TLG 4174 001 :: PARAPHRASES IN DIONYSIUM PERIEGETAM :: In Dionysii periegetae orbis descriptionem

PARAPHRASES IN DIONYSIUM PERIEGETAM Comm. Geogr.
(Incertum)

In Dionysii periegetae orbis descriptionem

Source: Müller, K. (ed.), Geographi Graeci minores, vol. 2. Paris: Didot, 1861 (repr. Hildesheim: Olms, 1965): 409–425.

Dup. partim 4174 002

Citation: Section — (line)

1-18

Τὰ περὶ τὴν γῆν καὶ τὸν μέγαν πόντον ᾄδειν ἀρχόμενος καὶ τοὺς ποταμοὺς καὶ τὰς πόλεις καὶ τῶν ἀνδρῶν τὰ διὰ πλῆθος κρίνεσθαι, εἴτουν διαχωρίζε‐ σθαι, μὴ δυνάμενα ἔθνη, πρῶτον τοῦ βαθυρρόου ὠκεανοῦ
5μνείαν ποιήσομαι. Καὶ γὰρ ἐν ἐκείνῳ, τῷ ὠκεανῷ δηλονότι, ἅπασα ἡ ἄπειρος γῆ ὡς νῆσος περιέχεται. Οὐ πᾶσα δὲ διόλου ὑπάρχει κυκλοτερὴς, ἀλλ’ ἀμφοτέ‐ ρωθεν, ὃ ἔστι δι’ ἑκατέρου μέρους, πρὸς τὰς τοῦ ἡλίου ὁδοὺς πλατυτέρα προβαίνουσα καὶ προερχομένη, ἤτοι
10πρὸς ἀνατολὴν καὶ δύσιν, ὁμοία καὶ παραπλησία σφεν‐ δόνῃ. Μίαν δὲ αὐτὴν καίπερ ἐοῦσαν ἐν τρισσαῖς ἠπεί‐ ροις οἱ ἄνθρωποι, ἀντὶ τοῦ εἰς τρία μέρη, διεῖλον. Πρώτην μὲν τὴν Λιβύην εἶπε, προέταξε δὲ ταύτην, διότι καὶ Λίβυς ἦν· μετὰ ταύτην δὲ τὴν Εὐρώπην καὶ
15Ἀσίαν. Ἀλλ’ ἡ μὲν Λιβύη ἄποθεν ἔχει τῆς Εὐρώπης τὸν ὅρον, τουτέστι τὸν χωρισμὸν, τά τε Γάδειρα καὶ τὸ στόμα τοῦ Νείλου, λοξὸν ἐν ταῖς γραμμαῖς, ὃ ἔστι ταῖς διατυπώσεσιν, ὡς κολποῦσθαι καὶ κυρτοειδῆ φαί‐ νεσθαι, ὅπου βορειότατον ὑπάρχει τὸ ἔσχατον μέρος
20τῆς Αἰγύπτου, καὶ τὸ περίπυστον τέμενος, ὃ ἔστι τὸ ἐξάκουστον χωρίον, τοῦ Λακωνικοῦ Κανώβου. Τὴν δὲ Εὐρώπην καὶ Ἀσίαν ὁ Τάναϊς μέσον διαχωρίζει· Τάναϊς δὲ λέγεται διὰ τὸ τεταμένως ῥεῖν· ὅστις δὴ συστρεφόμενος ἐπὶ τὴν Σαυροματῶν γῆν σύρεται καὶ
25ἐπὶ τὴν Σκυθίαν καὶ ἐπὶ τὴν Μαιώτιδα λίμνην πρὸς βορρᾶν, ὡς μέχρι τοῦ Ἑλλησπόντου τὰ βόρεια αὐτοῦ ὁρίζοντος. Μεσούριον δὲ εἶπε τὸ μέσον ὅριον, οἱονεὶ διαχώρισμα· τοῦ γὰρ Ἑλλησπόντου νοτιώτερον. Τὸ δὲ νότιον μέρος Ἑλλήσποντός ἐστι. Σῆμα δέ, ὃ ἔστι
30διαχώρισμα, ὑπερτετάνυσται νοτιώτερον ἐπὶ τὸ Ἡρα‐ κλεωτικὸν στόμα.

19-26

Ἄλλοι δὲ πάλιν ταῖς ἠπείροις τὴν γῆν οὕτω διαχωρίζουσιν. Ἰσθμὸς ἄνω τετάνυσται ὑπέρτατος τῆς Ἀσιάδος γαίης, ἀναμεταξὺ τῆς Κασπίας θαλάσσης καὶ τοῦ Εὐξείνου πελάγους· ἰσθμὸς δὲ λέγεται στενὴ γῆ
5μεταξὺ δύο θαλασσῶν· ἐκεῖνον δὲ τὸν ἰσθμὸν τῆς Ἀσίας καὶ τῆς Εὐρώπης ὅρον εἶπον. Ἄλλος δὲ πάλιν ἰσθμὸς μακρὸς καὶ μέγας ἐπὶ τὸν νότον σύρεται ἐπὶ τοῦ Ἀραβικοῦ κόλπου καὶ μεταξὺ τῆς Αἰγύπτου, ὅστις δὴ ἀπὸ τῆς Ἀσιάτιδος γῆς τὴν Λιβύην χωρίζει. Τοιαῦτα
10μὲν οἱ ἄνθρωποι περὶ τῶν ὅρων τῆς γῆς διετάξαντο.

27-35

Πανταχοῦ δὲ τοῦ ἀκαμάτου, ὃ ἔστι τοῦ ἀεικινήτου, ὠκεανοῦ ὁ ῥοῦς φέρεται, εἷς μὲν ὑπάρχων, πολλαῖς δὲ ἐπωνυμίαις ἀρηρὼς, ἤγουν ἡρμοσμένος. Καὶ οὗτος μὲν ὁ ὠκεανὸς περὶ τὴν ἐσχατιὰν τοῦ Λοκροῦ
5ζεφύρου, ἤτοι τοῦ δυτικοῦ, ἢ μᾶλλον τοῦ Ἰταλικοῦ (καὶ γάρ εἰσιν ἐν Ἰταλίᾳ Ἐπιζεφύριοι Λοκροί) Ἄτλας καλεῖται ἑσπέριος. Ὕπερθεν δὲ πρὸς βορρᾶν, ὅπου
οἱ παῖδες, ἤτοι τὸ ἔθνος, τῶν πολεμιστῶν Ἀριμασπῶν, Κρόνιόν τε καὶ πεπηγότα κόλπον καλοῦσιν [ἄλλοιColumn end
10δὲ πεπηγότα τοῦτον τὸν Κρόνιον πόντον καλοῦσι διὰ τὸ ψυχρὸν τῶν τόπων, ὡς πηγνυμένου αὐτοῦ], καὶ νεκρὸν εἶπον διὰ τὸ ἀσθενὲς τοῦ ἡλίου· βραδέως γὰρ ἢ ὀλί‐ γον ὑπεράνω ἐκείνης τῆς θαλάσσης φαείνει, πανταχοῦ δὲ ὑπὸ τῶν σκιερῶν νεφελῶν παχύνεται καὶ πυκνοῦ‐
15ται.

36-42

Ὅπου δὲ τὸ πρῶτον ἐν τῇ ἀνατολῇ ἀνατέλλει τοῖς ἀνθρώποις τὸ πρὸς ἕω μέρος, ἠῷον καὶ Ἰνδικὸν κα‐ λεῖται τὸ κῦμα ἐκεῖνο τῆς θαλάσσης, τουτέστι τὸ μέρος ἐκεῖνο τοῦ ὠκεανοῦ. Τὸ δὲ πρὸς νότον κλίμα Ἐρυ‐
5θραῖον καὶ Αἰθιοπικὸν καλοῦσιν· ὅπου ὁ πολὺς καὶ ἐπι‐ μήκης τῆς ἀοικήτου γῆς τόπος ἐκτετάνυσται, ὑπὸ τοῦ μαλεροῦ, ἤτοι θερμαντικοῦ καὶ καυστικοῦ, ἡλίου κε‐ καυμένος. [Καὶ γὰρ τὸ πρὸς νότον μέρος Ἐρυθραῖον, καὶ διὰ τοῦτο τὸ ἔθνος ἐκεῖνο Αἰθιοπικὸν, ὡς παρα‐
10κεῖσθαι μακρὸν ἀγκῶνα τῆς ἀοικήτου.] Οὕτω, κα‐ θὼς εἴπομεν, περιτρέχει ὁ ὠκεανὸς πᾶσαν τὴν γῆν, τοιοῦτος ὑπάρχων καὶ τοσαῦτα ἐπὶ τοῖς ἀνθρώποις ὀνόματα ἔχων.

43-57

Κόλπους δὲ ἔνθα κἀκεῖσε ἐκβάλλει ἔσωθεν εἰς τὴν γῆν, μικροὺς μὲν πολλοὺς, τέτταρας δὲ μεγίστους. Καὶ πρῶτος μὲν ὅστις τὴν ἑσπερίαν τὴν καθ’ ἡμᾶς θάλασσαν ποιεῖ, συρόμενος ἀπὸ τῆς Λιβύης ἕως τῆς
5Παμφυλίας. Δεύτερος δέ, κατ’ ὀλίγον μὲν μικρότε‐ ρος τοῦ πρώτου, προφερέστατος δὲ, ἤτοι μείζων τῶν ἄλλων, ὅστις ἀπὸ τῆς Κρονίας θαλάσσης ἀπὸ τοῦ βορρᾶ διασκορπιζόμενος τῇ Κασπίᾳ θαλάσσῃ τὸ δεινὸν αὐτοῦ ῥεῖθρον, ἤτοι τὴν πρόχυσιν τοῦ ὠκεανοῦ, ἐπι‐
10πέμπει. Ἄλλοι δὲ Ὑρκανίαν θάλασσαν αὐτὴν εἶπον. Τῶν δὲ ἄλλων δύο κόλπων, οἵτινές εἰσιν ἀπὸ τῆς νο‐ τίας θαλάσσης, εἷς μὲν ἀνώτερος ὑπάρχων τὸ Περσι‐ κὸν κῦμα προχέων ἐξ ἐναντίας τετραμμένος τῆς Κα‐ σπίας θαλάσσης, ἄλλος δὲ πάλιν Ἀραβικὸς κόλπος
15ἐξογκοῦται καὶ αὔξεται πλησίον τοῦ Περσικοῦ, νοτιώ‐ τερον τὸ ῥεῦμα συστρέφων τοῦ Εὐξείνου Πόντου. Τοσοῦτοι μὲν τοῦ βαθυρρόου ὠκεανοῦ οἱ μείζονές εἰσι κόλποι· ἄλλοι δὲ ἄπειροι καὶ πολλοὶ γεγένηνται.

58-68

Ἀρτίως δὲ τῆς ἑσπερίας ἤτοι τῆς δυτικῆς τῆς καθ’ ἡμᾶς θαλάσσης τὸν πόρον λέξω, ἥτις ἐπὶ πά‐ σας τὰς ἠπείρους, ὃ ἔστιν ἐπὶ τὰ τρία τῆς οἰκουμένης μέρη, τοῖς λοξοῖς πελάγεσιν ἐπιστρέφεται, τουτέστι
5διέρχεται, ἄλλοτε μὲν νήσους κύκλῳ περιτρέχουσα, ἄλλοτε δὲ ἢ ὀρέων ἄκρας ἢ τὸ τῶν παραλίων πόλεων κάτω μέρος ὑποξύουσα, ἤτοι ὑποτρίβουσα. Ὑμεῖς δὲ, ὦ Μοῦσαι, τὰς σκολιὰς ὁδοὺς, ἤτοι τὰς δυσχερεῖς καὶ οὐ κατ’ εὐθεῖαν ἰούσας, προσείπατε, ἀρξάμεναι κατὰ
10τάξιν ἀπὸ τοῦ δυτικοῦ ὠκεανοῦ, ὅπου καὶ αἱ στῆλαι
τοῦ Ἡρακλέους, ἥ τε Ἀλύβη καὶ Ἄβιννα, περὶ τὰ τέρματα τῆς καθ’ ἡμᾶς θαλάσσης καὶ τῆς τοῦ ὠκεανοῦ ἀρχῆς μέγα ἵσταται θαῦμα, ἐπὶ τὰ ἔσχατα μέρη τῶν Γαδείρων, ἐπὶ τὸν μακρὸν πρηῶνα, ἤτοι τὴν μεγάλην409
15ἐξοχὴν, τῶν ἐπὶ πολὺ διηκόντων, ἤτοι τῶν εἰς πολλὰ διεσπαρμένων, Ἀτλάντων ἢ τῶν Ἀτλαντικῶν πόρων· ὅπου ὁ Ἄτλας μέγιστον τῆς Λιβύης ὄρος ὡς χάλκειος καὶ ὑψηλὸς κίων εἰς οὐρανὸν ἀνέδραμε, πυχνοῖς καὶ ἰσχυροῖς νέφεσι καλυπτόμενος.

69-75

Ἀρχὴν δὲ ποιουμένοις ἡμῖν τοῦ λέγειν ἔστω τάξις αὕτη. (τοῦτο γὰρ συνυπακούεται). Ἀπὸ τῶν Γα‐ δείρων, ἤτοι Ἡρακλέους στηλῶν, πρῶτος μὲν ὁ Ἰβηρικὸς περικέχυται πόντος, ὅστις καὶ τῆς Εὐρώπης
5καὶ τῆς Λιβύης ὑπάρχει ἀρχή· καὶ γὰρ ἀναμεταξὺ τῶν ἀμφοτέρων γαιῶν συστρέφεται. Αἱ δὲ Ἡρακλεωτικαὶ στῆλαι παρὰ ταῖς πλευραῖς αὐτοῦ ἐπίκεινται, ἡ μὲν ἐπὶ τὴν Λιβύην, ἡ δὲ ἐπὶ τὴν Εὐρώπην ὁρῶσα. Μετὰ τοῦτον δὲ τὸν Ἰβηρικὸν πόντον διαδέχεται ὁ Γαλατικὸς
10ῥοῦς, τουτέστι ἡ Γαλατικὴ θάλασσα, ἣν παροικοῦσιν οἱ Κελτογαλάται. [Οἱ γὰρ ἐν τῇ Ἀσίᾳ Γαλάται τῶν ἐνταῦθα ἄποικοί εἰσιν, ὥσπερ καὶ οἱ ἐν τῇ Ἀσίᾳ Ἴβηρες τῶν ἐν ταύτῃ]. Ὅπου καὶ ἡ Μασσαλία γῆ, ἤτοι πόλις, εὐλίμενος, ὅρμον περιφερῆ ἢ ἐπίδρομον
15ἔχουσα.

76-83

Ἑξῆς δὲ μετὰ τὸν Γαλατικὸν κόλπον ἡ Λι‐ γυστικὴ θάλασσα σύρεται, ὅπου οἱ τῶν Ἰταλῶν υἱοὶ διαπαντὸς ἐπὶ ταῖς ἠπείροις νέμονται, μέγα ἀπὸ τοῦ Διὸς τὸ κράτος ἔχοντες καὶ ἀρχὴν μεγίστην, ἀρξάμενοι
5ἀπὸ τοῦ βορρᾶ, ἤτοι τῶν βορείων μερῶν, τῶν Ἄλπεων δηλονότι, ἕως ἐπὶ τὴν Λευκὴν πέτραν, ἥτις ἔσχατον τῆς Ἰταλίας ἐστὶν ἀκρωτήριον ἐπὶ τὸν πορθμὸν τῆς Σικελίας, ᾧ ἐπίκειται Ῥήγιον. [Τὸ δὲ «Αὐσονῆες» ἀπὸ Αὔσονός τινος βασιλέως ἐκλήθησαν οἱ Ῥωμαῖοι οὕ‐
10τως, ὃς ἦν υἱὸς Ὀδυσσέως καὶ Κίρκης.] Ἑξῆς δὲ μετὰ τὴν Λιγυστικὴν θάλασσαν τὸ περὶ Κύρνον πέλα‐ γος τὸ ἁλμυρὸν ὕδωρ προχέει. Ἐπὶ τούτῳ δὲ ὁ Σαρ‐ δόνιος πόντος ἔνδοθι ἀναβράζει, ἤτοι ἦχον ἀποτελεῖ.

84-91

Μετὰ δὲ τὸν Σαρδόνιον πόντον τῆς Τυρσηνί‐ δος κῦμα θαλάσσης ἀπὸ βορέου εἰς νότον παραπέπτα‐ ται· μετὰ δὲ τὸ Τυρσηνικὸν πέλαγος ὁ Σικελὸς ῥόος ἢ Σικελικὸς πόντος ἀπὸ δύσεως πρὸς ἀνατολὰς κυρτὸς ἢ
5κυρτούμενος ἐπιστρέφεται. Ἐκκέχυται δὲ τὸ Σικελι‐ κὸν πέλαγος, ἔνθα μὲν μέχρι τοῦ πολυκλύστου Παχύ‐ νου, ὅπερ ἀκρωτήριόν ἐστι τῆς Σικελίας, ἐκεῖσε δὲ μέχρι τῆς Κρητικῆς ἄκρας, ἥτις καταπολὺ εἰς τὴν θά‐ λασσαν ἔκκειται, παρά τε τὴν ἱερὰν Γόρτυναν καὶ τὴν
10ἐν μέσῳ ἠπείρου κειμένην Φαιστὸν προνενευκυῖα καὶ κριοῦ παρεμφαίνουσα κεφαλήν. Τούτου χάριν καὶ Κριοῦ μέτωπον ταύτην εἶπον [διὰ τὴν κροῦσιν καὶ τὴν ὑπήχησιν τῶν ὑδάτων]. Ἐκτέταται δὲ τὸ Σικε‐ λικὸν πέλαγος ἐπὶ τὴν Ἰαπυγίαν [Ἰαπυγία δὲ ἐκλή‐
15θη ἀπὸ Ἰαπύγου τινός], ἥτις μέρος ἐστὶ τῆς Καλα‐ βρίας.

92-102

Ἐκεῖθεν δὲ πλατυνθεῖσα ἐκτείνεται ἡ Ἀδριὰς
ἅλμη, ἤτοι πλατύτερον σύρεται τὸ Ἀδριατικὸν πέλα‐ γος, πρὸς βορρᾶν, παρεκκλίνει δὲ ὀλίγον πρὸς ἑσπέ‐ ραν ἢ δυσμὰς κατὰ τὸν ἐνδότατον κόλπον· ἥντιναColumn end
5Ἀδριάδα οἱ περίοικοι καὶ Ἰονίαν θάλασσαν εἶπον. Εἰς δισσὰς δὲ ἠπείρους ἀπερεύγεται, ἤτοι εἰς δύο τό‐ πους τῆς γῆς ἐκβάλλει. Εἰσερχομένου γάρ τινος κα‐ τὰ τὴν δεξιὰν χεῖρα, ὃ ἔστι κατὰ τὸ δεξιὸν μέρος, φαίνεται ἡ Ἰλλυρικὴ γῆ, ἡ δὲ Δαλματία τῶν πολεμι‐
10κωτάτων ἀνδρῶν χώρα ὑπεράνωθεν τῆς Ἰλλυρίδος γῆς. Ἐν δὲ τῇ σκαιᾷ χειρὶ ὁ τῶν Ῥωμαίων ἄπλετος καὶ ἐπιπολὺ ἐκτεταμένος ἰσθμὸς διασύρεται, ἤτοι ἡ Ἰταλία μακρὰ καὶ στενὴ παρατέταται, ὑπὸ τριῶν θα‐ λασσῶν περίδρομος οὖσα, ἤτοι πανταχόθεν περιεχο‐
15μένη, τῇ τε Τυρσηνῇ καὶ Σικελῇ καὶ τῇ πληθούσῃ, ὃ ἔστι πολλῇ, Ἀδριάδι. Ἑκάστη δὲ αὐτῶν εἰς ἄνε‐ μόν τινα τὸ ῥεῦμα τεκμαίρεται, οἱονεὶ τελειοῖ, καὶ τὴν κυματώδη κίνησιν ἔχει, καὶ ἡ μὲν Τυρσηνικὴ νεύει ἐπὶ ζέφυρον, ἡ δὲ Σικελὴ τὸν ὅρμον καὶ τὴν
20ὁλκὴν ἔχει ἐπὶ νότον, ἡ Ἀδριὰς δὲ ἐπὶ τὸν εὖρον.

103-111

Ὑπεράνω δὲ τῆς Σικελικῆς γῆς ὁ Λιβυκὸς πόντος τὸ κῦμα κορύσσων καὶ αὔξων ἕλκεται ἔσω Λι‐ βύης εἰς κόλπον μέγιστον, ἤτοι τὴν ἑτέραν Σύρτιν, τουτέστι τὴν νοτίαν, συστρέφων, ἥντινα καὶ μείζονα
5λέγουσιν. Ἡ δὲ ἄλλη μικρὸν ἔχει τὸν πόρον, οὐ το‐ σοῦτον εἰσέχουσα, καὶ δυτικωτέρα τυγχάνουσα, τὴν πλημμυρίδα τοῦ πόντου τοῦ Σαρδώου καὶ Τυρσηνικοῦ πόρρωθεν ἐρχομένην δέχεται. Οὕτως μὲν οὗτοι, ὅ τε τῆς μεγάλης Σύρτιδος καὶ τῆς μικρᾶς δηλονότι, οἱ
10κόλποι συστρέφονται καὶ βοῶσιν. Ἀπὸ δὲ τῶν Σικε‐ λικῶν ὀρῶν, οἱονεὶ πλέουσιν ἐκ Σικελίας, διὰ τὸ μηκέτι φαίνεσθαι τὰ τῆς Σικελίας ὄρη, τὸ μακρὸν τῆς Κρή‐ της ἐπὶ τὴν ἀνατολὴν διαδέχεται πέλαγος, μέχρι τῆς Σαλμωνίδος ἄρκης, ἥντινα τὸ ἀνατολικώτερον τῆς
15Κρήτης ἀκρωτήριον λέγουσιν εἶναι, τὸ δὲ Κριοῦ μέ‐ τωπον τὸ δυτικώτερον.

112-129

Δύο δὲ ἐφεξῆς προσωτέρω πυκνοῦνται, ὃ ἔστιν αὔξονται καὶ εἰς ὕψος αἴρονται, πελάγη, ὑπὸ τῆς τοῦ Θρᾳκικοῦ βορρᾶ ἐλαυνόμενα πνοῆς, ὀρθοῦ φυσῶν‐ τος αὐτοῦ, ἐπειδὴ ἐξεναντίας κεῖται αὐτῶν. Τὴν δὲ
5πρώτην τῶν δύο θαλασσῶν Φαρίαν, ἤτοι Αἰγυπτίαν, καλοῦσιν, ἐπὶ τὴν ἐσχάτην ἐξοχὴν ἐκτεινομένην τοῦ Κασίου ὄρους, ὃ ἔστιν ὑπὲρ τὸ Πηλούσιον πρὸς τῇ Σερβωνίδι λίμνῃ. Τὴν δὲ ἑτέραν Σιδωνίαν, ἤτοι Φοινικίαν, λέγουσιν, ὅπου ὁ Ἰσσικὸς ἄπειρος ἢ μέγι‐
10στος κόλπος συρόμενος ἐπὶ τὸν βορρᾶν ἐς μυχὸν γαίης, ἤτοι ἐπὶ τὴν ἐξοχὴν τῆς γῆς ἢ ἐπὶ τὴν παραλίαν, μέ‐ χρι τῆς Ἰσσοῦ πόλεως τὴν τῶν Κιλίκων χώραν παρα‐ μείβων διέρχεται, οὐ πόρρωθεν μὲν κατὰ τὰ ἄνω μέρη ὢν ἰσόδρομος, οὐδὲ διόλου ἐπὶ τὸν βορρᾶν ἐπ’ εὐθείας
15φερόμενος· πλησίον γὰρ τῆς τῶν Κιλίκων γῆς καμπῇ μελαγγείῳ, ἤτοι τῇ μελαίνῃ αὐτοῦ συστροφῇ, ἀπο‐ παύεται. Ὅταν γὰρ τῇ Κιλικίᾳ ἐπιβάλῃ, πάλιν ἐπὶ δύσιν ἀναχωρεῖ, καὶ τὴν στροφὴν ἐκεῖ ποιησάμενος ἐπὶ τὸν ζέφυρον ἐκπτύει τὴν θάλασσαν. [Ἐπεὶ μὴ
20κατ’ εὐθὺ φέρεται, διὸ καὶ κατὰ τὴν ἕρπυσιν δράκοντι ἀπεικάζεται.] Καθάπερ γὰρ δράκων καταπληκτικοὺς ὀφθαλμοὺς ἔχων σκολιὸς καὶ βραδὺς συρόμενος συ‐ στρέφεται, ὑπὸ δὲ τούτου ἐρχομένου ἡ τοῦ ὄρους ἄκρα πᾶσα βαρύνεται, οὕτω καὶ ἐκεῖνος ὁ Ἰσσικὸς κόλπος410
25ὑπὸ ταῖς προχύσεσι βαρυνόμενος πολύχυτος ἐν τῇ θα‐ λάσσῃ ἔνθα κἀκεῖσε συστρέφεται. Ἐπὶ τούτου μὲν τοῦ Ἰσσικοῦ κόλπου προχύσεσιν οἱ Παμφύλιοι κατοι‐ κοῦσιν, ἕως ἐπὶ τῶν Χελιδονίων νήσων Παμφυλίας, [αἵτινές εἰσι Μελανίππαι, Γάγαι καὶ Κορύθαλαι].
30Σημεῖον δὲ καὶ πέρας ὁ Ἰσσικὸς κόλπος πρὸς τὸν ζέφυ‐ ρον ἢ κατὰ τὴν δύσιν πόρρωθεν τὰ Πάταρα ἔχει, καὶ τοῦτο τὸ τέλος τοῦ Σιδονίου πελάγους.

130-139

Ἐξ ἐκείνου οὖν τοῦ Ἰσσικοῦ κόλπου τῆς Παμφυλίας πάλιν ἐπὶ τὰ ἀρκτῶα μέρη συστραφεὶς βλέπε, ὦ ἀκροατά (πρὸς γὰρ ἐκεῖνον ὁ λόγος), καὶ τὸν τοῦ Αἰγαίου πελάγους πόρον· ὅπου τὸ κῦ‐
5μα διαρρησσόμενον ταῖς διεσπαρμέναις νήσοις, αἵ‐ τινες ἐκ τοῦ σποράδην ἐν τῷ πελάγει κεῖσθαι Σπορά‐ δες καλοῦνται, ποιόν τινα ἦχον ἀποτελεῖ. Οὐδαμῶς γὰρ ἕτερός τις πόντος τῆς θαλάσσης ὅμοια καὶ παρα‐ πλήσια κύματα τοῦ Αἰγαίου ἐκείνου πελάγους αὔξει
10εἰς ὕψος ἀνεγείρων καὶ κτυπῶν καὶ ἀναβράζων. Τὸν δὲ ὅρον, ὃ ἔστι τὸ πέρας καὶ τὸν ὁρισμὸν αὐτοῦ, τὸ Αἰγαῖον πέλαγος ἔχει εἰς τὴν ἐσχάτην Τένεδον, ἢ ἕως τῆς Τενέδου, ἔχων ἐκ τῆς ἑτέρας πλευρᾶς τὴν Ἴμ‐ βρον νῆσον ὑπὸ τῆς Θρᾴκης. Ὅπου στενὸς καὶ ἐπι‐
15μήκης αὐλὼν ἢ πορθμὸς ἐκ τοῦ Αἰγαίου πελάγους πρὸς βορρᾶν συρόμενος ἕως τῆς Προποντίδος ἔρχεται ἁπά‐ σης· λέγει δὲ τὸν Ἑλλήσποντον. Ὑπὲρ δὲ τῆς Προ‐ ποντίδος πρὸς τὰ νότια πολλὰ καὶ ἄπειρα τῆς Ἀσίας ἔθνη ἐπεκτείνεται, μέγιστος γὰρ τῆς ἠπείρου, ὃ ἔστι
20τῆς γῆς, ἰσθμὸς ἐπέρχεται ἢ ἔκκειται.

140-145

Ἐπὶ τῇ Προποντίδι τοῦ Θρᾳκικοῦ Βοσπό‐ ρου ἐστὶ τὸ στόμα, ὅντινά ποτε Βόσπορον ἡ Ἰὼ τῇ βουλῇ τῆς Ἥρας, ὡς παρ’ αὐτῆς ζηλοτυπη‐ θεῖσα, εἰς βοῦν μεταβληθεῖσα ἐνήξατο, ἤτοι διῆλ‐
5θε καὶ ἐπέρασεν. Ἐκεῖνος δὲ ὁ ἐν τῷ Βοσπόρῳ καὶ ἀναμεταξὺ Καλχηδόνος καὶ Βυζαντίου, ἢ τοῦ Κικονίου καὶ τοῦ Ἀνάπλου λεγομένου, στενότατος ὑπάρχει πορ‐ θμὸς, ὑπὲρ τοὺς ἄλλους δηλονότι πορθμοὺς οἵπερ εἰσὶ τῆς Εὐβοίας καὶ Σικελίας· ὅπου ὁ μῦθος ἐν τῇ θαλάσ‐
10σῃ τὰς τραχείας πλανωμένας πέτρας, τὰς Κυανέας καὶ Συμπληγάδας λεγομένας, ἐπ’ ἀλλήλαις μετὰ κτύπου πολλοῦ κινεῖσθαι.

146-155

Ἐκ τούτου δὲ τοῦ Βοσπόρου ἀνοιγόμενος ὁ Εὔξεινος πόντος παραπέπταται, μέγιστος ὢν καὶ σύρων ἐπὶ τὸ ἐσώτερον μέρος πρὸς τὰς ἀνατολάς. Τούτου δὲ τοῦ πόντου ἀεὶ μὲν καὶ διαπαντὸς λοξαὶ ὁδοὶ ἐπιτρέ‐
5χουσι, πρὸς βορρᾶν καὶ ἀνατολὰς τὴν φορὰν καὶ ἀνά‐ νευσιν ποιούμεναι, τουτέστι πρὸς Κιμμέριον Βόσπορον καὶ τὴν τῶν Κόλχων χώραν καὶ Φᾶσιν ποταμόν. Μέ‐ σαι δ’ ἔνθα κἀκεῖσε δύο ὑψηλαὶ ἄκραι εἰς τὸν πόντον ἔκκεινται, ὧν ἡ μὲν πρὸς νότον τῆς Ἀσίας, ἥντινα Κά‐
10ραμβιν καλοῦσιν· ἡ δὲ ὡς πρὸς βορρᾶν ἔγκειται ὑπερ‐ άνω τῆς Εὐρωπείας γῆς, ἥντινα οἱ περίοικοι καὶ Κριοῦ καλοῦσι μέτωπον, ἔστι δὲ τῆς Ταυρικῆς χερρονήσου. Αἵτινες ἄκραι ἐναντίαι ἀλλήλαις συνέρχονται, οὐδαμῶς οὖσαι πλησίον ἀλλήλων, ἀλλ’ ὁπόσον ἐστὶν ὁλκάδα ἢColumn end
15ναῦν ἐπὶ τρεῖς ἡμέρας διαπερᾶσαι.

156-169

Ἐξ ἐκείνου δὲ ἴδοις ἂν καὶ διθάλασσον ὑπάρχοντα τὸν Πόντον, τῇ περιφερείᾳ κυκλοτεροῦς τό‐ ξου νευρᾷ ὁμοιούμενον. Ἀλλὰ γένοιτο νευρᾶς σημεῖα τὰ δεξιὰ τοῦ Πόντου κατ’ εὐθεῖαν διαγραφέντα· μόνη δὲ
5τῆς διατυπώσεως ταύτης ἔξωθεν οὖσα καὶ ἐπὶ τὸν βορ‐ ρᾶν ὁρῶσα ὑπάρχει ἡ Κάραμβις, ὁ δὲ ἀριστερὸς πόρος κεράτων ἔχει σημεῖον. Εἰς δισσὴν γὰρ συστροφὴν κέρασι τόξου ὁμοιούμενος συστρέφεται, τουτέστιν εἰς δύο μεγίστους κόλπους κυρτοῦται. Ὑπὲρ τοῦ Εὐξείνου
10πόντου πρὸς βορρᾶν τῆς Μαιώτιδος λίμνης ὕδατα ἐκ‐ κέχυται. Περὶ ταύτην οἱ Σκύθαι, πολλοὶ καὶ ἄπειροι ἄνδρες, κατοικοῦσι· καλοῦσι δὲ ταύτην τὴν Μαιώτιδα λίμνην καὶ μητέρα τοῦ Πόντου· ἐκ ταύτης γὰρ διὰ Κιμμερίου Βοσπόρου τὸ πολὺ καὶ ἄπειρον ὕδωρ ὀρθὸν
15διασύρεται καὶ εἰς τὸν Πόντον ἐκβάλλει. Παρ’ ᾧτινι Κιμμερίῳ Βοσπόρῳ πολλοὶ Κιμμέριοι κατοικοῦσι πρὸς τὰ ἔσχατα καὶ κατώτατα μέρη τοῦ ὑψηλοῦ ὄρους Ταύ‐ ρου. Τοιαύτη μὲν ἡ μορφὴ καὶ τὸ σχῆμα τῆς μελανι‐ ζούσης θαλάσσης τῆς καθ’ ἡμᾶς.

170-173

Ἀρτίως δὲ ἁπάσης τῆς ἠπείρου, ὃ ἔστι τῆς γῆς, μορφὴν λέξω, ἵνα εὔφραστον αἴσθησιν καὶ εὐσύ‐ νοπτον γνῶσιν καίπερ μὴ ἰδὼν ἔχης. Ἐκ τούτου γὰρ τοῦ εἰδέναι σε τὰ τῆς γῆς σχήματα καὶ μέτρα παρ’
5ἀνδρὶ μὴ γινώσκοντι καὶ ἀνεπιστήμονι ἢ μηδὲν εἰδότι ἕκαστα φανεροποιῶν καὶ κατὰ μέρος καὶ ἁρμοδίως λέ‐ γων ἐντιμότερος ἂν ὑπάρχοις καὶ αἰδοῦς καὶ ἐντροπῆς ἄξιος.

174-183

Καὶ ἡ μὲν Λιβύη ἐκτεινομένη ἐπὶ τὸν νό‐ τον πορεύεται, φημὶ δὲ ἐπὶ τὴν νοτίαν ἀνατολὴν, ἤτοι χειμερινὴν, παραπλησία κατὰ τὸ εἶδος τραπεζίῳ, σχήματι γεωμετρικῷ τετραπλεύρῳ, ἀπὸ Γαδείρων ἀρ‐
5ξαμένη, ἤτοι τοῦ Ἡρακλεωτικοῦ πορθμοῦ, ὄπου ἡ ἄκρα τῆς Λιβύης ὀξυνθεῖσα ἐκτείνεται μέχρι τοῦ ὠκεα‐ νοῦ. Τὸν δὲ πλατύτερον αὐτῆς ὁρισμὸν τελειοῖ πλη‐ σίον τῆς Ἀραβικῆς θαλάσσης, ὅπου τῶν ἑτέρων ἤτοι τῶν ἄλλων Αἰθιόπων ἐστὶν ἡ γῆ. Ὧντινων Αἰθιόπων
10ἐγγύς ἐστι καὶ ἡ τῶν Ἐρεμβῶν ἤτοι Τρωγλοδυτῶν χώρα. Διὰ δὲ τὸ πολύχροον καὶ ποικίλον αὐτῆς οἱ κατοικοῦντες ἐκεῖ ἄνδρες ὁμοίαν παρδάλει καλοῦσι· διψώδης γὰρ ὅλη καὶ κατάξηρός ἐστιν, ἔνθα κἀκεῖσε μελαίναις φολίδεσι κατάστικτος, καὶ ὥσπερ λεπίσιν
15ὑπὸ τῆς ξηρασίας πεποικιλμένη. [Καὶ γάρ ἐστι με‐ λάγγεως καὶ ψαμμώδης καὶ ἀργιλλώδης.]

184-194

Ἀλλ’ ἐπὶ μὲν τὴν ἐσχάτην γωνίαν τοῦ τε‐ τραπλεύρου ἐκείνου σχήματος τῆς Λιβύης ἐγγὺς τῶν Ἡρακλεωτικῶν στηλῶν οἱ Μαυρούσιοι κατοικοῦσιν. Ἐπὶ τούτοις δὲ τῶν Νομάδων τὰ πολλὰ ἔθνη παρά‐
5κεινται, ὅπου οἱ Μασαισύλιοι καὶ οἱ ἄγριοι καὶ ἀνέ‐
στιοι Μασυλῆες σὺν τοῖς παισὶν αὐτῶν τὴν γῆν καὶ τὰς ὕλας βόσκονται, ζητοῦντες βίον ἀπρεπῆ καὶ κακὸν καὶ θηριώδη. Οὐ γὰρ ἐν πείρᾳ τοῦ ἀροτριᾶν ἐκεῖνοι γεγέ‐ νηνται· ἐκείνοις οὐδαμῶς ποτε τῆς ἁμάξης ὁ τερπνὸς411
10συρμὸς καὶ ἦχος ἀκούεται, οὐδὲ ὁ μυκηθμὸς τῶν βοῶν εἰς τὴν ἔπαυλιν ἐρχομένων, ἀλλ’ οὕτως ματαίως κα‐ θάπερ θῆρες ἐπὶ τὰ δρυοφόρα χωρία πορεύονται, ἄπει‐ ροι καὶ ἀμαθεῖς καὶ ἄμοιροι τῶν ἀμπέλων ἢ ἀμπελουρ‐ γίας, καὶ τοῦ ἀμήτου, ἤτοι τοῦ θέρους, ἀνήκουστοι.

195-200

Ἐπὶ τούτοις ἡ Καρχηδὼν πολύευκτον ἢ εὐχαρῆ ὅρμον περιέχει, ἡ πρότερον μὲν οὖσα τῶν Φοινίκων, νῦν δὲ τῶν Λιβύων, ἣν δὴ μυθεύονται ῥινῷ βοὸς μετρηθῆναι. Ἐφεξῆς δὲ ἡ μικροτέρα Σύρτις τὸν
5ἄγαν ταχέα ῥεύματα ἔχοντα ὁλκὸν συστρέφει. Μετὰ ταύτην δὲ ἄλλη ἀπλήρωτος ἢ μεγίστη, εὐρυτέραις προχοαῖς καὶ μείζοσιν ἐκβολαῖς ὡς ὑπὸ βάρους τῶν κυ‐ μάτων βαρυνομένη, πρὸς ἀνατολὰς σύρεται.

201-204

Ἐκεῖ δὲ αὐξανομένου ἢ ἐγειρομένου τοῦ Τυρσηνικοῦ πελάγους καὶ τῆς θαλάσσης ἀναδιδομένης, ἄλλοτε μὲν πλημμυρὶς ἀνίσταται, ἄλλοτε δὲ ταῖς ξη‐ ραῖς ψάμμοις ἡ ἀναρρόφησις καὶ ἀναχώρησις ἐπιτρέ‐
5χει, ὡς φαίνεσθαι αὐτὴν ὑποχωροῦσαν. Μέση δὲ ἢ ἀναμέσον ἀμφοτέρων Σύρτεων πόλις ἵσταται ἢ κεῖται Νεάπολις καθ’ Ἕλληνας καλουμένη, ἐφ’ ἧς ὑπεράνω οἱ Λωτοφάγοι κατοικοῦσιν, ἄνδρες φιλόξενοι γεγονότες. Ἐκεῖσε δήποτε πλανώμενος ὁ δόλια ἢ ὁ ποικίλα καὶ
10συνετὰ βουλευόμενος ἦλθεν Ὀδυσσεύς.

205-215

Περὶ δὲ τὴν χώραν ἐκείνην καὶ τῶν Νασα‐ μώνων ἀνδρῶν τὰ οἰκήματα ἀφανισθέντα θεάσῃ, οὕστινας ἀσεβοῦντας καὶ μὴ φροντίζοντας τοῦ Διὸς ἡ τῶν Ῥωμαίων αἰχμὴ ἢ ὁ Ῥωμαϊκὸς πόλεμος ἀπώ‐
5λεσεν. Ἐπὶ τούτοις δὲ οἱ Ἀσβύσται μεσόγειοι ἢ μέ‐ σην γῆν ἔχοντες ὑπάρχουσι, καὶ τοῦ Λιβυκοῦ θεοῦ τοῦ Ἄμμωνος ἱερὸν ἐν ἀμμώδει χώρᾳ, καὶ Κυρήνη πόλις ἵππους καλλίστους ἔχουσα, Λακεδαιμονίων ἀνδρῶν ἀποικία. Πλησίον δὲ τῆς Κυρήνης πρὸς τὴν Αἴγυπ‐
10τον οἱ Μαρμαρίδαι εἰσίν. Ὑπεράνωθεν δὲ οἱ Γαιτοῦ‐ λοί εἰσι, καὶ πλησίον τῆς Γαιτούλων χώρας οἱ Νίγρη‐ τες κατοικοῦσιν.

216-227

Ἑξῆς δὲ ἐπὶ τούτοις εἰσὶν οἱ Φαυρούσιοι, ὑπὲρ ὧντινων γῆν οἱ Γαράμαντες πολλοὶ καὶ ἄπειροι κατοικοῦσιν. Ἐν δὲ τοῖς ἐνδοτάτοις μέρεσι τῆς ἠπεί‐ ρου ἔσχατοι πάντων οἱ Αἰθίοπες οἰκοῦσιν ἐπ’ αὐτοῦ τοῦ
5ὠκεανοῦ, παρὰ τὰ κοιλώματα ἢ τὰ δάση καὶ ἕλη τῆς ἐσχάτης Κέρνης. Πρὸ τούτων τῶν προειρημένων Αἰ‐ θιόπων ἐξέχουσι τὰ ὑψηλὰ ὄρη τῶν αἰθαλέων Βλεμ‐ μύων, τουτέστι Μαύρων ἐθνῶν, ἤγουν Αἰθιόπων. Ἀπεκεῖθεν τοῦ εὐτραφεστάτου καὶ λιπαρωτάτου Νείλου
10τὰ ὕδατα κατέρχεται· ὅστις δὴ ἀπὸ τῆς Λιβύης πολὺς, τουτέστι μέγας, ἤδη πρὸς ἀνατολὰς ῥέων Σῖρις ὑπὸ τῶν Αἰθιόπων καλεῖται, διὰ τὸ ἀνέρχεσθαι αὐτὸν τότε καὶ πλημμυρεῖν, ὅταν ἡ ἐπιτολὴ τοῦ ἄστρου, ἤτοι Σειρίου, γένηται. Οἱ δὲ τὴν Συήνην κατοικοῦντες
15μεταστρέψαντες τὸ ὄνομα αὐτοῦ Νεῖλον ἔθεντο. Ἀπὸ
τούτων δὲ τῶν Βλεμμύων ἐπὶ τὰ ὄρεια μέρη ἄλλοθεν ἀλλαχόσε ἐκτεινόμενος διὰ ἑπτὰ ἐπισήμων καὶ περιφυ‐ νῶν στομάτων (ἅτινά εἰσι ταῦτα· Ἡρακλεωτικόν, Βολβιτικόν, Σεβεννιτικόν, Μενδήσιον, Πηλουσιακόν,Column end
20Κανωβικόν, Θερμουτιακόν [Πηλούσιον, Κανωβικὸν ὃ καὶ Ἡρακλεωτικόν, Σεβεννιτικόν, Σαϊτικόν, Μεν‐ δήσιον, Βολβίτινον καὶ Βουβαστικόν]) ἐκπίπτει εἰς τὴν θάλασσαν, τὴν λιπαρὰν γῆν τῆς Αἰγύπτου τοῖς ὕδασι πιαίνων.

228-241

Οὐδεὶς γὰρ τῶν ἄλλων ποταμῶν τῷ Νείλῳ παραπλήσιος καὶ ὅμοιος τυγχάνει, οὐ μὲν κατὰ τὸ μέ‐ γεθος, ἀλλὰ κατὰ τὴν αὔξησιν καὶ τὴν ἄρδευσιν, οὔτε συρφετώδη χόρτον ἐπὶ γῆν βάλλειν, οὔτε πάλιν τὸν
5πλοῦτον τῆς γῆς ἐκείνης αὐξῆσαι. Ὅστις καὶ τὴν Λιβύην ἀπὸ τῆς Ἀσίας διαμερίζει ἢ ἀφορίζει, τὴν μὲν Λιβύην πρὸς Λίβα ἄνεμον, τὴν δὲ Ἀσίαν πρὸς ἀνατολὰς ἔχων. Παροικοῦσι δὲ τῷ Νείλῳ τῶν πλου‐ σίων ἢ εὐκλεῶν Αἰγυπτίων γένος, οἵτινες καὶ πρῶτον
10τὰς τέχνας τοῦ βίου εὗρον, καὶ πρῶτοι τοῦ ἐπιθυμητοῦ ἀρότρου ἀπόπειραν ἐποιήσαντο, καὶ ὑπὲρ εὐθείας αὔ‐ λακος ἔσπειραν, πρῶτοι δὲ καὶ ταῖς γραμμαῖς καὶ τοῖς κύκλοις τὸν οὐρανὸν διεμέτρησαν, τὸν λοξὸν δρόμον τοῦ ἡλίου ἐν τῷ ζωδιακῷ τῷ νοῒ σκεψάμενοι καὶ βου‐
15λευσάμενοι. Καὶ τούτων δὲ τῶν Αἰγυπτίων τῆς χώ‐ ρας τὰ πέρατα καὶ τὴν μορφὴν, ἤτοι εἶδος καὶ σχῆμα, λέξομαι. Οὐ γὰρ μικρᾶς καὶ αὐτὴ τιμῆς ἔτυχεν, ἀλλ’ οὐδὲ κατὰ τὸ μέγεθος ὀλίγη ὑπάρχει, μάλιστα δὲ τῶν ἄλλων εὐτραφεῖς καὶ καλοὺς λειμῶνας ἔχει καὶ
20κάλλιστα πάντα φύει.

242-253

Τὸ μὲν οὖν σχῆμα τῆς Αἰγύπτου τρίγωνόν ἐστι, πρὸς τὰ βόρεια μέρη καὶ τὴν ἔσω θάλασσαν πλατὺ, ἐπὶ δὲ ἀνατολὴν ὀξὺ, καὶ μέχρι τῆς βαθεῖς κρημνοὺς ἢ καταράκτας ἐχούσης, ἤτοι ὑψηλῆς, Συή‐
5νης ἑλκόμενον, καὶ τοῖς ἀμφοτέροις ὄρεσι τῶν Αἰθιόπων καὶ Ἀράβων κύκλῳ ἀσφαλῶς περιεσκεπασμένον, ὑφ’ ὧντινων ὀρῶν τὰ ὕδατα τοῦ Νείλου, καλλίστου ποτα‐ μοῦ, κατέρχεται. Καὶ ταύτην μὲν τὴν Αἴγυπτον πολ‐ λοί τε καὶ εὐδαίμονες ἄνδρες ἔχουσιν· ὅσοι μὲν τὴν με‐
10γαλόδοξον Θήβην κατοικοῦσι, πόλιν ἀρχαίαν, τὴν ἑκατὸν πύλας ἔχουσαν, ὅπου καὶ ὁ Μέμνων τὴν οἰκείαν μητέρα Ἠῶ, ὃ ἔστι τὴν ἡμέραν, ἀνατέλλουσαν ἀ‐ σπάζεται· καὶ ὅσοι τὴν μεσόγειον ἑπτὰ πόλεις ἔχουσαν κατοικοῦσι, καὶ ὅσοι πρὸς τὰ νότια μέρη ἐπὶ τοῖς αἰ‐
15γιαλοῖς τῆς θαλάσσης τὴν Αἰγυπτιακὴν παραλίαν ἕως τῆς Σερβωνίτιδος λίμνης κατοικοῦσιν.

254-269

Ταύτης οὖν τῆς Αἰγύπτου πρὸς μὲν τὸν ζέφυρον ἡ Μακεδονικὴ πόλις, τουτέστιν ἡ Ἀλεξάνδρεια, κεῖται, ὅπου τοῦ Σινωπίτου μεγάλου Διὸς ἱερὸν πολυ‐ τελεῖ καὶ πολυτιμήτῳ χρυσῷ κεκοσμημένον ἐστίν· οὐ‐
5δαμῶς ἂν ἐκείνου θαυμασιώτερον ναὸν ἐν τοῖς ἀνθρώ‐ ποις θεάσῃ, οὐδὲ πλουσιωτέραν ἄλλην πόλιν. Ὅπου αἱ ὑψηλαὶ σκοπιαὶ φαίνονται τῆς Μακεδονίας Εἰδοθέας, τουτέστιν ἡ Φάρος ἡ κατ’ Ἀλεξάνδρειαν. Μετὰ ταύ‐ την, ἤγουν τὴν Αἴγυπτον, ἐπὶ τὴν ἀνατολὴν περὶ τὸ
10Κάσιον ὄρος τὸ Πηλούσιόν ἐστι, πόλις ἀπὸ Πηλέως οὕτω λεγομένη, ἣν ἄνδρες κατοικοῦσιν ἐξόχως τὴν ναυτικὴν μεμαθηκότες. Οὗτοι δὲ οἱ Πηλουσιῶται οὐδαμῶς τῆς Λιβύης ἀλλὰ τῆς Ἀσίας ἔθνεσιν ἐναριθ‐ μοῦνται, ὡς ἔξω τῆς Αἰγύπτου καὶ τοῦ ἑπταστόμου412
15Νείλου τὴν πόλιν οἰκοῦντες. Ἄλλοι δὲ πλεῖστοι τήνδε τὴν γῆν κατοικοῦσιν, οἱ μὲν ἐπὶ τῷ ὠκεανῷ, οἱ δὲ ἐν τοῖς μεσογείοις, οἱ δὲ περὶ τῆς μεγάλης καὶ πλατείας Τριτωνίδος λίμνης τὰ κύματα, ἥτις μέσον τῆς Λιβύης τὸν πλατὺν αὐτῆς κόλπον ἀμφέλκεται ἢ περισύρεται.
20Τοιαύτη μὲν τῆς Λιβύης ἡ μορφὴ καὶ τὸ σχῆμά ἐστιν.

270-280

Εἰ δὲ καὶ τῆς Εὐρώπης τὸν τύπον ἐθέλεις ἐδεῖν, οὐδαμῶς σε κρύψω κἀκεῖνον. Ὁ αὐτὸς δὲ ὁρισμός ἐστι τῆς Λιβύης, οἷον καὶ τῆς Εὐρώπης, ἄλλ’ οὗτος μὲν ἐπὶ τὰ ἀρκτῶα μέρη ἔστραπται, ὡς βορειο‐
5τέραν εἶναι τὴν Εὐρώπην, καὶ ἀντιπροσώπως τῷ αὐτῷ σχήματι τοσοῦτον ἐπὶ τὴν ἀνατολὴν πάλιν ἐπισύρεται, ὅσον καὶ ἡ πρὸς νότον ἀντικειμένη Λιβύη πρὸς ὅρον ἢ πέρας ἀνατολικὸν προχωρεῖ. Ἀμφότεραι δὲ, δηλονότι αἱ ἐκτάσεις τῆς Εὐρώπης καὶ τῆς Λιβύης, ἴσην ἔχουσι
10τὴν ἐσχάτην βάσιν ἐπὶ τὴν Ἀσίαν, ἡ μὲν πρὸς τὸν βορρᾶν, ἡ δὲ πρὸς τὸν νότον. Ἐὰν δὲ τὰς ἀμφοτέρας ταύτας, τήν τε Εὐρώπην καὶ τὴν Λιβύην, μίαν θείης γῆν, ὄντως κώνου σχῆμα ὑπάρχει, ὡς ἀμφοτέρων τῶν πλευρῶν ἴσων ὄντων· καὶ τὸ μὲν ὀξὺ τοῦ κώνου ἐστι
15πρὸς δύσιν, ὅθεν ἀποξύνεται ἥ τε Λιβύη καὶ ἡ Εὐ‐ ρώπη, τὸ δὲ πλατὺ, ἤγουν ἡ βάσις, πρὸς ἀνατολὴν, τὸ μέσον ἢ κοινὸν μεθόριον πρὸς τῇ Ἀσίᾳ· τούτου χάριν τῶν ἀμφοτέρων ἠπείρων τὸν πόρον καὶ ἔκτασιν ἰδὼν ῥᾳδίως καὶ εὐκόλως καὶ τῆς Εὐρώπης πέρατα καὶ
20ὅρους καταλάβοις.

281-287

Ἧστινος Εὐρώπης τὴν ἐσχάτην γωνίαν πλησίον τῶν Ἡρακλεωτικῶν στηλῶν τῶν μεγαλοψύ‐ χων Ἰβήρων, ἤγουν Ἱσπανῶν, ἔθνη οἰκοῦσιν, ἐπὶ τὸ μῆκος τῆς ἠπείρου, ἤγουν χώρας, τετραμμένα· ὅπου
5τοῦ βορείου ὠκεανοῦ ψυχρὸς ῥοῦς κέχυται, ὅπου καὶ οἱ Βρετανοὶ καὶ τὰ λευκὰ ἢ καλὰ ἔθνη τῶν πολεμικῶν Γερμανῶν κατοικοῦσι παρεκτεινόμενα καὶ ἐφαπλούμενα ἐπὶ τὰς ἄκρας καὶ τὰς ἐξοχὰς τοῦ Ἑρκυνίου δρυμοῦ. Τὴν δὲ γῆν ἐκείνην, δηλονότι τὴν Ἰβηρίαν, τῷ σχή‐
10ματι βοείῃ βύρσῃ ὁμοίαν εἶναι λέγουσιν.

288-301

Ἐπὶ τούτοις δὲ τοῖς Ἴβηρσι τὸ Πυρηναῖον ὄρος ἐστὶ καὶ τὰ οἰκήματα τῶν Κελτῶν, πλησίον τῶν πηγῶν τοῦ καλλιρρόου Ἠριδανοῦ, ἐφ’ οὗτινός ποτε ταῖς ἐκβολαῖς κατὰ τὴν ἔρημον νύκτα αἱ Ἡλιάδες
5ἐθρήνησαν κλαίουσαι τὸν Φαέθοντα, ἀδελφὸν αὐτῶν ὄντα. Ἐκεῖσε δὲ οἱ τῶν Κελτῶν παῖδες ἐπὶ ταῖς αἰ‐ γείροις καθεζόμενοι τοῦ χρυσαυγέος ἠλέκτρου δάκρυα ἢ ἀποσταλάγματα συλλέγουσι καὶ σωρεύουσιν. Μετὰ τοῦτον δὲ ἐφεξῆς ἡ τῶν Τυρρηνῶν χώρα ὑπάρχει. Πρὸς
10ταύτης δὲ τῇ ἀνατολῇ ἀναφαίνεται ἡ τῆς Ἄλπιος ὄρους ἀρχή. Ἐπὶ δὲ τὸ μέσον αὐτῆς, δηλονότι τῆς Ἄλπιος, σύρεται, ὃ ἔστι διέρχεται, τὰ ὕδατα τοῦ Ῥήνου ποταμοῦ, πρὸς τὸ ἔσχατον χεῦμα τοῦ βορείου
ὠκεανοῦ, εἰς ἐκεῖνον γὰρ ἐκβάλλει. Ἐφεξῆς δὲ ἐπὶColumn end
15τῷ Ῥήνῳ ἐπεκτείνεται, ἤγουν τὰς πηγὰς ἔχει, ὁ μέ‐ γας Ἴστρος, ὅστις ἐστὶν ὁ Δάνουβις, ἐπὶ τὴν ἀνατολὴν ἐστραμμένος, πλησίον τοῦ Εὐξείνου πόντου, εἰς ὃν πάντα τὸν ἀφρὸν τοῦ ὕδατος ἐρεύγεται ἢ ἐκβάλλει διὰ πέντε στομάτων, συστρεφόμενος περὶ τὴν Πεύκην νῆ‐
20σον, ἣν ὁ Ἴστρος ἀποτελεῖ.

302-319

Ἐπὶ μὲν τὸ βόρειον αὐτοῦ μέρος πολλοὶ λίαν καὶ πάνυ ἐφαπλούμενα κέχυνται ἔθνη ἕως τοῦ στόματος τῆς Μαιώτιδος λίμνης, Γερμανοὶ, Σαρμά‐ ται, Γέται τε ὁμοῦ καὶ Βαστάρναι καὶ ἡ τῶν Δακῶν
5πολλὴ καὶ ἀπλήρωτος γῆ, καὶ οἱ ἄλκιμοι ἢ δυνατώτα‐ τοι Ἀλανοὶ καὶ οἱ Ταῦροι, οἵτινες ἐπὶ τὸν δεινὸν τοῦ Ἀχιλλέως δρόμον οἰκοῦσι, στενὸν ὁμοῦ καὶ μα‐ κρὸν, καὶ ἐπ’ αὐτὸ τὸ στόμα τῆς λίμνης. Ὑπεράνω δὲ τούτων ἐκτέταται τῶν πολυΐππων Ἀγαυῶν τὸ ἔθνος,
10ὅπου οἱ Μελάγχλαινοι καὶ οἱ τοὺς ἵππους ἀμέλγοντες ἄνδρες, καὶ οἱ Νευροὶ οἱ ταχεῖς καὶ ἰσχυροὺς πόδας ἔχοντες καὶ οἱ Γελωνοὶ καὶ οἱ Ἀγάθυρσοι· ὅπου τοῦ Βορυσθένους ποταμοῦ τὸ ἐκτεταμένον ὕδωρ ἔμπρο‐ σθεν τοῦ Κριοῦ μετώπου τῷ Εὐξείνῳ πόντῳ μίσγεται,
15ὡς ἐκ γραμμῆς τινος ἢ κατὰ διάμετρον ἐξεναντίας τῶν Κυανέων ἤτοι Συμπληγάδων πετρῶν. Ἐκεῖθεν καὶ τοῦ Ἀλδήσκου καὶ τοῦ Παντικάπου ποταμῶν τὰ ὕδατα ἐν τοῖς Ῥιπαίοις ὄρεσι τῆς Σκυθίας κεχωρισμένα μετὰ ἤχου ῥέουσιν. Παρὰ δὲ ταῖς ἐκβολαῖς τούτων πλησίον
20τοῦ πεπηγότος Κρονίου ὠκεανοῦ, τῆς νεκρᾶς οὕτω καλουμένης θαλάσσης, ὁ ἤλεκτρος αὔξεται ὁ ἡδεῖαν καὶ καλὴν τὴν λαμπηδόνα ἔχων, οἷά τις αὐγή ἐστι σελήνης ἀρχομένης. Πλησίον δὲ ὑπὸ τοῖς ψυχροῖς Ἀγαθύρσοις καὶ τὸν λαμπρότατον ἴδοις ἀδάμαντα.

320-329

Τοσοῦτοι μὲν γεγόνασιν οἱ κατοικοῦντες πρὸς τὸν βορρᾶν τοῦ Ἴστρου ποταμοῦ. Πρὸς δὲ τὸν νότον εἰσὶν οἱ Γέρραι καὶ τὰ ἰσχυρὰ καὶ ἀσφαλῆ πολί‐ σματα τῶν Νωρικίων, καὶ οἱ Παννόνιοι καὶ οἱ Βούλ‐
5γαροι βορειότεροι τῶν Θρᾳκῶν, καὶ αὐτοὶ οἱ Θρᾷκες πολλὴν καὶ ἄπειρον γῆν ἔχοντες, οἱ μὲν ἐπὶ ταῖς πλευ‐ ραῖς τῆς Προποντίδος, οἱ δὲ ὑπὲρ τὸν Ἑλλήσποντον τὸν ἄγαν ταχέα ῥεύματα ἔχοντα, οἱ δὲ ὑπὲρ αὐτῆς τῆς πολυταράχου ἢ πολυκινήτου καὶ πολυηχέος καὶ
10μεγάλα κύματα ἐχούσης Αἰγαίης θαλάσσης. Ὅπου κατὰ τὴν ὑψηλὴν κορυφὴν τῆς Παλλήνης, τοῦ Θρᾳ‐ κικοῦ ὄρους, ὁ καλὸς λίθος ἀστέριος φύεται καθάπερ τις ἀστὴρ λάμπων, καὶ ὁ λυχνίτης τῇ φλογὶ τοῦ πυρὸς παραπλήσιος καὶ ὅμοιος.

330-344

Καὶ τοσαῦτα μὲν ἔθνη περὶ τὸν Ἴστρον ποταμὸν κατοικοῦσι. Τὸν δὲ λοιπὸν πόρον τῆς Εὐ‐ ρώπης καλῶς διανοούμενος βλέπε, ὅστις ἐκ τριγώνου πλευρᾶς πρὸς τὴν ἀνατολὴν ἐρχόμενος ἀπὸ τῶν δυτι‐
5κῶν ἐπὶ τὰ ἑῷα ἐκτείνεται, τὴν μὲν τῶν Ἰβήρων, τὴν δὲ τῶν Ἑλλήνων, τὴν δὲ τῶν ἀγαθῶν Ῥωμαίων. Ἀλλ’ ἡ ἐσχάτη μὲν τῶν λαμπροτάτων ἐστὶν Ἰβήρων, ἡ γειτνιῶσα καὶ πλησιάζουσα τῷ ἑσπερίῳ ὠκεανῷ. Καὶ ἐν αὐτῇ ἐστιν ἡ ἄκρα, μία τῶν Ἡρακλεωτικῶν
10στηλῶν, ἡ Ἀλύβη καλουμένη. Ὑπεράνω δὲ ταύτης τῆς Ἀλύβης ἡ εὐδαίμων Ταρτησὸς τῶν πλουσίων καὶ ῥύδην τὸν πλοῦτον ἐχόντων ἀνδρῶν χώρα, καὶ οἱ Κεμψοὶ, οἵ‐ τινες ὑπὸ τὸν πόδα τοῦ Πυρηναίου ὄρους κατοικοῦσι, τοῦ χωρίζοντος τοὺς Κελτοὺς καὶ τοὺς Ἴβηρας. Εἰς τὸ μέ‐413
15σον δὲ τῶν ἀμφοτέρων γαιῶν τῶν Ἰβήρων καὶ τῶν Ἑλλήνων ἐξήπλωται ἢ παράκειται ἡ ἐπὶ πολὺ ἐκτετα‐ μένη γῆ τῶν Ῥωμαίων, τουτέστιν ἡ Ἰταλία. Καὶ ταύτην μὲν μέσην διαχωρίζει τὸ Ἀπέννιον καλούμενον ὄρος, ὀρθὸν καθάπερ ὑπὸ στάθμης ἰθυθέν· οὐδαμῶς ἂν
20ἐκεῖνο ἐπιστήμων ἀνὴρ τῆς σοφῆς Ἀθηνᾶς ὑπηρέτης, ὃ ἔστι σοφὸς τεχνίτης, μέμψοιτο· ἄρχεται δὲ πρὸς βορ‐ ρᾶν ἀπὸ τῆς Ἄλπιος ὄρους, καὶ λήγει ἐπὶ τὸν Σικε‐ λικὸν πορθμόν.

345-356

Πολλὰ δὲ περὶ τὸ Ἀπέννιον ὄρος ἑκατέρω‐ θεν ἔθνη οἰκοῦσιν, οἵτινά σοι ῥᾳδίως καὶ εὐκόλως πάντα καταλέξω· ἄρξομαι δὲ ἀπὸ τῆς δυτικῆς πλευρᾶς ἐκ τοῦ βορέου. Πρῶτοι μὲν ἐκεῖ εἰσιν οἱ Τυρρηνοὶ, μετ’
5αὐτοὺς δὲ τὰ ἔθνη τῶν Πελασγῶν, οἵτινές ποτε ἀπὸ τῆς Κυλλήνης, τοῦ Ἀρκαδικοῦ ὄρους, ἐπὶ τὴν ἑσπερίαν θάλασσαν ἀποβάντες ἐνταῦθα σὺν τοῖς Τυρρηνοῖς ἀν‐ δράσι κατῴκησαν. Μετὰ τούτους δέ ἐστι τὸ ἔθνος τῶν λαμπροτάτων Λατίνων, τὸ μερίμνας πολλὰς πα‐
10ρέχον τοῖς ἐναντίοις, ἤγουν τὸ δεινὸν καὶ πολεμικὸν, ἐπέραστον καὶ καλὴν γῆν κατοικοῦντες. Διὰ μέσης δὲ χώρας τῶν Λατίνων ῥεῖ ὁ Θύμβρις ποταμὸς καὶ τὸν καθαρὸν αὐτοῦ ῥοῦν εἰς τὴν θάλασσαν βάλλει, Θύμβρις ὁ κάλλιστος καὶ βασιλικώτατος πάντων τῶν
15ἄλλων ποταμῶν, ὅστις εἰς δύο διαχωρίζει τὴν ἐπιθυ‐ μητὴν καὶ ἔνδοξον Ῥώμην, τὸν μέγαν οἶκον, ἤγουν τὸ βασίλειον, τῶν ἐμῶν βασιλέων, τὴν μητέρα πασῶν τῶν πόλεων, τὴν πλουσίαν καὶ εὐδαίμονα χώραν.

357-363

Ἐπὶ ταύτη δὲ τῇ Λατίνων χώρᾳ ἡ τῶν Καμπανῶν ἐστι λιπαρὰ γῆ, ὅπου ὁ οἶκος, ἤγουν ἡ πόλις, τῆς ἁγνῆς Παρθενόπης, μιᾶς τῶν Σειρήνων, ἡ πολλὰ τῶν σταχύων δράγματα ἔχουσα, τουτέστιν ἡ
5σιτοφόρος, ἥντινα Παρθενόπην ὁ πόντος τοῖς ἰδίοις κόλ‐ ποις ἐδέξατο· κατέρριψε γὰρ ἑαυτὴν εἰς τὸν πόντον. Πρὸς δὲ τὸ νότιον μέρος ὑπὸ τὴν Σειρηνίδα πέτραν λίαν καὶ πάνυ κατὰ πολὺ τοῦ Σιλάρου, ποταμοῦ Πευκεντίνου, ἐκβολαὶ φαίνονται. Πλησίον δέ εἰσιν
10οἱ Λευκανοὶ καὶ οἱ Βρέντιοι ἄνδρες τὸ λοιπὸν μέρος τῆς Ἰταλίας μέχρι τῆς Λευκῆς πέτρας κρατοῦντες καὶ κατοικοῦντες.

364-374

Ἐκεῖθεν δὲ, ὃ ἔστιν ἀπὸ τῆς Λευκῆς πέ‐ τρας, ἐπὶ τὸν βορρᾶν ἡ ἄκρα τοῦ ζεφύρου, ἤγουν τὸ Ζεφύριον ἀκρωτήριον, φαίνεται, καὶ ἐπ’ αὐτοῦ οἱ Λο‐ κροὶ οἱ Ἐπιζεφύριοι κατοικοῦσιν, οἵτινες τοῖς προτέροις
5χρόνοις ἀπὸ Λοκρίδος τῆς Ἐπικνημίδος τῆς πατρίδος αὐτῶν φεύγοντες ἐπὶ τὴν Ἰταλίαν παρεγένοντο ταῖς οἰκείαις δεσποίναις μιγέντες, δοῦλοι ὄντες· ὧντινων τὸ γένος ἀρτίως ἐστὶν ἐπὶ ταῖς ἐκβολαῖς τοῦ Ἅληκος πο‐ ταμοῦ. Μετὰ δὲ τούτους ἐφεξῆς εἰσιν οἱ Μεταπόντιοι·
10ἐγγὺς δὲ αὐτῶν ἡ ἐπιθυμητὴ καὶ καλῶς κατοικουμένη
πόλις τοῦ πολυστεφάνου Κρότωνος ἐπὶ ταῖς ἐκβολαῖς τοῦ καλοῦ ποταμοῦ Αἰσάρου. Ἐκεῖσε δὲ τὸν μέγαν ἢ τὸν ὑψηλὸν τῆς Λακινιάδος Ἥρας ναὸν θεάσῃ. Ἔστι δὲ κἀκεῖσε ἡ ἀπὸ τοῦ Διὸς μεγάλην ὀργὴν δεξαμένηColumn end
15ἀθλία καὶ ταλαίπωρος Σύβαρις, τοὺς ἐνοικοῦντας ἢ πολίτας ἑαυτῆς ἀπολωλότας κλαίουσα, ἤγουν ἔρημος οὖσα, διὰ τὸ ἐπὶ τοῖς ἀναθήμασι τοῦ Ἀλφειοῦ ὑπὲρ τὸ δίκαιον μανέντας αἰσχρῶς ἀσεβῆσαι.

375-383

Μετὰ τούτους δὲ τοὺς Συβαρίτας οἱ Σαυ‐ νῖται τὴν μέσην γῆν, ἤγουν τὴν μεσόγειον χώραν, οἰ‐ κοῦσι, καὶ τὰ ταχέα ἔθνη τῶν Μαρσῶν, ὑπεράνωθεν τοῦ Σιλάρου ποταμοῦ. Τάρας δὲ παραλία πόλις πλη‐
5σίον τῆς θαλάσσης κεῖται, ἥν ποτε ὁ τῶν Λακεδαιμο‐ νίων ἰσχυρὸς πόλεμος ἔκτισεν· ἢ ἣν οἱ Ἀμυκλαῖοι ἐπόρθησαν. Ἐφεξῆς δὲ ἐπὶ τούτοις ἡ Καλαβρία ἡ χώρα ἐστὶ τά τε τῶν Ἰαπύγων ἔθνη μέχρι τῆς παρα‐ θαλασσίας πόλεως Ὑρίου, ὅπου τὸ Ἀδριατικὸν πέλα‐
10γος σύρεται ἐπὶ τὸν ἐφεξῆς ὄντα Ἀκυλήϊον κόλπον, τὸ ἐνδότερον μέρος ὄντα τοῦ Ἀδρίου, ὅπου Ἀκύλη πόλις ἐστίν. Ἐκεῖ καὶ ἡ Τεγεστραίων πόλις οἰκεῖται ἐπὶ τοῖς ἐνδοτάτοις μέρεσιν, ἤγουν ἐν τῷ μυχῷ τοῦ Ἀδρια‐ τικοῦ πελάγους. Τοσαῦτα μὲν ἔθνη τὴν Ἰταλίαν κα‐
15τοικεῖ.

384-397

Ἐκεῖθεν δὲ πρὸς ἀνατολὰς σύρεται ἢ τὴν θάλασσαν ἐπερεύγεται ὁ Ἀδρίας κόλπος, τοὺς αἰγια‐ λοὺς τῶν Λιβυρνίδων νήσων ὑποξύων, καὶ περὶ ἅπα‐ σαν τὴν ὑψηλὴν ἢ ἰσχυρὰν τῶν Ὑλλείων χώραν, ἤτοι
5χερρόνησον, ὁπόση τῷ ἰσθμῷ πλησίον ἐπίκειται, καὶ ταῖς ἀκταῖς τῶν Βουλιμέων. Ἐπάγουσα δὲ καὶ ἀπλήρωτον ῥεῦμα τὴν Ἰλλυρικὴν γῆν περιστρέφεται ἕως τῆς ἄκρας τῶν ὑψηλῶν ὀρῶν, τῶν καλουμένων Κεραυνίων διὰ τὸ πλῆθος τῶν ἐκεῖσε πιπτόντων κεραυ‐
10νῶν. Περὶ ἐκεῖνον δὲ τὸν κόλπον ἴδοις ἂν καὶ τὸν με‐ γαλόδοξον τύμβον, περὶ ὃν ἡ τοῦ Κάδμου καὶ τῆς Ἁρ‐ μονίας τῆς γυναικὸς αὐτοῦ φήμη λέγεται. Ἐκεῖσε γὰρ εἰς σκολιῶν ὄφεων γένος ἠλλάχθησαν, ἤγουν εἰς ὄφεις μετεβλήθησαν, ὁπόταν ἀπὸ τοῦ Ἰσμηνοῦ ποτα‐
15μοῦ τῆς Βοιωτίας ἢ τῶν Θηβῶν ἐπὶ τὸ γῆρας παρεγέ‐ νοντο, τουτέστιν ὅτε ἐγήρασαν καὶ ἔμελλον λιπαροῦ βίου καὶ ἐπιμελείας ἀξιοῦσθαι, μετὰ τὰ ἐν Θήβαις ἀτυχήματα. Ἐκεῖσε αὐτοῖς οἱ θεοὶ σημεῖον ἄλλο ἔθεσαν· περὶ μὲν γὰρ τὴν χώραν ἐκείνην δύο πέτραι
20ἀμφοτέρωθεν ἐστηριγμέναι εἰσὶν, αἵτινες ἀμφότεραι κινούμεναι ἀλλήλαις συνέρχονται, ὁπόταν τις ἀρχὴ ἐπικυλιομένου κακοῦ τοῖς πολίταις γίνεται, ἤγουν ση‐ μαίνουσι τῶν μελλόντων κακῶν τὴν ἀρχήν.

398-402

Πρὸς δὲ τὸν νότον ἢ τὰ νότια μέρη πορ‐ ρωτάτω ὑπὲρ τὴν εὔγειον Θρᾴκην καὶ τὴν Ὠρικίαν χώραν ἡ τῆς Ἑλλάδος ἀρχὴ κατὰ πολὺ ἀνερχομένη προσεγγίζει, διπλῇ θαλάσσῃ διεζωσμένη ἢ περιεχο‐
5μένη, τῇ Αἰγαίᾳ δηλονότι καὶ τῇ Σικελικῇ, ἄνεμον δὲ ἑκάστη ἔλαβεν, ἡ μὲν Σικελικὴ τὸν ἑσπέριον ἢ δυτι‐ κὸν, ὃν καὶ ζέφυρον καλοῦσιν, ἡ δὲ Αἰγαία τὸν εὖρον.

403-422

Ἡ Πελοπόννησος δὲ ἕπεται ἢ ἐπακολουθεῖ,
ὁμοία πλατάνου φύλλῳ μυουρίζοντι, ἤγουν λεπτοτάτῳ κατὰ τὸ ἄκρον δίκην μυὸς οὐρᾶς. Πρὸς γὰρ τὸν βορ‐ ρᾶν ὁ ἰσθμὸς στενούμενος τῷ κλάδῳ τῷ προσπεφυκότι414
5τῷ φύλλῳ ἔοικε, καὶ ἐπὶ τὴν κοινὴν βάσιν τῆς Ἑλλά‐ δος τὴν Πελοπόννησον ἐπιστηρίζει· ἡ δὲ χώρα τῆς Πε‐ λοποννήσου φύλλῳ πολυστρόφῳ ὁμοία θαλασσίοις κόλ‐ ποις ἔνθα κἀκεῖσε περιέχεται καὶ πρὸς μὲν τὴν δύσιν ταύτης τῆς γῆς, ἤγουν ἐν τῷ δυτικῷ μέρει τῆς Πελο‐
10ποννήσου, ἡ Τριφυλὶς χώρα οὕτως καλουμένη ἐστὶν, ὅπου ὁ κάλλιστος καὶ ἐπιθυμητότατος τῶν ποταμῶν ὁδεύει Ἀλφειὸς, ταῖς προχοαῖς, ἤγουν ταῖς πηγαῖς καὶ τῷ ῥεύματι, σχιζόμενος τοῦ Μεσσηνίου Εὐρώτου· οἵτινες ἀμφότεροι ποταμοὶ ἀπὸ τῆς Ἀσέας τὰ ῥεῖθρα
15αὑτῶν ἀναδιδόασι, τουτέστιν ἀπὸ τῆς Ἀσέας τὰ ῥεῖθρα, ἀλλ’ ὁ μὲν Ἀλφειὸς τὴν τῶν Ἠλείων, ὁ δὲ Εὐρώτας τὴν Λακώνων χώραν τέμνει καὶ διαρρεῖ. Κατὰ δὲ τὴν μέσην Πελοπόννησον οἱ Ἀρκάδες Ἀπιδανεῖς κοι‐ λὴν, ἤγουν κυρτὴν, γῆν κατοικοῦσιν ὑπὸ τοῦ ὑψηλοῦ
20ὄρους τοῦ Ἐρυμάνθου· ὅπου ὁ Μέλας καὶ ὁ Κρᾶθις καὶ ὁ ὑγρὸς Ἰάων ποταμοὶ ῥέουσιν, ὅπου καὶ ὁ ἀρχαῖος Λάδων τοῖς ὕδασι πλατύνεται· μέγας γὰρ ποταμός ἐστιν. Πλησίον δὲ τῶν Ἀρκάδων ἡ τῶν Ἀργείων ἐ‐ στὶν ἄροσις, ἤγουν ἡ χώρα ἣν γεωργοῦσι, καὶ ἡ γῆ τῶν
25Λακώνων, ἡ μὲν τῶν Ἀργείων ἐπὶ τὴν ἀνατολὴν, ἡ δὲ Λακωνικὴ ἐπὶ τὸν νότον ὁρῶσα. Περὶ δὲ τὰ στενὰ τοῦ Ἰσθμοῦ δύο θάλασσαι κτυποῦσιν ἥ τε Κο‐ ρινθία καὶ ἡ Σαρωνικὴ, καὶ ἡ μὲν Κορινθία ἐξ ἐναντίας τῆς Ἐφύρης, ὃ ἔστι τῆς Κορίνθου πόλεως πρὸς δύσιν
30ἐστὶν, ἀπὸ τοῦ Ἀδριατικοῦ πελάγους, ἡ δὲ Σαρωνικὴ πρὸς ἀνατολάς ἐστι συρομένη.

423-428

Ἔμπροσθεν δὲ τοῦ Ἰσθμοῦ ὡς πρὸς ἀνατο‐ λὰς ἡ Ἀττικὴ γῆ ἐστιν, ὃ ἔστιν αἱ Ἀθῆναι· ἀνὰ μέσον δὲ τῶνδε κατέρχεται ὁ θεῖος ποταμὸς Ἰλισσὸς, ὅπου καὶ ὁ Βορρᾶς ποτε ὁ τῆς Θρᾴκης βασιλεὺς ἥρπασε τὴν
5Ὠρείθυιαν. Ἐπὶ ταύτῃ δὲ τῇ Ἀττικῇ ἡ τῶν Βοιω‐ τῶν χώρα ἐστὶ καὶ τῶν Λοκρῶν ἠροτριασμένη γῆ. Μετὰ τοὺς Βοιωτοὺς δὲ καὶ τοὺς Λοκροὺς ἡ Θεσσαλία καὶ αἱ πόλεις τῆς Μακεδονίας εἰσίν. Ἐπὶ ταύταις δὲ πάλιν φαίνονται αἱ κορυφαὶ τοῦ χιονώδους Αἵμου τοῦ
10Θρᾳκικοῦ ὄρους.

429-436

Ἐξεναντίας δὲ τούτου πρὸς ζεφύρου πνοὴν ἡ ἀπλήρωτος γῆ τῆς Δωδώνης ἐκτέταται. Ὑπεράνω δὲ ταύτης τῆς Δωδώνης πρὸς νότον ἡ μεγάλη τῶν Αἰ‐ τωλῶν ἀνδρῶν χώρα ἐστὶν ὑπὸ τοῦ ὑψηλοῦ ὄρους Ἀρα‐
5κύνθου. Διὰ μέσης δὲ τῆς Αἰτωλίας σύρεται ὁ Ἀχε‐ λώϊος ποταμὸς, ὁ λαμπρὰ συστρέμματα ἔχων, ἐκβάλ‐ λει δὲ εἰς τὸ Σικελικὸν πέλαγος διὰ μέσων τῶν νήσων ἃς Ἐχινάδας καλοῦσιν· ἐφ’ ὧν αἱ τῶν γειτνιαζόντων Κεφαλλήνων πόλεις ἐπακολουθοῦσιν.

437-446

Ἐπὶ τούτῳ δὲ τῷ πεδίῳ, τῆς Αἰτωλίας δη‐ λονότι, πρός τε τὴν ἀνατολὴν καὶ τὴν ἠῶ, ἤγουν τὸν ἀνίσχοντα ἥλιον, ἡ Φωκὶς χώρα ἐστὶ, συρομένη ἢ ἀποκλίνουσα ἐπὶ βορρᾶν κατὰ τὸ στόμα καὶ τὰ στενὰ
5τῶν Θερμοπυλῶν, ὑπὸ τῇ ἐξοχῇ τοῦ χιονώδους ὄρους
Παρνασοῦ. Διὰ δὲ τῆς Φωκίδος μέσον τὸ μέγα ῥεῦμα τοῦ Κηφισσοῦ ποταμοῦ κατερχόμενον ἦχον ἀποτελεῖ. Παρὰ τῷ Κηφισσῷ ποταμῷ ἡ τεθυμιαμένη καὶ καλῆ γῆ τῆς Πυθῶνος πόλεώς ἐστιν, ὅπου ἡ περιπλοκὴ τῆςColumn end
10Δελφίνης δράκοντος περὶ τοῦ θεοῦ τοῦ Ἀπόλλωνος τρί‐ ποδι κέκλιται, ὃ ἔστι περὶ τοῦ μαντικοῦ θεοῦ ἐν τῷ ἐπιθυμητῷ ναῷ περιέχεται, ὁλκὸς πολλοῖς καταστίγ‐ μασι πεπυκνωμένος. Ὅπου πολλάκις αὐτὸς ὁ Ἀπόλ‐ λων ἢ ἀπὸ τῆς Μιλήτου ἢ ἀπὸ τῆς Κλάρου ἄρτι ἀνα‐
15βὰς, ἤτοι ἐλθὼν, τὸ ἅμμα, τουτέστι τὸν δεσμὸν ἢ τὴν νευρὰν, τῆς χρυσῆς φαρέτρης ἀναλύει.

447-449

Ἀλλ’ οὗτος μὲν ὁ Ἀπόλλων ἵλεως ἔστω· σὺ δὲ, ὦ Μοῦσα, Διὸς καὶ Μνημοσύνης θύγατερ, πασῶν τῶν νήσων, αἵτινες ἐν τῷ πόντῳ ἄλλη ἀλλαχόσε ἐστραμ‐ μέναι ὑπάρχουσι, τὰ ὀνόματα ἐμοὶ καὶ τὴν θέσιν εἰπέ.

450-456

Κατὰ μὲν τὸ μέσον τοῦ πορθμοῦ τῶν Ἡρακλείων στηλῶν τὰ Γάδειρα, ἡ ἐσχάτη τῆς οἰκουμέ‐ νης νῆσος, τοῖς ἀνθρώποις φαίνεται, καὶ πόλις ἐπὶ τῆς περιρρεομένης ἐκείνης νήσου ἐπὶ τοῖς τέρμασι τοῦ
5ὠκεανοῦ. Ἐκεῖ ἐν τοῖς Γαδείροις τῶν Φοινίκων ἀν‐ δρῶν γένος κατοικεῖ, τοῦ μεγάλου Διὸς υἱὸν Ἡρακλῆ τιμῶντες. Καὶ ταύτην μὲν τὴν νῆσον παρὰ τῶν ἐκεῖ πρότερον κατοικούντων ἀνθρώπων Κοτίνουσαν καλουμένην ὕστερον Γάδειρα οἱ Φοίνικες ἐκάλεσαν.

457-460

Αἱ δὲ Γυμνήσιαι νῆσοι ἐφεξῆς εἰσι. Πλη‐ σίον δὲ αὐτῶν ἐστιν ἡ Βοῦσος, καὶ ἡ εὐρυτάτη, ἤγουν ἡ πλατεῖα ἢ μεγίστη Σαρδὼ, καὶ ἡ ἐπέραστος καὶ καλὴ νῆσος Κύρνος τῇ θαλάσσῃ περιεχομένη, ἥντινα
5καὶ Κορσίδα διὰ τὸ πολλὰς ἐξοχὰς ἔχειν ὀρῶν οἱ κα‐ τοικοῦντες ἄνδρες καλοῦσι· κατάσκιος δὲ καὶ πολύϋλος ὑπάρχει τοσοῦτον, ὅσον οὐδεμία τῶν ἄλλων νήσων.

461-467

Μετὰ ταύτην δὲ αἱ τοῦ Αἰόλου τοῦ Ἱππό‐ του υἱοῦ, τοῦ φιλοξένου βασιλέως, νῆσοί εἰσιν ἐν τῇ θαλάσσῃ πανταχοῦ περίδρομοι· ὅστις Ἱπποτάδης Αἴο‐ λος θεῖα, ἤγουν θαυμαστὰ, δῶρα πάντας ὑπὲρ τοὺς
5ἀνθρώπους ἔλαβε, τὴν βασιλείαν καὶ ἐξουσίαν τῶν ἀνέμων, τῶν τε ταρασσομένων ἢ πνεόντων καὶ τῶν ἱσταμένων ἤτοι ἡσυχαζόντων. Ἑπτὰ δέ εἰσιν αὗται αἱ νῆσοι, ὑπὸ τῶν ἀνθρώπων Πλωταὶ καλούμεναι, διότι μέσον ἔχουσιν οἱονεὶ μεταξὺ ἀλλήλων περικυκλούμενον
10διάπλουν ἢ περίπλουν.

468-476

Ἐπὶ ταύταις δὲ ταῖς Αἰόλου νήσοις ἡ Τρινα‐ κία, τουτέστιν ἡ Σικελία, νῆσος ὑπὲρ τὴν Ἰταλίαν ἐκτέτα‐ ται ἐπὶ τρισὶ πλευραῖς ἑστηκυῖα. Ἄκρα δὲ αὐτῆς ἥ τε Πάχυνος καὶ ἡ Πελωρὶς καὶ ἡ Λιλύβη· ἀλλ’ ἡ μὲν Λιλύβη
5πρὸς τὴν ὁρμὴν ἢ πνοὴν τοῦ ζεφύρου κεῖται, ἡ δὲ Πάχυ‐ νος πρὸς ἀνατολὰς, ἡ δὲ ἀνεμώδης Πελωρὶς πρὸς βορρᾶν ἢ τὰ ἀρκτῶα μέρη, ἐπὶ τὴν Αὐσονίων γῆν ἢ τὴν Ἰτα‐ λίαν ὁρῶσα. Καὶ μὲν πρὸς βορρᾶν ταύτης τῆς Σικε‐ λίας ὁδὸς ὀλεθρία καὶ ἐλεεινή ἐστι τοῖς ναύταις, στενὴ
10καὶ σκολιὰ καὶ ἄβατος ἢ χαλεπή· ὅπου ἡ θάλασσα συρο‐ μένη ταῖς μακρὰν ἐκκειμέναις πέτραις περιηχεῖται, τουτέστι τὰ κύματα προσπελάζει καὶ προσκρούει, τμηθεῖσα τῇ τριαίνῃ τοῦ Ποσειδῶνος, ὃς ἐν Ἀονίᾳ τῆς
Βοιωτίας ἐτιμᾶτο.415

477-480

Πρὸς δὲ τὸν νότον ὑπὲρ τοῦ Σικελικοῦ πορθμοῦ ἐστιν ἡ Λιβυκὴ θάλασσα καὶ ἡ ἀρχὴ τῆς ἑτέρας, ἤγουν τῆς μείζονος Σύρτιδος. Ἐὰν δὲ ἐπὶ τὰ ἔμπροσθεν περάσῃς, καὶ τὴν ἑτέραν τὴν μικρὰν δυτι‐
5κωτέραν οὖσαν κατόψει· ἧστινος ἔμπροσθέν εἰσι δύο νησίδια, ἥ τε Μῆνιγξ καὶ τὰ Κέρκινα, ὑπὸ τῆς Λι‐ βύης τὸν ὅρμον, ἤγουν τὸν λιμένα καὶ τὴν πορείαν, ἔχουσαι.

481-491

Ἀλλ’ ὁπότε μετὰ νηὸς ἐπὶ τὴν Ἰαπυγίαν γῆν περὶ τὸν ἀριστερὸν πόρον τοῦ Ἀδριατικοῦ πελάγους ὁδεύσῃς, παρευθὺς εὑρήσεις τὴν τοῦ ἰσχυροτάτου Διο‐ μήδους νῆσον, ὅπου ὁ ἡμίθεος ἐκεῖνος ἀνὴρ, τῆς Ἀφρο‐
5δίτης αὐτῷ ὀργισθείσης, παρεγένετο, ὁπότε ταῖς βου‐ λαῖς τῆς κακὰ καὶ ὀλέθρια εἰς αὐτὸν φρονούσης γυναι‐ κὸς αὐτοῦ Αἰγιαλείας ἐπὶ τὸ ἔθνος τῶν πολυλιτανεύτων Ἰβήρων ἀπῆλθεν. Ὃς δὲ ἀπλήρωτος καὶ ἐπιμήκης ὁλκὸς ἢ τὸ πλῆθος τῶν Ἀψυρτίδων νήσων ἐφεξῆς πο‐
10ρευομένῳ πρὸς ἀνατολὰς τοῦ ἡλίου μετὰ τὴν τοῦ Διο‐ μήδους νῆσον ἀναφαίνεται, ἅστινάς ποτε οἱ υἱοὶ ἢ τὸ γένος τῶν Κόλχων ἐπέδραμον, ὃ ἔστι κατέλαβον, ἡνίκα τῆς πλανηθείσης Αἰήτου θυγατρὸς Μηδείας τὰ ἴχνη ψηλαφῶντες ἐμόγησαν ἢ ἐκακοπάθησαν. Ἐφεξῆς δὲ
15ἐπὶ ταύταις αἱ Λιβυρνίδες νῆσοι ἐρριζωμέναι εἰσί.

492-497

Πρὸς δὲ τὸν νότον πορευομένῃ νηῒ, ἤγουν μετὰ νηὸς πορευομένῳ, μετὰ τὰ Κεραύνια ὄρη ἐξ ἐναντίας τῶν Ἀμβρακίων νῆσοι φαίνονται, ἥ τε λιπαρὰ ἢ πολυφόρος Κέρκυρα, ἡ καὶ Φαιακία λεγομένη, ἡ
5προσφιλεστάτη τοῦ Ἀλκινόου χώρα. Ἐπὶ ταύτης δὲ καὶ τὸ τῆς Νηρικίης Ἰθάκης ἔδαφος, ἤγουν ἡ Ἰθάκη νῆσος, ἡ ὑπὸ τὸ Νηρίτιον ὄρος, καὶ τῶν ἄλλων, δη‐ λονότι τῶν Ἐχινάδων, νήσων ἡ γῆ, ὁπόσας ὁ Ἀχελῷος ποταμὸς ταῖς λαμπροτάταις συστροφαῖς περιρρεῖ,
10ἀπὸ τῆς Χαλκίδος πόλεως τῆς Αἰτωλίας κατερχόμε‐ νος.

498-512

Πολλαὶ δὲ νῆσοι πρὸς τὰ βόρεια μέρη τοῦ Ἀμνισοῦ, ποταμοῦ τῆς Κρήτης, φαίνονται, τά τε Αἴγυλα, τὰ Κύθηρα καὶ ἡ τραχεῖα Καλαύρια. Ἐπὶ δὲ τὸ ἕτερον μέρος ἐξ ἀνατολῶν πρὸς δυσμὰς ἡ
5Κάρπαθός ἐστιν. Ἐγγὺς δὲ αὐτῆς ἡ τιμία Κρήτη, ἡ τροφὸς τοῦ μεγάλου Διὸς, νῆσος μεγάλη καὶ λιπαρὰ καὶ εὔτροφος· ἐν ᾗτινι ἡ Ἴδη ὄρος, Ἴδη δρυσὶ θάλ‐ λουσα καλλιφύλλοις, ἤτοι ὑψηλαῖς καὶ καλλίσταις. Καὶ ταύτης τὸ μέγεθος περισσὸν καὶ ἐξαίρετον ἢ διά‐
10δηλον μᾶλλον καὶ φανερόν. Ἐξ ἐναντίας δὲ τῆς Αἰ‐ γυπτιακῆς παραλίας ἡ Ῥόδος ἐστὶν, ὑπὸ Ἰηλυσίων ἀνδρῶν κατοικουμένη. Μετὰ ταύτην δὲ πρὸς τὴν ἀνατολὴν αἱ Χελιδόνιαι νῆσοι ἕπονται τρεῖς οὖσαι, ἔνδοθεν τῆς μεγάλης ἄκρας τῶν Πατάρων. Ἡ δὲ
15Κύπρος πρὸς τὰς ἀνατολὰς ἐν τῷ Παμφυλίῳ κόλπῳ κεῖται, ἡ ἐπιθυμητὴ καὶ καλὴ χώρα τῆς Ἀφροδίτης, θυγατρὸς τῆς Διώνης. Ἐγγὺς δὲ τῆς Φοινίκης ἐν μεγάλῳ κόλπῳ, τῷ Ἰσσικῷ δηλονότι, ἡ Ἄραδος νῆσος κεῖται. Ἔμπροσθεν δὲ τοῦ Σουνίου, ἀκρωτηρίου τῆς
20Ἀττικῆς, ὑπεράνω τῆς Εὐβοίας τῆς ὑπὸ Ἀβάντων οἰ‐ κουμένης, φαίνονται ἡ Σαλαμὶς καὶ ἡ πόλις τῆς Αἰγί‐ νης νήσου.Column end

513-516

Θαυμαστὸς δέ τις πόρος ἐστὶν ὁ τοῦ Αἰγαίου πελάγους ὁ βαθὺς, ὁ περιέχων ἐντὸς αὐτοῦ ἐξ ἑκατέρων τῶν μερῶν ἄπειρον πλῆθος νήσων στιχηδὸν ἢ κατὰ τάξιν κειμένων, ἐπὶ τὸ στενὸν ὕδωρ τοῦ Ἑλλησπόντου,
5ἤγουν ἐπὶ τοσοῦτον, ἐφ’ ὅσον ἐστὶν ὁ στενὸς αὐλὸς τῆς θαλάσσης ὁ ἀπὸ τῆς Τενέδου ἕως τῆς Προικοννήσου, τῆς Ἕλλης τῆς Ἀθάμαντος θυγατρὸς ἐπώνυμος· ὅπου ἥ τε Σηστὸς καὶ ἡ Ἄβυδος ἐξ ἐναντίας ἀλλήλων τὸν λιμένα ἢ τὸν ὅρμον ἔχουσαι κεῖνται, ἡ μὲν Σηστὸς τῆς
10Εὐρώπης, ἡ δὲ Ἄβυδος τῆς Ἀσίας.

517-524

Τούτων δὲ τῶν νήσων τοῦ Αἰγαίου πελά‐ γους αἱ μὲν τῆς Εὐρώπης ἐπὶ τὰ ἀριστερὰ κεῖνται τῷ εἰσπλέοντι, οἱ δὲ τῆς Ἀσίας ἐπὶ τὰ δεξιὰ κατὰ τὸ μῆ‐ κος ἐκτεινόμεναι ἀπὸ τῆς μεσημβρίας πρὸς ἄρκτους ἢ
5τὸν ἀρκτῶον βορέαν. Καὶ ἐπὶ τῆς Εὐρώπης μέν ἐ‐ στιν ἡ Εὔβοια, Μάκρις διὰ τὰ μακρὸν σχῆμα λεγομένη, ἣν οἱ Ἄβαντες κατοικοῦσι, καὶ ἡ Σκῦρος ἀνέμους βιαίους ἔχουσα, καὶ ἡ ὑψηλὴ Πεπάρηθος· ὅπου ὑπάρχει καὶ ἡ Λῆμνος, τὸ τραχὺ πέδον, ἤγουν ἡ τραχεῖα νῆ‐
10σος, τοῦ Ἡφαίστου, καὶ ἡ ἀρχαία Θάσος, Δημήτερος ἀκτὴ, τουτέστι πυροφόρος χώρα, καὶ Ἴμβρος καὶ ἡ Σαμοθρᾴκη, ἡ πόλις τῶν Κορυβάντων τὰ μυστήρια ἐν αὐτῇ τελούντων.

525-532

Αἱ δὲ τὴν πρώτην μοῖραν ἢ τάξιν τῆς Ἀσίας λαχοῦσαι νῆσοι αὗταί εἰσιν, αἳ κύκλῳ τὴν Δῆ‐ λον περιέχουσι, καὶ Κυκλάδες ἐκ τούτου ὀνομάζονται. Χαριστήρια δὲ τῷ Ἀπόλλωνι καὶ χοροὺς ἅπασαι αἱ
5νῆσοι ἄγουσι, τὴν Δῆλον τοῦ Ἀπόλλωνος κυκλοῦσαι, τοῦ καλοῦ καὶ ἐπιθυμητοῦ ἔαρος νεωστὶ ἀρχομένου, ἡνίκα ἡ ἡδύφωνος ἀηδὼν χωρὶς καὶ ἄπωθεν τῶν ἀν‐ θρώπων γεννᾷ ἢ νεοττεύει. Αἱ δὲ Σποράδες νῆσοι ἐφεξῆς μετὰ τὰς Κυκλάδας πανταχοῦ ἐν τῷ πόντῳ
10λάμπουσιν, ὥσπερ τὰ ἄστρα διὰ ἀνεφέλου καὶ καθα‐ ροῦ ἀέρος φαίνονται, τοῦ ταχυτάτου βορρᾶ τὰ ὑγρὰ νέφη βιασαμένου ἢ διασκεδάσαντος.

533-540

Ἐπὶ ταύταις δέ εἰσιν αἱ Ἰωνίδες νῆσοι, ὅπου ἡ Καῦνος, καὶ ἡ καλὴ καὶ ἐπιθυμητὴ Σάμος, τὸ ἔδαφος τῆς ἐν Πελασγίᾳ τιμωμένης Ἥρας, καὶ ἡ Χίος ὑπὸ τὴν πέζαν τοῦ ὑψηλοῦ Πεληναίου ὄρους.
5Λέγει δὲ πρὸς τὸ Πεληναῖον ὄρος εἶναι τὴν Χίον, οὐ τὴν νῆσον, ἀλλὰ τὴν πόλιν. Ἐκεῖθεν δὲ τὰ ὄρη τῶν Αἰολίδων νήσων φαίνεται, τῆς τε μεγάλης ἢ πλατεῖαν χώραν ἐχούσης Λέσβου καὶ τῆς ἐπιθυμητῆς Τενέδου. Κἀκεῖθεν περὶ τὴν Τένεδον νῆσον ὁ Μέλας καλούμενος
10κόλπος τὸν Ἑλλήσποντον ἐπέρχεται τὸν ἀφρὸν ἀποπέ‐ μπων, τῷ δὲ κατὰ πολὺ ἐπὶ τὸν βορρᾶν πορευομένῳ τὸ αὔξημα ἢ τὸ φύσημα τῆς Προποντίδος θαλάσσης ἔνθα κἀκεῖσε παρατέταται.

541-549

Ὑπὲρ δὲ τὸν ἀριστερὸν πόρον, ἤγουν πρὸς τὰ ἀριστερὰ μέρη, τοῦ Εὐξείνου πόντου ἐξ ἐναντίας τοῦ Βορυσθένους ποταμοῦ μεγαλώνυμος καὶ ἔνδοξός τις νῆ‐
σος τῶν ἡμιθέων ἀνδρῶν κεῖται, Λευκὴν δὲ τὸ ἐπίκλην416
5αὐτὴν λέγουσι, διότι τὰ ἐν αὐτῇ θηρία ἢ ὄρνεα λευκὰ ὑπάρχουσιν. Ἐκεῖσε λέγουσι τὰς καὶ τοῦ Ἀχιλλέως καὶ τῶν ἄλλων ἡμιθέων ψυχὰς κατὰ τοὺς ἐρήμους καὶ συμφύτους τόπους ἀναστρέφεσθαι. Τοῦτο δὲ τὸ δῶ‐ ρον παρὰ τοῦ Διὸς ταῖς ἀρίσταις ψυχαῖς ἀντὶ τῆς ἀρε‐
10τῆς ἐπακολουθεῖ· ἀφθάρτου γὰρ ἡ ἀρετὴ τιμῆς καὶ ἀκηράτου ἔτυχεν.

550-554

Ἄλλη δὲ νῆσος ἄπειρος καὶ μεγάλη ὑπάρ‐ χει ἰθύνοντί σοι καὶ ἐπ’ εὐθείας ὁρμῶντι ἐπὶ τὸν Κιμ‐ μέριον Βόσπορον, ἥτις δὴ ἔσωθεν τῆς Μαιώτιδος λίμ‐ νης κατὰ τὸ δεξιὸν μέρος ἐστηριγμένη ἐστίν· ἐφ’ ἧστινος
5λίμνης ἥ τε Φαναγόρη καὶ ἡ καλῶς ἐκτισμένη Ἑρμώ‐ νασσα, ὅπου καὶ ἀπὸ τῆς Ἰωνίδος γῆς ἀπόγονοι κα‐ τοικοῦσιν. Αὗται μὲν ἐπίσημοι καὶ μεγαλόδοξοι παρὰ τοῖς ἀνθρώποις νῆσοι ἐν τῇ καθ’ ἡμᾶς θαλάσσῃ ὑπάρ‐ χουσιν.

555-564

Ἕτεραι δὲ πάλιν ἐν τῷ ὠκεανῷ κεῖνται, τῷ ῥῷ, ἤγουν τοῖς κύμασιν, αὐτοῦ κύκλῳ περιεχόμεναι· ὧντινων ἐγὼ τὴν εὔδηλον καὶ φανερὰν θέσιν λέξαιμι, καὶ ὁποίῳ ἀνέμῳ παράκειται ἑκάστη αὐτῶν. Περὶ
5μὲν τὴν βοοτρόφον Ἐρύθειαν καὶ τὸ ῥεῦμα τοῦ Ἀτλαν‐ τικοῦ πελάγους κατοικοῦσιν οἱ θεοειδεῖς διὰ τὸ κάλλος καὶ ἀρετὴν Αἰθίοπες, τῶν μακροβίων ἄψογοι υἱοὶ καὶ ἀπόγονοι, οἵτινες μετὰ τὸν θάνατον τοῦ αὐθάδους ἢ ὑπερ‐ ηφάνου, ὡς τῇ ἀνδρίᾳ ὑπερέχοντος, Γηρύονος ἐκεῖσε
10ᾤκησαν. Ὑπὸ δὲ τὴν ἱερὰν ἄκραν, ἥντινα λέγουσι τῆς Εὐρώπης εἶναι ἀρχὴν, καὶ τὰς Ἑσπερίδας νήσους, ὅπου ὁ κασσίτερος γεννᾶται, τὸ ἔθνος τῶν λαμπροτά‐ των Ἰβήρων κατοικεῖ.

565-569

Ἐπὶ δὲ τὰ βόρεια μέρη τοῦ ὠκεανοῦ ἄλλαι δύο νῆσοί εἰσι Βρετανικαὶ ἐξ ἐναντίας τοῦ Ῥήνου πο‐ ταμοῦ· ἐκεῖσε γὰρ ὁ Ῥῆνος τὴν ἐσχάτην αὐτοῦ συσ‐ τροφὴν τῶν ὑδάτων εἰς τὴν θάλασσαν ἀπερεύγεται.
5Τούτων δὲ τῶν νήσων τὸ μέγεθος ἄπειρον, καὶ οὐδε‐ μία ἄλλη ἐν πάσαις ταῖς νήσοις τῷ μεγέθει ἐξισάζεται ταῖς Βρεταννικαῖς.

570-579

Πλησίον δὲ τῶν λεγομένων Κασσιτερίδων ἄλλος ἐστὶ πόρος μικρῶν νησίων, ὅπου αἱ γυναῖκες τῶν Ἀμνιτῶν ἀντιπέραν, ὃ ἔστιν ἐξ ἐναντίας, διεγει‐ ρόμεναι τὰ ἱερὰ τῷ Διονύσῳ κατὰ τὸν νόμον τελοῦσι
5τοῖς κορύμβοις τοῦ μελαμφύλλου κισσοῦ, ἤγουν τοῖς κλάδοις τοῖς βοτρυώδεις καρποὺς ἔχουσι, νυκτεριναὶ ἢ νύκτωρ στεψάμεναι· ἠχὴ δὲ κτυπώδης τῶν τε τυμπά‐ νων καὶ τῶν κυμβάλων διεγείρεται. Οὐδαμῶς γὰρ οὕτως ἐπὶ τοῖς αἰγιαλοῖς τῆς Θρᾳκικῆς Ἀψύνθου οἱ
10Βιστονίδες, τουτέστιν οἱ Θρᾷκες, τὸν ἐρίβρομον Εἰραφιώτην, τουτέστι τὸν Βάκχον τὸν ῥαφθέντα ποτὲ ἐν τῷ τοῦ Διὸς μηρῷ, ἢ ἀπὸ πόλεως Εἰραφίας καλουμένης οὕτως λεγόμενον καλοῦσιν, ἐν τοῖς μυ‐ στηρίοις αὐτοῦ μέγαν ἦχον διεγείροντες· οὐδὲ οὕτω
15σὺν τοῖς παισὶν αὐτῶν κατὰ τὸν Γάγγην ποταμὸν τὸν μελαίνας στροφὰς ἔχοντα τῷ μεγαλοήχῳ Διονύσῳ οἱ Ἰνδοὶ τὸν κῶμον ἄγουσιν, ὡς κατὰ ταύτην τὴν χώ‐
ραν αἱ γυναῖκες τῶν Ἀμνιτῶν τὸ εὐοῖ Βάκχε, τουτέστι τὸν ὕμνον τὸν εἰς τὰ Διονύσια τελούμενον, λέγουσιν.Column end

580-588

Πολλὴν δὲ ὁδὸν τοῦ ὠκεανοῦ ἐπὶ τὰ ἔμπρο‐ σθεν βόρεια μέρη ὑπὲρ τῶν Βρετανικῶν νήσων διελθὼν ἐπὶ τὴν Θούλην νῆσον τῇ καλῶς ἐργασθείσῃ νηῒ δια‐ περάσαις. Ἐκεῖσε μὲν τοῦ ἡλίου πρὸς τὰ ἀρκτῶα
5μέρη τοῦ κόσμου, ἤγουν ἐπὶ τὸν ἀρκτῶον πόλον, βεβη‐ κότος, διὰ τὸ ἐπίμηκες τῶν ἡμερῶν τάς τε ἡμέρας καὶ νύκτας τὸ ἀειλαμπὲς αὐτοῦ φῶς ἐκκέχυται. Τηνι‐ καῦτα γὰρ λοξότερος ὁ ἥλιος φέρεται καὶ τὸν ὁρίζοντα ἐκκλινόμενος, κατὰ εὐθεῖαν τῶν ἀκτίνων αὐτοῦ ἐρχο‐
10μένων· μυλοειδῶς γὰρ αὐτὴν περιστρέφεται καὶ εἰς αὐτὴν ἐφορᾷ καθ’ ὅλον τὸν κύκλον, ἕως ὅτου πάλιν ἔλθῃ ἐπὶ τοὺς τὰ νότια μέρη, ἤγουν τὸ ἀντικείμενον νότιον ἡμικύκλιον, κατοικοῦντας Ἰνδοὺς καὶ Αἰθίο‐ πας.

587-605

Ἀλλ’ ὅταν τοῦ Σκυθικοῦ ἢ βορείου ὠκεανοῦ βαθὺ ῥεῦμα τῇ νηῒ περάσῃς, εἰς τοὔμπροσθεν δὲ ἐπὶ τὸ ἑῷον πέλαγος κάμψῃς, ἐπὶ τὴν Χρυσῆν νῆσόν σε ὁ πλοῦς ἄγει. Ἐκεῖ δὲ ἡ τοῦ καθαροῦ ἡλίου φαίνεται
5ἀνατολή. Ἐκεῖθεν δὲ στραφεὶς ἔμπροσθεν τῆς νοτίας ἄκρας ταχέως ἐπὶ τὴν Ταπροβάνην, μεγάλην νῆσον τῆς Κωλιάδος, ἤτοι τῆς Ἀφροδίτης, παραγενήσῃ, τὴν μητέρα τῶν ἐλεφάντων τῶν ἐξ Ἀσίας τὸ γένος ἐχόν‐ των· ὑπὲρ ἧστινος Ταπροβάνης ἄνωθεν ἐν τῷ ζωδιακῷ
10τοῦ οὐρανοῦ κύκλῳ ὁ διάπυρος καρκίνος ἀναστρέφεται, ὡς ἐπιπολάζοντος τοῦ ἡλίου ἐκεῖ διὰ τὸ μέγεθος αὐτῆς. Καὶ γὰρ πλατεῖά ἐστιν ἡ Ταπροβάνη κατὰ τὸ μέγε‐ θος. Οἱ δὲ περὶ αὐτὴν αἰγιαλοὶ τὰ κήτη ἔχουσι, τὰ βοτὰ, τουτέστι τὰ θρέμματα, τῆς Ἐρυθρᾶς θαλάσσης,
15τοῖς ὑψηλοῖς ἢ τοῖς μεγάλοις ὄρεσιν ἀφομοιούμενα ἢ ἀπεικαζόμενα, κατὰ δὲ τὸν νῶτον αὐτῶν ἡ πολλὴ καὶ ἐπιμήκης τῆς ἀκάνθης περιπλοκὴ τραχύνεται. Τῶν δὲ δυσμενῶν καὶ ἀγρίων ἀνδρῶν παῖδες περὶ τὸν πόντον πλανώμενοι αὐτοῖς ὑπαντήσειαν· οὐδαμῶς γὰρ ἐκφυ‐
20γεῖν ἔνεστι τὸ μέγα χάσμα τῶν στομάτων, πολλάκις δὲ τὰ τέρατα ἐκεῖνα, ἤτοι τὰ Ἐρυθραῖα κήτη, τὴν ναῦν σὺν τοῖς ἀνδράσι τῆς νηὸς ἢ σὺν τοῖς ναύταις καταπί‐ οιεν. Τοῖς γὰρ κακοῖς ὁ θεὸς πανταχοῦ καὶ ἐν τῇ γῇ καὶ ἐν τῇ θαλάσσῃ μυρία κακὰ ἡτοίμασεν.

606-619

Ὑπάρχει δέ σοι ἐπὶ τὰ ἔμπροσθεν μέρη ἔξωθεν τῆς Καρμανίδος ἄκρας ἡ Περσόνησος, Ὤ‐ γυρις καλουμένη, ὅπου ὁ τύμβος ἢ τὸ σῆμα τοῦ Ἐρυ‐ θραίου βασιλέως, ἀφ’ οὗ καὶ Ἐρυθρὰ ἡ ἐκεῖθι θά‐
5λασσα λέγεται. Ἐκ ταύτης δ’ ἂν περάσαις ἐπὶ τὸ στόμα τῆς Περσικῆς θαλάσσης. Ὁρμηθεὶς δὲ πρὸς τὰ βόρεια, εἰς Ἴκαρον πελαγίαν νῆσον παραγενήσῃ, ὅπου τῆς Ταυροπόλου θεοῦ, ἤτοι τῆς Ἀρτέμιδος, βω‐ μοὶ κνισσήεντες πικρὸν καπνὸν τῶν θυσιῶν ἔχουσιν.
10Τοσαύτας μὲν πλατυτέρας ἢ μείζους νήσους ὁ ῥοῦς τοῦ ὠκεανοῦ ἔχει· ἄλλαι δὲ ἄπειροι καὶ ἀναρίθμητοί εἰσιν, αἱ μὲν ἐπὶ ταῖς προχοαῖς τῆς Λιβυκῆς θαλάσσης, αἱ δὲ ἐπὶ τῆς Ἀσίας, αἱ δὲ περὶ τὸ κλίμα τῆς Εὐρώπης, ἄλλαι δὲ ἀλλαχόσε πολλαὶ, αἱ μὲν ὑπ’ ἀνθρώπων κα‐
15τοικούμεναι καὶ ταῖς ναυσὶν λιμένα καλὸν ἔχουσαι, αἱ δὲ κατάκρημνοι καὶ τοῖς ναύταις ἀνεπίβατοι· ὧντινων οὐκ ἔστι μοι εὔκολον τὰ ὀνόματα εἰπεῖν.417

620-626

Τὸ δὲ σχῆμα καὶ ἡ μορφὴ τῆς Ἀσίας ἐστὶν ὁ ῥυσμὸς, τουτέστιν ἡ ἔκτασις καὶ ἡ περιγραφὴ, τῶν ἀμφοτέρων ἠπείρων, τῆς τε Εὐρώπης καὶ Λιβύης, ὅμοιον δέ ἐστι τὸ σχῆμα καὶ παραπλήσιον κώνῳ, ὅπερ
5ἐστὶ σχῆμα στροβιλοειδὲς, κατὰ τὸ ἔτερον μέρος ἢ τὸ ἐναντίον ἑλκόμενον κατὰ μικρὸν, καὶ ἀποξυνόμενον πρὸς τὸ ἔσχατον πέρας τῆς ἀνατολῆς, τῶν ἑτέρων δύο ἠπείρων πρὸς τὴν δύσιν κειμένων· ὅπου καὶ τοῦ ἐν Θήβῃ γεννηθέντος Διονύσου αἱ στῆλαι περὶ τὰ ἔσχατα
10τοῦ ὠκεανοῦ ἵστανται ἐν τοῖς ἐσχάτοις μέρεσι τῶν Ἰνδῶν, ὅπου ὁ Γάγγης τὸ Νυσσαῖον λευκὸν ὕδωρ ἢ τὸ ἀπὸ Νύσσης κατερχόμενον ἐπὶ τὸν πλαταμῶνα κυλίει.

627-635

Ἀλλ’ οὐδαμῶς τοσοῦτον ὑπάρχει τὸ μέγεθος τῆς Ἀσίας γῆς, ὅσον τῆς Λιβύης καὶ Εὐρώπης, οὐδὲ κατὰ τὸ εἶδος ἅπαν ὅμοιον καὶ παραπλήσιον. Καὶ γὰρ ἐν ἐκείναις ταῖς ἠπείροις μία μεγίστη ἡγεμονεύει
5θάλασσα, ἐν δὲ τῇ Ἀσίᾳ πολὺς ὠκεανός· τρεῖς γὰρ κόλπους μεγάλα κύματα ἔχοντας συστρέφων ἐρεύγεται ἢ ἀποτίκτει ἐξ ἑαυτοῦ ἔσωθεν βάλλων εἰς τὴν ἤπειρον τῆς Ἀσίας, τὸν Περσικὸν καὶ τὸν Ἀράβιον καὶ τὸν Ὑρ‐ κάνιον τὸν καὶ Κάσπιον κόλπον τὸν βαθείας συστροφὰς
10ἔχοντα, τοὺς δύο μέν, τουτέστι τὸν Περσικὸν καὶ Ἀρά‐ βιον, πρὸς νότον, τὸν Κάσπιον δὲ ἐς τὸν βορρᾶν ὁρῶντα καὶ ἐς τὸν Λίβα ἄνεμον, γείτονα τοῦ Εὐξείνου πόντου· ὅντινα κόλπον ἄπειρα καὶ ἀναρίθμητα ἔθνη περιοικεῖ.

636-651

Ἀμφοτέρων δὲ τῶν δύο τούτων κόλπων ἄπειρος ἰσθμὸς μέσον διαχωρίζει, ἔνθα κἀκεῖσε εἰς πολλὰ μέρη τοῖς πεδίοις περιτεινόμενος, εἰς τὰ μέσα δὲ ἁπάσης τῆς Ἀσίας ὄρος ἐπιβέβηκεν ἀρξάμενον ἀπὸ
5τῆς Παμφυλίας μέχρι τῶν Ἰνδῶν, ἄλλοτε μὲν λοξὸν καὶ κυρτὸν, ἄλλοτε δὲ ὀρθότερον ἰχνῶν, Ταῦρον δὲ κα‐ λοῦσιν αὐτὸ, διότι ταυροφανές ἐστι καὶ ὀξυκέφαλον, ὥστε λοφοῦσθαι εἰς ὕψος πολυσχιδὲς, ὃ ἔστι εἰς πολλὰ μέρη διασχιζόμενον· εἰς γὰρ τὰς ἐξοχὰς αὐτοῦ κέρατα
10ταύρου μιμεῖται ἔνθα κἀκεῖσε τοῖς ἐκτεταμένοις ὄρεσιν. Ἐξ αὐτοῦ δὲ πολλοὶ καὶ ἄπειροι ποταμοὶ ἠχητικῶς ῥέουσιν, οἱ μὲν πρὸς τὸν βορρᾶν, οἱ δὲ ἐπὶ νότον, οἱ δὲ ἐπὶ τὴν ὁρμὴν τοῦ ζεφύρου. Τίς ἂν πάντων τὰ ὀνό‐ ματα εἴποι, οὐδαμῶς γὰρ μίαν ἐπωνυμίαν ὁ Ταῦρος
15ἔλαχεν, ἀλλ’ ἐν ἑκάστῃ τοῦ τόπου θέσει ἐν ᾧ καὶ ὁρᾶ‐ ται, καὶ ὄνομα ἔχει Ἄτινα ὀνόματα ἐν φροντίδι γέ‐ νοιτο τοῖς ἀνδράσιν, οἵτινες κατὰ χώραν ἑκάστην τὴν οἴκησιν ἔχειν κεκλήρωνται ὁμούριον ἢ αὐτῶν πλησιόχωρον. Ἀρτίως δὲ διέλθω καὶ περιγένωμαι
20λέξων πάντα τὰ ἔθνη, ὅσα διάδηλα καὶ ἐπίσημα τὴν Ἀσίαν οἰκεῖ, αἱ δὲ Μοῦσαι τὴν εὐθεῖαν ὁδὸν καὶ μὴ διεσπαρμένην φέροιεν.

652-662

Πλησίον μὲν οὖν τῆς Μαιώτιδος λίμνης αὐτοὶ οἱ Μαιῶται οἰκοῦσι, καὶ τὸ γένος τοῦ πολεμικω‐ τάτου Ἄρεος, τὰ ἔθνη τῶν ἀγαυῶν Σαυροματῶν· καὶ γὰρ ἐξ ἐκείνης τῆς συνουσίας τὴν γένεσιν ἕλκουσι τῶν
5Ἀμαζόνων, ἥντινά ποτε ἐμίγησαν τοῖς Σαυομάταις, πόρρω τῆς οἰκείας πατρίδος καὶ τοῦ Θερμώδοντος πο‐ ταμοῦ πλανηθεῖσαι, ὁπόταν καθ’ Ἑλλάδος ἐστρατοπέ‐ δευσαν, ἢ φεύγουσαι τὸν Ἡρακλέα. Τούτου χάριν καὶ μεγαλόψυχοι παῖδες καὶ ἰσχυροὶ ἐξ αὐτῶν ἐγεννή‐Column end
10θησαν, ἐπὶ τὴν ἄπειρον κατοικοῦντες καὶ ὑλώδη γῆν, ἧστινος ἐπὶ μέσον ὁ Τάναϊς ποταμὸς συρόμενος εἰς τὴν μυχὸν ἢ τὸ μέσον τῆς Μαιώτιδος λίμνης ἐκβάλλει, ὅστις καὶ τὴν Εὐρώπην ἀπὸ τῆς Ἀσίας διαχωρίζει, ἐπὶ τὴν δύσιν μὲν τὴν Εὐρώπην, ἐπὶ δὲ τὰς αὐγὰς,
15ἤτοι τὴν ἀνατολὴν, τὴν τῆς Ἀσίας ἤπειρον.

663-679

Τούτου δὲ τοῦ Τανάϊδος αἱ μὲν πηγαὶ ἐν τοῖς Καυκασίοις πόρρωθεν ἀναβράζονται, ἤτοι ἀνα‐ πέμπονται, οὗτος δὲ ἔνθα κἀκεῖσε ἐπὶ τὰ Σκυθικὰ ὁρμῶν ἐπιτρέχει πεδία. Τούτου δὲ κυμαίνοντος ἀπὸ
5τοῦ βορρᾶ, ἄπειρον καὶ πολὺν προσβλέψειας ἀπὸ τοῦ κρύους παγέντα. Σχετλιασμοῦ δὲ ἄρα ἐκεῖνοι οἱ ἄν‐ δρες ἄξιοι, οἵτινες περὶ τὸν ποταμὸν ἐκεῖνον τὴν οἴκη‐ σιν αὑτῶν ἔχουσιν· ἀεὶ γὰρ ἐν αὐτοῖς ψυχρά ἐστι χιὼν καὶ ὁ δύσπνοος κρυμός. Καὶ δὴ ὁπόταν ἐκ τῶν ἀνέ‐
10μων πολὺ ψύχος ἐπέλθῃ, ἢ ἵππους ἐκπνέοντας τοῖς ὀφθαλμοῖς ὁρῶσιν αὐτῶν, ἢ ἡμιόνους, ἢ τὸ γένος τῶν ἐν ἀγρῷ αὐλιζομένων προβάτων. Οὐδαμῶς δὲ οὐδ’ αὐτοὶ σῶοι οἱ ἄνδρες ὑπάρχουσιν, οἵτινες ὑπὸ τῆς πνοῆς ἢ φορᾶς τῶν ἀνέμων ἐκείνων μένουσιν, ἀλλ’
15ἁμάξας ὑποζεύξαντες εἰς ἑτέραν χώραν ἐκκλίνουσι καὶ φεύγουσι, καταλείπουσι δὲ τοῖς χειμερίοις ἀνέμοις ἐκείνην τὴν γῆν, οἵτινες σὸν κακαῖς συστροφαῖς ὁρμώ‐ μενοι τήν τε γῆν ἅπασαν ἐκείνην καὶ τὰ πευκόεντα ὄρη συγκλονοῦσι. Τοσοῦτοι μὲν περὶ τὸν Τάναϊν πο‐
20ταμὸν κατοικοῦσιν.

680-694

Οἱ δὲ Σινδοὶ καὶ οἱ Κιμμέριοι πυκνοὶ καὶ συνεχεῖς ὄντες τοὺς Σαυρομάτας ἐπέχουσιν, οἵ τε πλη‐ σίον τοῦ Εὐξείνου ὄντες Κερκέτιοί τε καὶ Ὀρέται καὶ οἱ ἰσχυρότατοι Ἕλληνες, οὕστινάς ποτε ἀπὸ τοῦ Ξάν‐
5θου καὶ τοῦ Σιμόεντος ποταμοῦ τοῦ ἐξ Ἴδης ῥέοντος αἱ τοῦ ζεφύρου καὶ νότου πνοαὶ ἀπεχώρισαν τῷ πολε‐ μικωτάτῳ Ἀγαμέμνονι καὶ Μενελάῳ ἐπὶ τὸν κατὰ τῆς Τροίας πόλεμον ἀκολουθήσαντας. Ἐπὶ τούτοις δὲ κατοικοῦσι πλησιόχωρον γῆν ἔχοντες ἔκγονοι ὄντες τῶν
10Πελασγῶν οἵ τε Ἡνίοχοι καὶ οἱ Ζύγιοι. Περὶ δὲ τὸ ἐνδότατον τοῦ Εὐξείνου πόντου μετὰ τὴν Διοσκουριάδα γῆν Κόλχοι, οἱ τῶν Αἰγυπτίων ἀπόγονοι, μέτοικοι ὄν‐ τες, κατοικοῦσι, πλησίον τοῦ Καυκάσου ὄρους ὑπάρ‐ χοντες, ὅστις Καύκασος περὶ τὸν Ὑρκάνιον πόντον
15τοῖς ὑψηλοῖς ὄρεσιν αὔξεται· ὅπου ὁ Φᾶσις ποταμὸς κατὰ τὸν νῶτον τοῦ Κιρκαίου πεδίου συστρεφόμενος εἰς τὸν Εὔξεινον πόντον τὸ ἀχνῶδες καὶ χορτῶδες αὐτοῦ ἀπερεύγεται, ἀπὸ Ἀρμενίου ὄρους ἀρξάμενος.

695-705

Πρὸς δὲ τὴν ἀνατολὴν τούτου καὶ τὸν βορ‐ ρᾶν ὁ ἰσθμὸς τῆς Κασπίας θαλάσσης καὶ τοῦ Εὐξείνου ἐπίκειται. Ἐπὶ δὲ τούτῳ τῷ ἰσθμῷ τὸ ἀνατολικὸν ἔθνος κατοικεῖ τῶν Ἰβήρων (οἵτινές ποτε Ἴβηρες ἀπὸ
5τῆς Πυρήνης, ἤγουν τῆς ἑσπερίας ἢ δυτικῆς Ἰβηρίας
ἐπὶ τὴν ἀνατολὴν παρεγένοντο, τοῖς Ὑρκανίοις ἄν‐ δρασι μεγάλην ἔχθραν συμβαλόντες), καὶ τὸ μέγα ἔθνος τῶν Καμαριτῶν, οἵτινές ποτε τὸν Διόνυσον ἀπὸ τοῦ πολέμου τῶν Ἰνδῶν προσδεξάμενοι ἐξενοδόχησαν,418
10καὶ ἱερὸν χορὸν, ὃ ἔστι μέγαν, μετὰ τῶν Βακχῶν ἔ‐ στησαν, ζώματα καὶ νεβρῖδας ἐπὶ τοῖς στήθεσιν αὐτῶν περιβαλόμενοι, εὖ οἱ εὐὰν λέγοντες. Οὗτος δὲ ὁ Διό‐ νυσος ταῖς ἑαυτοῦ φρεσὶ τὴν γενεὰν τῶν ἀνθρώπων καὶ τὰ ἤθεα τῆς γῆς ἐκείνης, τουτέστι περιφραστικῶς
15τὴν γῆν ἐκείνην, ἠγάπησεν.

706-717

Ἐπὶ τούτοις δὲ ἡ Κασπία κυμαίνεται θά‐ λασσα· ῥᾳδίως δέ σοι καὶ ταύτην τὴν θάλασσαν κατα‐ γράψαιμι, οὐδαμῶς μὲν τῶν ἄποθεν ἀπῳκισμένων χωρῶν τὰς θέσεις ἰδὼν, οὐδὲ μετὰ νηὸς περάσας· οὐδὲ
5γὰρ ἐμοὶ τοιοῦτος βίος ὑπῆρξεν, οὐδὲ πατρική μοί ἐ‐ στιν ἐμπορία, οὐδὲ ἐπὶ τὸν Γάγγην πεπόρευμαι, ὁποῖα πολλοὶ διὰ τοῦ Ἐρυθραίου πόντου πλέουσιν, ἵνα πο‐ λὺν πλοῦτον λάβωσι τῆς ψυχῆς αὐτῶν οὐ φροντίζοντες, ἀλλ’ οὐδὲ τοῖς Ὑρκανίοις ἐπιμίσγομαι, οὐδὲ τοῦ Καυ‐
10κάσου ὄρους τὰς κνημῖδας, ὃ ἔστι τοὺς συμφύτους καὶ δασεῖς τόπους, καὶ τῶν Ἐρυθραίων Ἀριηνῶν, οἵπερ εἰσὶν ἔθνος περὶ τὴν Ἐρυθρὰν θάλασσαν, πολυπραγ‐ μονῶ· ἀλλ’ αἱ Μοῦσαί με ἄγουσι καὶ φέρουσιν, αἵτινες χωρὶς πλανήσεως καὶ κακοπαθείας τὴν πολλὴν θάλασ‐
15σαν καὶ τὴν ἄπειρον γῆν καὶ τὰ ὄρη καὶ τὴν αἰθερίαν ὁδὸν τῶν ἀστέρων μετρήσασθαι δύνανται.

718-725

Ἀλλὰ τῆς μὲν Κασπίας θαλάσσης τὸ σχῆμα πανταχοῦ περιελισσόμενον καὶ περιερχόμενον κυκλο‐ τερές ἐστιν· οὐδαμῶς ἂν ἐκείνην ἐπὶ τρεῖς κύκλους τῆς σελήνης, τουτέστιν ἐπὶ τρεῖς μῆνας, περάσεις· τοσοῦ‐
5τον γάρ ἐστι δυσπέρατος ὁ τόπος ἐκεῖνος. Εἰς τοὐπίσω δὲ ἐπὶ τὰ ἀρκτῶα μέρη ἑλκόμενος ταῖς προχύσεσι τοῦ ὠκεανοῦ ἀναμίγνυται· ἥτις Ὑρκανία ἐν τοῖς ἀνδράσι θαύματα πολλὰ αὔξει καὶ ἕτερα, ἀναβλαστάνει δέ καὶ τὸν κρύσταλλον καὶ τὴν σκοτεινὴν ἴασπιν, τὴν ἐχθρὰν
10οὖσαν ταῖς ἐμπούσαις καὶ τοῖς δαίμοσιν ἢ φάσμασιν.

726-738

Ἅπαντα δέ σοι ἔθνη λέξω, ὅσα τὴν Ὑρκα‐ νίαν ἢ Κασπίαν θάλασσαν περιοικεῖ, ἀρξάμενος ἀπὸ τῆς δυτικῆς πλευρᾶς ἐκ τοῦ βορρᾶ. Πρῶτοι μὲν οἱ Σκύθαι ὑπάρχουσιν, ὁπόσοι κατὰ τὴν παραλίαν οἰ‐
5κοῦσι τῆς Κρονίας θαλάσσης κατὰ τὸ στόμα τῆς Κα‐ σπίδος θαλάσσης. Ἐφεξῆς δὲ Οὖννοι, ἐπ’ αὐτοῖς δὲ οἱ Κάσπιοι, ἐπὶ τούτοις δὲ πάλιν οἱ πολεμικώτατοι Ἀλβανοὶ, καὶ οἱ τὴν ὑπεράνωθεν αὐτῶν τραχεῖαν γῆν κατοικοῦντες Καδούσιοι, ἐπ’ αὐτοῖς δὲ οἱ Μάρδοι καὶ
10οἱ Ὑρκάνιοι καὶ οἱ Τάπυροι. Ἐπ’ αὐτοῖς δὲ τὴν περιπλοκὴν αὐτοῦ συστρέφει ὁ τῆς Ὑρκανίας ποταμὸς Μάρδος, τῶν Δερκεβίων καὶ τῶν πλουσιωτάτων ὕδωρ Βάκτρων· δι’ ἀμφοτέρων γὰρ διερχόμενος, τῶν τε Δερκεβίων καὶ Βάκτρων, εἰς τὴν Κασπίαν θάλασσαν
15ἐκβάλλει. ἀλλ’ οἱ μὲν Βάκτροι ὑπὸ τὴν εὐρυτέραν χώραν τῆς ἠπείρου, ὃ ἔστι τὴν μεσόγειον, κατοικοῦσιν, ὑπὸ τοῖς κνημοῖς τοῦ Παρνασσοῦ· εἰς δὲ τὸ ἕτερον μέ‐ ρος, τῆς Ὑρκανίας δηλονότι τὸ δεξιὸν, ἐπὶ τοῖς Κα‐
σπίοις ὕδασιν οἱ Δερκέβιοι.Column end

739-748

Μετὰ τούτους δὲ τοὺς Δερκεβίους ἐπὶ τὴν ἀνατολὴν πέραν τοῦ ἠχητικοῦ Ἀράξου ἄνδρες πολεμι‐ κοὶ καὶ τοξόται Μασσαγέται κατοικοῦσιν, ἐφ’ οἷς μήτε αὐτὸς ἐγὼ πλησιάσαιμι καὶ προσεγγίσαιμι, μήτε ἄλ‐
5λος ἐμὸς φίλος. Πάνυ γὰρ κακοξεινότεροι τῶν ἄλλων εἰσίν· οὐδαμῶς γὰρ αὐτοῖς ἡ τροφὴ ἄρτος ἐστὶν ἡ εὐ‐ φραντικοῦ σίτου, οὐδὲ ὁ ἐν τῷ δήμῳ πινόμενος οἶνος, ἀλλὰ τῷ λευκῷ γάλακτι τὸ τῶν ἵππων αἷμα ἀναμιγνύν‐ τες τὴν εὐωχίαν αὐτῶν τίθενται. Ἐπὶ τούτοις δὲ
10τοῖς Μασσαγέταις ἀνωτέρω πρὸς τὰ βόρεια μέρη εἰσὶν οἱ Χωράσμιοι, ἐφ’ οἷς ἡ Σουγδία ἐστὶ γῆ, ἧστινος κατὰ τὸ μέσον ἐστὶν ὁ μέγας ποταμὸς Ὦξος, ὅστις τὸ περὶ τὰς Διονύσου κείμενον στήλας Ἠμωδὸν ὄρος καταλιπὼν ἐπὶ τὴν Κασπίδα κατέρχεται.

749-761

Μετὰ τοῦτον δὲ ἐπὶ ταῖς προχοαῖς Ἰαξάρ‐ του κατοικοῦσιν οἱ Σάκαι τόξα φέροντες, ὡς ὄντες πολεμικοὶ, ἅτινα οὐδαμῶς τις ἄλλος τοξευτὴς ἀπελέγ‐ ξοι διὰ τὸ ἀκριβὲς καὶ εὔστοχον· καὶ γὰρ οὐδαμῶς αὐ‐
5τοῖς ἐστι θέμις ἢ δίκαιον μάταια καὶ εἰκῆ πέμπειν· ἐζημιοῦντο γὰρ οἱ ἀποτυγχάνοντες. Ὑπάρχουσι δὲ καὶ οἱ Τόχαροι καὶ οἱ Φροῦροι καὶ τὰ βάρβαρα ἔθνη τῶν Σηρῶν, οἵτινες τοὺς μὲν βόας καὶ τὰ λιπαρώτατα πρόβατα ἀπαρνοῦνται, διὰ τὸ μὴ γινώσκειν τὸ χρήσι‐
10μον αὐτῶν, τὰ δὲ ποικίλα ἄνθη τῆς ἐρήμου γῆς ξαί‐ νοντες πολυδαίδαλα καὶ πολύτιμα, ὅμοια κατὰ τὴν χροιὰν τοῖς τῆς λειμωνίδος ποίης ἄνθεσιν, ἀντὶ τοῦ τῆς παραδεισιακῆς γῆς τοῖς ἄνθεσι, κατασκευάζουσιν· ἐκείνοις οὐδὲ τὸ τῶν ἀραχνῶν ἔργον ἐξισωθείη. Ἄλλοι
15δὲ πυκνοὶ καὶ συνεχεῖς Σκύθαι εἰσὶν, οἵτινες κατοι‐ κοῦσι κατὰ τὰ ἔσχατα μέρη· πλησίον δὲ αὐτῶν δυσά‐ νεμος καὶ τοῖς χειμερίοις ἀνέμοις καὶ ταῖς χαλάζαις παράκειται γῆ. Τοσοῦτοι μὲν ἄνδρες τὴν Κασπίαν θά‐ λασσαν περιοικοῦσιν.

762-771

Διαλογιζόμενος δὲ σκόπει ἀρτίως ἀπὸ τῶν Κόλχων καὶ τοῦ Φάσιδος ποταμοῦ ἐπὶ τὴν δύσιν παρὰ τὸ χεῖλος τοῦ Εὐξείνου πόντου τὸ πλῆθος τῶν ἐθνῶν ἄχρι τοῦ Θρᾳκικοῦ στόματος, ἤγουν τοῦ Βοσπόρου,
5ὅπου ἡ τῶν Καλχηδονίων χώρα ἐστίν. Μετὰ δὲ τοὺς Κόλχους πρῶτά εἰσιν ἔθνη οἱ Βύζηρες, καὶ πλησίον αὐτῶν τὰ ἔθνη τῶν Βεχείρων, καὶ οἱ Μάκρωνες, καὶ οἱ Φίλυρες, καὶ οἵτινες τοὺς οἴκους αὐτῶν ξυλίνους ἔχουσιν. Ὧντινων πλησίον εἰσὶν οἱ πολυθρέμματοι,
10ἤτοι πολλὰ θρέμματα ἔχοντες, Τιβαρηνοί· ἐπὶ τούτοις δὲ οἱ Χάλυβες τὴν ἀμετακίνητον καὶ σκληρὰν γῆν κα‐ τοικοῦσι, τὰ τοῦ μοχθηροῦ σιδήρου ἔργα μεμαθηκό‐ τες, οἵτινες βαρυκτύποις σφύραις ἐπὶ τοῖς ἄκμοσιν ἐστηρικότες τῆς δεινῆς ταλαιπωρίας καὶ τοῦ χαλεποῦ
15κόπου οὐδαμῶς παύονται.

772-782

Μετὰ δὲ τούτους τοὺς Χάλυβας τῆς Ἀσσυ‐ ρίας γῆς ἡ πρόχυσις ἐκτετάνυσται· λέγει δὲ τὰ περὶ Θερμώδοντα καὶ Παφλαγονίαν· ὅπου ταῖς Ἀμαζόσιν ἀπὸ τοῦ Ἀρμενίου ὄρους τὸ λευκὸν ὕδωρ ὁ πολεμικώ‐
5τατος Θερμώδων προπέμπει, ὅστις ποτὲ Θερμώδων
τὴν Ἀσώπου θυγατέρα Σινώπην πλανωμένην ἐδέξατο κελεύσαντος τοῦ Διὸς λελυπημένην· καὶ γὰρ ὁ Ζεὺς τῆς ἐπεράστου καὶ καλῆς φιλίας αὐτῆς ἐπιθυμῶν καὶ χρῄ‐ ζων, καίτοι μὴ θέλουσαν, πόρρω τῆς ἰδίας πατρίδος419
10ἐχώρισεν· ἐκ ταύτης δὲ καὶ ἡ πόλις Σινώπη τὸ ὄνομα ἔχει. Περὶ ἐκείνου δὲ τοῦ Θερμώδοντος ποταμοῦ κρυ‐ μώδεις ἢ ψυχρὰς ὄχθας τὸν καθαρὸν λίθον τοῦ κρυ‐ στάλλου, καθάπερ χειμερίαν πάχνην, τέμνοις, εὑρή‐ σεις δὲ καὶ τὴν πρασινίζουσαν ἴασπιν.

783-792

Ἑξῆς δὲ ὁ Ἶρις ποταμὸς τὸ καθαρὸν ὕδωρ εἰς τὸν Πόντον ἐκβάλλει· ἐπὶ τούτῳ δὲ αἱ τοῦ Ἅλυος ποταμοῦ ῥοαὶ ἀναβλύζουσι πλησίον τῆς Καραμβίας ἄκρας, ἐπὶ δὲ τὸν βορρᾶν ἑλκόμεναι ἀπὸ τοῦ Ἀρμενίου
5ὄρους τὴν ἀρχὴν ἔχουσιν. Ἐπὶ τούτοις δὲ τοῖς αἰγια‐ λοῖς τῶν ποταμῶν κατοικοῦσιν οἱ Παφλαγόνες καὶ τὸ τῶν Μαριανδυνῶν ἱερὸν γένος. Ἐκεῖσε τὸν ἰσχυρό‐ φωνον μέγαν κύνα τοῦ ὑπογείου Πλούτωνος τὸν Κέρβε‐ ρον, ταῖς χερσὶ τοῦ μεγαλόφρονος Ἡρακλέους ἑλκόμε‐
10νον, δεινὸν χυλὸν σιελώδη ἀπὸ τῶν στομάτων αὐτοῦ φασιν ἐκβεβληκέναι. Καὶ τοῦτον μὲν τὸν ἰὸν ἀναμε‐ μιγμένον ἡ γῆ ἐδέξατο καὶ τοῖς Μαριανδυνοῖς ἀνδράσι μεγάλην βλάβην ἐφύτευσε, τὴν ἀκόνιτον δηλονότι θα‐ νάσιμον οὖσαν.

793-798

Πλησίον δὲ τῶν Μαριανδυνῶν οἱ Βιθυνοὶ λιπαρὰν καὶ καλὴν χώραν κατοικοῦσιν, ἔνθα ὁ Ῥήβας τὸ κάλλιστον ὕδωρ εἰς τὸν Πόντον ἐκβάλλει, ὅστις παρὰ τοῖς στόμασι τοῦ Πόντου διέρχεται, οὗτινος κάλ‐
5λιστον ὕδωρ ἐπὶ τὴν γῆν σύρεται. Τοσοῦτοι μὲν ἄν‐ δρες τοῦ Πόντου περίοικοι ὑπάρχουσιν· ἐκεῖνά σοι ὑπαρχέτω τὰ προκατηριθμημένα τῆς Σκυθίας ἔθνη.

799-808

Ἀρτίως δὲ τῆς παραλίας Ἀσίας τὸν πόρον, τουτέστι τὴν θέσιν, διαγράψαιμι, ὅστις δὴ ἐπὶ τὸν Ἑλλήσποντον ὁδεύων πρὸς τὸν νότον πορεύεται καὶ πρὸς τὸν νοτιώτατον ῥοῦν τοῦ Αἰγαίου πελάγους, μέ‐
5χρι τῆς Συρίας αὐτῆς καὶ τῆς ἐπεράστου καὶ καλῆς Ἀραβίας. Πρῶτον μὲν οἱ Χαλκηδονῖται πλησίον τοῦ στόματος τὴν γῆν κατοικοῦσι, τὸ Βυζάντιον κατὰ τὴν πέραν ὁρῶντες. Ἐπὶ τούτοις δὲ οἱ Βέβρυκες καὶ τὰ ὄρη τῆς Μυσίας, ἤτοι τῆς μικρᾶς Βιθυνίας· τὰ ὄρη
10δὲ λέγει τοὺς νῦν καλουμένους Ὀλύμπους, ὅπου ὁ Κίος ποταμὸς τὰ ἐπιθυμητὰ αὐτοῦ ῥεῖθρα ἐπιπέμπει, ἐφ’ οὗτινός ποτε Κίου προχοαῖς ἢ ἐκβολαῖς τὸν ἰσχυρότα‐ τον θεράποντα τοῦ μεγάλου Ἡρακλέους τὸν Ὕλαν ἡ νύμφη ἀνήρπασεν.

809-819

Ἐκεῖσε τῆς μικροτέρας Φρυγίας ὁ πολὺς ἢ μέγας ἀγκὼν ἐπὶ τὸν Ἑλλήσποντον ἐπιτρέχει, ἡ δὲ ἑτέρα Φρυγία ἡ μεγάλη ἔνδοθεν ἐπὶ τοῖς ὕδασι τοῦ Σαγγαρίου ποταμοῦ κεῖται. Ἀλλ’ ἡ μὲν μεγάλη
5Φρυγία ἐπὶ τὴν ἀνατολὴν ἐκτέταται, ἱπποτρόφος οὖσα καὶ πλουσία, πρὸς δὲ τὴν δύσιν τὴν ἑτέραν ἴδοις, ἥτις ὑπὸ τοὺς ἄγαν θείους καὶ θαυμαστοὺς πόδας τῆς Ἴδης κεῖται, ὑπὸ τῷ εὐρὺ ῥέοντι Ξάνθῳ καὶ τῷ ἐκ τῆς Ἴδης κατερχομένῳ Σιμόεντι, τὴν ὑψηλὴν καὶ τοὺς ἀνέμους
10προσδεχομένην Ἴλιον ὑπὸ ταῖς πλευραῖς αὐτῆς ἔχουσα,
τὴν λαμπρὰν καὶ ἐπίσημον πόλιν τῶν πάλαι γεγενη‐ μένων ἡμιθέων, ἣν ὅ τε Ποσειδῶν καὶ Ἀπόλλων ἔ‐ κτισε, καὶ ἡ Ἥρα καὶ ἡ Ἀθηνᾶ ἐπόρθησεν.Column end

820-829

Μετὰ ταύτην δὲ τὴν Φρυγίαν ἡ Αἰολὶς γῆ παρατέταται παρὰ τὸν μέγαν Ἑλλήσποντον καὶ παρὰ τὸ χεῖλος, ἤγουν τὴν παραλίαν, τοῦ Αἰγαίου. Ἐφε‐ ξῆς δὲ μετὰ τὴν Αἰολίδα οἱ εὐδοξότατοι Ἴωνες κατοι‐
5κοῦσιν, εἰσὶ δὲ καὶ αὐτοὶ παράλιοι· δι’ ἧστινος γῆς μέσος ὁ Μαίανδρος ταῖς λιπαραῖς αὐτοῦ συστροφαῖς κατέρχεται εἰς τὴν θάλασσαν, ἀναμεταξὺ τῆς Μιλήτου καὶ τῆς πλατυχώρου Πριήνης. Τούτων δὲ τῶν ἀμ‐ φοτέρων πόλεων πρὸς τὰ βόρεια μέρη ἴδῃς τὴν παρα‐
10θαλασσίαν Ἔφεσον τὴν μεγάλην πόλιν τῆς Ἀρτέμιδος· ὅπου ποτὲ τῇ θεᾷ ἐν τῇ ῥίζῃ τῆς πτελέας αἱ Ἀμαζονί‐ δες βωμὸν κατεσκεύασαν μέγιστον καὶ ἐξαίσιον θαῦμα τοῖς ἀνθρώποις.

830-845

Ἐπὶ ταύταις δὲ ἡ Μῃονία ἐπὶ τὴν ἀνατο‐ λὴν ἐκτέταται ὑπὸ τῷ ἠνεμόεντι ὄρει Τμώλῳ, ἀφ’ οὗ ὁ Πακτωλὸς διερχόμενος ταῖς συστροφαῖς αὑτοῦ ὁμοῦ χρυσὸν ἐπισύρων ἠχεῖ. Ἐπὶ τούτου δὲ ταῖς πλευραῖς
5ἐν τῇ τοῦ ἔαρος ὥρᾳ καθήμενος τὴν ὀξεῖαν ἢ μᾶλλον εἰπεῖν ἡδεῖαν φωνὴν τῶν κύκνων ἀκούσαις, οἵτινες αὐ‐ ξομένης τῆς πόας ἔνθα κἀκεῖσε ἐπὶ τὸ ὕδωρ πλαζόμενοι νέμονται. Πολλοὶ γάρ εἰσι λειμῶνες, ὃ ἔστιν ἀνθοῦντα πεδία, ἐν τῇ Ἀσίᾳ, ἐξόχως δὲ καὶ ὑπὲρ πάντα περὶ τὸ
10Μαιάνδριον πεδίον, ὅπου ὁ Κάϋστρος ποταμὸς ἡσυχῆ καὶ ἠρέμα τὸ λαμπρὸν αὐτοῦ ὕδωρ ἀναβράζων ἐπιρρεῖ. Ἀλλ’ οὐδὲ τὰς γυναῖκας ἐκείνας μέμψῃ, αἵτινες περὶ τὸ θεῖον καὶ θαυμαστὸν ἐκεῖνο ἔδαφος ἐπὶ τῆς ὀσφύος τὴν ζώνην βαλοῦσαι θαυμαστὸν συστρεφόμεναι κύκλον
15ὀρχοῦνται, ἡνίκα τὰς χοροστασίας, ἤτοι τοὺς χοροὺς, τῷ Διονύσῳ ἐκπληροῦσιν· ἅμα δὲ αὐταῖς καὶ αἱ νέαι παρθένοι καθάπερ νεβροὶ συσκιρτῶσιν. Ἐπὶ ταύταις δὲ καὶ αἱ τῶν ἀνέμων πνοαὶ τοὺς ἐπιθυμητοὺς ἐπὶ τοῖς στήθεσιν αὐτῶν χιτῶνας κτυποῦσαι ἠχοῦσιν. Ἀλλὰ
20ταῦτα μὲν τοῖς Λυδοῖς ἀνθρώποις ἐν φροντίδι γενή‐ σονται.

846-853

Τὴν δὲ ἐπὶ τὴν θάλασσαν κειμένην γῆν περὶ τὰς ἐκβολὰς τοῦ Ξάνθου, καλλίστου ἢ καλὰ ῥεύματα ἔχοντος ποταμοῦ, κατοικοῦσιν οἱ Λύκιοι· ὅπου τὰ ὄρη τοῦ Ταύρου βαθέα κρημνὰ ἔχοντος μέχρι τῆς Παμφυ‐
5λίας φέρεται, Κράγον δὲ αὐτὸν καλοῦσιν. Ἐκεῖθεν δὲ πάλιν θεάσῃ περὶ τὸν ῥοῦν τοῦ Εὐρυμέδοντος ποτα‐ μοῦ ὑπεράνωθεν τῆς θαλάσσης Ἄσπενδον πόλιν, ὅπου τὴν Ἀφροδίτην ταῖς τῶν συῶν ἐξιλεοῦνται σφαγαῖς.

854-860

Ἄλλαι δὲ ἐφεξῆς τῆς Παμφυλίας ὑπάρχουσι πόλεις, ἥ τε Κώρυκος καὶ ἡ Πέργη καὶ ἡ ἀνεμώδης Φάσηλις. Μετὰ ταῦτα δὲ ἐπὶ τὴν ἀνατολικὴν μεσό‐ γειον κατοικοῦσιν οἱ ἐν τοῖς πολέμοις ἐπιστήμονες καὶ
5ἐπικαμπῆ τόξα ἔχοντες Λυκάονες. Ἐπὶ τούτοις δὲ τῶν Πισιδέων πλουσία γῆ ἐστιν, ὅπου αἱ Πισιδικαὶ πόλεις, ἥ τε Τερμησσὸς καὶ ἡ Λύρβη καὶ ἡ Σέλγη, ἥντινα Σέλγην ὁ τῶν Ἀμυκλαίων, ἤτοι τῶν Λα‐ κώνων, λαὸς ὁ μεγαλώνυμος κατοικισθῆναι ἐποίησεν.

861-873

Ἐκεῖθεν δὲ, δηλονότι ἀπὸ τῆς Πισιδίας, ἡ περίδρομος θάλασσα συνεστραμμένην ὁδὸν πρὸς ἀνατο‐ λὴν περιτέμνεται, καταπολὺ ἔσω προβαίνουσα εἰς τὸν Ἰσσικὸν κόλπον· οὗτος δὲ ὁ κόλπος γείτων ἐστὶν ἢ420
5πλησίον τοῦ Εὐξείνου πόντου, τὰ τῆς Κιλικίας ἔθνη μακρὸς ἐπὶ τὴν ἀνατολὴν περισυρόμενος. Ἐκεῖνα δὲ τὰ τῆς Ἀσίας Στενὰ καλοῦσιν. Καὶ τούτῳ μὲν τῷ Ἰσσικῷ κόλπῳ πολλῶν ποταμῶν πόρρωθεν ἐρχομένων τὸ ὕδωρ ἐπιμίσγεται τοῦ τε Πυράμου καὶ τοῦ Πινάρου
10καὶ τοῦ Κύδνου τοῦ σκολιοῦ, τοῦ μέσην τὴν Ταρσὸν τὴν καλῶς κατοικουμένην πόλιν διαρρέοντος· ὅπου ποτὲ ὁ Πήγασος ἵππος τὸν ταρσὸν τοῦ ποδὸς αὐτοῦ ἀφεὶς τῷ τόπῳ ἐκείνῳ τοὔνομα ἐγκατέλιπεν, ὁπηνίκα ὁ ἥρως Βελλεροφόντης ἐς τὸν οὐρανὸν πορευόμενος κα‐
15τενεχθεὶς κατεάγη τοῦ ἵππου πτερορρυήσαντος. Ἐκεῖ δὲ ἔστι καὶ τὸ Ἀλήϊον πεδίον, ἐφ’ οὗτινος πεδίου ἄπο‐ θεν καὶ χωρὶς τῶν ἀνθρώπων πλανώμενος διῃτᾶτο.

874-880

Πολλαὶ δὲ τῶν Κιλίκων ἐφεξῆς ὑπάρχουσι πόλεις, ἥ τε Λυρνησσὸς καὶ ἡ Μαλλὸς καὶ ἡ Ἀγχιά‐ λεια καὶ οἱ Σόλοι, αἱ μὲν κατὰ τὸ μεσόγειον, αἱ δὲ πλησίον αὐτῆς τῆς θαλάσσης. Ἐπὶ ταύτης δὲ τῆς
5Κιλικίας εἰσὶ καὶ οἱ Κομμαγηνοὶ, ἀπὸ Κόμμας χώρας οὕτως λεγόμενοι, καὶ αἱ τῆς Συρίας ἐκτεταμέναι καὶ περιμήκεις πόλεις ἐπὶ τῆς στρεπτῆς παραλίας· καὶ γὰρ ἐπὶ τὴν δύσιν στρέφεται ὁ ὁλκὸς, ἤτοι ἡ περιφέ‐ ρεια καὶ ὁ κύκλος, τῆς λευκῆς θαλάσσης, μέχρι τοῦ
10ὑψηλοῦ καὶ παραθαλασσίου καὶ βαθυκρήμνου, ἤτοι τοῦ συμφύτου καὶ δασέος, Κασίου ὄρους.

881-886

Τὸν δὲ λοιπὸν πόρον τῶν γαιῶν τῆς Ἀσίας ῥᾳδίως σοι καὶ εὐκόλως προσείποιμι. Οὗτος δέ σοι ὁ λόγος ἐν ταῖς φρεσὶν ὑπαρχέτω, καὶ ἡ χάρις τῶν πο‐ νηθέντων τούτων ἔργων, ἤγουν ἡ τῶν ποιημάτων τού‐
5των ὠφέλεια, μὴ φέροιτο τοῖς ἀνέμοις· εἰ γὰρ σαφῶς τοῦτον τὸν πόρον τῆς Ἀσίας συνίης, ταχέως ἂν καὶ ἄλλοις καλῶς καὶ ἐπισταμένως ἀγορεύσοις καὶ λέξοις τούς τε ποταμοὺς καὶ τὴν θέσιν τῶν πόλεων καὶ ἑκά‐ στην χώραν.

887-893

Ἔστω μὲν οὖν τὸ λοιπὸν τῆς Ἀσίας σχῆμα τετράπλευρον καὶ ἰσοσκελὲς, τοῖς μακροῖς καὶ ἐπιμή‐ κεσι πεδίοις ἡπλωμένον καὶ ἐκτεταμένον πρὸς ἀνατο‐ λήν. Ἐπὶ γὰρ τοῖς προλεχθεῖσι παρ’ ἐμοῦ εἰπόντος
5ἀκούσας ἐπίστασαι Ταῦρον τὸ ὄρος πᾶσαν τὴν Ἀσίαν διαχωρίζειν ἢ μέσην διατέμνειν μέχρι τῶν Ἰνδῶν. Καὶ τοῦτο μὲν τὸ ὄρος ἐν τῷ τετραπλεύρῳ τὸ βορειό‐ τερον ἔστω· ὁ δὲ Νεῖλος ποταμὸς τὸ ἑσπέριον ἢ δυτι‐ κώτερον πλεῦρον ὑπαρχέτω· τὸ δὲ ἑῷον, ἤτοι τὸ ἀνα‐
10τολικώτερον, ὁ Ἰνδικὸς ὠκεανός· τὸ δὲ νότιον ἡ Ἐρυθρὰ θάλασσα ἢ τὸ κῦμα τῆς Ἐρυθρᾶς θαλάσσης.

894-917

Διανοούμενος δὲ σκέπτου καθ’ ὃν τρόπον ἄρτι καὶ ἐπὶ τὰς ἀνατολὰς παραγενήσομαι, ἀπὸ τῆς Συρίας ὅθεν κατέλιπον ἀρξάμενος, οὐδαμῶς δέ μοί τις ἀνὴρ καθάπερ λόγου ψευσθέντος ἐπιμέμψοιτο. Ἀλλ’
5ἡ μὲν Συρία πολλὰς πόλεις ἔχουσα ἐπὶ τὴν νοτίαν ἀνατολὴν ἀπὸ τῆς θαλάσσης εἰς ἤπειρον ἕρπει, ἣν
καὶ ἐπωνύμως Κοίλην λέγουσι, διότι οἱ προνενευ‐ κότες καὶ ἐξέχοντες τῶν ὀρῶν τόποι μέσην καὶ ὑποκει‐ μένην αὐτὴν ἔχουσι, τοῦ τε δυτικοῦ Κασίου καὶ τοῦColumn end
10ἀνατολικοῦ Λιβάνου. Καὶ ταύτην μὲν Κοίλην λέ‐ γουσι· τρεῖς γάρ εἰσιν, ἥ τε Φοινίκη καὶ ἡ Παλαιστίνη καὶ ἡ Κοίλη, ἣν πολλοὶ καὶ πλούσιοι ἄνδρες ἔχουσιν οὐχ ὁμοῦ δὲ ὡς ὁμώνυμοι ὄντες κατοικοῦσιν, ἀλλὰ κεχωρισμένως οἱ μὲν ἐν τῇ ἠπείρῳ, οἱ νῦν Ἄραβες
15καλούμενοι, αὐτοὶ γὰρ καὶ Σύριοι λέγονται· οἱ δὲ πλησίον τῆς θαλάσσης, οἱ καὶ Φοίνικες καλούμενοι, ἐξ ἐκείνης τῆς γενεᾶς τῶν ἀνδρῶν, οἵτινες Ἐρυθραῖοι γεγένηνται, ἤγουν μέτοικοι τῶν Ἐρυθραίων, οἵτινες καὶ ταῖς ναυσὶν ἀπόπειραν ἐποιήσαντο τῆς θαλάσσης·
20πρῶτοι γὰρ τῆς θαλασσίας καὶ στρέμματα πολλὰ ἐχού‐ σης ἐμπορίας μνείαν ἐποιήσαντο, καὶ τὴν ὑψηλὴν πο‐ ρείαν τῶν ἀπλανῶν ἀστέρων ἐν τῷ οὐρανῷ διανοησά‐ μενοι ἐσκέψαντο· οἵτινες Ἰόπην καὶ Γάζαν καὶ Ἐλαΐδα κατοικοῦσι, καὶ τὴν ἀρχαίαν Τύρον, καὶ τὴν ἐρατεινὴν
25ἢ καλὴν γῆν τῆς Βηρυτοῦ, καὶ Βύβλον τὴν πλησίον τῆς θαλάσσης, καὶ τὴν Σιδῶνα ἄνθη πολλὰ ἔχουσαν, κατοικουμένην ἐπὶ τοῖς ὕδασι τοῦ χαρίεντος Βοστρηνοῦ, καὶ τὴν πλουσίαν καὶ εὐδαίμονα Τρίπολιν, καὶ τὴν Ὀρθωσίδα, καὶ τὴν Μάραθον, καὶ τὴν Λαοδίκειαν,
30ἥτις ἐπὶ τοῖς αἰγιαλοῖς τῆς θαλάσσης κεῖται, καὶ τὰ Ποσιδήϊα ἔργα, ἀντὶ τοῦ τὴν Ποσείδιον πόλιν οὕτω καλουμένην, καὶ τὰ ἱερὰ, τουτέστι μεγάλα, τέμπη τῆς Δάφνης, ὅπου καὶ ἐπωνύμως τῷ Ἀντιόχῳ Ἀντιό‐ χεια λέγεται.

918-922

Μέση δὲ τῶν εἰρημένων δύο πόλεων, τοῦ τε Ποσειδίου καὶ Δάφνης, ὑπάρχει ἡ Ἀπάμεια πόλις. Πρὸς δὲ τὴν ἀνατολὴν τῆς Ἀπαμείας πολὺς ὁ ὑγρὸς Ὀρόντης κατασύρεται, τήν τε Ἀντιόχου γῆν, ἤτοι τὴν
5Ἀντιόχειαν, μέσην διορίζων, ἢ παραρρέων μᾶλλον καὶ οὐ διορίζων. Ἅπασα δὲ ἡ τῶν τριῶν Συριῶν γῆ πλουσία τε καὶ εὔβοτος ὑπάρχει, καὶ πρὸς τὸ τρέφειν τὰ πρόβατα καὶ τὸν καρπὸν τοῖς δένδρεσιν αὔξειν.

923-932

Ταύτης δὲ τῆς Συρίας, οὐ τῆς Ἀντιοχείας, ἐπὶ τὸ πρόσω τοῦ νότου ὁδεύων τὸν ἐνδότατον πόρον ἢ μυχὸν τοῦ Ἀραβίου κόλπου θεάσῃ, ὅστις ἀναμεταξὺ τῆς Συρίας καὶ τῆς ἐπεράστου καὶ καλῆς Ἀραβίας συ‐
5στρέφεται, ὀλίγον ἢ μικρὸν πρὸς ἀνατολὴν ἄχρι τῶν Ἐλανῶν. Ἐκεῖθεν δὲ ἀπὸ τῶν Ἐλανῶν πρὸς ἀνατο‐ λὰς ἡ τῶν εὐδαιμόνων λεγομένων Ἀράβων γῆ ἐπίκειται καταπολὺ ἀνερχομένη, διπλῇ θαλάσσῃ κατεχομένη, τῇ τε Περσίδι καὶ τῇ Ἀραβίᾳ, ἤγουν τῷ τε Περσικῷ
10καὶ Ἀραβικῷ κόλπῳ. Ἑκάστη δὲ αὐτῶν ἄνεμον ἔλαχεν, ἡ μὲν Ἀραβία θάλασσα τὸν ζέφυρον, ἡ δὲ Περσὶς τὰς ὁδοὺς ἢ τὸ κλίμα τοῦ εὔρου. Ἡ δὲ πέζα, ἤτοι τὸ τέλος καὶ ἡ βάσις αὐτῆς, νοτιωτέρα ἐπὶ τὴν ἀνατολὴν τετραμμένη ὑπὸ τῶν Ἐρυθραίων κυμάτων
15τοῦ ὠκεανοῦ κλύζεται, τουτέστιν ὑπὸ τῆς Ἐρυθρᾶς θαλάσσης.

933-953

Καὶ ταύτης δὲ τῆς Ἀραβίας τὴν θέσιν λέξω. Ἐξόχως γὰρ καὶ ὑπὲρ πασῶν πολύπλουτα καὶ λαμ‐
πρὰ κατοικοῦνται ἔθνη, ἐξοχώτατον δὲ καὶ ἐξαίρετον πάλιν ἄλλο μέγα θαῦμα ὑπὲρ πᾶσαν γῆν ἡ τῶν Ἀρά‐421
5βων χώρα ἔλαχεν· ἀεὶ γὰρ εὐώδης καὶ τεθυμίαται ἐπιθυμητὸν καὶ καλὸν καὶ ἡδὺ μυρίζει, ἢ θύου ἢ σμύρ‐ νης ἢ τοῦ εὐώδους καλάμου, ἢ καὶ τοῦ θείου καὶ θαυ‐ μαστοῦ καὶ ἐπαινουμένου, ὃ ἔστιν ἀκμάζοντος, λιβά‐ νου, ἢ τῆς κασίας. Καὶ γὰρ ἀληθῶς κατὰ τὴν γῆν
10ἐκείνην αὐτὸν τὸν Διόνυσον ἀπὸ τοῦ καλῶς ἐρραμμένου αὐτοῦ μηροῦ ὁ Ζεὺς ἔλυσεν. Διὰ τοῦτο καὶ γεννή‐ σαντος ἢ γεννηθέντος αὐτοῦ εὐώδη ἅπαντα καὶ τεθυ‐ μιαμένα ἐγένοντο. Τότε δὲ καὶ τὰ πρόβατα τοῖς δασέσι μαλλοῖς ἐν τῇ βοσκῇ ἐβαρύνετο, αὐτόματοι δὲ
15τοῖς ὕδασι καὶ αἱ λίμναι κατέρρεον, ἀπὸ δὲ τῶν ἑτέρων ἀοικήτων νήσων, ἤγουν τῶν περὶ Ταπροβάνην, αἱ ὄρνιθες παρεγένοντο ἀκεραίων καὶ ἀφθάρτων κιναμώ‐ μων τὰ φύλλα φέρουσαι. Καὶ οὗτος μὲν ὁ Διόνυσος νεβρῖδας ἐπωμαδίας, τουτέστιν ἐλάφων μικρῶν δέρ‐
20ματα ἐπὶ τῶν ὤμων ἐτάνυσε, τῷ δὲ ἐπιθυμητῷ κισσῷ τὰς καλὰς ἔστεψε τρίχας, τοὺς δὲ πλεκτοὺς θύρσους ἅπερ εἰσὶ Διονυσιακὰ ὅπλα ὁ ἄκρως τῷ οἴνῳ μεθύων ὑπογελῶν ἀνέσεισε, καὶ πολὺν πλοῦτον ἐπὶ τοῖς ἀνδρά‐ σιν ἔχευε. Τούτου χάριν ἀρτίως αἱ ἄρουραι ἐκεῖναι
25τῷ λιβάνῳ κομῶσι, τῷ δὲ χρυσῷ τὰ ὄρη· λέγεται γὰρ καὶ χρυσοῦ μέταλλα εἶναι ἐκεῖ· οἱ δὲ ποταμοὶ ἑτέρωθεν τοῖς θυμιάμασι καὶ τοῖς ἀρώμασι πληθύουσιν, αὐτοί τε οἱ κατοικοῦντες λίαν εὐτραφῆς γῆν ἔχοντες τοῖς χρυ‐ σοῖς καὶ μαλακοῖς πέπλοις ἀγάλλονται.

954-961

Ἀλλὰ πρῶτοι μὲν ὑπὸ τὴν ἀνάκλισιν, ἤτοι τὴν πλευρὰν, τοῦ Λιβάνου ὄρους πλούσιοι κατοικοῦσιν οἱ ἐπωνύμως λεγόμενοι Ναβαταῖοι, πλησίον δὲ Χαυλά‐ σιοι, οἱ περὶ τὴν Χαύλαμιν οὕτω καλουμένην γῆν,
5καὶ οἱ Ἀγρέες, ὑφ’ ὧν ἡ Χατραμὶς γῆ κατοικεῖται ἐξε‐ ναντίας τῆς Περσίδος γῆς· ὑπὸ δὲ τὸ πλευρὸν τῆς Ἐρυθρᾶς θαλάσσης οἵ τε Μινναῖοι καὶ οἱ Σάβαι κα‐ τοικοῦσι, καὶ πλησίον αὐτῶν οἱ Κλεταβηνοί. Το‐ σαῦτα μὲν περὶ τὴν Ἀραβίαν ἐξαίσια καὶ ἐπίσημα ἔθην
10κατοικοῦσι, καὶ ἄλλα πάνυ πλεῖστα· μεγίστη γὰρ ἔμ‐ προσθεν ἢ σφόδρα καὶ πάνυ ἐπὶ τὰ ἔμπροσθέν ἐστιν.

962-969

Πρὸς ἀντιπέραν δὲ ὑπὸ τὴν πνοὴν τοῦ ζε‐ φύρου, ὅπου καὶ οἱ καταρράκται λέγονται εἶναι, τῶν ἐν ὄρεσι διαιτωμένων Ἐρεμβῶν λυπηρὰ καὶ ἀνιαρὰ γῆ φαίνεται, τουτέστι τῶν Τρωγλοδυτῶν Ἀράβων, οἵτι‐
5νες τὸν βίον καὶ τὴν ζωὴν αὐτῶν ἐν ταῖς κατωρυχέσι πέτραις, ἤτοι σπηλαίοις, ἔθεντο, γυμνοὶ καὶ κτημάτων ἐνδεεῖς ὄντες· θαλπομένοις δὲ τῷ ἱδρῶτι τὸ κατάξηρον αὐτῶν σῶμα μελαίνεται. Ματαίως δὲ οὕτως καθάπερ θῆρες πλανώμενοι ἄλγη ἔχουσιν, οὐχ ὡς τῶν ἁβροβίων
10Ἀράβων γένος· καὶ γὰρ ἐπὶ πᾶσιν ἀνδράσιν ὁ δαίμων οὐ τὴν ἴσην δύναμιν ἐπὶ τῷ ὄλβῳ ἐθήκατο, τουτέστιν οὐκ ἐπὶ πᾶσιν ἀνθρώποις ὁ θεὸς τὴν ἴσην μοῖραν ἐν τῇ εὐδαιμονίᾳ τοῦ πλούτου ἔθηκεν.

970-976

Ὑπεράνω δὲ τοῦ Λιβάνου πρὸς τὰς αὐγὰς, ἤτοι τὴν ἀνατολὴν, τοῦ ἡλίου τῆς ἑτέρας Συρίας, του‐ τέστι τῆς Ἀσσυρίας, γῆς μακρὰ καὶ ἐπιμήκης πρὸς
βορρᾶν ἐκτείνεται, ἑλκομένη μέχρι τῆς ὑπὸ θαλάσσηςColumn end
5κλυζομένης Σινώπης. Ἐν μεσογείᾳ δὲ τῆς βαθείας ἢ μεγάλης ἠπείρου οἱ ἐμπειρικώτατοι τῶν ἱπποσυνάων καὶ πολεμικώτατοι Καππαδόκαι κατοικοῦσιν, οἱ δὲ Ἀσ‐ σύριοι οἱ καὶ Λευκόσυροι πλησίον τῆς θαλάσσης, δηλο‐ νότι τοῦ Εὐξείνου πόντου, περὶ τὰς ἐκβολὰς τοῦ Θερ‐
10μώδοντος ποταμοῦ.

977-982

Ἀπὸ δὲ τῶν ὑψηλῶν καὶ τραχέων αὐτῆς ὀρῶν πρὸς τὴν ἀνατολὴν τοῦ ἀπείρου, ἤτοι μεγίστου, ποταμοῦ Εὐφράτου ὁ ῥοῦς φαίνεται, ὅστις δὴ Εὐφρά‐ της πρῶτον μὲν ἀπὸ τοῦ Ἀρμενίου ὄρους μακρὸς ἐπὶ
5νότον πορεύεται, πάλιν δὲ τοὺς ἀγκῶνας συστρέψας, ἐξεναντίας τοῦ ἡλίου πορευόμενος, μέσον τῆς Βαβυλῶνος περάσας εἰς τὸν Περσικὸν κόλπον τὸν ἀφρὸν αὑτοῦ ἀπε‐ ρεύγεται, ταῖς ἐσχάταις ἐκβολαῖς ἐγγὺς τῆς Τερηδόνος ὁδεύων.

983-991

Μετὰ τοῦτον δὲ τὸν Εὐφράτην εἰς ἀνατολὴν Τίγρις ὁ ταχύτατος πάντων τῶν ποταμῶν καὶ καλὰ ῥεύματα ἔχων φέρεται, ὃς καὶ ἀπὸ τοῦ Νιφάτου ὄρους γεννᾶται, ἴσον ῥοῦν καὶ ὁμαλὸν κατὰ τὸ τάχος ἐλαύνων,
5τοσοῦτον ἄποθεν καὶ χωρὶς ὑπάρχων ἀπὸ τοῦ Εὐφράτου, ὁπόσον ἐπὶ ἑπτὰ ἡμέρας ὁδοιπόρος ἰσχυρὸς καὶ γενναῖος καὶ ταχὺς ὁδεύσειεν. Ὑπάρχει δέ τις λίμνη κατὰ τὸ μέσον κυκλοτερὴς τοῖς ὕδασιν, ὄνομα Θωνῖτις καλου‐ μένη, ἐφ’ ἧστινος τὸ ἐνδότατον δύνων καὶ ὡς εἰς βά‐
10ραθρον ἐμπεσὼν ὁ Τίγρις καταπολὺ ὑποκάτωθεν σύρε‐ ται· πάλιν δὲ ὑπόγειος ἐξ αὐτῆς ἀνατείλας ὀξύτερον ῥοῦν κάτω προπέμπει, διὰ τὸ πρανὲς, ἤτοι τὸ κατωφερὲς τῶν χωρίων· οὐδαμῶς ἂν ἐκείνου ἐπὶ πᾶσι τοῖς ποταμοῖς ταχύτερον κατόψει.

992-1000

Ὅση δὲ γῆ μεταξὺ κεῖται τοῦ τε Εὐφράτου καὶ Τίγριος, ταύτην οἱ περίοικοι Μεσοποταμίαν καλοῦ‐ σιν· οὐδαμῶς μέντοι τὰς νομὰς ἐκείνης τῆς χώρας βού‐ κολος ἀνὴρ μέμψοιτο, οὐδ’ ὅστις τὸν κέρᾳ καὶ ὄνυξι
5χρώμενον Πᾶνα τῇ σύριγγι τιμῶν τοῖς ἐν ἀγρῷ αὐλι‐ ζομένοις προβάτοις ἕπεται, ἀλλ’ οὐδὲ τὴν ποικίλην καὶ πυκνὴν τῶν δένδρων φυτείαν φυτουργὸς ἀνὴρ τῶν καρπῶν ἀποδοκιμάσειεν ἢ ἀπορίψειεν, ἐπειδὴ τοιαύτη ὑπάρχει τῆς γῆς ἐκείνης ἡ ἄροσις ἐν τῷ αὔξειν τὴν πόαν καὶ διὰ
10τὸ κάλλος καὶ τὸ ἀνθηρὸν τῶν νομῶν. Ἐν αὐτῇ δὲ καὶ ἡ τῶν ἀνδρῶν γενεὰ ὅμοια καὶ παραπλησία τοῖς ἀθανάτοις θεοῖς κατὰ τὸ μέγεθος καὶ τὸ κάλλος αὔ‐ ξεται.

1001-1016

Πρὸς βορρᾶν δὲ τῆς μεσοποταμίας οἱ Ἀρμένιοι καλὴν καὶ εὐδαίμονα γῆν κατοικοῦσι καὶ οἱ μαχόμενοι ἐκ τῶν χειρῶν Ματιηνοὶ, εὐτραφεῖς καὶ ἰσχυροὶ καὶ πλούσιοι καὶ καλῶς τὰ τοῦ πολέμου μεμα‐
5θηκότες, ἐπὶ τοῖς τοῦ Καυκάσου ὄρεσι κεκλιμένοι παρὰ τοῦ Εὐφράτου ποταμοῦ. Πρὸς δὲ τὸν νότον ἡ μεγάλη πόλις Βαβυλὼν, ἥντινα χαλκοῖς καὶ ἰσχυροῖς τείχεσιν ἡ Σεμίραμις ἐστεφάνωσεν, ἐπὶ δὲ τὴν ἀκρόπολιν τῷ Βήλῳ, ἤτοι τῷ βασιλεῖ ἢ μᾶλλον τῷ Διὶ ἢ τοῦ Διὸς
10υἱῷ, μέγαν δόμον ἢ ναὸν ᾠκοδόμησεν ἢ ἱδρύσατο, τῷ χρυσῷ καὶ ἐλέφαντι καὶ ἀργύρῳ καλλωπίσασα καὶ ἐπι‐
μελησαμένη. Καὶ ταύτης μὲν τὸ πεδίον πολὺ ἢ μέγι‐ στον, καὶ ἐκεῖσε πολλοὶ φοίνικες οἱ κατὰ ἄκρον κομῶντές εἰσιν. Ἀληθῶς μὴν τοῦ χρυσοῦ χαριέστερον ἄλλο ἡ Βα‐422
15βυλὼν φέρει, τὴν γλαυκὴν λίθον ὑγρᾶς βηρύλλου, ἥτις περὶ τὸν τόπον ἐκεῖνον ἐν τοῖς προβασίμοις τόποις ἔσωθεν τῆς ὀφιήτιδος πέτρας φύεται. Ὑπεράνω δὲ τῆς Βαβυλῶνος ἐπὶ τὴν πνοὴν τοῦ βορρᾶ οἵ τε Κισσοὶ καὶ οἱ Μεσαβάται καὶ οἱ Χαλωνῖται κατοικοῦσιν, ἅτινά εἰσιν
20ἔθνη Συρίας.

1017-1038

Ἀλλ’ ὁπόταν ἀπὸ τῶν Ἀρμενίων ὀρῶν ἔμπροσθεν εἰς ἀνατολὴν ὁδεύσῃς, μετὰ ταῦτα τῶν Μή‐ δων τὰ στενὰ εὑρήσεις, ὅπου ἡ Μήδεια φυγοῦσα τὸν Θησέα ἔμεινεν. Ὧντινων τῶν Μηδικῶν ὀρῶν πρὸς τὸν
5βορρᾶν τὴν ἄγαν θάλλουσαν γῆν ἢ τὴν καλλίστην χώραν ἔχουσιν οἵ τε Γηλοὶ καὶ οἱ Μάρδοι καὶ οἱ Ἀτροπατηνοὶ ἄνδρες. Πρὸς δὲ τὸν νότον τῶν λαμπροτάτων Μήδων τὰ ἔθνη κατοικοῦσιν, ἐξ ἐκείνης τῆς μεγαλοδόξου γενεᾶς γεννηθέντα, τῆς ἀψόγου θυγατρὸς Αἰήτου, τουτέστι τῆς
10Μηδείας. Ἡνίκα γὰρ ἐπὶ τὸν ῥοῦν τοῦ Ἀττικοῦ ποταμοῦ Ἰλισσοῦ φάρμακα χαλεπὰ ἐβουλεύσατο τῷ Αἰγεῖ τῷ Πανδίονος παιδὶ, αἰδοῖ μὲν τὸν τόπον ἐκεῖνον κατέλιπεν, εἰς δὲ τὴν βαθεῖαν ταύτην χώραν, ὁμώνυμον αὐτῆς, πλανωμένη κατὰ τοὺς ἄνδρας ἢ ἀνθρώπους τούτους
15παραγίνεται, οὐ πόρρω μὲν τῆς γῆς τῶν Κόλχων, εἰς αὐτὴν δὲ τὴν τῶν Κόλχων χώραν ἱκέσθαι διὰ τὴν τοῦ πατρὸς ὀργὴν ἐφοβεῖτο. Τούτου χάριν εἰσέτι καὶ ἀρτίως πολυφάρμακοι ἄνδρες ὑπάρχουσι, χώραν μεγίστην καὶ ἄπειρον κατοικοῦντες, οἱ μὲν ἐπ’ αὐτὰς τὰς πέτρας,
20αἵτινες τὸν σκοτεινὸν ναρκισσίτην λίθον φύουσιν, οἱ δὲ ἐν τοῖς δασέσι καὶ ἐνύδροις καὶ κηπευσίμοις κατοικού‐ μενοι τόποις, καλὰ ποίμνια βόσκοντες δαψιλῶς καὶ ἀφθόνως τοῖς μαλλοῖς καταβαρούμενα, τοσοῦτον ἐπὶ τὴν ἀνατολὴν τετραμμένοι μέχρι τῶν Κασπίων πυλῶν,
25αἵτινες πύλαι ὑπὸ βαθείας ἢ ὑψηλὰς πέτρας ἐν τάξει πυλῶν κλεῖδες τῆς Ἀσίας εἰσίν· ὅπου καὶ ἐπὶ τὰ βόρεια μέρη καὶ ἐπὶ τὰ νότια ἐρχομένοις ἢ πορευομένοις ἡ ὁδὸς ὁμοίως ἐκτέταται, ἡ μὲν πρὸς βορρᾶν ἐπὶ τὰ τῆς Ὑρκανίας, ἡ δὲ πρὸς νότον ἐπὶ τὰ ὄρη τῆς Περσίδος
30γῆς.

1039-1052

Ἀλλ’ ἐπὶ τὸ ἔσχατον τῶν Κασπίων πυλῶν οἱ πολεμικώτατοι καὶ ἐπικαμπῆ τόξα ἔχοντες Πάρθοι κατοικοῦσι τῶν πολεμικῶν ἔμπειροι· οὐ γὰρ τὴν γῆν τῷ ἀρότρῳ τέμνοντες τὴν αὔλακα ἐπ’ εὐθείας ὁρμῶσι,
5τουτέστιν οὐκ ἀροτριῶσι τὴν γῆν, οὐδὲ μετὰ νηῶν τὴν θάλασσαν ταῖς κώπαις διαχωρίζουσιν, ἤτοι τὴν θάλασ‐ σαν μετὰ νηῶν οὐ περῶσιν, οὐδὲ τοὺς βόας τοῖς βοσκή‐ μασι τρέφουσιν· ἐκ μικρᾶς δὲ ἡλικίας καὶ ἐξ ἁπαλῶν ὀνύχων ἐν φροντίδι εἰσὶ τῶν ἱππικῶν καὶ τῶν τόξων,
10ἀεὶ δὲ ὁ κτύπος τῶν δοράτων καὶ τῶν βελῶν διὰ τὰ πολεμικὰ αὐτῶν γυμνάσια κατὰ τὴν γῆν ἐστι, παντα‐ χοῦ δέ ἐστι καὶ ὁ δρόμος τῶν ταχυπόδων ἵππων ὁρ‐ μωμένων. Οὐδὲ γὰρ νόμος αὐτοῖς ἢ δίκαιόν ἐστι πρό‐ τερον τοῦ δείπνου γεύσασθαι, πρὸ τοῦ τὴν κεφαλὴν
15αὐτῶν τῇ τοῦ πολέμου κακοπαθείᾳ ἱδρῶτι λευκᾶναι,
τῇ δὲ ἐξ ἀπωλείας ἢ ἁρπαγῆς καὶ δόρατος κληθείση εὐωχίᾳ τρέφονται. Ἀλλ’ ὅμως, καίτοι ἀπροσπελάστους ὄντας κατὰ τὴν μάχην καὶ φοβεροὺς, ἡ τοῦ Αὐσονίων βασιλέως, τούτεστι τοῦ Νέρωνος, ἀκωκὴ ἢ ὀξύτης τοῦColumn end
20δόρατος ἐταπείνωσεν.

1053-1062

Ἐὰν δέ σε ἐπιθυμία καταλαμβάνῃ καὶ ἐπικρατῇ καὶ τοὺς Πέρσας ἰδεῖν, σαφῶς ἄν σοι καὶ τούτων τὸ γένος προσείποιμι, καὶ τῶν ἀεὶ καὶ διαπαντὸς κατερχομένων ποταμῶν τὸν πόρον καὶ τὰς ὁδοὺς τῶν
5ὀρῶν. Μόνοι γὰρ τῆς Ἀσίας τὸ ἔθνος βασιλικώ‐ τατον ἔχουσι, καὶ μόνοι τὸν ἄπειρον πλοῦτον ἐν τοῖς οἴκοις αὐτῶν ἔθεντο, ὁπότε τὴν Μῃονίαν, ἥπερ ἐ‐ στὶν ἡ Λυδία, ἐπὶ Δαρείου καθελόντες καὶ τὰς Σάρ‐ δεις ἐπόρθησαν. Ἐπὶ τῷ σώματι μὲν ἐκείνων τῶν ἀν‐
10δρῶν τὰ ὅπλα χρυσᾶ, χρύσειοι δὲ καὶ οἱ χαλινοὶ τοῖς ἵπποις αὐτῶν ἐπὶ στόμασι, χρυσᾶ δὲ καὶ τοῖς ποσὶ τὰ ἑαυτῶν ὑποδήματα ἐκάλλυναν· τοσοῦτος γὰρ ἦν αὐτοῖς ἄπειρος πλοῦτος.

1063-1079

Ἔστω δέ σοι ὅλη ἡ Περσὶς χώρα τοῖς μεγάλοις ὄρεσι περίδρομος, ἐπὶ τὸ νοτιώτερον μέρος τῶν Κασπίων πυλῶν τὴν ἔκτασιν ἔχουσα, ἑλκομένη ἕως τῆς ὁμωνύμου, τουτέστι τῆς Περσικῆς, θαλάσσης.
5Τριχῶς δὲ κατοικοῦσι καὶ κεχωρισμένως, οἱ μὲν ἐπὶ τὰ ἀρκτῶα μέρη πρὸς τοῖς σκιεροῖς καὶ δασέσιν ὄρεσι τῶν Μήδων καθήμενοι, οἱ δὲ μεσόγειοι, οἱ δὲ ἐπὶ τὰ νότια μέρη μέχρι τῆς Περσικῆς θαλάσσης. Πρῶτα δὲ ἔθνη εἰσὶν οἱ Σάβαι, μετὰ τούτους δὲ οἱ Πασαργάδαι,
10πλησίον δὲ οἱ Τασκοὶ, καὶ ἄλλοι, οἵτινες ἑκατέρωθεν τὴν Περσίδα γῆν κατοικοῦσι. Καὶ ταύτην μὲν πολλοὶ ποταμοὶ ἄρδουσι καὶ περισσῶς πιαίνουσιν, ἔνθα κἀκεῖσε ταῖς σκολιαῖς προχύσεσιν ἐλαυνόμενοι· χωρὶς μέν ἐστιν ὁ μέγας Κόρος, χωρὶς δὲ ὁ Χόασπις, ὅς ἐστιν ἀπόρροια
15τοῦ Ἰνδοῦ ποταμοῦ, Ἰνδικὸν ὕδωρ ἕλκων καὶ τὴν τῶν Σούσων γῆν παραρρέων. Ἐπὶ τούτου δὲ πλευραῖς κα‐ θάπερ κύλινδρον ἐπὶ τὴν γῆν κείμενον τὸν ἡδὺν τῇ ὄψει θεάσῃ ἀχάτην, ὃν ἀπὸ τῆς πέτρας τοῦ χειμερίου ποτα‐ μοῦ αἱ χαράδραι, οἱονεὶ τὰ ἀπὸ τῶν ὄμβρων τῆς γῆς
20σχίσματα, κάτω σύρουσιν. Ἀεὶ δὲ καὶ διαπαντὸς τῷ χλιαρῷ ἀνέμῳ οἱ καρποὶ χαίροντες πυκνοὶ καὶ συνεχεῖς καὶ ἐπάλληλοι θάλλουσιν.

1080-1085

Διανοούμενος δὲ σκέπτου καὶ τὸν ὑπό‐ λοιπον πόρον τῆς Ἀσίας ἐπὶ τὴν ἀνατολήν· καὶ γὰρ ἐγγὺς ἡ βάσις ἢ τὸ ἔσχατον πέρας τῆς ἠπείρου, ὃ ἔστι τῆς Ἀσίας, πληροῦται. Καὶ περὶ μὲν τὸ Περσικὸν
5ῥεῦμα τοῦ ὠκεανοῦ, ἤγουν τὸν Περσικὸν κόλπον, ὑπὸ τῷ ἀνατέλλοντι ἡλίῳ οἱ Καρμανοὶ κατοικοῦσι πλησίον τῆς Περσίδος, διχῶς μεμερισμένην γῆν ἔχοντες, οἱ μὲν ὑπεράνωθεν τῆς θαλάσσης, οἱ δὲ ἔνδοθεν ἐν με‐ σογείᾳ. Καὶ ἡ μὲν βορεία Καρμανία ἔρημος, ἡ δὲ νοτία
10λιπαρά.

1086-1106

Πρὸς δὲ τὴν ἀνατολὴν τῶν Καρμανῶν ἡ τῶν Γεδρωσῶν χώρα ἐκτείνεται, πλησίον τοῦ ὠκεανοῦ τοῦ μεγάλα κήτη τρέφοντος. Ἐφ’ οἷστισιν ἔθνεσι πρὸς τὴν ἀνατολὴν παρὰ τὸν Ἰνδὸν ποταμὸν οἱ νότιοι Σκύ‐
5θαι, οἱ καὶ Ἰνδοσκύθαι καλούμενοι, κατοικοῦσιν, ὅστις Ἰνδὸς κατεναντίον τῆς Ἐρυθρᾶς θαλάσσης κατέρχεται, ταχὺν ῥοῦν ὀρθὸν ἐπὶ νότον ἐλαύνων, ἀπὸ τοῦ ὑψηλοῦ ὄρους Καυκάσου πρῶτον ἀρξάμενος. Δύο δὲ στόματα αὐτοῦ ὑπάρχουσι, μέσην δέ τινα νῆσον τῶν δύο στο‐423
10μάτων περιρρεῖ, ἥντινα νῆσον Παταλήνην οἱ ἄνθρωποι καλοῦσιν. Ἐκεῖνος δὲ ὁ ποταμὸς πολλῶν ἀνδρῶν ἔθνη διαχωρίζει· καὶ μὲν ἐπὶ τὴν δύσιν τοῦ ἡλίου τούς τε Ὠρίτας καὶ Ἄραβας καὶ τοὺς λινᾶς χλαίνας ἔχοντας Ἀραχώτας καὶ τοὺς Σατραΐδας, καὶ ὅσους παρὰ τῇ
15ἐξοχῇ τοῦ Παρπανίσου ὄρους, οὓς πάντας ἑνὶ κοινῷ ὀνόματι Ἀριηνοὺς λέγουσιν. Οὐκ ἐπέραστον δὲ καὶ κα‐ λὴν κατοικοῦσι χώραν, ἀλλ’ ὑπὸ τῇ λεπτῇ ψάμμῳ καὶ τοῖς δασέσι θάμνοις πλήθουσαν· ἀλλ’ ὅμως ἐπαρκεῖς καὶ ἱκαναὶ τοῦ βίου τοῖς ἀνθρώποις εἰσὶν ὁδοὶ καὶ ἄλλαι
20πολλαὶ, ἄλλον δὲ πλοῦτον αὐτοῖς ἄφθαρτον κομίζει ἡ γῆ· πανταχοῦ γὰρ τοῦ ἐρυθροῦ κοραλίου ὁ λίθος ἐστὶ, πανταχοῦ δὲ ὑπὸ ταῖς πέτραις αἱ φλέβες ὠδίνουσι τὴν καλὴν πλάκα τῆς τε χρυσιζούσης καὶ τῆς κυανῆς σαπφείρου (δύο καὶ γάρ εἰσι γένη)· τούτους δὲ ἀποτέμ‐
25νοντες τὴν ὠφέλειαν καὶ τὴν εὐπορίαν τῆς ζωῆς προσ‐ πορίζονται.

1107-1113

Πρὸς ἀνατολὰς δὲ ἡ τῶν Ἰνδῶν ἐπέραστος γῆ ἐκτείνεται πασῶν ἐσχάτη περὶ τὰ χείλη, ἤτοι τὸν αἰγιαλὸν, τοῦ ὠκεανοῦ, καθ’ ἣν ὁ ἥλιος ἐπὶ τὰ τῶν θεῶν καὶ ἀνθρώπων ἔργα ἀνερχόμενος, τουτέστιν ἀνατέλλων,
5πρώταις ἀκτῖσιν ἐπιλάμπει. Διὰ τοῦτο οἱ τὴν χώραν ἐκείνην κατοικοῦντες τὰ σώματα μελαίνονται, λίαν πιαινόμενοι, εὐτραφεῖς δὲ τρίχας ὁμοίας τῷ ὑακίνθῳ ἐπὶ ταῖς κεφαλαῖς αὐτῶν φέρουσι.

1114-1127

Τῶν Ἰνδῶν δὲ οἱ μὲν τοῦ χρυσοῦ μέ‐ ταλλα ἐργάζονται, εὐκαμπέσι μακέλλαις τὴν γῆν σκάπτοντες, οἱ δὲ τοὺς ἐκ τοῦ λίνου κατασκευασθέντας ἱστοὺς ὑφαίνουσιν, οἱ δὲ τοὺς λευκοὺς ὀδόντας τῶν ἐλε‐
5φάντων πρισθέντας ἀποξύουσιν, ἄλλοι δὲ ἐπὶ ταῖς προό‐ δοις ἢ ἐκβολαῖς τῶν ξηροποτάμων ἢ τὴν γλαυκὸν λίθον τοῦ βηρύλλου ἢ τὸν τιμιώτατον καὶ διαυγῆ ἀδάμαντα ἰχνεύουσιν, ἢ τὴν χλωρῶς διαυγάζουσιν ἴασπιν, ἢ καὶ τὸν γλαυκὸν λίθον τοῦ θαλασσοειδοῦς τοπάζου, καὶ τὴν
10γλυκερὰν ἀμέθυστον ἡσύχως πως καὶ μετρίως πορφυ‐ ρίζουσαν. Καὶ γὰρ παντοῖον πλοῦτον τοῖς ἀνδράσιν ἡ γῆ ἀενάοις ἢ τοῖς ἀεὶ ῥέουσι ποταμοῖς ἔνθα κἀκεῖσε κατάρρυτος αὔξει. Ἀληθῶς δὲ καὶ οἱ λειμῶνες, ἤτοι οἱ σπειρόμενοι τόποι, τοῖς φύλλοις ἀεὶ κομῶσιν, ἤτοι εὐ‐
15θαλεῖς εἰσι· καὶ γὰρ ἀλλαχοῦ μὲν ἡ κέγχρος αὔξεται, ἀλλαχοῦ δὲ τοῦ ἐρυθραίου καλάμου, ὅπερ ἐστὶν εἶδος ἀρώματος, αἱ ὗλαι θάλλουσι· τὸ δὲ ἐρυθραίου ἢ ὅτι ἐρυθρὰν ἔχει τὴν χροιὰν, ἢ ὅτι πρὸς τῇ Ἐρυθρᾷ φαί‐ νεται.

1128-1140

Διανοούμενος δὲ σκόπει, ὅπως ἄν σοι καὶ τὸ σχῆμα καὶ τοὺς ποταμοὺς εἴποιμι καὶ τὰ ὑψηλὰ ὄρη καὶ τὰ ἔθνη αὐτῆς. Καὶ αὐτὴ μὲν ἡ Ἰνδία ἐπὶ ταῖς τρισσαῖς πλευραῖς ἁπάσαις οὔσαις λοξαῖς ἥρμοσεν,
5ὁμοία τῷ εἴδει ῥόμβου· ἀλλὰ τὰ μὲν ἑσπέρια ὕδατα ὁ
Ἰνδὸς ποταμὸς γείτων ὑπάρχων διαχωρίζει, καὶ τὸ κῦμα τῆς Ἐρυθρᾶς θαλάσσης τὸ νότιον, ὁ δὲ Γάγγης εἰς τὴν ἀνατολὴν, καὶ ὁ Καύκασος τὰ ἀρκτῶα τοῦ οὐρανοῦ μέρη. Καὶ ταύτην μὲν τὴν χώραν πολλοὶ καὶ πλούσιοιColumn end
10ἄνδρες κατοικοῦσιν, οὐχ ὁμώνυμοι οὐδ’ ὁμοῦ ὄντες, ἀλλ’ ἀμφοτέρωθεν κεχωρισμένοι. Οἱ μὲν Δαρδανέες ἔγγιστα τοῦ μεγίστου καὶ ἀπείρου Ἰνδοῦ ποταμοῦ, ὅθεν ὁ Ὑδάσπης ναυσίπορος ποταμὸς τὸν Ἀκεσίνην ποταμὸν ἀπὸ τῶν ὑψηλῶν σκοπέλων συρόμενον εἰσδέχεται. Ἐπὶ
15τούτοις δὲ καὶ ὁ Κώφης ποταμὸς ὁ καλὰ συστρέμματα ἔχων ἐπακολουθεῖ.

1141-1151

Μέσον δὲ τῶν ποταμῶν τούτων οἱ Σάβαι κατοικοῦσι καὶ οἱ τοξίλοι, οἱονεὶ οἱ τοξικοὶ ἄνδρες, ἢ οὕτω καλούμενοι Τοξίλοι· ἐφεξῆς δὲ καὶ οἱ Σκόδροι. Ἐπακολουθεῖ δὲ καὶ τὰ ἄγρια ἢ βάρβαρα ἔθνη τῶν
5Πευκανέων. Μετὰ τούτους δὲ οἱ τοῦ Διονύσου θερά‐ ποντες Γαργαρίδαι κατοικοῦσιν, ὑπερβαλλόντες γὰρ ἐκεῖνοι τὸν Διόνυσον τιμῶσιν· ὅπου τὴν ποικίλην τοῦ χρυσοῦ γενεὰν ἢ τὸ μέταλλον τοῦ χρυσοῦ ὅ τε Ὕπανις [ὅς ἐστι ποταμὸς τῆς Σκυθίας] καὶ ὁ θαυμαστὸς Μέ‐
10γαρσος φέρει, πλουσιώτατοι γὰρ ἐκεῖνοι τῶν ποταμῶν, οἳ ἀπὸ τοῦ Ἠμωδοῦ ὄρους διεγειρόμενοι ἐπὶ τὴν Γαγ‐ γήτιδα χώραν προρρέουσι, συρομένην πρὸς νότον περὶ τὰ ἔσχατα τῆς Κωλίδος γῆς [ἥ ἐστι νῆσος ὅπου ἡ Ἀφροδίτη τιμᾶται]· Καὶ αὐτὴ μὲν ἐπὶ τὸν βαθέα
15συστρέμματα ἔχοντα ὠκεανὸν ὑψηλὴ προνένευκε, τοῖς ταχέσιν ὀρνέοις δυσέκβατος οὖσα· διὰ τοῦτο καὶ οἱ ἄν‐ θρωποι Ἄορνιν αὐτὴν καλοῦσιν ἢ ἐπιδοξάζουσιν, ὡς μὴ ἔχουσαν ὄρνιν διὰ τὸ ὕψος.

1152-1166

Ὑπάρχει δὲ θαυμαστός τις καὶ τίμιος καὶ μέγας τόπος περὶ τὸν καλὰ ῥεύματα ἔχοντα Γάγγην, ὅν ποτε ὁ Βάχος ὀργιζόμενος ἐπάτησεν, ὅτε αἱ ἁπαλαὶ καὶ τρυφεραὶ τῶν Βακχῶν νεβρῖδες εἰς ἀσπίδας ἠλλάσ‐
5σοντο, οἱ δὲ θύρσοι εἰς σίδηρον, καὶ οἱ ἕλικες τῆς πο‐ λυκαμποῦς ἀμπέλου εἰς ἕλιγμα δρακόντων καὶ εἰς δια‐ ζώσματα, τότε ὅτε ταῖς ἀφροσύναις αὐτῶν τὴν ἑορτὴν τοῦ θεοῦ ἠτίμησαν. Τούτου χάριν τὴν μὲν ὁδὸν Νυσ‐ σαίαν ἐκάλεσαν, κοσμίως δὲ καὶ ἐπιστημόνως σὺν τοῖς
10υἱοῖς αὐτῶν πάντα ἐτέλεσαν τὰ μυστήρια, ὁπότε αὐτὸς τὰ ἔθνη τῶν μελάνων Ἰνδῶν ὤλεσε καὶ τῶν Ἠμωδῶν ὀρῶν ἐπέβη, ἀφ’ ὧντινων ὀρῶν βάσιν ὁ μέγας ῥοῦς τοῦ ἀνατολικοῦ ὠκεανοῦ φέρεται. Ἐκεῖσε δύο στήλας περὶ τὰ ἔσχατα τῆς γῆς στήσας χαίρων ἐπὶ τὸν Ἰσμηνὸν
15ποταμὸν, ἤτοι εἰς τὰς Θήβας, κατῆλθε. Τοσοῦτοι μὲν κατὰ τὴν γῆν μάλιστα ἐπίσημοι καὶ ἐπιφανεῖς ἄνδρες ὑπάρχουσιν.

1167-1185

Ἄλλοι δὲ πλεῖστοι ἔνθα κἀκεῖσε ἐπὶ τὰς ἠπείρους πλανῶνται, οὓς οὐκ ἄν τις τῶν θνητῶν φα‐ νερῶς καὶ διαδήλως εἴποι· μόνοι δὲ οἱ θεοὶ ῥᾳδίως καὶ εὐκόλως δύνανται πάντα. Αὐτοὶ γὰρ πρῶτοι τὰ τῆς γῆς
5θεμέλια οἱονεὶ ἐν τόρνῳ ἔθηκαν καὶ περιεγράψαντο, διὰ τὸ σφαιρικὸν τοῦ κόσμου, καὶ τὴν βαθεῖαν ὁδὸν τῆς ἀμετρήτου θαλάσσης ἐδήλωσαν, αὐτοὶ δὲ ἑδραῖα καὶ ἀσφαλῆ πάντα ἐν τῷ βίῳ διεσάφησαν, καὶ τὰ τοῦ οὐ‐
ρανοῦ ἄστρα διακρίνοντες, τοῦ δὲ πόντου καὶ τῆς βαθείας424
10ἠπείρου ἑκάστῳ ἀνθρώπῳ μοῖραν ἔχειν ἐκληρώσαντο. Διὰ τοῦτο καὶ ἑκάστη μοῖρα τῆς γῆς ἄλλην καὶ πα‐ ρηλλαγμένην φύσιν καὶ θέσιν ἔλαχεν. Καὶ γὰρ ἡ μὲν λευκὴ καὶ ἀργιλλώδης ἐστὶν, ἡ δὲ μελανωτέρα, ἡ δὲ καὶ ἀμφοτέρων τὴν μορφὴν ἔλαχεν, ἡ δὲ ἄλλη τοῖς ἄν‐
15θεσι τῆς Ἀσσυρίης μίλτου ὁμοία καὶ παραπλησία, ἄλλαι δὲ ἑτεροειδεῖς· οὕτως γὰρ ὁ μέγας διανοησάμενος
ἐσκέψατο Ζεὺς, οὕτω τοῖς ἀνθρώποις ἑτεροειδῆ πάντα κατεσκεύασεν. Ὑμεῖς δὲ, ὦ ἤπειροι καὶ αἱ ἐν τῇ θαλάσσῃ κείμεναι νῆσοι καὶ τὰ ὕδατα τοῦ ὠκεανοῦ καὶ τὰ μεγάλαColumn end
20τοῦ πόντου χεύματα καὶ οἱ ποταμοὶ καὶ αἱ κρῆναι καὶ τὰ βάσιμα ἢ κατάσκια καὶ δασέα ὄρη, χαίρετε. Ἄρτι γὰρ καὶ τὸ μέγα κῦμα τῆς θαλάσσης ἐπέδραμον, ἄρτι δὲ τὸν πολλὰς ἔχοντα στροφὰς πόρον τῆς ἠπείρου· ὧν‐ τινων ποιημάτων ἕνεκα ἐκ τῶν μακαρίων καὶ ἀθανάτων
25θεῶν ἡ ἀνταπόδοσις ἀνταξία ἐμοὶ γένοιτο.425