TLG 4161 001 :: VITAE ARATI ET VARIA DE ARATO :: Excerptum praefationis in phaenomena (= Anonymus II.3) VITAE ARATI ET VARIA DE ARATO Biogr.
Astron. Excerptum praefationis in phaenomena (= Anonymus II.3) Source: Martin, J. (ed.), Scholia in Aratum vetera. Stuttgart: Teubner, 1974: 1–4. Citation: Page — (line) | ||
1(t1) | PRAEFATIONIS EXCERPTUM | |
t2 | ANONYMUS II 3 | |
---|---|---|
1 | τῶν Ἀράτου Φαινομέ‐ νων τὰ μέν ἐστι περὶ τῶν κατ’ οὐρανὸν ἄστρων καὶ ἰδίως Φαινόμενα λέγεται, | |
5 | τὰ δὲ περὶ τῶν ὑπὸ τὸν οὐρανὸν καὶ τῶν πάλαι λεγομένων μεταρσίων †ἐστὶ φαινόμενα κατὰ τὸν ἀστρονομικὸν τέτακται | |
10 | τόπον†. ὑπὲρ ὧν καὶ τὰ ἐξηγη‐ τικὰ πεπραγμάτευται: ὅτι τῷ μαθηματικῷ εἰς δύο προσήκει τὸ τοῦ ποιη‐ | |
15 | τοῦ σύγγραμμα, τὸ μὲν εἰς τὰ φαινόμενα καὶ ἀστρο‐ λογικῶς ἐξενηνεγμένα, τὸ | |
δὲ εἰς τὰ ἕτερα, πέμψαι | 1 | |
2 | σοι προήχθην τὰ Φαινό‐ μενα Ἀράτου διορθωθῆ‐ ναι καὶ τὴν ἐμὴν γνώμην, οὐδέπω τῆς διορθώσεως | |
5 | ταύτης ἐκδεδομένης. ἴσθι δὲ χρώμενόν με σημείοις τέτταρσι, τῷ τε χ καὶ τῇ διπλῇ καὶ τῷ ἀμφὶ καὶ τῷ ἀστέρι ἐν τῷ ἐδάφει. γρα‐ | |
10 | φὲν δ’ ἂν ἴδῃς στίχῳ πα‐ ρακείμενον ἕν τι τῶν προει‐ | |
ρημένων σημείων ... | 2 | |
3(18) | πῶς γὰρ οὐκ αἰσχρόν, εἰ πεπιστεύκαμεν πάντα μὲν | |
20 | τὰ ἄστρα τὸν θεὸν διατάξαι εἰς σημεῖα καὶ εἰς καιρούς, τὴν δὲ Δίκην φεύγουσαν τὴν περιττὴν τῶν ἀνθρώ‐ πων κακίαν ἐλθεῖν εἰς τὸν | |
25 | οὐρανὸν καὶ γενέσθαι ἄ‐ στρον; ὥστε κατ’ αὐτοὺς οὐκέτι ὁ θεὸς τὰ ἄστρα εἰς σημεῖα τοῖς ἀνθρώ‐ ποις διέταξεν. ἀλλὰ ληρώ‐ | |
30 | δεις οὗτοι οἱ λόγοι. τὰ | |
γὰρ ἄστρα καὶ διέταξε καὶ | 3 | |
4 | ἵδρυσε, τὰ δ’ ὀνόματα καὶ τὰς σημειώσεις ὕστερον οἱ ἀστρολόγοι ὡς ἔμπειροι προσέθεσαν, οἳ αὐτοὶ καὶ | |
5 | μύθους οἰκείους προσέπλα‐ σαν. οὐδὲν οὖν κωλύει δημι‐ ουργὸν λέγειν τὸν θεόν, Δίκην δέ τινα ὑπὸ τῶν ἀστρολογησάντων κεκλῆσ‐ | |
10 | θαι. τοῦτο γὰρ ὁ Ἄρατός φησιν (100)· «λόγος γε μὲν ἐντρέχει ἄλλος 〈ἀνθρώ‐ | |
ποισ〉». | 4 |