TLG 4174 002 :: PARAPHRASES IN DIONYSIUM PERIEGETAM :: In Dionysii periegetae orbis descriptionem PARAPHRASES IN DIONYSIUM PERIEGETAM Comm.
Geogr. In Dionysii periegetae orbis descriptionem Dup. partim 4174 001 Citation: Section — (line) | ||
1 | Τὰ περὶ τὴν γῆν καὶ τὸν μέγαν ἀρχόμενος πόντον ᾄδειν | |
2 | καὶ τοὺς ποταμοὺς καὶ τὰς πόλεις καὶ τῶν ἀνδρῶν τὰ διὰ πλῆθος κρίνεσθαι, εἴτουν χωρίζεσθαι, μὴ δυνάμενα ἔθνη, | |
3 | πρῶ‐ τον τοῦ βαθυρρόου ὠκεανοῦ μνείαν ποιήσομαι· καὶ γὰρ ἐν ἐκείνῳ, τῷ ὠκεανῷ δηλονότι, | |
4 | ἅπασα ἡ ἄπειρος γῆ ὡς νῆσος περιέχεται. | |
5 | οὐ πᾶσα δὲ διόλου ὑπάρχει κυκλοτερής, ἀλλ’ ἀμφοτέρωθεν, ὅ ἐστι δι’ ἑκατέρου μέρους, | |
6 | πλατυτέρα προ‐ βαίνουσα καὶ προερχομένη πρὸς τὰς τοῦ ἡλίου ὁδούς, ἤτοι πρὸς ἀνατολὴν καὶ δύσιν, | |
7 | ὁμοία καὶ παραπλησία σφενδόνῃ. μίαν δὲ αὐτὴν καίπερ ἐοῦσαν | |
8 | ἐν τρισσαῖς ἠπείροις οἱ ἄνθρωποι, ἀντὶ τοῦ εἰς τρία μέρη, διεῖλον· | |
9 | πρώτην μὲν τὴν Λιβύην —προέταξε δὲ ταύτην, διότι καὶ Λίβυς ἦν—, μετὰ ταύτην δὲ τὴν Εὐρώπην καὶ Ἀσίαν. | |
10 | ἀλλ’ ἡ μὲν Λιβύη ἄποθεν ἔχει τῆς Εὐρώπης τὸν ὁρισμόν, | |
11 | τά τε Γάδειρα καὶ τὸ στόμα | |
τοῦ Νείλου, λοξὸν ἐν ταῖς γραμμαῖς, ὅ ἐστι ταῖς διατυπώσεσιν, —ὡς κολποῦσθαι καὶ κυρτοειδῆ φαίνεσθαι— | 556 | |
12 | ὅπου βορειό‐ τατον ὑπάρχει τὸ ἔσχατον μέρος τῆς Αἰγύπτου | |
13 | καὶ τὸ περί‐ πυστον τέμενος, ὅ ἐστι τὸ ἐξάκουστον χωρίον, τοῦ Λακωνικοῦ Κανώβου—ὁ δὲ Κάνωβος κυβερνήτης ἦν Μενελάου. μετὰ γὰρ τὴν Τροίας ἅλωσιν Μενελάου πρὸς τὰ τῆς Αἰγύπτου μέρη | |
5 | πλανηθέντος καὶ τοῦ κυβερνήτου αὐτοῦ πνιγέντος, διαδέχεται τὴν ναῦν Κάνωβος, ὅστις ναυπηγῶν σκάφη διατρίψας ἐκεῖσε ὑπὸ ὄφεως δηχθεὶς ἐτελεύτησεν. ὃν θάψας Μενέλαος πόλιν εἰς ὄνομα αὐτοῦ ἱδρύσατο, ἐάσας τὸν ἀχρειότατον τοῦ στρατοῦ μετ’ αὐτοῦ κατοικεῖν. Λιβύη δὲ ἐκλήθη διὰ τὸ κατάξηρον, λιφύη | |
---|---|---|
10 | τις οὖσα καὶ λιβύη—. | |
14 | τὴν δὲ Εὐρώπην καὶ Ἀσίαν ὁ | |
Τάναϊς μέσον διαχωρίζει—Τάναϊς δὲ λέγεται διὰ τὸ τεταμένως ῥεῖν—, | 557 | |
15 | ὅστις δὴ συστρεφόμενος ἐπὶ τὴν τῶν Σαυροματῶν γῆν | |
16 | σύρεται καὶ ἐπὶ τὴν Σκυθίαν καὶ ἐπὶ τὴν Μαιώτιδα λίμνην, | |
17 | πρὸς βορρᾶν, ὡς μέχρι τοῦ Ἑλλησπόντου τὰ βόρεια αὐτοῦ ὁρίζοντος—μεσούριον δὲ εἶπεν οἷον τὸ μέσον διαχώ‐ ρισμα· τοῦ γὰρ Ἑλλησπόντου νοτιώτερος. τὸ δὲ νότιον μέρος Ἑλλήσποντός ἐστι—. | |
18 | σῆμα δέ, ὅ ἐστι διαχώρισμα, ὑπερ‐ τετάνυσται νοτιώτερον ἐπὶ τὸ Ἡρακλεωτικὸν στόμιον. | |
19 | ἄλλοι δὲ πάλιν ταῖς ἠπείροις τὴν γῆν οὕτω διαχωρίζουσιν—Εὐρώπη δὲ ἐκλήθη διὰ τὸ εὖρος ἤγουν πλάτος, Ἀσία δὲ διὰ τὴν ὑγρα‐ σίαν· ἄσις γὰρ ἡ ὑγρασία. Ἡράκλειον δὲ στόμα ἐκλήθη· ὅτε | |
5 | ἐπανῆκε φέρων τὰ χρύσεια μῆλα Ἡρακλῆς, πεζὸς διέβη τὴν Λι‐ βύην, ὅπως τε αὐτὴν πᾶσαν καὶ τὴν Ἀσίαν θεάσαιτο. εἰς Ἄμ‐ μωνος δὲ ναὸν ἧκε καὶ ἐκεῖσε μεγαλοπρεπῶς ἔθυσε τῷ δαίμονι. κἀκεῖθεν διέβη εἰς Αἴγυπτον, ἀφοῦ τὸ στόμα Ἡρακλεωτικὸν ἐκλήθη—. | |
20 | ἰσθμός τις ἄνω τέταται, ἀντὶ τοῦ ἐκτετάνυσται, ὑπέρτατος τῆς Ἀσίδος γῆς, | 558 |
21 | ἀναμεταξὺ τῆς Κασπίας θα‐ λάττης καὶ τοῦ Εὐξείνου πελάγους—ἰσθμὸς δὲ λέγεται στενὴ γῆ μεταξὺ δύο θαλασσῶν—, | |
22 | ἐκεῖνον δὲ τὸν ἰσθμὸν τῆς Ἀσίας καὶ τῆς Εὐρώπης ὅρον εἶπον· | |
23 | ἄλλος δὲ πάλιν ἰσθμὸς μακρὸς καὶ μέγας ἐπὶ τὸν νότον σύρεται, | |
24 | ἐπὶ τοῦ Ἀραβι‐ κοῦ κόλπου καὶ μεταξὺ τῆς Αἰγύπτου, | |
25 | ὅστις δὴ ἀπὸ τῆς Ἀσιάτιδος γῆς τὴν Λιβύην χωρίζει. | |
26 | τοιαῦτα μὲν περὶ τῶν ὅρων τῆς γῆς οἱ ἄνθρωποι διετάξαντο. | |
27 | πανταχοῦ δὲ τοῦ πολλοῦ ὠκεανοῦ ὁ ῥοῦς φέρεται, | |
28 | εἷς μὲν ὑπάρχων, πολλαῖς δὲ ἐπωνυμίαις ἡρμοσμένος—ὁ οὖν Εὔξεινος ἐκαλεῖτο πρότερον Ἄξεινος διὰ τὸ ὑπὸ λῃστῶν οἰκεῖσθαι καὶ μηδενὸς αὐτῷ παρα‐ βάλλειν τῶν ξένων· κατὰ ἀντίφρασιν δὲ Εὔξεινος ἐκλήθη ἤ, ὥς | |
5 | τινές φασιν, ὁ Ἡρακλῆς ἐκβαλὼν ἐκεῖθεν τοὺς λῃστὰς φιλοξένους τινὰς κατῴκισεν—. | |
29 | καὶ οὗτος μὲν ὁ ὠκεανὸς παρὰ τὴν ἐσχατιὰν τοῦ Λοκροῦ ζεφύρου, ἤτοι τοῦ δυτικοῦ—ἢ μᾶλλον τοῦ Ἰταλικοῦ· καὶ γάρ εἰσιν ἐν Ἰταλίᾳ Ἐπιζεφύριοι Λοκροί—, | 559 |
30 | Ἄτλας καλεῖται ἑσπέριος· ὕπερθεν δὲ | |
31 | πρὸς βορρᾶν, ὅπου οἱ παῖδες τῶν πολεμικῶν Ἀριμασπῶν—ἅπερ εἰσὶν ἔθνη—, | |
32 | Κρόνιον καὶ πεπηγότα πόντον, ὅ ἐστι κόλπον, καλοῦσιν· | |
33 | ἄλλοι δὲ τὸν πεπηγότα τοῦτον τὸν Κρόνιον πόντον διὰ τὸ ψυχρὸν τοῦ τόπου—ὡς πηγνυμένου αὐτοῦ—καὶ νεκρὸν εἶπον διὰ τὸ ἀσθενὲς | |
34 | τοῦ ἡλίου· βραδὺ γὰρ ἢ ὀλίγον ὑπεράνω ἐκείνης τῆς θαλάσσης φαίνει, | |
35 | πανταχοῦ δὲ ὑπὸ ταῖς σκιεραῖς νεφέλαις παχύνεται καὶ πυκνοῦται. | |
36 | ὅπου δὲ τὸ πρῶτον ἐν τῇ ἀνατολῇ ἀνατέλλει τοῖς ἀνθρώποις τὸ πρὸς ἕω μέρος, | |
37 | ἠῷον καὶ Ἰνδικὸν καλοῦσι τὸ κῦμα τῆς θαλάτ‐ της ἐκείνης—τουτέστι τὸ μέρος ἐκεῖνο τοῦ ὠκεανοῦ—. | |
38 | χωρὶς δὲ τὸ πρὸς νότον κλίμα Ἐρυθραῖόν τε καὶ Αἰθιόπιον καλοῦσιν, | 560 |
39 | ὅπου ὁ πολὺς τῆς ἀοικήτου ἐπιμήκης τόπος | |
40 | ἐκτετάνυσται, ὑπὸ τοῦ θερμαντικοῦ κεκαυμένος ἡλίου— καὶ γὰρ τὸ πρὸς νότον μέρος Ἐρυθραῖον, καὶ διὰ τοῦτο τὸ ἔθνος ἐκεῖνο Αἰθιοπικόν, ὡς παρακεῖσθαι μακρὸν ἀγκῶνα τῆς ἀοικήτου—. | |
41 | οὕτως, καθὼς εἴπομεν, περιτρέχει ὁ ὠκεανὸς πᾶσαν τὴν γῆν, | |
42 | τοιοῦτος ὑπάρχων καὶ τοσαῦτα ἐπὶ τοῖς ἀνδράσιν ὀνόματα ἔχων. | |
43 | κόλπους δὲ ἔνθα κἀκεῖσε ἐκβάλλει ἔσωθεν βάλλων | |
44 | εἰς τὴν θάλασσαν, μικροὺς μὲν πολλούς, τέσσαρας δὲ μεγίστους. | |
45 | καὶ πρῶτον μὲν ὅστις τὴν ἑσπερίαν θάλασσαν ποιεῖ, | |
46 | συρόμενος ἐκ τῆς Λιβύης ἕως τῆς Παμ‐ φυλίδος γῆς· | |
47 | δεύτερον δέ, κατ’ ὀλίγον μὲν μικρότερον, δηλονότι κόλπον, προφερέστατον δὲ τῶν ἄλλων, ὅ ἐστι μείζονα, | |
48 | ὅστις ἀπὸ τῆς Κρονίας θαλάσσης ἐκ τοῦ βορρᾶ διασκορπι‐ ζόμενος | |
49 | ἐν τῇ Κασπίᾳ τὸ δεινὸν αὐτοῦ ῥεῖθρον ἐπιπέμπει τῇ θαλάσσῃ, | |
50 | ἥντινα πρόχυσιν τοῦ ὠκεανοῦ ἄλλοι καὶ Ὑρκανίαν εἶπον. | 561 |
51 | τῶν δὲ ἄλλων, οἵτινές εἰσιν ἀπὸ τῆς νο‐ τίας ἀμφότεροι θαλάσσης, | |
52 | εἷς μὲν ἀνώτερος ὑπάρχει τὸ Περσικὸν κῦμα προχέων, | |
53 | ἐξ ἐναντίας τῆς Κασπίας θαλάσσης τετραμμένος, | |
54 | ἄλλος δὲ πάλιν Ἀράβιος ἐξογκοῦται καὶ αὔξεται πλησίον | |
55 | τοῦ Εὐξείνου πόντου νοτιώτερον τὸ ῥεῦμα συστρέφων. | |
56 | τοσοῦτοι μὲν τοῦ βαθυρρόου ὠκεανοῦ οἱ μεί‐ ζονές εἰσι κόλποι, | |
57 | ἄλλοι δὲ πάλιν ἄπειροι καὶ πολλοὶ γε‐ γένηνται. | |
58 | ἀρτίως δὲ τῆς ἑσπερίας θαλάσσης, ἤγουν τῆς δυτικῆς, τὸν πόρον λέξω, ἥτις ἐπὶ πάσας | |
59 | τὰς γαίας τοῖς λοξοῖς πελάγεσιν ἐπιστρέφεται, τουτέστι διέρχεται, | |
60 | ἄλλοτε μὲν ταῖς νήσοις οὖσα ἡ ἑσπερία θάλασσα περίδρομος, τουτέστι κυκλοτερής, ἄλλοτε δὲ | |
61 | ἢ ὀρέων ἢ πόλεων τὰ κάτω μέρη ὑποξύουσα διέρχεται. | |
62 | ὑμεῖς δέ, ὦ Μοῦσαι, τὰς σκολιὰς ὁδούς, οἱονεὶ τὰς δυσχερεῖς καὶ οὐ κατ’ εὐθεῖαν ἰούσας, προσεί‐ πατε, | |
63 | ἀρξάμεναι κατὰ τάξιν τοῦ δυτικοῦ ὠκεανοῦ, | |
64 | ὅπου καὶ αἱ στῆλαι τοῦ Ἡρακλέους—ἥ τε Ἀλύβη καὶ ἡ Ἄβεννα— παρὰ τοῖς τέρμασι τῆς καθ’ ἡμᾶς θαλάσσης καὶ τῆς ἀρχῆς τοῦ ὠκεανοῦ | 562 |
65 | μέγα ἵστανται θαῦμα, ἐπὶ τὰ ἔσχατα μέρη τῶν Γαδείρων, | |
66 | ἐπὶ τὸν δυτικὸν καὶ μακρὸν πρηῶνα, ὅ ἐστιν ἐπὶ τὴν μεγάλην ἔξοδον, τῶν ἐπὶ πολὺ διηκόντων, ἤτοι τῶν εἰς πολλὰ διεσπαρμένων, Ἀτλάντων—ἢ Ἀτλάντων τῶν Ἀτλαντικῶν πόρων ἢ τῶν ἐνοικούντων. ὁ δὲ Ἄτλας μέγιστον ὄρος ὢν περὶ | |
5 | Λιβύην κίων ἐμυθολογήθη τοῦ οὐρανοῦ διὰ τὸ ὑπερβάλλον τοῦ μεγέθους, καὶ Ἀτλαντικὸν πέλαγος ἐξ αὐτοῦ—, | |
67 | ὅπου καὶ ὁ στερεὸς ἀνέδραμε—ποιητικῶς—κίων—ὡς τὸ „ἔχει δέ τε κίονας αὐτὸς μακράσ“ |Od. α 53|— | |
68 | πυκνοῖς καὶ ἰσυχροῖς νέφεσι καλυπτόμενος .... | |
1053 | ἐὰν δέ σε ἐπιθυμία καταλαμβάνῃ καὶ ἐπικρατῇ πρὸς τὸ τοὺς Πέρσας ἰδεῖν, | |
1054 | εὐφραδέως ἄν σοι καὶ τούτων τὸ γένος προσείποιμι, | |
1055 | καὶ τῶν ἀεὶ καὶ διὰ παντὸς κατ‐ | |
ερχομένων ποταμῶν τὸν πόρον καὶ τῶν ὀρῶν τὰς ὁδούς. | 563 | |
1056 | μόνοι καὶ γὰρ τῆς Ἀσίας τὸ ἔθνος βασιλικώτατον ἔχουσι, | |
1057 | μόνοι καὶ ἄπειρον πλοῦτον ἐν τοῖς οἴκοις αὐτῶν ἔθεντο, | |
1058 | ὁπότε τὴν Μῃονίαν—ἥπερ ἐστὶν ἡ Λυδία—ἐπὶ Δα‐ ρείου καθελόντες—καὶ τὰς Σάρδεις ἐπόρθησαν. | |
1059 | ἐκείνων μὲν τῶν ἀνδρῶν ἐπὶ τῷ σώματι τὰ ὅπλα χρυσᾶ, | |
1060 | τὰ δὲ χαλινὰ ἐπὶ τοῖς στόμασι τῶν ἵππων χρυσᾶ, | |
1061 | χρυσῷ δὲ καὶ τοῖς ποσὶ τὰ ἑαυτῶν ὑποδήματα ἐκοσμήσαντο· | |
1062 | το‐ σοῦτος καὶ γάρ ἐστιν αὐτοῖς ἄπειρος πλοῦτος. ἀλλ’ ὑπαρχέτω σοι | |
1063 | ἡ Περσὶς ὅλη γῆ τοῖς μεγάλοις ὄρεσι περίδρομος, | |
1064 | ἐπὶ τὸ νοτιώτερον μέρος τῶν Κασπίων πυλῶν τὴν ἔκτασιν ἔχουσα, | |
1065 | ἑλκομένη ἕως τῆς ὁμωνύμου ἀμφιτρίτης. | |
1066 | τριχῶς δὲ κατοικοῦσι καὶ κεχωρισμένως· οἱ μὲν τοξοφόροι ὑπὸ τοὺς ἄρκτους | |
1067 | τοῖς σκιεροῖς, ὅ ἐστι τοῖς δασέσιν, ὄρεσι τῶν Μήδων καθήμενοι, | |
1068 | οἱ δὲ μεσήπειροι, οἱ δὲ ἐπὶ τὸν νότον μέχρι τῆς θαλάσσης. | |
1069 | πρῶτα δὲ ἔθνη εἰσὶν οἱ Σάβαι, μετὰ τούτους δὲ οἱ Πασαργάδαι, πλησίον δὲ οἱ Τασκοί, | |
1070 | καὶ ἄλλοι, οἵτινες ἐπὶ τὴν Περσίδα γῆν κατοικοῦσι διχῶς. | |
1071f | καὶ ταύτην μὲν τὴν Περσίδα γῆν ἔνθα κἀκεῖσε ταῖς σκο‐ λιαῖς προχύσεσιν ἐλαυνόμενοι οἱ ποταμοὶ περισσῶς πιαίνουσι. | 564 |
1073 | χωρὶς μέν ἐστιν ὁ μέγας Κόρος, χωρὶς δὲ ὁ Χόασπις— ὅς ἐστιν ἀπόρροια ἀπὸ τοῦ Ἰνδοῦ ποταμοῦ— | |
1074 | Ἰνδικὸν ἕλκων ὕδωρ παραρρέων τε τὴν γῆν τῶν Σούσων—οὐδεὶς δὲ ἐξ αὐτοῦ, ὡς μυθεύεται, τοῦ Χοάσπιδος πίνει, εἰ μὴ μόνος ὁ βασιλεύς—. | |
1075f | ἐπὶ τούτου δὲ ταῖς πλευραῖς καθάπερ κύ‐ λινδρον ἐπὶ τῆς γῆς κείμενον τὸν ἡδὺν τῇ ὄψει θεάσῃ ἀχάτην, ὃν ἀπὸ τῆς πέτρας | |
1077 | τοῦ χειμερίου ποταμοῦ αἱ χαράδραι, οἱονεὶ τὰ ἀπὸ τῶν ὄμβρων τῆς γῆς σχίσματα, κάτω σύρουσιν. | |
1078 | ἀεὶ δὲ καὶ διαπαντὸς τῷ χλιαρῷ ἀνέμῳ | |
1079 | οἱ καρποὶ χαίροντες πυκνοὶ καὶ συνεχεῖς καὶ ἐπάλληλοι θάλλουσιν. | |
1080 | διανοούμενος δὲ σκέπτου καὶ ἐπὶ τὴν ἀνατολὴν τὸν ὑπόλοιπον πόρον τῆς Ἀσίδος γῆς· | |
1081 | καὶ γὰρ ἐγγὺς ἡ βάσις τῆς ἠπείρου, ὅ ἐστι τῆς Ἀσίας, πληροῦται—ἤπειρον δὲ κυρίως τὴν Ἀσίαν λέγει διὰ τὸ μέγεθος. τριχῶς δὲ ἡ ἤπειρος λέγεται· | |
ἥ τε σύμπασα γῆ καὶ ἡ Ἀσία ἐξαιρέτως καὶ κατ’ ἐξοχὴν τὸ Ἰλ‐ | 565 | |
5 | λυρικόν—. | |
1082 | καὶ παρὰ μὲν τῷ ῥεύματι τοῦ Περσικοῦ ὠκεανοῦ | |
1083 | ὑπὸ τῷ ἀνατέλλοντι ἡλίῳ οἱ Καρμανοὶ κατοι‐ κοῦσιν, | |
1084 | οὐκ ἄποθεν καὶ χωρὶς διαμεμερισμένην γῆν ἔχοντες—ὡς ἑτερόφυλοι τῆς Περσίδος—, | |
1085 | ἀλλ’ οἱ μὲν ὑπεράνωθεν τῆς θαλάσσης, οἱ δὲ ἔνδον ἠπειρῶται—ἔστι καὶ γὰρ ἡ μὲν βορεία Καρμανία ἔρημος, ἡ δὲ νοτία λιπαρά—. | |
1086 | πρὸς δὲ τὴν ἀνατολὴν τούτων τῶν Γεδρωσῶν—ἅπερ εἰσὶν ἔθνη—ἡ γῆ ἕλκεται | |
1087 | τοῦ μεγακήτεος ὠκεανοῦ γείτων, ἐφ’ οἷστισιν ἔθνεσι πρὸς τὰς αὐγὰς | |
1088 | παρὰ τῷ Ἰνδῷ ποταμῷ οἱ νότιοι Σκύθαι—οἱ καὶ Ἰνδοσκύθαι καλού‐ μενοι—κατοικοῦσιν, | |
1089 | ὅστις Ἰνδικὸς κατέναντι τῆς ἐρυ‐ θρᾶς θαλάσσης κατέρχεται | |
1090 | ταχὺν ῥοῦν ἐπὶ τὸν νότον ὀρθὸν ἐλαύνων, | |
1091 | ἀπὸ τοῦ ἠνεμόεντος, ὅ ἐστιν ὑψηλοῦ, ὄρους Καυκάσου τὸ πρῶτον ἀρξάμενος—ὅθεν καὶ ὁ Εὐφράτης κατέρχεται. τὸ αὐτὸ δὲ λέγει καὶ Ἠμωδὸν ὄρος· συνεχῆ καὶ γάρ εἰσι ταῦτα—. | |
1092 | δύο δὲ στόματα αὐτοῦ ὑπάρχει· μέσῃ δὲ τῇ ἐρυθρᾷ θαλάσσῃ—ὡς ἀπὸ τῶν στομάτων καὶ τοῦ ὠκεανοῦ —ποιῶν νῆσον κατέδραμεν, | 566 |
1093 | ἣν καὶ Παταλήνην καλοῦσιν οἱ ἄνθρωποι—οὕτως καὶ γὰρ οἱ Ἰνδοὶ Πάταλα ὀνομάζουσιν—. | |
1094 | ἐκεῖνος δὲ ὁ ποταμὸς πολλῶν ἀνδρῶν ἔθνη ἀποτέμνεται· | |
1095 | δύνοντος μὲν ἐπὶ τὴν κλίσιν, ἤτοι τὴν δύσιν, τοῦ ἡλίου | |
1096 | τούς τε Ὠρείτας καὶ Ἄριβας—Ἄριβες δὲ καὶ Ὠρεῖται οἱ αὐτοί, οἱ καὶ δυτικώτεροι ὄντες τοῦ Ἰνδοῦ—καὶ τοὺς λινᾶς χλαίνας ἔχοντας Ἀραχώτας—οὗτοι δὲ μᾶλλον βορειότεροι τῶν Ὠρειτῶν εἰσι— | |
1097 | καὶ τοὺς Σατραΐδας καὶ ὅσους παρὰ τῇ ἐξοχῇ τοῦ Παρνασσοῦ, | |
1098 | κοινῶς δ’ ὁμοῦ μάλα πάντας ἐπωνύμως Ἀριηνοὺς λέγουσιν—εἶπε καὶ γὰρ ἄνωθεν ἐρυθραίων Ἀριηνῶν—, | |
1099 | οὐκ ἐπέραστον δὲ καὶ καλὴν γῆν κατοι‐ κοῦντες, ἀλλ’ ὑπὸ τὴν πλήθουσαν λεπτῇ | |
1100 | ψάμμῳ καὶ τοῖς δασέσι θάμνοις. | |
1101 | ἀλλ’ ὅμως ἐπαρκεῖς καὶ ἱκαναὶ τοῦ βίου τοῖς ἀνθρώποις εἰσὶν ὁδοὶ καὶ ἄλλαι πολλαί· | |
1102 | ἄλλον δὲ πλοῦτον αὐτοῖς ἄφθαρτον κομίζει ἡ γῆ—ὡς ἀφορμαὶ καὶ ὁδοὶ τοῦ βίου εἰσὶ πολλαί—. | |
1103 | πανταχοῦ γὰρ τοῦ ἐρυ‐ θροῦ κοραλίου ὁ λίθος ἐστί, | |
1104 | πανταχοῦ δὲ ὑπὸ ταῖς πέτραις αἱ φλέβες ὠδίνουσι | |
1105 | τῆς τε χρυσιζούσης καὶ τῆς | |
κυανῆς—δύο καὶ γάρ εἰσι γένη—τὴν καλὴν πλάκα τοῦ σαπφείρου· | 567 | |
1106 | τούτους ἀποτέμνοντες βιοτήσιον ὦνον, τουτ‐ έστιν ὠφέλειαν, εὐπορίαν, τῆς ἑαυτῶν ζωῆς προσπορίζονται. | |
1107 | πρὸς δ’ ἀνατολὰς ἡ ἐπέραστος τῶν Ἰνδῶν ἐπίκειται γῆ, | |
1108 | πασῶν ἐσχάτη, παρὰ τοῖς χείλεσι τοῦ ὠκεανοῦ, | |
1109 | καθ’ ἣν ἐπὶ τῶν μακαρίων ἀνδρῶν τὰ ἔργα ὁ ἥλιος ἀνερχόμενος | |
1110 | ταῖς πρώταις ἀκτῖσιν αὐτοῦ ἐπιφλέγει. | |
1111 | διὰ τοῦτο τὸ ἔκπληκτον αὐτῶν σῶμα περὶ τὴν γῆν ἐκείνην πιαινόμενον μελαίνεται, | |
1112f | εὐτραφεῖς δὲ τρίχας ὁμοίας τῷ ὑακίνθῳ ἐπὶ ταῖς κεφαλαῖς αὐτῶν φέρουσιν. | |
1114 | τούτων οἱ μὲν τοῦ χρυσοῦ τὴν γενεὰν μεταλλεύουσι, | |
1115 | ταῖς εὐκαμπέσι μακέλλαις τὴν γῆν σκάπτοντες—μάκελλα δὲ καὶ δίκελλα καὶ ἀμάρα καὶ σκα‐ πάνη ὀρυκτικά εἰσιν ἐργαλεῖα—, | |
1116 | οἱ δὲ τοὺς ἐκ τοῦ λίνου κατασκευασθέντας ἱστοὺς ὑφόωσιν, οἱ δὲ | |
1117 | τοὺς λαμπροτάτους ἢ λευκοὺς πρισθέντας ὀδόντας τῶν ἐλεφάντων ἀποξύουσιν, | |
1118 | ἄλλοι δὲ ἐπὶ ταῖς προόδοις τῶν ἀναύρων, | |
ὅ ἐστι τῶν μὴ ἐχόντων ποταμῶν, αὔρας δηλονότι, τῶν ξηροπο‐ τάμων | 568 | |
1119 | ἢ τὴν γλαυκὴν λίθον τοῦ βηρύλλου ἢ τὸν τι‐ μιώτατον καὶ διαυγῆ ἀδάμαντα ἰχνεύουσιν | |
1120 | ἢ τὴν χλωρῶς διαυγάζουσαν ἴασπιν | |
1121 | ἢ τὸν γλαυκιόωντα λίθον τοῦ κα‐ θαροῦ, ὅ ἐστι θαλασσοειδοῦς, τοπάζου—τέσσαρες δὲ τάξεις εἰσὶ τοῦ λευκοῦ· λευκόν, γαλακτῶδες, γλαυκὸν καὶ χαροπόν— | |
1122 | καὶ τὴν γλυκερὰν ἀμέθυστον ἡσύχως πως καὶ μετρίως καὶ ἠρέμα πορφυρίζουσαν· | |
1123 | καὶ γὰρ παντοῖον πλοῦτον τοῖς ἀνδράσι | |
1124 | τοῖς ἀεννάοις ποταμοῖς ἔνθα κἀκεῖσε κα‐ τάρρυτος ἡ γῆ αὔξει—ἀεννάοις δὲ τοῖς ἀεὶ ῥέουσιν—. | |
1125 | ἀληθῶς δὲ καὶ οἱ λειμῶνες, ἀντὶ τοῦ οἱ σπειρόμενοι τόποι—λειμῶνας καὶ γὰρ ἐνταῦθα τοὺς σπειρομένους λέγει τόπους—, τοῖς φύλλοις ἀεὶ κομῶσιν, ἤτοι εὐθαλεῖς εἰσι καὶ θάλλουσι· | |
1126 | καὶ γὰρ ἀλλαχοῦ μὲν ἡ κέγχρος αὔξεται, ἀλ‐ λαχοῦ δὲ | |
1127 | τοῦ Ἐρυθραίου καλάμου—ὅπερ ἐστὶν εἶδος ἀρώματος καὶ θυμίαμα παρ’ αὐτοῖς—αἱ ὗλαι πάνυ θάλλουσι —τὸ δὲ Ἐρυθραῖον ἢ ὅτι ἐρυθρὰν ἔχει τὴν χροιάν, ἢ ὅτι πρὸς τῇ Ἐρυθρᾷ φέρεται—. | |
1128 | διανοούμενος δὲ σκόπει, ὅπως ἄν σοι καὶ τὸ σχῆμα καὶ τοὺς ποταμοὺς εἴποιμι | |
1129 | τά τε ἠνεμόεντα, ἤγουν ὑψηλά, ὄρη καὶ αὐτῆς τὰ ἔθνη τῆς γῆς. | |
1130 | καὶ αὐτὴν μὲν ἐπὶ ταῖς τρισσαῖς πλευραῖς | |
1131 | ἁπάσαις οὔσαις λοξαῖς ἥρμοσεν ὁμοίως εἴδει ῥόμβου—ὅπερ ἐστὶ σχῆμα τέσσαρα πλευρὰ διάλοξα ἔχον—. | 569 |
1132 | ἀλλὰ τοῖς ἑσπερίοις μὲν ὕδασι τὴν γῆν ἀποτμήγει, ὅ ἐστι διαχωρίζει, ὁμούριος, ἀντὶ τοῦ γείτων, ὁ Ἰνδὸς ὑπάρχων, | |
1133 | καὶ τὸ κῦμα τῆς ἐρυθρᾶς θαλάσσης τὸ νότιον, | |
1134 | ὁ δὲ Γάγγης εἰς τὰς αὐγάς, καὶ ὁ Καύκασος ἐπὶ τοῖς ἀρκτώοις μέρεσι. | |
1135 | καὶ ταύτην μὲν πολλοὶ καὶ πλούσιοι ἄνδρες κατοικοῦσιν, | |
1136 | οὐχ ὁμώνυμοι καὶ ὁμοῦ ὄντες, ἀλλ’ ἀμφοτέρωθεν | |
1137 | κεχωρισμένοι, οἱ μὲν Δαρδανέες ἔγγιστα τοῦ ἀπείρου Ἰνδοῦ ποταμοῦ, | |
1138f | ὅθεν ἀπὸ τῶν σκοπέλων—δηλονότι τῶν ὑψηλῶν τόπων, ἀφ’ ὧν ἔστι κατασκοπήσασθαι—ὁ ναυσίπορος Ὑδάσπης λοξὸν συρό‐ μενον τὸν Ἀκεσίνην εἰσδέχεται. | |
1140 | ἐπὶ τούτοις δὲ καὶ ὁ λαμπρὰ κύματα ἔχων Κώφης ἐπακολουθεῖ· | |
1141 | μέσον δὲ τού‐ των τῶν ποταμῶν οἱ Σάβαι κατοικοῦσι καὶ οἱ Τοξίλοι—οἱονεὶ τοξικοὶ ἄνδρες ἢ οὕτω καλούμενοι Τοξίλοι—, | |
1142 | ἐφεξῆς δὲ καὶ οἱ Σκόδροι· ἐπακολουθοῦσι δὲ καὶ τὰ ἄγρια φῦλα | 570 |
1143 | τῶν Πευκανέων· μετὰ τούτους δὲ οἱ τοῦ Διονύσου θε‐ ράποντες | |
1144 | —ὑπερβαλλόντως, καὶ γὰρ περὶ τὰ μέρη ἐκεῖνα τιμᾶται παρὰ τῶν Γαργαρίδων ὁ Διόνυσος—, ὅπου ποικίλην τὴν γενεὰν τοῦ χρυσοῦ | |
1145 | ὅ τε Ὕπανις—ὅς ἐστι ποταμὸς Σκυθίας—καὶ ὁ θαυμαστὸς Μέγαρσος φέρει· | |
1146 | οἱ σφοδρότατοι ἐκεῖνοι τῶν ποταμῶν ἀπὸ τοῦ Ἠμωδοῦ ὄρους | |
1147 | διεγειρόμενοι ἐπὶ τὴν Γαγγήτιδα χώραν προρρέουσι | |
1148 | συρομένην πρὸς νότον περὶ τὰ ἔσχατα τῆς Κωλίδος γῆς —ἥ ἐστι νῆσος, ὅπου ἡ Ἀφροδίτη τιμᾶται—. | |
1149 | καὶ αὕτη μὲν ἐπὶ τὸν βαθέα συστρέμματα ἔχοντα ποταμὸν ὠκεανὸν | |
1150 | ὑψηλὴ προνένευκε, τοῖς ταχινοῖς οἰωνοῖς, δηλονότι τοῖς ταχέσιν ὀρνέοις, δύσβατος οὖσα· | |
1151 | διὰ τοῦτο καὶ οἱ ἄνδρες ἐπιδοξάζουσιν αὐτὴν Ἄορνιν—διὰ τὸ μὴ δέχεσθαι ὄρνιν ἐκ τοῦ πολλοῦ ὕψους ἢ διὰ τὴν θέρμην τοῦ ἡλίου· ἐπειδὴ γὰρ ἐκεῖσε πρῶτον ἀνατέλλει ὁ ἥλιος, καὶ οὐ φέρουσι τὴν θέρμην | |
5 | αὐτοῦ—. | |
1152 | ὑπάρχει δέ τις τίμιος καὶ θαυμαστὸς καὶ μέγας τόπος περὶ τὸν καλὰ ῥεύματα ἔχοντα Γάγγην—μεταλλάσσει δὲ ἀρτίως ἐπὶ τὰ πολεμικά—, | 571 |
1153 | ὅν ποτε ὀργιζόμενος ὁ Βάκχος ἐπὶ τὸν τιμήεντα τόπον | |
1154 | ἐπάτησεν, ὅτε αἱ ἁπαλαὶ καὶ τρυφεραὶ | |
1155 | τῶν Βακχῶν νεβρίδες εἰς ἀσπίδας καὶ σί‐ δηρον καὶ ὅπλα ἐγίνοντο, | |
1156 | οἱ δὲ θύρσοι καὶ ἕλικες τῆς πολυγνάμπτου ἑλίνου, ὅ ἐστι τῆς πολυκαμποῦς ἀμπέλου, εἰς σπείρημα δρακόντων, ἀντὶ τοῦ εἰς ἕλιγμα δρακόντων, | |
1157 | αἱ ζωστῆρες μαιμώοντο, ὅπερ ἐστὶ προεθυμοῦντο, ἤγουν εἰς διάζωσιν δρακόντων ἠλλάσσοντο | |
1158 | τότε, ὅτε ταῖς ἀφροσύναις αὐτῶν τοῦ θεοῦ τὴν ἑορτὴν ἠτίμησαν. | |
1159 | τούτου χάριν τὴν μὲν ὁδὸν Νυσσαίαν ἐκάλεσαν, | |
1160 | κοσμίως δὲ καὶ ἐπιστημόνως σὺν τοῖς υἱοῖς αὐτῶν πάντα ἐτέλεσαν τὰ μυστήρια, | |
1161 | ὁπότε αὐτὸς τὰ ἔθνη τῶν μελάνων Ἰνδῶν ὤλεσε | |
1162 | καὶ τῶν Ἠμωδῶν ὀρέων ἐπέβη, ὑφ’ ὧντινων ὀρῶν βάσιν | |
1163 | τοῦ ἀνατολικοῦ ὠκεανοῦ ὁ μέγας ῥοῦς φέρεται. | |
1164 | ἐκεῖσε δύο στήλας περὶ τὰ πληρώματα στήσας τῆς γῆς | |
1165 | χαίρων ἐπὶ | |
τὸ χεῦμα κατῆλθε τοῦ Ἰσμηνοῦ—ἀντὶ τοῦ ἐπὶ τὸν Ἰσμηνὸν χαίρων κατῆλθεν, ὅς ἐστι ποταμὸς Θηβῶν—. | 572 | |
1166 | τοσοῦτοι μὲν κατὰ τὴν γῆν ὑπέρτατοι ἄνδρες ὑπάρχουσιν—ὑπέρτατοι δὲ εἰπὼν ἐδήλωσεν, ὅτι τῶν ἐπιφανῶν μόνων ἐμνήσθη—· | |
1167 | ἄλλοι δὲ ἔνθα κἀκεῖσε πολλοὶ ἐπὶ τὰς ἠπείρους πλανῶνται, | |
1168 | οὓς οὐκ ἄν τις διαδήλους καὶ φανεροὺς εἴποι καὶ λέξοι | |
1169 | θνητὸς ὑπάρχων· μόνοι δὲ οἱ θεοὶ ῥᾳδίως καὶ εὐκόλως δύνανται πάντα. | |
1170 | αὐτοὶ καὶ γὰρ πρῶτα τὰ θεμέλια ἐτορ‐ νεύσαντο—οἱονεὶ ἐν τόρνῳ ἔθηκαν, περιεγράψαντο· τὸ σφαι‐ ρικὸν δὲ τοῦ κόσμου ἡ λέξις ἐδήλωσε— | |
1171 | καὶ τὴν βαθεῖαν ὁδὸν τῆς ἀμετρήτου θαλάσσης ἔδειξαν· | |
1172 | αὐτοὶ δὲ ἑδραῖα καὶ ἀσφαλῆ τὰ ἄστρα διακρίναντες ἐν τῷ βίῳ διεσάφησαν, | |
1173f | τοῦ δὲ πόντου καὶ τῆς βαθείας ἠπείρου ἑκάστῳ ἀνδρὶ μοῖραν ἐκληρώσαντο ἔχειν. | |
1175 | διὰ τοῦτο καὶ ἄλλως κατὰ φύσιν καὶ παρηλλαγμένως ἑκάστη γῆ καὶ τὰ κλίματα ἔλαχε· | |
1176 | καὶ γὰρ ἡ μέν ἐστι λαμπρὰ καὶ λευκή, | |
1177 | ἡ δὲ με‐ λανωτέρα, ἡ δὲ ἀμφοτέρων τὴν μορφὴν ἔλαχεν· | |
1178 | ἡ δὲ ἄλλη τῆς Ἀσσυρίας ὁμοία καὶ παραπλησία τοῖς ἄνθεσι τῆς μίλτου | |
—ὅ ἐστι τοῖς ἀρώμασιν· ὁ πηλὸς γὰρ αὐτῆς ῥουσιώδης ἐστίν—, | 573 | |
1179 | ἄλλαι δὲ ἀλλοῖαι ἤτοι ἑτεροειδεῖς· οὕτως καὶ γὰρ ὁ μέγας διανοησάμενος ἐσκέψατο Ζεύς. | |
1180 | οὕτω τοῖς ἀνθρώποις ἑτεροῖα, οἱονεὶ ἀλληνάλλως ἔχοντα καὶ ἑτεροειδῆ, κατεσκεύασε πάντα. | |
1181 | ὑμεῖς δέ, ὦ ἤπειροι καὶ αἱ ἐν τῇ θαλάσσῃ νῆσοι | |
1182 | καὶ τὰ ὕδατα τοῦ ὠκεανοῦ καὶ τὰ μεγάλα τοῦ πόντου χεύματα | |
1183 | καὶ οἱ ποταμοὶ καὶ αἱ κρῆναι καὶ τὰ βησσήεντα ὄρη—ἀντὶ τοῦ τὰ βάσιμα ἢ κατάσκια καὶ δασέα—, χαίρετε. | |
1184 | ἄρτι γὰρ καὶ τὸ μέγα κῦμα τῆς θαλάσσης ἐπέδραμον, | |
1185 | ἄρτι δὲ καὶ τὸν πολλὰς ἔχοντα συστροφὰς πόρον τῆς ἠπείρου, ὧντινων ἕνεκα | |
1186 | ἐκ τῶν μακαρίων καὶ ἀθανάτων | |
θεῶν ἡ ἀμοιβή, ἡ ἀνταπόδοσις ἀνταξία μοι γένοιτο. | 574 |