TLG 4172 005 :: VITAE OPPIANI :: Vita Oppiani (Vita β)

VITAE OPPIANI Biogr.
(Varia)

Vita Oppiani (Vita β)

Source: Westermann, A. (ed.), Βιογράφοι. Vitarum scriptores Graeci minores. Braunschweig: Westermann, 1845 (repr. Amsterdam: Hakkert, 1964): 65–66.

Citation: (Line)

tὈππιανοῦ βίος.
1Ὀππιανὸς ὁ ποιητὴς πατρὸς μὲν ἦν Ἀγησιλάου, μητρὸς δὲ Ζηνοδότης, τὸ δὲ γένος ἀπὸ Κωρύκου ἢ ἀπ’ Ἀναζάρβου τῆς Κιλικίας· ἔστι δ’ ἡ ἄνω Κώρυκος Κιλίκων πόλις. Ἀγη‐ σίλαος δ’ ὁ τούτου πατὴρ τὰ μὲν ἄλλα πλούσιος ὢν καὶ τῶν
5ἐν τῇ πολιτείᾳ πρῶτος νενομισμένος τὸν υἱὸν ἐν παιδείᾳ τῆς ἐγκυκλίου μαθήσεως δίδωσιν. ἤδη δὲ τοῦ Ὀππιανοῦ περὶ λʹ ἔτη γενομένου καὶ τοῦ πατρὸς ζῶντος ἔτι ἐπεδήμησε Σεβῆ‐ ρος ὁ Ῥωμαίων βασιλεὺς ἐν τῇ τῶν Κωρυκίων πόλει· καὶ ἐπειδὴ πάντως ἔδει τοὺς πολιτευομένους ὑπαντᾶν τῷ βασιλεῖ,
10ἀμελήσαντος τοῦ Ἀγησιλάου τὴν ὑπάντησιν ποιήσασθαι, ἅτε δὴ ἐμφιλοσόφως ζῶντος καὶ ἀπηλλαγμένου πάσης κενοδοξίας, ὀργισθεὶς ὁ Σεβῆρος κατεδίκασε τὸν Ἀγησίλαον, ἐν δὲ νήσῳ τῆς Ἰταλίας καλουμένῃ Μελίτῃ ἐξώρισεν. ἀπελθόντος δ’ αὐτοῦ ἐν τῇ νήσῳ συνείπετο καὶ ὁ υἱός. ἐκεῖ δὲ διατρίβων ἔγραψε τὰ
15ποιήματα τὰ κάλλιστα ταῦτα ἐν εʹ βιβλίοις, οἷα οὐδεὶς συνέ‐ ταξεν. ταῦτα δὲ τελέσας ἐν τῇ νήσῳ, ἀνελθὼν ἐν τῇ Ῥώμῃ καὶ συγκαλέσας τὴν σύγκλητον καὶ τὸν Σεβήρου υἱὸν Ἀντωνῖνον, ἤδη τελευτήσαντος τοῦ Σεβήρου, ἀνέγνω ἐπὶ τούτου τὰ ποιήματα. θαυμασθεὶς δ’ ἐπὶ τούτοις ἠξιώθη παρὰ τοῦ
20βασιλέως αἰτήσασθαι ὃ ἂν βούλοιτο. ὁ δὲ „τὸν πατέρα“ φησίν „ἀφεῖσθαι βούλομαι τῆς νήσου.“ οὐ μόνον δὲ τὸν πατέρα ἔλαβεν, ἀλλὰ καὶ τοσαῦτα νομίσματα, ὅσους εὑρέθη ἔχοντα στίχους τὰ ποιήματα. παρὰ τοῦ βασιλέως οὖν τιμη‐ θεὶς καὶ ἐν τοῖς ἀρίστοις τῶν ποιητῶν καταταχθείς, λαβὼν65
25παρὰ τοῦ βασιλέως τὰ δωρηθέντα αὐτῷ χρυσοῖς γράμμασι τὰ ποιήματα ἔγραψεν. συνέταξε δὲ καὶ ἄλλα ποιήματα θαυ‐ μαστά, παῖς ὢν ἔτι, τά τ’ Ἰξευτικὰ καὶ Κυνηγετικά, ἑκάτερα ἐν εʹ βιβλίοις παρὰ μέρος περιλαβών, ἐν τούτοις δὲ μάλιστα διέ‐ πρεψεν, ἅτε δὴ περὶ τὴν ἀκμὴν τοῦ φρονεῖν γεγενημένος.
30ἐπανῆλθε δ’ εἰς τὰ οἰκεῖα μετὰ τοῦ πατρός, εὐθέως δὲ λοι‐ μοῦ ἐπελθόντος ἐν τῇ τῶν Κωρυκίων πόλει τριακονταέτης ὢν τελευτᾶ, καταλιπὼν τοὺς γονεῖς περιόντας. ἠρίον δὲ θαυμαστὸν αὐτῷ ἡ πόλις ᾠκοδόμησε καὶ ἄγαλμα πολυτελὲς ἔστησεν, ἐγχαράξασα τάδε·
35Ὀππιανὸς κλέος ἔσχον ἀοίδιμον, ἀλλά με Μοιρῶν βάσκανος ἐξήρπαξε μίτος, κρυερός τ’ Ἀΐδας με καὶ νέον ὄντα κατέσχε, τὸν εὐεπίης ὑποφήτην. εἰ δὲ πολύν με χρόνον ζωὸν μίμνειν φθόνος αἰνὸς εἴας’, οὐκ ἄν τίς μοι ἴσον γέρας ἔλλαχε φωτῶν.
40τέλος. Ὀππιανὸς σελίδεσσιν ἁλίπλοα φῦλα συνάψας
θήκατο πᾶσι νέοις ὄψον ἀπειρέσιον.66