TLG 4166 001 :: VITAE AESCHINIS :: Vitae Aeschinis Vitae Aeschinis
Citation: Vita — (line) | ||
1(t1) | ΑΠΟΛΛΩΝΙΟΥ ΕΙΣ ΑΙΣΧΙΝΗΝ | |
t2 | ΕΞΗΓΗΣΙΣ | |
---|---|---|
1 | ΑΙΣΧΙΝΗΣ ὁ ῥήτωρ τὸ μὲν γένος ἦν Ἀθηναῖος, τῶν δήμων Κο‐ θωκίδης, υἱὸς δ’ Ἀτρομήτου, ὅν φασι πρότερον Τρόμητα καλούμενον ὕστερον συλλαβῆς προσθέσει ἀντὶ Τρόμητος Ἀτρόμητον προσαγο‐ ρευθῆναι, γεγονέναι δὲ τὸ κατ’ ἀρχὰς δοῦλον καὶ πέδας ἔχοντα δι‐ | |
5 | δάσκειν γράμματα πρὸς τῷ Θησείῳ καὶ τῷ τοῦ ἰατροῦ ἡρῴῳ, εἶτα ὕστερον εἰς τὴν πολιτείαν ἐγγραφῆναι διὰ κακουργίας. μητρὸς δ’ ἦν ὁ Αἰσχίνης Γλαυκοθέας ἢ ὡς ἔνιοι Γλαυκίδος, ἥν φασι τὴν πρώτην ἡλικίαν ἡταιρηκέναι καθεζομένην ἐν οἰκήματι πρὸς τῷ τοῦ Καλαμί‐ του ἡρῴῳ, ἔπειτα ὕστερον ἀναστᾶσαν ἀπὸ τῆς ἐργασίας ταύτης ἐπὶ | |
10 | τὸ τελεῖν καὶ καθαίρειν τοὺς βουλομένους ἀποκλῖναι. γεγονὼς δ’ ἐκ τούτων ὁ Αἰσχίνης καὶ ἀδελφῶν αὐτῷ δύο γενομένων, Ἀφοβήτου καὶ Φιλοχάρους τοῦ τὰς ἀλαβαστοθήκας καὶ τὰ τύμπανα γράφον‐ τος, παῖς μὲν ὢν τῷ πατρὶ ὑπηρέτει γράμματα διδάσκοντι, ἀνὴρ δὲ γενόμενος τὸ μὲν πρῶτον ὑπεγραμμάτευσε ταῖς ἀρχαῖς χρόνον τινὰ | |
15 | σὺν τῷ ἀδελφῷ Ἀφοβήτῳ (ἦν δ’ ἐπονείδιστον τοῦτο τὸ ἔργον), | |
ἔπειτα ἀποστὰς τούτου τριταγωνιστὴς ἐγένετο τραγῳδιῶν, καὶ ἐν Κολλυτῷ ποτε Οἰνόμαον ὑποκρινόμενος κατέπεσεν. μετὰ ταῦτα δὲ προκόπτων τῇ ἡλικίᾳ ἐπὶ τὸ πολιτεύεσθαι καὶ τὰ κοινὰ πράττειν ἀπέκλινεν. καὶ δοκεῖ τὴν ὑπὲρ Φιλίππου καὶ Ἀλεξάνδρου πολιτείαν | ||
20 | ἐπανελέσθαι, κοινωσάμενος Φιλοκράτει τὰ πράγματα, καὶ πρὸς τὴν ἐκείνων χάριν καὶ κολακείαν ἄρασθαι πολιτείαν πρὸς τοὺς περὶ Δη‐ μοσθένην, τοὺς τἀναντία τοῖς Φιλίππου πράγμασι καὶ Ἀλεξάνδρου πολιτευσαμένους. ὅτι δὲ πρὸς χάριν ἐπολιτεύσατο τοῖς βασιλεῦσιν ἄλλα τε πολλὰ μαρτύριά ἐστι καὶ δὴ πάντων ἐκεῖνο ἐναργέστατον· | |
25 | ἑλομένου γάρ ποτε αὐτὸν τοῦ δήμου σύνδικον ὑπὲρ τοῦ ἐν Δήλῳ ἱεροῦ πρὸς τὴν γενομένην πρὸς Δηλίους Ἀθηναίων διαδικασίαν οὐκ ἐπέτρε‐ πεν ἡ ἐν Ἀρείῳ πάγῳ βουλὴ, ἀλλ’ ἀπελάσασα αὐτὸν ὡς οὐκ ὄντα εὔνουν τῷ δήμῳ τῷ Ἀθηναίων Ὑπερείδῃ λέγειν προσέταξεν. φασὶ μέντοι τινὲς αὐτὸν ἀκουστὴν γενέσθαι Πλάτωνός τε καὶ Σωκράτους, | |
30 | ψευδόμενοι. ἦν δὲ καὶ ἕτερος ῥήτωρ Αἰσχίνης Ἐλευσίνιος, ὃς καὶ τέχνας λέγεται ῥητορικὰς γεγραφέναι. λέγεται δ’ ὁ Αἰσχίνης ἐρω‐ τικὸς γεγονέναι. αὐτὸς δ’ ὁ Αἰσχίνης περὶ τοῦ γένους αὑτοῦ ἐν τῷ παραπρεσβείας φησὶν ὡς ὁ πατὴρ αὐτοῦ Ἀτρόμητος φατρίας μὲν ἦν καὶ γένους τοῦ Ἐτεοβουταδῶν, ὅθεν ἡ τῆς Ἀθηνᾶς τῆς Πολιάδος | |
35 | ἐστὶν ἱέρεια, νέος δ’ ὢν ἤθλει, καὶ χρόνῳ ὕστερον τὴν οὐσίαν ἀπολέ‐ | |
σας ἐν τῷ πολέμῳ ἐξέπεσεν ὑπὸ τῶν λʹ, καὶ στρατευόμενος ἐν Ἀσίᾳ ἀριστείων ἠξιώθη, καὶ ἐν Κορίνθῳ μετὰ τὴν ἔκπτωσιν διατρίψας συγ‐ κατήγαγε τὸν δῆμον· βιῶσαι δ’ ἀναμαρτήτως, εἶναι δ’ αὐτὸν ἐτῶν ἐνενήκοντα τεσσάρων. φησὶ δὲ καὶ τοὺς πρὸς μητρὸς αὑτῷ προσή‐ | ||
40 | κοντας ἐλευθέρους εἶναι. τῶν δ’ ἀδελφῶν αὑτοῦ Φιλοχάρη μὲν ἐν γυμνασίοις διατρίβειν καὶ μετ’ Ἰφικράτους ἐστρατεῦσθαι καὶ συνε‐ χῶς στρατηγεῖν, Ἀφόβητον δὲ τὸν νεώτατον αὑτῶν ἀδελφὸν πε‐ πρεσβευκέναι μὲν ὡς βασιλέα ἀξίως τῆς πόλεως, ἐπὶ δὲ τῆς διοική‐ σεως γενόμενον καλῶς τῶν δημοσίων προσόδων ἐπιμεληθῆναι. περὶ δ’ | |
45 | ἑαυτοῦ φησιν ὡς ἐκ παίδων ἀπαλλαγεὶς περίπολος τῆς Ἀττικῆς χώρας ἐγένετο δύο ἔτη, ἔφηβος ὤν (οὗτοι γὰρ μεθ’ ὅπλων τὴν χώραν περιήρχοντο κατὰ πρόσταγμα νόμου), ἐστρατεύσατο δὲ πρώτην στρατείαν τὴν ἐν τοῖς μέρεσι καλουμένην, καὶ συμπαραπέμπων μετ’ Ἀλκιβιάδου καὶ τῶν ξένων τὴν εἰς Φλιοῦντα πομπὴν, καὶ κινδύνου | |
1(50) | γενομένου περὶ τὴν καλουμένην Νεμεάδα χαράδραν ἀξιεπαίνως ἐμα‐ χέσατο, καὶ τὰς ἄλλας τὰς ἐκ διαδοχῆς ἐξόδους πάσας ἐξῆλθε, καὶ ἐν Μαντινείᾳ γενναίως ἐμαχέσατο, καὶ τὴν ἐν Ταμύναις μάχην ἐν τοῖς ἐπιλέκτοις, εἶτ’ ἐστεφανώθη μαχόμενος. ἐτελεύτησε δ’ Αἰσχί‐ νης ἀναιρεθεὶς ὑπ’ Ἀντιπάτρου καταλυθείσης τῆς πολιτείας, ὅτε καὶ | |
55 | οἱ περὶ Δημοσθένην ἐξεδόθησαν, βεβιωκὼς ἔτη οεʹ. τριῶν δ’ ὄντων λόγων τῶν ὑπ’ αὐτοῦ γεγραμμένων καὶ τούτων δημοσίων (ὁ γὰρ Δη‐ λιακὸς νόθος ἐστὶ), τὸν μὲν κατὰ Κτησιφῶντος εὑρίσκομεν τελευ‐ ταῖον γεγραμμένον (ἐπὶ γὰρ τῶν Ἀλεξάνδρου χρόνων γέγραπται), τῶν δὲ λοιπῶν περὶ τοὺς αὐτοὺς ὄντων χρόνους πρότερός ἐστι τῇ τάξει | |
60 | ὁ κατὰ Τιμάρχου· ἐν γὰρ τῷ μετ’ αὐτὸν, τῷ περὶ τῆς παραπρεσ‐ | |
βείας, μέμνηται ὁ Αἰσχίνης τούτου τοῦ λόγου. | ||
2(t) | ΑΙΣΧΙΝΟΥ ΡΗΤΟΡΟΣ ΒΙΟΣ | |
1 | Αἰσχίνης υἱὸς μὲν ἦν Ἀτρομήτου τοῦ γραμματιστοῦ καὶ Γλαυ‐ κοθέας τῆς τοὺς θιάσους τελούσης. φασὶ δ’ αὐτὸν παῖδα μὲν ὄντα ἐν τῷ διδασκαλείῳ τοῦ πατρὸς ὑπουργεῖν καὶ τῇ μητρὶ τὰς βίβλους ἀναγινώσκειν, ταύτην δὲ σκοτεινῶν ἐκ τόπων ὁρμωμένην καὶ ἐκφο‐ | |
5 | βοῦσαν παῖδας καὶ γυναῖκας Ἔμπουσαν ὀνομασθῆναι, ἐπεὶ νυκτερι‐ νὸν φάντασμα ἡ Ἔμπουσα· γενόμενον δὲ μειράκιον ὑποκριθῆναι τρα‐ γῳδίαν ὥστε τριταγωνιστεῖν, ὄντα δὲ λαμπρόφωνον γραμματεῦσαι Ἀριστοφῶντι καὶ μετὰ τοῦτον Εὐβούλῳ, καὶ ἀναγινώσκοντα ψη‐ φισμάτων ὁμοῦ καὶ νόμων ἔμπειρον γενόμενον ἐπιθέσθαι τῷ βήματι, | |
10 | καὶ τῶν κατ’ αὐτὸν διενεγκεῖν ὄντα εὐφυᾶ. μετὰ δὲ τὴν Φιλίππου τελευτὴν δόξαντα πολεμεῖν τῷ δήμῳ καὶ διαπέμπεσθαι τῷ Ἀντι‐ πάτρῳ κατὰ τῆς πόλεως διὰ τοῦτό τε εἰληφέναι ἐν Θήβαις κτήματα, εὐθύνοντα Κτησιφῶντα, ὅτε ἔγραψε Δημοσθένην ἐν τῷ θεάτρῳ ἀνα‐ γορεῦσαι στεφανωθέντα, μὴ μεταλαβεῖν τὸ πέμπτον μέρος τῶν ψή‐ | |
15 | φων, ἀτιμωθέντα δ’ ἀπᾶραι εἰς τὴν Ἀσίαν καὶ ἐλθεῖν εἰς Ἔφεσον οἰηθέντα κατάξειν αὐτὸν εἰς Ἀθήνας Ἀλέξανδρον· πυθόμενον δὲ τετε‐ λευτηκέναι τὸν βασιλέα καὶ ταραχὴν εἶναι τῶν διαδεχομένων κατα‐ φυγεῖν εἰς Ῥόδον. ἔνθα δεομένων Ῥοδίων τὴν τέχνην αὑτοὺς διδάξαι τὴν ῥητορικὴν ἀρνήσασθαι, εἰπόντα μηδ’ αὐτὸν εἰδέναι. δίκας γοῦν | |
20 | κελευόντων εἰπεῖν οὐδὲ τοῦτο ἐθελῆσαι, συμβαλόντα ὅτι ἐν τῇ πα‐ τρίδι ἡττηθεὶς κομιδῇ γ’ ἂν ἐπὶ γῆς ἀλλοτρίας διαφθαρῆναι. τέλος οὖν ἐπὶ τὴν τοῦ πατρὸς ἐλθεῖν τέχνην καὶ διδάσκειν τοὺς παῖδας γράμματα. Δημοχάρης δ’ ὁ ἀδελφιδοῦς Δημοσθένους, εἰ ἄρα πι‐ στευτέον αὐτῷ λέγοντι περὶ Αἰσχίνου, φησὶν Ἰσχάνδρου τοῦ τραγῳ‐ | |
25 | δοποιοῦ τριταγωνιστὴν γενέσθαι τὸν Αἰσχίνην καὶ ὑποκρινόμενον Οἰ‐ νόμαον διώκοντα Πέλοπα αἰσχρῶς πεσεῖν καὶ ἀναστῆναι ὑπὸ Σαννίω‐ νος τοῦ χοροδιδασκάλου (ἐνθένδ’ οὖν ὁ Δημοσθένης Οἰνόμαον αὐτὸν ὀνομάζει, πρὸς εἰδότας τὸ πρᾶγμα ἐπισκώπτων), καὶ μετὰ Σωκρά‐ τους καὶ Σιμύλου τῶν κακῶν ὑποκριτῶν ἀλᾶσθαι κατ’ ἀγρούς· εἴη ἂν | |
30 | οὖν ἐνθένδ’ ἀρουραῖος λεγόμενος. ἦν δὲ τῶν δήμων Αἰσχίνης Κοθω‐ κίδης. | |
3(t) | ΠΕΡΙ ΑΙΣΧΙΝΟΥ | |
1 | Ὅτι ἐδυνήθη νικῆσαι τὴν κατηγορίαν, Εὐβούλου συνηγωνισμένου κατὰ τοῦ Δημοσθένους ἐν τῷ ποιῆσαι τοὺς δικαστὰς ἀναστῆναι τοῦ Δημοσθένους λέγοντος, ὡς ἔγνωμεν καὶ τοῦτο ἐν τοῖς Δημοσθενικοῖς. συνέβη δὲ αὐτῷ ἐκπεσεῖν τῆς πατρίδος ὕστερον διὰ τὸ κατηγορῆσαι | |
5 | τοῦ ψηφίσματος τοῦ Κτησιφῶντος τοῦ ὑπὲρ τοῦ Δημοσθένους ὡς παρανόμου, καὶ ὁρίσαντος τὸ πρόστιμον ἐὰν μὴ δείξῃ αὐτὸ παράνο‐ μον καὶ ἡττηθέντος καὶ διὰ τὸ μὴ δύνασθαι καταβαλεῖν τὴν καταδί‐ κην, ἣν αὐτὸς ὥρισε, φυγῇ χρησαμένου, ὡς καὶ τοῦτο ἔγνωμεν ἐν τῷ | |
ὑπὲρ τοῦ στεφάνου. φυγὼν δὲ τὴν πατρίδα καὶ θελήσας ἀνελθεῖν | ||
10 | πρὸς Ἀλέξανδρον, μαθὼν περὶ τῆς αὐτοῦ τελευτῆς καὶ τῆς ταραχῆς τῶν τούτου διαδόχων εἰς Ῥόδον ἔπλευσε καὶ Ῥοδιακὸν διδασκαλεῖον συνέστησε, παιδεύων τε τοὺς νέους καὶ τοὺς τελειοτέρους. ἀναγινώ‐ σκων δὲ τὸν λόγον τὸν κατὰ Κτησιφῶντος, ὃν εἶπε κατὰ τοῦ Δημο‐ σθένους, καὶ θαυμαζόμενος σφόδρα παρ’ αὐτῶν ἐπὶ τούτῳ καὶ ἐρωτώ‐ | |
15 | μενος παρ’ αὐτῶν, πῶς οὖν ἐπὶ τοιούτῳ λόγῳ ἥττησαι; ἀπεκρίνατο, θαυμάζετε πῶς ἥττημαι, καθὸ οὐκ ἠκούσατε ὑμεῖς τοῦ θηρίου ἐκεί‐ νου. θηρίον γὰρ αὐτὸν ἐκάλει διὰ τὸ δεινὸν τῶν τρόπων καὶ ἀνελεῆ‐ μον. λέγεται δὲ ὅτι καὶ τὰς λεγομένας μελέτας καὶ τὰ πλάσματα τῶν ζητημάτων αὐτὸς πρῶτος εὗρεν ἐκεῖ ἐν τῷ σχολάζειν. Ὅτι | |
20 | μαθητὴς ἐγένετο, ὡς μὲν Δημήτριος ὁ Φαληρεύς φησι, Σωκράτους τοῦ φιλοσόφου, εἶθ’ ὕστερον τοῦ Πλάτωνος· ὡς δὲ Καικίλιος καὶ Ἰδομενεὺς καὶ Ἕρμιππος ἱστοροῦσιν, οὐκ ἤκουσε τούτων τῶν ἀνδρῶν μαθήσεως χάριν. φασὶ γὰρ ὡς ὅτι οὐδὲν τοῦ χαρακτῆρος τοῦ Πλα‐ τωνικοῦ σώζει, οὔτε τὸ ἀκριβὲς καὶ καθαρὸν [οὔτε τὸ] ἀπέριττον καὶ | |
25 | εὔρυθμον, ἀλλὰ κεχηνυῖά πώς ἐστιν αὐτοῦ ἡ ἰδέα τοῦ λόγου καὶ ἄτεχνος μὲν καὶ προπετὴς καὶ εὐχερῶς ἐπὶ τὸ λοιδορεῖν αἰσχρῶς καὶ ἀπρεπῶς ῥήτορι ἐξαγομένη, ἔχουσα δέ τι καὶ εὐφυὲς καὶ εὐάγωγον | |
καὶ οἷον ἂν γένοιτό τινι ἐκ φύσεως καὶ μελέτης ἀφανοῦς. B.F.L. |