TLG 4175 002 :: COMMENTARIA IN DIONYSII THRACIS ARTEM GRAMMATICAM :: Commentarius (sub auctore Melampode vel Diomede)

COMMENTARIA IN DIONYSII THRACIS ARTEM GRAMMATICAM Gramm. Comm.
(Varia)

Commentarius (sub auctore Melampode vel Diomede)

Source: Hilgard, A. (ed.), Grammatici Graeci, vol. 1.3. Leipzig: Teubner, 1901 (repr. Hildesheim: Olms, 1965): 10–67.

Citation: Page — (line)

20tCOMMENTARIUS MELAMPODIS SEU DIOMEDIS.
21tΜελάμποδος γραμματικοῦ ἑρμηνεία τῆς τέχνης Διονυσίου
22tτοῦ Θρᾳκός.
23t§ 1.
24Γραμματική ἐστιν ἐμπειρία.] Πρότερον δεῖ ἡμᾶς γνῶναι, τί
25ἐστι πεῖρα, εἶθ’ οὕτως, τί ἐστιν ἐμπειρία. Πεῖρα τοίνυν ἐστὶ κυρίως ἡ ἅπαξ τινὸς πράγματος δοκιμασία ἄλογος, ἐμπειρία δὲ ἡ πολλάκις τοῦ αὐτοῦ πράγματος δοκιμασία ἄλογος· διὸ καὶ τοὺς ἰατροὺς τοὺς εἰδότας
μὲν ἐκ τῆς συνεχοῦς τριβῆς περιοδεύειν καὶ τὰς θεραπείας τοῖς πάσχουσι10

11

προσάγειν, μὴ δυναμένους δὲ λόγον ἀποδοῦναι τῆς περιοδείας, ἐμπειρι‐ κούς φαμεν. Τί οὖν; ἡ γραμματικὴ ἄλογός ἐστιν ἢ οὔ; Οὔ, ἀλλ’ ἐν‐ ταῦθα καταχρηστικῶς εἶπεν ἀντὶ τοῦ γνῶσις. Τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσιν.] Ποιηταὶ μὲν λέ‐
5γονται οἱ τὰ ἔμμετρα γράψαντες, συγγραφεῖς δὲ κυρίως μὲν οἱ τὰ ἐφ’ ἑαυτῶν γενόμενα συγγραψάμενοι, τουτέστι τὰ ἐπὶ τῶν αὐτῶν χρόνων, καταχρηστικῶς δὲ καὶ πάντες οἱ πεζῇ φράσει κεχρημένοι, τουτέστιν οἱ τὰ ἄμετρα γράψαντες. Ὡς ἐπὶ τὸ πολὺ λεγομένων·] τουτέστιν ὡς ἐπὶ τὸ πλεῖστον
10εὑρισκομένων. Ἕως ἐνταῦθά ἐστιν ὁ ὅρος τῆς γραμματικῆς. Εἴπωμεν οὖν αὐτόν· «γνῶσις τῶν παρὰ 〈τοῖσ〉 τὰ ἔμμετρα καὶ ἄμετρα γράψασιν ὡς ἐπὶ τὸ πλεῖστον εὑρισκομένων». Διὰ τί δὲ εἶπεν «ὡς ἐπὶ τὸ πλεῖ‐ στον»; Ἐπειδή τινες λέξεις ἅπαξ που ἢ δὶς εἰρημέναι εἰσίν, ἃς οὐ πᾶσα ἀνάγκη εἰδέναι τὸν γραμματικόν, οἷον οἱ γρῖφοι. Τί δέ εἰσιν οἱ γρῖφοι;
15Τὰ ζητήματα τὰ δεινά· ἢ ὡς ἔν τισιν εὑρίσκομεν τὸ δέρμα τοῦ ἀρνὸς κληθὲν σκέπαρνον 〈Artemid. 4, 24〉, ᾗ ἐκ πρώτης ἀκοῆς νομίσει〈εν〉 ἄν τις εἰρηκέναι τὸ τεκτονικὸν ἐργαλεῖον· πάλιν ἔν τισι γρίφοις τὸ δόρυ εὑρίσκομεν λεχθὲν βαλάντιον 〈Dionys. tyr. fr. 12 N2 p. 796〉, τῆς συν‐ ηθείας ἡμᾶς εἰς ἄλλο φερούσης· ὁ δὲ διὰ τὸ βαλεῖν ἀντίον οὕτως αὐτὸ
20ἐκάλεσε· καὶ τὸν Τηλέμαχον Μακροπτόλεμον ἐν τοῖς στίχοις τούτοις 〈Theocr. Syr: Anthol. XV 21, 1 sq.〉 Οὔτινος εὐνάτειρα Μακροπτολέμοιό τε μάτηρ μαίας ἀντιπέτροιο θοὸν τέκεν ἰθυντῆρα, καὶ τὰ ἑξῆς· ἢ ὡς ἐν τῷ βωμῷ τοῦ Δοσιάδου 〈Anthol. XV 26, 1〉 ἡ
25γυνὴ εἴρηται στήτη, ἐπειδή τινες τὸ παρ’ Ὁμήρῳ 〈A 6〉 διαστήτην ἐρίσαντε οὕτως ἐξηγήσαντο, διά τινα γυναῖκα. Σύριγξ δὲ καὶ βωμὸς
ποιήματά τινά ἐστιν ἐμμέτρῳ τῷ σχήματι καὶ τῇ διατυπώσει τὴν ἐπω‐11

12

νυμίαν ἔχοντα. Τὰ οὖν τοιαῦτα ζητήματα εἰ μὲν ἐπίσταται ὁ γραμμα‐ τικός, ἐπαινετέος ἐστίν, εἰ δὲ μή γε, οὐκ ἔστι μέμψεως ἄξιος. Μέρη δὲ αὐτῆς ἐστιν ἕξ.] Τὸ πάλαι μέρη τῆς γραμματικῆς ἦν τέσσαρα· καὶ εἰσὶ ταῦτα· διορθωτικόν, ἀναγνωστικόν, ἐξηγητικὸν καὶ κρι‐
5τικόν. Καὶ τέσσαρες τὸ πάλαι παρεδίδοσαν τοῖς νέοις ἔχειν τὴν γραμ‐ ματικήν· πρὸ μὲν γὰρ τοῦ ἄρξασθαι τὸν νέον ἀναγινώσκειν, ὁ διορθωτὴς λαμβάνων τὸ βιβλίον διωρθοῦτο αὐτό, ἵνα μὴ ἐπταισμένον αὐτὸ ἀνα‐ γνοὺς ὁ νέος εἰς κακὴν ἕξιν ἐμπέσῃ· μετὰ δὲ ταῦτα λαβὼν ὁ νέος τὸ βιβλίον διορθωθέν, ἀπῄει πρὸς τὸν ἀναγνωστικὸν τὸν ὀφείλοντα αὐτὸν
10διδάσκειν ἀναγινώσκειν κατὰ τὴν διόρθωσιν τοῦ διορθωτοῦ· τρίτον ἀπῄει πρὸς τὸν ἐξηγητικὸν τὸν ὀφείλοντα παραδιδόναι αὐτῷ τὴν ἐγκειμένην ἑρμηνείαν· τέταρτον ἀπῄει πρὸς τὸν κριτικόν, ὃς δοκεῖ μὲν μηδὲν συν‐ εισάγειν τῷ νέῳ, τῶν προλαβόντων δ’ ἦν ὑπέρτερος. Ἀνάγκην γὰρ εἶχεν ὁ κριτικὸς εἰδέναι τὰ τοῦ διορθωτικοῦ καὶ τοῦ ἀναγνωστικοῦ καὶ
15τοῦ ἐξηγητικοῦ, οὐκ ἐκεῖνοι δὲ τὰ τοῦ κριτικοῦ· ὥσπερ γὰρ ὁ πολιτικὸς κριτής, ὅ πέρ ἐστι δικαστής, οὐ γίνεται, εἰ μὴ πρῶτον ἀναγνῷ νόμους, ἔπειτα συνηγορήσῃ ἐπὶ πλείονα χρόνον, οὕτω καὶ ἐν τῇ γραμματικῇ ὁ κριτικός, εἰ μὴ τὰ τῶν προειρημένων ἀκριβῶς ἠπίστατο, οὐκ ἠδύνατο εἶναι κριτής. Οὗτος οὖν ὁ κριτικὸς τὴν τῶν ποιημάτων 〈ἢ〉 καλῶς ἢ
20φαύλως, ἢ ἐν δέοντι ἢ ἐν μὴ δέοντι, ἢ εὐκαίρως ἢ ἀκαίρως λεχθεῖσαν ἔννοιαν παρεδίδου τῷ νέῳ, καὶ τὴν τούτων αἰτίαν ἐδίδασκεν· ὥσπερ παρὰ τῷ ποιητῇ τὸν στίχον τοῦτον δεῖ ὀβελίζειν, τουτέστιν ἐκβάλλειν καὶ ἀποδοκιμάζειν, ὡς μὴ ὄντα ἄξιον τοῦ ποιητοῦ 〈Α 139〉 ἄξω ἑλών· ὁ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι· πρόκειται γοῦν 〈Α 137〉 ἐγὼ
25δέ κεν αὐτὸς ἕλωμαι· καὶ ὅτι εὔηθες τὸ προσκείμενον «ὁ δέ κεν κε‐ χολώσεται»· πῶς γὰρ οὐκ ἔμελλε χολοῦσθαι; Πάλιν ἀλλαχοῦ 〈Α 474〉 μέλποντες ἑκάεργον· δεῖ τὸν στίχον τοῦτον ὀβελίζειν· μένοντος γὰρ αὐτοῦ γίνεται ἄκυρος δισσολογία· προείρηται γὰρ 〈Α 472〉 οἱ δὲ πα‐ νημέριοι μολπῇ θεὸν ἱλάσκοντο. Καὶ πολλαχοῦ δεῖ τοὺς στίχους
30ὀβελίζειν· 〈Γ 424〉 τῇ δ’ ἄρα δίφρον ἑλοῦσα φιλομ〈μ〉ειδὴς Ἀφρο‐ δίτη καὶ τὰ ἑξῆς· οὐκ ἂν γὰρ ὁ ποιητὴς τὴν θεὸν εἰσήγαγεν ὑπηρε‐ τοῦσαν τῇ γυναικί, καὶ τοιαύτην εὐτελῆ ὑπηρεσίαν, εἰ μὴ ἄρα εἴποι τις,
ὅτι τῇ μορφῇ τῆς γραὸς τὰ προσήκοντα ἐπετήδευε. Πάλιν ἀλλαχοῦ12

13

〈Α 176〉 ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων· τὸν ἑξῆς δεῖ ἔξωθεν ἀστερίσκῳ σημειώσασθαι, ὡς ἐνταῦθα μὲν οὐκ ὀρθῶς κειμένου τοῦ στίχου, ἀλλαχοῦ δὲ ἐπιτηδείως· οὐκ ἂν γὰρ ὁ Ἀγαμέμνων στρατη‐ γὸν διὰ τοῦτο ἐβδελύττετο ὡς φιλοῦντα τοὺς πολέμους· τί γὰρ τούτου
5ἐπιτηδειότερον ἔργον τῷ στρατηγῷ ἢ πόλεμος; Τὰ γοῦν τοιαῦτα ὁ κρι‐ τικός, ὡς προείρηται, παρεδίδου τῷ νέῳ. Εἰ οὖν τὸ πάλαι τέσσαρα μέρη ἦν τῆς γραμματικῆς, πῶς νῦν ἓξ αὐτά φησιν ὁ Διονύσιος; Τὸ ἓν ἐξ αὐτῶν ἐτμήθη εἰς τρία, καὶ τὰ ἄλλα τρία γεγόνασιν ἕξ. Καὶ ποῖον ἐτμήθη; Τὸ διορθωτικόν. Εἰς ποῖα ἐτμήθη;
10Εἰς τὸ νῦν τρίτον, τέταρτον, πέμπτον. Πρῶτον ἀνάγνωσις ἐντριβὴς κατὰ προσῳδίαν.] Ἀμελήσαν‐ τες τοῦ διορθοῦσθαι τὰ βιβλία ἐξ ἀρχῆς, ἐπὶ τὴν ἀνάγνωσιν τρέπονται· διό φησι πρῶτον εἶναι μέρος τῆς γραμματικῆς τὴν ἀνάγνωσιν. «Ἐντρι‐ βής» ἤτοι συνήθης καὶ τετριμμένη, ὡς ἐπὶ ὁδοῦ δημοσίας, καὶ δεδοκι‐
15μασμένη. «Κατὰ προσῳδίαν», κατὰ τέχνην, τουτέστι κατὰ τόνους, κατὰ χρόνους, κατὰ πνεύματα, κατὰ πάθη. Ἔστιν οὖν ἀνάγνωσις ἡ συντε‐ τριμμένη καὶ συνήθης καὶ δεδοκιμασμένη προφορὰ τῶν ἀναγινωσκομένων κατὰ τέχνην· ἡ γὰρ παρὰ τέχνην οὐκ ἀνάγνωσις, ἀλλ’ ἀγνωσία. Δεύτερον ἐξήγησις κατὰ τοὺς ἐνυπάρχοντας ποιητικοὺς
20τρόπους.] «Ἐνυπάρχοντας» τοὺς ὄντας καὶ ἐγκειμένους. «Ποιητικούς» τοὺς μάλιστα ποιηταῖς ἁρμόζοντας. «Τρόπους» τοὺς τρέποντας ἡμᾶς ἀπὸ τοῦ προσδοκωμένου εἰς ἀπροσδόκητον. Οἷον τί; Ὡς τὸ 〈ι 481〉 κορυφὴ ὄρεος μεγάλοιο· ὁ γὰρ ἀκούσας τὸ κορυφή ὑπονοεῖ περί τινος ἐμψύχου εἰρῆσθαι· ὁ δὲ ἐπιφέρει ὄρεος καὶ ἔτρεψε τὸν ἀκούσαντα,
25ὡς προείρηται, ἀπὸ τοῦ προσδοκωμένου εἰς ἀπροσδόκητον, ἀπὸ ἐμψύ‐ χου εἰς ἄψυχον· ὁμοίως καὶ τὸ 〈Υ 59〉 πάντες δ’ ἐσσείοντο πόδες πολυπίδακος Ἴδης· λεχθὲν γὰρ τὸ πόδες ἔννοιαν παρέσχε τῷ ἀκού‐ σαντι ἐμψύχου ἐπιφορᾶς, ὁ δὲ τὴν Ἴδην τὸ ὄρος ἐπιφέρει. Καὶ καλεῖ‐ ται οὗτος ὁ τρόπος μεταφορά· μεταφέρει γὰρ τὰ τῶν ἐμψύχων ἐπὶ τὰ
30ἄψυχα. Ἀνακεφαλαιωσώμεθα οὖν, τί ἐστι τὸ δεύτερον. μέρος τῆς γραμ‐
ματικῆς· τὸ ἐξηγεῖσθαι κατὰ τοὺς ὄντας καὶ ἐγκειμένους τρόπους τοὺς13

14

μάλιστα ποιηταῖς ἁρμόζοντας. Διὰ τί δὲ εἴπομεν «μάλιστα»; Ἐπειδὴ ἑνί που ἢ δύο ἐξ αὐτῶν, φημὶ δὲ τῶν τρόπων, κέχρηνται οἱ ῥήτορες. Ποίῳ; Ὡς τῇ εἰρωνείᾳ. Τί δέ ἐστιν εἰρωνεία; Ὅταν ἐπιγελῶν τις ἀντὶ τοῦ δεῖξαι φανερῶς ὅτι ψέγει αὐτόν, δοκῇ τοῖς λόγοις ἐπαινεῖν, ὥσπερ
5καὶ ἐν τῇ συνηθείᾳ φαμὲν πολλάκις πρὸς ἐχθρόν «καλὲ ἄνθρωπε, παῦ‐ σαι»· ὥσπερ καὶ ὁ ποιητὴς 〈N 374 seqq.〉 εἰσάγει τὸν Ὀθρυονέα μετὰ τὸ φονευθῆναι καταγελώμενον ὑπὸ τοῦ Ἰδομενέως. Ταύτῃ οὖν τῇ εἰ‐ ρωνείᾳ κέχρηνται οἱ ῥήτορες· ἄλλοις δὲ τρόποις οὐκ ἐφικτὸν αὐτοῖς κεχρῆσθαι, εἰ μὴ ἄρα προστάξωσι «κατὰ τὴν ποίησιν, κάθ’ Ὅμηρον».
10Εἰσὶ δὲ τρόποι πολλοί· καὶ οἱ μέν φασιν αὐτοὺς εἶναι ιηʹ, οἱ δὲ κδʹ, οἱ δὲ κηʹ, οἱ δὲ λβʹ. Οἱ αὐτοὶ δέ εἰσιν· οἱ γὰρ δυσχερέστεροι αὐτῶν τέμ‐ νονται εἰς πλείονας, ὥσπερ τὸ διορθωτικὸν ἐτμήθη εἰς τρία. Τρίτον γλωσσῶν τε καὶ ἱστοριῶν πρόχειρος ἀπόδοσις.] «Γλωσσῶν» τῶν γλωσσηματικῶν λέξεων ἢ τῶν διαλέκτων. Διάλεκτοι δέ
15εἰσι πέντε, Ἀτθίς, Δωρίς, Αἰολίς, Ἰὰς καὶ κοινή· καὶ Ἀτθὶς ἡ τῶν Ἀθη‐ ναίων, Δωρὶς ἡ τῶν Δωριέων, Αἰολὶς ἡ τῶν Αἰολέων, Ἰὰς ἡ τῶν Ἰώ‐ νων, κοινὴ ᾗ πάντες χρῶνται. Γλωσσηματικαὶ δὲ λέξεις εἰσὶν αἱ ἐπι‐ χωριάζουσαι, τουτέστιν αἱ καθ’ ἑκάστην χώραν ἢ καὶ πόλιν ἴδιαί τινες λέξεις. «Ἱστοριῶν» δὲ τῶν διηγημάτων· «πρόχειρος» ἕτοιμος· «ἀπόδοσις»
20ἀπόκρισις. Τὸ τρίτον οὖν μέρος τῆς γραμματικῆς ἐστι τῶν γλωσσημα‐ τικῶν λέξεων καὶ τῶν διηγημάτων ἡ ἕτοιμος ἀπόκρισις. Ἰδοὺ τοῦτο τὸ ἓν μέρος ἐστὶ τοῦ διορθωτικοῦ. Τέταρτον ἐτυμολογίας εὕρεσις.] Ἐτυμολογία ἐστὶν ἡ ἀνάπτυ‐ ξις τῶν λέξεων, δι’ ἧς τὸ ἀληθὲς σαφηνίζεται· ἔτυμον γὰρ λέγεται τὸ
25ἀληθές, τῆς τυ συλλαβῆς διὰ τοῦ υ μόνου γραφομένης καὶ οὐ διὰ τῆς οι διφθόγγου. Ἐτυμολογία οὖν, ὡς ἄν τις εἴποι ἀληθολογία· οὐ γὰρ ὡς ἔτυχεν ἐξ ἀρχῆς αἱ Ἑλληνικαὶ λέξεις ἐπετέθησαν ἑκάστῳ πράγματι, ἀλλὰ διὰ τὸ τὸν νοῦν ἀναπτύσσοντας ἐξευρίσκειν, χάριν τίνος τόδε τι τοιῶσδε λέγεται· ὡς εἴ τις ἔροιτό με, βλέφαρον διὰ τί εἴρηται, τρέψας
30τὸ φ εἰς π καὶ διαστείλας τὴν λέξιν εὗρον, ὅτι διὰ τοῦτο λέγεται βλέ‐14

15

φαρον, διότι αἰρομένου αὐτοῦ ἐπὶ τὰ ἄνω βλέπομεν, οἱονεὶ βλεπέαρον, ἆρον καὶ βλέπε· ἢ μηδὲ τρέψας τι, διαστείλας δὲ μόνον τὴν λέξιν, εὗρον ὅτι ὡσανεὶ φᾶρος, ὅπερ περιβόλαιόν ἐστι, τοῦ βλέμματος ἡμῶν. Πά‐ λιν εἴ τις ἔροιτό με, γλῶσσα διὰ τί λέγεται, τρέψας τὸ λ εἰς ν καὶ τὸ
5δεύτερον ς εἰς τ φημὶ γνῶστα, ἡ γνωστὰ τὰ ἐν τῷ νῷ τοῖς ἀκούουσι ποιοῦσα· οὐ γὰρ δι’ ἑτέρου μέρους σωματικοῦ γινώσκομεν τὴν ἑκάστου ἔννοιαν. Πάλιν εἴ τις ἔροιτό με, ὀδόντες διὰ τί λέγονται, τρέψας τὸ ο εἰς ε εὗρον ὡσανεὶ οἱ ἔδοντες, τουτέστιν οἱ ἐσθίοντες· δι’ αὐτῶν γὰρ ἐσθίομεν. Καὶ τοῦτο δὲ τοίνυν τέταρτον μέρος τῆς γραμματικῆς, ἄλλο
10δ’ ἓν μέρος ἐστὶ τοῦ διορθωτικοῦ. Πέμπτον ἀναλογίας ἐκλογισμός.] Ἀναλογία λέγεται ἡ τῶν ὁμοίων παράθεσις· «ἐκλογισμός» ἡ ἀκρίβεια. Τὸ οὖν πέμπτον μέρος ἐστὶν ἡ ἀκριβὴς τῶν ὁμοίων παράθεσις, δι’ ἧς συνίστανται οἱ κανόνες τῶν γραμματικῶν, ὥσπερ ὅτε ζητοῦμεν, τίνος ἕνεκεν ὁ Ὅμηρος τοῦ
15Ὁμήρου καὶ ὁ φίλος τοῦ φίλου, τὸ βέλος δὲ τοῦ βέλους· ἀκριβῶς οὖν ζητήσας εὗρον εἶναι τὸν κανόνα τοιοῦτον, ὅτι πάντα τὰ εἰς ος ἀρσενικὰ καὶ θηλυκὰ εἰς ου ποιεῖ τὴν γενικήν, οἷον Ἀλέξανδρος Ἀλεξάνδρου, καλός καλοῦ, παρθένος παρθένου, ἄμπελος ἀμπέλου, Σάμος Σάμου, τὰ δὲ οὐδέτερα εἰς ος λήγοντα εἰς ους ποιεῖ τὴν γενικήν, οἷον μέρος μέ‐
20ρους, ὄξος ὄξους, ὄρος ὄρους· οὕτως οὖν καὶ βέλος βέλους. Ἐπὶ πάν‐ των οὖν τῶν ὀνομάτων καὶ τῶν ῥημάτων καὶ τῶν ἄλλων μερῶν τοῦ λόγου ἀκριβῶς ζητοῦντες καὶ τὰ ὅμοια τοῖς ὁμοίοις παρατιθέμενοι τοὺς κανόνας ἀσφαλῶς ἀποφαινόμεθα. Τοῦτό ἐστι τὸ πέμπτον μέρος τῆς γραμματικῆς. Ἰδοὺ συμπεπλήρωται τὸ διορθωτικόν, ὡς προείρηται ἄνω
25τμηθὲν εἰς τρία, ἅ εἰσι τὰ νῦν τρίτον, τέταρτον, πέμπτον. Ἕκτον κρίσις ποιημάτων.] «Κρίσις ποιημάτων» τὸ κρίνειν τὰ ἐμμέτρως γεγραμμένα, τουτέστι τὰ ποιήματα, εἴτε δεόντως εἴτε μὴ δε‐ όντως, εἴτε καλῶς εἴτε φαύλως κεῖται ἐν τῷδε τῷ τόπῳ ἢ ἐν τῷδε, καὶ τὰς τούτων αἰτίας εἰδέναι καὶ ἀποφαίνεσθαι· ὃ δὴ κάλλιστόν ἐστι
30πάντων τῶν ἐν τῇ τέχνῃ· εἰ γὰρ μὴ προοῖδέ τις τὰ προλεχθέντα μέρη τῆς γραμματικῆς, τὸ ἔργον τοῦ κριτικοῦ ποιεῖν οὐ δύναται. Διὸ
καὶ ὁ Διονύσιος προετίμησε τοῦτο τὸ μέρος τῶν ἄλλων· τινὲς δέ φασιν,15

16

ὅτι κριτὴς ὢν ὁ Διονύσιος τούτου ἕνεκεν τῶν ἄλλων μερῶν τοῦτό φησι κάλλιστον εἶναι.
3t§ 2.
4tΠερὶ ἀναγνώσεως.
5Ἀνάγνωσίς ἐστι ποιημάτων ἢ συγγραμμάτων ἀδιάπτωτος
5προφορά.] «Ποιημάτων» τῶν ἐμμέτρως γεγραμμένων· «συγγραμμάτων» τῶν ἀμέτρως γεγραμμένων· «ἀδιάπτωτος» ἄπταιστος· «προφορά» προ‐ ένεξις. Ὅρος τῆς ἀναγνώσεώς ἐστιν οὗτος· τῶν ἐμμέτρως καὶ ἀμέτρως γεγραμμένων ἡ ἄπταιστος προένεξις καλλίστη ἐστὶν ἀνάγνωσις. Μετὰ δὲ τὸν ὅρον τῆς ἀναγνώσεως λοιπὸν θέλει ἡμᾶς διδάξαι, τίνα παρα‐
10φυλαττόμενοι ἢ πόσα τὴν ἀρίστην ἀνάγνωσιν ποιησόμεθα. «Ἀναγνωστέον» δὲ δεῖ ἀναγινώσκειν· «καθ’ ὑπόκρισιν» κατὰ μίμη‐ σιν· «κατὰ προσῳδίαν» κατὰ τέχνην, τουτέστι κατὰ τόνους, χρόνους, πνεύματα, πάθη· «κατὰ διαστολήν» κατὰ στιγμήν. Ταῦτα τὰ τρία δεῖ καλῶς παραφυλάττεσθαι τὸν ἁρμονίως ἀναγινώσκειν φιλοπονοῦντα, μί‐
15μησιν, τέχνην, στιγμήν. Τί δὲ ἐξ ἑκάστου τούτων ὠφελούμεθα; Αὐτὸς ἐπιφέρει. Ἐκ μὲν γὰρ τῆς ὑποκρίσεως τὴν ἀρετήν.] Ἐν τοῖς μετὰ τοῦτο ἐπιφέρει τὸ «ὁρῶμεν» τὸ ἐνταῦθα λεῖπον· κατὰ κοινοῦ γὰρ ἐπὶ τῶν τριῶν τούτων τὸ «ὁρῶμεν» δεῖ δέξασθαι. Τίνος δὲ τὴν ἀρετὴν ὁρῶμεν;
20Τῶν ἀναγινωσκομένων· ἐκ τῆς μιμήσεως γὰρ ἐνάρετα γίνεται καὶ δεί‐ κνυται τὰ ἀναγινωσκόμενα. Δεῖ γὰρ τὰ μὲν ἡρωϊκὰ συντόνῳ τῇ φωνῇ ἀναγινώσκειν καὶ μὴ ἐκλελυμένῃ, τὰ δὲ βιωτικά, τουτέστι τὰ κωμικά, ὡς ἐν τῷ βίῳ, τουτέστι μιμουμένους γυναῖκας νέας ἢ γραΐδας ἢ δεδοικότας ἢ ὀργιζομένους ἄνδρας, ἢ ὅσα πρέπει τοῖς εἰσαγομένοις προσώποις παρὰ
25Μενάνδρῳ ἢ Ἀριστοφάνει ἢ τοῖς ἄλλοις κωμικοῖς. Ἐκ δὲ τῆς προσῳδίας τὴν τέχνην.] Καὶ ἐνταῦθα κατὰ κοινοῦ, ὡς προείρηται, τὸ «ὁρῶμεν» δεῖ ἐκδέξασθαι. Τίνος δὲ τὴν τέχνην ὁρῶμεν; Δῆλον ὅτι τοῦ ἀναγινώσκοντος· ἐκ γὰρ τοῦ παραφυλάττεσθαι τόνους, χρόνους, πνεύματα, πάθη ἐν τῷ ἀναγινώσκειν τὴν τέχνην ὁρῶμεν τοῦ
30ἀναγινώσκοντος. Ἐκ δὲ τῆς διαστολῆς τὸν περιεχόμενον νοῦν ὁρῶμεν.]
Ἀποδέδωκεν ἐνταῦθα τὸ «ὁρῶμεν», ὅπερ προείπομεν ἐπὶ τῶν δύο λεί‐16

17

πειν τῶν προκειμένων. Διαστολὴν δὲ λέγεται ἡ στιγμὴ ἡ διαστέλλουσα καὶ διαχωρίζουσα ἢ λέξεις ἀπὸ τῶν ἐπιφερομένων λέξεων ἢ στοιχεῖα ἀπὸ τῶν στοιχείων. «Τὸν περιεχόμενον νοῦν ὁρῶμεν», τὸν ὄντα καὶ ἐγκείμενον νοῦν ἐν τοῖς ἀναγινωσκομένοις διὰ τῆς στιγμῆς, ὡς ἐπὶ
5παραδείγματος εἰπὼν τὸ ΕΣΤΙΝΑΞΙΟΣ, 〈ἐὰν〉 μὴ τὸ Ν μεταξὺ τοῦ ΕΣΤΙ‐ ΝΑΞΙΟΣ διαστείλας καὶ διαχωρίσας προσνείμῃ ἢ τῷ ΕΣΤΙ ἢ τῷ ΑΞΙΟΣ, οὐ ποιεῖ τὸ λεγόμενον φανερὸν τοῖς ἀκούουσιν· δύο γάρ τινα νοεῖται, ἢ τὸ ἄξιός ἐστι τοῦ δεῖνος ὁ δεῖνα, ἢ ἀπὸ τῆς νήσου ἐστὶ τῆς Νάξου. Ὡς προείρηται οὖν, ἢ τὸ Ν προσνείμας τῇ δευτέρᾳ λέξει καὶ εἰς τὸ Ι
10τῆς προτέρας λέξεως ὑποστίξας τι διαστελεῖ, ἢ τὸ Ν προσνείμας τῇ προ‐ τέρᾳ λέξει καὶ εἰς αὐτὸ τὸ Ν ὑποστίξας τί ποτε διαστελεῖ, καὶ τὴν δευ‐ τέραν λέξιν ἀπὸ τοῦ Α προφερόμενος σαφὲς ποιήσει τὸ λεγόμενον. Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ΕΣΤΙΝΟΥΣ, ἢ ὅτι νοῦς ἐστιν, ἢ οὖς ἐστιν. Εἰπὼν τὰ τρία τὰ διδάσκοντα ἡμᾶς καλῶς ἀναγινώσκειν, ὑπόκρισιν,
15τέχνην, στιγμήν, διαλαμβάνει πρῶτον περὶ τῆς διαφορᾶς τῆς ὑποκρίσεως· καί φησιν «ἵνα τὴν μὲν τραγῳδίαν ἡρωϊκῶς ἀναγνῶμεν.» Τρα‐ γῳδία λέγεται τὰ τῶν τραγικῶν ποιήματα, ὡς τὰ τοῦ Εὐριπίδου καὶ Σοφοκλέους καὶ Αἰσχύλου καὶ τῶν τοιούτων· γεγόνασι δὲ οὗτοι ἐπὶ τῶν χρόνων τῶν Ἀθηναίων. Λογικοὶ δὲ ὄντες οὗτοι καὶ θέλοντες ὠφελεῖν
20κοινῇ τοὺς τῆς πόλεως, λαμβάνοντές τινας ἀρχαίας ἱστορίας τῶν ἡρώων ἐχούσας πάθη τινά, ἔσθ’ ὅτε καὶ θανάτους καὶ θρήνους, ἐν θεάτρῳ ταῦτα ἐπεδείκνυντο τοῖς ὁρῶσι καὶ ἀκούουσιν, ἐνδεικνύμενοι παραφυλάττεσθαι τὸ μὴ ἁμαρτάνειν· εἰ γὰρ οἱ τηλικοῦτοι ἥρωες τοιαῦτα ἔπασχον, δηλον‐ ότι ἁμαρτημάτων αὐτοῖς προϋπηργμένων, πόσῳ μᾶλλον ἡμεῖς καὶ οἱ
25καθ’ ἡμᾶς ἄνθρωποι ἁμαρτήσαντες πεισόμεθα; δεῖ οὖν, ὡς προείρηται, ὡς οἷόν τε βίον ἀναμάρτητον καὶ φιλοσοφώτατον μεταδιώκειν. Ἐπ’ ὠφελείᾳ οὖν τῶν πολιτῶν ἡ τῶν τραγικῶν ποίησις ἐπὶ θεάτρου εἰσή‐ γετο. Ἐπιδεικνύμενοι δὲ τῶν ἡρώων ὡσανεὶ τὰ αὐτῶν πρόσωπα πρῶ‐ τον μὲν ἐπελέγοντο ἄνδρας τοὺς μείζονα φωνὴν ἔχοντας καὶ τῷ ὄγκῳ
30τῆς φωνῆς μιμεῖσθαι δυναμένους τοὺς ἥρωας· δεύτερον δὲ βουλόμενοι καὶ τὰ σώματα δεικνύειν ἡρωϊκά, ἐμβάδας ἐφόρουν καὶ ἱμάτια ποδήρη. Ταύτην οὖν τὴν τραγῳδίαν φησὶν ὁ τεχνικὸς δεῖν ἡρωϊκῶς ἀναγινώσκειν,
τουτέστι μεγάλῃ τῇ φωνῇ μετὰ πολλῆς σεμνότητος καὶ ὄγκου δεῖ γὰρ17

18

ἡμᾶς τὰ τραγικὰ προφερομένους μιμεῖσθαι πάντα τρόπον τοὺς ἥρωας, καὶ μεγέθει σώματος καὶ λόγων ὑπερβολῇ. Ἡ δὲ ἐτυμολογία τῆς τραγῳδίας ἐστὶν αὕτη· ἢ ὅτι τράγον ἐλάμ‐ βανον ἔπαθλον οἱ νικῶντες, οἱονεὶ ἡ ἐπὶ τράγῳ ᾠδή· ἢ ὅτι τοῦ α τρε‐
5πομένου εἰς γ τρεπομένου εἰς χ νοεῖται τραχῳδία, ἡ τραχεῖα ᾠδή· ᾖδον· ἢ ὅτι τοῦ γ τρεπομένου εἰς χ νοεῖται τραχῳδία, ἡ τραχεῖα ᾠδή· τραχύτερον γὰρ καὶ φευκταῖον καὶ δύσβατον τὸ τῶν θρήνων εἶδος τοῦ γελωτοποιεῖν· ἢ οἱονεὶ τετραγωνῳδία· οἱ γὰρ χορευταὶ αὐτῶν ἐν τε‐ τραγώνῳ σχήματι ἱστάμενοι τὰ τῶν τραγικῶν ἐπεδείκνυντο. Ἦσαν δὲ
10τῶν μὲν τραγικῶν χορευταὶ ιδʹ, τῶν δὲ κωμικῶν κδʹ· ἕκαστος οὖν ποιη‐ τὴς τραγικὸς καὶ κωμικὸς εἶχε τούτους προεκμανθάνοντας τὰ αὐτοῦ καὶ τρεφομένους ἀπὸ τοῦ δημοσίου. Τὴν δὲ κωμῳδίαν βιωτικῶς.] Κωμῳδία λέγεται τὰ τῶν κωμι‐ κῶν ποιήματα, ὡς τὰ τοῦ Μενάνδρου καὶ Ἀριστοφάνους καὶ Κρατίνου
15καὶ τῶν ὁμοίων. Ἐφευρέθη δὲ ἡ κωμῳδία, ὥς φασιν, ἔκ τινος τοιαύ‐ της αἰτίας. Βλαπτόμενοί τινες γεωργοὶ παρὰ τῶν πολιτῶν τῶν ἐν Ἀθήναις καὶ θέλοντες ἐλέγχειν αὐτούς, κατῄεσαν ἐν τῇ πόλει, καὶ περὶ τὸν καιρὸν τοῦ καθεύδειν περιιόντες τὰς ἀγυιάς, ἔνθα ἔμενον οἱ βλά‐ πτοντες αὐτούς, ἔλεγον ἀνωνύμως τὰς βλάβας, ἃς ἔπασχον ὑπ’ αὐτῶν·
20ἵνα δὲ σαφέστερον εἴπωμεν, τοιαῦτά τινα ἐβόων, «ἐνταῦθα μένει τις τάδε καὶ τάδε τισὶ ποιῶν τῶν γεωργῶν, καὶ οὐ μετρίας βλάβας ἐπι‐ φέρων αὐτοῖς»· ὥστε τοὺς γειτνιῶντας ἀκούοντας ἡμέρας γινομένης πρὸς ἀλλήλους λέγειν ἅτινα νύκτωρ παρὰ τῶν γεωργῶν ἤκουσαν— ἐπονείδιστον δὲ ἦν τῷ ἀδικοῦντι—τὸν δὲ ἐμφανιζόμενον τοῖς τῆς
25πόλεως αἰδεῖσθαι καὶ παύεσθαι τῆς τοιαύτης ἀδικίας. Τούτοις πολλάκις παρακολουθήσαντες ἄλλοι πολλοὺς τῶν ἀδικούντων ἀνέστειλαν· ὅθεν τοῖς τῆς πόλεως ἔδοξεν ἐπ’ ἀγαθῷ γεγονέναι τὸ ἐγχείρημα τῶν κωμι‐ κῶν, καὶ ἀναζητήσαντες αὐτοὺς ἠνάγκασαν καὶ ἐπὶ θεάτρου τοῦτο ποιεῖν·
οἱ δὲ αἰδούμενοι, μᾶλλον δὲ φοβούμενοι, τρυγίᾳ περιχρίοντες αὑτῶν τὰς18

19

ὄψεις οὕτως εἰσῄεσαν. Καὶ ἔτι μᾶλλον κατηγορουμένων καὶ ἐλεγχομέ‐ νων τῶν ἀδικούντων ἐπὶ θεάτρου, ἀνοχὴ τῶν ἀδικιῶν ἐγένετο, τῆς αἰ‐ δοῦς ἔτι συνοικούσης τοῖς ἀνδράσιν· ἔδοξεν οὖν τοῖς τῆς· πόλεως τὸ ἐγχείρημα καλὸν ὑπάρχειν, καὶ λογίους ἄνδρας αὐτὸ μετιέναι. Πρῶτος
5οὖν Σουσαρίων τις τῆς ἐμμέτρου κωμῳδίας ἀρχηγὸς ἐγένετο, οὗ τὰ μὲν δράματα λήθη κατέλαβε, δύο δὲ ἢ τρεῖς ἴαμβοι τοῦ πρώτου δράματος αὐτοῦ ἐπὶ μνήμῃ φέρονται· εἰσὶ δὲ οὗτοι 〈fragm. 1 K〉 ἀκούετε, λεώς· Σουσαρίων λέγει τάδε, υἱὸς Φιλίνου, Μεγαρόθεν, Τριποδίσκιος·
10κακὸν γυναῖκες· ἀλλ’ ὅμως, ὦ δημόται, οὐκ ἔστιν οἰκεῖν οἰκίαν ἄνευ κακοῦ. Ἀρχὴν οὖν δεξαμένου τοῦ πράγματος πολλοὶ γεγόνασι κωμῳδοί, δια‐ κωμῳδοῦντες καὶ ἐλέγχοντες τοὺς κακῶς βιοῦντας καὶ τοὺς ταῖς ἀδικίαις χαίροντας, ἀναστέλλοντες τὰς ἀκαίρους καὶ ἀδίκους αὐτῶν πράξεις, καὶ
15ὠφέλουν κοινῇ τὴν πολιτείαν τῶν Ἀθηναίων. Ἐπειδὴ δὲ τὸ μὲν πα‐ ράνομον ἐπὶ τὰ χερείονα νικᾷ, τὸ δὲ καλὸν ταχέως ἀφίπταται τῆς τῶν ἀνθρώπων πολιτείας, οὐ μετὰ πολὺν χρόνον οἱ ἄρχοντες Ἀθήνησιν ἤρξαντο κωλύειν τοὺς κωμικοὺς τοῦ φανερῶς οὕτω καὶ ὀνομαστὶ ἐλέγ‐ χειν τοὺς ἀδικοῦντας· αὐτοὶ γὰρ θέλοντες ἀδικεῖν καὶ μὴ ἐλέγχεσθαι,
20τούτου χάριν ἐπετίμων αὐτοῖς· ὅθεν ὥσπερ αἰνιγματωδῶς καὶ οὐ φανε‐ ρῶς ἠλέγχοντο ὑπὸ τῶν κωμικῶν. Ἔτι δὲ ἐπὶ τὸ πλεῖον προϊούσης καὶ ἐπικρατούσης τῆς κακίας, ἐκωλύθησαν καὶ τοῦ αἰνιγματωδῶς ἐλέγ‐ χειν καὶ ὑβρίζειν τοὺς κρατοῦντας καὶ ἄρχοντας τῆς πόλεως. Διὸ καὶ τρεῖς διαφορὰς ἔδοξεν ἔχειν ἡ κωμῳδία· καὶ ἡ μὲν καλεῖται παλαιά, ἡ
25ἐξ ἀρχῆς φανερῶς ἐλέγχουσα, ἡ δὲ μέση, ἡ αἰνιγματωδῶς, ἡ δὲ νέα, ἡ
μηδ’ ὅλως τοῦτο ποιοῦσα πλὴν ἐπὶ δούλων ἢ ξένων. Καὶ τῆς μὲν πα‐19

20

λαιᾶς πολλοὶ γεγόνασιν, ἐπίσημος δὲ Κρατῖνος ὁ καὶ πραττόμενος, μετέ‐ σχον δέ τινος χρόνου τῆς παλαιᾶς κωμῳδίας Εὔπολίς τε καὶ Ἀριστο‐ φάνης· τῆς δὲ μέσης καὶ αὐτῆς μὲν πολλοὶ γεγόνασιν, ἐπίσημος δὲ Πλάτων, οὐχ ὁ φιλόσοφος, ἀλλ’ ἕτερός τις· ὁμοίως δὲ κἀκείνου τὰ
5δράματα οὐ φαίνεται· τῆς δὲ νέας ὁμοίως πολλοὶ γεγόνασιν, ἐπίσημος δὲ ὁ Μένανδρος, ὃς ἄστρον ἐστὶ τῆς νέας κωμῳδίας, ὡς μεμαθήκαμεν. Εἴρηται δὲ κωμῳδία οἱονεὶ ἡ ἐπὶ τῷ κώματι ᾠδή· καὶ γὰρ περὶ τὸν καιρὸν τοῦ ὕπνου ἐξ ἀρχῆς ἐφευρέθη· κῶμα γὰρ ὁ ὕπνος· ἢ ἡ τῶν κωμῶν ᾠδή· κῶμαι γὰρ λέγονται οἱ μείζονες ἀγροί.
10Ταύτην οὖν τὴν κωμῳδίαν δεῖ βιωτικῶς ἀναγινώσκειν, τουτέστιν ὡς ἐν τῷ βίῳ, μιμουμένους τὸ παρεισαγόμενον πρόσωπον καὶ τὴν ἐκεί‐ νου σχέσιν ἀναματτομένους. Τὰ δὲ ἐλεγεῖα λιγυρῶς.] Ἐλεγεῖον ἔμμετρός ἐστι στίχος, ἐλλεί‐ πων ἑνὶ ποδὶ τοῦ ἡρωϊκοῦ στίχου, εἰς δύο πενθημιμερῆ τεμνόμενος, οἷον
15〈Callim. fr. 488 Sch〉 νήϊδες, οἳ Μούσης οὐκ ἐγένοντο φίλοι· οὗ τὸ μὲν πρῶτον τμῆμα ἀδιαφόρως καὶ σπονδεῖον καὶ δάκτυλον ἐπιδέχε‐ ται, τῆς [δὲ] μετὰ τοὺς δύο πόδας περιττευούσης συλλαβῆς καὶ τὴν πεν‐ θημιμερίδα τομὴν ἀποτερματιζούσης πάντως μακρᾶς οὔσης φύσει ἢ θέσει· τὸ 〈δὲ〉 δεύτερον τμῆμα τοὺς μὲν δύο πόδας πάντως δακτύλους θέλει
20ἔχειν, τὴν δὲ τελευταίαν συλλαβὴν ἀδιάφορον τῷ λόγῳ τῶν μέτρων, ὡς μεμαθήκαμεν· παντὸς γὰρ μέτρου ἀδιάφορός ἐστιν ἡ τελευταία συλ‐ λαβή. Τούτῳ οὖν τῷ μέτρῳ πολλοὶ ποιηταί τινα γεγραφήκασιν, ἅτινα καλεῖται ἐπικήδεια· πρὸς γὰρ παραμυθίαν, τοῦ τετελευτηκότος τὰ καλὰ μνημονεύοντες, καὶ τῶν συγγενῶν αὐτοῦ καὶ φίλων τῇ παραινέσει τὴν
25λύπην ἀναστέλλοντες, τοῦτο τὸ μέτρον ἐπὶ τῆς κηδείας ἔλεγον· διὸ καὶ καλεῖται ἐλεγεῖα, οἱονεὶ ἐλεεῖα, τοῦ γ ἐκθλιβομένου, παρὰ τὸ ἐλεεῖν τὸν
τετελευτηκότα· ἢ ἐλεγεῖα οἱονεὶ εὐλεγεῖα, παρὰ τὸ εὖ λέγειν τὸν ἀπο‐20

21

βιώσαντα· ἢ παρὰ τὸ ἔλεγος, ὃ δηλοῖ τὸν θρῆνον· τοῦτο δὲ παρὰ τὸ ἔ λέγειν· ὥσπερ ἐλεοῦντες γὰρ τοὺς ἀποιχομένους τοῦτο ἐφεῦρον τὸ μέτρον. Ταῦτα οὖν τὰ ἐλεγεῖα πῶς δεῖ ἀναγινώσκειν; «Λιγυρῶς», του‐ τέστιν ὀξυφώνως· ἡ γὰρ λύπη τῇ παρατροπῇ τῆς φωνῆς ἐκ τοῦ κλαυθ‐
5μοῦ ὀξύτερά τινα παρεισάγει. Τὸ δὲ ἔπος εὐτόνως.] Ἔπος λέγεται πᾶς στίχος ἰαμβικός τε καὶ τροχαϊκὸς καὶ ἀναπαιστικὸς καὶ δακτυλικὸς καὶ οἱῳδήποτε ποδὶ με‐ τρούμενος, κατ’ ἐξοχὴν δέ, τουτέστι κατὰ τιμὴν καὶ ὑπεροχήν, τὸ ἡρωϊ‐ κὸν μέτρον ἔπος ἐκάλεσαν. Ὅπερ διδάσκει ἡμᾶς «εὐτόνως» ἀναγινώ‐
10σκειν, τουτέστι συντόνῳ τῇ φωνῇ καὶ μὴ ἐκλελυμένῃ, ὡς καὶ ἡρώων ἀνδρῶν περιέχον ἱστορίας. ͜Τὴν δὲ λυρικὴν ποίησις ἐμμελῶς.͜] Ἔστι τινὰ ποιήματα, ἃ οὐ μόνον ἐμμέτρως γέγραπται, ἀλλὰ καὶ μετὰ μέλους ἔσκεπται, ἃ καὶ δι‐ πλασίονα κάματον παρεῖχε τοῖς σκεπτομένοις, τό τε μέτρον σπουδάζουσι
15διασῴζειν καὶ τῶν μελῶν ἐπινοεῖν τὴν εὕρεσιν. Ταῦτα οὖν τὰ ποιή‐ ματα καλεῖται λυρικά, ὡς ὑπὸ λύραν ἐσκεμμένα καὶ μετὰ λύρας ἐπι‐ δεικνύμενα. Γεγόνασι δὲ λυρικοὶ οἱ καὶ πραττόμενοι ἐννέα, ὧν τὰ ὀνό‐ ματά ἐστι ταῦτα, Ἀνακρέων, Ἀλκμάν, Ἀλκαῖος, Βακχυλίδης, Ἴβυκος, Πίνδαρος, Στησίχορος, Σιμωνίδης, Σαπφώ, καὶ δεκάτη Κόριννα. Ταύτην
20οὖν τὴν λυρικὴν ποίησιν δεῖ μετὰ μέλους ἀναγινώσκειν, εἰ καὶ μὴ παρ‐ ελάβομεν μηδὲ ἀπομεμνήμεθα τὰ ἐκείνων μέλη. Τοὺς δὲ οἴκτους ὑφειμένως καὶ γοερῶς.] «Οἴκτους» θρήνους, «ὑφειμένως» κεχαλασμένῃ τῇ φωνῇ, «γοερῶς» θρηνητικῶς. Πάλιν ἔστι τινὰ ποιήματα, ἃ ἐπικειμένου τοῦ λειψάνου ἔλεγον θρηνοῦντες αὐτὸν
25τὸν τεθνεῶτα. Διδάσκει δὲ ἡμᾶς καὶ Ὅμηρος τοῦτο, λέγων ἐπὶ τοῦ λειψάνου τοῦ Ἕκτορος, ἔνθα φησί 〈Ω 720〉 παρὰ δ’ εἷσαν ἀοιδούς, Θρήνων ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδὴν καὶ τὰ ἑξῆς. Ταῦτα οὖν τὰ ποιήματα οἶκτοι καλοῦνται καὶ θρῆνοι, καὶ δεῖ αὐτὰ κεχαλασμένῃ τῇ φωνῇ καὶ θρηνώδει ἀναγινώσκειν.
30Τὰ γὰρ μὴ παρὰ τὴν τούτων γινόμενα παρατήρησιν.] «Πα‐21

22

ρατήρησιν» παραφυλακήν. Εἰρηκὼς ὁ Διονύσιος ἑκάστου τῶν ποιημάτων τὴν διαφορὰν τῆς ὑποκρίσεως, ἐπιφέρει τοῦτο, ὅτι ἐὰν μὴ παραφυλάτ‐ τωντα ταῦτα, ὡς προείρηται, «καὶ τὰς τῶν ποιημάτων ἀρετὰς καταρρίπτει», τουτέστιν ἐξευτελίζει, ἀφανίζει, εἰς ἔδαφος καταβάλλει
5καὶ τὰ ἐνάρετα ποιήματα· ἢ οὕτως· καὶ τῶν σκεψαμένων ἀνδρῶν τὸν ἐνάρετον κάματον καταβάλλει εἰς ἔδαφος. —Καὶ τὰς ἕξεις τῶν ἀνα‐ γινωσκόντων.] «Ἕξεις» τὰς σχέσεις, τὰς μαθήσεις, τὰς διδαχάς, τουτέ‐ στιν ὧν τινων μετέσχον καὶ ἀντελάβοντο τῆς μαθήσει· «καταγελάστους» ἀξίας καταγέλωτος, ἀποβλήτους, ἀδοκίμους· «παρίστησι» δείκνυσιν·
10ἤτοι τὰς μαθήσεις καὶ διδαχὰς τῶν ἀναγινωσκόντων ἀξίας καταγέλωτος δείκνυσιν. Ὅθεν δεῖ ἑκάστου ποιήματος τὴν ὑπόκρισιν παραφυλάττειν, ἵνα καὶ τῶν σκεψαμένων ἀνδρῶν ἡ ἀρετὴ διαφαίνηται καὶ ἡ τέχνη τοῦ ἀναγινώσκοντος.
14t§ 3.
15tΠερὶ τόνου.
15Τόνος ἐστὶν ἀπήχησις φωνῆς ἐναρμονίου.] Τὴν ὑπόκρισιν ἡμῖν διασαφήσας ὁ τεχνικὸς περὶ τόνου διαλαμβάνει, ὅς ἐστιν ἀναγκαιό‐ τατος τῶν προσῳδιῶν καὶ φανερὸς ἔλεγχος τῆς τοῦ ἀναγινώσκοντος διδαχῆς. Τί οὖν ἐστι τόνος; φησὶν ἀπήχησις, τουτέστιν ἦχος. Τίνος; φωνῆς. Οἱασδήποτε φωνῆς; Οὔ. Ἀλλὰ ποίας; Τῆς ἐναρμονίου. Τί δέ
20ἐστιν ἐναρμόνιος φωνή; Ἡ συγκειμένη ἐξ ὀξείας καὶ βαρείας καὶ περι‐ σπωμένης, οἵα ἐστὶν ἡ τοῦ ἀνθρώπου φωνὴ καὶ πᾶσα μιμουμένη τὴν τοῦ ἀνθρώπου φωνήν, οἷον κιθάρα, ὄργανον, σύριγξ καὶ ὅσα τοιαῦτα. Ἢ κατὰ ἀνάτασιν ἐν τῇ ὀξείᾳ.] Ἀνάτασις φωνῆς ὁ ὀξὺς τόνος
ἐστίν· ὅθεν καὶ τὸ σημεῖον αὐτοῦ τὴν ἐπὶ τὰ ἄνω φορὰν ἔχει· καὶ γὰρ22

23

ἀποκάτω ἀρχόμενοι τὸ σχῆμα προφέρομεν τὴν χεῖρα ὀξυτέρως ἐπὶ τὰ ἄνω μέρη. Ὀξεῖα δὲ εἴρηται ἀπὸ μεταφορᾶς τῶν δρομέων τῶν εὐκινήτων καὶ ὀξέως τρεχόντων· οὗτοι γὰρ καὶ ὀξεῖς εἰσι καὶ ἐπὶ τὰ ἄνω νεύουσιν. Ἢ κατὰ ὁμαλισμὸν ἐν τῇ βαρείᾳ.] Ὁμαλισμὸς λέγεται ἡ κα‐
5τένεξις καὶ ὁ κοιμισμός· ὁ γὰρ βαρὺς τόνος τὴν ἐναντίαν φορὰν ἔχει τοῦ προλεχθέντος ὀξέος τόνου· διὸ καὶ τὸ σημεῖον αὐτοῦ τὴν ἐπὶ τὰ κάτω φορὰν ἔχει· καὶ ἡ φωνὴ δὲ τοῦ ἀνθρώπου ἀπὸ ὀξείας κοιμιζομένη, τουτέστι καταφερομένη, εἰς βαρεῖαν καταντᾷ. —Καὶ ἄλλως. Ὁμαλισμὸς ἀντὶ τοῦ κατένεξις καὶ κοίμισις, οἵα ἡ τῆς βαρείας προένεξις· αὕτη γὰρ
10μετὰ ὁμαλότητος τίθεται, ἥτις εἴρηται ἐκ μεταφορᾶς τῶν τὰ φορτία βασταζόντων· ὥσπερ γὰρ οἱ βαστάζοντες ταῦτα τῷ βάρει συνωθούμενοι κάτω νεύουσι καὶ ὁμαλωτέραν, τουτέστι χθαμαλωτέραν, τὴν βάδισιν ἀναγ‐ κάζονται ποιεῖσθαι, τὸν αὐτὸν τρόπον καὶ ἡ βαρεῖα κάτω νεύει. Ἢ κατὰ περίκλασιν ἐν τῇ περισπωμένῃ.] Περίκλασις φωνῆς
15λέγεται ἡ ἐν τῷ αὐτῷ ἀνένεξις καὶ κατένεξις, μὴ ἐπιμενούσης τῆς φωνῆς ἐν τῇ ἀνατάσει, ἀλλὰ μετὰ τὸ ἀναταθῆναι καταφερομένης· ὅθεν καὶ τὸ σημεῖον τοῦ τόνου τούτου ἅμα ἄνεισι καὶ κάτεισι· καὶ παρὰ μὲν τοῖς γραμματικοῖς καλεῖται περισπωμένη, παρὰ δὲ τοῖς μουσικοῖς μέση. Οὗτος οὖν ὁ τόνος δοκεῖ σύνθετος εἶναι, ὥσπερ καὶ τὸ σημεῖον ἐλέγχει συγκεί‐
20μενον ἐξ ὀξείας καὶ βαρείας· διὸ καὶ ὡς ἐπὶ τὸ πλεῖστον ἐπὶ τῶν συλ‐ λαβῶν ἐκείνων τίθεται τῶν πρότερον διῃρημένων εἰς συλλαβὰς δύο, καὶ τῆς μὲν προτέρας ἐχούσης τὴν ὀξεῖαν, τῆς δὲ δευτέρας τὴν βαρεῖαν, ὕστερον δὲ συνελθουσῶν εἰς μίαν συλλαβήν· καὶ τῇ συνελεύσει τῶν συλ‐ λαβῶν ἐξ ἀνάγκης καὶ οἱ τόνοι συνῆλθον οἱ ἐπικείμεναι αὐταῖς, φημὶ δὲ
25ὁ ὀξὺς καὶ ὁ βαρύς, καὶ ἀπετέλεσαν τὸν προκείμενον τόνον τὸν περι‐ σπώμενον, 〈ὄντα,〉 ὡς προειρήκαμεν, σύνθετον· ὡς ἐπὶ παραδείγματος —δεῖ γὰρ πιστώσασθαι τὸν λόγον τῇ τῶν ὁμοίων παραθέσει, ὡς ἔχει ἡ ἀναλογία—τοῦ Σοφοκλέης ἡ κλε συλλαβὴ ἔχει τὴν ὀξεῖαν καὶ ἡ ης τὴν βαρεῖαν· ἐμάθομεν γὰρ ἐν ταῖς προσῳδίαις, ὅτι πᾶς τόπος τῆς
30βαρείας ἐστί, πλὴν ὅπου κεῖται ἡ ὀξεῖα ἢ ἡ περισπωμένη· συνελθουσῶν
οὖν τῆς κλε καὶ τῆς ης εἰς μίαν συλλαβὴν τὴν κλης, συνῆλθον 〈καὶ〉 οἱ23

24

τόνοι, ὅ τε ὀξὺς καὶ 〈ὁ〉 βαρύς, καὶ ἀπετέλεσαν τὸν περισπώμενον, οἷον Ἡρακλέης Ἡρακλῆς, Ξενοφόων Ξενοφῶν, Δημοφόων Δημοφῶν, Ἑρμέας Ἑρμῆς καὶ ὅσα τοιαῦτα. —Ἡ περισπωμένη ταύτης ἔτυχε τῆς προση‐ γορίας· ἔοικε γὰρ τῷ σχήματι περικεκλασμένῃ ῥάβδῳ ἐχούσῃ τὰς δύο
5ἄκρας νευούσας εἰς ἀλλήλας. Εἴρηται δὲ οὕτως ἐκ μεταφορᾶς τῶν περι‐ κλωμένων ἐν τοῖς πράγμασι· καὶ γὰρ οὗτοι ὑπὸ τῆς ἀθυμίας δακνόμενοι δοκοῦσι περισπᾶσθαι.
8t§ 4 (4 et 5b).
9tΠερὶ στιγμῆς.
10Στιγμαί εἰσι τρεῖς, τελεία, μέση, ὑποστιγμή.] Περὶ τοῦ ἀναγ‐
10καιοτάτου τῶν προσῳδιῶν, τουτέστι περὶ τόνου, διδάξας ἡμᾶς ὡς ἐν συντόμῳ περὶ τῶν στιγμῶν, τουτέστι περὶ τῆς διαστολῆς, διαλαμβάνει, καί φησι στιγμὰς εἶναι τρεῖς, τελείαν, μέσην, ὑποστιγμήν. Καὶ κατὰ μὲν τὸν Διονύσιον, ὡς ἐν τῷ φανερῷ, τρεῖς εἰσι στιγμαί—τοῦτο δέ φημι, ἐπειδὴ ὑποκατιὼν τὴν μίαν ἐξ αὐτῶν, τὴν μέσην, ἀπόβλητον δεί‐
15κνυσι—κατὰ δέ τινα μεταγενέστερον τεχνικόν, φημὶ δὲ τὸν Νικά‐ νορα, ὀκτώ εἰσι στιγμαί, ὧν τὰ ὀνόματα τέως μάθωμεν· τελεία, ὑποτε‐ λεία, πρώτη ἄνω, δευτέρα ἄνω, τρίτη ἄνω, ὑποστιγμὴ ἐνυπόκριτος, ὑπο‐ στιγμὴ ἀνυπόκριτος, ὑποδιαστολή. Στιγμή ἐστι διανοίας ἀπηρτισμένης σημεῖον.] «Διανοίας»
20νοῦ, ἐννοίας· «ἀπηρτισμένης» πεπληρωμένης· «σημεῖον» σύμβολον· ὡς ἄν τις εἴποι «ἀπελθὼν πρὸς τὸν φίλον ἠρίστησα, ἀπελθὼν εἰς τὸ βαλανεῖον ἐλουσάμην, ἀριστήσας ἐκαθεύδησα»· καθ’ ἕκαστον γὰρ τῶν τοιούτων λό‐ γων ὅσας ὥρας θέλω σιωπῶ, καὶ οὐκ ἀναγκάζει με ὁ ἀκούων ἐπαγαγεῖν τινα ἕτερον λόγον· ἐν δὲ τῇ ἑτέρᾳ στιγμῇ, φημὶ δὲ τῇ ὑποστιγμῇ
25—οὕτω γὰρ αὐτὴν καλεῖ ὁ Διονύσιος—ἔχομεν μαθεῖν παρ’ αὐτοῦ, ὅτι οὔτι ὅσον χρόνον θέλω σιωπῶ, ἀλλὰ καὶ ὁ ἀκούων ἀναγκάζει με ἐπαγαγεῖν τινα ἕτερον λόγον. Μέση δὲ σημεῖον πνεύματος ἕνεκεν παραλαμβανόμενον.]
Τὴν μέσην στιγμήν φησιν εἶναι σύμβολον τιθέμενον ἕνεκεν τοῦ ἀναπνεῦ‐24

25

σαι ἡμᾶς· τουτέστιν ὅτε πολύλεξίς ἐστιν ὁ λόγος καὶ μὴ δυνάμεθα ἀπνευστὶ αὐτὸν εἰπεῖν, ἔνθα ἀναγκάζει ἡμᾶς τὸ πνεῦμα, ἐκεῖ σιωπήσαν‐ τες ἐλάχιστον διὰ τὸ ἀναλαβεῖν ἕτερον πνεῦμα τίθεμεν αὐτήν. Ἐκ τού‐ του δὲ ἐλέγχεται μὴ οὖσα ἀληθὴς στιγμή· οὐ γὰρ πάντες οἱ ἄνθρωποι
5ὁμοίως ἐπαρκοῦμεν ἐν τῷ ἀναγινώσκειν διεξιόντες τοὺς πολυλέξεις λό‐ γους, ἀλλ’ ὁ μὲν ἔσθ’ ὅτε ἐπαρκεῖ δεκαπέντε λέξεις ἀπνευστὶ εἰπεῖν, ἕτερος δὲ δυοκαίδεκα, ἄλλος δὲ πλείονας ἢ ἐλάττονας· καὶ τοῦτο οὐκ ἔστι στιγμῆς, τὸ καθ’ ἕνα ἄνθρωπον ἀμείβεσθαι τὸν τόπον, ἀλλὰ τὸ ἔχειν τινὰ ὡρισμένην θέσιν. Οὐχ ὡς ἄπειρος δὲ ὑπάρχων ὁ Διονύσιος
10τούτων εἴρηκεν αὐτὴν στιγμήν, ἀλλ’ ὡς ἑτέρων τινῶν νομιζόντων αὐ‐ τὴν εἶναι στιγμήν· ὅθεν τῆς μὲν προλεχθείσης στιγμῆς καὶ τῆς μελλού‐ σης ἐπιφέρεσθαι τὴν διαφορὰν εἶπε, ταύτης δὲ οὐκ ἔτι ἐμνήσθη. Ὑποστιγμὴ δὲ διανοίας μηδέπω ἀπηρτισμένης ἀλλ’ ἔτι ἐν‐ δεούσης σημεῖον.] Ἣν ἐκάλεσεν ὑποτελείαν ὁ Νικάνωρ, ὡς προειρή‐
15καμεν, ταύτην ὁ Διονύσιος ὑποστιγμὴν καλεῖ, μᾶλλον δὲ ἐκ τοῦ ἐναν‐ τίου τὴν ὑπὸ τοῦ Διονυσίου κληθεῖσαν ὑποστιγμὴν ὁ Νικάνωρ ὑποτελείαν καλεῖ· μεταγενέστερος γὰρ Διονυσίου ὁ Νικάνωρ. Τί οὖν ἐστιν ὑπο‐ στιγμὴ ἤτοι ὑποτελεία; Ἐννοίας οὐδέπω ἀπηρτισμένης ἤγουν πεπληρω‐ μένης ἀλλ’ ἔτι ἐλλειπούσης σύμβολον· ὥσπερ ἐὰν εἴπω «ὅταν ἔλθω»,
20τοῦτο μόνον εἰρηκὼς οὐ δύναμαι ὅσον χρόνον θέλω σιωπῆσαι, ἀλλ’ ὁ ἀκούων ἀναγκάζει με ἐπαγαγεῖν τὸ λεῖπον· ἐνταῦθα οὖν πρὸ τῆς ἐπι‐ φορᾶς τοῦ λείποντος τίθεται ἡ ὑποστιγμή. Τίνι διαφέρει στιγμὴ ὑποστιγμῆς;] Ἰδοὺ τῶν δύο μέμνηται τῆς διαφορᾶς, τὴν μέσην παρωσάμενος. Τίνι οὖν διαφέρει στιγμὴ ὑπο‐
25στιγμῆς; Χρόνῳ. Τίνος χρόνῳ; Τῆς σιωπῆς. Πῶς; Αὐτὸς ἐπιφέρει· «ἐν μὲν γὰρ τῇ στιγμῇ πολὺ τὸ διάστημα», τῆς σιωπῆς, ἐν τῇ τελείᾳ
γὰρ στιγμῇ ὅσον χρόνον θέλω σιωπῶ· «ἐν δὲ τῇ ὑποστιγμῇ παντελῶς25

26

ὀλίγον», πάνυ ὀλίγον τὸ διάστημα τῆς σιωπῆς· ἐν γὰρ τῇ ὑποτελείᾳ ἤτοι ὑποστιγμῇ οὐχ ὅσον 〈χρόνον〉 θέλω σιωπῶ, ἀναγκαζόμενος, ὡς εἴρηται, ἐπαγαγεῖν τὸ λεῖπον. Ἵνα δὲ μὴ δόξῃ τις ἡμᾶς ἀγνοεῖν καὶ τὴν τοῦ λεχθέντος Νικάνορος
5διατύπωσιν τὴν περὶ τῶν στιγμῶν, ὧν τὰ ὀνόματα ἤδη ἡμῖν προείρη‐ ται, δεῖ ὡς ἐν συντόμῳ ἐνταῦθα μνησθῆναι τῆς τε θέσεως αὐτῶν καὶ τῆς διαφορᾶς τῆς τῷ Νικάνορι εἰρημένης· ὧν δεῖ πρώτας ἀκοὰς τῶν παίδων ἀκοῦσαί τε καὶ μὴ παντελῶς ἀμυήτους εἶναι. —Ἡ μὲν οὖν τελεία στιγμὴ τίθεται ἐν τῷ μέσῳ τόπῳ τῆς τελευταίας γραμμῆς τοῦ
10στοιχείου τοῦ τελευταίου ἐν τοῖς ἀσυνδέτοις λόγοις, ὡς ἐπὶ τοῦ 〈Α 106〉 μάντι κακῶν, οὔ πώ ποτέ μοι τὸ κρήγυον εἶπας εἰς τὸ εἶπας, τουτέστιν εἰς τὸ τελευταῖον αὐτοῦ γράμμα ἡ τελεία τίθεται, τοῦ ἐφεξῆς λόγου ἀσυνδέτου ὄντος. —Ἡ δὲ ὑποτελεία ὀλίγον ὑποκάτω τοῦ μέσου τόπου τοῦ στοιχείου τοῦ ἐσχάτου, ὅτε ἐπιφέρεται ὁ δέ ἢ ἄλλος τις σύν‐
15δεσμος τῶν ἰσοδυναμούντων τῷ δέ, λέγω δὲ τὸν γάρ, τὸν ἀλλά, τὸν ἀτάρ, τὸν αὐτάρ, ὡς ἐπὶ τοῦ 〈Α 4〉 ἡρώων, αὐτοὺς δὲ ἑλώρια εἰς τὸ ν τοῦ ἡρώων ἡ ὑποτελεία τίθεται διὰ τὸ ἐπιφέρεσθαι τὸν δέ. Οὕτω γὰρ δοκεῖ τῷ ἡμετέρῳ γραμματικῷ, φημὶ δὲ τῷ Ἀπολλωνίῳ, καὶ μάλα εὖ, ὥς γέ μοι δοκεῖ· ἔφη δὲ ἐν τούτῳ παρεωρακέναι τὸν Νικάνορα,
20τὴν μὲν ἐν τῷ χρόνῳ τῆς σιωπῆς διαφορὰν ὁρισάμενον τῶν πρώτων δύο στιγμῶν, φημὶ δὲ τῆς τελείας καὶ τῆς ὑποτελείας, τὴν δὲ θέσιν καὶ τὸν τόπον τὸν αὐτὸν ταῖς δύο ἀπονέμοντα· οὐ δεῖ οὖν τὴν τελείαν καὶ τὴν ὑποτελείαν ἐν τῷ μέσῳ τοῦ στοιχείου τιθέναι, ὥς γέ φησι Νικά‐ νωρ, ἐπεὶ ποία διαφορὰ ἔσται αὐτῶν; ἀλλὰ τὴν μὲν τελείαν ἐν τῷ μέσῳ,
25τὴν δὲ ὑποτελείαν ὑποκάτω ὀλίγον τοῦ μέσου τόπου τοῦ τελευταίου στοιχείου. —Ἡ δὲ πρώτη ἄνω τίθεται ἐπάνω τῆς τελευταίας γραμμῆς
τοῦ τελευταίου στοιχείου, ὅτε πρόκειται ὁ μέν ἢ ὁ ἤ ἢ τὸ οὔ, ἐπιφέ‐26

27

ρεται δὲ ὁ δέ ἢ ὁ ἤ ἢ ὁ ἀλλά, ὡς ἐπὶ τοῦ 〈Η 93〉 αἴδεσθεν μὲν ἀνήνασθαι 〈δεῖσαν δ’ ὑποδέχθαι〉 εἰς τὸ τελευταῖον ι τοῦ ἀνήνα‐ σθαι ἡ πρώτη ἄνω τίθεται διὰ τὸ ἐπιφέρεσθαι τὸν δέ, τοῦ μέν προκει‐ μένου. —Ἡ δὲ δευτέρα ἄνω τίθεται καὶ αὐτὴ ἐπάνω τῆς τελευταίας
5γραμμῆς τοῦ ἐσχάτου στοιχείου, περιέχεται δὲ ὑπὸ διπλῆς ἔξωθεν, ὅτε ἐπιφέρεται ὁ καί, ὡς ἐπὶ τοῦ 〈Α 500〉 καί ῥα πάροιθ’ αὐτοῖο καθέ‐ ζετο καὶ λάβε γούνων εἰς τὸ ο τοῦ καθέζετο τίθεται ἡ δευτέρα ἄνω, τοῦ καί ἐπιφερομένου. —Ἡ δὲ τρίτη ἄνω τίθεται καὶ αὐτὴ ἐπάνω μὲν τῆς τελευταίας γραμμῆς τοῦ τελευταίου στοιχείου, περιέχεται δὲ ὑπὸ
10διπλῆς ἔσωθεν, ὅτε ἐπιφέρεται ὁ τέ, ὡς ἐπὶ τοῦ 〈Α 38〉 Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις εἰς τὸ ν τοῦ ζαθέην τίθεται ἡ τρίτη ἄνω, ἐπιφερομένου τοῦ τέ συνδέσμου. —Ἡ δὲ ὑποστιγμὴ ἡ ἐνυ‐ πόκριτος τίθεται ὑποκάτω μὲν τῆς τελευταίας γραμμῆς τοῦ τελευταίου στοιχείου, ὀλίγον δὲ ἐξωτέρω ἐκ πλαγίου νεύουσα, ἐν ταῖς ὀρθαῖς πε‐
15ριόδοις, τουτέστιν ὅτε πρόκειται τὸ ὄφρα ἢ τὸ ἦμος ἢ τὸ ὅτε ἢ τὸ ἕως ἢ τὸ ὅπου, ἐπιφέρεται δὲ τὸ τόφρα, τὸ τῆμος, τὸ τότε, τὸ τότε, τὸ τέως, τὸ ἐκεῖ καὶ τὰ ὅμοια, ὡς ἐπὶ τοῦ 〈ex. gr. Α 477〉 ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς εἰς τὸ ς τοῦ Ἠώς τίθεται ἡ ἐνυπόκριτος, ἐπιφερομένου τοῦ τότε. —Ἡ δὲ ὑποστιγμὴ ἡ ἀνυπόκριτος τίθεται καὶ
20αὐτὴ ὑποκάτω τοῦ τελευταίου γράμματος ὑπὸ τὴν ἐσχάτην καὶ κατω‐ τάτην γραμμὴν τοῦ στοιχείου, ἐν δὲ ταῖς μεταξὺ πρὸ τῆς ἀνταποδόσεως τῶν ὀρθῶν περιόδων ἀναφωνουμέναις ἑτέραις περιόδοις, ὡς ἐπὶ τοῦ 〈Γ 33—35〉
24tὡς δ’ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη
25tοὔρεος ἐν βήσσῃς, 〈ὑπό τε τρόμος ἔλλαβε γυῖα,
26tἄψ τ’ ἀνεχώρησεν, ὠχρός τέ μιν εἷλε παρειάς,〉
27ἐνταῦθα τίθεται ἡ ἀνυπόκριτος, ὁμοίως δὲ καὶ εἰς τὸ «γυῖα» καὶ εἰς τὸ «ἀνεχώρησεν»· μεταξὺ γὰρ 〈πρὸ〉 τῆς ἀνταποδόσεως ἕτεραι περίοδοι ἐνετέ‐ θησαν· εἰς δὲ τὸ «παρειάς» ἡ ἐνυπόκριτος· εὐθέως γὰρ ἐπιφέρεται ἡ
30ἀνταπόδοσις. —Ἡ δὲ ὑποδιαστολὴ κατὰ πάντα τῶν προλαβουσῶν στιγ‐ μῶν ἐνήλλακται, ὡς καὶ αὐτῷ τῷ σχήματι μὴ εἶναι νυγμή τις, ὡς αἱ ἄλλαι, ἀλλὰ τὸν τύπον ἔχειν τοῦ ὀξέος τόνου· τίθεται δὲ καὶ αὐτὴ
ὑποκάτω τῆς ἐσχάτης γραμμῆς τοῦ τελευταίου γράμματος, ὡς ὀξεῖα δέ27

28

τις, ὡς προείρηται, ἐν ταῖς ἀντεστραμμέναις περιόδοις, ὡς ἐπὶ τοῦ 〈Α 255 sqq.〉
3tἦ κεν γηθήσαι Πρίαμος 〈Πριάμοιό τε παῖδεσ〉,
4tἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ,
5tεἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιιν,
6ἐν τῷ «θυμῷ» τίθεται ἡ ὑποδιαστολή· ἐπιφέρεται γὰρ τὸ «εἰ σφῶϊν» καὶ ποιεῖ ἀντεστραμμένην τὴν περίοδον· ἡ γὰρ ὀρθὴ περίοδος ἦν «εἰ σφῶϊν τάδε πάντα πυθοίατο, ἦ κεν γηθήσαι Πρίαμος».
9t§ 5 (6b).
10tΠερὶ ῥαψῳδίας.
10Ῥαψῳδία ἐστὶ μέρος ποιήματος ἐμπεριειληφός τινα ὑπό‐ θεσιν.] Ἐπειδὴ οἱ ἀρχόμενοι ἀναγινώσκειν παῖδες πρὸ πάντων τῶν βιβλίων ἅπτονται τῶν Ὁμηρικῶν, τὰ δὲ Ὁμηρικὰ ποιήματα τέμνεται εἰς ῥαψῳδίας, βούλεται διδάξαι καὶ τοὺς παῖδας αὐτὸ τοῦτο, τί ἐστι ῥαψῳ‐ δία, καί φησι τὸν ὅρον τοῦτον. Ποίημα μὲν γάρ ἐστι τὸ ὅλον βιβλίον,
15ὡς ἡ Ἰλιὰς καὶ ἡ Ὀδύσσεια, τὰ δὲ τμήματα αὐτῶν ῥαψῳδίαι καλοῦν‐ ται· καλῶς οὖν εἶπε μέρος εἶναι τοῦ ὅλου ποιήματος ἑκάστην ῥαψῳ‐ δίαν. Ἀλλὰ καὶ αὐτὸ τὸ μέρος περιέχει τινὰ ἰδικὴν ὑπόθεσιν μὴ ἐμ‐ φερομένην ἐν τοῖς ἄλλοις μέρεσιν, ὡς τὸ μὲν Α περιέχει τὴν μάχην τοῦ Ἀχιλλέως καὶ Ἀγαμέμνονος, τὸ δὲ Β τὸν ὄνειρον τὸν πεμφθέντα
20ὑπὸ τοῦ Διὸς πρὸς τὸν Ἀγαμέμνονα, τὸ δὲ Γ τὴν μονομαχίαν τοῦ Ἀλεξάνδρου καὶ Μενελάου, καὶ τὰ ἑξῆς· ἕκαστον οὖν τούτων ἐμπεριεί‐ ληφε, τουτέστι περιέχει, ἰδικήν τινα ὑπόθεσιν, ὃ μέρος ἐστὶ τοῦ ὅλου ποιήματος. Εἴρηται δὲ ῥαψῳδία.] Βούλεται λοιπὸν ἐτυμολογῆσαι, τίνος
25ἕνεκεν εἴρηται ῥαψῳδία· καί φησιν «οἱονεὶ ῥαβδῳδία τις οὖσα», τουτέ‐ στιν ἡ ἐπὶ ῥάβδῳ ᾠδή· οἱ γὰρ μεθ’ Ὅμηρον τὰ αὐτοῦ ποιήματα πε‐ ριερχόμενοι ᾖδον, ῥάβδον δαφνίνην κατέχοντες, σύμβολον Ἀπολλωνια‐ κόν. Ἢ οὖν ἀπὸ τῆς ῥάβδου καὶ τῆς ᾠδῆς ἐτυμολογεῖται ἡ ῥαψῳδία,
ἢ ἀπὸ τοῦ ῥάπτειν, ὅπερ ἐστὶ τὰ διεστῶτα καὶ διακεχωρισμένα εἰς ἓν28

29

συνάπτοντα ὑγιάζειν. Ἔστι γάρ τι ῥῆμα ῥῶ, ὃ σημαίνει τὸ ὑγιάζω, ἔν‐ θεν φαμὲν καὶ τὸ ἔρρωσο ἀντὶ τοῦ ὑγίαινε, καὶ ῥῶσιν τὴν ὑγίειαν· ἀπὸ τοῦ ῥῶ οὖν τούτου γίνεται παράγωγον ῥῆμα τὸ ῥάπτω, ὅθεν καὶ ἕως νῦν ῥάπτας φαμὲν τοὺς τὰ διεστῶτα ἱμάτια εἰς ἓν συνάγοντας καὶ ὑγιές
5τι ἓν ἀποτελοῦντας. Ἀπὸ τοῦ ῥάπτω οὖν τούτου ὁ μέλλων γίνεται ῥάψω, ἀφ’ οὗ παράγωγον ῥαψῳδία· οἱ γὰρ μεθ’ Ὅμηρον, ὡς προείρη‐ ται, περιερχόμενοι καὶ ᾄδοντες τὰ αὐτοῦ, οὐκ ἐφεξῆς, ὡς νῦν κεῖνται οἱ στίχοι, οὕτως ἔλεγον ἀκολούθως ἐπιδεικνύμενοι αὐτούς, ἀλλ’ ἐντεῦθεν κἀκεῖθεν, λόγου χάριν ἀπὸ τοῦδε τοῦ σελιδίου ἕνα στίχον καὶ ἀφ’ ἑτέ‐
10ρου σελιδίου ἕνα καὶ ἀπ’ ἄλλου ἕνα λαβόντες, καὶ οὕτω συνάγοντες τοὺς διεστῶτας στίχους εἰς ἕν, τοὺς ἁρμόζοντας τῷ πράγματι, λόγου χάριν εἰς γάμους, εἰς ἄρχοντας, εἰς γενεθλίους ἢ ἄλλο τι προκείμενον, οὕτως ἐπεδείκνυντο. Διὰ τοῦτο οὖν καὶ αὐτὸς ὁ Διονύσιος εἶπε τὰς δύο ἐτυμολογίας, ἢ ἀπὸ τοῦ ῥάπτειν, τουτέστι τὰ διεστῶτα συνάγειν, ἢ
15ἀπὸ τοῦ ῥάβδον κρατοῦντας ἐπιδείκνυσθαι. Ἀναγκαῖον δὲ μετὰ τὴν ἐτυμολογίαν τῆς ῥαψῳδίας μνησθῆναι κἀ‐ κείνου, ὅτι ἔν τινι χρόνῳ τὰ Ὁμήρου ποιήματα παρεφθάρη ἢ ὑπὸ πυρὸς ἢ ὑπὸ ὑδάτων ἐπιφορᾶς ἢ ὑπὸ σεισμοῦ, καὶ ἄλλων ἄλλως τῶν βιβλίων διασκεδασθέντων καὶ φθαρέντων ὕστερον εὑρέθη ὁ μὲν ἔχων τυχὸν ἑκα‐
20τὸν στίχους Ὁμηρικούς, ὁ δὲ χιλίους, ἄλλος διακοσίους, ἄλλος ὅσους ἂν ἔτυχε· καὶ ἤμελλε λήθῃ παραδίδοσθαι ἡ τοιαύτη ποίησις. Ἀλλὰ Πει‐ σίστρατός τις Ἀθηναῖος στρατηγός, θέλων καὶ ἑαυτῷ δόξαν περιποιήσα‐ σθαι καὶ τὰ τοῦ Ὁμήρου ἀνανεῶσαι, τοιοῦτόν τι ἐβουλεύσατο· ἐκήρυξεν ἐν πάσῃ τῇ Ἑλλάδι τὸν ἔχοντα Ὁμηρικοὺς στίχους ἀγαγεῖν πρὸς αὐτόν,
25ἐπὶ μισθῷ ὡρισμένῳ καθ’ ἕκαστον στίχον. Πάντες οὖν οἱ ἔχοντες ἐπέ‐ φερον καὶ ἐλάμβανον ἀδιαστρόφως τὸν ὁρισθέντα μισθόν· οὐκ ἀπεδίωκε δὲ οὐδὲ τὸν φέροντα οὓς ἤδη προειλήφει παρ’ ἑτέρου στίχους, ἀλλὰ κἀκείνῳ τὸν αὐτὸν ἐπεδίδου μισθόν· ἐνίοτε γὰρ ἐν αὐτοῖς ἕνα ἢ δύο στίχους εὕρισκε περιττούς, ἐνίοτε δὲ καὶ πλείους· ὅθεν τις ἔσθ’ ὅτε καὶ
30ἰδίους παρεισέφερε, τοὺς νῦν ὀβελιζομένους. Καὶ μετὰ τὸ πάντας συνα‐
γαγεῖν παρεκάλεσεν ἑβδομήκοντα δύο γραμματικούς, συνθεῖναι τὰ τοῦ29

30

Ὁμήρου ἕκαστον κατ’ ἰδίαν, ὅπως ἂν δόξῃ τῷ συνθέντι καλῶς ἔχειν, ἐπὶ μισθῷ πρέποντι λογικοῖς ἀνδράσι καὶ κριταῖς ποιημάτων, ἑκάστῳ δε‐ δωκὼς κατ’ ἰδίαν πάντας τοὺς στίχους ὅσους ἦν συναγαγών. Καὶ μετὰ τὸ ἕκαστον συνθεῖναι κατὰ τὴν ἑαυτοῦ γνώμην, εἰς ἓν συνήγαγε πάντας
5τοὺς προλεχθέντας γραμματικούς, ὀφείλοντας ἐπιδεῖξαι αὐτῶν ἕκαστον τὴν ἰδίαν σύνθεσιν, παρόντων ὁμοῦ πάντων. Οὗτοι οὖν ἀκροασάμενοι οὐ πρὸς ἔριν, ἀλλὰ πρὸς τὸ ἀληθὲς καὶ πᾶν τὸ τῇ τέχνῃ ἁρμόζον, ἔκριναν πάντες κοινῇ καὶ ὁμοφρόνως, ἐπικρατῆσαι τὴν σύνθεσίν τε καὶ διόρθωσιν Ἀριστάρχου καὶ Ζηνοδότου· καὶ πάλιν ἔκριναν τῶν δύο συν‐
10θέσεών τε καὶ διορθώσεων βελτίονα τὴν Ἀριστάρχου. Ἐπειδὴ δέ τινες τῶν συναγαγόντων τοὺς Ὁμηρικοὺς στίχους πρὸς τὸν Πεισίστρατον διὰ τὸ πλείονα μισθὸν λαβεῖν καὶ ἰδίους στίχους, ὡς προείρηται, σκεψάμενοι προσέθηκαν, καὶ ἤδη ἐν συνηθείᾳ ἐγένοντο τοῖς ἀναγινώσκουσιν, οὐκ ἔλαθε τοῦτο τοὺς κριτάς, ἀλλὰ διὰ μὲν τὴν συνήθειαν καὶ πρόληψιν
15ἀφῆκαν αὐτοὺς κεῖσθαι, ὀβελίσκους δὲ ἑκάστῳ τῶν ἀδοκίμων καὶ ἀλλο‐ τρίων καὶ ἀναξίων τοῦ ποιητοῦ στίχων παρατιθέμενοι τοῦτο αὐτὸ ἐνε‐ δείξαντο, ὡς ἀνάξιοί εἰσι τοῦ Ὁμήρου. Φέρεται δὲ ἐπίγραμμα εἰς τὸν Πεισίστρατον ὡς σπουδάσαντα συναγαγεῖν τὰ τοῦ Ὁμήρου τοιοῦτον· τρίς με τυραννήσαντα τοσαυτάκις ἐξεκύλισσε
20δῆμος Ἀθηναίων, καὶ τρὶς ἐπηγάγετο, τὸν μέγαν ἐν βουλῇ Πεισίστρατον, ὃς τὸν Ὅμηρον ἤθροισα, σποράδην τὸ πρὶν ἀειδόμενον· ἡμέτερος γὰρ κεῖνος ὁ χρύσεος ἦν πολιήτης, εἴπερ Ἀθηναῖοι Σμύρναν ἀπῳκίσαμεν.
25t§ 6 (7b).
25tΠερὶ στοιχείου.
26Γράμματά ἐστιν κδʹ.] Ἀπορίαν τινὰ εὐθέως καὶ ζήτησιν ἔχει ἡ ἐπιγραφή, τίνος ἕνεκεν ἐπιγράψας «περὶ στοιχείου» οὐκ ἐπήγαγε «στοι‐ χεῖόν ἐστιν», ὡς καὶ εἰπὼν ἀνωτέρω «περὶ γραμματικῆς» ἐπιφέρει «γραμ‐ ματική ἐστιν», καὶ «περὶ ἀναγνώσεως» «ἀνάγνωσίς ἐστι», καὶ «περὶ τόνου»
30«τόνος ἐστίν», καὶ ἐφεξῆς ὁμοίως, ἐνταῦθα δὲ ἐπιγράψας «περὶ στοι‐30

31

χείου» οὐκ ἐπήγαγε «στοιχεῖόν ἐστιν», ἀλλὰ «γράμματά ἐστιν». Ταύτην οὖν τὴν ζήτησιν σὺν θεῷ εἰσόμεθα. Ἐπειδὴ δὲ τοῖς γραμματικοῖς ἀναγ‐ καῖόν ἐστι καὶ αὐτῶν τῶν γραμμάτων τὴν φύσιν καὶ τὴν εὕρεσιν ζη‐ τεῖν, τούτου χάριν θέλει ὡς εἰδὼς ἐπιστῆσαι. Ἀναγκαῖον οὖν ἡμᾶς ἐστι
5πρῶτον γνῶναι τὸν ὅρον τοῦ στοιχείου, εἰ καὶ μὴ αὐτὸς ἐξέθετο. Τί οὖν ἐστι στοιχεῖον; Ἡ ἐκφώνησις· καὶ ἄλλως· ἡ πρώτη καὶ ἀμερὴς τοῦ ἀνθρώπου φωνή· ἕκαστον μὲν γὰρ τῶν στοιχείων οὐ δύναται μερισθῆ‐ ναι, ἡ δὲ συλλαβὴ μερίζεται εἰς δύο στοιχεῖα ἢ τρία ἢ καὶ εἰς πλείονα· αὐτὸ δὲ τὸ στοιχεῖον, ὡς προείρηται, ἀμερές ἐστι. Καὶ ἄλλως· στοι‐
10χεῖόν ἐστιν ἐξ οὗ ἐλαχίστου συνίσταταί τι ἐν συνθέσει καὶ εἰς ὃ ἐλάχιστον ἀναλύεται· ἀπὸ γὰρ ἑκάστου στοιχείου, ὡς ἔφη ὁ ὅρος, ἐλαχίστου συνί‐ στανται αἱ συλλαβαί, καὶ ἀπὸ τῶν συλλαβῶν αἱ λέξεις, καὶ ἀπὸ τῶν λέξεων οἱ λόγοι, καὶ ἀπὸ τῶν λόγων τὰ ποιήματά τε καὶ τὰ συγγράμ‐ ματα· καὶ πάλιν τὰ ποιήματα καὶ τὰ συγγράμματα ἀναλύονται εἰς λό‐
15γους, καὶ οἱ λόγοι εἰς λέξεις, καὶ αἱ λέξεις εἰς συλλαβάς, καὶ αἱ συλλα‐ βαὶ εἰς στοιχεῖα, καὶ οὐκέτι περαιτέρω· οὐδὲ γὰρ δύναται τὸ στοιχεῖον εἰς μικρότερόν τι ἑαυτοῦ ἀναλυθῆναι· τοῦτο οὖν ἐστιν, ὃ ἔφη ὁ ὅρος, «καὶ εἰς ὃ ἐλάχιστον ἀναλύεται». Τούτῳ οὖν τῷ στοιχείῳ, τουτέστι τῇ ἐκφωνήσει, παρέπεται τέσσαρα·
20χαρακτὴρ μέν, ὡς τρίγωνον σχῆμα ἢ ἡμικύκλιον ἢ στρογγύλον καὶ τὰ ἑξῆς· ὄνομα δέ, ὡς τὸ ἄλφα ἢ βῆτα καὶ τὰ λοιπά· δύναμις δέ, ὡς μα‐ κρόν, βραχύ, δασύ, ψιλόν, φωνῆεν, σύμφωνον καὶ τὰ λοιπά· τάξις δέ, ὡς τὰ μὲν προτακτικὰ τῶν φωνηέντων καὶ συμφώνων, τὰ δὲ ὑποτα‐ κτικά. Καὶ τὴν μὲν οὖν ἐκφώνησιν τῶν στοιχείων ἡ φύσις τοῖς ἀνθρώ‐
25ποις ἐξ ἀρχῆς ἐδωρήσατο, ταῦτα δὲ τὰ τέσσαρα, ἃ προειρήκαμεν παρε‐ πόμενα τῷ στοιχείῳ, ἀνθρώπων ἐστὶν ἐφεύρεσις· διὸ καὶ παρ’ ἡμῖν μὲν οἱ χαρακτῆρες τῶν στοιχείων τοιοῖδέ τινές εἰσιν, οὓς ἐδιδάχθημεν, παρὰ δὲ Πέρσαις ἕτεροι, παρὰ Σύροις δὲ ἄλλοι, καὶ παρ’ ἄλλοις ἔθνεσιν ἄλλοι. Ἐφευρέθη οὖν ἑκάστῃ ἐκφωνήσει τοιάδε τις εἰκὼν ἤτοι χαρακτήρ· καὶ
30μετὰ τοὺς χαρακτῆρας ἐφευρέθη καὶ ἐπετέθη αὐτοῖς τὰ ὀνόματα, ὥστε τῶν στοιχείων τοιόνδε χαρακτῆρα τὸν ἔχοντα τοιάνδε τὴν ἐκφώνησιν
τοιῷδε τῷ ὀνόματι καλεῖσθαι. Διὸ καὶ κατανοήσαντί μοι τάς τε ἐκφω‐31

32

νήσεις αὐτῶν καὶ τὰ ὀνόματα παράδοξόν τι ἐφάνη παρηκολουθηκέναι δύο γράμμασιν ἐκ πάντων, φημὶ δὲ τῷ υ καὶ τῷ ω, ἥ τε τοῦ ὀνόματος αὐ‐ τῶν καὶ ἡ τῆς ἐκφωνήσεως συνέλευσις· τούτων γὰρ μόνων τὸ ὄνομα ὁμοφώνως τῇ ἐκφωνήσει καὶ τὴν ἐκφώνησιν ὁμοφώνως τῷ ὀνόματι
5φθεγγόμεθα· τὴν δὲ αἰτίαν τούτου φιλοσόφοις ἀνατίθεμαι. Μετὰ δὲ τὰ ὀνόματα ἐνομοθετήθη παρὰ τῶν ἀρχαίων τινὰ μὲν εἶναι μακρὰ τινὰ δὲ βραχέα, τινὰ δὲ φωνήεντα τινὰ δὲ σύμφωνα, καὶ τινὰ μὲν προτακτικὰ τινὰ δὲ ὑποτακτικά· καὶ οὐκ ἀλόγως οὐδὲ ὡς ἔτυχεν ἐνομοθετήθη, ἀλλ’ ἕκαστον ἔχεταί τινος λόγου καὶ αἰτίας πρεπούσης. Τινὲς δέ φασι τοὺς
10χαρακτῆρας τῶν στοιχείων τοὺς παρ’ ἡμῖν ὑπὸ Ἑρμοῦ ἐν φοίνικος φύλλῳ γεγραμμένους καταπεμφθῆναι τοῖς ἀνθρώποις, διὸ καὶ φοινίκεια λέγεται τὰ γράμματα· οἱ δέ, ὅτι Φοινίκων ἐστὶν εὕρεσις· οἱ δέ, ὅτι ὁ παιδα‐ γωγὸς τοῦ Ἀχιλλέως ὁ Φοῖνιξ ἐφεῦρεν αὐτά. Λοιπὸν δεῖ νῦν τὴν ζήτησιν τὴν προλεχθεῖσαν ἡμᾶς γνῶναι, φημὶ
15δὲ τὴν ἐξ ἀρχῆς, τίνος ἕνεκεν εἰπὼν «περὶ στοιχείου» οὐκ ἐπήγαγε «στοι‐ χεῖόν ἐστιν», ἀλλὰ «γράμματά ἐστιν». Καὶ ἔστι μὲν εἰπεῖν, ὡς καὶ αὐτὸς μετ’ ὀλίγον ἐρεῖ, ἐπειδὴ ταὐτόν ἐστι στοιχεῖον καὶ γράμμα· φησὶ γὰρ ὑποκατιὼν ὁ τεχνικός «τὰ δὲ αὐτὰ καὶ στοιχεῖα καλεῖται»· τὸ δὲ ἀληθές, ὅτι στοιχεῖον μέν ἐστιν ἡ ἐκφώνησις, γράμματα δὲ αἱ εἰκόνες καὶ οἱ
20χαρακτῆρες. Καὶ χαρακτῆρες μέν εἰσιν κδʹ, ἐκφωνήσεις δὲ πολλῷ πλεί‐ ους· οἱ γὰρ παλαιοὶ ἄλλως ἐξεφώνουν τὸ α τὸ μακρὸν καὶ ἄλλως τὸ βραχύ, καὶ ἄλλως τὸ δασὺ καὶ ἄλλως τὸ ψιλόν, ἑνὶ δὲ χαρακτῆρι ἀπε‐ τυποῦντο. Ἵνα οὖν πλέον τι γνῶμεν, ἐκζητήσωμεν, πόσαι αἱ ἐκφωνή‐ σεις αὐτῶν εἰσιν. Εὑρίσκομεν οὖν, ὅτι τὸ α ἔχει ἐκφωνήσεις δέκα. Πῶς;
25α μακρὸν δασὺ ὀξυνόμενον, ἰδοὺ ἄλλαι τρεῖς διαφοραί· α μακρὸν δασὺ βαρυνόμενον, 〈πάλιν〉 α βραχὺ δασὺ ὀξυνόμενον, α μακρὸν δασὺ περισπώμενον· α βραχὺ δασὺ βαρυνόμενον, ἰδοὺ τρεῖς διαφοραὶ ἐκφωνήσεων· α βραχὺ ψιλὸν ὀξυνόμενον, πάλιν α μακρὸν ψιλὸν ὀξυνόμενον, α βραχὺ ψιλὸν βαρυνόμενον·
30α μακρὸν ψιλὸν βαρυνόμενον, ἰδοὺ ἄλλαι τέσσαρες διαφοραί.
α μακρὸν ψιλὸν περισπώμενον· Καὶ ἐπὶ τοῦ ι δὲ ὁμοίως·32

33

ι μακρὸν δασὺ ὀξυνόμενον, ι μακρὸν ψιλὸν περισπώμενον, ι μακρὸν δασὺ βαρυνόμενον, ι βραχὺ δασὺ ὀξυνόμενον, ι μακρὸν δασὺ περισπώμενον, ι βραχὺ δασὺ βαρυνόμενον, ι μακρὸν ψιλὸν ὀξυνόμενον, ι βραχὺ ψιλὸν ὀξυνόμενον,
5ι μακρὸν ψιλὸν βαρυνόμενον, ι βραχὺ ψιλὸν βαρυνόμενον. —Περισπωμένων δὲ μνήμην ἐπὶ τῶν βραχέων οὐ πεποιήμεθα· οὐ γὰρ οἷόν τε ἦν α βραχὺ ἢ ι βραχὺ ὂν περισπᾶσθαι· ἐπάνω γὰρ βραχείας περισπωμένη οὐ τίθεται, εἴ γε ἡ μὲν βραχεῖα μονόχρονός ἐστι [καὶ ἀρκεῖ εἰπεῖν βραχεῖα], ἡ δὲ περισπωμένη σύνθετός ἐστι τόνος ἐξ ὀξείας
10καὶ βαρείας, καὶ ἀεὶ ἐπάνω μακρᾶς τίθεται, καὶ οὐ μόνον ἐπάνω μακρᾶς, ἀλλ’ ὡς ἐπὶ τὸ πλεῖστον καὶ ἐπὶ συνθέτου συλλαβῆς. Τί δέ ἐστι σύν‐ θετος συλλαβή; ἡ ποτὲ μὲν ἐν δύο συλλαβαῖς ἐκφωνουμένη, ποτὲ δὲ ἐν μιᾷ, ὡς ἐπὶ τοῦ Ἡρακλέης Ἡρακλῆς καὶ τῶν ὁμοίων, ὡς προείρηται ἡμῖν. —Ἰδοὺ καὶ ἐπὶ τοῦ ι δέκα διαφοραί. Οἱ οὖν παλαιοὶ οὐχ ὁμοίως
15τὰ μακρὰ καὶ τὰ βραχέα ἐξεφώνουν, ἀλλ’ ἐπὶ μὲν τῶν μακρῶν διπλα‐ σίονα ὥραν, ὡς ἄν τις εἴποι, ἐν τῇ ἐκφωνήσει ἐπέμενον, ἐπὶ δὲ τῶν βραχέων ἐλάττονα ὥραν, τουτέστι τὸ ἥμισυ τῆς ἐπὶ τῇ μακρᾷ ἐκφωνή‐ σει ὥρας, καὶ ὡσανεὶ παρατρέχοντες αὐτὰ ἐξεφώνουν, ὥστε ἀπὸ μικρᾶς ἡλικίας εἰδέναι ἑκάστης συλλαβῆς, μακρᾶς τε καὶ βραχείας, τὴν διαφοράν·
20καὶ ἄλλως δὲ τὰ δασέα ἐξεφώνουν καὶ ἄλλως τὰ ψιλά, πῇ μὲν μετὰ πολλοῦ πνεύματος, πῇ δὲ μετὰ ἐλαχίστου. Ἐπὶ δὲ τοῦ υ εἰσὶν ἐκφωνήσεις πέντε· υ μακρὸν δασὺ ὀξυνόμενον, ἰδοὺ τρεῖς διαφοραί· καὶ πάλιν υ μακρὸν δασὺ βαρυνόμενον, υ βραχὺ δασὺ ὀξυνόμενον,
25υ μακρὸν δασὺ περισπώμενον· υ βραχὺ δασὺ βαρυνόμενον· ἰδοὺ πέντε διαφοραί· τὸ γὰρ υ 〈ἄρχον λέξεωσ〉 οὐδέποτε ψιλοῦται. Πάλιν ἐπὶ τοῦ η καὶ τοῦ ω εὑρίσκομεν δώδεκα διαφοράς, ἓξ ἐπὶ τοῦ η καὶ ἓξ ἐπὶ τοῦ ω. Πῶς; η δασὺ ὀξυνόμενον, ω δασὺ ὀξυνόμενον,
30η δασὺ βαρυνόμενον, ω δασὺ βαρυνόμενον, η δασὺ περισπώμενον, ω δασὺ περισπώμενον, η ψιλὸν ὀξυνόμενον, ω ψιλὸν ὀξυνόμενον, η ψιλὸν βαρυνόμενον, ω ψιλὸν βαρυνόμενον,
η ψιλὸν περισπώμενον, ω ψιλὸν περισπώμενον.33

34

Ἐπὶ δὲ τοῦ ε καὶ τοῦ ο ο ὀκτὼ διαφορὰς εὑρίσκομεν· ε δασὺ ὀξυνόμενον, ο δασὺ ὀξυνόμενον, ε δασὺ βαρυνόμενον, ο δασὺ βαρυνόμενον, ε ψιλὸν ὀξυνόμενον, ο ψιλὸν ὀξυνόμενον,
5ε ψιλὸν βαρυνόμενον, ο ψιλὸν βαρυνόμενον. Ἰδοὺ ἐπὶ τῶν φωνηέντων ἀνεφάνησαν μεʹ διαφοραὶ ἐκφωνήσεων. Ἐπὶ δὲ τῶν ιζʹ συμφώνων καʹ εὑρίσκομεν διαφοράς· τὰ 〈γὰρ〉 τέσσαρα ἀμετάβολα, φημὶ δὴ λ μ ν ρ, ἔχει ὀκτὼ διαφοράς· ποτὲ μὲν γὰρ μηκύνει τὰ πρὸ ἑαυτῶν φωνήεντα, ὡς δύο συμφώνων δύναμιν ἔχοντα
10καὶ ὡσανεὶ ἰσοδυναμοῦντα τῷ ζ ἢ τῷ ξ ἢ τῷ ψ, ἀρχόμενα μέντοι λέ‐ ξεως, ὡς μετ’ ὀλίγον εἰσόμεθα· ποτὲ δὲ οὐ μηκύνει, ἀλλὰ τοῖς συμφώ‐ νοις τοῖς ἄλλοις τοῖς ἀπὸ ἡμιχρονίου δύναμιν ἔχουσιν ὅμοια καθέστηκεν· ἄλλως οὖν ἐξεφώνουν, ὡς εἴρηται, τὰ μηκύνοντα, καὶ ἄλλως τὰ μὴ μη‐ κύνοντα. Τὰ δὲ ἐπίλοιπα ιγʹ σύμφωνα πρὸς μίαν ἔχει ἐκφώνησιν.
15Ἰδοὺ καʹ διαφοραὶ ἐπὶ τῶν συμφώνων ἐφάνησαν, ἐπὶ δὲ τῶν φωνηέν‐ των μεʹ, ὡς πάσας ὁμοῦ γίνεσθαι ξϛʹ διαφορὰς ἐκφωνήσεων. Τὸ γὰρ εὑρισκόμενον παρὰ τοῖς Αἰολεῦσι δίγαμμα οὐκ ἔστι γράμμα· ἔχει δὲ τύ‐ πον τοιόνδε ϝ· ὃ προστιθέασιν οἱ Αἰολεῖς ἑκάστῃ λέξει παρ’ ἡμῖν δα‐ συνομένῃ, αὐτοὶ ψιλοῦντες πᾶσαν λέξιν· σύμβολον οὖν ἐστι παρ’ αὐτοῖς,
20ἐκφωνήσεις ἔχον τῆς οι καὶ ου διφθόγγου. Ὅθεν δείκνυται μὴ ὂν γράμμα μηδὲ συγκαταριθμούμενον τοῖς γράμμασιν· οὐ γὰρ ἐν πάσαις ταῖς Ἑλληνικαῖς διαλέκτοις εὑρίσκεται, ὡς τὰ ἄλλα γράμματα, οὔτε ἀφ’ ἑαυ‐ τοῦ ἄρχεται ἐν τῷ ἐκφωνεῖσθαι, ὡς τὰ ἄλλα. Ἰδοὺ τοσαῦται διαφοραὶ ἐκφωνήσεων· ὥστε τοῦτο ἐπιστάμενος ὁ
25Διονύσιος ἐπιγράψας «περὶ στοιχείου» οὐκ ἐπήγαγε «στοιχεῖόν ἐστιν», ἀλλὰ «γράμματά ἐστιν». Δεῖ δὲ προειδέναι καὶ τοῦτο, ὅτι τὸ παλαιὸν οὐκ ἦν τὰ κδʹ γράμ‐ ματα, ἀλλὰ ιϛʹ· οὐκ ἦν δὲ τὰ τρία τὰ λεγόμενα διπλᾶ ζ ξ ψ, τὰ τρία δασέα θ φ χ, τὰ δύο μακρὰ η καὶ ω. Ὅταν οὖν ἤθελον γράψαι λέξιν
30ἔχουσαν ἐκφώνησιν τοῦ η, ἔγραφον τὸ ε καὶ ἐπάνω τοῦ ε τὸ σημεῖον τῆς μακρᾶς· ὅταν δὲ τὴν ἐκφώνησιν τοῦ ω, ἔγραφον τὸ ο καὶ ἐπάνω τοῦ
ο, ὡς προείρηται ἐπὶ τοῦ ε, τὸ σημεῖον τῆς μακρᾶς. Ὅταν δὲ ἤθελον γρά‐34

35

ψαι λέξιν ἔχουσαν τὴν ἐκφώνησιν τοῦ ζ, ἔγραφον ς καὶ δ ἀντὶ τοῦ ζ, ὥσπερ καὶ νῦν εὑρίσκομεν παρὰ τοῖς Δωριεῦσιν, ἀντὶ δὲ τοῦ ξ κ καὶ ς, ἀντὶ δὲ τοῦ ψ π καὶ ς· πάλιν ἂν ἤθελον γράψαι λέξιν ἔχουσαν τὴν ἐκφώνησιν τοῦ θ, ἔγραφον ἀντὶ τοῦ θ τὸ τ καὶ πρὸς τοῦτο ἐτίθεσαν τὸ
5παρ’ αὐτοῖς τότε σημεῖον τῆς δασείας, ἐνδεικνύμενοι ὅτι τοῦτο τὸ τ οὐκ ἔστι νῦν τ ἀλλὰ θ τῇ ἐκφωνήσει· ἐπὶ δὲ τῆς ἐκφωνήσεως τοῦ φ ἔγρα‐ φον τὸ π προστιθέντες, ὡς προείρηται, τὸ παρ’ αὐτοῖς σημεῖον τῆς δα‐ σείας· ἐπὶ δὲ τῆς τοῦ χ ἐκφωνήσεως τὸ κ ἔγραφον τὸ σημεῖον τῆς δα‐ σείας προστιθέντες. Ἦν δὲ τὸ παλαιὸν σύμβολον τῆς δασείας τὸ παρ’
10ἡμῖν νῦν Η· διὸ ὅτε ἐφευρέθη τὰ ὀκτὼ γράμματα, ὧν τὸ ἕν ἐστι καὶ τὸ Η, ἡ τότε δασεῖα ἐτμήθη εἰς δύο κατὰ κάθετον, καὶ τὸ μὲν πρῶτον αὐτῆς μέρος τῆς δασείας ἐστὶ σημεῖον, τὸ δὲ δεύτερον τῆς ψιλῆς. Ἐφεῦρε δὲ τὰ ὀκτὼ ταῦτα γράμματα εἷς τῶν λυρικῶν, Σιμωνίδης. Τὴν δὲ ἐτυμολογίαν, τίνος χάριν εἴρηται γράμματα, αὐτὸς εἴρηκεν
15ὁ Διονύσιος, ἐπειδὴ ἐντυπούμενα ξυσμόν τινα ἀποτελεῖ, καὶ μάλιστα ἐν τοῖς πτυχίοις ὑποκειμένου κηροῦ· δῆλον γὰρ ὅτι ἐν αὐτῷ ἐπενοήθη τὰ γράμματα ἐντυποῦσθαι, ἵνα, ὡς τὸ μέλι πρώτιστον βρῶμά ἐστι τοῖς βρέ‐ φεσιν, οὕτω καὶ τὸ περιλειπόμενον ἐκ τοῦ μέλιτος τῆς λογικῆς ἐντεύ‐ ξεώς τε καὶ μαθήσεως ὑποδεκτικὸν εἴη τοῖς παισίν· ἐπειδὴ οὖν ξυσμόν
20τινα ἀποτελεῖ ἐντυπούμενα, τὸ δὲ ἐπιξύσαι γράψαι ἔλεγον, τούτου χάριν γράμματα εἴρηται. Τὰ δὲ αὐτὰ καὶ στοιχεῖα καλεῖται.] Ἰδοὺ νῦν ἐμφαίνει, τίνος ἕνεκεν εἰπὼν «περὶ στοιχείου» ἐπήγαγε «γράμματά ἐστιν», ὡς τοῦ αὐ‐ τοῦ ὄντος γράμματος καὶ στοιχείου. Καὶ ἐτυμολογεῖ αὐτὰ ἀπὸ τοῦ
25στείχω, ὅ ἐστι μετὰ τάξεως πορεύομαι· οὐ γὰρ ἀτάκτως καὶ ὡς ἔτυχεν ἐπιπλέκεται ἀλλήλοις τὰ στοιχεῖα. Τὰ γὰρ φθάσαντά τινων προταγῆναι ἐν ἐπιπλοκῇ—ἐπιπλοκὴ δέ ἐστιν ἡ ἐν μιᾷ συλλαβῇ ἐκφώνησις—οὐ‐ κέτι καὶ ὑποτάσσεται· ὡς ἐν τῷ κλέος τὸ κ τοῦ λ προετάγη ἐν μιᾷ συλ‐ λαβῇ, καὶ οὐδέποτε εὑρήσεις τὸ λ τοῦ κ προτασσόμενον ἐν μιᾶ συλλαβῇ·
30καὶ τὸ π τοῦ ρ, ὡς ἐν τῷ πρῶτος, τὸ δὲ ρ τοῦ π οὐδέποτε· τό τε ς35

36

τοῦ θ, ὡς ἐν τῷ σθένος, τὸ δὲ θ τοῦ ς οὐδέποτε, καὶ τὰ ὅμοια. Ἡμεῖς δὲ καὶ ἄλλην ἐτυμολογίαν προτίθεμεν· φαμὲν γὰρ αὐτὰ εἰρῆσθαι ἀπὸ τοῦ τεῖχος προσθέσει τοῦ ς καὶ τροπῇ τοῦ ε εἰς ο στοῖχος, καὶ ἐν πα‐ ραγωγῇ στοιχεῖον. Καὶ εἴποι ἄν τις, ὅτι ποίαν ἔχει ὁμοιότητα ἢ μετου‐
5σίαν τὸ τεῖχος πρὸς τὸ στοιχεῖον; Καί φαμεν ὅτι καὶ πάνυ· ὥσπερ γὰρ τὸ τεῖχος φυλακή ἐστι καὶ ἀσφάλεια τῶν ἐν τῇ πόλει, οὕτω καὶ τὰ στοι‐ χεῖα φυλακή ἐστι τῶν παλαιῶν πραγμάτων· δι’ αὐτῶν γὰρ ἡμῖν τοῖς με‐ ταγενεστέροις ἐφυλάχθη καὶ ἐν γνώσει ἐγένετο. Εἴποι δ’ ἄν τις αὐτὰ στοιχεῖα εἰρῆσθαι καὶ κατὰ μίμησιν τῶν τεσσάρων στοιχείων, πυρός, ὕδα‐
10τος, ἀέρος, γῆς· ὥσπερ γὰρ ἐκ τούτων τῶν τεσσάρων στοιχείων σύγκει‐ ται πάντα καὶ ἐν ὑποστάσει ἐστὶ τὰ ἐν τῷ κόσμῳ, οὕτω καὶ ἐκ τῶν κδʹ στοιχείων σύγκειται καὶ ἐν ὑποστάσει ἐστὶ πᾶς λόγος καὶ πᾶν σύγ‐ γραμμα καὶ πᾶν βιβλίον. Τούτων φωνήεντα μέν ἐστιν ἑπτά.] Τὰ κδʹ γράμματα διαι‐
15ρεῖται εἰς δύο, εἰς φωνήεντα καὶ εἰς σύμφωνα· καὶ φωνήεντα μέν, ὥς φησι καὶ αὐτός, ἑπτά, ἃ καὶ εὐλόγως λέγεται φωνήεντα, ὡς μὴ χρῄ‐ ζοντα συνάρσεως ἑτέρου τινὸς εἰς τὸ ἐκφωνηθῆναι, ἀλλὰ τελείαν φωνὴν ἀφ’ ἑαυτῶν ἀφιέντα· τὰ δὲ λοιπὰ ιϛʹ σύμφωνά ἐστιν. Τίνος δὲ ἕνεκεν εἴρηται σύμφωνα; Ἔστι μὲν εὔδηλον πάντῃ, καὶ αὐτὸς δὲ ὁ τεχνικὸς
20μετ’ ὀλίγον ἐρεῖ. Τῶν δὲ φωνηέντων.] Διελὼν τὰ κδʹ γράμματα εἰς φωνήεντα καὶ εἰς σύμφωνα ἑκάστῃ διαιρέσει ὑποδιαιρέσεις ἐπιφέρει· καὶ πρώτην ὑποδιαίρεσιν ταύτην φησὶ τὴν τῶν φωνηέντων, καὶ ὑποδιαιρεῖ αὐτὰ εἰς μακρὰ καὶ εἰς βραχέα καὶ εἰς δίχρονα.
25Μακρὰ μέν ἐστι δύο, η καὶ ω.] Μακρὰ δὲ λέγεται ταῦτα ὡς παρὰ τοῖς παλαιοῖς ἐν διπλασίονι χρόνῳ τῶν βραχέων ἐκφωνούμενα· καὶ τὰ δύο μὲν παρὰ πᾶσιν ἐν ἰσότητι δοκεῖ εἶναι ἕνεκεν τῆς μακρᾶς. Ζητησάντων δέ τινων, ποῖόν ἐστι τῶν δύο μακρότερον, εὑρέθη τὸ η μακρότερον· ἐπὶ μὲν γὰρ τοῦ ω προπαροξύνονται λέξεις τινές, ὡς ἐπὶ
30τοῦ μάντεως καὶ φύσεως καὶ τῶν ὁμοίων, ἐπὶ δὲ τοῦ η οὐδέποτε. Ἀλλ’
ἐρεῖ τις, ὅτι οἱ Ἀττικοὶ τοῦτο ἐτόλμησαν. Ἀλλὰ καὶ ἡμεῖς φαμεν πρὸς36

37

αὐτόν, ὅτι οἱ Ἀττικοὶ οἱ τολμήσαντες ἐπὶ τοῦ ω, εἰ εὗρον τὸ η ἴσον τῷ ω ἢ ἔλασσον, εἶχον ἂν καὶ ἐπ’ αὐτοῦ τολμῆσαι προπαροξύνειν· μὴ τολμήσαντες δὲ ἀνεδείξαντο εὑρηκέναι τὸ η τοῦ ω μεῖζον. Δεῖ δὲ τὸ η μὲν ἐκφωνοῦντας μηκύνειν τὸ στόμα ὡς ἐπὶ τὰ ὦτα ἑκατέρωθεν, τὸ δὲ
5ω ἐκφωνοῦντας μηκύνειν τὰ χείλη ὡς ἐπὶ τὴν ῥῖνα καὶ τὸν πώγωνα· διὸ καὶ ἐνομοθετήθη μακρὰ εἶναι, ὡς μηκύνοντα τὴν ἐπιφάνειαν τῶν φωνητικῶν ὀργάνων ὑπὲρ τὰ ἄλλα φωνήεντα. Βραχέα δύο, ε καὶ ο.] Δῆλον ὅτι οἱ παλαιοὶ ταῦτα παρατρέ‐ χοντες ἐφθέγγοντο, καὶ οὐ τοσαύτην ὥραν ὅσην ἐπὶ τοῦ η καὶ τοῦ ω
10ἐποίουν ἐν τῷ ἐκφωνεῖν, ἀλλὰ κατὰ τὸ ἥμισυ μέρος. Καὶ ἐπὶ τούτων δέ, τῶν βραχέων φημί, ὅ τε Ἡρωδιανὸς ὁ τεχνικὸς καὶ ὁ τούτου πατὴρ Ἀπολλώνιος ἐζήτησαν, τί τίνος ἐστὶ βραχύτερον. Καὶ ὁ μὲν Ἀπολλώ‐ νιός φησι τὸ ο εἶναι βραχύτερον τοῦ ε, ἀποδείξει τοιαύτῃ χρώμενος· λέγει γὰρ ὅτι τὸ ι ἑκατέρῳ αὐτῶν προσθεὶς ποιήσεις δηλονότι δύο δι‐
15φθόγγους, καὶ ἡ μέν ἐστι μείζων ἡ τὸ ε ἔχουσα, ἡ δὲ ἐλάσσων ἡ τὸ ο ἔχουσα, ὡς εἶναι αὐτὴν βραχεῖαν καὶ ἐν τοῖς τόνοις, ὡς ἐν τῷ Ὅμηροι Πρίαμοι καὶ ἐν τοῖς ὁμοίοις. Ὁ δὲ Ἡρωδιανὸς τὸ ε μᾶλλον λέγει εἶναι βραχύτερον, ἀποδεικνὺς οὕτως· φησὶ γὰρ πρὸς τὸν πατέρα, ὅτι οὐ δεῖ τῇ παραθέσει τοῦ ι ἐξετάζειν ἐκείνων τὴν δύναμιν, ἀλλὰ κατ’ ἰδίαν
20ἄνευ τινὸς παραθέσεως καὶ μάλιστα τῆς τοῦ ι· τοῦτο γὰρ συγγένειάν τινα ἔχει πρὸς τὸ ε· καὶ δείκνυσιν ἐκ τοῦ τὴν ἐκφώνησιν τοῦ ι εἶναι ὄνομα τοῦ ε γράμματος· τῷ συγγενεῖ οὖν προστεθὲν μεγάλην τινὰ καὶ δυναμικωτάτην δίφθογγον ἀπετέλεσεν· τῷ δὲ ο προσελθόν, ᾧ οὐκ ἔχει συγγένειαν, οὐκ ἐνεδείξατο ὅλην τὴν ἑαυτοῦ δύναμιν. Ὡς καὶ ἐπὶ πα‐
25ραδείγματος ἀνθρωπείου, ἵνα καὶ μᾶλλον σαφῶς αὐτὸ νοήσωμεν, εἴ τις ἀδελφὸν αὑτοῦ θεάσαιτο χρείαν ἔχοντα βοηθείας, ὅλῃ τῇ ψυχῇ ὑπερα‐ σπίζει αὐτὸν καὶ συμπράττει καὶ ὑπερμαχεῖ· ἀλλ’ οὖν οὐχ ὅλῃ τῇ ψυχῇ ὑπὲρ ξένου τοῦτο ποιήσει, ἐξ οὗ καὶ ἀδρανεστέρα ἡ τῶν ἀμφοτέρων δύναμις πρὸς τοὺς ἐξ ἐναντίας ὤφθη· οὕτω καὶ ἐπὶ τοῦ ι νόησον, ὅτι
30οὐχ ὁμοίως ἐπεδείξατο τὴν ἑαυτοῦ δύναμιν ἐπὶ τοῦ ο, ὡς ἐπὶ τοῦ ε
τοῦ συγγενοῦς. Διὰ τοιούτων λόγων ὁ Ἡρωδιανὸς ἀνατρέψας τὴν τοῦ37

38

πατρὸς δόξαν ἐπιφέρει τοιαύτην δικαιολογίαν, δι’ ἧς δείκνυσι τὸ ε βρα‐ χύτερον τοῦ ο, ἐλεγχόμενον ὑπὸ τῆς κλίσεως τῶν ὀνομάτων. Φησὶ δὲ ἀληθέστατον κανόνα τοιοῦτον, ὅτι πᾶσα κλητικὴ τῆς ἰδίας εὐθείας ἢ ἴση ἐστὶν ἢ ἐλάσσων, μείζων δὲ οὐδέποτε· ἢ γὰρ φυλάσσει τὸ τῆς τελευ‐
5ταίας συλλαβῆς φωνῆεν, καὶ δῆλον ὅτι ἴση ἐστίν, ὡς ἐπὶ τοῦ ὁ Ξενο‐ φῶν ὦ Ξενοφῶν, ἡ καλή ὦ καλή, τὸ παιδίον ὦ παιδίον, ἢ ἐὰν μὲν τρέπῃ, οὔτε εἰς ἴσον οὔτε εἰς μεῖζον τρέπει αὐτό, ἀλλὰ πάντως εἰς ἔλαττον, ὁ Ὀρέστης ὦ Ὀρέστα (τὸ α τοῦ η βραχύτερον), ὁ Μέμνων ὦ Μέμνον (ἐπὶ μὲν τῆς εὐθείας τὸ ω, ἐπὶ δὲ τῆς κλητικῆς τὸ ο), ὁ Ἀπόλ‐
10λων ὦ Ἄπολλον, ὁ Ἀριστοφάνης ὦ Ἀριστόφανες· ἐπὶ τοῦ Ὅμηρος οὖν καὶ ἐπὶ πάντων τῶν εἰς ος ἢ ἐφυλάξατο τὸ ο ἡ κλητική, ἢ ἐὰν τρέπῃ αὐτό, ὥσπερ οὖν καὶ τρέπει, πάντως εἴς τι βραχύτερον τοῦ ο τρέπει αὐτό· ἐπειδὴ οὖν εἰς ε τρέπει αὐτό, δῆλον ὅτι τὸ ε βραχύτερόν ἐστι τοῦ ο, οἷον ὁ Ὅμηρος ὦ Ὅμηρε.
15Δίχρονα τρία, α ι υ.] Ταῦτά τινες καὶ ἄλλοις ὀνόμασιν ἐκάλεσαν, οἱ μὲν ἀμφίβολα, ὡς ἀμφιβαλλόμενα πότε μὲν μακρά ἐστι πότε δὲ βρα‐ χέα, οἱ δὲ ὑγρά, ὡς εὐόλισθα ἐπί τε τὸν τῆς μακρᾶς χρόνον ἐπί τε τὸν τῆς βραχείας· ἄλλοι δὲ δίσημα, ὡς ἐπιδεχόμενα δύο σημεῖα, ποτὲ μὲν τῆς μακρᾶς, ποτὲ δὲ τῆς βραχείας· τινὲς δὲ τρίχρονα, ὡς ποτὲ μὲν
20ἔχοντα δύο χρόνους, ὅτε μακρά ἐστι, ποτὲ δὲ ἕνα, ὅτε βραχέα ἐστίν· ἀλλ’ οὐ καλῶς οὗτοι ὠνόμασαν αὐτὰ τρίχρονα· οὐ γὰρ ὁμοῦ ἐπιδέχεται τοὺς τρεῖς χρόνους, ἐπεὶ ἔμελλεν ὑπὲρ τὸ η καὶ ω μακρότερα εἶναι. Οἱ δὲ ὠνόμασαν αὐτὰ δίχρονα, ὅπερ καὶ ἐπεκράτησε· ποτὲ γὰρ τὸν χρόνον τῆς μακρᾶς, ποτὲ δὲ τῆς βραχείας ἐπιδέχεται· ὅπερ καὶ αὐ‐
25τός φησι, διὰ τοῦτο εἰρῆσθαι αὐτὰ δίχρονα, ἐπεὶ ἐκτείνεται καὶ συστέλ‐ λεται. Προτακτικὰ φωνήεντα πέντε.] Δευτέρα ὑποδιαίρεσις τῶν φωνηέντων ἐστὶν αὕτη, εἰς προτακτικὰ καὶ ὑποτακτικά· καὶ προτακτικὰ μέν ἐστι τῶν ἑπτὰ πέντε, α ε η ο ω, ὑποτακτικὰ δὲ δύο, ι καὶ υ. Καὶ
30φανερόν ἐστι, τίνος ἕνεκεν λέγεται τὰ μὲν προτακτικά, τὰ δὲ ὑποτα‐ κτικά, ὡς αὐτός φησι· προτακτικὰ δὲ λέγεται καὶ τὰ ἑξῆς· τούτων γὰρ τῶν πέντε προτασσομένων, τῶν 〈δὲ〉 δύο ὑποτασσομένων, τοῦ ι καὶ
τοῦ υ, αἱ δίφθογγοι ἀποτελοῦνται.38

39

Καὶ τὸ υ δὲ ἐνίοτε προτακτικόν καὶ τὰ ἑξῆς.] Τὸ «ἐνίοτε» ἔφη, ὡς τινῶν δόξαν ἐχόντων μὴ εἶναι δίφθογγον τοῦ υἱός καὶ τοῦ μυῖα τὸ υ καὶ ι, ἀλλὰ διῃρημένως ἐκφωνεῖσθαι· ὅθεν τινὲς καὶ περιστί‐ ζουσιν αὐτοῦ τὸ ι, ὡς τῆς στιγμῆς χωρισμὸν ἐμφαινούσης. Καὶ αὐτὸς
5μὲν τὴν ἀπόδειξιν τὴν παριστῶσαν ἀκριβῶς εἶναι δίφθογγον τό τε υἱός καὶ τὸ μυῖα οὐ λέγει· ἡμᾶς δὲ δεῖ διασαφῆσαι καὶ παραστῆσαι αὐτήν· οὐ γὰρ ὡς ἀγνοῶν παρέλιπεν αὐτήν, ἀλλ’ ὡς ἐν ὑπομνήματι ἢ πρὸς εἰσαγομένους γράφων. Ἔστιν οὖν αὕτη· τῆς ὀξείας μεμαθήκαμεν τρεῖς εἶναι τόπους, τόν τε ἐπὶ τῆς τελευταίας συλλαβῆς καὶ τὸν παρατέλευ‐
10τον καὶ τὸν πρὸ δύο συλλαβῶν τοῦ τέλους· καὶ περαιτέρω τούτων οὐ δέδωκεν ἡμῖν ἡ φύσις, οὐδὲ ἐὰν θελήσωμεν ἐπαρκεῖ τὸ πνεῦμα· ὥστε πρὸ τριῶν συλλαβῶν τουτέστι τετάρτην ἀπὸ τέλους ὀξεῖαν ἐπί τινων λέξεων ποιῆσαι ἡμᾶς ἀδύνατον· εἰ τοῦτο δὲ ἀληθές, ὥσπερ καὶ ἔστιν, ἐπὶ τοῦ ἅρπυια καὶ αἴθυια καὶ τῶν τοιούτων εἰ ἦν τὸ υ συλλαβὴ κατ’
15ἰδίαν, καὶ τὸ ι κατ’ ἰδίαν συλλαβὴ τόνον ἔχον διῃρημένον καὶ κεχωρισ‐ μένον τοῦ υ καὶ τοῦ α, ὡς ἐν τῷ αἰτία καὶ ἐν ἄλλαις λέξεσίν ἐστι κατ’ ἰδίαν ἐν συλλαβῆς τόπῳ, πῶς ἐπὶ τῆς αι συλλαβῆς τὴν ὀξεῖαν βάλλο‐ μεν, τριῶν μετὰ τὴν αι συλλαβήν, ὥς φασιν ἐκεῖνοι, συλλαβῶν οὐσῶν, τῆς θυ καὶ τῆς ι καὶ τῆς α; ὁμοίως καὶ ἐπὶ τοῦ ἅρπυια πῶς ἐπὶ τῆς
20αρ συλλαβῆς βάλλομεν τὴν ὀξεῖαν, τριῶν, ὥς φασιν, ὑπολειπομένων συλλαβῶν, τῆς πυ καὶ τῆς ι καὶ τῆς α; Ἐκ φυσικῆς οὖν ἀνάγκης, τῆς λεγούσης μηδέποτε πρὸ τριῶν συλλαβῶν κεῖσθαι ὀξεῖαν, τὸ υ καὶ τὸ ι εἶναι δίφθογγον τουτέστι μίαν συλλαβὴν δέδεικται. Δίφθογγοι δέ εἰσιν ἕξ.] Λείπει τὸ «εὔφωνοι»· οὐ γὰρ μόναι
25εἰσὶν ἓξ δίφθογγοι. Δίφθογγοι δὲ λέγονται, ἐπειδὴ ἐκ δύο φθόγγων
συνίστανται· φθόγγοι δὲ καλοῦνται κατὰ μουσικὸν λόγον τὰ γράμματα.39

40

Καὶ οὐ μόνον εἰσὶν ἓξ δίφθογγοι, ἀλλὰ ιβʹ, ὧν αἱ μὲν ἕξ εἰσιν εὔφωνοι, ἃς καὶ αὐτός φησιν, αἱ δὲ τρεῖς κακόφωνοι, ἡ ηυ, ὡς ἐν τῷ ηὔδα, ἡ ωυ, ὡς ἐν τῷ ωὐτός, ἡ υι. ὡς ἐν τῷ υἱός· αἱ δὲ τρεῖς ἄφωνοι, ἡ , ὡς ἐν τῷ Ὁμήρῳ ᾠκοδόμουν ᾠνοχόει, ἡ , ὡς ἐν τῷ τῇ Ἑλένῃ λῃστής
5ἐπῄνουν, ἡ , ὡς ἐν τῷ Αἰνείᾳ ᾄδω Θρᾷξ καὶ ὅσα τοιαῦτα. Τὴν δὲ τρίτην ὑποδιαίρεσιν τῶν φωνηέντων παρεσιώπησεν ὁ τεχνι‐ κός· ἔστι δὲ αὕτη, ἡ εἰς ἀμετάβολα καὶ μεταβολικά. Καὶ ἀμετάβολα μέν ἐστι τέσσαρα, η ω ι υ, διότι ἐν ταῖς κλίσεσι τῶν ῥημάτων ἀμετάβολα μένει, οἷον ἡγεμονεύω ἡγεμόνευον, ὠθῶ ὤθουν, ἱππεύω ἵππευον, ὑμνῶ ὕμνουν·
10μεταβολικὰ δὲ τρία, α ε ο, 〈διότι μεταβάλλονται ἐν ταῖς κλίσεσι τῶν ῥη‐ μάτων〉, οἷον ἄρχομαι ἠρχόμην, οἰκῶ ᾤκουν, ἐλέγχω ἤλεγχον. Ἰδοὺ τρεῖς ὑποδιαιρέσεις τῶν φωνηέντων ἐδείξαμεν· καὶ ἐν τοῖς συμφώνοις τοσαύτας δείξομεν, μᾶλλον δὲ καὶ μίαν περιττήν, ἣν ἐν τοῖς φωνήεσιν εὑρεῖν ἀδύνατον.
15Πάλιν τῶν διφθόγγων αἱ μέν εἰσι κατ’ ἐπικράτειαν, ὡς ἐπὶ τῆς ει διφθόγγου καὶ τῆς καὶ τῆς καὶ τῆς τῆς ἐχούσης τὸ ι ἀνεκφώνη‐ τον· ἐπὶ τούτων γὰρ ὁ φθόγγος τοῦ ἑνὸς φωνήεντος ἐπικρατεῖ καὶ αὐ‐ τὸς 〈μόνοσ〉 ἐξακούεται, οἷον Νεῖλος, τῇ Ἑλένῃ, τῷ καλῷ, τῇ Μηδείᾳ καὶ τὸ Θρᾷξ· αἱ δὲ κατὰ κρᾶσιν, ὡς ἐπὶ τῆς ου διφθόγγου καὶ τῆς αυ
20καὶ τῆς ευ· ἐπὶ τούτων γὰρ συναιροῦσιν ἑαυτὰ τὰ δύο φωνήεντα καὶ ἀποτελοῦσι μίαν φωνὴν ἁρμόζουσαν τοῖς δύο φωνήεσιν, οἷον οὗτος αὐ‐ τός εὔχου· αἱ δὲ κατὰ διέξοδον, ὡς ἐπὶ τῆς ηυ καὶ τῆς ωυ καὶ τῆς υι. ἐπὶ τούτων γὰρ χωρὶς ἀκούεται τοῦ ἑνὸς φωνήεντος ὁ φθόγγος, οἷον ηὔλουν ωὐτός (ἀντὶ τοῦ ὁ αὐτός) υἱός· ἐπειδὴ δὲ ἡ αι δίφθογγος ἡ
25ἐκφωνοῦσα τὸ ι καὶ ἡ οι δίφθογγος οὔτε κατ’ ἐπικράτειάν εἰσιν οὔτε κατὰ κρᾶσιν οὔτε κατὰ διέξοδον, εἰκότως ὡς στερηθεῖσαι τοῦ ἰδιώματος
τῶν διφθόγγων ἐστερήθησαν καὶ τοῦ χρόνου τοῦ παρεπομένου ταῖς δι‐40

41

φθόγγοις, καὶ τούτου χάριν αὗται μόναι ἐκ τῶν διφθόγγων τῷ τονικῷ παραγγέλματι ἀντὶ κοινῆς παραλαμβάνονται καὶ πρὸς ἕνα ἥμισυ χρόνον ἔχουσιν. Πάλιν αἱ δίφθογγοι αἱ μὲν τρεῖς μετατρέπουσιν εἰς τὸν παρατατι‐
5κόν, φημὶ δὲ ἡ αι δίφθογγος, τρέπει γὰρ τὸ α εἰς η, οἷον αἰσχύνομαι ᾐσχυνόμην, αἰδοῦμαι ᾐδούμην, αἰτῷ ᾔτουν· καὶ ἡ αυ δίφθογγος τρέπει καὶ αὐτὴ τὸ α εἰς η, οἷον αὐλῶ ηὔλουν, αὐχῶ ηὔχουν· καὶ ἡ οι δί‐ φθογγος τρέπει τὸ ο εἰς τὸ ω, οἷον οἴχομαι ᾠχόμην, οἴγω ᾦγον, οἰκῶ ᾤκουν, οἰκοδομῶ ᾠκοδόμουν· αὕτη δὲ ἡ οι δίφθογγος διφορεῖται, καὶ
10ποτὲ μὲν ἑαυτὴν φυλάττει ἐν τῷ παρατατικῷ, ὡς ἐν τῷ οἰνοχοῶ οἰνο‐ χόουν, οἰωνίζομαι οἰωνιζόμην, οἰκουρῶ οἰκούρουν, ποτὲ δὲ τρέπεται εἰς . Αἱ δὲ ἄλλαι ἄτρεπτοί εἰσιν, οἷον οὐρῶ οὔρουν, οὐριοδρομῶ οὐριο‐ δρόμουν, εἴργω εἶργον, εἰκονίζω εἰκόνιζον, εἰκάζω εἴκαζον, οἱ δὲ Ἀττι‐ κοὶ διὰ τοῦ η καὶ τοῦ ι, οἷον ᾔκαζον· καὶ τὸ εὐφραίνομαι εὐφραινόμην
15οἱ Ἀττικοὶ διὰ τοῦ η φασὶν ηὐφραινόμην· καὶ αἱ ἑξῆς δίφθογγοι. Σύμφωνα δὲ τὰ λοιπὰ ιζʹ.] Τῶν ἑπτὰ γὰρ φωνηέντων ἀφαι‐ ρεθέντων ἐκ τῶν κδʹ 〈γραμμάτων〉, δῆλον ὅτι ιζʹ περιλείπεται. Τίνος δὲ ἕνεκεν εἴρηται σύμφωνα; Αὐτὸς ἐπιφέρει, ὅτι αὐτὰ μὲν καθ’ ἑαυ‐ τὰ φωνὴν οὐκ ἔχει. Λείπεται τὸ «τελείαν»· μικρὰν γὰρ ἔχει, ἐπεὶ εἰ
20μηδ’ ὅλως εἶχέ τινα φωνήν, οὐκ ἂν ἐναλλαγή τις ἐγένετο τῆς φωνῆς ἐν τῷ ἐκφωνεῖσθαι καθ’ ἑαυτὰ τὰ φωνήεντα καὶ πάλιν μετὰ συμφώνων, ἀλλ’ οἵαν τὸ α ἐκφωνούμενον ἔχει φωνήν, τοιαύτην ἂν εἶχε καὶ μετὰ τοῦ βγ ἐκφωνούμενον· νῦν δὲ οὐκ ἔχει τὴν αὐτήν. Δῆλον οὖν ἐκ τούτου, ὡς τοῦ β ἡ πρόσθεσις ἐναλλαγὴν ποιήσασα τῆς φωνῆς συνήγαγέ
25τινα μετρίαν φωνήν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων συμφώνων, ἵνα μὴ ἀκαίρως πολυλογῶμεν. Τούτων ἡμίφωνα μέν ἐστιν ὀκτώ.] Ἤρξατο λέγειν τὰς ὑπο‐ διαιρέσεις τῶν συμφώνων, καί φησι πρώτην ταύτην εἰς ἡμίφωνα καὶ
ἄφωνα· ἐπειδὴ γὰρ ἐπάνω εἰρήκαμεν, ὅτι ὅσας ἔχει ὑποδιαιρέσεις τὰ41

42

φωνήεντα, τοσαύτας ἔχει καὶ τὰ σύμφωνα—τρεῖς δὲ ἔχει ἐκεῖνα— τὰ δὲ σύμφωνα μετὰ τὸ ἔχειν τὰς τρεῖς ἐκείνας ὑποδιαιρέσεις τῶν φω‐ νηέντων καὶ τετάρτην ὑποδιαίρεσιν ἔχειν, διαιρεῖ ταῦτα εἰς ἡμίφωνα καὶ ἄφωνα, καὶ οὐ τὰ φωνήεντα· οὐ γὰρ ἠδύναντο τὰ φωνήεντα οὕτω δι‐
5αιρεῖσθαι εἰς ἡμίφωνα καὶ ἄφωνα, αὐτόθεν τελείαν φωνὴν ἔχοντα. Ἡμίφωνα δὲ λέγεται, ὅτι παρ’ ὅσον ἧττον τῶν φωνηέν‐ των εὔφωνα καθέστηκεν.] Δῆλον ὅτι ἡμίφωνα ἐλέχθη ὡς ἥμισυ φωνῆς ἔχοντα· ὅθεν ἐπιφέρει καὶ αὐτός, ὅτι ὅσον ἐλάττονά ἐστι τῶν φωνηέντων ἐν τῇ ἐκφωνήσει τῶν τελείαν φωνὴν ἐχόντων, τοσοῦτον εὐ‐
10φωνόντερά ἐστι τῶν ἄλλων ἐννέα στοιχείων τῶν καλουμένων ἀφώνων. — Ἔν τε τοῖς μυγμοῖς καὶ σιγμοῖς.] Ἐν τῷ θέλειν ἡμᾶς ἐκφωνεῖν ἄνευ τῶν φωνηέντων κατ’ ἰδίαν ταῦτα τὰ προλεχθέντα ὀκτὼ ἡμίφωνα, τελείαν μὲν φωνὴν οὐ δυνάμεθα ἀφιέναι, μυγμὸν δέ τινα ἢ συριγμόν, ὅπερ ἐστὶν ἀρχὴ φωνῆς ἤτοι ἥμισυ φωνῆς, ἐκβάλλομεν, τὸ ζ ἢ τὸ ς ἢ τὸ μ
15ἤ τι τούτων θέλοντες ἐκφωνεῖν· ἐπὶ γὰρ τοῦ ρ σχεδὸν καὶ τελείαν φωνὴν ἐκβάλλομεν, ὅθεν καὶ παρά τισιν ἔδοξεν εἶναι φωνῆεν. Ἄφωνα δέ ἐστιν ἐννέα.] Τὸ α σημαίνει τέσσαρα, στέρησιν, ἐπί‐ τασιν, ὁμοῦ, κακόν· στέρησιν οὖν, ὡς ὅταν εἴπωμεν «ὁ λίθος οὗτος ἄψυ‐ χός ἐστι», δῆλον γὰρ ὅτι ἐστέρηται τῆς ψυχῆς· ἐπίτασιν δέ, ὥσπερ παρὰ
20τῷ ποιητῇ 〈Λ 155〉 ὡς δ’ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ, ἐν ἀξύλῳ ἀντὶ τοῦ ἐν πολυξύλῳ· ὁμοῦ δέ, ὡς ἐν τῷ ἄλοχος (ἡ ὁμό‐ λεχος) ἀκόλουθος (ὁ ὁμοκέλευθος)· κακὸν 〈δέ〉, ὡς ἐν τῷ «ὁ δεῖν’ ἄμορ‐ φός ἐστιν», ἀντὶ τοῦ κακόμορφος· οὐ γὰρ ἐστέρηται τῆς οἱασδήποτε μορφῆς ὁ δεῖνα· «ὁ τραγῳδὸς ἄφωνός ἐστι», τουτέστι κακόφωνος· οὐ
25γὰρ ἔστι τραγῳδὸς φωνὴν μὴ ἔχων. Οὕτως οὖν ἐνταῦθα ἄφωνα λέγε‐ ται ταῦτα τὰ ἐννέα γράμματα ὡς κακόφωνα, καὶ οὐχ ὡς τελείως φω‐ νῆς ἐστερημένα ὡς γὰρ προείρηται ἡμῖν, τὸ β καὶ τὸ γ καὶ τὰ ἑξῆς εἰ μηδ’ ὅλως τὴν τυχοῦσαν εἶχε φωνήν, μετὰ τοῦ α ἢ μετὰ τῶν ἄλλων
φωνηέντων συμπλεκόμενα οὐκ ἂν ἐνήλλασσε τὴν ἐκείνων ἐκφώνησιν·42

43

ἐπειδὴ δὲ ἐναλλάσσει, δῆλον ὅτι καὶ αὐτὰ μετρίαν τινὰ συνεισήγαγε φωνὴν ἐν τῷ συλλαμβάνεσθαι καὶ συμπλέκεσθαι αὐτοῖς. Τούτων ψιλὰ μέν ἐστι τρία.] Τὰ ἄφωνα πάλιν ὑποδιαιρεῖ εἰς ψιλὰ καὶ δασέα καὶ μέσα· καὶ ψιλὰ μέν ἐστι τρία, τὸ κ καὶ π καὶ τ.
5Ψιλὰ δὲ λέγεται τὰ ὀλίγῳ πνεύματι ἐκφωνούμενα, δασέα δὲ τὰ πολλῷ, μέσα δὲ τὰ μήτε πολλῷ μήτε ὀλίγῳ πνεύματι ἐκφωνούμενα, ἀλλὰ τῶν μὲν ὀλίγον πνεῦμα ἐχόντων ὑπερβεβηκότα τῷ πνεύματι, τουτέστι πλείονι πνεύματι ἐκφωνούμενα, τῶν δὲ πολὺ ὑποβεβηκότα τῷ πνεύματι, τουτέ‐ στιν ἔλαττον πνεῦμα ἔχοντα.
10Καὶ ἔστι τὸ μὲν β μέσον τοῦ π καὶ φ καὶ ἑξῆς.] Οὐχ ὡς ἔτυχεν οἱονδήποτε τῶν μέσων ἐστὶν οἱουδήποτε δασέος ἢ ψιλοῦ μέσον, ἀλλὰ διακεκριμένως τόδε τι τῶν μέσων τοῦδε καὶ τοῦδέ ἐστι μέσον καὶ οὐχ ἑτέρων, διά τινα φυσικὴν καὶ ἀναγκαίαν αἰτίαν, ἣν εὔκαιρον νῦν εἰπεῖν. Φωνητικὰ ὄργανα τρία ἐστίν, γλῶσσα, ὀδόντες καὶ χείλη. Τοῖς
15μὲν οὖν ἄκροις χείλεσι πιλουμένοις ἐκφωνεῖται τὸ π, ὥστε σχεδὸν μηδ’ ὅλως πνεῦμά τι παρεκβαίνειν· ἀνοιγομένων δὲ τῶν χειλέων πάνυ καὶ πνεύματος πολλοῦ ἐξιόντος ἐκφωνεῖται τὸ φ· τὸ δὲ β ἐκφωνούμενον ὁμοίως τοῖς ἄκροις τῶν χειλέων, τουτέστι περὶ τὸν αὐτὸν τόπον τοῖς προλεχθεῖσι τῶν φωνητικῶν ὀργάνων, οὔτε πάνυ ἀνοίγει τὰ χείλη, ὡς
20τὸ φ, οὔτε πάνυ πιλοῖ, ὡς τὸ π, ἀλλὰ μέσην τινὰ διέξοδον τῷ πνεύ‐ ματι πεφεισμένως δίδωσιν· ἐξ ἀνάγκης οὖν τὸ β μέσον ἐστὶ τοῦ π καὶ φ καὶ οὐχ ἑτέρων, ὡς περὶ τὸν αὐτὸν ἐκείνοις, λέγω δὲ τῷ π καὶ φ, ἐκφωνούμενον τόπον. Ὁμοίως δὲ καὶ τὸ γ μέσον ἐστὶ τοῦ κ καὶ χ, διότι καὶ αὐτὸ περὶ τὸν αὐτὸν τόπον ἐκείνοις, ὧν ἐστι μέσον, ἐκφω‐
25νεῖται· τὸ μὲν γὰρ κ, τῆς γλώσσης τῇ ἐκφωνήσει προσπιλουμένης τῷ οὐρανίσκῳ καὶ κυρτουμένης καὶ μὴ συγχωρούσης σχεδὸν μηδ’ ὅλως τὸ τυχὸν πνεῦμα ἐξελθεῖν, ἐκφωνεῖται· τὸ δὲ χ τῇ αὐτῇ ἐκφωνήσει, τῆς
γλώττης μὴ προσπιλουμένης μηδ’ ὅλως προσαπτομένης τῷ οὐρανίσκῳ,43

44

ἀλλὰ συγχωρούσης πολὺ πνεῦμα ἐξελθεῖν, ἐκφωνεῖται· ὁμοίως τῇ αὐτῇ ἐκφωνήσει [τῆς γλώττης] τὸ γ ἐκφωνεῖται, μήτε πάνυ προσπιλουμένης τῆς γλώττης τῷ οὐρανίσκῳ, ὡς ἐπὶ τοῦ κ, μήτε πάνυ ἀνοιγομένης, ὡς ἐπὶ τοῦ χ, ἀλλὰ μέσην τινὰ διέξοδον τῷ πνεύματι παρεχούσης. Ὁμοίως
5δὲ καὶ τὸ δ μέσον ἐστὶ τοῦ θ καὶ τ καὶ οὐχ ἑτέρων, ὡς καὶ αὐτὸ περὶ τὸν αὐτὸν τόπον, ὃν μέλλω σοι λέγειν, ἐκείνοις ἐκφωνούμενον· τὸ γὰρ τ, τῆς ἄκρας τῆς γλώττης προσπιλουμένης τοῖς ὀδοῦσι καὶ μὴ συγχω‐ ρούσης σχεδὸν μηδὲ τὸ τυχὸν πνεῦμα ἐξελθεῖν, ἐκφωνεῖται· τὸ δὲ θ, ἀπο‐ χωρούσης τῆς ἄκρας τῆς γλώσσης τῶν ὀδόντων καὶ παρεχούσης ἔξοδον
10τῷ πολλῷ πνεύματι, ἐκφωνεῖται· τὸ δὲ δ, μήτε πάνυ προσπιλουμένης τῆς ἄκρας τῆς γλώσσης τοῖς ὀδοῦσι μήτε πολὺ ἀποχωρούσης, ἀλλ’ ὡς ἂν εἴποι τις καὶ ἐφαπτομένης καὶ μὴ ἐφαπτομένης, οὕτως ἐκφωνεῖται. Διὰ ταύτας οὖν τὰς φυσικὰς αἰτίας οὐ τὰ τυχόντα τῶν τυχόντων ψιλῶν καὶ δασέων μέσα ἐστίν, ἀλλὰ διακεκριμένως.
15Ἔστι δὲ καὶ τεχνικὴ αἰτία, ἀποδεικνύουσα ὅτι συγγενῆ ἐστι τὰ μέσα τῶν δασέων καὶ τῶν ψιλῶν· πάντα γὰρ τὰ εἰς ψ λήγοντα 〈ὀνόματα〉 διὰ τούτων ποιεῖ τὰς γενικάς, οἷον Πέλοψ Πέλοπος, λίψ λιβός, Κίνυψ Κίνυφος· ὁμοίως καὶ ἐπὶ τῶν εἰς ξ ληγόντων, οἷον Φοῖνιξ Φοίνικος, τέττιξ τέττιγος, θρίξ τριχός· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων τριῶν, πάντα
20γὰρ τὰ εἰς ς λήγοντα διὰ τούτων ποιεῖ τὰς γενικάς, 〈οἷον〉 χάρις χά‐ ριτος, Πάρις Πάριδος, ὄρνις ὄρνιθος. Ἀντιστοιχεῖ δὲ τὰ δασέα τοῖς ψιλοῖς,] τουτέστιν ἰσοστοιχεῖ· πολλάκις γὰρ εἰς τὸν τόπον τῶν ψιλῶν τὰ δασέα τίθεται, ἀλλ’ οὐχ οἱαδήποτε οἱωνδήποτε, ἀλλὰ τὰ κατὰ τὸν αὐτὸν τόπον τῶν φωνητικῶν
25ὀργάνων ἐκφωνούμενα. Διὸ πολλάκις εἰς τὸν τόπον τοῦ π τὸ φ τί‐ θεται, ὅταν ἐπιφερομένης λέξεως δασυνομένης μὴ τολμᾷ τὸ ψιλὸν ὑπο‐ στῆναι τὴν τοῦ δασέος ἐπιφοράν· κατ’ οὐδὲν γὰρ διαφέρει τὸ π τοῦ φ, εἰ μὴ ὅτι μετὰ πολλοῦ πνεύματος ἐκφωνεῖται τὸ φ· ἀλλ’ ὡς ἔλασ‐ σον τῇ δυνάμει τοῦ πνεύματος τὴν τοῦ μείζονος πνεύματος ἐπιφορὰν
30ὑποστέλλεται, ὡς ἐπὶ ἀνθρώπου ὁ ἐλάσσων μετασχηματίζεται μείζονος ἐπερχομένου. Ὡσαύτως καὶ εἰς τὸν τόπον τοῦ κ τὸ χ τίθεται ἐπερ‐
χομένης δασείας, καὶ εἰς τὸν τόπον τοῦ τ τὸ θ. Τὰ παραδείγματα44

45

αὐτὸς παρατίθεται, ἐπὶ μὲν τοῦ π παραθέμενος τὸν στίχον τοῦτον 〈ι 279〉 ἀλλά μοι εἴφ’ ὅπῃ ἔσχες ἰών· τὸ γὰρ ἐντελὲς ἦν «ἀλλά μοι εἰπὲ ὅπῃ ἔσχες ἰών», καὶ διὰ τὸ μέτρον τὸ ε ἀπεστράφη τοῦ εἰπέ, καὶ εἰς τὸν τόπον τοῦ ε τοῦ ἐκβληθέντος ἔδει τεθῆναι τὸ ο τοῦ ὅπῃ, οὗ δα‐
5συνομένου οὐκ ἐτόλμησε τὸ π ὑποστῆναι, ἀλλὰ τὸ ἰσόστοιχον αὐτοῦ τὸ φ τὸν τόπον αὐτοῦ τοῦ π ἀνεπλήρωσεν· ἐπὶ δὲ τοῦ κ παρέθετο τὸν στίχον τοῦτον 〈ε 229〉 αὐτίχ’ ὁ μὲν χλαῖναν· 〈τὸ γὰρ ἐντελὲς ἦν «αὐτίκα ὁ μὲν χλαῖναν»〉, καὶ διὰ τὸ μέτρον ἀπεστράφη τὸ α τὸ τελευ‐ ταῖον τοῦ αὐτίκα, εἰς δὲ τὸν τόπον τοῦ α ἔδει τεθῆναι τὸ ο, ὅπερ δα‐
10σύνεται τὸ οὖν κ τῆς δασείας ἐπιφερομένης ὑπεστάλη, καὶ παρεισέδυ τὸ ἰσόστοιχον αὐτοῦ τὸ χ· ὁμοίως καὶ ἐπὶ τοῦ τ, 〈Γ 95〉 ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες· τὸ γὰρ ἐντελὲς ἦν «ὣς ἔφατο», καὶ ἀπεστράφη τὸ ο διὰ τὸ μέτρον, καὶ τὸ τ ἐτράπη εἰς θ διὰ τὴν ἐπιφορὰν τοῦ οι δα‐ συνομένου.
15Ἔτι δὲ τῶν συμφώνων διπλᾶ μέν ἐστι τρία.] Ἤρξατο τῆς δευτέρας ὑποδιαιρέσεως τῶν συμφώνων, τῆς οὔσης πρώτης ἐν τοῖς φω‐ νήεσιν· ὥσπερ γὰρ τῶν φωνηέντων τὰ μέν ἐστι μακρά, τὰ δὲ βραχέα, τὰ δὲ δίχρονα, οὕτω καὶ τῶν συμφώνων τὰ μέν ἐστι μακρά, ἅπερ αὐτός φησι διπλᾶ, ζ ξ ψ, τὰ δὲ δίχρονα, λ μ ν ρ, τὰ δὲ ἐπίλοιπα βραχέα· καὶ
20ὥσπερ ἐπὶ τῶν φωνηέντων τὸ η 〈καὶ τὸ ω〉 δύναμιν ἔχει δύο βραχέων, τοῦ ε καὶ ο, οὕτω καὶ τὸ ζ ξ ψ δύναμιν ἔχει δύο συμφώνων βραχέων τῶν ἐχόντων ἀπὸ ἡμιχρονίου· ὅθεν καὶ ἐν τῷ μέτρῳ ἀντὶ ἐπιφορᾶς δύο συμφώνων παραλαμβάνεται ἕνα ἐχόντων χρόνον. Ἐντεῦθεν καὶ διπλᾶ αὐτά φησιν ὁ Διονύσιος, ὡς διπλασίονα δύναμιν ἔχοντα τῶν
25ἄλλων συμφώνων· τῶν γὰρ ιζʹ συμφώνων τὰ μὲν δέκα ἀπὸ ἡμιχρονίου ἀεὶ ἔχει, τὰ δὲ τέσσαρα ἀμετάβολα ποτὲ μὲν ἀπὸ ἑνὸς χρόνου ἔχει, ποτὲ δὲ ἀπὸ ἡμιχρονίου, διὸ καὶ δίχρονα αὐτὰ ἔφαμεν, ποτὲ δὲ οὔτε ἀπὸ ἡμιχρονίου, ὡς σὺν θεῷ εἰσόμεθα ἐν τῷ περὶ κοινῆς συλλαβῆς, ταῦτα δὲ τὰ τρία, ζ ξ ψ, ἀεὶ ἀπὸ ἑνὸς χρόνου ἔχει. Οὐχ ὡς οὖν ἐκ δύο συμ‐
30φώνων συγκείμενα διπλᾶ εἴρηται, ἀλλ’ ὡς δύο συμφώνων δύναμιν ἔχοντα· εἰ γὰρ τοῦτο ἀληθὲς ὑπολαμβάνομεν, ὅτι ἕκαστον αὐτῶν ἐκ δύο συμ‐ φώνων σύγκειται, ἢ ὅτι εἰς δύο σύμφωνα δύναται διαιρεῖσθαι, ἀναιροῦ‐
μεν αὐτὰ τοῦ εἶναι στοιχεῖα, μαθόντες εἶναι στοιχεῖον τὴν πρώτην καὶ45

46

ἀμερῆ τοῦ ἀνθρώπου φωνήν· πῶς οὖν δύναται καὶ ἀμερὲς εἶναι καὶ διαιρεῖσθαι; Μᾶλλον οὖν τοῦτο ἀληθές ἐστιν, ὅτι διπλᾶ διὰ τοῦτο εἴρη‐ ται, διότι διπλασίονα δύναμιν ἔχει· λεχθείη δὲ καὶ μακρὰ σύμφωνα. Εἰ δὲ συνεμπίπτει τῇ τοῦ κ καὶ ς φωνῇ ἡ τοῦ ξ φωνή, καὶ τῇ τοῦ π καὶ
5ς ἡ τοῦ ψ, καὶ τῇ τοῦ ς καὶ δ ἡ τοῦ ζ, οὐ παρὰ τοῦτο λεκτέον αὐτὰ ἐξ ἐκείνων συγκεῖσθαι, ἵνα μή, ὡς προείρηται, ὁ ὅρος τοῦ στοιχείου εὑ‐ ρεθῇ ψευδὴς ἐπὶ τούτων ὁ λέγων εἶναι ἀμερῆ πάντα τὰ στοιχεῖα· καὶ ἐπὶ ἀνθρώπων γὰρ πολλάκις αἱ ἰδέαι συνεμπίπτουσι τῇ ὁμοιότητι, ἀλλ’ οὐκ ἐκεῖνοι οὗτοί εἰσιν οἷς ἐοίκασιν.
10Ἀμετάβολα τέσσαρα.] Τῆς τρίτης ὑποδιαιρέσεως τῶν συμφώνων μέμνηται τῆς καὶ ἐν τοῖς φωνήεσιν οὔσης· ὥσπερ γὰρ ἐπὶ τῶν φωνηέν‐ των τὰ μέν ἐστιν ἀμετάβολα, ὡς ἀπεδείξαμεν, τὰ δὲ μεταβολικά, οὕτω καὶ ἐπὶ τῶν συμφώνων τὰ μὲν τέσσαρα ταῦτά ἐστιν ἀμετάβολα, τὰ δὲ ἄλλα μεταβολικά. Ἀμετάβολα δὲ εἴρηται, ὡς καὶ αὐτός φησιν, ὅτι οὐ
15μεταβάλλει ἐν τοῖς μέλλουσι τῶν ῥημάτων οὐδὲ ἐν ταῖς κλίσεσι τῶν ὀνομάτων· καὶ γὰρ ἐν τοῖς ἐνεστῶσι τῶν ῥημάτων ἐὰν εὑρεθῇ ἕν τι τούτων τῶν τεσσάρων, εὑρίσκεται καὶ ἐν τοῖς μέλλουσιν, ὡς ἐπὶ τοῦ πάλλω παλῶ, νέμω νεμῶ, κρίνω κρινῶ, σπείρω σπερῶ· καὶ ἐν ταῖς εὐ‐ θείαις τῶν ὀνομάτων ἐάν τι τούτων εὑρεθῇ ληκτικόν, εὑρίσκεται καὶ ἐπὶ
20τῶν γενικῶν, ὡς ἐπὶ τοῦ Νέστωρ Νέστορος καὶ Μέμνων Μέμνονος· τὸ γὰρ λ καὶ τὸ μ οὐχ εὑρίσκεται ληκτικὸν ὀνομάτων. Τὰ δὲ αὐτὰ καὶ ὑγρὰ καλεῖται.] Τοῦτο αἴνιγμά ἐστι τῆς ὑπο‐ διαιρέσεως ἧς εἴπομεν, εἰς μακρά, εἰς βραχέα καὶ εἰς δίχρονα· ὥσπερ γὰρ ἐν τοῖς φωνήεσι τὰ δίχρονα ἕτεροι καὶ ὑγρὰ ἐκάλεσαν ὡς εὐόλισθα
25ἐπί τε τὸν τῆς μακρᾶς χρόνον καὶ τῆς βραχείας, οὕτω καὶ ταῦτα ὑγρὰ καλεῖται, ὡς ποτὲ μὲν παρὰ τῷ ποιητῇ ἀντὶ δύο συμφώνων κείμενα, ποτὲ δὲ ἀνθ’ ἑνός. Εἴποι δ’ ἄν τις καὶ δι’ ἄλλην αἰτίαν ὑγρὰ αὐτὰ καλεῖσθαι, διὰ τὸ τὴν ἐκφώνησιν αὐτῶν λείαν καὶ ὁμαλὴν εἶναι καὶ τῷ ὄντι εὐόλισθον οὕτως, ὡς καὶ μετ’ ἄλλου συμφώνου προηγουμένου ἐν
30ἐπιπλοκῇ ὄντα μὴ πάντως τὴν προηγησαμένην βραχεῖαν μακρὰν ποιεῖν,
ὡς ἐπὶ τοῦ 〈Τ 287〉 Πάτροκλε καὶ τῶν ὁμοίων.46

47

Δεῖ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι τῆς τετάρτης ὑποδιαιρέσεως οὐκ ἐμνήσθη, ὡς δυσχερεστέρας οὔσης τῆς τετάρτης μὲν τοῖς συμφώνοις, τρίτης δὲ ἐν τοῖς φωνήεσι, τῆς διαιρούσης τὰ σύμφωνα εἰς προτακτικὰ καὶ ὑποτακτικά. Τινὰ γὰρ αὐτῶν καὶ προτακτικά ἐστι καὶ ὑποτακτικά,
5ἀλλ’ οὐχὶ τῶν αὐτῶν, ἀλλὰ τινῶν μὲν προτακτικά ἐστι, τινῶν δὲ ὑπο‐ τακτικά· ὡς εὐθέως τοῦ μὲν ρ τὸ β ἐστὶ προτακτικόν, ὡς ἐν τῷ βρέ‐ φος, οὐδέποτε δὲ τὸ ρ τοῦ β εὑρίσκεται προτασσόμενον· ὡς ἔφαμεν γάρ, τὰ φθάσαντά τινων προταγῆναι οὐδέποτε καὶ ὑποτάσσεται ἐν ἐπι‐ πλοκῇ. Οὕτως οὖν ἕκαστον τῶν συμφώνων ἐὰν πειραθῇ τις, εὑρίσκει
10ὅτι τινῶν μὲν προτακτικόν ἐστιν ἔσθ’ ὅτε, ἄλλων δὲ ὑποτακτικόν· διὰ οὖν τὴν τοιαύτην δυσχέρειαν παρεσιώπησε ταύτην τὴν ὑποδιαίρεσιν. Τελικὰ ἀρσενικῶν ὀνομάτων στοιχεῖα.] Χρεία δέ ἐστι προσ‐ θεῖναί τινα καὶ εἰπεῖν οὕτως· «τελικὰ ἀρσενικῶν ὀνομάτων ἀνεπεκτά‐ των κοινῶν κατ’ εὐθεῖαν καὶ ἑνικὴν πτῶσιν στοιχεῖά ἐστι πέντε». Πρόσ‐
15κειται «ἀρσενικῶν» διὰ τὰ θηλυκὰ καὶ οὐδέτερα «ὀνομάτων» δὲ διὰ τὰ ἄλλα μέρη τοῦ λόγου, οἷον διὰ τὰς μετοχὰς καὶ τὰς ἀντωνυμίας· «ἀνεπ‐ εκτάτων» δὲ διὰ τὸ τοιόσδε καὶ 〈τοσόσδε〉, τοιουτοσί καὶ τηλικουτοσί, ταῦτα γὰρ ἐπέκτασιν ἀνεδέξαντο διὰ τοῦ δε καὶ τοῦ ι· «κοινῶν» δὲ πρόσκειται διὰ τὰ βάρβαρα, οἷον διὰ τὸ Ἀδάμ Ἰωσήφ Δανιήλ, ταῦτα
20γὰρ βάρβαρά ἐστιν· ἔτι «κοινῶν» πρόσκειται διὰ 〈τὰ ποιητικά, οἷον διὰ〉 τὸ ἱππότα ἀντὶ τοῦ ἱππότης καὶ μητίετα ἀντὶ τοῦ μητιέτης καὶ νεφελη‐ γερέτα ἀντὶ τοῦ νεφεληγερέτης· ἔτι «κοινῶν» πρόσκειται διὰ τὰ κατὰ διάλεκτον· οἱ γὰρ Αἰολεῖς πολλάκις εἰς α ποιοῦσι τὰς εὐθείας, ὁ Ἀρχύτα γάρ φασιν ἀντὶ τοῦ Ἀρχύτας καὶ Ὑβραγόρα ἀντὶ 〈τοῦ〉 Ὑβραγόρας·
25«κατ’ εὐθεῖαν» 〈δὲ〉 πρόσκειται διὰ τὰς ἄλλας πτώσεις· «ἑνικήν» 〈δὲ〉 πρόσκειται διὰ τὰ δυϊκὰ καὶ πληθυντικά. —Ὁμοίως δὲ καὶ ἐπὶ τῶν θηλυκῶν τελικά ἐστιν ὀκτώ, α ηων ξ ρ ς ψ, οὐδετέρων δὲ ἕξ, α ι ν ρ ς υ. Τινὲς δὲ προστιθέασι καὶ τὸ ο, οἷον ἄλλο [ἐκεῖνο],] καί φασι τὸ ο τελικὸν εἶναι οὐδετέρου ὀνόματος· οὐκ ἔστι 〈δὲ〉 τοῦτο ἀληθές,
30ἀλλ’ ἀντωνυμία ἐστίν, ὥσπερ καὶ 〈τὸ〉 τοῦτο.
Δυϊκῶν δὲ τρία, α ε ω· πληθυντικῶν δὲ τέσσαρα, ι ς α η.47

48

(1t)

§ 7 (8b).
2tΠερὶ συλλαβῆς.
3Συλλαβή ἐστι.] Πρεπόντως ἡμᾶς διδάξας τὰ στοιχεῖα βούλεται καὶ περὶ συλλαβῆς διδάξαι τῆς ἐξ αὐτῶν τῶν στοιχείων ὡς ἂν εἴποι τις
5τικτομένης ἤτοι ὑφισταμένης· καὶ λέγει τῆς συλλαβῆς τὸν ὅρον τοῦτον,
5δηλοῦντα κυρίως εἶναι συλλαβὴν τὴν συλλαμβάνουσαν σύμφωνα καὶ φω‐ νήεντα. Καὶ δοκεῖ ὡς πρὸς εἰσαγομένους 〈ἢ〉 ὡς ἐν ὑπομνήματι καλῶς εἰρηκέναι εἰ δ’ ἀκριβῶς τις ἐπισκέψαιτο τὸν ὅρον τοῦτον, πᾶς λόγος καὶ πᾶν βιβλίον καὶ πᾶν ποίημα συλλαβὴ εὑρίσκεται, σύλληψις γάρ ἐστι συμφώνων καὶ φωνηέντων. Δεῖ οὖν τῷ ὅρῳ προσθεῖναι, ὃ αὐτὸς παρέ‐
10λιπεν οὐχ ὡς ἀγνοῶν ἀλλ’, ὡς προείρηκα, ὡς πρὸς εἰσαγομένους ἢ ὡς ἐν ὑπομνήματι γράφων· ἔστιν οὖν τὸ ἐλλεῖπον τοῦτο, «ὑφ’ ἓν πνεῦμα καὶ ἕνα τόνον ἀδιαστάτως λεγομένη», ὥστε τὸν ὅλον ὅρον τῆς συλλα‐ βῆς εἶναι τοιοῦτον «συλλαβή ἐστι κυρίως σύλληψις συμφώνων μετὰ φωνήεντος ἢ φωνηέντων ὑφ’ ἕνα τόνον καὶ ἓν πνεῦμα ἀδιαστάτως λε‐
15γομένη». Τῆς προσθήκης οὖν ταύτης λεχθείσης ἐξεφύγομεν τὸ πάντα λόγον καὶ πᾶν βιβλίον καὶ πᾶν ποίημα δοκεῖν εἶναι συλλαβήν· οὐ γὰρ ὑφ’ ἓν πνεῦμα καὶ ἕνα τόνον οὐδ’ ἀδιαστάτως λέγεταί τι εἰ μὴ ἑκάστη συλλαβή· τὰς μὲν γὰρ λέξεις τὰς δισυλλάβους καὶ τρισυλλάβους ἢ καὶ περαιτέρω ἔστι διελεῖν εἰς συλλαβάς, ἑκάστην δὲ συλλαβὴν οὐκ ἔστι διε‐
20λεῖν εἰ μὴ εἰς στοιχεῖα, ἅτινα οὐκ εἰσὶ συλλαβαί. Ὡς προείρηται οὖν, τῆς προσθήκης ταύτης προσελθούσης τέλειός ἐστιν ὁ ὅρος τῆς συλλαβῆς. Καὶ κινδυνεύουσιν αἱ μονογράμματοι συλλαβαί, δηλονότι αἱ δι’ ἑνὸς φωνήεντος, καταχρηστικῶς εἰρημέναι συλλαβαί, μὴ εἶναι συλλαβαί, ὡς αὐτός φησιν. Εἴποι δ’ ἄν τις ὑπὲρ αὐτῶν ἀπολογούμενος τοιαύτην
25τινὰ πιθανολογίαν, ὅτι οὐ δίκαιόν ἐστι τὰ φωνήεντα τὰ καὶ τοῖς συμ‐ φώνοις παρέχοντα τὸ ἐκφωνεῖσθαι τελείως ἐξωθεῖσθαι τοῦ ὅρου τῆς
συλλαβῆς, ὥσπερ καὶ ἐπὶ τοῦ ὅρου τοῦ ἀριθμοῦ οὐκ ἐκβάλλομεν τὴν48

49

μονάδα. Ἔστι γὰρ ὁ ὅρος τοῦ ἀριθμοῦ τοιοῦτος, «ἀριθμός ἐστι μονά‐ δων σύνθεσις». εἰ οὖν τοῦτο ἀληθές, ὥσπερ καὶ ἔστιν, ἡ μονὰς οὐχ εὑ‐ ρίσκεται οὖσα ἀριθμός, ὡς ἔτι ἀσύνθετος οὖσα, τουτέστιν ὡς μὴ οὖσα μονάδων σύνθεσις. Ἀλλ’ ἐρεῖ αὐτὴ ἡ μονάς· «εἰ ἐγὼ ἡ καὶ τοῖς ἄλλοις
5ἀριθμοῖς τὸ εἶναι ἀριθμοὺς παρέχουσα ἐκβληθῆναι ἔχω τοῦ καλεῖσθαι ἀριθμός, οὐ δυνατὸν ἐκείνους ἀριθμοὺς εἶναι». Οὕτως οὖν καὶ τὰς μο‐ νογραμμάτους συλλαβὰς οὐ δίκαιόν ἐστιν ἀπωθεῖσθαι τῆς συγγενείας τῶν συλλαβῶν, εἰ καὶ μὴ δοκοῦσιν ἐμπεριέχεσθαι τῷ ὅρῳ τῆς συλλαβῆς.
9t§ 8 (9b).
10tΠερὶ μακρᾶς συλλαβῆς.
10Πρῶτος τρόπος τῶν θέσει 〈μακρῶν〉 ἐστιν ὁ εἰς δύο σύμφωνα λή‐ γων, τουτέστι παυόμενος, ἵνα πρὸ τῶν δύο συμφώνων ἔχει φωνῆεν βραχὺ τὸ ὀφεῖλον διὰ τῆς συνθέσεως τῶν δύο συμφώνων τῶν προσφε‐ ρόντων αὐτῷ ἀνὰ ἡμιχρόνιον θέσει μακρὸν γενέσθαι δύο τε χρόνους ἀναδέξασθαι, αὐτοῦ ἤδη ἔχοντος ἀφ’ ἑαυτοῦ τὸν ἕνα χρόνον· καὶ εἴποι
15ἄν τις χαριέντως κατανοήσας, ἐν μιᾷ συλλαβῇ χάριν ἀντὶ χάριτος τῷ φωνήεντι ὑπὸ τῶν συμφώνων καὶ τοῖς συμφώνοις ὑπὸ τοῦ φωνήεντος ἀντιδίδοσθαι, τοῖς μὲν τὴν ἐκφώνησιν τὴν διὰ τοῦ φωνήεντος, τῷ δὲ τὴν μήκυνσιν τὴν διὰ τῶν συμφώνων. Καὶ περὶ μὲν τοῦ εἰς δύο σύμ‐ φωνα λήγειν καὶ δι’ αὐτῶν μηκύνεσθαι τὸ βραχὺ φωνῆεν ἀρκούντως
20λέλεκται. Ζητήσειε δ’ ἄν τις ἐπιμελὴς εἰς τὰ τοιαῦτα περιέργως, τίνος ἕνεκεν εἰς τρία σύμφωνα οὐδέποτε λήγει συλλαβή, ἀλλὰ πρὸ μὲν ἑνὸς ἢ δύο φωνηέντων εὑρήσεις τρία σύμφωνα ἐν μιᾷ συλλαβῇ, πρὸ ἑνὸς μέν, ὡς ἐπὶ τοῦ στραβός, πρὸ δύο δέ, ὡς ἐπὶ τοῦ στρουθός, μετὰ δὲ φωνῆεν
25ἓν ἢ δύο σύμφωνα οὐχ εὑρίσκεται, ὡς προείρηται, τρία λήγοντα ἐν μιᾷ συλλαβῇ. Τὴν αἰτίαν οὖν ἐμάθομεν εἶναι ταύτην, ὡς ἐμοὶ δοκεῖ φυσικήν
τε καὶ ἀναγκαίαν. Τὰ μὲν γὰρ φωνήεντα ἔοικεν ἐργάταις, τὰ δὲ σύμ‐49

50

φωνα φορτίοις, ὡς τὰ μὲν αὐτοκίνητα ὡς ἂν εἴποι τις καὶ αὐτόφωνα, τὰ δὲ ὡς ἑτεροκίνητα καὶ σὺν ἑτέροις ἐκφωνούμενα, αὐτὰ δὲ καθ’ ἑαυτὰ τοῦ προφορικοῦ μὴ τυγχάνοντα· ὡς οὖν οἱ ἐργάται ἐπὶ μὲν τῶν ὤμων καὶ ἐπὶ τοῦ νώτου ὄπισθεν πλείω φόρτον δύνανται ἐπιφέρεσθαι ἤπερ
5ἔμπροσθεν ἐπὶ τῶν χειρῶν, οὕτω καὶ τὰ φωνήεντα ὄπισθεν μὲν τρία σύμφωνα φέρειν δύνανται, ἔμπροσθεν δὲ ὡς ἂν εἴποι τις διὰ τῶν χει‐ ρῶν τριῶν συμφώνων φόρτον καὶ βάρος οὐ δύνανται ἀνθέλκειν. Καὶ μὴ εἴποι τις τὸ στράγξ ὅτι τὸ ξ ἔχον τὸ διπλοῦν δοκεῖ μετὰ τοῦ ἑνὸς τρία ἔχειν σύμφωνα· ἀπεδείχθη γὰρ ταῦτα μὴ συγκεῖσθαι ἐκ δύο συμφώ‐
10νων, ἀλλ’ εἶναι μακρὰ σύμφωνα.
11t§ 9 (10b).
12tΠερὶ βραχείας συλλαβῆς.
13Βραχεῖα συλλαβὴ γίνεται κατὰ τρόπους δύο, ἤτοι ὅταν ἔχῃ ἕν τι τῶν φύσει βραχέων, οἷον βρέφος.] Τὸ γὰρ ε καὶ ο
15φύσει βραχέα εἰσί, καὶ σημαίνει ἓν ἕκαστον αὐτῶν ἀπὸ ἑνὸς χρόνου. —
15Ἢ ὅταν ἔχῃ ἕν τι τῶν διχρόνων κατὰ συστολὴν παραλαμβα‐ νόμενον, οἷον Ἄρης.] Τὸ γὰρ α τοῦ Ἄρης συστέλλεται καὶ ἐκτεί‐ νεται παρὰ τῷ ποιητῇ, καὶ ποτὲ μὲν ἕνα χρόνον σημαίνει, ποτὲ 〈δὲ〉 δύο, ὡς τὸ 〈Ε 31. 455〉 Ἆρες, Ἄρες, βροτολοιγέ.
19t§ 10 (11b).
20tΠερὶ κοινῆς συλλαβῆς.
20Κοινὴ συλλαβὴ γίνεται κατὰ τρόπους τρεῖς.] Τρεῖς αὐτός φησι τρόπους εἶναι τῆς κοινῆς συλλαβῆς, ὡς πρὸς εἰσαγομένους ἢ ὡς ἐν ὑπομνήματι γράφων· εἰσὶ δὲ πλείους, οὓς δεῖ ἡμᾶς διεξελθεῖν. Εἰσὶ τοίνυν δυοκαίδεκα τρόποι, δύο μὲν οἱ τὴν μακρὰν εἰς βραχεῖαν κατα‐ φέροντες, δέκα δὲ οἱ τὴν βραχεῖαν εἰς μακρὰν ἀναφέροντες· ὧν, φημὶ
25τῶν δέκα, αὐτὸς τὸν ἕνα μόνον παρέθετο ἐν τῷ τέλει τῆς κοινῆς συλ‐ λαβῆς. Ἔστι τοίνυν τῶν δύο τρόπων τῶν τὴν μακρὰν εἰς βραχεῖαν κατα‐ φερόντων πρῶτος ὁ διὰ τῶν φωνηέντων, ὃν καὶ αὐτός φησιν. —
Ἤτοι ὅταν εἰς φωνῆεν μακρὸν λήγῃ καὶ τὴν ἑξῆς ἔχῃ ἀπὸ φω‐50

51

νήεντος ἀρχομένην.] Τρεῖς θέλει παραφυλακὰς ἔχειν οὗτος ὁ πρῶ‐ τος τρόπος ὁ τὴν μακρὰν εἰς βραχεῖαν καταφέρων, τὸ εἰς μέρος λόγου καταλήγειν, ὅπερ παρέλιπεν ὁ τεχνικός, καὶ τὸ εἰς φωνῆεν ὁμοίως λή‐ γειν, καὶ τὸ τὴν ἐπιφερομένην λέξιν ἀπὸ φωνήεντος ἄρχεσθαι, ὡς τὸ
5〈Γ 164〉 οὔ τί μοι αἰτίη ἐσσί, ὅπερ αὐτὸς παρέθετο· ἔληξε γὰρ εἰς μέρος λόγου· ἡ γὰρ μοι συλλαβὴ τέλειον μέρος λόγου, ἀντωνυμία γάρ ἐστιν· ὁμοίως δὲ καὶ εἰς φωνῆεν λήγει τὸ ι, καὶ τὴν ἐπιφερομένην ἀπὸ φωνήεντος ἀρχομένην ἔχει τοῦ α. Ταῦτα οὖν τὰ τρία ἑκάστη μακρὰ ἔχουσα εἰς βραχεῖαν καταφέρεται, ὅταν χρείαν σχῇ ὁ σκεπτόμενος ἀντὶ
10βραχείας αὐτῇ χρήσασθαι· ὅθεν καὶ κοινὴ λέγεται, ὡς δυναμένη καὶ τὸν τῆς μακρᾶς καὶ τὸν τῆς βραχείας δέξασθαι χρόνον πρὸς τὴν χρείαν τοῦ σκεπτομένου, ὡς προείρηται. Τὸ δὲ φωνῆεν τὸ ἐπαγόμενον ἀδιάφορόν ἐστιν ἤτοι μακρὸν ἢ βραχύ. Ἢ ὅταν βραχεῖ ἢ βραχυνομένῳ φωνήεντι ἐπιφέρηται δύο
15σύμφωνα, ὧν τὸ μὲν δεύτερον ἀμετάβολον, τὸ δὲ ἡγούμενον ἓν τῶν ἀφώνων ἐστίν.] Δεύτερος τρόπος τοίνυν τῆς κοινῆς συλλα‐ βῆς οὗτός ἐστιν ὁ τῶν συμφώνων, ὁ τὴν μακρὰν 〈εἰσ〉 βραχεῖαν κατα‐ φέρων. Ὅταν οὖν ἑνὶ τῶν βραχέων ἢ ἑνὶ τῶν διχρόνων συστελλο‐ μένῳ, ὅπερ ἔφη «βραχυνομένῳ», ἐπιφέρηται δύο σύμφωνα ἐκ τῆς ἐπερ‐
20χομένης συλλαβῆς [ἐν ἐπιπλοκῇ ὄντα], οὐχ οἱαδήποτε σύμφωνα, ἀλλ’ ἵνα τὸ μὲν πρότερον αὐτῶν, ὅπερ ἔφη ὁ τεχνικὸς «ἡγούμενον», ἄφωνόν ἐστι, τὸ δὲ δεύτερον ἀμετάβολον ὑπάρχει, ἐν ἐπιπλοκῇ, ὅπερ ἔφη ὁ Διονύσιος «καθ’ ἕν», τότε τὴν τοιαύτην συλλαβὴν ἔξεστι τῷ σκεπτομένῳ ἀντὶ βραχείας παραδέξασθαι. Διὸ καὶ κοινὴ λέγεται συλλαβή, χρόνον
25ἔχουσα καὶ μακρᾶς καὶ βραχείας πρὸς τὴν χρείαν τοῦ σκεπτομένου, ὡς τὸ 〈Τ 287〉 Πάτροκλε, ὃ παρέθετο αὐτός· ἡ γὰρ κλε συλλαβή, ἔχουσα προηγούμενον ἄφωνον καὶ δεύτερον ἀμετάβολον ἐν ἐπιπλοκῇ, δύναται τὸ πρὸ αὐτῆς ο τὸ τῆς τρο συλλαβῆς καὶ μακρὸν ποιεῖν καὶ οὐ ποιεῖν, ὡς βούλεται ὁ σκεπτόμενος· ὁμοίως δὲ καὶ ἡ τρο τὸ πρὸ αὐτῆς α καὶ
30μακρὸν ποιεῖ καὶ οὐ ποιεῖ, διὰ τὸ ἔχειν ἄφωνον καὶ ἀμετάβολον ἐν ἐπιπλοκῇ. Ἰδοὺ οἱ δύο τρόποι ἐπληρώθησαν οἱ τὴν μακρὰν εἰς βραχεῖαν κατα‐
φέροντες.51

52

Τῶν δὲ τὴν βραχεῖαν εἰς μακρὰν ἀναφερόντων δέκα τρόπων ὄντων παρὰ τῷ ποιητῇ ἕνα φησὶν ὁ τεχνικός, καὶ αὐτὸν ὀλίγον τι ἐλλείποντα τοῦ τελείου. Ἢ ὅταν βραχεῖα οὖσα καταπεραιοῖ εἰς μέρος λόγου καὶ
5τὴν ἑξῆς ἔχῃ ἀπὸ φωνήεντος ἀρχομένην.] Λείπει τὸ ποίου φω‐ νήεντος· οὐ γὰρ οἱονδήποτε φωνῆεν ἐπιφερομένης ἀρχόμενον λέξεως τὴν πρὸ αὐτοῦ βραχεῖαν εἰς μέρος λόγου καταλήγουσαν μακρὰν ἀποτε‐ λεῖ. Ποῖον οὖν φωνῆεν τοῦτο ποιεῖ; Τὸ ι· ἰδοὺ γὰρ καὶ 〈ὃ〉 αὐτὸς παρέθετο παράδειγμα διὰ τῆς ἐπιφορᾶς τοῦ ι ἔδειξε τὴν βραχεῖαν μη‐
10κυνομένην· ἐπὶ γὰρ τοῦ 〈Ξ 1〉 Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχή, τῆς θεν συλλαβῆς εἰς μέρος λόγου καταληγούσης καὶ βραχείας οὔσης, ἐπερ‐ χόμενον τὸ ι, καὶ οὐχ ἕτερον φωνῆεν, ἀρχόμενον λέξεως τῆς ἐπιφερομένης ἐμήκυνε τὴν πρὸ αὐτοῦ βραχεῖαν· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ 〈Ξ 421〉 οἱ δὲ μέγα ἰάχοντες τὴν γα συλλαβὴν βραχεῖαν οὖσαν ἡ ἐπιφορὰ τοῦ ι
15ἀρχομένου λέξεως ἐμήκυνε. Δεύτερος τρόπος ὁ διὰ τῆς ὀξείας τὴν βραχεῖαν εἰς μακρὰν ἀνα‐ φέρων. Αὕτη οὖν ἡ ὀξεῖα ἐπικειμένη τινὶ τῶν βραχέων ἤ τινι διχρόνῳ συστελλομένῳ μηκύνει αὐτήν, ὡς ἐπὶ τοῦ 〈Μ 208〉 Τρῶες δ’ ἐρρίγη‐ σαν, ὅπως ἴδον αἰόλον ὄφιν· ἰδοὺ ὁ τελευταῖος ποὺς πυρρίχιος μὲν
20ὑπάρχει, διὸ καὶ δοκεῖ προσάπτειν τῷ στίχῳ πάθος τὸ λεγόμενον μείουρον· ἐπειδὴ δὲ τὴν ὀξεῖαν ἔχει ἐπικειμένην ἐπὶ τοῦ ο, ἀντὶ τρο‐ χαίου παρείληπται, τῆς ὀξείας μηκυνούσης τὸ ο. Καὶ οὐκ ἀκαίρως· δο‐ κεῖ γὰρ ἡ ὀξεῖα ἀνατεινομένη τῇ τε φωνῇ καὶ αὐτῇ τῇ θέσει καὶ δια‐ τυπώσει τοῦ χαρακτῆρος τοῦ ἑαυτῆς τὴν βραχεῖαν ἀνακαλεῖσθαι καὶ
25ἀνάγειν εἰς ὑπερτέραν τάξιν· ὅθεν καὶ οἱ μουσικοὶ ἐπὶ τῶν συλλαβῶν τῶν ἐχουσῶν τὰς ὀξείας ὡς ἐπὶ τὸ πλεῖστον ἐμβραδύνουσι τοῖς κρού‐ μασι· προείρηται δὲ ἡμῖν, ὡς οἱ παλαιοὶ τὴν μακρὰν ἐν διπλασίονι χρόνῳ τῆς βραχείας ἐξεφώνουν. Ἡ ὀξεῖα οὖν τοιαύτην ἔχει φύσιν καὶ δύναμιν, ὡς μὴ μόνον ἐπικειμένη ἐπάνω βραχείας μηκύνειν αὐτήν, ἀλλὰ
30καὶ προκειμένη καὶ μετακειμένη δύνασθαι τῇ βραχείᾳ χρόνον χαρίζεσθαι,
ὡς ἐπὶ τοῦ 〈Δ 76〉 ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν· τοῦ52

53

γὰρ τέρας ἡ ρας συλλαβὴ βραχεῖα οὖσα διὰ τῆς προκειμένης ὀξείας ἐμηκύνθη τῆς ἐπικειμένης τῇ τε συλλαβῇ· καὶ δοκεῖ ὁ στίχος πάθος ἔχειν τὸ λεγόμενον λαγαρόν, ἀλλ’ ἀπαθὴς ὡς οἷόν τε γέγονε διὰ τῆς προ‐ κειμένης ὀξείας. Μετακειμένη δέ, ὡς ἐπὶ τοῦ 〈Ζ 62〉 αἴσιμα παρει‐
5πών· ὁ δ’ ἀπὸ ἕθεν ὤσατο χειρί· τὴν πο γὰρ βραχεῖαν οὖσαν ἡ ὀξεῖα τοῦ ἕθεν ἐμήκυνεν, ὅθεν καὶ αὐτὸς ὁ στίχος, δοκῶν κατὰ τὸν πόδα τοῦ‐ τον πάθος ἔχειν τὸ λεγόμενον λαγαρόν, ἀπαθὴς ὡς οἷόν τε γέγονε διὰ τῆς ἐπιφορᾶς τῆς ὀξείας· ἐπὶ δὲ τοῦ δευτέρου ποδὸς μὴ ἐσχηκότος μη‐ δεμίαν βοήθειαν ἔμεινε τὸ προλεχθὲν πάθος τὸ λαγαρόν· τοῦ γὰρ παρ‐
10ειπών τὸ α οὐδεμιᾶς ἐκ τῶν δέκα τρόπων ἔτυχε βοηθείας τῶν ἀνα‐ φερόντων τὴν βραχεῖαν εἰς μακράν, ὥσπερ ἐπὶ τοῦ ἕθεν ἐπιφερομένης ὀξείας ἐμηκύνθη τὸ πο μικρόν, δηλονότι παρὰ τῷ ποιητῇ, φημὶ δὲ τῷ Ὁμήρῳ, 〈ᾧ〉 καὶ ἔξεστι τούτοις τοῖς δέκα τρόποις κεχρῆσθαι τοῖς ἀνα‐ φέρουσι τὴν βραχεῖαν εἰς μακράν, ἡμῖν δὲ ἐκ τῶν δέκα τρόπων ἑνὶ
15μόνῳ ἔξεστι κεχρῆσθαι, ὃν μετ’ ὀλίγον ἐροῦμεν. Τρίτος τρόπος ὁ διὰ τῆς περισπωμένης. Αὕτη τοίνυν ἡ περισπω‐ μένη προκειμένη τῆς βραχείας καὶ μετακειμένη—οὐ γὰρ δυνάμεθα εἰ‐ πεῖν ἐπικειμένη τῇ βραχείᾳ· ἀδύνατον γὰρ ἐπάνω βραχείας εὑρεῖν πε‐ ρισπωμένην, ὡς τῆς περισπωμένης ἐκ δύο τόνων συγκειμένης καὶ ἐπι‐
20ζητούσης συλλαβὴν δύο χρόνους ἔχουσαν φύσει, οὐ θέσει· οἱ γὰρ τόνοι, ὡς φύσει ὄντες, καὶ τὰς φύσει μακρὰς μετίασι καὶ οὐχὶ τὰς διὰ συμφώ‐ νων θέσει μακρὰς γινομένας· τῆς δὲ βραχείας ἕνα χρόνον ἐχούσης καὶ μὴ δυναμένης ὑποδέξασθαι τῶν δύο χρόνων τὴν τονικὴν δύναμιν— αὕτη τοίνυν ἡ περισπωμένη τῇ πρὸ αὐτῆς βραχείᾳ ἢ τῇ μετ’ αὐτὴν δύ‐
25ναμιν χαρίζεταί τινα καὶ ἀπὸ βραχείας εἰς μακρὰν ἀναφέρει παρὰ τῷ ποιητῇ, ὡς προείρηται. Καὶ τῇ μὲν πρὸ αὐτῆς, ὡς ἐπὶ τοῦ 〈Ζ 81〉 πάντῃ ἐποιχόμενοι, πρὶν αὖτ’ ἐν χερσὶ γυναικῶν· τοῦ γὰρ πρίν τὸ ι συστελλόμενον καὶ μηδὲ τυχὸν συνάρσεως τῆς ἀπὸ δύο συμφώνων, ἀλλὰ καὶ δοκοῦν προσάπτειν τῷ στίχῳ πάθος τὸ λεγόμενον λαγαρόν,
30διὰ τῆς ἐπιφερομένης ὡς οἷόν τε ἐμηκύνθη περισπωμένης· τῇ δὲ μετ’
αὐτήν, ὡς ἐπὶ τοῦ 〈Ζ 366〉 οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον53

54

υἱόν· πάλιν γὰρ ἐν τῷ οἰκῆας τὸ ας συστελλόμενον διὰ τῆς προκειμέ‐ νης περισπωμένης μηκύνεται. Τέταρτος τρόπος ὁ διὰ τῆς δασείας. Αὕτη τοίνυν ἡ δασεῖα ἐπι‐ κειμένη καὶ προκειμένη καὶ μετακειμένη τὴν βραχεῖαν εἰς μακρὰν ἀνάγει·
5ἐπικειμένη μέν, ὡς ἐπὶ τοῦ 〈ex. gr. Α 193〉 ἕως ὁ ταῦθ’ ὥρμαινε κατὰ φρένα· προκεφάλου γὰρ ὄντος τοῦ στίχου τούτου τὸ μὲν ε τὸ ἐν ἀρχῇ οὐ μετρεῖται, τὸ δὲ ως ο ἀντὶ σπονδείου παραλαμβάνεται, τῆς δευτέρας συλλαβῆς τὸ ο μόνον ἐχούσης καὶ μὴ ἐπιφερομένων δύο συμ‐ φώνων· ἀλλ’ ἡ δασεῖα ἐπικειμένη ἐμήκυνεν αὐτὸ τῷ πνεύματι τῷ πολλῷ
10καὶ τῇ διατάσει τῶν φωνητικῶν ὀργάνων τῶν μᾶλλον διατεινομένων ἐν τῇ προφορᾷ τοῦ πλείονος πνεύματος. Προκειμένη δέ, ὡς ἐπὶ τοῦ 〈Η 353〉 ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε· τοῦ γὰρ ἵνα τὴν να συλλαβὴν βραχεῖαν οὖσαν ἡ δασεῖα ἡ ἐπὶ τοῦ ι τοῦ ἵνα, τῷ μὲν ι ἐπικειμένη, τοῦ δὲ α προκειμένη, ἐμήκυνεν. Ἀλλ’ εἴποι τις, ὅτι τὸ μ
15ἐπιφερόμενον ἐμήκυνε τὴν να συλλαβὴν βραχεῖαν οὖσαν· ἀλλ’ ἐπὶ πασῶν τῶν βραχειῶν τῶν ἀναφερομένων εἰς μακρὰς διὰ τούτων τῶν βοηθη‐ μάτων τοῦτο δεῖ σκοπεῖν· ὅταν λέξις τις βραχεῖαν ἔχουσα συλλαβήν, ἣν χρείαν ἔχει ὁ ποιητὴς εἰς μακρὰν ἀνάγειν διὰ τῆς δασείας ἢ τῆς ὀξείας ἢ τῆς περισπωμένης, ἐν ἑαυτῇ ἔχῃ [ἡ λέξις] τὸ ὀφεῖλον βοηθῆσαι τῇ
20βραχείᾳ, τῷ ἰδίῳ κέχρηται μᾶλλον βοηθήματι ἤπερ τῷ ξένῳ· εἰ μὴ εἴ‐ ποι τις ὅτι, ὥσπερ τὰ σύμφωνα τὰ ἐπιφερόμενα τῇ προκειμένῃ βραχείᾳ διὰ τῆς αὐτῶν ἐπιφορᾶς χρόνον χαρίζονται, οὕτω καὶ ἡ ἐπιφερομένη ἐπὶ τούτων βοήθεια μᾶλλόν ἐστι δραστικωτέρα. Μετακειμένη δὲ ἡ δα‐ σεῖα μηκύνει τὴν πρὸ αὐτῆς βραχεῖαν, ὡς ἐπὶ τοῦ 〈Ζ 443〉 αἴ κε κα‐
25κὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο· τοῦ γὰρ κακός τὴν κος συλλα‐ βὴν βραχεῖαν οὖσαν ἡ δασεῖα ἐπιφερομένη τοῦ ὥς ἐμήκυνε. Πέμπτος τρόπος ὁ διὰ τῆς στιγμῆς. Αὕτη τοίνυν ἡ στιγμὴ 〈τῇ πρὸ αὐτῆς βραχείᾳ δύναμιν χαρίζεται καὶ ἀπὸ βραχείας εἰς μακρὰν αὐ‐ τὴν ἀναφέρει〉· καὶ ἡ τυχοῦσα μέν, ὡς ἐπὶ τοῦ 〈Ζ 265〉 μή μ’ ἀπο‐
30γυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι· ἐνταῦθα γὰρ τὸ ος ἐμήκυνεν ἡ πασῶν τῶν στιγμῶν ἐλάττων, ἡ ὑποδιαστολή· μάλιστα δὲ ἡ τελεία καὶ ἡ ὑποτελεία τῇ πρὸ αὐτῆς βραχείᾳ δύναμιν χαρίζεται, καὶ ἀντὶ
μακρᾶς αὐτὴν παραλαμβάνομεν παρὰ τῷ ποιητῇ. Καὶ οὐκ ἀκαίρως· τῇ54

55

γὰρ σιωπῇ τῆς στιγμῆς χρόνον ἡμῖν ἐνδιδούσης δοκεῖ μηκύνεσθαι ἡ βρα‐ χεῖα, ὡς ἐπὶ τοῦ 〈Ζ 240〉 καὶ πόσιας· ὁ δ’ ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει· τοῦ γὰρ πόσιας ἡ ας βραχεῖα οὖσα διὰ τῆς ὑποτελείας στιγμῆς μηκύνεται· ὡς ἐμάθομεν γὰρ ἐπὶ τῆς στιγμῆς, τοῦ δέ ἐπιφερομένου καὶ
5μὴ προκειμένου τοῦ μέν ἡ ὑποτελεία τίθεται. Ἕκτος 〈τρόποσ〉 ὁ διὰ τῶν ἀμεταβόλων. Ταῦτα τοίνυν τὰ ἀμετά‐ βολα ἀρχόμενα λέξεως τὴν πρὸ αὐτῶν βραχεῖαν μακρὰν ποιεῖ, καὶ μά‐ λιστα τὸ ρ, ὡς ἐπὶ τοῦ 〈Χ 305〉 ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομέ‐ νοισι πυθέσθαι· τὸ γὰρ ρ τοῦ ῥέξας τὴν πρὸ αὐτοῦ γα συλλαβὴν βρα‐
10χεῖαν οὖσαν ἐμήκυνεν. Εἰ δέ τις εἴποι, μεμνημένος τοῦ προλεχθέντος ἡμῖν λόγου, ὅτι οὐχ ἡ ἐπιφορὰ τοῦ ρ ἐμήκυνε τὸ α τοῦ μέγα, ἀλλ’ ἡ προκειμένη τοῦ γα ὀξεῖα, ἡ γὰρ λέξις ἔχουσα ἰδίαν ἐπικουρίαν ξένης οὐ δεῖται, ὡς προείρηται, οὐ καλῶς ἐρεῖ, διὸ ἐφ’ ἑτέρων στίχων ζητή‐ σας τις εὕροι διὰ τῆς τοῦ ρ καὶ μόνου βοηθείας μηκυνομένην τὴν προ‐
15κειμένην βραχεῖαν, ὡς ἐπὶ τοῦ 〈Η 474〉 ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δ’ αὐτοῖσι βόεσσιν· ἐνταῦθα γὰρ ἡ δέ διὰ τοῦ ρ μηκύνεται μόνου. Διὰ τί δὲ ἔφην μάλιστα τὸ ρ ἐκ τῶν τεσσάρων ἀμεταβόλων μηκύνειν τὴν πρὸ αὐτοῦ βραχεῖαν; Ἐπειδὴ οὐ μόνον τῷ ποιητῇ ἔξεστι τοῦτο ποιεῖν, ἀλλὰ καὶ ἡμῖν τοῖς μεταγενεστέροις, καὶ τούτῳ μόνῳ τῷ τρόπῳ
20ἐκ τῶν δέκα τρόπων ἔξεστι καὶ ἡμῖν κεχρῆσθαι, καὶ οὐχ ὅλων, ἀλλὰ τῇ τοῦ ρ ἐπιφορᾷ καὶ μόνον μηκύνειν τὴν βραχεῖαν, τῷ δὲ ποιητῇ καὶ τῇ τῶν ἄλλων· τοῦ μὲν λ, ὡς ἐπὶ τοῦ 〈ex. gr. Β 44〉 ποσσὶ δ’ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα· τοῦ δὲ μ, ὡς ἐπὶ τοῦ 〈Η 131〉 θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄιδος εἴσω· τοῦ δὲ ν, ὡς ἐπὶ
25τοῦ 〈Η 425〉 ἀλλ’ ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα. Οἱ ἄλλοι τέσσαρες τρόποι διὰ τοῦ δ π ς τ ἀποτελοῦνται· ἕκαστον γὰρ τούτων ἀρχόμενον λέξεως παρὰ τῷ ποιητῇ τὴν πρὸ αὐτοῦ βρα‐ χεῖαν μηκύνει, ὅταν χρεία γένηται. Καὶ οὐκ ἀκαίρως· ἐπειδὴ γὰρ ἔν τισι λέξεσιν ἐχούσαις ἕκαστον τούτων, φημὶ δὲ τὸ δ π ς τ, ἔξεστι καὶ τῷ
30ποιητῇ καὶ ἡμῖν διὰ τὸ μέτρον διπλασιάζειν αὐτά, ὡς ἐπὶ τοῦ ἔδεισεν,
〈ex. gr. Α 33〉 ἔδδεισε〈ν〉 δ’ ὁ γέρων, καὶ ἐπὶ τοῦ ὁπότε, 〈Ψ 274?〉55

56

ὁππότε δὴ καὶ ἐμοί, καὶ ἐπὶ τοῦ ποσί, 〈ex. gr. Β 44〉 ποσσὶ δ’ ὑπὸ λιπαροῖσι, καὶ ἐπὶ τοῦ ὅτι, 〈ex. gr. Β 361〉 ὅττι κεν εἴπω, τούτου χάριν καὶ ἑνὸς ὑπάρχοντος αὐτῶν ἀρχομένου λέξεως, φύσιν καὶ συνή‐ θειαν ἐχόντων αὐτῶν ἔν τισι διπλασιάζεσθαι, ὡς προείρηται, ἐκείνῳ τῷ
5διπλασιασμῷ νῦν κεχρήμεθα ὡς δυναμένῳ τὴν βραχεῖαν εἰς μακρὰν ἀνά‐ γειν· καὶ ἐπὶ μὲν τοῦ δ, ὡς ἐπὶ τοῦ 〈Θ 126〉 κεῖσθ’· ὁ δ’ ἡνίοχον μέθεπε· ἐπὶ τοῦ π δέ, ὡς ἐπὶ τοῦ 〈Δ 338〉 ὦ υἱὲ Πετεῶο, διο‐ τρεφέος βασιλῆος· ἐπὶ δὲ τοῦ ς, ὡς ἐπὶ τοῦ 〈ζ 151〉 Ἀρτέμιδί σε ἔγωγε ἐΐσκω, καὶ 〈Υ 434〉 οἶδα 〈δ’〉 ὅτι σὺ μὲν ἐσθλός, καὶ 〈κ
10238〉 ῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ· ἐπὶ δὲ τοῦ τ, ὡς ἐπὶ τοῦ 〈Ε 827〉 μήτε σύ γ’ Ἄρηα τό γε δείδιθι μήτε τιν’ ἄλλον, 〈καὶ〉 〈Θ 267〉 στῆ δ’ ἄρ’ ὑπ’ Αἴαντος σάκεϊ Τελαμωνιάδαο. Ἰδοὺ τοὺς δέκα τρόπους ἐπληρώσαμεν τοὺς τὴν βραχεῖαν εἰς μα‐ κρὰν ἀναφέροντας.
14t§ 11 (12. 13b).
15tΠερὶ λέξεως.
16Λέξις ἐστὶ μέρος ἐλάχιστον τοῦ κατὰ σύνταξιν λόγου.] Τῷ ὅρῳ τούτῳ λείπει τι· εἰ γὰρ ὡς τέλειον αὐτὸν παραλάβοιμεν, εὑρίσκε‐ ται καὶ ἓν γράμμα καὶ μία συλλαβὴ λέξις οὖσα· μέρος γάρ ἐστιν ἐλά‐ χιστον τοῦ λόγου καὶ ἑκάστη συλλαβὴ καὶ ἕκαστον γράμμα. Καὶ οὐκ
20ἔχομεν εἰπεῖν, ὅτι ἀγνοῶν ὁ τεχνικὸς ἐλλιπῶς ἔφη τὸν ὅρον, ἀλλ’, ὡς πολλάκις εἴρηται, ὡς πρὸς εἰσαγομένους ἤτοι ἐν ὑπομνήματι γράφων τινὰ παρεσιώπησε. Τί δὲ λείπει; Τὸ «νοητόν τι σημαῖνον». Εἴπωμεν οὖν ἄνωθεν τὸν ὅρον μετὰ τῆς προσθήκης αὐτοῦ, καὶ εὑρίσκομεν αὐτὸν ἀνελλιπῆ καὶ τέλειον. Τί ἐστι λέξις; Μέρος ἐλάχιστον τοῦ κατὰ σύν‐
25ταξιν λόγου νοητόν τι σημαῖνον· ἰδοὺ ἡ προσθήκη αὕτη οὐκέτι ἐνδί‐ δωσιν οὐδὲ συγχωρεῖ ὑπονοεῖσθαι τὴν συλλαβὴν ἢ τὸ γράμμα ὡς λέξιν· οὐ γὰρ νοητόν τι σημαίνουσιν, ὑπεξαιρουμένων τῶν μονογραμμάτων καὶ μονοσυλλάβων λέξεων· ἐκεῖναι δὲ οὐ διὰ τὸ μονογράμματοι εἶναι ἢ μο‐ νοσύλλαβοι νοητόν τι σημαίνουσιν, ἀλλὰ διὰ τὸ ἐν ταῖς λέξεσι κατατε‐
30τάχθαι τοῦ κατὰ σύνταξιν 〈ἤτοι〉 τοῦ ἐν δεούσῃ καὶ πρεπούσῃ τάξει
προφερομένου λόγου.56

57

Ἵνα δὲ μή τις ἐπιλάβηται τοῦ τεχνικοῦ, ὅτι μὴ προδιδάξας ἡμᾶς τί ἐστι λόγος τὴν λέξιν μέρος τοῦ λόγου φησίν, ἔτι ἀγνοούντων ἡμῶν τί ἐστι λόγος, ὥσπερ ἐὰν ἐρωτήσας τις «ποῦ μένει Πλάτων;» ἀκούῃ «ὅπου μένει Σωκράτης», μὴ εἰδὼς μηδὲ τὴν τοῦ Σωκράτους οἰκίαν, διὰ
5τοῦτο εὐθέως ἐπιφέρει τὸν ὅρον τοῦ λόγου. Λόγος δέ ἐστι πεζῆς λέξεως σύνθεσις διάνοιαν αὐτοτελῆ δηλοῦσα.] «Πεζῆς λέξεως» τῆς καταλογάδην, τουτέστι τῆς μὴ ὑπὸ μέτρον· ἡ γὰρ ἔμμετρος σύνθεσις τῶν λέξεων τελείαν ἔννοιαν σημαί‐ νουσα περίοδος καλεῖται· «αὐτοτελῆ» δὲ ἀντὶ τοῦ «τελείαν». Τί οὖν
10ἐστι λόγος; Σύνθεσις λέξεως τῆς καταλογάδην τελείαν ἔννοιαν σημαί‐ νουσα. Τοῦ δὲ λόγου μέρη ἐστὶν ὀκτώ.] Ἔστι λόγος καὶ διὰ μιᾶς λέξεως τελείαν ἔχων ἔννοιαν, ὡς τὸ εὔχομαι, ἠρίστησα· ἑκάστη γὰρ τού‐ των τῶν λέξεων καὶ τῶν ὁμοίων ταύταις τελείαν ἔννοιαν ἔχει, εἰ καὶ
15μὴ ἐμπεριέχεται τῷ ὅρῳ· οὐ γάρ ἐστι σύνθεσις λέξεως μία οὖσα λέξις. Ἀλλ’ ὃν τρόπον εἰρήκαμεν τὴν μονάδα μὴ ἐκβάλλεσθαι τοῦ εἶναι ἀριθ‐ μόν, εἰ καὶ μὴ ἔστι μονάδων σύνθεσις, καὶ πάλιν τὴν μονογράμματον συλλαβὴν μὴ ἀπωθεῖσθαι τοῦ εἶναι συλλαβήν, εἰ καὶ μὴ ἔστι σύλληψις συμφώνων μετὰ φωνήεντος, οὕτω καὶ τὸν ἐκ μιᾶς λέξεως λόγον τὸν
20διὰ ῥήματος καὶ μόνου συνιστάμενον, ὡς εἰσόμεθα σὺν θεῷ, τὸν καὶ τοῖς ἑτέροις τὴν αὐτοτέλειαν παρέχοντα οὐ δίκαιον μὴ καλεῖσθαι λόγον. Ἔστι λόγος καὶ διὰ δύο λέξεων, οἷον «Σωκράτης ἀναγινώσκει»· καὶ τῶν δύο τούτων λέξεων ἑκατέρα διαλλαγὴν ἔχει, ἡ μὲν γάρ ἐστιν ὄνομα, ἡ δὲ ῥῆμα· ὁ δὲ διὰ μιᾶς λέξεως αὐτοτελὴς λόγος δῆλον ὅτι μίαν ἔχει
25διαφοράν, ὡς καὶ μονολεξία ὑπάρχων· αὕτη γὰρ ἡ μία λέξις ῥῆμά ἐστιν, οὗτινος, φημὶ δὲ τοῦ ῥήματος, μὴ λεχθέντος λόγος οὐ πεπλήρωται. Καὶ εἴποι ἄν τις, ὅτι καθότι οὐκ ἔστι σύνθεσις λέξεων, ἐκπέφευγε τὸν ὅρον τοῦ λόγου καὶ οὐκ ἔστι λόγος. Πρὸς ὅν φαμεν, ὅτι τὸ ῥῆμα τὸ καὶ τοῖς ἄλλοις λόγοις τὴν αὐτοτέλειαν παρέχον καὶ ποιοῦν αὐτοὺς
30εἶναι λόγους οὐ δίκαιον ἐξωθεῖσθαι τοῦ εἶναι λόγον, εἰ καὶ μόνον λέ‐ γοιτο τὴν αὐτοτέλειαν γὰρ μάλιστα ἐπιζητοῦμεν τῷ περατοῦσθαι τοὺς
λόγους. Ὡς οὖν προείρηται καὶ ἐν τῷ περὶ συλλαβῆς, ὅτι καὶ τὰς μο‐57

58

νογραμμάτους συλλαβὰς οὐ δεῖ ἐκβάλλειν τοῦ εἶναι συλλαβάς, εἰ καὶ μὴ συλλαμβάνουσι σύμφωνα καὶ φωνήεντα, ὁμοίως δὲ καὶ τὴν μονάδα οὐκ ἐκβάλλομεν τῶν ἀριθμῶν, εἰ καὶ μὴ ἔστι μονάδων σύνθεσις, οὕτω καὶ ἐνταῦθα τὴν μίαν λέξιν, φημὶ δὲ τὸ ῥῆμα, καθὸ αὐτοτελές ἐστι, λόγον
5δικαίως καλέσομεν. Ἔστι λόγος καὶ ἀπὸ τριῶν λέξεων, οἷον «Σωκράτης ἀριστήσας καθεύ‐ δει»· καὶ ἔχει τρεῖς διαφοράς· τὸ μὲν γάρ ἐστιν ὄνομα, τὸ δὲ μετοχή, τὸ δὲ ῥῆμα. Καὶ οὕτως ἐφεξῆς ἐπεκτεινόμενος ὁ λόγος εὑρίσκεται ἔχων ὀκτὼ διαφοράς· περαιτέρω δὲ τῶν ὀκτὼ διαφορῶν οὐχ εὑρίσκεται, ἀλλ’
10εἰ καὶ πλείονας σχοίη λέξεις τῶν ὀκτώ, συνεμπίπτουσιν ἀλλήλαις, λόγου χάριν ἢ δύο ὀνόματα ἢ δύο μετοχαὶ ἢ δύο ἐπιρρήματα ἢ δύο σύνδεσμοι ἤ τι τοιοῦτον, πλὴν τῶν ῥημάτων· δύο γὰρ ῥήματα αὐτοτελῆ ἐν ἑνὶ λόγῳ οὐχ εὑρίσκεται. Μεταξὺ δὲ λόγου ἐπῆλθέ μοι θαῦμα τοῦ κρατί‐ στου τῶν ποιητῶν, ὃς ἐν πᾶσιν ἀπαραλείπτως θείᾳ τινὶ ἐπιπνοίᾳ ἐκε‐
15κόσμητο· καὶ γὰρ ἔσιν Ὁμηρικὸς στίχος τὰ ὀκτὼ μέρη τοῦ λόγου ἔχων οὗτος, 〈Χ 59〉 πρὸς δέ με τὸν δύστηνον ἔτι φρονέοντ’ ἐλέησον· τὸ μὲν γὰρ πρός ἐστὶ πρόθεσις, τὸ δέ σύνδεσμος, τὸ μέ ἀντωνυμία, τὸ τόν ἄρθρον, τὸ δύστηνον ὄνομα, τὸ ἔτι ἐπίρρημα, τὸ φρονέοντα μετοχή, τὸ ἐλέησον ῥῆμα.
20Ἡ γὰρ προσηγορία ὡς εἶδος τῷ ὀνόματι ὑποβέβληται] Τινὲς τὸ προσηγορικὸν ὄνομα ἠθέλησαν κατ’ ἰδίαν τάξαι, ἵνα ᾖ ἔννατον μέρος λόγου· ἀλλ’ οὐ καλῶς· οὐ γὰρ ἔξω τοῦ ὅρου ἐστὶ τοῦ ὀνόματος. Διὸ καὶ αὐτὸς ἐνταῦθά φησιν, ὅτι ἡ προσηγορία, τουτέστι τὸ προσηγο‐ ρικὸν ὄνομα, ὑποβέβληται τῷ ὀνόματι, τουτέστιν ὑπὸ τὸν ὅρον τοῦ ὀνό‐
25ματος, καὶ εἶδος αὐτοῦ τοῦ ὀνόματος ὑπάρχει, ὡς καὶ ἄλλα εἴδη πολλὰ
ἔστιν ὀνόματος, ὡς εἰσόμεθα σὺν θεῷ.58

59

(1t)

§ 19 (24b).
2tΠερὶ ἐπιρρήματος.
3Ἐπίρρημά ἐστι μέρος λόγου ἄκλιτον, κατὰ ῥήματος λεγό‐ μενον ἢ ἐπιλεγόμενον ῥήματι.] Εἰπὼν μέρος λόγου εἶναι τὸ ἐπίρ‐
5ρημα οὔπω τινὸς αὐτὸ ἀπεμέρισεν· ἐπαγαγὼν δὲ τὸ «ἄκλιτον» ἀπεμέ‐
5ρισεν αὐτὸ παρὰ δύο μέρη πάντων, παρὰ τὴν πρόθεσιν καὶ τὸν σύν‐ δεσμον· καὶ ταῦτα γὰρ ἄκλιτά ἐστιν, οὔτε γὰρ εἰς πτώσεις οὔτε εἰς πρόσωπα οὔτε εἰς χρόνους κλίνεται. Εἰπὼν δὲ τὸ «κατὰ ῥήματος λεγό‐ μενον ἢ ἐπιλεγόμενον ῥήματι» καὶ τούτων αὐτὸ ἀπεμέρισεν· οὐδὲν γὰρ ἕτερον μέρος λόγου τῷ ῥήματι ἐπιφορὰν ἀναγκαστικῶς ποιεῖται, προ‐
10ταττόμενον αὐτοῦ τοῦ ῥήματος ἢ ὑποταττόμενον, ὅθεν καὶ τὸ τοιοῦτον ὄνομα εἴληχε, «καλῶς ἦλθεν, ἦλθε καλῶς, σοφῶς ἔφη, ἔφη σοφῶς»· διὸ κἂν μεταξὺ αὐτῶν ἕτερα μέρη λόγου τεθῇ ἢ δι’ εὐπρέπειαν συνθέσεως ἐν τοῖς καταλογάδην προφορικοῖς λόγοις ἢ συγγράμμασιν, ἢ ἀνάγκῃ μέτρου ἐν τῇ ποιήσει, πρὸς οὐδὲν ἕτερον μέρος λόγου ποιεῖται τὴν ἐπι‐
15φορὰν τὸ ἐπίρρημα, εἰ μὴ πρὸς τὸ ῥῆμα. Τὰ δὲ χρόνου δηλωτικ, οἷον νῦν τότε αὖθις· τούτοις δὲ ὡς εἴδη ὑποτακτέον τὰ καιροῦ παραστατικ, οἷον σήμερον αὔ‐ ριον τόφρα τέως πηνίκα.] Διὰ τῶν τριῶν τούτων ἐπιρρημάτων οἱ τρεῖς χρόνοι δηλοῦνται, διὰ μὲν τοῦ νῦν ὁ ἐνεστώς, διὰ δὲ τοῦ τότε ὁ
20παρεληλυθώς, διὰ δὲ τοῦ αὖθις ὁ μέλλων. Τούτοις οὖν, φησί, τοῖς τρισὶν ἐπιρρήμασι γενικωτέροις οὖσι δεῖ ὑποτάττειν ὡς εἴδη, τουτέστιν ὡς μέρη, τὰ καιροῦ σημαντικά· τοῦτο γὰρ δηλοῖ τὸ «παραστατικά», ἀντὶ τοῦ σημαντικά· ὡς γὰρ ὁ καιρὸς τοῦ χρόνου μερικώτερός ἐστιν, οὕτω καὶ τὸ σήμερον καὶ τὸ αὔριον καὶ τὰ ἑξῆς ἐπιρρήματα, ἃ ἐπιφέρει ὁ
25τεχνικός, μερικώτερά ἐστι τῶν προλεχθέντων τριῶν ἐπιρρημάτων, λέγω δὴ τοῦ νῦν τότε αὖθις. Τὰ δὲ μεσότητος ἐπιρρήματα οὐκ ἀπὸ ἐννοίας τινὸς ὠνόμασται· πλείστας γὰρ διαφορὰς ἔχει ἐννοιῶν· ἀλλ’ ἐπειδὴ γίνεται ἀπὸ τῆς γε‐ νικῆς τῶν πληθυντικῶν τῆς μέσης οὔσης τῶν τριῶν γενῶν, τοῦ ν μόνου
30εἰς ς τρεπομένου, διὰ τοῦτο καλεῖται μεσότητος, οἷον τῶν καλῶν· αὕτη γενικὴ οὖσα πληθυντικὴ μέση ἐστί, τουτέστι κοινή, ἀρσενικοῦ καὶ θηλυ‐
κοῦ καὶ οὐδετέρου, οἱ καλοί τῶν καλῶν, αἱ καλαί τῶν καλῶν, τὰ καλά59

60

τῶν καλῶν· τραπέντος οὖν τοῦ ν εἰς ς, ὡς ἔφαμεν, γίνεται τὸ ἐπίρρημα καλῶς· σοφῶν σοφῶς ὁμοίως. Τὰ δὲ ποιότητος.] Τὰ δηλοῦντα τὸν τοῦ σχήματος τρόπον καὶ τὴν ἔνδειξιν καλεῖται ποιότητος, οἷον «πῶς ἔτυψε; πύξ· πῶς ἤρχοντο;
5ἀγεληδόν· πῶς ἐκαθέζοντο; γνύξ». Τὰ δὲ τοπικά.] Τοπικὰ τὰ τόπον σημαίνοντα, ὧν σχέσεις ἤγουν μεθέξεις εἰσὶ τρεῖς· ἢ γὰρ ἐν τόπῳ τινὶ ἔστι τις, ἢ εἴς τινα τόπον πορεύε‐ ται, ἢ ἐκ τόπου τινὸς ἔρχεται. Καὶ τὸ μὲν οἴκοι καὶ τὰ ὅμοια αὐτῷ τὴν 〈ἐν τόπῳ ὕπαρξιν δηλοῖ, τὸ δὲ οἴκαδε καὶ τὰ ὅμοια αὐτῷ τὴν〉 εἰς τό‐
10πον ἄφιξιν, τὸ δὲ οἴκοθεν καὶ τὰ ὅμοια αὐτῷ τὴν ἐκ τόπου σχέσιν. Ἄβαλε· τὸ ἆ κατ’ ἰδίαν ἐστὶν εὐκτικὸν ἐπίρρημα, ὡς τὸ αἴθε, καὶ τὸ βάλε ὁμοίως κατ’ ἰδίαν ἐπίρρημα εὐκτικόν· βάλε μοι, βάλε τὸ τρίτον εἴη, Καλλίμαχος 〈fr. 66e Sch〉. Τὰ δὲ σχετλιαστικά.] 〈«Σχετλιαστικά»〉 λυπηρά· σχέτλιος γάρ ἐστιν
15ὁ ἄθλιος· τὰ οὖν λυπηρὰ καὶ ἄθλια καὶ σχετλιασμοῦ ἄξια. Βαβαί οἱ ἰδιῶται τῆς βαι διφθόγγου τὸ ι κατ’ ἰδικὴν συλλαβὴν προφερόμενοί φασι βαβαΐ· οὐ δεῖ δέ, ἀλλὰ δισυλλάβως βαβαί θαυμάζοντά τι ἢ ἐπαινοῦντα λέγειν. Τὰ δὲ ἀρνήσεως ἢ ἀποφάσεως, οἷον οὔ οὐχί οὐδῆτα οὐ‐
20δαμῶς.] Ἡ ἀπόφασις τῆς ἀπαγορεύσεως διαλλάσσει· ἡ μὲν γὰρ ἀπό‐ φασις ἄρνησιν δηλοῖ, τουτέστιν ἀνάνευσιν ἤτοι μὴ συγκατάθεσιν, ἡ δὲ ἀπαγόρευσις συμβουλίαν ἀποτροπῆς ἔχει· ὁ μὲν γὰρ λέγει «οὐκ ἐποίησα» ἢ «οὐκ ἐποίησας», ὁ δέ φησι «μὴ ποιήσῃς». Ἰστέον δὲ ὅτι τὸ οὐχί ἐπέκτασις μέν ἐστι τῆς οὔ, ὡς καὶ τὰ ἄλλα
25ἐπιρρήματα τὰ ἀρνητικά, ὀξύνεται δέ, καὶ οὐδέποτε ἀποβολὴν τοῦ ι πάσχει, ὥς φησιν Ἡρωδιανός· διὸ τὸ «οὐχ ἡμῶν» καὶ τὰ ὅμοια οὔ φαμεν ἔχειν ἐν παραθέσει τὴν χι, οὐδὲ ὡς τοῦ ι ἀποβληθέντος ἀπό‐ στροφον ἐπιδέχεται, ἀλλὰ πεπλεονακέναι τὸ χ ἐν τῷ μέσῳ διὰ τὸ κε‐ χηνέναι· καὶ ὅταν μὲν δασεῖα ἐπιφέρηται, τὸ χ πλεονάζει, ὅταν δὲ ψιλή,
30τὸ κ, «οὐκ ἐμόν». Ναίχι· τοῦτο οὐκ ὀξύνεται ὡς τὸ οὐχί, εἰ καὶ τὴν αὐτὴν ἔχει ἐπέ‐
κτασιν.60

61

Τὰ δὲ παραβολῆς ἢ ὁμοιώσεως, οἷον ὥς ὥσπερ ἠΰτε καθά καθάπερ.] Παραβολὴ λέγεται ἡ τὰ ἐοικότα τοῖς ἐοικόσι παραβάλλουσα, τουτέστι παρατιθεμένη. Τὰ δὲ εἰκασμο, οἷον ἴσως τάχα τυχόν.] Τὸ μὴ εἰδέναι ἀκρι‐
5βῶς εἰκασμόν φαμεν. Τὰ δὲ θειασμοῦ.] Τὸ ἐνθεοῦσθαι, τουτέστι τὸ ὑπὸ θεοῦ κινεῖ‐ σθαι, θειασμόν φαμεν· τὸ οὖν εὐοἵ εὔἁν ἐπιρρήματά ἐστι δηλωτικὰ πρά‐ ξεων ἐνθουσιαστικῶν.
9t§ 20 (25b).
10tΠερὶ συνδέσμου.
10Σύνδεσμός ἐστι λέξις συνδέουσα διάνοιαν.] Καὶ ἐνταῦθα εἰ‐ πὼν τὸ «λέξις» οὔπω τινὸς αὐτὸν ἀπέστησεν· εἰπὼν δὲ «συνδέουσα διά‐ νοιαν» ἕως τοῦ «δηλοῦσα» πάντων αὐτὸν τῶν ἄλλων διέκρινεν· οὐδὲν γὰρ ἄλλο μέρος λόγου συνδεσμεῖ ἔννοιαν εὐτάκτως, οὐδὲ τοὺς διαλελυ‐ μένους λόγους εἰς ἓν συνάγει· τοῦτο γάρ ἐστι «τὸ τῆς ἑρμηνείας κεχη‐
15νός», τοὺς μήπω ὑπὸ ζυγόν τινα ἤτοι σύνδεσμον καὶ τάξιν ὄντας λόγους ὑπὸ ῥυθμὸν εὔτακτον ἄγουσα· τοῦτο γάρ ἐστι τὸ «δηλοῦσα». Τῶν συνδέσμων ἑπτὰ διαφορὰς ἤτοι ὀκτώ φησιν εἶναι· τοῦτο δέ φημι, ὡς τῶν παραπληρωματικῶν μηδὲ συνδέσμων σχεδὸν ὄντων· τῶν συνδέσμων οὖν οἱ μὲν τῆς πρώτης διαφορᾶς καλοῦνται συμπλεκτικοί.
20Τοῦτο δ’ ἄν τις ὀρθῶς σκοπῶν ἢ ἀκριβῶς τὸ «συμπλεκτικοί» φαίη ἂν ἐπὶ πάντων ἁρμόζειν τῶν συνδέσμων· καθὸ γὰρ σύνδεσμοι, συμπλεκτικοί εἰσιν. Κατ’ ἐξοχὴν οὖν ἐπὶ τῶν μάλιστα καὶ ἐπ’ ἄπειρον τὴν ἔννοιαν συνδεόντων τοῦτο τὸ ὄνομα τέτακται. Ποῖοι δέ εἰσιν οὗτοι; Αὐτὸς αὐ‐ τοὺς παρατίθεται· ἑκάστου δὲ τόπον καὶ δύναμιν, ἔσθ’ ὅτε δὲ καὶ ἰδικὴν
25ὀνομασίαν, ἡμεῖς διασαφήσομεν. Μέν.] Οὗτος τίθεται ἐν τῷ προτέρῳ λόγῳ, ἀλλ’ οὐχὶ καὶ τῆς πρώτης λέξεως τοῦ προτέρου λόγου προτασσόμενος· ἀπαιτεῖ δὲ τὸν δέ ἐπενεχθῆναι ἐν τῷ δευτέρῳ λόγῳ ἢ τοὺς ἰσοδυναμοῦντας τῷ δέ, φημὶ δὲ τὸν ἀλλά, τὸν αὐτάρ, τὸν ἀτάρ, ἢ ἔσθ’ ὅτε τὸν γάρ, οὗ ὁ Διονύσιος
30οὐκ ἐμνήσθη. Τόνον δὲ ἔχει τὸν πρέποντα λέξει μονοσυλλάβῳ βραχυ‐ καταλήκτῳ, τουτέστι τὸν ὀξὺν μὲν καθ’ ἑαυτόν, ἐν δὲ τῇ συνεπείᾳ βα‐
ρύνεται.61

62

Δέ.] Οὗτος ἐν τῷ προτέρῳ 〈λόγῳ〉 οὐδέποτε εὑρίσκεται, ἀλλ’ ἢ τοῦ μέν προκειμένου ἐν τῷ προτέρῳ λόγῳ οὗτος ἐν τῷ δευτέρῳ λόγῳ τίθεται, ἀλλ’ οὐκ ἐν ἀρχῇ ἀλλὰ μετὰ τὴν πρώτην λέξιν τοῦ δευτέρου λόγου, ἐπακολουθῶν τῷ μέν· διὸ καὶ μετὰ τὴν κοινὴν ὀνομασίαν τῶν
5συνδέσμων, τὴν συμπλεκτικήν, καὶ ἰδικῆς ἔτυχεν ὀνομασίας, καλούμενος ἐπακολουθητικός, ὡς ἐπακολουθῶν τῷ μέν· ἢ μηδενὸς τῶν συνδέσμων προκειμένου ἐν τῷ προτέρῳ λόγῳ οὗτος ἐν τῷ δευτέρῳ λόγῳ τίθεται, ὀφείλων συνδῆσαι ἀμφοτέρους τοὺς λόγους. Καλεῖται δὲ καὶ μεταβατι‐ κός· ἀπὸ προσώπου γὰρ εἰς πρόσωπον ἢ ἀπὸ πράγματος εἰς πρᾶγμα
10μεταβαίνοντες αὐτῷ κέχρηνται πάντες. Τόνον δὲ ἔχει τὸν ὅμοιον τῷ μέν. Τέ.] Οὗτος τίθεται μὲν καὶ ἐν τῷ πρώτῳ λόγῳ καὶ ἐν τῷ δευ‐ τέρῳ καὶ ἐν τῷ τρίτῳ καὶ ἐφεξῆς ἐπ’ ἄπειρον, ἐφ’ ὅσον ἄν τις βουληθῇ ἀλλ’ οὐ προτασσόμενος τῶν πρώτων λέξεων τῶν λόγων, ἀλλὰ μετὰ τὴν
15πρώτην λέξιν εὐθέως. Ἰσοδυναμεῖ δὲ κατὰ τὴν ἔννοιαν τῷ καί. Τόνον δὲ ἔχει ὁμοίως τοῖς προειρημένοις συνδέσμοις, μικρὸν ὑπέλασσον· τέτα‐ κται γὰρ ἐν τοῖς ἐγκλιτικοῖς μορίοις τοῖς ἀπολλύουσι τὸν τόνον προκει‐ μένου ἑνὸς τῶν τεσσάρων παραφυλαγμάτων, ἢ ὀξυτόνου λέξεως ἢ περι‐ σπωμένης ἢ προπαροξυνομένης ἢ τροχαϊκῆς.
20Καί.] Οὗτος ἰσοδυναμῶν τῷ πρὸ αὐτοῦ, φημὶ δὲ τῷ τέ, κατὰ τὴν ἔννοιαν καὶ ἐν τῷ πρώτῳ λόγῳ καὶ ἐν τῷ δευτέρῳ καὶ ἐν τῷ τρίτῳ καὶ ἐφεξῆς ὡς ὁ τέ τίθεται· ἀλλ’ οὗτος καὶ τῶν πρώτων λέξεων προ‐ τάσσεται· τόνον δὲ ἔχει ὅμοιον τῷ μέν. Περὶ δὲ τόνου τί σοι καθ’ ἕνα φημί; κοινῇ γάρ, πάντων συμπλεκτικῶν συνδέσμων ὀξυνομένων, σεση‐
25μειωμένου τοῦ ἤτοι. Ἀλλά.] Οὗτος ἐν τῷ δευτέρῳ λόγῳ τίθεται, προτασσόμενος καὶ τῆς πρώτης λέξεως τοῦ δευτέρου λόγου, προκειμένου τοῦ μέν ἐν τῷ προτέρῳ λόγῳ ἢ μὴ προκειμένου· ἰσοδυναμεῖ δὲ τῷ δέ, ὡς προείπομεν· ἔχει δὲ πνεῦμα ψιλόν.
30Ἠμέν ἠδέ ἰδέ.] Οἱ τρεῖς οὗτοι σύνδεσμοι ἰσοδυναμοῦσι τῷ καί, τίθενται δὲ καὶ ἐν τοῖς πρώτοις καὶ ἐν τοῖς ἐφεξῆς λόγοις, ὡς ὁ καί, προτασσόμενοι καὶ τῶν πρώτων λέξεων· ψιλοῦνται δέ.
Αὐτάρ ἀτάρ.] Οὗτοι οἱ δύο σύνδεσμοι, ἰσοδυναμοῦντες τῷ δέ, ἐν62

63

τοῖς δευτέροις λόγοις τίθενται, ὡς ὁ δέ, ἢ προκειμένου τοῦ μέν ἢ μὴ προκειμένου· ἀλλ’ οὗτοι καὶ αὐτῆς τῆς πρώτης λέξεως τῶν δευτέρων λόγων προτάττονται· ψιλοῦνται δέ. Ἤτοι.] Οὗτος, ἰσοδυναμῶν τῷ μέν, ἐν τοῖς πρώτοις λόγοις τίθε‐
5ται, καὶ αὐτῆς δὲ τῆς πρώτης λέξεως κατάρχεται· τόνον δὲ ἔχει ἐναν‐ τίον τοῖς συμπλεκτικοῖς συνδέσμοις· πάντων γὰρ ἐκείνων ὀξυνομένων οὗτος παροξύνεται, μὴ νομιζομένης τῆς οι διφθόγγου βραχείας εἶναι, ἀλλὰ τελείας μακρᾶς χρόνον ἐχούσης ἐν τοῖς ἀκλίτοις τῶν μερῶν τοῦ λόγου· ἔχει δὲ πνεῦμα ψιλόν.
10Κέν ἄν.] Οὗτοι οἱ δύο σύνδεσμοι ἐν τοῖς προτέροις καὶ ἐν τοῖς δευτέροις λόγοις τίθενται, ἀλλ’ οὐ καταρχόμενοι τῶν λέξεων· ὁ δὲ κέν ἐν τοῖς ἐγκλιτικοῖς μορίοις, ὁ δὲ δεύτερος αὐτῶν οὐκ ἐν τοῖς ἐγκλιτι‐ κοῖς μορίοις. Γάρ.] Τὸν γάρ αὐτὸς οὐ παρέθετο· ἔστι δὲ κοινῇ μὲν διανοίᾳ καὶ
15οὗτος συμπλεκτικός, ἰδικῇ δὲ αἰτιολογικός· τόπον δὲ ἔχει καὶ τόνον ὅμοιον τῷ δέ. Διαζευκτικοὶ δέ εἰσιν ὅσοι τὴν μὲν φράσιν ἐπισυνδέουσιν, ἀπὸ δὲ πράγματος εἰς πρᾶγμα διιστᾶσιν· εἰσὶ δὲ οἵδε, ἤ ἤτοι ἠέ.] Εἰ σύνδεσμοι, πῶς διαζευκτικοί; Ναί, οὐ τῆς φράσεώς εἰσι διαζευ‐
20κτικοί, ἀλλὰ τῶν προσώπων ἢ τῶν πραγμάτων, ἐπειδὴ οὐκ ἔλαττον τῶν συμπλεκτικῶν συνδέουσι τὴν φράσιν, μᾶλλον δὲ ἐπισυνδέουσιν, ὡς καὶ ὁ τεχνικός φησι, διὰ τῆς ἐπί προθέσεως τὸ ἐπιτεταμένον ἐμφαίνων. Καὶ τῇ ἀληθείᾳ εἷς μὲν ἔστι σύνδεσμος διαζευκτικός, ὁ ἤ, ἐπεκτεινόμενος δὲ γίνεται ποτὲ μὲν ἤτοι, ποτὲ δὲ ἠέ· πνεῦμα δὲ ἔχει ψιλόν, καὶ μονο‐
25σύλλαβος ὢν καὶ δισύλλαβος· τόνον δὲ ὁ μὲν μονοσύλλαβος ὀξύν, ἐν δὲ τῇ συνεπείᾳ βαρύνεται· γινόμενος δὲ ἤτοι παροξύνεται, ἐπεκτεινόμενος δὲ διὰ τοῦ ε καὶ γινόμενος ἠέ πάλιν ὀξύνεται, καὶ ἐν τῇ συνεπείᾳ βα‐ ρύνεται. Τίθεται δὲ ἤτοι προτίθεται καὶ ἐν τῷ προτέρῳ καὶ ἐν τῷ δευτέρῳ λόγῳ, ἀρχόμενος καὶ τῶν πρώτων λέξεων.
30Συναπτικοὶ δέ.] Οὗτοι τὰ μὲν λεγόμενα οὐ πάντως ἐν ὑπάρξει63

64

ὄντα σημαίνουσιν ἐν τῷ καιρῷ ἤτοι χρόνῳ ἐκείνῳ, καθ’ ὃν λέγονται, ἐπιμελοῦνται δὲ τῆς ἀκολουθίας· καὶ πάλιν ἐν τῷ προτέρῳ λόγῳ τίθεν‐ ται καὶ ἐν τῷ δευτέρῳ, μὴ ἀπαιτοῦντές τινα τῶν συνδέσμων προεῖναι. Καὶ ἐνταῦθα δὲ τῇ ἀληθείᾳ εἷς ἔστι σύνδεσμος συναπτικός, ὁ εἴ τοὺς γὰρ
5ἄλλους ἐπεκτεινομένους ὑφίστησιν αὐτός· ὅτι γὰρ ἐπέκτασίς ἐστιν ὁ εἴπερ τοῦ εἴ, καὶ ὁ τόνος ἐλέγχει, ὀξὺς ὢν καὶ ἐν τῷ εἴπερ, ὡς καὶ ἐν τῷ εἴ· εἰ γὰρ μὴ ἦν ἐπέκτασις, ἔδει τὸν εἴπερ προπερισπᾶσθαι διὰ τὸ εἶναι μακρὰν πρὸ βραχείας ἐν ἑνὶ μέρει λόγου. Ἀλλ’ ὁ κανὼν οὗτος ὁ το‐ νικὸς παρεφυλάξατο τὰς ἐπεκτάσεις· ἔχει γὰρ οὕτως· «πᾶσα μακρὰ πρὸ
10βραχείας ἀνεπέκτατος ἐν ἑνὶ μέρει λόγου περισπᾶται». Ὁμοίως δὲ καὶ ὁ εἰδήπερ εἰς τὴν δη ὀξὺν τόνον ἔχει, ὡς καὶ ὁ εἰδή, ἐπέκτασις γάρ ἐστιν αὐτοῦ τοῦ εἰδή. Ψιλοῦνται δὲ πάντες. Περὶ παρασυναπτικῶν. —Οὗτοι τὸ λεῖπον τοῖς συναπτικοῖς συναναπληροῦσι, καὶ ὕπαρξιν γὰρ καὶ ἀκολουθίαν δηλοῦσι· καὶ τόπον δὲ
15καὶ τόνον 〈ἔχουσιν〉 ἐοικότα τοῖς συναπτικοῖς, ὁμοίως δὲ καὶ πνεῦμα, ἵνα μὴ περαιτέρω τοῦ δέοντος πολυλογῶμεν. [Ἐνθάδε τὸ λεῖπον περὶ τῆς αἰτίας, καὶ ὑπολείψει τὸ πλήρωμα τῆς παρασυναπτικῆς.] Αἰτιολογικοὶ δέ εἰσιν ὅσοι ἐπ’ ἀποδόσει αἰτίας ἕνεκεν πα‐ ραλαμβάνονται· εἰσὶ δὲ οἵδε, ἵνα ὄφρα ὅπως ἕνεκα οὕνεκα διό
20διότι καθό καθότι καθόσον.] Καλῶς πάνυ οὗτοι ἐκλήθησαν αἰτιολο‐ γικοί, τῆς αἰτίας λόγον παρέχοντες, ὡς καὶ αὐτός φησι παραλαμβάνεσθαι αὐτοὺς ἐπὶ τῇ ἀποδόσει τῆς αἰτίας. Οὗτοι δὲ πάντες ἐν τῷ προτέρῳ λόγῳ τίθενται, καὶ ποιοῦσιν ὀρθὰς τὰς περιόδους καὶ τοὺς λόγους, ὡς καὶ μεταξὺ τῶν δύο λόγων τὴν ἐνυπόκριτον στιγμὴν τίθεσθαι, ὡς καὶ
25ἐν τῷ περὶ στιγμῆς εἴρηται ἡμῖν· εἰ δὲ ἐν τῷ δευτέρῳ λόγῳ τεθῶσι, καὶ τὰς περιόδους ἤτοι τοὺς λόγους ἀντιστρόφους ἀποτελοῦσι, καὶ τὴν ἐνυπόκριτον στιγμὴν εἰς ὑποδιαστολὴν μεταβάλλουσιν. —Καὶ ὁ μὲν ἵνα δασύνεται καὶ παροξύνεται ὁ δὲ ὄφρα παροξύνεται μέν, ψιλοῦται δέ· ὁ δὲ ὅπως καὶ ὁ ἕνεκα καὶ ὁ οὕνεκα δασύνονται, καὶ 〈ὁ μὲν ὅπως παρο‐
30ξύνεται, οἱ δὲ δύο ἄλλοι〉 προπαροξύνονται· ὁ χάριν παροξύνεται. Ἰστέον δὲ ὅτι ὁ δι’ ὅ δύο μερῶν λόγου παράθεσίς ἐστι, προθέσεως καὶ
ἄρθρου ὑποτακτικοῦ· ὅθεν καὶ μετὰ τὸ ι ἀπόστροφον ἐπιδέχεται καὶ64

65

δύο τόνους, τὸν τῆς διά τὸν ἐν συνεπείᾳ, τουτέστι τὸν βαρὺν ἐπὶ τῆς δι συλλαβῆς, καὶ πνεῦμα δασὺ ἐπὶ τοῦ ο καὶ τόνον ὀξὺν ἢ βαρὺν ἐν τῇ συνεπείᾳ. Τὸ δὲ δι’ ὅτι ἢ ἐπεκτάσει τοῦ πρὸ αὐτοῦ γέγονε προσ‐ λαβὸν τὸ τι, καὶ ἔστι καὶ αὐτὸ ἐν παραθέσει δύο μερῶν λόγου, καθὸ
5καὶ 〈τὸ〉 δι’ ὅ· ἢ τριῶν μερῶν λόγου παράθεσίς ἐστι, τῆς διά προθέ‐ σεως καὶ τοῦ ὅ ἄρθρου ὑποτακτικοῦ καὶ τοῦ τί ὀνόματος ἀορίστου· τόνον δὲ καὶ πνεῦμα ἔχει ὅμοιον τῷ πρὸ αὐτοῦ, μόνον ὅτι ἐπὶ τοῦ ο ἀεὶ τὴν ὀξεῖαν ἔχει, ἐπειδὴ ἐγκλιτικὸν μόριον ὑπάρχον τὸ τί τὴν πρὸ αὐτοῦ βαρεῖαν ἐγείρει. Τὸ δὲ καθ ὅ ἐν πᾶσιν ἔοικε τῷ δι’ ὅ, καὶ τὸ καθ
10ὅτι τῷ δι’ ὅτι. Τὸ δὲ καθ’ ὅσον δύο μερῶν λόγου παράθεσίς ἐστι, τῆς κατά προθέσεως καὶ τοῦ ὅσον ὀνόματος ἀναφορικοῦ· τόνον δὲ καὶ πνεῦμα ἔχει ὡς ὁ δι’ ὅτι. 〈Περὶ ἀπορηματικῶν.〉 —Ἀπορηματικοὶ λέγονται, διότι ἐν ἀπορίᾳ ὄντες τούτοις τοὺς λόγους συνδέομεν· τίθενται μὲν καὶ ἐν τοῖς
15πρώτοις καὶ ἐν τοῖς δευτέροις 〈λόγοισ〉, προτασσόμενοι καὶ αὐτῶν τῶν πρώτων λέξεων. Χρώμεθα οὖν τούτοις περί τινος ἀμφισβητοῦντες καὶ μὴ ἀκριβῶς εἰδότες, πῶς ἕκαστον γέγονε τῶν ζητουμένων· ὥσπερ ὁ ποιητὴς εἰσήγαγε τὸν Ἀγαμέμνονα διαπορούμενον καὶ πρὸς τὸν Νέστορα ποιούμενον τὸν λόγον 〈Ξ 49〉 ἦρα καὶ ἄλλοι ἐυκνήμιδες Ἀχαιοί·
20ἀγνοῶν γὰρ καὶ διαπορούμενος ἔφη τοῦτο. —Ἆρα προπερισπᾶται καὶ ψιλοῦται. —Κᾶτα προπερισπᾶται· δοκεῖ δὲ σύνθεσις εἶναι ἐκ τοῦ καί καὶ εἶτα, τοῦ ι τοῦ καί συνδέσμου, ὁμοίως δὲ καὶ τοῦ ἐν τῷ εἶτα ι ἐκ‐ βληθέντων ἀμφοτέρων, καὶ τοῦ α καὶ τοῦ ε κραθέντων εἰς α μακρόν. —Μῶν περισπᾶται.
25Συλλογιστικοὶ δέ εἰσιν ὅσοι πρὸς τὰς ἐπιφοράς τε καὶ συλ‐ λήψεις τῶν ἀποδείξεων εὖ διάκεινται· εἰσὶ δὲ οἵδε, ἄρα ἀλλά ἀλλαμήν τοίνυν τοιγάρτοι τοιγαροῦν.] Ἐπιφορικοὶ διὰ τοῦτο κα‐ λοῦνται, ὅτι μετὰ τὰς προλήψεις τῶν διαλέξεων ὡς συντελοῦντες εἰς προβλήματα ἐπιφέρονται, οἷον «εἰ περιπατεῖς, κινῇ· ἀλλὰ μὴν περιπα‐
30τεῖς· κινῇ ἄρα, τοιγαροῦν κινῇ»· ὁ ἄρα καὶ ὁ τοιγαροῦν ἐπιφορικῶς ἐπή‐
χθησαν, προληπτικῶς ληφθέντος τοῦ «περιπατεῖς». Συλλογιστικοὶ 〈δέ〉,65

66

ὅτι συνάγουσι τοὺς λόγους, ἢ ὅτι συναθροίζουσιν ἀριθμητικῶς, οἷον «ἔχεις μου δραχμήν, ἐδέξω μου καὶ δύο, ἔχεις ἄρα τρεῖς μου δραχμάς». Τί‐ θενται δὲ πάντες ἐν τοῖς δευτέροις λόγοις. —Ἄρα· ψιλοῦται καὶ πα‐ ροξύνεται, βραχὺ γάρ ἐστι 〈τὸ δίχρονον〉. —Ἀλλά· ψιλοῦται καὶ ὀξύ‐
5νεται. —Ἀλλαμήν· ὁ προκείμενος ἀλλά προσέλαβε τὸν μήν τὸν παρα‐ πληρωματικόν, ὃν μετ’ ὀλίγον σὺν θεῷ εἰσόμεθα· καὶ ἔστι σύνθετος, ὀξύνεται δὲ καὶ ψιλοῦται. —Τοίνυν· ἐκ δύο παραπληρωματικῶν συλ‐ λογιστικὸς γέγονεν ἐν παραθέσει σύνδεσμος· διὸ καὶ παροξύνεται. — Τοιγάρτοι· καὶ οὗτος ἐκ τοῦ τοί καὶ τοῦ γάρ καὶ ἔτι τοῦ τοί ἐν πα‐
10ραθέσει ὄντων γεγένηται εἷς συλλογιστικὸς σύνδεσμος· ἀλλ’ οὐχὶ τοῦ γάρ ἐνταῦθα ἔχοντος τὴν ἰδίαν δύναμιν ἢ ἔννοιαν, ἀλλ’ ὡς ἐν παρολκῇ κει‐ μένου, μεσοσυλλαβηθεὶς δὲ ὑπὸ τοῦ αὐτοῦ ἑκατέρωθεν παραπληρωματικοῦ 〈καὶ〉 στενωθεὶς 〈παραπληρωματικὸσ〉 καὶ αὐτὸς γέγονε· παροξύνεται δέ. —Τοιγαροῦν· ὁμοίως καὶ αὐτὸς τριῶν παραπληρωματικῶν συνδέσμων
15παραθέσει γέγονε· μεσοσυλλαβούμενος γάρ, ὡς προείρηται, ὁ γάρ ἐν παρολκῇ ἐστιν. Περισπᾶται δὲ διὰ τὸν κανόνα τὸν τονικὸν ἐκεῖνον τὸν λέγοντα, ὅτι πᾶσα δίφθογγος ἡ διὰ τοῦ υ 〈ἐν τέλει λέξεως οὖσα καὶ〉 ἐφ’ ἑαυτῆς ἔχουσα τὸν τόνον περισπᾶται, σεσημειωμένων τριῶν, ἰδού ἰού οὔ, καὶ τῶν αἰτιατικῶν, ὡς ἔχει τὸ τοὺς Ἀχαιούς καὶ τὰ ὅμοια·
20οὐδὲ γὰρ τὸ τούς οὐδὲ τὸ Ἀχαιούς περισπᾶται, εἰ καὶ διὰ τοῦ υ δί‐ φθογγον ἔχουσιν· ἀλλὰ καθ’ ἑαυτὸ ἑκάτερον αὐτῶν ὀξύνεται, ἐν δὲ τῇ συνεπείᾳ βαρύνονται, δι’ ἕτερον λόγον τονικὸν ἀναγκαῖον τὸν λέγοντα, ὅτι πᾶσα αἰτιατικὴ ἀπαθὴς ἀπέστραπται τὴν περισπωμένην· τὸ δὲ «ἀπα‐ θής» πρόσκειται διὰ τὸ δῶ καὶ Ποσειδῶ καὶ τὰ ὅμοια, ἡ γὰρ ἀπαθὴς
25καὶ ἐντελὴς αἰτιατικὴ δῶμα καὶ Ποσειδῶνα. Περὶ παραπληρωματικῶν. —Παραπληρωματικοί εἰσιν οἱ μέ‐ τρον ἀποπληροῦντες ἢ κόσμον τινὰ παρέχοντες τοῖς λόγοις· διὸ καὶ οἱ πλείονες αὐτῶν εἰς τὰ ἐγκλιτικὰ μόρια κατετάγησαν· οὐκ ἔστι δὲ ἐπ’ αὐτῶν εἰπεῖν, ὅτι ἐν τοῖς προτέροις ἢ ἐν τοῖς δευτέροις 〈λόγοισ〉 τί‐
30θενται αὐτόθεν δίκην στοιβῆς ἤτοι σφηναρίων παρεισδυόμενοι. —Δή66

67

ὀξύνεται· ῥά ὀξύνεται, ἔστι δὲ καὶ ἐγκλιτικὸν μόριον· ὁμοίως δὲ καὶ ὁ ν· ποῦ περισπᾶται μὲν καθ’ ἑαυτόν, ἔστι δὲ καὶ αὐτὸς ἐγκλιτικὸν μό‐ ριον· θήν ὀξύνεται καὶ ἔστι ἐγκλιτικὸν καὶ αὐτός· ἄρ ὀξύνεται καὶ ψι‐ λοῦται· δῆτα προπερισπᾶται πέρ ὀξύνεται καὶ ἐγκλίνεται· πώ ὀξύνε‐
5ται καὶ ἐγκλίνεται· μήν ὀξύνεται· ἄν ὀξύνεται καὶ ψιλοῦται· αὖ ψι‐ λοῦται καὶ περισπᾶται· 〈νῦν〉 περισπᾶται καὶ ἐγκλίνεται· οὖν περισπᾶ‐ ται καὶ ψιλοῦται. Περὶ ἐναντιωματικῶν. —Τινὲς δὲ προστιθέασι καὶ ἐναν‐ τιωματικούς.] Ὡς μὴ πάνυ ἀρεσκόμενος ὁ Διονύσιός φησι τὸ «τινές»·
10πλὴν ἐπεκράτησε νομίζεσθαι τούτους ἐναντιωματικοὺς συνδέσμους· φησὶ δὲ τὸ ἔμπης ὅμως. Τίθενται οὗτοι ἐν τοῖς δευτέροις λόγοις, προτάσ‐ σονται δὲ τῆς πρώτης λέξεως τῶν δευτέρων λόγων· καὶ ὁ μὲν ἔμπης
παροξύνεται καὶ ψιλοῦται, ὁ δὲ ὅμως δασύνεται καὶ παροξύνεται.67