TLG 4161 009 :: VITAE ARATI ET VARIA DE ARATO :: Epistula ad Julianum quendam data (olim sub auctore Theone Alexandrino Math.)

VITAE ARATI ET VARIA DE ARATO Biogr. Astron.
(Varia)

Epistula ad Julianum quendam data (olim sub auctore Theone Alexandrino Math.)

Source: Martin, J. (ed.), Scholia in Aratum vetera. Stuttgart: Teubner, 1974: 533–534.

Citation: Page — (line)

533

(t)

EPISTVLA AD IVLIANVM QVENDAM DATA
1Ταῦτά σοι, ὦ Ἰουλιανέ, συναγαγόντες ταχεῖαν πε‐ ποιήμεθα τὴν ἐπαγγελίαν. ἄλλοις δὲ μελέτω γραφὰς ἀλλοίας ποιεῖν, εἰ μέντοι ὁ Ἄρατος μνησθείη Περσέως, πάντα τὰ περὶ Περσέως διερευνᾶν, εἰ δὲ περὶ Βοώτου,
5τὰ περὶ ἐκεῖνον, εἰ δὲ περὶ Ἀργοῦς, τὰ περὶ Ἀργοναύτας. τοῖς γὰρ βουλομένοις τὰ περιμηκέστερα βιβλία ἢ πλείο‐ να καὶ τοῦ ἀναγκαίου ἐκτὸς καταλιπεῖν, †τὰ σὰ† ὁδός. ἡμῖν δὲ τί καὶ ταῖς κατὰ καιρὸν ἐξηγήσεσι [κατα‐
λείπω] τὸ περιττὸν τῆς συνταγματικῆς ἐκδόσεως;533

534

εἴρηται δὲ πάντα τὰ ἀναγκαῖα καὶ συντελοῦντα πρὸς τὸ σαφὲς ἀπεριέργως, καὶ ὡσὰν ἀνδρὶ διὰ τῶν μαθη‐ μάτων φιλοσοφοῦντι ἐξηγήσασθαι πρέπον ἦν. τὰ [ποιή‐ ματα] δὲ λίαν φανερά, ὡς λέγουσιν, ἐξ ἀγωνίας παρα‐
5λέλειπται. τί γὰρ ἤπειγεν ἄκαιρον ἐνδείκνυσθαι πολυ‐ μάθειαν, καὶ καταλέγειν ὅσων καὶ ἡλίκων ἀστέρων ἕκαστον ἄστρον, καὶ θέσεις διηγεῖσθαι κύκλων πολλῶν μηδὲν εἰς τὸ ποίημα συντελούντων, καὶ τὰ ἄλλα ὅσα γράφουσιν ἀμέτρως, οὐ πολυμάθειαν τὴν αὑτῶν εἰς
10μέσον τιθέντες ... πάντες δὲ φιλόσοφοι θέλοντες εἶναι.534