TLG 4172 006 :: VITAE OPPIANI :: Vita Tzetziana (e codd. Laur. gr. 31.3, Ambros. gr. C 222 inf., Vat. gr. 1345)

VITAE OPPIANI Biogr.
(Varia)

Vita Tzetziana (e codd. Laur. gr. 31.3, Ambros. gr. C 222 inf., Vat. gr. 1345)

Source: Colonna, A. (ed.), “De vita Oppiani antiquissima” [Bollettino del comitato per la preparazione dell’edizione nazionale dei classici greci e latini 12] 1964: 40.

Citation: (Line)

tΓένος Ὀππιανοῦ
1Ὀππιανὸς ὁ ποιητὴς πατρὸς μὲν ἦν Ἀγησιλάου, μητρὸς δὲ Ζηνοδότης, τὸ δὲ γένος ἀπὸ Ἀναζάρβου τῆς Κιλικίας. ὁ δὲ τούτου πατὴρ τά τε ἄλλα πλούσιος ὢν καὶ τῶν ἐν τῇ πολιτείᾳ διὰ τῆς πατρίδος αὐτοῦ πρῶτος νενομισμένος παιδείᾳ τε δια‐ πρέπων καὶ φιλόσοφον βίον ζῶν ἐν τοῖς αὐτοῖς ἤσκησε τὸν υἱὸν παιδεύμασι τὴν ἐγ‐
5κύκλιον ἅπασαν παίδευσιν, μουσικήν τε καὶ γεωμετρίαν, μάλιστα δὲ καὶ γραμμα‐ τικήν. ἤδη δὲ Ὀππιανοῦ περὶ τριάκοντα ἔτη γεγονότος, ἐπεδήμησε τῇ Ἀναζάρβῳ Σεβῆρος ὁ τῶν Ῥωμαίων βασιλεύς· ἐπειδὴ δὲ πάντας τοὺς πολιτευομένους ἀπαντᾶν ἔδει τῷ βασιλεῖ, ἀμελήσαντα τῆς ἀπαντῆς Ἀγησίλαον, ὡς δὲ φιλοσόφως ζῶντα καὶ κενοδοξίας περιφρονοῦντα, χαλεπήνας ὁ βασιλεὺς ἐξώρισεν εἰς Μελίτην νῆσον τοῦ
10Ἀδρίου, οὗ δὴ συνὼν τῷ πατρὶ ὁ ποιητὴς ἔγραψε ταῦτα τὰ ποιήματα ἀξιολογώ‐ τατα ὄντα. ἐπανελθὼν δὲ εἰς Ῥώμην καὶ ἐπ’ Ἀντωνίνου τοῦ υἱοῦ Σεβήρου παρελ‐ θὼν αὐτός—ὁ γὰρ Σεβῆρος ἐτεθνήκει—ἠξιώθη λαβεῖν ὃ ἂν βούλοιτο. ὁ δὲ κάθοδον τῷ πατρὶ ᾔτησε, τυχὼν δὲ προσέλαβεν ἑκάστου ἔπους χρυσοῦ νόμισμα. ἐπανελθὼν δὲ ἅμα τῷ πατρί, λοιμοῦ ἐμπεσόντος τῇ Ἀναζάρβῳ, μετ’ ὀλίγον χρόνον τελευτᾷ,
15οἱ δὲ πολῖται θάψαντες αὐτὸν ἄγαλμα αὐτῷ πολυτελὲς ἀνέστησαν καὶ ἐπέγραψαν· Ὀππιανὸς κλέος εἷλον ἀοιδέων, ἀλλά με Μοίρης βάσκανος ἐξήρπαξε μίτος κρυερὸς Ἀΐδης τε, καὶ νέον ὄντα κατέσχε τὸν εὐεπίης ὑποφήτην. εἰ δὲ πολύν με χρόνον μίμνειν φθόνος αἰνὸς εἴασεν,
20οὐκ ἄν τις ἶσον κλέος ἔλλαχεν ἐν χθονὶ φωτῶν. ἔγραψε δὲ καὶ ἄλλα ποιήματα λεπτὰ ζήσας ἔτη τριάκοντα. πολὺ δὲ ἔχει τὸ ἀνθηρὸν καὶ λεῖον μετὰ τοῦ πυκνοῦ τε καὶ ἁδροῦ, ὅπερ ἐστὶ τὸ δυσχερέστατον, τυγχάνει
δὲ μάλιστα ἐν ταῖς γνωμολογίαις τε καὶ παραβολαῖς.40