TLG 4175 004 :: COMMENTARIA IN DIONYSII THRACIS ARTEM GRAMMATICAM :: Scholia Vaticana (partim excerpta ex Georgio Choerobosco, Georgio quodam, Porphyrio, Melampode, Stephano, Diomede) COMMENTARIA IN DIONYSII THRACIS ARTEM GRAMMATICAM Gramm.
Comm. Scholia Vaticana (partim excerpta ex Georgio Choerobosco, Georgio quodam, Porphyrio, Melampode, Stephano, Diomede)
Citation: Page — (line) | ||
15t | SCHOLIA VATICANA. | |
---|---|---|
15t | Προλεγόμενα τῆς τέχνης Διονυσίου ἀπὸ τῶν διὰ πλάτους | |
16t | 〈ἐξηγήσεων〉. | |
17 | Οἱ περὶ τέχνης θέλοντες διαλαβεῖν τὸ χρήσιμον τοῦ σκοποῦ προ‐ δεικνύουσι· τέχνης γὰρ οὐδέν ἐστι χρησιμώτερον. Καὶ τοῦτό ἐστιν αὐ‐ τόθεν δῆλον· καὶ γὰρ πενίας ἡμᾶς ἀπαλλάττει καὶ τῶν ἐκ ταύτης γινο‐ | |
20 | μένων ἀποριῶν, καὶ διαφέροντα τὸν βίον τῶν ἀνθρώπων ἀπεργάζεται πρὸς τὴν τῶν ἀλόγων ζῴων ἀνεπιτήδευτον διαγωγήν, καὶ λεπτύνει τὸν νοῦν, καὶ τὰς περὶ βιοτῆς φροντίδας ῥυθμίζει. Τούτων μάρτυς τῶν λεχθέντων Ἵππαρχος ὁ κωμικός, διά τινος τῶν αὑτοῦ κωμῳδιῶν λέγων 〈fr. 2 K〉 πολλῷ γάρ ἐστι κτῆμα τιμιώτατον Ἅπασιν ἀνθρώ‐ | |
25 | ποισιν εἰς τὸ ζῆν τέχνη. Ἐπεὶ οὖν ταῦτα εἰρήκαμεν περὶ τῆς τέχνης, ἀναγκαῖον εἰπεῖν τὸν ὅρον αὐτῆς, πρῶτον μαθόντας τί ἐστιν ὅρος, καὶ πόθεν λαμβάνεται ὅρος, καὶ τί ἴδιον ὅρου· εἴπωμεν δὲ τίς ἐστιν ὅρος ὅρου, καὶ τίς ὑγεία ὅρου, | |
καὶ πόθεν ὀνομάζεται, καὶ πῶς σχηματίζεται. | 106 | |
107 | Ἀριστοτέλης οὖν οὕτως ὁρίζεται τὸν ὅρον· «ὅρος ἐστὶν ὁ τὸ ὂν τί 〈ἦν〉 εἶναι δηλῶν». Καὶ διὰ μὲν τοῦ εἰπεῖν τὸ τί ἐδήλωσε τὴν οὐσίαν, τὸ γὰρ τί οὐσίας ἐστὶ δηλωτικόν· διὰ δὲ τοῦ εἰπεῖν «εἶναι» καὶ προ〈σ〉θέ‐ σθαι ῥήματι παρῳχημένου χρόνου ἐδήλωσεν ὅτι προϋπάρχει τὸ ὁριστὸν | |
5 | τοῦ ὅρου. Ὁ δὲ Χρύσιππος λέγει, ὅτι «ὅρος ἐστὶν ἰδίου ἀπόδοσις», τουτέστιν ὁ τὸ ἴδιον ἀποδιδούς. Ὁ δὲ Ἀντίπατρος ὁ Στωϊκὸς λέγει· «ὅρος ἐστὶ λόγος κατ’ ἀνάγκην ἐκφερόμενος», τουτέστι κατ’ ἀντιστροφήν· καὶ γὰρ ὁ ὅρος ἀντιστρέφειν θέλει. Ἄλλοι δὲ λέγουσιν, ὅτι «ὅρος ἐστὶ λόγος ἐκ τῶν καθόλου καὶ κοινῶν 〈καὶ ἰδίου〉 ἴδιόν τι ἀποτελῶν»· ὁρι‐ | |
10 | ζόμενοι γὰρ τὸν ἄνθρωπον λέγομεν, ὅτι «ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ τε καὶ ἐπιστήμης δεκτικόν». Καὶ ἰδού, ἐκ τῶν καθόλου καὶ κοινῶν 〈καὶ ἰδίου〉 ἴδιόν τι ἀπετέλεσεν· καὶ γὰρ τὰ μὲν ἄλλα κοινά εἰσιν, ὡς τὸ ζῷον, τὸ λογικόν, τὸ θνητόν· καὶ γὰρ οὐ μόνος ὁ ἄνθρω‐ πός ἐστι ζῷον, ἀλλὰ καὶ 〈λέων καὶ ἰχθὺς καὶ πάντα ὅσα ζωῆς μετει‐ | |
15 | λήφασιν· καὶ πάλιν οὐ μόνος ὁ ἄνθρωπός ἐστι λογικόν, ἀλλὰ καὶ〉 οἱ ἄγγελοι καὶ οἱ δαίμονες· καὶ πάλιν οὐ μόνος ὁ ἄνθρωπός ἐστι θνητόν, ἀλλὰ καὶ οἱ δαίμονες καὶ τὰ ἄλλα ζῷα, θνηταὶ γὰρ αἱ μακρόβιοι νύμ‐ φαι· τὸ δὲ νοῦ καὶ ἐπιστήμης δεκτικὸν μόνου τοῦ ἀνθρώπου ἐστίν, αἱ γὰρ μακρόβιοι νύμφαι οὐ διδάσκονται, ἀλλὰ φύσει ἔχουσι τὴν εἴδησιν. | |
20 | Ἄλλοι δέ φασιν, ὅτι «ὅρος ἐστὶ λόγος σύντομος, δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος»· [ὁ] «λόγος» δὲ πρόσκειται διὰ τὸ ἄνθρω‐ πος· τοῦτο γὰρ δηλοῖ τὴν φύσιν τοῦ ὑποκειμένου πράγματος, ἀλλ’ οὐκ ἔστι λόγος· ὁ δὲ ὅρος λόγος θέλει εἶναι, τουτέστιν ἐκ πλειόνων λέξεων θέλει συγκεῖσθαι· «σύντομος» δὲ πρόσκειται, ἐπειδὴ ἔστι λόγος 〈τοῖσ〉 λαοῖς | |
25 | καὶ διηγηματικός· «δηλωτικὸς» δὲ «τῆς φύσεως τοῦ ὑποκειμένου πράγμα‐ τος» πρόσκειται διὰ τὰ ἀποφθέγματα, οἷον διὰ τὸ «μηδὲν ἄγαν» καὶ «γνῶθι σαυτόν»· ταῦτα γὰρ καὶ λόγοι εἰσὶ καὶ σύντομοι, καὶ ὅμως οὐ δηλοῦσι τὴν φύσιν τοῦ ὑποκειμένου πράγματος, ὅθεν οὐδὲ ὅρου καὶ τί τὸ Μαθόντες οὖν τί ἐστιν ὅρος, εἴπωμεν τίς ὑγεία ὅρου καὶ τί τὸ | |
30 | πάθος. Ὑγεία οὖν ἐστιν ὅρου τὸ ἀντιστρέφειν τὸν ὅρον πρὸς τὸ κε‐ φαλαιῶδες, ἤγουν πρὸς τὸ ὁριστόν· οἷον τί ἐστιν ἄνθρωπος; ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν· 〈τί ἐστι ζῷον λογικὸν θνη‐ τὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν; ἄνθρωπος·〉 ἰδού, τοῦτο ἐστι τὸ ἀντι‐ | |
στρέφειν. Κεφαλαιῶδες δὲ λέγεται τὸ ὁριστόν, ἐπειδὴ ὥσπερ τὸ κεφά‐ | 107 | |
108 | λαιον τὸ διὰ πλειόνων λέξεων λεγόμενον ὡς ἐν συντόμῳ παραδίδωσιν, οὕτω καὶ ὅλος ὁ ὅρος, λέγω δὴ τὸ ζῷον λογικὸν καὶ ἑξῆς, διὰ μιᾶς λέξεως δηλοῦται, ὁ ἄνθρωπος. Πάλιν ὑγεία ὅρου ἐστὶ τὸ σύμμετρον, λέγω δὴ τὸ μήτε ἐλλείπειν μήτε πλεονάζειν· ἐὰν μὲν 〈γὰρ〉 ἐλλείπῃ | |
5 | ταῖς λέξεσιν, 〈πλεονάζει τοῖς πράγμασιν, ἐὰν δὲ πλεονάζῃ ταῖς λέξεσιν〉, ἐλλείπει τοῖς πράγμασιν· οἷον ἐὰν 〈μὲν〉 εἴπω «ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν γραμματικόν», ἐπλεόνασα μὲν ταῖς λέξεσιν, ἐνέλειψα δὲ τοῖς πράγμασι, μόνον γὰρ τὸν γραμματικὸν ἐδήλωσα; ἐὰν δὲ εἴπω «ζῷον λογικόν», ἐνέλιπον μὲν ταῖς λέξεσιν, ἐπλεόνασα δὲ τοῖς | |
10 | πράγμασιν· οὐ μόνον 〈γὰρ〉 τὸν ἄνθρωπον εἰσήγαγον, ἀλλὰ καὶ ἄγγε‐ λον καὶ δαίμονα. Ὠνόμασται δὲ ὅρος ἀπὸ μεταφορᾶς 〈τοῦ〉 ἐν ταῖς πόλεσιν ἐπὶ τῶν ὁροθεσίων· ὥσπερ 〈γὰρ〉 τὰ ὁροθέσια διαχωρίζουσι τὰ ἀλλότρια ἀπὸ τῶν ἰδίων καὶ ἑκάστῳ τὸ ἴδιον ἀποδιδόασι, τὸν αὐτὸν τρόπον καὶ ὁ ὅρος | |
15 | χωρίζει τὰ ἀλλότρια ἀπὸ τῶν ἰδίων καὶ τὰ ἁρμόζοντα τῷ ὁριστῷ παρα‐ δίδωσιν. Σχηματίζεται δὲ ὅρος τοῦτον τὸν τρόπον· ὥσπερ ἀπὸ τοῦ σπείρω γέγονε σπόρος, οὕτω καὶ ἀπὸ τοῦ εἵρω (τὸ συμπλέκω καὶ συνάπτω) γίνεται ὅρος· καὶ γὰρ ὁ ὅρος συμπλέκει καὶ συνάπτει τῷ ὁριστῷ τὰ ἴδια | |
20 | αὐτοῦ· ἐκ τοῦ εἵρω δὲ καὶ ὅρμος, τὸ σημαῖνον τὸν περιτραχήλιον κόσ‐ μον, καὶ γὰρ ὁ περιτραχήλιος κόσμος συμπεριέχει κόσμιόν τι· καὶ ἐκ τούτου καὶ ὅρμος ὁ λιμήν, περιεκτικὸς γάρ ἐστιν ὁ λιμὴν πλήθους νεῶν. Ἡρωδιανὸς δὲ λέγει, ὅτι ἀπὸ τοῦ ὁρῶ (τὸ βλέπω) γέγονεν ὅρος· καὶ γὰρ ὁ ὅρος εὐόρατα καὶ εὔοπτα ποιεῖ ἡμῖν τὰ ὁριζόμενα. Εὐλόγως δὲ | |
25 | δασύνεται τὸ ὅρος· εἴτε γὰρ ἀπὸ τοῦ εἵρω γινόμενον (τὸ συμπλέκω) δασύνεται, ἐπειδὴ καὶ τὸ εἵρω δασύνεται, εἴτε ἀπὸ τοῦ ὁρῶ, ὡσαύτως. Εἴπωμεν δὲ τὸν ὅρον τῆς τέχνης. Οἱ μὲν Ἐπικούρειοι οὕτως ὁρίζονται τὴν τέχνην· «τέχνη ἐστὶ μέθοδος ἐνεργοῦσα τῷ βίῳ τὸ συμ‐ φέρον»· ἐνεργοῦς δὲ οἱονεὶ ἐργαζομένη. Ὁ δὲ Ἀριστοτέλης οὕτως· | |
30 | «τέχνη ἐστὶν ἕξις ὁδοῦ τοῦ συμφέροντος ποιητική»· ἕξις δέ ἐστι πρᾶγμα μόνιμον καὶ δυσκατάληπτον. Οἱ δὲ Στωϊκοὶ λέγουσι· «τέχνη ἐστὶ σύ‐ στημα ἐκ καταλήψεων ἐμπειρίᾳ ἐγγεγυμνασμένων πρός τι τέλος εὔ‐ χρηστον τῶν ἐν τῷ βίῳ». «Σύστημα» δὲ οἱονεὶ συνάθροισμα· οὕτω γὰρ εἰώθαμεν λέγειν σύστημα στρατιωτῶν, τουτέστι [τὸ] συνάθροισμα· οὐ γάρ | |
35 | ἐστι τέχνη μονοειδής, ἀλλ’ ἐκ διαφόρων πολλῶν συνίστανται αἱ τέχναι· οὐ γὰρ ὁ μόνον ξέσαι εἰδὼς οὗτος τέκτων, ἀλλ’ εἰ μὴ καὶ τρυπῆσαι καὶ κολ‐ λῆσαι καὶ ἁρμόσαι 〈οἶδεν, οὐκ ἔστι τέκτων〉. «Ἐκ καταλήψεων» δὲ οἱονεὶ ἐξ ἐφευρημάτων, ἐκ γνώσεων, ἐκ θεωρημάτων· [ἐκ γὰρ θεωρημάτων ἡ ἰατρική·] | |
οὐ γὰρ ἀπ’ ἀρχῆς ὡς εἰσὶ γεγόνασιν αἱ τέχναι, ἀλλὰ ἐ〈γ〉κατελάβετο ὁ | 108 | |
109 | δεῖνα πρὸ πολλοῦ χρόνου τὸ τρυπᾶν καὶ ὁ δεῖνα τὸ ξέειν, καὶ παρέ‐ δωκε τοῖς καθ’ ἑαυτόν, καὶ ὁ δεῖνα τὸ πρίζειν· καὶ οὕτως ἐξ ἑνὸς εἰς ἕνα συμπεραιούμεναι αἱ τέχναι τὸ τέλειον κατειλήφασιν. Καὶ ἡ 〈ἰα〉‐ τρικὴ δὲ οὐκ ἐξ ἑνὸς ἢ δευτέρου θεωρήματος μόνου, ἀλλὰ καὶ ἐκ πλειό‐ | |
5 | νων συνέστη· οἱ δὲ συστησάμενοι ταύτην οὐκ ἀμογητὶ αὐτὴν συνεστή‐ σαντο οὔτε ἐφάπαξ, ἀλλὰ πολλῶν ἀνδρῶν πολλὴν συνεισενεγκαμένων σπουδὴν καὶ πολλοὺς πόνους ὑποστάντων, τοῦ μὲν τόδε τὸ θεώρημα εὑρηκότος καὶ πολλάκις πειράσαντος καὶ μήπω ἀξιώσαντος αὐτὸ τῇ τέχνῃ προσάψαι, ἄχρις οὗ ἀπὸ τῆς τῶν πραγμάτων ἐβεβαιώθη μαρτυρίας, καὶ | |
10 | ἑτέρου ὁμοίως τινὰ εὑρηκότος θεωρήματα, καὶ ἄλλου ἄλλα, κἀνταῦθα ἐκ τῶν κατὰ μέρος ἱδρῶτι πολλῷ ἀθροίσματος γενομένου καὶ τὴν τέχνην ἐργασαμένου. Μήτις δὲ οἰέσθω, ἄθροισμα μόνον πολλῶν θεωρημάτων τὴν ἰατρικὴν ὑπάρχειν, ἀλλὰ καὶ συνέχειαν φυλαττόντων πρὸς ἄλληλα καὶ τάξιν τινὰ καὶ ἀκολουθίαν, καὶ εἰς ἓν ἅπαντα τέλος ὁρῶντα, τὴν | |
15 | ὑγείαν· οὐκοῦν εἰκότως λέξομεν αὐτὴν ἐκ θεωρημάτων συνίστασθαι συγ‐ γεγυμνασμένων πρός τι τέλος, ἓν γὰρ τέλος αὐτῆς ὑγεία ἀλλὰ καὶ εὔ‐ χρηστον τὸ τέλος τοσοῦτον, ὡς μήτε τὰς ἄλλας δύνασθαι τὸ οἰκεῖον τέλος τούτου χωρὶς ἐπιδείξασθαι τῶν ἐν τῷ βίῳ. «Ἐγγεγυμνασμένων» οἱονεὶ δεδοκιμασμένων· ἕως γὰρ νῦν δοκιμάζονται, καὶ λεπτότεραι | |
20 | ἑαυτῶν καὶ ἀκριβέστεραι αἱ τέχναι προέρχονται· ἐγγεγυμνασμένων οὖν ἀντὶ τοῦ ἐξηκριβολογημένων· εἴληπται δὲ ἡ λέξις ἀπὸ μεταφορᾶς τῶν ἀθλητῶν· οὗτοι γὰρ γυμνάσαντες ἑαυτοὺς εἰς τὸν κατ’ ἀλλήλων ἀγῶνα χωροῦσιν, ὅς ἐστι βάσανος ἀρετῆς· ἢ «ἐγγεγυμνασμένων» τουτέστι μεμε‐ λετημένων οὐδὲ γὰρ ἀνιδρωτὶ συνέστησαν αἱ τέχναι. Ἀθήναιος δὲ | |
25 | τὴν ἐναντιότητα παρέλαβεν· οὗτος δὲ καὶ τὸ καταλήψεων ἀντὶ τοῦ θεω‐ ρημάτων ἐκλαμβάνει· θεώρημα δὲ εἴρηται ἀπὸ τοῦ ἐκ θεοῦ τὴν ὥραν ἔχειν· ὥρα δέ ἐστιν ἡ φροντίς. «Πρός τι τέλος εὔχρηστον», ἐπειδὴ πᾶσα τέχνη ὀνομάζεται ἐκ τοῦ τέλος ἔχειν βιωφελὲς καὶ χρήσιμον· καὶ γὰρ ἡ γεωργικὴ τὰ ἀπὸ τῆς γῆς ἀγαθὰ πορίζει, καὶ αἱ λοιπαὶ πᾶσαι, | |
30 | οἷον χαλκευτικὴ καὶ τεκτονικὴ καὶ ἑξῆς, τὰ πρὸς ὠφέλειαν ἐπινοοῦνται· ὡς ἥ γε τέχνη ἡ μὴ ἔχουσα τὸ τέλος χρειῶδες καὶ ὠφέλιμον οὐ τέχνη, ἀλλὰ κακοτεχνία ὀνομάζεται· 〈ἡ〉 κυβευτικὴ γοῦν, καίτοι λεπτομερὴς οὖσα καὶ ἀκριβής, οὐκ ἂν λεχθείη τέχνη, ὅτι πολλοὺς τῶν ἰδίων ἐστέ‐ ρησε καὶ τὸ τέλος ἐπιβλαβὲς τοῖς κεκτημένοις ἔχει· καὶ 〈ἡ〉 γοητευτική, | |
35 | καθὸ τὸ τέλος οὐκ εὔχρηστον ἔχει, καὶ αὐτὴ κακοτεχνία ὀνομάζεται. Ἰστέον δὲ ὅτι, ὥσπερ τῆς ἰατρικῆς τέλος ἐστὶν ἡ ὑγεία καὶ τῆς ῥητορι‐ κῆς τὸ πείθειν, τὸν αὐτὸν τρόπον καὶ τῆς γραμματικῆς τὸ τέλος ὁ ἑλ‐ | |
ληνισμός. | 109 | |
110 | Ἑπτὰ δέ τινα τῇ καθόλου τέχνῃ παράκειται, τεχνοειδές, ἡμιτέχνιον, μικροτεχνία, ψευδοτεχνία, κακοτεχνία, ματαιοτεχνία, ἀτεχνία. Καὶ τε‐ χνοειδὲς μέν ἐστιν ἀλόγου ζῴου δύναμις φυσικὴ μιμουμένη τέχνην, ὡς ἡ τῶν μελισσῶν πλαστικὴ καὶ 〈ἡ〉 τῶν χελιδόνων οἰκοδομ〈ικ〉ή. Ἡμιτέ‐ | |
5 | χνιον δέ ἐστιν ἡ ἐξ ὀλίγων θεωρημάτων συνεστηκυῖα τέχνη, ὡς ἡ ξυστικὴ καὶ ἡ ἀπονυχιστική. Μικροτεχνία δέ ἐστιν ἧς τὸ ἀποτέλεσμα βραχύτα‐ τόν ἐστιν, ὡς ἐπὶ Μυρμηκίδου τοῦ Ἀθηναίου καὶ Καλλικράτους τοῦ Λα‐ κεδαιμονίου· οὗτοι γὰρ ἐποίησαν σιδηροῦν ἅρμα ὑπὸ μυίας ἑλκόμενον καὶ τῷ πτερῷ τῆς μυίας καλυπτόμενον. Ψευδοτεχνία δέ ἐστι βραχεῖα | |
10 | τέχνη, μείζονος ὑποδυομένη τέχνης ἔργον, ὥσπερ οἱ φαρμακοπῶλαι ἤγουν οἱ μυρεψοί· οὗτοι γὰρ λέγουσιν ἑαυτοὺς ἰατρούς. Κακοτεχνία δέ ἐστιν ἕξις εὑρημένη ἐπὶ κακῷ τῷ βίῳ, ὥσπερ ἡ τῶν δηλητήρων καὶ ἡ τῶν τυμβωρύχων. Ματαιοτεχνία δέ ἐστιν ἡ μηδὲν συντελοῦσα τῷ βίῳ τέχνη, ὥσπερ ἡ σχοινοβατική, ἤγουν ὁ ἐν τῇ σχοίνῳ περιπατῶν, καὶ | |
15 | ὥσπερ ὁ κοντοπαίκτης. Ἀτεχνία δέ ἐστιν ἁμάρτημα τῷ τεχνίτῃ γενό‐ μενον. Φασὶ δὲ τῶν τεχνῶν διαφορὰς τέσσαρας εἶναι· λέγουσι γὰρ ὅτι τῶν τεχνῶν αἱ μέν εἰσι ποιητικαί, αἱ δὲ θεωρητικαί, αἱ δὲ πρακτικαί, αἱ δὲ μικταί. Καὶ ποιητικὴ μέν ἐστιν ἣ ὕλην τινὰ λαβοῦσα κατασκευάζει 〈τι〉 | |
20 | ἐντέχνως, ὥσπερ ἡ χαλκευτικὴ καὶ ἡ σκυτοτομικὴ καὶ ἡ τεκτονική. Πρακτικὴ δέ ἐστιν ἡ δι’ ὀργάνων καταπραττομένη τινά, ὥσπερ ἡ στρα‐ τηγική, ἥτις μηχαναῖς τε καὶ ὀργάνοις τοὺς ἐναντίους καταγωνίζεται. Θεωρητικὴ δέ ἐστιν ἡ τὰ πράγματα θεωροῦσα διὰ λιτῆς θεωρίας, ὥσπερ ἡ ἀστρονομία καὶ ἡ φιλοσοφία· ἰστέον δὲ ὅτι θεωρία ἐστίν, ἡνίκα τις | |
25 | θεωρεῖ μόνον καὶ οὐδὲν λέγει, ὡς ὅταν ὁ ἀστρονόμος θεωρῇ μόνον τὰ ἄστρα. Μικτὴ δέ ἐστιν ἡ ἐκ τούτων τῶν προειρημένων συγκειμένη, ὡς ἡ ἰατρική· τὸ μὲν γὰρ αὐτῆς περὶ τοὺς λόγους ἐστὶ καταγινόμενον ἐν θεωρίᾳ καὶ 〈θεωρητικόν〉, τὸ δὲ χειρουργικόν ἐστι καὶ πρακτικόν. 〈Ὡσαύ‐ τως δὲ καὶ ἡ γραμματικὴ μικτή ἐστι τέχνη·〉 καὶ γὰρ τὸ μὲν διορθωτι‐ | |
30 | κὸν καὶ ἡ ὀρθογραφία τοῦ ποιητικοῦ εἰσιν, ἡ δὲ θεωρία τῶν μερῶν τοῦ λόγου τοῦ θεωρητικοῦ ἐστιν. Λούκιος δὲ ὁ Ταρραῖος λέγει, ὅτι τῆς τέχνης εἴδη 〈εἰσὶ〉 τέσ‐ σαρα, ἀποτελεσματικόν, πρακτικόν, ὀργανικόν, θεωρητικόν. Καὶ ἀπο‐ τελεσματικαὶ μέν εἰσι τέχναι, ὅσαι εἰς συντέλειαν ἤγουν εἰς τὸ συμφέρον | |
35 | ἀπαρτίζουσι καὶ συμπεραίνουσι πᾶν τὸ κατασκευαζόμενον τὸ ἐξ ἑνὸς ἢ | 110 |
111 | καὶ πλειόνων, ἐξ ἑνὸς μέν, ὥσπερ ἡ τεκτονικὴ καὶ ἡ χαλκευτική· καὶ γὰρ ἡ τεκτονικὴ ἐξ ἑνὸς μέρους κατασκευάζεται, ἐκ τῶν ξύλων, καὶ ἡ χαλκευτικὴ ἐξ ἑνός, 〈ἐκ〉 χαλκοῦ· ἐκ πλειόνων δέ, ὥσπερ ἡ οἰκοδομικὴ ἐκ πλειόνων κατασκευάζεται, ἀπὸ ἀσβέστου καὶ λίθων, καὶ ἡ ὑφαντικὴ | |
5 | 〈ἐξ〉 ἐρίου καὶ διαφόρων ὑφασμάτων· αἱ δὲ τοιαῦται κριτὴν ἔχουσι τὸν χρόνον· ἐφ’ ὅσον γὰρ ἂν ὁ χρόνος διατηρῇ αὐτάς, ἐπὶ τοσοῦτον μένου‐ σιν. Πρακτικαὶ δέ εἰσιν, αἵτινες κατὰ πράξεως κίνησιν γίνονται· τούτων δὲ τάξεις εἰσὶ πέντε, αὐτοκίνητος, ἀντίπαλος, στοχαστική, μεθοδική, ὑπουργηματική. Καὶ αὐτοκίνητος μέν ἐστιν ἡ ἐξ αὐτοῦ τοῦ ἀνθρώπου | |
10 | καθ’ ἑαυτὸν κινουμένου συνεστῶσα, ὥσπερ ἡ ὀρχηστική· ταύτην 〈γὰρ〉 ὁ ἄνθρωπος κινούμενος συνίστησιν· ἀντίπαλος δέ ἐστιν ἡ πρὸς ἕτερον ἀντιτεταγμένη ἤτοι ἄνοπλον ἢ ἔνοπλον, ἄνοπλον μέν, οἷον παλαιστικὴ καὶ παγκρατιαστική, ἔνοπλον δέ, οἷον ὁπλομαχία καὶ πυκτική· καὶ γὰρ οἱ πύκται βύρσας ἐπιτιθέασι ταῖς χερσὶν αὑτῶν καὶ οὕτω γυμνάζονται· | |
15 | στοχαστικὴ δέ ἐστιν ἡ κατὰ στοχασμόν ὡρισμένον γινομένη, ὥσπερ ἡ ῥητορικὴ καὶ ἡ ἀκοντιστική· μεθοδικὴ 〈δέ〉 ἐστιν ἡ μεθόδῳ τινὶ πραττο‐ μένη, ὥσπερ ἡ κυνηγετικὴ καὶ ἡ ἁλιευτική· αὗται γὰρ διὰ μεθόδου τινὸς γίνονται· ὑπουργηματικὴ δέ ἐστιν ἡ μεθ’ ὑπουργίας ἑτέρων δρωμένη, ὥσπερ ἡ ἡνιοχευτικὴ καὶ ἡ κυβερνητική· αὗται γὰρ μεθ’ ὑπουργίας ἑτέ‐ | |
20 | ρων γίνονται, καὶ ἡ μὲν ἡνιοχευτικὴ διὰ τῶν ἵππων καὶ τῶν χαλινῶν γίνεται, ἡ δὲ κυβερνητικὴ διὰ τοῦ πηδαλίου. Πᾶσαι δὲ αἱ πρακτικαὶ τέχναι κριτὴν ἔχουσι τὸν τῆς πράξεως καὶ ἐνεργείας μόνον καιρόν· καὶ γὰρ 〈ἐν〉 τῷ καιρῷ, ἐν ᾧ καὶ γίνονται, ἐν 〈τῷ〉 αὐτῷ καὶ εἰσίν. Ὀρ‐ γανικαὶ δέ εἰσιν, ὅσαι δι’ ὀργάνων συνεστήκασιν· τούτων δὲ εἴδη τρία, | |
25 | ἐμπνευστικόν, ἁπτικὸν καὶ τὸ συναμφότερον· καὶ ἐμπνευστικὸν μέν, ὥσπερ ἡ συριστικὴ 〈καὶ ἡ σαλπιστική〉· ἐμπνέουσι γὰρ ἐν τῇ σύριγγι καὶ ἐν τῇ σάλπιγγι, καὶ οὕτω συρίζουσι καὶ σαλπίζουσιν· ἁπτικὸν δέ ἐστιν, ὥσπερ ἡ κιθαριστική· καὶ γὰρ ἁπτόμενος τῇ χειρὶ ποιεῖ τὴν κιθάραν τὸ μέλος ἀφιέναι τὸ συναμφότερον δέ, ὡς 〈ἡ〉 αὐλητική· καὶ γὰρ ἐν τῷ | |
30 | αὐλῷ καὶ ἐμπνεῖ καὶ ἅπτεται τῇ χειρί, καὶ οὕτως αὐλίζει· αὗται δὲ αἱ τέχναι κριτὴν ἔχουσι τῆς ἐνεργείας μόνον τὸν καιρόν, ἐν ᾧ γίνονται. Θεωρητικαὶ δέ εἰσι τέχναι, ὅσαι δι’ ἐννοίας καὶ δι’ ἐνθυμήσεως καὶ διὰ λόγου ἀκολουθητικοῦ θεωροῦνται, ὥσπερ ἡ γεωμετρία καὶ ἡ ἀστρονομία. Ἰστέον δὲ ὅτι τῶν τεχνῶν ἁπασῶν ἡ γνῶσις ἐπιστήμη καλεῖται, ὡς | |
35 | μαρτυρεῖ καὶ ὁ ποιητής· ἐπὶ 〈τῆσ〉 μὲν ἀποτελεσματικῆς, 〈Ε 60〉 ὃς χερσὶν ἐπίστατο δαίδαλα πολλὰ Τεύχειν· καὶ ἐπὶ τῆς πρακτικῆς, 〈Η 238〉 οἶδ’ ἐπὶ δεξιά, οἶδ’ ἐπ’ ἀριστερὰ νωμῆσαι βῶν Ἀζαλέην, 〈Η | |
240 seq.〉 οἶδα δ’ ἐπαῗξαι μόθον ἵππων ὠκειάων, Οἶδα δ’ ἐνὶ | 111 | |
112 | σταδίῃ δηΐῳ μέλπεσθαι Ἄρηϊ· ἐπὶ δὲ τῆς ὀργανικῆς, 〈θ 488〉 ἢ σέ γε Μοῦς’ ἐδίδαξε, Διὸς παῖς, ἢ σέ γ’ Ἀπόλλων· ἐπὶ δὲ τῆς θεω‐ ρητικῆς, 〈Ο 283〉 ἀγορῇ δέ 〈ἑ〉 παῦροι Ἀχαιῶν Νίκων. Ἔτι 〈δὲ〉 τῶν τεχνῶν αἱ μέν εἰσι βάναυσοι, αἱ δὲ ἐγκύκλιοι. Καὶ | |
5 | βάναυσοι 〈μέν〉, αἳ καὶ χειρωνακτικαὶ λέγονται, ὥσπερ ἡ χαλκευτικὴ καὶ ἡ τεκτονική· χειρωνακτικαὶ δὲ καλοῦνται, ἐπειδὴ χειρώνακτας καλοῦσι τοὺς ταῖς οἰκείαις χερσὶν ἐργαζομένους, οἱονεὶ χειρῶν ἄνακτας· ὁμοίως δὲ βάναυσοι αἱ διὰ πυρὸς τὴν ἐργασίαν ποιούμεναι, ὥσπερ ἡ χαλκευτική, καταχρηστικῶς δὲ 〈λέγουσι βαναύσουσ〉 καὶ πάσας τὰς διὰ χειρὸς τὴν | |
10 | ἐργασίαν ποιουμένας, οἱονεὶ τεκτονικὴν 〈καὶ〉 οἰκοδομικήν. Γίνεται δὲ ἡ λέξις παρὰ τὸ φῶ (τὸ φαίνω), ἐξ οὗ φαύνω, καὶ ἀποβολῇ τοῦ φ αὔνω· ἐκ τούτου αὐνός καὶ βαυνός, ὅπερ κοινῶς μὲν ὀξύνεται, ἀττικῶς δὲ βαρύνεται· σημαίνει δὲ τὴν κάμινον, ὡς παρὰ τῷ Ἐρατοσθένει 〈p. 99 H〉 μέσον δ’ ἐξαύσατο βαυνόν, ἤγουν ὑφηῦσε· καὶ ὡς παρὰ | |
15 | τὸ ἵππος ἵππασος καὶ παρὰ τὸ χόρτος χόρτασος, οὕτως καὶ παρὰ τὸ βαυνός βαύνασος, καὶ καθ’ ὑπερβιβασμὸν βάναυσος. Ἐγκύκλιοι δέ εἰσιν, ἃς ἔνιοι λογικὰς καλοῦσιν, οἷον ἀστρονομία, γεωμετρία, μουσική, φιλο‐ σοφία, ἰατρική, γραμματική, ῥητορική· ἐγκυκλίους δὲ αὐτὰς καλοῦσιν, ὅτι τὸν τεχνίτην 〈δεῖ〉 διὰ πασῶν αὐτῶν ὁδεύσαντα τὸ χρειῶδες ἀφ’ ἑκά‐ | |
20 | στης εἰς τὴν ἑαυτοῦ εἰσάγειν. Ἄλλοι δὲ ἄλλας παραδιδόασι διαφορὰς [τέσσαρας] τῆς τέχνης. Ἔστι δὲ θεωρητικὴ καὶ πρακτικὴ καὶ ποιητικὴ καὶ ἐκ τούτων μικτή. Καὶ θεωρητικὴ μέν ἐστιν ἡ τῇ θέᾳ παραδιδομένη μόνῃ, ὥσπερ ἡ ἀστρονομία. Πρακτικὴ δέ ἐστιν, ἥτις ὀργάνων ἐν τῇ πράξει δεῖται, οἷον κριῶν καὶ | |
25 | τῶν τοιούτων μηχανημάτων, ὥσπερ ἡ στρατηγική· 〈ἢ〉 πρακτικαί εἰσιν, ὅσαι μέχρι τοῦ γίνεσθαι ὁρῶνται, ὥσπερ ἡ αὐλητικὴ καὶ ἡ ὀρχηστική· αὗται γὰρ ἐφ’ ὅσον χρόνον πράττονται, ἐπὶ τοσοῦτον καὶ ὁρῶνται, μετὰ γὰρ τὴν πρᾶξιν οὐχ ὑπάρχουσιν. Ποιητικαὶ δέ εἰσιν, ὅσαι ὕλην ἀδια‐ τύπωτον λαμβάνουσαι ποιοῦσί τι πρὸς μνήμην τοῦ δημιουργήσαντος, | |
30 | ὥσπερ ἡ χαλκευτική· αὕτη γὰρ λαβοῦσα χαλκὸν ἀποτελεῖ εἶδος πρὸς μνήμην τοῦ δημιουργήσαντος. Μικτὴ δέ ἐστιν, ὥσπερ ἡ ἰατρική· αὕτη γὰρ καὶ λόγῳ κέχρηται, ἡνίκα εἴπῃ «ῥαφήτω τόδε τι», καὶ πράξει, ἡνίκα φλεβοτομήσῃ. Ἔστιν οὖν ἐπιστήμη, τέχνη, ἐμπειρία, πεῖρα. Καὶ ἐπιστήμη μέν | |
35 | ἐστιν ἕξις ἀμετάπτωτος λογική, ὥσπερ 〈ἡ〉 ἀστρονομία καὶ 〈ἡ〉 γεωμε‐ | 112 |
113 | τρία· «ἀμετάπτωτος» δὲ οἷον ἄπταιστος. Τί δέ ἐστι τέχνη, ἐμάθομεν ἀνωτέρω. Ἐμπειρία δέ ἐστιν ἡ τῶν ὡσαύτως ἐχόντων πραγμάτων τή‐ ρησίς τε καὶ μνήμη, ὡς ἐπὶ τῶν ἐμπειρικῶν ἰατρῶν. Πεῖρα δέ ἐστιν ἡ ἐφ’ ἑνὸς καὶ δευτέρου δοκιμαζομένη, οἷον ὅταν λέγωμεν τὸν πλεύσαντα | |
5 | ἅπαξ ἢ δὶς πεῖραν εἰληφέναι τοῦ πλεῖν. Ἡ μὲν οὖν πεῖρα εἰς ἐμπει‐ ρίαν προκόπτει, ἡ δὲ ἐμπειρία εἰς τέχνην, ἡ δὲ τέχνη εἰς ἐπιστήμην, ἡ δὲ ἐπιστήμη εἰς τὴν καθόλου τέχνην· ἐπεὶ γὰρ τῶν τεχνῶν αἱ μέν εἰσι θεωρητικαί, αἱ δὲ πρακτικαί, αἱ δὲ ποιητικαί, αἱ δὲ μικταί, θεωρη‐ τικὴ δέ ἐστιν ἡ καθόλου σοφία, δῆλον ὅτι ὑπὸ τὴν καθόλου τέχνην | |
10 | ἀνάγεται. Ἰστέον δὲ ὅτι περὶ πᾶσαν τέχνην ὀκτώ τινα θεωρεῖται· εἰσὶ δὲ ταῦτα, αἴτιον, ἀρχή, ἔννοια, ὕλη, μέρη, ἔργα, ὄργανα, τέλος· ἐπεὶ οὖν τέχνη ἐστὶν ἡ γραμματική, δῆλον ὅτι καὶ αὕτη ταῦτα τὰ ὀκτὼ ἔχει θεω‐ ρούμενα περὶ αὐτήν. | |
15 | Αἴτιον οὖν ἐστι τῆς γραμματικῆς ἡ ἀσάφεια· καὶ γὰρ οἱ ἄνθρωποι ἐντυγχάνοντες ποιήμασι καὶ πεζοῖς συγγράμμασι, τὴν ἀρχαίαν καὶ ἀπε‐ ξε〈νι〉σμένην φωνὴν οὐκ ἀποσῴζοντες, ἐπεζήτησαν τέχνην τὴν σαφη‐ νίσαι ταύτην δυναμένην· καὶ πολὺ πλέον ἐπεζήτησαν τὴν γραμματικὴν ἐν τοῖς ποιήμασι, γλώσσαις τε καὶ λέξεσι ξέναις χρωμένοις καὶ παρα‐ | |
20 | ποιοῦσι καὶ ἐξιστοροῦσι πολλὰ σχήμασι, συντάξεσιν, ἐννοήμασι. Τάχα δὲ οὐχ ἡ ἀσάφεια 〈αἴτιον〉 τῆς γραμματικῆς, ἀλλ’ ἡ σαφήνεια· ὥσπερ γὰρ οἱ νοσήσαντες κατ’ ἐπιζήτησιν ὑγείας εὗρον τὴν ἰατρικήν, οὕτως καὶ οἱ περιπεσόντες γραφαῖς ἀσαφέσι σαφηνείας χάριν τὴν γραμματικὴν ἐπε‐ νόησαν· ὥστε δυνάμει ταὐτὸν εἶναι καὶ τὸ τέλος καὶ τὸ αἴτιον τῆς γραμ‐ | |
25 | ματικῆς· καὶ γὰρ τὸ τέλος αὐτῆς ἐστι τὸ διὰ τοῦ ἑλληνισμοῦ τὰ ἀσαφῆ σαφηνίσαι, ἀλλὰ καὶ αἴτιον αὐτῆς ἡ σαφήνεια. Παρά τισι δὲ τὸ αὐτὸ καὶ ἀρχὴ λέγεται. Ἀριστοτέλης δὲ τὸ αἴτιον λέγει τετραχῶς νοεῖσθαι, ὅθεν, ἐξ οὗ, δι’ ὅ, καθ’ ὅ· καὶ ὅθεν μέν ἐστι τὸ ποιητικὸν αἴτιον, οἷον ὡς ὅταν λέγωμεν αἴτιον εἶναι τὸν θεὸν τοῦ κόσμου, ὑπὸ τοῦ θεοῦ γὰρ | |
30 | γέγονεν ὁ κόσμος, καὶ πάλιν ὅτε λέγομεν αἴτιον τοῦ ἀγάλματος τοῦ Διὸς τὸν Φειδίαν, ὑπὸ τούτου γὰρ γέγονεν· ἐξ οὗ 〈δέ〉 ἐστι τὸ ὑλικόν, ὡς ὅταν λέγωμεν, ὅτι ἐκ τοῦ ἐλέφαντος καὶ τοῦ χρυσοῦ ἐγένετο τὸ ἄγαλμα τοῦ Διός· καθ’ ὃ δέ ἐστι τὸ εἰδικόν, κατὰ γὰρ τὸ εἶδος χαρα‐ κτηρίζονται τὰ πράγματα, οἷον ὡς ὅταν λέγωμεν, ὅτι εἶδός τι ἐνενόησε | |
35 | περιθεῖναι τῇ ὕλῃ ὁ Φειδίας, καὶ οὕτως ἐποίησε τὸ ἄγαλμα τοῦ Διός· τὸ δὲ δι’ ὃ τὸ τελικὸν αἴτιον, τουτέστι τὸ ἀποτέλεσμα τοῦ δημιουργή‐ ματος σημαίνει, οἷον τὸν Δία, τουτέστιν ἐφ’ ὃ σκοπὸν ἔχων 〈ὁ Φειδίασ〉 | |
καὶ ὁρμὴν ἀποτελεῖ 〈τὸ ἄγαλμα〉. | 113 | |
114 | Ἡ δὲ ἀρχὴ λέγεται μὲν καὶ ὁσαχῶς τὸ αἴτιον, λέγεται δὲ καὶ ἡ ἐκ τοῦ μέρους ἢ μορίου, καθό φαμεν χρόνου ἀρχὴν καὶ βιβλίου ἀρχήν. Οὕτως οὖν καὶ τῆς γραμματικῆς ἀρχὴν νομίζουσι τὴν περὶ τὰς λέξεις θεωρίαν, πρώτην 〈γὰρ〉 γεγονέναι ταύτην, γεγενῆσθαι δ’ ἔτι τὰ περὶ | |
5 | τὴν 〈σύν〉ταξιν ἀσαφῆ καὶ τὰ περὶ τὴν διάνοιαν· τριῶν γὰρ ὄντων περὶ ἃ ἡ ἀσάφεια θεωρεῖται, λέξεως, συντάξεως, διανοίας, προῆλθεν ἡ περὶ τὰς λέξεις θεωρία εὐλόγως, ἐπειδὴ ἡ λέξις ἁπλῆ ἐστιν, ἡ δὲ σύν‐ ταξις σύνθετος, ἀπὸ γὰρ πλειόνων λέξεων σύγκειται· τὰ δὲ ἁπλᾶ προ‐ τερεύουσι τῶν συνθέτων, καὶ γὰρ τὸ σοφός ἁπλοῦν ὑπάρχον προτερεύει | |
10 | τοῦ φιλόσοφος συνθέτου ὑπάρχοντος· ἡ δὲ σύνταξις προτέτακται τῆς σημασίας, ἐπειδὴ διὰ τῆς συντάξεως καὶ τῆς συνθήκης τῶν λέξεων τίκτε‐ ται ἡ τῆς σημασίας σαφήνεια. Ἔλθωμεν δὲ καὶ ἐπὶ τὴν ἔννοιαν. Δεῖ 〈δὲ〉 εἰδέναι, ὅτι ἔννοιαν λέγουσι τὸν ὅρον, ἐπειδὴ ἐννοηματικοῖς ὅροις κέχρηνται οἱ φιλόσοφοι | |
15 | ἤγουν ὑπογραφικοῖς, ἢ ἐπειδὴ λεγόντων ἡμῶν τὸν ὅρον ἀνατρέχει ἡ ἔννοια ἡ ἡμετέρα ἐπὶ τὸ ὁριστόν· καὶ γὰρ ἐὰν εἴπωμεν «ζῷον λογικὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν», εὐθέως ἀνατρέχει ἡ ἡμετέρα ἔννοια εἰς τὸ ἄνθρωπος. Δέον οὖν ζητῆσαι τὴν ἔννοιαν τῆς γραμματικῆς ἤγουν τὸν ὅρον· ἀλλ’ ἐπειδὴ λόγος 〈ἐστὶν〉 ὁ λέγων, 〈ὅτι〉 σαφηνίζειν ἀνάγκη τὴν | |
20 | ὁμωνυμίαν, δεῖ γινώσκειν καὶ τὴν ὁμωνυμίαν, καὶ οὕτως ὁρίζεσθαι ἐκεῖνο, περὶ οὗ ὁ σκοπὸς ἔχει διαλαβεῖν· περὶ γραμματικῆς οὖν βουλόμενοι δια‐ λαβεῖν, εἴπωμεν ποσαχῶς λέγεται ἡ γραμματική, καὶ εἶθ’ οὕτως τὸν ὅρον αὐτῆς διαλέξομεν. Διχῶς οὖν λέγεται παρὰ τοῖς ἀρχαίοις, γραμματικὴ μικρὰ καὶ γραμματικὴ μεγάλη· καὶ μικρὰ μέν ἐστιν, ἧς ἔργον τοὺς χα‐ | |
25 | ρακτῆρας τῶν γραμμάτων εἰδέναι καὶ τὰς συλλήψεις αὐτῶν· τοὺς με‐ τιόντας ταύτην νῦν διδασκάλους καλοῦσι, καὶ ἔστιν αὕτη τέχνη περὶ τὸ γράφειν καὶ ἀναγινώσκειν τὴν ἔγγραφον φωνήν. Μεγάλην δὲ γραμμα‐ τικὴν λέγουσι τὴν καταγινομένην περὶ τὴν ἑρμηνείαν τῶν ποιητῶν, ἥν‐ τινα οὕτως ὁρίζουσι· «γραμματική ἐστι τέχνη θεωρ〈ητ〉ικὴ τῶν παρὰ | |
30 | ποιηταῖς τε καὶ λογεῦσι»· λογεῖς δὲ λέγουσι τοὺς ἱστορικοὺς καὶ φιλο‐ σόφους καὶ ἰατροὺς καὶ ὅσους ἐν τῷ χορῷ τῶν λογίων τιθέναι δίκαιον· καὶ γὰρ φιλοσόφου ὄντος τοῦ θεωρήματος, ἡ μὲν ἀφήγησις καὶ ἡ σύν‐ ταξις τῷ γραμματικῷ ἁρμόζει, τὸ δὲ ζήτημα αὐτὸ τῷ φιλοσόφῳ. Πρό‐ εισιν οὖν ἡ γραμματικὴ μέχρι τούτων. | |
35 | Ὕλη δὲ γραμματικῆς ἐστιν ὁ γενικὸς λόγος. 〈Ἔστι δὲ λόγοσ〉 λέ‐ ξεων σύνθεσις, διάνοιαν αὐτοτελῆ κατὰ σύμμετρον περιγραφὴν ἀπαρτί‐ ζουσα· «περιγραφὴν» δέ, ἵνα μὴ μακροαπόδοτος ὁ λόγος καὶ ἀσύμμετρος | |
ᾖ. Τοῦ δὲ γενικοῦ λόγου ὁ μέν ἐστι πεζός, ὁ δὲ ποιητικός· ἐπισκέ‐ | 114 | |
115 | πτεται δὲ ὁ γραμματικὸς τὰ τοῦ λόγου μέρη καὶ τὰ συμβεβηκότα αὐτοῖς, οἷον προφοράν, σημασίαν καὶ τὰ τοιαῦτα. Καταγίνεται δὲ 〈καὶ〉 ἡ δια‐ λεκτικὴ καὶ ἡ ῥητορικὴ περὶ τὸν γενικὸν λόγον, ἀλλὰ διαφέρουσι τοῖς τέλεσι· τῆς μὲν γὰρ διαλεκτικῆς τἀληθές, τῆς δὲ ῥητορικῆς τὸ πείθειν, | |
5 | τῆς δὲ γραμματικῆς τέλος ἐστὶν ἡ κατάληψις τοῦ λόγου, τουτέστι τὸ διδάσκειν τί σημαίνει καὶ πῶς σημαίνει, οἷον διὰ ποίων μερῶν ὁ λόγος δηλοῦται. Μέρη δὲ τῆς γραμματικῆς εἰσι τέσσαρα, ἀναγνωστικόν, διορθωτικόν, ἐξηγητικόν, κριτικόν· ἢ 〈γὰρ〉 λέγεται ὁ γενικὸς λόγος, καὶ ποιεῖ τὸ | |
10 | ἀναγνωστικόν· ἢ γράφεται, καὶ ποιεῖ τὸ διορθωτικόν· ἢ δηλοῦται, καὶ ποιεῖ τὸ ἐξηγητικόν· ἢ ζητοῦμεν πῶς δηλοῦται, καὶ ποιοῦμεν 〈τὸ〉 κρι‐ τικόν, κρίνοντες γὰρ γινώσκομεν πῶς δηλοῦται· πρῶτον γὰρ ἀναγινώσκει τὸ παιδίον, καὶ οὕτως 〈διορθοῦται〉 ὁ διδάσκαλος, καὶ μετὰ ταῦτα ἐξη‐ γεῖται, καὶ μετὰ ταῦτα κρίνει. | |
15 | Ἔργα δὲ τῆς γραμματικῆς 〈πάντα τὰ γνωστὰ ἀνθρώποις γινόμενα· ἐπεὶ〉 γάρ τοι τὴν γραμματικὴν φυλαττομένην πᾶσαν ἱστορίαν ἔγνωμεν, τά τε τοῖς σοφοῖς θεωρούμενα καὶ τὰ πραχθέντα τοῖς πολιτικοῖς, καὶ πᾶν ὁτιοῦν τὸ γνωστὸν ἀνθρώπῳ γινόμενον ἢ θεωρούμενον διδασκόμεθα δι’ αὐτῆς. | |
20 | Ὥρα δὴ λοιπὸν ἅψασθαι ἡμᾶς τῆς περὶ ὅρων διδασκαλίας· χρήσι‐ μοι γὰρ οἱ ὅροι πρὸς τὰς καταλήψεις εἰσὶ τῶν τεχνῶν· ἅπασα γὰρ ἡ λογικὴ θεωρία τὴν σύστασιν ἔχει ἔκ τε ὅρων καὶ διαιρέσεων. Κατὰ γὰρ τὸν Πλάτωνα δεινοῦ τὴν τέχνην ἀνδρός ἐστι τὸ τὰ πολλὰ ἓν ποιῆσαι καὶ τὸ ἓν πολλά· τούτων δὲ τὸ μὲν ὁρισμοῦ, τὸ δὲ διαιρέσεως· καὶ γὰρ | |
25 | ὁ ὁρισμὸς τὰ πολλὰ ἓν ποιεῖ, ὡς ἐπὶ τοῦ ὁρισμοῦ τοῦ ἀνθρώπου, ἡ δὲ διαίρεσις τὸ ἓν πολλά· καὶ γὰρ λαβόντες τὴν οὐσίαν διαιροῦμεν αὐτὴν εἰς πολλά· λέγομεν γὰρ ὅτι ἡ οὐσία διαιρεῖται εἰς σῶμα καὶ ἀσώματον, καὶ τὰ ἑξῆς ὁμοίως. Ὅροις 〈δὲ〉 δεῖ κεχρῆσθαι 〈μᾶλλον〉 ἤπερ ὑπογραφαῖς· καὶ γὰρ οἱ | |
30 | ὅροι τιμιώτεροί εἰσι τῶν ὑπογραφῶν, ὥσπερ αἱ [μὲν] ζωγραφίαι τιμιώ‐ τεραί εἰσι τῶν σκιαγραφιῶν. Καὶ γὰρ αἱ μὲν ζωγραφίαι λαμπρότερον καὶ διαυγέστερον τὸ γραφὲν δεικνύουσιν, αἱ δὲ σκιαγραφίαι ἀμυδρότερον τὸ γραφὲν παριστῶσιν, ὥστε μὴ γινώσκειν ἡμᾶς ἐκ τοῦ ἀμυδρὸν εἶναι τὸν χαρακτῆρα τοῦ ἀνδρός, ὅτι δυνάμεθα ἐπάνω τῆς σκιαγραφίας οὐ | |
35 | μόνον ἐκεῖνον τὸν ἄνδρα ζωγραφῆσαι, οὗτινός ἐστιν ἡ σκιαγραφία, ἀλλὰ | 115 |
116 | καὶ ἕκαστον ἄνθρωπον. Τὸν αὐτὸν τρόπον καὶ οἱ ὅροι, τῶν καθολικῶν ὄντες, κρείττους εἰσὶ τῶν ὑπογραφῶν, αἵτινες τοῖς μερικοῖς ἁρμόζουσι· καὶ γὰρ βουλόμενός τις ὑπογραφῇ χρήσασθαι ἕνα μόνον ὑπογράφει, εἰ τύχοι λέγων «Σωκράτης ἐστὶν υἱὸς Σωφρονίσκου, φιλόσοφος, προκοίλιος, | |
5 | κολοβός, σιμός»· ὁ δὲ βουλόμενος ὅρῳ χρήσασθαι οὐχ ἕνα μόνον ὁρί‐ ζεται ἄνθρωπον, ἀλλὰ πάντα ἄνθρωπον· τὸ γὰρ «ζῷον λογικὸν» καὶ τὰ ἑξῆς οὐ μόνῳ Σωκράτει ἁρμόζει, ἀλλὰ καὶ ἑκάστῳ ἀνθρώπῳ. Καὶ Ἐπί‐ κουρος δέ, ἀεὶ ὑπογραφαῖς κεχρημένος, δηλῶν ὅτι τιμιώτερον οἱ ὅροι, ὅροις ἀντὶ ὑπογραφῶν ἐν τῇ τῆς φυσικῆς ἀκροάσεως πραγματείᾳ 〈ἐχρή‐ | |
10 | σατο〉· διαιρῶν γὰρ τὸ πᾶν εἴς τε ἄτομον καὶ κενὸν ὅροις ἐχρήσατο, λέγων ὅτι ἄτομόν ἐστι σῶμα στερεόν, ἀμέτοχον κενοῦ παρεμπλοκῆς, 〈καὶ〉 κενόν ἐστι φύσις ἀναφής, τουτέστιν ἀψηλάφητος. Ἰστέον δὲ ὅτι οἱ ὅροι τῶν καθόλου καὶ ἀεὶ μενόντων εἰσίν, ὡς καὶ Ἀριστοτέλης εἴρηκεν ἐν τῷ περὶ ἰδεῶν, ἃ πρὸς τὰς Πλάτωνος ἰδέας | |
15 | ἐστὶν αὐτῷ πεποιημένα· τὰ μὲν 〈γὰρ〉 μερικὰ πάντα μεταβάλλονται καὶ οὐδέποτε ὡσαύτως ἔχουσι, τὰ δὲ καθόλου ἄτρεπτα καὶ ἀΐδιά εἰσιν· ἃ δὴ συλλαβὼν ὁ τεχνικὸς ὁρίζεται. Οἷον περιπεσὼν λευκοῖς πλείοσι, τουτέστι χιόνι καὶ γύψῳ καὶ γάλακτι καὶ τοῖς παραπλησίοις, ἐν〈ε〉νόησέ τι λευ‐ κὸν ἁπάντων τούτων διῆκον καὶ μένον ἀεί, καὶ τοῦτο ὡρίσατο, λέγων | |
20 | ὅτι λευκόν ἐστι χρῶμα διακριτικὸν ὄψεως, τουτέστιν ἀσφαλῶς διακρῖναι τὰ ὁρώμενα παρασκευάζον· ὁμοίως δὲ καὶ τὸν ἄνθρωπον ὁριζόμενος οὐ τὸν Πλάτωνα μόνον οὐδὲ τὸν Πυθαγόραν οὐ〈δὲ τὸν〉 Δημόκριτον ὡρί‐ σατο, ἀλλὰ πάντα ἄνθρωπον. Χρὴ δὲ σκοπεῖν τὸν ὁρίζεσθαι μέλλοντα, τί ἐστιν ἑκάστῳ τῶν καθόλου ἴδιον· οἷον τῷ ἀνθρώπῳ ἴδιόν ἐστι τὸ | |
25 | ἐζωῶσθαι, τουτέστι τὸ ζῷον εἶναι, τὸ θνητόν, τὸ λογικόν· κατὰ ταῦτα τοίνυν ὡρίσαντο, εἰπόντες «ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν»· διὰ τοῦτο καὶ ὁ Ἀριστοτέλης εἶπεν «ὅρος ἐστὶν ὁ τὸ τί 〈ἦν〉 εἶναι δηλῶν», τουτέστιν ὁ δηλῶν τί ὤφειλεν 〈ἴδιον〉 εἶναι ἑκάστῳ· καὶ τῇ γραμματικῇ ἴδιόν ἐστι τὸ τέχνην αὐτὴν εἶναι τῶν παρὰ | |
30 | ποιηταῖς τε καὶ λογεῦσιν. Ἐπεὶ δὲ οἱ ὅροι μόνου τοῦ ὁριστοῦ εἰσι, καὶ ἀντιστρέφειν θέλουσι, καὶ τὴν οὐσίαν δηλοῦσι—τοῦτο γὰρ ἴδιον τῶν ὅρων—ληπτέον αὐ‐ τοῦ πρῶτον μὲν τὰ γένη, ἔπειτα 〈δὲ〉 τὰς διαφοράς· ὁ γὰρ ὅρος ἐκ γένους καὶ συστατικῶν διαφορῶν θέλει συγκεῖσθαι, ἐκ γένους μέν, ἐπεὶ | |
35 | τὸ γένος τὴν οὐσίαν τοῦ ὁριστοῦ σημαίνει, ἐκ συστατικῶν 〈δὲ〉 δια‐ φορῶν, ἐπειδὴ αἱ συστατικαὶ διαφοραὶ συνιστῶσι τὸ ὁριστόν· καὶ γὰρ τὸ μὲν ζῷον δηλοῖ τὴν οὐσίαν τοῦ ὁριστοῦ, τουτέστι τοῦ ἀνθρώπου, αἱ δὲ | |
συστατικαὶ διαφοραί, τουτέστι τὸ λογικόν, θνητόν, συνιστῶσι τὸν ἄνθρω‐ | 116 | |
117 | πον. Ἔστι δὲ γένος μὲν τὸ κατὰ πλειόνων ἀνομοίων τοῖς εἴδεσιν ἐν τῷ τί ἐστι κατηγορούμενον, οἷον φυτόν· τοῦτο γὰρ κατὰ πλειόνων ἀνο‐ μοίων φέρεται, κατὰ ἀμπέλου, κατὰ συκῆς, κατὰ ἐλαίας, ἅτινα πλείονά εἰσι καὶ ἀνόμοια· καὶ κατηγορεῖται ἐν τῷ τί ἐστιν, τουτέστι κατ’ αὐτῶν | |
5 | ἀγορεύεται καὶ φέρεται· ἐὰν γὰρ εἴπω «τί ἐστιν ἐλαία;» ἀνάγκη τὸ γένος ὀνομάσαι καὶ εἰπεῖν ὅτι «φυτόν». Εἴδη δέ εἰσι τὰ ἐμπεριεχόμενα τοῖς γένεσι καὶ δηλοῦντα τὴν ἰδίαν οὐσίαν, οἷον ἄνθρωπος ἵππος λέων· ταῦτα γὰρ ἐκ γένους ἐμπεριέχονται, λέγω δὴ ἐκ τοῦ ζῴου, καὶ τὴν 〈ἰδίαν〉 οὐσίαν δηλοῦσιν· ὁ γὰρ λέων δηλοῖ τὴν ἰδίαν οὐσίαν, τί ἐστι, | |
10 | διὰ τῆς προσηγορίας. Διαφορὰ δέ ἐστιν ἡ οὐσίαν καὶ ποιότητα ἀπ’ ἀλλήλων διαχωρίζουσα, οἷον τὸ θνητὸν 〈καὶ〉 τὸ ἀθάνατον, καὶ πάλιν τὸ λογικὸν καὶ τὸ ἄλογον· αὗται δὲ καὶ φυσικαὶ ποιότητες λέγονται, ὅτι ἀχώριστοί εἰσι καὶ ἐκ φύσεως πᾶσιν ἴσως ὑπάρχουσι· καὶ γὰρ πάντες οἱ ἄνθρωποι ἴσως θνητοί εἰσι, καὶ πάντες ἴσως λογικοί εἰσιν. Ὅταν δὲ | |
15 | εἴπωμεν, ὅτι τῶν ἀνθρώπων οἱ μέν εἰσιν Ἕλληνες, οἱ δὲ βάρβαροι, συμ‐ βεβηκυίας δηλοῦμεν ποιότητας, ἐπειδὴ οὐ φύσει καὶ οὐ πᾶσιν ἴσως ἁρμόζουσι τὰ τούτων ἤθη· καὶ γὰρ ἤθεσι καὶ διαλέκτῳ καὶ ἀγωγαῖς δια‐ φέρουσιν 〈οἱ〉 Ἕλληνες τῶν βαρβάρων. Γινώσκειν δὲ χρὴ ὅτι τῶν Ἑλ‐ λήνων οἱ μέν εἰσι Δωριεῖς, οἱ δὲ Αἰολεῖς, οἱ δὲ Ἴωνες, οἱ δὲ Ἀττικοί· | |
20 | συμβεβηκυίας δὲ διὰ τούτων δηλοῦμεν ποιότητας, καὶ γὰρ καὶ οὗτοι τρόποις καὶ ἤθεσι διαφέρουσιν ἀλλήλων· δοκεῖ γὰρ τὸ Δώριον ἀνδρω‐ δέστερόν τε εἶναι τοῖς βίοις, καὶ μεγαλοπρεπὲς τοῖς φθόγγοις τῶν ὀνο‐ μάτων καὶ τῷ τῆς φωνῆς τόνῳ, τὸ δὲ Ἰωνικὸν ἐν πᾶσι τούτοις ἀνει‐ μένον—χαῦνοι γὰρ οἱ Ἴωνες—τὸ δὲ Ἀττικὸν εἴς τε δίαιταν καὶ | |
25 | φωνῆς ἐπιτέχνησιν ἀεὶ διαφέρειν, τὸ δὲ Αἰολικὸν τῷ τ’ αὐστηρῷ τῆς διαίτης καὶ τῷ τῆς φωνῆς ἀρχαιοτρόπῳ· διὰ τοῦτο καὶ τὴν βαρύτητα τῶν τόνων καὶ τὴν ψιλότητα τοῦ πνεύματος ἐζηλώκασιν. [Τοῦτο δὲ οὐκ ἔστι πιθανόν· τί γὰρ ἡ βαρεῖα τάσις καὶ τὸ ψιλὸν πνεῦμα πρὸς τὸ αὐστηρὸν τῶν τρόπων αὐτῶν; Ἀλλὰ διὰ τοῦτο βαρυντικοί εἰσι καὶ ψιλωτικοὶ οἱ | |
30 | Αἰολεῖς, ἐπειδὴ τοῖς ἀσθενεστέροις χαίρουσι· καὶ γὰρ τὸ φθείρω φθέρ〈ρ〉ω λέγουσι καὶ τὸ σπείρω σπέρ〈ρ〉ω, τὸ δὲ θέσει μακρὸν ἀσθενέστερον τοῦ φύσει μακροῦ· εἰ‐ κότως οὖν καὶ τῇ βαρείᾳ τάσει καὶ τῷ ψιλῷ πνεύματι κέχρηνται. Καὶ γὰρ ἡ βαρεῖα τάσις ἀσθενεστέρα ἐστὶ τῆς ὀξείας τάσεως· ἡ γὰρ βαρεῖα οὐκ ἔστι κύριος τόνος λέ‐ ξεως, ἀλλὰ συλλαβῆς, ἡ δὲ ὀξεῖα κύριός ἐστι τόνος· κύριοι γὰρ τόνοι τῶν λέξεων | |
35 | δύο εἰσίν, ἡ ὀξεῖα καὶ ἡ περισπωμένη· καὶ δῆλον, εἴ γε ἐν τῇ συλλαβῇ, ἐν ᾗ ἐστιν ὁ κύριος τόνος τῶν λέξεων, οὐχ εὑρίσκομεν βαρεῖαν, ἀλλ’ ἢ ὀξεῖαν ἢ περισπωμένην· ὅσον δὲ λέξις συλλαβῆς ἀνδρειότερον, τοσοῦτον καὶ ἡ ὀξεῖαν ἢ περισπωμένην· Καὶ ἡ ψιλὴ δὲ τῆς δασείας ἀσθενεστέρα ἐστίν, εἴ γε δασέος μὲν πνεύματος ἐπιφερο‐ μένου τρέπεται τὸ ψιλὸν εἰς τὸ δασὺ ἀντίστοιχον, ἅτε δὴ ἀσθενέστερον ὄν, 〈οἷον | |
40 | 〈Γ 95〉 ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες, ψιλοῦ δὲ πνεύματος ἐπιφερομένου οὐ τρέ‐ | 117 |
118 | πεται τὸ δασὺ εἰς τὸ ψιλὸν ἀντίστοιχον, ἅτε δὴ ἰσχυρότερον ὄν,〉 οἷον ἀμφὶ αὐτόν 〈ex. gr. Β 417〉 ἀμφ’ αὐτόν, ἀμφὶ ἀγαθόν 〈Π 165. Ρ 388〉 ἀμφ’ ἀγαθόν.] Ἴδιον δὲ λέγεται τὸ μόνῳ τινὶ ὑπάρχον, οἷον ἴδιον ἡλίου τὸ φω‐ τίζειν, ζῴου τὸ αἰσθάνεσθαι, ψυχῆς δὲ τὸ αὐτοκίνητον. | |
5 | Ὀφείλομεν δὲ γένη ἐν τῷ ὅρῳ τιθέναι τὰ ἐγγυτάτω, οὐ τὰ πορ‐ ρωτέρω· οὐ θέλει γὰρ 〈ὁ〉 τὸν ἄνθρωπον ὁρίζων λέγειν, ὅτι ἄνθρωπός ἐστιν οὐσία λογικὴ θνητὴ καὶ τὰ ἑξῆς, ἐπειδὴ τὸ οὐσία ἀπέχει, κἂν γένος τοῦ ἀνθρώπου ἐστί· διὰ μέσου 〈γὰρ〉 τοῦ ζῴου ἐστὶ [τὸ] γένος τοῦ ἀν‐ θρώπου ἡ οὐσία, δέον τὸν ὁριζόμενον τῷ ἐγγυτάτω γένει κεχρῆσθαι, | |
10 | λέγω δὴ τῷ ζώῳ. Ὅθεν ὁ Χαῖρις οὐκ ὀρθῶς ὡρίσατο τὴν γραμματι‐ κήν, λέγων «γραμματική ἐστιν ἕξις ἀπὸ τέχνης καὶ ἱστορίας διαγνωστικὴ τῶν παρ’ Ἕλλησι λεκτῶν»· καὶ γὰρ ἀπέχοντι γένει ἐχρήσατο, διὰ μέσου γὰρ τῆς τέχνης ἐστὶν ἡ ἕξις τῆς γραμματικῆς γένος· τῆς μὲν 〈γὰρ γραμ‐ ματικῆσ〉 γένος ἐστὶν ἡ καθόλου τέχνη, τῆς δὲ τέχνης ἡ ἕξις, ὡς δηλοῖ | |
15 | καὶ ὁ Ζήνων, λέγων «τέχνη ἐστὶν ἕξις ὁδοποιητική», τουτέστι δι’ ὁδοῦ καὶ μεθόδου ποιοῦσά τι. Γένη οὖν 〈δεῖ〉 τιθέναι ἐν τῷ ὅρῳ τὰ ὑπὸ πάντων ὁμολογούμενα, οὐχ ὥσπερ ὁ Ξενοκράτης ὁριζόμενος εἶπε «ψυχή ἐστιν ἀριθμὸς αὐτὸς ἑαυτὸν κινῶν»· οὐκ ἔστι γὰρ δῆλον, εἰ γένος ψυχῆς ὁ ἀριθμός. Ἀλλ’ | |
20 | οὐδὲ τὴν γραμματικὴν ὁριστέον ἐμπειρίαν 〈τῶν〉 παρὰ ποιηταῖς τε καὶ 〈συγ〉γραφεῦσιν, οὐ γάρ ἐστιν ἡ ἐμπειρία τῆς γραμματικῆς γένος· ἄτε‐ χνον γάρ τι καὶ ἄλογον οὖσαν τὴν ἐμπειρίαν δηλοῖ Πλάτων ἐν τῷ Γοργίᾳ 〈p. 465 A〉· «τέχνην γὰρ αὐτὴν οὔ φημι, ἀλλ’ ἐμπειρίαν, ὅτι οὐκ ἔχει λόγον οὐδένα» ἤγουν αἰτίαν, «ᾧ προσφέρει, 〈ἃ προσφέρει〉, ὁποῖα | |
25 | τὴν φύσιν ἐστίν». Ἰστέον δὲ ὅτι οὔτε τῶν ἀνωτάτω γενῶν εἰσὶν ὅροι [ἀλλ’ ὑπογρα‐ φαί], οὔτε τῶν ἀτόμων, ἐπειδὴ 〈ὁ〉 ὅρος ἐκ γένους καὶ συστατικῶν δια‐ φορῶν θέλει συγκεῖσθαι· οἷον τί ἐστι ζῷον; οὐσία ἔμψυχος καὶ αἰσθη‐ τική· ἰδοὺ τὸ μὲν οὐσία γένος ἐστί, τὸ δὲ ἔμψυχος 〈καὶ〉 αἰσθητική | |
30 | συστατικαὶ διαφοραί· εὐλόγως 〈οὖν〉 τῶν ἀνωτάτω γενῶν οὐκ ἔστιν ὅρος. Ἀλλ’ οὐδὲ τῶν ἀτόμων, ἐπειδὴ ὁ ὅρος ἐκ γένους καὶ συστατι‐ κῶν διαφορῶν θέλει συγκεῖσθαι, διαφορὰ δέ ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορούμενον ἤγουν φε‐ ρόμενον, 〈οἷον ἐν τῷ τοῦ ἀνθρώπου ὅρῳ τὸ λογικόν κατὰ πλειόνων | |
35 | καὶ διαφερόντων τῷ εἴδει ἐστὶ κατηγορούμενον ἤγουν φερόμενον,〉 κατ’ ἀγγέλου καὶ κατὰ δαίμονος καὶ 〈κατ’〉 ἀνθρώπου, καὶ ἄλλη φύσις ἀγγέ‐ λου καὶ ἄλλη δαίμονος 〈καὶ ἄλλη ἀνθρώπου〉· κατηγορεῖται γὰρ του‐ τέστι φέρεται κατ’ αὐτῶν ἐν τῷ ὁποῖόν τί ἐστιν· ἐρωτώμενοι γὰρ τί | |
ἐστιν ἄνθρωπος, τὸ γένος ἀποκρινόμεθα, λέγοντες «ζῷον», ἐρωτώμενοι | 118 | |
119 | δὲ ποῖόν τί ἐστι, τὰς συστατικὰς διαφορὰς ἀποκρινόμεθα, λέγοντες «λο‐ γικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν». Ἐπειδὴ οὖν ὁ ὅρος ἐκ γέ‐ νους καὶ συστατικῶν διαφορῶν θέλει συγκεῖσθαι, διαφορὰ δέ ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ὁποῖόν 〈τί〉 ἐστι κατη‐ | |
5 | γορούμενον, τὰ δὲ ἄτομα οὐ διαφέρουσιν ἀλλήλων τῷ εἴδει—ἓν γὰρ τὸ εἶδος καὶ μία 〈ἡ〉 φύσις Σωκράτους καὶ Πλάτωνος καὶ Ἀλκιβιάδου, πάντες γὰρ ἄνθρωποί εἰσιν—εὐλόγως ἐν τῷ ὅρῳ τῶν ἀτόμων εἶρκται συστατικὴ διαφορά· συστατικῆς δὲ διαφορᾶς μὴ οὔσης οὐδὲ ὅρος γίνε‐ ται, 〈εἴ γε〉 ἄνευ γένους καὶ συστατικῆς διαφορᾶς ὅρος οὐ συνίσταται. | |
10 | Εἰ γὰρ καὶ δύναμαι τὸν Σωκράτην ὁρίσασθαι, ὅτι Σωκράτης ἐστὶ ζῷον λογικὸν καὶ ἑξῆς, ἀλλ’ οὖν οὐκ ἔστι τοῦ Σωκράτους οὗτος ὁ ὅρος, ἀλλὰ καθόλου παντὸς ἀνθρώπου· πᾶς γὰρ ὅρος ἐκ γένους καὶ συστατι‐ κῶν διαφορῶν θέλει συγκεῖσθαι, ἐκ γένους μέν, ἐπειδὴ τὸ γένος τὴν οὐσίαν τοῦ ὁριστοῦ δηλοῖ· τὸ γὰρ ζῷον τὴν οὐσίαν τοῦ ὁριζομένου | |
15 | παρίστησιν· ἐκ συστατικῶν δὲ διαφορῶν σύγκειται, ἐπειδὴ αὗται συνι‐ στῶσι τὸ ὁριστόν, ἤγουν τὸν ἄνθρωπον. Ἔστιν οὖν τῆς γραμματικῆς γένος ἡ τέχνη. Ἰστέον δὲ ὅτι διαφοραὶ ἐκεῖναι ὤφειλον τεθῆναι ἐν τῷ ὅρῳ, αἵτινες καὶ ἀντιδιῄρηνται ἀλλήλαις καὶ ὑπὸ τὸ αὐτὸ γένος ἀνάγονται, τουτέστιν | |
20 | ὑπὸ τὴν αὐτὴν διαίρεσίν εἰσιν· οἷον τοῦ ζῴου διαιρέσεις εἰσὶ πλείους κατὰ τὰς διαφοράς· τὰ μὲν γὰρ λέγεται θνητά, τὰ δὲ ἀθάνατα, καὶ πάλιν τὰ μὲν λογικά, τὰ δὲ ἄλογα· ἐκ τούτων οὖν τῶν ἀντιδιαιρουμέ‐ νων ἀλλήλαις καὶ ὑπὸ τὸ αὐτὸ γένος ἀναγομένων δεῖ τιθέναι 〈τὰς διαφο‐ ρὰσ〉 ἐν τῷ ὅρῳ τοῦ ἀνθρώπου. Οὕτως οὖν καὶ τὴν γραμματικὴν εἴπωμεν | |
25 | τέχνην θεωρητικήν· καὶ διὰ μὲν τοῦ εἰπεῖν «τέχνην» δηλοῦμεν τὸ γένος αὐτῆς, γένος γὰρ αὐτῆς ἡ τέχνη, διὰ δὲ τοῦ εἰπεῖν «θεωρητικήν» δηλοῦ‐ μεν τὴν συστατικὴν διαφοράν· αὕτη δὲ ἡ συστατικὴ διαφορὰ ἀντιδιῄρηται ἑτέραις τισί, καὶ ὑπὸ τὸ αὐτὸ γένος ἀνάγεται· καὶ γὰρ τοῦ αὐτοῦ γέ‐ νους ἐστὶν ἡ θεωρητικὴ καὶ πρακτικὴ καὶ ἀποτελεστική, καὶ ἀντιδιῄρην‐ | |
30 | ται ἀλλήλαις. Διαφέρει δὲ ἡ πρακτικὴ τῆς ἀποτελεστικῆς, ὅτι ἡ μὲν πρακτικὴ ἐν τῷ πράττεσθαι ἔχει τὴν ὕπαρξιν, μετὰ δὲ τὸ πρᾶγμα οὐκ ἔστιν, ὡς ἡ ὀρχηστικὴ ἐν τῷ ὀρχεῖσθαι ἔστι καὶ ὑπάρχει, ἐὰν δὲ παύ‐ σηται ὁ ὀρχούμενος, σὺν αὐτῷ καὶ τὰ τῆς ὑπάρξεως ἀποπαύεται, καὶ οὐκ ἔστιν ἔτι ἡ ὄρχησις· ἡ δὲ ἀποτελεστικὴ μετὰ τὸ πρᾶγμα ἔχει τὰ | |
35 | ἀποτελούμενα θεωρούμενα, ὡς ἐπὶ τῆς χαλκευτικῆς· μετὰ γὰρ τὸ ἀπο‐ τελέσαι τὸν χαλκέα τὸν ξέστην θεωροῦμεν τὸ ἀποτελούμενον, λέγω δὴ τὸν ξέστην. Ὁριστέον οὖν τὴν γραμματικὴν οὕτως· «γραμματική ἐστι τέχνη θεωρητικὴ 〈τῶν〉 παρὰ ποιηταῖς τε καὶ λογεῦσι»· λογεῖς δὲ οἱ | |
πεζολόγοι. | 119 | |
120 | Ἰστέον δὲ ὅτι 〈φύσει μὲν〉 πρότερά ἐστι τὰ στοιχεῖα καὶ ἀρχαὶ αὐ‐ τοῦ τοῦ πράγματος, οὗτινος τὸν ὅρον ποιούμεθα· πρὸς δὲ ἡμᾶς πρῶτά εἰσι τὰ συγκρίματα ἤγουν αἱ συνελεύσεις αἱ ἐκ τούτων ἀποτελούμεναι, τουτέστιν αἱ συλλαβαὶ 〈καὶ〉 αἱ λέξεις· ἐκ γὰρ τῶν στοιχείων γίνονται | |
5 | αἱ 〈συλλαβαὶ καὶ αἱ〉 λέξεις. Καὶ πάλιν φύσει πρῶτά εἰσι τὰ γένη τῶν εἰδῶν καὶ τὰ εἴδη τῶν καθ’ ἕκαστα, οἷον ὁ καθόλου ἄνθρωπος τῶν κατὰ μέρος ἀνθρώπων· πρὸς ἡμᾶς δὲ πρῶτά εἰσι τὰ καθ’ ἕκαστα τῶν εἰδῶν καὶ τὰ εἴδη τῶν γενῶν. Εὐλόγως δέ· τὰ μὲν γὰρ ἀποτελέσματα αἰσθητά εἰσιν, αἱ δὲ ἀρχαὶ καὶ τὰ στοιχεῖα 〈νοητά εἰσι· καὶ πάλιν τὰ | |
10 | μὲν καθ’ ἕκαστα αἰσθητά εἰσι, τὰ δὲ εἴδη〉 καὶ τὰ γένη νοητά εἰσι, γνω‐ ριμώτερα δὲ ἡμῖν τὰ αἰσθητὰ διὰ τὸ ἀεὶ συνδιαιτᾶσθαι ἡμῖν· αἴσθησις μὲν γὰρ εὐθὺς ἐξ ἀρχῆς ἐνέφυ, νοῦς δέ, ὥς φησιν ὁ Πλάτων 〈p. 653 α〉 ἀγαπητὸν ὅτῳ καὶ πρὸς γῆρας ἀφίκοιτο. Καὶ πάλιν προτέρα μὲν φύσει στιγμή ἐστι γραμμῆς καὶ γραμμὴ ἐπιφανείας καὶ ἐπιφάνεια αἰσθήσεως, | |
15 | ἐγγυτέρω δὲ 〈πρὸς ἡμᾶσ〉 ἡ αἴσθησις τῆς ἐπιφανείας, καὶ μετ’ ἐκείνην ἡ γραμμή, καὶ μετὰ τὴν γραμμὴν ἡ στιγμή. Ὁπηνίκα μὲν οὖν ἐπιστη‐ μονικῶς παραδῶμεν, διὰ τῶν φύσει πρώτων ὁριούμεθα, οἷον ἄνθρωπός ἐστι ζῷον λογικὸν καὶ τὰ ἑξῆς· πρότερα γὰρ τῇ φύσει τὰ γένη τῶν εἰ‐ δῶν· ὅτε δὲ τὰ φύσει πρότερα μὴ δύναταί τις καταλαβεῖν, τότε διὰ τῶν | |
20 | εὐχερεστέρων καὶ γινωσκομένων δεῖ ποιεῖν τοὺς ὅρους, οἷον ἐπίπεδον στερεοῦ πέρας· ταῦτα γὰρ ἐγγυτέρω ταῖς αἰσθήσεσίν εἰσιν. Ἐπὶ μέντοι τῆς γραμματικῆς τὸ φύσει πρῶτον ὀρθῶς ἐτάξαμεν ἐν τῷ ὅρῳ, ἤγουν τὸ τέχνη, ἐπειδὴ πάντες ἐπίστανται ὅτι ἡ γραμματικὴ τέχνη ἐστίν. Δεῖ δὲ ἐξετάζειν, εἰ ἔστιν ἐν τῷ ὅρῳ λέξις ὁμώνυμος ἢ οὔ· οἷον ἡ | |
25 | αἴσθησις διττή ἐστιν, ἥ τε κατ’ ἐνέγρειαν καὶ ἡ κατὰ δύναμιν· καὶ ἡ κατ’ ἐνέργειαν μέν, ὅτε ἀγρυπνοῦντες ἐνεργοῦμεν κατὰ τὰς αἰσθήσεις, ἡ κατὰ δύναμιν δέ, ὅτε φαμὲν καὶ τὸν ὑπνώσσοντα ἔχειν αἴσθησιν, δυ‐ νάμει γὰρ αἰσθάνεται, οὐκ ἐνεργείᾳ. Οὔκουν δεῖ εἰπεῖν «αἴσθησίς ἐστιν ἀντίληψις αἰσθητοῦ», τὸ γὰρ ἓν μόνον τῶν σημαινομένων ὁριούμεθα, | |
30 | λέγω δὴ τὸ ἐνεργείᾳ, οὐ τὸ δυνάμει ἤγουν τὸ 〈τοῦ〉 κοιμωμένου· καὶ γὰρ ὁ κοιμώμενος αἴσθησιν ἔχει, οὐ μέντοι ἐνεργεῖ κατ’ αὐτήν. Καὶ πάλιν τὸν ἔρωτα οἱ μὲν Ἐπικούρειοί φασιν εἶναι σύντονον ἀφροδι‐ σίων ὄρεξιν, οἱ δὲ ἀπὸ τῆς Στοᾶς ἐπιβουλὴν φιλοποιίας νέων κορῶν διὰ κάλλος ἐμφαινομένην· διπλοῦς δὲ ὁ ἔρως ἐστίν, ὁ μὲν ψυχῆς, ὁ δὲ | |
35 | σώματος. Καὶ ἡ γραμματικὴ δὲ κατὰ τὸ παλαιὸν ἐν δύο σημαινομένοις ἦν· τὴν μὲν γὰρ μικρὰν ἐκάλουν, ἥτις ἦν τέχνην περὶ τὸ γράφειν καὶ ἀναγινώσκειν τὴν ἐγγράμματον φωνήν, τούς τε χαρακτῆρας τῶν γραμ‐ | |
μάτων εἰδέναι καὶ τὰς συλλήψεις αὐτῶν ἤγουν τὰς συλλαβάς· τὴν δὲ | 120 | |
121 | μεγάλην ἐκάλουν, τὴν περὶ τοὺς ποιητὰς 〈καὶ τοὺς λογεῖσ〉 θεωρίαν, ἥντινα νῦν ἐξηγοῦνται οἱ γραμματικοί, καὶ ἔστιν αὕτη τέχνη θεωρητικὴ τῶν παρὰ ποιηταῖς τε καὶ λογεῦσιν. Δεῖ δὲ τὸν ὅρον ἔμφασιν παρέχειν καὶ τῶν συστοίχων ἤγουν τῶν | |
5 | συγγενῶν· οἷον ὁ ὀρθῶς ὁριζόμενος τὴν ἐπιστήμην καὶ τὸν ἐπιστήμονα ὁρίζεται τρόπον τινά· τῇ γραμματικῇ δὲ ἐναντίον καὶ ἀντικείμενον οὐ‐ δέν ἐστιν· ἔμφασιν δὲ παρέχει ὁ ὅρος τῆς γραμματικῆς καὶ τοῦ συ‐ στοίχου καὶ συγγενοῦς αὐτῆς, λέγω δὴ τοῦ γραμματικοῦ· ἡ γὰρ γραμ‐ ματικὴ τέχνη θεωρητικὴ τῶν παρὰ ποιηταῖς τε καὶ λογεῦσι· δῆλον οὖν | |
10 | ὅτι γραμματικός ἐστιν ὁ τούτων θεωρητικός. Ἔτι δεῖ τὸν ὅρον καὶ τοῖς μὴ πάνυ λογίοις δηλοῦν, τίνος ἐστὶν ὁ ὅρος, οὐχ ὥσπερ οἱ Στωϊκοὶ ὁριζόμενοι τὸν ἥλιον λέγουσιν, ὅτι ἥλιός ἐστιν ἄναμμα νοερὸν θαλασσίων ὑδάτων· καὶ γὰρ οὗτος οὐκ ἔστι πᾶσι πρόδηλος ὅτι τοῦ ἡλίου ἐστὶν ὁ ὅρος· δύναμαι γὰρ καὶ ἐγὼ ἀντλῆσαι | |
15 | ὕδωρ, καὶ ταῦτα μὴ ὢν ἥλιος· ἀλλ’ οὐκ ἔστι τὸ παρ’ ἐμοῦ ἄναμμα νοερόν, ἀλλ’ αἰσθητόν. Ὥστε οὐκ ὀρθῶς ὡρίσατο Τυραννίων τὴν γραμματικήν, εἰπὼν «γραμματική ἐστι θεωρία μιμήσεως»· οὐ μόνον γὰρ περὶ μίμησιν καταγίνεται, ἀλλὰ καὶ περὶ λέξεις μὴ ἐχούσας μίμησιν. Δεῖ δὲ τὸν ὅρον καὶ ἀντιστρέφειν· ἀντιστρέφει οὖν ὁ τῆς γραμμα‐ | |
20 | τικῆς ὅρος· καὶ 〈γὰρ〉 εἴ τι γραμματική, τοῦτο τέχνη ἐστὶ θεωρητικὴ τῶν παρὰ ποιηταῖς τε καὶ λογεῦσι, καὶ εἴ τι τέχνη θεωρητικὴ καὶ τὰ ἑξῆς, τοῦτο γραμματική ἐστιν. Ἰστέον δὲ ὅτι καθόλου μέν εἰσιν ὅσα ἀπὸ τῶν ἐν μέρει συνάπτομεν τῷ λογισμῷ· οἷον θεωροῦντες πολλοὺς ἵππους λογιζόμεθα ὅτι ἔστι 〈τισ〉 | |
25 | περιέχων πάντα ἵππον καθόλου ἵππος, καὶ πάλιν θεωροῦντες πολλοὺς ἀνθρώπους λογιζόμεθα ὅτι ἔστι τις καθόλου ἄνθρωπος. Ἴδιον δὲ κα‐ λεῖται τὸ μόνῳ τινὶ ὑπάρχον καὶ ἀντιστρέφον πρὸς ἑαυτό, οἷον ἀνθρώ‐ που ἐστὶν 〈ἴδιον〉 τὸ δεκτικὸν ἐπιστήμης, 〈καὶ εἴ τι δεκτικὸν ἐπιστήμης,〉 τοῦτο ἄνθρωπός ἐστιν. Τοῦ δὲ ἰδίου τὸ μέν ἐστι πρὸς ἕτερον, τὸ δὲ | |
30 | καθ’ ἑαυτό· καὶ πρὸς ἕτερον μὲν ἴδιόν ἐστι τὸ ἀπό τινων χωρίζον, ὥσπερ τὸ 〈ἀμετάπτωτον〉 ἴδιον τῆς ἐπιστήμης· τοῦτο γὰρ χωρίζει τὴν ἐπιστήμην ἐκ τῆς τέχνης· καθ’ ἑαυτό δέ, ὃ καὶ κυρίως ἴδιον καλεῖται, τὸ χωρίζον ἀπὸ πάντων τῶν ὑποκειμένων, ὡς ὅταν εἴπωμεν ἀνθρώπου ἴδιον τὸ ψυχὴν δεκτικὴν ἐπιστήμης ἔχειν· χωρίζει γὰρ τοῦτο τὸν ἄν‐ | |
35 | θρωπον ἀπὸ πάντων τῶν ζῴων, μόνος γὰρ ὁ ἄνθρωπος δεκτικός ἐστιν ἐπιστήμης· τὸ δὲ λέγειν, ὅτι ἀνθρώπου ἐστὶν ἴδιον τὸ ψυχὴν ἔχειν, οὐ χωρίζει τὸν ἄνθρωπον εἰ μὴ ἀπὸ τῶν ἀψύχων· ἀπὸ γὰρ ἵππου καὶ κυνὸς οὐ χωρίζει τὸν ἄνθρωπον, ἐπειδὴ καὶ ταῦτα τῆς ψυχῆς εἰσι | |
δεκτικά. | 121 | |
122 | Ἰστέον δὲ ὅτι χρησιμεύει ἡ γραμματικὴ εἴς τε τὴν φύσιν τῶν στοι‐ χείων τῆς ἐγγραμμάτου φωνῆς, διδάσκει τε πῶς ἤρθρωται τῶν φθόγγων ἕκαστος, καὶ τίς αὐτοῖς ἡ προσάλληλος κοινωνία, τῶν τε φωνηέντων καὶ τῶν συμφώνων, τίνες τε ἐν συλλήψει 〈καὶ ἐν διαστάσει〉, ἔν τε ἐκ‐ | |
5 | τάσει καὶ 〈ἐν〉 βραχύτητι. Διδάσκει δὲ καὶ τὰ ἰδιώματα τῶν διαλέκτων, λέγω δὴ τῆς τε Ἰάδος καὶ Δωρίδος 〈καὶ τῶν ἑξῆσ〉. Καὶ πρὸς τὸν βίον δὲ τὸ τέλος αὐτῆς χρήσιμον, καὶ πρὸς τὰς ἄλλας ἐπιστήμας συνερ‐ γόν· ἀναγκαῖον γὰρ ἡγεῖται πᾶς παιδεύεσθαι γράμματα, ὧν χωρὶς οὔτε ἰδία πρᾶξις οὔτε πολιτικὴ δύναται στῆναι. Καὶ μουσικὴν μέν τις ἀγνοῶν | |
10 | ἢ ἀστρονομίαν ἤ τινα τῶν ἄλλων λογικῶν τεχνῶν οὐκ ἂν αἰσχύνοιτο, ὡς ἂν οὐ βλαπτόμενος εἰς τὰς χρείας τοῦ βίου· ἐὰν δὲ γραμμάτων τις εὑρεθῇ ἐστερημένος, ἀμαθὴς ὑπάρχει· ὅθεν οὐδὲ τοὺς οἰκέτας οἱ χαρίεν‐ τες ἀπεστέρουν τῆς τοιαύτης παιδεύσεως, ἵνα τοῖς γράμμασιν ἡμεροῖντο καὶ πρὸς τὰς τοῦ βίου χρείας εἶεν πεπαιδευμένοι. Τίς δὲ ἰατρὸς ἢ | |
15 | φιλόσοφος ἢ τῶν ἄθλων τινὸς ἀγωνιστὴς οὐ τὰ κατὰ λέξιν καὶ ἱστορίαν ζητούμενα πρὸς τοῦ γραμματικοῦ ἀξιοῖ μανθάνειν; Ἔχει δὲ ἡ γραμμα‐ τικὴ καὶ ψυχαγωγίαν ἐμμελῆ, διδάσκουσα κάλλος ποιημάτων, ἱστορίαις τε καὶ μύθοις κατᾴδουσα· φιλόμυθος δὲ ὁ ἄνθρωπος, καὶ πρὸς ἑκάστην βίου διάθεσιν χαίρει ταῖς ἀφηγήσεσιν, ὁ μὲν πολεμικὸς παρατάξεσι πε‐ | |
20 | ζαῖς καὶ ναυτικαῖς, ὁ δὲ εἰρηνικὸς ὑποθήκαις καὶ παραινέσεσιν, Ὀλυμ‐ πικῶν τε [καὶ] ἀγώνων ἀκροάσεσι καὶ μουσικῶν. Προτροπαὶ δὲ καὶ δι‐ δασκαλίαι καὶ ἀποτροπαὶ καὶ ὑποθῆκαι πόθεν οὕτω καλαὶ καὶ πολύτροποι, πλὴν παρὰ ποιητῶν, οὓς διασῴζει καὶ συνίστησι γραμματική; Πόθεν δ’ ἄν τις ἀρύσαιτο μᾶλλον μαθήματα σπουδαῖα καὶ πολιτεύματα, πλὴν παρὰ | |
25 | ποιητῶν; Τίς δὲ καὶ ἄμεινον δικαιώματα πόλεων καὶ ἐθνῶν ἀνευρεῖν δύναται καὶ διοικῆσαι κτήσεις κατ’ ἀκρίβειαν, γραμματικὰ μηδαμῶς ἐπι‐ στάμενος; Τέτταρα δὲ εἴδη τεχνῶν εἰσι· τὰς μὲν γὰρ θεωρητικὰς καλοῦσι, τὰς δὲ πρακτικάς, τὰς δὲ ἀποτελεστικάς, τὰς δὲ περιποιητικάς. Καὶ θεωρη‐ | |
30 | τικὰς μέν, ὧντινων τέλος ἕν, θεωρία ἡ ἐν λόγῳ, ὡς ἐπὶ ἀστρονομίας καὶ ἀριθμητικῆς· τῆς μὲν γὰρ ἴδιόν ἐστι τὸ θεωρῆσαι τὰς ἐπιστάσεις καὶ περιφορὰς τῶν ἄστρων, τῆς δὲ τὸ θεωρῆσαι τὴν τῶν ἀριθμῶν διαίρεσιν καὶ σύνθεσιν. Πρακτικὰς δέ, ἅστινας μετὰ τὴν πρᾶξιν οὐχ ὁρῶμεν ὑφι‐ σταμένας, ὡς ἐπὶ κιθαριστικῆς καὶ ὀρχηστικῆς· μετὰ γὰρ τὸ παύσασθαι | |
35 | τὸν κιθαρῳδὸν καὶ τὸν ὀρχηστὴν τοῦ ὀρχεῖσθαι καὶ κιθαρίζειν, οὐκέτι πρᾶξις ὑπολείπεται. Ἀποτελεστικὰς δὲ λέγουσιν, ὧντινων τὰ ἀποτελέ‐ σματα μετὰ τὴν πρᾶξιν ὁρῶνται, ὡς ἐπὶ τῆς ἀνδριαντοποιίας καὶ οἰκο‐ | |
δομικῆς· μετὰ γὰρ τὸ ἀποτελέσαι τὸν ἀνδριαντοποιὸν τὸν ἀνδριάντα | 122 | |
123 | καὶ τὸν οἰκοδόμον τὸ κτίσμα μένει ὁ ἀνδριὰς καὶ τὸ κτισθέν. Περι‐ ποιητικὰς δὲ καλοῦσι τὰς περιποίησιν δηλούσας, ὡς ἐπὶ τῆς ἁλιευτικῆς καὶ τῆς θηρευτικῆς. Τέλος δὲ τῶν τεχνῶν ἐστιν ἐφ’ ὃ πάντα νεύει τὰ θεωρήματα καὶ | |
5 | ὃ ζητοῦμεν αὐτῆς ἔσχατον. Τὸ δὲ αὐτὸ δυνάμει καὶ αἴτιόν ἐστιν· οἷον φοβηθέντες οἱ ἄνθρωποι ναυαγίαν ἐξεῦρον πόθῳ τῆς εὐπλοίας 〈τὴν〉 κυβερνητικήν, ἧς τὸ τέλος τὸ εὐπλοεῖν· τοῦτο δὲ τὸ εὐπλοεῖν καὶ τέλος ἐστὶ τῆς κυβερνητικῆς καὶ αἴτιον, διὰ γὰρ τὸ εὐπλοεῖν ἐπενοήθη ἡ κυβερνητική· καὶ πάλιν τὰς νόσους βουλόμενοι φυγεῖν ἔρωτι ὑγείας τὴν | |
10 | ἰατρικὴν συνεστήσαντο, ἧς τὸ τέλος 〈τὸ〉 ὑγιάζειν· τοῦτο δὲ 〈τὸ〉 ὑγιά‐ ζειν καὶ τέλος ἐστὶ τῆς ἰατρικῆς καὶ αἴτιον, διὰ γὰρ τὴν ὑγείαν ἐπενοήθη ἡ ἰατρική. Ἐπειδὴ οὖν ἡ γραμματικὴ διὰ τοῦ γλωσσηματικοῦ καὶ μετρικοῦ καὶ τεχνικοῦ 〈καὶ ἱστορικοῦ〉 θεωρεῖται, καὶ διδάσκει τὴν ἀνάγνωσιν καὶ τὴν | |
15 | ἐξήγησιν καὶ τὴν διόρθωσιν καὶ τὴν κρίσιν, τούτου χάριν πρό〈σ〉κειται «θεωρητικὴ τῶν παρὰ ποιηταῖς τε καὶ λογεῦσιν». Εἰ ἄρα δὲ ἡ γραμ‐ ματικὴ μικτή ἐστι—καὶ γὰρ καὶ θεωρίᾳ κέχρηται, ἡνίκα καταλέγει κανόνας, καὶ πράξει, ἡνίκα ποιεῖ τόνους καὶ στιγμάς—πῶς ὁρίζομεν αὐτὴν θεωρητικήν, καὶ οὐ μικτήν; Καὶ λέγομεν ὅτι ἡ γραμματικὴ οὐκ | |
20 | ἔστι πρακτική, ἀλλὰ μόνον θεωρητική, ὁ μέντοι γραμματικός ἐστιν ὁ πρακτικός· οὐ γὰρ ἡ γραμματικὴ ποιεῖ τοὺς τύπους τῶν τόνων καὶ τὰς στιγμάς, ἀλλὰ θεωρεῖ μόνον καὶ διδάσκει αὐτούς, ὁ γραμματικὸς δὲ ἐξ αὐτῆς λαμβάνων τὰς ἀφορμὰς ἀποτελεῖ καὶ τόνους καὶ στιγμὰς καὶ πνεύματα. | |
25 | Εἰπόντες οὖν τί ἐστι γραμματική, ἔλθωμεν καὶ ζητήσωμεν τὰ ἑπτὰ κεφάλαια, λέγω δὴ τὸν σκοπόν, τὸ χρήσιμον, τὴν αἰτίαν τῆς ἐπιγραφῆς, τὸ γνήσιον, τὴν εἰς τὰ κεφάλαια διαίρεσιν, τὴν τάξιν καὶ τὸ ὑπὸ τί ἀνάγεται 〈τὸ〉 προκείμενον βιβλίον. Σκοπὸν δὲ ζητοῦμεν, ἵνα τὴν ὁρμὴν τοῦ συγγραψαμένου καταλάβωμεν· ἔστι δὲ σκοπὸς προκατάληψις ψυχῆς | |
30 | προτυπούσης τὸ προτεθέν, ἐκ μεταφορᾶς τῶν τοξοτῶν 〈τῶν〉 πρότερον μὲν στοχαζομένων τὸν τόπον, εἶθ’ οὕτως τὸ βέλος ἐπιπεμπόντων· σκο‐ πὸν οὖν ἔχει ὁ Διονύσιος ὡς ἐν εἰσαγωγῇ παραδοῦναι πάντα τὰ τῆς γραμματικῆς θεωρήματα. Τὸ δὲ χρήσιμον τοῦ παρόντος συγγράμματος ὁ σκοπὸς φανεροῖ· εἰς ὅσα γὰρ χρησιμεύει 〈τὰ〉 ἐν τῷ παρόντι συγ‐ | |
35 | γράμματι λεγόμενα, τουτέστι τὰ μέρη τοῦ λόγου καὶ ἡ στιγμὴ καὶ τὰ μέτρα, εἰς τοσαῦτα χρησιμεύει τὸ παρὸν 〈σύγ〉γραμμα, τὴν διδασκαλίαν ἡμῖν τούτων μνηστευόμενον. Ἐπιγραφὴν δὲ ζητοῦμεν, ἵνα εὑρόντες | |
τυχὸν «περὶ ὀνομάτων» μὴ ζητῶμεν περὶ ἐπιρρημάτων· αἰτία δὴ ταύτῃ | 123 | |
124 | ζητεῖται τῆς ἐπιγραφῆς· ἐπιγέγραπται οὖν τὸ παρὸν σύγγραμμα «περὶ γραμματικῆς», ἐπει〈δὴ〉 πάντα τὰ ἁρμόζοντα τῇ γραμματικῇ ἐν αὐτῷ παραδίδωσι. Ζητοῦμεν δὲ καὶ τὸν συγγραφέα, ἵνα τὸ ἀξιόπιστον ἢ μὴ τοῦ συγγραψαμένου καταλάβωμεν· τοῦτο δὲ διὰ τὰ ψευδεπίγραφα τῶν | |
5 | βιβλίων, ὡς ἔχει ἡ Ἀσπὶς Ἡσιόδου· ἑτέρου γάρ ἐστιν, ἐπιγραφῇ δὲ καὶ ὀνόματι ἐχρήσατο τῆς Ἡσιόδου, ἵνα τῇ ἀξιοπιστίᾳ τοῦ ποιητοῦ ἀξία κριθῇ ἀναγνώσεως. Θέλουσιν οὖν τινες μὴ εἶναι γνήσιον τοῦ Θρᾳκὸς τὸ παρὸν σύγγραμμα, ἐπιχειροῦντες οὕτως, ὅτι οἱ τεχνικοὶ μέμνηνται Διονυσίου τοῦ Θρᾳκός, καὶ λέγουσιν ὅτι διεχώριζε τὴν προσηγορίαν | |
10 | ἀπὸ τοῦ ὀνόματος καὶ συνῆπτε τὸ ἄρθρον καὶ τὴν ἀντωνυμίαν· ἄρα οὖν οὐκ ἔστι Διονυσίου τοῦ Θρᾳκὸς τὸ παρὸν σύγγραμμα. Ἔστιν οὖν εἰπεῖν, ὅτι ἄλλος ἦν ἐκεῖνος 〈ὁ〉 Διονύσιος ὁ Θρᾷξ, καὶ ἄλλος ὁ ποιήσας τὸ παρὸν σύγγραμμα, ἐκεῖνος μὲν μαθητὴς Ἀριστάρχου, οὗτος δὲ ὁ τοῦ Πηροῦ. Περὶ δὲ τῆς εἰς τὰ κεφάλαια διαιρέσεως ἰστέον ὅτι μονόβιβλόν | |
15 | ἐστι τὸ παρὸν σύγγραμμα. Περὶ δὲ τῆς τάξεως ἰστέον ὅτι πρὸ ἄλλων μὲν ἀναγινώσκεται, ὡς ἐν εἰσαγωγῇ παρέχον τὰ τῆς γραμματικῆς θεω‐ ρήματα, μετὰ δὲ ὅλα τὰ τεχνικὰ συγγράμματα πράττεται, ἐπειδὴ ἀνα‐ κεφαλαίωσίς ἐστι τῶν εἰρημένων ἐν τοῖς τεχνικοῖς συγγράμμασι· διαλαμ‐ βάνει γὰρ καὶ περὶ τῶν μερῶν τοῦ λόγου ὡς ἐν συντόμῳ καὶ περὶ τῶν | |
20 | μέτρων καὶ περὶ στιγμῆς· ἵνα οὖν εἰς ὑπόμνησιν ἔλθωμεν τῶν ἐν πλάτει ἀναγνωσθέντων, τούτου χάριν τὸ παρὸν σύγγραμμα μετὰ πάντα τὰ τε‐ χνικὰ πράττεται. Ἀνάγεται δὲ τὸ 〈προ〉κείμενον βιβλίον ὑπὸ τεχνικὸν ὄργανον· πᾶσα γὰρ ψυχικὴ διδασκαλία ὑπὸ τεχνικὸν ὄργανον ἀνάγεται. Ταῦτα 〈μὲν δὴ ταῦτα〉, ἐν οἷς σὺν θεῷ καὶ τὰ προλεγόμενα τῆς | |
25 | τέχνης Διονυσίου. | |
26t | Γεωργίου τοῦ Χοιροβοσκοῦ περὶ προσῳδιῶν. | |
27 | Ἰστέον ὅτι τριχῶς λέγεται ἡ προσῳδία· καὶ 〈γὰρ〉 ἡ παρὰ τοῖς μουσικοῖς, τουτέστι τὸ στόμα καὶ ἡ ἐκφώνησις τῶν αὐλῶν, λέγεται προ‐ σῳδία· καὶ ἡ ἐν τῇ ἐκφωνήσει γινομένη, τουτέστιν ἐν τῷ παροξύνεσθαι | |
30 | λέξιν ἢ ὀξύνεσθαι ἢ περισπᾶσθαι λέγεται προσῳδία· καὶ αὐτὸς ὁ χαρα‐ κτὴρ τῶν τόνων καὶ τῶν χρόνων καὶ τῶν πνευμάτων, οἷον ´ ` ῀ ̄ ̆ ҅ ҆. Ταῦτα μὲν ἐν τούτοις. | |
Ἰστέον δὲ ὅτι ἐν ταῖς προσῳδίαις τρία ἐστὶν εἴδη· ἔστι γὰρ τόνος, | 124 | |
125 | χρόνος, πνεῦμα· καὶ τόνοι μέν εἰσι τρεῖς, ὀξύς, βαρύς, περισπώμενος· χρόνοι δύο, μακρὸς καὶ βραχύς· πνεύματα δύο, δασὺ καὶ ψιλόν· ἑπτὰ οὖν εἰσιν, ὡς δέδεικται, αἱ προσῳδίαι. Καὶ ἰστέον ὅτι ἡ μὲν ὀξεῖα ταύτης τῆς προσηγορίας ἐτύγχανεν ὡς | |
5 | ἀπὸ μεταφορᾶς τῶν δρομέων τῶν ὀξέως τρεχόντων· ὥσπερ γὰρ τοὺς δρο‐ μεῖς τοὺς ὀξέως τρέχοντας ὁρῶμεν ἐπὶ τὰ ἄνω φερομένους καὶ τεινομένους, τὸν αὐτὸν τρόπον καὶ ἡ ὀξεῖα ἐπὶ τὰ ἄνω νεύει. Ἡ δὲ βαρεῖα ταύτης τῆς προσηγορίας ἐτύγχανεν ἀπὸ μεταφορᾶς τῶν βασταζόντων φορτίον· ὥσπερ γὰρ οἱ βαστάζοντες φορτίον τῷ βάρει συγκλονούμενοι κάτω νεύ‐ | |
10 | ουσι, τὸν αὐτὸν τρόπον καὶ ἡ βαρεῖα κάτω νεύει. Ἡ δὲ περισπωμένη ταύτης ἔτυχε τῆς προσηγορίας, ἐπειδὴ ἔοικε τῷ σχήματι περικεκλασμένῃ ῥάβδῳ, ἐχούσῃ τὰς δύο ἀρχὰς νευούσας πρὸς ἀλλήλας· περισπωμένη οὖν λέγεται οἱονεὶ περικεκλασμένη, ἀπὸ μεταφορᾶς τῶν περικλωμένων ἐν πράγματι, καὶ γὰρ οὗτοι ὑπὸ τοῦ πόνου δοκοῦσι περιεσπάσθαι· τοιαύτη | |
15 | οὖν καὶ ἡ περισπωμένη τῷ σχήματι. Ἡ δὲ μακρὰ καὶ ἡ βραχεῖα τοι‐ αύτης προσηγορίας ἔτυχον ἢ ἐκ τῆς θέσεως, καθὸ ἡ μὲν μακρὰ πολὺ διάστημα κρατεῖ, ἡ δὲ βραχεῖα ὀλίγον· ἢ ἐκ τοῦ χρόνου, καθὸ ἡ μὲν μακρὰ δύο χρόνους ἔχει, ἡ δὲ βραχεῖα ἕνα. Ἡ δὲ δασεῖα οὕτως ὠνο‐ μάσθη παρὰ τὸ δα ἐπιτατικὸν μόριον καὶ τὸ σεύω τὸ σημαῖνον τὸ ὁρμῶ, | |
20 | οἱονεὶ ἡ πάνυ ὁρμῶσα καὶ ἀθρόῳ τῷ πνεύματι προφερομένη· καὶ γὰρ δοκεῖ ἐκ τοῦ θώρακος ἐκπέμπεσθαι. Ἡ δὲ ψιλὴ οὕτω προσηγορεύθη παρὰ τὸ ἀσθενῆ αὐτὴν εἶναι· οὕτω καὶ ψιλὸν στρατιώτην εἰώθαμεν κα‐ λεῖν τὸν γυμνὸν καὶ ἄοπλον καὶ ἀσθενῆ. Ὅτι δὲ ἡ ψιλὴ ἀσθενής ἐστι, δῆλον, εἴ γε δασυνομένου φωνήεντος ἐπιφερομένου τρέπεται τὸ προη‐ | |
25 | γούμενον ψιλὸν εἰς τὸ ἀντίστοιχον τὸ δασύ, οἷον κατὰ ἡμῶν καθ’ ἡμῶν· τὰ δὲ δασέα ψιλουμένου φωνήεντος ἐπιφερομένου, ἅτε δὴ ἰσχυρότερα ὄντα, οὐ τρέπονται, οἷον ἀμφὶ ἀγαθόν 〈Π 165. Ρ 388〉 ἀμφ’ ἀγαθὸν θεράποντα. Δεῖ προσθεῖναι «χωρὶς εἰ μὴ κατὰ διάλεκτον τραπῇ»· πολλάκις γὰρ αἱ διάλεκτοι ψιλουμένου φωνήεντος ἐπιφερομένου τρέ‐ | |
30 | πουσι τὸ δασύ, οἷον ἔχεσθαι καὶ ἡ ἀμφί πρόθεσις· ἐκ τούτου γίνεται ἀμφέχεσθαι καὶ αἰολικῶς ἀμπέχεσθαι. Ἔνιοι δὲ τὰ καλούμενα πάθη προστιθέασι ταῖς προσῳδίαις, ἅπερ ἐστὶν ἀπόστροφος, ὑφέν, ὑποδιαστολή. Ἰστέον δὲ ὅτι ταῦτα οὐ καλοῦν‐ | |
ται κυρίως προσῳδίαι, ἐπειδὴ αἱ προσῳδίαι περὶ τὰ φωνήεντα θέλουσι | 125 | |
126 | καταγίνεσθαι—καὶ γὰρ οἱ τόνοι καὶ οἱ χρόνοι καὶ τὰ πνεύματα ἐπάνω φωνηέντων τίθενται· μόνον δὲ τὸ ρ ἐκ τῶν συμφώνων πέφυκε καὶ δα‐ σεῖαν δέχεσθαι καὶ ψιλήν—ἡ δὲ ἀπόστροφος καὶ ἡ ὑφὲν καὶ ἡ ὑπο‐ διαστολὴ καὶ ἐπὶ συμφώνων τίθενται, ἡ μὲν ἀπόστροφος, οἷον ἐπὶ τοῦ | |
5 | καθ’ ἡμῶν, ἡ δὲ ὑφέν, ὡς ἐπὶ τοῦ ΔΙΟ͜ΣΚ͜ΟΡΟΣ, ἡ δὲ ὑποδιαστολή, ὡς ἐπὶ τοῦ ΔΙΟΣ, ΚΟΥΡΟΣ· τούτου οὖν χάριν οὐ λέγονται προσῳδίαι ἡ ἀπόστροφος καὶ ἡ ὑφὲν καὶ ἡ ὑποδιαστολή. Ἰστέον δὲ ὅτι ἀπόστροφος μὲν ὠνομάσθη ἢ ἐκ τῆς θέσεως, ἐπειδὴ ἐπὶ τὰ ἔσω ἐστραμμένη ἐστίν· ἐπὶ τὰ ἔσω γὰρ νεύει· ἢ ὅτι ἐν ταῖς | |
10 | λέξεσι τίθεται ταῖς ἀποστρεφομέναις τὴν ἀλλεπαλληλίαν τῶν φωνηέν‐ των, οἷον κατὰ ἡμῶν καθ’ ἡμῶν· ὑφὲν δὲ ὠνομάσθη, ἐπειδὴ ἑνοῖ τὰς λέξεις καὶ ὑφ’ ἕν, ἤγουν ἅμα, ποιεῖ αὐτὰς ἀναγινώσκεσθαι, οἷον ΔΙΟ͜ΣΚ͜Ο‐ ΡΟΣ· ἡ δὲ ὑποδιαστολὴ ὠνομάσθη, ἐπειδὴ διαστέλλει καὶ διαχωρίζει τὰς λέξεις ἀπ’ ἀλλήλων, 〈οἷον ΕΣΤΙΝ, ΑΞΙΟΣ〉. | |
15 | Ἰστέον δὲ ὅτι ἁπλοῖ μὲν τόνοι εἰσὶ δύο, ἡ ὀξεῖα καὶ ἡ βαρεῖα, σύνθετος δὲ τόνος εἷς, ἡ περισπωμένη. Καὶ λέγουσί τινες ὅτι διὰ τοῦτο ἡ περισπωμένη σύνθετος λέγεται, ἐπειδὴ πολλάκις ἡ συλλαβὴ ἡ ἔχουσα τὴν περισπωμένην διάλυσιν πάσχει, οἷον πυλῶν πυλάων, Μουσῶν Μου‐ σάων. Κακῶς δὲ λέγουσι, πρῶτον μὲν ὅτι κατὰ τοῦτον τὸν λόγον | |
20 | ὤφειλε καὶ ἡ ὀξεῖα καὶ ἡ βαρεῖα σύνθετος καλεῖσθαι τόνος, ἐπειδὴ πολ‐ λάκις καὶ τούτων ἐν συλλαβαῖς οὐσῶν, γίνεται διάλυσις, οἷον Ἀτρείδου Ἀτρείδεω, φίλου φίλοιο, χρῄζω χρηΐζω· δεύτερον δὲ ὅτι οὐ πᾶσα συλ‐ λαβὴ ἔχουσα περισπωμένην διάλυσιν πάσχει· ἰδοὺ γὰρ τὸ κερῶ καὶ τιλῶ καὶ ῥανῶ οὐ πάσχουσι διάλυσιν. Ἔστιν οὖν εἰπεῖν ὅτι διὰ τοῦτο ἡ | |
25 | περισπωμένη σύνθετος λέγεται, ἐπειδὴ ἀεὶ ἐπάνω φύσει μακρᾶς τίθεται, ἥτις σύνθετος χρόνος ἐστίν· ἐκ δύο γὰρ χρόνων σύγκειται. Ἄξιον δέ ἐστι ζητῆσαι, διὰ τί, ὥσπερ ἡ ὀξεῖα καὶ ἡ βαρεῖα συνερ‐ χόμεναι ἀποτελοῦσι τόνον ἕτερον, λέγω δὴ τὴν περισπωμένην, διὰ τί μὴ καὶ ἡ βαρεῖα καὶ ἡ ὀξεῖα συνερχόμεναι ἀποτελοῦσιν ἕτερον τόνον. | |
30 | Καὶ ἔστιν εἰπεῖν ὅτι προσῳδίαι κυρίως ἑπτά εἰσιν, ἤγουν ὀξεῖα, βαρεῖα, περισπωμένη, δασεῖα, ψιλή, μακρά, βραχεῖα· ἡ γὰρ ἀπόστροφος καὶ ἡ ὑφὲν καὶ ἡ ὑποδιαστολὴ οὐκ εἰσὶ κυρίως προσῳδίαι. Τούτων οὕτως ἐχόντων αἱ προσῳδίαι συναπτόμεναι ἀλλήλαις τύπον ἀποτελοῦσι στοι‐ χείου, οἷον ἡ μακρὰ συναπτομένη τῇ βραχείᾳ 〈τὸν〉 τύπον τοῦ ς ἀπο‐ | |
35 | τελεῖ, οἷον ⏒· πάλιν ἡ δασεῖα συναπτομένη τῇ ψιλῇ 〈τὸν〉 τύπον τοῦ Η ἀποτελεῖ, οἷον ҅ ҆· πάλιν ἡ ὀξεῖα συναπτομένη τῇ βαρείᾳ τὸν τύπον τοῦ | |
Λ ἀποτελεῖ, οἷον ´ `· ἐπειδὴ οὖν ἡ βαρεῖα συναπτομένη τῇ ὀξείᾳ οὐκ | 126 | |
127 | ἀποτελεῖ τύπον στοιχείου—τὸ γὰρ Υ κεραίαν ἔχει ἐπὶ τὰ κάτω νεύ‐ ουσαν—τούτου χάριν, ὡς οὐκ ἀποτελοῦσα ἡ βαρεῖα καὶ ἡ ὀξεῖα τύ‐ πον στοιχείου, ἕτερον τόνον οὐκ ἀποτελοῦσιν. Ἄξιον δέ ἐστι ζητῆσαι, διὰ τί, ὥσπερ ἀπὸ δύο τόνων γίνεται ἕτερος | |
5 | τόνος, τουτέστιν ἀπὸ ὀξείας καὶ βαρείας ἡ περισπωμένη, διὰ τί μὴ καὶ ἀπὸ δύο πνευμάτων γίνεται ἕτερον πνεῦμα, οἷον ἀπὸ δασείας καὶ ψιλῆς. Καὶ ἔστιν εἰπεῖν 〈ὅτι〉 ἡ δασεῖα ἀπὸ τοῦ θώρακος ἐκπέμπεται, ὅθεν καὶ δασεῖα λέγεται· ἔστι γὰρ παρὰ τὸ δα τὸ ἐπιτατικὸν καὶ 〈τὸ〉 σεύω τὸ σημαῖνον τὸ [πάνυ] ὁρμῶ, οἱονεὶ ἡ πάνυ καὶ ἡ ἐκ βάθους ὁρμῶσα· ἡ δὲ | |
10 | ψιλὴ ἐκ τῶν ἄκρων τῶν χειλέων ἐξέρχεται, ὅθεν καὶ ψιλὴ λέγεται, οἱ‐ ονεὶ ἡ ἐν τοῖς ἄκροις οὖσα· ὅθεν καὶ ψέλλια εἰώθαμεν λέγειν τὰ ἐπι‐ τιθέμενα τοῖς ἄκροις τῶν χειρῶν· καὶ ἐκ τούτου οὐ δύνανται συναφθῆ‐ ναι ἀλλήλοις καὶ ποιῆσαι ἕτερον πνεῦμα. Πῶς γὰρ τὸ ἐκ τοῦ θώρακος ἐκπεμπόμενον δύναται συναφθῆναι τῷ ἐκπεμπομένῳ ἐκ τῶν ἄκρων τῶν | |
15 | χειλέων; θώρακος γὰρ καὶ χειλέων πολὺ τὸ μέσον ἐστίν. Ἄξιον δέ ἐστι ζητῆσαι, διὰ τί, ὥσπερ ἀπὸ δύο τόνων γίνεται ἕτερος τόνος, οἷον ἀπὸ ὀξείας καὶ βαρείας γίνεται ἡ περισπωμένη, διὰ τί μὴ καὶ ἀπὸ μακρᾶς καὶ βραχείας γίνεται ἕτερος χρόνος. Καὶ λέγομεν ὅτι τὰ στοιχεῖα ἢ μονόχρονά εἰσιν, οἷον ε 〈καὶ〉 ο, ἢ δίχρονα, οἷον η καὶ | |
20 | ω, οὐδέποτε δὲ ὑπερβαίνουσι τοὺς τοὺς δύο χρόνους· εἰ συνῆλθον οὖν ἡ μακρὰ καὶ ἡ βραχεῖα καὶ ἀπετέλεσαν ἕτερον χρόνον, ἤμελλε τρίχρονος εἶναι χρόνος· καὶ γὰρ ἡ βραχεῖα ἕνα χρόνον ἔχει καὶ ἡ μακρὰ δύο· καὶ εἰς οὐδὲν εἶχε λυσιτελεῖν, ὅπου γε τὰ στοιχεῖα οὐχ ὑπερβαίνουσι τοὺς δύο χρόνους. | |
25 | Ἰστέον δὲ ὅτι ἡ ὀξεῖα ἢ ἐν τῷ τέλει τίθεται ἢ πρὸ μιᾶς τοῦ τέ‐ λους ἢ πρὸ δύο, οἷον σοφός φίλος ἄνθρωπος, πρὸ τριῶν δὲ οὐδέποτε. Ἡ 〈δὲ〉 περισπωμένη ἢ ἐν τῷ τέλει τίθεται, ὡς ἐπὶ τοῦ Ἑρμῆς Ἡρα‐ κλῆς, ἢ πρὸ μιᾶς τοῦ τέλους, ὡς ἐπὶ τοῦ οἶκος κῆπος, πρὸ δύο δὲ οὐ‐ κέτι· οὐδέποτε δὲ ἐπάνω βραχείας τίθεται περισπωμένη οὔτε ἐπάνω | |
30 | θέσει μακρᾶς, ἀλλ’ ἐπάνω μόνον τῶν φύσει μακρῶν, οἷον Ἑρμῆς δῆμος. Ἰστέον δὲ ὅτι πᾶσα λέξις ὀξύτονος ἐν τῇ συνεπείᾳ, ἤγουν ἐν τῇ φράσει, κοιμίζει τὴν ὀξεῖαν εἰς βαρεῖαν, χωρὶς τοῦ τίς ἐρωτηματικοῦ, | |
οἷον 〈Ν 1〉 Ζεὺς δ’ ἐπεὶ οὖν Τρῶάς τε, «καλὸς ἄνθρωπος ἦλθεν, | 127 | |
128 | σοφὸς ἄνθρωπος παρεγένετο»· πρόσκειται «χωρὶς τοῦ τίς 〈ἐρωτηματι‐ κοῦ〉», ἐπειδὴ τοῦτο φυλάττει τὴν ὀξεῖαν τάσιν, οἷον 〈ex. gr. α 170〉 τίς πόθεν εἰς ἀνδρῶν; Δεῖ δὲ ἐν τῷ κανόνι προσθεῖναι «χωρὶς εἰ μὴ ἐπιφέροιτο στιγμὴ ἢ ἐγκλιτικόν»· ἐὰν γὰρ ἐπιφέρηται στιγμὴ ἢ ἐγ‐ | |
5 | κλιτικόν, οὐ κοιμίζεται ἡ ὀξεῖα εἰς βαρεῖαν, οἷον 〈ex. gr. Α 84〉 τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· τὸ γὰρ Ἀχιλ‐ λεύς οὐ κοιμίζει τὴν ὀξεῖαν εἰς βαρεῖαν, ἐπειδὴ ἔχει ἐπιφερομένην τὴν στιγμήν· καὶ πάλιν ἐν τῷ 〈Ι 457〉 Ζεύς τε καταχθόνιος τὸ Ζεύς οὐ κοιμίζει τὴν ὀξεῖαν εἰς βαρεῖαν, ἐπειδὴ ἔχει ἐπιφερόμενον ἐγκλιτικόν, | |
10 | λέγω δὴ τὸν τέ σύνδεσμον. Δεῖ δὲ γινώσκειν ὅτι ἡ ὀξεῖα καὶ ἡ βαρεῖα εἰς περισπωμένην συ‐ νέρχονται, οἷον εὐγενέος εὐγενοῦς, πάϊς παῖς, Δημοσθενέων Δημοσθε‐ νῶν. Ἐκ τοῦ ἐναντίου δὲ ἡ βαρεῖα καὶ ἡ ὀξεῖα εἰς ὀξεῖαν συναιροῦν‐ ται, ἐὰν μὴ τονικὸν κωλύσῃ παράγγελμα, οἷον ζωός ζώς, ἑσταώς ἑστώς, | |
15 | Κισσηΐς Κισσῄς· πρόσκειται «εἰ μὴ τονικὸν κωλύσει παράγγελμα» διὰ τὸ ἀδελφιδεός ἀδελφιδοῦς, θυγατριδεός θυγατριδοῦς· ταῦτα γὰρ δι’ ἕτερον λόγον περιεσπάσθη τὸν λέγοντα, ὅτι τὰ εἰς ους ὀνόματα ἁπλᾶ μὲν ὄντα περισπῶνται, οἷον βοῦς πλοῦς ῥοῦς νοῦς, πλὴν τοῦ πούς καὶ ὀδούς, σύνθετα δὲ ὄντα βαρύνονται, οἷον σύννους εὔπλους. | |
20 | Ἰστέον δὲ ὅτι ἡ ὀξεῖα καὶ αἱ δύο βαρεῖαι εἰς ὀξεῖαν καὶ βαρεῖαν συνέρχονται, οἷον Δημοσθένεος Δημοσθένους, τείχεα τείχη, βέλεα βέλη· τὸ γὰρ χάλκεος καὶ χρύσεος καὶ ἀργύρεος καὶ σιδήρεος, γινόμενα χαλ‐ κοῦς καὶ ἀργυροῦς καὶ σιδηροῦς καὶ χρυσοῦς, ἑτέρῳ λόγῳ περισπῶνται, οἷον τῷ λόγῳ τῶν εἰς ους ἁπλῶν, ὡς τὸ πλακοῦς Σιμοῦς ἀδελφιδοῦς | |
25 | θυγατριδοῦς· ἐν οἷς οὖν τὸ χαλκοῦς σιδηροῦς χρυσοῦς ἀργυροῦς ἁπλᾶ εἰσι, καὶ εὐλόγως περισπῶνται. | |
27t | Πορφυρίου περὶ προσῳδίας. | |
28 | Ἰστέον ὡς ὁ Θρᾷξ Διονύσιος, ὁ περὶ τῶν ὀκτὼ μερῶν τοῦ λόγου | |
διδάξας ἡμᾶς, καὶ ἔτι πρὸ τούτων περὶ στοιχείου καὶ συλλαβῆς καὶ λέ‐ | 128 | |
129 | ξεως, οὐκ ἀπὸ τῆς προσῳδίας ἤρξατο, ἀλλ’ ἀπὸ τοῦ ὅρου τῆς γραμμα‐ τικῆς· τὰ δὲ περὶ προσῳδίας ἕτερός τις, τούτου μεταγενέστερος, διὰ τοὺς ἄρτι τῆς γραμματικῆς ἀρχομένους ἀναγκαίως ἐδίδαξε. Δεῖ οὖν ἡμᾶς μὴ ἀπὸ τῆς τοῦ Διονυσίου τεχνολογίας τῆς ἐξηγήσεως ἄρξασθαι, | |
5 | ἀλλ’ ἀπ’ αὐτῆς τῆς προσῳδίας· καὶ πρῶτον μὲν ἐκθεμένους τὸν ὅρον τῆς προσῳδίας διασαφῆσαι τοῦτον, εἶτα καὶ περὶ πάντων εἰπεῖν εἰς ἃ διαιρεῖται, τόνων τε καὶ χρόνων καὶ πνευμάτων, ἔτι δὲ καὶ παθῶν· μετὰ ταῦτα δὲ περὶ τέχνης καὶ τῶν ἑξῆς ὅλων. Ὁρίζονται οὖν τὴν προσῳδίαν οὕτως· «προσῳδία ἐστὶ ποιὰ τάσις | |
10 | ἐγγραμμάτου φωνῆς ὑγιοῦς, κατὰ τὸ ἐπαγγελτικὸν τῆς λέξεως ἐκφερο‐ μένη μετά τινος τῶν συνεζευγμένων περὶ μίαν συλλαβήν, ἤτοι κατὰ συ‐ νήθειαν διαλέκτου ὁμολογουμένη, ἤτοι κατὰ τὸν ἀναλογητικὸν ὅρον καὶ λόγον». Τοῦτον δὲ τὸν ὅρον Ἡρωδιανὸς ἐν τῷ περὶ καθολικῆς προ‐ | |
σῳδίας ὡρίσατο. | 129 | |
130 | Ἰστέον δὲ ὅτι οἱ ὁρισμοὶ ἀπὸ γένους καὶ διαφορῶν συνεστήκασι. Κἀνταῦθα γοῦν τὸ μὲν «τάσις» ἀντὶ γένους ἐστί—καὶ γὰρ καθολικόν τί ἐστιν ἡ τάσις καὶ κατὰ πλειόνων φέρεται· λέγεται γὰρ καὶ ἐπὶ χειρὸς καὶ ποδὸς καὶ ἄλλων μερῶν τε καὶ μορίων τοῦ σώματος καὶ ἐπ’ ἄλλων | |
5 | πολλῶν—· τὸ δὲ «ποιά» καὶ τὰ λοιπὰ διαφοραί. Ἡ γοῦν προσῳδία τάσις ἐστὶ φωνῆς ποιά, ἤγουν ποιότητά τινα ἔχουσα ἤχου· ἢ γὰρ ἐπιτεταμένη ἐστίν, ἢ ἀνειμένη, ἢ μέση. Ἐπειδὴ δὲ διττή ἐστιν ἡ φωνή—ἢ γὰρ ἔναρθρός ἐστιν ἤγουν ἐγγράμματος, ὡς ἡ ἐκ διανοίας ἀνθρωπίνης προβαλλομένη, ἢ ἄναρθρος, | |
10 | τουτέστι μὴ δυναμένη γραφῆναι, ὥσπερ ἡ τῶν ἀλόγων ζῴων καὶ ὁ ἦχος ὁ ἀπὸ σιδήρου ἢ ξύλου ἤ τινος τοιούτου γινόμενος· ἔστι δὲ καὶ τού‐ των ἑκατέρα διττή· ἢ γὰρ σημαντική ἐστιν ἢ ἀσήμαντος· καὶ ἄναρθρος μὲν σημαντικὴ ὡς ἡ τοῦ κυνὸς ὑλακή (σημαίνει γὰρ παρουσίαν τινὸς ἐπιδημήσαντος), ἄναρθρος δὲ ἀσήμαντος ὡς ὁ ἐκ λίθων ἦχος γινόμενος, | |
15 | ἔναρθρος δὲ ἀσήμαντος ὡς τὸ σκινδαψός (τοῦτο γὰρ ἀσήμαντόν ἐστιν, ἐπειδὴ οὐ τίθεται κατὰ πράγματος· οὐδὲ γὰρ ἔστι τι λεγόμενον σκιν‐ δαψός), ἔναρθρος δὲ σημαντικὴ ὡς ὕδωρ, θάλασσα καὶ ὅσαι κατὰ πραγ‐ μάτων φωναὶ τίθενται—ἐπειδὴ οὖν καὶ ἄναρθροί εἰσι φωναὶ τάσιν ἔχουσαι, ὡς αἱ ἀπὸ σιδήρων καὶ ξύλων, ἃς καὶ κυρίως οὐκ ἂν εἴποιμεν | |
20 | φωνάς, διὰ τοῦτο προσέθηκεν «ἐγγραμμάτου». Πάλιν δὲ ἐπεί, ὡς εἰ‐ ρήκαμεν, εἰσὶ μὲν ἐγγράμματοι φωναί, οὐ δηλοῦσαι δέ τι, τούτου χάριν εἶπεν «ὑγιοῦς» ἤγουν σημαινούσης τι· ἐν πολλοῖς δὲ βιβλίοις εὑρίσκεται καὶ «ὑγιής», ἵνα πρὸς τὴν τάσιν ἀναφέρηται· ἡ γὰρ πεποιημένη, φησί, τάσις οὐχ ὡς ἔτυχεν ὀφείλει ἐκφέρεσθαι, ἀλλὰ πάντως ὑγιῶς καὶ ὀρθῶς. | |
25 | Ὅθεν σαφέστερον δηλῶν τίς ἐστιν ὑγιὴς τάσις ἐπήγαγε «κατὰ τὸ ἐπαγ‐ γελτικὸν τῆς λέξεως ἐκφερομένη»· ἐκείνη γάρ ἐστι τάσις ὀρθή, ἥτις κατ’ ἐπαγγελίαν ἤγουν σημασίαν τῆς λέξεως ἐκφέρεται, οἷον τὸ ΑΓΝΟΣ εἰ μὲν σημαίνει τὸν καθαρόν, ὀξύνεται· εἰ δὲ σημαίνει τὴν βοτάνην, παροξύνεται· πάλιν τὸ ΑΡΓΟΣ εἰ μὲν σημαίνει τὸν ῥᾴθυμον, ὀξύνεται, | |
30 | εἰ δὲ βαρύνεται, σημαίνει ὄνομα τόπου καὶ κυνὸς καὶ ἀνδρός. Τὸ δὲ | 130 |
131 | «μετά τινος τῶν συνεζευγμένων περὶ μίαν συλλαβήν» τοῦτο δηλοῖ, ὅτι οὔτε χρόνος χωρὶς τόνου εὑρίσκεται, οὔτε τόνος χωρὶς χρόνου· ἀλλ’ οὐδὲ πνεῦμα πάλιν αὐτὸ καθ’ ἑαυτὸ ἐκφέρεται τούτων ἄτερ, οἷον ἥλιος· ἰδοὺ γὰρ καὶ χρόνος μακρὸς τὸ η, καὶ μετὰ δασέος ἐξενήνεκται, καὶ | |
5 | ἐπάνω τῆς μακρᾶς ἐτέθη ἡ ὀξεῖα· εἰ γοῦν καὶ χωρὶς πνεύματος τόνος εὑρίσκεται, ὡς Πέτρος, ἀλλ’ οὐ 〈χωρὶσ〉 χρόνου, ὥσπερ οὐδὲ χρόνος ἄνευ τόνου· ὡς γὰρ ἐροῦμεν προϊόντες, οὐκ ἦν συλλαβὴ μὴ ἐπιδεχο‐ μένη τόνον κατὰ τοὺς παλαιοὺς τῶν γραμματικῶν. «Συνεζευγμένα» οὖν ὀνομάζει τούς τε τόνους καὶ τοὺς χρόνους, ἔτι δὲ καὶ τὰ πνεύματα, | |
10 | ὅτι ταῦτα πάντα καὶ τὸν τῆς προσῳδίας ὅρον ἐπιδέχονται καὶ προσῳ‐ δίαι καλοῦνται. Τὸ δὲ «ἤτοι κατὰ συνήθειαν διαλέκτου ὁμολογουμένη, ἤτοι κατὰ τὸν ἀναλογητικὸν ὅρον» εἰπὼν τοὺς τρόπους διδάσκει, καθ’ οὓς αἱ προσῳδίαι ἐκφέρονται· ἢ γάρ, φησί, κατὰ διάλεκτον προάγονται, ἢ κατὰ ἀναλογίαν καὶ κανόνα. Οἷον τὸ μὲν ὁμοῖος κατὰ ἀναλογίαν | |
15 | ἐκφέρεται, διότι τὰ διὰ τοῦ οιος ἅπαντα προπερισπῶμεν, ἑτεροῖος γε‐ λοῖος ἀλλοῖος· διὰ τοῦτο καὶ Ὅμηρος τῇ ἀναλογίᾳ χρησάμενος 〈ρ 218〉 ὡς αἰεί, φησί, τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον· οἱ δὲ Ἀττικοὶ ὅμοιος λέγουσι· πάλιν ἡμεῖς μὲν ἀναλόγως τρόπαιον λέγομεν, ὡς ἔλαιον σπήλαιον, ὁ δὲ Θουκυδίδης τροπαῖον ἀττικῶς· καὶ τὸ Ἀχιλλεύς δὲ καὶ | |
20 | τὸ Πηλεύς καὶ τὰ ὅμοια ἡμεῖς μὲν ὀξύνομεν, οἱ δὲ Αἰολεῖς βαρύνουσιν· οὕτω καὶ τὸ εἱρκτή οἱ μὲν Ἀττικοὶ δασύνουσιν, ἡμεῖς δὲ ψιλοῦμεν, καὶ τοῦ Ἀπόλλων ἡμεῖς μὲν ἀναλόγως τὸ α συστέλλομεν, οἱ δὲ Ἀττικοὶ ἐκτείνουσιν, ὡς τὸ 〈Α 36〉 Ἀπόλλωνι ἄνακτι, τὸν ἠύκομος τέκε Λητώ. | |
25 | Ἰστέον δὲ ὅτι οὐ τοὺς τόνους μόνον ὡρίσατο καὶ τούτους προσῳ‐ δίας ἐκάλεσεν, ὥς τισιν ἔδοξε πλανηθεῖσιν ἐκ τοῦ εἰπεῖν «ποιὰ τάσις», ἀλλὰ καὶ τοὺς χρόνους καὶ τὰ πνεύματα· καὶ γὰρ καὶ οἱ χρόνοι τάσιν ἔχουσι, καθὸ ὁ μὲν ἐκτείνεται, ὁ δὲ συστέλλεται· καὶ τὰ πνεύματα δέ, ἐπειδὴ τὸ μὲν ἐκ τοῦ θώρακος πρόεισιν ἐπιτεταμένως, τὸ δὲ ἐξ ἄκρων | |
30 | τῶν χειλέων συνεσταλμένως. Ἀλλὰ γὰρ ἐπεὶ τὸν τῆς προσῳδίας ὅρον ὡς οἷόν τε ἐξηγησάμεθα, φέρε δὴ καὶ εἰς πόσα διαιρεῖται ἡ προσῳδία εἴπωμεν. «Διαιρεῖται τοί‐ νυν ἡ προσῳδία», φησίν, «εἰς τέσσαρα, εἰς τόνους, εἰς χρόνους, εἰς πνεύ‐ ματα καὶ εἰς πάθη». | |
35 | Ζητητέον, κατὰ ποῖον τρόπον τῆς διαιρέσεως διαιρεῖται ἡ προσῳ‐ | 131 |
132 | δία εἰς τὰ τέσσαρα ταῦτα. Ὀκταχῶς γὰρ γίνεται ἡ διαίρεσις· ἔστι γὰρ ἀπὸ γένους εἰς εἴδη, ὡς τὸ ζῷον εἰς ἄνθρωπον καὶ ἵππον, ἢ τὸ φυτὸν εἰς ἐλαίαν καὶ ἄμπελον· καὶ ἀπὸ εἴδους εἰς ἄτομα, ὡς ὁ ἄνθρωπος εἰς τοὺς κατὰ μέρος ἀνθρώπους, εἰς Σωκράτην καὶ Πλάτωνα. Καὶ ἀπὸ | |
5 | ὅλου εἰς μέρη, καὶ αὕτη διχῶς· ἢ γὰρ εἰς ὁμοιομερῆ γίνεται ἡ διαίρεσις, ἢ εἰς ἀνομοιομερῆ· καὶ εἰς ὁμοιομερῆ μὲν τέμνεται τὸ ὅλον, ὅταν καὶ τοῦ ὀνόματος τοῦ ὅλου καὶ ἀλλήλων μετέχωσι τὰ μέρη καὶ τοῦ ὁρισμοῦ, οἷον ὁ μέγας λίθος τέμνεται εἰς μικρὰ λιθίδια, ἅτινα καὶ τὸ ὄνομα τοῦ ὅλου λίθου καὶ ἀλλήλων ἔχει καὶ τὸν ὁρισμόν· καὶ πάλιν ὅταν τὴν 〈μεγά‐ | |
10 | λην〉 φλέβα τέμῃς εἰς μικρὰς φλέβας· καὶ γὰρ ἑκάστη τούτων ὁμωνύμως τῷ ὅλῳ φλὲψ λέγεται· εἰς ἀνομοιομερῆ δέ, ὡς ὅταν τὴν κεφαλὴν διέλωμεν εἰς ὦτα, ῥῖνα, ὀφθαλμούς· ταῦτα γὰρ οὔτε τῷ ὅλῳ ὁμωνύμως λέγομεν (οὔτε γὰρ τὰ ὦτα λέγεται κεφαλή, οὔτε ἡ ῥίν, οὔτε οἱ ὀφθαλμοί), οὔτε δὲ ἀλλήλοις ὁμωνύμως λέγεται (οὔτε γὰρ τὸ οὖς λέγεται ῥίν, οὔτε | |
15 | ἡ ῥὶν ὀφθαλμός), οὔτε τὸν αὐτὸν ὁρισμὸν τοῦ ὅλου ἢ ἀλλήλων ἐπιδέ‐ χεται. Ἀπὸ ὁμωνύμου δὲ φωνῆς εἰς διάφορα σημαινόμενα, ὡς ὅταν ἡ κύων φωνὴ διαιρῆται εἴς τε τὸν θαλάττιον κύνα καὶ τὸν χερσαῖον καὶ τὸν ἀστρῷον. Ἀπὸ οὐσίας δὲ εἰς συμβεβηκότα, ὡς ὅταν εἴπωμεν ὅτι τῶν ἀνθρώπων οἱ μὲν λευκοί, οἱ δὲ μέλανες· ἐνταῦθα γὰρ εἰς τὸ | |
20 | λευκὸν καὶ τὸ μέλαν, ἅτινα συμβεβηκότα εἰσίν, ἐγένετο ἡ διαίρεσις. Ἀπὸ συμβεβηκότος δὲ εἰς οὐσίας, ὡς ὅταν εἴπωμεν ὅτι τοῦ λευκοῦ τὸ μέν ἐστι χιών, τὸ δὲ ψιμύθιον, τὸ δὲ κύκνος· ἀπὸ γὰρ τοῦ λευκοῦ τὸ ὅπερ ἐστὶ συμβεβηκός, ἐγένετο ἡ διαίρεσις εἰς χιόνα καὶ κύκνον καὶ ψι‐ μύθιον, ἅτινα οὐσίαι εἰσίν. Ἀπὸ συμβεβηκότος δὲ εἰς συμβεβηκότα, ὡς | |
25 | ὅταν εἴπωμεν ὅτι τῶν λευκῶν τὰ μέν ἐστι θερμά, τὰ δὲ ψυχρά, καὶ θερμὰ μὲν ὡς ἐπὶ τῆς ἀσβέστου, ψυχρὰ δὲ ὡς ἐπὶ τῆς χιόνος· ἰδοὺ γὰρ ἐνταῦθα ἀπὸ τοῦ λευκοῦ, ὅπερ ἐστὶ συμβεβηκός, ἐγένετο ἡ διαίρεσις εἰς θερμὸν καὶ ψυχρόν, ἅτινα καὶ αὐτὰ συμβεβηκός, ἐγένετο ἡ διαίρεσις εἰς καὶ πρὸς ἕν, ὡς ὅταν ἀπὸ τῆς ἰατρικῆς εἴπωμεν ἰατρικὸν βιβλίον, ἰατρι‐ | |
30 | κὸν φάρμακον, ἰατρικὴ ἔμπλαστρος· πρὸς ἓν γὰρ πρᾶγμα, τὴν ὑγίειαν, ἀφορῶντες αὐτὰ ὀνομάζομεν. Ὀκταχῶς οὖν γινομένης τῆς διαιρέσεως, ζητητέον, κατὰ ποῖον τρό‐ πον γίνεται τῆς προσῳδίας ἡ διαίρεσις ἡ εἰς τόνους, εἰς χρόνους καὶ τὰ λοιπά. | |
35 | Τινὲς μὲν οὖν λέγουσιν, ὅτι ἀπὸ ὁμωνύμου φωνῆς ἐστιν ἡ διαί‐ | |
ρεσις εἰς διάφορα σημαινόμενα. Οὐ καλῶς δὲ λέγουσι, διότι ἐπὶ τῶν | 132 | |
133 | ἀπὸ ὁμωνύμου φωνῆς εἰς διάφορα σημαινόμενα διαιρουμένων οὐχ εὑ‐ ρίσκεταί τι κοινόν, οὗ τὸν ὁρισμὸν ἐπιδέξονται πάντα· οἷον ὁ ἀστρῷος κύων οὐκ ἐπιδέξεται τοῦ ζῴου τὸν ὁρισμόν· ἐνταῦθα δὲ καὶ οἱ χρόνοι καὶ τὰ πνεύματα καὶ οἱ τόνοι ἐπιδέχονται τὸν ὁρισμὸν τῆς προσῳδίας, | |
5 | πλὴν τῶν παθῶν, ἅτινα οὐδὲ κυρίως προσῳδίαι εἰσίν, ὡς προϊόντες δείξομεν. Ἕτεροι δὲ πάλιν φασὶν ὅτι ἀπὸ ὅλου γέγονεν εἰς μέρη ὁμοιομερῆ ἡ διαίρεσις, ἐπεὶ καὶ τὸν ὁρισμὸν τοῦ ὅλου ἐπιδέχονται καὶ τὸ ὄνομα· καὶ γὰρ προσῳδίαι καλοῦνται καὶ οἱ τόνοι καὶ οἱ χρόνοι καὶ τὰ πνεύ‐ | |
10 | ματα, καὶ τῆς προσῳδίας τὸν ὅρον ἐπιδέχονται. Ἀλλὰ καὶ οὗτοι οὐ πιθανῶς λέγουσι, διότι πάντα τὰ ἀπὸ ὅλων εἰς μέρη ὁμοιομερῆ διαι‐ ρούμενα οὐ μόνον τοῦ ὅλου τὸν ὁρισμὸν καὶ τὸ ὄνομα ἐπιδέχονται, ἀλλὰ καὶ ἀλλήλων· ἐνταῦθα δὲ οἱ τόνοι οὐ καλοῦνται χρόνοι, οὐδὲ οἱ χρόνοι τόνοι· οὐδὲ τὸν ὁρισμὸν ἀλλήλων ἐπιδέχονται. Ἀλλ’ οὐδὲ εἰς | |
15 | ἀνομοιομερῆ μέρη ἐστὶν ἡ διαίρεσις, διότι τὰ ἀνομοιομερῆ οὔτε ἀλλήλοις οὔτε τῷ ὅλῳ ὁμωνύμως λέγονται, ἀλλ’ οὐδὲ τὸν ὁρισμὸν ἐπιδέχονται τοῦ ὅλου· οἷον ἡ χεὶρ οὐκ ἂν κληθείη ἄνθρωπος, οὐδὲ τὸν ὁρισμὸν τοῦ ἀνθρώπου δέξεται. Ἔτι δὲ οὐδὲ ὡς γένος εἰς εἴδη διαιρεῖται ἡ προσῳδία εἰς τόνους | |
20 | καὶ τὰ λοιπά· εἰ γὰρ καὶ τὸν ὁρισμὸν ἐπιδέχονται καὶ τὸ ὄνομα τῆς προσῳδίας οἱ τόνοι τε καὶ οἱ χρόνοι καὶ τὰ πνεύματα, ὥσπερ τὰ εἴδη τοῦ γένους, ἀλλ’ ἐπειδὴ τὰ εἴδη ὁλόκληρόν τι ἀποτελοῦσιν—οἷον ὁ ἐπιστάμενος ἓν μόνον εἶδος τῆς ῥητορικῆς, τουτέστι τὸ δικανικὸν μόνον ἢ τὸ συμβουλευτικὸν ἢ τὸ πανηγυρικόν, τέλειος ῥήτωρ ἐστίν, ὡς ὁ Γορ‐ | |
25 | γίας τὸ δικανικὸν μόνον εἰδώς, ὡς λέγουσιν—, ἐνταῦθα δὲ ὁ ἐπιστά‐ μενος τοὺς τόνους μόνους ἀκριβῶς, οὐχὶ καὶ τοὺς χρόνους καὶ τὰ πνεύ‐ ματα, οὐκ ἔστι τέλειος γραμματικός, εὔδηλον ὅτι οὐδὲ ἀπὸ γένους ἐστὶν εἰς εἴδη ἐνταῦθα ἡ διαίρεσις. Ἠλέγχθησαν οὖν οἱ τρεῖς τρόποι οὗτοι τῆς διαιρέσεως μὴ ἐφαρ‐ | |
30 | μόζοντες ἐνταυθοῖ· οἱ γὰρ λοιποὶ πέντε τρόποι τῆς διαιρέσεως πάντῃ ἀπᾴδουσιν, ἄλλως τε οὐδὲ εἰσὶ κυρίως τρόποι διαιρετικοί. Οὐ δύναται γὰρ ἀπὸ εἰδῶν εἰς ἄτομα γίνεσθαι διαίρεσις, ἐπειδὴ τὰ ἄτομα ἄπειρά εἰσι· καὶ γὰρ οἱ κατὰ μέρος ἄνθρωποι ἄπειροί εἰσι καὶ ἀπερίληπτοι, ἄπειροι δὲ ὄντες καὶ ἀπερίληπτοι οὐ δύνανται διαιρέσει | |
35 | καθυποβληθῆναι· ἐν ὅσῳ γὰρ θέλει τις διαιρέσει τοὺς ἐν τῇδε τῇ πόλει | 133 |
134 | καθυποβάλλειν ἀνθρώπους, οἱ μὲν γεννῶνται, οἱ δὲ φθείρονται, καὶ οὐ‐ δέποτε τοῦ τέλους ἐφικνεῖται. Ἀλλ’ οὔτε δὲ ἀπὸ συμβεβηκότος εἰς οὐσίας γίνεται διαίρεσις· τὸ γὰρ λέγειν ὅτι τοῦ λευκοῦ τὸ μέν ἐστι κύκνος, τὸ δὲ ψιμύθιον, τὸ δὲ | |
5 | χιών, οὐκ ἔστι διαίρεσις συμβεβηκότος εἰς οὐσίας· οὐδὲ γὰρ τὸ λευκὸν τὸ καθ’ αὑτὸ θεωρούμενον διεῖλον, ἀλλὰ τὸ σῶμα τὸ λευκόν, ὅπερ ἐστὶν οὐσία· οὐδὲ γὰρ δύναμαι τὴν λευκότητα διελεῖν εἰς ψιμύθιον καὶ κύκνον καὶ χιόνα, ἐπειδὴ ἡ λευκότης συμβεβηκός ἐστι, ταῦτα δὲ οὐσίαι εἰσίν, οὐ δύναται δὲ τὸ συμβεβηκὸς εἰς οὐσίας διαιρεῖσθαι· καὶ γὰρ τὸ διαιρούμενον | |
10 | εἰς ὅμοια θέλει διαιρεῖσθαι, οὐκ εἰς ἀνόμοια· οἷον τὸ ζῷον εἰς ζῷα διαι‐ ρεῖται, οὐ μὴν εἰς μὴ ζῷα, καὶ τὸ λογικὸν εἰς λογικά, οὐ μὴν εἰς ἄλογα, καὶ τὸ θνητὸν εἰς θνητά, οὐ μὴν εἰς ἀθάνατα· πῶς οὖν τὸ συμβεβηκὸς εἰς οὐσίας δύναται διαιρεῖσθαι; Ἀλλ’ οὔτε δὲ ἀπὸ οὐσίας εἰς συμβεβηκότα γίνεται διαίρεσις· τὸ γὰρ | |
15 | λέγειν ὅτι τῶν ἀνθρώπων οἱ μέν εἰσι λευκοί, οἱ δὲ μέλανες, οὐκ ἔστι διαίρεσις ἀπὸ οὐσίας εἰς συμβεβηκότα, ἀλλ’ ἀπὸ οὐσίας εἰς οὐσίας ἐχού‐ σας συμβεβηκότα· εἰς γὰρ ἀνθρώπους μέλανας καὶ λευκοὺς ἐγένετο ἡ διαίρεσις, οἵτινες οὐσίαι εἰσίν. Ἀλλ’ οὔτε δὲ ἀπὸ συμβεβηκότος εἰς συμβεβηκότα γίνεται διαίρεσις· | |
20 | ἢ γὰρ ἀπὸ γένους εἰς εἴδη γίνεται ἡ διαίρεσις, ὡς ὅταν εἴπωμεν ὅτι τὸ χρῶμα διαιρεῖται [εἰς εἴδη] εἰς λευκὸν καὶ μέλαν· τὸ δὲ τοιοῦτον ἀνάγεται ὑπὸ τὸν διαιρετικὸν τρόπον τὸν ἀπὸ γένους εἰς εἴδη, ἢ ἀπὸ οὐσίας εἰς οὐσίας, καὶ οὐκέτι ὡς ἀπὸ συμβεβηκότος εἰς συμβεβηκότα γί‐ νεται ἡ διαίρεσις· τὸ γὰρ λέγειν ὅτι τῶν λευκῶν τὰ μὲν θερμά εἰσι, τὰ | |
25 | δὲ ψυχρά, ἀπὸ οὐσίας εἰς οὐσίας διαίρεσίς ἐστι· τὸ γὰρ σῶμα τὸ λευ‐ κόν, ὅπερ οὐσία ἐστί, διεῖλον εἰς σῶμα θερμὸν καὶ ψυχρόν, καὶ αὐτὰ δὲ οὐσίαι εἰσίν· οὐδὲ γὰρ δυνατὸν τὸ λευκὸν καθ’ ἑαυτὸ θεωρούμενον, ἤγουν τὴν λευκότητα, διελεῖν εἰς σῶμα θερμὸν καὶ ψυχρόν, ἐπειδὴ τὸ λευκὸν καθ’ ἑαυτὸ θεωρούμενον οὔτε θερμόν ἐστιν οὔτε ψυχρόν. | |
30 | Ἀλλ’ οὔτε δὲ τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν ἐστι διαίρεσις, ἀλλ’ ἀπα‐ ρίθμησις· τὰ γὰρ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν ἀόριστα καὶ ἀπερίληπτά εἰσι· δυνατὸν γὰρ εἰπεῖν ἰατρικὸν βιβλίον, ἰατρικὴ δίαιτα, ἰατρικὴ ἔμπλαστρος, ἰατρικὸς οἶνος, ἰατρικὸν ἔλαιον καὶ ἄλλα ἄπειρα· καὶ πάλιν ὑγιεινὸς οἶνος, ὑγιεινὴ δίαιτα, ὑγιεινὸν βιβλίον· ἄπειρα δὲ καὶ ἀπερίληπτα ὄντα | |
35 | πῶς δύνανται διαιρέσει καθυποβληθῆναι· | |
Ὥστε οὖν κυρίως τρεῖς τρόποι εἰσὶ μόνοι διαιρετικοί, ὁ ἀπὸ γένους | 134 | |
135 | εἰς εἴδη, ὁ ἀπὸ ὅλου εἰς μέρη, ὁ ἀπὸ ὁμωνύμου φωνῆς εἰς διάφορα σημαινόμενα. Τούτων οὕτως ἐχόντων, καὶ ὑπ’ οὐδεμίαν διαίρεσιν ἀναγομένης τῆς προσῳδίας, λέγει ὁ Φιλόπονος, ὃς καὶ περὶ τῆς προσῳδίας διαλαμ‐ | |
5 | βάνει ἐν ἰδίῳ βιβλίῳ, ὡς οὐκ ἔστιν αὕτη διαίρεσις ἀλλ’ ὑποδιαίρεσις· διαίρεσις γάρ ἐστι τῆς γραμματικῆς, ὡς ὅλου εἰς μέρη, εἰς ταῦτα τὰ τέσσαρα, τὸ ἀναγνωστικόν, τὸ ἐξηγητικόν, τὸ διορθωτικόν, τὸ κριτικόν· πάλιν τὸ ἀναγνωστικὸν ἐπιδιαιρεῖται εἰς ὑπόκρισιν, προσῳδίαν καὶ δια‐ στολήν, ὡς αὐτὸς ὁ Διονύσιος διδάσκει, λέγων 〈p. 6, 6 Uhl〉 «ἀνα‐ | |
10 | γνωστέον δὲ καθ’ ὑπόκρισιν, κατὰ προσῳδίαν, κατὰ διαστολήν»· ἡ δὲ προσῳδία πάλιν ὑποδιαιρεῖται εἰς τόνους, εἰς χρόνους, εἰς πνεύματα καὶ εἰς πάθη. Χρὴ δὲ γινώσκειν ὅτι τὰ πάθη οὐκ εἰσὶ κυρίως προσῳδίαι, ἀλλὰ καταχρηστικῶς. Πρῶτον μὲν γὰρ αἱ ἑπτὰ προσῳδίαι ἐπάνω φωνηέν‐ | |
15 | των τίθενται, τῶν δὲ τριῶν τούτων ἡ μὲν μία, 〈ἡ〉 ἀπόστροφος, ἐπάνω συμφώνου τίθεται, οἷον ἐπ’ ἐμοῦ, οὐχ’ οὕτως· ἐπάνω γὰρ τίθεται τοῦ συμφώνου τοῦ ὄντος τελευταίου τῆς λέξεως, δηλοῦσα ὡς ὧδε πάθος τι γέγονε καὶ φωνῆεν ἦν μετὰ τούτου τοῦ συμφώνου καὶ ἀπεστράφη· ἡ δὲ ὑφὲν καὶ ἡ ὑποδιαστολὴ ὑποκάτω τίθενται, οἷον φιλ͜όθ͜εος ἔστι, νοῦς· | |
20 | καὶ ἐπὶ μὲν τοῦ φιλ͜όθ͜εος τίθεται ἡ ὑφὲν ὑποκάτω δηλοῦσα τὴν ἕνωσιν, ἀρχομένη μὲν ἀπὸ τοῦ τελευταίου φωνήεντος τῆς πρώτης λέξεως καὶ τὴν μετὰ ταῦτα λέξιν ὁμοῦ συμπεριλαμβάνουσα· ἐπὶ δὲ τοῦ ΕΣΤΙΝΟΥΣ εἰ μὲν βούλει εἰπεῖν «ὑπάρχει ὠτίον», τίθης τὴν ὑποδιαστολὴν ὑποκάτω τοῦ ου, εἰ δὲ ἀντὶ τοῦ «ὑπάρχει νοῦς», ὑποκάτω τοῦ ἐστί· προϊόντες | |
25 | δὲ πλατύτερον περὶ τούτων ἐροῦμεν. Εἶτα τὰ μὲν τρία ταῦτα οὐκ ἐγέ‐ νοντο ἀπὸ στοιχείων, αἱ δὲ ἑπτὰ προσῳδίαι ἀπὸ στοιχείων τὴν γένεσιν ἔχουσιν· ἡ μὲν γὰρ ὀξεῖα καὶ βαρεῖα ἀπὸ τοῦ Λ στοιχείου, ἡ δὲ περι‐ σπωμένη καὶ ἡ μακρὰ καὶ ἡ βραχεῖα ἀπὸ τοῦ Θ, ἡ δὲ δασεῖα καὶ ἡ ψιλὴ ἀπὸ τοῦ Η· ἔτι οὐδὲ ὁ ὅρος τῆς προσῳδίας ἐφαρμόζει τοῖς πά‐ | |
30 | θεσι. Πῶς οὖν καλοῦνται προσῳδίαι τὰ πάθη; Ὁμωνύμως λέγονται, καὶ οὐ συνωνύμως· ὁμώνυμα γὰρ λέγονται ἐκεῖνα, ὧν τὸ ὄνομα μόνον | |
κοινόν ἐστιν, ὁ δὲ ὁρισμὸς διάφορος, ὥσπερ ὁ ἄνθρωπος ὁ ζῶν καὶ ὁ | 135 | |
136 | γεγραμμένος· τὸ μὲν γὰρ ὄνομα τοῦ ζῶντος ἔχει 〈καὶ〉 ὁ ἐπὶ τοίχου γραφεὶς ἄνθρωπος, οὐ μέντοι καὶ ζῷόν ἐστι λογικὸν θνητὸν νοῦ καὶ ἐπιστή‐ μης δεκτικόν· ἐπεὶ γοῦν πρὸς τὰ πάθη ᾄδονται αἱ φωναί, ἤγουν κατὰ τὰ πάθη, διὰ τοῦτο καλοῦνται προσῳδίαι. Οἷον τί φημι; οὐ λέγω «οὐχὶ | |
5 | οὕτως», ἀλλὰ βλέπων τὴν ἀπόστροφον λέγω «οὐχ’ οὕτως»· καὶ πάλιν τὸ ΧΕΙΡ͜ΙΣ͜ΟΦΟΣ οὐ λέγω χειρὶ σοφός, ἀλλὰ βλέπων τὴν ὑφὲν ἀναγινώσκω Χει͜ρί͜σοφος· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ΕΣΤΙΝ, ΑΞΙΟΣ πείθει με ἡ ὑποδιαστολὴ ὑποκάτω τοῦ ν κειμένη ἄξιος ἀναγινώσκειν καὶ μὴ Νάξιος. Ὥστε κατὰ τὴν ἐτυμολογίαν μόνον λέγονται τὰ πάθη προσῳδίαι, οὐχὶ κατὰ τὸν | |
10 | ὅρον· διὰ γὰρ τὸ πρὸς αὐτὰ ᾄδεσθαι τὰς φωνὰς εἴρηνται καὶ αὐτὰ προσῳδίαι. «Τόνοι μὲν οὖν εἰσι τρεῖς, ὀξύς, βαρύς, περισπώμενος». Τῆς προ‐ σῳδίας ὑποδιαιρέσεις εἰσὶ τέσσαρες· πάλιν ἕκαστον τῶν τεσσάρων ὑπο‐ διαιρεῖται, οἱ μὲν τόνοι καὶ τὰ πάθη εἰς τρία, τὰ δὲ πνεύματα καὶ οἱ | |
15 | χρόνοι εἰς δύο. Τόνος οὖν ἐστιν ἐπίτασις ἢ ἄνεσις ἢ μεσότης συλλαβῶν, εὐφωνίαν ἔχουσα· τὸ μὲν οὖν ἐπίτασις ἐτέθη ἐν τῷ ὁρισμῷ διὰ τὴν ὀξεῖαν, τὸ δὲ ἄνεσις διὰ τὴν βαρεῖαν, τὸ δὲ μεσότης διὰ τὴν περισπωμένην. Καὶ ἔστι πάλιν ἡ μὲν ὀξεῖα ποιότης συλλαβῆς ἐπιτεταμένον ἔχουσα | |
20 | φθόγγον, ἡ δὲ βαρεῖα ποιότης συλλαβῆς ἀνειμένον ἔχουσα φθόγγον, ἡ δὲ περισπωμένη ποιότης συλλαβῆς συνημμένον ἢ κεκλασμένον ἔχουσα φθόγγον· εἶπε δὲ συνημμένον τὸν μετέχοντα καὶ ὀξείας καὶ βαρείας, κεκλασμένον δὲ τὸν ἀπὸ τοῦ ὀξέος ἐπὶ τὸ βαρὺ ῥέποντα. Ἔστιν οὖν ἐπὶ τῶν τριῶν τόνων τὸ μὲν ποιότης συλλαβῆς ἀντὶ | |
25 | γένους, τὰ δὲ λοιπὰ ἀντὶ διαφορῶν ἰδίων· ἀρκεῖν γάρ φησιν ὁ Ἀρι‐ στοτέλης 〈cfr 132a, 10—21〉 καὶ μίαν διαφοράν, τὴν τῷ ὁριστῷ μόνῳ ἁρμόζουσαν· οἷον ἐὰν εἴπῃ τις «ἄνθρωπός ἐστι ζῷον νοῦ καὶ ἐπιστήμης δεκτικόν», ἀρκούντως ὡρίσατο. Διὰ τί; ὅτι ἡ διαφορὰ αὕτη, τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, ἑνὶ μόνῳ ἁρμόζει τῷ ἀνθρώπῳ. | |
30 | Ὁ δὲ Κοϊντιλιανὸς Ἀριστείδης ἐν τῷ περὶ μουσικῆς πρώτῳ δύο εἶναί φησιν εἴδη τάσεως, ἄνεσίν τε καὶ ἐπίτασιν· καὶ ἄνεσιν μὲν εἶναι λέγει, ἡνίκα ἂν ἀπὸ ὀξυτέρου τόνου ἐπὶ βαρύτερον ἡ φωνὴ χωρῇ, | |
ἐπίτασιν δέ, ὅταν ἐκ βαρυτέρου μεταβαίνῃ πρὸς ὀξύτερον. Ἐκ δὴ τού‐ | 136 | |
137 | των τὰ γινόμενα τὸ μὲν βαρύτονον, τὸ δὲ ὀξύτονον προσαγορεύομεν· γίνεται δὲ ἡ μὲν βαρύτης κάτωθεν ἀναφερομένου τοῦ πνεύματος, ἡ δ’ ὀξύτης ἐπιπολῆς προϊεμένου, ὡς οἱ μουσικοί φασιν. «Ἡ ὀξεῖα τόπους ἔχει τρεῖς, ὀξύτονον, παροξύτονον καὶ προπαρο‐ | |
5 | ξύτονον». Τὴν ὀξεῖάν φησι τίθεσθαι ἐπὶ τριῶν συλλαβῶν, ἐπὶ τῆς τε‐ λευταίας, ἐπὶ τῆς παρατελεύτου καὶ ἐπὶ τῆς πρὸ δύο συλλαβῶν. Καὶ ὅταν μὲν τιθῆται ἐπὶ τέλους, τότε λέγομεν ὀξύνεσθαι τὴν λέξιν· ὅταν δὲ ἐπὶ τῆς πρὸ μιᾶς συλλαβῆς τοῦ τέλους, παροξύτονον ἅμα λέγομεν τὴν λέξιν καὶ βαρύτονον· καὶ παροξύτονον μὲν ὅτι ἐπὶ τῆς παραληγού‐ | |
10 | σης τίθεται ἡ ὀξεῖα, βαρύτονον δὲ ὅτι ἐπὶ τέλους τίθεται ἡ βαρεῖα. Ὥσπερ γὰρ ὀξύτονον λέγομεν τὸ ἐπὶ τέλους ἔχον τὴν ὀξεῖαν, οὕτω καὶ βαρύτονον τὸ ἐπὶ τέλους ἔχον τὴν βαρεῖαν· καὶ γὰρ μετὰ τὴν ὀξεῖαν τὴν πρὸ τοῦ τέλους τιθεμένην ἐτίθετο 〈ἡ〉 βαρεῖα· οἷον τὸ Αἴὰς καλεῖ‐ ται καὶ παροξύτονον καὶ βαρύτονον, παροξύτονον μέν, διότι πρὸ μιᾶς | |
15 | συλλαβῆς τοῦ τέλους τίθεται ἡ ὀξεῖα, βαρύτονον δέ, διότι ἐπὶ τέλους τίθεται ἡ βαρεῖα. Εἰ δὲ πρὸ δύο συλλαβῶν τοῦ τέλους τεθείη ἡ ὀξεῖα, τότε ἡ λέξις λέγεται καὶ προπαροξύτονος καὶ βαρύτονος παρατέλευτος· καὶ προπαροξύτονος μέν, διότι ἐπὶ τῆς προπαραληγούσης ἐδέξατο τὸν τόνον, παρατέλευτος δὲ βαρύτονος, διότι οὐ μόνον εἰς τὴν τελευταίαν | |
20 | συλλαβὴν ἐτέθη ἡ βαρεῖα, ἀλλὰ καὶ εἰς τὴν παρατελευταίαν, οἷον Θεό‐ δὼρὸς· οὐ μόνον γὰρ ἐνταῦθα τὸ ρος ἔσχε τὴν βαρεῖαν, ἀλλὰ καὶ τὸ δω, ὡς προϊόντες διδάξομεν· διὰ τοῦτο καὶ ἡ τοιαύτη λέξις βαρύτονος παρατέλευτος ἐκαλεῖτο, ὡς ἐπὶ τῆς παραληγούσης κειμένης τῆς βαρείας. Οὗτοι μὲν οὖν εἰσιν οἱ τρεῖς τῆς ὀξείας τόποι. | |
25 | Ἀπορήσειε δ’ ἄν τις, διὰ τί μὴ ἔστι τάσις πρὸ τριῶν συλλαβῶν. Λέγομεν οὖν πρῶτον μέν, ὅτι ἀδύνατόν ἐστιν ἐκταθῆναι τὴν φωνὴν πέραν τοῦ τοιούτου μέτρου, ἤτοι πρὸ τριῶν συλλαβῶν ὀξυνθῆναι· ἔπειτα οὐδὲ λέξις Ἑλληνικὴ θεματικὴ ἁπλῆ πρωτότυπος ὑπερβαίνει ποτὲ τὴν τρισυλλαβίαν. Καὶ «Ἑλληνική» μὲν εἴρηται διὰ τὰ Ἑβραϊκά, οἷον Ἰω‐ | |
30 | άννης· «θεματική» δὲ διὰ τὸ ἐφίλησα· «ἁπλῆ» δὲ διὰ τὸ Μενέλαος Θεόδωρος· «πρωτότυπος» δὲ διὰ τὸ Γεώργιος· ἀπὸ γὰρ τοῦ γεωργῶ παράγεται· μηδέποτε γοῦν τετρασυλλάβου λέξεως εὑρισκομένης τοιαύτης, πῶς ἔμελλε γενέσθαι τάσις πρὸ τριῶν συλλαβῶν; Ζητητέον δὲ καὶ τοῦτο, διὰ τί μακρᾶς οὔσης ἐπὶ τέλους οὐ δύνα‐ | |
35 | ται προπαροξυνθῆναι λέξις. Ὅτι ἡ μακρὰ φορτίου τάξιν ἔχει καὶ βά‐ | 137 |
138 | ρους· ὁ γάρ τοι τῆς μακρᾶς φθόγγος δυσκίνητός ἐστιν, ὁ δὲ τῆς βρα‐ χείας εὐσταλής· ὥσπερ οὖν οἱ τὰ φορτία ἐν τοῖς ποσὶ περικείμενοι οὐ δύνανται ταθῆναι εἰς δρόμον, εἰ δὲ ἐπὶ τοῦ ὤμου βαστάζουσί τι δύναν‐ ται τρέχειν, οὕτω καὶ ἡ φωνὴ οὐ δύναται ταθῆναι ἐπὶ πολύ, τῆς μα‐ | |
5 | κρᾶς κειμένης ἐπὶ τέλους· εἰ δὲ ἐν ἄλλῃ συλλαβῇ κεῖται, τότε προπα‐ ροξύνεται. «Ἡ περισπωμένη τόπους ἔχει δύο, περισπώμενον καὶ προπερισπώ‐ μενον». Δύο τόπους φησὶν εἶναι τῆς περισπωμένης· ζητητέον δέ, διὰ τί μὴ καὶ αὐτῆς τρεῖς εἰσι τόποι, ὥσπερ καὶ τῆς ὀξείας. Ἔστιν οὖν | |
10 | εἰπεῖν ὅτι τούτου χάριν οὐ δύναται ἡ περισπωμένη πρὸ δύο συλλαβῶν τεθῆναι, ἐπειδὴ ἀπὸ κράσεώς ἐστιν ὀξείας καὶ βαρείας· ἡ γὰρ ὀξεῖα καὶ ἡ βαρεῖα συνελθοῦσαι ἀπετέλεσαν τὴν περισπωμένην· ἐπεὶ οὖν οὐχ εὑ‐ ρίσκεται ἡ ὀξεῖα πρὸ τριῶν, τούτου χάριν οὐδὲ αὐτὴ πρὸ δύο· οἷον Γεώργιος· εἰ καθ’ ὑπόθεσιν ἐτίθετο εἰς τὸ ωρ ἡ περισπωμένη, ἔμφασις | |
15 | ἂν ἦν ὅτι καὶ πρὸ τριῶν συλλαβῶν τίθεται ἡ ὀξεῖα· εἰ γὰρ καὶ μὴ πᾶσα συλλαβὴ ἔχουσα τὴν περισπωμένην ἀπὸ κράσεώς ἐστιν, ἀλλ’ οὖν αὐτὴ ἡ περισπωμένη δύναμιν ἔχει ὀξείας καὶ βαρείας, ὥστε εἰ ἐτίθετο πρὸ δύο συλλαβῶν, δυνάμει πάλιν ηὑρίσκετο ἡ ὀξεῖα πρὸ τριῶν. Ἰστέον δὲ ὅτι σύνθετον λέγουσι τὴν περισπωμένην, ἐπειδὴ ἡ συλ‐ | |
20 | λαβὴ ἡ ἔχουσα αὐτὴν πολλάκις διάλυσιν πάσχει, οἷον πυλῶν πυλάων, Ἑρμῆς Ἑρμέης, Θαλῆς Θαλέης. Κακῶς δὲ λέγουσι, πρῶτον μὲν ὅτι κατὰ τοῦτον τὸν λόγον ὀφείλει καὶ ἡ ὀξεῖα καὶ ἡ βαρεῖα σύνθετος καλεῖσθαι, ἐπειδὴ πολλάκις καὶ τούτων ἐν συλλαβαῖς οὐσῶν γίνεται διαίρεσις, οἷον Ἀτρείδου Ἀτρείδεω, Πηλείδης Πηλεΐδης, χρῄζω χρηΐζω· δεύτερον δὲ ὅτι | |
25 | οὐ πᾶσα συλλαβὴ ἔχουσα περισπωμένην διάλυσιν πάσχει· ἰδοὺ γὰρ τὸ κερῶ καὶ τὸ τιλῶ οὐ πάσχει διάλυσιν. Ἔστιν οὖν εἰπεῖν ὅτι διὰ τοῦτο ἡ περισπωμένη σύνθετος λέγεται, ἐπειδὴ ἐκ δύο τόνων σύγκειται, ἐξ ὀξείας καὶ βαρείας, ἢ διότι ἀεὶ ἐπάνω φύσει μακρᾶς τίθεται, ἥτις σύν‐ θετος χρόνος λέγεται· πᾶσα γὰρ φύσει μακρὰ ἀντὶ δύο χρόνων παρα‐ | |
30 | λαμβάνεται· ὅθεν καὶ τὸ λέων τρίχρονον λέγομεν, τὴν βραχεῖαν ἀντὶ ἑνὸς χρόνου παραλαμβάνοντες, καὶ τὴν μακρὰν ἀντὶ δύο. Ζητητέον δέ, διὰ τί μὴ καὶ ἐπὶ βραχείας τίθεται ἡ περισπωμένη. Ῥητέον οὖν ὅτι ἐκ δύο τόνων ἡ περισπωμένη σύγκειται· πῶς οὖν ἡ βραχεῖα, ἀσθενὴς οὖσα, ἤνεγκεν ἂν τὴν τῶν δύο τόνων δύναμιν; | |
35 | Προσῆκον δέ ἐστι καὶ τοῦτο ζητῆσαι, πῶς μακρὰ μὲν πρὸ μακρᾶς | 138 |
139 | οὐ περισπᾶται, μακρὰ δὲ πρὸ βραχείας περισπᾶται. Ἔστιν οὖν εἰπεῖν ὅτι, ὥσπερ ἄν τις ἐφ’ ὁμαλοῦ πεδίου σταθεὶς καὶ τὸ τόξον τείνας, κατ’ εὐθεῖαν καὶ ἰσότητα τὸ βέλος ἀφίησιν, ἐὰν δὲ ἀπὸ ἀνωμάλου καὶ ὑψη‐ λοῦ μέλλῃ τὸν ὀιστὸν ἀφιέναι ἐπὶ τὰ χθαμαλώτερα, περικεκλασμένην | |
5 | καὶ τὴν τάσιν ποιεῖται καὶ οἷον ὁρῶσαν ἐπὶ τὸ κάταντες, οὕτω καὶ ὅταν μὲν ἀπὸ μακρᾶς μακρὰ συλλαβὴ διαδέχηται, ἐν ὁμαλότητι οὔσης τῆς φωνῆς, καὶ ἡ τάσις ταύτης κατ’ εὐθεῖαν γίνεται· ἐὰν δὲ μετὰ μακρὰν βραχεῖα ἕπηται συλλαβή, ἀνωμάλου τῆς φωνῆς εὑρισκομένης καὶ ὥσπερ ἐπὶ τὸ ταπεινότερον νευούσης, καὶ ὁ ταύτης φθόγγος περικεκλασμένος | |
10 | εὑρίσκεται. «Ἡ γὰρ βαρεῖα συλλαβικὸς τόνος ἐστί, τουτέστιν εἰς τὴν συλλαβὴν τὴν μὴ ἔχουσαν τὸν κύριον τόνον τίθεται». Ἐξηγούμενος [ὥσπερ] ὁ περὶ τῶν προσῳδιῶν τὸν λόγον ποιούμενος, διὰ τί ἐλέγετο παρὰ τοῖς ἀρχαίοις συλλαβικὸς τόνος ἡ βαρεῖα, φησὶν ὅτι ἐπὶ πάσης συλλαβῆς ἐτί‐ | |
15 | θετο τῆς μὴ ἐχούσης τὴν ὀξεῖαν. Ἦν γὰρ κανὼν ὁ λέγων ὅτι πᾶσα συλ‐ λαβὴ χωρὶς τῆς συλλαβῆς τῆς ἐχούσης τὸν κύριον τόνον βαρεῖαν ἐπιδέ‐ χεται· οἷον Θὲόδὼρὸς· τὸ θε καὶ τὸ δω καὶ τὸ ρος βαρεῖαν ἐπιδέχον‐ ται· τὸ γὰρ ο τὸν κύριον τόνον εἶχε· κύριος δὲ τόνος καλεῖται ἡ ὀξεῖα, ὅτι ἐπιτείνει τὴν φωνήν. Καὶ πόθεν δῆλον; ὅτι πᾶσαι αἱ ἄλλαι συλλα‐ | |
20 | βαί, αἱ μὴ ἔχουσαι τὴν ὀξεῖαν, ἄνεσιν ἔχουσιν. Εἶτα τὴν αἰτίαν ἀποδιδούς, δι’ ἣν οὐ τίθεται νῦν ἐπὶ πάσης συλ‐ λαβῆς ἡ βαρεῖα, φησὶν «ἵνα μὴ καταχαράσσωνται τὰ βιβλία, τοῦτο νῦν οὐ γίνεται». Ἐπιλαμβάνονται δὲ πολλοὶ τοῦ τεχνικοῦ καί φασιν ὅτι οὐκ εὔλογα δοκεῖ λέγειν· κατὰ γὰρ τοῦτον τὸν λόγον καὶ ὁ εὑρὼν ἐσφαλ‐ | |
25 | μένον βιβλίον οὐκ ὀφείλει τοῦτο διορθοῦσθαι καὶ ξέειν τὰ κακῶς γρα‐ φέντα, ἀλλ’ ἐᾶν ἀδιόρθωτον, ἵνα μὴ τὸ βιβλίον ἀκαλλές τε ὁρᾶται καί τινα τρόπον ἀμυχὰς ξεσμάτων ἐπιφερόμενον. Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι ὥσπερ ὁμολογουμένως ὄντος τοῦ η μακροῦ καὶ τοῦ ω, οὐ τίθεται ἐπάνω αὐτῶν τὸ σημεῖον τῆς μακρᾶς, οὔτε μὴν ἐπάνω τοῦ ε καὶ τοῦ ο τὸ | |
30 | σημεῖον τῆς βραχείας—καὶ χωρὶς γὰρ τῶν σημείων ὡμολόγηται ὅτι μακρά εἰσι τὸ η καὶ τὸ ω, καὶ τὸ ε καὶ τὸ ο ὅτι βραχέα—, τίθε‐ μεν δὲ ταῦτα ἐπὶ τῶν διχρόνων, ἐπὶ μὲν τοῦ ἰσχυρότατος τὸ σημεῖον τῆς μακρᾶς, ἐπὶ δὲ τοῦ ὀχ͝υ͝ρώτατος τὸ σημεῖον τῆς βραχείας, διότι ἄδη‐ | |
λόν ἐστι χωρὶς τῆς θέσεως τῶν σημείων εἴτε μακρόν ἐστιν τὸ υ εἴτε | 139 | |
140 | βραχύ, οὕτω καὶ ὁμολογουμένου ὄντος ὅτι πᾶσα συλλαβὴ ἄνεσιν ἔχει καὶ βαρεῖαν ἐπιδέχεται χωρὶς τῆς συλλαβῆς τῆς ἐπιδεχομένης τὸν κύριον τόνον, παρεῖται τοῦτο, τὸ ἐπάνω κεῖσθαί φημι τὴν βαρεῖαν τῶν λοιπῶν συλλαβῶν. | |
5 | Ἆρ’ οὖν φησι «παντελῶς ἐκλείψει ἡ βαρεῖα»; Ἀλλ’ «οὐκ ἔστι», φησί, «τοῦτο, ἀλλ’ εἰς τὸν τόπον τῆς ὀξείας ἐν τῇ συνεπείᾳ τίθεται». Δεῖ προσθεῖναι «τὸν τελευταῖον», ἵν’ οὕτως ἀναγινώσκωμεν «ἀλλ’ εἰς τὸν τόπον τῆς ὀξείας τὸν τελευταῖον ἐν τῇ συνεπείᾳ τίθεται». Ἐπειδὴ γὰρ τρεῖς εἰσι τόποι τῆς ὀξείας, ὁ ἐπὶ τῆς ληγούσης, ὃς καλεῖται τελευταῖος, | |
10 | ὁ ἐπὶ τῆς παραληγούσης, ὃν λέγουσι παρατέλευτον, καὶ ὁ ἐπὶ τῆς προ‐ παραληγούσης, ὃν καλοῦσι προπαρατέλευτον, οὐχ ἁπλῶς τίθεται ἡ βα‐ ρεῖα εἰς τὸν τόπον τῆς ὀξείας, ἀλλ’ εἰς ἐκεῖνον μόνον τὸν ἐπὶ τῆς λη‐ γούσης εὑρισκόμενον, καὶ ταῦτα ὅτε οὐδὲ ἡ ἔννοια ἀναπαύεται, ἀλλ’ ἔστι συνέπεια, ἤτοι μετὰ τὴν ὀξύτονον λέξιν εὑρίσκεται καὶ ἑτέρα λέξις· | |
15 | οἷον ὡς ἐπὶ παραδείγματος ἐὰν εἴπῃς «ὁ δεῖνα καλὸς ἄνθρωπος», ἰδοὺ εἰς τὸ λος ἐτέθη ἡ βαρεῖα, ὅτι μετὰ τὸ καλός ἐρρέθη τὸ ἄνθρωπος· ἐὰν δὲ εἴπῃς «οὗτος ἄνθρωπος καλός», εἰς τὸ λος πεσεῖται ἡ ὀξεῖα, ὅτι οὐκ ἔστι συνέπεια, ἤγουν οὐχ εὑρίσκεται μετὰ τὸ καλός ἑτέρα λέξις· συνέπεια γάρ ἐστιν ἡ συναρμογὴ τῶν λέξεων καὶ συνεκφώνησις· οὐκ | |
20 | ἔστιν οὖν ἐν συνεπείᾳ τὸ «ὁ δεῖνα ἄνθρωπος καλός», ὅτι ἐπὶ τέλους εὑρέθη· οὐ γὰρ ἔσχε μεθ’ ἑαυτὸ ἑτέραν τινὰ λέξιν. Ἰστέον δὲ ὅτι κυ‐ ρίως συνέπεια τὸ ὅλον λέγεται ἔπος, διὰ τὸ ἀκολουθίαν τινὰ καὶ τάξιν ἔχειν καὶ μέτρον, λέγεται δὲ καταχρηστικῶς συνέπεια καὶ ὅταν μετὰ λέξεις τινὰς εὑρίσκηται καὶ ἑτέρα λέξις. | |
25 | Ζητήσειε δ’ ἄν τις, διὰ τί μὴ καὶ ἐπὶ τέλους τῆς ὀξυτόνου λέξεως εὑρισκομένης τίθεται ἡ βαρεῖα. Ἔστιν οὖν εἰπεῖν ὅτι ἡ στιγμὴ καὶ ἡ ἀνάπαυσις τῆς φωνῆς οὐκ ἐᾷ βαρεῖαν τεθῆναι, ἀλλὰ κρουστικωτέραν, ἵν’ οὕτως εἴπω, τὴν λέξιν ἀπεργαζομένη ὀξύνεσθαι ταύτην βιάζεται· οὐ γάρ ἐστιν ἑτέρα λέξις ἐπαγομένη, ἵνα συγκαλύψῃ τὸν ἦχον τῆς ὀξείας· | |
30 | διὰ τοῦτο καὶ ὀξύνεται τὸ καλός ἐπὶ τέλους εὑρισκόμενον, ἅτε μὴ ὑπό τινος ἐπιπροσθοῦντος εἰργόμενον, ἀλλ’ οἷον ἐλεύθερόν που τυγχάνον | |
καὶ ἄφετον. | 140 | |
141 | Δεῖ δὲ γινώσκειν ὅτι εὑρίσκεται καὶ συνεπείας οὔσης λέξις ὀξύτονος μὴ ἐπιδεχομένη βαρεῖαν, ἀλλὰ φυλάττουσα καὶ οὕτως τὴν ὀξεῖαν, οἷον «καλός ἐστιν ἄνθρωπος». Τίνος χάριν; Ὅτι ἐγκλίνεται ἤτοι μετατίθεται ἡ ὀξεῖα τοῦ ἔστιν ἐπὶ τὸ καλός· περὶ δὲ ἐγκλίσεως καὶ ἐγκλιτικοῦ σὺν | |
5 | θεῷ διαλάβωμεν διεξοδικώτερον ὕστερον, ἐν τῇ περὶ ἀντωνυμιῶν δι‐ δασκαλίᾳ γενόμενοι. Ἔδει οὖν εἰπεῖν τὸν διδάσκοντα περὶ προσῳδίας οὕτως· «ἀλλ’ εἰς τὸν τόπον τῆς ὀξείας τὸν τελευταῖον ἐν τῇ συνεπεία τίθεται, εἰ μή που ἐγκλιτικὴ λέξις ἐπάγηται». [Ἰστέον δὲ ὅτι τετραχῶς λέγεται ἡ προσῳδία· προσῳδία γὰρ καὶ ἡ χειρονομία | |
10 | καὶ ἡ τοῦ ὀργάνου φωνή, προσῳδία καὶ ὁ τόνος καὶ αὐτὸς ὁ χαρακτήρ. Δέκα τοί‐ νυν αἱ προσῳδίαι, διότι καὶ ὁ δέκατος ἀριθμὸς τέλειός ἐστι. —Διαιροῦνται δὲ αἱ δέκα προσῳδίαι εἰς τέσσαρα, διότι καὶ ὁ τέσσαρα ἀριθμὸς γεννητικός ἐστι τοῦ δεκά‐ του· τέσσαρες γὰρ καὶ δὶς τρεῖς ἀποτελοῦνται δέκα· ἢ καὶ κατὰ μίμησιν τῶν τεσσά‐ ρων στοιχείων, πυρός, ὕδατος, ἀέρος καὶ γῆς, ξηροῦ, ὑγροῦ, ψυχροῦ καὶ θερμοῦ, | |
15 | ὧν συντεθέντων ἀπετελέσθη τὰ ἐν ἡμῖν στοιχεῖα. Ἔστι δὲ καὶ παρὰ Πυθαγορείοις ὁ ἀριθμὸς ὁ τέσσαρα τίμιος, ὃν καὶ ὅρκιον τίθενται. Ζητήσωμεν δέ, διὰ τί ὥσπερ ἡ ὀξεῖα καὶ ἡ βαρεῖα συνερχόμεναι ἀποτελοῦσιν ἕτερον τόνον, λέγω δὴ τὴν περισπωμένην, διὰ τί μὴ καὶ ἡ βαρεῖα καὶ ἡ ὀξεῖα τὸ ἀνάπαλιν συνελθοῦσαι ἕτερον τόνον ἀπετέλεσαν. Ἔστιν οὖν εἰπεῖν, ὅτι προσῳδίαι | |
20 | κυρίως ἑπτά εἰσιν, ὡς ἐδείξαμεν· αὗται οὖν συναπτόμεναι ἀλλήλαις τύπον ἀποτε‐ λοῦσι στοιχείων, ὡς δέδεικται· ἐπεὶ οὖν 〈ἡ〉 βαρεῖα συναπτομένη τῇ ὀξείᾳ οὐκ ἀπο‐ τελεῖ τύπον στοιχείου—τὸ γὰρ Υ γράμμα κεραίαν ἔχει ἐπὶ τὰ κάτω νεύουσαν—τού‐ του χάριν οὐδὲ τόνον ἀποτελεῖ.] «Περὶ δὲ τῆς μακρᾶς καὶ τῆς βραχείας οὐκ ἔστι νῦν πολλὴ χρεία». | |
25 | Πληρώσας τὸν περὶ τῶν τόνων λόγον περὶ τῶν χρόνων διδάσκει· καί φησιν ὡς οὐκ ἔστι νῦν πολλὴ χρεία περὶ αὐτῶν εἰπεῖν· χρεία μὲν γάρ ἐστι καὶ περὶ αὐτῶν εἰπεῖν, ἀλλὰ νῦν, φησίν, οὐκ ἔστι καιρός, ὕστερον δὲ καὶ περὶ αὐτῶν λέξεται, ὅτε περὶ τῶν βραχέων φωνηέντων καὶ τῶν μακρῶν ἐροῦμεν. Ἄλλοι δὲ τὴν ἑρμηνείαν ταύτην οὐ προσηκάμενοί | |
30 | φασιν, ὡς οὐ περὶ τῶν μηκυνομένων ἢ συστελλομένων φωνηέντων ὁ λόγος τῷ τεχνικῷ, ἀλλὰ περὶ τῶν σημείων τῶν τιθεμένων ἐπάνω τῶν ἐκτεινομένων καὶ συστελλομένων φωνηέντων· δῆλον οὖν ἐστιν, φησίν, ὅτι ἐπὶ τῆς μηκυνομένης λέξεως τίθεται ἡ κεραία, ἥτις ἐστὶ σημεῖον τῆς μακρᾶς, ὡς ἐπὶ τοῦ ἰφθιμότατος καὶ ἰσχυρότατος· ἐπὶ δὲ τῆς συστελλο‐ | |
35 | μένης, ὡς ἐπὶ τοῦ ὀχ͝υ͝ρώτατος, τὸ σημεῖον τῆς βραχείας τὸ Υ, τῆς κε‐ ραίας χωρίς· τὸ γὰρ Υ στοιχεῖον κεραίαν ἔχει ἐπὶ τὰ κάτω 〈νεύουσαν〉· | |
διὰ γοῦν τὸ εἶναι πρόδηλον τίθεσθαι ταῦτα τὰ σημεῖα ἐπὶ τῶν βραχυνο‐ | 141 | |
142 | μένων καὶ ἐκτεινομένων φωνηέντων, ἐάσθω ταῦτα· οὐ γάρ ἐστι νῦν χρεία λέγειν περὶ αὐτῶν. Διὰ τί δὲ ἡ κεραία σημεῖόν ἐστι τῆς μακρᾶς, ζητήσειεν ἄν τις. Ἔστιν οὖν εἰπεῖν ὅτι ἡ κεραία εὐθεῖά ἐστι πεπερασμένη, τὴν δὲ πεπε‐ | |
5 | ρασμένην εὐθεῖαν ἔστι κατὰ τοὺς γεωμέτρας ἐπ’ ἄπειρον κατὰ τὸ συνεχὲς ἐπ’ εὐθείας ἐκβάλλειν, τοῦτο δὲ οὐδὲν ἄλλο ἐστὶν ἢ ἔκτασις· διὰ τοῦτό ἐστι καὶ σημεῖον μακρᾶς ἡ τοιαύτη εὐθεῖα. Τὸ δὲ – συστολῆς ἐστι πάλιν σημεῖον, ἐπεὶ καὶ αὐτὸ τὸ υ τὰ χείλη συστέλλει κατὰ τὴν ἐκφώνησιν· φησὶ γὰρ Διονύσιος ὁ Ἁλικαρνασσεὺς ἐν τῷ περὶ στοιχείων καὶ | |
10 | συλλαβῶν λόγῳ 〈de comp. verb. 77, 3 R〉, ὅτι περὶ αὐτὰ τὰ χείλη συ‐ στολῆς γενομένης ἀξιολόγου, πνίγεται καὶ στενὸς ἐκπίπτει ὁ ἦχος. Ὁρίζονται δὲ τὴν μακρὰν οὕτως· μακρά ἐστι σημείωσις μηκυνομέ‐ νου φωνήεντος, οἷον 〈Α 36〉 Ἀ̄πόλλωνι ἄνακτι καὶ πάλιν 〈Ο 554〉 ἀνεψιοῦ κταμένοιο· τὸ γὰρ ψι ἐκτέταται, καὶ διὰ τοῦτο ἔχει καὶ | |
15 | τὸν χαρακτῆρα τῆς μακρᾶς. Βραχεῖα δέ ἐστι σημείωσις βραχυνομένου φωνήεντος, οἷον 〈Ε 31. 455〉 Ἆ̄ρες Ἄ̆ρες βροτολοιγέ· τὸ γὰρ δεύ‐ τερον Ἄρες συνεσταλμένον ὂν ἔσχε καὶ τὸν τύπον τῆς βραχείας. Ἀπορήσειε δ’ ἄν τις, διὰ τί μή, ὥσπερ δύο τόνοι συνελθόντες ἀπε‐ τέλεσαν 〈ἕτερον〉 τόνον, οὕτω καὶ δύο χρόνοι συνελθόντες ἀπετέλεσαν χρό‐ | |
20 | νον ἕτερον. Καὶ ἔστιν εἰπεῖν ὅτι τὰ στοιχεῖα ἢ μονόχρονά εἰσιν ἢ δίχρονα, οὐδέποτε δὲ ὑπερβαίνουσι τοὺς δύο χρόνους· εἰ δὲ συνῆλθον ἡ μακρὰ καὶ ἡ βραχεῖα καὶ ἀπετέλεσαν ἕτερον χρόνον, ἔμελλε τρίχρονος εἶναι χρόνος, καὶ εἰς οὐδὲν εἶχε συντελεῖν, ὅπου γε τὰ στοιχεῖα οὐχ ὑπερ‐ βαίνουσι τοὺς δύο χρόνους. | |
25 | «Ἡ δὲ δασεῖα τίθεται εἰς γράμμα φωνῆεν δασυνόμενον, οἷον ἡμέρα ὥρα καὶ εἰς τὰ ὅμοια· ἡ δὲ ψιλὴ εἰς γράμμα φωνῆεν ψιλούμενον, οἷον ἀσεβής». Τὸ μὲν ποῖα δεῖ δασύνεσθαι φωνήεντα καὶ ποῖα ψιλοῦσθαι, πλείστης πραγματείας δεόμενον, παρίησιν· ἄλλως τε καὶ πρὸς εἰσαγωγι‐ κοὺς ποιούμενος τὸν λόγον, τὴν περὶ τούτων διδασκαλίαν ἑώρα πολύ | |
30 | τι τῆς παρούσης χρείας ἀπᾴδουσαν. Τοῦτο δέ φησι μόνον, ὅτι τὸ ση‐ μεῖον τῆς δασείας, ἤτοι τὸ διχοτόμημα τοῦ Η τὸ ἐπὶ τὰ ἔξω ἀπεστραμ‐ μένον, τίθεται ἐπάνω φωνήεντος δασυνομένου, ἤγουν ἐκ τοῦ θώρακος | |
μετὰ πολλῆς τῆς ὁρμῆς ἐκφερομένου· τὸ δὲ ἕτερον τοῦ αὐτοῦ στοιχείου | 142 | |
143 | διχοτόμημα, τὸ ἐπὶ τὰ ἔσω ἐστραμμένον, ἐπάνω φωνήεντος ψιλουμένου, ἤτοι ἐξ ἄκρων τῶν χειλέων προφερομένου. Ἔστι γὰρ ἡ μὲν ψιλὴ ποιό‐ της συλλαβῆς, καθ’ ἣν ἄκροις τοῖς χείλεσι τὸ πνεῦμα ἐκφέρεται, οἷον Αἴας, ἡ δὲ δασεῖα ποιότης συλλαβῆς, καθ’ ἣν ἀθρόον τὸ πνεῦμα ἐκφέ‐ | |
5 | ρεται, οἷον ἥλιος. Τότε δὲ τίθεται εἰς γράμμα φωνῆεν δασυνόμενον 〈ἡ δασεῖα〉, ὥσπερ 〈καὶ〉 ἡ ψιλὴ εἰς φωνῆεν ψιλούμενον, ὅτε τὸ φω‐ νῆεν ἀρκτικόν ἐστι τῆς λέξεως· οὐ γὰρ ἁπλῶς τὰ φωνήεντα ἢ ψιλοῦν‐ ται ἢ δασύνονται, ἀλλ’ ὅτε κατ’ ἀρχὰς τῶν λέξεων τίθενται· ὥστε οὕ‐ τως ὤφειλεν εἰπεῖν «ἡ δὲ δασεῖα τίθεται εἰς γράμμα φωνῆεν ἀρκτικὸν | |
10 | δασυνόμενον, ὥσπερ καὶ ἡ ψιλὴ εἰς γράμμα φωνῆεν ἀρκτικὸν ψιλούμενον». Ἰστέον δὲ ὅτι καὶ ἐπὶ συμφώνου τίθεται ἑνὸς μόνου τοῦ ρ ἡ δα‐ σεῖα καὶ ἡ ψιλή· ἐπὶ μὲν τοῦ ῥώμη καὶ ῥέω τίθεται ἡ δασεῖα, ἐπὶ δὲ τοῦ ῤάρος, ὃ σημαίνει τὸ ἔμβρυον κατὰ τοὺς Αἰολεῖς, 〈ἡ〉 ψιλή. Καὶ διὰ τί τὸ ῤάρος ψιλοῦται; Ὅτι ἡ Αἰολὶς γλῶττα τὸ ψιλοῦν τὰ στοιχεῖα | |
15 | φιλεῖ, ὥσπερ καὶ τὸ υ πάσης λέξεως ἄρχον πάντες μὲν δασύνουσιν, οἱ δὲ Αἰολεῖς ψιλοῦσιν· αὐτίκα τὸ ὔρχας Αἰολικὸν ὂν ψιλοῦται· σημαίνει δὲ τὸ τεῦχος ἐπὶ τὴν ταρίχευσιν. Τοῦτο δὲ τὸ ρ οὐ μόνον κατ’ ἀρχὰς καὶ ψιλοῦται καὶ δασύνεται, ἀλλὰ καὶ κατὰ τὸ μέσον, οἷον τὸ ἔῤῥαπτον· τὸ μὲν πρῶτον ψιλοῦται, τὸ δὲ δεύτερον δασύνεται· ὡσαύτως | |
20 | καὶ τὰ ὅμοια. Οἱ δὲ ἀρχαῖοι γραμματικοὶ τὸ μὲν μετὰ ψιλοῦ εὑρισκό‐ μενον ρ ἐψίλουν, τὸ δὲ μετὰ δασέος ἐδάσυνον· οἷον τὸ Ἀτῤεύς καὶ κάπῤος ἐψίλουν, τὸ δὲ χῥόνος ἀφῥός θῥόνος ἐδάσυνον. Διὰ τί δὲ τὸ ρ ἐκ πάντων τῶν συμφώνων μόνον καὶ ψιλοῦται καὶ δασύνεται; Ὅτι φωνήεντος δύναμιν ἔχει· καὶ τοῦτο ἐλέγχεται ἐκ πολ‐ | |
25 | λῶν κανόνων, οἵτινές εἰσιν οὗτοι· τὰ εἰς α λήγοντα θηλυκὰ συνεσταλ‐ μένον ἔχοντα τὸ α, ἐὰν μὲν ἔχωσι πρὸ τοῦ α σύμφωνον, τρέπουσι τὸ α εἰς η ἐν τῇ γενικῇ, οἷον Μοῦσα Μούσης, δόξα δόξης, δίψα δίψης, ἐὰν δὲ φωνῆεν ἔχωσι πρὸ τοῦ α, φυλάττουσι τὸ α ἐν τῇ γενικῇ, οἷον 〈μαῖα μαίας, Ἀντιόχεια Ἀντιοχείας, Ἀλεξάνδρεια Ἀλεξανδρείας· ὁμοίως δὲ καὶ | |
30 | τὰ ἔχοντα πρὸ τοῦ α τὸ ρ φυλάττουσι τὸ α ἐν τῇ γενικῇ, οἷον〉 σφαῖρα σφαίρας, σώτειρα σωτείρας, γενέτειρα γενετείρας· δῆλον οὖν ὅτι οὐκ ἔστι σύμφωνον τὸ ρ, ἀλλὰ φωνῆεν, ὡς τὸ ἴδιον τῶν φωνηέντων ἀποτελοῦν· | |
εἰ γὰρ ἦν σύμφωνον, οὐκ ὤφειλε τὸ α φυλαχθῆναι ἐν τῇ γενικῇ, ἀλλὰ | 143 | |
144 | τραπῆναι εἰς η. Καὶ ἐξ ἄλλου δὲ κανόνος δείκνυται τὸ ρ φωνῆεν ὑπάρ‐ χον· τὰ εἰς ος λήγοντα ἀρσενικὰ ποιοῦντα κατ’ ἰδίαν θηλυκόν, τουτέστι μὴ ὄντα κοινὰ τῷ γένει (διὰ τὸ ὁ φιλόσοφος καὶ ἡ φιλόσοφος) εἰ μὲν ἔχουσι πρὸ τοῦ ο φωνῆεν, εἰς α ποιοῦσι τὸ θηλυκόν, οἷον Βυζάντιος | |
5 | Βυζαντία, Ῥόδιος Ῥοδία, ἀλλότριος ἀλλοτρία· εἰ δὲ σύμφωνον ἔχουσι πρὸ τοῦ ο, εἰς η ποιοῦσι τὸ θηλυκόν, οἷον σοφός σοφή, 〈καλός καλή, ἀγαθός ἀγαθή· εἰ δὲ ἔχουσι πρὸ τοῦ ο τὸ ρ, εἰς α ποιοῦσι τὸ θηλυκόν, οἷον φοβερός φοβερά, χλιαρός χλιαρά, καθαρός καθαρά·〉 δῆλον οὖν ὅτι τὸ ρ οὐκ ἔστι σύμφωνον, ἀλλὰ φωνῆεν· εἰ γὰρ ἦν σύμφωνον, εἰς η | |
10 | ὤφειλε ποιῆσαι τὸ θηλυκόν, οὐκ εἰς α. Δείκνυται δὲ καὶ ἀπὸ τῆς Αἰο‐ λίδος διαλέκτου τὸ ρ φωνῆεν· εἰώθασι γὰρ οἱ Αἰολεῖς φωνήεντος ἐπι‐ φερομένου προστιθέναι τὸ υ, ὡς ἐπὶ τοῦ 〈ἕαδεν〉 εὔαδε, καὶ πάλιν τὸ ἠώς ἀώς λεγόντων τῶν Δωριέων, οἱ Αἰολεῖς λέγουσιν αὔως, τὸ υ προσ‐ τιθέντες, καὶ πάλιν 〈τὸ〉 ἀάτην αὐάτην λέγουσιν οἱ Αἰολεῖς· συμφώνου | |
15 | δὲ ἐπιφερομένου οὐδέποτε προστιθέασι τὸ υ οἱ Αἰολεῖς· τὸ γὰρ νόσος νοῦσος καὶ Ὄλυμπος Οὔλυμπος ποιητικά εἰσι καὶ οὐκ Αἰολικά· τοῦ δὲ ρ ἐπιφερομένου πολλάκις προστιθέασι 〈τὸ υ〉 οἱ Αἰολεῖς, οἷον ἄρρηκτος 〈αὔρηκτοσ〉· δῆλον οὖν ὅτι φωνῆέν ἐστι καὶ οὐ σύμφωνον τὸ ρ. Δείξομεν δὲ πάλιν, ὅτι τὸ ρ σύμφωνόν ἐστι καὶ οὐ φωνῆεν. Πῶς | |
20 | δέ; Ὅτι πᾶν φωνῆεν καθ’ ἑαυτὸ φωνὴν 〈ἀποτελεῖ, οἷον α ε η ι ο υ ω, ὅθεν καὶ φωνήεντα λέγονται παρὰ τὸ φωνὴν ἀφ’ ἑαυτῶν〉 ἀποτελεῖν· τὸ 〈δὲ〉 ρ οὐ δύναται καθ’ ἑαυτὸ φωνὴν ἀποτελεῖν· μετὰ γὰρ τοῦ ω ἐκφωνεῖται· δῆλον οὖν ὅτι οὐκ ἔστι φωνῆεν, ἀλλὰ σύμφωνον. Ἄλλως τε οὐδέποτε ἐν μιᾷ συλλαβῇ τρία φωνήεντα εὑρίσκονται, ἀλλ’ ἢ ἓν ἢ | |
25 | δύο φωνήεντα, ὡς ἐπὶ τῶν διφθόγγων, οἷον εὖχος οἶκος αὐλός· ἐὰν οὖν εἴπωμεν τὸ ρ φωνῆεν εἶναι, εὑρεθήσονται ἐν τῷ ῥεῦμα καὶ ῥοῦς τρία φωνήεντα ἐν μιᾷ συλλαβῇ, ὅπερ ἀδύνατον. Ἔτι δὲ οὐδὲν ὄνομα ἀρσενικὸν εἰς φωνῆεν λήγει, οἷον Αἴας Πλάτων Φοῖνιξ· τὸ γὰρ 〈ex. gr. Β 336〉 ἱππότα καὶ 〈ex. gr. Α 175〉 μητίετα Ζεύς καὶ τὰ τοιαῦτα | |
30 | ποιητικά 〈εἰσι〉 κατὰ μεταπλασμὸν γενόμενα, καὶ τὸ τοιόσδε καὶ τοιου‐ τοσί ἐπεκ〈τε〉ταμένα· πῶς οὖν τὰ ρ δύναται φωνῆεν εἶναι, ὅπου τὸ ῥήτωρ καὶ τὸ Νέστωρ καὶ τὰ τοιαῦτα εἰς ρ λήγουσιν; εὑρεθήσεται γὰρ ἀρσενικὸν ὄνομα εἰς φωνῆεν λῆγον, ὅπερ ἀδύνατον. Καὶ ταῦτα μὲν οὕτως. Ζητεῖται δέ, διὰ τί μὴ ἀπὸ τῶν δύο πνευμάτων γίνεται πνεῦμα. | |
35 | Φαμὲν οὖν ὅτι ἐπεὶ ἡ μὲν δασεῖα ἐκ τοῦ θώρακος ἐκπέμπεται, ἡ δὲ | |
ψιλὴ ἐξ ἄκρων τῶν χειλέων, εὐλόγως οὐ δύνανται συναφθῆναι ἀλλή‐ | 144 | |
145 | λαις· πῶς γὰρ τὸ ἐκ τοῦ θώρακος ἐξερχόμενον συναφθῆναι δύναται τῷ ἐκπεμπομένῳ ἐξ ἄκρων τῶν χειλέων; πολὺ γὰρ τὸ μέσον. «Φωνήεντα δὲ γράμματά εἰσιν ἑπτά, α ε η ι ο υ ω». Ἐπειδὴ γραμμάτων φωνηέντων ἐμνήσθη, εἰπὼν «ἡ δὲ δασεῖα τίθεται εἰς γράμμα | |
5 | φωνῆεν δασυνόμενον» καὶ πάλιν «ἡ δὲ ψιλὴ εἰς γράμμα φωνῆεν ψιλού‐ μενον», πρὸς εἰσαγωγικοὺς δὲ τὸν λόγον ἐποιεῖτο καὶ μήπω εἰδότας τί ἐστι φωνῆεν, διὰ τοῦτο ἀπαριθμεῖται ταῦτα, τίνα τε καὶ πόσα εἰσὶ δι‐ δάσκων· ἡμεῖς δὲ τῷ περὶ στοιχείων λόγῳ τὴν περὶ τούτων διδασκαλίαν τηρήσαντες, ἐπὶ τὰ ἑξῆς τοῦ λόγου χωρήσωμεν. | |
10 | «Ἡ δὲ ἀπόστροφος τίθεται, ὅταν διὰ τὴν καλλιφωνίαν κουφίζηται τὸ ἓν φωνῆεν γράμμα, ὁπηνίκα δύο φωνήεντά εἰσιν ἐν μιᾷ λέξει, οἷον 〈psalm. 1, 4〉 οὐχ’ οὕτως οἱ ἀσεβεῖς, οὐχ’ οὕτως», καὶ τὰ ἑξῆς ἕως τοῦ «καὶ ἀντ’ αὐτοῦ εἰσῆλθεν ἄνωθεν ἡ ἀπόστροφος». Ἐντεῦθεν περὶ παθῶν ἡμᾶς ἄρχεται διδάσκειν· ἔστι δὲ πάθος φωνῆς πεπονθυίας σημεῖον, | |
15 | τὰ ἡνωμένα καὶ διῃρημένα διακρῖνον. Τὸ μὲν οὖν «φωνῆς πεπονθυίας σημεῖον» κοινὸν τῶν τριῶν· καὶ γὰρ ἡ ἀπόστροφος ἐπὶ πεπονθυίας ἔκθλιψιν 〈φω‐ νήεντοσ〉 λέξεως τίθεται, καὶ ἡ ὑφὲν ἐπὶ λέξεως ὡσαύτως ἀποκοπὴν συμ‐ φώνου παθούσης, οἷον Φιλ͜όδη͜μος· καὶ ἡ ὑποδιαστολὴ δὲ πεπονθυίας καὶ αὐτὴ διάστασιν λέξεως σημεῖόν ἐστιν, οἷον ἐπὶ τοῦ ΕΣΤΙΝ,ΑΞΙΟΣ· δια‐ | |
20 | κεχώρισται γὰρ ἀπὸ τοῦ ἄξιος τὸ ἔστιν. Τὸ δὲ «ἡνωμένα διακρῖνον» διὰ τὴν ὑφὲν ἐτέθη· ἵνα γὰρ μὴ τὸ Μεν͜εκ͜ράτης δύο μέρη λόγου ἀνα‐ γνῷς, ἐτέθη ἡ ὑφέν, διάγνωσιν παρέχουσα ὅτι ἡνωμένη ἐστὶν ἡ λέξις. Καὶ ἡ ἀπόστροφος δὲ σημεῖόν ἐστι τῆς ἡνωμένων διακρίσεως· τὸ γὰρ οὐχ’ οὕτως, ἔχον ἐπὶ τοῦ χ τὴν ἀπόστροφον, ἑνοῖ τὸ χ μετὰ τοῦ ου, | |
25 | καὶ τὸ κατ’ ἐμοῦ, ἔχον τὴν ἀπόστροφον ἐπὶ τοῦ τ, ἑνοῖ τὸ τ μετὰ τοῦ ε· κανὼν γάρ ἐστιν ὁ λέγων ὅτι ὅταν ὦσι λέξεις δύο, πάθῃ δὲ ἡ πρώτη ἔκθλιψιν, τὸ πρὸ τῆς ἀποστρόφου σύμφωνον τῷ ἐπιφερομένῳ φωνήεντι συνάπτεται. Τὸ δὲ «διακρῖνον τὰ διῃρημένα» διὰ τὴν ὑποδιαστολήν ἐστι τεθειμένον· αὕτη γὰρ μόνη διαιρεῖ τὰ δοκοῦντα ἡνῶσθαι. | |
30 | Τίθεται δὲ ἡ ἀπόστροφος ἐπάνω τοῦ ἐσχάτου γράμματος τῆς πρώ‐ της λέξεως· οἷον τὸ οὔτ’ ἐγώ δύο λέξεις εἰσί, καὶ ἐκθλιβέντος τοῦ ε ἐτέθη ἄνωθεν τοῦ τ, ὅ ἐστιν ἔσχατον σύμφωνον τῆς πρώτης λέξεως, ἡ ἀπόστροφος, ἥτις πάθος μὲν λέγεται γενικῷ ὀνόματι διὰ τὸ ἐν ταῖς παθητικαῖς λέξεσι τίθεσθαι, ὥσπερ καὶ ἡ ὑφὲν καὶ ἡ ὑποδιαστολή, ἀπό‐ | |
35 | στροφος δὲ ἀπ’ αὐτῆς τῆς θέσεως· ἐπὶ γὰρ τὰ ἔσω νεύει, καὶ ἐπὶ τὰς | |
λέξεις τὰς ἀποστρεφομένας τίθεται. Ὁρίζονται δὲ τὴν ἀπόστροφον | 145 | |
146 | οὕτως· ἀπόστροφος σημεῖόν ἐστιν ἐκθλίψεως φωνήεντος ἢ φωνηέντων, φωνήεντος μέν, 〈ex. gr. Α 43〉 ὣς ἔφατ’ εὐχόμενος· ἓν γὰρ φωνῆεν ἐξεβλήθη, τὸ ο· φωνηέντων δέ, οἷον 〈Α 117〉 βούλομ’ ἐγὼ λαὸν σῶν ἔμμεναι καὶ γὰρ ἡ αι δίφθογγος ἐνταῦθα ἔκθλιψιν πέπονθεν. Ἐκθλί‐ | |
5 | βονται δὲ τέσσαρα μόνα φωνήεντα, τὸ α, 〈Μ 433〉 ἀλλ’ ἔχον ὥστε τάλαντα· τὸ ε, 〈Α 4〉 αὐτοὺς δ’ ἑλλώρια· τὸ ι, ὡς τὸ 〈Γ 300〉 ὧδέ σφ’ ἐγκέφαλος χαμάδις ῥέοι· τὸ ο, ὡς τὸ 〈Α 48〉 ἕζετ’ ἔπειτ’ ἀπάνευθε νεῶν. Καὶ ταῦτα μὲν τὰ φωνήεντα μόνα παρὰ τοῖς συγ‐ γραφεῦσι καὶ πεζῇ τῇ λέξει λογογραφοῦσιν ἐκθλίβονται, παρὰ δὲ τοῖς | |
10 | ποιηταῖς καὶ ἡ αι δίφθογγος καὶ τὸ ι μετὰ τοῦ ν, 〈Ε 877〉 ἄλλοι μὲν γὰρ πάντες, ὅσοι θεοί εἰς’ ἐν Ὀλύμπῳ· τοῦτο δὲ γίνεται παρ’ αὐ‐ τοῖς διὰ τὸ μέτρον. Ἐπινενοῆσθαι δέ φησι τὴν ἀπόστροφον διὰ τὴν εὐφωνίαν· ἵνα γὰρ μὴ γένηται σύγκρουσις φωνηέντων, διὰ τοῦτο, φησί, τὸ ἓν φωνῆεν γράμμα ἐκθλίβεται. | |
15 | Ἰστέον δὲ ὅτι οὐ καλῶς οὐδ’ ὑγιῶς ἔχει τὰ περὶ τῆς ἐκθλίψεως ἐνταῦθα τῷ τεχνικῷ ῥηθέντα. Ὀφείλει γὰρ εἰπεῖν «ὁπηνίκα δύο τινῶν λέξεων ἡ μὲν λήγει εἰς φωνῆεν, ἡ δὲ ἄρχεται ἀπὸ φωνήεντος» ὁ δὲ «ὁπηνίκα» φησὶ «δύο φωνήεντά εἰσιν ἐν μιᾷ λέξει»· οὐ γάρ ἐστι μία λέξις ἀλλὰ δύο τὸ οὐχ’ οὕτως· τὸ μὲν γὰρ οὐχί ἐπίρρημά ἐστιν ἀρνή‐ | |
20 | σεως, τὸ δὲ οὕτως ἐπίρρημα μὲν καὶ αὐτό, ἀλλὰ παραβολῆς ἢ ὁμοιώ‐ σεως. Ζητητέον δέ, διὰ τί ἀντὶ τοῦ εἰπεῖν «ὅταν διὰ τὴν καλλιφωνίαν ἐκθλίβηται τὸ ἓν φωνῆεν γράμμα» εἶπεν «ὅταν διὰ τὴν καλλιφωνίαν κουφίζηται»· τίνος γὰρ ἕνεκα κουφισμὸν τὴν ἀπόστροφον ἐκάλεσεν; Ὅτι | |
25 | βαρεῖα τρόπον τινὰ γίνεται ἡ ἐκφώνησις καὶ φορτικὴ ἐκ τῆς τῶν φω‐ νηέντων συγκρούσεως (διὰ τοῦτο καὶ χασμῳδία τὸ τοιοῦτον καλεῖται πάθος), κούφη δὲ γίνεται καὶ ὡσανεὶ εὐκίνητός ἐστιν ἡ φωνή, ὅταν ἐκ‐ θλιβῇ τὸ ἓν φωνῆεν γράμμα. Ἐπειδὴ δὲ ἐκθλίψεως ἐμνήσθημεν, δεῖ γινώσκειν ὅτι ἡ μὲν συναλοιφὴ | |
30 | γένος ἐστίν, ἔχει δ’ 〈εἴδη〉 ἑπτά, τρία μὲν ἁπλᾶ, τέσσαρα δὲ σύνθετα· καὶ τὰ μὲν ἁπλᾶ εἰσι ταῦτα, ἔκθλιψις, κρᾶσις, συναίρεσις. Καὶ ἔκθλιψις μέν ἐστιν, ἡνίκα εὑρεθῇ λέξις εἰς φωνῆεν ἢ φωνήεντα καταλήγουσα, τῆς ἐπιφερομένης λέξεως ἀπὸ φωνήεντος ἢ ἀπὸ φωνηέντων ἀρχομένης· | |
τότε γὰρ 〈διὰ〉 τὸ χασμῶδες καὶ κεχηνῶδες ἐκθλίβεται τὸ τέλος τῆς | 146 | |
147 | προηγουμένης λέξεως. Καὶ ἡνίκα 〈μὲν〉 ὦσιν ἐν παραθέσει, δέχονται ἀπόστροφον, 〈οἷον κατὰ ἐμοῦ κατ’ ἐμοῦ· ἡνίκα δὲ ὦσιν ἐν συνθέσει, οὐ δέχονται ἀπόστροφον〉, οἷον κατὰ ἔγραφον κατέγραφον, κατὰ ἔβην κατέ‐ βην. Ταῦτα μὲν περὶ τῆς ἐκθλίψεως. Διαφέρει δὲ συναίρεσις κράσεως | |
5 | κατὰ τούτους τοὺς τρόπους· ἡ συναίρεσις περὶ τὸ ι καὶ τὸ υ καταγίνε‐ ται προηγουμένου προτακτικοῦ φωνήεντος, οἷον πάϊς παῖς, ἀΰω αὔω, Δημοσθένεϊ Δημοσθένει· διαστέλλεται δὲ τὸ συνῃρημένον ἀπὸ τοῦ ἐντε‐ λοῦς ἐκ τοῦ μὴ περιστίζεσθαι τὸ ι καὶ 〈τὸ〉 υ ἐν τῇ συναιρέσει. Δεῖ δὲ γινώσκειν ὅτι τὸ ι καὶ τὸ υ δεῖ περιστίζειν, ἡνίκα προηγεῖται προ‐ | |
10 | τακτικὸν φωνῆεν κατὰ διάστασιν· ἐπεὶ ὅταν προηγῆται 〈τὸ ι ἢ τὸ υ καὶ ἐπιφέρηται〉 ὑποτακτικὸν φωνῆεν, οὐ δεῖ περιστίζειν αὐτά, οἷον ἰαχή ἰωή. Ἡ δὲ κρᾶσις περὶ πάντα τὰ φωνήεντα καταγίνεται, οἷον Δημοσθένεος Δη‐ μοσθένους, ἱέραξ ἵραξ, τὸ ἐμόν τοὐμόν· καὶ ἡνίκα μὲν γένηται κρᾶσις ἐν ἁρμογῇ δύο λέξεων, τίθεται κορωνίς, 〈οἷον τὸ ἐμόν τοὐμόν, ὅταν δὲ γέ‐ | |
15 | νηται κρᾶσις μὴ ἐν ἁρμογῇ δύο λέξεων, οὐ τίθεται κορωνίσ〉, οἷον νόος νοῦς. Ἄλλως τε δὲ ἡ συναίρεσις φυλακτική ἐστι τῶν αὐτῶν φωνηέντων, οἷον πάϊς παῖς, ἡ δὲ κρᾶσις πάντως ἀλλοίωσιν ἀπεργάζεται, οἷον Δη‐ μοσθένεος Δημοσθένους. Ταῦτα μέν εἰσι τὰ ἁπλᾶ εἴδη τῆς συναλοιφῆς. Τὰ δὲ σύνθετα ταῦτα· ἔκθλιψις καὶ κρᾶσις, ἔκθλιψις καὶ συναίρεσις, | |
20 | κρᾶσις καὶ συναίρεσις, ἔκθλιψις καὶ κρᾶσις καὶ συναίρεσις. Καὶ ἔκθλιψις μὲν καὶ κρᾶσίς ἐστιν, ὡς ἐπὶ τοῦ 〈καὶ〉 ἐγώ κἀγώ· ἐκθλίβεται γὰρ τὸ ι τοῦ καί συνδέσμου, καὶ κιρνᾶται τὸ α καὶ ε εἰς α μακρόν· ἔκθλιψις δὲ καὶ συναίρεσις, ὡς τὸ ἐμοὶ ὑποδύνει ἐμοὐποδύνει· ἐκθλίβεται γὰρ τὸ ι τῆς ἐμοί ἀντωνυμίας, καὶ συναιρεῖται τὸ ο καὶ υ εἰς τὴν ου δίφθογγον· | |
25 | κρᾶσις δὲ καὶ συναίρεσις, ὡς ἐπὶ τοῦ ὁ αἰπόλος ᾡπόλος· κιρνᾶται γὰρ τὸ ο καὶ α εἰς ω, καὶ συναιρεῖται τὸ ω καὶ τὸ ι εἰς τὴν ῳ δίφθογγον· ἔκθλιψις δὲ 〈καὶ〉 κρᾶσις καὶ συναίρεσις, ὡς ἐπὶ τοῦ οἱ αἰπόλοι ᾡπόλοι· ἐκθλίβεται γὰρ τὸ ι τοῦ οἱ ἄρθρου, καὶ κιρνᾶται τὸ ο καὶ α εἰς ω, καὶ συναιρεῖται τὸ ω καὶ ι εἰς τὴν ῳ δίφθογγον. | |
30 | «Ἡ δὲ ὑφὲν τίθεται, ὅταν δύο λέξεις ἅμα ὀφείλωσι λέγεσθαι». Οἱ παλαιοὶ τὴν ὑφὲν οὕτως ὡρίσαντο· «ὑφέν ἐστι σημεῖον συναφείας συν‐ θέτων λέξεων» ἢ «σημεῖον ἑνώσεως δύο λέξεων, οἷον Νικ͜όλ͜αος»· διὰ τοῦτο γὰρ καὶ ὠνόμασται ὑφέν, ὡς ἑνοῦσα τὰς λέξεις καὶ ὑφ’ ἓν ποι‐ οῦσα ἀναγινώσκεσθαι. Τίθεται δὲ ὑποκάτω τῶν δύο λέξεων, ἐπὶ τῆς | |
35 | προτέρας λέξεως τοῦ ἐσχάτου γράμματος ἔχουσα τὴν ἀρχήν, ἐπὶ δὲ τῆς δευτέρας τοῦ ἀρκτικοῦ ἔχουσα τὸ τέλος τοῦ σχήματος. Διαφέρει δὲ ἡ διαστολὴ τῆς ὑφέν, ὅτι τῆς ὑφὲν συναπτούσης τὰ δοκοῦντα διαιρεῖσθαι, | |
αὕτη πάλιν τὰ δοκοῦντα ἡνῶσθαι διαιρεῖ, οἷον ΗΛΘΕ, ΝΗΠΙΟΣ. | 147 | |
148 | Εἰδέναι δὲ χρὴ ὅτι αἱ σύνθετοι λέξεις ἀπὸ τῶν τεσσάρων γίνονται πτώσεων· αὗται δὲ αἱ πτώσεις ἢ κατὰ τὸ τέλος συντίθενται, οἷον Πε‐ ρικλῆς, ἢ κατὰ τὴν ἄρχουσαν, οἷον φιλομαθής, ἢ καὶ κατὰ τὴν ἀρχὴν καὶ κατὰ τὸ τέλος, οἷον Φιλόδημος. Κατὰ μὲν οὖν τὸ τέλος οὐ πᾶσα | |
5 | πτῶσις συντίθεται, ἀλλ’ εὐθεῖα μόνη, οἷον Πλάτων φιλοπλάτων, Ἕλλην φιλέλλην, καὶ γενική· γενικὴ δὲ οὐ πᾶσα, ἀλλὰ μόνη ἡ εἰς ας λήγουσα καὶ ἡ εἰς ης καὶ ἡ εἰς ος, οἷον φαρέτρα φαρέτρας 〈ὁ〉 εὐφαρέτρας, τέχνη τέχνης ὁ κλυτοτέχνης, γράμμα γράμματος ὁ φιλογράμματος, καὶ τοῦτο εἰκότως· ἐπειδὴ γὰρ αὗται αἱ γενικαὶ ἔχουσι κατάληξιν ἁρμόζουσαν | |
10 | εὐθείᾳ—ἡ γὰρ εἰς ας κατάληξις καὶ ἡ εἰς ης καὶ ἡ εἰς ος καὶ τῆς εὐθείας εἰσίν, οἷον σοφός Πέρσης κοχλίας—, πᾶσα δὲ σύνθεσις ἀνα‐ δρομὴν πάσχει εἰς τὴν εὐθεῖαν, οἷον γράμμα γράμματος ὁ φιλογράμμα‐ τος, εἰκότως αὗται αἱ γενικαὶ συντίθενται κατὰ τὸ τέλος· ἡ γὰρ εἰς ου λήγουσα γενικὴ οὐ δύναται συντεθῆναι κατὰ τὸ τέλος, ἐπειδὴ οὐκ ἔχει | |
15 | κατάληξιν ἁρμόζουσαν εὐθείᾳ· οὐκ ἔχομεν γὰρ εὐθεῖαν εἰς ου δίφθογγον λήγουσαν. Διὰ τοῦτο γὰρ οὔτε ἐκ δοτικῆς οὔτε ἐξ αἰτιατικῆς κατὰ τὸ τέλος γίνεται σύνθεσις, ἐπειδὴ οὐκ ἔχουσι κατάληξιν ἁρμόζουσαν εὐθείᾳ· τὸ γὰρ ι καὶ τὸ ᾳ καὶ τὸ ῃ καὶ τὸ ῳ, οἷον Αἴαντι κοχλίᾳ Πέρσῃ Με‐ νελάῳ, καταλήξεις εἰσὶ τῆς δοτικῆς, ἅτινα οὐκ εἰσὶ καταλήξεις τῆς εὐ‐ | |
20 | θείας τοῦ ἀρσενικοῦ γένους· καὶ τὸ α καὶ τὸ η καὶ τὸ ουν, τῆς αἰτια‐ τικῆς ὄντα καταλήξεις, οἷον Αἴαντα εὐγενῆ βοῦν, οὐκ εἰσὶ τῆς εὐθείας. Εἰ δέ τις λέγει ὅτι καὶ ἡ αἰτιατικὴ κατάληξιν ἔχει ἁρμόζουσαν τῇ εὐ‐ θείᾳ—τὸ γὰρ ην, οἷον Πέρσην, καὶ τὸ αν, οἷον κοχλίαν, καὶ τῆς εὐ‐ θείας ἐστίν, οἷον Παιάν Ἀλκμάν φιλέλλην—, ἴστω ὡς ἐπειδὴ πλείους | |
25 | εἰσὶν αἱ καταλήξεις τῆς αἰτιατικῆς, αἳ μή εἰσι καὶ τῆς εὐθείας τῶν ἀρσε‐ νικῶν, διὰ τοῦτο οὐ γίνεται σύνθεσις ἐκ τῆς αἰτιατικῆς. Καὶ ταῦτα μὲν περὶ τῶν συντεθειμένων κατὰ τὸ τέλος. Κατὰ δὲ τὸ ἄρχον συντίθεται καὶ εὐθεῖα, οἷον Ἀστυάναξ, καὶ γε‐ νική, οἷον Ἑλλήσποντος, καὶ δοτική, οἷον ἀρηΐφιλος, καὶ αἰτιατική, οἷον | |
30 | νουνεχής. Κλητικὴ δὲ οὐδέποτε συντίθεται διὰ τοιαύτην αἰτίαν. Ἡ κλητικὴ καὶ αὐτοτελής ἐστι, καὶ δευτέρου προσώπου ἐστί, καὶ πρός τινά ἐστι, καὶ τὸ ἐπιφερόμενον πάντως ἢ ὁμοιόπτωτον ἀπαιτεῖ, οἷον 〈ex. gr. Α 122〉 Ἀτρείδη κύδιστε· ἀμφότεραι γὰρ κλητικαί εἰσιν· ἢ ἐὰν μὴ ὁμοιόπτωτον εὑρεθῇ τὸ ἐπιφερόμενον, γενικὴ εὑρίσκεται, γενικὴ δὲ | |
35 | ἢ κτητικὴ ἢ συγκριτική· καὶ κτητικὴ μέν, οἷον 〈ex. gr. Β 434〉 ἄναξ ἀνδρῶν, συγκριτικὴ δέ, οἷον 〈ex. gr. Θ 31〉 ὕπατε κρειόντων. Ἡ | |
δὲ εὐθεῖα οὔτε αὐτοτελής ἐστιν, οὔτε πρός τινά ἐστι (περί τινος γάρ | 148 | |
149 | ἐστιν), οὔτε δευτέρου προσώπου ἐστί (τρίτου γὰρ προσώπου ἐστίν), οὔτε δὲ πάντως τὸ ἐπιφερόμενον ὁμοιόπτωτον ἀπαιτεῖ, ἀλλ’ ἀνομοιόπτωτον, οἷον «Σωκράτης Πλάτωνα τύπτει, Ἀλκιβιάδης Δημοσθένει διαλέγεται». Εἰ συνετίθετο οὖν ἡ κλητική, ἠναγκάζετο ἀναδρομὴν ποιήσασθαι εἰς τὴν | |
5 | εὐθεῖαν, καθὸ αἱ συνθέσεις ἀναδρομὴν ποιοῦνται εἰς τὴν εὐθεῖαν, οἷον γράμμα γράμματος ὁ φιλογράμματος, βοῦς βοός 〈ὁ〉 πολύβοος· ἀναδρο‐ μὴν δὲ ποιοῦσα εἰς τὴν εὐθεῖαν, καθὸ μὲν εὐθεῖα ἐγίνετο, ἠναγκάζετο μὴ εἶναι αὐτοτελής, μὴ εἶναι πρός τινα, μὴ εἶναι δευτέρου προσώπου, μὴ ἔχειν τὸ ἐπιφερόμενον πάντως ὁμοιόπτωτον· καθὸ δὲ ἀπὸ κλητικῆς | |
10 | συνετέθη, αἱ δὲ συνθέσεις θέλουσι φυλάττειν λείψανόν τι τοῦ ἁπλοῦ (οἷον τὸ φιλάνθρωπος, ἀπὸ τοῦ ἁπλοῦ συντεθὲν τοῦ ἄνθρωπος, ἐφύλαξέ τι λείψανον τὸ ἄνθρωπος), ἠναγκάζετο καὶ αὐτοτελὴς εἶναι, καὶ πρός τινα, καὶ δευτέρου προσώπου, καὶ τὸ ἐπιφερόμενον ἔχειν 〈πάντωσ〉 ἢ ὁμοιόπτωτον ἢ γενικήν, γενικὴν δὲ ἢ κτητικὴν ἢ συγκριτικήν. Ἐπειδὴ δὲ οὐ δύναται | |
15 | κατὰ ταὐτὸν καὶ αὐτοτελὴς εἶναι καὶ μὴ αὐτοτελής, καὶ πρός τινα καὶ περί τινος, καὶ δευτέρου προσώπου καὶ τρίτου, καὶ τὸ ἐπιφερόμενον μὴ ἔχειν πάντως ὁμοιόπτωτον καὶ ἔχειν τὸ ἐπιφερόμενον πάντως ἢ ὁμοιό‐ πτωτον ἢ γενικὴν κτητικὴν ἢ συγκριτικήν, τούτου χάριν οὐ συντίθεται. Γίνονται δὲ αἱ συνθέσεις ἢ τῶν δύο λέξεων οὐσῶν ἰδίᾳ ῥητῶν, ἢ | |
20 | τῆς μὲν μιᾶς ἰδίᾳ ῥητῆς, τῆς δὲ ἑτέρας ἰδίᾳ νοητῆς. Καὶ τὰς δύο μὲν λέξεις ἰδίᾳ ῥητὰς ἔχει ἡ σύνθεσις αὕτη, Φιλόδημος ἀρχιστράτηγος· λέ‐ γεται γὰρ καὶ τὸ φίλος ἰδίᾳ καὶ τὸ δῆμος, καὶ τὸ ἀρχή καὶ τὸ στρατη‐ γός· τὴν δὲ μίαν ῥητὴν καὶ τὴν μίαν νοητὴν τὸ ζάκοτος καὶ τὸ ἄλοχος καὶ τὸ ἐρίτιμος καὶ τὰ ὅμοια· τούτων γὰρ αἱ πρότεραι λέξεις οὐδέποτε | |
25 | κατ’ ἰδίαν ῥηταί, ἀλλὰ καθ’ αὑτὰς νοούμεναι καὶ σημαίνουσαί τι· καὶ γὰρ τὸ μὲν ζα καὶ τὸ ερι ἐπίτασιν 〈σημαίνει〉, τὸ δὲ α τὸ ὁμοῦ. Καὶ ἔστιν ὡς ἐπὶ τὸ πλεῖστον ἡ σύνθεσις ἐκ δύο λέξεων, γίνεται δὲ καὶ ἐκ τριῶν, ὡς 〈Σ 54〉 δυσαριστοτόκεια, παρὰ δὲ τοῖς κωμικοῖς καὶ ἐκ πλειόνων, ὡς παρὰ Ἀριστοφάνει 〈Nub. 333〉 σφραγιδονυχαργοκομῆ‐ | |
30 | ται οἱ φιλόσοφοι διὰ τὸ ἀργοὶ διατελεῖν 〈καὶ τῶν ὀνύχων ἐπιμελεῖσθαι〉 καὶ κομῆται εἶναι, ἔτι καὶ σφραγῖδας ἐν τοῖς δακτυλίοις φορεῖν. Καὶ παρ’ Εὐπόλιδι 〈fr. 393 K〉 ἀμφιπτολεμοπηδησίστρατος. Ἐπὶ δὲ τῶν ἐκ τελείου ἀρχομένων συνθέτων μάλιστα χρὴ τιθέναι | |
τὴν ὑφέν, ἐπειδὴ διφορεῖσθαι συμβαίνει τὰ τοιαῦτα. Περιττὸν γὰρ οἶμαι | 149 | |
150 | ἐπεντιθέναι τοῖς ἐξ ἀπολείποντος, ὥσπερ καὶ τοῖς παρασυνθέτοις, ἅπερ ἐστὶν ὡς εἰπεῖν ἁπλᾶ· παράγεσθαι γὰρ ἀρξάμενα γενέσεως ἑτέρας ἐπι‐ λαμβάνεται· οἷον 〈ἐπὶ τοῦ〉 Φιλιππίδης οὐ χρὴ τιθέναι τὴν ὑφέν, διότι παρασύνθετόν ἐστι. Τὸ δὲ αὐτὸ κἀν ταῖς ἐπεκτάσεσι καὶ ταῖς ἀχωρίστοις | |
5 | συντάξεσι νοείσθω, Παλλήναδε Μεγάραδε δηλαδή τοίνυν τοιγάρτοι τοι‐ γαροῦν· οὕτω δὲ οἶμαι ἔχειν καὶ τὸ οὐδείς ἐκ τριῶν μερῶν λόγου χωρὶς ἀποστρόφου καὶ ὑφέν. Ὑποτακτέον δὲ τῇ ὑφὲν καὶ τὰ ἐν συναλοιφῇ λεγόμενα, οἷον κἀγώ, καὶ τὰ ἐν δύο λέξεσι συνημμένην διάνοιαν ἐπαγγελλόμενα, οἷον 〈Λ 385〉 | |
10 | τοξότα λωβητήρ· ἓν γὰρ νοεῖται διὰ τῶν δύο, ἀντὶ τοῦ διὰ τῶν τό‐ ξων λωβώμενε· καὶ 〈ex. gr. Σ 608〉 πύκα ποιητοῖο, 〈ἀντὶ τοῦ〉 ἐπι‐ μελῶς κατεσκευασμένου· καὶ 〈Ν 415. λ 277〉 πυλάρταο κρατεροῖο· μία γὰρ ἐκ τῶν δύο λέξεών ἐστιν ἡ διάνοια, καὶ βούλεται λέγειν τοῦ τὰς πύλας ἐπαρτῶντος ἰσχυρῶς· καὶ 〈Ζ 97. 278〉 ἄγριον αἰχμητήν· | |
15 | μίαν γὰρ πάλιν διάνοιαν ληπτέον ἐπὶ τῶν ἐπιθέτων ἀμφοτέρων· θέλει γὰρ λέγειν ἄγριον ἐν τῷ αἰχμάζειν, ὅ ἐστι μάχεσθαι. «Διαστολὴ δέ ἐστιν, ὅταν διαστεῖλαι καὶ διαχωρίσαι ὀφείλωμέν τινας λέξεις ἀπ’ ἀλλήλων, οἷον ΕΣΤΙΝ, ΑΞΙΟΣ». Διαστολὴ μέν ἐστι διάστασις γράμματος περὶ τὴν σύνταξιν ἀμφιβαλλομένου· περὶ δὲ τῶν διαστολῶν | |
20 | ἐν τῷ περὶ ἀναγνώσεως ἐροῦμεν πλατύτερον, ὅταν διεξερχώμεθα τοὺς τρόπους, καθ’ οὓς δεῖ ἀναγινώσκειν. Πλὴν τοῦτο πρὸς τὸ παρὸν ἰστέον, ὡς τῶν διαστολῶν αἱ μέν εἰσι βελτιοῦσαι τὴν διάνοιαν, ὡς τὸ 〈α 184〉 ΕΣ, ΤΕΜΕΣΗΝ μετὰ χαλκόν· οὐ γὰρ Μέση ἀλλὰ Τεμέση πόλις Ἰταλίας ἱστορεῖται· αἱ δὲ μηδὲν λυποῦσαι, ὡς ἐν τῷ 〈Γ 318. | |
25 | Η 177〉 λαοὶ δ’ ἠρήσαντο ΘΕΟΙΣΙΔΕ χεῖρας ἀνέσχον· δύναται γὰρ 〈θεοῖσι, εἶτα δέ, καὶ〉 θεοῖς, εἶτα ἰδέ· αἱ δὲ 〈γινόμεναι〉 ἐπὶ τὸ χεῖρον, ὡς τὸ 〈Ξ 221〉 ἄπρηκτον ΓΕΝΕΕΣΘΑΙ· τινὲς γὰρ τὸ γενέ‐ εσθαι ἀντὶ τοῦ γενέσθαι φασίν, ὡς τὸ 〈Ι 626〉 κρανέεσθαι καὶ 〈Ξ 481〉 κατακτανέεσθε· καὶ εἴχετο λόγου τὸ γενέεσθαι, εἰ καὶ ἡ διάνοια ἐπὶ τῇ | |
30 | λέξει ταύτῃ ἀκόλουθος ἦν. Ὁρᾶται δὲ ἡ ὑποδιαστολὴ ἐν παραθέσει, ἥτις ἐστὶ λέξεων παράλληλος σύνταξις κατὰ τὸν ὑπάρχοντα ἑκάστῃ τόνον. | |
32t | Περὶ προσῳδιῶν καὶ ἄλλως. | |
33 | Προσῳδίαι λέγονται οἱ τόνοι καὶ οἱ χρόνοι καὶ τὰ πνεύματα καὶ τὰ πάθη, ὅτι | |
λεγομένων τῶν ᾠδῶν ἤτοι τῶν λέξεων συνεκφωνοῦνται αὗται· αὐταὶ γὰρ καθ’ αὑ‐ | 150 | |
151 | τάς, μὴ λαληθείσης λέξεως, οὐκ ἔχουσι φύσιν τυποῦσθαι· προσῳδίαι οὖν ἤτοι συνῳ‐ δίαι, 〈τῆσ〉 πρός ἀντὶ τῆς σύν προθέσεως λαμβανομένης. Ἢ προσῳδίας εἴποις ταύ‐ τας ὡς τυπουμένας πρὸς τὰς ᾠδάς, τῆς πρός ταὐτὸν τῇ 〈ἐπί〉 σημαινούσης· εἰ μὴ γὰρ προϋποθήσομεν τὴν λέξιν, πῶς ἂν τὴν ἐπικειμένην αὐτῇ προσῳδίαν τυπώσομεν; | |
5 | πρῶτον τίθεται τὸ ἅγιος, καὶ οὕτω τυποῦται ἡ ἐν τῷ α δασεῖα καὶ ὀξεῖα· πρῶτον τίθεται τὸ ἀγᾰθός εἴτε τὸ ἀγᾰθώτατος, καὶ οὕτω τυποῦται ἡ ἐν τῷ α ψιλὴ καὶ ἡ ἐν τῷ γα βραχεῖα καὶ ἡ ἐν τῷ 〈θο καὶ τῷ〉 θω ὀξεῖα. Ὠιδαὶ λέγονται αἱ λέξεις ἐντεῦθεν· τὰ φωνήεντα ἀπὸ τῶν στοιχείων εἰσὶ τὰς φωνὰς ἀποτελοῦντα· τῶν δὲ φωνηέντων πρῶτον μὲν τὸ α, τελευταῖον δὲ τὸ υ· τὸ | |
10 | γὰρ ω τὸ μέγα συντεθειμένον ἐστὶν ἐκ δύο υυ ἢ ἐκ δύο οο· διὰ γοῦν τοῦ α τοῦ πρώτου γράμματος καὶ τοῦ υ, συνεκδοχικῶς καὶ τῶν ἄλλων φωνηέντων λαμβανο‐ μένων, ὤφειλε δηλοῦσθαι τὰ πράγματα· ἐπεὶ δὲ ἀδύνατον ἦν ταῦτα λαληθῆναι ἄλλως ἢ διὰ φωνῆς, αὐδὴ ἐκλήθη ἡ φωνή, συναιρεθέντος τοῦ αυ, ἤτοι ἡ συνδέουσα τὰ γράμματα τὰ δηλωτικὰ τῶν πραγμάτων. Ἦν οὖν τὸ ἀρχαϊκώτερον ἀϋδή, ὅθεν τὸ | |
15 | ἀοιδή, ἐπειδὴ οἱ μεταγενέστεροι καὶ διὰ ῥήματος ἐτύπωσαν τοῦ ἀείδω τὸ λέγω· ἐν‐ τεῦθεν γέγονε τὸ ἀοιδή ἡ φωνή, κατὰ τὸν κανόνα τὸν λέγοντα· τὰ ἔχοντα τὸ ε ἐγκείμενον ἐν τοῖς ῥήμασιν ἔχουσι τὸ ο ἀντιπαρακείμενον ἐν τοῖς ὀνόμασι· κραθέν‐ των δὲ τοῦ α καὶ τοῦ ο ᾠδή ἐξεφωνήθη. Καὶ τούτῳ τῷ τρόπῳ αἱ φωναὶ ᾠδαὶ λέγονται, ἤγουν αἱ δέουσαι τὰ φωνήεντα, δι’ ὧν αἱ ἐκφωνήσεις γίνονται. | |
20 | Δέκα εἰσὶν αἱ προσῳδίαι, καὶ οὐ πλείους ἢ ἐλάσσους, διὰ τοῦ ἀριθμοῦ τὸ τε‐ λειότατον· ἀπὸ γὰρ τοῦ ἑνὸς μέχρι τοῦ δέκα ἀριθμοῦντες, ὥσπερ ἐξ ἄλλης ἀρχῆς τοῦ δέκα τοὺς ἄλλους λέγομεν ἀριθμούς· διὰ τοῦτο καὶ δέκα λέγεται τρόπῳ Ἰωνικῷ, δέχα τι ὄν· ἡ γὰρ δεκὰς δεχὰς ἂν κοινοτέρως ῥηθείη, ὅτι τοὺς πρὸ αὐτῆς ῥηθέντας ἀριθμοὺς μεθ’ ἑαυτὴν λεγομένους δέχεται καὶ συνλαλεῖται αὐτοῖς. Καὶ ἡ εἰκὰς γὰρ | |
25 | διπλῆ ἐστι δεκάς, ἑκὰς δεκὰς λεγομένη, ἤτοι μετὰ τὴν δεκάδα καὶ τοὺς μοναδικοὺς ἀριθμοὺς ἑτέρα δεκάς, πόρρω τοσοῦτον ἀπέχουσα τῆς πρώτης δεκάδος, ὅσον ἐκείνη τῆς μονάδος. Ὤφειλεν οὖν λέγεσθαι ἡ εἰκὰς ἰεκάς· ἐπεὶ δὲ ἦν ἀναγκαῖον συναί‐ ρεσιν γενέσθαι περιέχουσαν ὅλον τὸ ἐπίρρημα καὶ τὸν ἀριθμόν, τὸ ι δὲ καὶ ε εἰς ι μακρὸν κιρνᾶται καὶ οὐκ εἰς 〈τὴν〉 ει δίφθογγον, γέγονεν ὑπερβιβασμός, καὶ προε‐ | |
30 | τέθη τὸ ε τοῦ ἑκάς τοῦ ι τοῦ σημαίνοντος τὸν ἀριθμὸν τὸν δέκα, καὶ οὕτω γέγονεν εἰκάς ἤτοι διπλῆ δεκάς. Ὥσπερ καὶ τὸ τριάκοντα τριπλῆ δεκάς, ἤτοι τρία κοντά, διὰ τὸ κοντοῦ σχῆμα ἔχειν τὸ ι τὸ δηλωτικὸν τοῦ δέκα· καθεξῆς δὲ τὸν τρόπον τοῦτον καὶ τὸν τεσσαράκοντα εἴποις καὶ τὸν πεντήκοντα καὶ τοὺς λοιπούς. Καὶ οὕτω τὸν δέκα δέχα εἴποις κοινοτέρως, ὡς δεκτικὸν τῶν ἄλλων ἔν τε ἁπλότητι καὶ | |
35 | διπλασιασμῷ καὶ πολυπλασιασμῷ. Τὸ δὲ ἑκατόν οὕτως ἐτυμολογοῦσι, τὸ ἑκὰς τοῦ δέκα ὂν τοσοῦτον ὅσον τὸ δέκα τοῦ ἑνός· ἢ τὸ ἕκατι ἤτοι ἕνεκεν τοῦ δέκα ὄν, ἑκατιόν καὶ ἑκατόν· διὰ γὰρ τὸ πολυπλασιάσαι ἐκεῖνο ἐπενοήθη. Καὶ ἔστι τὸ μὲν ἑκατὸν ἕνεκά του, ἕνεκα γάρ ἐστι τοῦ δέκα· τὸ δὲ δέκα οὗ ἕνεκα, δι’ αὐτὸ γὰρ ἐτέθη τὸ ἑκατόν. Οὕτως οὖν ὁ δέκα ἀριθμὸς τέλειος, καὶ διὰ τοῦτο δέκα αἱ προσῳδίαι. | |
40 | Ἑπτὰ γὰρ ἦσαν τὸ πρῶτον, διότι καὶ φωνήεντα ἑπτά εἰσιν· ἐπενοήθησαν δὲ τὰ πάθη καὶ προσετέθησαν ταύταις διὰ τὸ τέλειον τοῦ ἀριθμοῦ, ἵν’ ἐντεῦθεν τὸ τέλειον καὶ ἐπωφελὲς διαγινώσκοιτο τοῦ μαθήματος τῶν προσῳδιῶν· τέλεια γὰρ λέγονται τὰ τέλος καὶ ἀποτέλεσμα ἔχοντα. Ἀποτέλεσμα δὲ τῶν προσῳδιῶν πάνυ χρησιμώ‐ τατον καὶ ἀναγκαιότατον τὸ τυποῦσθαι δι’ αὐτῶν τὰ σημαινόμενα ἤτοι τὰ πράγματα· | |
45 | ἰδοὺ γὰρ διὰ τοῦ ὅρος τοῦ δασυνομένου ἄλλο δηλοῦται, ὁ λόγος, καὶ διὰ τοῦ ὄρος | 151 |
152 | τοῦ ψιλουμένου ἕτερον, ὁ πετρώδης καὶ τῆς γῆς πολὺ ἀπέχων λόφος· καὶ διὰ τοῦ ἄγνος τοῦ ψιλουμένου καὶ παροξυνομένου δηλοῦται φυτὸν ἄκαρπον, διὰ δὲ τοῦ ἁγνός τοῦ δασυνομένου 〈καὶ ὀξυνομένου〉 ὁ καθαρὸς καὶ ἄρρυπος καὶ ἀμίαντος. Ἄλλως τε δὲ καὶ κατὰ μέθοδον αἱ προσῳδίαι δέκα εἰσίν· ἡ γραμμὴ γὰρ ἄλλως | |
5 | καὶ ἄλλως τυπουμένη καὶ τόποις ἄλλοτε ἄλλοις τιθεμένη τὰς δέκα προσῳδίας ἀποτελεῖ. Τυπωθεῖσα γὰρ πρὸς τὸ ὀξὺ τὴν ὀξεῖαν ποιεῖ, πρὸς δὲ τὸ κατωφερὲς καὶ βαρὺ τρα‐ πεῖσα τὴν βαρεῖαν, καμφθεῖσα δὲ τόξου δίκην τὴν περισπωμένην· τυπωθεῖσα δὲ πρὸς τὸ ὀρθότατον καὶ στιγμὴν ἔμπροσθε λαβοῦσα τὴν δασεῖαν ποιεῖ, ἡ αὐτὴ δηλαδὴ πρὸς τὸ ὀρθότατον τυπωθεῖσα καὶ κατόπιν τὴν στιγμὴν δεξαμένη ψιλὴ γίνεται· πλαγίως | |
10 | δὲ τυπωθεῖσα τὴν μακρὰν ποιεῖ, καὶ καμφθεῖσα ἐναντίως τῇ περισπωμένῃ βραχεῖα γίνεται· πάλιν καμφθεῖσα πρὸς τὸ κατόπιν ἀπόστροφός ἐστι τὴν ἄνωθεν τῆς φωνῆς θέσιν ἔχουσα, καὶ τῷ αὐτῷ τύπῳ τὴν κάτωθεν τῆς φωνῆς θέσιν ἔχουσα ὑποδια‐ στολὴ καλεῖται· ὑφὲν δὲ λέγεται κατὰ τὴν βραχεῖαν τυπωθεῖσα, ὑποκάτω δὲ τῆς φωνῆς τιθεμένη, τῆς βραχείας τὸν ἄνω τόπον ἐχούσης. Δέκα οὖν εἰσὶ παρὰ τὸ μὴ | |
15 | ἄλλως δύνασθαι τὴν τοιαύτην γραμμὴν ἢ τυποῦσθαι ἢ τόπῳ τίθεσθαι. Οἱ δὲ λέγοντες ἀπὸ κεραιῶν τινων τὰς προσῳδίας γίνεσθαι, αἵτινες ἐκ στοι‐ χείων τινῶν τομῆς προβαίνουσιν, οὐκ ἰσχυρῶς λέγουσι· τούτῳ γὰρ τῷ τρόπῳ πάντα τὰ στοιχεῖα ὤφειλον τμηθῆναι καὶ προσῳδίας ποιεῖσθαι, καὶ οὐχὶ μόνον τὸ Λ καὶ τὸ Η καὶ τὸ Ο καὶ τὸ ς. Φασὶν 〈γὰρ〉 ὅτι τὸ Λ κοπτόμενον ποιεῖ ὀξεῖαν καὶ βα‐ | |
20 | ρεῖαν, τὸ δὲ Η δασεῖαν καὶ ψιλήν, τὸ 〈δὲ〉 ς μακρὰν καὶ βραχεῖαν, τὸ δὲ Ο τετραχῇ κοπτόμενον τὴν περισπωμένην, τὴν ἀπόστροφον, τὴν ὑφὲν καὶ τὴν ὑποδιαστολὴν ποιεῖ. Τοιαῦτά φημι οὕτω περιττὰ καὶ ἀμέθοδα ταῦτ’ ἄρα, καὶ οὐ προσεκτέον αὐτοῖς. Εἰς πόσα διαιροῦνται αἱ δέκα προσῳδίαι; Εἰς τέσσαρα. Καὶ διὰ τί εἰς τέσσαρα, | |
25 | καὶ οὐκ εἰς πλείονα ἢ ἐλάσσονα; Ὅτι, φημί, ὁ σχηματισμὸς τῶν τεσσάρων στοιχείων, τοῦ α β γ δ, ἀριθμούμενος τὸν δέκα ἀποτελεῖ· ὅτι γοῦν τέσσαρα τὰ γράμματα καὶ ὅτι ἀριθμούμενα τὸν δέκα ἀριθμὸν ἀποτελοῦσιν, εἰκότως ὁ δέκα εἰς τέσσαρα διῄρη‐ ται, καὶ οὐκ εἰς ἐλάσσονα ἢ πλείονα. 〈Τόνοι μὲν οὖν εἰσι τρεῖς.〉] Οὕτω δὲ καλοῦνται παρὰ τὸ πρὸς αὐτοὺς | |
30 | τείνεσθαι τὰς φωνάς· ἡ τάσις δὲ ἢ πρὸς τὸ ὀξύ ἐστιν ἢ πρὸς τὸ βαρὺ ἢ πρὸς περί‐ κλασιν. 〈Οἱ δὲ χρόνοι οὕτω λέγονται〉 τοῦ χρόνου τοῦ καθ’ ἡμᾶς λαχόντες τὸ ὄνομα· ὥσπερ γὰρ ὁ χρόνος τῷ μὲν τῶν ἀνθρώπων 〈ἐκ〉τείνεται, τῷ δὲ συστέλλεται, οὕτω δὲ καὶ αἱ προσῳδίαι αὗται ἐπὶ τοῖς 〈δι〉χρόνοις ποιοῦσιν· ὅτε γὰρ τὰ δί‐ χρονα ἐκτείνονται, ἡ μακρὰ τούτοις ἐπιτίθεται, ὅτε δὲ συστέλλονται, ἡ βραχεῖα. | |
35 | Ἐπειδὴ τῇ φωνῇ πνεῦμα ἐξέρχεται ἑπόμενον τοῖς φωνήεσιν, ὅτε ἀπὸ φωνήεν‐ τος ἡ φωνὴ ἄρχεται, ἢ δασύνεται ἢ ψιλοῦται· καὶ ἐπεὶ τὸ πνεῦμα ἢ ἀπὸ τοῦ θώ‐ ρακος ἐξέρχεται ἢ ἐξ ἄκρων τῶν χειλέων, δύο τὰ πνεύματά εἰσι, τὸ μὲν ἐκ τοῦ θώρακος ἐξερχόμενον δασύ, τὸ δὲ ἐκ τῶν χειλέων ψιλόν. Ἔλαβε δὲ ταῦτα τὰ ὀνόματα ἐκ μεταφορᾶς τῶν ἀνεμιαίων πνευμάτων, ἃ πνέοντα ἐν τοῖς ὄρεσι δάσει μὲν ὕλης | |
40 | προσκρούοντα μέγαν ἦχον ἀποτελοῦσιν, ὑποψιθυρίζουσι δὲ ἐν τοῖς ψιλοτέροις ὄρεσιν | |
ἤγουν ἀδένδροις ἢ ὀλιγοδένδροις. | 152 | |
153 | Πάθη δὲ λέγονται παρ’ ὅσον ἐν ταῖς παθαινούσαις τῶν λέξεων τίθενται, ἡ μὲν ἀπόστροφος ἐπ’ ἐκθλίψει φωνήεντος, ἡ 〈δὲ〉 ὑφὲν ἐπὶ συνθέσει δύο λέξεων μίαν ἀποτελουσῶν, ἡ 〈δὲ〉 ὑποδιαστολὴ ἐπὶ διαιρέσει καὶ τομῇ τοῦ λόγου. Σημείωσαι ἐπὶ τῶν πνευμάτων, τῆς δασείας καὶ τῆς ψιλῆς, ὅτι οἱ μουσικοὶ | |
5 | ταῦτα ἐφεῦρον, καὶ πρὸς τὰς ἐκφωνήσεις ἐτίθεσαν τοῖς φωνήεσιν· καὶ εἰ μὲν ἡ φωνὴ εἴη τραχεῖα καὶ ὥσπερ ἐκ τοῦ θώρακος ἐξερχομένη, ἐὰν ἀπὸ φωνήεντος ἤρ‐ χετο, ἐδάσυνον· εἰ δὲ λιγυρά τις καὶ χαλαρὰ καὶ ὑφειμένη, ψιλὴν ἐτίθεσαν ἐπὶ τὸ φωνῆεν. Ἐπειδὴ δὲ ὕστερον οἱ λόγοι τῶν μουσικῶν ἦσαν δυσκατάληπτοι, ἐξ ἐμ‐ πειρίας καὶ οὗτοι τεχνωθέντες ἡμῖν παρεδόθησαν, 〈καὶ〉 κατὰ τὴν παρατήρησιν καὶ | |
10 | παράδοσιν τῶν πρὸ ἡμῶν καὶ τοὺς ἐκείνων κανόνας τὰ πνεύματα 〈ἐπι〉τιθέαμεν τοῖς φωνήεσιν. 〈Ἡ ὀξεῖα τόπους ἔχει τρεῖς.〉] Καὶ διὰ τί τρεῖς; Ὅτι οὐκ ἐγχωρεῖ πλείους, παρὰ τὸ μὴ εἶναι τάσιν πρὸ τριῶν συλλαβῶν. Ὀξύτονον ὄνομα καλεῖται τὸ ἐπὶ τέλους ἔχον τὴν ὀξεῖαν, παροξύτονον τὸ πρὸ μιᾶς συλλαβῆς τοῦ τέλους ἔχον τὴν | |
15 | ὀξεῖαν, προπαροξύτονον, ὃ καὶ βαρύτονον, τὸ πρὸ δύο συλλαβῶν τοῦ τέλους ἔχον τὴν ὀξεῖαν· βαρύτονον δὲ λέγεται διὰ τὸ πᾶσαν λέξιν μὴ ἔχουσαν ἐπὶ τέλους τὸν τόνον βαρύνειν τοὺς παλαιούς, ἤγουν τιθέναι βαρεῖαν ἐπὶ τέλους, ὡς ἂν ἐγκλινο‐ μένου μέρους λόγου τῷ λόγῳ προστιθεμένου ἡ βαρεῖα εἰς ὀξεῖαν ἀνίσταιτο. Καλεῖ‐ ται δὲ οὕτω παρὰ 〈τὸ〉 τὴν συλλαβὴν τὴν μέσην τῆς ὀξείας καὶ τῆς βαρείας μη‐ | |
20 | δένα τόνον ἐπιδέχεσθαι, οἷον Νικόλαος, ἰδοὺ γὰρ εἰς τὸ κο μὲν ὀξεῖα, εἰς τὸ ος δὲ βαρεῖα, ἡ δὲ μέση συλλαβὴ ἡ λα τόνον οὐκ ἐπιδέχεται, ὥσπερ καὶ ἡ ὄπισθεν, ἡ νι. 〈Ἡ περισπωμένη τόπους ἔχει δύο.〉] Διὰ τί δύο; Ὅτι πρὸ δύο συλλα‐ βῶν περισπωμένη οὐ τίθεται. Ἰστέον δὲ καθόλου ὅτι ἡ περισπωμένη ἐν λέξει συ‐ ναιρεθείσῃ τίθεται· ἰδοὺ γὰρ τὸ κῆπος οὐκ ἀπὸ τοῦ κάπος, ὥς τινες λέγουσιν, ἀλλ’ ἀπὸ | |
25 | τοῦ χέειν, ἤτοι διαχεῖν καὶ ἡδονὴν ἐμποιεῖν, χέεπος, καὶ συναιρέσει τῶν δύο εε καὶ τροπῇ τοῦ δασέος εἰς τὸ ἀντιστοιχοῦν αὐτῷ ψιλὸν κῆπος· ὡσαύτως καὶ τὸ δῆμος ἀπὸ τοῦ δέω (τὸ δεσμεύω) δέεμος καὶ δῆμος, καὶ δεῖμος (ὁ φόβος) ἀπὸ τοῦ δέω (τὸ φοβοῦμαι), δέϊμος καὶ δεῖμος· ὥσπερ καὶ τὸ Δημᾶς κύριον ἀπὸ τοῦ Δημέας, Νομᾶς 〈ἀπὸ τοῦ Νομέασ〉 καὶ τὰ ὅμοια. | |
30 | 〈Ἡ γὰρ βαρεῖα συλλαβικὸς τόνος ἐστίν.〉] Ἐν τῇ [τελευταίᾳ] συλλαβῇ τῇ μὴ ἐχούσῃ τὸν κύριον τόνον τὸ παλαιὸν [ἐπὶ τέλους] ἐτίθετο· νῦν δὲ 〈ἐπὶ τέ‐ λουσ〉 εἰς τὸν τόπον τῆς ὀξείας ἐν τῇ συνεπείᾳ τίθεται· εἰ μὲν γὰρ εἴποις «εἴρηται λόγος σοφός», ὀξεῖαν εἰς τὸ φος θήσεις, εἰ δ’ ἀναστρέψας εἴποις «σοφὸς εἴρηται λόγος», βαρεῖαν εἰς τὸ φος θήσεις. Ἔδοξε δὲ οὕτω τοῖς νεωτέροις τῶν γραμματι‐ | |
35 | κῶν, ὥστε μήτε τὰ βιβλία καταχαράσσεσθαι ταῖς καθ’ ἑκάστην συλλαβὴν βαρείαις, μήτε τὴν βαρεῖαν παντελῶς τοῦ τυποῦσθαι ἀποπεσεῖν παρὰ τὸ μηδ’ ὅλως ὁπουδή‐ ποτε τίθεσθαι. Περὶ δὲ τῆς μακρᾶς καὶ τῆς βραχείας οὐκ ἔστι νῦν πολλὴ χρεία.] Ἡ μακρὰ καὶ ἡ βραχεῖα τίθεται ἐν τοῖς ἀμφιβόλοις ἤγουν διχρόνοις· οὔτε γὰρ ἐν | |
40 | τοῖς μακροῖς στοιχείοις, τῷ η καὶ τῷ ω, ἡ μακρὰ τίθεται, οὔτε ἐν τοῖς βραχέσι, τῷ ε καὶ τῷ ο, ἡ βραχεῖα· δῆλα γὰρ τὰ μακρὰ καὶ τὰ βραχέα αὐτόθεν εἰσίν. Λοιπὸν ἐν τοῖς διχρόνοις τίθενται, ἡ μακρὰ μὲν ἐν τοῖς ἀμφιβόλοις ὡς μακροῖς, ἡ βραχεῖα δὲ ἐν τοῖς ὁμοίοις ὡς βραχέσι. Νῦν δὲ καὶ τοῦ ἐν τοῖς διχρόνοις τιθέναι ταύτας | |
ἀμελοῦς πάντες σχεδόν· διὰ τοῦτο εἶπεν «οὐκ ἔστι νῦν πολλὴ χρεία». | 153 | |
154 | 〈Ἡ δὲ δασεῖα τίθεται εἰς γράμμα φωνῆεν δασυνόμενον καὶ ἑξῆς.〉 Τὸ παλαιόν, ὡς καὶ ἄνωθεν εἴπομεν, κατὰ λόγους μουσικοὺς καὶ ἡ δασεῖα καὶ ἡ ψιλὴ τοῖς φωνήεσιν ἐπετίθεντο· ἐπεὶ δὲ ἡ μουσικὴ ὀλίγοις ἔμελε, τινὲς τῶν γραμ‐ ματικῶν ἐξ ἐμπειρίας κανόνας ἐποιήσαντο, κατὰ τὰς εὑρημένας παραδόσεις λέξιν | |
5 | ἑκάστην μεταχειρισάμενοι καὶ τὰ ἐν ταῖς λέξεσι φωνήεντα ἀκριβωσάμενοι, πότε καὶ ὁπόσα δασύνονται, καὶ 〈πότε καὶ〉 ὁπόσα ψιλοῦνται. Καὶ ἔστι τεχνολόγημα περὶ τού‐ των, πότε τὸ α πρὸ τοῦ β καὶ πρὸ τοῦ γ καὶ τῶν λοιπῶν στοιχείων δασύνεται ἢ ψι‐ λοῦται, ὁμοίως καὶ τὸ ε καὶ τὰ λοιπὰ φωνήεντα πρὸ τῶν αὐτῶν στοιχείων πότε δασύνονται καὶ πότε ψιλοῦνται. Διὰ τοῦτο νῦν στενῶς εἶπεν «ἡ δὲ δασεῖα τίθεται | |
10 | εἰς γράμμα φωνῆεν δασυνόμενον, καὶ ἡ ψιλὴ εἰς γράμμα φωνῆεν ψιλούμενον». Ἡμέρα· διὰ τί δασύνεται; Τὸ η πρὸ τοῦ μ, εἰ μὴ ἐκ κλίσεως εἴη, ἢ ἰωνικῶς κατὰ τὴν προσθήκην τεθείη, ἢ ἑτέρῳ κανόνι κωλύεται, δασύνεται, οἷον ἡμέρα ἥμερος ἡμερίς (ἡ ἄμπελος) ἡμῖν ἡμᾶς καὶ τὰ ὅμοια. «Εἰ μὴ ἐκ κλίσεως εἴη» εἶπε διὰ τὸ ἤμελλον, ὅπερ τοῦ ε τὴν ψιλὴν ἔχει, ἤμβροτες ἤμυνε καὶ τὰ ὅμοια· τὰ τοιαῦτα γὰρ | |
15 | τῶν ἐνεστώτων τὰ πνεύματα ἔχει· «ἢ ἰωνικῶς κατὰ προσθήκην τεθείη» εἶπε διὰ τὸ μύω ἠμύω (τὸ ἐπικλίνω), ὅπερ ψιλοῦται, ὡς δῆλον ἀπὸ τῆς χρήσεως 〈Β 148〉 ἐπί τ’ ἠμύει ἀσταχύεσσιν· «ἢ ἑτέρῳ κανόνι κωλύεται» εἶπε διὰ τὸ ἦμος καὶ ἦμαρ· ἐν τούτοις γὰρ κανών ἐστιν ὁ λέγων· τὸ η ἐν τροχαϊκῇ λέξει ψιλοῦται, ἦμαρ ἦμος ἦπαρ ἦδος, πλὴν τοῦ ἧλος· ὤφειλε γὰρ τρισ〈υλλ〉άβως λέγεσθαι ἵηλος· καὶ διὰ τὸ | |
20 | ἤμην Αἰολικόν· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι οἱ Αἰολεῖς ἐν ταῖς ἰδίαις λέξεσι τὴν δασεῖαν ὅλως ἀγνοοῦσιν. 〈Ὥρα·〉 εἰς τὸ ω δασεῖαν· διὰ τί; Τὸ ω πρὸ τοῦ ρ ἐπιφερομένης μακρᾶς δασύνεται, ὥρα ὡραῖος, εἰ μὴ ἐκ κλίσεως εἴη, ἧς τὸ φωνῆεν ἐν τῷ ἐνεστῶτι ψιλοῦ‐ ται, οἷον ὀρειβατῶ ὠρειβάτουν. | |
25 | Ἀσεβής· εἰς τὸ α ψιλήν· διὰ τί; Τὸ στερητικὸν α ψιλοῦται καθόλου, τὸ δὲ ἀθροιστικὸν δασύνεται· ὅθεν καὶ τὸ ἅλυσις καὶ τὸ Ἅιδης δασύνονται· οὐ γὰρ στερη‐ τικά εἰσιν, ἀλλ’ ἀθροιστικά· τὸ γὰρ ἅλυσις πολύλυσίς ἐστι, καὶ τὸ Ἅιδης ὁ ὁμοῦ δεσμῶν καὶ συνέχων πάντας. Τινὲς δὲ ἐπὶ τοῦ Ἅιδης τοιοῦτον ἀποδιδόασι λόγον, οὕτω λέγοντες ὅτι, ἐὰν ἡ δασεῖα ἐκ τοῦ θώρακος ἐξέρχηται, εἰκότως δασύνεται· τί | |
30 | γὰρ Ἅιδου θωρακωδέστερον; Ὄνομα· 〈εἰσ〉 τὸ ο ψιλήν· διὰ τί; Τὸ ο πρὸ τοῦ ν ψιλοῦται, ὄνυξ ὄναρ ὄνομα· ἄλλως 〈τε〉 πᾶν φωνῆεν ταῖς λέξεσιν ἔξωθεν προστιθέμενον ψιλοῦται, νόμα ὄνομα, δύνη ὀδύνη, στάχυς ἄσταχυς· τὸ ὁπότε καὶ ὁπηνίκα οὐ λυμαίνονται τῷ κανόνι· ἄλλη 〈γὰρ〉 σημασία τοῦ πότε καὶ ἄλλη τοῦ ὁπότε· τὸ μὲν γὰρ πότε | |
35 | ἐπὶ ἀπορίας λαμβάνεται, οἷον «πότε γέγονε τόδε»; «πότε γενήσεται»; τὸ δὲ ὁπότε ἐπὶ ἐγνωσμένων πραγμάτων, οἷον «ὁπότε ἐγένετο τόδε», «ὁπότε γενήσεται»· ὁμοίως καὶ τὸ πηνίκα ἐπὶ ἀπορίας, «πηνίκα πέπρακται τόδε»; «πηνίκα πραχθήσεται»; τὸ δὲ ὁπηνίκα ἐπὶ τῶν δήλων, «ὁπηνίκα πέπρακται τόδε», ἀντὶ 〈τοῦ〉 τότε· ὁμοίως καὶ τὸ ὁποῖος ὁπόσος ὁπηλίκος τοῦ ποῖος πόσος πηλίκος διαφέρουσιν. Διὰ τοῦτο τὰ | |
40 | μὲν λέγονται [ἐπιρρήματα] ἀναφορικά· ἀναφέρουσι γὰρ πρὸς τὰ ἐγνωσμένα· εἰ γάρ τις ἀπορῶν ἔροιτο «πόσον ἂν συνάξωμεν σῖτον ἐκ τῆς ἀρούρης»; «ὁπόσον», εἴποι τις, «κατὰ τὸν παρῳχημένον καιρὸν συνηγάγομεν»· καὶ «ποῖον τὴν ποιότητα»; «ὁποῖον καὶ τότε»· τὰ δὲ ἐπαπορη〈τι〉κά, ποῖος πόσος πηλίκος. Ἀμφότερα γάρ, καὶ τὸ πόσος καὶ τὸ ὁπόσος, ἀρχαί εἰσιν, ἡ μὲν δηλοῦσα ἀπορίαν, ἡ δὲ γνῶσιν, ὥστε | |
45 | οὐκ ἔξωθεν τὸ ο ἐπέρχεται, ἀλλὰ κυρίως λέγεται, ἐπεὶ σημασίαν ἔχει ἰδίαν. | 154 |
155 | 〈Ἡ δὲ ἀπόστροφος τίθεται,〉 ὅταν διὰ τὴν καλλιφωνίαν κουφίζηται, δύο φωνηέντων συμπεσόντων 〈ἐν〉 συνθέτῳ λέξει, τὸ ἓν φωνῆεν, ὡς ἐντεῦθεν εἴη δῆλον, ὅτι τὸ φωνῆεν ἐξεβλήθη καὶ ἀπεστράφη διὰ τὴν τῆς φωνῆς ὡραιότητα· χάσκει γὰρ ὁ λόγος ἐν ταῖς τῶν φωνηέντων συγκρούσεσι, καὶ δοκεῖ ἀηδής τις καὶ ἀκαλλώπιστος. | |
5 | Τὰ πνεύματα, φασί, διὰ τρόπον ἐπενοήθησαν ἐπιτίθεσθαι ταῖς ἀπὸ φωνήεντος ἀρχομέναις λέξεσιν, ὃν εἰπεῖν μέλλομεν. Ἑπτά φασιν εἶναι φωνήεντα κατὰ μίμησιν τῶν ἑπτὰ πλανητῶν, τῶν ἀστέρων τοῦ οὐρανοῦ, ὧν τὰ ὀνόματα Ζεύς, Ἄρης, Ἥλιος, Ἑρμῆς, Σελήνη, Ἀφροδίτη καὶ [ὁ] Κρόνος· οὗτοι γὰρ μόνοι τῶν ἀστέρων κινοῦνται, καὶ τὰ δώδεκα περιέρχονται ζῴδια, καὶ 〈διὰ〉 ταῦτα ἄλλοτε ἄλλους οἴκους ἔχουσιν. Ὅτε | |
10 | μὲν οὖν οἱ ἀστέρες οὗτοι ἔξω τῶν οἴκων θέοντες προσβάλλουσι ταῖς ἡμετέραις ὄψεσι, κόμην τινὰ δοκοῦσιν ἔχειν· ἐν τοῖς οἴκοις δὲ εἰσελθόντες χωρὶς τῆς κόμης ὁρῶνται. Ἐπεὶ οὖν καὶ τὰ φωνήεντα ἐντεῦθεν ἐμεθοδεύθησαν, ὅτε μέν εἰσιν ἔξω τῶν οἴκων αὐτῶν, ἤτοι τῶν συμφώνων, ἐν ταῖς λέξεσι γενόμενα, τὰ σημεῖα ταῦτα τὰ καλού‐ μενα πνεύματα, τὴν δασεῖαν καὶ τὴν ψιλήν, ὡς κόμην ἐπιφέρονται· ὅτε δὲ ὑπὸ συμ‐ | |
15 | φώνων γένωνται, ταῦτα οὐκ ἔχουσιν, ὡς δῆλον ἐκ τοῦ ἔτι οὐκέτι· καὶ οὕτως ἔοικεν ὅτι ἔγραφον οἱ ἀρχαῖοι καὶ τὰς ἄλλας τῶν λέξεων, αἷς συνέβαινεν ἐν ταῖς συνθήκαις τοῖς φωνήεσιν ἐπέρχεσθαι σύμφωνα. Τοῦ λόγου δὲ ἀγνοηθέντος, οὐκ ἐπὶ πᾶσι τὰ νῦν οὕτως, ἀλλ’ ἐν τισὶ γίνεται· καὶ τὸ οὐκέτι μὲν καὶ τὸ οὐκοῦν καὶ τὸ οὐχήκιστα καὶ [τὰ] πολλὰ τοιαῦτα χωρὶς πνευμάτων εὑρήσεις· τὸ δὲ οὐκ ἔστιν, οὐκ ἄξιος, οὐκ | |
20 | ἐγώ καὶ ἁπλῶς τὰ πλείονα μετὰ τῶν οἰκείων πνευμάτων γράφονται· καὶ τῇ μακρᾷ συνηθείᾳ οὐ δυνάμεθα ἀντιτάξασθαι· ὀφθαλμοῖς γὰρ καὶ πράξει [μᾶλλον] πεφύκασι συντίθεσθαι ἄνθρωποι μᾶλλον ἢ λόγῳ καὶ ἀκοῇ. Εἴποι δ’ ἄν τις· «οὐχ ἡ ψιλή ἐστιν αὕτη, ἀλλ’ ἡ ἀπόστροφος ἡ ἀντὶ τοῦ 〈ι〉· οὐκιάξιος γὰρ ὤφειλεν, οὐκιεγώ, οὐκιέστιν· ἐπεὶ δὲ κουφίζεται τὸ ι, ἀντ’ αὐτοῦ τί‐ | |
25 | θεται ἡ ἀπόστροφος». Ἀκούσει δὲ ὅτι τὰς τῶν διαλέκτων φωνάς, ὅσας οἱ Ἕλληνες οὐχ ὡς 〈κοινάς, ἀλλ’ ὡσ〉 ἰδίας ἐδέξαντο, οὐδὲ τῷ κανονίῳ ὑπέθεσαν· ἡ οὐκί δὲ λέξις Ἰωνική ἐστιν, ὅθεν οὐδὲ φροντιστέον ἐν ταῖς συνθέσεσιν αὐτῆς, ἀλλὰ τὸ κ ἐνταῦθα προσ‐ ληπτέον ὡς ἐφελκυστικόν· δύο γὰρ τῶν συμφώνων ἐφελκυστικά, τὸ ν καὶ τὸ κ. Εὔ‐ δηλον οὖν ὅτι ἐφελκυστικοῦ προστιθεμένου τὸ πνεῦμα ἀποβάλλεται, ὅτι καὶ πᾶν φωνῆεν | |
30 | σύμφωνον προσλαβὸν τὸ ἑαυτοῦ πνεῦμα ἀποβάλλει, οἷον ἦμος τῆμος· ἀάξιος οὖν, καὶ μετὰ τοῦ ἐφελκυστικοῦ 〈ν〉 ἀνάξιος· ὁμοίως καὶ τὸ οὐκ ἄξιος, ἐπειδὴ ἐφελκυ‐ στικὸν τὸ κ, τὴν ψιλὴν οὐκ ὤφειλεν ἔχειν· οὔτε δὲ τὴν τοῦ κι ἀπόστροφον ὤφειλεν ἔχειν, ἐπεί, ὡς εἴπομεν, ἡ οὐκί λέξις Ἰωνική ἐστιν, οὐ κοινή, ὥστε τῇ συνηθείᾳ ἑπό‐ μενοι τὸ οὐκ ἐγώ καὶ τὰ τοιαῦτα ψιλοῦμεν. Ἐν δὲ τῷ παρ’ αὐτά καὶ κατ’ αὐτά | |
35 | μόνη ὤφειλεν ἀπόστροφος τίθεσθαι· ἡ γὰρ πάρ πρόθεσις καὶ ἡ κάτ μονοσύλλαβοι καὶ ἡ ἄν, καὶ ἁπλῶς πᾶσαι μονοσυλλάβως λεγόμεναι χωρὶς τῆς περί, ἀεὶ ταύτης γε δισυλλάβως λεγομένης, ἵνα μὴ συνεμπέσῃ τῷ πέρ συνδέσμῳ, Ἰωνικαί εἰσι, κοιναὶ δὲ γεγόνασι ταῖς προσθήκαις τῶν φωνηέντων· οἱ Ἴωνες γὰρ πάρθεσαν καὶ κάτθεσαν καὶ ἄνθεσαν λέγουσιν, ἡμεῖς δὲ παρέθεσαν καὶ κατέθεσαν καὶ ἀνέθεσαν. Διὸ ἐν τῷ παρ’ | |
40 | αὐτά καὶ κατ’ αὐτά καὶ τοῖς ὁμοίοις ἀπόστροφος μόνη τίθεσθαι ὤφειλε διὰ τὴν τοῦ φωνήεντος ἔκθλιψιν· τὸ γὰρ πνεῦμα ἀπώλετο τῇ τοῦ συμφώνου πρὸς τὸ φωνῆεν συνθέσει, παρὰ τὸν λόγον, ὅτι τὰ φωνήεντα ἀναλογεῖ τοῖς πλανήταις, τὰ δὲ σύμ‐ φωνα τοῖς οἴκοις· ἀλλ’ ἡ συνήθεια οὐδὲ τοῦτο ἐφύλαξεν. 〈Ἡ δὲ ὑφὲν τίθεται, ὅταν δύο λέξεις ἐν τῷ ἅμα ὀφείλωσι λέγε‐ | |
45 | σθαι,〉 τῆς βραχείας ἔχουσα τὸ σχῆμα 〈καὶ〉 κατὰ τοῦτο μόνον διαφέρουσα, καθότι | 155 |
156 | ἐκείνη μὲν ἄνωθεν τῆς λέξεως τίθεται, αὕτη δὲ κάτωθεν· ὑφὲν δὲ λεγομένη, ὅτι ἑνοῖ τὰς λέξεις τὰς καθ’ ἑαυτὰς σημαινούσας ἄλλο, οἷον ε͜ὔν͜ους· καθ’ αὑτὸ γὰρ ση‐ μαίνει τὸ εὖ τὸ καλῶς καὶ ὁ νοῦς τὸ λογιστικόν, ἡ δὲ σύνθεσις ἄλλην ἔχει σημασίαν· εὔνους γάρ ἐστιν ὁ πρός τινα φιλικῶς διακείμενος καὶ τοῦ νοὸς ἔχων εὖ καὶ καλῶς | |
5 | πρὸς ἐκεῖνον. Ἰστέον δὲ ὅτι αἱ ἁπλαῖ τῶν λέξεων καθολικωτέρας ἔχουσι τὰς σημα‐ σίας, ἁπλῶς λεγόμεναι παρὸ συντιθέμεναι· ἰδοὺ γὰρ τὸ εὖ τὸ καθόλου καλὸν σημαί‐ νει, καὶ τὸ νοῦς τὸν καθόλου νοῦν· ὁμοῦ δὲ συντεθεῖσαι αἱ δύο αὗται λέξεις τὸ φίλον σημαίνουσιν, ὅπερ ἐστὶν ὄνομα μερικώτατον. 〈Ἡ δὲ ὑποδιαστολὴ τίθεται, ὅταν διαστεῖλαι καὶ διαχωρίσαι ὀφεί‐ | |
10 | λωμέν τινα λέξιν.〉] Διαστολὴ γὰρ λέγεται ἡ διαίρεσις τῶν λέξεων· διαστέλλειν γὰρ λέγεται τὸ διαχωρίζειν. Ὑποδιαστολὴ δέ ἐστιν ἡ προσῳδία ἡ τιθεμένη ὑπὸ τὴν διαστολήν, οἷον ΕΣΤΙΝ, ΑΞΙΟΣ, ἵνα μὴ 〈ὁ〉 συνημμένως ἀναγνοὺς ἀμφιβολίαν τῷ ἀκού‐ οντι ἐμποιήσῃ, τοῦ ν πῇ μὲν δοκοῦντος τέλος εἶναι τοῦ ἔστιν, πῇ δὲ ὑπολαμβανομένου ἀρχὴ τοῦ Νάξιος. Εἰ δέ τις εἴποι ὅτι ἀρκεῖ τὸ πνεῦμα τοῦ φωνήεντος εἰς διά‐ | |
15 | γνωσιν τοῦ «ἔστιν ἄξιος», ἀκούσεται ὅτι ἀρκεῖ μέν, ἀλλὰ πρὸς τὸν ἀναγινώσκοντα, οὐ μέντοι γε δὴ συμβάλλεται τῷ ἀκούοντι· ὁ γὰρ ἀκούων οὐχ ὁρᾷ τὸ πνεῦμα τοῦ ἄξιος· καὶ λοιπὸν εἰ κατὰ συνάφειαν ἀναγνωσθείη τὸ «ἔστιν ἄξιος», ἐμποδίσει αὐτῷ πνεύματος τὸ ἀμετάβολον· εἰ δὲ μεθ’ ὑποδιαστολῆς ἀναγνωσθείη τὸ ἄξιος, δέξεται ἀπαρεμπόδιστόν τε καὶ ἀναμφίβολον. | |
20t | Περὶ τέχνης. | |
21 | Ἐπειδήπερ τῷ τεχνικῷ περὶ γραμματικῆς ἡμᾶς πρόκειται διδάξαι, ἡ δὲ γραμματικὴ τέχνη ἐστί, διέξεισι πρῶτον περὶ τέχνης, τί τέ ἐστι τέχνη ὁριζόμενος, καὶ πόσα ταύτης τὰ εἴδη διεξιών. Ἀλλὰ γὰρ πᾶσα ἐπειδὴ τεχνικὴ διδασκαλία ἐξ ὅρου καὶ παρεπομένων θέλει λαμβάνεσθαι, | |
25 | ἔλθωμεν καὶ εἴπωμεν, τί ἐστιν ὅρος· μηδ’ ὅλως δὲ μέμψεως ἄξιοι φα‐ νησόμεθα, εἰ περὶ τῶν αὐτῶν πάλιν εἴπωμεν, διὸ καὶ τρὶς τὰ καλὰ λέ‐ γειν ἐπαινετέον τοῖς γε νοῦν ἔχουσιν. Ὅρος οὖν ἐστιν ὁ τὸ ὂν τί εἶναι δηλῶν, ἤγουν ὁ πάντα τὰ ὄντα δηλῶν τί ἐστιν· τὸ γὰρ τί εἶναι ἀντὶ τοῦ τί ἐστι παραλαμβάνεται, καὶ | |
30 | ἔστιν Ἀττικὸν τὸ σχῆμα. Ἢ λόγος ἐκ τῶν καθόλου καὶ κοινῶν 〈καὶ ἰδίου〉 ἴδιόν τι ἀποτελῶν, οἷον «ἄνθρωπός ἐστι ζῷον λογικὸν 〈θνητὸν〉 νοῦ καὶ ἐπιστήμης δεκτικόν»· ἰδού, οὗτος ὁ ὅρος ἐκ τῶν καθόλου καὶ κοινῶν 〈καὶ ἰδίου〉 ἴδιόν τι ἀπετέλεσε, τουτέστι τὸν ἄνθρωπον. Καὶ ἐκ μὲν τῶν καθόλου ἐστὶ τὸ ζῷον· τοῦτο γὰρ καθολικόν ἐστι, φέρεται γὰρ | |
35 | κατά τε τοῦ ἀνθρώπου καὶ τοῦ ἵππου καὶ τῶν λοιπῶν εἰδῶν· ἐκ δὲ τῶν κοινῶν τὸ λογικὸν καὶ τὸ θνητόν· οὐ μόνον γὰρ οἱ ἄνθρωποί εἰσι λογικοί, ἀλλὰ καὶ οἱ ἄγγελοι καὶ δαίμονες καὶ νύμφαι τινὲς μακραίωνες· αὗται γὰρ ἔτι ζῶσι καὶ εἰσὶ ζῷα λογικὰ 〈καὶ〉 θνητά· ἀλλ’ οὐκ εἰσὶ καὶ | |
ἐπιστήμης δεκτικαί· οὐ γὰρ μανθάνουσιν, ἀλλ’ οἴκοθεν τὴν γνῶσιν ἔχουσι, | 156 | |
157 | καὶ φύσει πᾶσαν ἐπιστήμην κέκτηνται. Τὸ δὲ νοῦ καὶ ἐπιστήμης δε‐ κτικὸν μόνου τοῦ ἀνθρώπου ἐστὶν ἴδιον, μόνος γὰρ ὁ ἄνθρωπος πέφυκε νοῦ καὶ ἐπιστήμης εἶναι δεκτικός· καὶ γὰρ μανθάνει τὴν κατ’ ἐνέργειαν γνῶσιν. Ὁρίζονται δ’ ἄλλοι τὸν ὅρον οὕτως· «ὅρος ἐστὶ λόγος σύντο‐ | |
5 | μος δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος»· καὶ «λόγος» μὲν πρόσκειται διὰ τὸ ἄνθρωπος· δηλοῖ γὰρ τὴν φύσιν τοῦ ὑποκει‐ μένου πράγματος· ἐὰν γὰρ εἴπω ἄνθρωπος, ἐδήλωσα τὴν φύσιν τοῦ ὑποκειμένου πράγματος· ἀλλ’ οὐκ ἔστι λόγος· «σύντομος» δὲ πρόσ‐ κειται, ἐπειδὴ εἰσὶ λόγοι διηγηματικοί, ἤγουν ἐν πλάτει θεωρούμενοι, ὡς | |
10 | ὁ κατὰ Μειδίου λόγος Δημοσθένους· ὁ δὲ ὅρος σύντομος θέλει εἶναι πρόσκειται 〈δὲ〉 «δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος» διὰ τὰ ἀποφθέγματα, τὸ «μηδὲν ἄγαν», τὸ «γνῶθι σαυτόν»· οὗτοι γὰρ καὶ λόγοι εἰσὶ καὶ σύντομοι, ἀλλ’ οὐκ εἰσὶν ὅροι, ἐπειδὴ οὐκ εἰσὶ δηλωτικοὶ τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος. Ταῦτα μὲν ἐν τούτοις. | |
15 | Ἰστέον δὲ ὅτι τὴν τέχνην τινὲς μὲν οὕτως ὡρίσαντο, «μέθοδος ἐνεργοῦσα τῷ βίῳ τὸ συμφέρον»· ὁ δὲ Ἀριστοτέλης, «ἕξις ὁδοῦ τοῦ συμφέροντος ποιητική»· ἕξις δέ ἐστι πρᾶγμα μόνιμον καὶ δυσκατάληπτον. Ὁ δὲ τεχνικὸς οὕτως· «τέχνη ἐστὶ σύστημα ἐκ καταλήψεων ἐγγεγυμνα‐ σμένων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ»· καὶ ἔστι τὸ μὲν «σύ‐ | |
20 | στημα» ἀντὶ γένους· καὶ γὰρ ἐπὶ δήμου λαμβάνεται, καὶ σημαίνει τὸ ἄθροισμα, καὶ ἐπὶ ἄλλων πολλῶν· τὰ δὲ λοιπὰ συστατικαὶ διαφοραί· τὸ δὲ «[ἐγ]καταλήψεων» ἀντὶ τοῦ ἐνθυμημάτων καὶ ἐφευρημάτων τέθειται. Ἐπεὶ δὲ καὶ ὁ πεῖραν ἔχων πλῆθος μὲν ἔχει ἐφευρημάτων, οὐ μὴν ἠκριβωμένων καὶ δεδοκιμασμένων πολλάκις, διὰ τοῦτο τέθειται τὸ «ἐγγε‐ | |
25 | γυμνασμένων», ἵνα διαστέλληται ἡ τέχνη ἀπὸ τῆς πείρας. Τὸ δὲ «πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ» εἴρηται διὰ τὴν ματαιοτεχνίαν καὶ κακοτεχνίαν, περὶ ὧν ἐν τῇ προθεωρίᾳ εἰρήκαμεν. Τῆς δὲ καθόλου τέχνης διαφοραί εἰσι τέσσαρες, θεωρητική, πρακτική, ποιητική, μικτή, ἵνα καὶ πάλιν περὶ αὐτῶν εἴπωμεν. Καὶ θεωρητικαὶ | |
30 | μέν, ὅσαι λόγῳ μόνῳ παραδίδονται, καθάπερ 〈ἡ〉 ἀστρονομία· ὁ γὰρ ἀστρονόμος λόγῳ μόνῳ παραδίδωσι τὸν ἥλιον εἶναι σήμερον, εἰ τύχοι, ἐν τῷ ὑδροχόῳ. Πρακτικαὶ δέ, ὅσαι δι’ ὀργάνων ἐνεργοῦσιν, ὡς ἡ στρατηγική· ἐν γὰρ ταῖς παρατάξεσι δέονται κριῶν καὶ ἄλλων τῶν πρὸς τειχομαχίαν πεποιημένων· ἢ ὅσαι μέχρι τοῦ γενέσθαι ὁρῶνται τέχναι, | |
35 | ὡς ἡ αὐλητικὴ καὶ ἡ ὀρχηστική· ἐφ’ ὅσον γὰρ οὗτοι ἐνεργοῦσιν, ὁρῶν‐ ται καὶ γνωρίζονται ὄντες αὐληταὶ καὶ ὀρχησταί· Ποιητικαὶ δὲ τέχναι | |
λέγονται, ὅσαι ὕλην λαβοῦσαι ἀδιατύπωτον ἐποίησάν τι εἰς μνήμην | 157 | |
158 | τοῦ δημιουργήσαντος, οἷον 〈ἡ〉 ἀνδριαντοπλαστική· χαλκὸν γὰρ καὶ ὕλην λαβοῦσα ἀδιατύπωτον ὁμοίωμά τι ἀπετέλεσε· καὶ ἡ σκυτομική σκῦτος γὰρ λαβοῦσα ἀδιατύπωτον ἐχάραξε κάττυμα. Αἱ δ’ ἐκ τούτων μικταί, αἳ θεωρητικοῦ καὶ πρακτικοῦ καὶ ποιητικοῦ μετέχουσιν, οἷον ἡ | |
5 | ἰατρική· κοινωνεῖ γὰρ τῷ θεωρητικῷ, ὅταν διατάττηται τοῖς νοσοῦσι δίαιτάν τινα· τῷ δὲ πρακτικῷ, ὅταν σμίλην λαβοῦσα διορθῶταί τι τῶν μελῶν τοῦ σώματος τῶν ἀσθενούντων· πάλιν δὲ τῷ ποιητικῷ, ὅταν τῇ ὕλῃ τῶν βοτανῶν χρησαμένη ἀποτελέσῃ φάρμακον. Ἧς ἀδελφή ἐστιν ἡ γραμματική, περὶ ἧς τὰ νῦν πρόκειται λέγειν· καὶ αὐτὴ γὰρ τοῦ μι‐ | |
10 | κτοῦ ἐστιν εἴδους. Ὅταν 〈μὲν〉 γὰρ κανόνας ἀποδιδῷ τοῖς νέοις, κοι‐ νωνεῖ τῷ θεωρητικῷ· ὅταν δὲ κάλαμον λαβοῦσα στίζῃ καὶ ὀρθῶται τὰς μὴ εὖ ἐχούσας τῶν λέξεων, τῷ πρακτικῷ· τῷ δὲ ποιητικῷ, ὅταν τὴν ὕλην τῶν διαλελυμένων λέξεων τέχνῃ καὶ μέτρῳ συναρμόσῃ καὶ τέλειον στίχον ἀπεργάσηται. Τὰ δὲ παρεπόμενα τῇ καθόλου τέχνῃ ἐν τῇ προ‐ | |
15 | θεωρίᾳ εἰρήκαμεν· οὐκοῦν εἴπωμεν περὶ γραμματικῆς, καὶ πρῶτον τὸν βίον τοῦ τεχνικοῦ διεξέλθωμεν. Ἰστέον δὲ ὅτι Διονύσιος ὁ Θρᾷξ ὁ τὴν τέχνην συγγραψάμενος τὴν γραμματικὴν τὸ μὲν γένος ἦν Βυζάντιος, ἐκαλεῖτο δὲ Θρᾷξ, τῷ μείζονι κοσμούμενος τῆς χώρας ὀνόματι. Ἐγένετο δὲ ἄγαν σπουδαῖος | |
20 | καὶ φιλομαθής, ὥστε πάντας ὑπερβάλλεσθαι τοὺς κατ’ αὐτόν· σφόδρα δὲ κατορθώσας τὴν τέχνην τὴν γραμματικήν, οὐ μόνος ἔχειν ἠθέλησε τῆς γνώσεως τὴν ἀπόλαυσιν, οὔτε μέχρι τῆς οἰκείας ψυχῆς ἔστησε τὴν ὠφέ‐ λειαν, ἀλλὰ φιλάνθρωπος ὢν καὶ ἄφθονος καθ’ ὑπερβολήν, ἐσπούδασεν εὐεργέτης γενέσθαι τῶν σπευδόντων, θεμέλιον τοῖς νέοις εἰσαγωγικὴν | |
25 | συγγραψάμενος τέχνην, πᾶσάν τε αὐτὴν δυσκολίας ἐκτὸς ποιησάμενος, ἵνα μὴ τῇ αὐτῆς δυσκολίᾳ φευκτέα νομίζηται, ποθεινὴ δὲ μᾶλλον ὑπάρχῃ τοῖς ἐντυγχάνουσιν. Πεποίηκε δὲ αὐτὴν πολλῇ χρησάμενος ἀκολουθίᾳ καὶ τάξει· καὶ πρῶτον μὲν ὁρίζεται, τί ἐστι γραμματική, ἐπεὶ καὶ περὶ αὐτῆς λέγειν προέθετο· ἔπειτα διεξέρχεται περὶ τῆς ἀναγνώσεως, κατα‐ | |
30 | λαμβάνεται δὲ αὕτη διά τε τῶν τόνων καὶ τῶν στιγμῶν· πρόεισι δὲ λοιπὸν καὶ ἐπὶ τὰς συλλαβάς, αἵτινες καὶ αὐταὶ ἐκ τῶν στοιχείων συνί‐ στανται· εἶτά τε καὶ περὶ αὐτῶν διεξελθών, πόσα τέ ἐστι καὶ ποσαχῶς | |
διαιρεῖται, μετέρχεται διδασκαλικῶς καὶ ἐπὶ τὰ ὀκτὼ μέρη τοῦ λόγου, | 158 | |
159 | δι’ ὧν ἡ πᾶσα καταλαμβάνεται τέχνη, μετὰ πολλῆς σαφηνείας ἑκάστου τὸν ὅρον ἐκθέμενος, καὶ ὅπως δεῖ ταῦτα συντόμως μαθεῖν. Ἔστι γὰρ πρέπον ἐν ταῖς εἰσαγωγαῖς τὰ δύσκολα καὶ ὑπερβαίνοντα τὴν δύναμιν τῶν εἰσαγομένων σιωπᾶν καὶ καταλιμπάνειν, ἵνα οὕτω κατ’ ὀλίγον οἱ | |
5 | τῆς τέχνης ἁπτόμενοι τὰ ὁδηγοῦντα προοίμια τῶν κανόνων μανθάνωσιν. Ἀλλὰ γὰρ ἐπεὶ περὶ τοῦ τεχνικοῦ ταῦτα διεξήλθομεν, φέρε δὴ καὶ ἐν‐ ταῦθα τὰ εἰωθότα πανταχοῦ ζητεῖσθαι τοῖς ἐξηγηταῖς ὀκτὼ κεφάλαια θεωρήσωμεν. Ἰστέον οὖν ὅτι σκοπὸν ἔχει ὁ Διονύσιος ὡς ἐν εἰσαγωγῇ παρα‐ | |
10 | δοῦναι πάντα τῆς γραμματικῆς τὰ θεωρήματα, μάλιστα δὲ τὰ ὀκτὼ μέρη τοῦ λόγου. —Τὸ δὲ χρήσιμον τοῦ παρόντος συγγράμματος ὁ σκοπὸς φανεροῖ. Οἶμαι δὲ ὅτι οὐ μόνον [τὸ] χρήσιμον, ἀλλὰ καὶ ἀναγκαῖόν ἐστι τὸ παιδεύεσθαι γράμματα, ὧν χωρὶς οὔτε ἴδιαι τάξεις οὔτε πολιτι‐ καὶ δύνανται συστῆναι· εἰ γοῦν τὰ γράμματα ἀναγκαιότατά εἰσι, περὶ δὲ | |
15 | γραμμάτων ἡ γραμματικὴ διαλαμβάνεται, τῶν ἀναγκαιοτάτων ἄρα τῷ βίῳ καὶ χρησιμωτάτων τὸ τῆς γραμματικῆς καθέστηκε μάθημα. Μάθοι δ’ ἄν τις ἐντεῦθεν ἀκριβέστερον· μουσικὴν μὲν γάρ τις ἀγνοῶν ἢ ἀστρο‐ νομίαν ἤ τινα τῶν ἄλλων λογικῶν τεχνῶν, οὐκ ἂν αἰσχύνοιτο, ὡς ἂν οὐ μεγάλα πρὸς τὰς χρείας τοῦ βίου βλαπτόμενος· ἐὰν δὲ γραμμάτων | |
20 | τις ἐστερημένος εὑρεθῇ, ἀμαθὴς ὑπάρχει. Ὅθεν οὐδὲ τοὺς οἰκέτας ἀπε‐ στέρουν οἱ χαρίεντες τῆς τοιαύτης παιδεύσεως· ὁ γοῦν παρὰ τῷ Θεο‐ φίλῳ τῷ κωμικῷ θεράπων ἐν τοῖς Ἀποδήμοις 〈fr. 1 K〉 λέγει· καί τοι τί φημι καὶ τί δρᾶν βουλεύομαι; προδοὺς ἀπιέναι τὸν ἀγαπητὸν δεσπότην, | |
25 | τὸν τροφέα, τὸν σωτῆρα, δι’ ὃν εἶδον νόμους Ἕλληνας, ἔμαθον γράμματ’, ἐμυήθην θεοῖς· ὥσπερ γὰρ τῶν ἱερῶν μεταδιδόασι τοῖς οἰκέταις καὶ τῶν νόμων, οὕτω μαθήσεως γραμμάτων μεταδιδόασιν αὐτοῖς, ἵνα τοῖς γράμμασιν ἡμεροῖντο καὶ πρὸς τὰς τοῦ βίου χρήσεις ὦσι πεπαιδευμένοι. Ἔχει δὲ ἡ γραμμα‐ | |
30 | τικὴ καὶ ψυχαγωγίαν ἐμμελῆ, διδάσκουσα κάλλος ποιημάτων, ἱστορίαις τε καὶ μύθοις κατᾴδουσα· φιλόμυθος γὰρ ὁ ἄνθρωπος. Καὶ ἁπλῶς πρὸς ἑκάστου βίον συντελεῖ· ὁ μὲν γὰρ πολεμικὸς παρατάξεσι χαίρει ταῖς πεζαῖς τε καὶ | |
ναυτικαῖς, ὁ δὲ εἰρηνικὸς ὑποθήκαις καὶ παραινέσεσιν, 〈ὁ δ’ ἀγωνιστὴσ〉 | 159 | |
160 | ἱππικῶν τε ἀγώνων ἀκροάσεσι καὶ μουσικῶν. Λυσιτελεῖ δὲ καὶ τῷ ἑλλη‐ νισμῷ, ὀρθότητα διδάσκουσα λέξεων καθ’ ἑκάστην διάλεκτον, οὗ κάλλιον οὐδέν ἐστι τῷ γένει τῶν ἀνθρώπων· τὸν γὰρ δοθέντα πρὸς τοῦ θεοῦ λόγον θειότερον ὡς ἀληθῶς ἐποίησεν, ἐπανορθοῦσα πᾶν τὸ ἄτακτον καὶ | |
5 | πλημμελές. Προτροπαὶ δὲ καὶ διδασκαλίαι καὶ ἀποτροπαὶ καὶ νουθεσίαι πόθεν οὕτω καλαὶ καὶ πολύτροποι πλὴν παρὰ ποιητῶν, οὓς διασῴζει καὶ συνίστησι γραμματική; πόθεν δ’ ἄν τις ἀρύσαιτο μαθήματα μᾶλλον σπουδαῖα καὶ πολιτεύματα; τίς δὲ ἄμεινον δικαιώματα πόλεων καὶ ἐθνῶν εὑρεῖν δύναται καὶ διοικῆσαι κτίσεις κατ’ ἀκρίβειαν, γράμματα μηδαμῶς | |
10 | ἐπιστάμενος; Ὅθεν οὐκ ἀπὸ σκοποῦ καὶ Ἐρατοσθένης ἔφη, ὅτι γραμ‐ ματική ἐστιν ἕξις παντελὴς ἐν γράμμασι, γράμματα καλῶν τὰ συγγράμ‐ ματα. Ὅτι δὲ γράμματα τὰ συγγράμματα, δηλοῖ ὁ Καλλίμαχος εἰπὼν 〈epigr. 7 Sch〉 Ὁμήρειον δὲ καλεῦμαι Γράμμα, ἀντὶ τοῦ σύγγραμμα· καὶ πάλιν παρὰ τῷ αὐτῷ 〈epigr. 25 Sch〉 περὶ Κλεομβρότου· | |
15 | εἴπας «ἥλιε χαῖρε» [φαεινὲ] Κλεόμβροτος Ἀμβρακιώτης ἥλατ’ ἀφ’ ὑψηλοῦ τείχεος εἰς Ἀΐδην, ἄξιον οὔ τι παθὼν θανάτου κακόν, ἀλλὰ Πλάτωνος ἓν τὸ περὶ ψυχῆς γράμμ’ ἀναλεξάμενος· πρὸς τοῦτο δὲ εἶπεν Ὀλυμπιόδωρος ὁ φιλόσοφος 〈Cougny III 177〉 | |
20 | εἰ μὴ γράμμα Πλάτωνος ἐμὴν ἐπέδησεν ἐρωήν, ἤδη λυγρὸν ἔλυσα βίου πολυκηδέα δεσμόν, τουτέστιν εἰ μὴ ὠφελήθην ἐκ Πλάτωνος τρόπον εὐζωΐας, προέκρινα ἂν μὴ εἶναι ἢ κακῶς εἶναι. Περὶ δὲ τοῦ εἰ ἔστι γνήσιον τὸ παρὸν σύγγραμμα Διονυσίου τοῦ | |
25 | Θρᾳκὸς ἠμφισβήτηται· ἐπεχείρησαν γάρ τινες οὕτως εἰπόντες, ὡς οἱ τε‐ χνικοὶ μέμνηνται Διονυσίου τοῦ Θρᾳκὸς καὶ λέγουσιν, ὅτι διεχώριζε τὴν προσηγορίαν ἐκεῖνος ἀπὸ τοῦ ὀνόματος καὶ συνῆπτε τῷ ἄρθρῳ τὴν ἀντωνυμίαν· ὁ δὲ παρὼν τεχνικὸς τὴν προσηγορίαν καὶ τὸ ὄνομα ἓν μέρος λόγου οἶδεν ἐν οἷς φησιν 〈p. 23, 2 Uhl〉 «ἡ γὰρ προσηγορία ὡς | |
30 | εἶδος τῷ ὀνόματι ὑποβέβληται», καὶ τὸ ἄρθρον καὶ τὴν ἀντωνυμίαν δύο μέρη λόγου γινώσκει, καὶ οὐχὶ ἕν. Ἔστιν οὖν εἰπεῖν, ὡς ἐκεῖνος ὁ Διονύσιος ἄλλος ἦν· ἐκεῖνος μὲν γὰρ μαθητὴς ἦν Ἀριστάρχου, ὃς καὶ τὸν ἑαυτοῦ διδάσκαλον ζωγραφήσας ἐν τῷ στήθει αὐτοῦ τὴν τραγῳδίαν ἐζωγράφησε διὰ τὸ ἀποστηθίζειν αὐτὸν πᾶσαν τὴν τραγῳδίαν· οὗτος | |
35 | δέ ἐστιν ὁ λεγόμενος ὁ τοῦ Πηροῦ· ἐλέγετο δὲ καὶ οὗτος Θρᾷξ, ἢ διὰ | 160 |
161 | τὸ τραχὺ ἴσως τῆς φωνῆς, ἢ διότι καὶ τῇ ἀληθείᾳ Θρᾷξ ἦν· εἰκὸς δὲ καὶ κατὰ πλάνην κληθῆναι αὐτὸν Θρᾷκα. Ὅτι δὲ ἄλλος ἐστὶν ἐκεῖνος καὶ ἄλλος οὗτος, δηλοῖ καὶ ὁ παρ’ ἀμφοτέρων ὁρισμὸς τοῦ ῥήματος· οὗτος μὲν γὰρ οὕτως τὸ ῥῆμα ὁρίζεται, 〈p. 46, 4 Uhl〉 «ῥῆμά ἐστι λέξις | |
5 | ἄπτωτος, ἐπιδεκτικὴ χρόνων τε καὶ προσώπων καὶ ἀριθμῶν, ἐνέργειαν ἢ πάθος παριστῶσα»· ὁ δὲ Διονύσιος ὁ Θρᾷξ, ὥς φησιν Ἀπολλώνιος ἐν τῷ Ῥηματικῷ, οὕτως ὁρίζεται τὸ ῥῆμα, «ῥῆμά ἐστι λέξις κατηγόρημα σημαίνουσα». Τὸ δὲ παρὸν σύγγραμμα πρὸ πάντων ἀναγινώσκεται ὡς ἐν εἰσα‐ | |
10 | γωγῆς τάξει, περιέχον πάντα τὰ ὀκτὼ μέρη τοῦ λόγου, καὶ ἔτι περὶ στοιχείων καὶ συλλαβῶν διδάσκον, καὶ λέγον ἃ πρὸ παντὸς ἄλλου δέον ἀναγινώσκεσθαι. —Ἐπιγέγραπται δὲ τὸ παρὸν σύγγραμμα κατὰ μέν τινας «περὶ γραμματικῆς», κατὰ δὲ ἑτέρους «περὶ κριτικῆς τέχνης»· κρι‐ τικὴ δὲ λέγεται τέχνη ἐκ τοῦ καλλίστου μέρους, 〈p. 6, 2 Uhl〉 «ἕκτον» | |
15 | γάρ ἐστι «κρίσις ποιημάτων, ὃ δὴ κάλλιστόν ἐστι πάντων τῶν ἐν τῇ τέχνῃ»· 〈ἢ〉 κριτικὴ λέγεται, ἐπειδὴ ἐν αὑτῇ 〈ἔχει〉 τὴν κρίσιν καὶ τὴν ἐξέτασιν τῆς ποιότητος τῶν μερῶν τοῦ λόγου. —Διαιρεῖται δὲ εἴς τε τὴν τοῦ ἀναγνωστικοῦ διδασκαλίαν καὶ εἰς τὴν περὶ ῥαψῳδίας, ἔτι εἰς τὴν τῶν ὀκτὼ μερῶν τοῦ λόγου παράδοσιν. | |
20 | Τεσσάρων δ’ ὄντων τῶν διδασκαλικῶν τρόπων, διαιρετικοῦ, ὁριστι‐ κοῦ, ἀποδεικτικοῦ καὶ ἀναλυτικοῦ, τῷ διαιρετικῷ χρῆται μόνῳ καὶ τῷ ὁριστικῷ· πάντα τε γὰρ τὰ μέρη τοῦ λόγου ὁρίζεται, καὶ ἓν ἕκαστον αὐτῶν διαιρεῖ, τὸ μὲν ὄνομα εἰς κύριον καὶ προσηγορικὸν καὶ ἐπίθετον καὶ τὰ λοιπά, τὸ δὲ ῥῆμα εἰς ὁριστικόν, εἰς προστακτικὸν καὶ τἆλλα. | |
25 | Ἀνάγεται δὲ τὸ προκείμενον βιβλίον ὑπὸ τὸ λογικὸν ὄργανον· πᾶσα γὰρ τεχνικὴ διδασκαλία ὑπὸ τὸ λογικὸν ὄργανον ἀνάγεται. Ἰστέον ὅτι οἱ Στωϊκοὶ οὕτως ὁρίζονται τὴν τέχνην· «τέχνη ἐστὶ σύστημα [περὶ ψυχὴν γινόμενον] ἐκ καταλήψεων ἐγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ». «Σύστημα» μὲν σημαίνει τὸ ἄθροισμα, | |
30 | «ἐκ καταλήψεων» δὲ τὸ ἐξ ἐφευρέσεων, «ἐγγεγυμνασμένων» δὲ τὸ δε‐ δοκιμασμένων, τὸ δὲ «πρός τι τέλος» πρὸς ἀόριστον τέλος· τὸ γὰρ τί | |
σημαίνει τέσσαρα, ἀόριστόν τι πρᾶγμα, καὶ ὡρισμένον, καὶ τὸ ἑνιαῖον, | 161 | |
162 | καὶ προσδιορισμόν· ἀλλὰ καὶ τὸ τέλος δηλοῖ ἕξ, τὴν πρόσοδον, τὸ ἀξίωμα, τὸ δαπάνημα, τὴν ἑορτήν, τὸ πεπληρωμένον ἔργον καὶ τὸ δημόσιον· ἀλλὰ καὶ ὁ βίος σημαίνει τέσσαρα, τὸν πλοῦτον, τὴν ἑκάστου [κοινὴν] ζωήν, τὸ ἑκάστου ἐπιτήδευμα καὶ τὸν ἐπιτήδειον χρόνον εἰς μάθησιν. | |
5 | Ὃ οὖν λέγει τοιοῦτόν ἐστι [πρός τι τέλος]· τέχνη ἐστὶν ἄθροισμα ἐξ ἐφευρέσεων δεδοκιμασμένων πρὸς ἀόριστον τέλος χρησιμώτατον πρὸς τὴν ἑκάστου τῶν ὄντων ζωήν. Τῶν δὲ τεχνῶν διαφοραί εἰσι δύο.] Δύο μὲν οὗτος εἶπε διὰ τὸ φιλοσύντομον, τρεῖς δὲ ὅμως εἰσί, λογικαί, πρακτικαί, μικταί· καὶ | |
10 | λογικαὶ μὲν λέγονται, ὅσαι λόγῳ μόνῳ κατορθοῦνται, ὡς ἀστρονομία καὶ γεωμετρία· πρακτικαὶ δέ, ὅσαι πράξει, ὡς ἡ τεκτονικὴ καὶ ἡ σκυτοτομική· μικταὶ δέ, ὅσαι μετέχουσι λόγου καὶ πράξεως, ὡς ἡ γραμματικὴ καὶ 〈ἡ〉 ἰατρική. Κατὰ πόσους τρόπους διαφέρει τέχνη ἐπιστήμης; Κατὰ δύο, κατὰ | |
15 | τὸ καθολικώτερον καὶ μερικώτερον, καὶ 〈κατὰ τὸ〉 πταιστὸν καὶ ἄπται‐ στον· 〈προσήκει δὲ τῷ μὲν καθολικῷ τὸ ἄπταιστον〉, τῷ δὲ μερικῷ τὸ πταιστόν. Ἐπιστήμη δέ ἐστιν ἕξις ἀμετάπτωτος ἐν ψυχῇ ἐπιγινομένη λογική, ὡς ἀστρονομία καὶ μουσική· προστιθέασι δὲ τὸ περὶ ψυχήν, χω‐ ρίζοντες αὐτὸ ἀπὸ τῶν ἄλλων συστημάτων, οἱονεὶ στρατιωτικῶν, πολι‐ | |
20 | τικῶν καὶ τῶν τοιούτων, ἅτινα οὐ περὶ ψυχὴν γίνονται, ἀλλὰ περὶ τρό‐ πον τινά. Ἐπεὶ τὰ εἰωθότα ζητεῖσθαι κεφάλαια τοῖς ἐξηγηταῖς προειρήκαμεν καὶ τὴν τέχνην ἀξίως ὡρισάμεθα, φέρε εἴπωμεν καὶ τί ἐστιν ἐπιστήμη καὶ ἐμπειρία καὶ πεῖρα, ἵνα καὶ ταῦτα μαθόντες ἑνὶ τούτων τὴν γραμ‐ | |
25 | ματικὴν οἰκειώσωμεν. Ἐπιστήμη τοίνυν ἐστὶν ἕξις ἀμετάπτωτος ἤγουν ἄπταιστος, λογικὴ ἤγουν διὰ λόγου θεωρουμένη, ὡς ἀστρονομία καὶ γεω‐ μετρία· ἐμπειρία δὲ ἡ τῶν ὡσαύτως ἐχόντων πραγμάτων τήρησίς τε καὶ μνήμη μερική, ὡς εἴ τις ἀνὴρ ἰδιώτης τραύματί τινι βοτάνην προσαγα‐ γὼν καὶ τυχαίως τὸ πάθος ἰασάμενος ἔκτοτε κατὰ τῶν ὁμοίων τραυμά‐ | |
30 | των τῇ τοιαύτῃ βοτάνῃ χρήσαιτο, μὴ λόγον τῆς θεραπείας ἀποδιδούς· διὸ καὶ τοὺς ἰατροὺς τοὺς εἰδότας μὲν ἐκ τῆς συνεχοῦς τριβῆς 〈περι‐ οδεύειν, μὴ δυναμένους δὲ λόγον ἀποδοῦναι τῆς περιοδείας,〉 ἐμπειρι‐ κοὺς ὀνομάζομεν· πεῖρα δέ ἐστιν ἡ ἅπαξ τινὸς πράγματος δοκιμασία ἄλογος, ὡς ὅταν τις ἅπαξ ἢ δίς που πλεύσας εἴπῃ «πεῖραν ἔλαβον τοῦ | |
35 | πλεῖν». Ἐπεὶ οὖν τῶν τεσσάρων τὴν διαφορὰν μεμαθήκαμεν, φημὶ δὲ τῆς τέχνης, τῆς ἐπιστήμης, τῆς ἐμπειρίας 〈καὶ〉 τῆς πείρας, σκεψώμεθα | |
ποίᾳ μᾶλλον οἰκειώσωμεν τὴν γραμματικήν. Καὶ ὅτι μὲν οὐκ ἔστιν ἐπι‐ | 162 | |
163 | στήμη, ἔστι δῆλον· οὐ γὰρ ἄπταιστος, ἀλλ’ ἐν πολλοῖς ἀτελὴς εὑρίσκεται ἐκ τοῦ πολλὰ μὴ κατορθοῦν, ἀλλ’ ἐν τοῖς 〈σε〉σημειωμένοις ἐᾶν· ὅτι δὲ οὐδὲ ἐμπειρία κατὰ Διονύσιον, φανερόν· οὐ γὰρ ἀμοιρεῖ λόγου τοῦ κυροῦντος αὐτήν· εἰ δ’ οὐκ ἐμπειρία, πολλῷ μᾶλλον οὐδὲ πεῖρα. Τέχνην | |
5 | τοίνυν αὐτὴν ὑποληπτέον· συνέστηκε γὰρ ἐκ διαφόρων μεθόδων καὶ καταλήψεων ἠκριβωμένων ἐν τέχνῃ καὶ ἱστορίᾳ· τὸ δὲ τέλος ἔχει βιω‐ φελές· ποιημάτων γὰρ μήτηρ ἐστίν, ἐξ ὧν μεγίστη τῷ βίῳ συμβουλὴ καὶ ἀσφάλεια καὶ τῶν δικαίων ἀπόλαυσις. Ὅτι γὰρ συμβουλεύειν οἶδε τὸ χρειῶδες ἡ ποιητική, ἄκουε καὶ Ὁμήρου λέγοντος 〈γ 267—272〉· | |
10 | πὰρ γὰρ ἔην καὶ ἀοιδὸς ἀνήρ, ᾧ πόλλ’ ἐπέτελλεν Ἀτρείδης, Τροίηνδε κιών, εἴρυσθαι ἄκοιτιν· ἀλλ’ ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι, δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι· | |
15 | τὴν δ’ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε. Τοῦτο δὲ καὶ Σόλων εἰδώς, ὡς ἐμψυχότεραί εἰσι μᾶλλον αἱ ἔμμε‐ τροι τῶν παραινέσεων καὶ τῇ χάριτι τοῦ ῥυθμοῦ ψυχαγωγοῦσι τὸν ἀκροατήν, ἐμμέτρως παρῄνεσεν· ὁμοίως καὶ ὁ Ἡσίοδος καὶ ἄλλοι πολλοὶ τῶν σοφῶν. Ἄλλως τε καὶ τὸν ἑλληνισμὸν ἀκριβοῖ πάσῃ λογικῇ με‐ | |
20 | θόδῳ περισπούδαστον ὄντα, προσῳδιῶν καὶ χρόνων ἔτι δὲ καὶ 〈ὀνομα‐ τικῶν καὶ〉 ῥηματικῶν κινήσεων ἕνεκεν [πρεσβεύει τῶν ἄλλων τεχνῶν], ὧν ἡ ἄγνοια πολλὰ τοὺς ἀμετόχους ἔβλαψε· καὶ γὰρ Ἡγέλοχος ὁ τῆς τραγῳδίας ὑποκριτὴς οὐκ ἂν τοσοῦτον ὠφλήκει παρ’ Ἀθηναίοις τὸν γέ‐ λωτα, εἰ τὴν ἐν τῷ ἰάμβῳ ἀπόστροφον ἐγνώκει· Ξενοκράτην δὲ τὸν | |
25 | φιλόσοφον λέγουσι, βουλομένου τινὸς ἀγραμματικεύτου φιλοσοφεῖν, εἰ‐ πεῖν «ἄπιθι, λαβὰς γὰρ φιλοσοφίας οὐκ ἔχεις». Ἀλλ’ εἴ μοι ἐρεῖς, ὡς πολλοὶ δίχα γραμματικῆς ἐφιλοσόφησαν, ὡς Σίμων ὁ σκυτεὺς παρὰ Σω‐ κράτει καὶ Κλειτόμαχος ὁ βάρβαρος, πόσῳ μᾶλλον ἀμείνους ἦσαν, φαίην ἄν, εἰ μετειλήφεισαν καὶ γραμματικῆς. 〈Καὶ〉 εὑρήσομεν ὡς μόνον οὐ τέχνη | |
30 | τεχνῶν ἡ γραμματική. Ὠνομάσθη δὲ γραμματικὴ παρὰ τὸ γράμμα, ὃ δηλοῖ πολλά, τοὺς τῶν στοιχείων τύπους, 〈καὶ〉 τὰ τῶν σοφῶν ἀπομνημονεύματα, καὶ τὸ ἐπίγραμμα, καὶ τὸ ποίημα· Ὁμήρειον δὲ καλεῦμαι Γράμμα, ὁ Καλλί‐ μαχος· καὶ ἀλλαχοῦ ὁ αὐτὸς ποτὲ μὲν τὸ ποίημα καλεῖ γράμμα, ποτὲ | |
35 | δὲ τὸ καταλογάδην σύγγραμμα, ὡς ἐκεῖ 〈epigr. 7 Sch〉: Κρεωφύλου πόνος εἰμί, δόμῳ ποτὲ θεῖον ἀοιδὸν | |
δεξαμένου· κλείω δ’ Εὔρυτον, ὅσ〈σ〉’ ἔπαθε, | 163 | |
164 | καὶ ξανθὴν Ἰόλειαν. Ὁμήρειον δὲ καλεῦμαι γράμμα Κρεωφύλου. Ἀπὸ τοῦδε τοίνυν τοῦ δηλοῦντος τὸ ποίημα ὠνομάσθη γραμματικός, ὡς πρᾶγμα πράγματος πραγματικός, ὁ πολλῶν ποιημάτων ἐπιστήμων. | |
5 | Ὁρίζονται δὲ τὴν γραμματικὴν οὕτως· γραμματική ἐστιν ἕξις θεω‐ ρητική τε καὶ καταληπτικὴ τῶν κατὰ πλεῖστον παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λεγομένων, δι’ ἧς ἑκάστην λέξιν τῷ οἰκείῳ κόσμῳ ἀποδι‐ δόντες εὐκατάληπτον ἐξ ἀπείρου κατασκευάζουσιν. Μέρη δὲ αὐτῆς τέσσαρα, ἀναγνωστικόν, ἐξηγητικόν, διορθωτικὸν καὶ | |
10 | κριτικόν· ὄργανα 〈δὲ〉 τέσσαρα, γλωσσηματικόν, ἱστορικόν, τεχνικόν, μετρικόν. Πολλὴ δέ ἐστιν ἡ διαφορὰ μέρους καὶ ὀργάνου καὶ εἴδους· εἶδος γάρ ἐστιν ὃ διῄρηται μὲν ἐκ τοῦ γένους, αὐτοτελὲς δέ ἐστι καὶ μηδενὸς εἰς συμπλήρωσιν δεόμενον, οἷον εἰ λέγοιμεν γένος τὸ φυτόν, εἶδος δὲ τὴν ἐλαίαν, καὶ γένος τὴν τέχνην, εἶδος δὲ τὴν γραμματικήν· | |
15 | τὸ δὲ μέρος ἀτελὲς καὶ ἀπόσπασμα ἑνὸς μόνου, ὡς λέγομεν πρύμναν, μόνης γὰρ νηός, καὶ στέλεχος, μόνου γὰρ φυτοῦ. Καὶ τὸ μὲν εἶδος ἔχει ἐν ἑαυτῷ τὸ γένος· εἴ τι γὰρ ἐλαία, τοῦτο καὶ φυτόν, καὶ εἴ τι ἵππος, τοῦτο καὶ ζῷον· τό γε μὴν μέρος οὐχ οὕτως ἔχει· οὔτε γὰρ αὐτοτελές τί ἐστιν, ὡς τὸ εἶδος, οὔτε ἐν ἑαυτῷ περιέχει τὸ ὅλον. Καὶ ταῦτα μὲν | |
20 | περὶ 〈εἴδους καὶ περὶ〉 μέρους. Τὸ δὲ ὄργανον διαφόροις ὑποπίπτει τέχναις, ὡς τρύπανον, σκέπαρνον καὶ τὰ τοιαῦτα· ὑποπίπτουσι γὰρ τῇ τε λεπτουργικῇ καὶ ναυπηγικῇ καὶ ἄλλαις τισὶ τῶν τεχνῶν. Διττὴ δέ ἐστιν ἡ γραμματική· ἡ μὲν γὰρ περὶ τοὺς χαρακτῆρας καὶ τὰς τῶν στοιχείων ἐκφωνήσεις καταγίνεται, ἥτις καὶ γραμματικὴ | |
25 | λέγεται παλαιά, οὖσα καὶ πρὸ τῶν Τρωϊκῶν, σχεδὸν δὲ καὶ ἅμα τῇ φύσει προελθοῦσα· ἡ δὲ περὶ τὸν ἑλληνισμόν, ἥτις καὶ νεωτέρα ἐστίν, ἀρξα‐ μένη μὲν ἀπὸ Θεαγένους, τελεσθεῖσα 〈δὲ〉 παρὰ τῶν Περιπατητικῶν Πραξιφάνους τε καὶ Ἀριστοτέλους· καὶ τῆς μὲν γραμματικῆς τέλος | |
τὸ εὖ ἀναγινώσκειν, τῆς δὲ γραμματικῆς τὸ εὖ γράφειν. | 164 | |
165(1t) | § 1. | |
2t | Περὶ γραμματικῆς. | |
3 | Τῶν τεχνογράφων οἱ μὲν ἀπὸ λόγου ἤρξαντο, οἱ δὲ ἀπὸ ὅρου, ἔνιοι δὲ ἀπὸ λέξεως, ἄλλοι δὲ ἀπὸ συλλαβῆς, τινὲς δὲ ἀπὸ στοιχείων· | |
5 | εἰσὶ δὲ καὶ ἀπὸ φωνῆς ἀρξάμενοι, ὅπερ καὶ ἄμεινον· εἰ γὰρ ὕλη γραμ‐ | |
5 | ματικῆς λέξις, αὕτη δὲ συνέστηκεν ἐκ συλλαβῶν, αἱ δὲ συλλαβαὶ ἀπὸ στοιχείων, τὰ δὲ στοιχεῖα ἡ πρώτη καὶ ἄτομος τοῦ ἀνθρώπου φωνὴ ὑπάρχει, δῆλον ὡς ἀπὸ τοῦ ἀρχετύπου καὶ πρώτου αἰτίου ἄρχεσθαι δεῖ, τῆς φωνῆς. Ὁ δὲ Διονύσιος νέοις ἐκδιδοὺς τὸ πόνημα καὶ κατ’ ἀρ‐ χὰς διαλαβεῖν τὸν περὶ ἀναγνώσεως βουλόμενος λόγον, ὅς ἐστι πάντων | |
10 | τοῖς νέοις προὐργιαίτερος, ἐπίτηδες τὸν περὶ γραμματικῆς προέκρινε λόγον. Δυοῖν γὰρ ἕτερον ἐχρῆν· ἢ τὸ ποιοῦν τοῦ γενομένου προτάσ‐ σειν καὶ τὸ πρῶτον τῇ τάξει πρωτεύειν καὶ τῇ θέσει, τουτέστι τὸν τῶν λέξεων κατάλογον, ἐξ ὧν ἡ γραμματικὴ συνέστηκεν, ἢ προθέμενον εἰπεῖν περὶ γραμματικῆς ἀκριβῶσαι αὐτῆς πάντα τὰ μέρη καὶ μὴ μόνον τὸ | |
15 | ἀναγνωστικόν. Γραμματική ἐστιν ἐμπειρία.] Ἐνταῦθα γενόμενος Πτολεμαῖος ὁ Περιπατητικὸς καὶ ἄλλοι τινὲς ἐγκαλοῦσι Διονυσίῳ ἐμπειρία〈ν〉 εἰρη‐ κότι τὴν λογικωτάτην γραμματικήν, ἥτις—ἐμπειρία φημί—τῶν ὡσαύτως ἐχόντων πραγμάτων ἐστὶ τήρησίς τε καὶ μνήμη ἄλογος. Καὶ | |
20 | οἱ μὲν οὕτως ἐπιλύονται τὴν κατηγορίαν· ἐπειδὴ γὰρ οὐ λόγῳ πάντοτε κατορθοῦται ἡ γραμματική, ἀλλὰ πολλάκις καὶ ψιλῇ παραδόσει, ὡς ἐπὶ τοῦ Σκείρων καὶ εἰμί καὶ μεγάλως καὶ ὀλίγος, καὶ πολλάκις εὑρίσκομεν τὴν γραμματικὴν ἄλογον, φασὶν οὕτως ἔχειν τὸν ὅρον· «γραμματική ἐστιν ὡς ἐπὶ πολὺ τῶν λέξεων ἐμπειρία, κατὰ δὲ τὸ πλεῖστον τέχνη». | |
25 | Οὗτοι δὲ τὸ μὲν ὑποκείμενον ἐπιθανεύσαντο, τόν γε μὴν ὅρον ἐλυμή‐ ναντο· πάντων 〈γὰρ〉 δεῖ εἶναι τὸν ὅρον περιεκτικόν, τὸ δὲ «ὡς ἐπὶ πολύ» ἀνοίκειον τοῦ ὅρου. Ἕτεροι δὲ οὕτω φασίν, ὅτι τὸ τῆς ἐμπει‐ ρίας ὄνομα τέτακται καὶ ἐπὶ τῆς τέχνης ἀδιαφόρως 〈ὑπὸ〉 τοῦ βίου, τῶν αὐτῶν ἐμπείρων τε καὶ τεχνικῶν ὀνομαζομένων, ὥς φησί που καὶ | |
30 | Μητρόδωρος μηδεμίαν ἄλλην πραγμάτων ἐμπειρίαν τὸ ἑαυτῆς τέλος συνορᾶν ἢ φιλοσοφίαν, τουτέστι μηδεμίαν τέχνην. Τάττεται δὲ τὸ τῆς | |
ἐμπειρίας ὄνομα ἐξόχως καὶ ἐπὶ τῆς τῶν πολλῶν καὶ ποικίλων πραγμά‐ | 165 | |
166 | των γνώσεως, καθὸ καὶ τοὺς πρεσβύτας πολλὰ μὲν ἰδόντας πολλὰ δὲ καὶ ἀκούσαντας ἐμπείρους τοῦ βίου φαμέν, ὡς Εὐριπίδης ἐν Φοινίσσαις, παρεισάγων τὴν Ἰοκάστην πρὸς τὸν Ἐτεοκλῆν λέγουσαν 〈531 seqq〉: ὦ τέκνον, οὐχ ἅπαντα τῷ γήρᾳ κακά, | |
5 | Ἐτεόκλεες, πρόσεστιν, ἀλλ’ ἡμπειρία ἔχει τι λέξαι τῶν νέων σοφώτερον. Ἄμεινον οὖν λέγειν ἐμπειρίαν τὴν πολυπειρίαν. Ὅτι 〈δὲ〉 οὐ διαφέ‐ ρεται πρὸς τὸ ὄνομα τῆς ἐμπειρίας καὶ τῆς τέχνης ὁ τεχνικός, δῆλον ἀφ’ ὧν ὑποκατιὼν τὴν ἐμπειρίαν τέχνην φησίν, λέγων 〈p. 6, 3 Uhl〉 «ὃ | |
10 | δὴ κάλλιστόν ἐστι πάντων τῶν ἐν τῇ τέχνῃ». Ἄλλοι 〈δέ〉 φασι, βου‐ λόμενος ἐφελκύσασθαι τοὺς νέους τέως ἐμπειρίαν καλεῖ τὴν γραμματι‐ κήν, ὕστερον δὲ τέχνην. Τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι.] Οὐκ ἔστι ποιητὴς ὁ μέτρῳ μόνῳ χρώμενος· οὐδὲ γὰρ Ἐμπεδοκλῆς ὁ τὰ φυσικὰ γράψας, | |
15 | οὐδ’ οἱ περὶ ἀστρολογίας εἰπόντες, οὐδὲ ὁ Πύθιος ἐμμέτρως χρησμῳδῶν. Χρὴ γὰρ εἰδέναι, ὅτι ταῦτα χαρακτηρίζει ποιητήν, μέτρον, πλάσμα, ἱστορία, ποιὰ λέξις· οὐδὲ γὰρ συγγραφεὺς λέγεται ὁ καταλογάδην εἰρη‐ κώς, ἀλλ’ εἰδικῶς συγγραφεὺς ἐκεῖνος ὀνομάζεται ὁ τὰ ἐπὶ τῶν αὑτοῦ καιρῶν γεγονότα συγγραψάμενος, ὡς Θουκυδίδης, ῥήτωρ δὲ ὁ περὶ τὰ | |
20 | πολιτικά. | |
21t | Εἰς τὸ αὐτὸ καὶ ἄλλως. Περὶ γραμματικῆς. —Μελάμποδος. — | |
22t | Γραμματική ἐστιν ἐμπειρία.] Πρότερον etc. = Σd 10, 24—16, 2. | |
23 | Περὶ γραμματικῆς. —Γραμματική ἐστιν ἐμπειρία τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσιν ὡς ἐπὶ τὸ πολὺ λεγομένων.] | |
25 | Ἐμπειρίαν εἰπὼν ἐξεφαύλισε τὴν τέχνην· ἐμπειρία γάρ ἐστιν ἡ ἄλογος τριβή, ὡς καὶ ἐμπειρικοὺς λέγομεν ἰατροὺς τοὺς ἄνευ λόγου τὰς θερα‐ πείας τοῖς πάσχουσι προσάγοντας· ὅτι μὲν γὰρ θεραπεύειν οἷόν τέ ἐστι τὸ φάρμακον πρὸς τὸ ἕλκος, ἐπίστανται· εἰ δέ τις ἔροιτο, τίνος ἕνεκα πρὸς τόδε τὸ πάθος ἐπιτηδείως ἔχει, ἀποροῦσιν. Ἡ δὲ γραμματικὴ | |
30 | πάντα μετὰ λόγου καὶ τῆς δεούσης ἀναλογίας κανονίζει. Πῶς οὖν ὁ τεχνικὸς εἴρηκεν ἐμπειρίαν τὴν γραμματικήν; ἆρα ὡς ἄλογον οὖσαν, ἢ ὡς αὐτὸς ἄγνωστος ὢν τοῦ καλῶς ἔχοντος; Φαμὲν ὅτι οὔ, ἀλλ’ ἐπειδὴ ὁ σκοπὸς αὐτῷ πρὸς εἰσαγομένους γράφειν, δεῖ δὲ τὰς εἰσαγωγικὰς τέχνας ἀπέχεσθαι τῶν δυσχερῶν προβλημάτων, τῶν δὲ εὐλήπτων ἀντέ‐ | |
35 | χεσθαι, εἰδὼς δὲ ὅτι καὶ ἡ ἐμπειρία πολλαχῶς παρὰ τοῖς ἀρχαίοις | 166 |
167 | φράζεται· ἔστι γὰρ ἡ ἄλογος τριβὴ καὶ ἡ λογικὴ γνῶσις, ἔστι δὲ καὶ ἡ ἀκριβὴς μάθησις. Ἁπλούστερον δὲ τὸν λόγον ἐποιήσατο ὡς πρὸς εἰσα‐ γομένους, σημαίνων ἀπὸ ἐμπειρίας τὴν γνῶσιν· ὥστε ἡ γραμματικὴ γνῶσίς ἐστι· τίνων; ὧν παρατίθησιν αὐτός. | |
5 | Stephani. —Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Γραμματική ἐστιν ἐμπειρία.] Πολλοὶ τῷ Διονυσίῳ ψόγον προσάπτουσι, λέγοντες κακῶς αὐτὸν εἰρηκέναι τὴν γραμματικὴν ἐμπειρίαν· «οὐδὲν γὰρ ἄλλο ἐστὶν ἐμ‐ πειρία ἀλλ’ ἢ ἀλόγου τριβῆς κατόρθωσις, ὥσπερ πεῖρα ἡ ἅπαξ δοκιμασία τινὸς ἀλόγου τριβῆς, ἡ δὲ γραμματικὴ οὐκ ἄλογός ἐστι τριβὴ» [ἀλλὰ | |
10 | μικτή]· ἀγνοοῦντες ὅτι, ἐπεὶ μικτή ἐστιν ἡ γραμματική, λογική τε καὶ πρακτική, διὰ τοῦ ἐμπειρία τὸ πρακτικὸν μέρος αὐτῆς ἀφορίζεταί τε καὶ ὁρίζεται, ἀπὸ δὲ μέρους τὸ ὅλον διαλαμβάνει. «Καὶ εἰ ἀπὸ μέρους τὸ ὅλον ὁρίζεται, τί μὴ ἀπὸ τοῦ κρείττονος ὁρισάμενος τὸ χεῖρον συν‐ διέλαβε; κρεῖττον γάρ ἐστι τὸ λογικὸν τοῦ πρακτικοῦ.» Πρὸς οὕς φαμεν, | |
15 | ὅτι κακῶς, ὦ οὗτοι, φατέ, ἀγνοοῦντες ὅτι πάντα τοῦ εἶναι ἐφίεται· εἰ δὲ ὡρίσατο τὸ κρεῖττον, ἐλάνθανεν ἄρα τὸ χεῖρον ὡς μὴ ὄν· διὰ τοῦτο τὸ χεῖρον ὁρισάμενος τὸ κρεῖττον συνέλαβεν· ὅθεν καὶ ἡμίονος ἀπὸ τοῦ χείρονος ὠνομάσθη, καὶ οὐχ ἡμίιππος, ἵνα μὴ λάθῃ τὸ χεῖρον ὄν. Τινὲς δὲ λέγουσιν, ὅτι ἐμπειρία ἐπὶ ἀμφοτέρων τῶν σημαινομένων λαμβάνε‐ | |
20 | ται, ἐπί τε τοῦ λογικοῦ καὶ τοῦ πρακτικοῦ· λέγουσι γάρ, ὅτι ἐμπειρία ἐστὶν ἡ ἄλογος τριβὴ καὶ ἡ λογικὴ γνῶσις, ἀγνοοῦντες ὅτι τὸ προκα‐ τάρχον αἴτιον τῆς λέξεως, τὸ πεῖρα, οὐδὲν ἄλλο δηλοῖ ἀλλ’ ἢ τὴν ἅπαξ δοκιμασίαν ἀλόγου τριβῆς, ὡς εἴπομεν· παρὰ γὰρ τὸ πείρα ἐν μετα‐ σχηματισμῷ καὶ συνθέσει τῆς ἔν προθέσεως τροπῇ τε τοῦ ν εἰς μ ἐγέ‐ | |
25 | νετο ἔμπειρος, καὶ τὸ θηλυκὸν ἐμπειρία παρενθέσει τοῦ ι. Τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσιν.] Οὐκ ἔστι μόνον παρὰ τοῖς ποιηταῖς τε καὶ συγγραφεῦσι χρειώδης ἡ γραμματική, ἀλλὰ καὶ παρὰ τοῖς ῥήτορσι καὶ ἱστοριογράφοις. Τέσσαρα γάρ εἰσι ταῦτα ἀλλήλοις ἀντιπαρακείμενα, ἐξ ἑκατέρας δὲ ἀντιθέσεως ἓν εἰπὼν καὶ τὸ | |
30 | ἕτερον παρεδήλωσεν. Ἀντίκειται δὲ τῇ μὲν ποιητικῇ ἡ ἱστοριογραφική· | |
ἡ μὲν γὰρ ποιητικὴ τέχνη, ἡ δὲ ἱστοριογραφικὴ οὐ τέχνη, τὸ δὲ τέχνη | 167 | |
168 | καὶ οὐ τέχνη ἀντίθεσις· ὡσαύτως καὶ ἡ ῥητορικὴ ἀντίκειται τῇ συγγρα‐ φικῇ· ἡ μὲν γὰρ ῥητορικὴ τέχνη ἐστίν, ἡ δὲ συγγραφικὴ οὐ τέχνη ἐστίν. Συγγραφεὺς δὲ καὶ ῥήτωρ καὶ ἱστοριογράφος καὶ ποιητὴς ταύτῃ διαφέ‐ ρουσι· συγγραφεὺς μὲν γὰρ ὁ τὰ ἐφ’ ἑαυτοῦ γενόμενα συγγραψάμενος, | |
5 | ὡς Θουκυδίδης ὁ Ἀθηναῖος τὸν Πελοποννησιακὸν πόλεμον συνέγραψεν ἐπὶ αὑτοῦ γεγονότα· ἱστοριογράφος δὲ ὁ τὰ πρὸ αὑτοῦ ἅπαντα συγγρά‐ φων, ὡς Ἡρόδοτος· ῥήτωρ δὲ ὁ περὶ τὰ πολιτικὰ ζητήματα ἠσχολη‐ μένος, ὡς Δημοσθένης καὶ οἱ κατ’ αὐτόν. Ποιητὴς δὲ κεκόσμηται τοῖς τέσσαρσι τούτοις, μέτρῳ, μύθῳ, ἱστορίᾳ καὶ ποιᾷ λέξει, καὶ πᾶν ποίημα | |
10 | μὴ μετέχον τῶν τεσσάρων τούτων οὐκ ἔστι ποίημα· ἀμέλει τὸν Ἐμπε‐ δοκλέα καὶ τὸν Πύθιον καὶ τοὺς περὶ ἀστρολογίας εἰπόντας οὐ καλοῦμεν ποιητάς, εἰ καὶ μέτρῳ ἐχρήσαντο, διὰ τὸ μὴ χρήσασθαι αὐτοὺς τοῖς τῶν ποιητῶν χαρακτηριστικοῖς. Ὡς ἐπὶ τὸ πολὺ λεγομένων·] τουτέστι τῶν ὑπὸ πολλῶν ἀρ‐ | |
15 | χαίων διὰ μνήμης ἀξίως ἐνεχθέντων. Λείπει δὲ τὸ «λέξεων», ἵνα ᾖ τοιοῦτον 〈τὸ〉 ὅλον σημαινόμενον· χρειώδης ἐστὶν ἡ γραμματική, ἐμπειρία οὖσα τῶν ὡς ἐπὶ τὸ πολὺ λεγομένων λέξεων παρά τε τοῖς ποιηταῖς καὶ συγγραφεῦσιν. Μέρη δὲ αὐτῆς ἕξ.] Τί δή ποτε τῆς γραμματικῆς μέρη λέγομεν, | |
20 | τῆς δὲ ῥητορικῆς εἴδη; καὶ τίνι διαφέρει μέρος εἴδους καὶ ὀργάνου· Εἶδος μὲν γὰρ τέλειόν τί ἐστιν, ὡς λέγομεν «εἶδος ζῴου ὁ ἄνθρωπος»· μέρος δέ ἐστιν ὃ μεθ’ ἑτέρων συναγωγῆς τέλειόν τι ἀπεργάζεται· ὄργα‐ νον δὲ τὸ καὶ ἑτέραις τέχναις πεποιημένον, ἀντιπεπονθότως τῷ μέρει· τὸ γὰρ μέρος αὐτῷ μόνῳ πεποίηται, οὗ ἐστι μέρος, οἷον ὀφθαλμὸς ἐκείνῳ | |
25 | μόνῳ πεποίηται, οὗ ἐστι μέρος· τὸ δὲ ὄργανον καὶ ἑτέροις ἁρμόζει, οἷον τὸ σμιλίον οὐκ ἐπὶ ἑνὶ ἔργῳ χρήσιμον, ἀλλ’ ἐν πολλοῖς ἔργοις. Ἰστέον δὲ ὅτι ἡ γραμματικὴ εἴδη οὐκ ἔχει· οὐ γὰρ τὸ ἀναγνωστικὸν ἢ τὸ ἐξη‐ γητικὸν τέλειον ἀποτελεῖ γραμματικόν, ὥσπερ τὸ συμβουλευτικὸν ῥήτορα τέλειον. Διὰ τί δὲ τῶν ἓξ τούτων μὴ ὄντων μόνως μερῶν, ἀλλὰ καὶ | |
30 | ὀργάνων, τὰ πάντα μέρη ἐκάλεσεν; Καὶ λέγομεν ὅτι πρὸς εἰσαγομένους γράφων οὐκ ἀκριβολογεῖται. Ἰστέον δὲ ὅτι μέρος ἐστὶ τῆς γραμματικῆς τὸ ἀναγνωστικὸν μετὰ τῆς δεούσης προσῳδίας, καὶ τὸ ἐξηγητικόν, ὥς | |
φησιν αὐτός, κατὰ τοὺς ἐνυπάρχοντας ποιητικοὺς τρόπους, τουτέστι τοὺς | 168 | |
169 | ἐγκειμένους τρόπους· ὄργανα δὲ τὰ λοιπά· καὶ γὰρ καὶ ἄλλαις τέχναις ταῦτα ἁρμόζει, οἷον τὸ γλωσσηματικὸν καὶ ῥήτορσι καὶ ἰατροῖς. Πρῶτον ἀνάγνωσις ἐντριβὴς κατὰ προσῳδίαν.] Πρῶτον λέγει τὴν ἀνάγνωσιν ἀναγκαίως, πρῶτον γὰρ φοιτῶντες εἰς γραμματι‐ | |
5 | κοὺς τὸ εὖ ἀναγινώσκειν μανθάνομεν· «ἐντριβής» δὲ ἡ τετριμμένη καὶ ἐκ παλαιῶν διδασκάλων παραδεδομένη ἀνάγνωσις. Δεύτερον ἐξήγησις κατὰ τοὺς ἐνυπάρχοντας 〈ποιητικοὺς τρόπουσ〉.] Μετὰ τὸ διδαχθῆναι τὸν εἰσαγόμενον τὸ καλῶς ἀναγινώ‐ σκειν ἀναγκαῖον ἐκλέγεσθαι καὶ τῆς καλῶς ἀνεγνωσμένης λέξεως τὴν ση‐ | |
10 | μασίαν, ἥτις ἐστὶν ἐξήγησις, ἡ εἰς τὸ ἑξῆς ἡμᾶς ἄγουσα τοῦ νοῦ. Τρίτον γλωσσῶν τε καὶ ἱστοριῶν πρόχειρος ἀπόδοσις.] Πρῶτον μανθάνει ὁ εἰσαγόμενος, ὅτι μῆνιν βαρυτόνως δεῖ ἀναγινώσκειν· διδαχθεὶς δὲ καὶ τοῦτο ἀναγνοὺς ἀπαιτεῖ τὴν ἐξήγησιν· μαθὼν δὲ ὅτι ὀργὴν ἐπίμονον σημαίνει, ἀπαιτεῖ τὴν διάλεκτον, τίνες λέγουσι μῆνιν | |
15 | τὴν ὀργήν, καὶ ἀκούει ὅτι οἱ Ἴωνες. «Πρόχειρος» δὲ ἀντὶ τοῦ ἕτοιμος· «ἀπόδοσις» ἡ ἀπολογία. Δεῖ οὖν τὸν γραμματικόν, φησίν, ἐρωτώμενον ἢ περὶ σημασίας ἢ περὶ γλώττης ἢ ἱστορίας προχείρως ἀποδιδόναι τὴν αἰτίαν. Τέταρτον ἐτυμολογίας εὕρεσις.] Μετὰ τὸ γνῶναι ἡμᾶς τὴν | |
20 | ἱστορίαν ἀναγκαίως τρέχομεν εἰς τὴν ἐτυμολογίαν. Ἐτυμολογία δέ ἐστιν ἀνάπτυξις λέξεως κατὰ τὸ δυνατόν· εἴρηται δὲ παρὰ τὸ ἔτυμον, ὅ ἐστιν ἀληθὲς καὶ πιθανόν. Πέμπτον ἀναλογίας ἐκλογισμός.] Μαθὼν ὁ εἰσαγόμενος τὰ προειρημένα καὶ ἔμφρων γενόμενος, ἄρχεται καὶ περὶ τεχνικὰ κατα‐ | |
25 | γίνεσθαι καὶ πυνθάνεσθαι, τί δήποτε μῆνιν λέγομεν καὶ οὐχὶ μήνιδα. Ἀναλογία δέ ἐστι λόγος ἀποδεικτικὸς καθ’ ὁμοίου παράθεσιν τῆς ἐν ἑκάστῳ μέρει λόγου φυσικῆς ἀκολουθίας· εἴρηται δὲ ἀναλογία ἡ τὸν λόγον τὸν αὐτὸν συλλέγουσα καὶ τὰς λέξεις, καὶ ἰδίῳ κανόνι ἀπονέ‐ μουσα. | |
30 | Ἕκτον κρίσις ποιημάτων.] Ὅταν γάρ τις ἀκριβῶς μαθὼν τὸ | |
κατὰ προσῳδίαν ἀναγινώσκειν καὶ τοὺς ποιητικοὺς τρόπους καὶ τὴν | 169 | |
170 | γλῶτταν 〈καὶ〉 τὴν ἱστορίαν 〈καὶ〉 τὴν ἐτυμολογίαν 〈καὶ τὴν ἀναλογίαν〉 διδαχθῇ, ἱκανός ἐστιν ὁ τοιοῦτος κρίνειν. Κρίνει δὲ τὰ ποιήματα οὐχ ὅτι καλά ἐστιν ἢ κακά· ποιητοῦ γὰρ ἂν εἴη τὸ τοιοῦτον· ἀλλ’ ἐπειδὴ πᾶν μέτρον ὑπὸ τὴν τέχνην ἐστίν, ἀνάγκη τὸν γραμματικὸν ταῦτα πάντα δια‐ | |
5 | κρίνειν, εἰ τοῦ αὐτοῦ ἐστι ποιητοῦ ἢ οὔ. Ὃ δὴ κάλλιστόν ἐστι πάντων τῶν ἐν τῇ τέχνῃ.] Κάλλιστον εἶπε τοῦτο τὸ μέρος, οὐχ ὅτι τὰ ἄλλα ἀσθενέστερά ἐστιν· ἀλλ’ ἐπειδὴ συμπέρασμά ἐστι τῆς πάσης τέχνης τὸ κριτικὸν καὶ τρόπον τινὰ στέφα‐ νος, διὰ τοῦτο κάλλιστον εἶπε, καὶ ὅτι εἰ μὴ πρόοιδέ τις τὰ λεχθέντα | |
10 | μέρη τῆς γραμματικῆς, τοῦ κρίνειν ποιεῖν τὸ ἔργον οὐ δύναται. Πόσα θεωρούμενα περὶ τὴν γραμματικήν; Ὀκτώ· αἴτιον, ἀρχή, ἔν‐ νοια, ὕλη, μέρη, ὄργανα, ἔργα καὶ τέλος. Αἴτιον, κατὰ πᾶσαν γὰρ λέξιν αἴτιον ὁρᾶται καὶ αἰτιατόν. Ἀρχὴ δέ, ὅτι ἀρχὴν ἔχει ὥσπερ καὶ τέλος· ἀρχὴν γὰρ ἔχει τὰ στοιχεῖα. Ἔννοιαν δὲ λέγει τὸν σκοπόν· σκοπὸς | |
15 | γὰρ ὁρᾶται καὶ περὶ τὴν γραμματικήν, ὥσπερ καὶ περὶ τὴν διαλεκτικὴν καὶ τὰς λοιπὰς τέχνας καὶ ἐπιστήμας. Ὕλην δὲ ἔχει πᾶσαν Ἑλληνίδα φωνήν. Μέρη δὲ λέγει, ἢ ὅτι πᾶσα Ἑλληνικὴ φωνὴ εἰς ὀκτὼ μέρη διαιρεῖται, ἢ ὅτι τῆς γραμματικῆς μέρη κυρίως τέσσαρα, διορθωτικόν, ἀναγνωστικόν, ἐξηγητικόν, κριτικόν. Ὄργανα δέ εἰσι τέσσαρα τὰ περὶ | |
20 | τὴν γραμματικὴν ὄντα, γλωσσηματικόν, μετρικόν, τεχνικόν, ἱστορικόν. Ἔργα τὸ τὸν ἔμμετρον καὶ τὸν πεζὸν λόγον τεχνᾶσθαι. Τέλος τὸ μὴ ἁμαρτάνειν μήτε περὶ μίαν λέξιν μήτε περὶ πλείονας· τὸ γὰρ περὶ μίαν ἁμαρτάνειν βαρβαρισμός ἐστι, τὸ δὲ περὶ πλείονας σολοικισμός· σολοι‐ κισμὸς δέ ἐστιν ὁ τοῦ σώου λόγου αἰκισμός, ἤγουν ἡ ὕβρις ὁλοκλήρου | |
25 | λόγου. | |
26t | § 2. | |
27t | Περὶ ἀναγνώσεως. | |
28t | Ἀνάγνωσίς ἐστι etc. = Σd 14—25. | |
29 | Ἄλλως. —[Τὸ ἀναγινώσκειν δοκίμως.] Τὸ δὲ δοκίμως ἀναγινώσκειν | |
30 | πάντως ἐκ τριβῆς καὶ ἐπιμονῆς πολλῆς γίνεται· ἐνδέχεται οὖν τὸν | |
30 | γραμματικὸν οὕτως ἀναγινώσκειν καὶ ὅσοις μὴ ἐντετύχηκε συγγράμμασιν, ὥσπερ ἐκεῖνα οἷς πολλάκις ἐντετύχηκεν· δεῖ γὰρ οὕτω προδιοικονομεῖν ἑαυτὸν καὶ ἐθίζειν ἐν οἷς ἐγχειρίζεται, ὡς ἐκ τούτων καὶ παρατυχόντα | |
δοκεῖν πολλάκις ἀνεγνωσμένα. Ἀναγινώσκειν δὲ 〈δεῖ〉 κατὰ προσῳδίαν, | 170 | |
171 | ἤτοι καθ’ ὃν ἔχει τόνον ἡ λέξις, ὡς μὴ ἀναγνῶναι τὸ ὄρος ὀρός καὶ τὸ ἁγνός [ὁ καθαρός] ἄγνος, κἀντεῦθεν εἰς πλάνην ἀγαγεῖν τὸν ἀκροα‐ τήν, καὶ ἀντὶ τοῦ ὄρος, τυχὸν ὁ Ὑμηττὸς ἢ τὸ Τηΰγετον ἤ τι ἄλλο, ὀρὸν νοῆσαι, ἤγουν τὸ ὑδατῶδες τοῦ γάλακτος, καὶ πάλιν ἀντὶ τοῦ | |
5 | ἁγνός (ὁ καθαρός) τὸ φυτὸν ὑπολαβεῖν λέγεσθαι τὸν ἄγνον· ἄγνος γάρ ἐστι φυτὸν ἄγονον καὶ ἄκαρπον. | |
7t | Ἐκ δὲ τῆς προσῳδίας etc. = Σd 26—22, 13. | |
8 | Stephani. —Ἀνάγνωσίς ἐστι ποιημάτων ἢ συγγραμμάτων ἀδιάπτωτος προφορά.] Πᾶς ὅρος ἀπὸ γένους καὶ εἴδους καὶ δια‐ | |
10 | φορᾶς συνίσταται καὶ πάλιν πᾶς ὅρος ἀπ’ εὐθείας ἄρχεται, οἷον ὁ τοῦ ἀνθρώπου ὅρος, «ἔστι ζῷον λογικὸν θνητόν» ἰδοὺ τὸ ζῷον γένος ἐστίν, εἶδος 〈δὲ〉 τὸ λογικόν, θνητόν δὲ διαφορά, καὶ πάλιν τὸ ζῷον εὐθείας πτώσεώς ἐστιν. Ἐπὶ δὲ τοῦ προτεθέντος ὅρου 〈οὐκ ἔστι τοῦτο, οὐ γὰρ ἀπ’ εὐθείας ἄρχεται. Λεκτέον δὲ ὅτι〉 ἐὰν ἀναστρέψωμεν τὸν ὅρον, | |
15 | εὑρίσκομεν ὑγιῶς ἔχοντα, ἤγουν «ἀνάγνωσίς ἐστι προφορὰ ἀδιάπτωτος ποιημάτων ἢ συγγραμμάτων»· ἰδοὺ γὰρ ἀπ’ εὐθείας ἤρξατο, καὶ 〈συν‐ ίσταται〉 ἀπὸ γένους καὶ εἴδους καὶ διαφορᾶς προφορὰ γοῦν ἐστιν ἡ ἐκφώνησις, ἥ ἐστι γένος, εἶδος δὲ 〈τὸ〉 ποιημάτων ἢ συγγραμμάτων, τὸ δὲ ἀδιάπτωτος ἐστὶν ἀδιάπταιστος, ὅπερ ἐστὶ διαφορά. Μόνης δὲ τῆς | |
20 | ἀναγνώσεως τὸν λόγον ποιησάμενος, οὐκέτι περὶ τῶν ἄλλων μερῶν διε‐ ξέρχεται τῆς γραμματικῆς, οἷον περὶ τῆς ἐξηγήσεως καὶ τῶν λοιπῶν με‐ ρῶν· σκοπὸς γὰρ αὐτῷ πρὸς εἰσαγομένους γράφειν, δεῖ δὲ τοὺς εἰσα‐ γομένους δυσχερῶν ἀπέχεσθαι διδαγμάτων· ἐπεὶ οὖν ὁ τῆς ἐξηγήσεως καὶ τῶν ἄλλων μερῶν λόγος ποικίλος τις ἦν καὶ πολλῆς ἀκριβείας δεό‐ | |
25 | μενος, ἀναγκαίως παρῆκεν ὁ τεχνικός, περὶ μόνης δὲ τῆς ἀναγνώσεως ποιεῖται τὸν λόγον. Καὶ ἄλλως εἰς τὸ αὐτό. —Στέφανος. —Ἀναγνῶσαι τὸ ἀναπεῖσαι, ὡς καὶ παρ’ Ἴωσιν· Ἡρόδοτος οὖν φησι 〈Ι 87〉 τίς σε ἀνθρώπων ἀνέγνω〈σεν〉 ἐπὶ γῆν τὴν ἐμὴν στρατευσάμενον; ἀντὶ τοῦ ἀνέ‐ | |
30 | πεισεν· ἀνάγνωσις οὖν ἡ ἀνάπεισις, ἀναπείθουσι γὰρ οἱ καλῶς ἀναγι‐ | |
νώσκοντες· ἢ περιττή ἐστιν ἡ ἀνά, γνῶσις γάρ ἐστιν ἡ ἀνάγνωσις. | 171 | |
172 | Ἀναγνωστέον δὲ καθ’ ὑπόκρισιν, κατὰ προσῳδίαν, κατὰ διαστολήν.] Ὑπόκρισίς ἐστι μίμησις ἁρμόζουσα τοῖς ὑποκειμένοις προσώποις ἔν τε λόγῳ καὶ σχήματι· οὐ μόνον γὰρ δεῖ μιμεῖσθαι τῷ λόγῳ τὰ πρόσωπα, ἀλλὰ καὶ τὰς τῶν σωμάτων κινήσεις κατὰ | |
5 | τὸ ἀπαιτοῦν, ὡς ἐν τῷ Ὀρέστῃ τοῦ Μενελάου μηδὲν εἰρηκότος αὐτῷ ἀποκρίνεται 〈ὁ Ὀρέστησ〉, λέγων 〈644〉 οὐ χρήματ’ εἶπον· δηλοῦται γὰρ ἐκ τούτου, ὡς οὐ λόγῳ γεγένηται ἡ ὑπόκρισις, ἀλλὰ μόνῳ τῷ σχήματι, τοῦ Μενελάου τὰς χεῖρας ἀνατείναντος καὶ τρό‐ πον τινὰ μετασχηματιζομένου ὡς οὐδὲν εἰληφότος. «Καθ’ ὑπόκρισιν» | |
10 | οὖν, τουτέστι κατὰ μίμησιν τῶν προσώπων. «Κατὰ προσῳδίαν» δέ, του‐ τέστι κατὰ τόνον· προσῳδία γάρ ἐστι σημεῖον λέξεων τοῖς φωνήεσιν ἑπόμενον· κατὰ προσῳδίαν οὖν, τουτέστι κατὰ τὸν ὀρθὸν τόνον. «Κατὰ διαστολὴν» δέ, τουτέστι κατὰ χωρισμὸν τῶν διανοιῶν· διαστολὴ γάρ ἐστι σημεῖον λέξεων ὁμοῦ μὲν γεγραμμένων, μὴ ὁμοῦ δὲ νοουμένων· δια‐ | |
15 | στολὴν δὲ ἐκάλεσε τὴν στιγμὴν ἐκ τοῦ διαστέλλειν λέξεις ἀπὸ λέξεων καὶ σημαινόμενον ἀπὸ σημαινομένου. Ἵνα τὴν μὲν τραγῳδίαν ἡρωϊκῶς ἀναγνῶμεν.] Τραγῳδία ποίησίς ἐστιν. Εἴρηται δὲ τραγῳδία παρὰ τὸ τραχύς καὶ τὸ ᾠδή, ἐκ μεταφορᾶς τῆς τῶν τράγων φωνῆς· ἐκεῖνοι γὰρ τραχεῖαν ᾠδὴν ᾄδουσιν· | |
20 | ἢ τραγῳδία ἐστὶ ποίημα ἐπιτάφιον, ὅπερ οἱ τότε ποιοῦντες ἀντὶ μισθοῦ τράγον ἐλάμβανον, καὶ ἐκαλεῖτο τραγῳδία. «Ἡρωϊκῶς», δέ, τουτέστιν ἀξιοπίστως, μετὰ πολλῆς σεμνότητος καὶ ὄγκου· δεῖ γὰρ ἡμᾶς τραγικὰ προφερομένους κατὰ πάντα τρόπον μιμεῖσθαι τοὺς ἥρωας, καὶ μεγέθει σώματος καὶ λόγου ὑπερβολῇ. | |
25 | Τὴν δὲ κωμῳδίαν βιωτικῶς.] Κωμῳδία ἐστὶν ἡ ἐν μέσῳ λαοῦ κατηγορία ἤγουν δημοσίευσις· εἴρηται δὲ παρὰ τὸ κώμη καὶ τὸ ᾠδή, ἔστι δὲ εἶδος ποιήματος ἐν κώμαις κατὰ τὸν βίον ᾀδόμενον. Διὰ τοῦτο καὶ «βιωτικῶς» λέγεται, τουτέστιν ἱλαρῶς, ὡς ἂν εὔξαιτό τις βιῶναι, ἀντὶ τοῦ ἐν ἡδονῇ καὶ γέλωτι· δεῖ οὖν τὸν τὴν κωμῳδίαν ὑποκρινό‐ | |
30 | μενον μετὰ γέλωτος καὶ πολλῆς ἀστειότητος καὶ ἱλαροῦ τοῦ προσώπου | |
προφέρεσθαι. Ἢ «βιωτικῶς» κατὰ μίμησιν τοῦ βίου, ἵνα εἰ μὲν ὑπό‐ | 172 | |
173 | κειται γέρων, μιμησώμεθα τὴν φωνὴν τοῦ γέροντος, εἰ δὲ γυνή, μιμη‐ σώμεθα τὴν φωνὴν τῆς γυναικός. Διαφέρει δὲ κωμῳδία τραγῳδίας, ὅτι ἡ μὲν τραγῳδία ἱστορίαν ἔχει καὶ ἀπαγγελίαν πράξεων γενομένων, ἡ δὲ κωμῳδία πλάσματα περιέχει βιωτικῶν πραγμάτων. | |
5 | Τὰ δ’ ἐλεγεῖα λιγυρῶς.] Ἐλεγεῖόν ἐστιν εἶδος μέτρου ἐκ δύο πενθημιμερῶν συγκείμενον, παρὰ τὸ ἔλεγος, ὃ δηλοῖ τὸν θρῆνον· τοῦτο πάλιν παρὰ τὸ ἔ ἔ λέγειν, ὡς γὰρ ἐλεοῦντες τοὺς ἀποιχομένους τοῦτο ἐφεῦρον τὸ μέτρον. Ἢ ἐλεγεῖόν ἐστι θρῆνος ἐπιτάφιος, οἱονεὶ ἐλεεῖόν τι ὄν, τοῦ γ ἐκθλιβομένου, παρὰ τὸ ἐλεεῖν τὸν τετελευτηκότα· ἢ εὐλο‐ | |
10 | γεῖον, παρὰ τὸ εὖ λέγειν τὸν ἀποβιώσαντα. Ἐπειδὴ δὲ οἱ τεθνηκότες ἔλλειψίν τινα ἔχουσιν, ἤγουν τοῦ ζῆν, τούτου χάριν καὶ τὰ ἐλεγεῖα, ὡς ἐπὶ τοῖς τεθνηκόσι λεγόμενα, ἐλλείπουσι πόδα πρὸς τὸν δακτυλικὸν στί‐ χον. Ἰστέον δὲ ὅτι ἐλεγεῖον ἐλεγείας διαφέρει· ἐλεγεῖον γάρ ἐστιν, ὅταν εἷς στίχος ὑπάρχῃ καὶ πεντάμετρος, ἐλεγεία δέ, ὅταν ὅλον τὸ | |
15 | ποίημα ἀμοιβαῖα ἔχῃ τὰ μέτρα, ἑξάμετρον καὶ πεντάμετρον. —«Λιγυ‐ ρῶς» δέ, οἷον ὀξέως ἀναγινώσκειν ἡμᾶς δεῖ τὰ ἐλεγεῖα, ὡς ἂν συμπε‐ πνιγμένους καὶ ἐκπεπληγμένους τῷ πλήθει τῶν κακῶν· ἢ «λιγυρῶς» ἤγουν γλυκερῶς, λιγὺς γὰρ ὁ γλυκύς. Τὸ δὲ ἔπος εὐτόνως.] Ἔπος κυρίως ὁ ἔμμετρος λόγος λέγεται, | |
20 | καταχρηστικῶς δὲ καὶ πᾶς λόγος· νῦν δὲ 〈οὐ〉 πάντα λόγον λέγει· ἢ ἔπος τὸ ἑξάμετρον· ἐκείνη δὲ ἡ ποίησις ἔπος λέγεται, ὅτε τὸ σωμά‐ τιον ὅλον ἐκ τοῦ ἡρωϊκοῦ στίχου σύγκειται. Τὸ δὲ εἰπεῖν «εὐτόνως» οὐ λέγει κατὰ τόνον, ἀλλ’ εὐτόνως τουτέστι μετὰ δυνάμεως· τόνος γάρ ἐστιν ἡ δύναμις· ἐπείπερ τινὲς ἀναγινώσκοντες μαλθακύνουσιν ἑαυτῶν | |
25 | τὰς φωνάς, οὐ δεῖ δὲ μαλθακῇ τῇ φωνῇ ἡρώων πράξεις προάγεσθαι. —Ἔπος δὲ παρὰ τὸ ἕπεσθαι τῷ μέτρῳ, ὅλου τοῦ σωματίου ἐξ ἡρωϊ‐ κοῦ συγκειμένου. Τὴν 〈δὲ〉 λυρικὴν ποίησιν ἐμμελῶς.] Ποίησίς ἐστι λυρική· εἴρηται δὲ λυρικὴ ἀπὸ τοῦ ἀξιοπίστου ὀργάνου· οὐ μόνον γὰρ πρὸς | |
30 | λύραν ἐλέγετο, ἀλλὰ καὶ πρὸς αὐλὸν καὶ βάρβιτον. καὶ κιθάραν καὶ ἁπλῶς εἰπεῖν πρὸς πᾶν ὄργανον μουσικόν· ἀλλ’ ἐπειδὴ τῶν ἁπάντων τὸ ἀξιοπιστότατον ὄργανον ἡ λύρα ἐστίν, ἀπὸ ταύτης ὠνόμασται. Εἴ‐ | |
ρηται δὲ λύρα, λύτρα τις οὖσα· φασὶ γὰρ ὅτι ποτὲ Ἑρμῆς ἐν Ἀρκαδίᾳ | 173 | |
174 | ἀναστρεφόμενος εὗρε χελώνην, καὶ διακόψας ἐποίησε κοιλίαν λύρας· ἡνίκα δὲ τὰς τοῦ Ἡλίου βοῦς κλέψαι ἠβουλήθη, καὶ διὰ τὸ μαντικὸν τοῦ θεοῦ οὐκ ἠδύνατο, συνελήφθη· εἰδὼς δὲ καὶ τοῦ θεοῦ τὸ μουσικόν, δέ‐ δωκεν ὑπὲρ ἑαυτοῦ τὴν λύραν λύτρον, καὶ ἠλευθερώθη τοῦ ἐγκλήματος. | |
5 | Τοὺς δὲ οἴκτους ὑφειμένως.] Εἶδος μὲν ποιήσεως ὁ οἶκτος οὐκ ἔστιν, εὑρίσκεται δὲ ἐν παντὶ εἴδει ποιήσεως, παρὰ λυρικοῖς, παρ’ ἐλε‐ γειογράφοις, ὁμοίως καὶ παρὰ τοῖς τὰ ἔπη γράφουσιν, ὡς καὶ παρ’ Ὁμή‐ ρῳ Ἀνδρομάχη λέγει ἐλεεινολογουμένη πρὸς Ἕκτορα 〈Ζ 407〉 δαι‐ μόνιε, φθίσει σε τὸ σὸν μένος, καὶ πάλιν 〈Ω 725〉 ἆνερ, ἀπ’ αἰ‐ | |
10 | ῶνος νέος ὤλεο. Λέγει οὖν τοὺς οἴκτους προφέρεσθαι «ὑφειμένως καὶ γοερῶς», τουτέστι συνεσταλμένως, ταπεινῶς καὶ μετὰ πένθους, οἰκ‐ τρῶς, θρηνητικῶς· δεῖ γὰρ τὸν ἀναγινώσκοντα τὸν οἶκτον τοιοῦτον φαί‐ νεσθαι, ὡς ἐλεεῖσθαι ὑπὸ τῶν ἀκουόντων. Τὰ γὰρ μὴ παρὰ τὴν τούτων γινόμενα παρατήρησιν καὶ τὰ | |
15 | ἑξῆς.] Ἡ παρά πρόθεσις σημαίνει καὶ ἐγγύτητα, σημαίνει καὶ χωρισμόν, ὡς ἂν εἴποι τις ἐπὶ χωρισμοῦ «πάντες συνήχθημεν ἐν τῇ διατριβῇ παρὰ τόνδε», ἀντὶ τοῦ ἐκτὸς τοῦδε, καὶ πάλιν ἐπὶ πλησιασμοῦ «πάντες συ‐ νήχθημεν παρὰ τόνδε», τουτέστιν ἐγγὺς τοῦδε. Ἐνταῦθα οὖν τὴν παρά πρόθεσιν ἐπὶ πλησιασμοῦ εἴρηκε· «τὰ γὰρ μὴ παρὰ τὴν τούτων» φησί, | |
20 | τουτέστι τὰ μὴ πλησίον τούτων καὶ κατὰ τὴν αὐτῶν ῥῆσιν προφερό‐ μενα· «καταρρίπτει» δὲ ἀντὶ τοῦ ἐξουθενεῖ· «ἕξεις» δὲ τὰ σχήματα λέγει. Καλῶς δὲ εἶπε «καταγελάστους παρίστησιν»· ἀρκεῖ γὰρ τοῖς ἀπαιδεύτοις ἀλόγως προφερομένοις τὰ μαθήματα πρὸς τιμωρίαν ὁ παρὰ τῶν ἀν‐ θρώπων κατ’ αὐτῶν γινόμενος γέλως. | |
25t | § 3. | |
25t | Περὶ τόνου. | |
26t | Μελάμποδος. —Τόνος ἐστὶν ἀπήχησις etc. = Σd 22, 15—24, 7. | |
27 | 〈Stephani.〉 —Τόνος ἐστὶν ἀπήχησις φωνῆς ἐναρμονίου.] Ἐκεῖνα μόνα πειρᾶται παραβάλλειν ὁ τεχνικός, ὅσα τοῖς εἰσαγομένοις | |
ὠφελεῖν δύναται. Ἐπεὶ οὖν οἱ εἰσαγόμενοι πρῶτον ἀναγνώσει ἐντυγχά‐ | 174 | |
175 | νουσιν, καὶ ἀναγκαῖον ᾠήθη περὶ ταύτης διαλαβεῖν, περισπούδαστον δὲ ἡγήσατο καὶ περὶ τῶν παρεπομένων τῇ ἀναγνώσει ἀφηγήσασθαι· ἔστι δὲ ταῦτα τόνος καὶ στιγμὴ καὶ διαστολή· καίτοι ἀκόλουθον ἦν μετὰ τὸν περὶ ἀναγνώσεως λόγον εἰπεῖν τὸν περὶ ἐξηγήσεως, δεύτερον γὰρ μέρος | |
5 | τῆς γραμματικῆς ἡ ἐξήγησις. Λέγει δὲ τὸν τόνον εἶναι ἀπήχησιν τῆς ἐναρμονίου φωνῆς, ἤγουν τῆς ἐνάρθρου, τουτέστι τῆς ἀνθρωπίνης· μόνη γὰρ ἡ τοῦ ἀνθρώπου φωνὴ ἔναρθρος· ὅθεν καὶ φώς ὁ ἄνθρωπος, ὡς εἶναι αὐτὴν φωτεινοειδῆ τινα, τὴν φωτίζουσαν καὶ σαφηνίζουσαν τὰ ἐντὸς τοῦ νοῦ. Ὅθεν καὶ ἐναρμόνιός ἐστι, τουτέσιν ἔναρθρος, ἡ ἀπὸ | |
10 | διανοίας ἐκπεμπομένη καὶ εἰς διάνοιαν ἀνερχομένη, ἣ καὶ διεξοδικὴ κα‐ λεῖται· διεξοδικὴν δὲ καλοῦμεν τὴν ἐγγράμματον. Τῶν γὰρ φωνῶν δια‐ φοραὶ δύο, ἐγγράμματος καὶ ἀγράμματος· καὶ ἐγγράμματος μέν, ἧς ὁ νοῦς εἰσακούων διέξεισι τὰ στοιχεῖα, ἀγράμματος δέ, ὡς οἱ ψόφοι. Ἐπεὶ δὲ καὶ ἄλλα ἐστὶ ζῷα τὴν ἐναρμόνιον φωνὴν ἀπομιμούμενα, καὶ φθέγ‐ | |
15 | γεται ὡς δοκεῖν ἀνθρώπου ἀκούειν, ἆρα κἀκείνων εἴποιμεν ἐναρμόνιον εἶναι τὴν φωνήν; Φαμὲν οὔ· μιμεῖται γὰρ τὴν τοῦ ἀνθρώπου φωνήν, οὐκ ἀπὸ διανοίας δὲ ἐκπέμπεται. Πᾶσα οὖν φωνὴ ἐκπεμπομένη μετὰ δυνάμεως ἐκπέμπεται· αὕτη οὖν ἡ δύναμις κατὰ τὸν τεχνικὸν τόνος λέγεται· ἀνάγκη οὖν πᾶσαν συλλαβήν, ἥτις συντείνει εἰς τὴν τοῦ ἀν‐ | |
20 | θρώπου φωνήν, τόνον ἴδιον ἔχειν. Ἢ κατὰ ἀνάτασιν ἐν τῇ ὀξείᾳ, ἢ κατὰ ὁμαλισμὸν ἐν τῇ βαρείᾳ, ἢ κατὰ περίκλασιν ἐν τῇ περισπωμένῃ.] Ἀμήχανόν ἐστι φωνὴν δίχα τάσεως ἀποτελεσθῆναι· εἰ γὰρ φωνή ἐστιν ἀὴρ πεπληγ‐ μένος, δεῖ δὲ τὴν πλῆξιν μετὰ τάσεως γίνεσθαι, οὐκ ἂν εἴη φωνὴ δίχα | |
25 | τόνου· πᾶσα τοίνυν συλλαβὴ τόνῳ κέχρηται. Τῶν δὲ τόνων οἱ μέν εἰσιν ὀξεῖς, οἱ δὲ βαρεῖς· ὁ γὰρ περισπώμενος σύνθετός ἐστιν ἐξ ἀμφοῖν. Ὅσαι τοίνυν τῶν συλλαβῶν τὸν ὀξὺν ἔχουσι τόνον, τρόπον τινὰ ταῖς 〈ἄλλαισ〉 συλλαβαῖς ἐπισκιάζουσαι τὸν ἐν αὐταῖς βαρύν τε καὶ ὁμαλὸν τόνον οὐκ ἐῶσιν ἐξακούεσθαι· ὅμως γε μὴν οἱ γραμματικοί, τῷ τέλει | |
30 | προσέχοντες τῶν λέξεων, ὥσπερ ὀξύτονα καλοῦσι τὰ ἐπὶ τῆς τελευταίας συλλαβῆς τὴν ὀξεῖαν ἔχοντα, οὕτω καὶ βαρύτονα τὰ ἐπὶ τοῦ τέλους ἔχοντα τὴν βαρεῖαν. —Τόνος δέ ἐστιν ἐπίτασις ἢ ἄνεσις ἢ μεσότης συλλαβῆς εὐφωνίαν ἔχουσα. | |
Εἰς τὸ αὐτό. —Πορφυρίου. —Τῶν τόνων γνήσιοι μέν εἰσι δύο, | 175 | |
176 | ὅ τε ὀξὺς καὶ ὁ περισπώμενος· ἀλλ’ ὁ μὲν κατ’ ἀπαθοῦς λέξεως τίθε‐ ται, ὁ δὲ κατὰ πεπονθυίας, ὁ περισπώμενος, καὶ ἔστι σύνθετος ἐκ τῆς ὀξείας καὶ τῆς βαρείας συντεθειμένων εἰς τὸν περισπώμενον· καὶ οὐκ ἂν εὕροι τις πεπονθυῖαν λέξιν μὴ ἐκ τῆς ὀξείας καὶ τῆς βαρείας συντιθε‐ | |
5 | μένην εἰς τὸν περισπώμενον. Ὁ δὲ ἕτερος τόνος, ὁ βαρύς, νωθής ἐστι καὶ βραδύς, ὡς ἔστι γνωρίζειν καὶ ἀπὸ τῶν σχημάτων· [ὁ μὲν γάρ, ἅτε δὴ λεπτὸς καὶ ἐλαφρὸς ὤν, ἀνωφερής ἐστιν·] ὃν 〈γὰρ〉 τρόπον ἐπὶ τῶν στοιχείων ὅσα μέν ἐστι βαρύτατα κάτω νένευκεν, ὡς ἡ γῆ καὶ τὸ ὕδωρ, ὅσα δὲ κουφότατα, τὴν ἄνω φορὰν διώκει, ὡς ὁ ἀὴρ καὶ τὸ πῦρ, οὕτως | |
10 | οὖν καὶ ὁ ὀξὺς τόνος, ἐλαφρὸς ὤν, ἀνατρέχει καὶ ἄνω νένευκεν, ὁ δὲ βαρύς, ἅπαξ νωχελὴς ὢν καὶ κατὰ μικρὸν βαδίζειν δυνάμενος, κάτω νένευκεν, ἐκ μεταφορᾶς τῶν τὰ ἄχθη ἐπιφερομένων· οὗτοι γὰρ πιεζό‐ μενοι κάτω νεύουσιν. Καὶ διὰ τοῦτο καὶ ὁ τεχνικὸς «κατὰ ὁμαλισμόν» φησιν· ὁμαλισμὸς δὲ τὸ βραδὺ καὶ χθαμαλόν. Ὁ δὲ περισπώμενος σύν‐ | |
15 | θετός ἐστιν, ἔκ τε ὀξείας καὶ βαρείας συναιρούμενος. | |
16t | § 4 (4 et 5b). | |
17t | Περὶ στιγμῆς. | |
18t | Μελάμποδος. —Στιγμαί εἰσι τρεῖς etc. = Σd 24, 9—28, 8. | |
19 | Stephani. —Καὶ ἄλλως. —Στιγμαί εἰσι τρεῖς, τελεία, μέση, | |
20 | ὑποστιγμή.] Σκοπὸν ἔχων ὁ τεχνικὸς εἰσαγωγικὴν γράφειν τέχνην | |
20 | ἀποφεύγει τῶν προσῳδιῶν τὰ δυσχερῆ, τουτέστι τὸ πνεῦμα, τὸν χρόνον καὶ τὰ πάθη· ἐπεὶ γὰρ ὁ περὶ τούτων λόγος πολὺς ἦν καὶ πολλῶν θεωρημάτων δεόμενος, ἦν δὲ αὕτη ἡ διδασκαλία πρὸς παῖδας ἀπρόσφο‐ ρος, ἀναγκαίως καὶ αὐτὸς παρῆκεν. Ἵνα δὲ μὴ παντελῶς ἡμᾶς ἀνοή‐ τους καταλίπῃ, ὥσπερ τις καλὸς τροφεὺς ἐκ παντὸς ἐδέσματος λαβὼν | |
25 | μεταδίδωσι παιδὶ τρεφομένῳ αὐτῷ, οὕτω καὶ οὗτος παντὸς τεχνικοῦ δι‐ δάγματος τὰ λεπτομερῆ συνάγων παρατίθησιν ἡμῖν, καὶ μεταβαίνει πάλιν | |
ἐπὶ τὴν στιγμήν· σύμφορος γάρ ἐστι καὶ αὕτη τῇ ἀναγνώσει τῆς γραμ‐ | 176 | |
177 | ματικῆς. Καὶ λέγει ταύτας εἶναι τρεῖς, τελείαν, μέσην καὶ ὑποστιγμήν· ἡ τοίνυν στιγμὴ αὕτη ἐστὶ τῇ διαστολῇ συνόμοιος, καὶ οὐκ ἔστι διαφορά, εἰ μὴ ἐν τούτῳ ὅτι ἡ μὲν στιγμὴ ἐπινενόηται ἕνεκα τοῦ πνεύματος, ἡ δὲ διαστολὴ μετὰ τοῦ ἀναπαύειν ἡμῶν τὴν πνοὴν καὶ διαστέλλει τὰς | |
5 | διανοίας ἀπ’ ἀλλήλων. Οὐ τρεῖς εἰσι στιγμαί, ἀλλὰ τόποι τρεῖς. Ἔστι δὲ ἡ τελεία, ὅτε τῆς περιόδου τέλειον καὶ ἀπηρτισμένον ἐστὶ τὸ ἐνθύμημα, οἷον 〈ex. gr. Κ 382〉 τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· καὶ πάλιν 〈Μ 243〉 εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης· | |
10 | ἰδοὺ αὕτη ἡ περίοδος τελεία· τίθεται δὲ ἐπὶ κεφαλῆς τοῦ γράμματος Ἡ δὲ μέση, ὅταν μέσως πως ἔχῃ ὁ νοῦς, οἷον 〈Α 36〉 Ἀπόλλωνι ἄνακτι. τὸν ἠύκομος τέκε Λητώ· ἐν γὰρ τῷ «ἄνακτι» τὴν μέσην τίθεμεν. Ὑποστιγμὴ δέ, ὅταν ᾖ τι παρηρτημένον τοῦ νοῦ καὶ μὴ δεχό‐ μενον ὑπέρθεσιν, ἀλλὰ ταχείας ἐπιφορᾶς δεόμενον, οἷον 〈Α 51〉 αὐτὰρ | |
15 | ἔπειτ’ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιείς. Βάλλεν· ἐν 〈γὰρ〉 τῷ «ἐφιείς» τίθεμεν τὴν ὑποστιγμήν. Τίθεται δὲ ἡ μὲν μέση ἐν τῷ μέσῳ τοῦ γράμματος, ἡ δὲ ὑποστιγμὴ [μεθ’ ὑποκρίσεως] κάτω ἐν τῷ ἄκρῳ τοῦ γράμματος. Ἄλλοι δὲ λέγουσι στιγμὰς τέσσαρας· τελείαν, ἥτις ἐπὶ τῷ τέλει τῶν | |
20 | περιόδων τίθεται· ἀτελῆ, ἥτις ἐπὶ τῷ τέλει τῶν περικοπῶν τίθεται· ὑπο‐ στιγμὴν δὲ μεθ’ ὑποκρίσεως, ἥτις ἐν ταῖς συναπτικαῖς τε καὶ ἀναφορι‐ καῖς τῶν φράσεων τίθεται, οἷον 〈Ρ 94 seq.〉 εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι Αἰδεσθείς, μή πώς με περιστήως’ ἕνα πολλοί, καὶ αὖθις 〈Π 777 seq.〉 ὄφρα μὲν ἠέλιος μέσον οὐρανὸν | |
25 | ἀμφιβεβήκει, Τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο, πῖπτε δὲ λαός· ὑποστιγμὴν δὲ ἀνυπόκριτον μετὰ τὰς ἐν ἤθει ἢ πάθει κλητικάς, οἷον 〈Κ 249〉 Τυδείδη, μήτ’ ἄρ με μάλ’ αἴνεε μήτε τι νείκει, 〈καὶ〉 〈Ω 725〉 ἆνερ, ἀπ’ αἰῶνος νέος ὤλεο. Ἔστι δὲ ἐπὶ ταύταις ἡ καλουμένη ἐγκοπή, ἥτις ἐν ταῖς συναλειφομέναις καταγίνεται λέξεσιν, | |
30 | οἷον 〈Γ 76. Η 54〉 ὣς ἔφαθ’, Ἕκτωρ δ’ αὖτ’ ἐχάρη μέγα μῦθον ἀκούσας, 〈καὶ〉 〈Ι 228〉 δαίνυσθ’, ἀλλ’ οὐ δαιτὸς ἐπηράτου ἔργα | |
μέμηλεν. —Ὁ δὲ Νικάνωρ ὀκτώ φησιν εἶναι στιγμάς. | 177 | |
178 | Στιγμή ἐστι διανοίας ἀπηρτισμένης σημεῖον, μέση δὲ ση‐ μεῖον πνεύματος ἕνεκεν παραλαμβανόμενον.] Περὶ τῆς τελείας στιγμῆς πρῶτον διαλαμβάνει· ὁ δὲ νοῦς οὗτος· ἡ τελεία στιγμὴ σημεῖόν ἐστι διανοίας τελείας καὶ πεπερασμένης καὶ τετελεσμένης. Διαλλάσσει | |
5 | δὲ στιγμὴ διαστολῆς· ἡ μὲν γὰρ στιγμὴ τὰ πνεύματα διίστησιν, ἡ δὲ δια‐ στολὴ ἅμα τοῖς πνεύμασι καὶ τὰς διανοίας. Καὶ ἡ μὲν μέση σημεῖον με‐ σούσης διανοίας, μήτε λίαν οὔσης πρὸς τὸ τέλος μήτε κρεμαμένης, οἷον 〈Α 23〉 αἰδεῖσθαί θ’ ἱερῆα· ἡ δὲ ὑποστιγμὴ κρεμαμένης τῆς διανοίας καὶ πρὸς συμπλήρωσιν ὀλίγου δεομένης· διὸ καὶ καταβιβάζοντες ἐμφαν‐ | |
10 | τικώτατα τὴν φωνήν, ζητητικὴν αὐτὴν κατασκευάζουσι τῶν ἑξῆς, οἷον 〈Α 5〉 Διὸς δ’ ἐτελείετο βουλή. 〈Stephani.〉 —Τίνι διαφέρει στιγμὴ ὑποστιγμῆς; Χρόνῳ.] Τῷ χρόνῳ, φησί, διαφέρουσιν ἀλλήλων· χρόνῳ δὲ εἶπεν οὐ τῷ καιρῷ, ἀλλὰ τῷ διαστήματι τῆς φωνῆς· μετὰ γὰρ τὴν τελείαν ἔξεστί μοι καὶ | |
15 | μετὰ μίαν ὥραν καὶ μετὰ δύο καὶ μετὰ τρεῖς τὸν ἑξῆς ἐπαγαγεῖν στί‐ χον, ἐν δὲ τῇ ὑποστιγμῇ οὐδ’ ὅλως ἀναμένειν, ἀλλ’ εὐθέως ἐπαγαγεῖν· ὥστε οὖν τῷ χρόνῳ διαφέρουσιν ἀλλήλων ἥ τε στιγμὴ καὶ ἡ ὑποστιγμή. Ζητοῦσι δέ τινες, τί δήποτε τῆς τελείας καὶ τῆς ὑποστιγμῆς σύγ‐ κρισιν ὁ τεχνικὸς ποιεῖται, τῆς δὲ μέσης οὐκέτι. Καί φασιν ὅτι τὰ ἄκρα | |
20 | ἀεί ποτε ἐναντία ἐστί, καὶ ἐκ τοῦ ἐναντίως ἔχειν πρὸς ἄλληλα δεῖται συγκρίσεως, ἡ δὲ μέση οὐδ’ ὅλως· δήλη γάρ ἐστιν ὡς οὖσα τῶν πρός τι ἐχόντων, τὰ γὰρ μέσα τῶν πρός τί ἐστιν ἀεί· ὥσπερ οὖν τὸ ψυχρὸν τῷ θερμῷ ἐναντίον καὶ τὸ πικρὸν τῷ πάνυ γλυκεῖ, οὕτω καὶ ἡ στιγμὴ τῇ ὑποστιγμῇ. Καὶ ταῦτα μὲν ὁ ὑπομνηματίζων. Ἐγὼ δὲ νομίζω | |
25 | ὅτι τὰ πάντῃ διεστῶτα οὐ συγκρίνεται· ἀμέλει τὸ πικρὸν οὐκ ἄν τις συγκρίνειε τῷ γλυκεῖ οὐδὲ 〈τὸ〉 θερμὸν τῷ ψυχρῷ· οὐκοῦν οὐδὲ στιγ‐ μὴν τελείαν ὑποστιγμῇ· ἄκρα γὰρ καὶ διεστῶτα. Τὰ δὲ ποσῶς κοινω‐ νοῦντα ἤγουν πλησιάζοντα, ταῦτα ἐπιδέχονται τὴν σύγκρισιν, οἷον ὁ τα‐ χύτερος λέγεται οὐ πρὸς τὸν μηδ’ ὅλως ταχύν, ἀλλὰ πρὸς τὸν ταχὺν μέν, | |
30 | ἔλαττον δέ· ἡ δὲ μέση τῇ ὑποστιγμῇ πλησιάζουσα, καθότι ἑκατέρα ἐπ’ ἀτε‐ | 178 |
179 | λοῦς ἐννοίας τίθεται, εἰκότως συγκριθήσεται. Ἰστέον δὲ ὅτι μετὰ τὴν ἐν ὑποκρίσει ὑποστιγμὴν ἡ τελεία ἐπαχθήσεται. | |
3t | § 5 (6b). | |
4t | Περὶ ῥαψῳδίας. | |
5t | Ῥαψῳδία ἐστὶ μέρος ποιήματος etc. Σd 28, 10—30, 24. | |
5 | 〈Stephani.〉 —Καὶ ἄλλως. Περὶ ῥαψῳδίας. —Ῥαψῳδία ἐστὶ μέρος ποιήματος ἐμπεριειληφός τινα ὑπόθεσιν.] Τὴν ῥαψῳδίαν καὶ αὐτὸς παρετυμολογῶν λέγει διαφόρως παρῆχθαι· ἢ γὰρ παρὰ τὸ ῥάπτειν—ῥάψαι δέ ἐστιν, ὡς ἴσμεν, τὸ κατασκευάσαι—ἐπειδὴ τὰ ἔπη συρράπτεται ἔκ τε διαφόρων λέξεων καὶ νοημάτων, καὶ οὕτως ἐξυ‐ | |
10 | φαίνεται τὰ τῆς ὑποθέσεως· ἢ παρὰ τὸ μετὰ ῥάβδου δαφνίνης τοὺς ῥαψῳδοὺς τὰ ἔπη ἐπιδείκνυσθαι. Ἦν δέ, ὥς φασιν, ἀπολόμενα τὰ τοῦ Ὁμήρου· τότε γὰρ οὐ γραφῇ παρεδίδοτο, ἀλλὰ μόνῃ διδασκαλίᾳ καὶ ὡς ἂν μνήμῃ μόνῃ ἐφυλάττετο. Πεισίστρατος δέ τις Ἀθηναίων τύραννος, ἐν ἅπασιν ὢν εὐγενής, καὶ ἓν τοῦτο θαυμαστὸν ἐβουλεύσατο· ἠθέλησε | |
15 | γὰρ καὶ τὴν Ὁμήρου ποίησιν ἔγγραφον διαφυλάττεσθαι. Προθεὶς δὲ ἀγῶνα δημοτελῆ καὶ κηρύξας καὶ δοὺς ἄδειαν τοῖς εἰδόσι καὶ βουλο‐ μένοις τὰ Ὁμήρου ἐπιδείκνυσθαι, καὶ μισθὸν τάξας στίχου ἑκάστου ὀβο‐ λόν, συνήγαγεν ὁλοσχερεῖς τὰς λέξεις καὶ παρέδωκεν ἀνθρώποις σοφοῖς καὶ ἐπιστήμοσιν, ὡς καὶ τὸ ἐπίγραμμα αὐτοῦ δηλοῖ 〈Anthol. XI 442〉: | |
20 | Τρίς με τυραννήσαντα τοσαυτάκις ἐξετίναξε δῆμος Ἀθηναίων, καὶ τρὶς ἐπηγάγετο, τὸν μέγαν ἐν βουλῇ Πεισίστρατον, ὃς τὸν Ὅμηρον ἤθροισα, σποράδην τὸ πρὶν ἀειδόμενον. Ἡμέτερος γὰρ κεῖνος ὁ χρύσεος ἦν πολιήτης, | |
25 | εἴπερ Ἀθηναῖοι Σμύρναν ἀπῳκίσαμεν. Ῥαψῳδία ἐστὶ μέρος ποιήματος.] Ποιήσεως ἐχρῆν εἰπεῖν, οὐ ποιήματος· ποίησις γὰρ ἡ πᾶσα Ἰλιάς, ποίημα δὲ ἑκάστη ῥαψῳδία. Δια‐ φέρει δὲ ποίημα καὶ ποίησις καὶ ποιητικὴ καὶ ποιητής· ποιητικὴ μὲν | |
γάρ ἐστιν ἡ ἕξις, ποιητὴς δὲ ὁ μετέχων ποιητικῆς, ποίημα δὲ ὁ στίχος | 179 | |
180 | καὶ τὸ σύνταγμα τὸ ἐν ταὐτῷ ἀρχὴν καὶ τέλος ἔχον, ὁποῖόν ἐστι τὸ Κ τῆς Ἰλιάδος ἡ νυκτεγερσία καλουμένη· ποίησις δέ ἐστιν ἥτις ἀρχὴν μὲν οὐκ ἔχει ἐν τοῖς προτέροις, τὸ δὲ νόημα ἐν τοῖς ἐχομένοις ἀποτελεῖ· ἢ ποίημά ἐστι φράσις ἔμμετρος καὶ εὔρυθμος, ἀρχαιοτέρα καὶ σεμνοτέρα | |
5 | τῆς λογικῆς συντάξεως, κατὰ τῶν ὑποκειμένων πραγμάτων ἢ ὡς ὑπο‐ κειμένων τιθεμένη, ὑποκειμένων μὲν θείων τε καὶ ἀνθρωπίνων, ὡς ὑπο‐ κειμένων δέ, οἷον Σκύλλης, Χιμαίρας καὶ τῶν ὁμοίων. Καὶ ἄλλως. —Πορφυρίου. —Ὁ ἐμπεριεχόμενος νοῦς ἐν τῇ | |
10 | ὑπογραφῇ τοῦτον ἔχει τὸν τρόπον, ὅτι ῥαψῳδία ἐστὶ μέρος ποιήματος, ποίημα δὲ ἡ Ἰλιάς, καὶ ἕτερον ποίημα ἡ Ὀδύσσεια· τὸ δὲ συναμφότερον λέγεται ποίησις· ἑκάστη δὲ τῶν ῥαψῳδιῶν οἰκείαν ὑπόθεσιν ἔχει. Ὠνό‐ μασται δὲ ἀπὸ τοῦ ῥάψω μέλλοντος καὶ τοῦ ᾠδή· συνέρραπτον γὰρ τοὺς κατάλληλον διάνοιαν ἀπαρτίζοντας στίχους Ὁμηρικούς, καὶ ἔψαλλον | |
15 | τὸ ἐφαρμόζον μέλος πρὸς τὴν τοῦ Ἀπόλλωνος ἑορτήν· κατεῖχον δὲ καὶ κλάδους δαφνῶν οἱ Ὁμηρίδαι ἐν ταῖς χερσίν, ὅτε τοὺς Ὁμηρικοὺς στί‐ χους ἐν τῇ τοῦ Ἀπόλλωνος ἑορτῇ ἔψαλλον. —Διὰ τί τοιαύτην ῥά‐ βδον κατέχοντες τὰ Ὁμηρικὰ ᾖδον; Διὰ τὸ ἀειθαλὲς τῆς ποιήσεως, ἐπεὶ καὶ ἡ δάφνη ἀειθαλής ἐστιν οὐδέποτε φυλλορ〈ρ〉οοῦσα· καὶ ὅτι τοῦ Ὁμή‐ | |
20 | ρου ἡ ποίησις καὶ μαντικῆς μετέχει, οἱ δὲ μάντεις δάφνῃ ἐστέφοντο, τοῦ Ἀπόλλωνος κατὰ τὴν ἱστορίαν Δάφνης τινὸς κόρης ἐρασθέντος, διώ‐ κοντος δὲ καὶ μὴ καταλαβόντος, στεφανωθέντος δὲ ἀπὸ τῶν κλάδων αὐτῆς, ἐπεὶ ἀπεδενδρώθη παρὰ τῆς γῆς διασχούσης καὶ ταύτην λαβούσης οἷα μητρός, καὶ ἀνταποδούσης ἀντὶ 〈τῆσ〉 γυναικὸς τὸ φυτόν. —Ποῦ δὲ | |
25 | φαίνεται ὁ ποιητὴς μαντευσάμενος; Καὶ ἐν ἄλλοις μὲν πολλοῖς, πλὴν καὶ ἐν τούτοις· φησὶ γὰρ προσώπῳ τοῦ Ποσειδῶνος διὰ τὸν Αἰνείαν, ὅτι 〈Υ 307 seq〉 Τρώεσσιν ἀνάξει, Καὶ παῖδες παίδων, τοί κεν μετό‐ πισθεν ἔσονται· ὅτι δὲ ἀληθῆ ἐμαντεύσατο, δηλοῦσι τὰ πράγματα· ἐξ Αἰνείου γὰρ ἡ Ῥωμαϊκὴ ἀρχή, καὶ Αἰνειάδαι οἱ βασιλεῖς. | |
30 | 〈Stephani.〉 —Ταῦτα μὲν ἐν τούτοις. Τὰ δὲ ἐντεῦθεν τῆς γραμ‐ ματικῆς «περὶ στοιχείου» μὲν ἐπιγράφεται, ἄρχεται δὲ ἐκ τοῦ «γράμματά | |
εἰσιν κδʹ». | 180 | |
181 | Ἐπειδὴ 〈δὲ〉 ἐκ τῆς φωνῆς τὰ στοιχεῖα συνίστανται—στοιχεῖον δέ ἐστιν ἡ πρώτη καὶ ἀμερὴς τοῦ ἀνθρώπου φωνή—ἀναγκαῖον ἡμᾶς πρῶτον περὶ φωνῆς διαλαβεῖν, εἰ καὶ ὁ τεχνικὸς οὐδὲν εἶπε περὶ αὐτῆς. Καὶ οἱ μὲν τῶν παλαιῶν λέγουσι τὴν φωνὴν σῶμα, οἱ δὲ ἀσώματον· οἱ | |
5 | γὰρ λέγοντες 〈ὅτι〉 ἀὴρ πεπληγμένος, σῶμα αὐτὴν νοοῦσι· σῶμα γὰρ 〈ὁ〉 ἀήρ, ἓν ὑπάρχων τῶν τεσσάρων στοιχείων· οἱ δὲ λέγοντες ἀσώ‐ ματον οὔ φασι τὴν φωνὴν 〈ὅτι〉 ἀὴρ πεπληγμένος, ἀλλὰ πληγὴ ἀέρος ἤτοι ἴδιον αἰσθητὸν ἀκοῆς· ὅπερ ἐστὶ καὶ μᾶλλον ἀληθές. Καὶ δῆλον ἐκ μεθόδου τοιαύτης· τῶν πραγμάτων τὰ μὲν ἐν τῷ γίνεσθαι ἔχει τὸ | |
10 | εἶναι, καθάπερ ἡ αὐλητικὴ καὶ 〈ἡ〉 ὀρχηστική· ταῦτα γὰρ ἐνεργούμενα μὲν εἰσί, γεγονότα δὲ οὐκ εἰσίν, ἅμα γὰρ τῷ παύσασθαι τὴν ἐνέργειαν φθείρεται καὶ τὸ γινόμενον· τὰ δὲ ἐν τῷ γεγονέναι ἔχει τὸ εἶναι, ὥσπερ ἡ ἀνδριαντοποιητικὴ καὶ 〈ἡ〉 τεκτονική· ταῦτα 〈γὰρ〉 ἐν μὲν τῷ γίνε‐ σθαι οὐκ ἔχουσι τὴν ὕπαρξιν, καθὸ οὔπω ἀποτέλεσμα ἔχουσι, μετὰ δὲ | |
15 | τὸ γενέσθαι ἔχουσι καὶ τὸ εἶναι, τότε τοῦ ἀποτελέσματος ὄντος. Ἄρ’ οὖν ἡ φωνὴ ἐν τῷ γίνεσθαι ἔχει τὴν ὕπαρξιν, μετὰ δὲ ταῦτα οὐχ ὑφίσταται· καὶ δῆλον ὅτι οὐκ ἔστι σῶμα, ἀλλ’ ἀσώματον. Ἰστέον 〈δὲ〉 ὅτι τῶν φωνῶν αἱ μέν εἰσιν ἔναρθροι καὶ ἐγγράμμα‐ τοι, ὡς αἱ ἡμέτεραι· αἱ δὲ ἄναρθροι καὶ ἀγράμματοι, ὡς ὁ ἦχος τοῦ | |
20 | πυρὸς καὶ ὁ κτύπος τοῦ λίθου ἢ τοῦ ξύλου· αἱ δὲ ἄναρθροι μέν, ἐγ‐ γράμματοι δέ, οἷον αἱ μιμήσεις τῶν ἀλόγων ζῴων, ὡς τὸ βρεκεκέξ καὶ τὸ κοΐ (ἡ φωνὴ τοῦ χοίρου)· αὕτη γὰρ ἡ φωνὴ ἄναρθρος μέν, καθὸ οὐκ ἴσμεν τί σημαίνει, ἐγγράμματος δέ, καθὸ δύναται γραφῆναι· αἱ δὲ ἔναρθροι μέν, ἀγράμματοι δέ, ὡς ἐπὶ τοῦ συρισμοῦ· αὕτη γὰρ ἡ φωνὴ | |
25 | ἔναρθρος μέν, καθὸ ἴσμεν τί σημαίνει, οἷον 〈Κ 502〉 ῥοίζησε〈ν〉 δ’ ἄρα πιφαύσκων Διομήδεϊ δίῳ, ἀγράμματος δέ ἐστι, καθὸ οὐ δύνα‐ ται γραφῆναι. Ἰστέον δὲ ὅτι ἡ φωνὴ κυρίως 〈μὲν〉 λέγεται ἐπὶ τῶν ἀνθρώπων, ὡς παρὰ τῷ ποιητῇ 〈Β 489 seq〉 οὐδ’ εἴ μοι δέκα μὲν γλῶσσαι, | |
30 | δέκα δὲ στόματ’ εἶεν, Φωνή τ’ ἄρρηκτος· καταχρηστικῶς δὲ καὶ ἐφ’ ἑτέρων λέγεται φωνή, ὡς ἐπὶ σάλπιγγος εἶπεν Ὅμηρος 〈Σ 219〉 ὡς δ’ ὅτ’ ἀριζήλη φωνή, ὅτε τ’ ἴαχε σάλπιγξ. Σχηματίζεται δὲ ἡ φωνὴ παρὰ τὸ φῶ, τὸ φαίνω, κατὰ πρόσληψιν συλλαβῆς τῆς νη γινομένη [φῶ] φωνή· φαίνει γὰρ καὶ λαμπρῶς δηλοῖ | |
35 | τὰ ἐνθυμήματα· ἢ ὅτι φωτονόη τίς ἐστιν· αὕτη γὰρ τὰ τοῦ νοὸς ἐν‐ θυμήματα εἰς φῶς ἐξάγει. | |
Ὁρίζεται δὲ ἡ φωνὴ οὕτως· φωνή ἐστι πνεῦμά τι ἀπὸ συστήματος | 181 | |
182 | ἰδίου καὶ αἵματος ἀναφερόμενον ἕως τῆς γλώττης, ὑφ’ ἧς τυπτόμενον διαρθροῦται καὶ νοητὸν ταῖς πλησίον ἀκοαῖς παραδίδοται. | |
3t | § 6 (7b). | |
4t | Περὶ στοιχείου. | |
5t | Μελάμποδος. —Γράμματά ἐστιν κδʹ etc. = Σd 30, 26—47, 31. | |
5 | Περὶ στοιχείου. —Διδάξας ἡμᾶς ὁ Διονύσιος περὶ προσῳδιῶν 〈καὶ〉 τέχνης καὶ γραμματικῆς καὶ ἀναγνώσεως καὶ τῶν ἐφεξῆς τοὺς λόγους, ἄρχεται λοιπὸν καὶ περὶ τῶν τῆς γραμματικῆς ἀρχῶν, τοῦ στοι‐ χείου, καὶ τὴν τούτου διάκρισιν ποιεῖται. Δέον δὲ εἰπεῖν τί ἐστι στοι‐ χεῖον· ἀλλ’ ἐπειδὴ ἀδύνατον εἰπεῖν τί ἐστιν, εἰ μὴ διαστείλωμεν τὸ τοῦ | |
10 | στοιχείου ὄνομα, ὁμώνυμον γάρ, πρότερον δέον εἰπεῖν, ποσαχῶς τὸ στοι‐ χεῖον. Λέγουσι τοίνυν αὐτὸ διχῶς, τά τε ἀφ’ ἑαυτῶν ἀρχόμενα γράμ‐ ματα καὶ τὰ ἐξ ὧν σύγκειται τὰ σώματα. —Στοιχεῖον δέ ἐστιν ἡ πρώτη καὶ ἀμερὴς τοῦ ἀνθρώπου φωνή, ἢ φωνὴ ἐγγράμματος ἀμερής, ἢ φωνῆς Ἑλληνίδος φθόγγος ἐλάχιστος. | |
15 | Περὶ δὲ τῆς τῶν γραμμάτων εὑρέσεως διαφόρως οἱ ἱστορικοὶ ἱστό‐ ρησαν· οἱ μὲν γὰρ Προμηθέα λέγουσι τούτων εὑρετήν, ἄλλοι δὲ Φοίνικα τὸν τοῦ Ἀχιλλέως παιδαγωγόν, ἄλλοι δὲ τὸν Μιλήσιον Κάδμον, ἄλλοι δὲ τὴν Ἀθηνᾶν, ἄλλοι δὲ ἐξ οὐρανοῦ ἐρρῖφθαι τοῖς ἀνθρώποις πρὸς ὠφέλειαν. Εὕρηνται δὲ οὐχ ὑφ’ ἑνὸς ἅπαντα· ὕστερον γὰρ ἐπενοήθησαν | |
20 | τὰ δασέα καὶ τὰ διπλᾶ· πρὶν γὰρ ταῦτα ἐπινοηθῆναι, τοῖς ἀντιστοίχοις ἐχρῶντο, οἷον εἰ ἠθέλησαν χ ποιῆσαι, ἐποίουν κ καὶ δασεῖαν, εἰ δὲ θ ἢ φ, πάλιν ὁμοίως τὰ ἀντίστοιχα μετὰ δασειῶν, ὡς νῦν οἱ Ῥωμαῖοι· καὶ τὰ διπλᾶ δέ, ἐξ ὧν σύγκεινται. Ἄλλοι δὲ λέγουσιν, ὅτι καὶ τὰ μακρὰ τελευταῖον ἐπενοήθησαν, τῶν βραχέων τὸ πρότερον μετὰ μακρᾶς προσ‐ | |
25 | τιθεμένης ἄνωθεν ἀναπληρούντων 〈αὐτῶν〉 τὴν τάξιν· ἐποίουν γὰρ ἀντὶ τοῦ ω ο καὶ ἄνω〈θεν〉 μακράν, καὶ ἀντὶ τοῦ η ε καὶ ἄνωθεν μακράν. Τι‐ νὲς δὲ φοινίκεια ἐκάλεσαν τὰ γράμματα, 〈οἱονεὶ φωνίκεια,〉 παρὰ τὸ τῆς | |
φωνῆς εἰκόνα εἶναι τὰ γράμματα. | 182 | |
183 | Τῶν στοιχείων εὑρετὴν ἄλλοι τε καὶ Ἔφορος ἐν δευτέρῳ Κάδμον φασίν· οἱ δὲ οὐχ εὑρετήν, τῆς δὲ Φοινίκων εὑρέσεως πρὸς ἡμᾶς διά‐ κτορον γεγενῆσθαι, ὡς καὶ Ἡρόδοτος ἐν ταῖς ἱστορίαις 〈V, 58〉 καὶ Ἀριστοτέλης 〈p. 472 Rose〉 ἱστορεῖ· φασὶ γὰρ ὅτι Φοίνικες μὲν εὗρον τὰ | |
5 | στοιχεῖα, Κάδμος δὲ ἤγαγεν αὐτὰ εἰς τὴν Ἑλλάδα. Πυθόδωρος δὲ [ὡς] ἐν τῷ περὶ στοιχείων καὶ Φίλλις ὁ Δήλιος ἐν τῷ περὶ χρόνων πρὸ Κάδμου Δαναὸν μετακομίσαι αὐτά φασιν· ἐπιμαρτυροῦσι τούτοις καὶ οἱ Μιλησιακοὶ συγγραφεῖς Ἀναξίμανδρος καὶ Διονύσιος καὶ Ἑκαταῖος, οὓς καὶ Ἀπολλόδωρος ἐν νεῶν καταλόγῳ παρατίθεται. | |
10 | Ἔνιοι δὲ Μουσαῖον εὑρετὴν λέγουσι τὸν Μητίονος καὶ Στερόπης κατ’ Ὀρφέα γενόμενον· Ἀντικλείδης δὲ ὁ Ἀθηναῖος Αἰγυπτίοις τὴν εὕρεσιν ἀνατίθησι· Δοσιάδης δὲ ἐν Κρήτῃ φησὶν εὑρεθῆναι αὐτά· Αἰσχύλος δὲ Προμηθέα φησὶν εὑρηκέναι ἐν τῷ ὁμωνύμῳ δράματι 〈v. 460〉, Στη‐ σίχορος δὲ ἐν δευτέρῳ Ὀρεστείας καὶ Εὐριπίδης 〈fr. 578 N2〉 τὸν | |
15 | Παλαμήδην φησὶν εὑρηκέναι, Μνασέας δὲ Ἑρμῆν, ἄλλοι δὲ ἄλλον. Πιθανὸν δὲ κατὰ πάντα τόπον εὑρετὰς γεγενῆσθαι, διὸ καὶ ἄλλοι παρ’ ἄλ‐ λοις εἰσὶ χαρακτῆρες τῶν στοιχείων· οἷς δὲ νυνὶ χρώμεθα, εἰσὶν Ἰωνι‐ κοί, εἰσενέγκαντος Ἀρχίνου παρ’ Ἀθηναίοις ψήφισμα, τοὺς γραμματιστάς, ἤγουν τοὺς διδασκάλους, παιδεύειν τὴν Ἰωνικὴν γραμματικήν, ἤγουν τὰ | |
20 | γράμματα. Διέταξε δὲ τὰ στοιχεῖα γράφεσθαι, ὡς γράφομεν νῦν, Προνα‐ πίδης ὁ Ἀθηναῖος· τῶν γὰρ ἀρχαίων οἱ μὲν σπειρηδὸν ἔγραφον, οἱ δὲ πλιν‐ θηδόν, οἱ δὲ βουστροφηδόν, οἱ δὲ κιονηδόν [περὶ ὧν ἐν τοῖς ἑξῆς ἔχομεν μα‐ θεῖν]· ἔγραφον δὲ αὐτὰ καὶ δισχιδὸν ἤγουν στιχηδόν, ᾗ γραφῇ καὶ ἡμεῖς νῦν χρώμεθα· δισχιδὸν δὲ λέγεται τὰ στιχηδὸν γεγραμμένα παρὰ τὸ ἔχειν | |
25 | διεσχισμένους καὶ διακεχωρισμένους τοὺς στίχους ἀπ’ ἀλλήλων. Διὰ τοῦτο δὲ καὶ οὐκ ἄλλοις χαρακτῆρσι χρώμεθα τῶν στοιχείων, ἀλλὰ τοῖς Ἰωνικοῖς, ὡς μὲν Ἀσκληπιάδης ὁ Μυρλεανὸς λέγει, διὰ τὸ κάλλος, καὶ ὅτι πλεῖστα τῶν συγγραμμάτων τούτοις ἐγέγραπτο τοῖς χαρακτῆρσιν, ὡς δὲ Διόδωρος καὶ Ἀπίων ἐν τῷ περὶ τῶν στοιχείων, ὅτι πλεῖστοι | |
30 | συγγραφεῖς καὶ οἱ ποιηταὶ ἀπὸ τῆς Ἰωνίας τούτοις τοῖς τύποις ἐχρή‐ σαντο. Ἀπολλώνιος δὲ ὁ Μεσσήνιος ἐν τῷ περὶ ἀρχαίων γραμμά‐ | |
των φησί τινας λέγειν, ὅτι Πυθαγόρας αὐτῶν τοῦ κάλλους ἐπεμελήθη, | 183 | |
184 | ἐκ τῆς κατὰ γεωμετρίαν γραμμῆς ῥυθμίσας αὐτὰ γωνίαις καὶ περιφερείαις καὶ εὐθείαις. Ἰστέον δὲ ὅτι τὰ ὀνόματα τῶν στοιχείων ἄκλιτά εἰσιν, ὡς μέν φασί τινες, ὅτι βαρβάρων ἐστὶν εὑρήματα. Πρὸς οὓς ἔστιν εἰπεῖν, ὅτι | |
5 | πρῶτον μὲν πολλὰ 〈ὀνόματα〉 τῶν βαρβάρων κλίνονται, ὡς τὸ Ξέρξης καὶ Δαρεῖος· δεύτερον δὲ ὅτι ἄτοπόν ἐστι τὸν θεμέλιον τῆς Ἑλληνικῆς δια‐ λέκτου βαρβάρων εὕρημα λέγειν· τρίτον δὲ εἰ, διότι βαρβάρων ἐστὶν εὑρήματα, διὰ τοῦτο ἄκλιτά εἰσιν, ὤφειλον ἐκεῖνα 〈τὰ〉 στοιχεῖα ἄκλιτα εἶναι μόνα, ἅπερ λέγουσι βαρβάρους εὑρεῖν, φημὶ δὴ α β 〈γ〉 δ 〈ε〉 ι κ | |
10 | λ μ ν ο π ρ ς τ υ, τὰ δὲ ἄλλα ὀκτὼ τὰ ὑπὸ τῶν Ἑλλήνων εὑρεθέντα ὤφειλον κλίνεσθαι, φημὶ δὴ τὰ δύο μακρά, τὸ η καὶ τὸ ω, καὶ τὰ τρία διπλᾶ, ζ ξ ψ, καὶ τὰ τρία δασέα, θ φ χ. Κακῶς οὖν λέγουσιν· ἀλλὰ κρεῖττόν ἐστιν εἰπεῖν, ὅτι διὰ τοῦτο τὰ ὀνόματα τῶν στοιχείων ἄκλιτά ἐστιν, ἢ ἐπειδὴ ἀρχαί εἰσιν, αἱ δὲ ἀρχαὶ θέλουσιν ἁπλαῖ τε εἶναι καὶ | |
15 | ἀποίκιλοι, ὥσπερ ἡ λευκότης αὐτὴ καθ’ ἑαυτὴν νοουμένη ἁπλῆ ἐστιν· ἢ ὅτι οἱ θεμέλιοι ἀμεταθέτως θέλουσιν ἔχειν· ἢ διὰ τὸ ἀρτιμαθὲς τῶν παίδων οὐ κλίνονται, ἵνα μὴ πολλὰ γινόμενα δυσκατάληπτα αὐτοῖς γί‐ νωνται· παρὰ Δημοκρίτῳ δὲ κλίνονται, λέγει γὰρ δέλτατος καὶ θήτατος. Ταῦτα μὲν ἐν τούτοις. | |
20 | Φοινίκεια δὲ τὰ γράμματα ἐλέγοντο, ὥς φησιν Ἔφορος ὁ Κυμαῖος καὶ Ἡρόδοτος 〈V 58〉, ἐπεὶ Φοίνικες εὗρον αὐτά· Εὐφρόνιος δέ, ὅτι μίλτῳ τὸ πρότερον ἐγράφοντο, ὅ ἐστι χρῶμά τι φοινικοῦν· Ἐτεω‐ νεὺς 〈δὲ〉 καὶ Μένανδρος, ἐπειδὴ ἐν πετάλοις φοινικείοις ἐγράφοντο· ἤ, ὅπερ κρεῖττόν ἐστιν εἰπεῖν, ὅτι φοινίσσεται ὑπ’ αὐτῶν ὁ νοῦς ἤγουν | |
25 | λαμπρύνεται· Ἄνδρων δὲ καὶ Μενεκράτης ὁ Ὀλύνθιος ἀπὸ Φοινίκης τῆς Ἀκταίωνος θυγατρός· Ἀπολλώνιος δὲ ὁ τοῦ Ἀρχιβίου, ἐπειδὴ οἱ ἀντίγραφοι ἀπὸ φοίνικος ξύλον εἶχον καὶ μετ’ αὐτοῦ ἔγραφον· Δοῦρις δὲ ὁ Σάμιος ὁ ἱστορικὸς ἐν ὀγδόῃ 〈τῶν〉 Μακεδονικῶν ἀπὸ Φοίνικος | |
τοῦ Ἀχιλλέως τροφοῦ· Ἀλέξανδρος δὲ ὁ Ῥόδιος ἀπὸ Φοίνικος τοῦ | 184 | |
185 | Προνάπου καὶ Εὐρώπης, εὑρόντος αὐτὰ ἐν Κρήτῃ, ὃν ἀπέκτεινε Ῥαδά‐ μανθυς φθονήσας. Εὑρεταὶ δὲ τῶν λοιπῶν [τῶν] χαρακτήρων, τουτέστι τῶν ὀκτώ, οἷον τῶν δύο μακρῶν καὶ τῶν τριῶν διπλῶν καὶ 〈τῶν〉 τριῶν δασέων, | |
5 | δηλονότι Σιμωνίδης μὲν ὁ Κεῖος τῶν δύο μακρῶν καὶ τοῦ ξ καὶ τοῦ ψ, Παλαμήδης δὲ τῶν δασέων καὶ τοῦ ζ, ἤ, ὥς φασί τινες, Ἐπίχαρμος ὁ Συρακούσιος. Ὅσοι 〈δὲ〉 τὴν τῶν γραμμάτων εὕρεσιν Σισύφῳ ἢ Παλαμήδῃ ἢ Φοίνικι ἢ Προμηθεῖ ἐφάπτουσιν, ἢ ἐν Φοινίκῃ ἀπὸ οὐρανοῦ πεπτωκέναι | |
10 | φασίν, ἢ παρ’ Αἰγυπτίοις εὑρηκέναι Θώθ, ὃν Ἑρμῆν ἑρμηνεύουσιν, 〈οὐκ ὀρθῶς λέγουσιν〉· καὶ γὰρ ἡ φύσις ἡνίκα ἐδημιούργησε τὸν ἄνθρωπον, ἐχαρίσατο αὐτῷ τοιαύτην ἐπιτηδειότητα, ὥστε τεχνάσασθαι ταῦτα τὰ στοιχεῖα. Δείκνυνται δὲ ταῦτα καὶ πρὸ τῶν Ἰλιακῶν ὄντα, ὡς δῆλον ἐκ τῶν Βελλεροφόντου· φησὶ γὰρ ὁ ποιητὴς 〈Ζ 169〉 γράψας ἐν πί‐ | |
15 | νακι πτυκτῷ θυμοφθόρα πολλά· ὁ δὲ Βελλεροφόντης πρὸ τοῦ Τρωϊκοῦ πολέμου ἦν, καὶ γὰρ πάππος ἦν τοῦ Γλαύκου τοῦ ἐν τῷ Τρωϊκῷ πολέμῳ ὄντος. Ἀλλὰ καὶ ἐν Πυθοῖ ἦν λέβης ἐπιγεγραμμένος 〈cfr Herod. V 59〉 Ἀμφιτρύων μ’ ἀνέθηκε λαβὼν ἀπὸ Τηλεβοάων· καὶ ἐν Τάφῳ τῇ νήσῳ 〈Anthol. IX 684〉 | |
20 | Ὠκεανοῦ θυγάτηρ καὶ Τηθύος εἰμὶ Νύχεια κρήνη· Τηλεβόαι γάρ με τόδ’ ὠνόμασαν· νύμφαις μὲν προχέω λουτρόν, θνητοῖσι δ’ ὑγείην· θῆκε δέ με Πτερέλας, υἱὸς Ἐνυαλίου. Μετὰ δὲ τὸν ἐπὶ Δευκαλίωνος κατακλυσμὸν οὐδεὶς τῶν περιλειφθέντων | |
25 | Ἑλλήνων ἐφύλαξεν αὐτῶν τὴν μνήμην, πλὴν τῶν Πελασγῶν τῶν ἀφ’ Ἑλ‐ λάδος εἰς βαρβάρους πλανηθέντων, οὓς καὶ ὁ ποιητὴς δίους καλεῖ, φάσκων 〈Κ 429〉 καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί· παρ’ ὧν μαθόντες πρῶτοι Φοίνικες εἰς Ἕλληνας ἤγαγον, γείτονές τε | |
βαρβάρων ὄντες καὶ συνεχεῖς ἐμπορίας ποιούμενοι· ὅθεν καὶ Φοινίκεια | 185 | |
186 | κτητικῶς ὀνομάζονται. Οἱ δὲ φοινίκεια λέγουσιν αὐτά, οἱονεὶ φωνίκεια, ἐπειδὴ φωνῆς ἐγγραμμάτου δυνάμει εἰκόνες εἰσί, μεταβολῆς γεγονυίας τοῦ ω εἰς τὴν οι δίφθογγον κατὰ τὴν τῶν Βοιωτῶν διάλεκτον, ὥσπερ ἀγκώνη ἀγκοίνη. | |
5 | Ἰστέον 〈δὲ〉 ὅτι παρὰ τὸ στοιχῶ γίνεται στοιχεῖον, ἁρμονίᾳ γάρ τινι ἕπεται ἀλλήλοις τὰ στοιχεῖα· καὶ δῆλον ἀφ’ ὧν λέγομεν ψιλὰ ψι‐ λῶν ἡγεῖσθαι καὶ δασέα δασέων καὶ μέσα μέσων κατὰ σύλληψιν, οἷον κτύπος φθόνος ἕβδομος· καὶ πάλιν φαμὲν τὸ ν τοῦ 〈κ γ〉 χ μὴ προη‐ γεῖσθαι, καὶ μηδέποτε σύμφωνον προηγεῖσθαι τοῦ ς κατὰ σύλληψιν. | |
10 | Γράμματα δὲ λέγεται παρὰ τὸ γλάπτεσθαι, ὅ ἐστι κοιλαίνεσθαι· γέ‐ γονε γὰρ γλάμμα καὶ κατὰ μετάθεσιν τοῦ λ εἰς ρ γράμμα· ἢ παρ’ ὅσον ἐκ τῶν παρὰ τοῖς γεωμέτραις λεγομένων γραμμῶν ἐσχημάτισται· καὶ γὰρ ὁ Πυθαγόρας, ὥς φασι, 〈τοῦ〉 κάλλους αὐτῶν ἐπεμελήθη ἐκ τῆς κατὰ γεωμετρίαν γραμμῆς. | |
15 | Ζητοῦσι δέ τινες, διὰ τί τὸ γράμμα διὰ δύο μμ γράφεται, καὶ οὐ δι’ ἑνὸς μ, ὥσπερ τὸ θέμα καὶ βῆμα καὶ ποίημα. Καὶ ἔστιν εἰπεῖν, ὅτι ταῦτα ἐκ τοῦ πρώτου προσώπου τοῦ παθητικοῦ παρακειμένου σχηματί‐ ζονται, οἷον ἀπὸ τοῦ πεποίημαι ποίημα, νενόημαι νόημα, τετέλεσμαι τέ‐ λεσμα, γέγλυμμαι γλύμμα, ἔστεμμαι στέμμα· εἰ οὖν τὸ γέγραμμαι διὰ | |
20 | δύο μμ γράφεται, εὐλόγως καὶ τὸ γράμμα διὰ δύο μμ γράφεται. Ἐπειδὴ δέ τινες τὸ παρὰ τοῖς Βοιωτοῖς 〈καὶ Λάκωσι〉 καὶ Αἰολεῦσι λεγόμενον δίγαμμα, ὃ τυποῦται οὕτως ϝ, βούλονται τοῖς στοιχείοις κατα‐ τάσσειν, ἔλθωμεν καὶ εἴπωμεν τοὺς λόγους, δι’ οὓς βούλονται αὐτὸ κατα‐ τάσσειν τοῖς στοιχείοις, καὶ τότε δείξομεν ὅτι οὐκ ἔστι στοιχεῖον. Φασὶ μὲν | |
25 | ὅτι παντὶ στοιχείῳ ἕπεται τὸ ἔχειν χαρακτῆρα καὶ ὄνομα, δι’ οὗ ὀνομάζε‐ ται, ὥς φαμεν τοῦτο καλεῖσθαι ἄλφα ἢ ἦτα ἢ ω μέγα· εἰ ἄρα οὖν καὶ τὸ δίγαμμα χαρακτῆρα ἔχει καὶ ὄνομα, δῆλον ὅτι στοιχεῖόν ἐστιν. Εἰ‐ | |
πόντες οὖν πῶς λέγεται αὐτὸ στοιχεῖον, ἔλθωμεν καὶ δείξωμεν ὅτι οὐκ | 186 | |
187 | ἔστιν αὐτὸ στοιχεῖον. Ἰστέον γὰρ ὅτι πᾶν στοιχεῖον ἀφ’ ἑαυτοῦ ἄρχε‐ ται, τὸ ἄλφα ἀπὸ τοῦ α, τὸ βῆτα ἀπὸ τοῦ β, καὶ τὰ ἑξῆς ὁμοίως· τὸ δὲ δίγαμμα οὐχ οὕτως ἔχει· οὐκ ἄρα οὖν ἐστι στοιχεῖον. Ἄλλως τε δὲ πάντα τὰ στοιχεῖα κατὰ πᾶσαν ἔστιν εὑρίσκεσθαι διάλεκτον, τὸ δὲ | |
5 | δίγαμμα οὔ, ἀλλὰ παρὰ μόνοις τοῖς Βοιωτοῖς καὶ τοῖς Λάκωσι καὶ Αἰο‐ λεῦσιν· οὐκ ἄρα ἐστὶ στοιχεῖον. Ἔτι τὰ στοιχεῖα ἢ φωνήεντά ἐστιν ἢ σύμφωνα, τοῦτο δὲ οὐδὲν ἐκ τούτων δύναται εἶναι· σύμφωνον μὲν γὰρ οὐκ ἔστιν, ἐπειδὴ τὰ σύμφωνα εὑρίσκονται μετὰ ἑτέρου συμφώνου ἢ ἐν συλλήψει ἢ ἐν διαστάσει, οἷον θνῄσκω ἕλκω· εἰ ἄρα οὖν τὸ ϝ οὐ σύ‐ | |
10 | νεστι παντελῶς συμφώνοις, ἀλλὰ φωνήεσιν ἀεί, οἷον ϝουλαμός, δῆλον ὅτι οὐκ ἔστι σύμφωνον. Ἀλλ’ οὐδὲ φωνῆεν δύναται εἶναι· καὶ γὰρ τοῖς φωνήεσι παρέπεται τὸ δασύνεσθαι καὶ ψιλοῦσθαι, τὸ δὲ ϝ οὐ‐ δέποτε δασύνεται, ἀλλὰ μόνον ψιλοῦται· οὐκ ἄρα ἐστὶ φωνῆεν· ἄλλως τε δὲ τὰ προτακτικὰ φωνήεντα οὐχ ὑποτάσσονται φωνήεσιν, οἷον τὸ α | |
15 | καὶ ε καὶ τὰ ἄλλα προτακτικὰ ὄντα οὐχ εὑρίσκονται ἑτέροις ὑποτασσό‐ μενα φωνήεσιν· εἰ ἄρα οὖν τὸ ϝ εἴπωμεν φωνῆεν, εὑρεθήσεται ἐν τῷ ϝάναξ καὶ ϝελένη τὸ α καὶ ε τὰ προτακτικὰ ὑποτασσόμενα φωνήεσιν, ὅπερ ἐστὶν ἄτοπον· 〈ἔτι οὐδέποτε τρία φωνήεντα ἐν μιᾷ συλλαβῇ πα‐ ραλαμβάνονται· εἰ ἄρα οὖν τὸ ϝ εἴπωμεν φωνῆεν, εὑρεθήσονται ἐν τῷ | |
20 | ϝεῖδος καὶ ϝουλαμόσ〉 τρία φωνήεντα ἐν μιᾷ συλλαβῇ, ὅπερ ἐστὶν ἀδύ‐ νατον· εἰ ἄρα οὖν, ὡς—δέδεικται, οὔτε σύμφωνον δύναται εἶναι οὔτε φωνῆεν, δῆλον ὅτι οὐκ ἔστι στοιχεῖον τὸ ϝ. Ἔτι πᾶς χαρακτὴρ στοι‐ χείων σημαίνει ἀριθμόν· καὶ γὰρ τὸ α σημαίνει τὸν ἕνα ἀριθμόν, καὶ τὸ β τὸν δύο, καὶ ἑξῆς· εἰ ἄρα οὖν ὁ χαρακτὴρ τοῦ ϝ οὐ σημαίνει ἀριθμόν, | |
25 | δῆλον ὅτι οὐκ ἔστι στοιχεῖον. Ἐπειδὴ δέ τινες τὴν δασεῖαν, ἥτις τυποῦται οὕτως ϝ, οὐκ ὤκνησαν στοιχεῖον λέγειν, φέρε πρῶτον τοὺς λόγους εἴπωμεν, οἷστισιν ἐπερει‐ δόμενοι λέγουσι τὴν δασεῖαν στοιχεῖον εἶναι, καὶ τότε δείξομεν ὅτι οὐκ ἔστι στοιχεῖον. Φασὶν ὅτι πᾶν στοιχεῖον ἔχει τινὰ ἐκφώνησιν· τοιαύτη | |
30 | δέ ἐστι καὶ ἡ δασεῖα, προσγινομένη καὶ φθόγγον ἴδιον ἀποτελοῦσα· στοι‐ χεῖον ἄρα ἡ δασεῖα. Ἔστι δὲ εἰπεῖν ὅτι οὐκ ἔστι στοιχεῖον ἡ δασεῖα· καὶ γὰρ πάντα τὰ στοιχεῖα ἢ φωνήεντά ἐστιν ἢ σύμφωνα· εἰ ἄρα δεί‐ ξομεν τὴν δασεῖαν ὅτι οὔτε φωνήεντος δύναμιν ἔχει οὔτε συμφώνου, | |
δῆλον ὅτι οὐκ ἔστι στοιχεῖον. Καὶ γὰρ φωνήεντος μὲν δύναμιν οὐκ | 187 | |
188 | ἔχει, ἐπειδὴ τὰ φωνήεντα καὶ δασύνονται καὶ ψιλοῦνται, ὅπερ οὐ παρα‐ κολουθεῖ τῇ δασείᾳ· οὐκ ἄρα οὖν φωνῆέν ἐστιν· ἄλλως τε δὲ εἰ ἦν φωνῆεν ἡ δασεῖα, ἔδει τὸ δασυνόμενον ε καὶ τὸ ο τὸ δασυνόμενον μείζονι χρόνῳ κεχρῆσθαι τοῦ ψιλουμένου, εἴ γε τὰ ἐκ δύο φωνηέντων καταγινόμενα | |
5 | μείζονα τῶν βραχέων εἰσίν· 〈ὅπερ οὐκ ἔστιν〉· ἔτι οὐδέποτε τρία φωνή‐ εντα ἐν μιᾷ συλλαβῇ παραλαμβάνονται· εἰ ἄρα οὖν εἴπωμεν τὴν δασεῖαν φωνῆεν, εὑρεθήσονται ἐν τῷ εἷμα καὶ αἷμα τρία φωνήεντα ἐν μιᾷ συλ‐ λαβῇ, ὅπερ ἀδύνατον· ἔτι τὰ φωνήεντα αὐτὰ καθ’ ἑαυτὰ δύνανται παρα‐ λαμβάνεσθαι, ἡ δὲ δασεῖα οὐ δύναται καθ’ ἑαυτὴν παραλαμβάνεσθαι· οὐκ | |
10 | ἄρα οὖν φωνῆέν ἐστιν. Ἀλλ’ οὔτε δὲ σύμφωνον δύναται εἶναι· καὶ γὰρ τοῖς δασέσι συμφώνοις οἱ Αἰολεῖς κέχρηνται συνεχῶς, οἷον 〈Π 165〉 ἀμφ’ ἀγαθὸν θεράποντα, 〈ubi?〉 οὐχ εὗρον, τῇ δὲ δασείᾳ οὐ κέ‐ χρηνται, ψιλωτικοὶ γάρ εἰσιν· οὐκ ἄρα οὖν ἐστι σύμφωνον ἡ δασεῖα· ἄλλως τε δὲ τὰ ἀπὸ συμφώνων ἀρχόμενα ῥήματα τὸ ε προσλαμβάνουσι | |
15 | κατὰ τὸν παρατατικόν, οἷον τύπτω ἔτυπτον, γράφω ἔγραφον· εἰ ἄρα οὖν 〈ἦν〉 ἡ δασεῖα σύμφωνον, ὤφειλον τὰ δασυνόμενα, φημὶ δὴ τὸ εὑ‐ ρίσκω καὶ τὸ εὕδω, τὸ ε προσλαμβάνειν κατὰ τὸν παρατατικόν, ὅπερ οὐκ ἔστιν· ἔτι τὰ σύμφωνα ἐν τῇ ἀρχῇ καὶ ἐν τῷ μέσῳ καὶ ἐν τῷ τέλει εὑρίσκονται, οἷον Πλάτων, ἡ δὲ δασεῖα οὐχ οὕτως ἔχει, φίλαρχος γάρ | |
20 | ἐστιν· οὐκ ἄρα οὖν σύμφωνόν ἐστι. Δῆλον οὖν ὡς οὔτε σύμφωνον οὔτε φωνῆεν ὑπάρχουσα ἡ δασεῖα οὐκ ἔστι στοιχεῖον. Ἐπειδὴ δέ τινες τὸ ρ φωνῆεν θέλουσι λέγειν, εἴπωμεν πῶς λέγου‐ σιν αὐτὸ φωνῆεν εἶναι, καὶ τότε δείξομεν αὐτὸ σύμφωνον. Φασὶν ὅτι τοῖς φωνήεσι παρέπεται τὸ δασύνεσθαι καὶ ψιλοῦσθαι, οὐ μὴν τοῖς συμ‐ | |
25 | φώνοις· εἰ ἄρα οὖν τὸ ρ καὶ δασύνεται καὶ ψιλοῦται—καὶ δασύνεται μέν, ὡς ἐν τῷ ῥάπτω, ψιλοῦται δέ, ὡς ἐν τῷ μέῤος—δῆλον ὅτι φω‐ νῆέν ἐστιν. Ἄλλως τε δὲ τὰ διὰ τοῦ α μακροῦ ἐκφερόμενα κατὰ τὸν μέλλοντα τῆς δευτέρας συζυγίας τῶν περισπωμένων, ὅτε μὴ Δωρικά ἐστι, κατὰ τὸν ἐνεστῶτα ἔχουσι πρὸ τοῦ α φωνῆεν, οἷον ἀνιάσω ἀνιῶ, | |
30 | κοπιάσω κοπιῶ, ἐρυθριάσω ἐρυθριῶ· ἐπεὶ οὖν καὶ τὸ φυράσω καὶ τὸ περάσω καὶ τὸ δράσω, οὐ Δωρικὰ ὄντα ἀλλὰ κοινά, μακρῷ τῷ α κέχρηνται, παραλήγεται δὲ τῷ ρ, δῆλον ὅτι φωνῆέν ἐστι καὶ οὐ σύμφωνον· πρόσκειται «ὅτε μὴ ὦσι Δωρικά», διὰ τὸ πεινάσω καὶ διψάσω· ταῦτα γὰρ μακρὸν ἔχουσι τὸ α, καὶ ὅμως κατὰ τὸν ἐνεστῶτα | |
35 | οὐκ ἔχουσι πρὸ τοῦ ω φωνῆεν· ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ ἀπὸ | 188 |
189 | τοῦ πεινήσω καὶ διψήσω κατὰ τροπὴν Δωρικὴν τοῦ η εἰς α μακρὸν γέ‐ γονεν. Ἔτι τὰ βραχυκατάληκτα τῶν εἰς α ληγόντων θηλυκῶν ποτὲ μὲν φυλάττουσι τὸ α κατὰ τὴν γενικήν, ὅτε φωνήεσι παραλήγεται, οἷον Μήδεια Μηδείας, Ἀντιόχεια Ἀντιοχείας, ποτὲ δὲ τρέπουσιν αὐτὸ εἰς τὸ | |
5 | η, ὅτε σύμφωνον ἔχει πρὸ τοῦ α, οἷον θάλασσα θαλάσσης, ἅμαξα ἁμά‐ ξης· εἰ ἄρα οὖν τὰ ἔχοντα πρὸ τοῦ α τὸ ρ φυλάττουσιν αὐτὸ ἐπὶ γε‐ νικῆς καὶ οὐ τρέπουσιν, οἷον σφαῖρα σφαίρας, μάχαιρα μαχαίρας, δῆλον ὅτι τὸ ρ φωνῆέν ἐστι καὶ οὐ σύμφωνον. Ἔτι τὰ ἀπὸ ἑνὸς ἁπλοῦ συμ‐ φώνου ἀρχόμενα ῥήματα ἀναδιπλασιάζουσι τὸν παρακείμενον, οἷον τύπτω | |
10 | τέτυφα, θύω τέθυκα, φιλῶ πεφίληκα, τὰ δὲ ἀπὸ φωνήεντος ἀρχόμενα οὐκ ἀναδιπλασιάζουσι τὸν παρακείμενον, οἷον ἐρευνῶ ἠρεύνηκα, ἐλεῶ ἠλέηκα· εἰ ἄρα οὖν τὰ ἀπὸ τοῦ ρ ἀρχόμενα οὐκ ἀναδιπλασιάζουσι τὸν παρακείμενον, οἷον ῥάπτω ἔρραφα, ῥυπῶ ἐρρύπωκα, δῆλον ὅτι οὐκ ἔστι τὸ ρ σύμφωνον, ἀλλὰ φωνῆεν. | |
15 | Ἔστι δὲ εἰπεῖν ὅτι σύμφωνόν ἐστι τὸ ρ καὶ οὐ φωνῆεν· οὐδὲν γὰρ ὄνομα ἀρσενικὸν εἰς φωνῆεν λήγει, οἷον Πλάτων Φοῖνιξ Αἴας· πῶς οὖν τὸ ρ φωνῆεν, ὅπου τὸ ῥήτωρ καὶ πατήρ καὶ τὰ τοιαῦτα εἰς ρ λήγει; Ἄλλως τε δὲ οὐδέποτε φωνῆεν τοῦ αὐτοῦ φωνήεντος προτάσσεται καὶ ὑποτάσσεται 〈ἐν συλλήψει〉· πῶς οὖν τὸ ρ τοῦ η καὶ προτασσόμενον | |
20 | καὶ ὑποτασσόμενον, ὡς ἐν τῷ Ἄρης καὶ ἀήρ, δύναται εἶναι φωνῆεν; Ἔτι τὰ εἰς ω λήγοντα ῥήματα οὐδέποτε διὰ δύο φωνηέντων ἐκφέρον‐ ται κατὰ τὴν λήγουσαν συλλαβήν· εἰ ἄρα οὖν τὸ ρ εἴπωμεν εἶναι φω‐ νῆεν, εὑρεθήσονται κατὰ τὴν τελευταίαν συλλαβὴν τοῦ κείρω 〈καὶ〉 φθείρω δύο φωνήεντα, ὅπερ ἐστὶν ἄτοπον. Ἔτι τρία φωνήεντα ἐν μιᾷ | |
25 | συλλαβῇ οὐ παραλαμβάνονται· εἰ ἄρα οὖν εἴπωμεν τὸ ρ φωνῆεν, εὑρε‐ θήσονται ἐν τῷ ῥοῦς καὶ ἐν τῷ ῥεῦμα τρία φωνήεντα 〈ἐν μιᾷ συλλαβῇ, ὅπερ ἐστὶν ἄτοπον〉. Ἔτι αὐτὰ καθ’ ἑαυτὰ παραλαμβανόμενα τὰ φω‐ νήεντα φωνὴν ἀποτελοῦσιν, τὰ δὲ σύμφωνα οὔ· εἰ ἄρα οὖν τὸ ρ αὐτὸ καθ’ ἑαυτὸ παραλαμβανόμενον φωνὴν οὐκ ἀποτελεῖ, δῆλον ὅτι οὐκ ἔστι | |
30 | φωνῆεν ἀλλὰ σύμφωνον. Ἔτι πᾶς παρακείμενος ἀπαθής—λέγω δὲ «ἀπαθής» διὰ τὸ ἑώρακα—ἀπὸ τοῦ ε ἀρχόμενος πάντως τὸν ἐνε‐ στῶτα ἔχει ἀπὸ συμφώνου ἀρχόμενον, οἷον ἔφθαρκα φθείρω, ἔσταλκα στέλλω, ἐψήφωκα ψηφῶ, ἔσπαρκα σπείρω· εἰ ἄρα οὖν τὸ ἐρρύπωκα καὶ τὸ ἔρραφα ἀπὸ τοῦ ε ἄρχονται, δῆλον ὅτι τὸ ῥυπῶ καὶ τὸ ῥάπτω ἀπὸ | |
35 | συμφώνου ἄρχονται· ἄρα οὖν τὸ ρ σύμφωνόν ἐστι καὶ οὐ φωνῆεν. | |
Ἰστέον δὲ ὅτι τινὲς τὰ διπλᾶ λέγουσι σύνθετα εἶναι, λέγοντες ὅτι | 189 | |
190 | τὰ ἐκ διαφόρων συνεστῶτα σύνθετά ἐστιν, οἷον Ἀγαμέμνων Μενέλαος· ἄρα οὖν καὶ ἕκαστον τούτων τῶν διπλῶν ἐκ δύο συμφώνων σύγκειται, τὸ μὲν ζ ἐκ τοῦ ς καὶ δ, τὸ δὲ ξ ἐκ τοῦ κ καὶ ς, τὸ δὲ ψ ἐκ τοῦ π καὶ ς· δῆλον οὖν ὅτι σύνθετά εἰσιν. Πρὸς οὓς ἔστιν εἰπεῖν, ὅτι οὐ δύ‐ | |
5 | ναται ταῦτα εἶναι σύνθετα, ἐπειδὴ στοιχεῖά εἰσι, τὰ δὲ στοιχεῖα ἁπλᾶ θέλουσιν εἶναι καὶ ἀποίκιλα· στοιχεῖον γάρ ἐστιν ἡ πρώτη καὶ ἀμερὴς τοῦ ἀνθρώπου φωνή. Ἄλλως τε δὲ διπλᾶ λέγεται καὶ οὐ σύνθετα· διαφέρει δὲ διπλοῦν συνθέτου, καθὸ σύνθετον μέν ἐστι τὸ ἐκ διαφόρων συνεστηκός, οἷον Ἀγαμέμνων, διπλοῦν δὲ λέγεται τὸ δυνάμενον εἰς | |
10 | ἑαυτὸ διπλωθῆναι, ὥσπερ 〈διπλοῒσ〉 τὸ ἱμάτιον εἰς ἑαυτὸ δεδιπλωμένον. Κρεῖττον οὖν ἐστι λέγειν ὅτι οὐκ ἐκ δύο συμφώνων σύγκεινται, ἀλλὰ δύο συμφώνων ἔχουσι δύναμιν καὶ ἐκφώνησιν. Δέον δέ ἐστι ζητῆσαι, εἰ ἄρα τὸ ο τὸ προστιθέμενον παρὰ τοῖς Βοιωτοῖς τῷ υ δύναμιν ἔχει στοιχείου. Καὶ ἔστιν εἰπεῖν ὅτι οὐκ ἔχει | |
15 | δύναμιν στοιχείου, ἀλλὰ φθόγγος μόνον ἐστίν· ὅτι γὰρ οὐκ ἔχει δύναμιν στοιχείου, δῆλον, εἴ γε προσερχομένου αὐτοῦ 〈τὸ〉 ου τὸν αὐτὸν χρόνον 〈τῷ υ〉 φυλάττει· καὶ γὰρ ὥσπερ τὸ κύνες συνεσταλμένον ἔχει τὸ υ, οὕτω καὶ τὸ κούνες συνεσταλμένην ἔχει τὴν κου συλλαβήν. Ἄλλως εἰς τὸ αὐτό. —Τῶν στοιχείων ὁ Κάδμος εὑρετής ἐστιν, | |
20 | ὥς φησιν Ἔφορος καὶ Ἀριστοτέλης· ἄλλοι δὲ λέγουσιν, ὅτι Φοινί‐ κων εἰσὶν εὑρήματα, Κάδμος δὲ ταῦτα διεπόρθμευσεν εἰς τὴν Ἑλλάδα· Πυθόδωρος δέ φησιν ὅτι καὶ πρὸ Κάδμου ὁ Δαναὸς ἐκεῖθεν, ἤτοι ἀπὸ Φοινίκης, αὐτὰ μετεκόμισεν· ἔνιοι δὲ Μουσαῖον εὑρετὴν λέγουσι τῶν στοιχείων τὸν Μητίονος καὶ Στερόπης, γενόμενον κατὰ τοὺς καιροὺς | |
25 | τοῦ Ὀρφέως· Ἀντικλείδης δὲ τοῖς Αἰγυπτίοις τὴν εὕρεσιν ἀνατίθησιν· Αἰσχύλος 〈Prom. 460〉 δὲ Προμηθέα φησὶν εὑρηκέναι αὐτά· Δοσιά‐ δης δὲ ἐν Κρήτῃ λέγει εὑρεθῆναι αὐτά· Στησίχορος δὲ Παλαμήδην εὑρετὴν αὐτῶν ποιεῖται, ᾧ συμφωνεῖ καὶ Εὐριπίδης 〈fr. 578 N2〉, Μνα‐ σέας δὲ 〈Ἑρμῆν. Πιθανὸν δὲ〉 κατὰ πάντα τόπον εὑρετὰς γεγενῆσθαι | |
30 | τῶν στοιχείων· 〈διὸ καὶ ἄλλοι παρ’ ἄλλοις εἰσὶ χαρακτῆρες τῶν στοι‐ χείων·〉 οἷς δὲ ἡμεῖς χρώμεθα νῦν, εἰσὶν Ἰωνικοί, διὰ τὸ ἀρχαιοτέραν εἶναι τὴν Ἰάδα τῶν ἄλλων διαλέκτων, καὶ αὐτὴν πρώτην τῶν ἄλλων τοὺς Ἑλληνικοὺς εὑρεῖν τύ‐ πους. Διέταξε δὲ τὰ στοιχεῖα γράφεσθαι, ὡς | |
35 | γράφομεν νῦν, Προναπίδης ὁ Ἀθηναῖος· τῶν γὰρ ἀρχαίων οἱ μὲν σπυριδὸν ἔγραφον, ἤτοι | |
δίκην σπυρίδος ἀπὸ πλάτους ἀρχομένης καὶ εἰς | 190 | |
191 | στενὸν κομιδῇ ληγούσης· τὸ δὲ σπυριδὸν σχῆμα ἑξάστιχόν ἐστι, γράφε‐ ται δὲ οὕτως· 〈Psalm. 2, 7 seq〉· | |
190(ex32) | ΚΥΡΙΟΣΕΙΠΕΠΡΟΣΜΕ | |
ex33 | ΥΙΟΣΜΟΥΕΙΣΥ | |
ex34 | ΕΓΩΣΗΜΕΡΟΝ | |
ex35 | ΓΕΓΕ | |
ex36 | ΝΝΗ | |
ex37 | ΚΑΣΕ | |
191(3) | Οἱ δὲ πλινθηδόν, ἤτοι τετραγώνως· μέσον γὰρ σχήματος τετραγώ‐ νου ταῦτα διέγραφον· τὸ δὲ τετράγωνον τὸ | |
5 | κατὰ πλίνθον οὐκ ἰσόπλευρον· τὰς μὲν γὰρ δύο πλευρὰς τὰς ἐπαλλήλους ἴσας ἔχει, καὶ πάλιν τὰς παραλλήλους ἴσας, πλὴν οὐκ ἰσο‐ μήκεις ταῖς ἐπαλλήλοις· αἱ μὲν γὰρ ἐπάλλη‐ λοι μακραί, αἱ δὲ παράλληλοι μικραί· γράφε‐ | |
10 | ται δὲ οὕτω τὸ πλινθηδόν· | |
ex4 | ΚΥΡΙΟΣΕΙΠΕΠΡΟΣ | |
ex5 | ΜΕΥΙΟΣΜΟΥΕΙΣΥ | |
ex6 | ΕΓΩΣΗΜΕΡΟΝ | |
ex7 | ΓΕΓΕΝΝΗΚΑ | |
ex8 | ΣΕΑΙΤΗΣΑΙ | |
ex9 | ΠΑΡΕΜΟΥΚΑΙ | |
ex10 | ΔΩΣΩΣΟΙΤΗΝ | |
11 | Οἱ δὲ βουστροφηδόν, ἤγουν ἐναλλήλως καὶ κατὰ τὰς αὔλακας, αἵ‐ τινες ἀντέχονται ἀλλήλαις, καὶ οὐδέν ἐστι μέσον αὐτῶν τὸ διάσχημα, μόνου τοῦ φαι‐ νομένου γραφήματος [τοῦ] διαγνωρίζον‐ | |
15 | τος ἑκατέραν αὔλακα· γράφεται δὲ οὕτω τὸ βουστροφηδόν· | |
ex12 | ΚΥΡΙΟΣΕΙΠΕΠΡΟΣΜΕ | |
ex13 | ΩΓΕΥΣΙΕΥΟΜΣΟΙΥ | |
ex14 | ΣΗΜΕΡΟΝΓΕΓΕΝΝΗΚΑΣΕ | |
ex15 | ΙΑΚΥΟΜΕΡΑΠΙΑΣΗΤΙΑ | |
ex16 | ΔΩΣΩΣΟΙΤΗΝΚΛΗΡΟΝΟΜΙΑ | |
17 | Οἱ δὲ κιονηδόν, δίκην κίονος ἤτοι παραλλήλως κατὰ γραμμήν· καὶ γὰρ διαμεμερισμένως ἔγραφον· γράφεται δὲ οὕτω τὸ κιονηδόν· | |
ex17 | ΕΓΗΑΚ | |
ex18 | ΓΕΣΙΛ | |
ex19 | ΩΝΑΔΗ | |
ex20 | ΣΝΙΩΡ | |
ex21 | ΗΗΠΣΟ | |
ex22 | ΜΚΑΩΝ | |
ex23 | ΕΑΡΣΟ | |
ex24 | ΡΣΕΟΜ | |
ex25 | ΟΕΜΙΙ | |
ex26 | ΝΑΟΤΑ | |
ex27 | ΓΙΥΗΝ | |
ex28 | ΕΤΚΝ. | |
20 | Οἱ δὲ δισχιδόν, ἤγουν στιχηδόν, ὡς γράφομεν ἡμεῖς νῦν· λέγεται δὲ δισχιδὸν παρὰ τὸ διεσχισμένους καὶ διακεχωρισμέ‐ νους τοὺς στίχους ἀπ’ ἀλλήλων εἶναι. Ἰστέον 〈δὲ〉 ὅτι τὰ ὀνόματα τῶν στοιχείων ἄκλιτά εἰσι. Καὶ διὰ τί εἰσιν ἄκλιτα; Ἐπειδὴ ἀρχαί εἰσι, καὶ αἱ ἀρχαὶ ἁπλαῖ | |
25 | καὶ ἀποίκιλοι ὀφείλουσιν εἶναι· ἢ ὅτι καὶ οἱ θεμέλιοι τὸ ἀμε‐ τάθετον ὀφείλουσιν ἔχειν· ἄλλως δὲ διὰ τὸ ἀρτιμαθὲς τῶν παίδων οὐ κλίνονται, ἵνα μὴ πολλὰ γινόμενα δυσκατάληπτα αὐτοῖς γένωνται. Ἰστέον δὲ ὅτι βαρβάρων μέν εἰσιν εὑρέματα τὰ ιϛʹ γράμματα ταῦτα, | |
30 | α β γ δ ε ι κ λ μ ν ο π ρ ς τ υ, Σιμωνίδου δὲ τοῦ Κείου. εὕρεμα τὰ δύο μακρά, τὸ η καὶ τὸ ω, καὶ τὰ δύο διπλᾶ, τὸ ξ καὶ τὸ ψ, Παλαμήδους δὲ τὰ τρία δασέα καὶ τὸ ζ. Καλοῦνται δὲ τὰ στοιχεῖα φοινίκεια, ἐπεὶ ὁ Κάδμος Φοῖνιξ ὢν εἰς Ἕλληνας ταῦτα μετήνεγκεν· ἢ ὡς φωνίκειά τινα ὄντα, ἤτοι φωνῆς ἐγ‐ | |
35 | γραμμάτου δυνάμει[ς καὶ] εἰκόνες, τοῦ ω μεταβληθέντος εἰς τὴν οι δί‐ φθογγον κατὰ τὴν Βοιωτῶν διάλεκτον, ὡς τὸ ἀγκώνη ἀγκοίνη· τὴν γὰρ | |
ἀγκάλην, ἥτις ἐκ τοῦ ἀγκῶνος ἀγκώνη λέγεται, ἀγκοίνην οἱ Βοιωτοὶ λέ‐ | 191 | |
192 | γουσιν· οὕτως οὖν καὶ φωνίκεια φοινίκεια, κατὰ τὸ εἶδος τὸ παράγωγον τὸ λεγόμενον κτητικὸν σχηματιζόμενα· ἢ φοινίκεια, ἐπεὶ διὰ μίλτου, ὅπερ ἐστὶ χρῶμα φοινικοῦν, πρότερον ἐγράφετο ἢ ὅτι πρότερον ἐν πε‐ τάλοις φοινικείοις ἐγράφετο· ἢ ὅτι ἐν πυρ〈ρ〉ώδει κηρῷ ἐτυποῦντο· ἤ, | |
5 | ὅπερ ἐστὶ κρεῖττον, ὅτι φοινίσσεται ὑπ’ αὐτῶν ὁ νοῦς ἤγουν λαμπρύ‐ νεται. Τινὲς δὲ λέγουσι κατὰ ἱστορίαν, ὅτι ἀπὸ Φοινίκης τῆς Ἀκταίωνος θυγατρός· ἄλλοι ἀπὸ Φοίνικος 〈τοῦ〉 Προνάπου καὶ Εὐρώπης. Λέγεται δὲ στοιχεῖον ἢ παρὰ τὸ στείχω, τὸ 〈ἐν τάξει〉 πορεύομαι, ἢ ἀπὸ τοῦ στοίχου τοῦ σημαίνοντος τὴν τάξιν, ἢ ἀπὸ Στοίχου τινός, | |
10 | Ἀθηναίου γηγενοῦς, εὑρόντος αὐτά, ὡς Πινδαρίων φησί· σχηματίζεται δὲ παρὰ τὸ στοῖχος στοιχεῖον. Καὶ ἄλλως εἰς τὸ αὐτό. —Στεφάνου. —Στοιχεῖον εἴρηται, ὡς μὲν Πινδαρίων ὁ γραμματικός 〈φησιν〉, ἀπὸ Στοίχου τινός, ἑνὸς τῶν αὐτοχθόνων Ἀθηναίων· ὡς δὲ ἔνιοι, ἀπὸ τοῦ δι’ αὐτῶν τοὺς ἀριθμοὺς | |
15 | τυποῦσθαι· στοῖχος γὰρ παρὰ τοῖς παλαιοῖς ὁ ἀριθμός· τοιγαροῦν 〈οἱ〉 Σικυώνιοι κατὰ φυλὰς ἑαυτοὺς τάξαντες καὶ ἀριθμήσαντες Διὸς Στοιχα‐ δέως ἱερὸν ἱδρύσαντο. Ἄλλοι παρὰ τὸ στιχηδὸν γράφεσθαι στιχεῖον, καὶ πλεονασμῷ τοῦ ο στοιχεῖον· οἱ δὲ παρὰ τὸ τοῖχος τοιχεῖον, καὶ πλεονασμῷ τοῦ ς στοιχεῖον· ἐν γὰρ τοίχοις ἔγραφον τὸ πρότερον, ὥς | |
20 | που καὶ ὁ Καλλίμαχος λέγων μαρτυρεῖ, 〈fr. 70 Sch〉 αὐτὸς ὁ Μῶμος Ἔγραφεν ἐν τοίχοις· ὁ Κρόνος ἐστὶ σοφός. Οἱ δὲ παρὰ τὸ στοῖ‐ χος στοιχεῖον, τὸ ὡς ἐκ τάξεως φωνὴν ἤγουν ἐκφώνησιν ἀποτελοῦν· στοῖχος γὰρ ἡ τάξις. Γράμματά ἐστιν κδʹ ἀπὸ τοῦ α β μέχρι τοῦ ω]. «Περὶ στοι‐ | |
25 | χείου» ἐπιγράψας οὐ στοιχεῖα εἶπεν κδʹ, ἀλλὰ γράμματα κδʹ. Διὰ τί; Ἵνα δείξῃ, ὅτι ἄμφω τὰ ὀνόματα τῷ πράγματι ἁρμόζει· οἱ δέ φασιν, ὅτε μὲν γράφονται, λέγονται γράμματα, ὅτε δὲ ἀναγινώσκονται, λέγον‐ ται στοιχεῖα. Καὶ στοιχεῖα εἴρηται παρὰ τὸ ἔχειν στοῖχόν τινα καὶ τάξιν, γράμματα δὲ διὰ τὸ γραμμαῖς καὶ ξυσμαῖς τυποῦσθαι· ἢ παρὰ τὸ γλάπτω, | |
30 | τὸ κοιλαίνω, γλάμμα, 〈καὶ〉 κατὰ μετάθεσιν τοῦ λ εἰς τὸ ρ γράμμα· ἢ παρ’ ὅσον ἐκ τῶν παρὰ τοῖς γεωμέτραις λεγομένων γραμμῶν ἐσχη‐ | |
μάτισται· καὶ γάρ, ὥς φασιν, ὁ Πυθαγόρας τοῦ κάλλους αὐτῶν ἐπεμε‐ | 192 | |
193 | λήθη, ἐκ τῆς κατὰ γεωμετρίαν γραμμῆς ῥυθμίσας αὐτὰ γωνίαις καὶ εὐ‐ θείαις καὶ περιφερείαις. Τὸ στοιχεῖον παρὰ τὸ στοῖχος· τοῦτο παρὰ τὸ στείχω, τὸ ἐν τάξει πορεύομαι· τὰ γὰρ ἔχοντα τὸ ε ἐγκείμενον ἐν τοῖς ῥήμασιν ἔχουσι τὸ | |
5 | ο 〈ἀντιπαρακείμενον ἐν τοῖς ὀνόμασιν〉. Τὸ δὲ στοιχεῖον οὐχ ὑποκορι‐ στικῶς διὰ τοῦ ι γράφεται, ἀλλ’ ὡσανεὶ περιεκτικῶς διὰ διφθόγγου, ὡς τὸ θωρακεῖον, τὸ ἀγγεῖον, τὸ βαλανεῖον. Τὰ καλούμενα περιεκτικὰ ὀνόματα ἀπὸ τῶν περιεχομένων ἐν αὐ‐ τοῖς πραγμάτων οὕτως ἐκλήθησαν. Τύποι δὲ τούτων δύο εἰσίν, ὁ εἰς | |
10 | ων ἀρσενικῶς, καὶ οὐδετέρως 〈ὁ〉 διὰ τοῦ ειον, ἀρσενικῶς μέν, οἷον δαφνών παρθενών λουτρών, οὐδετέρως δέ, οἷον κουρεῖον μουσεῖον βαλα‐ νεῖον. Ἐπειδὴ 〈δέ〉 τινα τῶν ὀνομάτων τοὺς τύπους μὲν τούτους ἔχου‐ σιν, ὅμως δὲ περιεκτικὰ οὐκ εἰσὶ διὰ τὸ μὴ ἐκ τῶν περιεχομένων συνί‐ στασθαι, ὡς περιεκτικὰ ταῦτα λέγονται ἤτοι ἐοικότα περιεκτικοῖς· τὸ | |
15 | 〈γὰρ〉 ὡς ἐνταῦθα τὸ ὁμοίως δηλοῖ. Καὶ ὥσπερ τὰ ὡς πρός τι δια‐ φέρουσι 〈τῶν πρός τι〉, ἔστι δ’ ὅπῃ καὶ 〈κοινωνοῦσιν αὐτοῖς, οὕτω καὶ τὰ ὡς περιεκτικὰ καὶ〉 κοινωνοῦσι τοῖς περιεκτικοῖς καὶ διαφέρουσιν αὐ‐ τῶν· καὶ κοινωνοῦσι μὲν τοῖς τύποις, διαφέρουσι δὲ τῷ μὴ ἀπὸ τῶν περιεχομένων συντεθεῖσθαι, καθὰ δὴ καὶ τὰ ὡς πρός τι κοινωνοῦσι μὲν | |
20 | τοῖς πρός τι, ὅτι τῷ ἑνὶ τὸ ἕτερον δοκεῖ συνεξακούεσθαι, ὡς τῷ θανάτῳ ἡ ζωὴ καὶ τῇ ζωῇ ὁ θάνατος, καὶ τῇ νυκτὶ ἡ ἡμέρα καὶ τῇ ἡμέρᾳ ἡ νύξ, διαφέρουσι δέ, ὅτι οὐ συναναιροῦσιν ἄλληλα, καθάπερ τὰ πρός τι. Ἕπεται γὰρ τοῖς πρός τι καὶ τὸ ἓν τῷ ἑτέρῳ συν〈εξ〉ακούεσθαι καὶ τὸ συναναιρεῖσθαι, ὧν τὸ 〈μὲν〉 ἓν ἔχουσι τὰ ὡς πρός τι, τοῦ 〈δὲ〉 ἑτέρου | |
25 | λείπονται· οἷον ἐν τοῖς πρός τι, ὡς πατήρ υἱός, τοῦ πατήρ ὀνόματος λεγομένου συνεξακούεται καὶ ὁ υἱός, καὶ πάλιν τοῦ υἱός λεγομένου συ‐ νεξακούεται καὶ ὁ πατήρ, ἀναιρουμένου δὲ τοῦ πατήρ ὀνόματος καὶ τὸ υἱός ὄνομα συναναιρεῖται, ὥσπερ καὶ τοῦ υἱός ἀναιρουμένου συναναιρεῖ‐ ται καὶ τὸ ὄνομα ὁ πατήρ. Οὐ μέντοι γε ἐπὶ τῶν ὡς πρός τι ἄμφω | |
30 | παρεπόμενά εἰσι, καὶ τὸ 〈συν〉εξακούεσθαι καὶ τὸ συναναιρεῖσθαι, ἀλλὰ τὸ μὲν συν〈εξ〉ακούεσθαι ἕπεται, τὸ δὲ συναναιρεῖσθαι λείπει· οἷον τῇ ζωῇ συνεξακούεται ὁ θάνατος 〈καὶ τῷ θανάτῳ ἡ ζωή〉, οὐ μέντοι γε συναναιρεῖ ἡ ζωὴ τὸν θάνατον, ἀλλὰ μᾶλλον ἀναιρεῖται ἡ ζωὴ ὑπὸ τοῦ θανάτου καὶ ὁ θάνατος ὑπὸ τῆς ζωῆς· καὶ πάλιν τῇ ἡμέρᾳ συνεξακούε‐ | |
35 | ται ἡ νὺξ καὶ τῇ νυκτὶ ἡ ἡμέρα, οὐ μέντοι γε συναναιρεῖται τῇ νυκτὶ ἡ ἡμέρα ἢ τῇ ἡμέρᾳ ἡ νύξ, ἀλλὰ μάλιστα ἑκάτερον τὸ ἕτερον ἀναιρεῖ· | |
νυκτὸς γὰρ συνισταμένης ἡμέρα οὐκ ἔστιν. | 193 | |
194 | Διὰ ταῦτα τοίνυν τὸ ὡς, προστεθειμένον 〈ἐν〉 τοῖς ὡς περιεκτικοῖς, καὶ τὴν κοινωνίαν δείκνυσι καὶ τὴν διαφορὰν δηλοῖ· οἷον ὡς περιεκτι‐ κὸν ὄνομά ἐστιν ἀρσενικὸν ὁ πυλών τοῦ πυλῶνος, ἔχον τὸν τύπον τοῦ δαφνών δαφνῶνος περιεκτικοῦ, οὐ μέντοι γε ἐκ τῶν περιεχομένων | |
5 | συνίσταται· οὐδὲ γὰρ πυλὼν πύλας περιέχει, ὡς δαφνὼν δάφνας, ἀλλ’ αὐτὸ τοῦτό ἐστιν ὁ πυλὼν αἱ πύλαι. Καὶ πάλιν τὸ θωρακεῖον καὶ τὸ ἀγγεῖον καὶ τὸ μεγαλεῖον τὰ οὐδέτερα ὡς περιεκτικὰ τοὺς τύ‐ πους μὲν ἔχουσι τῶν περιεκτικῶν, τοῦ κουρεῖον σεμνεῖον ἀμνεῖον μου‐ σεῖον· οὐ μὴν δὲ ἀπὸ τῶν περιεχομένων συνετέθησαν, ἀλλὰ τὸ μὲν θω‐ | |
10 | ρακεῖον τὸ τεῖχος λέγεται κατὰ ἀναλογίαν τοῦ θώρακος· ὡς γὰρ ὁ θώραξ (τὸ ὅπλον) σκέπη τις καὶ παραφυλακὴ τοῦ σώματός ἐστιν, οὕτω δὴ καὶ τὸ θωρακεῖον (τὸ τεῖχος) καὶ σκέπη καὶ 〈παρα〉φυλακὴ τῆς πό‐ λεως γέγονε. Καὶ τὸ ἀγγεῖον οὐχ ὅτι ἄγγη περιέχει, ἀλλ’ αὐτὸ τοῦτο τὸ ἄγγος καὶ ἀγγεῖον λέγεται, ἐκ τοῦ ἄγγος ἄγγεος ἐτυμολογούμενον | |
15 | ἀγγέϊον καὶ συναιρέσει ἀγγεῖον· τὸ δὲ ἄγγος ἐτυμολογεῖται παρὰ τὸ ἄνω ἄγειν 〈τὸ〉 ἔγγειον καὶ ἐν τῷ βάθει τῆς γῆς τυγχάνον ὕδωρ ἄναγος, καὶ ἐν συγκοπῇ ἄνγος, καὶ τροπῇ τοῦ ν εἰς γ ἄγγος διὰ τὴν ἐπέλευσιν τοῦ γ· μάλιστα δ’ ἂν εἴποις τὸ ἀγγεῖον διὰ τῆς ει διφθόγγου γράφε‐ σθαι, ἀπὸ τῆς ἐτυμολογίας τοῦτο συνάξας, διὰ τὸ ἄνω ἄγειν τὸ ἐν τῷ | |
20 | βάθει τῆς γῆς κείμενον ὕδωρ ἀναγεῖον, καὶ ἐν συγκοπῇ ἀγγεῖον, ὡς ἵνα φυλάξῃ λείψανα τῶν λέξεων ἀφ’ ὧν συνετέθη, ἤτοι τὸ μὲν αν τοῦ ἄνω, τὸ δὲ γειον [τοῦ] ἐκ τοῦ γέα, φυλαττομένου τοῦ ε πρωτοτύπου ἐν τῷ γέα διὰ τῆς τοῦ γειον γραφῆς· τὸ γὰρ ἄγγος ἄγγεος ἀγγέϊον ἀγγίον ἴσως τις συναιρήσει διὰ τὸ τεῖχος τείχεος [τειχέϊον] τειχίον καὶ ἕρκος | |
25 | ἕρκεος ἑρκίον. Ὁμοίως καὶ τὸ μεγαλεῖον τὸ ὡς περιεκτικὸν τύπον μὲν ἔχει τοῦ κουρεῖον καὶ τῶν ὁμοίων, ἅτινα περιεκτικά εἰσιν, οὐ μὴν δὲ ἀπὸ τῶν περιεχομένων συνέστη· μεγαλεῖον γὰρ αὐτὸ τοῦτο τὸ λίαν μέγα ἐστίν, ἤτοι τὸ ὑπέρμεγα· ὥσπερ δὲ πτοιαλέον δειμαλέον θαρρα‐ λέον γηραλέον, οὕτως ὤφειλε καὶ [τὸ] μεγαλέον 〈εἶναι〉· εὕρηται δὲ | |
30 | μεγαλεῖον τῇ προσθήκῃ τοῦ ι, ὡς τέλεον τέλειον· τὰ γὰρ τοιαῦτα τῶν ὀνομάτων, ἅτινα διὰ τοῦ λεον τυποῦνται, ἐπίτασιν δηλοῦσι τῶν πρωτο‐ τύπων, οἷον πτοιαλέος ὁ λίαν φοβούμενος, καὶ δειμαλέος ὁμοίως, καὶ γηραλέος 〈ὁ λίαν γεραιόσ〉· οὕτω δὴ καὶ τὸ μεγαλεῖον τὸ πάμμεγα καὶ λίαν μέγα. Διὰ τοῦτο δὴ καὶ τὸ νωλεμέως ἐπίρρημα τὴν διὰ τοῦ ε | |
35 | γραφὴν ἔχει· νωμελέως γὰρ ὤφειλε λέγεσθαι, τρόπῳ δὲ ποιητικῷ τῇ | |
μεταθέσει τῶν στοιχείων νωλεμέως λέγεται· μετετέθη γὰρ τὰ στοιχεῖα, | 194 | |
195 | τὸ λ εἰς τὴν τοῦ μ τάξιν καὶ τὸ μ εἰς τὴν τοῦ λ, ὡς τὸ χιτώνιον τι‐ χώνιον, ὃ δὴ κιθώνιον ἰωνικῶς λέγεται κατὰ τροπὴν τοῦ χ εἰς κ καὶ τοῦ τ εἰς θ. Τοιοῦτον δὴ καὶ τὸ ἔρημος· ἤρεμος γὰρ ὤφειλε, καὶ κατὰ μετάθεσιν τῶν στοιχείων, τοῦ ε εἰς τὸν τόπον τοῦ η καὶ τοῦ η εἰς τὸν | |
5 | τόπον τοῦ ε, ἔρημος. Τὸ δὲ νωλεμέως σημαίνει τὸ ἀδιαλείπτως, πάν‐ τως δὲ ἐτυμολογεῖται παρὰ τὸ νω στερητικὸν μόριον καὶ τὸ μέλλω τὸ βραδύνω, ἤτοι νωμελέως ἀδιαλείπτως, τουτέστι χωρὶς μελλήσεως καὶ βραδυτῆτος· εὔδηλον ἄρα, ὅτι τὸ νωλεμέως νωμελέως ὤφειλε〈ν, ἀλλὰ〉 τῷ ποιητικῷ τρόπῳ, τῇ μεταθέσει τῶν στοιχείων, τῇ συνηθείᾳ μάλιστα | |
10 | τὸ νωλεμέως παραδέδοται, τοῦ νωμελέως τῇ ἀχρηστίᾳ κατακρυβέντος. Ὅσα δὲ εἰς ιον [παροξύτονα] διὰ τοῦ ι γράφονται, οὔτε περιε‐ κτικά εἰσιν οὔτε ὡς περιεκτικά, ἀλλ’ ὑποκοριστικά [ὧν ὑποκοριστικῶν τὰ μὲν παροξύνονται], γίνονται δὲ ἀπὸ πρωτοτύπων ἑτέρων, καὶ δοκοῦσι τὰ μὲν πρωτότυπα μείζονος εἶναί τινος οὐσίας, τὰ δὲ ὑποκοριστικὰ | |
15 | ἐλάσσονος, εἰ καὶ πολλάκις τὰ πρωτότυπα ἀχρηστεύουσιν. Εἰσὶ δὲ τὰ μὲν παροξύτονα, οἷον τύμβος τυμβίον (ὁ τάφος), τύβος τυβίον, κράμβη κραμβίον, σάγος σαγίον, στλέγγος καὶ στλεγγίς [καὶ] στλεγγίον (λέγεται δὲ καὶ τὸ κτένιον καὶ ἡ ξύστρα τῆς κεφαλῆς), παῖς παιδός παιδίον, δᾴς δᾳδός δᾳδίον, ἕρκος ἑρκίον, ἀσκός ἀσκίον, 〈σάρξ〉 σαρκός σαρκίον, βίβλος | |
20 | βιβλίον, σκύμνος σκυμνίον, ἀμνός (τὸ σταμνίον τῆς θυσίας) ἀμνίον καὶ στάμνος σταμνίον, θάμνος θαμνίον, ἀρνός ἀρνίον, πυξίς πυξίον, κῆπος κηπίον, σάρπη σαρπίον, θήρ θηρός θηρίον, χῶρος χωρίον, μηρός μηρίον, κηρός κηρίον, ἠρίον (τὸ μνημεῖον) ἀπὸ τοῦ ἦρος (τοῦ τάφος) ὅπερ ἄχρηστον, ὡς τὸ τύμβος τυμβίον, χρυσός χρυσίον, [καὶ] κισσός κισσίον | |
25 | (τὰ ἐν ταῖς βίβλοις τιθέμενα σημεῖα), σῖτος σιτίον, πυκτίς πυκτίον, σπάρ‐ τος σπαρτίον (τὸ σχοινίον), ἁπτρίον, 〈οὗ〉 τὸ πρωτότυπον τὸ ἅπτρος ἄχρηστον, ἔστι δὲ καὶ θηλυκὸν ἅπτρα (ἡ τοῦ λύχνου θρυαλλίς), ψίξ ψιχός ψιχίον· τὰ δὲ προπαροξύτονα, οἷον κάκ〈κ〉αβος κακ〈κ〉άβιον, κά‐ ραβος καράβιον, ὄροβος (εἶδος βοτάνης) ὀρόβιον, λόγος λόγιον, λύγος | |
30 | (τὸ βεργίον) λύγιον, κάδδος κάδδιον, λαμπάς λαμπάδος λαμπάδιον, ῥοά καὶ ῥοιά [καὶ] ῥοίδιον, ὄνος ὀνίδιον, σπυρίς σπυρίδος· σπυρίδιον, λεκανίς λεκανίδος λεκανίδιον, τράπεζα τραπέζιον, ὄρυζα ὀρύζιον, τοπάζιον (ὁ λίθος) ἀπὸ 〈τοῦ〉 τόπαζος [λίθος], παραμυθία παραμύθιον, λήκυθος (τὸ ἐλαιοδόχον ἀγγεῖον) ληκύθιον, παλάθη (ἡ βοτάνη) παλάθιον, ὁρμαθός | |
35 | (τὸ πλῆθος) ὁρμάθιον, πέλεκυς πελέκιον, 〈μύρμηξ μύρμηκοσ〉 μυρμήκιον, | 195 |
196 | 〈νάρθηξ νάρθηκοσ〉 ναρθήκιον, ὄστρακον ὀστράκιον, ἐποίκιον καὶ ἐνοίκιον, ὧν τὰ πρωτότυπα ἄχρηστα, μεῖραξ μείρακος μειράκιον, αὖλαξ αὔλακος αὐλάκιον, εἴδωλον εἰδώλιον, τρίβολος τριβόλιον, ὀμφαλός ὀμφάλιον, τρί‐ φυλλον τριφύλλιον, ἄμπελος ἀμπέλιον, κέραμος κεράμιον καὶ κεραμίς | |
5 | κεραμίδος κεραμίδιον, κεράμειον δὲ ἄγγος τὸ κεραμεοῦν, κάλαμος καλά‐ μιον, κεραυνός κεραύνιον [πῦρ], σκηπάνη σκηπάνιον, βοτάνη βοτάνιον, θρόνος θρόνιον, τόπος τόπιον, ὀπός ὄπιον (ὁ χυμὸς τῆς ὀπώρας), ἄν‐ θρωπος ἀνθρώπιον, λέπος λέπιον (ὁ φλοιός), ὅρος (ὁ ὁρισμός) ὅριον, ἄργυρος ἀργύριον, μόρος μόριον, νεοσσός νεόσσιον καὶ νεόττιον καὶ νόσ‐ | |
10 | σιον, παλάτιον, ὁσπίτιον, ὧν τὰ πρωτότυπα ἄχρηστα, χρυσός χρυσάφιον, ἄμφιον, οὗ τὸ πρωτότυπον ἄχρηστον, ῥάμφος ῥάμφιον, λόφος 〈καὶ〉 λοφιά λόφιον (τὸ κάλλαιον τοῦ ἀλέκτορος), τροχός τρόχιον, μαλάχη (ἡ βοτάνη) μαλάχιον. Γράμματά εἰσιν κδʹ ἀπὸ τοῦ α μέχρι τοῦ ω.] Κδʹ λέγουσιν | |
15 | αὐτὰ εἶναι κατὰ μίμησιν τῶν κδʹ ὡρῶν τοῦ νυχθημέρου. Διαφέρει δὲ στοιχεῖον γράμματος κατὰ τὸ ἐπὶ πλέον καὶ ἐπ’ ἔλατ‐ τον· πᾶσα γὰρ γραμμὴ γράμμα ἐστίν, οὐ πάντως 〈δὲ〉 στοιχεῖον· ἀλλ’ οὐδὲ πᾶν στοιχεῖον γράμμα, ἀλλὰ μόνα τὰ παρὰ τοῖς γραμματικοῖς στοι‐ χεῖά εἰσι καὶ γράμματα· τὰ δὲ ἐξ ὧν σύγκειται τὰ σώματα στοιχεῖα μὲν | |
20 | λέγονται, γράμματα δὲ οὔ. Ἀρχὴ δέ ἐστι στοιχείων τὸ α, διότι ἀφ’ ἑαυτοῦ ἄρχεται καὶ εἰς ἑαυτὸ καταλήγει, τὰ δὲ λοιπὰ στοιχεῖα ἀφ’ ἑαυτῶν μὲν ἄρχονται, εἰς ἑαυτὰ δὲ οὐ καταλήγουσιν. Καὶ τέλος δὲ στοιχείων τὸ ω, διότι καὶ αὐτό, μονοσύλλαβον ὄν, τρόπον τινὰ ἀφ’ ἑαυτοῦ ἄρχεται καὶ εἰς ἑαυτὸ | |
25 | καταλήγει. Ζητεῖται 〈δέ〉, τίνος ἕνεκεν εἶπεν κδʹ, εἴ γε γράμματά ἐστιν, ὡς καὶ αὐτὸς λέγει, παρὰ τὸ γράφεσθαι καὶ καταξέεσθαι· οὐκοῦν γράμματα καὶ τὰ σημεῖα καὶ οἱ ἀριθμοὶ καὶ πάνθ’ ὅσα διὰ τοῦ ξέεσθαι, ὥστε εἶναι ἄπειρα τὰ γράμματα. Λέγομεν οὖν ὅτι ἐκεῖνα ἀριθμεῖται καὶ λέγει εἶναι | |
30 | κδʹ τὰ παρ’ Ἕλλησι μόνα γνωριζόμενα, ἐπεὶ ἔστι πλείω, ὡς τὰ Ἀρμε‐ νίων καὶ τὰ Αἰγυπτίων. Διὰ τί δὲ α καὶ β καὶ ω γράφει μόνα, μηδὲν τῶν ἄλλων ὀνομάσας; Ῥητέον, εἰδὼς ὅτι προεπαιδεύθη παρὰ τῷ γραμματιστῇ, τὴν τούτων ἐξαρίθμησιν ἀφῆκεν. | |
35 | «Οὐχ ὑγιῶς δὲ ἐνταῦθα ὁ τεχνικός, 〈τὸν〉 περὶ στοιχείου λόγον | |
διδάσκειν ἡμᾶς προθέμενος, τὰ γράμματα εἰσηνέγκατο· εἰπὼν γὰρ | 196 | |
197 | «περὶ στοιχείου» τὰ γράμματα ὁρίζεται». Λέγομεν οὖν, ὅτι καὶ ἐν‐ ταῦθα σκοπὸν ἔχει εἰσαγωγικὴν τέχνην γράφειν, δεῖ δὲ τὸν οὕτω συγγραφόμενον τῶν γλαφυρωτέρων ἀφίστασθαι. Ἐπεὶ οὖν ὁ περὶ στοιχείου λόγος πολὺς ἦν καὶ φιλοσοφίας γέμων, παρῆκεν αὐτόν, με‐ | |
5 | τέρχεται δὲ ἐπὶ τὰ γράμματα, εἰδὼς ὅτι καὶ αὐτὰ στοιχεῖά ἐστιν, ὁπότε δύνανται τὴν ἐγγράμματον φωνὴν ἀποτελεῖν. Στοιχεῖα γάρ φαμεν εἶναι κοσμικὰ τέσσαρα, πῦρ, ἀέρα, ὕδωρ καὶ γῆν· καὶ ὃν τρόπον ταῦτα καταλλήλως πλεκόμενα τὰ ἡμέτερα σώματα ὑγιᾶ τε καὶ τέλεια καθίστη‐ σιν, οὕτω καὶ τὰ στοιχεῖα ὁμωνύμως ἐκάλεσεν· ὅτε γὰρ κατὰ τάξιν καὶ | |
10 | δεόντως γράφεται, τότε τὴν ἐναρμόνιον φωνὴν ἀποτελεῖ· στοιχεῖον γὰρ ἡ ἀπὸ τῶν γραμμάτων καὶ λέξεων ἀποτελουμένη ἐκφώνησις. Γράμματα δὲ λέγεται διὰ τὸ γραμμαῖς καὶ ξυσμοῖς τυποῦ‐ σθαι·] ἔνθεν καὶ γράβδις ἡ διεσχισμένη λαμπάς, καὶ γραῦς ἡ κατεξυσμένη τὸ σῶμα διὰ γῆρας, καὶ ζωγράφος ὁ τῇ γραφίδι πρόσ〈ωπα〉 καταξύων. | |
15 | Τὰ δὲ αὐτὰ καὶ στοιχεῖα καλεῖται.] Ἰδοὺ παρακατιὼν ὁ τε‐ χνικὸς εἶπεν αὐτὰ στοιχεῖα, ἐπειδὴ τὸ αὐτὸ τοῖς στοιχείοις ἐργάζονται, τουτέστι φωνήν· καὶ διὰ τοῦτο λέγει αὐτὰ εἶναι στοιχεῖα, διὰ τὸ ἔχειν αὐτὰ 〈στοῖχόν τινα καὶ〉 τάξιν πρὸς ἄλληλα· τότε γὰρ καὶ στοιχεῖά ἐστιν· ὅταν δὲ μὴ κατὰ τάξιν γράφωνται, γράμματα μὲν λέγονται, οὐ‐ | |
20 | κέτι δὲ στοιχεῖα· οἷον προς, ἰδοὺ καταλλήλως καὶ κατὰ τάξιν γέγραπται, διὰ τοῦτο καὶ στοιχεῖα λέγεται, ἀποτελοῦσι γὰρ ὡς στοιχεῖα τὴν πρός· ἐὰν δὲ ἐναλλὰξ γράψω ρπος, γράμματα μὲν λέγεται, οὐκέτι δὲ στοιχεῖα, διὰ τὸ μὴ κατὰ τάξιν αὐτὰ εἶναι. Παρέπεται δὲ τῷ στοιχείῳ τέσσαρα, ὄνομα, σχῆμα, χαρακτήρ, δύνα‐ | |
25 | μις· ὄνομα μέν, ἐπειδὴ ἕκαστον ὀνομάζεται, ἄλφα, βῆτα καὶ τὰ ἑξῆς· σχῆμα δέ, ὅτι ἕκαστον αὐτῶν ἴδιον ἔχει σχῆμα· χαρακτὴρ δέ, ὅτι ἕκα‐ στον χαρακτηρίζεται οἰκείαις ἰδιότησιν, ὡς ὁ ὑποκείμενος ἑκάστου τύπος, οἷον τοῦ μὲν Α τρεῖς εἰσι γραμμαί, τοῦ δὲ Γ δύο πλάγιοι, τοῦ δὲ Ε δύο καὶ μία μικρά· δύναμις δὲ ἡ ἐξ αὐτῶν ἀποτελουμένη 〈φωνή〉. Εἰ‐ | |
30 | κότως οὖν ὁμωνύμως τοῖς κοσμικοῖς στοιχείοις ὠνόμασεν αὐτὰ ὁ τεχνικός. Τούτων φωνήεντα μέν εἰσιν ἑπτά.] Διαίρεσιν ποιεῖται ὁ τε‐ χνικός· διαίρεσις δέ ἐστιν ἡ πρώτη τομὴ τῶν μηδέποτε τετμημένων· καὶ λέγει «φωνήεντά ἐστιν ἑπτά». Καὶ τί δήποτε ὁ τεχνικὸς τῶν φωνηέν‐ | |
των τὸν ἀριθμὸν μέχρι τοῦ ἑπτὰ ὁρίζεται; Καί φαμεν ὅτι ἴσ〈α αὐτὰ τῷ〉 | 197 | |
198 | ἀριθμῷ τῶν χορδῶν τῆς λύρας τοῦ Ἀπόλλωνος ἐποίησεν, ἢ κατὰ μίμησιν τῶν ἑπτὰ ἀστέρων τῶν πλανήτων τοῦ οὐρανοῦ· πλάνητες γάρ εἰσιν ἑπτά, Κρόνος, Ζεύς, Ἄρης, Ἥλιος, Ἀφροδίτη, Ἑρμῆς καὶ Σελήνη. Ταῦτα γὰρ τὰ φωνήεντα τοῖς πλάνησιν ἀνάκεινται· καὶ τὸ μὲν α φασὶ τῇ Σε‐ | |
5 | λήνῃ ἀνακεῖσθαι, τὸ δὲ ε τῷ Ἑρμῇ, τὸ δὲ η τῇ Ἀφροδίτῃ, τὸ δὲ ι τῷ Ἡλίῳ, τὸ δὲ ο τῷ Ἄρει, τὸ δὲ υ τῷ Διί, τὸ δὲ ω τῷ Κρόνῳ. Λέγον‐ ται δὲ πλάνητες, διότι πάντων τῶν ἐν τῷ οὐρανῷ ἀστέρων ὄντων ἀκι‐ νήτων οὗτοι μόνοι κινοῦνται καὶ περιπλανῶνται καὶ περιφέρονται, ἐναν‐ τίαν πρὸς τὴν τοῦ πόλου ποιούμενοι κίνησιν. | |
10 | Φωνήεντα δὲ λέγεται, ὅτι φωνὴν ἀφ’ ἑαυτῶν ἀποτελεῖ.] Ἆρα τὰ σύμφωνα φωνὴν οὐκ ἔχουσι; Λεκτέον μέν, ὅτι ἔχουσι φωνὴν κἀκεῖνα, ἀλλ’ ἐκτὸς τούτων ἐκφωνηθῆναι οὐ δύνανται, ὥστε ταῦτα μὲν 〈αὐτὰ〉 καθ’ ἑαυτὰ ἐκφωνεῖται καὶ φωνὴν ἔχει, ἐκεῖνα δὲ χωρὶς τῆς τούτων συμφωνίας ὀνομασθῆναι οὐ δύναται· δικαίως οὖν φωνήεντα εἴ‐ | |
15 | ρηται, εἴ γε αὐτά ἐστιν αἴτια πάσης φωνῆς. Καὶ ἐπεὶ φωνὴν ἀφ’ ἑαυ‐ τῶν ἀποτελεῖ, διὰ τί ἐπενοήθησαν τὰ σύμφωνα; Ὅτι τὰ 〈μὲν〉 φωνήεντα τῇ ψυχῇ ἐοίκασι, τὰ δὲ σύμφωνα τῷ σώματι· καὶ ὥσπερ ἡ ψυχή, εἰ καὶ χωρὶς τοῦ σώματος δύναται εἶναι, ἀλλὰ δεῖται τοῦ σώματος εἰς τὸ ἀπο‐ τελέσαι τὴν σύστασιν τοῦ ζῴου, τὸν αὐτὸν τρόπον καὶ τὰ φωνήεντα, εἰ | |
20 | καὶ καθ’ ἑαυτὰ δύνανται παραλαμβάνεσθαι καὶ ἀφ’ ἑαυτῶν ἐκφωνεῖσθαι, ἀλλὰ δέονται τῆς τῶν συμφώνων συντάξεως εἰς τὸ ἀποτελέσαι τὴν ἐγ‐ γράμματον φωνήν. Τῶν δὲ φωνηέντων μακρὰ μέν ἐστι δύο, η καὶ ω, βραχέα δύο, ε καὶ ο, δίχρονα τρία, α ι υ.] Αὕτη ἐστὶν ἐπιδιαίρεσις· ἐπι‐ | |
25 | διαίρεσις δέ ἐστιν, ὅταν τῶν ἤδη μερισθέντων διαίρεσιν ἑτέραν ποιησώ‐ μεθα· καὶ λέγει τῶν φωνηέντων τὴν ἐπιδιαίρεσιν τέμνεσθαι εἰς τρία, εἴς τε μακρὰ καὶ βραχέα καὶ δίχρονα. Μακρὰ δὲ εἶπε τὸ η καὶ τὸ ω, οὐχ ὅτι μεγάλαις γραμμαῖς κέχρηνται· δύνανται γὰρ 〈καὶ〉 τὰ βραχέα μεγά‐ λαις ταῖς γραμμαῖς γράφεσθαι· ἀλλ’ ἐπειδὴ τῶν πρός τί εἰσι, καὶ συγ‐ | |
30 | κρίνεται τὰ μακρὰ ὡς πρὸς τὰ βραχέα. Καὶ ἔστι ταῦτα εἰρημένα κατὰ | 198 |
199 | μουσικὸν λόγον· τὸ γὰρ μακρὸν καὶ βραχὺ κατὰ χρόνον λέγει καὶ διά‐ στημα τῆς φωνῆς· πολλάκις γὰρ αὐτὰ εἰς ἑαυτὰ ἀναλύεται καὶ συγκιρ‐ νᾶται· ἀναλύεται γοῦν τὸ η εἰς δύο εε, ὡς παρὰ τῷ ποιητῇ 〈Κ 466〉 δέελον δ’ ἐπὶ σῆμά τ’ ἔχευαν, ἤτοι δῆλον, καὶ συναιρεῖται πάλιν τὰ | |
5 | δύο εε εἰς τὸ η, ὡς τὸ ᾔδεε ᾔδη. Τῶν 〈δὲ〉 δύο μακρῶν ποῖόν ἐστι μακρότερον; Τὸ η. Ποίῳ λόγῳ; Ὅτι ἐν τέλει λέξεως εὑρισκόμενον οὐ δίδωσι τρίτην ἀπὸ τέλους ἀνα‐ πεμφθῆναι τὴν ὀξεῖαν, ὅτι κατὰ φύσιν ἐστὶ μακρόν· τὸ δὲ ω ἔστιν ὅτε 〈προ〉παροξύνεται· οὐκ ἄρα ἐστὶ κατὰ φύσιν μακρόν, ὥσπερ τὸ η. Λέ‐ | |
10 | γουσι δὲ πρὸς ταῦτα, ὅτι Ἀττικῷ λόγῳ 〈προ〉παροξύνεται τὸ ω. Ἡμεῖς δέ φαμεν ὅτι οἱ Ἀττικοί, ἅτε δὴ ὄντες σοφοί, τὴν αἰτίαν ἀκριβῶς ἐπι‐ στάμενοι, διὰ τὸ μὴ εἶναι τὸ ω φύσει μακρόν, τούτου χάριν αὐτὸ 〈προ〉‐ παροξύνουσιν· ἐπεὶ καὶ τὸ η, εἴ γε εὗρον ἀξιόλογον αἰτίαν, μὴ εἶναι κατὰ φύσιν μακρόν, ὡσαύτως τοῦτο συνέστελλον. | |
15 | Πάλιν τῶν δύο βραχέων βραχύτερον μὲν κατὰ Ἀπολλώνιον τὸ ο· φησὶ γὰρ ὅτι τὸ ε καὶ τὸ ο, εἰ προσθήσεις [ἐν] ἑκατέρῳ αὐτῶν τὸ ι, ποιήσεις δηλονότι δύο διφθόγγους, καὶ ἡ μέν ἐστι μακροτέρα ἡ τὸ ε ἔχουσα· ἐν τέλει γὰρ λέξεως εὑρισκομένη ἡ οι δίφθογγος διηνεκῶς συ‐ στέλλεται, ἡ δὲ ει οὐδέποτε. Πρὸς ὅν φησιν Ἡρωδιανός, ὅτι [ὥσπερ] | |
20 | οὐ δεῖ τῇ παραθέσει τοῦ ι τὴν τοῦ ε καὶ ο δύναμιν ἐξετάζεσθαι, ἀλλ’ ἰδίᾳ ἕκαστον αὐτῶν. Ὁ δὲ Ἀπολλώνιος πρὸς αὐτόν· ὦ τέκνον, τίνι λόγῳ; Καί φησιν ὅτι πᾶν στοιχεῖον ἀφ’ ἑαυτοῦ ἄρχεται, τὸ δὲ ι οὐκ ἀφ’ ἑαυτοῦ ἀλλὰ τοῦ ε, ὥστε συγγενὲς αὐτῷ ἐστι· τὸ δὲ συγγενὲς τὸ ἴδιον προσλαμβάνον, μεγαλικωτάτην τινὰ δίφθογγον ἀποτελεῖ, πρὸς ὃ | |
25 | δὲ οὐκ ἔχει συγγένειαν προσλαμβάνον, τὸ ο οὐχ οὕτως ἐπιβοηθεῖται, ὥστε μεγάλην ἀποτελέσαι δίφθογγον· διὰ τοῦτο οὐ δεῖ τῇ παραθέσει τοῦ ι ταῦτα ἐξετάζεσθαι. Καὶ λοιπὸν ἀποδείκνυσιν Ἡρωδιανὸς τὸ ε βραχύ‐ τερον οὑτωσί, λέγων ὅτι πᾶσα κλητικὴ ἢ τὸν ἴσον χρόνον θέλει ἔχειν τῆς ἰδίας εὐθείας ἢ ἐλάττονα, οὐδέποτε δὲ μείζονα· ἐπεὶ δὲ εὑρίσκεται | |
30 | τὸ 〈ο〉 τῆς εὐθείας τελικὸν φωνῆεν, ὡς ἐν τῷ κύριος, τρεπόμενον ἐπὶ τῆς κλητικῆς εἰς ε, βραχύτερον ἄρα ἐστὶ τὸ ε τοῦ ο. Καὶ πότε ἰσο‐ χρονεῖ ἡ κλητικὴ τῇ εὐθείᾳ, καὶ πότε βραχύτερον ἔχει χρόνον; Ἡνίκα μὲν ἡ κλητικὴ οὐ μεταβάλλει τὸ φωνῆεν τῆς εὐθείας, ἰσοχρονεῖ αὐτῇ, ἡνίκα δὲ μεταβάλλει, ἐλάττονα ἔχει χρόνον. | |
35 | Δίχρονα τρία, α ι υ.] Ἔδει ἀμφίβολα καλέσαι ταῦτα τὸν Διο‐ | 199 |
200 | νύσιον· ἀμφιβάλλεται γάρ, πότερον μακρὰ ἢ βραχέα· οὐ μέντοι δίχρονα· τὸ γὰρ δίχρονον οὐδὲν ἄλλο δηλοῖ ἀλλ’ ἢ ὅτι δύο χρόνους ἔχει· ταῦτα δὲ οὐ πάντοτε δύο χρόνους ἔχει, ἀλλὰ ποτὲ μὲν ἕνα, ποτὲ δὲ δύο. Προτακτικὰ φωνήεντα πέντε, α ε η ο ω· προτακτικὰ δὲ λέ‐ | |
5 | γεται.] Εἰπὼν «προτακτικά» οὐ διέστειλεν ἡμῖν, ἀλλὰ καὶ παρεπέμψατο, ἁπλούστερον διαλεγόμενος· πρὸς εἰσαγομένους γὰρ γράφει· ἐχρῆν γὰρ αὐτὸν εἰπεῖν «προτακτικὰ φωνήεντα φωνηέντων»· πρὸς γὰρ ἄλληλα συγκρίνονται τὰ φωνήεντα, ὅτι ἀλλήλων εἰσὶ προτακτικὰ καὶ ὑποτα‐ κτικά. | |
10 | Ὑποτακτικὰ δύο, ι καὶ υ.] Προτακτικὰ ἐκάλεσεν ἐκεῖνα, ὑπο‐ τακτικὰ δὲ τὸ ι καὶ τὸ υ. Τί οὖν; ἐν τῷ ἵστημι ὑφαίνω οὐκ εἰσὶ καὶ ταῦτα προτακτικά, καὶ τὸ α δὲ καὶ τὸ ω οὐχ ὑποτέτακται 〈ἐν τῷ〉 θαρρῶ θέλω; Ῥητέον δὲ ὅτι προτακτικά εἰσιν οὐ τῶν λέξεων, ἀλλὰ τῶν διφθόγγων· τὸ γὰρ ι καὶ υ οὐδέποτε προηγεῖται ἐν διφθόγγῳ, | |
15 | ἀλλ’ ὑποτέτακται. Ὑποτακτικὰ δὲ γίνεται ταῦτα τὰ δύο τῶν πέντε· τῇδε γὰρ συμβήσεται καὶ τὰς διφθόγγους ἀποτελεσθῆναι, ἐπὰν τὰ ὑποτακτικὰ τὰ δύο καὶ τὰ πέντε προτακτικὰ συμπλακῶσιν ἀλλήλοις. Γινώσκειν 〈δὲ〉 δεῖ, ὅτι τὸ υ ποτὲ μὲν προτακτικόν ἐστι, ποτὲ δὲ ὑποτακτικόν, ὡς εἶναι ἓξ μὲν προτακτικά, ἓν δὲ μόνον ὑποτακτικόν. | |
20 | Δίφθογγοι δέ εἰσιν ἕξ, αι αυ ει ευ οι ου.] Εἰδὼς ὁ τεχνικός, ὅτι ἐκ τῆς κράσεως τῶν προτακτικῶν καὶ ὑποτακτικῶν 〈φωνηέντων〉 αἱ δίφθογγοι ἀποτελοῦνται, δεύτερον ἐπάγει αὐτάς. Τῷ ἀληθεῖ λόγῳ ἕνδεκά εἰσιν· ἀλλ’ ἐπειδὴ σκοπὸς αὐτῷ πρὸς εἰσα‐ γομένους γράφειν, ἁπλούστερον εἶπεν ἕξ, εἰδὼς ὅτι δυσχερὴς ἦν ἡ τῶν | |
25 | ἄλλων παράδοσις, 〈παρ’ ὅσον〉 χρήσει μόνῃ καὶ ἱστορίᾳ καὶ θεωρήμασι τεχνι‐ κοῖς παραδίδονται. Ἔστι γὰρ τὸ ω μετὰ τοῦ υ, ὡς παρὰ τῷ ποιητῇ 〈Ε 396〉 εὖτέ μιν ωὐτὸς ἀνήρ· καὶ τὸ η μετὰ τοῦ ι, οἷον ἀπὸ τοῦ αἰτῶ ὁ παρατατικὸς ᾔτουν· πάλιν τὸ ω καὶ τὸ ι, ὡς 〈ἐν〉 τῷ ξένῳ, τὸ η καὶ 〈τὸ〉 υ, ὡς ἐν τῷ ηὔλουν, καὶ τὸ υ μετὰ τοῦ ι, ὡς ἐπὶ τοῦ υἱός. | |
30 | Σύμφωνα δὲ τὰ λοιπὰ ιζʹ.] Καλῶς προσέθηκε «τὰ λοιπά»· τῶν γὰρ ἑπτὰ πρὸς ἀναπλήρωσιν εἰκοσιτεσσάρων τὰ ἐπίλοιπά ἐστιν ιζʹ. Σύμ‐ φωνα δὲ εἴρηται παρὰ τὸ συμφωνεῖν· ἡ γὰρ σύν πρόθεσις δυάδος κα‐ τηγορεῖ· ἄλλο γάρ ἐστι πράττειν, καὶ ἄλλο τὸ συμπράττειν. Ὁρίζεται δὲ ὁ τεχνικὸς κεκλῆσθαι αὐτὰ οὕτως διὰ τὸ μὴ ἔχειν ἀφ’ ἑαυτῶν φω‐ | |
35 | νήν, συμφωνεῖν δὲ τῇ τῶν φωνηέντων εὐφωνίᾳ. | 200 |
201 | Τούτων ἡμίφωνα μέν ἐστιν ὀκτώ, ζ ξ ψ λ μ ν ρ ς.] Διαιρεῖ τὰ σύμφωνα εἰς ἡμίφωνα καὶ ἄφωνα. Ἡμίφωνα δὲ λέγονται κατά τι, οὐχ ὡς ἔτυχε· τὸ γὰρ ἡμι σημαίνει καὶ τὸ ἥμισυ, σημαίνει 〈δὲ〉 καὶ τὸ παρ’ ὀλίγον, ὡς ἂν εἴποι τις εἴκοσι στίχους ἔχων, «ἡμιτελές ἐστι τὸ | |
5 | βιβλίον»· καὶ ἐνταῦθα οὖν οὐ τὸν ἐξ ἰσομοιρίας ὁρίζει μερισμόν, ἀλλὰ τὸν παρ’ ὀλίγον. Καὶ εὑρίσκεται τῶν πρός τι, τουτέστιν ἡμίφωνα τὰ παρ’ ὀλίγον φωνήεντα, καὶ εὑρίσκεται μέσα φωνηέντων τε καὶ ἀφώνων πρὸς σύγκρισιν λαμβανόμενα· καὶ συγκρινόμενα 〈μὲν〉 πρὸς τὰ φωνήεντα εὑρίσκεται ἀσθενέστερα, πρὸς δὲ τὰ ἄφωνα φωνήεντα· ὡς καὶ αὐτὸς ὁ | |
10 | τεχνικὸς πείθει ὅτι παρ’ ὀλίγον εὔφωνά ἐστιν ὡς τὰ φωνήεντα, λέγων «ὅτι παρ’ ὅσον ἧττον τῶν φωνηέντων εὔφωνα καθεστήκασιν», ἀντὶ τοῦ «παρ’ ὀλίγον». Διὰ τοῦτο πᾶσα λέξις Ἑλληνὶς ἢ εἰς φωνῆεν λήγει ἢ εἰς ἡμίφωνον. Μυγμοὶ δέ εἰσιν οἱ διὰ τῶν μυκτήρων ἦχοι, οἷον 〈ω 416〉 μυγμῷ | |
15 | τε στοναχῇ τε, 〈Δ 20. Θ 457〉 αἱ δ’ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη· σιγμοὶ δέ εἰσιν οἱ ἐξ ἄκρας τῆς ὑπερῴας συριγμοί, 〈οἷον〉 〈ι 394〉 ὣς τοῦ σίζ’ ὀφθαλμός. Ἀπὸ μέρους δὲ τὸ πᾶν ἐδήλωσεν· ἄλλα 〈γὰρ〉 καὶ ῥοιζοῦσιν, ὡς τὸ ρ, καὶ συρισμοὺς ἀποτελοῦσιν, ὡς τὸ ς ξ ψ. — Καὶ ἄλλως. Μυγμὸς λέγεται ὁ τοῦ μ ἦχος, οἷον συμμένειν, ὁ δὲ τοῦ | |
20 | ν νυγμός, οἷον συννεύειν, ὁ δὲ τοῦ ζ ξ ψ καὶ ς σιγμός, οἷον συρίζω ξέω ψηλαφῶ σείω, ὁ δὲ τοῦ ρ ῥοῖζος, οἷον συρράπτω. Ἄφωνα δὲ λέγεται, ὅτι μᾶλλον τῶν ἄλλων ἐστὶ κακόφωνα.] Τὸ α πολλὰ σημαίνει· τὴν παντελῆ στέρησιν, ὡς ἂν εἴποιμεν ἄποινα ἢ ἀφανής ἢ ἄφιλος ἢ ἄλλο τι τῶν τοιούτων· τὸ ὁμοῦ, ὡς τὸ ἄλοχος ἡ | |
25 | ὁμόλοχος· τὸ ὀπίσω, ὡς ἀκόλουθος ὁ ὀπισθοκέλευθος, ὀπίσω γὰρ τὴν ὁδὸν ποιεῖται ἑπόμενος τῷ δεσπότῃ· σημαίνει καὶ τὸ κακόν, ὡς ἐνταῦθα, ὡς καὶ ἐπὶ τοῦ ἄμορφος γυνή, οὐχ ὅτι παντελῶς ἐστέρηται μορφῆς, ἀλλ’ ἔχουσα κακὴν ἔχει, ὡς καὶ ἄφωνος τραγῳδὸς οὐ παντελῶς τῆς φω‐ νῆς ἐστέρηται, ἀλλ’ ἔχων κακὴν ἔχει. | |
30 | Μέσα δὲ τούτων τρία, β γ δ.] Μέσα δὲ αὐτὰ εἴρηται πρὸς σύγ‐ | |
κρισιν. Τίνων δὲ μέσα ἐστί; Δῆλον ὅτι τῶν προειρημένων· ὥσπερ δὲ | 201 | |
202 | περὶ τῶν προτακτικῶν διαλεγόμενος ἀδιάστολον καὶ ἀόριστον 〈τὸν λόγον〉 ἀφῆκεν, ὡς πρὸς εἰσαγομένους διαλεγόμενος, οὕτω καὶ ἐνταῦθα· ἡμεῖς δὲ ἀναπτύξαντες διασαφοῦμεν. Καὶ λέγομεν τὰ μέσα εἰρῆσθαι ὡς 〈πρὸσ〉 τὰ δασέα καὶ τὰ ψιλά· καὶ ὡς εἴ τις σύγκρισιν ποιούμενος θερ‐ | |
5 | μοτάτου καὶ ψυχροτάτου μέσον τι καλέσει ὡς πρὸς σύγκρισιν ἀμφοτέ‐ ρων τῶν ἀκροτήτων—συγκρινόμενον γὰρ πρὸς τὸ θερμὸν ψυχρὸν ἂν νομισθείη, πρὸς δὲ τὸ ψυχρὸν θερμόν—τοῦτον τὸν τρόπον καὶ τὰ μέσα πρὸς μὲν τὰ δασέα ψιλά ἐστι, πρὸς δὲ τὰ ψιλὰ δασέα. Δασέα δὲ λέγονται τὰ μεγάλως καὶ μετὰ πολλοῦ τοῦ πνεύματος σευόμενα. | |
10 | Ἀντιστοιχεῖ δὲ τὰ δασέα τοῖς ψιλοῖς.] Διὰ τίνα δὲ αἰτίαν ὁ τεχνικὸς εἰρηκὼς «ἀντιστοιχεῖ δὲ τὰ δασέα τοῖς ψιλοῖς» ἐπήνεγκε τὸ ψιλὸν πρῶτον εἰπὼν «τῷ μὲν π τὸ φ»; Λέγομεν οὖν ὅτι ἐν μὲν τῷ πρώτῳ τὴν ἰσοδυναμίαν αὐτῶν ἐζήτησεν εἰπεῖν, παρακατιὼν δὲ οὐ προέταξε τὸ δασύ, ἐπειδὴ οὐχ εὑρίσκεται δασὺ εἰς ψιλὸν τρεπόμενον· | |
15 | οὐκ ἀκαίρως δὲ οὐδὲ τῆς ἰσοδυναμίας αὐτῶν προέταξεν, ἀλλ’ ἵνα μὴ ταραττώμεθα εὑρίσκοντες τὰ δασέα ἀντὶ τῶν ψιλῶν τιθέμενα. [Τὰ μέσα δὲ πρὸς μὲν τὰ δασέα ψιλά ἐστι, πρὸς δὲ τὰ ψιλὰ δασέα, ὡς καὶ αὐτὸς παρακατιὼν λέγει.] Τούτων δὲ τὴν δύναμιν ἀκριβέστερον 〈ἂν〉 δυνηθείη τις καταλαβεῖν | |
20 | ἐνίοτε ἀπὸ τῆς τῶν ῥημάτων κινήσεως καὶ τῆς τῶν ὀνομάτων κλίσεως· οἱ γὰρ μέσοι τῶν χρόνων καὶ οἱ δεύτεροι ἀόριστοι τούτοις κέχρηνται τοῖς στοιχείοις, οἷον λείβω λέλοιβα, πλήσσω πέπληγα, φράζω πέφραδα· πάλιν τὰ κλινόμενα, ἐπειδὴ εἰς τὸ μέσον τῆς κλίσεως γίνονται· τὰ γὰρ εἰς διπλοῦν 〈τὸ ψ λήγοντα ὀνόματα〉 διὰ τῆς ἰδίας συζυγίας, π φ β, | |
25 | 〈κλίνονται〉· οὕτως οὖν καὶ ἰσοστοιχεῖν ἀλλήλοις τὰ δασέα καὶ τὰ ψιλά φησι. —Ψιλὸν δὲ λέγεται τὸ ἄκρον· ἐντεῦθεν καὶ ψέλ〈λ〉ια λέγονται τὰ ἐπ’ ἄκρων τῶν χειρῶν τιθέμενα κόσμια. Τὰ οὖν δι’ ἄκρου μόνου τῆς γλώττης προφερόμενα σύμφωνα ταῦτα λέγεται ψιλά· ἰδοὺ τὸ κ προφε‐ ρόμεθα οὕτω δι’ ἄκρου μόνου τῆς γλώττης, μηδενὸς πνεύματος παρα‐ | |
30 | πεμπομένου. Ἐζήτηται δέ, ὥσπερ τὰ δασέα ἀντὶ ψιλῶν 〈παρα〉λαμβάνεται, ἆρα καὶ τὰ ψιλὰ ἀντὶ δασέων; Καὶ λεκτέον ὅτι ἐκεῖνα σαθρά ἐστι καὶ οὐχ | |
οἷά τε πέρα αὑτῶν τείνεσθαι [πόσῳ μᾶλλον τῶν μειζόνων]· οἷον 〈Γ 95〉 | 202 | |
203 | ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες· ὣς ἔφατο ἦν τὸ τέλειον, ἀπόστροφος 〈δὲ〉 ἐγένετο διὰ τὸν συγκρουσμόν, 〈καὶ〉 τὸ ἐπιφερόμενον ἐδασύνετο 〈τὸ〉 οἱ· πᾶν γὰρ ἄρθρον ἀπὸ φωνήεντος ἀρχόμενον δασύνεται· ἀνάγκη οὖν πρὸς τὰ ἐπιφερόμενα μεταβληθῆναι τὰ σύμφωνα, κανόνος κελεύον‐ | |
5 | τος ὅτι δασέα δασέων ἡγεῖται καὶ ψιλὰ ψιλῶν· ὥστε ἐξ ἀνάγκης τὸ τ εἰς τὸ θ μεταβληθῆναι. Ὁμοίως καὶ ταῦτα αὐτὰ τὰ μαρτύρια, 〈ι 279〉 ἀλλά μοι εἴφ’ ὅπῃ ἔσχες ἰὼν εὐεργέα νῆα 〈καὶ αὐτίχ’ ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτ’ Ὀδυσσεύς〉. Ὅτι δὲ τὰ ψιλὰ οὐ δύνανται ἀνθυπουργῆσαι τῶν δασέων 〈δῆλον〉· ἰδοὺ εὑρίσκομεν 〈Α 22. | |
10 | 376〉 ἔνθ’ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοί· τὸ θ συνα‐ λοιφὴν ἔχει, τὸ α δὲ ψιλοῦται, καὶ ἐνταῦθα τεχνικοῦ λόγου ἀπαιτοῦν‐ τος, 〈ὅτι〉 πᾶν φωνῆεν πρὸ δύο συμφώνων τῶν αὐτῶν ψιλοῦσθαι θέλει, εἰ μὴ ἄρα ἦν ἐκ πλεονασμοῦ τὸ ἕν· καὶ οὐκέτι μεταβολὴν ἐποιησάμεθα τοῦ θ εἰς τ, ἀλλ’ ἐπὶ τῆς ταὐτότητος ἔμεινε. Τούτου δὲ αἴτιον, ὃ πρὸ | |
15 | μικροῦ εἴπομεν, ὅτι τὰ ψιλὰ ἀσθενῆ ἐστιν οὐδὲ ὑπὲρ ἑαυτῶν τείνεσθαι δυνάμενα. Ἔτι δὲ τῶν συμφώνων διπλᾶ μέν ἐστι τρία, ζ ξ ψ.] Δευτέρα διαίρεσις τῶν συμφώνων παρὰ δύναμιν, 〈ὅτι ἁπλᾶ〉, ὅτι διπλᾶ, ὅτι ὑγρά· τὰ 〈δὲ〉 διπλᾶ τοῖς μακροῖς, τὰ ἁπλᾶ τοῖς βραχέσι, τὰ ὑγρὰ τοῖς | |
20 | διχρόνοις εἰκάζονται. Ἄξιον δὲ ζητῆσαι, τίνος ἕνεκεν εἰπὼν «διπλοῦν» μικρὸν ὕστερόν φησι συγκεῖσθαι ἐκ δύο συμφώνων· τὰ γὰρ σύνθετα εἰς ἐκεῖνα ἀναλύονται, ἐξ ὧν καὶ τὴν σύνθεσιν ἔχει, ὥσπερ τὸ ἀρηΐφιλος 〈εἰς τὸ Ἄρης καὶ τὸ φίλοσ〉 καὶ τὸ μεγάθυμος εἰς τὸ μέγα καὶ τὸ θυμός· ταῦτα δὲ οὐχ ὁρῶμεν ἀναλυόμενα. Ἀλλὰ πρότερον μὲν διὰ | |
25 | 〈δύο στοιχείων ἐγράφοντο· καὶ διὰ〉 τὸ 〈διὰ〉 δύο γράφεσθαι σύνθετα εἰκότως 〈αὐτὰ〉 εἴρηκε, διπλᾶ δὲ διὰ τὸ ἔχειν δύο στοιχείων δύναμιν. Ἐντεῦθεν καί τινες ἐμέμψαντο λέγοντες 〈ὅτι οὐ δεῖ〉 τὰ στοιχεῖα διπλᾶ λέγειν. Λέγομεν δὲ ὅτι καὶ τὰ στοιχεῖα διπλᾶ· ἔστι δὲ ἁπλᾶ ἔσθ’ ὅτε δι’ ἀνάγκην· ἐχρήσατο γὰρ αὐτοῖς ὁ ποιητὴς ὡς ἁπλοῖς, 〈Β 634〉 οἵ | |
30 | τε Ζάκυνθον ἔναιον καὶ τὸ 〈Δ 103. 121〉 ἄστυ Ζελείης. Ὅτι δὲ καὶ διὰ δύο στοιχείων τὸ παλαιὸν ἐγράφοντο, διδάσκουσιν αἱ διάλεκτοι· τὸ γὰρ ξίφος σκίφος ἐκάλουν, καὶ τὸ ψέλ〈λ〉ιον σπέλ〈λ〉ιον, καὶ τὸν ζυγόν σδυγόν. Καὶ ἐπὶ τῆς κλίσεως τῶν ὀνομάτων· λέγομεν γὰρ πολλάκις τὰς πληθυντικὰς 〈δοτικὰσ〉 ἀπὸ τῆς δοτικῆς ἑνικῆς γίνεσθαι κατ’ ἐπέν‐ | |
35 | θεσιν τοῦ ς· ἰδοὺ γοῦν κήρυκι κήρυκσι 〈κήρυξι〉, Πέλοπι Πέλοπσι 〈Πέ‐ λοψιν〉. Ὥστε ὁρᾶται ὁ τεχνικὸς μετὰ πάσης ἐπιστήμης προσαγόμενος | |
τοὺς εἰσαγομένους. | 203 | |
204 | Ἀμετάβολα τέσσαρα, λ μ ν ρ.] Εἶπεν ἡμῖν περὶ τῶν τριῶν δι‐ πλῶν καὶ περὶ τῶν τεσσάρων ἀμεταβόλων· τὰ δὲ πάντα ἡμίφωνα εἴ‐ ρηκεν εἶναι ὀκτώ, ὥστε ζητεῖσθαι τὸ ς, διὰ τί μηδὲν περὶ τούτου εἴρηκε. Φαμὲν ὅτι ἐν ταῖς κλίσεσι τῶν ὀνομάτων ὥρισται καὶ κοινόν ἐστι τῶν | |
5 | τριῶν γενῶν. Τὰ δὲ αὐτὰ καὶ ὑγρὰ καλεῖται.] Ὑγρὰ αὐτὰ ἐκάλεσεν ὁ τε‐ χνικὸς διὰ τὴν ὑπερβάλλουσαν ποιότητα· τοῖς γὰρ τραχέσι συνευρισκό‐ μενα, τουτέστιν ἀφώνοις, καὶ πολλάκις συμμετρίαν δυνάμενα ποιεῖν, ὑγρὰ αὐτὰ τῇ ἀκοῇ ἡμῶν παρασκευάζει. Διὰ τοῦτο καὶ κοινὴν ἀπεργάζονται | |
10 | 〈συλλαβήν〉, ἐπὰν εὑρεθῶσιν ἄφωνον καὶ ἀμετάβολον, οὐκ ἀναστρέφον‐ τος τοῦ λόγου· οὐ γὰρ ἰσχύει ἀναστρέφειν, προηγουμένου μὲν ἀμεταβό‐ λου, ἀφώνου δὲ δευτέρου ὄντος, οἷον 〈ἐν μὲν τῷ〉 ἰατρός ἡ α κοινή ἐστιν, ἐν δὲ τῷ ἄρτος οὐκέτι. Καὶ ἄλλως εἰς τὰ αὐτά. —Ὑγρὰ τουτέστιν ὀλισθηρά· συμπλε‐ | |
15 | κόμενα γὰρ τοῖς ἀφώνοις κοινὴν ἀποτελεῖ συλλαβήν. Ἢ ὅτι ἀμετά‐ βολά ἐστιν, ἀπὸ μεταφορᾶς τῶν ὑγρῶν χρωμάτων, ἃ δυσ〈εξ〉άλειπτα τυγχάνει, τῶν ξηρῶν εὐαπονίπτων 〈ὄντων〉. Καὶ τὸ ι δὲ καὶ τὸ υ ἀμετάβολά τέ εἰσι καὶ δίχρονα. Ἔστι δὲ διττὴ ἡ δύναμις, ὡς 〈ὁ〉 ἥλιος τὰ σώματα ξηραίνειν τε καὶ διαλύειν πέφυκεν. | |
20 | 〈Stephani.〉 —Τινὲς δὲ προστιθέασι καὶ τὸ ο, οἷον ἄλλο.] Τοῦτο οὐκ ἀρέσκει τῷ τεχνικῷ· ἔστι γὰρ τὸ 〈γνήσιον〉 ἄλλον, ὅθεν καὶ ἐν τῇ συνθέσει λέγεται τὸ ἔξαλλον καὶ πάραλλον. | |
23t | § 7 (8b). | |
24t | Περὶ συλλαβῆς. | |
25t | Συλλαβή ἐστι.] Πρεπόντως etc. = Σd 48, 2—49, 8. | |
25 | Περὶ συλλαβῆς καὶ ἄλλως. —Στεφάνου. —Φασί τινες οὐ καλῶς ἐν εἰσαγωγικῇ τέχνῃ περὶ μέτρων γράψαι τὸν Διονύσιον· τὸ γὰρ περὶ συλλαβῶν περὶ μέτρων ἐστίν. Εὖ δὲ πεποίηκεν ὁ τεχνικός, ὡς ἂν ἀπὸ τῆς πρώτης ἡλικίας συνήθειαν ἔχοιεν οἱ παῖδες ποδίζειν τοὺς στίχους. Συνεμπίπτει δὲ στοιχεῖον συλλαβῇ, οἷον α, αὐτὴ δὲ λέξει, οἷον γῆ, | |
30 | λέξις δὲ λόγῳ, οἷον ἄπελθε. | 204 |
205 | Συλλαβή ἐστι κυρίως σύλληψις συμφώνων μετὰ φωνήεν‐ τος ἢ φωνηέντων.] Ὅρα τὴν ἀσθένειαν τῶν συμφώνων, ὅτι κἂν πολλὰ ὦσι συλλαβὴν πληρῶσαι οὐ δύνανται δίχα τῆς τῶν φωνηέντων βοηθείας, τὰ μέντοι φωνήεντα καὶ καθ’ ἓν μόνον ἐξαρκεῖ. Ἰστέον δὲ | |
5 | ὅτι τὸ τέλειον μέγεθος τῆς συλλαβῆς μέχρι ἓξ ἢ ἑπτὰ γραμμάτων, ὡς τὸ στράγξ, τοὐλάχιστον δὲ καὶ ἕως ἑνός. Οἷον καρ βους.] Ἔστι καὶ Κάρ λέξις ἐθνική, ἀφ’ οὗ ἡ γενικὴ Καρός καὶ Κᾶρες 〈εὐθεῖα〉 πληθυντική· δεῖ οὖν λαμβάνειν τὴν καρ συλ‐ λαβὴν ὡς ἀπὸ τοῦ καρπός, καὶ τὸ βους οὐκ ἐπὶ τοῦ ζῴου, ἀλλὰ συλ‐ | |
10 | λαβὴν ἀποκεκομμένην ἀπὸ τοῦ Βούσιρις· αἱ γὰρ συλλαβαὶ καθ’ ἑαυτὰς οὐδὲν σημαίνουσιν. | |
12t | § 8 (9b). | |
13t | Περὶ μακρᾶς συλλαβῆς. | |
14t | Ὁ πρῶτος τρόπος τῶν θέσει etc. = Σd 49, 10—50, 10. | |
15 | 〈Stephani.〉 —Περὶ μακρᾶς συλλαβῆς καὶ ἄλλως. —Μακρὰ συλ‐ | |
15 | λαβὴ γίνεται κατὰ τρόπους 〈ὀκτώ〉, φύσει μὲν τρεῖς, θέσει δὲ πέντε.] Οὐχ ὡς ἔτυχε [περὶ μακρᾶς συλλαβῆς] λέγει ὁ τεχνικὸς τὰς ἐκτάσεις ἢ τὰς συστολὰς τῶν συλλαβῶν γίνεσθαι, ἀλλὰ κατὰ τὴν πα‐ ράδοσιν λέγει αὐτὰς γίνεσθαι, τρόπους δὲ τὰς λεγομένας διαφορὰς φύσει καὶ θέσει. | |
20 | Καὶ φύσει μὲν ἤτοι ὅταν διὰ τῶν μακρῶν στοιχείων ἐκ‐ φέρηται, οἷον ἥρως.] Εἰπὼν φύσει καὶ θέσει προτάττει τὴν φύσει· ἐκείνη γὰρ γνησία ἐστί, καὶ δεῖ τὰ γνήσια προτάττειν τῶν μὴ γνησίων. Καὶ ἔστιν ἡ πρώτη διαφορὰ τῶν ἐκτεταμένων φωνῶν, ὅταν τὰ μακρὰ στοιχεῖα, τό τε η καὶ ω, εὑρίσκηται. Ἰστέον δὲ ὅτι παρὰ μὲν τοῖς με‐ | |
25 | τρικοῖς πᾶσα μακρὰ δίχρονος, παρὰ δὲ τοῖς μουσικοῖς καὶ ῥυθμικοῖς καὶ τεχνικοῖς 〈καὶ〉 τρίχρονός τε καὶ τετράχρονος, τρίχρονος μέν, ὡς ηὔλουν· ἔστι γὰρ ἡ μὲν πρώτη συλλαβὴ ἐκ μακροῦ καὶ βραχέος φωνήεντος, ὧν τὸ μὲν μακρὸν δύο, τὸ δὲ βραχὺ ἕνα χρόνον ἔχει, ἡ δὲ δευτέρα ἐκ συμ‐ | |
φώνου, ὅπερ ἥμισυν χρόνον ἔχει, καὶ ἐκ διφθόγγου, ὃ δύο, καὶ ἐξ ἑτέρου | 205 | |
206 | συμφώνου, ὅπερ ἄλλον ἥμισυν ἔχει χρόνον, καὶ γίνονται τρεῖς· τετρά‐ χρονος δέ, ὡς Θρᾷξ· ἔστι γὰρ τὸ ᾳ μακρὸν καὶ ἔχει δύο χρόνους, τὰ δὲ πρὸ αὐτοῦ σύμφωνα ἕτερον, [καὶ τὸ ι ἕνα,] καὶ τὸ διπλοῦν ἄλλον ἕνα, καὶ ἰδοὺ τέσσαρες· ἀλλὰ καὶ ἑνὸς καὶ ἡμίσεος χρόνου, ὡς ἡ αι καὶ | |
5 | ἡ οι, ἀπὸ κανόνος λέγοντος ὅτι μακρᾶς οὔσης τῆς ἐπὶ τέλους τρίτη ἀπὸ τέλους οὐ πίπτει ἡ ὀξεῖα· καὶ γὰρ προσλαβοῦσα σύμφωνον δέχεται ἥμισυν χρόνον καὶ γίνεται δίχρονος, καὶ τότε οὐκ ἐᾷ ἐπὶ τέλους οὖσα τρίτην ἀπὸ τέλους τίθεσθαι τὴν ὀξεῖαν, οἷον ἄελλαι ἀέλλαις, λίθιναι λι‐ θίναις, ἄνθρωποι ἀνθρώποις, ἄριστοι ἀρίστοις. | |
10 | Ἢ ὅταν ἔχῃ ἕν τι τῶν διχρόνων κατὰ ἔκτασιν παραλαμ‐ βανόμενον, οἷον Ἄρης.] Δεύτερος τρόπος, ὅταν τὰ δίχρονα ἐκτε‐ ταμένα τὴν αὐτὴν ἔχωσι δύναμιν τῷ η καὶ τῷ ω. Ἢ ὅταν ἔχῃ μίαν τῶν διφθόγγων, οἷον Αἴας.] Τρίτος τρό‐ πος, ὅταν ἔχῃ τὰς διφθόγγους. Ἆρ’ οὖν ἔξεστί μοι τὰς διφθόγγους | |
15 | καὶ τὰ δίχρονα διὰ παντὸς ἐκτείνειν; Λεκτέον ὅτι ἐν τοῖς μετρικοῖς τὰς διφθόγγους ἐκ παντὸς τρόπου, τὰ δὲ δίχρονα οὐκ εἰκῇ, ἀλλὰ κατὰ τὴν παράδοσιν καὶ χρῆσιν τῶν παλαιῶν· ἰδοὺ γὰρ τὸ 〈Ε 31. 455〉 Ἆρες, Ἄρες καὶ μακρὸν καὶ βραχὺ ἔχει τὸ α· ἔξεστιν οὖν ὁμοίως καὶ ἡμῖν χρήσασθαι· καὶ τῷ φίλε μακρῷ καὶ βραχεῖ, μακρῷ μέν, ὡς τὸ 〈Δ 155. | |
20 | Φ 308〉 φῖλε κασίγνητε, βραχεῖ δέ, ὡς τὸ 〈Κ 114〉 ἀλλὰ φίλον περ ἐόντα. Θέσει δὲ ἤτοι ὅταν εἰς δύο σύμφωνα λήγῃ, οἷον ἅλς.] Θέσει δὲ λέγονται τὰ μὴ κατὰ φύσιν ἀλλ’ ἐπιτεχνήσει τινὶ καὶ ποιήσει καὶ μεθόδῳ καὶ ἐργασίᾳ 〈γενόμενα〉· ὥσπερ παρέπεται τῷ κόρακι τὸ μέλαν, | |
25 | τὸ δὲ λευκὸν τῷ κύκνῳ· ἐὰν 〈οὖν〉 καταχρίσωμεν τὸν κόρακα χρώματι λευκῷ ἢ τὸν κύκνον μέλανι, καὶ ποιήσωμεν τὸν 〈μὲν〉 κόρακα λευκὸν τὸν δὲ κύκνον μέλανα, τότε λέγομεν τὸν μὲν φύσει λευκὸν θέσει μέλανα, τὸν δὲ φύσει μέλανα θέσει λευκόν· οὕτω καὶ τῶν συλλαβῶν τὰς μὲν καλοῦμεν φύσει μακράς, τὰς δὲ θέσει. Καὶ ὁ μὲν πρῶτος τρόπος τῆς | |
30 | θέσει μακρᾶς γνωρίζεται, ὅταν ᾖ αὐτὸ τὸ βραχὺ κατὰ σύλληψιν κατα‐ λῆγον καὶ ἀποτερματιζόμενον καὶ περαιούμενον εἰς δύο σύμφωνα, οἷον μάκαρς Τίρυνς ἅλς. Πολλὰ γοῦν εἰς δύο σύμφωνα λήγοντα οὐκ εἰσίν, | |
ὥς φησιν ὁ ὑπομνηματίζων, εἰ μὴ τὸ ἅλς Τίρυνς μάκαρς δάμαρς | 206 | |
207 | 〈καὶ〉 ἅ φησιν ἐν τῷ περὶ ὀρθογραφίας σημειούμενα· εἰσὶ δὲ ταῦτα, ζόρξ στράγξ λύγξ σάλπιγξ ἴυγξ πῶυγξ. Ἢ ὅταν βραχεῖ ἢ βραχυνομένῳ φωνήεντι ἐπιφέρηται δύο σύμφωνα, οἷον ἀγρός.] Δεύτερος, φησί, τρόπος, ὅταν ἑνὶ τῶν δι‐ | |
5 | χρόνων ἢ τῶν φύσει βραχέων ἐπενεχθῇ δύο σύμφωνα· τότε γὰρ γίνε‐ ται ἀνάγκῃ μακρά, ὅτι ἡ βραχεῖα ἕνα χρόνον ἔχει καὶ ἕκαστον τῶν συμ‐ φώνων ἡμιχρόνιον, ὥστε ταῦτα συνερχόμενα ἀποτελεῖν δύο χρόνους· ἡ δὲ μακρὰ ἐκ δύο χρόνων συνίσταται, ὥστε γίνεσθαι θέσει μακράν. «Βρα‐ χεῖ» δὲ εἶπεν ἢ τῷ ε ἢ τῷ ο, «βραχυνομένῳ» δὲ ἑνὶ τῶν διχρόνων. | |
10 | Ἢ ὅταν εἰς ἁπλοῦν σύμφωνον λήγῃ καὶ τὴν ἑξῆς ἔχῃ ἀπὸ συμφώνου ἀρχομένην, οἷον ἔργον.] Τρίτος οὗτος 〈ὁ〉 τρόπος ὁ κατὰ λῆξίν τε καὶ ἐπιφοράν· λήγει δὲ εἰς ἁπλοῦν σύμφωνον, τῆς ἑξῆς ἀρχο‐ μένης ἀπὸ συμφώνου. Ἁπλούστερον δὲ καὶ ἐνταῦθα εἶπε· συμβαίνει γὰρ ἐν ταῖς λέξεσι λήγειν μὲν τὴν προτέραν εἰς ἓν σύμφωνον, τὴν δὲ | |
15 | ἐπιφερομένην μὴ ἀπὸ ἑνὸς μόνου, ἀλλὰ καὶ ἀπὸ δύο ἄρχεσθαι, ὡς ἐν εἰσαγωγῇ δὲ παρῆκε τοῦτο. Τί δὲ διαφέρει οὗτος ὁ τρόπος τοῦ πρὸ αὐτοῦ; Ὅτι ὁ μὲν τὴν ἑξῆς ἔχει ἀπὸ συμπεπλεγμένων συμφώνων ἀρ‐ χομένην, ὁ δὲ προκείμενος ἐν διαστάσει ἔχει τὰ σύμφωνα, οἷον ἕρμα ἔρνος. | |
20 | Ἢ ὅταν διπλοῦν σύμφωνον ἐπιφέρηται, οἷον ἔξω.] Τέταρ‐ τος οὗτος ὁ τρόπος· δείκνυται δὲ πότε ἐπιφέρεται καὶ πότε καταλήγει νόμῳ τῆς ὀρθογραφίας· λέγει δὲ ἐν τῷ ἔξω ἐπιφέρεσθαι μᾶλλον ἢ κατα‐ λήγειν τὸ ξ. Πόθεν δῆλον; Λόγος τεχνικὸς καταναγκάζει· πᾶν γὰρ σύμφωνον μεταξὺ δύο φωνηέντων ἐν μιᾷ λέξει τῷ δευτέρῳ ἀκολουθεῖ. | |
25 | Ἢ ὅταν εἰς διπλοῦν σύμφωνον λήγῃ, οἷον Ἄραψ.] Πέμ‐ πτον λέγει εἶναι τρόπον, ὅταν καταλήγῃ εἰς διπλοῦν σύμφωνον. Ἰστέον δὲ ὅτι οἱ χρόνοι, ὡς ὄντες κυρίως προσῳδίαι, ἐπάνω φω‐ νηέντων τίθενται, δυνάμει δὲ καὶ εἰς τὰ δεκαεπτὰ σύμφωνα. Καὶ εἰς μὲν τὰ δύο μακρά, λέγω δὴ τὸ η καὶ τὸ ω, ἡ μακρὰ τίθεται, καὶ εἰς | |
30 | τὰ δύο βραχέα ἡ βραχεῖα, εἰς δὲ τὰ τρία δίχρονα ποτὲ μὲν μακρὰ ποτὲ | |
δὲ βραχεῖα, κατὰ τὴν ἀναλογίαν· εἰς δὲ τὰ ιδʹ ἁπλᾶ ἡμιβράχεια δυνά‐ | 207 | |
208 | μει, καὶ εἰς τὰ τρία διπλᾶ τελεία βραχεῖα, διὰ τὸ ἐκ δύο συμφώνων συνεστηκέναι αὐτά. Συμπλεκόμενα δὲ τὰ σύμφωνα τοῖς φωνήεσιν ἀπο‐ τελοῦσι τὴν ἐγγράμματον φωνήν· λοιπὸν εἰ τύχοι φωνῆεν βραχὺ πρὸ δύο συμφώνων ἢ ἑνὸς διπλοῦ, ἐκτείνεται· τὰ γὰρ ἡμιβράχεα τῶν δύο | |
5 | συμφώνων καὶ τοῦ ἑνὸς φωνήεντος ἡ τελεία βραχεῖα συνελθόντα ἀπο‐ τελοῦσι τὴν τελείαν μακράν. | |
7t | § 9 (10b). | |
8t | Περὶ βραχείας συλλαβῆς. | |
9t | Βραχεῖα συλλαβὴ γίνεται etc. = Σd 50, 12—18. | |
10 | 〈Stephani.〉 —Καὶ ἄλλως. —Βραχεῖα συλλαβὴ γίνεται κατὰ | |
10 | τρόπους δύο καὶ ἑξῆς.] Ἡ βραχεῖα συλλαβὴ οὐκ ἔχει πολυτρόπους τὰς μεταβολάς, καθάπερ ἡ μακρὰ συλλαβή, ἀλλὰ δύο μόνας· ἢ γὰρ φύσει βραχέα ὄντα τὰ φωνήεντα τὰς συλλαβὰς βραχύνει, ἢ βραχυνόμενα τὰ δίχρονα, οὐ χύδην, ἀλλά, καθάπερ ἐν τῷ περὶ μακρᾶς συλλαβῆς εἰρή‐ καμεν, τῇ χρήσει προσανέχοντες τῶν ποιητῶν. | |
14t | § 10 (11b). | |
15t | Περὶ κοινῆς συλλαβῆς. | |
16t | Κοινὴ συλλαβὴ γίνεται etc. = Σd 50, 20—56, 14. | |
17 | 〈Stephani.〉 —Περὶ κοινῆς συλλαβῆς καὶ ἄλλως. —Ἡ κοινὴ συλ‐ λαβὴ τῶν πρός τι· ὃν γὰρ τρόπον ἐν τῷ περὶ στοιχείου εἴρηται τὰ μέσα εἰρῆσθαι δασέων τε καὶ ψιλῶν, οὕτω καὶ ἐνταῦθα τὴν κοινὴν εἶναι | |
20 | λέγει μακρῶν τε καὶ βραχειῶν· 〈καὶ〉 ὥσπερ ἐν τῇ συνηθείᾳ λέγομεν πολλάκις, ὁρῶντες κτῆμα διαφόρων δεσποτῶν, ὅτι τοῦδε καὶ τοῦδε κοι‐ νόν ἐστιν, οὕτω καὶ ἐνταῦθα κοινὴ συλλαβή ἐστιν 〈ἡ〉 δυναμένη ὑπα‐ κούειν τῇ τε μακρᾷ καὶ τῇ βραχείᾳ. Κοινὴ συλλαβὴ γίνεται κατὰ τρόπους τρεῖς, ἤτοι ὅταν εἰς | |
25 | φωνῆεν μακρὸν λήγῃ καὶ τὴν ἑξῆς ἔχῃ ἀπὸ φωνήεντος ἀρχο‐ μένην, οἷον 〈Γ 164〉 οὔ τί μοι αἰτίη ἐσσί.] Τῇ κοινῇ συλλαβῇ κέ‐ | |
χρηνται οἱ ποιηταὶ ἐν τοῖς ἑαυτῶν ἔπεσι· γίνεται δὲ ὁ πρῶτος τρόπος, | 208 | |
209 | ὅταν λέξις εἰς μέρος λόγου λήξῃ καὶ εἰς φωνῆεν μακρόν, ἐπιφέρηται δὲ ἐν τῇ ἑξῆς συλλαβῇ ἕτερον φωνῆεν· τότε 〈γὰρ〉 ἐκείνη ἡ συλλαβὴ βρα‐ χεῖα γίνεται, καὶ ἔστι μὲν καθ’ ἑαυτὴν ἀμφίμακρος, ἐν δὲ τῷ στίχῳ δάκτυλος. | |
5 | Ἢ ὅταν βραχεῖ ἢ βραχυνομένῳ φωνήεντι ἐπιφέρηται δύο σύμφωνα, ὧν τὸ μὲν δεύτερον ἀμετάβολον, καὶ ἑξῆς.] Καλῶς εἶπε «βραχεῖ ἢ βραχυνομένῳ»· τὸ γὰρ ε καὶ τὸ ο βραχέα εἰσί, τὸ δὲ α ι υ ἐνίοτε μὲν βραχέα, ἐνίοτε δὲ μακρά· βραχυνόμενα οὖν λέγει τὰ δίχρονα. Τὸ δὲ «καθ’ ἓν ἄφωνόν ἐστιν» ἀντὶ τοῦ ἐν συλλήψει, τουτέ‐ | |
10 | στιν ἐν ἐπιπλοκῇ συμφώνων, ὡς ἔστι τὸ κλε· τοῦτο 〈γὰρ〉 οὐ δύναται γενέσθαι δύο μέρη λόγου, ὡς τὸ ἐκ Λακεδαίμονος· διὰ τοῦτο καθ’ ἕν ἐστι, καὶ δύναται καὶ μακρὰ γίνεσθαι ἡ συλλαβὴ καὶ βραχεῖα [καὶ κοινή]. Εἰσὶ δὲ ἐννέα ἄφωνα, β γ δ κ π τ θ φ χ, καὶ τέσσαρα ἀμετάβολα, λ μ ν ρ· ταῦτα οὖν πρὸς ἄλληλα μιγνύμενα καθ’ ἓν τριάκοντα ἓξ σχήματα | |
15 | ποιεῖ. Αὕτη δὲ ἡ δευτέρα διαφορὰ ἐπαγγέλλεται τὴν τοῦ παλιμβακχείου θεραπείαν, ὅταν ἡ μέση συλλαβὴ ὁμοίως λήξῃ μὲν εἰς φωνῆεν, ἔτι γε μὴν καὶ εἰς μέρος λόγου· ἀλλ’ ἁπλούστερον εἶπεν· ἀντὶ γὰρ τοῦ 〈α 2〉 πλάγχθη ἐπεὶ Τροίης εἴρηκε 〈Τ 287〉 Πάτροκλέ μοι δειλῇ· καὶ ἡ δευτέρα γὰρ κοινή ἐστιν, οὐχ ὥσπερ ἀπαιτεῖ ὁ λόγος 〈οὗτοσ〉, ἀλλ’ ἑτέρῳ | |
20 | λόγῳ, ὅτ’ οὔτε καταπεραιοῖ οὔτε μὴν εἰς μακρὰν λήγει. Ἢ ὅταν βραχεῖα οὖσα καταπεραιοῖ εἰς μέρος λόγου καὶ τὴν ἑξῆς ἔχῃ ἀπὸ φωνήεντος ἀρχομένην, οἷον 〈Ξ 1〉 Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης.] Ὁ τρίτος τρόπος τῆς κοινῆς συλλαβῆς οὕτω γίνεται, ὅταν βραχεῖα συλλαβὴ τελικὴ λέξεως ᾖ | |
25 | μὴ ἐπιφερομένων ἐκείνων τῶν συμφώνων τῶν τὴν μακρὰν ποιούντων, ἀλλ’ ἤτοι ἑνὸς ἢ μηδενός· πᾶσα γὰρ τελικὴ συλλαβὴ ἐκ τῆς ἀναπαύσεως χρόνον προσλαμβάνει, ὡς ἐν τῷ 〈Ξ 421〉 οἱ δὲ μέγα ἰάχοντες ἐπέ‐ δραμον, καὶ 〈Μ 144. Ο 396〉 ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φό‐ βος τε, καὶ 〈ι 109〉 ἀλλὰ τά γ’ ἄσπαρτα καὶ ἀνήροτα, καὶ ἐν τῷ | |
30 | 〈Ζ 194〉 καὶ μέν οἱ Λύκιοι τέμενος τάμον. [Διὰ τί δὲ τρεῖς μόνοι τρόποι εἰσὶ τῆς κοινῆς συλλαβῆς, καὶ οὐ πλείους; Καὶ λεκτέον ὅτι πᾶσα συλλαβὴ ἤτοι μακρά ἐστιν ἢ βραχεῖα· καὶ ἴσμεν ὅτι ἡ μὲν μακρὰ διχῶς γίνεται, ἢ φύσει ἢ θέσει, ἡ δὲ βραχεῖα μονότροπός ἐστιν· ἕκαστος οὖν ὁ τρόπος τῇ κοινῇ παρεχώρησεν, ὁ μὲν | |
35 | φύσει 〈μακρόσ〉, ὡς ἐν τῷ 〈Γ 164〉 οὔ τί μοι αἰτίη ἐσσί, ὁ δὲ θέσει | 209 |
210 | 〈μακρόσ〉, ὡς ἐν τῷ 〈Τ 287〉 Πάτροκλέ μοι δειλῇ, ὁ δὲ βραχύς, ὡς ἐν τῷ 〈Ξ 421〉 οἱ δὲ μέγα ἰάχοντες ἐπέδραμον.] Σημειωτέον δὲ ὡς οὐ καλῶς εἶπεν ὁ τεχνικὸς ἐν τούτῳ τῷ τρόπῳ «καὶ τὴν ἑξῆς ἔχῃ ἀπὸ φωνήεντος ἀρχομένην»· κἂν γὰρ ἡ ἑξῆς ἄρχη‐ | |
5 | ται ἀπὸ συμφώνου, λήγῃ δὲ ἡ πρώτη εἰς φωνῆεν, πάλιν κοινὴν ποιεῖ, οἷον 〈Φ 352〉 τὰ περὶ καλὰ ῥέεθρα, 〈ι 109〉 ἀλλὰ τά γ’ ἄσπαρτα καὶ ἀνήροτα. Ἔστι δὲ ἐν τοῖς κοινοῖς μέτροις καὶ ἡ καλουμένη συνεκφώνησις, ἣ καὶ συνίζησις λέγεται· ὅταν γὰρ φωνηέντων ἐπάλληλος γένηται προ‐ | |
10 | φορά, τότε γίνεται ἡ συνίζησις εἰς μίαν συλλαβήν. Διαφέρει δὲ ἡ συ‐ νίζησις τῆς συναλοιφῆς· ἡ μὲν γὰρ γραμμάτων ἐστὶ κλοπή, ἡ δὲ χρόνων, καὶ ἡ μὲν συναλοιφὴ ὡς λέγεται καὶ φαίνεται, ἡ δὲ συνίζησις οὐχ οὕ‐ τως· ἐντελῶς μὲν γὰρ λέγεται, κατὰ κρᾶσιν δὲ φαίνεται. Καὶ ἔστιν αὐτῆς ὁ ὅρος οὗτος· συνεκφώνησίς ἐστιν ὁπόταν δύο 〈συλλαβαὶ〉 σύμ‐ | |
15 | φωνον μεταξὺ ἀλλήλων μὴ ἔχουσαι ἀντὶ μιᾶς παραλαμβάνωνται. Τρό‐ ποι δὲ συνεκφωνήσεως οἱ ἀναγκαιότατοι τέσσαρες· ἢ δύο μακρῶν εἰς μίαν μακράν, ὡς ἐν τῷ 〈Ε 349〉 ἢ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλ‐ κιδας ἠπεροπεύεις; καὶ 〈ζ 187. υ 227〉 ἐπεὶ οὔτε κακῷ οὔτ’ ἄφρονι φωτὶ ἔοικας· ἢ βραχείας καὶ μακρᾶς εἰς μακράν, ὡς ἐν τῷ 〈α 183〉 | |
20 | πλέων ἐπὶ οἴνοπα πόντον, καὶ 〈Α 18〉 ὑμῖν μὲν θεοὶ δοῖεν [καὶ 〈Α 15〉 χρυσέῳ ἀνὰ σκήπτρῳ]· ἢ μακρᾶς καὶ βραχείας εἰς μακράν, ὡς ἐν τῷ 〈Β 544〉 θώρηκας ῥήξειν δηΐων ἀμφὶ στή‐ θεσσιν· ἢ δύο βραχειῶν εἰς μακράν, ὡς ἐν τῷ 〈ι 283〉 νέα μέν μοι κατέαξε Ποσειδάων· ἢ δύο βραχειῶν εἰς μίαν βραχεῖαν, ὡς ἐν ἄλλοις | |
25 | μέτροις εὑρίσκομεν, σπανίως δέ, οἷον 〈Praxilla? cfr Χ 133〉 σείων μελίην Πηλιάδα· ἔστι δὲ Ἰωνικὸν ἀπὸ μείζονος. Ἔστι δὲ ὅπου βραχεῖα καὶ κοινὴ ἀντὶ βραχείας κοινῆς παραλαμβάνεται, ὡς ἐν τῷ 〈Γ 152〉 δεν‐ | |
δρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι, καὶ ἐν τῷ 〈Α 15〉 χρυ‐ | 210 | |
211 | σέῳ ἀνὰ σκήπτρῳ. Πολλάκις δὲ συνεκφώνησις μὴ νοηθεῖσα μέτρον ἀμείβει· τὸ γὰρ 〈Ε 349〉 ἢ οὐχ ἅλις ὅττι γυναῖκας ἀναπαιστικόν ἐστιν. Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Ἡ τρίτη διαφορὰ τὸν χορεῖον θερα‐ | |
5 | πεύει· καὶ ὧδε πάλιν, ὅταν βραχεῖά ἐστι κατὰ τὴν ἀρχήν, λήξῃ μέντοι εἰς μέρος λόγου, τῆς δευτέρας ἀρχομένης ἀπὸ φωνήεντος, οὕτως ἡ κοινὴ γίνεται. Stephani. —Δεῖ δὲ εἰδέναι, ὅτι ἡ κοινὴ οὐκ ἀκαίρως ἐπινενόη‐ ται τοῖς μετρικοῖς· ἀλλ’ ἐπειδὴ οἱ ἄνθρωποι περὶ τὰ τοιαῦτα μετριώ‐ | |
10 | τεροί εἰσι καὶ οὐ πάντως εὐποροῦσι λέξεων, ὡς ὁ γνήσιος λόγος ἀπαι‐ τεῖ τὴν μακρὰν φύσει καὶ τὴν βραχεῖαν φύσει, τρόπον τινὰ παραμυθού‐ μενοι τὴν ἀσθένειαν τὴν κοινὴν εἰργάσαντο· ἵνα 〈δὲ〉 μὴ ὡς ἔτυχε τὰς μα‐ κρὰς ἐν κοινῷ λαμβάνωμεν ἢ τὰς βραχείας, μέθοδον οὖν τεχνικὴν προέθεντο. Δεῖ δὲ γινώσκειν καὶ τοῦτο, ὅτι γνήσιοι μὲν πόδες τοῦ ἡρωϊκοῦ | |
15 | μέτρου δάκτυλός ἐστι καὶ ἐν τοῖς δισυλλάβοις σπονδεῖος· οἱ δὲ κοινῶς λαμβανόμενοι ἀμφίμακρος, παλιμβάκχειος, χορεῖος. Τούτων ὁ μὲν ἀμ‐ φίμακρος κατὰ τὴν τρίτην συλλαβὴν 〈καὶ κατὰ τὸν πρῶτον τρόπον τῆς κοινῆς συλλαβῆς θεραπεύεται, ὁ δὲ παλιμβάκχειος κατὰ τὴν δευτέραν συλλαβὴν καὶ κατὰ τὸν δεύτερον τρόπον τῆς κοινῆς συλλαβῆς, ὁ δὲ χο‐ | |
20 | ρεῖος κατὰ τὴν πρώτην συλλαβὴν〉 καὶ κατὰ τὸν τρίτον τρόπον τῆς κοι‐ νῆς συλλαβῆς. | |
22t | § 11 (12. 13b). | |
23t | Περὶ λέξεως. | |
24t | Λέξις ἐστὶ μέρος ἐλάχιστον etc. = Σd 56, 16—58, 26. | |
25 | 〈Stephani.〉 —Περὶ λέξεως καὶ ἄλλως. —Λέξις ἐστὶ μέρος | |
25 | ἐλάχιστον τοῦ κατὰ σύνταξιν λόγου.] Διεξελθὼν ὁ τεχνικὸς περὶ τῶν στοιχείων καὶ περὶ τῶν συλλαβῶν λοιπὸν παραβαίνει εἰς τὸν περὶ τῆς λέξεως λόγον, εἰκότως· καὶ γὰρ ἀπὸ τῶν στοιχείων συλλαβαί, ἀπὸ | |
δὲ συλλαβῶν λέξεις, ἀπὸ δὲ λέξεων διάνοιαι, ἀπὸ δὲ διανοιῶν ὁ τέλειος | 211 | |
212 | λόγος· ὥστε οὖν κατὰ τάξιν τοὺς εἰσαγομένους ἐκπαιδεύει. Καί φησι «λέξις ἐστὶ μέρος ἐλάχιστον τοῦ κατὰ σύνταξιν λόγου»· κακῶς δὲ ὡρί‐ σατο, ταὐτὸν γὰρ καὶ τὸ στοιχεῖον· ἀλλ’ ἔδει εἰπεῖν «μέρος ἐλάχιστον διανοίας τοῦ κατὰ σύνταξιν λόγου». Καὶ λέγομεν ὅτι ὡς ἐν εἰσαγωγῇ | |
5 | τὰ ποικίλα ἐκφεύγει· τῷ γὰρ εἰσαγομένῳ ζητήματα μυρία ὑπαντᾷ περὶ διακρίσεως καὶ συντάξεως λόγου καὶ διανοίας. Ὡς δὲ ἀπὸ τοῦ ἕξω ἕξις, οὕτως ἀπὸ τοῦ λέξω λέξις· λέγω δὲ οὐ 〈τὸ〉 εἰκῇ, ἀλλ’ ἀπὸ τοῦ σημαίνοντος τὸ σημαινόμενον· ἴδιον γὰρ λέξεως σημαινόμενον ἔχειν, συλλαβῆς δὲ ἴδιον τὸ μηδὲν σημαίνειν. Τὸ δὲ | |
10 | λέγω σημαίνει ἐνταῦθα τρία, τὸ ἀπαγγέλλω, τὸ ἀριθμῶ, τὸ ἐκλέγομαι· λέξις οὖν ἐστιν ἡ σημασίας ἀπαγγελτική, ἢ ἡ πρὸς σύνταξιν λόγου κατα‐ ριθμουμένη, ἢ ἣν πᾶς ὁστισοῦν ἐκλέγεται μᾶλλον τῆς ἀσήμου φωνῆς. Διαφέρει δὲ σύνταξις συνθέσεως· καὶ σύνταξις μέν ἐστι λέξεων παράθεσις μὴ ὁμοῦ μὲν γεγραμμένων, ὁμοῦ δὲ νοουμένων, σύνθεσις δὲ | |
15 | [μιᾶς ἢ] δύο ἢ καὶ τριῶν λέξεων ἕνωσις ὑφ’ ἕνα τόνον καὶ ἓν πνεῦμα. Τὴν δὲ σύνθεσιν ἐνταῦθα τὴν πεζὴν εἶπε φράσιν, ἥτις πεζὴ λέγεται, ὅτι δι’ αὐτῆς, ὡς δημοσίας ὁδοῦ, πάντες ὁδεύουσι καὶ ποιηταὶ καὶ πεζολό‐ γοι· πεζὴν γὰρ λέγει τὴν κοινήν· τῇ μέντοι ποιητικῇ μόνοι χρῶνται, ὅσοι μετὰ τέχνης αὐτὴν ἐπιτηδεύουσιν. Εἴρηκε δὲ τὸν λόγον πεζῆς | |
20 | λέξεως σύνθεσιν, ὡς ἂν εἴποι τις τὴν κοινωνίαν καὶ τῶν νοημάτων τῶν ἐντελῶν ἄκραν ἕνωσιν. Προσθετέον οὖν τὸ «αὐτοτελές»· ἢ ὁριστέον οὕτω· «λέξις ἐστὶ φωνὴ ἐγγράμματος νοητόν τι ἀποτελοῦσα»· ἐγγράμματος δὲ φωνή ἐστιν ἀπο‐ τέλεσμα τοῦ ἐν ἡμῖν ἐντεθησαυρισμένου πνεύματος. Εἰ δὲ λέγοις, ὡς | |
25 | οἱ παραπληρωματικοὶ σύνδεσμοι λέξεις εἰσὶ καὶ οὐκ ἔχουσι νοητόν, φαμὲν ὡς πρῶτον μὲν ἔχουσιν, ὡς ὁ γέ μείωσιν, 〈fr. poet. 1yr. 3, 737 B4〉 τοῦτό γέ μοι χάρισαι, καὶ ἔμφασιν, «καλῶς γε», ὁ πέρ ἐναντίωσιν, 〈Α 131〉 μὴ δ’ οὕτως ἀγαθός περ ἐών, καὶ 〈Α 586. Ε 382〉 ἀνά‐ σχεο κηδομένη περ· παραπληρωματικοὶ δὲ καλοῦνται, ὅτι διάφορα | |
30 | δηλοῦντες πληροῦσι τὴν διάνοιαν. Εἰ δέ τινες ὀλίγαι λέξεις μηδὲν ση‐ | 212 |
213 | μαίνουσιν, οὐ τῶν ὅλων ἐπικρατήσουσιν, ὑπὸ δὲ τῶν πολλῶν ὁρισθή‐ σονται. Ἄλλως τε καὶ αὗται λέξεις εἰσί, καθὸ ἐγκλίνονται καὶ ὀρθοτο‐ νοῦνται· ἐγκλίνεται δὲ ὁ θήν, οἷον 〈Κ 104〉 οὔ θην Ἕκτορι πάντα νοήματα, καὶ ὁ κέν, 〈ex. gr. β 204〉 ὄφρά κεν, καὶ ὁ τοί, 〈ex. gr. | |
5 | Γ 65〉 οὔ τοι. Καλῶς δὲ εἶπε «τοῦ κατὰ σύνταξιν λόγου»· πολλαχῶς γὰρ λέγεται λόγος· σημαίνει γὰρ τὸν ἐξ ἀναλωμάτων, ὃς λέγεται καὶ τραπεζιτικός, οὗ μέμνηται καὶ Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς, 〈De Chers. § 47〉 τὸν μὲν τῶν χρημάτων λόγον παρὰ τούτων λαμβάνειν, τὸν δὲ | |
10 | τῶν ἔργων παρὰ τοῦ στρατηγοῦ· τὸν γεωμετρικόν, οἷον «ὃν ἔχει λόγον τὸ ἡμίπηχυ πρὸς τὸν πῆχυν, τοῦτον ἔχει τὸν λόγον καὶ τὸ δίπηχυ πρὸς τὸ τετράπηχυ». Ἔστι λόγος καὶ ἡ φροντίς, ὡς παρὰ Με‐ νάνδρῳ 〈fr. 836 K〉 οὔτε λόγον ὑμῶν οὔτ’ ἐπιστροφὴν ἔχω. Ἔστι λόγος καὶ ὁ ἐκ λημμάτων καὶ ἐπιφορᾶς, οἷον «εἰ ἡμέρα ἐστί, φῶς ἐστι»· | |
15 | τοῦτο λῆμμα, ἐπεὶ ὡς ὁμολογούμενον εἴληπται τὸ ἡμέρας οὔσης φῶς εἶναι· «ἀλλὰ μὴν ἡμέρα ἐστί, φῶς ἄρα ἐστί»· τοῦτο ἐπιφορά, τῷ γὰρ προειλημμένῳ ἐπηνέχθη. Ἔστι λόγος καὶ ἡ λογικὴ κατασκευή, καθό φαμεν τοὺς μὲν ἀνθρώπους ἔχειν λόγον, τὰ δὲ ἄλογα μή. Ἔστι λόγος καὶ ἡ δύναμις, ὡς λέγομεν κατὰ φυσικὸν λόγον ὀδοντοφυεῖν τὰ ζῷα | |
20 | καὶ γένεια φέρειν, οἷον κατὰ τὰς φυσικὰς καὶ σπερματικὰς δυνάμεις. Ἔστι λόγος καὶ ἡ συμπαρεκτεινομένη φωνὴ τῷ διανοήματι, οἷον τὸ «ἄπελθε»· τοῦτο γὰρ καὶ λέξις, ὅτι τετύχηκε νοῦ, καὶ λόγος διὰ τὸ ἐν‐ τελὲς τοῦ νοήματος τοῦ δηλουμένου. Ἔστι λόγος καὶ ὁ δηλῶν τὸ αὐ‐ τοτελές, καθό τινος εἰπόντος ἐλλιπῶς φαμεν «τελείωσον τὸν λόγον». | |
25 | Ἔστι λόγος καὶ ὁ ἔκτασιν ἔχων ποιοῦ ἀπαρτισμοῦ, οἷον «καλός ἐστιν ὁ κατὰ Μειδίου λόγος Δημοσθένους». Ἔστι λόγος καὶ αὐτὸ τὸ βιβλίον, οἷον | |
«χρῆσόν μοι τὸν κατὰ Ἀνδροτίωνος λόγον». Ἔστι λόγος καὶ ἡ ὑπόθεσις, οἷον | 213 | |
214 | 〈fr. com. 4, 654 p. 1224 M〉 ἤδη δὲ λέξω τὸν λόγον τοῦ δρά‐ ματος. Λόγος δέ ἐστι πεζῆς λέξεως σύνθεσις διάνοιαν αὐτοτελῆ δηλοῦσα.] Τοῦτο ἐκβάλλει τοὺς ἐμμέτρους. Ὁριστέον οὖν οὕτως· | |
5 | «σύνθεσις λέξεων κατάλληλος διάνοιαν ἀπαρτίζουσα»· ὁ γὰρ λόγος ἐκ διανοιῶν, ἡ δὲ διάνοια ἐκ λέξεων. Δεῖ οὖν προσέχειν καὶ ἐνταῦθα τὸ ἀκριβὲς τοῦ τεχνικοῦ· πῇ μὲν γὰρ σύνταξιν 〈λέγει〉, πῇ δὲ σύνθεσιν, ὅτι ἡ μὲν σύνταξις τὸ κατάλληλον μόνον τῶν μερῶν τοῦ λόγου ζητεῖ, ἡ δὲ σύνθεσις τὴν ἕνωσιν. Σύνθεσις οὖν τῶν λέξεων ἡ διάνοια· καθ’ ἑαυ‐ | |
10 | τὴν γὰρ ἡ λέξις, ἔξωθεν δ’ οὐδέν ἐστι τῆς διανοίας· ἐκ δὲ διανοίας συ‐ νίσταται ὁ τέλειος λόγος. Δεῖ οὖν ἐνταῦθα νοεῖν λόγον τὸν διεξοδι‐ κόν, τὸν συνιστάμενον ἐκ τῶν μερῶν τοῦ λόγου. Τοῦ δὲ λόγου μέρη εἰσὶν ὀκτώ, ὄνομα, ῥῆμα, μετοχή, ἄρ‐ θρον, ἀντωνυμία, πρόθεσις, ἐπίρρημα, σύνδεσμος.] Βουλόμενος | |
15 | διδάξαι καὶ τὰ μέρη, 〈ἐξ〉 ὧν συνίσταται ὁ λόγος, ἀπαριθμεῖ τοῦ λόγου εἶναι μέρη ὀκτώ, ὧν ἑκάστου τὸ ὄνομα παραδίδωσιν. Ἡ γὰρ προσηγορία ὡς εἶδος τῷ ὀνόματι ὑποβέβληται.] Οἱ Στωϊκοὶ ὀνόματα τὰ μὲν κύρια ἔλεγον, τὰ δὲ προσηγορικὰ οὐκ ὀνό‐ ματα· καί φασιν, ὡς διάφορος ἡ κλίσις κυρίων καὶ προσηγορικῶν· Πάρις | |
20 | γὰρ Πάριδος, ὅτι κύριον, μάντις δὲ μάντιος, ὅτι προσηγορικόν. Εἰ δὲ κλίσιν προσδεξαίμεθα τοῦ μερισμοῦ κριτήριον, τὸ λέοντος καὶ λέγοντος ὑφ’ ἓν 〈τε〉τάξεται μέρος, τὸ δὲ μήνιδος καὶ μάντεως οὐχ ὑφ’ ἕν. Ἔτι φασίν, 〈ὡσ〉 ἀπὸ κυρίων προσηγορικά. Ἀλλ’ εἴπερ ἐκ τῶν πρωτο‐ τύπων μεριοῦμεν τὰ παράγωγα, τὸ Ἑκτόρεον καὶ αἴγεον διαστελοῦμεν, | |
25 | τό τε εὐγενέστερος καὶ ἐρρωμενέστερος. Ἔτι τὰ κύρια λέγουσι μὴ ἔχειν θηλυκά, τὰ προσηγορικὰ δέ. Ἀλλ’ εἰ παρασχηματισμὸς μερίζει τὰς λέ‐ ξεις, χωριζέσθω ὁ ἄνθρωπος ἀπὸ τοῦ ὁ χρυσός καὶ ὁ ἄργυρος καὶ μὴ εἴη τοῦ αὐτοῦ μέρους, ἐπειδὴ ὁ μὲν ἄνθρωπος παρασχηματίζει θηλυκόν, ὁ δὲ χρυσός καὶ ὁ ἄργυρος μονογενὲς ἔχουσιν ὄνομα. Λεκτέον οὖν, | |
30 | ὡς παντὸς μέρους τὰ ἴδια δεῖ σκοπεῖν καὶ οὐ τὰ παρεπόμενα, καὶ οὕτω ποιεῖσθαι τὸν μερισμόν· ἴδιον δέ ἐστι τὸ ἑνὶ μόνῳ ἀνῆκον, ἑτέρῳ δὲ μὴ ἐπικοινωνοῦν, ὡς ἀνθρώπου τὸ γελαστικόν, ἵππου δὲ τὸ χρεμετιστικόν· παρεπόμενα δὲ λευκὸν ἢ μέλαν, [ἢ] ταχὺ ἢ βραδύ. Οὕτω δὴ καὶ ὀνό‐ | |
ματος ἴδιον μὲν τὸ δηλοῦν τὴν τῶν ὑποκειμένων σωμάτων ἢ πραγμά‐ | 214 | |
215 | των ποιότητα, παρεπόμενον δὲ τὸ κύριον ἢ προσηγορικὸν εἶναι· ὥστε καθὸ ποιότητα δηλοῖ τὸ κύριον, ὄνομά ἐστι, κἂν μὴ προσηγορικὸν ᾖ, καὶ καθὸ ποιότητα δηλοῖ τὸ προσηγορικόν, ὄνομά ἐστι, κἂν μὴ ᾖ κύριον. Ἕνωσίς ἐστι διεστώτων πραγμάτων κοινωνικὴ συνδρομή· ἕνωσις δὲ | |
5 | εἴρηται διὰ τὸ εἰς ἓν συνωθεῖσθαι τὰ πράγματα. Κατὰ δὲ τρόπους δέκα λέγεται ἡ ἕνωσις· αʹ κατ’ οὐσίαν, βʹ καθ’ ὑπόστασιν, γʹ κατὰ σχέσιν, δʹ κατὰ παράθεσιν, εʹ καθ’ ἁρμονίαν, ϛʹ κατὰ κρᾶσιν, ζʹ κατὰ φύρσιν, ηʹ κατὰ σύγχυσιν, θʹ κατὰ σωρείαν, ιʹ κατὰ συναλοιφήν. Καὶ κατ’ οὐ‐ σίαν μὲν ἕνωσίς ἐστιν ἐπὶ τῶν ὑποστάσεων, τουτέστι τῶν ἀτόμων· καθ’ ὑπό‐ | |
10 | στασιν δὲ ἐπὶ τῶν οὐσιῶν, ὡς ἐπὶ ψυχῆς καὶ σώματος· κατὰ σχέσιν δὲ ἐπὶ τῶν γνωμῶν, ὡς εἰς ἓν θέλημα· κατὰ παράθεσιν δὲ ἐπὶ τῶν σανίδων· καθ’ ἁρμονίαν δὲ ἐπὶ τῶν λίθων· κατὰ κρᾶσιν δὲ ἐπὶ τῶν ὑγρῶν, οἴνου καὶ ὕδατος· κατὰ φύρσιν δὲ ἐπὶ τῶν ξηρῶν καὶ ὑγρῶν, ἀλεύρου καὶ ὕδατος· κατὰ σύγχυσιν δὲ ἐπὶ τῶν τηκτῶν, κηροῦ καὶ πίσ‐ | |
15 | σης· κατὰ σωρείαν δὲ ἐπὶ τῶν ξηρῶν, σίτου καὶ κριθῆς· κατὰ συναλοι‐ φὴν δὲ ἐπὶ τῶν προσερχομένων καὶ αὖθις ἀποκαθισταμένων, οἷον λαμ‐ πάδος πυρὶ προσερχομένης καὶ πάλιν ἀποκαθισταμένης. | |
18t | § 12 (14b). | |
19t | Περὶ ὀνόματος. | |
20 | 〈Stephani.〉 —Ὄνομά ἐστι μέρος λόγου πτωτικόν, σῶμα ἢ πρᾶγμα σημαῖνον.] Ἀκριβεστάτην περὶ τῶν προκατειλεγμένων δι‐ δασκαλίαν ὁ τεχνικὸς παραδούς, ἐπὶ τὸ κυριώτατον τῆς ἑαυτοῦ διδα‐ σκαλίας ἐπιτρέχει, καὶ τὴν ἀρχὴν τῶν τοῦ λόγου μερῶν ποιούμενος περὶ τοῦ ὀνόματος διαλαμβάνει. Ἔνθα καὶ ἀναγκαῖόν ἐστι πρότερον περὶ τοῦ | |
25 | ἰδίου καὶ φυσικοῦ μέρους ἑκάστου διαλαβεῖν, ἅμα δὲ καὶ 〈περὶ〉 τῆς τάξεως. Τοῦ μὲν οὖν ὀνόματος ἴδιον τυγχάνει τὸ οὐσίαν σημαίνειν· ἔστι δὲ οὐσία αὐθύπαρκτόν τι καθ’ ἑαυτό, μὴ δεόμενον ἑτέρου εἰς τὸ εἶναι· τῶν δὲ οὐσιῶν αἱ μέν εἰσιν αἰσθηταί, αἱ δὲ νοηταί. Τοῦ δὲ ῥήματος ἴδιον τὸ σημαίνειν πρᾶγμα· τὰ δὲ πράγματα διὰ τῶν ἀνθρώπων κατορθοῦται | |
30 | ἢ ὡς ἐνεργούντων ἢ ὡς πασχόντων. Τῆς δὲ μετοχῆς μετουσία· μετου‐ σία δέ ἐστι κοινωνία δύο πραγμάτων· μεταξὺ δέ ἐστιν ἡ μετοχὴ τοῦ ὀνόματος καὶ τοῦ ῥήματος, τουτέστι δύο τινῶν. Τοῦ δὲ ἄρθρου ἴδιον | |
τὸ ἀναφορὰν σημαίνειν· ἀναφορὰ δέ ἐστιν ἀναπόλησις καὶ ὑπόμνησις | 215 | |
216 | προεγνωσμένου ἀπόντος προσώπου. Τῆς δὲ ἀντωνυμίας τὸ ὁρίζειν πρόσωπα καὶ ἀντὶ κυρίων ὀνομάτων παραλαμβάνεσθαι καὶ μόνων. Τῆς δὲ προθέσεως τὸ προτίθεσθαι καὶ προτάττεσθαι ὀνομάτων τε καὶ ῥημά‐ των ἢ κατὰ παράθεσιν ἢ κατὰ σύνθεσιν. Τοῦ δὲ ἐπιρρήματος τὸ ἐπι‐ | |
5 | κεῖσθαι τοῖς ῥήμασι καὶ πρὸς αὐτὰ ποιεῖσθαι τὴν σύνταξιν. Τοῦ δὲ συν‐ δέσμου τὸ συνδεῖν καὶ συμπλέκειν τὴν φράσιν τοῦ λόγου καὶ κοσμεῖν. Καὶ ταῦτα μὲν τὰ ἴδια ἑκάστου. Περὶ δὲ τῆς τάξεως ἄξιον ζητῆσαι, τί δή ποτε τῶν ἁπάντων προέταξε τὸ ὄνομα, τοῦ ῥήματος προγενεστέρου ὄντος τῇ φύσει· ἀεὶ | |
10 | γὰρ τὰ πράγματα τῶν οὐσιῶν προγενέστερά εἰσιν. Καὶ τοῦ μὲν ῥήμα‐ τος ὅτι δικαίως τὸ ὄνομα 〈προ〉τέτακται, ἀποχρήσει εἰς ἀπολογίαν, ὅτι εἰ καὶ προτέτακται τῇ φύσει τὸ ῥῆμα, ἀλλ’ οὖν γε διὰ τῶν οὐσιῶν τὰ πράγματα φαίνεται. Τὸ δὲ 〈ὄνομα〉 καὶ 〈τὸ ῥῆμα προτέτακται〉 τῶν ἄλλων μερῶν εὐλόγως· κύρια γὰρ καὶ γνησιώτατα μέρη τοῦ λόγου τὰ | |
15 | δύο ταῦτα, τό γε ὄνομα καὶ τὸ ῥῆμα· ταῦτα γὰρ ἀλλήλοις συμπλακέντα τέλειον λόγον καὶ ἀνελλιπῆ ἀπεργάζεται, οἷον «Σωκράτης περιπατεῖ», πάντα δὲ τὰ ἄλλα πρὸς τὴν τελείαν σύνταξιν ἐπινενόηται· οὐδὲ γὰρ ἰδικοῖς ὀνόμασι κέχρηνται, ἀλλ’ ὡς ἀπὸ τῆς χρείας· μετοχὴ γὰρ διὰ τὸ μετέχειν τῆς τῶν ῥημάτων καὶ τῆς τῶν ὀνομάτων ἰδιότητος καὶ μεταξὺ | |
20 | εἶναι ὀνόματος καὶ ῥήματος, καὶ ἄρθρον διὰ τὸ συναρτᾶσθαι πτωτικοῖς, τουτέστι συνδεσμεῖσθαι, ἀντωνυμία δὲ διὰ τὸ ἀντὶ ὀνόματος παραλαμ‐ βάνεσθαι, πρόθεσις δὲ διὰ τὸ προτίθεσθαι τῶν προειρημένων δύο μερῶν τοῦ λόγου, ὀνόματος καὶ ῥήματος, ἐπίρρημα δὲ διὰ τὸ ἐπὶ ῥήματα φέ‐ ρεσθαι, σύνδεσμος δὲ ἐπειδὴ συνδεσμεύει. | |
25 | Εἴρηται δὲ ὄνομα παρὰ τὸ νέμω, τὸ μερίζω, τὸ διαμερίζον ἕκαστον ἀπὸ τοῦ ἑτέρου· ἐν γὰρ τῷ ἄνθρωπος ὀνόματι πάντες κοινωνοῦμεν, ἐν δὲ τῷ Ὅμηρος ἢ Σωκράτης ἐπιμερίζεται εἰς γνῶσιν ἕκαστος ἀπὸ τοῦ πλησίον. Ὁριζόμενος δὲ τοῦτο ὁ τεχνικὸς λέγει αὐτὸ μέρος λόγου· ἀλλ’ ἐπεὶ | |
30 | 〈κατὰ τοῦτο〉 κοινωνεῖ ἑτέροις—οὐ μόνον γὰρ τοῦτο μέρος λόγου—διὰ τοῦτο προσέθηκεν ἐν τῷ ὅρῳ «πτωτικόν». Ἐπειδὴ δὲ καὶ κατὰ τοῦτο ἄλλοις | |
τισὶν ἐκοινώνει, λέγω δὴ μετοχῇ καὶ ἄρθρῳ καὶ ἀντωνυμίᾳ—τῶν γὰρ | 216 | |
217 | μερῶν τοῦ λόγου τὰ μέν ἐστι πτωτικά, τὰ δὲ ἄπτωτα—διὰ τοῦτο τὸ ἰδιάζον καὶ μόνῳ τῷ ὀνόματι ὑπάρχον προσέθηκε, «σῶμα ἢ πρᾶγμα σημαῖνον», τουτέστιν οὐσίαν αἰσθητὴν ἢ νοητήν. Σῶμα μέν, οἷον λίθος, πρᾶγμα δέ, οἷον παιδεία.] Σῶμα μέν | |
5 | ἐστι κυρίως τὸ τριχῇ διαστατόν, μήκει βάθει πλάτει, ὅπερ ὑποπίπτει τῇ ἡμετέρᾳ αἰσθήσει· τὰ γὰρ σώματα ὁρῶμεν ἢ ψηλαφῶμεν ἢ ἀπογευόμεθα· πρᾶγμα δέ, ὃ μόνῃ διανοίᾳ καὶ θεωρητικῶς λαμβάνεται, ὡς καὶ αὐτὸς εἶπεν ὁ τεχνικός. Ὄνομα τοίνυν ἐστὶ λέξις ἐπὶ σώματι ἢ ἐπὶ πράγματι τεταγμένη. | |
10 | Κοινῶς τε καὶ ἰδίως λεγόμενον, κοινῶς μέν, οἷον ἄνθρω‐ πος ἵππος, ἰδίως δέ, οἷον Σωκράτης Πλάτων.] Τὰ ὀνόματα προ‐ φερόμεθα τετραχῇ, κοινῶς κοινότατα ἰδίως ἰδιαίτατα· κοινῶς μέν, ὡς ὅταν εἴπωμεν ὄνομα, οὗ δύναται ἄρρεν καὶ θῆλυ μεταλαβεῖν, ὡς τὸ σώφρων καὶ φιλόσοφος· λέγομεν γὰρ καὶ ἐπὶ ἀνδρὸς καὶ ἐπὶ γυναικὸς | |
15 | τοῦτο· κοινότατα δέ, ὡς ὅταν δι’ ἑνὸς ὀνόματος πολύ τι καὶ ἀπέραν‐ τον πλῆθος παραλαμβάνωμεν, οἷον ἄνθρωπος λέων· ἐν γὰρ τῷ εἰπεῖν ἄνθρωπος αὐτὴν τὴν ἀνθρωπότητα σημαίνω, ἧς πάντες μετειλήφασιν, καὶ λέων πᾶν τὸ εἶδος τοῦ ζῴου, τὸ περιλαμβάνον πάντα λέοντα ἐν παντὶ τόπῳ εὑρισκόμενον· ἰδίως δὲ τὸ χωρίζον ἐκ τῆς κοινότητος ἕνα | |
20 | τινά, ὡς Ὅμηρος Πλάτων· ἰδιαίτατα δέ, ὡς τὰ ὁμώνυμα τῶν ὀνο‐ μάτων. Παρέπεται δὲ τῷ ὀνόματι πέντε, γένη, εἴδη, σχήματα, ἀρι‐ θμοί, πτώσεις.] Παρεπόμενον δέ ἐστι συμβεβηκός, ὃ συμβέβηκεν ἀχώ‐ ριστον ἢ χωριστόν, ἀχώριστον μέν, ὡς Αἰθίοπι τὸ μέλαν, χωριστὸν δέ, | |
25 | ὡς ἐμοὶ τὸ καθέζεσθαι· τοῦτο δὲ οὐχ ἑνός ἐστι μόνου [παρεπόμενον], οἷον τὸ μέλαν Αἰθίοπι κόρακι πίσσῃ 〈παρέπεται〉· οὕτω καὶ γένος καὶ εἶδος καὶ τὰ λοιπὰ οὐ μόνου τοῦ ὀνόματος. | |
Εἰς τὸ αὐτό. —Πορφυρίου. —Παρεπόμενόν ἐστιν ὃ οὐκ ἀπὸ | 217 | |
218 | σκοποῦ γίνεται οὐδὲ κατὰ πρόνοιαν τοῦ ποιοῦντος, ἀλλ’ ἔκ τινος παρε‐ πομένου, ὡς τοῖς ξέουσι τὰ ξύλα συμβαίνει ἑλικοειδεῖς ἐπαναστάσεις γί‐ νεσθαι, οὐχὶ ταῦτα τοῦ τέκτονος ἐπιτηδεύοντος· οὕτως οὖν καὶ ἐπὶ τοῦ ὀνόματος· οὐ διὰ τοῦτο ὄνομα γεγένηται, ἵνα ταῦτα αὐτῷ παρέπηται | |
5 | —ἓν γὰρ καὶ μόνον ἴδιον τοῦ ὀνόματος, τὸ σῶμα ἢ πρᾶγμα σημαί‐ νειν—ἅμα δὲ τῷ γενέσθαι αὐτὸ προσηρμόσθησαν αὐτῷ γένη, εἴδη καὶ τὰ λοιπά. 〈Stephani.〉 —Γένη μὲν οὖν ἐστι τρία, ἀρσενικόν, θηλυκόν, οὐδέτερον.] Τινὲς δύο μόνα γένη λέγουσιν· παρὰ γὰρ τὸ θῆλυ καὶ | |
10 | τὸ ἄρρεν οὐκ ἔστιν ἕτερον γένος· τῶν γὰρ ὄντων τὰ μὲν ἄρρενά ἐστι, τὰ δὲ θήλεα· τὰ δὲ μήτε ἄρρενα μήτε θήλεα οὐδέτερα καλεῖται, ἐκ τῆς τῶν προειρημένων ἀναιρέσεως ἰδίου ὀνόματος τιθεμένου τούτοις. Δεῖ γὰρ εἰδέναι, ὅτι τὴν διάκρισιν τῶν γενῶν ἡ γραμματικὴ οὐ κατὰ τὴν ἀλήθειαν ποιεῖ, ἀλλὰ κατὰ τὴν σύνταξιν τῶν ἄρθρων καὶ τὴν εὐφωνίαν· | |
15 | ἐπεὶ πόλις καθ’ ἑαυτὸ οὔτε ἄρρεν ἐστὶν οὔτε θῆλυ, δίχα γὰρ τῶν οἰ‐ κούντων, τουτέστι θήλεος καὶ ἄρρενος, οὐκ ἂν ἦν οὔτε θῆλυ οὔτε ἄρρεν. Ἔνιοι δὲ προστιθέασι τούτοις ἄλλα δύο, κοινόν τε καὶ ἐπίκοινον.] Κοινὸν μέν ἐστιν ὃ τὰς μὲν πτώσεις ἔχει τὰς αὐτάς, ὑπο‐ τάσσεται δὲ ἄρθροις διαφόροις, ἵππος βοῦς λίθος καὶ τὰ ὅμοια· λέγομεν | |
20 | οὖν ὁ ἵππος καὶ ἡ ἵππος, ὁ βοῦς καὶ ἡ βοῦς, ὁ λίθος καὶ ἡ λίθος, καὶ ἐν ἁπάσαις ταῖς πτώσεσιν ὁμοφωνοῦσι, μόνων τῶν ἄρθρων ἀλλασσο‐ μένων. Ἐπίκοινον δέ ἐστιν ὃ διὰ μιᾶς λέξεως τὸ ἀρσενικὸν καὶ τὸ θη‐ λυκὸν σημαίνει, τῷ ἑτέρῳ τῶν ἄρθρων προκατειλημμένον, ἤτοι ἀρσενικῷ ἢ θηλυκῷ. Ὁ τεχνικὸς δέ, ὅταν μὴ ἀρέσκηταί τινι ὑφ’ ἑτέρων εἰρη‐ | |
25 | μένῳ, ἵνα μὴ δοκοίη κατὰ ἄγνοιαν παραλιμπάνειν, παρεμφαίνει διά τινος λέξεως ὅτι οὐκ ἀρέσκεται τῇ δόξῃ. Στεφάνου. —Κοινὸν μέν ἐστι τὸ ὑποκείμενον ἀρσενικῷ τε καὶ θηλυκῷ ἄρθρῳ καὶ ἀμφοτέροις ἀνῆκον τοῖς χαρακτῆρσι τῶν γενῶν, οἷον ὁ ἄνθρωπος καὶ ἡ ἄνθρωπος, ὁ ἵππος καὶ ἡ ἵππος, ὡς πατρῴαν οὐσίαν | |
30 | κοινὴν ἀδελφῶν φαμεν. Ἐπίκοινον δέ ἐστι τὸ μὴ τοῖς δύο ἄρθροις ἀλλ’ ἑνὶ | 218 |
219 | ὑποκείμενον, κατὰ δὲ τὸ σημαινόμενον ἀνῆκον ἀμφοτέροις τοῖς γέ‐ νεσι· τὸ μὲν γὰρ κοινὸν ἄρθρῳ καὶ δηλουμένῳ ὑπόκειται τοῖς γένεσι, τὸ δὲ ἐπίκοινον σημαινομένῳ μέν, οὐκ ἄρθρῳ δέ, ὡς ἐπὶ χωρίου τὸν μὲν ἀπολαύοντα ἐξ ἴσου κοινωνεῖν φαμεν, ἐπικοινωνεῖν δὲ τὸν μέρους | |
5 | τινὸς ἀπολαύοντα, οὐχὶ παντός. Τότε δὲ τὸ ἐπίκοινον ἐν ἑνὶ ἄρθρῳ τὰ δύο ἔχει γένῃ, ὅταν ὁ χαρακτὴρ ἑνὸς ᾖ γένους ἐπιδεκτικός, οἷον ἡ περιστερά, ἡ χελιδών, ὁ ἀετός, ὁ κόραξ, ἡ κορώνη. Πορφυρίου. —Διαφέρει τὸ κοινὸν τοῦ ἐπικοίνου, ὅτι τὸ μὲν κοινὸν καὶ ἑκατέροις τοῖς ἄρθροις χρῆται καὶ 〈ἑκατέροισ〉 τοῖς σημαι‐ | |
10 | νομένοις, τὸ δὲ ἐπίκοινον ἑκατέροις μὲν τοῖς σημαινομένοις χρῆται, ἑνὶ δὲ ἄρθρῳ. Ὠνομάσθη δὲ τὸ μὲν κοινόν, ὅτι κοινόν ἐστιν ἀρσενικοῦ καὶ θηλυκοῦ, τὸ δὲ ἐπίκοινον διὰ τοῦτο, ὅτι ἐπικοινωνίαν ἔχει δι’ ἑνὸς ἄρ‐ θρου πρὸς ἕτερον σημαινόμενον· ὃν τρόπον ἐπικοινωνεῖν ἐν τῷ βίῳ φαμὲν τὸν καθ’ ἥμισυ μὲν μέρος κοινωνοῦντα πράγματι, 〈οὐ〉 κοινω‐ | |
15 | νοῦντα δὲ κατὰ τὸ ἕτερον. Εἴδη δὲ δύο, πρωτότυπον καὶ παράγωγον· πρωτότυπον μὲν οὖν ἐστι τὸ κατὰ τὴν πρώτην θέσιν λεχθέν, οἷον γῆ, πα‐ ράγωγον δὲ τὸ ἀφ’ ἑτέρου τὴν γένεσιν ἐσχηκός, οἷον γαιήϊος.] Τὸ πρωτότυπον διχῶς νοεῖται, οὗ τῆς γενέσεως οὐδὲν κατῆρξεν, ὡς τὸ | |
20 | πᾶς, καὶ ὃ παρῆκται μὲν ἀπό τινος, ἑτέρῳ δὲ γίνεται ἀρχή, ὡς Θησεύς —ἔστι γὰρ ἀπὸ τοῦ θήσω, ποιεῖ δὲ τὸ Θησείδης—καὶ ὃ παρέθετο ὁ τεχνικὸς γῆ, ποιοῦν τὸ γαιήϊος, γίνεται δὲ ἀπὸ τοῦ γῶ ῥήματος, ὅ ἐστι χωρῶ. 〈Stephani.〉 —Εἰς τὸ αὐτό. —Πρωτότυπόν ἐστιν ὃ τὴν πρώτην | |
25 | θέσιν ἐπαγγέλλεται· τύπος γάρ ἐστιν ὁ χαρακτὴρ ἑκάστης φωνῆς· παρά‐ γωγον δὲ ὃ ἐξ ἑτέρου τὴν γένεσιν ἔσχε. Δύναται δὲ τὸ αὐτὸ καὶ πρωτότυπον εἶναι καὶ παράγωγον· ἔστι γὰρ τὸ γέα διὰ τοῦ ε γραφό‐ μενον, ὅθεν καὶ γεωμέτρης καὶ γεωργός διὰ τοῦ ε· τοῦτο συναιρεῖται καὶ γίνεται [καὶ ἀπὸ τοῦ γέα] γῆ, καὶ ἀπὸ τούτου γίνεται [τοῦ συναι‐ | |
30 | ρεθέντος] τὸ διὰ τῆς αι διφθόγγου γραφόμενον γαῖα. | 219 |
220 | Εἴδη δὲ παραγώγων εἰσὶν ἑπτά, πατρωνυμικόν, κτητικόν, συγκριτικόν, ὑπερθετικόν, ὑποκοριστικόν, παρώνυμον, ῥημα‐ τικόν.] Ἐνταῦθα ζήτημα ἀναφύεται, εἰ δυνατὸν εἴδη εἰδῶν εἶναι, καὶ διὰ τί τῶν μὲν πρωτοτύπων τὰ εἴδη ἀπεσιώπησε, τῶν δὲ παραγώγων | |
5 | ἐκτίθεται. Καὶ λέγομεν ὅτι δυνατὸν εἴδη εἰδῶν λέγεσθαι, ὥσπερ τοῦ ζῴου ὄντος ὑπὸ τὸ γένος τῆς οὐσίας, ἔχει καὶ αὐτὸ ἕτερα εἴδη. Τῶν δὲ πρωτοτύπων ἀπεσιώπησε τὰ εἴδη, ἐπείπερ πολλὰ ἦν· τὰ γὰρ πρω‐ τότυπα αὐτόθετά ἐστι καὶ ἄπειρα, καθ’ ἑκάστην γὰρ φωνὴν ἰδιάζων ἦν ὁ χαρακτήρ, τὰ δὲ ἄπειρα καὶ ἄτακτα καὶ ἀσαφῆ· ὅθεν εἰκότως ἐκεῖνα | |
10 | μὲν παρεπέμψατο ὁ τεχνικός, οὐ γὰρ ἦν ἀπείρων καὶ ἀσαφεστάτων δι‐ δασκαλίαν παραδοῦναι, ἐπὶ δὲ τὰ παράγωγα χωρεῖ· εὐαρίθμητα γὰρ καὶ εὐπερίληπτα εἰς διδασκαλίαν εἰσί· μέχρι γὰρ ἑπτὰ τὸν ἀριθμὸν αὐτῶν εἶναι λέγει. Τὸ πατήρ πολλὰ σημαίνει· οὐ μόνους γὰρ τοὺς φύσαντας καὶ τοὺς | |
15 | προγόνους, ἀλλὰ καὶ τοὺς πολιούχους καὶ 〈τοὺσ〉 τῶν πόλεων κτίστας καὶ τοὺς νομοθέτας δὲ πατέρας λέγομεν εἶναι. Πατρωνυμικὸν μὲν οὖν ἐστι φύσει τὸ κυρίως ἀπὸ πατρὸς σχηματι‐ ζόμενον καὶ δηλοῦν μετὰ τοῦ πρωτοτύπου ὀνόματος καὶ τὸν παῖδα, οἷον Πηλείδης ὁ τοῦ Πηλέως παῖς· καταχρηστικῶς μέν〈τοι καὶ〉 ἐκ προ‐ | |
20 | γόνων σχηματίζεται, οἷον Αἰακίδης (ὁ Ἀχιλλεὺς) ὁ Αἰακοῦ ἀπόγονος, καὶ Δαρδανίδης (ὁ Πρίαμος) ὁ Δαρδάνου ἀπόγονος. 〈Stephani.〉 —Πατρωνυμικόν ἐστιν ὃ γεγονὸς ἀπὸ κυρίου εἰς τὴν γενικὴν τοῦ πρωτοτύπου ἀναλύεται μετὰ τοῦ υἱός ἢ ἔγγονος. Προέταξε δὲ τὸ πατρωνυμικόν, ὅτι πάντως ἀπὸ κυρίων γίνεται· διὰ τοῦτο ἁμαρ‐ | |
25 | τάνει ὁ Τρύφων τὸ Τελαμωνιάδης ἀπὸ τοῦ Τελαμώνιος λέγων· ἐπλά‐ νησε δὲ αὐτὸν ἴσως τὸ Λαερτιάδης παρὰ τὸ Λαέρτιος γεγονός, ὅπερ ἐστὶ κυρίου δύναμιν ἔχον παρὰ τοῖς τραγικοῖς. Χρειώδης δὲ τοῦ τύπου τούτου ἐστὶν ἡ συντομία· ἀντὶ γὰρ τοῦ εἰπεῖν Πηλέως υἱός, Αἰακοῦ υἱὸς ἢ ἔγγονος, φημὶ Πηλείδης Αἰακίδης· ὅθεν οὐδὲ προστίθεται τὸ υἱός | |
30 | ἤ τι τοιοῦτον· τὸ γὰρ 〈Λ 490〉 Πριαμίδην νόθον υἱόν ποιητικῶς | 220 |
221 | πλεονάζει, ἢ διὰ τὸ νόθον 〈τὸ υἱόν〉 προσέρριπται· 〈τοῖσ〉 μέντοι κτη‐ τικοῖς πάντως ἐπάγεταί 〈τι〉, πολλὰ γὰρ τὰ κτήματα. Τύποι δὲ τῶν πατρωνυμικῶν ἀρσενικῶν μὲν τρεῖς, ὁ εἰς δης, ὁ εἰς ων, ὁ εἰς αδιος, οἷον Ἀτρείδης Ἀτρείων [Ἀτρειά‐ | |
5 | διος], καὶ ὁ τῶν Αἰολέων ἴδιος τύπος Ὑρράδιος· Ὕρρα γὰρ παῖς ὁ Πιττακός.] Ὁ εἰς ων παρ’ Ἴωσιν, ὁ δὲ εἰς αδιος παρ’ Αἰο‐ λεῦσιν, οἷον Τινάδιος ὁ 〈τοῦ〉 Τίνα παῖς καὶ Ὑρράδιος ὁ τοῦ Ὕρρα παῖς. Οὐκ ἀρκεῖ δὲ πρὸς διάγνωσιν πατρωνυμικῶν ὁ τύπος μόνος· χρεία γὰρ καὶ παραληγούσης. Ἔχει οὖν παραλήξεις τέσσαρας· ἢ γὰρ τῷ ι | |
10 | παραλήγεται, ἢ τῇ οι διφθόγγῳ, ἢ τῇ ει, ἢ τῷ α, οἷον Κρονίδης Παν‐ θοίδης Πηλείδης Τελαμωνιάδης· ἰστέον δὲ ὅτι τὸ ι καὶ τὸ α μόνα ἐστὶ τὰ παραλήγοντα τούτων κυρίως, αἱ γὰρ δίφθογγοι πάλιν διὰ τοῦ ι ἐκ‐ φέρονται. Ὅσα μὲν οὖν ἢ ἐνδεῖ ἢ 〈δύο συλλαβαῖσ〉 πλεονάζει τῆς τοῦ πρωτοτύπου γενικῆς, ταῦτα λέγομεν πεπονθότα· εὐθὺς οὖν 〈ἀπὸ τοῦ | |
15 | Τελαμών〉 Τελαμῶνος τὸ ἀνάλογον ἦν Τελαμωνίδης, εἰ δὲ ἐπλεόνασε τὸ α, 〈οἷον Τελαμωνιάδης,〉 πέπονθεν· καὶ πάλιν 〈ἀπὸ τοῦ〉 Δευκαλίων Δευ‐ καλίωνος τὸ ἀνάλογον ἦν Δευκαλιωνίδης, εἰ δὲ εὑρίσκομεν Δευκαλίδης, δῆλον ὅτι πέπονθεν. Εἰ δὲ παρὰ τὸ πατρός πατρωνυμικὰ λέγεται, δῆλον ὅτι καὶ παρὰ | |
20 | τὸ μητρός μητρωνυμικά· ἀλλὰ τὸ τοῦ ἄρρενος 〈προ〉τετίμηται, καὶ πα‐ τρωνυμικὸν λέγεται, κἄν τε ἀπὸ πατρὸς ᾖ κἄν τε ἀπὸ μητρός· ὃν γὰρ τρόπον ἀνδριάντα φαμέν, κἂν γυναικὸς ᾖ, τοῦτον τὸν τρόπον καὶ πα‐ τρωνυμικόν, κἂν ἀπὸ μητρὸς ᾖ. Πᾶσα γενικὴ εἰς ος ἢ εἰς ους εἰς ιδης ποιεῖ τὸ πατρωνυμικόν, | |
25 | ἀμοιβῇ τοῦ τέλους, οἷον Μεμνονίδης Πελοπίδης Αἰαντίδης—τὸ γὰρ Αἰαντιάδης πλεονάζει—Δημοσθένους Δημοσθενίδης, Ἡρακλέους Ἡρα‐ κλεΐδης καὶ Ἡρακλείδης· τὰ εἰς ος εἰς ου καθαρὰ καὶ τὰ εἰς ας εἰς ου κλινόμενα διὰ τοῦ αδης ποιεῖ τὸ πατρωνυμικόν, Ἥλιος Ἡλιάδης, Δεξιός Δεξιάδης, Βορέας Βορεάδης, καὶ τὰ 〈εἰς ης〉 εἰς ου κλινόμενα, | |
30 | Ἱππότης Ἱπποτάδης, Δότης Δοτάδης· καὶ τὰ εἰς ος 〈εἰς ου κλινόμενα〉 μὴ καθαρὰ 〈διὰ τοῦ ιδης ποιεῖ τὸ πατρωνυμικόν〉, Ὅμηρος Ὁμηρίδης, Πριαμίδης Τανταλίδης. Πᾶν πατρωνυμικὸν εἰς δης τοῦ πρωτοτύπου τῆς γενικῆς μιᾷ περιττεύει συλλαβῇ, Τανταλίδης Πελοπίδης· ἐὰν δὲ ἰσο‐ συλλαβῇ, δίφθογγον ἔχει καὶ κατὰ συναίρεσιν γέγονεν, οἷον Πηλείδης | |
35 | Μινῴδης Ἡρῴδης. Τὰ δὲ εἰς δης ἀμοιβῇ τοῦ τέλους ποιεῖ τὰ πατρω‐ νυμικὰ εἰς ων, Κρονίδης Κρονίων, Πηλείδης Πηλείων· τὸ δὲ Ὑπεριονί‐ δης Ὑπεριονίων, τὸ ἄρα Ὑπερίων οὐ πατρωνυμικόν· οὗτος δὲ 〈ὁ〉 εἰς | |
ων τύπος Ἰωνικός. Τὰ δὲ διὰ τοῦ αδιος Αἰολικά, χρειώδης δὲ Αἰολεῦσιν | 221 | |
222 | ὁ τύπος καὶ πρὸς χρόνον καὶ πρὸς τόνον· τὰ γὰρ διὰ τοῦ αδιος πρὸς τῷ συστέλλεσθαι καὶ 〈προ〉παροξύνεται. Θηλυκῶν δὲ τύποι εἰσὶ τρεῖς, ὁ εἰς ις, οἷον Πριαμίς, ὁ εἰς ας, οἷον Πελιάς, ὁ εἰς νη, οἷον Ἀδρηστίνη.] Τὰ εἰς δης ἀπο‐ | |
5 | βάλλοντα τὸ δη ποιεῖ θηλυκόν, Τανταλίδης Τανταλίς, Πελιάδης Πελιάς, Αἰνειάδης Αἰνειάς· καὶ ἔδει ἐπιγράφειν Αἰνειάδος, οὐκ Αἰνεΐδος· καὶ τὸ μὲν Χρυσηΐς καὶ Νηρηΐς ἀπὸ τοῦ Χρύσης 〈καὶ〉 Νηρεύς, Βασιλεύς Βασι‐ ληΐς καὶ ἐνδείᾳ τοῦ η Βασιλίς· τὸ δὲ Εὐξαντιάς ἀπὸ τοῦ Εὐξάντιος, τὸ δὲ Εὐξαντίδος παρὰ Καλλιμάχῳ (fragm. 504 Sch) ὕφεσιν ἔχει τοῦ α· τὸ | |
10 | 〈δὲ〉 Ἑλικωνιάς πλεονάζει. Οὕτως ἀπὸ τῶν εἰς δης ἀρσενικῶν σχημα‐ τίζουσι τὰ θηλυκὰ πατρωνυμικὰ οἱ περὶ τὸν Ἀπολλώνιον. Ἡρω‐ διανῷ δὲ τοῦτο οὐ δοκεῖ, φάσκοντι μὴ δύνασθαι τοιοῦτον παρασχημα‐ τισμὸν εἶναι διὰ τὴν κατάληξιν, διὰ τὸν χρόνον, διὰ τὴν γένεσιν· τὰ γὰρ παρεσχηματισμένα ἀρσενικοῖς ἀπὸ τῆς γενικῆς κανονίζεται, ἐκ μὲν | |
15 | 〈γὰρ〉 μακροκαταλήκτου γίνεται μακροκατάληκτον, οἷον φίλου φίλη, ἐκ δὲ βραχυκαταλήκτου ὁμοίως 〈βραχυκατάληκτον〉, οἷον μέλανος μέλαινα· εἰ οὖν 〈ἐκ τοῦ〉 Πριαμίδου, πῶς μὴ εἰς η τὸ θηλυκόν; οὐ γὰρ καθαρὸν ἢ τὸ ρ ἔχει, ὡς τὸ Ῥοδία φοβερά· πῶς καὶ εἰς ις καὶ βραχύ; πῶς δὲ καὶ τὸ νοητὸν ἕξει; Πριαμίς γὰρ οὐχ ἡ τοῦ Πριαμίδου, ἀλλ’ ἡ τοῦ Πριάμου. | |
20 | Οὐκοῦν ἀπὸ τῆς γενικῆς τοῦ πρωτοτύπου καὶ τὸ Πριαμίδης καὶ τὸ Πριαμίς 〈καὶ τὸ Θησείδησ〉 καὶ τὸ Θησηΐς (ἡ Θησέως θυγάτηρ). Ἰστέον δὲ ὅτι ἀπὸ οὐδετέρων οὐ γίνονται πατρωνυμικά, ἐπειδὴ τὰ πατρωνυμικὰ ἀπὸ κυρίων παράγονται, οἷον Ἀτρεύς Ἀτρείδης, Λητώ Λητοΐδης, κύρια δὲ οὐδέτερα ἐπὶ ἐμψύχων οὐκ εἰσίν· πρόσκειται δὲ «ἐπὶ | |
25 | ἐμψύχων» διὰ τὰ ἐπὶ πόλεων, οἷον τὸ Ἴλιον, τὸ Δάρδανον. Διὰ τί δὲ τὰ πατρωνυμικὰ ἀπὸ κυρίων παράγονται μόνων καὶ οὐχὶ καὶ ἀπὸ προσηγορικῶν; Καί φαμεν, ἐπειδὴ τὰ προσηγορικὰ κοινὴν οὐσίαν σημαίνουσι καὶ κατὰ πολλῶν τίθενται, οἷον τὸ ἄνθρωπος προση‐ γορικὸν ὂν ἁρμόζει καὶ Πλάτωνι καὶ Ἀλκιβιάδῃ καὶ Σωκράτει· εἰ ἐγέ‐ | |
30 | νοντο οὖν ἀπὸ προσηγορικῶν πατρωνυμικά, ἤμελλον κατὰ πολλῶν λαμ‐ | |
βάνεσθαι, ὅπερ ἀδύνατον· οἷον εἰ ἐγένετο ἀπὸ τοῦ ἄνθρωπος ἀνθρω‐ | 222 | |
223 | πίδης, ἤμελλε σημαίνειν τὸν υἱὸν τῶν ἀνθρώπων· ἄτοπον δὲ τὸ ἕνα πολλῶν ἀνθρώπων εἶναι υἱόν, τοῦτο γὰρ ἡ φύσις ἀλλότριον ἐκληρώσατο. Ἀπὸ δὲ μητέρων οὐ σχηματίζει πατρωνυμικὸν εἶδος ὁ Ὅμηρος, ἀλλ’ οἱ νεώτεροι.] Μόνος ὁ ποιητὴς οὐκ ἐχρήσατο ἀπὸ | |
5 | μητέρων τοῖς πατρωνυμικοῖς· ἄτοπον γὰρ ἡγήσατο, τὰς τῶν ἡρώων πρά‐ ξεις ἐξηγούμενος ἀπὸ μητέρων παράγειν· οἱ δὲ νεώτεροι ποιηταὶ καὶ τούτοις ἐχρήσαντο. Κτητικὸν δέ ἐστι τὸ ὑπὸ τὴν κτῆσιν πεπτωκός, ἐμπεριει‐ λημμένου τοῦ κτήτορος, οἷον 〈Λ 597〉 Νηλήϊοι ἵπποι, 〈cfr Β 416〉 | |
10 | Ἑκτόρεος χιτών, Πλατωνικὸν βιβλίον.] Κτητικόν ἐστιν ὃ γεγονὸς ἐκ γενικῆς ὀνόματος εἰς αὐτὴν ἀναλύεται μετά τινος τῶν ὑπὸ τὴν κτῆσιν πεπτωκότων. Λέγουσι δέ τινες ὅτι, εἰ τὸ πατρωνυμικὸν καὶ τὸ κτητι‐ κὸν γενικῇ συντάσσεται καὶ ὁμόσημά εἰσι—Πηλείδης γὰρ καὶ Πηλήϊος ὁ τοῦ Πηλέως—, περιττὸν τὸ γράψαι περὶ κτητικοῦ. Πρὸς οὕς φαμεν | |
15 | ὅτι, εἰ καὶ μίαν ἔχουσι γένεσιν, τὴν γενικήν, ἀλλ’ οὐχ ἑνός 〈εἰσιν〉 εἴδους, ἀλλὰ τὸ μὲν ἀπὸ μόνου κυρίου, τὸ δὲ καὶ ἀπὸ προσηγορικοῦ, οἷον Ἀρίσταρ‐ χος Ἀριστάρχειος, ἄνθρωπος 〈ἀνθρώπειοσ〉. Ἄλλως τε δὲ οὐδὲ ὁμό‐ σημά 〈εἰσι〉· τὸ γὰρ πατρωνυμικὸν οὐ δεῖται τοῦ ὑπακουομένου, εἰ μὴ σκάζει περὶ τὸ γένος, οἷον 〈Λ 490〉 Πριαμίδην νόθον υἱόν, καὶ | |
20 | νοούμενον ἔχει μόνον τὸ υἱός ἢ ἔγγονος· τὸ δὲ κτητικὸν δεῖται, καὶ οὐχ ἑνὸς μόνον ἢ δύο, ἀλλὰ καὶ πλειόνων· ἰδοὺ γοῦν Τελαμώνιον εἰπὼν υἱόν ὁ ποιητὴς 〈ex. gr. Λ 563〉 ἐδήλωσε τὸ κτῆμα διὰ τῆς ἐπα‐ γωγῆς. Εἰ δέ τις εἴποι, εἴ ποτε ἀνάγκη τῷ Νεστόρειος ἐπάγειν τὸ οἶκος καὶ ἕτερα κτήματα, τί μὴ λέγομεν Νέστορος οἶκος; Ἀλλ’ ἔστιν ὅτε | |
25 | τὰ κτητικὰ καὶ ἕνα καὶ πλείονας ὑποφαίνουσι κτήτορας, οἷον βασίλειος αὐλὴ ἡ τοῦ βασιλέως καὶ βασιλέων, Πυθαγόρεια δόγματα τὰ Πυθαγόρου καὶ τῶν ἀκολουθησάντων αὐτοῦ τῇ δόξῃ, ὕειαι τρίχες αἱ τοῦ ἑνὸς 〈ὑὸσ〉 καὶ πολλῶν. Τινὲς δέ φασι τεθνεώτων τῶν κτητόρων 〈μὴ〉 λέγεσθαι τὰ κτητικά. Τί οὖν 〈ex. gr. Ν 76〉 Τελαμώνιος Αἴας καὶ 〈η 324〉 | |
30 | Γαιήϊον υἱόν; Εἴδη δὲ τοῦ κτητικοῦ ταῦτα, οἰκειωτικόν, μετουσιαστικόν, συνεκφαν‐ τικόν· οἰκειωτικὸν μέν, 〈οἷον〉 Ὀλύμπιος θαλάσσιος, μετουσιαστικὸν δέ, οἷον ἀργύρεος χρύσεος, συνεκφαντικὸν δέ, οἷον γραμματικός γεωμε‐ τρικός. | |
35 | Τύποι δὲ τῶν κτητικῶν δύο· ἢ γὰρ εἰς ος καθαρὸν λήγει, οἷον | |
λάγειος Ἀρήϊος πατρώϊος, ἢ εἰς κος, οἷον Ὁμηρικός Βοιωτικός. | 223 | |
224 | Φασὶ δέ τινες ὡς οὐ δεῖ λέγειν Πλατωνικὸν βιβλίον, ἀλλὰ Πλα‐ τώνειον· Πλατωνικὸν γὰρ βιβλίον λέγεται τὸ περιέχον περὶ Πλάτωνος, ὥσπερ καὶ Φιλιππικοὶ λόγοι λέγονται οἱ περὶ Φιλίππου 〈περι〉έχοντες, καὶ Τυρσηνικαὶ ἱστορίαι αἱ περὶ Τυρσηνῶν περιέχουσαι· ἁμαρτάνουσιν οὖν | |
5 | οἱ λέγοντες Ὁμηρικὸν 〈ποίημα〉, Ὁμήρειον γὰρ δεῖ λέγειν· οὐ γὰρ πε‐ ριέχει περὶ Ὁμήρου, ἀλλ’ Ὁμήρου ἐστὶ τὸ ποίημα. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι οὐ δεῖ λέγειν 〈Λ 597〉 Νέστορα δ’ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι, ἀλλὰ Νέστορα δ’ ἐκ πολέμοιο φέρον Νηλήϊον ἵπποι, τουτέστι Νέστορα τὸν Νηλήϊον, οὐ μὴν αἱ ἵπποι | |
10 | Νηλήϊαι· καὶ γὰρ οὐκ ἐδύναντο τοῦ Νηλέως εἶναι αἱ ἵπποι, ἐπειδὴ περαιτέρω, ὥς φασι, τῶν τριάκοντα ἐτῶν οὐ δύναται ζῆσαι ἵππος, ὁ δὲ Νέστωρ τῆς τρίτης γενεᾶς ἦν καὶ ἦν παρελθὼν τὸ ἑξηκοστὸν ἔτος· πῶς οὖν ἕως τότε ἠδύναντο εἶναι; Εἰς τὸ αὐτό. —Τὰ πατρωνυμικὰ ἀπὸ μόνων κυρίων παράγονται, | |
15 | οἷον Ἀτρεύς Ἀτρείδης· τὸ γὰρ Ἡρῴδης ἀπὸ τοῦ ἥρως προσηγορικοῦ ὂν οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστι τῇ σημασίᾳ πατρωνυμικόν, ἀλλὰ τύπου πατρωνυμικοῦ ἐστιν. 〈Stephani.〉 —Ἀναγκαῖον δὲ εἰδέαι, τί διαφέρουσι τὰ κτητικὰ ὀνόματα τῶν κτητικῶν ἀντωνυμιῶν. 〈Καὶ ἔστιν εἰπεῖν, ὅτι ἐπὶ μὲν τῶν | |
20 | ἀντωνυμιῶν〉 δῆλος ἀεί ἐστιν ὁ τῶν κτητόρων ἀριθμός· ἐὰν 〈γὰρ〉 εἴπω ἐμός, οἶδα ὅτι ἕνα κτήτορα ἐδήλωσα· ἐὰν δὲ εἴπω νωΐτερος, οἶδα ὅτι δύο κτήτορας ἐδήλωσα· ἐὰν δὲ εἴπω ἡμέτερος, οἶδα ὅτι πολλοὺς κτή‐ τορας ἐδήλωσα. Ἐπὶ δὲ τῶν ὀνομάτων οὐ πάντως δῆλός ἐστιν ὁ ἀρι‐ θμός· ἐπὶ μὲν γὰρ τῶν 〈ἀπὸ〉 κυρίων δῆλος ὁ ἀριθμός· ἐὰν γὰρ εἴπω Ἀρι‐ | |
25 | στάρχειος 〈δοῦλοσ〉, οἶδα ὅτι τοῦ Ἀριστάρχου δοῦλός ἐστιν· ἐπὶ δὲ τῶν 〈ἀπὸ〉 προσηγορικῶν οὐ δῆλος· ἐὰν γὰρ εἴπω ἀνθρώπειος πούς, ἄδηλον εἴτε ὁ τοῦ ἀνθρώπου πούς ἐστιν εἴτε ὁ τῶν ἀνθρώπων. Καὶ ἄλλως 〈δὲ〉 ἐπὶ 〈μὲν〉 τῶν ἀντωνυμιῶν οὐ μόνον τὰ ὑπὸ τὴν κτῆσιν πεπτω‐ κότα συντάσσομεν, οἷον ἐμὸς δοῦλος, ἐμὸς ἀγρός, ἀλλὰ καὶ τὰ μὴ οὕτως | |
30 | ἔχοντα, 〈οἷον〉 ἐμὸς ἀδελφός, ἐμὸς πατήρ· ταῦτα δὲ οὐχ ὑποπεπτώ‐ κασιν· ἐπὶ μὲν γὰρ τοῦ ἀδελφοῦ ἰσότης ἐστίν, ἐπὶ δὲ τοῦ πατρὸς ὑπεροχή. Τοῖς δὲ κτητικοῖς ὀνόμασι μόνα τὰ ὑπὸ τὴν κτῆσιν πεπτωκότα συντάσ‐ σομεν, οἷον Νεστόρειος χιτών, Ἀριστάρχειος ἀγρός· 〈οὐκέτι μέντοι ἐπὶ τῶν ἴσων ἢ τῶν ὑπερεχόντων τοῦτο ποιοῦμεν· οὐ γάρ φαμεν Αἰάντειος | |
35 | ἐχθρός ἢ Ἀριστάρχειος ἀδελφός ἢ Νεστόρειος πατήρ,〉 ἐπειδὴ ταῦτα | 224 |
225 | οὐχ ὑποπεπτώκασιν. Ἰστέον δὲ ὅτι ἐν τοῖς δύο μόνοις μέρεσι 〈τοῦ〉 λόγου θεωρεῖται τὰ κτητικά, ἔν τε ὀνόμασι καὶ ἀντωνυμίαις, οἷον Ἀρι‐ στάρχου Ἀριστάρχειος, ἐμοῦ ἐμός. Συγκριτικὸν δέ ἐστι τὸ τὴν σύγκρισιν ἔχον ἑνὸς πρὸς ἕνα | |
5 | ὁμοιογενῆ, ὡς Ἀχιλλεὺς ἀνδρειότερος Αἴαντος, ἢ ἑνὸς πρὸς πολλοὺς ἑτερογενεῖς, ὡς Ἀχιλλεὺς ἀνδρειότερος τῶν Τρώων.] Τὰ συγκριτικὰ οὐκ ἐν κυρίοις γίνεται 〈οὐδὲ ἐν προσηγορικοῖσ〉, εἰ μὴ ἐν τοῖς προσηγορικοῖς προσώποις μετειληφόσι τοῦ αὐτοῦ πράγματος· εἰ δέ ποτε εὕροις ἐν ὀνόμασι κυρίοις ἢ ἐν ἀντωνυμίαις τὸ τοιοῦτο, παρα‐ | |
10 | γωγὴν μόνον λέγε καὶ μὴ σύγκρισιν, ὥσπερ ἔστι καὶ παρὰ Ἀριστοφάνει 〈Plut. 83〉 τὸ αὐτότατος καὶ παρὰ Μενάνδρῳ 〈fr. 986 K〉 τὸ αὐται‐ τιώτατος. Ὁ τεχνικὸς δὲ εἶπε τὴν σύγκρισιν λέγεσθαι 〈ἑνὸσ〉 πρὸς ἕνα ὁμόφυλον ἢ ἑνὸς πρὸς ἅπαντας ἑτεροφύλους· ἀλλόφυλοι γὰρ ἦσαν οἱ Τρῶες τῷ Ἀχιλλεῖ, πολλοὶ δ’ οἱ Τρῶες πρὸς ἕνα Ἕλληνα. Φαμὲν ὅτι | |
15 | φιλέλλην ὢν ὁ ποιητὴς προσεχαρίσατο, βουλόμενος σεμνῦναι τὸ πᾶν γένος τῶν Ἑλλήνων. Οὐκ ἔστι δὲ εἰκῇ ποιεῖσθαι τὴν σύγκρισιν· οὔτε γὰρ ζωγράφου καὶ τέκτονος σύγκρισις γίνεται, ἀλλὰ δύο τινῶν ἢ καὶ πλειό‐ νων τοῦ αὐτοῦ ἐπιτηδεύματος μετεχόντων. Τῶν δὲ συγκριτικῶν τύποι εἰσὶ τρεῖς, ὁ εἰς τερος, οἷον | |
20 | ὀξύτερος, καὶ ὁ εἰς ιων καθαρός, οἷον βελτίων καλλίων· ἀπὸ τοῦ κάλλος γίνεται καλλίων, καὶ κυρίως ὁ εὔμορφος 〈καλόσ〉· καὶ ὁ εἰς ων, οἷον κρείσσων ἥσσων. Ἴδιόν ἐστι τῶν συγκριτικῶν τὸ ἀναλύεσθαι εἰς εὐθεῖαν καὶ τὸ μᾶλ‐ λον· τίς γάρ ἐστιν ὀξύτερος; ὁ μᾶλλον ὀξύς· βραδύτερος; ὁ μᾶλλον | |
25 | βραδύς. Ὑπερθετικὸν δέ ἐστι τὸ κατ’ ἐπίτασιν ἑνὸς πρὸς πολλοὺς παραλαμβανόμενον ἐν συγκρίσει. Τύποι δὲ αὐτοῦ εἰσι δύο, ὁ εἰς τατος, οἷον ὀξύτατος βραδύτατος, καὶ ὁ εἰς τος, οἷον ἄρι‐ στος μέγιστος.] Ὑπερθετικὸν δέ ἐστι τὸ ὑπὲρ πάντας ἔχον τὴν ὑπέρ‐ | |
30 | θεσιν ἐν ὁμοιογενέσιν, οἷον «ἀνδρειότατος ὁ Ἀχιλλεὺς πάντων τῶν Ἑλ‐ λήνων, σοφώτατος 〈ὁ〉 Ὀδυσσεὺς πάντων τῶν ἀνθρώπων»· ἐπαγγέλλε‐ ται γὰρ 〈καὶ〉 τὸ ὑπερθετικὸν σύγκρισιν, ἀλλὰ μείζονα, τὸ γὰρ ὑπερβάλλον τῆς συγκρίσεως ἐμφαίνει· ἐπὶ μὲν γὰρ τοῦ συγκριτικοῦ ἡ σύγκρισις με‐ τριωτέρα ἑνὸς πρὸς πλειόνων, οὐ μὴν πάντων· τὸ δὲ ὑπερθετικὸν ὑπερέ‐ | |
35 | χον τῆς συγκρίσεως· τὸ γὰρ ἀνδρειότερος ἢ 〈ἑνὸς ἢ〉 πέντε ἢ δέκα, τὸ δὲ ἀνδρειότατος οὐ μέχρι ἀριθμοῦ ὡρισμένου διατείνει, ἀλλὰ καθόλου πάν‐ των ὁμοῦ ἀνθρώπων [καὶ] τῶν τὸ αὐτὸ ἐπιτηδευόντων. Ἡ φωνὴ δὲ | |
τοῦ συγκριτικοῦ τὸ μᾶλλον ἔχει· τί〈σ〉 γάρ ἐστι σοφώτερος; ὁ μᾶλλον | 225 | |
226 | σοφός· τί〈σ〉 δέ ἐστι σοφώτατος; ὁ ἄγαν σοφός· ἔχει οὖν ἡ φωνὴ τοῦ ὑπερθετικοῦ τὸ ἄγαν. Ἐντεῦθεν οὐδὲ τὰ ὀνόματα τὰ ἐπιδεχόμενα ἐπί‐ τασιν εἰς σύγκρισιν ὑπέρχεται, οἷόν ἐστι τὸ ἐρίτιμος καὶ περικλυτός καὶ ζάθεος καὶ ζάπλουτος. | |
5 | Τύποι δὲ αὐτοῦ εἰσι δύο, ὁ εἰς τατος καὶ ὁ εἰς τος.] Τὸ ὑπερθετικὸν διαφέρει τοῦ συγκριτικοῦ, ὅτι ἐκεῖνο μὲν ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, τοῦτο δέ ἐστιν ἀνεπίτατον, καὶ ὅτι ἐκεῖνο μὲν ἔχει τρεῖς τύπους, τοῦτο δὲ δύο· ἔχει γὰρ τὰ ὑπερθετικὰ καταλήξεις δύο, αἵτινες τὴν γένεσιν ἔσχον 〈ἀπὸ〉 τῶν συγκριτικῶν· ὁ γὰρ εἰς τερος | |
19 | ποιεῖ τὸν εἰς τατος, ὁ 〈δὲ〉 εἰς ων 〈καθαρὸσ〉 τὸν εἰς τος, οἷον τάχι‐ | |
20 | στος ἀπὸ τοῦ ταχίων, καὶ βραχύτατος ἀπὸ τοῦ βραχύτερος· ἀπὸ γὰρ τοῦ εἰς σων οὐκέτι γίνεται. Ὑποκοριστικὸν δέ ἐστι τὸ μείωσιν τοῦ πρωτοτύπου ἀσυγ‐ κρίτως δηλοῦν, οἷον ἀνθρωπίσκος λίθαξ μειρακύλλιον.] — | |
15 | Στεφάνου. —Ὁ ὑποκορισμὸς ὄνομά ἐστι μικρότητος ἐμφαντικόν, 〈κόροισ〉 καὶ κόραις ἐοικός. Λαμβάνεται δὲ ἕνεκεν τοῦ πρέποντος, ὡς παρ’ Ἀλκμᾶνι· †κόραι γὰρ αἱ λέγουσαι· ἢ τοῦ χρειώδους, 〈ὡς τὸ〉 «ἱππάριόν μοι χά‐ ρισαι»· μειῶ γὰρ τὸ ζητούμενον, ἵνα ἑτοιμότερον πρὸς τὸ δοῦναι ποιήσω τὸν ἔχοντα· ἢ τοῦ γελοίου χάριν, ὡς τὸ Πριαμύλλιον ὁ Πρίαμος. Παρὰ | |
20 | δὲ τῷ ποιητῇ οὐκ ἂν εὑρεθείη ὑποκοριστικόν· ἡρωϊκὰ γὰρ τὰ παρ’ αὐ‐ τῷ καὶ ἐπηρμένα. Τὸ τειχίον δὲ καὶ τὸ ἑρκίον οὐχ ὑποκοριστικά· διάφορον γὰρ τὸ δηλούμενον, τεῖχος καὶ ἕρκος ἐπὶ πόλεων, τειχίον καὶ ἑρκίον ἐπὶ ἐπαύλεων· πῶς δὲ μείωσις, ὅπου τὸ μέγα; 〈π 165〉 παρ’ ἐκ μέγα τειχίον αὐλῆς· οὕτω καὶ τὸ θηρίον, 〈κ 171〉 μάλα γὰρ | |
25 | μέγα θηρίον ἦεν· καὶ τὸ μηρίον διάφορον· μηρία γὰρ τὰ ἐναγιζόμενα τοῖς θεοῖς, μηροί δὲ τὰ μὴ οὕτως ἔχοντα· οὐδὲ τὸ ὀγκίον, οὐ γὰρ τοῦ ὄγκος μείωσις· οὐδὲ τὸ ἴχνιον, 〈Ν 71〉 ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων· καὶ 〈γὰρ〉 περὶ αὐτοῦ φησι 〈Ν 20〉 τρὶς μὲν ὀρέξατ’ ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ, Αἰγάς. Μάχεται καὶ ὁ τόνος· τὰ | |
30 | γὰρ εἰς ιον ὑποκοριστικὰ τρισύλλαβα ἀρχόμενα ἀπὸ βραχείας 〈προπαρο‐ ξύνεται, ἀπὸ δὲ μακρᾶς παρ〉οξύνεται, στόλιον πόδιον χέριον σάκιον, | |
ὅτε δι’ ἑνὸς κ· ὅτε δὲ διὰ δύο, παροξύτονον, σακκίον· κορρίον διὰ δύο | 226 | |
227 | ρρ παρὰ Ἀττικοῖς, κόριον δὲ δι’ ἑνὸς ρ παρὰ τῷ Θεοκρίτῳ (11, 60): ἐχρῆν ἄρα ἰχνίον· ἔστι δὲ ῥηματικόν· ὥσπερ οὖν τὸ δέμω δέμνιον καὶ ἀράσ〈σ〉ω ἀράχνιον, οὕτως ἵκω ἴχνιον, ὑπερθέσει τοῦ πνεύματος. Καὶ τὸ νήϊον πῶς ὑποκοριστικὸν ἐπὶ τῆς Ὀδυσσέως νεώς 〈cfr ι 498〉, ἐφ’ | |
5 | ἧς ὁ ποιητὴς 〈Θ 222. Λ 5〉 τὸ μεγακήτεϊ φησίν; Καὶ ἄλλως εἰς τὸ αὐτό. —Τῶν ὑποκοριστικῶν τύποι εἰσὶν 〈ἀρσενικῶν μὲν〉 ἕξ, ὧν ὁ μὲν πρῶτος εἰς ων, οἷον Βακχυλίδης Βάκχων, Λακεδαιμόνιος Λάκων· ὁ 〈δὲ〉 δεύτερος πάλιν εἰς ων παραλήγοντος τοῦ ι, οἷον μωρίων ὁ μωρός· ὁ δὲ τρίτος εἰς αξ, ὡς Ῥόδαξ ὁ Ῥόδιος καὶ πλούταξ ὁ πλού‐ | |
10 | σιος· ὁ 〈δὲ〉 τέταρτος εἰς ας, ὡς Ζηνᾶς ὁ Ζηνόδωρος καὶ Μητρᾶς ὁ Μητρόδωρος· ὁ δὲ πέμπτος εἰς 〈σ〉κος, ὡς γραμματίσκος ὁ γραμματικός καὶ πυργίσκος ὁ πύργος· ὁ 〈δὲ〉 ἕκτος εἰς λος, ὡς ναυτίλος ὁ ναύτης καὶ δριμύλος ὁ δριμύς. Ὁ δὲ Ὦρός φησιν, ὅτι καὶ ὁ εἰς υν καὶ ὁ εἰς υς καὶ ὁ εἰς ις ὑποκοριστικά εἰσιν, 〈εἰς υν〉 μέν, οἷον 〈μόσυν〉, εἰς υς | |
15 | δὲ Καμμῦς Κλαυσῦς Λαρδῦς ἀπφῦς Διονῦς, εἰς ις δὲ ὁ κομβῖς τοῦ κομβῖ. Τῶν δὲ θηλυκῶν τύποι τρεῖς, ὁ εἰς ω, οἷον Ὑψώ Ὑψιπύλη, Εἰδώ Εἰ‐ δοθέα καὶ Ἀφρώ ἡ Ἀφροδίτη, καὶ ὁ εἰς ις, οἷον λυρίς ἡ λύρα καὶ θε‐ ραπαινίς ἡ θεράπαινα, καὶ ὁ εἰς 〈σ〉κη, οἷον λεκανίσκη ἡ λεκάνη καὶ παιδίσκη ἡ παῖς. Τῶν δὲ οὐδετέρων μία μέν ἐστιν ἡ εἰς ον κατάληξις, | |
20 | ἔχει δὲ παραλήξεις ἕξ· ἢ 〈γὰρ〉 τῇ νι συλλαβῇ παραλήγεται, ὡς κανό‐ νιον ὀψώνιον χελιδόνιον τρυγόνιον· ἢ τῇ δι, ὡς παιδίον αὐλίδιον· ἢ τῇ ρι, ὡς ξυλάριον νηττάριον δελτάριον· ἢ τῇ δρι, ὡς μελύδριον λεξί‐ δριον πολίδριον· ἢ τῇ λι, ὡς μειρακύλλιον· ἢ τῇ φι, ὡς χρυσάφιον ζωΰφιον δενδρύφιον. | |
25 | Τὸ ὑποκοριστικὸν ἐλάττωσίν τινα σημαίνει· εἴρηται δὲ παρὰ τοὺς κόρους, τουτέστι τοὺς μικροὺς νέους, ἢ τὰς κόρας· τούτους γὰρ πολ‐ λάκις ἢ ταύτας ὑποθωπεύοντες τοιούτοις κεχρήμεθα ὀνόμασιν, ὡς παρὰ Μενάνδρῳ 〈fr. 1041 K〉 νηττάριον, ἢ 〈ὅταν〉 τὸν Πρίαμον Πριαμύλλιον | |
εἴπωμεν καὶ τὸ μικρὸν παιδίον παιδάριον. Τύπους δὲ ἔχει ἡ φωνὴ τῶν | 227 | |
228 | ὑποκοριστικῶν διαφόρους· γίνονται δὲ ἀπὸ τῶν εἰς κος κτητικῶν κατὰ πλεονασμὸν τοῦ ς, †πυργίσκος ὁ μικρὸς πύργος, καὶ ἰατρικός προσθέσει τοῦ ς ἰατρίσκος. 〈Stephani.〉 —Παρώνυμον δέ ἐστι τὸ παρ’ ὄνομα ποιηθέν, | |
5 | οἷον Θέων Τρύφων.] Ἕκαστον τῶν 〈ἄλλων〉 εἰδῶν μίαν ἔχει σημασίαν, ἐξ ἧς καὶ ὀνομάζεται, τὸ πατρωνυμικὸν ὡς δηλοῦν πατέρα, τὸ κτητικὸν κτῆσιν, τὸ συγκριτικὸν σύγκρισιν, τὸ ὑπερθετικὸν ὑπέρθεσιν, τὸ ὑποκορι‐ στικὸν ὑποκορισμόν· τὸ παρώνυμον δὲ πολλὰ ἐδήλου, περιεκτικά, ἄμ‐ πελος ἀμπελών, ἐθνικά, 〈Ἀκράγασ〉 Ἀκραγαντῖνος, μετουσιαστικά, 〈δέρμα〉 | |
10 | δερμάτινος, κύρια, 〈κράτοσ〉 Κρατῖνος, κατὰ τοῦ αὐτοῦ, ἐργάτης ἐργα‐ τίνης· ἐπεὶ οὖν οὐκ ἠδύνατο ἐξ ἑνὸς τὴν ὀνομασίαν ἔχειν, ἐκ τοῦ παρε‐ πομένου πᾶσιν ἐκλήθη, τοῦ παρωνύμου, οἷόν τι καὶ ἐπὶ τῆς ὑποτακτι‐ κῆς ἐγκλίσεως γέγονεν. Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Ζητῆσαι ἄξιον, τίνος ἕνεκα τὴν κοινὴν | |
15 | ὀνομασίαν ἰδίαν τοῦτο ἐποιήσατο· τὰ γὰρ πάντα παρώνυμά ἐστιν. Λέγομεν ὅτι τὰ μὲν ἄλλα πάντα, εἰ καὶ παρώνυμά ἐστιν, ἀλλ’ οὖν γε ἔχει ἕκαστον ᾧ διαστέλλεται ἀπὸ τοῦ ἑτέρου, τοῦτο δὲ μόνον αὐτὸ τὸ τῆς παραγωγῆς κέκτηται, καὶ οὐδὲν ἄλλο ᾧ διασταλῇ· καὶ γὰρ τὸ πα‐ τρωνυμικὸν παρώνυμόν ἐστι, καθὸ παρήχθη ἀπὸ τοῦ πρωτοτύπου, ἀλλὰ | |
20 | πρὸς τῷ εἶναι αὐτὸ παρώνυμον καὶ ἔχειν τὴν γένεσιν ἀπὸ ὀνόματος τὸ διαστέλλον ἔχει, παῖδα ἢ πρόγονον 〈δηλοῦν〉, καὶ τὰ ἄλλα πάνθ’ οὕτως· τοῦτο δὲ αὐτὸ μόνον τὸ τῆς παραγωγῆς ὁμολογεῖ, ὅτι ἀπὸ ὀνόματος ὄνομα παρηνέχθη, ὡς ἀπὸ τοῦ θεός 〈Θέων〉 καὶ ἀπὸ τοῦ τρυφή 〈Τρύφων〉 καὶ ἀπὸ τοῦ Ἡρακλῆς Ἡρακλέων. | |
25 | 〈Stephani.〉 —Ῥηματικόν ἐστιν ὄνομα ὃ γεγονὸς ἀπὸ ῥήματος ἐνέργειαν ἢ πάθος δηλοῖ, οἷον πεποίηται ποιητής ὁ ποιῶν τι, πεποίη‐ μαι ποίημα τὸ ποιηθέν· πᾶν δὲ ῥηματικὸν ὄνομα διὰ τοῦ μ λεγόμενον οἰκειοῦται τῷ πρώτῳ προσώπῳ παθητικῷ κατὰ τὸ σύμφωνον, διὰ δὲ τοῦ τ τῷ τρίτῳ, οἷον πέπραγμαι πρᾶγμα πολυπράγμων, πεποίημαι | |
30 | 〈ποίημα〉, πεποίηται ποιητής, πέπρακται πρακτός, ἤνυσται ἀνυστός. | 228 |
229 | Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Ῥηματικόν ἐστιν ὃ παρῆκται ἀπὸ [τοῦ] ῥήματος, οἷον ποιῶ ποιητής, γράφω γραφεύς. Δεῖ δὲ εἰδέναι, ὅτι θέλει τὸ ὄνομα μέρος τι φυλάττειν τοῦ ῥήματος, ὥσπερ καὶ τὸ φερώνυμον Νοήμων, ἵνα τὴν παραλήγουσαν τοῦ μέλλοντος φυλάξῃ καὶ ἐν τῇ παρα‐ | |
5 | ληγούσῃ τοῦ ὀνόματος, καὶ τὸ Φιλήμων ὁμοίως. Τὰ παρὰ μετοχὴν ἢ ἀντωνυμίαν ἢ πρόθεσιν ἢ ἐπίρρημα [καὶ τὰ ὅμοια] παρηγμένα ἐστὶν ἄπειρα· ταῦτα δ’ ὁμοίως παραγώγοις ἐτάξαμεν. 〈Stephani.〉 —Σχήματα ὀνομάτων εἰσὶ τρία, ἁπλοῦν, σύν‐ θετον, παρασύνθετον.] Σχῆμα εἴρηται παρὰ τὴν σχέσιν τὴν πρὸς τὸ | |
10 | σημαινόμενον· ἀπὸ γὰρ τοῦ σχήματος νοοῦμεν, τί ἐστιν ὃ θέλει σημαί‐ νειν ἡ λέξις· ἢ παρὰ τὸ σχῆμα, τουτέστιν τὴν θέσιν, ὥσπερ σχῆμα ἀν‐ δριάντος δηλοῖ αὐτὴν τὴν στάσιν καὶ τὸν τύπον. Τὸ δὲ παρασύνθετον καλεῖται, ἐπειδὴ ἀπὸ συνθέτου γίνεται, ὡς καὶ αὐτός φησιν· ἀπὸ γὰρ τοῦ Ἀγαμέμνων 〈συνθέτου〉 Ἀγαμεμνονίδης παρασύνθετον καλεῖται. | |
15 | Τῶν δὲ συνθέτων ὀνομάτων διαφοραί εἰσι τέσσαρες· ἃ μὲν γὰρ αὐτῶν ἐστιν ἐκ δύο τελείων, ὡς Χειρίσοφος, ἃ δὲ ἐκ δύο ἀπολειπόντων, ὡς Σοφοκλῆς, ἃ δὲ ἐξ ἀπολείποντος καὶ τε‐ λείου, ὡς Φιλόδημος, ἃ δὲ ἐκ τελείου καὶ ἀπολείποντος, ὡς Περικλῆς.] Ἐνταῦθα τεχνική τις γίνεται συζυγία· ὅταν γὰρ ὦσι δύο | |
20 | συζυγίαι καὶ συμπλακῶσιν ἀλλήλαις, ἀποτελοῦσιν ἡμῖν ἑτέρας δύο συζυ‐ γίας, ὥσπερ καὶ ἐν τοῖς ποσὶν ἔστιν εὑρέσθαι· [δύο] δισύλλαβοι 〈γὰρ〉 πόδες δύο, σπονδεῖος καὶ πυρρίχιος· ἀλλ’ ἐπειδὰν συμπλακῶσιν ἀλλήλοις καὶ σύγκρισιν ποιήσωνται, τίκτουσιν ἡμῖν ἄλλους δύο, τόν τε τροχαῖον καὶ τὸν ἴαμβον. Τινὲς δὲ τὰ μὲν τέλεια καλοῦσι ἄφθαρτα, τὰ δὲ ἀπο‐ | |
25 | λείποντα ἐφθαρμένα. Ἰστέον δὲ ὅτι πᾶσαι αἱ πτώσεις συντίθενται, οἷον χηναλώπηξ Ἑλλή‐ σποντος 〈ἀρηΐφιλοσ〉 νουνεχής· κλητικὴ δὲ οὐκέτι, καθὸ πρὸς δεύτερόν ἐστι πρόσωπον, ἡ δὲ εὐθεῖα πρὸς τρίτον, 〈καὶ〉 τὸ δεύτερον πάρεστι, τὸ 〈δὲ〉 τρίτον ἄπεστι· τὸ οὖν παρὸν ἀπόντι πῶς ἑνωθήσεται; Τὸ γυ‐ | |
30 | ναιμανής ἢ τροπῇ, γυνομανής γυναιμανής γυναιμανής, 〈ἢ συγκοπῇ ἐκ τοῦ γυναικομανήσ〉· τὸ βακχέβακχος τροπὴν ἔσχε τοῦ ο εἰς ε. Ἀριθμοὶ τρεῖς, ἑνικός, δυϊκός, πληθυντικός.] Τὸν τρίτον ἀριθμὸν πληθυντικὸν ὀνομάζομεν, ἐπεὶ ὁ τρεῖς ἀριθμὸς ἀρχὴ πλήθους | |
ἐστίν, ὡς καὶ ἐν τῇ παροιμίᾳ «τρεῖς πολλοί»· διὰ τοῦτο καὶ οἱ παλαιοὶ | 229 | |
230 | πολλὰ βουλόμενοι σημαίνειν τρεῖς λέγουσιν, ὡς καὶ ὁ ποιητής 〈ε 306〉 τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, ἀντὶ τοῦ πολλάκις. Εἰσὶ δέ τινες ἑνικοὶ χαρακτῆρες καὶ κατὰ πολλῶν λεγό‐ μενοι.] Συμβαίνει πολλάκις ἑνικὸν μὲν εἶναι τὸν χαρακτῆρα τοῦ ὀνό‐ | |
5 | ματος, σημαίνειν δὲ πληθυντικόν, ὥσπερ ἔστιν εὑρεῖν ἐν τοῖς περιληπτι‐ κοῖς ὀνόμασιν· τὸ γὰρ χορός ὄνομά ἐστιν ἔχον χαρακτῆρα ἑνικόν— ὥσπερ γὰρ καλός, οὕτω καὶ χορός—ἀλλὰ τὸ ἐξ αὐτοῦ σημαινόμενον πληθυντικόν ἐστιν· οὐ γὰρ ἂν συσταίη χορὸς ἐξ ἑνὸς μόνου ἀνθρώπου, ἀλλ’ ἐκ πλειόνων· καὶ τὸ δῆμος δὲ τὸ ὅμοιον σημαίνει. | |
10 | Καὶ πληθυντικοὶ κατὰ ἑνικῶν τε καὶ δυϊκῶν.] Συμβαίνει πάλιν, φησίν, ἐκ τοῦ ἐναντίου, πληθυντικὸν ἔχειν χαρακτῆρα τὸ ὄνομα, σημαίνεσθαι δὲ ἐξ αὐτοῦ ἐναντίως 〈ἑνικόν〉· Θῆβαι γὰρ τύπος πληθυντικός, ἡ δὲ πόλις μία ἐστίν. Τὰ δὲ τοιαῦτα καὶ οἱ ποιηταὶ οὕτω προφέρονται, τὰς μὲν Ἀθήνας 〈η 80〉 εὐρυάγυιαν 〈Ἀθήνην〉, ὅτι τῇ φωνῇ μὲν πλη‐ | |
15 | θυντικόν ἐστιν, τῷ δὲ σημαινομένῳ ἑνικόν· τοιοῦτο δὲ καὶ τὸ Θῆβαι, ὡς καὶ ὁ ποιητὴς εἶπε πρὸς τὸ σημαινόμενον 〈Ζ 416〉 Θήβην ὑψί‐ πυλον. Καὶ τὸ ἀμφότεροι δὲ δυϊκὸν ὄν, ὡς αὐτὸς λέγει, πληθυντικὸν χαρακτῆρα ἔχει, σημαίνει δὲ δύο μόνους· καὶ γὰρ οὐδὲ τολμήσει τις ἐπὶ πλήθους τῇ λέξει χρήσασθαι. | |
20 | Πτώσεις δὲ ὀνομάτων πέντε, ὀρθή, γενική, δοτική, αἰτια‐ τική, κλητική.] Πτώσεις λέγονται, ἐπειδὴ ἡ φωνὴ ἀπ’ ἄλλου εἰς ἄλλο μεταπίπτει· πτῶσις δέ ἐστι πτωτικῆς λέξεως μετασχηματισμὸς τῆς τε‐ λευταίας συλλαβῆς ἄλλοτε εἰς ἄλλο τρεπομένης. Λέγεται δὲ ἡ μὲν ὀρθὴ ὀνομαστικὴ καὶ εὐθεῖα.] Εἰ ὀρθή, | |
25 | πῶς πτῶσις; Ὅτι πέπτωκεν ἐκ τοῦ ἀσωμάτου καὶ γενικοῦ εἰς τὸ εἰδι‐ κόν· ὀρθὴ δέ, ὅτι οὔπω ἐκινήθη εἰς πλάγιον, ἢ ὅτι ἐξ αὐτῆς τὰ καλού‐ μενα παρὰ τοῖς Στωϊκοῖς ὀρθὰ ῥήματα, ἅ εἰσιν ἐνεργητικά, οἷον «Σω‐ κράτης τύπτει»· πᾶς γὰρ λόγος ἔχων αὐτὴν ἐρήρεισται καὶ ὀρθός ἐστιν· πλάγιος 〈δ’〉 οὐκέτι ποιεῖ τὸν λόγον ὀρθόν, εἰ μὴ εὐθεῖα φαίνοιτο, | |
30 | «Σωκράτους ἀναγινώσκοντος ἤκουσα» δηλονότι ἐγώ. Ἀλλὰ καὶ ἡ κλη‐ τικὴ συνίστησι λόγον, οἷον «ἀναγίνωσκε ἄνθρωπε»· δυνάμει οὖν 〈καὶ〉 αὕτη [ἡ] εὐθεῖα· ἀλλ’ ὀνομαστικῆς μὲν ἴδιον τὸ τρίτον πρόσωπον, ἡ δὲ κλητικὴ πρὸς δεύτερον· οὐκ ἄρα εὐθεῖα. Ἰστέον δὲ ὡς τῶν σημαινομένων, οὐ τῶν φωνῶν εἰσιν αἱ πέντε | |
35 | πτώσεις, ἐπεί τοι τοῦ Ἀτρείδης πλείους τῶν πέντε ἔσονται πτώσεις· Ἀτρείδου γὰρ 〈ἡ γενικὴ〉 καὶ Ἀτρείδεω καὶ Ἀτρείδαο καὶ Ἀτρείδα. | |
Τῶν δὲ ὀνομάτων τὰ μὲν μονόπτωτα, τὰ δὲ δίπτωτα, τὰ δὲ τρί‐ | 230 | |
231 | πτωτα, τὰ δὲ τετράπτωτα, τὰ δὲ πεντάπτωτα. Τί ἐστι πεντάπτωτον; Τὸ ἔχον πέντε πτώσεις ἤγουν φωνάς, οἷον ὁ Αἴας τοῦ Αἴαντος τῷ Αἴαντι τὸν Αἴαντα ὦ Αἶαν· τοῦτο γὰρ πέντε φωνὰς ἔχει, μὴ ἔχον δι‐ πλῆν τινα φωνήν. Τετράπτωτον δὲ τὸ ἔχον φωνὰς τέσσαρας, οἷον | |
5 | φοῖνιξ φοίνικος φοίνικι φοίνικα ὦ φοῖνιξ· τοῦτο γὰρ τέσσαρας φωνὰς ἔχει, ἔχον τὴν αὐτὴν φωνὴν καὶ ἐπὶ τῆς εὐθείας καὶ ἐπὶ τῆς κλητικῆς. Τρίπτωτον δέ ἐστι τὸ ἔχον τρεῖς πτώσεις, οἷον τὸ βῆμα τοῦ βήματος τῷ βήματι τὸ βῆμα ὦ βῆμα. Δίπτωτον δέ ἐστι τὸ ἔχον δύο πτώσεις, οἷον τὸ χρέος τοῦ χρέους τὸ χρέος ὦ χρέος. Μονόπτωτα δέ εἰσιν ὡς | |
10 | τὰ ὀνόματα τῶν στοιχείων [μονόπτωτον δέ ἐστιν ὡς τὸ δώς θηλυκὸν ὄνομα, καὶ σημαίνει τὴν δόσιν] καὶ οἷον 〈ὁ〉 Ἀβραάμ τοῦ Ἀβραάμ τῷ Ἀβραάμ τὸν Ἀβραάμ ὦ Ἀβραάμ. —Τί διαφέρει τὸ μονόπτωτον τοῦ ἀκλίτου; Διαφέρει 〈ὅτι〉 τὸ μονόπτωτον ἄρθρα μόνα ἐπιδέχεται, ὡς τὸ Ἀβραάμ, ἄκλιτον δέ ἐστι τὸ μήτε ἐνδεχόμενον μήτε ὅλως κλινόμε‐ | |
15 | νον, οἷον τὸ οὖς, [τὸ δέπας,] τὸ δέμας. Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Ἀπαριθμησάμενος τὰς πτώσεις διδάσκει ἡμᾶς πῶς ἑκάστη λέγεται. Λέγει δὲ τὴν εὐθεῖαν καὶ ὀνομαστικήν, καθὸ ὀνομάζειν τινὰ βουλόμενοι ταύτῃ κεχρήμεθα· εἰ γάρ τις ἔροιτο περί τινος, ὅτι «οὗτος πῶς λέγεται;» ἐρεῖ τῇ εὐθείᾳ χρησάμενος «Πλάτων» | |
20 | ἢ «Σωκράτης». Πῶς δὲ οἷόν τέ ἐστι τὴν αὐτὴν εὐθεῖαν καὶ πτῶσιν λέγεσθαι; Καί φαμεν ὅτι δυνατὸν τὴν πτῶσιν λέγεσθαι καὶ εὐθεῖαν κατά τινα λόγον· καθὸ μὲν γὰρ πέπτωκεν ἀπὸ τοῦ κοινοῦ εἰς ἰδιότητα, ὀνο‐ μάζεται πτῶσις· καθὸ δὲ πεσοῦσα ἔμεινεν ὀρθὴ καὶ ἔστιν ὥσπερ ἦν ἐν τῷ γενικῷ, καλοῖτο ἂν ὀρθή, ὡς ἂν εἴποιμεν καὶ περὶ γραφείου, | |
25 | ὥσπερ ἐάν τις λάβῃ γραφεῖον καὶ ἀφῇ εἰς γῆν καὶ ὀρθὸν στῇ, καθὸ μὲν πέπτωκεν 〈ἐκ〉 τῆς χειρός, δοκεῖ πεπτωκέναι, καθὸ δὲ πεσὸν ὀρθὸν ἔστη, λέγεται ὀρθόν. 〈Stephani.〉 —Ἡ δὲ γενικὴ κτητική τε καὶ πατρική.] Τὴν πτῶσιν ταύτην εἶπε κτητικὴν καὶ πατρικήν, καθὼς ἔναγχος εἴρηται, ὅτι | |
30 | πᾶν κτητικὸν ἢ πατρωνυμικὸν ἀπὸ γενικῆς ἐστι καὶ εἰς αὐτὴν ἀναλύεται. | |
Ἡ δὲ δοτικὴ ἐπισταλτική.] Καλῶς οὕτως εἴρηται, ἐπείπερ καὶ | 231 | |
232 | τοῖς φίλοις ἐπιστέλλοντες ταύτῃ χρώμεθα, ὥς ποτε Κλέων ὁ στρατηγὸς τοῖς Ἀθηναίοις ἐπιστέλλων γέγραφε «Κλέων Ἀθηναίοις χαίρειν». Ἡ δὲ αἰτιατικὴ κατὰ αἰτιατικήν.] Κατ’ αἰτίαν φησὶν ἤτοι αἴ‐ τησιν ἢ καὶ αἰτίασιν, ἐπείπερ αἰτούμενοι λαβεῖν τι ἢ αἰτιώμενοί 〈τινα〉 ταύ‐ | |
5 | την προφερόμεθα, ὡς ἂν εἴποις «αἰτοῦμαί σε δοῦναί μοι βιβλίον»· τὸ γὰρ σέ καὶ τὸ βιβλίον αἰτιατικῆς εἰσι πτώσεως· καὶ πάλιν «αἰτῶμαι Ἀρί‐ σταρχον». Ἡ δὲ κλητικὴ προσαγορευτική.] Τὴν κλητικὴν προσαγορευτι‐ κὴν εἶπεν, ἐπειδὴ προσκαλούμενοί τινα καὶ ἀσπαζόμενοι ταύτῃ πάλιν | |
10 | χρώμεθα, ὡς καὶ ὁ ποιητὴς λέγει 〈Κ 462〉 χαῖρε, θεά, τοῖσδεσ〈σ〉ι. Ὑποπέπτωκε δὲ τῷ ὀνόματι ταῦτα, ἃ καὶ αὐτὰ εἴδη προσα‐ γορεύεται.] Διεξελθὼν ὁ τεχνικὸς τὰ πρῶτα δύο εἴδη, ἐπεὶ ἅπαν ὄνομα ὑπὸ ταῦτα τὰ δύο εἴδη εὐθύνεται—πᾶν γὰρ ὄνομα ἢ πρωτό‐ τυπόν ἐστιν ἢ παράγωγον—καὶ τὰ τοῦ παραγώγου εἴδη ἑπτά, βού‐ | |
15 | λεται διδάξαι καὶ τὰ συμβεβηκότα τῷ ὀνόματι. Κύριον μὲν οὖν ἐστι τὸ τὴν ἰδίαν οὐσίαν σημαῖνον, οἷον Ὅμηρος Σωκράτης.] Ἀπαριθμησάμενος τὰ εἴδη ἐπὶ τὴν ἑκάστου δι‐ δασκαλίαν ἔρχεται, καὶ λέγει κύριον εἶναι τὸ τὴν ἰδίαν 〈οὐσίαν〉 ἐπαγ‐ γελλόμενον, τουτέστι τὴν ἰδικὴν ἑκάστου· τῶν γὰρ οὐσιῶν αἱ μέν εἰσιν | |
20 | ἰδικαί, αἱ δὲ κοιναί, ὡς Σωκράτης, ἄνθρωπος. Ὃν δὲ τρόπον εἰρήκαμεν, ὅτι πᾶν ὄνομα ὑπὸ τὰ δύο εἴδη ἐστὶ τὰ πρῶτα, οὕτω καὶ ἐνταῦθα ἐροῦμεν, ὅτι πᾶν ὄνομα ὑπὸ τὰ δύο εἴδη ἐστὶ τὰ πρῶτα, φημὶ κύριον καὶ προσηγορικόν, μετὰ δὲ τοῦ εἶναι κύριον ἢ προσηγορικὸν καὶ ἑτέρῳ συμβαίνει σημαινομένῳ κατέχεσθαι, οἷον ἐπιθέτῳ καὶ ἑξῆς. | |
25 | Προσηγορικὸν δέ ἐστι τὸ τὴν κοινὴν οὐσίαν σημαῖνον, οἷον ἄνθρωπος ἵππος.] Τὸ προσηγορικὸν τὸ κοινὸν ἐπαγγέλλεται κοινῆς οὐσίας δηλωτικὸν καὶ ἐπὶ κοινοῦ πράγματος τιθέμενον καὶ οὐκ ἀφ’ ἡμῶν ἔχον τὴν ὀνομασίαν, οἷον ἄνθρωπος ἵππος ἀρετή παιδεία βοῦς καὶ τὰ ὅμοια. | |
30 | Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Ζητῆσαι ἄξιον, τί διαφέρει ἰδία οὐσία κοινῆς οὐσίας. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἐν μὲν τῇ κοινῇ οὐσίᾳ ἅπαν τὸ εἶδος τῷ αὐτῷ ὀνόματι λέγεται· οἷον τὸ ἄνθρωπος κοινὴν οὐσίαν δηλοῖ, καὶ οὐ μόνος Σωκράτης λέγεται ἄνθρωπος, ἀλλὰ καὶ Πλάτων καὶ Ἀλκι‐ βιάδης καὶ ἕκαστος, καὶ πάλιν τὸ ἵππος κοινὴν οὐσίαν σημαίνει, καὶ οὐχ | |
35 | οὗτος ὁ ἵππος λέγεται ἵππος ἢ ἐκεῖνος, ἀλλὰ πᾶν τὸ τοιοῦτον εἶδος· | 232 |
233 | τὸ δὲ Σωκράτης ἰδίαν οὐσίαν δηλοῖ, καὶ οὐ πᾶς ἄνθρωπος λέγεται Σω‐ κράτης, καὶ πάλιν τὸ Αἴας ἰδίαν οὐσίαν δηλοῖ, καὶ οὐ πᾶς ἄνθρωπος λέγεται Αἴας· εἰ δέ τις εὕροι τὸ Αἴας μὴ μόνον ἐπὶ ἑνὸς λεγόμενον, ἀλλὰ καὶ ἐπὶ ἑτέρου, μὴ οἰέσθω κοινὴν αὐτὸ οὐσίαν σημαίνειν· οὐ λέ‐ | |
5 | γεται γὰρ ἅπαν τὸ εἶδος οὕτως—οὐδὲ γὰρ πᾶς ἄνθρωπος λέγεται Αἴας—ἀλλ’ ὁμώνυμός ἐστιν ἡ φωνή. Ἐπίθετον δέ ἐστι τὸ ἐπὶ κυρίων ἢ προσηγορικῶν ὁμωνύ‐ μως τιθέμενον καὶ δηλοῦν ἔπαινον ἢ ψόγον καὶ ἑξῆς.] Ἐπίθετόν ἐστι τὸ δυνάμενον ἐπιτεθῆναι κυρίῳ καὶ προσηγορικῷ· ἐντεῦθεν γὰρ καὶ | |
10 | τρίτον τῇ τάξει τέτακται· ὥσπερ γὰρ ἐν τοῖς παραγώγοις πρῶτον μὲν τέτακται τὸ πατρωνυμικόν, καθὸ ἀπὸ κυρίων ἔχει τὴν γένεσιν, καὶ δεύ‐ τερον τὸ κτητικόν, καθότι τοῖς κυρίοις καὶ προσηγορικοῖς ὕλῃ κέχρηται, καὶ τρίτον τὸ συγκριτικὸν τὸ ἐπισυμβαῖνον κυρίῳ τε καὶ προσηγορικῷ, οὕτω καὶ ἐνταῦθα τὸ ἐπίθετον τρίτον τέταχεν ὡς ἐπισυμβαῖνον κυρίῳ | |
15 | καὶ προσηγορικῷ. Δεῖ δὲ ἡμᾶς εἰδέναι, ὅτι ἐκεῖνό ἐστιν ἐπίθετον τὸ παραλαμβανόμενον ψόγου ἢ ἐγκωμίου χάριν, ὡς τὸ ταχὺς ἵππος ἢ λευ‐ κὸς Αἴας. Ἔτι γε μὴν ἔστι τινὰ τῶν ἐπιθέτων, ἅτινα οἰκείως εἴληπται καὶ πολλάκις ἀντὶ τοῦ κυρίου παραλαμβάνεται· ὥσπερ γλαυκῶπιν ἐὰν εἴπω, τὸ ἐπίθετον τῆς Ἀθηνᾶς, μὴ ἐπαγαγὼν τὸ κύριον ὄνομα αὐτῆς, | |
20 | ἐπίσταμαι τίνα ὀνομάζω καὶ ἀρκοῦμαι· ὁμοίως καὶ ἐνοσίχθων εἰπὼν οὐ πάντως δεήσει μοι καὶ τὸ κύριον ἐπαγαγεῖν, εἰ μὴ κατὰ ζῆλον τῶν ποιη‐ τῶν· ἐκεῖνοι γὰρ ἀνοικείως τάσσουσιν· ἰδοὺ γὰρ Εὐφορίων ὁ ποιητὴς περὶ τοῦ ἀρότρου εἶπεν ἐνοσίχθονι, καὶ τὴν ἐλαίαν γλαυκῶπιν. Στεφάνου εἰς τὸ αὐτό. —Τὸ ἐπίθετον τοῦτο κατηγορικὸν ὑπ’ ἐνίων | |
25 | καλεῖται διὰ τὸ πάντῃ κατηγορεῖν κυρίων ἢ προσηγορικῶν· ὡς γὰρ τὰ ἐπιρρήματα τοῖς ῥήμασι πάντως συναρτᾶται, οὕτω καὶ τὰ ἐπίθετα τοῖς ὀνόμασιν. Διαφέρει οὖν προσηγορικοῦ ἐπίθετον, ὅτι τὸ μὲν αὐτο‐ τελές, οἷον ἄνθρωπος, τὸ δὲ τῆς ἑτέρου δεόμενον ἐπαγωγῆς, οἷον «ἀγα‐ θὸς ὁ δεῖνα». Ὅσα δὲ τῶν ἐπιθέτων τὴν αἰτίαν τοῦ λέγεσθαι ἐξ ἡμῶν | |
30 | ἔχει, ταῦτα ἐπαίνου ἢ ψόγου ὑπάρχει σημαντικά, οἷον ταχύς βραδύς· τὰ δὲ μὴ οὕτως ἔχοντα μέσα, οἷον ὑγιής ἀσθενής πλούσιος πένης, ταῦτα ἀπὸ τῶν ἐκτός ἐστι τῶν ἐκ τύχης συμβαινόντων, ἃ μήτε ἔπαινον μήτε | |
ψόγον δηλοῦσιν, ἀλλὰ μακαρίζουσι ἢ οἰκτείρουσιν. Λαμβάνεται δὲ τὸ ἐπί‐ | 233 | |
234 | θετον παρὰ ποιηταῖς ἀπὸ τῶν μάλιστα συνεχῶν τρόπων κδʹ τούτων· ἀπὸ φύσεως, 〈Ε 442〉 ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ’ ἀν‐ θρώπων· ἀπὸ γένους, 〈cfr Α 1〉 Πηλείδης Ἀχιλλεύς, 〈ex. gr. Λ 246〉 Ἀτρείδης Ἀγαμέμνων· ἀπὸ εἴδους, 〈ex. gr. Α 206〉 γλαυ‐ | |
5 | κῶπις Ἀθήνη, 〈ex. gr. Α 551〉 βοῶπις πότνια Ἥρη· ἀπὸ τόπου, 〈ω 1〉 Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο· ἀπὸ τόπου, 〈cfr κ 277〉 χρυσόρραπις Ἑρμῆς, 〈ex. gr. Β 816〉 κορυθαίολος Ἕκτωρ· ἀπὸ τύχης, 〈Γ 182〉 ὦ μάκαρ Ἀτρείδη, μοιρηγενές, ὀλ‐ βιόδαιμον· ἀπὸ ἕξεως, 〈ex. gr. Α 311〉 πολύμητις Ὀδυσσεύς, | |
10 | 〈Δ 59〉 Κρόνος ἀγκυλομήτης· ἀπὸ δυνάμεως, 〈ex. gr. β 100〉 μοῖρ’ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο· ἀπὸ αἱρέσεως, 〈ex. gr. Γ 424〉 φι‐ λομμειδὴς Ἀφροδίτη· ἀπὸ πράξεως, 〈θ 335〉 Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων· ἀπὸ ἐνεργείας, 〈Ε 31. 455〉 Ἆρες Ἄρες, βροτολοιγέ, μιαιφόνε, τειχεσιβλῆτα· ἀπὸ πάθους, 〈λ 41〉 ἄνδρες | |
15 | ἀρηΐφατοι, βεβροτωμένα τεύχε’ ἔχοντες· ἀπὸ συμβεβηκότος, 〈Β 496〉 Αὐλίδα πετρήεσσαν, 〈Β 497〉 πολύκρημνόν τ’ Ἐτεωνόν· ἀπὸ ἐπιπολάζοντος, 〈Β 503〉 ποιήενθ’ Ἁλίαρτον, 〈Β 537〉 πολυ‐ στάφυλόν θ’ Ἱστίαιαν· ἀπὸ κτήματος, 〈Γ 185〉 Φρύγας ἀνέρας αἰολοπώλους· ἀπὸ χρώματος, 〈cfr ι 125 cum λ 124. ψ 271〉 νέας | |
20 | μιλτοπαρῄους· ἀπὸ σχήματος, 〈ex. gr. Ε 453〉 ἀσπίδας εὐκύκλους· κατὰ τὸ ἑστώς, 〈Ν 799〉 κυρτὰ φαληριόωντα· κατὰ τὸ κινούμενον †· ἀπὸ ἀναλογισμοῦ, 〈ex. gr. Α 55〉 λευκώλενος Ἥρη· δεῖ γὰρ ἀνα‐ λογίσασθαι, ὅτι ὁ ἀὴρ λευκὸς λέλεκται διὰ τὸ τὰ ἄκρα περιλάμπεσθαι· 〈cfr ex. gr. Α 607〉 Ἥφαιστος ἀμφιγυήεις, διὰ τὴν κρᾶσιν τοῦ | |
25 | πυρός· 〈Ε 500〉 ξανθὴ Δημήτηρ, διὰ τὸ περὶ τὴν ὥραν τοῦ θέρους χρῶμα· ἐκ τοῦ ὁμολογουμένου, 〈Δ 434. Ε 902〉 γάλα λευκόν καὶ τὸ 〈δ 458〉 ὑγρὸν ὕδωρ, 〈cfr ex. gr. Β 699〉 γῆ μέλαινα· ἀπὸ ἰδιωνύμου, ὅταν ἰδίως καὶ μόνως ἐπί τινων τιθῆται, 〈ex. gr. Α 511〉 νεφεληγερέτα Ζεύς, ἐνοσίχθων ὁ Ποσειδῶν· ἀπὸ τοῦ πάσχοντος †· | |
30 | ἐπὶ τὸ ποιοῦν, 〈ex. gr. Η 479〉 χλωρὸν δέος, 〈ex. gr. Β 455〉 πῦρ ἀΐδηλον. Πρὸς ἱστορίαν ζῴων τετραχῶς· κατὰ κίνησιν, 〈Γ 327. Ψ 475〉 ἵπποι ἀερσίποδες, 〈ex. gr. Ι 466〉 εἰλίποδας βοῦς· κατὰ σχῆμα, 〈cfr τ 538〉 ἀγκυλοχεῖλαι ἀετοί, 〈cfr Β 460. Ο 692〉 κύκνοι δου‐ λιχόδειροι, 〈cfr ε 66〉 τανύγλωσσοι κορῶναι· κατὰ χρῶμα, 〈κ 85〉 | |
35 | ἄργυφα μῆλα, 〈τ 518〉 χλωρηῒς ἀηδών [καὶ 〈Rufinus in Anthol. | |
V 73, 4〉 κυαναυγὲς ἴον]· κατὰ συμβεβηκὸς ἰδίωμα, 〈cfr ex. gr. Β 474〉 | 234 | |
235 | πλατέα τὰ τῶν αἰγῶν αἰπόλια, διεσπαρμένως γὰρ βόσκονται, 〈κ 243〉 σύες χαμαιευνάδες, καθεύδουσι γὰρ πολὺ εἰς τὸ κάτω τῆς γῆς ἑαυ‐ τὰς καλινδοῦσαι, καὶ 〈Ο 690〉 αἰετὸς αἴθων· οὕτω γὰρ θερμός, ὡς τὰ πτερὰ αὐτοῦ πλησιάζοντα ἄλλοις πτεροῖς καίειν αὐτά· 〈cfr Δ 105〉 | |
5 | ἴξαλον αἶγα, τὸν ἱκνούμενον εἰς τοὺς ἅλας· ἱστορεῖται γὰρ περὶ τὰς τῶν σωμάτων ἐξανθήσεις ἁλσὶ χρῆσθαι. Πρὸς ἱστορίαν δὲ φυτῶν, ὡς 〈κ 510〉 ἰτέαι ὠλεσίκαρποι· ἱστορεῖται γὰρ ὅτι ἡ πιοῦσα γυνὴ τὸ τῆς ἰτέας ἄνθος ἀποβάλλει τὸ ἐν τῇ γαστρὶ βρέφος. Πρός τι δέ ἐστιν ἔχον ὡς πατήρ υἱός φίλος δεξιός.] Πρός | |
10 | τι ἔχον ἐστὶ τὸ κατὰ πᾶν πρὸς ἑτέραν σχέσιν νοούμενον, καθ’ αὑτὸ δ’ ἀνυπόστατον, οἷον πατήρ υἱός ἑταῖρος· ταῦτα 〈γὰρ〉 σὺν ἑτέροις νο‐ εῖται, οἷον πατήρ τινος, υἱός τινος. Διαφέρει 〈δὲ〉 τὸ πρός τι τοῦ ὡς πρός τι ἔχοντος, ὅτι τὸ μὲν πρός τι ἔχον συνιστάμενον συνίστησι 〈καὶ ἀναιρούμενον συναναιρεῖ τὸ ἕτερον· συνιστάμενος γὰρ ὁ πατὴρ συνί‐ | |
15 | στησι〉 καὶ παρεισάγει 〈καὶ〉 τὸν υἱόν, καὶ πάλιν ἀναιρούμενος ὁ πατὴρ συναναιρεῖ καὶ τὸν υἱόν· μὴ γὰρ ὄντος τοῦ πατρὸς ἀνάγκη καὶ τὸν υἱὸν μὴ εἶναι· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. Τὸ δὲ ὡς πρός τι τὸ ἐναντίον συνιστάμενον ἀναιρεῖ, ἀναιρούμενον δὲ συνίστησιν, ὡς νὺξ τὴν ἡμέραν. Ὡς πρός τι ἔχον δέ ἐστιν ὡς νύξ ἡμέρα, θάνατος ζωή.] | |
20 | Καὶ αὐτὸ τὸ ὡς πρός τι ἔχον 〈πρὸς ἕτερον〉 τὴν σχέσιν ἔχει, ἀλλ’ ἀναιρε‐ τικὸν γίνεται τοῦ ἑτέρου· τούτῳ γὰρ καὶ διαφέρει τοῦ πρός τι ἔχοντος τὸ ὡς πρός τι ἔχον, καίπερ δοκοῦν ὅμοιον εἶναι. Τὸ μὲν γὰρ πρός τι ἔχον καὶ συνευρίσκεται καὶ συναπόλλυται, τὸ δὲ ὡς πρός τι ἔχον ἓν τοῦ ἑτέρου ἀναιρετικόν ἐστιν· οἷον ἐπὶ τοῦ πρός τι ἔχοντος, ὠνόμασας | |
25 | πατέρα, συνονομάζεις καὶ υἱόν, ἀνεῖλες τὸν υἱόν, συναναιρεῖς καὶ τὸν πατέρα· υἱοῦ γὰρ μὴ ὄντος πατέρα εἶναι πῶς ἐγχωρεῖ; Ἔστι δὲ τοῦτο σαφέστατα γνῶναι καὶ ἀπ’ αὐτοῦ τοῦ ποιητοῦ· ἡνίκα γὰρ τὸν Ὀδυσσέα παρεισάγει ἐπαπειλούμενον τῷ Θερσίτῃ, διδάσκει τοῦτο 〈Β 259〉 〈μη‐ κέτ’〉 ἔπειτ’ Ὀδυσ[σ]ῆϊ κάρη ὤμοισιν ἐπείη· καὶ ταύτην μὲν τὴν | |
30 | ἀρὰν ἑαυτῷ ἔθετο, τουτέστι «μὴ εἴην ἐν τοῖς ζῶσιν»· τὸν δὲ ἑξῆς στίχον κατὰ τοῦ παιδός· ἔφη γὰρ 〈Β 260〉 μηδ’ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην· τινὲς δὲ ἐνόμισαν καὶ τοῦτο ἑαυτῷ 〈αὐτὸν〉 τετα‐ χέναι, ἵνα τὸ ῥητὸν εἴη «ἀποθάνοιμι καὶ μὴ εἴην πατὴρ Τελεμάχου». Ἐπὶ δὲ τοῦ ὡς πρός τι οὐκέτι τοῦτον ἔχεις τὸν τρόπον, ἀλλ’ ὀνομάζεις | |
35 | ἓν καὶ τὸ ἕτερον ἀναιρεῖς· ἐὰν γὰρ εἴπῃς νύξ, ἀνῄρηται ἡ ἡμέρα, καὶ | |
φῶς εἰπὼν ἀναιρεῖς τὸ σκότος. | 235 | |
236 | Ὁμώνυμον δέ ἐστιν ὄνομα τὸ κατὰ πολλῶν ὁμωνύμως τι‐ θέμενον, οἷον ἐπὶ μὲν κυρίων, ὡς Αἴας ὁ Τελαμώνιος καὶ Αἴας ὁ Ἰλέως, ἐπὶ δὲ προσηγορικῶν, ὡς μῦς θαλάσσιος καὶ μῦς γη‐ γενής.] —Στεφάνου. —Ὁμώνυμόν ἐστι τὸ ἐναντίον τῷ συνωνύμῳ, | |
5 | καὶ λέξις δὲ διὰ μιᾶς φωνῆς δύο ἢ καὶ πλείονας διαφορὰς σημαίνουσα, οἷον Φοῖνιξ 〈κύων〉· Φοῖνιξ γὰρ καλεῖται ὁ ἀπὸ Φοινίκης, καὶ τὸ δένδρον, καὶ ὁ Ἀχιλλέως τροφεύς, καὶ κύων ὁ ἐπίγειος καὶ ὁ θαλάσσιος καὶ ὁ οὐ‐ ράνιος, καὶ τὰ ὅμοια. Εἰς τὸ αὐτό. —Ὁμώνυμόν ἐστι τὸ ὅμοιον ὄν, διαφόροις δὲ οὐ‐ | |
10 | σίαις ὑποκείμενον· διαφέρει δὲ τοῦ συνωνύμου, ὡς ὁμόδουλος τοῦ συν‐ δούλου· ὁμόδουλοι γάρ εἰσιν οἱ μετέχοντες ὁμοίας τύχης δουλικῆς, σύν‐ δουλοι δὲ οἱ σὺν ἀλλήλοις δουλεύοντες. Συνώνυμον δέ ἐστι τὸ ἐν διαφόροις ὀνόμασι τὸ αὐτὸ δη‐ λοῦν, οἷον ἄορ ξίφος μάχαιρα φάσγανον σπάθη.] Συνώνυμον δέ | |
15 | ἐστιν ὃ διὰ πλειόνων ἓν ὑποκείμενον σημαίνει, οἷον μέροψ βροτός ἄν‐ θρωπος, πολλὰ ὀνόματα καθ’ ἑνὸς πράγματος τιθέμενα· τὸ μὲν γὰρ ξίφος ἕν ἐστι, κατ’ αὐτοῦ δὲ πολλὰ ὀνόματα, ὡς ἔγχος φάσγανον κνώ‐ δων καὶ ἐγχειρίδιον, καὶ εἴ τι ἕτερον περὶ τούτου τοῖς ἀρχαίοις εἴρηται· τὰ γὰρ πάντα ἓν μόνον σημαίνει, τὸ ξίφος. | |
20 | Καὶ ἄλλως. —Στεφάνου. —Συνώνυμόν ἐστι τὸ ἐν πλείοσιν ὀνό‐ μασι μιᾷ οὐσίᾳ ὑποκείμενον, οἷον μέροψ βροτός ἄνθρωπος, ἅπερ οἱ Περιπατητικοὶ πολυώνυμα λέγουσιν, ὁμώνυμα δὲ τὰ τὸ αὐτὸ γένος ἔχοντα καὶ τὴν αὐτὴν οὐσίαν, 〈οἷον〉 τὸ ἄνθρωπος ἵππος ἔλαφος ὁμώ‐ νυμά φασιν, ἐπεὶ τὰ τρία κατὰ ἀρρένων καὶ 〈θηλέων〉 ζῴων ἐτάχθη. | |
25 | Φερώνυμον δέ ἐστι τὸ ἀπό τινος συμβεβηκότος τεθέν, ὡς Τισαμενός καὶ Μεγαπένθης.] Τὸ φερώνυμον δύναμιν ἔχει τοιαύ‐ την· φορὰν καλοῦσιν οἱ φιλόσοφοι τὴν τύχην· τὸ οὖν ἀπὸ τύχης τινὸς συμβαινούσης ὀνομαζόμενον ὄνομα λέγεται [τὸ] φερώνυμον· τὸν γὰρ Μενελάου παῖδα Μεγαπένθην εἰρῆσθαι διὰ τὰ τῷ Μενελάῳ συμβεβηκότα· | |
30 | τῆς γὰρ Ἑλένης ἁρπαγείσης συνέβη τὸ τηνικαῦτα τὸν Μενέλαον οὐ τὰς τυχούσας λύπας ἔχειν· καὶ πάλιν Ὀρέστης ἐπειδὴ τὴν Κλυταιμνήστραν ἐτίσατο Τισαμενὸν τὸν παῖδα αὐτοῦ ἐκάλεσεν. Λέγει δὲ καὶ ὁ ποιητὴς περὶ Ὀδυσσέως 〈τ 407. 409〉 πολλοῖσι〈ν〉 γὰρ ἔγωγ〈ε〉 ὀδυσ〈σ〉ά‐ | |
μενος τόδ’ ἱκάνω. Τῷ δ’ Ὀδυσ[σ]εὺς ὄνομ’ ἔστω ἐπώνυμον, | 236 | |
237 | ἀντὶ τοῦ φερώνυμον. 〈Λέγεται δὲ φερώνυμον〉 καὶ τὸ τεθὲν ἐκ γενε‐ τῆς, ὕστερον δὲ τῷ ὀνομασθέντι οἰκεῖον γενόμενον, οἷον ὡς ἔτυχεν οἱ γονεῖς τὸν Δημοσθένην ὠνόμασαν, ὕστερον δὲ σθένος εὑρέθη τοῦ δήμου· καὶ Θυέστης δὲ καὶ Πενθεύς καὶ Μελέαγρος· οὕτω μὲν γὰρ ἐκ γενετῆς | |
5 | ὠνόμαστο, ἀνδρωθέντι δὲ αὐτῷ ἐμέλησε περὶ ἄγρας. Διώνυμον δέ ἐστιν ὀνόματα δύο καθ’ ἑνὸς κυρίου τεταγ‐ μένα, οἷον Ἀλέξανδρος ὁ καὶ Πάρις.] Διώνυμον δέ ἐστιν οὗ τὰ δύο ὀνόματα καθ’ ἑνὸς τέτακται, ἔκ τε τῆς τῶν κυρίων ὕλης καὶ τῆς τῶν ἐπιθέτων 〈τῶν〉 μόνῳ συμβάν〈των〉, ὡς τὸ Φοῖβος Ἀπόλλων καὶ | |
10 | ἐνοσίχθων ὁ Ποσειδῶν· καὶ τούτων ἓν ἀντὶ ἑνὸς παραλαμβανόμενον ἀναπληροῖ τὸ ζητούμενον. Εἰς τὸ αὐτό. —Διώνυμόν ἐστιν ὅταν δύο ὀνόματα τεθῇ τινι, καὶ μετὰ τοῦ κυρίου συμπαραλαμβάνηται ἕτερόν τι ἐπίθετον ἐκείνῳ μόνῳ συμβάν, ὥσπερ Ἀλέξανδρος καὶ Πάρις ὁ αὐτός· διὰ τοῦτο δὲ εἶπον | |
15 | «μόνῳ συμβάν», μόνῳ γὰρ τῷ Ἀλεξάνδρῳ συμβέβηκε τὸ Πάριν καλεῖ‐ σθαι· διὰ τοῦτο γὰρ καὶ ὁ τεχνικὸς εἶπεν «οὐκ ἀναστρέφοντος τοῦ λό‐ γου»· οὐ γὰρ εἴ τις Ἀλέξανδρος κέκληται, πάντως ἤδη καὶ Πάρις ὀνο‐ μάζεται. Εἴρηται δὲ ἐκεῖνος Πάρις ἢ διὰ τὸ παρεῖναι ἐν τῇ κρίσει τῶν θεῶν, ὅτε περὶ τοῦ μήλου ἤρισαν αἱ τρεῖς θεαί, Ἥρα, Ἀθηνᾶ καὶ Ἀφρο‐ | |
20 | δίτη· ἢ διὰ τὸ ἀπὸ πήρας τὴν τροφὴν ἐσχηκέναι· ἐκτεθεὶς γὰρ ὑπὸ Πριάμου ἀνῃρέθη ὑπό τινος βουκόλου, παρ’ οὗ καὶ ἀνετράφη ἀπὸ τῆς πήρας· ὥστε οὖν τοῦτο οὐκ ἂν συμβαίη ἑτέρῳ Ἀλεξάνδρῳ λεγομένῳ. Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Στεφάνου. —Διώνυμόν ἐστι τὸ μίαν οὐσίαν δυσὶν ὀνόμασι δηλοῦν, Ξάνθος Σκάμανδρος, Πάρις Ἀλέξανδρος. | |
25 | Διωνυμίας δὲ τρόποι παρὰ τῷ ποιητῇ τέσσαρες· ἢ γὰρ ὑπ’ ἀνδρῶν καὶ γυναικῶν ποιεῖ καλούμενόν τινα τῷ αὐτῷ ὀνόματι, 〈Η 138 seq〉 δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν Κορυνήτην Ἄνδρες κίκλησκον καλλί‐ ζωνοί τε γυναῖκες· ἢ ἑτέρως τοὺς οἰκείους καλοῦντας, ἑτέρως δὲ τοὺς | |
ἐκτός, 〈Ζ 402〉 τόν ῥ’ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ | 237 | |
238 | ἄλλοι Ἀστυάνακτα· ἢ δύο ὀνομάτων ὄντων τὸ μὲν σεμνότερον ἤγουν ἐντιμότερον τοῖς θεοῖς, τὸ δὲ δυσφορώτερον τοῖς ἀνθρώποις περιάπτει, 〈Υ 74〉 ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον· ἢ μόνον τὸ τῶν θεῶν λέγει, τὸ τῶν ἀνθρώπων ἀποσιωπῶν, 〈μ 61〉 Πλαγ‐ | |
5 | κτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι, καὶ 〈κ 305〉 μῶλυ δέ μιν καλέουσι θεοί. Ἐπώνυμον δέ ἐστιν, ὃ καὶ διώνυμον καλεῖται, τὸ μεθ’ ἑτέ‐ ρου κυρίου καθ’ ἓν λεγόμενον, ὡς ἐνοσίχθων ὁ Ποσειδῶν καὶ φοῖβος ὁ Ἀπόλλων.] Ἐπώνυμόν ἐστι τὸ ἐπιθετικὸν καὶ κυρίου | |
10 | τάξιν ἔχον καὶ δυνάμενον ἀπὸ τῆς τοῦ συμβεβηκότος δυνάμεως καθ’ αὑτὸ δηλῶσαι τὸ κύριον, οἷον ὑψιβρεμέτης φανερὸν ὅτι ὁ Ζεύς, γλαυκῶπις ἡ Ἀθηνᾶ, καὶ φοῖβος ὁ Ἀπόλλων, καὶ τὰ ὅμοια. Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Στεφάνου. —Ἐπώνυμον δέ ἐστι δύο ὀνόματα καθ’ ἑνὸς τεταγμένα, ὧν τὸ μὲν κύριον, τὸ δ’ ἐπίθετον δύνα‐ | |
15 | μιν ἔχον κυρίου διὰ τὸ ἴδιον εἶναι τοῦδέ τινος, ὡς ἃ παρέθετο, καὶ τὸ γλαυκῶπις καὶ ἐριούνης εὐρύοπα νεφεληγερέτα. Διαφέρει οὖν τὸ διώνυμον τοῦ ἐπωνύμου, καθὸ τοῦτο μὲν οὐκ ἀντιστρέφει, ὡς καὶ αὐτός φησιν, οὐ γὰρ εἴ τις Ἀλέξανδρος οὗτος καὶ Πάρις· τὸ δὲ ἐπώνυμον ἀντιστρέφει· ὁ γὰρ Ποσειδῶν 〈ὁ〉 αὐτὸς 〈καὶ〉 ἐνοσίχθων 〈καὶ ὁ ἐνο‐ | |
20 | σίχθων ὁ〉 αὐτὸς καὶ Ποσειδῶν, ὁ Ἀπόλλων φοῖβος καὶ φοῖβος Ἀπόλ‐ λων, ἡ Ἡμέρα ἠριγένεια καὶ ἠριγένεια Ἡμέρα. Ἐθνικὸν δέ ἐστι τὸ ἔθνους δηλωτικόν, οἷον Φρύξ Γαλά‐ της.] Τὸ ἐθνικὸν δεῖ ἀκριβῶς εἰδέναι πόθεν. Γίνεται τετραχῶς, ἀπὸ γένους, ἀπὸ χώρας, ἀπὸ πόλεως, ἀπὸ βασιλέως· ἀπὸ γένους μέν, | |
25 | ὡς Ἕλλην καὶ βάρβαρος, ἀπὸ δὲ χώρας, ὡς Θεσσαλός, ἀπὸ δὲ πόλεως, ὡς Φθιώτης, ἀπὸ δὲ βασιλέως, ὡς Ἀχαιός καὶ Δαναός. Τοῦτο οὖν ἐστι τὸ ἔθνους δηλωτικόν, ὡς καὶ αὐτὸς παρέθετο, ὁ Φρύξ Γαλάτης, ὡς ἐν εἰσαγωγῇ. Ἐρωτηματικὸν δέ ἐστιν, ὃ καὶ πευστικὸν καλεῖται, τὸ | |
30 | κατ’ ἐρώτησιν λεγόμενον, οἷον τίς ποῖος πόσος πηλίκος.] Διαφέ‐ ρει τὸ ἐρωτηματικὸν τοῦ πευστικοῦ τῇδε, καθὸ τὸ μὲν ἐρωτηματικὸν σύν‐ τομον ἔχει καὶ συμβολικὴν τὴν ἀπόκρισιν· ἐὰν γὰρ ἐρωτήσῃς τινά, ἢ τὸ ναί λέγει ἢ τὸ οὔ, ἅπερ ἐστὶ συμβολικά· τὸ δὲ πευστικὸν μακρηγορίας δεῖ‐ | |
ται καὶ διὰ πολλῶν ἀπολογίας, ὡς καὶ παρὰ τῷ Μενάνδρῳ εὑρίσκομεν | 238 | |
239 | 〈fr. 869 K〉 πυθοῦ παρ’ αὐτῆς διὰ τίν’ αἰτίαν, ἀντὶ τοῦ «ἐρωτήσας ἄκουσον»· ἥδε 〈δὲ〉 διὰ πολλῶν ἀπόδοσις ἦν καὶ οὐ συμβολική, ὥσπερ ἡ τοῦ ἐρωτηματικοῦ. Οὕτως καὶ ὁ τεχνικὸς παρατίθεται τὸ τίς ποῖος πόσος 〈πηλίκοσ〉· ταῦτα γὰρ ὀνόματά ἐστιν ἐρωτήσεις σημαίνοντα. | |
5 | Ἰστέον δὲ ὅτι τοῦ μὲν πευστικοῦ ἐννέα λέξεις μόναι εἰσίν, τέσσαρα ὀνόματα, τίς ποῖος πόσος πηλίκος, πέντε δὲ ἐπιρρήματα, πῇ ποῦ πότε πηνίκα πῶς· ἐρωτηματικαὶ δὲ σχεδὸν εἰπεῖν πᾶσαι αἱ λέξεις· δύναται γὰρ πᾶσα λέξις εἶναι ἐρωτηματική, τῆς φωνῆς καὶ τῆς ὑποκρίσεως μόνον καθελκομένης. Καὶ ὅτι τῷ μὲν ἐρωτηματικῷ ἢ τὸ ναί ἢ τὸ οὔ πάντως | |
10 | προσυπακούεται, τῷ δὲ πευστικῷ οὐκέτι, ἀλλὰ ἢ οὐσία ἢ ποιότης ἤ τι τοιοῦτον. —Τὸ δὲ τίς μόριον ὅταν μὲν ὀξυτονῆται, τότε ἐρωτημα‐ τικόν ἐστιν, ἐὰν δὲ ἐγκλίνηται, ἔσται ἀόριστον ἢ ἀποφαντικόν, καὶ ἀρσε‐ νικοῦ καὶ θηλυκοῦ κοινόν. Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Στεφάνου. —Διαφέρει πευστικὸν | |
15 | ἐρωτηματικοῦ· τῷ γὰρ ἐρωτηματικῷ ἀποχρήσει τὸ ναί ἢ τὸ οὔ, καὶ ἀνάνευσις ἢ ἐπίνευσις, τῷ δὲ 〈πευστικῷ〉 πάντως ἀποκρίσεως δεῖ· καὶ ἡ μὲν ἐρώτησις ἐπὶ παντὸς μέρους λόγου 〈γίνεται〉, ἡ δὲ πεῦσις ἐπ’ ὀνομάτων ἢ ἐπιρρημάτων. Ἐρωτῶμεν δὲ μαθεῖν ἐθέλοντες διὰ τοῦ τίς οὐσίαν, [ἄνθρωπος ἢ λέων]· τῷ δὲ ποῖος [καὶ πότερος] | |
20 | πᾶν ἐπίθετον ἐπαχθήσεται, πλὴν τῶν ἐπὶ σωματικοῦ μεγέθους· «ποῖος Στέφανος; ὁ ἰατρός· ποῖος πύκτης; ὁ ταχύς, ὁ λευκός, ὁ μέγας»· τῷ δὲ πόσος τὸ πολύς ἢ μικρός· τοῦτο δὲ καὶ ἐπὶ μεγέθους τάττεται, «πόσος ὄχλος; πόσος στρατός»· τῷ πηλίκος τὰ ἐπὶ μεγέθους, μέγας βρα‐ χύς παχύς λεπτός· τῷ δὲ πόστος τὰ ἀριθμητικά, δεύτερος τρίτος· τῷ | |
25 | ποδαπός τὰ ἐθνικά, Ῥόδιος Θρᾷξ, ἔσθ’ ὅτε 〈δὲ〉 καὶ τὰ τῆς ποιότητος, λευκός ξανθός· Σοφοκλῆς οὖν ἐν Ὀδυσσεῖ Ἀκανθοπλῆγι τῷ ποδαπός ἀντὶ τοῦ ποῖος χρησάμενος ἀκυρολογεῖ, 〈fr. 415 N2〉 ποδαπὸν τὸ δῶρον ἀμφὶ φαιδίμοις ἔχων Ὤμοις; —Τὰ δὲ ὑπὲρ μίαν συλλαβὴν ἐρωτηματικὰ καταβιβάζοντα τὸν τόνον ἀόριστα γίνεται, οἷον ποιός ποσός | |
30 | πηλικός· ἀποβάλλοντα δὲ τὸ κατ’ ἀρχὴν σύμφωνον ἀναφορικὰ γίνεται, οἷον πόσος ὅσος, ποῖος οἷος, πηλίκος ἡλίκος, ἃ προσλαμβάνοντα τὸ τ ἀνταποδοτικὰ γίνεται, τόσος τοῖος τηλίκος· ταῦτα δὲ τὰ διὰ τοῦ τ καὶ | |
παράγεται διὰ τοῦ ουτος, τοιοῦτος τοσοῦτος τηλικοῦτος—ἔστι δὲ ἡ | 239 | |
240 | παραγωγὴ κατὰ γένος, κατὰ πτῶσιν, κατὰ ἀριθμόν—καὶ ἐπεκτείνεται διὰ τοῦ δε, τοιόσδε τοσόσδε τηλικόσδε. —Τὸ τίς ἐρωτηματικόν ἐστι καὶ ἀόριστον, «〈τίς ἦλθε;〉 ἦλθέ τις»· δύο οὖν τόνων ἐστὶ δεκτικόν, ἀλλ’ ἐπεὶ μονοσύλλαβος βραχεῖα λέξις οὐ δύναται δύο τόνους λαβεῖν, ἕνα λαμβάνει | |
5 | τὸν ὀξὺν ἀεί, ἐν δὲ ταῖς πλαγίαις δείκνυται τὸ διάφορον διὰ τῆς ποσότητος τῆς ἐπιδεκτικῆς ἑκατέρου τόνου, 〈τίνοσ〉 τινός, 〈τίνι〉 τινί, 〈τίνα〉 τινά· τὸ ποδαπός ἕνα τόνον ἔχει τὸν ὀξὺν ἐπ’ ἐρωτήσεως, ἐπεὶ ὁ χαρακτὴρ ὁ διὰ τοῦ δαπος τοιοῦτος ἦν, ἀλλοδαπός ἡμεδαπός παντοδαπός. — Ἔτι τὰ ἐρωτηματικὰ ἄπειρά εἰσιν, ἑκάστη γὰρ λέξις δύναται προφέρε‐ | |
10 | σθαι ἐρωτηματικῶς· τὰ δὲ πευστικὰ ὑπὸ ἀριθμὸν ἀνάγονται· ἓξ γάρ εἰσιν ἐν τοῖς ὀνόμασιν, οἷον τίς ποῖος πόσος πηλίκος πόστος ποδαπός, καὶ τρία κατὰ τὸ σημαινόμενον ἐν τοῖς ἐπιρρήμασιν· ἢ γὰρ πράξεώς εἰσι ζητητικά, οἷον 〈γ 248〉 πῶς ἔθαν’ Ἀτρείδης; ἢ τόπου, οἷον 〈Κ 406〉 ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα; ἢ χρόνου, οἷον 〈δ 642〉 | |
15 | πότ’ 〈ᾤχετο〉· Πρόσκειται «κατὰ τὸ σημαινόμενον», ἐπειδὴ κατὰ φωνὴν πλείονά εἰσιν, οἷον πῇ ποῖ πηνίκα πότε ποῦ πόθεν πῶς. Ἀόριστον δέ ἐστι τὸ τῷ ἐρωτηματικῷ ἐναντίως λεγόμενον, οἷον ὅστις ὁποῖος ὁπόσος ὁπηλίκος.] Ἀόριστόν ἐστιν ὃ μὴ ὁρίζει, τὸ γὰρ α στερητικόν ἐστι· τὸ δὲ ἐρωτηματικὸν καὶ γνωστὸν καὶ ὡρι‐ | |
20 | σμένον· ἐναντίον οὖν τί ἐστι τοῦτο τῷ ἐρωτηματικῷ. Ἔχει δὲ τὴν γέ‐ νεσιν τὸ ἀόριστον ἀπὸ τοῦ ἐρωτηματικοῦ· πᾶν γὰρ ἐρωτηματικὸν ὄνομα ἔξωθεν προσλαβὸν πλεονασμόν τινα γίνεται ἀόριστον· προσλαβόντα γὰρ τὰ ἐρωτηματικὰ ἔξωθεν τὸ ο ἀόριστον ἐπαγγέλλεται, πῶς ὅπως, πῇ ὅπῃ. Καὶ συντείνει εἰς δύο μέρη λόγου, εἴς τε ἐπίρρημα καὶ ὄνομα· ἐρώτησις | |
25 | γὰρ οὐ γίνεται εἰ μὴ δι’ ὀνόματος καὶ ἐπιρρήματος. Ἀναφορικὸν δέ ἐστιν, ὃ καὶ ὁμοιωματικὸν καὶ δεικτικὸν καὶ ἀνταποδοτικὸν καλεῖται, τὸ ὁμοίωσιν σημαῖνον, οἷον τοι‐ οῦτος τοσοῦτος τηλικοῦτος.] Ἀναφορά ἐστιν ἀνάμνησις προεγνω‐ σμένου προσώπου καὶ ἀπόντος τινὸς γνῶσις καὶ ἀναπόλησις. Τοῖς | |
30 | δ’ ἄλλοις ὀνόμασιν οὕτως ὠνόμασται, ἐπειδὴ ταύτῃ τῇ φωνῇ χρώμεθα καὶ ὁμοιοῦντες, ὅτι οὗτος ὅμοιος τῷδε τῷ μὴ παρόντι, † καὶ ἀνταποδι‐ δόντες, ὡς ἄν τις εἴποι «τοιοῦτός ἐστιν ἀνδρεῖος οἷός ποτε ὁ Ἀχιλλεύς». Περιληπτικὸν δέ ἐστι τὸ τῷ ἑνικῷ ἀριθμῷ πλῆθος σημαῖ‐ νον, οἷον δῆμος χορός ὄχλος.] Περιληπτικὸν ὄνομα λέγεται, ὅταν | |
35 | ὁ μὲν χαρακτὴρ ἑνικὸς ᾖ, ἐμφαίνηται δὲ διὰ τοῦ σημαινομένου πολύ τι | |
πλῆθος, οἷον στρατός χορός. Εἴρηται δὲ περιληπτικὸν παρὰ τὸ περιέ‐ | 240 | |
241 | χειν τὰ ἐξ αὐτοῦ σημαινόμενα, οἷον, ὡς ὁ τεχνικός φησι, δῆμος χορός ὄχλος· ταῦτα γὰρ ἑνικὸν μὲν ἔχει τὸν τύπον, εἰς ος γὰρ λήγει, τὸ δὲ ἐξ αὐτῶν σημαινόμενον πλῆθός ἐστιν· οὔτε γὰρ ἂν δῆμος οὔτε χορὸς οὔτε ὄχλος ἐξ ἑνὸς προσώπου συσταίη. Ἐντεῦθεν οὖν καὶ οἱ ποιηταὶ | |
5 | εἰδότες τὴν δύναμιν τῆς λέξεως πολλάκις πρὸς τὸ σημαινόμενον ὑπαν‐ τῶσι καὶ ῥήματα πληθυντικοῦ ἀριθμοῦ ἐπάγουσιν, οἷον 〈Υ 166〉 ἀγρό‐ μενοι πᾶς δῆμος καὶ 〈Ο 305〉 ἡ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπο‐ νέοντο. Ἐπιμεριζόμενον δέ ἐστι τὸ ἐκ δύο 〈ἢ〉 καὶ πλειόνων ἐπὶ | |
10 | ἓν ἔχον τὴν ἀναφοράν, οἷον ἑκάτερος ἕκαστος.] Ἐπιμεριζόμενόν ἐστιν ὃ ποιεῖται ἀπὸ πλήθους προσώπων ἐξαναρίθμησιν· εἴρηται δὲ ἐπι‐ μεριζόμενον, ὅτι ἀπομερίζει ἀπὸ τοῦ πλήθους τὸ καταληπτόν, ὡς τὸ ἕκαστος καὶ τὸ ἑκάτερος· λέγοιτο μέν γε τὸ ἕκαστος ἐπὶ πλήθους, τὸ δὲ ἑκάτερος ἐπὶ μόνου δυϊκοῦ. | |
15 | Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Τὸ μὲν ἑκάτερος ἐκ δύο ἐπὶ ἓν ἔχει τὴν ἀναφοράν, οἷον ὡς ὅταν εἴπω «ἑκάτερος τῶν φίλων γνήσιός ἐστιν»· οὗτοι γὰρ ἐπὶ ἓν ἔχουσι τὴν ἀναφοράν, λέγω δὴ τὴν γνησιότητα· καὶ πάλιν τὸ ἕκαστος 〈ἐκ πολλῶν ἐπὶ ἓν ἔχει τὴν ἀναφοράν, οἷον ὡς ὅταν εἴπω «ἕκαστοσ〉 τῶν φίλων ἐλεύθερός ἐστιν»· οὗτοι γὰρ ἐπὶ ἓν ἔχουσι | |
20 | τὴν ἀναφοράν, λέγω δὴ τὴν ἐλευθερίαν. Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Τὸ ἐπιμεριζόμενον διὰ τὸ ἐκ τῆς κατὰ μέρος διαιρέσεως ὡς ἐπὶ τὸ πᾶν χωρεῖν καὶ [ὥσπερ] τὴν αὐτὴν ἔννοιαν δοκεῖ πως ἔχειν τῷ περιληπτικῷ [τὸ ἐπιμεριζόμενον], εἴ γε ἑκάτερον αὐτῶν ἐπὶ τὸ πάντας δηλοῦν ἀναφέρεται· ἡ δὲ διαφορά ἐστιν αὕτη, | |
25 | ὅτι τὸ μὲν ἐκ τοῦ καθ’ ἕκαστον ἐπιμερισμοῦ τὴν πρὸς πάντας ἔμφασιν ἔχει, τὸ δὲ οὐκ ἐξ ἐπιμερισμοῦ τὴν πρὸς πάντας ἔμφασιν ἔχει, [τὸ δὲ] ἀλλ’ αὐτὸ μόνον τὴν περίληψιν σημαίνει [τὸ περιληπτικόν]. 〈Stephani.〉 —Περιεκτικὸν δέ ἐστι τὸ ἐμφαῖνον ἐν ἑαυτῷ τι περιεχόμενον, οἷον δαφνών παρθενών.] Τοῦ περιεκτικοῦ ἡ | |
30 | φωνὴ γίνεται ἀπὸ τοῦ περιεχομένου, οἷον εἰπεῖν παρθενὼν ὁ παρθέ‐ νους ἔχων καὶ φοινικὼν ὁ φοίνικας ἔχων. Δόξειε δ’ ἄν τισι τὸ περι‐ ληπτικὸν ἑνικῇ φωνῇ πλῆθος περιέχον, ὅπερ καὶ τὸ περιεκτικὸν ἐπαγ‐ γέλλεται, ὅμοιον εἶναι τῷ περιεκτικῷ. Ἀλλὰ ῥητέον ὅτι ἔστι τις δια‐ | |
φορὰ ἐν μέσῳ· τὸ μὲν γὰρ περιεκτικὸν ἐν αὑτῷ τὴν σύστασιν ἔχει καὶ | 241 | |
242 | τοῦ περιέχοντος καὶ τοῦ περιεχομένου, κἂν διαλυθῇ τὸ περιεχόμενον, ἔτι συνίσταται τὸ περιεκτικόν· τὸ μέντοι περιληπτικὸν οὐκ ἄλλο τι ση‐ μαίνει αὐτὸ τὸ περιέχον καὶ ἄλλο αὐτὸ τὸ περιεχόμενον· οἷον εἰπεῖν ἐπὶ τοῦ περιεκτικοῦ, παρθενὼν τόπος παρθένων καὶ δαφνὼν ὁμοίως | |
5 | 〈τόπος δαφνῶν〉· καὶ εἰ ἀφέλοις τὰ περιεχόμενα, οὐκ ἀπώλετο τὸ πε‐ ριεκτικόν, ἐπειδὴ τόπος ἐστίν· εἰ μή τις εἴποι, ἀλλ’ οὐκ ἔστι τοιόσδε τόπος. Ἐπὶ δὲ τοῦ περιληπτικοῦ οὐκέτι· ὁ γὰρ χορὸς οὐκ ἔστι σύστημα ἢ τόπος χορῶν, οὐδὲ δῆμος ἀπὸ δήμων, ἀλλ’ ἀπὸ ἀνδρῶν. Πεποιημένον δέ ἐστι τὸ παρὰ τὰς τῶν ἤχων ἰδιότητας μι‐ | |
10 | μητικῶς εἰρημένον, οἷον φλοῖσβος ῥοῖζος ὀρυγμαδός.] Πεποιη‐ μένον ὄνομά ἐστιν, ὅταν κατὰ μίμησιν ἤχου τινὸς καὶ τῆς ποιότητος τοῦ ὑποκειμένου πράγματος προενεχθῇ, ὥσπερ τὸ φλοῖσβος κάρκαιρος δοῦπος ἄραβος κόναβος· καὶ φλοῖσβος κατὰ μίμησιν εἴρηται τῶν κυμά‐ των, ἐν τῷ προσβράττεσθαι γὰρ τὴν θάλασσαν τοιαύτην ποιότητα φαί‐ | |
15 | νονται τὰ κύματα ποιοῦντα· καὶ πάλιν τὸ ὀρυγμαδὸς ἦχός ἐστι πολλοῦ πλήθους ἀνθρώπων ἐπιρρεόντων· ὁ δὲ ῥοῖζος πάλιν ἦχός ἐστι τοῦ βέ‐ λους διιπταμένου καὶ διατέμνοντος τὸν ἀέρα καὶ τὴν τοιαύτην ποιότητα ἀποτελοῦντος. Γίνεται δὲ καὶ ἐν ἄλλοις μέρεσι λόγου κατὰ μίμησιν φωνῆς, ὡς τὸ 〈Δ 125〉 λίγξε βιός καὶ 〈ι 394〉 ὣς τοῦ σίζ’ ὀφθαλ‐ | |
20 | μός· ἀλλ’ ἐν μὲν ἐκείνοις λέγεται ὁ τρόπος ὀνοματοποιία, ἐνταῦθα δὲ πεποιημένον ὄνομα. Γενικὸν δέ ἐστι τὸ δυνάμενον εἰς πολλὰ εἴδη διαιρεθῆναι, οἷον ζῷον φυτόν.] Γενικόν ἐστιν ᾧ περιέχεται καὶ περιείληπται πολλὰ καὶ ἀνόμοια εἴδη· ἐν μὲν γὰρ τῷ ζῴῳ πολλὰ ἔστιν εἴδη, ἄνθρωπος | |
25 | ἵππος βοῦς, ἐν δὲ τῷ φυτῷ ἄμπελος δρῦς ἐλαία καὶ πάντα τὰ φυό‐ μενα· φυτὸν γὰρ τὸ γένος, καὶ πᾶν φυόμενον ὑπὸ τοῦτο ἀνάγεται. Εἰδικὸν 〈δέ〉 ἐστι τὸ ἐκ τοῦ γένους διαιρεθέν, οἷον βοῦς ἵππος ἄμπελος ἐλαία.] Εἰδικόν ἐστιν ᾧ οὐ περιέχεται οὐδὲ περιεί‐ ληπται πολλὰ καὶ ἀνόμοια εἴδη, ἀλλ’ ἕν τι τῶν προειρημένων δηλοῦται, | |
30 | οἷον ἵππος ἄμπελος· ὁ μὲν γὰρ ἵππος ζῴου εἶδος, ἡ δὲ ἄμπελος φυτοῦ. Τακτικὸν δέ ἐστι τὸ τάξιν δηλοῦν, οἷον πρῶτος δεύτερος τρίτος.] Τοῦτο σύγκρισιν οὐκ ἀναδέχεται· εἰ δέ που εὕροιμεν, μόνῃ τῇ φωνῇ λέγομεν ἀναδέχεσθαι τὴν παραγωγήν, ὥσπερ τὸ πρώτιστος δεύτατος· τάξιν δὲ μόνον δηλοῖ, ὡς τὸ πρῶτος καὶ τὸ δεύτερος. | |
35 | Ἀριθμητικὸν δέ ἐστι τὸ ἀριθμὸν σημαῖνον, οἷον εἷς δύο | 242 |
243 | τρεῖς.] Ἀριθμητικόν ἐστιν ὃ διάκρισιν ποιεῖται τοῦ ἀριθμοῦ· καὶ δοκεῖ μὲν ταὐτὸν εἶναι τῷ τακτικῷ, ἐπειδὴ κἀκεῖνο τρόπον τινὰ ὡς ἀρίθμησιν ποιεῖται. Ἀλλά φαμεν ὅτι διαφέρει τούτῳ, καθὸ τὸ μὲν τάξιν μόνον ἐπαγγέλλεται, περὶ ἀριθμοῦ μηδένα ποιούμενον λόγον, τὸ δὲ ἀριθμητι‐ | |
5 | κὸν τὸ ἐναντίον· τὴν ἐξαρίθμησιν γὰρ ποιεῖται, τῆς τάξεως λόγον μὴ ποιούμενον, ὡς καὶ ὁ τεχνικὸς λέγει· εἷς δύο τρεῖς ἀριθμοῦντες λέγομεν μόνον, τὸ δὲ πρῶτος δεύτερος τρίτος κατατάσσοντες. Ἀπολελυμένον 〈δέ〉 ἐστιν ὃ καθ’ αὑτὸ νοεῖται, οἷον θεός λόγος.] Ἀπολελυμένον ἐστὶν ὃ δύναται καθ’ ἑαυτὸ θεωρεῖσθαι, οἷον | |
10 | λόγος [ὥσπερ τὸ ἀπόλυτον]· τοῦτο 〈γὰρ〉 πρὸς ἕτερον οὐ ποιεῖται τὴν σχέσιν, τουτέστι τὴν ἐξάρτησιν· πάντα γὰρ τὰ εἴδη τὰ ὑποπεπτωκότα πρός τι καὶ κατὰ συζυγίαν εἴρηται, τοῦτο δὲ μοναδικόν. Διὸ καὶ ὁ τεχνικὸς ἀπολελυμένον αὐτὸ ἐκάλεσε, δηλονότι τῆς πρὸς ἕτερον σχέσεως· καὶ γὰρ ἀπολελυμένον ἐστὶν ὃ μὴ μεθ’ ἑτέρου νοεῖται, [ὥσπερ τὸ πρω‐ | |
15 | τότυπον,] ἔννοιαν δέ τινα ἔχον τοῦ ἀφ’ ἑτέρου γεγονέναι, οἷον λόγος ἀπὸ τοῦ λέγειν, καὶ ἀήρ ἀπὸ τοῦ ἄειν, ὅ ἐστι πνέειν· ὑποτάσσουσι δὲ τῷ πρωτοτύπῳ τὸ ἀπόλυτον. Τοῦ δὲ ὀνόματος διαθέσεις εἰσὶ δύο, ἐνέργεια καὶ πάθος· ἐνέργεια μέν, ὡς κριτής ὁ κρίνων, πάθος δέ, ὡς κριτός ὁ κρι‐ | |
20 | νόμενος.] Γνωστέον ὅτι τὸ ὄνομα διαθέσεις οὐκ ἔχει· ἡ γὰρ οὐσία καθ’ αὑτὴν οὖσα ἀπαθής ἐστι, τὰ δὲ πάθη ἐκ τοῦ ἐπισυμβαίνοντος τῇ οὐσίᾳ, τουτέστι τοῦ ῥήματος. Πῶς οὖν εἶπεν ὁ τεχνικὸς τοῦ ὀνόματος διαθέσεις; Ἐροῦμεν ὅτι πολλάκις εἰσὶ ῥηματικὰ ὀνόματα, ἔχοντα τὴν διάθεσιν ἀπὸ τῆς ἐννοίας, καί, ὡς ἀλλαχοῦ εἰρήκαμεν, ὅτι τὰ ῥήματα, | |
25 | τουτέστι τὰ πράγματα, ἀποτελοῦμεν ἄνθρωποι ἢ ὡς πάσχοντες ἢ ὡς ἐνεργοῦντες. Διὰ τοῦτο καὶ ὁ τεχνικὸς τοῦτο εἶπεν, ὥστε νοεῖν ἡμᾶς τὸ μὲν πάθος τοῦ ῥήματος, τὸν δὲ τύπον τῆς φωνῆς τοῦ ὀνόματος· κριτής μὲν γὰρ ἀπὸ τοῦ κρίνω, ἀπὸ δὲ τοῦ κρίνομαι κριτός ἤγουν κατάκριτος. | |
30 | Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Εἰ ἄρα καὶ τὰ ὀνόματα ἔχουσι διαθέσεις, διὰ τί οὐ λέξομεν ἓξ παρέπεσθαι τῷ ὀνόματι, οἷον γένη εἴδη σχήματα ἀριθμοὺς πτώσεις διαθέσεις; Καί φαμεν ὅτι διὰ τοῦτο τὰς διαθέσεις οὐ | |
συναριθμοῦμεν τοῖς παρεπομένοις τῷ ὀνόματι, ἐπειδὴ οὐ πάντα τὰ ὀνό‐ | 243 | |
244 | ματα σημαίνει ἐνέργειαν καὶ πάθος· ἰδοὺ γὰρ τὸ Αἴας καὶ τὸ Πηλεύς καὶ τὸ λᾶας καὶ τὸ δρῦς καὶ τὸ σοφός οὔτε ἐνέργειαν οὔτε πάθος δη‐ λοῦσιν. | |
4t | § 13 (15b). | |
5t | Περὶ ῥήματος. | |
5 | 〈Stephani.〉 —Τὸ ῥῆμα ἀναγκαίως μετὰ τὸ ὄνομα κατετάγη· τῇ φύσει μὲν γὰρ πρωτεύει, διὰ δὲ τὸ δίχα τῆς οὐσίας μὴ φαίνεσθαι συγ‐ κεχωρήκαμεν τὸ ὄνομα προτάττεσθαι. Εἴρηται δὲ ῥῆμα παρὰ τὴν ῥύσιν τὴν εἰς τοὺς χρόνους· μεταπηδᾷ γὰρ ἐπὶ τοὺς χρόνους πάντας καὶ τὰ πρόσωπα, μικρόν τι τῆς φωνῆς παρατρέψαν, δίκην ὕδατος. | |
10 | Ῥῆμά ἐστι λέξις ἄπτωτος ἐπιδεκτικὴ χρόνων καὶ προσώ‐ πων καὶ ἀριθμῶν, ἐνέργειαν ἢ πάθος παριστῶσα.] Μὴ ταραττέτω σε τὸ διάφορον τῆς λέξεως, εἰ ποτὲ μὲν μέρη λόγου καλεῖ, ποτὲ δὲ λέξεις· εἴρηται δὲ λέξις παρὰ τὸ λέγειν καὶ ἐξ αὐτοῦ σημαίνεσθαι, ἴδιον γὰρ τῶν μερῶν τοῦ λόγου τὸ λέξεις εἶναι καὶ σημαινόμενον ἔχειν· καὶ | |
15 | εἴ ποτε εἴπῃ λέξιν καί 〈ποτε〉 μέρος λόγου, οὐ ξενοφωνεῖ· ταὐτὸν γὰρ μέρος λόγου καὶ λέξις, καὶ εἴ τι λέξις, τοῦτο καὶ μέρος λόγου, διαλλή‐ λως τῆς λέξεως νοουμένης. «Ἄπτωτος» δὲ εἶπεν, ἵνα διαστείλῃ ἀπὸ τῶν πτωτικῶν. Εἰδὼς δὲ ὁ τεχνικός, ὅτι εἰπὼν «ἐπιδεκτικὴ χρόνων» κατὰ τοῦτο καὶ ἑτέροις συνέπιπτεν—ἔστι γὰρ καὶ ἐπιρρήματα χρο‐ | |
20 | νικά—τέταχε καὶ τὸ «προσώπων»· ἐπειδὴ δὲ καὶ κατὰ τοῦτο κοινω‐ νεῖ τῇ ἀντωνυμίᾳ, εἶπε «καὶ ἀριθμῶν»· ἐπειδὴ δὲ καὶ κατὰ τοῦτο συνέ‐ πιπτεν ἑτέροις, ἀναγκαίως τὸ μόνῳ τῷ ῥήματι ἑπόμενον προσέθηκε, λέγων «ἐνέργειαν ἢ πάθος παριστῶσα»· τοῦτο γὰρ καὶ μόνον ἴδιόν ἐστι τοῦ ῥήματος. Ὃν τρόπον γὰρ ἀναπτύσσοντες τοῦ ὀνόματος τὸν ὅρον | |
25 | τὸ κεφαλαιωδέστατον καὶ μόνον 〈ἰδίωσ〉 παρεπόμενον διεσαφηνίσαμεν, λέγοντες εἶναι σώματος καὶ πράγματος διακριτικόν, οὕτω καὶ ἐνταῦθα τὰ πολλὰ τοῦ ὅρου παραπεμψάμενοι μόνον ἐροῦμεν τὸ ἰδιαζόντως ὑπὸ ῥῆμα ἀναγόμενον. Παρέπεται δὲ τῷ ῥήματι ὀκτώ, ἐγκλίσεις, διαθέσεις, εἴδη, | |
30 | σχήματα, ἀριθμοί, πρόσωπα, χρόνοι καὶ συζυγίαι.] Ἐνταῦθα δὲ πειρᾶται διεξιέναι τὰ παρεπόμενα τῷ ῥήματι, εἶτα ἐφεξῆς ἕκαστον αὐ‐ | |
τῶν σαφηνίζει. | 244 | |
245 | Ἐγκλίσεις μὲν οὖν εἰσι πέντε, ὁριστική, προστακτική, εὐ‐ κτική, ὑποτακτική, ἀπαρέμφατος.] Πέντε φησὶν εἶναι τὰς ἐγκλί‐ σεις. Ἔγκλισις δέ ἐστι 〈σχῆμα φωνῆς ποιὰν κίνησιν τῆσ〉 ψυχῆς ἀνα‐ φαῖνον ἐπί τι τρεπομένης· προσκλίνεται δὲ ἡ ψυχὴ ἢ ὡς ὁριζομένη τὰ | |
5 | παρ’ αὐτῆς δρώμενα, ὡς ὅταν εἴπῃ «τύπτω», ἢ ὡς προστάττουσα, ὡς ὅταν εἴπῃ «τύπτε», ἢ ὡς εὐχομένη, ὡς ὅταν εἴπῃ «τύπτοιμι», ἢ ὡς διστάζουσα, ὡς ὅταν εἴπῃ «ἐὰν τύπτω», ἢ ὡς οὐδὲν τούτων δηλοῦσα, μόνον δὲ τὸ ὄνομα τοῦ πράγματος προβαλλομένη, ὡς ὅταν εἴπῃ «τύ‐ πτειν». | |
10 | Ἀκριβολογεῖται οὖν ὁ τεχνικὸς καὶ λέγει ἐγκλίσεις εἶναι πέντε· ἢ γὰρ ὁριζόμεθα, καὶ καλεῖται ἡ ἔγκλισις ὁριστική, οἷον λέγω τύπτω, ἢ προστάττομεν, καὶ καλεῖται ἡ ἔγκλισις προστακτική, οἷον λέγε τύπτε, ἢ εὐχόμεθα, καὶ καλεῖται ἡ ἔγκλισις εὐκτική, οἷον λέγοιμι τύπτοιμι, ἢ δι‐ στάζομεν, καὶ καλεῖται ἡ ἔγκλισις διστακτική, οἷον ἐὰν λέγω, ἐὰν τύπτω, | |
15 | «ἐὰν πλουτήσω δίδωμί σοι πέντε δραχμάς»· ἡ δὲ αὐτὴ λέγεται καὶ ὑπο‐ τακτική, ὅτι ὑποτάσσεται μορίοις τῷ ἵνα καὶ τῷ ὄφρα καὶ τῷ ὅπως· λέγεται δὲ καὶ αἰτιολογική, «ἵνα ἀναγνῷ Τρύφων ἐτιμήθη», καὶ ἀποτε‐ λεστική, «δὸς τὸ βιβλίον ἵνα ἀναγνῶ», καὶ ἐπηρμένη· μείζων γὰρ κατὰ τὴν φωνὴν τῆς ὁριστικῆς, ποιεῖς, ἐὰν ποιῇς. Ἡ δὲ ἀπαρέμφατος εἴ‐ | |
20 | ρηται, ὅτι οὐκ ἐμφαίνει ψυχικὴν διάθεσιν· ὅθεν οὐδὲ πρόσωπα ἔχει· ἡ γὰρ ψυχικὴ διάθεσις ἀπαιτεῖ καὶ πρόσωπα· ἐπεὶ δὲ πρόσωπα οὐκ ἔσχεν, οὐδὲ ἀριθμόν, περὶ γὰρ τὸ πρόσωπον καὶ ὁ ἀριθμός. Διαθέσεις δέ εἰσι τρεῖς, ἐνέργεια, πάθος, μεσότης· ἐνέρ‐ γεια μέν, οἷον τύπτω, πάθος δέ, οἷον τύπτομαι, μεσότης δὲ ἡ | |
25 | ποτὲ μὲν πάθος ποτὲ δὲ ἐνέργειαν παριστῶσα, οἷον πέπηγα διέφθορα ἐποιησάμην ἐγραψάμην.] Διάθεσίς ἐστι δίαιτα ψυχῆς καὶ διοίκησις· καὶ ἐν τῇ συνηθείᾳ γὰρ διαθεῖναι τὸ οἰκονομῆσαι καὶ διοι‐ κῆσαι. Δύο οὖν εἴρηκε τοῦ ῥήματος διαθέσεις ὑπάρχειν, τήν τε ἐνέρ‐ γειαν καὶ τὸ πάθος· ἢ γὰρ ἐνεργοῦντές τι ποιοῦμεν ἢ ὡς πάσχοντες 〈ἔχομεν〉· | |
30 | ἐπειδὴ δὲ κατὰ πάντα ἀκριβὴς οὖσα ἡ γραμματικὴ οὐδὲν ἀνεξέταστον ἐᾷ, ἀναγκαίως καὶ τρίτην τὴν μεσότητα κατηριθμήσατο, ἥτις ἑκατέραν τὴν διάθεσιν δηλοῖ τῇ φωνῇ· ἡ γὰρ τοῦ ἐγραψάμην φωνὴ δύναται ση‐ μαίνειν καὶ πάθος καὶ ἐνέργειαν, εἰ τὴν ἁρμόζουσαν σύνταξιν λάβοι· ἐὰν γὰρ εἴπῃς, ὅτι ἐγραψάμην σοι, δῆλον ὡς ἐνέργειαν δηλοῖ, ὡς ἐάν τις | |
35 | εἴπῃ «ἔτυψά σε», ἐὰν δὲ προσθήσω τὸ «ὑπὸ σοῦ», 〈γράφομαι ὑπὸ σοῦ,〉 | 245 |
246 | πάθος σημαίνει, ὡς τὸ «τύπτομαι ὑπὸ σοῦ». Ἐνεργητικὴ μὲν οὖν ἐστι διάθεσις, δι’ ἧς τὰ ἐνεργήματα δηλοῦται, οἷον τέμνω δαίρω· παθητικὴ δέ ἐστι, δι’ ἧς τὰ πάθη σημαίνεται, οἷον τέμνομαι δαίρομαι· οὐδετέρα δὲ ἡ μήτε ἐνέργειαν μήτε πάθος σημαίνουσα, οἷον ζῶ πλουτῶ δύναμαι βού‐ | |
5 | λομαι· μέση δὲ ἡ πῇ μὲν ἐνέργειαν πῇ δὲ πάθος δηλοῦσα †· τὸ γὰρ ἐποιη‐ σάμην δηλοῖ, ὅτι ἐμαυτῷ ἐποίησά τι, τὸ δὲ ἐποιήθη, ὅτι δι’ ἐμοῦ ἐποιήθη. Ἄλλως. —Διαθέσεις δὲ κατὰ τὴν ἀκρίβειαν πέντε εἰσίν, ἐνεργη‐ τική, παθητική, οὐδετέρα, μέση, ἐμπεριεκτική· ἐνεργητικὴ μέν, οἷον λέγω φέρω, ἐνέργειαν γὰρ σημαίνει· παθητικὴ δὲ ἡ τὴν ἐξ ἑτέρου εἰς αὐτὴν | |
10 | χωροῦσαν διάθεσιν ὁμολογοῦσα, οἷον γράφομαι τύπτομαι· οὐδετέρα δέ, ὡς τὰ τοιαῦτα, ζῶ πλουτῶ πυρέσσω· μέση δέ ἐστιν, ἧς ὁ τύπος καὶ ἐπὶ ἐνέργειαν καὶ ἐπὶ πάθος προάγεται, οἷον πέπηγα ἐγραψάμην· ἐμ‐ περιεκτικὴ δέ ἐστιν ἡ ἀμφοτέρων τῶν διαθέσεων ἐπιδεικτική, ὡς ἔχει τὸ «βιάζομαι ὑπὸ σοῦ» καὶ τὸ «πορεύομαι διὰ σέ». —Καὶ ἄλλως. — | |
15 | Παθητικόν ἐστι τὸ ἐναντίον τῷ ἐνεργητικῷ, δι’ οὗ πάθος τι ἢ πάθει ὅμοιον σημαίνεται, οἷον 〈Eurip. Alc. 1118; cfr Troad. 564〉 καράτο‐ μος ἡ Γοργόνη ἡ τὸ κάρα τεμνομένη, 〈Τ 25〉 χαλκότυπος ὠτειλὴ ἡ ὑπὸ χαλκοῦ τυπτομένη. Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Στεφάνου. —Θεῖναί ἐστι τὸ ποιῆσαι, | |
20 | ὡς τὸ 〈α 2〉 ἄλγε’ ἔθηκεν· ὅ ἐστι παρὰ τὸ θῶ, ἀφ’ οὗ θός καὶ θεός ὁ πάντων ποιητής· ὁ δὲ πλεονασμός, ἵνα μὴ μονοσύλλαβον ὄνομα βραχὺ ᾖ, οὐδὲ γὰρ ἔστιν ἕτερον ἢ τὸ τίς καὶ ἕν, δι’ ἀνάγκην, ὡς καὶ ἀπὸ τοῦ κλῶ κλός καὶ κύκλος διπλασιασμῷ· γίνεται δὲ θεός καὶ παρὰ τὸ ἑός, ὃ σημαίνει τὸν ἀγαθόν, ἑός καὶ θεός. Τὸ ἑπόμενον τοίνυν εἶπεν ὁ τεχνι‐ | |
25 | κὸς ἀπὸ τοῦ προηγουμένου, προηγεῖται γὰρ τὸ ποιεῖν τοῦ πάσχειν. Διάθεσις οὖν τὸ ποιῆσαι καὶ παθεῖν· ἡ μέση δὲ ἀμφότερα ταῦτα ἔχει. Τρεῖς δέ εἰσιν αἱ διαθέσεις, ἐπειδὴ καὶ τρία γένη ὀνομάτων, καὶ | |
πέντε ἐγκλίσεις, ἐπειδὴ καὶ πέντε πτώσεις. Ὡς οὖν ἐπὶ τῶν γενῶν τὸ | 246 | |
247 | οὐδέτερον οὐκ ἦν φύσει, ἀλλὰ πρὸς τῶν γραμματικῶν διὰ τὴν φωνὴν ἐπινενοημένον, οὕτω καὶ ἐπὶ τῶν ῥημάτων ἡ μὲν ἐνέργεια καὶ τὸ πάθος διάθεσις, ἡ δὲ μέση ἢ ἑκάτερον ἢ οὐδέτερον. Ἀναλογήσει οὖν ἄρρενι τὸ ἐνεργητικόν, θηλείᾳ δὲ τὸ παθητικόν· ἀρρένων γὰρ ἢ ἀνδρείως πως | |
5 | ἐχόντων τὸ δρᾶν, θηλειῶν δὲ ἢ θηλυδριωδῶς διακειμένων τὸ παθεῖν· ἡ δὲ μέση διάθεσις τοῖς οὐδετέροις εἰκασθήσεται, καὶ τοῖς μὲν ἀμφότερον ἐπιδεχομένοις γένος ὀνόμασι τὰ ἑκατέραν δηλοῦντα διάθεσιν ῥήματα, οἷον τῷ τέκος τὸ βιάζομαι, τοῖς δὲ μηδὲν τὸ μηδεμίαν διάθεσιν προ‐ σιέμενον, οἷον τῷ βέλος τὸ πλουτῶ. | |
10 | Λέγεται δὲ ἡ μὲν ἐνεργητικὴ πρὸς τῶν φιλοσόφων ὀρθή, ἡ δὲ πα‐ θητικὴ ὑπτία, ἐκ τῆς τῶν παλαιόντων μεταφορᾶς. Ἡ ἐνεργητικὴ δὲ πρώτη, ἐπεὶ παθητικόν ἐστι πρόσωπον τὸ ὁμολογοῦν τὴν εἰς αὐτὸ χω‐ ρήσασαν διάθεσιν. Εἴδη δὲ δύο, πρωτότυπον καὶ παράγωγον· πρωτότυπον | |
15 | μέν, οἷον ἄρδω, παράγωγον δέ, οἷον ἀρδεύω.] Καὶ τὸ ῥῆμα δὲ εἴδη ἔχει, ὡς καὶ τὸ ὄνομα· καὶ ἐκεῖσε περὶ τούτου ἱκανῶς εἴρηται. Σχήματα τρία, ἁπλοῦν, σύνθετον, παρασύνθετον· ἁπλοῦν μέν, οἷον φρονῶ, σύνθετον δέ, οἷον καταφρονῶ, παρασύνθε‐ τον δέ, οἷον ἀντιγονίζω φιλιππίζω.] —Στεφάνου. —Τὸ κατα‐ | |
20 | φρονῶ σύνθετον, τὸ δὲ εὐφρονῶ παρασύνθετον, φρήν εὔφρων εὔφρονος εὐφρονῶ παρασύνθετον, φρονῶ ἁπλοῦν· κατὰ δὲ Φιλόξενον αὐτόθεν ἁπλοῦν· φρῶ γάρ φησι ῥῆμα δηλωτικὸν τοῦ προϊέναι, παρ’ ὃ καὶ φρήν ἡ προϊεμένη ἤγουν προπέμπουσα τὰ νοήματα, καὶ φρέαρ ἀφ’ οὗ προΐε‐ ται τὸ ὕδωρ, καὶ ἀφρός τοῦ α ἐπίτασιν δηλοῦντος· τί γὰρ τούτου μᾶλ‐ | |
25 | λον εἰς τὸ ἄνω προΐεται; τὸ δὲ καταφρονῶ σύνθετον, αἱ γὰρ προθέσεις μετὰ τῶν ῥημάτων ἐν συνθέσει εἰσίν. Ἀριθμοὶ τρεῖς, ἑνικός, δυϊκός, πληθυντικός· ἑνικὸς μέν, οἷον τύπτω. δυϊκὸς δέ, οἷον τύπτετον, πληθυντικὸς δέ, οἷον τύπτομεν.] Καὶ περὶ τούτου εἴρηται. | |
30 | Πρόσωπα τρία, πρῶτον, δεύτερον, τρίτον· πρῶτον μὲν ἀφ’ οὗ ὁ λόγος, οἷον λέγω, δεύτερον δὲ πρὸς ὃν ὁ λόγος, οἷον λέγεις, τρίτον δὲ περὶ οὗ ὁ λόγος, οἷον λέγει.] Τὸ πρόσωπον οὐκ ἔστιν ἴδιον ῥήματος, ἀλλ’ ἀντωνυμίας· ἡ γὰρ ἀντωνυμία προσώπων | |
ὡρισμένων ἐστὶ παραστατικὴ ἢ διὰ δείξεως ἢ δι’ ἀναφορᾶς, ἐγώ σύ δεῖ‐ | 247 | |
248 | ξις, ἵ ἐκεῖνος αὐτός ἀναφορά· λέγω δὲ καὶ λέγεις ὥρισται, λέγει δὲ ἀόριστον, λείπει γὰρ τὸ τίς. Τοῦτο δὲ τῆς ἀντωνυμίας ἴδιον, ὅτι πᾶσα ἀντωνυμία τρία πρόσωπα ἔχει, οὐ πᾶν δὲ ῥῆμα, ὡς τὰ προστακτικά, πρῶτον γὰρ οὐκ ἔχει πρόσωπον. Πρόσωπον δέ ἐστιν ἡ τῶν ὑποκει‐ | |
5 | μένων διάστασις, ὡς ἡ Ὀππίου Μαξίμου διατριβή· ἢ οὕτως· πρόσω‐ πόν ἐστι τὸ μετειληφὸς τῆς τοῦ ῥήματος διαθέσεως. Πρῶτον δέ ἐστι πρόσωπον τὸ ὑπὲρ ἑαυτοῦ ἀποφαινόμενον ἢ μόνου ἢ καὶ σὺν ἄλλοις, λέγω λεγόμεθον 〈λεγόμεθα〉 λέγομεν· δεύτερόν ἐστι πρὸς ὃν ἡ ἀπότασις ὑπὲρ αὐ‐ τοῦ ἢ μόνου ἢ καὶ σὺν ἄλλοις, οἷον λέγεις λέγεσθον λέγεσθε λέγετε· | |
10 | τρίτον ἐστὶν ὃ μήτε ὑπὲρ ἑαυτοῦ ἀποφαίνεται μήτε πρὸς ὃν ὁ λόγος ἐστίν. Ἀπὸ δὲ 〈τοῦ〉 πρώτου προσώπου ἀρχόμεθα, ἐπειδὴ τὸ δεύτερον καὶ 〈τὸ〉 τρίτον ἐκ τοῦ πρώτου προφέρονται. Χρόνοι τρεῖς, ἐνεστώς, παρεληλυθώς, μέλλων.] Ἀνάγκη ἐστὶ τὸ ῥῆμα χρόνους ἔχειν· εἰ γὰρ τὸ ῥῆμα πρᾶγμά ἐστι, τὸ δὲ πρᾶγμα | |
15 | ἐνέργειαν ἢ πάθος ἐπαγγέλλεται, ἀνάγκη τὸ γινόμενον ἢ κατὰ πάθος ἢ κατ’ ἐνέργειαν καὶ χρόνους ἔχειν. Εἰσὶ δὲ τρεῖς, κατὰ δὲ τὸν ἀληθῆ λόγον δύο, ὅ τε παρεληλυθὼς καὶ ὁ μέλλων· τὸ γὰρ πραττόμενον ἢ πέπρακται ἢ μέλλει, οὐδέποτε δὲ ἐνίσταται· καὶ γὰρ οἱ φιλόσοφοι δύο ὁρίζονται· φασὶ γάρ, εἰ ὁ πόλος κινούμενος τὸν χρόνον ἀπεργάζεται, | |
20 | ἐν κινήσει δὲ οὗτος ἀεὶ καὶ ἐνίσταται οὐδέποτε, οὐκ ἔστιν ἄρα ἐνεστώς. Ἡ δὲ ἐκ τῆς γραμματικῆς ἀκριβεστάτη κρίσις ὁρίζεταί τινα ἀκαριαῖον χρόνον καὶ ὀνομάζει ἐνεστῶτα, ἵνα τὰς κλίσεις τὰς ῥηματικὰς ἀκολούθως δυνηθῇ μετὰ τῆς ἐχούσης ἀκριβείας παραδιδόναι· ὃν γὰρ τρόπον ἐπὶ τῶν ὀνομάτων ἀπὸ τοῦ ἑνικοῦ ἀριθμοῦ τὴν ἀρχὴν τῆς κλίσεως παρα‐ | |
25 | δίδωσι καὶ τῆς ὀρθῆς λεγομένης πτώσεως, οὕτω καὶ ἐπὶ τοῦ ῥήματος ἀπὸ τοῦ ἐνεστῶτος, φημὶ τοῦ ἐπινενοημένου, τὴν ἀρχὴν τῆς κινήσεως ποιεῖσθαι ἐπιχειρεῖ, ὡς τρεῖς γίνεσθαι χρόνους. | |
Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Στεφάνου. —Χρόνος ἐστὶ καιρῶν | 248 | |
249 | κύκλος ἤτοι ὡρισμένος ἢ ἀόριστος, ὡρισμένος μὲν ὡς ὁ ἐνεστώς, ἀόρι‐ στος δὲ ὡς ὁ παρῳχημένος· ἢ οὕτως· χρόνος ἐστὶν ἡ τῆς αἰωνίου ῥύ‐ σεως ἐπίνοια· τινὲς δὲ εἶπον ἡμερινὸν καὶ νυκτερινὸν φάντασμα. Οἱ φιλόσοφοι δὲ δύο ἴσασι μόνους, παρῳχημένον καὶ μέλλοντα· ἐνεστὼς | |
5 | γάρ, φασίν, οὐκ ἔστιν, ἐπεὶ ἀεὶ ὁ χρόνος ἐν κινήσει ἐστίν· εἰ γὰρ ὁ χρόνος ἐστὶ κίνησις οὐρανοῦ, ἄστατος δὲ ὁ οὐρανός, οὐκ ἔστιν ἐνεστώς. Εἰ δὲ χρόνον ὁρίζομεν διάστημα τῆς τοῦ κόσμου κινήσεως, ἐν ἀκαριαίῳ νοηθήσεται ὁ ἐνεστώς, περιέχων τὸν παρεληλυθότα καὶ τὸν μέλλοντα. Εἰ δέ τις ζητοίη, πῶς μὴ ἀπὸ παρῳχημένου ἀρχόμεθα, ὡς φύσει προ‐ | |
10 | τέρου ὄντος τοῦ ἐνεστῶτος, ἴστω ὡς ὁ ἐνεστὼς τὸ θέμα ἐστὶ τοῦ ῥή‐ ματος, ἀφ’ οὗ πᾶσαι αἱ κινήσεις· διὸ προετάγη· ἄλλως τε καὶ ὁ παρῳ‐ χημένος ἦν ποτε ἐνεστώς. Τούτων ὁ παρεληλυθὼς ἔχει διαφορὰς τέσσαρας, παρατα‐ τικόν, παρακείμενον, ὑπερσυντέλικον καὶ ἀόριστον.] Παρατα‐ | |
15 | τικός ἐστι καθ’ ὃν ὁ μὲν χρόνος παρῴχηται, τὸ δὲ ἔργον μετὰ παρα‐ τάσεως πέπρακται, οἷον ἔτυπτον ἔπειθον ἐπαίδευον· ὁ δὲ παρακείμενος νοεῖται ἀπὸ τοῦ παρακεῖσθαι καὶ ἐγγὺς εἶναι τοῦ ἐνεστῶτος τὴν πρᾶξιν αὐτοῦ· δηλοῖ γὰρ τὸ μὴ πρὸ πολλοῦ τοῦ χρόνου πεπρᾶχθαι τὸ πρᾶγμα, ἡ δὲ δύναμις αὐτοῦ † τῆς συντελείας θεωρεῖται· ὁ δὲ ἀόριστος οὐδὲν | |
20 | ὡρισμένου χρόνου ἐμφαίνει, ὡς οἱ ὑποκείμενοι, ἀλλὰ σὺν μὲν τῷ ἄρτι ταὐτὸν δύναται τῷ παρακειμένῳ, 〈οἷον τέτυπα〉—ἔτυψα ἄρτι, 〈σὺν〉 τῷ δὲ πάλαι ἴσον δύναται τῷ ὑπερσυντελίκῳ, οἷον ἐτετύπειν—〈ἔτυψα〉 πάλαι. Ὁ δὲ μέλλων παρὰ μὲν ἡμῖν 〈ἁπλῶσ〉 νοητέον, 〈οἷον〉 τύψω πείσω παιδεύσω· παρὰ δὲ τοῖς Ἀττικοῖς καὶ ἄλλως λέγεται μετ’ ἐννοίας | |
25 | καὶ προσηγορίας τοῦ μετ’ ὀλίγον, οἷον τετύψομαι πεπείσομαι 〈πε〉παι‐ δεύσομαι. Ἄξιον δὲ ζητῆσαι, τίνος ἕνεκα τὸν ἐνεστῶτα οὐ τέμνει οὔτε τὸν μέλλοντα. Λέγομεν ὅτι τὸν ἐνεστῶτα τεμεῖν οὐκ ἠδύνατο, ἐπείπερ αὐ‐ τῷ τὴν ἀρχὴν ἐκινδύνευε μηδὲ εἶναι, τὸν μέλλοντα δέ, ὅτι ἀγνοοῦντές | |
30 | ἐσμεν περὶ τοῦ μέλλοντος· πῶς οὖν ἐνδέχεται τὸν μηδέπω ἐπιστάντα ἢ γνωσθέντα καταμερίζεσθαι; ὥστε ὁμολογουμένως τὸν ἤδη ἡμῖν προ‐ γνωσθέντα μόνον διελεῖν ἠδυνήθη. Ὧν συγγένειαί εἰσι τρεῖς, ἐνεστῶτος πρὸς παρατατικόν, παρακειμένου πρὸς ὑπερσυντέλικον, ἀορίστου πρὸς μέλλοντα.] | |
35 | Τέσσαρά 〈φησι τοῦ παρεληλυθότοσ〉 εἶναι τμήματα, παρατατικόν, παρα‐ | 249 |
250 | κείμενον, ὑπερσυντέλικον, ἀόριστον. Πρὸς τούτοις δὲ καὶ συγγενείας αὐτοῖς περιτίθησι, λέγων τὸν ἐνεστῶτα συγγενῆ εἶναι τῷ παρατατικῷ καὶ τὸν παρακείμενον τῷ ὑπερσυντελίκῳ καὶ τὸν ἀόριστον τῷ μέλλοντι. Τούτων κατὰ δύο τρόπους ἔστι καταλαβεῖν ἡμᾶς τὴν ἀλήθειαν, κατὰ τὴν | |
5 | φωνὴν καὶ κατὰ τὸ σημαινόμενον· 〈καὶ〉 κατὰ μὲν φωνήν ἐστιν ὁ ἐνε‐ στὼς τῷ παρατατικῷ συγγενής, ὅτι μικρὸν τῆς φωνῆς παρατρέψας τοῦ ἐνεστῶτος καὶ προσθεὶς ἢ καὶ μὴ προσθεὶς ἀπεργάσῃ τὸν παρατατικόν· οἷον τύπτω· τὴν 〈γὰρ〉 τελευταίαν τρέψας εἰς ον καὶ προσθεὶς ἔξωθεν τὸ ε ἀποτελεῖς τὸν παρατατικόν· «ἢ μὴ προσθείς» εἶπον διὰ τὸ τοιοῦ‐ | |
10 | τον· ἠχῶ, καὶ μόνον τὸ τέλος εἰς ουν μετατρέψας εὑρήσεις τὸν παρα‐ τατικόν. Τῷ δὲ σημαινομένῳ πάλιν εἰσὶ συγγενεῖς οὕτως· ὁ ἐνεστὼς τὸ προσφάτως πραττόμενον ὑποφαίνει, ὁ δὲ παρατατικὸς τοῦ πράγμα‐ τος τὸ μὲν ἔχει ἤδη γεγονός, τὸ δὲ ἔτι γινόμενον, καὶ ἐν τῷ ἔτι γίνε‐ σθαι τῷ ἐνεστῶτι κοινωνεῖ. Συγγενὴς δὲ ὁ παρακείμενος τῷ ὑπερσυν‐ | |
15 | τελίκῳ· μικρὸν γὰρ παρατρέψας τοῦ τέλους καὶ προσθεὶς ἢ καὶ μὴ προ‐ σθεὶς [ὁμοίως] εὑρίσκεις τὸν ὑπερσυντέλικον. Ὁμοίως καὶ ὁ ἀόριστος τῷ μέλλοντι, κατὰ μὲν φωνήν, ὅτι τοῦ αὐτοῦ συμφώνου τὴν χορηγίαν ἔχουσιν· ἐὰν γὰρ ἔχῃ ὁ μέλλων τὸ ψ, καὶ ὁ ἀόριστος, εἰ δὲ ξ, κἀκεῖ‐ νος ὁμοίως· πάλιν κατὰ φυσικὸν λόγον, ὅτι ἀμφότεροι ἀόριστοί εἰσι· | |
20 | καὶ γὰρ εἰ εἴποις «ἔτυψα», οὐχ ὡρίσω τὸν καιρὸν, πλὴν ὅτι πέπραχας· καὶ πάλιν ἐὰν εἴπῃς «τύψω», οὐδὲ οὕτως ἐσήμανας τὸν καιρόν, εἰ μὴ μόνον ὅτι τύψεις· τὸ δὲ πότε οὐ δηλοῖς. Ὁ δὲ παρακείμενος καὶ ὁ ὑπερσυντέλικος συγγενεῖς εἰσι διὰ τοῦ ὁρίζειν· ὁρίζουσι γὰρ ἀμφότεροι τὸ πότε, ὁ μὲν τῷ ἄρτι, ὁ παρακείμενος, ὁ δὲ τῷ πάλαι, ὁ ὑπερσυν‐ | |
25 | τέλικος. Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Στεφάνου. —Τὸν ἐνεστῶτα οἱ Στωϊ‐ κοὶ ἐνεστῶτα παρατατικὸν ὁρίζονται, ὅτι παρατείνεται καὶ εἰς 〈παρε‐ ληλυθότα καὶ εἰσ〉 μέλλοντα· ὁ γὰρ λέγων «ποιῶ» καὶ ὅτι ἐποίησέ τι ἐμφαίνει καὶ ὅτι ποιήσει· τὸν δὲ παρατατικὸν παρῳχημένον παρατατι‐ | |
30 | κόν· ὁ γὰρ 〈λέγων〉 «ἐποίουν» ὅτι τὸ πλέον ἐποίησεν ἐμφαίνει, οὔπω δὲ πεπλήρωκεν, ἀλλὰ ποιήσει μέν, ἐν ὀλίγῳ δὲ χρόνῳ· εἰ γὰρ τὸ παρῳ‐ | |
χημένον πλέον, τὸ λεῖπον ὀλίγον· ὃ καὶ προσληφθὲν ποιήσει τέλειον | 250 | |
251 | παρῳχηκότα, τὸν γέγραφα, ὃς καλεῖται παρακείμενος διὰ τὸ πλησίον ἔχειν τὴν συντέλειαν τῆς ἐνεργείας· ὁ τοίνυν ἐνεστὼς καὶ παρατατικὸς ὡς ἀτελεῖς ἄμφω συγγενεῖς, διὸ καὶ τοῖς αὐτοῖς συμφώνοις χρῶνται, οἷον τύπτω ἔτυπτον. Ὁ δὲ παρακείμενος καλεῖται ἐνεστὼς συντελικός, | |
5 | τούτου δὲ παρῳχημένος ὁ ὑπερσυντέλικος· ἐπεὶ οὖν ἑκάτερος τελείως παρῴχηται, συγγενεῖς καὶ τοῖς χαρακτηριστικοῖς στοιχείοις χρώμενοι τοῖς αὐτοῖς φαίνονται, οἷον τέτυφα ἐτετύφειν· ὥσπερ δὲ ὁ ἐποίουν πλέον ἔχει [τὸ παρῳχημένον] πρὸς τὸν ποιῶ, οὕτω καὶ ὁ ἐπεποιήκειν πρὸς τὸν πεποίηκα. Ὁ δὲ ἀόριστος κατὰ τὴν ἀοριστίαν τῷ μέλλοντι συγγε‐ | |
10 | νής· ὡς γὰρ τοῦ ποιήσω τὸ ποσὸν τοῦ μέλλοντος ἀόριστον, οὕτω τοῦ ἐποίησα τὸ τοῦ παρῳχημένου. Τοῦ ἄρτι τοίνυν τῷ ἀορίστῳ διδομένου γίνεται παρακείμενος, οἷον ἐποίησα ἄρτι—πεποίηκα, τοῦ δὲ πάλαι προσνεμομένου ὁ ὑπερσυντέλικος γίνεται, οἷον ἐποίησα πάλαι—ἐπε‐ ποιήκειν· ἀλλ’ ἐπεὶ καὶ τοῦτο τὸ πάλαι ἀόριστον, δεῖ προσνέμειν αὐτῷ | |
15 | τὸν διορισμὸν τοῦ ποσοῦ, οἷον πρὸ δύο ἐτῶν, πρὸ πέντε, πρὸ δέκα, καὶ ἐπαναβεβηκότα· τῷ δὲ μέλλοντι διασάφησις τοῦ ποσοῦ τῆς μελλήσεως ὁ παρὰ τοῖς Ἀττικοῖς μετ’ ὀλίγον μέλλων, οἷον βεβρώσεται εὑρήσεται πεπράξεται. Ἀόριστος δὲ ἐκλήθη πρὸς ἀντιδιαστολὴν τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου ὁριζόντων τοῦ χρόνου τμῆμα, τοῦ μὲν τὸ ἄρτι συν‐ | |
20 | νοούμενον ἔχοντος, οὐ λεγόμενον, τοῦ δὲ ὑπερσυντελίκου τὸ πάλαι. Εἰ δέ τις ἀπορήσειε, πῶς ὁ μέλλων 〈τὴν〉 τοῦ μέλλοντος ἀοριστίαν ἔχων οὐ καλεῖται μέλλων ἀόριστος, ἴστω παρὰ πόδας ἔχων τὴν λύσιν· ὁ ἀόρι‐ στος ἐπ’ ἀναιρέσει τῶν ὁριζόντων εἴρηται, τοῦ δὲ μέλλοντος ὡς μέλ‐ λοντος οὐδὲν τέθειται· πῶς οὖν τὸ μὴ τεθὲν ἔμελλεν ἀναιρεῖσθαι διὰ | |
25 | τῆς ἀοριστίας; | |
26t | § 14 (16. 17. 18b). | |
27t | Περὶ συζυγίας. | |
28 | Στεφάνου. —Συζυγία ἐστὶν ἀκόλουθος ῥημάτων κλίσις.] Ἡ συζυγία οὐκ ἔστι μέρος λόγου· οὐδὲ γὰρ αὐτὸς ὁ τεχνικὸς ἔταξεν | |
30 | αὐτὴν ἐν τοῖς μέρεσι τοῦ λόγου· ἀλλ’ ἔστι τῶν παρεπομένων τῷ ῥή‐ | |
30 | ματι. Ἐπειδὴ δὲ ὁ περὶ ταύτης λόγος πλείονος ἀκριβείας ἐδεῖτο καὶ | |
παραδόσεως, πρὸς εἰσαγομένους διαλεγόμενος ἀναγκαῖον ἡγήσατο ἐν τῷ | 251 | |
252 | μέσῳ στῆναι τοῦ ῥήματος, φάσκων περὶ συζυγίας, ὡς ἐκ μεταφορᾶς τῶν ὁδοιπορούντων καὶ ἐν ὁδῷ εὑρισκόντων οἴκησιν πρὸς ὀλίγον χρόνον καταλῦσαι, ἕως ἑξῆς τὴν πορείαν ποιήσονται. Ὅπερ δὲ ἐν τοῖς ὀνό‐ μασιν ὁ χαρακτήρ, τοῦτο ἐν τοῖς ῥήμασιν ἡ συζυγία· ἀπὸ γὰρ ταύτης | |
5 | μανθάνομεν καὶ τὴν τοῦ ῥήματος δύναμιν· αὕτη γάρ ἐστι κανὼν καὶ ἀναλογία τῆς κλίσεως αὐτῶν. Εἴρηται δὲ 〈συζυγία〉 μεταφορικῶς ἀπὸ τῶν ὑποζυγίων, ἃ ὑπὸ τὸν αὐτὸν ζυγὸν ὄντα ἴσον δρόμον ποιεῖται, ὡς καὶ τούτων ὅσα ὑπὸ τὴν αὐτὴν ἀνάγεται συζυγίαν μίαν ποιεῖται τὴν κλίσιν. Ὁρίζονται δὲ αὐτὴν οὕτως· «συζυγία ἐστὶν ἀκόλουθος ῥημάτων | |
10 | κλίσις». Τάξει δὲ συμφώνων ἐν τῷ πρώτῳ τοῦ θέματος κανονίζεται, ὡς ἐπὶ τῶν βαρυτόνων· ἢ διφθόγγῳ ἐν τῷ δευτέρῳ, ὡς ἐπὶ τῶν πε‐ ρισπωμένων· ἢ παραφυλακῇ θεματικοῦ φωνήεντος ἐν παραλήξει παθη‐ τικοῦ τύπου, ὡς ἐπὶ τῶν εἰς μι, τιθέω τίθεμαι, ἱστάω ἵσταμαι, διδόω δίδομαι, ζευγνύω ζεύγνυμαι. | |
15 | Εἰσὶ δὲ συζυγίαι βαρυτόνων μὲν ῥημάτων ἕξ.] Ἄξιόν ἐστι ζητῆσαι, τίνος ἕνεκα προτετίμηται τὰ βαρύτονα. Καὶ ῥητέον ὅτι γνήσιά ἐστιν· εἰ γάρ τις ἀναλύσει τὰ περισπώμενα καὶ ἀναπτύξει τὸ ὑγιὲς τῆς φωνῆς, εὑρίσκει καὶ αὐτὰ βαρύτονα· καὶ τὰ εἰς μι ὁμοίως. Ὧν ἡ μὲν πρώτη ἐκφέρεται διὰ τοῦ β ἢ π ἢ φ ἢ πτ, οἷον | |
20 | λείβω τέρπω γράφω κόπτω.] «Ἐκφέρεται» οἱονεὶ εἰς φῶς ἔρχεται· ἀπὸ θέματος, φησί, καὶ οἱονεὶ ἀφετηρίας προέρχεται, ἐκ μεταφορᾶς τῶν ἁμιλλητηρίων ἵππων. Αἱ πᾶσαι συζυγίαι εἰσὶ δεκατρεῖς, ἓξ βαρύτονοι, περισπώμεναι τρεῖς, τῶν εἰς μι τέσσαρες· τὰ βαρύτονα δὲ πρῶτον θετέον, ἐπεὶ τὰ περισπώ‐ | |
25 | μενα ἐξ αὐτῶν καὶ τὰ εἰς μι. 〈Stephani.〉 —Ἡ πρώτη, φησί, διὰ τοῦ πρώτου συμφώνου τοῦ β μέσου καὶ τῶν συγγενῶν, τοῦ π ψιλοῦ καὶ τοῦ φ δασέος· ὁ μέλλων δὲ διὰ τοῦ ψ, ἐπεὶ καὶ τὰ εἰς ψ λήγοντα ὀνόματα διὰ τοῦ β π φ κλίνεται, οἷον λίψ λιβός, κλώψ κλωπός, Κίνυψ Κίνυφος. | |
30 | Ἡ δὲ δευτέρα διὰ τοῦ γ ἢ κ ἢ χ ἢ κτ, οἷον λέγω πλέκω τρέχω τίκτω.] Ἡ δευτέρα διὰ τοῦ δευτέρου συμφώνου τοῦ γ μέσου, κ ψιλοῦ καὶ χ δασέος· ὁ μέλλων δὲ διὰ τοῦ ξ, ὅτι καὶ τὰ εἰς ξ περα‐ τούμενα 〈ὀνόματα〉 διὰ τούτων κλίνεται, κῆρυξ κήρυκος, ὄρτυξ ὄρτυγος, ὄνυξ ὄνυχος. | |
35 | Ἡ δὲ τρίτη διὰ τοῦ δ ἢ θ ἢ τ, οἷον ᾄδω πλήθω ἀνύτω.] | 252 |
253 | Διὰ τοῦ 〈τρίτου συμφώνου τοῦ〉 δ, φησίν, ἡ τρίτη μέσου ὄντος, τ ψι‐ λοῦ καὶ θ δασέος· ὁ μέλλων δὲ διὰ τοῦ ς· καὶ γὰρ τὰ εἰς ς λήγοντα ὀνόματα δι’ αὐτῶν τὴν κίνησιν ποιεῖται, οἷον Πάρις Πάριδος, ὄρνις ὄρ‐ νιθος, χάρις χάριτος. | |
5 | Ἡ δὲ τετάρτη διὰ τοῦ ζ ἢ δύο σς, οἷον φράζω νύσσω ὀρύσσω.] Διὰ τοῦ ζ μὲν ἐκφέρεται αὕτη, ἐπειδὴ τέταρτόν ἐστι σύμ‐ φωνον· διὰ δὲ τῶν δύο σς ἐκφέρεται, ἵνα διπλασιασθέντος τοῦ ς τὴν ἴσην δύναμιν ἔχῃ τοῦ ζ διπλοῦ ὄντος. Ἡ δὲ πέμπτη διὰ τῶν τεσσάρων ἀμεταβόλων λ μ ν ρ, οἷον | |
10 | πάλλω νέμω κρίνω σπείρω.] Διὰ τῶν τεσσάρων ἀμεταβόλων αὕτη ἐκφέρεται· ἐπειδὴ 〈γὰρ〉 κατείληπτο τὸ θ ἐν τῇ τρίτῃ συζυγίᾳ καὶ τὸ κ ἐν τῇ δευτέρᾳ, διὰ τοῦτο προσέλαβε τὸ λ καὶ σὺν αὐτῷ τὰ λοιπὰ ἀμετάβολα. Ἡ δὲ ἕκτη διὰ καθαροῦ τοῦ ω, οἷον ἱππεύω πλέω βασι‐ | |
15 | λεύω.] Διὰ καθαροῦ τοῦ ω ἐξηνέχθη, ἐπειδὴ προκατηναλώθησαν ἐν ταῖς λοιπαῖς συζυγίαις τὰ σύμφωνα. Τινὲς δὲ ἑβδόμην συζυγίαν εἰσάγουσι διὰ τοῦ ξ καὶ ψ, οἷον ἀλέξω ἕψω.] Εἰρήκαμεν ὅτι ἐπὰν μὴ ἀρέσκηται δόξῃ ὁ τεχνικός, προστί‐ θησι τὸ «τινές». Διὰ τί δὲ μὴ ἀρεσκόμενος τάττει καὶ ἐντίθησι ζιζάνια; Ἵνα | |
20 | μὴ τοῖς πολλοῖς δοκῇ κατ’ ἄγνοιαν παραπέμπεσθαι. Ὅτι δὲ διὰ τοῦ ξ καὶ ψ οὐκ ἔστι συζυγία βαρύτονος, ἐκ τῆς κλίσεως ἔστι διδαχθῆναι· τὰ 〈γὰρ〉 βαρύτονα ῥήματα κατὰ τὸν μέλλοντα ἰσοσύλλαβά εἰσι τοῖς θέμασιν, οἷον τύπτω τύψω, λέγω λέξω, ᾄδω ᾄσω, τὰ δὲ περισπώμενα πλεονάζει μιᾷ συλλαβῇ κατὰ τὸν μέλλοντα, νοῶ νοήσω, βοῶ βοήσω, ποιῶ ποιήσω· | |
25 | εἰ οὖν εὑρίσκεται ἀλεξήσω καὶ ἑψήσω ὁ μέλλων, ὁμολογουμένως περι‐ σπώμενά εἰσιν· ὁ δὲ βαρύτονος τούτων τόνος Ἀττικῶν ἐστιν. Περισπωμένων δὲ ῥημάτων συζυγίαι εἰσὶ τρεῖς, ὧν ἡ μὲν πρώτη ἐκφέρεται ἐπὶ δευτέρου καὶ τρίτου προσώπου διὰ τῆς ει διφθόγγου, οἷον νοῶ νοεῖς νοεῖ.] Τὰ περισπώμενα δυνάμει βα‐ | |
30 | ρύτονά εἰσιν. Οὐκ ἄπορον οὖν, διὰ τί τῶν περισπωμένων αἱ συζυγίαι οὐ κατὰ τάξιν τῶν φωνηέντων προέρχονται, ὡς αἱ τῶν βαρυτόνων κατὰ τάξιν τῶν συμφώνων ἐτυπώθησαν· ἐπεὶ γὰρ πάντων τῶν βαρυτόνων τὸ δεύτερον πρόσωπον τὴν ει δίφθογγον εἶχεν, εἰκότως ἐν τῇ πρώτῃ τῶν περισπωμένων ἔλαχεν αὕτη· ἀλλὰ καὶ ὅτι ἡ δευτέρα τῶν περισπωμένων | |
35 | ἐργωδεστέρα ἦν καὶ πλείονος τεχνολογίας δεομένη, ἁπλουστέρα δὲ ἡ διὰ τῆς ει διφθόγγου· καὶ ὅτι ἡ διὰ τῆς ει πλείονας ἔχει φωνὰς [παρα‐ κειμένων μέσων ἀορίστων], ἡ δὲ δευτέρα ἐλάττους, 〈καὶ〉 ἡ τρίτη ἔτι | |
ἐσπάνισεν. Ὅθεν οὕτως αὐτῶν ἡ τάξις ἐτέθη, καὶ εὐλόγως προετέθη ἡ ει | 253 | |
254 | δίφθογγος· κἂν γὰρ μεταχθῶσι βαρύτονα ῥήματα εἰς περισπώμενα, εἰς ταύτην μετάγονται, ῥίπτω ῥιπτῶ ῥιπτεῖς ῥιπτεῖ. Τῶν δὲ εἰς μι ῥημάτων συζυγίαι εἰσὶ τέσσαρες, ὧν ἡ μὲν πρώτη ἐκφέρεται ἀπὸ τῆς πρώτης τῶν περισπωμένων.] Τὰ εἰς | |
5 | μι λήγοντα ῥήματα ἀεί ποτε ἐν παραγωγῇ εἰσιν, οὐδέποτε δὲ ἐν πρω‐ τοτύποις· ἔχει δὲ τὴν παραγωγὴν ἢ ἀπὸ τῆς ἕκτης τῶν βαρυτόνων ἢ μιᾶς τῶν περισπωμένων. Καὶ λέγει ὁ τεχνικὸς τὴν μὲν πρώτην ἀπὸ τῆς πρώτης, τὴν δὲ δευτέραν ἀπὸ τῆς δευτέρας, τὴν δὲ τρίτην ἀπὸ τῆς τρίτης 〈τῶν περισπωμένων παρῆχθαι〉, τὴν δὲ τετάρτην ἀποφαίνεται ἐκ | |
10 | τῆς ἕκτης τῶν βαρυτόνων ἀποτελεῖσθαι. Καὶ τίνος ἕνεκα αἱ μὲν ἄλλαι ἀπὸ τῶν περισπωμένων, ἡ δὲ τετάρτη ἀπὸ τῆς ἕκτης τῶν βαρυτόνων; Καὶ λέγομεν ὅτι τὰ περισπώμενα τρεῖς μόνας εἶχε συζυγίας, ὥστε τὰς τρεῖς ἀπὸ τῶν τριῶν γεγενῆσθαι· εἰ γὰρ τέσσαρας εἶχε, καὶ ἡ τετάρτη τῶν εἰς μι ἐκεῖθεν ἐγίνετο. Εἴ τις δὲ ἐθελήσειε τῇ ἀκριβείᾳ ἐπιβαλεῖν, | |
15 | καὶ τὰς ἄλλας τρεῖς εὑρήσει ἀπὸ τῆς ἕκτης τῶν βαρυτόνων ἀποτελου‐ μένας. Ἔχουσι δὲ τὴν διάκρισιν οὐκ ἀπὸ συμφώνου παραλήγοντος τοῦ πρώτου προσώπου, ὥσπερ αἱ συζυγίαι τῶν βαρυτόνων· ἀλλ’ οὐδὲ μὴν ἀπὸ τῶν δευτέρων προσώπων, καθάπερ τὰ περισπώμενα· ἀλλὰ καὶ αὐτὰ | |
20 | ἰδιαζούσης 〈δια〉κρίσεως τετύχηκεν· ἀπὸ γὰρ τῶν παθητικῶν πρώτων προσώπων τοῦ ἐνεστῶτος χρόνου τὴν διάκρισιν ἔχουσι. Φιλεῖ δὲ τὰ εἰς μι λήγοντα ῥήματα τὸ παθητικὸν πρῶτον πρόσωπον βραχείᾳ παραλή‐ γεσθαι· 〈καὶ〉 συστέλλεται μὲν τῆς πρώτης συζυγίας ἡ παραλήγουσα εἰς τὸ ε, ὡς τὸ τίθεμαι, τῆς δευτέρας εἰς βραχὺ τὸ α, ὡς τὸ ἵσταμαι, τῆς | |
25 | τρίτης εἰς τὸ ο, οἷον δίδομαι· ἡ τετάρτη τὸ αὐτὸ δίχρονον φυλάττει. | |
26t | § 15 (19b). | |
27t | Περὶ μετοχῆς. | |
28 | 〈Stephani.〉 —Μετοχή ἐστι λέξις μετέχουσα 〈τῆσ〉 τῶν ῥη‐ μάτων καὶ τῆς τῶν ὀνομάτων ἰδιότητος.] Ἀναγκαίαν ἡ μετοχὴ | |
30 | τὴν τάξιν εἴληχεν· εἰ γὰρ ὀνόματός τε καὶ ῥήματος αὐτήν φαμεν μετέ‐ | |
30 | χειν, δίκαιον καὶ αὐτὴν ταγῆναι μετ’ ἐκεῖνα τὰ μέρη, ὧν δοκεῖ μετέχειν. Λέγει δὲ εἶναι λέξιν καὶ αὐτήν· ταὐτὸν γάρ ἐστι λέξις καὶ μέρος 〈λόγου〉. | |
Παρέπεται δὲ αὐτῇ ταῦτα ἃ καὶ τῷ ὀνόματι καὶ τῷ ῥή‐ | 254 | |
255 | ματι δίχα προσώπων τε καὶ ἐγκλίσεων.] Ἔχει γὰρ τοῦ μὲν ὀνό‐ ματος τὸ γένος καὶ τὰς πτώσεις, τοῦ δὲ ῥήματος τοὺς χρόνους, 〈τὰς διαθέσεις καὶ τὰς συζυγίασ〉· ὥστε αὐτὴν δικαίως μετοχὴν ὀνομάζεσθαι. Καὶ ἐν μὲν τοῖς ἄλλοις μέρεσι τοῦ λόγου ἔστιν εὑρέσθαι καὶ πρωτότυπα | |
5 | καὶ παράγωγα, ἐπὶ μὲν ὀνόματος, ὡς τὸ λίθος καὶ τὸ λίθινος, ἐπὶ δὲ ῥήματος, ὡς τὸ ὄπτω ὀπτεύω, καὶ ἐπὶ τῶν ἄλλων μερῶν 〈ὡσαύτωσ〉· ἐν δὲ τῇ μετοχῇ οὐκ ἔστιν εὑρεῖν πρωτότυπον, ἀεὶ γὰρ ἐν παραγωγῇ ἐστιν· οὐκ ἔστι γὰρ εὑρεῖν μετοχὴν μὴ προϋπάρχοντος ῥήματος. Δια‐ φέρει δὲ καὶ κατὰ γένος τοῦ ὀνόματος, καθὸ ἐν μὲν τοῖς ὀνόμασι τινὰ | |
10 | 〈μέν〉 ἐστι μονογενῆ, τινὰ δὲ κοινά, τινὰ δὲ καὶ τριγενῆ, ἡ μέντοι με‐ τοχὴ τὴν τριγένειαν ἠσπάσατο, 〈ὁ〉 τύπτων γὰρ καὶ 〈ἡ〉 τύπτουσα καὶ τὸ τύπτον· εἰ γὰρ ἀπὸ ῥημάτων τὴν γένεσιν ἔχει, ῥημάτων δὲ τὰ πράγ‐ ματα ἐπιτρέχει εἰς ἄνδρας καὶ γυναῖκας καὶ παιδία—πᾶν γὰρ πρό‐ σωπον καὶ ἀνὴρ καὶ γυνὴ καὶ παιδίον ποιεῖ τι—, ἔχει οὖν τὴν τρι‐ | |
15 | γένειαν, χωρὶς ἐκείνων, ἐφ’ ὧν ἡ φύσις ἐναντιοῦται. Τοῦτο δὲ ἔφην διὰ τὸ ἐκτροῦσα· ταύτης γὰρ τῆς μετοχῆς ἡ φωνὴ κατὰ τὸ ἄρρεν οὐ συνίσταται, ἡ φύσις γὰρ ἐναντιοῦται· ἐπὶ ἀρρένων γὰρ τὸ τοιοῦτο πάθος οὐ συμβέβηκεν. Παρέπεται δὲ τῇ μετοχῇ πάντα τὰ τοῦ ῥήματος δίχα τῶν προσώ‐ | |
20 | πων καὶ ἐγκλίσεων· ὅπου γὰρ γένος, ἐκεῖ πρόσωπον οὐ συνίσταται· ἐγκλίσεις δὲ οὐκ ἠδύνατο ἔχειν ἡ μετοχή, ἐπείπερ ἀπὸ τῶν ῥημάτων μετενήνεκται ἐπὶ τὴν τῶν ὀνομάτων κατάληξιν· τὰ γὰρ ῥήματα τὸ πρᾶγμα σημαίνουσι καὶ τὸ πρόσωπον μετειληφὸς τοῦ πράγματος, ἐν‐ ταῦθα 〈δὲ〉 πτωτικὸν γενόμενον μόνην τὴν ποιότητα ἐμφαίνει. | |
25 | Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Μετοχὴ εἴρηται, ὅτι μετέχει τῶν τοῦ ὀνόματος καὶ 〈τῶν τοῦ〉 ῥήματος ἰδιωμάτων. Ῥήματος μὲν οὖν ἔχει χρόνους, οἷον λέγω λέγων, λέξω 〈λέξων〉, ἔλεξα λέξας· διαθέσεις, ἐνερ‐ γητικὴν μὲν λέγων, παθητικὴν δὲ τυπτόμενος, μέσην δὲ τυψόμενος· εἴδη, πρωτότυπον 〈μὲν〉 ἄνων ἀπὸ τοῦ ἄνω, παράγωγον δὲ ἀπὸ τοῦ ἀνύω | |
30 | ἀνύων· σχήματα, ἁπλοῦν λέγων, 〈σύνθετον καταλέγων〉, παρασύνθετον φι‐ λιππίζων· ἀπὸ γὰρ συνθέτου 〈τοῦ〉 Φίλιππος γέγονε ῥῆμα τὸ φιλιπ‐ πίζω, τὰ δὲ ἀπὸ συνθέτων γινόμενα λέγονται παρασύνθετα· ἀριθμούς, ἑνικὸν τύπτων, δυϊκὸν τύπτοντε, πληθυντικὸν τύπτοντες· συζυγίας ἔχει, | |
πρώτην μὲν οἷον τύπτων, ἐπεὶ τὸ π ἔχει· δευτέραν λέγων, ἐπεὶ τὸ γ | 255 | |
256 | ἔχει· τρίτην δὲ ᾄδων, ἐπεὶ τὸ δ ἔχει· τετάρτην φράζων, διὰ τοῦ ζ, καὶ 〈πέμπτην〉 πάλλων, δι’ ἀμεταβόλου· βασιλεύων ἕκτην. Καλῶς δὲ εἶπε «καὶ τῆς τῶν ὀνομάτων»· μετέχει γὰρ καὶ τῶν παρεπομένων τῷ ὀνό‐ ματι· γένη γὰρ ἔχει, ὁ νοῶν, ἡ νοοῦσα, τὸ νοοῦν· εἴδη, ἄρδων πρωτό‐ | |
5 | τυπον καὶ ἀρδεύων παράγωγον· σχήματα, ἁπλοῦν μὲν φρονῶν, σύνθετον δὲ καταφρονῶν, παρασύνθετον δὲ ἀντιγονίζων· ἀριθμούς, οἷον 〈ἀγνοῶν ἀγνοοῦντε〉 ἀγνοοῦντες· πτώσεις, οἷον τύπτων 〈τύπτοντοσ〉 καὶ τὰ ἑξῆς. | |
8t | § 16 (20b). | |
9t | Περὶ ἄρθρου. | |
10 | 〈Stephani.〉 Πρῶτον ὁ τεχνικὸς εἶπε περὶ ὀνόματος, εἶτα περὶ ῥήμα‐ | |
10 | τος, εἶθ’ οὕτω τρίτον περὶ μετοχῆς ἀναγκαίως, ἐπεὶ μετέχει τοῦ τε ὀνόματος καὶ τοῦ ῥήματος· ὅθεν τὸ ἄρθρον τέταρτον, ἐπειδὴ συναρτᾶται τῷ ὀνό‐ ματι. Προτέτακται δὲ τὸ ἄρθρον τῆς ἀντωνυμίας· ἡ μὲν γὰρ ἀντω‐ νυμία ἀντὶ τοῦ ὀνόματός ἐστιν, ὅθεν δικαίως προτέτακται τὸ μετὰ τοῦ ὀνόματος· γνησιώτερον γὰρ τὸ μετά τινος τοῦ ἀντί τινος. | |
15 | Οὐκ ἐπινενόηται δὲ τὸ ἄρθρον τοῖς τεχνικοῖς, ὥσπερ τινὲς νενο‐ μίκασιν, ἕνεκα τῆς τῶν γενῶν διακρίσεως· πολλάκις γὰρ ὁρῶμεν καὶ αὐτὰ τὰ ἄρθρα ἀναμένοντα τὴν σύνταξιν τῶν ὀνομάτων πρὸς τὸ δια‐ σαφηνίσαι ἡμῖν, ποίου ποτὲ γένους ἐστὶ τὸ ζητούμενον· ἰδοὺ γὰρ τὸ τῶν ἐπὶ γενικῆς πτώσεως πληθυντικῆς ἁρμόττει τοῖς τρισὶ γένεσι, καὶ | |
20 | οὐκ ἔστιν ἀπὸ μόνου τοῦ ἄρθρου καταλαβεῖν, ποίου γένους ἐστίν, εἰ μὴ ἐπενεχθὲν τὸ ὄνομα δείξει ἡμῖν, ποίου γένους ἐστίν. Ἔστι δὲ εἰπεῖν, ὅτι τὸ ἄρθρον ἐπινενόηται πρὸς τὸ ἀναφορὰν σημαίνειν· ἀναφορὰ δέ ἐστιν ἀναπόλησις προεγνωσμένου καὶ ἀπόντος προσώπου· ἄλλο γάρ τί ἐστιν εἰπεῖν «ἄνθρωπος ἦλθε», καὶ ἄλλο μετὰ τοῦ ἄρθρου· τὸ γὰρ ἄρ‐ | |
25 | θρον δευτέραν γνῶσιν ἐπαγγέλλεται· ἐὰν γάρ τίς σοι εἴπῃ «ναῦς ἦλθε», δοκεῖς ἀγνοεῖν ποία· ἐὰν δὲ σὺν τῷ ἄρθρῳ, τρόπον τινὰ ὑπομιμνήσκει 〈τοῦ〉το τὴν προεγνωσμένην ὑπὸ σοῦ καὶ αὐτοῦ τοῦ λέγοντος. Ἄρθρον ἐστὶ μέρος λόγου πτωτικόν, προτασσόμενον τῆς κλίσεως τῶν ὀνομάτων καὶ ὑποτασσόμενον.] «Μέρος λόγου» τὸ | |
30 | ἄρθρον, ἓν γὰρ τῶν συμπληρούντων εἰς τὴν τελειότητα τοῦ λόγου· «πτωτικόν» δέ, ὅτι ἕν ἐστι τῶν πτωτικῶν· τῶν γὰρ μερῶν τοῦ λόγου τὰ μὲν πτωτικά ἐστι, τὰ δὲ ἄπτωτα. Ἐνδεῶς δὲ εἶπεν ὁ τεχνικὸς τὸ «προτασσόμενον τῆς κλίσεως τῶν ὀνομάτων»· οὐ μόνων γὰρ τῶν ὀνο‐ | |
μάτων προτάσσεται τὰ ἄρθρα, ἀλλὰ καὶ πάντων ὁμοῦ τῶν κλίνεσθαι εἰς | 256 | |
257 | πτώσεις δυναμένων· καὶ γὰρ καὶ μετοχῶν καὶ ἀντωνυμιῶν προτάτ‐ τεται. Καὶ ἔστι προτακτικὸν μὲν ὁ, ὑποτακτικὸν δὲ ὅς.] Προτα‐ κτικὸν μέν ἐστιν ὃ προτάσσεταί τινος πτωτικῆς γραφῆς, τὸ δὲ ὑπο‐ | |
5 | τακτικόν, ὅπερ ὑποτάσσεται τῷ ὀνόματι· οἷον προτακτικόν ἐστιν «ὁ Ὅμηρος», ὑποτακτικὸν δὲ «Ὅμηρος ὃς ἦν παῖς Μέλητος [ποταμοῦ]». Ἀεὶ δὲ τὰ ἄρθρα πτωτικοῖς συναρτᾶται τοῖς δυναμένοις δέξασθαι τὴν ἀναφοράν· εἰ δὲ ἀπολέσει τὴν πρὸς τὰ πτωτικὰ συνάρτησιν, ἀντωνυμία γίνεται, ὡς τὸ 〈Α 12〉 ὁ γὰρ ἦλθε, 〈Ε 603〉 τῷ δ’ αἰεὶ πάρα εἷς γε. | |
10 | Ἰστέον δὲ ὅτι τὰ ἄρθρα ἀναφορᾶς ἕνεκα παρελήφθη τῶν ὀνομά‐ των, ἥτις ἐστὶ προεγνωσμένου προσώπου ἀναπόλησις· ἢ ὑπεροχῆς, ὡς «ὁ ποιητής»· ἢ μοναδικῆς κτήσεως, ὡς «ὁ δοῦλός μου»· ἢ ἐπὶ προλή‐ ψεως, ὡς τὸ 〈Ζ 158〉 κεῖνος δ’ αὖ περὶ κῆρι μακάρτατος, 〈ὅς κτλ.〉. 〈Stephani.〉 —Παρέπεται δὲ αὐτῷ τρία, γένη, ἀριθμοί, πτώ‐ | |
15 | σεις· γένη μὲν οὖν εἰσι τρία, ὁ ποιητής, ἡ ποίησις, τὸ ποίημα· ἀριθμοὶ τρεῖς, ἑνικός, δυϊκός, πληθυντικός, ἑνικὸς μὲν ὁ ἡ τό, δυϊκὸς δὲ τώ τά, πληθυντικὸς δὲ οἱ αἱ τά· πτώσεις ὁ τοῦ τῷ τόν ὦ.] Τὰ γένη ἐξ ἀκριβείας κατὰ γραμματικοὺς οὐ λαμβάνεται, ἀλλ’ ἐκ τῆς συντάξεως καὶ τῆς συμφωνίας τῶν ἄρθρων συνταττομένων δια‐ | |
20 | φόροις τοῖς ὀνόμασιν· ἐκεῖνο γάρ ἐστιν ἀρσενικόν, ᾧ συντάττεται τὸ ὁ ἄρθρον, ἐκεῖνο δὲ θηλυκόν, ᾧ συντάττεται τὸ ἡ, καὶ οὐδέτερον τὸ ἔχον τὸ τό. Ἐπειδὴ δὲ τὰ ὀνόματα, ἤτοι πάντα τὰ πτωτικά, μετήρχετο εἰς ἀριθμούς, ἀνάγκη καὶ τὸ συνηρτημένον αὐτοῖς μεταβάλλειν· διὸ καὶ | |
25 | ἀριθμοὶ αὐτῷ παρέπονται· ἐπειδὴ δὲ καὶ εἰς πτώσεις μετακλίνεται, καὶ τῶν πτώσεων μεταλαμβάνει. Ἰστέον δὲ ὅτι τῶν ἄρθρων τέσσαρά ἐστι πτωτικά, πάντως τῆς κλητικῆς μὴ δεχομένης ἄρθρον· οὐ γὰρ οἷόν τέ ἐστι κλητικὴν καὶ ἔναρθρον γενέσθαι, ἄλλο γάρ τί ἐστι κλητικὴ καὶ ἄλλο ἄρθρον· τὸ μὲν γὰρ ἄρθρον μνήμην προεγνωσμένου καὶ ἀπόντος προ‐ | |
30 | σώπου ποιεῖται, ἡ κλητικὴ δὲ πρὸς δεύτερον καὶ παρὸν πρόσωπον ποι‐ εῖται τὸν λόγον· πῶς οὖν οἷόν τέ ἐστιν ἀπόντος μνημονεύεσθαι ὡς παρόντος καὶ καλεῖν; Πτώσεις δὲ ὁ τοῦ τῷ τόν ὦ.] Πρὸς εἰσαγομένους γράφων ὁ τεχνικὸς καὶ τὸ ὦ μετὰ τῶν ἄρθρων κατέταξε, μηδὲν περιεργασάμενος. | |
35 | Ἐν πολλοῖς δὲ ἐλέγχεται μὴ εἶναι ἄρθρον· ἕκαστον γὰρ τῶν ἄρθρων | 257 |
258 | φανερὸν σημαίνει γένος καὶ πρόδηλον ἀριθμόν· τὸ δὲ ὦ οὔτε ἴδιον ἀριθμὸν ἔχει οὔτε γένος φανερόν, ἀλλὰ καὶ τοῖς τρισὶν ἀριθμοῖς καὶ γένεσιν προτάττεται· τὸ γὰρ τῶν ἄρθρον εἰ καὶ τοῖς τρισὶ γένεσι δου‐ λεύει, ἀλλ’ οὐ τοῖς τρισὶν ἀριθμοῖς· καὶ ὅτι πᾶν ἄρθρον προτακτικόν | |
5 | ἐστι καὶ ὑποτακτικόν, τὸ δὲ ὦ προτακτικὸν μόνον· οὐκ ἄρα ἄρθρον· καὶ 〈ὅτι〉 πᾶν ἄρθρον ἀπὸ φωνήεντος ἀρχόμενον δασύνεται, τὸ δὲ ὦ ψιλοῦται· οὐκ ἄρα ἄρθρον· καὶ ὅτι τὰ ἄρθρα ἀναφορικά ἐστι καὶ ἀπὸν πρόσωπον σημαίνει, τὸ δὲ ὦ παρόν· ἐναντίον δὲ τὸ ἀπὸν τῷ παρόντι· οὐκ ἄρα ἄρθρον· καὶ ὅτι οὐδέποτε πτωτικὸν ω περισπᾶται, τὸ δὲ ὦ | |
10 | περισπᾶται· οὐκ ἄρα ἄρθρον· καὶ ὅτι οὐδέποτε κλητικὴ μείζων ἐστὶ τῆς ἰδίας εὐθείας· ἢ γὰρ ἴση ἢ ἐλάττων, ἴση μέν, ὡς ὁ Λάχης ὦ Λάχης, ἥττων δέ, ὡς ὁ Μενέλαος ὦ Μενέλαε· φασὶ γὰρ ὅτι βραχύτερόν ἐστι τὸ ε τοῦ ο· ἐνταῦθα δὲ μεῖζον τὸ ὦ τοῦ ὁ· οὐκ ἄρα ἄρθρον. Ἔστι τοίνυν ἐπίρρημα κλητικόν. Οὐδὲν δὲ θαυμαστόν, εἰ ἐπίρρημα κλητικῇ | |
15 | πτώσει συντάσσεται· καὶ γὰρ τὰ χωριστικὰ ἐπιρρήματα δουλεύει τῇ γε‐ νικῇ πτώσει, ὡς ἔχει τὸ 〈cfr μ 219〉 ἐκτὸς τούτου, καὶ 〈ξ 9. 451〉 νόσφι〈ν〉 δεσποίνης, καὶ 〈Ο 213〉 αἴ κεν ἄνευ ἐμέθεν· ἤδη δὲ καὶ σχετλιαστικὰ ἐπιρρήματα ταύτῃ τῇ πτώσει συντάσσεται, 〈cfr Arist. Av. 1724〉 «φεῦ τοῦ κάλλους», καὶ τὰ θαυμαστικά, «βαβαὶ τῆς ὥρας». Ἔστι | |
20 | δὲ καὶ 〈ἡ〉 Διός γενικὴ καὶ ἡ Διΐ 〈δοτικὴ〉 καὶ ἡ αἰτιατικὴ Δία· ἀποκό‐ πτεται 〈δὲ〉 πολλάκις τὸ α, καὶ ἄδηλος ἡ ἑξῆς μετὰ τὴν ἀποκοπήν, ποίας ἐστὶ πτώσεως· Ἀττικοὶ οὖν προσάπτουσι τούτῳ ἐπίρρημα τὸ μά καὶ τὸ νή, φάσκοντες «μὰ Δί’» καὶ «νὴ Δί’», καὶ σημαίνουσιν αἰτιατικὴν πτῶσιν. Οὐδὲν οὖν θαυμαστόν, εἰ καὶ τὸ ὦ, ἐπίρρημα ὄν, κλητικῇ δουλεύει πτώσει. | |
24t | § 17 (21 et 22b). | |
25t | Περὶ ἀντωνυμίας. | |
26 | 〈Stephani.〉 —Ἀντωνυμία ἐστὶ λέξις ἀντὶ ὀνόματος παρα‐ λαμβανομένη, προσώπων ὡρισμένων δηλωτική.] Ὁρίζεται τὴν ἀντωνυμίαν λέξιν καλῶς, τουτέστι μέρος λόγου· ἀδιάφορον γὰρ τοῦτο, ὡς προείρηται. Πρὸς εἰσαγομένους 〈δὲ〉 διαλεγόμενος ἀδιαστόλως «ἀντὶ | |
30 | ὀνόματος» εἴρηκε, δέον εἰπεῖν «ἀντὶ μόνου τοῦ κυρίου». | |
Ζητοῦσι δέ τινες, εἴπερ ἡ ἀντωνυμία ἀντὶ ὀνόματος παραλαμβάνε‐ | 258 | |
259 | ται, τοῦ ὀνόματος ἤδη προτεταγμένου, τίς ἦν χρεία τῆς ἀντωνυμίας; Καὶ λέγομεν ὅτι εἰ καὶ ἀντὶ ὀνόματος παραλαμβάνεται, ἀλλ’ ἔχει δια‐ φοράς τινας πρὸς τὸ ὄνομα· τὸ μὲν γὰρ ὄνομα τρίτου προσώπου ἐστί. Ὅτι δὲ τρίτου προσώπου ἐστὶ τὸ ὄνομα, φυσικῶς ἔστι μαθεῖν· πρῶτον | |
5 | πρόσωπόν ἐστι τὸ περὶ αὑτοῦ ἀποφαινόμενον, ὡς τὸ τύπτω· καὶ ὅτι οὐ πρώτου προσώπου ἐστὶ τὸ ὄνομα, δῆλον· ὁ γὰρ τεχθεὶς παῖς οὐκ ἂν λέξαι περὶ αὑτοῦ, ὅτι «Ἀρίσταρχος λεχθείην»· πάλιν δὲ δεύτερόν ἐστιν, ὅταν πρός τινα λόγον ποιώμεθα περὶ αὐτοῦ μνημονεύοντες, οἷον τύπτεις· καὶ ὅτι οὐδὲ δευτέρου προσώπου ἐστὶ τὸ ὄνομα, προφανὲς | |
10 | οὐδὲ γὰρ πρὸς τὸν τεχθέντα παῖδα ἀποτεινόμενοι τὸν λόγον ποιούμεθα, ὅτι «Ἀρίσταρχος λέγει»· τὸ δὲ τρίτον ἐστίν, ὅτε περί τινος ἀπόντος λόγον ποιούμεθα, ὡς τὸ τύπτει· τοῦ οὖν τρίτου προσώπου ἐστὶν ὁμολο‐ γουμένως τὸ ὄνομα· καὶ γὰρ 〈περὶ〉 τοῦ τεχθέντος λόγον ποιούμενοι λέγο‐ μεν, ὅτι «Ἀρίσταρχος λεγέσθω». Ὅθεν πάλιν προβάλλονται, εἰ τὸ ὄνομα | |
15 | σημαίνει τρίτον πρόσωπον, ἡ δὲ ἀντωνυμία πρῶτον καὶ δεύτερον, πε‐ ριττὸν κεῖται τῆς ἀντωνυμίας τὸ τρίτον πρόσωπον. Ἀλλὰ λέγομεν ὅτι, εἰ καὶ τὸ τρίτον πρόσωπον ἔχει, ἀλλ’ ἔστι τις πάλιν διαφορά· τὸ μὲν γὰρ ὄνομα ὀνομάζειν μόνον πέφυκεν, ἡ δὲ ἀντωνυμία μετὰ τοῦ ὀνο‐ μάζειν καὶ δεῖξιν ἐπαγγέλλεται· πολλάκις γάρ, ἐάν τις καὶ τὸ ὄνομα | |
20 | εἴπῃ, ἀόριστον αὐτὸ ἐᾷ, ὡς εἰ συμβαίη Ἀριστάρχου παρόντος ἕτερον λέγειν ὅτι Ἀρίσταρχος· κἂν μὴ ἐπιβάλῃ τὸ ἀντώνυμον, ἀσαφὴς γίνεται Ὥστε ἡ ἀντωνυμία ἀναγκαίως παρὰ τῆς φύσεως ἐπινενόηται ἐν τῇ πλοκῇ τῶν μερῶν τοῦ λόγου. «Προσώπων» δέ φησιν «ὡρισμένων δηλωτική»· τοῦτο γὰρ μόνον | |
25 | ἰδίωμα τῆς ἀντωνυμίας ἐστί, τὸ ὁρίζειν, πρὸς ὅν τις λέγει. Εἰ δέ τις λέγοι, ὅτι καὶ τὸ ῥῆμα ὁρίζει πρόσωπα—ὁρίζει γὰρ καὶ πρῶτον καὶ δεύτερον—οὐδὲν δὲ πλέον ἡ ἀντωνυμία εἰ μὴ μόνον τὸ τρίτον· ἀεὶ γὰρ τὰ πρόσωπα τῶν ἀντωνυμιῶν πάνθ’ ὡρισμένα ἐστίν, ὥρισται γὰρ τὰ τοιαῦτα, ἐπὶ τίνος τέτακται· φαμὲν ὅτι κατὰ τοῦτο διαφέρει τῶν | |
30 | ῥημάτων ἡ ἀντωνυμία, ὅτι καὶ τὸ τρίτον ὁρίζει καὶ πάντως ἵστησιν ἡμῖν | |
τὰ πρόσωπα ἢ δι’ ἀναφορᾶς ἢ διὰ δείξεως, ὅπερ οὐκ ἔλαχε τὸ ῥῆμα· | 259 | |
260 | εἰ γὰρ καὶ ὁρίζει, ἀλλ’ οὐ δείκνυσιν, οἷον εἰπεῖν ἐπὶ τῆς ἀντωνυμίας, δι’ ἀναφορᾶς μέν, ὡς ἐπὶ τῆς αὐτός, ἀναφορικὴ γὰρ ἡ αὐτός ἀντωνυμία φύσει, διὰ δὲ δείξεως, ὡς ἐπὶ τῆς ἐγώ σύ οὗτος ἐκεῖνος καὶ τῶν ὁμοίων. Ζητῆσαι δὲ ἄξιον, τίνος ἕνεκα, εἰ τὸ ῥῆμα ἐν προσώποις, ὡσαύτως | |
5 | δὲ καὶ ἡ ἀντωνυμία, διὰ τί τὸ μὲν ῥῆμα ἔξωθεν κλίνει τὰ πρόσωπα, ἡ δὲ ἀντωνυμία ἔσωθεν. Καὶ ῥητέον, ὅτι ἡ μὲν ἀντωνυμία, καθὼς ἀν‐ τωνυμία κέκληται, ἔδει ἐκείνου τὸν χαρακτῆρα ἔχειν, ἄνθ’ οὗ καὶ παρα‐ λαμβάνεται, καὶ 〈ἡ κίνησισ〉 ἐν τῷ κυριωτέρῳ τόπῳ εἶναι· ὁ δὲ κυριώ‐ τερος τόπος ἐστὶ τὸ τέλος· ὅθεν ἐν μὲν τῷ τέλει τὴν κίνησιν ἔχει, ὥσπερ | |
10 | τὸ ὄνομα, ἐν δὲ τῇ ἀρχῇ τὰ πρόσωπα, εἴ γε τοῦτο ἴδιον αὐτῆς ἐστι καὶ τὰ πρόσωπα ὁρίζεσθαι. Λέξις ἡ ἀντωνυμία ἀντὶ ὀνόματος παραλαμβανομένη, ὥσπερ ἡ με‐ τοχὴ ἀντὶ ῥήματος. Ὀνόματος δὲ τοῦ κυρίου φημί· φέρε γάρ τινα πυνθάνεσθαι «τίς τοῦτο ἐποίησεν;» εἰ μὲν ἐπίστασαι τὸ ὄνομα, κέχρησαι | |
15 | τῷ ὀνόματι· εἰ δὲ μή, τῇ ἀντωνυμίᾳ κέχρησαι, καὶ ἐρεῖς «οὗτος», καὶ ἀντὶ κυρίου τὸ οὗτος παρελήφθη. «Προσώπων ὡρισμένων δηλωτική»· ἵνα μή τις περαιτέρω τῶν τριῶν νομίζῃ σημαίνεσθαι ἢ τέταρτον ἢ πέμπτον· ὡρισμένα γὰρ τὰ τρία πρό‐ σωπα, πρῶτον, δεύτερον, τρίτον, ἐγώ σύ ἵ, ἐμοῦ σοῦ οὗ, καὶ ἑκάστης | |
20 | πτώσεως. Στεφάνου. —Εἴληπται ἡ ἀντωνυμία ἀντὶ κυρίων μόνων, οὐ προ‐ σηγορικῶν οὐδὲ ἐπιθέτων, ἐπεὶ ταῦτα πλατυκωτέρας οὐσίας, ὑπάρχοντα ἀπεριόριστα, ἐὰν ἄρθρων χωρὶς ληφθῇ· ἓν δέ τι πρόσωπον ὁρίζειν ἡ ἀντωνυμία βούλεται. | |
25 | Παρέπεται δὲ αὐτῇ ἕξ, πρόσωπα, γένη, ἀριθμοί, πτώσεις, σχήματα, εἴδη.] Ἐκ τῶν παρεπομένων τῇ ἀντωνυμίᾳ δῆλόν ἐστιν ὅτι ἀντὶ ὀνόματος παραλαμβάνεται· πάντα γὰρ ὅσα παρέπεται τῷ ὀνόματι παρέπεται καὶ αὐτῇ, πλεοναζόντων μόνων τῶν προσώπων διὰ τὸν προ‐ ειρημένον λόγον τὸν λέγοντα, ὅτι διὰ τοῦτο παρελήφθη ἡ ἀντωνυμία, | |
30 | ἵνα ἀναπληρώσῃ ἀντὶ τοῦ ὀνόματος πρῶτον καὶ δεύτερον πρόσωπον, καθὸ οὐ δέδοται Θέωνι ἐκ τεχνικοῦ παραγγέλματος λέγειν «Θέων τύπτω», ἀλλ’ «ἐγὼ τύπτω», οὐδὲ «Δίων τύπτεις», ἀλλὰ «σὺ τύπτεις», ἐπειδὴ τὰ | |
ὀνόματα, καθὼς ἤδη εἰρήκαμεν, τρίτου προσώπου ἐστίν. | 260 | |
261 | Πρόσωπα πρωτοτύπων ἐγώ σύ ἵ.] Ἰστέον ὅτι τῶν ἀντωνυμιῶν τὰ πρῶτα καὶ δεύτερα πρόσωπα δεῖξιν δηλοῦσι, τὰ 〈δὲ〉 τρίτα ἀναφοράν, αἱ δὲ μονοπρόσωποι καὶ δεῖξιν καὶ ἀναφοράν, ἐγώ σύ, ἐμοῦ σοῦ, ἐμοί σοί, ἐμέ σέ δεῖξιν, ἵ οὗ οἷ ἕ ἀναφοράν· ἀντὶ τῆς ἵ ἡ αὐτός μόνως ἀνα‐ | |
5 | φορική, καὶ ἡ οὗτος ἐκεῖνος ὅδε καὶ δεικτικαὶ καὶ ἀναφορικαί· ὅθεν τῇ μὲν αὐτός ἄρθρον συναρτᾶται, οἷον ὁ αὐτός, ἀναφορὰν μόνην δηλούσῃ, ἢ μόριον ἀναφορικόν, ταῖς δὲ λοιπαῖς οὐκέτι, ἐπεὶ καὶ δεῖξιν εἶχον, ἥτις ἐπὶ παρόντος λαμβάνεται. Χρειώδης δὲ ἡ ἀντωνυμία καὶ τῷ ῥήματι· τοῖς γὰρ τρίτοις αὐτοῦ προσώποις ἀορίστοις οὖσι προσιοῦσα ὁρίζει αὐτά, | |
10 | οἷον τύπτει· τίς; οὗτος, ἐκεῖνος, κατὰ δεῖξιν καὶ ἀναφοράν· καὶ ὅτι τὰ ὀνόματα πρώτου καὶ δευτέρου προσώπου ἀμοιρεῖ· πᾶν γὰρ ὄνομα τρί‐ του προσώπου προσελθοῦσα ἡ ἀντωνυμία ἀναπληροῖ, ἐγώ, σύ, τὰ δὲ τρίτα καὶ τὰς ὁμωνυμίας διαστέλλει, οἷον Αἴας· ποῖος; οὗτος, ἐκεῖνος. Ζητεῖται δὲ διὰ τί τὰ πρῶτα καὶ δεύτερα πρόσωπα τῶν ἀντωνυ‐ | |
15 | μιῶν ἀναλόγως οὐ κλίνεται, οἷον ἐγώ ἐμοῦ, σύ σοῦ, τὰ δὲ τρίτα μονο‐ πρόσωπα κλίνεται, ἐκεῖνος αὐτός. Καί φαμεν ὅτι τὰ ὀνόματα, ἐπεὶ δεῖξιν οὐκ ἔχουσι τὴν δηλοῦσαν αὐτῶν τὸ γένος—πάντα γὰρ τρίτου προ‐ σώπου ἐστί, τὸ δὲ τρίτον ἄπεστι, τὸ δὲ ἀπὸν ἄδηλον—ἐπεδέξαντο καταλήξεις ἀναλόγους, ἀρσενικὴν τὴν εἰς ος, καὶ θηλυκὴν τὴν εἰς η, καὶ | |
20 | οὐδετέραν τὴν εἰς ον· αὗται οὖν αἱ καταλήξεις ἀνάλογοι οὖσαι καὶ κλίσιν ἀνάλογον ἔσχον. Αἱ δὲ ἀντωνυμίαι δεῖξιν ἔχουσαι καὶ δι’ αὐτῆς τὸ γένος ἐμφαίνουσαι οὐκ ἔσχον 〈ἀνάλογον〉 κατάληξιν, διὸ οὐδὲ ἀνά‐ λογον κλίσιν· αἱ δὲ τοῦ τρίτου, ὡς καὶ ἀναφορικαὶ καὶ ταύτῃ ἀπ〈ὸν πρόσωπον δηλ〉οῦσαι, ἐξελέξαντο κατάληξιν τὴν κλιτικήν. Ἄλλως τε | |
25 | πᾶσα φωνὴ τὰ τρία γένη δηλοῦσα ἄκλιτός ἐστιν, οἷον οἱ πέντε καὶ τὰ ὅμοια· ὁμοίως ἄρα καὶ ἡ ἐγώ καὶ ἡ σύ καὶ αἱ παραπλήσιοι. Καὶ ἄλλως. —Αἱ πρωτότυποι ἀντωνυμίαι θεματικαὶ ἀνακόλουθον | |
ἔχουσι τὴν κλίσιν καὶ τὸ γένος ἀπὸ τῆς φωνῆς οὐκ ἐμφαίνουσιν, 〈οἷον〉 | 261 | |
262 | ἡ ἐγώ οὐ διαστέλλει φανερὸν τὸ γένος· ἐπὶ παντὸς γὰρ γένους τὸ ἐγώ· ὅταν μέντοι διακρίνηται τὸ γένος ἀπὸ τῆς φωνῆς, τότε ἀκολουθεῖ καὶ κλίσις ἀκόλουθος, ἐμός ἐμή ἐμόν, ὡς θερμός θερμή θερμόν. 〈Stephani.〉 —Διὰ τί δὲ αἱ ἀντωνυμίαι τὰ πρόσωπα περὶ τὴν | |
5 | ἀρχὴν κινοῦσιν, καὶ οὐ περὶ τὸ τέλος; Καί φαμεν, ὅτι πᾶσα κλίσις περὶ τὸ τέλος γίνεται ἐπί τε ὀνόματος, καλός καλοῦ, καὶ ἐπὶ ῥήματος, λέγω λέγεις· κινοῦνται δὲ αἱ ἀντωνυμίαι καὶ κατὰ πρόσωπον καὶ κατὰ πτῶσιν· ἀλλ’ οὐκ ἠδύναντο ἑκατέραν κίνησιν ἐν τέλει ποιήσασθαι, ἵνα μὴ σύγ‐ χυσις γένηται. Κατεμέρισαν οὖν τῷ μὲν προσώπῳ τὴν ἀρχήν, τῇ δὲ | |
10 | πτώσει τὸ τέλος, οἰκείως τῇ πτώσει τὸ τέλος δοῦσαι, ὡς ἀντὶ ὀνόματος οὖσαι, οὗ ἡ πτωτικὴ κίνησις ἐν τέλει ἦν. Παραγώγων δὲ ἐμός σός ὅς.] Ἀπὸ κοινοῦ «πρόσωπα» δεῖ προσ‐ θεῖναι, ἵν’ ᾖ «παραγώγων δὲ πρόσωπα»· πρῶτον μὲν πρόσωπον ἐμός, δεύτερον δὲ πρόσωπον σός, τρίτον δὲ πρόσωπον ὅς. | |
15 | Γένη τῶν πρωτοτύπων διὰ μὲν τῆς φωνῆς οὐ διακρίνεται, διὰ 〈δὲ〉 τῆς ὑπ’ αὐτῶν δείξεως, οἷον ἐγώ.] Οὐκ ἔστι, φησίν, ἀπὸ χαρακτῆρος ἢ ἀρσενικὸν ἢ θηλυκὸν ἢ οὐδέτερον καταλαβεῖν ἐπὶ τῆς πρωτοτύπου ἀντωνυμίας, ἀλλὰ τὸν ἔλεγχον ἔχειν ἀπὸ τῶν προσώπων τῶν διαλεγομένων· διὰ γὰρ τῆς ὑπ’ αὐτῶν δείξεώς φησι 〈τὰς πρωτο‐ | |
20 | τύπους ἀντωνυμίας τὰ γένη διαστέλλειν〉· πρωτότυπος δὲ ἀντωνυμία ἐστὶν ἡ ἐγώ. Μὴ ζήτει μηδεμίαν ἀκολουθίαν ἐπὶ πρωτοτύπῳ ἀντωνυμίᾳ· οὔτε γὰρ πτώσεις πρὸς πτώσεις ἔχουσιν ἀναλογίαν, οὔτε ἀριθμοὶ πρὸς ἀρι‐ θμούς· ἐντεῦθεν καί τινες αὐτὰς θεματικὰς εἰρήκασι, καὶ οὕτως αὐτόθεν | |
25 | θεματίζεσθαι. —Καὶ ἄλλως. Δι’ ἣν αἰτίαν ἐν φωνῇ τὸ γένος οὐ ση‐ μαίνουσιν, εἴπομεν· δεῖξιν γὰρ ἔχουσιν, ἥτις ἑρμηνεύει τὸ γένος. 〈Stephani.〉 —Τῶν δὲ παραγώγων, οἷον ὁ ἐμός, ἡ ἐμή, τὸ ἐμόν.] Ἐν ταῖς παραγώγοις ἡ ἀντωνυμία, ἐπειδὴ χαρακτῆρα ἔσχεν ὀνοματικόν, καὶ 〈τὴν〉 τῶν ὀνομάτων κίνησιν ἀναδέδεκται. Ταύτας δὲ | |
30 | τὰς παραγώγους καὶ κτητικὰς ἔφασάν τινες καὶ διπροσώπους· ἅμα γὰρ | 262 |
263 | τῷ κτῆμα σημαίνειν καὶ τὸν κτήτορα περιλαμβάνουσιν. Καὶ ὥσπερ ἐπὶ τῶν ὀνομάτων τὰ κτητικὰ ἐπαγγέλλεται κτῆσιν, περιλαμβανομένου τοῦ προσώπου τοῦ κτήτορος, οὕτω καὶ ἐν ταῖς παραγώγοις τῶν ἀντωνυμιῶν ἑκάτερα ἔστι θεωρῆσαι, ἐν μὲν τῇ ἀρχῇ τὸ πρόσωπον τοῦ κτήτορος, ἐν | |
5 | δὲ τῷ τέλει τὸ κτῆμα, ὅπερ ἐστὶν ὄνομα· ἐντεῦθεν καὶ ποικιλία τίς ἐστιν ἐν αὐταῖς· ποτὲ γὰρ εὑρήσεις τὸν κτήτορα ἑνικοῦ ἀριθμοῦ ἢ δυϊκοῦ ἢ πληθυντικοῦ, 〈ποτὲ δὲ τὸ κτῆμα ἑνικοῦ ἀριθμοῦ ἢ δυϊκοῦ ἢ πληθυντι‐ κοῦ〉. Δεῖ οὖν ἀκριβῶς κατανοεῖν ἐν ταῖς φωναῖς τῶν ἀντωνυμιῶν· ὅταν μὲν οὖν ἡ κτητικὴ ἀντωνυμία ἄρχηται ἀπὸ τοῦ ε 〈ἢ ς〉, οἷον ἐμός | |
10 | σός, τότε ὁ κτήτωρ ἐστὶν ἑνικός, ὅτε δὲ ἀπὸ τοῦ νωϊ 〈ἢ〉 σφωϊ, οἷον νωΐτερος σφωΐτερος, τότε ἐστὶ δυϊκός, ὅτε 〈δὲ〉 ἀπὸ τοῦ ἡμ ἢ ὑμ, οἷον ἡμέτερος ὑμέτερος, τότε πληθυντικὸς πάλιν ὁ κτήτωρ· τὸ δὲ κτῆμα πρὸς τὴν κατάληξιν νοεῖται, οἷον εἰ μὲν εἰς ος καταλήγει, ἑνικόν, εἰ δὲ εἰς ω λήγει, δυϊκόν, 〈εἰ δὲ εἰς οι λήγει, πληθυντικόν〉. | |
15 | Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Ψεῦδός ἐστι τὸ ἐν ταῖς παραγώγοις διὰ φωνῆς 〈τῆς τοῦ ἄρθρου〉 τὸ γένος δηλοῦσθαι· τὸ γὰρ ἄρθρον οὐ τῆς ἀντωνυμίας, ἀλλὰ τοῦ κτήματος· οὐδὲ γὰρ ἐν αὐταῖς τὸ γένος τῆς ἀν‐ τωνυμίας, τουτέστι τοῦ κτήτορος, διὰ τῆς φωνῆς ἑρμηνεύεται, ἀλλὰ τὸ τοῦ κτήματος, ὅπερ ἔξωθέν ἐστι τῆς ἀντωνυμίας, ἐπεί τοί γε καὶ ὁ πα‐ | |
20 | τὴρ καὶ ἡ μήτηρ ἐρεῖ ὁ ἐμὸς 〈παῖσ〉, καὶ ἄδηλον τὸ γένος τοῦ κτήτορος· ἡ δὲ ἀντωνυμία γενικῆς πτώσεώς ἐστιν, ὅτι πᾶν κτητικὸν ἐκ γενικῆς γί‐ νεται καὶ εἰς γενικὴν ἀναλύεται· «ὁ» οὖν «ἐμὸς παῖς, ἡ ἐμὴ γυνή, τὸ ἐμὸν παιδίον» πρὸς τὰ κτήματα τὰ ἄρθρα 〈ἔχει〉· ἀμέλει λέξειεν ἂν ἡ γυνὴ «ὁ ἐμὸς ἀνήρ»· ἄδηλον οὖν [καὶ] τῶν κτητόρων τὸ γένος διὰ τῆς φωνῆς. | |
25 | 〈Stephani.〉 —Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Ἀπαράδεκτοι ἄρθρων ἀντωνυμίαι αἱ πρωτότυποι, εἴ γε αἱ μὲν πρώτην γνῶσιν ἐδήλουν, τὰ δὲ δευτέραν· εὐλόγως μέντοι μετὰ τὴν γνῶσιν ἐπαχθήσεται, «ἐγὼ ὃς ἐτί‐ μησά σε». Ἀλλ’ οὐδὲ αἱ παράγωγοι δέξονται ἄρθρα· τῶν γὰρ ὑπακουο‐ μένων κτημάτων τὰ ἄρθρα· ὅτι δὲ οὐ τῶν ἀντωνυμιῶν τὰ ἄρθρα, δῆλον | |
30 | ἐκ τοῦ τὴν γυναῖκα λέγειν «ὁ ἐμός» καὶ τὸν ἄνδρα «ἡ ἐμή», 〈καὶ〉 «ὁ ἡμέτερος» τέ φαμεν καὶ «οἱ ἡμέτεροι». Ἀριθμοὶ πρωτοτύπων ἑνικὸς μὲν ἐγώ 〈σύ ἵ〉, δυϊκὸς δὲ νῶϊ σφῶϊ, πληθυντικὸς ἡμεῖς ὑμεῖς σφεῖς.] Πῶς τοῦ ἑνικοῦ καὶ πληθυντικοῦ ἀριθμοῦ τρία πρόσωπα ἔχοντος ὁ δυϊκὸς δύο μόνα ἔχει; | |
35 | Φαμὲν οὖν ὅτι τὸ τρίτον πρόσωπον τῶν πρωτοτύπων δυϊκῶν ἀντωνυ‐ μιῶν ἐπιλέλοιπεν εἰς ἀντίστασιν ἐμπεσόν· πᾶν γὰρ δυϊκὸν ἐγκλίνεται, | |
οἷον 〈Α 338〉 καί σφωϊν, 〈Α 8〉 τίς τ’ ἄρ σφωε· ἔδει οὖν καὶ τὸ | 263 | |
264 | τῆς εὐθείας εἶναι τρίτον σφωέ καὶ ἐγκλίνεσθαι. Ἀλλ’ ἕτερος ἐκώλυε λόγος· οὐκ ἔστι γὰρ εὐθεῖα ἀντωνυμίας πρωτοτύπων ἐγκλινομένη· ὥστε τοῦ μὲν τρίτου δυϊκοῦ τὴν ἔγκλισιν ἀπαιτοῦντος, τῆς δὲ πτώσεως τῆς ὀρθῆς οὐκ ἀνεχομένης ἔγκλισιν, εἰκότως ἐπιλέλοιπε τὸ τρίτον πρόσωπον | |
5 | τῆς εὐθείας τῶν δυϊκῶν· εὑρέθη μέντοι τὸ τρίτον μόνην σημαῖνον αἰ‐ τιατικήν, αὕτη γὰρ οὐ παρῃτεῖτο τὴν ἔγκλισιν, ἐν τῷ 〈Α 8〉 τίς τ’ ἄρ σφωε θεῶν. Παραγώγων δὲ ἑνικὸς ἐμός σός ὅς, δυϊκὸς ἐμώ σώ ὥ, πλη‐ θυντικὸς ἐμοί σοί οἵ.] Εἰς δύο διαιρῶν τὰς ἀντωνυμίας, πρωτοτύ‐ | |
10 | πους καὶ παραγώγους, ἑκατέρω αὐτῶν ἕκαστον τῶν παρεπομένων ἀπο‐ δίδωσιν. Ἀπὸ κοινοῦ δὲ τὸ «ἀριθμοί», ἵν’ ᾖ «παραγώγων δὲ ἀριθμοί». Πτώσεις πρωτοτύπων μὲν ὀρθῆς ἐγώ σύ ἵ.] Τοῦ τρίτου προ‐ σώπου ἐστὶ τὸ ἵ, καὶ σημαίνει τὸ οὗτος ἢ ἐκεῖνος· καθ’ ἑαυτὸ μὲν κεί‐ μενον εὑρέθη οὐδαμοῦ, ἔοικε δὲ ἀπὸ τῆς τῶν Ἀττικῶν χρήσεως εἰρῆσθαι | |
15 | παρὰ τούτῳ τῷ τεχνογράφῳ· ἐκεινοσί γὰρ λέγουσι καὶ οὑτοσί. Γενικῆς ἐμοῦ σοῦ οὗ.] Ἐπειδὴ ἡ γενικὴ ἔδοξεν ἐπ’ ἐνίων ἀμ‐ φίβολος εἶναι κατὰ τὴν φωνήν—συνέπεσε γὰρ ἥ τε πρωτότυπος καὶ ἡ παράγωγος—οὐκ ἀλλαχόθεν τὴν διάκρισιν ποιησόμεθα ἢ ἐκ τοῦ ποιητοῦ τοῦ προδιαστείλαντος. Ἡ μὲν γὰρ ἐμοῦ καὶ σοῦ καὶ οὗ καὶ | |
20 | πρωτοτύπου καὶ παραγώγου ἐστὶ κατὰ φωνήν· ἀλλὰ τὴν ἐμοῦ γενικήν, φημὶ τὴν πρωτότυπον, ἄλλως πως παράγει ὁ ποιητής, ἡνίκα τὴν Ἑλένην παρεισφέρει λέγουσαν 〈Ζ 356〉 εἵνεκ’ ἐμεῖο κυνός, διὰ τῆς ει διφθόγ‐ γου, καὶ τὸ δεύτερον πρόσωπον σεῖο, καὶ τὸ τρίτον πρόσωπον ἕο καὶ εἷο, τὴν δὲ παράγωγον διὰ τῆς οι διφθόγγου, ὅταν φῇ 〈Ξ 118〉 πατρὸς | |
25 | ἐμοῖο πατήρ. Δοτικῆς ἐμοί σοί οἷ, αἰτιατικῆς ἐμέ σέ ἕ.] 〈Δοτικῆσ〉 τὸ πρῶτον καὶ δεύτερον ὀξύνεται, τὸ δὲ τρίτον περισπᾶται· ἐν δὲ τοῖς πληθυντικοῖς τὸ ἀνάπαλιν ἡμῖν μὲν καὶ ὑμῖν 〈περισπᾶται〉, σφίσι δὲ ὀξύνεται. Ζητεῖται δὲ διὰ τί ἡ ἐμοί καὶ σοί ὀξύνεται, ἡ δὲ οἷ περισπᾶται· | |
30 | ἔδει γὰρ πάσας περισπᾶσθαι ὡς δοτικάς. Καί φαμεν ὅτι οὐδεμία ἐστὶν ἀκολουθία ἐπὶ τῶν πρωτοτύπων ἀντωνυμιῶν. Κλητικῆς δὲ σύ.] Διὰ τί ἡ ἀντωνυμία ἐπὶ τῶν πρωτοτύπων δεύτερον μόνον πρόσωπον ἔχει κατὰ τὴν κλητικήν, οὔτε δὲ πρῶτον οὔτε τρίτον; Καὶ ῥητέον, 〈ὅτι〉 πρῶτον μὲν πρόσωπον οὐ δύναται ἔχειν ἡ | |
35 | κλητική· οὐδεὶς γὰρ ἑαυτὸν καλεῖ· ἀλλ’ οὔτε μὴν τρίτον· τὸ γὰρ τρίτον | |
ἄπεστιν, οὐδεὶς δὲ φρονῶν τὸν ἀπόντα καλεῖ· ἐπειδὴ δὲ ἡ κλητικὴ πρὸς | 264 | |
265 | δεύτερον πρόσωπον ποιεῖται τὸν λόγον, ἀναγκαίως δεύτερον πρόσωπον ἔσχηκεν. Καὶ ἄλλως. —Τὰς πτώσεις τῶν πρωτοτύπων ἐπεὶ μὴ δυνατὸν παριστάναι 〈δι’ ἀκολούθου κλίσεωσ〉, χρὴ 〈ἀπὸ ὀνομάτων ἀντ’ αὐτῶν | |
5 | παραλαμβανομένων αὐτὰς ἐπιγινώσκειν〉· ἀντὶ γὰρ 〈τοῦ〉 Τρύφων λέγω ἐγώ· δῆ〈λον〉 οὖν ὡς ὀρθῆς λέγω ἐγώ, καθάπερ ἀντὶ τοῦ Τρύφωνος λέγω ἐμοῦ, καὶ εἰσὶν ἀμφότερα γενικαί· ὁμοίως Τρύφωνι ἐμοί, καὶ Τρύ‐ φωνα ἐμέ. Κλητικὴν δὲ οὐκ ἐρῶ οὔτε ἐπὶ πρώτου προσώπου, ἐπεὶ οὐ‐ δεὶς ἑαυτὸν καλεῖ, οὔτε ἐπὶ τρίτου, οὐδεὶς γὰρ τὸν ἀπόντα καλεῖ. Ἡ | |
10 | δὲ σύ τοῦ δευτέρου προσώπου ἐστίν· εἰ γὰρ δεύτερόν ἐστι πρὸς ὃν ὁ λόγος, καὶ ἡ κλητικὴ πρὸς τὸν παρόντα προσφώνησις, οὐκ ἀτόπως τὸ δεύτερον πρόσωπον ἔσχε κλητικήν. 〈Stephani.〉 —Παραγώγων ἐμός σός ὅς, ἐμοῦ σοῦ οὗ, ἐμῷ σῷ ᾧ, ἐμόν σόν ὅν.] Ἰστέον ὅτι τὰ παράγωγα ἐπὶ μὲν τοῦ πρώτου | |
15 | προσώπου κλητικὴν ἔχουσιν· ὁ ἐμός γὰρ ὦ ἐμός ἔφη ὁ ποιητὴς 〈cfr τ 406〉 ἀττικῶς κλίνας, ἵνα μὴ συνεμπέσῃ τῇ αἰτιατικῇ τοῦ πρωτοτύπου τῇ ἐμέ, καὶ οἱ ἐμοί ὦ ἐμοί, 〈cfr γ 475〉 ἐμοὶ παῖδες, καὶ ὁ ἡμέτερος, 〈ex. gr. Θ 31〉 ὦ πάτερ ἡμέτερε. Τὰ δὲ δεύτερα κλητικὰς οὐκ ἔχου‐ σιν, ἐπεὶ μὴ δυνατὸν ἦν τὴν μίαν προσφώνησιν τῆς κλητικῆς ἀναμερι‐ | |
20 | σθῆναι τῷ τε κτήτορι καὶ τῷ κτήματι, κατ’ ἰδίαν ἑκατέρῳ· ὅ τε γὰρ κτήτωρ ἐφείλκετο τὴν προσφώνησιν, καθὸ δευτέρου ἦν προσώπου, δεύ‐ τερον δὲ πρὸς ὃν ὁ λόγος· ὁμοίως καὶ τὸ κτῆμα, καθὸ κλητική· ἀδύ‐ νατον δὲ μίαν κλητικὴν δύο διῃρημένας ποιεῖσθαι προσφωνήσεις. Τὰ μέντοι τρίτα ἠδύναντο μὲν ἔχειν κλητικάς, οὐχ εὑρέθησαν δὲ ἐν χρήσει. | |
25 | Σχήματα δύο, ἁπλοῦν, σύνθετον· ἁπλοῦν μέν, 〈οἷον〉 ἐμοῦ σοῦ 〈οὗ〉, σύνθετον δέ, οἷον ἐμαυτοῦ σαυτοῦ ἑαυτοῦ.] Σχήματα παρέπεται ταῖς ἀντωνυμίαις· σχήματα νῦν αὐτὰς τὰς συνθέσεις λέγει. Καὶ ζητεῖται, διὰ τί τὸ ἐμοῦ αὐτοῦ εἰς τὸ ἐμαυτοῦ καὶ ἐμοὶ αὐτῷ εἰς τὸ ἐμαυτῷ καὶ ἐμὲ αὐτόν εἰς τὸ ἐμαυτόν, ἡ δὲ ἐγὼ αὐτός οὐ συντί‐ | |
30 | θεται. Καὶ ῥητέον ὅτι ἐπεὶ ἀμετάβατός ἐστιν ἡ εὐθεῖα, οἷον οὐ μετα‐ βαίνουσα ἐπὶ ἕτερον πρόσωπον· ἡ 〈δὲ〉 σύνθεσις ἐπενοήθη πρὸς διάφορον σημαινόμενον. Ὃ δὲ λέγω τοιοῦτόν ἐστιν· αἱ κατὰ διάλυσιν ἀντωνυ‐ μίαι, ἤτοι κατὰ παράθεσιν, καὶ αὐτοπαθεῖς εἰσι καὶ ἀλλοπαθεῖς, οἷον καὶ | |
τὸ ἴδιον λαβοῦσαι πρόσωπον καὶ [τὸ] ἀλλότριον· δύναμαι γὰρ λέγειν | 265 | |
266 | «ἐμοῦ αὐτοῦ ἀκούω» καὶ «ἐμοῦ αὐτοῦ ἀκούει»· ἡ δὲ σύνθετος τὸ ἴδιον μόνον ἔχει, «ἐμαυτοῦ ἀκούω», καὶ ἔσχε διαφορὰν πρὸς τὴν κατὰ διά‐ λυσιν. Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Αἱ σύνθετοι τῶν ἀντωνυμιῶν ἀντανα‐ | |
5 | κλώμεναι καὶ αὐτοπαθεῖς καλοῦνται, ἐπεὶ τὴν ἐνέργειαν ἀφ’ ἑαυτῶν εἰς ἑαυτὰς ἀντανακλῶσιν· οἷον ὅταν λέγω «ἐμοῦ ἀκούεις», ἀπ’ ἄλλου εἰς ἄλλον γίνεται ἡ ἐνέργεια, ἐὰν δὲ «ἐμαυτοῦ ἀκούω», ἀπὸ τοῦ αὐτοῦ εἰς τὸν αὐτόν. Αὗται αἱ συντάξεις εὐθεῖαν ἔχουσι καὶ πλάγιον· εἰ δὲ ἐν εὐθείᾳ τὴν σύνθεσιν ποιήσαιμεν ἐγαυτός λέγοντες, δύο ἔσονται εὐθεῖαι, | |
10 | ὅπερ ἀδύνατον. Αἱ δὲ συνθέσεις γίνονται ἐν 〈ταῖσ〉 ἀντωνυμίαις πρὸς διάφορον σημαινόμενον, οἷον «ἐμοῦ αὐτοῦ ἀκούει»· 〈ὁ〉 ἀκούων ἄδηλος γίνεται· «ἐμαυτοῦ ἀκούω», καὶ λοιπὸν δῆλον ὅτι ἀκούω αὐτοπαθές, ὡς ἐπὶ ὀνομάτων [ἱματιοπώλης τοιχωρύχος] 〈αὐθέντησ〉. 〈Stephani.〉 —Αἱ σύνθετοι κλητικὴν οὐκ ἔχουσιν, ἐπειδὴ ἀπὸ τῆς | |
15 | αὐτός σύγκεινται μὴ ἐχούσης κλητικήν· ἢ ὅτι αὐτοπαθείας οὔσης καὶ ἀν‐ τανακλάσεως οὐδεὶς ἑαυτὸν καλεῖ, εἰ μή πού τις εἴποι· «καὶ τί κωλύει ἐπὶ δευτέρου εἶναι κλητικήν;» Δυϊκὰ δὲ καὶ πληθυντικὰ οὐκ ἔχουσιν αἱ σύνθετοι· πᾶν γὰρ δυϊκὸν καὶ πληθυντικὸν ἐκ διαφόρων σύγκειται προ‐ σώπων, οἷον νῶϊ—ἐγὼ καὶ σύ, ἡμεῖς—ἐγὼ καὶ ὑμεῖς· αἱ δὲ σύνθετοι | |
20 | ἀντωνυμίαι μονοπρόσωποι καὶ αὐτοπαθεῖς. —Ἰστέον δὲ ὅτι οὐδέποτε ἄλλο μέρος λόγου μετ’ ἀντωνυμίας συντίθεται, εἰ μὴ μετὰ τῆς αὐτός, οἷον αὐτόσσυτος αὐτόματος αὐτοδίδακτος. Εἴδη δέ, ὅτι αἱ μέν εἰσι πρωτότυποι, ὡς ἐγώ σύ ἵ, αἱ δὲ παράγωγοι, ὡς πᾶσαι αἱ κτητικαί, αἳ καὶ διπρόσωποι καλοῦν‐ | |
25 | ται.] Παρέπεται καὶ εἴδη ταῖς ἀντωνυμίαις, διότι αἱ μέν εἰσιν αὐτῶν | 266 |
267 | πρωτόθετοι, ὡς ἡ ἐγώ σύ ἵ, αἱ δὲ παράγωγοι, ὅ ἐστιν ἀπὸ τῶν πρω‐ τοτύπων παρηγμέναι, οἷον ἀπὸ τῆς ἐμοῦ πρωτοτύπου ἡ ἐμός κτητικὴ ἀντωνυμία, ἣ καὶ διπρόσωπος καλεῖται, καθὸ κτητικὴ οὖσα ἐμφαίνει ἐν ἑαυτῇ τόν τε κτήτορα καὶ τὸ κτῆμα. | |
5 | Παράγονται δὲ οὕτως· ἀπὸ μὲν τῶν ἑνικῶν αἱ ἕνα κτήτορα δηλοῦσαι, ὡς ἀπὸ τοῦ ἐμοῦ ὁ ἐμός· ἀπὸ δὲ δυϊκῶν αἱ δύο, ὡς ἀπὸ τοῦ νῶϊ νωΐτερος· ἀπὸ δὲ πληθυντικῶν αἱ πολλούς, ὡς ἀπὸ τοῦ ἡμεῖς ἡμέτερος.]—Στεφάνου. —Οὕτω γίνονται αἱ παράγωγοι· ἐγώ ἐμοῦ ἐμός, σύ σοῦ σός, ἵ οὗ ὅς, 〈νῶϊ〉 νῶϊν νωΐτερος, | |
10 | σφῶϊ 〈σφῶϊν〉 σφωΐτερος· ἀπὸ τοῦ τρίτου 〈οὐ〉 γίνεται, ἐπεὶ ἐγκλιτικόν, 〈Α 338〉 καί σφωϊν δὸς ἄγειν, ἀπὸ δὲ ἐγκλιτικῶν οὐ γίνεταί ποτε πτωτικόν· ἡμεῖς ἡμέων ἡμέτερος, 〈ὑμεῖς ὑμέων ὑμέτερος,〉 σφεῖς σφέων σφέτερος. Αὗται αἱ κτητικαὶ κλίνονται ὡς τὰ εἰς ος 〈τριγενῆ〉 ὀνόματα, ἔσωθεν δὲ ἔχουσι τὸν κτήτορα ἀκίνητον. Καλῶς δὲ εἶπεν «αἱ ἕνα κτή‐ | |
15 | τορα δηλοῦσαι»· ἐν ὅλῃ γὰρ τῇ κλίσει αὐτῶν εἷς ἐστιν ὁ κτήτωρ· ἀλλ’ ἐν μὲν τοῖς ἑνικοῖς ἓν τὸ κτῆμα, ἐν δὲ τοῖς δυϊκοῖς δύο τὰ κτήματα, ἐν δὲ τοῖς πληθυντικοῖς πολλὰ τὰ κτήματα· τὸ γὰρ κτῆμά ἐστι τὸ ἐν τῷ τέλει κινούμενον, ὅπερ ἐπὶ τῶν ἀριθμῶν μεταβάλλεται εἰς δύο καὶ πολλὰ κτήματα. | |
20 | Τῶν ἀντωνυμιῶν αἱ μέν εἰσιν ἀσύναρθροι, αἱ δὲ σύναρ‐ θροι· ἀσύναρθροι μέν, οἷον ἐγώ, σύναρθροι δέ, οἷον ὁ ἐμός.] —Στεφάνου. —Τὸ δόγμα τοῦτο περιττόν· ἰδοὺ γὰρ αἱ ἀσύναρθροι μετὰ ἄρθρων, οἷον «ἐγὼ ὃς ἔπραξα», καὶ αἱ σύναρθροι ἄνευ ἄρθρου, οἷον «ἐμὸς εἶ παῖς». | |
25 | Καλοῦσί τινες τὰς μὲν ἀσυνάρθρους πρωτοτύπους καὶ μονοπροσώ‐ πους, 〈τὰς δὲ συνάρθρους παραγώγους καὶ διπροσώπους.〉 Διαφέρουσι δὲ ἀλλήλων, ὅτι αἱ μὲν χωρὶς ἄρθρου λέγονται, οἷον ἐγώ, αἱ δὲ μετὰ ἄρθρου, οἷον ὁ ἐμός· καὶ ὅτι αἱ μὲν κοιναί εἰσι τῶν τριῶν γενῶν, αἱ δὲ παρασχηματίζονται τοῖς γένεσι· καὶ 〈ὅτι〉 αἱ μὲν ἓν 〈πρόσωπον〉 | |
30 | σημαίνουσιν, αἱ δὲ δύο· καὶ ὅτι αἱ μὲν ὀρθοτονοῦνται, αἱ δὲ ἐγκλίνονται. Οὐκ ὀρθῶς δὲ ποιῶν ὁ τεχνικὸς ἐκάλεσε τῶν ἀντωνυμιῶν τὰς μὲν συνάρθρους, τὰς δὲ ἀσυνάρθρους. Δεῖ γὰρ εἰδέναι, ὅτι σύναρθροι μὲν οὐκ ὤφειλον κληθῆναι διὰ τὸ ἀπροσδέκτους εἶναι ἄρθων κατὰ φύσιν· ἐναντίον γὰρ τὸ ἄρθρον καὶ ἡ ἀντωνυμία· τὸ μὲν γὰρ ἄρθρον δευτέραν | |
35 | γνῶσιν καὶ ἀπουσίαν σημαίνει, ἡ δ’ ἀντωνυμία πρώτην γνῶσιν ἐπαγγέλ‐ | 267 |
268 | λεται καὶ ἀεὶ δεῖξιν. Πῶς οὖν δύναται προσπλέκεσθαι ταῦτα ἀλλήλοις; Ὁμοίως δὲ ἀσυνάρθρους οὐκ ἐχρῆν αὐτὰς καλέσαι, διὰ τὸ μηδεμίαν ἔχειν πρὸς τὸ ἄρθρον μετουσίαν. Χρὴ δὲ γινώσκειν, ὅτι τῶν ἀντωνυμιῶν αἱ μὲν ὀρθὸν τόνον κεκλή‐ | |
5 | ρωνται μόνως, αἱ δὲ ἐγκλιτικὴν σύνταξιν, τινὲς δὲ ἄμφω· ὀρθοτονοῦν‐ ται μὲν ἅπασαι συλλήβδην αἵ τε τῆς ὀνομα〈σ〉τικῆς, αἵ τε τοῦ πρώτου καὶ δευτέρου 〈προσώπου δυϊκαὶ πάσησ〉 πτώσεως, 〈καὶ αἱ σύνθετοι,〉 καὶ ὅσαι ἢ τὸ 〈ε〉 ἐπλεόνασαν κατ’ ἀρχὴν ἢ τὸ ι, ἔτι ἐξαιρέτως ἡ σέθεν ἐπὶ δευτέρου προσώπου, καὶ ὅσαι μονοπρόσωποί εἰσι, τὸ γένος διὰ τῆς | |
10 | φωνῆς παριστᾶσαι. | 268 |
269(1t) | § 18 (23b). | |
2t | Περὶ προθέσεως. | |
3 | 〈Stephani.〉 —Πρόθεσις λέγεται παρὰ τὸ προτίθεσθαι ὀνομάτων τε καὶ ῥημάτων, οἷον ἐπὶ μὲν ὀνομάτων κατάλογος, ἐπὶ δὲ ῥημάτων | |
5 | καταγράφω περιγράφω διακόπτω· προτάσσεται δὲ καὶ τῶν ἄλλων μερῶν | |
5 | τοῦ λόγου, οἷον μετοχῆς, καταβάς ἀνατλάς ἀποπλαγχθείς, ἄρθρου, κατὰ τοῦ φίλου, ὑπὲρ τοῦ φίλου, ἀντωνυμίας, πρὸς ἐκεῖνον, ἐπιρρήματος, ὡς τὸ πρόπαλαι, συνδέσμου, 〈Χ 59〉 πρὸς δέ· ὁ δὲ ἐπεί παρασυναπτικὸς ἐκ τοῦ εἴ συνδέσμου καὶ τῆς ἐπί προθέσεως σύγκειται. Προτάσσεται δὲ ἢ 〈ἐν〉 συνθέσει ἢ ἐν παραθέσει, ἐν συνθέσει μέν, | |
10 | ἔξοδος παραγράφω, ἐν παραθέσει δέ, κατ’ Ἀπολλωνίου, κατ’ ἐμοῦ, κατὰ τοῦ φίλου· εἰ δὲ παρὰ τάξιν τεθῶσι, τουτέστιν ὑποταγῶσι, καὶ τὸν τόνον ἀμείβουσιν. Συντίθεται δὲ ἡ πρόθεσις ἐν 〈ῥήμασι καὶ ἐν〉 εὐθείαις καὶ ταῖς αὐτῶν πλαγίαις· πᾶσα οὖν πρόθεσις μετὰ ῥήματος ἢ μετ’ εὐθείας ὀνόματος ἑνοῦται, μετὰ δὲ πλαγίων οὐχ ἑνοῦται, εἰ μή πού γε ἐξ εὐθείας εἴη ἡ σύνθε‐ | |
15 | σις· οἷον τὸ κατ’ Ἀπολλωνίου δύο μέρη λόγου, ἐπειδὴ οὐκ ἔστι τὸ καταπολ‐ λώνιος ἓν μέρος λόγου οὔτε δὴ λέγεται, τὸ δὲ κατάλογον ἓν μέρος λόγου, ἐπειδὴ καὶ τὸ κατάλογος ἕν· ὁμοίως δὲ καὶ τὸ καταβαίνω ἓν μέρος, ἐπειδή ἐστι μετὰ ῥήματος λέξις συντιθεμένη. Καὶ ἔστιν εἰπεῖν, ὅτι εἰσὶ μὲν αἱ προθέσεις μετὰ ῥημάτων ἐν συνθέσει, καὶ ἔτι ἐν ἐπιρρήμασιν. | |
20 | Ἐν δὲ μετοχαῖς τὸ αὐτὸ σχῆμα ἔχουσι τοῖς ῥήμασι, χωρὶς εἰ μὴ 〈ἐν〉 πλαγίοις πάλιν παράθεσις γίνεται, ὡς ἔχει παρὰ τὸν ἀναγινώσκοντα, παρὰ τὸν ὑποκρινόμενον. Ἐν ἀντωνυμίαις ἀεὶ ἐν παραθέσει εἰσί· καὶ τοῖς ἄρθροις δὲ παρατίθενται· ἑνωθεῖσαι γὰρ μετὰ τῶν πτωτικῶν ἔξωθεν τὸ ἄρθρον προσλαμβάνουσι, καὶ διὰ τοῦτο ἓν μέρος λόγου ἐστὶ τὸ τοῦ | |
25 | παραφέροντος· εἰ δὲ ἔσωθεν τὸ ἄρθρον παρατεθείη, οὐκ ἔστιν ἐν συν‐ θέσει. Καὶ ἑαυτῶν ἔσθ’ ὅτε προτίθενται, 〈Ν 50. 87〉 ὑπερκατέβησαν ὁμίλῳ. Ἐν παραθέσει συνδέσμων προηγοῦνται, ὡς ἐν τῷ καθ’ ὅτι· πολλάκις δὲ καὶ ἀντὶ συνδέσμων προθέσεις παραλαμβάνονται, ὡς ἐπὶ τοῦ τοιούτου, «ἐκ τῆς ῥᾳθυμίας» ἀντὶ τοῦ «ἕνεκα τῆς ῥᾳθυμίας». | |
30 | Διὰ δὲ τὸ πρὸ τῶν ἄλλων μερῶν τοῦ λόγου θέλειν προτάττεσθαι, διὰ τοῦτο καί τινες αὐτὴν πρώτην θέσιν ὠνόμασαν, διὰ τὸ θέλειν τὸν πρῶτον τόπον ἔχειν. Διὰ τοῦτο καὶ τὰ ῥήματα ἀπὸ προθέσεως ἀρχό‐ | |
μενα οὐ συγχωρεῖ ἔξωθεν αὔξεσθαι· τὰ γὰρ τοιαῦτα ῥήματα ἔσωθεν καὶ | 269 | |
270 | οὐκ ἔξωθεν ποιεῖται τὴν κλίσιν, οἷον καταβαίνω· οὐ 〈γὰρ〉 λέγω ἐκατά‐ βαινον, ἀλλ’ ἔσωθεν τὴν κλίσιν ποιοῦμαι, τῶν ἄλλων ῥημάτων τῶν ἁπλῶν 〈τῶν ἀπὸ〉 συμφώνων ἀρχομένων ἔξωθεν λαμβανόντων τὸ ε· οὕτω φί‐ λαρκτός ἐστιν ἡ πρόθεσις. | |
5 | Πᾶσα δὲ πρόθεσις καθ’ ἑαυτὴν οὐδὲν δηλοῖ· σημαίνει δὲ ἢ χρόνον, ὡς τὸ προεῖπον, ἢ ἔμφασιν, οἷον καταφαγεῖν, ἢ πλεονασμόν, οἷον ὑπο‐ δμώς ἐναλίγκιος ἐναντίος ἐνέπω. Τὸ 〈δὲ〉 〈π 45〉 πάρα δ’ ἀνήρ καὶ 〈φ 288〉 ἔνι τοι φρένες καὶ τὰ ὅμοια προθέσεις εἰσὶ λείπουσαι ῥή‐ μασιν, ἐπεὶ καὶ τοὐναντίον λείπει ῥήματα προθέσει, οἷον 〈Ι 649〉 ἀλλ’ ὑμεῖς | |
10 | ἔρχεσθε, 〈Λ 271〉 πικρὰς ὠδῖνας ἔχουσαι. Εἰσὶ δὲ αἱ πᾶσαι προθέσεις ὀκτὼ καὶ δέκα· ὧν μονοσύλλα‐ βοι μὲν ἕξ, ἔν εἴς ἔξ σύν πρός πρό, αἵτινες οὐκ ἀναστρέφον‐ ται· δισύλλαβοι δὲ δύο καὶ δέκα, ἀνά κατά διά μετά παρά ἀντί ἐπί περί ἀμφί ἀπό ὑπό ὑπέρ.] Μονοσυλλάβους λέγει μὲν ἓξ | |
15 | τὸν ἀριθμόν, ἅστινας οὐδὲ ἀναστρέφεσθαι· δισυλλάβους δὲ δύο καὶ δέκα, ὧν δισυλλάβων μία διφορεῖται καὶ τὸ αὐτὸ σημαινόμενον ἔχει, ἀμφί περί· ὥστε τῇ μὲν φωνῇ εἶναι ιηʹ, τῇ δὲ δυνάμει ιζʹ. Ἔστι δὲ τῆς προθέσεως τὸ μὲν ἐλάχιστον μέγεθος μονοσύλλαβον, τὸ δὲ μέγιστον δισύλλαβον· διὸ καὶ ἐκ δισυλλάβων κατὰ συγκοπὴν μο‐ | |
20 | νοσύλλαβοι γίνονται, καὶ ἐκ μονοσυλλάβου δισύλλαβος. Ἐπειδὴ δὲ τοῦτό ἐστι τῶν προθέσεων τὸ μέχρι δισυλλαβίας αὔξεσθαι, εἰ συμβῇ τὰς δισυλ‐ λάβους πλεονάσαι τὸ ι, ἐπειδὴ ἐπίστανται ἑαυτῶν τοὺς ὅρους, ἔσωθεν ποιοῦνται τοὺς πλεονασμούς· ἡ γὰρ ὑπέρ ἐπὰν πλεονάσῃ τὸ ι, ὑπείρ γίνεται, οὐχ ὑπερί, ὡς ἔχει παρὰ τῷ ποιητῇ 〈Ω 13〉 ὑπεὶρ ἅλα | |
25 | τ’ ἠϊόνας τε· καὶ ἡ ὑπό, δωρικῶς ὑπά εἰρημένη, πλεονασμὸν ὑπομένει τοῦ ι, 〈Β 824〉 ὑπαὶ πόδα νείατον Ἴδης, καὶ ἡ κατά καταί, 〈Apoll. Rhod. 2, 353. 3, 160〉 καταιβάτις ἐστὶ κέλευθος, καὶ ἡ παρά παραί. Αἱ δὲ δισύλλαβοι ἀναστρέφονται χωρὶς δύο τριχρόνων, τῆς ἀντί καὶ ἀμφί, καὶ διχρόνων δύο, τῆς διά καὶ ἀνά· ὅθεν ἡ ἐνί μετὰ πλεονα‐ | |
30 | σμοῦ τοῦ ι πάλιν ἀναστρέφεται· ἡ διά δὲ καὶ ἀνά 〈οὐκ〉 ἀναστρέφον‐ ται, ἵνα μὴ συνεμπέσωσι τοῖς ὀνόμασιν, ἡ μὲν διά τῇ αἰτιατικῇ τῇ Δία, | |
ἡ δὲ ἀνά τῇ κλητικῇ τῇ ἀπὸ τοῦ ἄναξ εἰρημένῃ ἰωνικῶς, 〈Π 233〉 Ζεῦ | 270 | |
271 | ἄνα. Ἰστέον δὲ ὅτι μόναι αἱ δίχρονοι 〈δισύλλαβοι〉 ἀναστρέφονται· οὔτε γὰρ αἱ μονοσύλλαβοι ὡς μονοσύλλαβοι ἔχουσί πως τὸν ἴδιον τόνον ἀνα‐ βιβάζειν, οὔτε μὴν αἱ τρίχρονοι· ἔνθεν καὶ ἡ κατά, ὅτε γίνεται καταί, οὐ‐ κέτι ἀναστρέφεται, ὡς πλεονασμὸν χρόνου παθοῦσα καὶ γενομένη λοιπὸν | |
5 | τρίχρονος, καὶ ἡ παρά 〈ὅτε γίνεται〉 παραί, καὶ ὁμοίως αἱ ἄλλαι πᾶσαι. Πᾶσα δὲ πρόθεσις μεγεθυνομένη ἔξωθεν μεγεθύνεται, ὡς ἡ κατά γίνεται καταί καὶ ἡ παρά παραί· μόνη δὲ ἡ ὑπέρ ἔσωθεν ἐμεγεθύνθη, ὡς ἐν τῷ 〈Ω 13〉 ὑπεὶρ ἅλα· καὶ τὸ αἴτιον, ἵνα μὴ ὑπερβῇ τὴν πο‐ σότητα τῶν συλλαβῶν· πᾶσα γὰρ πρόθεσις ἢ μονοσύλλαβός ἐστιν ἢ δι‐ | |
10 | σύλλαβος. Ἰστέον δὲ ὅτι αἱ προθέσεις 〈ὅτε〉 ἀναστροφὴν ὑπομένουσι καὶ τοῦ ἰδίου πολλάκις ἐξίστανται μερισμοῦ, τουτέστι τοῦ εἶναι προθέσεις· ἀναστροφὴ δέ ἐστιν, ὅταν ὁ ἐπὶ τέλους τόνος εἰς τὴν πρὸ τέλους ἀναβιβάζηται συλλαβήν· οἷον ἡ ἀνά πρόθεσις, ὅταν γένηται ἄνα, ἀντὶ προθέσεως ῥῆμα | |
15 | σημαίνει, οἷον 〈Ι 247〉 ἀλλ’ ἄνα, εἰ μέμονάς γε· σημαίνει γὰρ ἐν‐ ταῦθα 〈τὸ〉 ἀνάστηθι· καὶ ἡ ἀπό, ὅταν γένηται ἄπο, ἐπίρρημα σημαίνει, οἷον 〈Σ 64〉 ἄπο π〈τ〉ολέμοιο μένοντα· σημαίνει γὰρ ἐνταῦθα τὸ ἄποθεν. 〈Stephani.〉 —Πᾶσαι δὲ αἱ προθέσεις τόνον ἔχουσι τὸν ὀξύν, χωρὶς | |
20 | εἰ μὴ ἀναστρέφονται, καὶ χρόνον τὸν βραχύν, χωρὶς εἰ μὴ πλεονάζοιεν τὸ ι. Καὶ πᾶσα πρόθεσις δισύλλαβος εἰς δίχρονον καταλήγει, μόνη δὲ ἡ ἀπό καὶ ἡ ὑπό παράλογοί εἰσιν εἰς τὸ ο λήξασαι. Φιλοῦσι δὲ καὶ ψιλῷ συμφώνῳ τυποῦσθαι· ἡ ἀμφί μόνη διὰ δασέος, ἥτις ἐν τῇ συν‐ θέσει 〈ἔσθ’ ὅτε〉 τὸ ψιλὸν ἀπολαμβάνει· ἀμπεχόνη 〈γὰρ〉 καὶ 〈Arist. | |
25 | Ran. 1063〉 ἀμπίσχων. | |
26t | § 19 (24b). | |
27t | Περὶ ἐπιρρήματος. | |
28t | Διομήδους. —Ἐπίρρημά ἐστι etc. = Σd 59, 2—15. | |
29 | Εἰ δὲ καὶ προτάττεται καὶ ὑποτάσσεται, πῶς ἀπὸ μιᾶς συντάξεως | |
30 | μόνον ὠνομάσθη; Φαμὲν οὖν ὡς ἡ ἐπί πρόθεσις δύο συντάξεών ἐστι ση‐ | |
30 | μαντική· καὶ προηγουμένου γὰρ τοῦ ῥήματος τοῦτο δυνάμεθα καλεῖν ἐπίρ‐ | |
ρημα, τὸ ἐπὶ τῷ ῥήματι λεγόμενον, ἀντὶ 〈τοῦ〉 μετὰ τὸ ῥῆμα, ὥς φαμεν | 271 | |
272 | «ὅδε ἐπὶ τῷδε ἦλθεν», ἀντὶ τοῦ «μετὰ τόνδε»· καὶ πάλιν ὁμοίως προη‐ γούμενον τοῦ ῥήματος ἐπίρρημα τὸ αὐτὸ καλοῦμεν, οἷον ἐφ’ ᾧ ῥῆμά τι τίθεται, ἀντὶ τοῦ μεθ’ ὅ. Ἐκ τῆς συντάξεως δὲ εἴληφε τὸ ἐπίρρημα τὴν ὀνομασίαν· διὰ τοῦτο | |
5 | γὰρ καὶ ἐπίρρημα λέγεται, ἐπειδὴ ἐπί τι ῥῆμα φέρεται· πάντως γὰρ ἐὰν εἴπω «καλῶς», ἐπιφέρεται καὶ ῥῆμα, ἢ «ἔτυψα» ἢ «ἔλεξα» ἤ τι τῶν τοιούτων. Ὅθεν καί τινες τὸ φεῦ καὶ τὸ οἴμοι, διὰ τὸ μὴ ἔχειν ἐπι‐ φερόμενον ῥῆμα, ᾠήθησαν μὴ εἶναι ἐπιρρήματα, ἀλλ’ ἕτερα μέρη λόγου. Ὅτι δὲ ἐπιρρήματά ἐστι καὶ οὐδὲν ἄλλο, σαφὲς ἐντεῦθεν· αἱ ἀναφω‐ | |
10 | νήσεις αὗται ψυχῆς πασχούσης εἰσί, τὸ δὲ πάσχειν ἢ ἐνεργεῖν ῥηματικῆς ἐστι διαθέσεως, ὥστε εἰ καὶ μὴ ἐπαχθῇ τούτοις ῥῆμα, φανερόν ἐστιν ὅτι παθών τίς τι τοῦτο βοᾷ· διὰ δὲ τοῦ πάθους τὴν σύνταξιν 〈ἔχει πρός τι ῥῆμα τὸ φεῦ καὶ τὸ οἴμοι〉. Σύνθετον δέ ἐστι τὸ 〈ἐπίρρημα〉 παρὰ τὴν ἐπί πρόθεσιν καὶ τὸ ῥῆμα· ἅμα δὲ τῇ συνθέσει πεπλεόνακε τὸ ρ, | |
15 | ὡς καὶ 〈ἐν〉 τῷ ἄρρωστος. Τὸ δὲ ἐπίρρημα ποιεῖται πάντως ἀεί ποτε τὴν σύνταξιν πρὸς τὸ ῥῆμα, ἢ καθόλου ἢ μερικῶς, ἢ αἰσθητῶς ἢ νοητῶς· καθόλου μέν, ὡς τὰ τῆς μεσότητος, οἷον καλῶς· δύναμαι γὰρ ταῖς πέντε ἐγκλίσεσι συντάξαι τὸ καλῶς, «καλῶς τύπτω, καλῶς τύπτε, καλῶς τύπτειν, καλῶς τύπτοιμι, | |
20 | καλῶς ἐὰν τύπτω». 〈Τὰ δὲ μερικῶς·〉 οὐ γὰρ πάντα τὰ μόρια, φημὶ τὰ ἐπιρρηματικά, εὐθετεῖ πρὸς πάσας τὰς ἐγκλίσεις· ἰδοὺ γὰρ τὸ ἄγε μόνοις προστακτικοῖς συντάσσεται, καὶ τὸ εἴθε μόνοις εὐκτικοῖς συντάσ‐ σεται, καὶ τὸ ἐάν μόνοις ὑποτακτικοῖς· καὶ πάλιν τὸ χθές οὐ δύνασαι τάξαι ἐπὶ μέλλοντος, οὔτε τὸ αὔριον ἐπὶ παρῳχηκότος, οὔτε τὸ μή ἐπὶ | |
25 | ὁριστικῶν, οὔτε τὸ οὔ ἐπὶ προστακτικῶν· διὰ τοῦτο 〈δὲ〉 εἴρηται «ἢ καθόλου ἢ μερικῶς», ἐπειδὴ ἕκαστον μόριον ἔχει τὴν ἰδίαν σύνταξιν, πῇ μὲν καθόλου, πῇ δὲ ἐν μέρει, πῇ δὲ νοητῶς, ὡς ὅταν εἴπω ἰατταταῖ ἢ ὀττοτοῖ, μηδὲν ἐπαγαγών· δίδωσι γὰρ ἡ ἔννοια τοῦ ἐπιρρήματος, ὅτι μέλλων σχετλιάζειν ταῦτα ἐφθεγξάμην· αἰσθητῶς δέ, ὅταν αὐταῖς ταῖς | |
30 | φωναῖς δείξω καὶ συντάξω τὸ ἐπίρρημα τοῖς ῥήμασιν· ἓν γάρ ἐστι τῶν | |
συντελούντων εἰς τὴν ἀναπλήρωσιν τοῦ λόγου. | 272 | |
273 | τῶν κλιτικῶν 〈μερῶν τοῦ λόγου〉· τῶν 〈γὰρ〉 μερῶν τοῦ λόγου τὰ μὲν κλιτικά ἐστι, τὰ δὲ ἄκλιτα. Οὕτω δὲ ἄκλιτόν ἐστι τὸ ἐπίρρημα, ὅτι καὶ ἐπάν τι κλιτικὸν εἰς τοιαύτην 〈σύν〉ταξιν ἐπενεχθῇ, μονοσχημάτιστον γί‐ νεται, οἷον εἰπεῖν ἔστιν ὄνομα τὸ κραιπνός τριγενές· τοῦτο κατὰ τὴν | |
5 | οὐδετέραν προφορὰν κατὰ τὸν πληθυντικὸν ἀριθμὸν κραιπνά λέγεται· καὶ ἐπὰν μὲν κραιπνὰ παιδία λέγω, τῶν κραιπνῶν παιδίων κλίνεται καὶ 〈εἰσ〉 τὰς λοιπὰς πτώσεις, ἐὰν δὲ τοῦτο τὸ ἐπιθετικὸν ὄνομα σύνταξιν λάβῃ ἐπιρρήματος, ὡς τὸ 〈Ε 223. Θ 107〉 κραιπνὰ μάλ’ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι, ἄκλιτον μένει. | |
10 | Ταὐτὸν δέ ἐστι τὸ ἐπίρρημα τοῖς ἐπιθετικοῖς ὀνόμασιν· ὃν τρόπον γὰρ τὰ ἐπίθετα ἀναμένει ἢ κύριον ἢ προσηγορικόν, οὕτω καὶ τὸ ἐπίρ‐ ρημα ἐάν τις προτάξῃ, ἀνάγκη ἐστὶν ἐπάγειν ῥῆμα· ἐπίκειται γὰρ ἀεὶ τῷ ῥήματι, ἄνευ γὰρ ῥημάτων οὐ συγκλείει διάνοιαν. Ἰστέον δὲ ὅτι ὅπου ἐπίρρημά ἐστι, πάντως καὶ ῥῆμα, ὅπου δὲ ῥῆμα, οὐ πάντως | |
15 | ἐπίρρημα. Διὰ τί δὲ τοῦ ῥήματος καὶ προτασσόμενον καὶ ὑποτασσόμενον μόνον ἐπίρρημα ἐκλήθη; Καί φαμεν ὅτι ἀπὸ τῆς μιᾶς συντάξεως τῆς κυριω‐ τέρας· εἰ γὰρ καὶ ὑποτάττεται τοῖς ῥήμασιν, ἀλλ’ ὅμως ἡ γνησία αὐτῶν σύνταξις προτέρα, ὥσπερ καὶ τὰ ἐπίθετα πρότερά ἐστι τῶν ὀνομάτων, | |
20 | καθ’ ὧν ἐπίκειται. Ἐντεῦθεν καὶ τὸ ἄρθρον ἀναδέδεκται ἀεὶ τὸ ἐπιθε‐ τικόν· οὕτω γοῦν γινόμενοι ἐν τοῖς Ὁμηρικοῖς ἐν τῇ πρώτῃ τῆς Ἰλιά‐ δος ῥαψῳδίᾳ κατεμεμψάμεθα τὸν ποιητὴν ἐπιτάξαντα τὸ ἄρθρον τῷ ὀνόματι ἐν τῷ 〈Α 11〉 οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα. Πεποίηται δὲ τὰ ἐπιρρήματα παρὰ μὲν ὄνομα, 〈ὡς τὸ〉 καλῶς | |
25 | [συριστί] θύραζε· παρὰ δὲ ῥῆμα, ὡς παρὰ τὸ κλέπτω κλέβδην, 〈αἰολίζω〉 αἰολιστί· παρὰ δὲ μετοχήν, ὡς τὸ ἐπισταμένως· παρὰ δὲ ἀντωνυμίαν, ὡς τὸ οὕτως· παρὰ δὲ πρόθεσιν, ὡς τὸ ἔσω ἔξω. Ἔστι δὲ καὶ ὀνο‐ ματικὴ κατάληξις σύνταξιν ἐπιρρηματικὴν ἀναδεξαμένη καὶ ἐπίρρημά ἐστιν, ὡς τὸ «ταχὺ ἐλθέ» 〈ἀντὶ τοῦ ταχέωσ〉, «καλὰ ποίησον» ἀντὶ τοῦ | |
30 | καλῶς· ἄπειρος δὲ ἡ εἰς τοῦτο παράθεσις· καὶ ἔστιν ἐν τούτοις ἀνα‐ λογία κεχωρισμένη τῆς τῶν ἐπιρρημάτων φωνῆς. Τῶν δὲ ἐπιρρημάτων τὰ μέν ἐστιν ἁπλᾶ, τὰ δὲ σύνθετα· ἁπλᾶ μέν, ὡς πάλαι, σύνθετα δέ, ὡς πρόπαλαι.] Οὐ μέχρι τῶν | |
συνθέτων μόνων εὑρίσκεται, ἀλλ’ ἔστι καὶ παρασύνθετα, ὡς τὸ παγκά‐ | 273 | |
274 | λων παγκάλως· ἀπὸ γὰρ συνθέτου ὀνόματος γενόμενον ἐγένετο παρα‐ σύνθετον. Διομήδους. —Τὰ δὲ χρόνου δηλωτικά etc. = Σd 59, 14—26. Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Στεφάνου. —Διαφέρει χρόνος και‐ | |
5 | ροῦ, ὅτι τὰ μὲν 〈χρονικὰ ὄντα〉 γενικὰ ἁπλούστερον καὶ μόνον τὸν χρόνον δηλοῖ, τὰ δὲ ἐπὶ καιροῦ μετὰ τοῦ χρόνον δηλοῦν καὶ ὡς πρός τι λέγεται· τὸ γὰρ σήμερον πρὸς τὸ αὔριον, τὸ δὲ τόφρα πρὸς τὸ ὄφρα· ἐν ἀναφορᾷ δὲ καὶ ἀνταποδόσει χρόνον δηλοῖ ταῦτα, ὅτε τότε πότε ὁπότε, ἡνίκα τηνίκα πηνίκα ὁπηνίκα. | |
10 | Ἕνα τρόπον καλεῖ εἶναι χρόνου δηλωτικόν, καὶ παρατίθεται τὸ νῦν, τὸ τότε, τὸ αὖθις· παράτασιν δὲ χρόνου ἔχουσι ταῦτα, καὶ τρόπον τινὰ ἀόριστον χρόνον δηλοῦσιν. Ἐντεῦθεν καὶ παρὰ τῷ ποιητῇ εὑρόν‐ τες τὸν διὰ τοῦ ὕπνου λόγον τοῦ Διὸς πρὸς Ἀγαμέμνονα λεγόμενον, 〈Β 29〉 νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν, 〈οὐ〉 λέγομεν ψευδῆ | |
15 | εἶναι· ἀλλὰ τὸ νῦν λαμβάνεται ἐπὶ ἡμέρας καὶ μηνὸς καὶ ἐνιαυτοῦ, ἀόρι‐ στον γάρ, ἤμελλε δὲ κατ’ ἐκεῖνον τὸν ἐνιαυτόν—δέκατος γὰρ ἦν— πορθεῖν τὴν Ἴλιον· ὥστε οὐκ ἐψεύσατο Ζεύς, 〈ἀλλ’〉 Ἀγαμέμνων ἥμαρτε μὴ ἀκριβῶς συμβαλὼν τὸ ὄναρ· καὶ διὰ τοῦτο καταμέμφεται δικαίως παρὰ τοῦ ποιητοῦ· ἐπάγει γὰρ αὐτῷ εὐθέως τὸ 〈Β 38〉 νήπιος, οὐδὲ | |
20 | τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα· χρονικὸν οὖν ἐπίρρημά ἐστι τὸ νῦν. † Ὑποτομὴν δὲ χρόνου ποιεῖται, ὡς ἔχει τὸ χθές αὔριον αὐτίκα ἔνθεν αὖθις. Καὶ δοκεῖ τι διάφορον εἶναι· οὐ γὰρ ταὐτόν ἐστι χρόνος καὶ καιρός, ἔστι γὰρ διαφορὰ τῶν τε χρονικῶν καὶ τῶν καιροῦ παρα‐ στατικῶν· τὰ μὲν 〈γὰρ〉 χρονικὰ παράτασιν χρόνου καὶ ἀοριστίαν ἐπαγ‐ | |
25 | γέλλεται, τὰ δὲ καιρόν τινα ὡρισμένον παρίστησι· τὸ γὰρ χθές ἐπὶ τῆς παρελθούσης ἡμέρας τέτακται, καὶ τὸ σήμερον ἐπὶ τῆς ἐνεστώσης, καὶ τὸ αὔριον ἐπὶ τῆς μελλούσης. Στεφάνου. —Τὰ δὲ μεσότητος, οἷον καλῶς σοφῶς δυνα‐ τῶς.] Μεσότητος λέγεται, ἐπεὶ μέσα ἐστὶν ἀρσενικῶν καὶ θηλυκῶν καὶ | |
30 | οὐδετέρων, ἢ καὶ [τῶν] δύο γενῶν, οἷον καλοί καλαί καλά καλῶν κα‐ λῶς, 〈πάντες πάντα πάντων πάντωσ〉· πάντα δὲ παράγωγα τὰ εἰς ως, πλὴν τοῦ ἕως τέως, 〈καὶ〉 πάντα ἀπὸ γενικῶν, πλὴν τοῦ οὕτως | |
ὥς· ἀπὸ δὲ τοῦ σημαινομένου δύναται ποιότητος εἶναι τὸ καλῶς καὶ | 274 | |
275 | σοφῶς· ἔστι καὶ ἀπὸ δύο γενῶν, οἷον πάντως ἀρσενικοῦ καὶ οὐδετέρου, καὶ ἀφ’ ἑνός, οὕτως ὥς. Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Γεωργίου. —Ταῦτα σημαντικὰ μέν ἐστι ποιότητος, 〈οἷον〉 τὸ καλῶς ἢ ψυχῆς ἢ σώματος ἢ ἄλλου τινὸς | |
5 | ποιότητα δηλοῖ [καὶ τὸ σοφῶς]· τῇ φωνῇ γε 〈μὴν〉 καλεῖται μεσότητος, μέσα γὰρ τρόπον τινὰ ὀνομάτων τε καὶ ἐπιρρημάτων· τὰς μὲν γὰρ ὑπάρξεις ἐξ ὀνομάτων ἔχουσι, τὰς δὲ καταλήξεις καὶ συντάξεις ἐξ ἐπιρ‐ ρημάτων. Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Τὰ τῆς μεσότητος ἐπιρρήματα 〈τὰ μὲν〉 | |
10 | κατὰ ἐπαίνου λέγονται, ὡς τὸ καλῶς σοφῶς σωφρόνως· ἃ δὲ διστακτι‐ κῶς, οὕτως ἐκείνως ἄλλως· ἃ δὲ ἐν ἐπιτηδεύμασι, μουσικῶς γραμματικῶς ἀθλητικῶς· ἃ δὲ κατὰ μετουσίαν, σαρκίνως ἀνθρωπίνως· ἃ δὲ κατὰ μείωσιν, ὡς τὸ κακῶς ἀδρανῶς ἀφρόνως. Μεσότητος λέγονται οὐκ εἰκῇ, ἀλλὰ διά τινα αἰτίαν· ἀεὶ γὰρ τὰ | |
15 | τῆς μεσότητος ἀπὸ ὀνομάτων ἔχει τὴν γένεσιν, ὀνομάτων δὲ λέγω τρι‐ γενῶν, ἀπὸ γενικῆς 〈πληθυντικῆσ〉, τοῦ ν εἰς ς μεταβαλλομένου. Ἐν‐ τεῦθεν καὶ τὰ τοιαῦτα κατὰ τόνον οὐδεμιᾶς ἔχεται ἀμφιβολίας, δεῖ δὲ πρότερον ἀποβλέπειν εἰς τὴν γενικὴν 〈πληθυντικὴν〉 τοῦ ὀνόματος καὶ ἰδεῖν, ὁποῖον ἔχει τόνον ἴδιον, καὶ εἶθ’ οὕτως ἀποφαίνεσθαι κατὰ τοῦ | |
20 | ἐπιρρήματος· εἰ γὰρ βαρύνοιτο ἡ γενικὴ τοῦ ὀνόματος, συμβαρύνεται καὶ τὸ ἐπίρρημα, εἰ δὲ περισπῷτο, συνακολουθεῖ καὶ τὸ ἐπίρρημα. Με‐ σότητος οὖν εἴρηται, ἐπειδὴ ἐκ μέσου τῆς κλίσεως τῶν ὀνομάτων λαμ‐ βάνεται· ἀπὸ γὰρ τῶν τριῶν γενῶν ἐκπίπτει γενικὴ 〈πληθυντικὴ〉 εἰς ων· διὰ τοῦτο μεσότητος εἴρηται. Οὐ μόνον δὲ ἀπὸ ὀνομάτων γίνεται, | |
25 | ἀλλὰ καὶ ἀπὸ μετοχῶν, ὡς τὸ ἐχομένως ἐσπουδασμένως, καὶ ἀπὸ ἀν‐ τωνυμιῶν, ὡς τὸ οὕτως καὶ ἐκείνως· μόνον τὸ ὥς εὑρίσκομεν ἀπὸ εὐ‐ θείας ἑνικῆς κατ’ ἔκτασιν γεγονὸς τοῦ ο εἰς ω, καὶ φυλάξαν τὸν τόνον τῆς εὐθείας, τουτέστι τὸν ὀξύν. 〈Stephani.〉 —Τὰ δὲ ποιότητος, οἷον πύξ λάξ βοτρυδόν | |
30 | ἀγεληδόν.] Ποιότητός εἰσιν ἐπιρρήματα ἃ διὰ τῆς φωνῆς τὸ γινό‐ | 275 |
276 | μενον πρᾶγμα μιμεῖται, οἷον πύξ, ἐπειδὴ πτύξαντες τὴν χεῖρα πλήττο‐ μεν· γεγένηται δὲ οὕτως· πτύσσω πτύξω πτύξ, καὶ ἐλλείψει τοῦ τ πύξ. Τὸ δὲ λάξ τὸ ὑπόμνημα οὕτω σχηματίζει· λακτίζω λακτίσω, δωρικῶς λακτίξω, λάκτιξ καὶ συγκοπῇ λάξ· ἄμεινον δὲ οὕτως, λήγω λήξω λήξ | |
5 | καὶ λάξ, τὸ διὰ τοῦ λήγοντος μέρους τοῦ σώματος γινόμενον. Τὸ δὲ βοτρυδόν ἀγεληδόν παρ’ ὄνομα· τὸ μέντοι βοτρυδόν καὶ μονῆρες· οὐδὲν γὰρ εἰς δον ἀπὸ ὀνόματος γίνεται περιττοσυλλάβως κλινομένου εἰς ς ληγούσης τῆς εὐθείας· 〈πρόσκειται δὲ «εἰς ς ληγούσης τῆς εὐθείασ»〉 διὰ τὸ κλιμακηδόν φαλαγγηδόν ἑλικηδόν πινακηδόν· ὅμως ἐστὶ καὶ τὸ | |
10 | νεκυηδόν 〈Mein. Euphor. 157〉 ἀπὸ τῆς νέκυος καὶ τὸ κτηνηδόν ἀπὸ τῆς κτήνεος, εἰ μὴ ἀπὸ τῆς κτήνους γενικῆς παρῆκται. Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Διομήδους. —Τὰ etc. = Σd 60, 3—5. Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —«Ποιότητός» ἐστι γενέσεως πραγματι‐ κῆς, ὅπως ἐγένετο διαφορὰ τῆς γενέσεως τοῦ πράγματος. Ἔστι δὲ τὰ | |
15 | τοιαῦτα ἀπὸ ῥήματος γεγονότα, καθὸ καὶ ἡ γένεσις τῶν πραγμάτων τὰ ῥήματα· ἰδοὺ γὰρ παρὰ τὸ κλέπτω κλέβδην· διδάσκει σε τὸ β στοι‐ χεῖον, ἔστι γὰρ μέσον τῶν στοιχείων τῆς πρώτης συζυγίας τῶν βαρυ‐ τόνων· ἔστι πάλιν 〈ἀπὸ τοῦ〉 ὄπτω, ὃ σημαίνει τὸ θεῶμαι, τὸ ἐπίρρημα ὄβδην, ὡς καὶ 〈παρὰ〉 Καλλιμάχῳ 〈fr. 522 Sch〉 ἦλθες ἐσόβδην· καὶ τὸ | |
20 | πύξ ἀπὸ τοῦ πτύσσω, τὸ γὰρ πτύσσειν καὶ ἀσφαλίζειν τοὺς δακτύλους καὶ τούτοις πλήττειν εἴρηται πύξ, ἐκ μεταφορᾶς τῶν πυκτῶν 〈τῶν〉 οὕτω κατ’ ἀλλήλων φερομένων. Γίνεται δὲ καὶ ἀπὸ ὀνόματος τὰ τοιαῦτα· τὸ γὰρ βοτρυδόν ἀπὸ τοῦ βότρυς γίνεται, καὶ τὸ ἀγεληδόν ἀπὸ τοῦ ἀγέλη· τὸ βύζην ἐπίρρημα σεσημείωται πρωτότυπον ὂν καὶ οὕτως ἐφευρεθέν, ὡς | |
25 | ἐάν τις ἔρηται «πῶς ἦλθον οἱ φίλοι;» καὶ θέλῃς δεῖξαι, εἴποις «βύζην», ἀντὶ τοῦ ἀθρόως, πυκνῶς· ὡς καὶ τὸ ἀγεληδόν ἀντὶ τοῦ «ὁμοῦ πάντες ἦλθον». 〈Stephani.〉 —Τὰ δὲ ποσότητος, οἷον πολλάκις ὀλιγάκις.] | |
30 | Ταῦτα ἀόριστον ποσότητα δηλοῖ, τὸ δὲ δίς τρίς ὡρισμένην ποσότητα. Τὰ δὲ ἀριθμοῦ δηλωτικά, οἷον δίς τρίς τετράκις.] Ταῦτα ἀριθμὸν ἐμφαίνει μὴ ὄντα ἀριθμητικά· τὸ δὲ δίς καὶ τρίς πέπονθε, τὸ | |
γὰρ δυάκις καὶ τριάκις παρὰ Ἀριστοφάνει 〈fr. 769 K〉. | 276 | |
277 | Τὰ δὲ τοπικά, οἷον ἄνω κάτω· ὧν σχέσεις εἰσὶ τρεῖς, ἡ ἐν τόπῳ, ἡ εἰς τόπον, ἡ ἐκ τόπου, οἷον οἴκοι οἴκαδε οἴκοθεν.] Τὰ εἰς ω παράγωγα κοινὰ βαρύνεται, ἄνω κάτω· πρόσκειται «κοινά» διὰ τὰ Δωρικά, οἷον τουτῶ αὐτῶ τηνῶ· σεσημείωται τὸ ἰώ ἐπισχερώ· καὶ | |
5 | πάντα φεύγει τὴν πρὸ τοῦ τέλους μακρὰν ἔχειν· τὸ εἴσω ἐκ πάθους, ἀναλογώτερον τὸ ἔσω· τὸ ἔξω τῆς ἔξ ἔχει τὴν ἀναλογίαν· τὸ πόρρω ἀττικῶς ἐκτέταται καὶ διπλασιασμὸν ἔχει τοῦ ρ· τὸ οὕτω παραφθορὰ τοῦ οὕτως· τὸ δεύρω 〈Γ 240〉 ἔκτασις ποιητικὴ ἐκ τοῦ δεῦρο. Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Στεφάνου. —Τοπικὰ etc. = Σd | |
10 | 60, 6—10. Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Σχέσις ἐστὶν ἡ πρός τινα οἰκείωσις. Κατὰ πέντε δὲ τρόπους γίνεται ἡ σχέσις· ἢ γὰρ φύσει, ὡς ἀδελφοῦ πρὸς ἀδελφὸν ἢ υἱοῦ πρὸς πατέρα· ἢ τύχῃ, ὡς δούλου πρὸς δεσπότην· ἢ τέχνῃ, ὡς μαθητοῦ πρὸς διδάσκαλον· ἢ προαιρέσει, ὡς φίλου πρὸς | |
15 | φίλον· ἢ τόπῳ, ὡς τὰ τοπικὰ τῶν ἐπιρρημάτων. Τὰ μὲν γὰρ αὐτῶν πρὸς τὴν ἐν τόπῳ ὕπαρξιν ἔχει τὴν σχέσιν, ἃ δὲ πρὸς τὴν εἰς τόπον 〈μετάστασιν〉, ἃ δὲ πρὸς τὴν ἐκ τόπου· πάντων δὲ προτερεύει τὰ ἐν τόπῳ· εἰ γὰρ μή τις εἴη ἐν τόπῳ, οὔτε εἰς ἕτερον μεταστῆναι δύναται. Ὠικείωται δὲ τὰ μὲν ἐν τόπῳ τὴν ἔν πρόθεσιν, οἷον | |
20 | «οἴκοι εἰμί», τουτέστιν ἐν τῷ οἴκῳ· τὰ δὲ εἰς τόπον τὴν εἴς, οἷον «οἴ‐ καδε ἄπειμι», τουτέστιν εἰς οἶκον· τὰ δὲ ἐκ τόπου τὴν ἔξ, οἷον «οἴκοθεν ἔρχομαι», τουτέστιν ἐξ οἴκου. Ὥσπερ δὲ ἐν τοῖς ὀνόμασιν ἔστι τινὰ μονογενῆ, ὡς τὸ οὐρανός, εἰσὶ 〈δὲ〉 καὶ διγενῆ, ὡς τὸ ἵππος, καὶ ἄλλα τριγενῆ, ὡς τὸ καλός, οὕτω καὶ ἐν τοῖς τοπικοῖς τὰ μὲν μίαν σχέσιν | |
25 | δηλοῖ, ὡς τὸ ποῖ τὴν εἰς τόπον μόνον· τινὰ δὲ δύο, τὴν ἐν τόπῳ καὶ τὴν εἰς τόπον, ὡς τὰ εἰς ω παρὰ πρόθεσιν γεγονότα, ὡς τὸ ἄνω κάτω ἔσω ἔξω· τινὰ 〈δὲ〉 καὶ εἰς τὰς τρεῖς μετασχηματίζεται, ὡς τὸ οἴκοι οἴ‐ καδε οἴκοθεν. Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Στεφάνου. —Πρώτη ἡ ἐν τόπῳ ἐστί, | |
30 | δευτέρα ἡ εἰς τόπον, 〈τρίτη ἡ〉 ἐκ τόπου. Τούτων δὲ τῶν τοπικῶν τὰ 〈εἰς ω〉 παρὰ πρόθεσιν 〈γεγονότα〉 τὰς δύο σχέσεις ἐδήλουν, τὴν ἐν τόπῳ καὶ τὴν εἰς τόπον, ἀνά «ἄνω εἰμί», ἐν τόπῳ, «ἄνω ἀνέρχομαι», | |
εἰς τόπον, ἔξ ἔξω, ἔς ἔσω, πρός πρόσω, κατά κάτω. | 277 | |
278 | Τὰ δὲ εἰς οι ὑπὲρ δύο συλλαβάς, τῶν πρωτοτύπων οἱονδήποτε τὸν τόνον ἐχόντων, περισπῶνται, Μεγαροῖ Ἰκαροῖ ἐνταυθοῖ· τὰ δὲ δισύλλαβα πρὸς τὰ πρωτότυπα τονοῦνται· ὀξυνομένων γὰρ περισπᾶται, βαρυνομέ‐ νων δὲ βαρύνεται, οἷον Ἰσθμός Ἰσθμοῖ, Πυθώ Πυθοῖ, ἔνδον ἔνδοι 〈Theocr. | |
5 | 15, 1. 77〉 πέδον πέδοι, μέσον μέσοι. Τὰ 〈εἰς οι〉 σχετλιαστικὰ περισπᾶται τῶν εἰς αι περισπωμένων, οἷον ἀτταταῖ ὀττοτοῖ, αἰαῖ οἰοῖ [ὤμοι οἴμοι]· τὸ ὦ πόποι σημειῶδες, παπαῖ γὰρ περισπᾶται· ἐνομίσθη γὰρ ὡς ὄνομα εἶναι, διὸ καὶ ὀνοματικὴν ἔλαβε τάσιν· ὡς γὰρ ὦ φίλοι, ὦ θεοί, οὕτως ὦ πόποι· ἔστι δὲ δύο σχετλια‐ | |
10 | στικὰ ἐπιρρήματα. Τὰ δὲ εἰς ε παράγωγα βαρύνεται, οἷον οἴκαδε ἄλλοτε. Τὰ εἰς δε, εἰς ζε, εἰς σε τὴν εἰς τόπον δηλοῖ σχέσιν, οἷον οἴκαδε Ἀθήναζε πάντοσε· σεσημείωται τὸ μέταζε χρονικὸν ὄν· Ἡσίοδος 〈Opp. 394〉 μή πως τὰ μέταζε χατίζων. | |
15 | Τὰ εἰς θεν τὴν ἐκ τόπου 〈σχέσιν〉 δηλοῖ, οἷον οὐρανόθεν· καὶ εἰ μὲν τῷ ο παραλήγοι〈το〉, ποιεῖ τὴν ἐν τόπῳ τροπῇ τῆς θεν εἰς θι, οἷον 〈οἴκοθεν〉 οἴκοθι, εἰ δὲ ἑτέρῳ φωνήεντι παραλήγοιτο, εἰς σι, οἷον Ἀθή‐ νηθεν Ἀθήνησιν· ἡμάρτηται τὸ ἐγγύθεν ἐγγύθι. Τὰ δὲ παρὰ πρόθεσιν γινόμενα τὰς τρεῖς σχέσεις δηλοῖ, καὶ ἑρμηνεύεται διὰ τῶν ἁρμοζουσῶν | |
20 | ἑκάστῃ σχέσει προθέσεων, οἷον ἡ ἔκ τὴν ἐκ τόπου δηλοῖ, «ἐκ τοῦ ἔμ‐ προσθεν», ἡ ἔν τὴν ἐν τόπῳ, «ἐν τῷ ἔμπροσθεν», ἡ εἴς τὴν εἰς τόπον, «εἰς τὸ ἔμπροσθεν». Ἡ ἔνθεν τὴν ἐκ τόπου μόνην· μεταπεσοῦσα δὲ εἰς τὸ ἔνθα διὰ τούτου τὰς ἄλλας δύο σχέσεις ἔσχεν, 〈γ 109〉 ἔνθα μὲν Αἴας κεῖται, 〈ι 142〉 ἔνθα κατεπλέομεν. | |
25 | Τὰ εἰς θεν τῷ ο παραληγόμενα παροξύνεται, οἷον οὐρανόθεν Ἰλιό‐ θεν, εἰ μὴ παρὰ πρόθεσιν γένοιτο, οἷον παρά πάροθεν καὶ πλεονασμῷ τοῦ ι πάροιθεν· ἢ ἀπὸ ἐπιρρήματος ἐκ προθέσεως γενομένου, οἷον ἔν‐ δοθεν, ἔξοθεν παρὰ Στησιχόρῳ 〈fr. 81 B4〉, πρόσσοθεν παρ’ Ὁμήρῳ 〈Ψ 533〉· τούτων δὲ τῶν δύο τὰ ἀνάλογα διὰ τοῦ ω· ἔκτοθεν ἔντοθεν, | |
30 | ἃ καὶ σὺν τῷ ς λέγεται· ἢ ἀπὸ ὀνομάτων ἐπιμεριζομένων, ἄλλοθεν ἑκά‐ στοθεν. Σεσημείωται τὸ οἴκοθεν πάντοθεν, ὅτι μηδεμίαν τοιαύτην ἔχει | |
παρατήρησιν. | 278 | |
279 | Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Σχέσις ἐστὶν ἡ συνάφεια ἢ συγγέ‐ νεια· ἢ γὰρ εἰς τόπον βουλόμενος ἀπελθεῖν σημαίνεις δι’ ἐπιρρήματος, ἢ ἐκ τόπου ἐρχόμενος, ἢ ὡς ἐν τόπῳ διαιτώμενος. Καὶ δεῖ προσέχειν ταῖς σχέσεσιν, ἵνα διὰ τοῦ ὁμολογουμένου σύνταξιν προσαγάγῃς· εἰσὶ γὰρ | |
5 | αὐτῶν τινα, ἅπερ δέχεται καὶ δύο σχέσεις, 〈καθὼς τὸ〉 ἔνθα σημαίνει καὶ τὴν ἐν τόπῳ καὶ τὴν εἰς τόπον. Γνωστέον δὲ ὅτι πολλάκις συνεμπτώσεις γίνονται, καὶ σημαίνουσι τὰ τοιαῦτα ἐπιρρήματα καὶ τόπον ἔσθ’ ὅτε καὶ χρόνον. 〈Stephani.〉 —Τὰ δὲ εὐχῆς σημαντικά, οἷον εἴθε αἴθε ἄβαλε.] | |
10 | Τὸ εἴθε κοινόν, τὸ δὲ αἴθε Δώριον. Διαφέρει δὲ τὸ ὄφελε τοῦ εἴθε, ὅτι τὸ μὲν ὄφελε ἀπαρεμφάτοις συντάττεται ἐν τοῖς τρισὶ προσώποις, τὸ δὲ εἴθε εὐκτικοῖς, οἷον 〈ex. gr. Η 157〉 εἴθ’ ὣς ἡβώοιμι. Τὸ δὲ ἆ βάλε δύο μέρη λόγου ἐστὶν ἐκ παραλλήλου κείμενα· εὑρίσκεται δὲ καὶ βάλε λεγόμενον, βάλε δὴ βάλε κηρύλος εἴην, Ἀλκμάν 〈fr. 26, 2 B4〉· | |
15 | τινὲς δὲ ἓν μέρος λόγου καὶ ὑφ’ ἓν ἀναγινώσκουσιν. Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Διομήδους. —Τὸ ἆ etc. = Σd 60, 11—13. Εὐχῆς λέγονται σημαντικὰ ταῦτα, οὐχ ὅτι αὐτὰ λέγων τις εὐχὴν ποιεῖται, ἀλλ’ ἐπειδὴ εὐχόμενοί τι γενέσθαι ἡμῖν τούτοις χρώμεθα τοῖς | |
20 | μορίοις. Τούτοις δὲ καὶ τὸ ὄφελες 〈συγ〉κατέταξάν τινες. 〈Stephani.〉 —Τὰ δὲ σχετλιαστικά, οἷον παπαί ἰού φεῦ.] Σχετλιαστικὰ τὰ λυπηρά, σχέτλιος γὰρ ὁ ἄθλιος· τὰ οὖν λυπηρὰ καὶ ἄθλια [οἷον παπαί ἰού φεῦ]· σχετλιασμοῦ δὲ λέγεται ἐπιφθέγματα, ὅταν τις ὑπὸ μείζονος προσώπου κακὰ πεπονθὼς προσαναφωνῇ, ὡς τὸ ἀτ‐ | |
25 | ταταῖ φεῦ ἰού καὶ τὸ ὀττοτοῖ καὶ τὸ ὤμοι. Τὰ δὲ ἀρνήσεως ἢ ἀποφάσεως, οἷον οὔ οὐχί οὐδῆτα οὐ‐ δαμῶς.] —Διομήδους. —Ἡ ἀπόφασις etc. = Σd 60, 20—30. 〈Stephani.〉 —Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Τοῖς ἀρνήσεως ἐπιρρή‐ μασι χρώμεθα, ὅταν ἑλκόμενοι ἐπὶ μαρτυρίᾳ παραιτώμεθα, ὡς ἐν τῷ οὐ‐ | |
30 | δῆτα· ἅμα γὰρ ἐν τῷ ἀποφαίνειν καὶ ἄρνησιν σημαίνει. | |
Τὰ δὲ συγκαταθέσεως, οἷον ναί ναίχι.] Πάλιν τούτοις κεχρή‐ | 279 | |
280 | μεθα, ὅταν τι συμβουλεύουσι συγκατατιθώμεθα, οἷον ναί ναίχι· τοῦτο παραγωγὴν ὑπομένει διὰ τῆς χι συλλαβῆς, οὐδὲν πλέον σημαῖνον. Τὰ δὲ ἀπαγορεύσεως, οἷον μή μηδῆτα μηδαμῶς.] Ἀπαγο‐ ρευτικὰ ἐπιρρήματα πρὸς ἀνθρώπων λέγεται μὴ συγχωρούντων τοῖς | |
5 | ὑπηκόοις ποιεῖν τι. Τούτων τὸ μὲν μή πρωτότυπον, τὰ δὲ δοκεῖ πα‐ ρῆχθαι ἀπὸ τοῦ μή, 〈τὸ μὲν〉 διὰ τοῦ δητα, τὸ δὲ ἕτερον καὶ διάφορα μέρη λόγου σημαῖνον, τὸ μηδαμῶς, τουτέστι κατὰ μηδένα τρόπον· τὸ γὰρ ἀμῶς ἀπό τινος τ〈ρ〉όπου, ὡς καὶ παρὰ τῷ ποιητῇ 〈α 10〉 τῶν ἀμόθεν γε, θεά, θύγατερ Διός· τῷ οὖν μηδαμῶς ἀπαγορεύει τίς τινι κατὰ | |
10 | μηδένα τρόπον ἐργάζεσθαί τι. Τὰ δὲ παραβολῆς ἢ ὁμοιώσεως, οἷον ὥς ὥσπερ ἠΰ ἠΰτε καθά καθάπερ.] Παραβολὴ λέγεται ἡ τὰ ἐοικότα τοῖς ἐοικόσι παρα‐ βάλλουσα, τουτέστι παρατιθεμένη. Τὰ δὲ θαυμαστικά, οἷον βαβαί·] ἡνίκα γὰρ θαυμάζομεν, τούτῳ | |
15 | κεχρήμεθα τῷ φθέγματι. Τὰ δὲ εἰκασμοῦ, οἷον ἴσως τάχα τυχόν.] Τὸ μὴ εἰδέναι ἀκρι‐ βῶς εἰκασμόν φαμεν. Τὰ δὲ τάξεως, οἷον 〈ἑξῆσ〉 ἐφεξῆς χωρίς.] Ταῦτα τάξιν ἐπαγγέλλεται· τῷ γὰρ λέγειν ἡμᾶς «τὴν ἑξῆς ἡμέραν» καὶ «ἐφεξῆς προ‐ | |
20 | σῆλθον οἱ φίλοι» τάξιν δηλοῦμεν. Τὰ δὲ ἀθροίσεως, οἷον ἄρδην ἅμα ἤλιθα.]—Στεφάνου. — Ἀθροίσεως τὰ συναγωγῆς ἐμφαντικά. —Τὰ δὲ διὰ τοῦ δην βαρύνεται, οἷον σποράδην χύδην· δεῖγμα τούτου· ῥυδόν ὀξύνεται διὰ τὸν τύπον, ῥύδην βαρύνεται, σταδόν στάδην καὶ συστάδην. —Τὸ δὲ ἅμα διαφέρει | |
25 | τοῦ ὁμοῦ· τὸ μὲν γὰρ 〈ἅμα〉 χρονικόν, τὸ δὲ ὁμοῦ τοπικόν, οἷον 〈ex. gr. Α 592〉 ἅμα δ’ ἠελίῳ καταδύντι, 〈καὶ〉 «ἅμα ἤλθομεν», τουτέστιν ὑφ’ ἕνα καιρόν· 〈Ψ 84〉 ἀλλ’ ὁμοῦ, ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισι, καὶ «ὁμοῦ οἰκοῦμεν», οἷον ἐν ἑνὶ τόπῳ. —Τὸ ἤλιθα ἀπὸ τοῦ ἅλις ἅλιθα 〈καὶ〉 ἤλιθα· βαρύνεται δέ· τὰ γὰρ εἰς α βραχυκατάληκτα, | |
30 | μὴ διὰ τοῦ χθα ἢ δα, μὴ ὀνοματικὰ ὄντα, βαρύνονται, οἷον αἶψα μέσφα | 280 |
281 | τάχα· τὸ διχθά καὶ τὰ ὅμοια καὶ τὸ ἀναφανδά ὑπεστειλάμεθα· τὸ καλά ὀνοματικόν, τὸ δηθά τῷ δήν ὁμόσημον. Τὰ δὲ παρακελεύσεως, οἷον εἶα ἄγε φέρε.] Καὶ τὸ εἷεν δη‐ λοῖ τὸ πορεύου· ἕω γὰρ τὸ περιπατῶ, ἐξ οὗ καὶ ὁδός· παρακελευστι‐ | |
5 | κὸν καὶ παραγραφικὸν λόγον δηλοῖ· ἔστι δὲ δύο μέρη λόγου, εἷ κέν, καὶ συγκοπῇ τοῦ κ ὡς ἐφ’ ἑνὸς εἷἔν· καὶ δύο τόνοι· πεπλανημένως δὲ 〈μόνον τὸ ει〉 περισπᾶται. Καὶ τὸ φέρε δὲ ὁμοίως ἐκ ῥήματος. Τὰ δὲ συγκρίσεως, οἷον μᾶλλον ἧττον.] Διὰ τούτων τὰς συγκρίσεις ποιούμεθα, οἷον «καὶ οὗτος καὶ οὗτος ταχύς, ἀλλ’ οὗτος μᾶλ‐ | |
10 | λον, οὗτος δὲ ἧττον ταχύς». Τὰ δὲ ἐρωτήσεως, οἷον πόθεν ποῦ πηνίκα πῶς.] Ἐκ τοῦ πῶς ζητεῖται τρόπος, τοῦ πηνίκα χρόνος, τοῦ πόθεν τόπος καὶ τοῦ ποῦ καὶ πόσε· ἡ δὲ ἐρώτησις ἐν πᾶσι τοῖς μέρεσι τοῦ λόγου. Πᾶν δὲ ἐρω‐ τηματικὸν ἀπὸ τοῦ π ἄρχεται, πλὴν τοῦ τίς. | |
15 | Τὰ δὲ ἐπιτάσεως, οἷον λίαν σφόδρα πάνυ ἄγαν μάλιστα.] Ἐπιτάσεώς ἐστιν οἷς ἐπιτείνοντες τὰ πράγματα χρώμεθα· ταῦτα δὲ ἐνεί‐ ληπται τοῖς ὑπερθετικοῖς τὴν κατὰ πάντων ἐπίτασιν ἔχουσιν, οἷον ταχύ‐ τατος—ἄγαν ταχύς. —Τὰ δὲ εἰς αν βαρύνεται, λίαν ἄγαν πέραν 〈πάμπαν, τάλαν〉 ὀνοματικόν, εὔἁν βακχικόν· τὸ ὅτ’ ἄν δύο μέρη λόγου· | |
20 | τὸ δοάν παρ’ Ἀλκμᾶνι 〈fr. 135 B4〉 δωρικῶς ὀξύνεται γεγονὸς οὕτως, δήν δάν 〈καὶ κατὰ πλεονασμὸν〉 δοάν· τὸ ὦτᾶν δύο μέρη λόγου ἐστὶ καὶ [κατὰ πλεονασμὸν] ἀντὶ τῆς ἐπὶ τέλους ὀξείας περισπωμένην ἔσχε· γέγονε δὲ οὕτως, ἔτης ὁ φίλος, ἐτάν, ὦ ἐτάν, καὶ κατὰ κρᾶσιν ὦτᾶν. Τὰ δὲ συλλήψεως, οἷον ἅμα ὁμοῦ ἄμυδις.] Τὸ ἄμυδις Αἰο‐ | |
25 | λικόν ἐστιν, ἅμα ἅμαδις καὶ ἄμυδις, κατὰ τροπήν, ὡς σάρκες σύρκες, καὶ μεταβολῇ πνεύματος. Τὰ δὲ ἀπωμοτικά, οἷον μά.] Ταῦτα ἐπὶ τῶν ἀπομνυμένων μὴ ποιεῖν τι ἀπωμοτικὰ ὀνομάζονται· τὸ δὲ μά εὑρίσκεται καὶ ἐπὶ συγκατα‐ | |
θέσεως. | 281 | |
282 | Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Ἀπωμοτικόν, ᾧ τις χρήσαιτο ἀρνούμε‐ νος, «μὰ τὸν Δία, οὐκ ἐποίησα»· ἔστι δὲ εὑρεῖν αὐτὰ καὶ ἐπὶ ἐναντίας σημασίας, ὥστε δεῖ ὀμοτικὰ μόνον αὐτὰ καλεῖν. 〈Stephani.〉 —Τὰ δὲ κατωμοτικά, οἷον νή.] Ταῦτα ἐπὶ τῶν | |
5 | συγκατατιθεμένων ποιεῖν τι. Τὰ δὲ βεβαιώσεως, οἷον δηλαδή.] Βεβαιῶν γάρ τις πρᾶγμα τούτῳ κέχρηται τῷ ἐπιρρήματι, οἷον «ποῖ βαδίζεις; δηλαδὴ εἴσω», ἀντὶ τοῦ «φανερὸν καὶ βέβαιον ὅτι ἔσω». Τὰ δὲ θετικά, οἷον ἀναγνωστέον γραπτέον πλευστέον.] | |
10 | Θεῖναί ἐστι τὸ ποιῆσαι, θετικὰ οὖν τὰ πρακτικά· θετικὸν οὖν ἐστιν ὃ θέσιν πράγματος σημαίνει· ἐὰν γὰρ εἴπω «πλευστέον», τέθεικα καὶ ὡρι‐ σάμην ὅτι δεῖ πλεῦσαι. Ταῦτα δὲ οὐκ ἂν εἴη κατὰ πλεονασμὸν τοῦ ε· ὁ γὰρ τόνος ἐλέγχει, βαρὺς ὤν· ἀλλ’ ἔστιν ἀρσενικὰ τυπωθέντα διὰ τοῦ εος, ὧν οὐδέτερα ταῦτα, καὶ ἐξ οὐδετέρων ἐπιρρήματα ὀνοματικά· οὐδὲ | |
15 | τὸ αὐτὸ δηλούμενον ἔχουσι· ποιητός γάρ ἐστιν ὁ πεποιημένος, ποιητέος δὲ ὁ ὀφείλων ποιηθῆναι· ἰδοὺ γοῦν ἐτός ἐτεός πλεονασμός, καὶ ἡ ση‐ μασία γὰρ ἔμεινε καὶ ὁ τόνος. Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Θετικὰ εἴρηται παρὰ τὸ θεῖναι, θεῖναι δὲ τὸ ποιῆσαι· ἡνίκα οὖν ἑαυτοῖς ὁριζόμεθα ποιῆσαί τι, τούτοις κεχρή‐ | |
20 | μεθα, ὡς ὅτε ἀναχωρεῖν θέλομεν, λέγομεν «ἀναχωρητέον» ἀντὶ τοῦ «ἀναχωρῆσαι ὀφείλομεν»· «ζητητέον» ὁμοίως. 〈Stephani.〉 —Τὰ δὲ θειασμοῦ, οἷον εὐοἵ εὔἁν.] Τὸ εὐοἵ εὔἁν ἀλόγως δασεῖαν ἔχουσιν ἐν τῷ τέλει ἁπλᾶ ὄντα, εἰ μή τις εἴποι τὸ σφοδρὸν πνεῦμα τοῖς βακχιάζουσιν ἁρμόζειν. | |
25 | Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Διομήδους. —Τὸ ἐνθεοῦσθαι etc. = Σd 61, 6—8. Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Πορφυρίου. —Θειάζοντες γὰρ τῷ Διονύσῳ, τουτέστιν ἐξιλεούμενοι, ταῦτα ἐπᾴδουσιν. Ταῦτα οὖν τοῦ | |
Διονύσου ἐστίν, ἐπειδὴ καὶ αὐτὸς μανίας ἐστὶ ποιητής· κάτοχοι γάρ | 282 | |
283 | τινες γινόμενοι καὶ θειάζοντες τῷ Διονύσῳ, τουτέστιν ἐμφορούμενοι ὑπὸ 〈σφοδροῦ〉 τινος πνεύματος, ταῦτα ἐπιφθέγγονται. | |
3t | § 20 (25b). | |
4t | Περὶ συνδέσμου. | |
5 | 〈Stephani.〉 —Εὐλόγως τελευταῖος ὁ σύνδεσμος τέτακται· δεῖ γὰρ | |
5 | προευτρεπίσθαι τὰ συνδεθησόμενα. Σύνδεσμος 〈δὲ〉 εἴρηται καὶ οὐ δε‐ σμός, ἐπεὶ δεσμὸς καὶ ἐφ’ ἑνός, σύνδεσμος δὲ ἐπὶ δύο καὶ πλειόνων. Παρέπεται δὲ τῷ συνδέσμῳ σχῆμα, ἁπλοῦν εἴ, σύνθετον ἐπεί, ἀπὸ τῆς ἐπί καὶ τοῦ εἴ μονήρης σύνθεσις· οὐδέποτε γὰρ πρόθεσις συνδέσμῳ συντίθεται· καὶ τὸ δηλούμενον δείκνυσιν ὅτι σύνθετον· ὡς γὰρ ὁ εἴ | |
10 | τάξιν ἀπαιτεῖ, οὕτω καὶ ὁ ἐπεί. Ὁ ἐάν σύνθετος ἀπὸ τοῦ εἴ καὶ ἄν, καὶ ἐν ὑπερθέσει χρόνου ἐάν· τοῦτο διαλύων ποιητικῷ νόμῳ φησὶν ὁ Ὅμηρος 〈Γ 288〉 εἰ δ’ ἂν ἐμοὶ τιμὴν Πρίαμος. Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Ἀναγκαίως μετὰ τὰ ἄλλα μέρη τοῦ λόγου τέτακται [καὶ] ὁ σύνδεσμος· ὕλης 〈γὰρ〉 μὴ ὑποκειμένης πῶς ἂν | |
15 | εἴη σύνδεσμος; Καλῶς δὲ οὐκ ἐκλήθη δεσμός· δεσμὸς γὰρ 〈καὶ〉 ἓν σῶμά τι δεσμεῖ, ὁ μέντοι σύνδεσμος διαφόρων λέξεών ἐστι συνδετικὸς καὶ οὐ μιᾶς, τῆς φράσεως γὰρ τὸ χαῦνον συνδεῖ· ἐὰν γὰρ εἴπωμεν «Βοιωτῶν Πηνέλεως Λήϊτος ἦρχον» 〈Β 494〉, χαῦνός ἐστιν ὁ λόγος, εἰ δὲ προσθῶμεν τὸν 〈καί〉 σύνδεσμον, οὐκέτι. | |
20 | Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Ἄλλο ἐστὶ δεσμὸς καὶ ἄλλο σύνδεσμος· δεσμὸς μὲν γάρ ἐστι καὶ ὁ ἕν τι πρᾶγμα δεσμεύων, ὅθεν ἐπὶ τοῦ προ‐ κειμένου συνδέσμου οὐκ ἐνδέχεται εὑρεῖν μίαν μόνην λέξιν· οὐ γὰρ λέ‐ γομεν «ἐποίησα καί», «σιωπῶ μέν», ἀλλ’ ἐπιφέρομεν καὶ ἕτερόν τι πάν‐ τως. Τελευταῖος δὲ ὁ σύνδεσμος, δεῖ γὰρ πρὸ τῶν δεσμῶν τὰ δεσμευό‐ | |
25 | μενα προευτρεπίζεσθαι. 〈Stephani.〉 —Σύνδεσμός ἐστι λέξις συνδέουσα διάνοιαν μετὰ τάξεως καὶ τὸ τῆς ἑρμηνείας κεχηνὸς δηλοῦσα.] Δεῖ προσ‐ τιθέναι τῷ ὅρῳ, ἐσφαλμένῳ ὄντι καὶ ἐλλιπεῖ, ἵν’ ᾖ οὕτως· «σύνδεσμός ἐστι λέξις ἄκλιτος συνδέουσα διάνοιαν καὶ συσσημαίνουσα τῇ διανοίᾳ μετὰ | |
30 | τάξεως ἢ δυνάμεως»· καὶ γὰρ συσσημαίνει, τάξιν ἢ δύναμιν παριστάνουσα, τάξιν μέν, «εἰ περιπατῶ κινοῦμαι», 〈δύναμιν δέ, «κινοῦμαι〉 καὶ περιπατῶ»· εἰπὼν γὰρ τὸ καί τὸ πρᾶγμα ὑπέθηκα εἶναι· δύναμις γὰρ ἡ ὕπαρξις· ἐν‐ | |
ταῦθα τάξεως οὐ χρεία· ἐν δὲ τῷ προκειμένῳ λόγῳ ὕπαρξις οὐκ ἦν, | 283 | |
284 | ἐπεὶ δισταγμός· τάξις δὲ καὶ θέσις ἐν τούτοις, «ἐπεὶ περιπατῶ κινοῦμαι». Συσσημαίνει δὲ οὕτως· «γράφω» ὁρισμός, «ἐὰν γράφω» δισταγμός, «ἵνα γράφω» ἀποτελεσμός, «ὅτι γράφω» αἰτιολογία, «καὶ γράφω» βεβαίωσις. Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Διομήδους. —Σύνδεσμος etc. = Σd | |
5 | 61, 10—16. Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Ὁ σύνδεσμος τῶν συσσημαινουσῶν ἐστι λέξεων· οὐ γὰρ καθ’ ἑαυτόν τι σημαίνει, συνδεῖ δὲ διάνοιαν κεχηνυῖαν· διὰ τοῦτο γὰρ καὶ σύνδεσμος ὠνομάσθη· καθ’ ἑαυτὸν γὰρ ὁ σύνδεσμος οὐδὲν σημαίνει, συντασσόμενος δὲ τὰ ἐλλείποντα ἢ κεχηνότα ἢ διαλελυ‐ | |
10 | μένα σφίγγει. 〈Stephani.〉 —Τῶν δὲ συνδέσμων οἱ μέν εἰσι συμπλεκτικοί, οἱ δὲ διαζευκτικοί, οἱ δὲ συναπτικοί, 〈οἱ δὲ παρασυναπτικοί〉, οἱ δὲ αἰτιολογικοί, οἱ δὲ ἀπορηματικοί, οἱ δὲ συλλογιστικοί, οἱ δὲ παραπληρωματικοί.] Τρόποι τῶν συνδέσμων διάφοροι, ὀκτὼ | |
15 | δὲ τὸν ἀριθμόν· ἐπινοῆσαι γάρ ἐστι τινὰς μὲν ἀπαιτοῦντας ἐπιφορὰν φράσεως, τινὰς δὲ πρὸς προειρημένην φράσιν παραλαμβανομένους· ὁ γὰρ λέγων «πρῶτον μὲν γράφωμεν» ἀπαιτεῖ τὸ ἐπαχθησόμενον, ὁ δὲ λέγων «ἠπαιδεύτησας γάρ» ἢ «ἡμέρα γάρ ἐστι» τὴν σύνδεσιν ποιεῖται πρὸς προειρημένην φράσιν. Καὶ συμπλεκτικοὶ μὲν διὰ τὸ συμπλέκειν | |
20 | τὰς διανοίας ἐπαλλήλους, διαζευκτικοὶ δὲ διὰ τὸ διαζευγνύναι. Δοκεῖ δέ πως ἐναντίον εἶναι τὸ διαζευγνύναι τῷ συνδεσμεῖν· τὸ γὰρ συμπλέκειν καὶ 〈συν〉δεσμεῖν οὐκ ἀπῳδόν, τὸ δὲ συνδεσμεῖν καὶ διαζευγνύειν ἀπῳδόν. Φαμὲν οὖν, ὡς συνδέουσι μὲν τὴν φράσιν, διαζευγνύουσι δὲ τὸ δηλού‐ μενον, «ἤτοι κάθημαι ἢ ἕστηκα»· εἰσὶ δὲ καὶ ἄλλα τοιαῦτα, μάχομαι | |
25 | ὀφθαλμιῶ, καὶ ἐν ἀριθμῷ δέ, οἷον χορός Ἀθῆναι, πτῶσις ὀρθή. Δια‐ ζευγνύουσι μὲν οὖν τὰς διανοίας, τὸν δὲ λόγον συνδέουσιν· ἐὰν γὰρ εἴπω «ἤτοι ζῇ ἢ τέθνηκεν», ἓν μέν τι τῶν νοημάτων τίθημι, ἓν δὲ ἀναιρῶ, καὶ οὕτω τὴν διάζευξιν ποιοῦμαι, ὁ μέντοι λόγος συνδεῖται· οὐδὲ γὰρ ἐὰν εἴπω «ἤτοι ζῇ», τέλειόν ἐστι τὸ «ζῇ» νόημα, ἀλλὰ δεῖται | |
30 | τῆς ἐπαγωγῆς τοῦ «ἢ τέθνηκεν». Οἱ συναπτικοὶ δὲ τῶν παρασυναπτι‐ κῶν διαφέρουσιν οὕτως, ὅτι ὁ μὲν συναπτικὸς μόνην συνάπτει διάνοιαν, μὴ πάντως τοῦ πράγματος ὑφεστῶτος· ἐὰν γὰρ εἴπω «εἴπερ ὁ ἥλιος | |
ὑπὲρ γῆς», ἄδηλον εἰ ὑπὲρ γῆς ἐστιν· ὁ δὲ παρασυναπτικὸς πρὸς τῷ | 284 | |
285 | ἀκολουθίαν σημαίνειν καὶ συνάπτειν πρὸς ἕτερον νόημα καὶ ὑφίστησι τὸ πρᾶγμα, οἷον «ἐπείπερ ὁ ἥλιος ὑπὲρ γῆς ἐστιν, ἡμέρα ἐστίν». Συμπλεκτικοὶ οὖν εἰσιν ὅσοι τὴν ἑρμηνείαν ἐπ’ ἄπειρον ἐκφερομένην συνδέουσιν· εἰσὶ δὲ οἵδε, μέν δέ τέ καί ἀλλά ἠμέν | |
5 | ἠδέ αὐτάρ ἀτάρ ἤτοι κέν ἄν.] Τῶν συμπλεκτικῶν αἱ φωναὶ πλείους, τὰ δηλούμενα δὲ ἐλάττονα· ἰδοὺ γὰρ ὁ δέ, ὁ ἀλλά, ὁ αὐτάρ καὶ ἀτάρ 〈ἰσοδυναμοῦσιν, ὁ δὲ τέ〉 καὶ ἠμέν καὶ ἠδέ καὶ ἰδέ ἀντὶ τοῦ καί παρα‐ λαμβάνονται. Πολλῶν δὲ πραγμάτων συνδετικοί εἰσιν οὗτοι οἱ σύν‐ δεσμοι, μᾶλλον δὲ ἀπείρων, «καὶ θεὸς ἔστι καὶ δίκη καὶ νόμοι καὶ βασι‐ | |
10 | λεὺς καὶ σωφροσύνη καὶ πολιτεία». Τούτοις δέ, ὡς προέφθημεν εἰπόν‐ τες, δυνάμεως λόγος, τάξεως δὲ οὐδείς· διὸ τὰ παρὰ τῷ ποιητῇ 〈μ 134〉 τὰς μὲν ἄρα θρέψασα τεκοῦσά 〈τε〉 πότνια μήτηρ καὶ 〈π 41〉 αὐτὰρ ὅ 〈γ’〉 εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν οὐ χρὴ καθ’ ὑπερβατὸν εἰρῆσθαι νομίζειν. Γίνεται δὲ ἡ συμπλοκὴ ἐν δυναμέ‐ | |
15 | ναις συνυπάρχειν φωναῖς, ἐν δὲ μαχομέναις ἀδύνατον γενέσθαι συμπλο‐ κήν, οἷον «κάθημαι καὶ ἕστηκα» οὐδεὶς ἂν φαίη· ὅθεν τὸ 〈Ο 634〉 πρώ‐ τῃσι καὶ ὑστατίῃσι βόεσσι καὶ τὸ 〈Φ 339〉 μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ τὸν καί νομιστέον ἔχειν ἀντὶ τοῦ ἤ διαζευκτι‐ κοῦ· ἐναντίον γὰρ πρῶτον ὑστάτῳ καὶ προσηνεῖ 〈ἔπει〉 ἀπειλή. | |
20 | Τινὲς ἐνόμισαν τὸν ἠμέν καὶ ἠδέ καὶ ἰδέ κατὰ πλεονασμὸν τοῦ η καὶ τοῦ ι γενέσθαι ἀπὸ τοῦ μέν καὶ δέ, καί φασιν, ὡς τὸ μύει ἠμύει, οὕτως τὸ μέν ἠμέν καὶ τὸ δέ ἠδέ, καὶ ὡς τὸ αὔω ἰαύω, οὕτως 〈τὸ〉 δέ ἰδέ· καὶ εὐλόγως· ἐπεὶ γὰρ ἰσοδυναμοῦσι τῷ καί, οὗτος δέ ἐστιν ἀρκτικός, οὐκ ἐδύναντο δὲ αὐτοὶ ἀρκτικοὶ εἶναι, προσέλαβον ἄνωθεν ἑαυτῶν συλλαβήν. | |
25 | Πρὸς τούτους φαμὲν ἁπλοῦν λόγον· τὰ πάθη τὸ δηλούμενον οὐκ ἀλλοι‐ οῦσιν, οἷον μύει ἠμύει ταὐτόν, αὔω ἰαύω· τοῦτο δὲ 〈γίνεσθαι〉 δύναται καὶ παρὰ τὸ ἴον ἰαύω, τὸ μονάζω δηλούμενον, καὶ νῦν γάρ φησιν ἡσυχάζειν τὸν καθεύδοντα ὁ βίος· 〈καὶ〉 ὁ 〈μὲν〉 δέ σύνδεσμος μεταβατικός ἐστιν, οἷον «ἐγὼ μὲν ἀνέγνων, οὗτος δὲ διελέξατο», καὶ ἀναιρετικός, οἷον «σὺ | |
30 | μὲν παρεγένου, ἐγὼ δὲ οὔ»· ὁ 〈δὲ〉 ἰδέ ἀθροιστικός ἐστιν, οὐ μεταβατικὸς 〈οὐδὲ ἀναιρετικόσ〉· οὐκ ἄρα πλεονασμός. Οὐδέποτε δὲ γίνεται πλεονα‐ | |
σμὸς μείζων τῆς δεχομένης τὸν πλεονασμὸν λέξεως· πῶς οὖν μέν ἠμέν, | 285 | |
286 | δέ ἠδέ; Ὁ μέν πρὸς τὸν δέ ἐν μεταβάσει τίθεται, οἷον «ἐγὼ μὲν ἔγραψα, σὺ δὲ ἀνέγνως», ὁ δὲ ἠμέν πρὸς τὸν ἠδέ ἐν συμπλοκῇ. —Ὁ ἤτοι παρ’ Ὁμήρῳ μόνῳ συμπλεκτικός, παρὰ δὲ τοῖς πεζοῖς καὶ 〈ἐν〉 τῇ συνηθείᾳ διαζευκτικός· διὸ καὶ βαρύνεται, τῶν συμπλεκτικῶν πάντων ὀξυνομένων. | |
5 | Εἰς τὸ αὐτὸ καὶ ἄλλως. Τῶν συνδέσμων οἱ μὲν ὕπαρξιν δηλοῦσιν, οἱ δὲ τάξιν, οἱ δὲ ἀμφότερα· ὕπαρξιν μὲν ὅσοι συμπλεκτικοί· ἐὰν γὰρ εἴπω «καὶ θεὸς ἔστι καὶ ἡμέρα καὶ δίκη», πάντα ἐνυπόστατα· τάξιν δὲ ὅσοι συναπτικοί· οἷον ἐὰν εἴπω «εἰ περιπατῶ κινοῦμαι», ἀκολουθίαν μὲν ἔχει ὁ λόγος, οὐ πάντως δὲ καὶ ἐνυπόστατός ἐστι· καὶ καθήμενος γὰρ | |
10 | τοῦτό φημι· εἰ μέντοι ἀναστρέφει, καὶ τὴν ἀλήθειαν ἀπολέσει· τὸ γὰρ «ὅταν κινῶμαι περιπατῶ» οὐκ ἔστιν ἀληθές, δυνατὸν γὰρ καὶ καθήμενόν τινα κινεῖσθαι. Οἱ μέντοι παρασυναπτικοὶ καὶ 〈τὴν〉 ὕπαρξιν ἔχουσι τῶν συμπλεκτικῶν καὶ τὴν τάξιν τῶν συναπτικῶν· τὸ γὰρ «ἐπεὶ περι‐ πατῶ κινοῦμαι» καὶ ἐνυπάρχον ἐστὶ καὶ τὴν τάξιν ἔχει, καθὸ καὶ αὐτὸ | |
15 | ἀναστρεφόμενον οὐκέτι ἀληθεύει. Ἔξεστι δὲ διὰ τούτων εἰς ἀπέραντον προάγειν τὸν λόγον, οἷον «ἐγὼ μὲν τόδε ἐποίησα, σὺ δὲ τόδε, ὁ δεῖνα δὲ τόδε»· καὶ ὡς ἄπειρα συνδέουσιν, εἰσὶ μὲν τὰς φωνὰς πολλοί, τὰς δὲ δυνάμεις ὀλίγοι, μέν δέ τέ καί· οἱ γὰρ ἄλλοι πέντε τούτοις ἰσοδυναμοῦσιν. | |
20 | Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Διομήδους. —Ὀρθῶς τις σκοπῶν etc. = Σd 61, 20—63, 16. Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Ἀπαριθμησάμενος ὁ τεχνικὸς τὰς ποιό‐ τητας τοῦ συνδέσμου, περὶ τὴν διδασκαλίαν τὴν καθ’ ἕκαστον γίνεται. Καὶ ὄντως οἱ συμπλεκτικοὶ σύνδεσμοι λέγονται· εἰ γὰρ ἔργον τοῦ συν‐ | |
25 | δέσμου τὸ συνδεῖν, ταὐτὸν δὲ τῷ συνδεσμεῖν τὸ συμπλέκειν, γνησίως καλοῖντο ἂν 〈σύνδεσμοι οἱ〉 συμπλεκτικοί. Ἐκείνους δὲ λέγει συμπλεκτι‐ κούς, «ὅσοι τὴν ἑρμηνείαν ἐπ’ ἄπειρον ἐκφερομένην συνδέουσιν»· ἑρμη‐ νεία δὲ λέγεται ὁ κατὰ τὴν ἐξήγησιν κατάλληλος λόγος· τὸ δὲ «ἐπ’ ἄπει‐ ρον» ἀντὶ τοῦ ἔστ’ ἂν ἐκτεταμένος ᾖ ὁ τῆς ἐξηγήσεως λόγος· «συνδέου‐ | |
30 | σιν» ἐκ μεταφορᾶς τῶν ἡμετέρων μελῶν ἢ τῶν νεῶν· ὃν τρόπον γὰρ τὰ ἡμέτερα σώματα κατὰ τὰς συμπλοκὰς συνδεσμεύεται τῇ ἁρμονίᾳ καὶ οὐ συγχωρεῖ χαυνοῦσθαι, καὶ πάλιν ἐπὶ τῶν νεῶν ἔστ’ ἄν τις ὕλη πίτ‐ της [καὶ] τοῦ δεσμοῦ ἐν μέσῳ τῶν ἁρμονιῶν ἐπικειμένη οὐκ ἐᾷ δια‐ χαίνειν, οὕτω καὶ ἐν τῇ συντάξει τοῦ λόγου ἐμπαραλαμβανόμενοι οἱ | |
35 | σύνδεσμοι οὐκ ἐῶσι χαῦνον καὶ ἀνώμαλον φέρεσθαι τὴν προφοράν. Καὶ | |
τόνον ἔχουσιν οὗτοι ἕνα τὸν ὀξύν, χωρὶς μόνου τοῦ ἤτοι, ὃς καὶ παρὰ | 286 | |
287 | τοῖς ποιηταῖς μόνοις ἀντὶ τοῦ μέν παραλαμβάνεται, καθ’ ἑαυτὸν δὲ δια‐ ζευκτικός 〈ἐστιν〉. Διαζευκτικοὶ δέ εἰσιν ὅσοι τὴν μὲν φράσιν ἐπισυνδέουσιν, ἀπὸ δὲ πράγματος εἰς πρᾶγμα διιστᾶσιν· εἰσὶ δὲ οἵδε, ἤ ἤτοι | |
5 | ἠέ.] Οὐ τῆς φράσεώς εἰσι διαζ. etc. = Σd 63, 19—27. Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Γεωργίου. —Ζητεῖται, εἰ σύνδεσμοι, πῶς διαζευκτικοί; Ἔστι καὶ αὐτὸς τῶν μαχομένην ἐχόντων τὴν φωνὴν πρὸς τὸ σημαινόμενον. Σύνδεσμος γάρ ἐστι τῇ φωνῇ· φωνὰς γὰρ δια‐ φόρους συνδεῖ, καὶ οὐκ ἐᾷ ἐπὶ μιᾶς ἑστάναι διανοίας τὸν λόγον· ἐὰν | |
10 | γὰρ εἴπω «ἡμέρα ἐστί», τέλειος λόγος ἐστὶ καὶ ἑτέρου ἀπροσδεής· ἐὰν δὲ προσθῶ καὶ εἴπω «ἢ ἡμέρα ἐστί», πάντως δεήσει ἐπαγαγεῖν «ἢ νύξ ἐστι»· κατὰ τοῦτο οὖν σύνδεσμος. Διαζευκτικὸς δέ, διότι κυρίως ἐπὶ διεστηκότων πραγμάτων παραλαμβάνεται· ἐναντίον γὰρ ἡ ἡμέρα τῇ νυκτί· διαζευκτικοὶ οὖν εἰσιν οἱ διιστῶντες ἀπ’ ἀλλήλων τὰ πράγματα | |
15 | ἐν μαχομένοις καταγινόμενα, «ἢ νύξ ἐστιν ἢ ἡμέρα»· ἔστι δὲ καὶ μὴ ἐν μαχομένοις εὑρεῖν καταγινόμενα, οἷον «Αἴας ὁ Τελαμώνιος ἤτοι εἰς Ἴλιον ἐστράτευσεν ἢ ἀνεχώρησεν οἴκαδε»· τούτων γὰρ θάτερον μὲν ἀληθές, τὸ δὲ λοιπὸν ψεῦδος, οὐ μὴν ἐν μαχομένῳ. Τινὲς δὲ 〈παρα〉‐ διαζευκτικοὺς καλοῦσιν, ὅταν μάχης μὴ οὔσης τὸ ἕτερον κατ’ ἐκλογὴν | |
20 | διαφόρως προκρίνωσιν, οἷον «βούλομαι Πλατωνικὸν ἀναγνῶναι βιβλίον ἢ Ὁμηρικόν»· ἐγχωρεῖ γὰρ ἀμφότερα καὶ οὐ μάχεται, τὸ δὲ ἕτερον προκρίνεται· πολλάκις δὲ ἀμφότερα σημαίνουσιν ἀληθῆ, «Αἴας ὁ Λοκρὸς ἤτοι Κασάνδραν ἐβιάσατο ἢ ἐναυάγησεν»· ἀμφότερα γὰρ ἀληθῆ. 〈Stephani.〉 —Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Οἱ διαζευκτικοὶ σύνδε‐ | |
25 | σμοι τὴν ἐναντίαν ποιοῦνται τάξιν τοῖς συμπλεκτικοῖς. Σκόπει δὲ τὴν τάξιν τοῦ τεχνικοῦ, πῶς παρατίθησι τὰ ἐναντία τοῖς ἐναντίοις· οἱ γὰρ συμπλεκτικοὶ συνάγουσι καὶ συνδεσμεύουσιν, οἱ δὲ διαζευκτικοί, ἐναντίως ἔχοντες πρὸς τοῦτο, διιστῶσιν. Καὶ ζητεῖται, τί δή ποτε, εἰ σύνδεσμοι, διαζευκτικοί, καὶ εἰ διαζευκτικοί, πῶς σύνδεσμοι; Καὶ λεκτέον, ὅτι κατά | |
30 | τι λέγονται οὗτοι σύνδεσμοι, καὶ κατά τι διαζευκτικοί· καὶ σύνδεσμοι μέν, καθὸ τὴν φράσιν ἐναρμονίως κοσμοῦσιν· διαζευκτικοὶ δέ, καθὸ τὰ δι’ αὐτῶν φραζόμενα ἐναντίως ἔχει, οἷον νύξ, ἡμέρα, «ἢ νύξ ἐστιν ἢ ἡμέρα»· ἐναντία γὰρ ταῦτα, καὶ οὐ δυνατὸν τὰ δύο ἐν ταὐτῷ εἶναι· | |
διάζευξις γάρ ἐστιν ἐν τῷ μεταξύ, ἤτοι φῶς ἐστιν ἤτοι σκότος. Τού‐ | 287 | |
288 | των δὲ οἱ μὲν ποιητικοί, οἱ δὲ πεζοί, οἱ δὲ κοινοί· πάντες δὲ διὰ τὴν διάζευξιν ὁμολογοῦσιν. Συναπτικοὶ δέ εἰσιν ὅσοι ὕπαρξιν μὲν 〈οὐ〉 δηλοῦσι, ση‐ μαίνουσι δὲ ἀκολουθίαν· εἰσὶ δὲ οἵδε, εἴ εἴπερ εἰδή εἰδήπερ.] | |
5 | Οὗτοι τάξιν σημαίνουσιν ἡγουμένου πρὸς ἑπόμενον· ἡ γοῦν ἀντιστροφὴ ψεῦδος εἰσάγει· «εἰ φῶς ἐστιν, ἡμέρα ἐστίν, εἰ νύξ ἐστιν, σκότος ἐστίν»· οὐ πάντως· ἐν νυκτὶ γὰρ ὄντος σεληναίου φωτὸς ἢ πυρείου, οὔτε ἡμέρα ἐστὶ διὰ τὸ φῶς, οὔτε σκότος, καίτοι νυκτὸς οὔσης. Τί οὖν; «εἰ ἥλιος ὑπὲρ γῆς ἐστιν, ἡμέρα ἐστίν, εἰ ἡμέρα ἐστίν, ἥλιος ὑπὲρ γῆς ἐστιν»· | |
10 | πῶς ἀληθεύει; Ὅτι ταῦτα φυσικὴν εἶχον ἀκολουθίαν. —Ὁ εἴ τίθεται ἐν προτάσει οὕτως· «εἰ Πηνελόπη φίλανδρος 〈ἦν〉 καὶ Ὀδυσσεὺς ἐπλανήθη κατὰ Σικελίαν»· λείπει τὸ «εἰπέ», «μελέτησον»· καὶ ἀντὶ τοῦ ὥς ὁμοιω‐ ματικοῦ, «εἰ ζῷον ἵππος, καὶ ὄνος ζῷον»· καὶ ἀντὶ τοῦ ἐπεί παρασυνα‐ πτικοῦ, 〈cfr Soph. fr. 877 N2〉 εἰ δεινὰ δέδρακας, δεινὰ καὶ πα‐ | |
15 | θεῖν σε δεῖ, ἀντὶ τοῦ «ἐπεὶ δεινὰ δέδρακας». —Ὁ εἴπερ οὐδὲν πλέον δηλοῖ τοῦ εἴ· ἔστι δὲ κατὰ σύνθεσιν, ἐπεὶ καὶ μεσοσυλλαβεῖται τὸ δή, εἰδή‐ περ· δηλοῖ καὶ ὁ τόνος· παροξύνεται 〈γὰρ〉 τὸ εἴπερ, οὐ προπερισπᾶται. Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Διομήδους. —Οὗτοι etc. = Σd 63, 30—64, 12. | |
20 | Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Οὗτοι ἀκολουθίαν μὲν πραγμάτων ση‐ μαίνουσιν, οὐ μέντοι πάντως καὶ ὑπαρχόντων· δύναμαι γὰρ ἡμέρας οὔσης εἰπεῖν «εἰ νὺξ ἦν, ἄστρα ἐφαίνετο». Ἐπιζητοῦσι [μὲν] οὖν 〈οὐ〉 τὴν ὕπαρξιν οἱ συναπτικοί, τηροῦσι δὲ τῷ λόγῳ τὸ ἀκόλουθον, «εἰ ἦλθεν ὁ ἄρχων, ἐσέσωστο ἂν ἡ πόλις». Δοκεῖ δὲ καὶ αὐτὸς συμπλεκτικὸς εἶναι, | |
25 | καθὸ συνάπτει· ἀλλ’ ὁ μὲν συμπλεκτικὸς ἄπειρα ἐπάγει, 〈ὁ δὲ συνα‐ πτικὸς ἓν μόνον ἐπάγει〉 καὶ πληροῖ τὴν διάνοιαν. Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Συναπτικοὶ λέγονται ὅσοι τὴν ἑρμηνείαν καὶ τὸ ὡς ὄντως ἔχον οὐ σημαίνουσιν, ἀλλὰ τάξιν μόνον· ἴδιον γάρ ἐστι συνδέσμου τὸ τάξιν ἢ δύναμιν σημαίνειν, ἔσθ’ ὅτε δὲ καὶ τὰ δύο· | |
30 | οἱ μέντοι συναπτικοὶ τάξιν μόνον ἐπαγγέλλονται, οὐ μέντοι 〈καὶ〉 ὕπαρξιν, ὡς ἐὰν εἴπωμεν «εἰ φιλομαθὴς 〈εἶ〉, ἔσῃ πάντως καὶ πολυμαθής». | |
〈Stephani.〉 —Παρασυναπτικοὶ δέ εἰσιν ὅσοι μεθ’ ὑπάρξεως | 288 | |
289 | καὶ τάξιν δηλοῦσιν· εἰσὶ δὲ οἵδε, ἐπεί ἐπείπερ ἐπειδή ἐπει‐ δήπερ.] Οὗτοι καὶ ὕπαρξιν καὶ τάξιν δηλοῦσιν· ὥσπερ δὲ ἐν τοῖς συ‐ ναπτικοῖς τὰ φύσει 〈ἔχοντα ἀκολουθίαν〉 ἀντιστροφὴν ἐδέχοντο, τὰ δὲ κατάχρησιν ἔχοντα συναφείας οὐκέτι, οὕτω κἀν τούτοις, οἷον «ἐπεὶ πε‐ | |
5 | ριπατῶ κινοῦμαι», «ἐπείπερ τρέχω κινοῦμαι» οὐκ ἀναστραφήσεται, κατά‐ χρησις γάρ· «ἐπείπερ ζῶ ἀναπνέω». —Εἰρήκαμεν ἄνω περὶ τῆς τοῦ ἐπεί συνθέσεως· ἐπάγεται οὖν αὐτῷ ὁ εἴ, οἷον «ἐπεί, εἰ ἀνέγνως, ἔκμαθε», ὥσπερ καὶ τῷ ἐάν ὁ ἄν, «ἐὰν θέλῃς, ἀναγνοίην ἄν»· καὶ οὐδὲν ἄτοπον, ἐν τῇ συνθέσει κειμένων τῶν ἁπλῶν, ἐπάγεσθαι αὐτά· ἰδοὺ γὰρ «φιλάν‐ | |
10 | θρωπος ἄνθρωπος», «φιλόσοφος φίλος.» Ὥσπερ δὲ ἀπὸ τοῦ εἰ ἄν ἐγέ‐ νετο ἐάν, οὕτως ἀπὸ τοῦ ἐπεί ἄν ἐγένετο ἐπεάν· γίνεται δὲ ἐν συνα‐ λοιφῇ τὸ ἐάν ἤν, καὶ τὸ ἐπεάν ἐπήν, ὡς κυνέα κυνῆ· οὐ γὰρ τοὐναν‐ τίον, ἐπεὶ τὸ η πρὸ τοῦ ν εἰς εα διαιρούμενον ἀποβάλλει τὸ ν, οἷον Ξέρξην Ξέρξεα. | |
15 | Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Γεωργίου. —Οἱ παρασυναπτικοὶ τὸ ἡγούμενον ἀναμφισβήτητον ἔχοντες τὸ πάντως ἀκόλουθον αὐτοῖς πα‐ ριστῶσιν, οἷον «ἐπειδὴ ἡμέρα ἐστί, φῶς ἐστιν». Δεῖ δὲ ἡμᾶς εἰδέναι τὰς συντάξεις τὰς εὑρισκομένας· πολλάκις γὰρ παρὰ τοῖς ποιηταῖς ἀνα‐ γινώσκοντες ἢ παρὰ τῷ ποιητῇ εὑρίσκομεν τοὺς συναπτικοὺς ἀντὶ παρα‐ | |
20 | συναπτικῶν, ὡς καὶ παρὰ τῷ Εὐριπίδῃ ἐν Φοινίσσαις τὸ 〈86 seq〉 εἰ σοφὸς πέφυκας, οὐκ ἐᾶν βροτῶν Τὸν αὐτὸν ἀεὶ δυστυχῆ κα‐ θεστάναι· ἐνταῦθα ὁ εἴ οὐκ ἀνύπαρκτός ἐστιν, ἄτοπον γὰρ περὶ θεοῦ ἀπιστεῖν ὅτι σοφός ἐστιν, ἀλλὰ δεῖ πάντως παραλαμβάνειν τὴν ὕπαρξιν· ἔστιν οὖν ἐνταῦθα ὁ συναπτικὸς ἀντὶ παρασυναπτικοῦ, ὡς σημαίνειν τὴν | |
25 | εἴ λέξιν ἀντὶ τοῦ ἐπεί. Αἰτιολογικοὶ δέ εἰσιν ὅσοι ἐπ’ ἀποδόσει αἰτίας ἕνεκεν πα‐ ραλαμβάνονται· εἰσὶ δὲ οἵδε, ἵνα ὄφρα ὅπως ἕνεκα οὕνεκα δι’ ὅ δι’ ὅτι καθ’ ὅ καθ’ ὅτι καθ’ ὅσον.] —Διομήδους. Καλῶς etc. = Σd 64, 20—65, 12. | |
30 | 〈Stephani.〉 —Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Αἰτιολογικοὶ σύνδεσμοι | 289 |
290 | λέγονται ὅσοι αἰτίας ἕνεκα παραλαμβάνονται ἐν τῇ φράσει· εἴ που γάρ τις ἐρωτήσειε «τίνος ἕνεκα πεποίηκας τόδε τὸ πρᾶγμα»; ἀκούσεται πάν‐ τως «διότι τόδε». Εἰσὶ δὲ καὶ ἐνταῦθα φωναὶ ποιητικαί, εἰσὶ καὶ μέσαι· ταῖς μὲν οὖν ποιητικαῖς μόνοι ποιηταὶ χρῶνται, ταῖς δὲ μέσαις καὶ πε‐ | |
5 | ζολόγοι καὶ ποιηταί. Εὐθὺς οὖν παρὰ τῷ ποιητῇ 〈Α 11〉 οὕνεκα τὸν Χρύσην· πάλιν τῇ μέσῃ ἐν προσθήκῃ στοιχείου ἐχρήσατο ὁ ποιητής, μετάγων εἰς ποιητικήν· τὸ γὰρ ἕνεκα λέγουσι καὶ πεζολόγοι, ἀλλὰ καὶ 〈ὁ〉 ποιητής· ἐπειδὴ δὲ μακρᾶς ἐδεῖτο, προσέθηκε τὸ ι ἐνταῦθα 〈Ζ 356〉 εἵνεκ’ ἐμεῖο κυνός· τὸ δὲ δι’ ὃ καὶ δι’ ὅτι πεζολόγοι. | |
10 | Ἀπορηματικοὶ δέ εἰσιν ὅσοι ἐπαποροῦντες εἰώθασι συν‐ δεῖν· εἰσὶ δὲ οἵδε, ἆρα κᾶτα μῶν.] Ὁ ἆρα ἐρωτηματικὸς ὢν μη‐ κύνει τὸ α, συλλογιστικὸς δὲ βραχύνει· τρέπεται δὲ ἑκατέρου τὸ α εἰς η, τὸ μὲν μακρὸν παρ’ Αἰολεῦσιν οὕτως, 〈Sappho fr. 102 B4〉 ἦρ’ ἔτι παρθενικὰς ἐπιβάλλομαι; Σαπφώ· ἦρ’ ἔσθ’ ὕδωρ σῶφρον; παρὰ | |
15 | Δωριεῦσι, καὶ παρ’ Ἴωσιν 〈ubi?〉 ἦρά τοι ὧδ’ αἰεὶ ταχινοὶ πό‐ δες; τὸ δὲ βραχὺ οὕτως, 〈Κ 401〉 ἦρά νύ τοι μεγάλων δώρων, ἀντὶ τοῦ «μεγάλων ἄρα δώρων ἡ ψυχή σου ἐπιθυμεῖ». —Καὶ ὁ ἦ δὲ διαπορητικὸς καὶ ὁ ἠέ· 〈Γ 239 seq〉 ἦ οὐχ ἑσπέσθην—ἢ δεῦρο μὲν ἕποντο, 〈Α 192〉 ἠὲ χόλον παύσειεν. —Ὁ κᾶτα εὑρίσκεται ἀντὶ | |
20 | τοῦ καί, οἷον 〈Aristoph. Ran. 203—205〉 κᾶτα πῶς δυνήσομαι, Ἄπειρος, ἀθαλάττωτος, ἀσαλαμίνιος Ὤν, εἶτ’ ἐλαύνειν; Ἡγοῦντο δέ τινες τοῦτον σύνθετον ἐκ τοῦ καί καὶ εἶτα, 〈ἐκ〉θλίψεως γενομένης καὶ κράσεως. Καὶ ποῦ τὸ ι τὸ τῆς ει; ἄλλως τε ὁ καί τοῦ ε μόνου ἐπαγομένου τὴν εἰς α πάσχει κρᾶσιν, τῆς δὲ ει, εἰς τὴν ει, οἷον καὶ ἐγώ | |
25 | κἀγώ, καὶ εἶπον κεἶπον, καὶ εἶχον κεἶχον. —Ὁ μῶν ἠξιοῦτο ἀπὸ τοῦ μή καὶ ὦν, τραπέντος ἐκ τοῦ οὖν δωρικῶς, κράσει γενέσθαι, ὡς μηωρός μωρός, ὁ φροντίδα μὴ ἔχων. Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Ἀπορηματικοὶ λέγονται etc. = Σd 65, 13—66, 25. | |
30 | 〈Stephani.〉 —Παραπληρωματικοὶ δέ εἰσιν ὅσοι μέτρου ἢ κόσμου ἕνεκεν παραλαμβάνονται· εἰσὶ δὲ οἵδε, δή ῥά νύ ποῦ | |
τοί θήν ἄρ δῆτα πέρ πώ μήν ἄν αὖ οὖν κέν γέ.] Τούτων τινὲς | 290 | |
291 | ἐδείχθησαν σημαινόμενον ἔχοντες· ὁ γέ ἐν τῷ 〈Γ 178〉 οὗτός γ’ Ἀτρεί‐ δης περιττός, ἀλλ’ ἐν τῷ «καλῶς γε» σημαίνει τὴν ἐπίτασιν τῆς τοῦ κάλλους ἐκπλήξεως· τοῦτό γέ μοι χάρισαι 〈fr. poet. lyr. 3, 737 B4〉, ἔμφασιν ὑποσημαίνει μειότητος κἀν τούτῳ. Ὁ μήν παραπληρωματικός, | |
5 | τῷ δὲ ἀλλά συντεθεὶς προσληπτικὸς γίνεται, οἷον «εἰ ἀναγινώσκεις, ἐπαινῇ· ἀλλαμὴν ἀναγινώσκεις· ἐπαινῇ ἄρα». Ὁ γάρ παρέλκων πολύς, μετὰ δὲ τοῦ ἀλλά προσληπτικός, οἷον «εἰ ἥλιος φαίνει, ἡμέρα ἐστίν· ἀλλὰ γὰρ ἥλιος φαίνει· ἡμέρα ἄρα ἐστίν». Ὁ πέρ ἐναντιωματικός, οἷον 〈Α 131〉 ἀγαθός περ ἐών, μετά τε τοῦ καί, οἷον «μὴ θυμοῦ, καίπερ | |
10 | καρτερικὸς ὤν»· ὁ καί μετὰ τοῦ μήν ἀποδεικτικὸς μετὰ ἐναντιώσεως, οἷον «οὐ βλέπω, καὶ μὴν ἡμέρα ἐστίν». Ἐπεὶ οὖν διάφορα τὰ δηλού‐ μενα, ἐκ σημασίας μὴ δυνάμενα καλεῖσθαι, τὴν κλῆσιν ἔσχον ἀπὸ τοῦ πλεονάζοντος. Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Διομήδους. —Οἱ μέτρον etc. = Σd | |
15 | 66, 26—28. Εἰς τὸ αὐτὸ καὶ ἄλλως. —Γεωργίου. —Ἐπεὶ δὲ πολλὰ ἐσήμαι‐ νον οἱ παραπληρωματικοί, καὶ ἐναντίωσιν, ὡς ὁ πέρ, καὶ παραγραφήν, ὡς ὁ δή, οἷον 〈Ο 3] οἱ μὲν δὴ παρ’ ὄχεσφιν, καὶ αὔξησιν καὶ μείω‐ σιν, ὡς ὁ γέ, τούτου χάριν οὐκ ἠδυνήθησαν ἀπὸ σημαινομένου ὀνομα‐ | |
20 | σθῆναι, ἀλλ’ ἐκ τοῦ πλεονάζοντος. Παραπληρωματικοὶ δέ εἰσι σύνδεσμοι, ὅσοι πρὸς τὸ μὴ κεχηνέναι τὴν φράσιν παραλαμβάνονται· οἱ δὲ ποιηταὶ ἐνηλλαγμένως τιθέασιν, καθάπερ ὁ Ὅμηρος τὸν μέν ἀντὶ τοῦ μήν, καὶ τὸν δέ ἀντὶ τοῦ δή, καὶ τὸν δή 〈ἀντὶ〉 τοῦ ῥά· καὶ ἐπὶ τῶν παραπλησίων τηρητέον ὁμοίως. — | |
25 | Παραπληρωματικοὶ δὲ οὗτοι λέγονται, ὅσοι παρόντες οὐδὲν ὠφελεῖν δύ‐ νανται, οὔτε μὴν χωρισθέντες λυμαίνονται· οὗτοι δὲ παραλαμβάνονται τοῖς ποιηταῖς ἢ διὰ τὴν 〈τοῦ μέτρου〉 στενότητα, ἢ διὰ καλλωπισμὸν τῆς φράσεως. 〈Stephani.〉 —Τινὲς δὲ προστιθέασι καὶ ἐναντιωματικούς, | |
30 | οἷον ἔμπης ὅμωσ〉.] Οὗτοι ἐναντιότητα δηλοῦσι τοῦ εἰκότος, ὡς εἴ τις εἴποι «ὅμως μακρὰν ἑστὼς ἤκουον». —Παρέλειψε δὲ τοὺς διασα‐ | |
φητικούς· τίθενται δὲ οὗτοι μεταξὺ δύο λόγων, καὶ τὴν ἐκλογὴν τοῦ | 291 | |
292 | ἑνὸς ποιοῦνται, οἷον «πλουτεῖν βούλομαι ἢ πένεσθαι»· εἰς ἐπίτασιν δὲ λαμβάνουσι τὰ τῆς ἐπιτάσεως ἐπιρρήματα, «μᾶλλον ἡμέρα ἐστὶν ἤπερ νύξ». Παρῆκε καὶ τοὺς ἀναιρετικούς, τὸν κέν 〈καὶ〉 τὸν ἄν, οἳ τοῖς παρῳχημένοις συντασσόμενοι τὰ δηλούμενα τῶν ἐγκλίσεων ἀναιροῦσι· τὸ | |
5 | γὰρ ἔγραψα σημασία τοῦ πράγματος, τὸ δὲ ἔγραψα ἄν ἀναίρεσις. Τού‐ τους 〈καὶ〉 δυνητικοὺς καλοῦσιν, ὅτι τὴν τοῦ δύνασθαι ἔννοιαν δηλοῦσιν, οἷον «ὠφελήθην ἂν εἰ ἀνέγνων», ἀντὶ τοῦ «ἠδυνάμην ἀναγνοὺς ὠφελη‐ | |
θῆναι». —Τὸ δὲ ἔμπης καὶ σύνδεσμός ἐστιν ἐναντιωματικὸς καὶ ἐπίρρημα. | 292 |