TLG 4172 002 :: VITAE OPPIANI :: Vita Oppiani Anazarbensis (e cod. phil. gr. 135 in Bibl. nat. in Vindob.)

VITAE OPPIANI Biogr.
(Varia)

Vita Oppiani Anazarbensis (e cod. phil. gr. 135 in Bibl. nat. in Vindob.)

Source: Mazal, O. (ed.), “Eine neue Rezension der Biographie Oppians” [Wiener Studien 80] 1967: 118.

Citation: (Line)

Ἀνάζαρβος ἐπὶ Κιλικίᾳ πόλις ἡ πατρὶς Ἀγησιλάου πατρὸς Ὀππιανοῦ τοῦ ποιητοῦ. ὁ δὲ Ἀγησίλαος οὗτος περίβλεπτος ἦν καὶ γένει καὶ δόξῃ καὶ πλούτῳ καὶ σοφίᾳ πάσῃ καὶ ἀρετῇ, ἐφ’ ἧς καὶ τὸν υἱὸν ἐξεπαίδευσεν. οὐκ ἔμελλεν εἰς τέλος τὸν φθόνον διαφυγεῖν· διὸ
5καὶ συμφορᾷ περιπέπτωκε ἐξ ἀδήλου. Σεβῆρος γὰρ ὁ Ῥωμαίων Καῖσαρ ἤτοι βασιλεὺς τῇ Κιλικίᾳ ἐπεχωρίασε· καὶ ἐπεὶ μὴ λαμπρὰν αὐτῷ ὑπάντην ἐποιήσατο περίφημος ὢν ἐν πλούτῳ καὶ δόξῃ, ὑπερορίας κατεδίκασεν αὐτόν· καὶ ἡ περὶ τὸν Ἀδρίαν νῆσος Μελιτίνη αὐτίκα τοῦτον ἐδέξατο τὸν υἱὸν συμπαραλαβόντα. ἔνθα καὶ πατρικῶς αὐτὸν
10ἐδίδαξε καὶ φορτίδα ὅ φασι τῆς σοφίας ἀνάπλεον ἐποιήσατο. ὁ δὲ παῖς ὁ καλὸς οὗτος Ὀππιανὸς ἀκριβωσάμενος καὶ καταμαθὼν μετὰ θάνατον Σεβήρου ὁποῖος τὴν φύσιν Ἀντωνῖνός ἐστιν ὁ τοῦ πατρὸς τὸ κράτος διαδεξάμενος καὶ οὗτος ὅτι τοῖς κυνηγεσίοις προκλίνει καὶ ἐπαγάλλεται, τὰς ἁφὰς τοῦ λόγου παραλαβὼν καὶ συναγαγὼν καὶ
15ἐγκλείσας ἑαυτὸν πᾶσαν θήραν ἐνενοήσατο τὴν περὶ τὰ τρία στοιχεῖα, τὸν ἀέρα, τὸ ὕδωρ καὶ τὴν γῆν παρὰ ἀνθρώπων ἐπιτεχνηθεῖσαν, οὐ μόνον δὲ ἀλλὰ καὶ ἐν παρόδῳ περὶ τῶν τριῶν διαλέγεται γενῶν, τῶν ἀερίων φημὶ ζῴων, τῶν εἰναλίων καὶ τῶν χερσαίων, ὁπόσα τέ εἰσι ταῦτα ἐν τῷ καθ’ ἕκαστον τῶν στοιχείων καὶ ὅπου νέμονται καὶ ὅπως
20συνευνάζονται καὶ τὰ περὶ τόκου αὐτῶν καὶ νοήματος, εἰς τὰ τελευταῖα, ὡς ἔφημεν, περὶ τῆς ἄγρας αὐτῶν τὴν διάληψιν εὖ ἐποιήσατο καὶ εἰς Ῥώμην ἐλθὼν τρισὶ βιβλίοις τὴν πραγματείαν ταύτην ἐκθέμενος Ἀντωνίνῳ βασιλεῖ ἐνεχείρισεν. ὁ δὲ σοφὸς ὢν ἠγάσθη τῆς σοφίας τὸν ποιητὴν καὶ τὸ εὔρυθμον ἐπῄνεσε τοῦ ποιητοῦ τῶν ἐπῶν καὶ τὸ καθαρὸν
25καὶ σαφὲς τῆς φράσεως ἐμεγάλυνε καὶ αὐτὸ δὲ τὸ νόημα κατεπλάγη καὶ χάριτος αὐτῷ ὡμολόγησε καὶ ἐκέλευσε ζητῆσαι τὸ αὐτῷ τῷ ποιητῇ βουλητέον· ὁ δὲ τοῦ πατρὸς τὴν ἀνάρρυσιν ἐξῃτήσατο καὶ ἔλαβε ταύτην· πρὸς δὲ καὶ ἰσάριθμοι στατῆρες ὅσα καὶ ἔπη ταῖς βίβλοις ἐν‐
απετέθησαν.118