TLG 4161 008 :: VITAE ARATI ET VARIA DE ARATO :: De zodiaco (olim sub auctore Leontio Mechanico)

VITAE ARATI ET VARIA DE ARATO Biogr. Astron.
(Varia)

De zodiaco (olim sub auctore Leontio Mechanico)

Source: Martin, J. (ed.), Scholia in Aratum vetera. Stuttgart: Teubner, 1974: 529–532.

Citation: Page — (line)

529

(t)

ΠΕΡΙ ΤΟΥ ΖΩΙΔΙΑΚΟΥ ΚΥΚΛΟΥ
1ὅτι διὰ δύο αἰτίας καλεῖται ζῳδιακός, ἢ διὰ τὰ πε‐ ριεχόμενα ἐν αὐτῷ ιβʹ ζῴδια, ἢ διὰ τὸ τὴν ζωὴν τῶν ἐνταῦθα σημαίνειν ἢ ποιεῖν. ὅτι δὲ κύκλος διὰ πολλὰς αἰτίας, ἢ διὰ τὸ μιμεῖσθαι τὸν δημιουργόν (ὥσπερ
5γὰρ ὁ δημιουργὸς οὔτε ἀρχῇ ὑποπίπτει οὔτε τέλει, οὕτω καὶ ὁ κύκλος οὐκ ἔχει οὔτε ἀρχὴν οὔτε τέλος), ἢ διὰ τὸ [τοῦ κύκλου σχῆμα] στερεὸν εἶναι, ἢ διὰ τὸ εὐκίνητον τοῦ σχήματος, ἢ διὰ τὸ πολυχώρητον αὐτοῦ. ἐφάπτεται δὲ ὁ ζῳδιακὸς ἑκατέρων τῶν τροπικῶν
10κύκλων, τοῦ χειμερινοῦ [τροπικοῦ ἐφάπτεται] κατὰ τὸν Αἰγοκέρωτα, τοῦ δὲ θερινοῦ κατὰ τὸν Καρκίνον. τοῦ δὲ ἰσημερινοῦ ἐφάπτεται κατὰ δύο, κατά τε τὸν
Κριὸν καὶ τὸν Ζυγόν, ἐν μὲν Κριῷ ποιῶν τὴν ἰσημερίαν529

530

τὴν ἐαρινήν, ἐν δὲ Ζυγῷ τὴν ἰσημερίαν τὴν φθινοπω‐ ρινήν. συγκινεῖται δὲ τῷ οὐρανῷ ὁ ζῳδιακὸς κύκλος, καὶ κατὰ τὴν ἰδίαν αὑτοῦ κίνησιν ἔχει ἐναντίαν τινὰ τῷ
5κόσμῳ φοράν. εἰδέναι δὲ δεῖ ὅτι καὶ τὰ ἐν τῇ ἀπλανεῖ σφαίρᾳ ἄστρα ἔχει ἰδίαν τινὰ κίνησιν, ὡς Πτολεμαῖος ἀποδείκνυσι (Magna Synt. I, p. 6), καὶ ἕκαστος τῶν ἀστέρων τούτων κινεῖται κατὰ τὴν ἰδίαν αὑτοῦ κίνησιν διὰ ἑκατὸν ἐτῶν μοῖραν μίαν πρὸς τὸ μέγεθος τοῦ
10ἑαυτοῦ κύκλου, τὰς δὲ τῶν τροπικῶν μοίρας μείζους εἶναι τῶν μοιρῶν τοῦ ἀρκτικοῦ, ἐπειδήπερ καὶ οἱ τροπι‐ κοὶ κύκλοι μείζους εἰσὶ τοῦ ἀρκτικοῦ. ὅμως δὲ εἰς ἴσας τῷ ἀριθμῷ μοίρας διῃρημένοι εἰσὶν οἱ κύκλοι, κἄντε ἴσοι ὦσιν ἀλλήλοις κἄντε ἄνισοι.
15
κινεῖται δὲ λοξῶς ὁ ζῳδιακὸς ὡς οὐδεὶς τῶν ἄλλων κύκλων πλὴν τοῦ γαλαξίου, ἐπειδὴ ὁ ἥλιος οὐδένα τῶν ἄλλων κύκλων διικνεῖται, ἀλλὰ τὸν ζῳδιακὸν μόνον. καὶ ἐπειδὴ ὁ ἥλιός ἐστιν ὁ τὰ ἐνταῦθα ψύχων καὶ θερ‐ μαίνων καὶ ὑγραίνων καὶ ξηραίνων καὶ τὰς διαφό‐
20ρους τροπὰς κινούμενος ποιῶν (λέγω δὴ ἐαρινὴν θερι‐ νὴν φθινοπωρινὴν καὶ χειμερινήν), κατ’ εὐθεῖαν δὲ κινούμενος οὐκ 〈ἂν〉 ἠδύνατο τὰ ἐνταῦθα ποτὲ μὲν
ψύχειν, ποτὲ δὲ θερμαίνειν, ἀλλ’ ἦν ἀνάγκη τοὺς αὐτοὺς530

531

τόπους ἀεὶ θερμαίνεσθαι καὶ μηδέποτε ψύχεσθαι, καὶ ἑτέρους τόπους ἀεὶ ψύχεσθαι καὶ μηδέποτε θερμαίνεσθαι, καὶ εἰ τοῦτο ἦν οὔτε καρποὶ ἐφύοντο ἄν, οὔτε τὰ ἡμέτερα σώματα ἐσώζοντο, ἅτε δὴ ἐξ ἐναντίων συγκείμενα
5(οὐ μόνον γὰρ ψύξεως χρῄζομεν ἢ θερμότητος, ἀλλὰ καὶ ὑγρότητος καὶ ξηρότητος, ἅτε δὴ ἐκ τούτων συγ‐ κείμενοι), εἰκότως ὁ δημιουργὸς λοξὸν ἐποίησε τὸν ζῳδιακόν. ὅτε οὖν γίνεται ὁ ἥλιος εἰς τὰ βόρεια μέρη, θερμαίνεται τὰ ἐνταῦθα, ὅτε δὲ εἰς τὰ νότια, ψύχεται
10τὰ ἐνταῦθα. καὶ αὕτη μέν ἐστιν ἡ αἰτία δι’ ἣν λοξῶς κινεῖται ὁ ζῳδιακός. διῄρηται δὲ εἰς τμήματα ιβʹ ἃ καλεῖται ζῴδια, ὅτι πρῶτος ὁ δωδέκατος ἀριθμὸς δέχεται τοὺς θείους εʹ λόγους τοὺς μουσικούς, τὸν διπλασίονα, τὸν τριπλασίονα,
15τὸν τετραπλασίονα, τὸν ἡμιόλιον, τὸν ἐπίτριτον. διῃρη‐ μένου δὲ τοῦ ζῳδιακοῦ εἰς ιβʹ ζῴδια, ἔτι διαιρεῖται ἕκαστον τῶν ζῳδίων εἰς μοίρας λʹ, εἰς δεκανοὺς γʹ. δεκανὸς δέ ἐστι δύναμίς τις δέκα μοίρας περιέχουσα ἐν τῷ ζῳδίῳ. ἡ δὲ μοῖρα ἔχει λεπτὰ ἑξήκοντα.
20κινεῖται οὖν ἐν ταύταις ταῖς μοίραις καὶ ταῖς ὥραις
τῶν τε ἡμερῶν καὶ νυκτῶν ὁ ἥλιος τὸν ἑαυτοῦ διανύων531

532

δρόμον, καὶ τὸν χρόνον ὅλον συμπερατοῖ. ἔστωσαν οὖν σοι οἵ τε μῆνες καὶ αἱ ἡμέραι καὶ ὧραι εὔγνωστοι εἰς τὸ ἐπισκέπτεσθαι τὰς ἀνατολάς τε καὶ δύσεις τῶν τε ζῳδίων τῶν δυοκαίδεκα καὶ τῶν λοιπῶν ἄστρων, καὶ
5οὐχ ἁμαρτήσῃ τῆς διασκέψεως.532