TLG 4161 005 :: VITAE ARATI ET VARIA DE ARATO :: Vita Arati (= Vita 4) (e codd. Matrit. 4691 + 4629; Vat. gr. 1910; Paris. gr. 2403; Scorial. Σ III 3; Palat. 40; Estensi II B14) VITAE ARATI ET VARIA DE ARATO Biogr.
Astron. Vita Arati (= Vita 4) (e codd. Matrit. 4691 + 4629; Vat. gr. 1910; Paris. gr. 2403; Scorial. Σ III 3; Palat. 40; Estensi II B14) Source: Martin, J. (ed.), Scholia in Aratum vetera. Stuttgart: Teubner, 1974: 19–21. Citation: Page — (line) | ||
19(t) | Ἀράτου γένος | |
1 | Ἄρατος ἐγένετο πατρὸς μὲν Ἀθηνοδώρου, μητρὸς δὲ Λητοδώρας, ἐκ Σόλων τῆς Κιλικίας. ὠνομάσθαι δὲ τὴν πόλιν φασὶν ἀπὸ Σόλωνος τοῦ Λινδίου, ἔστι δὲ ἡ νῦν Πομπηϊούπολις. ἦν δὲ ἐπὶ Πτολεμαίου τοῦ Φιλαδέλφου, | |
---|---|---|
5 | καὶ ἐσχόλασε Διονυσίῳ τῷ Ἡρακλεώτῃ, συνῆν δὲ Ἀντι‐ γόνῳ τῷ Μακεδονίας βασιλεῖ καὶ Φίλᾳ τῇ τούτου γα‐ μετῇ, συνήκμασε δὲ Ἀλεξάνδρῳ τῷ Αἰτωλῷ καὶ Καλ‐ | |
λιμάχῳ καὶ Μενάνδρῳ καὶ Φιλητᾷ. ἀδελφοὺς δὲ εἶχε | 19 | |
20 | τρεῖς, Μύριν Καλώνδαν καὶ Ἀθηνόδωρον, ὃς πρῶτος ἀντειπεῖν λέγεται Ζωίλῳ τῷ κατὰ τῆς ὁμηρικῆς ποιήσεως γράψαντι. σχολάσας δὲ ὁ Ἄρατος Περσαίῳ τῷ φιλοσόφῳ Ἀθήνησι καὶ συνελθὼν αὐτῷ εἰς Μακεδονίαν μεταπεμ‐ | |
5 | φθέντι ὑπ’ Ἀντιγόνου καὶ παρελθὼν εἰς τὸν Ἀντιγόνου καὶ Φίλας γάμον καὶ εὐδοκιμήσας, τὸ λοιπὸν τοῦ χρόνου διέτριψεν αὐτόθι. ἦν δὲ Ἀντίγονος υἱὸς Δημητρίου τοῦ Πολιορκητοῦ καὶ παρέλαβε τὴν ἀρχὴν περὶ ἑκατοστὴν καὶ πέμπτην ὀλυμπιάδα, καθ’ ἣν ὁ Πτολεμαῖος ὁ Φιλάδελ‐ | |
10 | φος Αἰγύπτου ἐβασίλευεν. ὥστε τὸ διαθρυλλούμενον ὑπό τινων ὡς ἦν κατὰ τὸν αὐτὸν χρόνον Νικάνδρῳ τῷ Κολοφωνίῳ τῷ τὰ Θηριακὰ ἐκθεμένῳ καταφανῶς ψεῦδος δείκνυσθαι [ὅτι προὔτειναν ἀλλήλοις ὁ μὲν τῷ Ἀράτῳ σκέψασθαι τὰ Φαινόμενα, ὁ δὲ Νικάνδρῳ τὰ | |
15 | Θηριακά]. δώδεκα γὰρ ὀλυμπιάσιν ὅλαις ὁ Νίκανδρος | |
νεώτερος φαίνεται. | 20 | |
21 | ἔνιοι δέ φασι τὸν Ἄρατον Μνασέου πατρὸς γεγονέναι. Ἀριστοθήρου δέ τινος μαθηματικοῦ ἤκουσεν. ἰατρὸς δὲ προηγουμένως, καὶ ποιητὴς ἐν τοῖς Ἀντιγόνου βασι‐ λείοις. γηραίῳ δὲ τῷ Κυρηναίῳ ἐπεβάλετο, παρ’ οὗ καὶ | |
5 | ἐπιγράμματος ἠξιώθη. συνήκμασε δὲ Νικάνδρῳ τῷ Κολοφωνίῳ τῷ μαθηματικῷ καὶ αὐτῷ θεραπεύοντι ἅμα τὸν αὐτόν. ζηλωτὴν δὲ τοῦτόν φασι γενέσθαι Ὁμήρου, | |
οἱ δὲ Ἡσιόδου μᾶλλον. | 21 |