TLG 4175 005 :: COMMENTARIA IN DIONYSII THRACIS ARTEM GRAMMATICAM :: Scholia Marciana (partim excerpta ex Heliodoro, Tryphone, Diomede, Stephano, Georgio Choerobosco, Gregorio Corinthio)

COMMENTARIA IN DIONYSII THRACIS ARTEM GRAMMATICAM Gramm. Comm.
(Varia)

Scholia Marciana (partim excerpta ex Heliodoro, Tryphone, Diomede, Stephano, Georgio Choerobosco, Gregorio Corinthio)

Source: Hilgard, A. (ed.), Grammatici Graeci, vol. 1.3. Leipzig: Teubner, 1901 (repr. Hildesheim: Olms, 1965): 292–442.

  • Tryphonis de tropis (p. 302): Dup. partim TRYPHON II Gramm. (1763 001)
  • Tryphonis de tropis (p. 302): Dup. partim Georgius CHOEROBOSCUS Gramm. (4093 010)
  • De barbarismo et soloecismo (pp. 304–305): Dup. partim ANONYMI DE BARBARISMO ET SOLOECISMO Gramm. (1129 001)

Citation: Page — (line)

9tSCHOLIA MARCIANA.
10Περὶ προσῳδιῶν.〉
10..... α θηλυκὰ τῷ ι μόνῳ παραληγόμενα ἐκτείνει τὸ α καὶ συ〈στέλ〉λει τὸ ι· σεσημείωται τὸ ἴα καὶ μία· τὸ δὲ δῖα, ἡ ἐνδοξοτάτη, 〈ἐπιθε〉τικόν ἐστι κατ’ ἐναν‐ τιότητα γραφόμενον. Διὰ τί εἶπε «τῷ ι μόνῳ παραληγόμενα»; Διότι ἐὰν ἔχῃ δίφθογγον, συστέλλει τὸ α, οἷον ὀξεῖα ταχεῖα εὐθεῖα καί τινα 〈ὅμοια〉· λέγει γὰρ ὁ κανών, ὅτι τὰ εἰς α λήγοντα θηλυκὰ παρεσχηματισμένα ἀρσενικοῖς ὁμόχρονον
15ἔχουσι τὸ α τῷ τέλει τῆς γενικῆς τοῦ ἀρσενικοῦ, οἷον θεός θεοῦ θεά, ῥᾴθυμος ῥα‐ θύμου ῥᾳθυμία, ὀξύς ὀξέος ὀξεῖα καί τινα ὅμοια χωρὶς τῶν ἀπὸ τοῦ ευω, οἷον χορεύω χορεία, ῥητορεύω ῥητορεία· ταῦτα γὰρ ἐκτείνουσι τὸ ͝α͝. Πόσαι προσῳδίαι; Καταχρηστικῶς μὲν δέκα, ὀξεῖα, βαρεῖα, περισπωμένη, μα‐ κρά, βραχεῖα, δασεῖα, ψιλή, ἀπόστροφος, ὑφὲν καὶ ὑποδιαστολή· κυρίως δὲ ἑπτά,
20ὀξεῖα, βαρεῖα, περισπωμένη, μακρά, βραχεῖα, δασεῖα καὶ ψιλή. Ἡ γὰρ ἀπόστροφος, ἡ ὑφὲν καὶ ἡ ὑποδιαστολὴ οὐκ εἰσὶ κυρίως προσῳδίαι, ἀλλὰ καταχρηστικῶς, ἐπειδὴ αἱ μὲν ἄλλαι συμπλεκόμεναι πρὸς ἀλλήλας χαρακτῆρα στοιχείων ἀποτελοῦσιν, ἀλλὰ καὶ αὐταὶ ἐκ τῶν στοιχείων γίνονται· τὸ γὰρ Λ διαιρούμενον εἰς δύο ποιεῖ ὀξεῖαν καὶ βαρεῖαν, τὸ δὲ Η καὶ αὐτὸ διαιρούμεον ὁμοίως εἰς δύο ποιεῖ ψιλὴν καὶ δασεῖαν,
25τὸ δὲ Θ κοπτόμενον εἰς τρία ποιεῖ περισπωμένην, μακράν τε καὶ βραχεῖαν· καὶ αὗται μόναι ἐπάνω τῶν λέξεων τίθενται· τὰ δὲ πάθη, ἤγουν ἡ ἀπόστροφος, ἡ ὑφὲν καὶ ἡ ὑποδιαστολὴ μὴ δυνάμεναι χαρακτῆρα στοιχείων ἀποτελέσαι καταχρηστικῶς εἰσι προσῳδίαι καὶ οὐ κυρίως· διὸ καὶ κάτωθεν τῶν λέξεων τίθενται. Καὶ διὰ τί εἰσι προσῳδίαι καταχρηστικῶς δέκα; Διότι καὶ ὁ δέκατος ἀριθμὸς
30τέλειός ἐστιν. Εἰς πόσα διαιροῦνται αἱ δέκα προσῳδίαι· Εἰς τέσσαρα· εἰς τόνους, εἰς χρόνους, εἰς πνεύματα καὶ εἰς πάθη. Καὶ διὰ τί διαιροῦνται εἰς τέσσαρα; Διότι καὶ ὁ τέταρτος ἀριθμὸς γεννητικός ἐστι τοῦ δεκάτου, καὶ ὅτι ἡ τετρὰς πηγή ἐστι τῆς ἀϊδίου διακοσμήσεως, ὡς οἱ Πυθαγορικοὶ ἀποφαίνονται, καὶ ἡ αὐτὴ οὖσα τῷ δημιουργῷ, ἤγουν ὁ δημιουργός. Πῶς δὲ τετρὰς ὁ θεὸς αὐτός; Ἐκ τοῦ εἰς Πυθα‐
35γόραν ἀναφερομένου ἱεροῦ λόγου σαφῶς εὑρήσεις, ἐν ᾧ ἀριθμὸς ἀριθμῶν ὁ θεὸς οὗτος ὑμνεῖται· 〈ἐπειδὴ γὰρ〉 τὰ ὄντα πάντα ταῖς ἀϊδίοις αὐτοῦ βουλήσεσιν ὑφέστηκε, δῆλον ὡς καὶ ὁ ἀριθμὸς ἐν ἑκάστῳ εἴδει τῶν ὄντων τῆς ἐν ἐκείνῳ αἰτίας ἤρτηται·
καὶ ὁ πρῶτος ἀριθμὸς ἐκεῖ, ἐκεῖθεν γὰρ κἀνταῦθα. Τοῦ δὲ ἀριθμοῦ τὸ πεπερασμένον292

293

διάστημα ἡ δεκάς· ὁ γὰρ ἐπὶ πλέον ἀριθμεῖν ἐθέλων ἀνακάμπτει πάλιν ἐπὶ τὸ ἓν καὶ δύο καὶ τρία 〈καὶ τέσσαρα〉 καὶ δευτέραν ἀριθμεῖ δεκάδα. Καὶ πῶς ὁ τέταρτος ἀριθμὸς ἤγουν ἡ τετρὰς γεννᾷ τὸν δέκατον ἀριθμόν; Ἐν τῷ μετρεῖν ἀπὸ τοῦ πρώτου ἕως τοῦ τετάρτου καὶ τελειοῦσθαι τὸν δέκατον ἀριθμόν.
5Καὶ ἄλλως· ὅτι μόνον ἐκ μονάδων ἀπήρτισται καὶ ὑπὲρ αὐτὸν ἕτερος ἀριθμὸς οὐκ ἔστι· πάντες γὰρ οἱ ὑπερβεβηκότες ἀριθμοὶ ἐκ πολυπλασιασμοῦ τούτου γίνονται. Καὶ πῶς μετρεῖς; πλάτυνον. Ἓν δύο τρία τέσσαρα, καὶ ἰδοὺ δέκα. Ποίησον σαφέ‐ στερον. Τὸ ἄλφα ἕν, τὸ βῆτα δύο, τὸ γάμμα τρία, τὸ δέλτα τέσσαρα, ἓν δὲ καὶ δύο καὶ τρία καὶ τέσσαρα εἰς δέκα ἀναβιβάζονται· ἓν γὰρ καὶ δύο τρία, καὶ τρία
10ἤτοι δὶς τρία ἕξ, μεθ’ ὧν τέσσαρα, καὶ ἰδοὺ δέκα· καὶ λοιπὸς ὑπὲρ τὸν δέκατον ἀριθμὸν οὐκ ἔστιν· ὁ γὰρ ἐπὶ πλέον, ὡς προέφημεν, ἀριθμεῖν ἐθέλων ἀνακάμπτει πάλιν ἐπὶ τὸ ἓν καὶ δύο καὶ τρία καὶ τέσσαρα καὶ δευτέραν ἀριθμεῖ δεκάδα πρὸς τὴν τῆς εἰκοσάδος συμπλήρωσιν· καὶ τρίτην ὁμοίως, ἵνα τριακοντάδα εἴπῃ, καὶ τοῦτο ἑξῆς, ἕως ἂν δεκάτην ἀριθμήσας δεκάδα εἰς ἑκατὸν προέλθῃ· καὶ πάλιν ἑκατὸν
15〈κατὰ τὸν〉 αὐτὸν τρόπον ἀριθμεῖ, καὶ οὕτω μέχρις ἀπείρου τῷ τῆς δεκάδος δια‐ στήματι ἀνακυκλουμένῳ προχωρεῖν δύναται. Τίς δὲ ἡ τῆς δεκάδος δύναμις; Ἡ τετράς· πρὸ γὰρ τῆς κατὰ διέξοδον τελειότητος ἐν τῇ δεκάδι τις τελειότης ἐν τῇ τετράδι θεωρεῖται, ὅτι κατὰ σύνθεσιν ἀπὸ μονάδος ἕως τετράδος δεκὰς τὸ πᾶν ἄθροισμα γίνεται· ἓν γὰρ καὶ δύο καὶ τρία καὶ τέσσαρα τὴν δεκάδα
20πληροῖ. Καὶ ἔστι μεσότης ἀριθμητικὴ μονάδος καὶ ἑβδομάδος ἡ τετράς· τῷ ἴσῳ γὰρ ἀριθμῷ ὑπερέχει καὶ ὑπερέχεται, τριάδι μὲν ἑβδομάδος λειπομένη, τριάδι δὲ μονάδα ὑπερβάλλουσα. Μονάδος δὲ καὶ ἑβδομάδος ἰδιώματα κάλλιστά εἰσι καὶ ἄριστα· ἡ μὲν γὰρ μονὰς ὡς ἀρχὴ παντὸς ἀριθμοῦ τὰς πάντων δυνάμεις ἐν ἑαυτῇ συνέχει, ἡ δὲ ἑβδομὰς ὡς ἀμήτωρ καὶ παρθένος τὴν τῆς μονάδος ἀξίαν δευτέρως ἔχει· οὔτε γὰρ γεννᾶται
25ἐξ ἀριθμοῦ τινος τῶν ἐντὸς δεκάδος, ὡς ὁ τέσσαρα ἐκ τοῦ δὶς δύο, καὶ ὁ ἓξ ἐκ τοῦ δὶς τρία, καὶ ὁ ὀκτὼ ἐκ τοῦ δὶς τέσσαρα, καὶ ὁ ἐννέα ἐκ τοῦ τρὶς τρία, καὶ ὁ δέκα ἐκ τοῦ δὶς πέντε, οὔτε γεννᾷ τινα τῶν ἐντὸς δεκάδος, ὡς ὁ δύο τὸν τέσσαρα, καὶ ὁ τρεῖς τὸν ἐννέα, καὶ ὁ πέντε τὸν δέκα. Τῆς δὴ ἀγεννήτου μονάδος καὶ τῆς ἀμήτορος ἑβδο‐ μάδος ἡ τετρὰς μέση κειμένη τὰς τῶν γεννών〈των καὶ τῶν〉 γεννωμένων δυνάμεις
30ἅμα συνείληφε, μόνη τῶν ἐντὸς δεκάδος καὶ γεννωμένη ὑπό τινος ἀριθμοῦ καὶ γεν‐ νῶσά τινα· ἡ γὰρ δυὰς ἑαυτὴν διπλασιάσασα τὴν τετράδα γεννᾷ, ἡ δὲ τετρὰς δὶς γενομένη τὸν ὀκτὼ ἀποτελεῖ. Καὶ στερεὰ πρώτη ἔμφασις ἐν τῇ τετράδι εὑρίσκεται· τὸ γὰρ σημεῖον ἀνάλογόν ἐστι μονάδι, ἡ δὲ γραμμὴ δυάδι, ἀπό τινος γὰρ ἐπί τι· καὶ τριάδι προσήκει ἡ ἐπιφάνεια, στοιχειωδέστερον γὰρ τῶν εὐθυγράμμων τὸ τρί‐
35γωνον· τὸ στερεὸν δὲ οἰκεῖον τῇ τετράδι· ἡ γὰρ πρώτη πυραμὶς ἐν τῇ τετράδι θεω‐ ρεῖται, τριγώνου μὲν βάσεως ὑποτεθείσης τοῦ τρία, κορυφῆς δὲ αὐτῇ ἐπιτεθείσης τοῦ ἑνός. Καὶ κριτικαὶ δυνάμεις ἐν τοῖς οὖσι τέσσαρες, νοῦς, ἐπιστήμη, δόξα, αἴσθη‐ σις· κρίνεται γὰρ τὰ ὄντα πάντα νῷ ἢ ἐπιστήμῃ ἢ δόξῃ ἢ αἰσθήσει. Καὶ ἁπλῶς πάντα τὰ ὄντα ἡ τετρὰς ἀνεδήσατο, 〈τὰ τῶν〉 στοιχείων, ἀριθμῶν, ὡρῶν τοῦ ἔτους,
40ἡλικιῶν, συνοικισμῶν, καὶ οὐκ ἔστιν εἰπεῖν, ὃ μὴ τῆς τετρακτύος ὡς ῥίζης καὶ ἀρχῆς ἤρτηται· ἔστι γάρ, ὡς ἔφαμεν, δημιουργὸς τῶν ὅλων καὶ αἰτία ἡ τετράς, θεὸς νο‐ ητός, αἴτιος τοῦ οὐρανίου καὶ αἰσθητοῦ κόσμου, ὥσπερ Ἱεροκλῆς τίς φησι φιλόσοφος τὴν γνῶσιν ἀπὸ τῶν Πυθαγορείων λαβών.
Τί ἐστι τέλειος ἀριθμός; Οὗ τὰ μέρη διαιρούμενα καὶ συντιθέμενα ἀναπληροῦσι293

294

τὸν ὅλον, ὡς ὁ ἕξ· ἥμισυ γάρ, ἤτοι τὰ τρία, καὶ δύο, τουτέστι τὸ τρίτον, καὶ ἕκτον, ἤτοι ἕν, γίνονται ἕξ. Πόσα εἴδη τῶν δέκα καταχρηστικῶς προσῳδιῶν; Τέσσαρα· τόνοι, χρόνοι, πνεύ‐ ματα καὶ πάθη. Πόσοι τόνοι; Καταχρηστικῶς μὲν τρεῖς, ὀξεῖα, βαρεῖα, περισπωμένη·
5κυρίως δὲ δύο, ἡ ὀξεῖα καὶ ἡ περισπωμένη· ἡ γὰρ βαρεῖα συλλαβικὸς τόνος ἐστὶ καὶ οὐ κύριος· διὰ τοῦτο οὐδὲ τόπον ἴδιον ἔχει, τουτέστιν εἰς τὴν συλλαβὴν τὴν μὴ ἔχουσαν τὸν κύριον τόνον ἐτίθετο· ἀλλ’ ἵνα μὴ καταχαράσσωνται τὰ βιβλία, τοῦτο νῦν οὐ γίνεται, ἀλλ’ εἰς τὸν τόπον τῆς ὀξείας ἐν τῇ συνεπείᾳ τίθεται. —Διὰ τί εἰσι καταχρηστικῶς τρεῖς τόνοι; Διότι καὶ τρεῖς τρόποι εἰσὶ τῶν τεινόντων ἑαυτοὺς
10πρὸς δρόμον· εἰ γὰρ ὀρθός τις τρέχει, μιμεῖται τὴν ὀξεῖαν, εἰ δὲ συγκεκυφώς, μι‐ μεῖται τὴν βαρεῖαν, εἰ δὲ ἡνιοχευτικός, μιμεῖται τὴν περισπωμένην. Καὶ ἄλλως· ἐπειδὴ καὶ ἡ καθ’ ἡμᾶς κίνησις ἑξαχῶς γίνεται, ἄνω, κάτω, δεξιά, ἀριστερά, πρόσω, ὀπίσω· καὶ τὴν μὲν ἄνω κίνησιν ἡ ὀξεῖα μιμεῖται, τὴν δὲ κάτω ἡ βαρεῖα, τὴν δὲ δεξιὰ ἀριστερὰ πρόσω ὀπίσω μιμεῖται ἡ περισπωμένη. —Διὰ τί λέγονται τόνοι;
15Διότι πρὸς αὐτοὺς τείνομεν τὰς φωνὰς καὶ εὐρυτέρας ποιοῦμεν. Τί ἐστι τόνος; Ἐπίτασις ἢ ἄνεσις ἢ μεσότης συλλαβῶν εὐφωνίαν ἔχουσα. Καὶ ἄλλως· τόνος ἐστὶν ἀπήχησις φωνῆς ἐναρμονίου ἢ κατὰ ἀνάτασιν ἐν τῇ ὀξείᾳ, ἢ καθ’ ὁμαλισμὸν ἐν τῇ βαρείᾳ, ἢ κατὰ περίκλασιν ἐν τῇ περισπωμένῃ. Πόθεν τόνος; Ἀπὸ τοῦ τείνειν τὴν φωνήν.
20Τί ἐστιν ὀξεῖα; Ποιότης συλλαβῆς τεταμένον ἔχουσα φθόγγον. Πόθεν ὀξεῖα; Ἀπὸ τοῦ ὀξύς ὀξεῖα· τοῦτο ἀπὸ τοῦ ἔχω, ὃ δηλοῖ τὸ σπεύδω, παρ’ οὗ καὶ τὸ τρέχω. Πόθεν ὠνόμασται ὀξεῖα; Ἀπὸ μεταφορᾶς τῶν ὀξέων δοράτων· ἢ διὰ τὸ τοὺς ὀξεῖς ἥλους μιμεῖσθαι. Πόσους τόπους ἔχει ἡ ὀξεῖα; Τρεῖς, ὀξύτονον, παροξύ‐ τονον καὶ προπαροξύτονον. Τί ἐστιν ὀξύτονον; Τὸ ἐπὶ τέλους ἔχον τὴν ὀξεῖαν, οἷον
25καλός σοφός. Τί ἐστι παροξύτονον τὸ καὶ βαρύτονον; Τὸ πρὸ μιᾶς συλλαβῆς τοῦ τέλους ἔχον τὴν ὀξεῖαν, οἷον λέων Πέτρος Ἰωάννης. Τί ἐστι προπαροξύτονον; Τὸ πρὸ δύο συλλαβῶν τοῦ τέλους ἔχον τὴν ὀξεῖαν, οἷον Γεώργιος Θεόδωρος Προκόπιος. Διὰ τί τρεῖς τόπους ἔχει ἡ ὀξεῖα καὶ οὐ τέσσαρας; Ἐπειδὴ πᾶσα λέξις Ἑλληνικὴ ἁπλῆ οὐδέποτε ὑπερβαίνειν θέλει τὴν τρισυλλαβίαν.
30Τί ἐστι βαρεῖα; Ποιότης συλλαβῆς ὑφειμένον ἔχουσα φθόγγον. Πόθεν βαρεῖα; Ἀπὸ τοῦ μετὰ βίας αἴρεσθαι τουτέστι κουφίζεσθαι ἤτοι μετακινεῖσθαι· ἐκ τούτου γίνεται βαρύς, καὶ ἀπὸ τούτου βαρεῖα. Πόθεν ὠνόμασται βαρεῖα; Ἐκ μεταφορᾶς τῶν τὰ φορτία βασταζόντων καὶ εὐθεῖαν τρίβον ἀνυόντων, οἱονεὶ συγκεκυφυῖα καὶ μαλθακώτερον προσαγομένη καὶ ἐκλύτως. Διὰ τί ἴδιον τόπον οὐκ ἔχει ἡ βαρεῖα;
35Διότι ἡ βαρεῖα συλλαβικὸς τόνος ἐστὶ καὶ οὐ κύριος, τουτέστιν εἰς τὴν συλλαβὴν τὴν μὴ ἔχουσαν τὸν κύριον τόνον ἐτίθετο· ἀλλ’ ἵνα μὴ καταχαράσσωνται τὰ βιβλία, τοῦτο νῦν οὐ γίνεται, ἀλλ’ εἰς τὸν τόπον τῆς ὀξείας ἐν τῇ συνεπείᾳ ἐπὶ τέλους τίθεται. Τί ἐστι συνέπεια; Ἡ σύμφρασις καὶ ἡ συνακολούθησις τοῦ λόγου. Πῶς τίθεται ἡ βαρεῖα ἐν τῇ συνεπείᾳ; Οἷον «καλὸς ἄνθρωπος»· εἰ γὰρ ἦν ἐπὶ τέλους τὸ καλός,
40ἡ ὀξεῖα ἂν ἐπετέθη τῇ λος συλλαβῇ· ὅτι δὲ μετὰ ταῦτα εὑρέθη τὸ ἄνθρωπος, ἡ ὀξεῖα εἰς βαρεῖαν τέτραπται. Τί ἐστι περισπωμένη; Ποιότης συλλαβῆς ἀνειμένον 〈καὶ ὑφειμένον〉 ἢ κεκλα‐ σμένον ἔχουσα φθόγγον. Πόθεν περισπωμένη; Ἐκ τῆς περί προθέσεως καὶ τοῦ
σπάομαι σπῶμαι· ὅθεν καὶ τὸ σπω μέγα γράφεται. Πόθεν ὠνόμασται περισπωμένη;294

295

Ἐκ τοῦ περικεκλάσθαι καὶ οἱονεὶ συνῃρῆσθαι διὰ τὴν ἐξ ὀξείας καὶ βαρείας συναίρε‐ σιν. Πόσους τόπους ἔχει ἡ περισπωμένη; Δύο, περισπώμενον καὶ προπερισπώμενον. Τί ἐστι περισπώμενον; Τὸ ἐπὶ τέλους ἔχον τὴν περισπωμένην, οἷον Μηνᾶς Λουκᾶς Θωμᾶς καί τινα τούτοις ὅμοια. Τί ἐστι προπερισπώμενον; Τὸ πρὸ μιᾶς συλλαβῆς
5τοῦ τέλους ἔχον τὴν περισπωμένην, οἷον κῆπος δῆμος. Διὰ τί ἡ περισπωμένη δύο τόπους ἔχει καὶ οὐ τρεῖς; Διότι εἰ εἶχεν ἡ περισπωμένη τρεῖς τόπους, ὤφειλεν ἡ ὀξεῖα τόπους ἔχειν τέσσαρας, ὅπερ ἄτοπον· πρὸ γὰρ τριῶν συλλαβῶν τόνος οὐκ ἔστιν· ἄλλως τε δὲ ἀκριβῶς σκοποῦντι καὶ ἡ περισπωμένη τρεῖς τοὺς τόπους ἔχει τῆς ὀξείας· καὶ ἀναπληροῖ ὁ μὲν περισπώμενος τόπος 〈ὁ〉 μὴ ἀπὸ συναιρέσεως τὸν
10τόπον τοῦ ὀξυτόνου, οἷον Θωμᾶς Λουκᾶς, ὁ δὲ ἐκ συναιρέσεως τὸν τοῦ παροξυτό‐ νου, οἷον Ἑρμέας Ἑρμῆς, ὁ δὲ προπερισπώμενος τόπος ὁ ἐκ συναιρέσεως ὀξείας καὶ δύο βαρειῶν τὸν τοῦ 〈προ〉παροξυτόνου, οἷον ῥέεθρον ῥεῖθρον. Οὐδέποτε δὲ etc = Σv 127, 29—128, 10 et 126, 15—24. —Ἔστιν οὖν εἰπεῖν, ὅτι διὰ τοῦτο ἡ περι‐ σπωμένη σύνθετος τόνος ἐστίν· ἐκ δύο γὰρ σύγκειται, ὡς τὸ Λ· τοῦτο γὰρ κοπτό‐
15μενον, ὡς προείρηται, ποιεῖ ὀξεῖαν καὶ βαρεῖαν, ὥσπερ τὸ Η κοπτόμενον ποιεῖ δα‐ σεῖαν καὶ ψιλήν, καὶ τὸ Θ κοπτόμενον ποιεῖ μακράν, βραχεῖαν καὶ περισπωμένην· ἐφ’ ᾧ καὶ τὴν ἀπόστροφον, τὴν ὑφὲν καὶ τὴν ὑποδιαστολὴν ὡς μὴ ἀπὸ στοιχείων γινομένας οὐ καλοῦσι κυρίως προσῳδίας, ἀλλὰ καταχρηστικῶς. Πόσοι χρόνοι ἐν ταῖς προσῳδίαις; Δύο, ἡ μακρὰ καὶ ἡ βραχεῖα. Καὶ διὰ τί
20ἐν ταῖς προσῳδίαις εἰρήκαμεν δύο χρόνους, ἐν δὲ τοῖς ῥήμασι τρεῖς; Ἐπειδὴ ἐκεῖ μὲν τὰς καιρικὰς διαστάσεις χρόνους φησίν, ἐνταῦθα δὲ μίμησιν ἔχει χρόνου κατά τε μακρότητα καὶ βραχύτητα· διὰ τοῦτο καὶ χρόνοι λέγονται, διὰ τὸ ἐν ἐκτάσει καὶ συστολῇ παραλαμβάνεσθαι. Καὶ διὰ τί εἰσι δύο χρόνοι; Διότι καὶ τῷ ἀνθρώπῳ δύο χρόνοι παρέπονται, ὁ παρὼν καὶ βλεπόμενος καὶ τέλος δὴ ἔχων, καὶ ὁ αἰώνιος,
25ἤγουν ὁ μέλλων καὶ ἀτελεύτητος· ὁ μὲν εἷς πολυχρόνιος, ὁ δὲ ἕτερος ὀλιγοχρόνιος· οὐ μὴν ἀλλὰ καὶ παρὰ τοῖς φιλοσόφοις δύο χρόνοι πρεσβεύονται· ὁ γὰρ ἐνεστὼς παρ’ αὐτοῖς σεσιώπηται διὰ τὸ ἄστατον καὶ ἀνεπίμονον τῆς αὐτοῦ ῥεύσεως. —Τί ἐστι χρόνος; Σημείωσις ἐκτεινομένου ἢ συστελλομένου φωνήεντος, ἐκτάσεως μὲν μακρά, συστολῆς δὲ βραχεῖα· ταῦτα γὰρ ἐτίθουν ἐπάνω τῶν φωνηέντων οἱ παλαιοὶ
30ἐπὶ δηλώσει συστολῆς καὶ ἐκτάσεως. Πόθεν χρόνος; Ἀπὸ τοῦ ῥέω ῥόνος καὶ προσ‐ θέσει τοῦ χ χρόνος· ἢ ἀπὸ τοῦ χεῖν καὶ ῥεῖν καὶ νάειν ἐκ τριῶν ταὐτοσημάντων λέξεων. —Τί ἐστι μακρὸς χρόνος; Σημείωσις ἐκτεινομένου φωνήεντος. Πόθεν μα‐ κρά; Ἀπὸ τοῦ μᾶκος (τὸ μῆκος) μακερὸς καὶ ἐκθλίψει τοῦ ε μακρός μακροῦ, καὶ τὸ θηλυκὸν μακρά. Ποῦ τίθεται ἡ μακρά; Εἰς δίχρονον ἐκτεταμένον. —Τί ἐστι βραχὺς
35χρόνος; Σημείωσις συστελλομένου φωνήεντος. Πόθεν βραχεῖα; Ἀπὸ τοῦ βραχύς· τοῦτο ἀπὸ τοῦ ῥᾷον, ὃ δηλοῖ τὸ εὔκολον, καὶ τοῦ χέω κατὰ πλεονασμὸν Αἰολικὸν τοῦ β, ὅτι οἱ Αἰολεῖς τὸ ῥᾷον βρᾷον λέγουσι καὶ τὸ ῥάκος βράκος. Ποῦ τίθεται ἡ βραχεῖα; Εἰς δίχρονον συνεσταλμένον, οἷον ἁγ͝ι͝ώτατος ἀνδρ͝ι͝κώτατος. Πόσα πνεύματα; Δύο, ἡ δασεῖα καὶ ἡ ψιλή. Διὰ τί εἰσι δύο πνεύματα; Διότι
40ἡ μὲν δασεῖα ἐκ τοῦ θώρακος ἐξέρχεται, ἡ δὲ ψιλὴ ἐξ ἄκρων τῶν χειλέων προφέ‐ ρεται· καὶ διὰ τοῦτο οὐ προσέσχεν ὁ ποιητὴς τρίτῳ πνεύματι, τῆς φύσεως μὴ ἀπαι‐ τούσης. Τί ἐστι πνεῦμα; Παρὰ μὲν τοῖς γραμματικοῖς σημείωσις δασυνομένου ἢ ψιλουμένου φωνήεντος, παρὰ δὲ τοῖς ῥήτορσι σύνθεσις λόγου διάνοιαν ἀπαρτίζοντος
ἐν κώλοις καὶ κόμμασι μετρουμένου πρὸς τὴν διάρκειαν τοῦ πνεύματος κατὰ τὴν295

296

φωνὴν τοῦ λέγοντος. Πόθεν πνεῦμα; Ἀπὸ τοῦ πνέω πνεύσω πέπνευκα πέπνευμαι πνεῦμα. Διὰ τί λέγονται πνεύματα; Διὰ τὸ τοῖς πνεύμασιν αὐτὰ παρεικασθῆναι. — Τί ἐστι δασεῖα; Ποιότης συλλαβῆς καθ’ ἣν ἐκ τοῦ θώρακος τὸ πνεῦμα ἐξέρχεται. Πόθεν δασεῖα; Ἀπὸ τοῦ δα ἐπιτατικοῦ μορίου καὶ τοῦ σεύω, ὃ δηλοῖ τὸ ὁρμῶ, τὸ
5πνεῦμα τὸ λίαν ὁρμητικόν. Ποῦ τίθεται ἡ δασεῖα; Εἰς φωνῆεν γράμμα δασυνόμενον, οἷον ἅλυσις Ἅιδης. —Τί ἐστι ψιλή; Ποιότης συλλαβῆς καθ’ ἣν ἄκροις τοῖς χείλεσι τὸ πνεῦμα προφέρεται. Ποῦ τίθεται ἡ ψιλή; Εἰς φωνῆεν γράμμα ψιλούμενον, οἷον εὐσεβής ἀσεβής. Πόθεν εἴρηται ψιλή; Ἀπὸ τοῦ ψῶ, ὃ δηλοῖ τὸ λεπτύνω, λεπτῶς γὰρ ἠχεῖ καὶ ἀμυδρῶς, ὅτι ἀσθενής ἐστιν. —Πόσα σημαίνει τὸ ψῶ; Πέντε· ψῶ τὸ
10λεπτύνω, ἀφ’ οὖ καὶ ψιλὸν στρατιώτην λέγομεν τὸν ἄοπλον καὶ γυμνὸν ἤτοι τὸν ἀσθενῆ καὶ ἀδύνατον· ψῶ τὸ προσεγγίζω καὶ ψαύω, ὅθεν καὶ ψώρα ἀπὸ τοῦ ἅπτε‐ σθαι ἐν τῷ κνήθειν τὰ πεπονθότα μέρη τοῦ σώματος· ψῶ τὸ κόπτω, ἀφ’ οὖ καὶ ψωμός, ὁ εἰς μικρὰ μέρη κοπτόμενος ἄρτος· ψῶ τὸ τρίβω, ὅθεν καὶ τὸ 〈En. Luc. 6, 1〉 ψώχοντες τοὺς στάχυας, ἤγουν τρίβοντες· ψῶ τὸ καίω, ἀφ’ οὖ καὶ ψω‐
15λός ὁ κεραυνὸς ἢ ὁ δαλὸς ὁ κεκαυμένος. —Ἰστέον δὲ ὅτι δασυνομένου etc. = Σv 125, 24—33 (ὑποδ.). Τί ἐστι πάθος; Φωνῆς πεπονθυίας σημεῖον τὰ ἡνωμένα καὶ διακεχωρισμένα διακρῖνον. Πόθεν εἴρηται πάθος; Ἀπὸ τοῦ ἔπαθον δευτέρου ἀορίστου. Πόσα πάθη; Τρία, ἃ προειρήκαμεν· ἀπόστροφος, ὑφὲν καὶ ὑποδιαστολή. Διὰ τί λέγεται πάθη;
20Διὰ τὸ ἐν ταῖς παθούσαις λέξεσι τίθεσθαι καὶ τοῦτο αὐτὸ δηλοῦν, ὅτι πέπονθέ τι ἡ λέξις. Τί ἐστιν ἀπόστροφος; Σημεῖον ἐκθλίψεως φωνήεντος ἢ φωνηέντων. Πόθεν ἀπόστροφος; Ἐκ τῆς ἀπό προθέσεως καὶ τοῦ στρέφω. Πόθεν ὠνόμασται ἀπόστροφος; Ἐξ αὐτῆς τῆς θέσεως, ἐπειδὴ ἐπὶ τὰ ἄνω ἀπέστραπται καὶ νεύει· ἢ ἐπὶ τὰ ἔσω
25νεύει καὶ ἐπὶ ἀποστρεφομένας λέξεις τίθεται τὴν ἐπαλληλίαν τῶν φωνηέντων, οἷον κατὰ ἡμῶν καθ’ ἡμῶν. Ποῦ τίθεται ἡ ἀπόστροφος; Ἐν τῇ ἐκθλίψει τοῦ ἑνὸς φωνήεντος τοῦ ἀπεκθλιβομένου διὰ τὴν καλλιφωνίαν, οἷον οὔτε αὐτός οὔτ’ αὐτός. Ἀντὶ ποίων φωνηέντων τίθεται ἡ ἀπόστροφος καὶ ἀντὶ πόσων; Ἀντὶ τεσσάρων τουτωνί, φημὶ δὴ ἀντὶ βραχέος α, ἀντὶ τοῦ ε, ἀντὶ βραχέος ι καὶ ἀντὶ τοῦ ο· ἀντὶ
30τοῦ α, ὡς ἄρα οὗτος ἄρ’ οὗτος, ἀντὶ τοῦ ε, οἷον οὔτε εἶδον οὔτ’ εἶδον, ἀντὶ τοῦ ι, οἷον ἀμφὶ ἀγαθόν, 〈Π 165. Ρ 388〉 ἀμφ’ ἀγαθὸν θεράποντα, ἀντὶ τοῦ ο, ὡς τοῦτο ὅπερ ἐστί τοῦθ’ ὅπερ ἐστί, καὶ τοῦτο ἐκεῖνο τοῦτ’ ἐκεῖνο, καὶ τοῦτο οὕτως τοῦθ’ οὕτως. Τί ἐστιν ὑφέν; Σημεῖον συναφείας δύο λέξεων συγκειμένων ἢ παρακειμένων.
35Πόθεν εἴρηται ὑφέν; Ἐκ τῆς ὑπό προθέσεως καὶ τοῦ ἕν καὶ ἐκθλίψει τοῦ ο καὶ τροπῇ τοῦ π εἰς φ ὑφέν. Ποῦ τίθεται ἡ ὑφέν; Ἐν ταῖς συνθέσεσι τῶν λέξεων, ὅτε δύο λέξεις ἐν τῷ ἅμα ὀφείλουσι λέγεσθαι, οἷον ἀρχιστράτηγος φιλολόγος. Τί ἐστιν ὑποδιαστολή; Σημεῖον διαστάσεως γ͜ρ͜άμματος ἀμφ͜ι͜βαλλομένου περὶ τὴν σύνταξιν, οἷον ΕΣΤΙΝ, ΟΥΣ, ἤγουν ὑπάρχει ὠτίον· εἰς γὰρ τὸ ἔστιν ὑποδιαστολὴ
40τίθεται, ἵνα μὴ συντεθῇ μετὰ τοῦ οὖς τὸ ν καὶ νοηθῇ ὅτι νοῦς ἐστιν· οὕτως καὶ τὸ ΕΣΤΙ, ΝΑΞΙΟΣ, ἀπὸ τῆς νήσου Νάξου. Καὶ ἄλλως· τί ἐστιν ὑποδιαστολή; Διά‐ στασις λέξεων περὶ τὴν σύνταξιν ἀμφιβαλλομένων. Ποῦ τίθεται ἡ ὑποδιαστολή; Ἐν οἷς ὀφείλει λέγεσθαι νοήματα 〈μετὰ〉 διαστολῆς, ὥστε διαστεῖλαι καὶ χωρίσαι λέξεις ἀπ’ ἀλλήλων, οἷον ΕΣΤΙΝ, ΑΞΙΟΣ, οὐκ ἀπὸ τῆς Νάξου νήσου, ἀλλὰ ἄξιος. Πόθεν
45ὑποδιαστολή; Ἐκ τῆς ὑπό καὶ διά προθέσεως καὶ τοῦ στέλλω, ὃ δηλοῖ τὸ χωρίζω. —296

297

Πόσα σημαίνει τὸ στέλλω; Τέσσαρα· στέλλω τὸ πέμπω, ὅθεν καὶ ἐπιστολή· στέλλω τὸ καλλωπίζω καὶ στολίζω, ὅθεν καὶ πυγοστόλος γυνὴ ἡ πόρνη ἡ τὴν πυγὴν στολί‐ ζουσα· στέλλω τὸ πλέω, ἀφ’ οὗ καὶ στόλος ἡ τῶν νεῶν ἔκπλοια· στέλλω τὸ κρύπτω, ἀφ’ οὗ καὶ συστολή καὶ ὑποστολή. —Πόθεν ὠνόμασται ὑποδιαστολή; Ἀπὸ τοῦ
5ὑποδιαστέλλειν καὶ διαχωρίζειν τὰς λέξεις ἀπ’ ἀλλήλων· τὴν γὰρ ὑπό πρόθεσιν ἔχει καὶ οὐκ ἄλλην διὰ τὸ κάτωθεν τοῦ γράμματος τίθεσθαι, ὑφ’ ὃ τίθεται. —Τί δια‐ φέρει ἡ ὑποδιαστολὴ τῆς ὑφέν; Διαφέρει κατὰ τοῦτο, ὅτι ἡ μὲν 〈ὑπο〉διαστολὴ διαιρεῖ τὰ δοκοῦντα ἡνῶσθαι, ἡ δὲ ὑφὲν συνάπτει τὰ δοκοῦντα διῃρῆσθαι. Διὰ τί εἰσι τρία πάθη; Κατὰ μίμησιν τῶν τριῶν τόνων. Διὰ τί εἰσιν ἐν ταῖς
10προσῳδίαις δύο χρόνοι; Διότι πᾶν φωνῆεν ἢ ἕνα χρόνον ἐπιδέχεται ἢ δύο, οὐδέποτε δὲ πλείονας. Καὶ ταῦτα μὲν περὶ τούτων. Ἔνιοι δέ φασι περὶ τούτων οὕτως, ὅτι ὡς δέδεικται κυρίως προσῳδίαι εἰσὶν ἑπτά. Καὶ ἡ μὲν ὀξεῖα etc. = Σv 125, 4—21; 126, 27—127, 24; 125, 33—126, 7; 128, 11—24 (ἁπλῶν).
15tἙρμηνεία εἰς τὸ περὶ τέχνης.
16tΝόμον ἴδιον ἐνόμισαν etc. = Proll. Voss. 4, 32—5, 17 (καλ.).
17tΠερὶ τέχνης. Ὅρος τέχνης.
18Τί ἐστι τέχνη; Μέθοδος ἐνεργοῦσα τῷ βίῳ τὸ συμφέρον. Καὶ ἄλλως· κτῆμα τιμιώτατον καὶ κατὰ πολὺ χρησιμώτατον πᾶσιν ἀνθρώποις τῶν ἐν τῷ βίῳ. Καὶ
20ἄλλως· κατὰ τοὺς Στωϊκοὺς σύστημα ἐκ καταλήψεων ἐγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ. —Τί ἐστι σύστημα; Τὸ πλῆθος, οἱονεὶ ἑκάστου τεχνίτου τὸ ἐργαλεῖον· πλήθους γὰρ θεωρημάτων καὶ οὐχ ἑνὸς ἡ τέχνη μόνου δεῖ‐ ται· ἀλλὰ μὴν καὶ ὕλης καὶ ὀργάνων, ἐπεὶ ὥσπερ πλῆθος ἐργαλείων ἐφευρεθέντων καὶ δοκιμασθέντων εἰς ἀποτέλεσμά τινος ἀναγκαίου καὶ χρησίμου [οὕτω καὶ] ἡμῖν.
25Τί ἐστιν «ἐκ καταλήψεων ἐγγεγυμνασμένων»; Ἐξ ἐφευρέσεων δεδοκιμασμένων καὶ ἐγνωσμένων· γυμνάσαι γάρ ἐστι τὸ εἰς φῶς ἀγαγεῖν. Διὰ τί εἷπε «πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ»; Διότι πᾶσα τέχνη νενόηται διὰ τὸ συμφέρον. Καὶ οἱονεὶ ὁ ὅρος τῆς τέχνης ἐστὶν οὗτος· «τέχνη ἐστὶ πλῆθος ἐργαλείων ἐξ ἐφευρέσεων δεδοκιμασμένων ἀφορῶσα εἰς ὠφέλειαν τῶν ἀνθρώπων εἰς ἀποτέλεσμά τινος ἀναγ‐
30καίου καὶ χρησίμου ἡμῖν·» οὐ γὰρ ἀθρόως αἱ τέχναι εὕρηνται, ἀλλ’ ἄλλος ἄλλο τι εὗρεν, ὁ μὲν τρυπάνιον, ὁ δὲ τὸ εἰς κάλλος ἀποξέειν τὰ ξύλα, ὁ δὲ σκέπαρνον, ὁ δὲ σμῖλαν ἢ ἄλλο τι· καὶ ταῦτα πάντα ὁμοῦ συνελόντες ἀπετέλεσαν τὴν τέχνην. Ποσαχῶς ἡ καθόλου τέχνη; Διχῶς, λογικὴ καὶ πρακτική. [Ποία λέγεται λογικὴ τέχνη; Ἡ διὰ τοῦ νοὸς μόνου παραλαμβανομένη, ὡς ἡ γραμματική]. Τί τὸ ἴδιον
35τῆς λογικῆς τέχνης; Τὸ πάντα μετὰ λόγου ποιεῖν καὶ λόγον ὑπὲρ ὧν ποιεῖ ἀποδι‐ δόναι. Ποία λέγεται λογικὴ τέχνη; Ἡ διὰ τοῦ νοὸς μόνου παραλαμβανομένη, ὡς ἡ γραμματική, ῥητορική, ἰατρική. Ποία λέγεται πρακτικὴ τέχνη; Ἡ δι’ ὀργάνου ἐνεργουμένη, ὡς ἡ τεκτονική, χαλκευτικὴ καὶ πᾶσαι αἱ χειρωνακτικαὶ καὶ βάναυσοι. Τί διαφέρει ἡ λογικὴ τῆς πρακτικῆς; Ὅτι τὴν μὲν λογικὴν μόνος ὁ ἄνθρωπος ἐπί‐
40σταται, τὴν δὲ πρακτικὴν καί τινα τῶν ἀλόγων ζῴων. Τίς καλεῖται λογικός; Ὅστις μετὰ λόγου πράττει, οἷον γραμματικός, ῥητορικός. Τίς καλεῖται πρακτικός; Ὅστις
μετὰ τῶν λοιπῶν ὀργάνων τοῦ σώματος καὶ τῆς χειρὸς πράττει, οἷον χαλκεύς,297

298

τέκτων. —Πόσαι διαφοραὶ τῆς καθόλου τέχνης; Τέσσαρες· θεωρητική, πρακτική, ποιη‐ τικὴ καὶ μικτή. Τί ἐστι θεωρητική; Ὁποία διανοίᾳ θεωρεῖται καὶ λόγῳ μόνῳ κατορ‐ θοῦται, ὡς ἡ ἀστρονομία καὶ ἡ γεωμετρία. Τί ἐστι πρακτική; Ὅση δι’ ὀργάνου ἐνερ‐ γεῖται, ὡς ἡ κιθαριστική, ἡ αὐλητικὴ καὶ ἡ ὀρχηστική. Ποῖαι λέγονται πρακτικαί; Ὅσαι
5μέχρι τοῦ γεγονέναι ὁρῶνται καὶ μετὰ ταῦτα ἀπόλλυνται οὐδὲν ἴχνος ἑαυτῶν καταλιμ‐ πάνουσαι, ὡς ἡ αὐλητικὴ καὶ ἡ ὀρχηστική. Τί ἐστι ποιητική; Ἡ τῷ συμβουλεύειν διδά‐ σκουσα εἰδέναι τὸ χρειῶδες. Ποῖαι λέγονται ποιητικαί; Ὅσαι ὕλην ἀδιατύπωτον λα‐ βοῦσαι ἐποίησάν τι, ὃ καὶ μετὰ ταῦτα ὁρᾶται πρὸς μνήμην τοῦ δημιουργήσαντος, ὡς ἡ τεκτονική, ἡ ἀνδριαντοπλαστική, ἡ λαξευτική. —Αἱ δὲ ἐκ τούτων μικταί, αἳ θεω‐
10ρητικῆς καὶ πρακτικῆς καὶ ποιητικῆς μετέχουσιν, ὡς ἡ ἰατρική, γραμματικὴ καὶ αἱ λοιπαί· αὕτη γὰρ ἡ ἰατρικὴ μετέχει τοῦ ποιητικοῦ 〈καὶ τοῦ θεωρητικοῦ〉· καὶ ποιητικὸν μὲν τὸ χειρουργικόν, θεωρητικὸν δὲ αὐτῆς τὸ διαγινώσκειν τὰ πάθη 〈διὰ〉 τῶν σφυγμῶν καὶ τῶν ἄλλων. —Σκοπήσωμεν οὖν τὴν γραμματικὴν ὑπὸ ποῖον τούτων ἀνάγεται. Φαμὲν καὶ αὐτὴν εἶναι μικτήν· ἐν μὲν γὰρ τῷ στίζειν ἀποτελῶ τι
15καὶ πράττω, τὸ δὲ τεχνολογεῖν θεωρητικὸν καὶ 〈τὸ〉 τῆς μεθόδου τῶν κανόνων· διὰ τοῦτο αὐτὴν ἀπεφήνα〈ν〉το τέχνην θεωρητικήν τε καὶ ποιητικήν. —Τί ἐστι μικτή; Ἡ ἐκ θεωρητικοῦ καὶ πρακτικοῦ συγκειμένη, καθὰ προέφημεν. Πόσα παρέπεται τῇ τέχνῃ; Ἑπτά· τεχνοειδές, ἡμιτέχνιον, μικροτεχνία, κακο‐ τεχνία, ματαιοτεχνία, ψευδοτεχνία καὶ ἀτεχνία. Τί ἐστι τεχνοειδές; Ἀλόγου ζῴου τέχνη
20μιμουμένη φύσει 〈τεχνι〉κὰς ἐργασίας, ὡς ἡ τῶν ἀραχνῶν ὑφαντικὴ καὶ τῶν μελισσῶν ἡ κηροπλαστική. Τί ἐστιν ἡμιτέχνιον; Τὸ δι’ ὀλίγου συνιστάμενον τεχνίδιον, ὡς ἡ κου‐ ρευτικὴ καὶ ἐξονυχιστική. Τί ἐστι μικροτεχνία; Ἡ ὑποκρινομένη μείζονος τέχνης ἐργα‐ σίαν, ὡς ἡ τῶν μυρεψῶν· οὗτοι γὰρ διὰ τὸ εἰδέναι σκευάσαι ἔμπλαστρα τὴν τῶν ἰατρῶν σχηματίζονται τέχνην. Τί ἐστι κακοτεχνία; Ἡ ἐπὶ κακῷ ὡς ἀληθῶς εὑρεθεῖσα, ὡς
25ἡ κυβευτική. Τί ἐστι ψευδοτεχνία; Ἡ ἀπατῶσα τὴν αἴσθησιν, ὡς ἡ τῶν ψηφίδων καὶ τῶν νευροβατῶν ἤτοι τῶν λωράδων. Τί ἐστι ματαιοτεχνία; Ἧς μὲν ὁ πόνος πολύς, τὸ δὲ ἀποτέλεσμα οὐδέν, ὡς τὸ εἰδέναι πολλὰς τρύπας ποιεῖν ἐν κυάμῳ κέγ‐ χρου, καὶ τὸ ποιεῖν ἀνδριάντας κηρίνους. Τί ἐστιν ἀτεχνία; Ἡ τῆς τέχνης ἀταξία, δι’ ἣν καὶ πταιστὴν νομίζουσιν οἱ πολλοί.
30Τί διαφέρει τέχνη ἐπιστήμης, πείρας καὶ ἐμπειρίας; Διαφέρει κατὰ τούσδε τοὺς τρόπους, κατά τε τὸ καθολικώτερον καὶ μερικώτερον, καὶ ἄπταιστον καὶ πται‐ στόν· ἕπεται γὰρ τῷ μὲν καθόλου τὸ ἄπταιστον, τῷ δὲ μερικῷ τὸ πταιστόν· καὶ ὅτι ἡ μὲν τέχνη κατά τι ἀτελεστέρα καθέστηκε τῆς ἐπιστήμης, ὡς ἡ ἰατρική, ῥητο‐ ρική, γραμματική, ἡ δὲ ἐπιστήμη τελειοτάτη, ὡς ἡ τῶν φιλοσόφων καὶ τῶν γεω‐
35μετρῶν. Τί ἐστιν ἐπιστήμη; Κατάληψις ἄπταιστος ἀπὸ ὀρθοῦ λόγου κατεσκευασμένη. Καὶ ἄλλως· σύστημα ἀσφαλὲς ἀπὸ τοῦ ἑστηκότος τι μεθοδεύουσα. Καὶ ἄλλως· ἕξις ἀμετάπτωτος λογική. Τί ἐστιν ἕξις; Οἱονεὶ γνῶσις. Τί ἐστιν ἀμετάπτωτος· ἡ ἄπται‐ στος καὶ τελεία. Τί διαφέρει τέχνη ἐπιστήμης; Διαφέρει κατὰ τοῦτο, ὅτι ἡ μὲν τέχνη κατά τι πταιστή ἐστιν, ἡ δὲ ἐπιστήμη παντελῶς ἄπταιστος ....
40... τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ etc. = Proll. Voss. 9, 13—10, 19. Ἰστέον ὅτι αἱ τέχναι τετραχῶς· αἱ μὲν γάρ εἰσι λογικαί, ὡς ἐπὶ τῆς
ἀστρονομίας, αἱ δὲ πρακτικαί, ὡς ἐπὶ τῆς κιθαριστικῆς· αὕτη γὰρ ἐν298

299

τῷ πράττεσθαι ἔχει τὴν ὕπαρξιν, μετὰ δὲ τὸ πρᾶγμα, ἤτοι τὴν πρᾶξιν, οὐκ ἔστιν· αἱ δὲ ποιητικαί, ὡς ἐπὶ τῆς χαλκευτικῆς· αὕτη γὰρ καὶ μετὰ τὸ ἀποτέλεσμα ἔχει τὰ ἀποτελούμενα†. Τί ἐστι τέχνη; Σύστημα ἐκ καταλήψεων· «σύστημα» μὲν ἤτοι πλῆθος· λέγομεν
5γὰρ τὸ σύστημα τῶν παιδευτῶν· «ἐκ καταλήψεων» δέ, τουτέστιν ἐξ ἐφευρέσεων· πρῶτον γάρ τις εὑρίσκει, καὶ οὕτω προσάγει τῇ τέχνῃ· ἴδιον δὲ τῆς τέχνης τὸ πάντα μετὰ λόγου ποιεῖν καὶ λόγον ὑπὲρ ὧν ποιεῖ ἀποδιδόναι. —Πάλιν· τέχνη ἐστὶ σύστημα· «σύστημα» μὲν οὖν εἴρηται ἡ τέχνη, ὅτι οὐκ ἔστιν ἡ τέχνη μονοειδής, ἀλλ’ ἐκ διαφό‐ ρων πολλῶν, ὡς εἰρήκαμεν· σύστημα μὲν γὰρ σημαίνει τὸ ἄθροισμα. «Ἐκ καταλήψεων»
10δέ, ὡς εἴπομεν, ἐξ ἐφευρέσεων· «ἐγγεγυμνασμένων» δέ, οἱονεὶ δεδοκιμασμένων· οὐ γὰρ ἀθρόως καὶ ὑφ’ ἑνὸς αἱ τέχναι εὕρηνται, ἀλλὰ κατὰ βραχὺ ἐφευρέθησαν ὑπὸ πλειόνων· ἢ ὑφ’ ἑνὸς τῆς πολυπραγμοσύνης τοῦ νοῦ συνιστάμενον καὶ συναθροιζό‐ μενον πρᾶγμα· ἀπὸ τοῦ συνίστασθαι γὰρ καὶ εἶναι λέγεται σύστημα· αἱ γὰρ τέχναι διὰ πλειόνων τινῶν ἀποτελεῖσθαι πεφύκασι, καὶ μάλιστα ἐξ ὕλης καὶ ὀργάνων, δι’ ὧν
15κατασκευάσει τὴν ὕλην εἰς εὐπρεπὲς σχῆμα. Ἔτι «ἐγγεγυμνασμένων» πρόσκειται, διότι οὐχ ἅπαξ ἢ δὶς οἱ ἀρχαῖοι τὰς τέχνας δοκιμάσαντες ἐκδεδώκασιν, ἀλλὰ πολ‐ λάκις τὰ περὶ τὴν τέχνην γυμνάσαντες ἐκδεδώκασι, τὸ καλῶς ἔχον σκοπήσαντες. Τὸ δὲ «πρός τι τέλος» πρὸς ἀόριστον τέλος· τὸ γὰρ τί σημαίνει τέσσαρα· ἀόριστόν τι πρᾶγμα, καὶ ὡρισμένον, καὶ τὸ ἑνιαῖον, καὶ προσδιωρισμένον· ἔστι καὶ πρὸς τού‐
20τοις πέμπτον, ἐπίρρημα, ὃ δηλοῖ τὸ λίαν, ὡς τὸ 〈Psalm. 3, 2〉 κύριε, τὶ ἐπλη‐ θύνθησαν οἱ θλίβοντές με, ἀντὶ τοῦ λίαν ἐπληθύνθησαν. —Ἀλλὰ καὶ τὸ τέλος σημαίνει ἕξ· τὴν πρόσοδον, τὸ ἀξίωμα, τὸ δαπάνημα, τὴν ἑορτήν, τὸ πεπληρωμένον ἔργον καὶ δημόσιον καὶ τὸν θάνατον· καὶ ὁ βίος ἑπτά· τὴν ἑκάστου ζωήν, τὴν κοι‐ νὴν ἁπάντων ζωήν, τὸ ἐπιτήδευμα, τὴν περιουσίαν τουτέστι τὸν πλοῦτον, τὴν ἐν‐
25θένδε τῆς ψυχῆς μετάστασιν, τὸ εἶδος τῆς ἑκάστου ζωῆς καὶ τὴν διατριβήν, ὧν τὰς χρήσεις ἐν τῷ μεγάλῳ λεξικῷ, εἰ θεῷ βουλητόν, μαθησόμεθα. Ὃ γοῦν λέγω τοιοῦτόν ἐστι· πᾶσα τέχνη ἐπινοεῖ πρός τι συμφέρον· εἰ γοῦν τέχνη ἐστὶν ἐπὶ βλάβῃ, κακοτεχνία καὶ οὐ τέχνη, οἵα ἐστὶν ἡ λῃστρικὴ 〈καὶ〉 ἡ τυμβωρυχική· δοκοῦσι γὰρ καὶ οἱ ταύτην ἐπιτηδεύοντες τέχνην ἐργάζεσθαι, ἀλλ’ ἔστιν ἀπηγορευμένη τῷ νόμῳ,
30ἧς τὸ τέλος θάνατος. Εἰ γὰρ ἐπὶ τῷ συμφέροντι καὶ τῇ συστάσει τοῦ βίου ἐπινε‐ νόηται τέχνη, αὗται δὲ τὸ τέλος ὀλέθριον ἔχουσιν, ὁμολογουμένως οὐ τέχναι μᾶλλον ἢ κακοτεχνίαι εἰσί. Καὶ ταῦτα μὲν περὶ τῆς τέχνης λέγειν ἐπεχειρήσαμεν. Ἄξιον δὲ καὶ περὶ τῆς γραμματικῆς διαλαβεῖν. Καὶ πρότερον μά‐ θωμεν περὶ ὅρου, τί ἐστιν ὅρος etc. = Proll. Voss. 8, 8—24. Μα‐
35θόντες τοίνυν τί ἐστιν ὅρος, καὶ τί ὑγίεια ὅρου, ὁρισώμεθα τὴν γραμ‐ ματικήν. —Περὶ γραμματικῆς. —Γραμματική ἐστι τέχνη ἕξις θεωρητικὴ καὶ πρακτικὴ etc. = Proll. Voss. 3, 11—4, 30. 〈Heliodori.〉 —Ἄμεινον δὲ ἦν ἄρξασθαι ἀπὸ στοιχείων, ὡς ἀρχε‐
τύπων καὶ πρώτων αἰτίων τῆς φωνῆς, ὅτι ταῦτα ἡ πρώτη φωνὴ καὶ299

300

ἄτομος ὑπάρχει, καὶ ἐξ αὐτῶν αἱ συλλαβαὶ συνέστησαν, καὶ ἐκ τῶν συλ‐ λαβῶν αἱ λέξεις, ἐκ δὲ τῶν λέξεων ὅλη ἡ γραμματική. Ἐπεὶ γοῦν οὕτως ἔδοξε τῷ Διονυσίῳ τὴν ἀρχὴν ἀπὸ τῆς γραμματικῆς ποιήσα‐ σθαι, λεκτέον περὶ αὐτῆς. Γραμματική ἐστιν ἕξις θεωρητικὴ καὶ πρα‐
5κτικὴ τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι, δι’ ἧς ἑκάστῳ τὸ οἰκεῖον ἀποδιδόντες ἐξ ἀπείρου καταληπτὸν ποιούμεθα. Καὶ ἄλλως. —Τί ἐστι γραμματικὴ τέχνη; Ἕξις θεωρητικὴ καὶ πρακτική, τὸ εὖ λέγειν καὶ τὸ εὖ γράφειν διδάσκουσα ἡμᾶς· οὐ γὰρ πᾶς ὁ γράφων ἢ ὁ ἀναγι‐ νώσκων λέγεται γραμματικός, ἀλλ’ ὁ τὸν κανόνα καὶ τὸν ὅρον ἀποδιδούς. Καὶ ἄλ‐
10λως· τέχνη περὶ τὰ ὀκτὼ μέρη τοῦ λόγου καταγινομένη. Ἄλλως· τέχνη διδάσκουσα ἡμᾶς τὰ νοούμενα γράφειν καὶ τὰ ὡς πρός τινα εὐρύθμως ἢ ἐμμέτρως πραγματευ‐ θέντα μετὰ κρίσεως διηγουμένη. Ὁ δέ γε Διονύσιος ὁ Θρᾷξ ὡρίσατο οὕτως· «γραμματική ἐστιν ἐμπειρία τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσιν ὡς ἐπὶ τὸ πολὺ λεγομένων».
15〈Heliodori.〉 —Μέμφονται δέ τινες τὸν τεχνογράφον τὴν λογιωτά‐ την γραμματικὴν ἐμπειρίαν εἰρηκότα, ἥτις ἐστὶν ἡ τῶν ὡσαύτως ἐχόντων πραγμάτων ἄλογος τήρησίς τε καὶ μνήμη· ὡς εἴ τις ἄγροικος βοτάνην ἕλκει προσαγαγὼν τύχοι τε τὸ πάθος ἰάσασθαι, καὶ μήτε λόγον μήτε αἰτίαν ἀποδοῦναι δυνάμενος. Λοιπὸν οὕτω τινὲς ἀπολύονται τὴν κατη‐
20γορίαν, ὡς ἔν τισι ζητήμασι καὶ ἄλογον εὑρίσκοντες τὴν γραμματικήν, οἷον ὡς ἐν ταῖς ψιλῇ παραδόσει εἰρημέναις λέξεσιν, ἤγουν ὡς ἐν ταῖς σεσημειωμέναις. Ἐμπειρία δέ ἐστιν ἡ ἄλογος τριβὴ ἡ ἐκ παρατηρήσεως γινομένη· ὁ γὰρ ἐμπειρικὸς οὐδὲν μετὰ λόγου ποιεῖ, ἀλλ’ ὅπερ τηρεῖ τὸν τεχνίτην μετὰ λόγου διαπραττόμενον, τοῦτο καὶ αὐτὸς ποιῶν ἀλό‐
25γως μιμεῖται. Γραμματική ἐστιν ἐμπειρία.] 〈Ἐμπειρία〉 ἀντὶ τοῦ τέχνη· τὴν γὰρ ἐμπειρίαν ἐνταῦθα ὁ Διονύσιος ἀντὶ τῆς τέχνης ἐξελάβετο, καθὰ μετὰ ταῦτά φησιν «ὃ δὴ κάλλιστόν ἐστι πάντων τῶν ἐν τῇ τέχνῃ»· καὶ δείκνυσι διὰ τούτου, ὅτι ἐμπειρίαν τὴν τέχνην λέγει, καὶ οὐ τὴν ἄλογον
30τριβήν [τῆς γραμματικῆς]. Γραμματική ἐστιν ἐμπειρία.] Πρότερον etc.d 10, 24—11, 2. Ὅτι μὲν γὰρ etc. Σv 166, 27—167, 4. Γραμματική ἐστιν ἐμπειρία.] Πολλοὶ etc.v 167, 6—25. Τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσιν.] Εἰδέναι χρὴ ὅτι
35ταῦτα χαρακτηρίζει ποιητὴν κυρίως, μέτρον, μῦθος ἤτοι πλάσμα, 〈γλῶσσα〉, ἱστορία καὶ ποιὰ λέξις. Διαφέρει δὲ ποιητὴς συγγραφέως, ῥήτορος καὶ ἱστοριογράφου· καὶ ποιητὴς μὲν λέγεται ὁ μέτρῳ συγγραψάμενος, ὡς
Ὅμηρος· συγγραφεὺς δὲ ὁ τὰ ἐφ’ ἑαυτοῦ γεγονότα συγγραψάμενος, ὡς300

301

ὁ Θουκυδίδης τὸν Πελοποννησιακὸν πόλεμον συνέγραψεν ἐπὶ τῶν αὐτοῦ γεγονότα χρόνων· ῥήτωρ δὲ ὁ περὶ τὰ πολιτικὰ ζητήματα καταγινόμενος, ὡς ὁ Δημοσθένης· ἱστοριογράφος δὲ ὁ παλαιῶν ἱστοριῶν μεμνημένος, ὡς Ἡρόδοτος.
5Τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσιν.] Ποιηταὶ μὲν λέ‐ γονται etc. = Σd 11, 4—8. —Οὐκ ἔστι μόνον etc. = Σv 167, 26 —168, 13. Εἰς τὸ «γραμματική ἐστιν ἐμπειρία». —Μέμφονταί τινες etc. = Proll. Voss. 6, 31—7, 29.
10Ὡς ἐπὶ τὸ πολὺ λεγομένων.] Καλῶς ἔφη «ὡς ἐπὶ τὸ πολὺ λεγομένων»· τῶν γὰρ πολιτευομένων λέξεων ἐπιστήμων ἔσται ὁ γραμ‐ ματικός, οὐ μὴν τῶν καθάπαξ καὶ κατὰ μίαν χρῆσιν εἰρημένων· ὡς παρά τισι λέγεται σκέπαρνον 〈Artemid. 4, 24〉 τὸ ἔριον διὰ τὸ σκέπειν τὸν ἄρνα, καὶ ποτήριον τὸ ἐξ ἐρίων ἔνδυμα, ὅτι ποτὲ ἔριον ἦν, καὶ ἐπὶ τῶν
15τοιούτων. Ἄλλως. —«Ὡς ἐπὶ τὸ πολύ» ἤγουν ὡς ἐπὶ τὸ πλεῖστον λεγομέ‐ νων· οὐ γὰρ ἐπιζητήσει ὁ γραμματικὸς ζητημάτων Δημοσθενικῶν ἢ δογμάτων Πλατωνικῶν ἀκρίβειαν· εἰ δὲ λέξεων ἐπιστήμων ὁ γραμματι‐ κός—τοῦτο γὰρ προσυπακούεται—εἴσεται καὶ τὴν τούτων ἐξήγησιν.
20Διομήδους. —Ὡς ἐπὶ τὸ πολὺ λεγομένων, τουτέστι τῶν ὑπὸ πολλῶν ἀρχαίων διὰ μνήμης ἀξίως ἐνεχθέντων καὶ ὡς ἐπὶ τὸ πλεῖστον εὑρισκομένων. Λείπει δὲ τὸ «λέξεων». Διὰ τί δὲ εἶπεν etc. = Σd 11, 12—12, 2. Πόσα θεωρούμενα περὶ τὴν γραμματικήν; etc. = Σv 170, 11—25.
25Πόσα μέρη τῆς γραμματικῆς; Ἕξ· πρῶτον ἀνάγνωσις ἐντριβὴς κατὰ προσῳ‐ δίαν, δεύτερον ἐξήγησις κατὰ τοὺς ἐνυπάρχοντας ποιητικοὺς τρόπους, τρίτον γλωσ‐ σῶν τε καὶ ἱστοριῶν πρόχειρος ἀπόδοσις, τέταρτον ἐτυμολογίας εὕρεσις, πέμπτον ἀναλογίας ἐκλογισμός, ἕκτον κρίσις ποιημάτων, ὃ δὴ κάλλιστόν ἐστι πάντων τῶν ἐν τῇ τέχνῃ.
30Διὰ τί δὲ μέρη τῆς γραμματικῆς καὶ οὐχὶ εἴδη, καὶ τί διαφέρει μέρος εἴδους; Καὶ λεκτέον ὅτι τὰ μὲν εἴδη ἐκ τῶν γενῶν διαιροῦνται καὶ αὐτοτελῆ εἰσιν, οἷον ἐκ τοῦ ζῴου γένους διαιροῦμεν τὸν ἄνθρωπον· τὸ δὲ μέρος ἀπόσπασμά ἐστι τοῦ εἴδους, ἀτελὲς γὰρ ἀνθρώπου μέρος ἡ κεφαλή. Ὅθεν ῥητορικῆς λέγομεν εἴδη τρία, συμβουλευτικόν, δικανικόν,
35πανηγυρικόν· καὶ [ὅτι] τὸν μὲν ἐπιστάμενον ἓν τῶν τριῶν τούτων εἰδῶν
ῥήτορα τέλειον λέγομεν, τὸν δὲ μὴ ἐπιστάμενον πάντα τὰ τῆς γραμμα‐301

302

τικῆς μέρη γραμματικὸν οὐ λέγομεν· ἐκ πάντων γὰρ αὕτη τούτων τῶν μερῶν ἀναπληροῦται. Στεφάνου. —Μέρη δὲ ἕξ.] Τί δήποτε etc. = Σv 168, 19—169, 2. Ἰστέον ὅτι τὸ παλαιὸν μέρη etc. = Σd 12, 3—13, 10.
5Πρῶτον ἀνάγνωσις ἐντριβὴς κατὰ προσῳδίαν.] Ἰστέον ὅτι τὸ διορθωτικὸν παρεσιώπησε μέρος, τὴν ἐτυμολογίαν ἀντ’ αὐτοῦ κατα‐ λέξας ὡς μέρος· ὅπερ οὐκ ἔστι μέρος, ἀλλὰ μόριον τοῦ ἐξηγητικοῦ, ὡς καὶ τὸ ὀρθογραφικὸν τοῦ διορθωτικοῦ· μερῶν δὲ μέρη τὰ μόρια, ὡς κεφαλῆς ὀφθαλμοὶ καὶ ποδῶν δάκτυλοι.
10Διομήδους. —Πρῶτον ἀνάγνωσις ἐντριβὴς etc. = Σd 13, 11—18. Δεύτερον ἐξήγησις.] Τὸ δεύτερον μέρος τῆς γραμματικῆς ἐξήγησις· ἐξήγησις δέ ἐστιν ἡ τοῦ ἑξῆς ὁδήγησις, τουτέστι τοῦ νοήματος καὶ τῆς διανοίας ἀκολουθία τε καὶ τάξις. —Κατὰ τοὺς ἐνυπάρχοντας ποιη‐ τικοὺς τρόπους,] ἤτοι κατὰ τοὺς ἐγκειμένους τῶν ποιητῶν τρόπους.
15Ἰστέον δὲ ὅτι ἐν τοῖς ποιητικοῖς τρόποις εἰς ἀπορίαν περιίσταται ὁ ἐξηγούμενος, εἰ μὴ μάθοι τὸν τρόπον τοῦ νοήματος· πολλάκις γὰρ ὁ ποιητὴς περὶ πολέμου διαλεγόμενος ἐτράπη ὡς εἰς θερισμοῦ ἐξήγησιν. Ἰστέον δὲ ὅτι οἱ ποιητικοὶ τρόποι ῥητορικῆς εἰσιν ἀλλότριοι· ἀρετὴ γὰρ τῆς ῥητορικῆς ἡ σαφήνεια, οἱ δὲ τρόποι τὸ ἀσαφὲς παράγουσιν.
20Στεφάνου. —Δεύτερον ἐξήγησις.] Μετὰ τὸ διδ. etc. = Σv 169, 8—10. «Ποιητικούς» τοὺς μάλιστα ποιηταῖς ἁρμόζ. etc. = Σd 13, 20—14, 12.
23tΤρύφωνος περὶ τρόπων.
24Hac praemissa inscriptione habet V fol. 10v—12r quae sub Gregorii Corinthii
25nomine leguntur apud Spengelium III 215, 3—17 et quae sub Georgii Cheorobosci nomine III 244, 4—10; sequuntur excerpta ex 244, 14—255, 18. Tum sic pergit: Ὅτι τὸ φιλεῖ νοεῖ λέγει φέρει φίλησι νόησι λέγησι φέρησι λέγουσι Ῥηγῖνοι· καλεῖται δὲ καὶ σχῆμα Ἰβύκειον ὑπὸ τῶν γραμματικῶν, διὰ τὸν μελοποιὸν δηλαδὴ Ἴβυκον φιλῳδήσαντα τοιαύτῃ γλώσσῃ· τὸ δὲ λάβῃ λάχῃ τὰ αὐθυπότακτα, ἐξ ὧν λάβησι καὶ
30λάχησιν οὐ τῶν Ῥηγίνων εἰσίν, ἀλλὰ τῶν Ἰώνων. —Καὶ οὗτοι μὲν οἱ τρόποι. Ἐπεὶ δὲ ὁ τρόπος λέξεών ἐστι φράσις, εἴπωμεν καὶ τί ἐστι φράσις. Φράσις ἐστὶ λόγος etc. = Tryphonis de tropis apud Spengelium III 191, 3—13 (ἀναγκαῖον). Τρίτον γλωσσῶν τε καὶ ἱστοριῶν.] Τὸ τρίτον μέρος τῆς γραμμα‐ τικῆς ἐστιν ἡ σύντομος ἀπόδοσις ἤγουν ἀπόκρισις τῶν τε γλωσσῶν καὶ ἱστο‐
35ριῶν. Ἰστέον δὲ ὅτι διαφέρει διάλεκτος γλώττης, ὅτι ἡ μὲν διάλεκτος ἐμπε‐ ριεκτική ἐστι γλωσσῶν [τε καὶ ἱστοριῶν]· Δωρὶς γὰρ διάλεκτος μία, ὑφ’ ἥν
εἰσι γλῶσσαι πολλαί, Ἀργείων, Λακώνων, Συρακουσίων, Μεσ〈σ〉ηνίων, Κοριν‐302

303

θίων· καὶ Αἰολὶς μία, ὑφ’ ἥν εἰσι γλῶσσαι πολλαί, Βοιωτῶν καὶ Λεσβίων καὶ ἄλλων. Καὶ ἁπλῶς εἰπεῖν διάλεκτοι μέν εἰσι πέντε, Ἰάς, Ἀτθίς, Δωρίς, Αἰολίς, κοινή, γλῶσσαι δὲ πολλαί. Συμβάλλεται δὲ ἡ γλῶσσα πρὸς ὀρθο‐ γραφίαν καὶ ἐτυμολογίαν. Ἱστορία δέ ἐστι παλαιῶν πράξεων ἀφήγησις.
5Διομήδους. —Τρίτον γλωσσῶν τε καὶ ἱστ. etc. = Σd 14, 13—22. Τέταρτον ἐτυμολογίας εὕρεσις.] Τὸ τέταρτον μέρος τῆς γραμ‐ ματικῆς ἡ τοῦ ἐτύμου, τουτέστι τοῦ ἐν τῇ λέξει ἀληθοῦς, ἀνάπτυξις· ἔτυμον γὰρ τὸ ἀληθές, καὶ ἡ ἐτυμολογία ἐν τῷ σημαινομένῳ τὸ ἀληθὲς καταλαμβάνει, ὡς ἐν τῷ οὐρανός λέγομεν, οὐρανὸς γὰρ ὅρος τίς ἐστιν.
10Ἰστέον δὲ ὅτι οὐ μέρος τῆς γραμματικῆς τὸ ἐτυμολογικόν, ἀλλὰ μέρους μόριον τοῦ ἐξηγητικοῦ. Τοῦ αὐτοῦ εἰς τὸ αὐτό. —Τέταρτον ἐτυμολογίας εὕρεσις.] Πρῶτον ὁ εἰσαγόμενος μανθάνει, ὅτι μῆνιν βαρυτόνως δεῖ ἀναγινώσκειν· διδαχθεὶς δὲ καὶ τοῦ ἀναγνωσθέντος ἀπαιτεῖ τὴν ἐξήγησιν, ὅ ἐστι τὴν
15ἑρμηνείαν· μαθὼν δὲ ὅτι ὀργὴν ἐπίμονον σημαίνει, ἀπαιτεῖ τὴν διάλε‐ κτον, τίνες λέγουσι μῆνιν τὴν ὀργήν, καὶ ἀκούει ὅτι οἱ Ἴωνες. Μαθὼν δὲ καὶ τὴν διάλεκτον ζητεῖ καὶ τὴν τῆς ἐτυμολογίας εὕρεσιν. Ἐτυμο‐ λογία δέ ἐστιν ἡ ἀνάπτυξις τῶν λέξεων κατὰ τὸ δυνατόν, δι’ ἧς etc. = Σd 14, 24—15, 7.
20〈Heliodori〉. —Πέμπτον ἀναλογίας ἐκλογισμός.] Τὸ πέμ‐ πτον μέρος τῆς γραμματικῆς ἡ ἐκζήτησις καὶ ἀκριβολογία τῆς τοῦ ὁμοίου παραθέσεως. Ἀναλογία γάρ ἐστι λόγος ἀποδεικτικὸς καθ’ ὁμοίου παρά‐ θεσιν τῆς καθ’ ἕκαστον μέρος φυσικῆς ἀκολουθίας· «ὁμοίου» δὲ κατὰ τὸν τύπον, ὡς ὅμοιόν φαμεν εἶναι τὸ Δημοφῶν τῷ Ξενοφῶν.
25Στεφάνου. —Πέμπτον ἀναλογίας ἐκλογισμός.] —Μαθὼν etc. = Σv 169, 23—29. Τὸ οὖν πέμπτον μέρος etc. = Σd 15, 12—25. Ἕκτον κρίσις ποιημάτων.] Τὸ ἕκτον μέρος τῆς γραμματικῆς ἐστιν ἡ κρίσις, τουτέστιν ἡ βάσανος καὶ ἐξέτασις τῶν ποιημάτων. Δια‐ φέρει δὲ κρίσις συγκρίσεως· καὶ πρῶτον μὲν κρίσις, δεύτερον δὲ σύγ‐
30κρισις· κρίνει μὲν γάρ τις ἕκαστον ἐκ τῶν ἰδίων, συγκρίνει δὲ ἕτερον ἐφ’ ἑτέρῳ· ὥστε ἡ σύγκρισις ἐν αὑτῇ προτέραν τὴν κρίσιν ἔχει. Ζητη‐ τέον δὲ 〈εἰ〉 ἄρα ὁ γραμματικὸς καλλίων ὢν τῶν ποιητῶν κρίνει αὐτῶν τὰ ποιήματα, ἢ ἥττων· καὶ εἰ μὲν καλλίων, δῶμεν καὶ αὐτὸν εἶναι ποι‐ ητήν, ὅπερ ἀλλότριον γραμματικῆς· οὔτε γὰρ μέρος οὔτε ὄργανον τῆς
35γραμματικῆς τὸ ποιητικόν· εἰ δὲ ἥττων ὤν, κρίνει οὐχ ὡς ποιητὴς ἀλλ’ ὡς
τεχνίτης τῆς ἐκείνων ὕλης ὁ γραμματικός· ὕλη γὰρ ποιητικῆς μῦθος,303

304

μέτρον, λέξις, ἱστορία, γλῶσσα, καὶ τούτων τεχνίτης ὁ γραμματικός. Κρίνει δὲ [ὡς] οὐ, πότερον αὐτοῖς καλῶς γέγραπται ἢ οὔ, ἀλλὰ ποῖα ἀνόμοια καὶ ποῖα ὅμοια, καὶ ποῖα νόθα τῶν ποιημάτων καὶ ποῖα γνήσια. Κρίνεται δὲ ἡ ποίησις χρόνῳ, λέξει, ἱστορίᾳ, πλάσματι, συνθέσει, κυριο‐
5λογίᾳ, οἰκονομίᾳ, τάξει, ἤθει, προσώπῳ. Ὃ δὴ κάλλιστόν ἐστι.] Κάλλιστον τοῦτο τὸ μέρος εἶπε, παρόσον ἤδη τελευτησάντων τὴν τέχνην ἔργον τὸ κρίνειν· καὶ πολλοὶ δὲ τῶν παλαιῶν γραμματικῶν κριτικοὶ ὀνομάζονται. Σαφῶς δὲ εἰρηκὼς περὶ γραμματικῆς καὶ τῶν ταύτης μερῶν ὁ τε‐
10χνικὸς μετέρχεται ἐπὶ τὸ ἀναγνωστικόν, ὅπερ μέρος πρῶτον τῆς γραμ‐ ματικῆς, καί φησι περὶ μόνης ἀναγνώσεως. Καὶ ζητητέον, διὰ τί καὶ περὶ ἐξηγήσεως καὶ τῶν ἄλλων μερῶν οὐκ εἶπε. Καὶ ἰστέον ὅτι τοῖς εἰσαγομένοις συνήθης ἡ ἀνάγνωσις, ὁ δὲ περὶ ἐξηγήσεως λόγος καὶ τῶν ἄλλων δυσχερὴς καὶ πολλῆς ἀσκήσεως καὶ παρασκευῆς δεόμενος· καὶ διὰ
15τοῦτο τὸν περὶ αὐτῶν ὁ τεχνικὸς ἀπεσιώπησε λόγον. Ἕκτον κρίσις ποιημάτων.] Ὅταν τις etc. = Σv 169, 30 —170, 10.
18tΠερὶ βαρβαρισμοῦ καὶ σολοικισμοῦ.
19Paucis additis interrogationibus et adnotationibus eadem fere praebet hic
20tractatus quae edita sunt a Valckenario post Ammonium de differ., sed hoc ordine: p. 178, 8—15; 176, 8—177, 13; 179, 4—181, 18; 177, 13—17; 181, 22—187, 4. Πόσα παρέπεται τῇ γραμματικῇ; Δεκαδύο· ἡ διαίρεσις τῶν εἰκοσιεπτὰ γραμ‐ μάτων, ἡ ἐπίγνωσις πάντων τῶν τόνων, οἱ κανόνες ἅπαντες τῶν τε μακρῶν καὶ τῶν βραχειῶν συλλαβῶν, οἱ κανόνες τῶν πνευμάτων, οἱ κανόνες τῶν παθῶν, ἡ
25ὀρθογραφία τῶν συλλαβῶν ἁπάσης ἀρχῆς τῶν λέξεων μονοσυλλάβων, δισυλλάβων καὶ τῶν ἐχουσῶν πλείονας συλλαβάς, ἀλλὰ καὶ ἡ ὀρθογραφία πᾶσα, ἥ τε ἐν αὐξήσει καὶ τῷ ἀναδιπλασιασμῷ καὶ τῇ κατ’ ἀρχὴν ἐπεκτάσει πάντων τῶν παρῳχημένων χρόνων, ἤγουν παρατατικοῦ, παρακειμένου, ἀορίστου πρώτου, ἀορίστου δευτέρου, μέσου ἀορίστου πρώτου τε καὶ δευτέρου, ὑπερσυντελίκου καὶ τῶν ἄλλων, οἱ κανόνες
30τῶν ληγουσῶν λέξεων, οἱ κανόνες τῶν παραληγουσῶν λέξεων, περὶ τῶν αὐθυποτά‐ κτων, ἀνυποτάκτων τε καὶ ὑποτασσομένων, περὶ τῆς συντάξεως τῶν δεκαεπτὰ προ‐ θέσεων καὶ τῶν ποδῶν τῶν στίχων, περὶ τῶν προπαραληγουσῶν λέξεων, καὶ οἱ κανόνες τῆς τετάρτης συλλαβῆς τῶν λέξεων, περὶ ὧν πάντων ἀκριβῶς ὁ λόγος προϊὼν διδάξει.
35Πότερον ἡ γραμματικὴ τέχνη ἐστὶν ἢ ἐπιστήμη; Τέχνη. Διὰ τί; Διότι ἡ μὲν ἐπιστήμη ἄπταιστός ἐστιν, ἡ δὲ τέχνη πταιστή· καὶ γὰρ ἡ γραμματικὴ τέχνη οὖσα ἐν πολλοῖς πταιστὴ εὑρίσκεται· διά τοι τοῦτο τέχνη ἐστίν, οὐκ ἐπιστήμη. —Τί ὑπό‐ κειται τῇ γραμματικῇ; Ἑλληνίδος γλώττης φωναί. —Πόθεν εἴρηται γραμματική; Ἀπὸ τοῦ γράμμα, ὃ δηλοῖ τὸ ποίημα, γίνεται γραμματικός καὶ γραμματική. —Τί
40ἐστι γράμμα; Σημεῖον στοιχείου ἐν σχήματι γραμμῆς ποιῷ ἢ ποσῷ παραλαμβανόμε‐ νον. Πόθεν γράμμα; Ἀπὸ τοῦ γλάπτω, ὃ σημαίνει τὸ κοιλαίνω· οἱ γὰρ παλαιοὶ τὰ
γράμματα τοῖς λίθοις ἐνεκόλαπτον. Πόσα σημαίνει γράμμα; Ἑπτά· γράμμα ὁ τόνος,304

305

γράμμα ὁ χαρακτήρ, γράμμα ἡ ἐπιστολή, γράμμα ἡ γραμμή, γράμμα τὸ σύγγραμμα, γράμμα τὸ ζωγράφημα, γράμμα καὶ τὸ ψήφισμα. —Τί διαφέρει γράμμα γραμμα‐ τικῆς; Γράμμα μὲν γὰρ λέγεται ἡ προπαιδεία, ἤγουν ἡ κατ’ ἀρχὴν τῶν παίδων δι‐ δασκαλία, ἥτις περὶ τοὺς ψόφους καὶ χαρακτῆρας τῶν στοιχείων γίνεται· γραμμα‐
5τικὴ δὲ ἐμπειρία τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσιν ὡς ἐπὶ τὸ πολὺ λεγομένων.
6t§ 2.
7tΠερὶ ἀναγνώσεως.
8Τί ἐστιν ἀνάγνωσις; Κατὰ μὲν φιλοσόφους ἡ τῶν πρώτων μαθημάτων τῆς ψυχῆς ἀναγνώρισις [καὶ ἀναγνῶναι τὸ ἐπιγνῶναι], ὥς φασι φιλοσόφων παῖδες μετεμ‐
10ψύχωσιν εἶναι καὶ ἐρχομένην εἰς ἀνθρώπειον σῶμα τὴν ψυχὴν [καὶ ἀναγνωρίζειν τὸ ἐπιγινώσκειν]· κατὰ δὲ γραμματικοὺς ποιημάτων ἢ συγγραμμάτων ἀδιάπτωτος προφορά. Τί ἐστιν ἀδιάπτωτος προφορά; Τουτέστιν ἀδιάπταιστος προένεξις ἤγουν ἀδιαίρετος 〈ἀνά〉γνωσις· προφορὰ γὰρ ἡ διὰ τῆς τοῦ λόγου φωνῆς ἐκφορὰ καὶ προένε‐ ξις. —Ἄλλως. Τί ἐστιν ἀνάγνωσις; Ἡ δευτέρα γνῶσις· πρώτη γὰρ ἡ διὰ τῶν συλ‐
15λαβῶν γνῶσις· εὑρίσκομεν οὖν τὴν ἀνά πρόθεσιν πολλάκις τὸ ἐκ δευτέρου σημαίνου‐ σαν, οἷον ἀναλαβεῖν ἀναδοῦναι ἀναγνῶναι καὶ τὰ ὅμοια, καὶ διὰ τοῦτο ἀνάγνωσις. Ἀνάγνωσις δὲ ἐντριβής, ἤγουν τετριμμένη καὶ πεπατημένη· τρίβος γὰρ ἡ πεπατη‐ μένη ὁδός· δεῖ οὖν ἐκείνην ποιεῖσθαι τὴν ἀνάγνωσιν, ἣν οἱ παλαιοὶ τῷ λόγῳ διώ‐ δευσαν.
20Περὶ ἀναγνώσεως μὲν εἴρηται ἐν τοῖς προλαβοῦσιν. Ὁ δὲ ἤ παρα‐ διαζευκτικὸς ἐν τῷ «ἢ συγγραμμάτων» ἀντὶ τοῦ «καί» παραλαμβάνεται, ὡς εἶναι καὶ συγγραμμάτων ἀδιάπτωτος καὶ ἄπταιστος προφορὰ ἤγουν προένεξις· ἀθάνατος γὰρ ἡ ψυχὴ καὶ πάντων ἔμπειρος. Ἀναγνωστέον δὲ καθ’ ὑπόκρισιν, κατὰ προσῳδίαν καὶ κατὰ
25διαστολήν.] Τῆς ἀναγνώσεως μέρη εἰσὶ τρία, ὑπόκρισις, προσῳδία καὶ διαστολή. Ὑπόκρισις μὲν οὖν ἐστιν ἡ τῶν ὑποκειμένων σωμάτων ἢ πραγμάτων μίμησις ἢ διὰ σωματικῆς ἢ φωνητικῆς ἐμμέτρου κινήσεως γινομένη· προσῳδία δὲ πάλιν τόνος φωνῆς κατὰ διάλεκτον ἢ κατὰ ἀνα‐ λογίαν κατορθούμενος, ὥσπερ ἐπὶ τοῦ ὅμοιος, ὅπερ τῆς ἀναλογίας προ‐
30περισπώσης οἱ Ἀττικοὶ προπαροξύνουσι. Λέγεται δὲ προσῳδία ἀπὸ τοῦ πρὸς αὐτὴν ᾄδεσθαι τὴν φωνήν· ᾠδὰς δὲ ἔλεγον οἱ ἀρχαῖοι τὰ ποιή‐ ματα, καὶ ἀοιδοὺς τοὺς ποιητάς. Διαστολὴ δέ ἐστι διάστασις γράμματος περὶ τὴν σύνταξιν ἀμφιβαλλομένου [ἢ ἀμφιβόλου]· διαστολὴ δὲ εἴρηται, ὅτι διαστέλλει τὸν ἐγκείμενον νοῦν κατὰ στιγμήν. [ἡ γὰρ παρὰ τέχνην
35οὐκ ἀνάγνωσις ἀλλ’ ἀγνωσία.] Ἐκ μὲν γὰρ τῆς ὑποκρίσεως τὴν ἀρετήν, ἐκ δὲ τῆς προσῳ‐ δίας τὴν τέχνην, ἐκ δὲ τῆς διαστολῆς τὸν περιεχόμενον νοῦν ὁρῶμεν.] Ἀπὸ κοινοῦ κατὰ τῶν τριῶν τὸ «ὁρῶμεν»· ἐκ μὲν γὰρ τῆς
ὑποκρίσεως τὴν ἀρετὴν τοῦ ποιητοῦ ὁρῶμεν, ἐκ δὲ τῆς προσῳδίας τὴν305

306

τέχνην τοῦ ἀναγινώσκοντος ὁρῶμεν, ἐκ δὲ τῆς διαστολῆς, τουτέστι τῆς στιγμῆς, τὴν διάνοιαν καὶ τὴν σαφήνειαν τοῦ ποιήματος διακρίνομεν. Στεφάνου ἑρμηνεία εἰς τὸ περὶ ἀναγνώσεως. Ἀνάγνωσίς ἐστι etc. = Σv 171, 8—172, 16.
5Τί δὲ ἐξ ἑκάστου τούτων ὠφελούμεθα; Αὐτὸς ἐπιφέρει. Ἐκ etc. = excerpta ex Σd 16, 17—17, 8. Ἵνα τὴν μὲν τραγῳδίαν ἀναγνῶμεν ἡρωϊκῶς.] Τραγῳδία ἐστὶ βίων καὶ λόγων ἡρωϊκῶν καὶ παθῶν μίμησις ἔχουσα μυστήρια καὶ σεμνότητα πλοκήν τέ τινα τῶν κατὰ μέρος· [ἄρξασθαι δὲ αὐτῆς Ἀρι‐
10στοτέλης Σουσαρίωνά φησι]. Τραγῳδία δὲ εἴρηται καθὸ τράγους ὑπὲρ μισθοῦ ἐλάμβανον οἱ ἀγωνιζόμενοι. Ἄλλως. —Ἵνα τὴν τραγῳδίαν ἡρωϊκῶς ἀναγνῶμεν·] μετὰ ὄγκου τινὸς μιμούμενοι τὰ μεγέθη τῶν σωμάτων τῶν ἡρώων τῇ τῶν λόγων ὑπερβολῇ.
15〈Heliodori.〉Τὴν δὲ κωμῳδίαν βιωτικῶς.] Κωμῳδία ἐστὶν ἡ ἐν μέσῳ λαοῦ κατηγορία καὶ δημοσίευσις· εἴρηται δὲ κωμῳδία ἀπὸ τοῦ ἐν ταῖς κώμαις καὶ ἐν τοῖς δήμοις ᾄδεσθαι. Ἡρωϊκῶς οὖν μετὰ πολλῆς σεμνότητος καὶ ἐπηρμένης φωνῆς μιμουμένους τοὺς ἥρωας, βιω‐ τικῶς δὲ μετὰ γέλωτος καὶ πολλῆς ἀστειότητος καὶ ἱλαρότητος ὑποκρι‐
20νομένους τὰ βιωτικὰ καὶ τὰ παρεισαγόμενα πρόσωπα. Δεῖ δὲ γινώ‐ σκειν, ὅτι πολλὴ διαφορὰ τῆς τραγῳδίας καὶ τῆς κωμῳδίας, ὅτι ἡ μὲν τραγῳδία περὶ ἡρωϊκῶν πραγμάτων καὶ προσώπων λέγει, ἡ δὲ κωμῳδία ἀπήλλακται τούτων· καὶ ὅτι ἡ μὲν τραγῳδία τὰ τέλη περὶ σφαγῶν καὶ φόνων ἔχει, ἡ δὲ κωμῳδία περὶ ἀναγνωρισμοῦ· καὶ ὅτι ἡ μὲν τραγῳδία
25ἱστορίαν καὶ ἀπαγγελίαν ἔχει πράξεων γενομένων, ἡ δὲ κωμῳδία διά‐ πλασμα βιωτικῶν πραγμάτων· καὶ ὅτι πάλιν ἡ μὲν τραγῳδία διαλύει τὸν βίον, ἡ δὲ κωμῳδία συνίστησι. Καὶ εἴρηται μὲν τραγῳδία, ὅτι περὶ τράγων ἠγωνίζοντο· ἢ καὶ τραγῳδία λέγεται ἀπὸ τοῦ τὰς ὄψεις περιχρίειν τρυγίᾳ, τροπῇ τοῦ υ εἰς α· κωμῳδία δέ, ὅτι ἐν κώμαις ᾔδετο.
30Ἵνα τὴν μὲν τραγῳδίαν.] Τραγῳδία ποίησίς ἐστιν ἐπιτάφιος τῶν τραγικῶν, [τοῦ τε Μενάνδρου,] τοῦ Σοφοκλέους, τοῦ Αἰσχύλου, τοῦ Εὐριπίδου καὶ ἑτέρων τοιούτων. Γεγόνασι etc. = eadem fere quae Σd 17, 16—20, 12. «Βιωτικός» οὖν ὁ μετὰ ἀστειότητος καὶ ἱλαρότητος καὶ ἡδονῆς καὶ
35γέλωτος· ἢ «βιωτικός» ὁ κατὰ μίμησιν τοῦ βίου, τουτέστιν ὁ μιμούμενος τὸ παρεισαγόμενον πρόσωπον καὶ τὴν ἐκείνου ἀποματτόμενος σχέσιν,
ἵνα ἂν μὲν ὑπόκειται γέρων, μιμησώμεθα τὴν φωνὴν τοῦ γέροντος, εἰ306

307

δὲ γυνή, τὴν γυναικός. —Διαφέρει κωμῳδία τραγῳδίας, ὅτι ἡ μὲν τραγῳδία ἱστορίαν καὶ ἀπαγγελίαν ἔχει πράξεων γεγονυιῶν, ἡ δὲ κω‐ μῳδία διαπλάσματα ἔχει βιωτικῶν πραγμάτων· καὶ ὅτι ἡ μὲν τραγῳδία περὶ ἡρωϊκῶν προσώπων καὶ πραγμάτων λέγει, ἡ δὲ κωμῳδία ἀπήλλα‐
5κται τούτων· καὶ ὅτι ἡ μὲν τραγῳδία τὰ τέλη περὶ σφαγῶν καὶ φόνων ἔχει, ἡ δὲ κωμῳδία περὶ ἀναγνωρισμοῦ. —Καὶ ἄλλως· βιωτικῶς κατὰ τὴν ὑφὴν τῶν πραγμάτων. Τὰ δὲ ἐλεγεῖα λιγυρῶς.] Τὸ ἐλεγεῖον μέτρον ἐστὶν ἐκ δύο πενθημιμερῶν συγκείμενον· ἐνενόητο δὲ ἐν τοῖς θρήνοις· ἐλέγους δὲ
10ἐκάλουν τοὺς θρήνους ἀπὸ τοῦ ἔ ἔ λέγειν ἐν τοῖς τάφοις· ὕστερον δὲ ἐπιθαλαμίοις ἐχρήσαντο τούτοις τοῖς μέτροις. Λιγυρῶς δὲ καὶ ὀξέως δεῖ ἀναγινώσκειν τὰ ἐλεγεῖα, ὡς λίαν ἐκπεπληγμένους τῷ πλήθει τῶν κακῶν. Διομήδους καὶ Στεφάνου. —Τὰ δὲ ἐλεγεῖα λιγυρῶς.] Τὸ
15ἐλεγεῖον ἔμμετρός ἐστι στίχος, ἐλλείπων ἑνὶ ποδὶ τοῦ ἡρωϊκοῦ στίχου, εἰς δύο πενθημιμερῆ τεμνόμενος, οἷον 〈Callim. fr. 488 Sch〉 νήϊδες, οἳ Μούσης οὐκ ἐγένοντο φίλοι· οὗ τὸ μὲν πρῶτον τμῆμα ἀδιαφό‐ ρως καὶ σπονδεῖον καὶ δάκτυλον ἐπιδέχεται, τὸ δὲ δεύτερον ἀεὶ δακτύ‐ λους. Ἔλεγοι δὲ λέγονται οἱ θρῆνοι· Ἔλεγος γάρ τις ἐγένετο υἱὸς
20Κλειοῦς τῆς Μούσης· ἢ ἀπὸ Ἐλέγου τινός· τούτου γοῦν ὡς ἔμελλον οἱ γάμοι γίνεσθαι, αἴφνης ἐξέπνευσε· καὶ λοιπὸν πᾶσα ἡ μουσικὴ ἡ προ‐ σελθοῦσα τῷ γάμῳ, ἀντὶ τοῦ ᾄδειν καὶ χαίρειν καὶ ὀρχεῖσθαι, ἐθρήνουν πάντες μετὰ μέλους, καὶ αὐληταὶ καὶ κιθαρισταὶ καὶ ἀοιδοί, ἐκπλα‐ γέντες ἐπὶ τῷ συμβεβηκότι τῷ Ἐλέγῳ. Ἢ ἐλεγεῖόν ἐστι θρῆνος ἐπι‐
25τάφιος, οἱονεὶ ἐλεεῖόν τι ὄν, ἐλλειφθέντος τοῦ γ, ἀπὸ τοῦ ἐλλεεῖν τὸν τετελευτηκότα· ἢ ἐλεγεῖον ἀπὸ τοῦ ἔ λέγειν τὸν ἀποβιώσαντα. Ἐπειδὴ δὲ οἱ τεθνηκότες ἔλλειψίν τινα ἔχουσιν, ἤτοι τοῦ ζῆν, τούτου χάριν καὶ τὰ ἐλεγεῖα, ὡς ἐπὶ τοῖς θνῄσκουσι λεγόμενα, ἐλλείπει πόδα πρὸς τὸν δακτυλικὸν στίχον. Ἰστέον δὲ ὅτι ἐλεγεῖον καὶ ἐλεγεία διαφέρουσιν ἀλ‐
30λήλων· ἐλεγεῖον γάρ ἐστιν, ὅταν εἷς στίχος ὑπάρχῃ καὶ πεντάμετρος, ἐλεγεία δέ, ὅταν ὅλον 〈τὸ〉 ποίημα ἀμοιβαῖα ἔχῃ τὰ μέτρα, ἑξάμετρα καὶ πεντάμετρα. —«Λιγυρῶς» δὲ οἷον ὀξέως ἀναγινώσκειν ἡμᾶς δεῖ τὰ ἐλεγεῖα, ὡς ἂν ἐκπεπληγμένους τῷ πλήθει τῶν κακῶν· ἢ «λιγυρῶς» ἤτοι γλυκερῶς, λιγὺς γὰρ ὁ γλυκύς· ἢ οὐχ ἡδύτητί τινι, ἀλλὰ λυπηρῶς
35καὶ ὀξέως. Τὰ δὲ ἐλεγεῖα ἐπὶ κηδείαις ἁρμόζει θρηνεῖν, τουτέστιν ἐπὶ κηδευομένοις. Τῆς δὲ μετὰ etc. = Σd 20, 17—22. Τὸ δὲ ἔπος εὐτόνως.] Ἔπος κυρίως ὁ ἔμμετρος στίχος, κατα‐
χρηστικῶς δὲ καὶ πᾶς λόγος· ἔπος λέγεται καὶ τόνος παρά τισιν, «ἑξα‐307

308

μέτροις τοῖς τόνοις κεχρῆσθαι». Δεῖ γοῦν τὸν τόνον, ὅ ἐστιν ἔπος, εὐτόνως προφέρειν καὶ ἐν τούτῳ τῆς φωνῆς τοὺς λόγους καὶ τὰς πρά‐ ξεις μιμεῖσθαι τῶν ἡρώων· ἡρωϊκὰς γὰρ πράξεις ἐν τῷ ἔπει ἐπῆλθεν ὁ ποιητής, ἃς οὐ χρὴ καταμαλάττειν τῇ μαλακίᾳ τῆς φωνῆς.
5Διομήδους. —Τὸ δὲ ἔπος εὐτόνως.] Ἔπος κυρίως ὁ ἔμμε‐ τρος λόγος λέγεται, κατ’ ἐξοχὴν δὲ τὸ ἡρωϊκὸν μέτρον ἔπος ἐκάλεσεν· ὅπερ διδάσκει ἡμᾶς «εὐτόνως» ἀναγινώσκειν, τουτέστι συντόνῳ τῇ φωνῇ, καταλιμπάνον δὲ τὴν ἐκλελυμένην, ὡς καὶ ἡρώων ἀνδρῶν περιέχον ἱστορίας· καταχρηστικῶς δὲ καὶ πᾶς λόγος ἔπος λέγεται. Ἢ ἔπος ἐστὶ
10τὸ ἑξάμετρον· ἐκείνη δὲ ἡ ποίησις λέγεται ἔπος, ὅταν τὸ σωμάτιον ὅλον ἐκ τοῦ ἡρωϊκοῦ στίχου σύγκειται. Ἔπος δὲ ἀπὸ τοῦ ἕπεσθαι τῷ μέτρῳ. Τὴν δὲ λυρικὴν ποίησιν ἐμμελῶς.] Ἡ λυρικὴ ποίησις καὶ πρὸς βάρβιτον καὶ αὐλὸν καὶ κιθάραν ᾄδεται, ἀπὸ τοῦ καλλιστεύοντος δὲ
15λυρικὴ ὠνόμασται. Λύρα δὲ ἐλέχθη λύτρα τις οὖσα· ὁ γὰρ Ἑρμῆς σο‐ φισάμενος χελώνην ἐκδεῖραι καὶ κατασκευάσαι τῷ Ἀπόλλωνι κιθάραν λύτρον ἀντὶ τῆς κλεψίας τῶν βοῶν ἐποίησεν. Τὴν δὲ λυρικὴν ποίησιν ἐμμελῶς.] = Σd 21, 12—13; Σv 173, 28—174, 4; Σd 21, 17—21.
20Τοὺς δὲ οἴκτους ὑφειμένως καὶ γοερῶς·] τουτέστι τοὺς θρή‐ νους ταπεινῶς καὶ κατανυκτικῶς. Καὶ τοὺς μὲν οἴκτους οὐκ ἐν ὡρι‐ σμένῳ εὑρήσεις μέτρῳ, ἀλλ’ ἐν παντὶ λόγῳ καὶ ποιήματι ὀλοφυρμὸν καὶ ἐλεεινολογίαν. Δεῖ γοῦν ἐν ἑκάστῳ ποιήματι τὸν τόπον τῆς ἐλεεινο‐ λογίας παραφυλάττειν καὶ παρ’ αὐτὰ ἀναπαύειν, ὡς ἂν κεκμηκότας τῷ
25πάθει. Τοὺς δὲ οἴκτους ὑφειμένως καὶ γοερῶς·] τουτέστι τοὺς θρή‐ νους ταπεινῶς καὶ κατανυκτικῶς. Εἶδος etc. = Σv 174, 5—13. Τὰ γὰρ μὴ παρὰ τὴν τούτων γινόμενα παρατήρησιν.] Εἰρη‐ κὼς etc. = Σd 22, 1—13.
30Καὶ τὰς ἕξεις τῶν ἀναγινωσκόντων καταγελάστους παρί‐ στησι.] Τοῦ ἀναγνωστικοῦ μέρους διαιρουμένου εἰς τρία, εἴς τε ὑπό‐ κρισιν καὶ διαστολὴν καὶ προσῳδίαν, ἐδίδαξεν ἡμᾶς ὁ τεχνικὸς πῶς δεῖ προβάλλεσθαι τὴν ὑπόκρισιν ἐν τραγῳδίᾳ καὶ κωμῳδίᾳ καὶ λυρικῇ καὶ τοῖς λοιποῖς ποιήμασι. Δεῖ γοῦν ἡμᾶς γνῶναι καὶ τὸ τέλειον κατὰ
35προσῳδίαν 〈καὶ〉 κατὰ διαστολήν· 〈καὶ〉 προσῳδία μὲν ὁ τόνος, διαστολὴ δὲ ἡ στιγμή. Τὰ γὰρ μὴ παρὰ τὴν τούτων γινόμενα παρατήρησιν.] Ἡ
παρά ἐνταῦθα ἐπὶ πλησιασμοῦ εἴρηται· ἡ γὰρ παρὰ πρόθεσις σημαίνει308

309

καὶ ἐγγύτητα, τουτέστι τὰ μὴ ἐγγὺς τούτων καὶ κατὰ τὴν αὐτῶν παρα‐ τήρησιν γινόμενα ἀναγνώσματα· σημαίνει καὶ χωρισμόν, ὡς ἐὰν εἴπῃ τις ἐπὶ χωρισμοῦ «πάντες συνήχθησαν ἐν τῇ διατριβῇ παρὰ τόνδε», τουτέστι χωρὶς τοῦδε· καὶ πάλιν ἐπὶ πλησιασμοῦ «πάντες συνήχθησαν παρὰ τόνδε»,
5ἀντὶ τοῦ ἐγγὺς τοῦδε. Ἐνταῦθα etc. = Σv 174, 18—24. Πόσοι τρόποι τῆς ἀναγνώσεως; Δυοκαίδεκα· ἀναλογία, ἐτυμολογία, συναλοιφή, διάλεκτος, ἱστορία, γραφή, σημαινόμενον, φράσις, μετάληψις στοιχείου, ἀδιάφορος τρόπος, μέτρον καὶ συνήθεια. Τί ἐστιν ἀναλογία; Ἡ τῶν ὁμοίων παράθεσις, δι’ ἧς συνίστανται οἱ τῶν ὀνο‐
10μάτων καὶ ῥημάτων κανόνες. Ἄλλως· ἡ τὸ πολυσχιδὲς τῶν ἀνθρώπων φθέγμα συντόμως παραδιδοῦσα. Τί ἐστιν ἐτυμολογία; Ἀνάπτυξις τῶν λέξεων ἁρμόζουσα τῇ φωνῇ, δι’ ἧς καὶ τὸ ἀληθὲς σαφηνίζεται. Πόθεν ἐτυμολογία; Παρὰ τὸ ἐτύμως λέγειν ἤγουν ἀληθῶς, ἐξ οὗ καὶ κατὰ ἀναδιπλασιασμὸν ἐτήτυμον.
15Τί ἐστι συναλοιφή; Συνέλευσις καὶ συμφωνία δύο συλλαβήν. Ἄλλως· δύο συλλαβῶν κατὰ φωνήεντος ἕνωσις καταβολῇ τόνων. Κατὰ πόσους τρό‐ πους γίνεται ἡ συναλοιφή; Κατὰ ἑπτά, ἁπλοῦς μὲν τρεῖς· κατὰ θλῖψιν, ὡς τὸ ἐπ’ ἐμέ ἀντὶ τοῦ ἐπὶ ἐμέ, κατὰ κρᾶσιν, οἷον τἀμά ἀντὶ τοῦ τὰ ἐμά, καὶ κατὰ συναίρεσιν, οἷον Νηρῇδες ἀντὶ τοῦ Νηρηΐδες· συνθέτους δὲ τέσσαρας· κατὰ θλῖψιν καὶ κρᾶσιν,
20οἷον κἀγώ ἀντὶ τοῦ καὶ ἐγώ, κατὰ θλῖψιν καὶ συναίρεσιν, οἷον ὡπόλος ἀντὶ τοῦ ὁ αἰπόλος, κατὰ κρᾶσιν καὶ συναίρεσιν, οἷον τοὐμόν ἀντὶ τοῦ τὸ ἐμόν, καὶ κατὰ θλῖψιν καὶ κρᾶσιν καὶ συναίρεσιν, οἷον ἐν τᾀθιοπίᾳ ἀντὶ τοῦ ἐν τῇ Αἰθιοπίᾳ. Τί ἐστι διάλεκτος; Ἰδίωμα γλώττης. Τί ἐστι γλῶσσα; Εἶδος διαλέκτου. Πόθεν γλῶσσα; Ἀπὸ τοῦ κλώθω κλώσω κλῶσα καὶ γλῶσσα διπλασιασμῷ τοῦ ς καὶ τροπῇ
25τοῦ κ εἰς γ· ἢ ἀπὸ τοῦ γνώσω γνῶσα καὶ γλῶσσα τροπῇ τοῦ ν εἰς λ καὶ διπλασιασμῷ τοῦ ς, ἡ τὰ τῆς γνώσεως ἐξαγγέλλουσα. Πόσα σημαίνει γλῶσσα; Τρία· τὸ σῶμα, τὴν διάλεκτον καὶ τὸ ἀπεξενωμένον τῶν λέξεων. Πόσαι γλῶσσαι; Πολλαί. Πόσαι διάλεκτοι; Πέντε· Ἰάς, ἤγουν ἡ τῶν Ἰώνων, Ἀτθὶς ἡ τῶν Ἀθηναίων, Δωρὶς ἡ τῶν Λακεδαιμονίων, Αἰολὶς ἡ τῶν Βοιωτῶν, ἤγουν τῶν Θηβαίων, καὶ κοινή, ᾗτινι
30πάντες χρώμεθα κοινῶς. Πόθεν ἐκλήθη Ἰάς; Ἀπὸ Ἴωνος τοῦ υἱοῦ Κρεούσης τῆς Ἐρεχθέως θυγατρός. Πόθεν ἐκλήθη Αἰολίς; Ἀπὸ Αἰόλου υἱοῦ Ἕλληνος. Πόθεν ἐκλήθη Ἀτθίς; Ἀπὸ Ἀτθίδος τῆς Κραναοῦ θυγατρός. Πόθεν ἐκλήθη Δωρίς; Ἀπὸ Δώρου παιδὸς Ἕλληνος· περὶ ὧν προϊόντες πλατύτερον διδάξομεν. Ἰστέον 〈δὲ〉 ὅτι Ἰάδι μὲν ἔγραψεν Ὅμηρος, Ἀτθίδι Ἀριστοφάνης, Δωρίδι Θεόκριτος, Αἰολίδι
35Ἀλκαῖος καὶ κοινῇ Πίνδαρος. Σημείωσαι ὅτι Ἴωνες μέν εἰσιν οἱ περὶ Ἀσίαν, Ἀττι‐ κοὶ δὲ Ἀθηναῖοι, Δωριεῖς δὲ οἱ περὶ Ὀροβήν (sic), Αἰολεῖς δὲ οἱ περὶ Σικελίαν.† Περὶ διαλέκτων παρεκβληθεισῶν ἀπὸ τοῦ μητροπολίτου Κορίνθου = Gregorius Corinthius ed. Schaefer p. 1, 1—612, 2.
39t§ 3.
40tΠερὶ τόνου.
41Τί ἐστι τόνος; Ἀπήχησις φωνῆς ἐναρμονίου, τουτέστιν ἐκφώνησις ἔναρθρος καὶ ἐγγράμματος, ἢ κατὰ ἀνάτασιν, ὡς ἐν τῇ ὀξείᾳ, ἢ κατὰ ὁμαλισμόν, ὡς ἐν τῇ
βαρείᾳ, ἢ κατὰ περίκλασιν, ὡς ἐν τῇ περισπωμένῃ. Τί ἐστιν ἀπήχησις; Ὁ ἦχος καὶ309

310

ἡ προφορὰ καὶ ἡ ἐκφώνησις. Τί ἐστιν ἀνάτασις; Ὁ ὀξὺς τόνος, ἤγουν ὁ φθόγγος ὁ ἐπιτεταμένος. Τί ἐστιν ὁμαλισμός; Ἡ κατένεξις καὶ ὁ ὑπτιασμός. Τί ἐστι περί‐ κλασις; Ὁ περισπώμενος τόνος, ὁ κεκλασμένον ἔχων τὸν φθόγγον. —Πόσαι ἀπη‐ χήσεις φωνῶν; Τρεῖς· ἡ κατὰ ἀνάτασιν ἐν τῇ ὀξείᾳ, ἡ κατὰ ὁμαλισμὸν ἐν τῇ βαρείᾳ,
5ἡ κατὰ περίκλασιν ἐν τῇ περισπωμένῃ. —Πόσαι διαφοραὶ φωνῶν; Τέσσαρες· ἀναρ‐ μόνιος ἀγράμματος, ὡς ἡ τοῦ ψιττάκου φωνή· ἀναρμόνιος ἐγγράμματος, ὡς ὁ τῶν ἀνθρώπων στεναγμός· ἐναρμόνιος ἀγράμματος, ὡς ἡ τῶν προβάτων βληχή· ἐναρ‐ μόνιος ἐγγράμματος, ὡς ἡ τοῦ ἀνθρώπου φωνή. Τί ἐστιν ἐναρμόνιος φωνή; Ἡ συγκειμένη ἐξ ὀξείας καὶ βαρείας καὶ περισπωμένης, ὡς ἡ τοῦ ἀνθρώπου φωνὴ καὶ
10πᾶσα [ἡ] μιμουμένη τὴν ἀνθρωπίνην φωνήν, οἷον κιθάρα, ὄργανον, σύριγξ. 〈Heliodori.〉Τόνος ἐστὶν ἀπήχησις φωνῆς ἐναρμονίου.] Ὁ μέσος τόνος παρὰ μὲν τοῖς μουσικοῖς ἐστιν ὁ μέσος ὢν ὑπάτης καὶ νήτης καὶ παρυπάτης καὶ παρανήτης· λέγεται δὲ ὁ μέσος τόνος καὶ συνῃρημένος καὶ κοινός, ὅταν γὰρ τοῦ μὲν βαρέος τόνου εὑρεθῇ ὀξύ‐
15τερος, τοῦ δὲ ὀξέος βαρύτερος· ὑπάτη μὲν οὖν ἡ παρὰ τελευτὴν τὸν βαρὺν τόνον ἔχουσα, ἤγουν ἡ παροξύτονος, παρυπάτη δὲ ἡ προπαρο‐ ξύτονος. Παρὰ δὲ τοῖς γραμματικοῖς μέσος τόνος ὁ περισπώμενος· 〈παρ〉έχουσι δὲ τοῦτον ὁ βαρὺς τόνος καὶ 〈ὁ〉 ὀξὺς συναπτόμενοι ἀλ‐ λήλοις· διὸ καὶ συνεχῆ καὶ συνημμένον ἑκατέρου φαῖεν ἂν 〈αὐτὸν〉 οἱ
20σοφοί, ὥσπερ τινὰ κοινὸν ὅρον συναπτικὸν αὐτῶν ὄντα. Τὸ μὲν οὖν τονικὸν βαρὺ τῶν φθόγγων διάστημα ὑπάτην ἐπέχει τάξιν καὶ τάσιν δέχεται πρώτην· χρὴ γὰρ ἀπὸ βαρείας ἄρχεσθαι τὸν μουσικὸν καὶ διὰ μέσης εἰς ὀξεῖαν καταντᾶν. Τῶν φωνῶν αἱ μέν εἰσιν ἐγγράμματοι καὶ ἔναρθροι, αἱ δὲ ἀγράμ‐
25ματοι καὶ ἄναρθροι, αἱ δὲ ἐγγράμματοι καὶ ἄναρθροι, αἱ δὲ ἀγράμματοι καὶ ἔναρθροι. Καὶ εἰσὶ μὲν ἐγγράμματοι καὶ ἔναρθροι αἱ ἀπὸ νοῦ καὶ διανοίας ἀνθρώπου προφερόμεναι καὶ κεκραμέναι φωνῇ καὶ γραφῇ καὶ σημασίᾳ, οἷον «Ἀρίσταρχος βιβλίον γράφει»· ἀγράμματοι δὲ καὶ ἄναρθροι αἱ μήτε γραφόμεναι μήτε σημαίνουσαί τι, ὡς οἱ ψόφοι καὶ οἱ βόμβοι
30ἐν πυρὶ καὶ ὕδατι καὶ 〈οἱ〉 ἦχοι ἀνέμων· οὗτοι γὰρ μήτε γραφομένας μήτε σημαινούσας τι φωνὰς ἀποτελοῦσιν· αἱ δὲ ἐγγράμματοι καὶ ἄναρ‐ θροι, αἱ γραφόμεναι μὲν μηδὲν δὲ σημαίνουσαι, ὡς τὸ 〈Arist. Ran. 209〉 βρεκεκεκὲξ κοάξ καὶ πάλιν τὸ 〈Arist. Ran. 1285〉 φλαττόθρατ· αἱ δὲ ἀγράμματοι καὶ ἔναρθροι, αἱ ἀπὸ νοῦ καὶ διανοίας προφερόμεναι, καὶ
35μὴ γραφόμεναι μὲν σημαίνουσαι δέ τι, ὡς οἱ συριγμοὶ καὶ ποππυσμοὶ τοῖς
οἰκέταις ἢ καὶ τοῖς κτήνεσι προσφωνούμενοι καὶ σημαίνοντές τι.310

311

Τόνος ἐστίν.] Ἐκεῖνα πειρᾶται παραβάλλειν etc. = Σv 174, 28 —175, 20. Τόνος ἐστίν.] Τὴν ὑπόκρισιν ἡμῖν etc. = Σd 22, 15—22. Στεφάνου. —Καὶ ἀμήχανόν ἐστι etc. = Σv 175, 22—33.
5Τῶν τόνων γνήσιοι μέν εἰσι δύο etc. = Σv 175, 34—176, 13. 〈Heliodori.〉Ἡ κατὰ ἀνάτασιν ἐν τῇ ὀξείᾳ.] Οὐκ ἔστιν ἐνταῦθα τὸ η διαζευκτικὸς σύνδεσμος, ἀλλὰ ἄρθρον. Τῶν δὲ τόνων τρεῖς ἀπηχήσεις εἰσί· καὶ πρώτη μὲν ἡ κατὰ τὸν τεταμένον φθόγγον καὶ ὀξεῖαν φωνὴν ἀναπεμπομένη· ὀξεῖα δέ ἐστι ποιότης συλλαβῆς τετα‐
10μένον ἔχουσα φθόγγον· δευτέρα ἡ κατὰ τὸν δυσκίνητον φθόγγον προ‐ ερχομένη καὶ λεγομένη· ἀπήχησις δὲ τρίτη ἡ κατὰ τὴν περικεκλασμένην φωνὴν λεγομένη. Ἡ κατὰ ἀνάτασιν.] —Διομήδους. —Ἀνάτασις ἡ ἄνω τάσις τῆς φωνῆς ἀπὸ τοῦ ἐπὶ τὰ ἄνω φέρεσθαι τὴν τῆς ὀξείας τάσιν· ὅθεν
15καὶ τὸ σημεῖον αὐτῆς τὴν ἐπὶ τὰ ἄνω φορὰν ἔχει. Ὀξεῖα δὲ εἴρηται ἀπὸ μεταφορᾶς τῶν δρομέων τῶν εὐκινήτως καὶ ὀξέως τρεχόντων· οὗτοι γὰρ ὄντες ὀξεῖς ἐπὶ τὰ ἄνω νεύουσιν. 〈Heliodori.〉Ἡ κατὰ ὁμαλισμὸν ἐν τῇ βαρείᾳ.] Κἀνταῦθα τὸ η ἄρθρον, ἀλλ’ οὐ διαζευκτικὸς σύνδεσμος. Ὁμαλισμός ἐστιν ἡ κατέ‐
20νεξις καὶ ὁ κοιμισμός, ἤγουν ἡ ἠρεμαία καταφορὰ τῆς φωνῆς· ὁ γοῦν βαρὺς τόνος τὴν ἐναντίαν φορὰν ἔχει τοῦ προλεχθέντος ὀξέος τόνου. Βαρεῖα τοίνυν ἐστὶ ποιότης συλλαβῆς ὑφειμένον ἔχουσα φθόγγον. Διομήδους. —Ἡ κατὰ ὁμαλισμόν.] Ὁμαλισμὸς etc. = Σd 23, 8—12; 23, 5—8; 23, 14—17 (ἄνεισι).
25〈Heliodori.〉 —Περισπωμένη δέ ἐστι ποιότης συλλαβῆς ἀνειμένον 〈καὶ ὑφειμένον〉 ἢ κεκλασμένον ἔχουσα φθόγγον, οἷον νόος νοῦς· εἴρηται δὲ περισπωμένη, ἐπεὶ περισπᾶται καὶ περιλαμβάνεται τῇ φωνῇ. Τὰς δὲ ἀπηχή‐ σεις ποιεῖται κατά τε τὴν ὀξεῖαν καὶ τὴν βαρεῖαν· ἀμφοτέρων γὰρ καὶ τὴν σύνθεσιν ἔχει· καὶ δῆλον ὡς μικτὴ οὖσα καὶ φύσιν λαβοῦσα ἐπιτίθεσθαι
30μακραῖς ἐκπέφευγε τὸ ἐπικεῖσθαι ταῖς βραχείαις. Τῆς οὖν περισπωμένης τόποι δύο, ὁ ἐπὶ τέλους καὶ ὁ πρὸ 〈μιᾶς τοῦ〉 τέλους, οἷον Ἑρμῆς Μοῦσα· πρὸ δύο δὲ οὐ πίπτει, ἐπεὶ διαιρουμένη εἰς ὀξεῖαν καὶ βαρεῖαν ἔμελλεν ἔχειν τετάρτην ἀπὸ τέλους τὴν ὀξεῖαν, ὅπερ ἀδύνατον· οὐκ ἔστι γὰρ τάσις πρὸ τριῶν συλλαβῶν. —Σd 23, 18—24, 7.
35Ἡ κατὰ περίκλασιν ἐν τῇ περισπωμένῃ.] —Διομήδους. —
Περίκλασις etc. = Σd 23, 14—24 (αὐταῖς).311

312

Ὅρος φωνῆς. —Τί ἐστι φωνή; Πλῆξις ἀέρος, ἢ ἀὴρ πεπληγμένος, ἢ φῶς νοῦ· εἰς φῶς γὰρ ἄγει καὶ δεικνύει τὰ ἐν τῷ νῷ ἀθέατα etc. (hariolatur scholasti‐ cellus de φωνῇ ἀσήμῳ et σημαντικῇ earumque speciebus).
4t§ 4 (4 et 5b).
5tΠερὶ στιγμῆς.
6Τί ἐστι στιγμή; Διανοίας ἀπηρτισμένης σημεῖον· καὶ ἄλλως· διάστημα σιωπῆς. Τί ἐστι διανοίας; Τουτέστι νοῦ, ἐννοίας. Τί ἐστιν ἀπηρτισμένης; Πεπληρωμένης. Τί ἐστι σημεῖον; Σύμβολον. —Πόσαι στιγμαί; Τρεῖς· τελεία, μέση, ὑποστιγμή. Τί ἐστι τελεία στιγμή; Ἡ ἔχουσα ἀπηρτισμένην καὶ τετελειωμένην τὴν διάνοιαν, ἤγουν
10ἡ μετὰ τὴν ἀπόδοσιν τῆς ἐννοίας καὶ τὴν ὅλην σύνταξιν τιθεμένη, οἷον παρὰ τῷ θεολόγῳ Γρηγορίῳ ἀναστάσεως ἡμέρᾳ καὶ ἡ ἀρχὴ δεξιά. —Τί ἐστι μέση στιγμή; Σημεῖον πνεύματος ἕνεκεν παραλαμβανόμενον· καὶ ἄλλως· σημεῖον μεσαζού‐ σης τῆς διανοίας μήτε τελείας οὔσης μήτε ἐκκρεμαμένης, ἤγουν ἡ ἐκκρεμῆ δηλοῦσα τὴν ἔννοιαν, οἷον μικροῦ Κυπριανὸς διέφυγεν ἡμᾶς. Τί ἐστι πνεύματος
15ἕνεκεν; Ἀναπνοῆς χάριν. —Τί ἐστιν ὑποστιγμή; Διανοίας μηδέπω ἀπηρτισμένης ἀλλ’ ἔτι ἐνδεούσης σημεῖον, ἤγουν ἡ πρὸ τῆς ἀποδόσεως τιθεμένη, οἷον παρὰ τῷ Δη‐ μοσθένει 〈in Phil. III § 17〉 ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην τοιαῦτα πράττων καὶ κατασκευαζόμενος· ἐνταῦθα γὰρ ὑποστιγμὴ τίθεται, καὶ οὕτως ἕπεται ἡ ἀπόδοσις· οὗτος ἐμοὶ πολεμε, κἂν μήπω βάλῃ μηδὲ τοξεύῃ. —Ἄλλως.
20Τί ἐστιν ὑποστιγμή; Ἡ ἔχουσα ἐκκρεμαμένην τὴν διάνοιαν καὶ ἐπιζητοῦσα τὸ λεῖ‐ πον. —Τί διαφέρει στιγμὴ ὑποστιγμῆς; Χρόνῳ· ἐν μὲν γὰρ τῇ στιγμῇ πολὺ τὸ διάστημα, ἐν δὲ τῇ ὑποστιγμῇ παντελῶς ὀλίγον. —Πόθεν στιγμή; Ἀπὸ τοῦ ἵστημι στήσω ἔστιγμαι στιγμή· ἵστησι γὰρ τὴν φωνήν. 〈Heliodori.〉Στιγμαί εἰσι τρεῖς, τελεία, μέση, ὑποστιγμή.]
25Περὶ τῶν στιγμῶν, τουτέστι περὶ διαστολῆς, διαλαμβάνει ὁ τεχνογράφος· ἔφθη γὰρ εἰπὼν ἐν τῷ περὶ ἀναγνώσεως· «ἐκ δὲ τῆς διαστολῆς τὸν περιεχόμενον νοῦν ὁρῶμεν»· διαστολὴ δέ ἐστιν ἡ στιγμή. Διαλλάσσει δὲ στιγμὴ διαστολῆς τούτῳ τῷ τρόπῳ, ὅτι ἡ μὲν στιγμὴ τὴν φωνὴν καὶ τὰ πνεύματα διίστησιν, ἡ δὲ διαστολὴ ἅμα τῇ φωνῇ καὶ τοῖς πνεύμασι
30καὶ τὰς διανοίας· ἀπὸ γὰρ τοῦ διαστέλλειν τὰ νοήματα διαστολὴ εἴρη‐ ται. Τῶν δὲ στιγμῶν διαφοραί εἰσι τρεῖς, τελεία, μέση, ὑποστιγμή, κατὰ τὸν Διονύσιον· κατὰ δὲ τὸν Νικάνορα ὀκτώ εἰσι στιγμαί· τελεία, ὑποτελεία, πρώτη ἄνω, δευτέρα ἄνω, τρίτη ἄνω, ὑποστιγμὴ ἐνυπόκριτος, ὑποστιγμὴ ἀνυπόκριτος, ὑποδιαστολή. Ὑποδιαστολὴ δέ ἐστι διάστασις
35γράμματος περὶ τὴν σύνταξιν ἀμφιβόλου. Στιγμαί εἰσι τρεῖς.] Σκοπὸν ἔχων etc. = Σv 176, 18—177, 5. Στεφάνου. —Οὐ τρεῖς εἰσι στιγμαί etc. = Σv 177, 6—32. Διομήδους. —Περὶ τοῦ ἀναγκαιοτάτου etc. = Σd 24, 9—18 et
26, 8—28, 8.312

313

Στιγμή ἐστι διανοίας ἀπηρτισμένης σημεῖον.] —〈Heliodori.〉 —Ἰστέον ὅτι τὸ «στιγμή» κατὰ κοινοῦ ἐπὶ τῶν τριῶν λαμβάνεται. Ἡ δὲ στιγμὴ διανοίας ἐστὶν ἀπηρτισμένης σημεῖον, καθ’ ἣν τελεῖται ἡ διά‐ νοια, οἷον 〈ex gr. Α 84〉 τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας
5ὠκὺς Ἀχιλλεύς· τέλειον γὰρ ἄχρι τούτου τὸ νόημα· ἡ γὰρ τελεία τότε τίθεται, ὅτε λήγει καὶ ἀπηρτισμένον ἐστὶ τὸ ἐνθύμημα· οὐδὲ γὰρ ὁ στίχος ἐλλιπὲς ἔχει τι τῆς διανοίας, ἀλλὰ τέλειός ἐστιν. Διομήδους. —«Διανοίας» δὲ ἀντὶ τοῦ νοῦ καὶ ἐννοίας, «ἀπηρ‐ τισμένης» τουτέστι πεπερασμένης καὶ πεπληρωμένης, «σημεῖον» ἤγουν
10σύμβολον, ἵν’ ᾖ· «στιγμὴ τελεία ἐστὶν ἐννοίας πεπληρωμένης σύμβολον». Στιγμή ἐστι διανοίας ἀπηρτισμένης σημεῖον, ὡς ἄν τις εἴποι etc. = Σd 24, 20—28 (παραλαμβ.). 〈Heliodori.〉 —Ἡ μέση στιγμὴ σημεῖόν ἐστι, φησίν, ἀναπαύσεως καὶ ἀνακωχῆς χάριν τοῦ πνεύματος· ἡ γὰρ μέση καὶ ἀπὸ τῆς προσηγο‐
15ρίας φανερά· σημεῖον γάρ ἐστι μεσούσης διανοίας, μήτε λίαν οὔσης πρὸς τέλος μήτε κρεμαμένης καὶ πρὸς συμπλήρωσιν ὀλίγου δεομένης· μέσως γάρ πως ἔχει ὁ νοῦς, ὡς ἂν εἴπωμεν 〈Α 36〉 Ἀπόλλωνι ἄνακτι, τὸν ἠύκομος τέκε Λητώ, καὶ πάλιν 〈Η 93〉 αἴδεσθεν μὲν ἀνήνα‐ σθαι, δεῖσαν δ’ ὑποδέχθαι· οὐ πάνυ γὰρ κρέμαται τὸ νόημα, οὐδὲ
20μὴν πεπλήρωται, ἀλλὰ μέσως πως ἔχει. Δεῖ γοῦν ἐν τῇ μέσῃ στιγμῇ παρατεῖναι τὸ πνεῦμα τὸν ἀναγινώσκοντα, καὶ μὴ διακόπτειν, τῆς δια‐ νοίας ἔτι μετεώρου οὔσης. Τὴν μέσην οὖν στιγμήν φησιν etc. = Σd 24, 29—25, 22. 〈Heliodori.〉 Ὡς γὰρ εἴρηται, κρεμαμένην ἔχει τὴν διάνοιαν καὶ
25ἐπιζητεῖ τὸ λεῖπον· διὸ καὶ καταβιβάζοντες ἐμφαντικώτατα τὴν φωνὴν ζητητικὴν αὐτὴν κατασκευάζομεν τῶν ἑξῆς, οἷον 〈Α 81 seq.〉 εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, ἀλλά γε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ. Ὥστε γοῦν μετὰ τὴν μέσην ἔσονται πάμπολλαι μέσαι, μετὰ δὲ τὴν
30ὑποστιγμὴν εὐθὺς ἡ τελεία· διὸ καὶ ὑποκάτω τοῦ γράμματος κεῖται ἡ ὑποστιγμή, τοῦ πράγματος ἐμφαίνουσα τὴν δύναμιν, καὶ ἡ τελεία ἄνω, ὥσπερ ἀναπαύουσα τὸ πνεῦμα. Τίνι διαφέρει στιγμὴ ὑποστιγμῆς;] Αὐτὸς ζητήσας καὶ τὴν λύσιν ἐπήνεγκε· καί φησιν, ὅτι χρόνῳ, τουτέστι τῷ διαστήματι. Τίνος
35δὲ χρόνῳ; Τῆς σιωπῆς, ὡς αὐτὸς ἐπιφέρει. Ζητητέον δὲ ποίῳ χρόνῳ· χρόνον μὲν γὰρ ἴσμεν τόν τε μακρὸν καὶ τὸν βραχύν, οἵπερ εἰσὶ συστολὴ
καὶ ἔκτασις· τοῦτο δὲ οὐκ ἔστιν ἐν ταῖς στιγμαῖς· ἄδηλον οὖν, ποίῳ313

314

χρόνῳ διαφέρουσι. Καὶ λεκτέον πρὸς τοῦτο, ὅτι χρόνον νῦν λέγει τὸ διάστημα τῆς σιωπῆς, ἵν’ ᾖ ὁ νοῦς οὕτω κατὰ ἀντίθεσιν καὶ λύσιν· Ἐν τίνι διενήνοχεν ἡ στιγμὴ τῆς ὑποστιγμῆς; Ἐν χρόνῳ, τουτέστιν ἐν δια‐ στήματι τῆς σιωπῆς· ἡ μὲν γὰρ τελεία τέσσαρας ἔχει χρόνους σιωπῆς,
5ἡ δὲ μέση ἕνα, ἡ δὲ ὑποστιγμὴ ἥμισυν. Διομήδους καὶ Στεφάνου. —Ἰδοὺ τῶν δύο μέμνηται τῆς δια‐ φορᾶς, τὴν μέσην παρωσάμενος. Τῷ χρόνῳ, φησί etc. = Σv 178, 13 —179, 2. Ἡλιοδώρου εἰς τὸ αὐτό. —Ποίαν ἄρα στιγμὴν τῆς ὑποστιγμῆς
10φησι διαφέρειν ὁ τεχνικός; Δῆλον ὅτι τὴν μέσην· ἡ γὰρ τελεία ἤδη τελεία εἴρηται. Ζητητέον δὲ κατὰ τί διαφέρει ἡ μέση στιγμὴ τῆς ὑπο‐ στιγμῆς, ἐπειδὴ ταὐτὸν νομίζεται εἶναι. Χρόνῳ, φησί. Χρόνῳ δὲ ἐν‐ ταῦθα τῷ διαστήματι τῆς φωνῆς φησιν, ἤγουν καιρῷ, ὥρᾳ· ἡ γὰρ τελεία τέσσαρας ἔχει χρόνους σιωπῆς, ἡ δὲ μέση ἕνα, ἡ δὲ ὑποστιγμὴ ἥμισυν.
15t§ 5 (6b).
16tΠερὶ ῥαψῳδίας.
17Erotemata amplissima eademque admodum confusa. 〈Heliodori.〉 —Οὐ προσηκόντως ἐνταῦθα κεῖται ὁ περὶ ῥαψῳδίας λόγος· εἰ δ’ ἄρα ἔδει περὶ αὐτῆς διαλαμβάνειν, ἐν τῷ περὶ ποιητικῆς
20ἐχρῆν λόγῳ διαλήψεσθαι. Εἰ γὰρ ἡ ῥαψῳδία μέρος ἐστὶ ποιήματος, ἤγουν ποιήσεως, ὁ δὲ περὶ ποιήματος λόγος προσήκει τῷ περὶ ποιητι‐ κῆς λέγοντι, ἐν ἐκείνῳ ἔδει περὶ ῥαψῳδίας λέγειν· ἐνταῦθα δὲ οὐκ εὔκαιρον· ἡ γὰρ προκειμένη τέχνη τῶν μερῶν τοῦ λόγου ἐστί, τὰ δὲ μέρη τοῦ λόγου οὐκ ἔστιν ὅπερ ἡ ῥαψῳδία· εἰκότως οὖν ἄκαιροί μοι
25δοκοῦσιν εἶναι οἱ ἐνταῦθα περὶ ῥαψῳδίας διαλαμβάνοντες. Τὸ μὲν γὰρ διαλαμβάνειν περὶ στιγμῆς ἢ προσῳδίας ἢ ἀναγνώσεως οὐκ ἄτοπον· ταῦτα γὰρ μέρη καὶ μόρια τῆς γραμματικῆς εἴποι τις ἄν. Ἀλλ’ ἐπειδὴ τὴν ἀνάγνωσιν ἔφασκεν εἶναι ποιημάτων ἢ συγγραμμάτων ἀδιάπτωτον προφοράν, μέρος δὲ ποιήματός ἐστιν ἡ ῥαψῳδία καὶ μάλιστα νέοις ἐγνω‐
30σμένον, τούτου χάριν περὶ ῥαψῳδίας διέλαβε. Ῥαψῳδίας δὲ ἐκάλουν οἱ
παλαιοὶ τὰ Ὁμηρικὰ ἔπη, παρόσον ἅμα ῥάβδῳ περιιόντες ἐμελῴδουν αὐτά.314

315

Ῥαψῳδία ἐστὶ μέρος ποιήματος ἐμπεριειληφός τινα ὑπό‐ θεσιν.] Φασί τινες ὅτι ἔπταισεν εἰπὼν τὴν ῥαψῳδίαν μέρος ποιήματος· ἡ ῥαψῳδία γὰρ μέρος ἐστὶ ποιήσεως, οὐ ποιήματος· ποίησις μὲν γὰρ καλεῖται πᾶσα ἡ πραγματεία, τουτέστι πᾶσα ἡ βίβλος, ὡς ἡ Ἰλιὰς καὶ
5ἡ Ὀδύσσεια, ποίημα δὲ ἡ ῥαψῳδία· τὰ γὰρ ποιήματα, ἤγουν τὰ τῆς ὅλης ποιήσεως μέρη, ῥαψῳδίαι καλοῦνται, ὡς ἡ Α, ἡ Β καὶ αἱ ἑξῆς. Φαμὲν 〈δὲ〉 ἡμεῖς, ὅτι ὡς πρὸς τὴν γενικωτάτην ποίησιν ποίημα ἂν εἴη πᾶσα ἡ Ἰλιάς, μέρος δὲ ποιήματος ἡ ῥαψῳδία· καλῶς οὖν εἶπε μέρος εἶναι ποιήματος καὶ οὐ τῆς ὅλης ποιήσεως ἑκάστην ῥαψῳδίαν· καὶ
10ἔστιν ὁ νοῦς οὕτως· ῥαψῳδία ἐστὶν ἀπόκομμα ποιήματος περιλαβὸν καὶ ἔχον ἐν ἑαυτῷ ὀλίγην καὶ μικρὰν καὶ λεπτήν τινα περιπέτειαν, τουτέστι καὶ αὐτὸ τὸ μέρος περιέχει τινὰ ἰδικὴν ὑπόθεσιν μὴ ἐμφερομένην ἐν τοῖς ἄλλοις μέρεσιν, ἀντὶ τοῦ συνεκτικήν. Ἡ μὲν γὰρ συνεκτικὴ καὶ ὁλοσχερὴς φέρε εἰπεῖν τῆς Ἰλιάδος ἡ τῆς Ἑλένης ἐστὶν ἁρπαγή, ἡ δὲ
15κατὰ μέρος κατὰ ῥαψῳδίαν, ὡς ἡ μὲν Α Ὁμήρου περιέχει μάχην Ἀχιλ‐ λέως καὶ Ἀγαμέμνονος, εἶτα καὶ τὸν Χρύσην ἀφικόμενον εἰς τὸν ναύ‐ σταθμον τῶν Ἑλλήνων καὶ δεόμενον αὐτῶν διὰ τὴν θυγατέρα· ὁμοίως καὶ ἡ Β τὴν ἀπάτην τοῦ ὀνείρου, ἡ δὲ Γ τὴν μονομαχίαν Μενελάου καὶ Ἀλεξάνδρου, καὶ τὰ ἑξῆς· καὶ ἑκάστης λοιπὸν ῥαψῳδίας ἡ ὑπόθεσις
20μέρος καλεῖται. Διομήδους. —Ἐπειδὴ οἱ ἀρχόμενοι etc. = Σd 28, 11—18. 〈Heliodori.〉Εἴρηται δὲ ῥαψῳδία.] Βούλεται ἐτυμολογῆσαι ὁ τεχνικός, τίνος ἕνεκεν ῥαψῳδία εἴρηται· καί φησιν «οἱονεὶ ῥαβδῳδία τις οὖσα»· ὕστερον δὲ ῥαψῳδία ἐκλήθη κατὰ μεταβολὴν τοῦ βδ εἰς ψ·
25συγγενῆ γὰρ ἀλλήλοις τὰ στοιχεῖα. Ἀπὸ τοῦ δαφνίνῃ ῥάβδῳ περιερχομένους.] Ῥαψῳδία εἴρη‐ ται ἀπὸ τοῦ συνερράφθαι ἐκ διαφόρων λέξεων καὶ νοημάτων τὰ ἔπη, ἐξ ὧν ὑφαίνεται ἡ ὑπόθεσις· ἐρράφθαι δέ ἐστιν, ὡς ἴσμεν, τὸ κατεσκευά‐ σθαι· ἐπειδὴ τὰ ἔπη συρράπτεται καὶ κατασκευάζεται ἐκ διαφόρων λέ‐
30ξεων καὶ νοημάτων, καὶ οὕτως ἐξυφαίνεται τὰ τῆς ὑποθέσεως. Ῥα‐ βδῳδία δὲ εἴρηται ἡ ἐπὶ ῥάβδῳ ᾠδή· οἱ γὰρ μεθ’ Ὅμηρον τὰ αὐτοῦ ποιήματα περιερχόμενοι ᾖδον, ῥάβδον δαφνίνην κατέχοντες, σύμβολον Ἀπολλωνιακόν, ἤγουν ἀπό τε τῆς ῥάβδου καὶ τῆς ᾠδῆς ἐτυμολογεῖται ἡ ῥαψῳδία. Ἦν δέ, ὥς φασιν etc. = Σv 179, 11—19.
35Στεφάνου. —Ποιήσεως ἐρχῆν εἰπεῖν etc. = Σv 179, 26—180, 7.
Τοῦ αὐτοῦ. —Ὁ ἐμπεριεχόμενος νοῦς etc. = Σv 180, 9—17.315

316

Διομήδους. —Βούλεται ἐτυμολογῆσαι etc. = Σd 28, 24—29, 15. 〈Heliodori.〉 —Ἢ διὰ τὸ ἀειθαλὲς τοῦ φυτοῦ καὶ τὸ ἀειθαλὲς τῆς Ὁμήρου ποιήσεως· ἢ ὅτι μαντικὴ ἡ δάφνη, οἱ γὰρ μαντευόμενοι ἐδαφνηφάγουν, μαντικὴ δὲ καὶ ἡ ποιητική· οὐκ ἂν γὰρ εἴη τις τέλειος
5ποιητής, εἰ μὴ ἱστορήσει καὶ διηγήσεται καὶ μαντεύσεται· ὡς καὶ ὁ ποιη‐ τὴς φαίνεται μαντευσάμενος, ἐν οἷς φησιν ἐκ προσώπου τοῦ Ποσειδῶνος 〈Υ 307 seq.〉. νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει, καὶ παῖδες παίδων, τοί κεν μετόπισθεν ἔσονται·
10ὅτι δὲ ἀληθῆ ἐμαντεύσατο, δηλοῦσι καὶ μαρτυροῦσι τὰ Ῥωμαϊκὰ πράγ‐ ματα, ἐξ Αἰνείου τοῦ Ἀγχίσου τὴν βασιλείαν διαδεξάμενα καὶ ἕως τοῦ νῦν τῶν ἔτι οἰκούντων τὴν Τροίαν βασιλεύοντα. Ἢ ὅτι ἐνθουσιαστικὸν τὸ φυτόν, ἐνθουσιαστικὴ δὲ καὶ ἡ ποιητικὴ κατὰ τὸν Πλάτωνα· φησὶ γὰρ ὁ φιλόσοφος 〈cfr Phaedr. 245 A〉 «ὅστις δὲ ἄνευ μανίας ἐπὶ ποιη‐
15τικὰς ἔρχεται θύρας, ἀτελής τε αὐτὸς καὶ ἡ ποίησις αὐτοῦ». Ἐπιστη‐ τέον δὲ ὅτι εἰ μὲν ἀπὸ τῆς Ἰλιάδος ᾖδον οἱ Ὁμηρίδαι, φοινικοῦν ἐφό‐ ρουν στέφανον διὰ τὸ περὶ ἐκχύσεως αἱμάτων λέγειν αὐτοὺ ς τὴν ὑπό‐ θεσιν, εἰ δὲ ἀπὸ τῆς Ὀδυσσείας, κυάνεον, διὰ τὸ τοιοῦτον εἶναι τὸ θαλάττης χρῶμα, περὶ ἣν ἐγένετο τοῦ Ὀδυσσέως ἡ πλάνη.
20Ἰστέον δὲ καὶ τοῦτο, ὅτι ἔν τινι χρόνῳ etc. = Σd 29, 17—30, 22.
21t§ 6 (7b).
22tΠερὶ στοιχείου.
23Διδάξας ἡμᾶς etc. = Σv 182, 5—12 (σώματα). 〈Heliodori.〉 —Ὁρίζεται δὲ τὸ στοιχεῖον ὁ μὲν Κράτης οὕτω,
25«φωνῆς μέρος [τὸ] ἐλάχιστον»· «μέρος ἐλάχιστον» εἶπεν ὡς πρὸς τὸ ὅλον σύστημα τῆς ἐγγραμμάτου φωνῆς· ὁ δὲ Ἀριστοτέλης οὕτως, «ἁπλῆ καὶ ἀδιαίρετος φωνὴ τῆς κατὰ σύνταξιν»· ἄλλοι οὕτως, «ἐκφώ‐ νησις ἀμερής»· οἱ δὲ οὕτως, «ἡ πρώτη καὶ ἀμερὴς τοῦ ἀνθρώπου φωνή», ἢ «φωνῆς Ἑλληνίδος φθόγγος ἐλάχιστος». Οἱ δὲ πάλιν, «φωνὴ
30ἐγγράμματος ἀμερής»· καὶ «ἐγγράμματος» μὲν διὰ τοὺς βόμβους καὶ
συριγμούς, «ἀμερής» δέ, ἐπειδὴ ἑκάστη μὲν λέξις καὶ συλλαβὴ δύναται316

317

μερισθῆναι, ἡ μὲν λέξις εἰς συλλαβάς, ἡ δὲ συλλαβὴ εἰς στοιχεῖα· τὸ δὲ στοιχεῖον ἀμερές ἐστι, καθὼς ἤδη εἰρήκαμεν. Εἰ δέ τις εἴποι, ὅτι τὸ Τ στοιχεῖον δύναται μερισθῆναι εἴς τε Ι καὶ μακράν, ἴστω ὅτι τῆς μὲν γραμμῆς δυνατὸν γενέσθαι διαίρεσιν, τῆς δὲ φωνῆς ἀδύνατον· ὁ δὲ στοι‐
5χείου λόγος οὐδὲν προσήκει τῷ γράμματι. Ἄλλως τε πάλιν· στοιχεῖόν ἐστιν etc. = Σd 31, 10—18. 〈Heliodori.〉 —Τούτῳ γοῦν τῷ στοιχείῳ παρέπεται τέσσαρα, ὄνομα, χαρακτὴρ ἤτοι σχῆμα, θέσις καὶ δύναμις. Καὶ ὄνομα μὲν ὃ ὀνομάζεται ἕκαστον, ὡς ὅταν εἴπωμεν ἄλφα βῆτα· σχῆμα δὲ ὁ ὑποκείμενος ἑκάστου
10τύπος, οἷον τοῦ μὲν Α τρεῖς εἰσι γραμμαί, καὶ λέγεται τρίγραμμον, τοῦ δὲ Ι μία, καὶ ἔστι μονόγραμμον· θέσις δέ, ὅτι τὰ μὲν προτάσσεται, τὰ δὲ ὑποτάσσεται· δύναμις δὲ ἡ ἐξ αὐτῶν ἀποτελουμένη φωνή, οἷον ὅτι τὰ μέν ἐστι μακρὰ τὰ δὲ βραχέα, τὰ δὲ ψιλὰ τὰ δὲ δασέα, τὰ δὲ διπλᾶ τὰ δὲ ἁπλᾶ, τὰ δὲ μεταβολικὰ τὰ δὲ ἀμετάβολα, τὰ δὲ φωνήεντα τὰ
15δὲ σύμφωνα. Αἰτίαν δὲ τῆς τάξεως οἶδεν οὐδὲ εἷς· φύσεως γάρ εἰσιν εὑρήματα· ἐν μὲν γὰρ τοῖς πρώτοις τὸ ἰῶτα τρισύλλαβον, ἐν δὲ τοῖς τελευταίοις τὸ ψῖ μονοσύλλαβον· καὶ τὸ μῦ δὲ ἐν τοῖς πρώτοις εἰς υ λήγει, τὸ δὲ ψῖ ἐν τοῖς ἐσχάτοις εἰς ι. —Στοιχεῖα δὲ εἴρηνται ἐκ τοῦ στιχηδὸν γράφεσθαι στιχεῖον, καὶ πλεονασμῷ τοῦ ο στοιχεῖον· οἱ δὲ
20πλεονασμῷ τοῦ ς στοιχεῖόν φασιν, ἐν γὰρ τοῖς τοίχοις ἐγράφοντο πρό‐ τερον. Πάλιν οὖν λέγουσιν ἄλλοι ὀνομασθῆναι αὐτὰ ἀπὸ τοῦ στείχω, ἐξ οὗ γίνεται στοῖχος· καὶ ὥσπερ ἀπὸ τοῦ πρῶτος γίνεται πρωτεῖον, καὶ ἀπὸ τοῦ κάλλιστος καλλιστεῖον, καὶ ἀπὸ τοῦ ἄριστος ἀριστεῖον, οὕτω καὶ ἀπὸ τοῦ στοῖχος στοιχεῖον. Τινὲς δέ φασι στοιχεῖα αὐτὰ ὀνομασθῆ‐
25ναι ἐκ μεταφορᾶς τῶν κοσμικῶν στοιχείων· ὃν τρόπον γὰρ ἐκεῖνα τῇ μίξει τῇ πρὸς ἄλληλα τὰ ἡμέτερα σώματα καθίστησί τε καὶ ἀποτελεῖ, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τούτων τῶν στοιχείων τῇ πρὸς ἄλληλα κοινωνίᾳ ἀποτελοῦνται αἱ συλλαβαί, καὶ ἀπὸ συλλαβῶν ἡ τῶν λέξεων σύστασις. Τί ἐστι στοιχεῖον; Φωνῆς Ἑλληνίδος φθόγγος ἐλάχιστος· καὶ ἄλλως· ἡ πρώτη
30καὶ ἀμερὴς τοῦ ἀνθρώπου φωνή. Διὰ τί εἶπεν «ἀμερής»; Διότι οὐ μερίζεται, ὡς ἡ συλλαβή· τὴν γὰρ μη συλλαβὴν δύναμαι μερίσαι εἰς τὰ ἐξ ὧν συνέστηκεν, ἤγουν εἰς τὸ μ καὶ εἰς τὸ η· τὸ δὲ στοιχεῖον ἀμερές ἐστιν. —Ποσαχῶς τὸ στοιχεῖον; Τρι‐ χῶς· στοιχεῖον ἡ ἐκφώνησις, στοιχεῖον ὁ χαρακτήρ, στοιχεῖον καὶ τὸ ὄνομα. Καὶ διὰ τί λέγεται τριχῶς; Διότι καὶ τῷ ἀνθρώπῳ τρία παρέπεται, τὰ τῆς ψυχῆς, τὰ τοῦ σώ‐
35ματος καὶ τὰ 〈τῶν〉 ἐκτός· τὰ τῆς ψυχῆς μέν, ὡς οἱ μὲν τῶν ἀνθρώπων εἰσὶν ἔμφρονες, οἱ δὲ ἄφρονες· τὰ τοῦ σώματος δέ, ὡς οἱ μέν εἰσιν ἰσχυροί, οἱ δὲ ἀδύνατοι· τὰ τῶν ἐκτὸς δέ, ὡς οἱ μέν εἰσι πλούσιοι, οἱ δὲ πένητες. —Πόσα παρέπεται τῷ στοιχείῳ; Ἕξ· ὄνομα, σχῆμα, θέσις, χαρακτήρ, ἐκφώνησις καὶ δύναμις· ὄνομα μέν, ὡς ὅταν
λέγωμεν ἄλφα βῆτα γάμμα· σχῆμα δέ, ὡς ὅτε τὰ μὲν μίαν γραμμὴν ἔχουσιν, ὡς317

318

τὸ Ι, τὰ δὲ πλείω, ὡς αἱ δίφθογγοι· θέσις δέ, ὡς τὸ μὲν α πρῶτον, τὸ δὲ β δεύ‐ τερον, ἢ ὅτι τὰ μὲν προηγοῦνται, τὰ δὲ ὑποτάσσονται· χαρακτὴρ δέ, ὡς τὸ μὲν τρίγωνον, τὸ δὲ ἡμικύκλιον, ἄλλο στρογγύλον καὶ ἄλλο ἄλλως σχηματισθέν· ἢ ὡς τὸ μὲν Α τρίγραμμον, τὸ δὲ Γ δίγραμμον, τὸ δὲ Δ τρίγωνον, τὸ δὲ Ο στρογγύλον·
5ἐκφώνησις δέ, καθὸ τὰ μὲν φωνήεντα φωνὴν ἀφ’ ἑαυτῶν ἀποτελοῦσι, τὰ δὲ ἡμί‐ φωνα παρ’ ὅσον ἧττον τῶν φωνηέντων εὔφωνα καθέστηκεν ἔν τε τοῖς μυγμοῖς καὶ σιγμοῖς, τὰ δὲ ἄφωνα παντελῶς ἀμοιροῦσι φωνῆς ἰδίας· δύναμις δέ, ὡς τὸ μὲν μακρόν, τὸ δὲ βραχύ, ἢ δασὺ ἢ ψιλόν, ἢ φωνῆεν ἢ σύμφωνον. —Πόθεν εἴρηται στοιχεῖον; Ἀπὸ τοῦ στείχω, ὃ δηλοῖ τὸ ἐν τάξει πορεύομαι, 〈ἐξ οὗ γίνεται στοῖχοσ〉·
10τάξιν γὰρ ἔχουσί τινα, ὅτι τὰ φθάσαντα προταγῆναι οὐδέποτε ὑποτάσσονται· οὐ γὰρ ἀτάκτως καὶ ὡς ἔτυχεν ἐπιπλέκονται ἀλλήλοις τὰ στοιχεῖα, ἀλλ’ ἁρμονίᾳ τινὶ φυσικῇ, ὡς ἐν τῷ πρῶτος τὸ π προετάγη τοῦ ρ ἐν μιᾷ συλλαβῇ, καὶ οὐδέποτε εὕρηται τὸ ρ του π προταττόμενον ἐν μιᾷ συλλαβῇ· ὁμοίως καὶ τὸ κ τοῦ λ ἐν τῷ κλέος, καὶ τὸ ς τοῦ θ ἐν τῷ σθένος, καὶ οὐδέποτε τὸ ἀναπάλιν· καὶ ὡς ἀπὸ τοῦ κάλλιστος
15γίνεται καλλιστεῖον, καὶ ἀπὸ τοῦ πρῶτος πρωτεῖον, οὕτω καὶ ἀπὸ τοῦ στοῖχος στοι‐ χεῖον· ἁρμονίᾳ γάρ τινι ἐπιπλέκονται ἀλλήλοις τὰ στοιχεῖα. Διομήδους. —Ἀναγκαῖόν ἐστιν ἡμᾶς πρῶτον γνῶναι etc. = Σd 31, 4—32, 9 et 35, 24—36, 13. Στεφάνου εἰς τὸ αὐτὸ καὶ περὶ γραμμάτων. —Στοιχεῖον εἴρηται
20etc. = Σv 192, 12—23 et 182, 15—28. Πόσα στοιχεῖα; Εἰκοσιτέσσαρα. Καὶ πόσα γράμματα; Εἰκοσιεπτά; τὰ γὰρ στοι‐ χεῖα καὶ γράμματα καλοῦνται, οὐ μὴν καὶ τὰ γράμματα στοιχεῖα. Πότε λέγονται γράμματα καὶ πότε στοιχεῖα; Ὅτε μὲν γράφονται, λέγονται γράμματα, ὅτε δὲ ἀναγινώσκονται, λέγονται στοιχεῖα. Διὰ τί λέγονται γράμματα; Διὰ τὸ γραμμαῖς
25καὶ ξυσμαῖς αὐτὰ τυποῦσθαι· γράψαι γὰρ τὸ ξύσαι παρὰ τοῖς παλαιοῖς, ὡς καὶ παρ’ Ὁμήρῳ 〈Λ 388〉 νῦν δέ μ’ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως. Τίς ἐστιν ὁ ταρσός; Τὸ πλατὺ τοῦ ποδός, ὅ ἐστι πέλμα. Τί ἐστιν εὔχεαι; Καυχᾷ. Τί ἐστιν αὔτως; Ματαίως. Διὰ τί λέγονται στοιχεῖα; Διὰ τὸ στοῖχόν τινα καὶ τάξιν ἔχειν. 〈Heliodori.〉 —Γράμματα εἰπὼν εἰκοσιτέσσαρα ἐξέφυγε τὰς προ‐
30σῳδίας, σὺν αὐταῖς δὲ καὶ τὰ παράσημα, τό τε ϛ, τὸ ϙ καὶ τὸ ϡ· γράμματα μὲν γάρ εἰσι, καθὰ τυποῦνται καὶ γράφονται τὰ τοιαῦτα παράσημα καὶ αἱ προσῳδίαι, στοιχεῖα δὲ οὐκ εἰσίν, ὅτι συμφυρόμενα ἀλλήλοις οὐ δύ‐ νανται συλλαβὴν ἀποτελεῖν, τὰ δὲ στοιχεῖα συμπλεκόμενα ἀλλήλοις 〈συλ‐ λαβὴν〉 ἀποτελεῖ· καὶ ὅτι τὰ μὲν παράσημα φωνὴν καὶ ἀριθμὸν ἔχουσιν,
35αἱ δὲ προσῳδίαι οὔτε ἰδίᾳ ἐκφωνεῖσθαι χωρὶς τῶν στοιχείων δύνανται, οὔτε ἀριθμοῦ ὅρον ἐπιδέχονται· τοίνυν ἄρα οὔτε παράσημα οὔτε προ‐ σῳδίαι στοιχεῖα. Ἀπὸ ἄλλου εἰς τὸ αὐτό. —Φασί τινες ὅτι ἀνακολούθως καὶ
οὐχ ὑγιῶς ἐνταῦθα ὁ τεχνογράφος τὸν περὶ στοιχείου διδάσκει ἡμᾶς318

319

λόγον· προθέμενος γὰρ καὶ ἐπιγράψας «περὶ στοιχείου» οὐκ ἐπήγαγε «στοιχεῖόν ἐστιν», ὥσπερ εἰπὼν «περὶ ἀναγνώσεως», ἐπιφέρει «ἀνάγνωσίς ἐστι», καὶ «περὶ τόνου» «τόνος ἐστί», καὶ ἐφεξῆς ὁμοίως· ἐνταῦθα δὲ ἐπιγράψας «περὶ στοιχείου» οὐκ ἐπήγαγε «στοιχεῖόν ἐστιν», ἀλλὰ «γράμ‐
5ματά ἐστι», τὸν περὶ γραμμάτων λόγον ἐπαγαγών· ἔδει δὲ περὶ στοι‐ χείων διαλαβεῖν καὶ οὐ περὶ γραμμάτων. Λέγομεν οὖν πρὸς τοῦτο, ὅτι σκοπὸν ἔχει εἰσαγωγικὴν τέχνην γράφειν, εἰσαγωγικὴ δὲ ἡ παροῦσα τέχνη καὶ νέοις πεποιημένη· δεῖ δὲ τὸν οὕτω συγγραφόμενον τῶν γλα‐ φυρωτέρων ἀφίστασθαι. Ἐπειδὴ γοῦν καὶ ὁ περὶ στοιχείου λόγος πολὺς
10ἦν καὶ πλέων ἢ κατὰ νέον, καὶ φιλοσοφικώτερος καὶ πολλῆς διδασκα‐ λίας ἐδεῖτο, διὰ τοῦτο παρῆκεν αὐτόν, ἄκαιρον ἡγούμενος ἐν εἰσαγωγῇ τὴν διδασκαλίαν μεγίστην ποιήσασθαι, τῶν νέων ἀήθων ὄντων πρὸς τὴν τοιάνδε πρότασιν· μετέρχεται δὲ λοιπὸν ἐπὶ τὰ γράμματα, εἰδὼς ὅτι καὶ αὐτὰ στοιχεῖά ἐστιν, ὁπότε δύνανται τὴν ἐγγράμματον φωνὴν ἀπο‐
15τελέσαι. Ὅτι δὲ οὐ διαφέρεται ὁ τεχνογράφος περὶ τῆς ὀνομασίας ταύτης, δῆλον· μικρὸν γὰρ προελθὼν τὰ αὐτὰ καὶ στοιχεῖα ἔφη κεκλῆ‐ σθαι διὰ τὸ στοίχῳ καὶ ἀκολουθίᾳ συντετάχθαι ἀλλήλοις· ὅταν γὰρ κατὰ τάξιν καὶ δεόντως γραφῇ, τότε τὴν ἐναρμόνιον φωνὴν ἀποτελεῖ, ἥτις ἐστὶ στοιχεῖον· στοιχεῖον γάρ ἐστιν ἡ ἀπὸ τῶν γραμμάτων καὶ τῶν λέ‐
20ξεων ἀποτελουμένη ἐκφώνησις. Τίνος ἕνεκεν εἰκοσιτέσσαρα τὰ γράμματα ἔφη; εἰ γὰρ γράμματά εἰσιν οἱ χαρακτῆρες καὶ αἱ ξυσμαί, γράμματα δὲ καὶ τὰ παρὰ Χαλδαίοις καὶ Ῥωμαίοις καὶ αἱ προσῳδίαι καὶ τὰ παράσημα ταῦτα ϛ ϙ ϡ, πῶς φησι γράμματα εἰκοσιτέσσαρα εἶναι; Ἔστιν οὖν εἰπεῖν, ὅτι περὶ τῶν ἐν
25χρήσει τοῖς Ἕλλησι διαλαμβάνει γραμμάτων, ταῦτα δὲ εἰκοσιτέσσαρα· ἢ ὅτι τοῖς στοιχείοις παρέπεται ἢ ἰδίᾳ ἢ σὺν ἄλλοις φωνὴν ἐγγράμμα‐ τον ἀποτελεῖν, ὡς τὰ φωνήεντα καὶ τὰ σύμφωνα· ὃ οὐ συμβαίνει ταῖς προσῳδίαις καὶ τοῖς παρασήμοις. Καὶ τὰ μὲν στοιχεῖα τῇ κοινωνίᾳ τῇ πρὸς ἄλληλα συλλαβὴν ἀποτελεῖ, τὰ δὲ παράσημα μισγόμενα συλλαβὴν
30οὐκ ἔχει ἀποτελουμένην· ἀλλ’ οὐδὲ αἱ προσῳδίαι [οὔτε] ἐκφωνεῖσθαι χωρὶς τῶν στοιχείων δύνανται ἰδίᾳ. Τί ἐστι γράμμα; Σημεῖον στοιχείου, ὃ δὴ ἐν σχήματι γραφῆς ποσῷ ἢ ποιῷ καταλαμβάνεται· «ποσῷ ἢ ποιῷ» ἀντὶ τοῦ ἐν τοιῷδε σχήματι. Τί ἐστι γραμμή; Μῆκος ἀπλατές. Τί ἐστι ξυσμή; Σχῆμα καμπυλοειδές. Πόθεν εἴρηται γράμμα; Ἀπὸ
35τοῦ γλάφω, ὃ σημαίνει τὸ κοιλαίνω, ἐξ οὗ γλαφυρός, [καὶ] ὡς ἔχω ἐχυρός, κάπω
καπυρός, ὁ ἡδὺς καὶ εὔβρωτος, διὰ τὸ ἀναπνεῖσθαι, ἀφ’ οὖ καπητὸν παρὰ τοῖς Ἰτα‐319

320

λοῖς τὸ εἰς τροφὴν ἵππου διδόμενον· ἀπὸ γοῦν τοῦ γέγλαμμαι παθητικοῦ παρακει‐ μένου γλάμμα, ὡς γλύφω γλύμμα, καὶ τροπῇ τοῦ λ εἰς ρ γράμμα. Ζητητέον δέ, τίνος ἕνεκεν εἰπὼν «περὶ στοιχείου» etc. = Σd 32, 15—22. —Καὶ ἐπὶ μὲν etc. = Σd 33, 15—20. —Εὑρίσκομεν οὖν etc.
5= Σd 32, 24—30 (διαφοραί), ὡς εἶναι πάσας ὁμοῦ διαφορὰς τοῦ α δέκα. Περισπωμένης δὲ μνήμην ἐπὶ τῶν βραχέων οὐκ ἐποιήσαμεν· οὐ γὰρ οἷόν τε ἦν τι τῶν βραχέων περισπᾶσθαι. Καὶ ταῦτα μὲν περὶ τοῦ α. Πῶς δὲ συνέστη ὁ ἀλφάβητος; Πρῶτον μὲν τῶν παρὰ τοῖς Ἕλλησι στοιχείων ἦν ἐξ ἐτυμολογίας τοῦ ἄλεφ, Ἑβραίων πρώτου στοιχείου, ὃ ἑρμηνεύεται μάθησις,
10ἐντελλόμενον τῷ εἰσαγομένῳ παιδίῳ «μάθε»· ἀφ’ οὗ ἄλεφ καὶ αὐτοὶ ὁμοίως μιμη‐ σάμενοι τὸ πρῶτον στοιχεῖον ἄλφα κεκλήκασι, καὶ συνεξεφωνήθη ἡ φράσις τῆς ἑρ‐ μηνείας τῆς Ἑβραΐδος τῇ Ἑλληνικῇ διαλέκτῳ, ἵνα εἴπῃ τῷ παιδίῳ ἄλφα, τουτέστι μάθε, ζήτει· τὸ ἀλφεῖν γὰρ ζητεῖν λέγεται ἐν τῇ Ἑλληνικῇ διαλέκτῳ. Ἀλλὰ καὶ ὡς πρώτου ὄντος στοιχείου τοῦ ἄλφα καὶ ἐκ θεοῦ δοθέντος τῷ γένει τῶν ἀνθρώ‐
15πων, τοῦ ἀνοίξαντος τὸ στόμα εἰς σύνεσιν τῶν τὰ γράμματα μανθανόντων, διὰ μεγάλου ἀνοίγματος τοῦ στόματος ἐκφωνεῖται καὶ ἀπαγγέλλεται· τὰ δὲ ἄλλα τῶν στοιχείων διὰ βραχείας ἀνοίξεως τοῦ στόματος ἐκφωνεῖται. Οὔτε δὲ γράμματα εἶχον οἱ Ἕλληνες ἐξ ἀρχῆς, ἀλλὰ διὰ Φοινικείων γραμμάτων ἔγραφον τὰ ἑαυτῶν· καὶ γὰρ αὐτὰ τὰ Φοινίκεια τοῖς ὀνόμασιν, ὡς καὶ τὰ Ἑβραϊκά, κατὰ μίμησιν τῶν Ἑβραίων
20τοῖς Φοίνιξιν εὑρέθη. Παλαμήδης δ’ ὕστερον ἐλθών, ἀρξάμενος ἀπὸ τοῦ ἄλφα, δεκαὲξ μόνα τοῖς Ἕλλησιν εὗρε στοιχεῖα, α β γ δ ε ι κ λ μ ν ο π ρ ς τ υ· προσ‐ έθηκε δὲ αὐτοῖς Κάδμος ὁ Μιλήσιος γράμματα τρία, θ φ χ, διὸ καὶ πολλῷ τῷ χρόνῳ τοῖς δεκαεννέα ἐχρῶντο· ὅθεν οἱ ἀρχαῖοι μὴ ἔχοντες τὸ ψ τὴν ψαλίδα σπαλίδα ἔγραφον καὶ ἔλεγον, ἀλλὰ καὶ πολλὰ ῥήματα ἄλλως ἐξεφώνουν καὶ ἔγραφον. Μετὰ
25ταῦτα Σιμωνίδης ὁ Κεῖος εὑρὼν προσέθηκε δύο, η καὶ ω, Ἐπίχαρμος δὲ ὁ Συρα‐ κούσιος τρία, ζ ξ ψ, καὶ οὕτως ἐπληρώθησαν τὰ εἰκοσιτέσσαρα. Ὅθεν μιμησάμενος ὁ Ὅμηρος τὸν ἀριθμὸν τῶν εἰκοσιδύο βιβλίων τῶν παρ’ Ἑβραίοις, εἰς τὸν τῶν εἰκοσι‐ δύο στοιχείων τυπωθέντα ἀριθμόν, καὶ αὐτὸς τὴν ἰδίαν ποίησιν τῆς Ἰλιάδος τῶν εἰκοσιτεσσάρων ῥαψῳδιῶν διὰ τῶν εἰκοσιτεσσάρων στοιχείων ἐποίησεν· οὕτως δὲ καὶ
30τὴν Ὀδύσσειαν.
Τί ἐστιν ἄλφα; Φωνῆεν δίχρονον μεταβολικὸν προτακτικὸν τοῦ ι καὶ τοῦ υ.320

321

Πόθεν ἄλφα; Ἀπὸ τοῦ ἀλφῶ, ὃ δηλοῖ τὸ ζητῶ καὶ τὸ εὑρίσκω, ἀφ’ οὗ καὶ ἀλφη‐ σταὶ οἱ ἐφευρεταί· πρῶτον γὰρ τῶν ἄλλων εὑρέθη στοιχείων, καὶ ἀπὸ τούτου τὰ λοιπά· καὶ ὅτι ἀπ’ αὐτοῦ ἄρχεται καὶ εἰς ἑαυτὸ καταλήγει, τὰ δὲ λοιπὰ ἀφ’ ἑαυτῶν μὲν ἄρχονται, εἰς ἑαυτὰ δὲ οὐ καταλήγουσιν [ἡ πεῖρα μὲν γὰρ εἰς ἐμπειρίαν προ‐
5κόπτει, ἡ δὲ ἐμπειρία εἰς τέχνην, ἡ δὲ τέχνη εἰς ἐπιστήμην, ἡ δὲ ἐπιστήμη εἰς τὴν καθόλου]· ἢ ἀπὸ τοῦ κατὰ ἀμοιβὰς πολιτεύεσθαι, ἄλφειν γὰρ τὸ ἀμείβειν· καὶ ὅτι τὸ ἄλφα πρῶτον εὑρέθη τῶν ἄλλων, διὸ καὶ τῷ ὀνόματι τῆς εὑρέσεως προσηγο‐ ρεύθη· τὸ γὰρ ἀλφῶ τὸ εὑρίσκω σημαίνει· ἄλλως· διότι ἐν τοῖς δισυλλάβως προ‐ φερομένοις στοιχείοις ἀφ’ ἑαυτοῦ ἄρχεται καὶ εἰς ἑαυτό, ὡς εἴπομεν, καταλήγει.
10Τί ἐστι βῆτα; Σύμφωνον ἄφωνον μέσον τοῦ π καὶ φ. Πόθεν εἴρηται βῆτα; Ἀπὸ τοῦ βαίνω [χρησίμου], τὸ γὰρ βῶ ὑποτακτικόν ἐστιν· ὁ μέλλων βήσομαι, ὁ παρακείμενος βέβηκα, ὁ παθητικὸς βέβημαι βέβηται, καὶ ἐξ αὐτοῦ βῆτα, τὸ δευτέραν ἔχον τάξιν· ἐπιβέβηκε δὲ τῶν λοιπῶν. Τί ἐστι γάμμα; Σύμφωνον ἄφωνον μέσον τοῦ κ καὶ χ. Πόθεν γάμμα; Ἀπὸ
15τοῦ τὴν γῆν ἀμᾶν ἤτοι θερίζειν, δρεπανοειδὲς γάρ· ᾧ καὶ ὁ τύπος τοῦ γράμματος ὅμοιος. Τί ἐστι δέλτα; Σύμφωνον ἄφωνον μέσον τοῦ θ καὶ τ. Πόθεν εἴρηται δέλτα; Ἀπὸ τοῦ διάρτιόν τι εἶναι, ἤγουν τὸ μὴ ὂν ἐλλιπὲς τῇ ἐπάρσει, ἰσόπλευρον γάρ, οὗ οὐκ ἀφαιρούμεθά τι τῶν ἴσων, ἵνα ἴσα γένηται, ἐπεὶ οὕτως ἔτυχεν ἐκ τῆς κατ’ ἀρ‐
20χὴν ἐκτυπώσεως· ἄλλοι δὲ ἀπὸ τοῦ δέλτα τοῦ ἐξ ἀστέρων συγκειμένου ἐν τῷ οὐρανῷ, ὃ καὶ δελτωτὸν παρὰ τοῖς ἀστρονόμοις καλεῖται. Τί ἐστιν ε; Φωνῆεν βραχὺ μεταβολικὸν προτακτικὸν τοῦ ι καὶ τοῦ υ. Πόθεν ἐκλήθη ἔ; Ἀπὸ τῆς τοῦ στόματος ὁμοιώσεως, ἐπεὶ τὸ μὲν πέριξ καὶ κυκλοτερὲς τὸ στόμα μιμεῖται, τὸ δὲ μέσον τὴν γλῶσσαν· ἢ ἀπὸ τῆς ἐπεκτάσεως τῆς ἐς μέσον καὶ
25τοῦ κυκλοτεροῦς· τὸ μὲν γὰρ κυκλοτερὲς καὶ πέριξ τοῦ ὄντος μιμεῖται τὰ πέριξ, τὸ δὲ εἰς μέσον μακρὸν τὴν ἔκτασιν τοῦ αἰῶνος. Πόσαι ἐκφωνήσεις τοῦ ε; Τέσσαρες, ὅσαι καὶ τοῦ ο μικροῦ· ε δασὺ ὀξυνόμενον, ε δασὺ βαρυνόμενον, ε ψιλὸν ὀξυνόμενον, ε ψιλὸν βαρυνόμενον. Τί ἐστι ζῆτα; Σύμφωνον ἡμίφωνον διπλοῦν ἀρκτικὸν καὶ ἐν ἑαυτῷ ἔχον τὴν
30τοῦ ς 〈καὶ δ〉 δύναμιν. Πόθεν ἐκλήθη ζῆτα; Ἀπὸ Ζήτου τοῦ Βορέου, οὗ μέμνηται Ἀπολλώνιος 〈1, 211〉. Τί ἐστιν ἦτα; Φωνῆεν μακρὸν ἀμετάβολον προτακτικὸν τοῦ ι καὶ τοῦ υ. Πό‐ θεν ἐκλήθη ἦτα; Ἀπὸ τοῦ 〈τοῦ〉 ι καὶ τοῦ τ ἔχειν τὸν χαρακτῆρα τὸ στοιχεῖον· ἡνίκα γὰρ πλαγίως τεθῇ, εὕρηται τὸ τ. Πόσαι ἐκφωνήσεις τοῦ η; Ἕξ· η δασὺ
35ὀξυνόμενον, η δασὺ βαρυνόμενον, η δασὺ περισπώμενον· ἰδοὺ τρεῖς διαφοραί· καὶ ἀνάπαλιν τοσαχῶς ψιλούμενον, η ψιλὸν ὀξυνόμενον, η ψιλὸν βαρυνόμενον, η ψιλὸν περισπώμενον. Τί ἐστι θῆτα; Σύμφωνον ἄφωνον δασὺ ἀντιστοιχοῦν τῷ τ. Πόθεν ἐκλήθη θῆτα; Ἐκ τῆς θέσεως τοῦ παντός· μιμεῖται γὰρ τὴν θέσιν τοῦ οὐρανοῦ καὶ τὸν ἐν
40μέσῳ ἄξονα, τὴν κατὰ τὸ μέσον μακρὰν ἔχον καὶ τὸ κυκλοτερές. Τί ἐστιν ἰῶτα; Φωνῆεν δίχρονον ἀμετάβολον ὑποτακτικὸν 〈καὶ〉 τοῦ υ. Πόθεν ἰῶτα; Ἀπὸ τοῦ ἰοῦ τῶν ἰοβόλων ζῴων· ὥσπερ γὰρ ὁ ἰὸς εἰς ὀρθὸν βαδίζει ᾧ πέπρω‐ ται, οὕτω καὶ ἡ τούτου γραφὴ ὀρθὴ οὖσα ἰῶτα καλεῖσθαι τέτακται· ἢ ἀπὸ τοῦ ἰοῦ, ὃ δηλοῖ τὸ βέλος. Πόσαι ἐκφωνήσεις τοῦ ἰῶτα; Δέκα, ὅσαι καὶ τοῦ α· ι μακρὸν δασὺ
45ὀξυνόμενον, ι μακρὸν δασὺ βαρυνόμενον, ι μακρὸν δασὺ περισπώμενον· ἰδοὺ τρεῖς ἐκφωνήσεων διαφοραί· ι μακρὸν ψιλὸν ὀξυνόμενον, ι μακρὸν ψιλὸν βαρυνόμενον, ι
μακρὸν ψιλὸν περισπώμενον· ἰδοὺ ἄλλαι τρεῖς διαφοραὶ ἐκφωνήσεων· ι βραχὺ δασὺ321

322

ὀξυνόμενον, ι βραχὺ δασὺ βαρυνόμενον, ι βραχὺ ψιλὸν ὀξυνόμενον, ι βραχὺ ψιλὸν βαρυνόμενον· ἰδοὺ ἄλλαι τέσσαρες διαφοραὶ ἐκφωνήσεων, ὡς εἶναι πάσας ὁμοῦ δια‐ φορὰς τοῦ ι δέκα. Τί ἐστι κάππα; Σύμφωνον ἄφωνον ψιλὸν ἀντιστοιχοῦν τῷ χ. Πόθεν εἴρηται
5κάππα; Ἀπὸ Κάππυός τινος, τούτου γὰρ εὕρημα; ἢ χόπα τι ὂν τὸ ἔχον ὄπα, του‐ τέστι φωνήν· τὰ γὰρ ψιλὰ ὑποκάτω τῆς γλώσσης ἔχει τὴν προφορὰν τῆς φωνῆς. Τί ἐστι λάμδα; Σύμφωνον ἡμίφωνον ἀμετάβολον ὑγρὸν [λεῖον] Πόθεν εἴρηται λάμδα; Οἱονεὶ λειόβα τι ὄν, ἀπὸ τοῦ λείως βαίνειν ἐν τοῖς μέτροις καὶ ἀσθενὲς εἶναι πρὸς τὸ μηκύνειν τὰς συλλαβάς.
10Τί ἐστι μῦ; Σύμφωνον ἡμίφωνον ἀμετάβολον ὑγρόν, ἐκφωνούμενον μυγμὸν ἐκπέμπον. Πόθεν μῦ; Ἀπὸ τοῦ μυγμόν τινα ἔχειν τὴν τούτου ἐκφώνησιν· μυγμὸς γὰρ ὁ τοῦ μῦ ἦχος διὰ τῶν μυκτήρων ἐξερχόμενος. Τί ἐστι νῦ; Σύμφωνον ἡμίφωνον ἀμετάβολον ὑγρόν, ἐκφωνούμενον 〈νυγμὸν ἐκπέμπον〉. Πόθεν νῦ; Ἀπὸ τοῦ νυγμόν τινα ἔχειν τὴν τούτου ἐκφώνησιν.
15Τί ἐστι ξῖ; Σύμφωνον ἡμίφωνον διπλοῦν ἀρκτικὸν ἐν ἑαυτῷ ἔχον τὴν τοῦ κ 〈καὶ ς〉 δύναμιν. Πόθεν εἴρηται ξῖ; Ἀπὸ τοῦ ξύεσθαι τῶν ἄλλων πλέον· ξύσματα γὰρ αὐτὰ τὰ στοιχεῖα. Τί ἐστιν ο; Φωνῆεν βραχὺ μεταβολικὸν προτακτικὸν τοῦ ι καὶ τοῦ υ ἀντιστοι‐ χοῦν τῷ ω μεγάλῳ. Πόθεν ἐκλήθη ὄ; Ἀπὸ τοῦ ἐμφερές τι εἶναι τῇ ἐκφωνήσει·
20κατὰ γὰρ περίκλασιν φωνῆς ἐκφωνεῖται τὸ ὄνομα τοῦ στοιχείου. Πόσαι ἐκφωνήσεις τοῦ ο; Τέσσαρες, ὅσαι καὶ τοῦ ε· ο δασὺ ὀξυνόμενον, ο δασὺ βαρυνόμενον· ἰδοὺ δύο διαφοραὶ ἐκφωνήσεων· καὶ ἀνάπαλιν τοσαχῶς ψιλούμενον· ο ψιλὸν ὀξυνόμενον, ο ψιλὸν βαρυνόμενον· ἰδοὺ ἄλλαι δύο διαφοραὶ ἐκφωνήσεων. Τί ἐστι πῖ; Σύμφωνον ἄφωνον ψιλὸν ἀντιστοιχοῦν τῷ φ. Πόθεν εἴρηται πῖ;
25Ἀπὸ τοῦ παίω· ὡσεὶ παίοντος γὰρ καὶ κρούοντος ἦχός ἐστιν ὁ τούτου φθόγγος. Τί ἐστι ῥῶ; Σύμφωνον ἡμίφωνον ἀμετάβολον ὑγρὸν ἐκφωνούμενον ῥοῖζον ἐκπέμπον. Πόθεν εἴρηται ῥῶ; Ἀπὸ τοῦ ῥέω· ὑγρὰ γὰρ καὶ εὐμάλακτα καὶ ὡσεὶ ἔλαιον ῥεῖ ἐν τοῖς μέτροις τὰ ἀμετάβολα. Τί ἐστι σίγμα; Σύμφωνον ἡμίφωνον μοναδικόν. Πόθεν εἴρηται σίγμα; Ἀπὸ
30τοῦ σίζω, ὃ δηλοῖ τὸ ἠχῶ· σίζει γὰρ ἀπὸ τῆς τοῦ φθόγγου δυνάμεως. Τί ἐστι ταῦ; Σύμφωνον ἄφωνον ψιλὸν ἀντιστοιχοῦν τῷ θ. Πόθεν εἴρηται ταῦ; 〈Ἀπὸ τοῦ〉 τάγηνον· τοῦτο Ἰώνων τινὲς λέγουσι τήγανον. Ἡρωδιανὸς ἀπὸ τοῦ τήκω 〈τήκανον καὶ μεταθέσει τοῦ κ εἰς γ〉 τήγανον καὶ καθ’ ὑπέρθεσιν τάγη‐ νον, οἷον 〈ubi?〉 ἐμοῦ δὲ ὥσπερ ἐπὶ ταγήνου ἔσιζεν ἡ καρδία, καὶ κατετή‐
35κοντο αἱ σάρκες, καὶ αὐτόματα ἐχώρει κατὰ τῶν γνάθων τὰ δάκρυα. Ἢ ὅτι ἐντεταμένας ἔχει τοῦ χαρακτῆρος τοῦ στοιχείου τὰς ἐντυπώσεις· ἀπὸ γὰρ μακρᾶς τῆς ἄνω καὶ τοῦ Ι τὸ γράμμα ἐστίν· ἐντεῦθεν καὶ ταῶς, ὁ τεταμένα ἔχων τὰ πτερά. Τὸν δὲ τοῦ Ἁλιρ〈ρ〉οθίου πέλεκυν, φησί, μιμησάμενον ἐνετυπώσατο τὸ γράμμα.
40Τί ἐστιν υ; Φωνῆεν δίχρονον ἀμετάβολον ὑποτακτικὸν καὶ τοῦ ι προτασσόμε‐ νον. Πόθεν υ; Ὅτι παρεοικός ἐστι τῷ τῶν ὑάδων προσώπῳ. Πόσαι ἐκφωνήσεις τοῦ υ; Πέντε, διὰ τὸ μὴ ψιλοῦσθαι αὐτό· υ μακρὸν δασὺ ὀξυνόμενον, υ μακρὸν δασὺ βαρυνόμενον, υ μακρὸν δασὺ περισπώμενον, υ βραχὺ δασὺ ὀξυνόμενον, υ βραχὺ δασὺ βαρυνόμενον· ἰδοὺ πέντε διαφοραὶ ἐκφωνήσεων.
45Τί ἐστι φῖ; Σύμφωνον ἄφωνον δασὺ ἀντιστοιχοῦν τῷ π. Πόθεν εἴρηται φῖ;
Ἀπὸ τοῦ φαιόν, ὃ δηλοῖ τὸ μέσον λευκοῦ καὶ μέλανος· τοιοῦτος γὰρ ὁ τούτου322

323

χαρακτήρ· ἢ ἀπὸ τοῦ φαιοῦ, ὃ δηλοῖ τὸ σκοτεινόν· οὕτω γὰρ καὶ τοῦτο περὶ τὴν ἐκφώνησιν κακόφωνόν ἐστι. Τί ἐστι χῖ; Σύμφωνον ἄφωνον 〈δασὺ〉 ἀντιστοιχοῦν τῷ κ. Πόθεν χῖ; Ἀπὸ τοῦ χεομένην ἔχειν τὴν ἐκφώνησιν· ἄλλοι δὲ αὐτὸ σχῖ εἶπον, ὅτι ἔχει ὀξεῖαν καὶ
5βαρεῖαν 〈ἀλλήλασ〉 διὰ μέσου σχιζούσας. Τί ἐστι ψῖ; Σύμφωνον ἡμίφωνον διπλοῦν ἀρκτικὸν ἔχον ἐν ἑαυτῷ τὴν τοῦ π 〈καὶ ς〉 δύναμιν. Πόθεν ψῖ; Ἀπὸ τοῦ συριγμὸν ἔχειν τὴν τούτου ἐκφώνησιν, καὶ ὅτι συριγμός ἐστι μόνον· ἄλλοι δὲ ὅτι ἑνὸς ψαύει χρόνου διπλοῦν ὄν. Τί ἐστιν ω μέγα; Φωνῆεν μακρὸν ἀμετάβολον προτακτικὸν ἀντιστοιχοῦν τῷ ο
10μικρῷ. Πόθεν ὦ; Ἀπὸ τοῦ ἔω [ὦ], ὃ δηλοῖ τὸ ὑπάρχω ἐπειδὴ δὲ τοῦτο μακρὸν ὑπάρχον καὶ μακρὸν ἔχει χαρακτῆρα, διὰ τοῦτο ὁμοίαν τῷ χαρακτῆρι τὴν ἐκφώνησιν ἀπηνέγκατο. Πόσαι ἐκφωνήσεις τοῦ ω μεγάλου; Ἕξ· ω δασὺ ὀξυνόμενον, ω δασὺ βαρυνόμενον, ω δασὺ περισπώμενον· καὶ ἀνάπαλιν τοσαχῶς 〈ψιλούμενον〉· ω ψιλὸν ὀξυνόμενον, ω ψιλὸν βαρυνόμενον, ω ψιλὸν περισπώμενον. Ἰδοὺ etc. = Σd 34,
156—16 et 24—26. Διὰ τί εἰσιν εἰκοσιτέσσαρα γράμματα; Κατὰ μίμησιν τῶν εἰκοσιτεσσάρων ὡρῶν τοῦ νυχθημέρου· τὰ γὰρ φωνήεντα τὴν ἡμέραν μιμοῦνται, τὰ δὲ σύμφωνα τὴν νύκτα. 〈Heliodori.〉 —Εἰκοσιτέσσαρα λέγει αὐτὰ εἶναι ἀπὸ τοῦ αβ μέχρι
20τοῦ ω μεγάλου. Καλῶς τὴν ἀπαρίθμησιν καὶ τὴν ἑκάστου ὀνομασίαν τῶν στοιχείων περιέτεμεν, εἰπὼν ἀπὸ τοῦ αβ μέχρι τοῦ ω. Διὰ τί δέ, φασί, μηδὲ ἓν τῶν ἄλλων ὠνόμασε; Ῥητέον ὅτι εἰδὼς ὡς προεπαιδεύθη παρὰ τῷ γραμματιστῇ τὴν τούτων ἐξαρίθμησιν· εἰ γὰρ κατέλεξε τῶν εἰκοσιτεσσάρων στοιχείων τὰ ὀνόματα, ἐδόκει γραμματιστὴς εἶναι καὶ
25οὐ τεχνογράφος. Τί διαφέρει στοιχεῖον γράμματος; Ὅτι τὸ μὲν στοιχεῖον πάντως καὶ γράμμα ἐστί, τὸ δὲ γράμμα οὐ πάντως στοιχεῖον. 〈Heliodori.〉 —Διαφέρει στοιχεῖον γράμματος κατὰ τὸ ἐπὶ πλέον καὶ ἔλαττον· πᾶσα γὰρ γραμμὴ γράμμα ἐστίν, οὐ πᾶν δὲ γράμμα στοι‐
30χεῖον· οὐ γὰρ συμπλεκόμενα ἀλλήλοις φωνὴν ἐγγράμματον ἀποτελεῖ τὰ παράσημα καὶ αἱ προσῳδίαι· ἀλλὰ μόνα τὰ ἅπερ τῇ πρὸς ἄλληλα συμ‐ πλοκῇ ἐκφώνησιν ἀποτελεῖ· καὶ ἐξ ὧν σύγκειται τὰ σώματα, στοιχεῖα μὲν λέγονται, γράμματα δὲ οὔ. Διαφέρει δὲ πάλιν στοιχεῖον γράμμα‐ τος, ὅτι τὸ μὲν στοιχεῖον ὄνομά ἐστι τῆς ἐκφωνήσεως, τὸ δὲ γράμμα
35ὄνομά ἐστι τοῦ χαρακτῆρος, ὡς ἔστι καὶ ἐκ τῶν ὅρων μαθεῖν· ὁριζό‐ μεθα γὰρ τὸ στοιχεῖον λέγοντες οὕτω, «στοιχεῖόν ἐστι φωνὴ ἐγγράμμα‐ τος ἀμερής»· τὸ δὲ γράμμα οὕτω, «γράμμα ἐστὶ σημεῖον στοιχείου ἐν σχήματι γραμμῆς ποιῷ ἢ ποσῷ καταλαμβανόμενον». Διαφέρει πάλιν
στοιχεῖον γράμματος, ὅτι τὸ μὲν στοιχεῖον πάντως καὶ γράμμα, διαστελ‐323

324

λομένων τῶν ἐξ ὧν σύγκειται τὸ πᾶν, τὸ δὲ γράμμα οὐ πάντως στοι‐ χεῖον· καὶ γὰρ ὅτε γράφομεν τὴν προ, φαμὲν ὅτι ταῦτα καὶ γράμματα καὶ στοιχεῖα, διότι καὶ γράφεται καὶ στοιχεῖ καὶ ἀκολουθεῖ ἀλλήλοις κατὰ τὴν γραφὴν καὶ τὴν ἐκφώνησιν καὶ ἀποτελεῖ στοιχηδὸν τὴν προ συλ‐
5λαβήν· εἰ δὲ γράφομεν ἐναλλάξ ρπο, λέγομεν ταῦτα γράμματα εἶναι μόνον, καθὸ γράφονται, στοιχεῖα δὲ οὔ, καθὸ οὔτε στοιχεῖ οὔτε ἀκο‐ λουθεῖ ἀλλήλοις κατὰ τὴν ἐκφώνησιν. Ἀρχὴ δέ ἐστι στοιχείων etc. = Σv 196, 21—25. Ἀπὸ τοῦ αβ μέχρι τοῦ ω.] Διὰ τί οὐκ εἶπεν «ἀπὸ τοῦ α μέχρι
10τοῦ ω», ἀλλ’ «ἀπὸ τοῦ αβ»; «Ἀπὸ τοῦ αβ» εἶπεν, ὅτι τὸ μὲν α τὸ γένος δηλοῖ, τὸ δὲ β τὸ εἶδος· ἢ ὅτι τὸ μὲν α οὐσίας σημαντικόν, τὸ δὲ β συμβεβηκότος· ἢ ὅτι [καὶ γὰρ] τὸ α ἓν πρόσωπον δηλοῖ, τὸ δὲ β δύο. Τινές φασι τοὺς χαρακτῆρας etc. = Σd 32, 9—13.
15Τίνος δὲ ἕνεκεν εἰπὼν «περὶ στοιχείου» οὐκ ἐπήγαγε «στοιχεῖον», ἀλλὰ «γράμμα»; etc. = Σd 32, 16—21 (πλείους), ἑξηκονταέξ, τῶν μὲν φωνηέντων μεʹ, τῶν δὲ συμφώνων καʹ. Τὸ γὰρ εὑρισκόμενον etc. = Σd 34, 16—23. 〈Heliodori.〉Γράμματα δὲ λέγεται διὰ τὸ γραμμαῖς καὶ
20ξυσμαῖς τυποῦσθαι.] Εἴρηται γράμμα ἀπὸ τοῦ γλάπτω, ὃ σημαίνει τὸ κοιλαίνω· γίνεται γὰρ ὁ μέλλων γλάψω, ὁ παρακείμενος γέγλαφα, ὁ παθητικὸς γέγλαμμαι, ἀφ’ οὗ ῥηματικὸν ὄνομα γλάμμα, καὶ κατὰ ἐναλ‐ λαγὴν τοῦ λ εἰς ρ γράμμα, οὗ τὸ πληθυντικὸν γράμματα, οἱονεὶ γλάμ‐ ματά τινα ὄντα καὶ κοιλώματα· οἱ γὰρ παλαιοὶ τοῖς λίθοις ἐνεκόλαπτον
25τὰ γράμματα. Ἴσον δέ ἐστι τῷ ξύσαι τὸ γράψαι ἐν ταῖς χρήσεσι τῶν παλαιῶν, ὡς καὶ παρ’ Ὁμήρῳ τὸ 〈Δ 139〉 ἐπέγραψε χρόα φωτός ἐν ἴσῳ ἐστὶ τῷ ἐπέξυσε, καὶ τὸ 〈Λ 388〉 νῦν δέ μ’ ἐπιγράψας ταρ‐ σὸν ποδός ἐν ἴσῳ τῷ ἐπιξύσας. Ἔνθεν καὶ γράβδις ἡ διεσχισμένη λαμπάς, καὶ γραῦς ἡ διεσχισμένη τὸ σῶμα διὰ γῆρας, καὶ ζωγράφος ὁ
30τῇ γραφίδι πρόσ〈ωπα〉 καταξύων. Τὴν ἐτυμολογίαν, τίνος χάριν εἴρηται γρ. etc. = Σd 35, 14—21. Δεῖ δὲ εἰδέναι, ὅτι τὸ παλαιὸν etc. = Σd 34, 27—35, 13. Τὰ δὲ αὐτὰ καὶ στοιχεῖα καλεῖται διὰ τὸ ἔχειν αὐτὰ στοῖ‐ χόν τινα καὶ τάξιν.] Ἰδοὺ παρακατιὼν etc. = Σv 197, 15—23.
35〈Heliodori.〉 —Φαίη δ’ ἄν τις στοιχεῖα αὐτὰ εἰρῆσθαι κατὰ μί‐ μησιν τῶν κοσμικῶν τεσσάρων στοιχείων· ὃν γὰρ τρόπον ταῦτα μετ’ ἀλ‐ λήλων συμπεπλεγμένα τὰ ἡμέτερα σώματα ὑγιᾶ τε καὶ τέλεια καθί‐
στησι, τὸν αὐτὸν τρόπον καὶ τὰ στοιχεῖα ὁμωνύμως ἐκάλεσεν· ὅτε324

325

γὰρ κατὰ τάξιν καὶ δεόντως γράφεται, τότε τὴν ἐναρμόνιον φωνὴν ἀποτελεῖ. [Τί ἐστι δύναμις; Φυσικῆς ἕξεως ἰσχύς.] Εἰς πόσα διαιροῦνται τὰ εἰκοσιεπτὰ γράμματα; Εἰς τρία· εἰς φωνήεντα, εἰς σύμφωνα καὶ εἰς ψήφους. Ἰστέον ὅτι τὸ ϛ,
5ἤτοι τὰ ἕξ, καὶ τὸ ϙ, ἤτοι τὰ ἐνενήκοντα, καὶ τὸ ϡ, ἤτοι τὰ ἐννακόσια, οὐ λέγον‐ ται στοιχεῖα, ἀλλὰ γράμματα, ὅτι πᾶν στοιχεῖον ἀφ’ ἑαυτοῦ ἄρχεται, ταῦτα δὲ οὐκ ἀφ’ ἑαυτῶν ἄρχονται. —Πόσα φωνήεντα; Ἑπτά, α ε η ι ο υ ω. —Διὰ τί «ἀπὸ τοῦ α μέχρι τοῦ ω μεγάλου»; Διὰ τὸ σύντομον, ὡς πρὸς εἰσαγομένους. —Διὰ τί τὸ ι κεῖται μέσον τῶν ἑπτὰ φωνηέντων, καὶ οὐκ εἰς ἀρχὴν ἢ τέλος; Διότι ἀσθενές
10ἐστι· καὶ Ὅμηρος 〈Δ 299 seq〉 κακοὺς δ’ ἐς μέσ〈σ〉ον ἔλασσεν, Ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι· ἢ διὰ τὴν τρισυλλαβίαν τοῦ ἰῶτα. 〈Heliodori.〉Τούτων φωνήεντα μέν εἰσιν ἑπτά.] Πρώτην διαίρεσιν ποιεῖταί σοι ὁ τεχνικὸς τῶν στοιχείων τὴν εἰς φωνήεντα 〈καὶ σύμφωνα〉. Διαίρεσις δέ ἐστιν ἡ πρώτη τομὴ τῶν μηδέπω τετμημένων,
15ἐπιδιαίρεσις δὲ δευτέρα τομὴ τῶν ἅπαξ ἤδη τμηθέντων, ὑποδιαίρεσις δὲ τρίτη τομὴ τῶν δὶς ἤδη τμηθέντων. Ἰστέον γε μήν, ὡς ὅταν περὶ ἓν παρεπόμενον πρώτην καὶ δευτέραν καὶ τρίτην ποιησώμεθα διαίρεσιν, ἀπὸ τοῦ μείζονος ἐπὶ τὸ βραχύτερον τὴν διαίρεσιν μεταφέρομεν, ὅ ἐστιν ἐκ τῶν ἤδη τετμημένων μερῶν ἐπιτέμνομεν ἓν μέρος ἐπὶ τὸ αὐτὸ παρε‐
20πόμενον. Εἰσὶ γάρ, ὡς εἴπομεν, τρεῖς διαιρέσεις· καὶ τὴν μὲν πρώτην διαίρεσιν καλοῦμεν, τὴν δὲ δευτέραν ἐπιδιαίρεσιν, τὴν δὲ τρίτην ὑπο‐ διαίρεσιν, οἷον ὡς ὅταν εἴπωμεν, περὶ ἓν παρεπόμενον τὸ κατὰ φωνὴν διαιροῦντες καὶ ἐπιδιαιροῦντες καὶ ὑποδιαιροῦντες, διαιροῦντες μὲν οὕτω, «τῶν στοιχείων τὰ μέν ἐστι φωνήεντα, τὰ δὲ σύμφωνα», ἐπιδιαιροῦντες
25δὲ οὕτω τὸ μέρος τὸ ἤδη τμηθὲν περὶ τὸ αὐτὸ παρεπόμενον ἅπαξ, «τῶν συμφώνων τὰ μέν ἐστι ἡμίφωνα, τὰ δὲ ἄφωνα», εἶτα ὑποδιαιροῦντες πάλιν οὕτω τὸ μέρος τὸ δὶς ἤδη τμηθὲν περὶ τὸ αὐτὸ παρεπόμενον τὸ περὶ φωνῆς, «τῶν ἀφώνων τὰ μέν ἐστι ψιλά, τὰ δὲ δασέα, τὰ δὲ μέσα», ταύτας τὰς τρεῖς διαιρέσεις εἰκότως διαίρεσιν καὶ ἐπιδιαίρεσιν καὶ ὑπο‐
30διαίρεσιν καλοῦμεν· αἱ γὰρ τρεῖς περὶ ἓν παρεπόμενον τὸ κατὰ φωνὴν γεγόνασιν, ὧν τὰς δύο ἐπιδιαίρεσιν 〈καὶ ὑποδιαίρεσιν〉 λέγω, ἐπειδὴ ἐκ μέρους τῶν ἤδη τμηθέντων τὴν διαίρεσιν ἐποιήσατο περὶ τὸ αὐτὸ παρε‐ πόμενον. Ἡλιοδώρου. —Ἰστέον δὲ ὅτι ἀδύνατον ἐκ διαφόρων παρεπομέ‐
35νων γίνεσθαι διαίρεσιν· ὥσπερ γὰρ τῷ ἀνθρώπῳ παρέπεται τρία, τὰ τῆς
ψυχῆς, τὰ τοῦ σώματος, τὰ 〈ἀπὸ〉 τῶν ἐκτός, καὶ διαιροῦντες αὐτὰ οὐ325

326

λέγομεν, ὅτι τῶν ἀνθρώπων οἱ μὲν ἔμφρονες, οἱ δὲ ἀσθενεῖς, οὐδὲ πάλιν τῶν ἀνθρώπων οἱ μὲν πλούσιοι, οἱ δὲ ἄφρονες, οὐδὲ τῶν ἀν‐ θρώπων οἱ μὲν ταχεῖς, οἱ δὲ πένητες, ἀλλὰ διαιροῦντες τὰ τῆς ψυχῆς λέγομεν, ὅτι τῶν ἀνθρώπων οἱ μὲν ἔμφρονες, οἱ δὲ ἄφρονες, καὶ τὰ
5περὶ τὸ σῶμα διαιροῦντες λέγομεν, ὅτι τῶν ἀνθρώπων οἱ μὲν ἰσχυροί, οἱ δὲ ἀσθενεῖς, καὶ τὰ ἀπὸ τῶν ἐκτὸς διαιροῦντες λέγομεν, ὅτι τῶν ἀνθρώπων οἱ μὲν πλούσιοι, οἱ δὲ πένητες, οὕτω δὴ καὶ τῷ στοιχείῳ παρέπεται τρία, φωνή, δύναμις καὶ θέσις· καὶ δεῖ ποιεῖσθαι τὴν διαίρε‐ σιν αὐτῶν περὶ ἓν παρεπόμενον, καὶ τὸ μὲν περὶ φωνὴν διαιροῦντας
10λέγειν, «τῶν στοιχείων τὰ μέν ἐστι φωνήεντα, τὰ δὲ σύμφωνα», τὸ δὲ περὶ δύναμιν, «τῶν στοιχείων τὰ μέν ἐστι μακρά, τὰ δὲ βραχέα», τὸ δὲ περὶ θέσιν, «τῶν στοιχείων τὰ μέν ἐστι προτακτικά, τὰ δὲ ὑποτακτικά». —Προτάσσονται μὲν τὰ φωνήεντα τῶν συμφώνων εὐλόγως διὰ τὴν εὐφωνίαν, ἣν ἡ φύσις αὐτοῖς ἐχαρίσατο· προτάσσεται δὲ τῶν φωνηέν‐
15των τὸ α ὡς πρῶτον εὑρεθέν, ἀπὸ τούτου γὰρ ἄλφα ὠνόμασται παρὰ τὸ ἀλφῶ, ὃ δηλοῖ τὸ εὑρίσκω, ὡς καὶ παρὰ τῷ ποιητῇ 〈α 349〉 ἀν‐ δράσιν ἀλφηστῇσιν· καὶ κατὰ τοῦτο πάλιν προκέκριται τῶν ἄλλων τὸ α, καθὸ ἀπὸ τοῦ αὐτοῦ στοιχείου ἄρχεται καὶ εἰς αὐτὸ καταλήγει, ὅπερ τοῖς ἄλλοις οὐ παρέπεται. Τὸ δὲ ι εἰς τὸ μέσον αὐτῶν τέτακται
20κατὰ τὸν ποιητήν, 〈Δ 299〉 κακοὺς δ’ ἐς μέσσον ἔλασσεν· ἀσθενέ‐ στερον γὰρ τῶν ἄλλων τὸ ι, καὶ διὰ τὴν ἀσθένειαν παντὶ μακρῷ ὑπο‐ τασσόμενον κατὰ σύλληψιν ἀνεκφώνητον μένει νικώμενον τῷ φθόγγῳ τῷ τῆς μακρᾶς· ὅμως διὰ τὸ ἀσθενὲς ἐχαρίσατο αὐτῷ ἡ φύσις τὴν τρι‐ συλλαβίαν· ὅλων γὰρ τῶν ἄλλων στοιχείων ἢ μονοσυλλαβούντων ἢ δι‐
25συλλαβούντων τοῦτο μόνον ἔσχε τρεῖς συλλαβάς, λεγόμενον ἰῶτα. — Φασὶ δὲ τῶν Ἑλλήνων οἱ παῖδες, ταῦτα τὰ ἑπτὰ φωνήεντα δύναμιν ἔχειν κατὰ μίμησιν τοῦ οὐρανοῦ· κἀκεῖ γὰρ ἑπτά τινας εἶναι πλανω‐ μένους ἀστέρας, ὧν ἡ ἐν οὐρανοῖς δύναμις μεγίστη, καὶ χωρὶς αὐτῶν οὐδὲν ἐπὶ γῆς ἐστι τικτόμενον, ὡς οὐδὲ χωρὶς τούτων συλλαβὴν ἀπο‐
30τελουμένην ἔστιν ἰδεῖν. Διὰ τί εἰσιν ἑπτὰ φωνήεντα; Κατὰ μίμησιν τῶν ἑπτὰ ἀστέρων τῶν πλανήτων τοῦ οὐρανοῦ, ὧν τὰ ὀνόματα Κρόνος, Ζεύς, Ἄρης, Ἥλιος, Ἀφροδίτη, Ἑρμῆς καὶ Σελήνη. —Διὰ τί λέγονται φωνήεντα; Διότι φωνὴν ἀφ’ ἑαυτῶν ἀποτελοῦσιν. Εἰς πόσα διαιροῦνται τὰ ἑπτὰ φωνήεντα; Εἰς τρία· εἰς μακρά, εἰς βραχέα καὶ εἰς δίχρονα.
35Στεφάνου εἰς τὸ αὐτό. —Ζητεῖται τί δήποτε etc. =Σv 197,
33—198, 22.326

327

Εἰς πόσα διαιροῦνται τὰ ἑπτὰ φωνήεντα; Εἰς τρία· εἰς μακρά, εἰς βραχέα καὶ εἰς δίχρονα. Πόσα μακρά; Δύο, η καὶ ω. Καὶ ποῖόν ἐστι μακρότερον; Τὸ η. Διὰ τί; Διότι τὸ η κείμενον ἐπὶ τέλους κωλύει τρίτην ἀπὸ τέλους διδόναι τὴν ὀξεῖαν, οἷον ἁγιωσύνη δικαιοσύνη καὶ ἕτερα ὅμοια· τὸ δὲ ω κείμενον ἐπὶ τέλους οὐ κωλύει
5τρίτην ἀπὸ τέλους διδόναι τὴν ὀξεῖαν, οἷον ἔμπλεως Νικόλεως Μενέλεως καὶ ἕτερα. Διὰ τί λέγονται μακρά; Διότι ἐκ δύο φωνηέντων σύγκεινται καὶ εἰς δύο φωνήεντα ἀναλύεται, οἷον φάος φῶς, Δημοσθένεα Δημοσθένη. Καὶ διὰ τί τὸ η καὶ τὸ ω μόνα εἰσὶ μακρά, καὶ οὐκ ἄλλο φωνῆεν; Ἐπειδὴ τὰ μὲν ἄλλα φωνήεντα ἐκφωνού‐ μενα μηκύνει τὰ χείλη ὡς ἐπὶ ῥῖνα καὶ τὸν πώγωνα, τὸ δὲ η ἐκφωνούμενον μη‐
10κύνει μὲν 〈ὡς ἐπὶ τὰ ὦτα ἑκατέρωθεν τὸ〉 στόμα, τὸ δὲ ω ἐκφωνούμενον μηκύνει τὴν ἐπιφάνειαν τῶν φωνητικῶν ὀργάνων ὑπὲρ τὰ ἄλλα φωνήεντα. 〈Heliodori.〉Τῶν δὲ φωνηέντων μακρὰ μέν ἐστι δύο, η καὶ ω.] Διελὼν τὰ κδʹ γράμματα εἰς φωνήεντα καὶ εἰς σύμφωνα, ἑκά‐ στου ἐπιδιαίρεσιν ἐπιφέρει. Καὶ πρώτη μὲν ἐπιδιαίρεσις τῶν φωνηέν‐
15των αὕτη ἐστὶν ἡ περὶ δύναμιν· λέγει γὰρ τὰ μὲν εἶναι αὐτῶν μακρά, τὰ δὲ βραχέα, τὰ δὲ δίχρονα. Ἐπιδιαίρεσις δέ ἐστιν, ὅταν τῶν ἤδη μερισθέντων διαίρεσιν δευτέραν ποιησώμεθα· καὶ λέγει τῶν φωνηέντων τὴν 〈ἐπι〉διαίρεσιν τέμνεσθαι εἰς τρία. Φασὶ 〈δέ〉 τινες, ὅτι τὰ μέν ἐστι μακρὰ τῇ δυνάμει τῆς φωνῆς, τὰ δὲ βραχέα, τὰ δὲ δίχρονα· καὶ μακρὰ
20μέν, ὡς παρὰ τοῖς παλαιοῖς ἐν διπλασίονι χρόνῳ τῶν βραχέων ἐκφω‐ νούμενα. Καὶ λέγομεν ὅτι τοῦτο φανερὸν ἐγένετο τοῖς μουσικοῖς ἀπὸ τῶν ἐν τῇ μουσικῇ ἁρμονιῶν, καὶ ἔστι ταῦτα εἰρημένα κατὰ μουσικὸν λόγον· ἐκεῖνοι γὰρ κατέμαθον ἀπὸ τῆς μουσικῆς ἁρμονίας, ὅτι γεγωνό‐ τερον μὲν τὰ μακρά, ἀσθενέστερον δὲ τὰ βραχέα ἐκφωνεῖται· ὅθεν καὶ
25ἐν τοῖς μέτροις τὰς μὲν μακρὰς ποιοῦμεν συλλαβάς, τὰς δὲ βραχείας. Ἢ ὅτι ἐκ δύο φωνηέντων συνίστανται καὶ εἰς αὐτὰ ἀναλύονται. Ζητησάντων δέ τινων etc. = Σd 36, 28—37, 3. Εἰς τὸ αὐτό. —Μακρὰ εἶπε etc. = Σv 198, 27—199, 5. Διομήδους. —Μακρὰ λέγεται etc. = Σd 36, 25 seq.; 37, 3—7.
30Ἡλιοδώρου. —Μακρὰ λέγεται τὸ η καὶ τὸ ω οὐ τῷ τύπῳ τοῦ σχήματος καὶ τοῦ χαρακτῆρος, ἀλλὰ τῇ δυνάμει τῆς φωνῆς· ἐκ δύο γὰρ φωνηέντων συνίσταται καὶ εἰς δύο ἀναλύεται, οἷον τὸ φάος φῶς λέ‐ γομεν καὶ τὸ φῶς πάλιν εἰς φάος ἀναλύομεν· ὁμοίως τὸ δῆλον δέελον λέγομεν καὶ τὸ βέλεα βέλη· τὰ δὲ βραχέα οὔτε ἐκ δύο συνίσταται οὔτε
35εἰς δύο ἀναλύεται. Πόσα βραχέα; Δύο, ε καὶ ο. Καὶ ποῖόν ἐστι βραχύτερον; Τὸ ο, διότι τὸ ε
προσλαμβάνον τὸ ι καὶ γινόμενον ει δίφθογγον καὶ ἐπὶ τέλους κείμενον οὐ παρέχει327

328

τρίτην ἀπὸ τέλους διδόναι τὴν ὀξεῖαν, οἷον ἀναγινώσκει ῥητορεύει καὶ τὰ τούτοις ὅμοια· τὸ δὲ ο προσλαμβάνον τὸ ι καὶ γινόμενον οι δίφθογγον καὶ ἐπὶ τέλους κεί‐ μενον οὐ κωλύει τρίτην ἀπὸ τέλους διδόναι τὴν ὀξεῖαν, οἷον ἄνθρωποι φιλάνθρωποι φιλόσοφοι καὶ τὰ τούτοις ὅμοια. Ἕτερος δὲ κανὼν λέγει, ὅτι πᾶσα συλλαβὴ
5πλεονάζουσα βραχυτέρα θέλει εἶναι τῆς μὴ πλεοναζούσης. Καὶ ἄλλως· πᾶσα κλητικὴ τὸν ἴσον χρόνον θέλει ἔχειν τῆς ἰδίας εὐθείας ἢ ἐλάττονα, οὐδέποτε δὲ μέζονα· καὶ ἡνίκα τραπῇ φωνῆεν τῆς εὐθείας ἐπὶ τῆς κλητικῆς, εἰς βραχύ〈τερον τρέπεται〉. ἐπεὶ γοῦν καὶ τὸ ο τῆς εὐθείας ἐπὶ τῆς κλητικῆς εἰς ε τρέπεται, ὡς τὸ 〈ὁ πλόοσ〉 ὦ πλόε, βραχύτερόν ἐστι τὸ ε τοῦ ο· οὐ γὰρ ἂν εἰς ε ἐτρέπετο, εἰ μὴ ἦν βραχύ‐
10τερον. Βραχέα δύο, ε καὶ ο.] Δῆλον ὡς οἱ π. etc. = Σd 37, 8—38, 14. Πόσα δίχρονα; Τρία, α ι υ. Διὰ τί λέγονται δίχρονα; Διότι ποτὲ μὲν ἐκτεί‐ νονται, ποτὲ δὲ συστέλλονται. Πότε ἐκτείνονται καὶ πότε συστέλλονται; Ὅτε μὲν ἐκτείνονται, ἀνὰ δύο βραχεῖς ἔχουσι χρόνους, ὅτε δὲ συστέλλονται, ἀνὰ ἕνα βραχὺν
15χρόνον. —Καὶ διὰ τί δίχρονα καλοῦνται, καὶ οὐχὶ τρίχρονα; Διότι καὶ γενικοὶ δύο χρόνοι εἰσί, μακρὸς καὶ βραχύς, καὶ πρὸς τὴν σχέσιν τῶν δύο χρόνων ἐκλήθησαν δίχρονα. —Τί διαφέρει μακρὸν ἐκτεινομένου καὶ βραχὺ συστελλομένου; Διαφέρει ἐπειδὴ ἄλλο ἐστὶ λευκὸν καὶ ἄλλο λευκαινόμενον· καὶ λευκὸν μέν ἐστι τὸ ὂν φύσει λευκόν, λευκαινόμενον δὲ τὸ μὴ ὂν φύσε λευκόν. Καὶ ἄλλως· ἐπειδὴ ἄλλο μέν ἐστι
20μακρὸν καὶ ἄλλο ἐκτεινόμενον, καὶ ἄλλο ἐστὶ 〈βραχὺ〉 καὶ ἄλλο βραχυνόμενον ἤτοι συστελλόμενον· καὶ μακρὸν μέν ἐστι τὸ ὂν φύσει μακρόν, οἷον ἥρως, ἐκτεινόμενον δὲ τὸ μὴ ὂν φύσει μακρόν, οἷον ἁγνός· 〈βραχὺ δέ ἐστι τὸ ὂν φύσει βραχύ, οἷον βρέφος, συστελλόμενον δὲ τὸ μὴ ὂν φύσει βραχύ, οἷον οὔ τί μοι αἰτίη ἐσσί.〉 Δίχρονα τρία, α ι υ.] Τὰ δίχρονα δύναμιν ἔχει δεκτικὴν ἀμφοῖν
25τοῖν χρόνοιν. Καί φασιν οἱ λογομαχοῦντες, εἰ ποτὲ μὲν μακρὰν δη‐ λοῦσιν, ἥτις ἐστὶ δίχρονος, ποτὲ δὲ βραχεῖαν, ἥτις ἐστὶ μονόχρονος, διὰ τί μὴ τρίχρονα καλοῦνται; Πρὸς οὓς λέγομεν, ὅτι οὐχὶ ὁμοῦ ἐπιδέ‐ χονται τοὺς τρεῖς χρόνους, ἐπεὶ ἔμελλον τοῦ η καὶ τοῦ ω μακρότερα εἶναι. Ἡλιοδώρου εἰς τὸ αὐτό. —Τὰ δίχρονα δύναμιν ἔχει δεκτικὴν
30ἀμφοῖν τοῖν χρόνοιν. Φασὶ δέ 〈τινεσ〉, εἰ ποτὲ μὲν μακρὰν δηλοῦσιν, ἥτις ἐστὶ δίχρονος, ποτὲ δὲ βραχεῖαν, ἥτις ἐστὶ μονόχρονος, διὰ τί μὴ λέγεται τρίχρονα; Πρὸς οὓς λέγομεν, ὅτι γενικοὶ χρόνοι καλοῦνται ὅ τε μακρὸς καὶ ὁ βραχύς, οἵτινες τέμνονται εἰς εἰδικοὺς χρόνους· καὶ ὁ μὲν γενικὸς μακρὸς χρόνος δύο χρόνους ἔχει, ὁ δὲ γενικὸς βραχὺς χρόνος
35ἕνα χρόνον ἔχει· πρὸς τὴν σχέσιν οὖν τῶν δύο γενικῶν χρόνων δίχρονα ταῦτα καλεῖται. Οἵ γε μὴν ῥυθμικοὶ δίσημα αὐτὰ καλοῦσι, σημεῖον λέ‐ γοντες τὸν χρόνον· ἔνιοι δὲ ὑγρὰ ὀνομάζουσιν αὐτά, παρ’ ὅσον τὰ ὑγρὰ
πέφυκεν ἐκτείνεσθαί τε εἰς πολὺ καὶ εἰς ὀλίγον συστέλλεσθαι, ἢ ὅτι328

329

εὐόλισθά εἰσι πρὸς ἀμφοτέρους χρόνους· ἄλλοι δὲ ἀμφίβολα, ὡς ἀμφι‐ βαλλόμενα πότε μακρά ἐστι 〈καὶ〉 πότε βραχέα· τινὲς δὲ αὐτὰ κοινὰ προσαγορεύουσιν. Ἀμφισβητοῦσι δὲ πάλιν τινὲς λέγοντες, «καὶ πῶς δυνατόν ἐστι τὸ αὐτὸ ἐκτείνεσθαι καὶ συστέλλεσθαι»; ἀγνοοῦντες ὅτι
5κατὰ μίμησιν τῶν κοσμικῶν στοιχείων καὶ ταῦτα εἰκονίζεται· ὁρᾶται γὰρ κἀκεῖνα ἐν ἑαυτοῖς ἔχοντα ἐναντιότητά τινα, ὥσπερ ὁ ἥλιος τὰ μὲν τῶν σωμάτων διαλύει, τὰ δὲ ἑνοῖ, ὁμοίως καὶ τὸ πῦρ τὰ μὲν ἐκτείνει, τὰ δὲ συστέλλει τῶν σωμάτων. Πρὸς οὕς φαμεν, εἰ τὰ κοσμικὰ στοιχεῖα φαίνεται ἐκτείνοντά τε καὶ συστέλλοντα οὐ μόνον ἕτερα ἀλλὰ καὶ ἴδια
10σώματα, τί ἄτοπον καὶ ταῦτα στοιχεῖα καλούμενα ποτὲ μὲν ἐκτείνειν, ποτὲ δὲ συστέλλειν τὰς συλλαβάς, ποτὲ δὲ καὶ αὐτὰ καθ’ ἑαυτὰ κατὰ τὴν ἰδίαν φύσιν ἐκτείνεσθαί τε καὶ συστέλλεσθαι; Ἰστέον δὲ ὅτι ἐν μὲν τῷ περὶ στιγμῆς χρόνους εἰρήκαμεν σιωπῆς, ἐνταῦθα δὲ χρόνους λέγομεν ἐκφωνήσεως. Καί φαμεν ὅτι ἐκτεινόμενον 〈μὲν τὸ〉 δίχρονον δύο ἔχει
15χρόνους τοὺς τοῦ μακροῦ φωνήεντος, συστελλόμενον δὲ ἕνα τὸν τοῦ βραχέος φωνήεντος. Εἰς πόσα ἐπιδιαιροῦνται τὰ ἑπτὰ φωνήεντα; Εἰς δύο, εἰς ἀμετάβολα καὶ μετα‐ βολικά. Πόσα ἀμετάβολα; Τέσσαρα, η ι υ ω. Διὰ τί λέγονται ἀμετάβολα; Διότι οὐ μεταβάλλονται ἐν τοῖς παρῳχημένοις ἤτοι ταῖς κλίσεσι τῶν ῥημάτων, οἷον ἡβῶ
20ἥβων, ἰξεύω ἴξευον, ὑδρεύω ὕδρευον, ὠθῶ ὤθουν. Πόσα μεταβολικά; Τρία, α ε ο. Διὰ τί λέγονται μεταβολικά, Διότι μεταβάλλονται ἐν τοῖς παρῳχημένοις, τὸ μὲν α εἰς η, οἷον ἀγαπῶ ἠγάπων, ἀρύω (τὸ ἀντλῶ) ἤρυον, τὸ δὲ ο εἰς ω, οἷον ὀμνύω ὤμνυον· τὸ δὲ ε ποτὲ μὲν εἰς η τρέπεται, οἷον ἐλέγχω ἤλεγχον, ἐσθίω ἤσθιον, ποτὲ δὲ καὶ τὸ ι προσλαμβάνει καὶ πάντοτε μὲν εἰς η τρέπεται πλὴν τῶν δεκαπέντε,
25τοῦ ἔχω εἶχον, ἔπω / ἕπω εἷπον / εἶπον (τὸ λέγω καὶ τὸ ἀκολουθῶ), ἕλω εἷλον (τὸ λαμβάνω καὶ τὸ φονεύω, ὅθεν καὶ τὸ εἱλόμην τὸ προέκρινα, ἱλώμην δὲ ἀντὶ τοῦ ἐλιτάνευον, ι καὶ 〈ω〉 μέγα, ἠλώμην δὲ ἀντὶ τοῦ ἐπλανώμην, η καὶ 〈ω〉 μέγα), ἕλκω εἷλκον (τὸ σύρω, ἑλκῶ δὲ ἥλκουν τὸ ἐπὶ ἕλκους διὰ τοῦ η, ἐξ οὗ καὶ τὸ ἡλκωμένος), ἐρῶ εἴρουν (τὸ λέγω, εἴρω, τὸ πλέκω, εἶρον, ἐξ οὗ καὶ τὸ συνεῖρον καὶ εἱρμός, ἡ ἀκολουθία,
30καὶ εἰρκτή, ἡ φυλακή), ἕρπω (τὸ βαδίζω) εἷρπον, ἐῶ (τὸ συγχωρῶ) εἴων, ἕω (τὸ ἐνδύομαι καὶ τὸ καθέζομαι) εἷον, ἔθω (τὸ ἐξ ἔθους τι διαπράττομαι) εἶθον, ἀφ’ οὗ καὶ ὁ μέσος παρακείμενος εἶθα καὶ παρενθέσει τοῦ ω εἴωθα, καὶ ὁ ὑπερσυντέλικος εἰώθειν· ταῦτα μέν εἰσι δισύλλαβα· τὰ δὲ ὑπὲρ δύο συλλαβὰς ταῦτα· ἑλκύω εἵλκυον, ἐρύω (τὸ αὐτὸ) εἴρυον, ἤρυον δὲ ἀντὶ τοῦ ἤντλουν η, ἑρπύζω εἵρπυζον, ἐθίζω εἴθιζον,
35ἑστιῶ (τὸ εὐωχῶ) εἱστίων καὶ ἐργάζομαι εἰργαζόμην. 〈Heliodori.〉 —Ἰδοὺ αὕτη δευτέρα 〈ἐπι〉διαίρεσις τῶν φωνηέν‐
των, ἥτις ἐστὶ περὶ δύναμιν, καταγινομένη περὶ τὸ αὐτὸ παρεπόμενον.329

330

Λέγομεν γὰρ πάλιν τῶν φωνηέντων τὰ μὲν ἀμετάβολα, τὰ δὲ μεταβο‐ λικά· καὶ ἀμετάβολα μὲν τέσσαρα, η ι υ ω, μεταβολικὰ δὲ τρία, α ε ο. Ἔχουσι δὲ πάλιν ταῦτα καὶ ὑποδιαίρεσιν περὶ τὸ αὐτὸ παρεπόμενον, ὡς ὅταν λέγωμεν, ὅτι τὸ η μακρότερόν ἐστι τοῦ ω· τὸ δ’ ὅθεν δῆλον·
5ὁμοίως ὅταν λέγωμεν, ὅτι τὸ ε βραχύτερόν ἐστι τοῦ ο. Εἰς πόσα ὑποδιαιροῦνται τὰ ἑπτὰ φωνήεντα; Εἰς δύο, εἰς προτακτικὰ καὶ ὑποτα‐ κτικά. Πόσα προτακτικὰ φωνήεντα; Πέντε, α ε η ο καὶ ω. Διὰ τί λέγονται προ‐ τακτικὰ φωνήεντα; Διότι προτασσόμενα τοῦ ι καὶ τοῦ υ συλλαβὴν ἀποτελοῦσιν 〈ἤγουν〉 δίφθογγον. Τί ἐστι δίφθογγος; Δύο φωνηέντων μῖξις. Πόθεν δίφθογγος;
10Ἀπὸ τοῦ δύο φθόγγους ἔχειν, οἱονεὶ δυόφθογγος, καὶ ἐκθλίψει τοῦ ο καὶ τροπῇ τοῦ υ εἰς ι δίφθογγος. Πόσαι δίφθογγοι; Εὔφωνοι μὲν καὶ ὁμαλαὶ ἕξ, αι αυ ει ευ οι ου, δυσχερεῖς δὲ καὶ τραχεῖαι πέντε, ηυ ωυ υι. Διὰ τί λέγονται δίφθογγοι; Διότι ἐκ δύο φθόγγων ἤτοι φωνηέντων σύγκεινται. —Πόσα ὑποτακτικὰ φωνήεντα; Δύο, ι καὶ [τὸ] υ· καὶ τὸ υ δὲ ἐνίοτε προτακτικόν ἐστι τοῦ ι, ὡς ἐν τῷ μυῖα [καὶ]
15ἅρπυια υἱός καὶ ἐν τοῖς ὁμοίοις· ἡ γὰρ υι δίφθογγός ἐστι, καὶ οὔκ ἐστι διάστασις. τοῦ υ καὶ τοῦ ι. —Πόσαι διαιρέσεις; Τρεῖς, διαίρεσις, ἐπιδιαίρεσις καὶ ὑποδιαίρεσις. Πόσαι τρόποι διαιρέσεως; Τρεῖς· τοῦ γένους εἰς τὰ εἴδη, τοῦ ὅλου εἰς τὰ μέρη καὶ τῆς ὁμωνύμου φωνῆς εἰς τὰ διάφορα σημαινόμενα. —Τί ἐστι διαίρεσις; Ἡ πρώτη τομὴ τοῦ πράγματος, οἷον τὸ ζῷον διαιρεῖται εἰς δύο, εἴς τε λογικὸν καὶ
20ἄλογον· ὁμοίως καὶ τὰ φωνήεντα διαιροῦνται κατὰ πρώτην διαίρεσιν εἰς τρία, εἰς μακρά, εἰς βραχέα καὶ εἰς δίχρονα. —Τί ἐστιν ἐπιδιαίρεσις; Ἡ δευτέρα τομὴ τοῦ διαιρεθέντος αὐτοῦ πράγματος, οἷον τὸ ζῷον ἐπιδιαιρεῖται εἰς ἄπουν, δίπουν, τε‐ τράπουν· ὁμοίως καὶ τὰ φωνήεντα ἐπιδιαιρεῖται εἰς δύο, εἰς ἀμετάβολα καὶ μετα‐ βολικά. —Τί ἐστιν ὑποδιαίρεσις; Ἡ τοῦ ἑνὸς σκέλους τῶν τμημάτων τομή, οἷον
25τὸ λογικὸν διαιρεῖται εἴς τε θνητὸν καὶ ἀθάνατον· ὁμοίως καὶ τὰ φωνήεντα ὑπο‐ διαιροῦνται εἰς δύο, εἰς προτακτικὰ καὶ ὑποτακτικά. Οὐκ ἐπὶ πάντων δὲ λέγεται διαίρεσις, ἐπιδιαίρεσις καὶ ὑποδιαίρεσις, ἀλλ’ ὅτε μὴ πάντα περιέχεται ὑπὸ τὴν πρώ‐ την διαίρεσιν, οἷον τοῦ ζῴου διαιρουμένου εἰς λογικὸν καὶ ἄλογον, καὶ ἐν τοῖς λογικοῖς καὶ ἐν τοῖς ἀλόγοις θεωρεῖται τὸ δίπουν· ἀναγκαίως οὖν ἐπιδιαιροῦμεν, ἤτοι δευτέραν
30διαίρεσιν τοῦ αὐτοῦ πράγματος ποιούμεθα, ἤγουν τοῦ ζῴου, καί φαμεν τὸ ζῷον διαιρεῖται εἰς ἄπουν, δίπουν καὶ τετράπουν, ἄπουν μὲν οἷον ἰχθύς, δίπουν δὲ οἷον ἄνθρωπος καὶ ὄρνεον, τετράπουν δὲ οἷον βοῦς, ἵππος, κύων καὶ τὰ τούτοις ὅμοια. — Ἡ φωνὴ ἐκ τῶν στοιχείων ἐγένετο ἢ τὰ στοιχεῖα ἐκ τῆς φωνῆς; Τὰ στοιχεῖα ἐκ τῆς φωνῆς. Πόθεν δῆλον; Ὅτι οὐδὲν ἂν τῶν κτηνῶν προσηγορίαν ἐδέξατο οὐδὲ αὐτὰ
35τὰ στοιχεῖα, εἰ μὴ ἡ φωνὴ ἦν προτέρα τῶν στοιχείων· καὶ ὅτι ὁ Ἀδὰμ μήπω στοι‐ χείων ὄντων ἔσχε φωνήν, ἀφ’ ἧς καὶ τὰ ζῷα προσηγόρευσεν, ἃ οὐκ ἄν ποτε τὴν ἰδίαν προσηγορίαν ἐπλούτησαν, εἰ μὴ φωνητικὸς πρὸ αὐτῶν ἦν ὁ ἄνθρωπος. 〈Heliodori.〉Προτακτικὰ φωνήεντα πέντε, α ε η ο ω.] Αὕτη ἡ πρώτη ὑποδιαίρεσις· ὑποδιαίρεσις δέ ἐστιν, ὅτε ἅπαξ καὶ δεύτερον
40μερισθὲν εἰς τρίτην ἔλθῃ μερίδα. Ὑποδιαιρεῖται δὲ εἰς δύο, εἰς προ‐ τακτικὰ καὶ ὑποτακτικά· φησὶ δὲ προτακτικὰ ταῦτα λέγεσθαι, διότι προ‐ τάττονται τοῦ ι καὶ τοῦ υ καὶ ἀποτελοῦσι συλλαβήν. Ποίαν συλλαβήν;
Λέγω δὴ τὴν [ει] δίφθογγον.330

331

«Προτακτικά» εἰπὼν οὐ διέστειλεν etc. = Σv 200, 5—17. 〈Heliodori.〉Καὶ τὸ υ δὲ ἐνίοτε προτακτικόν ἐστι τοῦ ι, ὡς ἐν τῷ μυῖα καὶ ἅρπυια.] Αὕτη ἐπιδιαίρεσίς ἐστι· τομὴ γὰρ τῶν ἤδη τετμημένων ἐστὶ περὶ τὸ αὐτὸ παρεπόμενον, τὸ περὶ θέσιν· λέγομεν
5γάρ, τῶν ὑποτακτικῶν τὸ υ πάλιν προτακτικόν ἐστι τοῦ ι, ὥστε τῶν δύο τὸ μὲν εἶναι τούτου προτακτικόν, τὸ δὲ τούτου ὑποτακτικόν. Διομήδους. —Εἰ δέ τις εἴποι, «πῶς δύναται τὸ αὐτὸ στοιχεῖον κατὰ σύλληψιν καὶ προτακτικὸν εἶναι καὶ ὑποτακτικόν»; εἴπωμεν, «καὶ πῶς ἐν τοῖς συμφώνοις τὸ ς καὶ προτακτικόν ἐστι καὶ ὑποτακτικόν;
10προτακτικὸν μέν, ὡς ἐν τῷ σθένος, ὑποτακτικὸν δέ, ὡς ἐν τῷ ἅλς»; Εἶπεν δὲ τὸ «ἐνίοτε» etc. = Σd 39, 1—23. Δίφθογγοι δέ εἰσιν ἕξ, αι αυ ει ευ οι ου. Ἡλιοδώρου. —Μετὰ δὲ τὰς διαιρέσεις τε καὶ ἐπιδιαιρέσεις καὶ ὑποδιαιρέσεις τῶν φωνηέντων παρέπεται αὐτοῖς τοῖς φωνήεσιν ἐπιπλέ‐
15κεσθαι ἀλλήλοις καὶ τὰς διφθόγγους ἀποτελεῖν, ὡς τοῖς συμφώνοις μετὰ τῶν φωνηέντων τὰς συλλαβάς. Γίνονται δὲ πᾶσαι αἱ δίφθογγοι ἕνδεκα, δυσχερεῖς μὲν καὶ τραχεῖαι πέντε, ηυ ωυ υι, αἳ δέονται ἀκριβείας τῆς ἐξ ἀναλογίας, ὁμαλαὶ δὲ καὶ εὐμαρεῖς ἕξ, αι αυ ει ευ οι ου. Ὑπομένουσι δὲ αὐτῶν πολλαὶ καὶ τὰς καλουμένας διαιρέσεις, οἷον παῖς πάϊς, θειώσω
20θεϊώσω 〈χ 482〉. Ἀττικοὶ δὲ πολλάκις αὐτῶν τὸ δεύτερον ὑφαιροῦνται τῶν φωνηέντων, τὸ κλαίειν κλάειν καὶ τὸ ποιεῖν ποεῖν καὶ τὸ τετοκυῖα τετοκῦα λέγοντες. Εἰσὶ δὲ αὐτῶν αἱ μὲν κατὰ κρᾶσιν, ὡς ἡ οι καὶ ου καὶ αυ καὶ ευ, αἱ δὲ κατ’ ἐπικράτειαν, ὡς ἡ ει καὶ καὶ καὶ αι, αἱ δὲ κατὰ διέξοδον, ὡς ἡ ηυ καὶ ωυ· καὶ ἡ μὲν αι κατ’ ἐπικράτειαν καὶ
25κατὰ κρᾶσιν· καὶ κατ’ ἐπικράτειαν μέν, ὡς ἐν τῷ ᾄδω, κατὰ κρᾶσιν δέ, ὡς ἐν τῷ Αἴας. Καὶ ὅσαι μὲν αὐτῶν ἐκ δύο βραχέων συνετέθησαν φωνηέντων, εὔηχοι καὶ λεῖαί εἰσιν, ὅσαι δὲ ἐκ μακρῶν καὶ βραχέων, τραχεῖαι καὶ δυσχερεῖς. Ἄλογοι δὲ λέγονται ἤτοι παράλογοι ἡ αι καὶ ἡ οι, ὡς μὴ ἔχουσαι δοῦναι λόγον συστολῆς. Εἰ δέ τις εἴποι, διὰ τί
30μὴ καὶ τὰς συλλαβὰς ἐκ δύο συνεστώσας, ἔκ τε φωνήεντος καὶ συμφώνου, δίφθογγα λέγομεν, ἴστω ὅτι 〈ἔχει τὴν διὰ τοῦ δι σύνθεσιν μόνα〉 ὅσα διαιρεθέντα δύναται ποιῆσαι δύο ὅμοια· 〈οἷον〉 ὥσπερ ὁ Παρνασὸς δικό‐ ρυφος καλεῖται, ἐπεὶ ὁρᾶται δύο κορυφὰς ἔχων, οὕτω καὶ αὗται δίφθογ‐ γοι, ἐπειδὴ φαίνονται δύο φθόγγους ἔχουσαι· τὰ δὲ σύμφωνα ἴδιον
35φθόγγον οὐκ ἔχουσιν ὡς τὰ φωνήεντα, ἵνα τὰς συλλαβὰς δίφθογγα
εἴπωμεν.331

332

Διφθόγγους αὐτὰς εἶπεν, ἐπειδὴ ἐκ δύο φθόγγων συνίστανται· φθόγγους δὲ ἐκάλεσε κατὰ μουσικὸν λόγον τὰ γράμματα. Λείπεται γοῦν τὸ «εὔφωνοι» etc. = Σd 39, 24—40, 5. Ζητεῖται δέ, εἰ προτακτικὰ μὲν πέντε, ὑποτακτικὰ δὲ δύο, καὶ ἕκα‐
5στον τῶν πέντε ἑκατέρου τῶν δύο προταττόμενον διφθόγγους ποιεῖ δέκα, καὶ πάλιν τὸ υ τοῦ ι προταττόμενον δίφθογγον ἀποτελεῖ, συμβή‐ σεται διφθόγγους εἶναι ἕνδεκα, καὶ διὰ τί ἓξ διφθόγγους αὐτὰς εἶπεν εἶναι. Καὶ λεκτέον, ὅτι ἐπειδὴ σκοπὸς ἦν αὐτῷ, ὡς πολλάκις εἴρηται, πρὸς εἰσαγομένους γράφειν, διὰ τοῦτο ἃς μὲν ᾔδει διφθόγγους ὁ τε‐
10χνικὸς δυσχερεῖς καὶ ἀναλογίας τῆς ἐξ ἀκριβείας δεομένας, ταύτας παρέ‐ λειψεν, ἃς δὲ ᾔδει ξυνήθεις καὶ καθημαξευμένας, περὶ ταύτας κατεγέ‐ νετο· καὶ ἁπλούστερον εἶπεν ἕξ, εἰδὼς ὅτι δυσχερὴς ἦν ἡ τῶν ἄλλων πέντε παράδοσις. —Διὰ τί γοῦν αἱ συλλαβαὶ μὴ 〈λέγονται〉 δίφθογ‐ γοι, καὶ αἱ δίφθογγοι τί μὴ συλλαβαί; Φαμὲν οὖν, ὅτι ἡ συλλαβὴ οὐκ
15ἐκ δύο φθόγγων συνέστηκεν· οὐ γὰρ τὸ σύμφωνον δίχα φωνήεντος φθόγγον ἔχει· ὅθεν καὶ συλλαβή, ὅτι βούλεται πάντως σύλληψις εἶναι, οὐδέποτε δὲ διάστασις· ἡ δὲ δίφθογγος ἐκ δύο ἰδίᾳ ῥητῶν συνίσταται καὶ διαίρεσιν εἰς αὐτὰ ἔχει. Δίφθογγοι δέ εἰσιν ἕξ.] Λείπει τὸ «εὔφωνοι»· ἕνδεκα γάρ εἰσιν,
20ὧν αἱ μὲν ἓξ εὔφωνοί εἰσιν, ἃς καὶ αὐτός φησιν, αἱ δὲ τρεῖς κακόφω‐ νοι, ἡ ηυ, ἡ ωυ, ἡ υι, αἱ δὲ τρεῖς ἄφωνοι, ἡ , ἡ , ἡ μετὰ τοῦ μακροῦ α καὶ ἀνεκφωνήτου ι (cfr Σd 39, 24—40, 5). Τὴν τρίτην ὑποδιαίρεσιν τῶν φων. etc. = Σd 40, 6—41, 15.
25Τί ἐστι σύμφωνον; Φωνὴ ἄσημος, ἥτις συμπλεκομένη μετὰ φωνηέντων φω‐ νὴν ἐγγράμματον ἀποτελεῖ. Πόθεν σύμφωνον; Ἀπὸ τοῦ συμφωνεῖν ἤγουν σὺν ἑτέροις φωνὴν ἔχειν. Πόσα σύμφωνα; Ἑπτακαίδεκα, β γ δ ζ θ κ λ μ ν ξ π ρ ς τ φ χ ψ. Διὰ τί λέγονται σύμφωνα; Ὅτι αὐτὰ μὲν καθ’ ἑαυτὰ φωνὴν οὐκ ἔχει, συμπλεκό‐ μενα δὲ μετὰ τῶν φωνηέντων φωνὴν ἀποτελοῦσιν.
30〈Heliodori.〉 —Τίνος μὲν ἕνεκεν εἴρηται σύμφωνα, αὐτὸς ἐπιφέρει, ὅτι αὐτὰ μὲν καθ’ ἑαυτὰ φωνὴν οὐκ ἔχει. Λείπει τὸ «τελείαν»· τελείαν γὰρ φωνὴν οὐκ ἔχει, ἐπεὶ μικρὰν ἔχει. Ὁριστέον οὖν οὕτω ταῦτα· «σύμφωνά ἐστιν ὅσα μετὰ φωνήεντος ἢ φωνηέντων συμπλεκόμενα φω‐ νὴν ἐγγράμματον ἀποτελεῖ»· οὗτός ἐστιν ὅρος· ὁ δὲ τοῦ Διονυσίου
35εἰς ἐτυμολογίαν μᾶλλον μεταπίπτει. Ἄλλως εἰς τὸ αὐτό. —Τίνος δὲ ἕνεκεν etc. = Σd 41, 17—26. Εἰς πόσα διαιροῦνται τὰ δεκαεπτὰ σύμφωνα; Εἰς δύο, εἰς ἡμίφωνα καὶ ἄφωνα.
Πόσα ἡμίφωνα; Ὀκτώ, ζ ξ ψ λ μ ν ρ ς. Διὰ τί λέγονται ἡμίφωνα; Διότι παρ’ ὅσον332

333

ἥττω τῶν φωνηέντων εὔφωνα καθέστηκεν ἔν τε τοῖς μυγμοῖς καὶ σιγμοῖς. Τί ἐστι παρ’ ὅσον ἥττω; Τουτέστιν ὅσον ἐλάττονά εἰσι τῶν φωνηέντων τῶν τελείαν ἐχόντων φωνήν, τόσον εὐφωνότερά εἰσι τῶν καλουμένων ἀφώνων. —Τί ἐστι μυγμός; Ὁ τοῦ μῦ ἦχος. Τί ἐστι νυγμός; Ὁ τοῦ νῦ ἦχος. Τί ἐστι σιγμός; Ἡ τῆς φωνῆς
5ἀρχή, ἤγουν ἡ μήπω τελειωθεῖσα φωνή· ἐν γὰρ τῷ θέλειν ἐκφωνεῖν τὰ ἡμίφωνα ἄνευ τῶν φωνηέντων οὐ δυνάμεθα τελείαν ἀφιέναι φωνήν, ἀλλὰ τὸ ἥμισυ τῆς φω‐ νῆς· καὶ σιγμὸς λέγεται ἡ τῶν διπλῶν, τοῦ ζ ξ ψ, συριγμὸς δὲ ἡ τοῦ σίγματος, ῥοῖζος δὲ ὁ τοῦ ρ ἦχος· τὸ δὲ λ οὐδὲν τούτων ἔχει ὡς λεῖον. Εἰς πόσα διαιροῦνται τὰ ὀκτὼ ἡμίφωνα; Εἰς τρία· εἰς διπλᾶ, εἰς ἀμετάβολα
10καὶ εἰς ς ἄσημον. —Πόσα διπλᾶ; Τρία, ζ ξ ψ. Διὰ τί λέγονται διπλᾶ; Διότι ἓν ἕκαστον αὐτῶν ἐκ δύο συμφώνων σύγκειται, τὸ μὲν ζ ἐκ τοῦ ς καὶ δ, οἷον σδυγός ζυγός, τὸ δὲ ξ ἐκ τοῦ κ καὶ ς, οἷον κσένος ξένος, τὸ δὲ ψ ἐκ τοῦ π καὶ ς, 〈οἷον〉 πσαλμός ψαλμός. Καὶ λοιπὸν κινδυνεύει μὴ εἶναι ταῦτα στοιχεῖα· τὸ γὰρ στοιχεῖον ἁπλοῦν ἐστιν, ὡς καὶ ὁ ὁρισμὸς αὐτοῦ δείκνυσι· στοιχεῖον γάρ ἐστιν ἡ πρώτη καὶ
15ἀμερὴς τοῦ ἀνθρώπου φωνή, ταῦτα δὲ διπλᾶ καὶ ἐκ δύο συμφώνων· τὸ δὲ διπλοῦν πάντως καὶ μεριστόν ἐστι, καὶ οὐκ ἄρα ταῦτα στοιχεῖα, εἴπερ ἁπλοῦν καὶ ἀμερές ἐστι τὸ στοιχεῖον. Ἀλλ’ οὐκ ἐκ δύο συμφώνων ἁπλῶς ταῦτα, ὡς καὶ μερισθῆναι δυνάμενα, ἀλλ’ ὡς δύο συμφώνων δύναμιν ἔχοντα ταῦτα διπλᾶ λέγονται. Διὰ τί τὸ μὲν ξ καὶ ψ ληκτικά εἰσιν ὀνομάτων, τὸ δὲ ζ οὐκέτι; Ὅτι τὸ μὲν
20ς ληκτικόν ἐστιν ὀνομάτων, ὅπερ ἐστὶ δυνάμει κατὰ τὸ τέλος ἐν τῷ ξ καὶ τῷ ψ, τὸ δὲ ζ τελευταῖον ἔχει τὸ δ ἐν τῇ ἐκφωνήσει, ὅπερ οὐδέποτε ληκτικὸν εὑρέθη τινός, καὶ διὰ τοῦτο ἀδύνατον ληκτικὸν εἶναι ὀνομάτων τὸ ζ. Πόσα ἀμετάβολα; Τέσσαρα, λ μ ν ρ. Διὰ τί λέγονται ἀμετάβολα; Διότι οὐ μεταβάλλονται οὔτε ἐν ταῖς κλίσεσι τῶν ὀνομάτων οὔτε ἐν τοῖς μέλλουσι τῶν ῥη‐
25μάτων. Πῶς ἐν ταῖς κλίσεσι τῶν ὀνομάτων; Οἷον Νέστωρ Νέστορος, Θέων Θέωνος, πέλωρ πέλωρος· τὸ δὲ ὕδωρ ὕδατος καὶ ἧπαρ ἥπατος ἑτερόπτωτά εἰσι καὶ οὐκ ἰδιόπτωτα. Πῶς ἐν τοῖς μέλλουσι τῶν ῥημάτων; Οἷον χαίρω χαρῶ, κρίνω κρινῶ, πάλλω παλῶ, νέμω νεμῶ, σπείρω σπερῶ· ἅτινα λέγονται καὶ ὑγρά, διότι εὐόλισθά εἰσι καὶ λανθάνειν ποιοῦσι τὴν ἀκοήν. Διὰ τί λανθάνειν ποιοῦσι τὴν ἀκοήν; Ὅτι
30ποτὲ μὲν παρὰ τῷ ποιητῇ ἀντὶ δύο συμφώνων κεῖνται, ποτὲ δὲ ἀνθ’ ἑνός· ὡς καὶ μετὰ ἄλλου συμφώνου προηγησαμένου ἐν ἐπιπλοκῇ ὄντα μὴ πάντως τὴν προηγη‐ σαμένην βραχεῖαν ποιεῖν μακράν, ὡς ἐπὶ τοῦ 〈Τ 287〉 Πάτροκλε καὶ τῶν ὁμοίων. Ἄσημον δέ ἐστι τὸ ς· λέγεται δὲ ἄσημον, ὅτι οὔτε μετὰ τῶν ἡμιφώνων ἐστὶν ἡμί‐ φωνον, οὔτε μετὰ τῶν ἀφώνων ἄφωνον· τὸ γὰρ ξ καὶ διπλοῦν καλεῖται ὡς τὸ ψ
35καὶ τὸ ζ, καὶ τὸ λ ἀμετάβολον ὡς τἆλλα, τὸ δὲ ς μόνῳ τῷ ὀνόματι τούτῳ ἐξηχεῖ‐ ται. [Διὰ τί λέγεται τὸ ς ἄσημον; Διότι 〈οὐ μετὰ τῶν〉 ἡμιφώνων ἐστὶν ἡμίφωνον καὶ οὐ μετὰ τῶν ἀφώνων ἄφωνον· διότι σημασίαν οὐκ ἔχει ἤγουν ἑρμηνείαν.] Τούτων ἡμίφωνα μέν ἐστιν ὀκτώ.] Ἐπιδιαιρεῖ ἐνταῦθα τὰ σύμφωνα εἰς ἡμίφωνα ὀκτὼ καὶ ἄφωνα ἐννέα περὶ τὸ αὐτὸ παρεπό‐
40μενον τὸ κατὰ φωνήν· ὑποκατιὼν δὲ καὶ ὑποδιαιρέσεις δίδωσιν, ὅταν τὸ μέρος τῶν ἀφώνων περὶ τὸ αὐτὸ παρεπόμενον τὸ κατὰ φωνὴν ὑπο‐ διελὼν εἴπῃ, ὅτι τῶν ἀφώνων ψιλά ἐστι τρία, καὶ δασέα τρία, καὶ μέσα
τρία. Ἤρξατο 〈δὲ〉 λέγειν τὰς ἐπιδιαιρέσεις τῶν συμφώνων, καί φησι333

334

πρώτην ταύτην 〈εἰσ〉 ἡμίφωνα καὶ ἄφωνα. Ἐπειδὴ γὰρ ἐπάνω εἰρή‐ καμεν, 〈ὅτι〉 ὅσας ἔχει διαιρέσεις τὰ φωνήεντα (τρεῖς δὲ ἔχει ἐκεῖνα, μακρὰ βραχέα δίχρονα, προτακτικὰ ὑποτακτικά, μεταβολικὰ ἀμετάβολα) τοσαύτας ἔχει καὶ ταῦτα—μακρά, ἅπερ ἐστὶ τὰ διπλᾶ, δίχρονα,
5ἅπερ ἐστὶ τὰ ἀμετάβολα, βραχέα, ἅπερ ἐστὶ τὰ λοιπὰ σύμφωνα· προ‐ τακτικὰ καὶ ὑποτακτικά· τὰ γὰρ προηγησάμενά τινων ἐν συλλήψει οὐκέτι εὕροις ὑποταχθέντα ἐν ἐπιπλοκῇ τούτοις· μεταβολικὰ ἀμετάβολα, ἀμετά‐ βολα μὲν τὸ λ μ ν ρ, μεταβολικὰ δὲ τὰ λοιπά—διαιρεῖται [δὲ] τὰ σύμφωνα εἰς ἡμίφωνα καὶ ἄφωνα, καὶ οὐ τὰ φωνήεντα· οὐ γὰρ ἠδύ‐
10ναντο τὰ φωνήεντα οὕτω διαιρεῖσθαι εἰς ἡμίφωνα καὶ ἄφωνα, αὐτόθεν τελείαν φωνὴν ἔχοντα. Ἡμίφωνα δὲ λέγονται κατά τι, οὐ γὰρ ὡς ἔτυχε· σημαίνει γὰρ 〈τὸ ἡμι〉 καὶ τὸ ἥμισυ τὸ ἐξ ἰσομοιρίας· σημαίνει καὶ τὸ παρ’ ὀλίγον, ὡς ἂν εἴποι τις, ὡς παρὰ εἴκοσι στίχους ἔχον ἡμι‐ τελές ἐστι τὸ βιβλίον, ὥσπερ ἡμιτελῆ οἶκόν φαμεν, κἂν ᾖ παρὰ τὴν
15στέγην, καὶ ἡμίξηρον χόρτον, κἂν παρ’ ὀλίγον εἴη κατάξηρος, καὶ ἡμι‐ τελὲς ἔργον τὸ λεῖπον ὀλίγον πρὸς συμπλήρωσιν· καὶ τὸ ἐγγύς, ὡς ἡμίθεος ὁ ἐγγὺς θεοῦ· οὕτως οὖν καὶ ἐνταῦθα ἡμίφωνα καλοῦμεν, εἰ καὶ πρὸς συμπλήρωσιν τῆς τελείας φωνῆς τῶν φωνηέντων ἐνδεῆ καθέ‐ στηκε ταῦτα, ὡς ἐγγὺς τῶν φωνηέντων ὄντα καὶ παρ’ ὀλίγον φωνὴν
20ἔχοντα, καὶ εὑρίσκεται τῶν πρός τι. 〈Heliodori.〉 —Οὐκ ἀγνοεῖν δὲ χρή, ὅτι πρός τι τὰ ἡμίφωνα λέ‐ γεται, ὡς πρὸς τὴν σχέσιν τῆς τελείας φθογγῆς τῶν φωνηέντων, τουτέ‐ στι παρ’ ὀλίγον φωνήεντα· καὶ εὑρίσκεται ἀσθενέστερα, πρὸς δὲ τὰ ἄφωνα φωνήεντα, ὡς καὶ αὐτὸς ὁ τεχνικὸς πείθει λέγων, ὅτι παρ’ ὀλί‐
25γον εὔφωνά ἐστιν ὡς τὰ φωνήεντα, ὅτι παρ’ ὀλίγον, φησί, [τῆς τε‐ λείας ἐκφωνήσεως] τῶν φωνηέντων καὶ ταῦτα σχεδὸν ἔχουσι τέλειον φθόγγον. Ἡμίφωνα δὲ λέγονται, ὡς ἥμισυ φωνῆς ἔχοντα· ὅθεν ἐπι‐ φέρει καὶ αὐτός, ὅτι ὅσον ἐλάττονά ἐστι τῶν φωνηέντων ἐν τῇ ἐκφω‐ νήσει τῶν τελείαν φωνὴν ἐχόντων, τοσοῦτον εὐφωνότερά ἐστι τῶν ἄλ‐
30λων ἐννέα στοιχείων τῶν καλουμένων ἀφώνων· [ἐπιδιαίρεσιν ἐνταῦθα ποιεῖται ὁ τεχνικός· καὶ εἴρηται ἐπιδιαίρεσις, καθὸ μέρος τῶν τετμημέ‐ νων ἐστίν·] ὥσπερ δὲ ἡμιτελῆ οἶκόν φαμεν, κἂν ᾖ παρὰ τὴν στέγην, οὕτω καὶ ταῦτα ἡμίφωνα καλοῦμεν, εἰ καὶ πρὸς τὴν συμπλήρωσιν τῆς τελείας τῶν φωνηέντων φωνῆς ἐνδεῆ καθεστήκασι· παρ’ ὀλίγον γὰρ
35τελείαν τὴν ἐκφώνησιν ἔχουσι. Καὶ δῆλον ἐκ τοῦ συριγμόν τινα καὶ νυγμὸν καὶ ῥοῖζον καὶ ποιότητα φωνῆς ἔχειν αὐτά· καὶ συριγμὸν μὲν ἔχει τὸ ζ ξ ψ, μυγμὸν δὲ τὸ μ, νυγμὸν δὲ τὸ ν, ῥοῖζον δὲ τὸ ρ· τὸ δὲ
λ οὐδὲν τούτων ἔχει, εὐφωνότερον δὲ τῶν ἀφώνων καθέστηκε· τὸ δὲ334

335

αὐτὸ καὶ λεῖόν ἐστιν ἐν τῇ ἐκφωνήσει, καθὸ ἡδύτερον μεμελέτηκε πλήτ‐ τειν τὸν ἀέρα. Εἰς τὸ αὐτό. —Ἡμίφωνα δὲ λέγεται, παρ’ ὅσον ἧττον τῶν φωνη‐ έντων.] Ἰστέον τοίνυν 〈ὅτι ταῦ〉τα εὐφωνότερα τῶν συμφώνων ὑπο‐
5βεβηκέναι φησὶ τῆς τελείας ἐκφωνήσεως τῶν φωνηέντων· ἡμίφωνα γὰρ λέγεται, ὅτι ἥμισυ φωνῆς κατ’ ἀρχὴν ἐν συριγμοῖς καὶ νυγμοῖς ἀποτελεῖ [πρὸ] τῆς οἰκείας ὀνομασίας αὐτῶν. Μυγμοὶ μέν εἰσιν οἱ διὰ τῶν μυκτή‐ ρων ἦχοι etc. = Σv 201, 14—21. Εἰς τὸ αὐτ. —Ἡμίφωνα δὲ λέγεται, παρ’ ὅσον ἧττον τῶν φω‐
10νηέντων.] Ἐκ τούτου δῆλον etc. = Σd 42, 7—16. Πόσα ἄφωνα; Ἐννέα, β γ δ κ π τ θ φ χ. Διὰ τί λέγονται ἄφωνα; Διὰ τὰ σύμ‐ φωνα, καὶ διότι μᾶλλον τῶν ἄλλων εἰσὶ κακόφωνα, καὶ οὐχ ὡς τελείως φωνῆς ἐστε‐ ρημένα, ἀλλ’ ὡς τελείαν ἀπήχησιν μὴ ἔχοντα, ὡς τὰ φωνήεντα, οὔτε ἡμιτελῆ, ὡς τὰ ἡμίφωνα· εἰ γὰρ τὸ β καὶ γ καὶ τὰ ἑξῆς μὴ ὅλως τὴν τυχοῦσαν εἶχε φωνὴν
15μετὰ τοῦ α ἢ μετὰ τῶν ἄλλων φωνηέντων συμπλεκόμενα, οὐκ ἂν ἐνήλλασσε τὴν ἐκείνων ἐκφώνησιν· ὥσπερ γὰρ ἄφωνον τραγῳδὸν λέγομεν τὸν κακόφωνον, οὕτω καὶ τὰ ἄφωνα. Χρὴ δὲ γινώσκειν, ὅτι ὁ φιλόσοφος τὸ ἄφωνον ἀντὶ συμφώνου παραλαμβάνει πρὸς ἀντιδιαστολὴν τῶν φωνηέντων· φύσει γοῦν συμπλέκεται σύμ‐ φωνον φωνήεντι, οἷον βε, ἢ φωνήεσιν, οἷον βου, ἢ σύμφωνον συμφώνῳ, οἷον φθω·
20εἰ γὰρ μὴ οὕτως ἡγησόμεθα τὸν φιλόσοφον λέγειν, εὑρεθήσεται τῷ ὅρῳ τὰ φωνή‐ εντα μαχόμενα. —Εἰς πόσα διαιροῦνται τὰ ἐννέα ἄφωνα; Εἰς τρία, εἰς ψιλά, εἰς δασέα καὶ εἰς μέσα. —Πόσα ψιλά; Τρία, κ π τ. Διὰ τί λέγεται ψιλά; Διότι ἀσθε‐ νέστερά εἰσι τῶν δασέων κατὰ τὴν ἐκφώνησιν καὶ γυμνὰ δυνάμεως. Πόθεν δῆλον; Ἐπειδὴ δασυνομένου φωνήεντος ἐπιφερομένου εἰς δασὺ τρέπονται, οἷον 〈ε 229〉
25αὐτίχ’ ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτ’ Ὀδυσσεύς. —Πόσα δασέα; Τρία, θ φ χ. Διὰ τί λέγονται δασέα; Διότι τῶν ψιλῶν εἰσιν ἰσχυρότερα. Πόθεν δῆλον; Ἐπειδὴ ψιλουμένου φωνήεντος ἐπιφερομένου οὐ τρέπονται, οἷον 〈Α 69. Ζ 76〉 οἰω‐ νοπόλων ὄχ’ ἄριστος, καὶ 〈Lycophr. Alex. 30〉 τοιῶνδ’ ἀπ’ ἀρχῆς ἦρχ’ Ἀλε‐ ξάνδρα λόγων· χωρὶς εἰ μὴ κατὰ διάλεκτον, οἷον ἀμφέχεσθαι ἀμπέχεσθαι. —
30Καὶ ἄλλως· ἐπειδὴ δασυνομένου φωνήεντος ἐπιφερομένου εἰς δασὺ τρέπονται· λέγει γὰρ ὁ τεχνικός, «ἀντιστοιχεῖ τὰ δασέα τοῖς ψιλοῖς, τὸ μὲν π τῷ φ οὕτως· [οἷον] 〈ι 279〉 ἀλλά μοι εἴφ’ ὅπῃ ἔσχες ἰὼν εὐεργέα νῆα· τὸ δὲ κ τῷ χ, οἷον 〈ε 229〉 αὐτίχ’ ὁ μὲν χλαῖνάν τε καὶ τὰ ἑξῆς· πολλάκις δὲ καὶ εἰς δύο δασέα, οἷον 〈Δ 243〉 τίφθ’ οὕτως ἔστητε· τὸ δὲ θ τῷ τ οὕτως· 〈Γ 95〉 〈ὣσ〉 ἔφαθ’, οἱ
35δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. —Διὰ τί «ἀντιστοιχεῖ τὰ δασέα τοῖς ψιλοῖς»; Ἵνα δείξῃ ὅτι οὐ μόνον δασέα ἀντὶ ψιλῶν παραλαμβάνεται, ἀλλὰ καὶ ψιλὰ ἀντὶ δασέων, ὡς τὸ πεφίληκα κεχειροτόνηκα πέφρακα. —Πόσα μέσα; Τρία, β γ δ. Διὰ τί λέγονται μέσα; Διότι τῶν μὲν ψιλῶν εἰσι δασύτερα, τῶν δὲ δασέων ψιλότερα. Καὶ ἔστι τὸ μὲν β μέσον τοῦ π καὶ φ, τὸ δὲ γ μέσον τοῦ κ καὶ χ, τὸ δὲ δ μέσον
40τοῦ θ καὶ τ. Πῶς; πλάτυνον. Ὅτι τὰ δασέα μετὰ τοῦ μὴ παρά τινος ἐκβάλλε‐ σθαι ἐκβάλλουσιν, ὡς εἴρηται, τὰ ψιλά, ἐκβάλλονται δὲ τὰ ψιλὰ παρὰ τῶν δασέων,
τὰ δὲ μέσα οὔτε ἐκβάλλουσιν οὔτε ἐκβάλλονται.335

336

〈Heliodori.〉Ἄφωνα ἐννέα.] Τὸ α πολλὰ σημαίνει· τὴν παν‐ τελῆ στέρησιν, ὡς ἂν εἴποιμεν ἄποινα ἢ ἀφανής ἢ ἄφιλος ἢ ἄλλο τι τῶν τοιούτων· τὸ ὁμοῦ, οἷον ἄλοχος ἡ ὁμόλοχος· τὸ ὀπίσω, ὡς ἀκό‐ λουθος ὁ ὀπίσω τὴν κέλευθον ποιούμενος, ὀπίσω γὰρ τὴν ὁδὸν ποιεῖται,
5ἑπόμενος τῷ δεσπότῃ· τὸ κακόν, οἷον ἄμορφος γυνή, οὐχ ὅτι παντελῶς ἐστέρηται μορφῆς, ἀλλ’ ἔχουσα κακήν· τὸ πολύ, οἷον ἀχανές τὸ πολυχανές, ἄξυλος ὕλη ἡ πολύξυλος· τὸν πλεονασμόν, οἷον στάχυς ἄσταχυς, σταφίς ἀσταφίς· τὸ ἕν, οἷον Ἀπόλλων ὁ εἷς πέλων· τὸ ἴσον, οἷον ἀτάλαντος ὁ ἰσοτάλαντος· τὸ ὀλίγον, οἷον ἀδρανής ὁ ὀλιγοδύναμος· τὴν ἄθροισιν, οἷον
10ἅλυσις ἡ πολλοὺς κρίκους ἔχουσα, καὶ ἔστιν ὁμοῦ σημαινόμενα δέκα. Ἀπὸ γοῦν τοῦ α τοῦ σημαίνοντος τὸ κακὸν γίνονται καὶ τὰ ἄφωνα, ἤτοι δύσφωνα, ἤγουν κακόφωνα, καὶ οὐχ ὡς τελείως φωνῆς ἐστερημένα, ἀλλ’ ὡς τελείαν ἀπήχησιν μὴ ἔχοντα, ὡς τὰ φωνήεντα, οὔτε ἡμιτελῆ, ὡς τὰ ἡμίφωνα, ἀλλ’ ἔστι παντελῶς ἄηχα, τουτέστι κακόηχα· εἰ γὰρ τὸ
15β καὶ τὸ γ καὶ τὰ ἑξῆς μὴ ὅλως τὴν τυχοῦσαν εἶχε φωνὴν μετὰ τοῦ α ἢ μετὰ τῶν ἄλλων φωνηέντων συμπλεκόμενα, οὐκ ἂν ἐνήλλασσε τὴν ἐκείνων ἐκφώνησιν· ἐπεὶ δὲ ἐναλλάσσει, καὶ αὐτὰ δῆλον ὡς μετρίαν τινὰ συνήγαγον φωνὴν ἐν τῷ συλλαμβάνεσθαι. Τούτων ψιλά ἐστι τρία.] Μετὰ τὴν διαίρεσίν τε καὶ ἐπιδιαίρε‐
20σιν πάλιν ὑποδιαίρεσις. Τῶν ἀφώνων τὰ μὲν ψιλά, τὰ δὲ δασέα, τὰ δὲ μέσα· καὶ ψιλὰ μέν ἐστι τὰ ὀλίγῳ πνεύματι ἐκφωνούμενα, ἤγουν τὰ ἀσθενῆ κατὰ τὴν ἐκφώνησιν, καὶ ψιλὸν λέγεται τὸ λεπτόν. Εἴρηται δὲ ἀπὸ τοῦ ψῶ ῥήματος, ὃ σημαίνει τὸ λεπτύνω, καθὼς καὶ Σοφοκλῆς φησι 〈Trach. 678〉 ψῇ κατ’ ἄκρας σπήλυγγος· ἐξ οὗ καὶ ψιλὸς στρα‐
25τιώτης ὁ λεπτὸς καὶ ἀσθενὴς καὶ γυμνὸς καὶ ἄοπλος. Ψιλὰ λέγεται τὰ ὀλίγῳ πνεύματι etc. = Σd 43, 5—9. 〈Heliodori.〉Δασέα τρία.] Δασέα εἰσὶ τὰ ἀθρόῳ καὶ πολλῷ τῷ πνεύματι προοιστὰ ἤτοι ἐκφωνούμενα. Καὶ εἴρηται δασέα ὡς ἰσχυρά, ἀπὸ τοῦ δα, ὅ ἐστιν ἐπιτατικὸν μόριον, καὶ τοῦ σεύω ῥήματος, ὃ δηλοῖ
30τὸ ὁρμῶ, ἐξ οὗ καὶ σεύεσθαι τὸ ὁρμᾶσθαι, ἵνα δηλῶται ἐξ ἀμφοτέρων τὰ δασέα κατὰ ἐτυμολογίαν τὰ πάνυ σεύοντα καὶ ὁρμῶντα τῷ πνεύματι τῆς φωνῆς· οὕτω δὲ ἰσχυρὸν τὸ δασύ, ὅτι φίλαρχος ἡ δασεῖα. Ὅρος αὐτῆς οὗτος, «ποιότης συλλαβῆς, καθ’ ἣν ἀθρόον τὸ πνεῦμα προφέρε‐ ται»· τῆς δὲ ψιλῆς, «ποιότης συλλαβῆς, καθ’ ἣν μέτριον τὸ πνεῦμα
35προφέρεται»·

337

Μέσα τούτων τρία.] Μέσα ἐστὶ τὰ μήτε πολλῷ μήτε ὀλίγῳ πνεύματι ἐκφωνούμενα, ἀλλὰ τῶν μὲν ὀλίγον πνεῦμα ἐχόντων ὑπερ‐ βεβηκότα τῷ πνεύματι, τῶν δὲ πολὺ ὑποβεβηκότα τῷ πνεύματι. Καὶ γὰρ δὴ τοῦτο σαφές, ὅτι τὰ δασέα ἰσχυρότερά ἐστι τῶν ψιλῶν, ἀφ’ ὧν
5δείκνυται τὰ μὲν δασέα ἀτρέπτως καὶ ἀκινήτως καὶ ἀμεταθέτως ἔχοντα δασείας αὐτοῖς ἐπαγομένης, οἷον 〈Δ 509. Μ 440〉 ὄρνυσθ’, ἱππόδα‐ μοι Τρῶες, 〈Α 409〉 ἀμφ’ ἅλα ἔλσαι Ἀχαιούς, 〈Ε 230〉 σὺ μὲν αὐτὸς ἔχ’ ἡνία· τὰ δὲ ψιλὰ πάντως τρεπόμενα δείκνυται τῆς δασείας αὐτοῖς ἐπιφερομένης, οἷον 〈Γ 95〉 ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἀκὴν
10ἐγένοντο σιωπῇ, 〈ι 279〉 ἀλλά μοι εἴφ’ ὅπῃ ἔσχες ἰὼν εὐεργέα νῆα, 〈ε 229〉 αὐτίχ’ ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτ’ Ὀδυσ‐ σεύς· πολλάκις δὲ καὶ δύο ὄντα ἐν ταὐτῷ δασείας αὐτοῖς ἐπιφερομένης τρέπεται, ὡς ἐν τῷ 〈Δ 243〉 τίφθ’ οὕτως ἔστητε τεθηπότες ἠύτε νεβροί;
15Τὰ μέσα μέσην εἴληφε δύναμιν τῶν ψιλῶν καὶ τῶν δασέων· μέσα γάρ ἐστι τὰ ἐπ’ ἴσης ἀμφοτέρων ἀπέχοντα, τῶν μὲν ψιλῶν δυνάμει, τῶν δὲ δασέων ἀσθενείᾳ· ἰσχυρότερα γὰρ τῶν ψιλῶν τὰ δασέα· καὶ γὰρ τὰ δασέα ψιλοῦσι τὰ πρὸ αὐτῶν φωνήεντα, ὡς ἰσχυρότερα τῶν ψιλῶν τυγχάνοντα, ἵνα μὴ ἐπάλληλος ἡ δασεῖα φθάσῃ, τὰ δὲ ψιλά, ὡς ἀσθε‐
20νέστερα ὄντα τῶν δασέων, οὐ ψιλοῦσι τὰ πρὸ αὐτῶν φωνήεντα. 〈Heliodori.〉Καὶ ἔστι τὸ μὲν β μέσον τοῦ π καὶ φ, τὸ δὲ γ μέσον τοῦ κ καὶ χ, τὸ δὲ δ μέσον τοῦ θ καὶ τ.] Τρεῖς ἡμῖν δίδωσι θέσεις ὁ τεχνικός, ψιλῶν, δασέων καὶ μέσων, καὶ ὡς τὸ μὲν β μέσον τοῦ π καὶ φ, τὸ δὲ γ μέσον τοῦ κ καὶ χ, τὸ δὲ δ μέσον τοῦ θ
25καὶ τ· μέσα δὲ εἴρηται, ὅτι τῶν μὲν ψιλῶν εἰσι δασύτερα, τῶν δὲ δα‐ σέων ψιλότερα. Ζητεῖται 〈δέ〉, πῶς τῶν μὲν ψιλῶν ἐστιν ἰσχυρότερα, τῶν δὲ δασέων ἀσθενέστερα. Ὅτι τὰ μὲν ψιλὰ σύμφωνα εἰς δασέα μετατρέπεταί τε καὶ μεταβάλλεται, ὅταν συναλοιφὴ γένηται καὶ δασὺ φωνῆεν αὐτοῖς ἐπενεχθῇ· εἰ δὲ τὰ μέσα ταύτην οὐ πάσχει τὴν μετα‐
30βολὴν δασείας αὐτοῖς ἐπιφερομένης, ὁμολογούμενόν ἐστιν ὅτι ἰσχυρότερά ἐστι τῶν ψιλῶν, ὡς δῆλον ἐκ τούτων τῶν ὑποδειγμάτων· 〈Ε 328〉 ἔλαβ’ ἡνία σιγαλόεντα, 〈ex gr. Α 68〉 ἤτοι ὅ γ’ ὣς εἰπὼν κατ’ ἂρ ἕζετο, 〈κ 214〉 οὐδ’ οἵ γ’ ὡρμήθησαν· δασέων δὲ κατὰ τοῦτον τὸν λόγον ἀσθενέστερά ἐστι τὰ μέσα, ὅτι τὰ μὲν δασέα, ἅτε δὴ ἰσχυρότερα
35τυγχάνοντα, ψιλοῦσι τὰ πρὸ αὐτῶν φωνήεντα, ἵνα μὴ ἐπάλληλος ἡ δασεῖα γένηται, οἷον ὀφρύς Ὄθρυς, τὰ δὲ μέσα, ἅτε δὴ ἀσθενέστερα
ὄντα, 〈οὐ〉 ψιλοῦσι τὰ πρὸ αὐτῶν φωνήεντα, οἷον ἥβη ἡγεμών Ἅιδης.336

338

Καὶ ὡς ἄν τις σύγκρισιν ποιούμενος θερμοτάτου καὶ ψυχροτάτου μέσον τι καλέσειεν ὡς πρὸς σύγκρισιν ἀμφοτέρων τῶν ἀκροτάτων—συγκρι‐ νόμενον γὰρ πρὸς τὸ θερμὸν ψυχρὸν ἂν νομισθείη, πρὸς δὲ τὸ ψυχρὸν θερμόν—, τοῦτον τὸν τρόπον καὶ τὰ μέσα πρὸς 〈μὲν〉 τὰ δασέα ψιλά
5ἐστι, πρὸς δὲ τὰ ψιλὰ δασέα. Καὶ ἔστι τὸ μὲν β μέσον τοῦ π καὶ φ.] Μέσον δὲ πῶς; Ὅτι ὅσῳ ἰσχυροτέραν εἴληφε δύναμιν τοῦ π ψιλοῦ ὄντος, τοσούτῳ ἀσθενε‐ στέραν ἔχει ἰσχὺν τοῦ φ δασέος ὄντος· καὶ τὸν αὐτὸν λόγον δίδωσι καὶ ἐπὶ τῶν ἄλλων. Ζητεῖται 〈δέ〉, πῶς μὴ ἀδιαφόρως ἕκαστον τῶν μέσων
10ἐστὶ καὶ ὡς ἔτυχε μεσάζεται ψιλοῦ τε καὶ δασέος, ἵνα ἕκαστον μέσον πάντων τῶν ψιλῶν καὶ τῶν δασέων ᾖ, καί, ἅτε δὴ μέσον πάντων ἕκα‐ στον μέσον ὑπάρχον, ὡς ἔτυχε μέσον γένηται ψιλοῦ τε καὶ δασέος. Καὶ ἔστιν εἰπεῖν, ὅτι κατὰ συγγένειαν καὶ ἰσοστοιχίαν κανονίζεται ταῦτα· ἔστι δὲ αὐτῶν τὴν συγγένειαν στοχάζεσθαι ἔκ τε τῆς κλίσεως τῶν ῥη‐
15μάτων ὁμοίως καὶ τῶν ὀνομάτων, ὅτι [γὰρ] τὰ ῥήματα τὰ διὰ τοῦ β ἢ π ἢ φ ἐκφερόμενα διὰ τοῦ ψ ποιοῦσι τὸν μέλλοντα, οἷον λείβω λείψω, τέρπω τέρψω, γράφω γράψω· ἰδοὺ μία συγγένεια τῶν τριῶν ἐκ τοῦ μέλλοντος ἐδείχθη. Καὶ ἐροῦμεν πάλιν, ὅτι τὰ ὀνόματα τὰ εἰς ψ λή‐ γοντα τὴν γενικὴν δι’ ἑνὸς τούτων ἐκφέρει, ἢ διὰ τοῦ β ἢ διὰ τοῦ π
20ἢ διὰ τοὺ φ, οἷον λίψ λιβός, Πέλοψ Πέλοπος, Κίνυψ Κίνυφος· ἰδοὺ πάλιν τῶν τριῶν ἡ συγγένεια ἐκ τῆς γενικῆς τῶν ὀνομάτων ἐδείχθη. Τὸ αὐτὸ καὶ ἐπὶ τοῦ γ κ χ λέγομεν, ὅτι τῶν τριῶν μία ἐστὶ συγγέ‐ νεια, καθότι τὸ κ τῷ χ ἀντιστοιχεῖ μόνῳ, καὶ ὅτι μέσον αὐτῶν μόνον ἐστὶ τὸ γ καὶ οὐκ ἄλλων, ὡς ἔστι φῆναι ἐκ 〈τῆσ〉 κλίσεως 〈τῶν〉 ῥη‐
25μάτων τε καὶ ὀνομάτων· πᾶν γὰρ ῥῆμα διὰ τούτων ἐκφερόμενον, τοῦ γ κ χ, διὰ τοῦ ξ ποιεῖ τὸν μέλλοντα, οἷον λέγω λέξω, πλέκω πλέξω, ἔχω ἕξω, καὶ πᾶν ὄνομα εἰς ξ λῆγον δι’ ἑνὸς τούτων ἐκφέρει τὴν γενι‐ κήν, 〈οἷον〉 τέττιξ τέττιγος, πέρδιξ πέρδικος, ὄνυξ ὄνυχος. Τὸν αὐτὸν δὴ λόγον φαμὲν καὶ ἐπὶ τοῦ δ θ τ, ὅτι τῶν τριῶν μία ἐστὶν ἡ συγγέ‐
30νεια, διότι τὸ θ τῷ τ ἀντιστοιχεῖ μόνῳ, καὶ ὅτι αὐτῶν μόνων μέσον ἐστὶ καὶ οὐκ ἄλλων τὸ δ, ὡς ἔστι δηλῶσαι ἔκ τε τῶν ῥημάτων καὶ τῶν ὀνομάτων· πᾶν γὰρ ῥῆμα διὰ τούτων ἐκφερόμενον, τοῦ δ θ τ, διὰ τοῦ ς ποιεῖ τὸν μέλλοντα, οἷον ᾄδω ᾄσω, πλήθω πλήσω, ἀνύτω ἀνύσω, καὶ πᾶν ὄνομα εἰς ς λῆγον δι’ ἑνὸς τούτων ἐκφέρει τὴν γενικήν, 〈οἷον〉
35Ἄδωνις Ἀδώνιδος, ὄρνις ὄρνιθος, ἔρως ἔρωτος. Καὶ ἔστιν εἰπεῖν ἀναγ‐ καστικῷ λόγῳ, ὅτι ταύτην αὐτοῖς ἡ φύσις ἐδωρήσατο τὴν συγγένειαν. Καὶ ἔστι τὸ μὲν β μέσον τοῦ π καὶ φ καὶ τὰ ἑξῆς.] Οὐχ ὡς
ἔτυχεν etc. = Σd 43, 10—44, 14.337

339

〈Heliodori.〉 Ἀντιστοιχεῖ δὲ τὰ δασέα τοῖς ψιλοῖς.] Ἡ ἀντί πρόθεσις δύο σημαίνει· ποτὲ μὲν τὸ ἐναντιούμενον, ὡς τὸ 〈cfr α 70〉 ἀντίθεον Κύκλωπα, τουτέστιν ἐναντίον θεοῖς· οἱ μὲν γὰρ θεοὶ «δω‐ τῆρες ἑάων», ὁ δὲ Κύκλωψ δοτὴρ τῶν κακῶν· τοὺς γὰρ Ὀδυσσέως ἑταί‐
5ρους οὐκ ἐλεῶν κατήσθιε· καὶ ἀντίθεον δόγμα· σημαίνει δὲ καὶ τὸ ἴσον, ὡς τὸ 〈cfr Κ 112〉 ἀντίθεον Αἴαντα, ἀντὶ τοῦ ἰσόθεον κατ’ ἀρετήν. Οὕτω καὶ ἐνταῦθα ἀντίστοιχα λέγομεν τὰ ἰσόστοιχα, ἐπεὶ ἰσοστοιχεῖ καὶ τὴν ἴσην καὶ τὴν αὐτὴν ἀναδέχεται τάξιν τε καὶ θέσιν τὰ δασέα τοῖς ψιλοῖς, καὶ ἀντιμεταβάλλεται καὶ ἀντιπαραχωρεῖ τοῖς δασέσι τὰ ψιλά·
10πολλάκις γὰρ εἰς τὸν τόπον τῶν ψιλῶν τὰ δασέα τίθεται, ἀλλ’ οὐχ οἱαδήποτε οἱωνδήποτε, ἀλλὰ τὰ κατὰ τὸν αὐτὸν τόπον τῶν φωνητικῶν ὀργάνων ἐκφωνούμενα· καὶ ὡς ἐλάσσονα τῇ δυνάμει τοῦ πνεύματος τὴν τοῦ μείζονος πνεύματος ἐπιφορὰν ὑποστέλλεται, ὡς ἐπὶ ἀνθρώπων ὁ ἐλάσσων μετασχηματίζεται μείζονος ἐπερχομένου.
15Ζητεῖται δέ, διὰ τί ἄρα ὁ τεχνικὸς ἐνθυμηθεὶς οὐκ εἶπεν «ἀντι‐ στοιχεῖ δὲ τὰ δασέα τοῖς ψιλοῖς, τὸ μὲν φ τῷ π», ἀλλὰ τοὐναντίον τὸ ψιλὸν τοῦ δασέος προέταξεν, εἶτα πάλιν ὑποκατιὼν εἶπε «τὸ δὲ θ τῷ τ», 〈καὶ〉 ὥσπερ γνοὺς τὸ ἴδιον πταῖσμα τὸ δασὺ τοῦ ψιλοῦ προέταξε. Καὶ τινὲς μὲν λέγουσιν, ὅτι ἄνω πρὸς τὸ δεύτερον ἀπήντησεν· ἐγὼ δὲ
20λέγω, ἐννοίᾳ καλλίστῃ οὕτως εἶπε, βουλόμενος αἰνιγματωδῶς δεῖξαι, ὡς οὐ μόνον δασέα ἀντὶ ψιλῶν παραλαμβάνεται, ἀλλὰ καὶ ψιλὰ ἀντὶ δα‐ σέων. Ἀλλ’ ἴσως ἂν φήσειέ τις· «καὶ πῶς ἔστι δεῖξαι ὅτι ψιλὰ ἀντὶ δασέων παραλαμβάνεται;» Πρὸς ὃν ἐροῦμεν, ὅτι τοῦτο ἔστιν εὑρεῖν ἔν τε ὀνόμασι καὶ ῥήμασιν· ἂν μὲν γὰρ ἐν ῥήμασι διπλασιαζόμενον σύμ‐
25φωνον εὑρεθῇ δασύ, μεταβάλλεται τὸ ἓν δασὺ εἰς ψιλόν, ἵνα μὴ δύο δασέων ἐκφωνουμένων τραχυτέρα γένηται ἡ φωνή, οἷον ἐν τῷ θραύω ἀναδιπλασιάζοντες τὸν παρακείμενον οὐ λέγομεν θέθραυκα, ἀλλὰ τέ‐ θραυκα· ὁμοίως καὶ ἐν τῷ φιλῶ οὔ φαμεν φεφίληκα, ἀλλὰ πεφίληκα, καὶ ἐν τῷ χρυσῶ ὡσαύτως οὐ λέγομεν χεχρύσωκα, ἀλλὰ κεχρύσωκα. Ἐν
30δὲ ὀνόμασι πάλιν ὅτε χρεία μεταβάλλεται τὸ δασὺ εἰς ψιλόν, οἷον ἀπὸ τοῦ θρύπτω ῥήματος, ὃ σημαίνει τὸ διακλῶ καὶ μαλθάσσω, γίνεται ὄνομα τρυφή, ἡ διακλῶσα καὶ μαλθάσσουσα ἡμῶν τὰ σώματα, καὶ οὐ θρυφή, καὶ ἀπὸ τοῦ θρίξ ὀνόματος γίνεται γενικὴ τριχός, καὶ οὐ θριχός, 〈καὶ〉 ἀπὸ τῆς ἀμφί προθέσεως γίνεται ὄνομα ἀμπεχόνη, καὶ οὐκ ἀμφεχόνη·
35καὶ πάλιν ἐκ τοῦ ἔχω ῥήματος γίνεται ὄνομα ἐκεχειρία, καὶ οὐκ ἐχεχειρία.
Σαφῶς τοίνυν δέδεικται, ὅτι δι’ αἰνίγματος εἶπεν ὁ τεχνικός, ὡς παρα‐338

340

λαμβάνεται ψιλὰ ἀντὶ δασέων, ἐν οἷς φησι «τῷ π τὸ φ ἀντιστοιχεῖ», καὶ πάλιν τὰ δασέα ἀντὶ ψιλῶν, ἐν οἷς φησι «τὸ θ τῷ τ ἀντιστοιχεῖ», καὶ ὅτι ἐκ ῥημάτων καὶ ὀνομάτων τῷ τεχνογράφῳ ἡ μαρτυρία προέρχεται. Πάλιν οὖν ζητητέον, ὥσπερ etc. = Σv 202, 31—33.
5〈Heliodori.〉Ἔτι δὲ τῶν συμφώνων διπλᾶ μέν ἐστι τρία, ζ ξ ψ.] Καλῶς εἶπε «τῶν συμφώνων» καὶ οὐ «τῶν ἡμιφώνων»· διαίρεσις γάρ ἐστιν αὕτη δευτέρα τῶν συμφώνων ἡ περὶ δύναμιν· καὶ μιμεῖται ἡ διαίρεσις αὕτη τὴν τῶν φωνηέντων διαίρεσιν· ὥσπερ γὰρ λέγομεν, ὅτι τῶν φωνηέντων τὰ μέν ἐστι μακρά, τὰ δὲ βραχέα, οὕτω καὶ τῶν
10συμφώνων τὰ μέν ἐστιν ἁπλᾶ, τὰ δὲ διπλᾶ· καὶ ὥσπερ ἐκεῖ τὰ μακρὰ μείζονα δύναμιν ἔχει τῶν βραχέων, καθὸ τὸ μὲν μακρὸν δύο χρόνους ἔχει, τὸ δὲ βραχὺ ἕνα, οὕτω καὶ ἐνταῦθα τὰ διπλᾶ μείζονα δύναμιν ἔχει τῶν ἁπλῶν, διότι τὸ μὲν διπλοῦν τέλειον χρόνον ἔχει, τὸ δὲ ἁπλοῦν ἡμιχρόνιον ἔχει, τουτέστιν ἥμισυ χρόνου· καὶ ὥσπερ ἐκεῖ τὰ μὲν μακρὰ
15μακρὰς ποιοῦσι τὰς συλλαβάς, τὰ δὲ βραχέα βραχείας, οὕτω καὶ ἐνταῦθα τὰ μὲν διπλᾶ βραχέος ἢ βραχυνομένου φωνήεντος αὐτοῖς συμπλεκομένου μακρὰς ποιοῦσι τὰς συλλαβάς, τὰ δὲ ἁπλᾶ βραχέος ἢ βραχυνομένου φωνήεντος αὐτοῖς συμπλεκομένου πάντως βραχείας· καὶ ὥσπερ ἐκεῖ τὰ δίχρονα ποτὲ μὲν μακρὰς ποτὲ δὲ βραχείας ποιοῦσι τὰς συλλαβάς, οὕτω
20καὶ ἐνταῦθα τὰ ἀμετάβολα τῶν ἀφώνων ὑποταττόμενα κατὰ σύλληψιν ποτὲ μὲν μακρὰς ποτὲ δὲ βραχείας ποιοῦσι τὰς συλλαβάς· καὶ ὥσπερ τὰ φωνήεντα ἐπιπλεκόμενα ἀλλήλοις μακρὰς ποιοῦσι τὰς συλλαβάς, οὕτω καὶ τὰ σύμφωνα συνερχόμενα καὶ ἐπιφερόμενα μακρὰς ποιοῦσι τὰς συλλαβάς.
25Τινὲς δὲ λέγουσι, διὰ τί οὐκ εἶπε «τῶν ἡμιφώνων διπλᾶ μέν ἐστι τρία», ἀλλὰ «τῶν συμφώνων»; Πρὸς οὓς λέγομεν, ὅτι ἐνταῦθα ἐπιδιαί‐ ρεσίς ἐστι τῶν συμφώνων, καὶ οὐ τῶν ἡμιφώνων· οὐδὲ λέγομεν ὅτι τῶν ἡμιφώνων τὰ μὲν διπλᾶ, τὰ δὲ ἀμετάβολα, ἀλλὰ τῶν συμφώνων διπλᾶ μέν ἐστι τρία, ἁπλᾶ δὲ ιδʹ· ὁμοίως τὰ μέν ἐστιν ἀμετάβολα, τὰ δὲ με‐
30ταβολικά, ὥσπερ τῶν ἀνθρώπων οἱ μὲν ἔμφρονες, οἱ δὲ ἄφρονες, οἱ μὲν ἰσχυροί, οἱ δὲ ἀσθενεῖς, καὶ οὐχὶ οἱ μὲν ἔμφρονες, οἱ δὲ ἀσθενεῖς, ἢ οἱ μὲν ἰσχυροί, οἱ δὲ ἄφρονες. Διπλᾶ δὲ εἴρηται, ὅτι ἓν ἕκαστον αὐτῶν ἐκ δύο συμφώ‐ νων σύγκειται.] Ἔδει σύνθετα ὀνομάζεσθαι, καὶ οὐ διπλᾶ· τὰ γὰρ
35ἐκ δύο συνεστῶτα διαφόρων σύνθετα καλοῦμεν, ὥσπερ τὸ Φιλοκτήτης339

341

καὶ τὸ Περικλῆς καὶ τὸ Χειρίσοφος σύνθετα καλοῦμεν ὀνόματα· τὰ δὲ ἐκ τοῦ αὐτοῦ ἀναδεδιπλωμένα διπλᾶ ὀνομάζομεν, ὥσπερ φαμὲν δεδι‐ πλῶσθαι τὸν χιτῶνα, καὶ ἐν τῷ ἔρραγκα δεδιπλασιάσθαι τὸ ρ. Οὕτω καὶ ταῦτα διπλᾶ εἴρηται, διότι ἓν ἕκαστον αὐτῶν σύγκειται ἐκ δύο συμ‐
5φώνων· ἢ [ὅτι] καὶ διπλᾶ εἴρηται οὐχ ὡς ἐκ δύο συμφώνων συγκείμενα, ἀλλ’ ὡς δύο συμφώνων δύναμιν ἔχοντα etc. = Σd 45, 30—46, 3. 〈Heliodori.〉 —Ζητητέον δὲ διὰ τί τριῶν ὄντων διπλῶν, ζ ξ ψ, τὸ μὲν ξ καὶ ψ ληκτικά ἐστιν ὀνομάτων, τὸ δὲ ζ οὐκέτι. Καί φαμεν καλῶς πρὸς τοῦτο ἀπολογούμενοι, ὅτι οὐ πάντως τὰ ὁμογενῆ καὶ ὁμο‐
10ειδῆ τοῖς αὐτοῖς ὑποπίπτει πάθεσιν· ἰδοὺ γὰρ τριῶν ὄντων διχρόνων τὰ μὲν προτακτικὰ φαίνεται, τὰ δὲ ὑποτακτικά, καὶ πάλιν τεσσάρων ὄντων ἀμεταβόλων τὰ μέν ἐστιν αὐτῶν ὀνομάτων ληκτικά, ὡς τὸ ν καὶ τὸ ρ, τὰ δὲ ῥημάτων μόνον τυπωτικά, ὡς τὸ λ καὶ τὸ μ· δῆλον οὖν ὡς οὐκ ἀνάγκη τὰ ὁμοειδῆ καὶ ὁμογενῆ στοιχεῖα τὰ αὐτὰ ἀναδέχεσθαι
15πάθη. Καὶ ἄλλως φαμέν, ὅτι τὸ ς ληκτικόν ἐστιν ὀνομάτων· καὶ ἐπεὶ πέφυκε ληκτικὸν ὑπάρχειν ὀνομάτων τὸ ς, ὅπερ ἐστὶ δυνάμει κατὰ τὸ τέλος ἐν τῷ ξ καὶ ψ—λέγομεν γὰρ τὸ ξ ἐκ τοῦ κ καὶ ς καὶ τὸ ψ ἐκ τοῦ π καὶ ς—, οὐδὲν τὸ κωλύον ληκτικὸν εἶναι ὀνομάτων τὸ ξ καὶ ψ· τὸ δὲ ζ ἐν τῇ ἐκφωνήσει τελευταῖον ἔχει τὸ δ, ὅπερ οὐδέποτε λη‐
20κτικὸν εὑρέθη τινός· διὰ τοῦτο 〈οὖν〉 ἀδύνατον καταληκτικὸν εἶναι ὀνο‐ μάτων τὸ ζ. Ἀμετάβολα τέσσαρα.] Τρίτη διαίρεσις αὕτη περὶ δύναμιν τῶν συμφώνων, ὅτι τὰ μέν ἐστιν ἀμετάβολα, τὰ δὲ μεταβολικά· καὶ ἀμετά‐ βολα μὲν τέσσαρα, λ μ ν ρ, μεταβολικὰ δὲ ιγʹ. Ταῦτα τὰ ἀμετάβολα τῆς
25ὀνομασίας ἔτυχεν ἀπὸ τῆς χρήσεως, ἐπείπερ οὔτε ἐν ταῖς κλίσεσι τῶν ὀνομάτων οὔτε ἐν ταῖς κινήσεσι τῶν ῥημάτων εὑρίσκομεν ταῦτα μετα‐ βαλλόμενα. Καὶ τελικὰ μὲν ὀνομάτων εἰσὶν ἐξ αὐτῶν δύο, ν ρ, ἅτινα οὐ μεταβάλλεται κατὰ κλίσιν, 〈οἷον〉 Δίων Δίωνος, Νέστωρ Νέστορος. Εἰ δέ τις εἴποι, ὅτι ἐν τοῖς οὐδετέροις μεταβάλλεται τὸ ρ, ὡς ἐν τῷ
30ὕδωρ ὕδατος, ἧπαρ ἥπατος, ἴστω ὅτι τὰ τοιαῦτα οὐδέτερα ἑτερόπτωτά εἰσι καὶ οὐκ ἰδιόπτωτα· ἑτέραν γὰρ κλίσιν ποιοῦνται· ἡ γὰρ γενικὴ αὐτῶν ἐπαγγέλλεται ἑτέραν εὐθεῖαν, καὶ ἡ εὐθεῖα ἑτέραν γενικήν· ἡ γὰρ εἰς τος λήγουσα γενικὴ ἀπὸ τῶν εἰς ς εὐθειῶν θέλει εἶναι, ὡς κρέας κρέατος, καὶ τῆς εἰς ρ ληγούσης εὐθείας εἰς ρος θέλει εἶναι ἡ γενική,
35〈ὡσ〉 πέλωρ πέλωρος. Ἐν δὲ τοῖς ῥήμασι τὰ τέσσαρα εὑρίσκεται μὴ
μεταβαλλόμενα, ὡς πάλλω παλῶ, νέμω νεμῶ, κρίνων κρινῶ, σπείρω340

342

σπερῶ· μεταβάλλεται δὲ τὰ ἄλλα, λείβω λείψω, λέγω λέξω, ᾄδω ᾄσω, νήθω νήσω, πλέκω πλέξω, Φοῖνιξ Φοίνικος, Πάρις Πάριδος, ἀνύτω ἀνύσω, ἀλείφω ἀλείψω, λείχω λείξω, Ἄραψ Ἄραβος· τὸ δὲ πωλῶ πωλήσω καὶ τὰ ὅμοια ὡς περισπώμενα περιττοσυλλάβως κλίνεται. Τί γοῦν ἂν εἴποι‐
5μεν περὶ τοῦ ἑτέρου; εἶπε γὰρ ἡμῖν περὶ τῶν τριῶν διπλῶν καὶ περὶ τῶν τεσσάρων ἀμεταβόλων, τὰ πάντα ἡμίφωνα εἰρηκὼς εἶναι ὀκτώ, ὥστε ζητεῖσθαι τὸ ς· διὰ τί μηδὲν περὶ τούτου εἴρηκε; Φαμὲν ὅτι ἐν ταῖς κλίσεσι τῶν ὀνομάτων ὥρισται 〈καὶ〉 κοινόν ἐστι τῶν τριῶν γενῶν. Τὰ δὲ αὐτὰ καὶ ὑγρὰ καλεῖται.] Λέγει δὲ αὐτὰ καλεῖσθαι καὶ
10ὑγρὰ ἢ διὰ τὸ ἀμετάπτωτα καὶ ἀμετάθετα εἶναι ταῦτα καὶ δυσεξάλειπτα διὰ τὸ μὴ μεταβάλλεσθαι, ἵνα εἴπω ἀμετάβολα ἀπὸ μεταφορᾶς τῶν ὑγρῶν χρωμάτων καὶ ταῦτα καλεῖσθαι, ἐπειδὴ κἀκεῖνα δυσεξάλειπτά ἐστι καὶ ταῦτα δυσμετάθετα. Ἕτεροι δὲ αὐτὰ ὑγρὰ ἐκάλεσαν ὡς εὐόλισθα, τουτέστιν ὀλισθηρά, ἐπί τε τὸν τῆς μακρᾶς χρόνον καὶ ἐπὶ τὸν τῆς
15βραχείας· συμπλεκόμενα γὰρ τοῖς ἀφώνοις κοινὴν ἀποτελεῖ συλλαβήν· οὕτως οὖν καὶ ταῦτα ὑγρὰ καλεῖται, ὡς ποτὲ μὲν παρὰ τῷ ποιητῇ ἀντὶ δύο συμφώνων κείμενα, ποτὲ δὲ ἀντὶ ἑνός. Ὥσπερ τῶν φωνηέντων τὰ μέν ἐστι μακρά, τὰ δὲ βραχέα, τὰ δὲ δίχρονα, οὕτω καὶ τῶν συμφώνων τὰ μέν ἐστι μακρά, ἅ φησιν αὐτὸς
20διπλᾶ, ζ ξ ψ, τὰ δὲ δίχρονα, λ μ ν ρ, τὰ δὲ ἐπίλοιπα βραχέα· καὶ ὥσπερ τῶν φωνηέντων τὰ μέν ἐστιν ἀμετάβολα, τὰ δὲ μεταβολικά, οὕτω καὶ ἐπὶ τῶν συμφώνων τὰ μὲν τέσσαρα ταῦτά εἰσιν ἀμετάβολα, τὰ δὲ ἄλλα μεταβολικά· καὶ ὥσπερ τὰ δίχρονα ἐν τοῖς φωνήεσιν ἕτεροι καὶ ὑγρὰ ἐκάλεσαν etc. = Σd 46, 24—47, 11.
25Πόσα τελικὰ τῶν ἀρσενικῶν ἑνικῶν ἀνεπεκτάτων κοινῶν ὀνομάτων κατ’ εὐθεῖαν καὶ ἑνικὴν πτῶσιν στοιχεῖα; Πέντε, ν ξ ρ ς ψ, οἷον Δίων Φοῖνιξ Νέστωρ Πάρις Πέ‐ λοψ. Διὰ τί λέγεται τελικά; Διότι αἱ ἑνικαὶ τῶν ὀνομάτων εὐθεῖαι τελευτῶσιν εἰς αὐτά. 〈Heliodori.〉Τελικὰ ἀρσενικῶν ὀνομάτων στοιχεῖά εἰσι
30εʹ, ν ξ ρ ς ψ.] Ἀναγκαῖον προσθεῖναί 〈τινα〉 τῷ λόγῳ, ἵν’ ᾖ ὁ λόγος οὕτως· «τελικὰ ἀρσενικῶν ἑνικῶν ἀνεπεκτάτων κοινῶν ὀνομάτων κατ’ εὐθεῖαν [καὶ ἑνικὴν] πτῶσιν στοιχεῖά εἰσι πέντε». Καὶ «ἀρσενικῶν» μὲν πρόσκειται διὰ τὰ ἄλλα γένη, «ἑνικῶν» δὲ διὰ τὰ δυϊκὰ καὶ πληθυντικά, «κατ’ εὐθεῖαν πτῶσιν» διὰ τὰς πλαγίους, «ἀνεπεκτάτων» δὲ διὰ τὸ τοσόσδε
35καὶ τοιόσδε καὶ τὰ ὅμοια, «κοινῶν» δέ, ὅπως μὴ τὰς παρὰ βαρβάροις κατα‐
λήξεις ἐπιφέρωμεν, ὁ Φλέγρα λέγοντες καὶ ὁ Ἀνδρούβαλ καὶ τὰ λοιπά.341

343

Πέντε δὲ εἶπε μόνον εἶναι τελικὰ ἀρσενικῶν ὀνομάτων στοιχεῖα, ἐπεὶ οὔτε τὸ α προσαπτέον διὰ τὸ ἱππότα καὶ μητίετα· οὐδὲν γὰρ τῶν τῆς πρώτης δυοδεκάδος στοιχείων τελικὸν ἀρσενικῶν ὀνομάτων ὑπάρχει· ὅθεν καὶ τὰ παρὰ τῷ ποιητῇ 〈ex. gr. Β 336〉 ἱππότα Νέστωρ καὶ
5〈ex. gr. Α 511〉 νεφεληγερέτα Ζεύς φαμὲν καταλήξεις ἔχειν ποιητι‐ κῆς ἐξουσίας· οὔτε πάλιν τὸ λ διὰ τὸ Βάκαλ· τὰ γὰρ φθάσαντα τελικὰ ὀνομάτων 〈τελικὰ〉 καὶ ἑτέρων γίνεται μερῶν λόγου· οὔτε γοῦν τὸ ε διὰ τὸ τοιόσδε, ἐπέκτασις γάρ ἐστι. Τελικὰ δέ ἐστι τὰ τοῦ τέλους χα‐ ρακτηριστικά· φαμὲν γὰρ ἐν τῷ Δίων χαρακτηρι〈στι〉κὸν εἶναι τοῦ τέ‐
10λους τὸ ν, καὶ ἐν τῷ Φοῖνιξ τὸ ξ, καὶ ἐν τῷ Νέστωρ τὸ ρ, καὶ ἐν τῷ Πέλοψ τὸ ψ. Πόσα τελικὰ τῶν θηλυκῶν ὀνομάτων; Ὀκτώ· φωνηέντων μὲν τρία, α η ω, τῶν δὲ συμφώνων πέντε, ν ξ ρ ς ψ, οἷον Μοῦσα Ἑλένη Κλειώ χελιδών ἕλιξ μήτηρ Θέτις λαῖλαψ. —Πόσα τελικὰ τῶν οὐδετέρων ὀνομάτων; Ἕξ· τρία μὲν τῶν φω‐
15νηέντων, α ι υ, τρία δὲ τῶν ἡμιφώνων, ν ρ ς, οἷον ἅρμα μέλι δόρυ ξύλον ὕδωρ δέπας· τινὲς δὲ προστιθέασι καὶ τὸ ο, οἷον ἄλλο. 〈Heliodori.〉 —Θηλυκῶν δὲ ὀκτώ, α η ω ν ξ ρ ς ψ· οὐδετέρων δὲ ἕξ, α ι υ ν ρ ς· τινὲς δὲ προστιθέασι καὶ τὸ ο, οἷον ἄλλο.] Τοῦτο οὐκ ἀρέσκει τῷ τεχνικῷ· διὰ τοῦτο εἶπε τὸ «τινές»· φαμὲν γάρ, πᾶν
20οὐδέτερον ἐξ ἀρσενικοῦ γεγονὸς εἰ μὲν ἰσοσυλλάβως κλίνοιτο, τῇ αἰτια‐ τικῇ τοῦ ἀρσενικοῦ ὁμοφωνεῖ, εἰ δὲ περιττοσυλλάβως, τῇ κλητικῇ, οἷον ὁ καλός τοῦ καλοῦ τῷ καλῷ τὸν καλόν καὶ τὸ οὐδέτερον τὸ καλόν, ὁ σώφρων τοῦ σώφρονος τῷ σώφρονι τὸν σώφρονα ὦ σῶφρον καὶ τὸ οὐδέτερον τὸ σῶφρον· εἰ τοίνυν τὸ ἄλλο ἰσοσυλλάβως κλίνεται, τὸ ν
25ἐχέτω τὸ οὐδέτερον, ἵνα τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦ ὁμοφωνήσῃ· εἰ δὲ οὐκ ἔχει τὸ ν, ἔλλειψιν ἄρα πέπονθε τοῦ ν, ὅπερ κατὰ τὴν σύνθεσιν φαίνεται ἔχον· ἔξαλλον γὰρ καὶ ἄνταλλον καὶ περίαλλον καὶ πάραλλον φαμὲν παιδίον· εἰ δὲ ἄλλος ἄλλου, ὡς τὸν ἄλλον οὕτως ἐχρῆν τὸ ἄλλον. Τὸ δὲ ἄλλο πέπονθεν· ἐν γὰρ τῇ συνθέσει τὸ ἀνάλογον δέδοται, καθὼς
30προείρηται, οἷον ἔξαλλον ἄνταλλον· οὐ γὰρ τῷ λόγῳ τῆς συνθέσεώς ἐστι· τὰ γὰρ οὐδέτερα συντιθέμενα ἐὰν φυλάξῃ τὸ γένος, τηρεῖ τὴν κατάληξιν, οἷον γράμμα διάγραμμα· εἰ δ’ ἦν ἄλλο καὶ φυλάττει τὸ γένος, ἐν τῷ ἄνταλλον ἐχρῆν τηρεῖσθαι καὶ τὸ τέλος. Δυϊκῶν δὲ τρία, α ε ω.] Ἰστέον ὅτι τὰ τελικὰ τῶν δυϊκῶν ἀπὸ
35τῆς δοτικῆς τῶν ἑνικῶν κανονίζεται· καὶ τὸ μὲν α τὸ ἐν τοῖς δυϊκοῖς
διχῶς ἀποτελεῖται· πᾶσα γὰρ δοτικὴ ἑνικῶν εἰς η ἢ εἰς α λήγουσα τὸ342

344

μὲν η εἰς α τρέπουσα, τὸ δὲ α ἄτρεπτον διαφυλάττουσα, τὴν εὐθεῖαν τῶν δυϊκῶν ποιεῖ· τὸ δὲ ε οὕτω· πᾶσα δοτικὴ ἑνικῶν εἰς ι ἐκφωνού‐ μενον λήγουσα τροπῇ τοῦ ι εἰς ε τὴν εὐθεῖαν τῶν δυϊκῶν ποιεῖ· τὸ δὲ ω οὕτω· πᾶσα δοτικὴ ἑνικῶν εἰς λήγουσα ἐκβολῇ τοῦ ἀνεκφωνή‐
5του ι τὴν εὐθεῖαν τῶν δυϊκῶν ποιεῖ. Πληθυντικῶν δὲ τέσσαρα, ι ς α η.] Τεσσάρων ὄντων τῶν τελι‐ κῶν ἐν τοῖς πληθυντικοῖς τὸ μὲν ι καὶ ς ἐκ τῆς εὐθείας τῶν δυϊκῶν γίνεται, τὰ Μούσα αἱ Μοῦσαι, τὼ ἀνθρώπω οἱ ἄνθρωποι, τὼ ἔρωτε οἱ ἔρωτες· τὸ δὲ α φυσικῶς προέρχεται, τὰ παιδία, τὰ βιβλία· τὸ δὲ η
10κατὰ συναίρεσιν, 〈τὰ βέλεα, τὰ βέλη〉. Διὰ τί μετὰ τὰς διαιρέσεις τῶν στοιχείων περὶ τελικῶν ὁ τεχνικὸς διαλαμβάνει; Ὅπως γνῶμεν τὴν τῶν τελικῶν 〈τῶν〉 ὀνομάτων χρῆσιν· ὅσα γὰρ μὴ φαίνονται τὴν τούτων κατάληξιν ἔχοντα, πάντα βάρβαρα δείκνυται, ὡς τὰ ὀνόματα τῶν παρ’ Αἰ‐ γυπτίοις 〈μηνῶν〉· πλὴν τοῦ νεφεληγερέτα· τοῦτο γὰρ κατὰ ποιητικὴν ἐξουσίαν
15ἐγένετο. —Ποῖα στοιχεῖα ποίων προηγοῦνται; Ψιλὰ ψιλῶν ἡγοῦνται καὶ δασέα δα‐ σέων καὶ μέσα μέσων· ψιλὰ μὲν ψιλῶν, οἷον κτύπος, δασέα δὲ δασέων, οἷον ἰχθύς, μέσα δὲ μέσων, οἷον ἕβδομος ὄγδοος.
18t§ 7 (8b).
19tΠερὶ συλλαβῆς.
20Erotemata amplissima praebet V, quorum loco N habet artis verba Συλλαβή—ὑποβέβληται (16, 7—23, 3 Uhl.). Φασί τινες οὐ καλῶς etc. = Σv 204, 25—205, 4. 〈Heliodori.〉 —Συλλαβή ἐστι κατὰ Ἀριστοτέλην φωνὴ ἄσημος συγκειμένη ἀπὸ φωνήεντος καὶ ἀφώνου, ἢ φωνηέντων καὶ ἀφώνου, ἢ
25φωνήεντος καὶ ἀφώνων. Ὁ δὲ Διονύσιος λέγει τὸν ὅρον τοῦτον τῆς συλλαβῆς τὸν δηλοῦντα κυρίως εἶναι συλλαβὴν τὴν συλλαμβάνουσαν σύμφωνα καὶ φωνήεντα, καὶ λέγει συλλαβὴν εἶναι σύλληψιν συμφώνων μετὰ φωνήεντος ἢ φωνηέντων (ἡ γὰρ σύν πρόθεσις δυάδος ἐστὶ κατή‐ γορος), ἀπὸ τῆς λήψεως [ἤτοι τῆς συλλαβῆς] καὶ συλλήψεως καὶ κράσεως
30δηλονότι 〈τῶν συμφώνων καὶ〉 τῶν φωνηέντων· διὰ γὰρ τούτων συνί‐ σταται πᾶσα συλλαβή. Ἡ δὲ ἐξ ἑνὸς φωνήεντος οὐκ ἂν εἴη κυρίως συλ‐ λαβή, ἀλλὰ καταχρηστικῶς, τουτέστι καταχρηστικώτερον εἴρηται καὶ ἡ ἐξ ἑνὸς φωνήεντος 〈συλλαβή〉. Εἰ δὲ ἀκριβῶς τις ἐπισκέψαιτο etc. = Σd 48, 7—49, 8.
35Εἰ δὲ εἴποις, ὡς οὐχ ὑποπίπτουσιν αἱ μονογράμματοι συλλαβαὶ τῷ
ὅρῳ—σύλληψιν γὰρ οὐκ ἔχουσιν—μάνθανε ὡς ἀπὸ τοῦ πλεονά‐343

345

ζοντός ἐστιν ὁ ὅρος· ἄπειροι γὰρ αἱ σύλληψιν ἔχουσαι, ὀλίγαι δὲ καὶ ἑπτὰ μόναι αἱ μονογράμματοι, ὅσα καὶ τὰ φωνήεντα· καὶ εἴωθε τὸ πλέον ἐπικρατεῖν πάντοτε· καὶ δεῖ τὴν μὲν κυρίως, τὴν δὲ καταχρηστικῶς καλεῖν συλλαβήν. Καλῶς οὖν ἠτυμολόγησε τὴν συλλαβὴν εἰπὼν σύλ‐
5ληψιν. Χρὴ γινώσκειν, ὅτι ἡ συλλαβὴ ἀπὸ μονογραμμάτων ἕως ἑξαγραμ‐ μάτων προκόπτει, καὶ περαιτέρω οὐδαμῶς, οἷον α βα στα στρα στρου στράγξ· καὶ γὰρ τέλειος ἀριθμὸς ὁ ἕξ, ὡς ἔχων ἀπηρτισμένα καὶ ὑγιῆ ἑαυτοῦ τὰ μέρη ἐξ ὧν συνέστηκε· τὸ γὰρ ἥμισυ τῶν ἓξ τρία, καὶ τὸ
10τρίτον δύο, ἰδοὺ πέντε, καὶ τὸ ἕκτον ἕν· τῶν τοίνυν μερῶν αὐτοῦ ὑγιῶν ὄντων εἰκότως προτετίμηται τοῖς ἀριθμηταῖς καὶ τέλειος ἐκλήθη· ταύτῃ τοι καὶ τὸ ἡρωικὸν μέτρον προτετίμηται τῶν ἄλλων, ἐπειδὴ ἑξά‐ μετρόν ἐστιν. Ὅσοι γοῦν ἑπταγράμματόν φασιν εἶναι συλλαβήν, βιαζό‐ μενοι τὸ στράγξ πταίουσιν, ἐπειδὴ καὶ χρῆσιν οὐκ ἔχουσι καὶ ὑπὸ λόγου
15κωλύονται· οὐδέποτε γὰρ συλλαβὴ εἰς δύο σύμφωνα λήγουσα διφθόγγῳ παραλήγεται· καὶ ὅτι ἑξαγράμματον μὲν εὑρίσκομεν συλλαβὴν ἐν μέσῳ λέξεως, ὡς ἐν τῷ αἰσχρουργός, ἑπταγράμματον δὲ οὐδέποτε. —Πάλιν τε ἰστέον, ὡς πᾶσα συλλαβὴ εἰς δύο σύμφωνα λήγουσα τελικὸν ἔχει ἢ τὸ ξ ἢ τὸ ς, παρατέλευτον δὲ ἓν τῶν ἀμεταβόλων· καὶ κατὰ τοῦτον
20τὸν λόγον οὐκ ἂν εἴποις τῆς ἀρνός γενικῆς εὐθεῖαν εἶναι τὴν ἄρν, ἀλλὰ τὴν ἄρην, εἶτα ἄρενος τὴν γενικήν, καὶ κατὰ συγκοπὴν ἀρνός. Πῶς οὖν ἐν τῷ Σφίγξ καὶ στράγξ, εἰ τελικὸν τὸ ξ, οὐ παραλήγεταί τι ἀμε‐ τάβολον; Ῥητέον ὅτι τὸ ξ ἐπενεχθὲν ἔτρεψε τὸ ν εἰς τὸ γ. —Ἰστέον δὲ καὶ ὅτι πᾶσα συλλαβὴ ἀπὸ τριῶν ἀρχομένη συμφώνων τὸ μὲν δεύ‐
25τερον ἄφωνον ἔχει, τὸ δὲ τρίτον ἀμετάβολον, οἷον σκῆπτρον ἰσχνός. Εὐλόγως οὖν ἐν τῷ τέτυπται διὰ μετοχῆς ἐκφέρομεν τὸ πληθυντικὸν τρίτον πρόσωπον, μὴ δυνάμενοι πρὸ τοῦ τ θεῖναι τὸ ν, ὡς ἐπὶ τοῦ νε‐ νόηται νενόηνται, διὰ τὸν προειρημένον κανόνα, ᾧ πειθόμενοι οὐκ ἂν ζητήσαιμέν ποτε ἐν τῷ τέτυπται προσθέσει τοῦ ν ποιῆσαι τὸ πληθυν‐
30τικὸν τρίτον πρόσωπον, καὶ ἀποτελέσαι συλλαβὴν διὰ τοῦ πντ ἐκφερο‐ μένην, ὅπερ ἄτοπον. —Πάλιν ἰστέον ὡς πᾶσα συλλαβὴ ἀπὸ φωνήεντος ἀρχομένη καὶ τὴν πρὸ αὐτῆς ἔχει εἰς φωνῆεν λήγουσαν, οἷον θεός· καὶ κατὰ τοῦτον τὸν λόγον οὐ δύναται τοῦ χηναλώπηξ τὸ ν τῆς πρώτης συλλαβῆς εἶναι καταληκτικόν, ἀλλὰ τῆς δευτέρας ἀρκτικόν. Καὶ τοῦτο
35δὲ ἰστέον ὅτι πᾶσα συλλαβὴ εἰς σύμφωνον λήγουσα καὶ τὴν ἑξῆς ἔχει
ἀπὸ συμφώνου ἀρχομένην. —Γνωστέον δὲ καὶ τοῦτο, ὅτι συλλαβὴ μὲν344

346

ἡ μεγίστη γραμμάτων ἕξ, ὡς τὸ στράγξ, ὄνομα δὲ τὸ μέγιστον συλλαβῶν ἕξ, οἷον Ἀγαμεμνονίδης· τούτου γὰρ μεῖζον οὐκ ἔστι, πλὴν εἰ μὴ ἐκ διαφόρων εἴη συντεθέν· μέτρον δὲ τὸ τέλειον ποδῶν ἕξ· τέλειος γὰρ ὁ ἓξ ἀριθμός, καθὼς καὶ Εὐκλείδης ἐν τοῖς ἀριθμητικοῖς ὡρίσατο εἰπών
5〈VII ὅρος κγʹ; Prot. IX 36〉 «τέλειος ἀριθμὸς ὁ τοῖς ἑαυτοῦ μέρεσιν ἴσος»· ἐξ ὧν καὶ ὁ ἓξ συμπλέκεται. Ἔστι δὲ τὸ τέλειον μέγεθος τῆς συλλαβῆς, ὡς προείρηται, μέχρις ἓξ γραμμάτων, τὸ δὲ ἐλάχιστον ἕως ἑνός, οἷον στράγξ στρου στρα βους καρ βα α· ἔστι δὲ Κάρ etc. = Σv 205, 7—11.
10〈Heliodori.〉 —Οἱ δὲ ὡρίσαντο οὕτως· «συλλαβή ἐστι συμπλοκὴ στοιχείων κατάλληλος ὑφ’ ἕνα τόνον καὶ ἓν πνεῦμα ἀδιαστάτως ἀγο‐ μένη». Ἄλλοι δὲ ὧδε· «συλλαβή ἐστι συμπλοκή στοιχείων κατάλληλος μετὰ φωνήεντος ἢ φωνηέντων χηρεύουσα νοῦ». Πάλιν δέ, ὡς προ‐ είπομεν, μέγεθος συλλαβῆς ἀπὸ μονογραμμάτου ἕως ἑξαγραμμάτου, ὡς
15ὁ στίχος ἕως ἓξ ποδῶν διὰ τὸν χρησμόν· «ἑξαμέτρων ἐπέων μέτρα μεί‐ ζονα μηδένα τίκτειν». Τρύφων δὲ ἐβούλετο καὶ ἑπταγράμματον λέξιν δεῖξαι ἤγουν συλλαβήν, τὴν στράγξ διὰ τῆς διφθόγγου γράφων· ᾧ μάχεται καὶ ἡ χρῆσις καὶ ἡ ἀναλογία· οὐδὲν γὰρ ὄνομα εἰς δύο σύμ‐ φωνα λῆγον δίφθογγον ἔχει πρὸ αὐτῶν, οἷον ἅλς Τίρυνς σάρξ ζόρξ,
20οὐδὲ συγκοπέν, οἷον μάκαρς περίηρς παρὰ Ἀλκμᾶνι 〈fragm. 149 B4〉· πίστις δὲ τοῦ λόγου τὸ Αἰολικὸν χέρς, ὃ χείρ γεγονὸς ἐξέβαλε μὲν τὸ ς, προσέλαβε δὲ τὸ ι. Οὐδέποτε δὲ συλλαβὴ εἰς τρία σύμφωνα λήγει, ἀλλ’ εἰς δύο, ἄρχεται δὲ ἔσθ’ ὅτε ἀπὸ τριῶν. Οὐδεμία δὲ συλλαβὴ ἐκ τριῶν φωνηέντων συνίσταται· διὸ 〈ἐν τῷ〉 Σιμόεις Σιμοῦς τὸ ι ἀπο‐
25πίπτει. Ἐὰν εἰς σύμφωνον λήγῃ συλλαβή, τὸ ζ τῆς ἑξῆς ἀρκτικὸν οὐκ ἔσται, εἰ μὴ βάρβαρος εἴη λέξις, οἷον Ἀριοβαρζάνης, ἢ σύνθετος, ὡς τὸ μελάνζοφος παρὰ Σιμωνίδῃ 〈ubi?〉. Ἰστέον ὅτι τῶν συλλαβῶν αἱ μέν εἰσι μακραί, αἱ δὲ βραχεῖαι, αἱ δὲ κοιναί. Καὶ χρὴ γινώσκειν, ὅτι τὴν πρὸς ἄλληλα δέχονται σχέσιν· καὶ τὸ μὲν μακρὸν πρὸς τὸ βραχὺ ἔχει
30τὴν σχέσιν, τὸ δὲ βραχὺ πρὸς τὸ μακρόν, ἡ δὲ κοινὴ τῶν πρός τί ἐστι καὶ πρὸς τὰς ἄλλας δύο ἔχει τὴν σχέσιν· μακρᾶς γὰρ καὶ βραχείας μετέχουσα εἴρηται 〈κοινή〉, ὥσπερ φαμὲν οἶκον κοινὸν δύο ἀδελφῶν.
33t§ 8 (9b).
34tΠερὶ μακρᾶς συλλαβῆς.
35Τί ἐστι μακρὰ συλλαβή; Ἡ ἔχουσα μακρὸν φωνῆεν ἢ μηκυνόμενον, ἢ μίαν τῶν διφθόγγων, ἢ δίχρονον ἐκτεταμένον, ἢ φωνῆεν βραχὺ ἢ βραχυνόμενον διπλοῦ
ἐπερχομένου ἢ δύο συμφώνων. Ποῖόν ἐστι τὸ βραχὺ καὶ ποῖον τὸ βραχυνόμενον;345

347

Τὸ ε καὶ τὸ ο βραχέα, βραχυνόμενον δὲ λέγεται τὸ α ι υ τὰ συστελλόμενα δίχρονα. Κατὰ πόσους τρόπους γίνεται ἡ μακρὰ συλλαβή; Κατὰ ὀκτώ, φύσει μὲν τρεῖς, θέσει δὲ πέντε· καὶ φύσει μὲν ἤτοι ὅταν διὰ τῶν μακρῶν στοιχείων ἐκφέρηται, οἷον ἥρως, ἢ ὅταν ἔχῃ μίαν τῶν διφθόγγων, οἷον Αἴας, ἢ ὅταν ἔχῃ ἕν τι τῶν διχρόνων κατὰ
5ἔκτασιν παραλαμβανόμενον, οἷον Ἄρης, ὡς τὸ 〈Ε 31. 455〉 Ἆρες Ἄρες, βροτο‐ λοιγέ, μιαιφόνε, τειχεσιπλῆτα. 〈Heliodori.〉Μακρὰ συλλαβὴ γίνεται κατὰ τρόπους ὀκτώ.] Ἡ μακρὰ συλλαβὴ γίνεται κατὰ ὀκτὼ μετασχηματισμοὺς καὶ τρόπους ῥυθμῶν. Φαίνεται δὲ ὁ τεχνικὸς ὡς ἐκ τοῦ πλεονάζοντος εἰπὼν τὸ
10«γίνεται»· ὀλιγάκις μὲν γὰρ ἔστιν ἡ μακρὰ συλλαβή, πολλαχῶς δὲ γίνε‐ ται. Καὶ «φύσει μὲν τρεῖς, θέσει δὲ πέντε». Ἀπὸ κοινοῦ δεῖ λαμβάνειν 〈τὸ «κατὰ〉 τρόπους», ἵν’ ᾖ ὁ λόγος οὕτω· φύσει μὲν καὶ ἀληθείᾳ κατὰ τρόπους τρεῖς, θέσει δὲ καὶ ἐπιτεχνήσει κατὰ τρόπους πέντε μακρὰ συλ‐ λαβὴ γίνεται. «Καὶ φύσει μὲν ἤτοι ὅταν» ἕως τοῦ «οἷον Αἴας.» Τρεῖς
15εἰσι τρόποι τῆς φύσει μακρᾶς, πρῶτος μὲν ὁ διὰ τῶν μακρῶν, δεύτερος δὲ ὁ διὰ τῶν διχρόνων, τρίτος ὁ διὰ τῶν διφθόγγων. Οὐχ ὡς ἔτυχε δὲ ὁ τεχνικός etc. = Σv 205, 16—206, 9. 〈Heliodori.〉 —Ἐζήτησαν δέ τινες λέγοντες, εἰ τὰ δίχρονα ἀμφί‐ βολον ἔχουσι τὸν χρόνον πότερον αὐτὸν ἐκτεταμένον ἔχουσιν ἢ οὔ, αἱ
20δὲ δίφθογγοι ἀναμφιβόλως μακραὶ τυγχάνουσι, πῶς καὶ διὰ τί προέταξεν ὁ τεχνικὸς τὰ ἀμφίβολα τῶν ἀναμφιβόλων; Πρὸς οὓς ἀπολογούμενοί τινες εἰρήκασιν, ὅτι διὰ τοῦτο προετάγησαν τὰ δίχρονα τῶν διφθόγγων, καθὸ τὰ μὲν δίχρονα οὐκ ἐκ συνθέσεως ἀλλ’ ἐκ φύσεως ἔχουσι τὸ μα‐ κρόν, αἱ δὲ δίφθογγοι οὐκ ἐκ φύσεως ἀλλ’ ἐκ συνθέσεως· πολὺ δὲ κρείττω
25τὰ ἐκ φύσεως τὸ μακρὸν ἔχοντα τῶν ἐκ συνθέσεως. Καὶ πάλιν εἰ τὰ δίχρονα ποτὲ μὲν ἐκτείνεται, ποτὲ δὲ συστέλλεται, πῶς φύσει μακρὰ αὐτὰ εἶπε; Πρὸς οὓς πάλιν οἱ αὐτοὶ οὕτως ἀπελογήσαντο, ὡς ἐξ ἀρχῆς μὲν ἔσχον ἐκ φύσεως τὸ ἐκτείνεσθαι καὶ συστέλλεσθαι, οὐ κατὰ ταὐτὸν δέ, ἀλλὰ ποτὲ μὲν ἐκτείνεσθαι, ποτὲ δὲ συστέλλεσθαι· καὶ οὐκ ἄτοπον
30ἐν μὲν τῇ ἐκτάσει 〈φύσει〉 μακρὰ αὐτὰ λέγειν, ἐν δὲ τῇ συστολῇ φύσει βραχέα, ὥς που καὶ τὸν Ἀπόλλωνα ποτὲ μὲν Πύθιον ἀπὸ τοῦ πύθειν ἤγουν σήπειν λέγομεν, ποτὲ δὲ κουροτρόφον· ἀλλὰ κουροτρόφον μὲν προσαγορεύομεν, ἐφ’ ὅσον τὴν θρεπτικὴν αὐτοῦ δύναμιν ἐνδεικνύμενον περὶ τὴν ἡλικίαν τῶν παίδων θεώμεθα, ὅταν δὲ τὴν φθαρτικὴν ἔχοντα
35καὶ μηκέτι τὴν ἑτέραν ἐνδεικνύμενον, Πύθιον αὐτόν φασιν εἶναι.346

348

Ζητεῖται δέ, εἰ ἔξεστι τὰ δίχρονα διὰ παντὸς ἐκτείνειν, ὡς καὶ τὰς διφθόγγους. Καὶ λεκτέον etc. = Σv 206, 15—207, 2. Καὶ εἴποι ἄν τις χαριέντως καταν. etc. = Σd 49, 15—50, 10. 〈Heliodori.〉Ἢ ὅταν βραχεῖ ἢ βραχυνομένῳ φωνήεντι
5ἐπιφέρηται δύο σύμφωνα, οἷον ἀγρός.] Ὁ δεύτερος, φησί, τρόπος τῆς θέσει μακρᾶς συλλαβῆς δείκνυται, ὅταν βραχεῖ ἢ βραχυνομένῳ δι‐ χρόνῳ—τοῦτο γὰρ λείπει—ἐπιφέρηται τῆς ἑξῆς συλλαβῆς δύο σύμ‐ φωνα, οἷον ἀγρός Ἕκτωρ· «βραχεῖ» δὲ εἶπεν ἢ τῷ ε ἢ τῷ ο, «βραχυ‐ νομένῳ» δὲ ἑνὶ τῶν διχρόνων. Ἀντιλέγουσι δέ τινες ἐνταῦθα λέγοντες,
10ὅτι οὐκ ἔστιν αὕτη ἐπιφορὰ δύο συμφώνων, ἀλλὰ κατάληξίς τε καὶ ἐπι‐ φορά· διὰ τί γὰρ μὴ ἐν τῷ ἀγρός ἡ πρώτη συλλαβὴ εἰς γ λήγει, καὶ τὸ ρ τῆς ἑτέρας ἀρκτικόν; Πρὸς οὓς λέγομεν, ὅτι τεχνικὸς λόγος κωλύει ἐν τῷ Ἕκτωρ καὶ ἐν τῷ ἀγρός ἐπιφέρεσθαι τὰ σύμφωνα κατὰ λῆξιν καὶ ἐπιφο‐ ράν· φησὶ γὰρ οὗτος· τὰ τινῶν προηγούμενα κατὰ σύλληψιν οὐκέτι τῶν
15αὐτῶν προηγεῖται κατὰ διάστασιν· οἷον προηγήσατο τὸ κ τοῦ ρ ἐν τῷ «κρῖ λευκόν» καὶ ἐν τῷ κρήδεμνον κατὰ σύλληψιν, καὶ οὐκέτι προηγεῖται αὐτοῦ κατὰ διάστασιν ἐν τῷ ἄκρος Τεῦκρος· καὶ 〈ἐν〉 τῷ γρυπός καὶ ἐν τῷ γραῦς προηγεῖται τὸ γ τοῦ ρ κατὰ σύλληψιν, καὶ οὐκέτι προ‐ ηγεῖται αὐτοῦ κατὰ διάστασιν ἐν τῷ ἀγρός λυγρός· καὶ πάλιν τὰ προ‐
20ηγούμενα τινῶν κατὰ σύλληψιν τούτοις οὐδέποτε ὑποτάσσεται κατὰ σύλ‐ ληψιν, ἀλλὰ κατὰ λῆξίν τε καὶ ἐπιφοράν· οἷον ἐν τῷ τρόπος προηγή‐ σατο τὸ τ τοῦ ρ κατὰ σύλληψιν, καὶ οὐκέτι ὑποτάσσεται αὐτῷ κατὰ σύλληψιν, ἀλλὰ κατὰ λῆξιν καὶ ἐπιφοράν, ὡς ἐν τῷ ἄρτος κέκαρται. Σαφῶς τοίνυν ἐν οἷς ὁρᾶται τὸ γ τοῦ ρ προηγούμενον κατὰ σύλληψιν
25ἐν τῷ Γραικός καὶ τῷ γραφεύς, ἐν τούτοις οὐκέτι αὐτοῦ τοῦ ρ προ‐ ηγεῖται τὸ γ κατὰ διάστασιν, ὡς ἐν τῷ ἀγρός καὶ τοῖς ὁμοίοις· καὶ ἅπαξ προηγήσατο τὸ γ τοῦ ρ κατὰ σύλληψιν, καὶ οὐκέτι τούτῳ ὑπο‐ τάσσεται κατὰ σύλληψιν, ἀλλὰ κατὰ λῆξίν τε καὶ ἐπιφοράν, ὡς ἐν τῷ ἀργός Ἀργειφόντης.
30Ἢ ὅταν εἰς ἁπλοῦν σύμφωνον λήγῃ etc. = Σv 207, 10—208, 6.
31t§ 9 (10b).
32tΠερὶ βραχείας συλλαβῆς.
33Τί ἐστι βραχεῖα συλλαβή; Ἡ ἔχουσα βραχὺ φωνῆεν μὴ ἐκτεινόμενον κατὰ κοι‐ νὴν συλλαβήν. Κατὰ πόσους τρόπους γίνεται ἡ βραχεῖα συλλαβή; Κατὰ δύο· κατὰ
35βραχεῖαν συλλαβὴν τὴν ἔχουσαν φύσει βραχὺ φωνῆεν, οἷον βρέφος λόγος· ἢ ὅταν ἔχῃ ἕν τι τῶν διχρόνων κατὰ συστολὴν παραλαμβανόμενον, οἷον Ἄρης. Πόθεν συλ‐
λαβή; Ἐκ τῆς σύν προθέσεως καὶ τοῦ λήβω, ὃ δηλοῖ τὸ λαμβάνω· καὶ ὤφειλε γρά‐347

349

φεσθαι διὰ τοῦ ν, ἀλλὰ πᾶσα συλλαβὴ εἰς ν λήγουσα, ἐὰν συντεθῇ μεθ’ ἑτέρας συλ‐ λαβῆς ἀρχομένης ἀπὸ τοῦ λρς, εἰς αὐτὸ τρέπει τὸ ν, οἷον συλλαβή συρράπτω σύσσωμος. 〈Heliodori.〉 —Βραχεῖά ἐστι συλλαβὴ ἡ ἔχουσα βραχὺ φωνῆεν ἢ
5βραχυνόμενον, μὴ ἐπὶ τέλους λέξεως, οὕτως ὡς μεταξὺ αὐτῆς καὶ τοῦ ἑξῆς φωνήεντος μὴ ὑπάρχειν πλείονα σύμφωνα ἢ ἓν ἁπλοῦν, ἀλλ’ ἤτοι ἓν 〈ἁπλοῦν〉 ἢ μηδὲ ἕν· πρόσκειται «μὴ ἐπὶ τέλους λέξεως» διὰ τὰς κοινὰς συλλαβὰς καὶ θέσει μακράς· ἐν γὰρ τῷ 〈Ξ 1〉 Νέστορα δ’ οὐκ ἔλαθεν καὶ ἐν τῷ 〈Φ 352〉 τὰ περὶ καλὰ ῥέεθρα ἐπὶ τέλους οὖσαι
10θεν καὶ ἡ τά κοιναὶ προσηγορεύθησαν. Ἁπλῆ γοῦν τίς ἐστιν ἡ βρα‐ χεῖα συλλαβή, καὶ οὐ πολλῶν δεῖται λόγων περιπλοκῆς, καθάπερ ἡ μακρὰ συλλαβή. Γίνεται γὰρ κατὰ τρόπους δύο· ἢ γὰρ φύσει βραχέα ὄντα τὰ φωνήεντα τὰς συλλαβὰς βραχύνει, ἢ βραχυνόμενα τὰ δίχρονα, οὐ χύδην, ἀλλά, καθάπερ καὶ ἐν τῷ περὶ μακρᾶς συλλαβῆς εἰρήκαμεν,
15τῇ χρήσει προσανέχοντες τῶν ποιητῶν.
16t§ 10 (11b).
17tΠερὶ κοινῆς συλλαβῆς.
18Τί ἐστι κοινὴ συλλαβή; Ἡ ὑποκειμένη ταῖς δύο συλλαβαῖς, τῇ τε μακρᾷ καὶ τῇ βραχείᾳ. Ἄλλως· κοινή ἐστι συλλαβὴ ἡ ποτὲ μὲν μακρὰ ποτὲ δὲ βραχεῖα λογι‐
20ζομένη. Διὰ τί οὐχ ὡρίσατο τὴν κοινὴν συλλαβὴν ὁ τεχνικός; Ἐπειδὴ οὐκ ἔστι κοινὴ συλλαβή, ἀλλὰ γίνεται· τῶν γὰρ ὄντων εἰσὶν οἱ ὅροι, οὐ τῶν μὴ ὄντων, ἐπειδὴ ὅρος ἐστὶν ὁ τὸ ὂν σημαίνων τί ἐστιν. 〈Heliodori.〉 —Κοινή ἐστι συλλαβὴ δυνάμει ἀμφίδοξος, ποτὲ μὲν ἀντὶ μακρᾶς ποτὲ δὲ ἀντὶ βραχείας παραλαμβανομένη. Οὐ καλῶς δὲ
25ὅρον αὐτῆς διδόασι, τῶν γὰρ ὄντων οἱ ὅροι, οὐ τῶν γινομένων· ὅρος γάρ ἐστιν ὁ τὸ ὂν τί ἐστι σημαίνων. Ὅτι δὲ οὐκ ἔστιν ἡ κοινὴ συλ‐ λαβή, ἀλλὰ γίνεται, δῆλον ἐντεῦθεν· πυνθάνεταί τις τῶν νέων γραμμα‐ τικοῦ λέγων οὕτως· «πῶς ἂν εἴποι τις, ὦ σοφώτατε, μακρὰν συλλαβήν;» Καί φησιν ἐκεῖνος· «ὥς». «Πῶς δὲ βραχεῖαν;» Καὶ πάλιν ἐρεῖ· «ὅς».
30Εἰ δὲ ἐπαγάγοι· «κοινὴν δὲ πῶς εἴποι τις ἄν;» οὐκ ἂν τολμήσειεν ὁ γραμματικὸς εἰπεῖν «ἢ αιοιη», μακραὶ γάρ εἰσιν αὗται, καὶ κατε‐ χρησάμεθα αὐταῖς ἀντὶ βραχειῶν κατὰ τὸν δέοντα καὶ κατεπείγοντα καιρόν. Οὐ δεῖ τοίνυν τῶν μὴ ὄντων παρέχειν ὅρους ὡς ὄντων.
Ἡ γοῦν κοινὴ συλλαβὴ τῶν πρός τι etc. = Σv 208, 18—23.348

350

Κοινὴ συλλαβὴ γίνεται κατὰ τρόπους τρεῖς etc. = Σd 50, 20—51, 13. 〈Heliodori.〉 —Ῥᾷον μέντοι γίνεται ἡ τοιαύτη κοινή, ἐὰν εἰς μέ‐ ρος λόγου ᾖ πεπερατωμένη ἡ μακρά· ἡ γὰρ ἀνάπαυσις διαχωρίζουσα τὰς συλλαβὰς τρόπον τινὰ μακρᾷ εὐεπέστερον προσιζάνει. Ἧττον δὲ
5γενήσεται κοινή, ἐὰν κατὰ τὸ μέσον τῆς λέξεως ἡ μακρὰ πέσῃ, ὡς 〈Theocr. 11, 18〉 παρὰ πόντον ὁρῶν ἄειδε τοιαῦτα· σπανίως δὲ παρὰ τῷ ποιητῇ, 〈Ν 275〉 οἶδ’ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι; καὶ 〈Π 235〉 ἀνιπτόποδες χαμαιεῦναι, καὶ 〈ξ 15〉 σύες χαμαιευνάδες ἐρχατόωντο· καὶ ἴσως διὰ τὸ φαντασίαν τινὰ παρέ‐
10χειν ἀπηρτίσθαι τὴν λέξιν ἐν τῷ χαμαί ἐχρήσατο τῇ τοιαύτῃ κοινῇ. Ἐὰν δὲ ἐν τῇ υι διφθόγγῳ κοινὴ πέσῃ, τελέως τραχὺν ποιήσει τὸν στίχον ἤγουν τὸν ῥυθμὸν τῶν φθόγγων συνιστῶσα, ὡς ἐν τῷ 〈ex. gr. Η 47〉 Ἕκτορ, υἱὲ Πριάμοιο, καὶ 〈Δ 473〉 ἔνθ’ ἔβαλ’ Ἀνθεμίω‐ νος υἱὸν Τελαμώνιος Αἴας.
15Τῇ γοῦν κοινῇ συλλαβῇ κέχρηνται etc. = Σv 208, 26—209, 4. Erotemata: de altera ratione communis syllabae; quid sit βραχύ, quid βραχυνόμενον. Ὅταν, φησίν, ἑνὶ τῶν βραχέων etc. = Σd 51, 18—31. 〈Heliodori.〉 —Ἰστέον δὲ ὡς εἰ μὴ ἔστι τό τε ἡγούμενον ἄφωνον
20καὶ τὸ ἑπόμενον ὑγρὸν καθ’ ἕν, ὅ ἐστι κατὰ σύλληψιν καὶ ἐπιπλοκήν, ἀλλὰ τὸ μὲν λήγοιτο, τὸ δὲ ἐπάγοιτο, μακρὰν ποιεῖ καὶ οὐ κοινήν, οἷον 〈γ 468. ψ 163〉 ἔκ ’ ἀσαμίνθου βῆ δέμας. Χρὴ τοίνυν ἄμφω ἀρ‐ κτικὰ εἶναι τῆς ἑξῆς· σπεύδουσα γὰρ ἐπὶ τὰ φωνήεντα ἡ προφορὰ ὥσπερ ὑφ’ ἕνα τόνον τὴν δύναμιν τῶν δύο συμφώνων ἐκδίδωσιν. «Διὰ
25τί δὲ δύο ἄφωνα», φασί τινες, «ἢ δύο ὑγρὰ οὐ ποιοῦσι κοινήν;» Φαμὲν πρὸς ταῦτα, ὅτι πάντα τὰ ἴσα κἂν ἐλάσσονα ᾖ τῶν ἀνίσων λίαν εἰσὶν ἰσχυρότερα, ὡς ἐπὶ ζεύγους ἡμιόνου καὶ βοὸς καὶ ζεύγους ἡμιόνων ἀσθε‐ νῶν. «Πῶς οὖν», φασί, «τὸ μ καὶ ν κοινὴν ἐποίησαν ἐν τῷ 〈Callim. fr. 27 Sch〉 τὼς μὲν ὁ Μνησάρχειος ἔφη ξένος;» Πρὸς ὅ φαμεν,
30ὅτι ἄφωνον πρὸ ὑγροῦ τουτέστιν ἀμεταβόλου εὑρίσκομεν κατὰ σύλλη‐ ψιν, οὐδέποτε δὲ πρὸ ὑγροῦ ὑγρόν, εἰ μὴ μόνον τὸ μ 〈πρὸ〉 τοῦ ν,
ὅπερ ὡς ἀφώνου τάξιν ἐπέχον κοινὴν ποιε, τὼς μὲν ὁ Μνησάρχειος349

351

ἔφη ξένος, 〈ὥσ〉 φησιν ὁ Καλλίμαχος. Πῶς οὖν πάλιν καὶ τοὐναντίον τὸ πτ κοινὴν ἐργάζεται, ὡς ἐν τῷ 〈δ 229〉 Αἰγυπτίη, τῇ πλεῖστα φέρει;» Πρὸς ὃ πάλιν φαμέν, ἐπειδὴ ἄμφω ἄγαν εἰσὶν ἀσθενῆ· οὐ μόνον γὰρ ἄφωνα τυγχάνουσιν, ἀλλὰ καὶ ψιλά, ἅπερ πάντων τῶν στοι‐
5χείων ὑπάρχουσιν ἀσθενέστερα· εὑρίσκονται γὰρ ἐν συμφώνοις, ἅπερ ἥττονά ἐστι τῶν φωνηέντων, συναριθμούμενα, καὶ ἄφωνα, ἅπερ ἀσθενέ‐ στερά εἰσι τῶν ἡμιφώνων· ὁρῶνται καὶ ἐν ψιλοῖς, ἅπερ ἰσχνότερά εἰσι τῶν δασέων καὶ τῶν μέσων. «Πῶς οὖν», ἐπάγουσι, «πάλιν τὸ σκ κοι‐ νὴν εἰργάσατο, ὡς ἐν τῷ 〈Φ 305〉 οὐδὲ Σκάμανδρος ἔληγεν, καὶ
10τὸ ζ διπλοῦν ὂν ἐν τῷ 〈Β 634〉 οἵ τε Ζάκυνθον ἔναιον;» Πρὸς οὕς φαμεν, ἐπειδὴ ἀνάγκην ἦν πάντως τὰ ὀνόματα ἐντεθῆναι τῇ ποιήσει, ἃ πάντως ἐντιθέμενα χωλὸν εἰργάζετο τὸν στίχον· καὶ διὰ τὸ χρειῶδες μέτρου κατεφρόνησεν ὁ ποιητής. Τῶν δὲ τὴν βραχεῖαν εἰς μακρὰν ἀναφ. etc. = Σd 52, 1—56, 14.
15Ἢ ὅταν βραχεῖα οὖσα καταπεραιοῖ etc. = Σv 209, 19—30. 〈Heliodori.〉 —Ὁ γὰρ τρίτος τρόπος τῆς κοινῆς συλλαβῆς οὗτος, ὅταν βραχεῖα οὖσα ἀπαρτίζῃ εἰς μέρος λόγου καὶ τὴν ἑξῆς ἔχῃ ἀπὸ φωνήεντος ἀρχομένην· ὑπόδειγμα δὲ τούτου τὸ 〈Ξ 1] Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης· τὸ γὰρ θεν ια δάκτυλος
20οὕτω γίνεται, ὅτι βραχεῖα οὖσα ἡ θεν συλλαβὴ ἀπήρτισεν εἰς μέρος λόγου καὶ τὴν ἑξῆς ἔχει—ἀπὸ φωνήεντος ἀρχομένην τοῦ ι, καὶ κατὰ μὲν τὸν λόγον τοῦτον μακρά· βραχεῖα δέ, ὅτι τὸ ε βραχύ ἐστι φύσει. Ἡρωδιανῷ δὲ καὶ Ἡλιοδώρῳ ἀρκέσει οὐ μόνον οὗτος ὁ τρόπος· ἀλλὰ κἂν ἀπὸ ἀμεταβόλου ἄρχηται ἡ ἑξῆς συλλαβή, ὡς τὸ 〈Π 358〉
25Αἴας δ’ ὁ μέγας αἰὲν ἐφ’ Ἕκτορι χαλκοκορυστῇ· καὶ γὰρ ο μεγας ἔχει μὲν τὸ ο ἀπαρτίσαν εἰς μέρος λόγου, ἄρθρον γάρ ἐστι τὸ ὁ, τὴν δὲ ἑξῆς ἀπὸ ἀμεταβόλου ἀρχομένην τοῦ μ. Ἄλλοι δέ φασιν, ὅτι ἐν τοῖς τοιούτοις ἔπεσιν, ἐν οἷς ἀμετάβολον εὑρίσκεται, ἀναδιπλασιάζειν τὸ ἀμετάβολον δεῖ, ὡς τὸ 〈ex. gr. Γ 424〉 φιλομμειδής. Πρὸς δὲ τοῦτο
30ἐκεῖνο ῥητέον, ὅτι τοῦτο αὐτὸς ὁ ποιητὴς ἀνεδιπλασίασε καθ’ ἕτερον λόγον, δηλονότι ἀνεδιπλασίασεν αὐτό, καθὸ οὐκ ἀπήρτισεν εἰς μέρος λόγου, διὰ τὸ μέτρον· καὶ πάλιν τοῦ 〈ex. gr. Θ 440〉 ἐννοσίγαιος ἀνεδιπλασίασε τὸ ν, ἐνοσίγαιος γὰρ ἦν δι’ ἑνὸς ν, ἔνοσις γὰρ ἡ κίνη‐
σις, καὶ ἐνοσίγαιος ὁ τὴν γῆν κινῶν. Καὶ πάντα γοῦν τὰ τοιαῦτα ὅσα350

352

οὐκ ἔχει ἀπηρτισμένην εἰς μέρος λόγου τὴν βραχεῖαν, τὴν δὲ ἑξῆς συλ‐ λαβὴν ἀπὸ ἀμεταβόλου ἀρχομένην, ὁ ποιητὴς ἀνεδιπλασίασεν, ὡς 〈ex. gr. Ε 83〉 ἔλ〈λ〉αβε πορφύρεος θάνατος· καὶ τὰ ἄλλα δὲ σύμφωνα ἀναδιπλασιάζει πρὸς τὸ μέτρον.
5Στεφάνου. —Δεῖ γινώσκειν ὅτι etc. = Σv 211, 8—16. Διὰ τί λέγεται κοινὴ συλλαβή; Ἐκ μεταφορᾶς τῶν κοινῶν πραγμάτων· ὡς γὰρ κοινὸς οἶκος λέγεται οὗ μετέχουσι δύο τινὰ πρόσωπα, οὕτω καὶ ἡ κοινὴ συλ‐ λαβὴ [ἢ] διὰ τὸ τοῖς χρόνοις ἀμφοτέροις ὑπηρετεῖν, τῷ τε μακρῷ καὶ τῷ βραχεῖ, ἐπειδὴ πᾶσα συλλαβὴ ἢ μακρά ἐστιν ἢ βραχεῖα· καὶ διὰ τοῦτο τῇ κοινῇ συλλαβῇ
10παρεχώρησεν. Τί ἐστι συνεκφώνησις; Συνεκφώνησίς ἐστιν ὅταν δύο συλλαβαὶ μὴ σύμφωνον μεταξὺ ἀλλήλων ἔχουσαι ἀντὶ μιᾶς παραλαμβάνωνται. Τί διαφέρει συνεκφώνησις συναλ〈ο〉ιφῆς καὶ συναιρέσεως; Ὅτι ἡ μὲν συναλ〈ο〉ιφὴ καὶ ἡ συναίρεσις ὡς λέγε‐ ται καὶ φαίνεται, ἡ δὲ συνεκφώνησις ἐντελῶς μὲν λέγεται, κατὰ κρᾶσιν δὲ φαίνεται.
15Ὅταν φωνηέντων γένηται ἐπάλληλος προφορά etc. = Σv 210, 9 —211, 3.
17t§ 11 (12. 13b).
18tΠερὶ λέξεως.
19Τί ἐστι λέξις; Μέρος ἐλάχιστον τοῦ κατὰ σύνταξιν λόγου. Ποίου λόγου; Τοῦ
20συντεταγμένου καὶ παρατιθεμένου διανοίαις πολλαῖς καὶ πλείστοις νοήμασιν. —Καὶ ἄλλως. Τί ἐστι λέξις; Φωνὴ ἐλαχίστη μέρος λόγου παριστῶσα. —Ποσαχῶς αἱ λέ‐ ξεις; Τριχῶς· αἱ μὲν γὰρ αὐτῶν εἰσι κοιναί, αἱ δὲ ποιητικαί, αἱ δὲ κατὰ διάλεκτον· ὁ δὲ τὴν γραμματικὴν ἠκριβωκὼς ἐξελληνίζειν σαφηνίζει τὰ τοιαῦτα γλωττημα[ν]τικὰ καὶ διακρίνει μίαν ἑκάστην διάλεκτόν τε καὶ γλῶσσαν ἀπὸ τῶν λοιπῶν, καὶ ἀνάγει
25ταύτην τὴν γλῶτταν εἰς τὴν οἰκείαν καὶ ἰδίαν ἑκάστην αὐτῶν διάλεκτον. —Διὰ τί μετὰ τὰς συλλαβὰς περὶ λέξεως ἤρξατο ὁ τεχνικός; Ἐπειδὴ 〈ἔσθ’ ὅτε〉 τὸ στοιχεῖον συνεμπίπτει τῇ συλλαβῇ, ἡ δὲ συλλαβὴ τῇ λέξει, ἡ δὲ λέξις τῷ λόγῳ. —Ποῖαι κα‐ λοῦνται κυρίως λέξεις; Αἱ ἔχουσαί τι λεκτὸν ἐν αὐταῖς ἤτοι σημαντικόν. —Διὰ τί περὶ στοιχείου πρῶτον ὁ τεχνικὸς ἔγραψεν, εἶτα περὶ συλλαβῆς, εἶτα περὶ λέξεως;
30Ὅτι κατὰ τὸν ἀναλυτικὸν τῆς διδασκαλίας τρόπον τὴν τέχνην ἐξέθετο τῆς γραμ‐ ματικῆς· ὁ δὲ ἀναλυτικὸς τὰ τῇ φύσει πρῶτα προεκτίθησι, καὶ οὕτως ἀνίησι πρὸς τὰ τῇ φύσει ὕστερα. —Πόσοι τρόποι διδασκαλικοί; Τέσσαρες, ὁριστικός, διαιρετι‐ κός, ἀποδεικτικὸς καὶ ἀναλυτικός. Διεξελθὼν ὁ τεχν. περὶ τῶν στοιχ. etc. = Σv 211, 25—212, 1.
35〈Heliodori.〉 —Λέξις ἐστὶ φωνὴ ἐγγράμματος ἀμερὴς ἰδίᾳ ῥητὴ καὶ ἰδίᾳ νοητόν τι ἀποτελοῦσα, καθ’ ἕνα τόνον καὶ ἓν πνεῦμα λεγομένη. Προσθείημεν δ’ ἂν ἡμεῖς τῷ ὅρῳ τὸ «ἐλαχίστη», ἵν’ ᾖ οὕτω· «λέξις ἐστὶν ἐλαχίστη φωνὴ ἐγγράμματος ἀμερὴς ἰδίᾳ ῥητὴ καὶ ἰδίᾳ νοητή, ὑφ’ ἕνα τόνον καὶ πνεῦμα ἀγομένη» ἢ λεγομένη ἢ προφερομένη, ἀδια‐
40φόρως γὰρ λεκτέον.
Εἰ δέ τις εἴποι, ὡς etc. = Σv 212, 24—213, 1.351

353

Εἴρηται δὲ λέξις ἀπὸ μέλλοντος τοῦ λέξω, ὡς ἕξω ἕξις. Δηλοῖ δὲ τὸ λέγω ἐνταῦθα τρία, τὸ ἀπαγγέλλω, τὸ ἀριθμῶ, τὸ ἐκλέγομαι· λέξις οὖν ἐστιν ἡ σημασίας ἀπαγγελτική, ἢ ἡ πρὸς λόγου σύνταξιν καταρι‐ θμουμένη, ἢ ἣν πᾶς ὁστισοῦν ἐκλέγεται μᾶλλον τῆς ἀσήμου φωνῆς. Ἐγ‐
5γράμματος δὲ φωνή ἐστιν ἀποτέλεσμα τοῦ ἐν ἡμῖν ἐντεθησαυρισμένου πνεύματος. Διαφέρει δὲ σύνταξις συνθέσεως etc. = Σv 212, 13—23 (ἀποτελ.). Λέξις ἐστὶ μέρος ἐλάχιστον τοῦ κατὰ σύνταξιν λόγου.] Τῷ ὅρῳ τούτῳ λείπει τι· εἰ γὰρ ὡς τέλειον αὐτὸν παραλάβοιμεν, εὑρί‐
10σκεται καὶ τὸ ἓν γράμμα καὶ ἡ μία συλλαβὴ λέξις οὖσα· μέρος γάρ ἐστιν ἐλάχιστον τοῦ λόγου καὶ ἑκάστη συλλαβὴ καὶ ἕκαστον γράμμα. Δῆλον οὖν ὡς κακῶς ὡρίσατο, ταὐτὸν γάρ ἐστι τῷ στοιχείῳ· ἀλλ’ ἔδει αὐτὸν ἀνελλιπῶς ὁρίσασθαι καὶ εἰπεῖν «μέρος ἐλάχιστον διανοίας τοῦ κατὰ σύνταξιν λόγου». Καὶ λέγομεν ὅτι ὡς ἐν εἰσαγωγῇ τὰ ποικίλα
15ἐκφεύγει· τῷ γὰρ εἰσαγομένῳ ζητήματα μυρία ἀπήντα περὶ διακρίσεως καὶ συντάξεως λόγου καὶ διανοίας. Ἢ οὕτως· «μέρος ἐλάχιστον τοῦ κατὰ σύνταξιν λόγου νοητόν τι σημαῖνον·» ἰδοὺ ἡ προσθήκη οὐκέτι συγ‐ χωρεῖ ὑπονοεῖσθαι τὴν συλλαβὴν ἢ τὸ γράμμα ὡς λέξιν· οὐδὲ γὰρ νο‐ ητόν τι σημαίνουσιν, ὑπεξαιρουμένων τῶν μονοσυλλάβων καὶ μονογραμ‐
20μάτων λέξεων· ἐκεῖναι δὲ οὐ διὰ τὸ μονογράμματοι εἶναι νοητόν τι σημαίνουσιν, ἀλλὰ διὰ τὸ ἐν ταῖς λέξεσι κατατετάχθαι τοῦ κατὰ σύν‐ ταξιν 〈ἤτοι〉 τοῦ ἐν δεούσῃ καὶ πρεπούσῃ τάξει προφερομένου λόγου.
23tΠερὶ παθῶν λέξεων Τρύφωνος.
24Tractatus simillimus est ei, quem R Schneider edidit in libello
25scholastico gymnasii Duisburgiensis a. 1895, p. 4—13, 4.
26tΠερὶ λόγου.
27Λόγος ἐστὶ πεζῆς λέξεως σύνθεσις διάνοιαν αὐτοτελῆ δη‐ λοῦσα.] Ἵνα μή τις ἐπιλάβηται etc. = Σd 57, 1—5. 〈Heliodori.〉 —Ὁ δὲ λόγος πολλαχῶς εἴρηται· ἔστι γὰρ ὁμώνυμος
30φωνὴ κατὰ πολλῶν σημαινομένων φερομένη. Λέγεται λόγος ὁ ἐνδιά‐ θετος λογισμός, καθ’ ὃν λογικοὶ καὶ διανοητικοί ἐσμεν. Λέγεται λόγος καὶ ἡ φροντίς, ὡς ὅταν λέγωμεν «οὐκ ἔστι λόγου ἄξιος», «οὐ ποιοῦμαι αὐτοῦ λόγον»· καὶ παρὰ Μενάνδρῳ 〈fr. 836 K〉 οὔτε λόγον ὑμῶν
οὔτ’ ἐπιστροφὴν ἔχω. Λέγεται λόγος καὶ ὁ λογαριασμός, ὡς ὅταν352

354

λέγωμεν «ὁ ἡγεμὼν πρὸς τοὺς ἑαυτοῦ ἐπιτρόπους λόγον ἔχει». Λέγεται λόγος καὶ ἡ ἀπολογία, ὃν τρόπον λέγομεν «ἔδωκε περὶ τούτου λόγον». Λέγεται λόγος 〈καὶ〉 ὁ καθόλου, ὁ περιέχων ἐν ἑαυτῷ πᾶσαν λέξιν, καθὸ σημαινόμενον πᾶν μέρος λόγου, ἤτοι ὄνομα, ῥῆμα, μετοχήν, ἄρθρον,
5ἀντωνυμίαν, πρόθεσιν, ἐπίρρημα, σύνδεσμον. Λέγεται λόγος καὶ ὁ ὅρος, ὡς ὅταν λέγωμεν «ἀπόδος τὸν τοῦ ζῴου λόγον», οἷον «οὐσία ἔμψυχος αἰσθητική». Λέγεται λόγος καὶ ἡ αὐτοτελῆ διάνοιαν τῶν λέξεων δη‐ λοῦσα παράθεσις, τουτέστιν ὁ κατὰ σύνταξιν λόγος, ὡς τὸ «τελείωσον τὸν λόγον», ὃς μερικὸς γίνεται, τουτέστι μονομερὴς καὶ διμερὴς καὶ
10τριμερὴς καὶ τετραμερὴς καὶ πενταμερὴς καὶ ἑξαμερὴς καὶ ἑπταμερής, ἔστι δ’ ὅτε καὶ ἀπὸ τῶν ὀκτὼ μερῶν συνιστάμενος· μονομερὴς μέν, ὡς τὸ «περιπατῶ, τρέχω, ἔρχομαι, καθέζομαι»· διμερὴς δέ, ὡς τὸ «Σωκρά‐ της διαλέγεται, Πλάτων φιλοσοφεῖ»· τριμερὴς δέ, ὡς τὸ «Δίων δουλεύ‐ οντας τύπτει, Θέων μαθητευομένους διδάσκει»· τετραμερὴς δέ, οἷον
15«Ἀχι〈λ〉λεὺς μὲν ἐμαχέσατο βασιλεύοντι»· πενταμερὴς δέ, ὡς τὸ «Με‐ νέλαος δὲ τῷ ἠδικηκότι ἐμονομάχησεν»· ἑξαμερὴς δέ, οἷον «ἐγὼ μὲν ἔμφοβος τοῖς καθεύδουσι συνηγέρθην»· ἑπταμερὴς δέ, οἷον «ἐκεῖνος δὲ πρὸς τοὺς ἠθροισμένους ἄνδρας διηνέχθη»· ὀκταμερὴς δέ, ὡς ὁ Ὁμή‐ ρειος στίχος 〈Χ 59〉 πρὸς δ’ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντ’ ἐλέ‐
20αιρε· ἕκαστος δὲ τούτων ἐστὶ λόγος [σύνθετος] τέλειος ἔχων σύνθεσιν διάνοιαν αὐτοτελῆ δηλοῦσαν. Λέγεται λόγος καὶ ὁ ἐξ ἀναλωμάτων, ὃς λέγεται καὶ τραπεζιτικός, οὗ μέμνηται καὶ ὁ Δημοσθένης ἐν τοῖς Φιλιπ‐ πικοῖς 〈De Chers. § 47〉, τὸν μὲν 〈τῶν〉 χρημάτων λόγον λέγων παρὰ τούτου λαμβάνει〈ν, τὸν δὲ τῶν ἔργων παρὰ τοῦ στρα‐
25τηγοῦ. Λόγος λέγεται 〈καὶ〉 ὁ γεωμετρικός, οἷον «ὃν ἔχει λόγον τὸ ἡμίπηχυ πρὸς τὸν πῆχυν, τοῦτον ἔχει τὸν λόγον καὶ τὸ δίπηχυ πρὸς τὸ τετράπηχυ». Λόγος καὶ ἡ ἀναλογία, οἷον «ὁ τέτταρα ἀριθμὸς πρὸς τὸν τρία τὸν ἐπίτριτον ἔχει λόγον». Λόγος καὶ τὸ εὔλογον, οἷον «οὐκ ἔξω λόγου τόδε ἐποίησεν», ἀντὶ τοῦ «εὐλόγως». Λόγος καὶ ἡ τῷ προ‐
30ειλημμένῳ ἐπαγομένη ἐπιφορά, τουτέστιν ἐκ λημμάτων καὶ ἐπιφορᾶς, οἷον «ἀνάγκη νυκτὸς οὔσης σκότος εἶναι καὶ ἡμέρας οὔσης φῶς εἶναι»· καὶ ἔστι τοῦτο λῆμμα· «ἀλλαμὴν ἡμέρα ἐστί, φῶς ἄρα ἐστί»· τοῦτο ἐπι‐ φορά, τῷ γὰρ προειλημμένῳ ἐπηνέχθη. Λόγος λέγεται καὶ ἡ λογικὴ κατασκευή, καθό φαμεν τοὺς μὲν ἀνθρώπους ἔχειν λόγον, τὰ δὲ ἄλογα
35οὔ. Λόγος λέγεται καὶ ἡ δύναμις, ὡς λέγομεν κατὰ φυσικὸν λόγον ὀδοντοφυεῖν τὰ ζῷα καὶ γένεια φέρειν, ἤτοι κατὰ τὰς φυσικὰς καὶ σπερ‐ ματικὰς δυνάμεις. Λόγος λέγεται καὶ ἡ συμπαρεκτεινομένη φωνὴ τῷ
διανοήματι, οἷον τὸ «ἄπελθε»· τοῦτο γὰρ καὶ λέξις, ὅτι τετύχηκε νοῦ,353

355

καὶ λόγος, διὰ τὸ ἐντελὲς τοῦ νοήματος τοῦ δηλουμένου. Ἔστι λόγος καὶ ὃ δηλοῖ τὸ αὐτοτελές, καθό τινος εἰπόντος ἐλλιπῶς φαμεν «τελείω‐ σον τὸν λόγον». Λόγος 〈λέγεται〉 καὶ ὁ ἔκτασιν ἔχων ποιοῦ ἀπαρτι‐ σμοῦ, οἷον «καλὸς ὁ κατὰ Μειδίου λόγος Δημοσθένους». Λόγος λέγεται
5〈καὶ〉 τὸ βιβλίον, ὡς τὸ «χρῆσόν μοι τὸν κατ’ Ἀνδροτίωνος λόγον». Λόγος λέγεται καὶ ἡ σχέσις τῶν μεγεθῶν, ὡς ὅταν λέγωμεν ὅτι ὃν λόγον ἔχει τόδε τὸ μέγεθος πρὸς τόδε, τοιόνδε ἔχει τόδε πρὸς ἄλλο. Λόγος λέγεται καὶ ἡ ὑπόθεσις, οἷον 〈fr. com. 4, 654 p. 1224 M〉 ἤδη δὲ λέξω τὸν λόγον τοῦ δράματος Καὶ τὴν διδασκαλίαν. Λόγος
10λέγεται καὶ ἡ αἰτία, καθὰ καὶ ὁ Πλάτων φησὶ 〈ubi?〉 «τέχνην δὲ ἐγὼ οὐ καλῶ ὃ ἂν ᾖ ἄλογον πρᾶγμα». Λόγος λέγεται κατ’ ἐξοχὴν καὶ ὁ θεός, οἷον 〈Ev. Joh. 1, 1〉 ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, ἤτοι ὁ υἱὸς τοῦ θεοῦ ἐν ἀρχῇ ἦν ἀπαράλλακτος καὶ ἴσος τῷ πατρί. Λόγον δὲ ἐκάλεσεν ἐνταῦθα τὸν διεξοδικόν, τὸν ἀναπλη‐
15ρούμενον ἐκ τῶν μερῶν 〈τοῦ λόγου〉. Λόγος ἐστὶ πεζῆς λέξεως καὶ τἆλλα.] Μεμπτέος ἄγαν ὁ τε‐ χνικός, καθὸ τὸν λόγον πεζῆς λέξεως σύνθεσιν εἶπεν· εἰ γὰρ οὕτω δεξό‐ μεθα, ἐκβάλλομεν καὶ ἀθετοῦμεν τοὺς ἐμμέτρους λόγους, καὶ τὴν ἐν τούτοις λέξιν οὐ λέγομεν μέρος λόγου ἐλάχιστον. Δεῖ γοῦν οὕτως
20ὁρίζειν· «λόγος ἐστὶ σύνθεσις λέξεων κατάλληλος διάνοιαν ἀπαρτίζουσα», ἵν’ ὑγιῶς ἔχῃ ὁ ὅρος καὶ χωρισθῇ εἴς τε τὸν πεζὸν καὶ τὸν ἔμμετρον λόγον. «Πεζῆς» οὖν εἶπε τῆς καταλογάδην, τουτέστι τῆς οὔπω ἐμμέ‐ τρου· ἡ γὰρ ἔμμετρος σύνθεσις τῶν λέξεων τελείαν ἔννοιαν σημαίνουσα περίοδος καλεῖται· «αὐτοτελῆ» δὲ ἀντὶ τοῦ τελείαν. Πάλιν μέμψεως
25ἄξιός ἐστιν εἰπὼν σύνθεσιν· ἐχρεώστει γὰρ παράθεσιν εἰπεῖν, καὶ οὐ σύνθεσιν, ἐπειδὴ διαφέρει παράθεσις συνθέσεως· παράθεσις μὲν γάρ ἐστι συλλογὴ λέξεων ἰδίᾳ ῥητῶν καὶ ἰδίᾳ νοητῶν, σύνθεσις δὲ συνάφεια λέ‐ ξεων καθ’ ἕνα τόνον καὶ ἓν πνεῦμα γινομένη· ὤφειλε τοίνυν κυριώ‐ τερον παράθεσιν καὶ οὐ σύνθεσιν εἰπεῖν. Ἀλλ’ ἴσως κατεχρήσατο τῇ
30λέξει, πολλάκις γὰρ σύνθεσις ἀντὶ παραθέσεως παρείληπται· καὶ γάρ φαμεν «καλῶς συντέθειται Δημοσθένει ὁ περὶ τοῦ στεφάνου», καὶ «καλῇ συνθέσει φράσεως κέχρηται Πλάτων». Λόγος ἐστὶ πεζῆς λέξεως σύνθεσις.] Ὁ γὰρ λόγος etc. = Σv 214, 5—12.
35Τοῦ δὲ λόγου μέρη ἐστὶν ὀκτ, ὄνομα, ῥῆμα, μετοχ, ἄρ‐354

356

θρον, ἀντωνυμία, πρόθεσις, ἐπίρρημα, σύνδεσμος.] Ἰστέον ὅτι τὰ παρ’ ἡμῖν μέρη τοῦ λόγου φιλοσόφων παῖδες στοιχεῖα καλοῦσιν· ὥσπερ γὰρ τὰ στοιχεῖα ἀποτελεῖ τὰς συλλαβάς, καὶ τὰ κοσμικὰ στοιχεῖα τὰ σώματα, οὕτω καὶ ταῦτα συνερχόμενα ἀπαρτίζει τοὺς λόγους.
5Ἡ γὰρ προσηγορία ὡς εἶδος τῷ ὀνόματι ὑποβέβληται.] Τινὲς τὸ προσηγορικὸν etc. = Σd 58, 21—26. 〈Heliodori.〉 —Οἱ γὰρ Στωϊκοὶ φιλόσοφοι λόγοις τισὶν ἐπερει‐ δόμενοι χωρίζουσι τοῦ ὀνόματος τὴν προσηγορίαν, ἴδιον μέρος λόγου αὐτὴν λέγοντες εἶναι· καὶ καταλέγουσιν οὕτω τὰ μέρη τοῦ λόγου· πρῶ‐
10τον ὄνομα, δεύτερον προσηγορία, τρίτον ὑφ’ ἓν ῥῆμα 〈καὶ〉 μετοχή, τὸ μὲν ῥῆμα κατηγόρημα λέγοντες, τὴν δὲ μετοχὴν ἔγκλιμα ῥήματος, ὅ ἐστι ῥήματος παραγωγή· τέταρτον ὑφ’ ἓν ἄρθρον καὶ ἀντωνυμία, τὸ μὲν φάσκοντες ἀόριστον ἄρθρον, τὸ δὲ ὡρισμένον ἄρθρον· καὶ πέμπτον ὑφ’ ἓν πρόθεσις 〈καὶ〉 σύνδεσμος, τὴν μὲν προθετικὸν σύνδεσμον προσαγορεύοντες,
15τὸν δὲ ὑποτακτικὸν σύνδεσμον· τὰ γὰρ ἐπιρρήματα οὔτε λόγου οὔτε ἀριθμοῦ ἠξίωσαν, παραφυάδι καὶ ἐπιφυλλίδι αὐτὰ παρεικάσαντες. Οἱ 〈δὲ〉 Στωϊκοὶ ὀνόματα μὲν τὰ κύρια ἔλεγον, τὰ δὲ προσηγορικὰ οὐκ ὀνόματα· μεθ’ οὓς ἄλλοι γραμματικοὶ δέκα εἶναι τὰ μέρη εἰσηγήσαντο, ἰδιάζειν λέγοντες τὴν ἀπαρέμφατον ἔγκλισιν· μεθ’ οὓς ἄλλοι εἰς ἕνδεκα
20μέρη τὸν μερισμὸν ἐποιήσαντο τῶν τοῦ λόγου μερῶν, ἀπονέμοντες ἴδιον τόπον ταῖς συνάρθροις ἀντωνυμίαις. Ἡμῖν δὲ νόμος ἀνὴρ ἄριστος ἐν ἀκριβείᾳ καὶ τέχνῃ Τρύφων, ὃς καὶ διδάσκαλος Ἀπολλωνίου τοῦ τεχνο‐ γράφου πρῶτος κατέστη, ὃς ὑπέθηκε τῷ ὀνόματι τὴν προσηγορίαν. 〈Τρεῖς δὲ ἀποφάσεις ἔλεγον οἱ Στωϊκοί, μὴ ἓν μέρος λόγου εἶναι
25τὸ ὄνομα καὶ τὴν προσηγορίαν,〉 αἵτινές εἰσιν αὗται· πρώτη μὲν ἡ λέ‐ γουσα οὕτως, ὡς ἀναγκαίως δεῖ χωρίζειν τό τε ὄνομα καὶ τὴν προση‐ γορίαν, ἐπεὶ διάφορος ἡ κλίσις κυρίων καὶ προσηγορικῶν· ἰδοὺ γὰρ Πάρις μὲν Πάριδος, ὅτι κύριον, μάντις 〈δὲ〉 μάντιος καὶ μάντεως καὶ ὄφις ὄφιος καὶ ὄφεως, ὅτι προσηγορικά. Πρὸς οὓς ἦν ἀντιλέγων Τρύφων·
30εἰ κλίσις ἐστὶν ἡ ἑνοῦσα καὶ χωρίζουσα τὰ μέρη τοῦ λόγου, εἴπωμεν τὸ μῆνις θηλυκὸν ὄνομα καὶ τὸ Πάρις ἀρσενικὸν ἑνὸς εἶναι γένους, ἐπειδὴ ἄμφω τὴν αὐτὴν ἐποιήσαντο κλίσιν, μήνιδος γὰρ καὶ Πάριδος φαμέν· ὁμοίως δὲ καὶ τὸ λέων ὄνομα καὶ τὴν λέγων μετοχὴν εἴπωμεν τοῦ αὐτοῦ μέρους καὶ τοῦ αὐτοῦ εἴδους εἶναι, ἐπειδὴ ἄμφω τὰς γενικὰς
35ὁμοίας εὑρίσκομεν, λέοντος γὰρ καὶ λέγοντος φαμέν· καὶ ἔμπαλιν τὸ ποιῶ καὶ βοῶ—ἰδοὺ 〈γὰρ〉 διάφορον ἐποιήσαντο κλίσιν, ποιῶ γὰρ
ποιεῖς καὶ βοῶ βοᾷς—λέγομεν μὴ τοῦ αὐτοῦ μέρους εἶναι. Δευτέρα355

357

δὲ ἀπόφασις ὁμοίως, ὡς ἀναγκαίως κατὰ τοῦτο δεῖ χωρίζειν τό τε ὄνομα καὶ τὴν προσηγορίαν, ἐπειδὴ ἀπὸ μὲν κυρίων παράγονται πατρωνυμικά, ἀπὸ δὲ προσηγορικῶν οὐ παράγονται πατρωνυμικά [ἀλλὰ συγκριτικά]· ἰδοὺ γὰρ ἀπὸ μὲν τοῦ Τάνταλος φαμὲν Τανταλίδης, ἀπὸ δὲ τοῦ ἄν‐
5θρωπος οὐ λέγομεν ἀνθρωπίδης. Πρὸς ἣν ἀντεῖπε Τρύφων οὕτω λέγων· εἰ παραγωγή ἐστιν ἡ ἑνοῦσα καὶ χωρίζουσα τὰ μέρη τοῦ λόγου, μηδὲν ἡμᾶς ἰσχέτω τὸ εὐσεβής ὄνομα καὶ τὴν ἐρρωμένος μετοχὴν ὑπὸ τὸ αὐτὸ εἶδος ἀνάγειν, ἐπειδὴ τὰ δύο τὴν αὐτὴν ἐποιήσαντο παραγω‐ γήν, εὐσεβέστερος καὶ ἐρρωμενέστερος. Καὶ τρίτη ἀπόφασις πάλιν, ὡς
10κατὰ πολὺ χρὴ χωρίζειν τοῦ ὀνόματος τὴν προσηγορίαν, ἐπειδὴ τὰ μὲν κύρια οὐκ ἔχει θηλυκά, ἀλλὰ τὰ προσηγορικά. Πρὸς ἣν πάλιν ὁ Τρύ‐ φων ἀντεῖπε λέγων, εἰ παρασχηματισμὸς μερίζει, χωριζέσθω ὁ ἄνθρωπος ἀπὸ τοῦ χρυσός καὶ τοῦ ἄργυρος, καὶ μὴ εἴη τοῦ αὐτοῦ μέρους, ἐπειδὴ ὁ μὲν ἄνθρωπος παρασχηματίζει θηλυκόν, ὁ δὲ χρυσός καὶ ὁ ἄργυρος
15τὸ μονογενὲς ἔχουσιν· ἄλλως τε πάλιν τὰ κύρια λέγουσι μὴ ἔχειν θη‐ λυκά, τὰ δὲ προσηγορικὰ ἔχειν· οὐκοῦν τὸ σώφρων ὡς κοινόν, τὸ ἄρ‐ γυρος ὡς μονογενές, τὸ φίλος ὡς τριγενὲς οὐ τῆς αὐτῆς ἔσονται κατα‐ λογῆς. —Λεκτέον οὖν ὡς παντὸς μέρους τὰ ἴδια δεῖ σκοπεῖν καὶ οὐ τὰ παρεπόμενα, καὶ οὕτω ποιεῖσθαι τὸν μερισμόν· ἴδιον δέ ἐστι τὸ ἑνὶ
20μόνῳ ἀνῆκον, ἑτέρῳ δὲ μὴ ἐπικοινωνοῦν, ὡς ἀνθρώπῳ τὸ γελαστικόν, ἵππῳ δὲ τὸ χρεμετιστικόν, παρεπόμενα δὲ λευκὸν ἢ μέλαν, ταχὺ ἢ βραδύ. Οὕτω δὴ καὶ ὀνόματος ἴδιον μὲν τὸ δηλοῦν τὴν τῶν ὑποκειμέ‐ νων σωμάτων ἢ πραγμάτων ποιότητα, παρεπόμενον δὲ τὸ κύριον ἢ προσηγορικὸν εἶναι· ὥστε καθὸ ποιότητα δηλοῖ τὸ κύριον, ὄνομά ἐστι,
25κἂν μὴ προσηγορικὸν ᾖ, καὶ καθὸ ποιότητα δηλοῖ τὸ προσηγορικόν, ὄνομά ἐστι, κἂν μὴ ᾖ κύριον. Ἰστέον ὅτι τὸ ὄνομα καὶ τὸ ῥῆμα προτερεύει τῶν λοιπῶν λέξεων ἐκ τοῦ μηδέποτε λόγον δίχα τούτων συγκεῖσθαι. Καὶ πόθεν δῆλον; εἴποι τις ἄν. Καί φαμεν, ὡς ἔστι στίχος Ὁμηρικὸς ἔχων τὰ ὀκτὼ μέρη
30τοῦ λόγου οὕτω λέγων· 〈Χ 59〉 πρὸς δ’ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντ’ ἐλέησον· οὗπερ ἂν ἀφέλῃς πρώτην καὶ δευτέραν καὶ τρί‐ την λέξιν ἢ καὶ πλέον, πάλιν συστήσεται, τὸ δὲ ὄνομα ἂν ἐκβάλῃς καὶ τὸ ῥῆμα ἀσυστατήσει, οἷον συστήσεται δίχα τῆς πρός προθέσεως καὶ τοῦ δέ συνδέσμου καὶ τῆς ἐμέ ἀντωνυμίας καὶ τοῦ τόν ἄρθρου 〈τὸ〉 «δύστη‐
35νον ἔτι φρονέοντ’ ἐλέησον»· δίχα δὲ ὀνόματος καὶ ῥήματος εἰ λεχθείη, εὐθὺς ἀσυστατήσει, καθὼς ἤδη εἰρήκαμεν. Ὥστε τοίνυν μεμαθήκαμεν,
ὡς τῶν ἄλλων προύχουσι ταῦτα τὰ δύο μέρη, τό τε ὄνομα καὶ τὸ356

358

ῥῆμα, κύρια γὰρ καὶ γνησιώτερα μέρη λόγου τὰ δύο ταῦτα, πάντα δὲ τὰ ἄλλα πρὸς τὴν τελείαν σύνταξιν ἐπινενόηται. Οὐδὲ γὰρ ἰδίοις ὀνό‐ μασι κέχρηνται, ἀλλ’ ὡς ἀπὸ τῆς χρείας· μετοχὴ γὰρ διὰ τὸ μετέχειν τῆς τῶν ῥημάτων καὶ τῆς τῶν ὀνομάτων ἰδιότητος καὶ μεταξὺ εἶναι
5ὀνόματος καὶ ῥήματος· καὶ ἄρθρον διὰ τὸ συναρτᾶσθαι πτωτικοῖς, του‐ τέστι συνδεσμεῖσθαι· ἀντωνυμία δὲ διὰ τὸ ἀντὶ ὀνόματος παραλαμβάνε‐ σθαι· πρόθεσις δὲ διὰ τὸ προτίθεσθαι τῶν προειρημένων δύο μερῶν τοῦ λόγου, ὀνόματος καὶ ῥήματος· ἐπίρρημα δὲ διὰ τὸ ἐπὶ ῥήματα φέρεσθαι· σύνδεσμος δέ, ἐπειδὴ συνδεσμεύει.
10Σκοπήσωμεν λοιπόν, εἰ εὐλόγως τὴν πρώτην 〈τάξιν〉 ἐκληρώσατο τοὔνομα· τῶν γὰρ δύο μερῶν ἡ λέξις αὕτη, τὸ ὄνομα, πρόκειται, ἐπεὶ ἐξ αὐτοῦ πάντα ὀνομάζεται· οὐ πιθανὸν γὰρ προτάττειν τοῦ ὀνόματος τὸ ῥῆμα, ἐπειδὴ καὶ πᾶσαι λέξεις ἐπικοίνως τῇ αὐτοῦ προσηγορίᾳ ὀνόματα καλοῦνται. Ἔστι δὲ καὶ ἄλλως εἰπεῖν, ὅτι εὐλόγως τὸ ὄνομα τοῦ ῥήματος
15προτακτέον, εἰ καὶ προτέτακται τῇ φύσει τὸ ῥῆμα, ὅτι τὰ μὲν ὀνόματα κατὰ οὐσιῶν τίθεται, τὰ δὲ ῥήματα κατὰ πραγμάτων· τὸ γὰρ ὄνομα οὐσίας ἐστὶ δηλωτικόν, τὸ δὲ ῥῆμα πράγματος· κυριώτεραι δὲ αἱ οὐσίαι τῶν πραγμάτων· ἀσύστατον γὰρ τὸ φιλοσοφεῖν δίχα τοῦ μετιόντος, ὁμοίως δὲ καὶ τὸ ἀναγινώσκειν, εἰ μὴ εἴη ὁ μετιὼν τὴν ἀνάγνωσιν Σω‐
20κράτης· προτερευέτω τοίνυν τὸ ὄνομα τοῦ ῥήματος, ὅσον καὶ ἡ οὐσία προτερεύει τοῦ πράγματος. Ἐτυμολογεῖται δὲ αὐτὸ οὕτως· νέμω ἐστὶ τὸ διαμερίζω, ἀπὸ δὲ τούτου ῥηματικὸν ὄνομα νόμα, καὶ προσθέσει τοῦ ο ὄνομα, ὡς κρυόεις ὀκρυόεις, σταφίς ὀσταφίς, τὸ νέμον οἱονεὶ καὶ διαμερίζον ἑκάστῳ τὴν ἰδίαν προσηγορίαν· ἐν γὰρ τῷ ἄνθρωπος ὀνόματι
25διαχωριζόμεθα μὲν τῶν ἄλλων, κοινωνοῦμεν δὲ ἑαυτοῖς πάντες, ἐν δὲ τῷ Ὅμηρος Σωκράτης ἐπιμερίζεται ἡ γνῶσις. Χρὴ γινώσκειν ὡς πᾶν διδακτὸν ἐξ ὅρου καὶ παρεπομένων κατα‐ λαμβάνεται. Διδακτέον οὖν τοῦ ὀνόματος τὸν ὅρον οὕτως· ὄνομά ἐστι
30μέρος λόγου πτωτικόν, ἑκάστῳ τῶν ὑποκειμένων σωμάτων ἢ πραγμάτων κοινὴν ἢ ἰδίαν ποιότητα ἀπονέμον, κοινὴν μέν, οἷον ἄνθρωπος ἵππος, ἰδικὴν δέ, οἷον γραμματική Σωκράτης. Ἰστέον 〈δὲ〉 ὅτι ἴδιον τοῦ ὀνό‐ ματος τυγχάνει etc. Σv 215, 26—216, 7. Ὄνομά ἐστι λέξις ἐπὶ σώματος καὶ πράγματος τεταγμένη, καὶ ἤτοι
35κοινῶς ἢ ἰδίως τι δηλοῦσα· κοινῶς μέν, οἷον ἄνθρωπος, ἰδίως δέ, οἷον
Σωκράτης.357

359

(1t)

§ 12 (14b).
2tΠερὶ ὀνόματος.
3Ὄνομά ἐστι μέρος λόγου πτωτικόν, σῶμα ἢ πρᾶγμα ση‐ μαῖνον, σῶμα μέν, οἷον λίθος, πρᾶγμα δ, οἷον παιδεία, κοι‐
5νῶς τε καὶ ἰδίως λεγόμενον, κοινῶς μέν, οἷον ἄνθρωπος ἵππος, ἰδίως δ, οἷον Σωκράτης Πλάτων.] «Πτωτικόν», ἐπειδὴ κοινωνεῖ ἑτέροις etc. = Σv 216, 30—217, 21. Διὰ τί εἶπε «σῶμα ἢ πρᾶγμα σημαῖνον»; Διὰ τὰ ἄλλα πτωτικά, τό τε ἄρθρον καὶ τὴν ἀντωνυμίαν· ἐκεῖνα γὰρ οὐκ εἰσὶ σημαντικὰ καθ’ ὧν ἐπιφέρονται, ἀλλὰ τὸ
10μέν, ἤγουν ἡ ἀντωνυμία, δεικτικόν, τὸ δέ, ἤγουν τὸ ἄρθρον, παρεπόμενον τοῖς ὀνόμασι καὶ ταῖς μετοχαῖς καὶ ἀντωνυμίαις, οὐ πάσαις, ἀλλὰ πολλαῖς τισιν. —Ἐν πόσοις καὶ ποίοις τὸ ὄνομα; Ἐν δυσίν, ἤτοι σώμασι καὶ πράγμασιν. —Διὰ τί εἶπε «κοινῶς τε καὶ ἰδίως λεγόμενον»; Διότι ἐν τῇ λέξει οὐ διαφέρει, ὡς ὄνομα, τὸ κοινῇ καὶ κατ’ εἶδος ἢ γένος λεγόμενον ὄνομα τοῦ ἰδίως λεγομένου καὶ πρὸς ἓν
15ἄτομον. Πῶς; πλάτυνον. Ὄνομά ἐστι [μέρος τοῦ λόγου] ἐπ’ ἴσης τὸ ἄνθρωπος ἵππος ζῷον, τὰ κοινῶς ἐπιλεγόμενα τῷ παντὶ εἴδει τοῦ ἀνθρώπου καὶ παντὶ εἴδει 〈τοῦ〉 ἵππου καὶ παντὶ γένει τοῦ ζῴου, τῷ Σωκράτης καὶ Πλάτων, ἅτινα ἕνα Πλά‐ τωνά τινα ἐν ἑνὶ ἀτόμῳ τῶν ἐν ὅλῳ τῷ εἴδει ἀνθρώπων καὶ ἕνα Σωκράτη δηλοῦ‐ σιν. Ἡ γὰρ προσηγορία, φησὶν ὁ τεχνικός, ἤγουν τὸ ὄνομα τῆς κοινῆς οὐσίας, ὡς
20εἶδος τῷ ὀνόματι ὑποβέβληται. Κοινῶς μέν, ὡς ἄνθρωπος, ἰδίως δέ, οἷον Σωκράτης Πλάτων· κοινὸν γάρ ἐστιν καὶ ἴδιον, ὡς εἴρηται, τῆς οὐσίας τὸ ὄνομα. —Ἐπειδὴ τὸ μὲν ὄνομα συναναιρεῖ, τὸ δὲ ῥῆμα συναναιρεῖται, διὰ τοῦτο καὶ προτερεύει τὸ ὄνομα τοῦ ῥήματος, ὡς οὐσία καὶ συμβεβηκός. Τί ἐστι μέρος; Πᾶν τὸ ἥμισυ τοῦ σώματος, ἢ καὶ ἓν μέλος, ἤτοι χεὶρ ἢ ποὺς
25ἢ κεφαλὴ ἢ ἄλλο τι τῶν μελῶν τοῦ σώματος. Διὰ τί εἶπε «μέρος»; Ἐπειδὴ ἐκ τῶν ὀκτὼ μερῶν τοῦ λόγου ἓν μέρος ἐστὶ τὸ ὄνομα καὶ πρῶτον, ἐξ ὧν ὁ λόγος ἁρμόζεται. —Διὰ τί εἶπε «πτωτικόν»; Ἐπειδὴ πτώσεις ἐπιδέχεται, καὶ διὰ τὰ ἄπτωτα. Ἀπὸ τῶν ὀκτὼ μερῶν τοῦ λόγου πόσα πτωτικὰ καὶ πόσα ἄπτωτα; Πτω‐ τικὰ μὲν τέσσαρα, ὄνομα, μετοχή, ἄρθρον, ἀντωνυμία, ἄπτωτα δὲ τέσσαρα, ῥῆμα,
30πρόθεσις, ἐπίρρημα καὶ σύνδεσμος. Διὰ τί καλοῦνται τὰ μὲν πτωτικά, τὰ δὲ ἄπτωτα; Διότι μεταπίπτει ἐν τοῖς πτωτικοῖς τὸ τέλος τῆς εὐθείας ἐν τῇ γενικῇ· καὶ γὰρ ἐν ταῖς κλίσεσιν εἰς διαφόρους καταλήξεις μεταπίπτουσιν, οἷον λόγος λόγου λόγῳ λόγον ὄνομα, τύπτων τύπτοντος μετοχή, ὁ τοῦ τῷ ἄρθρον, αὐτός αὐτοῦ ἀντωνυμία· ἐν δὲ τοῖς ἀπτώτοις ἀεὶ τὸ τέλος ἕν ἐστιν. Τὸ δέ γε ῥῆμα ἀμφιβάλλεται. Καὶ μὴν
35τὸ ῥῆμα μεταπίπτειν δοκεῖ· τύπτω γάρ ἐστιν, τὸ δεύτερον τύπτεις, τὸ τρίτον τύ‐ πτει. Καί φασιν· ἀλλὰ δοκεῖ, οὐ μεταπίπτει δέ· ἄλλο γάρ ἐστι τὸ ὄνομα τῆς αὐτῆς οὐσίας, καὶ ἄλλο τὸ ἐν ἄλλῃ καὶ ἄλλῃ οὐσίᾳ, ἤγουν ἐν ἄλλῳ καὶ ἄλλῳ προσώπῳ, τὸ ῥῆμα ἀλλοίως καὶ ἀλλοίως ἐκφωνεῖσθαι. Πῶς φασιν—ἢ φῄς; κρεῖττον γάρ ἐστι τὸ δεύτερον τὸ φῄς· καὶ πλάτυνον. Φημὶ ὅτι πᾶν ὄνομα κλινόμενον τρίτον πρό‐
40σωπον δηλοῖ ἐπὶ τῶν πέντε πτώσεων· δοκεῖ γὰρ ὁ κλίνων μήτε ἑαυτὸν κλίνειν μήτε τὸν ἀκούοντα, περὶ δὲ [τοῦ] ἑτέρου διαλαμβάνειν, δηλαδὴ τρίτου προσώπου, ὅπερ οὔτε λέγει, ὡς ὁ λέγων τὸ πρῶτον πρόσωπον, οὔτε ἀκούει, ὡς ὁ ἀκούων τὸ δεύ‐ τερον· τὸ μέντοι τύπτω πρώτου προσώπου ἐστίν, τὸ δὲ τύπτεις δευτέρου, τὸ δὲ τύπτει τρίτου, ὥστε οὐδὲν τούτων ἀλλάσσει τὴν τελευταίαν εἰς τὴν τῆς ἰδίας οὐσίας
45μετάπτωσιν. Διὰ τὴν αἰτίαν οὖν ταύτην οὐ καλεῖται τὸ ῥῆμα πτωτικόν, ἀλλὰ τοῖς358

360

ἀκλίτοις τούτων καὶ ἀπτώτοις συντάσσεται, τῇ προθέσει, τῷ ἐπιρρήματι καὶ τῷ συν‐ δέσμῳ. Ποσαχῶς τὸ ὄνομα; Διχῶς· τὸ μὲν πρὸς ἀντιδιαστολὴν τοῦ ῥήματος, τὸ δὲ κοινῶς λεγόμενον ἐπὶ πάσης λέξεως, καθ’ ὃ σημαινόμενον πᾶσα φωνὴ σημαντικὴ
5ὄνομα λέγεται. —Πόσα σημαίνει τὸ ὄνομα; Δύο, σῶμα καὶ πρᾶγμα, σῶμα μέν, οἷον οὐσία, πρᾶγμα δέ, οἷον συμβεβηκός. —Τί ἐστι σῶμα; Ἡ αἰσθητὴ οὐσία· ἄλλως· πᾶν τὸ θεωρούμενον καὶ κρατούμενον ὑπὸ τῆς ἁφῆς τοῦ ἀνθρώπου λέγεται σῶμα, οἷον λίθος ξύλον. —Τί ἐστι πρᾶγμα; Ἡ ἐννοηματικὴ οὐσία, οἷον παιδεία ῥητορική φιλοσοφία· καὶ ἄλλως· πᾶν τὸ μήτε θεωρούμενον μήτε κρατούμενον ὑπὸ τῆς ἁφῆς
10τοῦ ἀνθρώπου λέγεται πρᾶγμα· ἄλλως· ὃ μηδενὶ τῶν εἰρημένων, ἤγουν ὁράσεως ἢ ψηλαφήσεως, νῷ δὲ μόνῳ θεωρεῖται, οἷον θεός λόγος. Καὶ ὁ κάπνος σῶμά ἐστιν ἢ πρᾶγμα; Καὶ σῶμα καὶ πρᾶγμα· σῶμα μέν, ὅτι θεωρεῖται, πρᾶγμα δέ, ὅτι οὐ κρα‐ τεῖται. —Διὰ τί προτερεύει τὸ ὄνομα τοῦ ῥήματος; Ἐπειδὴ τὸ μὲν ὄνομα οὐσίαν σημαίνει, τὸ δὲ ῥῆμα συμβεβηκός, προτέρα δὲ ἡ οὐσία τοῦ συμβεβηκότος.
15Πόθεν ὄνομα; Ἀπὸ τοῦ νέμω, ὃ δηλοῖ τὸ μερίζω, γίνεται νόμα, καὶ προσθέσει τοῦ ο ὄνομα. Σημείωσαι ὅτι τοῦτο μονῆρές ἐστιν· οὐδὲν γὰρ εἰς α λῆγον ὄνομα οὐδέτερον παραλήγεται ἑνὶ ο καὶ προπαραλήγεται ἑτέρῳ ο, εἰ μὴ μόνον τὸ ὄνομα· ὅθεν οἱ Αἰολεῖς ἀναλογώτεροί εἰσιν ὄνυμα λέγοντες, ὡς μήνυμα καὶ κώλυμα καὶ ἔρυμα, ἐξ οὗ καὶ τὸ φερώνυμον καὶ διώνυμον καὶ ὁμώνυμον. Ἄλλως· πόθεν ὄνομα;
20Ἐκ τοῦ ὀνῶ, ὃ δηλοῖ τὸ μέμφομαι· τούτου ὁ μέλλων ὀνόσω, ἐξ οὗ καὶ τὸ ὄνομα. Καὶ τί μετέχει; Ὅτι πρῶτον ἡ τοιαύτη λέξις τὸ ὄνομα ἐπὶ σκώμματι ἐπετρίβη τινὶ τῶν παλαιτάτων, ὃς ἐπεκλήθη Ὄνομα, ἤτοι σκῶμμα καὶ μέμψις τῆς Ἑλλάδος· ἐκ τούτου δὲ ἐκράτησεν ἡ λέξις κατὰ παντὸς οὐσίαν σημαίνοντος. —Πόσα σημαίνει τὸ νέμω; Ἕξ· τὸ παρέχω, παρ’ οὗ καὶ νεμέτωρ ὁ βραβευτής· νέμω τὸ μερίζω, παρ’ οὗ
25καὶ νόμος καὶ ὄνομα, τὸ μεμερισμένον πᾶσιν· νέμω τὸ βόσκω, ἐξ οὗ καὶ νομεύς ὁ βοσκός, καὶ νομή ἡ βοσκή· νέμω τὸ πορεύομαι, ἐξ οὗ καὶ νέμεται τὸ ἐπιπορεύε‐ ται· νέμω τὸ φθονῶ, ἐξ οὗ καὶ νέμεσις ἡ μέμψις, καὶ νεμεσῶ τὸ μέμφομαι· νέμω τὸ οἰκῶ, οἷον 〈Β 496〉 οἵ θ’ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν. — Ὄνομα· τὸ ο μικρόν, διὰ τί; Τὰ κατὰ πλεονασμὸν τοῦ ο γινόμενα μικρογραφεῖται·
30καὶ ἄλλως· ἐκ τοῦ ὀνῶ, ὃ δηλοῖ τὸ μέμφομαι· τὰ ἀπὸ τοῦ ο ἀρχόμενα μικρογρα‐ φεῖται, οἷον ὀνῶ τὸ ὠφελῶ, ὀνῶ τὸ μέμφομαι, ὁρῶ τὸ βλέπω καὶ ἕτερα· ὠδίνω δὲ (τὸ ἐπὶ τοκετοῦ) ὠθῶ ὤθω ὠφελῶ ὠχριῶ ὡρακιῶ ὠστίζω ὠνῶ (τὸ ἀγοράζω) καὶ ὠρῶ (τὸ φυλάττω) μεγάλα. —Εἰς τὸ ο τί πνεῦμα; Ψιλόν. Διὰ τί; Τὸ ο πρὸ τοῦ ν ψιλοῦται, ὀνῶ τὸ μέμφομαι, ὀνοστόν τὸ μεμπτόν· εἰ μή τις ἕτερος κωλύει
35λόγος, διὰ τὸ ὑποτακτικὸν ἄρθρον τῆς αἰτιατικῆς τῶν ἑνικῶν τοῦ ἀρσενικοῦ γένους τὸ ὅν· πᾶν γὰρ ἄρθρον ἀπὸ φωνήεντος ἀρχόμενον δασύνεται. —Τίνα τόνον; Ὀξεῖαν. Διὰ τί; Πρὸ δύο συλλαβῶν περισπωμένη οὐ τίθεται. —Τὸ νο μικρόν, διὰ τί; Ἐκ τοῦ νέμω· τὰ ἔχοντα τὸ ε ἐγκείμενον ἐν τοῖς ῥήμασιν ἔχουσι τὸ ο μικρὸν ἀντι‐ παρακείμενον ἐν τοῖς ὀνόμασιν, οἷον φέρω φόρος, νέμω νόμος, καὶ ἕτερα πλεῖστα.
40Καὶ ἄλλως· τὰ εἰς μα λήγοντα οὐδέτερα φύσει μακρᾷ παραλήγεται, χῶμα χρῶμα καὶ ἄλλα πολλά, πλὴν τοῦ στόμα ὄμμα ὄνομα καὶ ἑτέρων. Καὶ ἄλλως· ἐκ τοῦ ὀνόσω, ὃ δηλοῖ τὸ μέμψομαι· ἡ γὰρ τρίτη συζυγία τῶν περισπωμένων ἐπὶ τοῦ μέλλοντος θέλει ἔχειν τὸ ω τὸ μέγα ἢ τὸ ο τὸ μικρόν· καὶ πάντοτε μὲν τὸ ω τὸ μέγα, πλὴν ὀνόσω, ὃ δηλοῖ τὸ μέμψομαι, βόσω (τὸ θρέψω), ἐνόσω, ὃ δηλοῖ τὸ κινήσω, καὶ ἑτέρων.
45Παρέπεται τῷ ὀνόματι πέντε, γένη, εἴδη, σχήματα, ἀρι‐ θμο, πτώσεις.] Παρεπόμενόν ἐστι etc. = Σv 217, 23—218, 7.
〈Heliodori.〉 —Ἄξιον οὖν ἐνταῦθα ζητῆσαι, διὰ τί μὴ ἴδια ταῦτα359

361

λέγει εἶναι τοῦ ὀνόματος τὰ πέντε, ἀλλὰ παρεπόμενα, καὶ τί διαφέρει ἴδιον παρεπομένου. Καὶ ἔστιν εἰπεῖν· ἴδιον μὲν λέγεται τὸ ἀναστρεφό‐ μενον καὶ τοῦ αὐτοῦ γένους καὶ αὐτοῦ μόνου ὑπάρχον, ὡς ἴδιόν φαμεν τοῦ ἀνθρώπου τὸ γελαστικόν, αὐτοῦ γὰρ μόνου, καὶ εἴ τι γελαστικόν,
5τοῦτο ἄνθρωπος, καὶ ἵππου τὸ χρεμετιστικόν, καὶ εἴ τι χρεμετιστικόν, τοῦτο ἵππος· οὕτως ὀνόματος ἴδιον λέγομεν τὸ καθ’ ὑποκειμένου καὶ οὐσιώδους τάττεσθαι, τοῦτο γὰρ αὐτῷ μόνῳ παρέπεται παρὰ τὰς ἄλλας λέξεις· παρεπόμενον δὲ ἐκεῖνο τὸ φύσει συμβεβηκὸς ἀχώριστον ἢ χω‐ ρισθῆναι δυνάμενον, ἀχώριστον μέν, ὡς Αἰθίοπι τὸ μέλαν, χωρισθῆναι
10δὲ δυνάμενον, ὡς τὸ καθέζεσθαι τῷ ἀνθρώπῳ, ὅπερ οὐχ ἑνὸς μόνου, ἀλλὰ καὶ ἄλλου γένους φαίνεται εἶναι. Τί ἐστι γένος; Ποιότης ὀνόματος ὑπὸ τῶν ἄρθρων διαιρουμένη. Καὶ ἄλλως· πτωτικῆς λέξεως χαρακτὴρ σημαίνων τὸ ἐν φωνῇ ἄρσεν ἢ θῆλυ ἢ οὐδέτερον. Καὶ σημειωτέον ὅτι ἔγκειται τῷ ὅρῳ τὸ «ἐν φωνῇ», ἐπεὶ οἱ φιλόσοφοι οὐκ ἀπὸ φωνῆς
15νοοῦσι τὰ γένη, ἀλλ’ ἀπὸ τῆς σημασίας, οἱ δὲ γραμματικοὶ ἄρσεν γένος ἐκεῖνο λέ‐ γουσιν, οὗ προηγεῖται τὸ ὁ ἄρθρον, θῆλυ δέ, οὗ προηγεῖται τὸ ἡ, οὐδέτερον δέ, οὗ προηγεῖται τὸ τό. Ἰστέον οὖν ὅτι τὸ γένος λέγεται τετραχῶς· καὶ γένος μὲν λέγεται ἡ πατρίς, ὡς οἱ ἀπὸ Νικαίας Νικαεῖς· γένος δὲ λέγεται καὶ τοῦ τεκόντος, ὡς οἱ ἐξ Ἰσραὴλ
20Ἰσραηλῖται· γένος δὲ λέγεται καί, περὶ οὗ παρὰ τοῖς φιλοσόφοις ὁ λόγος, τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον· καὶ τὸ παρὰ τοῖς γραμματικοῖς τέταρτον, πτωτικῆς λέξεως χαρακτὴρ σημαίνων τὸ ἐν φωνῇ ἄρσεν ἢ θῆλυ ἢ οὐδέτερόν τι διακρίνων. Διὰ τί παρέπεται τῷ ὀνόματι πέντε; Διότι καὶ τῷ ἀνθρώπῳ πέντε αἰσθήσεις
25εἰσίν, ὅρασις, ὄσφρησις, ἀκοή, γεῦσις καὶ ἁφή· διακρίνομεν δὲ ἐν μὲν τῇ ὁράσει τὸ λευκὸν καὶ τὸ μέλαν, ἐν δὲ τῇ ὀσφρήσει τὸ εὐῶδες καὶ τὸ δυσῶδες, ἐν δὲ τῇ ἀκοῇ τὸ ὀξὺ καὶ τὸ βαρύ, ἐν δὲ τῇ γεύσει τὸ γλυκὺ καὶ τὸ πικρόν, ἐν δὲ τῇ ἁφῇ τὸ ψυχρὸν καὶ τὸ θερμόν. Πόθεν γένος; Ἀπὸ τοῦ γείνω, ὃ δηλοῖ τὸ γεννῶ. Πόσα γένη; Τρία, ἀρσενι‐
30κόν, θηλυκὸν καὶ οὐδέτερον· ἔνιοι δὲ προστιθέασι τούτοις καὶ ἕτερα δύο, κοινόν τε καὶ ἐπίκοινον· διὸ ἐξ ἀρχῆς ἐν μόνοις τοῖς ἀψύχοις ἐτίθετο ἡ τοιάδε φωνή, ἅτε μήτε ἀρσενικὰ μήτε θήλεα εἰκὸς νοεῖσθαι 〈καὶ〉 λέγεσθαι· μετέπειτα δὲ κατεχρή‐ σαντο οἱ μεταγενέστεροι καὶ ἐπὶ ἐμψύχων· ἐφ’ ᾧ καὶ οὐκ ἐκ σημασίας ἔσχε τὴν ἐπωνυμίαν, ἀλλ’ ἐξ ἀποφάσεως τῶν δύο γενῶν.
35〈Heliodori.〉 —Πρόσκειται δὲ τῷ ὅρῳ τοῦ γένους τὸ «ἐν φωνῇ», ἐπεὶ οἱ φιλόσοφοι οὐκ ἀπὸ τῆς φωνῆς νοοῦσι τὰ γένη, ἀλλ’ ἐκ τῆς σημασίας· καὶ ἄρσεν μὲν καλοῦσι τὸ σπέρματος ἀποβλητικόν, θῆλυ δὲ τὸ σπέρματος δεκτικόν, οὐδέτερον δὲ τὸ μηδενὸς τούτων μετέχον. Ἐὰν γὰρ ἐρωτηθῶσι τὸ βρέφος ἢ τὸ παιδίον ποίου γένους ἐστίν, ἐροῦσιν
40ἀρσενικοῦ πρὸς τὴν σημασίαν ἀποβλέποντες· καὶ πάλιν ἐὰν εἴπῃς αὐτοῖς
τὸ γύναιον ποίου γένους, ἐροῦσι θηλυκοῦ πρὸς τὴν σημασίαν ἀποβλέ‐360

362

ποντες· καὶ πάλιν ἐὰν εἴπῃς αὐτοῖς ἡ πέτρα καὶ ὁ πύργος ποίου γένους, ἐροῦσιν οὐδετέρου· τὸ γὰρ οὐδέτερον οὐκ ἐκ σημασίας ἔχει τὴν ὀνομα‐ σίαν, ἀλλ’ ἐκ τῆς τῶν δύο γενῶν ἀποφάσεως. Οἱ δὲ γραμματικοὶ λέ‐ γουσιν ἄρσεν γένος οὗ προτάσσεται κατ’ εὐθεῖαν καὶ ἑνικὴν πτῶσιν ἄρ‐
5θρον τὸ ὁ, ὡς ὁ Αἴας, καὶ θηλυκὸν οὗ προτάσσεται κατ’ εὐθεῖαν καὶ ἑνικὴν πτῶσιν ἄρθρον τὸ ἡ, οἷον ἡ Μοῦσα, οὐδέτερον δὲ οὗ προτάσ‐ σεται 〈κατ’ εὐθεῖαν καὶ ἑνικὴν πτῶσιν ἄρθρον〉 τὸ τό, ὡς τὸ βῆμα. Ἰστέον δὲ ὅτι τὸ οὐδέτερον οὐκ ἐκ σημασίας τινὸς ἔχει τὴν ὀνο‐ μασίαν, ἀλλ’ ἐξ ἀποφάσεως τῶν δύο γενῶν· ὡς γὰρ ἐπὶ τῶν χρόνων
10ἐνεστῶτά φαμεν τὸν ἐνιστάμενον, καὶ παρατατικὸν τὸν ἔχοντα παράτα‐ σιν πολλὴν ὡς ἐκ πολλοῦ γενομένην καὶ οὔπω τετελεσμένην, καὶ παρα‐ κείμενον τὸν δηλοῦντα τὴν ἄρτι γενομένην συντέλειαν, καὶ ὑπερσυντέ‐ λικον τὸν δηλοῦντα πρᾶγμα πρὸ πολλοῦ συντετελεσμένον καὶ γενόμενον, καὶ μέλλοντα τὸν πρᾶγμα δηλοῦντα μέλλον γενέσθαι, ἀόριστον δὲ τὸν
15μηδὲν τούτων δηλοῦντα, καὶ ὡς ἐπὶ τῶν ἐγκλίσεων ὁμοίως ὁριστικήν φαμεν τὴν ὁρίζουσαν τὸ πρᾶγμα, καὶ προστακτικὴν τὴν πρόσταξιν ση‐ μαίνουσαν, καὶ εὐκτικὴν τὴν τὸ εὔχεσθαι 〈σημαίνουσαν〉, εἶτα τὴν ἀπα‐ ρέμφατον οὐκ ἀπὸ σημασίας ἀλλ’ ἐξ ἀποφάσεως ὀνομάζομεν, οὕτως ἀρσενικὸν καὶ θηλυκὸν ἀπὸ σημασίας, τὸ δὲ ἐξ ἀποφάσεως ἀμφοῖν οὐδέ‐
20τερον καλοῦμεν, ὅ ἐστι τὸ μηδὲ ἓν τῶν προειρημένων σημαῖνον. Καὶ τοῦτο δὲ ἰστέον, ὅτι πολλάκις ὁ ποιητὴς οὐ πρὸς τὸν χαρακτῆρα τῶν οὐδετέρων ἀλλὰ πρὸς τὸ σημαινόμενον ὑπαντᾷ, ὡς ἐν τῷ 〈Κ 278〉 κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεί, καὶ ἐν ἄλλοις πλείστοις ὁμοίως.
25Προτάσσειν δὲ δεῖ τὸ εἶδος τοῦ γένους· πᾶσα γὰρ φωνὴ ὑπὸ εἶδος ἀνάγεται, οὔ γε μὴν ὑπὸ γένος· οἱ δὲ φιλόσοφοι τὸ γένος προτιθέασιν ὡς περιεκτικὸν τῶν εἰδῶν. 〈Heliodori.〉Ἔνιοι δὲ προστιθέασι τούτοις ἄλλα δύο, κοινόν τε καὶ ἐπίκοινον.] Ἐπειδή τινες εἰσηγήσαντο ἄλλα δύο γένη,
30τὸ κοινόν τε καὶ ἐπίκοινον, τούτου χάριν ἐλευθερῶν ἑαυτὸν μέμψεως ὁ τεχνικὸς ἔφη «ἔνιοι δὲ προστιθέασιν»· εἰ γὰρ τέσσαρα ἔσονται τὰ γένῃ, ἀρσενικὸν θηλυκὸν κοινόν τε καὶ ἐπίκοινον, πῶς τὸ μηδὲν τούτων ἐμ‐ φαῖνον οὐδέτερον εἴπομεν; Φυσικῶς γὰρ δύο ἐπιστάμεθα γένη, ἄρσεν καὶ θῆλυ, καὶ τὸ ἐξ ἀναιρέσεως τῶν δύο προσαγορευόμενον οὐδέτερον,
35καὶ ἑκάστῳ αὐτῶν δέδοταί τις οἰκεῖος χαρακτὴρ καὶ ἴδιον ἄρθρον· λέ‐361

363

γομεν γάρ, ὅτι ὁ εἰς αν χαρακτὴρ ἀρσενικῶν ἐστι μόνων, οἷον μεγιστάν πελεκάν, καὶ ὁ εἰς η θηλυκῶν μόνων, 〈οἷον〉 Ἑλένη Κλυμένη, καὶ ὁ εἰς ον οὐδετέρων μόνων, οἷον δένδρον ξύλον· καὶ τὸ ὁ ἄρθρον ἀρσενικῶν ἐστι μόνων, τὸ δὲ ἡ θηλυκῶν, καὶ τὸ τό οὐδετέρων. Παράσχωμεν τοί‐
5νυν καὶ τῷ κοινῷ γένει καὶ τῷ ἐπικοίνῳ ἰδίους χαρακτῆρας καὶ ἴδια ἄρθρα πρὸς ἀκρίβειαν καὶ διάκρισιν τῶν ἄλλων γενῶν, καὶ τότε δῶμεν καὶ αὐτὰ γένη· εἰ δὲ οὐχ εὑρίσκομεν, τί μάτην πλῆθος γενῶν παρεισά‐ γομεν τῇ τέχνῃ; καὶ χρὴ λέγειν ὄνομα κοινόν, ὄνομα ἐπίκοινον, καὶ οὐ γένος κοινὸν καὶ ἐπίκοινον. Ὡς οὖν δέδεικται, οὐ δεχόμεθα τὰ γένη
10ταῦτα παρὰ τὸ ἀρσενικὸν καὶ θηλυκὸν καὶ οὐδέτερον, ἐπειδὴ οὔτε ση‐ μασίαν ἰδίαν ἔχουσιν οὔτε ἄρθρον ἴδιον· τὸ γὰρ σημαινόμενον αὐτῶν ἢ ἀρσενικὸν ἢ θηλυκόν, καὶ ἡ φωνὴ αὐτῶν ἢ ἀρσενικὴ ἢ θηλυκή. Καὶ κοινὸν μέν ἐστι etc. = Σv 218, 27—219, 7. Καὶ πάλιν ἐκεῖνα καλοῦμεν κοινά, ὅσα ἐξ αὐτῆς τῆς φύσεως πᾶσίν εἰσιν ἐγνωσμένα, εἴτε ἀρσενικὰ
15εἴτε θηλυκά εἰσιν, ὡς ἐπὶ ἀνθρώπου 〈καὶ〉 ἵππου καὶ τῶν τοιούτων· ἐπίκοινα δέ, ὅσα ἐξ αὐτῆς τῆς φύσεως οὐκ εἰσὶ πᾶσιν ἐγνωσμένα, εἴτε ἀρσενικὰ εἴτε θηλυκά 〈εἰσιν〉, ὡς ἐπὶ ἀετοῦ καὶ περιστερᾶς καὶ τῶν τοιούτων. Τί ἐστι κοινὸν γένος; Ὃ τὰς μὲν πτώσεις ἔχει τὰς αὐτάς, ὑποτάσσεται δὲ
20ἰδίοις ἄρθροις, οἷον ὁ ἄνθρωπος καὶ ἡ ἄνθρωπος. Καὶ ἄλλως· τὸ διὰ δύο ἄρθρων καὶ δι’ ἑνὸς ὀνόματος σημαῖνον τό τε ἄρσεν καὶ θῆλυ, οἷον ὁ ἄνθρωπος καὶ ἡ ἄν‐ θρωπος, ὁ βοῦς καὶ ἡ βοῦς, ὁ κύων καὶ ἡ κύων, καὶ τὰ ὅμοια. Τί ἐστιν ἐπίκοινον γένος; Τὸ δι’ ἑνὸς ἄρθρου, ἢ μόνου ἀρσενικοῦ ἢ μόνου θηλυκοῦ, σημαῖνον τὸ ἄρσεν καὶ θῆλυ, οἷον ὁ κόραξ, ὁ ἰχθῦς, ἡ περιστερά, ἡ ἀηδών· ἐκεῖνο μὲν γὰρ τὸ κοινὸν
25διὰ τὸ κοινῶς τοῦ εἴδους τὸ ὄνομα ἐπιφέρεσθαι, τοῦτο δέ, ἤγουν τὸ ἐπίκοινον, διὰ τὸ συμπεριλαμβάνειν ἐπικοίνως ἐν ἑνὶ ἄρθρῳ τὰ δύο γένη, τὸ ἄρσεν καὶ τὸ θῆλυ. Ἀλλ’ οὐδὲν ταῦτα πρὸς τὸν γραμματικόν. Τί ἐστιν εἶδος; Τοῦτο τὸ εἶδος λέγεται τριχῶς· λέγεται γὰρ εἶδος παρὰ τοῖς φιλοσόφοις τὸ περιεκτικὸν τῶν εἰδικῶν, ἤτοι τῶν ἀτόμων, τουτέστι τῶν προσώπων,
30τὸ κατὰ πλειόνων καὶ διαφερόντων τοῖς ἀτόμοις ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορού‐ μενον· εἶδος λέγεται καὶ ἡ μορφή, ἤγουν ὁ πέτρος· εἶδος καὶ παρὰ τοῖς γραμμα‐ τικοῖς φωνῆς εἰκὼν τὴν ἐν αὐτῇ δηλοῦσα πρώτην ἢ δευτέραν θέσιν. —Πόθεν εἶδος; Ἀπὸ τοῦ εἴδω, ὃ δηλοῖ τὸ ὁμοιῶ. —Πόσα σημαίνει τὸ εἴδω; Διὰ μὲν τῆς ει δι‐ φθόγγου πέντε· εἴδω τὸ γινώσκω, ἐξ οὗ καὶ τὸ 〈υ 75〉 οἶδεν ἅπαντα· εἴδω τὸ
35φαίνω, ἐξ οὗ καὶ τὸ 〈Θ 559〉 εἴδεται ἄστρα· εἴδω τὸ ὁμοιῶ, ἐξ οὗ καὶ εἰκών· εἴδω τὸ λέγω, ἐξ οὗ καὶ τὸ 〈Α 1〉 μῆνιν ἄειδε, μετὰ τοῦ ἐπιτατικοῦ α, καὶ γὰρ οἱ πολλὰ ἐπιστάμενοι ᾄδουσιν· εἴδω τὸ βλέπω, τούτου δὴ ὁ δεύτερος ἀόριστος ἴδον, οἷον 〈ubi?〉 ἴδον παῖδας Χαλδαίων· διὰ δὲ τοῦ η τέσσαρα· ἥδω τὸ ἐπιθυμῶ, ἐξ οὗ καὶ ἧπαρ, ἐν τούτῳ γὰρ τὰ τῆς ἡδονῆς καὶ τῆς ἐπιθυμίας· ἥδω τὸ ἀρέσκω,
40ἀφ’ οὗ καὶ τὸ 〈Μ 80. Ν 748〉 ἅδε δ’ Ἕκτορι μῦθος, ἀφ’ οὗ καὶ παράγωγον ἁνδάνω, οἷον 〈Α 24. 378〉 οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ· ἥδω τὸ εὐφραίνω, ἐξ οὗ καὶ ἡδύς καὶ ἡδύνω παράγωγον· ἤδω τὸ ὠφελῶ, ἐξ οὗ καὶ ἦδος
τὸ ὄφελος. —Πόσα εἴδη; Δύο, πρωτότυπον καὶ παράγωγον.362

364

Εἴδη δύο.] Εἰδός ἐστι χαρακτὴρ λέξεως διάφορον σημασίαν ἔχων, ταττόμενον ὑπὸ τὸ γένος, εἰ καὶ μὴ πάντοτε ἀλλὰ πολλάκις, ἢ περι‐ εχόμενον ὑπ’ αὐτοῦ. Καὶ ἄλλως· εἶδός ἐστι φωνῆς εἰκὼν δηλοῦσα τὴν ἐν αὐτῇ πρώτην ἢ δευτέραν θέσιν.
5〈Heliodori.〉 —Ζητοῦσι δέ τινες ἐνταῦθα λέγοντες, διὰ τί μὴ τὸ εἶδος τοῦ γένους προέταξεν ὁ τεχνικός, εἴ γε πᾶσα λέξις ὑπὸ εἶδος ἀνάγεται, οὐχ ὑπὸ γένος, καθό φαμεν οὕτω, «πᾶσα λέξις ἢ πρωτότυπός ἐστιν ἢ παράγωγος». Πρὸς οὕς φαμεν, ὡς τοῖς φιλοσόφοις ἠκολούθη‐ σεν ὁ τεχνογράφος· ἐκεῖνοι μὲν γὰρ προτάσσουσι τοῦ εἴδους τὸ γένος,
10ὡς περιεκτικὸν τῶν εἰδῶν ὑπάρχον· οἱ δὲ γραμματικοὶ τὸ εἶδος προ‐ τάσσουσιν, ἐπειδὴ οὐ τοσοῦτον τῆς σημασίας ὅσον τῆς φωνῆς ἀντιποι‐ οῦνται, καθὸ πᾶσα λέξις ὑπὸ εἶδος ἀνάγεται, οὐχ ὑπὸ γένος. —«Γένος δὲ καὶ εἶδος ἐνταῦθα οὐ τὰ παρὰ φιλοσόφοις· οἶδα γάρ, ὅτι γένος ἐκεῖνοί φασι τὸ περιέχον τὸ εἶδος καὶ εἶδος πάλιν τὸ περιεχόμενον ὑπὸ
15τοῦ γένους, οἷον γένος τοῦ ἀνθρώπου τὸ ζῷον, καὶ ὁ ἄνθρωπος εἶδος ζῴου». Πρὸς ὃν δεῖ οὕτως ἀπαντᾶν· καὶ ἡμεῖς τοῦτό γε ἴσμεν, ὅτι φωνὰς νῦν ὁ τεχνικὸς εἰσηγεῖται, καὶ ὅτι γένος νῦν λέγει οὐ τὸ περι‐ έχον τὸ εἶδος, ἀλλὰ τὸ ἄρσεν καὶ θῆλυ, καὶ εἶδος οὐ τὸ περιεχόμενον ὑπὸ τοῦ γένους, ἀλλὰ τὸ πρωτότυπον καὶ τὸ παράγωγον, καὶ ὅτι πᾶσα
20λέξις ὑπὸ τὸ εἶδος ἀνάγεται, καθὸ ἢ πρωτότυπός ἐστιν ἢ παράγωγος. καὶ διὰ τοῦτο τὸ εἶδος ὡς καθολικώτερον ὂν κατὰ τὴν φωνὴν τοῦ γένους ὀφείλει προτάξαι ὁ τεχνικός. Ἀλλά φαμεν, ὡς ὁμωνυμίαν εὑρὼν ἐνταῦθα τοῖς φιλοσόφοις προσεχαρίσατο τὸ γένος προτάξας. Τί ἐστι πρωτότυπον; Τὸ κατὰ 〈τὴν〉 πρώτην θέσιν λεχθέν, 〈τουτέστι τὸ πρω‐〉
25τόθετον ὑπάρχον καὶ μὴ ἔχον προκάταρξίν τινα ἢ αἰτίαν τῆς ἑαυτοῦ γενέσεως, οἷον πᾶς. Τί ἐστι παράγωγον; Τὸ ἀπὸ πρωτοτύπου παραγόμενον, οἷον γήϊνος. Τὸ πρωτότυπον διχῶς νοεῖται etc. = Σv 219, 19—30. 〈Heliodori.〉 —Γινώσκειν δὲ χρή, ὅτι τὸ παράγωγον, ὅ ἐστι τὸ ἀπό τινος παραγόμενον, ἑτέρῳ γίνεται ἀρχὴ καὶ πρωτότυπον φαίνεται,
30ὥσπερ παρὰ τοῖς φιλοσόφοις τὸ εἶδος εἰς γένος μεταπίπτει, καὶ τὸ εἶδος τοῦ γένους πάλιν ἑτέρου γένος εὑρίσκεται. Τοῦτο δὲ εἶπον, ἐπειδὴ τὸ γῆ ὄνομα παράγωγον ὄν—παράγεται γὰρ ἀπὸ τοῦ γῶ ῥήματος, ὅ
ἐστι τὸ χωρῶ—πρωτότυπον εἶπεν ὁ τεχνικός, καθὸ πάλιν καὶ αὐτὸ363

365

πρωτότυπον ὄνομα τοῦ γαιήϊος φαίνεται, ὡς καὶ τὸ Θησεύς ἀπὸ τοῦ θήσω παραχθὲν πρωτοτύπου τὸ Θησείδης ἐποίησεν. Ἰδοὺ τὸ εἶδος δι‐ χῶς, κατὰ φωνὴν τοῦ πρωτοτύπου, ὡς τὸ πᾶς, καὶ κατὰ σημασίαν τοῦ παραγώγου ἀπὸ τοῦ πρωτοτύπου, ὡς τὸ γήϊνος· ἄλλως τε δὲ κατὰ
5φωνὴν μέν, ὡς τὰ ἑπτὰ εἴδη τῶν παραγώγων, κατὰ δὲ σημασίαν, ὡς τὰ ὑποπεπτωκότα τῷ ὀνόματι, περὶ ὧν φησιν ὁ τεχνικός· «ὑποπέπτωκε δὲ τῷ ὀνόματι ταῦτα, ἃ καὶ εἴδη προσαγορεύεται», περὶ ὧν ῥηθήσεται. Πόσα εἴδη τῶν παραγώγων; Ἑπτά· πατρωνυμικόν, κτητικόν, συγκριτικόν, ὑπερθετικόν, ὑποκοριστικόν, παρώνυμον καὶ ῥηματικόν. Ἀλλὰ ταῦτα μὲν τοῦ παρα‐
10γώγου ὀνόματός εἰσιν εἴδη, τὰ δὲ λεγόμενα ὑποπεπτωκότα τῷ ὀνόματι, ἃ καὶ αὐτὰ εἴδη προσαγορεύονται, τοῦ γενικοῦ καὶ πρωτοτύπου ὀνόματός εἰσιν εἴδη. Πῶς φῄς; πλάτυνον. Ὥσπερ τῷ γενικῷ ζῴω ὑπόκεινται εἴδη, οἷον ἄνθρωπος βοῦς κύων, καὶ τῷ γενικῷ φυτῷ ὑπόκεινται εἴδη, 〈οἷον〉 ἐλαία συκῆ ἄμπελος, οὕτω καὶ τῷ γενικῷ ὀνόματι ὑπόκεινται καὶ ὑποβέβληνται εἴδη τὰ ὑποπεπτωκότα τῷ ὀνόματι, ἅ εἰσιν
15εἰκοσιτέσσαρα, καθὼς προϊὼν ὁ λόγος δηλώσει· τὰ δὲ ἑπτὰ εἴδη τῶν παραγώγων, ὡς ἀπὸ πρωτοτύπων ὀνομάτων παραγόμενα, [οὕτω] καὶ αὐτὰ εἴδη καλοῦνται ἀντὶ τρόπων. Ἐπιδιαίρεσιν τοῦ εἴδους πεποίηται, τεμὼν γὰρ αὐτὸ εἰς πρωτότυ‐ πον καὶ παράγωγον†. Ἐνταῦθα etc. = Σv 220, 3—13.
20Πατρωνυμικὸν μὲν οὖν ἐστι τὸ κυρίως ἀπὸ πατρὸς ἐσχη‐ ματισμένον]· οἷον Πηλείδης ὁ υἱὸς τοῦ Πηλέως· «ἐσχηματισμένον» τουτέστι παρηγμένον. 〈Heliodori.〉 —Καὶ δεῖ εἰδέναι ὅτι εὐλόγως προτάττει τὸ πατρω‐ νυμικὸν τῶν ἄλλων, ἐπειδὴ ἀπὸ μόνων κυρίων γίνεται· καὶ ὃν τρόπον
25πρεσβεύει ἐν τοῖς ἄλλοις εἴδεσι τὰ κύρια, τοῦτον καὶ τὰ ἐξ αὐτῶν γινό‐ μενα πρεσβεύειν ὀφείλει. —Ὁριστέον τοίνυν τὸ πατρωνυμικὸν οὕτως· πατρωνυμικόν ἐστιν ὃ γέγονεν ἀπὸ τῆς γενικῆς τοῦ πρωτοτύπου κυρίου καὶ εἰς αὐτὴν τὴν γενικὴν τοῦ πρωτοτύπου κυρίου ἀναλύεται μετὰ τοῦ υἱός ἢ ἔκγονος· τὰ δὲ μὴ ἀναλυόμενα εἰς γενικὴν κυρίου μετὰ τοῦ υἱός
30ἢ ἔκγονος τύπῳ μόνῳ καὶ οὐ σημαινομένῳ ἐστὶ πατρωνυμικά, δηλουμένῳ δὲ παρώνυμα, ὡς ἔχει τὸ Εὐριπίδης Ἡρῴδης· 〈ταῦτα〉 φωνῇ μόνῃ λέγομεν εἶναι πατρωνυμικά, ἐπεὶ μὴ ἀπὸ κυρίων 〈εἰσίν〉. Τὸ δὲ ἀδελ‐ φιδοῦς καὶ θυγατριδοῦς, καίτοι εἰς γενικὴν μετὰ τοῦ υἱός ἀναλυόμενα, οὐκ εἰσὶ πατρωνυμικά, ἐπεὶ μὴ ἀπὸ κυρίων εἰσὶ μήτε τύπον ἔχει πα‐
35τρωνυμικόν, ἀλλὰ μᾶλλον συγγενικά· συγγενικὰ δὲ λέγομεν τὰ μὴ ἀπὸ πατέρων ἢ μητέρων γενόμενα, ἀπὸ δὲ ἄλλων συγγενῶν [ἢ ἀδελφικῶν]·
ἔστι μὲν [ὡς] ἀπὸ ἀδελφοῦ, ὡς ἀδελφιδοῦς, ἢ 〈ἀπὸ〉 υἱοῦ, ὡς υἱιδοῦς,364

366

ἢ ἀπὸ θυγατρός, ὡς θυγατριδοῦς· καὶ ἴσως συγγενικὰ ἐκλήθη διὰ τὸ συγγένειάν τινα ταῦτα δηλοῦν. Καὶ ὁ μὲν ποιητὴς ἐκ πατέρων ποιεῖται τὰ πατρωνυμικά, ἢ ἀπὸ προγόνων, ὅταν ὁ πρόγονος ἀπὸ θεῶν κατά‐ γηται· οὐδέποτε γὰρ Ὅμηρος ἐκ πάππων ἀποτελεῖ πατρωνυμικὸν χα‐
5ρακτῆρα, εἰ μὴ ὁ πάππος Διὸς εἴη υἱός [τουτέστιν ἀπὸ θεῶν κατάγε‐ ται], ὡς ἐν τῷ Αἰακίδης (ὁ Ἀχιλλεύς) καὶ ἐν τῷ Δαρδανίδης (ὁ Πρίαμος). Οἱ δὲ νεώτεροι πάντες ποιηταὶ οὐ μόνον ἐκ πατέρων ποιοῦσι πατρω‐ νυμικά, ἀλλὰ καὶ ἀπὸ μητέρων, οἷον Λητοΐδης (ὁ Ἀπόλλων) λέγοντες καὶ Δαναΐδης (ὁ Περσεύς) καὶ Εἰλαρίδης (ὁ Τιτυός), ἅτινα πατρωνυμικὰ
10καλοῦσιν ἐκ τῆς ἐπικρατούσης ἀρσενικῆς ἐπωνυμίας· ὡς καὶ ἡμεῖς ἀν‐ δριαντοποιόν φαμεν τὸν καὶ γυναῖκας πλάσσοντα καὶ ἀνδροφόνον τὸν καὶ γυναῖκας φονεύοντα. —Χρειώδης δὲ τοῦ τύπου τούτου ἡ συντομία ἐσίν· ἀντὶ γὰρ τοῦ εἰπεῖν Πηλέως υἱός, Αἰακοῦ υἱὸς ἢ ἔκγονος, φημὶ Πηλείδης Αἰακίδης· ὅθεν οὐδὲ προστίθεται τὸ υἱός ἤ τι τοιοῦτον.
15Ἰστέον ὅτι τὰ πατρωνυμικὰ τιμιώτερά εἰσι τῶν ἄλλων εἰδῶν, ὡς ἀπὸ κυρίων παραγόμενα, οἷον Ἀτρεύς Ἀτρείδης, Αἰακός Αἰακίδης· τὰ γὰρ ἄλλα καὶ ἀπὸ κυρίων παράγονται καὶ ἀπὸ προσηγορικῶν, Ἀρίσταρ‐ χος Ἀριστάρχειος οἶκος, ἄνθρωπος ἀνθρώπειος νοῦς. Διὰ τί τὰ πα‐ τρωνυμικὰ etc. = Σv 222, 26—223, 2.
20Καταχρηστικῶς δὲ καὶ τὸ ἀπὸ προγόνων.] Καταχρηστικῶς δέ, φησί, καὶ [τὸ] ἀπὸ προγόνων σχηματίζεται, οἷον Αἰακίδης (ὁ Ἀχιλ‐ 〈λ〉εύς) ὁ Αἰακοῦ ἀπόγονος καὶ Δαρδανίδης (ὁ Πρίαμος) ὁ Δαρδάνου ἀπόγονος. Σχηματίζουσι δὲ καὶ ἀπὸ μητέρων, οἷον Λητοΐδης (ὁ Ἀπόλ‐ λων) ὁ τῆς Λητοῦς παῖς· τινὲς δὲ ταῦτα μητρωνυμικὰ ὀνομάζουσιν. —
25Τὰ γοῦν πατρωνυμικὰ θέλει μιᾷ συλλαβῇ πλεονάζειν τῆς γενικῆς τοῦ πρωτοτύπου· ἔχει δὲ τὴν γένεσιν πάντως ἀπὸ τῆς γενικῆς 〈τοῦ πρω‐ τοτύπου〉. —Ἰστέον δὲ ὅτι 〈τὸ〉 πατήρ πολλὰ σημαίνει· 〈καὶ γὰρ〉 οὐ μόνους τοὺς φύσαντας, ἀλλὰ καὶ τοὺς προγόνους, καὶ τοὺς πολιούχους, καὶ 〈τοὺσ〉 τῶν πόλεων κτίστας, καὶ τοὺς νομοθέτας δὲ πατέρας λέ‐
30γομεν. Λέγει τοίνυν ὁ τεχνικὸς χαρακτῆρας καὶ τύπους τῶν πατρωνυμι‐ κῶν τρεῖς· κοινὸν μὲν πάσης διαλέκτου τὸν εἰς δης, οἷον Πηλείδης, Ἰωνικὸν δὲ τὸν εἰς ων, οἷον Ἀτρείων, καὶ τρίτον τῶν Αἰολέων τὸν εἰς
αδιος· τούτῳ γὰρ τῷ τύπῳ κέχρηνται οἱ Αἰολεῖς ἐπὶ τὰ πατρωνυμικά.365

367

Πόσοι τύποι τῶν πατρωνυμικῶν ἀρσενικῶν; Τρεῖς· ὁ εἰς δης, οἷον Πηλείδης, ὁ εἰς ων, οἷον Ἀτρείων, καὶ ὁ τῶν Αἰολέων ἴδιος τύπος, οἷον Ὑρράδιος. —Διὰ τί προτέτακται τὸ πατρωνυμικόν; Ὅτι ἀπὸ μόνων γέγονε κυρίων· καὶ ὥσπερ ἐν τοῖς ἄλλοις εἴδεσι τὰ κύρια πρεσβεύει, οὕτω καὶ τὰ ἐξ αὐτῶν γινόμενα πρεσβεύειν ἤτοι
5πρωτεύειν ὀφείλει. 〈Heliodori.〉 —Ἐπειδὴ πρὸς νέους ἔγραψε τὴν τέχνην ὁ Διονύ‐ σιος, τοὺς μὲν τύπους τῶν πατρωνυμικῶν μόνον ἐξέθετο, αὐτῶν δὲ τῶν τύπων τοὺς σχηματισμοὺς ἐσιώπησεν, ἁπλουστέραν τὴν διδασκαλίαν ποιούμενος. Ἡμᾶς δὲ εὔλογόν ἐστιν εἰπεῖν τῶν τύπων ἕκαστος ὅθεν
10προῆλθε καὶ ποῖον σχηματισμὸν ἀνεδέξατο, ἀρξαμένους οὕτω τοῦ λόγου, ὡς πᾶν πατρωνυμικὸν ἀπὸ γενικῆς ἐστιν· πᾶσα γὰρ γενικὴ εἰς ος λή‐ γουσα ἢ εἰς ους 〈ἢ εἰς ου〉 εἰς δης ποιεῖ τὸ πατρωνυμικόν. Ἀλλ’ ὅτε εἰς ος λήγει ἡ γενική, ἀμοιβῇ τοῦ τέλους ἤγουν τῆς ἐσχάτης συλλαβῆς εἰς τὸ ιδης τὸ πατρωνυμικὸν ποιεῖ, καὶ πλεονάζει αὐτὸ μιᾷ συλλαβῇ, εἰ δὲ
15πλεονάζει 〈πλέοσι〉 συλλαβαῖς τῆς μιᾶς ἢ ἥττονας ἔχει συλλαβάς, πεπονθὸς εὑρίσκεται, οἷον Ἀγαμέμνονος Ἀγαμεμνονίδης· ὅθεν φαμὲν ἀπὸ τῆς γε‐ νικῆς τῆς Ἀνθεμίωνος Ἀνθεμιωνίδης ἦν τὸ ἀνάλογον, καὶ γεγονὸς Ἀν‐ θεμίδης τῶν δύο συλλαβῶν συγκοπὴν ὑπέμεινεν· ὁμοίως καὶ ἀπὸ τοῦ Δευκαλίωνος Δευκαλιωνίδης ὤφειλεν εἶναι κατὰ ἀναλογίαν, συγκοπὴν
20δὲ πέπονθεν ἐν τῷ Δευκαλίδης· τὸ δὲ Χαλκωδοντιάδης καὶ Τελαμωνιά‐ δης πλεονασμὸν ἔχειν τοῦ α φαμέν. Ὁμοίως καὶ ὅτε εἰς ους λήγει ἡ γενική, καὶ αὐτὴ ἀμείψασα τὸ τέλος εἰς ιδης πάλιν τὸ πατρωνυμικὸν ποιεῖ, οἷον Ἡρακλέους Ἡρακλεΐδης, Ἰφικλέους Ἰφικλεΐδης, καὶ κατὰ συναίρεσιν Ἡρακλείδης καὶ Ἰφικλείδης. Καὶ πάλιν ὅτε ἡ γενικὴ εἰς ου
25λήγει, μὴ οὖσα ἀπὸ τῶν εἰς ος εὐθειῶν, ἀλλὰ ἀπὸ τῶν εἰς ας ἢ εἰς ης, εἰς αδης τὸ πατρωνυμικὸν ποιεῖ, οἷον Βορέου Βορεάδης, Ἱππότου Ἱπποτάδης. Σημειωτέον δὲ ὅτι τὰ εἰς ος ὀνόματα εἰ μὲν παραλήγοιτο τῷ ι, διὰ τοῦ αδης τὸ πατρωνυμικὸν ποιεῖ, εἰ δὲ μή, διὰ τοῦ ιδης, οἷον Ἥλιος Ἡλιάδης, Θέστιος Θεστιάδης, Λαέρτιος Λαερτιάδης, τῶν δὲ μὴ
30παραληγομένων τῷ ι Πρίαμος Πριαμίδης, Τάνταλος Τανταλίδης, Πάν‐ θοος Πανθοΐδης καὶ κατὰ συναίρεσιν Πανθοίδης· [τὰ γὰρ εἰς ος μὴ κα‐ θαρὰ διὰ τοῦ ιδης γίνονται πατρωνυμικά]. —Τοῦτο δὲ πάλιν σημειω‐ τέον, ὅτι καθόλου τῶν εἰς δης ὅσα μὴ διφθόγγῳ παραλήγεται βραχεῖαν ἔχει τὴν παραλήγουσαν, πλὴν τοῦ Δημάδης, ὃ γέγονεν ἀπὸ τοῦ Δη‐
35μεάδης δωρικῶς, καὶ τῶν ὀλίγων τῶν παρὰ ποιηταῖς ποιητικῶς ἐκτετα‐
μένων, ἅτινά ἐστι ταῦτα, Ὑλλίδης Κοδρίδης Λαγίδης.366

368

Περὶ δὲ τοῦ εἰς ων πατρωνυμικοῦ τύπου τοῦτό φαμεν, ὅτι ἀπὸ τοῦ εἰς δης ἐστὶ πατρωνυμικοῦ τύπου· ὁ γὰρ εἰς δης πατρωνυμικὸς ἀμοιβῇ τοῦ τέλους ἤτοι τῆς ἐσχάτης συλλαβῆς εἰς ων τὸν εἰς ων πα‐ τρωνυμικὸν τύπον ἐργάζεται, οἷον Κρονίδης Κρονίων, Πηλείδης Πηλείων,
5Ἀτρείδης Ἀτρείων· τὸ δὲ Ὑπεριονίδης ἐχρῆν 〈γίνεσθαι〉 Ὑπεριονίων, τὸ ἄρα Ὑπερίων οὐ πατρωνυμικόν. Οὗτος ὁ τύπος Ἰωνικός. —Περὶ δὲ τοῦ εἰς αδιος τύπου λέγομεν, ὅτι Αἰολέων ἴδιός ἐστιν οὗτος ὁ τύπος, ἐπινοηθεὶς ἀντὶ τοῦ εἰς δης, καθὸ πρὸς τὸ προπαροξύνεσθαι μᾶλλόν ἐστιν εὔθετος, καὶ χρειώδης Αἰολεῦσιν ὁ τύπος, καὶ πρὸς χρόνον καὶ
10πρὸς τόνον αὐτοῖς προπαροξυντικοῖς οὖσι· τὰ γὰρ διὰ τοῦ αδιος πρὸς τῷ συστέλλεσθαι καὶ προπαροξύνεται. Οὐκ ἀγνοεῖν δὲ χρή, ὅτι ὁ μὲν εἰς δης τῶν πατρωνυμικῶν τύπος κοινός ἐστιν, ὁ δὲ εἰς ων τῆς Ἰάδος, ὁ δὲ εἰς αδιος τῆς Αἰολίδος· Ὑρ‐ ράδιος δέ ἐστιν ὁ τοῦ Ὕρρα υἱός, Ὕρρας δὲ Μιτυληναίων ἐγένετο
15βασιλεύς, οὗ υἱὸς ὁ Πιττακός, εἷς τῶν ἑπτὰ σοφῶν φανείς. Ἄλλως δὲ πάλιν. —Τύποι τῶν πατρωνυμικῶν ἀρσενικῶν τρεῖς· ὁ εἰς δης, ὡς Πριαμίδης ἀπὸ τοῦ εἰς ος, καὶ Τυδείδης Πηλείδης ἀπὸ τῶν εἰς ευς, καὶ παρ’ Ἴωσιν ὁ εἰς ων, οἷον Πηλείων, καὶ παρ’ Αἰο‐ λεῦσιν ὁ εἰς αδιος, οἷον Τινάδιος ὁ 〈τοῦ〉 Τίνα παῖς. Ἔχει δὲ ὁ εἰς
20δης παραλήξεις τέσσαρας· ἢ γὰρ τῷ ι παραλήγεται, οἷον Κρονίδης Ταν‐ ταλίδης, ἢ τῇ οι διφθόγγῳ, ὡς Πανθοίδης, ἢ τῷ α, ὡς Βορεάδης Τελα‐ μωνιάδης, ἢ τῇ ει διφθόγγῳ, οἷον Πηλείδης. Ἀπὸ γοῦν τοῦ Τελαμῶ‐ νος 〈τὸ〉 ἀνάλογον ἦν Τελαμωνίδης, εἰ δὲ ἐπλεόνασε τὸ α, πέπονθε· καὶ πάλιν 〈ἀπὸ τοῦ〉 Δευκαλίων Δευκαλίωνος τὸ ἀνάλογον ἦν Δευκαλιω‐
25νίδης, εἰ δὲ εὑρίσκομεν παρὰ τῷ ποιητῇ 〈ex. gr. Μ 117〉 Δευκαλίδης, δῆλον ὡς πέπονθε. —Μόνος δὲ ὁ ποιητὴς οὐκ ἐχρήσατο ἀπὸ μητέρων τοῖς πατρωνυμικοῖς· ἄτοπον γὰρ ἡγήσατο, τὰς τῶν ἡρώων πράξεις ἐξηγού‐ μενος ἀπὸ μητέρων παράγειν· οἱ δὲ νεώτεροι ποιηταὶ τούτου οὕτως ἐχρήσαντο.
30Πόσοι τύποι τῶν πατρωνυμικῶν θηλυκῶν; Τρεῖς· ὁ εἰς ις, οἷον Πριαμίς, ὁ εἰς ας, οἷον Πελιάς, καὶ ὁ εἰς νη, οἷον Ἀδρηστίνη 〈ἡ τοῦ Ἀδρήστου θυγάτηρ〉, Ἀτρειώνη ἡ 〈τοῦ〉 Ἀτρέως θυγάτηρ, Ἀκρισιώνη ἡ 〈τοῦ〉 Ἀκρισίου θυγάτηρ. 〈Heliodori.〉Θηλυκῶν δὲ τύποι εἰσὶ τρεῖς· ὁ εἰς ας, οἷον Ἡλιάς ἡ τοῦ Ἡλίου θυγάτηρ, ὁ εἰς ις, οἷον Θησηΐς ἡ τοῦ Θη‐
35σέως θυγάτηρ· 〈ἀπὸ〉 οὐδετέρων δὲ οὐ γίνονται πατρωνυμικά.]367

369

Ἰστέον δὲ ὅτι ὁ μὲν εἰς ας καὶ 〈ὁ〉 εἰς ις θηλυκὸς τύπος ἀπὸ τῶν εἰς δης πατρωνυμικῶν γίνονται, τοῦ δη μορίου ὑφαιρουμένου· τὰ γὰρ εἰς δης ἀποβάλλοντα τὴν δη ποιεῖ θηλυκόν, οἷον Πριαμίδης Πριαμίς, Ταν‐ ταλίδης Τανταλίς, Βορεάδης Βορεάς, Πελιάδης Πελιάς, Αἰνειάδης Αἰνειάς·
5καὶ τὸ μὲν Χρυσηΐς Νηρηΐς ἀπὸ τοῦ Χρύσης Νηρεύς, καὶ ἀπὸ τοῦ Βασι‐ λεύς Βασιληΐς καὶ ἐνδείᾳ τοῦ η Βασιλίς. —Καὶ ὁ εἰς νη, οἷον Ἀδρη‐ στίνη.] Τοῦ δὲ τύπου τοῦ εἰς νη ἐστὶν ἡ χρῆσις παρ’ Ὁμήρῳ ἐν ἐκείνῳ τῷ ἔπει 〈Ε 412〉 μὴ δὴν Αἰγιάλεια, περίφρων Ἀδρηστίνη. Φιλεῖ δὲ γίνεσθαι ἀπὸ τῆς εἰς ου ληγούσης τοῦ πρωτοτύπου γενικῆς· αὕτη
10γὰρ τὴν ου μόνον μεταβάλλει ἢ εἰς ινη ἢ εἰς ωνη, καὶ ποιεῖ τὸν εἰς νη θηλυκὸν τύπον· ἀλλὰ τότε μὲν εἰς ινη, ὅτε τὸ πρωτότυπον οὐκ ἔχει τὸ ι παραλῆγον, οἷον Εὔηνος Εὐήνου Εὐηνίνη, Ἄδρηστος Ἀδρήστου Ἀδρηστίνη, Ὠκεανός Ὠκεανοῦ Ὠκεανίνη· τότε δὲ εἰς ωνη, ὅτε τὸ πρω‐ τότυπον αὐτοῦ ἔχει παραλῆγον τὸ ι, 〈οἷον〉 Ἀκρίσιος Ἀκρισίου Ἀκρι‐
15σιώνη, Ἰκάριος Ἰκαρίου Ἰκαριώνη, Ἥλιος Ἡλίου Ἡλιώνη, Ἰάσιος Ἰασίου Ἰασιώνη, ὅπως μὴ δύο ι ἀλλεπαλλήλως λεγόμενα κακοφωνίαν ἐργάση‐ ται. —Χρειῶδες δὲ τὸ πατρωνυμικόν, ὅτι πλειόνων λέξεων εἰς μίαν λέξιν ἐστὶ συναγωγή· ἀντὶ γὰρ τοῦ εἰπεῖν Πηλέως υἱός ἀρκεῖ μόνον εἰπεῖν Πηλείδης.
20Ἀπὸ δὲ μητέρων οὐ σχηματίζει πατρωνυμικὸν εἶδος ὁ Ὅμηρος, ἀλλ’ οἱ μεταγενέστεροι ποιηταί, ὡς Ἡσίοδος 〈Scut. 479〉 Λητοΐδην εἰπὼν τὸν Ἀπόλλωνα, καὶ ἄλλοι πολλοὶ τῶν νεωτέρων· ὁ δὲ θειότατος Ὅμη‐ ρος τὸν 〈αἴτιον〉 τῆς γενέσεως ὀνομάζει· οὐδὲ ἀπὸ προγόνων σχηματίζει ὁ Ὅμηρος, εἰ μὴ ὁ πάππος εἴη Διὸς παῖς, ὡς Αἰακίδης καὶ τὰ ὅμοια.
25Κτητικὸν δέ ἐστι τὸ ὑπὸ τὴν κτῆσιν πεπτωκός]. Κινδυνεύει ἐκπεσεῖν τοῦ οἰκείου ὀνόματος τὸ κτητικόν. Φασὶ γάρ τινες πρὸ τῆς ἐξηγήσεως διὰ τί, ὥσπερ ἀπὸ τοῦ φύσις γέγονε φυσικός φυσική φυσικόν καὶ ἀπὸ τοῦ φθίσις φθισικός φθισική φθισικόν, οὐκ ἐγένετο 〈ἀπὸ τοῦ〉 κτῆσις κτησικός κτησική κτησικόν, ἀλλὰ κτητικόν. Πρὸς οὕς φαμεν, ὅτι
30οὐκ ἦν τοῦτο παρώνυμον, ὡς τὰ ἄλλα, ἀπὸ ῥήματος δὲ γέγονεν· ὥσπερ γὰρ ἀπὸ τοῦ βέβλαπται λέγομεν βλαπτικός καὶ ἀπὸ τοῦ λέλεκται λεκτι‐ κός, οὕτω καὶ ἀπὸ τοῦ κέκτηται κτητικός κτητική κτητικόν φαμεν γεγε‐ νῆσθαι ἐκ παθητικοῦ παρακειμένου. Δεύτερον δὲ τέτακται, ἐπειδὴ οὐ μόνον ἀπὸ κυρίων γίνεται, ὡς Νεστόρειος, ἀλλὰ καὶ ἀπὸ προσηγορικῶν,
35ὡς ὑϊκός. Κτητικὸν δέ ἐστιν ὃ ἐκ γενικῆς κυρίου ἢ προσηγορικοῦ γενό‐ μενον εἰς τὴν γενικὴν αὐτοῦ ἀναλύεται μετά τινος τῶν ὑπὸ τὴν κτῆσιν ἄγεσθαι δυναμένων. Διαφορὰν δὲ ἔχει πρὸς τὸ πατρωνυμικόν, ὅτι ἐκ
μόνων κυρίων γίνεται τὸ πατρωνυμικόν, τὸ δὲ κτητικὸν ἐκ κυρίων καὶ368

370

προσηγορικῶν, καὶ ὅτι τὸ πατρωνυμικὸν ἐν μιᾷ φωνῇ δηλοῖ τὸν πατέρα καὶ τὸν υἱόν, τὸ δὲ κτητικὸν ἀπαιτεῖ τὰς δύο φωνάς, τόν τε κτήτορα καὶ τὸ κτῆμα. Λέγουσι 〈δέ〉 τινες, ὅτι εἰ τὸ πατρωνυμικὸν καὶ τὸ κτητικὸν γενικῇ συντάσσεται καὶ ὁμόσημά ἐστι—Πηλείδης γὰρ καὶ Πηλήϊος 〈ὁ
5τοῦ Πηλέωσ〉—, περιττὸν τὸ γράψαι περὶ κτητικοῦ. Πρὸς οὕς φαμεν, ὅτι εἰ καὶ μίαν ἔχουσι γένεσιν, τὴν γενικήν, ἀλλ’ οὐχ ἑνὸς εἴδους, ἀλλὰ τὸ μὲν ἀπὸ μόνου κυρίου, τὸ δὲ ἀπὸ κυρίου καὶ προσηγορικοῦ. Ἐμπεριειλημμένου τοῦ κτήτορος, οἷον Νηλήϊοι ἵπποι, Ἑκτό‐ ρεος χιτών.] Ἐκεῖνο κτητικόν ἐστιν ὄνομα τὸ ἐμπεριεχόμενον 〈τὸ〉 τοῦ
10δεσπότου, οὐχὶ 〈τὸ〉 τοῦ κτήματος· ὅταν δὲ ὁριστικῶς τὸ κτῆμα δηλῶσαι βουληθῶμεν, προστίθεμεν καὶ τὸ τοῦ κτήματος ὄνομα, τουτέστι Πλατω‐ νικὸν βιβλίον ἢ χωρίον ἤ τι τοιοῦτον τὸ ὑπὸ τὴν κτῆσιν πεπτωκός, 〈ὃ〉 λέγει τὸ κτῆσιν σημαῖνον, ὥσπερ κληρωθὲν ὄνομα εἰς τὴν δήλωσιν τοῦ τε κτήτορος καὶ τοῦ κτήματος. Ὁ μέντοι Ὅμηρος ἀντὶ τοῦ πατρωνυ‐
15μικοῦ τῷ κτητικῷ χρῆται, ὡς τὸ 〈ex gr. Ν 76〉 Τελαμώνιος Αἴας καὶ 〈Β 20〉 Νηληΐῳ υἷι ἐοικώς· κτῆμα γὰρ ὡς ἀληθῶς ὁ παῖς τῷ πατρί. Λέγεται δὲ κτητικὸν καὶ τὸ ὅμοιον τῷ ὑπὸ τὴν κτῆσιν πεπτω‐ κότι. Εἴδη δὲ τοῦ κτητικοῦ ταῦτα, οἰκειωτικόν, μετουσιαστικόν, συνεμ‐ φαντικόν· οἰκειωτικὸν μέν, ὡς Ὀλύμπιος θαλάττιος, μετουσιαστικὸν δέ,
20ὡς ἀργύρεος χρύσεος, συνεμφαντικὸν δέ, ὡς γραμματικός γεωμετρικός. Τύποι δὲ τοῦ κτητικοῦ δύο, ὁ εἰς ος λήγων καθαρὸν καὶ ὁ εἰς κος. Τούτων οὖν τῶν δύο τύπων ὁ μὲν εἰς ος λήγων καθαρὸν ἢ τῷ ι πα‐ ραλήγεται, οἷον Δήλιος Σάμιος λόγιος, 〈ἢ τῷ ε, ὡς Ἑκτόρεος,〉 ἢ τῇ ει διφθόγγῳ, ὡς Ἡράκλειος Ὁμήρειος Κεῖος θεῖος, ἢ τῇ αι διφθόγγῳ,
25ὡς Ῥωμαῖος Κυρηναῖος, ἢ τῇ οι διφθόγγῳ, ὡς ἀλλοῖος παντοῖος, ἢ τῇ διφθόγγῳ, ὡς παππῷος πατρῷος ἡρῷος. Τῆς τῶν πρωτοτύπων γε‐ νικῆς ἢ μιᾷ πλεονάζει συλλαβῇ ἢ δύο κατὰ τὸ σπάνιον· καὶ μιᾷ μέν, ὡς ἐν τοῖς ἄνω εἰρημένοις ὑποδείγμασιν, δύο δέ, ὡς ἐν τῷ ὀβολιαῖος ταλαντιαῖος· οὐδέποτε δὲ τρισὶ πλεονάζει συλλαβαῖς, εἰ μὴ ἐν τῷ μναϊαῖος
30μόνῳ· ἐξ ἀνάγκης δέ, τοῦ γὰρ μνᾶ τὸ α τραπῆναι εἰς ι οὐκ ἐνῆν. Τὸ Χῖος δῖος Κεῖος θεῖος ἐν πάθει γέγονεν· οὐδέποτε γὰρ ἰσοσυλλαβεῖ τῇ γενικῇ τοῦ πρωτοτύπου, εἰ μὴ πεπονθὸς εἴη, ὡς ἐν τῷ δῖος, δίιος γὰρ ἦν, καὶ ἐν τῷ Χῖος. Χίιος γὰρ ἦν, καὶ ἐν τῷ Κεῖος· ἀπὸ γὰρ τῆς Κέω γενικῆς Κέϊος ἦν τὸ ἐντελές, καὶ κατὰ συναίρεσιν ἐγένετο Κεῖος· καὶ
35ἀπὸ τῆς θεοῦ γενικῆς θέϊος ὀφεῖλον εἶναι κατὰ συναίρεσιν θεῖος ἐγένετο.
Ὁ δὲ εἰς κος τύπος παραλήγεται ἢ τῷ ι βραχεῖ, ὡς Ἑλληνικός Αἰολι‐369

371

κός μουσικός Ῥωμαϊκός, ἢ τῷ α, ὡς Ῥοδιακός Κυπριακός, ἢ τῷ υ, σπα‐ νίως δέ, ὡς Λιβυκός θηλυκός ἁλυκός [καὶ τἆλλα], ἐν τούτοις τοῖς τρισὶ μόνον. Ἰστέον δὲ ὅτι οὐδέποτε τὰ εἰς κος διφθόγγῳ παραλήγεται· καὶ διὰ τοῦτο σημειούμεθα τὸ κεραμεικός βοεικός Δαρεικός Δεκελεικός.
5Πλατωνικὸν βιβλίον.] † Τὰ γὰρ εἰς ικος, φασί, δηλοῦσι τοὺς 〈λόγους τοὺς περί τινος ἔχοντας· οὕτως γὰρ λέγειν τοὺσ〉 ἕξιν τινὰ ἔχοντας περὶ τὴν ἑρμηνείαν τῶν βιβλίων. Καὶ Ἅβρων δὲ ἐν τῷ περὶ κτητικῶν· «τὸ Φιλιππικοί», φησίν, «οἱ περὶ Φιλίππου 〈περι〉έχοντες, καὶ οὐχὶ κτῆμα ὄντες, Φιλίππου δηλονότι· οὗτοι γὰρ ἐλέγοντο ἂν Φιλίππιοι».
10Συγκριτικὸν δέ ἐστι τὸ τὴν σύγκρισιν ἔχον.] Πάλιν φασί τινες, εἰ ἀπὸ τοῦ φύσις γέγονε φυσικός φυσική φυσικόν καὶ ἀπὸ τοῦ φθίσις φθισικός φθισική φθισικόν, διὰ τί μὴ καὶ ἀπὸ τοῦ σύγκρισις 〈συγ‐ κρισικόν〉· οὐ γάρ ἐστι συγκρισικόν, ἀλλὰ συγκριτικόν. Πρὸς οὕς φαμεν, ὡς οὐκ ἔστι ταῦτα παρώνυμα, ἀλλὰ ἀπὸ ῥήματος γεγονότα· ὥσπερ γὰρ
15ἀπὸ τοῦ διέζευκται εἴρηται διαζευκτικός, οὕτως καὶ ἀπὸ τοῦ συγκέκριται συγκριτικόν. Τρίτον δὲ ἀναγκαίως τέτακται, ἐπειδὴ μήτε ἀπὸ κυρίων μήτε ἀπὸ προσηγορικῶν γίνεται, ἀλλ’ ἀπὸ μόνων ἐπιθέτων, καὶ τούτων οὐ πάντων, ἀλλ’ ἐκείνων τῶν δυναμένων ἐπίτασιν ἀναδέξασθαι, οἷον ταχύτερος σοφώτερος· ἡ γὰρ σύγκρισις τῶν πρωτοτύπων ἐπαύξησις· ὅσα
20τοίνυν οὐ δύναται ἐπαύξεσθαι, συγκριτικὸν οὐ ποιεῖ· οἷον ῥήτωρ, ἐπειδὴ τὸν τέλειον ῥήτορα δηλοῖ, οὐ δέχεται ἐπαύξησιν, ὅταν δὲ εἴπωμεν ῥη‐ τορικός, ὁ μετέχων ῥητορικῆς, ἐπεὶ ἐνδέχεται μικρὸν μετέχειν καὶ πολὺ λέγομεν ἐπὶ μὲν τοῦ μικρὸν μετέχοντος ῥητορικός, ἐπὶ δὲ τοῦ πολὺ ῥητορικώτερος· ὁμοίως καὶ τὸ ἰατρός, ἐπειδὴ τὸν τέλειον ἰατρὸν δηλοῖ,
25οὐ δέχεται ἐπαύξησιν, ὅταν δὲ γένηται ἰατρικός, τότε λέγομεν ἰατρι‐ κώτερος· καὶ γραμματικός καὶ γραμματικώτερος. Καὶ τούτου χάριν τὸ ἀγαθός σύγκρισιν οὐκ ἐπιδέχεται· ὃ γὰρ ἤμελλεν αὐτῷ παρέχειν ἡ σύγ‐ κρισις, τοῦτο ἔχει ἀφ’ ἑαυτοῦ· τίς γάρ ἐστιν ἀγαθός; ὁ ἄγαν θεῖος. — Γίνεται δὲ τὸ συγκριτικὸν προϋποκειμένου τοῦ ἐν συγκρίσει πράγματος,
30οἷον «ἀνδρειότερος Ἀχιλλεὺς Αἴαντος» προϋποκειμένης τῆς ἀνδρείας, καὶ «σοφώτερος Ὀδυσσέως Νέστωρ» προϋποκειμένης τῆς σοφΐας· οὐ γὰρ εἴπο‐ μεν «σοφώτερος Σωκράτης Κοροίβου», ἀλλὰ τὸν μὲν σοφόν, τὸν δὲ ἀνό‐ ητον. Πάλιν δέ ἐστιν ἡ σύγκρισις ἑνὸς πρὸς ἕνα ὁμοιογενῆ ἢ ἑνὸς πρὸς πολλοὺς ἑτερογενεῖς, ἵνα μὴ πολλοὺς ὁμοιογενεῖς ὑβρίσωμεν· ὅταν
35οὖν εὕρωμεν σύγκρισιν ἑνὸς πρὸς πολλοὺς ὁμοιογενεῖς, ἐκεῖνοι πάντως εἰσὶ μιᾶς ἡλικίας ἢ ἑνὸς τόπου, ἵνα πάλιν ὑπολάβωμεν ἑνὸς πρὸς ἕνα τὴν σύγκρισιν γίνεσθαι, οἷον 〈Ι 57〉 ἐμὸς δέ 〈κε〉 καὶ πάϊς εἴης
Ὁπλότερος γενεῆφι· μιᾶς 〈γὰρ〉 γενεῆς οἱ παῖδες τοῦ Νέστορος καὶ370

372

Διομήδης· καὶ πάλιν 〈Ε 898〉 καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων· ἐν ἑνὶ γὰρ τόπῳ εἰσὶ τῷ Ταρτάρῳ. —Παράγονται δὲ τὰ συγκριτικὰ ἀπὸ ὀνομάτων, οἷον ὀξύς ὀξύτερος, καὶ ἀπὸ ῥημάτων, βάλλω βέλτερος, καὶ ἀπὸ μετοχῆς, ἄσμενος ἀσμενέστερος, καὶ ἀπὸ προ‐
5θέσεως, πρό πρότερος, καὶ ἀπὸ ἐπιρρήματος, ἄνω ἀνώτερος· ἀπὸ 〈δὲ〉 ἄρθρου οὐ παράγονται, οὐδὲ ἀπὸ ἀντωνυμιῶν, οὐδὲ ἀπὸ συνδέσμων. Συγκριτικὸν τοίνυν ἐστὶν ὃ παρωνύμως ἐξενεχθὲν μετὰ τοῦ μᾶλλον ἢ ἧττον εἰς τὸ πρωτότυπον ἀναλύεται ἢ εἰς τὸ μετειληφὸς τοῦ πρωτο‐
10τύπου, οἷον ταχύτερος ὁ μᾶλλον ταχύς. Τρίτον δέ ἐστι τῇ τάξει, ἐπειδὴ ἐξ ἐπιθέτων γίνεται, οὐ κυρίων οὐδὲ προσηγορικῶν. Ἡ δὲ σύγκρισις τῶν πρωτοτύπων ἐστὶν ἐπαύξησις, τὸ δὲ συγκριτικὸν γενικῇ συντασσό‐ μενον δηλοῖ τὴν σύγκρισιν, νεώτερος ὅδε τοῦδε· μὴ ἔχον δὲ τὴν γενι‐ κὴν ἀντὶ τοῦ πρωτοτύπου ἐστί, νεώτερος ἀντὶ τοῦ νέος, 〈Δ 277〉 με‐
15λάντερον ἠύτε πίσσα ἀντὶ τοῦ μέλαν. Ἰστέον δὲ ὅτι ἴδιον τοῦ συγ‐ κριτικοῦ τὸ ἀναλύεσθαι εἰς εὐθεῖαν μετὰ τοῦ μᾶλλον· ὀξύτερος γὰρ ὁ μᾶλλον ὀξύς. —Ἑνὸς πρὸς ἕνα ὁμοιογεν, ὡς Ἀχιλ〈λ〉εὺς ἀν‐ δρειότερος Αἴαντος, ἢ ἑνὸς πρὸς πολλοὺς ἑτερογενεῖς, ὡς Ἀχιλ〈λ〉εὺς ἀνδρειότερος τῶν Τρώων.] Ἑνὸς πρὸς ἕνα ὁμοιογενῆ.
20Οἱ παλαιοὶ αἰσχρὸν ἡγοῦντο ἕνα προκρῖναι πάντων τῶν ὁμοφύλων· διό φησιν ἑνὸς πρὸς ἕνα· ἐπὶ ἑτεροφύλων δὲ καὶ ἑνὸς πρὸς πολλοὺς ἐποι‐ οῦντο σύγκρισιν. Εἰ δέ που εὕροις ἐν ὀνόμασι κυρίοις ἢ ἀντωνυμίαις τὸ τοιοῦτον, παραγωγὴν ἴσθι λεγόμενον καὶ οὐ σύγκρισιν, ὥσπερ ἔστι παρὰ Ἀριστοφάνει 〈Plut. 83〉 τὸ αὐτότατος καὶ παρὰ Μενάνδρῳ 〈fr. 986 K〉
25τὸ αὐταιτιώτατος· τὸ δὲ αὐτότερος παρ’ Ἐπιχάρμῳ 〈fr. 2 Ahr.〉 πέπαικται. —Ἄξιον δέ ἐστι ζητῆσαι, τίνος ἕνεκα Ἕλληνα πρὸς Ἕλληνα προῆγεν εἰς σύγκρισιν, πολλοὺς δὲ Τρῶας πρὸς ἕνα Ἕλληνα. Φαμὲν ὅτι φιλέλλην ὢν ὁ ποιητὴς προσεχαρίσατο, βουλόμενος σεμνῦναι τὸ πᾶν γένος τῶν Ἑλλήνων. Ὡς ἔφην δέ, οὐκ ἔστιν εἰκῇ 〈πάντων〉 ποιεῖσθαι
30τὴν σύγκρισιν· οὔτε γὰρ ζωγράφου καὶ τέκτονος σύγκρισις γίνεται, ἀλλὰ δύο τινῶν ἢ καὶ πλειόνων τοῦ αὐτοῦ ἐπιτηδεύματος μετεχόντων, ὡς «Ἀχιλλεὺς ἀνδρειότερος Αἴαντος». 〈Heliodori.〉 —Ἔστι τι πρωτότυπον ταχύς, εἶτα ταχύτερος ταχίων θάσσων· τὸ τ εἰς τὸ ἀντίστοιχον μεταβληθὲν θ, ἀντὶ γὰρ τοῦ τάσσων
35θάσσων ἐγένετο· καὶ πάλιν βραδύς βραδύτερος βραδίων βράσσων, ὡς τὸ
〈K 226〉 βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις. Τὸ δὲ ἀμείνων καὶ τὸ371

373

μείζων καὶ τὸ χείρων κατὰ πάθος ἐγένετο· τῷ μὲν ἀμείνων τὸ ν δι’ εὐφω‐ νίαν προστεθέν, ἀμείων γὰρ ἦν, ὁ μηδενὸς ἐλάττων· τὸ δὲ μείζων ἀπὸ τοῦ μέγας μεγάτερος μεγίων μέσσων, καὶ τροπῇ τοῦ ε εἰς τὴν ει δί‐ φθογγον καὶ τῶν δύο σιγμάτων εἰς τὸ ζ μείζων, ὡς Ἡσίοδος 〈Opp.
5380〉 πλείων μὲν πλεόνων μελέτη, μείζων δ’ ἐπιθήκη, τοῦ ζ ἀντὶ τοῦ γ δι’ εὐφωνίαν πάλιν προστεθέντος· ὡσαύτως καὶ ἐπὶ τοῦ χείρων, καὶ γὰρ τοῦτο ἀπὸ τοῦ χερείων συγκοπὴν ὑπέμεινεν. Πόσοι τύποι τῶν συγκριτικῶν; Τρεῖς· ὁ εἰς τερος, ὡς ὀξύτερος βραδύτερος· ὁ εἰς ων καθαρός, εἰ μὲν εἴη τρισύλλαβος, τῷ ι μόνῳ παραλήγεται, οἷον καλλίων
10βελτίων, εἰ δὲ δισύλλαβος, τῇ ει διφθόγγῳ, οἷον πλείων μείων [μείζων χείρων]· καὶ ὁ εἰς σων μὴ καθαρὸς διὰ δύο σιγμάτων, οἷον θάσσων κρείσσων ἥσσων. 〈Heliodori.〉 —Προτέτακται τοίνυν ὁ εἰς τερος τύπος, ὅτι τὴν τοῦ πρωτοτύπου σχεδὸν πᾶσαν φυλάττει φωνήν, οἷον ὀξύς ὀξύτερος· δεύτερος δὲ τέτακται ὁ εἰς ων καθαρός, ὅτι παρὰ δύο μόνα στοιχεῖα
15φυλάττει τὴν τοῦ πρωτοτύπου φωνήν, οἷον βραδύς βραδίων, ταχύς τα‐ χίων· οὐ χρὴ δὲ ἀγνοεῖν, ὅτι ὁ εἰς ων καθαρὸς τύπος, εἰ μὲν εἴη τρι‐ σύλλαβος, τῷ ι μόνῳ παραλήγεται, ταχίων βραδίων, σεσημειωμένου τοῦ ἀρείων χερείων, εἰ δὲ δισύλλαβος εἴη, τῇ ει διφθόγγῳ παραλήγεται, πλείων μείων· τρίτος τύπος ὁ εἰς σων, ὅτι πᾶσαν τὴν 〈λήγουσαν〉 συλ‐
20λαβὴν τοῦ πρωτοτύπου ἀποβάλλει, βραδύς βράσσων, ταχύς θάσσων. Τί ἐστιν ὑπερθετικόν; Τὸ κατ’ ἐπίτασιν ἑνὸς πρὸς πολλοὺς παραλαμβανόμενον ἐν συγκρίσει, οἷον ὀξύτατος βραδύτατος. Τί ἐστιν ὑπέρθεσις; Ἡ τῶν συγκριτικῶν ἐπίτασις. 〈Heliodori.〉 —Ὑπερθετικόν ἐστιν ὃ μετὰ τῆς ἐννοίας τῆς τοῦ
25πρωτοτύπου ἔχει τὴν κατὰ πάντας ἐπίτασιν· καὶ ἡ μὲν σύγκρισις τῶν πρωτοτύπων ἐστὶν ἐπίτασις ἢ αὔξησις, ἥ γε μὴν ὑπέρθεσις αὐτῶν τῶν συγκριτικῶν ἐπίτασις τελεία· διὸ καὶ πρὸς πολλοὺς πάντως γίνεται· οἷον ταχύς μὲν τὸ πρωτότυπον, ταχύτερος δὲ ὁ τοῦ ταχέος βελτίων ἐν τάχει, ταχύτατός γε μὴν ὁ τοῦ ταχυτέρου πάντως ἀμείνων ἐν τάχει·
30διὰ τοῦτο οὐδὲ ἐπίτασιν ἐπιλαμβάνει τὸ ὑπερθετικόν· τοιοῦτόν ἐστι καὶ τὸ μέγα μεῖζον μέγιστον, τὸ μὲν γὰρ μέγα πρωτότυπον, τὸ δὲ μεῖζον συγκριτικόν, τὸ δὲ μέγιστον ὑπερθετικόν· καὶ τὸ τάχιστον δὲ τῷ τάχει ἀνεπίτατον ταὐτὸν δηλοῖ, τὰ γὰρ τέλεια τῶν μεγεθῶν οὐκ ἐπεκτείνεται.
Ἐξ ὁμοιοειδῶν δὲ γίνονται αἱ ὑπερθέσεις, ὥσπερ καὶ αἱ συγκρίσεις, οἷον372

374

«πάντες μὲν ταχεῖς, οὗτος δὲ ταχύτατος, πάντες σοφοί, οὗτος δὲ σοφώ‐ τατος». Ἐὰν οὖν ἀναγνῷς τὸ 〈cfr Χ 15〉 θεῶν ὀλοώτατος καὶ 〈Λ 832〉 δικαιότατος Κενταύρων, μὴ ὑπολάβῃς ὅτι φύσει ἐστὶν ὑπερθετικόν· οὐκ ἔχεις γὰρ δεῖξαι, ὅτι οἱ ἄλλοι θεοὶ ὀλοοί εἰσιν, οὐδὲ οἱ ἄλλοι Κέν‐
5ταυροι δίκαιοι ἐτύγχανον· ἀλλὰ ἀνάγνωθι, ὅτι ἀντὶ τοῦ ὀλοὸς ἐν θεοῖς καὶ δίκαιος ἐν Κενταύροις παραλαμβάνεται, καὶ ὅτι σύγκρισιν μὲν οὐ ποιοῦμεν ἑνὸς πρὸς πολλοὺς ὁμοιογενεῖς, ὑπέρθεσιν δὲ ἀποτελοῦμεν. Διὰ τί; Ὅτι τὸ ὑπερθετικὸν τὸ πάντων ὑπερέχειν ἐπαγγέλλεται, τινὰ δὲ καὶ ἐν ἴσῳ λόγῳ παραλαμβάνεται, οἷον ἀρίστη ἡ ἰατρική, ἀρίστη 〈δὲ〉
10καὶ ἡ γραμματική· τοιαῦτα καὶ τὰ παρὰ τῷ ποιητῇ 〈Ν 365〉 ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην, 〈Κασσάνδρην〉, καὶ 〈Ζ 252〉 Λαοδίκην ἐσάγουσα, θυγατρῶν εἶδος ἀρίστην. Λέγεται δὲ ὑπερθετικὸν τὸ ὑπὲρ πάντας ἔχον τὰ τῆς συγκρίσεως· τὸ γὰρ ἀνδρειότερος ἢ ἑνὸς ἢ πέντε ἢ δέκα, τὸ δὲ ἀνδρειότατος οὐ
15μέχρις ἀριθμοῦ ὡρισμένου διατείνει, ἀλλὰ καθόλου πάντων ὁμοῦ ἀνθρώ‐ πων [καὶ] τῶν τὸ αὐτὸ ἐπιτηδευόντων· πάλιν δὲ λέγομεν ὑπερθετικὸν τὸ ὑπὲρ πάντας ἔχον τὴν ὑπέρθεσιν ἐν ὁμοιογενέσιν, οἷον «ἀνδρειότατος ὁ Ἀχιλλεὺς πάντων τῶν Ἑλλήνων, σοφώτατος ὁ Ὀδυσσεὺς πάντων τῶν ἀνθρώπων».
20Ἰστέον δὲ ὅτι τὸ ὑπερθετικὸν διαφέρει κατὰ πολλὰ τοῦ συγκριτι‐ κοῦ, ὅτι ἐκεῖνο μὲν ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, τοῦτο δέ ἐστι [τὸ] ἀνεπίτατον, καὶ 〈ὅτι〉 ἐκεῖνο μὲν τρεῖς ἔχει τύπους, τοῦτο δὲ δύο· καὶ [ὅτι] ὁ μὲν εἰς τερος συγκριτικὸς τύπος ποιεῖ τὸν εἰς τατος, ὁ δὲ εἰς ων καθαρὸν τὸν εἰς στος—ὁ γὰρ τρίτος τύπος οὐ ποιεῖ ὑπερθετικόν,
25ὅτι σχεδὸν πᾶσαν τὴν τοῦ πρωτοτύπου φωνὴν ἀπώλεσεν—οἷον ταχύτε‐ ρος ταχύτατος, ταχίων τάχιστος, βελτίων βέλτιστος. Γινώσκειν δὲ χρὴ ὅτι ὁ εἰς στος τύπος, εἰ μὲν εἴη δισύλλαβος, διφθόγγῳ παραλήγεται, εἰ δὲ ὑπὲρ δύο συλλαβάς, τῷ ι μόνῳ, καὶ τοῦ μὲν πρώτου τύπου πλεῖστος, τοῦ δὲ δευτέρου κάλλιστος· διὰ τοῦτο τὸ χέριστος καὶ ἄριστος ἀποβάλ‐
30λει τὴν δίφθογγον τοῦ συγκριτικοῦ, ἵνα τῷ ι αὐτὸ παραληφθῇ. Τί ἐστιν ὑποκοριστικόν; Τὸ μείωσιν τοῦ πρωτοτύπου ἀσυγκρί‐ τως δηλοῦν, οἷον ἀνθρωπίσκος λίθαξ μειρακύλλιον.] —〈Helio‐ dori.〉 —Ὑποκοριστικὸν γίνεται ἀπὸ τοῦ κόρη κορίζω κορισμός, καὶ ἐν πλεονασμῷ ἢ συνθέσει τῆς ὑπό ὑποκορισμός· ἢ μᾶλλον οὕτως, κο‐
35ρίζω ὑποκορίζω ὑποκορισμός, ὅ ἐστιν ὄνομα σμικρότητος ἐμφαντικὸν373

375

〈κόροισ〉 καὶ κόραις μᾶλλον ἐοικός. Λαμβάνεται δὲ ἕνεκεν τοῦ πρέπον‐ τος, ὡς παρὰ Ἀλκμᾶνι· † κόραι γὰρ αἱ λέγουσαι· ἢ τοῦ χρειώδους, οἷον «ἱππάριόν μοι χάρισαι»· μειῶ γὰρ τὸ ζητούμενον, ἵνα ἑτοιμότερον εἰς τὸ δοῦναι ποιήσω τὸν ἔχοντα· ἢ τοῦ γελοίου χάριν, ὡς Πριαμιλλύδριον
5ὁ Πρίαμος. Παρὰ δὲ τῷ ποιητῇ οὐκ ἂν εὑρεθείη ὑποκοριστικόν· ἡρωϊκὰ γὰρ τὰ παρ’ αὐτῷ καὶ ἐπηρμένα, τουτέστι λαμπρὰ καὶ ὑπέρογκα, ὡς ἐνταῦθα 〈ex. gr. Η 219〉 Αἴας δ’ ἐγγύθεν ἦλθε φέρων σάκος ἠύτε πύργον· διὸ παρὰ τῷ ποιητῇ 〈ἡρωϊκὰσ〉 διεξιόντι πράξεις σπανίως ἔστιν εὑρεῖν ὑποκοριστικόν· τὸ γὰρ 〈ἴχνιον ὡς ἐν τῷ〉 〈Ν 71〉 ἴχνια
10γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων ῥηματικόν ἐστι καὶ οὐχ ὑπο‐ κοριστικόν· ἀλλὰ καὶ εἴ που ἐμπέσοι ὁ ποιητὴς εἰς φωνὴν ὑποκοριστι‐ κήν, δι’ ἐπιθέτου αὐτὴν ἐξαιρεῖ, ὡς ἐν τῷ 〈κ 171〉 μάλα γὰρ μέγα θηρίον ἦεν. Τί γοῦν τὸ τειχίον 〈καὶ〉 τὸ ἑρκίον; Οὐχ ὑποκοριστικά· διάφορον γὰρ τὸ δηλούμενον, τεῖχος καὶ ἕρκος ἐπὶ πόλεων, τειχίον δὲ
15καὶ ἑρκίον ἐπὶ ἐπαύλεων· πῶς δὲ μείωσις, ὅπου τὸ μέγα; 〈π 165〉 παρ’ ἐκ μέγα τειχίον αὐλῆς· οὕτω καὶ τὸ 〈θηρίον〉 〈κ 171〉 〈μάλα γὰρ μέγα〉 θηρίον ἦεν· καὶ τὸ μηρίον διάφορον· μηρία γὰρ τὰ ἐναγιζό‐ μενα τοῖς θεοῖς, μηροὶ δὲ τὰ μὴ οὕτως ἔχοντα· οὐδὲ τὸ ὀγκίον, οὐ γὰρ τοῦ ὄγκος μείωσις· οὐδὲ τὸ ἴχνιον, 〈Ν 71〉 ἴχνια γὰρ μετόπισθε
20ποδῶν ἠδὲ κνημάων· καὶ 〈γὰρ〉 περὶ αὐτοῦ 〈φησι〉 〈Ν 20〉 τρὶς μὲν ὀρέξατ’ ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ, Αἰγάς. Μάχεται καὶ ὁ τόνος· τὰ γὰρ εἰς ιον ὑποκοριστικὰ τρισύλλαβα ἀρχόμενα ἀπὸ βραχείας προπαροξύνεται, ἀπὸ δὲ μακρᾶς παροξύνεται, στόλιον πόδιον χέριον σάκιον, ὅτε δι’ ἑνὸς κ· ὅτε δὲ διὰ δύο, παροξύνεται, σακκίον·
25κορρίον διὰ δύο ρρ [πρὸ μιᾶς τοῦ τέλους ὁ τόνος] παρὰ τοῖς Ἀττικοῖς, κόριον δὲ δι’ ἑνός· νῦν μάν, ὦ κόριον, Θεόκριτος 〈11, 60〉. Τὸ μείωσιν τοῦ πρωτοτύπου. Τὸ «μείωσιν τοῦ πρωτοτύπου» ἀντὶ τοῦ ἐλάττωσιν τοῦ πρὸ αὐτοῦ· «ἀσυγκρίτως» δέ, τουτέστιν ἄνευ συγκρίσεως· οὐ γάρ φαμεν «ἀνθρωπίσκος ἐστὶν οὗτος ἐκείνου», ἀλλ’ «ἐκεῖ‐
30νος, ὁ δεῖνα λίθαξ ἐστίν». Εἴρηται δὲ ὑποκοριστικὸν παρὰ τοὺς κόρους, τουτέστι τοὺς μικροὺς νέους, ἤτοι τὰς κόρας· τούτους γὰρ πολλάκις ἢ ταύτας ὑποθωπεύοντες τοιούτοις κεχρήμεθα ὀνόμασιν, ὡς ἂν εἴπωμεν περὶ θηλειῶν παρὰ Μενάνδρῳ 〈fr. 1041 K〉 νηττάριον, ἀπφάριον, καὶ
περὶ ἄλλων. Γίνονται δὲ ἀπὸ τῶν εἰς 〈κ〉ος κτητικῶν κατὰ πλεονασμὸν374

376

τοῦ ς, † πυργίσκος ὁ μικρὸς πύργος, καὶ ἀπὸ τοῦ ἰατρός ἰατρίσκος· γί‐ νεται δὲ καὶ εἰς ξ, ὡς καὶ αὐτὸς ὁ τεχνικὸς λέγει, ὅταν ὁ λίθος κληθῇ λίθαξ [τὸ γὰρ συγκριτικὸν καὶ ὑπερθετικὸν αὔξησις· τοῦ γοῦν λίθου τὸ ὑποκοριστικὸν λίθαξ ἐστί], καὶ Ὅμηρος 〈ε 415〉 μή πώς μ’ ἐκβαίνοντα
5βάλῃ λίθακι προτὶ πέτρῃ. Τύποι δὲ τῶν ὑποκοριστικῶν ἀρσενικῶν 〈μὲν〉 ἕξ· ὧν ὁ μὲν πρῶ‐ τος ὁ εἰς ων ἐστὶ δισύλλαβος, ὡς Βάκχων ἐστὶν ὁ Βακχυλίδης· ὁ δὲ δεύτερος ὁ εἰς ων καθαρός, παραλήγοντος τοῦ ι, ὡς μωρίων ὁ μωρός· ὁ δὲ τρίτος ὁ εἰς αξ, ὡς Ῥόδιος Ῥόδαξ καὶ πλούσιος πλούταξ· ὁ δὲ
10τέταρτος ὁ εἰς ας, ὡς [Ζήνων] Ζηνᾶς ὁ Ζηνόδωρος· ὁ 〈δὲ〉 πέμπτος ὁ εἰς σκος, ὡς γραμματίσκος ὁ γραμματικός καὶ ἰατρίσκος ὁ ἰατρός καὶ πυργίσκος ὁ πύργος· ὁ 〈δὲ〉 ἕκτος ὁ εἰς λος, τῷ υ ἢ τῷ ι παραληγό‐ μενος, ὡς δριμύλος ὁ δριμύς καὶ ναυτίλος ὁ ναύτης. Τῶν δὲ θηλυκῶν τρεῖς εἰσι τύποι· ὁ εἰς ω, οἷον Ὑψώ ἡ Ὑψιπύλη, καὶ ὁ εἰς ις, ὡς λυρίς
15ἡ λύρα καὶ θεραπαινίς ἡ θεράπαινα καὶ περιστερίς ἡ περιστερά, καὶ τρί‐ τος ὁ εἰς σκη, ὡς λεκανίσκη ἡ λεκάνη καὶ παιδίσκη ἡ παῖς. Τῶν δὲ οὐδετέρων μία μέν ἐστιν ἡ εἰς ον κατάληξις· ἔχει δὲ παραλήξεις δέκα· ἢ γὰρ τῇ νι παραλήγεται, ὡς κανόνιον ὀψώνιον, ἢ τῇ δι, ὡς παιδίον χλα‐ νίδιον, ἢ τῇ ρι, ὡς ξυλάριον, ἢ τῇ δρι, ὡς μελύδριον ἑλκύδριον, ἢ τῇ
20λι, ὡς μειρακύλλιον Πριαμύλλιον, ἢ τῇ φι, ὡς χρυσάφιον δενδρύφιον· ἐὰν οὖν τὸ πρωτότυπον ἔχῃ τὸ υ, τὸ ὑποκοριστικὸν φεύγει αὐτό· ἢ τῇ κι, οἷον μειράκιον, ἢ τῇ πι, οἷον ἀνθρώπιον τὸ ἀνθρωπάριον, ἢ τῇ χνι, οἷον πολίχνιον, ὃ δηλοῖ τὴν μικρὰν πόλιν, ἢ τῆ φυ διὰ τοῦ υ ψιλοῦ, οἷον ξυλήφυον ζωήφυον (sic).
25Τί ἐστι παρώνυμον; Τὸ ἀπὸ ὀνόματος ποιηθέν, οἷον Θέων Τρύφων.] —〈Heliodori.〉 —Ζητοῦσί τινες, διὰ τί ἰδίως τοῦτο παρώ‐ νυμον κέκληται, τῶν ἄλλων εἰδῶν καὶ αὐτῶν ὄντων ἀπὸ ὀνομάτων παρηγμένων· ἀπὸ γὰρ τοῦ Ἀτρεύς Ἀτρείδης καὶ ἀπὸ τοῦ Νέστωρ Νεστόρειος. Καὶ λέγομεν ὅτι ἕκαστον τῶν ἄλλων εἰδῶν μίαν ἐχόντων
30σημασίαν ἐξ αὐτῆς καὶ ὠνομάσθη, ὡς τὸ πατρωνυμικόν· μόνον γὰρ πα‐ τέρα δηλοῖ, ὅθεν καὶ τῆς ὀνομασίας ἔτυχεν· ὁμοίως καὶ τὸ κτητικόν, ὅτι κτῆσιν μόνην ἐδήλου, καὶ τὸ συγκριτικόν, ὅτι σύγκρισιν, καὶ τὸ ὑπερθετι‐ κόν, 〈ὅτι〉 ὑπέρθεσιν· ὡσαύτως καὶ τὰ ἄλλα· τό γε μὴν παρώνυμον, καθὸ ἐδήλου πολλά, ἠπορήθη πόθεν ὀνομασθῇ· καὶ γὰρ περιεκτικά, ὡς ἄμπελος
35ἀμπελών, καὶ ἐθνικά, ὡς Ἀκράγας Ἀκραγαντῖνος, καὶ μετουσιαστικά, ὡς375

377

δέρμα δερμάτινος, καὶ κύρια, ὡς κράτος Κρατῖνος· ἐπεὶ τοίνυν πολλὰς εἶχε σημασίας, οὐκ ἠδύνατο ἐξ ἑνὸς τὴν ὀνομασίαν ἔχειν, ἀλλ’ ἐκ τοῦ παρεπομένου πᾶσιν ἐκλήθη, τοῦ παρωνύμου· οἷόν τι καὶ ἐπὶ τῆς ὑπο‐ τακτικῆς γέγονεν· οὐ γὰρ ἐκ σημασίας, ἀλλ’ ἐκ συντάξεως ὠνόμασται.
5Τί γάρ φησι; Τὴν κοινὴν πάντων ὀνομασίαν, φημὶ δὴ τὴν παρώνυμον, ἰδικὴν ἐποιήσατο. Παρώνυμον δέ ἐστιν ὃ γέγονεν ἐξ ὀνόματος μηδενὶ τῶν ἄλλων ὑποπεπτωκός. Τύπους δὲ ἔχει κατὰ γένος ἄρρενας λεʹ. Οἷον Θέων Τρύφων.] Εἴ τις λέγοι, ὅτι πόθεν δῆλον, εἰ τὸ Θέων ἀπὸ τοῦ θεός ἐστιν ὀνόματος, καὶ οὐκ ἀπὸ τοῦ θέω ῥήματος, ὁμοίως
10καὶ τὸ Τρύφων εἰ ἀπὸ τοῦ τρυφή 〈ὀνόματοσ〉, καὶ οὐκ ἀπὸ τοῦ τρυφῶ ῥήματος, εἰπέ, ὅτι ἡ κλίσις ἐλέγχει· τῶν γὰρ εἰς ων ληγόντων ὀνομά‐ των τὰ μὲν παρώνυμα διὰ τοῦ ω κλίνεται, τὰ δὲ ῥηματικὰ διὰ τοῦ ο, 〈Δίων Δίωνος,〉 ἐλεήμων ἐλεήμονος· ἐν οἷς οὖν καὶ τὸ Θέων καὶ τὸ Τρύφων διὰ τοῦ ω κλινόμενα δῆλον ὡς παρώνυμά ἐστιν.
15Τίνος δὲ ἕνεκα τὴν κοινὴν ὀνομασίαν etc. = Σv 228, 14—24. Ποῖα καλοῦσιν οἱ φιλόσοφοι παρώνυμα; Τὰ μέσα τῶν ὁμωνύμων καὶ συνωνύ‐ μων κοινωνοῦντα καὶ διαφέροντα τῷ τε ὀνόματι καὶ τῷ ὅρῳ, ὡς ἀπὸ τῆς γραμ‐ ματικῆς γραμματικός· κοινωνοῦσι γὰρ τῷ ὀνόματι καὶ διαφέρουσι κατὰ τὴν λῆξιν τῶν ὀνομάτων· καὶ πάλιν τῷ ὀνόματι κοινωνοῦσι, καὶ τῷ ὅρῳ διαφέρουσιν, ὅτι ἡ
20μὲν γραμματικὴ γνῶσίς ἐστιν, ὁ δὲ γραμματικὸς οὐσία ἐν ᾗ ἡ γνῶσις. Παρώνυμα δέ φασιν, ὅσα ἀπό τινος διαφέροντα τῇ πτώσει ἤγουν τῇ κλίσει τῶν ὀνομάτων καὶ τὴν προσηγορίαν ἔχουσιν. Ῥηματικόν ἐστι τὸ ἀπὸ ῥήματος παρηγμένον, οἷον Φιλή‐ μων Νοήμων.] Ῥηματικόν ἐστιν ὄνομα, ὃ ἐκ ῥήματος γεγονὸς ἐνέρ‐
25γειαν ἢ πάθος δηλοῖ, οἷον ἀπὸ τοῦ πεποίηται γίνεται ποιητής, 〈ὁ ποιῶν τι, ὃ ἐνέργειαν δηλοῖ〉, ἀπὸ δὲ τοῦ πεποίημαι ποίημα, τὸ ποιηθέν, ὃ πάθος δηλοῖ. —Ἰστέον ὅτι πᾶν ῥηματικὸν ὄνομα διὰ τοῦ μ λεγόμενον οἰκειοῦται τῷ πρώτῳ προσώπῳ παθητικῷ κατὰ τὸ σύμφωνον, διὰ δὲ τοῦ τ τῷ τρίτῳ, οἷον πέπραγμαι πρᾶγμα πολυπράγμων, πεποίηται ποι‐
30ητής, πέπρακται πρακτός. —Τύπους δὲ ἔχει ἐν ἀρσενικοῖς, ἐν θηλυκοῖς, ἐν οὐδετέροις ἐνενήκοντα. —Ἰστέον δὲ καὶ τοῦτο, ὅτι πᾶν ὄνομα ῥη‐ ματικὸν βούλεται τὰ τελευταῖα σύμφωνα τοῦ ῥήματος φυλάττειν· καὶ διὰ τοῦτο λέγομεν, ὅτι ποίημα 〈γέγονεν〉 ἐκ τοῦ πεποίημαι, τὸ δὲ ποι‐ ητής ἀπὸ τοῦ πεποίηται. —Δεῖ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι θέλει τὸ
35ὄνομα μέρος τι φυλάττειν τοῦ ῥήματος, ὥσπερ καὶ τὸ φερώνυμον Νοή‐376

378

μων· ἀπὸ γὰρ τοῦ νοήσω γίνεται Νοήμων, ἵνα τὴν παραλήγουσαν τοῦ ῥήματος φυλάξῃ ἐπὶ τοῦ ὀνόματος. 〈Heliodori.〉Σχήματα ὀνομάτων τρία.] Σχῆμά ἐστι λέξεων ποσότης ὑφ’ ἕνα τόνον καὶ ἓν πνεῦμα ἀδιαστάτως ἀγομένη ἐν ἁπλότητι
5ἢ συνθέσει· καὶ ἄλλως· προφορὰ λέξεως ὑφ’ ἕνα τόνον καὶ ἓν πνεῦμα συντεθειμένη ἢ ἀσύνθετος. Καὶ ἁπλᾶ μέν ἐστιν ὅσα μὴ πέφυκε διαιρεῖ‐ σθαι εἰς δύο ἢ καὶ πλείονας λέξεις ἰδίᾳ νοητάς· σύνθετα δὲ τὰ ἐκ δύο ἢ καὶ πλειόνων λέξεων ἰδίᾳ νοητῶν συντεθειμένα, ἐν ἑνὶ τόνῳ καθ’ ἑνὸς ὑποκειμένου λαμβανόμενα. Εἶπον δέ «ἐκ δύο ἢ καὶ πλειόνων λέξεων
10γίνεται σύνθετα»· πολλάκις 〈γὰρ〉 καὶ ἀπὸ πλειόνων λέξεων γίνεται, ὡς τὸ χρυσολευκόλιθος καὶ τὸ 〈Aristoph. Ran. 966〉 σαλπιγγολογχυπη‐ νάδης καὶ τὸ σαρκασμοπιτυοκάμπτης καὶ ὅσα ἄλλα παρὰ τοῖς κω‐ μικοῖς πέπαικται. «Ἰδίᾳ» δὲ «νοητῶν» εἴπομεν καὶ οὐ «ῥητῶν», ἐπειδὴ τὸ ζαμενής σύγκειται μὲν ἐκ δύο, ἀλλὰ τὸ ζα οὐκ ἔστιν ἰδίᾳ ῥητόν, ἀλλὰ
15νοητόν· ὁμοίως καὶ τὸ βούπαις καὶ ἱππόπορνος καὶ δύσμορος καὶ αὐτὰ ἐκ δύο σύγκειται, ἀλλὰ τὸ βου καὶ τὸ ἱππο καὶ τὸ δυς οὐκ εἰσὶν ἰδίᾳ ῥητά, ἀλλὰ νοητά. Λέγονται δὲ σύνθετα καὶ οὐ διπλᾶ, διότι σύνθετα μὲν καλοῦμεν ἐκεῖνα τὰ ἐκ διαφόρων οὐσιῶν συγκείμενα, ὥς που καὶ τὰ ἐκ διαφόρου ὕλης κατασκευαζόμενα σκεύη σύνθετα καλοῦμεν, διπλᾶ
20δὲ τὰ ἐκ μιᾶς οὐσίας ὄντα καὶ διπλασιασθῆναι δυνάμενα, ὡς καὶ χλαμύδα διπλῆν λέγομεν τὴν μίαν οὖσαν καὶ διπλασιασθεῖσαν διὰ τὸ μέγεθος. Οὐκ ἀγνοεῖν δὲ χρή, ὡς πᾶσα πτῶσις ὀνομάτων συντίθεται κατ’ ἀρ‐ χὴν ἐν τοῖς συνθέτοις ὀνόμασιν, εὐθεῖα μέν, ὡς ἐν τῷ χηναλώπηξ δο‐ ρυδρέπανον, γενικὴ δέ, ὡς ἐν τῷ Διόσκορος Ἑλλήσποντος, δοτική, ὡς
25ἐν τῷ ἀρηΐφιλος Αἰγίπαν, καὶ αἰτιατική, ὡς ἐν τῷ ποδάνιπτρα νου‐ νεχής· ἡ δὲ κλητικὴ οὐδέποτε συντίθεται, ἐπειδὴ αὐτοτελής ἐστι καὶ πρός τινα λέγεται, ὅ ἐστι δευτέρου προσώπου· συντιθεμένη δὲ καὶ γι‐ νομένη εὐθεῖα τρίτον πρόσωπον δηλοῦν ἠναγκάζετο, καθὸ πᾶσα εὐθεῖα τρίτου προσώπου ἐστίν, ὅπερ ἐστὶν ἀδύνατον· οὐ γὰρ ἔχει φύσει τὸ
30δηλοῦν τρίτον πρόσωπον· ὅθεν τὸ γυναιμανής ἐκ τοῦ γυναικομανής
λέγομεν συγκεκόφθαι. —Ἰστέον δὲ ὅτι πᾶν μέρος λόγου συντίθεται377

379

δίχα ἄρθρου καὶ ἀντωνυμίας καὶ συνδέσμου, μόνον ὅτι ἐν ἄρθρῳ ἕν γέ ἐστι τὸ συντιθέμενον ἐν τῷ λέγειν ταὐτότης, καὶ ἐν ἀντωνυμίᾳ ἐν τρίτῳ προσώπῳ τὸ αὐτοδίδακτος καὶ αὐτοδιάλεκτος καὶ αὐτόσσυτος· ἐν συν‐ δέσμῳ δὲ οὐδεμίαν σύνθεσιν εὑρίσκομεν. Ὥσπερ δὲ ἐπὶ τῶν ἄλλων εἰδῶν
5ἦν τινα φωνῇ μόνῃ καὶ οὐ σημαινομένῳ παρηγμένα, καὶ λέγομεν ὅτι τὸ Εὐριπίδης καὶ Ἡρῴδης φωνῇ μόνῃ καὶ οὐ σημαινομένῳ πατρωνυμικά ἐστι, καὶ τὸ δούρειος ἵππος καὶ ὀφθαλμικὸς ἰατρός φωνῇ μόνῃ κτητικά, καὶ τὸ νεώτερος καὶ τὸ ἀγρότερος φωνῇ μόνῃ συγκριτικά, καὶ τὸ 〈cfr Χ 15〉 θεῶν ὀλοώτατος καὶ 〈cfr Λ 832〉 Κενταύρων δικαιότατος
10φωνῇ μόνῃ ὑπερθετικά, οὕτω καὶ ἐπὶ τῶν συνθέτων· τὸ μὲν γὰρ μισάν‐ θρωπος κυρίως σύνθετον, τὸ δὲ Ἀγαμέμνων καὶ Φίλιππος καὶ Διόσκο‐ ρος καὶ Ἀρίσταρχος καὶ ἁπλῶς ὅσα ἐστὶν ἐν κυρίοις σύνθετα φωνῇ 〈μόνῃ〉 καὶ οὐ σημασίᾳ τὴν σύνθεσιν ἀνεδέξαντο. Παρασύνθετα δὲ ἐκεῖνά φαμεν τὰ ἀπὸ συνθέτων ὀνομάτων εἰς ἓν
15τῶν προειρημένων 〈ἑπτὰ〉 εἰδῶν μεταπίπτοντα, οἷον Ἀγαμέμνων σύν‐ θετον, Ἀγαμεμνονίδης παρασύνθετον, ἐπειδὴ ἀπὸ συνθέτου εἰς ἓν τῶν ἑπτὰ εἰδῶν μετέπεσε καὶ ἐγένετο πατρωνυμικόν, Ἀγαμεμνόνειος παρα‐ σύνθετον, ἐπειδὴ ἀπὸ συνθέτου εἰς ἓν τῶν ἑπτὰ μετέπεσε καὶ ἐγένετο κτητικόν, φιλοσοφώτερος παρασύνθετον καὶ φιλοσοφώτατος καὶ τἆλλα
20ἁπλῶς εἰπεῖν, ὅσα ἀπὸ συνθέτων ὀνομάτων εἰς ἓν τῶν ἑπτὰ μεταπίπτει. Σχήματα δὲ εἴρηνται ἀπὸ τῆς σχέσεως τοῦ ὀνόματος ᾗ ἕκαστον ὀνομάζεται· καὶ ὥσπερ ἐν λόγῳ ἔστι σχήματα καὶ παρεχόμεθα πτῶσιν ἀντὶ πτώσεως, οὕτω καὶ ἐν τῇ λέξει εἰσὶ σχήματα· ἢ πρὸς τὸν τῶν ἀνδριάντων τύπον· ὡς γὰρ ἐκείνων οἱ μέν εἰσιν ὀρθοί, οἱ δὲ πλάγιοι,
25οἱ δὲ ἄλλως πως κείμενοι, οὕτω καὶ ἐν τοῖς ὀνόμασι τὰ μέν ἐστιν ἁπλᾶ, τὰ δὲ σύνθετα, καὶ διὰ τοῦτο ἐκλήθησαν σχήματα. Ὥσπερ 〈δὲ〉 ἐπὶ τῶν εἰδῶν ἐστί τινα φωνῇ μόνον, οὐ νοουμένῳ παράγωγα, οὕτω καὶ ἐπὶ τούτου τὸ φιλάνθρωπος σύνθετον τῷ νοητῷ, τὸ Φίλιππος σύνθετον τῇ φωνῇ, οὐ τῇ σημασίᾳ.
30Πόσα σχήματα; Τρία· ἁπλοῦν, σύνθετον, παρασύνθετον· ἁπλοῦν μέν, οἷον Μέμνων, σύνθετον δέ, οἷον Ἀγαμέμνων, παρασύνθετον δέ, οἷον Ἀγαμεμνονίδης. Ἁπλοῦν ἐστι τὸ ἐξ ἑνὸς μέρους λόγου ἤγουν μιᾶς λέξεως, οἷον θεός· σύνθετον δὲ τὸ ἐκ δύο λέξεων ἢ καὶ πλειόνων, οἷον φιλόθεος χρυσολευκόλιθος· τὸ δὲ παρασύνθετον παρῆκται ἀπὸ συνθέτου·
35διὰ τοῦτο καὶ παρασύνθετον καλεῖται. Δεῖ δὲ εἰδέναι, ὅτι τὰ ἀπὸ συν‐ θέτων παραγόμενα ἐν μὲν τοῖς ὀνόμασι παρασύνθετα λέγεται, ἐν δὲ
ἑτέροις μέρεσι λόγου οὐκ ἔστιν.378

380

〈Heliodori.〉Τῶν δὲ συνθέτων ὀνομάτων διαφοραί εἰσι τέσσαρες· ἃ μὲν γὰρ αὐτῶν εἰσιν ἐκ δύο τελείων, ὡς Χειρίσο‐ φος.] Πᾶσαι αἱ πτώσεις συντίθενται, οἷον χηναλώπηξ Ἑλλήσποντος 〈ἀρηΐφιλοσ〉 νουνεχής· κλητικὴ δὲ οὐκέτι, καθὸ πρὸς δεύτερόν ἐστι πρό‐
5σωπον, ἡ δὲ εὐθεῖα πρὸς τρίτον, 〈καὶ〉 τὸ δεύτερον πάρεστι, τὸ 〈δὲ〉 τρίτον ἄπεστι· τὸ γοῦν παρὸν τῷ ἀπόντι πῶς ἑνωθήσεται; Καὶ τὰ ῥή‐ ματα ἐν τρίτῳ προσώπῳ συντίθεται, ἐπειδὴ καὶ τὰ ὀνόματα τρίτου προ‐ σώπου εἰσίν, οἷον Μενέλαος φερέοικος μισάνθρωπος· αἱ μετοχαὶ κατὰ τὸ τέλος σύγκεινται, οἷον Ἄτλας Ἄβας πολύτλας· αἱ προθέσεις ἐν ἀρχῇ,
10οἷον πρόμαχος Ἀνακρέων· τὸ δὲ θυρεπανοίκτης οὕτως, ἀνοίγω ἀνοίκτης ἐπανοίκτης θυρεπανοίκτης· τὰ δὲ ἐπιρρήματα καὶ ἐν ἀρχαῖς, ὡς ἐν τῷ Ἰφιάνασσα, καὶ ἐν τέλει ἀποδόσεως, οἷον 〈Hes. Opp. 410〉 ἔς τ’ ἔν‐ νηφιν· σύνδεσμοι δὲ συντίθενται οὗτοι· ὁ δέ, οἷον οὐδαμῶς, ὁ καί, οἷον 〈Ο 678〉 δυωκαιεικοσίπηχυ. —Ἰστέον 〈δὲ〉 ὅτι αἱ λέξεις τῶν ὀνο‐
15μάτων διφυεῖς οὖσαι κατὰ τὴν σύνθεσιν—ἢ γὰρ ἀτελεῖς ἢ τέλειαί εἰσιν—ἀλλήλαις συμπλεκόμεναι τέσσαρα σχήματα ποιοῦσι, περὶ ὧν νῦν διαλαμβάνει. Ἃ δὲ ἐκ δύο ἀπολειπόντων, ὡς Σοφοκλῆς·] ἕκαστον γὰρ μέ‐ ρος λόγου ἀτελές ἐστιν· οὔτε γὰρ τὸ σοφο τί ποτε ἐνταῦθα σημαίνει,
20οὔτε τὸ κλης. Ὁμοίως καὶ τὸ Ἡρακλῆς ἐκ τοῦ ἦρα καὶ τοῦ κλέος, ὃ οὐδέτερον· καὶ μήποτε τῷ λόγῳ τούτῳ [ἦρα ἡ μετ’ ἐπικουρίας χάρις] βραχύνει τὸ α· Ἡρακλῆς οὖν ὁ κλέος ἔχων ἐκ τοῦ τοῖς ἀνθρώποις ἐπι‐ κουρίαν χαρίσασθαι, 〈ἦρα γὰρ ἡ μετ’ ἐπικουρίας χάρισ〉· καὶ γὰρ φέ‐ ρονται καὶ τὰ τοιαῦτα ἔπη περὶ αὐτοῦ· Ἡρακλέην δέ σε Φοῖβος
25ἐπώνυμον ἐξονομάζει, Ἦρα γὰρ ἀνθρώποισι φέρων κλέος ἄφθιτον ἕξεις. Ἃ δὲ ἐξ ἀπολείποντος καὶ τελείου, ὡς Φιλόδημος νεόγα‐ μος Νεόδημος· ἃ δὲ ἐκ τελείου καὶ ἀπολείποντος, ὡς Περικλῆς·] ἡ γὰρ περί πρόθεσις τέλειον μέρος λόγου, τὸ δὲ κλης ἀσήμαντον· ἃ δὲ
30ἐκ δύο ἀπολειπόντων καὶ ἑνὸς τελείου, οἷον χρυσολευκόλιθος θρασυγορ‐ γολέων. —Γίνονται δὲ σύνθετα κατὰ τρόπους τρεῖς, παράθεσιν, σύν‐ θεσιν, συμφοράν· κατὰ μὲν παράθεσιν ἀγαθὸς δαίμων, σύνθεσιν δὲ θεο‐ είκελος, συμφορὰν δὲ ζωγράφος. Ἀριθμοὶ τρεῖς.] Ἀριθμός ἐστι κατὰ μὲν ἀριθμητικοὺς σωρεία
35μονάδων ἤγουν σύνθεσις, κατὰ δὲ γραμματικοὺς χαρακτὴρ λέξεως δυνά‐ μενος διάκρισιν ποσοῦ ἀναδέξασθαι, ἢ χαρακτὴρ σημαίνων ποσότητα μετὰ ἀκολουθίας διὰ τοὺς ἀριθμούς· δύο γὰρ καὶ τρεῖς καὶ εἴ τι τοιοῦτον ἐν
ἀκολουθίᾳ δηλοῦσι ποσότητα. Ὅθεν τὸ εἷς δοκεῖ σημειῶδες εἶναι· τὰ379

381

γὰρ εἰς εις περισπώμενα εὐθεῖαι πληθυντικαί εἰσιν, 〈οἷον〉 οἱ εὐγενεῖς, οἱ εὐσεβεῖς· ἀλλά φαμεν τεθεματίσθαι· ὅθεν οὐδὲ πληθυντικὸν 〈τὸ εἷς ἐπιδέχεται· τὸ δὲ οὐδείς ἐπιδέχεται πληθυντικὸν〉 τὸ οὐδένες καὶ οὐδέ‐ νων. Τὸ γοῦν οὐδείς δύο μέρη λόγου, τοῦ δευτέρου μέρους ἀντὶ τοῦ
5τίς λαμβανομένου, ὡς καὶ τὸ μηδείς ἔχει· ὅτι δὲ θέμα τὸ δείς, δῆλον ἐξ οὐδετέρου κειμένου παρ’ Ἀλκαίῳ ἐν ἐνάτῳ μέλει 〈fr. 66 B4〉, οὐδὲν ἐκ δενὸς γένοιτο· καὶ τὸ δείς ἀντὶ τοῦ τίς· ἐξ ὧν ὁμοίως αὐτῷ καὶ ἐπὶ θηλυκοῦ γένους εὑρίσκεται· 〈ubi?〉 πασῶν δ’ ἀρίστη γαῖα Μεσ‐ σήνη λάχεν, Εὔδενδρος, ὡς οὐδεὶς τῆς Ἑλλάδος χθονός.
10Ἑνικός, δυϊκός, πληθυντικός.] Ἀναγκαίως τὸ ὄνομα καὶ ἀρι‐ θμὸν ἐπιδέχεται, ἐπειδὴ [γὰρ] συμβαίνει καὶ ἕνα καὶ δύο καὶ τρεῖς πολ‐ λάκις τοῦ αὐτοῦ ὀνόματος μετέχειν. Καὶ ἔστιν ἑνικός, ὅταν ἕνα ση‐ μαίνῃ, καὶ δυϊκός, ὅτε δύο· οὐκέτι δὲ καὶ τὸ τρεῖς τριτυντικὸν ἢ τρεϊ‐ κὸν ὀνομάζομεν, ἀλλὰ πληθυντικόν, [ὅτι] ἐπεὶ ὁ τρεῖς ἀριθμὸς ἀρχὴ
15πλήθους ἐστίν, ὡς καὶ ἐν τῇ παροιμίᾳ «τρεῖς πολλοί»· διὰ τοῦτο καὶ οἱ παλαιοὶ [τὰ] πολλὰ βουλόμενοι σημαίνειν τρεῖς λέγουσιν, ὡς καὶ ὁ ποιητής 〈ε 306〉 τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, ἀντὶ τοῦ πολλάκις. 〈Heliodori.〉Ἑνικὸς μὲν ὁ τὸ ἓν σημαίνων, οἷον ὁ Αἴας,
20δυϊκὸς δὲ ὁ τὰ δύο σημαίνων, οἷον τὼ Αἴαντε, πληθυντικὸς δὲ ὁ τὰ τρία 〈ἢ〉 καὶ πολλὰ σημαίνων, οἷον οἱ Αἴαντες.] Τὸ ἑνικός κτητικοῦ εἴδους ἐστίν· ὥσπερ γὰρ ἀπὸ τοῦ Πλάτων Πλάτωνος λέγομεν Πλατωνικός, οὕτω καὶ 〈ἀπὸ τοῦ〉 εἷς ἑνός λέγομεν 〈ἑνικός, καὶ〉 δηλοῖ ὁ τοῦ ἑνὸς χαρακτήρ, καὶ ἀπὸ τοῦ δύο δυΐκός, καὶ δηλοῖ ὁ τῶν δύο
25χαρακτήρ. Ἀλλ’ οὐκέτι ἀπὸ τοῦ τρεῖς τρεϊκός φαμεν· ὁ μὲν γὰρ ἑνικὸς καὶ δυϊκὸς χαρακτὴρ ἰδιάζοντα καὶ φανερὸν ἔχει ἀριθμὸν καὶ τύπον, ὁ δὲ τρεῖς ἀριθμὸς ἀρχὴν σημασίας πλήθους λαμβάνων κατὰ τὸν τύπον οὐ λέγεται κατὰ παραγωγὴν τρεϊκός, ἀλλὰ πληθυντικός· τῷ γὰρ αὐτῷ τύπῳ κεχρήμεθα καὶ ἐπὶ τριῶν καὶ τεσσάρων καὶ πέντε.
30Εἰσὶ δέ τινες ἑνικοὶ χαρακτῆρες.] Ὥσπερ ἐπὶ τῶν ῥημάτων εἰσὶ φωναὶ τοῖς σημαινομένοις ἐναντίαι—τὸ γὰρ ὀρχοῦμαι φωνῇ μέν ἐστι παθητικόν, σημαινομένῳ δέ ἐστι ἐνεργητικόν—, οὕτω καὶ ἐπὶ τῶν ὀνομάτων εἰσὶ φωναὶ ἐναντίαι τοῖς σημαινομένοις· ὅθεν ἐπὶ τούτων ἔξεστι καὶ πρὸς τὰς φωνὰς ὑπαντᾶν καὶ πρὸς τὸ σημαινόμενον, οἷον
35«ὁ στρατὸς ἐπολέμησε» καὶ «ὁ δῆμος ἐβόησε», καὶ «ὁ στρατὸς ἐπολέμη‐380

382

σαν» καὶ «ὁ δῆμος ἐβόησαν». [Καὶ πληθυντικῷ κατὰ ἑνικοῦ καὶ δυϊκοῦ χρήσῃ, δυϊκῷ δὲ κατὰ ἑνικοῦ οὐκέτι· ὥρισται γὰρ ὁ ἀριθμὸς ἐπὶ δυάδος.] Χρὴ δὲ γινώσκειν, ὅτι δυνατὸν μέν ἐστι τῷ πληθυντικῷ χρήσασθαι ἀντὶ δυϊκοῦ καὶ ἑνικοῦ, οἷον 〈ε 226〉 ἐλθόντες δ’ ἄρα τώ γε μυχῷ σπεί‐
5ους γλαφυροῖο, καὶ ἀλλαχοῦ 〈Eurip. Med. 488〉 καὶ ταῦθ’ ὑφ’ ἡμῶν, ὦ κάκιστ’ ἀνδρῶν, παθὼν Προύδωκας ἡμᾶς, ἐπειδὴ τὸ πλῆθος περιέχει ἐν αὑτῷ τὸ ἓν καὶ τὰ δύο πρόσωπα· οὐκέτι δὲ τῷ ἑνικῷ χρή‐ σαιο ἂν ἀντὶ δυϊκοῦ καὶ πληθυντικοῦ, ἀλλ’ οὐδὲ τῷ δυϊκῷ ἀντὶ ἑνικοῦ καὶ πληθυντικοῦ· ὡρισμένην γὰρ μονάδα ἔχει τὸ ἑνικόν, καὶ ὡρισμένην
10δυάδα τὸ 〈δυϊκόν, ἀόριστον δὲ ἀριθμὸν σημαίνει τὸ〉 πληθυντικόν. Κατὰ πολλῶν λεγόμενοι.] Χαρακτῆρα λέγει τὸν τύπον τῆς προφορᾶς· τὸ γὰρ δῆμος καὶ χορός καὶ ὄχλος ἑνικοῦ μὲν ἀριθμοῦ προ‐ φορὰν ἔχει, πλῆθος δὲ σημαίνει. 〈Heliodori〉.Οἷον δῆμος χορός ὄχλος.] Συμβαίνει, φησί,
15πολλάκις ἑνικὸν μὲν εἶναι τὸν χαρακτῆρα τοῦ ὀνόματος, σημαίνειν δὲ πληθυντικόν, ὥσπερ ἔστιν εὑρεῖν ἐν τοῖς περιληπτικοῖς ὀνόμασιν. — Ἄξιον δέ ἐστι ζητῆσαι, τίνος ἕνεκεν οὕτω παρείληπται πληθυντικὸν ἀντὶ ἑνικῶν καὶ δυϊκῶν· καὶ γὰρ τὸ ἀμφότεροι, ὡς αὐτὸς λέγει, πληθυντικὸν ἔχει χαρακτῆρα, σημαίνει δὲ δύο μόνους, οὔτε γὰρ τολμήσω ἐπὶ πλή‐
20θους τῇ λέξει χρήσασθαι. Καὶ λέγομεν, διὰ τοῦτο, ὅτι τὸ πληθυντικὸν καὶ ἑνικὸν καὶ δυϊκὸν σημαίνει, ἐπειδὴ ἐμπεριέχεται τῷ ἀριθμῷ καὶ τὸ ἓν καὶ τὰ δύο. Φήσειεν 〈ἄν〉 τις, «ἆρα γοῦν, ἐπειδὴ τὸ ἑνικὸν ἐμπεριέχεται τῷ ἀριθμῷ τῶν δυϊκῶν, καὶ δυϊκὰ ἀντὶ ἑνικῶν ἔξεστι λέγειν;» Λέγομεν ὅτι οὔ· ἐν μὲν γὰρ τῷ πληθυντικῷ ἀόριστός ἐστιν ὁ ἀριθμός, ἐν δὲ τῷ
25δυϊκῷ ὡρισμένος· πῶς οὖν τὸν ὡρισμένον κατὰ δύο μόνων ἀριθμὸν καὶ ἀντὶ ἑνὸς παραλαμβάνειν εὔλογον; Πάλιν πληθυντικὸν μὲν ἔχει τύπον προφορᾶς τὸ λέγειν Ἀθῆναι καὶ Θῆβαι· ὡς γὰρ κατὰ πολλῶν ἐστι λε‐ γόμενον, μίαν δὲ σημαίνει τὰς Ἀθήνας καὶ μίαν τὰς Θήβας· Ὅμηρος μέντοι ἀκριβὴς ὢν τὰ μὲν ἑνικὰ ἑνικῶς προηνέγκατο, οἷον 〈η 80〉 ᾤχετο
30δ’ εἰς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην, καὶ 〈Α 366〉 ᾠχό‐ μεθ’ ἐς Θήβην, καὶ 〈Ζ 416〉 Θήβην ὑψίπυλον. Διὰ τί δὲ τὸ ἀμ‐ φότεροι χαρακτῆρα πληθυντικὸν ἔχει; Ὅτι ὁμοίως κλίνεται τῷ πληθυν‐ τικῷ· ὡς γὰρ οἱ πολλοί τῶν πολλῶν τοῖς πολλοῖς τοὺς πολλούς ὦ πολλοί, οὕτω καὶ 〈οἱ〉 ἀμφότεροι τῶν ἀμφοτέρων τοῖς ἀμφοτέροις τοὺς
35ἀμφοτέρους ὦ ἀμφότεροι. Πτώσεις ὀνομάτων εἰσὶ πέντε [καταχρηστικῶς], ὀρθ, γενικ,
δοτικ, αἰτιατικὴ καὶ κλητική.] Λέγονται δὲ πτώσεις, ἐπειδὴ ἡ381

383

φωνὴ ἀπ’ ἄλλου εἰς ἄλλο μεταπίπτει. Πτῶσίς ἐστι πτωτικῆς λέξεως μετασχηματισμός, τῆς τελευταίας συλλαβῆς ἄλλοτε εἰς ἄλλο τρεπομένης. Καὶ ἄλλως· ὀνόματος ἢ ὀνοματικοῦ τινος κατὰ τὸ τέλος γινομένη κί‐ νησις. Ἄξιον δέ ἐστι ζητῆσαι, πῶς οἷόν τέ ἐστι etc. = Σv 231, 20—27.
5Ἄλλως. —Πῶς λέγεται ἡ ὀρθὴ πτῶσις; Ὅτι πέπτωκεν ἐκ τοῦ ἀσωμάτου καὶ γενικοῦ εἰς τὸ εἰδικόν· ὀρθὴ δὲ λέγεται, ὅτι οὔπω ἐκι‐ νήθη εἰς πλάγιον. Ἰστέον δὲ ὅτι ἐζητήθη παρὰ πολλοῖς περὶ τῆς ὀρθῆς, πῶς δύναται ἡ αὐτὴ ὀρθὴ καὶ πτῶσις εἶναι· ἐναντίον γὰρ ἔδοξεν εἶναι τὴν αὐτὴν ὀρθὴν καὶ πτῶσιν καλεῖσθαι. Καὶ ἔστιν εἰπεῖν οὕτως, ὅτι
10κατὰ τοῦτο μὲν πτῶσις καλεῖται, καθὸ μεταπίπτει εἰς τὰς λοιπὰς πτώ‐ σεις, ἢ καθὸ ἀπὸ τοῦ γενικοῦ μεταπίπτει εἰς τὸ εἰδικόν, ἤγουν ὅτι ἐπι‐ πίπτει τοῖς σώμασιν· κατὰ τοῦτο δὲ ὀρθὴ καὶ εὐθεῖα, καθὸ ὀρθὸν καὶ εὐθύτατον τὸν λόγον ἀποτελεῖ· δίχα γὰρ αὐτῆς λόγος οὐ συνίσταται· σκόπει γὰρ ὅτι ἐὰν μὲν εἴπω «Ἀρίσταρχος ἀνέγνω», ὑγιὴς ὁ λόγος ἐστὶ
15διὰ τὴν εὐθεῖαν, ἐὰν δὲ εἴπω «Ἀριστάρχου ἀναγινώσκοντος», ἀτελὴς ὁ λόγος μὴ ἔχων εὐθεῖαν· εἰ δὲ ἐπάξω τὸ «ἤκουσα», τέλειος ὁ λόγος γί‐ νεται· εὐθεῖαν γὰρ ἐπήγαγον, ἐπειδὴ πᾶν ῥῆμα εὐθεῖαν ἐν ἑαυτῷ περι‐ έχει. Καὶ ὥσπερ σύνδεσμος καλεῖται διαζευκτικός, καίτοι γε ἐναντίως ἔχων—ἐναντίον γὰρ τὸ διαζευγνύναι τῷ συνδεῖν—, ἀλλ’ ἐπειδὴ συν‐
20δεῖ μὲν τὸν λόγον, διαζευγνύει δὲ καὶ διίστησι τὴν διάνοιαν [ἀπὸ τῶν ἄλλων πτώσεων], κατὰ τοῦτο σύνδεσμος διαζευκτικὸς λέγεται, [οὕτω καὶ ταύτην ὀρθήν φαμεν καὶ εὐθεῖαν〉· τὰς δὲ ἄλλας πτώσεις καὶ πλαγίας, καθὸ ἀπὸ τῆς εὐθείας πεπτώκασιν, καὶ καθὸ πλαγιάζουσι τὸν λόγον εἰς ἕτερον μεταφέρουσαι πρόσωπον, ὡς τὸ «Σωκράτους ἀναγινώσκοντος
25ἤκουσα, Πλάτωνι ἐξηγουμένῳ παρήμην, Ἀρίσταρχον διαλεγόμενον ἐθαύ‐ μασα». Καὶ λέγεται ἡ μὲν ὀρθὴ ὀνομαστικὴ καὶ εὐθεῖα, ὅτι ὀρθὸν καὶ εὐθύτατον λόγον ἀποτελεῖ.] Ὀνομαστικὴ λέγεται ἡ ὀρθὴ καὶ εὐθεῖα, ὅτι δι’ αὐτῆς τὰ ὀνόματα ἐπιτίθεμεν τοῖς παισὶ καὶ
30δι’ αὐτῆς ὀνομάζομεν· δι’ αὐτῆς γὰρ ὀνομάζεται τὸ ὑποκείμενον, εἴτε ἔμψυχον εἴτε ἄψυχον εἴη τὸ ὑποκείμενον, ὡς καὶ ὁ ποιητής 〈τ 409〉 τῷ δ’ Ὀδυσεὺς ὄνομ’ ἔστω ἐπώνυμον· ὅτε γὰρ λέγομεν Ὅμηρος, κατ’ ὀρθότητα προφέρομεν τὸ ὄνομα· διὰ τοῦτο ὀρθὴ λέγεται· ἢ ὅτι [καθὸ] ὀνομάζειν τινὰ βουλόμενοι ταύτῃ κεχρήμεθα· αἱ δὲ ἑξῆς πτώσεις
35πλάγιαι καλοῦνται, ἐπειδὴ ἀπὸ τῆς ὀρθότητος πλαγιάζεται ἡ προφορὰ
τοῦ ὀνόματος.382

384

Ἡ δὲ γενικὴ κτητική τε καὶ πατρικ, ἐπειδὴ ἐξ αὐτῆς ποιοῦμεν τὰ γένη καὶ τὰς πατρίδας·] ὅτι πᾶν κτητικὸν ἢ πατρω‐ νυμικὸν ἀπὸ γενικῆς γίνεται καὶ εἰς ταύτην ἀναλύεται, οἷον Νεστόρειος ἀγρὸς ὁ τοῦ Νέστορος ἀγρός, καὶ Νεστορίδης ὁ τοῦ Νέστορος υἱός· καὶ
5ὅτι γένεσίς ἐστι ταῖς ἄλλαις πτώσεσι καὶ τῶν πλαγίων μήτηρ ἡ γενική· γενικὴ δὲ ὠνόμασται, ὅτι γένος αὐτῶν, ὡς πατήρ, ἄλλως τε καὶ τῶν ἄλλων πτώσεων μήτηρ. Ἡ δὲ δοτικὴ ἐπισταλτικ, ὅτι ταύτῃ χρώμεθα τῇ πτώσει ἐν τοῖς ἐπισταλτικοῖς τρόποις·] ἐπεὶ καὶ αἱ δόσεις δι’ αὐτῆς γίνον‐
10ται, οἷον «δίδωμι τῷ φίλῳ», καὶ ὅτι δι’ αὐτῆς ἐπιστέλλομεν, 〈ubi?〉 χαίρειν Ἀθηναίοισι καὶ τοῖς συμμάχοις. Ἡ δὲ αἰτιατικὴ κατ’ αἰτίαν, οἷον διὰ τὸν Ἀρίσταρχον ἐτι‐ μήθην.] Αἰτιατικὴ δέ, φησίν, οὕτως ὀνομάζεται, ὅτι αἰτίαν ἐσήμανεν, αἴτιον τῆς ἡμετέρας ὠφελείας τὸν Ὅμηρον ψηφισάμενος· μόνην δὲ
15αἰτίαν αὕτη δηλοῖ, οἷον «διὰ σὲ ταῦτα ἐγένετο». Ἡ δὲ κλητικὴ προσαγορευτική.] Τὴν κλητικὴν εἶπε προσαγο‐ ρευτικήν, ἐπειδὴ προσκαλούμενοί τινα καὶ ἀσπαζόμενοι ταύτῃ χρώμεθα, ὅτι δι’ αὐτῆς, φησί, καλοῦμεν καὶ προσαγορεύομεν, «ὦ Σώκρατες» λέ‐ γοντες, καὶ πάλιν 〈Ι 225〉 [ὦ] χαῖρ’, Ἀχιλεῦ, καὶ 〈Ψ 19. 179〉 χαῖρέ
20〈μοι, ὦ Πάτροκλε κατὰ τὴν κλητικὴν πτῶσιν, ὡς καὶ ὁ ποιητὴς λέγει 〈Κ 462〉 χαῖρε, θε. Ὑποπέπτωκε δὲ τῷ ὀνόματι εἰκοσιτέσσαρα, ἃ καὶ αὐτὰ εἴδη προσαγορεύεται· κύριον, προσηγορικόν, ἐπίθετον, πρός τι ἔχον, ὡς πρός τι ἔχον, ὁμώνυμον, συνώνυμον, φερώνυμον, διώ‐
25νυμον, ἐπώνυμον, ἐθνικόν, ἐρωτηματικόν, ἀόριστον, ἀναφορι‐ κόν, 〈ὃ〉 καὶ ὁμοιωματικὸν 〈καὶ〉 δεικτικὸν καὶ ἀνταποδοτικὸν καλεῖται, περιληπτικόν, ἐπιμεριζόμενον, περιεκτικόν, πεποι‐
ημένον, γενικόν, εἰδικόν, τακτικόν, ἀριθμητικόν, μετουσιαστι‐383

385

κὸν καὶ ἀπολελυμένον.] —〈Heliodori.〉 —Ὃν τρόπον εἰρήκαμεν, ὅτι πᾶν ὄνομα πάντως ὑπὸ τὰ δύο εἴδη ἐστὶ τὰ πρῶτα, οὕτω καὶ ἐν‐ ταῦθα ἐροῦμεν, 〈ὅτι〉 πᾶν ὄνομα ὑπὸ τὰ δύο εἴδη ἐστὶ τὰ πρῶτα, φημὶ δὴ κύριον καὶ προσηγορικόν, μετὰ δὲ τοῦ εἶναι κύριον ἢ προσηγορικὸν
5καὶ ἑτέρῳ συμβαίνει σημαινομένῳ κατέχεσθαι, οἷον [κυρίῳ, προσηγορικῷ] ἐπιθέτῳ καὶ τοῖς ἑξῆς. —Διὰ τί δὲ εἶπεν «ἃ καὶ αὐτὰ εἴδη προσαγο‐ ρεύεται»; Ὅτι καὶ αὐτὸς εἴδη προεξέθετο τὰ τῶν παραγώγων, ἔνθα φησίν «εἴδη δὲ παραγώγων εἰσὶν ἑπτά». Τί δέ ἐστιν «ὑποπέπτωκεν»; Ἀντὶ τοῦ ὑποβέβληται καὶ ὑποτέτακται. Τί δέ ἐστιν «εἴδη»; Τμήσεις
10ὡς εἰπεῖν τοῦ ὀνόματος· τὸ γὰρ ὄνομα γενικόν ἐστι κατὰ τῶν εἰδῶν τούτων, ἐξ αὐτῶν συνεστὼς καὶ εἰς ταῦτα διαιρούμενον· ὥσπερ 〈γὰρ〉 τῷ ζῴῳ τῷ γενικῷ ὑπόκειται εἴδη, οἷον ἄνθρωπος ἵππος βοῦς κύων, καὶ τῷ γενικῷ φυτῷ ὑποβέβληται 〈εἴδη〉, οἷον ἐλαία ἄμπελος συκῆ, οὕτω καὶ τῷ ὀνόματι, φησίν, ὑπόκειται καὶ ὑποβέβληται ταῦτα εἴδη αὐτοῦ
15καλούμενα. Καὶ ἐπειδὴ διχῶς προσαγορεύεται τουτέστι λέγεται τὸ εἶδος —ὁρᾶται γὰρ καὶ νοεῖται ποτὲ μὲν περὶ φωνὴν ποτὲ δὲ περὶ σημα‐ σίαν αἱρούμενον· καὶ περὶ φωνὴν μέν, ὡς ὅταν εἴπωμεν πρωτότυπον καὶ παράγωγον, περὶ σημασίαν δὲ κύριον ἢ προσηγορικόν—καὶ ὥσπερ τὸ περὶ φωνὴν εἶδος εἰς δύο διελών, εἰς πρωτότυπον καὶ παράγωγον,
20ἐπιδιαίρεσιν ἐποίησεν, ἐπιδιεῖλε γὰρ τὸ παράγωγον εἰς ἑπτά, οὕτω καὶ ἐπὶ τούτου τὸ περὶ σημασίαν εἶδος διαιρεῖ εἰς κύριον καὶ προσηγορικόν, τὸ δὲ προσηγορικὸν ἐπιδιαιρεῖ εἰς ἐπίθετον, πρός τι ἔχον καὶ τὰ ἑξῆς. Κύριον μὲν οὖν ἐστι τὸ τὴν ἰδίαν οὐσίαν σημαῖνον καὶ ἀφ’ ἡμῶν ἔχον τὴν ὀνομασίαν, οἷον Πέτρος Παῦλος Ἰωάννης.]
25Καὶ ἔστι μὲν εἶδος, φησί, κύριον ὀνομαζόμενον, ὅτι μιᾶς ὑπάρξεως καὶ οὐσίας κυριεύει καὶ αὐτὴν μόνην δηλοῖ, ἢ ὅτι κυρίως καὶ βεβαίως τὴν οὐσίαν ἐκείνην καὶ τὴν ὕπαρξιν ἰδίαν ἐποιήσατο, ἣν μόνην δηλοῖ, οἷον Ὅμηρος Σωκράτης· καὶ πάλιν κύριον μέν ἐστι τὸ οὐ κοινῶς ἀλλ’ ἰδίως ἐπί τινος τεταγμένον βουλήσει τῶν κυριευόντων τῆς κλήσεως. Γίνεται
30δὲ κύριον ἀπὸ τοῦ κύρω, ὃ δηλοῖ τὸ ἐπιτυγχάνω, ἀφ’ οὗ κῦρος ἡ ἐπί‐ τευξίς τινος καὶ ἡ ψῆφος. Τί ἐστι προσηγορικόν; Τὸ τὴν κοινὴν οὐσίαν σημαῖνον καὶ οὐκ ἀφ’ ἡμῶν ἔχον τὴν ὀνομασίαν, οἷον ἄνθρωπος ἵππος βοῦς
κύων ὄφις οὐσία.] —〈Heliodori.〉 —Προσηγορικόν ἐστι τὸ κοινῆς384

386

οὐσίας δηλωτικὸν καὶ ἐπὶ κοινοῦ πράγματος τιθέμενον καὶ οὐκ ἀφ’ ἡμῶν ἔχον τὴν ὀνομασίαν, ὡς ἄνθρωπος ἵππος ἀρετή παιδεία καὶ τὰ ὅμοια. Ζητοῦσι δέ τινες ἐνταῦθα λέγοντες, διὰ τί μὴ προέταξεν ὁ τεχνι‐ κὸς τὸ προσηγορικὸν τοῦ κυρίου, ὅτι τὸ μὲν προσηγορικόν ἐστι φυσικόν,
5τὸ δὲ κύριον συμβεβηκός· τεχθεὶς γάρ τις πρῶτον τὴν κοινὴν οὐσίαν καὶ ὕπαρξιν ἔρχεται ἔχων, ἄνθρωπος φαινόμενος, εἶθ’ οὕτω Σωκράτης ὀνομάζεται. Καὶ λέγομεν, ὅτι ἔθος ἐστὶ τοῖς τεχνικοῖς τὰ ἄτομα προ‐ τάσσειν τῶν τεμνομένων, ὡς τὸ πρωτότυπον τοῦ παραγώγου καὶ τὸν ἐνεστῶτα τοῦ παρῳχημένου, καὶ ὡς τὸ ἁπλοῦν τοῦ συνθέτου. Προση‐
10γορικὸν δέ ἐστι τὸ κατὰ πάντων τῶν ὁμοίαν φύσιν ἐχόντων λεγό‐ μενον. Ἐπίθετον δέ ἐστιν.] Ἐπίθετόν ἐστιν ὃ καθ’ ἑαυτὸ οὐ δύναται λεχθῆναι, εἰ μὴ ἐπιτεθῇ ἑτέρῳ ὀνόματι, τουτέστι κυρίῳ ἢ προσηγορικῷ· ὥσπερ καὶ τὰ ἐπιρρήματα, ἐπειδὴ καὶ αὐτὰ δίχα ῥημάτων οὐ δύναται
15συστῆναι· διὸ καὶ ἐπίθετον καλεῖται, ὅτι ἐπιτίθεται ἑτέρῳ ὀνόματι. Ἐν‐ τεῦθεν καὶ τρίτον τῇ τάξει τέτακται· ὥσπερ γὰρ ἐν τοῖς παραγώγοις πρῶτον τέταχε τὸ πατρωνυμικόν, καθὸ ἀπὸ κυρίου ἔχει τὴν γένεσιν, καὶ δεύτερον τὸ κτητικόν, καθὸ τοῖς κυρίοις καὶ προσηγορικοῖς ὕλῃ κέχρη‐ ται, καὶ τρίτον τὸ συγκριτικὸν τὸ ἐπι〈συμ〉βαῖνον κυρίῳ τε καὶ προση‐
20γορικῷ, 〈οὕτω καὶ ἐνταῦθα τὸ ἐπίθετον τρίτον τέταχεν ὡς ἐπισυμβαῖ‐ νον κυρίῳ καὶ προσηγορικῷ〉. Δεῖ δὲ ἡμᾶς εἰδέναι, ὅτι ἐκεῖνό ἐστιν [τὸ] ἐπίθετον τὸ παραλαμβανόμενον [ἐπὶ] ψόγου ἢ ἐγκωμίου χάριν, ὡς τὸ ταχὺς ἵππος, λευκὸς Αἴας. Τὸ ἐπὶ κυρίων ἢ προσηγορικῶν ὁμωνύμως τιθέμενον καὶ
25δηλοῦν ἔπαινον ἢ ψόγον. Λαμβάνεται δὲ τριχῶς, ἀπὸ ψυχῆς, ἀπὸ σώματος, ἀπὸ τῶν ἐκτός· ἀπὸ μὲν ψυχῆς, ὡς σώφρων ἀκόλαστος, ἀπὸ δὲ σώματος, ὡς ταχύς βραδύς, ἀπὸ δὲ τῶν ἐκτός, ὡς πλούσιος πένης.] Διαφέρει γοῦν προσηγορικοῦ ἐπίθετον, ὅτι τὸ μὲν αὐτοτελές ἐστιν, οἷον ἄνθρωπος, τὸ δὲ τῆς [τοῦ] ἑτέρου
30δεόμενον ἐπαγωγῆς, οἷον «ἀγαθὸς 〈ὁ δεῖνα»〉· ὅσα δὴ γοῦν τῶν ἐπι‐ θέτων τὴν αἰτίαν τοῦ λέγεσθαι ἐξ ἡμῶν ἔχει, ταῦτα ἐπαίνου ἢ ψόγου ἐστὶ σημαντικά, οἷον ταχύς βραδύς· τὰ δὲ μὴ οὕτως ἔχοντα μέσα, οἷον ὑγιής ἀσθενής· [ἔστι δὲ καὶ μέσα ἐπίθετα, ὡς τὸ πλούσιος πένης ὑγιής λελωβημένος.] Ταῦτα δὲ ἀπὸ τῶν ἐκτός ἐστι τῶν ἐκ τύχης συμβαινόν‐
35των, ἃ μήτε ἔπαινον μήτε ψόγον ἔχει· οὐδεὶς γὰρ τὸν πλούσιον ἢ τὸν ὑγιῆ ἐπαινεῖ, ἀλλὰ μακαρίζει τῆς εὐτυχίας, οὔτ’ αὖ τὸν πένητα ἢ τὸν
λελωβημένον ψέγομεν, ἀλλ’ οἰκτείρομεν τῆς δυστυχίας· ἐπαινετὰ δὲ385

387

ταῦτά ἐστι καὶ ψεκτά, ὅσα τοῦ μὲν δοκεῖν τύχης ἔργον εἶναι ἀπήλλα‐ κται, τῆς δὲ αἰτίας τὴν ἀναφορὰν εἰς ἡμᾶς αὐτοὺς ἔχει. Λαμβάνεται δὲ τὸ ἐπίθετον παρὰ ποιηταῖς ἀπὸ τῶν μάλιστα συνεχῶν τρόπων κδʹ. Πρός τι ἔχον δέ ἐστι τὸ πρὸς ἕτερον ἔχον τὴν σχέσιν συ‐
5στατικὴν ἀλλήλων, οἷον πατήρ υἱός· ἔχεται γὰρ σχετικῶς καὶ ὁ πατὴρ τοῦ υἱοῦ καὶ ὁ υἱὸς τοῦ πατρός· 〈ὡσ〉 πρός τι δὲ ἔχον ἐστίν, ὡς νὺξ πρὸς ἡμέραν, θάνατος πρὸς ζωήν.] —〈Heliodori.〉 —Πρός τι ἔχον ἐστὶ τὸ πρὸς ἕτερον ἔχον τὴν σχέσιν, εἰ τὸ λεγόμενον δίδωσι νοεῖσθαι ἕτερον σύνεστί τε αὐτῷ καὶ συναπολήγει, ὡς ὅταν εἴπω
10«πατήρ», ἐνόησα καὶ τὸν υἱόν, οὐ γὰρ μὴ ὄντος υἱοῦ ἔσται τις πατήρ· ἐν ὅσῳ γοῦν ὁ υἱός, ἔσται καὶ ὁ πατήρ, ἀπολλυμένου δὲ τοῦ υἱοῦ ἀπο‐ λεῖται 〈καὶ〉 τὸ τοῦ πατρὸς ὄνομα· ὅθεν Ὅμηρος τοῦτο εἰδώς φησι 〈Β 260〉 μηδ’ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην. Σημειω‐ τέον δὲ ὅτι τὸ πρός τι ἔχον ἀεὶ γενικῇ συντάσσεται, πατὴρ τούτου,
15υἱὸς τούτου, φίλος τούτου, πολλάκις δὲ ἐκ περιουσίας καὶ δοτικῇ· τὸ μέντοι ἴσος ὅμοιος ἴκελος ἀτάλαντος μόνῃ δοτικῇ συντάσσεται, 〈cfr ex. gr. Β 651〉 ἴσος Ἐνυαλίῳ, 〈cfr Ξ 386 et Β 478〉 ἴκελος ἀστεροπῇ Διὸς τερπικεραύνου, 〈Β 627〉 ἀτάλαντος Ἄρηϊ.
20Πρός τι δέ ἐστιν ὃ πρὸς ἑτέρου σχέσιν νοεῖται, οὗ ὑποστελλομένου οὐδ’ αὐτὸ ὑπάρχει, ὡς 〈καὶ〉 ἐφ’ ὧν εἶπε [καὶ] τῶν συγκριτικῶν. Καὶ ταῦτα δὲ λίαν ἠκρίβωσεν Ὅμηρος, εἰσάγων Ὀδυσσέα τὸν Τηλεμάχου πατέρα πρὸς Θερσίτην ἀπειλητικῶς λέγοντα 〈Β 259 seq〉 μηκέτ’ ἔπειτ’ Ὀδυσ‐ σῆϊ κάρη ὤμοισιν ἐπείη, Μηδ’ ἔτι Τελεμάχοιο πατὴρ κεκλημέ‐
25νος εἴην· τούτων 〈γὰρ〉 ὁ μὲν πρότερος 〈στίχοσ〉 ἀπάτορα τίθησι τὸν Τηλέμαχον, ὁ δὲ δεύτερος ἄπαιδα τὸν Ὀδυσσέα ποιεῖ. Ὡς πρός τι ἔχον ἐστὶ τὸ πρὸς ἕτερον λαμβανόμενον κατ’ ἐναν‐ τιότητα φθαρτικήν, οἷον νὺξ πρὸς ἡμέραν, ὑγίεια πρὸς νόσον, θάνατος πρὸς ζωήν, σκότος πρὸς φῶς· τὸ γὰρ ὡς ἐπίρρημα ὁμοιωματικόν. Καὶ
30ἄλλως· τὸ δύο ὄντων ἐναντίων τοῦ ἑνὸς ὀνομαζομένου 〈ποιοῦν〉 μὲν συνυπακούεσθαι τὸ ἕτερον [καὶ τὸ συνεπινοούμενον], ἀλλ’ οὐ συναναι‐ ροῦν, ἤγουν τὸ κατ’ ἐναντιότητα λαμβανόμενον, οἷον νύξ ἡμέρα, θάνα‐ τος ζωή· τὸ γὰρ ὡς ἐπίρρημα ὁμοιωματικόν ἐστιν.
〈Heliodori.〉 —Ὡς πρός τί ἐστι τὸ κατά τι ὅμοιον τῷ πρός τι·386

388

ἔστι γὰρ ὅτε τὸ ὡς τὴν κατὰ μικρὸν ὁμοίωσιν σημαίνει· καὶ [ὅτι] τοῦτο ἴδιόν ἐστι τῶν πρός τι, τὸ δύο ὄντων ἑνὸς ὀνομαζομένου συνυπακού‐ εσθαι πάντως τὸ ἕτερον, ἀναιρεθέντος δὲ τοῦ ἑνὸς συναναιρεῖσθαι καὶ τοῦ ἑτέρου τὴν ὀνομασίαν εὐθέως. Ἐπὶ μέντοι τῶν ὡς πρός τι οὐχ ὁ
5αὐτὸς λόγος ἐστίν· οὐ γὰρ ἂν ἀναιρεθῇ ἡ νὺξ ἡ ἡμέρα συναναιρεῖται, ἀλλ’ ἔτι μᾶλλον ἔσται νὺξ ἡμέρας προσδοκωμένης. Ὅμως μέντοι ἐπεὶ ἔχουσι γειτνίασιν πρὸς ἀλλήλας ἡ ἡμέρα, καὶ δοκοῦσί πως συνυπακούεσθαι ἀλλήλαις, διὰ τοῦτο κεκολασμένως ἐκλήθη ὡς πρός τι· τὸ γὰρ ὡς προστεθὲν τῆς μὲν ταὐτότητος αὐτὸ ἀφεῖλε τῆς τοῦ πρός
10τι, παρόμοιον δὲ αὐτῷ τοῦτο πεποίηκεν, ὥσπερ εἰ λέγει τις τοῦ ἀν‐ θρώπου τὸν ἀνδριάντα ὡς ἄνθρωπον εἶναι, οὐ μὴν αὐτόχρημα ἄνθρω‐ πον. Καί φαμεν κατά τι ὅμοιον εἶναι τὸ ὡς πρός τι τῷ πρός τι, καθὸ καὶ αὐτὸ μὲν πρὸς ἕτερον ἔχει τὴν σχέσιν, ἐκπίπτει δὲ τῆς ὁμοιότητος, καθὸ οὐ συνίσταται, εἰ μὴ ἕτερον ἀποστῇ· οὐδ’ ἂν ὕπαρξιν θάνατος
15σχοίη ἢ φθορά, εἰ μὴ τῆς ζωῆς ἡ στάσις φρούδη γένοιτο· καὶ ἡ ὑγεία ὡς πρὸς τὴν νόσον ἔχει τὴν σχέσιν, καὶ ἡ ἡμέρα ὡς πρὸς τὴν νύκτα, καὶ τὸ φῶς ὡς πρὸς τὸ σκότος, καὶ ὁ πλοῦτος ὡς πρὸς τὴν πενίαν, ἀλλ’ οὐκ ἄν, καθὼς εἶπον, ἐν ταὐτῷ συσταίη, εἰ μὴ τὸ ἕτερον ἔξω γέ‐ νοιτο. Διὰ τοῦτο γὰρ καὶ ὡς πρός τι εἴρηται, ὅτι καὶ αὐτὸ κατά τι
20πρὸς τὴν αὐτὴν ἔννοιαν τῷ πρός τι θεωρεῖται γινόμενον· ὡς γὰρ δε‐ ξιὸς πρὸς ἀριστερόν, καὶ πατὴρ πρὸς υἱόν, οὕτω καὶ ἡ νὺξ πρὸς ἡμέραν δοκεῖ λέγεσθαι· ταύτῃ δὲ διαφέρει, ὅτι τὸ μὲν πρός τι ἔχει προσυπα‐ κουόμενον τὸ τινός· ἐὰν γὰρ εἴπω «υἱός», λέξει τις πάντως «τίνος;» τὸ δὲ ὡς πρός τι οὐ τοῦτο φαίνεται ἔχον· οὐ γὰρ ἐὰν εἴπω «νύξ», λέξει
25τις τὸ «τίνος;» ἵνα ἐπαγάγω «τῆς ἡμέρας», ἐπειδὴ ἡ νὺξ ἴδιόν ἐστι διάστημα, οὐ πρὸς ἡμέραν θεωρούμενον· καὶ ἐπειδὴ πάλιν ἡ νὺξ ἀντί‐ κειται τῇ ἡμέρᾳ, ὁ δὲ υἱὸς οὐκ ἀντίκειται τῷ πατρί, ἀλλὰ συνυφίσταται, ἐναντίον δὲ τῷ συνυφισταμένῳ τὸ ἀντικείμενον· τὸ μὲν γὰρ σύνεστι, τὸ δὲ ἀδύνατον συνεῖναι· ἡμέραν γὰρ εἶναι κατὰ ταὐτὸν καὶ νύκτα ἀδύ‐
30νατον. Ποσαχῶς τὰ πρός τι; Τετραχῶς· φύσει, τύχῃ, τέχνῃ καὶ προαιρέσει· φύσει μέν, ὡς πατὴρ πρὸς υἱόν, τύχῃ δέ, ὡς δοῦλος πρὸς δεσπότην, τέχνῃ δέ, ὡς μαθητὴς πρὸς διδάσκαλον, προαιρέσει δέ, ὡς φίλος πρὸς φίλον. —Ποσαχῶς τὰ ὡς πρός τι; Τετραχῶς· κατὰ ποιόν, κατὰ ποσόν, κατὰ ἄμεσον καὶ κατὰ ἔμμεσον· κατὰ ποιὸν μέν,
35ὡς τὸ γλυκὺ πρὸς τὸ πικρόν, κατὰ ποσὸν δέ, ὡς τὸ διπλάσιον πρὸς τὸ ἥμισυ, κατὰ ἄμεσον 〈δέ〉, ὡς φῶς πρὸς σκότος, κατὰ ἔμμεσον 〈δέ〉, ὡς δίκαιος πρὸς ἁμαρτω‐ λόν. —Τί διαφέρει τὰ πρός τι τῶν ὡς πρός τι; Ὅτι τὰ μὲν πρός τι σωστικά εἰσι καὶ ἐν τῷ ἅμα ὀφείλουσι λέγεσθαι· οὐ γὰρ εἴρηταί ποτε πατὴρ ἄνευ υἱοῦ, οὐδὲ υἱὸς ἄνευ πατρός· τὰ δὲ ὡς πρός τι ἀναιρετικά εἰσιν· ἀναιρουμένης γὰρ τῆς ζωῆς ἔρ‐
40χεται ὁ θάνατος, καὶ ἀναιρουμένης τῆς ἡμέρας ἔρχεται ἡ νύξ.387

389

Ὁμώνυμον δέ ἐστιν ὄνομα τὸ ἐν διαφόροις οὐσίαις ὑπο‐ κείμενον.] Ὁμώνυμόν ἐστι τὸ ἐναντίον τῷ συνωνύμῳ, καὶ λέξις δὲ διὰ μιᾶς φωνῆς δύο ἢ καὶ πλείονας διαφορὰς σημαίνουσα, οἷον Φοῖνιξ 〈κύων〉· Φοῖνιξ γὰρ καλεῖται ὁ ἀπὸ Φοινίκης καὶ ὁμοίως τὸ δένδρον καὶ ὁ Ἀχιλ‐
5λέως τροφεύς, καὶ κύων ὁ ἐπίγειος καὶ ὁ θαλάττιος καὶ ὁ οὐράνιος, καὶ τὰ ὅμοια· ἢ καὶ οὕτως· ὁμώνυμόν ἐστιν ὄνομα τὸ κατὰ πολλῶν ὁμοίως τῇ αὐτῇ ὀνομασίᾳ τιθέμενον ἐπί τε κυρίων καὶ προσηγορικῶν, οἷον ἐπὶ μὲν κυρίων, ὡς Αἴας ὁ Τελαμώνιος καὶ ὁ τοῦ Ὀϊλέως, ἐπὶ δὲ προσηγορικῶν, 〈ὡσ〉 κύων ὅ τε χερσαῖος, 〈καὶ〉 κύων ὁ ἀστρῷος, 〈καὶ〉 κύων ὁ θαλάτ‐
10τιος. Καὶ πάλιν ὁμώνυμόν ἐστιν 〈ὄνομα〉 τὸ ὅμοιον διαφόροις δὲ οὐσίαις ὑποκείμενον, ὡς ὁ κύων ὁ χερσαῖος καὶ οἱ λοιποί· προσηγορικὸν μὲν γάρ ἐστιν ὡς ἓν ὄνομα κατὰ πάντων τιθέμενον τῶν κυνῶν καὶ κοινὴν οὐσίαν τούτων σημαῖνον, ὁμώνυμον δέ, ὅτι διαφορᾶς οὔσης τοῦ γένους αὐτῶν, καὶ τῶν μὲν ὄντων θαλαττίων, τῶν δὲ γηγενῶν, ἓν ὄνομα κατὰ
15ἀμφοτέρων τῶν γενῶν ἐστιν. Διαφέρει δὲ τοῦ συνωνύμου, ὡς ὁμό‐ δουλος τοῦ συνδούλου· ὁμόδουλοι γάρ εἰσιν οἱ μετέχοντες ὁμοίας τύχης δουλικῆς, σύνδουλοι δὲ οἱ σὺν ἀλλήλοις δουλεύοντες. Ἄλλως. —Ὁμώνυμα τὰ κατὰ πολλῶν ὁμωνύμως τιθέμενα, ἐπὶ μὲν κυρίων, ὡς Αἴας 〈ὁ Τελαμώνιος καὶ ὁ τοῦ Ὀϊλέωσ〉, ἐπὶ δὲ προση‐
20γορικῶν, ὡς μῦς θαλάττιος καὶ μῦς γηγενής, καὶ κύων ὅ τε χερσαῖος καὶ ὁ θαλάττιος καὶ ὁ ἀστρῷος· ταῦτα γὰρ τῇ ὁμωνυμίᾳ κοινωνοῦσι, τῇ δὲ φύσει διαφέρουσιν· ἤγουν τὸ κατὰ πολλῶν ὁμωνύμων, ἃ καὶ προση‐ γορικὰ καλοῦνται. —Ὁμώνυμα δὲ κατὰ φιλοσόφους λέγονται, ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος. Ση‐
25μείωσαι 〈δέ〉, ὅτι ἐπὶ τῶν ὁμωνύμων τρία δεῖ ζητεῖν· εἰ ἔστι τῶν ὁμω‐ νύμων, καὶ κατὰ πόσων σημαινομένων, καὶ κατὰ ποίου σημαινομένου ἡ
ἐρώτησις γέγονεν.388

390

Συνώνυμον δέ ἐστι τὸ ἐν διαφόροις ὀνόμασι τὸ αὐτὸ δη‐ λοῦν, καὶ διὰ τοῦτο καλεῖται παρὰ τοῖς φιλοσόφοις καὶ πο‐ λυώνυμον, οἷον ἄορ ξίφος μάχαιρα φάσγανον σπάθη.] Τὸ συνώ‐ νυμον διαφόρων ὀνομάτων καὶ πλειόνων συναγωγὴν ἔχει κατὰ τοῦ
5αὐτοῦ σημαινομένου· ἡ γὰρ σπάθη ἕν τι οὖσα διαφόρως ὀνομάζεται, ἡ αὐτὴ γὰρ καὶ ξίφος καὶ μάχαιρα καὶ ἄορ καὶ φάσγανον καλεῖται, ἕκα‐ στον δὲ τούτων καὶ προσηγορικόν ἐστι κοινὴν οὐσίαν τοῦ ξίφους ση‐ μαῖνον. Ἔστι δὲ ἐναντίον τῷ ὁμωνύμῳ τὸ συνώνυμον· τὸ μὲν γὰρ ὁμώνυμον ὄνομα μὲν ἔχει τὸ αὐτό, πρᾶγμα δὲ διάφορον, ἄλλος γὰρ ὁ
10τοῦ Ὀϊλέως καὶ ἄλλος ὁ Τελαμώνιος Αἴας, καὶ ἄλλος ὁ θαλάσσιος μῦς καὶ ἄλλος ὁ γηγενής· τὸ δὲ συνώνυμον ἔμπαλιν πρᾶγμα μὲν ἓν καὶ ταὐτὸν δηλοῖ, διαφόροις δὲ καὶ πλείοσιν ὀνόμασιν ὀνομάζει· συνώνυ‐ μον γάρ ἔστιν ὄνομα, ὃ διὰ πλειόνων ἓν ὑποκείμενον σημαίνει, οἷον μέροψ βροτός ἄνθρωπος, καὶ τὰ ὅμοια, ἅπερ οἱ Περιπατητικοὶ πο‐
15λυώνυμα καλοῦσιν. Φερώνυμόν ἐστι τὸ ἀπό τινος συμβεβηκότος τεθέν, ὡς Τι‐ σαμενός καὶ Μεγαπένθης.] —〈Heliodori〉. —Ἐπειδὴ φορά ἐστιν ἡ τύχη, φερώνυμον ἐκεῖνο λέγεται τὸ ἀπὸ φορᾶς καὶ τύχης ὠνομασμέ‐ νον· Μεγαπένθης γὰρ ἐκλήθη, ἐπειδὴ ἀπὸ τύχης τινὸς ὅτε ἐγεννήθη
20μέγα πένθος κατεῖχε τὴν Ἑλλάδα· ἐπὶ γὰρ τῶν χρόνων τοῦ Ἰλιακοῦ πολέμου 〈ἐ〉γεγέννητο. Καὶ Τισαμενός ὁμοίως· ἔστι δὲ ὁ Τισαμενὸς Πολυνείκους υἱός, δυστυχήσας σφόδρα διὰ τὴν τελευτὴν τοῦ πατρός, καταδεῆ γὰρ αὐτὸν ὁ πατὴρ κατελελοίπει· ἐπεὶ δὲ ἀνὴρ ἐγένετο, ἐτιμω‐ ρήσατο τοὺς Καδμείους ἀνελόντας αὐτοῦ τὸν πατέρα Πολυνείκην, κἀπὶ
25τούτῳ ὕστερον Τισαμενός ἐκλήθη, τιμωρησάμενος τοὺς ἐχθροὺς τοῦ πα‐ τρός. Μεγαπένθης δὲ Μενελάου υἱός, ὃς ταύτην ὕστερον ἔσχε τὴν προσηγορίαν, ὅτι ἐπεγεννήθη μεγάλοις πένθεσι, τῇ τε Ἑλένης ἁρπαγῇ καὶ τοῖς διὰ τὴν ἁρπαγὴν πολλοῖς γενομένοις ἐν Ἰλίῳ κακοῖς. Οὐδὲν δὲ ἧττον 〈δυνατὸν〉 κἀκεῖνα φερώνυμα λέγεσθαι, ὅσα ὡς ἔτυχε λέγονται
30ὠνομασμένα, ὕστερον δὲ ἀπὸ τύχης τινὸς ἁρμόδια εὑρίσκομεν, ὡς Δη‐ μοσθένης· τοῦτον γὰρ ὡς ἔτυχεν ὠνόμασαν οἱ γονεῖς, ὕστερον δὲ σθένος εὑρέθη τοῦ δήμου διὰ τοῦ στόματος τὴν δύναμιν· ὥσπερ Θυέστης πάλιν καὶ Πενθεύς. Ταῦτα δὲ ὁ ποιητὴς ἐπώνυμα καλεῖ, 〈τ 409〉 τῷ δ’ Ὀδυ]‐ σεὺς ὄνομ’ ἔστω ἐπώνυμον, ἀντὶ τοῦ φερώνυμον, καὶ 〈η 54〉
35Ἀρήτη δ’ ὄνομ’ ἐστὶν ἐπώνυμον, ἀντὶ τοῦ φερώνυμον.389

391

Διώνυμον δέ ἐστιν ὀνόματα δύο κύρια καθ’ ἑνὸς τεταγ‐ μένα.] Διώνυμόν ἐστι τὸ τῷ κυρίῳ προσηρτημένον καὶ τὴν αὐτὴν ἐκείνῳ δύναμιν ἔχον, οἷον Πάρις ὁ καὶ Ἀλέξανδρος, Πύρρος ὁ καὶ Νε‐ οπτόλεμος, Ξάνθος ὁ καὶ Σκάμανδρος. Διώνυμον γάρ ἐστιν etc. = Σv
5237, 12—22. 〈Heliodori.〉 —Τοῦ διωνύμου τοῦτό ἐστιν ἴδιον γνώρισμα τὸ ἐπὶ κυρίων μόνων λέγεσθαι, ὡς τὸ Ἀλέξανδρος καὶ Πάρις ἀμφότερα κύρια. Τὸ δὲ Πάρις ὄνομα ἐκ τῆς πήρας κέκληται· ὡς γὰρ ποιμὴν πήραν ἔφερε, καὶ ἐκ τούτου Πάριν αὐτὸν ἐκάλεσαν, καὶ ἔστιν αὐτοῦ κύριον. Ὅταν
10οὖν ᾖ τὰ δύο ὀνόματα κύρια καθ’ ἑνὸς τεταγμένα, τότε μόνον διώνυ‐ μον καλεῖται, ὡς δηλονότι ἐπ’ ἀνθρώπου μόνου καὶ θεοῦ θεωρεῖσθαι τὸ διώνυμον· ἐπὶ γὰρ ἀνθρώπου μόνου καὶ θεοῦ τὸ κύριον τάσσεται τὴν ἰδίαν οὐσίαν ἑκάστου σημαῖνον. Εἰ δέ τις λέγοι, ὅτι 〈καὶ〉 ἦτορ 〈καὶ〉 ψυχή [οὐκ] ἔστι δύο ὀνόματα καθ’ ἑνὸς σημαινομένου τεταγμένα, ἐροῦ‐
15μεν, ὅτι οὐχὶ κύριά ἐστιν· οὔτε γὰρ τὸ ψυχή οὔτε τὸ ἦτορ κύριόν ἐστιν, ἀλλὰ προσηγορικόν, συνώνυμον ἤτοι πολυώνυμον· προσηγορικὸν μέν, ὡς κοινὴν οὐσίαν σημαῖνον πασῶν τῶν ψυχῶν, συνώνυμον δέ, ὅτι ἐν δια‐ φόροις ὀνόμασι τὸ αὐτὸ δηλοῖ. Οὐκ ἀναστρέφοντος τοῦ λόγου· οὐ γὰρ εἴ τις Ἀλέξανδρος,
20οὗτος καὶ Πάρις·] τουτέστιν οὐχ ὁ Ἀλέξανδρος καὶ Πάρις ἐστὶ πάν‐ τως, ἀλλ’ ὁ Πάρις πάντως καὶ Ἀλέξανδρος· ἴδιον δὲ καὶ τοῦτο τοῦ διωνύμου τὸ μὴ ἀναστρέφειν. Πολλὰ δὲ τῶν ἀντιγράφων ἔσφαλται· ἡ γὰρ ὀρθότης τοῦ ῥητοῦ αὕτη ἐστίν· «διώνυμον δέ ἐστι», φησίν, «ὀνόματα δύο κύρια καθ
25ἑνὸς τεταγμένα»· οὐχ οὕτως δὲ ἔχει τὰ πλεῖστα τῶν ἀντιγράφων, ἀλλὰ «καθ’ ἑνὸς κυρίου», πάνυ ἀνοήτως. Διώνυμόν ἐστι τὸ μίαν οὐσίαν etc. = Σv 237, 23—238, 6. 〈Heliodori.〉Ἐπώνυμον δέ ἐστι.] Ἐπώνυμόν ἐστι δύο ὀνό‐ ματα καθ’ ἑνὸς τεταγμένα, ὧν τὸ μὲν κύριον, τὸ δὲ ἐπίθετον, δύναμιν
30ἔχον κυρίου διὰ τὸ ἴδιον εἶναι τοῦδέ τινος, ὡς τὸ λευκώλενος καὶ γλαυ‐ κῶπις καὶ ἐριούνης· ταῦτα δὲ καὶ ἀντιστρέφουσιν. Καὶ πάλιν· ἐπώνυμόν ἐστιν ἐπιθετικόν, κυρίου τάξιν ἔχον καὶ δυνάμενον ἀπὸ τῆς τοῦ συμβε‐ βηκότος δυνάμεως καθ’ αὑτὸ δηλῶσαι τὸ κύριον, οἷον ὑψιβρεμέτης φα‐
νερὸν ὅτι ὁ Ζεύς, καὶ γλαυκῶπις δῆλον ὅτι ἡ Ἀθηνᾶ, καὶ φοῖβος ὁ390

392

Ἀπόλλων, καὶ τὰ ὅμοια. —Ἰστέον δὲ ὅτι τινὲς ταὐτὸν ᾠήθησαν εἶναι τὸ ἐπώνυμον τῷ ἐπιθέτῳ, καθὸ κἀκεῖνο κατὰ κυρίου κεῖται, ἀγνοοῦντες ὅτι πολλή ἐστιν ἡ διαφορὰ τῶν δύο· καὶ γὰρ διαφέρουσιν, ὅτι τὸ μὲν ἐπίθετον κατὰ κυρίων καὶ προσηγορικῶν πολλῶν τίθεται, τὸ δὲ ἐπώνυ‐
5μον κατὰ ἑνὸς μόνου κυρίου ἰδιαζόντως· καὶ ὅτι τὸ μὲν ἐπίθετον ἐπὶ ἐπαίνου καὶ ψόγου τάσσεται, τὸ δὲ ἐπώνυμον ἐπὶ ἐγκωμίου ἤγουν ἐπαί‐ νου μόνον· καὶ ὅτι τὸ μὲν ἐπίθετον τριγενές ἐστι, τὸ δὲ ἐπώνυμον μο‐ νογενές· καὶ ὅτι τὸ μὲν ἐπίθετον χωρὶς κυρίου ἢ προσηγορικοῦ λεχθῆναι οὐ δύναται, ἀλλ’ οὐδὲ καθ’ ἑαυτὸ λεγόμενον δηλοῖ ἀφ’ ἑαυτοῦ τὸ κύ‐
10ριον ὄνομα, τὸ δὲ ἐπώνυμον καὶ χωρὶς κυρίου λέγεται καὶ τὴν χώραν καὶ τὴν σημασίαν τοῦ κυρίου ὀνόματος ἀναπληροῖ, ὡς τὸ ἐνοσίχθων ῥηθὲν σημαίνει ἀφ’ ἑαυτοῦ τὸν Ποσειδῶνα. Ὃ καὶ διώνυμον καλεῖται·] τὸ μεθ’ ἑτέρου κυρίου, ἤγουν ἐξ ἐνεργείας φυσικῆς ἑπόμενον ὄνομα τῷ κυρίῳ ὀνόματι, ὡς ἐνοσίχθων Πο‐
15σειδῶν καὶ φοῖβος [ὁ] Ἀπόλλων· καλεῖται δὲ ἐπώνυμον, ὅτι ἐπὶ ὀνόμα‐ τος κυρίου τέτακται. —Τί διαφέρει τὸ ἐπώνυμον τοῦ διωνύμου; Τὸ μὲν [γὰρ] διώνυμον ἴσον ἔχει ἑκάτερον ὄνομα κατὰ τὴν σημασίαν, καθὸ κύριον, τὸ δὲ ἐπώνυμον τὸ μὲν κύριον, τὸ δὲ ἐπίθετον. Τοῦτο ἴδιον γνώρισμα τοῦ ἐπωνύμου τὸ αὐτὸ μὲν μὴ εἶναι κύριον,
20ἀλλ’ ἐπίθετον μόνον ἐκείνου, καθ’ οὗ λέγεται, καὶ σχεδὸν εἶναι κύριον, ὅτι καθ’ ἑνὸς μόνου λέγεται, ἤτοι ἀνθρώπου ἢ θεοῦ· οὔτε γὰρ τὸ φοῖ‐ βος ἄλλου ἐστὶν ἐπίθετον ἢ τοῦ Ἀπόλλωνος, οὔτε τὸ ἐνοσίχθων ἄλλου τινὸς ἢ τοῦ Ποσειδῶνος· καὶ ἐπειδὴ ἔπαινον ἀμφότερα δηλοῖ, τό τε φοῖ‐ βος καὶ τὸ ἐνοσίχθων, διὰ τοῦτο ἐπώνυμά ἐστιν· εἰ δὲ κύρια ἦν, διώ‐
25νυμα ἐκαλεῖτο. Ἐπὶ μὲν κυρίου πάντως λέγεται, καὶ διὰ τοῦτο ἐπώ‐ νυμον κέκληται, ὅτι ἐπ’ ὀνόματος κυρίου τέτακται. Τὸ αὐτὸ δὲ καὶ διώνυμον ἐκάλεσεν, ὅτι ἴδιόν ἐστιν ὄνομα ἐπί τε τοῦ Ποσειδῶνος τὸ ἐνοσίχθων καὶ 〈ἐπὶ〉 τοῦ Ἀπόλλωνος τὸ φοῖβος. Ταύτῃ γοῦν διαφέρει τοῦ ἐπωνύμου 〈τὸ διώνυμον〉, ὅτι τὸ διώνυμον μὲν τὰ δύο κύρια ἔχει,
30τὸ δὲ ἐπώνυμον ἐπίθετόν ἐστιν ἐπὶ κυρίου πάντως λεγόμενον, καὶ ὅτι ἐκεῖνο μὲν οὐκ ἀναστρέφει, 〈τὸ δὲ ἐπώνυμον ἀναστρέφει〉· ὅτε γὰρ λέγω Ποσειδῶν, δηλῶ πάντως τὸν ἐνοσίχθονα, 〈καὶ λέγων ἐνοσίχθων δηλῶ πάντως τὸν Ποσειδῶνα〉, καὶ πάλιν λέγομεν Ἀπόλλωνα τὸν φοῖβον καὶ φοῖβον τὸν Ἀπόλλωνα.
35〈Heliodori.〉 —Κἀνταῦθα δὲ πάλιν σφάλμα ἔχει τὰ ἀντίγραφα·391

393

δέον γὰρ γεγράφθαι «ὃ καὶ ἐπίθετον καλεῖται», «ὃ καὶ διώνυμον» γράφουσι, καὶ τὸ ἐπώνυμον διώνυμον λέγουσι, καὶ ὡς πιθανόν τι λέγον‐ τες ἐκεῖνο, ὅτι τὸ ἐπώνυμον αὐτοῦ ἴδιον τούτου μόνου ἐστὶ καθ’ οὗ λέγεται, ἐπεὶ δὲ σχεδὸν κύριόν ἐστι, διὰ τοῦτο λέγοιτ’ ἂν τὸ αὐτὸ καὶ
5διώνυμον. Ἐθνικὸν δέ ἐστιν.] Ἐθνικὸν δέ ἐστι τὸ ἔθνος σημαῖνον, ὡς τὸ Φρύξ· τὸ δὲ Φρύγιος οὐκ ἔστιν ἐθνικόν, εἴ γε τὸ μὲν Φρύξ πρωτότυ‐ πον, τὸ δὲ Φρύγιος παράγωγον· εἰ δὲ παράγωγον, καὶ εἴδους κτητικοῦ, ὡς ἀπὸ τοῦ τύπου φαίνεται, εἰς ιος γὰρ λήγει. Ἐθνικόν ἐστι τὸ ἔθνους
10ἢ πόλεως ἢ δήμου σημαντικόν, οἷον Ἕλλην Ἀθηναῖος Παιανιεύς· κυρίως δὲ ἐθνικόν ἐστι τὸ ἔθνους ὁλοκλήρου δηλωτικόν, τὸ γὰρ Γαλάτης ὄνομα καὶ τὸ Φρύξ χώρας ὁλοκλήρους δηλοῖ· λέγεται μέντοι καταχρηστικῶς ἐθνικὸν καὶ τὸ ἀπὸ μιᾶς πόλεως, οἷον Ἀλεξανδρεύς Μεμφίτης καὶ τὰ ὅμοια. Γίνεται δὲ τὸ ἐθνικὸν τετραχῶς, ἀπὸ γένους, ἀπὸ χώρας, ἀπὸ
15πόλεως, ἀπὸ βασιλέως· ἀπὸ γένους μέν, ὡς Ἕλλην καὶ βάρβαρος, ἀπὸ χώρας, ὡς Θεσσαλός, ἀπὸ πόλεως, ὡς Φθιώτης, ἀπὸ βασιλέως, ὡς Ἀχαιός καὶ Δαναός. Ἐρωτηματικὸν δέ ἐστιν, ὃ καὶ πευστικὸν καλεῖται, τὸ κατ’ ἐρώτησιν λεγόμενον, οἷον τίς ποῖος πόσος πηλίκος.] Τινές
20φασιν, ὅτι ταὐτόν ἐστι τὸ ἐρωτηματικὸν τῷ πευστικῷ. Διαφέρει δὲ πεῦσις ἐρωτήσεως τῇδε, ὅτι ἡ μὲν ἐρώτησις ἀπὸ τοῦ ἐρωτῶντός ἐστι μόνου, ἐπειδὴ ἱκανὸν πρὸς τὴν ἐρώτησιν τὸ ἐπινεῦσαι μόνον ἢ ἀνανεῦσαι, οἷον ἔπραξας; ἐνόησας; ἡ δὲ πεῦσις ἅμα τῇ ἐρωτήσει τὴν ἀπόκρισιν θέλει λαμβάνειν, οἷον τίς; ποῦ; πόθεν; καὶ ὅτι ἐρωτηματικὰ μὲν ἔστιν εὑρεῖν
25ἐν παντὶ μέρει λόγου, πευστικὰ δὲ οὐκ ἔστιν εὑρεῖν ἐν παντὶ μέρει, εἰ μὴ ἐν ὀνόμασι καὶ ἐπιρρήμασι μόνοις, ἐν μὲν ὀνόμασι τίς ποῖος πόσος πηλίκος 〈ποδαπόσ〉, ἐν δὲ ἐπιρρήμασι πῶς πῇ ποῦ πόθεν πηνίκα. Καὶ χρὴ εἰδέναι, ὅτι τῷ μὲν τίς ἐπάγεται κύριον ὄνομα, τῷ δὲ ποῖος πᾶν ἐπίθετον πλὴν τῶν ἐπὶ σωματικοῦ μεγέθους κειμένων· καὶ τὸ πόσος ἐπὶ
30πλήθους, καὶ τὸ πηλίκος ἐπὶ μεγέθους, καὶ τὸ ποδαπός ἐπὶ ἔθνους. Καὶ τοῦτο δὲ πάλιν χρὴ εἰδέναι, ὅτι τὰ μὲν μονοσύλλαβα τῶν ἐρωτη‐ ματικῶν ἐγκλινόμενα ἀόριστα γίνεται, ἦλθέ τις καὶ που ἔστι καὶ πῃ ἀπῆλθε, τὰ δὲ δισύλλαβα καταβιβάζοντα τὸν τόνον, οἷον ποιὸς ἦχος καὶ ποσός τις· καὶ ὅτι τὰ δισύλλαβα καὶ τρισύλλαβα ἀποβάλλοντα τὸ κατ’ ἀρ‐
35χὴν σύμφωνον ἀναφορικὰ γίνεται, οἷον ποῖος οἷος, πόσος ὅσος, πηλίκος
ἡλίκος, [τοῖος οἷος,] τινὰ δὲ καὶ κατ’ ἀρχὴν τὸ ο λαμβάνοντα, ὁποῖος392

394

ὁπόσος ὁπηλίκος· τὰ δὲ λαμβάνοντα κατ’ ἀρχὴν τὸ τ ἀνταποδοτικὰ γίνεται, ὅσος τόσος, οἷος τοῖος, ἡλίκος τηλίκος, ἅτινα καὶ παράγεται διὰ τοῦ ουτος, τοιοῦτος τοσοῦτος τηλικοῦτος, καὶ ἐπεκτείνεται διὰ τοῦ δε, τοιόσδε τοσόσδε τηλικόσδε.
5Τὸ τίς μόριον ὅτε μὲν ὀξυτονεῖται, τότε ἐρωτηματικόν ἐστιν, ἐὰν δὲ ἐγκλίνηται, ἀόριστον ἢ ἀποφαντικόν, καὶ ἀρσενικοῦ καὶ θηλυκοῦ κοι‐ νόν· τὸ δὲ μόριον τοῦτο οὐδετέρως ἐκφερόμενόν ἐστι πτώσεως ὀρθῆς καὶ αἰτιατικῆς τῶν ἑνικῶν. Διαφέρει δὲ ἐρωτηματικὸν τοῦ πευστικοῦ ταύτῃ, ὅτι πευστικαὶ μὲν
10λέξεις ἐννέα μόναι εἰσίν, τέσσαρες ὀνομάτων καὶ πέντε ἐπιρρημάτων· τῶν μὲν ὀνομάτων ταῦτα, τίς ποῖος πόσος πηλίκος, ἐπιρρημάτων δὲ πῇ ποῦ πότε πηνίκα πῶς· ἐρωτηματικαὶ δὲ σχεδὸν εἰπεῖν πᾶσαι αἱ λέξεις· δύναται γὰρ πᾶσα λέξις εἶναι ἐρωτηματική, τῆς φωνῆς καὶ τῆς ὑποκρί‐ σεως μόνον καθελκομένης.
15Διαφέρει δὲ πευστικὸν ἐρωτηματικοῦ etc. = Σv 239, 14—18. Ἰστέον ὅτι τὰ ὑπὲρ μίαν συλλαβὴν etc. = Σv 239, 28—240, 2. Ἀόριστον δέ ἐστι τὸ τῷ ἐρωτηματικῷ ἐναντίον.] Τὸ ἀόρι‐ στον etc. = Σh 68, 4—9. Ἀόριστον τοίνυν ὅτι μὴ ὁρίζει etc. = Σv 240, 18—25.
20Διὰ τοῦτο ἐναντίον εἶπε τῷ ἐρωτηματικῷ, ὅτι περὶ ὡρισμένου τοῦ πράγματος βουλόμεθα μαθεῖν· ἐν δὲ τῷ ἀορίστῳ οὐ περὶ ὁριζομένων, 〈ὡσ〉 τὸ 〈Γ 167〉 ὅστις ὅδ’ ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠύς τε μέγας τε, καὶ πάλιν 〈Υ 250〉 ὁπ〈π〉οῖόν κ’ εἴπῃσθα ἔπος, καὶ πάλιν 〈ubi?〉 ὅστις δ’ ὁμιλῶν (sic): ἐν δὲ τῷ ἐρωτηματικῷ περὶ πράγματος ὅρον
25ἔχοντος βουλόμεθα γνῶναι, ὡς τὸ «ποῖος 〈Αἴασ〉; ὁ Τελαμώνιος ἢ ὁ Ὀϊλέως;» Καὶ κατ’ ἄλλον δὲ τρόπον ἐναντίον ἐστὶ τὸ ἐρωτηματικὸν τῷ ἀορίστῳ· λέγομεν γὰρ ἐρωτῶντες «τίς οὗτος;» εἶτα ἐπάγομεν ἀορίστως «ὁστισδήποτε»· «ποῖος Αἴας;» «ὁποιοσδήποτε»· «πηλίκος τὴν δύναμιν;» «ὁπηλικοσδήποτε».
30Ἀναφορικὸν δέ ἐστι τὸ δηλοῦν ἀναφορὰν ἤγουν ἀναπό‐ λησιν καὶ μνήμην ἐγνωσμένου τινὸς καὶ ἀπόντος.] Ἀναφορά ἐστιν ἐγνωσμένου καὶ ἀπόντος τινὸς προσώπου ἀναπόλησις, ὡς ὅταν ἐγνωκότι σοι τὸν Ἀχιλλέα εἴπω «οἷος ὁ δεῖνα, τοιοῦτος ἦν Ἀχιλλεύς»· καὶ λοιπὸν ἀναφέρω σου τὸν νοῦν, ἐν οἷς τὴν μνήμην ἔχεις, εἰς τὸν
35προεγνωσμένον Ἀχιλλέα, καὶ ἀναπολεῖν ἄρχῃ τὸν Ἀχιλλέα ἐκεῖνον τὸν393

395

ἐξ Ὁμηρικῶν ἐπῶν ἢ ἀπὸ γραφῆς σοι ἐγνωσμένον. Τοῦτο δὲ τὸ ἀνα‐ φορικὸν καὶ ὁμοιωματικὸν καὶ δεικτικὸν καὶ ἀνταποδοτικὸν καλεῖται ἀπὸ τῆς αὐτῆς ἐννοίας. Τὸ γοῦν ἀναφορικὸν ἀναφορὰν σημαίνει· ἀναφορὰ δέ ἐστιν ἀνά‐
5μνησις προεγνωσμένου προσώπου καὶ ἀπόντος τινὸς γνῶσις καὶ ἀναπό‐ λησις. Ἀναφορικὸν δὲ καλεῖται, ὅτι ἀναφέρει πρὸς τὸ ὅμοιον, ὡς [ἐκεῖ‐ νος] 〈Δ 399〉 τοῖος ἔην Τυδεὺς Αἰτώλιος· δεικτικὸν δέ, ὅτι δεικνύν‐ τες λέγομεν, οἷον 〈Π 847〉 τοιοῦτοι δ’ εἴπερ μοι ἐείκοσιν ἀντε‐ βόλησαν· τὸ αὐτὸ δὲ καὶ ὁμοιωματικὸν καλεῖται, ὁ γὰρ νοῦς τοιοῦτος,
10«εἰ δὲ τοιοῦτοι εἴκοσιν ὅμοιοί σοι ἀπήντησάν μοι, πάντας ἂν παραχρῆμα ἀνεῖλον»· ἀνταποδοτικὸν δέ, ὅπερ ἀνταποδιδόντες πρὸς τὸ ὅμοιον λέ‐ γομεν, 〈ς 136〉 τοῖος δ’ αὖ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, καὶ 〈Υ 250〉 ὁπ〈π〉οῖόν κ’ εἴπῃσθα ἔπος, τοῖόν κ’ ἐπακούσαις· τὸ γὰρ ὁποῖον ἀνταποδοτικόν ἐστιν. Μιᾶς δὲ δυνάμεώς ἐστι τὰ τέσ‐
15σαρα, ἕκαστον γὰρ αὐτῶν ὁμοίωσιν σημαίνει, διαφόρους μὲν ὀνομασίας ἔχοντα, ἐφ’ ἓν δὲ καταστρέφοντα, τὴν ὁμοίωσιν. Περιληπτικὸν δέ ἐστι τὸ τῷ ἑνικῷ ἀριθμῷ καὶ χαρακτῆρι πλῆθος σημαῖνον.] Τί γοῦν, ὅτε πληθυντικῶς αὐτὸ λέγομεν, οὐκέτι περιληπτικόν ἐστιν; Ναί, λεκτέον δή, καὶ ὅτε πληθυντικῶς αὐτὸ λέγομεν,
20περιληπτικόν ἐστιν, οἷον οἱ δῆμοι, οἱ χοροί· ἀλλ’ οὐκ ἔδει αὐτὸν εἰπεῖν «τὸ δι’ ἑνικοῦ ἀριθμοῦ πλῆθος σημαῖνον»· οὐδὲ γὰρ μόνῳ τῷ ἑνικῷ ἀριθμῷ πλῆθος περιλαμβάνομεν· ἐν γὰρ τῷ δῆμος ἑνικῷ τύπῳ πλῆθος περιλαμβάνομεν, καὶ πάλιν ἐν τῷ δῆμοι πολλοὺς δήμους δηλοῦμεν συν‐ ηγμένους ἐκ διαιρέσεως ἑκάστης πλῆθος περικλειούσης. Διὰ τοῦτο οἱ
25ποιηταὶ πρὸς τὸ σημαινόμενον ὑπαντῶντες πληθυντικὰ ἐπάγουσι ῥήματα, 〈Υ 166〉 ἀγρόμενοι πᾶς δῆμος, 〈Ο 305〉 ἡ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο. Περιληπτικὸν δὲ λέγεται ὄνομα, ὅταν ὁ μὲν χαρακτὴρ ἑνικὸς ᾖ, ἐμ‐ φαίνηται δὲ διὰ τοῦ σημαινομένου πολύ τι πλῆθος· εἴρηται δὲ περιλη‐
30πτικὸν ἀπὸ τοῦ περιέχειν τὰ ἐξ αὐτοῦ σημαινόμενα, οἷον, ὡς ὁ τεχνικὸς παραβάλλει, δῆμος χορός καὶ τὰ ὅμοια. Ἐπιμεριζόμενόν ἐστι τὸ ἐκ δύο 〈ἢ〉 καὶ πλειόνων ἐπὶ ἓν ἔχον τὴν ἀναφοράν, κατὰ διαίρεσιν ἢ συναίρεσιν, οἷον ἑκάτε‐ ρος ἕκαστος, οἷον 〈Ephes. 4, 7〉 ἑνὶ ἑκάστῳ ἐδόθη 〈ἡ〉 χάρις κατὰ
35τὸ μέτρον.] Καὶ ὁ ὅρος etc. = Σh 68, 32—69, 13.394

396

Τὸ ἐκ δύο ἢ καὶ πλειόνων.] Τὸ μὲν ἐκ δύο ἐστὶ τὸ ἑκάτερος, τὸ δὲ ἐκ πλειόνων τὸ ἕκαστος· «ἀναφοράν» δὲ λέγει τὴν κατάντησιν· ἐπὶ ἓν γὰρ ἀναφέρεται τὸ ἑκάτερος καὶ ἕκαστος ὄνομα. «Ἐπιμεριζό‐ μενον» δὲ ἀντὶ τοῦ ἐπιμερίζον· μερίζει γὰρ τοὺς μὲν δύο ἐν τῷ ἑκά‐
5τερος, τοὺς δὲ πλείονας ἐν τῷ ἕκαστος. Καὶ πάλιν ἐπιμεριζόμενόν ἐστι τὸ ἐναντίον τῷ συναπτικῷ, καὶ τὸ τὰ συνηγμένα διαιροῦν καὶ μερίζον, οἷον ἑκάτερος ἕκαστος· συναπτικὸν δέ ἐστι τὸ τὰ κεχωρισμένα συνάγον καὶ μὴ διαμερίζον, οἷον πολλοί ἀμφότεροι. Περιεκτικὸν δέ ἐστι τὸ ἐμφαῖνον ἐν ἑαυτῷ τι περιεχόμε‐
10νον, οἷον δαφνών ἐλαιών παρθενών· τὸ μέντοι κυκεών οὐκ ἔστι περιεκτικόν.] Περιεκτικόν δέ ἐστι, φησίν etc. = Σh 69, 15—25. Πάλιν δὲ διαφέρει τοῦ περιληπτικοῦ, ὅτι ἐκεῖνο ἄδηλον τίνα περι‐ λαμβάνει ὅσον ἀπὸ τῆς φωνῆς, τὸ δὲ περιεκτικὸν δηλοῖ καὶ τὰ περι‐ εχόμενα· καὶ ὅτι. ἐν τῷ περιληπτικῷ αὐτὸ τὸ περιέχον ἐστίν, ἐν δὲ τῷ
15περιεκτικῷ αὐτὸ τὸ περιεχόμενον· καὶ τοῦ ἑνὸς διαλυομένου διαφορὰ γίνεται· τὸ δὲ περιεκτικὸν οὐχ οὕτως, εἰ γὰρ ἀφέλοις τὰ περιεχόμενα, οὐκ ἀπώλετο τὸ περιεκτικόν. Τί διαφέρει τὰ περιεκτικὰ τῶν ὡς περιεκτικῶν; Ὅτι τὰ μὲν περι‐ εκτικὰ ἐμφαίνει τὸ περιεχόμενον, τὰ δὲ ὡς περιεκτικὰ τὴν γραφὴν μό‐
20νην τῶν περιεκτικῶν φυλάττει, φωνὴ γὰρ μόνη ἐστὶν ἐμφαντικὴ πλή‐ θους· τὸ δὲ περιεκτικὸν ἄλλο δηλοῖ τὸ περιέχον καὶ ἄλλο τὸ περιεχόμενον. Πεποιημένον δέ ἐστι τὸ παρὰ τὰς τῶν ἤχων ἰδιότητας μιμητικῶς εἰρημένον.] Πεποιημένον ἐστὶ etc. = Σh 69, 27—70, 3. Τὸ παρὰ τὰς τῶν ἤχων ἰδιότητας.] Πεποιημένον ἐστίν, ὅταν
25etc. = Σv 242, 10—21. Πεποιημένον δέ ἐστιν ὃ διὰ τῆς οἰκείας ὀνομασίας μιμεῖται τοῦ λεγομένου τὸν κτύπον, ὡς τὸ 〈ex. gr. Ν 530〉 βόμβησε, 〈Δ 125〉 λίγξε βιός· ῥοῖζος δέ ἐστιν ὁ συριγμός· Ὅμηρος, 〈Κ 502〉 ῥοίζησε〈ν〉 δ’ ἄρα πιφαύσκων Διομήδεϊ δί.
30Γενικὸν δέ ἐστι τὸ δυνάμενον εἰς πολλὰ εἴδη διαιρεθῆναι, οἷον ζῷον 〈φυτόν· εἰδικὸν δέ ἐστι τὸ ἐκ τοῦ γένους διαιρεθέν, οἷον〉 βοῦς ἵππος κύων ἄμπελος ἐλαία.] Γενικόν ἐστιν ἐκεῖνο, ὃ δύναται τμῆσιν εἰδικὴν ἀναδέξασθαι, ὡς ἔχει τὸ ζῷον καὶ τὸ φυτόν· τὸ γὰρ ζῷον τέμνεται εἰς εἴδη, ἤγουν εἰς ἄνθρωπον, εἰς ἵππον, εἰς
35λέοντα, ὁμοίως δὲ καὶ τὸ φυτὸν εἰς εἴδη, εἰς ἄμπελον καὶ ἐλαίαν, ὡς
καὶ ὁ τεχνικὸς λέγει.395

397

〈Heliodori.〉 —Καὶ ἄλλως. —Γενικὸν ὄνομά ἐστι τὸ κατὰ πλειό‐ νων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον· πολλὰ γὰρ εἴδη τὸ ζῷον ἔχει ὑφ’ ἑαυτό, καὶ τὸ φυτὸν ὁμοίως, ὅπερ εἰδὼς ὁ τεχνικὸς 〈αὐτὰ〉 τέταχε· φυτὸν γὰρ τὸ γένος, καὶ πᾶν φυόμενον ὑπὸ
5τοῦτο ἀνάγεται. Ὁρίζονται δὲ οἱ φιλόσοφοι τὸ εἶδος τοῦτον τὸν τρό‐ πον· εἶδός ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον· οὐκέτι γὰρ τῷ εἴδει διαφέρει ὁ ἄνθρωπος τοῦ ἀνθρώπου, ἀλλὰ τῷ ἀριθμῷ. Καλῶς λοιπὸν ὁ τεχνογράφος τὰ πάνυ γενικώτατα ἐξελέξατο, οἷς ὑποβέβληται ἄλλα γένη· τῷ μὲν γὰρ ζῴῳ
10ὑπόκειται τὸ ἑρπετόν, γενικὸν καὶ αὐτό· ἄλλο γὰρ ἔχις καὶ ἄλλο ἀσπίς καὶ ἄλλο δράκων καὶ ἄλλο φύσαλος, ὃ καὶ ὠνομάσθαι μοι δοκεῖ ἀπὸ τοῦ ὄφις ἄλλος, καὶ πολλὴν ἄν τις εὕροι τοῦ ἑρπετοῦ διαφοράν· καὶ τὸ ὄρνεον δὲ γενικὸν ὑπόκειται τῷ ζῴῳ, πολλὴ γὰρ ὀρνέων διαφορά· ὁμοίως δὲ καὶ πᾶν τετράπουν ὑπὸ τὸ ζῷον τὸ γενικόν ἐστι, πολλὴ
15δὲ καὶ τῶν τετραπόδων ἡ διαφορά. Ἔστιν οὖν τὸ ζῷον γένος· κλη‐ θείη δ’ ἂν ὀρθῶς ἀμφότερα ταῦτα, τό τε ζῷον καὶ τὸ φυτόν, γένη γε‐ νῶν, διόπερ ὁ τεχνογράφος ταῦτα ἔθηκεν, ὡς γενικώτατα καὶ ἐπιδεχό‐ μενα πάλιν 〈εἰς γένη〉 διαίρεσιν. Ἔστι δὲ εἴδη τοῦ μὲν ζῴου ἄνθρωπος ἵππος βοῦς καὶ ὁμοίως ἕκαστον τῶν ἄλλων ζῴων· τὸ αὐτὸ δὲ καὶ προση‐
20γορικόν, ὡς κοινὴν οὐσίαν σημαῖνον, ὁ μὲν ἄνθρωπος κοινῇ πάντων τῶν ἀνθρώπων, ὁ δὲ βοῦς κοινῇ πάντων τῶν βοῶν, ὁμοίως καὶ ἕκαστον τῶν ἄλλων ζῴων· ὥστε εἴ τι μὲν εἰδικόν, τοῦτο πάντως καὶ προσηγο‐ ρικόν, οὐκ εἴ τι δὲ προσηγορικόν, τοῦτο πάντως καὶ εἰδικόν· ὁ γοῦν λίθος προσηγορικὸν μέν ἐστιν, οὐκ εἰδικὸν δέ· οὐδὲ γὰρ ἔκ τινος τῶν
25γενικῶν διῃρέθη, ἐπεὶ οὔτε ζῷον ὁ λίθος οὔτε φυτόν. Εἰδικὸν δὲ etc. = Σh 70, 6—11. Τί ἐστιν εἰδικόν; Τὸ ἀπὸ γένους διαιρεθέν, οἷον βοῦς καὶ ἵππος ἀπὸ γένους τοῦ ζῴου, ἄμπελος καὶ ἐλαία ἀπὸ γένους τοῦ φυτοῦ. Τοῦτο γνώρισμα τοῦ εἰδικοῦ, τὸ εἶναι μέρος τοῦ γενικοῦ· τὸ γὰρ γένος συνέ‐
30στηκεν ἐκ τῶν καθ’ ἕκαστα εἰδῶν· ὁ γὰρ βοῦς ζῷον ὢν μέρος ἐστὶ τοῦ γενικοῦ ζῴου. Τί δέ ἐστι τὸ γενικὸν ζῷον; Τὸ καθ’ ὅλων τῶν ζῴων λεγόμενον· ὡσαύτως καὶ φυτόν. Τὰ δὲ διαιρούμενα ἐκ τῶν γενικῶν τούτων εἰδικὰ καλεῖται, τουτέστιν εἴδη, τὸ γὰρ εἰδικὸν ταὐτόν ἐστι τῷ εἴδει. Εἶδος δέ ἐστι τὸ ἐκ τοῦ γένους ἀφῃρημένον καὶ ἰδίᾳ μεμορφω‐
35μένον· ὡς γὰρ τοῦ ἀνδριάντος ὕλη μέν ἐστιν ὁ χαλκός, εἶδος δὲ αὐτὴ ἡ μορφή, οὕτω καὶ τὸ γένος μὲν ὕλη καλεῖται, τὰ δὲ ἐκ τούτου διαιρε‐
θέντα εἴδη· ἕκαστον γὰρ αὐτῶν εἶδός ἐστι, καὶ μορφὴ διάφορος· ἄλλο396

398

γὰρ τοῦ ἀνθρώπου εἶδος, καὶ ἄλλο τοῦ βοός, καὶ τῶν ἄλλων τῶν εἰδι‐ κῶν ἕκαστον ἰδίως μεμόρφωται. 〈Heliodori.〉Τακτικὸν δέ ἐστι τὸ τάξιν καὶ ἁρμονίαν ση‐ μαῖνον, ὡς πρῶτος δεύτερος τρίτος·] τάξεως γὰρ ὀνόματα ταῦτα
5καὶ οὐκ ἀριθμῶν· τὸ γὰρ τακτικὸν ἐξαρίθμησιν οὐ ποιεῖται, τάξιν δέ, τὸ 〈δὲ〉 ἀριθμητικὸν τάξεως ἀμνημονεῖ, ποιεῖται δὲ λόγον ἐξαριθμήσεως. Ἀριθμητικὸν δέ ἐστι τὸ ἀριθμὸν σημαῖνον, οἷον 〈εἷσ〉 δύο τρεῖς.] Ἀριθμητικόν ἐστιν etc. = Σv 243, 1—7. 〈Heliodori.〉Ἀπολελυμένον δέ ἐστιν ὃ καθ’ αὑτὸ νοεῖ‐
10ται μὴ ἔχον σχέσιν πρὸς ἕτερον, οἷον θεός λόγος.] Ἐπειδὴ ἀπήλλακται καὶ ἐκτός ἐστι καὶ ὥσπερ ἐλεύθερον τοῦ πρὸς ἕτερόν τι νοεῖσθαι, διὰ τοῦτο ἀπολελυμένον αὐτὸ εἶπε· τῶν μὲν γὰρ ἄλλων ἕκα‐ στον ἔχει πρὸς ὃ νοεῖται, οἷον τὸ συγκριτικόν· τὸ γὰρ καλλίων πρὸς τὸ καλός νοεῖται, καὶ ἕκαστον τῶν συγκριτικῶν πρὸς τὸ πρωτότυπον θεω‐
15ρεῖται· καὶ τὸ πατρωνυμικόν, οἷον Ἀτρείδης, ἀπὸ γὰρ τοῦ Ἀτρεύς γέγονε· καὶ τὰ πρός τι δὲ πρὸς ἕτερον νοεῖται, ὡς ὁ ἀριστερὸς πρὸς τὸν δεξιόν, καὶ ὁ πατὴρ πρὸς τὸν υἱόν, καὶ ὅλως ἕκαστον τῶν ἐν τῷ περὶ ὀνόματος οὕτως εὑρεθήσεται. Τὸ μέντοι θεός ὄνομα καὶ τὸ λόγος οὐκ ἔχει πρὸς ὃ νοη‐ θήσεται· οὔτε γὰρ συγκρίνοντες λέγομεν θεός ἢ λόγος, οὔτε ἀπὸ πρωτο‐
20τύπου παράγοντες, οὔτε ἄλλο οὐδέν· ἀλλ’ ἔστι προσηγορικόν, κοινὴν γὰρ οὐσίαν σημαίνει πάντων τῶν θεῶν, ὅμως δὲ ἐπεὶ ἀπήλλακται τῶν ἄλλων πάντων, αὐτὸ πρὸς ἑαυτὸ ὠνόμασε, τὸ ἄσχετον ἄντικρυς λέγων, τουτέστιν οὐκ ἔχον σχέσιν πρὸς ἄλλο τῶν τοῦ ὀνόματος· ὡς γὰρ αὐτὸς ὁ θεὸς ἄσχετός ἐστι καὶ οὐκ ἔχει πρὸς ἄλλο σχέσιν, πᾶσαν γὰρ φύσιν ὑπερβαί‐
25νει, ὁμοίως δὲ καὶ ὁ λόγος, ἱερὸς ὢν τὴν φύσιν καὶ θεῷ μάλιστα ἀνα‐ κείμενος, αὐτὸς πρὸς ἑαυτὸν νοεῖται, οὐκ ἔχων οὔτε κάλλιόν τι ἑαυτοῦ ἕτερον οὔτ’ ἴσον, οὕτω καὶ αὐτὸ μόνον αὐτοῦ τὸ ὄνομα ἄσχετόν ἐστι, τουτέστιν οὐκ ἔχει πρὸς ἄλλο σχέσιν. Ἀπόλυτον γάρ ἐστιν, ὃ καθ’ ἑαυτὸ δύναται νοεῖσθαι καὶ οὐδενὶ τούτων ὑποπέπτωκεν, οἷον θεός λόγος·
30καὶ ὡς αὐτὸς ὁ τεχνικὸς εἶπε, τὰ μὲν ἄλλα τῶν εἰδῶν etc. = Σh 70, 22—25. Μετουσιαστικὸν δέ 〈ἐστι〉 τὸ μετέχον οὐσίας τινός, οἷον
πύρινος δρύϊνος ἀμμώδης.] Τὰ γὰρ μετουσιαστικὰ ἐμφερῆ μὲν τοῖς397

399

κτητικοῖς ὑπάρχουσιν, ἐκείνοις δὲ κυρίως συντάσσονται τοῖς μετέχουσι τῆς οὐσίας τῶν πραγμάτων, ὧν αἱ πρωτότυποι φωναὶ σημαντικαί εἰσιν, ἀφ’ ὧν καὶ παρήχθησαν, οἷον ξύλινος πίναξ, ὀστράκινον σκεῦος, δρύϊνος ἱστός, ἀμμώδης ὁδός· καταχρηστικῶς δὲ τοῖς κατά τι ὁμοίωσιν πρὸς τὰ
5πράγματα ἔχουσιν, ὡς πολλάκις εἰώθαμεν λέγειν λιθίνην καρδίαν τὴν τραχύτητι λίθου κατὰ τὴν διάθεσιν ὁμοίαν, καὶ νοῦν κτηνώδη τὸν κατὰ τὸν βίον τοῖς κτήνεσιν ὁμοιούμενον· καὶ συντόμως εἰπεῖν πρὸς τὰ κύρια καὶ προσηγορικὰ σύνταξιν ἔχουσιν ὡς καὶ τὰ ἐπίθετα· καὶ τριγενῆ δέ εἰσιν, οἷον ξύλινος στύλος, ξυλίνη θύρα, ξύλινον ἔδαφος, ὁμοιογενῶς καὶ
10ὁμοιοπτώτως συγκλινόμενα. Τοῦ δὲ ὀνόματος διαθέσεις εἰσὶ δύο, ἐνέργεια καὶ πάθος.] Διαθέσεις μᾶλλον etc. = Σh 70, 27—35. Ἡ γοῦν διάθεσις τῷ ῥήματι, ὡς εἴρηται, παρέπεται, οὐ τῷ ὀνόματι· τὰ μέντοι ῥηματικὰ τῶν ὀνομάτων ἀναγκαίως σχήσει τὰς ἀπὸ τῶν ῥη‐
15μάτων διαθέσεις, οἷον ἀπὸ τοῦ κρίνω ἐνεργητικοῦ ὁ κριτής γέγονεν ἐνέργειαν σημαίνων, ἀπὸ δὲ τοῦ κέκριται παθητικοῦ ὁ κριτός πάθος δηλῶν.
18t§ 13 (15b).
19tΠερὶ ῥήματος.
20Ἀναγκαίως μετὰ τὸ ὄνομα etc. = Σh 71, 2—73, 6. Ῥῆμά ἐστι λέξις.] Μὴ ταραττέτω σε etc. = Σv 244, 11—28. Παρέπεται δὲ τῷ ῥήματι ὀκτ, ἐγκλίσεις, διαθέσεις, εἴδη, σχήματα, ἀριθμο, πρόσωπα, χρόνοι καὶ συζυγίαι·] κατὰ μίμησιν τῶν ὀκτὼ μερῶν τοῦ λόγου.
25Πόσαι ἐγκλίσεις; Καταχρηστικῶς μὲν πέντε, ὁριστική, προστακτική, εὐκτική, ὑποτακτικὴ καὶ ἀπαρέμφατος, κυρίως δὲ τέσσαρες· ἡ γὰρ ἀπαρέμφατος οὐκ ἔστι κυρίως ἔγκλισις, ἀλλὰ καταχρηστικῶς, ἐπειδὴ κυρίως ἔγκλισις ἡ ἔχουσα βούλημα ψυ‐ χῆς· ἡ δὲ ἀπαρέμφατος ὡς μὴ ἔχουσα βούλημα ψυχῆς εἰκότως οὐδὲ ἔγκλισις λέγε‐ ται. Τί ἐστιν ἔγκλισις; Βούλησις ψυχῆς διὰ φωνῆς σημαινομένη.
30〈Heliodori〉. —Ἔγκλισίς ἐστι 〈σχῆμα φωνῆς ποιὰν κίνησιν τῆσ〉 ψυχῆς ἀναφαῖνον ἐπί τι τρεπομένης· προσκλίνεται δὲ ἡ ψυχὴ ἢ ὡς ὁριζομένη τὰ παρ’ αὐτῆς δρώμενα, οἷον τύπτω, ἢ προστάσσουσα, 〈οἷον τύπτε,〉 ἢ εὐχομένη, 〈οἷον τύπτοιμι,〉 ἢ διστάζουσα, 〈οἷον ἐὰν τύπτω,〉
ἢ οὐδὲν τούτων δηλοῦσα, μόνον δὲ τὸ ὄνομα τοῦ πράγματος προβαλ‐398

400

λομένη, οἷον τύπτειν. Οὕτως [ὡς] τὸ ὑπόμνημα. Προτέτακται δὲ ἡ ὁριστική, ὅτι ποικίλας ἔχει φωνὰς καὶ τὸ θέμα τοῦ ῥήματος, ἐξ οὗ πᾶ‐ σαν 〈τὴν〉 τῶν ῥημάτων διδασκόμεθα τεχνολογίαν, καὶ ὅτι ὅλους τοὺς χρόνους ὄντας ἐν ἑαυτῇ δηλοῖ, καὶ ὅτι μετὰ θέματος ὁριζομένη λόγον
5ἀπαρτίζει, οἷον θέλω ποιεῖν, βούλομαι γινώσκειν. Τινὲς δὲ τῆς ὁριστικῆς βούλονται προτάττειν τὴν ἀπαρέμφατον. Πρὸς οὕς φαμεν· πᾶν πρᾶγμα διὰ προσώπου ὁρᾶται· ἄξιον οὖν τὸ πρόσωπον προτάττεσθαι, ἕπεσθαι δὲ τὸ πρᾶγμα, ὅτι καὶ πρῶτον τὸ πρόσωπον γνωρίζεται, δεύτερον δὲ τὸ πρᾶγμα διὰ τοῦ προσώπου ἐστὶ γνωριζόμενον. Δευτέρα δὲ ἡ ἀπα‐
10ρέμφατος· αὕτη γὰρ κυρίως ῥῆμα καθαρὸν οὐσίας μὴ καταμιγνυμένης, ὅτι εἰς αὐτὴν ἀναλύονται αἱ λοιπαὶ ὡς πρωτότυπον· καὶ ἄρθρον ταῖς ἀπαρεμφάτοις συντάσσεται, ὄνομα γὰρ τοῦ ῥήματος. Τρίτη δὲ ἡ προστα‐ κτική, ἐπεὶ μηδὲ πρῶτον ἔχει πρόσωπον. Τινὲς δὲ λέγουσιν, 〈ὅτι〉 ἔδει προτάττειν τὴν εὐκτικήν· οὐ λείποντα γὰρ ἔχει πρόσωπα καὶ χρό‐
15νους. Πρὸς οὕς φαμεν, ὅτι εὐλόγως προτέτακται ἡ προστακτική, διότι μᾶλλον τῆς εὐκτικῆς κοινωνεῖ τῇ ὁριστικῇ, καὶ δεῖ κοινωνοῦσαν πρώτην εἶναι· τὸ γὰρ γράφε ἰσοσύλλαβόν· ἐστι τῷ γράφω, τὸ δὲ γράφοιμι πλείω φωνὴν παρήγαγε. Τετάρτη ἡ εὐκτική, ὡς πλείους ἔχουσα τὰς φωνάς. Πέμπτη δὲ ἡ ὑποτακτική, διότι σχεδὸν οὐδὲ ἀπὸ ῥήματος ἄρχεται,
20ἀλλ’ ἀπ’ ἐκείνων οἷς ὑποτέτακται· αὕτη καλεῖται καὶ ἐπιζευκτική, διὰ τὸ ἐπιζεύγνυσθαι τοῖς συνδέσμοις, καὶ διστακτική, ὅτι διστάζων λέγω «ἐὰν πλουτήσω, δίδωμί 〈σοι〉 πέντε δραχμάς», καὶ αἰτιολογική, «ἵνα ἀναγνῶ 〈ἐτιμήθην〉», καὶ ἐπηρμένη· μείζων γὰρ κατὰ τὴν φωνὴν τῆς ὁριστικῆς, ποιεῖς ἐὰν ποιῇς. Ἡ ὁριστικὴ λέγεται καὶ ἀποφαντική, ἡ ἀπαρέμφατος
25καλεῖται 〈καὶ〉 κατηγορική· κατηγορεῖται γὰρ τῶν πραγμάτων, ἃ δι’ αὐτῆς ὀνομάζεται. Αἱ ἐγκλίσεις οὖν δηλοῦσι διαθέσεις ψυχῆς· ἢ γὰρ ὁριζόμεθα etc. = Σv 245, 11—22: διὰ τοῦτο οὐδὲ κυρίως ἔγκλισις· ἡ δὲ προστακτικὴ ἀπὸ τοῦ προστάσσειν εἴρηται, οἷον λέγε τύπτε. Ἔγκλισις οὖν σχῆμα
30φωνῆς ποιὰν τῆς ψυχῆς κίνησιν ἐμφαῖνον. Τί ἐστι διάθεσις; Ἡ τοῦ σώματος μετάθεσις. Καὶ ἄλλως· δρᾶσις ἢ πεῖσις, ἐν αἷς διατίθεται καὶ καταγίνεται ἡ ψυχὴ ἢ ὡς ἐνεργοῦσά τι ἢ ὡς πάσχουσα. Πόσαι διαθέσεις; Τρεῖς, ἐνέργεια, πάθος, μεσότης· ἐνέργεια μέν, ὡς τύπτω, πάθος δέ, οἷον τύπτομαι, μεσότης δὲ ἡ ποτὲ μὲν ἐνέργειαν ποτὲ δὲ πάθος παριστῶσα, οἷον πέπηγα
35διέφθορα ἐποιησάμην ἐγραψάμην. Ἐπειδὴ κατὰ πάντα etc. = Σv 245, 30—246, 1; 246, 27—247, 3;
246, 7—14.399

401

〈Heliodori.〉 —Ἐνεργητικὴ μέν ἐστι διάθεσις, καθ’ ἣν ἐνεργῶν τις φαίνεται, ἥτις παρὰ τοῖς φιλοσόφοις δραστικὴ καὶ ὀρθὴ καλεῖται· δρα‐ στικὴ μὲν ἀπὸ τοῦ δρᾶν, ὀρθὴ δὲ ἀπὸ μεταφορᾶς τῶν ἀθλητῶν· συμ‐ βαίνει γὰρ τοὺς νικῶντας ὀρθῶς ἵστασθαι. Χρὴ δὲ εἰδέναι, ὅτι ἡ ἐνερ‐
5γητικὴ διάθεσις ἢ πρὸς γενικὴν ἢ πρὸς αἰτιατικὴν ποιεῖ τὰς συντάξεις, οἷον ἄρχω σου, δεσπόζω σου, τύπτω σε, τέμνω σε· πρὸς δὲ δοτικὴν κατὰ περιποιητικὴν ἔννοιαν ποιεῖ τὴν σύνταξιν, ὡς τὸ γράφω σοι, λέγω σοι καὶ τὰ ὅμοια. Παθητικὴ δέ, καθ’ ἣν πάσχων τις φαίνεται, ἥτις παρὰ τοῖς φιλοσόφοις ὑπτία καλεῖται, καὶ αὕτη ἀπὸ μεταφορᾶς τῶν ἀθλητῶν·
10συμβαίνει γὰρ τοὺς ἡττωμένους ὑπτίους εἶναι. Χρὴ δὲ πάλιν εἰδέναι, ὅτι ἡ παθητικὴ διάθεσις ἀπὸ τῆς ἐνεργητικῆς γίνεται τῆς συναπτομένης γενικῇ ἢ αἰτιατικῇ· αὕτη γὰρ ἡ σύνταξις ἡ πρὸς γενικὴν ἢ πρὸς αἰτια‐ τικὴν αἰτία πάντως γίνεται τῆς γενέσεως τῶν παθητικῶν, οἷον ἡ ἄρχω σου σύνταξις ποιεῖ παθητικὴν σύνταξιν μετὰ τῆς ὑπό προθέσεως τὴν
15ἄρχομαι ὑπὸ σοῦ, καὶ ἡ δεσπόζω σου τὴν δεσπόζομαι ὑπὸ σοῦ, καὶ ἡ τύπτω σε τὴν τύπτομαι ὑπὸ σοῦ· ἡ δὲ πρὸς δοτικὴν σύνταξις περιποιη‐ τικὴ οὖσα ἐνέργειαν μὲν σημαίνει, οὐ ποιεῖ δὲ πάθος· διὸ ἡ τέμνομαι ὑπὸ σοῦ σύνταξις οὐκ ἀπὸ τῆς τέμνω σοι, ἀλλ’ ἀπὸ τῆς τέμνω σε γίνε‐ ται, καὶ ἡ φέρομαι ὑπὸ σοῦ οὐκ ἀπὸ τῆς φέρω σοι, ἀλλ’ ἀπὸ τῆς φέρω
20σε τίκτεται. Μέση δὲ καλεῖται διάθεσις, ὅταν ἡ αὐτὴ φωνὴ χωρῇ εἴς τε ἐνέργειαν καὶ 〈εἰσ〉 πάθος, ὡς τὸ βιάζομαι· αὕτη γὰρ ἡ φωνὴ χωρεῖ καὶ εἰς ἐνέργειαν καὶ 〈εἰσ〉 πάθος, οἷον ἐὰν εἴπω βιάζομαί σε καὶ βιά‐ ζομαι ὑπὸ σοῦ. Ἢ πάλιν μέση ἐστὶ διάθεσις, ὅταν τῷ αὐτῷ ῥήματι τυπῶ μόνον πάθος καὶ τῷ αὐτῷ ῥήματι τυπῶ μόνον ἐνέργειαν, ὡς ὁ
25εἰς μην τύπος· μέσος γάρ ἐστι μόνων παθητικῶν καὶ πάλιν μόνων ἐνερ‐ γητικῶν· καὶ ἐνεργητικῶν μὲν μόνων ἐγραψάμην ἐφάμην, παθητικῶν δὲ μόνων ἐτριψάμην ἠλειψάμην· ἴσην γὰρ ἔχουσι δύναμιν κατὰ σημασίαν τῷ ἐτρίφθην καὶ ἠλείφθην παθητικῷ τύπῳ. Ἡ ποτὲ μὲν ἐνέργειαν, ποτὲ δὲ πάθος.] Προστιθέναι δεῖ
30ἐνταῦθα τὸ «ἐν φωνῇ ἐνεργητικῇ» καὶ «ἐν φωνῇ παθητικῇ», ἵν’ ᾖ ὁ νοῦς οὕτως· «ἡ ποτὲ μὲν ἐνέργειαν ἐν φωνῇ παθητικῇ, ποτὲ δὲ πάθος ἐν φωνῇ ἐνεργητικῇ»· τὸ μὲν γὰρ πέπηγα ἐν φωνῇ ἐνεργητικῇ πάθος δηλοῖ, ἴσον γάρ ἐστι τῷ πέπηγμαι, τὸ δὲ ἐποιησάμην ἐν φωνῇ παθη‐ τικῇ ἐνέργειαν σημαίνει, ἴσον γάρ ἐστι τῷ ἐποίησα.
35Εἴδη δύο, πρωτότυπον καὶ παράγωγον.] Φασί τινες ψευδῶς παρέπεσθαι τὰ εἴδη τοῖς ῥήμασιν· εἰ γὰρ τὰ ἐν ὀνόμασιν εἴδη διάφορον
ποιεῖ τὸ σημαινόμενον, καθὸ ἄλλο ἐστὶ τὸ λίθος καὶ ἄλλο τὸ λίθινος,400

402

ἐν δὲ ῥήμασι τὸ αὐτὸ σημαίνει, καθὸ οὐδὲν διαφέρει τὸ ἄρδω τοῦ ἀρ‐ δεύω, περισσὸν τὸ καὶ εἴδη παραλαμβάνειν ἐν ῥήμασιν. Πρὸς οὕς φα‐ μεν, ὡς οὐκ ἀτόπως τὰ εἴδη παρέπεται τοῖς ῥήμασιν, ἀλλὰ καὶ μᾶλλον εὐλόγως, ἐπειδὴ ἔστιν ὅτε ἡ σημασία τοῦ παραγώγου ἐκ τοῦ πρωτο‐
5τύπου κατορθοῦται. Ἔτι φασί τινες τοῖς ῥήμασι μὴ δεῖν εἶδος παρεπό‐ μενον διδόναι, εἴ τι παράγωγον οὐ κατὰ μόνην φωνὴν διαφέρει τοῦ πρωτοτύπου, ἀλλὰ καὶ κατὰ σημασίαν· τὰ δὲ παράγωγα ῥήματα ὁμό‐ σημα, ἀθλῶ ἀθλεύω, ἄρδω ἀρδεύω, καὶ πάντα τὰ εἰς μι. Πρὸς δὲ τού‐ τους ἔστιν εἰπεῖν, ὅτι πρῶτον μὲν 〈οὐ〉 πᾶν παράγωγον ῥῆμα ἀπὸ
10ῥήματος παράγεται πρωτοτύπου, 〈ἄλλ’ ἔστιν ὅτε〉 καὶ ἀπὸ ὀνόματος, οἷον λίθος λιθάζω, χρυσός χρυσῶ· καὶ ἀπὸ ἐπιρρήματος γὰρ παράγωγα, λίαν λιάζω καὶ αἴ αἴ αἰάζω, οἴ οἴ οἴζω οἰζύω οἰζύσω οἰζύς, ἡ στεναγμῶν ἐμποιητικὴ ταλαιπωρία· ἀπὸ ἀντωνυμίας οὐ παράγεται, μόνον τὸ σφε‐ τερίζομαι ἀπὸ τοῦ σφέτερος, ἀλλὰ παρὰ τοῖς νεωτέροις ποιηταῖς ἀντὶ
15τοῦ ἴδιος ἐστίν, οἷον 〈Hes. Opp. 2〉 σφέτερον πατέρ’ ὑμνείουσαι, ὡς ἀπὸ ὀνόματος οὖν ἡ παραγωγή· οὐδὲ ἀπὸ μετοχῆς, μόνον τὸ ἀσμε‐ νίζω ὡς ἀπὸ τοῦ ἄσμενος, ἀλλὰ τοῦ ἄσμενος ἐμαυρώθη ὁ τόνος, ὁ χρό‐ νος, τὸ πνεῦμα, ἥδω ἧσμαι ἡσμένος ἄσμενος· ἄλλως τε καὶ ἀπὸ ῥημά‐ των ῥήματα παράγονται οὐ πάντως ὁμόσημα, ὄψω ὀψείω. Ἰστέον δὲ
20ὅτι πολλὴ ἡ ποικιλία ἡ ἐν ταῖς παραγωγαῖς τῶν ῥημάτων. Σχήματα τρία, ἁπλοῦν, σύνθετον, παρασύνθετον· ἁπλοῦν μέν, οἷον φρον, σύνθετον δ, οἷον καταφρον, παρασύνθετον δ, οἷον ἀντιγονίζω φιλιππίζω, τουτέστι τὰ τοῦ Φιλίππου φρονῶ.] Τὸ καταφρονῶ etc. = eadem fere quae Σv 247, 19—26. Παρα‐
25σύνθετον, οἷον ἀντιγονίζω· τὸ ἀντιγονίζω παρασύνθετόν ἐστιν, τὸ γὰρ σύνθετον Ἀντίγονος ἐστίν, ἀφ’ οὗ γέγονε τὸ παρασύνθετον ἀντιγονίζω. Ἀριθμοὶ τρεῖς, ἑνικός, δυϊκός, πληθυντικός· ἑνικὸς μέν, οἷον τύπτω, δυϊκὸς δ, οἷον τύπτετον, πληθυντικὸς δ, οἷον τύπτομεν.] Περὶ ἀριθμῶν προειρήκαμεν ἐν τῷ ὀνόματι.
30〈Heliodori.〉Πρόσωπα τρία, πρῶτον, δεύτερον καὶ τρί‐ τον.] Τρία πρόσωπα εἶναι λέγει· ὃν τρόπον γὰρ περὶ τῶν γενῶν τρία εἶπε ταῦτα εἶναι, ἀνάγκη καὶ τρία πρόσωπα εἶναι, τοῦ λέγοντος καὶ προσακούοντος καὶ μνημονευομένου. Καὶ πρῶτον μέν ἐστι πρόσωπον τὸ περὶ ἑαυτοῦ ἀποφαινόμενον, προσυπακουομένης τῆς ἐγώ ἀντωνυμίας
35〈καὶ αὐτῆς πρώτου προσώπου οὔσης, οἷον λέγω ἐγώ〉· δεύτερον δέ ἐστι πρόσωπον τὸ πρός τινα λέγον περὶ αὐτοῦ, προσυπακουομένης τῆς σύ
ἀντωνυμίας καὶ αὐτῆς δευτέρου προσώπου οὔσης, οἷον λέγεις σύ· καὶ401

403

τρίτον πρόσωπόν ἐστι τὸ περὶ ἄλλου ἀποφαινόμενον, προσυπακουομένης τῆς ἐκεῖνος ἀντωνυμίας καὶ αὐτῆς τρίτου προσώπου οὔσης, οἷον ἐκεῖνος λέγει. Τὸ πρόσωπον οὐκ ἔστιν ἴδιον ῥήματος etc. = Σv 247, 32—248, 4.
5Πρόσωπον μὲν οὖν ἐστιν ὅπερ διὰ τῶν οἰκείων αὐτοῦ ἐνεργημά‐ των τε καὶ ἰδιωμάτων ἀρίδηλον καὶ περιωρισμένην τῶν ὁμοφυῶν αὐτοῦ παρέχεται τὴν ἔμφασιν, τουτέστι τὴν ἐμφάνειαν. Ἄλλως· ἴδιον ἀντω‐ νυμίας καὶ ῥήματος, ὅπερ ἐν τρισὶ προσώποις παρέχεται τὴν ἐμφάνειαν. Ἄλλως· ἴδιον ἀντωνυμίας καὶ ῥήματος, ὅπερ ἐν τρισὶ προσώποις θεω‐
10ρεῖται. Χρόνοι τρεῖς, ἐνεστώς, παρεληλυθώς, μέλλων.] Χρόνος τοίνυν ἐστὶ etc. = Σv 248, 28—249, 3. Ἄλλως· πλατυκὸς [ἐνιαυτὸς] ἢ ἀκαριαῖος, ἅμα γὰρ τῷ λέγεσθαι ἔχει καὶ τὸ εἶναι· ἢ μέτρον κινήσεως ἡλίου ἢ σελήνης ἐπιμεριζόμενον
15ταῖς τοῦ ῥήματος κλίσεσι· πλατυκὸς εἴρηται ὁ ἐν πλάτει ὢν καὶ μακρός, ἀκαριαῖος ὁ πάνυ βραχύς. —Πόθεν χρόνος; Ἀπὸ τοῦ ῥέω ῥόνος καὶ προσθέσει τοῦ χ χρόνος· ἢ ἀπὸ τοῦ χέειν καὶ ῥέειν καὶ νάειν, ἐκ τριῶν ταὐτοσημάντων λέξεων. Οἱ φιλόσοφοι δύο etc. = idem fere quod Σv 249, 4—6 et addita
20voce ἄλλως iterum Σv 249, 4—8: ἰστέον δὲ ὅτι ὁ μὲν ἐνεστὼς κατὰ μίαν δύναμιν νοεῖται, οἷον τύπτω τύπτομαι, παιδεύω παιδεύομαι. Ἀνάγκη τοίνυν ἐστὶ etc. = Σv 248, 13—27. Τούτων ὁ παρεληλυθὼς εἰς τέσσαρας τέμνεται, εἰς παρα‐ τατικόν, παρακείμενον, ὑπερσυντέλικον καὶ ἀόριστον.] —〈He‐
25liodori.〉 —Φησὶν ὅτι ὁ παρῳχημένος χρόνος εἰς τέσσαρα τέμνεται, εἰς παρατατικόν, παρακείμενον, ὑπερσυντέλικον, ἀόριστον. Καὶ εἴ τις ζητοίη, διὰ τί μὴ ὁ ἐνεστὼς καὶ ὁ μέλλων ἔσχε τομήν, ἀλλὰ μόνος ὁ παρῳχη‐ μένος, γινωσκέτω ὅτι ὁ μὲν ἐνεστὼς παρὰ τοῖς φιλοσόφοις ἐκινδύνευε μηδὲ σύστασιν ἔχειν διὰ τὸ ἀεικίνητον τοῦ ἡλίου, οὗ κατὰ φορὰν οἱ
30χρόνοι ἀποτελοῦνται· πῶς οὖν ὁ μὴ μένων μηδὲ ἱστάμενος τομὴν ἐδέ‐ χετο; ὁ δὲ μέλλων ἄδηλος ἦν, καὶ πῶς ἐτέμνετο τὸ μήπω φανερόν; μόνος οὖν ὁ παρῳχημένος ἐν γνώσει ἦν, καὶ ἅτε δὴ ἐν γνώσει ὑπάρ‐ χων εἰκότως καὶ τομὴν ἀνεδέξατο. Καὶ πάλιν εἴ τις ζητοίη, διὰ τί κατὰ τὴν τῆς φύσεως τάξιν οὐ πρῶτος τέθειται ὁ παρῳχημένος, ἐπεὶ τὰ παρελ‐
35θόντα τῷ χρόνῳ πρότερά ἐστι τῶν παρόντων, ἴστω ὅτι διὰ τοῦτο προετάγη ὁ ἐνεστώς, διότι ὁ ἐνεστώς ἐστι τὸ θέμα τοῦ ῥήματος, καὶ ὅτι εἰ
μὴ πρῶτος ὁ ἐνεστὼς ἐγένετο, οὐκ ἂν παρῆλθε καὶ ἐγένετο παρῳχημένος.402

404

Ἡ δὲ ὀνομασία τῶν χρόνων ἀπὸ σημασίας ἐγένετο· ἐνεστὼς μὲν γὰρ ἀπὸ τοῦ ἐνεστηκέναι καὶ παρεῖναι ὠνομάσθη, οἷον ποιῶ γράφω, παρατατικὸς δὲ ἀπὸ τοῦ παράτασιν ἔχειν πολλὴν ὡς ἐκ πολλοῦ γινομένην καὶ οὔπω τετελεσμένην, καὶ παρακείμενος, ὃς καὶ ἐνεστὼς συντελικὸς καλεῖται, ὡς
5παρακειμένην καὶ ἐνεστῶσαν τὴν συντέλειαν ἔχων τοῦ πράγματος, καὶ ὑπερσυντέλικος ἀπὸ τοῦ ἐκ πολλοῦ συντετελεσμένον ἔχειν τὸ πρᾶγμα, 〈καὶ〉 ἀόριστος ἀπὸ τοῦ μὴ ὁρίζειν πότε τετελεσμένον ἔσχε τὸ πρᾶγμα, ὅθεν καὶ συνίσταται 〈αὐτῷ〉 τὸ ἄρτι καὶ τὸ πάλαι, καὶ μέλλων ἀπὸ τοῦ πρᾶγμα μέλλειν γενέσθαι.
10Πάλιν δὲ ἄξιόν ἐστι ζητῆσαι etc. = iterum Σv 249, 27—32. Ὧν συγγένειαι τρεῖς, ἐνεστῶτος πρὸς παρατατικόν, παρα‐ κειμένου πρὸς ὑπερσυντέλικον, ἀορίστου πρὸς μέλλοντα.] — 〈Heliodori.〉 —Χρὴ γινώσκειν, ὅτι διὰ τῶν φωνῶν μᾶλλον καταλαμ‐ βάνονται αἱ συγγένειαι ἤπερ 〈διὰ〉 τῶν σημαινομένων· λέγομεν γὰρ
15συγγενῆ εἶναι τὸν ἐνεστῶτα τῷ παρατατικῷ, καθὸ τὸ τύπτω καὶ ἔτυ‐ πτον διὰ τοῦ πτ ἐκφέρεται [κατὰ τὴν φωνήν], καὶ τὸ τέτυφα τῷ ἐτε‐ τύφειν ὁμοίως συγγενές, καὶ τὸ ἔτυψα τῷ τύψω, ἐπειδὴ διὰ τῶν αὐτῶν ἐξενήνεκται συμφώνων. Ἀναγκαῖον δὲ κἀκεῖνο ἐπισημήνασθαι, ὅτι τὰ πλείω τῶν ἀντιγράφων οὕτως ἔχει· «ὧν συγγένειαι τρεῖς, ἐνεστὼς πρὸς
20παρατατικόν, παρακείμενος πρὸς ὑπερσυντέλικον, ἀόριστος πρὸς μέλ‐ λοντα»· τοῦτο δὲ σολοικισμός ἐστι προφανής· διόπερ γραπτέον οὕτως· «ἐνεστῶτος πρὸς παρατατικόν, παρακειμένου πρὸς ὑπερσυντέλικον, ἀορί‐ στου πρὸς μέλλοντα». Τί ἐστιν ἐνεστὼς χρόνος; Ὁ ἐνισταμένην καὶ ἀπλήρωτον ἔχων τὴν σημασίαν,
25οἷον τύπτω. Διὰ τί προτέτακται ὁ ἐνεστὼς τῶν λοιπῶν χρόνων; Διότι θέμα ἐστὶ τοῦ ῥήματος. Πόσαι διαφοραὶ τοῦ ἐνεστῶτος χρόνου; Οὐκ ἔχει. Διὰ τί; Διότι ἀκαριαῖός ἐστιν ἤτοι πάνυ βραχύς, ὡς προείρηται· ἅμα γὰρ τῷ λέγεσθαι ἔχει καὶ τὸ εἶναι· καὶ διὰ τοῦτο οὐκ ἐπιδέχεται διαίρεσιν. —Τί ἐστι παρατατικός; Ὁ παρατε‐ ταμένην καὶ ἀπλήρωτον ἔχων τὴν σημασίαν, οἷον ἔτυπτον, τουτέστιν ὁ δηλῶν ἀπλή‐
30ρωτον ἐνεργείας παράτασιν. —Ἰστέον οὖν, ὅτι μέσος ἐνεστὼς ἢ μέσος παρατατικὸς οὐδαμοῦ ἐστι, διὰ 〈τὸ〉 τοὺς παθητικοὺς ἐνεστῶτας καὶ παρατατικοὺς καὶ ἀντὶ μέσων 〈παρα〉λαμβάνεσθαί ποτε· οἱ γὰρ ἐνεστῶτες καὶ οἱ παρατατικοὶ τῆς παθητικῆς διαθέσεως ποτὲ μὲν ἀντὶ ἐνεργείας, ποτὲ δὲ ἀντὶ πάθους ἐκφωνοῦνται· ἐὰν οὖν λέγῃς [«σχολάζομαί σε» καὶ] «ἄγομαί σε» καὶ «φέρομαί σε», ἐνέργειαν δηλοῖ τὸ τοιοῦτον ῥῆμα διὰ τὸ σέ, ὡς
35γὰρ τὸ «ἄγω σε» καὶ «φέρω σε» λαμβάνεται· ἐὰν δὲ λεχθῇ «ἄγομαι ὑπὸ σοῦ», «φέρομαι ὑπὸ σοῦ», πάθος δηλοῖ τὸ ῥῆμα, μὴ τῆς γραφῆς ἀλλὰ τῆς διανοίας ἀλλοιουμένης. Διὰ τοῦτο γὰρ καὶ μεσότης εἴρηται, ὅτι ἐν τῷ μέσῳ μένει τῶν δύο διαθέσεων, ἐνερ‐ γείας καὶ πάθους. —Τί ἐστι παρεληλυθώς; Ὁ ἤδη παρελθών. Διὰ τί τέσσαρες
διαφοραὶ τοῦ παρεληλυθότος; Διότι τὰ παρελθόντα ἢ παράτασιν ἔχουσιν ἐκ πολλοῦ403

405

γινομένην καὶ οὔπω πεπλήρωνται, καὶ ἀποτελοῦσι τὸν παρατατικὸν δηλοῦντα τῆς ἐνεργείας τὴν παράτασιν· ἢ ἀρτίως συνετελέσθησαν καὶ ἐνιστάμενα πράγματά εἰσιν, ἅτινα καὶ ἀποτελοῦσι τὸν παρακείμενον· ἢ πρὸ πολλοῦ παρῆλθον τὰ παρελθόντα, καὶ ἀποτελοῦσι τὸν ὑπερσυντέλικον τὸν πρὸ τοῦ παρακειμένου συντελεσθέντα· ἢ
5ἀδήλως ἐτελέσθησαν 〈ἢ πρὸ ὀλίγου〉 ἢ πρὸ πολλοῦ, καὶ ἀποτελοῦσι τὸν ἀόριστον. Ἰστέον 〈δὲ〉 ὅτι ὁ μὲν παρακείμενος σύμφυτον ἔχει ἐν ἑαυτῷ τὸ ἄρτι, 〈ὁ δὲ ὑπερ‐ συντέλικος σύμφυτον ἔχει ἐν ἑαυτῷ τὸ πάλαι· ὁ δὲ ἀόριστος εἰ μὲν προσλάβοι τὸ ἄρτι,〉 ἰσοδυναμεῖ τῷ παρακειμένῳ, τὸ γὰρ ἔτυψα ἄρτι ταὐτόν ἐστι τῷ τέτυφα, εἰ δὲ προσλάβοι τὸ πάλαι, τῷ ὑπερσυντελίκῳ, τὸ γὰρ ἔτυψα πάλαι ταὐτόν ἐστι τῷ
10ἐτετύφειν. —Τί ἐστι παρακείμενος; Ὁ παρακειμένην καὶ πρόσφατον ἔχων τὴν ση‐ μασίαν, ἤγουν ὁ μικρῷ πρόσθεν τοῦ ἐνεστῶτος παρακείμενος ὡς ἐνεργῶν ἢ πάσχων, οἷον τέτυφα. Πόθεν εἴρηται παρακείμενος; Ἀπὸ τοῦ παρακεῖσθαι αὐτῷ ἐγγὺς τὴν τοῦ ἔργου συμπλήρωσιν. —Τί ἐστιν ὑπερσυντέλικος; Ὁ πρὸ πολλοῦ πληρωθείς, ἤγουν πρὸ τοῦ παρακειμένου συντελεσθείς, οἷον ἐτετύφειν. Τί ἐστι συντελικός;
15Τουτέστι πεπληρωμένος. —Τί ἐστιν ἀόριστος; Ὁ ἀόριστον καὶ ἄδηλον ἔχων τὴν σημασίαν, οἷον ἔτυψα. Καὶ ἄλλως· ὁ μὴ δηλῶν καιρὸν ὡρισμένον μηδὲ παράτασιν ἐνεργείας, ἀλλὰ τὴν εἰσάπαξ ποτὲ ἐνέργειαν ἢ τὸ πάθος, οἷον ἔτυψα ἔτυπον ἐνερ‐ γητικῶς, ἐτύφθην ἐτύπην παθητικῶς. —Τί ἐστι μέλλων; Ὁ μήπω γεγονώς, ἀλλὰ μετὰ τὸν ἐνεστῶτα ἐρχόμενος. Πόσαι διαφοραὶ τοῦ μέλλοντος; Οὐκ ἔχει. Διὰ τί;
20Διότι τὸ μέλλον ἄδηλόν ἐστι καὶ ἀγνοούμενον καὶ διὰ τοῦτο οὐδὲ διαίρεσιν ἐπιδέ‐ χεται· οἱ δὲ Ἀθηναῖοι διεῖλον 〈αὐτὸν εἰς μέλλοντα〉 καὶ εἰς μετ’ ὀλίγον μέλλοντα. Διὰ τί ὁ ἐνεστὼς πρὸς παρατατικὸν ἔχει τὴν συγγένειαν; Ἐπειδὴ παρατετα‐ μένην καὶ ἀπλήρωτον ἔχουσιν ἀμφότεροι τὴν σημασίαν, οἷον τύπτω ἔτυπτον· ὥσπερ γὰρ ὁ ἐνεστὼς ἀπλήρωτός ἐστιν, ἐνισταμένην γὰρ καὶ ἀπλήρωτον ἔχει τὴν σημασίαν,
25οὕτω καὶ ὁ παρατατικὸς ἀπλήρωτός ἐστι, καὶ 〈γὰρ〉 παρατεταμένην καὶ αὐτὸς καὶ ἀπλήρωτον ἔχει τὴν σημασίαν. —Διὰ τί ὁ παρακείμενος πρὸς ὑπερσυντέλικον ἔχει τὴν συγγένειαν; Ἐπειδὴ ἄμφω πεπληρωμένοι εἰσίν, ὡς τέτυφα ἐτετύφειν· ὥσπερ γὰρ τῷ παρακειμένῳ ἐγγὺς ἡ σημασία, οὕτω καὶ τῷ ὑπερσυντελίκῳ. —Διὰ τί ὁ ἀόριστος πρὸς μέλλοντα τὴν συγγένειαν ἔχει; Ἐπειδὴ ἀδήλους ἔχουσι τοὺς χρόνους
30ἀμφότεροι, οἷον τύψω ἔτυψα· ἀμφότεροι γὰρ ἀόριστόν τι δηλοῦσι καὶ ἄδηλον, ἀόρι‐ στον γὰρ καὶ ἄδηλον τὸ ποτέ, ἄδηλον 〈δὲ〉 καὶ τὸ μέλλον. —Ἀλλὰ μὴν οὐ μόνον κατὰ 〈τὴν〉 σημασίαν καταλαμβάνονται τούτων αἱ συγγένειαι, ἀλλὰ καὶ κατὰ τὴν φωνήν· τὰ γὰρ αὐτὰ σύμφωνα ἔχει ὁ ἐνεστὼς τῷ παρατατικῷ, ὡς τύπτω ἔτυπτον, ὁμοίως καὶ ὁ παρακείμενος τῷ ὑπερσυντελίκῳ, τέτυφα ἐτετύφειν, καὶ ὁ ἀόριστος
35τῷ μέλλοντι, ἔτυψα τύψω. —Διὰ τί εἰσι τρεῖς συγγένειαι τῶν χρόνων; Διότι καὶ τῶν πτώσεων τοῦ ὀνόματος τρεῖς εἰσι συγγένειαι, εὐθείας πρὸς αἰτιατικήν, γενικῆς πρὸς δοτικήν, καὶ κλητικῆς πρὸς εὐθεῖαν ἢ αἰτιατικήν. —Ἐν ποίαις τῶν ἐγκλίσεων κοινωνοῦσι καὶ ἐν ποίαις διαφέρουσι; Διαφέρουσι μὲν ἐν τῇ ὁριστικῇ, κοινωνοῦσι δὲ ἐν ταῖς ἄλλαις, πλὴν ὁ μέλλων καὶ ὁ ἀόριστος κἀν ταῖς ἄλλαις διαφέρουσι πλὴν
40τινῶν. —Διὰ τί οὐ 〈δια〉λαμβάνει μετὰ τὴν ἐνεργητικὴν διάθεσιν περὶ τῆς μέσης, καὶ οὕτω περὶ 〈τῆσ〉 παθητικῆς; Ἐπειδὴ τὴν μέσην διάθεσιν οὖχ εὗρε καθόλου τῇ λέξει διαλλάττουσαν, ἀλλὰ τὴν αὐτὴν οὖσαν τοῖς παθητικοῖς ἐνεστῶσι καὶ παρατατι‐ κοῖς, ὡς καὶ πρόσθεν εἴρηται. Ἰστέον δὲ ὅτι τὴν μέσην διάθεσιν διεμερίσατο ὁ τεχνι‐ κός, καὶ παρακειμένους μὲν καὶ ὑπερσυντελίκους τῆς μέσης τῇ ἐνεργητικῇ διαθέσει
45προσήρμοσεν, ἀορίστους δὲ καὶ μέλλοντας τῇ παθητικῇ· ἐνεστῶτας δὲ καὶ παρατατι‐ κοὺς τῆς μέσης ἀμνημονεύτους εἴασαν, ἐπειδὴ οἱ αὐτοί εἰσιν [ὅμοιοι] τοῖς ἐνεστῶσι καὶ παρατατικοῖς τῶν παθητικῶν· τὸ γὰρ γράφομαι καὶ τὸ κατηγοροῦμαι καὶ τὰ
ὅμοια τῆς μέσης ἐστι διαθέσεως, καθὰ καὶ ἄνωθεν εἴπομεν πλατύτερον.404

406

(1t)

§ 14 (16. 17. 18b).
2tΠερὶ συζυγίας.
3〈Heliodori.〉 —Ἰστέον ὅτι ὅπερ ἐστὶν ἐν τοῖς ὀνόμασιν ὁ χαρα‐ κτήρ, τοῦτο ἐν τοῖς ῥήμασιν ἡ συζυγία, ἥτις ἐστὶ κανὼν καὶ ἀναλογία
5τῆς κλίσεως αὐτῶν. Εἴρηται δὲ μεταφορικῶς συζυγία ἀπὸ μεταφορᾶς τῶν ὑποζυγίων καὶ τῶν τετραπόδων ζῴων, ἃ ὑπὸ τὸν αὐτὸν ὄντα ζυ‐ γὸν ἴσον δρόμον ποιεῖται, ὡς καὶ τούτων ὅσα ὑπὸ τὴν αὐτὴν ἀνάγεται συζυγίαν μίαν ποιεῖται κλίσιν· καὶ ὥσπερ ἐπ’ ἐκείνων συζυγία καλεῖται ἡ συνεζευγμένη καὶ ὑπὸ ἕνα ζυγὸν οὖσα ξυνωρὶς τῶν ζῴων, οὕτω καὶ
10ἐπὶ τούτων συζυγία προσηγόρευται ἡ συνεζευγμένη καὶ οἷον ὑπὸ ἕνα ζυγὸν οὖσα κλίσις τῶν ῥημάτων. Καὶ τοῦτο δύναται ἐν ῥήμασιν ἡ αὐτὴ συζυγία, ὃ δύναται χαρακτὴρ ἐν ὀνόμασι· διαφόρους γὰρ φωνὰς ὑπὸ μίαν κίνησιν ἄγει, ὥσπερ καὶ οἱ χαρακτῆρες τῶν ὀνομάτων· ὡς γάρ φαμεν ἐν ὀνόμασι· «τὰ εἰς ος ἀρσενικὰ τοιῶσδε κλίνομεν, καὶ τὰ εἰς ης
15σπονδειακὰ τοιῶσδε», οὕτω καὶ ἐν ῥήμασι λέγομεν· «ὅσα διὰ τοῦ β π φ ἐκφέρεται ῥήματα κατὰ τὸ θέμα, τοιῶσδε κλίνομεν», καὶ τὰ ἑξῆς ὁμοίως. Συζυγία ἐστὶν ἀκόλουθος ῥημάτων κλίσις μετὰ ἰδίας ἀκολουθίας φαι‐ νομένης ἀπ’ ἀρχῆς τοῦ θεματικοῦ ἐνεστῶτος. Τί ἐστιν ἀκόλουθος ῥημάτων κλίσις; Ἡ κατὰ ἀναλογίαν καὶ κανόνα γινομένη κλίσις τῶν ῥημάτων· τὰ γὰρ διὰ τοῦ β
20πφ ἐκφερόμενα κατὰ τὸ θέμα ῥήματα ἀκολούθως καὶ κατὰ ἀναλογίαν κλίνονται· τὰ διὰ τοῦ πτ ἐκφερόμενα ῥήματα ὡσαύτως. Καὶ ἐπὶ τῶν λοιπῶν συζυγιῶν ἀκο‐ λούθως καὶ κατὰ ἀναλογίαν ἀλλήλων κλίνονται τὰ ῥήματα ἐν τῇ αὐτῇ καὶ μιᾷ συ‐ ζυγίᾳ· ὅσα γὰρ θέματα ὑπὸ τὴν αὐτὴν καὶ μίαν ἀνάγονται συζυγίαν, καὶ τὴν αὐτὴν ποιεῖται κλίσιν τῶν ῥημάτων. —Ἄλλως. Τί ἐστι συζυγία; Τάξις συμφώνων ἐν τῷ
25πρώτῳ τοῦ θέματος προσώπῳ κανονιζομένη, ἢ ἐν τῷ δευτέρῳ, ὡς ἐπὶ τῶν περι‐ σπωμένων. 〈Heliodori.〉 —Διὰ τοῦτο δὲ συζυγία λέγεται, ὅτι ἑκάστη συζυγία διὰ συμφώνων συνέζευκται ἀλλήλοις. Τὴν ἕκτην συζυγίαν καταχρηστι‐ κῶς εἴρηκεν· οὐ γὰρ συνέζευκται ταύτῃ ἄλλα σύμφωνα διάφορα, ὡς ἐν
30ταῖς ἄλλαις συζυγίαις, ἀλλὰ μόνον ἐστὶ τὸ ω καθαρόν, καὶ οὐδενὸς αὐτῷ παραλήγοντος συμφώνου· ὥσπερ οὖν καὶ καταχρηστικῶς ἐστι συλλαβὴ ἡ δι’ ἑνὸς φωνήεντος, οὕτω καὶ συζυγία καταχρηστικῶς εἴρηται ἡ δι’ ἑνὸς φωνήεντος. Κέκληται δὲ συζυγία ἐκ μεταφορᾶς, ὡς εἴρηται, τῶν ὑπο‐ ζυγίων· ὃν τρόπον γὰρ τὰ κτήνη τὰ ὑπὸ τὸν ζυγὸν ὄντα τὸν αὐτὸν
35συντρέχει ἀλλήλοις καὶ μίαν τὴν πορείαν ποιεῖται, τὸν αὐτὸν τρόπον405

407

καὶ ἡ συζυγία πολλὰ ῥήματα εἰς ἑαυτὴν ζευγνύει. Μηδεὶς δὲ οἰέσθω ἴδιον μέρος λόγου εἶναι τὴν συζυγίαν· αὕτη γάρ ἐστιν ἓν τῶν παρεπο‐ μένων τῷ ῥήματι· ἰδίως δὲ τέτακται ἅτε πολυσχιδὴς τυγχάνουσα καὶ πολλῆς τεχνολογίας δεομένη. Ὁριζόμενος δὲ τὴν συζυγίαν ὁ τεχνικὸς
5ἔφη εἶναι ἀκόλουθον ῥημάτων κλίσιν, εὐλόγως· εἰ γὰρ συζυγεῖ ἀλλήλοις τὰ ῥήματα, πάντως μίαν καὶ ἀκόλουθον ἀλλήλοις κίνησιν ποιεῖται. Τί δέ ἐστιν ἀκόλουθος ῥημάτων κλίσις; Τὸ ἰδίᾳ ἑκάστην συζυγίαν ἀκολούθως ἑαυτῇ καὶ συμφώνως κλίνεσθαι. Εἰσὶ δὲ συζυγίαι τῶν βαρυτόνων μὲν ῥημάτων ἕξ.] Εἰσὶ δὲ
10πᾶσαι αἱ συζυγίαι δεκατρεῖς, ἓξ τῶν βαρυτόνων, τῶν περισπωμένων τρεῖς, καὶ τῶν εἰς μι τέσσαρες· τὰ βαρύτονα δὲ πρῶτον θετέον, ἐπεὶ τὰ περισπώμενα ἐξ αὐτῶν καὶ τὰ εἰς μι. Ἡ πρώτη συζυγία τῶν βαρυτόνων ῥημάτων διὰ τίνος ἐκφέρεται; Διὰ τοῦ β πφπτ, οἷον λείβω τέρπω γράφω κόπτω. Ἡ πρώτη διὰ τοῦ πρώτου συμ‐
15φώνου τοῦ β μέσου καὶ τῶν συγγενῶν, τοῦ π ψιλοῦ καὶ τοῦ φ δασέος· ὁ μέλλων διὰ τοῦ ψ, ἐπεὶ καὶ τὰ εἰς ψ λήγοντα ὀνόματα διὰ τοῦ β π φ κλίνεται, οἷον λίψ λιβός, κλώψ κλωπός, Κίνυψ Κίνυφος. Καὶ διὰ τί ἡ πρώτη διὰ τοῦ β; Ἐπειδὴ πρῶ‐ τόν ἐστι σύμφωνον, καὶ διὰ τοῦτο προσέλαβεν αὐτὸ ἡ πρώτη συζυγία τῶν βαρυτό‐ νων. Διὰ τί διὰ τοῦ πφ; Διότι συγγενῆ εἰσι τοῦ β 〈ὡς μέσου ὄντος αὐτῶν〉,
20καὶ ὅτι ἀντίστοιχα ἀλλήλοις εἰσί· λέγει γὰρ ὁ τεχνικός 〈p. 13, 3 Uhl〉 «ἀντιστοιχεῖ τὰ δασέα τοῖς ψιλοῖς, τῷ μὲν π τὸ φ, οἷον 〈ι 279〉 ἀλλά μοι εἴφ’ ὅπῃ ἔσχες ἰὼν εὐεργέα νῆα». Διὰ τί διὰ τοῦ πτ; Διότι τοῦ π ἐστὶν ἡ συζυγία· πλεονάζει δὲ τὸ τ, ὡς ἐν τῇ γενικῇ πολλάκις τοῦ ὀνόματος, οἷον ἄνακος ἄνακτος, γάλακος γάλακτος, νυκός νυκτός· ἀναλογεῖ γὰρ ὁ ἐνεστὼς τῇ γενικ, ὁ δὲ μέλλων τῇ εὐθεί.
25Καὶ διὰ τί μετὰ τοῦ π ἐστὶ τὸ τ ἐν τῇ πρώτῃ συζυγίᾳ καὶ μετὰ τοῦ κ ἐν τῇ δευ‐ τέρ; Ἐπειδὴ ὁμοίως τῷ π 〈καὶ τῷ κ〉 ψιλόν ἐστι· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι ψιλὰ ψιλῶν ἡγεῖται καὶ δασέα δασέων καὶ μέσα μέσων κατὰ σύλληψιν, οἷον κτύπος πτῶσις φθόνος χθών ἐρίγδουπος. Διὰ τί ὁ μέλλων τῆς πρώτης συζυγίας τῶν βα‐ ρυτόνων διὰ τοῦ ψ ἐκφέρεται; Διότι τὰ εἰς ψ λήγοντα ὀνόματα, ὃ προεγράφη.
30Ἡ δευτέρα συζυγία τῶν βαρυτόνων διὰ τίνος ἐκφέρεται; Διὰ τοῦ γκχ κτ, οἷον λέγω πλέκω τρέχω τίκτω. Διὰ τί διὰ τοῦ γ; Διότι δεύτερόν ἐστι σύμ‐ φωνον, καὶ διὰ τοῦτο προσέλαβεν αὐτὸ ἡ δευτέρα συζυγία τῶν βαρυτόνων. Καὶ διὰ τί διὰ τοῦ κχ; Διότι συγγενῆ εἰσι τοῦ γ ὡς μέσου ὄντος 〈αὐτῶν, καὶ ὅτι ἀντίστοιχα ἀλλήλοις εἰσ· λέγει γὰρ ὁ τεχνικός 〈p. 13, 3 Uhl〉 «ἀντιστοιχεῖ τὰ δασέα
35τοῖς ψιλοῖς, τῷ μὲν κ τὸ χ, ὡς ἐν τῷ 〈ε 229〉 αὐτίχ’ ὁ μὲν χλαῖνάν τε χιτῶνά τ〈ε〉 ἕν〈ν〉υτ’ Ὀδυσσεύς. Καὶ διὰ τί διὰ τοῦ κτ; Διότι τοῦ κ ἐστὶν ἡ συζυγία· πλεονάζει δὲ τὸ τ δι’ εὐφωνίαν. Καὶ διὰ τί ὁ μέλλων τῆς δευτέρας συζυγίας διὰ τοῦ ξ ἐκφέρεται; Διότι καὶ τὰ εἰς ξ περατούμενα ὀνόματα διὰ τοῦ γκχ κλί‐
νεται, ὄρτυξ ὄρτυγος, κῆρυξ κήρυκος, ὄνυξ ὄνυχος.406

408

Ἡ τρίτη συζυγία τῶν βαρυτόνων διὰ τίνος ἐκφέρεται; Διὰ τοῦ δθτ, οἷον ᾄδω πλήθω ἀνύτω. —Διὰ τί διὰ τοῦ δ; Διότι τρίτον σύμφωνόν ἐστι [καὶ μέσον τούτων, τοῦ τε θ καὶ τ], καὶ διὰ τοῦτο προσέλαβεν αὐτὸ ἡ τρίτη συζυγία τῶν βαρυτόνων. Καὶ διὰ τί διὰ τοῦ θτ; Διότι συγγενῆ εἰσι τοῦ δ ὡς μέσου
5ὄντος αὐτῶν, καὶ ὅτι ἀντίστοιχα ἀλλήλοις εἰσί· λέγει γὰρ ὁ τεχνικός 〈p. 13, 3 Uhl〉 «ἀντιστοιχεῖ τὰ δασέα τοῖς ψιλοῖς, τὸ μὲν θ τῷ τ, [οὕτως] ὡς ἐν τῷ 〈Γ 95〉 ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ»· πολλάκις δὲ καὶ εἰς δύο δασέα, ὡς τὸ 〈Δ 243〉 τίφθ’ οὕτως ἔστητε; Διὰ τί ὁ μέλλων τῆς τρίτης συζυ‐ γίας τῶν βαρυτόνων διὰ τοῦ ς ἐκφέρεται; Διότι καὶ τὰ εἰς ς λήγοντα ὀνόματα διὰ
10τοῦ δθτ κλίνεται, οἷον Πάρις Πάριδος, χάρις χάριτος, ὄρνις ὄρνιθος. Ἡ δὲ τετάρτη διὰ τοῦ ζ ἢ τῶν δύο σς. Περὶ ταύτης ἐροῦμεν ἐν καιρῷ. Ἡ δὲ πέμπτη διὰ τῶν τεσσάρων ἀμεταβόλων ἐκφέρεται, περὶ ἧς ὁ λόγος προϊὼν διδάξει. Τῶν οὖν συμφώνων ἡ διανομὴ γέγονεν; ὑπελείφθη δὲ τὸ ζ διπλοῦν. Καὶ πῶς ἐξ ἑνὸς συζυγία; τίνι δὲ συγγενὲς τὸ ζ κατὰ τὸν ἦχον; Τῷ ς. Καὶ ποία συ‐
15ζυγία διπλοῦ καὶ ἁπλοῦ; Ὁπότε καὶ τοῦ μέλλοντός ἐστι τὸ ς. Δίδοται οὖν διττόν, ἵνα καὶ ἰσοδυναμῇ καὶ διασταλῇ πρὸς τὸν μέλλοντα, ὅθεν ὡς νόθη καὶ ἀσύμφωνος κεῖται. Ἡ ἕκτη διὰ καθαροῦ τοῦ ω· οὐ γὰρ ἔτι ἦσαν σύμφωνα. Εἰ δὲ εἴη ποτὲ δύο σύμφωνα τὰ παραληγόμενα τῷ ω, τότε δεῖ τὸν ἀκριβῶς
20θέλοντα κρίνειν ἀποβλέπειν εἰς τὸν παρακείμενον τὸν μέσον καὶ οὕτως ἀποφαίνε‐ σθαι περὶ τῆς συζυγίας· οἷον ἰδοὺ τύπτω ἀμφίβολόν ἐστι πότερον πρώτη ἢ δευτέρα· καί πως ἀπὸ τοῦ θέματος ἀμφίβολος· εἰ δὲ ἔλθωμεν εἰς τὸν μέσον παρακείμενον, εὑρίσκομεν τὸ τέτυπα, καὶ νοοῦμεν ὅτι τὸ π γνησιώτερόν ἐστι στοιχεῖον τοῦ ῥήμα‐ τος· καὶ τὸ τίκτω ὁμοίως, καὶ ὅσα ἁπλῶς εἰπεῖν ἔχει δύο σύμφωνα.
25〈Heliodori.〉 —Χρὴ δὲ εἰδέναι, ὅτι ἐν τῷ κόπτω περιττεύει τὸ τ δι’ εὐφωνίαν, τοῦ γὰρ π ἐστὶν ἡ συζυγία· καὶ δηλοῖ ὁ μέλλων τὸ ψ μόνον ἔχων, ὡς ἐν τῷ τέρπω 〈τέρψω〉· δηλοῖ δὲ καὶ τὸ ῥηματικὸν ὄνομα· εἰ γὰρ ἀπὸ τοῦ ἔπω, ὃ δηλοῖ τὸ λέγω, φαμὲν ἔπος, καὶ ἀπὸ τοῦ κόπτω κόπος καὶ οὐ κόπτος, δῆλον ὡς τοῦ π ἐστὶν ἡ συζυγία, καὶ
30περιττεύει τὸ τ, ὡς καὶ ἐν γενικῇ ὀνόματος περιττὸν ὁρᾶται· 〈τοῦ〉 ἄναξ γὰρ ἄνακος ἦν ἡ γενική, καὶ πλεονασμῷ τοῦ τ ἄνακτος. Ἡ δὲ δευτέρα διὰ τοῦ γκχκτ.] Ἰστέον ὅτι ἐν τῷ τίκτω περιττεύει τὸ τ δι’ εὐφωνίαν· τοῦ γὰρ κ ἐστὶν ἡ συζυγία, ὡς δηλοῖ ὁ μέλλων τὸ ξ μόνον ἔχων, ὡς ἐν τῷ πλέκω πλέξω· δηλοῖ δὲ
35καὶ τὸ ῥηματικὸν ὄνομα· εἰ γὰρ ἀπὸ τοῦ πλέκω πλόκος λέγομεν, καὶ ἀπὸ τοῦ τίκτω τόκος καὶ οὐ τόκτος, δῆλον ὡς τοῦ κ 〈ἐστὶν〉 ἡ συζυγία, καὶ περιττεύει τὸ τ. Ἡ δὲ τρίτη διὰ τοῦ δ θ τ.] Οὐκ ἔστι δὲ πολλὰ εἰς τω βαρύτονα· ἀνύτω, ἀρύτω, ἐξ οὗ τὸ ἀρυταίνω· τὸ λίτω ἄρρητον.
40Ἡ δὲ τετάρτη διὰ τοῦ ζ ἢ δύο σς.] Τὸ μὲν ζ καλῶς τέτακται407

409

ἐν τῇ τετάρτῃ συζυγίᾳ, τέταρτον γάρ ἐστι σύμφωνον. Πῶς δὲ συνε‐ τάγη τοῖς δύο σς, τοῦτο αὐτό τινες θαυμάζουσι. Πρὸς οὓς λέγομεν, ὅτι μετὰ τὸ τέταρτον σύμφωνον τὸ ζ πέμπτον ἦν τὸ θ, ὅπερ προείληπται ἐν τῇ τρίτῃ· μεθ’ ὃ τὸ κ, ὅπερ ἔσχεν ἡ δευτέρα· εἶτα τὸ λ μ ν ρ, ἅπερ
5ἀμετάβολα ὄντα καὶ μὴ δυνάμενα τὴν ἴσην ἔχειν δύναμιν καὶ τάξιν καὶ οἷον ὑπὸ τὸν αὐτὸν ζυγὸν συνεῖναι τῷ ζ διὰ τὴν ἐνοῦσαν ἐν αὐτοῖς ἀσθένειαν, ἰδίας ἔτυχε συζυγίας. Ὅτι γὰρ ἀσθενῆ ἐστι, δῆλον ἐξ ὧν ὑποταττόμενα ἀφώνῳ οὐ ποιεῖ μακράν. Τί οὖν ἐχρῆν τῷ ζ συζεῦξαι; μόνον γὰρ οὐκ ἠδύνατο ἀποτελέσαι συζυγίαν· τὸ ξ καὶ τὸ ψ προείλη‐
10πται γὰρ ἐν τῷ μέλλοντι. Ἀλλὰ τὸ ς; Οὐδὲ τοῦτο οἷόν τε ἦν, ἐπεὶ τὸ ς μέλλοντος χαρακτηριστικόν, καθὸ πᾶς μέλλων ἢ φύσει ἢ δυνάμει ἔχει τὸ ς, φύσει μέν, ὡς γελάσω τελέσω, δυνάμει δὲ διὰ τὰ διπλᾶ, τὸ ξ καὶ τὸ ψ, ἐπεὶ καὶ αὐτὰ ἐν τέλει δυνάμει ἔχει τὸ ς· τὸ γὰρ ξ ἐκ τοῦ κ καὶ ς καὶ τὸ ψ ἐκ τοῦ π καὶ ς· ἔνθεν ἡ φύσις ἀπορήσασα, τί συζεύξει
15αὐτῷ, ὕστερον ὑπενόησε τὰ δύο σς, ἵνα διπλασιασθὲν τὸ ς τὴν ἴσην ἕξει δύναμιν τῷ ζ καὶ αὐτῷ διπλῷ ὄντι· εἰκότως τοίνυν ἡ τετάρτη διὰ τοῦ ζ ἢ δύο σς. Διὰ τί διὰ τῶν δύο σς; Διότι τὸ ἓν ς χαρακτηριστικόν ἐστι βαρυτόνου μέλ‐ λοντος, 〈οὐκ ἠδύνατο τὸ αὐτὸ χαρακτηριστικὸν εἶναι καὶ βαρυτόνου ἐνεστῶτοσ〉·
20καὶ διὰ τοῦτο ἀνεδιπλασιάσθη, ἵνα διπλασιασθὲν τὴν ἴσην δύναμιν ἀναπληρώσῃ τῷ διπλῷ. Διὰ τί εἶπεν «οὐκ ἠδύνατο τὸ αὐτὸ χαρακτηριστικὸν εἶναι καὶ βαρυτόνου ἐνεστῶτος;» Διὰ τὸ κείρω κερῶ· τὸ ρ γὰρ χαρακτηριστικὸν ὂν τοῦ μέλλοντος χαρα‐ κτηριστικόν ἐστι καὶ βαρυτόνου ἐνεστῶτος, ἀλλ’ οὐκ ἔστι χαρακτηριστικὸν [τοῦ] βα‐ ρυτόνου μέλλοντος, ἀλλὰ [τοῦ] περισπωμένου. Διὰ τί εἶπε «βαρυτόνου ἐνεστῶτος»;
25Διὰ τὸ φυσῶ νοσῶ· τὸ γὰρ ἓν ς χαρακτηριστικὸν ὂν τοῦ μέλλοντος χαρακτηριστικόν ἐστι καὶ τοῦ ἐνεστῶτος, ἀλλ’ οὐκ ἔστι χαρακτηριστικὸν βαρυτόνου ἐνεστῶτος, ἀλλὰ περισπωμένου. Ἡ δὲ πέμπτη διὰ τῶν τεσσάρων ἀμεταβόλων λ μ ν ρ, οἷον πάλλω νέμω κρίνω σπείρω.] —〈Heliodori.〉 —Ἀναγκαίως καὶ ἡ
30πέμπτη διὰ τῶν ἀμεταβόλων ἐκφέρεται· καὶ γὰρ ὀφείλουσα ὡς πέμπτη πέμπτον σύμφωνον ἔχειν τὸ θ, οὐκ ἠδυνήθη τοῦτο πρὸς ἑαυτὴν ἑλκύ‐ σαι, ἐπεὶ προκατείληπται ἐν τῇ τρίτῃ συζυγίᾳ· ἀλλ’ οὐδὲ τὸ κ, ἦν γὰρ ἐν τῇ δευτέρᾳ· καὶ ἐντεῦθεν εἰς ἀπορίαν περιστᾶσα ἀνειμένον τε εὑροῦσα τὸ λ, ἀναγκαίως δι’ αὐτοῦ καὶ τῶν 〈ἄλλων〉 ἀμεταβόλων ὡς ὁμογενῶν
35καὶ ἰσοδυνάμων ἐξηνέχθη. Διὰ τί διὰ τῶν τεσσάρων ἀμεταβόλων; Ἐπειδὴ τοῦ μὲν θ πέμπτου ὄντος συμ‐
φώνου καὶ προκαταληφθέντος ἐν τῇ τρίτῃ συζυγίᾳ, ὁμοίως καὶ τοῦ κ ἐν τῇ δευ‐408

410

τέρᾳ, ἀναγκαίως λοιπὸν διὰ τοῦ λ καὶ τῶν λοιπῶν ἀμεταβόλων [καὶ] ἡ πέμπτη συζυγία τῶν βαρυτόνων ἐκφέρεται. Καὶ περισπᾷ τὸν μέλλοντα καὶ τὸ ἀμετάβολον τηρεῖ ἐν αὐτῷ, καὶ τὴν παραλήγουσαν ἐν τῷ ἐνεστῶτι μακρὰν ἔχουσα ἐν τῷ μέλ‐ λοντι βραχεῖαν ἔχει, ὡς τὸ σπείρω σπερῶ, ψάλλω ψαλῶ, κρίνω κρινῶ, δείμω δεμῶ.
5Ἡ δὲ ἕκτη διὰ καθαροῦ τοῦ ω, οἷον ἱππεύω πλέω βασι‐ λεύω.] —〈Heliodori.〉 —Ἀναλωθέντων τοίνυν τῶν συμφώνων τῶν μὲν ἐν τῷ ἐνεστῶτι τῶν πέντε συζυγιῶν, τῶν δὲ ἐν τῷ μέλλοντι, ἀναγ‐ καίως ἡ ἕκτη διὰ καθαροῦ τοῦ ω τεθεμάτισται. Διὰ τί διὰ καθαροῦ τοῦ ω; Ἐπειδὴ προκατηναλώθησαν τὰ [ἄλλα] σύμφωνα
10ἐν ταῖς λοιπαῖς συζυγίαις· ἐλθοῦσα δὲ ἡ ἕκτη καὶ μὴ εὑροῦσα ἄλλο σύμφωνον ἔμεινε διὰ καθαροῦ τοῦ ω. Καὶ ποῦ προκατηναλώθησαν; Τὰ μὲν ἐν τῷ ἐνεστῶτι, τὰ δὲ ἐν τῷ μέλλοντι. Καὶ διὰ τί τῶν ἄλλων συζυγιῶν ἐκ διαφόρων συμφώνων χαρακτη‐ ριζομένων ἡ ἕκτη διὰ καθαροῦ τοῦ ω ἐκφέρεται; Ἀλλ’ οὖν οὐ τὸ ω ἐστὶ χαρακτη‐ ριστικὸν τῆς ἕκτης συζυγίας τῶν βαρυτόνων, ἀλλὰ διὰ τῶν πρὸ αὐτοῦ φωνηέντων
15διαφόρων ὄντων χαρακτηρίζεται, κἀκ τούτου καὶ κυρίως ἐστὶ συζυγία. Καὶ διὰ πό‐ σων τῶν πρὸ τοῦ ω φωνηέντων χαρακτηρίζεται; Διὰ πέντε, διὰ τοῦ ε α ι υ ο, οἷον πλέω βοάω πίω μηνύω ἱδρόω. Τινὲς δὲ καὶ ἑβδόμην συζυγίαν εἰσάγουσι διὰ τοῦ ξ καὶ ψ.] Ἀλλ’ οὐδέποτε τὸ σύμφωνον τοῦ μέλλοντος χαρακτηριστικὸν ἐγένετο
20〈ἐνεστῶτοσ〉 βαρυτόνων· ὅθεν τὸ ς ἐν ἐνεστῶτι περισπωμένων νοεῖται, οἷον μισῶ φυσῶ· οὐκοῦν οὐδὲ τὸ ἀλέξω αὔξω ἕψω ἀνάλογον ἐνεστῶτος βαρυτόνων. Διδάσκει καὶ ἡ κλίσις· εἰ γὰρ βαρύτονά εἰσιν, ἰσοσυλλάβως ἐχέτω ὁ μέλλων· ἀλλαμὴν περιττοσυλλαβοῦσιν, ἑψήσω γὰρ καὶ ἀλεξήσω· οὐ βαρυτόνων ἄρα ἑβδόμη συζυγία, ἀλλὰ τοῖς Ἀττικοῖς συνήθης ἀνά‐
25γνωσις, οἷον ἀλέξω ἕψω· ταῦτα γὰρ τῶν περισπωμένων ἐστίν· οὐ γὰρ ἔστι συζυγία βαρύτονός ποτε διὰ τοῦ ξ καὶ ψ, τόνον δὲ ἔσχον Ἀττικόν· εἰ οὖν εὑρίσκεται ἀλεξήσω καὶ ἑψήσω ὁ μέλλων, ὁμολογουμένως περι‐ σπώμενά εἰσι. Τινὲς δὲ καὶ τὰ ἑξῆς.] Εἴρηται ἀλλαχοῦ, ὅτι ἐὰν μὴ ἀρέσκηται
30δόξῃ ὁ τεχνικός, προστίθησι τὸ «τινές»· καὶ λέγομεν τούτου ἕνεκα αὐτὸν τιθέναι τὰς ἀλλοτρίας δόξας, ἵνα μὴ τοῖς πολλοῖς δοκῇ κατὰ ἀγνωσίαν παραπέμπεσθαι. Καὶ λέγομεν ὅτι, ἐπεὶ δεδαπάνηται ὁ πᾶς ἀριθμὸς τῶν συμφώνων, ὥστε συμβαίνειν τὴν ἕκτην ἐκφέρεσθαι διὰ καθαροῦ τοῦ ω μηκέτι ὄντος συμφώνου, [ὥστε] οὐχ οἷόν τε ἦν τῆς ἕκτης σχεδὸν εἰπεῖν
35κινδυνευούσης μὴ εἶναι, καὶ ἑβδόμην παράγειν. Ἀλλὰ ῥητέον, ὅτι ταῦτα τῶν περισπωμένων εἰσίν· οὐκ ἔστι γὰρ συζυγία βαρύτονός ποτε διὰ τοῦ
ξ καὶ ψ.409

411

Ἄλλως τε πάλιν. —〈Heliodori.〉Τινὲς δὲ καὶ ἑβδόμην συ‐ ζυγίαν εἰσάγουσι διὰ τοῦ ξ καὶ ψ, οἷον ἀλέξω ἕψω.] Αὕτη Ἀτ‐ τικὴ χρῆσίς ἐστι· τῆς γὰρ κοινῆς περισπωμένην ἀλεξῶ καὶ ἑψῶ αὐτοὶ ἀναπέμπουσιν, ἀλέξω καὶ ἕψω, ὡς καὶ τὸ θέλω καὶ μέλω καὶ ὀφείλω·
5διὸ οὐδὲ ἀπὸ τούτων οἱ μέλλοντες ὁ θελήσω καὶ μελήσω καὶ ὀφειλήσω, ἀλλ’ ἀπὸ τοῦ θελῶ καὶ μελῶ καὶ ὀφειλῶ ἀχρήστων ὄντων. Καὶ πῶς τὸ μέλω (τὸ φροντίζω) βαρυνόμενον μελήσω ἔχει τὸν μέλλοντα; ἐπειδή, καθά φησιν Ὦρος ὁ γραμματικός, ἐπειδὰν ὁ μέλλων περιττοσυλλαβῇ τοῦ ἐνεστῶτος, ὁ ἐνεστὼς ἀκριβῶς περισπᾶται, οἷον ποιῶ ποιήσω, γελῶ
10γελάσω, φιλῶ φιλήσω. Εὕρηται τὸ μέλω (τὸ φροντίζω) δι’ ἑνὸς ἐκφε‐ ρόμενον λ καὶ βαρυνόμενον, κἂν ὁ μέλλων ἐνταῦθα τοῦ ἐνεστῶτος πε‐ ριττοσυλλαβῇ· καὶ πειστέον τοῖς ἀρχαίοις οὕτω προφέρουσι καὶ πᾶσι μέχρις ἡμῶν ὁμογνωμονοῦσι. Καὶ αὗται μέν εἰσιν αἱ τῶν βαρυτόνων ῥημάτων συζυγίαι.
15Περισπωμένων δὲ ῥημάτων συζυγίαι εἰσὶ τρεῖς.] Ἐπεὶ τὰ βαρύτονα ἐκ τῆς πλοκῆς τοῦ τελευταίου συμφώνου τοῦ κατὰ τὸ πρῶτον πρόσωπον τοῦ θέματος χαρακτηρίζονται, διαστέλλων ἔφη ὅτι δεῖ ταύτας ἀπὸ τῶν δευτέρων καὶ τρίτων προσώπων γινώσκειν ἅμα τε καὶ κανο‐ νίζειν.
20Ἡ πρώτη μὲν ἐκφέρεται ἐπὶ δευτέρου καὶ τρίτου προσώπου διὰ τῆς ει δι‐ φθόγγου, οἷον ποιῶ ποιεῖς ποιεῖ, νοῶ νοεῖς νοεῖ. Τί τὸ γνώρισμα τῆς πρώτης συ‐ ζυγίας τῶν περισπωμένων; Τὸ ἐκφέρεσθαι ἐπὶ τοῦ μέλλοντος διὰ τοῦ η ἢ τοῦ ε, οἷον νοήσω τελέσω· τὸ τοίνυν ποιῶ γέγονεν ἀπὸ τοῦ ποιέω βαρυτόνου, καὶ κατὰ κρᾶσιν ποιῶ. —Ἡ δευτέρα τῶν περισπωμένων διὰ τίνος ἐκφέρεται; Διὰ τῆς
25διφθόγγου 〈ἐπὶ δευτέρου καὶ τρίτου προσώπου〉, οἷον βοῶ βοᾷς βοᾷ· καὶ προσγέ‐ γραπται μὲν τὸ ι, ἀνεκφώνητον δὲ μένει, ἅτε δὴ ἀδυνάτως ἔχον ἀεὶ μετὰ μακροῦ φωνήεντος εὑρισκόμενον ποιεῖσθαι ἐκφώνησιν, ὡς ὁ τεχνικὸς λόγος, ὡς πᾶν ι μακρῷ ὑποταττόμενον ἀνεκφώνητον μένει. Τί τὸ γνώρισμα τῆς δευτέρας συζυγίας τῶν περισπωμένων; Τὸ ἐκφέρεσθαι ἐπὶ τοῦ μέλλοντος διὰ τοῦ α ἢ τοῦ η, οἷον γελάσω
30βοήσω· γέγονε δὲ τὸ βοῶ ἐκ τοῦ βοάω βαρυτόνου, καὶ κατὰ κρᾶσιν βοῶ. —Ἡ δὲ τρίτη τῶν περισπωμένων διὰ τίνος ἐκφέρεται; Διὰ τῆς οι διφθόγγου ἐπὶ δευτέρου καὶ τρίτου προσώπου, οἷον χρυσῶ χρυσοῖς χρυσοῖ. Τί τὸ γνώρισμα τῆς τρίτης συ‐ ζυγίας τῶν περισπωμένων; Τὸ ἐκφέρεσθαι ἐπὶ τοῦ μέλλοντος διὰ τοῦ ω ἢ τοῦ ο· καὶ πάντοτε μὲν διὰ τοῦ ω, στεφανώσω ὑψώσω χρυσώσω περατώσω περαιώσω καὶ
35ἕτερα πλεῖστα, ἐνίοτε δὲ καὶ διὰ τοῦ ο, οἷον βόσω (τὸ θρέψω), ὀνόσω (τὸ μέμψο‐ μαι), ἐνόσω (τὸ κινήσω), ἀρόσω (τὸ ἀροτριάσω)· τὸ μέντοι βώσω (τὸ βοήσω) καὶ ἑνώσω (τὸ μῖξιν ποιήσω) καὶ ἀρώσω (τὸ εὐωδιάσω) μεγάλα. Πόθεν ἐγένετο τὸ
χρυσῶ; Ἐκ τοῦ χρυσόω, καὶ κατὰ κρᾶσιν χρυσῶ.410

412

〈Heliodori.〉 —Ζητοῦσι δὲ πολλοί, τίνος χάριν οὐκ ἐτηρήθη ἡ τάξις τῶν φωνηέντων ἐν τοῖς περισπωμένοις, ὥσπερ τῶν συμφώνων ἐν τοῖς βαρυτόνοις· ἐνταῦθα γὰρ τὸ ε δεύτερον ὂν τοῦ α ἐν τοῖς φωνήεσι τὴν πρώτην συζυγίαν ἐδήλωσε. Καὶ λεκτέον, ἐπειδὴ προκέκριται ἡ ει
5δίφθογγος τῆς καὶ τῆς οι, καθὸ ἡ μὲν ει τελεία ἐστίν, ἡ δὲ αι καὶ ἡ οι οὐ τέλειαι· πολλάκις γὰρ ὡς ἀτελεῖς καὶ ἀντὶ βραχείας παραλαμ‐ βάνονται, ἅτε δὴ κοιναὶ οὖσαι· τούτου χάριν προετάγη τῶν ἄλλων· ἢ ὅτι καὶ ἀπὸ βαρυτόνων θεμάτων αὐτὴν ἠπιστάμεθα καὶ ἦμεν αὐτῆς ἐθάδες, τούτου χάριν τὴν πρώτην εἴληχε τάξιν, ἵνα μὴ ἀθρόαν ὁρῶντες
10τὴν μεταβολὴν ἐν τοῖς περισπωμένοις ταραχθῶμεν· ἢ διὰ τὸ ἔχειν δυσ‐ χέρειαν τὴν δίφθογγον, ἅτε δὴ ἔχουσα μὲν τὸ ι προσγεγραμμένον, μὴ ἐκφωνούμενον δέ, ὡς εὐκολωτέρα τῶν ἄλλων προεκρίθη. Τὰ οὖν περισπώμενα δυνάμει βαρύτονά εἰσιν. Ἄλλως. —Εἰ πρῶτόν ἐστι τὸ α, ἀνάγκῃ ἡ δίφθογγος καὶ ἡ
15δι’ αὐτῆς προφερομένη συζυγία προτάττεσθαι ὀφείλει. Ἀλλὰ καὶ ἐνταῦθα ἀπολογούμεθα τοιοῦτον λέγοντες λόγον, ὅτι 〈εἰ〉 καὶ πρῶτον φωνῆεν τὸ α, ὡς ὁμοίως καὶ ἡ αι δίφθογγος, ἀλλ’ ὅμως πέφυκεν ἀεὶ πάντα ὑφ’ ἓν τὰ ῥήματα διὰ τῆς ει διφθόγγου προφέρεσθαι τὰ βαρύτονα· ἠκολούθησε δὲ καὶ ἡ πρώτη, τουτέστιν ἡ διὰ τῆς ει διφθόγγου, τοῖς
20προλαβοῦσιν. Διὰ τί ὥσπερ τὸ β ἐν συμφώνοις πρῶτον ὂν πρώτην ποιεῖ τῶν βαρυτόνων συζυγίαν, μὴ καὶ τὸ α πρῶτον ὂν ἐν φωνήεσι πρώτην ἐχα‐ ρακτήρισε τὴν ἀπὸ κλίσεως γνωριζομένην πρώτην συζυγίαν τῶν περι‐ σπωμένων, ἀλλὰ δευτέραν, καὶ τὸ ε δεύτερον ὂν τῶν φωνηέντων ἐποί‐
25ησε πρώτην τῶν περισπωμένων; Καί φαμεν, ὅτι προτέτακται τὸ ε τοῦ α, ὅτι καὶ αἱ ὑγιῶς ἔχουσαι λέξεις τῶν ῥημάτων διὰ τῆς ει διφθόγγου κλίνονται, οἷον βοάεις χρυσόεις, καὶ οὐ διὰ τῆς αιοι. Ὧν ἡ μὲν πρώτη ἐκφέρεται ἐπὶ δευτέρου καὶ τρίτου προ‐ σώπου διὰ τῆς ει διφθόγγου, ἡ δὲ δευτέρα διὰ τῆς , ἡ δὲ
30τρίτη διὰ τῆς οι.] —〈Heliodori.〉 —Διὰ τί καθὼς μίαν ἔχουσι γέ‐ νεσιν, οἷον ὅτι ἐκ βαρυτόνων γεγόνασι, μίαν οὐ ποιοῦνται καὶ τὴν κλί‐ σιν; νοέω γὰρ νοῶ καὶ χρυσόω χρυσῶ καὶ βοάω βοῶ. Ὅτι τῆς ἀνω‐ μαλίας ταύτης ἡ συναίρεσις αἰτία καθέστηκε· ποιέεις γὰρ κατὰ τὸ δεύ‐ τερον πρόσωπον τὸ ἐντελές, καὶ κατὰ συναίρεσιν ποιεῖς· τὰ γὰρ δύο εε
35εἰς τὴν ει δίφθογγον κιρνᾶται· βοάεις τὸ ἐντελές, καὶ κατὰ συναίρεσιν
βοᾷς· τὸ γὰρ α καὶ ε εἰς α μακρὸν κιρνᾶται, ἀείδω ᾄδω· πρόσκειται411

413

δὲ τὸ ι, διότι τὰ δεύτερα καὶ τρίτα τῶν εἰς ω πρόσωπα δίφθογγον θέλει 〈ἔχειν〉 τὴν διὰ τοῦ ι· ἀνεκφώνητον δὲ μένει, νικώμενον τῷ φθόγγῳ τῆς μακρᾶς. Καὶ ἡ τρίτη χρυσόεις χρυσοῖς· αὕτη ἡ συναίρεσις τὴν ου ἤθελεν ἔχειν, τὸ γὰρ ο καὶ ε εἰς ταύτην κιρνᾶται, τὸ ἐμόν τοὐ‐
5μόν, τὸ ἔλαιον τοὔλαιον· ἀλλ’ ἐμελέτησε τὰ δεύτερα καὶ τρίτα πρόσωπα δίφθογγον ἔχειν τὴν διὰ τοῦ ι. Τῶν δὲ εἰς μι ληγόντων ῥημάτων συζυγίαι εἰσὶ τέσσαρες.] Τί τὸ γνώρισμα τῆς πρώτης συζυγίας τῶν εἰς μι; Τὸ ἐκφέρεσθαι ἐπὶ τρίτου προσώπου διὰ τοῦ η κατὰ τὴν παραλήγουσαν, οἷον τίθημι τίθης τίθησιν· ἐπὶ δευτέρου δὲ ἡ παρα‐
10λήγουσα τοῦ πρώτου προσώπου ἐστὶ λήγουσα [τοῦ δευτέρου]. Ἔχει δὲ καὶ ἕτερον γνώρισμα, τὸ γίνεσθαι ἐκ τῆς πρώτης συζυγίας τῶν περισπωμένων, ὡς ἀπὸ τοῦ 〈τιθέω〉 τιθῶ γέγονε τίθημι· ἔχει δὲ καὶ ἐπὶ τοῦ μέλλοντος τὸ η, οἷον θήσω ἀφήσω, καὶ ἐπὶ τῶν παθητικῶν τὸ ε, οἷον τίθεμαι ἀφίεμαι. —Τί τὸ γνώρισμα τῆς δευτέ‐ ρας συζυγίας τῶν εἰς μι; Τὸ γίνεσθαι ἀπὸ τῆς δευτέρας τῶν περισπωμένων, ὡς
15ἀπὸ τοῦ ἱστάω ἱστῶ γέγονεν ἵστημι, καὶ τὸ ἐκφέρεσθαι ἐπὶ δευτέρου 〈καὶ τρίτου〉 προσώπου διὰ τοῦ η, οἷον ἵστημι ἵστης ἵστησι, καὶ τὸ ἔχειν ἐπὶ τοῦ μέλλοντος τὸ η, οἷον στήσω, καὶ ἐπὶ τῶν παθητικῶν τὸ α, οἷον ἵσταμαι. —Τί τὸ γνώρισμα τῆς τρίτης συζυγίας τῶν εἰς μι; Τὸ γίνεσθαι μὲν ἀπὸ τῆς τρίτης τῶν περισπωμένων, ὡς ἀπὸ τοῦ διδόω διδῶ γέγονε δίδωμι, τὸ ἐκφέρεσθαι δὲ καὶ ἐπὶ δευτέρου καὶ τρί‐
20του προσώπου διὰ τοῦ ω, οἷον δίδωμι δίδως δίδωσι, καὶ τὸ ἔχειν τὴν μετοχὴν εἰς ους, οἷον διδούς, ἔχειν δὲ καὶ ἐπὶ τοῦ μέλλοντος τὸ ω, οἷον δώσω, ἐπὶ δὲ τῶν πα‐ θητικῶν [τὸ ἔχειν] τὸ ο, οἷον δίδομαι πέπομαι. Ἔστι δὲ καὶ δίδημι (τὸ δεσμεύω), ὅπερ ἐστὶ πρώτης συζυγίας τῶν εἰς μι, γίνεται δὲ διδῶ διδεῖς δίδημι (τὸ δεσμεύω) [ἔχειν τὲ καὶ τὴν μετοχὴν εἰς ους, οἷον διδούς διδόντος]. —Τί τὸ γνώρισμα τῆς
25τετάρτης συζυγίας τῶν εἰς μι; Τὸ γίνεσθαι μὲν ἀπὸ τῆς ἕκτης συζυγίας τῶν βαρυ‐ τόνων, ἀπὸ γὰρ τοῦ ζευγνύω γέγονε ζεύγνυμι, τὸ παραλήγεσθαι δὲ καὶ τῷ υ καὶ συστέλλειν τοῦτο ἐπὶ τῶν παθητικῶν, καὶ τὸ ἐκφέρεσθαι ἐπὶ δευτέρου καὶ τρίτου προσώπου διὰ τοῦ υ, οἷον ζεύγνυμι ζεύγνυς ζεύγνυσι, καὶ τὸ ἔχειν τὴν μετοχὴν εἰς υς, οἷον ζευγνύς, καὶ τὸ φυλάττειν τὸ υ ἐπὶ τῶν παθητικῶν, οἷον ζεύγνυμαι.
30Ἄξιόν ἐστι ζητῆσαι, τίνος ἕνεκα αἱ μὲν ἄλλαι ἀπὸ περισπωμένων, ἡ δὲ τετάρτη ἀπὸ τῆς ἕκτης τῶν βαρυτόνων. Λεκτέον πρὸς τοῦτο, ὅτι τὰ περισπώμενα τρεῖς εἶχε συζυγίας, ὥστε τὰς τρεῖς ἀπὸ τῶν τριῶν γεγενῆσθαι· εἰ γὰρ ἦν καὶ τετάρτη, καὶ ἡ τετάρτη τῶν εἰς μι ἐκεῖθεν ἐγένετο. Ἄλλως τε εἴ τις ἐθελήσειεν τῇ ἀκριβείᾳ ἐπιβάλλειν, καὶ τὰς
35ἄλλας τρεῖς εὑρήσει ἀπὸ τῆς ἕκτης τῶν βαρυτόνων γινομένας· ἀνάλυσον 〈γὰρ〉 καὶ τὰς ἄλλας τρεῖς, καὶ εὑρήσεις αὐτὰς τῆς ἕκτης τῶν βαρυτό‐ νων. Χρὴ δὲ γινώσκειν, ὅτι οὐ πᾶν ῥῆμα τῆς ἕκτης τῶν βαρυτόνων ἀποτελεῖν δύναται 〈παράγωγον〉 εἰς μι· εὐθὺς οὖν τὰ δίφθογγον ἔχοντα ἐν τῇ παραληγούσῃ ἀδυνατεῖ παραχθῆναι εἰς τὴν τοιαύτην παράληξιν,
40ὡς τὸ ἱππεύω βασιλεύω. Ἔχουσι δὲ τὴν διάκρισιν οὐκ ἀπὸ συμφώνου412

414

παραλήγοντος τοῦ πρώτου προσώπου, ὥσπερ αἱ συζυγίαι τῶν βαρυτό‐ νων, ἀλλ’ οὐδὲ μὴν ἀπὸ τῶν δευτέρων προσώπων, καθάπερ τὰ περι‐ σπώμενα, ἀλλ’ ἀπὸ τῆς παραλήξεως τῶν παθητικῶν πρώτων προσώπων τοῦ ἐνεστῶτος χρόνου.
5〈Heliodori.〉 —〈Ἰστέον δὲ〉 καὶ ὅτι οὐκ ἀπὸ παντὸς περισπωμένου ῥήματος οὐδὲ ἁπάσης ἕκτης συζυγίας γίνεται ἡ εἰς μι παραγωγή, ἀλλ’ ὅτι τὰ εἰς μι λήγοντα πάντως ἀπό τινος τούτων γίνεται· οὐδὲ γὰρ ἀπὸ τοῦ βασιλεύω γίνεται εἰς μι παράγωγον ῥῆμα· καὶ ἔστιν αἴτιον τοῦ μὴ ἐκφέρεσθαι ἀπὸ τοῦ βασιλεύω εἰς μι παράγωγον ῥῆμα τῶν δύο φωνη‐
10έντων ἡ παράληξις· οὐδέποτε γὰρ οἱ εἰς μι ἐνεστῶτες διφθόγγῳ παρα‐ λήγονται, πλὴν τοῦ ΕΙΜΙ [ὀξυτόνου] τοῦ κατὰ γραφὴν διφορουμένου. Τὰ εἰς μι λήγοντα πάντα παράγωγά ἐστι, καὶ οὐκ ἀπὸ συμφώνου γνωρίζεται, ὡς αἱ τῶν βαρυτόνων, οὐδὲ ἀπὸ κλίσεως, ὡς αἱ τῶν περι‐ σπωμένων συζυγίαι, ἀλλ’ ἀπὸ τῶν πρωτοτύπων καταλαμβάνονται. Καὶ
15ἔστιν εἰπεῖν, ὡς ἀπὸ τοῦ τιθῶ τιθεῖς πρώτης τῶν περισπωμένων γίνεται τίθημι πρώτη τῶν εἰς μι, καὶ ἀπὸ τοῦ ἱστῶ ἱστᾷς δευτέρας τῶν περι‐ σπωμένων γέγονεν ἵστημι δευτέρα τῶν εἰς μι, καὶ πάλιν ἀπὸ τοῦ διδῶ διδοῖς τρίτης τῶν περισπωμένων γέγονε δίδωμι τρίτη καὶ αὕτη τῶν εἰς μι· ἡ δὲ τετάρτη τῶν εἰς μι ἀπὸ τῆς ἕκτης τῶν βαρυτόνων. Οὐδέποτε
20δὲ τὰ εἰς μι διφθόγγῳ παραλήγεται, χωρὶς τοῦ ΕΙΜΙ. Ἡ δὲ τετάρτη ἀπὸ τῆς ἕκτης τῶν βαρυτόνων, ὡς ἀπὸ τοῦ πηγνύω γέγονε πήγνυμι.] —〈Heliodori.〉 —Ἰστέον ὅτι τὸ μὲν πηγνύω βραχὺ ἔχει τὸ υ, τὸ δὲ πήγνυμι μακρόν· τοιαύτη γὰρ ἡ παρά‐ ληξις τῶν εἰς μι κατὰ τὰ ἑνικὰ μακρᾷ παραληγομένων· ἔν γε μὴν τοῖς
25πληθυντικοῖς ἀπολαμβάνει τὸν ἐξ ἐντελῶν τῶν πρωτοτύπων οἰκεῖον βραχὺν χρόνον. Ζήτησις δὲ ἡμῖν ἀνακύπτει, τί δήποτε τὰ ἀπὸ περι‐ σπωμένων παράγωγα εἰς μι περιττοσυλλαβοῦσι τοῖς πρωτοτύποις, τά γε μὴν ἀπὸ τῆς ἕκτης τῶν βαρυτόνων ἰσοσύλλαβον ἔχει τὴν παραγωγήν. Λέγομεν δὲ πρὸς τοῦτο, ὅτι τὸ πάθος τῶν περισπωμένων ἐστὶν αἰτία·
30εἰ γὰρ εἰς τὸ ἐντελὲς ἀναλυθείη, τὰς ἴσας πάντως ἕξει συλλαβάς. Διὰ τί ἡ τετάρτη συζυγία τῶν εἰς μι γίνεται ἀπὸ τῆς ἕκτης τῶν βαρυτόνων; Ἐπειδὴ μὴ ἔχουσα τετάρτην συζυγίαν τῶν περισπωμένων εἰκότως ἀπὸ τῆς ἕκτης τῶν βαρυτόνων γέγονε· καὶ γὰρ αἱ τῶν περισπωμένων συζυγίαι, ἀφ’ ὧν καὶ αἱ τῶν εἰς μι γεγόνασιν αἱ τρεῖς, κατὰ τὴν ἐντέλειαν ἀπὸ τῆς ἕκτης εἰσὶ τῶν βαρυτόνων·
35τὸ γὰρ τιθῶ ἀπὸ τοῦ τιθέω, καὶ τὸ ἱστῶ ἀπὸ τοῦ ἱστάω, καὶ τὸ διδῶ ἀπὸ τοῦ δι‐
δόω γέγονεν.413

415

Πόσα σημαντικὰ τῶν μελλόντων γράμματα; Τρία, ξ ψ ς. Σημείωσαι δὲ ὅτι ὁ μέλλων τῆς πρώτης συζυγίας τῶν βαρυτόνων ἔχει ἀεὶ τὸ ψ, λείβω λείψω, τέρπω τέρψω, γράφω γράψω, κόπτω κόψω· ὁ δὲ μέλλων τῆς δευτέρας ἔχει ἀεὶ τὸ ξ, οἷον λέγω λέξω, πλέκω πλέξω, τρέχω θρέξω, τίκτω τέξω. Οἱ μέντοι τῶν ἄλλων συζυγιῶν
5μέλλοντες ἔχουσι τὸ ς, χωρὶς ὀλίγων τινῶν τῆς τετάρτης ἐκφερομένων διὰ τοῦ ξ, οἷον ὀρύσσω ὀρύξω, νύττω νύξω, πλήττω πλήξω· ἢ μᾶλλον ὅσα διὰ δύο ττ ἔχουσι τὸν ἐνεστῶτα καὶ αὐτὸν τὸν μέλλοντα διὰ τοῦ ξ ἔχουσι· τινὲς γὰρ τὸ νύττω γρά‐ φουσι καὶ διὰ τοῦ τ καὶ γ καὶ τἆλλα τοιαῦτα, οἷον φράτγω νύτγω ὀρύτγω· τὰ δὲ ἔχοντα τὸ γ ἐν τῷ ἐνεστῶτι ἔχουσι τὸ ξ ἐν τῷ μέλλοντι, οἷον πνίγω πνίξω. Φασὶ
10δὲ ὅτι οὕτως ἐνδέχεται γράφεσθαι, τουτέστι διὰ τοῦ τ καὶ γ, διὰ τὸ τὸν δεύτερον ἀόριστον διὰ τοῦ γ προφέρεσθαι, οἷον ἔφραγον ἔνυγον ὤρυγον, ἐφράγην ἐνύγην ὠρύγην. Πλὴν διὰ δύο ττ γραπτέον ταῦτα, ἐπεὶ ψιλὰ ψιλῶν ἡγεῖται καὶ δασέα δασέων καὶ μέσα μέσων, καὶ διὰ τὸ μὴ ἐνδέχεσθαι πρὸ τοῦ γ τὸ τ εὑρίσκεσθαι, ὡς τοῦ τ ὄντος ψιλοῦ, τοῦ δὲ γ μέσου.
15t§ 15 (19b).
16tΠερὶ μετοχῆς.
17Τί ἐστι μετοχή; Λέξις μετέχουσα τῆς τῶν ῥημάτων καὶ τῆς τῶν ὀνομάτων ἰδιότητος. Τί μετέχει τοῦ ὀνόματος καὶ τί τοῦ ῥήματος; Τοῦ μὲν ὀνόματος γένη καὶ πτώσεις, τοῦ δὲ ῥήματος διαθέσεις, χρόνους καὶ συζυγίας. [Μετέχει γὰρ τῶν
20μὲν ῥημάτων ἔχουσα χρόνους καὶ διαθέσεις, τῶν δὲ ὀνομάτων γένη καὶ πτώσεις.] Παρέπεται δὲ αὐτῇ ταῦτα ἃ καὶ τῷ ῥήματι καὶ τῷ ὀνό‐ ματι, δίχα προσώπων τε καὶ ἐγκλίσεων.] Εὐλόγως ἡ μετοχὴ οὔτε πρόσωπα οὔτε ἐγκλίσεις ἔχει, ἐπεὶ καὶ ὀνόματος τάξιν ἐπέχει. Δηλοῖ δὲ ἡ μετοχὴ ἐγκλίσεις καὶ πρόσωπα διὰ τῆς μετὰ τοῦ ῥήματος συντά‐
25ξεως· τὸ γὰρ «ἀναγινώσκων περιβλέπομαι» ὁριστικὴν ἔχει τὴν 〈ἔγ〉κλι‐ σιν, καὶ τὸ «ἀναγινώσκων εὔχου» προστακτικήν. Ἡλιοδώρου. —Μετοχή ἐστι λέξις ἀντὶ ῥήματος ἀναγκαίως πα‐ ραλαμβανομένη, μετὰ τῶν παρεπομένων τῷ ῥήματι, παραστατικὴ γένους καὶ πτώσεων καὶ τῶν συνόντων ἀριθμῶν. Διὰ τί δὲ ἀναγκαίως ἀντὶ
30ῥήματος παραλαμβάνεται; Λεκτέον, ὅτι τὰ συνεκτικὰ τῶν μερῶν τοῦ λόγου ὀνόματα καὶ ῥήματά εἰσιν, ἅπερ ἀλλήλοις συμπλεκόμενα ἀποτελεῖ τοὺς λόγους μηδενὸς δεόμενα καὶ τέλειον νοῦν ἀπεργάζεται, οἷον «Ἅβρων διαλέγεται», «Πλάτων φιλοσοφεῖ». Καὶ ἐπειδὴ γίνεται σύνταξις προ‐ ηγουμένων ὀνομάτων δύο δίχα συνδέσμου, ἑνὸς ῥήματος ἐπαγομένου
35καθ’ ἑνὸς προσώπου, ἤγουν δύο ὀνομάτων μετὰ ῥήματος, οἷον «ὁ ταχὺς ἵππος ἔδραμεν, ὁ ξανθὸς Μενέλαος ἐπολέμησεν», καὶ τοὐναντίον ἔδει μετὰ
δύο ῥημάτων ἓν ὄνομα· ἀνάγκη γὰρ ἦν καὶ ἐπὶ τοῦ ῥήματος τὴν αὐτὴν414

416

σύνταξιν γίνεσθαι, ἑνὸς μὲν ὀνόματος ὑποκειμένου, δύο δὲ ῥημάτων ἐπαγομένων ἀσυνδέτως καθ’ ἑνὸς προσώπου, ὅπερ ἀδύνατον. Πῶς γὰρ ἂν συσταίη τὸ «Ἀγαμέμνων ἐπολέμησεν ἐνίκησεν», εἰ μὴ ἄρα λάβοι τὸν 〈καί〉 σύνδεσμον, ὅπερ οὐκ ἦν ἐπὶ τῆς προτέρας συντάξεως. Ἵνα δὴ
5τοίνυν καὶ τὰ δύο ῥήματα ἀσυνδέτως καθ’ ἑνὸς λαμβάνηται προσώπου, τὸ ἕτερον τῶν ῥημάτων εἰς μετοχὴν σχηματίζεται, καὶ οὕτως ὁ λόγος συνίσταται, «Ἀγαμέμνων πολεμήσας ἐνίκησεν». Ἀναγκαίως οὖν μετὰ τὸ ὄνομα καὶ τὸ ῥῆμα ἡ μετοχὴ τέτακται, ἐπεὶ εἰ ἦν μετὰ τὸ ἄρθρον, οὐκ ἂν ἔτι ἐκλήθη μετοχή, ἐπεὶ οὐ μετέχει τῆς τοῦ ἄρθρου κοινωνίας.
10Ὁριστέον δὲ αὐτὴν οὕτως· μετοχή ἐστι λέξις ἀναγκαίως ἀντὶ ῥή‐ ματος παραλαμβανομένη μετὰ τῶν παρεπομένων τῷ ῥήματι, παραστατικὴ γένους καὶ πτώσεων. Καὶ ὅτι μὲν λέξις δῆλον, ἔχει γάρ τι λεκτόν. — Ἀντὶ ῥήματος δὲ παραλαμβάνεται, ἐπειδὴ τὰ συνεκτικὰ τῶν μερῶν ὀνό‐ ματα καὶ ῥήματά εἰσιν, ἅπερ ἀλλήλοις ἐπιπλεκόμενα τοὺς λόγους ἀπο‐
15τελεῖ μηδενὸς δεόμενα, οἷον «Θέων φιλοσοφεῖ». Ἔστι δὲ εὑρεῖν προ‐ ταττόμενα τοῦ ῥήματος δύο ὀνόματα, οἷον «〈ὁ〉 δραστικὸς Ἀχιλλεὺς ἐπολέμησε», καὶ πάλιν μετὰ τὸ ῥῆμα δύο ὀνόματα, «ἐπολέμησεν 〈ὁ〉 δρα‐ στικὸς Ἀχιλλεύς»· δύο δὲ ῥήματα πρὸ τοῦ ὀνόματος ἢ μετὰ τὸ ὄνομα δύο ῥήματα εὑρεῖν ἀδύνατον, εἰ μὴ τὸ ἓν ῥῆμα εἰς μετοχὴν τραπῇ·
20οὐδὲ γὰρ λέγομεν «Ἀχιλλεὺς ἐπολέμησεν ἐνίκησε», μᾶλλον δὲ «Ἀχιλλεὺς πολεμήσας ἐνίκησεν». Ἰστέον δὲ ὅτι πᾶσα μετοχὴ τριγενής ἐστι χωρὶς ὀλίγων· καὶ ὅτι πᾶσα μετοχὴ ἀρσενικὴ εἰς ν λήγουσα ἢ ς μετὰ μακρᾶς διὰ τοῦ ντ κλί‐ νεται, πλὴν τῶν παρακειμένων καὶ ὑπερσυντελίκων· καὶ ὅτι πᾶσα μετοχὴ
25θηλυκὴ εἰς α λήγει ἢ εἰς η, οἷον λέγουσα λεγομένη. 〈Heliodori.〉 —Ἰστέον γε μὴν ὡς πᾶσα μετοχὴ τριγενής ἐστι, πλὴν εἰ μὴ ἐφ’ ὧν ἡ φύσις κωλύσει καὶ οὐκ ἐᾷ, [διὰ τὸ] ὡς ἐπὶ τοῦ κύουσα ἐκτροῦσα· καὶ ὅτι πᾶσα μετοχὴ παράγωγός ἐστιν, ἀπὸ ῥήματος γὰρ τὴν ἀρχὴν ἔχει. Διαφέρει δὲ τοῦ ὀνόματος, ὅτι ἐκεῖνο μὲν ποιὰν οὐσίαν
30παρίστησιν, ἡ δὲ ἀόριστον· τοῦ 〈δὲ〉 ῥήματος διαφέρει, ὅτι ἐν ἐκείνῳ πρώτως μὲν τὸ πρόσωπον δηλοῦται, συνεπινοεῖται δὲ ἡ διάθεσις, ἐν ταύτῃ δὲ πρώτως λαμβάνεται ἡ διάθεσις, συνεπινοεῖται δὲ τὸ πρόσωπον. Γίνωσκε δὲ ὅτι ἐν μὲν τοῖς ἄλλοις μέρεσι τοῦ λόγου ἔστιν εὑρέσθαι καὶ πρωτότυπον καὶ παράγωγον, ἐπὶ μὲν τοῦ ὀνόματος, ὡς τὸ λίθος
35καὶ λίθινος, ἐπὶ δὲ τοῦ ῥήματος, ὡς τὸ ὄπτω ὀπτεύω, καὶ 〈ἐπὶ〉 τοῦ
ἄρθρου ὁμοίως, καὶ ἐπὶ τῶν ἄλλων μερῶν ἁπλῶς εἰπεῖν, πλήν γε ἐν415

417

τῇ μετοχῇ οὐκ ἔστιν εὑρεῖν πρωτότυπον· καὶ γὰρ ἐν παραγωγῇ ἐστιν· οὐκ ἔστι γὰρ εὑρεῖν μετοχὴν μὴ προϋπάρχοντος ῥήματος. Ἀναγκαίως οὖν ὡς καὶ τοῦ ὀνόματος ἔχουσα τὸ ἴδιον καὶ χαρακτῆρα ὀνομαστικὸν ἀνεδέξατο. Εἰ οὖν πάθοι τι ἡ μετοχή, οὐκ αὐτὴ πάσχει, ἀλλὰ τὸ προϋ‐
5πάρχον ῥῆμα, καὶ εἰ ἐν τῷ ῥήματι πρόσωπα λείψειαν διὰ τὴν ἀσυντα‐ ξίαν, ἐλλείψει καὶ ἐν τῇ μετοχῇ. Παρέπεται δὲ τῇ μετοχῇ πάντα etc. = Σv 255, 19—24. Πόσα τελικὰ τῶν μετοχῶν σύμφωνα; Δύο, τὸ ν καὶ τὸ ς, οἷον τύπτων τύψας. Διὰ τί εἰσι δύο; Διότι καὶ τοῦ ῥήματος τὰ αὐτά ἐστιν, οἷον ἔτυπτον ἔτυψας. —
10Τί τὸ ἴδιον τῆς μετοχῆς; Τὰ παρεπόμενα αὐτῆς, ὡς καὶ 〈ἐπὶ〉 τῶν λοιπῶν τοῦ λόγου μερῶν τὰ παρεπόμενά ἐστιν ἑκάστου τὸ ἴδιον. —Διὰ τί ἐπενοήθη ἡ μετοχή; Ἵνα συγκλιθῇ τὸ ὄνομα τῷ ῥήματι καὶ τὸ λεῖπον τοῦ ῥήματος ἀναπληρωθῇ, καὶ διότι τὸ μὲν ὄνομα οὐσίαν σημαίνει, τὸ δὲ ῥῆμα συμβεβηκὸς ἤτοι πρᾶγμα, οἷον τύπτω γράφω· τὰ ῥήματα γοῦν ἅτε πράγματα σημαίνοντα καὶ μὴ ἔχοντα πτώσεις οὐ
15δύνανται χωρὶς τούτων κλίνεσθαι, καὶ διὰ τοῦτο ἐπενοήθη ἡ μετοχή. —Πόσα παρέ‐ πεται τῇ μετοχῇ; Ὀκτώ· γένη, εἴδη, σχήματα, ἀριθμοί, πτώσεις, διαθέσεις, χρόνοι καὶ συζυγίαι. Καὶ διὰ τί ἡ μετοχὴ οὔτε πρόσωπα ἔχει οὔτε ἐγκλίσεις πεσοῦσα ἐκ τῶν προσώπων; Ὅτι εἰ θέλημα ψυχῆς ἐστιν ἡ ἔγκλισις, πῶς δύναται βούλημα ψυ‐ χῆς ἄνευ προσώπου εἶναι; ἐκπεσοῦσα γὰρ τῶν ῥημάτων καὶ μετενεχθεῖσα ἐπὶ τὴν
20ὀνοματικὴν κατάληξιν ἐξέπεσε καὶ ἐκ τῶν προσώπων· προσώπων δὲ μὴ ὄντων οὔτε ἔγκλισις δύναται εἶναι· τὸ γὰρ ὄνομα ἔχει τὰ γένη, τὰ εἴδη, 〈τὰ σχήματα〉, τὰς πτώσεις καὶ τοὺς ἀριθμούς, τὸ δὲ ῥῆμα τοὺς χρόνους, τὰς διαθέσεις, τὰς συζυγίας. Πόσα γένη; Τρία, ὅσα καὶ τοῦ ὀνόματος. Πόσα εἴδη; Δύο, ὅσα καὶ τοῦ ὀνόματος. Πόσα σχήματα; Τρία ἁπλοῦν, σύνθετον, παρασύνθετον· ἁπλοῦν μέν, ὡς ἀρδόμενος,
25σύνθετον δέ, ὡς ἀρδευόμενος, παρασύνθετον δέ, ὡς ἐπαρδευόμενος ἀνταγωνιζόμενος. Πόσοι ἀριθμοί; Τρεῖς· ἑνικός, δυϊκός, πληθυντικός· ἑνικὸς μέν, οἷον ὁ τυπτόμενος, δυϊκὸς δέ, οἷον τὼ τυπτομένω, πληθυντικὸς δέ, ὡς οἱ τυπτόμενοι. Πόσαι πτώσεις; Πέντε, ὅσαι καὶ τοῦ ὀνόματος. Πόσαι διαθέσεις; Τρεῖς, ὅσαι καὶ τοῦ ῥήματος, ἤγουν ἐνέργεια, πάθος, μεσότης· ἐνέργεια μέν, οἷον τύπτων, πάθος δέ, οἷον τυπτόμενος,
30μεσότης δέ, οἷον τυψάμενος. Πόσοι χρόνοι; Τρεῖς· ἐνεστώς, παρεληλυθώς, μέλλων· ἐνεστὼς μέν, οἷον τύπτων, παρεληλυθὼς 〈δέ〉, ὁ τετυφώς, ὁ τυφθείς, μέλλων δέ, ὁ τύψων, ὁ τυψόμενος. Πόσαι συζυγίαι τῆς μετοχῆς; Δεκατρεῖς· ὁ τύπτων, ὁ πλέ‐ κων, ὁ ᾄδων, ὁ ὁρίζων, ὁ νέμων, ὁ ἀκούων, ὁ ποιῶν, ὁ βοῶν, ὁ χρυσῶν, ὁ τιθέμε‐ νος, ὁ ἱστάμενος, ὁ διδόμενος, ὁ ζευγνύμενος.
35t§ 16 (20b).
36tΠερὶ ἄρθρου.
37Ἔφασάν τινες δεῖν τοῦ ἄρθρου etc. = Σh 73, 29—74, 8. Τί ἐστιν ἄρθρον; Μέρος λόγου πτωτικὸν προτασσόμενον τῆς κλίσεως τῶν ὀνο‐ μάτων καὶ ὑποτασσόμενον. Τί σημαίνουσι τὰ ἄρθρα; Προεγνωσμένου τινὸς ἀναπό‐
40λησιν· λέγοντες γάρ «ἄνθρωπος εἶπεν» ἄδηλόν τινα ἄνθρωπον λέγομεν, λέγοντες δέ
«ὁ ἄνθρωπος εἶπε» προδεδηλωμένον τινὰ λέγομεν. Τί ἐστιν ἴδιον ἄρθρου; Ἐγνω‐416

418

σμένου πράγματος ἀναπόλησις ἢ ἀνάμνησις· ἐὰν γὰρ εἴπω ὅτι «ναῦς ἦλθεν», ἀγνοεῖ ὁ ἀκροατής, ποίαν λέγω, εἰπὼν δὲ «ἡ ναῦς» ἔγνωσται πάντως, ὡς ἡ προεγνωσμένη ἐστίν. —Ἄλλως. Τί ἐστιν ἴδιον ἄρθρου; Τὸ δευτέραν γνῶσιν σημαίνειν· ἐὰν γὰρ εἴπω ὅτι «Ἰωάννης ἦλθεν ἀπὸ τοῦ κυνηγεσίου», δοκεῖ μοι ἀγνοεῖν ποῖος· ἐὰν δὲ
5σὺν τῷ ἄρθρῳ τεθῇ, εἰς γνῶσίν μοι παραλαμβάνεται ἡ τοιαύτη λέξις τοῦ ὀνόματος καὶ νοῶ, ὅτι ὁ Ἰωάννης ἦλθεν ἀπὸ τοῦ κυνηγεσίου. —Διὰ τί προτέτακται τὸ ἄρ‐ θρον τῆς ἀντωνυμίας; Ἄνω προεγράφη. —Πόθεν ἄρθρον; Ἀπὸ τοῦ ἄρω, ὃ δη‐ λοῖ τὸ ἁρμόζω, ἁρμόζεται γὰρ τοῖς πτωτικοῖς ὀνόμασι, μετοχαῖς τε καὶ ἀντωνυ‐ μίαις καὶ οὐδέποτε χωρὶς αὐτῶν εὑρίσκεται. —Ἄλλως. Πόθεν ἄρθρον; Ἀπὸ τοῦ
10διαρθροῦν ἀναφορικῶς τὴν προϋποκειμένην γνῶσιν, προτασσόμενον καὶ ὑποτασσόμε‐ νον· καὶ ἔστι προτακτικὸν μὲν ὁ, ὑποτακτικὸν δὲ ὅς. —Πόθεν ἐτυμολογεῖται ἄρ‐ θρον; Ἀπὸ τοῦ συναρτᾶσθαι τοῖς ὀνόμασι καὶ ταῖς πτώσεσι καὶ μηδέποτε δίχα αὐτῶν εὑρίσκεσθαι. Ἄρθρον ἐστὶ μέρος λόγου συναρτώμενον πτωτικοῖς κατὰ
15παράθεσιν προτακτικῶς ἢ ὑποτακτικῶς.] Ἄρθρον ἐστὶ μέρος λό‐ γου πτωτικόν, ἀντὶ τοῦ πτώσεις ἐν ἑαυτῷ ἔχον, προτασσόμενον καὶ ὑποτασσόμενον τῆς κλίσεως τῶν ὀνομάτων· καὶ προτακτικὸν μὲν «ὁ ἄν‐ θρωπος», ὑποτακτικὸν δὲ «ἄνθρωπος ὅς»· καὶ ἔστι προτακτικὸν μὲν ὁ, ὑποτακτικὸν δὲ ὅς. Δεῖ γινώσκειν, ὅτι τὸ ὦ τῆς κλητικῆς οὐκ ἔστιν
20ἄρθρον ἀλλὰ κλητικὸν ἐπίρρημα· δασύνεται δὲ καὶ τὸ ὁ καὶ τὸ ἡ καὶ τὰ τῶν πληθυντικῶν. Πόσα παρέπεται τῷ ἄρθρῳ; Τρία· γένη, ἀριθμοί, πτώσεις. Πόσα γένη; Τρία· ἀρσενικόν, θηλυκόν, οὐδέτερον· ὁ ποιητής μὲν ἀρσενικόν, ἡ ποίησις δὲ θηλυκόν, τὸ ποίημα δὲ οὐδέτερον. Πόσοι ἀριθμοί. Τρεῖς· ἑνικός, δυϊκός, πληθυντικός. Πόσαι
25πτώσεις; Τέσσαρες, ἐπειδὴ τὰ ἄρθρα κλητικὰς οὐκ ἔχουσιν· οὐδεὶς γὰρ τὸν ἀπόντα καλεῖ· εὑρίσκονται δὲ αἵ τε πτώσεις τοῦ ἄρθρου καὶ οἱ ἀριθμοὶ κρειττόνως μὲν μετὰ τῶν πτωτικῶν ἢ καθ’ ἑαυτά. Παρέπεται τῷ ἄρθρῳ τρία, γένη, ἀριθμο, πτώσεις.] Ὡς συναρτώμενον τοῖς πτωτικοῖς τὸ ἄρθρον καὶ τὰ τούτων ἔσχε παρεπό‐
30μενα· καὶ ὥσπερ τῶν ὀνομάτων τρία γένη λέγομεν, ἀρσενικὸν μὲν ὁ σοφός, θηλυκὸν δὲ ἡ σοφή, οὐδέτερον δὲ τὸ σοφόν, οὕτω καὶ τῶν ἄρ‐ θρων τὰ ἰσάριθμα γένη, ἀρσενικὸν μὲν γένος ὁ, θηλυκὸν δὲ ἡ, οὐδέτερον δὲ τό· καὶ ὥσπερ πάλιν ἐν ὀνόμασιν ἀριθμοὺς λέγομεν τρεῖς, ἑνικὸν μὲν ἀρσενικὸν καλός, δυϊκὸν δὲ καλώ, πληθυντικὸν δὲ καλοί, καὶ ἐπὶ τῶν
35θηλυκῶν καὶ οὐδετέρων ὁμοίως, οὕτω καὶ τῶν ἄρθρων τρεῖς φαμεν εἶναι ἀριθμούς, καὶ ἔστιν ἑνικὸς μὲν ἀρσενικὸς ὁ, δυϊκὸς δὲ τώ, πληθυντικὸς δὲ οἱ, καὶ θηλυκῶν δὲ 〈καὶ οὐδετέρων〉 ὁμοίως· καὶ ὥσπερ ἐν ὀνόμασι πτώσεις πέντε, οὕτω καὶ 〈ἐν〉 τῷ ἄρθρῳ, ὁ τοῦ τῷ τόν ὦ.
Γένη μὲν οὖν, ὁ ποιητής, ἡ ποίησις, τὸ ποίημα.] Εἰπὼν ὁ417

419

ποιητής ἐσήμανεν ἀρσενικὸν γένος, ἡ ποίησις δὲ θηλυκόν, τὸ ποίημα δὲ οὐδέτερον· καὶ ἔδειξεν, ὅτι τὸ ἄρθρον πτωτικοῖς συναρτᾶται. Ἀριθμοὶ τρεῖς, ἑνικός, δυϊκός, πληθυντικός· ἑνικὸς μὲν ὁ ἡ τ, δυϊκὸς δὲ τώ τ, πληθυντικὸς δὲ οἱ αἱ τά.] —〈Heliodori.〉
5—Ἀριθμὸς ἑνικὸς ἀρσενικοῦ ἄρθρου ὁ, θηλυκοῦ ἡ, οὐδετέρου τό· ἀρι‐ θμὸς δυϊκὸς ἀρσενικοῦ ἄρθρου τώ, θηλυκοῦ τά, οὐδετέρου τώ· ἀριθμὸς πληθυντικὸς ἄρθρου ἀρσενικοῦ οἱ, θηλυκοῦ αἱ, οὐδετέρου τά. Πτώσεις δὲ ἀρσενικοῦ μὲν ὁ τοῦ τῷ τόν ὦ, τώ τοῖν ὦ, οἱ τῶν τοῖς τούς ὦ· θηλυκῶν δὲ ἡ τῆς τῇ τήν ὦ, τά ταῖν ὦ, αἱ τῶν ταῖς τάς ὦ· οὐδετέρων
10δὲ τό τοῦ τῷ τό ὦ, τώ τοῖν ὦ, τά τῶν τοῖς τά ὦ. 〈Φασὶ δέ τινεσ〉 τὸ ὦ τῆς κλίσεως ταύτης [τὸ] ἄρθρον οὐκ εἶναι κλητικῆς πτώσεως, ὥς φησιν ὁ τεχνογράφος, ἀλλ’ ἐπίρρημα μᾶλλον σχετλιασμοῦ καὶ ἀνακλήσεως εἶναι, καὶ μὴ ἄρθρον εἶναι· καὶ κατασκευά‐ ζουσιν οὕτως· πᾶν ἄρθρον διακριτικόν ἐστιν ἀριθμοῦ· τὸ μέντοι τῆς
15κλητικῆς προτασσόμενον ὦ 〈ἀριθμὸν〉 οὐ διακρίνει, ἀλλ’ ὁμοίως ἐπὶ τῶν τριῶν λέγεται ἀριθμῶν. Καὶ ἕτερον κατασκευαστικὸν τοῦ μὴ εἶναι ἄρ‐ θρον τὸ ὦ· πᾶν ἄρθρον ἀπὸ φωνήεντος ἀρχόμενον δασύνεται, τοῦτο δὲ οὐ δασύνεται φωνῆεν ὄν· οὐκ ἄρα ἄρθρον ἐστί. Καὶ καθ’ ἕτερον δὲ πάλιν λόγον· τῶν ἄλλων ἄρθρων ἔνια γένος διακρίνει, ἀρσενικὸν μὲν
20τὸ ὁ ἄρθρον καὶ τὸ τόν· τὰ γὰρ τῆς γενικῆς καὶ τῆς δοτικῆς ἄρθρα κοινά εἰσιν ἀρσενικῶν καὶ οὐδετέρων, ὡς γὰρ τοῦ Ὁμήρου καὶ τοῦ παι‐ δίου, καὶ ὡς τῷ Ὁμήρῳ καὶ τῷ παιδίῳ· τὸ μέντοι τῆς εὐθείας ἄρθρον καὶ τῆς αἰτιατικῆς ἴδια ἀρσενικοῦ γένους ἐστί· τὸ μέντοι ὦ ἀδιάκριτόν ἐστι τῶν τριῶν γενῶν, καὶ κατὰ τοῦτον οὖν τὸν λόγον οὐκ ἔστι πτώ‐
25σεως κλητικῆς τὸ ἄρθρον, ἀλλ’ ἐπίρρημα σχετλιασμοῦ καὶ ἀνακλήσεως. Καὶ κατ’ ἄλλον ὁμοίως· πᾶσα γὰρ κλητικὴ 〈ἢ〉 ἴση ἐστὶ τοῖς χρόνοις τῇ εὐθείᾳ ἢ ἐλάττων, ἴση μὲν ἐν τῷ Πέλοψ ὦ Πέλοψ, Πάρις ὦ Πάρι, ἐλάττων δὲ 〈ἐν τῷ〉 Ἀγαμέμνων ὦ Ἀγάμεμνον, τὸ μὲν γὰρ μακρὸν ἔχει 〈τὸ ω〉, τὸ δὲ 〈βραχὺ τὸ〉 ο· πῶς οὖν οἷόν τε τούτου ἀποδειχθέν‐
30τος τὸ ὦ τῆς κλητικῆς εἶναι πτώσεως, τῆς ὁ βραχείας εὐθείας οὔσης; μείζων γὰρ εὑρίσκεται ἡ κλητικὴ τῆς εὐθείας, ὅπερ ἐδείχθη ἐπὶ τῶν ἄλλων ἁπάντων ἀδύνατον. Τίνος χάριν τοῖς τεχνικοῖς ἐπινενόηται τὸ ἄρθρον; Ἔστιν οὖν
35εἰπεῖν, ὅτι τὸ ἄρθρον ἐπινενόηται πρὸς τὸ ἀναφορὰν σημαίνειν· ἀνα‐ φορὰ δέ ἐστιν, ὡς εἴρηται, ἀναπόλησις προεγνωσμένου καὶ ἀπόντος
προσώπου· ἄλλο τι γάρ ἐστιν εἰπεῖν «ἄνθρωπος ἦλθε» καὶ ἄλλο «ὁ ἄν‐418

420

θρωπος ἦλθε» μετὰ ἄρθρου τοῦ ὁ, τὸ γὰρ ἄρθρον δευτέραν γνῶσιν ἐπαγγέλλεται. Προτασσόμενον τῆς κλίσεως τῶν ὀνομάτων καὶ ὑποτασσό‐ μενον.] Ἐνδεῶς εἶπεν ἐνταῦθα ὁ τεχνικός· οὐ [κατὰ] μόνων γὰρ τῶν
5ὀνομάτων προτάσσεται τὰ ἄρθρα, ἀλλὰ καὶ πάντων ὁμοῦ τῶν κλίνεσθαι εἰς πτώσεις δυναμένων· καὶ γὰρ καὶ μετοχῶν καὶ ἀντωνυμιῶν προτάσ‐ σεται. Τοῦτο δὲ τὸ ἄρθρον, ὥς φησιν αὐτὸς ὁ τεχνικός, ἔστι καὶ προ‐ τακτικὸν καὶ ὑποτακτικόν· καὶ προτακτικὸν μέν ἐστιν, ὃ προτάσσεταί τινος πτωτικῆς γραφῆς, τὸ δὲ ὑποτακτικόν, ὅπερ ὑποτάσσεται τῷ ὀνό‐
10ματι. Καὶ πολλάκις τὸ αὐτὸ τῷ προτακτικῷ ἐστι, πολλάκις δὲ καὶ προσλαμβάνει τι· οἷον εἰπεῖν προτακτικὸν μέν ἐστι τὸ ὁ, οἷον «ὁ Ὅμη‐ ρος ὁ ποιήσας τὴν Ἰλιάδα»· ἰδοὺ τὸ αὐτὸ τῷ προτακτικῷ ἐστι τὸ ὑπο‐ τακτικόν, ὁ γὰρ καὶ ὁ· ὅταν 〈δὲ〉 μίαν πτῶσιν ἐπαγγέλλωνται, οὐχ ὁμοίαν δέ, ἄλλο 〈τι〉 προσλαμβάνει, ὡς «ὁ Ὅμηρος ὃς ἦν πᾶς βέλτιστος
15τῶν ποιητῶν»· ἰδοὺ πρό〈σ〉θεσιν τοῦ ς ἐνταῦθα· μεταβαίνει δὲ εἰς ἑτέ‐ ραν πτῶσιν, ὡς ἐὰν εἴπω «ὁ Ὅμηρος ᾧ τὴν μουσικὴν ἡ Καλλιόπη ἐχα‐ ρίσατο»· τὰ γὰρ ὑποτακτικὰ ἄρθρα οὐ πάντως [ὅτι] ἀκολουθεῖ τοῖς προ‐ τακτικοῖς, ἀλλὰ ἰδικήν τινα σύνταξιν τῶν ῥημάτων τηρεῖ. Καὶ ἔστι προτακτικὸν μὲν , ὑποτακτικὸν δὲ ὅς, οἷον ὁ ἄν‐
20θρωπος ἦλθε.] Χρὴ δὲ εἰδέναι ὅτι τὰ μὲν προτακτικὰ καταλλήλως προτίθενται τῶν πτωτικῶν, τὰ δὲ ὑποτακτικὰ ἔσθ’ ὅτε καὶ ἐν διαφόρῳ πτώσει. Ἰστέον ὅτι καὶ κατὰ τόνον καὶ κατὰ πτῶσιν καὶ κατὰ γραφὴν ἀκόλουθά ἐστι τὰ ἄρθρα, ὑπεξαιρουμένου τοῦ ὦ, περὶ οὗ λεχθήσεται ἰδίᾳ, ὡς οὐκ ἔστιν ἄρθρον ἀλλ’ ἐπίρρημα. Γινώσκειν γὰρ χρή, ὅτι τὰ ἄρθρα
25τετράπτωτά ἐστι, πάντως τῆς κλητικῆς μὴ δεχομένης ἄρθρον· τὸ μὲν γὰρ ἄρθρον μνήμην προεγνωσμένου καὶ ἀπόντος προσώπου ποιεῖται, ἡ κλητικὴ δὲ πρὸς δεύτερον καὶ παρὸν πρόσωπον ποιεῖται τὸν λόγον· πῶς οὖν οἷόν τέ ἐστιν ἀπόντος μνημονεύεσθαι ὡς παρόντος καὶ καλεῖν; Ὅτι δὲ οὐκ ἔχει ἡ κλητικὴ ἄρθρον, καὶ ἄλλως πως δυνατὸν γνωσθῆναι·
30οὐδέποτε γὰρ τὸ αὐτὸ ἐν τοῖς κατὰ τάξιν ἀριθμοῖς εὑρίσκεται, τοῦτο δὲ ἀεί. Ἰστέον ὅτι ἐν πολλοῖς ἐλέγχεται τὸ ὦ μὴ ὂν ἄρθρον, ἀπὸ τάξεως, ἀπὸ πνεύματος, ἀπὸ τόνου, ἀπὸ χρόνου. Ἀπὸ πνεύματος μέν· πᾶν ἄρθρον ἀπὸ φωνήεντος ἀρχόμενον δασύνεται, τοῦτο δὲ ψιλοῦται· ἀπὸ
35τάξεως δὲ οὕτως· πᾶν ἄρθρον ἢ προτακτικόν ἐστιν ἢ ὑποτακτικόν. ....
Ἀπὸ χρόνου δέ· οὐδέποτε ἡ κλητικὴ μείζων ἐστὶ τῆς ἰδίας εὐθείας, ἀλλ’ ἢ419

421

ἴση ἐστὶν ἢ ἐλάττων· ἴση μέν, ὁ Λάχης ὦ Λάχης, ἥττων δέ, ὁ Μενέλαος ὦ Μενέλαε· φασὶ γὰρ ἐντεῦθεν, ὅτι βραχύτερόν ἐστι τὸ ε τοῦ ο· καὶ ἐπὶ τῶν τριῶν ἀριθμῶν λαμβάνεται καὶ μείζων ἐστὶ τῆς ἰδίας εὐθείας, καὶ οὔτε ἴση οὔτε ἐλάττων, ἀλλὰ περισπᾶται. Κατὰ πάσας οὖν αἰτίας
5ἐκβάλλεται τῆς τῶν ἄρθρων ἀναλογίας. Εἰ δὲ ὁ τεχνικὸς κατέταξεν ἐν τῇ ἀπαριθμήσει τὸ ὦ, ὡς πρὸς εἰσαγομένους γράφων κατέταξεν, ὡς μηδὲν περιεργαζόμενος. Ἀπὸ 〈πνεύματος ἐλέγχεται τὸ ὦ μὴ ὂν ἄρθρον καὶ ἀπὸ〉 τόνου· ἀεὶ γὰρ ἡ κλητικὴ τὸ πνεῦμα τῆς ὀρθῆς τηρεῖ, καὶ πάλιν οὐδέποτε
10πτωτικὸν ω περισπᾶται· εἰ δὲ τοῦτο περισπᾶται, οὐκ ἄρα ἐστὶν ἄρθρον· ἄλλως τε οὐδέποτε ἄρθρον ἑνικὸν κατὰ τρία γένη συνεμπίπτει· καὶ τὸ δηλούμενον ἐναντίον· πρὸς παρὸν γὰρ πρόσωπον τὸ ὦ, τὸ δὲ ἄρθρον ἀναφορὰν δηλοῖ, ἥτις ἐστὶν ἀναπόλησις, ἡ δὲ ἀναπόλησις ὡς ἀπουσίαν ὑπαγορεύει. Τί γοῦν ἐστι; Κλητικὸν ἐπίρρημα πτώσει συναρτώμενον,
15ὡς τὸ μά, τὸ νή τῇ αἰτιατικῇ καὶ τὸ χωρίς νόσφιν ἐκτός γενικῇ. Πόσα ἄρθρα; Προτακτικὰ δέκα, ὁμοίως καὶ ὑποτακτικὰ δέκα. Διὰ τί εἰσι δέκα; Διότι τὰ τῶν κλητικῶν πτώσεων οὐκ ἄρθρα 〈εἰσίν〉, ἀλλ’ ἐπιρρήματα κλητικά. Καὶ πῶς; Δείξομεν αὐτὸ ἐκ πολλῶν· πρῶτον μέν, ὅτι οὐδὲ ἡ κλητικὴ κυρίως πτῶσις, ἀλλὰ καταχρηστικῶς, δευτέρου προσώπου οὖσα σημαντική, τῶν ἀπὸ τῆς εὐθείας
20πτώσεων τρίτου προσώπου δηλωτικῶν οὐσῶν, οἷον ὁ Αἴας, τοῦ Αἴαντος, τῷ Αἴαντι, τὸν Αἴαντα· ἰδοὺ γὰρ 〈ὁ〉 λόγος ἔοικεν ὡς περὶ ἀπόντος Αἴαντος λέγειν, ὃς οὔτε λέγει οὔτε ἀκούει τοῦ λόγου περὶ αὐτοῦ γινομένου· ἡ δὲ κλητικὴ ὦ Αἶαν ὡσανεὶ τὸν ἀκούοντα καλεῖ, ὅπερ ἐστὶ δευτέρου προσώπου δηλωτικόν. Δεύτερον ὅτι πᾶν ἄρθρον ἀπὸ φωνήεντος ἀρχόμενον δασύνεται, τὸ δὲ ὦ τῆς κλητικῆς ψιλοῦται. Τρί‐
25τον ὅτι τὰ προτακτικὰ ἢ πνεύματα ἢ τόνους ἐπιδέχεται, τὰ δὲ ὑποτακτικὰ καὶ πνεύ‐ ματα καὶ τόνους· πνεύματα δὲ δασέα ἐπιδέχονται καθόλου τὰ ἄρθρα, τὸ δὲ τῆς κλητικῆς ὦ τὸ ψιλὸν ἔχει πνεῦμα, ὅπερ οὐκ ἔστιν ἄρθρου, καὶ τόνον τὴν περισπω‐ μένην· ψιλούμενον οὖν καὶ περισπώμενον οὐκ ἔστιν ἄρθρον, ἀλλὰ κλητικὸν ἐπίρρημα, καίπερ τοῖς προτακτικοῖς συντεταγμένον. Τέταρτον δὲ ὅτι τὰ μὲν ἄρθρα διακρί‐
30νουσι τὰ γένη καὶ τοὺς ἀριθμούς, τὸ δὲ τῆς κλητικῆς ὦ οὔτε γένος οὔτ’ ἀριθμὸν διακρίνει, ἀλλὰ τὸ αὐτό ἐστιν ἐν τοῖς τρισί. Πέμπτον δὲ ὅτι πᾶν ἄρθρον τρίτου προσώπου ἐστὶ καὶ οὐχὶ δευτέρου, τὸ δὲ τῆς κλητικῆς 〈ὦ〉 δεύτερον πρόσωπον δια‐ κρίνει καὶ σημαίνει. Ἕκτον ὅτι πᾶσα κλητικὴ τὸν ἴσον χρόνον θέλει ἔχειν τῇ ἰδίᾳ εὐθείᾳ ἢ ἐλάττονα, οὐδέποτε δὲ μείζονα· μείζονα γοῦν ἔχον χρόνον τὸ ὦ τῆς κλη‐
35τικῆς τῆς εὐθείας οὐκ ἔστιν ἄρθρον, ἀλλ’ ἐπίρρημα. Δέον εἰδέναι ὅτι τὰ προτακτικὰ ἄρθρα ὀνόμασιν ἁρμόζεται καὶ συν‐ αρτᾶται, τὰ δὲ ὑποτακτικὰ ῥήματα ζητεῖ οἷς συναρτηθήσεται, οἷον 〈ubi?〉 «τὸ βῆμα ὃ ζητῶ τῆς πόλεώς ἐστιν ἧς εἰμι ἐγώ», «τῷ πολίτῃ ζητούμενον ᾧ συνέστη», «τὴν πόλιν ἣν φιλεῖ», καὶ «τῷ λέγειν σῴζειν ἐθέλοντες οἱ
40Ἀθηναῖοι οἳ δοθήσεσθε δότε», «τῶν σωτηρίων ὑμῶν ἐγὼ φροντιστὴς ὧν οὐδὲν ἐμοί», «τοῖς πολίταις χαρίζομαι οἷς ἐθέλω συνεῖναι μεθ’ ἡδο‐
νῆς», «τοὺς Ἀθηναίους ζητῶ σῴζεσθαι οὓς διδάσκει λόγος συναχθῆναι420

422

χεῖρα κινεῖν»· ὅρα καὶ σκόπει, πῶς ἐν παντὶ τῷ παρόντι λόγῳ τὰ προ‐ τακτικὰ ἄρθρα συνήρτηνται τοῖς ὀνόμασι, τὰ δὲ ὑποτακτικὰ οἷς ζητοῦσι συνήρτηνται ῥήμασι, καὶ πᾶσι προσσχὼν τοῦτον 〈ἂν〉 εὕροις τὸν λόγον. Σημείωσαι ὅτι τὰ ὑποτακτικὰ ἄρθρα ποτὲ καὶ ἀντωνυμίαν σημαί‐
5νουσι, ναὶ μὴν καὶ τὰ προτακτικὰ στερούμενα τῶν ὑποτεταγμένων αὐτοῖς ὀνομάτων 〈καὶ〉 καθ’ ἑαυτὰ ἐκφερόμενα σφοδρότερον καὶ ἐκφωνοῦνται καὶ εἰς ἀντωνυμικὴν σημασίαν τρέπονται, μήτε τὰ προτακτικὰ ὀνόμασι συναρτώμενα, μήτε τὰ ὑποτακτικὰ ῥήμασιν. Ἰστέον ὅτι ἡνίκα τὸ ἄρθρον ἀποβάλῃ τὴν πρὸς τὰ πτωτικὰ συνάρ‐
10τησιν, ἀντωνυμία γίνεται, οἷον 〈Α 12〉 ὁ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν καὶ 〈Ε 292〉 τοῦ δ’ ἀπὸ μὲν γλῶσσαν 〈πρυμνὴν〉 τάμε χαλκός, καὶ 〈Ε 603〉 τῷ δ’ αἰεὶ πάρα εἷς γε θεῶν· ἐν τούτοις γὰρ 〈οὐ〉 συναρτώμενόν τινι πτωτικῷ ἀντὶ ἀντωνυμίας λαμβάνεται. Πόθεν γίνεται τὸ ὁ ἄρθρον προτακτικὸν ἑνικὸν τῶν ἀρσενικῶν ὀνομάτων; Ἐκ
15τοῦ τός ἀρσενικοῦ Δωρικοῦ, καὶ ἵνα μὴ συνεμπέσῃ τῇ τός Δωρικῇ ἀντωνυμίᾳ, ἀπο‐ βολῇ τοῦ τ γέγονεν ὅς· καὶ ἵνα μὴ συνεμπέσῃ τῷ ὅς ἀντωνυμικῷ ὑποτακτικῷ ἄρ‐ θρῳ, ἀποβολῇ τοῦ ς γίνεται ὁ. Πόθεν γίνεται τὸ τοῦ ἄρθρον; Ἐκ τοῦ τός ἀρσενι‐ κοῦ Δωρικοῦ γίνεται ἡ γενικὴ τοῦ. Πόθεν γίνεται τὸ τῷ ἄρθρον; Ἐκ τοῦ τός ἀρσενικοῦ Δωρικοῦ, οὗ ἡ γενικὴ τοῦ, καὶ ἡ δοτικὴ τῷ, καὶ ἡ αἰτιατικὴ τόν· καὶ ἐκ
20τοῦ τοῦ ἀφαιρέσει τοῦ τ γίνεται οὗ, καὶ ἡ δοτικὴ ᾧ, καὶ ἡ αἰτιατικὴ ὅν, ἅτινά εἰσιν ὑποτακτικὰ ἄρθρα· ὡσαύτως καὶ τὰ δυϊκὰ καὶ τὰ πληθυντικά. —Πόθεν γίνεται τὸ ἡ θηλυκὸν ἄρθρον εὐθείας τῶν ἑνικῶν; Ἀπὸ τοῦ τός ἀρσενικοῦ Δωρικοῦ γέγονε τὸ θηλυκὸν τή, καὶ ἀφαιρέσει τοῦ τ ἡ· καὶ δασύνεται· τὰ γὰρ κατὰ ἀφαίρεσιν ψιλοῦ δασύνεται· ὡσαύτως καὶ τὸ τῆς καὶ τὸ τῇ καὶ 〈τὸ〉 τήν, ἅπερ κατὰ ἀφαίρεσιν τοῦ
25τ γίνεται ἥ ἧς ᾗ ἥν ὑποτακτικὰ ἑνικὰ θηλυκὰ ἄρθρα· ὡσαύτως καὶ τὰ δυϊκὰ καὶ τὰ πληθυντικά. —Πόθεν γίνεται τὸ τό ἄρθρον τῶν οὐδετέρων ὀνομάτων τοῦ ἑνι‐ κοῦ ἀριθμοῦ; Ἐκ τοῦ τός ἀρσενικοῦ Δωρικοῦ ἀποβολῇ τοῦ ς γίνεται τό, ἀφ’ οὗ καὶ τἆλλα. —Πόσα ἄρθρα ὑποτακτικὰ τῶν ἀρσενικῶν ὀνομάτων; Δέκα· ἑνικὰ μὲν ὅς οὗ ᾧ ὅν, δυϊκὰ δὲ ὥ οἷν, πληθυντικὰ δὲ οἵ ὧν οἷς οὕς. Καὶ διὰ τί εἰσι δέκα; Διότι
30κλητικὰς οὐκ ἔχουσι. Καὶ διὰ τί οὐκ ἔχουσιν; Ἐπειδὴ οὐδεὶς τὸν ἀπόντα καλεῖ. — Τί διαφέρει τὰ προτακτικὰ τῶν ὑποτακτικῶν; Ὅτι τὰ μὲν προτακτικὰ ἢ πνεύματα ἢ τόνους ἐπιδέχονται, τὰ δὲ ὑποτακτικὰ καὶ πνεύματα καὶ τόνους. Καὶ ταῦτα μὲν περὶ ἄρθρου· φέρε δὴ εἴπωμεν καὶ περὶ ἀντωνυμίας.
34t§ 17 (21 et 22b).
35tΠερὶ ἀντωνυμίας.
36Εὐλόγως τέτακται μετὰ τὸ ἄρθρον etc. = Σh 76, 30—77, 16. Καὶ ἐλύθη τὸ ἀδύνατον τὸ «Γεώργιος ἐποίησα» καὶ «Γεώργιος ἐποί‐
ησας», ὥσπερ καὶ ἡ μετοχὴ ἀνθυπεισῆλθεν ἀντὶ ῥήματος· βουλομένων421

423

γὰρ ἡμῶν κλῖναι τὰ ῥήματα μετὰ τῶν ὀνομάτων καὶ μὴ δυναμένων, εὐθέως ἐπεισέρχεται ἡ μετοχὴ χαριζομένη τοῖς ῥήμασι πτώσεις, οἷον «Θέωνος τύπτοντος, Θέωνι τύπτοντι», καὶ οὐ λέγομεν «Θέωνος τύπτει» ἢ «Θέωνι τύπτει», ὅπερ ἀδύνατον.
5Ἀντωνυμία ἐστὶ λέξις etc. = Σh 77, 17—20 et 24—26. Ζητοῦσι δέ τινες εὐλόγως παραβαλλόμενοι etc. = Σv 258, 31 —259, 23. Ἰστέον ὅτι ἀντωνυμία καλεῖται αὐτὸ etc. = Σh 77, 21—23 et 77, 27—78, 10.
10Ἰστέον δὲ ὅτι τοῦτο μόνον etc. = Σv 259, 24—29. Ἰστέον ὅτι ἡ ἀντωνυμία τὴν χρείαν ἀποπληροῖ τοῦ ὀνόματος· τὸ γὰρ ἐγώ εἰπὼν οὐ χρῄζω προσθεῖναι καὶ τὸ ὄνομα· καὶ ἑκάστη δὲ λέξις τῆς ἀντωνυμίας ἐξαρκεῖ, καὶ μὴ προστιθεμένου τοῦ ὀνόματος, σημαίνειν τὸ τίς. Καὶ τῷ ἐκεῖνος πάλιν, ἐὰν μὲν ἀπῇ, τότε προστίθημι τὸ ὄνομα,
15ἐὰν δὲ παρῇ, καὶ ἄνευ τοῦ ὀνόματος δηλῶ τὸ πρόσωπον τὸ ὡρισμένον. Πάλιν δὲ ἰστέον ὅτι τῶν ἀντωνυμιῶν etc. = Σv 261, 1—13; 260, 21—24; 261, 14—26; 260, 25—29; 260, 4—11. Πρόσωπα τῶν πρωτοτύπων ἀντωνυμιῶν. —Προειρήκαμεν ἤδη etc. = Σh 78, 27—31 (ῥήματος); 79, 25—80, 25 (πτώσεις); 81, 9—13;
2081, 35—82, 5; 82, 15—24; 83, 2—10. Ζητητέον δὲ διὰ τί αἱ ἀντωνυμίαι etc. = Σv 262, 4—11. Ἰστέον ὅτι ἡ σφωΐν etc. = Σh 84, 3—6 et 14 seq; 86, 1—15 (ἕ). Γένη τῶν μὲν πρωτοτύπων ἀντωνυμιῶν διὰ μὲν τῆς φω‐ νῆς οὐ διακρίνεται.] Καλῶς οὖν εἶπεν, ὅτι διὰ μὲν τῆς φωνῆς οὐ
25διακρίνεται τὰ γένη ἐν ταῖς πρωτοτύποις ἀντωνυμίαις· τὸ γὰρ ἐγώ σύ ἐμοῦ καὶ σοῦ ἐπὶ τῶν τριῶν γενῶν λέγεται. Μόναι δὲ αἱ παράγωγοι διὰ τῆς φωνῆς μόνης σημαίνουσι τὸ γένος καθ’ ἑκάστην πτῶσιν· λέγω γὰρ τὸ μὲν ἀρσενικὸν ὁ ἐμός, τὸ δὲ θηλυκὸν ἡ ἐμή, τὸ δὲ οὐδέτερον τὸ ἐμόν. [Ἰστέον δὲ ὅτι ἡ κλητικὴ οὐχ εὕρηται οὔτε ἐπὶ τῆς σός ἀν‐
30τωνυμίας οὔτε ἐπὶ τῆς ὅς.] Ὡσαύτως καὶ ἐπὶ τοῦ τρίτου προσώπου [τοῦ ὅς] τὰ τρία γένη δηλοῦται καθ’ ἑκάστην πτῶσιν, εὐθεῖαν μὲν ὁ
ἐκεῖνος ἡ ἐκείνη τὸ ἐκεῖνο, γενικὴν δὲ τοῦ ἐκείνου τῆς ἐκείνης τοῦ422

424

ἐκείνου, δοτικὴν δὲ τῷ ἐκείνῳ τῇ ἐκείνῃ τῷ ἐκείνῳ, αἰτιατικὴν δὲ τὸν ἐκεῖνον τὴν ἐκείνην τὸ ἐκεῖνο, κλητικὴν δὲ ὦ ἐκεῖνε ὦ ἐκείνη ὦ ἐκεῖνο. Τῶν δὲ παραγώγων.] Ἀπὸ κοινοῦ etc. = Σh 86, 19—87, 13. Παρέπεται δὲ τῇ ἀντωνυμίᾳ ἕξ, γένη, εἴδη, σχήματα,
5ἀριθμο, πρόσωπα, πτώσεις.] Ὅσα παρέπεται τῷ ὀνόματι παρέπε‐ ται καὶ τῇ ἀντωνυμίᾳ, πλεονάζοντος τοῦ προσώπου· διὰ τοῦτο γὰρ ἀντὶ ὀνόματος τάσσεται ἡ ἀντωνυμία, ἵνα πληρώσῃ ἀντὶ ὀνόματος πρῶτον καὶ δεύτερον πρόσωπον, καθὸ οὐ λέγομεν «Θέων τύπτω» ἢ «Θέων τύ‐ πτεις», ἀλλ’ «ἐγὼ τύπτω, σὺ τύπτεις»· τὰ δὲ ὀνόματα τρίτου εἰσὶ προ‐
10σώπου. Πρόσωπα πρωτοτύπων μὲν ἐγώ σύ ἵ.] Τῶν ἀντωνυμιῶν εἰς δύο διαιρουμένων etc. = Σh 78, 19—79, 20; 86, 1—18. Τῶν δὲ παραγώγων, οἷον ὁ ἐμός, ἡ ἐμ, τὸ ἐμόν.] Τῶν παραγώγων τὰ γένη διὰ τῆς φωνῆς διακρίνεται, ὁ ἐμός, ἡ ἐμή, τὸ ἐμόν,
15τῶν δὲ πρωτοτύπων διὰ τῆς δείξεως, καὶ οὐ διὰ τῆς φωνῆς. Ἰστέον δὲ ὅτι τὸ μὲν πρόσωπον ἐν τῷ ῥήματι τὸ τέλος κινεῖ, ἐνταῦθα δὲ τὴν ἀρχήν, ἐπειδὴ ἡ ἀντωνυμία δύο κλίσεις ἀναδεξαμένη, τὴν μὲν κατὰ πτῶσιν, τὴν δὲ κατὰ πρόσωπον, τὸ μὲν πρόσωπον κινούμενον ἐν τῇ ἀρχῇ δείκνυσι, τὴν δὲ πτῶσιν ἐν τῷ τέλει, διὸ καὶ τὸ ῥῆμα τὴν μὲν
20ἀρχὴν ἀπένειμε τοῖς χρόνοις, τὸ δὲ τέλος τοῖς προσώποις (cfr Σh 87, 4—13). Ἀριθμοὶ πρωτοτύπων etc. = excerpta ex Σh 87, 14—26. Ζητεῖται δὲ διὰ τί ἡ ἐμοί καὶ σοί ὀξύνεται, ἡ δὲ οἷ περισπᾶται· ἔδει γὰρ πάσας περισπᾶσθαι ὡς δοτικάς. Καὶ λέγομεν ὅτι διὰ τὸ 〈μὴ〉
25ἐν παντὶ τὴν ἀκολουθίαν [αὐτῶν] ὑπάρχειν τῶν πρωτοτύπων· εἰσὶ δὲ καὶ ἀνακόλουθοι πρὸς ἀλλήλας αἱ πρωτότυποι ἀντωνυμίαι κατὰ πάσας τὰς πτώσεις. Ποία γὰρ ἀκολουθία ἀπὸ τῆς ἐγώ εὐθείας τῇ ἐμοῦ γενικῇ χρῆσθαι, ἢ ἀπὸ τῆς ἐμοῦ τῇ ἐμοί δοτικῇ; πᾶσα γὰρ εἰς τὴν ου λήγουσα γενικὴν τὴν δοτικὴν ἔχει ἢ εἰς ἢ εἰς ἢ εἰς λήγουσαν, οἷον Γεωρ‐
30γίου Γεωργίῳ, Ἀτρείδου Ἀτρείδῃ, Γοργίου Γοργίᾳ· ἀσύμφωνον οὖν τὸ ἐμοί εἰς οὐδὲν τούτων καταλῆγον. Καὶ 〈ἡ〉 αἰτιατικὴ πάλιν ἡ ἐμέ ἀνα‐ κόλουθος τῇ δοτικῇ, ἐπειδὴ 〈ἡ δοτικὴ〉 εἰς οι λήγουσα τὴν αἰτιατικὴν ἔχει εἰς ε λήγουσαν. Πτώσεις δὲ πρωτοτύπων etc. = Σh 87, 27—88, 2 (καλεῖ).
35Γενικῆς ἐμοῦ σοῦ οὗ. —Ἐπειδὴ etc. = Σv 264, 16—25. Ἰστέον δὲ ὅτι κλητικὴν οὐκ ἔχει etc. = Σh 87, 33—88, 7. Ἐπειδὴ ἡ κλητικὴ πρὸς δεύτερον πρόσωπον ποιεῖται τὸν λόγον,
ἀναγκαίως δεύτερον πρόσωπον ἔσχηκεν ....423

425

... Ὅτι δὲ οὔτε λόγου ἔχεται, ἀναλόγησαι τὸ [τῷ] ἑκάστῳ ἴδιον, φημὶ τῷ τε ἄρθρῳ καὶ τῇ ἀντωνυμίᾳ, καὶ εὑρήσεις ἐναντίον· τὸ μὲν γὰρ ἀνάμνησιν ἀπόντος προσώπου καὶ προεγνωσμένου, τουτέστι δευτέ‐ ραν ἐπαγγέλλεται γνῶσιν, ἡ δὲ ἀντωνυμία δεῖξιν· ἐναντίον οὖν ἡ ἀνα‐
5φορὰ τῇ δείξει. Πῶς οὖν ἐνδέχεται δύο ἐναντία ἐν ταὐτῷ γενέσθαι; (cfr Σv 267, 31—268, 1). Παραγώγων δὲ ὀρθῆς ἐμός etc. = Σh 88, 8—19. Ζητεῖται δὲ πῶς ποτὲ μὲν πρωτότυπον λέγει τὴν ἐμοῦ ἀντωνυ‐ μίαν καὶ τὴν σοῦ καὶ τὴν οὗ, ποτὲ δὲ παράγωγον. Πρὸς δὴ τοῦτο
10ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι αἱ γενικαὶ συνεμπίπτουσιν ἀλλήλαις· καὶ ὅτε μὲν πρωτότυπός ἐστιν ἡ ἐμοῦ, ἀσύναρθρός ἐστιν, οἷον «ἐμοῦ ἀπαντήσαντος εἰς διδασκάλου», ὅτε δὲ παράγωγος, τότε σύναρθρός ἐστιν, ὡς ὅταν λέ‐ γωμεν «τοῦ ἐμοῦ παιδός, τοῦ ἐμοῦ βιβλίου» καὶ τὰ ὅμοια. Σχήματα δύο etc. = excerpta ex Σh 88, 20—90, 7.
15Σχήματα δύο.] Ἰστέον ὡς οὐδέποτε ἀντωνυμία μετὰ ἄλλου μέ‐ ρους λόγου συντίθεται, εἰ μὴ μεθ’ ἑαυτῆς, πλὴν τῆς αὐτός· αὕτη γὰρ συνετέθη μετὰ ἄλλων μερῶν λόγου, οἷον αὐτόσσυτος αὐτόματος αὐτοδί‐ δακτος (cfr Σv 266, 20—22). Ἰστέον δὲ καὶ τοῦτο, ὅτι αἱ σύνθετοι etc. = Σv 266, 4—13.
20Αἱ σύνθετοι κλητικὰς οὐκ ἔχουσιν, ἐπεὶ ἀπὸ τῆς αὐτός σύγκεινται μὴ ἐχούσης κλητικάς. Εἴδη δέ, ὅτι αἱ μέν εἰσι etc. = excerpta ex Σh 90, 8—91, 11. Δεῖ δὲ εἰδέναι, ὅτι σύναρθροι etc. = Σv 267, 32—268, 1.
24t§ 18 (23b).
25tΠερὶ προθέσεως.
26Διὰ τί προετάγη τοῦ ἐπιρρήματος ἡ πρόθεσις; Ὅτι etc. = Σh 91, 15—22. Ἴδιον δέ φασιν εἶναι τῆς προθέσεως τὸ ὀξύνεσθαι καὶ βραχυκατα‐ ληκτεῖν· εἰ δέ τις παραιτήσαιτο τὴν εἴς πρόθεσιν καὶ τὴν ἔξ ὡς μακρο‐
30καταλήκτους, γινωσκέτω ὅτι ἡ ἔς ἀναλογωτέρα ἐστί, προσθήκην δὲ ὑπο‐
μείνασα τοῦ ι οὐδὲν πλέον πέπονθεν ἔξωθεν· ἔθος δὲ ταῖς προθέσεσι424

426

πλεονάζειν τὸ ι. Ἡ δὲ ἔκ ἀναλογωτέρα μᾶλλον ἡ εἰς κ λήγουσα, ὥσπερ ἐν τῷ ἐκβαίνω· ἀλλ’ ἐπειδὴ λόγος ἦν ὁ κωλύων λέξιν Ἑλληνικὴν εἰς ἄφωνον καταλήγειν, αὕτη εἰς ξ καταλήγει· πρὸς δὲ τὰς συντάξεις δείξει ἑαυτοῦ τὸ γνήσιον τῆς γραφῆς· εἰ μὲν γὰρ ἀπὸ συμφώνου ἄρχοιτο ἡ
5ἐπιφερομένη λέξις, τότε 〈ἔχει〉 τὸ κ, εἰ δὲ ἀπὸ φωνήεντος, τὸ ξ· οὕτω βραχυκαταληκτεῖν πέφυκεν ἡ πρόθεσις. Ἰστέον ὅτι πᾶσα πρόθεσις etc. = Σv 269, 13—18. Πᾶσα δὲ πρόθεσις καθ’ ἑαυτὴν etc. = Σv 270, 5—7. Πρόθεσίς ἐστι λέξις· λείπει etc. = Σh 91, 24—92, 11; 92, 31
10—93, 6. Καὶ ἔστιν εἰπεῖν, ὅτι εἰσὶ μὲν etc. = Σv 269, 18—29. Πόσα παρέπεται τῇ προθέσει; Πέντε· τὸ ὀξύνεσθαι, τὸ ψιλοῦσθαι, τὸ βραχυ‐ καταληκτεῖν, τὸ μέχρι τῆς δισυλλαβίας αὔξεσθαι καὶ τὸ διὰ ψιλοῦ συμφώνου ἐκφέ‐ ρεσθαι. Πῶς τὸ ὀξύνεσθαι; Πᾶσα πρόθεσις ὀξύνεσθαι θέλει, εἰ μή πω κατὰ ἀνα‐
15στροφὴν βαρυνθῇ, πλὴν τῆς εἰς καὶ ἐξ· βαρύνεται δὲ καὶ ἐν τῇ συμφράσει. Πῶς τὸ ψιλοῦσθαι; Πᾶσα πρόθεσις ἀπὸ φωνήεντος ἀρχομένη ψιλοῦται, πλὴν τῆς ὑπό καὶ ὑπέρ· τὸ γὰρ υ πάσης λέξεως ἄρχον δασύνεται, πλὴν τοῦ ὔμμε καὶ ὔμμες Αἰολικοῦ. Πῶς τὸ βραχυκαταληκτεῖν; Πᾶσα πρόθεσις βραχυκαταληκτεῖ, πλὴν τῆς εἰς καὶ ἐξ. Πῶς τὸ μέχρι τῆς δισυλλαβίας αὔξεσθαι; Διότι πᾶσα πρόθεσις ἢ μονοσύλλαβος θέλει
20εἶναι ἢ δισύλλαβος, οὐδέποτε δὲ ὑπερβαίνειν θέλει τὴν δισυλλαβίαν. Πῶς τὸ διὰ ψιλοῦ συμφώνου ἐκφέρεσθαι; Πᾶσα πρόθεσις διὰ ψιλοῦ συμφώνου θέλει ἐκφέρεσθαι, πλὴν τῆς ἀμφί. Εἰσὶ δὲ αἱ προθέσεις ἅπασαι etc. = Σh 93, 10—23 et 93, 31 —94, 20.
25Δισύλλαβοι δὲ δυοκαίδεκα, ἀνά κατά διά μετά παρά ἀντί ἐπί περί ἀμφί ἀπό ὑπό ὑπέρ.] Αἱ τριχρονοῦσαι τῶν προθέσεων οὐκ ἀναστρέφονται ἢ κατὰ θέσιν ἰδίαν ἢ κατὰ παρείσοδον πάθους· καὶ κατὰ θέσιν μὲν 〈ἰδίαν〉, ὡς ἀντί ἀμφί, κατὰ παρείσοδον δὲ πάθους, ὡς ἡ ὑπείρ καταί παραί· αἱ δὲ διχρονοῦσαι ἀναστροφὴν ὑπομένουσι. Πᾶσαι
30δὲ αἱ μονοσύλλαβοι εἰς σύμφωνον καταλήγουσι, χωρὶς τῆς πρό, καὶ πᾶσαι αἱ δισύλλαβοι εἰς φωνῆεν, χωρὶς τῆς ὑπέρ. Δισύλλαβοι δὲ δύο καὶ δέκα.] Αἱ δώδεκα δισύλλαβοι ποτὲ 〈μὲν〉 προτάσσονται, ποτὲ δὲ οὐ προτάσσονται· προτάσσονται μέν, ὡς ὅτε λέγο‐ μεν «ἐπὶ πολλῶν»· ἐνταῦθα ἡ ἐπί προτέτακται· ὑποτάσσονται δέ, ὡς
35παρ’ Ὁμήρῳ 〈Α 162〉 ᾧ ἔπι πόλλ’ ἐμόγησα, ἀντὶ τοῦ «ἐφ’ ᾧ», καὶ 〈ex. gr. Η 301〉 ἔριδος πέρι θυμοβόροιο, ἀντὶ τοῦ «περὶ ἔριδος»· καὶ ἑκά‐ στην δὲ τῶν δισυλλάβων προθέσεων εὑρήσομεν ἐπὶ 〈τῆσ〉 αὐτῆς χρήσεως
ποτὲ 〈μὲν〉 ἀναστρεφομένην, ποτὲ 〈δὲ〉 οὔ. Καὶ ταῦτα μέντοι περὶ τῶν425

427

δισυλλάβων προθέσεων. Ἐπισημαίνεσθαι δὲ δεῖ, ὅτι εἴ ποτε ἀναστρέφον‐ ται, πάντως ἀναπέμπονται. Τίνες δέ εἰσιν αὗται; Ἀνά κατά διά 〈μετά παρά ἀντί ἐπί περί ἀμφί ἀπό ὑπό ὑπέρ〉. Καθολικῶς χρὴ λέγειν, ὅτι αἱ τριχρον. etc. = Σh 94, 21—95, 3.
5Διὰ τί πάντων τῶν τοῦ λόγου μερῶν προτίθεται ἡ πρόθεσις; Διὰ τὴν ἐνυ‐ πάρχουσαν αὐτῇ ἀσθένειαν· ὥσπερ γὰρ ὁ ἄρρωστος ὁ μὴ δυνάμενος περιπατῆσαι ὑπὸ ἄλλων βασταζόμενος ἐκφέρεται, οὕτω καὶ ἡ πρόθεσις ἀσθενεστάτη οὖσα πάντων τῶν τοῦ λόγου μερῶν ὑπὸ ἄλλων λέξεων βασταζομένη ἐκφέρεται (cfr Σh 94, 9—13).
9t§ 19 (24b).
10tΠερὶ ἐπιρρήματος.
11Τί ἐστιν ἐπίρρημα; Μέρος λόγου ἄκλιτον ἤτοι ἀκίνητον καὶ ἀμετάπτωτον, καὶ τοσοῦτον ὅτι καὶ τὰ ὀνόματα ἐπιρρηματικὴν ἀναδεχόμενα σύνταξιν ἄπτωτα μένει. — Καὶ ἄλλως. Τί ἐστιν ἐπίρρημα; Λέξις ἄκλιτος κατηγοροῦσα τῶν ῥηματικῶν ἐγκλί‐ σεων. —Ἄλλως· λέξις ἄκλιτος κατὰ ῥήματος λεγομένη ἢ ἐπιλεγομένη ῥήματι. Τί
15ἐστι «κατὰ ῥήματος λεγόμενον ἢ ἐπιλεγόμενον ῥήματι»; Τὸ πρότερον τοῦ ῥήματος εἰπεῖν τὸ ἐπίρρημα, οἷον «καλῶς ἔγραφον», ἢ τὸ ῥῆμα πρότερον τοῦ ἐπιρρήματος, οἷον «γράψω καλῶς». Διὰ τί λέγεται ἐπίρρημα; Διότι προτάσσεται τῷ ῥήματι καὶ ὑποτάσσεται· προτάσσεται μὲν γὰρ ἐν τῷ «καλῶς ἦλθες», ὑποτάσσεται δὲ ὡς ἐν τῷ «ἦλθες καλῶς». Πόσα παρέπεται τῷ ἐπιρρήματι; Τρία· εἶδος ἤτοι χαρακτήρ, σχῆμα
20καὶ τρόπος ἤτοι δύναμις. Ἰστέον ὅτι διὰ τοῦτο προετάγη ἡ πρόθεσις τοῦ ἐπιρρήματος, ὅτι ὀνόμασι συντίθεται ἢ παρατίθεται, τὸ δὲ ἐπίρρημα ῥήμασι συναρτᾶται, διὸ καὶ οὕτως ὠνομάσθη. Ἐκλήθη δὲ ἐπίρρημα ἤτοι ὅτι κατὰ ῥήματος λέγεται ἢ ἐπιλέγεται ῥήματι· ἔστι δὲ τὸ κατὰ ῥήματος λεγόμενον τὸ
25πρότερον εἰπεῖν τὸ ἐπίρρημα, εἶθ’ οὕτως τὸ ῥῆμα, ὡς τὸ «πάλαι ἔτυ‐ πτον»· τὸ μὲν γὰρ πάλαι ἐπίρρημα, τὸ δὲ ἔτυπτον ῥῆμα, καὶ τοῦτό ἐστι τὸ κατὰ ῥήματος λεγόμενον ἐπίρρημα· τὸ δὲ ἐπιλεγόμενον ῥήματι, ὅταν πρότερον ὀνομάσας τὸ ῥῆμα ὕστερον ἐπαγάγω τὸ ἐπίρρημα. Ἰστέον δὲ ὅτι τὸ ἐπίρρημα etc. = Σv 272, 4—12 et 16—31.
30Πόσα σχήματα τῶν ἐπιρρημάτων; Δύο, ἁπλοῦν καὶ σύνθετον· ἁπλοῦν μέν, οἷον πάλαι τότε αὖθις καλῶς σοφῶς ἄνω οὔ μή ἑξῆς ἄγαν καὶ ἕτερα, σύνθετον δέ, οἷον πρόπαλαι ἔκτοτε ἐξαῦθις παγκάλως θεοσόφως ὑπεράνω οὐδῆτα μηδῆτα ἐφεξῆς
ὑπεράγαν καὶ ἄλλα. Πόσα εἴδη τῶν ἐπιρρημάτων; Δύο, πρωτότυπον καὶ παράγω‐426

428

γον· πρωτότυπον μέν, οἷον ναί, παράγωγον δέ, 〈οἷον〉 ἑλληνιστί ῥωμαϊστί δωριστί, ἐπεὶ ἐκ τοῦ ἑλληνίζω καὶ ῥωμαΐζω καὶ δωρίζω γέγονεν. Ἔστι δὲ τῶν ἐπιρρημάτων τὰ μὲν πρωτότυπα, τὰ δὲ παράγωγα, ἅπερ τὴν ἐξ ἑτέρων παραγωγὴν ἀναδέδεκται· τὸ μὲν γὰρ ναί ἢ οὔ ἤ τι
5τῶν τοιούτων οὐκ ἔχεται ἑτέρας ἀφορμῆς ἀφ’ ἧς παραγέγονε, τὸ δὲ ἑλληνιστί ἢ δωριστί ἔχει προϋφεστῶτα 〈τὸ〉 ἑλληνίζω καὶ δωρίζω. Καὶ τὰ μὲν παράγωγα ἢ ἀπὸ ἐπιρρημάτων, ὡς ἐγγύς ἐγγυτέρω, ἢ ἐξ ὀνό‐ ματος, ὡς τὸ βοτρυδόν, ἢ ἀπὸ ῥήματος, ὡς κλέβδην αἰολιστί ἀπὸ τοῦ κλέπτω καὶ αἰολίζω ἐστίν, ἢ ἀπὸ μετοχῆς, ὡς τὸ ἐπισταμένως, ἢ ἐξ
10ἀντωνυμίας, ὡς τὸ οὕτως, ἢ ἐκ προθέσεως, οἷον ἔξω ἔσω. Ἔστι δὲ ὅτε καὶ ὀνοματικὴ κατάληξις σύνταξιν ἐπιρρηματικὴν ἀναδεξαμένη [καὶ] ἐπίρ‐ ρημα καλεῖται, ὡς τὸ «ταχὺ ἐλθέ» 〈ἀντὶ τοῦ ταχέωσ〉, «καλὰ ποίησον» ἀντὶ τοῦ καλῶς· ἄπειρος δὲ ἡ εἰς τοῦτο παράθεσις· καὶ ἔστιν ἀναλογία ἐν τούτοις κεχωρισμένη τῆς τῶν ἐπιρρημάτων φωνῆς. Ὄνομα δὲ μετα‐
15τιθέμενον εἰς σύνταξιν ἐπιρρηματικὴν ἄκλιτον. Εἶπε τὸ ἐπίρρημα μέρος λόγου οὕτως ἄκλιτον, 〈ὅτι καὶ〉 ἐπάν τι κλιτικὸν etc. = Σv 273, 2—9. Ἢ ἐπιλεγόμενον ῥήματι.] Ζητεῖται εἰ καὶ πρὸ ῥήματος καὶ μετὰ ῥῆμα εὑρίσκεται τὸ ἐπίρρημα, πῶς ἐκ τῆς μιᾶς τάξεως κέκληται
20ἐπίρρημα, καὶ οὐκ ἔστιν ὑπόρρημα. Φαμὲν οὖν ὅτι καὶ ἡ αὐτός 〈ἀντω‐ νυμία〉 ἐπιταγματικὴ καλεῖται, καίτοι πολλάκις ὑποτασσομένη· ἄλλως τε ἡ φύσει σύνταξις, ἀφ’ ἧς καὶ κέκληται, ἐν προταγῇ ἐστιν· ἐπίθετα γὰρ τῶν ῥημάτων τὰ ἐπιρρήματα· ὡς οὖν τὰ ἐπιθετικὰ τῶν ὀνομάτων προ‐ τίθεται, οἷον «λευκὸς ἵππος ἔδραμεν», οὕτω δὴ καὶ τὰ ἐπιρρήματα προ‐
25τίθεται τῶν ῥημάτων. Ἰστέον δὲ ὅτι ἔστιν ἁπλᾶ καὶ σύνθετα τῶν ἐπιρρημάτων· σχηματί‐ ζονται γὰρ οὕτω· «τὰ μὲν ἁπλᾶ, ὡς πάλαι, τὰ δὲ σύνθετα, ὡς πρόπαλαι». Τὰ μὲν ἁπλᾶ ἐστι ταῦτα, πάλαι τότε αὖθις αὔριον καλῶς σοφῶς ἄνω οὔ μή ἑξῆς ἄγαν καὶ τὰ ὅμοια, τὰ δὲ σύνθετα πρόπαλαι ἔκτοτε ἐξαῦθις
30μεταύριον παγκάλως πανσόφως ὑπεράνω οὐδῆτα μηδῆτα ἐφεξῆς ὑπερά‐ γαν καὶ τὰ ὅμοια. Ἔστι δὲ καὶ παρασύνθετα ἀπὸ ὀνομάτων συνθέτων παρηγμένα, οἷον πάγκαλος πάγκαλοι παγκάλων παγκάλως, ἃ καὶ τῶν γενικῶν τὸν τόνον τηρεῖ, ἀψευδῶς ἐπεὶ ἀψευδῶν, ἀσέμνως ἐπεὶ ἀσέμνων. Ἰστέον δὲ ὅτι καὶ εἴδη παρέπεται etc. = Σh 96, 22—32.
35Κατὰ πόσους τρόπους γίνονται τὰ ἐπιρρήματα; Κατὰ εἰκοσιέξ· ἢ γὰρ χρόνου
δηλωτικά εἰσιν, ἢ ἀριθμοῦ, ἢ μεσότητος, ἢ τόπον δηλοῦσιν, ἢ εὐχῆς εἰσι σημαντικά,427

429

ἢ σχετλιασμοῦ, ἢ ἀρνήσεως τῆς καὶ ἀποφάσεως καλουμένης, ἢ συγκαταθέσεως, ἢ ἀπαγορεύσεως, ἢ παραβολῆς τῆς καὶ ὁμοιώσεως, ἢ ποιότητος, ἢ ποσότητος, ἢ θαυ‐ μασμοῦ, ἢ εἰκασμοῦ, ἢ τάξεως, ἢ ἀθροίσεως, ἢ παρακελεύσεως, ἢ συγκρίσεως, ἢ ἐρω‐ τήσεως, ἢ ἐπιτάσεως, ἢ συλλήψεως, ἢ βεβαιώσεως, ἢ θειασμοῦ· εἰσὶ δὲ καὶ τὰ κατω‐
5μοτικὰ καὶ τὰ ἀπωμοτικὰ καὶ τὰ θετικά. Ποῖά εἰσι τὰ χρόνου δηλωτικά; Τὰ δὲ χρόνου δηλωτικά.] Προστιθέναι δεῖ etc. = Σh 96, 33 —97, 17. Οἷον νῦν τότε 〈αὖθις〉.] Ἐπεί, ὡς προείπομεν, οἱ χρόνοι οὗτοι οἱ τρεῖς περιεκτικοί εἰσι πλειόνων καιρῶν, διὰ τοῦτο ὡς γενικοὺς προ‐
10έταξεν αὐτούς· τοὺς δὲ καιροὺς ὑπέταξε τοῖς χρόνοις ὡς μερικούς. Τούτοις δὲ ὡς εἴδη ὑποτακτέον τὰ καιροῦ παραστατικ, οἷον χθές σήμερον αὔριον τόφρα τέως ἕως πηνίκα ἔπειτα ἄψ· τούτων γὰρ ἕκαστον 〈ἐφ’〉 ὡρισμένου λέγεται καιροῦ.] Ἰστέον δὲ ὅτι τὸ ὄφρα καὶ ἕως προηγούμενά εἰσιν ἐν συντάξει λόγου, τὸ δὲ τόφρα
15καὶ τέως ἐπαγόμενα. [Προεγράφη ἄνω ἡ ἑρμηνεία, τὸ «Καὶ ἔστι σαφῶς εἰπεῖν» καὶ τἆλλα εἶτα.] Ἑξῆς οὖν ἐπάγει τὰ καιροῦ παραστατικά, ἅπερ φησὶν ὡς εἴδη ὑποτακτέον τοῖς χρόνοις, οἷον σήμερον αὔριον· τούτων γὰρ ἕκαστον ὡρισμένον τί ἐστι καὶ περιγεγραμμένον. Καὶ τὸ τόφρα ἐπὶ ὡρισμένου καιροῦ λέγεται, ὡς ἐκεῖ 〈Θ 66. ι 56〉 τόφρα μὲν
20ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ· ἐσήμανε γὰρ χρόνον τὸν ἀπὸ πρωῒ ἕως ἕκτης ὥρας· καὶ τὸ τότε ὡρισμένον ἐστί, καὶ 〈τὸ〉 ἦμος δὲ ὡρι‐ σμένον ἐστίν, ὡς ἔχει 〈ex. gr. Α 477〉 ἦμος δ’ ἠριγένεια φάνη ῥο‐ δοδάκτυλος ἠώς, τὸν γὰρ ἑωθινὸν καιρὸν δηλοῖ [σημαίνει δὲ καὶ τὸ ἦμος καιρόν]. Διαφέρει δὲ τὸ ἕως τοῦ τέως καὶ τὸ ὄφρα τοῦ τόφρα,
25ὅτι ὅτε μὲν προηγούμενά ἐστιν ἐν συντάξει λόγου, χωρὶς τοῦ συμφώνου ἐστίν, ὡς τὸ ἕως καὶ τὸ ὄφρα, ὅτε δὲ ἐπάγεται, μετὰ συμφώνου προ‐ φέρεται, ὡς τὸ τέως καὶ τὸ τόφρα· αὕτη αὐτῶν ἐστιν ἡ διαφορὰ μόνη. Τούτοις δὲ ὡς εἴδη ὑποτακτέον.] Ὑποτακτέον etc. = Σh 97, 19—22.
30Καὶ δοκεῖ τι διάφορον εἶναι· οὐ γὰρ ταὐτόν ἐστι χρόνος καὶ και‐ ρός· ἔστι γὰρ διαφορὰ τῶν τε χρόνων καὶ καιροῦ παραστατικῶν ἐπιρ‐ ρημάτων· καὶ τὰ χρονικὰ παράτασιν χρόνου καὶ ἀοριστίαν ἐπαγγέλλον‐ ται, τὰ μέντοι καιρικὰ καιρὸν ὡρισμένον τινὰ παρίστησιν. Ποῖά εἰσι τὰ τῆς μεσότητος; Τὸ καλῶς σοφῶς δυνατῶς. Εἴρηται
35μεσότητος ἐπιρρήματα, παρόσον εἰσὶ μέσα ἀρσενικῶν καὶ θηλυκῶν καὶ οὐδετέρων ὀνομάτων· ἐκ μέσου γὰρ τῆς κλίσεως τῶν ὀνομάτων λαμβά‐ νονται· ἀπὸ γὰρ τῶν τριῶν γενῶν ἐκπίπτει ἡ γενικὴ εἰς ων, οἷον καλοί
καλαί καλά καλῶν καλῶς, φίλοι φίλαι φίλα φίλων φίλως, σοφοί σοφαί428

430

σοφά σοφῶν σοφῶς· καὶ ἀπὸ μὲν τῆς γενέσεως μεσότητος, ἀπὸ δὲ τῆς σημασίας ποιότητος ἐπιρρήματα καλοῦνται. Καὶ χρὴ γινώσκειν, ὡς τὸ τῆς μεσότητος ἐπίρρημα πάντως ἐστὶ καὶ ποιότητος, οὐ μὴν εἴ τι ποιότητος, πάντως καὶ μεσότητος· οἷον ἐὰν
5εἴπω «καλῶς γράφω», τὴν ποιότητα τῆς καλῆς γραφῆς ἐδήλωσα, ἢ 〈ἐὰν εἴπω〉 «σοφῶς λέγω», ὁμοίως τὴν ποιότητα τῆς σοφωτάτης λέξεως ἐδήλωσα. Πάντα δὲ παράγωγα τὰ εἰς ως etc. = Σv 274, 31—275, 2. Δεῖ δὲ πρότερον ἀποβλέπειν etc. = Σv 275, 18—28.
10Ἰστέον δὲ ὅτι τῶν ἐπιρρημάτων ἀπὸ μὲν ὀνόματος πεποίηται καλῶς θύραζε, ἀπὸ δὲ ῥήματος μίγδην κρύβδην ἀναφανδόν συριστί καὶ τὰ ὅμοια, ἀπὸ δὲ ἐπιρρήματος τηνικαῦτα τῆμος τημοῦτος, ἀπὸ δὲ προθέσεως ἄνω κάτω ἔξω. Ποῖά εἰσι τὰ τῆς ποιότητος; Τὸ πύξ λάξ βοτρυδόν ἀγεληδόν
15καὶ τὰ ὅμοια. —Ποιότητος λέγονται etc. = Σh 98, 6—10. Ἰστέον δὲ ὅτι ποιότητός εἰσιν etc. = Σv 275, 30—276, 11. Ποῖά εἰσι τὰ ἀριθμοῦ δηλωτικά; Τὸ δίς τρίς τετράκις, ἃ καὶ ποσὸν ὡρισμένον δηλοῦσι. Ψεύδεται ὁ τεχνικὸς etc. = Σh 98, 13—17. Ποῖά εἰσι τὰ τοπικά; Τὰ τόπον δηλοῦντα, οἷον ἄνω κάτω ἐνώ‐
20πιον καταμόνας χαμαί ἔνθεν ἐνθένδε ὅθεν ἐπέκεινα μακράν. —Τὰ το‐ πικὰ etc. = Σh 98, 19—100, 10. Οἷον ἄνω κάτω.] Τὰ εἰς ω παράγωγα etc. = Σv 277, 2—8. Οἷον οἴκοι.] Τὰ εἰς οι ὑπὲρ δύο συλλαβάς etc. = Σv 278, 1—11 et 25—32.
25Ποῖα τὰ τῆς εὐχῆς σημαντικά; Τὸ εἴθε αἴθε καὶ εἴ καὶ αἴ Αἰο‐ λικόν, χωρὶς τῆς θε ἐπεκτάσεως· ἔστι δὲ καὶ τὸ ὄφελον καὶ τὸ ὤφελες, ὃ καὶ μέγα καὶ μικρὸν γράφεται. —Δι’ αὐτῶν γὰρ εὐκτικὰς συντάξεις σημαίνομεν, 〈ex gr. Η 157〉 εἴθ’ ὣς ἡβώοιμι· τὸ γὰρ αἴθε εἴθε φησὶν ὁ ποιητής· [καὶ Καλλίμαχος 〈fr. 455 Sch〉 ἀβάλε μὴδ’ ἀβόλησα·]
30τὸ εἴθε καὶ τὸ ἀβάλε ἐκ παραλλήλου [τὸ αὐτό] κεῖται [ἡ λέξις], τὸ ἀβάλε παρὰ Καλλιμάχῳ, ἔνθα φησὶν ἀβάλε μὴδ’ ἀβόλησα, τουτέστιν εἴθε μηδὲ συνέτυχον· τὸ γὰρ ἀβολῆσαι συντυχεῖν ἐστιν, ὡς καὶ παρ’ Ὁμήρῳ 〈Π 847〉 τοιοῦτοι δ’ εἴπερ μοι ἐείκοσιν ἀντεβόλησαν, ἀντὶ τοῦ συνέτυχον.
35Διαφέρει δὲ τὸ ὤφελε τοῦ εἴθε, ὅτι ἀπαρεμφάτοις συντάσσεται καὶ429

431

τοῖς τρισὶ προσώποις, τὸ δὲ εὐκτικοῖς, 〈ex. gr. Η 157〉 εἴθ’ ὣς ἡβώ‐ οιμι· τὸ δὲ ἀβάλε δύο ἐστὶ μέρη τοῦ λόγου ἐκ παραλλήλου κείμενα· τὸ γὰρ α πρὸ τοῦ β κατὰ κοινὴν διάλεκτον ἐν ἑνὶ μέρει λόγου συ‐ στέλλεται, Ἄβυδος ἁβρός· εἰ δὴ ἓν μέρος λόγου, βραχὺ τὸ α· ἔστι δὲ
5μακρόν· εὑρίσκεται δὲ καὶ βάλε λεγόμενον, βάλε δὴ βάλε κηρύλος εἴην, Ἀλκμάν 〈fr. 26, 2 B4〉· εἰ δ’ ἦν ἀφαίρεσις ὡς ἑνὸς μέρους λόγου, ἀλλὰ τὸ μακρὸν α οὐκ ἀφαιρεῖται· γέγονεν οὖν ἀποκοπὴ δύο συλλα‐ βῶν· ἀλλ’ οὐδέποτε ἡ αὐτὴ συλλαβὴ ἀφαιρεῖται καὶ ἀποκόπτει δύο συλλαβάς.
10Ἰστέον δὲ ὅτι εἰσὶ καὶ εὐχῆς ἐπιρρήματα, οὐχ ὅτι αὐτὰ λέγων τις εὐχὴν δοκεῖ ποιεῖσθαι, ἀλλ’ ἐπειδὴ ὅταν τις εὔχηταί τι γενέσθαι, τούτοις χρῆται τοῖς μορίοις, ὡς καὶ αὐτὸς ὁ τεχνικὸς λέγει, εἴθε ἀβάλε· οἷς συγκατέταξάν τινες καὶ τὸ ὤφελες. Εἰ δὲ πολλάκις εὑρέθη δύο τοιαῦτα παρὰ τοῖς ποιηταῖς, μὴ ξένον φανείη· σχήματι γὰρ κέχρηνται οἱ ποιηταὶ
15τῷ παραλλήλῳ. Τοῦτο τὸ αἴθε Δωρικώτερον, τὸ γὰρ α ἀντὶ τοῦ ε κατέταξαν· καὶ ἔστι πάντων ἡ χρῆσις παρὰ τοῖς ποιηταῖς, καὶ τοῦ αἴ καὶ τοῦ εἴ καὶ τοῦ ὄφελον, τοῦ μέντοι αἴ 〈ex. gr. Β 371〉 αἲ γάρ, Ζεῦ τε πάτερ· κατὰ παράλληλον 〈ubi? an ξ 68?〉 αἴθ’ ὤφελλ’ Ἑλένης ἀπὸ πάμπαν φῦλον ὀλέσθαι· τὸ ἆ παρὰ Καλλιμάχῳ 〈fr. 323 Sch〉
20, πάντως ἵνα γῆρας, καὶ τὸ βάλε κε νοεῦνται (sic). Ποῖα τὰ σχετλιασμοῦ; Τὸ παπαί οὐαί ἰατταταῖ, ὃ καὶ ἰατταταιάξ γράφεται. —Σχετλιαστικὰ λέγεται τὰ ἐξ αὐτοπαθείας ἀναπεμπόμενα ἐπιφθέγματα, ὅθεν καὶ πρώτου προσώπου εἰσίν. —Ἰστέον ὅτι σχετλια‐ σμοῦ λέγεται εἶναι ἐπιφθέγματα, ὅταν τις ὑπὸ μείζονος προσώπου κα‐
25κῶς πεπονθὼς προ〈σ〉αναφωνῇ, ὡς τὸ ἰατταταῖ καὶ τὸ φεῦ ἰού καὶ ὢ πόποι καὶ τὸ ὤμοι. Ταῦτα δὲ πάντα τὰ σχετλιαστικὰ οἱασδήποτ’ ἂν εἴη καταλήξεως ὀφείλει περισπᾶσθαι, σεσημειωμένων δύο μόνων, τοῦ ὤμοι καὶ τοῦ ὢ πόποι, οἷον παπαῖ [ἰού] φεῦ. Ἰστέον δὲ ὅτι τὸ ἰού σε‐ σημείωται κατὰ τόνον· πᾶσα γὰρ λέξις εἰς ου δίφθογγον λήγουσα [διὰ
30τοῦ υ], ἐπ’ αὐτοῦ ἔχουσα τὸν τόνον, περισπωμένην ἔχει. Καὶ ἄλλως· τὰ εἰς ου ἐπιρρήματα 〈τοπικὰ〉 περισπᾶται, ἀλλαχοῦ ἑκασταχοῦ· τὸ δὲ ἰδού καὶ ἰού ὀξυνόμενα τόπον οὐ δηλοῦσιν, ἐπεὶ τὸ οὗ τοπικὸν περισπᾶται· καὶ τὸ φεῦ περισπᾶται. —Τῶν εἰς ου ἐπιρρημάτων τὴν ἐν τόπῳ σχέσιν δηλούντων τὸ ποῦ καὶ τὴν εἰς τόπον ἐδήλου, οἷον 〈Ν 219〉 ποῦ τοι
35ἀπειλαὶ Οἴχονται; τὸ δὲ ὅπου βαρύνεται ὡς ἀναφορικόν.430

432

Ποῖα τὰ τῆς ἀρνήσεως τῆς καὶ ἀποφάσεως; Τὸ οὔ οὐχί οὐκί οὐδῆτα οὔκουν οὐδαμῶς. —Ἀρνήσεως ταῦτα λέγονται, ὅτι ἐγκλήματος ἐπιφερομένου δι’ αὐτῶν τις ἀρνεῖται. —Καὶ χρὴ εἰδέναι ὅτι ταῦτα τὰ τῆς ἀρνήσεως ἢ ἀποφάσεως ἐπιρρήματα ὁριστικοῖς συντάσσεται. Τὸ οὐχί
5παράλογον κατὰ τὸν τόνον, ἔδει γὰρ βαρύνεσθαι, ὡς τὸ ναίχι. Τὸ οὐδα‐ μῶς οὕτως· οὐδαμόθεν οὐδαμῇ οὐδαμοῦ οὐδαμῶς. Ἰστέον δὲ ὅτι ἄρ‐ νησις καὶ ἀπόφασις ταὐτόν ἐστιν· Ὅμηρος· 〈Α 514〉 νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον, Ἢ ἀπόειπε, ἀντὶ τοῦ ἄρνησαι. Ποῖα τὰ τῆς συγκαταθέσεως; Τὸ ναί, ναίχι [ναίφι]· ἔστι δὲ συγ‐
10κατάθεσις ἐναντία τῇ ἀπαγορεύσει. —Πάλιν τούτοις κεχρήμεθα, ὅταν τισὶ συμβουλεύουσι κατατιθώμεθα καὶ ἐπαγγελλώμεθα, ὡς ναί ναίχι· τοῦτο παραγωγὴν ὑπομένει διὰ τῆς χι συλλαβῆς οὐδὲν πλέον σημαῖνον, ὥσπερ καὶ ἡ οὐχί ἄρνησις οὐδὲν πλέον 〈τῆς οὔ〉 σημαίνει· ἐνταῦθα μὲν βαρύνεται, ἐν δὲ τῇ ἀρνήσει ὀξύνεται Ἀττικῇ συνηθείᾳ.
15Ποῖα τὰ τῆς ἀπαγορεύσεως; Τὸ μή μηδῆτα μηδαμῶς μηδοπω‐ σοῦν. —Τί διαφέρει ἄρνησις ἀπαγορεύσεως; Ὅτι ἡ μὲν ἄρνησις ἐναντία ἐστὶ τῇ καταφάσει διὰ τὸ ἐγκλήματος ἐπιφερομένου τίθεσθαι, ἡ δὲ ἀπα‐ γόρευσις τὴν ἐν τῇ καταφάσει πρόσταξιν παύει, διότι ἀποτροπή ἐστι πράγματός τινος.
20Ἀπαγόρευσίς ἐστιν ἐκ παραινέσεως ἀποτροπή· δι’ αὐτῆς γὰρ ἀπα‐ γορεύομεν τοῦ μὴ τόδε ἢ τόδε ποιεῖν. Καὶ χρὴ εἰδέναι ὅτι ταῦτα τὰ τῆς ἀπαγορεύσεως ἐπιρρήματα προστακτικοῖς συντάσσονται, καὶ ὅτι δια‐ φέρει ἄρνησις ἀπαγορεύσεως, ὅτι ἡ μὲν ἄρνησις ἐπὶ ἐγκλήματος ἐπιφε‐ ρομένου γίνεται, ἡ δὲ ἀπαγόρευσις ἀποτροπή ἐστι πράγματός τινος. —
25Ἰστέον δὲ ὅτι τὰ εἰς η λήγοντα, ὡς τὸ πῇ, ὡς ἐπίπαν τὴν εἰς τόπον δηλοῖ σχέσιν, οἷον 〈Ζ 377〉 πῇ ἔβη Ἀνδρομάχη; 〈Α 120〉 ὅ μοι γέ‐ ρας ἔρχεται ἄλλῃ, 〈ρ 219〉 πῇ δὴ τόνδε μολοβρὸν ἄγεις; Οἷον μή μηδῆτα μηδαμῶς.] Τούτων etc. = Σv 280, 5—10. Ποῖα 〈τὰ〉 τῆς παραβολῆς τῆς καὶ ὁμοιώσεως; Τὸ ὥς ὥσπερ
30ἠΰτε εὖτε καθά καθάπερ. —Δι’ αὐτῶν etc. = Σh 100, 35—38. Ποῖά εἰσι τὰ τῆς ποσότητος; Τὸ πολλάκις ὀλιγάκις μυριάκις, ἅτινα ποσότητα δηλοῖ. Ποῖά εἰσι τὰ τοῦ θαυμασμοῦ; Τὸ βαβαί, τὸ ὤ τὸ θαυμαστικόν, τὸ Ἡράκλεις, τὸ Ἄπολλον.
35Ποῖά εἰσι τὰ τοῦ εἰκασμοῦ; Τὸ ἴσως τάχα τυχόν· τὸ μὴ εἰδέναι
γὰρ ἀκριβῶς εἰκάζειν φαμέν. —Εἰκασμὸς δέ ἐστιν = Σh 101, 1—4.431

433

Ποῖά εἰσι τὰ τῆς τάξεως; Τὸ ἑξῆς ἐφεξῆς καθεξῆς χωρίς νόσφι καὶ τὰ τοιαῦτα. —Ἰστέον ὅτι τὸ χωρίς ἀντὶ τοῦ κεχωρισμένως. Ποῖα τὰ τῆς ἀθροίσεως; Τὸ ἄρδην χύδην ἤλιθα ἅλις καὶ ἕτερα. —Ἀθροίσεως λέγονται, ἐπειδὴ ἀθροίζοντες καὶ συστρέφοντες ὄχλον
5τούτοις κεχρήμεθα τοῖς ἐπιρρήμασιν. —Ἰστέον ὅτι τὰ διὰ τοῦ δην βαρύνεται etc. = Σv 280, 22—281, 2. Ποῖα τὰ τῆς παρακελεύσεως; Τὸ εἶα ἄγε φέρε δεῦρο ἴθι ἄγρει μάν· εὑρέθη δὲ 〈καὶ〉 τὸ εἴ μόνον, οἷον 〈Α 302〉 εἰ δ’ ἄγε μήν, πεί‐ ρησαι, ἵνα γνώωσι καὶ οἵδε. —Παρακελεύσεως λέγονται ὅτι δι’ αὐτῶν
10παρακελευόμεθα etc. = Σh 101, 8—12. Οἷον εἶα ἄγε.] Καὶ τὸ εἷεν παρακελευστικόν etc. = Σv 281, 4—7. Ποῖα τὰ τῆς συγκρίσεως; Τὸ μᾶλλον ἧττον κρεῖττον. Ποῖα τὰ τῆς ἐρωτήσεως; Τὸ πόθεν ποῦ διατί πηνίκα πῶς. — Ἰστέον ὅτι τὰ ἐρωτηματικὰ πάντα εἰς δύο μέρη λόγου συντείνει, εἴς τε
15ὄνομα μόνον καὶ ἐπίρρημα. Καὶ περὶ μὲν τῶν ἐρωτηματικῶν ἀρκούν‐ τως εἴρηται ἐν τῷ περὶ ὀνόματος· ἐπεὶ δὲ περὶ ἐπιρρήματος λέγειν πρόκειται, ἔστι πῶς πότε πῇ 〈πηνίκα〉 ποῦ· ταῦτά ἐστιν τὰ ἐν ἐπιρρή‐ μασιν ἐρωτηματικά. Πᾶν δὲ ἐρωτηματικὸν ἀπὸ τοῦ π ἄρχεται, σεση‐ μειωμένου ἐν μὲν ὀνόμασι τοῦ τίς, ἐν δὲ ἐπιρρήμασι τοῦ ὥς, ὅπερ
20μᾶλλον ἂν εἴη ὁμοιώσεως καὶ παραβολῆς ἤπερ ἐρωτήσεως, οἷον πόθεν ποῦ πηνίκα πῶς. Καὶ ἐκ μὲν τοῦ πῶς ζητεῖται τρόπος, τοῦ πηνίκα χρόνος, τοῦ πόθεν τόπος καὶ τοῦ ποῦ καὶ πόσε· ἡ δὲ ἐρώτησις ἐν πᾶσι τοῖς μέρεσι τοῦ λόγου [εἴρηται]. Ποῖα τὰ τῆς ἐπιτάσεως; Τὸ λίαν σφόδρα ἄγαν πάνυ μάλιστα
25κομιδῇ. Ποῖα τὰ τῆς συλλήψεως; Τὸ ἅμα ὁμοῦ ἄμυδις. —Τὸ ἄμυδις etc. = Σv 281, 24—26. Ποῖα τὰ τῆς βεβαιώσεως; Τὸ δηλαδή, τουτέστι [καὶ] τὸ πάντως δήπουθεν, καὶ τὸ ἀμήν. —Βεβαιῶν etc. = Σv 282, 6—8.
30Ποῖα τὰ τοῦ θειασμοῦ; Τὸ εὐοἵ. —Θειασμοῦ etc. = Σh 102, 1—3. Καὶ πάλιν θειασμοῦ λέγεται ἐπιρρήματα, ἃ θειάζοντές τινες καὶ κά‐ τοχοι τῷ Διονύσῳ γινόμενοι, τουτέστιν ἐμφορούμενοι ὑπὸ 〈σφοδροῦ〉
τινος πνεύματος, ἐπιφθέγγονται καὶ λέγουσιν εὔἁν εὐοἵ· ταῦτα οὖν432

434

ἐστι τοῦ Διονύσου, ἐπειδὴ καὶ αὐτὸς μανίας ἐστὶ ποιητής, καὶ ταῦτα 〈τὰ〉 ἐπιφθέγματα ὑπὸ τῶν μυστῶν πρὸς αὐτὸν λέγεται. Ἐπάγεται δὲ αὐτοῖς ῥῆμα τὸ ἐπιφθέγγομαι, «εὔἁν ἐπιφθέγγομαι» καὶ «εὐοἵ ἐπι‐ λέγω». Ἰστέον δὲ ὅτι τὸ εὐοἵ καὶ εὔἁν [καὶ] ἀλόγως δασεῖαν ἔχουσιν
5ἐν τέλει ἁπλᾶ ὄντα, εἰ μή τις εἴποι, τὸ σφοδρὸν πνεῦμα τοῖς βακχιά‐ ζουσιν ἁρμόζειν. —Ἰστέον ὅτι θειασμὸς ἡ θεοφόρησις λέγεται. Ποῖά εἰσι τὰ κατωμοτικά; Τὸ νή. —Κατωμοτικὸν δέ ἐστι τὸ μεθ’ ὅρκου βεβαιωτικόν, οἷον 〈cfr Α 234〉 νὴ τοῦτο τὸ σκῆπτρον, 〈ubi?〉 νὴ τὴν σὴν ἱερὰν κεφαλήν. Ἰστέον δὲ ὅτι τὰ κατωμοτικὰ
10ἀκολουθεῖ τῇ συγκαταθέσει· ὀμνύω γὰρ οὕτως· «νὴ τοὺς θεοὺς ποιῶ τόδε»· τὸ δὲ λέγειν «ναὶ μὰ τοὺς θεοὺς ποιῶ τόδε» οὐκ ἔστιν ὅρκος. Ὅμηρος δὲ μόνος οὐ χρῆται τῷ νή κατωμοτικῷ, ἀλλὰ μόνῳ τῷ ἀπω‐ μοτικῷ τῷ μά, ὡς τὸ 〈Α 234〉 ναὶ μὰ τόδε σκῆπτρον, καὶ 〈Α 86〉 οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον.
15Ποῖα τὰ ἀπωμοτικά; Τὸ μά, τὸ οὔ. —Ἀπωμοτικόν ἐστι etc. = Σh 101, 20—25. Οἷον μά.] Τὸ δὲ μά εὑρίσκεται καὶ ἐπὶ συγκαταθέσεως. Ἰστέον δὲ ὅτι τὰ ἀπωμοτικὰ ἀκολουθεῖ τοῖς ἀπαγορευτικοῖς· ὀμνύω γὰρ οὕτω· «μὰ τὸν Ἀπόλλωνα, ἀδικήσω γέ σε», ἢ «οὐκ ἀδικήσω γέ σε». Ἀπωμο‐
20τικὸν τὸ οὔ· Ὅμηρος 〈Α 86〉 οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον, ᾧτε σὺ Κάλχαν, 〈Α 88〉 οὔ τις ἐμεῦ ζῶντος· καὶ οὐκ ἠρκέσθη τῷ προτέρῳ ἀπαγορευτικῷ, ἀλλὰ καὶ δεύτερον ἐπήγαγε τὸ οὔ τις· ὅθεν μάλιστα γνωστέον, ὅτι τὰ ἀπωμοτικὰ τοῖς ἀπαγορευτικοῖς ἀκολουθεῖ. Ποῖα τὰ θετικά; Τὸ ἀναγνωστέον πλευστέον ὑπνωτέον λαλητέον
25καὶ ὅσα δηλοῖ τὸ δέον ἐστὶ τόδε ποιῆσαι. —Θετικά ἐστι τὰ θέσιν etc. = Σh 101, 32—36. Ἰστέον δὲ ὅτι θετικὰ λέγονται ἀπὸ τοῦ θεῖναι etc. = Σv 282, 18—21. Ποῖα τὰ δεικτικά; Τὰ δεῖξίν τινα σημαίνοντα, οἷον ἴδε ἰδού.
30Ποῖα τὰ τῆς βεβαιώσεως; Τὸ δηλαδή. —Βεβαιῶν etc. = Σv 282, 6—8. Ἐκ πόσων μερῶν τοῦ λόγου γίνονται τὰ ἐπιρρήματα; Ἐκ πάντων· ἀπὸ μὲν ὀνόματος, ὡς τὸ φρόνιμος φρονίμως ἀπὸ ῥήματος, ὡς τὸ κρύπτω κρύβδην, αἰολίζω αἰολιστί· ἀπὸ μετοχῆς, ὡς τὸ ἐπιστάμενος ἐπισταμένως· ἀπὸ ἄρθρου, ὡς τὸ ὅς ὥς·
35ἀπὸ ἀντωνυμίας, ὡς τὸ οὗτος οὕτως, ἐκεῖνος ἐκείνως· ἀπὸ προθέσεως, ὡς τὸ ἀνά433

435

ἄνω, κατά κάτω· ἀπὸ ἐπιρρήματος, ὡς τὸ ἐγγύς ἐγγυτέρω· ἀπὸ συνδέσμου, ὡς τὸ καθά καθώς. Ἐκ πόσων δὴ πτώσεων γίνονται τὰ ἐπιρρήματα; Ἐκ πασῶν· ἀπὸ εὐθείας, ὡς ἐκ τοῦ πρόφρων, ὃ δηλοῖ τὸν πρόθυμον, τὸ πρόφρων, οἷον 〈Ξ 357〉 πρόφρων
5〈νῦν〉 Δαναοῖσι, Ποσείδαον, ἐπάμυνον, ἀντὶ τοῦ προφρόνως· ἀπὸ γενικῆς, ὡς ἐκ τῆς προικός γενικῆς τὸ προικός ἐπίρρημα, οἷον 〈ν 15〉 ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι· ἀπὸ δοτικῆς, ὡς ἐκ τῆς ἰδίᾳ δοτικῆς (ἔστι γὰρ ἡ εὐθεῖα ἡ ἰδία, ἡ γενικὴ τῆς ἰδίας, ἡ δοτικὴ τῇ ἰδίᾳ) τὸ ἰδίᾳ ἐπίρρημα, οἷον 〈En. Joh. 18, 20〉 ἰδίᾳ ἦλθον ἐγ, παρρησίᾳ ἐλάλησα τῷ κόσμῳ· ἀπὸ αἰτιατικῆς, ὡς ἐκ τῆς
10ἀπριάτην αἰτιατικῆς (ἔστι γὰρ ἡ εὐθεῖα ἡ ἀπριάτη, ἡ γενικὴ τῆς ἀπριάτης, ἡ δοτικὴ τῇ ἀπριάτῃ, ἡ αἰτιατικὴ τὴν ἀπριάτην) τὸ ἀπριάτην ἐπίρρημα, οἷον 〈Α 99〉 ἀπριά‐ την ἀνάποινον· καὶ ὡς ἐκ τῆς πέραν αἰτιατικῆς (ἔστι γὰρ ἡ πέρα, καὶ κλίνεται τῆς πέρας, ἡ δοτικὴ τῇ πέρᾳ, ἡ αἰτιατικὴ τὴν πέραν) τὸ πέραν ἐπίρρημα, ὡς τὸ 〈Ev. Joh. 18, 1〉 πέραν τοῦ χειμάρρου τῶν κέδρων· ἀπὸ κλητικῆς, οἷον 〈ἐκ
15τοῦ〉 ὦ Ἡράκλεις, τὸ Ἡράκλεις ἐπίρρημα, οἷον 〈Lucian. Fugit. c. 32〉 Ἡράκλεις ἀλεξίκακε, καὶ ἐκ τοῦ ὦ Ἄπολλον τὸ 〈Arist. Plut. 854〉 Ἄπολλον ἀποτρό‐ παιε· ἀμφότερα γάρ, τό τε Ἡράκλεις καὶ τὸ Ἄπολλον, ἐπὶ θαυμασμοῦ καὶ ἐκπλή‐ ξεως· ὡς καὶ παρὰ Λουκιανῷ τὸ 〈ubi?〉 ὦ τοῦ θαύματος. Ταῦτα μὲν οὖν τὰ ἀπὸ τῶν ἄλλων πτώσεων μεσότητος λέγεται, ἔχουσι γὰρ
20δυνάμει τὴν σημασίαν αὐτῶν· τὰ δὲ ἀπὸ κλητικῆς οὐδέποτε, ἀλλ’ εἰσὶ ταῦτα θαυ‐ μαστικὰ καὶ ἐκπληκτικά· ὅθεν καὶ πρὸς γενικὴν λέγονται, ὡς τὸ βαβαί καὶ φεῦ, ὡς παρὰ Ἀριστοφάνει 〈Nub. 153〉 ὦ Ζεῦ βασιλε, τῆς λεπτότητος τῶν φρενῶν, ἀντὶ τοῦ «βαβαὶ τῆς λεπτότητος», ἔξωθεν προσυπακούεται τὸ ἕνεκα. Ποσαχῶς γίνονται τὰ τῆς μεσότητος ἐπιρρήματα; Πενταχῶς· κατὰ ἔπαινον,
25ὡς τὸ καλῶς σοφῶς· κατὰ ψόγον, ὡς τὸ πονηρῶς ἀθέως· κατὰ ἐπιτήδευμα, ὡς τὸ γραμματικῶς ῥητορικῶς· κατὰ μετουσίαν, ὡς τὸ σαρκικῶς ἀνθρωπικῶς· κατὰ ἐναλ‐ λαγήν, ὡς τὸ ἄλλως ἐκείνως.
28t§ 20 (25b).
29tΠερὶ συνδέσμου.
30Σαφῶς καὶ εὐτάκτως καὶ τεχνικῶς etc. = Σh 102, 5—13. Ἰστέον ὅτι σύνδεσμος διὰ τοῦτο ἐκλήθη, διὰ τὸ συνδεῖν καὶ συνέ‐ χειν καὶ ὥσπερ εἰπεῖν συνάγειν τὴν ἐν τοῖς μέρεσι τοῦ λόγου δηλου‐ μένην διάνοιαν· ἐὰν γὰρ εἴπω τι ῥητὸν ἄνευ συνδέσμων, ἀφανὴς ἡ διάνοια μένει. Εὐλόγως τοίνυν ὁ σύνδεσμος ἐν τοῖς τοῦ λόγου μέρεσι
35τελευταῖος τέτακται· δεῖ γὰρ προευτρεπίζεσθαι τὰ συνδεθησόμενα. Ἰστέον δὲ πάλιν, ὅτι τὸν περὶ συνδέσμου λόγον τελευταῖον τέταχεν ὁ τεχνικός· καὶ εἰκότως, εἰ σύνδεσμος λέγεται παρὰ τὸ συνδεῖν καὶ συν‐ δεσμεῖν καὶ συμπλέκειν, δεῖ δὲ πρὸ τῶν συνδέσμων τὰ δεσμευόμενα προ‐ ευτρεπίζεσθαι, ἀναγκαίως μετὰ τὰ προειρημένα μέρη τοῦ λόγου παρὰ
40τῷ τεχνικῷ ἔσχατος παρείληπται. Ὁ δὲ Ἀπολλώνιος ὁριζόμενός φησι434

436

σύνδεσμον εἶναι συνδετικὸν μόριον τῶν τοῦ λόγου μερῶν. Δεῖ δὲ γινώ‐ σκειν, ὅτι καθ’ ἑαυτὸν ὁ σύνδεσμος οὐδὲν σημαίνει, συντασσόμενος δὲ τὰ ἐλλείποντα ἢ κεχηνότα ἢ διαλελυμένα συσφίγγει. Καὶ εἰσὶ τρόποι ἤγουν διαφοραὶ τῶν συνδέσμων ὀκτώ.
5Σύνδεσμός ἐστι λέξις.] Προσθεῖναι δεῖ τὸ «ἄκλιτος», ἵν’ ᾖ ὁ λόγος οὕτως· «σύνδεσμός ἐστι λέξις ἄκλιτος καὶ ἀκίνητος, συνδετικὸς τῶν τοῦ λόγου μερῶν, [ἐν] οἷς καὶ συσσημαίνει, τάξιν ἢ δύναμιν παρι‐ στάνουσα». Σύνδεσμος δὲ καὶ οὐ δεσμός, ἐπεὶ δεσμὸς καὶ ἐφ’ ἑνός, σύν‐ δεσμος δὲ ἐπὶ δύο ἢ καὶ πλειόνων χαρακτηρίζεται· ἐν τούτῳ γὰρ δια‐
10φέρει τοῦ δεσμοῦ σύνδεσμος. Παρέπεται δὲ τῷ συνδέσμῳ etc. = Σv 283, 7—12. Σύνδεσμος οὖν ἐστι λέξις συνδέουσα διάνοιαν μετὰ τά‐ ξεως.] Προστιθέναι πάλιν δεῖ «καὶ 〈συσ〉σημαίνουσα τῇ διανοίᾳ», ἵν’ ᾖ πάλιν οὕτως ὁ λόγος «συνδέουσα διάνοιαν καὶ 〈συσ〉σημαίνους τῇ δια‐
15νοίᾳ». «Μετὰ τάξεως»· προστιθέναι πάλιν δεῖ «καὶ δυνάμεως», ἵν’ ᾖ ὁ λόγος «μετὰ τάξεως καὶ δυνάμεως», ἐπεί τινες τῶν συνδέσμων ἐν τάξει μὲν παραλαμβάνονται, τὴν δὲ δύναμιν τοῦ πράγματος οὐκ ἐπαγγέλλονται, τινὲς δὲ οὐκ ἐν τάξει, ἀλλὰ τὴν δύναμιν ἐπαγγέλ‐ λονται, ἄλλοι δὲ καὶ ἐν τάξει παραλαμβάνονται καὶ τὴν δύναμιν
20ἐπαγγέλλονται τοῦ πράγματος. Καὶ ἔστι τὰ παραδείγματα ταῦτα .... Καλῶς τοίνυν προσέθηκεν ὁ τεχνογράφος τὸ «μετὰ τάξεως»· ἀκολουθίᾳ γὰρ ἕκαστος καὶ τάξει τίθεται, ποτὲ συμπλεκτικός, ποτὲ διαζευκτικός, καὶ ἕκαστος τῶν ἄλλων πρὸς τὴν ὑποκειμένην δύναμιν. —Καὶ τὸ τῆς ἑρμηνείας κεχηνὸς δηλοῦσα.] Τοῦτό φησι διὰ τοὺς διαζευκτικοὺς
25συνδέσμους· ἐκεῖνοι γὰρ τὸ τῆς ἑρμηνείας, ὅ ἐστι τὸ τῆς διανοίας, διε‐ ζευγμένον καὶ διεστηκὸς δηλοῦσιν. Δοκεῖ τοίνυν ὑπεναντία ἑαυτῷ εἰρη‐ κέναι ὁ τεχνογράφος· προειπὼν γάρ, ὅτι ὁ σύνδεσμος οὐδὲν ἄλλο ποιεῖ ἢ συνδεῖ καὶ οὐκ ἐᾷ χαυνωθῆναι οὔτε τὸ ῥητὸν οὔτε τὴν διάνοιαν, ἐν‐ ταῦθα [δὲ] τὸ ἐναντίον φησίν, ὅτι ὁ σύνδεσμος τὸ τῆς ἑρμηνείας κεχη‐
30νὸς δηλοῖ, δέον εἰπεῖν ὅτι συνάγει καὶ συστρέφει. Ἀλλὰ τὸ «δηλοῦσα» οὕτω νοητέον, ὅτι τότε δηλοῦσα, ὅτε οὐ συντέτακται· διελέγχεται γὰρ μὴ παρόντος τοῦ συνδέσμου καὶ τὸ τῆς ἑρμηνείας χαῦνον καὶ τὸ ἄδηλον τῆς διανοίας. Διαφοραὶ δὲ συνδέσμων εἰσὶν ὀκτώ. Τί σημαίνει ἑρμηνεία; Τὴν φράσιν· ὁ γὰρ σύνδεσμος τὰ κῶλα καὶ κόμματα
35συναρμόττει αὑτῷ, τουτέστι δι’ ἑαυτοῦ· καὶ κατά τι μὲν συνδέει τὴν διάνοιαν,
κατά τι δὲ τὸ διεζευγμένον αὐτῆς ὑποδεικνύει. Τί σημαίνει κεχηνός; Τὸ διακεχω‐435

437

ρισμένον. Διὰ τί πάντων τῶν τοῦ λόγου μερῶν ἔσχατος ἐτέθη ὁ σύνδεσμος; Ἵνα συνδήσῃ καὶ συνδεσμεύσῃ πάντα τὰ πρὸ αὐτοῦ λεχθέντα μέρη τοῦ λόγου. Τῶν δὲ συνδέσμων οἱ μέν εἰσι συμπλεκτικο, οἱ δὲ δια‐ ζευκτικο, οἱ δὲ συναπτικο, οἱ δὲ παρασυναπτικο, οἱ δὲ αἰτιο‐
5λογικο, οἱ δὲ ἀπορηματικο, οἱ δὲ συλλογιστικο, οἱ δὲ παρα‐ πληρωματικο. Συμπλεκτικοὶ μὲν οὖν εἰσιν ὅσοι τὴν μὲν διάνοιαν ἐπ’ ἄπειρον ἐκφερομένην συνδέουσιν· εἰσὶ δὲ οἵδε, μέν δέ τέ καί ἀλλά ἠμέν ἠδέ ἀτάρ αὐτάρ ἰδέ ἤτοι κέν ἄν.] Οὗτοι, φησίν etc. = Σh 103, 15—22 (ἀνέγνων). —Λέγει δὲ τοὺς
10συμπλεκτικοὺς οἰκείους παρὰ τῷ συνδέσμῳ· καὶ ὄντως etc. = Σv 286, 24—26. Χρὴ δὲ εἰδέναι, ὅτι οὐ δεῖ etc. = Σh 103, 27—30. Ἴσθι μέντοι ὅτι τῶν συμπλεκτικῶν συνδέσμων αἱ μὲν φωναὶ πλείους εἰσί, τὰ δὲ σημαινόμενα ὀλιγώτερα· αὐτίκα γὰρ 〈ὁ τέ καὶ〉 ὁ ἠδέ καὶ
15ὁ ἰδέ [καὶ ὁ ἀλλά] καὶ ὁ ἠμέν ἀντὶ τοῦ καί παραλαμβάνονται· ἐπὰν δέ τι ὁ συμπλεκτικὸς συμπλέκῃ [ὅμοιον] ἐν τῇ τάξει ὄνομα, ὡς πρὸς ἕτερον συμπλέκει ὄνομα, καὶ εἰ ῥῆμα, ὁμοίως, καὶ ἀντωνυμία〈ν〉, καὶ ἁπλῶς εἰπεῖν τἆλλα μέρη τοῦ λόγου· ἐὰν γὰρ εἴπωμεν, ὅτι «Ἀγαμέμνων ἐπολέμησε καὶ ἐνίκησε» καὶ πάλιν «Ἀγαμέμνων στρατηλατήσας καὶ πο‐
20λιορκήσας τὴν Τροίαν παρείληφε» .... Συμπλεκτικοὶ μὲν ἐκλήθησαν ἀπὸ τοῦ συμπλέκειν. Τί δὲ συμπλέ‐ κουσι; Τὴν ἐπ’ ἄπειρον χωροῦσαν ἑρμηνείαν, οἷον 〈Β 494—496〉 Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε,
25οἵ θ’ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν· ταῦτα πάντα καὶ τὰ ἑξῆς ἐπὶ μήκιστον προφερόμενα οἱ συμπλεκτικοὶ σύνδεσμοι εἰς ἄλληλα συμπλέκουσι καὶ ὥσπερ εἰπεῖν συνυφαίνουσιν. Εἰσὶ δὲ τὸν ἀριθμὸν ιγʹ. Ἰστέον δὲ ὅτι τῶν συμπλεκτικῶν etc. = Σv 285, 5—10; 14—16;
30285, 20—286, 4. Ἔστι δὲ γνῶναι καὶ τοῦτο, ὅτι ὁ μέν σύνδεσμος καὶ μονοσύλλαβός 〈ἐστι〉 καὶ ἀπὸ βραχείας ἀρξάμενος καὶ εἰς βραχεῖαν καταλήγων καὶ φιλαρκτικός [ἐν ἀρχῇ φράσεως ἐντιθέμενος]· τοῦτο οὖν ἐν ἀρχῇ στίχου ἢ λόγου ποιητὴς ἐμμέτρως παραλαμβάνειν ἠδυνάτει· ἐχρήσατο τοίνυν
35τῷ ἤτοι διαζευκτικῷ ὄντι, ὡς ἐν καταχρήσει, ἀντὶ τοῦ μέν. Εἰ δέ τις λέγοι, «καὶ εἴ γε τῷ ἤτοι ἀντὶ τοῦ μέν κέχρηνται ποιηταί, τίνος χάριν καὶ τοῦ μέν ἐμνημόνευσαν καὶ τὸν ἤτοι κατατάξαντες; ἐχρῆν γὰρ αὐτοὺς ἀρκεῖσθαι τῇ συντάξει τοῦ ἤτοι»· λέγομεν ὅτι παρὰ τοῖς ποιηταῖς πολ‐
λάκις ἐκ παραλλήλου σχῆμα γίνεται, ὡς ἔχει τὸ 〈Β 305〉 ἀμφὶ περὶ436

438

κρήνην καὶ τὸ 〈ex gr. Β 8〉 βάσκ’ ἴθι· οὐδὲν οὖν ἄτοπον, καὶ ἐν τῷ 〈Hes. Theog. 116〉 ἤτοι μὲν πρώτιστα Χάος γένετ τὸ σχῆμα τῆς παραλληλότητος φυλάττεσθαι· οὗτος οὖν ὁ σύνδεσμος ὁ διαζευκτικὸς καθ’ ἑαυτὸν παρὰ τοῖς ποιηταῖς ἀντὶ τοῦ μέν.
5Διαφέρει δὲ etc. = Σh 103, 35—104, 7 et 104, 10—16. —Ἰστέον δὲ καὶ τοῦτο, ὅτι ὁ μέν δέ τέ καί ἀλλά ἀτάρ 〈ἄν〉 μέσοι, ὁ δὲ ἠμέν ἠδέ ἰδέ αὐτάρ [ἀλλά] κέν ποιητικοί· μόνος οὖν ἀπὸ τοῦ ἀτάρ ὁ αὐτάρ κατὰ πλεονασμὸν τοῦ υ. Διαζευκτικοὶ δέ εἰσιν ὅσοι τὴν μὲν φράσιν ἐπισυνδέουσιν,
10ἀπὸ δὲ πράγματος εἰς πρᾶγμα διιστῶσιν· εἰσὶ δὲ οἵδε, ἤ ἤτοι ἠέ.] Πῶς σύνδεσμοι λέγονται etc. = eadem fere quae Σh 104, 10—29 (ἐπαγγέλλ.). Ἄξιόν ἐστι ζητῆσαι, τί δή ποτε etc. = Σv 287, 28—34. Δοκεῖ γάρ, ὡς εἴρηται, ὁ διαζευκτικὸς τὴν ἐναντίαν προσηγορίαν
15ἔχειν τῷ συνδέσμῳ· ἀλλὰ συνδεῖ μὲν τὴν φράσιν, τὰ δὲ πράγματα ἀπ’ ἀλλήλων διιστᾷ, ὡς ὅταν λέγωμεν «ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ». Διό μοι δοκεῖ ὁ τεχνογράφος καὶ πλέον τι τῷ διαζευκτικῷ συνδέσμῳ προσ‐ νεῖμαι, τὸ «ἐπί»· «ἐπισυνδέουσι» γὰρ εἶπεν, οὐχ ἁπλῶς «συνδέουσιν», ἐκ τούτου δηλαδὴ σημαίνων, ὅτι οὐ μόνον οὐ διαζευγνύουσιν οὗτοι οἱ σύν‐
20δεσμοι, ἀλλὰ καὶ πάνυ συνάπτουσι τὴν φράσιν, ὡς ἀπεδείχθη. Εἰσὶ δὲ τὸν ἀριθμὸν οἱ διαζευκτικοὶ τρεῖς, ἤ ἤτοι ἠέ· εἰσὶ δὲ τούτων τῶν δια‐ ζευκτικῶν οἱ μὲν ποιητικοί, οἱ δὲ πεζοί, οἱ δὲ κοινοί· ὥσπερ ὁ 〈ἤ〉 μέ‐ σος ἐστὶ καὶ ὁ ἤτοι, ὁ μέντοι ἠέ ποιητικός· εἴτε δὲ ποιητικοὶ εἴτε μέσοι, ὡς εἴρηται, 〈διὰ τὴν〉 διάζευξιν ὁμολογοῦσιν. Ἤτοι τῶν ἄλλων, ἤ τοῦ
25ἠέ ἢ ἑαυτοῦ ἀεὶ προτάττεται· ὁ γὰρ ἤ καὶ ἐν ἀρχῇ καὶ δευτέρως λαμ‐ βάνεται, «ἤτοι φῶς ἐστιν ἢ σκότος». Χρὴ δὲ εἰδέναι etc. = Σh 104, 34—105, 3. Συναπτικοὶ δέ εἰσιν ὅσοι ὕπαρξιν μὲν οὐ δηλοῦσι, σημαί‐ νουσι δὲ ἀκολουθίαν καὶ τάξιν· εἰσὶ δὲ οἵδε, εἴ εἴπερ εἰδή
30εἰδήπερ.] Ἴδιον συνδέσμου ἐστὶν τὸ τάξιν ἢ δύναμιν σημαίνειν, ἔσθ’ ὅτε δὲ καὶ τὰ δύο· οἱ μέντοι συναπτικοὶ τάξιν μόνην ἐπαγγέλλονται, οὐ μέντοι, ὥσπερ αὐτὸς ὁ τεχνικὸς ἐδίδαξε, καὶ ὕπαρξιν, ὡς ἐὰν εἴπωμεν «εἰ φιλομαθὴς 〈εἶ〉, ἔσῃ πάντως [ὅτι] καὶ πολυμαθής»· ἐνταῦθα ἡ τάξις ἔρρωται· 〈δῆλον〉 μὲν γὰρ ὅτι ὁ ἐκθύμως ἔχων πρὸς τὰ ἀναγνώσματα
35[ἐστὶ φιλομαθής], ἔσται πάντως πολυμαθής· ἐνταῦθα τὴν μὲν τάξιν ἐσή‐ μανεν, ἀλλ’ ὑπάρξεως μὴ οὔσης· καὶ αὕτη ἐστὶν ἡ δύναμις τῶν συναπτι‐
κῶν συνδέσμων. Παρακολουθεῖ οὖν τοῖς συναπτικοῖς συνδέσμοις τὸ437

439

πρᾶγμα ὕπαρξιν μὲν ἔχειν μὴ δηλοῦν, ἀκολουθίαν δὲ ἔχειν πρὸς ἕτερον πρᾶγμα καὶ ἐπισύρειν τι ἕτερον πάντως, οἷον «εἰ ἡμέρα ἐστί, δῆλον ὅτι φῶς ἐστιν». Εἴ εἴπερ εἰδή εἰδήπερ.] Ὁ εἴ σύνδεσμος συναπτικὸς ἀντὶ τοῦ
5ἐάν ἐστιν, ὡς ἐν τῷ «εἰ φῶς ἐστιν, ἡμέρα ἐστίν»· καὶ ἀντὶ τοῦ ὥς ὁμοιωματικοῦ, «εἰ ζῷον ἵππος, καὶ ὄνος ζῷον»· καὶ ἀντὶ τοῦ ἐπεί πα‐ ρασυναπτικοῦ, 〈cfr Soph. fr. 877 N2εἰ δεινὰ δέδρακας, δεινὰ καὶ παθεῖν σε δεῖ. Φασί τινες, ὅτι κοινῆς ἔχονται σημ. etc. = Σh 105, 8—16.
10Παρασυναπτικοὶ δέ 〈εἰσιν〉 ὅσοι μεθ’ ὑπάρξεως καὶ τάξιν δηλοῦσιν· εἰσὶ δὲ οἵδε, ἐπεί ἐπείπερ ἐπειδή ἐπειδήπερ.] Ἰστέον ὅτι οἱ παρασυναπτικοὶ τοῦτο πλέον ἔχουσι τῶν συναπτικῶν, ὅτι οὐ μό‐ νον τάξιν ἔχουσι καὶ ἀκολουθίαν, ἀλλὰ καὶ ὕπαρξιν τοῦ πράγματος δη‐ λοῦσι· λέγω γὰρ «ἐπειδὴ ἡμέρα ἐστί, φῶς ἐστι» καὶ «ἐπειδὴ ἄνθρωπός
15ἐστι, ζῷον λογικόν ἐστι θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν», καὶ οὐκ ἀμφιβόλως, ὡς ἐπὶ τῶν συναπτικῶν. Παρασυναπτικοὶ δὲ ἐκλήθησαν, ἐπειδὴ ἀπὸ τῶν συναπτικῶν γεγόνασιν, ὁ ἐπεί ἀπὸ τοῦ εἴ, ὁ ἐπείπερ ἀπὸ τοῦ εἴπερ, ὁ ἐπειδή ἀπὸ τοῦ εἰδή, 〈ὁ ἐπειδήπερ ἀπὸ τοῦ εἰδήπερ〉· εἰσὶ δὲ τὸν ἀριθμὸν οἱ παρασυναπτικοὶ ὅσοι οἱ συναπτικοί.
20Ἐπεί ἐπείπερ ἐπειδή ἐπειδήπερ.] Οὗτοι etc. = Σv 289, 2—14. Αἰτιολογικοὶ δέ εἰσιν ὅσοι ἐπ’ ἀποδόσει αἰτίας ἕνεκεν παραλαμβάνονται· εἰσὶ δὲ οἵδε, ἵνα ὄφρα ὅπως [ἐάν ἄν] ἕνεκα οὕνεκα 〈γάρ ὅτι〉 δι’ ὅ δι’ ὅτι καθ’ ὅ καθ’ ὅτι καθ’ ὅσον. —Αἰτιο‐
25λογικοὶ δέ εἰσιν.] Ἐνταῦθα etc. = Σv 290, 3—6. 〈Heliodori.〉Ὅσοι ἐπ’ ἀποδόσει.] Αὐτάρκως σχεδὸν ἐκ τῆς ἐτυμολογίας μόνης σημαίνει τὴν διαφορὰν τῶν συνδέσμων· ἀπὸ τούτου, φησίν, ἐκλήθησαν αἰτιολογικοί, ἀπὸ τοῦ αἰτίας ἕνεκεν παραλαμβάνεσθαι· λέγω γὰρ «εἰς διδασκάλου ἀπέρχομαι, ἵνα παιδευθῶ». Καὶ τὸ ὄφρα
30δὲ ἐνίοτε σύνδεσμος αἰτιολογικός, ὡς ἐκεῖ 〈Δ 300〉 ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι· ἔστι δὲ καὶ ἐπίρρημα καιροῦ παρα‐ στατικόν. Καὶ ἕκαστος δὲ τῶν αἰτιολογικῶν ἐπ’ ἀποδόσει ἐπάγεται· εἰσὶ δὲ τὸν ἀριθμὸν οὗτοι 〈ιʹ〉. —Ἵνα ὄφρα ὅπως [ἐάν ἄν] ἕνεκα οὕνεκα γάρ 〈ὅτι〉 δι’ ὅ δι’ ὅτι καθ’ ὅ καθ’ ὅτι καθ’ ὅσον.] Τού‐
35των ὁ γάρ ὅτι δι’ ὅτι καθ’ ὅτι προϋφεστῶσαν τῶν αἰτιολογουμένων
σημαίνουσιν αἰτίαν, οἷον [ἵνα ἀναγνῶ] «ἐτιμήθην, ἀνέγνων γάρ», «ἐτι‐438

440

μήθην, ὅτι ἀνέγνων, δι’ ὅτι ἀνέγνων, καθ’ ὅτι ἀνέγνων». Τὸ οὕνεκα τοῦ ἕνεκα διαφέρει χρήσει καὶ συντάξει· ὁ μὲν οὖν οὕνεκα ῥήματι συντάσσεται, οἷον 〈Α 11〉 οὕνεκα τὸν Χρύσην ἠτίμης’ ἀρητῆρα Ἀτρείδης, τὸ δὲ ἕνεκα πτώσει γενικῇ, οἷον 〈Ζ 356〉 εἵνεκ’ ἐμεῖο
5κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκ’ ἄτης, 〈β 206〉 εἵνεκα τῆς ἀρε‐ τῆς ἐριδαίνομεν, ποιητικῶς τοῦ ι πλεονάσαντος· ὁ δὲ συντάττων τὸ ἕνεκα ῥήματι σύγχυσιν ποιεῖ. Καὶ τὸ χάριν καὶ ἔφεξιν αἰτιατικαὶ θηλυκῶν εὐθειῶν τῆς χάρις καὶ ἔφεξις ἀντὶ τοῦ ἕνεκα· πρὸς γενι‐ κὴν δὲ συντάσσεται, «χάριν Ἀπολλωνίου», «ἔφεξιν αἰδεῖ τῶνδε», «πρου‐
10τίμησέ με ἔφεξιν τῶνδε». Ὁ δὲ ἵνα ὄφρα καὶ ὅπως καὶ σύνδεσμοι καὶ ἐπιρρήματα· καὶ τὸ χάριν δὲ αἰτιολογικός ἐστι σύνδεσμος, ἀλλ’ ἐπειδὴ καὶ ὄνομά ἐστιν, οὐ τέθεικεν αὐτό, ὡς ἐκεῖ 〈ε 307〉 χάριν Ἀτρείδῃσι φέροντες· ἐνταῦθα γὰρ ὄνομά ἐστι· καὶ πολλαχοῦ δέ ἐστιν αἰτιολογι‐ κὸν τὸ χάριν. —Καὶ τοῦτο δὲ ἐπισημήνασθαι ἀναγκαῖον, ὅτι διὰ τοῦτο
15ὁ τεχνογράφος οὗτος οὐδαμοῦ ποσότητα συνδέσμων τέθεικεν, ἐπειδὴ διαφέρονται οἱ τεχνογράφοι πάντες περὶ τῆς τῶν συνδέσμων ποσότητος· ἡμεῖς δὲ 〈τοὺσ〉 τούτῳ τέως ἀρέσκοντας ἀπηριθμησάμεθα. Ἀπορηματικοὶ δὲ λέγονται σύνδεσμοι ὅσοι ἐπαποροῦντες εἰώθασι συνδεῖν καὶ χρῆσθαι· εἰσὶ δὲ οἵδε, ἆρα κᾶτα μῶν.]
20Ἀπορηματικοὶ λέγονται σύνδεσμοι ὅσοις εἰώθαμεν χρῆσθαι περί τινος ἀμφισβητοῦντες etc. = Σd 65, 16—20. 〈Heliodori.〉 —Διὰ τοῦτο δὲ ἀπορηματικοὶ καλοῦνται, ἐπεὶ δια‐ ποροῦντες αὐτοῖς χρώμεθα. Ἴδιον δὲ τῶν ἀπορηματικῶν συνδέσμων τὸ ἐκτείνεσθαι· διὰ τοῦτο δὲ ἐπεσημηνάμεθα, ὅτι καὶ ἐν τοῖς παραπληρω‐
25ματικοῖς ὁ ἄρα σύνδεσμος ἐμπίπτει, καὶ ἐν τοῖς συλλογιστικοῖς δὲ ὁμοίως ἑξῆς 〈αὐτὸν〉 ἐπάγει· ἀλλ’ ὅτε ἐστὶ παραπληρωματικὸς ἢ συλλογιστικὸς συστέλλεται. Εἰσὶ δὲ τὸν ἀριθμὸν τρεῖς, ἆρα κᾶτα μῶν. Ὁ ἆρα ποιη‐ τικῶς εἴρηται ἦρα· ὅτε μὲν ἀπορηματικός, οὕτω ποιεῖ μεταβολὴν παρὰ τοῖς ποιηταῖς τοῦ α εἰς η, ὅτε δὲ συλλογιστικός, οὐκέτι. Πάλιν δὲ καὶ
30τὸ μῶν πέπονθε, μὴ οὖν, ὡς ἐν ἀμφισβητήσει, ὡς εἴ τις εἴποι «μὴ οὖν κακοῦργος ἔλαβες παρὰ κακούργων;» καὶ διὰ τοῦτο ὡς ἐν ἀπορίᾳ ἐρευνᾷ. Ἆρα κᾶτα μῶν.] Ὁ ἆρα etc. = Σv 290, 11—27. 〈Heliodori.〉 —Καὶ πῶς ἐπάγεται τῷ 〈μῶν τὸ〉 μή· μῶν μὴ
35παρ’ αὐτῇ Νικίας ἀναπαύεται; Εὔπολις. Ὡς 〈τ 343〉 ποδάνιπτρα439

441

ποδῶν, 〈γ 472〉 οἶνον ἐνοινοχοεῦντες. Ἀλλ’ οὐδεμία λέξις τρι‐ γράμματος σύνθετος· ὅθεν τὸ μῶν ἁπλοῦν. Συλλογιστικοὶ δὲ ὅσοι πρὸς τὰς ἐπιφοράς τε καὶ συλλή‐ ψεις τῶν ἀποδείξεων εὖ διάκεινται· εἰσὶ δὲ οἵδε, ἄρα ἀλλά
5ἀλλαμήν τοίνυν τοιγάρτοι τοιγαροῦν.] Συλλογιστικοί εἰσιν etc. = Σh 105, 27—30. Συλλογιστικοί εἰσι σύνδεσμοι, ὅσοις συλλογιζόμενοι πολλάκις ἐν συν‐ τάξει χρώμεθα καὶ ἐν ταῖς ἀποδείξεσιν, ὡς κεῖται παρ’ αὐτῷ. «Ἐπι‐ φοράν» δὲ λέγει τὴν ἐπαγωγὴν τοῦ ἑξῆς λόγου, καὶ «σύλληψιν» τὴν
10ἐπισφράγισιν καὶ συναγωγὴν τοῦ προηγησαμένου λόγου, οἷον ἐπὶ παρα‐ δείγματος «εἰ ἡμέρα ἐστί, φῶς ἐστιν»· εἶτα οἱ συλλογιστικοὶ εὐθὺς ὁμοῦ τὴν ἀπόδειξιν ἐπιφέρονταί τε καὶ συλλαμβάνονται· «ἀλλαμὴν ἡμέρα ἐστίν· φῶς ἄρα ἐστίν». Συλλογιστικοὶ οὖν ἐκλήθησαν, ἐπειδὴ ταῖς ἐπι‐ φερομέναις ἀποδείξεσι συνάπτονται· τέθεικε δὲ τοὺς πάντας οὕτως ἕξ,
15ἄρα ἀλλά ἀλλαμήν τοίνυν τοιγάρτοι τοιγαροῦν [οὐκοῦν]. Ἰστέον ὅτι ἐπιφορικοὶ etc. = Σd 65, 27—31. Παραπληρωματικοὶ δὲ ὅσοι μέτρου ἢ κόσμου [αἰτίας] ἕνε‐ κεν παραλαμβάνονται· εἰσὶ δὲ οἵδε, δή ῥά νύ ποῦ τοί θήν ἄρ δῆτα πέρ πώ μήν ἄν αὖ οὖν κέν γέ νύν [θέν] δαί.] Οἱ παρα‐
20πληρωματικοὶ etc. = Σh 105, 31—106, 11. Παραπληρωματικοὶ δὲ ἐκλήθησαν, ἐπεὶ μάλιστα τοῦ πληρῶσαι ἕνεκεν τὸ μέτρον τίθενται μετὰ τοῦ καὶ κόσμον τινὰ παρέχειν τῷ λόγῳ· πρὸς γὰρ νόησιν οὐδὲν συντείνουσιν, οἷον 〈Β 291〉 ἦ μὴν καὶ πόνος ἐστίν· τούτου τοῦ ἔπους τὸ σημαινόμενον φανερόν, κἂν μὴ λέγηται ὁ μήν
25σύνδεσμος· τὸ γὰρ ἦ καθ’ ἑαυτὸ περισπώμενον τὸ ὄντως σημαίνει· ὁ δὲ μήν παρελήφθη διὰ τὸ μέτρον ἅμα καὶ διὰ κόσμον· ὁμοῦ γὰρ ἀμφό‐ τερα παρέχουσιν οἱ παραπληρωματικοί, μέτρον ἅμα καὶ κόσμον· τέθεικε δὲ ὁ τεχνογράφος τοὺς πάντας ιϛʹ. Ἀλλὰ καὶ τὸ νῦν ὅτε μὲν περισπᾶται, ἐπίρρημά ἐστι χρονικόν, ὅτε
30δὲ συστέλλεται, σύνδεσμός ἐστι παραπληρωματικός, ὡς ἐκεῖ 〈Ψ 485〉 δεῦρό νυν, ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος, ἀντὶ τοῦ «δεῦρο δή». Οἱ δὲ τοιοῦτοι παρειλημμένοι εἰσὶ τοῖς ποιηταῖς ἢ διὰ τὴν στενό‐ τητα τῶν μέτρων ἢ διὰ καλλωπισμὸν τῆς φράσεως, ὡς καὶ αὐτὸς ὁ τεχνικὸς ὁμολογεῖ. —Παραπληρωματικοὶ σύνδεσμοί εἰσιν, ὅσοι πρὸς τὸ
35〈μὴ〉 κεχηνέναι τὴν φράσιν παραλαμβάνονται. Δή ῥά νύ ποῦ τοί θήν ἄρ δῆτα πέρ πώ μήν ἄν αὖ οὖν κέν γέ ποῖ [θέν] δαί.] Ὡς τὰ μετὰ τὰ ἐρωτηματικὰ λέγεται †· ὅτι δὲ οἱ
ποιηταὶ ἐνηλλαγμένως τιθέασι, καθάπερ Ὅμηρος, τὸν μέν ἀντὶ τοῦ μήν,440

442

καὶ τὸν ἄρα ἀντὶ τοῦ δή· ἰσοδυναμεῖ δὲ ὁ ἄρα τῷ δή καὶ ὁ δή τῷ ἄρα· καὶ ἐπὶ τῶν παραπλησίων τηρητέον ὁμοίως. Ὁ πέρ ἐναντιωματικός ἐστιν, οἷον 〈Α 131〉 ἀγαθός περ ἐών· ὁ δή παραγραφὴν δηλοῖ, ἥτις ἐστὶ καὶ συγκεφαλαίωσις· τούτῳ ἰσοδυναμοῦσιν ὁ θήν, ὁ νύ, ὁ ἄρα, μᾶλ‐
5λον αὐτοῦ ποιητικοὶ ὄντες· ἐγκλιτικοὶ δέ εἰσιν οὕτως, 〈Κ 104〉 οὔ θην Ἕκτορι πάντα νοήματα, 〈ζ 125?〉 ἤ νύ σέ που. Μόνος τῶν συν‐ δέσμων ὁ δή ἐπεκτείνεται, οἷον δῆτα· οὐ γὰρ ὁ δῆτα ἀπὸ τοῦ δή καὶ τοῦ εἶτα, ἐπεὶ τοῦτο χρονικὴν διάστασιν ἔχει, οἷον «Ἀχιλλεὺς ἐπολέμη‐ σεν, εἶτα Πύρρος»· «Ἀχιλλεὺς» δὲ «ἐπολέμησε, δῆτα Πύρρος» οὐκ ἄν
10τις φαίη. Ὁ αὖ καὶ τὸ ταρ οὐ ποιοῦσι τὸν αὐτάρ· ὁ μὲν γὰρ αὐτάρ συμπλεκτικός, ὁ δὲ αὖ παραπληρωματικός. Ὁ ἄρ καὶ ὁ ῥά δύνανται γενέσθαι ἀπὸ τοῦ ἄρα. Τινὲς δὲ προστιθέασι καὶ ἐναντιωματικούς, οἷον ἔμπης ὅμως.] Ἐναντιωματικοὶ λέγονται γοῦν οὗτοι οἱ σύνδεσμοι, ὅτι τότε
15χρώμεθα αὐτοῖς, ὅτε τὸ ἐναντίον τῷ προηγησαμένῳ λόγῳ εἰπεῖν βου‐ λόμεθα, οἷον «ὁ δεῖνα ἀφυὴς μέν ἐστι πρὸς παίδευσιν, ὅμως δὲ φοιτᾷ τῷ διδασκάλῳ»· ἐναντίον γάρ ἐστι τῷ προηγησαμένῳ τῷ «ὁ δεῖνα ἀφυής ἐστι πρὸς παίδευσιν»· καὶ τὸ ἔμπης τὸ αὐτὸ σημαίνει· Ὅμηρος 〈Β 297 seq〉 ἀλλὰ καὶ ἔμπης Αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέε‐
20σθαι, ὅπερ σημαίνει τὸ μὴ χρῆναι ἐπανελθεῖν ἀπράκτους ὄντας.
Τέλος τῆς Διονυσίου τέχνης.441