TLG 4175 003 :: COMMENTARIA IN DIONYSII THRACIS ARTEM GRAMMATICAM :: Commentarius (sub auctore Heliodoro)

COMMENTARIA IN DIONYSII THRACIS ARTEM GRAMMATICAM Gramm. Comm.
(Varia)

Commentarius (sub auctore Heliodoro)

Source: Hilgard, A. (ed.), Grammatici Graeci, vol. 1.3. Leipzig: Teubner, 1901 (repr. Hildesheim: Olms, 1965): 67–106.

Citation: Page — (line)

13tCOMMENTARIUS HELIODORI.
14t§ 12 (14b).
15.... καὶ ὅτι ἐρωτηματικὰ μὲν ἔστιν εὑρεῖν ἐν παντὶ μέρει λόγου, πευστικὰ δὲ οὐκ ἔστιν εὑρεῖν ἐν παντὶ μέρει, εἰ μὴ ἐν ὀνόμασι καὶ ἐπιρρήμασι μόνοις, ἐν μὲν ὀνόμασι τίς ποῖοσ πόσος πηλίκος ποδαπός, ἐν δὲ ἐπιρρήμασι πῶς πῇ ποῦ πόθεν πηνίκα. Καὶ χρὴ εἰδέναι, ὅτι τῷ μὲν τίς ἐπάγεται κύριον ὄνομα, τῷ δὲ ποῖος πᾶν ἐπίθετον, πλὴν
20τῶν κατὰ τὰ σωματικὰ μεγέθη κειμένων· καὶ τὸ πόσος ἐπὶ πλήθους, καὶ τὸ πηλίκοσ ἐπὶ μεγέθους, καὶ τὸ ποδαπός ἐπὶ ἔθνους. Καὶ τοῦτο πάλιν χρὴ εἰδέναι, ὅτι τὰ μὲν μονοσύλλαβα τῶν ἐρωτηματικῶν ἐγκλι‐ νόμενα ἀόριστα γίνεται, ἦλθέ τις καὶ που ἔστι καὶ πῃ ἀπῆλθε, τὰ δὲ δισύλλαβα καταβιβάζοντα τὸν τόνον, οἷον ποιὸς ἦχοσ καὶ ποσός τις·
25καὶ ὅτι τὰ δισύλλαβα καὶ τρισύλλαβα ἀποβάλλοντα τὸ κατ’ ἀρχὴν σύμ‐ φωνον ἀναφορικὰ γίνεται, οἷον ποῖοσ οἷος, πόσος ὅσος, πηλίκος ἡλίκος [τοῖος οἷος], τινὰ δὲ καὶ τὸ ο κατ’ ἀρχὴν λαμβάνοντα, ὁποῖος ὁπόσος ὁπηλίκοσ· τὰ δὲ λαμβάνοντα κατ’ ἀρχὴν τὸ τ ἀνταποδοτικὰ γίνεται,
ὅσος τόσος, οἷος τοῖος, ἡλίκος τηλίκος, ἅτινα καὶ παράγεται διὰ τοῦ67

68

ουτος, τοιοῦτος τοσοῦτος τηλικοῦτος, καὶ ἐπεκτείνεται διὰ τοῦ δε, τοι‐ όσδε τοσόσδε τηλικόσδε. Ἀόριστον δέ ἐστι τὸ τῷ ἐρωτηματικῷ ἐναντίως λεγό‐ μενον.] Τὸ ἀόριστον ἐναντίως ἔχειν τῷ ἐρωτηματικῷ φησι, καθὸ ὁ
5μὲν ἐρωτῶν ζητεῖ αὐτῷ ὁρισθῆναί τι, τὸ δὲ ἀόριστον ἀναιρεῖ τὸν θέ‐ λοντά τι αὐτῷ ὁρισθῆναι, ἢ καθὸ ὁ ἐρωτῶν γινώσκει τι, τὸ δὲ ἀόρι‐ στον ἄγνωστον. Καὶ τὸ μὲν ὅστις δύο μέρη λόγου ἔχει ἀόριστα, τὸ ὅς καὶ τὸ τίς· τὸ δὲ ὁποῖος καὶ ὁπόσος καὶ ὁπηλίκος κυρίωσ μὲν ἀνα‐ φορικά ἐστιν, ἔσθ’ ὅτε δὲ καὶ ἀντὶ ἀορίστου αὐτὰ παραλαμβάνεται.
10Ἀναφορικὸν δέ ἐστιν, ὃ καὶ ὁμοιωματικὸν καὶ δεικτικὸν καὶ ἀνταποδοτικὸν καλεῖται, τὸ ὁμοίωσιν σημαῖνον.] Ἀναφορά ἐστιν ἐγνωσμένου πράγματος ἀναπόλησις, ὡς ὅταν εἴπω «οἷός ἐστιν ὁ δεῖνα, τοιοῦτος ἦν ὁ Ἀχιλλεύς»· καὶ λοιπὸν ἀναφέρεις σὺ τὸν νοῦν ἐπὶ τὸν Ἀχιλλέα ἐκεῖνον τὸν ἐξ Ὁμηρικῶν ἐπῶν ἢ ἀπὸ γραφῆς σοι ἐγνω‐
15σμένον. Τοῦτο δὲ τὸ ἀναφορικὸν καὶ ὁμοιωματικὸν καὶ ἀνταποδοτικὸν καὶ δεικτικὸν καλεῖται ἀπὸ τῆς αὐτῆς ἐννοίας. Περιληπτικὸν δέ ἐστι τὸ τῷ ἑνικῷ ἀριθμῷ πλῆθος σημαῖ‐ νον. 〈Ἀλλ’〉 οὖν εἰ λέξει τις, ὅτε πληθυντικῶς αὐτὸ λέγομεν, οὐκέτι περιληπτικόν ἐστιν; Ναί, λεκτέον, καὶ ὅτε πληθυντικῶς αὐτὸ λέγομεν,
20περιληπτικόν ἐστιν· ἀλλ’ οὐκ ἔδει αὐτὸν εἰπεῖν «τὸ δι’ ἑνικοῦ ἀριθ‐ μοῦ πλῆθος σημαῖνον»· οὐδὲ γὰρ μόνῳ τῷ ἑνικῷ ἀριθμῷ πλῆθος περι‐ λαμβάνομεν· ἰδοὺ γὰρ λέγοντες οἱ δῆμοι, συνεστήκασιν ἐξ ἑκάστης διαι‐ ρέσεως τῆς ἐν αὑτῇ πλῆθος περιλαμβανούσης. Καὶ μή τις ὑπολάβῃ ξένον εἶναι τὸ λεγόμενον, ἐπειδὴ καὶ ἐν 〈τοῖσ〉 ἐπιμεριζομένοις παρὰ
25βραχὺ ταὐτὸν ὁρῶμεν· ὡς γὰρ ἐν τῷ ἕκαστος ἐκ τῆς καθ’ ἕνα τομῆς ἐπὶ πάντας γίνεται ἡ ἀναφορά, καὶ ἐν τῷ ἕκαστοι ἐκ τῆς κατὰ πολ‐ λοὺς τομῆς ἐπὶ πάντας κατὰ πολλοὺς τετμημένους λέγεται ἡ ἀναφορά, οὕτω καὶ ἐν τῷ δῆμος ἑνικῷ τύπῳ πλῆθος περιλαμβάνομεν, καὶ πάλιν ἐν τῷ δῆμοι πολλοὺς δήμους δηλοῦμεν συνηγμένους ἐκ διαιρέσεως ἑκά‐
30στης πλῆθος περικλειούσησ. Ἐπιμεριζόμενον δέ ἐστι τὸ ἐκ δύο ἢ καὶ πλειόνων ἐπὶ ἓν ἔχον τὴν ἀναφοράν.] Καὶ ὁ ὅρος τοῦ ἐπιμεριζομένου καὶ τὰ ἐπι‐ φερόμενα παραδείγματα πάνυ ἐσφαλμένα ἐστίν· εἰ γὰρ τὰ ἐπιμεριζόμενα ἐκ δύο ἢ καὶ πλειόνων ἐπὶ ἓν ἕκαστον ἔχει τὴν ἀναφοράν, ἔδει εἰ‐
35πεῖν ἢ ἕτερος ἢ ἄλλος, ἐπειδὴ ταῦτα ἐκ δύο καὶ πολλῶν ἕνα ση‐
μαίνει. Ἔστιν οὖν οὕτως ἄμεινον λέγειν· ἐπιμεριζόμενόν ἐστιν ὃ δηλοῖ68

69

ἕνα ἐκ δύο, ἢ δύο καθ’ ἕνα, ἢ ἕνα ἐκ πολλῶν, ἢ πολλοὺς καθ’ ἕνα· οἷον ἕνα μὲν ἐκ δύο, ὡς τὸ ἕτερος τῶν ὀφθαλμῶν, δύο δὲ καθ’ ἕνα, ὡς τὸ ἑκάτερος τῶν ὀφθαλμῶν, ἕνα τε ἐκ πολλῶν, ὡς τὸ ἄλλος, πολλούς τε καθ’ ἕνα, ὡς τὸ ἕκαστος. Εἰδέναι δὲ χρή, ὥς τινες
5ἐδόξασαν τὸ ἐπιμεριζόμενον τὴν αὐτὴν ἔννοιάν πως ἔχειν τῷ περιλη‐ πτικῷ· εἰ γὰρ τὸ «ἕκαστος ἐλθέτω», φασίν, ἑνικῶς πολλοὺς περιλαμ‐ βάνει, δοκεῖ πως ταὐτὸν εἶναι τὸ ἐπιμεριζόμενον καὶ τὸ περιληπτικόν, εἴ γε ἕκαστον αὐτῶν ἐπὶ τὸ πολλοὺς δηλοῦν ἀναφέρεται. Πρὸς οὓς δεῖ οὕτω λέγειν· ἀγνοεῖν μοι δοκεῖτε, ὡς πολλή ἐστιν ἡ διαφορὰ ἐπι‐
10μεριζομένου καὶ περιληπτικοῦ, οὐκ εἰδότες, ὅτι τὸ ἐπιμεριζόμενον μὲν ἐκ τοῦ καθ’ ἕκαστον ἐπιμερισμοῦ τὴν πρὸς πάντας ἔμφασιν ἔχει, τὸ δὲ περιληπτικὸν οὐκ ἐξ ἐπιμερισμοῦ ἀλλ’ αὐτόθεν τὴν περίληψιν ση‐ μαίνει. Περιεκτικὸν δέ ἐστι τὸ ἐμφαῖνον ἐν ἑαυτῷ τι περιεχό‐
15μενον, οἷον δαφνών παρθενών.] Περιεκτικὸν δέ ἐστι, φησίν, ὄνομα τόπου ἐν ἑαυτῷ ἔχοντός τινα περιεχόμενα, ὡς ἀμπελὼν τόπος ὁ ἔχων ἀμπέλους καὶ κοιτὼν τόπος ὁ ἔχων κοίτας καὶ δαφνὼν τόπος ὁ ἔχων δάφνας. Δοκεῖ δὲ τὸ περιεκτικὸν καὶ αὐτὸ ταὐτὸν εἶναι τῷ περιλη‐ πτικῷ· τὸ γὰρ περιέχον τι καὶ περιλαμβάνει, καὶ τὸ περιλαμβάνον ὁμοίως
20περιέχει, ὅπερ ἐμφαίνει ποιεῖν τό τε περιεκτικὸν καὶ τὸ περιληπτικόν. Καὶ ἔστιν ἡ διαφορὰ αὕτη, ὅτι τὸ μὲν περιληπτικὸν οὐκ ἄλλο δηλοῖ τὸ περιλαμβάνον καὶ ἄλλο τὸ περιλαμβανόμενον, ἀλλὰ φωνὴ μόνον ἐστὶν ἐμφαντικὴ πλήθους, τὸ δὲ περιεκτικὸν καὶ ἄλλο σημαίνει τὸ περιέχον καὶ ἄλλο τὸ περιεχόμενον· ὁ γὰρ παρθενὼν τόπος ἐστὶ παρθένους πε‐
25ριέχων, ὁμοίως καὶ ὁ δαφνὼν τόπος ἐστὶ δαφνῶν περιεκτικός. Πεποιημένον δέ ἐστι τὸ παρὰ τὰς τῶν ἤχων ἰδιότητας μι‐ μητικῶς εἰρημένον, οἷον φλοῖσβος ῥοῖζος ὀρυγμαδός.] Πεποιη‐ μένον ἐστὶ τὸ γεγενημένον παρὰ τὸν ἴδιον ἦχόν τινος· οἷον ἔστιν ἴδιος ποιός τις ἦχος ἵππων ἐν ὁμαλῷ τε ἅμα καὶ τραχεῖ τόπῳ βαδιζόντων,
30ὃς μιμητικῶσ πεποιημένος λέγεται κάρκαιρος ἀπὸ τοῦ καρκαίρειν, ὡς καὶ ὁ ποιητὴς ἐξ αὐτοῦ φησι 〈Υ 157〉 κάρκαιρε δὲ γαῖα πόδεσσιν· ὁμοίως ἔστιν ἴδιος ποιός τις ἦχος θαλάσσης κινουμένης, ὃς μιμητικῶς πεποιημένος φλοῖσβος λέγεται, ὡς καὶ ὁ ποιητής φησι 〈ex. gr. Α 34〉 πολυφλοίσβοιο θαλάσσης· πάλιν ἔστιν ἴδιος ποιός τις ἦχος ἀνδρὸς
35σὺν θώρακι καὶ ἀσπίδι καὶ περικεφαλαίᾳ πίπτοντος, ὃς μιμητικῶς πε‐
ποιημένος λέγεται δοῦπος, ἐξ οὗ καὶ ὁ ποιητής φησι 〈ex. gr. Ε 42〉69

70

δούπησεν δὲ πεσών· πολλὰ δὲ καὶ ἄλλα πεποιημένα ἔστιν εἰπεῖν, ἀλλ’ ἀρκεῖ πρὸς τὴν παροῦσαν διδασκαλίαν τὰ προειρημένα ἡμῖν παραδείγ‐ ματα. Γενικὸν δέ ἐστι τὸ δυνάμενον εἰς πολλὰ εἴδη διαιρεθῆναι·
5εἰδικὸν δέ ἐστι τὸ ἐκ τοῦ γένους διαιρεθέν.] Γενικὸν δὲ καλοῦ‐ σιν οἱ φιλόσοφοι ὃ δύναται διαίρεσιν ἀναδέξασθαι, εἰδικὸν δὲ αὐτὸ τὸ διαιρεθέν, οἷον τὸ ζῷον γενικὸν ἂν εἴποιεν. Διὰ τί; Διότι διαιροῦσιν αὐτὸ λέγοντες, τοῦ ζῴου τὸ μέν ἐστι θνητόν, τὸ δὲ ἀθάνατον· αὐτὸ δὲ τὸ θνητὸν καὶ αὐτὸ τὸ ἀθάνατον εἰδικὸν ἂν εἴποιεν, ὅτι ἐκ τοῦ γένους
10διῄρηται καὶ ἴδιόν τι ἀποδέδωκε· τὸ γὰρ θνητὸν ἴδιόν τί ἐστιν, ὁμοίως καὶ τὸ ἀθάνατον. Ἐγὼ δὲ λέγω, γενικὸν μὲν εἶναι ἐκεῖνο τὸ γένος ἐμφαῖνον διὰ τὸ ἀποτελεῖν τινα ἴδιόν τι ἔχοντα, εἰδικὸν 〈δὲ〉 ἐκεῖνο, ὃ ἴδιόν τι ἐκ τοῦ γένους λαβὸν ἔχει. Χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι κἀκεῖνα γενικά ἐστιν, ὅσα ἐκ τῶν γενῶν μὲν ἐτμήθησαν, ἑτέρων δὲ εἰ‐
15δῶν γίνονται γένη, ὡς τὸ θνητόν· τοῦτο γὰρ εἰδικὸν 〈ὂν〉 πάλιν διαι‐ ρεῖται εἰς λογικὸν καὶ ἄλογον [εἰδικὸν ὂν πάλιν]· ὁμοίως καὶ τὸ ἄλο‐ γον διαιρεῖται εἰς ἀέριον καὶ χερσαῖον καὶ ἔνυδρον· ἃ γένη γενῶν καὶ εἴδη εἰδῶν παρὰ τοῖς φιλοσόφοις εὐλόγως προσαγορεύεται. Τακτικὸν δέ ἐστι τὸ τάξιν δηλοῦν, ὡς πρῶτος δεύτερος
20τρίτος·] τάξεως γὰρ ὀνόματα ταῦτα, οὐκ ἀριθμοῦ. Ἀπολελυμένον δέ ἐστιν ὃ καθ’ ἑαυτὸ νοεῖται, οἷον θεός λόγος.] Ἐπειδὴ τὰ μὲν ἄλλα τῶν εἰδῶν ἢ σὺν ἑτέροις ἢ ἐξ ἑτέρων νοεῖται, τὸ δὲ θεός παίδευσις λόγος πεπρωμένη πρὸς ἕτερον λόγον ἢ σχέσιν οὐκ ἔχει, τούτου χάριν ἀπόλυτα καλεῖται, ἅτε δὴ καθ’ ἑαυτὰ νο‐
25ούμενα καὶ θεωρούμενα. Τοῦ δὲ ὀνόματος διαθέσεις εἰσὶ δύο, ἐνέργεια καὶ πάθος.] Διαθέσεις μᾶλλον τῷ ῥήματι ἕπονται, καὶ οὐ τῷ ὀνόματι· ἀλλ’ ἐπειδὴ ῥηματικὰ εἰσὶν ὀνόματα ἔχοντα καὶ τὰς ἀπὸ τῶν ῥημάτων διαθέσεις, διότι ἐνεργείας ἢ πάθους εἰσὶ σημαντικά, τούτου χάριν τοῦ ὀνόματος
30εἶπεν εἶναι τὰς διαθέσεις. Πλὴν μεμπτέος ἐστὶν οὕτως ἀποφηνάμενος, ὀφείλων μᾶλλον οὕτως εἰπεῖν· «ἔστι δὲ ὅτε καὶ διαθέσεις ὁρῶνται ἐν ὀνόμασι ῥηματικοῖς οὖσιν, οἷον παρὰ τὸ κέκριται γίνεται ὄνομα κριτής καὶ κριτός, ὧν τὸ μὲν εἰς ἐνέργειαν ἀναλύεται, τὸ δὲ εἰς πάθος»· κριτής μὲν γάρ ἐστιν ὁ κρίνων, ὃ σημαίνει ἐνέργειαν, κριτός δὲ ὁ κρινόμενος,
35ὅπερ πάθος δηλοῖ.70

71

(1t)

§ 13 (15b).
2tΠερὶ ῥήματος.
3Ἀναγκαίως μετὰ τὸ ὄνομα τὸ ῥῆμα τέτακται. Εἰρήκαμεν γάρ, ὅτι τὰ κυριώτατα τῶν μερῶν τοῦ λόγου τό τε ὄνομα καὶ τὸ ῥῆμά ἐστιν,
5ἐπειδὴ ταῦτα ὥσπερ σῶμα καὶ ψυχὴ ὄντα ποιεῖ τὰ ἄλλα ἐξ αὐτῶν προ‐
5ιέναι τε καὶ φαίνεσθαι. Καὶ τὸ μὲν ὄνομα πρεσβεύει, ὅτι κατὰ οὐσίας τίθεται, τὸ δὲ ῥῆμα δευτερεύει, ὅτι κατὰ πραγμάτων· ἀναγκαίως τοίνυν μετὰ τὸ ὄνομα τὸ ῥῆμα τέτακται, καθὸ πρεσβεύει τῶν ἄλλων μερῶν τοῦ λόγου. Ὁ ὅρος αὐτοῦ παρὰ μὲν Διονυσίῳ ἔπταισται, παρὰ δὲ Ἀπολ‐
10λωνίῳ εὖ ἔχει· καὶ ἵνα δῆλον γένηται τοῦτο, ἀμφοτέρων τοὺς ὅρους παραθήσομαι, καὶ πρῶτόν γε 〈τὸν〉 τοῦ Διονυσίου, περὶ οὗ καὶ νῦν ἡμῖν πρόκειται λέγειν. Ἔστι δὲ οὗτος· ῥῆμά ἐστι λέξις ἄπτωτος. Καλῶς εἶπε τὸ «ἄπτωτος», διαστέλλων αὐτὸ ἀπὸ ὀνόματος καὶ μετοχῆς καὶ ἀντωνυμίας καὶ ἄρθρου· ταῦτα γὰρ πτωτικά ἐστι. Καλῶς δὲ πάλιν
15καὶ ἀπὸ τῶν ἀπτώτων αὐτὸ διεχώρισε, συνδέσμου καὶ προθέσεως, εἰπὼν «ἐπιδεκτικὴ χρόνων»· καὶ ἀπὸ τοῦ ἐπιρρήματος πάλιν, προσθεὶς τὸ «προ‐ σώπων τε καὶ ἀριθμῶν», ἐπειδὴ χρόνων μόνον ἐστὶ δεκτικὸν τὸ ἐπίρ‐ ρημα, οἷον χθές σήμερον αὔριον, προσώπων δὲ καὶ ἀριθμῶν οὐδαμῶς. Ἀλλ’ ἐν τῷ «ἐνέργειαν ἢ πάθος παριστῶσα» κατακλείσας τὸν ὅρον οὐ
20περιέλαβε τὰ ἀπαρέμφατα· κἀκεῖνα μὲν γὰρ χρόνους ἔχει καὶ ἐνέργειαν καὶ πάθος, ἀλλὰ προσώπων καὶ ἀριθμῶν οὐκ εἰσὶ δεκτικά. Καὶ ἐν τούτῳ ἔπταισται ὁ ὅρος, ἐν τῷ μὴ περιέχειν καὶ τὰ ἀπαρέμφατα. Καὶ ἐπειδὴ τοῦτο μεμαθήκαμεν, παραλάβωμεν τὰ νῦν καὶ τὸν Ἀπολλωνίου ὅρον ἐντελῶς ἔχοντα. Λέγει γὰρ οὕτως· «ῥῆμά ἐστι
25μέρος λόγου 〈ἄπτωτον〉 ἐν ἰδίοις μετασχηματισμοῖς διαφόρων χρόνων ἐπιδεκτικὸν μετ’ ἐνεργείας ἢ πάθους 〈ἢ οὐδετέρου〉, προσώπων τε καὶ ἀριθμῶν παραστατικόν, ὅτε καὶ τὰς τῆς ψυχῆς διαθέσεις δηλοῖ». Ὑγιῶς ἔχει οὗτος ὁ ὅρος· κατ’ οὐδὲν γὰρ οὔτε περισσεύει οὔτε ἐνδεῖ. Φησὶ μὲν γὰρ ἐν ἰδίοις μετασχηματισμοῖς χρόνους διαφόρους τὸ ῥῆμα δηλοῦν
30διὰ τὰ χρονικὰ ἐπιρρήματα, ἐπειδὴ κἀκεῖνα χρόνους δηλοῖ, οἷον σήμερον71

72

αὔριον χθές, ἀλλ’ οὐκ ἐν ἰδίοις μετασχηματισμοῖς, διότι ἕκαστον αὐτῶν ἐν διαφόροις φωναῖς τὸν διάφορον χρόνον ἐδήλωσε. Ποίαν γὰρ κοι‐ νωνίαν ἔχει κατά γε φωνὴν τὸ σήμερον πρὸς τὸ χθές καὶ τὸ αὔριον, ἵνα, καθὼς τὸ ῥῆμα εἰρήκαμεν, οὕτως εἴπωμεν καὶ τὸ ἐπίρρημα ἐν ἰδίοις
5μετασχηματισμοῖς διαφόρους χρόνους δηλοῦν; Χρὴ γὰρ ἀκριβῶς σκοπεῖν, ὅτι ἐπὶ μὲν τοῦ ῥήματος μία καὶ ἡ αὐτή ἐστι φωνὴ ἐν μέρει κινουμένη καὶ μετασχηματιζομένη καὶ μεταμορφουμένη εἴς τε χρόνους καὶ πρόσωπα καὶ ὅσα τῷ ῥήματι παρέπεται, οἷον γράφω ἔγραφον γέγραφα· ἐπὶ δὲ τοῦ ἐπιρρήματος οὐχ οὕτως, ἀλλὰ διάφορος φωνὴ τὸν διάφορον χρόνον
10ἐδήλωσε. Φησὶ δὲ πάλιν προσώπων τε καὶ ἀριθμῶν εἶναι αὐτὸ παρα‐ στατικόν, καὶ οὐκ ἀεί, ἀλλ’ ὅτε καὶ τὰς τῆς ψυχῆς διαθέσεις δηλοῖ, ὅ ἐστι τὰς τῆς ψυχῆς βουλήσεις, ἵνα περιλάβῃ καὶ τὰ ἀπαρέμφατα· ταῦτα γὰρ ψυχικὴν βούλησιν μὴ ἐμφαίνοντα οὔτε προσώπων οὔτε ἀριθμῶν ἐστι παραστατικά. Καὶ μαρτυροῦσιν οἱ ὑπομνηματισταὶ τῷ λόγῳ,
15τοῦτό γε αὐτὸ λέγοντες, ὡς τούτου χάριν λέγει προσώπων τε καὶ ἀριθ‐ μῶν παραστατικὸν εἶναι τότε τὸ ῥῆμα, ὅτε καὶ τὰς τῆς ψυχῆς διαθέ‐ σεις δηλοῖ, ἵνα καὶ ἡμεῖς ἀντεισοδιάσωμεν τὰ ἀπαρέμφατα, λέγοντες «ὅτε γὰρ τὰς τῆς ψυχῆς διαθέσεις οὐ δηλοῖ, οὔτε προσώπων 〈οὔτε ἀριθμῶν〉 ἐστι διασταλτικόν, ὡς ἐπὶ τῶν ἀπαρεμφάτων». Καὶ ταῦτα μὲν περὶ τοῦ
20ὅρου διειλήφαμεν. Δεῖ δὲ εἰδέναι, ὅτι δισσή ἐστιν ἡ [ψυχικὴ] διάθεσις· νοεῖται γὰρ διάθεσις ἡ δρᾶσις καὶ ἡ πεῖσις, καὶ πάλιν ἡ λόγῳ ἠρθρωμένη βούλησις τῆς ψυχῆς, ἐν ᾧ ἢ ὁρίζει ὡς δρῶσά τι, ἢ προστάττει ὥστε γενέσθαι, ἢ προσεύχεται ἵνα ἐκ τοῦ κρείττονός τι αὐτῇ ἀνυσθῇ, ἢ διστάζει, ἢ οὐδὲν
25τούτων ἐμφαίνει, ἀλλὰ μόνον αὐτὸ τὸ πρᾶγμα ὀνομάζει, ὃ ἐδήλου ἐν τῷ ὁρίζειν ἢ προστάττειν ἢ εὔχεσθαι 〈ἢ διστάζειν〉· καὶ 〈τοῦτο〉 ποιεῖ τὸ ἀπαρέμφατον, διὰ γὰρ τὸ τούτων οὐδὲν σημαίνειν εἴρηται. Διὰ τί 〈δὲ〉 τὸ ἀπαρέμφατον οὐ δηλοῖ ψυχικὴν διάθεσιν, ὅ ἐστι ψυχῆς βούλη‐ σιν; Φαμέν, ἐπειδὴ [αὐτὸ] τὸ ἀπαρέμφατον ὄνομά ἐστι τοῦ πράγματος
30καὶ αὐτὸ σημαίνει τὸ πρᾶγμα τὸ μήπω ἐμπεσὸν εἰς ψυχήν· ὅθεν ἡνίκ’ ἂν βουληθῶμεν αὐτὸ τὸ πρᾶγμα ὀνομάσαι καὶ 〈μὴ〉 εἰς ψυχὴν αὐτὸ
ἐνσπεῖραι, λέγομεν «τὸ γράφειν καλόν ἐστι, τὸ ἀναγινώσκειν ὠφέλιμον72

73

ὑπάρχει», μετὰ τοῦ ἄρθρου αὐτὸ προφέροντες ὡς ὄνομα τυγχάνον τοῦ πράγματος. Πᾶν δὲ πρᾶγμα μηδέπω ἐλθὸν εἰς ψυχὴν τὴν πράττουσαν αὐτό, ἅτε δὴ ἄψυχον ὄν, ψυχικὴν βούλησιν οὐκ ἐμφαίνει· διὰ τοῦτο τοίνυν ψυχικὴν διάθεσιν οὐ δηλοῖ τὰ ἀπαρέμφατα. Ἀλλ’ οὐδὲ ἀριθμοὺς
5ἔχει εὐλόγως, ἐπειδὴ αὐτοῦ τοῦ πράγματός ἐστι καὶ οὔπω εἰς πρόσωπον ἦλθε· προσώπου δὲ μὴ ὄντος οὐδὲ ἀριθμὸς παρέπεσθαι δύναται. Παρέπεται δὲ τῷ ῥήματι ὀκτ, ἐγκλίσεις, διαθέσεις, εἴδη, σχήματα, ἀριθμοί.] Ἐπεὶ πᾶν διδακτὸν ἐξ ὅρου καὶ παρεπομένων κατορθοῦται, πληρώσας ὁ τεχνικὸς τὴν ἐξήγησιν τοῦ ὅρου περὶ τῶν πα‐
10ρεπομένων ἄρχεται διαλαμβάνειν, ἅτινα ἐντελῶς ἐν τῷ περὶ ὀνόματος ἤδη εἰρήκαμεν. Χρὴ δὲ εἰδέναι, ὅτι οὐ «ψευδῶς» εἴδη παρέπεται τοῖς ῥήμασι, καθώς τινες λέγειν ἐπειράθησαν, φάσκοντες 〈ὅτι〉 τοῖς μὲν ὀνόμασιν εὐλόγως εἴδη παρέπεται ἅτε δὴ διάφορον σημασίαν ποιουμένοις ἔν τε πρωτο‐
15τύπῳ καὶ παραγώγῳ φωνῇ, ὡς ἐν τῷ λίθος καὶ λίθινος ὀνόματι, τοῖς δὲ ῥήμασιν οὐ προσηκόντως, εἴ γε ἐν αὐτοῖς κατ’ οὐδὲν διαφέρει τὸ ἄρδω τοῦ ἀρδεύω. Οἷς οὐ χρὴ πείθεσθαι. Φαμὲν γὰρ αὐτὰ προσφόρως παρέπεσθαι, ἵνα δι’ αὐτῶν τῆς τῶν ῥημάτων φωνῆς νοῶμεν τὸ διά‐ φορον· εἰ γὰρ καὶ σημασίᾳ οὐδὲν ἀλλήλων διαφέρουσιν, ἀλλὰ συζυγίᾳ
20καὶ κλίσει πολὺ διεστήκασιν, ὡς καὶ τὰ σχήματα, ἐπεὶ οὔτε τὴν αὐτὴν κλίσιν οὔτε τὴν αὐτὴν σημασίαν ἔχει [καὶ] τὰ ἁπλᾶ καὶ τὰ σύνθετα· τὸ μὲν γὰρ σέβω πρώτης συζυγίας τῶν βαρυτόνων λέγομεν εἶναι, τὸ δὲ εὐσεβῶ πρώτης τῶν περισπωμένων, καὶ πάλιν τὸ μὲν φρονῶ ἐν τῷ παρατατικῷ ἔξωθεν λαμβάνει τὸ ε, οἷον ἐφρόνουν, τὸ δὲ καταφρονῶ
25ἔσωθεν· οὐ γὰρ λέγομεν ἐκαταφρόνουν, ἀλλὰ κατεφρόνουν. Πρόσωπα, χρόνοι καὶ συζυγίαι.] Ταῦτα ἐν τοῖς ἰδίοις τόποις διεροῦμεν.
28t§ 16 (20b).
29tΠερὶ ἄρθρου.
30Ἔφασάν τινες δεῖν τοῦ ἄρθρου προτετάχθαι· τὴν ἀντωνυμίαν· οἷς
30οὐ χρὴ πείθεσθαι· ἡ μὲν γὰρ ἀντὶ ὀνόματος παραλαμβάνεται, τὸ δὲ σὺν ὀνόματι τάττεται· καὶ εὔλογον προκρίνεσθαι τὸ μετά τινος τῆς ἀντί τινος· προτακτέον τοίνυν τὸ συνὸν τοῖς ὀνόμασι τῆς ἀντὶ αὐτῶν παρα‐ λαμβανομένης. Καὶ λεκτέον ἄρθρον αὐτὸ λέγεσθαι ἤτοι ἐκ τοῦ συναρ‐ τᾶσθαι πτωτικοῖς καὶ μηδέποτε δίχα αὐτῶν εὑρίσκεσθαι· ἀμέλει ἡνίκα
35ἀπόλλυσι τὴν πρὸς τὰ πτωτικὰ συνάρτησιν, ἀντωνυμία γίνεται, οἷον
〈Α 12〉 ὁ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν, 〈Ε 292〉 τοῦ δ’ ἀπὸ73

74

μὲν γλῶσσαν, 〈Ε 603〉 τῷ δ’ αἰεὶ πάρα εἷς γε· ἐν τούτοις γὰρ μὴ εὑρὸν ποίῳ πτωτικῷ συναρτηθῇ, ἀντὶ ἀντωνυμίας παραλαμβάνεται· ἢ παρὰ τὸ ἀρθροῦν τὰ 〈ὀνόματα〉 κατ’ ἀριθμὸν καὶ γένος καὶ πτῶσιν. Ἀλλὰ πῶς τὸ ἄρθρον ἀρθροῖ ταῦτα; Ἐὰν προταγῇ τὸ ὁ, εὑρεθήσεται
5ἀρσενικὸν ὄνομα ἀριθμοῦ ἑνικοῦ πτώσεως ὀρθῆς, ἐὰν δὲ τὸ τῶν ἄρθρον αὐτοῦ προταγῇ, εὑρεθήσεται 〈ἀρσενικὸν ἢ〉 θηλυκὸν 〈ἢ οὐδέτερον〉 ὄνομα ἀριθμοῦ πληθυντικοῦ πτώσεως γενικῆς· ἢ παρὰ τὸ ἀρθροῦν κατὰ ἀνα‐ φορὰν τὴν προϋποκειμένην ἐν ἡμῖν γνῶσιν. Ὁριστέον οὖν αὐτὸ οὕτως· ἄρθρον ἐστὶ μέρος λόγου συναρτώμενον
10πτωτικοῖς κατὰ παράθεσιν προτακτικῶς ἢ ὑποτακτικῶς μετὰ τῶν συμ‐ παρεπομένων τῷ ὀνόματι εἰς γνῶσιν προϋποκειμένην, ὅπερ καλεῖται ἀναφορά. Ἄρθρον 〈ἐστὶ〉 μέρος λόγου πτωτικόν, ἀντὶ τοῦ πτώσεις ἐν ἑαυτῷ ἔχον, προτασσόμενον [καὶ ὑποτασσόμενον] τῆς κλίσεως τῶν
15ὀνομάτων.] Προστιθέναι δεῖ «καὶ ὑποτασσόμενον», ἵν’ ᾖ «προτασσό‐ μενον καὶ ὑποτασσόμενον», τότε δηλονότι, ἡνίκα εἰς γνῶσιν προϋποκει‐ μένην παραλαμβάνεται, ἥτις ἐστὶν ἀναφορά, ἐπεὶ οὐ πάντως προτάσσε‐ ται τοῦ ὀνόματος· καὶ ἔστι προτακτικὸν μὲν ὁ, ὑποτακτικὸν δὲ ὅς, οἷον «ἄνθρωπος ὃς ἦλθε».
20Δέον δὲ εἰδέναι ὅτι τὰ μὲν προτακτικὰ καταλλήλως προτίθεται τῶν πτωτικῶν, τὰ δὲ ὑποτακτικὰ ἔσθ’ ὅτε καὶ ἐν διαφόρῳ πτώσει· καὶ τοῦ μὲν προτέρου 〈παράδειγμα «ὁ ἄνθρωπος περιπατεῖ», τοῦ δὲ ἑτέρου〉 «ἐθεασάμην τὸν ἄνθρωπον ᾧ ὡμίλησα». Καὶ διὰ τί; Λεχθήσεται ἡ αἰτία ἐν τῷ περὶ ἀντωνυμιῶν.
25Ἔστι δὲ ἡ κλίσις αὐτῶν κατὰ ἀκολουθίαν φωνῆς καὶ οὐ κατὰ ἀκο‐ λουθίαν τῆς σημασίας. Εἶπον δὲ τοῦτο, ἐπειδὴ θεματικὰ πρὸς ἐνίων ὑπελήφθη, ὡς καὶ αἱ πρωτότυποι τῶν ἀντωνυμιῶν, λεγόντων κατὰ ποῖον δὴ λόγον εἴποι τις τοῦ ὁ γενικὴν εἶναι τὸ τοῦ; ὅπου γε πάντα τὰ πτωτικὰ αὐτὸ μόνον κατὰ τὸ τέλος θέλει διαλλάττειν καὶ οὐ κατὰ
30τὸ ἄρχον, καὶ τὰ παρεσχηματισμένα τῶν οὐδετέρων συνάρχεται ἐκείνοις ἀφ’ ὧν καὶ παρεσχημάτισται· ἤρξατο δὲ τὸ οὐδέτερον ἀπὸ τοῦ τ, τοῦ ὁ ἀρσενικοῦ καὶ τοῦ ἡ θηλυκοῦ μὴ ἐχόντων τὸ τ· ποίας δὲ καὶ ἔχεται ἀκολουθίας τὸ ὦ κλητικὸν πρὸς τὸ ὁ, ὅτε αἱ κλητικαὶ θέλουσιν εἶναι ἢ
〈αἱ〉 αὐταὶ ταῖς εὐθείαις ἢ ἐλάττονες, τὸ δὲ 〈ὦ〉 ἐκ τῶν ἐναντίων καὶ74

75

μεγεθύνεται πρὸς τῷ καὶ τὸ πνεῦμα μαχόμενον ἔχειν; Πρὸς οὓς δεῖ λέγειν, ὅτι καὶ κατὰ τόνον καὶ κατὰ πτῶσιν καὶ κατὰ γραφὴν ἀκόλουθά ἐστι τὰ ἄρθρα ὑπεξαιρουμένου τοῦ ὦ, περὶ οὗ λεχθήσεται ἰδίᾳ ὡς οὐκ ἔστιν ἄρθρον ἀλλ’ ἐπίρρημα· τὸ γὰρ ὁ μόνον τὴν ἀφαίρεσιν τοῦ τ πέ‐
5πονθε κατὰ τὴν εὐθεῖαν, καὶ τὸ θηλυκὸν αὖ τὸ ἡ· καὶ μαρτυροῦσι τού‐ των τὰ πληθυντικὰ ἐντελῶς λεγόμενα παρὰ Δωριεῦσι τοί καὶ ταί· διε‐ λέγχουσι δὲ τοῦτο καὶ αἱ λοιπαὶ πτώσεις ἀπὸ τοῦ τ ἀρχόμεναι· ὥσπερ γὰρ τὸ καλός ἔχει [τὸ] δυϊκὸν τὸ καλώ καὶ τὸ καλή τὸ καλά, οὕτω καὶ τὸ τός καὶ τὸ τή ἔχει τὰ δυϊκὰ τώ καὶ τά· ὁμοίως καὶ τὸ πνεῦμα
10σαφὲς τοῦτο παρίστησιν, ἐπεὶ οὐ δασύνεται ἄρθρον ἀπὸ φωνήεντος ἀρ‐ χόμενον, εἰ μὴ ἀποβολὴν τοῦ τ ποιήσηται· οὐκοῦν ἐν οἷς δασύνεται τὸ ὁ καὶ τὸ ἡ καὶ τὰ τούτων πληθυντικά, ἐν τούτοις δείκνυσι τὴν ἀφαί‐ ρεσιν τοῦ τ. Πέπονθε δὲ τὸ ἀρσενικὸν καὶ ἀποκοπὴν τοῦ ς κατὰ τὸ τέλος· καὶ ἔστιν ἐντεῦθεν γνῶναι· πᾶν γὰρ πτωτικὸν εἰς οι λῆγον κατὰ
15τὸ πληθυντικὸν εἰς ος λήγουσαν ἔχει τὴν ἑνικὴν εὐθεῖαν. Καὶ ἐξ ἄλλων δὲ πολλῶν κανόνων ἔστι μαθεῖν, ὅτι τός ἦν τὸ ἀρσενικὸν ἄρθρον κατὰ τὴν ἑνικὴν εὐθεῖαν καὶ τὸ θηλυκὸν τή καὶ τὸ οὐδέτερον τόν, ἐπειδή φαμεν ὅτι τὰ ἀπὸ τῶν εἰς ος ληγόντων ἀρσενικῶν παρεσχηματισμένα οὐδέτερα τῇ αἰτιατικῇ αὐτῶν συνεμπίπτει, ὁ καλός τὸν καλόν τὸ καλόν,
20ὁ σοφός τὸν σοφόν τὸ σοφόν· εἰ τοίνυν ἡ εὐθεῖα τῶν ἀρσενικῶν τός ἦν καὶ ἡ αἰτιατικὴ τόν, δῆλον ὅτι καὶ τὸ οὐδέτερον τόν ἦν κατὰ τὴν ἑνικὴν εὐθεῖαν. Ἀλλ’ ἀναγκαίως ἐλλείπει τὸ ν· ἐπειδὴ γὰρ ἀντωνυμίαις συνεμπίπτει ἡ φωνὴ τῶν ἄρθρων, 〈Α 12〉 ὁ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας, 〈ex. gr. Α 84〉 τὸν δ’ ἀπαμειβόμενος, 〈ν 88〉 ὣς ἡ ῥίμφα θέουσα,
25ἀναγκαίως τὸ οὐδέτερον εἰς ο ἔληξεν, ἵνα συνεμπέσῃ τῇ ἐκεῖνο καὶ τοῦτο καὶ αὐτό ἀντωνυμίᾳ. Παρέπεται δὲ αὐτῷ γένη, ἀριθμο, πτώσεις.] Καλῶς καὶ εὐλόγως γένη καὶ ἀριθμοὶ καὶ πτώσεις τῷ ἄρθρῳ παρέπονται· ἐπεὶ γὰρ τοῖς πτωτικοῖς συνήρτητο, καὶ τὰ τούτοις ἔσχε παρεπόμενα, ἵνα καθὼς
30τὸ ὄνομα γένος ἐπιδέχεται, ὁμοίως καὶ τὸ ἄρθρον ἐπιδέξηται, ἡνίκα πρὸς αὐτὸ ποιήσηται τὴν συνάρτησιν, καὶ ὡς 〈τὸ ὄνομα〉 ἀριθμὸν καὶ πτῶσιν ἐμφαίνει, ὁμοίως καὶ τὸ ἄρθρον ἐμφαίνῃ. Ὥσπερ τοίνυν τῶν ὀνομάτων γένη τρία λέγομεν εἶναι, οὕτω καὶ τῶν ἄρθρων τὰ ἰσάριθμα γένη καταλέγομεν, φάσκοντες ἀρσενικὸν μὲν γένος ὁ, θηλυκὸν δὲ ἡ,
35οὐδέτερον δὲ τό. Καὶ πάλιν ὥσπερ τῶν ὀνομάτων ἀριθμοὺς λέγομεν75

76

εἶναι τρεῖς, ἑνικός, δυϊκὸς καὶ πληθυντικός, οὕτω καὶ τῶν ἄρθρων τρεῖς φαμεν εἶναι· καὶ ἔστιν ἑνικὸς μὲν ἀρσενικὸς ὁ, δυϊκὸς δὲ τώ, πληθυντι‐ κὸς δὲ οἱ· καὶ ὡσαύτως ἑνικὸς μὲν θηλυκὸς ἡ, δυϊκὸς δὲ τά, πληθυντι‐ κὸς δὲ αἱ· καὶ τὸ τρίτον ἑνικὸς μὲν οὐδέτερος τό, δυϊκὸς δὲ τώ, πλη‐
5θυντικὸς δὲ τά. Καὶ πάλιν ὥσπερ τῶν ὀνομάτων πτώσεις εἶναι λέγομεν πέντε, οὕτω καὶ τῶν ἄρθρων τὰς αὐτὰς εἶναί φαμεν· καὶ ἔστιν ὀρθῆς μὲν πτώσεως ἀρσενικὸν ἄρθρον καὶ ἀρσενικὸν ὄνομα ὁ καλός, 〈γενικῆς δὲ πτώσεως ἀρσενικὸν ἄρθρον καὶ ἀρσενικὸν ὄνομα〉 τοῦ καλοῦ, δοτικῆς δὲ πτώσεως ἀρσενικὸν ἄρθρον καὶ ἀρσενικὸν ὄνομα τῷ καλῷ, αἰτιατικῆς
10δὲ πτώσεως ἀρσενικὸν ἄρθρον καὶ ἀρσενικὸν ὄνομα τὸν καλόν· τὸ δὲ ὦ κοινόν ἐστι καὶ γενῶν καὶ ἀριθμῶν κλήσεως ἐπίρρημα. Χρὴ δὲ ὁμοίως εἰδέναι, ὅτι κατὰ γένος καὶ ἀριθμόν εἰσι πτώσεις, ἃς μετὰ βραχὺ κατὰ τὴν ἐξήγησιν ἐπιόντες δηλώσομεν. Γένη μὲν οὖν εἰσι τρία, ὁ ποιητής, ἡ ποίησις καὶ τὸ ποίημα.]
15Ἐντέχνως διὰ 〈τοῦ εἰπεῖν ὁ ποιητής ἐσήμηνεν〉 ἡμῖν ἀρσενικὸν γένος κατά 〈τε〉 ἄρθρον καὶ ὄνομα, καὶ διὰ τοῦ εἰπεῖν ἡ ποίησις πάλιν ἐδή‐ λωσεν ἡμῖν θηλυκὸν γένος κατά τε [τὸ] ἄρθρον καὶ ὄνομα, καὶ τὸ τρί‐ τον διὰ τοῦ εἰπεῖν τὸ ποίημα πάλιν ἐσαφήνισεν ἡμῖν οὐδέτερον γένος κατά τε ἄρθρον καὶ ὄνομα, ἵνα δείξῃ, ὅτι τὸ ἄρθρον πτωτικοῖς συναρ‐
20τᾶται. Ἀριθμοὶ δὲ 〈τρεῖσ, ἑνικὸς ὁ ἡ τό.] Ἀριθμὸς ἑνικὸς ἀρσενι‐ κοῦ ἄρθρου ὁ, καὶ ἀριθμὸς ἑνικὸς θηλυκοῦ ἄρθρου ἡ, καὶ ἀριθμὸς ἑνικὸς οὐδετέρου ἄρθρου τό· ἀριθμὸς δὲ δυϊκὸς ἀρσενικοῦ ἄρθρου τώ, ἀριθμὸς δὲ δυϊκὸς θηλυκοῦ ἄρθρου τά, καὶ ἀριθμὸς δυϊκὸς οὐδετέρου ἄρθρου τώ·
25ἀριθμὸς δὲ πληθυντικὸς ἀρσενικοῦ ἄρθρου οἱ, καὶ ἀριθμὸς πληθυντικὸς θηλυκοῦ ἄρθρου αἱ, καὶ ἀριθμὸς πληθυντικὸς οὐδετέρου ἄρθρου τά. Πτώσεις δὲ πέντε, ὁ τοῦ τῷ τόν ὦ.] Αὗται αἱ πτώσεις γένους εἰσὶ μόνου ἀρσενικοῦ καὶ ἀριθμοῦ μόνου ἑνικοῦ.
29t§ 17 (21 et 22b).
30tΠερὶ ἀντωνυμίας.
30Εὐλόγως τέτακται μετὰ τὸ ἄρθρον ἡ ἀντωνυμία, εἴ γε ἐπεχείρησε καὶ πρὸ τοῦ ἄρθρου ταγῆναι, καθὸ ἐκεῖνο μὲν ἀναφορὰν μόνον, ἡ δὲ ἀντωνυμία καὶ δεῖξιν καὶ ἀναφορὰν σημαίνει· ἀλλὰ τὴν δευτέραν εἴληχε τάξιν τοῦ ἄρθρου, ἐπεὶ προκρίνεσθαι ἔδει τὸ μετά τινος τοῦ ἀντί τινος.
Ὁμοίως ζητοῦσί τινες περὶ τοῦ ὀνόματος, λέγοντες, εἰ ὄνομά ἐστι76

77

τὸ ἁπλοῦν, τί μὴ ἀντονομία τὸ παρασύνθετον λέγεται; Καί φαμεν ὅτι τὸ ὄνομα συντιθέμενον τρέπει τὸ μὲν πρῶτον ο εἰς ω, τὸ δὲ δεύτερον ο εἰς υ, οἷον διώνυμον ἀνώνυμον φερώνυμον. Καλῶς δὲ ἡ φύσις ἐπενόησε τοῖς μὲν ῥήμασι τὴν μετοχήν, ἐπειδὴ
5πέφυκε τὰ ῥήματα συντάττεσθαι τοῖς ὀνόμασιν, οἷον «Πλάτων ἀναγινώ‐ σκει»· καὶ βουλομένων ἡμῶν κλῖναι τὰ ῥήματα μετὰ τῶν ὀνομάτων καὶ μὴ δυναμένων λέγειν «Θέωνος ἀναγινώσκει», εὐθέως ὑπεισέρχεται χαρι‐ ζομένη τοῖς ῥήμασι πτώσεις ἡ μετοχή, καὶ ἔστι σὺν αὐτοῖς τοῖς ὀνόμασι φυσικῶς πραγματευομένη, οἷον «Θέωνος τύπτοντος», «Θέωνι ἀναγινώ‐
10σκοντι», «Θέωνα ἐξηγούμενον»· τοῖς δὲ ὀνόμασι τὴν ἀντωνυμίαν, ἐπειδὴ τῶν ῥημάτων ἐχόντων πρῶτον καὶ δεύτερον πρόσωπον, καὶ τῶν ὀνο‐ μάτων τρίτου ὄντων προσώπου καὶ οὐ συντασσομένων τοῖς τοῦ πρώτου καὶ δευτέρου προσώπου ῥήμασιν, ἀνθυπεισῆλθεν ἡ ἀντωνυμία ἔχουσα πρόσωπα καὶ πρόσωπα ποιοῦσα τοῖς ὀνόμασιν· ἀντὶ γὰρ ἀδυνάτου τοῦ
15«Θέων ἐποίησα» λέγεται «ἐγὼ ἐποίησα», καὶ ἀντὶ ἀδυνάτου τοῦ «Πλά‐ των ἔγραψας» φαμὲν «σὺ ἔγραψας». Ἔστι δὲ αὐτῆς ὁ ὅρος οὗτος· «ἀντωνυμία ἐστὶ λέξις ἀντὶ ὀνόματος παραλαμβανομένη, προσώπων ὡρισμένων παραστατικὴ μετὰ κλίσεως τῆς κατὰ πτῶσιν καὶ ἀριθμὸν θεματικῆς, ὁπότε μὴ διὰ τῆς φωνῆς τὸ γένος
20παριστάνει». Ἰστέον δὲ καὶ τοῦτο, ὅτι ἀντωνυμία μέν ἐστιν αὐτὸ τὸ πρᾶγμα καὶ αὐτὴ ἡ σημασία, ἀντώνυμον δὲ αὐτὴ ἡ λέξις καὶ ἡ φωνή, ὡς προση‐ γορία μὲν τὸ πρᾶγμα, προσηγορικὸν δὲ ἡ λέξις. Ἀντὶ ποίου ὀνόματος παραλαμβάνεται ἡ ἀντωνυμία; Τοῦτο οὐκ
25ἐδήλωσε· λέγομεν δὲ ἡμεῖς, ὅτι ἀντὶ κυρίου ὀνόματος μόνου, ἵν’ ᾖ οὕ‐ τως ὁ λόγος· «ἀντωνυμία ἐστὶ λέξις ἀντὶ ὀνόματος κυρίου μόνου παρα‐
λαμβανομένη προσώπων ὡρισμένων δηλωτική», ἤγουν ἐγνωσμένων καὶ77

78

δεδηλωμένων, ὅ ἐστι γνώσει παραλαμβανομένων. Παραλαμβάνεται δὲ τῇ γνώσει τὸ πρόσωπον ἐν ταῖς ἀντωνυμίαις, καθὸ ἢ δεῖξιν σημαίνουσιν ἢ ἀναφοράν· 〈καὶ〉 ἐν μὲν 〈τῷ〉 πρώτῳ καὶ δευτέρῳ προσώπῳ δεῖξιν μόνον σημαίνουσιν, ἐν δὲ τῷ τρίτῳ καὶ δεῖξιν καὶ ἀναφοράν, πλὴν τῆς
5αὐτός· αὕτη γὰρ ἀναφορὰν μόνην σημαίνει, οὐ παντελῶς τῆς δείξεως ἀμοιροῦσα, συντάσσεται γὰρ ταῖς δεικτικαῖς ἀντωνυμίαις. Παρέπεται δὲ τῇ ἀντωνυμίᾳ ἕξ.] Καὶ ἐκ τῶν παρεπομένων τῇ ἀντωνυμίᾳ δῆλόν ἐστιν ὅτι ἀντ’ ὀνόματος παραλαμβάνεται· ὅσα γὰρ τῷ ὀνόματι, καὶ αὐτῇ παρέπεται, πλεοναζόντων μόνων τῶν προσώπων
10ἐν τοῖς παρεπομένοις, διὰ τὸν προειρημένον λόγον τὸν λέγοντα, ὅτι διὰ τοῦτο παρελήφθη ἡ ἀντωνυμία, ἵνα ἀναπληρώσῃ ἀντὶ τοῦ ὀνόματος πρῶτον καὶ δεύτερον πρόσωπον, καθὸ οὐ δέδοται Θέωνι ἐκ τεχνικοῦ παραγγέλματος λέγειν «Θέων τύπτω», ἀλλ’ «ἐγὼ τύπτω», οὐδὲ «Δίων τύπτεις», ἀλλὰ «σὺ τύπτεις», ἐπειδὴ τὰ ὀνόματα, καθὼς ἤδη εἰρήκαμεν,
15τρίτου εἰσὶ προσώπου. Πρόσωπα πρωτοτύπων μὲν ἐγώ σύ ἵ.] Ὥσπερ δύο ἀδελφῶν διαιρουμένων πάντα τὰ τῆς οὐσίας εἰς δύο διαιρεῖται, καὶ εἰ τύχοι χρυ‐ σὸς ὢν ἐν τῇ οὐσίᾳ, καὶ τούτῳ χρυσὸς ἀποδίδοται καὶ τούτῳ, οὕτως εἰς δύο διαιρουμένων τῶν ἀντωνυμιῶν, εἴς τε πρωτότυπον καὶ παρά‐
20γωγον, πάντα τὰ παρεπόμενα εἰς δύο διαιρεῖται, εἴς τε τὴν πρωτότυ‐ πον ἀντωνυμίαν καὶ εἰς τὴν παράγωγον· καὶ ἐπειδὴ πρῶτον παρεπό‐ μενόν ἐστι τὰ πρόσωπα, ἀποδοτέον καὶ τῇ πρωτοτύπῳ πρόσωπα καὶ τῇ παραγώγῳ. Ἔστι τοίνυν τὰ πρόσωπα τῶν μὲν πρωτοτύπων ἀντωνυ‐ μιῶν ἐγώ σύ ἵ. Καὶ μὴ ἀκούων, ὦ τᾶν, πρόσωπα καὶ πτώσεις ἐν ταῖς
25ἀντωνυμίαις ταραχθῇς, τοῦτο λογιζόμενος, πῶς καὶ πρόσωπα καὶ πτώ‐ σεις ὁρῶνται ἐν τῇ αὐτῇ ἀντωνυμίᾳ, τοῦ ὀνόματος μὴ ἔχοντος οὕτως· τοῦτο γὰρ αὐτὸ σαφές σοι γενήσεται. Προειρήκαμεν γὰρ ἤδη, ὅτι τὸ ὄνομα οὐκ ἠδύνατο οὔτε πρώτῳ προσώπῳ ῥήματος οὔτε δευτέρῳ συν‐ τάττεσθαι, ἀλλὰ μόνῳ τρίτῳ· καὶ διὰ τοῦτο προῆλθεν ἡ ἀντωνυμία, ἀντὶ
30ὀνόματος ἀναπληροῦσα τὴν σύνταξιν τὴν ὀφείλουσαν γίνεσθαι ἔν τε πρώτῳ καὶ δευτέρῳ προσώπῳ τοῦ ῥήματος· ὥστε εἴ γε ἠδυνήθη τὸ ὄνομα τοῦτο ποιῆσαι, ἐλέγετο ἂν τὸ ὄνομα πρόσωπα ἔχειν, καὶ τῆς ἀν‐ τωνυμίας οὐκ ἐγίνετο χρεία. Οἷον εἰ ἐφίετο Θουκυδίδην λέγειν «Θου‐
κυδίδης συνέγραψα», ἐλέγετο ἂν τὸ Θουκυδίδης ὄνομα πρώτου προσώ‐78

79

που εἶναι, ἐπειδὴ ῥήματι τῷ συνέγραψα συνετάττετο πρώτου προσώπου ὄντι· καὶ πάλιν εἰ δυνατὸν ἦν λέγειν «Θουκυδίδης συνέγραψας», ἐλέγετο ἂν τὸ Θουκυδίδης ὄνομα δευτέρου προσώπου 〈εἶναι〉, ἐπειδὴ ῥήματι συνετάττετο δευτέρου προσώπου ὄντι· ἀλλ’ ἐπειδὴ τοῦτο ἀδύνατον,
5φαμὲν ἀντὶ τοῦ «Θουκυδίδης συνέγραψα» πρώτου προσώπου τὸ «ἐγὼ συνέγραψα», 〈καὶ〉 ἀντὶ τοῦ «Θουκυδίδης συνέγραψας» δευτέρου προσώ‐ που τὸ «σὺ συνέγραψας». Ἔστι τοίνυν ἡ ἐγώ ἀντωνυμία πρώτου προ‐ σώπου καὶ ἡ σύ δευτέρου εὐθείας πτώσεως· ἀντὶ γὰρ τοῦ Θουκυδίδης ὀνόματος ὀρθῆς ὄντος πτώσεως παρελήφθησαν· καὶ γένους νῦν ἀρσενι‐
10κοῦ, ἐπειδὴ 〈ἀντὶ〉 ἀρσενικοῦ ὀνόματος παρελάβομεν· εἰ δὲ εἴη γυνὴ ἡ λέγουσα «ἐγὼ ἔγραψα», ἢ πρὸς γυναῖκά φαμεν «σὺ ἔγραψας», γένους ἂν εἴη θηλυκοῦ ἐν τοῖς τρισὶ προσώποις καὶ πτώσεως ὀρθῆς ἡ ἐγώ σύ ἵ ἀντωνυμία 〈καὶ ἀριθμοῦ ἑνικοῦ, περὶ γὰρ μιᾶς φαμεν, καὶ σχήματος ἁπλοῦ〉· καὶ πάλιν εἰ παιδίον εἴη τὸ λέγον «ἐγὼ ἔγραψα», ἢ πρὸς παι‐
15δίον λέγομεν «σὺ ἔγραψας», γένους ἂν εἴη οὐδετέρου ἐν τοῖς τρισὶ προ‐ σώποις καὶ πτώσεως ὀρθῆς ἡ ἐγώ σύ ἵ ἀντωνυμία, καὶ ἀριθμοῦ ἑνικοῦ, περὶ γὰρ ἑνός φαμεν, καὶ σχήματος ἁπλοῦ, ἁπλῆ γὰρ ὁρᾶται καὶ μίαν ἔχουσα λέξιν κατὰ 〈πᾶν〉 πρόσωπον ἡ ἐγώ 〈σύ ἵ〉 ἀντωνυμία, καὶ εἴδους πρωτοτύπου, πρωτόθετος γάρ ἐστι καὶ πρωτοφυής, μήπω παραγωγὴν
20ἐξ ἄλλου εἰς τὸ εἶναι δεξαμένη. Οὐ μὴν σιωπήσω καὶ τὰς πλαγίους αὐτῆς κατὰ πρόσωπον καὶ πτῶσιν καὶ ἀριθμόν· τὸ γὰρ γένος αὐτῆς οὐκ ἐκ τῆς φωνῆς, ἀλλ’ ἐκ τῆς δείξεως τοῦ λέγοντος διακρίνεται· καὶ τὸ σχῆμα ἴσμεν ὅτι ἁπλοῦν ἐστι, καὶ τὸ εἶδος ὅτι πρωτότυπον· οὐκοῦν ἰτέον ἐπὶ τὴν κλίσιν, ἵνα τοῖς 〈ἐν〉τυγχάνουσι σαφὴς αὕτη γένηται.
25Πρὸ δὲ τῆς κλίσεως εἰδέναι χρή, ὅτι τῶν μὲν ὀνομάτων καὶ τῶν ῥημάτων ἡ κλίσις κατ’ ἀκολουθίαν φωνῆς προέρχεται, καὶ ἡ ἑτέρα ὑπὸ τῆς ἑτέρας κανονίζεται, αἱ δὲ πρωτότυποι ἀντωνυμίαι σημασίᾳ μόνον ποιοῦνται τὴν κλίσιν, οὐ μέντοι φωνῆς ἀκολουθίᾳ· διὸ καὶ θεματικὰς αὐτὰς καλοῦμεν, ὅτι ἑκάστη φωνὴ ἑαυτῇ ἐστι θέμα, καὶ οὐ κανονίζεται
30ἡ ἑτέρα ὑπὸ τῆς ἑτέρας. Ἐπεὶ τοίνυν διὰ φωνῆς ἀκολούθου οὐκ ἔστιν
ἡμῖν δυνατὸν περιγενέσθαι τῆς κλίσεως αὐτῶν, ἀπὸ ὀνομάτων ἀντ’ αὐ‐79

80

τῶν παραλαμβανομένων ἐπιγνωσόμεθα αὐτῶν τὰς πτώσεις· ἀντωνυμία γὰρ καλεῖται, ὅτι ἀντὶ ὀνόματος παραλαμβάνεται. Εἰ τοίνυν ἀντὶ τοῦ «Πλάτων ἀναγινώσκω» εἴποι Πλάτων ὑπὲρ ἑαυτοῦ «ἐγὼ ἀναγινώσκω», ἐναργὲς ὡς ἡ ἐγώ ἀντωνυμία εὐθείας ἐστὶ πτώσεως πρώτου προσώπου
5ἀριθμοῦ ἑνικοῦ, ἧς τὸ δεύτερον καὶ τρίτον πρόσωπον εἴποι ἂν Πλάτων πρός τινα καὶ περί τινος, τῆς αὐτῆς πτώσεως μενούσης καὶ τοῦ αὐτοῦ ἀριθμοῦ ὄντος ὁμοίως τῷ συντεταγμένῳ ὀνόματι, «σὺ Δίων περιπατεῖς», «αὐτὸς Σωκράτης πράττει»· ἡ γὰρ αὐτός ἀντὶ τῆς ἵ παραλαμβάνεται ἀλέκτου οὔσης. Καὶ εἰ ἀντὶ τοῦ «Πλάτωνος 〈ἀναγινώσκοντος» εἴποι
10Πλάτων ὑπὲρ ἑαυτοῦ〉 «ἐμοῦ ἀναγινώσκοντος», δῆλον ὡς γενικῆς πτώ‐ σεώς ἐστι καὶ πρώτου προσώπου ἡ ἐμοῦ ἀντωνυμία, ἧς τὸ δεύτερον καὶ τρίτον πρόσωπον 〈εἴποι ἂν Πλάτων πρός τινα καὶ περί τινος «σοῦ Δίωνος περιπατοῦντος», «αὐτοῦ Σωκράτους πράττοντος»· καὶ εἰ ἀντὶ τοῦ «Πλάτωνι ἀναγινώσκοντι» δυνατὸν Πλάτωνα εἰπεῖν ὑπὲρ ἑαυτοῦ «ἐμοὶ
15ἀναγινώσκοντι», δῆλον ὡς ἡ ἐμοί ἀντωνυμία δοτικῆς πτώσεώς ἐστι καὶ πρώτου προσώπου, ἧς τὸ δεύτερον καὶ τρίτον πρόσωπον〉 δέδοται Πλά‐ τωνι λέγειν πρός τινα καὶ περί τινος «σοὶ Δίωνι περιπατοῦντι», «αὐτῷ Σωκράτει πράττοντι»· καὶ εἰ ἀντὶ τοῦ «Πλάτωνα ἀναγινώσκοντα» δυνα‐ τὸν Πλάτωνα εἰπεῖν ὑπὲρ ἑαυτοῦ «ἐμὲ ἀναγινώσκοντα», φανερὸν 〈ὡσ〉
20ἡ ἐμέ ἀντωνυμία αἰτιατικῆς ἐστι πτώσεως καὶ πρώτου προσώπου, ἧς τὸ δεύτερον καὶ τρίτον πρόσωπον δυνατόν ἐστιν εἰπεῖν Πλάτωνα πρός τινα καὶ περί τινος «σὲ Δίωνα περιπατοῦντα», «αὐτὸν Σωκράτην πράττοντα». Ἐπεὶ τοίνυν μεμαθήκαμεν, ὅτι σημασίᾳ μόνον ποιοῦνται τὴν κλίσιν αἱ πρωτότυποι ἀντωνυμίαι, καὶ ὅτι ἀπὸ ὀνομάτων ἀντ’ αὐτῶν παρα‐
25λαμβανομένων ἐπιγινώσκονται αὐτῶν αἱ πτώσεις, ἔλθωμεν ἐπὶ τὴν κλίσιν αὐτῶν, κλίνοντες αὐτὰς κατὰ πρόσωπον καὶ ἀριθμὸν καὶ πτῶσιν οὕτως· ἀντωνυμία πρωτότυπος πρώτου προσώπου ὀρθῆς πτώσεως ἑνικοῦ ἀριθ‐ μοῦ «ἐγὼ Πλάτων ἀναγινώσκω», βʹ πρ. ὀρ. πτ. ἑν. ἀρ. «σὺ Δίων περι‐ πατεῖς», γʹ πρ. ὀρ. πτ. ἑν. ἀρ. «ἳ Σωκράτης πράττει»· αʹ πρ. γεν. πτ.
30ἑν. ἀρ. «ἐμοῦ Πλάτωνος ἀναγινώσκοντος», βʹ πρ. γεν. πτ. ἑν. ἀρ. «σοῦ Δίωνος περιπατοῦντος», γʹ πρ. γεν. πτ. ἑν. ἀρ. «οὗ Σωκράτους πράτ‐ τοντος»· αʹ πρ. δοτ. πτ. ἑν. ἀρ. «ἐμοὶ Πλάτωνι ἀναγινώσκοντι, βʹ πρ. δοτ. πτ. ἑν. ἀρ. «σοὶ Δίωνι περιπατοῦντι», γʹ πρ. δοτ. πτ. ἑν. ἀρ. «οἷ
Σωκράτει πράττοντι»· αʹ πρ. αἰτ. πτ. ἑν. ἀρ. «ἐμὲ Πλάτωνα 〈ἀναγινώ‐80

81

σκοντα〉», βʹ πρ. αἰτ. πτ. ἑν. ἀρ. «σὲ Δίωνα περιπατοῦντα», γʹ πρ. αἰτ. πτ. ἑν. ἀρ. «ἓ Σωκράτην πράττοντα»· βʹ πρ. μόνου κλητικῆς πτώσεως ἑν. ἀρ. «σὺ Δίων περιπατεῖς»· οὔτε γὰρ κατὰ τὸ πρῶτον πρόσωπον οὔτε κατὰ τὸ τρίτον κλητικὴν ἔχουσι τὰ ἑνικά ἐπεὶ οὐδεὶς ἑαυτὸν καλεῖ
5οὐδὲ τὸν ἀπόντα. Περὶ δυϊκοῦ ἀριθμοῦ. —Ἀντωνυμία πρωτότυπος πρώτου προσώ‐ που ὀρθῆς καὶ αἰτιατικῆς πτώσεως δυϊκοῦ ἀριθμοῦ «νῶϊ Πλάτωνε ἀνα‐ γινώσκοντε», βʹ πρ. ὀρ. καὶ αἰτ. πτ. δυ. ἀρ. «σφῶϊ Δίωνε περιπατοῦντε», γʹ πρ. μόνης αἰτ. πτ. δυ. ἀρ. «σφωὲ Σωκράτεε πράττοντε»· ἡ γὰρ ὀρθὴ
10τοῦ τρίτου προσώπου ἐσιγήθη διά τινα εὔλογον αἰτίαν· ἔστι δὲ αὕτη, ὅτι ἡ μὲν εὐθεῖα ὀρθοτονεῖται, τὸ δὲ τρίτον δυϊκὸν ἐγκλίνεται· πῶς οὖν ἠδύνατο εὐθεῖα κατὰ τὸ τρίτον δυϊκὸν πρόσωπον ἅμα ὀρθοτονεῖσθαι καὶ ἐγκλίνεσθαι; οὐκοῦν εὐλόγως σεσιώπηται. Καὶ ἐπεὶ τοῦτο μεμαθήκαμεν, ἔλθωμεν ἐπὶ τὴν ἑξῆς τῶν δυϊκῶν κλίσιν, κλίνοντες οὕτως· ἀντωνυμία
15πρωτότυπος αʹ πρ. γεν. καὶ δοτ. πτ. δυ. ἀρ. «νῶϊν Πλατώνοιν ἀναγινω‐ σκόντοιν», βʹ πρ. γεν. καὶ δοτ. πτ. δυ. ἀρ. «σφῶϊν Διώνοιν 〈περιπατούν‐ τοιν〉», γʹ πρ. γεν. καὶ δοτ. πτ. δυ. ἀρ. «σφωῒν Σωκρατοῖν πραττόντοιν»· βʹ πρ. μόνου κλητ. πτ. δυ. ἀρ. «σφῶϊ Δίωνε περιπατοῦντε»· οὔτε γὰρ κατὰ τὸ πρῶτον πρόσωπον οὔτε κατὰ τὸ τρίτον κλητικὴν ἔχουσι τὰ
20δυϊκὰ διὰ τὴν προειρημένην αἰτίαν. Περὶ πληθυντικοῦ ἀριθμοῦ. —Ἀντωνυμία πρωτότυπος αʹ πρ. ὀρ. πτ. πληθ. ἀρ. «ἡμεῖς Πλάτωνες ἀναγινώσκοντες», βʹ πρ. ὀρ. πτ. πληθ. ἀρ. «ὑμεῖς Δίωνες 〈περιπατοῦντεσ〉», γʹ πρ. ὀρ. πτ. πληθ. ἀρ. «σφεῖς Σωκράτεις πράττοντες»· αʹ πρ. γεν. πτ. πληθ. ἀρ. «ἡμῶν Πλατώνων
25ἀναγινωσκόντων», βʹ πρ. γεν. πτ. πληθ. ἀρ. «ὑμῶν Διώνων 〈περιπα‐ τούντων〉», γʹ πρ. γεν. πτ. πληθ. ἀρ. «σφῶν Σωκρατῶν πραττόντων» αʹ πρ. δοτ. πτ. πληθ. ἀρ. «ἡμῖν Πλάτωσιν ἀναγινώσκουσι», βʹ πρ. δοτ. πτ. πληθ. ἀρ. «ὑμῖν Δίωσι περιπατοῦσι», γʹ πρ. δοτ. πτ. πληθ. ἀρ. «σφίσι Σωκράτεσι πράττουσι»· αʹ πρ. αἰτ. πτ. πληθ. ἀρ. «ἡμᾶς Πλάτωνας
30ἀναγινώσκοντας», βʹ πρ. αἰτ. πτ. πληθ. ἀρ. «ὑμᾶς Δίωνας περιπατοῦν‐ τας», γʹ πρ. αἰτ. πτ. πληθ. ἀρ. «σφᾶς Σωκράτεις 〈πράττοντασ〉»· βʹ πρ. μόνου κλητ. πτ. πληθ. ἀρ. «ὑμεῖς Δίωνες περιπατοῦντες»· πάλιν γὰρ οὔτε κατὰ τὸ πρῶτον πρόσωπον οὔτε κατὰ τὸ τρίτον κλητικὴν ἔχουσι τὰ πληθυντικὰ διὰ τὸν προειρημένον λόγον.
35Χρὴ δὲ εἰδέναι, ὅτι ἡ κατὰ τὸ τρίτον πρόσωπον τῶν πρωτοτύπων
ἀντωνυμία, ἥτις ἐστὶν ἵ, καὶ αἱ ἀπ’ αὐτῆς κλίσεις ἀσυνήθεις ἦσαν· καὶ81

82

ἐξεῦρεν ἡμῖν ἀντ’ ἐκείνης ἄλλας ἡ τέχνη συνήθεις, αἳ καλοῦνται μονο‐ πρόσωποι διὰ τὸ μὴ ἔχειν πρῶτον καὶ δεύτερον πρόσωπον, αἵτινες καὶ ἀναλόγως κλίνονται κατὰ φωνήν. Εἰσὶ δὲ αὗται· οὗτος αὐτός ἐκεῖνος ὅδε· ἔστι δὲ καὶ 〈ἡ〉 ὁ δεῖνα, ἥτις κέκλιται διχῶς, τοῦ δεῖνος καὶ τοῦ
5δείνατος. Περιττὸν δὲ ἡγοῦμαι τούτων τὴν κλίσιν ποιήσασθαι καὶ τὸν σχηματισμὸν καὶ τὴν ἐξ αὐτοῦ κλίσιν, τῆς φωνῆς καθὼς προεῖπον ἀνα‐ λογίαν ἐχούσης ὡς τὰ εἰς ος ἀρσενικὰ καὶ ἐπιθετικὰ ὀνόματα. Παραγώγων δὲ ἐμός σός ὅς.] Ἀπὸ κοινοῦ «πρόσωπα» δεῖ προσ‐ θεῖναι, ἵν’ ᾖ «παραγώγων δὲ πρόσωπα»· πρῶτον μὲν πρόσωπον ἐμός,
10δεύτερον δὲ πρόσωπον σός, καὶ τρίτον ὅς, πάλιν τῶν τριῶν προσώπων πτώσεως ὄντων ὀρθῆς, οἷον ὁ ἐμός ὀρθῆς, ὁ σός ὀρθῆς, ὁ ὅς ὀρθῆς, καὶ γένους ἀρσενικοῦ· ἔστι γὰρ τὸ θηλυκὸν ἡ ἐμή, καὶ τὸ οὐδέτερον τὸ ἐμόν· καὶ ἀριθμοῦ ἑνικοῦ· ἔστι γὰρ τὸ δυϊκὸν τὼ ἐμώ, καὶ τὸ πληθυν‐ τικὸν οἱ ἐμοί· καὶ σχήματος ἁπλοῦ μία γὰρ ἁπλῆ σχέσις ἐστὶν ἑκάστη
15αὐτῶν· καὶ εἴδους παραγώγου, ἐπειδὴ πᾶσαι αἱ κτητικαὶ ἀντωνυμίαι παράγωγοί εἰσι· καὶ παράγονται ἀπὸ τῶν γενικῶν τῶν πρωτοτύπων διὰ τὸ τὴν γενικὴν κτητικὴν εἶναι· καὶ δηλοῦσι πρόσωπα δύο, τό τε τοῦ κτήτορος καὶ τὸ τοῦ κτήματος· ἀλλ’ ἐν μὲν τῷ ἔσω μέρει τῆς λέξεως τὸν κτήτορα παρεμφαίνουσιν, ἐν δὲ τῷ ἔξω τὸ κτῆμα. Συμβαίνει τοί‐
20νυν κλινομένων τῶν κτητικῶν ἀντωνυμιῶν καὶ τοῦ μὲν ἔσωθεν αὐτῶν μέρους, ἐν ᾧ ἦν ὁ κτήτωρ, ἀκινήτου ὄντος, τοῦ δὲ ἔξωθεν, ἐν ᾧ ἦν τὸ κτῆμα, κινουμένου, τὸν μὲν κτήτορα ἐπὶ πάσης πτώσεως καὶ ἀριθμοῦ ἀμεταθέτως ἔχειν, τὸ δὲ κτῆμα ἐν μὲν τοῖς ἑνικοῖς ἓν εἶναι, ἐν δὲ τοῖς δυϊκοῖς δύο, ἐν δὲ τοῖς πληθυντικοῖς πολλά. Καὶ ἡ μὲν ἐμοῦ σοῦ οὗ
25γενικὴ πρωτότυπος οὖς ἑνικοῦ ἀριθμοῦ καὶ ἓν πρόσωπον κατὰ τὸ πρῶ‐ τον καὶ δεύτερον καὶ τρίτον πρόσωπον δηλοῦσα, ποιεῖ τὴν ἐμός σός ὅς κτητικὴν ἀντωνυμίαν ἐν τοῖς τρισὶ προσώποις ἕνα κτήτορα ἐπὶ ὅλης τῆς κλίσεως ἔχουσαν εἴπομεν γὰρ ὅτι ἔσωθεν νοούμενος ὁ κτήτωρ ἀμετα‐ θέτως ἔχει τὸ μέντοι κτῆμα ἐν μὲν τοῖς ἑνικοῖς ἓν ἐμφαίνουσιν, 〈ἐν
30δὲ τοῖς δυϊκοῖς δύο,〉 ἐν δὲ τοῖς πληθυντικοῖς πολλά, ὡς ἔστιν ἐκ τῆς ὑποκειμένης κλίσεως μαθεῖν σαφῶς, ἥτις ἐστὶν αὕτη, ἀκολουθίαν φωνῆς φυλάττουσα καὶ κλινομένη ὡς τὰ εἰς ος ἀρσενικὰ καὶ ἐπιθετικὰ ὀνόματα. Ἀντωνυμία παράγωγος πρώτου προσώπου ὀρθῆς πτώσεως ἑνικοῦ ἀριθμοῦ ὁ ἐμός, βʹ πρ. ὀρ. πτ. ἑν. ἀρ. ὁ σός, γʹ πρ. ὀρ. πτ. ἑν. ἀρ. ὁ
35ὅς· αʹ πρ. γεν. πτ. ἑν. ἀρ. τοῦ ἐμοῦ, βʹ πρ. γεν. πτ. ἑν. ἀρ. τοῦ σοῦ. γʹ πρ. γεν. πτ. ἑν. ἀρ. τοῦ οὗ· αʹ πρ. δοτ. πτ. ἑν. ἀρ. τῷ ἐμῷ, βʹ πρ.
δοτ. πτ. ἑν. ἀρ. τῷ σῷ, γʹ πρ. δοτ. πτ. ἑν. ἀρ. τῷ ᾧ· αʹ πρ. αἰτ. πτ.82

83

ἑν. ἀρ. τὸν ἐμόν, βʹ πρ. αιτ. πτ. ἑν. ἀρ. τὸν σόν, γʹ πρ. αἰτ. πτ. ἑν. ἀρ. τὸν ὅν αʹ πρ. κλητ. πτ. ἑν. ἀρ. ὦ ἐμός· ἀττικῶς γὰρ κέκλιται, ἵνα μὴ συνεμπέσῃ τῇ αἰτιατικῇ τῶν πρωτοτύπων. Αἱ δὲ τοῦ δευτέρου προσώ‐ που κτητικαὶ κλητικὰς οὐκ ἔχουσι· δευτέρου γὰρ ὢν προσώπου ὁ κτή‐
5τωρ πρὸς ἑαυτὸν ἀπαιτεῖ γενέσθαι τὴν προσφώνησιν· δεύτερον γάρ ἐστι πρόσωπον πρὸς ὃν ὁ λόγος ὑπὲρ αὐτοῦ· ἀλλὰ καὶ τὸ κτῆμα κλητικῶς γινόμενον πρὸς ἑαυτὸ πάλιν ἀπαιτεῖ γενέσθαι τὴν προσφώνησιν· κλητικὴ γάρ ἐστι τοῦ πέλας κλῆσις· ἀδύνατον δὲ ἐν μιᾷ φωνῇ δύο προσφω‐ νήσεις ἀνὰ μέρος γίνεσθαι. Τρίτου προσώπου κλητικῆς πτώσεως ἑνικοῦ
10ἀριθμοῦ ὦ ὅς. Περὶ δυϊκοῦ ἀριθμοῦ. —Ἀντωνυμία παράγωγος αʹ πρ. ὀρ. καὶ αἰτ. πτ. δυ. ἀρ. τὼ ἐμώ, βʹ πρ. ὀρ. καὶ αἰτ. πτ. δυ. ἀρ. τὼ σώ, γʹ πρ. ὀρ. καὶ αἰτ. πτ. δυ. ἀρ. τὼ ὥ· αʹ πρ. γεν. καὶ δοτ. πτ. δυ. ἀρ. τοῖν ἐμοῖν, βʹ πρ. γεν. καὶ δοτ. πτ. δυ. ἀρ. τοῖν σοῖν, γʹ πρ. γεν. καὶ δοτ. πτ. δυ.
15ἀρ. τοῖν οἷν· αʹ πρ. κλητ. πτ. δυ. ἀρ. ὦ ἐμώ· εἰρήκαμεν δὲ ὡς οὐκ ἔχουσι κλητικὰς αἱ τοῦ δευτέρου προσώπου κτητικαὶ ἀντωνυμίαι· γʹ πρ. κλητ. πτ. δυ. ἀρ. ὦ ὥ. Περὶ πληθυντικοῦ ἀριθμοῦ. —Ἀντωνυμία παράγωγος αʹ πρ. ὀρ. πτ. πληθ. ἀρ. οἱ ἐμοί, βʹ πρ. ὀρ. πτ. πληθ. ἀρ. οἱ σοί, γʹ πρ. ὀρ. πτ.
20πληθ. ἀρ. οἱ οἵ· αʹ πρ. γεν. πτ. πληθ. ἀρ. τῶν ἐμῶν, βʹ πρ. γεν. πτ. πληθ. ἀρ. τῶν σῶν, γʹ πρ. γεν. πτ. πληθ. ἀρ. τῶν ὧν· αʹ πρ. δοτ. πτ. πληθ. ἀρ. τοῖς ἐμοῖς, βʹ πρ. δοτ. πτ. πληθ. ἀρ. τοῖς σοῖς, γʹ πρ. δοτ. πτ. πληθ. ἀρ. τοῖς οἷς· αʹ πρ. αἰτ. πτ. πληθ. ἀρ. τοὺς ἐμούς, βʹ πρ. αἰτ. πτ. πληθ. ἀρ. τοὺς σούς, γʹ πρ. αἰτ. πτ. πληθ. ἀρ. τοὺς οὕς· αʹ πρ.
25κλητ. πτ. πληθ. ἀρ. ὦ ἐμοί· βʹ πρ. οὐκ ἔστι κλητικὴ διὰ τὸν προειρη‐ μένον λόγον· γʹ πρ. κλητ. πτ. πληθ. ἀρ. ὦ οἵ. Ἡ δὲ νῶϊν γενικὴ πρωτότυπος οὖσα καὶ πρώτου προσώπου δυϊκοῦ τε ἀριθμοῦ καὶ δύο πρόσωπα δηλοῦσα ποιεῖ τὴν νωΐτερος πρώτου προ‐ σώπου κτητικὴν ἀντωνυμίαν δύο κτήτορας ἔχουσαν, ἥτις κλινομένη ἐπὶ
30πάσης πτώσεως καὶ παντὸς ἀριθμοῦ δύο κτήτορας δηλοῖ· εἴπομεν 〈γὰρ〉 ὅτι ἔσωθεν νοούμενος ὁ κτήτωρ ἀμεταθέτως ἔχει· τὸ μέντοι κτῆμα αὐ‐ τῆς ἐν μὲν ταῖς ἑνικαῖς πτώσεσιν ἕν ἐστιν, ἐν δὲ ταῖς δυϊκαῖς δύο, ἐν δὲ ταῖς πληθυντικαῖς πολλά. Καὶ ἡ σφῶϊν ὁμοίως πρωτότυπος οὖσα καὶ δευτέρου προσώπου καὶ δυϊκοῦ ἀριθμοῦ καὶ δύο πρόσωπα δηλοῦσα
35ποιεῖ τὴν σφωΐτερος δευτέρου προσώπου κτητικὴν ἀντωνυμίαν 〈δύο κτή‐
τορας ἔχουσαν〉, ἥτις καὶ αὐτὴ κλινομένη ἐπὶ πάσης πτώσεως καὶ 〈παν‐83

84

τὸσ〉 ἀριθμοῦ δύο κτήτορας δηλοῖ διὰ τὸν προειρημένον λόγον· τὸ μέν‐ τοι κτῆμα αὐτῆς πάλιν ἐν μὲν ταῖς ἑνικαῖς πτώσεσιν ἕν ἐστιν, ἐν δὲ ταῖς δυϊκαῖς δύο, ἐν δὲ ταῖς πληθυντικαῖς πολλά. Ἡ δὲ σφωΐν τοῦ τρίτου προσώπου τῶν δυϊκῶν γενικὴ διὰ τὸ μόνως ἐγκλίνεσθαι παρά‐
5γωγον ἀντωνυμίαν οὐκ ἐποίησεν· αἱ γὰρ παράγωγοι ἀπὸ ὀρθοτονουμέ‐ νων εἰώθασι γίνεσθαι, καὶ οὐκ ἀπὸ ἐγκλιτικῶν, ὡς δῆλον ἐκ τῶν παρα‐ δειγμάτων, ἅτινά ἐστι ταῦτα· Ἀντωνυμία παράγωγος αʹ πρ. ὀρ. πτ. ἑν. ἀρ. ὁ νωΐτερος, βʹ πρ. ὀρ. πτ. ἑν. ἀρ. ὁ σφωΐτερος, γʹ πρ. οὐκ ἔστι διὰ τὸν προειρημένον λό‐
10γον· αʹ πρ. γεν. πτ. ἑν. ἀρ. τοῦ νωϊτέρου, βʹ πρ. γεν. πτ. ἑν. ἀρ. τοῦ σφωϊτέρου, γʹ πρ. οὐκ ἔστι· αʹ πρ. δοτ. πτ. ἑν. ἀρ. τῷ νωϊτέρῳ, βʹ πρ. δοτ. πτ. ἑν. ἀρ. τῷ σφωϊτέρῳ, γʹ πρ. οὐκ ἔστι· αʹ πρ. αἰτ. πτ. ἑν. ἀρ. τὸν νωΐτερον, βʹ πρ. αἰτ. πτ. ἑν. ἀρ. τὸν σφωΐτερον, γʹ πρ. οὐκ ἔστι· αʹ πρ. κλητ. πτ. ἑν. ἀρ. ὦ νωΐτερε, βʹ πρ. κλητ. πτ. κατὰ τὸν προειρη‐
15μένον λόγον οὐ συνίσταται, καὶ γʹ πρ. οὐκ ἔστι. Περὶ δυϊκοῦ ἀριθμοῦ. —Ἀντωνυμία παράγωγος αʹ πρ. ὀρ. καὶ αἰτ. πτ. δυ. ἀρ. τὼ νωϊτέρω, βʹ πρ. ὀρ. καὶ αἰτ. πτ. δυ. ἀρ. τὼ σφωϊτέρω, γʹ πρ. οὐκ ἔστι· αʹ πρ. γεν. καὶ δοτ. πτ. δυ. ἀρ. τοῖν νωϊτέροιν, βʹ πρ. γεν. καὶ δοτ. πτ. δυ. ἀρ. τοῖν σφωϊτέροιν, γʹ πρ. οὐκ ἔστι· αʹ πρ. κλητ.
20πτ. δυ. ἀρ. ὦ νωϊτέρω, βʹ καὶ γʹ πρ. οὐκ ἔστι. Περὶ πληθυντικοῦ ἀριθμοῦ. —Ἀντωνυμία παράγωγος αʹ πρ. ὀρ. πτ. πληθ. ἀρ. οἱ νωΐτεροι, βʹ πρ. ὀρ. πτ. πληθ. ἀρ. οἱ σφωΐτεροι, γʹ πρ. οὐκ ἔστι· αʹ πρ. γεν. πτ. πληθ. ἀρ. τῶν νωϊτέρων, βʹ πρ. γεν. πτ. πληθ. ἀρ. τῶν σφωϊτέρων, γʹ πρ. οὐκ ἔστι· αʹ πρ. δοτ. πτ. πληθ. ἀρ. τοῖς
25νωϊτέροις, βʹ πρ. δοτ. πτ. πληθ. ἀρ. τοῖς σφωϊτέροις, γʹ πρ. οὐκ ἔστι· αʹ πρ. αἰτ. πτ. πληθ. ἀρ. τοὺς νωϊτέρους, βʹ πρ. αἰτ. πτ. πληθ. ἀρ. τοὺς σφωϊτέρους, γʹ πρ. οὐκ ἔστι· αʹ πρ. κλητ. πτ. πληθ. ἀρ. ὦ νωΐτεροι, βʹ καὶ γʹ πρ. οὐκ ἔστιν. Ἡ δὲ ἡμῶν ὑμῶν σφῶν γενικὴ πρωτότυπος οὖσα καὶ πληθυντικοῦ
30ἀριθμοῦ καὶ πολλὰ πρόσωπα δηλοῦσα κατὰ τὸ πρῶτον καὶ δεύτερον καὶ τρίτον πρόσωπον ποιεῖ τὴν ἡμέτερος ὑμέτερος σφέτερος κτητικὴν ἀν‐ τωνυμίαν ἐν τοῖς τρισὶ προσώποις πολλοὺς κτήτορας ἐπὶ ὅλης τῆς κλί‐ σεως ἔχουσαν, ἥτις κλινομένη ἐπὶ πάσης πτώσεως καὶ παντὸς ἀριθμοῦ πολλοὺς κτήτορας δηλοῖ· εἴπομεν γὰρ ὅτι ἔσωθεν νοούμενος ὁ κτήτωρ
35ἀμεταθέτως ἔχει· τὸ μέντοι κτῆμα αὐτῆς ἐν μὲν ταῖς ἑνικαῖς πτώσεσιν ἕν ἐστιν, ἐν δὲ ταῖς δυϊκαῖς δύο, ἐν δὲ ταῖς πληθυντικαῖς πολλά, ὡς δῆλον ἐκ τῶν παραδειγμάτων, ἅτινά ἐστι ταῦτα·
Ἀντωνυμία παράγωγος αʹ πρ. ὀρ. πτ. ἑν. ἀρ. ὁ ἡμέτερος, βʹ πρ.84

85

ὀρ. πτ. ἑν. ἀρ. ὁ ὑμέτερος, γʹ πρ. ὀρ. πτ. ἑν. ἀρ. ὁ σφέτερος· αʹ πρ. γεν. πτ. ἑν. ἀρ. τοῦ ἡμετέρου, βʹ πρ. γεν. πτ. ἑν. ἀρ. τοῦ ὑμετέρου, γʹ πρ. γεν. πτ. ἑν. ἀρ. τοῦ σφετέρου· αʹ πρ. δοτ. πτ. ἑν. ἀρ. τῷ ἡμε‐ τέρῳ, βʹ πρ. δοτ. πτ. ἑν. ἀρ. τῷ ὑμετέρῳ, γʹ πρ. δοτ. πτ. ἑν. ἀρ. τῷ
5σφετέρῳ· αʹ πρ. αἰτ. πτ. ἑν. ἀρ. τὸν ἡμέτερον, βʹ πρ. αἰτ. πτ. ἑν. ἀρ. τὸν ὑμέτερον, γʹ πρ. αἰτ. πτ. ἑν. ἀρ. τὸν σφέτερον· αʹ πρ. κλητ. πτ. ἑν. ἀρ. ὦ ἡμέτερε, βʹ πρ. κλητικὴ οὐ συνίσταται, γʹ πρ. κλητ. πτ. ἑν. ἀρ. ὦ σφέτερε. Περὶ δυϊκοῦ ἀριθμοῦ. —Ἀντωνυμία παράγωγος αʹ πρ. ὀρ. καὶ αἰτ.
10πτ. δυ. ἀρ. τὼ ἡμετέρω, βʹ πρ. ὀρ. καὶ αἰτ. πτ. δυ. ἀρ. τὼ ὑμετέρω, γʹ πρ. ὀρ. καὶ αἰτ. πτ. δυ. ἀρ. τὼ σφετέρω· αʹ πρ. γεν. καὶ δοτ. πτ. δυ. ἀρ. τοῖν ἡμετέροιν, βʹ πρ. γεν. καὶ δοτ. πτ. δυ. ἀρ. τοῖν ὑμετέροιν, γʹ πρ. γεν. καὶ δοτ. πτ. δυ. ἀρ. τοῖν σφετέροιν· αʹ πρ. κλητ. πτ. δυ. ἀρ. ὦ ἡμετέρω, βʹ πρ. κατὰ τὸν προειρημένον λόγον κλητικὴ οὐ συνί‐
15σταται, γʹ πρ. κλητ. πτ. δυ. ἀρ. ὦ σφετέρω. Περὶ πληθυντικοῦ ἀριθμοῦ. —Ἀντωνυμία παράγωγος αʹ πρ. ὀρ. πτ. πληθ. ἀρ. οἱ ἡμέτεροι, βʹ πρ. ὀρ πτ. πληθ. ἀρ. οἱ ὑμέτεροι, γʹ πρ. ὀρ. πτ. πληθ. ἀρ. οἱ σφέτεροι· αʹ πρ. γεν. πτ. πληθ. ἀρ. τῶν ἡμετέρων, βʹ πρ. γεν. πτ. πληθ. ἀρ. τῶν ὑμετέρων, γʹ πρ. γεν. πτ. πληθ. ἀρ. τῶν
20σφετέρων· αʹ πρ. δοτ. πτ. πληθ. ἀρ. τοῖς ἡμετέροις, βʹ πρ. δοτ. πτ. πληθ. ἀρ. τοῖς ὑμετέροις, γʹ πρ. δοτ. πτ. πληθ. ἀρ. τοῖς σφετέροις· αʹ πρ. αἰτ. πτ. πληθ. ἀρ. τοὺς ἡμετέρους, βʹ πρ. αἰτ. πτ. πληθ. ἀρ. τοὺς ὑμετέρους, γʹ πρ. αἰτ. πτ. πληθ. ἀρ. τοὺς σφετέρους· αʹ πρ. κλητ. πτ. πληθ. ἀρ. ὦ ἡμέτεροι, βʹ πρ. κατὰ τὸν προειρημένον λόγον κλητικὴ οὐ
25συνίσταται, γʹ πρ. κλητ. πτ. πληθ. ἀρ. ὦ σφέτεροι. Καὶ τοσαῦτα μὲν εἰρήκαμεν δεῖξαι βουλόμενοι τὰ παρεπόμενα πρό‐ σωπα 〈καὶ πτώσεις καὶ ἀριθμοὺσ〉 ταῖς πρωτοτύποις καὶ παραγώγοις ἀντωνυμίαις. Χρὴ δὲ εἰδέναι, ὅτι εἰσὶν ἐπὶ πασῶν τούτων τῶν κτητικῶν ἀντω‐
30νυμιῶν γένους [καὶ προσώπου καὶ ἀριθμοῦ] ἀκόλουθοι παραλλαγαί· τού‐ των γὰρ θηλυκὰ καὶ οὐδέτερα ὁμοίως τοῖς τριγενέσι παρασχηματίζονται ὡς γὰρ ἔρημος ἐρήμη ἔρημον, οὕτως ἐμός ἐμή ἐμόν, καὶ ὡς μέθυσος μεθύση μέθυσον, οὕτω σός σή σόν καὶ ὅς ἥ ὅν, καὶ ὡς σοφώτερος σο‐ φωτέρα σοφώτερον, οὕτω νωΐτερος νωϊτέρα νωΐτερον καὶ σφωΐτερος
35σφωϊτέρα σφωΐτερον καὶ ἡμέτερος ἡμέτερος ἡμετέρα ἡμέτερον καὶ ὑμέτερος ὑμε‐ τέρα ὑμέτερον καὶ σφέτερος σφετέρα σφέτερον· καὶ ὅτι πρόδηλος ἡ τού‐ των κλίσις κλινομένων ὡς τὰ εἰς ος ἀρσενικά, καὶ ὡς τὰ εἰς η 〈ἢ εἰς
α〉 θηλυκά, καὶ ὡς τὰ εἰς ον οὐδέτερα ὀνόματα.85

86

Γένη τῶν μὲν πρωτοτύπων διὰ μὲν τῆς φωνῆς οὐ διακρί‐ νεται, διὰ δὲ τῆς ὑπ’ αὐτῶν δείξεως.] Ἴσμεν ὅτι γένη εἰσὶ τρία, ἀρσενικόν, θηλυκόν, οὐδέτερον, ἅπερ αἱ πρωτότυποι ἀντωνυμίαι διὰ μὲν τῆς φωνῆς οὐ διαστέλλουσι, διὰ δὲ τῆς ὑπ’ αὐτῶν δείξεως· ἡ γὰρ δεῖξις
5συνεξηγούμενον ἔχει καὶ τὸ γένος· ὅθεν καὶ μοναδικαὶ καλοῦνται, ἐπεὶ διὰ μιᾶς φωνῆς ἡ τριγένεια παρίσταται ἡ γὰρ ἐγώ καὶ σύ ἐπὶ παντὸς γένους λέγεται. Ἰστέον δὲ ὡς πᾶσα ἀντωνυμία ἢ δεικτική ἐστιν ἢ ἀνα‐ φορική· καὶ δεικτικαὶ μέν εἰσι μόνον αἱ κατὰ τὸ πρῶτον καὶ δεύτερον πρόσωπον, 〈αἱ δὲ κατὰ τὸ τρίτον πρόσωπον〉, ὅσαι γένους εἰσὶ παρα‐
10στατικαί, καὶ δεικτικαὶ καὶ ἀναφορικαί, ὡς ἡ ἐκεῖνος ὅδε οὗτος, ὑποστελ‐ λομένης τῆς αὐτός· μόνην γὰρ ἀναφορὰν δηλοῖ· ἥτις πάλιν δεικτικὴ γί‐ νεται συντασσομένη ταῖς δεικτικαῖς ἀντωνυμίαις, οἷον ἐγὼ αὐτός, σὺ αὐτός, ἐκεῖνος αὐτός. Εἶπον δὲ «ὅσαι γένους εἰσὶ παραστατικαί», ἐπειδὴ αἱ τοῦ τρίτου προσώπου, ὅτε γένους ἀπαρέμφατοί εἰσι, μόνον ἀναφορι‐
15καὶ τυγχάνουσιν, ἡ ἵ οὗ οἷ ἕ. Ἔστι δὲ καὶ ἐκ πολλῶν κανόνων μαθεῖν, ὡς οὐκ ἀκόλουθοί εἰσιν αἱ πρωτότυποι ἀντωνυμίαι οὔτε κατὰ πρόσω‐ πον οὔτε κατὰ πτῶσιν οὔτε κατὰ ἀριθμόν, ἀλλ’ ὅτι θέματα ἴδια καθε‐ στήκασι κατὰ πρόσωπον 〈καὶ κατὰ πτῶσιν〉 καὶ κατὰ ἀριθμόν. Τῶν δὲ παραγώγων.] Ἀπὸ κοινοῦ τὸ «γένη διὰ τῆς φωνῆς
20διακρίνεται», ἵν’ ᾖ «τῶν δὲ παραγώγων γένη διὰ τῆς φωνῆς διακρίνε‐ ται, οἷον ὁ ἐμός, ἡ ἐμή, τὸ ἐμόν». Ἐψεύσατο δὲ εἰπὼν τὰς παραγώ‐ γους σημαίνειν διὰ τῆς φωνῆς τὸ γένος· τῶν γὰρ πρωτοτύπων μὴ ση‐ μαινουσῶν, πῶς αἱ παράγωγοι σημαίνουσιν; Ἔστι τοίνυν τοῦ κτήματος τὸ ἄρθρον, καὶ οὐ τῆς ἀντωνυμίας. Καὶ εὑρήσεις τοῦτο ἀληθές, εἴ γε
25ἀναλύσεις αὐτὴν εἰς τὴν γενικήν, ἐξ ἧς καὶ ἐγένετο· εἰ γὰρ εἴποις «ὁ δοῦλός μου», δῆλον γενήσεται ὅτι τὸ ἄρθρον τοῦ κτήματός ἐστι, καὶ ὅτι δύναται ἀρσενικὸν καὶ θηλυκὸν καὶ οὐδέτερον γένος εἰπεῖν «ὁ δοῦλός μου»· καὶ πάλιν εἰ εἴποις κατὰ ἀνάλυσιν «ἡ δούλη μου», πάντως εὑρε‐ θήσεται τὸ μὲν ἄρθρον τοῦ κτήματος ὄν, ἡ δὲ ἀντωνυμία γένους ἀδιά‐
30στολος, διότι μιμοῦνται πᾶσαι αἱ παραχθεῖσαι κατὰ τὸ ἐντὸς πρόσωπον
τὰς πρωτοτύπους ἀντωνυμίας, καὶ οὔτε γένος διαστέλλουσι κατὰ τὸ ἐντὸς86

87

πρόσωπον, οὔτε ἄρθρων εἰσὶ δεκτικαί, οὔτε ἀκόλουθοι τοῖς ἀριθμοῖς, καθὼς ἐκεῖναι· ποία γὰρ ἀκολουθία τῆς ἐμός ἀντωνυμίας κατὰ τὸ ἐντὸς πρόσωπον πρὸς τὴν νωΐτερος καὶ ἡμέτερος; Ἰστέον δὲ καὶ τοῦτο, ὅτι τὸ μὲν πρόσωπον ἐν τῷ ῥήματι τὸ τέλος
5κινεῖ, ἐνταῦθα δὲ τὴν ἀρχήν, ἐπειδὴ ἡ ἀντωνυμία δύο κλίσεις ἀναδεξα‐ μένη, τὴν μὲν κατὰ πτῶσιν, τὴν δὲ κατὰ πρόσωπον, τὸ μὲν πρόσωπον κινούμενον ἐν τῇ ἀρχῇ δείκνυσι, τὴν δὲ πτῶσιν ἐν τῷ τέλει, ἐπειδὴ τὸ γένος καὶ ἡ πτῶσις καὶ ὁ ἀριθμὸς τῷ τέλει μᾶλλον ᾠκείωνται τὰ δύο γὰρ κατὰ ταὐτὸν οὐκ ἠδύνατο ἔχειν, τὸ πρόσωπόν τε καὶ τὴν πτῶσιν,
10ἵνα μὴ εἰς σύγχυσιν ἐμπέσῃ· ἀλλ’ ὥσπερ τὸ ῥῆμα τὴν μὲν ἀρχὴν ἀπέ‐ νειμε τοῖς χρόνοις, τὸ δὲ τέλος τοῖς προσώποις, οὕτω καὶ αὕτη εἰς δύο ἐμπεσοῦσα τὴν 〈μὲν〉 ἀρχὴν ἀπένειμε τοῖς προσώποις, τὸ δὲ τέλος ταῖς πτώσεσιν, ἐπειδὴ καὶ 〈ἐν〉 τῷ ὀνόματι μᾶλλον τὸ τέλος αὐταῖς ᾠκείωται. Ἀριθμοὶ πρωτοτύπων μὲν ἑνικὸς ἐγώ σύ , δυϊκὸς νῶϊ
15σφῶϊ, πληθυντικὸς ἡμεῖς ὑμεῖς σφεῖς.] Βούλεται δεῖξαι, πῶς καὶ ὁ ἀριθμὸς παρέπεται τῇ πρωτοτύπῳ πλὴν τὰ παραδείγματα οὐ καλῶς εἶπεν· ὤφειλε γὰρ εἰπεῖν «ἑνικὸς ἐγώ, δυϊκὸς νῶϊ, πληθυντικὸς ἡμεῖς», ἵνα ἑκάστου ἀριθμοῦ μίαν φωνὴν λέγων ἀτάραχον στήσῃ τὸν ἀκροατήν, καὶ μὴ διὰ τοῦ εἰπεῖν «ἑνικὸς ἐγώ σύ ἵ», καὶ πάλιν «δυϊκὸς νῶϊ σφῶϊ»,
20εἶτα «πληθυντικὸς ἡμεῖς ὑμεῖς σφεῖς» μᾶλλον πρόσωπα καὶ οὐκ ἀριθμοὺς παραστήσῃ, ὡς ἔστιν ἐκ τῶν παραδειγμάτων μαθεῖν. Παραγώγων δὲ ἑνικὸς ἐμός σός ὅς, δυϊκὸς ἐμώ σώ , πλη‐ θυντικὸς ἐμοί σοί οἵ.] Ἀπὸ κοινοῦ μὲν τὸ «ἀριθμοί», ἵν’ ᾖ «παρα‐ γώγων δὲ ἀριθμοί». Πάλιν δὲ καὶ ἐνταῦθα τῷ αὐτῷ πταίσματι περιέ‐
25πεσεν· ἔδει γὰρ εἰπεῖν «ἑνικὸς ἐμός, δυϊκὸς ἐμώ, πληθυντικὸς ἐμοί», καὶ μὴ πρόσωπα ἀντὶ ἀριθμῶν παραστῆσαι. Πτώσεις πρωτοτύπων μὲν ὀρθῆς ἐγώ σύ , γενικῆς ἐμοῦ σοῦ ο, δοτικῆς ἐμοί σοί ο, αἰτιατικῆς ἐμέ σέ , κλητικῆς σύ.] Πάλιν μέμψεως ἄξιος ὁ τεχνογράφος, ὅτι βουλόμενος πτώσεις πρωτο‐
30τύπων ἀντωνυμιῶν παραστῆσαι, μετὰ τῶν πτώσεων καὶ τὰ πρόσωπα παρέλαβεν· ἔδει γὰρ οὕτως εἰπεῖν, «ὀρθῆς ἐγώ, γενικῆς ἐμοῦ, δοτικῆς ἐμοί, αἰτιατικῆς ἐμέ, κλητικῆς σύ», ἵνα πάλιν ἑκάστης πτώσεως μίαν φω‐ νὴν λέγων μὴ ταράξῃ τὸν ἀκροατήν. Ἰστέον δὲ ὅτι κλητικὴν οὐκ ἔχει
ἡ πρωτότυπος ἀντωνυμία οὔτε ἐν πρώτῳ οὔτε ἐν τρίτῳ προσώπῳ, ἀλλ’87

88

ἐν δευτέρῳ μόνῳ ἐπὶ παντὸς ἀριθμοῦ· οὐδεὶς γὰρ οὔτε ἑαυτὸν οὔτε τὸν ἀπόντα καλεῖ, ἀλλὰ μόνον τὸν πέλας· καὶ ὅτι κατεκερμάτισε παν‐ ταχοῦ ὁ τεχνικὸς τὴν ἀντωνυμίαν, μηδαμοῦ κλίσιν αὐτῆς τελείαν ποιη‐ σάμενος, μήτε ἐν πρωτοτύποις μήτε ἐν παραγώγοις. Καὶ διά τοι τοῦτο
5ἡμεῖς ἐν τοῖς προλαβοῦσιν εἰρήκαμεν τὴν κλίσιν τῆς τε πρωτοτύπου καὶ 〈τῆσ〉 παραγώγου, ἐξ ἧς δυνάμεθα πάντα σαφῶς παραστῆσαι τὰ παρε‐ πόμενα. Παραγώγων δὲ ὀρθῆς ἐμός σός ὅς, γενικῆς ἐμοῦ σοῦ ο, δοτικῆς ἐμῷ σῷ , αἰτιατικῆς ἐμόν σόν ὅν.] Ἀπὸ κοινοῦ τὸ
10«πτώσεις», ἵν’ ᾖ «παραγώγων δὲ πτώσεις ὀρθῆς ἐμός σός ὅς, γενικῆς ἐμοῦ σοῦ οὗ, δοτικῆς ἐμῷ σῷ ᾧ, αἰτιατικῆς ἐμόν σόν ὅν, κλητικῆς ἐμός». Πάλιν καὶ ἐνταῦθα πτώσεις βουλόμενος εἰπεῖν, συμπεριέλαβεν ἑκάστης πτώσεως τὰ τρία πρόσωπα, ὅπερ οὐκ ἔδει διὰ τὸν προειρημένον λόγον· ἀλλ’ οὕτω προενέγκασθαι, «ὀρθῆς ἐμός, γενικῆς ἐμοῦ, δοτικῆς ἐμῷ, αἰ‐
15τιατικῆς ἐμόν, κλητικῆς ἐμός». Χρὴ δὲ εἰδέναι, ὅτι αὕτη ἀκόλουθός ἐστι κατὰ πτῶσιν καὶ ἀριθμόν, ἐπειδὴ διὰ τῆς φωνῆς ἔξωθεν τὸ γένος δια‐ στέλλει· καὶ κλίνεται, καθὼς ἄνω εἰρήκαμεν, ὡς τὰ εἰς ος ἐπίθετα ὀνό‐ ματα· ἀττικῶς τε ἔχει τὴν κλητικὴν ὦ ἐμός, ἵνα μὴ συνεμπέσῃ τῇ αἰ‐ τιατικῇ τοῦ πρωτοτύπου.
20Σχήματα δύο, ἁπλοῦν, σύνθετον· ἁπλοῦν μέν, οἷον ἐμοῦ σοῦ ο, σύνθετον δ, οἷον ἐμαυτοῦ σαυτοῦ ἑαυτοῦ.] Κατὰ τὸ ἀρχαῖον οὐκ ἦν σύνθετος ἀντωνυμία· καὶ μαρτυροῦσι τούτῳ τῷ λόγῳ τὰ Ὁμηρικά, ἅτε δὴ ἀρχαϊκώτερα ὄντα καὶ ἐν ἁπλαῖς ταῖς ἀντωνυμίαις πεφρασμένα· οὔποτε γὰρ σύνθετος ἀντωνυμία παρὰ τῷ ποιητῇ εὑρίσκε‐
25ται· ἀλλ’ ὕστερον ἐπενοήθη δι’ εὔλογον αἰτίαν. Ποίαν δή; Τοιαύτην, ἵνα διὰ μὲν τῆς ἁπλῆς τὸ μεταβατικὸν πρόσωπον δηλῶται, διὰ δὲ τῆς συνθέτου τὸ ἀμετάβατον, ἅ ἐστι τὸ ἀλλοπαθὲς καὶ αὐτοπαθές. Οἷον τί ἐστιν ὃ λέγω; Ἰδοὺ ἐν τῷ «ἐμοὶ αὐτῷ χαρίζομαι» καὶ «ἐμοὶ [αὐτῷ] χαρίζῃ», ἐπειδὴ ἡ αὐτὴ ἀντωνυμία ἁπλῆ οὖσα ἐλέγετο καὶ ἐν ἀμεταβάτῳ
30προσώπῳ καὶ ἐν μεταβατικῷ, ἐπενόησαν ὕστερον οἱ μεθ’ Ὅμηρον ὥστε τὴν ἀμετάβατον κατὰ τὸ πρόσωπον ἀντωνυμίαν συνθέτως λέγεσθαι «ἐμαυτῷ χαρίζομαι», ἵνα δηλῶται δι’ αὐτῆς ἡ αὐτοπάθεια, καὶ τὴν μετα‐
βατικὴν ἁπλῇ φωνῇ λέγεσθαι, ἵνα σημαίνηται δι’ αὐτῆς ἡ ἀλλοπάθεια·88

89

καὶ ἐν τῷ «σὲ αὐτὸν ἐτίμησας» 〈καὶ «σὲ ἐτίμησα»〉 πρὸς ἀντιδιαστολὴν τοῦ αὐτοπαθοῦς καὶ ἀλλοπαθοῦς, ἵνα ἡ σύνθετος καὶ ἡ ἁπλῆ νοοῖτο, ἐπενόησαν λέγειν «σαυτὸν ἐτίμησας», καὶ ἐν τῷ τρίτῳ «ἑαυτὸν ἐτίμησεν». Ἀλλὰ φασί τινες, εἰ ἐκ τοῦ ῥήματος τοῦ ἀμεταβάτου καὶ τοῦ ἐν μεταβάσει νοεῖται ἡ
5ἁπλῆ καὶ ἡ σύνθετος, ἔασον τῷ ῥήματι τὴν ἐξουσίαν εἰς τὸ διδόναι νοεῖν τήν τε ἁπλῆν καὶ τὴν σύνθετον ἀντωνυμίαν, τουτέστι τὴν ἀλλοπαθῆ καὶ 〈τὴν〉 αὐτοπαθῆ. Πρὸς οὕς φαμεν ἡμεῖς, εἰ ἐνεχώρει τὸ τοιοῦτο γενέσθαι καὶ ἐπὶ τῶν τριῶν προσώπων τῶν ἀντωνυμιῶν, εὔλογον ἦν τὸ προβαλλόμενον· εἰ δὲ τούτοις συντασσόμενον τὸ ῥῆμα ἀμφιβολίαν ἔχει, πῶς οὐ διαστο‐
10λῆς τύχωσι τὰ τοιαῦτα; Ἰδοὺ γὰρ τὰ μὲν πρῶτα καὶ δεύτερα πρόσωπα τῶν πρωτοτύπων ἀντωνυμιῶν διὰ τοῦ ῥήματος δηλοῦσι τὴν αὐτοπαθῆ τε καὶ τὴν ἀλλοπαθῆ· τὸ γὰρ «ἐμὲ ἔτυψεν» ἀλλοπαθής, τὸ δὲ 〈K 378〉 ἐμὲ λύσομαι αὐτοπαθής· τὸ δὲ τρίτον οὐδὲ ἐν τῷ ῥήματι, καθὼς εἰρή‐ καμεν, ἔχει τὴν διαστολὴν πολλάκις. Ἐξὸν δέ ἐστιν ἡμῖν διὰ μιᾶς ἀν‐
15τωνυμίας καὶ ἑνὸς ῥήματος τὰς δύο συντάξεις νοεῖν· τὸ γὰρ «ἐχαρίσατό οἱ» καὶ «ἤκουσέν οὑ» πρὸς ἄμφω χωροῦν ἐργάζεται τὴν ἀμφιβολίαν· δυνατὸν γὰρ νοεῖν «ἐχαρίσατο αὐτῷ» ἀλλοπαθῶς καὶ «ἐχαρίσατο αὑτῷ» αὐτοπαθῶς, καὶ «ἤκουσεν αὐτοῦ» καὶ «ἤκουσεν ἑαυτοῦ»· ὥστε κατὰ τοῦτο οὐκ ἀκαίρως ἔτυχε διαστολῆς τὸ τοιοῦτον, ἵνα πάντως ἐν τῇ ἀντωνυμίᾳ,
20ἐὰν τὸ ῥῆμα τὴν ἀπὸ τῆς εὐθείας δρᾶσιν ποιοῦν ἐπὶ τὰς πλαγίους κατὰ τοῦ αὐτοῦ προσώπου τὴν διάβασιν ποιῆται, σύνθετον καὶ αὐτοπαθῆ δε‐ χώμεθα τὴν ἀντωνυμίαν. Ἰστέον δὲ ὅτι οὐκ ἀπὸ τῆς ἐμοῦ κτητικῆς ἀντωνυμίας ἐγένετο ἡ ἐμαυτοῦ σύνθετος ἀντωνυμία· διὰ τίνα τεχνικὴν αἰτίαν, μαθησόμεθα προ‐
25σέχοντες ταῖς βιωφελέσι τέχναις τῶν μεγάλων τεχνογράφων Ἡρω‐ διανοῦ καὶ Ἀπολλωνίου, καὶ τὸ τρίτον πρόσωπον τῆς κτητικῆς ἀν‐ τωνυμίας πῶς πολλάκις εἰς σύνθετον μεταλαμβάνεται. Νῦν δὲ ἀναγκαῖόν ἐστιν ἐπὶ τὴν κλίσιν ἐλθεῖν τῆς συνθέτου ἀντωνυμίας, φάσκοντας εὐ‐ θεῖαν μὲν αὐτῆς μὴ συνίστασθαι τεχνικῷ τινι λόγῳ, τὴν δὲ γενικὴν ταύ‐
30την εἶναι ἐμαυτοῦ σεαυτοῦ ἑαυτοῦ, καὶ τὴν δοτικὴν ἐμαυτῷ σεαυτῷ
ἑαυτῷ, καὶ τὴν αἰτιατικὴν ἐμαυτόν σεαυτόν ἑαυτόν, καὶ τὴν κλητικὴν89

90

πάλιν ἀσύστατον εἶναι τεχνικῷ τινι λόγῳ· τὰ δὲ δυϊκὰ οὕτω προφέρε‐ σθαι, ἑαυτώ τρίτου προσώπου αἰτιατικῆς μόνης, καὶ ἑαυτοῖν τρίτου προ‐ σώπου γενικῆς καὶ δοτικῆς, ἀσύστατον πάλιν αὐτῶν λέγοντας εἶναι τὴν κλητικήν, καὶ τῶν πληθυντικῶν τὴν εὐθεῖαν, τό τε πρῶτον καὶ δεύτερον
5πρόσωπον τῶν πλαγίων αὐτῶν, καὶ τὴν κλητικήν· τὴν δὲ γενικὴν ταύ‐ την εἶναι τρίτου προσώπου ἑαυτῶν, καὶ τὴν δοτικὴν ἑαυτοῖς, καὶ τὴν αἰτιατικὴν ἑαυτούς. Εἴδη δ, ὅτι αἱ μέν εἰσι πρωτότυποι, ὡς ἐγώ σύ , αἱ δὲ παράγωγοι, ὡς πᾶσαι αἱ κτητικα, αἳ καὶ διπρόσωποι καλοῦν‐
10ται.] Παρέπεται καὶ εἴδη ταῖς ἀντωνυμίαις, διότι αἱ μὲν αὐτῶν εἰσι πρωτόθετοι, ὡς ἐγώ σύ ἵ, αἱ δὲ παράγωγοι, ὅ ἐστιν ἀπὸ τῶν πρωτο‐ τύπων παρηγμέναι, ὡς ἀπὸ τῆς ἐμοῦ πρωτοτύπου ἡ ἐμός κτητικὴ ἀν‐ τωνυμία, ἣ καὶ διπρόσωπος καλεῖται, καθὸ κτητικὴ οὖσα ἐμφαίνει ἐν ἑαυτῇ τόν τε κτήτορα καὶ τὸ κτῆμα, καθὼς ἤδη περὶ αὐτῶν εἰρήκαμεν
15ἐν τοῖς προλαβοῦσιν. Παράγονται δὲ ἀπὸ μὲν ἑνικῶν αἱ ἕνα κτήτορα δηλοῦσαι, ὡς ἀπὸ τοῦ ἐμοῦ ἐμός.] Καλῶς εἶπεν «αἱ ἕνα κτήτορα δηλοῦσαι»· ἐν ὅλῃ γὰρ τῇ κλίσει αὐτῶν εἷς ἐστιν ὁ κτήτωρ· ἀλλ’ ἐν μὲν τοῖς ἑνι‐ κοῖς ἓν τὸ κτῆμα, ἐν δὲ τοῖς δυϊκοῖς δύο τὰ κτήματα, ἐν δὲ τοῖς πλη‐
20θυντικοῖς πολλὰ τὰ κτήματα· τὸ γὰρ κτῆμά ἐστι τὸ ἐν τῷ τέλει κινού‐ μενον, ὅπερ ἐπὶ τῶν ἀριθμῶν μεταβάλλεται εἰς δύο καὶ πολλὰ κτήματα. Ἀπὸ δὲ δυϊκῶν αἱ δύο, ὡς ἀπὸ τοῦ νῶϊ νωΐτερος.] Ἀπὸ κοινοῦ τὸ «κτήτορας δηλοῦσαι», ἵν’ ᾖ οὕτως τὸ λεγόμενον, «ἀπὸ δὲ δυϊ‐ κῶν αἱ δύο κτήτορας δηλοῦσαι». Ἀληθὲς δὲ τοῦτο· πάλιν γὰρ ἐνταῦθα
25ἐν ὅλῃ τῇ κλίσει δύο εἰσὶν οἱ κτήτορες· ἀλλ’ ἐν μὲν τοῖς ἑνικοῖς ἓν τὸ κτῆμα, ἐν δὲ τοῖς δυϊκοῖς δύο, ἐν δὲ τοῖς πληθυντικοῖς πολλά, διὰ τὸν προειρημένον λόγον, ὅτι τὸ κτῆμά ἐστι τὸ κινούμενον. Ἀπὸ δὲ πληθυντικῶν αἱ πολλούς, ὡς ἀπὸ τοῦ ἡμεῖς ἡμέ‐ τερος.] Ὁμοίως ἀπὸ κοινοῦ τὸ «κτήτορας δηλοῦσαι», ἵν’ ᾖ «ἀπὸ δὲ
30πληθυντικῶν αἱ πολλοὺς κτήτορας δηλοῦσαι». Καὶ τοῦτο δὲ ὀχυρόν· ὁμοίως γὰρ καὶ ἐνταῦθα ἐν ὅλῃ τῇ κλίσει οἱ κτήτορες ἀκίνητοι μένουσι, τὰ δὲ κτήματα πρὸς τοὺς ἀριθμοὺς μεταβάλλονται. Τῶν δὲ ἀντωνυμιῶν αἱ μέν εἰσιν ἀσύναρθροι, αἱ δὲ σύναρ‐ θροι· ἀσύναρθροι μὲν ἐγώ σύ , σύναρθροι δὲ ἐμός σός ὅς.]
35Ἐψεύσατο τοῦτο εἰπών· οὐ δεῖ γὰρ συνάρθρους καὶ ἀσυνάρθρους καλεῖν
ἀντωνυμίας. Ἰδοὺ γὰρ αἱ μὲν καλούμεναι σύναρθροι οὐκ εἰσὶν ἄρθρων90

91

δεκτικαὶ κατὰ τὰ δεύτερα πρόσωπα, καθὸ οὔ φαμεν «ὁ ἐμὸς 〈εἶ〉», αἱ δὲ καλούμεναι ἀσύναρθροι δεκτικαὶ πάλιν εἰσὶν ἄρθρων· Ἀττικοὶ γὰρ «τὸν ἐμέ» φασίν, ὡς καὶ Καλλίμαχος 〈fr. 315b Sch〉 ναὶ μὰ τὸν αὐ‐ τὸν ἐμέ, καὶ 〈fr. 315a Sch〉 τὸν σὲ Κροτωπιάδην, καὶ Μένανδρος
5ἐν Ὕμνιδι 〈fr. 474 K〉 τὸν ἐμὲ τουτονί· καὶ ὡς αὐτῶν ἐχουσῶν προ‐ τακτικὰ ἄρθρα, συντάσσεται αὐταῖς καὶ ὑποτακτικά, «ἐγὼ ὁ τιμήσας σε», «ἐμὲ ὃν ἐτίμησας». Καὶ ὅτι τοῦτο ἀληθές, δῆλον ἐκ τῶν δεικτικῶν ἀν‐ τωνυμιῶν, ὅτι τὸ ἄρθρον τοῦ κτήματός ἐστι καὶ οὐ τῆς ἀντωνυμίας· ἐν τῷ γὰρ «ὁ ἐμὸς δοῦλος» ἀναλύοντες τὴν σύνταξιν εἰς τὴν πρωτότυπον
10«ὁ δοῦλός μου» φαμέν, καὶ ἐν τῷ «ὁ ἐμὸς παῖς» ἀναλύοντες «ὁ παῖς μου» φαμέν.
12t§ 18 (23 b).
13tΠερὶ προθέσεως.
14Καὶ ἐκ τῆς προθέσεως δείκνυται, ὅτι καλῶς προτέτακται τῶν μερῶν
15τοῦ λόγου τό τε ὄνομα καὶ τὸ ῥῆμα· εἰ μὴ γὰρ προετάγη τὸ ὄνομα
15καὶ τὸ ῥῆμα, τίνος ἂν προετίθετο ἡ πρόθεσις; Προετάγη δὲ τοῦ ἐπιρρή‐ ματος, ὅτι ὀνόματι συντίθεται καὶ παρατίθεται, τὸ δὲ ἐπίρρημα πρὸς ῥῆμα φέρεται, δι’ ὃ καὶ οὕτως ὠνομάσθη· καὶ γὰρ ὅσον τὸ ὄνομα προ‐ κρίνεται τοῦ ῥήματος, τοσοῦτον καὶ ἡ πρόθεσις τοῦ σὺν τῷ ῥήματι ἐπιρ‐ ρήματος.
20Ὁ δὲ ὅρος αὐτῆς οὗτος· «πρόθεσίς ἐστι μέρος λόγου καθ’ ἕνα σχη‐ ματισμὸν λεγόμενον, προθετικὸν 〈πάντων〉 τῶν τοῦ λόγου μερῶν ἐν παρα‐ θέσει ἢ συνθέσει, ὅτε μὴ κατὰ ἀναστροφὴν ἐκφέρεται». Ὑγιῶς ἔχει οὗτος ὁ ὅρος ἄπταιστος ὤν· ὁ δὲ ὅρος Διονυσίου ἔπταισται, ὡς δῆλον ἐκ τῆς ἐξηγήσεως· ἔχει γὰρ οὕτως· «πρόθεσίς ἐστι λέξις»· λείπει τὸ «ἄκλιτος»,
25ἵν’ ᾖ «πρόθεσίς ἐστι λέξις ἄκλιτος» καὶ οἷον ἀκίνητος καὶ μονοσχημάτι‐ στος, ὅπερ ὁ ἄνω ὅρος παρεφυλάξατο, εἰπών «πρόθεσίς ἐστι μέρος λόγου καθ’ ἕνα σχηματισμόν», ὃ δηλοῖ κατὰ ἄκλιτον φωνήν· τοιαύτη γὰρ ὁρᾶ‐ ται ἡ πρόθεσις καὶ ἐν πτώσεσι καὶ ἐν προσώποις. «Προτιθεμένη πάν‐
των τῶν τοῦ λόγου μερῶν ἔν τε συνθέσει καὶ συντάξει» προσθετέον91

92

«ὅτε μὴ κατὰ ἀναστροφὴν ἐκφέρεται»· τοῦτο γὰρ παρεφυλάξατο ὁ προ‐ λεχθεὶς ὅρος· ἵν’ ᾖ «προτιθεμένη πάντων τῶν τοῦ λόγου μερῶν ἔν τε συνθέσει καὶ συντάξει, ὅτε μὴ κατὰ ἀναστροφὴν ἐκφέρεται». Καὶ εἴρηται «ὅτε μὴ ἐκφέρεται», ἐπειδὴ τὰ μὲν ἄλλα μοναδικὴν ἔχει σύνταξιν, οἷον
5τὰ ἄρθρα μόνοις ὀνόμασι συντάσσονται, καὶ τὰ ἐπιρρήματα μόνοις ῥή‐ μασιν, ἡ δὲ πρόθεσις διαφόρως ὀνόματι συντασσομένη καὶ ῥήματι διὰ τοῦτο ἴδιον ἔσχε πρὸς διαφόρους συντάξεις τὸ διτονεῖν· ἡνίκα γὰρ με‐ σολαβηθῇ ὑπ’ αὐτῶν, ἐπὶ ῥῆμα μὲν φερομένη ὀρθοτονηθήσεται, ἐπ’ ὄνομα δὲ ἀναστραφήσεται, 〈Τ 4〉 εὗρε δὲ Πατρόκλῳ περὶ κείμενον, 〈ex.
10gr. α 247〉 Ἰθάκην κάτα κοιρανέουσιν, ἐπειδὴ πρὸς τὴν σύνταξιν ὁ τόνος τῶν προθέσεων. Ὅτι δὲ προτίθεται πάντων τῶν τοῦ λόγου μερῶν ποτὲ μὲν ἐν συνθέσει ποτὲ δὲ ἐν παραθέσει, δῆλον ἐκ τῶν λεχθησομένων γενήσεται· ταῖς μὲν γὰρ εὐθείαις τῶν ὀνομάτων κατὰ σύνθεσιν 〈σύν〉εστι, 〈ταῖς
15δὲ πλαγίοις καὶ κατὰ σύνθεσιν καὶ κατὰ παράθεσιν·〉 καὶ ὅταν συν‐ τεθῇ ἡ εὐθεῖα, καὶ αἱ ἐξ αὐτῆς πλάγιοι σύνθετοί εἰσιν· ἐὰν δὲ ἐν πλαγίῳ εὑρεθῇ καὶ μὴ δυνηθῇ τὴν αὐτὴν σύνταξιν καὶ σημασίαν φυλά‐ ξαι ἐν τῇ εὐθείᾳ, τότε κατὰ παράθεσιν σύνεστι τῇ πλαγίῳ. Οἷον τί ἐστιν ὃ λέγω; τὸ περιφέρων ἐπειδὴ ἐν τῇ εὐθείᾳ συνετέθη, συντίθεται
20καὶ ἐν ὅλῃ τῇ κλίσει· τὸ δὲ παρὰ Τρύφωνος καὶ κατὰ Κτησιφῶντος καὶ περὶ Διονυσίῳ, ἐπειδὴ οὐ δυνάμεθα λέγειν παρατρύφων καὶ κατακτησι‐ φῶν καὶ περιδιονύσιος, οὐκ ἔχει κατὰ σύνθεσιν τὴν πρόθεσιν, ἀλλὰ κατὰ παράθεσιν. Καὶ 〈ἐν〉 ῥήματι πάντοτε κατὰ σύνθεσίν ἐστιν, οἷον περι‐ πατῶ περιφέρω· καὶ ἐν ἐπιρρήματι πάλιν κατὰ σύνθεσίν ἐστιν, οἷον
25ὑπέρευγε ὑπέρφευ. Καὶ ἐν μετοχαῖς κατὰ σύνθεσίν εἰσιν, ἐὰν καὶ ἐν τοῖς ῥήμασιν αὐτῶν κατὰ σύνθεσιν ὦσιν, οἷον ἡ περιπατῶν μετοχὴ κατὰ σύνθεσιν, ἐπειδὴ καὶ τὸ περιπατῶ, ὁμοίως καὶ τὸ περιφέρων, ἐπειδὴ καὶ τὸ περιφέρω· χωρὶς εἰ μὴ ἐν πλαγίοις πάλιν τῆς μετοχῆς παράθεσις γένηται, ὡς ἔχει τὸ «κατὰ ἀναγινώσκοντος, κατὰ φιλοσοφοῦντος, παρὰ
30[τῶν] ὑποκρινομένων» ἐν ταύταις γὰρ ταῖς πλαγίοις παράθεσίς ἐστι καὶ οὐ σύνθεσις. Τοῖς δὲ ἄρθροις παρατίθενται, οἷον καθ’ ὅ, δι’ ὅ, ἐν ᾧ·
καὶ ταῖς ἀντωνυμίαις ἀεὶ κατὰ παράθεσίν εἰσι κατὰ τὰς πλαγίους, κατὰ92

93

γὰρ τὰς εὐθείας οὐδὲ ἐν συνθέσει, οἷον περὶ ἐμοῦ, περὶ σοῦ, παρ’ ἐμοί, παρὰ σοί, δι’ ἐμέ, διὰ σέ. Καὶ ἑαυτῶν ἔσθ’ ὅτε προτίθενται κατὰ σύν‐ θεσιν ἐμφάσεως ἕνεκεν πλείονος, οἷον παρακαταθήκη, 〈Β 267〉 ἐξυπα‐ νέστη, 〈Ν 50. 87〉 ὑπερκατέβησαν. Ἐν συνδέσμῳ κατὰ σύνθεσίν ἐστιν
5ἅπαξ, ὡς ἐν τῷ ἐπεί· ἡ γὰρ ἐπί πρόθεσις καὶ ὁ εἴ σύνδεσμος συντε‐ θέντα ἐποίησαν τὸν ἐπεί σύνδεσμον κατὰ ἔκθλιψιν τοῦ ι· προηγεῖται καὶ ἐν παραθέσει, ὡς ἐν τῷ καθ’ ὅτι. Ἔστι δὲ ὅτε καὶ ἀντὶ συνδέσμων παρα‐ λαμβάνονται, ὥς φαμεν «ἐκ ῥᾳθυμίας πέπονθας» ἀντὶ τοῦ «ἕνεκεν ῥᾳ‐ θυμίας πέπονθας».
10Εἰσὶ δὲ αἱ προθέσεις ἅπασαι ὀκτὼ καὶ δέκα.] Προστιθέναι δεῖ καὶ ἐνταῦθα «κατὰ τὸ κοινὸν ἔθος», ἵν’ ᾖ οὕτως, 〈«εἰσὶ δὲ αἱ προ‐ θέσεις ἅπασαι κατὰ τὸ κοινὸν ἔθος ὀκτὼ καὶ δέκα»〉· τοῦτο δὲ εἶπον, ἐπεὶ παρὰ τῷ ποιητῇ εὑρίσκομεν τὴν παραί καταί ὑπείρ ἐνί· δεῖ οὖν ἀναγκαίως προστιθέναι «κατὰ τὸ κοινὸν ἔθος». Χρὴ δὲ εἰδέναι, ὅτι τῇ
15μὲν φωνῇ δεκαοκτώ εἰσι, τῇ δὲ δυνάμει δεκαεπτά· μία γάρ ἐστιν ἐν αὐταῖς διφορουμένη κατὰ τὸ αὐτὸ σημαινόμενον· ἡ γὰρ περί τὴν αὐτὴν ἔχει σημασίαν τῇ ἀμφί, καὶ ἀποτελεῖται ἐν δύο φωναῖς σημαινόμενον ἕν. Ὧν μονοσύλλαβοι μὲν ἕξ, ἔν εἴς ἔξ σύν πρός πρό·] καὶ τὰς μονοσυλλάβους φησὶ προτέρας ἀεὶ τίθεσθαι παντὸς μέρους λόγου,
20ὑστέρας δὲ οὐδέποτε. Τοῦτο παρεπόμενόν ἐστι ταῖς προθέσεσι, τὸ ἀπὸ μονοσυλλάβου σχήματος ἄχρι δισυλλάβου παραύξεσθαι καὶ τὴν δισυλλα‐ βίαν μὴ ὑπερβαίνειν· καὶ δι’ αὐτὸ τοῦτο ὅτε πλεονάζει ἡ ὑπὲρ τὸ ι, οὐκ ἔξωθεν πλεονάζει, ἵνα μὴ ἐμπέσῃ τῇ τρισυλλαβίᾳ, ἀλλ’ ἔσωθεν, ὡς ἐν τῷ 〈Ω 13〉 ὑπεὶρ ἅλα τ’ ἠϊόνας τε. Καὶ τοῦτο πάλιν αὐταῖς πα‐
25ρέπεται, τὸ βραχυκαταληκτεῖν· ὅθεν φανερὸς ὁ πλεονασμὸς τῆς εἴς καὶ τῆς παραί καὶ καταί καὶ ὑπείρ· ἡ γὰρ ἔξ ἀπὸ τῆς ἔκ γέγονεν, ὡς ἀπὸ τοῦ φρίκη φρίξ καὶ ἀπὸ τοῦ ἀλκή ἄλξ, διὰ τὸ ἄφωνον εἶναι τὸ κ. Ὁμοίως καὶ τὸ ψιλῷ πνεύματι κεχρῆσθαι, ὑποστελλομένης τῆς ὑπό 〈καὶ τῆς ὑπέρ〉, διότι τὸ υ στοιχεῖον ἀρκτικὸν ὂν δασεῖ τῷ πνεύματι κέχρη‐
30ται. Καὶ τὸ ὀξυτονεῖσθαι αὐταῖς παρέπεται, εἰ μὴ ἀναστρέφοιντο· ἔνθεν ἡ ὑπέρ, ὀφείλουσα βαρύνεσθαι διὰ τὸν χαρακτῆρα, ἀλόγως ὠξύνθη· τὰ
γὰρ εἰς ρ βραχυκατάληκτα βαρύνονται, ἄνερ πάτερ· καὶ ἡ ἀπό καὶ ἡ93

94

ὑπό πάλιν παραλόγως ὠξυτονήθησαν· αἱ γὰρ εἰς ο λήγουσαι λέξεις βα‐ ρύνονται, ἐκεῖνο ἄλλο τοῦτο, χωρὶς τῆς αὐτό, ἥτις οὕτως ἐτονώθη· καὶ ὀξύνονται διὰ τοῦτο δηλονότι, ἵνα εὔθετοι ὦσι πρὸς τὴν ἀναστροφήν· εἰ γὰρ ἐβαρύνοντο, πῶς ἔτι τὴν ἀναστροφὴν ἐποιοῦντο; δι’ ἣν καὶ
5οἱ Αἰολεῖς ὤξυνον αὐτάς, καὶ ταῦτα βαρυντικοὶ ὄντες. Καὶ τὸ διὰ ψιλῶν συμφώνων ἐκφέρεσθαι παρέπεται αὐταῖς, σεσημειωμένης τῆς ἀμφί, ἥτις καὶ δείκνυσιν ἐν ταῖς συνθέσεσιν, ὅτι βαρέως φέρει τὸ δασὺ σύμφωνον, εἰς ψιλὸν μεταβάλλουσα τοῦτο, ὡς ἐν τῷ ἀμπέχεσθαι καὶ ἀμπεχόνη. Ταῦτα πάντα τὰ ἀσθενῆ παρέπεται ταῖς προθέσεσιν. Καὶ
10τάχα διὰ τοῦτο προτίθενται πάντων τῶν τοῦ λόγου μερῶν, ἵνα ὥσπερ 〈οἱ ἄρρωστοι οἱ μὴ δυνάμενοι περιπατῆσαι ὑπὸ ἄλλων βαστάζονται, οὕτω καὶ αἱ προθέσεισ〉 ὑπὸ ἄλλων βαστάζωνται λέξεων διὰ τὴν ἐνοῦ‐ σαν αὐταῖς ἀσθένειαν. Αἵ τινες οὐκ ἀναστρέφονται.] Πῶς γὰρ προτιθέμεναι καὶ μο‐
15νοσύλλαβοι τυγχάνουσαι τοὺς τόνους ὄπισθεν φέρειν δύνανται; ἀναστρο‐ φῆς γὰρ τοῦτο ἴδιον, τὸ τὸν οἰκεῖον ἀναπέμπειν τόνον. Καὶ σημειω‐ τέον, ὅτι μόνη ἡ σύν ἀναστροφὴν ἐν μονοσυλλάβοις πέπονθεν, ὡς ἐν τῷ 〈ο 410〉 ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξύν· εἰδέναι δὲ χρὴ ὁμοίως, ὅτι οὐ δεῖ τὸ σπανίως εἰρημένον εἰς κοινότητα παρα‐
20λαμβάνειν. Δισύλλαβοι δὲ δύο καὶ δέκα.] Καθολικῶς χρὴ λέγειν, ὅτι αἱ τριχρονοῦσαι τῶν προθέσεων οὐκ ἀναστρέφονται ἢ κατὰ θέσιν ἰδίαν ἢ κατὰ παρείσοδον πάθους, κατὰ θέσιν μὲν ἰδίαν, ὡς ἡ ἀντί καὶ ἡ ἀμφί, κατὰ παρείσοδον δὲ πάθους, ὡς ἡ ὑπείρ καὶ παραί καὶ καταί· αἱ δὲ δι‐
25χρονοῦσαι ἀναστροφὴν ὑπομένουσιν, εἰ μή πω συνέμπτωσις κωλύσῃ· οὐ γὰρ ἀναστρέφεται ἡ διά, ἵνα μὴ συνεμπέσῃ τῇ αἰτιατικῇ τοῦ δαίμονος, 〈ὡς ἐν τῷ〉 〈Β 2〉 Δία δ’ οὐκ ἔχε νήδυμος ὕπνος, οὐδὲ ἡ ἀνά, ἵνα μὴ σημαίνῃ τὸν ἄνακτα, ὡς ἐν τῷ 〈Π 233〉 Ζεῦ ἄνα, Δωδω‐ ναῖε, Πελασγικέ, ἢ τὸ ἀνάστηθι ῥῆμα, 〈ὡς ἐν τῷ〉 〈Ι 247〉 ἀλλ
30ἄνα, εἰ μέμονάς γε. Χρὴ δὲ εἰδέναι, ὅτι ἀντιπεπόνθασιν ἀλλήλαις αἱ μονοσύλλαβοι καὶ αἱ δισύλλαβοι προθέσεις· ἐπειδὴ γὰρ πᾶσαι αἱ μονοσύλλαβοι εἰς σύμ‐
φωνον κατέληξαν, μία δὲ αὐτῶν εἰς φωνῆεν, ἡ πρό, διὰ τοῦτο σχεδὸν94

95

εἶπεν 〈ἔν εἴς ἔξ σύν πρός πρό, τὴν πρό τελευταίαν τάσσων, ὕστερον δὲ τῇ ἐναντίᾳ τάξει χρῆται, ἐπεὶ〉 αἱ δισύλλαβοι πᾶσαι εἰς φωνῆεν κατέ‐ ληξαν, μία δὲ αὐτῶν εἰς σύμφωνον, ἡ ὑπέρ, ἐξ ἧς τὸ ὑπέρτερον παρήχθη.
4t§ 19 (24b).
5tΠερὶ ἐπιρρήματος.
5Εἰρήκαμεν ὅτι τὸ ἐπίρρημα πρὸς ῥῆμα φέρεται, διὸ καὶ οὕτως ὠνο‐ μάσθη, ἡ δὲ πρόθεσις ὀνόματι συντίθεται καὶ παρατίθεται· δεύτερον δὲ τὸ ῥῆμα τοῦ ὀνόματος· δεύτερον ἄρα καὶ τὸ ἐπίρρημα τῆς προθέσεως τῆς κατὰ σύνθεσιν καὶ παράθεσιν προτιθεμένης τῶν ὀνομάτων. Ὁριστέον δὲ οὕτως τὸ ἐπίρρημα· «ἐπίρρημά ἐστι λέξις ἄκλιτος
10κατηγοροῦσα τῶν ἐν τοῖς ῥήμασιν ἐγκλίσεων καθόλου ἢ μερικῶς, ὧν ἄνευ οὐ κατακλείει διάνοιαν». Ἔχει δὲ ἡ ἔννοια τοῦ ὅρου οὕτως· «ἐπίρρημά ἐστι λέξις ἄκλιτος», ὅ ἐστιν ἀκίνητος· οὐδὲ γὰρ κλίσιν ἢ κίνησιν ἔχει τὰ ἐπιρρήματα, διότι ἕκαστον ἐπίρρημα μίαν φωνὴν ἔχει καὶ ἕνα σχηματισμόν. Καὶ τοσοῦτον ἄκλιτά ἐστι τὰ ἐπιρρήματα, ὅτι καὶ τὰ πτω‐
15τικὰ ὀνόματα, ἡνίκα σύνταξιν ἐπιρρηματικὴν ἀναδέξηται, ἄπτωτα μένει ὡς ἐπιρρήματα γενόμενα, οἷον 〈Ζ 326〉 οὐ μὲν καλὰ χόλον, 〈υ 294. φ 312〉 οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον, 〈Ε 545〉 ὅστ’ εὐρὺ ῥέει. «Κατηγοροῦσα τῶν ἐν τοῖς ῥήμασιν ἐγκλίσεων»· κατηγοροῦσα ἀντὶ τοῦ τιθεμένη, ἵν’ ᾖ τὸ ἑξῆς οὕτως, «τιθεμένη κατὰ τῶν ἐν τοῖς ῥήμασιν
20ἐγκλίσεων», ἐπειδὴ καὶ τὸ ἐπίρρημα κατηγόρημά φασιν οἱ φιλόσοφοι. Καὶ ὅπερ ἐστὶ τὸ ἐπίθετον ὄνομα ἐν τοῖς ὀνόμασι—δίχα γὰρ ἄλλου ὀνόματος οὐ λέγεται, οἷον «καλὸς ἄνθρωποσ»—τοῦτο καὶ τὸ ἐπίρρημα ἐν τοῖς ῥήμασιν· ἄνευ γὰρ ῥήματος οὐ συγκλείει διάνοιαν, οἷον «καλῶς ποιῶ». Καὶ ὅτι τοῦτο ἀληθές, δῆλον ἐντεῦθεν, ὅτι εἴ που μέν ἐστι
25ῥῆμα, οὐ πάντως ἐπίρρημα, οἷον «Τρύφων περιπατεῖ», εἴ που δὲ ἐπίρ‐ ρημα, πάντως ῥῆμα, οἷον «καλῶς Τρύφων γράφει». Διὸ ἐζήτησάν τινες, πῶς τὸ φεῦ καὶ τὸ οἴμοι οὐκ ἔχουσιν ἐπαγόμενον ῥῆμα. Καί φαμεν, ἐπειδὴ δυνάμει καὶ ταῦτα ἀπὸ διαθέσεως ῥηματικῆς ἀνάγονται· οἱ γὰρ θαυμάζοντες ἢ σχετλιάζοντες προπεπόνθασι δηλονότι καὶ ὅτι εἰ μή τις
30εἴποι «ἔγραψας»; οὐκ ἂν εἴποιμι ναί ἢ οὔ· καὶ ὅτι τῷ γραμματικῷ ἐξη‐ γησαμένῳ ἐπιφωνοῦμεν τὸ εὖ, ὃ δίχα ῥήματος οὐ λέγεται. Πάλιν δὲ ἐζήτησαν, εἰ πρὸ ῥήματος καὶ μετὰ ῥῆμα τάσσεται, οἷον «καλῶς γράφω,
γράφω καλῶς», πῶς ἀπὸ θατέρας τῶν συντάξεων ἐπίρρημα μόνον κα‐95

96

λεῖται, οὐκέτι δὲ καὶ ὑπόρρημα. Καὶ λέγομεν πρῶτον μέν, ὅτι καὶ ἡ αὐτός ἀντωνυμία ἐπιταγματικὴ καλεῖται, καίτοι πολλάκις ὑποτασσομένη· ἄλλως τε φύσει προηγεῖσθαι πέφυκε τῶν ῥημάτων τὰ ἐπιρρήματα, ὡς καὶ τῶν ὀνομάτων τὰ ἐπίθετα. «Καθόλου ἢ μερικῶς»· καθόλου μέν, ὡς
5τὸ καλῶς σοφῶς—πᾶσι γὰρ τοῖς χρόνοις καὶ 〈πάσαισ〉 ταῖς ἐγκλίσεσι συντάσσονται—μερικῶς δέ, ὡς τὰ χρονικά· τὸ γὰρ χθές οὔτε τοῖς ἐνεστῶσιν οὔτε τοῖς μέλλουσι συντάσσεται, ἀλλ’ οὐδὲ τὸ μή τῇ ὁριστικῇ ἐγκλίσει, οὐδὲ ἡ οὔ ἀπόφασις προστακτικοῖς. Ἔστι μὲν οὖν ἡ ἐξήγησις τοῦ ὅρου αὕτη.
10Μάθωμεν δὲ εἰ καὶ ὁ Διονύσιος ὑγιῶς ὡρίσατο. «Ἐπίρρημά ἐστι μέρος λόγου ἄκλιτον»· τοῦτο καλῶς εἶπεν ὁ νῦν ἐξηγήσεως τυγχάνων τεχνογράφος, καὶ οὐκ ἔχομεν εἰς τοῦτο αὐτοῦ λαβέσθαι· ἄκλιτον γὰρ τὸ ἐπίρρημα, καθὼς ἤδη εἰρήκαμεν. «Κατὰ ῥήματος λεγόμενον ἢ ἐπι‐ λεγόμενον ῥήματι»· ἐλλιπῶς ἐνταῦθα ἔχει, καὶ δεῖ προσθεῖναι «καθόλου
15ἢ μερικῶς»· πῶς δὲ καθόλου ἢ μερικῶς, ἤδη εἰρήκαμεν. Τῶν δὲ ἐπιρρημάτων τὰ μέν ἐστιν ἁπλ, τὰ δὲ σύνθετα.] Διὰ τούτου αἰνιγματωδῶς δέδωκεν ἡμῖν νοεῖν ὅτι σχήματα παρέπεται τοῖς ἐπιρρήμασιν· ἔστι γὰρ αὐτῶν τὰ μὲν ἁπλᾶ, τὰ δὲ σύνθετα, τὰ δὲ παρασύνθετα καὶ ἁπλᾶ μέν, ὡς τὸ πάλαι, σύνθετα δέ, ὡς τὸ πρόπαλαι,
20παρασύνθετα δέ, ὡς τὸ παγκάλων παγκάλως· ἀπὸ γὰρ συνθέτου ὀνό‐ ματος γενόμενον ἐγένετο παρασύνθετον. Ἰστέον δὲ ὅτι καὶ εἴδη παρέπεται τοῖς ἐπιρρήμασιν· ἔστι γὰρ τὰ μὲν αὐτῶν πρωτότυπα, τὰ δὲ παράγωγα· πρωτότυπα μέν, οἷον ναί οὔ νή, ἐπεὶ οὐκ ἔχεται ἀφορμῆς ἑτέρας, ἀλλὰ πρωτόθετά ἐστι· παράγωγα
25δέ, οἷον ἑλληνιστί δωριστί, ἐπεὶ ἀπὸ τοῦ ἑλληνίζω καὶ δωρίζω παρῆκται. Ποιοῦνται δὲ παραγωγὴν ἐκ πάντων τῶν μερῶν τοῦ λόγου, ἐξ ὀνομά‐ των, βότρυς βοτρυδόν· καὶ ἀπὸ ῥημάτων, κρύβω κρύβδην, κλέπτω κλέβ‐ δην, αἰολίζω αἰολιστί, δωρίζω δωριστί, ἑλληνίζω ἑλληνιστί· καὶ ἀπὸ με‐ τοχῶν, ἐπισταμένων ἐπισταμένως· καὶ ἀπὸ ἄρθρων, οἷον ὧν ὥς· καὶ ἀπὸ
30ἀντωνυμιῶν, οἷον οὗτος οὕτως, ἐκεῖνος ἐκείνως· καὶ ἀπὸ προθέσεων, πρός πρόσω, ἔς ἔσω, ἔξ ἔξω, ἀνά ἄνω, κατά κάτω· καὶ ἀπ’ αὐτῶν τῶν ἐπιρρημάτων, ἐγγύς ἐγγυτέρω· καὶ ἀπὸ συνδέσμων, καθό καθώς. Τὰ δὲ χρόνου δηλωτικ, οἷον νῦν τότε αὖθις.] Προστιθέναι δεῖ τὸ «γενικοῦ», ἵν’ ᾖ ὁ λόγος οὕτως· «τὰ δὲ γενικοῦ χρόνου σημαν‐
35τικά, οἷον νῦν τότε αὖθις»· ταῦτα γὰρ γενικὴν παράτασιν χρόνου δη‐96

97

λοῦσι τὰ ἐπιρρήματα, οὐκ εἰδικήν τινα καὶ ὡρισμένην. Καὶ χρὴ εἰδέναι, ὅτι τὰ γενικὴν παράτασιν χρόνου δηλοῦντα ἐπιρρήματα συμπαραλαμβά‐ νεται κατὰ πάντα χρόνον, ὡς τὸ νῦν λέγομεν γὰρ «νῦν φρονῶ. νῦν ἐφρόνησα, νῦν φρονήσω»· καὶ μαρτυρεῖ ἡ χρῆσις, τοῖς τρισὶ χρόνοις
5αὐτὸ συντάξασα, ἐνεστῶτι καὶ παρῳχημένῳ καὶ μέλλοντι, οἷον 〈Hes. Opp. 176〉 νῦν γὰρ δὴ γένος ἐστί, 〈Ν 772〉 νῦν ὤλετο πᾶσα κατ’ ἄκρης, 〈Υ 307〉 νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει. Καὶ τὸ ἤδη ὁμοίως· φαμὲν γὰρ «ἤδη γράφω, ἤδη ἔγραψα, ἤδη γράψω»· καὶ μαρτυρεῖ ἡ χρῆσις, τοῖς τρισὶ χρόνοις αὐτὸ συντάξας, οἷον μάττει γὰρ
10ἤδη καὶ τὸ πῦρ ἐκκάεται παρ’ Εὐπόλιδι 〈fr. 340 K〉, 〈ν 40〉 ἤδη γὰρ τετέλεσται, ἅ μοι φίλος ἤθελε θυμός, 〈unde?〉 ἐπίσχες, ἤδη γὰρ φράσω. Καὶ ἔστι σαφῶς εἰπεῖν, ὅτι τὰ χρονικὰ ἐπιρρήματα ἢ καθολικὸν χρόνον δηλοῖ ἢ μερικόν, καὶ ἢ ὡρισμένα ἐστίν, ὡς χθές σήμερον 〈αὔριον〉, ἢ ἀόριστα, ὡς πάλαι ποτέ· καὶ τούτων τὸ μὲν αὔ‐
15ριον καταχρηστικῶς τῷ ἐνεστῶτι συντάσσεται, τὸ δὲ νῦν καὶ ἤδη τοῖς τρισὶ χρόνοις, καθὼς ἤδη εἰρήκαμεν. Καὶ τὸ μὲν ἐχθές ἀνάλογον, τὸ δὲ χθές Ἀττικόν. Τούτοις δὲ ὡς εἴδη ὑποτακτέον καὶ τὰ καιροῦ παραστα‐ τικά.] «Ὑποτακτέον» ἀντὶ τοῦ ἐν ὑποτομῇ θετέον· «τὰ καιροῦ παρα‐
20στατικά», τουτέστι τὰ ὑποτομὴν χρόνου δηλοῦντα, ἵνα τὰ μὲν ἄνω ᾖ 〈γενι‐ κῶσ〉 χρονικά, τὸ δὲ σήμερον καὶ χθές καὶ αὔριον εἶδος καὶ μέρος ἐκείνων, ἐπεὶ καὶ μερικῶς χρονικά ἐστιν ἐπιρρήματα. Καὶ χρὴ αὐτὰ συμφωνοῦ‐ σαν τοῖς τοῦ ῥήματος χρόνοις ποιεῖσθαι τὴν σύνταξιν, οἷον τὸ χθές πα‐ ρῳχημένῳ συντάσσειν, οἷον «〈ἐ〉χθὲς ἔγραφον, ἐχθὲς γέγραφα, ἐχθὲς ἐγε‐
25γράφειν, ἐχθὲς ἔγραψα»· τὸ αὔριον ἐπεὶ ἀντίκειται τῷ παρῳχημένῳ, τοῖς δὲ μέλλουσιν ᾠκείωται, μέλλοντι χρὴ αὐτὸ συντάττειν, οἷον «αὔριον γράψω», καταχρηστικῶς δὲ καὶ τοῖς ὁμολογοῦσι 〈μὴ〉 παρῳχῆσθαι, ὅ ἐστι τοῖς ἐνεστῶσιν, οἷον «αὔριον γράφω, αὔριον ἀναγινώσκω», ἐπεὶ ὁ ἐνε‐ στὼς ἔχει τὸν μέλλοντα ἐν ἑαυτῷ, καθὸ οὔπω πεπλήρωται ἀλλὸ μέλλει
30καὶ ἔτι δρᾶν. Τὰ δὲ μεσότητος, οἷον καλῶς σοφῶς.] Μεσότητος ἐπιρρήματά ἐστιν ὅσα ἀπὸ γενικῶν ὀνομάτων εἰς ως γεγόνασι· καὶ εἴρηνται μεσό‐ τητος, παρόσον εἰσὶ μέσα ἀρσενικῶν καὶ θηλυκῶν ὀνομάτων, ὡς τὸ καλοί
καλαί καλῶν καλῶς, 〈φίλοι〉 φίλαι φίλων φίλως, σοφοί σοφαί σοφῶν97

98

σοφῶς. Καὶ ἀπὸ μὲν τῆς γενέσεως μεσότητος, ἀπὸ δὲ τῆς σημασίας ποιότητος ἐπιρρήματα καλοῦνται, οἷον ἐὰν εἴπω «καλῶς γράφω», τὴν ποιότητα τῆς καλῆς γραφῆς ἐδήλωσα, ἢ 〈ἐὰν εἴπω〉 «σοφῶς λέγω», τὴν ποιότητα τῆς σοφωτάτης λέξεως ἐδήλωσα· ὥστε τοίνυν εἰ τι μεσότητος,
5τοῦτο καὶ ποιότητος· οὐ τὸ ἀνάπαλιν. Τὰ δὲ ποιότητος, οἷον πύξ λάξ βοτρυδόν ἀγεληδόν.] Ποιό‐ τητος ταῦτα λέγεται καὶ ἀπὸ τῆς σημασίας· ποιότης γάρ ἐστι φωνὴ δηλοῦσα τὴν ποιότητα ἢ τῆς φωνῆς ἢ τοῦ πράγματος· ἐὰν μὲν γὰρ εἴπω πύξ λάξ, τὴν ποιότητα τῆς φωνῆς ἐδήλωσα, ἐὰν δὲ βοτρυδόν ἀγε‐
10ληδόν, τὴν ποιότητα τοῦ πράγματος. Καὶ σκοπεῖν χρή, ὅτι ταῦτα, ποιό‐ τητος ὄντα δηλωτικά, οὐκ ἂν λεχθείη καὶ μεσότητος· οὐ γὰρ ἀπὸ γενι‐ κῶν εἰσιν ὀνομάτων μεταξὺ κειμένων ἀρσενικῶν καὶ θηλυκῶν. Τὰ δὲ ἀριθμοῦ δηλωτικ, οἷον δίς τρίς τετράκις.] Ψεύδε‐ ται ὁ τεχνικὸς λέγων ταῦτα εἶναι ἀριθμοῦ δηλωτικά, ἐπειδὴ οὐκ εἰσὶν
15ἀριθμοῦ δηλωτικά, ἀλλὰ ποσότητος ὡρισμένα· ἀγνοεῖ γάρ, ὡς ἔοικεν, ὅτι τὰ ἐπιρρήματα τῆς ποσότητος ἢ ὡρισμένα ἐστὶν ἢ ἀόριστα, ὡρισμένα μέν, ὡς δίς τρίς, ἀόριστα δέ, ὡς πολλάκις ὀλιγάκις. Τὰ δὲ τοπικ, οἷον ἄνω κάτω· ὧν σχέσεις εἰσὶ τρεῖς, ἡ ἐν τόπ, ἡ εἰς τόπον, ἡ ἐκ τόπου.] Τὰ τοπικὰ κοινῶς τόπον σημαί‐
20νει· εἰσὶ δὲ αὐτῶν συντάξεις καὶ σημασίαι τρεῖς, ἢ γὰρ τὴν ἐν τόπῳ σύνταξιν καὶ σημασίαν ποιοῦνται, ἢ τὴν εἰς τόπον, ἢ τὴν ἐκ τόπου. Καὶ ᾠκείωται τῇ μὲν ἐν τόπῳ σημασίᾳ ἡ ἔν πρόθεσις, οἷον «ἐν ἀγρῷ ἐστιν» ἢ «ἐν οἴκῳ ὑπάρχει», οἷον οἴκοι, τῇ δὲ εἰς τόπον ἡ εἴς, οἷον «εἰς Ἀθήνας, εἰς Πελοπόννησον ἀπῆλθεν», ὡς Ἀθήναζε Θήβαζε οἴκαδε, τῇ δὲ
25ἐκ τόπου ἡ ἀπό, οἷον «ἀπ’ οὐρανοῦ, ἀπὸ Λέσβου», οἷον Θήβηθεν ἀγρό‐ θεν οἴκοθεν Ἀθήνηθεν· Ἀττικοὶ δὲ καταχρῶνται τῇ ἔν ἀντὶ τῆς εἴς, ὡς ὅταν λέγωσιν «ἐν διδασκάλου» καὶ «ἐν κιθαριστοῦ». Ἤθελον δέ τινες πρώτην τάττειν τὴν εἰς τόπον σχέσιν, λέγοντες ὡς οὐκ ἄν τις εἴη ἐν τόπῳ μὴ πρῶτον εἰς αὐτὸν ἐλθών. Ἀλλά φαμεν,
30ὡς εἰ μή τις εἴη πρότερον ἐν τόπῳ, οὐκ ἂν τὴν εἰς τόπον ὁρμὴν ποιή‐ σαιτο. Τούτων τινὰ μέν ἐστιν, ὡς τὰ τριγενῆ τῶν ὀνομάτων, ἐν ἀκολου‐
θίᾳ φωνῆς τὰς τρεῖς δηλοῦντα σχέσεις, ὡς τὸ οἴκοι οἴκαδε οἴκοθεν· ἃ98

99

δὲ ὥσπερ τὰ κοινά, ὡς τὸ ἔνθα· καὶ τὴν ἐν τόπῳ γὰρ σχέσιν δηλοῖ, ὡς τὸ 〈cfr Σ 47〉 ἔνθα μὲν ἦν, καὶ τὴν εἰς τόπον, ὡς τὸ 〈ι 142〉 ἔνθα κατεπλέομεν· ἃ δὲ ὡς τὰ μονογενῆ, καθὼς ἔχει τὸ ἵνα· τινὰ δὲ καὶ ἐν μιᾷ φωνῇ τὰς τρεῖς ἐδήλου σχέσεις, ὡς τὸ ἔμπροσθεν. Καὶ
5ὅσα μὲν παρὰ πρόθεσιν εἰς ω λήγει, ταῦτα δύο σχέσεις δηλοῖ, τὴν ἐν τόπῳ καὶ τὴν εἰς τόπον, ἄνω κάτω πρόσω ἔξω· ὅθεν οὐκ ἀλόγως τινὲς τὸ παρὰ τῷ ποιητῇ 〈η 13〉 καὶ εἴσω δόρπον ἐκόσμει τὴν ἐν τόπῳ δηλοῦν 〈φασι〉 σχέσιν, εἰ μή τινες ἀντιλέξωσι λέγοντες, ὅτι ἔδει αὐτὸ τὴν εἰς τόπον μόνον δηλοῦν, ἐπεὶ τὸ ἔνδον τὴν ἐν τόπῳ δηλοῖ σχέσιν.
10Καὶ ὅσα εἰς , πάλιν τὰς δύο σχέσεις δηλοῖ, ἐν τόπῳ μὲν 〈Ν 49〉 ἄλλῃ μὲν γὰρ ἔγωγ’ οὐ δείδια χεῖρας ἀάπτους, εἰς τόπον δὲ 〈Α 120〉 ὅ μοι γέρας ἔρχεται ἄλλῃ, 〈γ 251 seq〉 ἀλλά πῃ ἄλλῃ Πλάζετ’ ἐπ’ ἀνθρώπους, ἐν τόπῳ, 〈Ζ 377〉 〈πῇ ἔβη〉 Ἀνδρομάχη; εἰς τό‐ πον· ὅσα δὲ εἰς ου, τὴν ἐν τόπῳ σχέσιν δηλοῖ, 〈Eur. Bacch. 1111〉
15ὑψοῦ δὲ θάσσων, 〈Arat. 225〉 αὐτοῦ καὶ κριοῖο θοώτεραί εἰσι κέλευθοι· μόνον τὸ ποῦ καὶ τὴν εἰς τόπον εὑρέθη δηλοῦν, 〈Ν 219 seq〉 ποῦ τοι ἀπειλαὶ Οἴχονται; Καὶ ὅσα δὲ εἰς δε, τὴν εἰς τόπον, οἴ‐ καδε ἅλαδε οἶκόνδε τὸ γὰρ ἐνθάδε οὐδὲν πλέον δηλοῖ τοῦ ἔνθα, ἐκ παρολκῆς ἔχον τὸ δε· ὁμοίως καὶ τὰ εἰς ζε τὴν εἰς τόπον δηλοῖ, Ἀθή‐
20ναζε Θήβαζε· ὁμοίως καὶ τὰ εἰς σε, πάντοσε ἄλλοσε πόσε· ὅσα δέ ἐστιν εἰς θε, 〈τὴν〉 ἐκ τόπου· 〈καὶ〉 εἰ μὲν παραλήγοιτο τῷ ο, ποιεῖ εἰς θι τὴν ἐν τόπῳ σχέσιν δηλοῦντα, οἷον οἴκοθεν οἴκοθι, πάντοθεν πάντοθι, οὐρανόθεν οὐρανόθι, Ἀβυδόθεν Ἀβυδόθι, ἐκείνοθεν ἐκείνοθι καὶ ἐν συγ‐ κοπῇ ἐκεῖθεν ἐκεῖθι καὶ 〈κεῖθεν〉 κεῖθι, 〈Apoll. Rh. 1, 955〉 〈κεῖθι〉 καὶ
25εὐναίης ὀλίγον λίθον εἰρύσαντες, πόθεν πόθι, ὅθεν ὅθι, ἀγχόθεν ἀγ‐ χόθι, αὐτόθεν αὐτόθι, καὶ ἐν συγκοπῇ ἄγχι καὶ αὖθι· εἰ δὲ μὴ ἔχοι τὸ ο, διὰ τοῦ σι ποιεῖ τὴν ἐν τόπῳ σχέσιν, Θήβηθεν Θήβησιν, Ἀθήνηθεν Ἀθήνησι, σεσημειωμένου τοῦ ἐγγύθεν· αὐτοῦ γὰρ μὴ ἔχοντος τὸ ο ἐγένετο ἐγ‐ γύθι· καὶ πάλιν ὅσα μὲν ἔχει τὸ ο, εἰς σε ποιεῖ τὴν εἰς τόπον σχέσιν,
30πάντοσε ἄλλοσε, τὰ δὲ μὴ ἔχοντα τὸ ο εἰς ζε ποιεῖ τὴν εἰς τόπον σχέσιν, Ἀθήναζε Θήβαζε. Ἰστέον δὲ ὅτι καὶ τὰ εἰς θεν παρὰ πρόθεσιν
τὰς τρεῖς σχέσεις δηλοῖ, οἷον πρόσθεν ὕπερθεν· φαμὲν γὰρ ἐκ τοῦ πρό‐99

100

σθεν, εἰς τὸ πρόσθεν, ἐν τῷ πρόσθεν, ἐκ τοῦ ὕπερθεν, εἰς τὸ ὕπερθεν, ἐν τῷ ὕπερθεν· ἐν οἷς τὸ ἔνθεν μόνην τὴν ἐκ τόπου δηλοῖ, ἐπειδὴ ἐποίει τὸ ἔνθα, ὅπερ τὰς δύο σχέσεις δηλοῖ, καθὼς ἤδη εἰρήκαμεν· καὶ ὅτι τὰ ἄλλα τὰ εἰς θεν τὴν ἐκ τόπου σχέσιν δηλοῖ, ὅθεν τὸ 〈Γ 276〉
5Ἴδηθεν μεδέων καὶ τὰ ὅμοια ὀνόματά εἰσιν ἐν περισσῷ ἔχοντα τὴν θεν· καὶ ὅτι τὸ ἐγγύς τὴν ἐν τόπῳ σχέσιν δηλοῖ, 〈Ξ 110〉 ἐγγὺς ἀνήρ καὶ ὅτι τὸ δεῦρο καὶ τὴν ἐν τόπῳ, 〈δ 384〉 πωλεῖταί τις δεῦρο, καὶ τὴν εἰς τόπον, 〈Eur. Alc. 779〉 δεῦρ’ ἔλθ’ ὅπως ἂν καὶ σοφώτερος γένῃ. Τὸ δὲ ἄνευ ἄνευθεν καὶ ἄτερ ἄτερθεν νόσφι χωρίς χωρισμοῦ
10εἰσι, καὶ οὐ τοπικὰ ἐπιρρήματα. Τὰ δὲ σχετλιαστικ, οἷον παπαί φεῦ.] Σχετλιαστικὰ λέγεται τὰ ἐξ αὐτοπαθείας λεγόμενά τε καὶ ἀναπεμπόμενα ἐπιφθέγματα· ὅθεν καὶ πρώτου προσώπου εἰσίν, ἐπειδή, καθὼς ἔφην, ἐξ αὐτοπαθείας ἀνά‐ γονται· ὁ γὰρ λυπούμενος ἢ δυσφορῶν λέγων ταῦτα τὴν περὶ αὑτὸν
15μόνον πεῖσιν ἀφηγεῖται. Τὰ δὲ εὐχῆς σημαντικά·] δι’ αὐτῶν γὰρ εὐκτικὰς συντάξεις ση‐ μαίνομεν, 〈ex. gr. Η 157〉 εἴθ’ ὣς ἡβώμοιμι· τὸ γὰρ αἴθε εἴθε φησὶν ὁ ποιητής· καὶ Καλλίμαχος 〈fr. 455 Sch〉 ἀβάλλε μηδ’ ἀβόλησα. Τὰ δὲ θαυμαστικά·] ἡνίκα γὰρ θαυμάζομεν, τούτῳ κεχρήμεθα τῷ
20φθέγματι. Τὰ δὲ ἀρνήσεως ἢ ἀποφάσεως, οἷον 〈οὔ〉 οὐχί οὐδῆτα οὐδαμῶς.] Ἀρνήσεως ταῦτα λέγονται, οἷον ἐγκλήματος ἐπιφερομένου δι’ αὐτῶν τις ἀρνεῖται, [οἷον οὐχί οὐδῆτα οὐδαμῶς,] οἷον «σὺ ἔτυψας Ἀρί‐ σταρχον, σὺ Δίωνα ὕβρισας», «οὐδῆτα, οὐδαμῶς, οὐχί·» τὰ δὲ αὐτὰ καὶ
25ἀποφάσεως, ὅτι δι’ αὐτῶν τις ἀποφαίνεται μὴ ποιεῖν, οἷον «οὐ γράφω, οὐχὶ γράψω, οὐδῆτα ποιήσω, οὐδαμῶς ἀρνήσομαι». Καὶ χρὴ εἰδέναι, ὅτι ταῦτα τὰ ἀρνήσεως ἢ ἀποφάσεως ἐπιρρήματα ὁριστικοῖς συντάσσεται. Τὰ δὲ συγκαταθέσεως, οἷον ναί ναίχι·] δι αὐτῶν γὰρ συγ‐ κατατιθέμεθα καὶ ἐπινεύομεν.
30Τὰ δὲ ἀπαγορεύσεως, οἷον μή μηδῆτα·] δι’ αὐτῶν γὰρ ἀπα‐ γορεύομεν τὸ μὴ τόδε ἢ τόδε ποιεῖν. Καὶ χρὴ εἰδέναι, ὅτι ταῦτα τὰ τῆς ἀπαγορεύσεως ἐπιρρήματα προστακτικοῖς συντάσσεται, καὶ ὅτι δια‐ φέρει ἄρνησις ἀπαγορεύσεως τῇδε, ὅτι ἡ μὲν ἄρνησις ἐγκλήματος ἐπι‐ φερομένου γίνεται, ἡ δὲ ἀπαγόρευσις ἀποτροπή ἐστι πράγματός τινος.
35Τὰ δὲ παραβολῆς ἢ ὁμοιώσεως·] δι’ αὐτῶν γὰρ παραβάλλομεν τῷ ὁμοίῳ τὸ ὅμοιον, 〈Β 455〉 ἠΰτε πῦρ ἀΐδηλον, 〈Β 87〉 ἠΰτε ἔθνεα εἶσι. Χρὴ δὲ εἰδέναι, ὅτι 〈τούτων〉 τὰ μέν ἐστι ποιητικά, τὰ
δὲ τῆς κοινῆς διαλέκτου.100

101

Τὰ δὲ εἰκασμο, οἷον ἴσως τάχα τυχόν. Εἰκασμός ἐστιν ὁ μετὰ δισταγμοῦ εἰκάζων πρᾶγμα λόγος, ἐν ᾧ κεχρήμεθα ἢ τῷ ἴσως ἢ τῷ τάχα ἢ τῷ τυχόν· σημειωτέον δέ, ὅτι τὸ τάχα παρὰ μὲν Ἀττικοῖς ἐπὶ δισταγμοῦ λέγεται, παρὰ δὲ Ὁμήρῳ ἀντὶ τοῦ ταχέως.
5Τὰ δὲ ἀθροίσεως, οἷον ἄρδην ἅμα ἤλιθα·] ἀθροίζοντες γὰρ καὶ συστρέφοντες ὄχλον τούτοις κεχρήμεθα τοῖς ἐπιρρήμασιν, οἷον «ἅμα περιπατήσατε, ἅμα συνέλθετε». Τὰ δὲ παρακελεύσεως, οἷον εἶα ἄγε φέρε·] δι’ αὐτῶν γὰρ παρακελευόμεθα, οἷον 〈Arist. Nub. 775〉 ἄγε δὴ ταχέως τουτὶ συ‐
10νάρπασον, 〈Η 459〉 ἄγρει μάν, ὅτ’ ἂν αὖτε κάρη κομόωντες Ἀχαιοί. Καὶ χρὴ γινώσκειν, ὡς εὕρηται τὰ τοιαῦτα ἐπιρρήματα εἰς πρόσωπα κινούμενα προστακτικά. Τὰ δὲ συγκρίσεως, οἷον μᾶλλον ἧττον·] διὰ τούτων γὰρ τὰς συγκρίσεις ποιούμεθα, οἷον «οὗτος καὶ οὗτος ταχύς, ἀλλ’ οὗτος μᾶλλον
15ταχύς, οὗτος δὲ ἧττον». Τὰ δὲ ἐπιτάσεως, οἷον λίαν σφόδρα.] Ἐπίτασις καὶ παράτασις ταὐτόν ἐστι· καὶ εἴρηται ἐπιτάσεως ἢ παρατάσεως τὰ τοιαῦτα ἐπιρρή‐ ματα, ἐπειδὴ δι’ αὐτῶν ἐπιτείνομεν καὶ αὐξάνομεν τὰ πράγματα, οἷον «λίαν τύπτει, σφόδρα παίσει».
20Τὰ δὲ ἀπωμοτικ, οἷον μά.] Ἀπωμοτικόν ἐστι τὸ μεθ’ ὅρκου ἀρνητικόν, οἷον «μὰ τὸν Ἀπόλλωνα»· πολλάκις δὲ ἀντὶ τοῦ κατωμοτικοῦ κέχρηνται αὐτῷ οἱ παλαιοί, ὡς καὶ ὁ ποιητής 〈Α 234〉 ναὶ μὰ τόδε σκῆπτρον· ἢ τάχα περιττεύει παρ’ αὐτῷ τὸ μά, καὶ ἔστι «νὴ τοῦτο τὸ σκῆπτρον»· ἐν γὰρ τῷ 〈υ 339〉 οὐ μὰ Ζῆν, Ἀγέλαε, αἱ δύο ἀρνήσεις
25μίαν συγκατάθεσιν ποιοῦσιν, ἀντὶ τοῦ «νὴ τὸν Δία». Τὰ δὲ κατωμοτικ, οἷον νή.] Κατωμοτικόν [ὅ] ἐστι τὸ μεθ’ ὅρκου βεβαιωτικόν, οἷον 〈cfr Α 234〉 νὴ τοῦτο τὸ σκῆπτρον, 〈Α 240〉 ἦ τάχ’ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν. Τὰ δὲ βεβαιώσεως, οἷον δηλαδή.] Βεβαιῶν γάρ τις πρᾶγμα
30τούτῳ κέχρηται τῷ ἐπιρρήματι, οἷον «ποῖ βαδίζεις; δηλαδὴ εἴσω», ἀντὶ τοῦ «φανερὸν καὶ βέβαιον καὶ πιστὸν ὅτι ἔσω». Τὰ δὲ θετικ, οἷον πλευστέον.] Θετικά ἐστι τὰ θέσιν καὶ ποίησιν πράγματος ὁρίζοντα· ἐὰν γὰρ εἴπω γαμητέον, ὁρίζω ὅτι δεῖ γαμεῖν, καὶ ἐὰν εἴπω ὅτι πλευστέον, ὁρίζω ὅτι δεῖ πλεῖν. Γίνονται δὲ
35ταῦτα ἀπὸ τῶν εἰς τος ῥηματικῶν ὀνομάτων προσθέσει τοῦ ε, οἷον ποιη‐
τός ποιητέος, πλευστός πλευστέος, πρακτός πρακτέος, δοτός δοτέος.101

102

Τὰ δὲ θειασμο, οἷον εὐοἵ εὔἁν.] Θειασμοῦ ἐπιρρήματά ἐστι τὰ θείας ἐμφορήσεως δηλωτικά· πληρούμενοι γὰρ καὶ ἐμφορούμενοι τοῦ δαίμονος οἱ βακχεύοντες τὸ εὐοἵ καὶ εὔἁν ἀνεφθέγγοντο.
4t§ 20 (25b).
5tΠερὶ συνδέσμου.
5Σοφῶς καὶ εὐτάκτως καὶ τεχνικῶς ὁ σύνδεσμος τελευταῖος τέτακται ἐν τοῖς μέρεσι τοῦ λόγου· ὥσπερ γὰρ ἐν πάσῃ τέχνῃ ὁ τεχνίτης πρό‐ τερον περιγράφει καὶ κατασκευάζει ἐκεῖνα τὰ μορφοῦντα αὐτοῦ τὴν τέχνην, ὕστερον δὲ ἐπινοεῖται καὶ ἐπιζητεῖ κἀκεῖνο τὸ μέρος τὸ δυνά‐ μενον συνέχειν καὶ συνδεσμεῖν αὐτά, οὕτω καὶ ὁ τοῦ λόγου τεχνίτης
10πρότερον δείξας τὰ μέρη τὰ δυνάμενα τὸν λόγον ἐκτελέσαι, ὕστερον καὶ τὸ μέρος τοῦ λόγου τὸ δυνάμενον συνδεῖν τὰ μέρη τοῦ λόγου δι‐ δάξαι ἡμᾶς βούλεται, ἵνα μεμαθηκότες τὴν τῶν λέξεων δύναμιν μάθωμεν καὶ συνδεῖν ταύτας καὶ ἀποτελεῖν διάνοιαν. Σύνδεσμος γὰρ διὰ τοῦτο καλεῖται καὶ λέγεται, διὰ τὸ εἶναι αὐτὸν συνδετικὸν τῶν τοῦ λόγου με‐
15ρῶν, ὡς ἔστι τοῦτο καὶ ἐκ τοῦ ὅρου καταμαθεῖν· ἔχει γὰρ οὕτω· «σύν‐ δεσμός ἐστι μέρος λόγου ἄκλιτον, συνδετικὸν τῶν τοῦ λόγου μερῶν, οἷς καὶ συσσημαίνει, ἢ τάξιν ἢ δύναμιν 〈ἢ καὶ τάξιν καὶ δύναμιν〉 παρι‐ στῶν». Οὕτως ὁ ὅρος παραδέδοται, ὁ δὲ τοῦ Διονυσίου ἐπταισμένος ἐστίν, ὡς ἔστιν ἐκ τῆς ἐξηγήσεως καταμαθεῖν οὕτως· σύνδεσμός ἐστι
20λέξις· προσθεῖναι δεῖ τὸ «ἄκλιτος» ἢ «ἀμετακίνητος»· συνδέουσα διά‐ νοιαν· δεῖ προστιθέναι «καὶ συσσημαίνουσα τῇ διανοίᾳ»· μετὰ τάξεως· προστιθέναι πάλιν δεῖ «ἢ δυνάμεως 〈ἢ καὶ τάξεως καὶ δυνάμεωσ〉», ἐπειδή τινες τῶν συνδέσμων ἐν τάξει μὲν παραλαμβάνονται, τὴν δὲ δύναμιν τοῦ πράγματος οὐκ ἐπαγγέλλονται, τινὲς δὲ οὐκ ἐν τάξει,
25ἀλλὰ τὴν δύναμιν ἐπαγγέλλονται, ἄλλοι δὲ καὶ ἐν τάξει παραλαμβάνον‐ ται καὶ τὴν δύναμιν τοῦ πράγματος ἐπαγγέλλονται. Καὶ ἔστι τὰ παρα‐ δείγματα ταῦτα· οἷον ὁ εἴ σύνδεσμος τάξιν μὲν δηλοῖ, οἷον «εἰ περι‐ πατήσω κινηθήσομαι»—ἀκολουθία γάρ τίς ἐστιν ἡγουμένου πρὸς ἑπό‐ μενον, καὶ οὐκ 〈ἂν〉 ἀναστρέψας εἴποις «εἰ κινηθήσομαι περιπατήσω»·
30ψεῦδος γάρ, ἐπεὶ εἴ τις περιπατήσει κινηθήσεται, 〈οὐκέτι δὲ εἴ τις κινη‐ θήσεται πάντωσ〉 καὶ περιπατήσει—οὐκέτι δὲ καὶ δύναμιν ἐπαγγέλλε‐ ται, ὅ ἐστιν ὕπαρξιν τοῦ πράγματος· διστάζει γὰρ ὁ λέγων, καὶ ὡς μήπω τοῦ πράγματος γενομένου δῆλός ἐστι λέγων, ὅτι ἐὰν τοῦτο γένη‐
ται, τοῦτο ἔσται· ἔχομεν οὖν ἐκ τούτου τοῦ συνδέσμου τὴν τάξιν, ἀλλ’102

103

οὐ τὴν δύναμιν γενομένην τοῦ πράγματος. Ἐκ δὲ τοῦ ἐναντίου ὁ καί περὶ μὲν τὴν τάξιν οὐ καταγίνεται, τὴν δὲ δύναμιν ἐκφαίνει· ὅρα γάρ, εἰ διαφέρει τὸ «〈εἰ〉 περιπατῶ» τοῦ «καὶ περιπατῶ»· ὁ γὰρ λέγων «καὶ περιπατῶ» τίθησι τὸ πρᾶγμα· ἀδιαφόρως δὲ περὶ τὴν τάξιν δύναμαι εἰ‐
5πεῖν «καὶ περιπατῶ καὶ κινοῦμαι καὶ ἀναγινώσκω» καὶ εἴ τι βούλει ἕτερον. Τὸ δὲ εἰπεῖν «ἐπεὶ περιπατῶ κινοῦμαι» καὶ ὕπαρξιν τοῦ πράγ‐ ματος δηλοῖ καὶ τάξιν· εἰ μὴ γὰρ περιπατῶ, οὐ δύναμαι εἰπεῖν «ἐπεὶ περιπατῶ»· ἀλλὰ μὴν καὶ τάξιν· οὐ γὰρ δύναμαι εἰπεῖν ἀντιστρέψας «ἐπεὶ κινοῦμαι περιπατῶ», ψεῦδος γάρ. —Καὶ τὸ τῆς ἑρμηνείας
10κεχηνὸς δηλοῦσα. Τοῦτό φησι διὰ τοὺς διαζευκτικοὺς συνδέσμους· ἐκεῖνοι γὰρ τὸ τῆς ἑρμηνείας, ὅ ἐστι τὸ τῆς διανοίας, διεζευγμένον καὶ διεστηκὸς δηλοῦσι· σαφῆ δὲ τὸν λόγον παραστήσομεν ἐν αὐτῷ τῷ τόπῳ γενόμενοι. Συμπλεκτικοὶ μὲν οὖν εἰσιν, ὅσοι τὴν ἑρμηνείαν ἐπ’ ἄπει‐
15ρον ἐκφερομένην συνδέουσιν.] Οὗτοι, φησίν, εἰσὶν οἱ συμπλεκτικοὶ σύνδεσμοι, οἵτινες τὴν διάνοιαν ἐπὶ πολὺ ἐκφερομένην καὶ ἐπεκτεινομέ‐ νην συμπλέκουσι καὶ συνδέουσιν, ὥστε τὴν ἑτέραν τῇ ἑτέρᾳ συνδεδέσθαι καὶ συνηρτῆσθαι. Ταύτην δὲ ἔχουσι τὴν ἐπαγγελίαν, ὥστε συνδεῖν τὰς διανοίας ἐπ’ ἀλλήλας καὶ τὴν δύναμιν, ὅ ἐστι τὴν ὕπαρξιν, τὴν ἐν αὐ‐
20ταῖς παριστᾶν, ἐπιπλέκειν δὲ τοὺς λόγους οὐ κατὰ ἀκολουθίαν, ἀλλ’ ἀδιάφορον ποιεῖσθαι τούτων τὴν μετάθεσιν, οἷον «καὶ ἀνέγνων καὶ πε‐ ριεπάτησα» ἢ «καὶ περιεπάτησα καὶ ἀνέγνων», «καὶ ἐξέμαθον καὶ ἐνόησα» ἢ «καὶ ἐνόησα καὶ ἐξέμαθον». Οὐ δεῖ γε οὖν τοῦτο αὐτὸ εἰδότας καὶ τὰ Ὁμηρικὰ μέμφεσθαι ὡς ἀτάκτως κατειλεγμένα καὶ δεόμενα ἀναστρο‐
25φῆς ἐν τῷ 〈μ 134〉 τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε, 〈π 41〉 αὐ‐ τὰρ ὅ 〈γ’〉 εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν· οὐδὲ γὰρ τάξιν ἀπαιτεῖ, καθὰ εἰρήκαμεν, ὁ συμπλεκτικὸς σύνδεσμος. Χρὴ δὲ εἰδέναι, ὅτι οὐ δεῖ ἐξ ἀντικειμένων καὶ μαχομένων συμπλέκειν διάνοιαν, οἷον «καὶ ἡμέρα ἐστὶ καὶ νύξ ἐστι», τοῦτο γὰρ ἀδύνατον· ἀλλ’ οὕτως, «καὶ
30ἡμέρα ἐστὶ καὶ ἄνθρωποι προῆλθον καὶ τὰ συνήθη διαπράττονται». Εἰσὶ δὲ 〈οἵδε, μέν δέ τέ καί ἀλλά ἠμέν ἠδέ ἰδέ αὐτάρ ἀτάρ ἤτοι κέν ἄν] Ὁ μὲν μέν συμπλεκτικὸς σύνδεσμος συνήθης ἐστὶ καὶ ποιηταῖς καὶ λογογράφοις, δύναμιν ἔχων τὴν αὐτὴν τῶ ἤτοι συμ‐ πλεκτικῷ ὄντι· μὴ ὄντι δὲ συμπλεκτικῷ, ἀλλὰ διαζευκτικῷ, οὐδ’ ἔτι αὐ‐
35τῷ ἰσοδυναμεῖ. Διαφέρει δὲ κατὰ δύο τρόπους τοῦ ἤτοι ὁ μέν, ὅτι ὁ103

104

μὲν μέν συνήθης, ὁ δὲ ἤτοι ποιητικός, καὶ ὅτι ὁ μὲν μέν μέσος παρα‐ λαμβάνεται, ὁ δὲ ἤτοι κατ’ ἀρχὴν τίθεται, οἷον 〈Β 494〉 Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον, 〈ex. gr. Α 68〉 ἤτοι ὅ γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο. —Καὶ ὁ δέ ὁμοίως καὶ παρὰ τοῖς ποιηταῖς ἐστι καὶ
5ἐν τῷ ἔθει συνήθης, ἰσοδυναμῶν τῷ ἀτάρ καὶ αὐτάρ· ἀλλὰ πάλιν δια‐ φέρει, ὅτι ὁ μὲν συνήθης καὶ ἐν μέσῃ φράσει τίθεται, ὁ δὲ καὶ ποιητι‐ κὸς καὶ ἀρκτικός. Χρὴ δὲ εἰδέναι, ὅτι πάντως τῷ μέν ἐπιφέρεται ὁ δέ, τοῦ λόγου μεταβαίνοντος ἢ εἰς ἕτερον πρόσωπον ἢ εἰς ἑτέραν θέσιν καὶ ἔννοιαν πράγματος, εὑρισκομένου δὲ τοῦ δέ οὐ πάντως προῆν ὁ
10μέν. —Ὁ τέ καὶ ὁ καί τὴν ἴσην δύναμιν ἔχουσιν. —Ὁ ἀλλά ἀντὶ τοῦ δέ παραλαμβάνεται, οἷον «ἄνθρωπος μέν εἰμι, ἀλλὰ κατὰ τὸ ὄνομα οὐ πράττω», καὶ «ἡμέρα μέν ἐστιν, ἀλλὰ τὰ νέφη οὐχ ὁρῶ». —Ἠμέν ἠδέ ἰδέ ὅμοιοι τῷ καί. —Ὁ ἀτάρ καὶ ὁ αὐτάρ ὡς ὁ δέ εἰσιν. —Ὁ ἤτοι ὅμοιος τῷ μέν. —Ὁ κέν καὶ ὁ ἄν, παραπληρωματικοὶ ὄντες, εἰς
15τοὺς συμπλεκτικοὺς ἐτάγησαν· πῶς δὲ καὶ διὰ τί, ἐν τῷ περὶ συνδέ‐ σμου λεκτέον. Διαζευκτικοὶ δ, ὅσοι τὴν μὲν φράσιν ἐπισυνδέουσιν, ἀπὸ δὲ πράγματος εἰς πρᾶγμα διιστῶσιν· εἰσὶ δὲ οἵδε, ἤ ἤτοι ἠέ.] Ἠπορήθη, πῶς σύνδεσμοι λέγονται οἱ προκείμενοι, μαχομένην ἔχοντες
20τὴν ἐξ αὐτῶν σημασίαν τῇ θέσει τοῦ ὀνόματος· μάχεται γὰρ τὸ συνδεῖν τῷ διαζευγνύειν. Καὶ ἔχεται ἀπολογίας ἡ προκειμένη ἀπορία, ἐπεὶ καὶ ἐπ’ ἄλλων ἔστιν ἐπινοῆσαι ταὐτόν· ὀρθὴν μὲν γάρ φαμεν καὶ πτῶσιν, καὶ τὸ μάχομαι φωνῇ παθητικόν, σημαινομένῳ δὲ ἐνεργητικόν, καὶ τὸ Θῆβαι φωνῇ πληθυντικόν, σημαινομένῳ δὲ ἑνικόν, καὶ ἔτι πολλὰ ἔστιν
25ἄλλα μαχόμενα εὑρεῖν. Καὶ οἱ προκείμενοι οὖν σύνδεσμοι μὲν εἴρηνται ἕνεκα τοῦ συνδεῖν τὰς λέξεις καὶ τὰς φράσεις, ἕνεκα δὲ τοῦ ἀπ’ αὐτῶν δηλουμένου σύνδεσμοι διαζευκτικοὶ ὠνομάσθησαν· ὅλης γὰρ τῆς φράσεως ὄντες συνδετικοὶ τὰ ἐν αὐτῇ πράγματα διαζευγνύουσιν. Καὶ ἡ ἐπαγγε‐ λία αὐτῶν ἑνὸς ὕπαρξιν ἐπαγγέλλεται, τοῦ δὲ ὑπολειπομένου ἢ καὶ
30〈τῶν〉 ὑπολειπομένων ἀναίρεσιν, οἷον «ἡμέρα ἐστὶν ἢ νύξ», 〈ex. gr. β 132〉 ζώει ὅ γ’ ἢ τέθνηκεν, «ἢ Ἀπολλώνιος ἄρχεται ἢ οἱ τούτου μαθηταί»· ἐν τούτοις γὰρ καὶ ἐν τοῖς τοιούτοις ἡ φράσις συμπλέκεται, τὰ δὲ πράγματα μαχόμενά ἐστι καὶ μὴ δυνάμενα κατὰ ταὐτὸν παραλη‐ φθῆναι. —Χρὴ δὲ εἰδέναι, ὅτι ὁ ἤ καὶ διαζευκτικός ἐστι σύνδεσμος καὶ
35παραδιαζευκτικὸς καὶ διασαφητικὸς καὶ διαπορητικὸς καὶ βεβαιωτικός· καὶ διαζευκτικὸς μέν, ὡς ἐν τοῖς ἄνω· παραδιαζευκτικὸς δέ, ὡς ἐν τῷ 〈Ξ 108〉 ἢ νέος ἠὲ παλαιός, ἀντὶ γὰρ τοῦ καί ἐστίν, οἷον «ὁ νέος
καὶ ὁ παλαιός»· καὶ διασαφητικός, ὡς ἐν τῷ 〈Α 117〉 βούλομ’ ἐγὼ104

105

λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι· καὶ διαπορητικός, ὡς ἐν τῷ 〈λ 172〉 ἢ δολιχὴ νοῦσος ἢ Ἄρτεμις ἰοχέαιρα· καὶ βεβαιωτικός, ὡς ἐν τῷ 〈Β 370〉 ἦ μὰν αὖτ’ ἀγορῇ νικᾷς, γέρον, υἷας Ἀχαιῶν. Συναπτικοὶ δέ 〈εἰσιν, ὅσοι ὕπαρξιν μὲν οὐ δηλοῦσι, ση‐
5μαίνουσι δὲ ἀκολουθίαν.] Ὁ νοῦς οὕτως· συναπτικοί εἰσιν, ὅσοι ὕπαρξιν μέν, τουτέστι τὴν ἐν πράγματι δύναμιν, οὐ δηλοῦσι, σημαίνουσι δὲ ἀκολουθίαν, φράσεως δηλονότι. —Εἰσὶ δὲ οὗτοι, εἴ εἴπερ εἰδή εἰδήπερ.] Φασὶ δέ τινες, ὅτι κοινῆς ἔχονται σημασίας οἱ συναπτικοὶ καὶ οἱ συμπλεκτικοί· τὸ γὰρ συμπλέκειν καὶ τὸ συνάπτειν ταὐτόν ἐστιν.
10Καὶ ἔστιν ἡ διαφορὰ τῶν συμπλεκτικῶν καὶ τῶν συναπτικῶν αὕτη, ὅτι οἱ μὲν συμπλεκτικοὶ δύναμιν μὲν ἔχουσι τοῦ πράγματος, ἀταξίαν δὲ φράσεως, οἷον «καὶ περιπατῶ καὶ νοῶ» καὶ ἀνάπαλιν «καὶ νοῶ καὶ περιπατῶ»· οἱ δὲ συναπτικοὶ τὸ ἐναντίον οὐ παριστῶσι μὲν τὴν δύναμιν τοῦ πράγματος, ἀκολουθίαν δὲ φράσεως καὶ τάξιν φυλάττουσιν, οἷον «εἰ
15περιπατήσω κινηθήσομαι»· οὐ γὰρ δύναμαι εἰπεῖν «εἰ κινηθήσομαι περι‐ πατήσω», ψευδὲς γάρ. Παρασυναπτικοὶ δέ εἰσιν, ὅσοι μεθ’ ὑπάρξεως καὶ τάξιν δηλοῦσιν· εἰσὶ δὲ οἵδε, ἐπεί ἐπείπερ ἐπειδή ἐπειδήπερ.] Δια‐ φέρουσι τῶν συναπτικῶν οἱ παρασυναπτικοὶ τῇδε, ὅτι οἱ παρασυναπτι‐
20κοὶ δύναμιν τοῦ πράγματος παριστῶσι καὶ ἀκολουθίαν πράγματος καὶ φράσεως ἔχουσιν· τοῦτο δὲ ὁ τεχνικός φησιν, ὅτι παρασυναπτικοί εἰσιν, ὅσοι μεθ’ ὑπάρξεως, τουτέστι τὴν τοῦ πράγματος δύναμιν ἐμφαίνοντες, καὶ τάξιν, φράσεως δηλονότι, δηλοῦσιν, οἷον «ἐπεὶ ὁ ἥλιος ὑπὲρ γῆν ἐστιν, ἡμέρα ἐστίν».
25Περὶ αἰτιολογικῶν καὶ ἀπορηματικῶν περιττόν ἐστι λέγειν, δήλης οὔσης τῆς φράσεως παρὰ τῷ τεχνικῷ. Λεκτέον οὖν περὶ συλ‐ λογιστικῶν. Συλλογιστικοί εἰσιν, ὅσοι πρὸς τὰς ἐπαγωγὰς καὶ συνα‐ γωγὰς τῶν ἀποδείξεων εὖ διάκεινται, οἷόν φαμεν «ἔχεις μέντοι τριώ‐ βολον, ἐδέξω δεύτερον τριώβολον καὶ πάλιν τριώβολον, ἀλλαμὴν ὁμο‐
30λογήσεις ἔχειν ἐννέα ὀβολούς· τοιγαροῦν ποίησόν μοι γραμματεῖον». Περὶ παραπληρωματικῶν. —Οἱ παραπληρωματικοὶ καὶ αὐτοὶ σημαίνουσί τι, καθάπερ καὶ οἱ ἄλλοι σύνδεσμοι· ἀλλ’ ἐπεὶ ποικίλη αὐ‐ τῶν ἡ σημασία, ἀπὸ τοῦ ἐπικοίνως ἐπισυμβαίνοντος παραπληρωματικοὶ
εἴρηνται. Ὁ μὲν γὰρ δή καὶ οἱ ἰσοδυναμοῦντες αὐτῷ ἐν συγκεφαλαιώ‐105

106

σει καὶ παραγραφῇ λόγου παραλαμβάνονται, 〈ex. gr. Β 1〉 ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες, 〈Ο 3〉 οἱ μὲν δὴ παρ’ ὄχεσφιν ἐρητύ‐ οντο· ὁ δαί μετὰ τὰς πεύσεις παραλαμβάνεται, 〈ω 299〉 ποῦ δαὶ νηῦς ἕστηκεν, 〈Κ 408〉 πῶς δαὶ τῶν ἄλλων Τρώων, 〈α 225〉 τίς δαίς,
5τίς δαὶ ὅμιλος· καὶ ὁ γέ ἐκφαντικός ἐστιν ἐκπλήξεως ἢ σμικρότητος, ὡς ἐν τῷ 〈fr. poet. lyr. 3, 737 B4τοῦτό γέ μοι χάρισαι· καὶ ὁ πέρ ἐναντιωματικός ἐστιν, ὡς ἐν τῷ 〈Α 131〉 μὴ δ’ οὕτως ἀγαθός περ ἐών. Καὶ ἄλλα δὲ πολλὰ σημαίνουσιν οἱ παραπληρωματικοὶ σύν‐ δεσμοι· καὶ ἐπεὶ οὐκ ἠδύναντο ἀπὸ σημασίας ὀνομασθῆναι, ἐκ τοῦ πλε‐
10ονάζοντος τὴν ὀνομασίαν ἔσχον· πολλοὶ γὰρ αὐτῶν κατὰ πλεονασμὸν παραπληροῦσι μόνον τὴν φράσιν. Οἱ δὲ ἐναντιωματικοὶ δῆλοί εἰσιν ὡς τὸ ἐναντίον τῇ δυνάμει τοῦ πράγματος δηλοῦσιν· «ἀσθενὴς μὲν ἐγώ, σὺ δὲ ἰσχυρός, καὶ ὅμως
ἀσθενὴς ὢν ἐνίκησά σε»· «μακρὰν ἱστάμην, ὅμως ἤκουσά σου λαλοῦντος».106