TLG 4173 001 :: VITAE DIONYSII PERIEGETAE :: Vita Dionysii

VITAE DIONYSII PERIEGETAE Biogr.
(Varia)

Vita Dionysii

Source: Kassel, R. (ed.), “Antimachos in der Vita Chisiana des Dionysios Periegetes” [Catalepton. Festschrift für Bernhard Wyss] Basel: Seminar für klassische Philologie, 1985: 70–73.

Citation: (Line)

tΓένος Διονυσίου τοῦ Περιηγητοῦ
1Διονύσιος ὁ Περιηγητὴς υἱὸς μὲν Διονυσίου ἦν, γένει Ἀλεξανδρεὺς ἐκ πολιτείας ἐνδόξου. τοῖς δὲ τῶν αὐτοκρατόρων ἦν χρόνοις, ὡς αὐτὸς ἐν τούτωι τῶι ποιήματί φησι (355):
Ῥώμην τιμήεσσαν, ἐμῶν μέγαν οἶκον ἀνάκτων.70
5ἐξηγούμενος δὲ τὰ Μηδικὰ φανερῶς ὁμολογεῖ προγενέστερον αὐτοῦ τὸν Αὔγουστον γεγονέναι, ἡττηθῆναι γὰρ ὑπ’ αὐτοῦ πάλιν τοὺς Πάρ‐ θους ἐκτίνοντας ὑπὲρ τοῦ Κράσσου δίκην, ὡς ἐν τοῖς ἑξῆς φησί (1051).
ἀλλ’ ἔμπης κατὰ δῆριν ἀμαιμακέτους περ ἐόντας
Αὐσονίου βασιλῆος ἐπεπρήϋνεν ἀκωκή.
10σαφὲς τοῦτο ποιεῖ λέγων τὴν † κηρυναίων † ἧτταν † λουκτούλου † τοῦ Ῥωμαίων στρατηγοῦ πρότερον δολοφονηθέντος. πῶς δὲ καὶ διὰ τί, προιόντες ἀποδείξομεν. γέγραπται δὲ {καὶ} αὐτῶι καὶ Λιθιακῶν βιβλία τρία, Διοσημιῶν τε καὶ Γιγαντείων ἕτερα, καὶ κατά τινας Ὀρνιθιακῶν· νοθεύουσι γὰρ αὐτά
15τινες, Διονυσίου τοῦ Φιλαδελφέως αὐτὰ λέγοντες. τὰ δὲ Λιθικὰ μᾶλλον ἀποδέχονται διὰ τὸ τὸν αὐτὸν εἶναι χαρακτῆρα. τὰ δὲ Βασσαρικὰ διὰ τραχύτητα ποσὴν αὐτοῦ χωρίζοντες ἀναφέρουσιν εἰς τὸν Σάμιον. χαί‐ ρει δὲ οὗτος Ὁμηρικῶι ζήλωι πρὸς ἔνια· πολλὴ γὰρ ἐπανάληψίς ἐστι καὶ παρ’ αὐτῶι. γλαφυρὸς δὲ ὢν τῶι πλάσματι τῶν ποιημάτων οὐχ ἥκι‐
20στα μεταδιώκει τὸ ἀνθηρόν. ὥσπερ γάρ τις ἄριστος ἐν τούτωι ζωγράφος ἀφορῶν εἰς τὸ ἄπειρον τῶν ἐθνῶν ἐπιλέγεται δεόντως, αὐτοῦ τοῦ κάλ‐ λους ἔργον, τῶν μὲν ὀνομάτων τὰ εὐσύνθετα, τῶν δὲ λέξεων τὰ ἀνθηρά, ὥστε γίνεσθαι σύμμετρα μὲν τὰ ὀνόματα, χρώματα δὲ τὰς λέξεις. ἱστορικὸν δὲ τὸ ὑποκείμενον ποίημα ῥητέον. ἡ γὰρ ἱστορία διαι‐
25ρεῖται εἴς τε γενεαλογικὸν καὶ χρονικόν, πραγματικόν τε καὶ τοπικόν, οὗπερ εἴδους ἡ ὑποκειμένη πραγματεία τῶι ποιητῆι. ὅτι δὲ καὶ χρή‐ σιμον τὸ ποίημα δηλοῖ ἐκ τοῦ σαφηνίζεσθαι διὰ τούτων παρὰ ποιηταῖς ἔνια πρὸς ἐμπορίαν τε καὶ ἀποδημίαν ὠφέλιμα, οὐ μὴν ἀλλὰ καὶ γεωρ‐ γίαν, ὅταν, ἐπιγνῶμεν ὡς ἥδε μὲν ἡ γῆ λεία τε ἄρα καὶ κατάρρυτος,
30ἑτέρα δὲ αὐχμηρά, πρὸς ἐπίγνωσίν τε ἤθους ἀνδρῶν ἐπιτήδειον ἡγε‐ μονικόν τε πρὸς τὰς ἐπιμιξίας. ἀποδείκνυσι δὲ τοῦτο καὶ ὁ ποιητής, ὡς ὠφέλιμόν τι χρῆμα περιήγησις. θαυμάζων δὲ τὴν Ὀδυσσέως πολυπει‐ ρίαν ἔφη (α 3)
πολλῶν δ’ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,
35δαιμονίως τε αὐτὸν ἔχοντα περὶ τὴν πεῦσιν εἰσάγει, λέγοντα (ν 233)
〈τίς γῆ,〉 τίς δῆμος, τίνες ἀνέρες 〈ἐγ〉γεγάασιν; ἔτι δὲ βασιλεῖς ἐπὶ τοῦτο σπουδαῖοι καὶ πρός γε τούτοις Ἡρακλῆς τε καὶ Διόνυσος. Ἀλέξανδρος μὲν οὖν ἐπὶ Σκύθας ἰὼν καὶ τοὺς Ἰνδοὺς ἔγνω τὸν ἑῶιον Ὠκεανόν, Ἀντίοχοί τε καὶ Πτολομαῖοι περιιόντες
71
40οὐκ ὀλίγην ἱστόρησαν γῆν. ὁ δὲ παλαιὸς Αἰγύπτιος, οὗ καὶ Ἡρόδοτος ἐμνήσθη (II 102), μετὰ τὴν ἱστορίαν ἐνθυμηθεὶς οὐ μόνον τοῖς Αἰγυπ‐ τίοις ἀλλὰ καὶ Σκύθαις ἠξίωσε μεταδοῦναι τῆς τῶν πινάκων γραφῆς. οὐχὶ ἥκιστα δὲ καὶ οἱ φιλόσοφοι τὴν περίοδον τῆς ἀποδημίας ἐτίμη‐ σαν, ὧν ἐστι Πλάτων καὶ Ἀριστοτέλης. ὁ μὲν γὰρ εἰς Αἴγυπτον καὶ
45Σικελίαν σταλεὶς οὐ μετρίως ἤρα τοῦ χρήματος, ὁ δὲ καὶ συγγραμμάτων ἠξίωσε τὸ περίεργον, ὡς ἐν τῶι περὶ πολιτειῶν καὶ ζώιων ἔστι μαθεῖν. ἄξιον δὲ καὶ περὶ προοιμίου βραχέα διαλαβεῖν, ἵνα καὶ τοῦτο τὸν ἄνδρα κρίναντες δῶμεν αὐτῶι συγγράφεσθαι τῶι ποιητικῶι συλλόγωι διὰ τὴν τέχνην. ἴδιον τοίνυν προοιμίου τὸ ἐνδείκνυσθαι περὶ ποίων

(50)

πραγμάτων ἐρεῖ καὶ περιέχειν τὴν ὑπόθεσιν τὴν ὅλην τε τῆς πραγμα‐ τείας ἐπαγγελίαν. ἀρετὴ δὲ μὴ παντὶ ἁρμόζειν δύνασθαι, ἀλλὰ ἰδίως ἐκείνωι τῶι τοῦ σκοποῦ καὶ τῆς ὑποθέσεως ὄντι κυρίωι. δεῖ δὲ αὐτῶι τὸ σύντομον εἶναι καὶ τῆι ποιήσει προσφυὲς τῶι τε πράγματι, 〈καὶ〉 μὴ σφόδρα διηρμένον. ἀποτιθέναι γὰρ δεῖ τὸν ὄγκον ἢ λαμπρῶς ἀρ‐
55ξάμενον ἀπολεπτύνειν ὡς ὁ Ἀντίμαχος· ἤρξατο μὲν γὰρ ἐπηρμένως, οὐδὲν δὲ περὶ τῶν Ἀργείων ἐπήνεγκεν. Ὅμηρος δὲ οὐ τοιοῦτος, ἀλλὰ τὸ προοίμιον ἐκ τῶν πραγμάτων λαβὼν εὐθέως τὰ {τε} κεφάλαια τῆς ποιήσεως περιγράφει. τὸ δὲ τῶν Ἔργων καὶ ἡμερῶν Ἡσιόδου καὶ τῆς Θεογονίας πάσης ἔστι προτάξαι ποιήσεως· διὸ καὶ ὁ Κράτης αὐτὰ κατὰ
60λόγον ἠθέτει (Hes. test. 47b Jac.). Πίνδαρον μέντοι ἀποδεκτέον καὶ Σιμω‐ νίδην, ὅτι τῶν ἀρχαίων ποιητῶν προοιμιαζομένων τὰς Μούσας οὗτοι τὰς εἰσβολὰς ἐν πολλοῖς ἀπ’ αὐτῶν ποιοῦνται τῶν πραγμάτων. οἱ μέντοι τὰ μονόστροφα πράξαντες Ἀνακρέων καὶ Ἀλκαῖος ἅμα τῆι Σαπφοῖ διὰ βραχύτητα τῶν ὠιδῶν καὶ τὸ μὴ διατίθεσθαι μύθους ἀπροοιμίαστοι
65δεόντως εἰσίν. ἔστιν οὖν 〈ὁ〉 ἀνὴρ τῶι προοιμίωι ποιητικός, εἴγε τὸ ἴδιον φυλάξας οὐ διέβαλε τὴν τέχνην. εἰ δὲ δεῖ περὶ τῆς τῶν γεωγραφικῶν ἀρετῆς καὶ κακίας εἰπεῖν, ἐροῦ‐ μεν ὡς ἀρετῆς μὲν αὐτῶν ἐστιν ἴδιον τὸ φυλάττειν τὰ γεωγραφικὰ χει‐ ραγωγούμενα ὑπὸ τῆς ἀληθοῦς ἱστορίας, κακίας δὲ τὸ κατάρχεσθαι μὲν
70ἀπὸ γεωγραφικῶν ἁμαρτάδων, κατατρέχειν δὲ εἰς ἀσύστατον ἱστορίαν. ἡ δὲ τοῦ ποιήματος ὑπόθεσις οἰκουμενικὸν ἐπαγγελλομένη τὸ πρᾶγμα
τοῦ ἔπους γλαφυρὸν ἠνάγκασε γενέσθαι. ὁ γὰρ τῶν πόλεων ἄπειρος ὢν κατάλογος τῆι τῶν ὀνομάτων ἐπισυναφθεὶς ὀνομασίαι τοῦ μὲν ἰσχνοῦ τὸ ἀσθενὲς ἐξέφυγε, τοῦ δὲ ἀνθηροῦ τὸ ἡδὺ παρηιτήσατο διὰ τὴν ἔκλυ‐72
75σιν. ἐξ ὧν ὁ ποιητὴς ἀποδείκνυται ποικίλος, εἴγε πρὸς τὰς ὑποθέσεις αὐτοῦ ἁρμόζει, ποτὲ μὲν καταγλυκαίνων τῶι ἀνθηρῶι τὰ ἔπη ὡς ἐν τοῖς αὐτοῦ Λιθιακοῖς ἀποδέδεικται, ποτὲ δὲ τῶι γλαφυρῶι διατορεύων, ὡς ἐκ τοῦ παρακειμένου βιβλίου σαφές. ὅτι δὲ διαβέβληται τὸ παχύ, σαφῶς ὁ Καλλίμαχος ἐν τοῖς Ἐπιγράμμασι δηλοῖ. διασύρων γὰρ Ἀντιμάχου
80τὸ ποίημα τὴν Λύδην ἔφη (fr. 398 Pf.)
Λύδη καὶ παχὺ γράμμα 〈καὶ〉 οὐ τορόν. κρημνοποιός τε καὶ στόμφαξ παρὰ τοῖς τραγικοῖς (immo Ar. Nub. 1367) Αἰσχύλος εἴρηται, ἐπεὶ μὴ κέχρηται καθαρᾶι καὶ ἀνειμένηι τῆι λέξει. τί δεῖ παραλαμβάνειν Ἀριστοφάνην τὰ φαῦλα τῶν ποιημάτων ἐν τοῖς
85Βατράχοις οὐ μετρίως κωμωιδήσαντα; τοῦ πράγματος οὖν ἐπείγοντος ἡμᾶς ἥκειν ἐπὶ τὴν ἐξήγησιν, ἄλλως τε καὶ τὸ κρίνειν οὐχ ἡμῶν (ἡ γὰρ μείζων ἐπαγγελλομένη τοῦτο φιλοσοφία τῆι τῶν ἐλέγχων ἀληθείαι τὸν ἐπιχειρεῖν ἐθέλοντα δυσωπεῖ) *** τοιγαροῦν ἴωμεν ἐπὶ τὴν ἐξήγη‐
σιν.73