TLG 4161 006 :: VITAE ARATI ET VARIA DE ARATO :: Prolegomena in Aratum (e cod. Paris. suppl. gr. 607A)

VITAE ARATI ET VARIA DE ARATO Biogr. Astron.
(Varia)

Prolegomena in Aratum (e cod. Paris. suppl. gr. 607A)

Source: Martin, J. (ed.), Scholia in Aratum vetera. Stuttgart: Teubner, 1974: 23–31.

Citation: Section — (line)

t1

PROLEGOMENA IN PARISINO SUPPL. GR. 607A SERVATA

1

(t)

Περὶ τῶν οὐρανίων
1σφαῖρά ἐστι σχῆμα †ἐπίπεδον ἐπιφανείας† πρὸς ἣν ἀπό τινος σημείου τῶν ἐντὸς τῆς σφαίρας κειμένων πᾶσαι αἱ πρὸς τὴν ἐπιφάνειαν προσπίπτουσαι εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσίν. τὸ δὲ σημεῖον κέντρον καλεῖται τῆς
5σφαίρας.

2

(t)

τί ἐστι κύκλος;
1σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς περιφερείας περιεχόμενον, πρὸς ἣν τῶν ἀπό τινος τῶν ἐντὸς τοῦ κύκλου κειμένων σημείων ἅπασαι αἱ πρὸς τὴν περιφέρειαν προσπίπτουσαι εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσίν. τὸ δὲ σημεῖον κέντρον
5καλεῖται τοῦ κύκλου.

3

(t)

τί ἐστι σημεῖον;
1οὗ μέρος οὐθέν· ταὐτὸν τῇ στιγμῇ, ἣν πέρας ἢ ἀρχὴν
μεγέθους ὁρίζονται. ἡ δὲ γραμμὴ μῆκος ἀπλατές, ὥσπερ ἐπιφάνεια μέγεθος διχῇ διαστατόν, περί τε μῆκος καὶ πλάτος. τὸ δὲ στερεὸν μέγεθος τριχῇ διαστατόν, 〈περὶ〉23
5πλάτος μῆκος βάθος.

4

(t)

τί ἐστι πόλος;
1πόλος ἐστὶν ἐπὶ τῆς ἐπιφανείας τῆς κινουμένης σφαί‐ ρας ἀνάλογον κέντρῳ κύκλου λαμβανόμενον.

5

(t)

τί ἐστιν ἄξων;
1ἄξων ἐστὶ σφαίρας εὐθεῖα ἐπιζευγνυμένη ἀπὸ τοῦ πόλου ἐπὶ τὸ κέντρον τῆς σφαίρας καὶ ἐπὶ θάτερα ἐκβαλ‐ λομένη.

6

(t)

τί ἐστι πέρας τοῦ ἄξονος;
1πέρας τοῦ ἄξονός ἐστιν ὁ πόλος.

7

(t)

πόσοι πόλοι;
1πόλοι εἰσὶ δύο, ὁ μὲν καθ’ ἡμᾶς βόρειος, ὁ δὲ ἀντίχθοσι καταφανὴς νότιος.

8

(t)

πόσοι κύκλοι παράλληλοι;
1κύκλοι παράλληλοι πέντε· ἰσημερινός, τροπικοὶ βʹ, ἀρκτικοὶ βʹ. (αʹ) ἰσημερινὸς ὁ μέγιστος τῶν παραλλήλων, ἐφ’ οὗ γινόμενος ὁ ἥλιος ἰσημερίαν ποιεῖ. (βʹ) θερινὸς
τροπικός, ἐφ’ οὗ ὁ ἥλιος γινόμενος θερινὰς ὡς πρὸς24
5ἡμᾶς ποιεῖται τροπάς· καὶ γράφεται διὰ Καρκίνου μοιρῶν ηʹ. (γʹ) χειμερινὸς δέ, ἐφ’ οὗ γινόμενος χειμερινὰς ἐργάζεται τροπὰς περὶ μοῖραν Αἰγοκέρωτος ὀγδόην. (δʹ) ὅτι τῶν ἀρκτικῶν ὁ μέν ἐστι βόρειος καὶ ἀειφανὴς καθ’ ἡμᾶς, (εʹ) ὁ δὲ νότιος, τὸ ἀφανὲς διορίζων ἀπὸ τοῦ
10φαινομένου.

9

ὅτι ὁ ἰσημερινὸς ταύτην ἔλαχε τὴν ἐπωνυμίαν ἐπειδὴ πρὸς πᾶσαν οἴκησιν μένει ἰσημερινός, τῶν δὲ τροπικῶν ὁ μὲν ἡμῖν θερινὸς τοῖς ἀντίποσι χειμερινὸς γίνεται, ὁ δὲ ἡμῖν χειμερινὸς ἐκείνοις θερινός, τοῖς δὲ
5ὑπὸ τῷ ἰσημερινῷ οἰκοῦσιν οἱ δύο τροπικοὶ χειμερινοὶ τυγχάνουσιν, ἐπειδὴ μακρότατα ἀφίσταται αὐτῶν ὁ ἥλιος.

10

(t1)

περὶ ἀνεγκλίτων καὶ κεκλιμένων
t2τόπων.
1ὅτι δύο τόποι εἰσὶν ἀνέγκλιτοι, ὁ ὑπὸ τῷ ἰσημερινῷ καὶ ὁ ὑπὸ τοῖς πόλοις, οἱ δὲ λοιποὶ πάντες ἐγκεκλιμένοι, οἳ μὲν πρὸς ἄρκτον, οἳ δὲ πρὸς μεσημβρίαν.

11

(t)

πόσαι ζῶναι τῆς γῆς;
1σφαιροειδοῦς τῆς γῆς οὔσης ζῶναι αὐτῆς εἰσι πέντε, εὔκρατοι μὲν δύο αἱ μεταξὺ τῶν τροπικῶν, ἀπὸ Καρκίνου ἕως τοῦ βορείου πόλου καὶ ἀπὸ τοῦ Αἰγοκέρωτος, τοῦ χειμερινοῦ τροπικοῦ, ἕως τοῦ νοτίου πόλου (αὗται αἱ
5δύο ζῶναι μόναι οἰκοῦνται), δύο δὲ ζῶναι ἕτεραι κατεψυγ‐ μέναι ὑπὸ τοῖς δυσὶ πόλοις, αἳ καὶ ἀοίκητοι, μία δὲ ἡ μέση τῶν τροπικῶν τοῦ χειμερινοῦ καὶ θερινοῦ, λέγω
δὴ ἡ ἀπὸ Καρκίνου ἕως Ὑδριχόου λεγομένη διακεκαυ‐ μένη, καὶ αὐτὴ ἀοίκητος. ὥστε δύο μὲν ζῶναι οἰκοῦνται,25
10τρεῖς δέ εἰσιν ἀοίκητοι.

12

ὅτι εἰ μὴ ἦν σφαιροειδὴς ἡ γῆ, οὐκ ἂν προανατολαὶ καὶ προκαταδύσεις ἐγίνοντο. Ἀλεξάνδρου γοῦν ἐν Ἀρ‐ βήλοις παραταττομένου Δαρείῳ ἡ σελήνη ἐξέλιπε ζῳδίου μέγεθος ἀφεστῶσα τοῦ ὁρίζοντος, ἡ δὲ αὐτὴ ἔκλειψις
5τοῖς ἐν Σικελίᾳ ὑπὸ τὸν ὁρίζοντα ἐγένετο.

13

ὅτι ἀπὸ τῆς ἐπιφανείας τῆς γῆς ἕως τοῦ οὐρανοῦ δύο ἄστρων ἐστὶ διάστημα, οἱονεὶ ἕκτον μέρος [ἐστὶ] τοῦ ὁρίζοντος· ὁ γὰρ ὁρίζων ἔχει ἄστρα δώδεκα, καὶ ἡ διάστασις ἄστρα δύο. ἡ γὰρ τοῦ ἑξαγώνου πλευρὰ
5λέγεται ἴση εἶναι τῇ ἐκ τοῦ κέντρου καὶ ἑκάστη ἴση δυσὶ ζῳδίοις, καὶ οὐδὲν τὸ διαφέρον, εἴτε ἐπὶ τῆς ὄψεως λέγοιτο εἴτε ἐπὶ τοῦ κέντρου τῆς γῆς, ὡς ἀδιαφορούσης τῆς ἐκ τοῦ κέντρου πρὸς τὴν ἐκ τῆς ἐπιφανείας τῆς γῆς ὄψιν.

14

(t)

περὶ ἀπλανῶν καὶ πλανητῶν.
1ὅσα τῶν ἄστρων ἐκ τῶν αὐτῶν ἀεὶ τόπων τὰς ἀνατολὰς ποιεῖται καὶ εἰς τοὺς αὐτοὺς καταδύσεις, ταυτὶ δὴ ἀπλανῆ καλεῖται, ὅσα δὲ ἀμείβει τάς τε ἀνατολὰς καὶ τὰς δύσεις ἐξ ἄλλων τόπων εἰς ἄλλους, ταυτὶ δὴ πλανώμενα ἐπίκλην,
5οὐχ ὅτι πλανᾶται (τεταγμένως γὰρ φέρονται), ἀλλ’ οἱ ἀρχαῖοι μὴ συνιέντες αὐτῶν τῆς τάξεως ἐκείνως ἐκάλε‐ σαν, ἡμεῖς δὲ τῇ συνηθείᾳ ἑπόμενοι οὕτως καλοῦμεν, ὥσπερ καὶ τὰς ἐκλείψεις, καίτοι σαφῶς εἰδότες οὐκ ἐκλείψεις οὔσας, ἀλλ’ ἐπιπροσθήσεις. καὶ τῶν μὲν
10ἀπλανῶν τῶν σὺν τῷ παντὶ περιαγομένων τὰ μὲν ἀκα‐
τονόμαστα ἡμῖν καὶ ἀπερίληπτα, ὡς καὶ Παρμενίδης ὁ φυσικὸς εἴρηκε (Diels, Vors. 28 A 40), τὰ δὲ κα‐ τωνομασμένα ὡς ἐκ τοῦ μεγέθους χίλιά εἰσι κατὰ τὸν Ἄρατον.26

15

(t1)

τίνες πρῶτον ἐξεῦρον
t2ἀστρονομίαν;
1οἳ μὲν Σύρους λέγουσιν, οἳ δὲ Χαλδαίους, ἕτεροι δὲ Αἰγυπτίους.

16

(t1)

τίς πρῶτος ἤνεγκε σφαῖραν εἰς
t2Ἑλλάδα;
1ὅτι Εὔδοξον τὸν Ἀσσύριον λέγουσι πρῶτον εἰς Ἑλ‐ λάδα κομίσαι σφαῖραν, ἣν δεῖ κρατεῖν τὸν ἐπιδεικνύντα τὰ φαινόμενα. καὶ ὅτι ἀριστερὰ λέγουσι τὰ δυτικά, δεξιὰ δὲ τὰ
5ἀνατολικά, καθὼς καὶ Ὅμηρός φησιν (M 239—240).
„εἴτ’ ἐπὶ δεξί’ ἴωσι πρὸς ἠῶ τ’ ἠέλιόν τε,
εἴτ’ ἐπ’ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα“.

17

(t)

Ἥλιος.
1τὸν δὲ ἥλιον οἳ μὲν ὡρίσαντο [τὸ] πῦρ, οἳ δὲ μύδρον, ὡς Ἀναξαγόρας (Diels, Vors. 59 A 1 al.), καί φασιν αὐτὸν κυκλοτερῆ ὄντα ὀκτωκαιδεκαπλάσιον εἶναι τῆς γῆς.

18

(t)

Σελήνη.
1τὴν δὲ σελήνην σύγκριμα ἐκ πυρὸς καὶ ἀέρος· διὰ τοῦτο καὶ πάντων κατωτέρα τῶν ἀστέρων. οἳ δὲ κά‐ τοπτρόν τι.27

19

(t1)

περὶ ἀποστάσεως τοῦ οὐρανοῦ ἀπὸ
t2τῆς γῆς.
1τοσοῦτον τὸ ὑπὲρ γῆς μέρος τοῦ οὐρανοῦ ἀπέχει τῆς γῆς ὅσον καὶ ἡ γῆ πρὸς τὸ ἕτερον αὐτῆς τέλος, τὸν καλούμενον τάρταρον. εἶτα ἐκ τοῦ μέρους ἐκείνου, τοῦ ταρτάρου, τὸ ὑπὸ τὴν γῆν ἄλλο μέρος τοῦ οὐρανοῦ
5πάλιν ὁμοίως διέστηκεν. ὁ γοῦν Ἡσίοδος φυσικευό‐ μενός φησιν (Theog. 722—725)·
ἐννέα γὰρ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων
οὐρανόθεν κατιὼν δεκάτῃ κ’ ἐς γαῖαν ἵκοιτο. εἶτα πρὸς τὸ ἴσον [τὸ] βάθος τῆς γῆς·
10
ἐννέα δ’ αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων
ἐς γαῖαν κατιὼν δεκάτῃ κ’ ἐς τάρταρον ἵκοι. λοιπὸν δὲ καὶ 〈τὸ〉 ἀπὸ τοῦ ταρτάρου ἕως τοῦ ὑπὸ γῆν ἡμισφαιρίου διατεῖνον μέγεθος ἄλλο τοσοῦτόν ἐστιν ὅσον τὸ τῆς γῆς βάθος, ὥστε διὰ τριάκοντα ἡμερῶν
15τὰς δύο ἀρχὰς τοῦ ἄξονος δύνασθαι διανύσαι τὸν ἄκμονα.
ἀπὸ ἀνατολῶν δὲ ἐπὶ δυσμὰς στρέφεται ὁ οὐρανός. ὁ δὲ ἄξων ἐστὶν ἀκίνητος, διήκει δὲ δι’ ὅλου τοῦ οὐρανοῦ καὶ τὴν γῆν ἑαυτῷ ἐμπεπαρμένην ἔχει, καὶ ἔστιν αὐτὸς μὲν ἀκίνητος, ἐπ’ αὐτῷ δὲ ὁ οὐρανὸς κινεῖται
20καὶ καταφέρεται τῷ δοκεῖν ἐπὶ ὠκεανόν. τὸ δὲ δοκεῖν εἶπον ἐπεὶ οὐκ ἀληθῶς, ἀλλὰ πρὸς τὴν ὑπόνοιαν οἱ
ποιηταὶ ταῦτ’ εἶπον· „Ἠέλιος δ’ ἀπόρουσε λιπὼν πε‐ ρικαλλέα λίμνην“ (γ 1 al.), τὸν ὠκεανόν. ἔστι γὰρ ὠκεα‐ νός, φασί, καθ’ Ὅμηρον, ὃς πᾶσαν τὴν οἰκουμένην28
25ἐμπεριέχει.

20

(t)

πόσοι κύκλοι τῆς σφαίρας;
1ἡ σφαῖρα ἔχει κύκλους πέντε, ὧν ὁ μὲν ἀρκτικὸς βόρειος, βʹ θερινὸς τροπικός, γʹ ἰσημερινὸς τροπικός, δʹ χειμερινὸς τροπικός, εʹ ἀνταρκτικός. καὶ ὁ μὲν ἀρκτι‐ κὸς τὰς Ἄρκτους περιέχει. ὃς καὶ βόρειος καλεῖται·
5ἐν γὰρ τῷ βορείῳ μάλιστά εἰσιν αἱ Ἄρκτοι, καὶ ἡ καθ’ ἡμᾶς οἰκουμένη μᾶλλον βορειοτέρα ἐστίν. ὁ δὲ ἑξῆς κύκλος καλεῖται θερινὸς τροπικὸς ὅτι ὁ κύκλος ἐκεῖνος μέσον τέμνει τὸν Καρκίνον, ὃς πάντων τῶν ζῳδίων ἐστὶ βορειότερος, οὗ περὶ τὴν πρώτην μοῖραν 〈τῇ〉 κηʹ
10τοῦ Παϋνὶ γενόμενος ὁ ἥλιος θερινὴν ποιεῖται τὴν τροπήν. ὁ δὲ τρίτος ἰσημερινὸς τροπικός· τὴν γὰρ τῆς ἰσημερίας τροπὴν ἔχει· μέσον γὰρ τὸν Κριὸν τέμνει οὗτος ὁ κύκλος. γινόμενος οὖν τῇ κεʹ τοῦ Φαμενὼθ ὁ ἥλιος περὶ 〈τὴν〉 αʹ μοῖραν τοῦ Κριοῦ ἴσην τὴν ἡμέραν
15καὶ τὴν νύκτα ποιεῖ. διὰ τί ποιεῖται οὗτος τὴν ἰσημερίαν; ἐπειδὴ μέσος τῶν πέντε κύκλων οὗτός ἐστιν ὁ κύκλος καὶ τὸ μεσαίτατον ἔχει τοῦ οὐρανοῦ, διὰ τοῦτο ὡς πρὸς τὰ βόρεια [μέγεθος] καὶ ἐπὶ τὰ νότια ἴσον ἔχων τὸ διάστημα ἴσην ποιεῖ τήν τε νύκτα καὶ ἡμέραν. ὁ δὲ
20τέταρτος κύκλος χειμερινὸς τροπικός, ἐπειδὴ [γὰρ] τέμνει μέσον τὸν Αἰγόκερων. ὁ δὲ πέμπτος κύκλος ὁ καλούμενος ἀνταρκτικός. ἐναντίος γὰρ τῇ θέσει καὶ κατέναντι τοῦ ἀρκτικοῦ. ὁ δ’ αὐτὸς καὶ νότιος· ἔστι γὰρ καὶ περὶ τὰ νότια. ὁ δὲ ἐν τοῖς νοτίοις οὐρανὸς οὐκ
25ἔστι τοῖς ἀνθρώποις θεατός, ἀλλ’ ὁ βόρειος. καὶ γὰρ ἐν
τῇ τῆς σφαίρας θέσει ἀφανής ἐστιν ὡς πρὸς τὴν τῆς σφαίρας ὀροφὴν 〈οὐ〉 γνωριζόμενος, ὅτι τὰ ὑπὸ γῆν μέρη ἐστὶν ὑπὸ τοῦ ὁρίζοντος. καὶ οὗτοι μέν εἰσιν οἱ παράλληλοι κύκλοι. παράλληλοι δὲ λέγονται κατὰ τοὺς29
30γεωμέτρας. πλησίον μὲν ἀλλήλων οὔ γε μὴν ἑαυτῶν ἐπιψαύουσιν, ἀλλ’ ὀλίγον ἀφεστήκασιν. δεῖ εἰδέναι ὡς ἕκαστον ζῴδιον κατὰ μὲν μῆκος μοίρας ἔχει τριάκοντα, κατὰ δὲ πλάτος μοίρας δώδεκα. ὅτι τὸ ἡμισφαίριον ἀπὸ τῶν νοτίων ἐπὶ τὰ βόρεια
35ἔχει μοίρας ρπʹ, τῶν δὲ ιβʹ ζῳδίων ἀνατολαὶ καὶ δύσεις εἰσί, καὶ ἕκαστον τῶν ζῳδίων δύο ὥρας ἐπέχει ἀνατέλ‐ λον, ὡς τὰ μὲν ἓξ ζῴδια ἀνατέλλειν τὴν ἡμέραν, τὰ δὲ ἕτερα ἓξ τὴν νύκτα.

21

(t)

πόσοι γενικοὶ ἄνεμοι;
1ἄνεμοι δὲ γενικοὶ πνέουσι τέσσαρες, ἀπὸ τῆς Ἄρκτου ὁ βορέας, ἀπὸ μεσημβρίας ὁ νότος, ἀπὸ ἀνατολῆς ἀπη‐ λιώτης, ἀπὸ δύσεως ζέφυρος. ἑκάστῳ δὲ τούτων δύο παράκεινται, ὡς εἶναι τοὺς πάντας δώδεκα.

22

(t1)

διὰ τί ἐπὶ τῶν Ἄρκτων ἐποιήσατο
t2τὴν ἀρχὴν ὁ Ἄρατος.
1ἐποιήσατο δὲ τὴν ἀρχὴν ἀπὸ τῶν βορειοτέρων καθ’ ὃ ὑψηλὰ ὄντα φανερά ἐστιν, ἢ διὰ τὸ εἶναι τὴν καθ’ ἡμᾶς οἰκουμένην περὶ τὰ βόρεια, ἢ πρὸς τιμὴν τοῦ Διός· ὁ γὰρ ἀρκτικὸς κύκλος περιέχει τὰς Ἄρκτους καὶ
5τὸν Δράκοντα, περὶ ὧν φέρεται ἱστορία μυθική. τὸν Δία ἐν Κρήτῃ τεχθέντα δύο νύμφαι ἐκεῖσε ἔτρεφον. καὶ ἣ μὲν Ἑλίκη ὠνομάζετο, ἣ δὲ Κυνόσουρα. Κρόνου δέ ποτε ἐπελθόντος, ὁ Ζεὺς τὸν ἑαυτοῦ πατέρα παραλογιζό‐
μενος τὰς μὲν νύμφας μετέβαλεν εἰς ἄρκτους, αὐτὸς δὲ30
10εἰς δράκοντα μετεβλήθη. καὶ τῆς βασιλείας ἀντιλαβό‐ μενος εἰς τὸν οὐρανὸν φαίνεται μετ’ αὐτῶν.

23

δεῖ δὲ γινώσκειν ὅτι ὁ Ἄρατος ἀπὸ Σόλων ἦν τῆς Κιλικίας. ἦν δὲ κατὰ τὸν χρόνον Πτολεμαίου τοῦ Φιλαδέλφου.

24

(t)

πόσοι πόλοι;
1δύο, βόρειος καὶ νότιος.

25

ὅτι τὰ πέρατα τοῦ ἄξονος πόλοι καλοῦνται, ὁρίζων
δὲ ὁ τέμνων τό τε ὑπὲρ γῆν ἡμισφαίριον καὶ τὸ ὑπὸ γῆν.31