TLG 4171 001 :: ANONYMI IN OPPIANI OPERA :: In Oppiani halieutica exegesis (e cod. Paris. gr. 2735)

ANONYMI IN OPPIANI OPERA
(Incertum)

In Oppiani halieutica exegesis (e cod. Paris. gr. 2735)

Source: Bussemaker, U.C. (ed.), Scholia et paraphrases in Nicandrum et Oppianum in Scholia in Theocritum (ed. F. Dübner). Paris: Didot, 1849: 364–369.

Citation: Page — column — (line)

364

b

(t1)

ΟΠΠΙΑΝΟΥ ΑΛΙΕΥΤΙΚΩΝ ΕΞΗΓΗΣΙΣ.
t2βιβλίον πρῶτον.
1Ὅτι μόνος ὁ σκάρος τῶν ἰχθύων φθέγγεται καὶ μό‐ νος τὴν τροφὴν πρόεισιν ἐκ δευτέρου, ἀναμακαρυκώμε‐ νος (sic), καθὼς καὶ τὰ πρόβατα, ἐκπέμπων δίυγρον βοήν. —Ὅτι ὁ ὀρφὸς βράδιον ἀποθνήσκει καὶ τιθεὶς τῇ
5ξηρᾷ ζῇ καὶ κατακοπεὶς σιδήρῳ ἐπὶ πολὺ ζῇ. —Ὅτι ὁ ὄνος οὕτω καλούμενος ἰχθὺς ξανθός ἐστιν ὅμοιος κεσ‐ τρεῦσι, καὶ ἐξώκοιτος πέφυκεν ὡς ἀμφίβιος. —Ὅτι ὁ πομπίλος· τούτου τὸ γένος παμπληθὲς ἀκολουθεῖ ταῖς ναυσὶν, οἱ μὲν ἐπὶ ταῖς πρώραις, οἱ δ’ ἐπὶ ταῖς πρύ‐
10μναις, καὶ ἡνίκα πλησιάσωσι τὴν χέρσον, πάντες ὁμοῦ ἐῶσι τὴν ναῦν καὶ ἀποστρέφονται πρὸς τὰ πελάγη, ὅπερ ἔχουσιν οἱ ναῦται σημεῖον τοῦ πλησίον αὐτοὺς εἶναι τῆς γῆς, ἔχουσι δὲ τὴν σύμπλοιαν αὐτῶν σημεῖον εὐδίας. —Ὅτι μῆκος ἔχει ἡ ἐχενηῒς ἰσόπηχες· στα‐
15κτόχροος ὁμοία ἐγχέλυσιν, στόμα δ’ αὐτῆς ὀξὺ πέφυκεν ἄνωθεν ἐκ κεφαλῆς καμπύλον ἀγκίστρου δίκην δάκνει. τε τὴν ναῦν τῇ τρόπιδι σφοδροῖς ἀνέμοις πλέουσαν, καὶ παντελῶς ποιεῖ ἀκίνητον. —Ὅτι ὁ στακὸς (ἀστακὸς?) τὴν ἰδίαν κοίτην οὐκ ἀφίησιν, ἀλλ’ ἐάν τις αὐτὸν θη‐
20ρεύσας πάλιν ἀπολύσῃ εἰς τὴν θάλασσαν, ἔρχεται εἰς τὴν ἰδίαν κοίτην, ἀλλότριον μὴ ἐπιβαίνων. —Τὰ ὀστρακόδερμα πάντα γηράσαντα τὸ ὄστρακον ἀποβάλ‐ λουσι καὶ ἄλλο κάτωθεν νέον τρέφουσιν. —Ὅτι οἱ πάγουροι, ὅτε σκέψονται τὸ ὄστρακον αὑτῶν ἐκ τοῦ
25γήρως διαῤῥυὲν, πλεῖον ἐσθίουσιν, ἵν’ ὑψουμένης τῆς σαρκὸς, ταχὺ αὐτὸ ἀποβάλλωσιν· ὅταν δ’ ἀποβάλλωσι, τέτανται ἐπὶ τῆς ψάμμου, νομίζοντες ἀγρευθῆναι, τῆς σκέπης αὑτῶν γυμνωθέντες, ἐσθίουσι δὲ ψάμαθον, ἡνίκα αὔξωνται ἐνισχύειν τῇ αὐξήσει τοῦ ὀστράκου. —
30Ὅτι τὰ ὀστρακόδερμα, ἐάν τις εἰς μικρὰ κατακόψας ῥίψῃ ἐν τῇ θαλάσσῃ, συμφύονται καὶ ζῶσιν. —Ὅτι αἱ καρκινάδες γυμναὶ γεννῶνται, εὑρίσκουσαι δ’ ἀλλό‐ τριον ἔλυτρον ὑπεισδύουσιν αὐτὸ, καὶ ἀγαπῶσι πλέον τῶν ἄλλων τοὺς φωλεοὺς τῶν στρόμβων, ὡς εὐρυτέρους
35καὶ ἐλαφροτέρους. —Ὅτι ὁ ναυτίλος οὕτω καλούμενος ἰχθὺς ὅμοιός ἐστι πολύποσιν, οἰκεῖ δ’ ἐν ταῖς ψαμάθοις, ἀνέρχεται δ’ εἰς τὴν ἐπιφάνειαν τῆς θαλάσσης καὶ ἁπλοῦται ὑπ’ αὐτὴν, καὶ ἐκτείνει δύο πόδας, ὅς (οὓς?) ἔχων ὑμένα ἀπὸ ποδὸς εἰς πόδας ἀρμενίζει, κάτωθεν
40δὲ τοῖς ἄλλοις δυσὶ ποσὶν οἰακίζει ἑαυτὸν, ἡνίκα δ’ αἴ‐ σθηται κακοῦ τινος παραυτὰ (?) χαλᾷ τοὺς πόδας καὶ ἔνδοθεν τοῦ στόματος εἰσδεχόμενος ὕδωρ καὶ τὸν ὑμένα βαρύνει καὶ καθέλκει, φυγὼν τὸν βλάπτοντα. —Ὅτι ἡ ἐγχέλυς ἐν τοῖς αἰγιαλοῖς τῇ ἀσπιδοειδεῖ χελώνῃ
45μίσγεται, καὶ ἡ καστορὶς, αὕτη δ’ ἐστὶ δυσοιώνιστος· ὃς γὰρ ἂν ἀκούσῃ τῆς φωνῆς αὐτῆς τελευτᾷ. —Ὅτι αἱ φῶκαι διὰ παντὸς ταῖς νυξὶν ἐξώκοιτοι γίνονται, πολλάκις δὲ καὶ ἐν ἡμέρᾳ ἐν ταῖς πέτραις κοιμῶνται.
—Ὅτι τῷ ἔαρι αἱ θήλειαι τῶν ὠοτόκων ἐν τοῖς ψα‐364

365

a

μάθοις ἀποτρίβουσαι τὰς γαστέρας, χωρίζουσι τὰ ὠὰ συμπεφυκότων ἀλλήλοις, καὶ οὕτως τίκτουσιν· ἐν δὲ τῇ συλλήψει οἱ ἄῤῥενες προτρέχουσιν, αἱ δὲ θήλειαι ἐπακολουθοῦσιν· οἱ γὰρ ἄῤῥενες ἐν τῷ τρέχειν παρα‐
5τρίβονται τὰς ἑαυτῶν γαστέρας, καὶ οὕτως ἀποσπερ‐ ματίζουσιν, αἱ δὲ θήλειαι ὀπίσω ἐπιδιώκουσι, τὸν ἐκκρινόμενον θορὸν λάπτουσι καὶ οὕτως συλλαμβάνονται. —Ὅτι ὁ σαργὸς καὶ ὁ κόσσυφος πολλὰς γαμετὰς ἔχου‐ σιν, οἱ δὲ κάνθαροι καὶ αἰτναῖοι μονογαμοῦσιν. —Ὅτι
10αἱ ἐγχέλυς καὶ αἱ χελῶναι καὶ οἱ πολύποδες σπειρηδὸν ἐπ’ ἀλλήλας χυθεῖσαι χέουσιν ἱδρῶτα ἐν ταῖς ψαμάθοις, ἡ δ’ ἰλὺς δεξαμένη κύει γένος τῶν ἐγχελύων· ὁμοίως δὲ καὶ οἱ γόγγροι τίκτονται, ἡ δὲ χελώνη ἐπίπονον ἔχουσα τὴν συνουσίαν διὰ τὸ σκληρὸν τοῦ κέντρου, φεύγει τὸν
15ἄῤῥενα, ὁ δ’ ἡνίκα εὕρῃ αὐτὴν πολεμεῖ, ἕως ἂν ἀτονή‐ σασα καὶ μὴ θέλουσα κοινωνήσῃ τῇ συνουσίᾳ, ταὐτὸν δὲ πάσχουσι καὶ οἱ χερσαῖοι κύνες· ὁμοίως καὶ ἡ φώκη. — Ὅτι συνουσιάζων ὁ πολύπους πολεμεῖ χρόνον, ἀτονῶν δὲ πίπτει ἐν τῷ αἰγιαλῷ, καὶ καρκινάδες καὶ καρκῖνοι,
20καὶ ἕτεροι τῶν ἰχθύων, οὓς εἴθισται κατεσθίειν, δαίνυν‐ ται αὐτὸν, καὶ ἅμα παύεται τοῦ συνουσιάζειν καὶ τοῦ ζῆν. ταὐτὸ δὲ καὶ ἡ θῆλυς ἐν ταῖς ὠδῖσι πάσχει διὰ τὸ μὴ χωρίζεσθαι τὰ ὠὰ αὐτῆς, ὡς τὰ τῶν ἄλλων, ἀλλὰ βοτρυδὸν ἐξέρχονται, ὅθεν διετὴς πολύπους οὐ γίνεται. —Ὅτι
25ὁ ἔχις χερσαῖος ὢν ἐρᾷ τῆς θαλασσίας μυραίνης, καὶ τὸν ἰὸν ἀποτιθέμενος ἐν κοίλῃ πέτρᾳ, στὰς εἰς τὸν αἰγια‐ λὸν συρίζει, ἡ δ’ ἐξερχομένη κοινωνεῖ αὐτῷ τῆς μίξεως, καὶ εἰσδέχεται τὴν κεφαλὴν αὐτοῦ ἐν τῷ στόματι αὑτῆς, χωριζομένων δ’ αὐτῶν ὁ μὲν ἀπέρχεται πρὸς τὴν πέτραν
30ἀναῤῥοφήσων τὸν ἰὸν αὑτοῦ, καὶ εἰ μὲν εὕροι, λάπτει· εἰ δέ τις ἰδὼν ἀποπλύνοι αὐτὸν, ῥίπτει ἑαυτὸν καὶ θνήσκει ἐν τῇ πέτρᾳ. —Ὅτι τὸ αἰδοῖον τοῦ δελφῖνος κεκρυμμένον ἐστὶ, καὶ συνουσιάζει ὁμοίως τοῖς ἀνδρά‐ σιν. —Ὅτι τῶν ἰχθύων οἱ μὲν τῷ ἦρι τίκτουσιν, οἱ
35δὲ τῷ θέρει, οἱ δὲ τῷ φθινοπώρῳ, καὶ οἱ μὲν πλεῖστοι τῶν ἰχθύων ἅπαξ τίκτουσι, λάβραξ δὲ δὶς, τρίγλη δὲ τρὶς, σκορπίος δʹ, καὶ ὁ κυπρῖνος πεντάκις. —Ὅτι ἐρχομένου τοῦ ἀέρος (ἔαρος) τινὲς τῶν ἰχθύων ἐν τοῖς ἰδίοις τόποις μένουσι, πολλοὶ δ’ ὁμοῦ συναγόμενοι ἀπέρ‐
40χονται εἰς τὸν Πόντον, πρῶτον μὲν, ὅτι δεχόμενος πολ‐ λοὺς ποταμοὺς γλυκύτερος πάντων ἐστὶ, δεύτερον, ὅτι οἱ αἰγιαλοὶ αὐτῆς πολυψάμαθοί εἰσι, καὶ ἔχει νομὰς εὐφυεῖς, καὶ ἀκύμονας αἰγιαλοὺς, πέτρας βαθείας καὶ σπήλαια καὶ καταδύσεις ἰλυώδεις, ἀκρωτήρια σκιερὰ,
45τρίτον, ὅτι κήτη ἐν αὐτῷ οὐκ εἴσι τὰ ἐπιβουλεύοντα τοῖς ἰχθύσι, πλὴν δελφῖνες ἀδύνατοι, οὐδὲ πολύποδες οὐδ’ ἀστακοὶ, οὐδὲ πάγουροι· ὑποστρέφονται ὁμοῦ κατὰ στόμα τοῦ Πόντου καὶ τὴν Προποντίδα μετὰ τὸ φθινό‐ πωρον, ἐπειδὴ ψυχρός ἐστι καὶ ἐκεῖ χειμάσαι οὐ δύναν‐

365

a

(50)

ται. —Ὅτι τὰ μαλάκια, ἃ καὶ ἀναίματα πέφυκε καὶ ἀνόστεα καὶ τὰς λεπίδας ἔχοντα καὶ φολίσι φράττονται ταῦτα ὠοτοκοῦσιν, ὁ δὲ κύων, ὁ λάβρος, καὶ ὁ ἀετὸς, ἰχθύων δὲ γένη καὶ ταῦτα, καὶ τὰ σελάχια καὶ δελφῖ‐
νες ἀδύνατοι καὶ φῶκαι ζωοτοκοῦσιν. —Ὅτι ὁ δελφὶνColumn end

365

b

δύο τίκτει, καὶ ἑκάστῳ ἕνα παρέχει μαζὸν, δύο δὲ μασθοὺς ἔχει, ὡς ἡ γυνὴ, καὶ αἰδοῖον ὁ ἄῤῥην ὡς οἱ ἄνδρες, ὅταν δ’ ἀκμάσωσιν, ἡγεῖται αὐτῶν περὶ τὴν θή‐ ραν, ἕως οὗ γένωνται τέλειοι· συνάγονται δ’ ἀγέλαι
5δελφίνων, καὶ ἔμπροσθεν μὲν νήχονται οἱ νέοι, ὀπίσω δ’ οἱ παλαιοὶ, ὡς παιδαγωγοὶ, ἡνίκα δὲ γεννηθῶσι, παρα‐ πλέουσι ταῖς μητράσι καὶ εἰσδύνουσιν εἰς τὸ στόμα αὐτῆς. —Ὅτι ἡ φώκη ἐν τῇ χέρσῳ τίκτει, καὶ μένει σὺν τοῖς παισὶν ἡμέρας ιβʹ, καὶ τῇ ιγʹ εἰσάγει αὐτὰ εἰς τὴν θάλασ‐
10σαν, ἐν ἀγκάλαις βαστάζουσα καὶ δεικνύουσα αὐτοῖς τὴν αὐτῶν οἴκησιν. —Ὅτι ἡ θαλασσία κύων ὑποδέχεται διὰ τῆς μήτρας τὰ νεογενῆ τέκνα, φόβου ἐπιγινομένου· ἡ οὖν ῥίνα οὐκ εἰς τὴν μήτραν, ἀλλ’ ὑπὸ τὰ πτερὰ, ἃ κέκτη‐ ται ἐν ἑκατέραις ταῖς πλευραῖς· εἴσι γὰρ ἐκεῖ ῥήγματα.
15—Ὁ γλαῦκος ᾠοτοκεῖ, καὶ ἡνίκα ζωωθῶσι, τοσαύτην στοργὴν ἔχει, ὥστε δείματος αὐτοῖς γενομένου, διὰ τοῦ στόματος αὐτοὺς δέχεσθαι καὶ πάλιν ἀποπτύειν αὐτούς. —Διὰ τί ἡ θύννα ἀπηγόρευται ὑπὸ τοῦ νόμου; ἐπειδὴ ὠὰ τίκτουσα ὅσα καταλάβῃ ἐσθίει, μηδεμίαν σχέσιν
20πρὸς τὰ τικτόμενα ἔχουσα. —Ὅτι τὰ ὄστρεα οὔτ’ ἄῤῥενά εἰσιν, οὔτε θήλεια, ἀλλ’ ἐξ ἰλύος τίκτονται, κηρύκια, κόχλοι, μῦες καὶ τὰ ὅμοια. —Ὅτι ἡ ἀφύη ἀφ’ ὑετοῦ (Cod υἱετ.) καὶ ἀνέμου γεννᾶται, καὶ τοῦ ἀφροῦ τῆς θαλάσσης, ὅθεν καὶ ἀφρίτιδες ὀνομάζονται,
25καὶ ἐξ ἰλύος τῆς ἀναβρασσομένης γίνεται κάτω ἐν τῷ βυθῷ σῆψις, καὶ ἐκ τῆς σήψεως γεννῶνται, ὥσπερ οἱ σκώληκες.
28tΒιβλίον δεύτερον.
29Ὅτι τὰ μὲν δυνάμει ἰσχύουσι τῶν ἄλλων, τὰ
30δ’ ὀδοῦσι, τὰ δὲ δόλῳ, οἷον καὶ περὶ νάρκης· αὕτη γὰρ ἐξερχομένη ἐν τῇ ψάμμῳ ὑπτία ἀνακλίνεται, ἐλθὼν δέ τις ἰχθὺς εἰ προσψαύσει (εν) αὐτῆς, ναρκᾷ, πηγνυμένου τοῦ αἵματος αὐτοῦ, καὶ ἀνισταμένη ζῶντα καὶ μὴ κι‐ νούμενον ὡς νεκρὸν κατεσθίει, ἀλλὰ καὶ ἐν τῷ πελά‐
35γει, εἰ ψαύσει(ε) νηχομένων, τὸ αὐτὸ ἐργάζεται, καὶ οὕτως τρέφεται. —Ὅτι κολληθεὶς ἐν τῷ πηλῷ ὁ βά‐ τραχος κεκλημένος ἡσυχάζει, κάτωθεν δὲ τῆς γένυος ἔχει ὑπερσάρκωσιν, ἣν κινῶν, ὡς δέλεαρ, ἐφέλκεται τοὺς ὁρῶντας ἰχθύας, τῶν δὲ γλιχομένων λαβέσθαι καὶ
40ἐπιτρεχόντων ἐφέλκεται ἔσω, οἱ δὲ τὸν δόλον μὴ εἰδότες ὑπακολουθοῦσι καὶ θηρεύονται ὑπ’ αὐτοῦ· ὅμοιόν τι καὶ ἡ κερδὼ ποιεῖ· ὅταν γὰρ ἴδῃ ὄρνεα, τὰ ὅμοια ποιεῖ. —Ὅτι ἡ σηπία ἔχει πλοκάμους πεφυκότας ἐν τῇ κεφαλῇ καὶ δι’ αὐτῶν θηρεύει ἰχθύας, ἐν τῇ ψάμμῳ
45εἰληθεῖσα, ἀλλὰ καὶ μεγίστου γεγονότος ἀνέμου, ἀντὶ σχοινίων κέχρηται αὐτοῖς, τῶν πετρῶν δι’ αὐτῶν ἀντε‐ χομένη. —Ὅτι τῶν λαβράκων ἐπιτρεχόντων ταῖς καρίσι καὶ θαμὰ λαβομένων αὐτῶν, ὅταν ἔνδον τοῦ στόματος εἰσίωσιν αἱ καρίδες, ἐν τῷ μέσῳ τῆς ὑπερῴας

365

b

(50)

πτύουσι τὸ ὀξὺ αὐτῶν κέρας· τοῦ δὲ μὴ φροντίζοντος τοῦ νύγματος, γίνεται σῆψις τῆς κεφαλῆς αὐτοῦ καὶ ἀποθνήσκει. —Ὅτι ὁ θαλάσσιος βοῦς ἀσθενής ἐστι τῷ
σώματι, γλίχεται δὲ λίαν ἀνθρωπίνων κρεάτων· ὅταν365

366

a

οὖν ἴδῃ ἐν τῷ βυθῷ ἄνδρα νηχόμενον, ὑπὲρ τὴν κεφα‐ λὴν αὐτοῦ ἀρθεὶς συννήχεται αὐτῷ καὶ ἐφιζάνων αὐτῷ ὥσπερ πῶμα διαφθείρει καὶ κατεσθίει, τὸ δὲ πλάτος τοῦ βοὸς πολλάκις ηʹ ἢ ιβʹ πηχέων· ὑπὲρ γὰρ πάντας τοὺς
5ἰχθύας μείζων. —Ὅτι ὁ καρκῖνος εὑρίσκων ὄστρεον ἀνεῳγμένον, λαβὼν ἐκ τοῦ αἰγιαλοῦ ψηφῖδα ῥίπτει ἔνδον, τοῦ δὲ μὴ δυναμένου τὰς πτύχας κλεῖσαι, ταῖς χηλαῖς κατασπᾷ καὶ κατεσθίει. τοῦτο κατεργάζεται καὶ ἀστὴρ ἑρπυστὴς θαλάσσης, ἀλλ’ οὐκ εἰσάγει ψηφῖδα,
10ἀλλὰ τραχὺ κῶλον αὑτοῦ καὶ μὴ κλειόμενον κατεσθίει. —Ὅτι ἡ πίννη συνέστιον ἔχει καρκῖνον τὸν ὀνομαζό‐ μενον πιννοφύλακα· ἡνίκα οὖν ἰχθὺς ἔνδον εἰσέλθῃ, ὁ καρκῖνος οὐ φρονέουσαν ἀμύξας ποιεῖ κλεισθῆναι, καὶ ἀμφότεροι κεκλεισμένον αὐτὸν ἐσθίουσιν. —Ὅτι ὁ ἡμε‐
15ρόκοιτος ἄνωθεν τῆς κεφαλῆς ἔχει τοὺς ὀφθαλμοὺς καὶ τὸ στόμα μέσον, ἀεὶ δὲ καθεύδει ἐν τοῖς ψαμάθοις δι’ ὅλης τῆς ἡμέρας, καὶ τῇ νυκτὶ θηρεύει, ἐξ οὗ καὶ νυκτερὶς καλεῖται, τοσοῦτον δ’ ἀκόρεστος τῆς τροφῆς, ὡς διαῤῥήγνυσθαι αὐτοῦ τὴν γαστέρα, ἀλλὰ καὶ θη‐
20ρευθεὶς ὑπὸ χειρὸς τοσοῦτον ἐσθίει, ὡς ἀποθανεῖν. — Ὅτι ὁ ἐχῖνος προνοεῖ τὴν τοῦ ἀνέμου ἔφοδον· ὑποτίθησιν οὖν ἑαυτῷ λίθους, ὅσον βαστάσαι ἰσχύει, ἵνα τοῦ ἀνέμου πνεύσαντος, μὴ ἐκβρασθῇ ἐν τῷ αἰγιαλῷ ὑπὸ τῆς ἐλαφρό‐ τητος. —Ὅτι οἱ πολύποδες ὡμοίωνται ταῖς πέτραις,
25ὥστ’ ἐξαπατᾷν τοὺς ἀνθρώπους καὶ ἰχθύας τοὺς βιβρώ‐ σκοντας αὐτούς· ὅταν δ’ ἀσθενέστερος ἰχθὺς πλησιάσῃ αὐτοῖς, τότε πάλιν φαίνονται ἰχθύες, τὸν χειμῶνα δ’ οὐ πλέουσιν, ἀλλ’ ἐν πετρῶν κοιλώμασιν ἢ σπηλαίοις ἠρεμοῦντες, τοὺς ἰδίους πόδας ἐσθίουσιν, ὡς ἀλλοτρίας
30σάρκας, καὶ πάλιν αὐξάνωσιν (ουσιν) οἱ πόδες αὐτῶν μετὰ τὸν χειμῶνα. Τοῦτο δὲ λέγει καὶ περὶ τῶν ἄρκτων, ἀλλ’ οἱ ἄρκτοι τὸν χειμῶνα φοβούμενοι, ἐν ἄντροις ὑπεισδυόμενοι λείχουσι μόνον τοὺς ἑαυτῶν δακτύλους, ἀλλ’ οὐκ ἐσθίουσιν αὐτούς. —Ἡ μύραινα ἐρευνῶσα
35τροφὴν περιπολεύει κατὰ τὰ κύματα, ἰδοῦσα δὲ τὸν πολύ‐ ποδα ἔρχεται κατ’ αὐτοῦ, ὁ δὲ θεασάμενος αὐτὴν φεύ‐ γει, εὐθέως δ’ αὐτὸν καταλαβοῦσα δάκνει, ἀναγκαζόμενος δ’ ὁ πολύπους τρέπεται εἰς μάχην καὶ ἑλίσσεται περὶ αὐτὴν, ἡ δ’ οὐκ ἀνίησιν· ὀλισθαίνει γὰρ αὐτὴ ἐξ αὐτοῦ
40ὡς ὕδωρ, ὁ πολύπους δέ ποτε μὲν τὰ νῶτα αὐτῆς, ποτὲ δὲ τὸν τράχηλον, ἄλλοτε δὲ τὴν οὐρὰν αὐτῆς περιλαμ‐ βάνει, ἡ δὲ τοῖς ὀδοῦσιν αὐτὸν ἐσθίει, καὶ τὰ μὲν τῶν μελῶν ἐν τῇ γαστρὶ ὑποδέχεται, ἄλλα μὲν μασᾶται, ἄλλα δ’ ἡμίτμητα σπαίρουσι καὶ φυγεῖν κατεπείγονται· εἰ
45δὲ τύχῃ τὸν πολύποδα ἀποδράσαντα πέτρᾳ περιπλα‐ κῆναι, ὁμοιοῖ αὐτῇ ἑαυτὸν, ἀλλὰ τὴν μύραιναν οὐ διαλανθάνει, καταγελᾷ δ’ αὐτοῦ τῆς μεταποιήσεως καὶ δρασσομένη τὸ ὅλον σῶμα κατεσθίει, καταλιποῦσα τοὺς πλεκτάνας ἐπὶ τῆς πέτρας· καὶ γὰρ δαπανώμενα ἀπὸ

366

a

(50)

τῆς πέτρας οὐκ ἀφίστανται· ἐνταῦθα δὲ μέμνηται ὁ ποιητὴς καὶ τῆς ἐλάφου, ὡς ἐφέλκεται ὑπὸ τῆς ῥινὸς αὐτῆς ὁ ὄφις καὶ κατατέμνεται ὑπ’ αὐτῆς κἂν εἱλίσσε‐ ται (ηται) περὶ αὐτήν. —Ὁ κάραβος μαθὼν τὴν ἐν
πέτραις τῆς μυραίνης κατάδυσιν, ἵσταται ἀπεκδεχό‐Column end

366

b

μενος αὐτὴν, ἡ δὲ μετὰ θυμοῦ ταχέως ἐξελθοῦσα καὶ γυρώσασα τὸν ἑαυτῆς τράχηλον ἐπειλημμένη αὐτοῦ, βλάψαι αὐτὸν οὐ κατισχύει τραχὺν ὄντα, τῶν ὀδόντων αὐτῆς ἀμβλυνομένων, ἡ δὲ πλέον ἀγριοῦται, μὴ ἀφι‐
5σταμένη αὐτοῦ, ἕως αὐτὸς ἐφορμήσας κρατήσει τοῦ τέ‐ νοντος τοῦ τραχήλου αὐτῆς, αὐτὴ δὲ τῷ πόνῳ βαρυνο‐ μένη περὶ αὐτὸν εἱλίσσεται, καὶ σφίγξασα αὐτὸν περὶ τὰ νῶτα, περιπείρεται τοῖς σκόλοψιν αὐτοῦ, καὶ ὅσον αὐ‐ τὸν περισφίγγει ἑαυτὴν τιτρώσκει, ἕως ἂν αὐτὴν ἀναι‐
10ρήσῃ. —Ὅτι προϊδὼν ὁ ἐχῖνος τὸν ὄφιν σφαιρικῶς εἱλεῖται, ἐπειγόμενος δὲ τῷ ἰῷ ἀναιρεῖν αὐτὸν ὁ ὄφις καὶ θυμῷ σφίγγων ἑαυτὸν ἀναιρεῖ, ἐμπεπαρμένων τῶν ἀκανθῶν ἐν αὐτῷ, πολλάκις δὲ καὶ ὁ ὄφις ἀποπνίγει τὸν ἐχῖνον, καὶ τελευτῶσιν ἀμφότεροι. —Ὅτι ὁ κάρα‐
15βος κατεσθίεται ὑπὸ τοῦ πολύποδος· ἡνίκα τὸν κάραβον ὑπὸ τὰς πέτρας νοήσῃ ἀτρεμοῦντα ὁ πολύπους, ἐφορμᾷ ἐπὶ τὰ νῶτα αὐτοῦ, καὶ περιλαμβάνει αὐτὸν καὶ πιέζει, καὶ τοῖς ποσὶ κρατεῖ τὴν πνοὴν αὐτοῦ κατὰ τὸ μέσον τοῦ στόματος, ὁ δὲ κάραβος στενοχωρούμενος ἄλλοτε μὲν
20νήχεται, ἄλλοτε δ’ ἠρεμεῖ, καὶ ἄλλοτε σπαίρει, ἄλλοτε δὲ ταῖς πέτραις προσρήγνυται, ὁ δὲ πολύπους οὐκ ἀνίει, ἕως ἂν αὐτὸν φονεύσῃ, καὶ τηνικαῦτα ἐν τῇ ψάμμῳ καθήμενος εὐωχεῖται, ἐκμυζήσας αὐτὸν ἔξωθεν. —Περὶ σκολοπένδρας, σηπίας, κωβιοῦ, ξιφίου, σκορπίου καὶ
25λοιπῶν ἰστέον δ’ ὅτι ἐν τοῖς κατὰ μέρος μνείαν ποιησό‐ μεθα. Ἐάν τις προσψαύσῃ τῆς σκολοπένδρας, κνησμονὴ αὐτῷ ἐπιγίνεται, καὶ τὸ σῶμα ἐρυθραίνεται καὶ σμῶδιξ ἐπιτρέχει, ὡς καὶ ἀπὸ τῆς κνίδος (κνιδὸς) τῆς βοτάνης· ἐὰν δὲ καὶ ἀγκίστρου ἐπιψαύσῃ, οὐδὲν τοῦ λοιποῦ τῶν
30ἰχθύων προσπελάσει αὐτῷ· τοιαύτην γὰρ δυσωδίαν ἀφίη‐ σιν ἐκ τοῦ ἰοῦ αὐτῆς. —Ὅτι ὁ πολύπους καὶ ἡ σηπία ἔχει ἰὸν, ἀλλ’ ὀλίγον σίνοντα. —Ὁ ξιφίας ἔχει ὑπὸ τὴν γένυν ὄρθιον αὐτόῤῥιζον ξίφος, ἰσοδύναμον ἀδάμαντος, ὃ καὶ λίθους τέμνει πλησσομένους, ἡ δὲ τρυγὼν ἐν τῇ
35οὐρᾷ κέκτηται τὸν ἰὸν, ἀμφότερα δὲ ταῦτα ὅ τε ξιφίας καὶ ἡ τρυγὼν, ἐὰν μὴ πλήξωσιν ἰχθὺν ἢ ζῶντα ἢ τεθνεῶτα, οὐκ ἐσθίουσιν· ἀποθνήσκοντος δὲ τοῦ ξιφίου, συναπόλλυ‐ ται καὶ ἡ δύναμις τοῦ ὅπλου αὐτοῦ, καὶ σὺν αὐτῷ ἔτι οὐδὲν δύναται τελέσαι· οὐδὲν δὲ χεῖρον τοῦ τραύματος
40τῆς τρυγόνος· οὐ μόνον γὰρ ζώσης αὐτῆς βλάπτει ὁ ἰὸς, ἀλλὰ καὶ θανούσης, οὐ μόνον ζῶα βλάπτει, ἀλλὰ καὶ φυτὰ καὶ πέτραις αἷς προσπελάσῃ· εἰ γάρ τις ὑπὸ ῥίζαν τοῦ θάλλοντος φυτοῦ τρώσει αὐτῷ, πίπτουσι μὲν αὐτοῦ τὰ φύλλα, ὡς ἀπὸ νόσου, μαραίνεται δὲ καὶ παραυτὰ
45ξηραίνεται· φασὶ δὲ καὶ τὸν Ὀδυσσέα τεθνάναι μιᾷ ῥοπῇ τῆς πληγὸς τῆς τρυγόνος. —Θύννῳ καὶ ξιφίᾳ ἐπιγίνεται οἶστρος ἐν ταῖς πτέρυξι αὐτῶν ἐγκαθήμενος κατὰ τὴν ἐπιτολὴν τοῦ κυνὸς, λυσσῶσι δὲ καὶ ἐξ αὐτοῦ καὶ μαινόμενοι τῷ τύμματι αὐτοῦ ἐν τοῖς κύμασιν

366

b

(50)

ἀτάκτως νήχονται, πολλάκις δὲ καὶ ἐπιπηδῶσι καὶ ταῖς ναυσὶ, καὶ εἰς τὴν ξηρὰν ἐξέρχονται, καὶ ὀδυνώμενοι τελευτῶσιν, ὅμοιόν τι τοῖς βουσὶ πάσχοντες, ἡνίκα ὁ οἶστρος αὐτοῖς ἐν τοῖς λαγόσιν ἐγχρίψει· καὶ γὰρ
τηνικάδε οὔτε βουκόλων φροντίζουσιν, οὔτ’ ἀγέλης,366

367

a

οὔτε πόας, ἀλλ’ ἐπιπηδῶσί ποτε καὶ πέτραις ἠλιβάτοις. —Ὁ δελφὶν ἡγεμονεύει τῶν ἰχθύων, ὡς ἀετὸς τῶν πτη‐ νῶν, καὶ ὁ λέων τῶν θηρίων, καὶ ὁ δράκων τῶν ἑρπε‐ τῶν, ὑπερβάλλουσαν δὲ ταχύτητα ἔχων ἀπροσπέλαστός
5τίς ἐστι πᾶσι, καὶ οὐδεὶς οὔτε προσπελάσαι οὔτ’ ἐναν‐ τιωθῆναι κατατολμᾷ, ἀλλὰ καὶ μακρόθεν φρίττουσιν αὐτοῦ τὰ φυσήματα, ἐπιθυμῶν δὲ τροφῆς κλονεῖ καὶ ταράσσει τὰ πλήθη τῶν ἰχθύων, ἅπερ φεύγοντα πλη‐ ροῦσι τοὺς χαμαιζήλους μυχοὺς καὶ τὰς χαράδρας, λι‐
10μένας τε καὶ τοὺς αἰγιαλούς· ὁ δ’ ἐκλεξάμενος τὸν κρείσσονα τῶν ἀποκεκλεισμένων ἄδην κατεσθίει· πάν‐ των οὖν φευγόντων ἐκ προσώπου αὐτοῦ, μόναι αἱ ἀμίαι πολεμοῦσιν αὐτῷ, καὶ, ἐὰν κυριεύσωσι, κατεσθίουσιν αὐτὸν, ἡνίκα μονωθέντα ἀπὸ τῶν ἄλλων ἴδωσιν· καὶ
15γὰρ καὶ ἀδυνατώτεραι τῶν θύννων εἰσὶν, ἀλλ’ ὀξεῖς καὶ πυκνοὺς ὀδόντας ἔχουσιν, οἷς θαῤῥοῦσαι μὴ πτοού‐ μεναι αὐτὸν, ἀθρόον εἰς ἕνα ἰοῦσαι, τὰ πρῶτα κατα‐ φρονοῦνται ὑπ’ αὐτοῦ, μετὰ δὲ τοῦτο ἁρπάζει ἐξ αὐτῶν καὶ κατεσθίει, μετ’ ὀλίγον δὲ ῥέπεται, καὶ διεγειρόμε‐
20νος μάχεται, καὶ αἱ μὲν λυσσηδὸν ἀμφιχυθεῖσαι θλί‐ βουσιν αὐτὸν, πολλαὶ μὲν τῶν πλευρῶν δεδραγμέναι, ἄλλαι δὲ τῶν γενύων καὶ τῶν πτερύγων, ἕτεραι δὲ τῶν λοιπῶν μερῶν, καταπηδῶν δὲ καὶ ἄτακτα ἑλισσόμενος ποτὲ μὲν εἰς τὸ βάθος κάτεισι, ποτὲ δ’ εἰς τὴν ἐπιφά‐
25νειαν τῆς θαλάσσης, ἕως ἂν ὑπ’ αὐτῶν κατακυριευθεὶς καταβρωθείη· εἰ δὲ τύχῃ αὐτὸν ἐκφυγεῖν τὴν ἐξ αὐτῶν βλάβην, αἱ μὲν φεύγουσιν, ὁ δ’ ἐξόπισθεν διώκων κατ‐ εσθίει ἐπιμελῶς. Λέγουσι δ’ ὅτι γινώσκουσιν οἱ δελ‐ φῖνες ἐπερχόμενον αὐτοῖς τὸν θάνατον, ἡνίκα δὲ κατα‐
30λιπόντες τὰ πελάγη καὶ τὰ βάθη τῶν λιμνῶν τοῖς αἰγιαλοῖς ἀποθνήσκουσιν, ὡς ἄν τις εὐλαβηθεὶς θάψῃ αὐτοὺς, ἢ θάλασσα ἀναβρασσομένη ψάμμον αὐτοῖς ἐπιβάλῃ, ὡς ἂν κεκαλυμμένοι μὴ βρωθῶσιν ὑπὸ τῶν δυσμενῶν. —Ὅρα θεοῦ δικαιοσύνην· τὸν κεστρέα λέ‐
35γουσι δικαιότατον, ὥστε μὴ μεταλαμβάνειν σαρκὸς, τρέφεσθαι δ’ ἐκ τοῦ βρύου καὶ τῆς ἰλύος, θεὸς δ’ αὐτὸν τῆς καλλονῆς ἀμειβόμενος, οὐδ’ αὐτὸν ἀφ’ ἑτέρου ἐσθίεσθαι συγχωρεῖ. —Οἱ ἔλλοπες ἤως οἱ ἰχθύες οἱ ἑτέ‐ ροι πλὴν τῶν κεστρέων διὰ τὸ τὰ ἀσθενέστερα ἐσθίειν
40ὑπὸ τῶν ἰσχυροτέρων ἐσθίονται, ὅθεν φοβούμενοι ἀεὶ γρηγοροῦσι τοῖς ὄμμασί τε καὶ τοῖς νοήμασιν. —Ὅτι ὁ σκάρος ἐν νυκτὶ ὑφ’ ἁλιέων οὐχ ἁλίσκεται, ἐπειδὴ ἐν τοῖς κευθμῶσι τῶν κοιλωμάτων καθεύδει.
44tΒιβλίον τρίτον.
45Πᾶν λέγεται παρὰ τὸ γενέσθαι αὐτὸν ἐκ πάντων τῶν μνηστήρων καὶ Πηνελόπης· οἱ γὰρ νεώτεροι πόρνην λέγουσι τὴν Πηνελόπην, ἄλλοι φασὶ γενέσθαι αὐτὸν ἐξ Ἑρμοῦ καὶ Πηνελόπης· ὅτι ὁ Πᾶν υἱὸς Ἑρμοῦ, ἔφορος τῆς ἁλιευτικῆς, ὃς καὶ τὸν Τυφῶνα δολώσας

367

a

(50)

ὑπέταξε τῷ Διΐ. Ὁ δὲ Τυφῶν εἷς ἦν τῶν Τιτάνων τῶν τῷ Διῒ ἀντιστάντων, ἡ δ’ ἀλληγορία τὸν μὲν Πᾶνα εἰς τὸ πᾶν ἀλληγορεῖ, τουτέστιν εἰς τὸν κόσμον τὸν ὁρατὸν,
τὸν δὲ Τυφῶνα εἰς πνεῦμα πυρῶδες ἀπὸ τοῦ τύφω τὸColumn end

367

b

καίω, τὸν δὲ Δία εἰς τὸν ἀέρα, ᾧτινι πολέμιός ἐστιν ὁ τοιοῦτος τυφὼς, οὐρανὸν (sic) ἄχθος ὢν κατὰ τραγικὸν, ὁ δὲ Πᾶν καταπαύει τὸν τοιοῦτον Τυφῶνα, διότι οὐκ ἀεὶ ἐν τῷ κόσμῳ τὰ τοιαῦτα πνεύματα. —Ὁ Τυφὼς
5οὗτος εἷς ἦν τῶν Τιτάνων καὶ αὐτὸς μαχόμενος τοῖς θεοῖς· τοῦτον ἔπεισεν ὁ Πᾶν, ἐπὶ δεῖπνον καλέσας ἀνελ‐ θεῖν ἐκ τοῦ βάθους τῆς γῆς· ὧδε γὰρ ᾤκει, καὶ ἐλθεῖν εἰς ἀκτὴν, ἔνθα αἱ ἀστραπαὶ καὶ οἱ κεραυνοὶ τοῦ Διὸς ἔπιπτον, ὑφ’ ὧν λεχθεὶς (φλ) ὤλετο. Δείπνοις ἰχθυβό‐
10λοις γίνονται (γεύοντα) καὶ οὕτως ὑποτάττειν δοκεῖ τὸν Τυφῶνα τῷ Διῒ. —Ἰχθύας ἐν τῷ δείπνῳ παρέθηκε, τὸν Τυφῶνα καλέσας καὶ ἐξηπάτησεν αὐτόν. —Εὐρω‐ ποῖο τοῦ πλατέος ἤως σκοτεινοῦ, ὡς τὸ κατ’ εὐρώεντα κέλευθα, ἢ τοῦ σκοτεινοῦ, ὅθεν καὶ τόποι εὐρώεντες οἱ
15παρὰ τὸν Ἅιδην, ἢ πλατέος παρὰ τὸ εὖρος τὸ πλάτος. — Ὅτι τέσσαρες τρόποι τῆς ἁλιευτικῆς, δι’ ἀγκίστρων, διὰ δικτύων, διὰ κύρτων, διὰ τριαίνης· τούτων δὲ τῶν τεσσάρων ὁ μὲν διὰ κύρτων καὶ τριαίνης μένουσιν ἀδιαίρετοι καὶ μονοειδεῖς, οἱ δὲ λοιποὶ ὑποδιαιροῦνται,
20ὁ μὲν δι’ ἀγκίστρων εἰς τὸν διὰ δονάκων καὶ σχοίνων καὶ καθετῶν, καὶ πολυαγκίστρων ὁρμιῶν, ὁ δὲ διὰ δικτύων διαιρεῖται εἰς ἀμφίβληστρα καὶ γρίφους καὶ γαγγάμας καὶ ὑποχὰς καὶ σαγήνας καὶ καλύμματα καὶ πέζας καὶ σφαιρεῶνας καὶ πάναγρον. —Φασὶ τὴν
25τρίγλαν ἥδεσθαι ἐν παντὶ ῥύπῳ καὶ δυσώδει διαίτῃ, ἐξαιρέτως δὲ τῇ ἀνθρωπίνῃ σαρκὶ σεσηπυίᾳ, ὥσπερ ὁ σῦς ὁ χερσαῖος. —Φασὶ τοὺς σκόμβρους βλέποντας ἑτέ‐ ρους σκόμβρους κεκρατημένους ἐπείγονται (ας) ἔσωθεν τοῦ λίνου ἐπεισελθεῖν καὶ αὐτοὶ (οὺς), καὶ οἱ μὲν ἔνδον σπου‐
30δάζουσιν ἀποδράσαι, οἱ δ’ ἐκτὸς ἐπείγονται εἰσελθεῖν· τὸ αὐτὸ δὲ πάσχουσιν οἱ θύννοι· ὁμοίως καὶ αἱ ῥαφίδες, ἀλλ’ αὗται μὲν ἀποδράσασαι τῶν λίνων πάλιν ὑποστρέφου‐ σιν ἐν αὐτῷ εἰσελθεῖν, δάκνουσαι δ’ αὐτὸ περιπείρονται τοῖς ὀδοῦσιν ἐν αὐτῷ, οἱ δὲ συνοδόν (τες κατὰ?) τάξεις
35νήχονται καὶ ἀφεῖ (ἀφίει?) αὐτοῖς ὁ ἁλιεὺς ἄγκιστρον λοξῶς ὑφορῶσιν ἀλλήλοις, καὶ ἡνίκα τις προσπηδήσας λάβῃ τοῦ δελέατος, τότε καὶ ἄλλος ἀκολουθῶν αὐτῷ θαρσοποιεῖται, μέχρις ἂν πάντες ἀλλήλοις προφθάνον‐ τες θαρσοποιοῦνται καὶ θηρεύονται. —Οἱ δὲ θύννοι ἐκ
40τοῦ Ὠκεανοῦ προεισέρχονται ἐπὶ τῆς Ἰβηρίας θαλάσσης ἐν τῷ καιρῷ τοῦ ἔαρος μετὰ τὴν συνουσίαν, εἶτα τὸ Κελτικὸν πέλαγος καταλαμβάνουσιν, ἐκεῖθεν δὲ πρὸς τὸ Σικελικὸν πέλαγος, ἔνθεν ἐν τοῖς βαθυτάτοις τόποις διασκορπίζονται πανταχοῦ.
45tΒιβλίον τέταρτον.
46Φασὶ σκάρου κρητηθέντος (κρατ.) ἐν ἀγκίστρῳ, ἄλλος ὑπερμαχῶν αὐτοῦ πρῶτα τοῖς ὀδοῦσι κόπτει τὴν ὁρμιὰν καὶ διασώζει τὸν κρατηθέντα· εἰ δ’ ἐν κύρτῳ, στρέφει τὴν κεφαλὴν ἔξω, οὐ τολμᾷ δ’ ἐξελθεῖν, ἵνα μὴ

367

b

(50)

κρατηθῇ ἐκ τῶν βρόχων, κεντούμενος τοὺς ὀφθαλμοὺς ὑπὸ τοῦ κύρτου, ἄλλος δέ τις ἐκ τῶν ἔξω ἐρχόμενος ὑποβάλλει τὸ οὐραῖον αὑτοῦ δίκην χειρὸς, ὁ δακὼν
ὁ ἔσωθεν ἕλκεται ὑπὸ τοῦ ἔξω, καὶ φεύγει τὸ θήρατρον·367

368

a

θηρεύεται δ’ οὕτως· δεθείσης θηλείας καὶ συρομένης λίνῳ ὑπὸ τοῦ ἁλιέως, ἕτερος ἐπακολουθῶν θηρεύεται, οὐ μόνον δ’ εἷς, ἀλλὰ καὶ πλεῖστοι αὐτῇ ἐπακολουθοῦντες, καὶ διὰ μολίβδου ἐπιτηδεύουσιν εἰσελθεῖν τὴν θήλειαν εἰς τὸν κύρ‐
5τον, ᾗ πάντες ἀκολουθοῦντες ὑπεισέρχονται. —Ὅτι κέφαλον θήλειαν εἰ δήσας τις ἕλξει καὶ ὑπὲρ τὴν χέρσον, αὐτὴν ἀκολουθοῦσιν οἱ ἄῤῥενες. —Ἐάν τις λίνῳ δήσας σηπίαν ἕλξῃ, πάντες οἱ ἄῤῥενες ἀκολουθοῦσιν αὐτῇ, καὶ περιειλυόμενοι αὐτῇ συμπλέκονται ἀλλήλοις καὶ θη‐
10ρεύονται, ἀλλὰ καὶ ἐν κύρτῳ· εἰ γάρ τις ἔνδοθεν βάλῃ θήλειαν, σκεπάσῃ δὲ κλάδοις ἢ φύλλοις μυρίκης ἢ κο‐ μάρου, καὶ ἐπιθεῖ (θῇ) ἐν τῷ αἰγιαλῷ, ὅσαι θεάσονται σηπίαι εἰσέρχονται ἐν αὐτῷ. —Φασὶ τὸν κόσσυφον κί‐ χλης ἐρᾷν, οὐ μιᾷ δὲ κέχρηται, ἀλλὰ πολλαῖς, οὐδὲ φω‐
15λεὸν ἕνα ἔχει, ἀλλὰ πολλοὺς, ἐξ ὧν ἐξέρχεσθαι αὐτὰς οὐ συγχωρεῖ, ἀλλὰ καθεζόμενος ἐν τῇ πέτρᾳ οὐκ ἐᾷ μηδὲ τροφῆς μεταλαμβάνειν, πλὴν ἐν νυκτί· τικτόντων αὐ‐ τῶν, ἀγωνιᾷ ὥσπερ ἄνθρωπος, τοσοῦτον δὲ ζηλοτυπεῖ αὐταῖς, ὅτι ὑπὲρ αὐτὸν (τῶν?) θηρεύονται· οἱ γὰρ
20ἁλιεῖς καρίδας βάλλοντες ἐν ἀγκίστρῳ, ἀφιᾶσι μετὰ μολίβδου, ὡσανὸν (sic) ὑποχαλάσῃ τῷ βάθει, ὁ δὲ κόσσυφος βλέπων τὴν καρίδα καὶ οἰόμενος κατὰ τῶν κιχλῶν αὐτὴν περιστρέφεσθαι, χανὼν ἐπιλαμβάνεται τῆς καρίδος καὶ θηρεύεται· τοῦτο σωφρονίζειν ὀφείλει
25τοὺς πολυγαμίᾳ κεχρημένους καὶ γυναικείῳ ἔρωτι μαι‐ νομένους. —Φασὶ τοὺς πολύποδας ἐξερχομένους ἐκ τῆς θαλάσσης περὶ τὴν ῥίζαν τῆς ἐλαίας ἀναστρεφομένους ἀνέρχεσθαι καὶ περιπτύσσεσθαι αὐτῇ ἐνειλουμένους, ὡς κισσὸς ἐλάτῃ· ὅταν δὲ τοῦ ἔρωτος ἐμπλησθῇ, τότε
30εἰσέρχεται εἰς τὴν θάλασσαν, ἁλιεῖς δὲ θαλλοὺς ἐλαίας δήσαντες μέσον ἐμβάλλουσι μόλιβδον, ὡς ἂν βουλή‐ σωσι (βουλευ) καὶ πολύποδας θηρεύσωσιν ἀκολου‐ θοῦντας, ἕως ἂν εἰς τὴν ἄκατον εἰσέλθωσιν. —Οἱ σάρ‐ γοι ἱμείρονται τῶν αἰγῶν, οἱ δ’ ἁλιεῖς φέρουσιν εἰς τὸν
35αἰγιαλὸν αἶγας, καὶ μηκωμένων αὐτῶν ἀκούοντες οὗτοι ἐξέρχονται, καὶ λείχουσι τοὺς ὄνυχας αὐτῶν περιχαρῶς συμπαρόντες αὐταῖς καὶ οὕτως θηρεύονται· πολλάκις δ’ ἐξοχῶν καὶ πετρῶν εὑρισκόμεναι τῇδε κἀκεῖσε, ὁ ἁλιεὺς ἐνδυσάμενος δέρμα αἴγειον τοῖς κροτάφοις ἑαυ‐
40τοῦ ἐμβάλλει κέρατα, εἰκόνα πλαττόμενος αἰγὸς, καὶ λαβὼν κρέας, φυρᾷ σὺν ἀλφίτῳ, καὶ ἐρχόμενοι σάργοι θηρεύονται ὑπ’ αὐτῶν· ἐρώμενοι δὲ τῶν θηλειῶν ἀλλή‐ λοις μάχονται περὶ αὐτὰς, ὃς δὲ νικήσει πάσας ἐπι‐ λαμβάνεται οἰκείας γαμετὰς εἷς καὶ πολλὰς ἐγκλείει εἰς
45κοίλην πέτραν, ἁλιεῖς δὲ λαβόντες κύρτον, ἐσκέπασαν αὐτὸν μυρτίνης κλάδοις ἢ δάφνης, ὁ δ’ ἄῤῥην εἰσελαύνει τὰς θηλείας εἰς τὸν κύρτον, καὶ αὐτὸς ἐκτὸς φυλάττει, πλησθέντος δὲ τοῦ κύρτου, εἰσέρχεται καὶ αὐτὸς καὶ θηρεύεται σὺν αὐταῖς. —Ἡνίκα τύχῃ συντριβῆναι

368

a

(50)

ναῦν, ἐπιτρέχουσιν οἱ ἵππουροι ταῖς σανίσι, καὶ καθε‐ ζόμενοι νήχονται· τοῦτο εἰδότες οἱ ἁλιεῖς σωρὸν καλά‐ μων δήσαντες ἐπικρεμῶσι κάτω λίθον, ὅπερ ὁρῶντες οἱ ἵππουροι ἐπιτρέχουσι καὶ κάθηνται ἐπὶ τῶν καλάμων,
οἱ δ’ ἁλιεῖς ῥίπτοντες ἄγκιστρα ῥᾳδίως αὐτοὺς θηρεύου‐Column end

368

b

σιν, ἐπισπεύδει δ’ ἕκαστος τῶν ἱππούρων, ὁποῖος προ‐ φθάσει τὸν ἕτερον, δράξασθαι τοῦ δελέατος· οὕτως δὲ θηρεύονται καὶ οἱ πομπίλοι. —Μηχανῶνται οἱ ἁλιεῖς ὄστρακον καὶ πηγνύουσιν ἐν αὐτῷ ἀγκίστρων πλῆθος·
5τῶν δ’ ἀγκίστρων ἐπὶ τὰ νῶτα κρεμωμένων ἐν τῇ θαλάσσῃ, αἱ γενύες αὐτῶν ἄνω εἰσὶν, ἔνθα πήγνυται τὸ δέλεαρ, καὶ ἅμα πολλοὶ ἐμπεπαρμένοι πολλὰς τευ‐ θίδας κρατοῦσιν. —Τὰς δ’ ἐγχέλυάς φασι δι’ ἐντέρων προβείων (προβατ.?) θηρεύεσθαι· χαλῶσι γὰρ οἱ ἁλιεῖς
10ἔντερον μακρὸν, ὃ ἡ ἐγχέλυς λαβοῦσα καταπίνει, κρα‐ τῶν δὲ τῆς ἄκρας ὁ ἁλιεὺς φυσᾷ τὸ ἔντερον, ὅπερ οἰ‐ δαινόμενον ἐν τῷ στόματι αὐτῆς οὐκ ἐξέρχεται ἔτι· ἑλκομένου τοίνυν τοῦ ἐντέρου, ἕλκεται καὶ ἡ ἐγχέλυς. — Φασὶ τὰς ἀφύας ἀγεληδὸν πλέειν καὶ μὴ χωρίζεσθαι
15ἀπ’ ἀλλήλων, ὥστε τυπτομένων ὑπὸ τῶν ἁλιέων ταῖς κώπαις ἄλλην θλάττεσθαι τὴν κεφαλὴν, ἀλλὴν κόπτε‐ σθαι τὰ μέσα καὶ τὴν οὐρὰν, καὶ σωρηδὸν ἀγρεύεσθαι ὑπ’ αὐτῶν, καὶ πᾶσαι ἅμα πλέουσαι ἅμα θηρεύονται, εἰσὶ δὲ βρωτὺς πάντων τῶν ἰχθύων. —Οἱ θύννοι οἱ ἐν
20τῇ τῆς Μαιώτιδος λίμνῃ (ης) ξυμβολῇ συνάγονται ἐν τῷ λιμναίῳ στόματι καὶ ἐκεῖσε τίκτουσι, καὶ ὅσα μὲν ὠὰ καταλάβωσιν ἐσθίουσι, τὰ δ’ ἐν τοῖς δόναξι καὶ φύλλοις ἐγκαταλειφθέντα γίνονται πηλαμύδες, αὗται δ’ ἡνίκα τὸ πρῶτον πειραθῶσι τοῦ σπόρου, παραυτὰ ἀναχω‐
25ροῦσι τοῦ τόπου, οὗ ἐτέχθησαν, καὶ ἀπέρχονται εἰς τὸν Μέλανα κόλπον τῆς Θρᾴκης, ἐπειδὴ γὰρ οὐ σφοδροὶ πνέουσιν ἐκεῖσε ἄνεμοι, εἴσι δὲ καὶ κευθμῶνες τῆς θα‐ λάσσης, πλεῖστον πηλὸν ἔχοντες, φοβοῦνται δὲ καὶ τὸ ψύχος διὰ τὸ ἀμβλύνεσθαι τοὺς ὀφθαλμοὺς αὐτῶν ἐν
30αὐτῷ· ἐκεῖσε γὰρ χειμάζουσιν, ἐκδεχόμεναι τὸ ἔαρ, κἀκεῖσε ἱμείρονται τῆς συνουσίας, καὶ συνουσιασθεῖσαι ἀπέρχονται εἰς τὸν Πόντον, κἀκεῖσε τίκτουσιν· θηρεύον‐ ται δ’ ἐν τῷ χειμῶνι ἐν τῷ Μέλανι ὑπὸ τῶν Θρᾳκῶν. Φασὶ δὲ τὰς πηλαμύδας φοβεῖσθαι τὸ σκότος, ὅθεν καὶ
35ἐν αὐτῷ θηρεύονται, τυπτομένης τῆς θαλάσσης ταῖς κώπαις ὑπὸ τῶν ἁλιέων, ὅθεν φοβούμεναι τὸν κτύπον ἐμπίπτουσι τῇ θήρᾳ· τῇ δειλίᾳ γὰρ ὁρῶσαι τὸ λίνον καὶ δοκοῦσι (αι) σκέπας εἶναι, ἐμπίπτουσιν ἐν αὐτῷ· εἰ τοίνυν ἀποκεκλεισμένον τὸ λίνον τύχῃ, νεμεσηθέντων τῶν
40ἁλιέων ἐξελθεῖν τινα ἐξ αὐτῶν καὶ μίαν μόνην, πᾶσαι ὑπεξέρχονται, μηδεμιᾶς καταλειφθείσης· εἰ δ’ οὐχ ὑπερ‐ άλλεται τοῦ λίνου καὶ μία, καὶ ἐπὶ τοῦ αἰγιαλοῦ ἑλκυσθεῖσαι ἐμμένουσιν ἐν τῷ δικτύῳ καὶ οὐ προαιροῦν‐ ται ἐξελθεῖν. —Φασί τινες περὶ τῆς πετραίας σκιαί‐
45νης, ὅτι φοβουμένη, ἐὰν εὕρῃ κοιλάδα πέτραν ἢ χαρά‐ δραν, βάλλει ἐκεῖσε τὴν κεφαλὴν αὑτῆς, καὶ μὴ βλέπουσα δοκεῖ μὴ βλέπεσθαι· τοῦτο καὶ ἡ βουβαλὶς ποιεῖ· ἡνίκα γὰρ ἴδῃ λέοντα, βάλλει τὴν κεφαλὴν αὑ‐ τῆς εἰς κοίλωμα, καὶ μὴ βλέπουσα δοκεῖ μὴ βλέπεσθαι,

368

b

(50)

ἕως οὗ ἀποδραμὼν δράξηται αὐτῆς· καὶ ἔστι μὲν ὡς (?) δοκεῖ ἀποδιδράσκειν διὰ τὸ εἶναι τὴν κεφαλὴν αὐτῆς ἀσθενῆ καὶ ἄοπλον· τοῦτο οὖν πάσχουσα ἡ σκίαινα
κρύπτεται, ἕως οὗ ἐπιλάβηται αὐτὴν ὁ ἁλιεύς.368

369

a

(1t)

Βιβλίον πέμπτον.
1Λέγουσι τὸ κῆτος ὁδηγεῖσθαι ὑπό τινος μικροῦ ἰχθύος πλέοντος ἔμπροσθεν αὐτοῦ ἐγγὺς, ὡς ἐγγίζειν τῇ οὐρᾷ τοῦ ἰχθύος τοὺς ὀφθαλμοὺς τοῦ κήτους, ὑποσημαίνει δ’ αὐτῷ καὶ τὰ τῆς ἄγρας, καὶ τὰ τῆς κατ’ αὐτοῦ
5ἐπιβουλῆς ἢ ἁλιέων ἢ ἑτέρων θηρίων, καὶ οὐκ ἄν τις θηρεύσῃ (ειε) τὸ κῆτος ζῶντος τοῦ ἰχθύος, ὅθεν οἱ ἁλιεῖς περισπούδαστον ἔχουσι τὴν τοῦ ἰχθύος ἐπιβου‐ λήν· ἐκείνου γὰρ θηρευθέντος, ῥᾳδίως ἀγρεύεται τὸ κῆτος, πλαζόμενον ταῖς πέτραις καὶ τοῖς αἰγιαλοῖς,
10ὥσπερ τυφλὸς, καλεῖται δ’ ὁδηγὸς ὃν ἡ συνήθεια γάλλον ὀνομάζει, οἱ δὲ θηρεύοντες τὸ κῆτος ταύρειον ἧπαρ ἢ ὦμον ἐν ἀγκίστρῳ βάλλουσι, λέγουσι δὲ τοὺς ὀδόν‐ τας αὐτοῦ τριστοιχεὶ ἡρμοσμένους. —Φασὶ τῆς φώκης τὸ δέρμα ἰσχυρὸν πάνυ, ὥστε μήθ’ ὑπ’ ἀγκίστρου αὐτὴν
15κρατεῖσθαι, μὴ (μήθ’) ὑπὸ τριόδοντος· ἡνίκα οὖν μὴ θελόντων τῶν ἁλιέων εἰσέλθῃ εἰς τὸ δίκτυον εἰς τὸν αἰγιαλὸν, ἵνα μὴ προφθάσασα κόψῃ αὐτὸ, καὶ ἐξελ‐ θοῦσα ἐκβάλῃ τοὺς θηρευθέντας ἰχθύας, τηνικάδε οὖν τῷ τριόδοντι καὶ ῥοπάλοις καὶ δόρασι τύπτοντες αὐτὴν
20ἀποκταίνουσι (sic), τὴν κεφαλὴν δὲ τυπτομένη θνή‐ σκει ῥᾳδίως. —Ὅτι πολὺ ἐσθιομένη ἡ θαλασσία χε‐ λώνη ὠφελεῖ· εἰ δ’ ὀλίγον, βλάπτει, ὅθεν φησὶν ἡ παροι‐ μία· χελώνης κρέα ἢ φαγεῖν ἢ μὴ φαγεῖν, λέγουσι δὲ καὶ τοῦτο, ὡς ἐάν τις καταδὺς ἐν τῷ βυθῷ ἀνατρέψῃ αὐτὴν
25ἐπὶ τὰ νῶτα, πρηνὴς ἐπιστραφῆναι οὐκ ἰσχύει, ἀλλὰ νήχεται ἄνω τοὺς πόδας ἔχουσα· ταύτην μὲν (corr. ead. m. δὲ) ποτὲ μὲν τύπτουσι σιδηραῖς βολίσι, ποτὲ δὲ δή‐ σαντες δεσμοῖς ἕλκουσιν. —Οἱ παλαιοὶ δελφῖνας ἀπε‐ τρέποντο θηρεύειν, ὡς φιλανθρώπους, καὶ ὁ φθάσας θη‐
30ρεύειν δελφῖνα οὔτε ταῖς θυσίαις προσήγγιζεν, ὡς μύσος τι ἐργαζόμενος (σάμενος?), ἀλλὰ καὶ τοὺς συνοικοῦντας ἐδόκει μιαίνειν, καὶ (ἐξηγοῦνται?) ποτε μὲν τῆς φι‐ λανθρωπίας αὐτοῦ σύμβολα, ἐξαιρέτως δ’ ὅτι τοὺς ἰχθύας διώκουσιν εἰς τὰ λίνα, ἵνα θηρευθῶσιν ὑπὸ τῶν ἀνθρώ‐
35πων, καὶ τῆς ἄγρας τελεσθείσης, ζητοῦσι τὸν μισθὸν, καὶ, εἰ μὲν λάβωσι, καὶ ἔτι συμπονοῦσιν αὐτοῖς· εἰ δὲ μὴ δῶσιν οἱ ἁλιεῖς, οὐκέτι αὐτοῖς ἐν τῇ θήρᾳ συναγωνίζονται. Λέγουσι δ’ ὡς Λέσβιος ἀοιδοὶ (ὸς), ἐστὶ δ’ Ἀρίων ὁ Μηθυμναῖος, ὃν ἡ ἐκκλησία δοξά‐
40ζει Ἰωνᾶν τὸν μακάριον προφήτην, τοῦτον λέγουσιν ἐν Τάραντι ἀγωνίσασθαι, ἄριστος δ’ ὢν κιθαρῳδὸς, νικήσας ἀγώνων ἐπιχωρίων ἐκεῖσε γεγονότων, ὑποστρέ‐ φων καὶ χρήματα ἐπιφερόμενος, ἐπεβουλεύθη ὑπὸ λῃστῶν εἰς Κόρινθον τὰ Ἴσθμια ἀγωνίσασθαι, καὶ
45μέλλων φονεύεσθαι ὑπὸ τῶν αὐτῶν, εἶπεν ἑαυτὸν ῥίπτειν εἰς τὴν θάλασσαν, καὶ λαβὼν κιθάραν, καὶ ᾖσε πρὶν ἀφῇ αὑτὸν, δελφὶν δ’ αὐτόν τις ὑπεδέξατο, καὶ ἤνεγκεν ἐπὶ τοῦ λόφου Περιάνδρῳ τῷ βασιλεῖ, ὁ δ’ ἔκρυψεν αὐτὸν ἕως τοῦ ἐλθεῖν τὸ πλοῖον, ἐλθόντος δὲ τοῦ πλοίου,

369

a

(50)

ὁ Περίανδρος ἐκόλασε τοὺς ναύτας δοῦναι τὸ χρυσίον.Column end

369

b

Πάλιν ἦν τις ἐν Λιβύῃ ποιμὴν, οὗ θερμὸν ἔρωτα λαβὼν δελφὶς συνέπαιζεν ἐν τῷ αἰγιαλῷ καὶ σύριγγι τοῦ νέου ἐπεθύμει καταλιπεῖν τὴν ἐν θαλάσσῃ διατριβὴν, καὶ τοῖς ποιμνίοις συνεῖναι. Ὁ δ’ Ὀππιανός φησιν· ἐν ταῖς
5ἡμέραις αὐτοῦ ἐν Αἰολίδι τῇ νήσῳ παιδὸς ἠράσατο δελφὶς, καὶ συνῆν αὐτῷ ὡς συμπολίτης ἐν τῇ νήσῳ, καταλιπεῖν δ’ οὐκ ἠνείχετο, ἀλλ’ ἐκ παιδόθεν συνωμίλει αὐτῷ καὶ σύντροφος γέγονε τοῖς ἤθεσι τοῦ παιδὸς, ἀνεχώρει δὲ καὶ εἰς τὴν θάλασσαν ἐνέμετο, ὁ δὲ παῖς
10ἤδη ἀνδρωθεὶς ἵστατο ἐν τῷ αἰγιαλῷ, καὶ ἐκάλει αὐτὸν τῷ ὀνόματι, ὃ ἐπέθηκεν αὐτῷ ἐξ ἀρχῆς, καὶ ὁ δελφὶς ἀκούων, ὥσπερ βέλος προσήη (προσήϊε?) πρὸς τὸν παῖδα, σαίνων τῷ οὐραίῳ καὶ τὴν κεφαλὴν ἄνω φέρων, ὡς γεγηθὼς ἐπὶ τῇ συνομιλίᾳ αὐτοῦ, καὶ ἐπέψαυον
15ἀλλήλων, πολλάκις δὲ καὶ κατὰ νώτου τοῦ δελφῖνος ἐπεχωρεῖτο πρὸς τὰ βάθη εἰσιὼν, οὐ μόνον δὲ τῷ ἑταίρῳ ἐπείθετο, ἀλλὰ καὶ ἑτέρῳ ἀνδρὶ, ᾧ ἐπείθετο ὁ ἀνήρ· ἀποθανόντος δὲ τούτου, ὀδυρομένῳ ὁ δελφὶς ἐοικὼς ἐπέ‐ τρεχε τῷ αἰγιαλῷ, ἐπιζητῶν αὐτὸν καὶ στενάζων, ὡς
20φωνὴν ἀφιεὶς, οὐκέτι δὲ τῶν ἐν τῇ νήσῳ καλούντων αὐτὸν ὑπήκουεν, οὐδὲ βρώσεως μεταλαβεῖν ἤθελεν, ἀλλὰ συνθανεῖν ἱμείρετο τῷ συνήλικι, ὅθεν οὐδ’ ἐφάνη μετὰ τὴν τελευτὴν τοῦ νεανίου. Μόνοι οὖν οἱ Θρᾳκικοὶ ὡς σκληροὶ καὶ ἀπάνθρωποι θηρεύουσιν αὐτοὺς, οἳ
25οὐδὲ πατέρων οὐδὲ παίδων, οὐδ’ ἀδελφῶν φείδονται. Δίδυμα δὲ τίκτει, διότι δύο μαστοὺς ἔχει, καὶ συνακο‐ λουθοῦσι τῇ μητρὶ οἱ δύο, καὶ εἰ συμβῇ τρωθῆναι ἐξ αὐτῶν (τις), αὐτὸς μὲν καταδύεται, οὐκ ἀπολείπει δ’ αὐτὸν ἡ μήτηρ αὐτοῦ· εἰ δὲ καταπονηθῇ ὑπὸ τῆς
30πληγῆς, ὡς ὑπὸ τῆς μηρίνθου κρατούμενος ἀνανή‐ χεται τοῦ βυθοῦ σὺν αὐτῇ, ὀδυρομένη δὲ τὸν ἄτρωτον τύπτουσα ἀποδιώκει πρὸς τὰ πελάγη μονονουχὶ λέγουσα· Φεῦγε, τέκνον· ἄνθρωποι γὰρ καθ’ ἡμῶν γεγόνασιν ἄδικοι, σίδηρον καθοπλίζοντες· εἶτα ἔρχεται ἑπομένη
35τῷ πληγέντι καὶ οὐκ ἀναχωρεῖ, ἕως οὗ καὶ αὐτὴ ἁλῶ. —Ὅτι εἰς τὸν βυθὸν βουλόμενος καθιέναι αὑτὸν ὁ σπογ‐ γοτόμος, μόλιβδον βαστάζει ἐν τῇ ἀριστερᾷ, ἐν δὲ τῇ δεξιᾷ ἅρπην, καὶ ῥίπτων ἑαυτὸν ἐν τῷ βυθῷ, δεδεμένος ἐστὶν ἐν τῷ μέσῳ καὶ τῷ στόματι φέρων ἔλαιον, καὶ τὴν
40μήρινθον κρατοῦσιν οἱ ἐν τῷ πλοίῳ· ἡνίκα οὖν κατέλθῃ ἐν τῷ βυθῷ, ἀποπτύει τὸ ἔλαιον καὶ στίλβει ἡ θάλασσα, εἶτα προσπελάσας ταῖς πέτραις εὑρίσκει τοὺς σπόγ‐ γους, οἱ δὲ ζῶσι καὶ πνέουσιν ὡς τὰ λοιπὰ, ἐφορμήσας δὲ τῇ ἅρπῃ κόπτει σπόγγους, εὐθέως δὲ ῥεῖ ἐξ αὐτῶν
45αἷμα καὶ περικλύζει αὐτὸν, καί ἐστι πάνυ δύσοδμον, ὁ δὲ κινεῖ τὴν μήρινθον, καὶ οἱ ἐν τῷ πλοίῳ κρατοῦντες αἰσθάνονται καὶ παραυτὰ ἀνέλκουσιν αὐτόν· πολλάκις δ’ ἐκ τῆς δυσωδίας ἀποθνήσκει, καὶ πάλιν ὑπὸ θηρίων φθασθεὶς ἡμίβρωτος ἀνῆλθεν, ὅθεν ἡνίκα φανεῖ κάλλι‐

369

b

(50)

χθυς, ὁ λεγόμενος ἱερὸς ἰχθὺς, θαῤῥεῖ μὴ δεδοικὼς θηρίον· ἔνθα γὰρ νέμεται ὁ κάλλιχθυς, ἐκεῖ θηρίον οὐ παρα‐
πλέει, καὶ κέκτηνται αὐτὸν οἱ ἁλιεῖς οἰωνὸς (ὸν) ἀγαθόν.369