τὸ σημαινόμενον ἀποβλέπων εἶπε τὸ «ἐλάχιστον»· καὶ γὰρ αἱ λέξεις τῇ | |
15 | φωνῇ διαιροῦνται, οὐ κατὰ τὸ σημαινόμενον· ἐὰν γὰρ διαιρεθῶσιν, οὐδὲν σημαίνουσι· τὸ γὰρ Ὅμηρος εἰ διέλωμεν εἰς τὸ ο καὶ τὸ μηρος, ἀσή‐ μαντον γίνεται. 〈Heliodori.〉 —Λόγος δὲ σημαίνει ιαʹ· εἰσὶ δὲ ταῦτα· λόγος ὁ ἐξ ἀναλωμάτων etc. = eadem fere quae Σv 213, 7—214, 2. Ταῦτα λέγου‐ | |
20 | σιν εἶναι τὰ ιαʹ 〈σημαινόμενα〉 τοῦ λόγου· ἔστι δὲ καὶ ἕτερα ταῦτα. Ἔστι λόγος καὶ ὁ ὅρος, ὡς ὅταν εἴπωμεν «εἰπέ μοι τὸν λόγον τῆς φιλοσοφίας», ἤγουν τὸν ὅρον. Ἔστι λόγος καὶ ὁ κανών, ὡς ὅταν εἴπωμεν «εἰπέ μοι τὸν λόγον τοῦ Αἴας Αἴαντος», τουτέστι τὸν κανόνα Ἔστι λόγος καὶ ἡ ἀπολογία, ὡς ἐπὶ τοῦ 〈ubi?〉 σκῆψις εὑρεθήσεται | |
25 | λόγος τις. Ἔστι λόγος καὶ τὸ ἐπίγραμμα, οἷον 〈Pind. Ol. 7, 158〉 οὐχ ἕτερον λιθίνα ψᾶφος ἔχει λόγον, τουτέστι τὸ ἐπίγραμμα. Ἔστι λόγος καὶ τὸ ἀπόφθεγμα, οἷον 〈Soph. Trach. 1〉 λόγος μέν ἐστ’ ἀρχαῖος ἀνθρώποις φανείς. Ἔστι λόγος καὶ ἡ φωνή, οἷον 〈ubi?〉 λόγος τις ἔπνευσεν ὡς τέθνηκα· οὐ γάρ ἐστι λόγος καὶ ἡ | |
30 | ἀντιλογία. 〈Heliodori.〉 —Τοῦ δὲ λόγου μέρη ἐστὶν ὀκτώ.] Ἐπειδήπερ ἔναγχος τοῦ λόγου ἐμνημόνευσεν, ἀγνοεῖ δὲ ὁ νέος πόσα ἐστὶ τοῦ λόγου τὰ μέρη καὶ ὅπως ἓν ἕκαστον αὐτῶν ὀνομάζεται, ἐπήγαγεν αὐτὸς εἰπών «τοῦ δὲ λόγου μέρη ἐστὶν ὀκτώ», προσπλέξας τῷ ἀριθμῷ καὶ τὰ ὀνό‐ | |
35 | ματα. Οὐκ ἀγνοεῖν δὲ χρή, ὅτι τὰ παρ’ ἡμῖν μέρη 〈τοῦ〉 λόγου στοι‐ χεῖα καλοῦσιν οἱ φιλόσοφοι· λέγουσι γὰρ ὅτι καθὼς τὰ στοιχεῖα φωνῇ | |
ἄτομα καὶ ἀμέριστά ἐστιν, οὕτω καὶ 〈ταῦτα〉 τὰ στοιχεῖα ἄτομά ἐστι | 514 | |
515 | μέρη τοῦ λόγου, ἐπεὶ μὴ πεφύκασιν εἰς νοητὰ τέμνεσθαι, ὡς οὐδ’ ἐκεῖνα εἰς ἐγγραμμάτους φωνάς· πάλιν τέ φασιν, ὅτι ὥσπερ τὰ στοιχεῖα ἀπο‐ τελοῦσι τὰς συλλαβάς, οὕτω καὶ ταῦτα τὸν τέλειον λόγον· ἢ ὅτι ὥσπερ τὰ κοσμικὰ στοιχεῖα ἀποτελεῖ 〈τὰ〉 σώματα, οὕτω καὶ ταῦτα συνιόντα ἀπαρ‐ | |
5 | τίζει τοὺς λόγους. Μέμψαιτο δ’ ἄν τις τῷ εἰρημένῳ· «εἰ γὰρ μέρος ἐστίν, ἔδει τὸ πᾶν παρεῖναι ἐν ἑκάστῳ λόγῳ, ἐπεὶ 〈πάντα〉 τὰ μέρη τοῦ ὅλου συμπληρωτικά· οὐκοῦν εἰ φαίνοιτό τις λόγος μὴ ἔχων τι τῶν ἑαυτοῦ, ἀτελὴς ἔσται». Πρὸς ὃ λεκτέον, ὅτι τοῦ λόγου ἔστιν εἴδη πολλά· ὁρῶμεν γὰρ ὅτι ἓν ἕκαστον τῶν ζῴων διαφέρει τοῖς μέρεσι πρὸς τὸ ἄλλο ζῷον· | |
10 | εἰ τοίνυν φαίνεται εἴδη διαφέροντα κατὰ τὴν τῶν μερῶν ἀναπλήρωσιν, δῆλον ὅτι οὐδὲν δεῖ θαυμάζειν, ὅτε λόγος τις μὴ ἐκ πάντων τῶν μερῶν ἑαυτοῦ γίνοιτο· διάφοροι γὰρ οἱ λόγοι κατὰ τὰ σχήματα. Ἔστι δὲ λόγος διὰ μιᾶς λέξεως etc. = Σd 57, 12—58, 19. Εἰ δὲ μονομερὴς γίνεται λόγος τέλειος διάνοιαν αὐτοτελῆ δηλῶν, ἀλλ’ οὖν ἐξακούεται ἔξωθεν ἡ | |
15 | οὐσία ἡ ποιήσασα τὸ πρᾶγμα· τὸ μὲν γὰρ ὄνομα ὡς οὐσία ἐστί, τὸ δὲ ῥῆμα 〈ὡσ〉 συμβεβηκὸς περὶ τὴν οὐσίαν γινόμενον· πάντως γὰρ ἡ οὐσία ἐστὶν ἡ ἐνεργοῦσά τι ἢ πάσχουσα, τὸ δὲ ῥῆμα σημαίνει τὴν πρᾶξιν καὶ τὸ πάθος. Οἱ Περιπατητικοὶ δύο μέρη λόγου ἐδόξασαν εἶναι, ὄνομα καὶ | |
20 | ῥῆμα· τὰ δὲ ἄλλα οὐ λέγουσιν εἶναι μέρη λόγου, ἀλλ’ ἕνεκεν συνδέσεως καὶ κόλλης παραλαμβάνεσθαι· ὥσπερ γὰρ ἐν τοῖς πλοίοις μέρη λέγομεν εἶναι τοὺς τοίχους καὶ τὰ πηδάλια καὶ τὸ ἄρμενον, τὴν δὲ πίσσαν, στυ‐ πεῖον, ἥλους οὐ λέγομεν εἶναι μέρη τοῦ πλοίου, ἀλλ’ ἕνεκεν συνδέσεως καὶ κόλλης παραλαμβάνεται, οὕτω τὸ ὄνομα καὶ τὸ ῥῆμα μέρη ἐστὶ τοῦ | |
25 | λόγου, τὰ δ’ ἄλλα οὔ. Εἶτα ἐπιφέρουσιν [λύσιν ἀντιθέσεως], ὅτι ὥσπερ εὑρίσκομέν τινα πλοῖα μονόξυλα μὴ δεόμενα συνδέσεως καὶ κόλλης, οὕτως εὑρίσκομεν λόγον ἐξ ὀνόματος καὶ ῥήματος συνιστάμενον μὴ δεό‐ μενον συνδέσεως καὶ κόλλης, ὡς ἐπὶ τοῦ «Σωκράτης περιπατεῖ, Σωκράτης ὑγιαίνει». | |
30 | Ἐπιφέρουσι δὲ καὶ δεύτερον κανόνα οἱ Ἀριστοτελικοὶ λέγοντες· τοσοῦτον τὰ δύο μόνα ἐστὶ μέρη, τὰ δ’ ἄλλα οὔ, ὅτι χωρὶς τῶν ἄλλων δύναται συνίστασθαι λόγος, χωρὶς δὲ τοῦ ὀνόματος καὶ ῥήματος οὐκ ἔστι· κἂν γάρ τις εἴπῃ, 〈ὅτι ἐξ ἀντωνυμίας καὶ ῥήματος δύναται συνί‐ στασθαι λόγος, φαμὲν ὡσ〉 ἀντωνυμία ἀντὶ ὀνόματος παραλαμβάνεται. | |
35 | Ἐλέγχονται δὲ πολλαχῶς τοσοῦτον οὐχ ἕνεκεν συνδέσεως παραλαμβα‐ νόμενα, ὅτι τὸ ὄνομα καὶ ῥῆμα φυσικήν τινα ἁρμονίαν ἔχει μὴ δεομέ‐ νην συνδέσεως, ὡς τὸ «Σωκράτης περιπατεῖ»· ὥσπερ γὰρ πρὸς ἄλληλά | |
ἐστι συνημμένα τό τε εἶδος καὶ ἡ ὕλη χωρὶς συνδέσεως, οὕτω τὸ ὄνομα | 515 | |
516 | μετὰ τοῦ ῥήματος φυσικήν τινα ἁρμονίαν ἔχει. Ἀμέλει καὶ τὰ ἄλλα μέρη τοῦ λόγου παραλαμβανόμενα καὶ ἰδίας ἔχουσι σημασίας, ἃς οὔτε τὸ ὄνομα ἔχει οὔτε τὸ ῥῆμα, καὶ οὐδέποτε συνδεσμοῦσιν ὀνόμασι ῥή‐ ματα· ὅταν 〈γὰρ〉 εἴπωμεν «ὁ ἄνθρωπος περιπατεῖ», τὸ ἄρθρον μόνῳ | |
5 | τῷ ὀνόματι προσῆλθεν, οὐκέτι δὲ [τῷ ὀνόματι] καὶ τῷ ῥήματι· ὁμοίως 〈ἐν τῷ〉 «ὁ ἄνθρωπος καλῶς περιπατεῖ» τὸ «καλῶς» πρὸς τὸ ῥῆμα μόνον συνῆλθεν, οὐκέτι δὲ καὶ πρὸς τὸ ὄνομα. Καὶ αὐτοὶ οἱ παρ’ ἡμῖν καλούμενοι σύνδεσμοι οὐ συνδεσμοῦσιν ὄνομα καὶ ῥῆμα· οὐδεὶς γὰρ λέγει «Τρύφων καὶ ἀναγινώσκει»· ἀλλ’ ἢ ὄνομα καὶ ὄνομα, ἢ ῥῆμα καὶ ῥῆμα, | |
10 | «Θέων καὶ Τρύφων, γράφω καὶ ἀναγινώσκω»· οἱ γὰρ σύνδεσμοι ὁμοιο‐ μερῶν εἰσι συνδετικοὶ ἢ ὡς ὁμοιομερῶν, «ἐγὼ καὶ σὺ καὶ Ἀπολλώνιος»· εἰ οὖν οὐδ’ αὐτοὶ οἱ παρ’ ἡμῖν καλούμενοι σύνδεσμοι συνδέουσιν ὄνομα καὶ ῥῆμα, δῆλον ὅτι οὐχ ἕνεκεν συνδέσεως παραλαμβάνονται. Καὶ [ὅτι] ἰδίαν ἔχουσι σημασίαν, ὅπερ οὐκ ἔστι συνδέσεως καὶ κόλλης· τὸ γὰρ ἄρ‐ | |
15 | θρον σημαίνει ἀναφοράν, ἣν οὔτε τὸ ὄνομα ἔχει οὔτε τὸ ῥῆμα· καὶ ἡ ἀντωνυμία ἢ δεῖξιν σημαίνει ἢ ἀναφοράν, οὐδὲν δὲ τούτων ἔχει οὔτε τὸ ὄνομα οὔτε τὸ ῥῆμα· 〈καὶ〉 ἄλλο ἐστὶ τὸ εἰπεῖν «βαίνω» καὶ ἄλλο τὸ «καταβαίνω» καὶ ἄλλο τὸ «ὑπερβαίνω», ἐναλλάσσει γὰρ ἡ πρόθεσις τὸ σημαινόμενον· καὶ τὸ ἐπίρρημα ὁμοίως· τῷ γὰρ εἰπεῖν «ἄνθρωπος | |
20 | περιπατεῖ» καὶ τῷ εἰπεῖν «ἄνθρωπος καλῶς περιπατεῖ» ἐνηλλάγη τὸ σημαινόμενον, ἔχει γὰρ καὶ ποιότητα σημαινομένην διὰ τοῦ ἐπιρρήματος. Καὶ αὐτοὶ δὲ οἱ σύνδεσμοι ἐναλλάσσουσι τὰ σημαινόμενα· τὸ γὰρ «γράφω» αὐτοτέλειαν ἔχει διὰ τῆς καταφάσεως, τὸ δὲ εἰπεῖν «καὶ γράφω» ἐπι‐ βεβαίωσιν ἔχει, καὶ οὐκ ἐπιδέχεται τὴν αὐτοτέλειαν· καὶ ἐπὶ τοῦ «γράφω | |
25 | μέν», «γράφεις δέ» οὐκ ἔστιν αὐτοτέλεια. Ἀπεδείχθη οὖν, ὅτι οὐχ ἕνεκεν συνδέσεως παραλαμβάνονται, ἀλλ’ ἕνεκεν σημασίας μὴ ἐγκειμένης ἐν τῷ ὀνόματι ἢ ἐν τῷ ῥήματι. Πρὸς δὲ τὸν δεύτερον λόγον τὸν λέγοντα, ὅτι χωρὶς ὀνόματος καὶ χωρὶς ῥήματος οὐ γίνεται αὐτοτέλεια τοῦ λόγου, πολλάκις δὲ χωρὶς τῶν | |
30 | ἄλλων ἐνδέχεται, ἔστιν εἰπεῖν, ὅτι τῶν μερῶν τὰ μέν ἐστι τίμια, τὰ δὲ οὐ πάνυ τίμια, ὡς ἐν τῷ ἀνθρώπῳ· ἔχει γὰρ μέρη χεῖρας καὶ πόδας καὶ ἐγκέφαλον καὶ καρδία〈ν〉· καὶ ἐνδέχεται πολλάκις τὸν ἄνθρωπον εἶναι χωρὶς χειρὸς ἢ χωρὶς ποδός, χωρὶς δὲ ἐγκεφάλου ἢ καρδίας οὐ δυνατόν· καὶ ἀναλογεῖ τὸ ὄνομα καὶ τὸ ῥῆμα τῷ ἐγκεφάλῳ καὶ τῇ | |
35 | καρδίᾳ, καὶ διὰ τοῦτο χωρὶς ὀνόματος καὶ ῥήματος οὐδέποτε τέλειος λόγος γίνεται. Ἔστι δὲ ἀπορία τοιαύτη· «τὰ ὁμολογούμενα εἶναί τινος μέρη ἐὰν ἀπολείπωσι, πάθη ποιοῦσιν, ὡς ἐπὶ τοῦ ἀνθρώπου, ὅτι ἐὰν ἀπολείπῃ ἢ | |
ποδὶ ἢ χειρί, πέπονθεν [ἐὰν δὲ ἐπιλείπῃ ὑποδήματι ἢ ἱματίῳ, οὐ πέ‐ | 516 | |
517 | πονθεν, ἀλλὰ παρὰ σχῆμα ἐγένετο]· οὕτως οὖν εἰ ὁμολογούμενά εἰσιν ὀκτὼ μέρη τοῦ λόγου ἢ ἑπτὰ ἢ πέντε, πῶς γίνεται τέλειος λόγος [μὴ πεπονθὼς] ἐκ δύο μερῶν λόγου ἢ τριῶν ἢ καὶ τεσσάρων; ὥστε οὖν οὐκ εἰσὶν ἐκεῖνα μέρη λόγου». Πρὸς τοῦτο ἔστιν εἰπεῖν, ὅτι ἔλλειψις διχῶς | |
5 | νοεῖται, ἢ κατὰ πάθος ἢ κατὰ αὔξησιν· κατὰ πάθος, ὡς ἐὰν ἐλλείπῃ ὁ ἄνθρωπος ἢ χειρὶ ἢ ποδί, κατ’ αὔξησιν δέ, ὡς τὰ νεωστὶ τικτόμενα παιδία ἐλλείπουσι τοῖς ὀδοῦσι, καὶ ἐπὶ τῶν ἀσταχύων, ὅτι ἐλλείπουσι τῷ κόκκῳ καὶ τῷ ἀθέρι. Καὶ ἐνταῦθα πάλιν ἐπὶ τοῦ «ὁ ἄνθρωπος κα‐ λῶς περιπατεῖ» οὔτε κατὰ πάθος ἐστὶν ἡ ἔλλειψις οὔτε κατὰ αὔξησιν· | |
10 | ἀλλὰ λέγουσιν, ὅ τι καὶ ὁ Πλάτων λέγει 〈ubi?〉, ἀναλογίαν εἶναι τοῦ λόγου πρὸς τὸ ζῷον· ὥσπερ γὰρ ἔχει τὸ ζῷον σῶμα καὶ ψυχήν, οὕτω καὶ ὁ λόγος ἔχει σῶμα καὶ ψυχήν, καὶ ἀναλογεῖ μὲν τῷ σώματι ἡ λέξις καὶ ἡ φράσις καὶ ἡ σύνταξις, τῇ δὲ ψυχῇ τὸ σημαινόμενον· καὶ ὥσπερ τῶν ἐμψύχων τὰ μέν ἐστιν ἁπλᾶ, τὰ δὲ σύνθετα, τὰ δὲ περαιτέρω σύν‐ | |
15 | θετα—ἁπλᾶ μέν, 〈ὡσ〉 τὸ φυτόν, ἔχει γὰρ τὴν αὐξητικὴν δύναμιν καὶ τὴν θρεπτικήν, σύνθετα δέ, ὡς τὰ ζῳόφυτα, ὥσπερ σπόγγος καὶ μύκητες, ἔτι δὲ περαιτέρω σύνθετα, ὥσπερ τὰ αὐτοκίνητα—οὕτω τῶν λόγων οἱ μέν εἰσιν ἁπλοῖ, ὡς οἱ διμερεῖς, οἱ δὲ σύνθετοι, ὡς οἱ τριμερεῖς 〈καὶ〉 τετραμερεῖς, ἔτι δὲ περαιτέρω σύνθετοι οἱ ἄχρι τῶν ὀκτὼ μερῶν· ὅταν | |
20 | οὖν εὑρεθῇ λόγος διμερής, ἔχει τὴν ἰδίαν τελειότητα, καὶ οἱ σύνθετοι ὁμοίως καὶ οἱ ἔτι περαιτέρω σύνθετοι. Ἀλλ’ ἔστι πρὸς τοῦτο εἰπεῖν· εἰ τῶν λόγων οἱ μέν εἰσιν ἁπλοῖ, τουτέστι διμερεῖς, 〈οἱ δὲ〉 τριμερεῖς, οἱ δὲ ὀκταμερεῖς, ὥσπερ ἐὰν ἐρω‐ τηθῶμεν ποσαγράμματός ἐστιν ἡ συλλαβή, οὐκ ἀποκρινόμεθα ὡς ἔτυχεν, | |
25 | ἀλλ’ ἐξετάζομεν καὶ λέγομεν «ποία;» οὕτως ἐχρῆν ἡμᾶς, ἐρωτωμένους ποσαμερὴς ὁ λόγος, μὴ ὡς ἔτυχεν ἀποκρίνασθαι, ἀλλ’ ἐξετάσαι ποῖον 〈λέγεισ〉 λόγον, εἴτε ἁπλοῦν, εἴτε σύνθετον, εἴτε τὸν περαιτέρω σύνθε‐ τον. Ἀλλὰ πρὸς τοῦτο ἔστιν εἰπεῖν, ὅτι τοῦ καθολικοῦ 〈λόγου〉 λέγομεν εἶναι ὀκτὼ μέρη, ὅστις καὶ ἀπαθής ἐστι· καὶ ὥσπερ ὁ καθόλου ἄνθρωπος | |
30 | ἔτι ἵσταται, κἂν ἀποθάνῃ Πλάτων 〈ἢ〉 Ἀλκιβιάδης, οὕτω κἂν ἐλλείπῃ λέξις ὀνόματι ἢ ῥήματι, ὁ λόγος αὐτὸς ὁ καθολικὸς ἀπαθής ἐστι. — Καὶ ταῦτα πρὸς τοὺς Περιπατητικούς. Οἱ δὲ Στωϊκοὶ πέντε λέγουσιν, ὄνομα, προσηγορίαν, ἄρθρον, ῥῆμα, σύνδεσμον· 〈καὶ〉 τινὰ 〈μὲν〉 τῶν παρ’ ἡμῖν συνημμένων αὐτοὶ διαχω‐ | |
35 | ρίζουσι, τινὰ δὲ τῶν παρ’ ἡμῖν διακεχωρισμένων αὐτοὶ συνάπτουσι. Τὸ ὄνομα καὶ τὴν προσηγορίαν αὐτοὶ δύο μέρη ποιοῦσι. Καὶ ὀνόματα μὲν λέγουσι τὰ κύρια, προσηγορίαν δὲ τὰ μὴ ὄντα κύρια· διαχωρίζουσι δὲ ἀπὸ κλίσεως καὶ ἀπὸ παραγωγῆς, 〈ἀπὸ κλίσεως μέν〉, λέγοντες Πάρις Πά‐ | |
ριδος διὰ τοῦ δ〈οσ〉, ὄφις δὲ ὄφεως διὰ τοῦ ως· ἀπὸ παραγωγῆς δέ, ὅτι | 517 | |
518 | λέγομεν Ὅμηρος Ὁμηρίδης, ἄνθρωπος δὲ ἀνθρωπίδης οὐ λέγομεν. Ἡμεῖς δὲ λέγομεν, ὅτι κατὰ τὸ εἶδος διαφέρει, οὐ κατὰ τὸ γένος· καὶ γὰρ τὸν αὐτὸν ὁρισμὸν δέχονται καὶ τὰ ὀνόματα καὶ αἱ προσηγορίαι, τῷ δὲ εἴδει διαφέρουσι, καθὸ τὸ μὲν κοινήν, τὸ δὲ ἰδίαν οὐσίαν ἀπονέμει· εἰ δ’ ἀπὸ | |
5 | τῆς κλίσεως διαχωρίζουσιν αὐτά, ἰδοὺ γὰρ 〈Πάρις Πάρι〉δος, ὄφις δὲ ὄφεως, καὶ τὰ προσηγορικὰ ἀπὸ τῶν προσηγορικῶν ὤφειλον διαχωρί‐ ζειν, καὶ τὰ προσηγορικὰ μετὰ τῶν κυρίων ὤφειλον συνάπτειν, καὶ τὰ κύρια ἀπὸ τῶν κυρίων 〈δια〉χωρίζειν ὡς μὴ ὁμοίως κλινόμενα, Μέμνων Μέμνονος, Πλάτων Πλάτωνος, Θέτις Θέτιδος, Σάρδις Σάρδεως, ἄνθρω‐ | |
10 | πος ἀνθρώπου καὶ Ὅμηρος Ὁμήρου· ἰδοὺ καὶ ὁμοίως κλινόμενα καὶ ἀνο‐ μοίως, 〈ὥστε〉 δείκνυται τὸ ἐπιχείρημα μὴ ὂν ὑγιές. Περὶ δὲ τῆς παραγωγῆς ἔστιν εἰπεῖν, ὅτι τὰ ποιοῦντα πατρωνυμικὰ 〈μόνον κύριά εἰσι· τὰ γὰρ πατρωνυμικὰ〉 ἀπὸ κυρίων παράγονται, τὸ γὰρ Ὁμηρίδης υἱὸν Ὁμήρου σημαίνει· ἀνθρωπίδης δὲ οὐ δυνάμεθα εἰπεῖν, εὑρίσκεται γὰρ σημαῖνον | |
15 | τὸν υἱὸν τῶν ἀνθρώπων, ὅπερ ἀδύνατον, τὸν ἕνα εἶναι υἱὸν πολλῶν. Ἐδείχθη 〈οὖν〉 ὅτι ἡ προσηγορία καὶ τὸ ὄνομα συνάπτονται. Τῷ ῥήματι συνάπτουσι τὴν μετοχήν, ἔγκλισιν αὐτὴν ῥήματος κα‐ λοῦντες· ἄλλοι δὲ μετὰ τῶν ὀνομάτων συνάπτουσι τὴν μετοχήν· οὐκ ἀξιοῦσι δὲ ἰδίᾳ παραλαμβάνειν τὴν μετοχήν, λέγοντες ὅτι «πᾶν μέρος | |
20 | λόγου θέλει ἔχειν πάντως πρωτοτύπους φωνάς, ἡ δὲ μετοχὴ οὐδέποτε ἔχει πρωτότυπον φωνήν· ἀπὸ γὰρ ῥήματος παράγεται· οὐκοῦν οὐ δυνατὸν εἶναι ἰδίᾳ μέρος λόγου». Λέγομεν οὖν, ὅτι οὔτε μετὰ τῶν ὀνομάτων δύναται εἶναι, οὔτε μετὰ τῶν ῥημάτων· εἰσὶ γὰρ κανόνες ἰσοδυναμοῦντες ἀλλήλοις κατὰ τὴν ἐναντιότητα, ἐπειδὴ πᾶν ῥῆμα οὐ θέλει ἔχειν πτώ‐ | |
25 | σεις μετὰ τῶν συμπαρεπομένων ἀριθμῶν, οὔτε γένος· ἡ δὲ μετοχὴ ἔχει ταῦτα, καὶ τριγενής ἐστιν, εἰ μὴ ὑπὸ σημασίας κωλύοιτο· οὐκοῦν οὐκ ἔστι ῥῆμα· ἀλλ’ οὐδὲ ὄνομα, ἐπειδὴ ἔχει διαφόρους χρόνους ἐν ἰδίοις μετασχηματισμοῖς, καὶ ἐνέργειαν καὶ πάθος καὶ μεσότητα, ὅπερ ἀλλότριόν ἐστι τῶν ὀνομάτων. Ὑφ’ ἑκατέρου οὖν ἀνθελκόμενον οὐδετέρῳ προ〈σ〉‐ | |
30 | χωρεῖ, ἀλλ’ ἔστιν ἕτερόν τι· ὥσπερ γὰρ ἀπὸ ἀνθρώπου γίνεται ἄνθρω‐ πος, ἀπὸ δὲ λέοντος λέων, ἀπὸ δὲ ὄνου καὶ ἵππου ἡμίονος, οὕτως ἡ μετοχὴ ἀπὸ ὀνόματος καὶ ῥήματος ἕτερόν τι μέρος λόγου ἐγένετο. Τὸ δὲ ἄρθρον καὶ τὴν ἀντωνυμίαν συνάπτουσι, τὴν ἀντωνυμίαν ὡρισμένον ἄρθρον καλοῦντες, τὸ δὲ ἄρθρον ἀόριστον. Συνάπτουσι δὲ | |
35 | αὐτὰ οὕτως, ἐπειδὴ τὰ ἄρθρα ἀντὶ ἀντωνυμιῶν παραλαμβάνονται, 〈Α 12〉 ὁ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν, ἀντὶ τοῦ οὗτος· ἐπιφέρουσι δὲ λέγοντες, ὅτι τὸ ἀντί τινος παραλαμβανόμενον τὸ αὐτό ἐστιν ἐκείνῳ· παραλαμβάνονται δὲ ἀντὶ τῶν ἀντωνυμιῶν τὰ ἄρθρα, τὰ αὐτὰ ἄρα ἐστὶν ἐκείνοις. Εἶτα περὶ τῆς ὀνομασίας λέγουσιν, ὅτι πᾶσα ἀντωνυμία πάν‐ | |
40 | τως ὡρισμένη ἐστὶν ἢ διὰ δείξεως ἢ δι’ ἀναφορᾶς· ἢ γὰρ δεῖξιν ση‐ | 518 |
519 | μαίνει, ὡς ἐγώ σύ οὗτος, ἢ ἀναφοράν, ὡς ἐπὶ τοῦ αὐτός· πᾶσα δὲ δεῖ‐ ξις πρώτη ἐστὶ γνῶσις καὶ παρόντος προσώπου· διὰ τοῦτο τὰς ἀντωνυ‐ μίας ὡρισμένα ἄρθρα καλοῦσι. Τὰ δὲ ἄρθρα ἀόριστα, ἐπειδὴ εὑρίσκουσι κατὰ σύνταξιν ἀόριστον «ἤκουσά του λέγοντος μὴ δοκῶν κλύειν»· τὸ | |
5 | γὰρ «τοῦ» ἐνταῦθα ἀντὶ τοῦ «τινός». Φαμὲν δὲ πρὸς αὐτούς, ὅτι οὐ πάντως τὰ ἀντί τινος παραλαμβα‐ νόμενα τὰ αὐτά ἐστιν ἐκείνοις· ἰδοὺ γὰρ τὸ 〈ex. gr. Α 71〉 Ἴλιον εἴσω ἀντὶ τοῦ «εἰς Ἴλιον», καὶ ἡ πρόθεσις καὶ τὸ ἐπίρρημα οὐκ ἔστι ταὐτόν· «εἰ ἡμέρα ἐστί, φῶς ἐστιν», «ἀκολουθεῖ τῷ ἡμέρα ἐστὶ τὸ φῶς εἶναι», | |
10 | καὶ οὐκ ἔστι τὸ αὐτὸ μέρος τοῦ λόγου τὸ ἀκολουθεῖ ῥῆμα καὶ ὁ εἴ σύνδεσμος. Δεύτερον δέ, ὅτι οὐκ εἰσὶν ἄρθρα ἀντὶ ἀντωνυμιῶν παρα‐ λαμβανόμενα, ἀλλὰ ἀντωνυμίαι ὁμοφωνοῦσαι ἄρθροις, ὥσπερ εὑρίσκομεν τὰ ἐπίθετα τῶν ὀνομάτων μεταπίπτοντα εἰς σύνταξιν ἐπιρρηματικήν ἔστι γάρ τις τοιαύτη σύνταξις 〈Ε 545〉 ὅστ’ εὐρὺ ῥέει Πυλίων διὰ | |
15 | γαίης, καὶ ἔστιν ἐνταῦθα ἐπίθετον τὸ εὐρύ κατὰ τοῦ προσηγορικοῦ λαμβανόμενον τοῦ ὕδωρ· τὰ δὲ ἐπίθετα ἢ κυρίοις θέλει ἐπιτίθεσθαι ἢ προσηγορικοῖς· ἀπέστη δὲ τὸ ὕδωρ, καὶ ἐγένετο ἡ σύνταξις «εὐρὺ ῥέει»· καὶ ἐπειδὴ τὸ ἐπίθετον οὔτε ἐπάνω προσηγορικοῦ οὔτε ἐπάνω κυρίου ἐτέθη, ἀλλ’ ἐπάνω ῥήματος, ἐγένετο ἐπίθετον ῥήματος, ὅ ἐστιν ἐπίρρημα. | |
20 | Τοῦτον τὸν τρόπον εὑρίσκομεν καὶ ἐπὶ τῶν ἀντωνυμιῶν· 〈Α 11 seq〉 οὕνεκα τὸν Χρύσην ἠτίμης’ ἀρητῆρα Ἀτρείδης· ὁ Χρύσης γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν, καὶ ἐπειδὴ ἀπέστη τὸ Χρύσης, ἐξ ἀνάγκης τὸ ἄρθρον μετέβη εἰς τὴν σύνταξιν τὴν ἀντὶ ὀνόματος, του‐ τέστιν εἰς τὴν ἀντωνυμίαν. Τὸ δὲ «του» τὸ ἀόριστον οὐκ ἔστιν ἄρθρον, | |
25 | ἀλλ’ ὄνομα ἰσοδυναμοῦν τῷ «τινός». Τὴν δὲ πρόθεσιν καὶ τὸν σύνδεσμον συνάπτουσι, καλοῦντες τὰς προ‐ θέσεις προθετικοὺς συνδέσμους, τοὺς δὲ συνδέσμους ἁπλῶς συνδέσμους· ἐπειδὴ γὰρ ἄκλιτοί εἰσιν αἱ προθέσεις καὶ οἱ σύνδεσμοι, διὰ τοῦτο συνά‐ πτουσιν εἰς ἕν, καὶ ὅτι πᾶσα λέξις ὑπὲρ μίαν συλλαβὴν παρ’ ἡμῖν | |
30 | ὀξυνομένη παρ’ Αἰολεῦσι βαρύνεται, χωρὶς τῶν προθέσεων καὶ τῶν συν‐ δέσμων· καλοῦσι δὲ προθετικοὺς συνδέσμους τὰς προθέσεις, ὅτι ἀεὶ προ‐ τίθενται, χωρὶς εἰ μὴ ἀναστρέφοιντο. Ἐλέγχονται δὲ οὕτως· ἀπὸ προθέσεων γίνονται παραγωγαί, ὑπέρ ὑπέρτερος, πρό πρότερος, ἀπὸ δὲ συνδέσμων οὐχί· καὶ ὅτι αἱ προθέσεις | |
35 | μετὰ μιᾶς λέξεως παραλαμβάνονται καὶ 〈ἐν〉 παραθέσει καὶ 〈ἐν〉 συν‐ θέσει, πρὸς Ἀρίσταρχον, πρόσοδος, οἱ δὲ σύνδεσμοι οὐδέποτε μετὰ μιᾶς λέξεως παραλαμβάνονται οὔτε ἐν συνθέσει οὔτε ἐν παραθέσει, ἀλλ’ ἢ μετὰ δύο ἢ μετὰ πλειόνων, «καὶ γράφω καὶ ἀναγινώσκω», πεντεκαίδεκα· καὶ ὅτι αἱ προθέσεις μετὰ τῶν ἀπτώτων καὶ τῶν εὐθειῶν ἐν συνθέσει | |
40 | 〈εἰσίν〉, οἱ δὲ σύνδεσμοι ἐν παραθέσει. Εἰ δὲ λέγοιεν, ὅτι μονοσχημά‐ | 519 |
520 | τιστά ἐστι, φαμὲν ὅτι καὶ τὰ ἐπιρρήματα μονοσχημάτιστά ἐστι, καὶ ὤφειλε καὶ αὐτὰ συνάπτεσθαι μετὰ τούτων. Περὶ δὲ τοῦ φυλάττεσθαι τὴν ὀξεῖαν παρ’ Αἰολεῦσί φαμεν, ὅτι ἰδίωμα διαλέκτου ἐστί, καὶ οὐκ ἔστιν ἱκανὸν ἢ ἓν μέρος λόγου ἢ δύο ποιῆσαι· ἄλλως τε ἐπειδὴ αἱ | |
5 | προθέσεις ἀναστρέφονται, ἐν δὲ τῷ ἀναστρέφεσθαι ἀναδέχονται τὴν βα‐ ρεῖαν ὡς παρὰ τόπον τεθειμέναι, εἰ συνέβη ἐν τῇ ὀρθῇ τάσει βαρύνεσθαι παρ’ Αἰολεῦσιν, ἄδηλον ἐγίνετο πότε ὀρθοτονοῦνται καὶ πότε ἀναστρέ‐ φονται, ὡς ἐπὶ τοῦ 〈ex. gr. Β 659〉 ποταμοῦ ἄπο Σελ〈λ〉ήεντος· ἐὰν γὰρ ὀρθοτονήσωμεν, «ἀπὸ Σελ〈λ〉ήεντος» νοεῖται, ἐὰν δὲ βαρύνω‐ | |
10 | μεν, «ἀπὸ ποταμοῦ». Τοὺς δὲ συνδέσμους φυλάττουσιν ὀξυνομένους διὰ τὴν συνέμπτωσιν τῶν ἄλλων μερῶν· τὸν γὰρ ἀλλά εἰ ἐβάρυνον, συν‐ έπιπτε τῷ ἄλλα ὀνόματι. Πρὸς δὲ τὴν ὀνομασίαν, ὅτι καλοῦσι τὰς προθέσεις προθετικοὺς συνδέσμους, φαμέν, ὅτι ἐχρῆν καί τινας τῶν συνδέσμων οὕτω καλεῖν, | |
15 | τὸν καί, τὸν ἀλλά καί τινας ἑτέρους· ἀεὶ γὰρ οὗτοι προτίθενται. Τὰ δὲ ἐπιρρήματα οὐκ ἠξίουν μέρος λόγου παραλαμβάνειν, ἀλλ’ ἔλε‐ γον αὐτὰ παραφύεσθαι ἢ τοῖς ὀνόμασιν ἢ τοῖς ῥήμασι, τὰ μὲν ἀπὸ ὀνομάτων τοῖς ὀνόμασι, τὰ δὲ ἀπὸ ῥημάτων τοῖς ῥήμασιν, οὐδὲ τοῦτο ἀκριβῶς ποιοῦντες· εὑρίσκομεν γὰρ πολλὰ ἐπιρρήματα, ἅ ἐστιν οὔτε ἐξ | |
20 | ὀνόματος οὔτε ἐκ ῥήματος, ὥσπερ τὰ σχετλιαστικὰ καὶ τὰ θαυμαστικὰ καὶ ἄλλα πολλά. Ἐκ ταύτης οὖν τῆς διαιρέσεως δείκνυται ἡ ποσότης τῶν μερῶν τοῦ λόγου. Ἄλλοι δὲ ἐννέα λέγουσι, διαχωρίζοντες τὴν προσηγορίαν ἐκ τοῦ ὀνόματος· οἱ δὲ δέκα, διαχωρίζοντες τὴν προσηγορίαν ἐκ τοῦ ὀνόματος | |
25 | καὶ τὰ ἀπαρέμφατα ἐκ τῶν ῥημάτων· ἄλλοι δὲ ἕνδεκα, διαχωρίζοντες τὴν προσηγορίαν ἐκ τῶν ὀνομάτων καὶ τὰ ἀπαρέμφατα ἐκ τῶν ῥημά‐ των καὶ τὰ σχετλιαστικὰ ἐκ τῶν ἐπιρρημάτων· φασὶ γάρ, ὅτι τὰ ἐπιρ‐ ρήματα ἢ ῥήμασι θέλει συντάττεσθαι ἢ σπανίως ὀνόμασιν, ὡς ἐπὶ τοῦ «μὰ τὴν ἀλήθειαν», «νὴ τὸν Δία», τὰ δὲ σχετλιαστικὰ οὔτε ῥήμασιν | |
30 | οὔτε ὀνόμασιν· οὐκοῦν οὐκ εἰσὶν ἐπιρρήματα. Φαμὲν οὖν ὅτι ἡ ἐνέρ‐ γεια καὶ τὸ πάθος τῶν ῥημάτων εἰσὶν ἴδια· τὰ δὲ σχετλιαστικὰ ἐξ αὐτο‐ παθείας προέρχονται, δηλονότι τὸ ἴδιον τῶν ῥημάτων ἔχοντα καὶ ἐπειδὴ ἔχουσι τὸ πάθος οἴκοθεν, οὐ χρῄζουσι τῆς συντάξεως τῶν ῥημάτων. 〈Καὶ〉 αἱ ἀντωνυμίαι οὐ δέχονται τὴν σύνταξιν τῶν ἄρθρων, ἐπειδὴ ἢ | |
35 | δεῖξιν σημαίνουσιν ἢ ἀναφοράν· καὶ ἡ δεῖξις ἐναντία ἐστὶ τῇ ἀναφορᾷ, καθὸ παρόντος προσώπου ἐστὶν ἡ δεῖξις, ἡ δὲ ἀναφορὰ ἀπόντος προσώ‐ που ἀναπόλησις· διὰ τοῦτο αἱ δεικτικαὶ ἀντωνυμίαι οὐ δύνανται δέξασθαι σύνταξιν ἄρθρου, αἱ δὲ ἀναφορικαὶ οἴκοθεν ἔχουσι τὴν ἀναφοράν, καὶ περισσὴ γίνεται ἡ σύνταξις τῶν ἄρθρων. Μόνη δὲ ἡ αὐτός δέχεται τὸ | |
40 | ἄρθρον, ἐπειδὴ ἡ οὗτος καὶ ἐκεῖνος δεικτικαὶ οὖσαι ἐπεκτείνονται διὰ | 520 |
521 | τοῦ ι, καὶ ἐπεκτείνουσι τὰ τῆς δείξεως καὶ γίνονται δὶς δεικτικαί· ἡ δὲ αὐτός μόνη ἀναφορικὴ οὖσα καὶ μὴ δυναμένη διὰ τοῦ ι ἐπεκτείνεσθαι, ἐξετάθη διὰ τοῦ ἄρθρου καὶ γίνεται δὶς ἀναφορική. Καὶ ἐπ’ ὀνομάτων δὲ τὸ αὐτό· τὸ γὰρ δύο ἀριθμοῦ δηλωτικόν, προσλαμβάνον δὲ τὸ | |
5 | ἄρθρον προσλαμβάνει καὶ ἀναφοράν. Τούτῳ οὖν τῷ λόγῳ καὶ τὰ σχε‐ τλιαστικὰ τῶν ἐπιρρημάτων οἴκοθεν τὸ πάθος 〈ἔχοντα〉 οὐ χρῄζουσι τῆς ἐκ τῶν ῥημάτων παθητικῆς συντάξεως. Διὰ τοῦτο τὸ ὄνομα καὶ τὸ ῥῆμα προτάττεται τῶν λοιπῶν μερῶν τοῦ λόγου, ἐπειδὴ δύναται μόνα ταῦτα τέλειον λόγον ἀποτελεῖν χωρὶς | |
10 | τῶν λοιπῶν, οἷον «Σωκράτης ἀναγινώσκει»· εἰκότως οὖν προτάττονται, εἴ γε καὶ ἐκινδύνευον μόνα εἶναι μέρη, καὶ ὅτι εἰς χρείαν αὐτῶν ἐπε‐ νοήθησαν τὰ ἄλλα· τὰ δὲ εἰς χρείαν τινὸς ἐπινοούμενα καὶ δεύτερά ἐστιν. Τὸ δὲ ὄνομα προτέτακται, ἐπειδὴ οὐσίας ἐστὶ σημαντικόν, τὸ δὲ ῥῆμα συμβεβηκότος, αἱ δὲ οὐσίαι προτερεύουσι τῶν συμβεβηκότων· ἢ | |
15 | ἐπειδὴ τὸ μὲν ὄνομα συναναιρεῖ, τὸ δὲ ῥῆμα συναναιρεῖται· ἐὰν γὰρ ἀναιρεθῇ ἡ οὐσία, συναναιρεῖται καὶ τὰ αὐτῇ συμβεβηκότα· καὶ ὅτι τὸ μὲν ὄνομα συνεισφέρεται, τὸ δὲ ῥῆμα συνεισφέρει, τὰ δὲ συνεισφερόμενα προτερεύουσι τῶν συνεισφερόντων· καὶ ὅτι τὸ μὲν ὄνομα ἀποτελεῖ, τὸ δὲ ῥῆμα ἀποτελεῖται, τὰ δὲ ἀποτελοῦντα προτερεύουσι τῶν ἀποτελου‐ | |
20 | μένων. Ἐπειδὴ δὲ ἡ μετοχὴ οὐδέν ἐστιν ἕτερον εἰ μὴ ὄνομα καὶ ῥῆμα, διὰ τοῦτο προτερεύει τῶν ἄλλων. Τὸ δὲ ἄρθρον προτερεύει τῶν ἀντωνυμιῶν, ἐπειδὴ τὰ ἄρθρα μετὰ τῶν ὀνομάτων, ἡ δὲ ἀντωνυμία ἀντὶ τῶν ὀνομάτων, τὰ δὲ μετά τινος | |
25 | προτερεύει τῶν ἀντί τινος· καὶ ὅτι ἡ ἀντωνυμία οὐ μόνον ἀντὶ ὀνό‐ ματος παραλαμβάνεται, ἀλλὰ καὶ ἀντὶ ἄρθρου τοῦ μετὰ τῶν ὀνομάτων· 〈ἐν〉 τῷ γὰρ 〈Ν 3〉 αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινώ αὐτὸς ὁ Ζεύς. Ἡ δὲ πρόθεσις προτερεύει τῶν ἐπιρρημάτων, ἐπειδὴ ἡ πρόθεσις | |
30 | μετὰ τῶν ὀνομάτων παραλαμβάνεται ἐν τῷ ἰδίῳ μερισμῷ, «ὑπὲρ Ἀρι‐ στάρχου, πρὸς Ἀρίσταρχον»· ἔμεινε γὰρ πρόθεσις· τὰ δὲ ἐπιρρήματα μετὰ τῶν ῥημάτων συντάσσονται ἐν τῇ ἰδίᾳ τάξει καὶ ἐν τῷ ἰδίῳ με‐ ρισμῷ, «καλῶς γράφω»· τὰ δὲ ὀνόματα προτερεύουσι τῶν ῥημάτων· εἰκότως 〈οὖν〉 καὶ ἡ πρόθεσις ἡ μετὰ τῶν ὀνομάτων προτέτακται τοῦ | |
35 | ἐπιρρήματος τοῦ μετὰ τῶν ῥημάτων. Ὁ δὲ σύνδεσμος τελευταίαν ἐπέχει τάξιν, ἐπειδὴ πέφυκε συνδεῖν τὰ προϋποκείμενα μέρη τοῦ λόγου. Ἡ γὰρ προσηγορία ὡς εἶδος τῷ ὀνόματι 〈ὑποβέβληται〉] | |
Τινὲς ἐχώριζον τὸ ὄνομα καὶ τὴν προσηγορίαν, λέγοντες ὅτι τὸ μὲν | 521 | |
522 | προσηγορικὸν ποιεῖ θηλυκόν, τὸ δὲ ὄνομα, τουτέστι τὸ κύριον, οὐ ποιεῖ. Ἀλλά φαμεν, ὅτι εἰ παρασχηματισμὸς χωρίζει τὰς λέξεις, χωριζέσθω ὁ ἄνθρωπος ἀπὸ τοῦ χρυσός καὶ ἄργυρος, ἐπειδὴ ὁ μὲν ἄνθρωπος παρα‐ σχηματίζει θηλυκόν, ὁ δὲ 〈χρυσός καὶ ὁ〉 ἄργυρος μονογενές ἐστιν. | |
5 | Λεκτέον οὖν etc. = Σv 214, 29—215, 3. | |
6t | § 12. | |
7t | Περὶ ὀνόματος. | |
8 | Ἀκριβεστάτην περὶ τῶν προκατειλεγμ. etc. = Σv 215, 21—216, 13. 〈Heliodori.〉 —Διὰ τί δὲ προτέτακται τὸ ὄνομα καὶ τὸ ῥῆμα; | |
10 | Ἐπειδὴ ταῦτα ὥσπερ ψυχὴ καὶ σῶμα ὄντα ποιεῖ τὰ ἄλλα ἐξ αὐτῶν προϊέναι τε καὶ φαίνεσθαι· καὶ ὥσπερ τοῦ ἡμετέρου σώματος καὶ ψυχῆς συνισταμένων τὰ ἄλλα ὅσα δυνάμεθα ποιεῖν ἐξ ἡμῶν προέρχεται, οὕτω τοῦ τε ὀνόματος καὶ ῥήματος ὑπαρχόντων τὰ ἄλλα ἐξ αὐτῶν γίνονται. Καὶ ὅτι τοῦτο ἀληθές, φαίνεται ἐντεῦθεν· ἐπιζητοῦμεν τί ἐστι μετοχή, | |
15 | καί φαμεν «λέξις μετέχουσα τῆς τῶν ὀνομάτων καὶ τῆς τῶν ῥημάτων ἰδιότητος»· ἀντωνυμία δὲ λέγεται ἀντὶ ὀνόματος παραλαμβανομένη· πρό‐ θεσις δὲ λέγεται προτιθεμένη πάντων τῶν τοῦ λόγου μερῶν. Προτερεύει δὲ τὸ ὄνομα καὶ τὸ ῥῆμα κατὰ τοῦτο, ὅτι ἐάν τι τῶν ἄλλων ἀπολείψῃ, ὅμως τέλειος λόγος γίνεται, εἰ δέ τι τούτων, εὐθέως | |
20 | ἀσυστατήσει. 〈Heliodori.〉 —Φασὶ δὲ ὅτι προτέτακται τὸ ὄνομα, ἐπειδὴ καὶ πᾶσαι αἱ λέξεις ἐπικοίνως τῇ προσηγορίᾳ ὀνόματα καλοῦνται, καθό φαμεν κα‐ λοῖς ὀνόμασι χρῆσθαι Πλάτωνα· εἰ γὰρ ὄνομά ἐστι τὸ ὀνομαστικὸν καὶ σημαντικόν, ἕκαστον δὲ τῶν μερῶν τοῦ λόγου σημαντικόν ἐστιν ἢ συστα‐ | |
25 | τικόν, δῆλον ὅτι ἕκαστον ὄνομα ἂν κληθείη. Οὕτως οὖν καὶ Διόδωρος ὁ ἐπικληθεὶς Κρόνος λέγεται τὸν οἰκέτην αὐτοῦ καλεῖν, τῷ Δέ συνδέσμῳ ἀντὶ ὀνόματος κεχρημένος· τὸ γὰρ ὄνομα τριβῇ καὶ συνηθείᾳ εἰώθει καλεῖν τοὺς καλουμένους. Οἱ δὲ γραμματικοί, ἐπεὶ μὴ μόνον πρὸς τὰ σημαινόμενα ὁρῶσιν, | |
30 | ἀλλὰ καὶ τοὺς τύπους τῆς φωνῆς, ὁρῶντες διάφορον ὄντα τὸν τύπον τῶν ὀνομάτων πρὸς τὰ ἄλλα, καὶ τὰ μὲν ὀνόματα πτωτικά, τὰ δὲ ἄλλα οὐ πάντως, διὰ τοῦτο τὸ ὄνομα «πτωτικόν» ὠνόμασαν ἰδίως· ἴδιον γὰρ τοῦ ὀνόματος ἡ πτῶσις. Εἰ δέ 〈τισ〉 λέγει, ὅτι τό τινος ἴδιον οὐκ ὀφεί‐ | |
λει καὶ ἑτέρῳ κοινωνεῖν, φαίνεται δὲ 〈ἡ πτῶσις καὶ〉 ἐν ταῖς μετοχαῖς | 522 | |
523 | καὶ ἐν ταῖς ἀντωνυμίαις, λεκτέον· ἀλλὰ καὶ ἡ ἀντωνυμία ἀντὶ τοῦ ὀνό‐ ματος, καὶ ἡ μετοχὴ μετέχει τοῦ ὀνόματος, ἐπειδὴ μέρη εἰσίν, οὐκ εἴδη τοῦ λόγου· τινὰ δὲ ὁρῶμεν μέρη εἰδῶν ἑτέρων ἑτέροις εἴδεσι κοινω‐ νοῦντα, ὡς ὁρῶμεν ἑκάστῳ τῶν ζῴων πόδας ὁμοίως. —Τὸ δὲ «πτωτι‐ | |
5 | κόν» τύπον ἔχει κτητικοῦ, καὶ σημαίνει τὸ ὑπὸ τὴν πτῶσιν 〈πεπτωκόσ〉, ὑπόκειται δὲ πτώσεσιν. Διαφέρει δὲ 〈πτῶσισ〉 πτωτικοῦ, ὅτι μεταπλα‐ σμὸς ληκτικῆς ἐστιν ἡ πτῶσις, πτωτικὸν δὲ τὸ ὄνομα τὸ μεταπλασσό‐ μενον. Ζητητέον δέ, εἰ πτῶσίς ἐστιν ὁ τύπος καὶ ὁ μεταπλασμὸς κατὰ τὴν | |
10 | ληκτικὴν συλλαβήν, ἢ τὸ σημαινόμενον· εἰ μὲν γὰρ ὁ τύπος, ἄτοπον· ὁρῶμεν γὰρ ἑνὶ τύπῳ τὰς πέντε πτώσεις δηλουμένας. Ἀλλὰ φήσει τις, ὅτι 〈ὁ〉 τοῦ μεταπλασσομένου ἄρθρου μεταπλασμὸς ὁ προκείμενος ἐν τῷ ὁ καὶ τοῦ καὶ τῷ σημαίνει τὴν πτῶσιν· ἐὰν γὰρ εἴπω ἄλφα, ἄδηλον πότε‐ ρον ὀρθὴν ἢ γενικὴν ἢ δοτικὴν εἶπον· οὐκοῦν ὁ τύπος ἐστὶ καὶ ὁ μετα‐ | |
15 | πλασμὸς ἡ πτῶσις, καὶ οὐ τὸ σημαινόμενον. Εἰ δὲ τοῦτο, πάλιν συμ‐ βήσεται ἄτοπον· εἰ μὲν γὰρ ἓν πλάσμα ἦν τῆς γενικῆς καὶ εἷς τύπος κατὰ πάντων τῶν ὀνομάτων κείμενος, ὁ τύπος ἂν ἦν καὶ μόνος ἡ πτῶ‐ σις· εἰ δὲ διάφορον τὸ σχῆμα καὶ ἔξεστιν ἡμῖν ὡς βουλόμεθα σχηματί‐ ζειν, πολλαὶ αἱ πτώσεις ἔσονται καὶ οὐ πέντε, οἷον ὡς ἐν τῷ Ἀτρείδης· | |
20 | ὁρῶμεν γὰρ 〈τούτου〉 τοῦ ὀνόματος τὴν γενικὴν πολλοὺς τύπους ἐπι‐ δεχομένην κατὰ τὴν ληκτικήν· καὶ γὰρ τοῦ Ἀτρείδου φαμὲν καὶ Ἀτρεί‐ δεω καὶ Ἀτρείδαο, καὶ γίνεται ἡ γενικὴ οὐκέτι μία πτῶσις, ἀλλὰ τρεῖς, εἴ γε πρὸς τὸν διάφορον τύπον τῆς ληκτικῆς πτῶσις δοκεῖ γίνεσθαι. Ἀπὸ τούτου τοίνυν δέδεικται, 〈ὅτι〉 μὴ μόνος ὁ τύπος ὁ τῆς ληκτικῆς | |
25 | ἐστι συλλαβῆς ἡ πτῶσις, ἀλλὰ χρήσει καὶ τοῦ σημαινομένου· καὶ γὰρ ἐπὶ τῆς γενικῆς ταύτης τύποι διάφοροι εὑρεθέντες τῆς ληκτικῆς, διὰ τὸ ἓν εἶναι τὸ σημαινόμενον τῶν τύπων τούτων, οὐ πολλὰς ποιοῦσιν, ἀλλὰ μίαν. Ζητητέον δὲ ποῖον ὄνομα ὁρίζεται, πότερον τὸ γενικὸν ἢ τὸ ἰδι‐ κόν· γενικὸν μὲν γάρ ἐστιν ὄνομα ὡς τὸ ζῷον, ἰδικὸν δὲ ὡς τὸ τὶ ζῷον | |
30 | καὶ ὡς ὁ τὶς ἄνθρωπος· εἰ μὲν οὖν τὸ ἰδικὸν δεξαίμεθα, οὐκέτι πέντε πτώσεις ἔχει τὸ ὄνομα, ἀλλ’ ἢ μονόπτωτον ἔσται ἢ δίπτωτον ἢ τρίπτω‐ τον ἢ τετράπτωτον [ἢ πεντάπτωτον], ὡς τὸ Πλάτων, τούτου γὰρ ἡ ὀρθὴ καὶ ἡ κλητικὴ ὁμοῖαί εἰσιν· ἔστι δέ τινα ὀνόματα καὶ μονόπτωτα, ὡς τὰ στοιχεῖα καὶ οἱ Αἰγυπτίων μῆνες· οὐκοῦν ὀνόματος ἄρα μέμνηται | |
35 | τοῦ γενικοῦ· τούτου γὰρ αἱ πέντε πτώσεις, ὡς γὰρ καὶ πτώσεις λέγον‐ | 523 |
524 | ται πρὸς τοῦτο, ὅτι ἀπὸ τούτου πεπτώκασιν. Ἔχει δὲ τὸ ὄνομα πτώ‐ σεις χωρὶς χρόνων καὶ προσώπων· ταύτῃ οὖν διαφέρει τῶν ἄλλων. Ἰστέον δὲ ὅτι ἀπὸ τοῦ νέμω γέγονε νόμα, τὸ νέμον καὶ χωρίζον ἑκάστῳ τὴν ἰδίαν προσηγορίαν, καὶ πλεονασμῷ τοῦ ο ὄνομα. Ἔστι δὲ | |
5 | τοῦτο μονῆρες· οὐδὲν γὰρ εἰς α λῆγον οὐδέτερον παραλήγει ἑνὶ ο καὶ προπαραληγόμενον ἑτέρῳ ο, εἰ μὴ μόνον τὸ ὄνομα· ὅθεν οἱ Αἰολεῖς ἀναλογώτεροί εἰσιν ὄνυμα λέγοντες, ὡς μήνυμα. Ἰστέον δὲ ὅτι οἱ περὶ Ἀπολλώνιον καὶ Ἡρωδιανὸν οὕτως ὁρί‐ ζονται τὸ ὄνομα· «ὄνομά ἐστι μέρος λόγου πτωτικόν, ἑκάστῳ τῶν ὑπο‐ | |
10 | κειμένων σωμάτων ἢ πραγμάτων κοινὴν ἢ ἰδίαν ποιότητα ἀπονέμον»· οἱ δὲ περὶ Ῥωμανὸν καὶ τὸν Φιλόπονον ἀντὶ τοῦ ποιότητα οὐσίαν προστιθέασιν. Σῶμα μέν, οἷον λίθος.] Σῶμά ἐστι τὸ τριχῇ διαστατόν, μήκει πλάτει βάθει, ἁφῇ τε καὶ θέᾳ ὑποπῖπτον· πρᾶγμα, ᾧ μηδὲν τούτων ἕπε‐ | |
15 | ται, νῷ δὲ μόνῳ νοεῖται. —Ἀπαλλάττων δὲ ἡμᾶς φαύλης ἐννοίας, δι’ ἧς νομίζομεν μόνην τὴν οὐσίαν τὴν ἡμετέραν σῶμα λέγεσθαι, δι’ ἄλ‐ λου τὸ ὑπόδειγμα παρήγαγεν. —Διαφέρει δὲ τὸ σημαινόμενον τοῦ σημαίνοντος· σημαίνει μὲν γὰρ τὸ ὄνομα, σημαίνεται δὲ τὸ πρᾶγμα. Κοινῶς τε καὶ ἰδίως λεγόμενον.] Τὰ ὀνόματα etc. = Σv 217, | |
20 | 11—218, 7. 〈Heliodori.〉 —Ἰστέον ὅτι ὁ μὲν Διονύσιος τὰ γένη προτάττει τῶν εἰδῶν, ἐπειδὴ πεφύκασι τὰ εἴδη ὑποτάσσεσθαι τοῖς γένεσιν· οἱ δὲ περὶ Ἡρωδιανὸν καὶ Ἀπολλώνιον τὰ εἴδη τῶν γενῶν προτάττουσιν, φημὶ δὴ τῶν γενῶν καὶ εἰδῶν ἐπὶ τούτου τοῦ σημαινομένου λαμβανο‐ | |
25 | μένων, ἐπὶ πρωτοτύπου καὶ παραγώγου, καὶ ἀρσενικοῦ καὶ θηλυκοῦ καὶ οὐδετέρου. Τοῦτο δὲ ποιοῦσιν, ἐπειδὴ ὅπου μὲν εἶδος, ἔστιν οὐ πάντως καὶ γένος· ἰδοὺ γὰρ τὰ ῥήματα καὶ τὰ ἐπιρρήματα εἴδη μὲν ἔχουσι, γένη δὲ οὔ· ὅπου δὲ γένος, ἐκεῖ πάντως καὶ εἶδος· ἰδοὺ γὰρ τὰ ὀνόματα ἔχοντα γένη ἔχουσι καὶ εἴδη. | |
30 | Γένη μὲν οὖν εἰσι τρία.] Γένος ἐστὶ χαρακτὴρ λέξεων σημαίνων τὸ ἐν φωνῇ ἄρσεν ἢ θῆλυ ἢ οὐδέτερον. Καὶ ἀρσενικὸν μέν ἐστιν οὗ προτάσσεται κατ’ εὐθεῖαν καὶ ἑνικὴν πτῶσιν ἄρθρον τὸ ὁ, θηλυκὸν δὲ οὗ προτάσσεται κατ’ εὐθεῖαν καὶ ἑνικὴν πτῶσιν ἄρθρον τὸ ἡ, οὐδέτερον δὲ οὗ προτάσσεται κατ’ εὐθεῖαν καὶ ἑνικὴν πτῶσιν ἄρθρον τὸ τό. | |
35 | Ἔγκειται δὲ τῷ ὅρῳ τὸ «ἐν φωνῇ», ἐπεὶ οἱ φιλόσοφοι ἀπὸ τῆς σημα‐ | |
σίας νοοῦσι τὰ γένη· ἄρρεν μὲν γὰρ καλοῦσι τὸ σπέρματος ἀποβλητικόν, | 524 | |
525 | θηλυκὸν δὲ τὸ σπέρματος δεκτικόν, οὐδέτερον δὲ τὸ μηδενὸς τούτων μετέχον· οἱ δὲ γραμματικοὶ ἀπὸ τῶν ἄρθρων. Ἰστέον δὲ ὅτι τὸ οὐδέτερον etc. = Σm 362, 8—24. Τινὲς δὲ δύο μόνα γένη λέγουσι· τῶν γὰρ ὄντων τὰ μὲν ἄρρενά | |
5 | ἐστι, τὰ δὲ θήλεα· τὸ δὲ ἐξ ἀναιρέσεως τῶν δύο οὐδέτερον. Ζητητέον δέ, εἰ ἀπὸ τοῦ σημαινομένου δεῖ τῶν γενῶν στοχάζεσθαι ἢ ἀπὸ τῶν τύπων 〈ἢ ἀπὸ τῶν ἄρθρων〉· εἰ μὲν γὰρ ἀπὸ τῶν σημαινο‐ μένων, πῶς τὸ ἡ πόλις θηλυκόν φαμεν; εἰ δὲ ἀπὸ τῶν ἄρθρων, παντὶ ὀνόματι ὃ βούλομαι ἄρθρον προστιθεὶς ποιῶ οἷον βούλομαι γένος, ὡς | |
10 | λέγομεν ὁ ἔλαφος καὶ ἡ ἔλαφος. Φαμὲν ὅτι ποτὲ μὲν ἀπὸ τῶν σημαι‐ νομένων, ποτὲ δὲ ἀπὸ τῶν τύπων καὶ τῆς τῶν ἄρθρων εὐφωνίας· οὐ γὰρ ὃν τρόπον προστεθὲν τὸ ὁ τῷ πόλις [ποιεῖ ὁ πόλις] ἀφωνίαν ἀπεργάζεται, τοῦτον τὸν τρόπον καὶ ἐν τῷ ὁ ἵππος καὶ ἡ ἵππος· διὰ τοῦτο γὰρ καὶ τὸ ἵππος νοοῦμεν ὡς ἀρσενικὸν 〈καὶ ὡς θηλυκόν, καὶ | |
15 | οὐχὶ μόνως ἀρσενικὸν〉 ἢ μόνως θηλυκὸν εἶναι ἔδοξε· τὸ μὲν γὰρ ση‐ μαινόμενον δίδωσι τὴν ἑκατέρου ἔννοιαν, δεῖ γὰρ εἶναι καὶ θήλειαν ἵππον καὶ ἄρρενα τὸ δὲ ἄρθρον ἑκάτερον προσκείμενον εὔφωνον ἔχει τὸν τύπον. Τινὲς δὲ προστιθέασι τούτοις ἄλλα δύο, κοινόν τε καὶ ἐπί‐ | |
20 | κοινον.] Κοινόν ἐστιν ὃ τὰς μὲν πτώσεις ἔχει τὰς αὐτάς, ὑποτάσσεται δὲ ἰδίοις ἄρθροις, οἷον ὁ ἵππος καὶ ἡ ἵππος· καὶ ἐν πάσαις ταῖς πτώ‐ σεσιν ὁμοφωνοῦσιν ἐναλλασσομένων τῶν ἄρθρων, ὡς πατρῴαν οὐσίαν κοινὴν ἀδελφῶν φαμεν. Ἐπίκοινον δὲ ὃ διὰ μιᾶς λέξεως τό τε ἀρσε‐ νικὸν καὶ τὸ θηλυκὸν σημαίνει, τῷ ἑτέρῳ τῶν ἄρθρων προκατειλημμένον, | |
25 | ἤτοι ἀρσενικῷ ἢ θηλυκῷ, ὥσπερ ἐπίκοινον κτῆμά φαμεν τὸ μὴ ἐξ ἴσης μοίρας ἀλλ’ ἐξ ἀνίσων μερῶν ἀπονέμον δεσπόταις τὴν χρῆσιν. Τότε δὲ τὸ ἐπίκοινον ἐν ἑνὶ ἄρθρῳ τὰ δύο ἔχει γένη, ὅταν ὁ χαρακτὴρ ἑνὸς γένους ᾖ ἐπιδεκτικός, οἷον ἡ περιστερά, ὁ ἀετός. Διαφέρει δὲ τὸ κοινὸν etc. = Σv 21, 8—15. Ὁ τεχνικὸς δέ, ὅτε μὴ ἀρέσκηταί τινι ὑφ’ ἑτέ‐ | |
30 | ρων εἰρημένῳ, ἵνα μὴ δοκοίη κατ’ ἄγνοιαν παραλιμπάνειν, παρεμφαί‐ νει διά τινος λέξεως, ὅτι οὐκ ἀρέσκεται αὐτῷ. 〈Heliodori.〉 —Ὅτι δὲ οὐκ εἰσὶ ταῦτα γένη δῆλον· εἰ γὰρ ἐκάστῳ γένει δέδοταί τις οἰκεῖος χαρακτήρ, ὥσπερ ὁ εἰς ας ἀρσενικῶν μόνων, καὶ ὁ εἰς η θηλυκῶν, καὶ ὁ εἰς ον οὐδετέρων, 〈ταῦτα δὲ οὔτε χαρα‐ | |
35 | κτῆρα〉 οὔτε [δὲ] σημαινόμενον οὔτε ἄρθρον ἔχουσιν ἴδιον—καὶ γὰρ ἡ | |
φωνὴ αὐτῶν ἢ ἀρσενική ἐστιν ἢ θηλυκή—χρὴ οὖν αὐτὰ ὄνομα κοινὸν | 525 | |
526 | καλεῖν καὶ ὄνομα ἐπίκοινον, οὐ γένος. Κοινὰ δὲ ὅσα τῶν ζῴων ἐκ τῆς φύσεως γνωρίζουσιν ἡμῖν τὸ γένος, τουτέστιν ἐκ τῶν αἰδοίων, οἷον ὁ ἄνθρωπος ἀλλὰ καὶ ἡ ἄνθρωπος· δύο δ’ ἐν τούτοις ἀπεσιωπήθησαν ἀρσε‐ νικὰ προσλαμβάνειν ἄρθρα, ἡ ἄρκτος καὶ ἡ κάμηλος, σπανίως τάχα δὲ | |
5 | ἅπαξ λεχθέντα ἀρσενικῶς. Ἐπίκοινα δὲ τὰ τοὐναντίον μὴ ἐκφαίνοντα τὸ γένος, ἀλλ’ ἢ ἀρσενικῶς μόνως ἢ θηλυκῶς λεγόμενα, ὡς ἂν ἡ χρῆσις εὑρεθῇ ἔχουσα· ταῦτα δὲ διὰ τῆς φύσεως οὐ δηλοῖ τὸ γένος, οἷον ἀρσε‐ νικῶς εὕρηται ὁ ἀετός, 〈καὶ〉 οὕτω δεῖ μόνως λέγειν, ἡ χελιδών θηλυ‐ κῶς· πλὴν καὶ ἐν τούτοις εὑρέθησαν δύο ἀντιπάσχοντα· τὸ γὰρ χήν | |
10 | θηλυκῶς εὕρηται παρὰ τῷ ποιητῇ, 〈ο 174〉 ὡς ὅδε χῆν’ ἥρπαξ’ ἀτι‐ ταλλομένην· εὑρέθη δὲ καὶ ὁ περιστερός ἅπαξ. Εἴδη δύο, πρωτότυπον καὶ παράγωγον.] Διὰ τί μὴ τὸ εἶδος τοῦ γένους προέταξεν, εἴ γε πᾶσα λέξις ὑπὸ τὸ εἶδος ἀνάγεται, οὐχ ὑπὸ τὸ γένος; Φαμὲν ὅτι τοῖς φιλοσόφοις ἐπηκολούθησεν· ἐκεῖνοι γὰρ | |
15 | προτάττουσι τοῦ εἴδους τὸ γένος, οἱ δὲ γραμματικοὶ τὸ εἶδος, ἐπειδὴ οὐ τοσοῦτον τῆς σημασίας ὅσον τῆς φωνῆς ἀντιποιοῦνται. Ἀλλ’ ἴσως τις εἴποι· διὰ τί χαρακτῆρας ἡμῖν φωνῆς εἰσηγήσασθαι βουλόμενος οὐκ ἠκολούθησε τοῖς γραμματικοῖς; Φαμὲν ὡς ὁμωνυμίαν εὑρὼν ἐνταῦθα τοῖς φιλοσόφοις προσεχαρίσατο τὸ γένος προτάξας. | |
20 | Εἶδος δέ ἐστι φωνῆς εἰκὼν δηλοῦσα τὴν ἐν αὐτῇ πρώτην ἢ δευτέ‐ ραν θέσιν· ἢ εἶδός ἐστι τὸ περιέχον καὶ περικλεῖον τὰ κατὰ παραγωγὴν ὑπ’ αὐτοῦ περιεχόμενα. Τὰ δὲ εἴδη διαιρεῖται μὲν ἐκ τῶν γενῶν, φέρει δὲ ἐν αὑτοῖς τὴν τῶν γενῶν φύσιν, ὡς ὁ ἄνθρωπος φέρει ἐν ἑαυτῷ τὸ ζῷον· καὶ ἡ μὲν ὁμοιότης τοῖς ζῴοις ἐκ τοῦ γένους, ἡ δὲ διαφορὰ | |
25 | κατὰ τὴν τῆς ἰδέας αἰτίαν· καὶ ὡς τὸ μὲν ἄλογον, τὸ δὲ λογικόν, οὕτω καὶ τῶν ὀνομάτων ἰδέαι δύο αἱ πρῶται, τό τε πρωτότυπον καὶ 〈τὸ〉 παράγωγον· τῶν γὰρ ὀνομάτων τὰ μὲν πρώτην ἔχει τὴν θέσιν, τὰ δὲ ἀπ’ αὐτῆς παράγωγα, ὡς τὸ μὲν Ἕκτωρ πρωτότυπον, τὸ δὲ Ἑκτόρεος παράγωγον. Τὰ δὲ πρωτότυπα καὶ τοῖς σημαινομένοις καὶ τοῖς τύποις | |
30 | διαφέρει τῶν παραγώγων· οὐ γὰρ ταὐτὸν τῷ Ἕκτωρ τὸ Ἑκτόρεος. 〈Heliodori.〉 —Ζητητέον δὲ διὰ τί τὰ τοῦ πρωτοτύπου ε ἴδη πα‐ ρεὶς περὶ τῶν εἰδῶν τοῦ παραγώγου διαλαμβάνει· εἰ γὰρ τὸ Ἕκτωρ πρωτότυπον εὑρέθη καὶ κύριον τῶν εἰδῶν τῶν ὑποβεβηκότων, δῆλον ὅτι καὶ πρωτότυπον ἔχοι ἂν εἴδη. Πρὸς ὃ λεκτέον, ὅτι τῶν εἰδῶν τὰ | |
35 | μέν ἐστι προσεχῆ, τὰ δὲ οὔ· ὡς προσεχές ἐστι τῶν παραγώγων εἶδος | 526 |
527 | τὸ παρώνυμον καὶ τὰ ἄλλα· προσεχὲς δέ φημι τὸ ὥσπερ προσεχόμενον καὶ συνηνωμένον τῶν προϋποκειμένων. Ἐπεὶ τοίνυν τῶν παραγώγων εἴδη ἐστὶ ταῦτα, τὸ παρώνυμον καὶ τὰ ἄλλα, ὑφ’ ἃ ἔστι πολλάκις ἰδεῖν καὶ κύρια, ὡς τὸ Διομήδης, ἐπειδὴ ἀπὸ τοῦ Μῆδος παρῆκται, καὶ παρώ‐ | |
5 | νυμον καὶ μετὰ τοῦτο καὶ κύριον, εὑρέθη ἄρα καὶ κύριον ἀπό τε δύο, παραγώγου καὶ πρωτοτύπου, γενόμενον· καὶ οὐ μόνον ἀπὸ πρωτοτύπου κοινῶς ἔστι τινά, ἀλλὰ καὶ ἀπὸ τῶν παραγώγων καὶ ἀπὸ τῶν πρωτο‐ τύπων, καὶ οὐ διώρισται, τίνα ἀπὸ πρωτοτύπων καὶ τίνα ἀπὸ παραγώ‐ γων· φαίνεται δὲ τὰ κύρια ἐπὰν ᾖ πρωτότυπα σπάνια ὄντα. Ἀλλὰ | |
10 | μὴν καὶ ἐπὶ τῶν προσηγορικῶν ταὐτὸν ἔστιν ἰδεῖν, καὶ τὸ ἑξῆς προση‐ γορικὸν ἀπὸ πρωτοτύπου εὐθέως γενόμενον, οὐκέτι δὲ ἀπὸ παραγώγου. Ἐπειδὴ τοίνυν, ὡς ἔφαμεν, κοινὴ τούτων ἡ φύσις, καὶ οὐ φαίνεται τὸ πρωτότυπον εἴδη τινὰ ἴδια ἔχον, ἀλλὰ κἂν ἔχῃ κοινὰ τῷ παραγώγῳ, διὰ τοῦτο παρῆκε τὸν περὶ τούτου λόγον ὡς μικτὸν ὄντα, καὶ περὶ τῶν | |
15 | εἰδῶν τοῦ παραγώγου διαλέγεται, ἵνα τὸ παράγωγον γένος ὑποστήσηται εἶδος ὀνόματος. Δυνατὸν γὰρ εἴδη εἴδη εἰδῶν λέγεσθαι· ὡς γὰρ τοῦ ζῴου ὄντος ὑπὸ τὸ γένος τῆς οὐσίας, ἔχει καὶ αὐτὸ ἕτερα εἴδη, τοῦτον τὸν τρόπον καὶ τοῦ ὀνόματος, γένους ὄντος, εἶδος ὑποληφθὲν τὸ παράγωγον γένος γενήσεται τῶν ὑπ’ αὐτὸ εἰδῶν. | |
20 | Ἀπεσιώπησε δὲ τῶν πρωτοτύπων τὰ εἴδη, ὅτι πολλὰ ἦν· τὰ γὰρ πρωτότυπα αὐτόθετά ἐστι 〈καὶ ἄπειρα〉, καὶ ἦν καθ’ ἑκάστην φωνὴν ἰδιάζων ὁ χαρακτήρ, τὰ δὲ ἄπειρα καὶ ἄτακτα, τὰ δὲ ἄτακτα καὶ ἀσαφῆ· εὐαρίθμητα δὲ τὰ παράγωγα καὶ εὐπερίληπτα εἰς διδασκαλίαν. Τῶν δὲ ὀνομάτων τὰ μέν εἰσι κατὰ τὴν φωνὴν εἴδη, τὰ δὲ κατὰ | |
25 | σημασίαν· καὶ τὰ μὲν κατὰ τὴν φωνὴν πρωτότυπον καὶ παράγωγον, ὅπερ ὑποδιαιρεῖται εἰς πατρωνυμικὸν καὶ ἑξῆς, τὰ δὲ κατὰ σημασίαν κύ‐ ριον, προσηγορικὸν καὶ ἑξῆς. —Ἰστέον δὲ ὅτι τὸ πρωτότυπον διχῶς νοεῖται, οὗ τῆς γενέσεως οὐδὲν κατῆρξεν, ὡς τὸ πᾶς, καὶ ὃ τὴν πρώτην θέσιν ἐπαγγέλλεται· τύπος γάρ ἐστιν ὁ χαρακτὴρ ἑκάστης φωνῆς· παρά‐ | |
30 | γωγον δὲ τὸ ἀπό τινος μὲν παραγόμενον καὶ ἑτέρῳ δὲ ἀρχὴ γινόμενον, ὡς τὸ Θησεύς· ἔστι γὰρ ἀπὸ τοῦ θήσω, ποιεῖ δὲ τὸ Θησείδης· ὥσπερ γὰρ παρὰ τοῖς φιλοσόφοις τὸ εἶδος εἰς γένος μεταπίπτει, οὕτως δύνα‐ ται τὸ αὐτὸ καὶ πρωτότυπον εἶναι καὶ παράγωγον· ἔστι γὰρ γέα διὰ τοῦ ε γραφόμενον, ὅθεν καὶ γεωμέτρης καὶ γεωργός· τοῦτο συναιρεῖται | |
35 | καὶ γίνεται γῆ, καὶ ἀπὸ τούτου γίνεται τὸ διὰ τῆς αι διφθόγγου γαῖα. | |
Πατρωνυμικὸν μὲν οὖν ἐστι.] Προτάττει etc. = eadem fere | 527 | |
528 | quae Σm 365, 23—366, 12. Καὶ οὕτως Ὅμηρος οὐκ ἐπίσταται ἐκ μητέ‐ ρων ποιεῖν πατρωνυμικά, ὅτι γενεαλογῶν πολλάκις ἀεὶ τὸ πλεῖον τοῖς πατράσι παρέχει, ὡς τὸ 〈Φ 109〉 πατρὸς δ’ εἴμ’ ἀγαθοῖο, θεὰ δέ με γείνατο μήτηρ, προκρίνων τὸν πατέρα τῆς θεοῦ· ὅθεν καὶ τὸ | |
5 | Μολίων οὐκ ἔστι πατρωνυμικόν, ἀλλὰ παρώνυμον ἀπὸ τοῦ μῶλος. — Τὸ δὲ πατέρες ὄνομα οὐ μόνον τοὺς φύσαντας σημαίνει καὶ τοὺς προ‐ γόνους, ἀλλὰ καὶ τοὺς πολιούχους καὶ 〈τοὺσ〉 κτίστας τῶν πόλεων καὶ τοὺς νομοθέτας. —Ἁμαρτάνει δὲ ὁ Τρύφων τὸ Τελαμωνιάδης ἀπὸ τοῦ Τελαμώνιος λέγων· ἐπλάνησε δὲ αὐτὸν ἴσως τὸ Λαερτιάδης. — | |
10 | Χρειώδης δὲ τοῦ τύπου ἡ συντομία· ἀντὶ γὰρ τοῦ εἰπεῖν Πηλέως υἱός φαμεν Πηλείδης. Ἐπειδὴ δὲ etc. = Σm 367, 6—368, 15 (sed paulo breviora). Ὁ εἰς ας καὶ ὁ εἰς ις τύπος θηλυκὸς ἀπὸ τῶν εἰς δης γίνεται ἀρσενικῶν· τὰ γὰρ εἰς δης ἀποβάλλοντα etc. = Σv 222, 5—21. Ὁ δὲ | |
15 | εἰς νη τύπος ποτὲ μὲν τὸ ι θέλει ἔχειν, ἡνίκα τὸ πρωτότυπον αὐτοῦ μὴ ἔχει τὸ ι παραλῆγον, οἷον Εὔηνος Εὐηνίνη, Ἄδρηστος Ἀδρηστίνη, ποτὲ δὲ τὸ ω, ἡνίκα τὸ πρωτότυπον αὐτοῦ ἔχει παραλῆγον τὸ ι· καὶ φιλεῖ γίνεσθαι ἀπὸ τῆς εἰς ου ληγούσης τοῦ πρωτοτύπου γενικῆς· αὕτη γὰρ τὸ ου μόνον μεταβάλλει ἢ εἰς ινη ἢ εἰς ωνη, οἷον Ἀκρίσιος 〈Ἀκρι‐ | |
20 | σίου〉 Ἀκρισιώνη, ὅπως μὴ δύο ι ἀλλεπαλλήλως λεγόμενα κακοφω‐ νίαν ἐμποιήσῃ. —Ἰστέον δὲ ὅτι ἀπὸ οὐδετέρων etc. = Σv 222, 22 —223, 2. Ἰστέον δὲ ὅτι τὰ πατρωνυμικὰ δυνάμει κύριά εἰσι, καὶ σύνταξιν ὁμοίαν τῇ τῶν κυρίων ἔχουσι τοῖς ἐπιθέτοις συντασσόμενα, οἷον ὁ γεν‐ | |
25 | ναῖος Πηλείδης, τοῦ γενναίου Πηλείδου καὶ ἑξῆς. Ἐνδέχεται δὲ τοῖς πατρωνυμικοῖς συντάσσειν τὰ τῶν παίδων ὀνόματα καὶ μή· ἐὰν γὰρ ἀδελφῶν ὄντων τινὰ τούτων χωρὶς σημῆναι βουλώμεθα, τῷ πατρωνυ‐ μικῷ παρατίθεμεν τὸ τοῦ παιδὸς 〈κύριον〉 ὄνομα, οἷον (cfr δ 51) Ἀτρεί‐ δης Μενέλαος, εἰ δὲ μὴ ὦσιν ἀδελφοί, οὐ χρεία προσθήκης, οἷον «ὁ Πη‐ | |
30 | λείδης ἐφόνευσεν Ἕκτορα». Τοῖς δὲ κτητικοῖς ἀνάγκη 〈ἐπιφέρειν〉 κύριον ἢ προσηγορικόν, οἷον Ὁμήρειος λόγος, Νηλήϊος ἵππος· εἰ γάρ τις φαίη Πλατωνικός μὴ προσκειμένου τοῦ νόμος ἢ χιτών, ἀτελές ἐστιν· ὁμοιο‐ πτώτως δὲ καὶ ὁμοιογενῶς τοῖς κυρίοις καὶ τοῖς προσηγορικοῖς, ὥσπερ | |
καὶ τὰ ἐπίθετα, συντάσσονται. | 528 | |
529 | 〈Heliodori.〉 —Κτητικὸν δέ ἐστι τὸ ὑπὸ τὴν κτῆσιν πεπτω‐ κός.] Κινδυνεύει [πρὸ τῆς ἐξηγήσεως] ἐκπεσεῖν τοῦ οἰκείου ὀνόματος τὸ κτητικόν· φασὶ γάρ, ὥσπερ παρὰ τὸ φύσις φυσικός, οὕτω καὶ παρὰ τὸ κτῆσις κτησικόν. Ἀλλά φαμεν, ὅτι οὐκ ἔστι παρώνυμον, ἀλλὰ ῥηματι‐ | |
5 | κόν· ὥσπερ 〈γὰρ〉 παρὰ τὸ βέβλαπται βλαπτικός, οὕτω κέκτηται κτητι‐ κός καὶ κτητικόν. Τάσσεται δὲ μετὰ τὸ πατρωνυμικόν, ἐπειδὴ οὐ μόνον ἀπὸ κυρίων γίνεται, οἷον Ἀρίσταρχος Ἀριστάρχειος, ἀλλὰ καὶ ἀπὸ προ‐ σηγορικῶν, οἷον ἄνθρωπος ἀνθρώπειος, τὰ δὲ πατρωνυμικὰ ἀπὸ μόνων κυρίων. —Ὁρίζεται δὲ αὐτὸ Ἠλίας οὕτως· κτητικόν ἐστιν ὃ ἐκ γενι‐ | |
10 | κῆς κυρίου ἢ προσηγορικοῦ γενόμενον εἰς τὴν γενικὴν αὐτοῦ ἀναλύεται μετά τινος τῶν ὑπὸ τὴν κτῆσιν ἄγεσθαι δυναμένων· ἀπὸ γὰρ τῆς Ἀρι‐ στάρχου γενικῆς τὸ Ἀριστάρχειος ἀγρός· καὶ εἰς αὐτὴν ἀναλύεται· Ἀρι‐ στάρχειος γὰρ ἀγρὸς ὁ τοῦ Ἀριστάρχου. Ὁ δὲ Θεοδόσιος οὕτως· κτητικόν ἐστιν ὃ παραγώγως σχηματιζόμενον εἰς τὴν γενικὴν τοῦ πρω‐ | |
15 | τοτύπου ἀναλύεται μετά τινος τῶν ὑπὸ τὴν κτῆσιν ἀγομένων· Νεστό‐ ρειος γὰρ παῖς ὁ τοῦ Νέστορος παῖς. Ζητεῖται δέ, εἰ ἄρα τὰ πατρωνυμικὰ εἰς τὴν γενικὴν τοῦ πρωτο‐ τύπου ἀναλύονται, ὁμοίως 〈δὲ〉 καὶ τὰ κτητικά, τί διαφέρει ἀλλήλων; Φαμὲν οὖν ὅτι πρῶτον μὲν τὰ πατρωνυμικὰ ἀπὸ 〈μόνων〉 κυρίων | |
20 | παράγονται· τὸ δὲ Ἡρῴδης ἀπὸ τοῦ ἥρως προσηγορικοῦ ὂν οὐκ ἀντί‐ κειται ἡμῖν, οὐ γάρ ἐστι πατρωνυμικόν, ἀλλὰ τύπου πατρωνυμικοῦ· τὰ δὲ κτητικὰ ἀπὸ κυρίων γίνονται καὶ ἀπὸ προσηγορικῶν· καὶ ὅτι τὰ πατρωνυμικὰ ἐν μιᾷ φωνῇ δηλοῦσι τὸν πατέρα καὶ τὸν υἱόν, καὶ οὐκ ἔχουσι τὸ υἱός προσκείμενον, τὰ δὲ κτητικὰ τὰς δύο φωνὰς ἀπαιτοῦσιν. | |
25 | Διὰ τί δέ, ὥσπερ τοῖς πατρωνυμικοῖς οὐκ ἐπιφέρεται τὸ υἱός, οὐχὶ καὶ τοῖς κτητικοῖς; Ἀλλά φαμεν, ὅτι 〈ἐπειδὴ〉 τοῖς πατρωνυμικοῖς δύο μόνα ἐστὶ τὰ προσυπακουόμενα, τὸ υἱός καὶ ἔκγονος, τούτου χάριν ὡς δυνα‐ μένων αὐτῶν δηλοῦσθαι οὐ χρῄζομεν ἐπαγωγῆς· τὰ δὲ κτητικὰ πολλὰ ἔχουσι, καὶ ἐπειδὴ διὰ τὸ πλῆθος ἀόριστον γίνεται, ἐπιφέρομεν τὰ | |
30 | κτήματα. Φασὶ δέ τινες ὡς μάτην ἐπενοήθησαν τὰ κτητικά· οὐ γὰρ διαφέρει τῆς γενικῆς τοῦ πρωτοτύπου· ὥσπερ γὰρ λέγομεν Νεστόρειος οἶκος, οὕτω καὶ Νέστορος οἶκος. Ἔστι 〈δὲ〉 εἰπεῖν, ὅτι κατὰ πολὺ διαφέρει, ὅτι ἡ τοῦ πρωτοτύπου γενικὴ οὐ μόνον πρὸς κτῆμα, ἀλλὰ καὶ πρὸς | |
35 | πρᾶγμα λαμβάνεται, οἷον Ἀριστάρχου δοῦλος, Ἀριστάρχου ἀκούω, ἐπὶ δὲ τοῦ παραγώγου πάντως τὸ κτῆμα δεῖ ἐπιφέρεσθαι ἄλλως τε ἐν τῇ τοῦ πρωτοτύπου γενικῇ τὸ κτῆμα ἐπιφερόμενον αὐτοῦ μόνου τοῦ κτή‐ | |
σαντός ἐστιν, οἷον ἐὰν εἴπω Νέστορος δοῦλος, αὐτοῦ μόνου τοῦ Νέστο‐ | 529 | |
530 | ρός ἐστι δοῦλος· ἐπὶ δὲ τοῦ παραγώγου οὐ μόνον τὸν δοῦλον τοῦ Νέστορος δηλῶ, ἀλλὰ καὶ τὸν δοῦλον τὸν ἐπελθόντα ἀπὸ τοῦ Νέστορος εἰς τοὺς υἱοὺς αὐτοῦ, καὶ Πυθαγόρου δόγματα τὰ αὐτοῦ μόνου, Πυθα‐ γόρεια δὲ καὶ τὰ τῶν μαθητῶν αὐτοῦ· καὶ ἐπὶ μὲν τῆς πρωτοτύπου | |
5 | γενικῆς ἀμεταθέτως ἔχει καὶ ἀνομοιοπτώτως καὶ ἀνισαρίθμως καὶ ἀνο‐ μοιογενῶς, ὡς Ἀριστάρχου ἀγρὸς καὶ Ἀριστάρχου ἀγροῦ 〈καὶ〉 Ἀρι‐ στάρχου ἀγρῷ, τὸ δὲ παράγωγον ὁμοιοπτώτως καὶ ἰσαρίθμως καὶ ὁμοιο‐ γενῶς, 〈ὡσ〉 Ἀριστάρχειος ἀγρός, Ἀρισταρχείου ἀγροῦ. Ἰστέον δὲ ὅτι ὥσπερ εἰσί τινα καὶ τύπῳ καὶ σημασίᾳ κτητικά, οὕτως | |
10 | εἰσί 〈τινα〉 τύπῳ μὲν κτητικά, σημαινομένῳ δὲ οὔ, ὡς ἐπὶ τοῦ ὀφθαλμι‐ κός ἡπατικός· τὸ μὲν γὰρ σημαίνει τὸν περιοδεύοντα 〈τοὺσ〉 ὀφθαλμούς, τὸ δὲ τὸν πονοῦντα τὸ ἧπαρ. Τύπους δὲ ἔχει δύο τὰ κτητικά, εἰς ος καθαρόν, οἷον Ἀριστάρχειος [ἀγρός], καὶ εἰς κος, οἷον Ἀριστοτελικός· καὶ τούτων ὁ μὲν εἰς ος 〈κα‐ | |
15 | θαρὸν〉 παραλήγει ἢ τῷ ι, ὡς τὸ Δήλιος, 〈ἢ τῷ ε, ὡς τὸ Ἑκτόρεος,〉 ἢ τῇ ει διφθόγγῳ, ὡς τὸ Ὁμήρειος, ἢ τῇ αι, ὡς 〈τὸ〉 Κ〈υ〉ρηναῖος, ἢ τῇ οι, ὡς τὸ ἀλλοῖος, ἢ τῇ ῳ, ὡς τὸ πατρῷος. Καὶ τῆς τοῦ πρωτο‐ τύπου γενικῆς ἢ μιᾷ πλεονάζει συλλαβῇ, ὡς τὸ Ἀριστάρχειος, ἢ δύο, ὡς τὸ ταλαντιαῖος, οὐδέποτε δὲ τρισίν, εἰ μὴ ἐν τῷ μναϊαῖος· οὐκ ἰσο‐ | |
20 | συλλαβεῖ δέ ποτε τῇ γενικῇ τοῦ πρωτοτύπου, εἰ μὴ πεπονθὸς εἴη, ὡς ἐν τῷ δῖος καὶ Χῖος καὶ θεῖος καὶ Κεῖος· δίϊος γὰρ καὶ Χίϊος καὶ Κέϊος καὶ θέϊος ἦν, καὶ μετὰ συναιρέσεως γεγόνασιν. Ὁ δὲ εἰς κος τύπος τῷ ι βραχεῖ παραλήγει, ὡς Αἰολικός, ἢ τῷ α, ὡς Δηλιακός, ἢ τῷ υ, ὡς Λιβυκός. | |
25 | Φασὶ δέ τινες ὅτι 〈ἐπὶ〉 τεθνηκόσι κτήτορσι〈ν οὐ〉 λέγονται τὰ κτητικά, οὐκ ἀκούοντες Ὁμήρου λέγοντος 〈ex. gr. Ν 76〉 Τελαμώνιος Αἴας καὶ 〈cfr Β 416〉 Ἑκτόρεος χιτών. Ἐχρήσατο δὲ ὁ ποιητὴς κτητικῷ ἀντὶ πατρωνυμικοῦ, ἐπειδὴ ὡς ἀληθῶς κτῆμα τῷ πατρὶ ὁ παῖς. Ἰστέον μέντοι 〈ὅτι〉 ὁ μὲν εἰς κος τύπος ἀεὶ ὀξύνεται, ὁ δὲ εἰς | |
30 | ος 〈καθαρὸν〉 βαρύνεται. Εἴδη δὲ τοῦ κτητικοῦ ταῦτα· οἰκειωτικόν, οἷον Ὀλύμπιος, μετου‐ σιαστικόν, οἷον ἀργύρεος, συνεκφαντικόν, οἷον γεωμετρικός. Ἰστέον δὲ ὅτι ἐν δύο μέρεσι τοῦ λόγου θεωρεῖται τὰ κτητικά, ἔν τε ὀνόμασι καὶ ἀντωνυμίαις, οἷον Ἀριστάρχου Ἀριστάρχειος, ἐμοῦ ἐμός. | |
35 | Διαφέρει δέ, ὅτι ἐπὶ μὲν τῶν ἀντωνυμιῶν δῆλός ἐστιν ὁ 〈τῶν κτητό‐ | |
ρων〉 ἀριθμός· ἐὰν γὰρ εἴπω ἐμός, ἕνα κτήτορα ἐδήλωσα, ἐὰν δὲ νωΐτε‐ | 530 | |
531 | ρος, δύο, 〈ἐὰν δὲ ἡμέτερος, πολλούσ〉· ἐπὶ δὲ τῶν ὀνομάτων οὐ πάντως· ἐὰν γὰρ εἴπω ἀνθρώπειος πούς, ἄδηλον εἴτε ὁ τοῦ ἀνθρώπου εἴτε ὁ τῶν ἀνθρώπων· καὶ ἐπὶ μὲν τῶν ἀντωνυμιῶν οὐ μόνον τὰ ὑπὸ τὴν κτῆσιν πεπτωκότα συντάσσομεν. οἷον ἐμὸς δοῦλος, ἀλλὰ καὶ τὰ μὴ οὕτως | |
5 | ἔχοντα, οἷον ἐμὸς πατήρ, τοῖς 〈δὲ〉 κτητικοῖς ὀνόμασι μόνα τὰ ὑπὸ τὴν κτῆσιν πεπτωκότα, οἷον Ἀριστάρχειος ἀγρός, οὐκέτι μέντοι ἐπὶ τῶν ἴσων ἢ τῶν ὑπερεχόντων· οὐ γάρ φαμεν Αἰάντειος ἐχθρὸς ἢ Ἀριστάρ‐ χειος ἀδελφὸς ἢ Νεστόρειος πατήρ, ἐπειδὴ ταῦτα οὐχ ὑποπεπτώκασιν. Φασὶ δέ τινες, ὡς καὶ ἀπὸ ῥημάτων γίνεται κτητικά· ἰδοὺ γὰρ ἀπὸ | |
10 | τοῦ ἅζω (τὸ σέβομαι) γίνεται ἅγιος. Κακῶς δέ φασι· τὰ γὰρ κτητικὰ εἰς τὴν γενικὴν τοῦ πρωτοτύπου θέλουσιν ἀναλύεσθαι, τὰ δὲ ἀπὸ ῥημά‐ των καὶ ἐπιρρημάτων οὐκ ἔχουσι γενικὴν 〈πρωτοτύπου〉· ὥστε οὐκ εἰσὶ κτητικά. Ἰστέον δὲ ὅτι οὐ δεῖ λέγειν 〈Λ 597〉 Νέστορα δ’ ἐκ πολέμοιο | |
15 | φέρον Νηλήϊαι ἵπποι, ἀλλὰ Νέστορα δ’ ἐκ πολέμοιο φέρον Νηλήϊον ἵπποι· καὶ γὰρ οὐκ ἠδύνα〈ν〉το τοῦ Νηλέως εἶναι, ἐπειδὴ περαιτέρω τῶν λʹ ἐτῶν οὐ ζῇ ἵππος, ὁ δὲ Νέστωρ τῆς τρίτης γενεᾶς ἦν καὶ πα‐ ρῆλθε καὶ τὸ ἑξηκοστὸν ἔτος. Φασὶ δὲ 〈καὶ〉 ὅτι οὐ Πλατωνικὸν βιβλίον δεῖ λέγειν, ἀλλὰ Πλατώνειον καὶ Ὁμήρειον· Πλατωνικὸν γὰρ λέγεται | |
20 | τὸ περιέχον περὶ Πλάτωνος, ὥσπερ Φιλιππικοὶ λόγοι οἱ περὶ Φιλίππου διαλαμβάνοντες. 〈Heliodori.〉 —Ἰστέον δὲ ὅτι, ὥσπερ ἐν τοῖς πατρωνυμικοῖς εὑρί‐ σκομέν τινα τῇ μὲν σημασίᾳ πατρωνυμικά, τῇ δὲ φωνῇ μὴ ὄντα πατρω‐ νυμικά, ὡς τὸ περιστεριδεύς καὶ ἀδελφιδοῦς—ταῦτα γὰρ καθὸ μὲν εἰς | |
25 | τὸ υἱός ἀναλύεται πατρωνυμικοῦ εἴδους εἰσίν, περιστεριδεύς γὰρ ὁ υἱὸς τῆς περιστερᾶς καὶ ἀδελφιδοῦς ὁ υἱὸς 〈τοῦ ἀδελφοῦ ἢ〉 τῆς ἀδελφῆς, καθὸ δὲ τύπον οὐκ ἔχουσι πατρωνυμικοῦ, οὐ λέγεται πατρωνυμικὰ ἀλλὰ παρώνυμα—, τὸν αὐτὸν τρόπον καὶ ἐν τοῖς κτητικοῖς εὑρίσκομεν· καὶ γὰρ τὸ μὲν χρύσειος καὶ χάλκειος κτητικά φαμεν, τὸ δὲ χρυσοῦς καὶ | |
30 | χαλκοῦς οὐδαμῶς, ἐπειδὴ οὐκ ἔχουσι φωνὴν κτητικήν· οὔτε γὰρ εἰς ος καθαρὸν καταλήγουσιν οὔτε εἰς κος. Ἰστέον δὲ ὅτι ὡς πολλάκις σημαίνουσι χρόνον τὰ εἰς ικος κτητικά, οἷον ὡς ὅταν φαμὲν τὰ Μηδικά· ταῦτα γὰρ σημαίνει καθ’ ὃν χρόνον ἐπολέμουν οἱ Μῆδοι· δηλοῦσι δὲ καὶ τοὺς χαίροντάς τινι, οἷον πολεμι‐ | |
35 | κός ὁ χαίρων πολέμῳ, ἡδονικός ὁ χαίρων ἡδοναῖς. Ἰστέον μέντοι ὅτι τὸ κτητικὸν ἐπὶ τῶν σωματικῶν μερῶν λαμβανό‐ | |
μενον 〈μόνον〉 κατὰ τεθνηκότος θέλει λαμβάνεσθαι, οἷον βοεία κεφαλὴ | 531 | |
532 | ἡ τοῦ τεθνηκότος βοός, οὐ γὰρ ἂν ἐπὶ ζῶντος εἴποι τις οὕτως· διὸ καὶ μέμφονται τὸν Ζηνόδοτον, ἐπειδὴ τὸ 〈Γ 273〉 ἀρνέων ἐκ κεφαλέων κτητικὸν ἔλεγε, καὶ τὸν Καλλίμαχον 〈fr. 496 Sch.〉 χεὶρ ἡ Πολυδευ‐ κείη καὶ σφυρὸν Ἰφίκλειον, ὅτι ἐπὶ ζώντων ἐχρήσατο κτητικοῖς ἐπὶ | |
5 | σωματικοῦ μέρους· περὶ οὗ φαμεν ὅτι περιφράσει ἐχρήσατο, ὥσπερ τὸ 〈Λ 690〉 βίη Ἡρακληείη. Ἰστέον δὲ ὅτι τὰ εἰς κος τῷ α παραλήγοντα οὐκ εἰσὶ κυρίως κτη‐ τικά· οὐ γὰρ κτῆσιν σημαίνει, ὡς ἔχει τὸ Ῥοδιακός· οὐ γὰρ σημαίνει τὸν ἐκ Ῥόδου, ἀλλὰ τὸν ἐοικότα Ῥοδίοις· οἷον ἐὰν εἴπω Ῥόδιον πλοῖον, | |
10 | φανερῶς τὸ ἐκ Ῥόδου σημαίνω, ἐπὰν δὲ εἴπω Ῥοδιακὸν πλοῖον, ση‐ μαίνω ὅτι ἔοικε τοῖς Ῥοδίοις. Τούτων οὕτως ἐχόντων δεῖ γινώσκειν, 〈ὅτι〉 εἴ τι τῷ α παραλήγει, οὐκ ἔχει κτητικὴν σημασίαν, ἀλλὰ πάντως ἀπὸ ἑτέρου κτητικοῦ ἐγένετο· καὶ τὸ Δαρειακός ἀπὸ τοῦ Δαρεῖος γέγονεν ἔχοντος τύπον κτητικόν· | |
15 | ἀπὸ γὰρ τοῦ δῆρις τοῦ σημαίνοντος τὴν μάχην γέγονε δήρειος, οἱονεὶ ὁ τῆς μάχης 〈ἐπιθυμῶν〉 ἤγουν ὁ πολεμικός, 〈καὶ〉 κατὰ τροπὴν τοῦ η εἰς α μακρὸν 〈Δαρεῖοσ〉· ὥστε εἰ καὶ κτῆσιν σημαίνει τὸ Δαρειακός, ἀλλ’ οὖν ἐπειδὴ ἀπὸ ὀνόματος γέγονε κτητικὸν ἔχοντος τύπον, ὅμοιόν ἐστι τῷ Ῥοδιακός. Οὐκέτι δὲ εἴ τι τῷ ι παραλήγει, πάντως καὶ κτητι‐ | |
20 | κὴν σημασίαν ἔχει, εἰ καὶ τὸν τύπον ὡς κτητικὸν ἔχει, ὥσπερ τὸ ἡπατι‐ κός σπληνικός· πολλάκις μέντοι τὰ εἰς 〈ι〉κος σημαίνουσι κτῆσιν μετὰ ἕξεως μεμειωμένης, οἷον ὡς ὅταν εἴπω ῥητορικός· δηλῶ γὰρ τὸν μὴ τέλειον ῥήτορα, ἀλλὰ τὸν μετέχοντα ἐκ μέρους καὶ μὴ τελείαν ἕξιν καὶ εἴδησιν ἔχοντα· τὸ μὲν γὰρ ῥήτωρ τελείαν ἕξιν δηλοῖ, τὸ δὲ ῥητορικός | |
25 | οὐκέτι. Εἰσὶ δὲ ἕτερα εἰς 〈ι〉κος τύπον ἔχοντα κτητικόν, σημασίαν δὲ οὐχί, ὡς τὸ συγκριτικός ὑπερθετικός συμπλεκτικός διαζευκτικός, ἅτινα γίνεται ἀπὸ τοῦ παθητικοῦ παρακειμένου, ὅθεν ἔχουσι καὶ τὸ σύμφωνον τοῦ παρακειμένου ἐν τῇ παραληγούσῃ. Ἰστέον δὲ ὅτι ταῦτα ὀξύνεται· ὅθεν Αἰολεῖς θέλοντες βαρύνειν τὸ | |
30 | κ εἰς τὸ χ τρέπουσιν, οἷον πάτριχος· καὶ γὰρ τὰ εἰς χος χαίρει τῇ βαρείᾳ τάσει, οἷον τεῖχος Ψαμμήτιχος. Ἄλλως τε πολλάκις τοῦ κ ἀφαι‐ ρουμένου δύο τάσεις ἀκολουθοῦσιν, οἷον Τρωϊκός Τρώϊος. Λέγει δὲ ὁ Ἅβρων, ὡς τὰ κτητικὰ τριγενῆ εἰσιν, οἷον Ἀριστάρ‐ χειος Ἀρισταρχεία Ἀριστάρχειον, καὶ ὅτι τὰ κτητικὰ εἰς αἰτιατικὴν ἀνα‐ | |
35 | λύομεν κατά τινα περιποίησιν, οἷον Ὀλύμπιος ὁ τὸν Ὄλυμπον οἰκῶν καὶ πλούσιος ὁ πλοῦτον ἔχων. Οὐ μόνον δὲ ἐπὶ κτήματος παραλαμ‐ βάνεται, οἷον Ἀριστάρχειος ἀγρός, ἀλλὰ καὶ ἐπὶ ἐκγόνων, οἷον Ἡροδό‐ | |
τειος ἔκγονος, καὶ ἐπὶ σωματικῶν μερῶν, οἷον ἀνθρώπειος πούς, καὶ | 532 | |
533 | ἐπὶ ἔργων, οἷον Πραξιτέλειον ἔργον, καὶ ἐπὶ κατορθωμάτων, οἷον Ἡρά‐ κλειοι ἆθλοι, καὶ ἐπὶ διαθέσεως ψυχῆς, οἷον Διομήδειος ἀνάγκη, καὶ ἐπὶ ἄλλων. Παράγονται δὲ ἀπὸ γενικῆς, οἷον Αἴαντος Αἰάντειος, καὶ ἀπὸ εὐθείας, οἷον θῆλυς θηλυκός· ὅτι γὰρ ἀπὸ εὐθείας ἐστὶ δῆλον, ὅτι | |
5 | ἔχει τὸ υ ἐν τῇ γενικῇ μὴ ἐνυπάρχον. Ἰστέον δὲ ὅτι τὰ εἰς ος ἐπίθετα τριγενῆ κτητικὰ εἰς ος καθαρὸν οὐ ποιοῦσιν, οἷον σοφός οὐ γίνεται σόφιος, εἰς κος δὲ πολλάκις, οἷον σοφικός. Τὰ δὲ εἰς κος κατὰ μερῶν σωματικῶν οὐ τίθενται, οὐ γὰρ λέγομεν ἀνθρωπικὸς πούς, ἀλλ’ ἀνθρώπειος· ὅθεν σεσημείωται παρ’ Ἀξιο‐ | |
10 | νίκῳ 〈fr. 9 K〉 τὸ ὑεϊκὸν δέρμα, τὸ ὕειον. Ταῦτα τὰ εἰς ος καθαρὸν κτητικὰ τῷ ι θέλουσι παραλήγειν ἢ μόνῳ, οἷον Ῥόδιος Κύπριος, ἢ μετὰ τοῦ ε, οἷον Ἀριστάρχειος—τὸ γὰρ Ἑκ‐ τόρεος καὶ Νεστόρεος κατὰ ἀποβολὴν γέγονε τοῦ ι—ἢ μετὰ τοῦ ο, οἷον αἰδοῖος, ἢ μετὰ τοῦ ω, οἷον πατρῷος, ἢ μετὰ τοῦ α, οἷον ταλαν‐ | |
15 | τιαῖος μναϊαῖος, ὅπερ καὶ μόνον περιττεύει τρισὶ συλλαβαῖς τοῦ πρωτο‐ τύπου τοῦ μνᾶ μνᾶς, καὶ τοῦτο εὐλόγως· εἰ γὰρ ἐγένετο μνιαῖος, ἔμελλεν ἡ πρωτότυπος λέξις ἐξαμαυροῦσθαι, ἅτε δὴ μονοσύλλαβος οὖσα, διὰ τὸ μὴ φυλάττεσθαι τὸ α. | |
20 | 〈Heliodori.〉 —Συγκριτικὸν δέ ἐστι τὸ τὴν σύγκρισιν 〈ἔχον〉.] Τρίτον τέτακται τὸ συγκριτικόν, ἐπεὶ οὔτε ἀπὸ κυρίων οὔτε ἀπὸ προ‐ σηγορικῶν γίνεται, ἀλλ’ ἀπὸ μόνων ἐπιθέτων, καὶ τούτων οὐ πάντων, ἀλλὰ τῶν δυναμένων ἐπίτασιν ἐπιδέξασθαι, οἷον σοφώτερος ταχύτερος· ἡ γὰρ σύγκρισις πρωτοτύπων ἐστὶν ἐπαύξησις· ὅσα τοίνυν οὐ δύνανται | |
25 | ἐπαύξεσθαι, συγκριτικὸν οὐ ποιεῖ· οἷον ῥήτωρ, ἐπειδὴ τὸν τέλειον ῥήτορα δηλοῖ, οὐ δέχεται ἐπαύξησιν· ὅταν δὲ εἴπωμεν ῥητορικός, ὁ μετέχων ῥητορικῆς, ἐπεὶ ἐνδέχεται μικρὸν μετέχειν καὶ πολύ, λέγομεν ἐπὶ μὲν τοῦ μικρὸν μετέχοντος ῥητορικός, ἐπὶ δὲ τοῦ πολὺ ῥητορικώτερος. Τού‐ του χάριν τὸ ἀγαθός σύγκρισιν οὐκ ἐπιδέχεται, ἐγκειμένου τοῦ ἄγαν | |
30 | ἐπιτατικοῦ μορίου· ὃ γὰρ ἤμελλεν αὐτῷ παρέχειν ἡ σύγκρισις, τοῦτο ἔχει ἀφ’ ἑαυτοῦ. Τὰ μέντοι τῆς ὕλης σημαντικὰ οὐκ ἀναμένει τὴν σύγκρισιν· οὐ λέγομεν γὰρ μᾶλλον χρυσός, 〈διὰ τοῦτο οὐδὲ〉 χρυσότερος, οὐ μᾶλλον ἄνθρωπος, διὰ τοῦτο οὐδ’ ἀνθρωπότερος, λέγω δὲ μᾶλλον λευκός, διὰ τοῦτο λευκότερος· τοῦ ἀνθρωπότερος δὲ μὴ λεγομένου διὰ | |
35 | τὴν οὐσίαν, τὸ φιλάνθρωπος συγκρίνεται διὰ τὸ φιλεῖν τὸ συντεθὲν | |
μετ’ αὐτοῦ, ὅτι οὐκ ἔστιν ὕλης παραστατικόν. | 533 | |
534 | Πᾶν δὲ συγκριτικὸν πρὸς γενικὴν ποιεῖται τὴν σύνταξιν· τὸ δὲ μὴ ποιούμενον ἀντὶ τοῦ πρωτοτύπου ἐστίν, ὡς τὸ 〈cfr Δ 277〉 μελάντερος· εἰ δέ ποτε εὕροις ἐν ὀνόμασι κυρίοις ἢ ἐν ἀντωνυμίαις συγκριτικόν, παράγωγον νόμιζε τὸ τοιοῦτον, ὥσπερ ἐστὶ τὸ 〈Arist. Plut. 83〉 αὐτό‐ | |
5 | τατος καὶ 〈Men. fr. 986 K〉 αὐταιτιώτατος. Ἴδιον δὲ τῶν συγκριτι‐ κῶν τὸ ἀναλύεσθαι εἰς εὐθεῖαν καὶ τὸ μᾶλλον· τίς γὰρ ὀξύτερος; ὁ μᾶλλον ὀξύς. —Οὐκ ἔστι δὲ εἰκῇ 〈πάντων〉 ποιεῖσθαι τὴν σύγκρισιν· οὐδὲ 〈γὰρ〉 ζωγράφου καὶ τέκτονος σύγκρισις γίνεται, ἀλλὰ τῶν τοῦ αὐτοῦ ἐπιτηδεύματος μετεχόντων. | |
10 | Παράγονται δὲ τὰ συγκριτικὰ ἀπὸ τῶν τριγενῶν ὀνομάτων, ἅπερ σημαίνει ποιότητα ἢ ποσότητα ἢ πηλικότητα, οἷον λευκός λευκότερος, ὀλίγος ὀλιγώτερος, παχύς παχύτερος· τὰ δὲ τακτικὰ ἤγουν ἀριθμητικὰ οὐ ποιοῦσι συγκριτικά, ἐπεὶ τὴν σημασίαν ἀπόλ〈λ〉υσιν· εἰ γὰρ τὸ δευ‐ τέραν τάξιν ἔχον ἐπίτασιν δέξεται, οὐκέτι μένει δεύτερον. | |
15 | Ἕτερα δέ ἐστι τὰ συγκριτικὰ καὶ ἕτερα τὰ τῆς συγκρίσεως ὀνόματα· τὸ γὰρ συγκριτικὸν δείκνυσι τὴν τοῦ συγκρινομένου ποιότητα, ὡς τὸ λευκότερος, τὸ δὲ τῆς συγκρίσεως 〈ὄνομα〉 οὐχ οὕτως, ἀλλ’ ἄδηλον ἔχει τὴν σύγκρισιν· καλλίων γὰρ ὁ κάλλους πλέον μετέχων ἢ δυνάμεως ἢ τάχους, 〈καὶ〉 κρείσσων ὁ κατά τι προέχων, ὁμοίως δὲ καὶ τὸ χείρων | |
20 | καὶ ἥσσων· καὶ τὸ φέρτερος καὶ βέλτερος, εἰ καὶ κυρίως μὲν ἐπὶ τοῦ μᾶλλον φέρειν καὶ μᾶλλον βάλλειν δυναμένου εἴρηται, ἀλλὰ καταχρησ‐ τικῶς λέγεται κοινότερον ἐπὶ τοῦ ἡντιναοῦν ὑπεροχὴν πρός τινα ἔχον‐ τος· τὸ δὲ νεώτερος 〈καὶ〉 πρεσβύτερος τύπῳ μὲν συγκριτικὰ ὑπάρχει, σημαινομένῳ δὲ ἁπλᾶ ἐστι, πρὸς γενικὴν δὲ συντασσόμενα συγκριτικά | |
25 | ἐστιν, ὡς παρ’ Ὁμήρῳ 〈Α 259〉 ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο. — Γίνεται δὲ ἡ σύγκρισις προϋποκειμένου τοῦ ἐν συγκρίσει πράγματος λαμβανομένου, οἷον «ἀνδρειότερος Ἀχιλλεὺς Αἴαντος», καὶ γὰρ καὶ ἐν τῷ Ἀχιλλεῖ ἀνδρεία καὶ ἐν τῷ Αἴαντι ὅθεν οὐ δυνάμεθα λέγειν «ἀν‐ δρειότερος Ἀχιλλεὺς Θερσίτου», ἐπειδὴ οὐκ ἔγκειται ἐν τῷ Θερσίτῃ | |
30 | ἀνδρεία. —Γίνεται δὲ ἡ σύγκρισις ἢ ὁμοφυοῦς πρὸς ὁμοφυῆ, ἢ ὁμο‐ τέχνου πρὸς ὁμότεχνον, ἢ ὁμοιογενοῦς πρὸς ὁμοιογενῆ, ἢ 〈ἑτερογενοῦσ〉 πρὸς ἑτερογενῆ—γένος δὲ λέγω τὸ ἀπὸ πατρὸς ἢ πατρίδος—, οἷον | |
«Μενέλαος εὐφυέστερος Τηλεμάχου, Ὅμηρος σοφώτερος Ὀρφέως, Ἕκτωρ | 534 | |
535 | κρείττων Σαρπηδόνος, Πάτροκλος ἥττων Ἀχιλλέως», πρὸς ἑτερογενεῖς δέ, 〈οἷον〉 «ἰσχυρότερος Ἀχιλλεὺς τῶν Τρώων». 〈Heliodori.〉 —Ἰστέον δὲ ὅτι ἐπὶ τῶν ἑτερογενῶν δύναται καὶ ἑνὸς πρὸς ἕνα εἶναι ἡ σύγκρισις καὶ ἑνὸς πρὸς πολλούς, οἷον «Ἀχιλλεὺς | |
5 | ἀνδρειότερος Ἕκτορος καὶ ἀνδρειότερος τῶν Τρώων», ἐπὶ δὲ τῶν ὁμοιο‐ γενῶν ἀεὶ ἑνὸς πρὸς ἕνα· ἕνα γὰρ τῶν ὁμοιογενῶν ἁπάντων προκρῖναι αἰσχρὸν ἡγοῦντο· εἰ γὰρ εἴπωμεν «Ἀχιλλεὺς ἀνδρειότερος τῶν Ἑλλή‐ νων», εὑρεθήσεται καὶ αὑτοῦ ἀνδρειότερος, καὶ αὐτὸς γὰρ Ἕλλην, ὅπερ ἄτοπον· ὅταν δὲ εὕρωμεν σύγκρισιν ἑνὸς πρὸς πολλοὺς ὁμοιογενεῖς, | |
10 | ἐκεῖ πάντες εἰσὶ μιᾶς ἡλικίας ἢ ἑνὸς τόπου, ἵνα πάλιν ὑπολάβωμεν ἑνὸς πρὸς ἕνα [καὶ] τὴν σύγκρισιν γίνεσθαι, οἷον 〈Ι 57〉 ἐμὸς δέ κε 〈καὶ〉 πάϊς εἴης Ὁπλότερος γενεῆφι· μιᾶς γὰρ γενεᾶς ἦσαν οἱ παῖδες τοῦ Νέστορος καὶ ὁ Διομήδης· καὶ πάλιν 〈Ε 898〉 καί κεν 〈δὴ〉 πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων· ἐν ἑνὶ γὰρ τόπῳ ἦσαν τῷ Ταρτάρῳ. | |
15 | —Παράγονται ἀπὸ ὀνομάτων, ὡς τὸ ὀξύς ὀξύτερος, καὶ ἀπὸ ῥημάτων, ὡς τὸ φέρω φέρτερος, καὶ ἀπὸ μετοχῶν, ὡς τὸ ἐρρωμένος ἐρρωμενέστε‐ ρος, καὶ ἀπὸ προθέσεων, ὡς τὸ πρό πρότερος, καὶ ἀπὸ ἐπιρρημάτων, ὡς τὸ ἐγγύς ἐγγύτερος· ἀπὸ δὲ ἄρθρων ἢ ἀντωνυμιῶν ἢ συνδέσμων οὐ γίνεται· τὰ μὲν γὰρ ἄρθρα μόνον ἀναφορὰν δηλοῦσιν, αἱ δὲ ἀντωνυ‐ | |
20 | μίαι, ἅτε δὴ ἀντὶ κυρίων λαμβανόμεναι, οὐσίαν σημαίνουσιν, ἡ δὲ οὐσία τὸ μᾶλλον οὐκ ἐπιδέχεται, οἱ δὲ σύνδεσμοι συνδέουσι τὴν φράσιν. 〈Heliodori.〉 —Τύποι δὲ αὐτῶν τρεῖς· ὁ εἰς τερος.] Προτέ‐ τακται δὲ οὗτος, ὅτι τὴν τοῦ πρωτοτύπου σχεδὸν πᾶσαν φυλάττει φω‐ νήν· γίνεται δὲ ἀπὸ τῶν πρωτοτύπων τῶν εἰς υς ληγόντων, ὡς ἀπὸ | |
25 | τοῦ ὀξύς ὀξύτερος· καὶ 〈τὰ〉 ὑπερθετικὰ ἀκολούθως ἔσται διὰ τοῦ τατος, ταχύτατος. —Ἰστέον δὲ ὅτι τὰ εἰς τερος συγκριτικά, εἰ μὲν ἀπὸ πρωτοτύπων εἴη μακροκαταλήκτων, τὸ ς ἔχει, οἷον εὐγενής εὐγενέστε‐ ρος, σώφρων σωφρονέστερος, εἰ δὲ ἀπὸ βραχυκαταλήκτων, οὐ δέχεται, σοφός σοφώτερος, ταχύς ταχύτερος· καὶ πάλιν ἐὰν τὸ πρωτότυπον | |
30 | μακρᾷ παραλήγηται, διὰ τοῦ οτερος ποιεῖ τὸ συγκριτικόν, θεῖος θειότε‐ ρος, ἐὰν δὲ βραχεῖ, διὰ τοῦ ωτερος, σοφός σοφώτερος, σεσημειωμένου τοῦ στενός στενότερος καὶ κενός κενότερος. —Δεύτερος τέτακται ὁ εἰς ων καθαρόν, ὅτι παρὰ δύο μόνα στοιχεῖα φυλάττει τοῦ πρωτοτύπου | |
τὴν φωνήν, βραδύς βραδίων· οὗτος δὲ ὁ τύπος γίνεται [ποτὲ μὲν] ἀπὸ | 535 | |
536 | τῶν 〈εἰς υς〉 πρωτοτύπων, τὸ μέντοι καλλίων ἔχει πρωτότυπον τὸ κάλλος· τούτου τοῦ τύπου ἐστὶν ὑπερθετικὸς ὁ εἰς στος, καλλίων κάλλιστος. Οὐ χρὴ δὲ ἀγνοεῖν, ὅτι οὗτος ὁ τύπος, εἰ μὲν εἴη τρισύλλαβος, τῷ ι μόνῳ παραλήγεται, ταχίων βραδίων, σεσημειωμένου τοῦ ἀρείων χερείων, εἰ δὲ | |
5 | δισύλλαβος, τῇ ει διφθόγγῳ. —Τρίτος ὁ εἰς σων, ὅτι πᾶσαν τὴν λήγουσαν συλλαβὴν τοῦ πρωτοτύπου ἀποβάλλει, βραδύς βράσσων· τούτου τοῦ τύπου 〈ἔσθ’ ὅτε〉 πρωτότυπον οὐ φαίνεται, οὐ γὰρ ἔχει τὸ θάσσων πρω‐ τότυπον, οὐδὲ τὸ ἥσσων, ἀλλ’ οὐδὲ ὑπερθετικὸν ἀπὸ τούτου γίνεται. — Ἔστι δὲ καὶ ἕτερος τύπος, ὁ κατ’ ἐπιπλοκὴν ἔχων τὸ ζ, ὡς τὸ μείζων | |
10 | καὶ τὸ ὀλίζων· καὶ σπάνιον, καὶ διὰ τοῦ〈το〉 καταλέγειν περὶ αὐτοῦ οὐκ εὐμαρές· οἱ γὰρ κανόνες παραθέσει τῶν ὁμοίων γίνονται, εἰ δὲ τὸ ὅμοιον ἐν τούτῳ οὐ σῴζεται, ἄρα οὐδὲ κανόνες. Ἐπειδὴ δὲ δεῖ καὶ τὸν τύπον παραμυθήσασθαι, λεκτέον οὕτως· τὸ ζ συνέστηκεν ἐκ τοῦ ς καὶ δ, τύπος δὲ ἦν ὁ εἰς σων, ἐν ἐπιπλοκῇ τὸ ζ ἔχων· οὐκοῦν τὸ ζων | |
15 | ἀντὶ τοῦ σων κείσεται· ἢ ὅτι τὸ ζ καὶ μετὰ τῶν δύο σς τὴν τετάρτην ποιεῖ συζυγίαν. —Ταχύς πρωτότυπον, εἶτα ταχύτερος ταχίων θάσσων· τὸ τ εἰς τὸ ἀντιστοιχοῦν μεταβληθὲν θ, ἀντὶ 〈γὰρ〉 τοῦ τάσσων ἐγένετο· καὶ πάλιν βραδύς 〈βραδύτεροσ〉 βραδίων βράσσων· τὸ δὲ ἀμείνων καὶ τὸ χείρων καὶ τὸ μείζων κατὰ πάθος ἐγένετο· τὸ μὲν ἀμείνων τοῦ ν | |
20 | δι’ εὐφωνίαν προστεθέντος, ἀμείων γὰρ ἦν, ὁ μηδενὸς ἐλάττων· τὸ δὲ μείζων ἀπὸ τοῦ μέγας μεγίων καὶ μείζων, τοῦ ζ ἀντὶ τοῦ γ δι’ εὐφω‐ νίαν προστεθέντος· τὸ δὲ χείρων συναλοιφὴν ὑπέμεινεν ἀπὸ τοῦ χερείων. 〈Heliodori.〉 —Ὑπερθετικὸν δέ ἐστι τὸ κατ’ ἐπίτασιν ἑνός.] Ἡ σύγκρισις τῶν πρωτοτύπων ἐστὶν αὔξησις, ἡ δὲ ὑπέρθεσις αὐτῶν τῶν | |
25 | συγκριτικῶν ἐστιν ἐπίτασις 〈τελεία〉, οἷον ταχύς μέν ἐστι τὸ πρωτότυ‐ πον, ταχύτερος ὁ τοῦ ταχέος βελτίων ἐν τάχει, ταχύτατος δὲ ὁ πάντως τοῦ ταχυτέρου ἀμείνων ἐν τάχει· διὸ οὐδὲ ἐπίτασιν ἐπιδέχεται τὸ ὑπερ‐ θετικόν· τὰ γὰρ τέλεια τῶν μεγεθῶν οὐκ ἐπεκτείνονται· καὶ γὰρ τὸ η τέλειον μέγεθος ἔχον οὐδέποτε δύναται πλέον ἐπεκταθῆναι. Ἐξ ὁμοίων | |
30 | δὲ εἰδῶν γίνονται αἱ ὑπερθέσεις, οἷον «πάντες ταχεῖς, οὗτος δὲ ταχύ‐ τατος»· ὅθεν καὶ τὸ 〈Χ 15〉 θεῶν ὀλοώτατε πάντων καὶ 〈Λ 832〉 δικαιότατος Κενταύρων οὐ λέγομεν φύσει καὶ κυρίως εἶναι ὑπερθε‐ τικά· οὐκ ἔχομεν γὰρ δεῖξαι, ὅτι οἱ ἄλλοι θεοὶ ὀλοοὶ ἦσαν, οὐδὲ οἱ 〈ἄλλοι〉 Κένταυροι δίκαιοι, ἀλλ’ ἀντὶ ἁπλῶν εἰσιν, ὥσπερ κάκιστος φίλων | |
35 | οὐ πρὸς σύγκρισιν τῶν ἄλλων φίλων, ἀλλ’ ἀντὶ τοῦ λίαν κακός. | 536 |
537 | Ἑνὸς δὲ πρὸς πολλοὺς ποιεῖται τὴν σύγκρισιν τὸ ὑπερθετικόν, ἐπειδὴ ἐπιτεταμένην ἔχον τὴν σημασίαν καὶ μηδὲν ἐλλειπὲς ἔχον πάντων ὑπερέ‐ χειν ἐπαγγέλλεται, κἂν ἡμεῖς πλῆθος μὴ προσθῶμεν. Πρὸς γενικὴν δὲ ποιεῖται τὴν σύνταξιν, καὶ πρὸς πλείους τὴν σύγκρισιν ἔχει ὁμοφυεῖς τε | |
5 | καὶ ὁμοιογενεῖς ἢ ὁμοίους κατὰ βίον· εἰ δέ που εὑρεθείη «τῶν σοφῶν σοφώτατος», καταχρηστικῶς ἐλέχθη τοῦτο. Λαμβάνεται δὲ πολλάκις τὰ ὑπερθετικὰ ἀντὶ ἁπλῶν, ὡς τὸ πρώτιστος καὶ τρίτατος, ἀντὶ τοῦ πρῶ‐ τος καὶ τρίτος· ἡ γὰρ σημασία μόνη ποιεῖται τὰς διακρίσεις τῶν μερῶν τοῦ λόγου· ταῦτα οὖν τὰ τῇ μὲν φωνῇ δοκοῦντα εἶναι 〈ὑπερθετικὰ〉 | |
10 | ὑποπέσοιεν ἂν ὑπὸ 〈τὰ〉 τακτικὰ τῶν ὀνομάτων· χαρακτῆρι γάρ, οὐ μέντοι σημαινομένῳ ὑπερθετικὰ ὑπάρχουσιν. Τινὰ δὲ καὶ ἐν ἴσῳ λόγῳ παρα‐ λαμβάνεται· 〈ἐν〉 ἴσῳ δὲ λόγῳ φαμέν, ἐπὰν ἐν διαφόροις πράγμασιν ἡ αὐτὴ ὑπέρθεσις ᾖ πρὸς αὐτὰ τὰ ὑπερτιθέμενα, οἷον ἀρίστη ἡ γραμμα‐ τική, ἀρίστη δὲ καὶ ἡ ῥητορική· ἡ γὰρ ὑπέρθεσις ἐνταῦθα οὐχ ὡς πρὸς | |
15 | σύγκρισιν ἑτέρου πράγματος νοεῖται, ἀλλὰ πρὸς αὐτὸ μόνον τὸ προκεί‐ μενον, ὥστε τὸ ἀρίστη ἀντὶ τοῦ καλή παραλαμβάνεσθαι. Ἔνια δὲ καὶ ἐπωνομαστικώτερον ἐπὶ κυρίων τίθεται, ὡς Φίλιστος καὶ Καλλίστη νῆσος· ταῦτα γὰρ ὑπερθετικὰ ὄντα εἰς κυρίων μετῆκται θέσιν. Ἔνια δὲ καὶ ἐμφερῆ ἐστι τοῖς ὑπερθετικοῖς, μὴ ὄντα φύσει ὑπερθετικά· τὸ γὰρ πλα‐ | |
20 | τάνιστος κατὰ τὴν φωνὴν ὅμοιόν ἐστι τῷ κάλλιστος, οὐ μέντοι πλέον τι σημαίνει τοῦ πλάτανος. Εἰδέναι δὲ δεῖ, ὅτι τὰ συγκριτικὰ καὶ ὑπερθετικὰ πρὸς μὲν τὰ ὑπο‐ κείμενα κύριά τε καὶ προσηγορικά, καθ’ ὧν κατηγοροῦνται, συντάσσονται ὡς ἐπίθετα, ὁμοιογενῶς καὶ ὁμοιοπτώτως αὐτοῖς συνεκφερόμενα· πρὸς | |
25 | ἐκεῖνα δέ, πρὸς ἃ τὴν σύγκρισιν ἔχει, γενικὴν ἀπαιτοῦσι πτῶσιν, οἷον 〈ὁ〉 ἰσχυρότερος Αἴαντος Ἀχιλλεύς, 〈τοῦ ἰσχυροτέρου Αἴαντος Ἀχιλλέως, τῷ ἰσχυροτέρῳ Αἴαντος Ἀχιλλεῖ, τὸν ἰσχυρότερον Αἴαντος Ἀχιλλέα, ὦ ἰσχυ‐ ρότερε Αἴαντος Ἀχιλλεῦ〉· ὁ σοφώτατος τῶν Ἑλλήνων Ὅμηρος, τοῦ σοφωτάτου τῶν Ἑλλήνων Ὁμήρου, τῷ σοφωτάτῳ τῶν Ἑλλήνων Ὁμήρῳ, | |
30 | τὸν σοφώτατον τῶν Ἑλλήνων Ὅμηρον, ὦ σοφώτατε τῶν Ἑλλήνων Ὅμηρε· καὶ ἐπὶ δυϊκῶν τε καὶ πληθυντικῶν καὶ τῶν ἄλλων γενῶν ὁμοίως. Ἰστέον δὲ ὅτι τὰ ὑπερθετικὰ τὴν ἀκροτάτην ἐπίτασιν ἔχοντα οὐ προσλαμβάνει ἐπιτατικὸν ἐπίρρημα, τὸ λίαν ἢ ἄγαν, οὐ γὰρ λέγομεν | |
35 | λίαν τιμιώτατος· τὰ μέντοι συγκριτικὰ ἐπιδέχεται, ὡς τὴν τελειοτάτην ἐπίτασιν οὐκ ἔχοντα, ὡς καὶ παρ’ Ὁμήρῳ 〈ξ 17〉 πολλὸν παυρότε‐ | |
ροι· ἡ γὰρ σύγκρισις ἑνὸς πρὸς πλείονας γίνεται, οὐ μέντοι 〈πρὸσ〉 | 537 | |
538 | πάντας, τὸ δὲ ὑπερθετικὸν κατὰ πάντων· ἐντεῦθεν οὐδὲ τὰ ὀνόματα τὰ ἐπιδεχόμενα ἐπίτασιν εἰς σύγκρισιν ἔρχεται, ὡς τὸ ἐρίτιμος περικλυ‐ τός ζάπλουτος ζάθεος. Διαφέρει τὸ ὑπερθετικὸν τοῦ συγκριτικοῦ, ὅτι ἐκεῖνο μὲν ἐπιδέχεται | |
5 | τὸ μᾶλλον καὶ τὸ ἧττον, τοῦτο δὲ οὔ, καὶ ὅτι ἐκεῖνο τρεῖς ἔχει τύπους, τοῦτο 〈δὲ〉 δύο· προτερεύει δὲ ὁ εἰς τατος τύπος ὁμοίως τῷ εἰς τερος, ἀφ’ οὗ ἐγένετο. Ὑποκοριστικόν. —Τὰ ὑποκοριστικὰ ἀπόλυτον ἔχει τὸ σημαινό‐ μενον μείωσιν ἀσυγκρίτως δηλοῦντα τοῦ πρωτοτύπου, οὐ γὰρ πρός τι. | |
10 | Παράγονται καὶ ἀπὸ κυρίων καὶ ἀπὸ προσηγορικῶν· καὶ ἀπὸ μὲν κυρίων, ὡς ἀπὸ τοῦ Ζηνόδωρος Ζηνᾶς, ἀπὸ δὲ προσηγορικῶν, ὡς ἀπὸ τοῦ ἄν‐ θρωπος ἀνθρωπίσκος. Σύνταξιν δὲ τὴν αὐτὴν τοῖς κυρίοις καὶ προση‐ γορικοῖς ἔχουσι πρὸς τὰ ἐπίθετα ὁμοιογενῶς καὶ ὁμοιοπτώτως συν‐ τασσόμενα. | |
15 | 〈Heliodori.〉 —Ὑποκοριστικὸν δέ ἐστι τὸ μείωσιν τοῦ πρω‐ τοτύπου.] Παρὰ τὸ κορίζω γέγονεν ἀπὸ τοῦ παθητικοῦ παρακειμένου· ἔστι δὲ ὄνομα μικρότητος ἐμφαντικόν· διὸ παρὰ τῷ ποιητῇ ἡρωϊκὰς διεξιόντι πράξεις σπανίως ἔστιν εὑρεῖν ὑποκοριστικόν· εἰ δέ που ἐμπέσοι, δι’ ἐπιθέτου αὐτὸ ἀναιρεῖ, ὡς τὸ 〈κ 171〉 μάλα γὰρ μέγα θηρίον | |
20 | ἦεν· τὸ γὰρ θηρίον ὑποκοριστικὸν ὂν διὰ τοῦ μέγα ἐκπίπτει τῆς οἰκείας σημασίας. —Τὸ δὲ 〈ἴχνιον, ὡς ἐν τῷ〉 〈Ν 71〉 ἴχνια 〈γὰρ〉 μετό‐ πισθε ποδῶν ἠδὲ κνημάων, ῥηματικόν ἐστιν, οὐχ ὑποκοριστικόν· περὶ αὐτοῦ γάρ φησι 〈Ν 20〉 τρὶς μὲν ὀρέξατ’ ἰών. Μάχεται καὶ ὁ τόνος· τὰ γὰρ διὰ τοῦ ιον ὑποκοριστικὰ τρισύλλαβα ἀρχόμενα ἀπὸ βραχείας | |
25 | προπαροξύνεται, ἀπὸ δὲ μακρᾶς παροξύνεται, οἷον χέριον σάκιον, ὅτε δι’ ἑνὸς κ· ὅτε δὲ διὰ δύο, παροξύνεται, οἷον σακκίον· κορρίον διὰ δύο ρ〈ρ〉 παρὰ Ἀττικοῖς, δι’ ἑνὸς κόριον παρὰ Θεοκρίτῳ 〈11, 60〉· ἐχρῆν ἄρα ἰχνίον· ἔστιν οὖν ῥηματικόν· ὥσπερ 〈γὰρ〉 τὸ δέμω δέμνιον καὶ ἀράσσω ἀράχνιον καὶ παίζω παίγνιον, οὕτως ἵκω ἴχνιον, ὑπερθέσει τοῦ | |
30 | πνεύματος. —Καὶ τὸ νήϊον πῶς ὑποκοριστικῶς ἐπὶ τῆς Ὀδυσσέως νεώς 〈cfr ι 498〉, περὶ ἧς φησι 〈Θ 222. Λ 5〉 μεγακήτεϊ; Τὸ δὲ ἑρκίον καὶ τειχίον διαφέρει τῷ σημαινομένῳ· τεῖχος μὲν καὶ ἕρκος ἐπὶ πόλεων, | |
τειχίον δὲ καὶ ἑρκίον ἐπὶ ἐπαύλεων· πῶς δὲ μείωσις, ὅπου τὸ μέγα; | 538 | |
539 | 〈π 165〉 παρ’ ἐκ μέγα τειχίον αὐλῆς. Καὶ τὸ μηρίον διάφορον· μηρία τὰ ἐναγιζόμενα τοῖς θεοῖς, μηροὶ δὲ τὰ μὴ οὕτως ἔχοντα· οὐδὲ τὸ ὀγκίον, οὐ γὰρ τοῦ ὄγκος μείωσις. Τύποι δὲ τῶν ὑποκοριστικῶν 〈ἀρσενικῶν〉 μὲν ἕξ· ὁ μὲν πρῶτος | |
5 | εἰς ων δισύλλαβος, ὡς Βακχυλίδης Βάκχων· δεύτερος ὁ εἰς ων παραλή‐ γων τῷ ι, ὡς μωρίων ὁ μωρός· τρίτος ὁ εἰς αξ, ὡς Ῥόδαξ ὁ Ῥόδιος· τέταρτος ὁ εἰς ας, ὡς Ζηνᾶς ὁ Ζηνόδωρος· πέμπτος ὁ εἰς 〈σ〉κος, ὡς γραμματίσκος ὁ γραμματικός· ἕκτος ὁ εἰς λος, οἷον ναυτίλος ὁ ναύτης. Θηλυκῶν δὲ τρεῖς· πρῶτος ὁ εἰς ω, ὡς Ὑψώ ἡ Ὑψιπύλη· δεύτερος ὁ | |
10 | εἰς ις, ὡς λυρίς ἡ λύρα· τρίτος ὁ εἰς 〈σ〉κη, ὡς λεκανίσκη ἡ λεκάνη. Τῶν δὲ οὐδετέρων μία μέν ἐστιν 〈ἡ〉 εἰς ον κατάληξις· ἔχει δὲ παρα‐ λήξεις ἕξ· ἢ γὰρ τὴν νι, ὡς κανόνιον, ἢ τὴν δι, ὡς Παλλάδιον, ἢ τὴν ρι, ὡς ξυλάριον, ἢ τὴν δρι, ὡς μελύδριον, ἢ τὴν λι, ὡς μειρακύλλιον, ἢ τὴν φι, ὡς ζωΰφιον. | |
15 | Διαφέρει δὲ τὰ ὑποκοριστικὰ τῶν συγκριτικῶν· τὰ μὲν γὰρ συγ‐ κριτικὰ οὐ μείωσιν δηλοῖ μόνον, ἀλλὰ καὶ ἐπίτασιν, εἶτα καὶ πρὸς γενι‐ κὴν ποιεῖται τὰ συγκριτικὰ τὴν σύνταξιν· τὰ δὲ ὑποκοριστικὰ ἀπολελυ‐ μένα ἐστὶ καὶ ἀόριστα· ὅθεν ἀναγκαίως ὑπετάγη τῷ συγκριτικῷ, εἴ γε τὸ μὲν ὡρισμένην ἔχει τὴν σημασίαν, τὸ συγκριτικόν, καθὸ πρός τινα | |
20 | ποιεῖται, τὸ δὲ ἀόριστόν ἐστι. Νενόηται δὲ ἢ διὰ παιδιάν, ἢ διὰ κολα‐ κείαν, ἢ διὰ τὸ πρέπον, ἢ δι’ ἀνάγκην· διὰ παιδιὰν μέν, ὡς τὸ Πρια‐ μύλλιον ὁ Πρίαμος· ... δι’ ἀνάγκην δέ, ὡς τὸ «ἱππάριόν μοι χάρισαι»· μειῶ γὰρ τὸ ζητούμενον, ἵνα ἑτοιμότερον εἰς τὸ δοῦναι ποιήσω τὸν ἔχοντα· ἢ διὰ τὸ πρέπον, ὡς παρ’ Ἀλκμᾶνι εὕρομεν τὰς παρθένους | |
25 | ὑποκοριστικοῖς χρωμένας· πρέπει γὰρ τοῦτο παρθένοις. Εἴρηται δὲ ὑπο‐ κοριστικὸν παρὰ τοὺς κόρους, ἤγουν τοὺς μικροὺς νέους, ἢ τὰς κόρας· τούτους γὰρ 〈ἢ ταύτασ〉 πολλάκις ὑποθωπεύοντες τοιούτοις κεχρήμεθα ὀνόμασιν, ὡς παρὰ Μενάνδρῳ 〈fr. 1041 K〉 νηττάριον. Γίνονται δὲ καὶ ἀπὸ ἀρσενικῶν ὑποκοριστικὰ εἰς ον, ὡς ἀπὸ τοῦ | |
30 | χρώς χρωτίδιον, καὶ ἀπὸ θηλυκῶν, ὡς ἀπὸ τοῦ ψυχή ψυχίδιον, ἐπειδὴ τὸ οὐδέτερον πολλάκις κατὰ ἀμφοτέρων γενῶν, ὡς τὸ παιδίον. Ἐλλεί‐ πει δὲ πολλάκις τοῦ πρωτοτύπου, ὡς τὸ Βακχυλίδης Βάκχων, ἢ πλεο‐ νάζει, ὡς τὸ Ἥφαιστος Ἡφαιστίων. Ἔχει δὲ καὶ ἑτέρους τύπους, τὸν εἰς υν, 〈οἷον μόσυν〉, τὸν εἰς υς, οἷον Καμμῦς Διονῦς, τὸν εἰς ις, οἷον | |
35 | κομβῖς. —Πρό〈σ〉κειται δὲ ἐν τῷ 〈ὅρῳ〉 τὸ «ἀσυγκρίτως», ὅτι τὸ ὑπο‐ | 539 |
540 | κοριστικὸν οὐ δηλοῖ σύγκρισιν, ἀλλὰ μείωσιν· ἐὰν γὰρ εἴπω ἀνθρωπίσκος, ἔστιν ὁ μικρὸς ἄνθρωπος. 〈Heliodori.〉 —Παρώνυμον δέ ἐστι τὸ παρ’ ὄνομα ποιηθέν.] Διὰ τί ἰδίως τοῦτο παρώνυμον κέκληκε, καίτοι καὶ ἄλλων ἀπὸ ὀνό‐ | |
5 | ματος γενομένων, ὡς ἀπὸ τοῦ Ἀτρεύς Ἀτρείδης καὶ 〈ἀπὸ τοῦ〉 Πλά‐ των Πλατωνικός; Καί φαμεν ὅτι ἕκαστον τῶν ἄλλων ἰδίαν τινὰ εἶχε σημασίαν, ὡς τὸ πατρωνυμικὸν δηλοῖ τὸν πατέρα, καὶ τὸ συγκριτικὸν σύγκρισιν, καὶ τὰ ἄλλα ὁμοίως· τὸ μέντοι παρώνυμον, καθὸ ἐν πολλοῖς σημαινομένοις ὁρᾶται—καὶ γὰρ καὶ ἐν κυρίοις, ὡς ἀπὸ τοῦ θεός Θέων, | |
10 | καὶ ἐν ἐθνικοῖς, ὡς ἀπὸ τοῦ Ἀκράγας Ἀκραγαντῖνος—, ἠπόρησεν ἀπὸ τίνος ὀφείλει ὀνομασθῆναι· καὶ μὴ δυνηθὲν ἐκ τῆς σημασίας ὀνομασθῆ‐ ναι, ἐκ τῆς φωνῆς ὠνομάσθη, καὶ τὴν κοινὴν πάντων ὀνομασίαν ἰδικὴν ἐποιήσατο· διὸ καὶ μετ’ ἐκεῖνα ἐτάχθη, ὡς 〈μὴ〉 ἀπὸ τῆς σημασίας ὀνο‐ μασθέν. | |
15 | Συντάσσεται δὲ τὰ ἀπὸ τῆς ἰδίας ὕλης κεκλημένα ὀνοματικὰ καὶ ῥηματικά, ὅσα μὲν κύρια ἢ προσηγορικά, ὁμοιογενῶς καὶ ὁμοιοπτώτως τὰ ἐπίθετα ἐπισπώμενα, ὅσα δὲ ἐπίθετα, ἐπιθετικὴν ἕξει τὴν σύνταξιν μετὰ τῶν κυρίων καὶ προσηγορικῶν. 〈Heliodori.〉 —Πόθεν δὲ δῆλον, ὅτι τὸ Θέων παρὰ τὸ θεός | |
20 | 〈ὄνομα〉 καὶ οὐχὶ ἀπὸ τοῦ θέω ῥήματος; Καί φαμεν ἀπὸ τῆς κλίσεως· τῶν γὰρ εἰς ων βαρυτόνων τὰ μὲν παρώνυμα διὰ τοῦ ω κλίνεται, τὰ δὲ ῥηματικὰ διὰ τοῦ ο, οἷον Δίων Δίωνος, Φιλήμων Φιλήμονος· εἰ οὖν τὸ Θέων 〈κλίνεται Θέωνοσ〉, οὐκ ἔστι ῥηματικόν, ἀλλὰ παρώνυμον. 〈Heliodori.〉 —Οἱ τύποι τῶν παρωνύμων. —Τύπους δὲ ἔχει τὰ | |
25 | παρώνυμα λδʹ. αʹ. Ὁ εἰς αν, ὀξύνεται καὶ φυλάττει τὸν χρόνον ἐν τοῖς πλαγίοις, οἷον μέγιστος μεγιστάν, νέος νεάν, ἀφ’ οὗ νεανίας· τὸ καρβάν παρασύνθετον, κάριβος καριβόαν καὶ καρβάν· μόνον τὸ εὔαν θηλυκὸν παρὰ Πινδάρῳ· Ποσειδῶν Ποσείδαν· ἀποροῦσι περὶ τοῦ Ζηνός, πῶς Δωριεῖς μὲν καὶ Αἰολεῖς οὐκ ἔτρεψαν τὸ η εἰς α, Ἴωνες δὲ μεταγενέ‐ | |
30 | στεροι ὄντες ἔτρεψαν· ὅτι τὸ Ζάν οὐκ ἦν τετραμμένον, ἀλλὰ παρηγ‐ μένον. —βʹ. Ὁ εἰς ην, Ὀρφεύς Ὀρφήν. —γʹ. Ὁ εἰς ιν, ἕρμα ἑρμίν. —δʹ. Ὁ εἰς υν, μόσων μόσυν. —εʹ. Ὁ εἰς ων, βαρύνεται δὲ ἐπὶ κυ‐ ρίων, ποταμός Ποτάμων, καὶ ὅτε κατὰ τοῦ αὐτοῦ σημαινομένου τίθεται, | |
ἄπειρος ἀπείρων· ὅτε δὲ περιεκτικὸν τόπον δηλοῖ καὶ ὅτε χρόνον, | 540 | |
541 | 〈ὀξύνεται〉, κοίτη κοιτών, πλεῖον πλειών, 〈ἐλαφηβόλοσ〉 Ἐλαφηβολιών· χείρων ὁ τῶν χειρῶν ἐργαστικός. —ϛʹ. Ὁ εἰς ιξ, κύκλος κύκλιξ καὶ κύλιξ ἐνδείᾳ τοῦ κ, λαός λάϊξ. —ζʹ. Ὁ εἰς αξ, λίθος λίθαξ, διπλοῦς δίπλαξ. —ηʹ. Ὁ εἰς ηρ, ὃν Ἀπολλώνιος ῥηματικόν, Ἡρωδιανὸς | |
5 | παρώνυμόν φησι, ποτόν πέποται ποτήρ, βοτόν βέβοται βοτήρ· τὸ ἐτήρ παρὰ τὸ ἔτος· Σοφοκλῆς 〈fr. 685 N2〉· ἐτῆρας ἀμνοὺς θεοῖς ἔρεξ’ ἐπα‐ κτίοις· γράφεται δὲ καὶ εὔειρας. —θʹ. Ὁ διὰ τοῦ εας ἢ ιας, ὃς μακρὸν ἔχων τὸ α βαρύνεται καὶ μιᾷ πλεονάζει τῆς γενικῆς τοῦ πρω‐ τοτύπου, συστέλλων δὲ αὐτὸ ὀξύνεται καὶ ἰσοσυλλαβεῖ τῷ πρωτοτύπῳ, | |
10 | δρακοντίας κοπ〈π〉ατίας, δῆμος Δημέας· τὸ ἀνδριάς ἡμάρτηται κατὰ τὸν τόνον· τὸ Ἀλεξιάς ἀντιμετάπτωσιν ἔσχε στοιχείων· τῶν δὲ ὀξυτό‐ νων παραδείγματα δειρή δειράς, ἴονθος ἰονθάς· τῶν διὰ τοῦ εας τινὰ συναιρεῖται δωρικῶς, Ἑρμέας Ἑρμᾶς, Βορέας Βορᾶς, κοινῶς δὲ 〈Ἀπελ‐ λέασ〉 Ἀπελλῆς· τὸ Θαλέας οὐ γίνεται Θαλᾶς, ὅτι Ἴων ὁ ἀνήρ· τινὰ | |
15 | δὲ πλεονάζει τὸ ι, Αἰνέας Αἰνείας. —ιʹ. Ὁ εἰς λας· οὗτος οὐ συναιρεῖ‐ ται οὐδὲ τρέπεται· τοῦ πρώτου τύπου παραδείγματα Κλεόλας Μενέλας, τοῦ δευτέρου Ἀργόλας Γενειόλας· παραγραπτέον δὲ τὸν τύπον τοῦτον τὸν εἰς λας, θετέον δὲ τὸν εἰς λης. —ιαʹ. Ὁ εἰς εις, ὃς πλεονάζει τῆς τοῦ πρωτοτύπου γενικῆς συλλαβῇ· βαρύνεται δὲ καὶ παραλήγεται | |
20 | ἢ τῷ η ἢ τῷ ο, οἷον φωνήεις αἱματόεις· τὸ χαρίεις συγκέκοπται· τῷ ω σπανίως, ἐν ἐκτάσει πηλώεις, εὐρώεις συγκοπῇ ἀπὸ τοῦ εὐρωτόεις· πιδηέσσης 〈Λ 183〉 ἀπὸ τοῦ πιδακοέσσης· ἠϊόεντι 〈Ε 36〉 〈ἀπὸ τοῦ〉 ἠϊονόεντι, ἢ πλεονασμῷ τοῦ η· παρὰ τὸ καῖρος καιρόεις καιρόεσσα και‐ ροεσσῶν 〈καὶ〉 καιροσέων 〈η 107〉 ὑπερθέσει καὶ ἐκβολῇ· τερμιόεις· θερ‐ | |
25 | μόεις ἢ ὁ θερμαίνων ἢ ὁ παρὰ τὰ θερμά· ἀμφιγυήεις τροπῇ τοῦ ο εἰς η, ὡς τὸ κοτήεις θυήεις παρὰ τὸ κότος καὶ τὸ θύον· καὶ πάντα δὲ ταῦτα μετουσιαστικά ἐστιν· τούτων ὅσα διὰ τοῦ ο παραλήγεται, συναλείφεται εἰς τὴν ου, Σιμόεις Σιμοῦς, ὅσα δὲ τῷ η, εἰς ης, τιμήεις τιμῆς. —ιβʹ Ὁ εἰς ευς, πόλιος πολιεύς, Ἀλεξανδρεύς. —ιγʹ. Ὁ διὰ τοῦ ωδης, ὃς | |
30 | γίνεται τῆς γενικῆς τὸ τέλος ἀποβαλλούσης, ὄνος ὀνώδης· μόνον κύριον τὸ Λειώδης. —ιδʹ. 〈Ὁ〉 διὰ τοῦ ινης, Λεπτίνης, καὶ διὰ τοῦ ηνης σπα‐ νίως, σαφηνής [καὶ γαλήνης], ὃ καὶ ἔνδειαν ἔχει μιᾶς συλλαβῆς, γαλήνη γαλήνης καὶ γαληνής. —ιεʹ. 〈Ὁ〉 διὰ τοῦ ηρης, ξιφήρης θυμήρης· θυ‐ | |
μαρής δὲ καὶ φ〈ρ〉εναρής ὀξύνεται, ὅτι σύνθετά 〈ἐστι〉 παρὰ τὸ ἀρῶ. — | 541 | |
542 | ιϛʹ. Ὁ διὰ τοῦ της, ὃς ἔχει τὴν παραλήγουσαν διὰ τοῦ α, Ἀπολλωνιά‐ της, ἢ διὰ τοῦ ε, φυλή φυλέτης, ἢ διὰ τοῦ 〈ε〉ς, Ὀρέστης· καὶ ὀξύνεται κηδεστής· οὕτως καὶ ἐπεστής παρὰ τὸ ἐπήτης, ὡς αἰχμαστής αἰχμητής, ἀκέσματα ἀκήματα, ἐδεστής ἐδητής ἀντὶ τῆς θγέ ἢ φύ (sic)· ἢ διὰ τοῦ η, | |
5 | πεδήτης, ἢ διὰ τοῦ ω, ἰδιώτης, ἢ διὰ τοῦ ι, τοπίτης πολίτης, μυθιήτης πλεονασμῷ τοῦ η. —ιζʹ. 〈Ὁ διὰ τοῦ ης〉 ἀπὸ γενικῆς 〈ἢ〉 εὐθείας, βαρύνεται καὶ ὀξύνεται, εὐπατρίδης Λαπίθης Ἄλτης γυμνής τρανής. — ιηʹ. 〈Ὁ〉 εἰς ις, δάφνη Δάφνις, εὖνις λυκίς. —ιθʹ. Ὁ διὰ τοῦ αλεος, παροξύνεται καὶ δύο συλλαβαῖς τοῦ πρωτοτύπου πλεονάζει, ῥωμαλέος | |
10 | δειμαλέος· τὸ δαιδάλεος κονισάλεος αἰθάλεος ἔνδειαν ἔχει τοῦ ι κτητικὰ ὄντα· τὸ νηφάλιος προτέλιος Αἰολικὴν ἔχει τὴν τροπὴν τοῦ ε καὶ τόνου. —κʹ. Ὁ διὰ τοῦ διος, ἢ τῷ α ἢ τῷ ι παραλήγεται· ἀπὸ ὀξυ‐ τόνων διχῶς ἡ παραγωγή, λοιπός λοιπάδιος, μοιχός μοιχίδιος, ἀπὸ βαρυτόνων μόνως διὰ τοῦ ιδιος, 〈παῦροσ〉 παυρίδιος. Πῶς οὖν παρὰ | |
15 | τῷ ποιητῇ 〈cfr Ψ 431〉 κατωμάδιος; Παρὰ τὸ ὦμος ὠμάδιος, ἢ ἀπὸ τοῦ κατωμαδόν, ὡς ἀμφαδόν ἀμφάδιος, ἐκταδόν ἐκτάδιος· ἐντεῦθεν καὶ τὸ κωμάδιος παρὰ τὸ κῶμος, μεσάδιος παρὰ τὸ μέσος, ἀλλὰ συνήθως Αἰολεῦσιν· οὗτοι γὰρ κἂν τοῖς πατρωνυμικοῖς τὸν τύπον 〈τοῦτον〉 διὰ τὴν βαρυτόνησιν 〈οὐκ〉 ἠρνήσαντο. —καʹ. Ὁ διὰ τοῦ ωσιος ἢ ωνιος· | |
20 | ὁ μὲν διὰ τοῦ ωσιος Ῥηγίνων ἐστίν, ἐπεὶ συνεχὴς παρ’ αὐτοῖς ἀπὸ γενικῆς γίνεται, ἀνάκων ἀνακώσιος, χαρίτων χαριτώσιος. Ζητητέον δὲ τὸ παρ’ Ὁμήρῳ ἐτώσιον· τινὲς οἴονται παρὰ τὸ ἐτῶν ἐτώσιος, ἀλλὰ μάχεται ὁ νοῦς· οἱ δὲ οὕτως, ἀητῶν ἀητώσιος, συστολῇ ἀετώσιος, τοῦτο ἀφαιρέσει ἐτώσιος· ἢ οὕτως, ἐτός ἄετος ἀέτων ἀετώσιος, ὁ μὴ ἀληθὴς | |
25 | ἀλλὰ μάταιος. Ὁ 〈δὲ〉 διὰ τοῦ ωνιος Αἰολέων ἐστίν, πολὺς γάρ ἐστι παρ’ αὐτοῖς, ἀλ〈λ〉ώνιος παντώνιος ἑτερώνιος· τοιοῦτον τὸ Ἑλικώνιον ἀμφὶ ἄνακτα παρ’ Ὁμήρῳ 〈Υ 404〉· οὕτως καὶ ἀνέμων ἀνεμώνιος 〈καὶ〉 ἀνεμώλια, ἀλλαχοῦ μεταμώνια ... τοῦτο συγκέκοπται, τὸ πρότερον τέτραπται· ἀπὸ βαρυτόνων ὀξύνεται, ἀμφότερον δεξάμενον, γονός ἐλεός | |
30 | γυρός σκαιός· τινὰ μένει διὰ τὸ εὔφωνον, Κλεῖτος ἀγανός, ἐθνικὰ Θεσ‐ σαλός Σικελός Φρύξ Ἴων Ἕλλην· σεσημείωται τὸ Τεῦκρος· οὕτως ὦχρος ἡ ὠχρίασις· εἶτα ὁμοίως γίνεται ἀπὸ γενικῆς εἰς εὐθεῖαν ἀποδραμών, ἀπὸ μὲν δισυλλάβων ὁμότονος, δμώς δμωός ὁ δμωός, πῦρ πυρός, γλαῦξ | |
γλαυκός, μεταπεπλασμένος· ἀπὸ δὲ τρισυλλάβων προπαροξύνεται, ἀτμήν | 542 | |
543 | 〈ἀτμένοσ〉 ἄτμενος· χαροπός Χάροπος· ἴκτινος, ὃς ἐτυμολογεῖται ἀπὸ τοῦ ἐκτείνειν πανταχοῦ. Ῥηματικὸν δέ ἐστι τὸ ἀπὸ ῥήματος.] Ῥηματικόν ἐστιν ὄνομα ἐκ ῥήματος 〈γεγονὸσ〉 ἐνέργειαν ἢ πάθος δηλοῦν, οἷον παρὰ τὸ πε‐ | |
5 | ποίηται γίνεται ποιητής ὄνομα ῥηματικὸν σημαῖνον ἐνέργειαν· τί γὰρ ποιητής; ὁ ποιῶν τι· παρὰ δὲ τὸ πεποίημαι ποίημα, ὃ πάθος πάλιν δηλοῖ, ποίημα γάρ ἐστι τὸ πεποιημένον. —Πᾶν δὲ ὄνομα ῥηματικὸν βούλεται τὰ τελευταῖα σύμφωνα τοῦ ῥήματος φυλάσσειν· καὶ διὰ τοῦτο λέγομεν, ὅτι τὸ ποίημα 〈γέγονε〉 παρὰ τὸ πεποίημαι, τὸ δὲ ποιητής | |
10 | παρὰ τὸ πεποίηται. —Δεῖ δὲ εἰδέναι, ὅτι θέλει τὸ ὄνομα μέρος τι φυλάσσειν τοῦ ῥήματος, ὥσπερ καὶ τὸ φερώνυμον Νοήμων, ἵνα τὴν παραλήγουσαν τοῦ μέλλοντος φυλάξῃ καὶ ἐν τῇ παραληγούσῃ τοῦ ὀνό‐ ματος, καὶ τὸ Φιλήμων ὁμοίως. —Τὰ παρὰ μετοχὴν ἢ ἀντωνυμίαν ἢ πρόθεσιν ἢ ἐπίρρημα [καὶ τὰ ὅμοια] παρηγμένα ἐστὶν ἄπειρα· ταῦτα δὲ | |
15 | ὁμοίως παραγώγοις ἐτάξαμεν. Μετὰ δὲ τὸ παρώνυμον τὸ ῥηματικόν, ἐπειδὴ ἀπὸ ῥήματος, ὅπερ ἐστὶ μετὰ τὸ ὄνομα. 〈Heliodori.〉 —Σχήματα τρία.] Μετὰ τὸν περὶ εἰδῶν λόγον ἀκολούθως διέξεισι περὶ σχημάτων, ἐπεὶ καὶ τρίτην τάξιν εἶχε τῶν πα‐ ρεπομένων τοῖς ὀνόμασι τὰ σχήματα. Σχῆμα δέ ἐστι χαρακτὴρ λέξεως | |
20 | συντεταγμένης ἢ ἀσυντάκτου· ἢ λέξεων ποσότης ὑφ’ ἕνα τόνον καὶ ἓν πνεῦμα ἀδιαστάτως ἀγομένη ἐν ἁπλότητι ἢ συνθέσει. Καὶ ἁπλᾶ μέν ἐστιν etc. = Σm 378, 6—27. Καὶ τὸ ἐπιφερόμενον πάντως ἢ ὁμοιόπτωτον ἔχει, οἷον 〈ex. gr. Α 122〉 Ἀτρείδη κύδιστε· ἢ γενικὴ εὑρίσκεται τὸ ἐπιφερόμε‐ νον, γενικὴ δὲ ἢ κτητικὴ ἢ συγκριτική· καὶ κτητικὴ μέν, οἷον 〈ex. gr. | |
25 | Β 434〉 ἄναξ ἀνδρῶν, συγκριτικὴ δέ, οἷον 〈ex. gr. Θ 31〉 ὕπατε κρειόντων· ἡ δὲ εὐθεῖα οὔτε αὐτοτελής ἐστιν οὔτε πρός τινα, τρίτου γάρ ἐστι προσώπου, οὔτε δὲ τὸ ἐπιφερόμενον ἀπαιτεῖ ὁμοιόπτωτον, οἷον «Σωκράτης Πλάτωνα τύπτει, Πλάτων Δημοσθένει διαλέγεται»· εἰ συνετίθετο οὖν ἡ κλητική, ἠναγκάζετο ἀναδρομὴν ποιήσασθαι εἰς τὴν | |
30 | εὐθεῖαν· 〈καὶ〉 καθὸ αἱ συνθέσεις ἀναδρομὴν ποιοῦνται εἰς τὴν εὐθεῖαν, ἀναγκάζεται ἔχειν τὰ ἴδια τῆς εὐθείας, καθὸ δὲ ἀπὸ κλητικῆς συνετέθη, τὰ τῆς κλητικῆς· ἐπεὶ 〈οὖν〉 μὴ δύναται κατὰ ταὐτὸν ἔχειν τὰ δύο, τούτου χάριν οὐ συντίθεται. —Δεῖ δὲ γινώσκειν, ὅτι αἱ συντιθέμεναι πτώσεις ἢ κατὰ τὸ τέλος συντίθενται, οἷον Πλάτων φιλοπλάτων, ἢ κατὰ | |
35 | τὴν ἀρχήν. Καὶ κατὰ μὲν τὸ τέλος εὐθεῖα μόνη, οἷον Ἕλλην φιλέλλην, | |
καὶ γενική· γενικὴ δὲ οὐ πᾶσα, ἀλλὰ μόνη ἡ εἰς ας λήγουσα καὶ ἡ εἰς | 543 | |
544 | ης καὶ ἡ εἰς ος, οἷον φαρέτρα φαρέτρας ὁ εὐφαρέτρας, τέχνη τέχνης ὁ κλυτοτέχνης, γράμμα γράμματος ὁ φιλογράμματος· καὶ τοῦτο εἰκότως, ἐπειδὴ αὗται αἱ γενικαὶ ἔχουσι καταλήγουσαν ἁρμόζουσαν εὐθείᾳ· ἡ δὲ εἰς τὴν ου δίφθογγον γενικὴ οὐ συντίθεται κατὰ τὸ τέλος, ἐπειδὴ οὐκ | |
5 | ἔχει καταλήγουσαν ἁρμόζουσαν εὐθείᾳ· ὁμοίως δὲ οὔτε αἰτιατικὴ οὔτε δοτική· τὸ γὰρ ἀλλήλοις 〈καὶ〉 ἀλλήλους καὶ ἐμαυτῷ καὶ ἐμαυτόν συν‐ τεθέντα ἀπὸ δοτικῆς 〈καὶ〉 αἰτιατικῆς οὐκ ἀντίκειται ἡμῖν, ἐπεὶ 〈οὐκ〉 ἔχοντα εὐθεῖαν οὐ ποιοῦνται ἀναδρομὴν εἰς τὴν εὐθεῖαν. Τὸ γυναιμα‐ νής μέντοι ἐκ τοῦ γυναικομανής συνεκόπη· τὸ βακχέβακχος τροπῇ γέ‐ | |
10 | γονε τοῦ ο εἰς ε. —Πᾶν δὲ μέρος λόγου συντίθεται, δίχα ἄρθρου καὶ ἀντωνυμίας καὶ συνδέσμου· μόνον ὅτι 〈ἐν〉 ἄρθρῳ ἕν γέ ἐστι τὸ συν‐ τιθέμενον ἐν τῷ λέγειν ταὐτότης, καὶ ἐν ἀντωνυμίαις ἐν τρίτῳ προσώπῳ τὸ αὐτοδιάλεκτος· συνδέσμου δὲ οὐδὲ μίαν εὑρίσκομεν σύνθεσιν. Ὥσπερ δὲ ἐπὶ τῶν ἄλλων εἰδῶν ἦν τινα μὲν φωνῇ μόνῃ καὶ οὐ σημαινομένῳ, | |
15 | οὕτω καὶ ἐπὶ τῶν συνθέτων· τὸ μὲν γὰρ μισάνθρωπος κυρίως σύνθετον, τὸ δὲ Ἀγαμέμνων καὶ Φίλιππος καὶ ἁπλῶς ὅσα ἐστὶν ἐν κυρίοις σύν‐ θετα, φωνῇ 〈μόνῃ〉 καὶ οὐ σημασίᾳ τὴν σύνθεσιν ἀνεδέξατο. Παρασύνθετα δέ φαμεν τὰ ἀπὸ συνθέτων εἰς ἓν τῶν προειρημένων ἑπτὰ εἰδῶν μεταπίπτον〈τα〉· παρασύνθετα δὲ λέγομεν, ἐπειδὴ ἀπὸ συν‐ | |
20 | θέτων παρήχθη. Καὶ ἔστι παρασύνθετον τὸ ἀπὸ συνθέτου γενόμενον, μὴ μέντοι προσλαβὸν ἑτέραν λέξιν, οἷον Ἀγαμέμνων Ἀγαμεμνονίδης· ἐὰν δὲ προσλάβωσι καὶ ἑτέραν λέξιν, οὐκ εἰσὶ παρασύνθετα, ἀλλὰ σύνθετα μένουσιν, οἷον συνήγορος εὐσυνήγορος, κένταυρος ἱπποκένταυρος· γίνε‐ ται δὲ 〈τὸ κένταυροσ〉 παρὰ τὸ κεντεῖν τὴν αὔραν, ἤ〈γουν〉 τὴν πνοὴν | |
25 | καὶ τὴν νεφέλην· τῇ γὰρ Ἥρᾳ, καθά φασιν, ὁ Ἰξίων συνεκοιμήθη νε‐ φέλῃ ὁμοιωθείσῃ· ἀφ’ ὧν κένταυρος, ὡς ἀλόγοις συνευνασθείς, κενταύ‐ ρους ἔτεκεν. Σχῆμα δὲ εἴρηται etc. = Σv 229, 9—12 (τύπον). Διαφοραὶ δὲ τέσσαρές εἰσι τῶν συνθέτων· πᾶν γὰρ διφυὲς συμπλε‐ | |
30 | κόμενον ἑτέρῳ διφυεῖ τέσσαρα σχήματα ἀποτελεῖ, ὥσπερ ἐπὶ τῆς χειρός· τὸ μὲν γὰρ αὐτῆς λευκόν, τὸ δὲ μέλαν· ἥτις συμπλεκομένη τῇ ἑτέρᾳ χειρὶ ποιεῖ τέσσαρα σχήματα, τὸ μὲν ἐκ δύο λευκῶν, τὸ δὲ ἐκ δύο με‐ λάνων, καὶ τὸ μὲν ἐκ μέλανος καὶ λευκοῦ, τὸ δὲ ἐκ λευκοῦ καὶ μέλανος· ὥσπερ καὶ ἐν τοῖς ποσὶν ἔστιν εὑρεῖν· δισύλλαβοι 〈γὰρ〉 πόδες δύο, | |
35 | σπονδεῖος καὶ πυρρίχιος· ἀλλ’ ἐπειδὰν συμπλακῶσιν ἀλλήλοις καὶ σύγ‐ | |
κρισιν ποιήσωνται, τίκτουσιν ἡμῖν ἄλλους δύο, τόν τε τροχαῖον καὶ τὸν | 544 | |
545 | ἴαμβον· οὕτω δὲ καὶ αἱ λέξεις τῶν ὀνομάτων διφυεῖς οὖσαι κατὰ σύν‐ θεσιν—ἢ γὰρ ἀτελεῖς ἢ τέλειαί εἰσιν—ἀλλήλαις συμπλεκόμεναι τέσ‐ σαρα σχήματα ποιοῦσιν. Ἰστέον δὲ ὅτι τὸ σχῆμα ἐν ποσῷ καταγίνεται ἤτοι καταλαμβάνεται· | |
5 | ὅταν γὰρ ζητῶ, ποίου σχήματος ἥδε ἡ λέξις, τὸ ποσὸν αὐτῆς, οὐ τὸ ποιὸν ζητῶ. Ἀριθμοὶ τρεῖς.] Ἀριθμός ἐστι χαρακτὴρ λέξεως δυνάμενος διά‐ κρισιν ποσοῦ ἀναδέξασθαι, ἢ χαρακτὴρ σημαίνων 〈ποσότητα〉 μετὰ ἀκο‐ λουθίας. Ἰστέον δὲ ὅτι ὁ ἑνικὸς καὶ ὁ δυϊκὸς ὡρισμένοι εἰσίν, ὁ δὲ | |
10 | πληθυντικὸς ἀόριστος· ἐὰν γὰρ εἴπω φίλος, ἕνα δηλῶ, ἐὰν δὲ φίλω, δύο, ἐὰν δὲ φίλοι, οὐ μόνον τρεῖς, ἀλλὰ καὶ πολλούς. Διὰ τί δὲ ὥσπερ ἀπὸ τοῦ εἷς ἑνός γίνεται ἑνικός τροπῇ τοῦ ος εἰς ι καὶ πλεονασμῷ τῆς κος, καὶ ἀπὸ τοῦ δύο δυϊκός, οὐχὶ καὶ ἀπὸ τοῦ τρεῖς γίνεται τρεϊκός; Ἐπειδὴ ὁ τρεῖς ἀρχὴ πλήθους ἐστίν, τὸ δὲ πλῆθος οὐ τρεῖς σημαίνει | |
15 | μόνον, ἀλλὰ καὶ δʹ καὶ εʹ καὶ ιʹ καὶ ρʹ, τούτου χάριν ἐκ τῆς σημασίας ἔλαβε τὴν ὀνομασίαν· εἰ γὰρ γέγονε παρὰ τὸ τρεῖς τρεϊκός, οὐκ ἤμελλεν ἁρμόζειν τοῖς τρισὶν ἢ τοῖς τέσσαρσιν, ἀλλὰ τοῖς τρισὶ μόνοις. 〈Heliodori.〉 —Εἰσὶ δέ τινες ἑνικοὶ χαρακτῆρες.] Ὥσπερ ἐπὶ τῶν ῥημάτων εἰσὶ φωναὶ τοῖς σημαινομένοις ἐναντίαι—τὸ γὰρ ὀρχοῦ‐ | |
20 | μαι φωνῇ μέν ἐστι παθητικόν, σημαινομένῳ δὲ ἐνεργητικόν—, οὕτω καὶ ἐπὶ τῶν ὀνομάτων εἰσὶ φωναὶ ἐναντίαι τοῖς σημαινομένοις· τοῦ γὰρ δῆμος ὁ μὲν τύπος ἑνικός, τὸ δὲ σημαινόμενον πληθυντικόν· πῶς γὰρ ἂν συσταίη δῆμος ἄνευ πολλῶν; ὅθεν ἐπὶ τῶν τοιούτων ἐξόν ἐστι καὶ πρὸς τὰς φωνὰς καὶ πρὸς τὰ σημαινόμενα ὑπαντᾶν, οἷον «ὁ δῆμος ἐπο‐ | |
25 | λέμησεν» καὶ «ὁ δῆμος ἐπολέμησαν». Ὅθεν δεῖ εἰδέναι, ὡς δυνατὸν μέν ἐστι τῷ πληθυντικῷ [καὶ δυϊκῷ] χρήσασθαι ἀντὶ ἑνικοῦ καὶ δυϊκοῦ, οὐκέτι δὲ τῷ ἑνικῷ ἀντὶ δυϊκοῦ ἢ πληθυντικοῦ, οὔτε δὲ τῷ δυϊκῷ ἀντὶ 〈ἑνικοῦ ἢ〉 πληθυντικοῦ· ὡρισμένην γὰρ δυάδα ἔχει τὸ δυϊκόν, καὶ ὡρι‐ σμένην μονάδα τὸ ἑνικόν. | |
30 | Ζητητέον δέ, εἰ ταῦτα ἐν τῷ ἑνικῷ ἀριθμῷ πληθυντικὴν σημασίαν ἔχουσι, διὰ τί λέγονται πληθυντικῶς, οἷον δῆμοι. Φαμὲν οὖν ὅτι διὰ τοῦτο λέγονται πληθυντικῶς, ἵνα τὴν ποσότητα τῶν συστημάτων δηλώ‐ σωσιν· ἐὰν γὰρ εἴπω δῆμος, ἓν σύστημα δηλῶ πολλῶν ἀνδρῶν περιεκτι‐ κόν, ἐὰν δὲ εἴπω δῆμοι, πολλὰ συστήματα δηλῶ. Ὅμηρος μέντοι ἀκρι‐ | |
35 | βὴς ὢν τὰ μὲν ἑνικὰ ἑνικῶς προηνέγκατο, ὡς τὸ 〈Α 366〉 ᾠχόμεθ’ ἐς | 545 |
546 | Θήβην, τὰ δὲ 〈δυϊκὰ〉 δυϊκῶς, ὡς τὸ 〈ubi? cfr. Ν 302 seq〉 ἀμφοτέρω δ’ ἄρα τώ γε. Διὰ τί δὲ τὸ ἀμφότεροι χαρακτῆρα πληθυντικὸν ἔχει; Ὅτι ὁμοίως κλίνεται τῷ πληθυντικῷ· οἱ ἀμφότεροι γὰρ τῶν ἀμφοτέρων, ὡς οἱ πολλοί τῶν πολλῶν. | |
5 | 〈Heliodori.〉 —Πτώσεις εἰσὶν ὀνομάτων πέντε.] Πτώσεις εἰσὶ πέντε οὐ κυρίως, ἀλλὰ καταχρηστικῶς· ἡ γὰρ εὐθεῖα οὐκ ἔστι κυρίως πτῶσις, ἀλλὰ καταχρηστικῶς. Ὁ μέντοι Ἡρωδιανὸς καὶ Ἀπολλώνιος λέγουσιν, αὐτὴν κυρίως καλεῖσθαι πτῶσιν· ἔστι γὰρ γενικὸν ὄνομα τὸ περιέχον πᾶσαν λέξιν ὀνόματος, ὥσπερ καὶ ὁ γενικὸς ἄνθρωπος, καὶ | |
10 | ἀπὸ τοῦ γενικοῦ ὀνόματος ἔπεσεν εἰς ἐμέ, εἰς σέ, εἰς ἕκαστον πρᾶγμα· καὶ καθὸ ἔπεσεν ἀπὸ τοῦ γενικοῦ ὀνόματος, κατὰ τοῦτο πτῶσις, καθὸ δὲ ὀρθῶς ἔπεσεν, ὡς ἐπὶ τῶν κύβων ὀρθῶς πιπτόντων, κατὰ τοῦτο κα‐ λεῖται 〈ὀρθὴ καὶ εὐθεῖα〉· ὀρθῶς γὰρ σημαίνει τὴν οὐσίαν τοῦ πράγμα‐ τος, καὶ συντάττεται τοῖς ὀρθοῖς ῥήμασι, τουτέστι τοῖς ἐνεργητικοῖς. | |
15 | Οὐ δοκεῖ δὲ τοῖς θέλουσιν ἀκριβῶς ἐξετάσαι τὸ τῶν πτώσεων, ὅτι ἡ εὐθεῖα κυρίως καλεῖται πτῶσις· ἐὰν γὰρ οὕτως δῶμεν, ὅτι ἀπὸ τοῦ γενικοῦ ὀνόματος ἔπεσεν, εὑρεθήσεται τὰ ὀνόματα προϋποκείμενα τῶν οὐσιῶν, ὅ ἐστιν ἄτοπον· 〈ἔστι γὰρ ἄτοπον〉 λέγειν τὰ συμβεβηκότα προϋποκεῖσθαι τῶν οὐσιῶν· πρὸ τοῦ γὰρ ἐμὲ εἶναι τὸ ἐμὸν ὄνομα | |
20 | προϋπῆρχεν ἐν τῷ γενικῷ ὀνόματι κατὰ ταύτην τὴν δόξαν, ὅπερ ἀδύ‐ νατον. Εἶτα δὲ ἀπορεῖ ὁ Ῥωμανὸς οὕτως· ἐὰν εἴπω ὅτι ἔστι γενικὸν ὄνομα καὶ ἐξ αὐτοῦ πίπτει ἕκαστον ὄνομα, δῶμεν καὶ γενικὸν εἶναι ῥῆμα, καὶ ἐκ τοῦ γενικοῦ ῥήματος ἔπεσε τὸ τύπτω, τὸ γράφω, τὸ ἀνα‐ γινώσκω· ὤφειλον οὖν 〈καὶ〉 ἐν τοῖς ῥήμασιν εἶναι πτώσεις καὶ ἐν τοῖς | |
25 | ἄλλοις μέρεσιν. Ταῦτα ἀπορήσας ἐπιλύεται λέγων, ὅτι ἔστι γενικὸν ῥῆμα, καὶ ἀπὸ τοῦ γενικοῦ ῥήματος ἔπεσε τὸ περιπατῶ, τὸ γράφω καὶ τὰ ὅμοια· ἀλλ’ ἐπειδὴ ἔπεσεν εἰς δεύτερον καὶ τρίτον πρόσωπον, καὶ οὐκ εἰς γενικήν, δοτικήν, αἰτιατικήν, αἱ δὲ πτώσεις τῶν πρός τι, τὰ δὲ πρός τι συνεκλείπουσι καὶ συνευρίσκονται, διὰ τοῦτο ἐν τοῖς ῥήμασι | |
30 | πτώσεις οὐκ εἰσίν. Πρὸς τοῦτον οὖν ἔστιν εἰπεῖν, ὅτι πρῶτον μὲν οὐκ εἰσὶν αἱ πτώσεις τῶν πρός τι· εἶπε γὰρ ὅτι τὰ πρός τι συνεκλείπουσι καὶ συνευρίσκονται· καὶ τοῦτο ἀληθές, πατρὸς γὰρ ὄντος ἔστι καὶ υἱός, 〈καὶ〉 υἱοῦ ὄντος ἔστι καὶ πατήρ· οὕτω γὰρ ἔχει παρ’ Ὁμήρῳ, 〈Β 259 seq〉 μηκέτ’ ἔπειτ’ Ὀδυσ[σ]ῆϊ κάρη ὤμοισιν ἐπείη· πρῶτον ἑαυτῷ κατα‐ | |
35 | ρᾶται· μηδ’ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην· καὶ εὑρίσκε‐ | |
ται καταρώμενος τῷ υἱῷ, μὴ ὄντος γὰρ τοῦ Τηλεμάχου οὐδὲ πατὴρ | 546 | |
547 | ἂν κληθείη. Εὑρίσκομεν οὖν γενικήν, δοτικήν, αἰτιατικὴν τῶν ἄλλων μὴ ὄντων· τὸ γὰρ ἀλλήλων ἀλλήλοις οὐκ ἔχουσιν εὐθεῖαν οὔτε κλητικήν, 〈καὶ〉 τὸ τίς ποῖος πόσος πηλίκος ἄλλος ἕτερος οὐκ ἔχουσι κλητικὴν τοῦ σημαινομένου κωλύοντος, κατὰ τύχην δὲ εὑρίσκονται ἄλλαι πτώσεις | |
5 | ἐπιλείπουσαι, τῶν ἄλλων πτώσεων εὑρισκομένων ἐν τῇ χρήσει [καὶ ἔστιν ὅτε κατὰ τύχην ὅτε κατὰ λόγον]· πῶς οὖν λέγονται εἶναι τῶν πρός τι αἱ πτώσεις κατὰ τὴν αὐτοῦ δόξαν, μὴ ἀεὶ συνεκλείπουσαι καὶ συνευρι‐ σκόμεναι; Ἄλλως τε δὲ 〈ἐὰν〉 δῶμεν, ὅτι τῶν πρός τι εἰσὶν 〈αἱ〉 πτώ‐ σεις, ἡ ὀρθή, γενική, δοτική, αἰτιατική, κλητική, καὶ ἀπὸ τοῦ γενικοῦ | |
10 | ῥήματος ἔπεσε τὸ τύπτω γράφω, διὰ τί μὴ καλοῦνται πτώσεις ῥημάτων ἢ πτώσεις προσώπων; ὥστε οὐκ ἔρρωται οὗτος ὁ λόγος. Εἶτα δὲ καὶ ἄλλαι ἀπορίαι λέγονται τοιαῦται· ἐὰν εἴπωμεν ὅτι ἀπὸ τοῦ γενικοῦ ὀνό‐ ματος ἔπεσε τὸ Σωκράτης Πλάτων Δίων λίθος, συνάγονται πλείονες αἱ πτώσεις, καὶ οὐ πέντε· ἔπεσε γὰρ πρῶτον εἰς τὸν ἡμέτερον νοῦν· ἡμεῖς | |
15 | γὰρ ἐπιτίθεμεν τὰς ὀνομασίας, ὡς ἐπὶ τοῦ 〈τ 406 seq〉 γαμβρὸς ἐμὸς θύγατέρ τε, τίθεσθ’ ὄνομ’ ὅττι κεν εἴπω· Πολλοῖσι〈ν〉 γὰρ ἔγωγε ὀδυσσάμενος τόδ’ ἱκάνω, 〈τ 409〉 τῷ δ’ Ὀδυσ[σ]εὺς 〈ὄνομ’〉 ἔστω ἐπώνυμον· ὡς εἴρηται οὖν, ἔπεσεν ἀπὸ τοῦ γενικοῦ ὀνόματος εἰς τὸν ἡμέτερον νοῦν, καὶ ἀπὸ τοῦ ἡμετέρου νοὸς εἰς τὸν ὀνομαζό‐ | |
20 | μενον, τουτέστιν ἔχομεν τὴν εὐθεῖαν—ἰδοὺ βʹ πτώσεις—καὶ ἀπὸ τῆς εὐθείας εἰς τὰς ἑξῆς, καὶ ἰδοὺ ἑξάπτωτα ὤφειλον εἶναι τὰ ὀνόματα. Τοῦτο δὲ τὸ ἐπιχείρημα τὸ ἀποδεικνύον, ὅτι ἓξ πτώσεις ὤφειλον εἶναι, τοῦ Ἀστυάγους ἐστίν. Ὁ δὲ Φιλόπονος προστίθησι καὶ ἄλλας ἐπιχειρήσεις, ὅτι ἑπτὰ | |
25 | πτώσεις ὤφειλον εἶναι· ἐὰν γὰρ ὑποθώμεθα, ὅτι ἀπὸ τοῦ γενικοῦ ὀνό‐ ματος ἔπεσεν, ἔστιν ἕτερόν τι ὄνομα γενικώτατον τούτου τοῦ γενικοῦ, τὸ κατὰ πάντων τῶν μερῶν τοῦ λόγου θεωρούμενον· λέγονται γὰρ ὀνόματα πάντα τὰ μέρη τοῦ λόγου· ὥστε οὖν ἀπ’ ἐκείνου τοῦ ὀνόμα‐ τος τοῦ γενικωτάτου συμβαίνει πεσεῖν πρῶτον εἰς τὸ γενικὸν ὄνομα τὸ | |
30 | δευτέραν ἔχον τάξιν, τὸ ἰδιάζον κατὰ πάντων τῶν ὀνομάτων, καὶ ἐξ ἐκείνου τοῦ ὀνόματος πίπτει εἰς τὸν ἡμέτερον νοῦν, καὶ ἀπὸ τοῦ ἡμε‐ τέρου νοῦ πίπτει εἰς τὴν εὐθεῖαν καὶ λοιπὸν εἰς γενικὴν καὶ ἑξῆς. Καὶ ἐὰν τοῦτο ὑποθώμεθα, οὐ μόνον εἰς τὸ ὄνομα τὸ ἰδιάζον ἀπὸ τοῦ γενι‐ κωτάτου ὀνόματος ὤφειλε πεσεῖν, ἀλλὰ καὶ εἰς τὰ ἄλλα μέρη τοῦ λόγου | |
35 | τὰ κοινῶς καλούμενα ὀνόματα, 〈καὶ ἐν πᾶσι τοῖς μέρεσι τοῦ λόγου〉 ὤφειλον εἶναι πτώσεις· καὶ τὸ κάτω καὶ ἄνω λεγόμενον ἄτοπόν τι συνέβαινε, τὸ λέγειν τὰ ὀνόματα, τουτέστι τὰ συμβεβηκότα, ὅτι προτε‐ ρεύουσι τῶν οὐσιῶν. Εἶτα δὲ καὶ ἐκ τοῦ ἄλλου κανόνος, ὅτι αἱ προ‐ | |
θέσεις μετὰ τῶν ἀπτώτων ἐν συνθέσει εἰσί, μετὰ δὲ τῶν πτώσεων ἐν | 547 | |
548 | παραθέσει· μετὰ δὲ τῶν εὐθειῶν ἐν συνθέσει εἰσίν· δῆλον οὖν ὅτι ἡ εὐθεῖα οὐκ ἔστι πτῶσις ἐκ τοῦ ἔχειν τὰς προθέσεις ἐν συνθέσει. Ἀπολ‐ λώνιος δὲ ἐν τῷ περὶ πτώσεών φησιν, ὅτι οὐ κυρίως καλεῖται ἡ εὐθεῖα πτῶσις, ἀλλὰ καταχρηστικῶς· καὶ ταύτῃ ἀκολουθοῦσι καὶ οἱ ἀπὸ | |
5 | διαιρέσεως τοῦ Φιλοπόνου. Λέγεται δὲ ἡ ὀρθὴ ὀνομαστικὴ καὶ εὐθεῖα, ἐπειδὴ δι’ αὐτῆς ποιού‐ μεθα τὰς ὀνομασίας, καὶ ὅτι ὀρθῶς σημαίνει τὴν οὐσίαν τοῦ πράγματος· ἡ δὲ γενικὴ κτητική τε καὶ πατρική, ἐπειδὴ δι’ αὐτῆς ποιούμεθα τὰ γένη καὶ τὰ κτήματα καὶ τοὺς πατέρας· ἡ δὲ δοτικὴ ἐπισταλτική, ἐπειδὴ | |
10 | δι’ αὐτῆς ποιούμεθα τὰς δόσεις καὶ τὰς ἐπιστάλσεις, «Ἀριστάρχῳ δίδωμι, Ἀριστάρχῳ ἐπιστέλλω»· ἡ δὲ αἰτιατικὴ αἰτίαν σημαίνει, «διὰ τὸν Ἀρί‐ σταρχον ἐτιμήθην, διὰ τὸν Ἀρίσταρχον ὑβρίσθην»· ἡ δὲ κλητικὴ προσα‐ γορευτικὴ παρὰ 〈τὸ〉 καλεῖν καὶ προσαγορεύειν. Περὶ δὲ τῆς τάξεως ἔστι τοῦτο εἰπεῖν, ὅτι τινὲς ἐνόμισαν τὴν κλη‐ | |
15 | τικὴν πρώτην, ἐπεὶ δευτέρου ἐστὶ προσώπου, αἱ δὲ ἄλλαι τρίτου, τὰ δὲ δεύ‐ τερα προτερεύουσι τῶν τρίτων· οὐκοῦν προτερεύει ἡ κλητική. Ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι οὐκ ἦν δυνατὸν καλέσαι τὸν ἔτι ἀγνοούμενον· αἱ δὲ ὀνομασίαι διὰ τῆς εὐθείας γίνονται· πῶς οὖν δυνάμεθα καλέσαι τὸν μήπω ἡμῖν γνωσθέντα πῶς ὀνομάζεται; δικαίως οὖν ἡ εὐθεῖα πρώτη | |
20 | ἐστίν. Καὶ ἐπειδὴ τοῦ αὐτοῦ σχήματός εἰσιν αἱ λοιπαὶ πτώσεις τῷ τῆς εὐθείας, τουτέστι τρίτου προσώπου, διὰ τοῦτο σὺν τῇ εὐθείᾳ προτε‐ ρεύουσι τῆς κλητικῆς. Εἶτα τοῦ πρώτου καὶ δευτέρου καὶ τρίτου 〈προ‐ σώπου〉 εἰσίν, ἐγὼ Ἀρίσταρχος, σὺ Ἀρίσταρχος, 〈ἐκεῖνος Ἀρίσταρχοσ〉, ἐμοῦ Ἀριστάρχου, σοῦ Ἀριστάρχου, ἐκείνου Ἀριστάρχου, ἐμοὶ Ἀριστάρχῳ, | |
25 | 〈σοὶ Ἀριστάρχῳ〉, ἐκείνῳ Ἀριστάρχῳ, ἐμὲ Ἀρίσταρχον, σὲ Ἀρίσταρχον, ἐκεῖνον Ἀρίσταρχον, ἡ δὲ κλητικὴ μόνου δευτέρου προσώπου ἐστίν, 〈καὶ διὰ τοῦτο〉 εἰκότως τελευταία τέτακται. Ἡ δὲ εὐθεῖα προτέτακται τῆς γενικῆς καὶ τῶν ἄλλων οὐ μόνον ὅτι δι’ αὐτῆς ποιούμεθα τὰς ὀνομα‐ σίας, ἀλλ’ ὅτι καὶ ὀρθῶς σημαίνει τὴν οὐσίαν τοῦ πράγματος, ἡ δὲ | |
30 | γενική, δοτική, αἰτιατικὴ οὐκ ὀρθῶς, ἀλλ’ ἐκ πλαγίου· ἢ γὰρ ἕνεκεν κτήματος παραλαμβάνονται, 〈ἀγρὸς τίνος; Ἀριστάρχου· ἢ ἕνεκεν πράγ‐ ματος παραλαμβάνονται〉, ἤκουσα τίνος; Ἀριστάρχου· ἠκροασάμην τίνος; Ἀριστάρχου· ἔδωκα τίνι; Ἀριστάρχῳ· ὕβρισα τίνα; Ἀρίσταρχον. Ἡ δὲ γενικὴ προτάσσεται τῶν ἄλλων κατὰ ταύτας τὰς αἰτίας· τὰ | |
35 | ἐνεργητικὰ ῥήματα καλοῦνται δραστικά, καλοῦνται καὶ ὀρθά, προ[σ]ερχό‐ μενα δὲ εἰς πάθη καλοῦνται καὶ παθητικὰ καὶ ὕπτια, ἀπὸ μεταφορᾶς | |
τῶν ἀθλητῶν τῶν ὀρθῶν 〈ἢ〉 ὑπτίων καλουμένων· τὰ δὲ εἰς παθητικὰ | 548 | |
549 | προερχόμενα ἐνεργητικὰ γενικῇ συντάσσονται μετὰ τῆς ὑπό προθέσεως, τύπτω, τύπτομαι ὑπὸ σοῦ· εὐλόγως οὖν ἡ γενικὴ 〈δευτέραν〉 τῆς εὐθείας ἔχει τὴν τάξιν· καὶ ὅτι πολλάκις αἱ γενικαὶ μετάγονται εἰς εὐθείας, ὁ φύλας τοῦ φύλακος ὁ φύλακος· καὶ ὅτι πολλάκις ἡ εὐθεῖα ἀναλύεται | |
5 | εἰς γενικήν, ὡς ἐπὶ τῶν πατρωνυμικῶν· ἐὰν γὰρ εἴπω Πριαμίδης, δεί‐ κνυται ὁ υἱὸς τοῦ Πριάμου· καὶ ὅτι ἡ γενικὴ 〈δύο συντάξεισ〉 δέχεται, πρὸς πρᾶγμα καὶ πρὸς κτῆμα, [δὲ] πρὸς πρᾶγμα 〈μέν〉, «Ἀριστάρχου ἤκουσα», πρὸς κτῆμα δέ, «Ἀριστάρχου ἀγρός»· λέγεται γὰρ καὶ κτητική· ἡ δὲ δοτικὴ 〈καὶ〉 αἰτιατικὴ τὴν μίαν σύνταξιν ἐπιδέχονται τὴν πρὸς | |
10 | πρᾶγμα. «Ἡ δὲ δοτικὴ μετὰ τὴν γενικήν, ἐπειδὴ καὶ αὐτὴ καταχρηστικῶς ἀντὶ γενικῆς παραλαμβάνεται πρὸς κτῆμα, 〈Ξ 459〉 Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν, ἀντὶ τοῦ Αἴαντος θυμόν, 〈Α 74〉 Διὶ φίλε, ἀντὶ τοῦ φίλε τοῦ Διός· ἡ δὲ αἰτιατικὴ οὐ παραλαμβάνεται ἀντὶ γενι‐ | |
15 | κῆς πρὸς κτῆμα». Ἀλλ’ ἔστι πρὸς τοῦτο ἀντειπεῖν, ὅτι καὶ ἡ αἰτιατικὴ εὑρίσκεται ἀντὶ γενικῆς πρὸς κτῆμα, 〈Ω 58〉 Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν, ἀντὶ 〈τοῦ〉 γυναικὸς μαζόν, 〈Ε 461〉 Τρῶας δὲ στίχας οὖλος Ἄρης, ἀντὶ τοῦ τὰς στίχας τῶν Τρώων· τινὲς μέντοι Τρῳὰς γράφουσιν ἀντὶ τοῦ Τρωϊκάς· εἰ οὖν εὑρίσκομεν | |
20 | καὶ τὴν αἰτιατικήν, εἰ καὶ μὴ κατὰ πλάτος, ὡς τὴν δοτικήν, ἀντὶ γενι‐ κῆς παραλαμβανομένην πρὸς κτῆμα, συνάγεται μὴ εἶναι ἀναγκαίαν τὴν αἰτίαν ταύτην. Ἔστι δ’ ἀκριβεστέρα ἀπολογία αὕτη· αἱ σχέσεις αἱ τοπι‐ καὶ τρεῖς εἰσιν, ἡ ἐκ τόπου, ἡ ἐν τόπῳ, ἡ εἰς τόπον· καὶ ἡ μὲν ἐκ τόπου τῆς γενικῆς ἰδία, ἡ δ’ ἐν τόπῳ τῆς δοτικῆς, ἡ δ’ εἰς τόπον τῆς | |
25 | αἰτιατικῆς· ἔχομεν δὲ ὅτι πᾶν κινούμενον περί τι ἀκίνητον θέλει κινεῖ‐ σθαι, καὶ ὀρχηστὴς εἰ μὴ πήξῃ τὸν πόδα [ἀντὶ] ἐπάνω τῆς γῆς ἀκινήτου οὔσης, οὐ δύναται στρέφεσθαι, καὶ ὁ κινούμενος ἀπὸ τόπου εἰς τόπον δῆλον ὅτι πρῶτον γίνεται ἐν αὐτῷ καὶ οὕτως ἔρχεται εἰς τόπον· καὶ ἔοικεν ἔχειν ὁμοιότητα ἡ γενικὴ καὶ δοτικὴ τῇ γῇ τῇ ἀκινήτῳ, καὶ ἡ | |
30 | ἐκ τόπου σχέσις ἡ ἀπὸ γενικῆς εἰς τόπον γινομένη, τουτέστιν εἰς αἰτια‐ τικήν, διὰ μέσου χωρεῖν τῆς δοτικῆς τῆς δηλούσης τὴν ἐν τόπῳ· διὰ τοῦτο προτέτακται ἡ δοτικὴ τῆς αἰτιατικῆς. Διὰ τί δὲ ἐν τοῖς ὀνόμασι λέγομεν κλίσιν καὶ πτῶσιν, ἐν δὲ τοῖς ῥήμασι κλίσιν μόνην; ...Ἐπειδὴ δὲ εἴπομεν ὅτι ἡ εὐθεῖα τρίτου προσώ‐ | |
35 | που ἐστι, ζητοῦμεν καὶ διὰ τί τρίτου προσώπου ἐστίν. Καί φαμεν ὅτι τὰ νεωστὶ τικτόμενα τῶν παιδίων οὐκ ἔστιν ἱκανὰ ἐπιθεῖναι ἑαυτοῖς ὀνόματα, ὅπερ ἐστὶν ἴδιον πρώτου προσώπου—πρῶτον γάρ ἐστι πρό‐ | |
σωπον ἀφ’ οὗ ὁ λόγος περὶ αὐτοῦ τοῦ προσφωνοῦντος—, ἀλλὰ περὶ | 549 | |
550 | αὐτῶν ἀποφαινόμεθα μήτε προσφωνούντων μήτε προσφωνουμένων, ὅπερ ἐστὶν ἴδιον τρίτου προσώπου, καὶ διὰ τοῦτο λέγονται εἶναι τρίτου προ‐ σώπου τὰ ὀνόματα. Πολλάκις δὲ γίνεται καὶ πρώτου καὶ δευτέρου προσώπου, ὅταν συντάττωνται μετὰ τῶν ἀντωνυμιῶν ἢ μετὰ ὑπαρκτικοῦ | |
5 | ῥήματος, ἢ ὀνομαστικῆς ἢ κελευστικῆς. Διὰ ταύτην τὴν αἰτίαν καὶ ἐν ταῖς ἐπισταλτικαῖς συντάξεσιν οὐ δεῖ γράφειν «τῷ δεσπότῃ μου» ἢ «τῷ ἐμῷ δεσπότῃ»· καὶ καθόλου πρῶτον πρόσωπον ἢ δεύτερον οὐκ ἐπιδέχεται αὕτη ἡ σύνταξις ἡ ἐπισταλτική, ἐπειδὴ 〈οὕτωσ〉 εὑρίσκεται σολοικισμός· τὰ γὰρ ὀνόματα τρίτου προσώπου ὄντα εὑρίσκεται συνταττόμενα μετὰ πρώ‐ | |
10 | του ἢ δευτέρου προσώπου, ὅπερ ἐστὶν ἀσύντακτον. Ἀλλ’ ἴσως τις λέγει, ὅτι κατὰ συνυπακοήν ἐστι τὸ ἐγώ καὶ τὸ σοί, οἷον «ἐγὼ Γεώργιος σοὶ τῷ Ἀριστάρχῳ, σοὶ τῷ γραμματικῷ», καὶ οὐ σολοικίζεται· ἔχομεν γὰρ ὅτι γίνεται τὰ ὀνόματα μετὰ τῶν ἀντωνυμιῶν καὶ πρώτου καὶ δευτέρου προσώπου ὁμοιοπτώτως συνταττόμενα. Ἔστι δὲ πρὸς τοῦτο εἰπεῖν, ὅτι | |
15 | οὐ δύναται συνυπακούεσθαι, ἀλλ’ οὐδὲ γράφεσθαι τὸ ἐγώ ἢ τὸ σοί, ἐπειδὴ αἱ ἀντωνυμίαι τοῦ πρώτου 〈καὶ τοῦ δευτέρου〉 προσώπου δεικτι‐ καί εἰσιν, ἡ δὲ δεῖξις παρόντος ἐστὶ προσώπου δεῖξις, ὁ δὲ ἐπιστέλλων πρὸς τὸν δεχόμενον τὴν ἐπιστολὴν ἄπεστιν· πῶς οὖν δυνατὸν δεικτικὴν παραλαμβάνειν ἀντωνυμίαν ἀπόντα πρὸς ἀπόντα; Διὰ τοῦτο οὖν ἡ | |
20 | πρώτη γνῶσις τῆς ἐπισταλτικῆς συντάξεως οὐ δύναται διὰ τῶν ἀντωνυ‐ μιῶν γίνεσθαι ἢ πρώτου ἢ δευτέρου προσώπου, ἀλλὰ γινομένης τῆς γνώσεως διὰ τοῦ τρίτου προσώπου λοιπὸν ἀκολούθως γίνεται τὰ τῆς ἐπιστολῆς. Πτῶσίς ἐστιν ὀνόματος ἢ ὀνοματικοῦ τινος κατὰ τὸ τέλος γινομένη | |
25 | κλίσις. Ἡ δὲ εὐθεῖα καλεῖται πτῶσις, καθὸ μεταπίπτει εἰς τὰς λοιπὰς πτώσεις, ἢ καθὸ ἀπὸ τοῦ γενικοῦ μεταπίπτει εἰς τὸ εἰδικόν, ἤγουν ὅτι ἐπιπίπτει τοῖς σώμασι· κατὰ τοῦτο δὲ ὀρθὴ 〈καὶ〉 εὐθεῖα, διότι ὀρθὸν καὶ εὐθύτατον τὸν λόγον ἀποτελεῖ· ἐὰν γὰρ εἴπω «Ἀρίσταρχος ἀνέγνω», ὑγιὴς ὁ λόγος, ἐὰν δὲ εἴπω «Ἀριστάρχου ἀναγινώσκοντος», ἀτελής· εἰ | |
30 | δὲ ἐπάξω τὸ «ἤκουσα», πάλιν τέλειος· εὐθεῖαν γὰρ ἐπήγαγον, πᾶν γὰρ ῥῆμα εὐθεῖαν ἐν ἑαυτῷ περιέχει. Καὶ ὥσπερ σύνδεσμος καλεῖται δια‐ ζευκτικός, καίτοι γε ἐναντίως ἔχων—ἐναντίον γὰρ τῷ διαζευγνύναι τὸ συνδεῖν—, ἀλλ’ ἐπειδὴ συνδεῖ μὲν τὸν λόγον, διαζευγνύει δὲ καὶ διίστησι τὴν διάνοιαν, κατὰ τοῦτο σύνδεσμος διαζευκτικὸς λέγεται· ἰδοὺ γὰρ ἐὰν | |
35 | εἴπω 〈ex. gr. β 132〉 ζώει ὅ γ’ ἢ τέθνηκε, διαζευκτικὸν μὲν λέγω | |
τὸ ἤ, καθὸ διέζευξα τὴν διάνοιαν καὶ πρὸς ἑαυτὴν ἐναντίαν κατέστησα, | 550 | |
551 | καὶ σύνδεσμον, καθὸ τὸν λόγον συνέδησα· οὐ γὰρ τὸ «ζώει ὅ γ’ ἢ» τέλειον ἀπαρτίζει τὸ νόημα, ἀλλὰ δεῖται τῆς τοῦ «τέθνηκεν» ἐπαγωγῆς· οὕτω καὶ ταύτην 〈πτῶσιν〉 ὀρθήν φαμεν καὶ εὐθεῖαν. Λέγεται δὲ ἡ γενικὴ κτητικὴ καὶ πατρική, ὅτι γένεσίς ἐστι ταῖς | |
5 | ἄλλαις πτώσεσι καὶ τῶν λοιπῶν πλαγίων μήτηρ. Ἰστέον δὲ ὅτι καὶ ἡ κλητικὴ λόγον συνίστησιν, ὥσπερ ἡ εὐθεῖα, «ἀναγίνωσκε ἄνθρωπε»· δυνάμει οὖν καὶ αὕτη εὐθεῖα· ἀλλ’ ὀνομαστικῆς 〈μὲν ἴδιον τὸ τρίτον πρόσωπον, ἡ δὲ κλητικὴ πρὸς δεύτερον· οὐκ ἄρα εὐθεῖα. | |
10 | Πτῶσις δέ ἐστι πτωτικῆσ〉 λέξεως μετασχηματισμὸς τῆς τελευταίας συλλαβῆς ἄλλοτε ἄλλως τρεπομένης. Ἰστέον δὲ ὡς τῶν σημαινομένων, οὐ τῶν φωνῶν εἰσιν αἱ πέντε πτώσεις, ἐπεί τοι τοῦ Ἀτρείδης πλείους τῶν πέντε ἔσονται πτώσεις· Ἀτρείδου γὰρ 〈ἡ γενικὴ〉 καὶ Ἀτρείδεω καὶ Ἀτρείδαο καὶ Ἀτρείδα. | |
15 | Τῶν δὲ ὀνομάτων τὰ μὲν μονόπτωτα, τὰ δὲ δίπτωτα, τὰ δὲ τρί‐ πτωτα, τὰ δὲ τετράπτωτα, τὰ δὲ πεντάπτωτα. Λέγεται ἡ αἰτιατικὴ κατ’ αἰτίαν, ἐπεὶ αἰτούμενοί τι λαβεῖν ἢ αἰτιώ‐ μενοι ταύτην προφερόμεθα, ὡς ἂν εἴποις «αἰτοῦμαί σε δοῦναί μοι βιβλίον»· τὸ γὰρ σέ καὶ τὸ βιβλίον αἰτιατική· καὶ πάλιν «αἰτιῶμαι | |
20 | Ἀρίσταρχον». 〈Heliodori.〉 —Ὑποπέπτωκε δὲ τῷ ὀνόματι ταῦτα.] Ὥσπερ τῷ ζῴῳ τῷ γενικῷ ὑπόκειται εἴδη, οἷον ἄνθρωπος ἵππος βοῦς, οὕτω καὶ τῷ ὀνόματι ὑπόκειται εἴδη, οὐ τῷ ἀρσενικῷ ἢ θηλυκῷ ἢ οὐδετέρῳ ἢ πρωτοτύπῳ ἢ παραγώγῳ ἢ τοῖς ἑξῆς, ἀλλὰ τῷ καθόλου καὶ γενικῷ· | |
25 | ἃ μὲν γὰρ ὑπετάττετο τοῖς παραγώγοις, εἴρηται· τὰ δὲ νῦν οὔτε ἰδίως τῷ πρωτοτύπῳ οὔτε τῷ παραγώγῳ ὑποβέβληται, ἀλλὰ κοινῶς τῷ ὀνό‐ ματι· ἔστι γὰρ τὸ κύριον ἰδεῖν πολλάκις ἐκ πρωτοτύπου ᾑρημένον, οἷον Ἕκτωρ, καὶ ἐκ παραγώγου, οἷον Ἀριστείδης. Διὰ τί δὲ εἶπεν «ἃ καὶ αὐτά»; ἐπειδὴ καὶ ἕτερα εἴδη τὰ τῶν παραγώγων προεξέθετο. Εἰσὶ δὲ | |
30 | εἴδη τμήσεις ὡς εἰπεῖν τοῦ ὀνόματος· τὸ γὰρ ὄνομα γενικόν ἐστι κατὰ τῶν εἰδῶν τούτων, ἐξ αὐτῶν συνεστὼς καὶ εἰς αὐτὰ διαιρούμενον· ὃν γὰρ λόγον ἔχει τὰ μέρη πρὸς τὸ ὅλον, τοῦτον καὶ τὰ εἴδη πρὸς τὸ γενικόν· οὔτε δὲ τὰ μέρη εἴδη ἄν τις ὀρθῶς εἴποι, οὔτε τὰ εἴδη μέρη, ἀλλὰ μέρος μὲν ἐπὶ τοῦ ὅλου, εἶδος δὲ ἐπὶ τοῦ γενικοῦ. Τὸ δὲ εἶδος | |
35 | σημαίνει τρία· τὴν μορφήν, οἷον 〈ex. gr. ζ 152〉 εἶδός τε μέγεθός | 551 |
552 | τε, σχῆμα, οἷον [τὸ πρόσωπον] 〈Eurip. Aeol. fr. 15, 3 N2〉 πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος, καὶ τὸ ὑπὸ τὸ γένος διαιρούμενον. Ὁρᾶται δὲ τὸ εἶδος περὶ φωνὴν καὶ περὶ σημασίαν· καὶ ὥσπερ τὸ περὶ φωνὴν εἶδος εἰς δύο διεῖλεν, εἰς πρωτότυπον καὶ παράγωγον, εἶτα ἐπι‐ | |
5 | διεῖλεν εἰς τὰ ἑπτὰ εἴδη, οὕτω καὶ τὸ περὶ σημασίαν 〈εἶδοσ〉 διαιρεῖ εἰς κύριον καὶ προσηγορικόν, εἶτα ἐπιδιαιρεῖ εἰς τὰ ἑξῆς εἴδη. 〈Heliodori.〉 —Κύριον μὲν οὖν ἐστι.] Ἔστι, φησίν, εἶδος κύριον ὀνομαζόμενον, ὅτι μιᾶς ὑπάρξεως καὶ οὐσίας κυριεύει καὶ αὐτὴν μόνην δηλοῖ, ἢ ὅτι κυρίως καὶ βεβαίως τὴν οὐσίαν καὶ τὴν ὕπαρξιν ἐκείνην | |
10 | ἰδίαν ἐποιήσατο, ἣν μόνην δηλοῖ, οἷον Ὅμηρος Σωκράτης. Διαφέρει δὲ κύριον τοῦ ἰδίου, ὅτι τὸ μὲν κύριον ὄνομά ἐστι καὶ ἴδιον, τὸ δὲ ἴδιον οὐ κύριον· καὶ τὸ μὲν κύριον ὄνομά ἐστι καὶ ἴδιον, ὡς τὸ Αἴας, τὸ δὲ ἴδιον, ὡς 〈τὸ〉 γελαστικὸν ἐν ἀνθρώπῳ, οὐ κύριον, ἀντιδιαστέλλε‐ ται δὲ τὸ γελαστικὸν τῷ κοινῷ· ἀντίκειται γὰρ τῷ ἰδίῳ τὸ κοινόν. | |
15 | Τὸ μὲν κύριον ἴδιον, τὸ δὲ προσηγορικὸν κοινόν· πᾶν δὲ ὄνομα ὑπὸ τὰ δύο εἴδη ἐστὶ τὰ πρῶτα, φημὶ κύριον καὶ προσηγορικόν, μετὰ δὲ τοῦ εἶναι κύριον ἢ προσηγορικὸν καὶ ἑτέρῳ συμβαίνει σημαινομένῳ κα‐ τέχεσθαι, οἷον ἐπιθέτῳ καὶ ἑξῆς. Ἰστέον δὲ ὅτι τὰ κύρια μονογενῆ ἐστιν, ἢ ἀρσενικὰ μόνως ἢ θη‐ | |
20 | λυκά· τῶν δὲ προσηγορικῶν ὅσα μέν ἐστι ζῴων σημαντικὰ ὡς ἐπὶ τὸ πλεῖστον κοινὰ τῷ γένει καθέστηκε, τινὰ δὲ ἐπίκοινα. Ζητοῦσι δέ τινες, διὰ τί μὴ προέταξε etc. = Σm 386, 3—9. Ζητοῦσι δὲ καὶ τίνι διαφέρει etc. = Σv 232, 30—233, 6. 〈Heliodori.〉 —Ἐπίθετόν ἐστι τὸ ἐπὶ κυρίων.] Ἐπίθετόν ἐστιν | |
25 | ὃ καθ’ αὑτὸ οὐ δύναται λεχθῆναι, εἰ μὴ ἐπιτεθῇ ἑτέρῳ ὀνόματι· ὥσπερ καὶ τὰ ἐπιρρήματα, ἐπεὶ καὶ αὐτὰ δίχα ῥημάτων οὐ συνίσταται· ἐὰν γὰρ εἴπω «καλῶς», οὐδὲν σημαίνει, εἰ μὴ ἐπαγάγω ῥῆμα τὸ «ἐποίησα»· ὁμοίως καὶ ἐπὶ ἐπιθέτων· ἐὰν γὰρ εἴπω «ταχύς», δεήσει με πάντως ἐπαγαγεῖν τὸ «ἄνθρωπος, ἵππος»· διὸ καὶ ἐπίθετον καλεῖται, ὅτι ἐπιτί‐ | |
30 | θεται ἑτέρῳ ὀνόματι. Καί φασί τινες ὅτι ὅσα μὲν αὐτῶν τὴν ἐξ ἡμῶν αἰτίαν ἔχει, ταῦτα πρὸς ἐπαίνου ἐστὶν ἢ ψόγου, οἷον σώφρων ἀκόλαστος· ὅσα δὲ μὴ οὕτως ἔχει, μέσα ἐστὶν οὔτε ἐπαίνου ἐχόμενα οὔτε ψόγου, οἷον πένης πλού‐ σιος λελωβημένος· ταῦτα γὰρ ἐκτός ἐστι καὶ τῶν ἐκ τύχης συμβαινόν‐ | |
35 | των· οὐδεὶς γὰρ τὸν πλούσιον ἐπαινεῖ, ἀλλὰ μακαρίζει τῆς εὐτυχίας, οὔτε τὸν πένητα ψέγει, ἀλλ’ οἰκτείρει τῆς δυστυχίας. 〈Ἔστι〉 δὲ ὅπερ | |
ἔχονται καὶ ταῦτα ἐπαίνου καὶ ψόγου, καθὸ ὁ μὲν πλούσιος ἄξιος φαί‐ | 552 | |
553 | νεται τῆς τοῦ κρείττονος δωρεᾶς, ἅτε δὴ ἀγαθὸς ὤν, ὁ δὲ πένης ἀνά‐ ξιος καὶ πολλῶν τιμωριῶν ὑπεύθυνος. Ἰστέον δὲ ὡς τὰ ἐπίθετα ἀεὶ τριγενῆ ἐστιν ὡς κατηγορικὰ τῶν κυρίων καὶ προσηγορικῶν. Εἰδέναι δὲ χρὴ ὡς οἱ παλαιοὶ ὀνοματοθέται | |
5 | τὰ γένη πρὸς τὸ σημαινόμενον ἐποιοῦντο· ὅτε γὰρ τὸ ὄνομα κυρίως ἄρσεν ἐδήλου, ἀρσενικὸν ἐποίουν, ὅτε δὲ θῆλυ, ὁμοίως 〈θηλυκόν〉· ἡνίκα δὲ μήτε ἄρσεν μήτε θῆλυ ἐδήλου, οὐδέτερον αὐτὸ ἐκάλουν· οἱ δὲ μετα‐ γενέστεροι πρὸς τὴν φωνὴν ἐποιήσαντο τὰ γένη. Τοίνυν τὰ ἐπίθετα ὁμοιογενῶς καὶ ὁμοιοπτώτως τοῖς κυρίοις καὶ προσηγορικοῖς συντάσσεται, | |
10 | οἷον ὁ σοφὸς Ὅμηρος, τοῦ σοφοῦ Ὁμήρου, ὁ καλὸς ἄνθρωπος, τοῦ καλοῦ ἀνθρώπου. Εἰσὶ δέ τινα διγενῆ, ἃ ποτὲ μὲν ὡς προσηγορικὰ λαμβάνεται, ποτὲ δὲ ὡς ἐπίθετα, οἷον ὁ φυγάς καὶ ἡ φυγάς, ὁ ἄναξ καὶ ἡ ἄνασσα. Ἔστι δὲ ὅτε τὰ ἐπίθετα τὰ αὐτὰ καὶ προσηγορικὰ καὶ ἐπίθετα γίνεται, πῇ μὲν προκείμενα, πῇ δὲ ὑποκείμενα, οἷον δίκαιος | |
15 | σοφός μέγας πρόμαχος· ταῦτα δὴ ἐπίθετα ὄντα πολλάκις προσηγορικὴν καὶ ἐπιθετικὴν σύνταξιν ἐπέχουσιν [ἐν] ἀλλήλοις ὑποκείμενά τε καὶ προ‐ τιθέμενα, οἷον ὁ δίκαιος σοφός, ὁ μέγας σοφός, ὁ σοφὸς δίκαιος. Λαμβάνονται δὲ ἐπίθετα ἀπὸ ψυχῆς, ἀπὸ σώματος, ἀπὸ τῶν ἐκτός.] Ἐκτὸς μὲν λέγεται πᾶν ὅπερ οἱ πολλοὶ οὐσίαν ὁρίζονται, | |
20 | χρυσόν, ἄργυρον καὶ ὅσα μετὰ θάνατον μὴ πάρεστι μήτε τῇ ψυχῇ μήτε τῷ σώματι. Τὸ ἐπίθετον τρίτον τῇ τάξει τέτακται etc. = Σv 233, 10—23. Τὰ ἐπίθετα κατηγορικὰ ὑπ’ ἐνίων καλοῦνται etc. = Σv 233, 24—29. Λαμβάνονται δὲ τὰ ἐπίθετα ἀπὸ τῶν etc. = Σv 233, 33—235, 8. | |
25 | 〈Heliodori.〉 —Πρός τι ἔχον.] Ἰστέον ὅτι ὁ μὲν τεχνικὸς τὰ πρός τι οὐχ ὁρίζεται, ἀλλὰ διὰ παραδειγμάτων σαφηνίζει· ὁριστέον δὲ οὕτως· «πρός τι ἔχον ἐστὶ τὸ πρὸς ἕτερον ἔχον τὴν σχέσιν», ἀντὶ τοῦ ὃ λεγόμενον δίδωσι νοεῖσθαι καὶ ἕτερον σύνεστί τε αὐτῷ καὶ συναπο‐ λήγει, ὡς ὅταν εἴπω «πατήρ», ἐνόησα καὶ τὸν υἱόν, οὐ γὰρ μὴ ὄντος | |
30 | υἱοῦ ἔσται τις πατήρ· ὅθεν Ὅμηρος εἰδὼς τοῦτό φησι 〈Β 260〉 μηδ’ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην. Σημειωτέον δὲ ὅτι τὰ πρός τι γενικῇ συντάσσεται, πατὴρ τούτου, φίλος τούτου, πολλάκις δὲ ἐκ περιουσίας καὶ δοτικῇ· τὸ μέντοι ἴσος ὅμοιος εἴκελος ἀτάλαντος μόνῃ δοτικῇ. —Τὰ δὲ πρός τι ἔχοντα ἢ ἀπὸ εὐθείας πρὸς γενικὴν τῶν | |
35 | πρὸς ἃ τὴν σχέσιν ἔχει ἀποδίδοται, ὡς «τὸ αἴτιον αἰτία τοῦ αἰτιατοῦ», ἢ ἀπὸ εὐθείας πρὸς δοτικήν, ὡς «φίλος φίλῳ φίλος», ἢ 〈ἀπὸ εὐθείασ〉 | |
πρὸς αἰτιατικήν, ὡς «ὁ τύπτων τυπτόμενον τύπτει»· τὰ δὲ ὡς πρός τι | 553 | |
554 | ἔχοντα, εἴτ’ οὖν τὰ ἀλλήλοις ἐναντία, τὰς διεζευγμένας ποιοῦσι συντά‐ ξεις τοῖς διαζευκτικοῖς συμπαραλαμβανόμενα συνδέσμοις, οἷον «ἢ φῶς ἐστιν ἢ σκότος»· αἱ γὰρ διαζευκτικαὶ συντάξεις ἐπὶ μαχομένων καὶ ἀλλή‐ λοις συνυφίστασθαι μὴ δυναμένων γίνονται. | |
5 | Ὡς πρός τι ἔχον.] Ὡς πρός τί ἐστι τὸ κατά τι ὅμοιον τῷ πρός τι· ἔστι γὰρ ὅτε τὸ ὡς τὴν κατὰ μικρὸν ὁμοίωσιν σημαίνει. Καί φαμεν κατά τι ὅμοιον εἶναι τὸ ὡς πρός τι τῷ πρός τι, καθὸ καὶ αὐτὸ μὲν πρὸς ἕτερον ἔχει τὴν σχέσιν· διαφέρει δὲ καθὸ οὐ συνίσταται, εἰ μὴ ἕτερον ἀποστῇ, ἢ ὅτι τὸ μὲν πρός τι ἔχει προσυπακουόμενον τὸ τινός· | |
10 | ἐὰν γὰρ εἴπω «υἱός», λέξει τις πάντως «τίνος;» τὸ δὲ ὡς πρός τι οὐχί· οὐ γὰρ ἐὰν εἴπω «νύξ», λέξει τις τὸ «τίνος;» ἵνα ἐπαγάγω «τῆς ἡμέρας». 〈Heliodori.〉 —Ὁμώνυμον.] Τὸ ὄνομα ἐν τοῖς συνθέτοις τὸ μὲν πρῶτον ο εἰς ω τρέπει, τὸ δὲ δεύτερον εἰς υ, οἷον ὁμώνυμον συνώνυ‐ μον. Ὥσπερ δὲ ὁμόδουλόν φαμεν δοῦλον τὸν ὅμοιον κατὰ τὴν αὐτὴν | |
15 | δουλείαν δούλοις διαφόροις δεσπόταις δουλεύουσιν, οὕτω καὶ ὁμώνυμον λέγομεν ὄνομα τὸ ὅμοιον κατὰ τὴν αὐτὴν ὀνομασίαν διαφόροις ἀνθρώ‐ ποις ἢ σώμασιν ὑποπίπτουσιν· ἢ ὄνομα τὸ κατὰ πολλῶν ὁμοίως τῇ αὐτῇ ὀνομασίᾳ τιθέμενον· πρόσκειται δὲ τὸ «κατὰ πολλῶν» διὰ τὸ προσηγορικόν, ὅπερ οὐ κατὰ πολλῶν λέγεται, ἀλλὰ κατὰ παντὸς τοῦ εἴδους, ὥσπερ τὸ | |
20 | ἄνθρωπος κατὰ παντὸς ἀνθρώπου. Συνώνυμον.] Ὥσπερ σύνδουλόν φαμεν δοῦλον τὸν σὺν πολλοῖς ἑνὶ δεσπότῃ δουλεύοντα, οὕτω καὶ συνώνυμον λέγομεν ὄνομα τὸ σὺν ἄλλοις ὀνόμασι μίαν οὐσίαν ἐμφαῖνον. Ἐναντίον δέ ἐστι τῷ ὁμωνύμῳ τὸ συνώνυμον· τὸ μὲν γὰρ ὁμώνυμον ὄνομα μὲν ἓν ἔχει, πρᾶγμα δὲ | |
25 | διάφορον, ἄλλος γὰρ ὁ θαλάσσιος μῦς καὶ ἄλλος ὁ γηγενής· τὸ δὲ συνώνυμον ἔμπαλιν πρᾶγμα μὲν ἓν ἔχει, διαφόροις δὲ ὀνόμασιν ὀνομάζει. Ἰστέον δὲ ὅτι ἐναντιοῦνται οἱ γραμματικοὶ καὶ οἱ διαλεκτικοί· οἱ μὲν 〈γὰρ〉 γραμματικοὶ ὁμώνυμά φασι τὰ τιθέμενα ὁμοίως διὰ τοῦ αὐτοῦ ὀνόματος ἐπὶ διαφόρων προσώπων, οἱ δὲ φιλόσοφοι ὁμώνυμά φασι τὰ | |
30 | τὸ αὐτὸ γένος ἔχοντα καὶ τὴν αὐτὴν οὐσίαν, ὡς ἔλαφοι καὶ ἄνθρωποι, ἄμφω γὰρ ζῷα· καὶ ὅτι ἡ αὐτὴ οὐσία ἀμφοτέρων, ἀπὸ τοῦ σημαινο‐ μένου συγκρίνοντες οἱ φιλόσοφοι ταῦτα ὁμώνυμά φασιν· ἀπὸ δὲ τῆς φωνῆς οἱ γραμματικοὶ τὰ διὰ μιᾶς φωνῆς ἐπὶ διαφόρων προσώπων λεγόμενα ὁμώνυμά φασι, καὶ τὸ μὲν ὄνομα θηλυκῶς ὁμωνυμία λέγεται, | |
35 | τὰ δὲ πράγματα ὁμώνυμα· τὰ δὲ συνώνυμα παρὰ τοῖς διαλεκτικοῖς καὶ πολυώνυμα λέγεται. Διαφέρει δὲ τὸ ὁμώνυμον τοῦ συνωνύμου, ᾗ δια‐ φέρει μονὰς δυάδος· τὸ μὲν γὰρ ὁμώνυμον ὀνόματος μόνου κατηγορεῖ‐ | |
ται, τὸ δὲ συνώνυμον καὶ ὀνόματος καὶ πράγματος. | 554 | |
555 | Φερώνυμον.] Φερώνυμα κυρίως λέγονται τὰ ἀπὸ συμφορᾶς τινος καὶ δυστυχίας ὀνομασθέντα· ἐπεὶ γὰρ φορά ἐστιν ἡ τύχη, φερώνυμον λέγεται τὸ ἀπὸ φορᾶς καὶ τύχης ὠνομασμένον, τὸ τὴν αἰτίαν τοῦ ὀνό‐ ματος ἐν αὑτῷ φέρον καὶ δηλοῦν· Μεγαπένθης γὰρ ἐκλήθη, ἐπειδὴ | |
5 | μέγα πένθος κατεῖχε τὴν Ἑλλάδα, ἐπὶ γὰρ τῶν χρόνων τοῦ Ἰλιακοῦ πολέμου γεγέν〈ν〉ηται· καὶ Τισαμενός, ἐπεὶ τίσιν ἐποιήσατο ὁ πατὴρ αὐτοῦ Ὀρέστης τοῦ πατρικοῦ φόνου. Λέγεται δὲ φερώνυμα καὶ ὅσα ὡς ἔτυχε μὲν ὀνομάζονται, ὕστερον δὲ ἁρμόδια εὑρίσκονται, ὡς Δημο‐ σθένης· τοῦτον γὰρ ὡς ἔτυχεν ὠνόμασαν οἱ γονεῖς, ὕστερον δὲ σθένος | |
10 | εὑρέθη τοῦ δήμου· ὁμοίως καὶ τὸ Θυέστης Πενθεύς. Ταῦτα δὲ ὁ ποιη‐ τὴς ἐπώνυμα καλεῖ, 〈τ 409〉 τῷ δ’ Ὀδυσ[σ]εὺς 〈ὄνομ’〉 ἔστω ἐπώ‐ νυμον, ἀντὶ 〈τοῦ〉 φερώνυμον. Διώνυμον.] Διώνυμόν ἐστι = Σv 237, 23—238, 6. 〈Heliodori.〉 —Διαφέρει δὲ τὸ κύριον τοῦ διωνύμου, καθὸ τὸ μὲν | |
15 | κύριον ἓν ὄνομα σημαίνει καὶ ἓν πρᾶγμα, τὸ δὲ διώνυμον ἓν μὲν ἔχει πρᾶγμα, κατὰ δὲ τοῦ ἑνὸς δύο εἰσὶν ὀνόματα. Ἴδιον δέ ἐστι τοῦ διωνύ‐ μου [ἔστι] καὶ τὸ ἐπὶ κυρίων μόνον λέγεσθαι, ὡς τὸ Ἀλέξανδρος ὁ καὶ Πάρις, ἀμφότερα γὰρ κύρια. Τὸ δὲ Πάρις ὄνομα ἐκ τῆς πήρας κέκλη‐ ται· ὡς γὰρ ποιμὴν πήραν ἔφερεν. Ὅταν οὖν ᾖ τὰ δύο ὀνόματα κύρια | |
20 | καθ’ ἑνὸς τεταγμένα, τότε μόνον διώνυμον καλεῖται, ὡς δηλονότι ἐπ’ ἀν‐ θρώπου μόνου καὶ θεοῦ θεωρεῖσθαι τὸ διώνυμον· ἐπὶ γὰρ ἀνθρώπου μόνου καὶ θεοῦ τὰ κύρια τάττονται. Εἰ δέ τις λέγοι, ὅτι καὶ τὸ ἦτορ καὶ ψυχή δύο ὀνόματά εἰσι καθ’ ἑνὸς σημαινομένου τεταγμένα, ἐροῦμεν, ὅτι οὐκ εἰσὶ κύρια, ἀλλὰ προσηγορικά, κοινὴν οὐσίαν σημαίνοντα, συνώ‐ | |
25 | νυμα δέ, ὅτι ἐν διαφόροις ὀνόμασι τὸ αὐτὸ δηλοῦσιν· λέγεται γὰρ ἦτορ ψυχή θυμός· εἰ δὲ Ἀλέξανδρος Πάρις, διάφορά εἰσιν ὀνόματα τὸν αὐτὸν δηλοῦντα, ἀλλὰ κύριά εἰσιν. Καὶ ἄλλο δὲ γνώρισμα τοῦ διωνύ‐ μου τὸ συνεφέλκεσθαι τὸ ἕτερον, οἷον ἐν τῷ Πάρις εὐθέως συνυπα‐ κούεται τὸ Ἀλέξανδρος, κἂν μὴ ὀνομάζηται, οὐ μὴν ἐν τῷ Ἀλέξανδρος | |
30 | τὸ Πάρις, ὅτι πολλοὺς ἴσμεν Ἀλεξάνδρους καλουμένους, Πάριν δὲ ἕνα. Διὰ τοῦτο εἶπεν ὁ τεχνογράφος «οὐκ ἀναστρέφοντος τοῦ λόγου», τουτέστιν οὐκ ἀντιστρέφοντος τοῦ λόγου καθ’ ἕτερον μέρος· τὸ δὲ «τίς» παρέλκει, θέλει γὰρ εἰπεῖν «οὐ γὰρ εἰ Ἀλέξανδρος καὶ Πάρις»· οὐκ ἐπήγαγε δὲ τὸ ἀντιστρέφον, ὡς φανερὸν τὸ «ἀλλ’ εἴ τις Πάρις, οὗτος | |
35 | καὶ Ἀλέξανδρος». —Πολλὰ δὲ τῶν ἀντιγράφων ἔσφαλται· ἡ γὰρ ὀρθό‐ της τοῦ ῥητοῦ οὕτως· «διώνυμόν ἐστιν ὀνόματα δύο κύρια | |
καθ’ ἑνὸς τεταγμένα». | 555 | |
556 | Ἐπώνυμον.] Ἐπώνυμόν ἐστι τὸ ὡς ἐπιθετικῶς λεγόμενον ὄνομα μετὰ κυρίου μόνου κατὰ μιᾶς οὐσίας τιθέμενον. 〈Τοῦτο δὲ〉 προσέθηκα διὰ τὸ ἐπίθετον· χρὴ γὰρ πανταχοῦ διαστέλλειν αὐτὸ ἐκ τοῦ ἐπιθέτου, ἐπειδή τινες ταὐτὸν ᾠήθησαν εἶναι τὸ ἐπώνυμον τῷ ἐπιθέτῳ etc. = Σm | |
5 | 392, 2—12. Ἀλλ’ ἐρεῖ τις, «εἰ 〈τὸ〉 ἐν τῷ ἐπωνύμῳ ῥηθὲν 〈ταὐτὸν〉 σημαίνει ὅπερ καὶ τὸ κύριον, οὐκοῦν καὶ αὐτὸ κύριον ὂν καὶ μεθ’ ἑτέ‐ ρου κυρίου λεγόμενον ποιείτω τὴν τάξιν τοῦ διωνύμου». Ἀλλά φαμεν ὡς οὐ δύναται τοῦτο γενέσθαι· τὸ μὲν γὰρ διώνυμον ἴσον ἔχει τὸ ἕτε‐ ρον ὄνομα κατὰ τὴν σημασίαν, καθὸ κύριον μετὰ κυρίου φαίνεται ἔχον, | |
10 | καὶ ὅτι δίχα τῆς κυριευούσης οὐσίας τῶν δύο ἓν ἕκαστον αὐτῶν χωρίσαι δύναται καὶ ἰδίαν οὐσίαν παρασκευάσαι, καὶ ὅτι οὐδέτερον τῶν ὀνομά‐ των ἔχει πρᾶξιν σημαῖνον· τὸ δὲ ἐπώνυμον οὔτε ἴσον ἔχει τὸ ἕτερον ὄνομα, τὸ μὲν γὰρ κύριον, τὸ δὲ ὡς ἐπιθετικόν, οὔτε δίχα τῆς κυριευ‐ ούσης οὐσίας τῶν δύο ἓν ἕκαστον αὐτῶν χωρίσαι δύναται πρὸς τὸ ἰδίαν | |
15 | οὐσίαν σημαίνειν, ἥνπερ [οὐκ] ἐμφαίνει τὸ κύριον, καὶ κατὰ τοῦτο δια‐ φέρει τοῦ κυρίου. Διαφερέτω οὖν κατ’ αὐτὸ τοῦτο καὶ τοῦ διωνύμου, εἴ γε τὸ μὲν διώνυμον δύο κύρια ἔχει ὀνόματα, τὸ δὲ ἐπώνυμον ἓν κύριον καὶ ἓν ὡς ἐπίθετον, ὅπερ ἰδιάζον ἐπίθετον καλοῦσιν οἱ παλαιοὶ τεχνογράφοι, ἐπείπερ ἰδιαζόντως κατὰ ἑνὸς τίθεται, καὶ οὐχ, ὥσπερ τὸ | |
20 | ἐπίθετον, κατὰ πολλῶν. Ἐθνικόν.] Ἐθνικόν ἐστι κυρίως τὸ ἔθνους ὁλοκλήρου δηλωτικόν, καταχρηστικῶς μέντοι καὶ τὸ ἀπὸ μιᾶς πόλεως. 〈Γίνεται δὲ τετραχῶς,〉 ἀπὸ γένους μέν, ὡς Ἕλλην βάρβαρος, ἀπὸ χώρας, ὡς Θεσσαλός, ἀπὸ πόλεως, ὡς Φθιώτης, ἀπὸ βασιλέως, ὡς Ἀχαιός. Τὸ μέντοι Φρύγιος | |
25 | οὐκ ἔστιν ἐθνικόν, εἴ γε τὸ μὲν Φρύξ πρωτότυπον, τὸ δὲ Φρύγιος παρά‐ γωγον· εἰ δὲ παράγωγον, καὶ εἴδους κτητικοῦ, ὡς ἀπὸ τοῦ τύπου φαί‐ νεται, εἰς ιος γὰρ λήγει, ὡς τὸ Νεστόρειος· ὁμοίως 〈δὲ〉 δύναται καὶ αὐτὸ τῶν ὑποβεβ[λ]ηκότων εἶναι εἰδῶν, ἐθνικὸν καὶ αὐτὸ λεγόμενον, ὡς ἀπὸ τοῦ παραγώγου κτητικοῦ. | |
30 | Ἐρωτηματικόν.] Ἰστέον ὅτι etc. = Σv 239, 5—9. Ἐρωτῶμεν δὲ μαθεῖν ἐθέλοντες etc. = Σv 239, 18—240, 16. Ἀόριστον.] Τὸ ἀόριστον ἐναντίως ἔχει τῷ ἐρωτηματικῷ, καθὸ etc. = Σh 68, 4—9. Ἔχει δὲ τὴν γένεσιν etc. = Σv 240, 20—25. | |
35 | Ἀναφορικόν.] Ἀναφορά ἐστιν etc. = Σv 240, 28—32. Μιᾶς δὲ δυνάμεώς ἐστι τὰ τέσσαρα, ἕκαστον γὰρ αὐτῶν ὁμοίωσιν | |
σημαίνει. Χρῶνται δὲ τῷ ὁμοιωματικῷ ἀντὶ θαυμαστικοῦ πολλάκις, ὡς | 556 | |
557 | Ἀριστοφάνης 〈Nub. 819〉 τὸν Δία νομίζειν ὄντα τηλικοῦτον, ἀντὶ τοῦ μέγαν, καὶ Ὅμηρος 〈Α 516〉 τόσον ἔγωγε μετὰ πᾶσιν ἀτιμο‐ τάτη θεός εἰμι, ἀντὶ τοῦ πολύ. Περιληπτικόν.] Περιληπτικὸν ὄνομα λέγεται, ὅταν ὁ μὲν χαρα‐ | |
5 | κτὴρ ἑνικὸς ᾖ, ἐμφαίνηται δὲ διὰ τοῦ σημαινομένου πολύ τι πλῆθος, οἷον στρατός χορός· εἴρηται δὲ περιληπτικὸν παρὰ τὸ περιέχειν τὰ ἐξ αὐτοῦ σημαινόμενα. Ἐντεῦθεν καὶ οἱ ποιηταὶ εἰδότες τὸ σημαινόμενον πολλά‐ κις πρὸς αὐτὸ ὑπαντῶσι καὶ ῥήματα πληθυντικοῦ ἀριθμοῦ ἐπάγουσιν, οἷον 〈Υ 166〉 ἀγρόμενοι πᾶς δῆμος, καὶ 〈Β 278〉 ὣς φάσαν ἡ | |
10 | πληθύς. Καὶ ὥσπερ ἐπὶ τοῦ 〈ἐπι〉μεριζομένου ἐν τῷ ἕκαστος ἐκ τῆς καθ’ ἕνα τομῆς ἐπὶ πάντας γίνεται ἡ ἀναφορά, καὶ ἐν τῷ ἕκαστοι ἐκ τῆς κατὰ πολλοὺς τομῆς ἐπὶ πάντας γίνεται ἡ ἀναφορά, οὕτω καὶ ἐν τῷ δῆμος ἑνικῷ τύπῳ πλῆθος περιλαμβάνομεν, καὶ πάλιν ἐν τῷ δῆμοι πολλοὺς δήμους δηλοῦμεν συνηγμένους ἐκ διαιρέσεως ἑκάστης πλῆθος | |
15 | περικλειούσης. Ἐπιμεριζόμενον.] Ἐπιμεριζόμενόν ἐστιν ὃ ποιεῖται ἀπὸ πλήθους προσώπων ἐξαναρίθμησιν· εἴρηται δὲ ἐπιμεριζόμενον, ἐκ δύο ἢ καὶ πλειόνων ἐπὶ ἓν ἔχον τὴν ἀναφοράν. Ἔδει εἰπεῖν ἕτερος καὶ ἄλλος, ταῦτα γὰρ ἐκ δύο καὶ πολλῶν ἕνα σημαίνει. Ἔστιν οὖν οὕτως ἄμεινον | |
20 | λέγειν, «ἐπιμεριζόμενόν ἐστιν ὃ δηλοῖ ἕνα ἐκ δύο, ἢ δύο καθ’ ἕνα, ἢ ἕνα ἐκ πολλῶν, ἢ πολλοὺς καθ’ ἕνα». Δοκεῖ δέ πως περιέχειν τὸ περι‐ ληπτικόν, εἴ γε ἑκάτερον αὐτῶν ἐπὶ τὸ πάντας δηλοῦν ἀναφέρεται· δια‐ φέρει δέ, ὅτι τὸ μὲν ἐκ τοῦ καθ’ ἕκαστον ἐπιμερισμοῦ τὴν πρὸς πάντας ἔμφασιν ἔχει, τὸ δὲ οὐκ ἐξ ἐπιμερισμοῦ, ἀλλ’ αὐτὸ μόνον περίληψιν | |
25 | σημαίνει [τὸ περιληπτικόν]. Περιεκτικόν.] Τοῦ περιεκτικοῦ ἡ φωνή etc. = Σv 241, 29‐ 242, 8. Πεποιημένον.] Πεποιημένον ὄνομά ἐστιν, ὅταν κατὰ μίμησιν ἤχου τινὸς καὶ τῆς ποιότητος τοῦ ὑποκειμένου πράγματος προ[σ]ενεχθῇ· | |
30 | φλοῖσβος ἐπὶ θαλάσσης, ῥοῖζος ἐπὶ βέλους. Γίνεται etc. = Σv 242, 18—21. Γενικόν.] Γενικόν ἐστιν ᾧ περιέχεται καὶ περιείληπται πολλὰ καὶ ἀνόμοια εἴδη· ἢ τὸ γένος ἐμφαῖνον διὰ τὸ ἀποτεκεῖν τινα ἴδιόν τι ἔχοντα. Ἔλαβε δὲ γενικώτατα γένη τὸ ζῷον καὶ τὸ φυτόν· ὑπόκειται γὰρ αὐτοῖς ἕτερα γένη. | |
35 | Εἰδικόν.] Εἰδικόν ἐστιν ᾧ 〈οὐ〉 περιέχεται οὐδὲ περιείληπται πολλὰ | 557 |
558 | καὶ ἀνόμοια εἴδη, ἀλλ’ ἕν τι δηλοῦται, οἷον ἵππος βοῦς· ἢ ὃ ἴδιόν τι ἐκ τοῦ γένους λαβὸν ἔχει. —Τὰ ἐκ τοῦ γένους διαιρεθέντα καλεῖται καὶ εἰδικὰ καὶ προσηγορικά, εἰδικὰ μέν, καθὸ διαιρεῖται, προσηγορικὰ δέ, καθὸ τὴν κοινὴν οὐσίαν σημαίνει· ὃ δὲ προσηγορικὸν μέν ἐστιν, οὐ μὴν | |
5 | καὶ εἰδικόν, οὐδὲ γὰρ ἔκ τινος διαιρεῖται τῶν γενῶν, ἐπεὶ οὔτε ζῷον οὔτε φυτόν. Τακτικόν.] Τοῦτο σύγκρισιν οὐκ ἀναδη. etc. = Σv 242, 32—34. Ἀριθμητικόν.] Διάκρισιν ποιεῖται etc. = Σv 243, 1—7. Ἀπολελυμένον.] Ἀπολελυμένον ἐστὶν etc. = Σv 243, 14—17. | |
10 | Τοῦ δὲ ὀνόματος διαθέσεις εἰσὶ δύο.] Ἰστέον ὅτι τὸ ὄνομα etc. = Σv 243, 20—27. Εἰ ἄρα καὶ τὰ ὀνόματα etc. = Σv 243, 30—244, 3. | |
13t | § 13. | |
14t | Περὶ ῥήματος. | |
15 | Εἴρηται ῥῆμα παρὰ τὴν ῥύσιν etc. = Σv 244, 7—9. Διὰ τί δὲ αὐτῷ παρέπεται εἴδη, καίτοι οὐδὲν διαφέρον τοῦ ἄρδω τὸ ἀρδεύω; Καί φαμεν, ὅτι εἰ καὶ μὴ σημασίᾳ διαφέρουσιν etc. = Σh 73, 19—25. Μὴ ταραττέτω δέ σε τὸ διάφορον etc. = Σv 244, 11—23. | |
20 | Διαθέσεις κατὰ τὴν ἀκρίβειαν etc. = Σv 246, 7—247, 13. Βούλονται δέ τινες προτάττειν τὰ ἀπαρέμφατα, ἐπεί, φασιν, αὐτὸ ὄνομα τοῦ πράγματος ὑπάρχει, ἔστι δὲ πρῶτα φύσει τῶν προσώπων τὰ πράγματα. Οἷς οὐ χρὴ πείθεσθαι· εὐλόγως γὰρ προτάττεται ἡ ὁρι‐ στική, καθὸ πρᾶγμα διὰ προσώπου ὁρᾶται οὐδὲ γίνεται μὴ προϋποκει‐ | |
25 | μένου προσώπου· ἐπεὶ τοίνυν τὸ πρᾶγμα διὰ προσώπου ὁρᾶται, ἄμεινον προτάττεσθαι τὸ πρόσωπον, δι’ οὗ τὸ πρᾶγμα γνωρίζεται· δεύτερον δὴ τὸ πρᾶγμα, ἅτε δὴ σὺν προσώπῳ καὶ διὰ προσώπων φύσει νοούμενον, ἅμα καὶ φαινόμενον· μετὰ δὲ τὰ ἀπαρέμφατα ἡ προστακτικὴ πρὸ τῶν εὐκτικῶν, ὅτι ὀλίγη φωνῶν παραγωγὴ τῶν προστακτικῶν [καὶ δεῖ τὸ | |
30 | ἀσθενὲς εἶναι κατὰ τὸν ποιητὴν μέσον]. Σχήματα τρία.] Τὸ καταφρονῶ etc. = Σv 247, 19—26. Χρὴ δὲ εἰδέναι, ὅτι ἡ ἐνεργ. διάθ. etc. = Σm 401, 4—28. Χρὴ δὲ εἰδέναι, ὡς αἱ γενικώταται διαθέσεις τρεῖς εἰσιν, 〈ἐνεργη‐ τική, παθητικὴ καὶ〉 μέση. Μέση διάθεσίς ἐστιν ἡ ποτὲ μὲν ἐνέργειαν | |
35 | παριστῶσα ἐν φωνῇ παθητικῇ, ποτὲ δὲ πάθος ἐν φωνῇ ἐνεργητικῇ. | 558 |
559 | Πρόσωπα τρία.] Τὸ πρόσωπον ἴδιόν ἐστι τῆς ἀντωνυμίας· αὕτη γὰρ προσώπων etc. = Σv 247, 32—248, 12. Χρόνοι τρεῖς.] Ἀνάγκη ἐστὶ etc. = Σv 248, 13—249, 2. Φασὶ δὲ ὡς εἰς χρονικὰ διαστήματα διεῖλε τοὺς χρόνους ὁ Διο‐ | |
5 | νύσιος, ὡς εἴ τις εἰς ἐνιαυτὸν 〈καὶ〉 μῆνα καὶ ἡμέραν καὶ ὥραν τέμνει τοὺς χρόνους· καὶ διὰ τοῦτο ἐνεστῶτά φησιν, ἤτοι ὡς πρὸς μῆκος ἐνιαυτοῦ ἢ μηνὸς ἢ ἡμέρας ἢ ὥρας· καὶ γάρ φαμεν ἐνεστῶτα ἐνιαυτὸν καὶ μῆνα καὶ ἡμέραν καὶ ὥραν. Χρόνοι τοίνυν φυσικώτατοι μὲν τρεῖς· εἶπον δὲ «φυσικώτατοι», ἐπειδὴ τούτων ἡ φύσις καὶ πρὸ τῆς τέχνης | |
10 | ἐτύγχανεν, ὅθεν καὶ γενικώτατοι προσαγορεύονται. —Διὰ τί δὲ οὐκ ἤρξατο ἀπὸ τοῦ παρῳχημένου, ὡς φύσει προτέρου ὄντος τοῦ ἐνεστῶτος; Φαμὲν ὡς ὁ ἐνεστὼς τὸ θέμα ἐστὶ τοῦ ῥήματος, ἀφ’ οὗ πᾶσαι αἱ κινή‐ σεις· διὸ προετάγη· ἄλλως τε καὶ ὁ παρῳχημένος ἦν ποτε ἐνεστώς. Ἰστέον δὲ ὅτι αἱ ὀνομασίαι τῶν χρόνων ἀπὸ τῆς σημασίας ἐγένοντο, | |
15 | τὴν 〈δὲ〉 συγγένειαν τῶν χρόνων καταλαμβάνομεν κατὰ τὴν φωνὴν καὶ κατὰ τὸ σημαινόμενον etc. = Σv 250, 5—251, 11 et 251, 21—25. | |
17t | § 14. | |
18t | Περὶ συζυγίας. | |
19 | Μηδεὶς ὑπολάβοι ἴδιον μέρος λόγου εἶναι τὴν συζυγίαν· ἓν γάρ | |
20 | ἐστι καὶ αὕτη τῶν παρεπομένων τῷ ῥήματι· ἰδίᾳ δὲ τέτακται ἅτε δὴ πολυσχιδὴς οὖσα καὶ πολλῆς τεχνολογίας δεομένη. Εἰ γὰρ ἦν ἴδιον μέρος λόγου, ἀνῄρει τῆς μετοχῆς τὸ ὄνομα, διότι ἡ μετὰ τὸ ὄνομα καὶ τὸ ῥῆμα λέξις μετοχὴ λέγεται, ἐπειδὴ μετέχει τῶν δύο. Εἴρηται δὲ συζυγία ἀπὸ μεταφορᾶς etc. = Σm 406, 5—16. | |
25 | Τίνος ἕνεκεν προτετίμηται τὰ βαρύτονα; Καί φαμεν ὅτι γνήσιά ἐστιν· εἰ γάρ τις ἀναλύσει τὰ περισπώμενα καὶ ἀναπτύξει, εὑρήσει βαρύ‐ τονα· καὶ τὰ εἰς μι τὸν αὐτὸν τρόπον. Χρὴ δὲ εἰδέναι ὅτι περιττεύει τὸ τ etc. = Σm 408, 25—31. — Καὶ εἴ τις λέγει, διὰ τί μὴ τοῦ τ ἐστὶν ἡ συζυγία, ἀλλὰ τοῦ π, φαμὲν | |
30 | οὕτως, ὅτι τὸ τ ἀσθενέστατον ὂν ἀπολεῖ τὴν συζυγίαν· πρῶτον μὲν 〈γὰρ〉 οὐκ ἔστι φωνῆεν, ἀλλὰ σύμφωνον· δεύτερον οὐκ ἔστιν ἡμίφωνον, ἀλλ’ ἄφωνον· πάλιν οὐδὲ δασύ, ἀλλὰ ψιλόν, ἀλλὰ καὶ αὐτοῖς τοῖς ψι‐ λοῖς ὑποταττόμενον. Ὧν ἡ μὲν πρώτη ἐκφέρεται.] Καλῶς εἶπε τὸ «ἐκφέρεται»· | |
35 | τοῦτο γὰρ δηλοῖ, ὅτι ἀπὸ θέματος καὶ οἱονεὶ ἀπὸ ἀφετηρίας προέρχεται, ἐκ μεταφορᾶς τῶν ἁμιλλητηρίων ἵππων. Λίαν δὲ εὐτάκτως ἡ πρώτη | |
συζυγία ἐκφέρεται διὰ τοῦ β ἢ π ἢ φ, συγγενῆ γάρ εἰσι. Καὶ δῆλον | 559 | |
560 | τοῦτο, ὅτι ὅσα ῥήματα ἐν τῷ ἐνεστῶτι ἐκφέρεται δι’ ἑνὸς τούτων τῶν συμφώνων, ἐκφέρει τὸν μέλλοντα διὰ τοῦ ψ, καὶ πάλιν ὅσα ὀνόματα λήγει εἰς σύμφωνον τὸ ψ, τὸ χαρακτηρίζον αὐτῶν τὸν μέλλοντα, δι’ ἑνὸς τούτων κλίνεται· τὸ δὲ αὐτὸ εὕροι τις ἂν καὶ ἐπὶ τῶν ἄλλων συζυγιῶν. | |
5 | Τινὲς δὲ ἑβδόμην συζυγίαν εἰσάγουσιν.] Εἰρήκαμεν etc. = Σv 253, 18—26. Ζητοῦσί τινες, τίνος χάριν etc. = Σm 412, 1—13 et Σv 253, 36 —254, 2. | |
9t | § 15. | |
10t | Περὶ μετοχῆς. | |
11 | Ἀναγκαίως δὴ μετὰ τὸ ὄν. etc. = Σm 416, 7—9 et 415, 27—416, 7. 〈Heliodori.〉 —Καὶ ὅτι μὲν ἀναγκαίως ἀντὶ ῥήματος ἡ μετοχὴ παραλαμβάνεται δῆλον. Διὰ τί δὲ καὶ εἰς πτώσεις μετάγεται φανερόν· τοῦ γὰρ ὀνόματος εἰς πτώσεις μετιόντος ἄλλως οὐ συνήρχετο, μὴ με‐ | |
15 | τιοῦσα εἰς πτώσεις, οἷον «Ἀγαμέμνων νικήσας, Ἀγαμέμνονος νικήσαν‐ τος». Οὐ καθὼς δέ τινες οἴονται, ὧν εἷς ὁ Διονύσιος, ἄμοιρος ἐγκλίσεών ἐστιν ἡ μετοχή· διὰ γὰρ τῆς εἰς τὸ ῥῆμα συντάξεως δηλοῦται ἡ ἔγκλισις αὐτῶν· τὸ γὰρ «ἀναγινώσκων εὔχομαι» ὁριστικὴν ἔχει τὴν ἔγκλισιν, ἐπειδὴ καὶ τὸ ῥῆμα, καὶ τὸ «ἀναγινώσκων εὔχου» προστακτι‐ | |
20 | κήν. Εὑρήσομεν οὖν τὴν μετοχὴν 〈ἐν〉 μιᾷ φωνῇ τὰς ἐγκλίσεις ἔχουσαν καὶ τῇ 〈συν〉τάξει σαφηνιζομένην, ὡς καὶ τὰς πτώσεις τῶν οὐδετέρων. Ὁμοίως δὲ καὶ τὴν τῶν προσώπων ἔχει διάκρισιν. Ἰστέον γε μὴν ὡς πᾶσα μετοχὴ τριγενής ἐστι, πλὴν ἐφ’ ὧν ἡ φύσις οὐκ ἐᾷ· καὶ ὅτι πᾶσα μετοχὴ παράγωγός ἐστι, πλὴν τῆς 〈ex. gr. ι 2〉 | |
25 | Ἀλκίνοε κρεῖον· καὶ ὅτι πᾶσα μετοχὴ ἀρσενικὴ ἐνεργητικὴ εἰς ν κατα‐ λήγει ἢ εἰς ς μετὰ μακρᾶς καὶ διὰ τοῦ ντ κλίνεται, πλὴν τῶν παρα‐ κειμένων καὶ ὑπερσυντελίκων· καὶ ὅτι πᾶσα μετοχὴ θηλυκὴ εἰς η λήγει ἢ εἰς α. Εὐλόγως δὲ ἡ μετοχὴ οὔτε πρόσωπα οὔτε ἐγκλίσεις ἔχει, ἐπεὶ καὶ | |
30 | ὀνόματος τάξιν ἐπέχει, τοῖς δὲ ὀνόμασιν οὔτε πρόσωπα οὔτε ἐγκλίσεις παρέπονται. | |
32t | § 16. | |
33t | Περὶ ἄρθρου. | |
34 | Εἴρηται ἄρθρον παρὰ τὸ ἀρθροῦν etc. = Σh 74, 3—12 et 74, 20‐ | |
35 | 75, 29. | 560 |
561 | 〈Οὐκ〉 ἐπινενόηται δὲ τὸ ἄρθρον etc. = Σv 256, 15—257, 13 et 257, 27—258, 24. | |
3t | § 17. | |
4t | 〈Περὶ ἀντωνυμίας.〉 | |
5 | Εὐλόγως τέτακται μετὰ τὸ ἄρθρον etc. = Σh 76, 30—77, 16 et 77, 21—23. Ζητοῦσι δέ etc. = Σv 258, 31—260, 11; 260, 21—24; 260, 17 seq; 260, 26—262, 11; 265, 26—266, 3. Πρόσωπα πρωτοτύπων μὲν ἐγώ σύ ἵ. —Εἰς δύο διαιρουμένων | |
10 | etc. = Σh 78, 19—23; 79, 7—80, 1; 80, 25—87, 13. Ἰστέον μέντοι, ὅτι τὸ ἵ, ὅπερ ἐστὶ τρίτον πρόσωπον, οὐχ εὕρηται ἐν χρήσει· ἔοικε δὲ ἀπὸ τῆς τῶν Ἀττικῶν χρήσεως εἰρῆσθαι· ἐκεινοσί γὰρ λέγουσι καὶ οὑτοσί ἐπὶ τῶν τριῶν ἀριθμῶν (cfr Σv 264, 12—15). Τὸ τρίτον πρόσωπόν ἐστι τὸ πολλαχῶς ἐξαλλασσόμενον καὶ τῶν πρω‐ | |
15 | τοτύπων καὶ τῶν παραγώγων ἀντωνυμιῶν. Πῶς ποτὲ μὲν πρωτότυπον etc. = Σm 425, 8—13. Καὶ τὴν μὲν πρωτότυπον ἄλλως etc. = Σv 264, 21—31 et 265, 14—24. Σχήματα. —Κατὰ τὸ ἀρχαῖον etc. = Σh 88, 21—89, 22. | |
20 | Αἱ σύνθετοι κλητικὴν etc. = Σv 266, 14—22 et 267, 22—24. | |
21t | § 18. | |
22t | Περὶ προθέσεως. | |
23 | Καὶ ἐκ τῆς προθέσεως δείκνυται etc. = Σh 91, 13—93, 9. | |
25 | Διὰ δὲ τὸ θέλειν τὸν πρῶτον etc. = Σv 269, 30—270, 10. Πᾶσα δὲ πρόθεσις ὀξύνεται· ἔνθεν etc. = Σh 93, 30—94, 8. Ἔστι δὲ τῆς προθέσεως τὸ μὲν ἐλάχιστον etc. = Σv 270, 18—27. Πᾶσα δὲ πρόθεσις μεγεθυνομένη etc. = Σv 271, 6—10. Σημειωτέον δὲ ὅτι μόνη ἡ σύν etc. = Σh 94, 16—20. | |
30 | Ἰστέον δὲ ὅτι αἱ προθέσεις etc. = Σv 271, 11—22. | |
31t | § 19. | |
32t | Περὶ ἐπιρρήματος. | |
33 | Ἐπίρρημά ἐστι μέρος λόγου etc. = Σd 59, 2—8. Ὁριστέον δὲ αὐτὸ οὕτως· λέξις etc. = Σh 95, 9—96, 4. | |
35 | Οἱ δέ φασιν, ὡς ἡ ἐπί πρόθεσις etc. = Σv 271, 29—272, 5. Οἱ δέ φασιν, ὅτι ἀπὸ μιᾶς συντάξεως τῆς κυριωτέρας ὠνομάσθη· | |
εἰ etc. = Σv 273, 18—23. | 561 | |
562 | Ποιεῖται δὲ τὸ ἐπίρρημα πρὸς τὸ ῥῆμα τὴν σύνταξιν ἢ καθόλου ἢ μερικῶς etc. = Σv 272, 16—31. Τῶν δὲ ἐπιρρημάτων τὰ μέν ἐστιν ἁπλᾶ. —Διὰ etc. = Σh 96, 17—25. | |
5 | Τὰ δὲ χρόνου δηλωτικά, οἷον νῦν τότε αὖθις. —Διὰ etc. = Σd 59, 18—20. Προστιθέναι δὲ δεῖ τὸ «γενικοῦ» etc. = Σh 96, 33—97, 30. Ὥσπερ δὲ ὁ καιρὸς τοῦ χρόνου μερικ. etc. = Σd 59, 23—25. Διαφέρει δὲ χρόνος καιροῦ etc. = Σv 274, 4—9. | |
10 | Καὶ τὰ μὲν χρονικὰ παράτασιν χρόνου etc. = Σv 274, 24—27. Τὰ δὲ μεσότητος, οἷον καλῶς σοφῶς. —Μεσότητος etc. = Σv 275, 14—28. Πάντα δὲ παράγωγα τὰ εἰς ως, πλὴν τοῦ ἕως τέως, 〈καὶ〉 πάντα ἀπὸ γενικῶν, πλὴν τοῦ οὕτως ὥς (= Σv 274, 31—33). | |
15 | Καλεῖται δὲ μεσότητος· μέσα γὰρ etc. = Σv 275, 6—8. Καὶ ἀπὸ μὲν τῆς γενέσεως μεσότητος, ἀπὸ δὲ τῆς σημασίας ποιότη‐ τος καλοῦνται· τὸ γὰρ καλῶς ἢ ψυχῆς ἢ σώματος ἢ ἄλλου τινὸς ποιό‐ τητα δηλοῖ (cfr Σh 98, 1 seq et Σv 275, 3—5). Καὶ χρὴ γινώσκειν, ὡς τὸ τῆς μεσότητος ἐπίρρημα πάντως ἐστὶ καὶ ποιότητος, οὐ μὴν εἴ | |
20 | τι ποιότητος, πάντως καὶ μεσότητος· οἷον ἐὰν εἴπω «καλῶς γράφω», τὴν ποιότητα τῆς καλῆς γραφῆς ἐδήλωσα (cfr Σh 98, 2—5). Διὰ τί δὲ παρὰ μόνης τῆς γενικῆς τοῦ πληθυντικοῦ γίνεται; Ὅτι αὕτη μόνη ὁμοίως ἐκφωνεῖται ἐπὶ τῶν τριῶν γενῶν. Τὰ δὲ ποιότητος. —Ποιότητος ταῦτα λέγ. etc. = Σh 98, 6—10. | |
25 | Ποιότητος γάρ εἰσιν ἐπιρρήματα etc. = Σv 275, 30—276, 11. Τὸ κλέβδην ἀπὸ τοῦ κλέπτω, ὥσπερ ἀπὸ τοῦ ὄπτω, τοῦ θεῶμαι, τὸ ἐπίρρημα ὄβδην· καὶ τὸ πύξ ἀπὸ τοῦ πτύσσω, τὸ γὰρ πτύσσειν καὶ ἀσφαλίζειν τοὺς δακτύλους πλήττειν τε τούτοις εἴρηται πύξ· σεσημείωται τὸ βύζην πρωτότυπον ὂν σημαῖνον τὸ ἀθρόως (cfr Σv 276, 13—27). | |
30 | Τὰ δὲ ἀριθμοῦ δηλωτικά. —Ψεύδεται ὁ τεχν. etc. = Σh 98, 13—17. Τὰ δὲ τοπικά, οἷον ἄνω κάτω. —Τὰ τοπικὰ etc. = Σh 98, 18‐ 100, 10. Τὰ εἰς ω δὲ λήγοντα παράγωγα etc. = Σv 277, 2—8. Σχέσις ἐστὶν ἡ πρός τινα οἰκείωσις etc. = Σv 277, 11—17. | |
35 | Τῶν εἰς οι δὲ ἐπιρρημάτων τῶν ὑπὲρ etc. = Σv 278, 1—11. Τὰ εἰς θεν τῷ ο παραληγ. etc. = Σv 278, 25—32 et 279, 7 seq. Τὰ εἰς θεν ἐπιρρήματα καὶ τῷ α μακρῷ καὶ τῷ η καὶ τῷ ω καὶ διφθόγγῳ παραληγόμενα ἢ προπαροξύνεται ἢ προπερισπᾶται πρὸς τὸν | |
τόνον τοῦ πρωτοτύπου· τὰ δὲ τῷ ο παραληγόμενα ἐὰν μὲν ἐπὶ ὡρισμέ‐ | 562 | |
563 | νου τόπου παραλαμβάνηται, παροξύνεται, Λεσβόθεν Ἀβυδόθεν, ἐὰν δὲ προπαροξύνηται, ἐπὶ ἀορίστου παραλαμβάνεται· οὔ φημι δέ, ὅτι τὰ ἐπὶ ἀορίστου τόπου προπαροξύνεται, ἰδοὺ γὰρ καὶ ἀγρόθεν ἢ δημόθεν· ἀλλ’ εἴ τι εὕρηται προπαροξυνόμενον, τοῦτο ἀόριστον τόπον δηλοῖ. | |
5 | Τὰ δὲ εὐχῆς σημαντικά, οἷον εἴθε. —Τὸ εἴθε etc. = Σv 279, 10—15 et 18—20. Τὰ δὲ σχετλιαστικά. —Σχετλιαστικὰ λέγεται τὰ λυπηρά, σχέτλιος 〈γὰρ〉 ὁ ἄθλιος, καὶ ἐξ αὐτοπαθείας etc. = Σh 100, 11—15. Ἐπάγεται δὲ τούτοις ῥήματα οὕτως· 〈ubi?〉 βαβαὶ ὧν πάσχομεν | |
10 | κακῶν, 〈ubi?〉 ἰοὺ ὧν πάσχομεν κακῶν· Ἀριστοφάνης 〈Equ. 1〉 ἰατταταιὰξ τῶν κακῶν· λείπει «ὧν πάσχομεν»· ἔστιν οὖν Ἀττικὴ χρῆσις κατὰ ἔλλειψιν λεγομένη. Τὰ δὲ ἀρνήσεως. —Ἰστέον ὅτι τὰ τῆς ἀρνήσεως καὶ ἀποφάσεως ἐπιρρήματα ὁριστικῇ συντάττεται, «οὐ γράψω, οὐδαμῶς ποιήσω»· τὸ | |
15 | οὐχί δὲ 〈οὐκ〉 ἀνάλογον κατὰ τὸν τόνον, ἔδει γὰρ βαρύνεσθαι, ὡς καὶ τὸ ναίχι· ἐπέκτασις μέντοι ἐστὶ τὸ οὐχί τοῦ οὔ, ὡς καὶ etc. = Σd 60 24—28: τὸ δὲ οὐδαμῶς οὕτως· οὐδαμός οὐδαμοῦ οὐδαμοί οὐδαμῶν οὐδαμῶς. Τὰ δὲ συγκαταθέσεως. —Πάλιν etc. = Σv 279, 31—280, 15: τού‐ | |
20 | των δὲ τὰ μέν ἐστι ποιητικά, τὰ δὲ τῆς κοινῆς διαλέκτου. Ἠΰτε· γίνε‐ ται ἀπὸ τοῦ ἥ ἥτε ἐπεκτάσει καὶ πλεονασμῷ ἠΰτε. Τὰ δὲ εἰκασμοῦ. —Εἰκασμός ἐστιν etc. = Σh 101, 1—4. Τὸ τάχα βαρύνεται, ὅτι τὰ εἰς χα δισύλλαβα βαρύνεται· καὶ τὰ εἰς δην, πήδην ῥήδην· τὸ δὲ ἅμα βαρύνεται, ὅτι τὰ εἰς α βραχυκατάληκτα | |
25 | βαρύνεται, εἰ μὴ ἔχοι τὸ θ, διὰ τὸ δηθά, ἢ τὸ δ, διὰ τὸ διασταδά· τὸ δὲ πυκνά ἀπὸ ὀνόματος· ῥέα ῥίμφα· τὸ δὲ θαμά ἀπὸ τοῦ θαμός [καὶ τὸ θαμή]· καὶ τὸ ἤλιθα δὲ βαρύνεται ὁμοίως τῷ μίνυνθα. Τὰ δὲ τάξεως. —Ταῦτα τάξιν ἐπαγγ. etc. = Σv 280, 18—20. Τὰ δὲ θαυμαστικά. —Ἡνίκα γὰρ θαυμάζ. etc. = Σv 280, 14 seq. | |
30 | Τοῦ βαβαί οἱ ἰδιῶται τῆς βαι διφθόγγου etc. = Σd 60, 16—18. Τὰ δὲ ἀθροίσεως. —Ἀθροίσεως τὰ συναγωγῆς ἐμφαντικά· τὸ ἤλιθα ἀπὸ τοῦ ἅλις ἅλιθα καὶ ἤλιθα. Τὰ δὲ παρακελεύσεως. —Καὶ τὸ εἶεν etc. = Σv 281, 3—26. Τὰ δὲ ἀπωμοτικά. —Τὰ κατωμοτικὰ ἀκολουθεῖ τῇ συγκαταθέσει· | |
35 | ὄμνυται γὰρ οὕτως· «ναί, νὴ τοὺς θεούς». Ὅμηρος δὲ μόνος οὐ χρῆται τῷ νή κατωμοτικῷ, ἀλλὰ τῷ ἀπωμοτικῷ μόνῳ τῷ μά, 〈Α 234〉 ναὶ μὰ τόδε σκῆπτρον, καὶ 〈Α 86〉 οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον (cfr Σm 434, 9—14)· τῷ δὲ νή κατωμοτικῷ οὐδέποτε χρῆται ἢ ἐπὶ | |
τῶν κατὰ στέρησιν μόνον, ὡς τὸ 〈ex. gr. α 377〉 νήποινον, 〈δ 221〉 | 563 | |
564 | νηπενθές. Τὰ ἀπωμοτικὰ δὲ ἀκολουθεῖ τοῖς ἀπαγορευτικοῖς· ἔστι δὲ εὑρεῖν αὐτὰ καὶ ἐπὶ τῆς ἐναντίας σημασίας, ὥστε δεῖ ὀμοτικὰ μόνον αὐτὰ καλεῖν· ἐν μέντοι τῷ 〈υ 339〉 οὐ μὰ Ζῆν’, Ἀγέλαε αἱ δύο ἀρνήσεις μίαν συγκατάθεσιν ποιοῦσιν, ἀντὶ τοῦ «νὴ τὸν Δία» (cfr Σv | |
5 | 282, 2 seq et Σh 101, 24 seq). Τὰ δὲ βεβαιώσεως. —Βεβαιῶν etc. = Σv 282, 6—17 et 282, 22—283, 2. | |
8t | § 20. | |
9t | Περὶ συνδέσμου. | |
10 | Τεχνικῶς ὁ σύνδεσμος τελευταῖος etc. = Σh 102, 5—103, 13. Δοκεῖ δὲ ὑπεναντίως etc. = Σm 436, 26—33. Ἔστι δὲ ὁ σύνδεσμος etc. = Σv 284, 6—10. Παρέπεται δὲ αὐτῷ σχῆμα etc. = Σv 283, 7—12. Τρόποι δὲ τῶν συνδέσμων etc. = Σv 284, 14—286, 4. | |
15 | Ὀρθῶς δέ τις σκοπῶν τὸ συμπλ. etc. = Σd 61, 20—62, 11. Χρὴ δὲ εἰδέναι ὅτι πάντως etc. = Σh 104, 7—10. Τέ. Οὗτος τίθεται μὲν ἐν etc. = Σd 62, 12—63, 16. Εἰδέναι μέντοι χρή, ὅτι οὐ δεῖ etc. = Σh 103, 27—30. Διαζευκτικοί. —Εἰ σύνδεσμοι, πῶς δ. etc. = Σd 63, 19—29. | |
20 | Ζητεῖται δέ, εἰ σύνδεσμοι, πῶς δ. etc. = Σv 287, 6—23. Σκόπει δὲ τὴν τάξιν etc. = Σv 287, 25—28. Συναπτικοί. —Οὗτοι τὰ μὲν λεγόμενα etc. = Σd 63, 30—64, 9. Οἱ συναπτικοὶ τάξιν σημαίνουσιν etc. = Σv 288, 5—16. Διαφέρουσι δὲ οἱ συμπλ. τῶν συναπτ. ὅτι etc. = Σh 105, 10—16. | |
25 | Παρασυναπτικοί. —Οὗτοι καὶ ὕπαρξιν etc. = Σv 289, 2—14. Οἱ παρασυναπτικοὶ τὸ ἡγούμενον etc. = Σv 289, 15—25. Αἰτιολογικοί. —Καλῶς οὗτοι ἐκλήθησαν τῆς αἰτίας λόγον παρέχον‐ τες (cfr Σd 64, 20 seq)· εἴ που γάρ τις etc. = Σv 290, 1—9. Πάντες δὲ ἐν τῷ προτέρῳ λ. etc. = Σd 64, 22—65, 12. | |
30 | Καὶ τὸ ὄφρα δὲ ἐνίοτε σύνδεσμος αἰτιολογικός, οἷον 〈Δ 300〉 ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζῃ· ἔστι δὲ καὶ ἐπίρρημα καιροῦ παραστατικόν. Καὶ τὸ χάριν δὲ σύνδεσμός ἐστιν αἰτιολογικός, ἀλλ’ ἐπειδὴ ὁμοφωνεῖ τῷ ὀνόματι, οὐ τέθεικεν αὐτό. Οὐδαμοῦ δὲ ποσότητα συνδέσμων τέθεικεν, ἐπεὶ οἱ τεχνογράφοι πάντες περὶ τῆς ποσότητος | |
35 | αὐτῶν διαφέρονται (cfr Σm 439, 29—32; 440, 11—16). Ἀπορηματικοί. —Ἴδιον τῶν ἀπορηματικῶν συνδέσμων τὸ ἐκτεί‐ νεσθαι. Ὁ ἆρα etc. = Σv 290, 11—27. Ἀπορηματικοὶ λέγονται, διότι etc. = Σd 65, 13—66, 16. Παραπληρωματικοί. —Τούτων τινὲς etc. = Σv 290, 32—291, 13. | |
40 | Οἱ πλείους δὲ αὐτῶν εἰς τὰ ἐγκλιτ. etc. = Σd 66, 28—67, 7. | |
Ἰστέον δὲ ὡς καὶ τὸ νύν παραπληρωματικός ἐστι σύνδεσμος καὶ | 564 | |
565 | συστέλλεται, ὡς τὸ 〈Ψ 485〉 δεῦρό νυν, ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος, ἀντὶ τοῦ «δεῦρο δή»· τὸ δὲ ἐπίρρημα ἐκτείνεται καὶ περι‐ σπᾶται (cfr Σm 441, 29—32). Ἰστέον δὲ ὡς ὁ μὲν δή etc. = Σh 105, 34—106, 5. | |
5 | Παραπληρωματικοὶ δέ εἰσιν ὅσοι etc. = Σv 291, 21—28. Τινὲς δὲ προστιθέασι.] Ὡς μὴ ἀρεσκόμενός φησι τὸ «τινές». Τίθενται δὲ οὗτοι ἐν τοῖς δευτέροις λόγοις, προτάσσονται δὲ τῆς πρώτης λέξεως τῶν δευτέρων λόγων (cfr Σd 67, 9—13). Ἐναντιωματικοὶ δὲ λέγονται, ὅτι etc. = Σm 442, 14—18. | |
10 | Παρέλειψε δὲ τοὺς διασαφητικούς etc. = Σv 291, 31—292, 8. | 565 |