TLG 4175 001 :: COMMENTARIA IN DIONYSII THRACIS ARTEM GRAMMATICAM :: Prolegomena Vossiana COMMENTARIA IN DIONYSII THRACIS ARTEM GRAMMATICAM Gramm.
Comm. Prolegomena Vossiana Citation: Page — (line) | ||
1(1t) | PROLEGOMENA VOSSIANA. | |
2t | Προλεγόμενα σὺν θεῷ τῆς τέχνης Διονυσίου. | |
---|---|---|
3 | Μέλλοντες ἐξηγεῖσθαι τὴν προκειμένην τέχνην, ἀναγκαῖον οἰόμεθα πρὸ τῆς κατὰ μέρος ἐξηγήσεως δεῖξαι, τί ἐστι τέχνη, καὶ τίς ἡ ἐξ αὐτῆς | |
5 | ὠφέλεια τῷ βίῳ, καὶ πόθεν ὅλως εἴρηται τέχνη, καὶ πόσαι διαφοραὶ αὐτῆς, εἶθ’ οὕτως ἐφεξῆς χρήσασθαι τῇ ἐξηγήσει. Ὅτι μὲν οὖν χρησι‐ μωτάτη ἐστὶ τῷ βίῳ ἡ τέχνη, πολλοὶ πολλάκις ἐμαρτύρησαν, ἐξαιρέτως δὲ Ἵππαρχος ὁ κωμικὸς διά τινος τῶν αὑτοῦ κωμῳδιῶν τοῦτο δῆλον ποιεῖται, λέγων οὕτως· 〈fr. 2 K〉 πολλῷ γάρ ἐστι κτῆμα τιμιώτα‐ | |
10 | τον Ἅπασιν ἀνθρώποισιν εἰς τὸ ζῆν τέχνη. Εἴρηται δὲ τέχνη παρὰ τὸ τεύχω ῥῆμα, παρ’ ὃ ῥηματικὸν ὄνομα τευχάνη, συγκοπῆς δὲ γενομένης καὶ ὑφέσεως τέχνη· ἢ παρὰ τὸ τεχνῶ τέχνη· εἰ καὶ δοκεῖ τὸ ὄνομα σεσημειῶσθαι κατὰ τὴν παραλήγουσαν· οὐδὲν γὰρ τῶν εἰς χνη ληγόντων ὑπὲρ μίαν συλλαβὴν τῷ ε παραλήγε‐ | |
15 | ται, εἰ μὴ μόνον τὸ τέχνη, οἷον εἰπεῖν ἐστι λάχνη πάχνη ἄχνη· καὶ ἤτοι κατὰ τοῦτο σεσημειώσθω τὸ τέχνη τῷ ε παραληγόμενον. Ἔστιν οὖν ἀπὸ τοῦ τεχνῶ ῥήματος περισπωμένου· οὕτω γὰρ ἄμεινον λέγειν· ὥσπερ γὰρ παρὰ τὸ παχνῶ πάχνη, οὕτως παρὰ τὸ τεχνῶ τέχνη. Τῆς δὲ καθόλου τέχνης διαφοραί εἰσι τέσσαρες, θεωρητική, πρα‐ | |
20 | κτική, ποιητική, μικτή. Καὶ θεωρητικαὶ μὲν λέγονται τέχναι ὅσαι λόγῳ μόνῳ παραδίδονται, καθάπερ 〈ἡ〉 ἀστρονομία· ὁ γὰρ ἀστρονόμος λόγῳ μόνῳ παραδίδωσι τὸν ἥλιον εἶναι σήμερον, εἰ τύχοι, ἐν 〈τῷ〉 ὑδροχόῳ. Πρακτικαὶ δὲ ὅσαι δι’ ὀργάνων ἐνεργοῦσιν, ὡς ἡ στρατηγική· ἐν γὰρ ταῖς παρατάξεσι δέονται κριῶν καὶ ἄλλων τῶν πρὸς τειχομαχίαν πεποιη‐ | |
25 | μένων· ἢ ὅσαι μέχρι τοῦ γενέσθαι ὁρῶνται τέχναι, ὡς ἡ αὐλητικὴ καὶ ἡ ὀρχηστική· ἐφ’ ὅσον γὰρ οὗτοι ἐνεργοῦσιν, ὁρῶνται καὶ γνωρίζονται | |
ὄντες αὐληταὶ καὶ ὀρχησταί. Ποιητικαὶ δὲ τέχναι λέγονται, ὅσαι ὕλην | 1 | |
2 | λαβοῦσαι ἀδιατύπωτον ἐποίησάν τι πρὸς μνήμην τοῦ δημιουργήσαντος, οἷον 〈ἡ〉 ἀνδριαντοπλαστική· χαλκὸν γὰρ καὶ ὕλην ἀδιατύπωτον λαβοῦσα ὁμοίωμά τι ἀπετέλεσεν· καὶ ἡ σκυτοτομική· σκῦτος γὰρ λαβοῦσα ἀδια‐ τύπωτον ἐχάραξε κάττυμα. Αἱ δ’ ἐκ τούτων μικταί, αἳ θεωρητικοῦ καὶ | |
5 | πρακτικοῦ καὶ ποιητικοῦ μετέχουσιν, οἷον 〈ἡ〉 ἰατρική· κοινωνεῖ γὰρ τῷ θεωρητικῷ, ὅταν διατάττῃ τοῖς νοσοῦσι δίαιτάν τινα, τῷ δὲ πρακτικῷ, ὅταν σμίλην λαβοῦσα διορθῶταί τι τῶν μελῶν τοῦ σώματος ἀσθενούν‐ των, πάλιν δὲ τῷ ποιητικῷ, ὅταν τῇ ὕλῃ τῶν βοτανῶν χρησαμένη ἀπο‐ τελέσῃ φάρμακον. Ἧς ἀδελφή ἐστιν ἡ γραμματική, περὶ ἧς τὰ νῦν | |
10 | πρόκειται λέγειν· καὶ αὐτὴ γὰρ τοῦ μικτοῦ εἴδους ἐστίν· ὅταν 〈μὲν〉 γὰρ τὰς ἱστορίας διηγῆται τοῖς νέοις, κοινωνεῖ τῷ θεωρητικῷ, ὅταν δὲ κάλαμον λαβοῦσα στίζῃ καὶ διορθῶται τὰς μὴ εὖ ἐχούσας τῶν λέξεων, τῷ πρακτικῷ, τῷ δὲ ποιητικῷ, ὅταν τὴν ὕλην τῶν διαλελυμένων λέξεων τέχνῃ καὶ μέτρῳ συναρμόσῃ καὶ τέλειον στίχον ἀπεργάσηται. Αὕτη τοί‐ | |
15 | νυν ἡ γραμματικὴ χρησιμωτάτη ἐστὶν ἐν ἅπασι καὶ ῥήτορσι καὶ φιλοσό‐ φοις· πολλάκις γὰρ ἀμφιβολίας πολλὰς ἐπελύσατο τῇ τε τῶν χρόνων καὶ τόνων καὶ πνευμάτων ἐναλλαγῇ. Πῶς οὖν πρόξενον αὐτὴν οὖσαν τοσούτων ἀγαθῶν πράξεων οὐ σπουδαστέον κατορθῶσαι; | |
19t | Περὶ ὅρου. | |
20 | Ὅρος ἐστὶ λόγος καθολικὸς περιέχων τὰ περιεχόμενα· ἢ οὕτως· ὅρος ἐστὶν ὁ τὸ τί ἐστιν ἑκάστῳ δηλῶν. Τὴν μὲν οὖν καθόλου τέχνην ἔστι διαφόρως ὁρίσασθαι· οἱ μὲν γὰρ ὁρίζονται οὕτως· τέχνη ἐστὶν ἕξις ὁδοποιητικὴ τοῦ κοινοῦ συμφέροντος· ἄλλοι δὲ οὕτως· τέχνη ἐστὶ μέ‐ θοδος ἐνεργοῦσα τῷ βίῳ τὸ συμφέρον· οἱ δὲ Στωϊκοὶ φιλόσοφοι, ὧν καὶ | |
25 | ὁ ὅρος ἀποδεκτέος, οὕτως; τέχνη ἐστὶ σύστημα ἐκ καταλήψεων συγγε‐ γυμνασμένων πρός τι τέλος εὔχρηστον τῷ βίῳ. Καὶ ἄξιον δὲ ἡμᾶς μὴ ἀγνοεῖν τὰς ἐγκειμένας τῷ ὅρῳ λέξεις. «Σύστημα» γάρ ἐστι τὸ πλῆθος· πλήθους γὰρ θεωρημάτων καὶ οὐχ ἑνὸς μόνου θεωρήματος δεῖται ἡ τέχνη· «ἐκ καταλήψεων» τουτέστι γνώσεων, καταλαβεῖν γὰρ τὸ γνῶναι· | |
30 | «συγγεγυμνασμένων» τουτέστι συνεζητημένων καὶ φανερῶν· γυμνάσαι γὰρ | |
τὸ εἰς φῶς καὶ γνῶσιν ἐνεγκεῖν· «πρός τι τέλος εὔχρηστον τῷ βίῳ», ὅτι | 2 | |
3 | πᾶσα τέχνη ἐπινενόηται διὰ τὸ συμφέρον. Εἰ οὖν ἐστι τέχνη ἐπὶ βλάβῃ, οὐκ ἔστι τέχνη αὕτη, ἀλλὰ κακοτεχνία, ὡς ἂν εἴποι τις, ὡς τοιχωρυχία καὶ τυμβωρυχία· δοκοῦσι γὰρ καὶ οἱ ταύτας ἐπιτηδεύοντες τέχνην ἐργά‐ ζεσθαι, καὶ ὡς ἔπος εἰπεῖν, εἴ τις ἄλλη ἐστὶν ἀπηγορευμένη νόμῳ, ἧς τὸ | |
5 | τέλος θάνατος· εἰ γὰρ ἐπὶ συμφέροντι καὶ τῇ συστάσει τοῦ βίου ἐπινε‐ νόηται τέχνη, αὗται δὲ τέλος ὀλέθριον ἔχουσιν, ὁμολογουμένως οὐ τέχναι μᾶλλον ἢ κακοτεχνίαι εἰσίν. Καὶ ταῦτα μὲν περὶ τῆς τέχνης λέγειν ἐπεχειρήσαμεν. Τὴν δὲ γραμματικὴν οἱ ὀρθῶς ὁριζόμενοι τοῦτον ὁρί‐ ζονται τὸν τρόπον. | |
10t | Ὁρισμὸς τέχνης γραμματικῆς. | |
11 | Γραμματική ἐστι τέχνη ἕξις θεωρητικὴ καὶ πρακτικὴ τῶν παρὰ ποιη‐ ταῖς τε καὶ συγγραφεῦσι, δι’ ἧς ἑκάστῳ τὸ οἰκεῖον ἀποδιδόντες ἐξ ἀπεί‐ ρου καταληπτὸν ποιούμεθα. Ἐπεξηγησώμεθα δὲ τὰς ἐγκειμένας τῷ ὅρῳ λέξεις· «θεωρητικήν τε καὶ πρακτικὴν» τέχνην εἴπομεν τοῦ μικτοῦ εἴδους | |
15 | εἶναι· «τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσιν», ἐπειδὴ διακριτική ἐστι πάσης Ἑλληνικῆς φωνῆς ἐμμέτρου τε καὶ πεζῆς. Τὸ λεῖπον δὲ τοῦ ὅρου, ἐπειδὴ ταύτης τῇ ἀναλογίᾳ χρώμενοι καὶ κανονίζοντες τὸ ἄπειρον πλῆθος τῶν λέξεων δι’ ὀλίγου εὐδιάγνωστον ποιούμεθα. Εἴρηται δὲ γραμματικὴ ἐκ τῶν γραμμάτων, οὐ τούτων μέντοι τῶν | |
20 | γραμμάτων, ἀλλὰ τῶν συγγραμμάτων· ἡ γραμματικὴ γὰρ περὶ αὐτὰ κατα‐ γίνεται· οὕτω γὰρ καὶ Καλλίμαχος σύγγραμμα βουλόμενος εἰπεῖν ἐχρή‐ σατο 〈epigr. 25 Sch〉 ἀλλὰ Πλάτωνος Ἓν τὸ περὶ ψυχῆς γράμμ’ ἀναλεξάμενος. Τὸ πρότερον δὲ κριτικὴ ἐλέγετο, καὶ οἱ ταύτην μετ‐ ιόντες κριτικοί· Ἀντίδωρος δέ τις Κυμαῖος συγγραψάμενος λέξιν ἐπέ‐ | |
25 | γραψεν «Ἀντιδώρου γραμματικοῦ λέξις», καὶ ἐκ τούτου ἡ ποτὲ κριτικὴ γραμματικὴ λέλεκται, καὶ γραμματικοὶ οἱ ταύτην μετιόντες. Δεῖ δὲ ἀναγκαίως πρὸ τῆς καθόλου παντὸς βιβλίου εἰσβολῆς τὰ ἓξ κεφάλαια ζητεῖν ταῦτα καὶ αὐτὰ ἀναγκαῖα ὄντα, ἐπιγραφήν, συγγραφέα, σκοπόν, χρήσιμον, τάξιν, τέλος. Ἐπιγραφὴν μέν, ἵνα εὑρόντες «περὶ | |
30 | ὀνομάτων» μὴ ζητῶμεν περὶ ῥημάτων· συγγραφέα δέ, ἵνα τὸ ἀξιόπιστον | |
ἢ τὸ μὴ τοῦ συγγραψαμένου καταλάβωμεν· τοῦτο δὲ διὰ τὰ ψευδεπί‐ | 3 | |
4 | γραφα τῶν βιβλίων, ὡς ἔχει ἡ Ἀσπὶς Ἡσιόδου· ἑτέρου γάρ ἐστιν, ἐπι‐ γραφῇ δὲ καὶ ὀνομασίᾳ ἐχρήσατο τῇ τοῦ Ἡσιόδου, ἵνα διὰ τῆς ἀξιο‐ πιστίας τοῦ ποιητοῦ ἄξιον κριθῇ ἀναγνώσεως· σκοπόν, ἵνα τὴν ὁρμὴν τοῦ συγγραψαμένου καταλάβωμεν· ἔστι δὲ σκοπὸς προκατάληψις ψυχῆς | |
5 | προτυπούσης τὸ προτεθέν, ἐκ μεταφορᾶς τῶν τοξοτῶν τῶν πρότερον μὲν στοχαζομένων τὸν τόπον, εἶθ’ οὕτω τὸ βέλος ἐπιπεμπόντων· χρή‐ σιμον, ἵνα εἰ βιωφελής ἐστιν ἡ συγγραφὴ μάθωμεν· τάξιν, εἰ εὐτάκτως σύγκειται τὰ τοῦ συγγράμματος· τέλος, εἰ καὶ μέχρι τέλους τὰ τοῦ σκο‐ ποῦ προηνέγκατο· πολλοὶ γὰρ ὁρμήσαντές τι συγγράψαι καὶ μὴ ἐφικνού‐ | |
10 | μενοι, ἀλλ’ ἐν μέσῳ γενόμενοι, ὥσπερ ἐπὶ κλύδωνος τῷ μεγέθει τοῦ ἐγχειρήματος ἀπεπνίγησαν. Ὅτι δὲ ταῦτα τὰ κεφάλαια τὰ ἓξ ἔχει, καὶ αὐτὴ ἡ εἰσβολὴ τοῦ βιβλίου δηλοῖ. Ἐπιγραφὴν μὲν «περὶ ὀκτὼ μερῶν τοῦ λόγου»· συγγρα‐ φέα δὲ Διονύσιον τὸν Θρᾷκα, εἷς δὲ τῶν τεχνικῶν γραμματικῶν οὗτος· | |
15 | σκοπὸν τὸ πρὸς εἰσαγομένους γράφειν· χρήσιμον, ὅτι διὰ τῶν μερῶν τοῦ λόγου καὶ τῆς τούτων ἐναρμονίου πλοκῆς τὸ εὖ λέγειν καὶ τὸ εὖ γράφειν, ὅπερ ἐστὶ τῆς γραμματικῆς κατόρθωμα, παιδευόμεθα· τάξιν, ὅτι αὐτῷ εὔτακτος πᾶσα ἡ διδασκαλία· τέλος, ὅτι μέχρι τοῦ συμπεράσματος διεξέρχεται τὰ τῆς ὑποθέσεως ἢ τὰ τοῦ σκοποῦ. | |
20 | Ζητεῖται δὲ ἐνταῦθα, τίνος ἕνεκα τῶν τεχνικῶν διαφόρως ἀρξα‐ μένων—οἱ μὲν γὰρ ἀπὸ μερῶν λόγου, οἱ δὲ ἀπὸ λέξεως, οἱ δὲ ἀπὸ συλ‐ λαβῆς, οἱ δὲ ἀπὸ στοιχείου, οἱ δὲ ἀπὸ φωνῆς, ὡς καὶ Ἀπολλώνιος ὁ Δύσ‐ κολος—οὗτος ἁπάντων μόνος 〈ταῦτα〉 παρεὶς ἀπὸ τοῦ περὶ γραμματικῆς ἤρξατο. Λεκτέον οὖν ὅτι σκοπὸν ἔχων πρὸς εἰσαγομένους γράφειν καὶ | |
25 | εἰδώς, ὅτι ἐκεῖνοι αὐτῇ πρώτῃ τῇ γραμματικῇ ἐντυγχάνουσιν, ἀναγκαῖον ᾠήθη πρὸ πάντων περὶ ταύτης τὸν λόγον ποιήσασθαι, ἵνα μάθωσι τί ἐστι γραμματική, πρὸς παίδευσιν, πρὸς ἔργον, καὶ τὰ ταύτης θεωρήματα, ἵνα γνόντες κριτικώτερον ἀκροάσωνται περὶ τῆς τῶν μερῶν τοῦ λόγου δι‐ δασκαλίας. Ἀρχόμενος τοίνυν ὁ Διονύσιος τῆς γραμματικῆς ὁρίζεται | |
30 | αὐτὴν ὥσπερ ἔχει τὸ βιβλίον. | |
31t | Ἑτέρως τὰ προλεγόμενα. | |
32 | Νόμον ἴδιον ἐνόμισαν οἱ παλαιοί, διὰ τῆς τῶν λόγων ἐξετάσεως | |
ἀποκαθαίρειν τὸ διδακτὸν τῆς περὶ αὐτὸ ψευδολογίας τε καὶ περιττό‐ | 4 | |
5 | τητος. Πρὸ τῆς οὖν κατὰ μέρος ἐξηγήσεως τῆς τέχνης ὀφείλομεν διὰ τῶν προοιμίων παριστᾶν καὶ σημαίνειν αὐτὸ τοῦτο, τί ἐστι τέχνη, καὶ πόθεν ὠνόμασται τέχνη, καὶ εἰς τί λυσιτελὲς τῷ βίῳ παρείληπται τὸ τῆς τέχνης ὄνομα. Ὅτι μὲν οὖν χρήσιμος παντὶ τῷ βίῳ τῶν ἀνθρώπων 〈ἡ〉 | |
5 | τέχνη—τέχνην δὲ λέγω τὴν καθολικήν—ἐκ πολλῶν καὶ ἄλλων ἔστιν ἀποδεῖξαι· καὶ ὁ κωμικὸς δὲ Ἵππαρχος μάρτυς τούτου γεγένηται· φησὶ γὰρ ἔν τινι τῶν αὑτοῦ κωμῳδιῶν 〈fr. 2 K〉 πολλῷ γάρ ἐστι κτῆμα τιμιώτατον Ἅπασιν ἀνθρώποισιν εἰς τὸ ζῆν τέχνη. Καὶ ἐπέδει‐ ξεν διὰ τούτου, ὅτι πᾶσα τέχνη τὸ τέλος ἐπί τι χρήσιμον ἔχει· ὀνομά‐ | |
10 | σας οὖν τέχνην καὶ τὸ πέρας ἀπεφηνάμην χρηστόν· ἐκεῖναι γάρ, ὅσαι τὸ τέλος οὐκ ἐπί τι χρήσιμον ἔχουσι, κακοτεχνίαι ἢ ματαιοτεχνίαι ἂν καλοῖντο· οἷον κακοτεχνίαν μὲν ἂν καλέσαιμεν τὴν τῶν γοήτων, ματαιο‐ τεχνίαν δὲ τὴν τῶν ψηφοπαικτῶν μέθοδον. Ἐπεὶ τοίνυν τὴν γραμματικὴν τέχνην ὀνομάζομεν, ὀφείλομεν δεῖ‐ | |
15 | ξαι, εἴ περ τὸ πέρας αὐτῆς λυσιτελές ἐστι τῷ βίῳ, ἵνα εἰ μὲν τὸ τοι‐ οῦτον ἀποδείξωμεν, εἰκότως ἂν αὐτὴν τέχνην ὀνομάσαιμεν· εἰ δὲ μή γε, περιττὸν ἄρα τὸ ταύτην τέχνην καλεῖσθαι. Εἴρηται τοίνυν τέχνη παρὰ τὸ τεύχω, τὸ κατασκευάζω· ὥσπερ γὰρ ἀπὸ τοῦ παχνῶ πάχνη, οὕτω καὶ ἀπὸ τοῦ τεύχω γίνεται τέχνη· ἄλλοι δὲ ἀπὸ τοῦ 〈τεύχω〉 | |
20 | τευχάνη, 〈καὶ〉 κατὰ συγκοπὴν τοῦ α στοιχείου 〈καὶ ἐκθλίψει τοῦ υ〉 γίνεται τέχνη. Ὅτι μὲν οὖν τὸ πέρας τῆς γραμματικῆς ἐστι λυσιτελὲς τῷ βίῳ, δῆλον καταφαίνεται, εἴ γε καὶ διὰ τῆς τῶν τόνων διαφορᾶς καὶ τῶν πνευμάτων καὶ τῆς γραφῆς καὶ τῶν στιγμῶν τὰ σημαινόμενα τῶν λογικῶν δείκνυσι τεχνῶν· οὐκοῦν ἄρα εἰ ταῦτά ἐστιν αὐτῆς ἴδια, | |
25 | δι’ ὧν πᾶσα λογικὴ κατορθοῦται τέχνη, ἐκ τούτου δῆλον ὅτι χρήσιμος τῷ βίῳ καθέστηκεν ἡ γραμματική· οὔτε γὰρ φιλοσοφίαν τις οὔτε ἰατρι‐ κὴν οὔτε ἄλλην λογικὴν κατορθώσει τέχνην, εἰ μὴ διὰ τῆς γραμματικῆς. Οἶδε γὰρ πολλάκις διάφορον τόνον διάφορον ἀποτελεῖν σημαινόμενον, οἷον ἄλλο τί ἐστι τὸ πρωτότοκος τὸ προπαροξυνόμενον καὶ ἄλλο τὸ | |
30 | παροξυνόμενον· τὸ μὲν γὰρ προπαροξυνόμενον τὸν παῖδα δηλοῖ, τὸ δὲ παροξυνόμενον τὴν τεκοῦσαν· καὶ πάλιν ἄλλο ἐστὶ φορός καὶ ἄλλο φόρος· φορός μὲν γάρ ἐστιν ἄνεμος, ὡς ἐπὶ ἐνεργείας ὁ φέρων τὴν ναῦν, φόρος δὲ ὁ φερόμενος· καὶ τροχός μέν ἐστιν ὁ τρέχων, τρόχος δὲ ὁ τρεχόμενος· ἰδοὺ τοίνυν δέδεικται, ὅτι διάφορος τόνος διάφορον | |
35 | ἀποτελεῖ σημαινόμενον. Ἀλλὰ καὶ γραφή· τὸ παιδίον ὅτε μὲν διὰ τῆς αι διφθόγγου, σημαίνει τὸν παῖδα, ὅτε δὲ διὰ τοῦ ε, σημαίνει τὴν γῆν· | |
τὸ καινόν ὅτε μὲν διὰ τῆς αι διφθόγγου, σημαίνει τὸ νέον καὶ παρά‐ | 5 | |
6 | δοξον, ὅτε δὲ διὰ τοῦ ε, τὸ μάταιον· τὸ τρίς ὅτε μὲν διὰ τοῦ ι, ση‐ μαίνει ἐπίρρημα τὸ τρίτον, ὅτε δὲ διὰ τῆς ει διφθόγγου, σημαίνει πλῆ‐ θος, οἷον τρεῖς ἄνδρες καὶ τρεῖς βόες καὶ τρεῖς ἵπποι· ἰδοὺ πάλιν δέ‐ δεικται, ὅτι διάφορος γραφὴ διάφορον ποιεῖ σημαινόμενον. Πολλάκις | |
5 | δὲ καὶ πνεύματος διαφορὰ διάφορον ἀπεργάζεται σημαινόμενον· οἷον τὸ οἶος ὅτε μὲν ψιλοῦται, σημαίνει τὸ μόνος, ὅτε δὲ δασύνεται, σημαίνει τὸ ὁποῖος· ὡσαύτως καὶ ἡ αὐτόν ἀντωνυμία ὅτε μὲν ψιλοῦται, σημαίνει ἁπλῆν ἀντωνυμίαν, οἷον «αὐτὸν ἠδίκησεν ἄλλος», ὅτε δὲ δασύνεται, ση‐ μαίνει ἀντωνυμίαν σύνθετον, οἷον ἑαυτόν. Ἰδοὺ δὲ καὶ στιγμὴ διάφορον | |
10 | ποιεῖ σημαινόμενον, ὡς ἔχει τὸ 〈Λ 625〉 τὴν ἄρετ’ ἐκ Τενέδοιο γέ‐ ρων, ὅτε πέρσεν Ἀχιλλεύς· εἰ μὲν γὰρ ὑποστίζω εἰς τὸ γέρων, νοεῖται τὸ γέρων κατὰ τοῦ Νέστορος, καὶ ὀρθῶς ποιοῦμεν· εἰ δὲ ὑπο‐ στίζω εἰς τὸ Τενέδοιο καὶ εἴπω «γέρων ὅτε πέρσεν Ἀχιλλεύς», ἀκατάλ‐ ληλον τὸ νόημα, καὶ Ἀχιλλέα γέροντα δείκνυμι, ὅπερ οὐκ ἔστιν. Εἰ | |
15 | οὖν ταῦτα ἴδιά ἐστι τῆς γραμματικῆς, τόνοι καὶ γραφαὶ καὶ πνεύματα καὶ διαστολαί, ἐξ ὧν τὴν κατάληψιν τῶν νοημάτων ἔχομεν, οὐκοῦν ἄρα χρήσιμος τῷ βίῳ καθέστηκεν ἡ γραμματική, καὶ εἰκότως ἂν τέχνη κα‐ λοῖτο. Ἀποδέδεικται τοίνυν ὅτι τέχνη ἡ γραμματική. Εἴπωμεν δὲ τὸν ὅρον τῆς καθολικῆς τέχνης. | |
20 | Τί ἐστι τέχνη; Τέχνη ἐστὶ σύστημα ἐκ καταλήψεων συγγεγυμνασ‐ μένων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ. Ἔστι δὲ καὶ ἄλλως ὁρίσασθαι· μέθοδος ἐνεργοῦσα τῷ βίῳ τὸ συμφέρον. Διαφέρει δὲ τέχνη ἐπιστήμης καὶ ἐμπειρίας, ὅτι ἡ μὲν τέχνη κατά τι ἀτελεστέρα καθέστη‐ κεν, οἷον ἡ ἰατρικὴ καὶ ἡ ῥητορικὴ καὶ ἡ γραμματική, ἡ δὲ ἐπιστήμη | |
25 | τελειοτάτη καθέστηκεν, ὡς ἡ τῶν φιλοσόφων καὶ ἡ τῶν γεωμετρῶν. Καὶ γοῦν ὁ ὅρος τῆς ἐπιστήμης τὸ ἄπταιστον αὐτῆς δείκνυσιν· ἐπιστήμη γάρ ἐστι κατάληψις ἄπταιστος ὑπ’ ὀρθοῦ λόγου· ἔστι δὲ καὶ ἄλλως ὁρί‐ σασθαι· σύστημα ἀσφαλὲς ἀπὸ τοῦ ἑστηκότος τι μεθοδεύουσα. Ἐμπειρία δέ ἐστιν ἡ ἄλογος τριβή· καὶ ἄλλως· ἐμπειρία ἐστὶν ἡ τῶν πολλάκις καὶ | |
30 | ὡσαύτως ὀφθέντων τήρησις καὶ μνήμη. Μέμφονται οὖν τινες τῷ Διονυσίῳ, διὰ τί τὴν γραμματικὴν ἄλογον τριβὴν ἐκάλεσε, τὴν πάσης τέχνης λογικῆς μητέρα. Ἔστι δὲ ἀπολογή‐ σασθαι ὑπὲρ αὐτοῦ καὶ λέγειν, ὅτι ἐμπειρίαν νῦν εἶπεν οὐ τὴν ἄλογον τριβήν, ἀλλὰ τὴν γνῶσιν καὶ τὴν εἴδησιν. Λέγεται γὰρ ἐμπειρία καὶ ἡ | |
35 | γνῶσις, ὥσπερ καὶ παρ’ Εὐριπίδῃ 〈Phoen. 531—533〉 | 6 |
7(1t) | ὦ τέκνον, οὐχ ἅπαντα τῷ γήρᾳ κακά, | |
2t | Ἐτεόκλεες, πρόσεστιν, ἀλλ’ ἡμπειρία | |
3t | ἔχει τι λέξαι τῶν νέων σοφώτερον, | |
4 | τουτέστιν ἡ γνῶσις καὶ ἡ εἴδησις. Ἔνθεν τινὲς ἐκφεύγοντες τὸν τοιοῦ‐ | |
5 | τον ὅρον ἕτερον ὅρον ἀποφαίνονται τῆς γραμματικῆς, λέγοντες· γραμ‐ ματική ἐστι τέχνη ποιητική τε καὶ θεωρητικὴ τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσιν ὡς ἐπὶ τὸ πολὺ λεγομένων, ἐξ ἧς ἑκάστῳ τὸ οἰκεῖον ἀποδιδόντες ἐξ ἀπείρου καταληπτὸν ποιούμεθα. Τῶν γὰρ τεχνῶν αἱ μέν εἰσι ποιητικαί, αἱ δὲ πρακτικαί, αἱ δὲ θεωρητικαί, αἱ δὲ μικταί· καὶ | |
10 | ποιητικαὶ μὲν οὖν εἰσιν ὅσαι ὕλην τινὰ λαβοῦσαι κατασκευάζουσιν, ὃ καὶ μετὰ ταῦτα ὁρᾶται, οἷον ἡ ἀνδριαντοπλαστική, ἡ τεκτονική, ἡ λαοξοϊκή· πρακτικαὶ δέ εἰσιν ὅσαι ἅμα τῷ γενέσθαι ἀπόλλυνται, οὐδὲν ἴχνος ἑαυ‐ τῶν καταλιμπάνουσαι, ὡς ἡ αὐλητικὴ καὶ ἡ τῶν ὀρχηστῶν· θεωρητικαὶ δέ 〈εἰσιν〉 ὅσαι τῇ διανοίᾳ θεωροῦνται, οἷον 〈ἡ〉 ἀστρονομία· μικταὶ δέ | |
15 | εἰσιν ὅσαι ἀμφοτέρων μετέχουσιν, οἷον 〈ἡ〉 ἰατρική· αὕτη γὰρ μετέχει καὶ τοῦ ποιητικοῦ 〈καὶ τοῦ θεωρητικοῦ〉· καὶ ποιητικὸν μὲν αὐτῆς ἐστι τὸ χειρουργικόν, θεωρητικὸν δὲ αὐτῆς τὸ διαγινώσκειν τὰ πάθη διὰ τῶν σφυγμῶν καὶ τῶν ἄλλων. Σκοπήσωμεν οὖν τὴν γραμματικὴν ὑπὸ ποῖον τούτων ἀνάγεται. Φαμὲν καὶ αὐτὴν εἶναι μικτήν· ἐν μὲν γὰρ τῷ στί‐ | |
20 | ζειν ἀποτελῶ τι καὶ πράττω, τὸ δὲ τεχνολογεῖν θεωρητικὸν καὶ τὸ τῆς μεθόδου τῶν κανόνων· καὶ διὰ τοῦτο αὐτὴν ἀπεφήναντο τέχνην ποιη‐ τικήν τε καὶ θεωρητικήν. Γινώσκειν δὲ χρὴ ὅτι τὸ παλαιὸν ἡ γραμματικὴ κριτικὴ ἐκαλεῖτο παρὰ τὸ κρίνειν τὰ ποιήματα· Ἀντίδωρος δέ τις γραμματικὸς γραμμα‐ | |
25 | τικὴν αὐτὴν ὠνόμασε παρὰ τὴν γνῶσιν τῶν γραμμάτων. Γράμματα δὲ καλοῦνται καὶ τὰ συγγράμματα καὶ τὰ ἀπομνημονεύματα καὶ πάντα τὰ λογικὰ ἐπιτηδεύματα. Ἐπεὶ τοίνυν δεῖ τὸν γραμματικὸν παντὸς ἅπτε‐ σθαι λογικοῦ ἐπιτηδεύματος καὶ πάντα ἐξηγεῖσθαι τῇ συντάξει, οὐ μὴν τῇ θεωρίᾳ, τούτου ἕνεκεν γραμματικὴν αὐτὴν ἐκάλεσεν. | |
30t | Προλεγόμενα τῆς τέχνης Διονυσίου. | |
31 | Ἡ τέχνη 〈ἐστὶ〉 πρᾶγμα χρειωδέστατον τῷ βίῳ τῶν ἀνθρώπων· ἀπαλλάττει γὰρ ἡμᾶς πάσης ῥᾳθυμίας καὶ ἀργίας, καὶ τὸν βίον κοσμεῖ τοῖς ἐφ’ ἑαυτῆς ἀγαθοῖς· δι’ αὐτῆς γὰρ ἐπενοήσαμεν καὶ οἴκους εἰς | |
ὄμβρων ἀποφυγὴν καὶ τείχη οἰκοδομεῖν πρὸς σωμάτων φυλακὴν καὶ | 7 | |
8 | ἀσφάλειαν, καὶ πάντα τὰ χρειώδη τῷ βίῳ καὶ ἀγαθὰ ἡ τέχνη κατεργά‐ ζεται. Καί τις κωμικὸς Ἵππαρχος καλούμενος εἶπε 〈fr. 2 K〉 πολλῷ γάρ ἐστι κτῆμα τιμιώτατον Ἅπασιν ἀνθρώποισιν εἰς τὸ ζῆν τέχνη. Εἴρηται δὲ τέχνη παρὰ τὸ τεύχω, τὸ κατασκευάζω, τευχάνη, | |
5 | καὶ τέχνη μετὰ συγκοπῆς καὶ ἀφαιρέσεως τοῦ υ· εἰ δὲ θέλεις κάλλιον αὐτὴν μαθεῖν πόθεν εἴρηται, ὡς παρὰ τὸ παχνῶ πάχνη, οὕτω καὶ παρὰ τὸ τεχνῶ τέχνη. Μάθωμεν δὲ πρῶτον τί ἐστιν ὅρος, καὶ τί ἐντέλεια ὅρου, καὶ τί ὑγεία ὅρου, καὶ τότε ὁρισώμεθα τὴν γραμματικὴν τέχνην· πῶς γὰρ ὁρι‐ | |
10 | ζώμεθα αὐτήν, μὴ εἰδότες πρῶτον τί ἐστιν ὅρος. Ὅρος τοίνυν ἐστὶν ὁ τὸ ὂν τί ἐστι σημαίνων, οἷον «ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν»· «ζῷον» μὲν οὖν κοινῇ πᾶν τὸ ζωῆς μετ‐ έχον· οὐδὲ γὰρ ἄνθρωπος μόνος ζῷον, ἀλλὰ καὶ λέων καὶ ἰχθὺς καὶ πάντα ὅσα ζωῆς μετειλήφασι καὶ δύνανται ζῆσαι· εἰπὼν δὲ «λογικόν» | |
15 | ἀπεμέρισας αὐτὸν τῶν ἀλόγων ζῴων· κατὰ τοῦτο γὰρ διαφέρομεν τῶν ἀλόγων ζῴων, καθὸ λόγῳ κυβερνώμεθα· «θνητόν» δὲ ὁρισάμενος ἀπε‐ μέρισας ἡμᾶς τοῦ ἀθανάτου, τουτέστι τῶν ἀγγέλων· καὶ ὁ ἄγγελος γὰρ ζῷον καὶ λογικὸν καὶ ἀθάνατον· «νοῦ» δὲ «καὶ ἐπιστήμης δεκτικόν» πρὸς διαφορὰν τῶν δαιμόνων· φασὶ γὰρ αὐτοὺς λογικοὺς εἶναι, μήτε δὲ ἐπι‐ | |
20 | στήμης μήτε νοῦ δεκτικούς, καθάπερ διδασκόμεθα ἡμεῖς καὶ παιδευόμεθα. Ὑγεία δὲ ὅρου ἡ ἀναστροφή, οἷον ὅταν εἴπω «τί ἐστιν ἄνθρωπος; ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν», καὶ ἀντιστρέψας ἔρωμαι «τί ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν;» καὶ πάλιν εὑ‐ ρεθῇ «ἄνθρωπος». Ὅταν δὲ ἐν τῇ ἀναστροφῇ μὴ ὑγιῶς ἔχωσιν οἱ ὅροι, | |
25 | οὐκέτι οὐδὲ συνίστανται· ἐὰν γὰρ ὁριζόμενος τὸν ἄνθρωπον εἴπω «ἄν‐ θρωπός ἐστιν ᾧ παρέπεται τὸ ὀρθὸν καὶ τὸ περιπατητικόν», ἔρχομαι ἀντιστρέψαι τὸν ὅρον καὶ λέγω «εἴ τι οὖν ὀρθὸν περιπατεῖ, τοῦτο ἄν‐ θρωπος»· καὶ μὴν καὶ λέοντες καὶ ἄλλα περιπατοῦσιν ὀρθά, καὶ οὐκέτι ὑγιὴς ἔσται ὁ ὅρος· ὥστε ἡ ἀναστροφὴ ὑγεία ἐστὶν ὅρου. | |
30t | Ὁρισμὸς τέχνης καὶ ἑρμηνεία. | |
31 | Ὁρισώμεθα οὖν τὴν τέχνην, μαθόντες τί ἐστιν ὅρος, καὶ τί ὑγεία | |
ὅρου. Τέχνη ἐστὶ σύστημα ἐκ καταλήψεων συγγεγυμνασμένων πρός τι | 8 | |
9 | τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ. «Σύστημα» μὲν οὖν ἡ τέχνη, ὅτι οὐκ ἔστι τέχνη μονοειδής, ἀλλ’ ἐκ διαφόρων πολλῶν συνίστανται αἱ τέχναι· οὐδὲ γὰρ ὁ μόνον ξέσαι εἰδὼς οὗτος καὶ τέκτων, ἀλλ’ εἰ μὴ καὶ τρυ‐ πῆσαι καὶ κολλῆσαι καὶ ἁρμόσαι εὖ οἶδεν, οὐκ ἂν εἴη τέκτων, οὔτε ὁ | |
5 | μόνον εἰδὼς ξέσαι λαοξόος, ἀλλ’ ὁ καὶ γυψῶσαι καὶ συναρμόσαι καὶ ἀπο‐ ξέσαι· διὰ τοῦτο μὲν οὖν σύστημα τέχνη. «Ἐκ καταλήψεων» δέ, οἱονεὶ ἐκ γνώσεων· οὐδὲ γὰρ ἀπ’ ἀρχῆς ὡς εἰσὶ γεγόνασιν αἱ τέχναι· κατελά‐ βετο γὰρ ὁ δεῖνα πρὸ πολλοῦ χρόνου τὸ τρυπᾶν, καὶ ὁ δεῖνα τὸ ξέειν, καὶ παραδέδωκε τοῖς μεθ’ ἑαυτόν, καὶ ὁ δεῖνα τὸ πρίζειν, καὶ οὕτως | |
10 | ἐξ ἑνὸς εἰς ἕνα συμπεραιούμεναι αἱ τέχναι τὸ τέλειον κατειλήφασιν. «Συγγεγυμνασμένων» δέ, οἱονεὶ δεδοκιμασμένων· ἕως γὰρ νῦν δοκιμά‐ ζονται καὶ λεπτότεραι αὐτῶν καὶ ἀκριβέστεραι αἱ τέχναι προέρχονται. «Πρός τι» δὲ «τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ», ἐπειδὴ δεῖ πᾶσαν τέ‐ χνην ὀνομάζεσθαι ἐκ τοῦ τὸ τέλος ἔχειν βιωφελὲς καὶ χρήσιμον· οἷον | |
15 | χαλκευτικὴ μὲν καὶ τεκτονικὴ καὶ γεωργικὴ πρὸς ὠφέλειαν τοῦ βίου συνέστησαν· αὕτη μὲν 〈γὰρ〉 ἡ γεωργικὴ τὰ ἀπὸ γῆς ἀγαθὰ πορίζει, αἱ δὲ τὰ πρὸς ἀσφάλειαν ἐπινοοῦσιν· ὡς εἴ γε πᾶσα τέχνη μὴ ἔχοι τὸ τέλος χρειῶδες τῷ βίῳ καὶ ὠφέλιμον, οὐκ ἔστι τέχνη, ἀλλὰ κακοτεχνία ὀνομάζεται· κυβευτικὴ γοῦν καίτοι λεπτομερὴς οὖσα καὶ ἀκριβής, οὐκ | |
20 | ἂν λεχθείη τέχνη, ὅτι πολλοὺς τῶν ἰδίων ἐστέρησε καὶ τὸ τέλος ἐπι‐ βλαβὲς τοῖς κεκτημένοις ἔχει· καὶ γοητευτικὴ καθὸ τὸ τέλος οὐκ εὔχρη‐ στον ἔχει, καὶ αὐτὴ κακοτεχνία ὀνομάζεται. Μάθωμεν δὲ τί ἐστιν ἐπιστήμη, καὶ τί ἐμπειρία, καὶ τί πεῖρα, καὶ οὕτως ἴδωμεν, τίνι ἁρμόσωμεν τὴν γραμματικήν. Ἐπιστήμη μὲν οὖν | |
25 | ἐστιν ἕξις, ἀμετάπτωτος δέ, οἱονεὶ ἀμετάπταιστος· ἐρωτήσας γὰρ γεω‐ μέτρην μαθήσῃ παρ’ αὐτοῦ, ὅτι παντὸς κύκλου ἡ περίμετρος τριπλασίων ἐστὶ τῆς διαμέτρου, καὶ ἔστιν ἀμετάπταιστος ὁ λόγος καὶ τέλειος· αὕτη μὲν οὖν ἐπιστήμη. Πεῖρα δὲ ἡ ἑνὸς ἢ δευτέρου γνῶσις, ὡς ὅταν εἰδῇ γεωργός, ὅτι δρεπάνῳ πληγεὶς ἰαθήσεται ὀπῷ συκῆς. Ἐμπειρία δὲ ἡ | |
30 | πολλῶν ἄλογος τριβή, ὡς ὅταν εἰδῇ ὅτι χειμῶνος ὄντος ψύχη καθ’ ἡμᾶς ἐργάζεται ὁ ἥλιος, τὴν μέντοι αἰτίαν μὴ ἐπίσταται μηδὲ λόγον ἀπο‐ | |
δοῦναι εὕρῃ. Τί οὖν διαφέρει πεῖρα ἐμπειρίας, εἰ κᾀκείνη λόγον οὐκ | 9 | |
10 | ἀποδίδωσιν οὐδὲ αὕτη; Συμβαίνει οὖν ἐπὶ τῆς πείρας ἐπὶ τῆς καθ’ ἓν ἢ δεύτερον γνώσεως καὶ λόγον τινὰ παρέπεσθαι, τὴν μέντοι ἐμπειρίαν παντελῶς εἶναι ἄλογον. Ἴδωμεν οὖν, τίνι συνάψωμεν τὴν γραμματικήν. Καὶ ὅτι μὲν ἐπιστήμη οὐκ ἔστι, δῆλον, ἐξ ὧν σημειοῦταί τινα καὶ ἀλόγως | |
5 | ἀφορίζει· πάλιν οὔτε πεῖρα· εἰ γὰρ πεῖραν ἔφαμεν τὴν ἑνὸς ἢ δευτέρου γνῶσιν, πῶς οὖν τὴν γραμματικὴν πεῖραν εἴπωμεν τὴν πάσης λέξεως ἐργάτιν; εἰ δὲ οὐ πεῖραν, πολλῷ μᾶλλον οὐδὲ ἐμπειρίαν. Τί οὖν ἐστι; Τέχνη· συνέστηκε γὰρ ἐκ μερῶν τεσσάρων, διορθωτικοῦ, ἀναγνωστικοῦ, ἐξηγητικοῦ καὶ κριτικοῦ, καὶ ἐξ ὀργάνων τεσσάρων, γλωσσηματικοῦ, ἱστο‐ | |
10 | ρικοῦ, μετρικοῦ καὶ τεχνικοῦ. Καὶ μέρος μὲν ὃ ἀπό τινος ἀπέσπασται καὶ αὐτῷ μόνῳ κοινωνεῖ ἀφ’ οὗ ἀπέσπασται, ὡς ἂν εἴπωμεν πρώραν μόνης νεὼς εἶναι ἢ κλάδον μόνου φυτοῦ. Μόριον δέ ἐστι τὸ μέρους μέρος· μέρος μὲν γὰρ ἡ κεφαλή, μόριον δὲ τὸ χεῖλος ἢ ἡ ῥὶς ἢ τὸ οὖς. Ὄργανον δέ ἐστι τὸ καὶ ἑτέροις κοινωνοῦν καὶ ἁρμόζον ἀντιπεπονθότως τῷ μέρει· | |
15 | τὸ γὰρ μέρος αὐτῷ μόνῳ οὗ ἐστι μέρος πεποίηται, τὸ δὲ ὄργανον, ὡς εἴπομεν, καὶ ἑτέροις· οἷον τὸ σμιλίον οὐκ ἐπὶ ἑνὶ ἔργῳ ἐστὶ χρήσιμον, ἀλλ’ ἐν πολλοῖς. Οὕτως οὖν τέχνη ἡ γραμματική, τὸ δὲ τέλος χρειῶδες ἔχει τῷ βίῳ· λόγου γάρ ἐστιν εὑρέτις, δι’ οὗ πᾶς ὁ βίος καὶ τὰ ὁρώ‐ | |
μενα τέλος ἐδέξατο. | 10 |