TLG 4153 001 :: THEOPHANES CONTINUATUS :: Chronographia (lib. 1–6) THEOPHANES CONTINUATUS Hist.
Chronogr., vel Οἱ μετὰ Θεοφάνην Chronographia (lib. 1–6) Lib. 1–4, 6 (pp. 1–211, 353–481) Lib. 5 (pp. 211–353) Citation: Page — (line) | ||
3(1t) | ΧΡΟΝΟΓΡΑΦΙΑ | |
2t | ΣΥΓΓΡΑΦΕΙΣΑ ΕΚ ΠΡΟΣΤΑΓΜΑΤΟΣ | |
---|---|---|
3t | ΚΩΝΣΤΑΝΤΙΝΟΥ | |
4t | ΤΟΥ ΦΙΛΟΧΡΙΣΤΟΥ ΚΑΙ ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΥ ΔΕΣΠΟΤΟΥ, | |
5t | ΥΙΟΥ ΛΕΟΝΤΟΣ ΤΟΥ ΣΟΦΩΤΑΤΟΥ ΔΕΣΠΟΤΟΥ | |
6t | ΚΑΙ ΑΥΤΟΚΡΑΤΟΡΟΣ .... | |
7t | ΑΡΧΟΜΕΝΗ ΟΠΟΥ ΕΛΗΞΕ ΘΕΟΦΑΝΗΣ ................. | |
8t | ............ ΤΩ ΒΑΣΙΛΕΙ ΜΙΧΑΗΛ ΥΙΟΥ ΘΕΟΦΙΛΟΥ ΤΟΥ | |
9t | ΚΟΥΡΟΠΑΛΑΤΟΥ, ΗΓΟΥΝ ΑΠΟ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΛΕΟΝΤΟΣ | |
10t | ΤΟΥ ΑΡΜΕΝΙΟΥ. | |
11t | Τῶν δὲ καθ’ ἕκαστα τὰς ὑποθέσεις ὁ αὐτὸς βασιλεὺς Κωνσταντῖνος | |
12t | φιλοπόνως συνέλεξε καὶ εὐσυνόπτως ἐξέθετο, νῆ τῶν μετέπειτα δῆλα | |
13t | γίν ...... τῆς βασιλείας. | |
14 | Καὶ τοῦτο πάντως τῶν σῶν, ὦ φιλοσοφώτατε βασιλεῦ, καλῶν, | |
15 | μετά γε πολλῶν ἄλλων τε καὶ μεγάλων, τὸ τὰ τῷ χρόνῳ παραρ‐ | |
ρυέντα καὶ κεχωρηκότα πρὸς τὸ μὴ ὂν πρὸς παλινζωΐαν αὖθις καὶ | ||
4 | παλιγγενεσίαν ἀναγαγεῖν, καὶ τοῦ τῆς ἱστορίας ἐπιμεληθῆναι κα‐ λοῦ, ἀλλὰ μὴ τοῖς πρὸ τοῦ τὴν βασιλικὴν ἐπειλημμένοις ἀμελη‐ θῆναι ἀρχήν. οἱ μὲν γὰρ ζῆλον ἐζηλωκότες τοῖς ἀγαθοῖς ἀζήλω‐ τον ὑπεξῃρήσθωσαν τοῦ λόγου. τινὲς διενηνοχέναι ἐσπουδάκασι | |
5 | τῶν πολλῶν κατ’ οὐδέν, ὅτι μὴ λόγου σύντροφοι ἀλλ’ ἀγροικίας γεγόνασι κατεντρύφημα. τί γὰρ τοιοῦτον ἐξασκεῖν αὐτοκράτορα δεῖ, ὃ μὴ .... ἐπιφέρει τὴν ὄνησιν μετὰ λόγου γινομένων, δέον ἐπιμελεῖσθαι ἀνδρῶν καὶ τῆς λογικῆς ὅτι μάλιστα ἐπιστήμης, ἐξ ὧν τὸ κράτος βασιλείας, ὡς ἂν μὴ λάθοιεν κατὰ πρανοῦς φερό‐ | |
10 | μενοι ἀλογωθέντες οἱ ἄνθρωποι, καὶ κινδυνεύσῃ τοῦτο, ᾧ τῶν πάντων διαφέρομεν, ἀφωνίᾳ παραδοθέν. Ἀλλ’ ὅσον μέν σοι πεπόνηται, πραότατε βασιλεῦ, περὶ τὴν λογικὴν καὶ τὴν τῶν ἀνδρῶν ἐπιμέλειαν, ἵνα τἆλλα......, θεω‐ ρήσουσι μὲν οἱ σοφοί, ὅτι δὴ καὶ σύ, μᾶλλον δὲ δὴ σὺ σαφῶς, | |
15 | ὅτι γε καὶ ἐκεῖνοι σοφοί. ἱστορεῖς δὲ αὐτός, χεῖρα μόνως λαβὼν ἡμῶν διακονουμένην σοι, ὅσα τοῖς πρὸ σοῦ βεβίωται, κἂν ἀπο‐ χρώντως ἔχωσι τὸ φαῦλον καὶ οὐ λαμπρόν, ἐπεὶ καὶ τούτων ἔνεστι θηρᾶσαι τοῖς σπουδαίοις τὰ χρήσιμα. ἀμέλει τοιγαροῦν πάσης ἀσχο‐ λίας καὶ ἀργίας τὴν περὶ λόγου προτετιμηκὼς σπουδήν, ἅτε δὴ τούτου | |
20 | μάλιστα τοῖς ὑπηκόοις φιλομαθέσι τε καὶ φιλιστοροῦσιν ζῆλον καὶ | |
ἀρετὴν ἐγγεννῶντος, τὰ μὲν ἐκ τῶν γεγραμμένων τὰ δὲ ἐκ τῶν ἀκοῇ | ||
5 | παραδεδομένων συνηθροικὼς ὥσπερ τι κοινὸν διδασκαλεῖον προθεῖναι πᾶσιν ἐβουλεύσω καλῶς, ἐκείνην ταύτης ἀρχὴν εἶναι νομίσας τῆς ἱστορίας ἀρίστην, τὴν τῷ μακαρίτῃ Θεοφάνει γενομένην κατάλη‐ ξιν, ὃν κατὰ συγγένειαν καὶ ἀγχιστείαν, τὸ εἶναι υἱωνὸς λαχών, | |
5 | ἀποσεμνύνεις τε ἐκ τῶν σῶν ἱκανῶς καὶ ἀντιλαμβάνεις αὖθις παρ’ αὐτοῦ τινὰ εὔκλειαν. Ἐκεῖνος μὲν οὖν εἰς τὴν τοῦ κουροπαλάτου Μιχαὴλ βασι‐ λείαν καὶ ἧτταν τὴν ἐκ τῶν Βουλγάρων συμβᾶσαν αὐτῷ καταπρο‐ δοθέντος ὑπὸ τῶν ἑαυτοῦ κατέληγε, τῆς τοῦ Λέοντος μόνον μνη‐ | |
10 | σθεὶς ἀναρρήσεως, μηδὲν μήθ’ ὅθεν ἦν μήθ’ ὅπως ἐτράφη δῆ‐ λον τοῖς ἀναγινώσκουσι πεποιηκώς. ἡμεῖς δέ, ὥσπερ τῇ κεφαλῇ τὰ ἄλλα μέρη συνάπτοντες, αὐτήν τε τὴν ἱστορίαν ὁλόσωμον ἀλλ’ οὐχ ἡμιτελῆ ἀποδείκνυμεν, καὶ πρὸς τὸν ἑξῆς καὶ κάτω χρόνον τοῖς μὴ ῥᾳθυμότερον ζῶσι διαβιβάζομεν, κέρδος ἀλλ’ οὐ ζημίαν | |
15 | αὐτοῖς ποριζόμενοι, εἴγε δὴ καλὸν καὶ πρὸς ἀσφάλειαν εὔοδον τῶν | |
ἀγαθῶν τε καὶ μὴ τὸν βίον διαγινώσκειν. | ||
6(1t) | ΠΕΡΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ | |
2t | ΛΕΟΝΤΟΣ. | |
3t | ΛΟΓΟΣ Α. | |
4 | Πατρὶς μὲν οὖν τοῦ δηλωθέντος Λέοντος Ἀρμενία, γένος δὲ τὸ | |
5 | μὲν ἐξ Ἀσσυρίων τὸ δὲ καὶ αὐτῶν Ἀρμενίων, οἳ καὶ τοὺς ἰδίους ἐξ ἀνοσίου γνώμης σφαγῇ μιαιφόνῳ παραδόντες γεννήτορας ὑπερ‐ ορίας κατεδικάσθησαν, κἀκεῖσε δὴ τὸν πένητα βίον, ἅτε δὴ καὶ φυγάδες, διαθλοῦντες τὸν εἰρημένον θῆρα ἀπέτεκον. ἄρτι γοῦν εἰς ἐφήβους ὁ Λέων ἐτάττετο, καὶ κώμην Πίδραν κατονομαζομέ‐ | |
10 | νην, ὑπὸ τὸ θέμα τελοῦσαν τῶν Ἀνατολικῶν, τῆς πατρίδος ἀλ‐ λάσσεται· ἔνθα δὴ καὶ ἀνδρὸς ἡλικίαν δεξάμενος, τοῖς μαχιμω‐ τάτοις καὶ φονικωτάτοις καταριθμούμενος δόξης εὐμοίρησεν ἐπὶ γενναιότητι. Νικηφόρος τότε τὰς τῆς βασιλείας ἴθυνεν ἡνίας, ὁ τρόπαιον ἐν Βουλγαρίᾳ γενόμενος, καὶ μονοστράτηγον τὸν Βαρ‐ | |
15 | δάνιον, ᾧ Τοῦρκος ἐπίκλην, τῶν πέντε θεμάτων τῶν κατὰ τὴν Ἀνατολὴν τὴν ἐφορείαν καὶ πρόνοιαν διοικούμενον διά τε τὴν ἐν πολέμοις τόλμαν καὶ τὰς ἄλλας ἐπανθούσας αὐτῷ ἀρετὰς ἐξαπέ‐ σταλκεν· ὃς ἅτε δὴ τῶν ἐχθρῶν ἀγαπῶν κυριεύειν καὶ τὴν βασι‐ λείαν ἑκάστοτε ὀνειροπολῶν, τοῦτόν τε, περὶ οὗ ὁ λόγος, τὸν | |
20 | Λέοντα καταπληκτικὸν βλέποντα καὶ γενναῖον ἀνάστημα ἔχοντα | |
7 | καὶ ἄλλως ἀστεῖον ἐν ταῖς ὁμιλίαις δοκοῦντα τοῖς ἑαυτοῦ δορυφό‐ ροις ἐγκαταλέγει καὶ διακόνοις, καὶ πρό γε τούτου ἢ μετὰ τοῦτο μικρὸν Μιχαήλ τε τὸν Τραυλὸν καὶ Θωμᾶν τὸν ἀπὸ λίμνης Γα‐ ζουροῦ, ταπεινοὺς πάντας καὶ ἀζήλους ὄντας καὶ ἀρτίως εἰς γνῶ‐ | |
5 | σιν ἀγομένους τοῖς τὰς πολεμικὰς ἐγκεχειρισμένοις ἀρχάς. (2) ἐκρέ‐ μαντο οὖν οὗτοι τοῦ Βαρδανίου, καὶ ἐν αὐτῷ τὰς κοσμικὰς ἐλπί‐ δας ἐσάλευον· καὶ οὗτος τῆς βασιλείας ὢν ἐραστὴς ἀνδρί τινι μο‐ νάζοντι κατὰ τὸν τοῦ Φιλομηλίου χῶρον καὶ ἐνδιαιτωμένῳ τὴν ταύτης ἀνακοινοῦται γνώμην αὐτῷ καὶ ἐπιθυμίαν, καὶ πρὸς θεὸν | |
10 | εὐχὰς ἱκετηρίους παρεκάλει τοῦτον ἀναπέμπειν, τὰ αὐτοῦ διαβή‐ ματα κατευθυνούσας καὶ τὴν βασιλείαν ἐπιβραβευούσας αὐτῷ. ἀλλ’ ἤκουσεν αὐθωρὸν ὡς οὐ δέοι τοιούτων κατατολμᾶν πραγμά‐ των, Βαρδάνιε, δι’ ὧν ἀπώλειά τε περιουσίας καὶ ὀμμάτων περι‐ κοπὴ καὶ δυστυχία ἄλλως οὐ καλῶς σοι γενήσεται· ἀλλ’ εἴ τι | |
15 | ἔχεις πεισθῆναί σοι συμβουλεύοντι, ἀποπήδησον τούτων διὰ βρα‐ χέων, ἀρχήν τινα μηδ’ ὅλως τῶν τοιούτων σου πραγμάτων βάλ‐ λων εἰς νοῦν. ἐπληρώθη κατηφείας καὶ ἀχλύος ὁ ἄνθρωπος τού‐ των τῶν λόγων ἀκηκοώς. καὶ τέλος ἐξῄει τοῖ δωματίου πλήρης ἀθυμίας καὶ θλίψεως. ὡς δὲ τοὺς εἰρημένους ἄνδρας, Λέοντά | |
20 | τε καὶ Μιχαὴλ καὶ Θωμᾶν, τὸν ἵππον ἄγοντας ἀναβῆναι τούτῳ ὁ μοναχὸς ἐθεάσατο, τὸν στρατηγὸν ὑποστρέφειν παρεκελεύετο· καὶ | |
ὡς καινῶν τινῶν καὶ ξένων ἀκούσεσθαι προσδοκῶν, θᾶττον ἢ | ||
8 | λόγος ὑπέστρεφεν. ἀλλ’ ἐκεῖνον μὲν αὖθις ἐξελιπάρει μὴ πρὸς τὰ ἐλπιζόμενα αὐτομολῆσαι δεινὰ καὶ τὴν ἀποῦσαν κακοπραγίαν τῆς παρούσης εὐδαιμονίας ἀλλάξασθαι· αὐτοὺς δὲ τούτους προφήτιδι γλώττῃ διεμαρτύρετο, βεβαιῶν ὡς ὁ πρῶτος τούτων καὶ δεύτερος | |
5 | τῆς σοι πεποθημένης βασιλείας γενήσονται ἐγκρατεῖς, ἀλλ’ οὐ σύ, ὁ τρίτος δὲ εὐφημίας μόνης καὶ ἀναρρήσεως μετασχὼν οὐδ’ ὅλως εὐοδωθήσεται, ἀλλὰ καὶ κακῶς τὴν ψυχὴν ἀπορρήξει τὴν ἑαυτοῦ. τούτοις βαλλόμενος τὴν ψυχὴν ποικίλως ἠφίει κατὰ πρόσωπον τὰς χροιὰς καὶ αὖθις ἀπῄει τὴν οἴκαδε, ὁμοῦ μὲν βλάσφημά τινα κατὰ | |
10 | τοῦ ἀνδρὸς καὶ ὕβρεις ἀπορρίπτων, ὁμοῦ δὲ τούτοις τὰς ἐκείνου δι’ αὐτοὺς ἐξαγγέλλων προρρήσεις, καὶ γέλωτα πολὺν καταχέων τῶν εἰρημένων. (3) χαίρειν οὖν εἰπὼν τοῖς ἐκείνου λόγοις, τῇ ἐννεακαιδεκάτῃ τοῦ Ἰουλίου μηνὸς τῆς ιαʹ ἰνδικτιῶνος κατὰ τοῦ βασιλεύοντος Νικηφόρου χεῖρα συναθροίσας πολλήν, καὶ τὰ ὑφ’ | |
15 | ἑαυτὸν τέσσαρα θέματα τοῖς ἑαυτοῦ λόγοις ὑπαγαγών, τῶν Ἀρμε‐ νιακῶν χωρὶς (οὐδὲ γὰρ ὑπεῖξαν αὐτῷ), τῆς ἐπαναστάσεως ἄρχε‐ ται. ἐμίσει μὲν οὖν τότε τὸν Νικηφόρον τὸ ὑπήκοον τῷ βάρει πιεζόμενον τῶν δημοσίων τελῶν, ὃ γέγονέ πως καὶ ἀφορμὴ καὶ σύνδρομον ἐκείνῳ τῆς ἐπαναστάσεως· γέγονε δέ τι καὶ ἕτερον αἴ‐ | |
20 | τιον. ὡς γὰρ κατὰ τῶν Ἀγαρηνῶν ὁ Βαρδάνιος ἠνδραγάθησεν καὶ τῆς γενομένης πολλῆς λαφυραγωγίας δικαίᾳ προνοίᾳ πεποίηκε | |
τὴν διανομήν, κατάλληλα τοῖς ἀγωνιζομένοις ἐν πολέμῳ ἀλλ’ οὐ | ||
9 | κατὰ πρόσωπον τὰ ἆθλα προθείς, ἔδοξε καὶ βασιλείας τούτοις ἄξιος μεταλαχεῖν. ὅθεν ἀναρρηθεὶς δημοσίᾳ φωνῇ βασιλεύς, καὶ πολλῶν ἄλλων ἀπολαύσεών τε καὶ γερῶν ἐκ τοῦ δήμου καταξιω‐ θείς, ὡς καὶ ναὸν ἐπ’ ὀνόματι αὐτοῦ ἀνεγεῖραί τε καὶ κατασκευά‐ | |
5 | σαι, τὴν ἐπὶ Νικομήδειαν φέρουσαν ᾔει ὁδόν. ἀλλ’ ἀποχρῶσαν καὶ ἐφάμιλλον ὁ βασιλεύων Νικηφόρος δύναμιν ἐκστρατεύσας, καὶ περὶ τοῦ μέλλοντος δύσελπιν ποιήσας αὐτὸν τῷ πλήθει τῶν ἀντι‐ παραταττομένων, ἔπεισεν αὐτὸν συγγνώμην φθάσαντα ἐξαιτήσα‐ σθαι. ἄρτι μὲν γὰρ Λέων ἄρτι δὲ καὶ Μιχαὴλ ἀπορρυέντες πρὸς | |
10 | βασιλέα, ἆθλον ὁ μὲν τὴν φοιδεράτων καὶ βασιλικὸν οἶκον τοῦ Ζήνωνος καὶ τὸν Δαγισθέα, ὁ δὲ τὴν τῆς κόρτης κόμητος ἀρχὴν καὶ τὸν τοῦ Καριανοῦ οἶκον ἀπενεγκάμενοι, οὐκ ἀγαθὰ φρονεῖν αὐτὸν περὶ ἑαυτοῦ πεποιήκασιν. ὅθεν αὐτῷ τε καὶ τῷ λαῷ συγ‐ γνώμην αἰτούμενος ἐκ βασιλέως μέχρι τῶν Μαλαγίνων ὑπέστρεφεν· | |
15 | κἀκεῖ τοὺς τῆς ἀπαθείας λόγους δεξάμενος καὶ τὸ χρυσοῦν σταυ‐ ρίδιον, ὃ παρὰ τοῦ Νικηφόρου φορούμενον αὐτῷ ἀπέσταλτο πρὸς ἀσφάλειάν τε καὶ πίστωσιν, πρὸς τὴν τοῦ Ἡρακλείου μονὴν νύκτωρ, τὸν Θωμᾶν μόνον συγκινδυνεύοντα ἔχων, ἀπέφυγεν, τὸν τῆς κεφα‐ λῆς κόσμον ἀφαιρῆσαι σπουδάζων. καὶ ὁ μὲν τῆς μονῆς προεστὼς | |
20 | τοῦτο δρᾶσαι τοῦτον οὐ συνεχώρει· αὐτὸς δὲ τῇ ᾗ περιεζώννυτο σπάθῃ τὸν πλόκαμον αὐτοῦ ἀφελών, καὶ πενιχρὰν ἐσθῆτα ἀμφια‐ σάμενος, εἴχετο τῆς πρὸς τὴν Πρώτην νῆσον πορείας, ἔνθα δὴ | |
τούτῳ κτῆμα καλῶς πεπονημένον ἐνῆν, καὶ ὁ βασιλεὺς ἐκεῖ μένειν | ||
10 | περιωρισμένον ἐπέτρεψεν. ἐκεῖσε γοῦν περαιωθείς, καὶ τὰς συνή‐ θεις εὐχὰς καὶ τὸ τῶν μοναχῶν θεῖον σχῆμα δεξάμενος, μετωνο‐ μάσθη Σάββας, ἀγῶνας ἀσκητικοὺς πολλοὺς ἐνδεικνύμενος. οὐ πολὺ τὸ ἐν μέσῳ, καί τινες τῶν ἐκ τῆς Λυκαονίας αὐτῷ ἐπιθέμε‐ | |
5 | νοι καὶ ποιήσαντες ἔρημον τῶν ὀφθαλμῶν, γνώσει καὶ εἰδήσει τοῦ βασιλεύοντος, τῷ τοῦ θεοῦ προσφεύγουσι θείῳ καὶ μεγάλῳ ναῷ· καὶ τέλος εἶχεν καὶ ἡ πρόρρησις τοῦ τὸ Φιλομήλιον ἐνδιαιτωμένου μονάζοντος. ἀλλ’ ἐκεῖνος μὲν ὡς εὐεργέταις αὐτοῖς ἐπευξάμενος τῆς σκληροτέρας εἴχετο ἀγωγῆς, οἴνου τε καὶ ἰχθύων καὶ ἐλαίου | |
10 | ὁλοσχερῶς ἀπεχόμενος, γυμνήν τε ἀεὶ φέρων τὴν κεφαλὴν καὶ τοὺς ἑαυτοῦ πόδας, κἂν εἴ τις σφοδρότερος ἐγεγόνει χειμών. ἔτι δὲ μονοχίτων διετέλει, τῷ θέρει μὲν δερμάτινον χιτῶνα ἀμφιεννύ‐ μενος, τῷ χειμῶνι δὲ τρίχινον περιβαλλόμενος. ἔζη δὲ οὐ σιτίνῳ, κρίθης δὲ ἀλεύρῳ ἐγκρυφίαν ποιῶν. καὶ οὕτω παρέπεμπεν τὸν | |
15 | ἑαυτοῦ βίον, διαρκέσας ἕως ὁ Λέων τῆς βασιλείας ἐγένετο ἐγκρα‐ τής. ἀποκαρῆναι δὲ καὶ τὴν ἑαυτοῦ σύμβιον Δομνίκαν ἅμα θυ‐ γατρὶ καὶ τοῖς ἑαυτοῦ παισὶν ἐν τῷ ἰδίῳ οἴκῳ ἐποίησεν, μετονο‐ μάσας αὐτὴν Ἀθανασίαν, ἅπαντα δηλαδὴ τὸν πλοῦτον διανείμας πτωχοῖς. καὶ τὰ μὲν κατὰ τὸν Βαρδάνιον οὕτω τε καὶ τοιαῦτα. | |
20 | 4 Ὁ δὲ Λέων εἴχετο τῆς δόξης καὶ ἐγαυρία ἐκ ταπεινοῦ καὶ ἀδόξου περίβλεπτος ὁραθεὶς κατὰ τὴν τῶν φοιδεράτων ἀρχήν. | |
ἀλλ’ οὐδὲ τῆς ἀχαριστίας ἀπείχετο, τοιοῦτος περὶ τὸν εὐεργέτην | ||
11 | φανείς. πλὴν εἴχετο, καὶ μάχαις μάχας ἐπισυνάπτων κατὰ τῶν Ἰσμαηλιτῶν ἠνδραγαθίζετο, ἅτε μεγάλην ἐν τῷ τοιούτῳ μέρει καὶ φύσει καὶ τριβῇ προσφερόμενος δύναμιν. καί ποτε στρατιωτικῶν χρημάτων διανομὴν παρὰ τοῦ τὰ σκῆπτρα διέποντος Νικηφόρου | |
5 | ἐγχειρισθείς, ἐπεὶ οὐδὲν ἔμελεν αὐτῷ τῶν βασιλικῶν ἐντολῶν, οὐδ’ ἐξεπέραινέ τι, ἀλλ’ ἐν πολίχνῃ Εὐχαΐτων τὸν καιρὸν ῥαστώνῃ καὶ ἀμελείᾳ κατατρίβων ἀνεβάλλετο τὰ νενομισμένα τῷ στρατῷ παρα‐ σχεῖν· καὶ φυλακῆς οὐδεμίαν πρόνοιαν ἔχων, οὔτε μὴν τῶν κοι‐ νῶν χρημάτων, οὐδὲ καὶ τοῦ ἑαυτοῦ σώματος, οὐδ’ αὐτῶν τῶν | |
10 | ὑπὸ χεῖρα, τῶν Ἀγαρηνῶν ἐκδραμόντων καὶ τὰ Ῥωμαίων ληϊζο‐ μένων τὴν λείαν αὐτοῖς οὗτος, ἀλλ’ οὐκ ἄλλος τις, ἀπεπλήρου ἀταλαιπώρως, ἀλλὰ δι’ αὐτοῦ μὲν οὔ (ὀξείᾳ γὰρ φυγῇ τὴν σω‐ τηρίαν ἐπραγματεύσατο), τὰ στρατιωτικὰ δὲ προδοὺς καὶ μόνον οὐχὶ χερσὶ πολεμίοις ἐμβαλὼν χρήματα. οὗ δὴ ἕνεκα δίκας, εἰ | |
15 | καὶ μὴ τὰς ἀξίας, τῷ καταπιστεύσαντι δοὺς Νικηφόρῳ πληγαῖς τε ταῖς κατὰ νώτου ὑπήχθη καὶ στέρνων καὶ φυγῇ ἀϊδίῳ τὴν ζη‐ μίαν ἀπέτισεν. ἀλλὰ τοῦ Νικηφόρου κατὰ Σκυθῶν ἐκστρατεύ‐ σαντος καὶ τραυματίου κατὰ τὴν παρεμβολὴν τοῦ πολέμου πεσόν‐ τος μηνὶ Ἰουλίῳ εἰκάδι ἕκτῃ τῆς τετάρτης ἰνδικτιῶνος, καὶ τοῦ | |
20 | υἱοῦ Σταυρακίου κατὰ τὸν πόλεμον καιρίαν τρωθέντος ὡς δύο μὲν μόνους μῆνας καὶ ἡμέρας ἐπιζῆσαι ὀκτώ, συμβασιλεύσαντος δὲ | |
πρότερον τῷ πατρὶ ἔτη ὀκτὼ μῆνας ἑπτά, καὶ Μιχαὴλ τοῦ κουρο‐ | ||
12 | παλάτου μετὰ τὴν τοῦ Σταυρακίου κατὰ τὴν δευτέραν τοῦ Ὀκτω‐ βρίου μηνὸς ἀποβίωσιν, γαμβροῦ μὲν Νικηφόρου τελοῦντος, ἐκ γενεᾶς δὲ καταγομένου τοῦ Ῥαγγαβὲ καὶ κατὰ τὴν θέσιν τῶν Μαγ‐ γάνων σκηνοῦντος, τὴν τῆς βασιλείας δεξαμένου ἀρχὴν κατὰ τὸν | |
5 | Ὀκτώβριον μῆνα τῆς πέμπτης ἰνδικτιῶνος, ἀπολύεται ὁ Λέων τῆς ὑπερορίας κατὰ τὸ ἐπικρατῆσαν ἔθος τῆς χρηστότητος ἕνεκεν τοῖς Ῥωμαίων βασιλεῦσι, καὶ τῆς φυγῆς κατάγεται, καὶ τοῖς αὐτοῦ τούτου δὴ τοῦ Μιχαὴλ ῥαβδούχοις τοῖς κατὰ τὰ ἀνάκτορα συν‐ τάττεται ἐφεδρεύουσι, καὶ πατρικίων τιμᾶται μετ’ οὐ πολὺ τιμῇ, | |
10 | καὶ στρατηγὸς Ἀνατολικῶν ἀναδείκνυται, ἡνίκα καὶ τὴν παλαιὰν φιλίαν τοῦ σὺν αὐτῷ τραφέντος ἀνδρὸς Μιχαὴλ ἀνανεῶν, ὃν κό‐ μητα τῆς κόρτης ἡ ἐκ τοῦ Βαρδανίου μετάταξις προετίμησεν, καὶ τῶν ἀπορρήτων μύστην λαμβάνων, τῶν ἔνδον τε εἶχεν πιστότατον καὶ τῶν ἐκτὸς πρακτικώτατον. | |
15 | Ἀλλ’ ἔμελλεν αὖθις ἀχαριστίας ἁλῶναι γραφῇ, ὠμότητι συντραφεὶς καὶ ἀγριότητι ἐκτραφείς, καὶ τοῖς δευτέροις τὰ πρῶτα καλύψαι ὁ ἀλιτήριος. (5) ὅθεν ἄρτι Κρούμνου τοῦ τῶν Βουλ‐ γάρων ἡγεμόνος συμβάσεις καὶ φιλίας ὑποκριναμένου καὶ σπονδὰς ζητοῦντος εἰρηνικάς, εἰ μόνον τὰ κατ’ ἔτος διδόμενα εἰς τάξιν | |
20 | οἶμαι δοθῶσιν φόρου αὐτῷ, ὡς τοῖς πρότερον ἔδοξε, καὶ προστι‐ θέντος ὡς καὶ τοὺς πρόσφυγας Βουλγάρων, πρὸς δὲ καὶ Ῥωμαίων | |
εἰς τοὐπίσω ἐκδίδοσθαι τῷ ἑαυτῶν ἔθνει, ἄτοπον ἐφάνη τὸ τῶν | ||
13 | προσφύγων τοῖς τῆς συγκλήτου βουλῆς, εἰ καὶ ὁ βασιλεύων Μι‐ χαὴλ ὅλως ἐγένετο τῆς δόξης τοῦ ἄρχοντος τῷ γε δὴ τῆς εἰρήνης βούλεσθαι μὴ ἀποτυχεῖν. ἀλλ’ ἐκράτησεν ἡ βουλή, Θεόκτιστον μάγιστρον ἐπικυροῦντα καὶ συντιθέμενον ἔχουσα τῇ δόξῃ, καὶ | |
5 | διελύθησαν πάλιν εἰς ἔργα πολέμου, τοὺς λόγους καταλιπόντες γυμνούς. καὶ τοῦτ’ εἰκότως ἐφάνη καλόν· πῶς γὰρ ἄν τις φιλάν‐ θρωπος δόξῃ καὶ συμπαθὴς τόν γε διά τινα σφαλέντα δὴ περιπέ‐ τειαν καὶ τὴν ἑαυτοῦ μὲν ἀρνησάμενον ἐνεγκαμένην, ἧς οὐδὲν γλύ‐ κιον, ὥς φασι, πρὸς δὲ καὶ γαμετήν τε καὶ ἔγγονα, ὡς εἰς ἄσυλον | |
10 | καταφυγόντα βωμὸν τῇ τῶν Ῥωμαίων πολιτείᾳ, τοῦτον ἐκδίδο‐ σθαι ὠμότητι Σκυθῶν, θηρίων διενηνοχότων οὐδέν; οἷς γὰρ τὸ φοβερὸν καὶ ἄγριον ὁρῶσιν αὐτῶν τοὺς πολλοὺς μὴ ὑποφέροντας καὶ διὰ τοῦτο ἀπορρέοντας πρὸς τὸ ἥμερον καὶ πρᾶον ἡμῶν συχνῶς, ἅτε δή, μὴ κατὰ μικρὸν λάθωσιν ἑαυτοὺς πρὸς ἡμᾶς ἐκκενώσαν‐ | |
15 | τες, δεδιότες οἱ σφῶν ἀρχηγοὶ τὸν πολὺν περὶ τούτων λόγον πολ‐ λάκις καὶ μέχρις ἡμῶν κεκινήκασιν. ἀλλὰ κενήν, τὸ δὴ λεγόμενον κατὰ τὴν παροιμίαν, ἔψηλαν, ἀνθρώποις ἐντυχόντες στερροῖς. (6) τοιγαροῦν μικρὸν διαλιπόντες κατ’ ἀλλήλων ὁπλίζονται. καὶ Μιχαὴλ τὸν ἑαυτοῦ ὑποστράτηγον Λέοντα ἐπανάγειν καὶ διαπε‐ | |
20 | ραιοῦσθαι ἐκ τῆς Ἀνατολῆς θᾶττον ἠξίου μετὰ καὶ τῶν δυνάμεων· | |
καὶ βοηθῷ μέλλων χρῆσθαι αὐτῷ ἐχθρὸν κατέλαβεν ἄσπονδον. | ||
14 | ὡς γὰρ ἐκ τῶν μεγαλαύχων ῥημάτων καὶ ἀπειλῶν ὧν κατὰ Ῥω‐ μαίων ὁ Κροῦμνος ἀπέπεμπε, φθόρους σωμάτων ἐπαπειλῶν καὶ γῆς δῄωσιν καὶ δένδρων ἐκτομὰς καὶ οἰκημάτων πυρπόλησιν, καὶ ὅλως καθ’ ἡμῶν οἷά τις χειμάρρους ποταμὸς φερόμενος πάντας | |
5 | ὑφ’ ἑαυτὸν ποιῆσαι διεβεβαίου, ἄρτι δὴ τοῦ βασιλέως ἐκστρατεύ‐ σαντος καὶ συστείλαντος τὰς ὑπερορίους ἐκείνας ἀπειλάς, καὶ μόνον οὐ τοῖς οἰκείοις ὅροις ἐμμένειν καταναγκάζοντος ἀλλ’ οὐκ ἐκπηδᾶν καὶ τὴν ἡμετέραν ληΐζεσθαι, καὶ πολλάκις ἐκ παρατάξεως προσκα‐ λουμένου μὲν τοῦ Μιχαήλ, ἐκείνου δὲ μὴ ἀπαυθαδιαζομένου ἀλλὰ | |
10 | τὴν οἰκείαν ἐπιγινώσκοντος ἀσθένειαν καὶ μὴ πρὸς βασιλέα χεῖρα ἀντᾶραι κατατολμῶντος, ἐδόκει μὲν τῷ Μιχαὴλ ἀρκεῖσθαι τὸ προ‐ πετὲς ἐκείνου καὶ αὔθαδες ἐν τοῖς ὑπ’ αὐτοῦ κατακλείσαντα, μὴ καὶ μάχην ἐπισυνάψαι, ὡς ἀδήλου ὄντος τοῦ μέλλοντος· “ἐπεὶ” γὰρ ἔλεγεν “ἐκ παρατάξεως ἡμῶν οὐκ εἰς πόλεμον οἷοί τέ | |
15 | ἐσμεν ἐκκαλέσασθαι, ἀλλὰ φυγομαχεῖν καὶ ἐφ’ ἑαυτοῦ μένειν ἀναγκάζομεν, τί καὶ δράσαιμεν βιαζόμενοι;” διὰ τοῦτο οὖν παλινδρομεῖν ἠρέμα πως καὶ κατὰ μικρὸν πρὸς τὴν οἰκείαν βασιλείαν βουλομένου, ἀπρεπὲς ἐφάνη τῷ Λέοντι καὶ οὐ κατὰ βασιλέα Ῥωμαίων νῶτα διδόναι τοῖς ἐχθροῖς, οὕτω καλοῦντι | |
20 | ἐκείνην τὴν καλλίστην βουλὴν τῷ μὴ ὀρθὰ μηδ’ ὑγιᾶ φρο‐ νεῖν σεσαθρωμένα δὲ καὶ δόλια, καὶ ὅλην ὑφ’ ἑαυτὸν ποιῆσαι | |
τὴν τῶν Ῥωμαίων μελετῶντι ἡγεμονίαν. “ἀλλ’ ἰτητέον” ἔφη | ||
15 | “πρὸς αὐτούς, ὦ βασιλεῦ, καὶ ὄψει με σήμερον τὸ κράτος καθα‐ ρῶς ἀναδούμενον κατὰ τῶν ἐχθρῶν καὶ νικηφόρον δεικνύμενον, τῇ σῇ καταθαρροῦντα καὶ προπολεμοῦντα πεποιθήσει τε καὶ εὐχῇ.” τούτοις ὁ Μιχαὴλ τοῖς λόγοις ἐκτραπείς τε καὶ παρασαλευθεὶς | |
5 | συρρῆξαι παρεκελεύσατο τὸν πόλεμον. ὡς δὲ μόνον ἐγένετο συμ‐ βολή, νῶτα δοὺς ὁ Λέων τὴν φυγαδείαν ἠσπάσατο, τὴν βασιλείαν ἀεί πως ἐπιζητῶν. καὶ τοῦτο τέως ἄδηλον ἦν αὐτῷ τε τῷ Μιχαὴλ καὶ τοῖς ὑπεναντίοις· μήπω γάρ τινος γεγονότος, οἷα φιλεῖ κατὰ πόλεμον, μηδετέρῳ ἀνδραγαθήματος, ἀλλ’ ἔτι κατ’ ἀρχὰς οὔσης | |
10 | τῆς μάχης καὶ μικροῦ ὅτι καὶ συνερράγησαν ἀγνώστου, αὐτοῖς τε τοῖς Βουλγάροις καὶ πᾶσιν ἐφάνη τρόπος εἶναι τὸ πρᾶγμα, ὡς μέλλουσιν αὐτοὺς διασπᾶν καὶ αὖθις ἐξ ὑποστροφῆς καταπολεμεῖν. ὡς δ’ ἀμφότεροι οὐ κατὰ τρόπον ἀλλ’ ἀληθῆ δὴ ἔγνωσαν εἶναι τὴν φυγήν, τότε προσπεσόντες οἱ μὲν ἐναντίοι φόνον πολὺν ἐνειργά‐ | |
15 | ζοντο τῶν φευγόντων νεανικῶς, ὁ δὲ Μιχαὴλ ἑαυτὸν σώζειν ἀλλ’ οὐκ ἀντιπίπτειν μετ’ ὀλίγων ὢν διεπείραζε. καὶ οὕτω μὲν ταύτην γενέσθαι τὴν μάχην τινὲς ἡμῖν ἐγγράφως παραδεδώκασιν· εἰσὶ δ’ οἳ καὶ τὰς δυνάμεις μᾶλλον τῷ Λέοντι διδόασι διασῶσαι καὶ καρτερῶς ἀγωνίσασθαι, τῶν βασιλικῶν ταγμάτων ἐθελοκα‐ | |
20 | κησάντων καὶ τὴν οἰκείαν προδεδωκότων παράταξιν, ἀλλ’ οὐ τοῦ κατὰ τὸν Λέοντα μέρους. πλὴν καθυπερτερεῖ μὲν τὰ Βουλγάρων | |
δυσελπίστως, τὰ δὲ τῶν Ῥωμαίων ἥττῃ συνεχόμενα βαρείᾳ καὶ | ||
16 | φοβερᾷ τὸν βασιλέα ἔπεμπον ἀγωνιῶντα περὶ ψυχῆς. ἀλλ’ ἐκεῖ‐ νος μὲν πρὸς τὰς βασιλείους αὐλὰς παρεπέμπετο, τὸν Λέοντα οἷόν τινα πρόβολον καταλιπὼν ἔξωθεν ἐφεδρεύειν τοῦ μή τινα γενέσθαι λαφυραγωγίαν πλείονα παρὰ τῶν ἐχθρῶν. ὁ δὲ καιροῦ λαβόμενος | |
5 | ἐπιτηδείου τὸν στρατιώτην ὄχλον ἠρέθιζέ τε καὶ βλάσφημά τινα ῥιπτεῖν κατὰ τοῦ βασιλέως ἠνάγκαζε, καὶ μὴ ἂν ἔλαφον, ἐκεῖνο δὴ τοῦ μύθου, ἡγεῖσθαι λεόντων καλὸν ἔλεγεν εἶναι, τὴν φυγὴν ἀσπασάμενον νῦν καὶ πρὸς τοὺς κόλπους φυγόντα τῆς γυναικός, τὸν ἑαυτοῦ ἡμᾶς καταλιπόντα λαὸν παρανάλωμα τῶν ἐχθρῶν. | |
10 | οὔπω πέρας πρὸς τοὺς κοινωνοὺς τῶν λόγων ὁ λόγος ἐλάμβανε, καὶ εἰς ἔργον ἦν τοῦτον ἀπεκβάντα ἰδεῖν, τῇ τῶν κολάκων κατα‐ σπαρέντα στωμυλίᾳ καὶ συνδρομῇ. καὶ τέλος ἀνάρρησις αὐθω‐ ρόν, καὶ τὸν αὐτὸν εἶχε τὸ βραχύτατον μόριον τῆς ἡμέρας ἰδιώτην ἅμα καὶ αὐτοκράτορα. | |
15 | 7 Ἄρτι γοῦν ἀνηγορεύετο παρὰ τοῦ στρατοῦ καὶ φόβοι τοῦτον καὶ δέη ὑφεῖρπον, εἴτε σκηνὴν ὄντως ὑποκρινόμενον, ἵν’ ἀπολογίαν σχοίη εἰς ὕστερον, εἴτε καὶ ἀληθείᾳ τὰ ταῖς τηλικαύ‐ ταις πράξεσιν ἀκολουθοῦντα ἀντίπαλα διαλογιζόμενον, ἐπεὶ καὶ τοῖς ἁρπάσαι τὰ ἀλλότρια προθυμουμένοις μαλακώτεραι πρὸς τὰ | |
20 | δεινὰ τόλμαι φιλοῦσι γίνεσθαι, καὶ τὸ μέγιστον, ὅπως τῶν βασι‐ λείων μετάσχῃ αὐλῶν, θυραυλῶν τε καὶ πόρρω που αὐλιζόμενος. | |
ἀλλ’ ἔμελλε πάντως καὶ αὐτὸς ἐνσκηνῶσαι τοῖς βασιλείοις, καὶ | ||
17 | διὰ τοῦτο πνεῦμα πονηρότατον διεγεῖραν Μιχαὴλ τὸν Τραυλὸν καιρίαν οἱ καθικέσθαι διηπείλει, εἰ μὴ τὴν ἀνάρρησιν ἀσμένως προσδέξοιτο· ὡς αὐτῷ γε πάντων μελήσειν τῶν νομιζομένων δυσ‐ χερῶν, καὶ αὐτῆς γε ταύτης τῆς πρὸς τὰ βασίλεια ἀφίξεως. ὃ δὴ | |
5 | καὶ γέγονεν. 8 Ὡς δέ τις ἀνὴρ (Ἰωάννης οὗτος ὁ κατὰ τὸν Ἑξαβού‐ λιον) τὴν τῶν τειχῶν ἐπιμέλειαν καὶ πρόνοιαν ποιούμενος ᾔσθετο τὸν Λέοντα τοῦτον καταλελειμμένον πρὸς φυλακὴν ἅμα τῇ τοῦ βασιλέως εἰσόδῳ, (δεινὸς δὲ ἄρα ἀνδρὸς φύσιν στοχάσασθαι πόρ‐ | |
10 | ρωθεν) οὐκ ἐν καλῷ τὴν ἐκείνου ἔφησε γενέσθαι προστασίαν τῶν στρατευμάτων· ὅθεν σύμβουλος γίνεται τῷ βασιλεῖ διανοήσασθαί τι καὶ τὸν ἄνδρα μεταστῆσαι καλῶς. πλὴν ἔδει τὸν τέως τῷ κω‐ δίῳ θῆρα κρυπτόμενον ἀνακαλυφθῆναί ποτε καὶ δοκιμασθῆναι ὡς ἐν χοάνῳ χρυσὸν τοὺς τοῦ θεοῦ ἐκλεκτούς· συγχωρεῖται δὲ τοῦτο | |
15 | πολλάκις κατά τινα τοῦ χρόνου κυκλικὴν περίοδον γίνεσθαι, ἐξ αἰτήσεως οἶμαι δαιμονικῆς, καθάπερ ἐπὶ Ἰώβ, εἰς γνῶσιν μὲν καὶ διάκρισιν τῶν εὐσεβῶν, ἀλλοτρίωσιν δὲ καὶ ἀποποίησιν τῶν κα‐ κῶν. (9) οὔπω γὰρ πέρας ἔσχον οἱ λόγοι, καὶ φήμη προθέουσα τὴν τοῦ τυράννου ἐμήνυεν ἀναγόρευσιν. προσπεσούσης δὲ ταύ‐ | |
20 | της, ἡ μὲν πόλις πρὸς τοιοῦτον ἄγγελμα μικροῦ δεῖν ἔκφρων γενο‐ μένη μόλις ἑαυτὴν συνεῖχεν, τοὺς ἐμφυλίους κατορρωδοῦσα πολέ‐ μους, ἐξ οὗ πολλάκις αὔτανδροι πόλεις κατεβαπτίσθησαν· ὁ δ’ | |
αὐτοκράτωρ ἐξεπλήγη μὲν τὴν ψυχήν, οὐκ ἐταράχθη δὲ τὴν γνώ‐ | ||
18 | μην, ἀλλ’ ἀχαριστίαν αὐτοῦ μόνον κατεγνωκώς, ἠρέμα πως ὑπο‐ ψιθυρίσας ὡς καλὸν τῷ θείῳ θελήματι ἕπεσθαι, ἀφῄρει τῆς πό‐ λεως τὸ περιθαμβὲς καὶ ταραχῶδες, ἅπαντας προτρεψάμενος χω‐ ρῆσαι τούτου πρὸς ἀπαντήν, ἵνα μένουσαν σώζῃ τὴν ἑαυτοῦ πόλιν | |
5 | ἐμφυλίου αἵματος ἄχραντόν τε καὶ καθαράν. ἵστασθαι δέ τινων πρὸς τὰ δεινὰ καὶ πρὸς τὸν διὰ μάχης ἀγῶνα παρακελευομένων χωρεῖν, καὶ μένειν αὐτῶν ὑπισχνουμένων βεβαιῶν ὑπὲρ βασιλέως πράου τε καὶ πιστοῦ, ἀλλὰ καὶ αὐτῆς ἀποδεχομένης τοῦτο τῆς γαμετῆς Προκοπίας καὶ Μανουήλ τινος τῶν ἐξ Ἀμαληκιτῶν πρω‐ | |
10 | τοστράτορος τηνικαῦτα τυγχάνοντος, οὐκ ἔφη χρῄζειν τὴν βασι‐ λείαν αἵμασι καταρρεομένην ἀδελφικοῖς. ὅθεν καί τινι τῶν πρὸς θεραπείαν αὐτοῦ γνησίων παράσημά τινα δοὺς τῆς βασιλείας φοι‐ τᾶν ἐκεῖσε ἐξεβιάσατο. ἐφ’ οἷς καὶ δεινοπαθήσασα καὶ οἷον ἐκ‐ βακχευθεῖσα ἡ τούτου δὴ γαμετὴ δεινὸν λέγεται ἀνακραγεῖν, εἰ | |
15 | Βάρκα, οὕτω δὴ τὸ τοῦ Λέοντος καλέσασα γύναιον, τῇ κεφαλῇ ἐπίθοιτο τὸ μοδίολον. ὁ δὲ στερροῖς λόγοις ταύτην ἐπιρραπίσας, καὶ ὅλον δὴ ἀναθεὶς ἑαυτὸν τῷ θεῷ, ἐκαραδόκει τὰ μέλλοντα. ἄρτι γοῦν κατηγγέλλετο τὸν τύραννον εἰσιέναι διὰ πύλης τῆς χρυση‐ λάτου, καὶ πᾶσα ἡ σύγκλητος κατὰ τὸν θεῖον τοῦ προδρόμου | |
20 | νεών, ὃν ὁ Στούδιος ἐκ βάθρων ἀνήγειρεν, ἀπήντα καὶ ὑπτίαις ἐδέχετο ταῖς χερσί, προπέμπουσά τε καὶ ἐκθειάζουσα. ὡς δὲ τοῖς | |
βασιλείοις ἤγγιζε καὶ κατὰ πρόσωπον δὴ τῆς θείας εἰκόνος τοῦ | ||
19 | δι’ ἡμᾶς ἐνανθρωπήσαντος θεοῦ λόγου, κατὰ τὸν οὕτω κατονο‐ μαζόμενον τόπον Χαλκῆν, ἔμελλε στῆναι τὰς εὐχὰς ἀποδώσων, ἐπεί τι φοινικοβαφὲς θοιμάτιον κατά τι στρατιωτικὸν ἔθος ἄζω‐ στον ἐπημφίετο (ἀετὸν τοῦτο καλοῦσιν ἢ θάλασσαν οἱ περὶ ταῦτα | |
5 | κομψοί), τοῦτο μὲν αὐτίκα ἀπαμφιέννυται, καὶ Μιχαὴλ ὁ τὴν γλῶτταν φέρων παράσημον, ἐπιμελητὴς τῶν τοῦ Λέοντος ἵππων τηνικαῦτα τυγχάνων, ἐπὶ χεῖρας λαβὼν αὐθωρὸν ἐπαμπίσχεται. ἔδοξεν οὖν τοῦτο τοῖς πολλοῖς οἰωνὸς ἐξ ἐκείνου δεύτερον τῆς βα‐ σιλείας τυχεῖν. ὡς δὲ κατὰ τὰ Σκῦλα ἐγένοντο, οὕτω δή τινα | |
10 | τόπον κατὰ τὰς βασιλείους εἰσόδους λεγόμενον, ἀκρατῶς πως ἐπιρρέων καὶ κατ’ ἴχνος θέων αὐτοῦ τὸ πρὸς τῇ πέζῃ λῆγον τοῦ ἱματίου ἄκροις ἐπέβη ποσίν, ὡς καὶ αὐτὸν αἰσθάνεσθαι τὸν Λέοντα καί τινα παράβολον κίνησιν ἐξ αὐτοῦ προσδοκᾶν. τοῦτο μὲν οὖν ὕστερον ἐγένετο. | |
15 | 10 Τότε δὲ τοῦ Λέοντος ἐπιφανέντος, Μιχαὴλ ἅμα παισί τε καὶ γυναικὶ τὴν κόμην ἀποθέμενοι πρὸς τὸ τοῦ θεοῦ τεμένισμα, ὃ Φάρος κατονομάζεται ἀπὸ τοῦ φῶς ἀνάπτειν πᾶσι καὶ κατὰ τὰς νύκτας χειραγωγεῖν ἐπὶ καταγωγάς τινας ἀσφαλεῖς, ἀντίμιμον τοῦ κατὰ τὴν Ἀλεξάνδρειαν ὄντα τε καὶ λεγόμενον, τὴν αὐτοῦ εὐμένειαν | |
20 | χωρεῖ ἐκκαλούμενος. ὁ δὲ συλῆσαι μὲν ἐκ θεοῦ καὶ ἔρημον θεῖναι ψυχῆς οὐκ ἐν καλῷ θέμενος, ἐκεῖνον μὲν ἐν τῇ Πλάτῃ νήσῳ ὑπερ‐ | |
όριον θεὶς ἡσυχάζειν ἐπέτρεψεν, χρυσόν τινα κατ’ ἔτος ἐπιχορη‐ | ||
20 | γῶν, ἔνθεν καὶ τὸ μοναχικὸν σχῆμα λαβόντα καὶ Ἀθανάσιον μετο‐ νομασθέντα ἐπιβιῶναί φασιν ἔτη δύο καὶ τριάκοντα. συνῆν δὲ αὐτῷ καὶ Εὐστράτιος ὁ υἱὸς αὐτοῦ, ὁ καὶ ἀποκαρεὶς καὶ εὐνουχι‐ σθεὶς ὢν ἐτῶν εἴκοσι προστάξει τοῦ Λέοντος, καὶ Νικήτας, ὃς | |
5 | πρότερον μὲν παῖς ὢν τὴν τῶν ἱκανάτων διεῖπεν ἀρχήν, ἅτε δὴ φίλιος τοῖς στρατιώταις καὶ ἐν ὑπαίθρῳ διάγουσιν εἶναί τε θέλων καὶ τῶν πολλῶν πραγμάτων ἔμπειρος, τότε δὲ τὴν κόμην καὶ αὐ‐ τὸς ἀποθέμενος Ἰγνάτιος ἐκαλεῖτο καὶ τῷ πατρὶ συνεῖναι ἐτύγχανεν τῷ μονήρη βίῳ προσκείμενος. τὴν δ’ αὐτοῦ σύνευνον ἀπεσχοίνισε | |
10 | καὶ ἀπέσπασε καὶ πρὸς τὴν μονὴν τὴν οὕτω λεγομένην Προκοπίας μετέθηκεν, καίτοι γε τοῦτο μὴ γενέσθαι πολλὰ τοῦ Μιχαὴλ ἱκε‐ τεύσαντος. καὶ ὁ μὲν Μιχαὴλ τοῦ βίου ἔξω γενόμενος μηνὶ Ἰα‐ νουαρίῳ ιαʹ, ἔτει ϛτβʹ, τὸν χοῦν ἀποθέμενος ἐν αὐτῇ τῇ νήσῳ, ἐν τῷ δεξιῷ μέρει τῆς ἐκκλησίας ἐτέθαπτο· ὁ Εὐστράτιος δὲ μετὰ | |
15 | τὴν τοῦ πατρὸς τελευτὴν ἔτη ἐπιβιοὺς πέντε [καὶ δέκα] καὶ αὐτὸς ἐκοιμήθη κατὰ τὴν ιεʹ τοῦ Ἰανουαρίου μηνός, ἔτους ϛτζʹ, ἐν τῷ εὐωνύμῳ μέρει τῆς ἐκκλησίας πεσών. ὁ δὲ Ἰγνάτιος ὁ καὶ πρότε‐ ρον Νικήτας καλούμενος, τῆς Κωνσταντινουπόλεως πρόεδρος εἶναι λαχών, πολλοῖς ὕστερον χρόνοις ἐν τῇ μονῇ καλουμένῃ Σατύρου, | |
20 | ἣν ἄρτι ἐκ βάθρων δειμάμενος ἔτυχεν, τὸ ἱερὸν αὐτοῦ σῶμα κατέ‐ θηκεν. αὕτη δὲ ἡ μονὴ καὶ τοῦ Ἀνατέλλοντος κέκληται τρόπῳ | |
τοιῷδε. ἀλλὰ Σάτυρος μέν, ὅτι ἐκ μικροῦ διαστήματος τῆς τοι‐ | ||
21 | αύτης μονῆς ὁ παλαιὸς ὀνομάζεται Σάτυρος, ἐν ᾧ ἦν ἱερὸν παρὰ τῶν Ἑλλήνων οἰκοδομηθὲν τῷ αὐτῷ Σατύρῳ, οὗ καθ’ ὁμωνυμίαν, διὰ τὸ πλησίον εἶναι τὴν εἰρημένην μονήν, τῷ τοιούτῳ καλεῖται ὀνόματι· ἐξ οὗπερ καὶ ὁ τοῦ Βρύου παλάτια κτίσας Θεόφιλος βα‐ | |
5 | σιλεὺς τὴν ὕλην ἀφελόμενος ταῦτα ἐδείματο. Ἀνατέλλων δὲ δι’ αἰτίαν τοιαύτην. κυνηγετοῦντί ποτε Νικηφόρῳ τῷ βασιλεῖ ἐν οἷς ἀρτίως ἐστὶν ἡ μονὴ μέρεσι, διὰ τὸ ἀλσώδη καὶ δύσβατον εἶναι καὶ πρὸς θήραν ζῴων ἐπιτηδείαν, ἐλάφου μεγίστης φανείσης καὶ καταδιωκομένης καὶ χειρωθείσης ἐν αὐτῷ τῷ τόπῳ ἐν ᾧ νῦν τὸ | |
10 | τῆς μονῆς θυσιαστήριον ἵδρυται, εὑρέθη τράπεζα παλαιὰ ὑπὸ κίονος βασταζομένη, γράφουσα οὕτως “τοῦτό ἐστι τὸ θυσιαστή‐ ριον τοῦ ἀρχιστρατήγου Μιχαὴλ τοῦ ἀνατέλλοντος, ὅπερ ἐνεθρό‐ νισεν ὁ ἀπόστολος Ἀνδρέας.” ἀλλὰ ταῦτα μὲν οὐ τότε, χρόνου δὲ παρεληλυθότος πολλοῦ ὕστερον. | |
15 | 11 Ἐπανακτέον δὲ τὸν λόγον, καὶ τὴν αἰτίαν ζητητέον τὴν οὕτως ὡς ἐξ ὁμολόγου πείσασαν ἀμφοτέρους, τὸν μὲν Μιχαὴλ μηδ’ ὅλως ὑπὲρ τῆς βασιλείας ἀντισχεῖν (ἔνεστι γάρ, ὡς ἡ παροι‐ μία, κἀν μύρμηκι χολή), τὸν Λέοντα δὲ θαρρούντως ἐπιβῆναι καὶ κατατολμῆσαι αὐτῆς. καὶ γὰρ ταύτην μόνην εἴποιμι ἂν ἐγὼ | |
20 | εἶναι ἀληθινωτάτην παιδείαν τε καὶ γυμνασίαν πρὸς τὰς πολιτικὰς πράξεις, τὴν ἐναργεστάτην αἰτίαν καὶ τὸ μὴ τήνδε ἀλλὰ τήνδε | |
ἐπικεκαλυμμένην καταφοράν, ἧς πᾶσα δὴ βίβλος ἱστορικὴ στερου‐ | ||
22 | μένη καὶ ἀπογυμνουμένη οὐκ οἶδ’ εἴ τινα ὄνησιν παράσχοι τοῖς ἐντυγχάνουσιν. ὑπῆρχε δὲ Μιχαὴλ θεραπαινίδιόν τι πρόσοικον, ὃ κατά τινας ἐκβακχευόμενόν τε καὶ ἐνεργούμενον περιόδους ἀπε‐ φοίβαζέ τε καὶ ἐμαντεύετο, καὶ πρὸς τῷ τοῦ Βουκολέοντος αἰγια‐ | |
5 | λῷ προσφοιτῶν “κατάβηθι ἐκεῖθεν, κατάβηθι,” γεγωνότερον, “ὦ Μιχαήλ,” ἐπεβόα, “καὶ τῶν ἀλλοτρίων ἀφίστασο,” πρὸς αὐτὸν δὴ τοῦτον ἀπορριπτοῦσα φωνάς. οὐκ ἔλαθε γοῦν τοῦτο πολλάκις γενόμενον οὐδὲ τοὺς ἐθελοκωφεῖν ἐθέλοντας καὶ τὸν βίον παρα‐ πέμπειν εὐφρόσυνον, ἀλλ’ ἔφθασεν ὀψὲ γοῦν εἰς τὰς βασιλικὰς | |
10 | ἀκοάς, θροῦν καὶ λαλιάν τινα οὐκ εὔελπιν ἐμποιοῦν. καὶ ὅς (φιλεῖ γὰρ ἕκαστος τὸ λυποῦν ἐκπομπεύειν τοῖς φιλουμένοις) Θεο‐ δότῳ τινὶ τῷ κατὰ τὸν Μελισσηνὸν γνησίῳ δοκοῦντι, ᾧ ἐπώνυμον ὁ Κασσιτερᾶς, τὰ τῶν λόγων ἀνεκοινοῦτο, καί τινα βουλὴν ἐξα‐ νύεσθαι ἐσυμβούλευεν αἰσίαν ὄντως καὶ ἀσφαλῆ. ἡ δὲ ἦν τοῦ | |
15 | κατὰ τὸν καιρὸν ὅτε δὴ φοιβόληπτον γένηται τὸ κοράσιον, ἀκρι‐ βολογῆσαι τρόπῳ παντὶ τίς τε εἴη οἰκία τοῦ βασιλεύσοντος, καὶ κλῆσιν ἥντινα φέρει, καὶ ὁποῖος τούτου ὁ χαρακτήρ. ἐδόκει ταῦτα ποιεῖν, καὶ ἡ ἐνεργουμένη πνεύματι Πύθωνος οὐδὲν ὑποστειλαμένη “κατὰ τὴν ἀκρόπολιν” φησί “γενομένῳ σοι κατὰ τὸν δεῖνα καιρὸν | |
20 | δύο τινὲς ἄνθρωποι εἰσελεύσονται· Λέων ὄνομα τῷ ἑνὶ ἐποχουμέ‐ νῳ ἡμιόνῳ, θατέρῳ δὲ ἕτερον· οὗτος δὲ τῆς βασιλείας κατευμοι‐ | |
ρήσειεν.” ταῦτα γοῦν ἐκεῖνος ὁ θεομισὴς ἀνὴρ ἐξόμνυταί τε πρὸς | ||
23 | τὸν βασιλέα καὶ λέγει τῶν γενομένων οὐδέν, λῆρον δὲ τοὺς λόγους ἀποκαλεῖ καὶ μηδὲν ἔχοντας ὑγιές. ἀλλ’ οὐκ ἐκείνῳ λῆροι ἢ ἔμετος ἄλλως· ἄπεισι γὰρ εὐθύς, καὶ τὸν ἄνδρα, ὡς ἀκηκόει, καταλα‐ βὼν ἐν τῷ τοῦ θείου Παύλου σηκῷ τῷ ὀρφανοὺς τρέφειν λαχόντι, | |
5 | συνεδριάσας καὶ ὁμολογίαις κατεμπεδώσας καὶ ὀχυρώσας καὶ θαρ‐ ρεῖν καὶ χαίρειν παρακελευσάμενος, ἐκ θείας φωνῆς ἔλεγεν διδα‐ χθῆναί με ἀπορρήτως τὰ μέλλοντα, τήν σε βασιλέα διαπρυσίως κηρύττουσαν. ταῦτα γοῦν ὑπολαληθέντα καὶ οἷον δεύτερά τινα χρώματα ὡς ἐν ζῳγραφίᾳ ταῖς προτέραις ἐμμορφωθέντα σκιαῖς | |
10 | (ἐκείνας λέγω πρώτας τὰς ὑπὸ τοῦ κατὰ τὸ Φιλομήλιον μοναχοῦ ἐκφανθείσας) οὐκέτι ἐν εἰδώλῳ καὶ ἐμφάσει τινὶ ἐμποιεῖ τὴν βασι‐ λείαν ὁρᾶν, γυμνὴν δὲ καὶ οἷον ἐν ἐκβάσει σαφῶς. τοῦτο οὖν τήν τε ἤδη κατῃθαλωμένην τοῦ Λέοντος καὶ οἷον ἀπομαρανθεῖσαν φλόγα τῆς ἐλπίδος ὑποτύφεσθαι ἐποίησεν καὶ τὸν Μιχαὴλ ἐν | |
15 | ἀβύσσῳ ἀθυμίας καταδῦναι πολλῇ, καὶ τοῦ μὲν τῆς ψυχῆς πύρ‐ γον ἀνέστησεν, τοῦ δὲ ἐγκατέσεισεν. οὐ τοῦτο δὲ μόνον τὸ γύναιον, ἀλλὰ δὴ ὁ πιστευθεὶς καὶ ἐξαπατήσας τῷ ὄντι Κασσιτερᾶς. ἀλλ’ αὖθις ἐπὶ τὴν ἱστορίαν ἰτέον. 12 Ὡς δ’ οὖν τὴν αὐτοκράτορα εἴληφεν ὁ Λέων ἀρχήν, | |
20 | ἀναρρηθεὶς δημοσίᾳ κατὰ τὸν Ἰούλιον μῆνα τῆς ϛʹ ἰνδικτιῶνος, Μιχαὴλ μὲν τὸν τὴν γλῶτταν ὑποσυρίζοντα τῇ τῶν πατρικίων | |
ἐγκαταλέγει τιμῇ, τὸν υἱὸν αὐτοῦ πρότερον ἐκ τοῦ θείου λουτροῦ | ||
24 | υἱοποιησάμενος, Θωμᾶν δὲ τὸν ἑαυτοῦ διαφερόντως ὁμήλικα καὶ συμπαίστορα τῶν φοιδεράτων τουρμάρχην ἐγκαθιστᾷ. καὶ Μα‐ νουὴλ δὲ τὸν Μιχαὴλ πρωτοστράτορα πατρικίοις ἐγκαταλέξας καὶ στρατηγὸν τιμήσας τῶν Ἀρμενίων, “οὐκ ἔδει σε” ἔφη “πρὸς τὸν | |
5 | κατ’ ἐμοῦ ὁπλίζεσθαι πόλεμον, σύμβουλον τοῦ βασιλέως καὶ τῆς Προκοπίας γενόμενον.” καὶ ὃς εὖ μάλιστα παρρησιαζόμενος “ἀλλ’ οὐδὲ σὲ ἔδει” ἀντέφησεν “κατὰ τοῦ εὐεργέτου, ἔτι δὲ καὶ συντέ‐ κνου σου, χεῖρα ἀντᾶραι.” τότε μὲν οὖν τούτοις κατεσιγάσθη, τὴν τοῦ ἀνδρὸς αἰδεσθεὶς ἀρετήν. (13) ὡς δὲ τὸν τῶν Βουλγά‐ | |
10 | ρων ἄρχοντα τῇ προτεραίᾳ νίκῃ φρονηματιζόμενον διακήκοεν, καὶ αὖθις δῃοῦντα μὲν τὴν γείτονα γῆν, κείροντα δὲ καὶ λεηλατοῦντα τοὺς ἀγροὺς καὶ πολλὰ μὲν σώματα πολλὰ δὲ βοσκήματα καθαρ‐ πάζοντα, οἰκήσεις δ’ ἑτέρωθεν κατεμπιπρῶντα καὶ ὅλως ὄντα ἀφόρητον, πρῶτον μὲν δεῖν ᾠήθη διὰ πρεσβείας εἰρήνης ἀναμνῆ‐ | |
15 | σαι αὐτόν, ὡς δ’ οὐκ ἔπεισεν, τὰ τῶν τειχῶν διερρυηκότα δι’ ἑαυτοῦ ἀνοικοδομησάμενος ἐξεβοήθει διὰ ταχέων, καὶ γενόμενος ἐν Μεσημβρίᾳ τῇ πόλει τοιούτῳ τινὶ διεχρήσατο στρατηγήματι. ἡμέρας ἱκανὰς ἔν τινι τόπῳ ἐπιταφρώσας ἑαυτόν τε καὶ τὸν στρα‐ τὸν ἐκαθέζετο ἑκάστοτε σιτιζόμενος ἀπὸ τῆς ἡμετέρας καὶ λειπό‐ | |
20 | μενος τῶν ἀναγκαίων, ἀλλὰ καὶ πρὸς τρυφήν, οὐδενός. ἐπεὶ δὲ τοὺς παρακειμένους καὶ κατ’ αὐτοῦ καθωπλισμένους Βουλγάρους ἐν στενότητι εἶναι τῶν ἀναγκαίων ἀκήκοεν, τοῦ μὲν οὗ ἐφήδρευε | |
τόπου νύκτωρ ἀπάνεισι μετὰ στρατιωτῶν ἱκανῶν καὶ ῥώμῃ τε καὶ | ||
25 | καρτερίᾳ γεγυμνασμένων, ἑνὶ μόνῳ τὴν ἑαυτοῦ παραγυμνώσας γνώμην, καὶ πρὸς λόχον ἐπί τινος βουνοῦ χωρεῖ, σύνθημα τοῦ πολέμου καὶ ὥραν εἰπών. ὡς δ’ ἡμέρα ἀνέλαμπε καὶ ὁ στρατη‐ γὸς ἐγυμνοῦτο τοῦ βασιλεύοντος, φυγῇ χρήσασθαι τοῦτον, τὸν | |
5 | βασιλέα δηλονότι, πάντες καθωμολόγουν, τῶν γεγονότων εἰδότες οὐδέν. ὅθεν ἀναθαρρήσαντες οἱ ἐναντίοι μένειν ἐφ’ ἑαυτῶν οὐδ’ ὅλως ἐδύναντο, ἀλλὰ καὶ κατεξανίσταντο καὶ ἐπὶ χεῖρας ᾤοντο τὸ στράτευμα ἔχειν. νυκτὸς οὖν ἐπιγενομένης κάτεισιν ἐκ τοῦ λόχου ὁ Λέων ἀπροσδοκήτοις οὖσι κακῶν, καὶ συμμίξας αὐτοῖς ἀνδρά‐ | |
10 | σιν ὅπλων γυμνοῖς καὶ διαλελυμένοις ὕπνῳ τε καὶ θάρρει τῆς τοῦ βασιλέως φυγῆς τοσοῦτον ἐνειργάσατο φθόρον καὶ φόνον πάντοθεν ἐκχυθέντων τῶν Ῥωμαίων κατὰ τὸ σύνθημα, ὡς πανδημεὶ αἱρῆ‐ σαι τὸ στρατόπεδον καὶ μηδὲ πυρφόρον, τὸ δὴ λεγόμενον, δια‐ σωθῆναι. οὐ μὴν ἀλλὰ καὶ πᾶσαν ἡλικίαν ἐκ καταδρομῆς τε καὶ | |
15 | προνομῆς ἀνάρπαστον θείς, καὶ τὰ τέκνα τούτων ταῖς πέτραις καὶ τῇ γῇ προσκροτῶν, τὴν ἑαυτοῦ κατέλαβεν ἐν τάχει. ὅθεν ἔκτοτε ἐκεῖνος ὁ βουνὸς Λέοντος ἐπωνομάσθη· καὶ οἱ ἀεὶ ἐκεῖσε διαβιβα‐ ζόμενοι τῶν Βουλγάρων τὴν κεφαλὴν ἐπισείοντες δακτυλοδεικτοῦσι, καὶ λήθην λαμβάνουσι τῶν τότε κακῶν οὐδαμῶς. | |
20 | 14 Τοῦτο γοῦν θρασύτερόν πως αὐτὸν καὶ ἰταμώτερον ἐνειργάσατο τὸ προτέρημα, καὶ εἰς τὴν σύντροφον ὠμότητα ἐναπ‐ | |
έρραξε. μικροῦ γὰρ καὶ μείζονος οὐκ ἦν αὐτῷ διαφορὰ ἁμαρ‐ | ||
26 | τήματος, ἀλλὰ κατὰ πάντων ἐφ’ ᾧ τινὶ καταλαμβανομένων μία ψῆφος, τὸ ἀκρωτηριάζεσθαι τῶν ἀναγκαίων μέλος ὁποιονοῦν καὶ πάντων ἐπ’ ὄψεσι τίθεσθαι ἐκκρεμές. ἃ καὶ πᾶσι πεποιηκότων τοῖς ἀνθρώποις ἐνέτικτον μῖσος δὴ τούτου καὶ δεινὴν ἀπέχθειαν· | |
5 | οἷς γὰρ ἄκρατον τὴν ἐγχώριον θηριωδίαν ἐνήσκησεν, ἀλλ’ οὐ κε‐ κολασμένην τινὰ καὶ πρὸς τὸ πραότερον ἀπονεύουσαν, τὴν συγγε‐ νίδα φύσιν ἐκφαυλίζων ἀνηλεῶς, μισθὸν τὸ ἔχθος ἀλλ’ οὐ τὴν φιλίαν ἠμπόλησεν. 15 Ταῦτ’ οὖν ἔπραττεν, καὶ κατὰ νοῦν λαμβάνει τὸν | |
10 | ἐπὶ τῷ Φιλομηλίῳ μονάζοντα, καὶ ἀμείβεσθαί οἱ δοκεῖ τῆς προρ‐ ρήσεως, εὐχαριστήριά τινα προπέμπων αὐτῷ, τὰς τοῦ κράτους νίκας δῆθεν αἰτῶν. ἀλλ’ ἐκεῖνος μὲν ἤδη φθάσας ἐξ ἀνθρώπων ἐγένετο, πονηρὸς δέ τις δαίμων καὶ βάσκανος (οὐ γὰρ ἄνθρωπον τοῦτον καλέσαιμι τὸν πάντα συγχέαντα καὶ ταράξαντα καὶ κατὰ | |
15 | τὸν παλαιὸν ὄφιν τὸν ἰὸν τοῖς τοῦ ταλαιπώρου Λέοντος ὠσὶν ἐγχέαντα, ἀνεπίστατον κεκτημένου ὅλον τὸν νοῦν) τῷ τοῦ γέροντος οἰκίσκῳ ἐν εὐλαβείας προσχήματι ἐγκατέλαβεν. Συμβάτιος οὗτος ἐλέγετο, ὃς τὸν βασιλικὸν ἄγγελον πολλὰ προσονειδίζων, καὶ δύσφημα κατὰ τοῦ βασιλέως εἰς πρόσωπον ἀλλ’ οὐχ ὑπὸ κόλπον | |
20 | λαλῶν, ἦ μὴν ἐξελιπάρει μηδὲν καθυποστελλόμενον ἐξειπεῖν ὡς οὐκ ἔσται σοι τὸ βασιλεύειν ἐπὶ πολὺ εἰδώλοις (ὢ τῆς καταράτου | |
γλώσσης ἐκείνης) προσανέχοντι καὶ τολμῶντι τοῖς ὑπὸ τῆς παρ‐ | ||
27 | δοῦς καὶ θυάδος καὶ ταραξίου σεβομένοις, τὴν βασιλεύσασαν Εἰ‐ ρήνην καὶ τὸν ἐν ἁγίοις Ταράσιον ἀφέτῳ γλώττῃ περὶ τῶν θείων εἰκόνων οὕτως ἀποκαλῶν. ὁ δὲ Λέων, τὸ ὄντως δαιμόνων εἴδω‐ λον, τὸ τῆς ἀμαθίας ἀνδράποδον, τὸ τῆς σκιᾶς ἀφωνότερον, δέον | |
5 | τούτων κατολιγωρῆσαι, ἢ εἰ μὴ τοῦτο, ἐκπομπεύειν γοῦν καὶ θεατρίζειν ταῦτα τῷ τὰς τῆς ἐκκλησίας ἡνίας ἰθύνοντι, καὶ σύνο‐ δον συγκροτῆσαι περὶ μεγάλων μεγάλως ἀνερευνῶν, ἀλλ’ οὐκ ἀνδράσι μηδὲν ὑγιὲς φρονοῦσι, μηδὲ τὰ ἑαυτοῦ (φεῦ τῆς μετὰ δόλου φιλίας) ἀλλὰ τὰ οἰκεῖα προμηθουμένων καὶ προδιοικουμέ‐ | |
10 | νων, τῷ φιλουμένῳ ἀνακοινοῦται Κασσιτερᾷ, καὶ τὰ ἀπεσταλμένα ἄγει τούτῳ εἰς φῶς. ὁ δὲ κακῷ τὸ κακὸν καὶ λύσσῃ λύσσαν οὐ θεραπεύων ἀλλ’ ἐπεγείρων, ἕτερόν τινα τῇ ὁμοίᾳ δόξῃ περὶ τῶν θείων εἰκόνων ἐνισχημένον κατὰ τοῦ Μαυριανοῦ ἔμβολον ἐνσκη‐ νοῦντα ἀναγνωρίζει, ἀπέραντά τινα καὶ μετέωρα λεσχηνεύων καὶ | |
15 | ὑπεράγγελον τοῦτον εἶναι διαβεβαιούμενος· “τούτῳ οὖν, ὦ βασι‐ λεῦ, χρῶ περὶ τῶν τοιούτων μυσταγωγῷ· καὶ ὃ ἂν εἴποι σοι ποιῶν οὐχ ἁμαρτήσεις τοῦ δέοντος.” (16) ὡς οὖν ἐπεράνατο τὰ τῆς συμβουλῆς, μεταθέειν ἔγνω πρὸς τὸν μονάζοντα, καὶ τοῦτον καταντλήσας ταῖς φλυαρίαις προσέθηκεν ὡς κατὰ τὴν ἐπιοῦσαν | |
20 | νύκτα, ἰδιώτου σχῆμα ἀναλαβόμενον, αὐτὸν ἐνταῦθα βασιλέα ἀγάγω σοι, περί τε πίστεως καὶ ἄλλων οὐκ εὐκαταφρονήτων πρα‐ | |
γμάτων συμβουλευόμενον. τοῦτον οὖν ἔτη δύο καὶ ἑβδομήκοντα | ||
28 | τὴν βασιλείαν κατευθυνεῖν καθυπισχνοῦ, καὶ τρισκαιδέκατον ἀρί‐ θμει τῶν ἀποστόλων, καὶ παῖδας παίδων ἐπὶ θρόνου τῆς βασι‐ λείας ἰδεῖν, εἴ γε Λέοντος ἐξ Ἰσαυρίας συστοιχεῖ πως τῷ δόγματι. μὴ ὑπισχνουμένου δὲ ἀλλ’ ἀπαναινομένου, τὴν ἐξώλειαν καὶ ἀπώ‐ | |
5 | λειαν καὶ κρημνοὺς καὶ βάραθρα ἠπειλῆσθαι τούτῳ ἐπόμνυε ἐκ θεοῦ. ταῦτ’ οὖν ἐκ σκαιωρίας καὶ γνώμης πονηρᾶς ἀναδιδάξας, τὸν βασιλέα ἦγεν κατὰ τὸν δηλωθέντα καιρόν· καὶ ἐπείπερ εἰσῄε‐ σαν μετὰ τοῦ Θεοδότου καὶ τῶν ἀπορρήτων ἀπήρχοντο, “οὐ χρή σε” ἔφη ὁ μοναχός “τὴν ἁλουργίδα καταλιμπάνοντα, ὦ βασιλεῦ, | |
10 | ἰδιώτου σχῆμα ἀλλάσσεσθαι καὶ τρώγειν γνώμας οὕτω τὰς τῶν πολλῶν.” καὶ ὃς ἐκπαθὴς ἅμα καὶ παραπλὴξ τῷ ῥήματι τούτῳ γενόμενος, καὶ ἄλλως οἰηθεὶς ἐκ θείας εἶναι προγνώσεως, ὡς σκιὰ τῷ ἀνδριάντι εἵπετο ἀληθῶς, καὶ ὅλως ἤρτητο καὶ ἐκρέματο ἐξ ὤτων ὥσπερ τι κεραμοῦν ἀγγεῖον τοῖς λόγοις τοῦ μοναχοῦ. ἀλλὰ | |
15 | ταῦτα μὲν εἴρηται καὶ τοῖς πρὸ ἡμῶν διὰ μέτρου ποιήσεως. 17 Αὐτίκα γοῦν τὴν τῶν σεπτῶν εἰκόνων ἀναγορεύει καθαίρεσιν, καὶ τὸν πατριάρχην (Νικηφόρος δὲ οὗτος ἦν) γραφῇ αὐτοχείρῳ ἠξίου τοῦτο συγκατατίθεσθαι, εἴ γε μὴ μέλλοι ὑπερο‐ ρίαν καταψηφίζεσθαι. ὁ δὲ καὶ ἄλλοθεν τεκμηράμενος τὴν τοῦ | |
20 | τυράννου πρὸς τὸ θεῖον ἀπέχθειαν, ἄγεσθαι μᾶλλον ἢ συνεῖναι τοιούτῳ κρίνας ἀπήγετο πρὸς τὴν καταψηφισθεῖσαν ὁμολογίαν· | |
καὶ Θεόδοτος ὁ Κασσιτερᾶς τὸν τῆς ἱεραρχίας θρόνον ἆθλον | ||
29 | ἐλάμβανε κατὰ τὸν τοῦ θείου πάσχα καιρόν. ἄξιον δὲ μηδὲ τὸ τεκμήριον παραδραμεῖν. ὁ μὲν γὰρ Νικηφόρος, ἅτε τῆς ἱερωσύ‐ νης προϊστάμενος, ἐζήτει τὴν διὰ τοῦ ἱεροῦ συμβόλου πρὸς τὴν θείαν πίστιν συγκατάθεσιν· ὁ δὲ οὐκ ἔφη νῦν τοῦτο ποιήσειν, | |
5 | ὑπερθέσθαι δὲ μέχρις ἂν ἡ τῆς βασιλείας αὐτῷ τελείως ἀνάρρησις γένηται, δηλούσης τῆς ἀναβολῆς ὡς καὶ αὐτοῦ γε προενισχημένου τῇ τῆς αἱρέσεως μανίᾳ ἐκ γενετῆς. (18) ἕτερον δὲ τοῦ λεχθέντος σαφέστερον· ὡς γὰρ ἄρτι τὸ πρῶτον ἀνηγορευμένος ἐδεῖτο τοῦ διαδήματος, καὶ τοῦτο ἔδει τὸν ἀρχιερέα τῇ καταπτύστῳ ἐπιθεῖναι | |
10 | κεφαλῇ, προσήγγισεν δὲ ταύτῃ καὶ κατεπαφώμενος οὐ τριχῶν, ὅπερ ἐδόκει, μαλακῶν, ἀκανθῶν δὲ καὶ τριβόλων, ὅπερ τῇ ἀληθείᾳ ἐνῆν, ἐν αἰσθήσει ἐγένετο, ἀκίσιν οἷον κατακεντούμε‐ νος καὶ τὴν χεῖρα ὀδύναις περιπειρόμενος ἀλλὰ ταῦτα μὲν πρότερον· τότε γοῦν ὁ πατριάρχης ὑπερόριος, τὴν καταχει‐ | |
15 | ροτονήσασαν ψῆφον δεξάμενος, ἐπορεύετο, ὅτε δὴ καὶ λέγεται ἐφ’ ὁλκάδος αὐτῷ φερομένῳ μακρὰν κατά τινα τόπον παρα‐ θαλάττιον πόρρωθεν ἰδεῖν Θεοφάνην τὸν μακαρίτην, θυμιά‐ μασί τε καὶ λαμπάσι δεξιούμενον, οἷόν τινα προπομπὴν τῇ καλῇ ἐκείνῃ ὁμολογίᾳ προπέμποντα. ὃν ὡς εἰκὸς ἀποδοχῆς ἀξιώσας καὶ | |
20 | θεῷ παραδοὺς δι’ εὐχῆς, τὰς χεῖρας οἷον ἄρας μεταρσίως περιε‐ βάλετο τοῦτον, πόρρωθεν τὸν τελευταῖον ἀποδοὺς ἀσπασμόν. ἐρο‐ | |
μένου δέ τινος τῶν συνεπομένων, ὡς δὴ τίνι τοῦτον ἀποδίδως εὐ‐ | ||
30 | κτῶς τε καὶ ἐφετῶς, “τῷ ὁμολογητῇ” φάναι “Θεοφάνει” προφή‐ τιδι γλώττῃ, “μονῇ προεστῶτι τοῦ Ἀγροῦ.” ὃ καὶ συνέβη μετ’ οὐ πολύ· αὐτός τε γὰρ τοῦτον ἑώρακεν οὐδαμῶς, κἀκεῖνος τὸν τῆς ὁμολογίας στέφανον ἀνεδήσατο. καὶ τὰ μὲν τοῦ ἀρχιερέως | |
5 | οὕτως. 19 Αὐτὸς δὲ οἷόν τινα τῆς αὐτοῦ βασιλείας ἀρχὴν ἐπι‐ θεὶς δεξιὰν τὸ τὰ τῆς ἐκκλησίας οὑτωσὶ διοικονομῆσαι, καὶ τὴν φιλοτιμίαν εἴπερ τις νοσῶν, τῶν κοινῶν πραγμάτων ἀντελαμβά‐ νετο, πανταχοῦ τὸ κέντρον κατὰ τοὺς σφῆκας φέρων μεθ’ ἑαυτοῦ, | |
10 | τὸν στρατιώτην τε ὄχλον γυμνάζων αὐτός, καὶ πόλεις πολλαχοῦ τῶν κατὰ Θρᾴκην καὶ Μακεδονίαν δι’ ἑαυτοῦ ἐκ βάθρων ἀνεγεί‐ ρων, καὶ περιπορευόμενος πανταχοῦ, ὡς φοβερὸς εἶναι καὶ κατα‐ πληκτικὸς καὶ αὐτοῖς τοῖς ἐχθροῖς. ὑπὲρ ὧν καὶ τὸν ἅγιον Νικη‐ φόρον φασὶν εἰπεῖν ποτὲ μετὰ τὴν αὐτοῦ ἀποβίωσιν ὡς εἰ καὶ ἀλά‐ | |
15 | στορα, ἀλλ’ οὖν ἐπιμελητὴν τῶν κοινῶν ἡ πόλις ἄνδρα ἀπώλεσεν. καὶ περὶ τὰς ἀρχὰς δὲ καὶ ἡγεμονίας, οὐ τὰς πολιτικὰς δὴ μόνον ἀλλὰ καὶ τὰς στρατηγικάς, διεπτόητο ἰσχυρῶς· χρημάτων κρείτ‐ των αὐτὸς ὢν τοὺς ἀδωροτάτους πάντων προέκρινεν, ἀριστίνδην πάντας ἀλλ’ οὐ κατὰ πλοῦτον τιμῶν. καὶ δικαιοσύνης μὲν ἐρα‐ | |
20 | στὴς λέγεσθαι ἐβούλετο, οὐκ ἐγίνετο δέ· πλὴν ἀντεποιεῖτο ταύτης, καὶ πολλὰς τῶν κρίσεων δι’ ἑαυτοῦ ἐξεπέραινε κατὰ τὸ Λαυσια‐ | |
κὸν ἐγκαθήμενος. καί ποτε δή τινος ἔγκλησιν πρὸς αὐτὸν ποιη‐ | ||
31 | σαμένου περὶ γυναικὸς ἁρπαγῆς, ὡς τὴν ἑαυτοῦ τις τῶν ἐπιφανῶν ἀνηρπάκει ἀνδρῶν, καὶ ὅτι οὐδὲ λόγων ἠξίωμαι τῷ ὑπάρχῳ πολ‐ λάκις διενοχλῶν, ἐκεῖνον μέν, ἐπείπερ αὐθωρὸν παραστάντα οὕτως ἔχειν ἐπεμαρτύρησεν, εἰς εὐθύνας ἦγε τῆς ἀρχῆς μεταστήσας καὶ | |
5 | πικρίαν πολλὴν καταχέας αὐτοῦ, τὸν δὲ μοιχὸν νόμῳ ἐκδοθῆναι προστέταχεν. Ἀλλὰ τούτοις μὲν τὴν πολιτείαν οἷον ὑπέσαινε καὶ τὴν πρὸς αὐτόν, ὡς ἂν εἴποι τις, εὔνοιαν ἐκαπήλευσεν· (20) περὶ δὲ τὴν πίστιν ἐμαίνετο κραταιῶς, τοσοῦτον ὡς μηδὲ θεὸν ὀνομάζειν ἐδό‐ | |
10 | κει τούτῳ καλόν. καὶ γὰρ τὰς τριακοντούτας σπονδὰς τοῖς Οὔν‐ νοις δὴ τούτοις τοῖς καλουμένοις Βουλγάροις ἐνωμότως ποιῶν καὶ εἰρηνικὰς συμβάσεις καταπραττόμενος, ἐπεὶ δι’ ὅρκων ταύτας ἔμελλε βεβαιοῦν τε καὶ ἐμπεδοῦν, οὐ τούτοις δὴ τοῖς ἡμετέροις ἐχρῆτο, θεὸν καὶ οὐρανίους δυνάμεις ἢ τὴν κατὰ σάρκα γενομέ‐ | |
15 | νην μητέρα Χριστοῦ τοῦ θεοῦ τῶν λεγομένων τε καὶ πραττομένων ἐφόρους καὶ μάρτυρας· ἀλλ’ οἷά τις ψυχὴ βάρβαρος θεοσεβείας ἀπῳκισμένη, κύνας μέν, καὶ οἷς τὰ ἄνομα ἔθνη θύουσιν, ἐχρῆτο μάρτυσι τῶν πραττομένων καὶ ἀπέτεμνεν καὶ διὰ στόματος ἄγειν οὐκ ἐμυσάττετο εἰς βεβαίωσιν, οἷς ἐκεῖνοι ἐμφορούμενοι, τὴν τῶν | |
20 | Χριστιανῶν δὲ πίστιν ἐκείνοις μέλλουσί ποτε ὑφ’ ἡμῶν διαβιβά‐ ζεσθαι πρὸς ἐκείνην, ὡς ἔοικε, κατεπίστευσεν. καὶ σαφῶς οὑτωσὶ οὐκ ᾐσχύνετο ἀσεβῶν· οἷς τε γὰρ τοὺς τῆς πίστεως μαργαρίτας κατὰ τὴν τοῦ κυρίου φωνὴν ἔμπροσθεν ἠφίει τῶν χοίρων καὶ χρῆ‐ | |
σθαι τούτοις ἐπὶ στόματος ἐξεβιάζετο, ἄξιος βδελυρίας ὁ ἀνὴρ | ||
32 | ἀσεβῶν· καὶ οἷς τὰ ἐκείνων αὖθις αὐτὸς τὴν τῶν Ῥωμαίων διέπων βασιλείαν τε καὶ ἀρχὴν οὐκ ἠρυθρία μυσταγωγούμενος καὶ τελού‐ μενος ἐν πανδήμῳ θεάτρῳ καὶ οὕτω γε δὴ πλήρει τῶν ἀπίστων τε καὶ πιστῶν, τοῦ αἰωνίου σκώληκος καὶ πυρὸς ἀλλ’ οὐκ ἄλλων | |
5 | ἐπάξιος. καὶ ὅσους δὲ τὸν ὀρθὸν εὕρισκε λόγον τηροῦντας, τού‐ τους πικρῶς κατῄκιζε καὶ δεινῶς· ἑτέρωθεν δὲ τὰ τῶν ὁμοφρόνων οἱ στίφη τε καὶ συστήματα συνεκρότει τε καὶ συνήγειρεν ἐν ταὐτῷ παρὰ πλευρὰν αὐτοῦ τιθεὶς καὶ προσεπικλύζων ταῖς ὠφελείαις. τούτοις καὶ Ἰωάννης ὁ γραμματικὸς ἐγκατέλεκτο, παντὸς ἀνάσκη‐ | |
10 | τος ὑπάρχων καλοῦ. οἷς καί τινα γραφὴν ὁ Λέων νεαρᾶς τινὸς καὶ μιαρᾶς ἐξαρχομένην πίστεως ἀναγράψαι κελεύσας, τὸν κατὰ τῶν θείων εἰκόνων δρόμον ἐδίωκεν. ἀνερρίπισε δέ πως οἷον καὶ ἐξεφύσησεν εἰς ὕψος αἴρων αὐτὸν (καὶ γὰρ ἦν κοῦφος καὶ πρὸς οὐδὲν ἐφέρετο λελογισμένῳ τῷ νῷ) ὁ τοῦ ἱεροῦ συστήματός τε καὶ | |
15 | κλήρου τῶν βασιλικῶν αὐλῶν ἀρχηγός. λοχῶν γὰρ αὐτὸν ἐκ πολ‐ λοῦ καὶ οἷον ἐξ ἐνέδρας ὡς τὸν Πρωτέα αἱρήσειν ἐρῶν, ἐπεὶ κατά τινα καιρὸν τὸ θεῖον ἐκεῖνο εἰς ἐπήκοον ῥητὸν ἐκκλησιαζόμενον ἐκηρύττετο “τίνι ὡμοιώσατε κύριον, καὶ τίνι ὁμοιώματι ὡμοιώ‐ σατε αὐτόν; μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσόχοος χωνεύσας | |
20 | χρυσίον περιεχρύσωσεν αὐτόν, ἢ ὁμοίωμα κατεσκεύασεν;” ἐπεὶ γοῦν τοῦτο κατὰ τὸν τοῦ Φάρου ναὸν ἐξηχεῖτό τε καὶ διεβεβόητο, | |
ἠρέμα πως ὑποσυρεὶς καὶ ἑαυτὸν εἰς προῦπτον ἀγαγών, “σύνες ὅ | ||
33 | τι λέγει,” φησίν, “ὦ βασιλεῦ, τὸ ἱερὸν λόγιον· καὶ μηδείς σοι μετάμελος ἐπὶ τοῖς ἐναρχθεῖσιν ἔστω, ἀλλ’ ἅπαν θεῖον δοκοῦν ἐκ‐ ποδὼν ποιήσας εἰκόνισμα τῆς ὀρθῆς ἔχου λατρείας τῶν μὴ σεβο‐ μένων αὐτά.” τούτοις, ὡς εἶπον, ἀσυλλογίστως ὑπεκκαεὶς καὶ | |
5 | τὴν ἄθλιον ἐκείνην ψυχὴν προσεκπυρωθεὶς ὅλην ἐκίνησε κατὰ μὲν τῶν εὐσεβῶν τὴν ἑαυτοῦ μανίαν, κατὰ δὲ τῶν ἀσεβῶν τὴν θείαν καὶ δικαίαν ὀργήν. ὁ μὲν γὰρ θεσπίσματι πάντας τοὺς ἀρχιερεῖς ἐκ τῆς ὑπερορίας μετεπέμπετο, συλαγωγῶν τούτους, τῆς τοῦ πα‐ τριάρχου θέας πόρρωθεν καθιστῶν καὶ ἀποκηρύττων αὐτούς, ὡς | |
10 | τῷ οἰκείῳ βουλήματι πειθηνίους κατεργαζόμενος, πολλοὺς τὴν καλὴν ἀναιρήσασθαι μαρτυρίαν πεπεικὼς τῷ γε μὴ πεισθῆναι αὐτῷ. 21 Θεὸς δέ, οἷος τρόπος ἐκείνου οὐ σύντονός τις ἀλλὰ μακρόθυμος, τὴν ῥομφαίαν ἐστίλβου μέν, οὐκ ἠφίει δέ. νῦν μὲν | |
15 | γὰρ αὐτοῖς λοιμοὶ καὶ αὐχμοὶ καὶ διάπυροι ἥλιοι, νῦν δὲ σεισμοὶ καὶ ἀναβρασμοί, καὶ ἄλλοτε φλογὸς οἷα κατὰ τοῦ ἀέρος ἀκοντί‐ σεις καὶ ἑτέρωθεν ἐμφύλιοι στάσεις τῶν δεινῶν τὰ ἀκμαιότατα ἐπεσείοντο. ἀλλ’ οὐκ ἦν ἐκείνην ἐπισχεῖν τὴν ψυχήν, συὸς δίκην κατὰ κρημνοῦ ἐπιβρίσασαν. ἐντεῦθεν ὀψὲ γοῦν καὶ καιρίως πλήτ‐ | |
20 | τουσα μάχαιρα παρὰ τοῦ θεοῦ ἐκπεπόρευται, ἵν’ ἥλῳ τέως ἧλος ἐκκρουσθῇ καὶ κακὸν τῷ κακῷ ἰαθῇ. Μιχαὴλ τοῦτο ἦν, ὃς τὴν | |
φοιδεράτων τότε ἐπειλημμένος ἀρχήν, ἐγκλήματι καθοσιώσεως | ||
34 | ἁλούς, μόγῳ πολλῷ καὶ κόπῳ ἀποτρίψασθαι ἴσχυσεν. ἀλλ’ ἔμελλεν ὑπ’ ὀδόντα τοῦτον ἔχων ἀεὶ καθάπερ διαπεπραγμένον ἱερεῖον δεῖξαι οὐκ εἰς μακράν. ἄλλως μὲν γὰρ ἐξήσκει γλῶσσαν ὁ Μιχαὴλ πρόλαλόν τε καὶ ἰταμόν, καὶ τὴν αὐτοῦ οὐκ ἔληγεν ἐκ‐ | |
5 | πομπεύων θηριοτροπίαν, ἅτε δὴ αὐτῷ καὶ συναυξηθεὶς καὶ τῇ ἐκ χειρὸς γαννύμενος ἀνδρειότητι. ὁ Λέων δέ (οὐ φέρει γάρ τις πάντων κρατῶν ἑνὸς ἡττᾶσθαι μωροῦ, εἰ μή γε ὄντως οὐκ ἀνδρῶν ἀλλὰ καὶ θυμοῦ βασιλεὺς καταστῇ) ὠτακουστάς τινας τούτῳ λό‐ χον κατέστησεν, ὡς ἂν διά τινος πορθμείου διαβιβάζοιντο λόγοι | |
10 | οἱ αὐτοῦ· καὶ γὰρ ὑπείδετο τὸ μέλλον, τῆς κατὰ τὸ Φιλομήλιον προρρήσεως ἐξημβλωκυίας τῆς αὐτοῦ ψυχῆς μηδαμῶς, ἣ τὸν Μι‐ χαὴλ δεύτερον τοῦ Λέοντος ἀναρρηθῆναι διωμολόγησεν. τούτων τῶν ἐφεδρευόντων εἷς ἦν καὶ Ἑξαβούλιος, ἀνὴρ οἷός τε ὢν ἦθος καὶ φύσιν ἀνθρώπου καταμαθεῖν. ὡς οὖν χρόνου προϊόντος οὐκ | |
15 | ἐνεδίδου τῆς ἀθυροστομίας μηδὲ τοῦ τωθασμοῦ, ἀλλ’ οἷόν τις κυματίας πᾶσαν ἀκαίρως ἰλὺν ἐξέβρασεν ποταμός, ἠπείλησε τῷ Λέοντι πανώλειαν καὶ ἀλλ’ ἅττα θυμὸς ἐτρέφετο πονηρός, ἀνε‐ πέμπετο δὲ ταῦτα πρὸς βασιλέα, ἀνάρπαστος γίνεται ἐξ αὐτῆς, καὶ τέλος τῶν ἐλεγχόντων τὰ τῆς κατηγορίας κατεμπεδούντων | |
20 | κατατίθεται τυραννίδος ἐπίθεσιν μελετῶν. ἡμέρα ἦν προτεραία τῆς καθ’ ἡμᾶς τοῦ λόγου Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἐπιδημίας τε καὶ σαρκώσεως. ἐπεὶ γοῦν πάντοθεν κατάφωρος ἐγεγένητο αὐτοῦ | |
τοῦ βασιλέως ἐν τοῖς ἀσηκρητείοις ἐξετάζοντος, καὶ δρασμὸς τῶν | ||
35 | τολμηθέντων οὐκ ἦν, καταχειροτονεῖται τὴν ἐπὶ θάνατον, καὶ θάνατον οὐ τόνδε ἢ τόνδε, ἀλλ’ ἵν’ ἔχῃ καὶ τὸν βασιλέα αὐτὸν θεατήν τε καὶ αὐτουργόν, εἴτε τῷ πάθει τῆς ὀργῆς ἐκνικώμενον, εἴτ’ ἄλλως τῇ ὠμότητι ἐφηδόμενον, κατὰ τὴν τοῦ βασιλικοῦ βαλα‐ | |
5 | νείου κάμινον δριμέως ἐκριφῆναι πυρὸς παραβόσκημα. ὥριστο ταῦτα, καὶ αὐτὸς προέθεεν τὰ τοῦ δράματος ἐποψόμενος. ἀλλ’ ἡ τούτου σύζυγος (Θεοδοσία ἦν, τὸ τοῦ Ἀρσαβὴρ θυγάτριον) ἀνασπούδασα καὶ ὡς ἔτυχε θέουσα, ὡς ἔκ τινος βακχείας ἐξοιστρη‐ θεῖσα, ἀπέσπευδε τοῦτον καὶ τῆς ὁρμῆς ἐγατέπαυεν, ἀλάστορα | |
10 | καὶ θεομάχον ἀποκαλοῦσα, οἷς οὔτε τὴν ἡμέραν ἄγει διὰ φειδοῦς, τοῦ θείου μέλλων σώματος μετασχεῖν. ἐκθειόμενος οὖν τὰ δεινά, καὶ τῷ θεῷ μὴ ἀπὸ θυμοῦ γένηται δεδοικὼς, τότε μὲν αὐτῷ τὴν σωτηρίαν τὴν παλίντροπον ἐπεβράβευσε, τῷ παππίᾳ τὴν αὐτοῦ ἐπιτρέψας φρουράν, εἰ καὶ τῶν σιδηροπέδων δι’ ἑαυτοῦ φρουρεῖ‐ | |
15 | σθαι ἠξίου τὴν κλεῖν. ἐπεπείλει δὲ καὶ τῇ γυναικί, καὶ “οὐκ εἰς μακρὰν ἐπόψεσθε” ἔφη, “σύ τε ὦ γῦναι καὶ τὰ τῆς ἐμῆς νηδύος βλαστήματα, τὰ ἀποβησόμενα, εἰ καὶ σήμερόν με τοῦ ἐκεῖθεν ἁμαρτήματος προσηλευθέρωσας.” τούτοις τὸ μέλλον ἀπεφοίβασέ τε καὶ προεκήρυξε. | |
20 | 22 Καὶ γὰρ ἦν αὐτῷ δέος τῇ ψυχῇ ἐγκαθήμενον ἔκ τινος χρησμολογίας, ὡς κατὰ τὴν ἡμέραν τοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν | |
κατὰ σάρκα γεννήσεως πᾶσαν τὴν αὐξηθεῖσαν εὐδαιμονίαν καὶ βα‐ | ||
36 | σιλείαν ἀποκείρεσθαι μέλλοντος. ὁ δὲ χρησμὸς ἦν Σιβυλλιακός, ἔν τινι βίβλῳ εἰς τὴν βασιλικὴν βιβλιοθήκην ἐναποκείμενος, οὐ χρησμοὺς μόνον ἁπλῶς ἀλλὰ καὶ μορφὰς καὶ σχήματα ἔχουσα τῶν γενησομένων βασιλέων διὰ χρωμάτων. ἦν οὖν λέων θηρίον | |
5 | μεμορφωμένον, χῖ στοιχεῖον κεχαραγμένον ἀπὸ τῆς ῥάχεως μέχρι τῆς γαστρὸς αὐτοῦ. τούτου κατόπιν ἀνήρ τις ἐπιθέων δόρατι καιρίαν ἐδίδου πληγὴν τῷ θηρίῳ διὰ τοῦ χῖ. πολλοῖς οὖν πρὸς σαφήνειαν τούτου δειχθέντος, ὁ τηνικαῦτα τὴν τοῦ κοιαίστορος ἐπανῃρημένος ἀρχὴν μόνος διετράνου τὸ τοῦ χρησμοῦ, ὡς Λέον‐ | |
10 | τος οὕτως καλουμένου βασιλέως τινὸς κατὰ τὴν ἡμέραν τῆς Χρι‐ στοῦ γεννήσεως θανάτῳ ὀλεθρίῳ μέλλοντος παραδίδοσθαι. 23 Προσέτι δὲ καὶ ἡ τῆς μητρὸς ὄψις ἐπλήρου φόβου αὐτόν· ἣ τότε μὲν λεχθεῖσα εἰς οὐδὲν τούτῳ λελόγιστο, τὰ νῦν δὲ καὶ σφόδρα δάκνουσα ἐπέκειτο τὴν ψυχήν. ἐφάνη γὰρ αὐτῇ κατὰ | |
15 | τὸν ἐν Βλαχέρναις θεῖον ναὸν προσφοιτώσῃ ἀεὶ κόρη τις ὑπὸ πολ‐ λῶν λευχειμόνων περιστοιχιζομένη καὶ ὁ ναὸς ἅπας πλή‐ ρης. ταύτην οὖν τὴν κόρην εἰπεῖν τινὶ τῶν παρεστώτων, χύτραν ἐπιπληρώσαντα αἵματος ἐπιδοῦναι τῇ μητρὶ τοῦ Λέοντος πιεῖν. αὐτῆς δὲ πολυετῆ χηρείαν προβαλλομένης, δι’ ἧς μήτε κρεῶν μήτε | |
20 | τινὸς ἐναίμων γεύσασθαι, καὶ διὰ τοῦτο μηδὲ ταύτης χρῄζειν τῆς χύτρας, “καὶ πῶς” ἀντέφησεν ἡ κόρη μετὰ θυμοῦ “ὁ σὸς υἱὸς οὐ | |
παύεται ἐμὲ πολλῶν αἱμάτων πληρῶν, καὶ τούτῳ τὸν ἐμὸν υἱὸν | ||
37 | παροργίζων τε καὶ θεόν;” πολλά τε ἔκτοτε ἐλιτάνευε τὸν αὐτῆς υἱὸν τῆς τῶν εἰκονοκαυστῶν αἱρέσεως ἀποστῆναι, τὴν ὄψιν ταύτην ἐκτραγῳδήσασα. 24 Καί τις δὲ ὄψις ἄλλη νυκτερινὴ ἐδειμάτου τοῦτον οὐκ | |
5 | ἔλαττον· αὐτοῦ γὰρ Ταρασίου τοῦ ἀοιδίμου πατριάρχου πάλαι τὸν βίον μετηλλαχότος Μιχαήλ τινα ἐξ ὀνόματος διακοῦσαι ἐπιπη‐ δήσαντα προτρεπομένου ἐπιπλῆξαι καιρίαν καὶ κατὰ κρημνοῦ ὠθῆσαι ἄβυσσον ἔχοντος. πρὸς τούτοις καὶ τὸ τοῦ μοναχοῦ τοῦ κατὰ τὸ Φιλομήλιον. ἀλλὰ καὶ τῆς ἐσθῆτος θᾶττον μεταμφίασις. | |
10 | ἃ συμφορήσας ἐπάλλετό τε τῷ δέει καὶ τὴν ψυχὴν ἐκυμαίνετο, τῷ ὕπνῳ κατὰ τὴν νύκτα ἀπεχθανόμενος. ὅθεν ἀκμαζούσης νυκτὸς σοφώτερα ἢ βασιλικώτερα βουλευσάμενος, τὰς ἐπὶ τὸν παπίαν φερούσας πυλίδας καταρράξας (καὶ γὰρ ἦν εὐσθενὴς τὼ χεῖρε) τὴν ἐπ’ αὐτὸν διήνυε πρόοδον. ὡς δὲ κατὰ τὸ δωμάτιον εἰσῄει, | |
15 | θέαμα ὁρᾷ εἰς ἔκπληξιν οὐ τὴν τυχοῦσαν ἄγον αὐτόν· εἶδεν γὰρ τὸν μὲν κατάκριτον ἐν σκίμποδι τῷ τοῦ παππίου περιδεξίως, τὸν δὲ παππίαν ἐπ’ ἐδάφους κοιμώμενον εὕρισκεν. τὰς χεῖρας ἐπῆγε πρὸς τὸν Μιχαὴλ καὶ τὴν κεφαλήν, μαθεῖν βουλόμενος εἰ ἄρα, ὅπερ τοῖς ἐν συμφορᾷ ἐπακολουθεῖ, ἄφροντίν τινα καὶ ἡδὺν ἢ ἐμ‐ | |
20 | μέριμνον ὕπνον καὶ κεκολασμένον καθεύδει. ὡς δ’ εὗρεν ἄνετον καὶ πάσης ἀπηλλαγμένον μερίμνης (οὐδὲ γὰρ οὐδ’ ἐπαφώμενος | |
αὐτὸν διύπνισεν), μείζονα τὸν θυμὸν ἔθρεψε τοῖς ἀπ’ ἐλπίδος τού‐ | ||
38 | τοις θεάμασι, καὶ δεινὸν ἀπῄει οὐκ αὐτῷ μόνον ἀλλὰ καὶ τῷ παππίᾳ ἐνσείων. οὐκ ἔλαθε γοῦν ταῦτα τοῖς περὶ τὸν παππίαν, ἀλλά τις τῶν προκοίτων τοῦ Μιχαὴλ ἐκ τῶν φοινικῶν φωρασάμε‐ νος ὑποδημάτων ἀπήγγειλε πάντα σαφῶς. οἷς ἐκπαθεῖς γενόμενοι | |
5 | καὶ ἀμάχῳ δέει περιληφθέντες βουλὴν ἐξήρτυον αὐτοῖς τὴν σω‐ τήριον. 25 Ἕως ἄρτι ὑπέλαμπεν, καὶ σκῆψις γίνεται τῷ Μιχαήλ, ψυχικάς τινας κηλῖδας ἐπαγομένῳ, διὰ Θεοκτίστου, ὃν καὶ μετὰ ταῦτα τῷ τοῦ κανικλείου τετίμηκεν ἀξιώματι, ταύτας βούλεσθαί | |
10 | τινι προσαναθέσθαι τῶν θεοφιλῶν. ἐπετέτραπτο γοῦν καὶ συγκε‐ χώρητο ταῦτα παρὰ βασιλέως. καὶ ὅγε δή φησιν τῷ Θεοκτίστῳ “τοῖς ἡμῖν κεκοινωνηκόσι τῆς πράξεως πάντα ἀνειπεῖν διαπείλει τῷ βασιλεῖ, εἰ μή τι γένηται παρ’ ὑμῶν γενναῖον, τούτου με διασῶ‐ ζον τοῦ θανάτου καὶ τῆς εἱρκτῆς.” καὶ οἱ συνωμόται, ὡς ταῦτα | |
15 | διήκουσαν, βουλὴν τοιαύτην συρράπτουσιν. ἔθος ἦν τῷ κλήρῳ τῷ ἱερῷ οὐχ ὡς νῦν ἔνδον τοῖς βασιλείοις, ἔκτοτε λαβὸν τὴν ἀρ‐ χήν, προσμένειν διὰ νυκτός, ἀλλὰ τοῖς σφῶν οἴκοις, ἄρτι δὲ τρί‐ της ἀρχομένης φυλακῆς κατὰ τὴν ἐλεφαντίνην συναγείρεσθαι, δοξολογίαν ἀποδώσοντας κυρίῳ τῷ θεῷ τὴν ἑωθινήν. τούτοις οἱ | |
20 | συνωμόται ὑπὸ μάλης φέροντες ἐγχειρίδια ἐγκαταμιχθέντες, ἅτε δὴ καὶ κνέφᾳ καὶ ταῖς ἱερατικαῖς λαθόντες στολαῖς, συνεισῄεσαν ἀφειδῶς, ἔν τινι σκοτεινῷ λοχήσαντες τόπῳ, τὸ σύνθημα προσδεχό‐ | |
μενοι. ὡς δ’ ὁ ὕμνος διεπεραίνετο καὶ ὁ βασιλεὺς αὐτοῦ που | ||
39 | πλησίον ἦν τοῖς ᾄδουσιν, προεξάρχων πολλάκις τοῦτο δὴ τὸ φίλον αὐτῷ τὸ παντάνακτος ἐξεφαύλισαν πόθῳ (ἦν γὰρ φύσει τε εὔφωνος καὶ ἐν ταῖς μελῳδίαις τῶν κατ’ ἐκεῖνο καιροῦ ἀνθρώπων ἡδύτα‐ τος), τότε δὴ εἰσπηδήσαντες ἀθρόως ἐκ μὲν τῆς πρώτης ἡμάρτα‐ | |
5 | νον προσβολῆς, πρὸς τὸν τοῦ κλήρου ἔπαρχον ἀποπλανηθέντες, εἴτε δή τινι ἐμφερείᾳ καὶ σώματος ὁμοιότητι εἴτε κατὰ τὴν κεφα‐ λὴν ὁμοίᾳ περιβολῇ· κρυμώδους γὰρ οὔσης καὶ χειμερίου τῆς ὥρας ἑνὶ περιβλήματι ἀμφότεροι διεκαρτέρουν, πίλῳ τὴν κεφαλὴν ὀξυ‐ τάτῳ περικαλύπτοντες. ἀλλ’ ὁ μὲν τοῦ κλήρου καθηγεμὼν τὸν | |
10 | κίνδυνον ἀπεώσατο (αὐτίκα γὰρ γυμνώσας τὴν κεφαλὴν τῷ φαλα‐ κρώματι τὴν σωτηρίαν ἐθήρασεν), ὁ Λέων δὲ τοῖς ἀδύτοις ἐπι‐ συρεὶς οὐ σώζεται, ἀλλ’ ἀμύνασθαι διεσπούδαζεν. ὅθεν τὴν τοῦ θυμιατηρίου σειρὰν διαρπάσας, ἢ κατά τινας θεῖον σταυρόν, τοῖς ἐπερχομένοις ἀντιπαρατάττεσθαι ἐβούλετο. ἀλλ’ οὗτοι πολλοὶ καὶ | |
15 | οὐ καθ’ εἷς ἐπιδραμόντες κατετίτρωσκον, καὶ ὣς ἀμυνόμενον καὶ τῇ τοῦ σταυροῦ ὕλῃ τὰς τῶν ξιφῶν ὁρμὰς ἀποπέμποντα. ἀλλ’ ἔκαμεν πάντοθεν ὡς θηρίον βαλλόμενος, ὅτε δὴ καὶ ἀπογνοὺς ὅρκῳ τῆς ἐνοικούσης χάριτος ἐν τῷ ναῷ τινὰ εὐμεγέθη καὶ γιγαν‐ ταῖον ἐπιφέροντα ὁρῶν τὴν πληγὴν ἐδυσώπει καὶ ἐξελιπάρει τρα‐ | |
20 | νῶς· τῆς ἐκ τῶν Κραμβωνιτῶν οὗτος ὡρμᾶτο γενεᾶς. ἀλλ’ ὅγε “οὐχ ὅρκων” εἰπὼν “ἀλλὰ φόνων καιρός,” ἔτι τε κατὰ τῆς θείας ὀμόσας χάριτος, παίει διανταίαν κατὰ χειρὸς οὕτω δὴ ἀνδρικῶς | |
ὡς οὐ μόνον τῆς κλειδὸς ἀπαρράξαι ταύτην δεινῶς, ἀλλὰ καὶ τὸ | ||
40 | κέρας τοῦ σταυροῦ κοπτόμενον μέχρι πολλοῦ προελθεῖν. συνα‐ ποτέμνει δέ τις αὐτοῦ καὶ τὴν κεφαλήν, ὅλμου δίκην τὸ σῶμα καταλιπών. 26 Τοιούτῳ μὲν τέλει βίου ὁ Λέων ἐχρήσατο κατὰ τὸν | |
5 | Δεκέμβριον μῆνα (ὥρα δὲ ἦν δεκάτη τῆς νυκτός), βασιλεύσας ἔτεσιν ἑπτὰ πρὸς πέντε μησίν, ὠμότητα μὲν ἐξασκήσας, πρὸς δὲ καὶ ἀσέβειαν, εἴπερ τις τῶν πρὸ αὐτοῦ· καὶ τούτοις τήν τε προσ‐ οῦσαν αὐτῷ πρὸς τὰ κοινὰ ἐπιμέλειαν καὶ τὴν ἐν ταῖς χερσὶν ἰσχὺν καὶ ἀνδρίαν κατῄσχυνεν. λέγεται δὲ καί τινα φωνὴν οὐρανόθεν | |
10 | αὐθωρὸν ῥαγῆναι, τὴν αὐτοῦ κατάλυσιν εὐαγγελιζομένην πολλοῖς· ἧς καί τινες ἀκηκοότες ναυτίλοι, τὸν καιρόν τε καὶ τὴν νύκτα ἀπογραψάμενοι, ἐκ τῆς ὕστερον ἐρεύνης ταύτην εὗρον οὖσαν ἀληθινήν. | |
14t | ΠΕΡΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ | |
15t | ΜΙΧΑΗΛ ΤΟΥ ΕΞ ΑΜΟΡΙΟΥ. | |
16t | ΛΟΓΟΣ Β. | |
17 | Ἀνῃρηκότες δὲ τὸν Λέοντα οἱ περὶ τὸν Μιχαήλ, ὡς ἐν τῷ πρὸ τούτου ἡμῖν δεδήλωται συντάγματι, τὸ τούτου νεκρὸν σύροντες ἀνηλεῶς τε καὶ ἀφειδῶς διὰ τῶν Σκύλων εἰς τὸν ἱππόδρομον ἐξή‐ | |
20 | γαγον, μή τινα φόβον ἔχοντες ἤδη διὰ τὸ πλήρη εἶναι τῶν ἐπι‐ | |
41 | βούλων καὶ συνωμοτῶν τὴν βασίλειον αὐλήν. συνεξέφερον· δὲ αὐτῷ καὶ τὴν αὐτοῦ γαμετὴν σὺν τέτταρσι τέκνοις αὐτῶν, Συμ‐ βατίῳ τῷ κατὰ στέψιμον μετονομασθέντι Κωνσταντίνῳ, Βασι‐ λείῳ τε καὶ Γρηγορίῳ ἅμα Θεοδοσίῳ· οὓς καὶ ἀκατίῳ ἐνθέντες | |
5 | πρὸς τὴν Πρώτην νῆσον ἀπήγαγον, ἔνθα καὶ τῶν παίδων εὐνου‐ χισθέντων τὸν Θεοδόσιον συνέβη δυστυχῆσαι περὶ τὴν ζωὴν καὶ τῆς τοῦ σώματος ταφῆς τῷ ἰδίῳ κεκοινωνηκέναι πατρί. 2 Ὁ δὲ Μιχαὴλ τῆς ἐκ τοῦ παππίου φρουρᾶς ἀνενεχθείς, ἔτι τοὺς πόδας σιδήρῳ δεδεμένους ἔχων διὰ τὸ τὴν κλεῖν παρὰ τοῦ | |
10 | Λέοντος φυλαττομένην ἀσφαλείας ἕνεκεν τέως εἶναι ἀφανῆ, ἐπὶ τὸν βασίλειον ἐκάθισεν θρόνον, καὶ παρὰ πάντων τῶν τέως ὄντων ἐν τῷ παλατίῳ προσεκυνήθη αὐτοκράτωρ ἀναγορευθείς. ἤδη δὲ μεσούσης ἡμέρας τῆς φήμης πανταχοῦ διαδραμούσης, τῶν δεσμῶν σφύρᾳ θλασθέντων μόλις, οὐ χεῖρας ἀπονιψάμενος, οὐ τὸν θεῖον | |
15 | φόβον κατὰ νοῦν εἰληφώς, οὐκ ἄλλο οὐδὲν τῶν δεόντων ποιήσας, πρὸς τὸν θεῖον καὶ μέγαν ναὸν προελήλυθεν τοῦ στέφους ἐκ τῆς πατριαρχικῆς χειρὸς καὶ τῆς πανδήμου τυχεῖν ἐπιθυμῶν ἀναρρή‐ σεως, ἐκείνους μόνους φραγμὸν καὶ περιχαράκωμα ἔχων τοὺς τοῦ φόνου μετεσχηκότας καὶ συνομωμοκότας αὐτῷ. ἔνθα καί τις ἀμ‐ | |
20 | φοτέρων θαυμάσειεν τὸ κακόγνωμον, τοῦ μὲν ὅπως οὐδένα εἶχε τῶν τηλικούτων κολάκων καὶ φιλούντων τότε δὴ βοηθόν, πάντων ὥσπερ ἑρπετῶν εἰς καταδύσεις χωρησάντων, τοῦ δευτέρου δὲ τὸ | |
πρὸς πάντας ἄφοβον καὶ αἱμοχαρές, οἷς ὥσπερ τις ἀπὸ νίκης | ||
42 | ἀθλοφόρος ἐπανερχόμενος ἀλλ’ οὐ δήμιος (τοῦτο γὰρ ὑπὸ τῆς τὰ πάντα διοικούσης προνοίας ἐγένετο) κατὰ τὴν πλατεῖαν διήρχετο δέον ἐγκαλύπτεσθαι καὶ θρηνεῖν, οὐκ ἐφ’ οἷς ἄξιον αἷμα δικαίως ἐξέχεεν (καί τοί γε οὐδὲ τοῦτο τῶν ἐπαινετῶν), ἀλλ’ ἐφ’ οἷς οὐκ | |
5 | ἐν ἀξίῳ τόπῳ, θείῳ δὲ καὶ καθαρῷ, καὶ μόνον ἔνθα τὸ δεσπο‐ τικὸν καθ’ ἡμέραν ἐκχέεται, τῶν ἡμετέρων λύτρον ἁμαρτιῶν. 3 Ἀλλ’ ἐπὶ τὴν θρεψαμένην τοῦτον ἡ ἱστορία ἀγέσθω, καὶ μέσον αὐτὸν λαμβανέτω τὰ αὐτοῦ ἐπαγγέλλουσα. ἤνεγκε μὲν οὖν αὐτὸν ἡ κατὰ τὴν ἄνω Φρυγίαν πόλις Ἀμόριον οὕτω καλου‐ | |
10 | μένη, ἐν ᾗ καὶ Ἰουδαίων καί τινων Ἀθιγγάνων πλῆθος ἀεί πως ἐγκατοικίζεται· καί τις δὲ αἵρεσις ἐκ τῆς ἀλλήλων κοινωνίας καὶ διηνεκοῦς ὁμιλίας καινὸν ἔχουσα τρόπον καὶ δόγματα ἐπιφύεται, ἧς καὶ αὐτὸς μετέσχεν ἐκ πατέρων διαδεξάμενος. αὕτη δὲ τοῦ μὲν θείου λουτροῦ ὡς σωτηριώδους ὄντος καὶ παρ’ αὐτοὺς διω‐ | |
15 | μολογημένου τοὺς τελουμένους μεταλαγχάνειν ἀνίησι, τἆλλα δὲ πάντα σώζει φυλάττουσα κατὰ νόμον τὸν Μωσαϊκόν, πλὴν τῆς περιτομῆς. διδάσκαλον δὲ καὶ οἷον ἔξαρχον ὁ ταύτῃ μεμυσταγω‐ γημένος Ἑβραῖόν τινα ἢ Ἑβραΐδα κέκτηται, τοῦ θείου τελέως βα‐ πτίσματος ἀπεχόμενον, κατὰ τὸν ἑαυτοῦ οἶκον, ᾧ καὶ τὰ ἑαυτοῦ | |
20 | οὐ μόνον τὰ ψυχικὰ ἀλλὰ δὴ καὶ τὰς κατ’ οἶκον οἰκονομίας ἐμπι‐ | |
στεύει καὶ ὑπὸ χεῖρα δίδωσι τὴν αὐτοῦ. ταύτης οὖν ἐκ παιδὸς | ||
43 | μετασχὼν καὶ ᾗ τὴν ψυχὴν προκαταληφθεὶς οὐκ εἶχεν οὐδ’ οὕτως τὸ τῆς προλήψεως καθαρόν, ἀλλ’ οἷόν τις ἀπιστίας σύνοδος γε‐ γονὼς ὁμοῦ τε ταύτην οὐ πόρρω γενόμενος παρεχάραξεν καὶ τὴν Χριστιανῶν παρενόθευσεν καὶ τὴν Ἰουδαϊκὴν ἐκιβδήλευσεν. τέως | |
5 | μὲν οὖν εἴχετο αὐτῆς, καὶ τὴν εἰς ἄνδρας τελοῦσαν ἡλικίαν ἀνή‐ γετο, ἀγροικίαν καὶ ἀμαθίαν ὥσπερ τινὰς ἕλικας ἄμπελος συνανι‐ ούσας ἔχων αὐτῷ· μᾶλλον δὲ ὑπὸ τούτων ἐχόμενος καὶ παιδα‐ γωγούμενος κατάλληλα προσῄει μαθήματα διδασκόμενος, οἷς πολλάκις τὴν βασίλειον δεδραγμένος ἀρχὴν ἐφαίνετο σεμνυνόμε‐ | |
10 | νός τε καὶ καλλωπιζόμενος ἢ τῷ ἑαυτοῦ διαδήματι. τὴν λογικὴν δὲ παντάπασιν, ὡς τὰ παρ’ ἑαυτοῦ προβαλλόμενα ἀνατρέπουσαν καὶ πείθειν δυναμένην τε καὶ μεταδιδάσκειν τοῦ μὴ τῆς αἱρέσεως αὐτοῦ καὶ θρησκείας ὀπίσω πορεύεσθαι, ἠτίμαζέ τε καὶ ἀπεβάλ‐ λετο τῆς ἑαυτοῦ ἐπιβούλως ψυχῆς. καί τοί γε ἦν αὐτῷ δυνατὸν | |
15 | τὰ ἑαυτοῦ τε σέβεσθαι καὶ τὰ ἡμέτερα μὴ ἀτιμοῦν, ὅταν μὴ πρὸς τοσοῦτον χορὸν τῶν ἐπὶ σοφίᾳ διαλαμψάντων χρόνῳ καὶ ἀριθμῷ κεκρατηκότα ἀνθαμιλλᾶσθαι ἠδύνατο. (4) πλὴν ἐτίμα τὰ ἑαυ‐ τοῦ. τὰ δὲ ἦν συῶν μὲν τῶν ἀρτιτόκων προλέγειν ὅσοι τε ἔσον‐ ται εὐτραφεῖς καὶ σωμάτων μεγέθους οὐκ ἀμοιρήσουσι, καὶ ὅσοι | |
20 | τοῖς ἐναντίοις περισχεθήσονται, καὶ ἵππων μὲν ἐγγὺς ἑστάναι τῶν λακτιζόντων εἰδέναι, ὄνους δὲ λακτίζοντας ὡς πορρωτάτω ἀπο‐ | |
τρέπεσθαι εὐφυῶς, ἡμιόνων τε κριτὴς ἄριστος εἶναι, καὶ τούτων | ||
44 | ὅσοι μὲν πρὸς φόρτον ἁρμόδιοί τε καὶ ἐπιτήδειοι, ὅσοι δὲ τοὺς ἐπιβάτας εὐφόρως, ἀλλὰ μή τινι πτοίᾳ περιδεεῖς γινόμενοι, φέ‐ ρουσιν. οὐ μὴν ἀλλὰ καὶ τοὺς ἵππους μόναις ὀφθαλμῶν διακρί‐ νειν βολαῖς, ὅσαι τε πρὸς δρόμον εὔτονοί τε καὶ τάχισται πεφύ‐ | |
5 | κασιν καὶ ὅσοι πρὸς πόλεμον τὸ καρτερικὸν διασώζουσιν, προβά‐ των τε καὶ βοῶν τὴν εὐτοκίαν, καὶ τὴν τοῦ γάλακτος ὅσαι τὴν δαψίλειαν ἐκ φύσεως ἔλαχον, καὶ ὡς σιγώντων, τὸ δὴ μεῖζον, τῆς τε μητρὸς καὶ τῶν ἀρτιγενῶν γεννημάτων, εἰδέναι διακρίνειν ποῖον ὁποίας ἐστὶν ἴδιον. καὶ τὰ μὲν τῆς πρώτης ἡλικίας, εἰπεῖν | |
10 | δὲ καὶ τῆς τελευταίας, ταῦτα δὴ τὰ μαθήματά τε καὶ σεμνολο‐ γήματα· (5) ὡς δ’ ἤδη ἤκμαζε τὸν πένητα βίον διαθλῶν τε καὶ καρτερῶν, ἔσπευδε δὲ τοῦτον πάσῃ ἀποτρίψασθαι μηχανῇ, καί ποτε τῷ ἑαυτοῦ παρέστη δὴ στρατηγῷ, ἑαυτόν τε ὑποφαίνων καὶ τῇ τῆς γλώττης τραυλότητι τὸν ἄρχοντα ἐκκαλούμενος, τῶν | |
15 | Ἀθιγγάνων τις γνωστός τε καὶ οἰκεῖος τῷ στρατηγῷ ὢν αὐτόν τε τοῦτον Μιχαὴλ καί τινα ἕτερον περιβοήτους ἔσεσθαι μετ’ οὐ πολὺ διηγόρευε καὶ βασιλείας αὐτῆς ἐπιτυχεῖν οὐκ εἰς μακράν. τούτοις τὴν ψυχὴν ὁ στρατηγὸς ἐκθερμανθείς, καὶ τὸ μέλλον ὥσπερ κα‐ τατρυγῶν, οὐκ ἔγνω βραδύτητι τὸν καιρὸν ἀπώσασθαι, οὗ πάλιν | |
20 | τυχεῖν οὐκ εὐπετὲς οὐδὲ ῥᾴδιον. τράπεζα γοῦν παραχρῆμα, καὶ τοὺς ἄλλους πάντας καταλιπὼν τούτους δὴ τοὺς ἄνδρας εἰς ἑστία‐ | |
σιν συγκαλεῖ. ὡς δὲ τοῦ πότου ἀκμάζοντος καὶ τὰς θυγατέρας | ||
45 | ἄγων ἐδίδου ὁ στρατηγὸς καὶ νυμφίους καθωμολόγει, τῷ ξένῳ μὲν καὶ παραδόξῳ τοῦ πράγματος ἐν ἐκστάσει τούτους τὸ πρῶτον ἐποίει καὶ δίχα φωνῆς, ἀποδεχομένους δὲ ὅμως μετὰ ταῦτα καὶ συγκατατιθεμένους καὶ θεὸν τάχα, οὐκ ἄνθρωπον, ὁμολογοῦν‐ | |
5 | τας αὐτόν. 6 Εἶναι μὲν οὖν τέχνῃ τῇ μαντικῇ πολλὰ τὰ ὑποκείμενα, ὀρνίθων τε πτήσεις ὀνείρων τε ἀγέλας καὶ παντοίων σωμάτων διεντόμων θέας, ἵνα μὴ πολλοῖς ὀλίγος φιλονεικῶ, οὐκ ἐπὶ πολὺ διοίσομαι. εἶναι δὲ καθαρὰν καὶ δαιμόνων τινῶν ἐκτὸς ὑπηρε‐ | |
10 | σίας, πόρρω θεοῦ τὸν ἄνθρωπον σπουδαζόντων βαλεῖν, οὔτ’ αὐ‐ τὸς εἴποιμι οὔτ’ ἄλλος οἶμαι τῶν φρονούντων εὖ, ἐπεὶ καὶ τοὺς οὐκ εἰλικρινῆ τινὰ βίον διώκοντας καὶ καθαρόν, τοὺς ἀσπούδα‐ στον δὲ καὶ ἀνελεύθερον, τὴν ἀκριβῆ γνῶσιν ταύτης λαβεῖν ἀκη‐ κόαμεν. τί μοι τοῦτο τὸ παρὸν ἐζήτηται; ἵνα μή τις ἐπιπνοίᾳ | |
15 | θείᾳ τοὺς περὶ ταῦτα ἀσχολουμένους νομίζῃ τι τοιοῦτον διασαφεῖν, καὶ αἴτιον ποιῇ τὸν θεὸν τῆς ἀδίκου γνώμης αὐτῶν, ταὐτὸ δ’ εἰ‐ πεῖν καὶ ἀρχῆς, μηδὲ τοὺς ἐπιδιδόντας τούτοις ἑαυτοὺς ἔχειν νοῦν οἰηθῇ, ἅτε καὶ πολλῶν καθ’ ἡμέραν ἀποτυγχανόντων καὶ αἰτίων γινομένων τῆς ἀπωλείας αὐτῶν. ἀλλὰ τὸν ἀρχέκακον ὄφιν καται‐ | |
20 | τιῷτο, ὃς κατὰ τὴν οἰκουμένην ἐμπεριπατῶν καὶ ὄργανα καταλαμ‐ βάνων ἁρμόδια οὐκ ἐν τῷδε μόνῳ ἢ τῷδε τῷ ἀνθρώπῳ τὰ περὶ τῆς βασιλείας σπέρματα καταβάλλει, ἀλλ’ ἐν πολλοῖς, καὶ τού‐ | |
τους ἀναπείθων τε καὶ κινῶν ἐπιβάλλειν μὲν πείθει καὶ δήμους | ||
46 | ἀνατρέπειν καὶ ἐμφυλίους μάχας ἐργάζεσθαι, κατὰ τὴν εἰκόνα τοῦ λίθους πολλάκις ἐπαφιέντος τισὶ τυφλοῦ· πολλοὺς γὰρ βάλ‐ λων τάχα καὶ μὴ ὁρῶν ὀψὲ καὶ μόλις τοῦ βαλλομένου καταστοχά‐ ζοιτο. ταῦτα μὲν οὖν ἡμῖν παρὰ θεωρίαν, ἵνα μὴ τῷ θείῳ ἀνα‐ | |
5 | φέροι τις τὰς τοιαύτας τῶν πράξεων μηδὲ δὴ τὰς πονηροτέρας ἀρχάς, ἐκείνῃ δὲ τῇ γραφικῇ βοηθούμενος μαρτυρίᾳ, τῇ “ἑαυτοῖς ἐβασίλευσαν” λεγούσῃ, “ἀλλ’ οὐ δι’ ἐμοῦ.” 7 Ταύτην οὖν τὴν τοῦ Ἀθιγγάνου μάντεως φωνὴν ὡς θείαν τινὰ πρόρρησιν ὁ Μιχαὴλ ἐνηχηθείς, καὶ αὖθις ὀψέ ποτε | |
10 | τὴν κατὰ τὸ Φιλομήλιον, ὥς μοι πρότερον εἴρηται, τὸν τοῦ Λέοντος φόνον θρασύτερόν πως μεταχειρισάμενος ἐξεπλήρωσεν, ἔκτοτε μελέτην τοῦτο διηνεκῆ σχών, καὶ αὖθις τὴν εἰς τὸν θεῖον ναὸν θᾶττον ἢ ἔδει θαρρούντως ἐξειργάσατο πρόοδον, κακὸς μὲν περὶ τὸν πρῶτον εὐεργέτην φανείς, ἐκεῖνον δὴ τὸν εἰρημένον Βαρ‐ | |
15 | δάνιον, κακίων δὲ περὶ τὸν δεύτερον Λέοντα, ὅσον καὶ τὸν υἱὸν αὐτοῦ ἐκ τοῦ θείου βαπτίσματος υἱοθετησάμενος ἦν. πλὴν ἀπό‐ μοιράν τινα ποιεῖται καὶ πρὸς ἀπόλαυσιν χορηγεῖσθαι πράττει τοῖς τοῦ Λέοντος παισὶν ἅμα τῇ τούτου μητρί τε καὶ γαμετῇ ἐκ τῶν ἐκκομισθέντων κτημάτων αὐτοῦ, καί τινας τῶν ἑαυτοῦ παίδων | |
20 | πρὸς ὑπηρεσίαν, εἰ καὶ μὴ πάντας, αὐτοῖς ἐδωρήσατο, τῇ μητρὶ μὲν καὶ γαμετῇ εἰς τὴν μονὴν τὴν οὕτω λεγομένην τῶν Δεσποτῶν | |
ἐν ἀσφαλείᾳ ζῆν κελεύσας αὐθεντικῶς, τοὺς ἄρρενας δὲ τῶν παί‐ | ||
47 | δων ἐν τῇ Πρώτῃ νήσῳ, ὡς εἴρηται, ἔνθα καὶ Κωνσταντῖνος ὁ μετονομασθεὶς Βασίλειος ἀφωνίᾳ πως συσχεθεὶς μετὰ τὸ τὰ γό‐ νιμα τῶν μορίων ἀφαιρεθῆναι ἐδέετο μὲν τοῦ θεοῦ τὴν ἑαυτοῦ λυ‐ θῆναι φωνὴν καὶ τὴν γλῶτταν αὖθις τὸ εὔηχον ἀπολαβεῖν, ἐδέετο | |
5 | δὲ καὶ τοῦ ἐν θεολογίᾳ διαλάμψαντος Γρηγορίου, ἐκεῖσέ που ἀνε‐ στηλωμένου τυγχάνοντος. εἶξε γοῦν ὁ ἅγιος, καὶ τῆς αὐτοῦ δεή‐ σεως κατὰ τὴν τῶν φώτων πανήγυριν ἐπακήκοεν. ὁρᾷ γὰρ τὸν θεῖον ἐκεῖνον χαρακτῆρα κατὰ τὸν ὄρθρον τούτῳ διαλεγόμενον καὶ “τὸν κηρὸν” οὕτω δὴ λέγοντα “λαβὼν ἀνάγνωθι.” ὁ δὲ | |
10 | πιστεύων τοῖς λεγομένοις εἰσελθὼν ἀνέγνω λαμπρᾷ καὶ καθαρᾷ τῇ φωνῇ τὸ “πάλιν Ἰησοῦς ὁ ἐμός.” ἔκτοτε γοῦν τὴν πατροπαρά‐ δοτον αὐτοῦ οὐ διέλιπε βδελυσσόμενος ἄνοιαν καὶ περὶ τὰς θείας εἰκόνας ἀγνωμοσύνην, μετετίθετο δὲ καὶ τοὺς τῶν ἁγίων χαρακτῆ‐ ρας περιπτυσσόμενος οὐ διέλιπεν. ἀλλὰ ταῦτα μὲν ὀψὲ τοῦ και‐ | |
15 | ροῦ καὶ πολύ περ ἐς ὕστερον. 8 Ἤδη δὲ καὶ τὴν αὐτοκράτορα τοῦ Μιχαὴλ ἐπανελομέ‐ νου ἀρχὴν καὶ τὰ κατ’ αὐτὴν ὡς ἐβούλετο διοικοῦντος, ἐπιστολὴν ὁ μακαρίτης Νικηφόρος ἐκπέμπει, τὴν τῆς πίστεως παρακαλῶν ἀνάκλησιν γενέσθαι καὶ πάλιν ἀπολαβεῖν τὸν ἀσπασμὸν τὰς θείας | |
20 | εἰκόνας. “ἀλλ’ οὔτε καινουργήσων” ἀπεκρίνετο ὁ Μιχαὴλ “τῶν περὶ πίστεώς τι δογμάτων ἐξελήλυθα, οὔτε μὴν τῶν ἤδη παραδο‐ θέντων καὶ ἀνομολογηθέντων καταδρομήν τινα ἐργάσασθαι καὶ | |
καθαίρεσιν. ἕκαστος οὖν τὸ δοκοῦν αὐτῷ ποιείτω καὶ ἐφετόν, | ||
48 | ἀμαθὴς πόνων καὶ ἄγευστος λύπης διατελῶν.” πλὴν οὐ μέχρι τέλους ταύτην ἐτήρησε τὴν προαίρεσιν ὁ μηδ’ ἐξ ἀρχῆς ἀληθὴς Χριστιανὸς γεγονώς· ἀλλ’ ὅσῳ τῆς βασιλείας ἐγένετο ἐγκρατής, τοσούτῳ κακοδαίμονι φύσει καὶ ὠμοτάτῃ τὸν κατὰ Χριστιανῶν | |
5 | καὶ τῶν ὁμοφύλων ἀνερρίπισε πόλεμον, νῦν μὲν τοὺς μοναχοὺς διαπτύων παντοίοις τε περιβάλλων δεινοῖς καὶ ποιναῖς ἐξευρίσκων ποινάς, νῦν δὲ τοὺς ἄλλους πιστοὺς παραπέμπων ταῖς φρουραῖς καὶ ὑπερορίους ποιῶν. ἐντεῦθεν καὶ Μεθόδιον τὸν μετὰ βραχὺ τοῦ πατριαρχικοῦ θρόνου ἀντιλαβόμενον καὶ Εὐθύμιον τὸν τηνι‐ | |
10 | καῦτα Σάρδεων πρόεδρον, τῷ αὐτοῦ θελήματι μὴ ὑπείκοντας μηδὲ τὴν τῶν εἰκόνων ἐξαρνουμένους τιμήν, τῆς πόλεως ἐξωθεῖ, καὶ τὸν μὲν θεῖον Μεθόδιον φυλακῇ παραδίδωσι κατὰ τὴν νῆσον Ἀνδρέου τοῦ ἀποστόλου, καθ’ ἣν ὁ Ἀκρίτας ἐγγειτονεῖ, τὸν δὲ μακαρίτην Εὐθύμιον διὰ Θεοφίλου τοῦ οἰκείου υἱοῦ θανάτῳ πα‐ | |
15 | ραδίδωσι, βουνεύροις τυπτόμενον ἀφειδῶς. ὅσῳ δὲ τὴν Χριστοῦ κληρονομίαν ἐπίεζε καὶ οἷόν τις θὴρ ἄγριος κατενέμετο, τοσούτῳ τοὺς Ἰουδαίους ἀνέτους φόρων καὶ ἐλευθέρους ἐδείκνυεν, ἀγαπω‐ μένους καὶ στεργομένους αὐτῷ τῶν ἄλλων ἀνθρώπων διαφερόν‐ τως. καὶ ζωγράφοι μὲν τὰ καλὰ τῶν ζῴων εἰς μίμησιν ἔχουσιν, | |
20 | οὗτος δὲ τὸν τοῦ Κοπρωνύμου βίον οἷόν τι προχάραγμα καὶ πρω‐ τότυπον θεὶς ἀπομιμεῖσθαι εἰς ἄκρον ἐσπούδαζεν. διὸ καὶ πρὸς τὴν ἀκρόπολιν ἐλαύνει τῆς ἀσεβείας, ἄρτι μὲν σάββατα νηστεύειν | |
νομοθετῶν, ἄρτι δὲ κατὰ τῶν θείων προφητῶν τὴν γλῶσσαν ἐξα‐ | ||
49 | κονῶν, ἀνάστασίν τε τὴν μέλλουσαν καὶ τὰ ἐκεῖθεν ἀπιστῶν ἀγαθά. διάβολόν τε ὅλως μὴ εἶναι διισχυρίζετο, ἅτε μηδ’ ὑπὸ τοῦ Μωσέως τούτου παραδεδομένου. πορνείαν δὲ κατασπαζόμε‐ νος, καὶ τὸν ἐπὶ πάντων δεῖν ὀμνύναι μόνον θεὸν νομοθετῶν, καὶ | |
5 | τὸν Ἰούδαν ἀκολάστῳ γλώσσῃ κατατάττων τοῖς σωζομένοις, καὶ τὴν ἑορτὴν τοῦ σωτηρίου πάσχα κακῶς καὶ παρὰ καιρὸν χλευάζων τιμᾶσθαι, καὶ τὴν Ἑλληνικὴν παίδευσιν διαπτύων, καὶ τῆς ἡμε‐ τέρας καὶ θείας τοσοῦτον καταφρονῶν ὡς μηδὲ τοὺς νέους παιδο‐ τριβεῖσθαί που συγχωρεῖν, ἵνα μήτε τῇ αὐτοῦ ἀλογίᾳ ἔχοι τις | |
10 | ἀντιστῆναί ποτε καὶ διελέγξαι, μήτε πάλιν τῷ τάχει τῶν ὀφθαλ‐ μῶν καὶ τῇ τῆς γλώττης ῥύμῃ φερόμενος διὰ τῆς παιδεύσεως τὰ δευτερεῖα τοῦτον φέρειν καταναγκάσειεν· τοσοῦτον γὰρ ἤργει πρὸς τὴν μῖξιν τῶν γραμμάτων ἐκεῖνος καὶ τὴν τῶν συλλαβῶν ἀνάγνω‐ σιν, ὡς ῥᾷον ἄν τις διῆλθε βιβλίον ἢ αὐτὸς τῇ βραδύτητι τοῦ νοῦ | |
15 | τὰ τοῦ οἰκείου στοιχεῖα ὀνόματος. ἀλλὰ ταῦτα μὲν ὡς καὶ τοῖς κατ’ ἐκεῖνο καιροῦ κεκωμῳδημένα θείοις ἀνδράσιν ἐατέον· πλή‐ ρεις γὰρ βίβλοι τὰ ἐκείνου ἐκστηλιτεύουσαι· ἡμεῖς δὲ πρὸς τὰ ἑξῆς προσβῶμεν τῆς ἱστορίας, τὰ ἀποτελέσματα τῶν ἀθέων αὐ‐ τοῦ πράξεων ἐνορῶντες. | |
20 | 9 Κατὰ γὰρ τὸν καιρὸν τοῦτον ἀρχὴν λαβὼν ἐμφύλιος πόλεμος ἐξ Ἀνατολῆς παντοίων ἐνέπλησε τὴν οἰκουμένην κακῶν | |
καὶ ἐκ πολλῶν ὀλίγους τοὺς ἀνθρώπους εἰργάσατο, πατέρων δη‐ | ||
50 | λονότι τὰς δεξιὰς κατὰ τῶν υἱῶν ὁπλισάντων, καὶ ἀδελφῶν κατὰ τῶν ἐκ τῆς αὐτῆς φύντων γαστρός, καὶ φίλου τὸ τέλος κατὰ τοῦ φιλοῦντος τὰ μάλιστα. Θωμᾶς τούτων ἦν ἔξαρχος, περὶ οὗ διτ‐ τὸς λόγος φέρεται. ἀνάγκῃ δὲ ἀνθρώποις οὖσιν ἡμῖν, καὶ ἀκοῇ | |
5 | ἀλλ’ οὐκ ὄψει ἐκ τῆς τοσούτου χρόνου παρολκῆς τὰ τοιαῦτα κατ‐ ειληφόσι τῆς ἱστορίας, ἵνα δὴ πανταχοῦ τὴν ἀλήθειαν σωζομένην ἔχοιμεν, καὶ τοὺς τοιῶσδε ἀλλὰ μὴ τοιῶσδε μόνον παραδιδομένους λόγους ἀναγράφειν, οὐδὲν ἐκ τῆς τοιαύτης ἀμφιβολίας καὶ πλά‐ νης λυμαινομένης τῆς προκειμένης ἡμῖν ὑποθέσεως, μᾶλλον μὲν | |
10 | οὖν καὶ ἀσφαλεστέρας τυγχανούσης τοῖς γε μὴ οὕτως ἔχειν ἀλλ’ οὕτως διαπληκτιζομένοις ἀεί. ἄριστον μὲν γὰρ ἦν, εἰ γυμνῆς ὑπαρχούσης τῆς ἀληθείας καὶ ἡμεῖς ἐκτὸς παραπετάσματος τὴν πανείδησιν οἱ ἄνθρωποι εἴχομεν· ἐπεὶ δὲ ὁ πολὺς ῥεύσας χρόνος οἷόν τι κάλυμμα ἡμῖν προστεθὲν ἀσθενεστέραν τὴν γνῶσιν ἐργά‐ | |
15 | ζεται, δεῖ τῇ γε φήμῃ καὶ κληδόνι πειθομένους εἰς φῶς ἄγειν πο‐ σῶς τὰ πράγματα, ἀλλ’ οὐχὶ τῷ ποταμῷ τῆς λήθης παραδοῦναι ὁλοσχερῶς. 10 Ὁ μὲν οὖν εἷς καὶ πρῶτος λόγος, ᾧ καὶ ἐγὼ πείθο‐ μαι ἐξ ἐγγράφων τινῶν ἔχων τὸ βέβαιον, τοῦτον ὁρμᾶσθαί φησι | |
20 | τὸν Θωμᾶν ἐξ ἀσήμων τε γονέων καὶ πενιχρῶν, ἄλλως δὲ καὶ Σκλαβογενῶν, τῶν πολλάκις ἐγκισσευθέντων κατὰ τὴν Ἀνατολήν. | |
πενίᾳ γοῦν ἀποζῶν καὶ τὴν τύχην ἐμπορευόμενος τὴν ἑαυτοῦ μὲν | ||
51 | ἀπέδρα, πρὸς δὲ τὴν μεγαλόπολιν ταύτην εἰσέφρησεν. καὶ δή τινι τῶν συγκλητικῶν ἐξυπηρετεῖν τε καὶ λειτουργεῖν κολληθεὶς αἰ‐ σχῦναι δι’ ἀκολασίαν καὶ καθυβρίσαι τὴν δεσποτικὴν εὐνὴν καὶ τὰ λέκτρα τούτου ἠπείγετο. ἐπεὶ οὖν φωραθεὶς οὐχ οἷός τε ἦν τὸν | |
5 | πολὺν ὄνειδον καὶ τὰς διὰ τοῦτο ὑπομεῖναι πληγάς, φυγὰς πρὸς τοὺς ἐξ Ἄγαρ γίνεται, καὶ τούτοις πίστιν ἱκανὴν ἔκ τε τῶν καταλ‐ λήλων αὐτοῦ δοὺς πράξεων διὰ πολλῶν ἤδη χρόνων (ἔτος γάρ που διηνύετο τούτῳ πεμπτὸν καὶ εἰκοστὸν) καὶ ἐκ τοῦ τὸν Χρι‐ στὸν καὶ θεὸν ἠρνῆσθαι ἡμῶν, πολεμικῆς τινὸς φάλαγγος γίνεται | |
10 | ἀρχηγὸς καὶ κατὰ Χριστιανῶν ὁπλίζεται, κραταιοτάτῃ χειρὶ τὴν τῶν Ῥωμαίων βασιλείαν ὑπὸ τὴν αὐτῶν χεῖρα ποιῆσαι καθυπο‐ σχόμενος. καὶ ἵνα μή τινα ἐμποδὼν παρὰ Ῥωμαίοις γινόμενος σχῇ, πάντας δὲ συνεφαπτομένους καὶ τούτου προκινδυνεύοντας, Κωνσταντῖνον εἶναι αὑτὸν τῆς Εἰρήνης διετράνου καὶ ἐπεφήμιζεν, | |
15 | ὃν ἡ ἄνοια καὶ τὸ τοῦ ἤθους ὠμὸν πάλαι μὲν μετὰ τῆς βασιλείας ἀφείλετο καὶ τοὺς ὀφθαλμούς, τηνικαῦτα δὲ καὶ τὸν βίον μετηλ‐ λαχὼς ἦν. ἐπεὶ δὲ καὶ τὸ τῶν πράξεων μέγεθος καὶ αἱ βόσκουσαι τοῦτον ἐλπίδες κοινωνόν τινα τῶν πραγμάτων ἀπῄτουν (οὐ γὰρ ἂν ἄλλως αὐτῷ τὰ κατὰ γῆν καὶ θάλατταν ὑπελάμβανε κραταιοῦ‐ | |
20 | σθαι), καὶ υἱόν τινα ἐπείσακτον εἰσποιεῖται, τῇ τοῦ σώματος μεταμορφώσει τὴν τῆς ψυχῆς δηλοῦντα ἀπόνοιαν, ᾧ καὶ δυνά‐ μεις ἀρκούσας παρασχὼν καὶ Κωνστάντιον μετονομάσας ἄλλοθεν, | |
ἑαυτὸν δὲ ἑτέρωθεν τὴν τῶν Ῥωμαίων κείρειν καὶ κατατρέχειν ἐπέ‐ | ||
52 | ταττε γῆν. Λέων τότε καιροῦ ὁ ἐξ Ἀρμενίων τὰς τῆς βασιλείας ἐκεκρατήκει ἡνίας, ἐν ὑστέρῳ καιρῷ· ὃς δύναμίν τινα κατ’ αὐτοῦ συστήσας οὐκ ἀξιόλογον αὐτὴν μὲν σφαλῆναι ἐποίησεν (ἅμα γὰρ τῇ πρὸς πρόσωπον ἀπαντήσει ἐτρέπετο πρὸς φυγήν), τοῦτον δὲ | |
5 | θρασύτερον καὶ πλέον ἢ ἦν τὰ καθ’ ἑαυτὸν φρονεῖν. καὶ ὁ μὲν πρῶτος καὶ πολὺς οὕτως ἔχειν λόγος περὶ τῆς τοιαύτης κινήσεως καὶ στάσεώς φησι τὴν ἀρχήν. 11 Ἅτερος δὲ τοῦτον εἶναι τὸν Θωμᾶν, μηδὲν περὶ τῆς κλήσεως διενηνεγμένος, τὸν τῷ Βαρδανίῳ μὲν πάλαι συνόντα, | |
10 | παρὰ τοῦ ἡγησαμένου δὲ Λέοντος τιμηθέντα· ὃς τὴν τῶν φοιδε‐ ράτων τηνικαῦτα διοικῶν ἀρχήν, κατὰ τὸν Ἀνατολικὸν ἐνδιατρί‐ βων, ἐπεὶ τὸν Μιχαὴλ ἄρτι διήκουεν ἀνῃρηκότα τὸν Λέοντα, ἐκ‐ δικῶν, ὁμοῦ δὲ καὶ θυμὸν ἴδιον ἀποπιμπλῶν (ἐτύγχανε γάρ που πόρρωθεν ἐξ ἡλικιωτῶν διαφερόμενος πρὸς αὐτόν), καὶ ἅμα τὴν | |
15 | περὶ αὐτοῦ τοῦ ἐν τῷ Φιλομηλίῳ μοναχοῦ πρόρρησιν φοβούμενος, χεῖρα ἐναντίαν κινεῖ, καὶ χεῖρα οὐ μικράν τινα καὶ ἀσθενῆ, βα‐ ρεῖαν δὲ καὶ ἀνδρώδη καὶ νεανικήν, πᾶσαν ἡλικίαν τῶν δόρυ δυ‐ ναμένων κινεῖν ἔχων μεθ’ ἑαυτοῦ. ἐτύγχανε γάρ πως καὶ ἄλλως ὁ Μιχαὴλ ὑπὸ πάντων μισούμενος, ἅτε δὴ κακῆς μὲν αἱρέσεως | |
20 | μετεσχηκὼς τῆς τῶν Ἀθιγγάνων, ὡς εἴρηται, καὶ ὅτι γλῶσσαν χωλεύουσαν ἔχων εἰς ἀνανδρίαν καὶ μαλακίαν διεβεβόητο, πολλῷ | |
δὲ μᾶλλον, ὅτι τὴν ψυχὴν τῆς γλώττης οὐχ ἧττον χωλεύουσαν | ||
53 | ἔφερεν, ἐβδελύσσετό τε καὶ εἰς φόρτον λελόγιστο τοῖς πολλοῖς. ὁ Θωμᾶς δέ, εἰ καὶ τὸ σκέλος πεπηρωμένος καὶ τῷ γένει βάρβαρος ἦν, ἀλλ’ οὖν τῇ γε πολιᾷ αἰδέσιμος, καὶ μᾶλλον φιλούμενος ἐτύγ‐ χανεν, ὅτι τὸ εὐπροσήγορον καὶ ἀστεῖον, οἷα δὴ φιλεῖ ὁ στρατιώ‐ | |
5 | της ὄχλος, αὐτῷ που συνουσίωτο ἐκ παιδός, καὶ τῶν κατὰ γεν‐ ναιότητα σώματος οὐ δή τινος ἐφαίνετο δεύτερος. οὗτος οὖν τοὺς τοὺς δημοσίους φόρους εἰσπράττοντας εἰς ἑαυτὸν εἰσποιησάμενος, καὶ ἐκ μεγαλόφρονος ἐπιδόσεως σπουδάζων ὑφ’ ἑαυτὸν ποιεῖν τοὺς πολλούς, πολὺς γέγονεν ἐκ μικροῦ καὶ μέγας ἐξ ἐλαχίστης χειρός· | |
10 | τοὺς μὲν γὰρ ἦγε πειθοῖ καί τινι φιλίᾳ, ὅσοις δὴ ὁ τῶν καινῶν πραγμάτων καὶ τὸ φιλοπλουτεῖν ἔρως ἐνῆν, τοὺς δὲ βίᾳ καὶ γνώμῃ ἀβουλήτῳ, ὅσοις δὴ τὰ τῶν ἐμφυλίων στάσεων κακὰ ἐν πείρᾳ ἤδη γεγένηντο. ἐντεῦθεν οὖν οἱ ἐμφύλιοι ἀναρρηγνύμενοι πόλε‐ μοι, καὶ οἷόν τινες Νειλῷοι καταρράκται ἀνοιγόμενοι, οὐχ ὕδατι | |
15 | ἀλλ’ αἵματι τὴν γῆν κατεπότιζον. ἐντεῦθεν καὶ δοῦλοι κατὰ δε‐ σποτῶν καὶ στρατιώτης κατὰ ταξεώτου καὶ λοχαγὸς κατὰ στρατη‐ γέτου τὴν χεῖρα φονῶσαν καθώπλιζεν, καὶ πᾶσα τέως ἡ Ἀσία βυ‐ θιζομένη κατέστενεν. αἱ μὲν γὰρ αὐτάνδρως τῶν πόλεων ἀνῄρηντο τῷ Θωμᾷ, τῷ φόβῳ πεισθεῖσαι· αἱ δὲ πολλάκις ἀντιπίπτουσαι, | |
20 | τὰ πιστὰ τῷ γε κρατοῦντι τηροῦσαι, μετὰ πολλῶν φόνων καὶ ἀν‐ δραποδισμῶν ὑπήγοντο δεύτεραι. πλὴν ἀλλὰ πᾶσα Ἀσία ὀπίσω | |
τούτου ἐγένετο, ἐκτὸς τοῦ τὸ Ὀψίκιον Κατάκυλα στρατηγοῦντος | ||
54 | καὶ Ὀλβιανοῦ τοῦ τῶν Ἀρμενιακῶν· οὗτοι γὰρ δὴ ἐν τοσούτοις μόνοι στρατηγέταις τὰ πιστὰ τηροῦντες πρὸς Μιχαὴλ ἀνεφάνησαν. οἷς καὶ τὴν χάριν ἀπονέμων, ὡς μὴ προδεδωκόσιν αὐτόν, τὸ εἰς τὸ βασιλικὸν τελούμενον ταμιεῖον δημόσιον καπνικὸν οὕτω λεγόμε‐ | |
5 | νον μιλιαρίσιον ἓν συγκεχώρηται· τῶν γὰρ ἄλλων πάντων ἀνὰ δύο τελούντων ἀνέκαθεν μιλιαρισίων, ἀλλὰ καὶ αὐτῶν τούτων, τότε τὸ ἓν ἀφείθη διὰ τὴν εὔνοιαν. 12 Ἃ καὶ μαθοῦσι τοῖς Ἀγαρηνοῖς ἀγαπητὸν κατεφαίνετο καὶ ὅλως ἐντρύφημα· καιροῦ γὰρ λαβόμενοι πᾶσαν χώραν καὶ | |
10 | νῆσον κατέτρεχον ἀδεῶς, μή τινος ἐμποδὼν ἱσταμένου αὐτοῖς. διὸ καὶ ταῦτα τῷ Θωμᾷ διακηκοότι, ἐπεί τινα κίνησιν ἐκ τῶν ἑαυτοῦ ᾤετο καὶ νεωτερισμόν, εἴ γέ τινα φροντίδα μὴ τῶν ἐπ’ οἴ‐ κου ποιήσοιτο καὶ τῆς ἄλλης Ἀνατολῆς, ἀλλὰ συγχωρήσοι τούς τε παῖδας καὶ γυναῖκας καταληϊσθῆναι καὶ αἰχμαλωτισθῆναι αὐτῶν, | |
15 | συμφέρον κέκρικε τέως μὲν ἐπικρατῆσαι τὴν αὐτῶν ὁρμὴν δι’ ἐπι‐ φανείας αὐτοῦ καὶ τῷ πλήθει τῶν δυνάμεων ἐκπλῆξαί τε καὶ πρὸς εἰρήνην πανούργως ἐκκαλέσασθαι. ὃ καὶ συνέβη· ὡς γὰρ αὐτοῖς ἄρτι δὴ τοῖς Σαρακηνοῖς εἰς τὴν αὐτῶν εἰσβάλλων ἐξ ὑποστροφῆς ἀνύποιστος κατεφαίνετο, εἰς λόγους δὴ προελθὼν βαρβαρικοὺς | |
20 | σπονδάς τε ἐποιεῖτο εἰρηνικὰς καὶ πρὸς συμμαχίαν ἐξεκαλεῖτο αὐ‐ τούς, συντιθέμενός τε καὶ ὑπισχνούμενος ἃ καὶ πρότερον εἴρηται, τὰ Ῥωμαίων τε προδοῦναι ὅρια καὶ τὴν αὐτῶν αὐτοῖς ὑπὸ χεῖρας | |
ποιῆσαι ἀρχήν. ὅθεν τοῦ μὲν βουλεύματος οὐ διήμαρτεν τοῦ οἰ‐ | ||
55 | κείου, ἀλλὰ καὶ στέφους μεταλαγχάνει καὶ αὐτοκράτωρ ἀναγο‐ ρεύεται παρὰ τοῦ τὸν ἐν Ἀντιοχείᾳ θρόνον τηνικαῦτα μεταποιου‐ μένου Ἰακώβ, καὶ χεῖρα συλλέγει πολλήν, μᾶλλον δὲ λαμβάνει πρὸς τὴν αὐτοῦ κραταίωσιν· οὐ γὰρ Ἀγαρηνῶν μόνον τούτων δὴ | |
5 | τῶν ἡμῖν γειτονούντων καὶ ὁμορούντων, ἀλλὰ καὶ αὐτῶν τῶν ἐν‐ δότερον οἰκούντων, Αἰγυπτίων Ἰνδῶν Περσῶν Ἀσσυρίων Ἀρμε‐ νίων Χάλδων Ἰβήρων Ζηχῶν Καβείρων καὶ πάντων τῶν δὴ Μά‐ νεντος συστοιχούντων δόγμασι καὶ θεσπίσμασι. τούτοις οὖν οἷον κατοχυρωθεὶς καὶ πάντοθεν ἑαυτὸν περιφράξας ἄριστον ὑπετό‐ | |
10 | πασε τοῖς τρόποις καὶ τὴν κλῆσιν ἀλλάξασθαι καὶ υἱὸν εἰσποιήσα‐ σθαι, ὥς μοι δεδήλωται. 13 Εἰσβάλλει οὖν πᾶσαν πορθῶν τὴν Ἀνατολὴν καὶ πᾶ‐ σαν ἡλικίαν τὴν μὴ διὰ πειθοῦς ἐρχομένην αὐτῷ. ἃ δὴ ὁ βασι‐ λεύων ἀκηκοώς, μεῖζον εἶναι κρίνας τῶν ἔργων τὴν ἀκοήν, κατ’ | |
15 | αὐτοῦ ἐκπέμπει στρατὸν οὐκ ἀξιόχρεον οὐδ’ ἀξιόλογον, ᾧ συρρα‐ γεῖς ὁ Θωμᾶς τοὺς μὲν ὥσπερ τι ποτὸν διψῶν ἀνερρόφησεν, τοὺς δὲ λοιποὺς εἰς φυγὴν τρέψας τὰ καθ’ ἑαυτὸν διετίθετο κραταιό‐ τερον. ναῦς τε ἐξαρτύων διήρεις καὶ ἑτέρας στρογγύλας σιταγω‐ γοὺς ἑπομένας αὐτῷ καὶ ἱππαγωγούς, ἐντεῦθεν καὶ τοῦ θεματικοῦ | |
20 | στόλου γίνεται ἐγκρατής, καὶ πρὸς τὴν Λέσβον ἅπαν τὸ ναυτικὸν ἀθροίζεσθαι ἐγκελεύεται, αὐτὸς δὲ ἤδη που ἀνανταγώνιστος εἶναι | |
δοκῶν πᾶσαν τὴν Ἀσίαν λεηλατεῖ. ὀκτὼ γὰρ μυριάδων κατάρχων | ||
56 | καὶ ἑνὶ λόγῳ τούτους ἡνιοχῶν τὴν ἐπὶ Ἄβυδον ᾔει φέρουσαν δὴ περαιωθησόμενος. ἐπεὶ δὲ πάντα καταδραμὼν σποδὸν καὶ κόνιν, μή πού γε τὰ ταπεινὰ τῶν χωρίων ἀλλὰ δὴ καὶ τὰ κραταιότερα, ἐνειργάσατο, καταλέλειπτο δέ τι χωρίον εὐφυὲς καὶ τῆς αὐτῶν κα‐ | |
5 | κώσεως ἄμοιρον ἦν, τῷ εἰσποιητῷ τοῦτο καταδραμεῖν μετὰ τῆς προσούσης φάλαγγος ἐπιτρέπει υἱῷ. ὁ δέ τισι δαιμόνων γοητείαις κατεπαιρόμενος καὶ μαντείᾳ τὴν ψυχὴν ἐμφυσώμενος τῇ προτεραίᾳ τοῦτο δὴ εἰς ἐπήκοον τοῖς ἑαυτοῦ ἐκεκράγει, ῥητήν τινα ἡμέραν ἔσεσθαι καθομολογῶν καὶ φάσκων ᾗ μέλλοι εἰς τὴν βασιλεύουσαν | |
10 | προελθεῖν. τότε γοῦν θρασέως ἱππαζόμενος εἰς βαρεῖαν βλάβην ὁ δείλαιος ἐξεχόρευσεν. διεσπαρμένως γὰρ φερόμενος καὶ γυμνὸν εἶναι τῶν ἀντιπάλων τὸ χωρίον οἰόμενος λόχῳ δή τινι περιπίπτει τοῦ Ὀλβιανοῦ, καὶ τὴν κεφαλὴν αὐθωρὸν ἀποτμηθεὶς τῷ βασιλεῖ ἀποστέλλεται Μιχαήλ. ὁ δὲ οὐδὲν ὑφιεμένῳ κατὰ τὴν πορείαν, | |
15 | οὐδὲ μὴν τοῖς δεινοῖς τῶν ἔργων καὶ χαλεποῖς, τῷ ἑαυτοῦ ἀπο‐ στέλλει πατρί. ἄρτι ταύτην ἐδέδεκτο ὁ Θωμᾶς, καὶ πρὸς Θρᾴ‐ κην οὐδὲν ὑποστελλόμενος ἐκ τοῦ κατὰ θάλατταν ὄντος χωρίου (Ὁρκώσιον τοῦτο καλεῖται), καιρὸν ἐπιτηρήσας ὅτε δὴ κατὰ σύνοδον ἡ σελήνη ἀφώτιστος ἦν, πολλαχοῦ διαπεραιοῦται κατὰ | |
20 | τὴν Θρᾴκην. ἔμελεν οὖν καὶ πρὸ τῆς αὐτοῦ διαβάσεως ταῦτα τῷ Μιχαήλ, ὅθεν πᾶσαν περιελθὼν τὴν Θρᾳκῶν ἰσχυροτέρους | |
ἅμα παρῄνει γενέσθαι πρὸς τὸν ἀποστάτην καὶ τὰ ἑαυτοῦ φρονεῖν | ||
57 | μέχρις αἱμάτων παρεκάλει, μήτε τὴν βασιλέως πίστιν μήτε μὴν τὴν σφῶν ἐξαρνουμένους ἀνδρίαν καὶ ἀρετήν. ἀλλ’ ἔοικεν ἡ ὄψις ἄμαχόν τι εἶναι πρᾶγμα τοῖς πολλοῖς· καὶ διὰ τοῦτο ἐκείνου μὲν πρὸς τὴν βασιλεύουσαν ὑποκεχωρηκότος, τοῦ Θωμᾶ δὲ κατὰ | |
5 | πρόσωπον παρισταμένου μεταθέσθαι συνέβη πάντας εὐκόλως, ὡς μηδὲ λόγου δεηθῆναι, καὶ ἅμα συστρατεύεσθαι ἡγουμένῳ κατὰ τὴν βασιλεύουσαν. 14 Οὐκ ἔλαθεν οὖν ταῦτα θᾶττον ἢ ἔδει τὸν βασιλέα· ὅθεν καὶ στρατόν τινα ἐκ τῶν ἤδη που καταλελειμμένων ἐκ τῆς | |
10 | Ἀσίας ἐπισυνάγει καὶ δυνάμεις τινὰς διὰ τοῦ Κατάκυλα καὶ Ὀλ‐ βιανοῦ συναθροίζει, τὸν περὶ τῆς βασιλείας ἤδη κίνδυνον δεδιώς. ἀλλ’ οὐδὲ τοῦ κατὰ θάλασσαν ἠμέλει στρατοῦ, τάχει δὲ πολλῷ πρὸς τὴν ἐκείνου κατὰ γῆν τε καὶ θάλατταν ἀντιπαρεσκευάζετο δύναμιν. εἰς τοσοῦτο δὲ ἧκε δυσεργίας καὶ περιστάσεως ὡς καὶ | |
15 | σιδηρᾶν ἅλυσιν ἐξ ἀκροπόλεως εἰς τὸ καταντικρὺ πολίχνιον ἐπ‐ εκτεῖναι, τὴν ἔσωθεν ἄβατον τηρῶν ὁδόν. ἦν δέ τις ἐν Σκύρῳ νήσῳ τῶν Κυκλάδων μιᾷ πολλάκις ἐστρατηγηκὼς ἀνὴρ ὑπερόριος, ἄρτι δὲ τῷ Μιχαὴλ εἰς πικρίαν ψυχῆς ἀφικόμενος· ὄνομα τούτῳ Γρηγόριος ὁ οὕτω λεγόμενος Πτερωτός, ὃς ἀδελφιδοῦς μὲν ὑπάρ‐ | |
20 | χων τοῦ Λέοντος, ἄρτι δὲ τούτου ἀναιρεθέντος ὑπερόριος γίνεται, ὅτι μὴ σιγῇ, ζεούσῃ δὲ τῇ καρδίᾳ καὶ φιλίᾳ τοῦ Λέοντος, προσ‐ κυνήσων τὸν Μιχαὴλ εἰσερχόμενος πολλοῖς ὀνειδισμοῖς αὐτὸν πε‐ | |
ριέβαλεν, τὸν φόνον φέρων τῶν λεγομένων κατήγορον. ᾧ Μι‐ | ||
58 | χαὴλ τότε μὲν εἰπὼν “οἶδά σου τῆς ἀθυμίας τὸ πέλαγος καὶ τῆς λύπης τὸ μέγεθος” φέρειν ἐπέτρεπε τὰ γενόμενα· τρίτης δὲ παρ‐ ῳχηκυίας ἡμέρας κατὰ τὸν εἰρημένον τόπον τῶν Κυκλάδων πε‐ ποίηκεν ὑπερόριον. τοῦτον ἑταιρισάμενος ὁ Θωμᾶς στρατεύμα‐ | |
5 | τός τινος τοῦ κατὰ γῆν ὡσεὶ χιλιάδας δέκα ἀνέδειξεν στρατηγόν. καὶ τὸν κατὰ θάλασσαν δὲ στόλον αὐτῷ γενόμενον εὐτρεπισάμενος [καὶ ἕτερον αὐτῷ ἐπιστήσας στρατηγὸν] οἷόν τινας προδρόμους ἐξέπεμψεν, ὠφέλιμον εἶναι κρίνας τοῦ κατὰ γῆν τε καὶ θάλασσαν ἅμα ποιεῖσθαι τὰς προσβολάς. γενομένου δὲ τούτου καὶ κατὰ | |
10 | ταὐτὸν ἀναφανέντων τῶν ναυτικῶν καὶ πεζικῶν δυνάμεων ἐν τῷ πρὸς Βλαχέρναις κόλπῳ (οὐδὲ γὰρ οὐδεμίαν κώλυσιν ἢ βοήθειαν ἡ ἐξαρτισθεῖσα σιδηρᾶ σειρὰ ἐπεδέδεικτο) εἰς οὐδὲν ἢ μικρὸν ἡ τούτων παρουσία λελόγιστο· ὅθεν οὐδ’ ἀξιόλογόν τι παρ’ αὐτοῖς ἐπέπρακτο. πλὴν ὁ Θωμᾶς κριοὺς καὶ χελώνας καί τινας ἑλεπό‐ | |
15 | λεις, δι’ ὧν τὰ τείχη ᾤετο κατασείειν, διά τινων κατασκευάσας μηχανουργῶν, πρὸς δὲ καί τινα Ἀναστάσιον ἄρτι δὴ τὸν τῶν μο‐ ναχῶν ἀλλαξάμενον βίον καὶ εἰς τὸν ἀγυρτικὸν τοῦτον δὴ καὶ πο‐ λιτικὸν ὑποστρέψαντα, μέλανα τὴν χροιάν, μέλανα τὴν ψυχήν, υἱοθετήσας καὶ συγκοινωνὸν τῆς ἀνταρσίας ἀναγορεύσας, πολλῷ | |
20 | στρατῷ καὶ δυνάμει ῥέων κατὰ τῆς βασιλευούσης προσήλαυνεν, ἅμα δὲ τῷ εἰς ὄψιν ἐποφθῆναι τῶν πολιτῶν τὰς πύλας αὐτῷ ἀνα‐ πετάσαι οἰόμενος, μίσει δὴ τῷ πρὸς Μιχαήλ. ἐπεὶ δὲ ταύτης | |
τῆς ἐλπίδος διέπεσεν, μᾶλλον μὲν οὖν καὶ ὕβρεσι τούτων καὶ λοι‐ | ||
59 | δορίαις ἐπλύνετο, τότε μὲν δὴ τὴν στρατηγικὴν σκηνὴν καὶ τὸν χάρακα κατὰ τὸν τοῦ Παυλίνου οἶκον, ἔνθα δὴ καὶ τὸ τῶν σεβα‐ σμίων Ἀναργύρων τέμενος οἷόν τι ἀνάκτορον ᾠκοδόμηται, ἐγκατ‐ έπηξε, καὶ πάντα τὸν ἄχρι Εὐξείνου τόπον καὶ Ἱεροῦ καὶ τῶν | |
5 | περαιτέρω δὴ τούτων πολιχνίων ἐπῆλθε διά τινος στρατεύματος πείσων, καὶ μή τινα ἔχειν ὑπὸ νώτου ἐχθρόν. (14) ἐπεὶ δὲ ταῦτα κατὰ νοῦν ἔχειν ἐδόκει αὐτῷ, τινὰς ἡμέρας πρὸς παρα‐ σκευὴν δοὺς ἑαυτῷ, ὡς ἔκ τινος ἀπόπτου κατεῖδε τὸν μὲν Μιχαὴλ τὸ πολεμικὸν σημεῖον ἐπὶ τέγους τοῦ τῆς θεοτόκου ναοῦ καταπε‐ | |
10 | πηγότα κἀκεῖθεν τὴν κατὰ τῶν ἐναντίων ἰσχὺν αἰτούμενόν τε καὶ προσλαμβάνοντα, τὸν δ’ υἱὸν αὐτοῦ τὸν Θεόφιλον πάντα τὸν τῆς πόλεως περίβολον μετὰ τοῦ ἱεροῦ τάγματος ἐπιφοιτῶντα, τό τε ζῳοποιὸν τοῦ σταυροῦ ξύλον ἐπιφερόμενον καὶ τὴν ἐσθῆτα τῆς πανάγνου μητρὸς Χριστοῦ τοῦ θεοῦ ἡμῶν, εἰς πολλὴν μὲν τῶν | |
15 | πραγμάτων δυσελπιστίαν καὶ παντοῖος ἐγένετο τὴν γνώμην κατὰ τὸν χαμαιλέοντα, εἴγε μὴ πρὸς ὁρατοὺς μόνον ἀλλὰ καὶ ἀοράτους τινὰς δυνάμεις ἀναγκάζοιτο διαμάχεσθαι. οὐκ ἔχων δ’ ὅτι καὶ πράξειεν, ἄλλως τε δὲ καὶ ὄχλῳ δὴ τοσούτῳ τεθαρρηκώς, τὸν διὰ μάχης ἔκρινεν ἀγῶνα τῶν τοιούτων δὴ λογισμῶν γενέσθαι κριτήν. | |
20 | ὅθεν τῇ ἑξῆς ἅμα τῷ φωτὶ σημάνας τὸ ἐνυάλιον τοὺς ἄνδρας ἐξῆγε, καὶ τῷ μὲν υἱῷ κατὰ τὸν ἐν τῇ χερσῷ τοῦ τείχους περίβο‐ λον φέρειν τὸν πόλεμον καὶ τὴν ἀνάγκην ἐπέτρεπεν, αὐτὸς δὲ τὸ | |
πολὺ τῶν δυνάμεων καὶ τῶν πολεμικῶν ὀργάνων, δι’ ὧν ἔμελλε τὸ | ||
60 | τεῖχος καταπειράζειν τῆς πόλεως, ἔχων κατὰ τοὺς τῶν Βλαχερνῶν πύργους ἐποιεῖτο τὴν προσβολήν, κλίμακάς τε τῷ ὕψει προσφέρων ἀναλογούσας καὶ χελώνας ἄλλοθεν καὶ ἑτέρωθεν τοὺς κριούς, τοξεύμασί τε καὶ πετροβόλοις πανταχόθεν χρώμενος, οἷς ἔμελλε | |
5 | πάντοθεν παντοῖος φαινόμενος καταπλῆξαι μὲν τοὺς πολίτας, κρα‐ τήσειν δὲ καὶ τῆς πόλεως. οὐ μὴν οὐδὲ τῶν κατὰ θάλατταν ἠμέ‐ λει τειχῶν, ἀλλὰ τῷ ναυτικῷ πάντοθεν περικυκλώσας αὐτὴν πυρί τε καὶ τοξεύμασι, πρὸς δὲ καί τισι τετρασκελέσιν ἑλεπόλεσιν χρῆ‐ σθαι ἐκέλευεν ἀφειδῶς, ταὐτὸν δὲ καὶ ἀτέχνως εἰπεῖν· ὅθεν οὐδὲν | |
10 | τῶν εἰς ὄνησιν φερόντων αὐτῷ ἡ τοσαύτη δύναμις συμπαρομαρ‐ τούντων ἀνδρῶν κατεπράξατο. τὸ μὲν γὰρ ναυτικὸν εὐθύς τις ἐναντίος ἐπιγενόμενος ἄνεμος συνδιέλκυσέ τε καὶ ἄλλο ἄλλῃ δια‐ σπαρῆναι ἐποίησεν ἅτε δὴ καὶ χειμῶνος ὄντος ἐξαισίου· κατὰ δὲ τὴν ἤπειρον γενναίως μὲν τῶν ἀπὸ τῆς πόλεως ἀπομαχομένων, | |
15 | καὶ τέως μὲν τὰς κλίμακας ἀχρήστους αὐτῷ ποιούντων διὰ τῶν ἐκ τῶν πύργων ῥηγνυμένων ἰσχυροτέρων βελῶν, τῶν δ’ ἄλλων ὀρ‐ γάνων πῇ μὲν οὐκ ἐφικνουμένων, καὶ τούτου μεγάλην ῥοπὴν τοῖς πράγμασι τεθεικότος καὶ τὴν αὐτοῦ πρὸς τοὺς πολέμους ἀπειρίαν καταμαρτυρήσαντος, πῇ δὲ καὶ τῶν ἐφικνουμένων καὶ καταλαμ‐ | |
20 | βανόντων ἀσθενεστάτων ὄντων καὶ οὐ κατὰ μάχην γενναίαν τε καὶ διασείειν τείχη εἰδότων, ἀλλ’ οὐδὲ τοῦ κατὰ πύργους ἱσταμένου ἀνδρὸς ὑποχώρησίν τινα παρασκευαζόντων. ὡς οὖν ἐφαίνετο | |
ταῦτα οὐ κατὰ τὴν προτέραν διαθρυλήσασαν πάντα φήμην καὶ | ||
61 | διακωδωνίσασαν, ἥττω δὲ καὶ ὡς ἔκ τινος ἀσθενεστάτης φρενὸς διακυβερνώμενα καὶ ἐκπερατούμενα, ἀνεθάρρησέ τε ἡ πολιορκου‐ μένη πόλις εὐθέως, καὶ τοσοῦτον ἑκηβολωτέροις ἐχρῆτο τοῖς βέ‐ λεσιν ὡς πόρρω που τούτους αὐλισθῆναι ἐπαναγκάσαι, τὰς τοσαύ‐ | |
5 | τας μηχανὰς ἐγκαταλιπόντας, καὶ περὶ τῆς ἰδίας βουλεύεσθαι σω‐ τηρίας. ὅθεν ἐπεὶ τὰ κατὰ τὴν πολιορκίαν οὐχ ὡς ᾤετο, στερ‐ ρότερα δὲ ἢ κατὰ τὴν ἑαυτοῦ γνώμην ἀπήντησεν, ἄλλως δὲ καὶ ἡ ὥρα δριμύτερον ἐδείκνυ τὸν καιρὸν ἅτε δὴ καὶ χειμῶνος ἐπιγενο‐ μένου καὶ τῆς Θρᾴκης τῶν ἄλλων οὔσης δυσχειμέρου, ἐπὶ παρα‐ | |
10 | χειμασίαν ἐτράπη καὶ τὸν τοῦ στρατοῦ ἀνακομιδήν. 15 Ἤδη δὲ τοῦ ἔαρος ἥμερον ἐπιλάμποντος καὶ τὸν στρα‐ τιώτην ὄχλον τὰς καταδύσεις καὶ χηραμοὺς καταλιπεῖν ἐκβιάζον‐ τος, ἀμφοτέρωθεν αὖθις κατὰ γῆν τε καὶ κατὰ θάλατταν ἔκρινε προσβάλλειν τῇ Κωνσταντίνου. ἀλλ’ ἤδη τὸν Μιχαὴλ οὐχ ὡς τὸ | |
15 | πρότερον, ἄρτι δὲ στρατιωτικήν τινα δύναμιν εὕρισκε συλλεξάμε‐ νον, καὶ κατὰ θάλατταν ἄλλην δὴ ναυτικήν. κατ’ ἐκεῖνο γοῦν πάλιν ᾔει τὸ μέρος ὁπλισάμενος ᾗ καὶ πρότερον, τὸν κόλπον τῶν Βλαχερνῶν. ὡς οὖν ἡμέρα ὑπέλαμπεν καὶ τὸ σύνθημα ἐδίδοτο τὸ πολεμικὸν καὶ τεῖχος ἔμελλε κατασείειν τῶν Βλαχερνῶν, εἰς λό‐ | |
20 | γους δή τισιν ἐκ τοῦ τῶν τειχῶν μετεώρου ἦλθεν ὁ Μιχαήλ, ἀμνη‐ στίαν αὐτοῖς δεινῶν εὐαγγελιζόμενος καὶ ὑπισχνούμενος δώσειν ἀγαθὰ πολλά, εἰ μόνον δὴ μετατάξοιντο καὶ μὴ βουληθεῖεν αἵμα‐ | |
σιν ὁμοφύλων καὶ ἀδελφῶν καταχραίνεσθαι. ἀλλ’ εἰς πίθον | ||
62 | τετρημένον, τὸ τοῦ λόγου, τούτους ἐναπεράνας τοὺς λόγους, ἐκεί‐ νους μὲν θαρσαλεωτέρους, ὅτι δὴ καὶ παρακαλοῖντο, ταὐτὸν δὲ εἰπεῖν καὶ τῆς ἐκ τοῦ φόβου συστάσεως λελυμένους εἰργάσατο, ἑαυτὸν δὲ σταθερόν τε καὶ στερρότερον. ὅθεν ἄφνω ἐκ πολλῶν | |
5 | πυλίδων κατ’ αὐτῶν συρρυείς, ᾗ μὴ προσεδόκων ἐκεῖνοι, συρρή‐ γνυταί τισι τούτοις εἰς μάχην, καὶ φθόρον ἱκανὸν ἐργασάμενος τὴν νικῶσαν λαμβάνει λαμπρῶς. κατὰ θάλατταν δὲ καὶ μᾶλλον ἢ κατ’ ἤπειρον τὴν νικῶσαν ἐλάμβανεν. ὡς γὰρ αἱ βασιλικαὶ τριήρεις ἀνήγοντο καὶ εἰς χεῖρας συνέρχεσθαι ἔμελλον, ἄρτι δὴ | |
10 | πόλεμον συγκροτοῦντος καὶ λίθους ἐπαφιέντος τοῦ ἀποστατικοῦ πλωΐμου, οὐκ οἶδ’ ὅ τι παθόντος καὶ τίσι δείμασι καὶ θορύβοις περικτυπηθέντος καὶ πρύμναν κρούσαντος κατήγετο πρὸς τὴν χέρ‐ σον· καὶ οἱ μὲν τῶν ἀνδρῶν πρὸς βασιλέα αὐτομολοῦντες ἐθάρ‐ ρουν μετατιθέμενοι, οἱ δὲ πρὸς τὸ οἰκεῖον στρατόπεδον τὸ κατὰ | |
15 | γῆν ἀπεδίδρασκον, τὸ κατὰ θάλασσαν εἶναι καὶ διαμάχεσθαι ἀπαρ‐ νησάμενοι παντελῶς. οὕτω μὲν οὖν ἀπονητὶ διελύθη τὸ ναυτικόν, καὶ τέως ἐχώρησεν εἰς οὐδέν, ἄξιον οὔτε τοῦ πλήθους τῶν νεῶν οὔτε τῶν εἰς αὐτὰς ἀναβεβηκότων ἀνδρῶν διαπραξάμενον. 16 Ὅθεν καὶ Γρηγόριος ὁ δηλωθεὶς συνεωρακὼς αὐτόν | |
20 | τε τοῦτον τὸν ἀποστάτην εὐκαταφρόνητον ὄντα τε καὶ πλέον προϊόντος τοῦ χρόνου γενησόμενον, ἅτε δὴ πότοις σχολάζοντα καὶ | |
φρονήσεως ἀμοιροῦντα κατὰ πολύ, δι’ ἧς πεφύκασι μᾶλλον ἤ | ||
63 | ποθεν ἄλλοθεν αἱ νῖκαι προσγίνεσθαι, μοῖράν τινα τοῦ ὑφ’ ἑαυ‐ τὸν τάγματος συλλαβόμενος, καὶ πρότερον δὲ κοινολογησάμενος τῷ βασιλεῖ διὰ μοναχοῦ τινὸς τοῦ ἀπὸ τῶν Στουδίου τοῦ βασιλέως ἀποσταλέντος, ῥῆξιν ἐννοεῖ καὶ τοῦ ἀποστάτου γίνεται κατὰ νώτου, | |
5 | ὁμοῦ μὲν τοῦτον ἐκδειματῶν καὶ θορύβου πληρῶν, ὁμοῦ δὲ καὶ τῶν εἰς βασιλέα ἑαυτῷ ἡμαρτημένων, ἀλλὰ μὴν καὶ τῇ αὐτοῦ γα‐ μετῇ καὶ τοῖς τέκνοις (καὶ γὰρ ἐτηροῦντο ἐν φυλακῇ ἐκείνου τῷ Θωμᾷ προσθεμένου) διαλλαγὴν καὶ συγγνώμην πραγματευόμενος. ἀλλ’ οὔτε ὁ βασιλεὺς ταῦτα ἔφθασε διακοῦσαι· εἰς τοσοῦτον γὰρ | |
10 | ἀπεκέκλειστο καὶ τῶν ἔξωθεν, οὐδ’ εἰ τῶν ἐγγὺς μόνον τις, ἀλλ’ οὐδ’ εἰ τῶν πορρωτέρω τὰ αὐτοῦ ᾑρημένος ἐτύγχανε. καὶ ὁ Θω‐ μᾶς τὸ μὴ πολὺν ἐξαίφνης τοῦτον γενέσθαι κατορρωδῶν, καὶ φόβον ἐν τοῖς ἑαυτοῦ ποιῆσαι βουλόμενος, τὴν μὲν στρατοπεδείαν τῆς πόλεως οὐκ ἐξεκίνησε, ταὐτὸ τοῦτο προμηθούμενος, καὶ προ‐ | |
15 | νοῶν τὸ μὴ διωχθῆναι ἐξόπισθεν· ὀλίγους δέ τινας, καὶ ὅσους ᾔδει ἀξιοχρέους τῆς πρὸς τὸν Γρηγόριον μάχης ὄντας, παραλα‐ βὼν ἐξῄει πρὸς αὐτόν, καὶ περιγίνεται τούτου, καὶ φεύγοντα καταλαβὼν ἀναιρεῖ. καὶ αὖθις διὰ ταχέων πρὸς τὰς δυνάμεις τὰς προσεδρευούσας τῇ πόλει γίνεται, καὶ γράμμασιν ἐπιστέλλων | |
20 | τὰ ἑαυτοῦ περιαγγέλλει ἁπανταχοῦ, ὡς εἴη τε νενικηκώς, ὅπερ οὐκ ἦν, καὶ τὸ προσχωριάζον κατὰ τὴν Ἑλλάδα ναυτικὸν ταχέως | |
κελεύων ἀναχθῆναι, ὡς αὖθις τοῖς κατὰ θάλασσαν προσβάλλοι | ||
64 | μετὰ στερροτέρας δυνάμεως μέρεσιν. ἀλλ’ ἐκεῖναι μὲν εἰς ἀριθμὸν τελοῦσαι πεντήκοντα πρὸς ταῖς τριακοσίαις πολεμιστηρίοις ἅμα διήρεσι καὶ σιταγωγοῖς τῷ τῶν Βυρίδων κατὰ Θρᾴκην λιμένι ἐγ‐ καθορμίζονται, ἐξ οὐρίας πλέουσαι. καὶ ὁ βασιλικὸς δὲ πυρφό‐ | |
5 | ρος στόλος τούτοις μηδὲν ἐγνωκόσιν ἐκεῖσε ἐπιτεθεὶς πολλὰς μὲν αὐτάνδρους αἱρεῖ τῶν νηῶν, τινὰς δὲ καὶ πυρπολεῖ δυνατωτάτῃ χειρί, ὀλίγων παντελῶς ἔξω γενομένων τοῦ πάθους καὶ πρὸς τὸν τῶν Βλαχερνῶν κόλπον καταίρειν λόγον ποιουμένων πολύν, ὡς ἂν εἶεν ὁμοῦ τῇ κατὰ γῆν στρατιᾷ· ὃ καὶ γέγονεν. τὰ μὲν οὖν | |
10 | κατὰ θάλατταν τοῦτον ἐκυβερνᾶτο καὶ ηὐθύνετο τὸν τρόπον. κατὰ γῆν δὲ ἀεί πως ἀκροβολισμοί τινες ἐκ μέρους καὶ φόνοι ἐγέ‐ νοντο, νῦν μὲν τοῦ Μιχαὴλ νῦν δὲ τοῦ υἱοῦ αὐτοῦ Θεοφίλου αὐ‐ τοῖς ἐπεξιόντος μετὰ Ὀλβιανοῦ καὶ Κατάκυλα, καὶ πληγὰς ἔσθ’ ὅτε καιρίας διδόντος τε καὶ λαμβάνοντος· οὐ μὴν ἀγῶνές τινες | |
15 | λαμπροὶ καὶ νεανικοὶ ἐκ παρατάξεως καὶ τῆς ἰσορρόπου δυνάμεως ἔσχον τὸ κῦρος, ἅτε δὴ πολλῷ τοῦ Μιχαὴλ ἐλαττουμένου καὶ μὴ πρὸς τὴν ἐκείνου εὔζωνόν τε καὶ ἱππικὴν στρατιὰν ἀντιτάσσεσθαι δυναμένου. 17 Ἐν τούτοις οὖν ὄντων αὐτῶν, Μορτάγων ὁ τῶν Βουλ‐ | |
20 | γάρων βασιλεὺς (καὶ γὰρ ἔφθασεν ἡ φήμη κατὰ τὴν οἰκουμένην τὸν βασιλέα τῶν Ῥωμαίων πολιορκούμενον διαγγέλλουσα) λάθρα τινὰς ἐς βασιλέα πέμψας ἐξαποστεῖλαι αὐτομάτῳ γνώμῃ συμμα‐ | |
χίαν καθυπισχνεῖτο καὶ βοήθειαν αὐτῷ τὴν ἀρκοῦσαν διδόναι καθ‐ | ||
65 | ωμολόγει. ἀλλ’ ὅ γε Μιχαήλ, εἴτε τῇ ἀληθείᾳ τὸ τῶν ὁμοφύλων πλῆθος καταιδούμενός τε καὶ ἐλεῶν, εἴτε καὶ χρημάτων φειδόμε‐ νος (ἐτύγχανε γὰρ ἐπὶ πολὺ τὰς χεῖρας τῶν ἄλλων βασιλέων ὑφ’ ἑαυτὸν ἔχων ἐκ φειδωλίας), τὴν μὲν γνώμην ἠξίου ἀποδοχῆς τού‐ | |
5 | του, παρῃτεῖτο δὲ τὴν αὐτοῦ βοήθειαν, καὶ οὐκ εἴ τι γένοιτο παρὰ τοῦ ἀποστάτου, βούλεσθαι τὴν ἐπικουρίαν αὐτῷ κατεμήνυεν. ἀλλ’ ὅ γε Μορτάγων καὶ ἄλλως πολέμοις χαίρων καὶ τὰς ἐκ τού‐ των λείας καρποῦσθαι φιλῶν, καὶ τὰς πρὸς αὐτὸν δὲ τριακοντού‐ τεις σπονδὰς γεγενημένας παρὰ τοῦ προκατασχόντος Λέοντος ἐπι‐ | |
10 | βεβαιῶσαι καὶ ἰσχυροτέρας ποιῆσαι ζητῶν, τὴν κατὰ τοῦ τυράν‐ νου στρατιὰν εὐτρέπιζεν, καὶ δὴ τῶν Ῥωμαίων ὅρων ἔντοσθε μετὰ παρρησίας γενόμενος κατὰ τὸν Κηδούκτου χῶρον οὕτω καλούμε‐ νον ἐστρατοπέδευσεν. ἠκούοντο δέ, καὶ λαθεῖν ταῦτα τὸν ἀπο‐ στάτην οὐκ ἦν· περιεδονήθη μὲν ὡς εἰκός, καὶ τὰς φρένας κατε‐ | |
15 | κτυπήθη, ἐν αὑτῷ δὲ πάλιν γενόμενος τὴν κατ’ αὐτοῦ στρατιὰν ἐξώπλιζεν. καὶ ἐπεὶ εἰς δύο καταμεριζόμενος ἐδόκει παντελῶς ἀσθενής τε εἶναι καὶ εὔπτωτος (ἥ τε γὰρ τῶν πόλεων βασιλεύουσα οὐκ εὐαριθμήτου ἀλλὰ πλείστου ἀξιολόγου στρατοῦ ἐδέετο πολιορ‐ κουμένη, ἤδη καὶ τοῦ Μιχαὴλ δυνάμεις οὐκ ἀγεννεῖς συλλέγοντος | |
20 | καὶ κατὰ πόδας ἵστασθαι δυναμένου, καὶ πολλάκις ὄλεθρον ἐπα‐ γαγεῖν αὐτοῖς δυνηθέντος· καὶ ἡ τῶν Βουλγάρων δὲ δύναμις οὐ μικρᾶς τινὸς τάξεως καὶ στρατιᾶς, πολλῆς δὲ καὶ οὐ τῆς τυχούσης ἐδέετο παρατάξεως),—μὴ οὖν εἰς δύο τινὰ διαιρούμενος κατά | |
τινα λάβρον χειμάρρουν ἀσθενέστερος παρ’ ὃ ἦν δόξῃ τε τοῖς | ||
66 | ἐχθροῖς καὶ εὐχείρωτος γένηται, ἀπαίρει μὲν ὅλως τῆς πόλεως, πρὸς τὸν Βούλγαρον δὲ ἀξιόμαχον κρίνας αὑτὸν κατὰ τὸν εἰρημέ‐ νον τόπον παρατάσσεται καὶ ἀνταγωνίζεται. (18) καὶ ἐπεὶ ἐς χεῖρας ᾔεσαν κατ’ ἀλλήλων, ἡττᾶται δὴ ἰσχυρῶς ὁ τύραννος, καὶ | |
5 | φόνον οὐ ποιεῖ μὲν πάσχει δὲ παρὰ τῶν ἐχθρῶν. καὶ ἐπεὶ μὴ ἄλλως ἦν τῆς σωτηρίας λαβέσθαι, φυγαδείᾳ ταύτην εὑρίσκουσιν, καὶ ἔν τινι χώρῳ δυσβάτῳ σκεδαννύμενοι ἐσκόπουν πῶς συνάγων‐ ται. ἀλλ’ ὁ μὲν τῶν Βουλγάρων ἀρχηγὸς εὐθὺς τά τε σώματα προσλαβόμενος ὧν ἐγένετο κύριος, καὶ λείας δὲ πολλῆς γενόμενος | |
10 | ἐγκρατής, πρὸς τὴν ἑαυτοῦ ὑπέστρεψε, τῇ κατ’ αὐτοῦ νίκῃ ἐπαι‐ ρόμενός τε καὶ γαυριῶν. τὸ δὲ καταλειφθὲν ναυτικὸν ὡς τοῦτο ἀκήκοεν, τοῦτο δὴ τῇ πόλει προσεδρεῦον, προσχωρεῖ τῷ βασιλεῖ καὶ μετ’ αὐτοῦ γίνεται. ὁ δ’ αὖ ἀποστάτης εἰς τοσοῦτο ἧκε θάρ‐ ρους, παρὰ τῶν αὐτῷ συμμαχούντων, ὡς ἔοικε, δαιμόνων ἐγκρα‐ | |
15 | τής, ὥστε πάντοθεν συντριβόμενος καὶ πληττόμενος καὶ ὀλίγος ἐκ πολλῶν γενόμενος, καθαρᾶς τε νίκης οὔ ποτε μετεσχηκὼς οὔτ’ ἀπὸ παρατάξεως οὔτε μὴν ἀπὸ τῶν καθ’ ἡμέραν προσαγομένων διὰ πολυχειρίας μηχανημάτων κατὰ τῶν τειχῶν τῆς πόλεως, αὖ‐ θις ἐπισυναχθεὶς κατά τι πεδίον, Διάβασιν οὕτω καλούμενον, | |
20 | σταδίους ἀπέχον τῆς πόλεως ἱκανοὺς καὶ πρὸς στρατοπεδείαν εὐ‐ φυὲς ἔκ τε τῶν φυομένων καὶ ὑδάτων ἐπιρρύτων ὄν, συναθροίζε‐ | |
ται. κἀκεῖθεν τὰς προνομὰς ποιῶν πάντα μὲν πρὸ τῆς πόλεως | ||
67 | ἔκειρε κόσμον καὶ ἐπυρπόλει, ἐνεφανίζετο δὲ τοῖς κατὰ πόλιν, ὡς τὸ πρότερον, οὐδαμῶς. ὃ καὶ συνεὶς ὁ Μιχαὴλ καὶ ἀξιόλογον συστήσας στρατόν, αὐτόν τε Ὀλβιανὸν καὶ Κατάκυλαν ἔχων μετὰ τῶν ἑαυτοῦ ἀκμῆτας ταγμάτων καὶ ἀκεραίους, κατ’ αὐτοῦ ἐκ‐ | |
5 | στρατεύει· καὶ τοῦτον οὐ κατορρωδοῦντα οὐδ’ ἐκφοβούμενον ἀλλ’ αὐτῷ προσυπαντῶντα μετὰ σπουδῆς ἐφευρὼν συνῆλθεν εἰς χειρῶν δύναμιν, κρῖναι τὸ πᾶν βουληθείς. ἔνθα δὴ καὶ καταστρατηγῆ‐ σαι τὸν βασιλέα βουλόμενος αὐτὸς τῇ ἑαυτοῦ καταστρατηγεῖται βουλῇ καὶ τοῦ παντὸς διαμαρτάνει σκοποῦ. ὁ μὲν γὰρ ἅμα τῷ | |
10 | συρραγῆναι τὸν πόλεμον νῶτα διδόναι τῷ βασιλεῖ ἐκέλευσεν, οὐ τὴν τῶν ἑαυτοῦ δυνάμεων γνώμην κατανοῶν, ἀνθρώπων ἔκπαλαι γυναικῶν καὶ τέκνων στερουμένων δι’ αὐτὸν καὶ τὰς χεῖρας τῷ ἀδελφικῷ λύθρῳ καταμιαινόντων· οἳ ταχεῖαν ἔσεσθαι καὶ οὐκ εἰς τοσοῦτον χρόνον ἐκταθῆναι τὴν αὐτῶν ἐν τοῖς ὑπαίθροις διατριβὴν | |
15 | προσδοκήσαντες πρὸς πᾶν μὲν ἦσαν κατ’ ἀρχὰς εὐπειθεῖς, ἐπεὶ δὲ καὶ ὁ χρόνος ἤδη που ἐξετέτατο (τρίτος γὰρ ἐξηνύετο) καὶ ἀνηνύτοις ἐκ τῶν καθ’ ἡμέραν γινομένων ἐδόκουν ἐπιχειρεῖν, ἀν‐ δρὸς ἑνὸς ἐπιθυμίᾳ καὶ ἀπονοίᾳ δουλεύοντες, τηνικαῦτα τὸ κε‐ λευσθὲν ὡς ἕρμαιόν τι λαβόντες οὐχ ὥσπερ ἐκεῖνος ἐβούλετο ἐξε‐ | |
20 | πλήρουν, ἀλλὰ ὡς αὐτοῖς ἐδόκει καλόν. ὁ μὲν γὰρ ἐγκλῖναι τού‐ τοις εἰς τοσοῦτον ἐπέτρεπεν ὅσον τὴν τοῦ βασιλέως παράταξιν δια‐ λῦσαι καὶ αὖθις ὑποστρέψαι στερρῶς φονεύοντας· οἱ δὲ κόσμῳ | |
καὶ τακτικῇ ἐμπειρίᾳ τὴν τοῦ βασιλέως στρατιὰν κατόπιν θέουσαν, | ||
68 | καὶ οὐχ ὡς ᾠήθη εὐδιαλύτως, εἰδότες ἀσχηματίστῳ χρῶνται φυγῇ, καὶ ἄλλος ἄλλῃ διεσκέδαστό τε καὶ διεφέρετο. ἀλλ’ οἱ μὲν ἄλλοι, νῦν μὲν ὀλίγοι καὶ αὖθις ἕτεροι, τῷ βασιλεῖ προσχωροῦσι καὶ καθομολογοῦσιν αὐτῷ· αὐτὸς δὲ σὺν ὀλίγοις τισὶ πρὸς τὴν Ἀδρια‐ | |
5 | νούπολιν σώζεται κἀκεῖσε τῆς φυγῆς ἵσταται. ὁ δέ γε τούτου νόθος τε καὶ παρέγγραπτος υἱὸς Ἀναστάσιος τοῦ τῆς Βύζης φεύ‐ γων ἐπιλαμβάνεται πτολίσματος. καὶ οὐ κατὰ τύχην, οἶμαι, κατὰ δὲ πρόνοιάν τινα, ἵν’ ἕκαστος τούτων πρὸς ἑαυτὸν ἑλκύων τὴν τοῦ βασιλέως προσεδρίαν τῷ ἑτέρῳ διδοῖ ἄνεσίν τε καὶ καιρὸν εἰς | |
10 | τὴν προνομήν. 19 Ἀλλ’ ὅ γε βασιλεὺς ἐκ ποδὸς τούτοις ἑπόμενος πρῶ‐ τον ἔγνω τὸν Θωμᾶν πολιορκεῖν καὶ τὴν προγεγενημένην εἰς αὐτὸν ἀποδοῦναι τούτῳ ποινήν. ὅθεν ἐπάγει αὐτῷ πολιορκίαν, οὐ διὰ μηχανημάτων ἢ ἄλλων τινῶν σπουδάζων αὐτὸν καθελεῖν, ἅμα | |
15 | μὲν τὸν ἐμφύλιον ἀποδιδράσκων πόλεμον, ἅμα δὲ τῷ τοὺς τὴν Σκυθίαν οἰκοῦντας τῶν τοιούτων ἀμαθήτους κατασκευῶν βούλε‐ σθαι διαμένειν, ἀλλὰ λιμῷ καὶ ἀνάγκῃ τῶν ἐπιτηδείων, οἷς ἐν σπάνει καὶ ἐνδείᾳ ἀλλ’ οὐκ ἀποθησαυρίζουσα ἡ πόλις ἐδείκνυτο. ἔγνωστο γοῦν ταῦτα αὐτῷ, καὶ ἀρχὴν ἡ πρᾶξις ἐλάμβανεν. ὁ δέ | |
20 | γε πολιορκούμενος παντὸς μὲν ζῴου πρῶτον ἰδέαν ἄχρηστον, ἔπειτα δὲ καὶ πᾶσαν ἡλικίαν τῆς πόλεως ἐξωθεῖ, οὐ παρακλητικοῖς, ὡς | |
ἂν εἴποι τις, λόγοις τὰ πολλὰ τῶν πράξεων διοικῶν, τυράννῳ δὲ | ||
69 | γνώμῃ καὶ αὐθεκάστῳ· ὃ καὶ τὸ κατ’ αὐτοῦ ἀνεθυμίασέ τε μῖσος καὶ ἀνενέωσεν. ἔπειτα ὡς ἤδη ἤκμαζεν ὁ λιμός, σωτηρίας ἐλπὶς οὐδαμοῦ, ἠνάγκαζε δὲ καὶ τοὺς ἑαυτῆς φόρους ἀνελλιπεῖς ἀπῄτει δὴ ἡ γαστήρ, οἱ μὲν λάθρα διά τινων πυλίδων οἱ δὲ διὰ τειχῶν | |
5 | καθιμώμενοι, οἱ μὲν φέροντες τῷ βασιλεῖ ἑαυτοὺς ἐπεδίδουν, οἱ δὲ πρὸς τὸν υἱὸν κατὰ τὸ Βύζης πτολίεθρον ἀπεδίδρασκον. ἐπεὶ οὖν οὐ τὰ ἀναγκαῖα μόνον ἀλλὰ καὶ τὰ ἀπευκτὰ καὶ λυπρὰ τού‐ τοις κατεδήδοτο, ἄχρι δὲ τῶν σεσημμένων σκυτῶν τε καὶ καττυ‐ μάτων τὰ τῆς τροφῆς ἐχώρει, εἰς λόχους τινὲς τῶν ἐν τῇ πόλει | |
10 | ἐλθόντες τῷ βασιλεῖ, καὶ τῶν ἡμαρτημένων ἀμνηστίαν αἰτήσαντές τε καὶ λαβόντες, περισχόντες αὐτὸν λαμβάνουσί τε διὰ χειρῶν καὶ προσάγουσι τῷ ἐχθρῷ. ὁ δὲ τὸ δόξαν πάλαι τοῖς βασιλεῦσι καὶ εἰς συνήθειαν ἤδη ἐλθὸν πρῶτον τελέσας καὶ ὑποκάτω θεὶς τῶν ποδῶν, ἀκρωτηριάζει τοῦτον καὶ πόδας καὶ χεῖρας ἀπαράσσει αὐ‐ | |
15 | τοῦ, ἐπὶ ὄνου τε θεατρίζει πᾶσι, τοῦτο μόνον ἐπιτραγῳδοῦντα “ἐλέησόν με ὁ ἀληθῶς βασιλεῦ.” ἐρομένου δὲ τοῦ βασιλέως εἴ τινες τῶν αὐτῷ συνόντων φίλων καὶ ἕτεροι εἶεν τὰ αὐτοῦ φρονοῦν‐ τες, τάχα ἂν πολλῶν κατεῖπεν, εἰ μή τις ἀνὴρ Ἰωάννης ὁ κατὰ τὸν Ἑξαβούλιον οὐ δέον ἔφη εἶναι, ἀλλὰ καὶ ἄτοπον, ἐχθροῖς | |
20 | κατὰ φίλων πιστεύειν, ὦ βασιλεῦ. καὶ οὗτος μὲν τούτῳ διέλυσε τῷ λόγῳ τὰς μείζονας τῶν ταλαιπώρων δὴ πολιτῶν καὶ φίλων αὐ‐ | |
τοῦ τιμωρίας· οὕτω δὲ καὶ ὁ ἀποστάτης κατέλυσε τὸν βίον, ταῖς | ||
70 | κατὰ μικρὸν ποιναῖς τὴν ψυχὴν ἀπορρήξας ὥσπερ τι ζῷον δυσθα‐ νατοῦν, μηνὸς μεσοῦντος Ὀκτωβρίου, κατὰ μὲν τὰς ἀρχὰς γεγο‐ νέναι δοκῶν μεγαλεπήβολος καὶ τολμηρὸς καὶ τοῦ προτεθέντος ἐξεργαστικός, προβαίνων δὲ φανεὶς πολὺ καταδεέστερος αὐτοῦ καὶ | |
5 | τῆς τῶν ἐκτὸς προσδοκίας. πότερον δὲ καὶ τοῦτ’ ἐγένετο παρὰ τὴν αὐτοῦ ἐκείνου διαφορὰν καὶ μεταβολὴν ἐπὶ τὸ χεῖρον ἢ παρὰ τὴν τῶν πολεμούντων πρὸς αὐτὸν παραλλαγήν, οὐ πολὺν ἔχει λό‐ γον. ἕως μὲν γὰρ ἦν αὐτὸς ἑαυτοῦ πόλεμος ἔνδοθεν, ὃν φθάσας ἀνερρίπισεν αὐθάδει γνώμῃ καὶ τολμηρᾷ, καὶ ἀμφίβολος πρὸς τὴν | |
10 | τῶν πραγμάτων κραταίωσιν ἦν, ἔρρωντο τῶν λόγων αἱ πράξεις οὐκ ἔλαττον, καὶ κατὰ νοῦν ἐχώρει τὰ πράγματα· ἐπεὶ δὲ τὴν Ἀσίαν μικροῦ πᾶσαν ὑπέταξε, διεπεραιώθη δὲ καὶ πρὸς τὴν Εὐ‐ ρώπην σὺν οὐκ ἀγεννεῖ τῷ φρονήματι μηδένα ἐμποδὼν εὑρηκώς, ἀνὴρ ἅτε δὴ οὐκ ἐκ λόγων καὶ παιδείας ὁρμώμενος, βαναύσου δέ | |
15 | τινος καὶ ἀγυρτικῆς ὁμιλίας, ἐξῆπτο ἤδη καὶ ἐπεφύσητο καὶ τῶν ἑαυτοῦ ἐξέπλει φρενῶν, πρὸς ἔρωτάς τινας καὶ γάμους οὐ σωφρο‐ νικοὺς διὰ τῆς καθ’ ἡμέραν μέθης καὶ βακχείας ἀγόμενος καὶ αὐξανόμενος. ἀλλ’ ὑπὲρ μὲν τῆς τῶν πραγμάτων τούτων συντε‐ λείας δίδομεν καὶ ἄλλοις ἄλλως ἐννοεῖν, ὅτε μὴ τοῖς ἡμετέροις | |
20 | βούλωνται ἐξακολουθεῖν. πλὴν περὶ μὲν τούτων αὐτάρκως. καὶ οἱ ἐκ Βύζης δὲ ἐφ’ ἑτέρας ταχέως ἐγένοντο γνώμης, ὑφορώμενοι τὸν προεστῶτα κίνδυνον· ἅμα γὰρ τῷ πυθέσθαι τὰ κατὰ τὸν | |
Θωμᾶν ἀτυχήματα, ἐφ’ ὁμοίαις πράξεσι τὰ ὅμοια πεποιηκότες | ||
71 | τὸν Ἀναστάσιον ἤγαγον δεδεμένον χεῖρας καὶ πόδας. ταὐτὰ δὲ καὶ οὗτος [δέ τε] πεπονθέναι βιαζόμενος τῷ πατρὶ τὸν βίον μετ‐ ήλλαξεν. 20 Οὐ μὴν ἐπαύοντο τούτων οὕτω καθυπαντησάντων | |
5 | κατὰ Θρᾴκην πόλεις παράλιοι, τό τε Πάνιον καὶ Ἡράκλεια, τὰ τοῦ τυράννου φρονῆσαι τοσοῦτον ἄρα μῖσος κατὰ τοῦ Μιχαὴλ πᾶσιν ἐνέφυ καὶ ἐξ ἄλλων μὲν ἴσως, πολλῷ δὲ πλέον ἐκ τοῦ μὴ βούλεσθαι τὸν κατὰ τῶν θείων εἰκόνων ἀναρριπισθέντα καταλῦ‐ σαι. πλὴν ταύταις πλησιάσας, τοῦ μὲν σεισμοῦ ἐπιγινομένου καὶ | |
10 | τοῦ τείχους τοῦ Πανίου καταβληθέντος ἡ εἰς αὐτὸ πάροδος ἀκμητὶ γέγονε τῷ Μιχαήλ· ἡ δ’ Ἡράκλεια καὶ ὣς ἀντέχουσα, ὅμως τῶν ἐκ τῆς θαλάττης μερῶν κατακυριευθεῖσα, ἁλίσκεται καὶ αὕτη ἀναιμωτί, καὶ τοῦ φρονεῖν τὰ τοῦ τυράννου ἀπαλλάττεται, πί‐ στεις δεδωκυῖα τῷ βασιλεῖ. | |
15 | Καὶ τὰ μὲν κατὰ Θωμᾶν συμβεβηκότα τοιοῦτον ἔσχε τέλος ἐκ τῆς εἰρημένης ἀρχῆς, καὶ οὕτω τροπαιοφόρος ὁ βασιλεὺς ἐκ τῶν κατ’ ἤπειρον ἔρχεται πόλεων, οὐδὲν ἕτερον ἀπὸ στασιωτῶν ἐννοή‐ σας ἢ ἐπὶ τῆς ἁμιλλητηρίου θέας ἐπὶ τούτῳ γεγενημένης ὀπίσω τὼ χεῖρε δεδεμένους ποιῆσαι διελθεῖν καὶ ὑπερορίους τοὺς αἰτιωτάτους | |
20 | γενέσθαι. Αὐτίκα γοῦν καὶ πρὸς Χοιρέαν, ἔτι γε μὴν καὶ πρὸς Γα‐ ζαρηνὸν τὸν Κολωνιάτην, ἀνθρώπους μὲν ὄντας καὶ πιστὰ φυ‐ | |
λάττοντας τῷ Θωμᾷ, κατέχοντας δὲ τὸν μὲν τὴν Καβάλαν τοῦ | ||
72 | Χοιρέα, τοῦ Γαζαρηνοῦ δὲ τὴν Σανιάναν, καὶ πολλὰς ἐκεῖθεν ποιούντων καταδρομάς, καὶ λῃστρικῶς ζῶντάς τε καὶ τυραννικῶς, χρυσοβούλλιον ἐκπέμπει ὁ Μιχαήλ, τιμὰς μεγάλας τὰς τῶν μαγί‐ στρων καθυπισχνούμενος καὶ ἀμνηστίαν κακῶν, καὶ δῆλον τὸν | |
5 | τοῦ Θωμᾶ θάνατον τούτοις ποιῶν. ἀλλ’ ἐκείνους μὲν οὐκ ἔπει‐ σεν ὁ ἀποσταλείς, ἀλαζόνας ὄντας τε καὶ ἀτίθασσον κεκτημένους ψυχήν· ἑτέρους δέ τινας τῶν ὑποβεβηκότων κλέψας καὶ πρὸς τὴν τοῦ βασιλέως πίστιν μεταθεὶς ἔπεισεν ἐξελθόντας πρὸς τὰς συνή‐ θεις λῃστείας ἀποκλεῖσαι τούτοις τὰς τῶν τειχῶν πύλας καὶ λόγου | |
10 | καταλελοιπέναι χωρίς. ὅπερ καὶ γέγονεν. ἐκεῖνοι μὲν οὖν ὡς εὗρον κεκλεισμένας τὰς πύλας, τὴν ἐπὶ Συρίαν ἔσπευσαν διανύσαι ὁδόν, τῷ φόβῳ βαλλόμενοι. ζῶντες δὲ ὅμως ἁλόντες τῷ ξύλῳ ἐξήρ‐ τηνται καὶ τοῦ βίου ἔξωθεν γίνονται. ἄξιον δὲ μηδὲ τοῦτο παρα‐ δραμεῖν, ὅπως ὁ Γαζαρηνὸς προδέδοτο καὶ τῶν τειχῶν ἀπεκέ‐ | |
15 | κλειστο. ἄνδρα τινὰ ἄγροικον ὁ ἀποσταλεὶς δεξιωσάμενος φωνῆς ἐπιμελούμενον καὶ ταῖς ᾠδαῖς τερπόμενον ἐμμελῶς ταῖς ἀνειμέναις ταύταις καὶ ἀγροικικαῖς, μέλος τι ἔπλεξεν πρὸς τὸν ἐκείνου οἰκο‐ νόμον ἔχον τὴν ἀναφοράν. ἦν δὲ αὐταῖς λέξεσιν οὕτω. “ἄκουσον, κῦρι οἰκονόμε, τί λέγει Γυβέριν. ἐάν μοι δῷς τὴν Σανιάναν, μη‐ | |
20 | τροπολίτην σε ποιήσω καὶ Νεοκαισάρειάν σοι δώσω.” τοῦτο πολ‐ λάκις ᾀδόμενον ἐν αἰσθήσει τοῦτον γενέσθαι τὸν οἰκονόμον πε‐ | |
ποίηκεν. ὅθεν ὡς ἔγνω τὸν νοῦν τε καὶ τὴν τῶν πραγμάτων ἀνα‐ | ||
73 | φοράν, ἐξελθόντος ποτὲ τοῦ Γαζαρηνοῦ ἔκλεισεν κατ’ αὐτοῦ τὰς πύλας καὶ τοῦτον ἔξωθεν ἐγκατέλιπεν. καὶ ταῦτα μὲν περὶ τῶν ὑπερνεφῶν τούτων πολιχνίων, καὶ οὕτω τούτων ἡ πάλιν ὑπὸ τοῦ Μιχαὴλ κατάληψις. | |
5 | 20 Οὐκ ἔμελλε δὲ ἄχρι τούτων ἡ φορὰ στήσεσθαι τῶν κακῶν, ἀλλὰ τῶν δύο ἠπείρων, Ἀσίας φαμὲν καὶ Εὐρώπης, ἐν θυμῷ κυρίου οἷόν τινος κεφαλῆς καὶ οὐρᾶς, εἰ καὶ μὴ συνίεσαν, παιδευθέντων φόνοις, ἐμπρησμοῖς, σεισμοῖς, ἁρπαγαῖς, ἐμφυ‐ λίοις καταδρομαῖς, πόλεων ἀνελπίστοις μεταβολαῖς, σημείοις ἐξ | |
10 | οὐρανοῦ, σημείοις ἐξ ἀέρος, τέλος καὶ ταῖς ταλαιπώροις νήσοις οἷόν τινα μέσην, ἵν’ ὁλόσωμος εἴη ἡ πληγή, ἐπέδραμε τὰ δεινά. ἀλλ’ οὐκ ἦν παιδεῦσαι τοὺς τὴν θεάνθρωπον ἐξηρνημένους μορ‐ φὴν προσκυνεῖν. (21) ὅθεν ἄρτι δὴ τοῦ κατὰ τὸν Θωμᾶν ἄρ‐ ξαντος νεωτερισμοῦ, ἐπεὶ ταῦτα ἠκούετο πανταχοῦ, οἱ τὸν ἑσπέ‐ | |
15 | ριον κόλπον τῆς Ἰβηρίας τῷ Ὠκεανῷ γειτονοῦντες Ἀγαρηνοὶ κατ‐ οικοῦντες (Ἱσπάνους τούτους ὁ πολὺς ῥεύσας χρόνος μετωνόμα‐ σεν), εἰς πλῆθος σωμάτων καὶ εὐθηνίαν τοῦ γένους ἐξηλακότες, τὴν κατ’ αὐτοὺς ἑσπέριον πλευρὰν λυπρὰν οὖσαν καὶ μετρίως εὐ‐ δαίμονα ὁρῶντες, καὶ λειπομένην μὲν τῆς πρὸς γῆν ἀρετῆς καὶ | |
20 | ἀφθονίας κατὰ πολύ, ἐνδέουσαν δὲ καὶ πρὸς αὐτὸ τοῦτο ἑῷον τῆς Ἰβηρίας καὶ νότιον (οὐ γὰρ ἅπασα πρὸς πᾶσαν γῆς ἀρετὴν ἐπιτη‐ | |
δεία καὶ εὔφορος, ἀλλὰ τὸ τῆς ἑσπερίου πλευρᾶς, ὡς εἴρηται, | ||
74 | αὐχμηρόν τε καὶ λυπρότερον τῆς λοιπῆς) καὶ διὰ τοῦτο οὔτε τρέ‐ φειν δυναμένης αὐτοὺς καὶ διοικεῖν ἄνδρας σώμασιν εὐμεγέθεσι χρωμένους καὶ ἀγαθῶν εὐφορίᾳ ἀλλ’ οὐκ ἐνδείᾳ αὐξανομένους, οὗτοι γοῦν προσελθόντες Ἀπόχαψ τῷ ἑαυτῶν ἀμερμουμνῇ ἀποι‐ | |
5 | κίαν τινὰ καὶ γῆς μετανάστασιν ᾔτουν αὐτοῖς γενέσθαι, πλήθει τε στενοχωρουμένοις καὶ ἀναγκαίων, σπάνει πιεζομένοις. ὁ δὲ πλοῖά τινα ἐπισκευάσας μακρά, καὶ δύναμιν οὐκ ὀλίγην ἐξ αὐτῶν τούτων ἐμβιβάσας, ἐπὶ λῃστείαν τέως, λανθάνουσαν ἔχων τὴν ἔννοιαν, τῶν πρὸς τῇ ἕῳ κειμένων νήσων καὶ ἡμετέρων τυγχανόν‐ | |
10 | των ἐτράπετο, ὁμοῦ μὲν τὸ αὐτοῖς ἐπιθυμούμενον ἐκπληρῶν καὶ ἐκ τῶν ἀλλοτρίων τούτους προσκορεννύς, ὁμοῦ δὲ κατασκεψόμενος εἴ τις ἔστιν οὕτως εὔφορος τῶν νήσων καὶ λιπαρὰ εἰς μετοικίαν αὐτῶν. ἐπεὶ γοῦν πολλαῖς τῶν νήσων πλησιάζων τὸν ἀντιπαρα‐ ταττόμενον μικρῷ ἢ μεγάλῳ πλοίῳ οὐχ εὕρισκεν (ἐχηροῦντο γὰρ | |
15 | πᾶσαι τῆς αὐτῶν βοηθείας, ἄρτι κατὰ τῆς Κωνσταντινουπόλεως ἐκβοηθουσῶν καὶ πλεουσῶν μετὰ τοῦ Θωμᾷ), μεγάλας δὲ ὠφε‐ λείας ἐκ πασῶν, αἷς καὶ προσώρμιζεν, ἐκαρποῦτό τε καὶ ἐλάμ‐ βανεν, ἧκε καὶ πρὸς τοὺς Κρηταιεῖς, καὶ τούτους καταδραμὼν καὶ λείαν ποιήσας καὶ ἀνδραποδισάμενος, ὡς ἐνῆν, καὶ πάντοθεν | |
20 | καταμαθὼν τὴν τῆς γῆς ἀρετήν, καὶ πῶς εἴη πρὸς πᾶσαν χάριν καὶ ἀγαθῶν εὔφορος ἀφθονίαν, “τοῦτο” ἔφη “γῆ οὐκ ἄλλη ἢ ἡ | |
ῥέουσα μέλι καὶ γάλα.” καὶ τότε μὲν παντοίων γενόμενος ἀγαθῶν | ||
75 | ἀπῄει τὴν οἴκαδε, καὶ πάσῃ χειρὶ καὶ δυνάμει ναυτικὸν ἐξήρτυεν· ὡς δ’ ὁ χειμὼν ἐτετελείωτο καὶ τὸ ἔαρ ὑπέλαμπεν, τεσσαράκοντα πληρώσας ναῦς ἀνδρῶν μαχίμων καὶ ἐπιτήδειον ἄνεμον ἐπιτηρή‐ σας τὴν ἐπὶ Κρήτην ἐστέλλετο εὐθυπορῶν, τὰς ἄλλας τῶν νήσων | |
5 | θέμενος εἰς οὐδέν. ἄρτι γοῦν ἐπλησίαζε, καὶ τῷ ἀκρωτηρίῳ τῷ Χάρακι καλουμένῳ κατήγετό τε καὶ προσωρμίζετο. ὡς δ’ οὐδὲν οὔτε κατὰ τὴν καταγωγὴν οὔτε κατὰ τὴν ἀπόβασιν ἐφάνη τούτοις τῶν ἀπευκτῶν, ἀλλὰ καὶ πρὸς λείας χωροῦσι καὶ πρὸς ἁρπαγὰς εὐχερῶς τὰ τῆς ἐπιβολῆς τε καὶ ἐπιχειρήσεως ἐπεραίνετο, τοὺς μὲν | |
10 | ἐπιτηδείους εἰς τὰς συνήθεις προνομὰς ἀπέστελλε δουλαγωγήσον‐ τας τοὺς ἐχθρούς, αὐτὸς δὲ τοὺς λοιποὺς ἔχων, ἄρτι δὴ τοῦ πνεύματος ἐπακμάζοντος κἀκείνων ἅμα πορρωτέρω σταδίων δέκα ἢ δεκαπέντε γενομένων, πῦρ ἐμβαλὼν ταῖς ναυσὶν ἁπάσας κατέ‐ φλεξε, φεισάμενος τὸ παράπαν οὐδεμιᾶς. τέως μὲν οὖν τῷ παρα‐ | |
15 | δόξῳ τοῦ πράγματος καταπλαγέντες ἅπας δὴ ὁ στρατὸς (καὶ γὰρ ἐπαλινόστουν εὐθέως) ἐκδειματούμενοι τὴν αἰτίαν ἐπυνθάνοντο καὶ εἰς λόγους ἦλθον νεωτερικούς. ἐπεὶ δὲ κατήκουσαν ἃ πάλαι ὠδίνοντο, ὡς αὐτοί τε τούτων ὑμεῖς ἀποικίαν ζητοῦντες καὶ γῆν ἀγαθήν, ἐμοί τε ταύτης οὐδετέρα κρείττων νενόμισται, εἰς ταύ‐ | |
20 | την ἦλθον ὁδὸν ὑμῖν τε ἀγαθὰ προξενῶν καὶ ἐμὲ τῆς ἐξ ὑμῶν ἀπαλλάττων ὀχλήσεως. ὡς δὲ καὶ γυναικῶν ἐμέμνηντο καὶ παί‐ | |
δων οὐκ ὠλιγώρουν, “καὶ γυναῖκες” ἔφη “ὧδε ὑμέτεραι αἱ αἰχμα‐ | ||
76 | λωτιζόμεναι, καὶ παῖδες οὐ μετὰ μικρὸν ἐξ αὐτῶν.” ὅθεν τοῖς τοιούτοις κατασιγασθέντες λόγοις, καὶ ἀποδοχῆς ἄξια κρίναντες τὰ λεγόμενα, τάφρον μὲν ἤγειραν πρῶτον βαθεῖαν, καὶ χάρακα ἐν ταύτῃ καταπήξαντες, ἔνθα καὶ νῦν λαβὼν τὴν ἐπωνυμίαν ὁ τό‐ | |
5 | πος σώζει τὴν προσηγορίαν, Χάνδαξ ὀνομαζόμενος, ἐκεῖσε διε‐ νυκτέρευον, φυλακάς τε τὰς προσηκούσας ποιούμενοι καὶ τὰς ὡφελείας αὐτῶν ἐκεῖσε ἀποθησαυρίζοντες. (22) χρόνος δὲ ἐρρύη πολὺς οὐδαμῶς, καὶ πάντα τὸν βασιλέα ἡ φήμη ἐδίδαξε. καὶ δὴ τὸν πρωτοσπαθάριον Φωτεινόν, πρόπαππον μὲν Ζωῆς τῆς ἐν μα‐ | |
10 | καρίᾳ τῇ λήξει θεοστέπτου Αὐγούστης τυγχάνοντα, στρατηγοῦντα δὲ τηνικαῦτα τῶν Ἀνατολικῶν, τὰ τῆς Κρήτης ἅπαντα διοικεῖν προεβάλετο· ὃς ἐκεῖσε παραγενόμενος, καὶ τῶν μὲν γενόμενος θεατὴς τῶν δὲ καὶ ἀκροατής, τρανότερον ἀνεδίδασκε τὸν Μιχαὴλ τὰ πραττόμενα, καὶ δύναμίν τινα ἠξίου ἐκπέμπειν τὴν ἐκεῖθεν | |
15 | ἀποσοβήσουσαν τοὺς ἐχθρούς. Δαμιανὸν γοῦν κόμητα ὄντα τοῦ βασιλικοῦ ἱπποστασίου καὶ πρωτοσπαθάριον μετὰ πολλῆς δυνά‐ μεως καὶ παρασκευῆς ὁ βασιλεύων ἀπέστειλεν εἰς βοήθειαν τοῦ στρατηγοῦ Φωτεινοῦ· οἳ καὶ ἑνωθέντες τὸν μὲν κατὰ τῶν Ἀγαρη‐ νῶν πόλεμον ἔστησαν, εἰς οὐδὲν δὲ χρήσιμον τὸ τέλος ἐνέσκηψεν. | |
20 | αὐτός τε γὰρ ὁ προρρηθεὶς Δαμιανὸς κατὰ τὴν εἰσβολὴν τῆς μά‐ χης εὐθὺς τραυματίας πεσὼν καὶ σφαγῇ παραδοθεὶς τοὺς λοιποὺς οὐ νικᾶν καὶ μένειν ἀλλὰ φεύγειν ἐποίησεν ἡττημένους· καθ’ ἣν | |
τροπὴν καὶ ὁ Φωτεινὸς ἐν μονηρίῳ μόλις διασώζεται πρὸς τὴν | ||
77 | Δίαν, καὶ τῷ βασιλεῖ τῶν πραχθέντων αὐτάγγελος γίνεται. ἀλλ’ οὗτος μὲν ἐπεὶ διὰ τιμῆς ἤγετο παρὰ τοῦ βασιλέως ἀεί, τὴν τῆς Σικελίας στρατηγίδα αὖθις τῆς Κρήτης ἀλλάσσεται· (23) τοῖς δ’ Ἱσπανίοις ἔτι πως ἐν ταραχῇ καὶ μερίμνῃ διάγουσιν ἀνήρ τις | |
5 | ἐκ τῶν ὀρέων τῆς νήσου ἐπικαταβὰς μοναστὴς ἄλλον ἔφησεν εἶναι τόπον αὐτοῖς ἐπιτηδειότερον πρός τε πολίσματος κτίσιν καὶ τῆς λοιπῆς διαρκείας καὶ ἐπικρατείας αὐτῶν. καὶ ἅμα λαβὼν τὸν Χάνδακα τούτοις ἐπέδειξεν, ἔνθα καὶ νῦν ἔκτισται ἡ πόλις αὐτῶν· καὶ ἡγεμὼν αὐτῆς ὁ Ἀπόχαψ τότε ἐγεγόνει αὐτῆς. ἐκ ταύτης οὖν | |
10 | οἷόν τινος ἐξ ἀκροπόλεως ὁρμώμενοι πᾶσάν τε ταύτην τὴν νῆσον κατέτρεχον καί τινας τῶν παρακειμένων οὐκ ἔλαττον, ὡς καὶ ἐν αὐταῖς ἐγκατοικῆσαι, αὐτοὺς τοὺς οἰκήτορας καὶ αὐτόχθονας δου‐ λωσάμενοι. καὶ πόλεις δὲ Κρήτης ἐννέα πρὸς ταῖς εἴκοσιν εὔζω‐ νοί τε καὶ πεζοὶ ᾐχμαλώτευσαν, μιᾶς ἔκτοτε μόνης παραμεινάσης | |
15 | ἀναλώτου καὶ ἀπαθοῦς, καὶ λόγῳ μὲν ὑποταγείσης, τὰ ἑαυτῶν δὲ ἔθιμα καὶ τὸν χριστιανισμὸν φυλαττούσης ἀλώβητον. τότε καὶ Κύριλλος ὁ Γορτύνης πρόεδρος, ἐπεὶ μὴ τούτοις εἰς ἄρνησιν ἐχώρει Χριστοῦ, ὡς ἱερεῖον ἄμωμον ἐσφαγίαστο· οὗ καὶ τὸ αἷμα βοᾷ μένον ὡς τοῦ Ἄβελ ἢ καὶ Ζαχαρίου πρὸς τὸν θεὸν ἀναλλοίω‐ | |
20 | τον· καὶ μύρον μὲν ἐκεῖθεν ἔστιν ἀρύσασθαι τοῖς πιστοῖς σπόγγοις τισὶν ἐναποματτόμενον, τὴν δὲ βαφὴν τοῦ αἵματος ἀλλοιῶσαι οὐ πρόσεστιν. προσέτι μὴν αὐτόθι σοροὶ καὶ τάφοι ἀνεγήγερται ἄλ‐ | |
λων τε πολλῶν τῶν ὑπὲρ Χριστοῦ τότε μαρτυρησάντων καὶ τῶν | ||
78 | δέκα περιωνύμων μαρτύρων. τοιούτῳ γοῦν τρόπῳ καὶ κατὰ τοῦ‐ τον ἀνηρπάσθησαν τὸν καιρὸν ἐκ μέσου τῶν Χριστιανῶν οἱ Κρη‐ ταιεῖς. 24 Ἐπεὶ δὲ ὀψὲ καὶ μόλις τοὺς περικυκλοῦντας τοῦτον | |
5 | ἐχθροὺς καὶ περικτυποῦντας ὁ Μιχαὴλ ἀπεσείσατο, δέον πρὸς θεὸν τραπέσθαι καὶ τοῦτον ἐξευμενίσασθαι, ἵλεω διὰ τῶν ἔργων ποιῶν, ὁ δὲ τοὐναντίον ἢ ὡς οἱ πολιτικοὶ θεσμοὶ βούλονται, ὡς οὐ παρ’ αὐτοῦ ἀφ’ ἑαυτοῦ δὲ σωθείς, ἔπραττέ τε καὶ ἐπεπολί‐ τευτο. τῆς γαμετῆς γοῦν τελευτησάσης αὐτοῦ, καὶ δόξαν θέ‐ | |
10 | λοντος κατασχεῖν τῶν πολλῶν ὡς πένθος ἄληστον ἔχει αὐτῆς, τὴν σύγκλητον ἐποίει διά τινων μηνυμάτων κρυφίων καὶ μυστικῶν αἱ‐ ρήσασθαι τοῦτον πεῖσαι γυναικὶ αὖθις ζευχθῆναι, καὶ οὐ παρα‐ καλέσαι μόνον πρὸς τοῦτο ἀλλὰ καὶ βιάσασθαι, καὶ εἰς ἐπανάστα‐ σιν, εἰ μὴ τοῦτο γένηται, χωρῆσαι αὐτούς· “οὐ γάρ ἐστιν οἷον | |
15 | γυναικὸς ἄνευ” φάσκειν “βασιλέα τε ζῆν καὶ τὰς ἡμετέρας στε‐ ρεῖσθαι γαμετὰς δεσποίνης καὶ βασιλίδος.” ἐπέπειστο γοῦν ὀψὲ διὰ τῶν ἐπιπλάστων λόγων, οὓς τῷ χρόνῳ λαθεῖν οὐκ ἦν· καὶ πρῶτον μὲν χειρόγραφα ὑπὲρ τῶν μήτε ὄντων μήτε ἐσομένων πᾶ‐ σαν ἀπῄτει χεῖρα, ὡς αὐτήν τε τὴν ἐσομένην αὐτῷ γαμετὴν καὶ | |
20 | τὰ ἐκ ταύτης ἔκγονα ὑπερασπίζειν καὶ ὑπερμαχεῖν μετὰ τὸν αὐτοῦ μὴ παύσαιντο θάνατον, ἀλλὰ κἀκείνην τε μετ’ ἐκείνους βασιλέας | |
ἔχοιεν καὶ δέσποιναν, ὡς εἰκός. οὕτως οὐ τοῦ κατ’ ἐκεῖνον ἀλλὰ | ||
79 | καὶ τοῦ μετ’ αὐτὸν ᾤετο κατακρατήσειν αἰῶνος, δέον πάντα ἐκ θεοῦ ἀλλ’ οὐκ ἐκείνων ἀναρτῆσαι χειρί, δι’ ὃν βασιλεῖς βασι‐ λεύουσι καὶ τύραννοι κρατοῦσι γῆς. πλὴν ὑπέκυπτεν ὁ πάσης κυριεύων γῆς προστάγματι τῷ συγκλητικῷ, καὶ συνάψεσθαι ἄκων | |
5 | ἠνείχετο ὁ σώφρονα βίον ἀνῃρημένος. ἤγετο οὖν πρὸς γάμον οὐ τήνδε ἢ τήνδε, ἀλλὰ γυναῖκά τινα πάλαι τὸν κόσμον καὶ τὰ αὐτοῦ ἀποστέρξασαν, Χριστῷ δὲ νυμφευθεῖσαν καὶ ἀσκήσεσιν ἐκ παιδὸς κατὰ τὴν ἐν Πριγκίπῳ νήσῳ μονὴν σχολάσασαν καὶ προσανέχου‐ σαν τῷ θεῷ· Εὐφροσύνη ταύτης ἡ κλῆσις, καὶ πατρὸς ἐσεμνύ‐ | |
10 | νετο Κωνσταντίνου εἶναι, δικαίᾳ κρίσει τὴν τύφλωσιν ὑπομεμενη‐ κότος παρὰ μητρός. ταῦτα μὲν ἐξεπέραινεν, καὶ ἵλεω δι’ αὐτῶν οὐ μόνον οὐκ ἐποιεῖτο ἀλλὰ καὶ παρώργισε τὸν θεόν. 25 Καὶ κατὰ τῶν τὴν Κρήτην δὲ καταλαβόντων καὶ λυ‐ μαινομένων αὖθις ἐπαποστέλλει στρατόν· Κρατερὸς ὄνομα τῷ | |
15 | στρατηγέτῃ, ὃς τηνικαῦτα τὴν τῶν Κιβυρραιωτῶν διέπων στρα‐ τηγίδα, ἑβδομήκοντα ναῦς διήρεις τῶν ὑφ’ ἑαυτῷ καὶ πάντων τῶν θεματικῶν λαβών, βρέμων ἅμα καὶ πολλῷ φρονήματι παρενέ‐ βαλεν. καὶ ἐπείπερ οὐδ’ ἐκείνοις ἐδόκει ὑποστέλλεσθαι ἀλλ’ ἐς μάχην χωρεῖν τὴν τὰς ἑαυτῶν δυνάμεις καὶ γενναιότητας ἐπιδειξο‐ | |
20 | μένην (καὶ γάρ εἰσι τῶν ἄλλων Ἀγαρηνῶν οὗτοι δὴ εὐφυεῖς), συνέβαλλον δὲ τολμηρῶς ἑκάτεροι κατὰ τὸν ἀγῶνα χωρήσαντες | |
ἄρτι δὴ τοῦ ἡλίου τὰς ἀκτῖνας ὑπὲρ γῆς ἐφαπλοῦντος, οὐδέτεροι | ||
80 | μὲν ἄχρι μεσούσης ἡμέρας ἐνέκλινον, ἀλλὰ γενναίως μαχόμενοι τὴν ἑαυτῶν ἐδείκνυον ἐμπειρίαν καὶ δύναμιν· ἐπεὶ δὲ πονήσαντες οἱ Κρηταιεῖς ἤδη τοῦ ἡλίου κλίναντος ἐνέδωκαν πρὸς φυγήν, τότε δὴ πολλοὺς μὲν αὐτῶν ἀπέκτειναν, πλείους δὲ τὰ ὅπλα ῥίψαντας | |
5 | αἰχμαλώτους ἔλαβον, ἐκ ποδὸς ἑπόμενοι. τάχα δ’ ἂν σπουδά‐ σαντες ἔλαβον τὴν πόλιν αὐθημερόν, εἰ μὴ νὺξ ἤδη φαινομένη ἀνέστρεψεν ὡς τὰ πράγματα καὶ ἀνάπαυλαν τούτοις ζητοῦσι φόνον ἀλλ’ οὐ σωτηρίαν ἀπέτεκεν. οἱ μὲν γὰρ ὡς ἤδη νενικηκότες, καὶ πάντας αὔριον ἐν βραχεῖ βραχεῖς ὄντας ἐλπίσαντες συλλαβεῖν, | |
10 | πρὸς πότους καὶ τρυφάς, ὡς ἐν οἰκείᾳ ἀλλ’ οὐκ ἐν ἀλλοτρίᾳ διά‐ γοντες, ἐξεβάκχευον, μήτε τινὸς φυλακῆς μήτ’ ἄλλης σωτηρίας τῆς κατὰ τὸν πολεμικὸν νόμον γινομένης φροντίσαντες, ὕπνου δὲ μόνου καὶ τῆς τὰ πάντα ῥᾳδίως ἀνατρεπούσης καὶ ἀπολλυούσης ἀμελείας τε καὶ ῥᾳστώνης. ὅθεν περὶ μέσας νύκτας, ἐπεὶ διὰ τῶν | |
15 | ἑαυτῶν φυλάκων ὡς ἐν ἀπορίᾳ ἀγρυπνοῦντες οἱ Κρηταιεῖς ὕπνῳ καὶ οἴνῳ καθῃρῆσθαι τοὺς τῆς Ῥωμαϊκῆς παρεμβολῆς ἀνέμαθον, αὐθωρὸν ἐξελθόντες μαχαίρᾳ πάντας ἀπώλεσαν, ὡς μηδ’ ἄγγελον, τὸ δὴ λεγόμενον, ὑποστρέψαι καὶ ἐκεῖθεν διασωθῆναι, ἢ μόνον τὸν στρατηγὸν ἐμπορικοῦ ἐπιβάντα πλοίου καὶ τὴν σωτηρίαν ζη‐ | |
20 | τοῦντα. πλὴν καὶ τοῦτον ἐπεὶ πανταχοῦ ὁ τῶν Ἀγαρηνῶν ἡγεμὼν ἀναζητῶν μὲν οὐχ εὕρισκε φεύγειν δὲ διήκουεν, ὁλκάσι τοῦτον μεθ’ ἡγεμόνων ἀναζητῆσαι ἐκέλευσεν· οἳ καὶ καταλαβόντες τοῦτον | |
ἐν Κῷ ἐπὶ ξύλου κρεμάσαντες διαφθαρῆναι ἐποίησαν. καὶ τὰ μὲν | ||
81 | κατὰ τὴν μάχην ἐκείνην καὶ τὸν ἀγῶνα συμβεβηκότα τοιαῦτα, πολλὴν ἐνεγκόντα Ῥωμαίοις συμφοράν, οὐ τὴν ἐξ ἥττης μόνον ἐκείνης, ἀλλὰ καὶ τὴν ἔκτοτε κρατήσασαν καὶ διαμείνασαν πολυ‐ κέφαλον ὕδραν, ἐκεῖσε καὶ ἀλλαχοῦ μὲν ἀποτεμνομένην ἀεί, ἀνα‐ | |
5 | θάλλουσαν δὲ ἀλλαχοῦ. 26 Μετὰ δὲ ταῦτα ἀνήρ τις στρατιωτικῆς πείρας, πρὸς δὲ καὶ φρονήσεως καὶ ἀγχινοίας οὐκ ἄμοιρος, οὗ τὸ ἐπώνυμον Ὠορύφας, στρατόν τινα ἀθροίσας τὸν τεσσαρακοντάριον τότε κα‐ λούμενον βασιλικῆς ἐκ προστάξεως, ἐκ τοῦ διανεμηθῆναι αὐτοῖς | |
10 | ἀνὰ τεσσαράκοντα χρυσίνων, τάς τε ἄλλας νήσους, αἷς ὀλίγιστοι ἐφέροντο, κατατρέχων, καὶ τοῖς μὲν λόχους ἐπάγων τοῖς δὲ καὶ φανερῶς πολεμῶν, ἐξωλόθρευσέ τε καὶ ἀπωλείᾳ παρέδωκεν· ταύ‐ την δέ, ὡς ἔοικεν, παρέπεμψεν εἰς ἡμᾶς. ἀλλὰ τὰ μὲν περὶ αὐ‐ τῆς θεῷ πάντως μελήσει, μελήσει δὲ καὶ ἡμῖν τοῖς νύκτωρ καὶ | |
15 | μεθ’ ἡμέραν τὴν ψυχὴν δαπανῶσιν ὑπὲρ αὐτῆς. 27 Κατὰ δὲ τὸν αὐτὸν καιρὸν Εὐφήμιός τις κατὰ τὴν Σικελίαν τουρμάρχης τελῶν παρθένου τινὸς ἤρα ἀσκητηρίοις ἐν‐ διαιτωμένης καὶ τὸ μοναχικὸν ἔκπαλαι ἀναλαβούσης σχῆμα, καὶ διὰ πολλοῦ ἐποιεῖτο τὸν αὐτοῦ ἔρωτα ἐκπληρῶσαι, τὴν παρθένον | |
20 | λαβών πως εἰς γαμετήν. ἐπεὶ γοῦν παράδειγμα οὐ πόρρωθεν εἶ‐ | |
χεν οὐ κωλῦον οὐδ’ ἀποτρέπον, τοῦτον δὴ τὸν Μιχαήλ (καὶ γάρ, | ||
82 | ὡς εἴρηται, καὶ αὐτὸς τοιοῦτόν τι ἐτόλμησεν), ἀφαρπάζει τὴν παρθένον τοῦ ἀσκητηρίου καὶ πρὸς ἑαυτὸν ἄκουσαν ὑπηγάγετο. ταύτης οὖν οἱ ἀδελφοὶ τῷ Μιχαὴλ προσίασι, τὰ τοῦ δράματος διηγούμενοι. ὁ δὲ κελεύει τῷ στρατηγῷ, εἰ οὕτως φωράσοι | |
5 | ἔχουσαν τὴν ἀλήθειαν, τὴν ῥῖνα τοῦ τετολμηκότος Εὐφημίου ἀποτεμεῖν κατὰ τὴν τοῦ νόμου ἀκρίβειαν. καὶ ὁ Εὐφήμιος μαθὼν δὴ ταῦτα καὶ τὴν εἰς αὐτὸν τοῦ νόμου τήρησιν καὶ τὴν βασιλικὴν ἀπειλήν, συνωμότας λαβὼν τούτους τε τοὺς ὑπὸ τὴν αὐτοῦ χεῖρα καί τινας τῶν συντουρμαρχῶν, τὸν στρατηγὸν ἐπὶ τούτῳ παρα‐ | |
10 | γινόμενον παρελαύνει ἐκεῖθεν, καὶ πρὸς τὸν Ἀφρικῆς ἀποδιδρά‐ σκει ἀμεραμνουνῆ, πᾶσαν τὴν Σικελίαν ὑπ’ ἐκείνῳ ποιῆσαι καθυ‐ ποσχόμενος καὶ διδόναι φόρους πολλούς, εἰ μόνον ἀναγορεύσει τοῦτον βασιλέα καί τινα παράσχοι βοήθειαν. ἀναγορεύει γοῦν τοῦτον βασιλέα Ῥωμαίων, καὶ χεῖρα δίδωσι πολλήν, καὶ τῆς Σι‐ | |
15 | κελίας ἐγκρατὴς γίνεται, παρ’ αὐτοῦ τούτου λαβὼν αὐτήν, οὐ τούτου μόνον ἀλλὰ καὶ ἑτέρων συνδρόμων γενομένων ἐπὶ τῇ τοιού‐ των ἀπωλείᾳ τόπων. δηλοῖ δὲ ταῦτα σαφέστατα καὶ πλατικώτε‐ ρον ἡ τότε γραφεῖσα Θεογνώστῳ τῷ περὶ ὀρθογραφίας γεγραφότι καὶ εἰς χεῖρας ἐλθοῦσα ἡμῶν, ἣν ὁ βουλόμενος μεταχειριζόμενος | |
20 | τὰ καθ’ ἕκαστον ἀναδιδαχθήσεται. πλὴν ὁ μὲν Εὐφήμιος μετ’ οὐ πολὺ ἆθλον τῆς ἀποστασίας καὶ τῆς ἑαυτοῦ ἀνομίας λαμβάνει τὴν τῆς ἑαυτοῦ στέρησιν κεφαλῆς. σχῆμα γὰρ ἔχων βασιλικὸν | |
ἀπῄει καὶ κατὰ τὴν Συράκουσαν, καὶ δὴ ἄποθεν γενόμενος τῆς | ||
83 | ἑαυτοῦ τάξεως καὶ τῶν δορυφόρων ὡς ἀπὸ τόξου βολῆς ἐγένετο κατὰ τὴν πόλιν, ὁμιλῶν αὐτοῖς τυραννικῶς τε καὶ βασιλικῶς. τοῦτον ὡς προσερχόμενον ἔγνωσαν δύο τινὲς ἀδελφοί, γενόμενοι σύμπνοοι καὶ ταὐτὸν φρονήσαντες προσέρχονται τούτῳ εἰρηνικῶς, | |
5 | τὴν προσήκουσαν βασιλεῖ τιμὴν ἀπονέμοντες. ὡς δ’ Εὐφήμιος τήν τε παρ’ αὐτῶν ἀναγόρευσιν ἀσπαστῶς ἐδέξατο καὶ τῶν ἄλλων κατήκουεν αὐτῶν, προσεκαλεῖτο τούτους φιλοφρόνως ἀποδώσων τὸν ἀσπασμόν· καὶ δὴ κλίνας τὴν κεφαλὴν καὶ τὸ στόμα προσε‐ ρείσας τῷ στόματι ταῖς θριξὶ μὲν κατέχεται ἰσχυρῶς πρὸς ἑτέρου | |
10 | τῶν ἀδελφῶν, ὑπὸ δὲ τοῦ ἑτέρου ἀφαιρεῖται τὴν κεφαλήν. καὶ ὁ μὲν Εὐφήμιος τοιούτῳ τέλει τοῦ βίου ἐχρήσατο. 28 Οἱ δ’ Ἀγαρηνοὶ οὐ τῆς Σικελίας μόνον ἔκτοτε ἀλλὰ καὶ Καλαβρίας καὶ Λαγγοβαρδίας ἐγένοντο ἐγκρατεῖς, πᾶσαν κατατρέχοντες καὶ διαπορθοῦντες καὶ ἐνσκηνοῦντες ἄχρι τῆς βασι‐ | |
15 | λείας τοῦ ἐν μακαρίᾳ τῇ λήξει Βασιλείου τοῦ βασιλέως. ἀλλὰ ταῦτα μὲν ἡ ἐκείνου δηλώσει ἱστορία· ὁ δὲ Μιχαὴλ μῆνας ὀκτὼ καὶ ἔτη τῆς βασιλείας γενόμενος ἐγκρατὴς ἐννέα τὸν βίον κατέλυσε, τῷ δυσουρίας νοσήματι ἁλούς, ἐκ τῶν νεφρῶν λαβούσης τὴν ἀρ‐ χήν, μήτε τὴν πρὸς θεὸν καταλύσας δυσμένειαν, οἷς οὐκ ἤθελε | |
20 | τὴν ἑαυτοῦ μορφὴν δι’ ἡμᾶς ἀναλαβόμενον σάρκα προσκυνεῖν, μᾶλλον δὲ καὶ τοὺς προσκυνοῦντας καθαιρῶν Μεθόδιόν τε καὶ Εὐθύμιον, περὶ ὧν εἰρήκαμεν, καὶ τὸν τῶν Ἀγαρηνῶν ἐπαυξή‐ | |
σας ἀκατάλλακτον πόλεμον, τά τε κατὰ Θωμᾶν καὶ τῶν Κρη‐ | ||
84 | ταιέων, ἀλλὰ μὴν καὶ τῶν εἰρημένων Ἀφρικῶν διὰ τὴν ἑαυτοῦ κακίαν ἀποστείλαντος τοῦ θεοῦ. ἀλλὰ καὶ πᾶσα ἡ Δαλματία τῆς τῶν Ῥωμαίων ἀπέστη τότε βασιλείας, καὶ γεγόνασιν ἅπαντες ἰδιο‐ ρυθμοί τε καὶ αὐτοκέφαλοι μέχρι τῆς τοῦ Βασιλείου τοῦ ἀοιδίμου | |
5 | βασιλείας· τότε γὰρ πάλιν οὗτοι Ῥωμαίοις καθυπετάγησαν. πε‐ πλήρωτο δὲ καὶ ὁ ἐπ’ αὐτῷ χρησμός, λέγων οὕτω, ἀρχὴ κακῶν γε προσπεσεῖται τῇ χθονί, ὅταν κατάρξῃ τῆς Βαβυλῶνος δράκων δύσγλωσσος ἄρδην καὶ φιλόχρυσος λίαν. | |
10 | ἐτέθη δὲ ὁ τούτου νεκρὸς ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων, ἐν τῷ ἡρώῳ Ἰουστινιανοῦ, ἐν λάρνακι πρασίνῳ Θετταλικῇ. | |
12t | ΠΕΡΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ | |
13t | ΘΕΟΦΙΛΟΥ ΥΙΟΥ ΜΙΧΑΗΛ. | |
14t | ΛΟΓΟΣ Γ. | |
15 | Τὰ μὲν δὴ πραχθέντα Μιχαὴλ τῷ Τραυλῷ βασιλεύσαντι ἐννέα ἔτεσιν πρὸς μησὶν ὀκτὼ ἐν τῷ πρὸ τούτου βιβλίῳ δεδήλωται· ὁ δὲ υἱὸς αὐτοῦ ἤδη Θεόφιλος ἀνδρὸς ἔχων ἡλικίαν τὴν πατρικὴν ἀρχὴν | |
καὶ βασιλείαν κατὰ τὸν Ὀκτώβριον μῆνα τῆς ὀγδόης ἰνδικτιῶνος | ||
85 | διεδέξατο, λόγῳ μὲν οὖν τῆς δικαιοσύνης ὥσπερ ἔμπυρος ἐραστὴς καλεῖσθαι βουλόμενος καὶ νόμων εἶναι φύλαξ πολιτικῶν ἀκριβής· τῇ δ’ ἀληθείᾳ ἔξωθεν ἑαυτὸν τῶν ἐπιβουλευόντων διατηρῶν, ὡς ἂν μή τις κατ’ αὐτοῦ τι νεανιεύσηται, ταῦτα ὑπεκρίνετο. τὸν | |
5 | ἐπηρτημένον οὖν κίνδυνον ὑφορῶν, τοὺς τῷ πατρὶ μὲν αὐτοῦ ἐκ συνωμοσίας τὴν βασιλείαν παρεσχηκότας, κατὰ τοῦ Λέοντος δὲ ἐπαναστάντας, ἅπαντας ἔγνω ὀλέθρῳ παραδοῦναί τε καὶ σφαγῇ. ὅθεν δόγμα ἐξέθετο ἅπαντας τοὺς τῶν βασιλικῶν ἀπολαύοντας φιλοτιμιῶν, προσέτι δὲ καὶ βασιλικῆς τιμῆς μετασχόντας τῆς | |
10 | οἱασοῦν, κατὰ τὴν Μαγναύραν συναθροισθῆναι. ἐπεὶ δὲ τοῦτο ἐγε‐ γόνει καὶ τοῦ προστάγματος οὐδεὶς ἐτόλμα καταφρονεῖν, τὴν τῆς ψυχῆς τέως ὡς ἐν σκότῳ κρύψας θηριωδίαν, ἠρέμα πως καὶ πραείᾳ φωνῇ οὕτω πως ἔλεξεν ἐν βραχεῖ, ὡς ἐβούλετο μὲν καὶ δι’ ἐπιθυ‐ μίας εἶχεν, ὁ λαὸς καὶ κλῆρος ἐμός, τοὺς ἀντιλαβομένους καὶ τῆς | |
15 | βασιλείας ὑπερμαχήσαντας νεανικῶς ὁ ἐμὸς ἄγαν πατὴρ πολλῶν μὲν τιμῶν πολλῶν δὲ τούτους ἀγαθῶν ἑτέρων καταξιῶσαί τε καὶ γερῶν· ἀλλ’ ἐπεὶ ἔφθασεν ἐξ ἀνθρώπων γενέσθαι θᾶττον ἢ εἶχε βουλῆς καὶ πρὸ τοῦ καιροῦ τῆς αὐτοῦ γνώμης ἔξω γέγονε τοῦ καιροῦ, ἵνα μὴ ἀχάριστος δόξῃ πολλοῖς, ἐμὲ οὐ τῆς βασιλείας | |
20 | μόνον διάδοχον ἀλλὰ καὶ τοῦ τοιούτου καλοῦ τούτοις ὑπόχρεων ἐγκατέλιπεν. διὸ ἕκαστος ἐκ μέσου ἀγόμενος δεικνύτω ἡμῖν ἑαυ‐ τόν. τούτοις ὑποκλαπέντες τοῖς λόγοις καὶ συλαγωγηθέντες τὸν | |
νοῦν ἑαυτὸν ἕκαστος ἀπεγύμνου καὶ πᾶσιν ὡρᾶτο κατάδηλος. εὐθὺς | ||
86 | οὖν νόμῳ τῷ πολιτικῷ χρῆσθαι τὸν ὕπαρχον ἐγκελεύεται, καὶ “ἄγε δή” φησίν, “ὦ οὗτος, τούτους κατ’ ἀξίαν τῶν βεβιωμένων ἀμείβου, οὐ μόνον οἷς οὐκ ἔδεισαν τὸ θεῖον, αἵματι ἀνθρωπίνῳ μιάναντες δεξιάν, ἀλλὰ καὶ χριστὸν κυρίου βασιλέα ἀνελόντες οἱ | |
5 | ἄθλιοι.” τούτοις διέλυσε τὸν σύλλογον ἐκεῖνον τὸν πρῶτον δή πως καὶ θαυμαστόν· ὃν εἴπερ τις κατὰ νόμους ἔχοιτο ἐπαινεῖν, ἀλλ’ οὐκ οἶδ’ εἰ στήσεται ἐγγὺς ἡμερωτάτης τε καὶ πραείας ψυ‐ χῆς. καὶ τούτους μὲν οὕτως πως ἐξ ἀνθρώπων ἐποίησεν, προσε‐ πιθεὶς τούτοις τὸ ἐπαινετὸν ἐκεῖνό γε καὶ καλόν, τὸ ἀπελάσαι καὶ | |
10 | πρὸς τὴν ἐν ᾗ τὸ πρότερον ἀπεκάρη μονὴν Εὐφροσύνην τὴν ἑαυ‐ τοῦ μητρυιὰν ποιῆσαι παλινοστῆσαι, ἣν ἡ ἱστορία δευτέραν γαμε‐ τὴν παρέδωκε τῷ Μιχαήλ, ἐκείνων γε τῶν ἡμῖν εἰρημένων ἐκεῖσε χειρογράφων καὶ ὅρκων πολλῶν, οὐχ ὁσίως πραχθέντων γε καὶ γενομένων, ὠφελησάντων οὐδέν. τί δήποτε; ὅτι μὴ ἐπὶ κυρίου | |
15 | πεποιθὼς ἠγάγετο γαμετήν (ἦ γὰρ ἂν ἔννομόν τινα, ἀλλ’ οὐ τὴν ἤδη συνταξαμένην ἠγάγετο τῷ Χριστῷ), ἐπὶ δὲ τῇ ἑαυτοῦ θρασύ‐ τητι καὶ τοῖς ὅρκοις ἐκείνοις τοῖς εὐμεγέθεσί τε καὶ θεοῦ πάντας πόρρωθεν ἀποπέμψασι. 2 Καὶ τὰ πρῶτα μὲν τούτου τοιαῦτα· τὰ δ’ ἑξῆς ἀντε‐ | |
20 | ποιεῖτο δικαιοσύνης καὶ ἦν φοβερός τε πᾶσι τοῖς πονηροῖς καὶ θαυμαστὸς ἀγαθοῖς, τοῖς μὲν ὅτι μισοπόνηρός τε καὶ δίκαιος; | |
τοῖς δ’ ὅτι ἐμβριθής τε καὶ αὐστηρός. πλὴν οὐκ ἦν τοῦτον πάν‐ | ||
87 | των καθαρεύειν τῶν πονηρῶν. καὶ διὰ τοῦτο εἴχετο μὲν τῆς ἐπὶ θεὸν καὶ τὴν τούτου πάναγνον μητέρα, ὡς ἔλεγε, πίστεως, εἴχετο δὲ καὶ τῆς πατροπαραδότου μιαρᾶς τῶν εἰκονομάχων αἱρέσεως, καὶ ταύτῃ γε δὴ τὸν εὐσεβῆ καὶ πανάγιον λαὸν ἐτάραττέ τε καὶ | |
5 | πολυειδέσιν ἐδίδου κακώσεσι, πάντα τὸν τῆς βασιλείας αὐτοῦ χρό‐ νον ἠρεμῆσαι μὴ συγχωρήσας, οἷς οὐδὲ τὰς ἐν πολέμοις ἀνδρα‐ γαθίας καταλλήλως ἐλάμβανεν, ἀλλ’ ἥττητό τε ἀεὶ καὶ οὐ κατὰ βασιλέα ὑπέστρεφεν. 3 Τοιγαροῦν ἐχόμενος τῆς δικαιοσύνης, οὐ μὴν δὲ καὶ | |
10 | τῆς πρὸς τὴν τοῦ θεοῦ μητέρα πίστεώς τε καὶ προθυμίας, ἀπῄει ἔφιππος διὰ τῆς κατὰ τὴν μέσην πλατείας καὶ λεωφόρου πρὸς τὸν ἐν Βλαχέρναις θεῖον ναὸν ἑκάστῃ ἑβδομάδι, ὑπὸ τῶν δορυφόρων παραπεμπόμενος. ἀπῄει δὲ πᾶσι μέν, πρὸ παντὸς δὲ τοῖς ἀδικου‐ μένοις διδοὺς ἑαυτόν, ὡς ἂν ἔχοιεν τὰ αὐτῶν ἐκτραγῳδεῖν ἀδική‐ | |
15 | ματα καὶ μὴ παρὰ τινῶν κακοποιῶν κωλύοιντο ὑφορωμένων τὴν ἔκτισιν, δεύτερον δὲ ἵνα διὰ τὴν ἀγορὰν διερχόμενος θεατὴς γίνοιτο τῶν ὠνίων· ὅθεν ἑκάστου τῶν πιπρασκομένων ὅσου πωλεῖται κατὰ τὴν ἀγορὰν ἠρώτα, οὐκ ἐν παρέργῳ τοῦτο ποιῶν ἀλλὰ καὶ λίαν ἐνεργῶς τε καὶ ἐπιμόνως, οὐδ’ ἑνὶ τοῦτο εἴδει ἀλλὰ παντὶ μὲν τῷ | |
20 | τρέφειν ἄνθρωπον δυναμένῳ, εἴτ’ οὖν ἐσθιόμενον εἴτ’ οὖν καὶ πινόμενον, παντὶ δὲ τῷ περιθάλπειν καὶ εἰς ἀμφίασιν τελοῦντι, καὶ πᾶσιν ἁπλῶς τοῖς κατὰ τὴν ἀγορὰν προκειμένοις τῶν βουλομέ‐ | |
νων ἐξωνήσει. διά τοι τοῦτο οὐδὲ ῥᾳδίως ἂν εἶδέν τις αὐτὸν ἐξ‐ | ||
88 | εληλυθότα εἰς πρόκενσον, πολλὴν ἐνδεικνύμενον σπουδὴν πρὸς τὰ κοινά τε καὶ ἐπιμέλειαν νῦν μὲν ἐν κριτηρίοις, νῦν δέ, ὡς εἴρηται, κατὰ τὰς προόδους τῆς ἑβδομάδος. 4 Ὅθεν ἐπεί τινα τῶν ὀφθαλμῶν ἑστίασιν τὰ πρὸ τῆς | |
5 | πόλεως ἔχοντα ὡς ἐπὶ τὸ πλεῖστον εἰς ἑαυτὰ καλοῦσι τοὺς βασιλεῖς, τὰ πρὸς τὴν θάλασσαν τοῦ παλατίου τείχη τῶν ἀρχαίων θεμελίων οὗτος παρεκβαλών, καὶ πρὸς τὰ ἡλιακά, ἔνθα πρότερον κινστέρ‐ νης οὔσης συνέβη βασιλικὸν ἀποπνιγῆναι υἱόν, παραδείσους ἐργα‐ σάμενος, ἐκεῖθεν τὸ λεῖπον ἀνεπλήρου καὶ ἑαυτὸν ἔτερπε τούτοις | |
10 | καὶ ἐψυχαγώγει, ὡς τὸ εἰκός. καί ποτε τούτου ἐκεῖσε ἐνδιατρί‐ βοντος, εἴτε δὴ καὶ δειπνοῦντος, ὡς λόγος, συνέβη ναῦν τινὰ μυριοφόρον ἐξ οὐρίας πλέουσαν ἀναπεπταμένοις δὴ τοῖς ἱστίοις τῷ μεγέθει τὸν λιμένα κατασκιάσαι καὶ τὸν βασιλέα εἰς θάμβος ἐπα‐ γαγεῖν. ἐπύθετο οὖν αὐτίκα τίνος τε ἡ ὁλκὰς εἴη καὶ ὅ τι φέροι | |
15 | τῶν ἐδωδίμων. ὡς δὲ τῆς Αὐγούστης ἤκουσεν καὶ λαθεῖν τοῦτο οὐκ ἦν, τότε μὲν ἐφησυχάσαι λέγεται καὶ διαπέμψαι τὸν καιρὸν μέχρι τῆς ἧς εἰώθει ἡμέρας κατὰ τὰς Βλαχέρνας ἰέναι. ἐπεὶ δ’ ἥ τε ἡμέρα παρῆν καὶ ὁ τοῦ πλοίου ὅρμος δῆλος ὑπῆρχε τῷ βασι‐ λεῖ ἀναμαθόντι διά τινος, τῆς εἰς τὸ πλοῖον φερούσης ἀπήρχετο | |
20 | ὁδοῦ· ἦν δὲ κατὰ τὸν Βόσπορον. καὶ ἐπείπερ παραγενόμενος παρὰ τὴν πρύμναν ἔστη τῆς νεὼς ἀκολουθούσης τῆς τάξεως, ἠρώτα | |
τὴν σύγκλητον οὐχ ἅπαξ δὴ μόνον ἀλλὰ καὶ δὶς καὶ τρίς, ὅτου | ||
89 | δή τις ἔχοι χρείαν τῶν ἐδωδίμων, σίτου ἢ οἴνου ἤ τινος ἄλλου τῶν κατ’ οἶκον ἀναλισκομένων. ὡς δὲ πολλάκις ἐρωτηθέντες μόλις ἅπαξ ἀπεκρίθησαν μηδενὸς λείπεσθαι μέχρι τῆς σῆς εὐμοιροῦμεν δεσποτείας τε καὶ βασιλείας, καὶ προστιθέντων μηδὲν εἰδέναι τῶν | |
5 | ὧν ἐρωτώμεθα, “ἀλλ’ οὐκ ἴστε” ἔφησεν “ὅτι με ὑπὸ θεοῦ βασι‐ λέα γενόμενον ἡ Αὐγούστα καὶ σύμβιος ναύκληρόν με εἰργάσατο; καὶ τίς πώποτε, μετὰ πικρίας λέγων τοῦτο ψυχῆς, βασιλέα Ῥω‐ μαίων ἢ τὴν αὐτοῦ γαμετὴν ἔμπορον ἐθεάσατο;” καὶ ἐπὶ τούτῳ ἀναπολογήτων μενόντων, ἐκέλευσεν αὐθωρὸν μόνους ἐξιόντας τοὺς | |
10 | ἀνθρώπους τὴν ναῦν ἐκείνην παραδοῦναι πυρὶ αὐταῖς ἀγκύραις καὶ ἱστίοις καὶ τοῖς ἄλλοις πᾶσιν ἀγωγίμοις, πολλὰ κατειπὼν ὕστερον καὶ παντοίαις ὕβρεσι τὴν δέσποιναν περιβαλών, ὡς καὶ αὐτῆς ἐπαπειλῆσαι ἐξαγαγεῖν τῆς ζωῆς, εἴγε δὴ ἔκτοτε τοιοῦτόν τι ποι‐ οῦσα φωραθείη. | |
15 | 5 Ἀλλὰ πατρίδα μὲν ἡ Θεοδώρα (τοῦτο γὰρ ὄνομα τῇ Αὐγούστῃ) Παφλαγονίαν ἐσέμνυνεν, καὶ χωρίον Ἔβισσαν, γεννή‐ τορα δὲ Μαρῖνον οὐκ ἄσημόν τινα ἢ ἰδιώτην τὴν τύχην, δρουγγά‐ ριον δὲ ἢ τουρμάρχην κατά τινας, καὶ μητέρα Θεοκτίστην τὴν οὕτω Φλωρίναν κατονομαζομένην, ἀμφοτέρους εὐσεβείᾳ ἐντεθραμμένους | |
20 | καὶ τὴν τῶν σεπτῶν εἰκόνων προσκύνησιν οὐκ ἐξαρνουμένους μέν, ὡς κατ’ ἐκεῖνο πάντες καιροῦ, ἀσπαζομένους δὲ καὶ ἐνστερνιζομέ‐ | |
νους ὑπερφυῶς. ἀλλ’ ἡ μὲν Θεοδώρα διαδήματι βασιλείας πάλαι | ||
90 | δὴ κατέστεπτο, καὶ ἡ αὐτῆς μήτηρ Θεοκτίστη ζωστή τε καὶ πατρι‐ κία τετίμητο. αὕτη δὴ οὖν ἡ Θεοκτίστη κατὰ τὸν ἑαυτῆς οἶκον, ἔνθα δὴ ἡ τῶν Γαστρίων μονὴ τὴν πῆξιν ἔχει τὰ νῦν καὶ ἵδρυσιν (ἦν δὲ τοῦτον ἐξ ἐκείνου τοῦ πατρικίου ἐξωνησαμένη Νικήτα), | |
5 | τὰς τῆς Θεοδώρας θυγατέρας μετακαλουμένη (πέντε δὲ ἦσαν τὸν ἀριθμόν, ἥ τε Θέκλα καὶ Ἄννα Ἀναστασία τε καὶ Πουλχερία καὶ ἡ Μαρία) ἄλλαις τε δωρεαῖς αἷς ὑπάγεσθαι τὸ θῆλυ πέφυκεν ἐδεξιοῦτο, καὶ ἰδίᾳ παραλαμβάνουσα οὐ μαλακίζεσθαι οὐδὲ μένειν θηλείας ὅπερ ἦσαν ἐξελιπάρει καὶ καθικέτευεν, ἀνδρίζεσθαι δὲ καὶ | |
10 | τῆς μητρῴας θηλῆς ἄξια διανοεῖσθαι καὶ πρέποντα, τὴν πατρῴαν μὲν αἵρεσιν ἀπορριπιζομένας, καταφιλούσας δὲ καὶ κατασπαζο‐ μένας τὰς τῶν σεπτῶν εἰκόνων μορφάς. καὶ ἅμα ταύτας εἰς χεῖ‐ ρας ἐμβάλλουσα (ἐφυλάττοντο δὲ αὐτῇ ἔν τινι κιβωτίῳ), τῷ προσώπῳ καὶ τοῖς χείλεσιν ἐπιτιθεμένη ἡγίαζέν τε αὐτὰς καὶ πρὸς | |
15 | τὸ ἐκείνων φίλτρον διήγειρεν. τοῦτο οὖν ἐνδελεχῶς ποιοῦσα καὶ ταῖς ἐγγόνοις τὸ περὶ τὰς εἰκόνας φίλτρον ἀναζωπυροῦσα οὐκ ἔλα‐ θε τὸν Θεόφιλον, πυνθανόμενον “ὅ τι τε αὐταῖς παρὰ τῆς μάμ‐ μης δεδώρηται καὶ ὅ τι χάριτος ἐξείργασται ἄξιον. αἱ μὲν γὰρ ἄλλαι τούτου τὰς πεύσεις ἀγαθὰ φρονοῦσαι ὥσπερ τινὰς λαβὰς | |
20 | ἐρρωμένως παρέτρεχον· ἡ δὲ Πουλχερία ἅτε ἡλικίᾳ καὶ νῷ νηπιά‐ ζουσα τάς τε φιλοφροσύνας ἔλεγε καὶ τὸ πλῆθος τῶν ὀπωρῶν, συνηρίθμει δὲ καὶ τὴν τῶν σεπτῶν εἰκόνων προσκύνησιν, οὕτω δὴ | |
ἁπαλὰ φρονοῦσα καὶ λέγουσα ὡς νινία πολλὰ εἴη αὐτῇ κατὰ τὸ | ||
91 | κιβώτιον καὶ ταῦτα τῇ κεφαλῇ τε καὶ τοῖς προσώποις ἐπιτίθησι μετὰ τὰ φιλήματα. ταῦτα γοῦν τὸν βασιλέα εἰς μανίαν ἦγεν ὑπο‐ λαλούμενα. ἀλλὰ πρᾶξαι μέν τι τῶν δριμυτέρων ἢ πικροτέρων εἰς αὐτὴν ἐκώλυε τοῦτον τό τε τῆς γυναικὸς αἰδέσιμον καὶ ἡ εὐλά‐ | |
5 | βεια, καὶ ἡ παρρησία δὲ πρὸς τούτοις οὐκ ἔλαττον (καὶ γὰρ ἦν τοῦτον ἀριδήλως σκώπτουσα καὶ διελέγχουσα ἐπί τε τοῖς καθ’ ἡμέραν τῶν ὁμολογητῶν διωγμοῖς καὶ τῇ δηλωθείσῃ αἱρέσει, καὶ μόνη μικροῦ φανερὰν ποιοῦσα τὴν πρὸς αὐτὸν τῶν πάντων ἀπέ‐ χθειαν), ἀπέτεμνεν δὲ μόνον τὴν πρὸς αὐτὴν τῶν τούτου θυγατέ‐ | |
10 | ρων ἄφιξιν, καὶ διεκώλυε γίνεσθαι συνεχῆ. 6 Τούτοις ἀδελφὰ καὶ τῇ βασιλίδι Θεοδώρᾳ συμβέβη‐ κεν. ὑπῆρχέ τι τῷ βασιλεῖ παρακεκομμένον ἀνδράριον, τοῦ Ὁμη‐ ρικοῦ Θερσίτου διενηνοχὸς κατ’ οὐδέν· Δένδερις ὄνομα τούτῳ, ἄσημά τε φθεγγόμενος καὶ γέλωτας κινῶν καὶ θυμηδίας ἕνεκεν | |
15 | τοῖς βασιλείοις ἐνδιαιτώμενος. οὗτος γοῦν εἰσπηδήσας ποτὲ κατὰ τὸν τῆς βασιλίσσης κοιτωνίσκον κατέλαβεν αὐτὴν θείας εἰκόνας περιειλημμένην καὶ τοῖς ἑαυτῆς ὄμμασιν μετὰ σπουδῆς προσάγου‐ σαν. ταύτας ὑπ’ ὄψιν ἰδὼν οὗτος ὁ παραπαίων τί τε εἰσὶν ἐπυν‐ θάνετο, καὶ πλησιέστερον διέβαινεν. ἡ δὲ “τὰ καλά μου” ἔφησεν | |
20 | οὕτως ἀγροικικῶς “νινία· καὶ ἀγαπῶ ταῦτα πολλά.” κατὰ τὴν τράπεζαν τηνικαῦτα εἱστιᾶτο ὁ βασιλεύς, καὶ δὴ πρὸς αὐτὸν εὐ‐ θὺς διαβάντος ἤρετο αὐτὸν ὅποι ποτὲ ἐτύγχανεν ὤν. ὁ δὲ παρὰ τὴν μάναν ἔφησεν εἶναι, τὴν Θεοδώραν οὕτω λέγων, καὶ θεάσα‐ | |
σθαι ἐν αὐτῇ καλὰ νινία τοῦ προσκεφαλαίου ἐξαίρουσαν. συνῆκεν | ||
92 | οὖν ὁ βασιλεύς, καὶ πλήρης ὀργῆς γεγονώς, ὡς ἐξανέστη τῆς τρα‐ πέζης, πρὸς αὐτὴν ἀπῄει, ἄλλαις τε πολλαῖς ὑβρισίαις αὐτὴν ἐπαντλῶν καὶ εἰδώλων λάτριν ἀκολάστῳ γλώττῃ αὐτὴν ἀποκαλῶν, καὶ ἅμα διεξῄει τοὺς λόγους τοῦ παραπαίοντος. ἡ δὲ τέως μὲν | |
5 | τὸν θυμὸν καταστορεννύουσα “οὐ τοῦτό ἐστιν” ἐξ ἑτοίμου ἔλεγεν, ὦ βασιλεῦ, οὐ τοῦτο, ὡς ὑπείληφας σύ· τῷ δὲ κατόπτρῳ μου ἤμην ἀτενίζουσα μετὰ τῶν θεραπαινίδων, καὶ τὰς ἐκεῖσε τικτομέ‐ νας ἰδὼν ὁ Δένδερις μορφὰς ἐλθὼν ἀπήγγειλεν ἀφρόνως τῷ δε‐ σπότῃ καὶ βασιλεῖ.” οὕτω μὲν οὖν ἐκείνου τέως κατέσβεσε τὸν | |
10 | θυμόν· τὸν Δένδεριν δὲ μετ’ οὐ πολλὰς ἡμέρας παιδείᾳ καθυπο‐ βάλλουσα πέπεικε σωφρονεῖν, οὕτω πως λέγουσα ὡς μήποτε λέγειν περὶ τῶν καλῶν νινίων τινί. καί ποτε παρὰ πότον ἐγκαυχώμενος καὶ τῆς δεσποίνης κατεπαιρόμενος ὁ Θεόφιλος ἠρώτα τοῦτον περὶ αὐτῆς, εἰ πάλιν ἄρα τὰ καλὰ νινία ἡ μάνα ἀσπάζεται. ὁ δὲ τοῖς | |
15 | χείλεσι τὴν δεξιὰν χεῖρα ἐπιθεὶς καὶ τῇ ἀριστερᾷ τῶν ὄπισθεν με‐ ρῶν λαβόμενος “σίγα, σίγα περὶ τῶν νινίων” ἀντέφησεν, “βασι‐ λεῦ.” ταῦτα μὲν οὕτω. 7 Καί τινος δὲ κατὰ πόλεμον ἀνδραγαθιζομένου, χεῖρά τε νεανικὴν καὶ ἵππον ἔχοντος δεξιόν, συνέβη τούτου δὴ τὸν στρα‐ | |
20 | τηγόν, ὑφ’ ὃν ἐτέλει ὁ στρατιώτης, ἔρωτι κατασχεθῆναι τοῦ ἵπ‐ που, ὑφ’ οὗ ὁ ἄνθρωπος σέσωστο καὶ πολλάκις ἐκ θανάτου ἐρύετο. ἐπεὶ γοῦν τοῦτον πολλάκις ἐξαιτησάμενος πᾶσί τε τρόποις καὶ χάρισι (καὶ γὰρ ὑπισχνεῖτο πολλὰ διδόναι τῷ ἀνθρώπῳ) ἀπέτυχε | |
τῆς αἰτήσεως, ἦγε δὲ καὶ βίαν ὁ στρατηγὸς καὶ οὐδ’ οὕτως εἶχε | ||
93 | τὸν ὑπακούοντα, διεδέξατο τοῦτον τῆς ἧς εἶχεν ἀρχῆς, πολλὰ καὶ πρὸς τὸν Θεόφιλον κατειπὼν τοῦ ἀνδρός. ἦν οὖν ὁ στρατιώτης ἐν ἑαυτῷ, καὶ τὸν ἵππον ἔχων ἐντρύφημα. παρῴχετο δὲ καὶ χρό‐ νος ἱκανός, ὁ τὸν ἄνδρα πρὸς πόλεμον ἐκ φιλονεικίας καλῶν, ἀλλὰ | |
5 | καὶ καταδαπανῶν αὐτόν, οἷα φιλεῖ τοῖς δυστυχοῦσι δεινῶς. ἐγέ‐ νετο οὖν ἵππου ἀγαθοῦ ζήτησις παρὰ Θεοφίλου κατὰ τὸν τῆς δυστυχίας καιρὸν τοῦ ἀνδρός· διὸ καὶ διὰ γραμμάτων πάντας ἐν τέλει καὶ ἀξιώμασιν ἀνερευνῶν ἐκέλευε τοιόνδε καὶ τοιόνδε ἀπο‐ στεῖλαι αὐτῷ. ὅθεν λαβόμενος ὁ στρατηγὸς ἀφορμῆς ἀφείλετο | |
10 | τοῦ ἀνδρὸς τὸν ἵππον καὶ ἄκοντος, καὶ πρὸς βασιλέα ὡς οἰκεῖον ἀπέσταλκεν. αὕτη ἡ αἰτία, καὶ τοῦ ἵππου δὲ ἡ στέρησις. ἐπεὶ δὲ κατά τινα περιπέτειαν πάντας ἐκέλευσεν ὁ βασιλεύς, καὶ τοὺς οἱᾳδήποτε αἰτίᾳ πεπαυμένους, ἐξιέναι πρὸς πόλεμον, καὶ τὸν ἄν‐ δρα τοῦτον ἐξεληλυθότα ἵππου στερούμενον ἀγαθοῦ ἀπήγαγε τῆς | |
15 | ζωῆς, γυναῖκα καταλελοιπότα καὶ τέκνα πτωχά. τί οὖν ἡ γυνή; καὶ τὸ φιλήκοον ἀκούουσα τοῦ βασιλέως καὶ φιλοδίκαιον, καὶ τῷ τοῦ ἀνδρὸς φίλτρῳ ἐκκαιομένη, καὶ τοῖς τέκνοις ὅπως καὶ χορη‐ γοίη οὐκ ἔχουσα τὰ πρὸς ζωήν, τὴν βασιλεύουσαν καταλαμβάνει, καὶ τὸν Θεόφιλον, ἐν ᾗ ἡμέρᾳ εἴθιστο πρὸς Βλαχέρνας ἀπιέναι, | |
20 | τοῦτον δὴ τοῦ ἀνδρὸς αὐτῆς ἵππον ἀναβαίνοντα κατιδοῦσα, γονυ‐ πετοῦσα καὶ κατολοφυρομένη ἐδέετο τοῦ βασιλέως, τὸν χαλινὸν | |
τοῦ ἵππου κατέχουσα, καὶ ἀνεδίδασκεν πῶς αὐτῆς τε εἴη ὁ ἵππος | ||
94 | καὶ οὐκ ἄλλος τις ἀλλ’ αὐτὸς αἴτιος τῆς τοῦ ἀνδρὸς σφαγῆς. ἐκ‐ πλαγὴς οὖν ὁ βασιλεὺς γενόμενος ἐν τῇ παρρησίᾳ τῆς γυναικὸς καὶ περιθαμβής, καὶ τῶν λεγομένων εἰδὼς οὐδέν, τέως μὲν αὐτὴν ταμιευθῆναι διωρίσατο τῆς αὐτοῦ ἄχρι ἐπανόδου πρὸς τὰ ἀνάκτο‐ | |
5 | ρα, καὶ καλεῖν ταύτην καὶ δὴ ἔφησεν τὴν γυναῖκα μετὰ σπουδῆς ἐπαναδραμών· καὶ ἥδε παρέστη εὐθέως, ἐκδιδάσκουσά τε πάντα καὶ διεξιοῦσα σαφῶς. κελεύει οὖν τόν τε ἀφικέσθαι τὸν στρατη‐ γὸν ὁ βασιλεύς, καὶ περὶ τοῦ ἵππου ζήτησιν ποιεῖ νεανικήν. ὡς δ’ οἴκοθεν ὁ στρατηγὸς καὶ οὐκ ἄλλοθεν, ἀλλ’ οὐδ’ ἐξ ἁρπαγῆς | |
10 | τὸν ἵππον ἀποσταλῆναι διεβεβαίου, παρίστησι κατὰ πρόσωπον τὴν ἄνθρωπον ἔλεγχον τῶν λεγομένων καὶ κατήγορον. οὐκ ἔφερεν οὖν ὁ στρατηγὸς τῷ ψεύδει καταλαμπρύνεσθαι τὴν ὄψιν τῆς γυναικὸς ἐνορῶν, καὶ ἅμα ἱκέτης γίνεται ἐλεεινὸς καὶ τοῦ βασιλέως τοὺς πόδας λαμβάνει μετὰ κλαυθμοῦ. τί οὖν ὁ βασιλεύς; ἐκείνην | |
15 | μὲν τὴν γυναῖκα μετὰ τῶν αὐτῆς παίδων ἀδελφοὺς ἐξ ἴσου καὶ κλη‐ ρονόμους τῆς ἐκείνου δείκνυσιν ὑποστάσεως, μεθίστησί τε τῆς ἀρχῆς αὐτόν, καὶ πᾶσι κατάδηλος γίνεται ἡ δικαία κρίσις αὐτοῦ καὶ τὸ πρὸς τοὺς ἅρπαγας φιλαπέχθημον. 8 Οὐχ ἧττον δέ γε καὶ ταῖς οἰκοδομαῖς ἐγκείμενος τὴν | |
20 | ἑαυτοῦ ἐδείκνυτο ἐπιμέλειαν. τείχη τε γὰρ τὰ χθαμαλώτερα ἐκ βάθρων ἀναδειμάμενος, τὸ γῆρας ὥσπερ ἀποξύσας καὶ πρὸς ὕψος | |
μετὰ κάλλους ἀπάρας, ἄβατα πάντῃ πεποίηκε τοῖς ἐχθροῖς, ἃ | ||
95 | καὶ μέχρι τοῦ νῦν τὴν τούτου προσηγορίαν ἐμφαίνουσιν ἐγγεγραμ‐ μένην ἔχοντα ἐν αὐτοῖς. οὐ μὴν δὲ ἀλλὰ καὶ πόρνας ἀπελάσας ἐξ οἰκημάτων, καὶ καθάρας ὅλον ἐκεῖνον τὸν χῶρον, ξενῶνα τὴν ἐκεί‐ νου φέροντα προσηγορίαν, κάλλει τε κάλλιστον καὶ μεγέθει μέγι‐ | |
5 | στον, εὔπνουν τε καὶ εὔοπτον, δι’ ὧν τὰ φθοροποιὰ μὲν παθή‐ ματα ἀποκλύζονται, τὰ σωτηριώδη δὲ ἐπιγίνονται ἀλεξήματα, κατεσκεύασεν. οὕτως εἶχεν ἐκεῖνος πρὸς πόρνας. πλὴν ὅτι γέ φασιν αὐτόν ποτε κάλλει θεραπαινίδος τῆς Θεοδώρας ἁλόντα συμ‐ φθαρῆναι αὐτῇ, ῥᾳθύμως τότε βιοῦντα· ἐπεὶ γοῦν ᾔσθετο τῆς | |
10 | ἐκ τοῦ καλοῦ διαμαρτίας, καὶ ἄλλως οὐδὲ τὴν Θεοδώραν τοῦτο λαθοῦσαν, κατηφιῶσαν δὲ καὶ αὐχμῶσαν καὶ στυγνάζουσαν, ἔκ‐ τοτε ἐξειπεῖν αὐτῇ, ἐπομνύμενον καὶ φρικτῶς τὰς χεῖρας ἐπαίροντα πρὸς θεὸν ἦ μὴν τότε καὶ μόνον διολισθεῖν, καὶ συγγνώμην ἐπι‐ ζητεῖν παρὰ τῆς ἑαυτοῦ γυναικός. πρὸς τούτοις οἶκόν τινα καὶ | |
15 | ἀνάκτορα ταῖς ἑαυτοῦ θυγατράσιν παρὰ τὸν οὕτω καλούμενον χῶρον τὰ Καριανοῦ πλουσίᾳ χειρὶ ἐξανέστησέν τε καὶ ἤγειρεν, ὧν λείψανά τινα καὶ κολωνοὶ τῆς ἐκείνων μνήμης μέχρις ἡμῶν δια‐ σώζονται. 9 Ἐπεὶ δὲ παλαιῷ ἔθει ἑπόμενος ἐβούλετο τοῖς τῆς Ἄγαρ | |
20 | τὰ τῆς αὐτοκρατορίας ποιῆσαι κατάδηλα, εἴτε δὴ κοινωνοὺς εὐ‐ φροσύνης λαμβάνων εἴτε μᾶλλον τῷ φοβερὸς μέλλειν ὁρᾶσθαι αὐτοῖς, πρὸς τὴν τοιαύτην ἄξιον διακονίαν κρίνει Ἰωάννην τὸν | |
τότε μὲν σύγκελλον, αὐτοῦ δὲ πρότερον, ὡς ἔφθημεν εἰπόντες, | ||
96 | διδάσκαλον. πολιτικῆς γὰρ εὐταξίας τοῦτον πλήρη τυγχάνοντα, οὐ μὴν δὲ καὶ τῇ αἱρέσει τούτου συμπαραμένοντα, ἔτι γε μὴν καὶ τὸ πρὸς τοὺς ἀντιρρητικοὺς λόγους κεκτημένον δραστήριον, ἠγάπα οὗτος καὶ διαφερόντως τῶν κατ’ αὐτὸν ἁπάντων ἐσέμνυνεν· οὗ δὴ | |
5 | χάριν καὶ πρὸς τὸν τῆς Συρίας ἄρχοντα ἐξαπέστειλεν, ἄλλα τε δοὺς αὐτῷ πολλὰ οἷς θαυμάζεται βασιλεία Ῥωμαίων καὶ τῶν ἀλ‐ λοφύλων γένος ἐπτόηται, προσεπιδοὺς δὲ καὶ χρυσίον κεντηναρίων τεσσάρων ὑπερβαῖνον ποσότητα. ἀλλὰ τὰ μὲν τῷ ἀμεραμνουνῇ ὡς δῶρα ἀπέσταλκεν, τὸ χρυσίον δέ, ὡς εἴη τῷ Ἰωάννῃ εἰς φιλο‐ | |
10 | τιμίας ἐπίδοσιν, ἐπιδείξεώς τε χάριν ἅμα καὶ αὐξήσεως· εἰ γὰρ ἄμμου δίκην ὁ ἀποσταλεὶς τὸ χρυσίον ἔχει σπείρειν ὡς βούλεται, πολλῷ δή που μᾶλλον τὸν ἀποστείλαντα ἐπὶ πλούτου θημῶνας θαυμάζεσθαι χρή. διὸ καὶ σκεύη πρὸς τούτοις δύο ἐκ χρυσοῦ τε καὶ λίθων πολυτελῶν τὴν σύστασιν ἔχοντα, ἃ ἡ κοινὴ γλῶττα καὶ | |
15 | μὴ καθαρὰ καλεῖ χερνιβόξεστα, αὐτῷ ἐπιδέδωκεν, πάντοθεν ἐξαί‐ ρων τὸν ἀπόστολον αὐτοῦ καὶ κοσμῶν. ὃς δὴ ἀφικόμενος καὶ τὰ Βαγδὰ ἄρτι καταλαβὼν πολὺς μὲν ἐφαίνετο ἐκ τῆς ἔνδον περι‐ νοίας καὶ λόγου τοῦ προφητικοῦ, πολὺς δὲ ἐκ τοῦ ἔξωθεν ἐπαν‐ θοῦντος πλούτου αὐτῷ καὶ σεμνότητος, οὐ μικρά τινα τοῖς ἀπο‐ | |
20 | στελλομένοις καὶ πρὸς αὐτὸν φοιτῶσι διδούς, μεγάλα δὲ καὶ τῷ | |
βασιλεῖ τῶν Ῥωμαίων μόνον κατάλληλα. ἐκ τούτου ἐθαυμάζετό | ||
97 | τε, καὶ τὸ αὐτοῦ διαπρύσιον ἐγίγνετο ὄνομα. ἀλλὰ πρῶτον μὲν ἄρτι τοῖς ὁρίοις τῶν βαρβάρων προσβὰς ἐξέπληξέ τε πάντας, καὶ τῆς ἐρωτήσεως χάριν αὐτῷ ὑπηντηκόσιν καὶ ὅπως ἔχοι πυθομένοις μόνον ὁ βασιλεύς, τῇ δαψιλείᾳ τῶν δώρων καὶ τοῦ χρυσίου θαυμάσαι | |
5 | τούτους ἐποίησεν. τότε δὴ πλησιάσας τῷ Ἰσμαὴλ καὶ κατὰ πρόσω‐ πον στάς, καὶ ἀπαγγείλας τοὺς ἐκ βασιλέως λόγους αὐτῷ, ἐπεὶ ἀπηγγέλκει, ἄπεισι πρὸς τὸ ἀναπαύσεως καταγώγιον. μᾶλλον δὲ καὶ μᾶλλον βουλόμενος ἐξᾶραι τὰ Ῥωμαίων πράγματα, τοὺς ἐφ’ οἱᾳδηποτοῦν αἰτίᾳ πρὸς αὐτὸν φοιτῶντας, μεγάλῃ τε καὶ μικρᾷ, | |
10 | σκεῦός τι ἀργύρεον χρυσίου πληρῶν ἑκάστῳ ἐπεδίδου φιλοτιμού‐ μενος. καί ποτε δὲ τοῖς βαρβάροις συνεστιώμενος τῶν εἰρημένων δύο χειρονίπτρων τοῖς ὑπηρετοῦσι παρήγγειλεν ἀπολέσαι τούτων ἑκουσίως τὸ ἕτερον, ὃ εἰς ὑπηρεσίαν ἐκέκτητο. ὡς δὲ θροῦς τις οὐκ ἀγεννὴς ἐπὶ τῇ ἀπωλείᾳ τούτου ἐγένετο, καὶ πάντες οἱ βάρβαροι | |
15 | τῷ κάλλει τούτου καὶ τῇ σεμνότητι, ἔτι γε καὶ τῇ μεγαλοπρεπείᾳ βε‐ βλημένοι τὴν ψυχὴν πολλὴν συζήτησιν ἐποιοῦντο καὶ ἔρευναν, καὶ πάντα κάλων, τὸ δὴ λεγόμενον, ἔσειον, ὡς ἂν εἰς φῶς ἀχθῇ τὸ κλαπέν, τηνικαῦτα οὗτος τὸ ἕτερον ἐκβαλεῖν κελεύσας, καὶ “τοῦτο ἔα φθείρεσθαι” ἐπειπών, εἰς θάμβος ἦγε τοὺς Σαρακηνούς, τὴν | |
20 | τοιαύτην ζήτησιν αὐτοῦ καταπαύσαντος. ὅθεν καὶ ὁ ἀμεραμνουνῆς | |
ἀντιφιλοτιμούμενος, καὶ τούτου δεύτερος ὀφθῆναι μὴ βουλόμενος, | ||
98 | ἄλλοις τε δώροις αὐτὸν ἐθεράπευεν, οἷσπερ αὐτὸς οὐχ ἡλίσκετο ἀλλ’ ὡς χοῦν αὐτοῦ κατενώπιον ἔρριπτεν, καὶ ἐπεδίδου αἰχμαλώ‐ τους ἑκατὸν ἄρτι τῆς φρουρᾶς ἐξαγαγὼν καὶ ἀμφιάσεσι κοσμήσας εὐπρεπέσι, τὰ τῆς αἰχμαλωσίας περιελόμενος ῥάκια. ἀλλὰ καὶ | |
5 | οὗτος ἐπῄνει μὲν πάνυ καὶ ἀπεδέχετο τοῦ διδόντος τὸ μεγαλόδω‐ ρον, ἐλάμβανε δὲ οὐδαμῶς, εἰπὼν τούτους ἐν ἀνέσει μὲν τέως καὶ ἐλευθερίᾳ μένειν παρ’ ἑαυτοῖς, μέχρις ἂν τὴν ἀντισήκωσιν ἐξεργά‐ σεται καὶ ἄλλους αἰχμαλώτους Σαρακηνοὺς ἐπιδοὺς ἐκείνοις τοὺς ἡμετέρους ἐκλήψεται. τοῦτο γοῦν γενόμενον ἐξέπληξε τὸν Σαρα‐ | |
10 | κηνόν· καὶ οὐκέτι ὡς ξένον ὡς οἰκεῖον δὲ ἡγούμενος τοῦτον συνε‐ χῶς μετεκαλεῖτο, καὶ θησαυροὺς ἐδείκνυε τοὺς ἑαυτοῦ καὶ τὰ τῶν οἰκημάτων κάλλη καὶ τὴν αὐτοῦ σεμνοπρέπειαν, καὶ οὕτως δὴ τι‐ μῶν γε τοῦτον ἐφαίνετο, ἄχρις οὗ μεγαλοπρεπῶς πάλιν πρὸς τὴν Κωνσταντινούπολιν ἐξαπέσταλκεν. ὃς καὶ πρὸς τὸν Θεόφιλον | |
15 | ἄρτι ἐξεληλυθώς, καὶ τὰ τῆς Συρίας πρὸς αὐτὸν διεξερχόμενος, ἔπεισε τὰ τοῦ Βρύου ἀνάκτορα πρὸς τὴν τῶν Σαρακηνῶν κατα‐ σκευασθῆναι ὁμοίωσιν, ἔν τε σχήμασι καὶ ποικιλίᾳ μηδὲν ἐκείνων τὸ σύνολον παραλλάττοντα, ἐκείνοις τούτου παρισταμένου καὶ κατὰ τὴν Ἰωάννου ἐξήγησιν τὰ τῶν ἔργων ἐκπερατοῦντος, ὃς ὄνο‐ | |
20 | μα μὲν Πατρίκης οὕτω καλούμενος ὠνομάζετο, τῇ τῶν πατρικίων δὲ τιμῇ ἐσεμνύνετο, τοῦτο μόνον περιττότερον ἐργασάμενος, τὸ κατὰ τὸν κοιτῶνα μὲν ἀνεγεῖραι ναὸν εἰς ὄνομα ὑπεραγίας δεσποί‐ | |
νης ἡμῶν θεοτόκου, κατὰ δὲ τὸ προαύλιον τῶν τοιούτων παλα‐ | ||
99 | τίων τὸν τρίκογχον ναὸν κάλλει τε κάλλιστον καὶ μεγέθει πολλῶν διαφέροντα, καὶ τὸ μὲν μέσον εἰς ὄνομα τοῦ ἀρχιστρατήγου, τὰ δὲ ἑκατέρωθεν τούτου εἰς μαρτύρων γυναικῶν ἁγίων ὀνόματα. 10 Καὶ περὶ μὲν τὰ τοιαῦτα ἐδόκει τε καὶ ἐνομίζετο με‐ | |
5 | γαλοπρεπὴς ὁ Θεόφιλος καὶ θαυμαστός· περὶ δὲ τοὺς πιστοὺς ἡμᾶς καὶ τοὺς τὰς σεπτὰς καὶ θείας εἰκόνας προσκυνοῦντας οἷος! ὡς βάρβαρός τις καὶ αὐστηρός, πάντας παρελάσαι φιλονεικῶν ἐπὶ τούτῳ δεινούς. οἱ μὲν γὰρ πρὸ αὐτοῦ (Λέων δὲ ἦσαν καὶ Μιχαὴλ ὁ τούτου πατήρ) ὁ μὲν ἐθέσπισεν μή τινι τῶν γεγραμμέ‐ | |
10 | νων εἰκόνων, κἂν εἴ που γραφόμεναι τύχοιεν, τὴν ἅγιος φωνὴν ἐγχαράττεσθαι, ὡς οὐκ ἄλλῳ τινὶ ταύτην ἁρμόζει ἐπιγράφεσθαι ἢ τῷ θείῳ οὐκ εὐστόχως βαλὼν τῷ νῷ· πῶς γάρ, εἴγε καὶ αὐτῆς τῆς θεὸς φωνῆς ὑψηλοτέρας οὔσης μεταδοὺς ὁ θεὸς τοῖς ἀνθρώ‐ ποις, τοῖς οὐ φύσει, θεοῖς δέ φημι, εἴγε αὐτὸς διὰ τοῦ προφήτου | |
15 | ἦν ὁ φθεγξάμενος, τῆς ἅγιος ἀποστερήσει ταπεινοτέρας οὔσης κατὰ πολύ; πλὴν ὁ μὲν τοῦτο, φησί, θεσπίσας ἦν, ἅτερος δὲ ὁ Λέων τὸ μηδὲ προσκυνεῖσθαι· ἐγὼ δὲ τὸ μηδὲ χρώμασι ταύτας τυποῦσθαί τε καὶ μορφάζεσθαι, καθὸ χαμαιπετῆ ὄντα οὐ χρὴ πρὸς ταῦτα ἐπτοῆσθαι, πρὸς μόνην δὲ τὴν ἀλήθειαν σκοπεῖν. | |
20 | ἐντεῦθεν οὖν καθῃροῦντο μὲν κατὰ πᾶσαν ἐκκλησίαν αἱ θεῖαι μορ‐ | |
φαί, θηρία δὲ καὶ ὄρνιθες ἀντὶ τούτων ἀνεστηλοῦντο καὶ ἐνεγρά‐ | ||
100 | φοντο, τὴν θηριώδη καὶ ἀνδραποδώδη τούτου διάνοιαν ἐξελέγχον‐ τα. ἐντεῦθεν βεβήλοις χερσὶ δι’ ἀγορᾶς τὰ ἱερὰ κειμήλια ἐφυ‐ βρίζοντο καὶ ἄλλως ἐρριπτοῦντο κατὰ τῆς γῆς πυρὶ διδόμενα, καὶ κοινὰ τὰ τίμια ἐλογίζοντο, ὅσα τὰς θείας ἔφερον ἐγκεκολαμμένας | |
5 | μορφάς. ἐντεῦθεν πλήρη μὲν τὰ πολιτικὰ δεσμωτήρια τῶν διὰ τιμῆς ἀγόντων αὐτάς, τῶν γραφόντων, τῶν μοναζόντων, τῶν ἐπισκόπων, τῶν ποιμένων, τῶν ποιμαινομένων, πλήρη δὲ τὰ ὄρη τε καὶ τὰ σπήλαια τῶν ὡς κακούργων ἀναιρεθέντων λιμῷ τε καὶ δίψει, καὶ τῶν ἐκ πολιορκίας δεινῆς οὐκ ἐπ’ ἔλαττον. ἄρτι γὰρ | |
10 | ἀβάτους τηρεῖσθαι τοῖς μοναχοῖς τὰς πόλεις ἐγκελευσάμενος, καὶ πάντῃ τούτους ὡς ἀποτρόπαιον ἀπελαύνεσθαι θεσπίσας, ἀλλὰ μηδὲ κατὰ χώραν ὁρᾶσθαι τολμᾶν, εἰργάσατο τούτων τὰ μονα‐ στήρια καὶ ἡσυχαστήρια περιφανῶς πολυάνδρια καὶ κοσμικὰ καταγώγια. τινὲς μὲν γὰρ αὐτῶν προδοῦναι τὴν ἀρετὴν καὶ τὸ | |
15 | ἱερὸν ἔνδυμα οὐμενοῦν θέλοντες λιμῷ τακέντες καὶ κακουχίαις ἐξέλιπον· οἱ δὲ πρὸς τοσοῦτον ἀγῶνα μηδ’ ἀντοφθαλμεῖν δυνά‐ μενοι τῶν ἐνδυμάτων μὲν κατωλιγώρησαν, τὴν ἑαυτῶν δὲ σωτη‐ ρίαν πως ᾠκονόμησαν· ἕτεροι δὲ ῥᾳθυμότερον διαζῶντες τὸν ἄνε‐ τον καὶ ἐκλελυμένον ἠσπάσαντο βίον, τῶν θείων ὕμνων καὶ ᾠδῶν | |
20 | καὶ ἐσθήματος ἀφειδήσαντες, τὸ μηδὲ τούτους τελεῖσθαι τοὺς συλλόγους τὸν τύραννον βούλεσθαι, ἃ πολλάκις καὶ μόνα δύναν‐ ται τηρεῖν καὶ οἷον χαλινός τις εἶναι τοῖς πρὸς τὰ πάθη ἀτάκτως | |
κατολισθαίνουσιν. | ||
101 | 11 Πλὴν οὐκ ἦν πάντῃ τὴν παρρησίαν καὶ ἐλευθερίαν ἰδεῖν τῶν ἀνθρώπων ἀποφοιτήσασαν, ἀλλὰ τῶν θερμοτέρων τινὲς μὲν καθ’ εἷς τινὲς δὲ συστάδην, ὡς οἱ τῆς τῶν Ἀβρααμιτῶν μονῆς ὁρμώμενοι, αὐτῷ λογικῶς ἔκ τε τῶν εἰρημένων τοῖς πατράσιν ἡμῶν | |
5 | Διονυσίῳ τε τῷ θείῳ καὶ Ἱεροθέῳ καὶ Εἰρηναίῳ ἀπεδείκνυον ὡς οὐ χθὲς καὶ πρῴην ἡ τῶν μοναχῶν πολιτεία τε καὶ κατάστασις ἐπινενόηται, παλαιὰ δέ τις καὶ ἀρχέγονος καὶ τοῖς ἀνθρώποις ἐπέραστος. οὐ μὴν δὲ ἀλλὰ καὶ τῶν θείων εἰκόνων ἐκτύπωσιν σύντροφόν τε τῶν ἀποστόλων καὶ ὁμοδίαιτον ἀπεδείκνυον, εἴγε | |
10 | Λουκᾶς μὲν ὁ θεῖος τὴν τῆς θεοτόκου μορφὴν ἐνετύπωσεν, αὐτὸς δὲ Χριστὸς ὁ δεσπότης ἡμῶν καὶ θεὸς τὴν ἑαυτοῦ ἐπί τινος ὀθό‐ νης ἀπομαξάμενος ἀχειρότευκτον ἡμῖν ἐγκατέλιπεν. οὗτοι γοῦν οἱ θειότατοι ἄνδρες τὴν τοῦ τυράννου μανίαν καὶ θηριωδίαν ἐκκα‐ λεσάμενοι τῷ σφόδρα παρρησιασθῆναι μετὰ πολλὰς ἑτέρας βασά‐ | |
15 | νους τῆς πόλεως ἐξώσθησαν, πρὸς δὲ εὐκτήριον προδρόμου τὸ οὕτω καλούμενον τοῦ Φοβεροῦ κατὰ τὸν Εὔξεινον πόντον πεφευ‐ γότες, καὶ ταῖς τῶν μαστίγων ἀφορήτοις φοραῖς τελείως κατα‐ πονηθέντες, τῆς ἄνω λήξεως ἠξιώθησαν· ὧν καὶ τὰ ἱερὰ σώματα ἐπὶ πολὺ ἄλλως ἐρριμμένα πρὸς τοὔδαφος, μηδὲ τῆς ταφῆς εὐμοι‐ | |
20 | ρηκότα, σῶα διετηρήθησαν καὶ ἀλώβητα, μέχρις ὅτου τοῖς πιστοῖς γενόμενα φανερὰ ἐκηδεύθησάν τε καὶ καταλλήλως τοῖς ὑπὲρ Χρι‐ | |
στοῦ μαρτυρήσασιν ἐτιμήθησαν. | ||
102 | 12 Τούτοις ἐφάμιλλος καί τις γενόμενος μοναχός, ἄρτι δὲ πρὸς ἀρχὴν τῆς ἱερωσύνης ἀναδραμὼν καὶ ζήλου πλη‐ σθείς, τὸν τύραννον ἐλέγξαι διέγνωκε καὶ περὶ τῶν ἁγίων εἰκόνων πεῖσαι, εἰ δυνατόν. καὶ δὴ κατὰ πρόσωπον αὐτοῦ στὰς ἄλλα τε | |
5 | διεξῄει πολλὰ καὶ τὸ τοῦ ἀποστόλου Παύλου ῥητόν, τοῦτο δὴ τὸ φάσκον “εἴ τις ὑμῖν εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.” ἀλλὰ καὶ τούτῳ πληγὰς ἐπιθεὶς οὐκ ὀλίγας, ἐπεὶ σοφώτερα λέγειν διέγνωκεν αὐτοῦ τε δυνατώτερα εἰπεῖν, πρὸς τὸν Ἰωάννην ἐξαπέσταλκεν, καθηγητὴν αὐτοῦ γεγονότα τε καὶ διδάσκαλον, δια‐ | |
10 | λεκτικαῖς ἀποδείξεσι χρώμενον καταβαλεῖν αὐτὸν ἐγκελευσάμενος. ἀλλὰ καὶ τοῦτον ὁ γενναῖος ἀγωνιστὴς οὐ ταῖς σοφιστικαῖς καὶ δια‐ λεκτικαῖς ἀποδείξεσι, τοῖς ἀποστολικοῖς δὲ καὶ εὐαγγελικοῖς ῥήμασιν ἀφωνότερον ἰχθύων ἀποδείξας τέως μὲν ἀπὸ τούτου ἐγένετο, ὕστε‐ ρον δὲ πρὸς τὸ Καλὸν οὕτω λεγόμενον ἀποδημήσας ὄρος, Ἰγνάτιόν | |
15 | τινα θεοφόρον ἄνδρα καταλαβὼν χειροτονίας τε ἠξίωσεν, καὶ περὶ τῶν μελλόντων πραγμάτων τε καὶ βασιλέων ἀναδιδάξας, ἄχρι καὶ τοῦ φιλοχρίστου Λέοντος καὶ τῶν τέκνων αὐτοῦ διαμείνας, πρὸς κύριον ἐξεδήμησεν. 13 Ἐπεὶ δὲ πάντας τοὺς τὰς θείας ἐκτυποῦντας μορφὰς | |
20 | ἐξ ἀνθρώπων ποιεῖν ὁ τύραννος ἐνενόησεν ἢ τὸ ζῆν αἱρουμένους ἐμπτύειν τε καὶ ὡς βέβηλά τινα ἐπ’ ἐδάφους ῥιπτεῖν καὶ καταπα‐ | |
τεῖν καὶ οὕτω σώζεσθαι, καὶ τὸν μοναχὸν Λάζαρον (περιβόητος | ||
103 | δὲ τηνικαῦτα κατὰ τὴν ζῷα γράφουσαν ὑπῆρχε τέχνην) βιάζεσθαι τὸν ἄνδρα διέγνωκεν. ἀλλὰ καὶ τοῦτον κρείττω μὲν τῶν θωπειῶν κρείττω δὲ καὶ τῆς αὐτοῦ γνώμης εὑρίσκων, οὐχ ἅπαξ ἢ δὶς ἀλλὰ καὶ πολλάκις ὑπ’ αὐτοῦ ἐλεγχόμενος, τοσοῦτον ταῖς βασάνοις | |
5 | κατῄκισεν ὡς πρῶτον μὲν συναπορρέειν τὰς σάρκας τῷ αἵματι καὶ μηδὲ ζῆν ὅλως ὑπονοεῖσθαι παρὰ πολλῶν. ἐπεὶ δὲ τῷ δεσμωτη‐ ρίῳ τοῦτον αὖθις ἐγκαθειργμένον μόλις τε ἀναρραΐσαντα διήκουσε, καὶ τῇ ἑαυτοῦ τέχνῃ ἐνασχολούμενον τὰς τῶν ἁγίων ἐν πίναξιν ἀναστηλοῦν μορφάς, πέταλα σιδηρᾶ ἀπανθρακωθέντα ταῖς πα‐ | |
10 | λάμαις αὐτοῦ τεθῆναι προσέταξεν. ἐβόσκετο οὖν τὸ πῦρ τὰς σάρκας αὐτοῦ καὶ κατενέμετο, ἄχρι ποτὲ ἀπαγορεύσας ἔκειτο ἡμιθνής. ἀλλ’ ἔδει τοῦτον ὑπὸ τῆς χάριτος διατηρεῖσθαι καὶ τοῖς ὕστερον ἔναυσμα· ὅθεν ἐπεὶ τὰ τελευταῖα πνεῖν τὸν ὅσιον ἀνεμάνθανεν, ἱκετείαις τῆς Αὐγούστης καί τινων ἄλλων οἰκειοτέρων τῆς εἱρκτῆς | |
15 | μὲν ἀπέλυσεν, ὁ δὲ πρὸς τὸν ναὸν τοῦ προδρόμου τὸν οὕτω κα‐ λούμενον τοῦ Φοβεροῦ ἐναπεκρύβη, ἔνθα καὶ τῶν πληγῶν συνου‐ σῶν αὐτῷ εἰκόνα διέγραψε τοῦ προδρόμου τὴν καὶ μέχρις ἡμῶν διασωζομένην τε καὶ ἰάσεις ἐπιτελοῦσαν πολλάς. καὶ τότε μὲν ταῦτα, μετὰ δὲ τὴν τοῦ τυράννου ἀποβίωσιν, τῆς ὀρθοδοξίας ἀνα‐ | |
20 | λαμψάσης, τὴν ἐν τῇ Χαλκῇ εἰκόνα τοῦ θεανθρώπου Ἰησοῦ Χρι‐ στοῦ οἰκείαις οὗτος χερσὶν ἀνεστήλωσεν. ὃς καὶ καλούμενος ὑπὸ τῆς περιφανοῦς Θεοδώρας συγγνώμην δοῦναί τε καὶ αἰτήσασθαι | |
τῷ ταύτης ἀνδρί, “οὐκ ἄδικος ὁ θεός” ἔφη, “ὦ βασίλισσα, ἐπι‐ | ||
104 | λαθέσθαι τῆς ἡμῶν ἀγάπης καὶ τῶν πρὸς αὐτὸν κόπων, ἐκείνου δὲ τὸ μῖσος καὶ τὴν ὑπερβάλλουσαν μανίαν καὶ προτιμῆσαι.” ἀλλὰ ταῦτα μὲν ὕστερον. 14 Καί ποτε δὲ τὸν ὁμολογητὴν Θεοφάνην καὶ Θεόδωρον | |
5 | τὸν αὐτοῦ ἀδελφόν, ἐπείπερ λογιότητι διαφέροντας ἀνεγίνωσκε τῶν πολλῶν, κατὰ τὸν τοῦ Λαυσιακοῦ τρίκλινον ἐξεκάλει δημοσίᾳ δια‐ λεξομένους περὶ τῆς πίστεως· καὶ “ἄγε δή” φησίν, “ὑμεῖς ὦ κατάρατοι, τίσι πειθόμενοι ῥήσεσι τῆς γραφῆς καὶ τεθαρρηκότες τὰ εἴδωλα” ἀφέτῳ δὴ γλώσσῃ καὶ μιαρᾷ τὰς ἁγίας εἰκόνας οὕτω | |
10 | καλῶν “προσκυνεῖτε, καὶ τοὺς πολλοὺς καὶ ἀκεραίους καλῶς ἔχειν οὕτω ποιεῖν διαβεβαιοῦσθε;” καὶ ἄλλ’ ἄττα προσετίθει βλάσφημα καὶ ἀπηχῆ κατὰ τῆς εἰκόνος Χριστοῦ τοῦ θεοῦ γεγωνοτέρᾳ φωνῇ. καὶ οὗτοι δὴ μακάριοι, “ἐμφραχθείη τὸ στόμα” εἰπόντες “τὸ κατὰ τοῦ θεοῦ λαλοῦν ἄνομα,” καὶ τούτῳ δὴ τὸ θράσος αὐτοῦ κατα‐ | |
15 | βαλόντες (οὐ φέρει γὰρ βασιλεὺς ἄδικος κατὰ πρόσωπον ἐλεγχό‐ μενος), τὸν θῶπα τέως ὑποκρίνεται, καὶ παρὰ τῶν προφητῶν ἐζήτει μαρτυρίας εἰς αὐτὸ τοῦτο ἐναγούσας, τὸ προσκυνεῖσθαι αὐτάς. τοῦ δὲ μακαρίου Θεοφάνους ῥῆσίν τινα ἐκ τῆς τοῦ Ἠσαΐου προσάγοντος προφητείας, οὐκ ἔχειν οὕτως ταύτην ὁ Θεόφιλος | |
20 | ἀντέλεγεν, καὶ ἅμα τὴν ἑαυτοῦ βίβλον ἀνελίττων ἐδείκνυε τοὺς λόγους πιστούς. ὡς δὲ νενοθεῦσθαι ὑπ’ αὐτοῦ οὐ ταύτην δὴ μό‐ | |
νον ὁ ἅγιος ἐπεβόα, ἀλλὰ καὶ πάσας τὰς εἰς αὐτοῦ χεῖρα βίβλους | ||
105 | ἐληλακυίας, ἐκείνην ἔλεγε προστιθεὶς τὴν βίβλον ἰέναι πρὸς αὐτὸν τὴν κατὰ τὴν πατριαρχικὴν ἐν τῷ Θωμαΐτῃ κατὰ τήνδε τὴν θέσιν κειμένην βιβλιοθήκην εἰς τῶν λεγομένων βεβαίωσιν. ἐπεὶ γοῦν ἀπέσταλτό τις καὶ θᾶττον ἢ λόγος ἤγαγεν, ἑκὼν μὲν ὁ βασιλεὺς | |
5 | περὶ τὴν τοῦ ῥητοῦ εὕρεσιν ἡμάρτανεν καὶ ἀλλαχοῦ ἀνείλιττεν αἰσχυνόμενος· ὡς δ’ ὑπὸ τοῦ μακαρίτου Θεοφάνους ἀνεδιδάσκετο, δακτυλοδεικτοῦντος ὡς ἔτι τρία φύλλα διαβιβάσας τὸ ζητούμενον καταλάβοις, τότε δὴ μὴ φέρων τὴν ἐκ τῶν ἀνδρῶν παρρησίαν, ἀλλὰ καὶ τὴν ἀλήθειαν ἔχειν οὕτως εἰδώς, τὸ τῆς μακροθυμίας | |
10 | μέχρι τοῦ νῦν ἐπίπλαστον ἀπορρίψας καὶ τὸν θῆρα ἀνακαλύψας “οὐ δίκαιον” ἔφησε “βασιλέα ὑπὸ τοιούτων ἀνδρῶν ἐνυβρίζεσθαι.” ὅθεν προσέταξεν ἐν τῷ τοῦ Λαυσιακοῦ μεσοκηπίῳ ἀπαχθέντας ἀνὰ διακοσίων ῥάβδων τυφθῆναι, καὶ τῷ μετώπῳ αὐτῶν ἐπιγρα‐ φῆναι βαρβαρικῶς ἐγκεντηθέντας οὓς συνέθηκε λήρους ἰαμβικούς. | |
15 | εἰσὶ δὲ οὗτοι. πάντων ποθούντων προστρέχειν πρὸς τὴν πόλιν ὅπου πάναγνοι τοῦ θεοῦ λόγου πόδες ἔστησαν εἰς σύστημα τῆς οἰκουμένης, ὤφθησαν οὗτοι τῷ σεβασμίῳ τόπῳ | |
20 | σκεύη πονηρὰ δεισιδαίμονος πλάνης. ἐκεῖσε πολλὰ λοιπὸν ἐξ ἀπιστίας πράξαντες αἰσχρὰ δεινὰ δυσσεβοφρόνως, ἐκεῖθεν ἠλάθησαν ὡς ἀποστάται. | |
πρὸς τὴν πόλιν δὲ τοῦ κράτους πεφευγότες | ||
106 | οὐκ ἐξαφῆκαν τὰς ἀθέσμους μωρίας. ὅθεν γραφέντες ὡς κακοῦργοι τὴν θέαν κατακρίνονται καὶ διώκονται πάλιν. τούτου δὲ θᾶττον γενομένου ἐκεῖνοι μὲν τὸν τῆς ὁμολογίας καὶ | |
5 | μαρτυρίας ἀνεδήσαντο στέφανον, οὗτος δὲ ὁ σοβαρὸς καὶ πάντων ἀθλίων ἀθλιώτερος πᾶσιν ἐδείχθη βλάσφημος καὶ διώκτης καὶ τῶν πώποτε κακοδόξων κακοδοξότερος. 15 Πρὸς τούτοις δὲ καὶ Μιχαὴλ τὸν σύγκελλον τῆς κατὰ τὴν ἁγίαν πόλιν ἐκκλησίας σὺν ἑτέροις πολλοῖς ἀσκηταῖς κατὰ τὴν | |
10 | φυλακὴν ἐγκαθεῖρξεν, τῇ πολιχρονίῳ κακώσει ὑπάξαι μηχανώ‐ μενος. Τὰ μὲν δὴ κατὰ τῶν πιστῶν καὶ ἁγίων τοιαῦτα αὐτοῦ τὰ νεανιεύματα· καὶ τὸν μὲν δι’ ἡμᾶς ὀφθέντα ἄνθρωπον, θεὸν ὄντα ἀληθινόν, οὕτως ὕβριζέ τε καὶ τοὺς ἑαυτοῦ ἁγίους θερά‐ | |
15 | ποντας οὐχ οὕτω βραχεῖ χρόνῳ καὶ περιωρισμένῳ κατὰ πάντα δὲ τὸν ἑαυτοῦ χρόνον τῆς ζωῆς ἐκάκου καὶ ἀνηκέστοις ὑπεβάλλετο συμφοραῖς. (16) ὕμνους δέ τινας ποιῶν καὶ στιχηρὰ μελίζων ᾄδεσθαι προετρέπετο· μεθ’ ὧν καὶ τὸ τοῦ τετάρτου ἤχου “εὐλο‐ γεῖτε,” ἐκ τοῦ κατὰ τὴν ὀγδόην “ἄκουε κόρη” ᾠδὴν μεθαρμοσά‐ | |
20 | μενος καὶ ῥυθμὸν παρασχών, ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ εἰς πάντων ἐπήκοον ᾄδεσθαι διωρίσατο. φέρεται δὴ καὶ λόγος τις ὡς αὐτὸς | |
οὗτος ὁ Θεόφιλος ἔρωτι τοῦ μέλους βαλλόμενος, καθάπερ πατέρες | ||
107 | περὶ τὰ ἔκγονα, κατὰ τὴν μεγάλην ἐκκλησίαν ἐν φαιδρᾷ πανηγύ‐ ρει οὐ παρῃτήσατο τὸ χειρονομεῖν, δοὺς τῷ κλήρῳ αὐτῆς λίτρας ὑπὲρ τούτου χρυσίου ἑκατόν. καὶ τὸ στιχηρὸν δὲ τὸ κατὰ τὴν βαϊοφόρον, “ἐξέλθετε ἔθνη, ἐξέλθετε καὶ λαοί,” τῆς ἐκείνου φασὶν | |
5 | εἶναι τόκον ψυχῆς. 17 Ἐπεὶ δὲ καὶ τὸν τῆς κεφαλῆς κόσμον ὀλίγον πως ἐκ φύσεως ἔφερε καὶ ψιλὸς τὰς τρίχας ὑπῆν, ἐθέσπισεν ἁπανταχῇ ἐν χρῷ ταύτας ἀποκείρειν καὶ μή τινα Ῥωμαῖον ὄντα τοῦ τραχήλου περαιτέρω φέρειν συγχωρεῖν· εἰ δέ τις φωραθῇ, πολλαῖς αἰκιζό‐ | |
10 | μενον μάστιξι πρὸς τὴν τῶν προγόνων Ῥωμαίων ἐπανάγεσθαι ἀρε‐ τήν· τούτῳ γὰρ καὶ οὗτοι τριχώματι ἐσεμνύνοντο. ὅθεν καὶ νόμον ἐξέθετο τοῦ μή τινα διόλου κατατολμᾶν περαιτέρω τοῦ αὐχένος προβαίνειν ἐᾶν. 18 Ἔδει δὲ ἄρα καὶ τὰ κατ’ αὐτὸν καὶ τὴν αὐτοῦ συγγέ‐ | |
15 | νειαν προνοήσασθαί τε καὶ διοικῆσαι κατὰ τὸ τούτῳ δοκοῦν· καὶ διὰ τοῦτο, ἐπεὶ πέντε μὲν ἔτυχε τηνικαῦτα θυγατέρων ὑπάρχειν πατήρ, ἔρημος δὲ ἀρρενικῆς ὡρᾶτο γονῆς, τὴν πασῶν ἐσχάτην Μαρίαν ὑπερβαλλόντως ἠγαπημένην οὖσαν τῶν ἄλλων ᾠήθη δεῖν συζεῦξαι ἀνδρί. ὁ δ’ ἀνὴρ τῆς τῶν Κρηνιτῶν κατήγετο γενεᾶς, | |
20 | χώρας τῆς τῶν Ἀρμενίων, Ἀλέξιος τοὔνομα, Μουσελὲ τὴν ἐπωνυ‐ μίαν, τῷ εἴδει ὡραῖος, ἀκμάζων τὴν ἡλικίαν, οἰκῶν κατὰ τὸ τῆς | |
ἀκροπόλεως μέρος, κατὰ τὰς οὕτω καλουμένας τῆς Κρηνιτίσσης | ||
108 | οἰκίας· ὃν πρῶτον μὲν τῇ τῶν πατρικίων καὶ τῶν ἀνθυπάτων τι‐ μήσας ἀξίᾳ διὰ τὸ πρὸς τὴν θυγατέρα τούτου φιλόστοργον, ἔπειτα δὲ καὶ μάγιστρον καὶ Καίσαρα τὸ ἔσχατον ἀνηγόρευσεν, στρατεύματά τε δοὺς ἱκανὰ πρὸς τὴν Λογγοβαρδίαν ἐξέπεμψεν, χρείας τηνικαῦτα | |
5 | κατεπειγούσης τινός. καὶ ὁ μὲν ἀπῄει καλῶς τὰ κατ’ αὐτὸν ἀνύων, καὶ ὡς ἐδόκει τῷ βασιλεῖ· καὶ διὰ τοῦτο ἤκμαζε μὲν ὁ πρὸς αὐτὸν πόθος τοῦ βασιλέως, συνήκμαζε δὲ καὶ ὁ ἐξ ἀνθρώπων φθόνος αὐτῷ, καί τινες ἐλοιδόρουν καὶ βλάσφημά τινα ἔφασκον κατ’ αὐ‐ τοῦ, ὡς τῆς τε βασιλείας ἐπιθυμεῖ καὶ δεῖ ποτὲ τὸ ἄλφα τοῦ θῆτα | |
10 | κατακυριεῦσαι. ὅθεν ἐπεὶ τὰς κατ’ αὐτοῦ συρραφείσας διαβολὰς ὁ Καῖσαρ Ἀλέξιος διακήκοεν, τὸν φθόνον ὥσπερ κατευλαβούμενος πολλὰ τοῦ βασιλέως ἐδέετο οἰκτεῖραι τοῦτον καὶ συγχωρῆσαι πρὸς τὸν μονήρη βίον μετατάξασθαι. ἀλλὰ τότε μὲν οὔτ’ ἐκεῖνος συνε‐ χώρησεν, τὴν χηρείαν τῆς θυγατρὸς προβαλλόμενος, καὶ ὁ ῥηθεὶς | |
15 | Καῖσαρ ἔμενεν ἐφ’ ἡσυχίας πολλῆς τοῖς δημοσίοις ἐνασχολούμενος πράγμασιν. ὡς δὲ τὸν Μιχαὴλ ἐγέννησεν ὁ Θεόφιλος, καὶ ἡ τούτου μὲν θυγάτηρ τοῦ Καίσαρος δὲ γαμετὴ τὸν βίον μετήλλα‐ ξεν, ταύτην μὲν τοσοῦτον τετίμηκεν ὡς καὶ τὸν χοῦν αὐτῆς ἐν λάρνακι θεῖναι περιηργυρωμένῃ καὶ προνόμιον δοῦναι διὰ λελα‐ | |
20 | ξευμένων ἐν αὐτῇ ἰάμβων ἀσυλίας τοῖς ἐφ’ οἵοις δήποτε ἐγκλήμα‐ σιν ἀνθρώποις ἁλοῦσιν καὶ προσφυγοῦσιν ἐκεῖ· τὸν Ἀλέξιον δὲ λάθρα μεταταξάμενον καὶ τὸ μοναχικὸν μεταμφιασάμενον ἔσθη‐ | |
μα, ἐπεὶ μὴ ἠδύνατο πεῖσαι τοῦ πάλιν αὐτὸ ἀποβαλεῖν, μόλις | ||
109 | συγχωρῆσαι, πολλοῖς ὀνείδεσι περιβαλὼν οἷς οὐ μετ’ αὐτοῦ ἔκρι‐ νεν εἶναι ἀλλ’ ἐν παραβύστῳ που καὶ γωνίᾳ. ὅθεν ἐδίδου τούτῳ δωρεὰν τό τε κατὰ Χρυσόπολιν βασιλικὸν μοναστήριον, προσέτι μὴν καὶ τὸ τοῦ Βυρσέως καὶ τὸ τοῦ κατὰ τὸν Ἐλαίαν. ἀλλ’ ἐκεῖ‐ | |
5 | νος τῷ κατὰ τὴν Χρυσόπολιν ὄντι ἐνδιαιτώμενος, ἐπεί ποτε περι‐ πάτου ἐδεήθη καὶ κατὰ τὸν Ἀνθεμίου τόπον ἐγένετο, βασιλικῶν τηνικαῦτα τυγχάνοντα τῶν μαγγάνων, ἔλεγεν δὲ ὡς ἕκαστον τῶν σεμνείων τῶν οἰκοδομούντων φέρει τὴν κλῆσιν ἀθάνατον, εἵλετο τοῦτον διὰ βασιλικῆς προστάξεως ἐξωνήσασθαι καὶ ἴδιον κατα‐ | |
10 | σκευάσαι. ὃ καὶ διὰ τῆς βασιλίδος Θεοδώρας ἐγένετο, τῆς αὐτοῦ πενθερᾶς. ὅθεν καλῶς ἐποικοδομήσας καὶ εἰς μοναχικὴν τάξιν ἀγαγὼν ἐκεῖσε τὸν βίον ἐκλιμπάνων ἐτέθη, τὸν τάφον καὶ τὴν αὐ‐ τοῦ ἄνωθεν ἐπιγεγραμμένην εἰκόνα μάρτυρα ἔχων τῶν λεγομένων. οὐ μὴν ἀλλὰ καὶ ὁ τούτου ἀδελφὸς Θεοδόσιος πλησίον τέθειται | |
15 | αὐτοῦ, πατρικίων τιμῇ ἐγκαταλεγείς, πολλὰ γνωρίσματα τῆς αὐ‐ τοῦ ἀρίστης βιώσεως ἐν τῷ μοναστηρίῳ καταλιπών. 19 Ἐγκειμένων δὲ τῶν Ἀγαρηνῶν καὶ μετὰ πολλῶν μυ‐ ριάδων τοῦ Ἰβραὴμ κατὰ Ῥωμαίων ἐκστρατεύοντος, καὶ ὁ Θεόφι‐ λος ἔρωτι φιλοτιμίας καὶ γενναιότητος ἐπὶ πόλεμον ἔξεισιν, ἄναν‐ | |
20 | δρον οὐδὲν οὐδὲ μαλακὸν ἐννοῶν· εἰ γάρ τι καὶ δέος προσῆν, ἀλλ’ ἡ τῶν σὺν αὐτῷ ἀνδρῶν κατὰ πολέμους πεῖρά τε καὶ γενναιότης | |
ἀπέτρεπε τοῦτο καὶ πόρρω ποι ἐναπέπεμπε. Θεόφοβος οἱ ἄνδρες | ||
110 | καὶ Μανουὴλ ἐκαλοῦντο. ἀλλ’ ὁ Μανουὴλ δεινὸς ἐπ’ ἀνδρείᾳ, καὶ τοῖς ἐναντίοις ἅπασι γνώριμος· ἐξ Ἀρμενίων γὰρ τὴν γένεσιν ἦν, καὶ τοῦ στρατοῦ τῶν Ἀνατολικῶν ἐπὶ τοῦ Λέοντος προηγού‐ μενος, καὶ τοῦ πρὸ αὐτοῦ Μιχαὴλ ἱπποκόμων ὁ πρῶτος· πρωτο‐ | |
5 | στράτορα τοῦτόν φασιν. δηλώσει δὲ καὶ τὸν Θεόφοβον ὁ λόγος, ὅθεν τε καὶ ὅπως ἐκ Περσῶν καταγόμενος τῷ βασιλεῖ γέγονε γνώ‐ ριμος καὶ τὴν ἀδελφὴν αὐτοῦ εἰς γάμον ἡρμόσατο. εἰς πρεσβείαν τίς ποτε τῶν ἐκ βασιλικῆς σειρᾶς Περσῶν ἀφικόμενος πρὸς τὴν Κωνσταντίνου, οὐκ ἐκ νομίμου συναφείας κρυφίου δὲ καὶ λα‐ | |
10 | θραίας τοῦτον γεννηθῆναι ποιήσας ἐξαπεδήμησεν. ἐπεὶ δὲ νόμος τοῖς Πέρσαις ἀπαράβατος μή τινα τῆς παρ’ αὐτῶν ἀρχῆς ἐγκρατῆ γενέσθαι, εἰ μὴ τῆς βασιλικῆς μετέχῃ σειρᾶς, ἐξέλιπον δὲ ἐκ τῶν συνεχῶν πολέμων καὶ τῇδε κἀκεῖσε μετασκηνώσεων ὑπὸ τῶν Ἀγα‐ ρηνῶν ἐλαυνόμενοι οἱ τῆς βασιλικῆς φυλῆς, ἀλλὰ καὶ λόγος ἐφέ‐ | |
15 | ρετο πολὺς περὶ αὐτοῦ παρὰ τῶν ἐν Περσίδι μενόντων, ὡς ᾖ τις κατὰ τὸ Βυζάντιον ὠνομασμένος Θεόφοβος (καὶ γὰρ ἦν δοθεὶς ὑπὸ τοῦ τηνικαῦτα σπείραντος τοῦτον πατρός), ἔδοξε τοῖς ἀρίστοις τῶν Περσῶν κρύφα τινὰς ἐκπέμψαι τοῦ ζητουμένου εἰς ἔρευναν. καὶ δὴ καταλαβόντες τὴν ἡμετέραν μόγις τοῦτόν ποτε τῇ μητρὶ | |
20 | συνόντα καὶ κατὰ τὴν Ὀξεῖαν ἐνδιαιτώμενον προσεφεύρισκον. ἐπεὶ γοῦν οὐκ ἔκ τινων μόνον ἰνδαλμάτων ἀλλὰ καὶ αὐτῶν τῆς ψυχῆς | |
καὶ σώματος γνωρισμάτων ὁ ζητούμενος ἐδηλοῦτο τότε καὶ ἐγνω‐ | ||
111 | ρίζετο, προσέτι μὴν καὶ τῶν ἐκ γειτόνων ἐμαρτύρει τις τὴν γενο‐ μένην τῇ γυναικὶ πρὸς τὸν Πέρσην συνάφειαν (οὐ γάρ τι κρυπτὸν ὃ τοῖς πολλοῖς οὐ γνωσθήσεται), δήλους ἑαυτοὺς οἱ ἀπεσταλμένοι ποιοῦσι τῷ βασιλεῖ καὶ τὰ τοῦ δράματος σαφηνίζουσιν, εἰρήνην | |
5 | καὶ σπονδὰς καὶ παντὸς τοῦ ἔθνους ὑποταγὴν καθυπισχνούμενοι, εἰ τοῦτον αὐτοῖς ἐπιδοῦναι οὐ παραιτήσεται. ἐγεγήθει γοῦν τοῖς ὑποσχεθεῖσιν ὁ βασιλεύς, καὶ ἐπείπερ οὕτως ἔχουσαν εὕρισκε τὴν ἀλήθειαν, ἐν βασιλείοις τοῦτον αὐλίζεσθαι καὶ κατασκηνοῦν ποιεῖ, μαθήμασί τε καὶ παιδείᾳ ἐπιμελούμενον. | |
10 | 20 Ἔστι δὲ καὶ ἄλλος λόγος περὶ τοῦ Θεοφόβου (καλὸν γὰρ ἀμφοτέρους εἰρῆσθαι), μικρὸν μὲν κατὰ τὴν ἀρχὴν διενηνοχέ‐ ναι δοκῶν, τἆλλα δὲ ὅμοια σώζων τῶν γεγραμμένων καὶ πάρισα· ἔστιν δὲ ὃς οὐκ ἀπὸ πρέσβεώς τινος τὴν νόθον σπορὰν δέξασθαι τοῦτόν φησιν, ἀλλὰ κατά τινα περιπέτειαν τῶν ἐν πολέμοις συμ‐ | |
15 | βαινόντων καὶ τὸν τούτου πατέρα, εἴτε βασιλεύοντα εἴτε καὶ βα‐ σιλέως ἐγγὺς ὄντα κατὰ συγγένειαν, φυγεῖν ἐκ Περσίδος καὶ πρὸς τὴν βασιλεύουσαν πένητα διαθλοῦντα βίον προσρυῆναι, κἀκεῖσε καπηλίδι τινὶ γυναικῶν δουλεύοντα ὀψέ ποτε τῷ ταύτης ἔρωτι καὶ νομίμῳ συναφείᾳ τοῦτον ἐναποτεκεῖν. ἀλλ’ ὁ μὲν ἐξ ἀνθρώπων | |
20 | ἐγένετο, ἀστρονομίᾳ δέ τινι καὶ μαντείᾳ (καὶ γάρ φασι ταύτας τὰς ἐπιστήμας ἀκμάζειν ἔτι παρὰ Πέρσαις) μαθεῖν περὶ τοῦ Θεοφό‐ | |
βου, ζητοῦσιν αὐτοῖς εἰ ἔστι πού τις ἐκ βασιλικῆς φυλῆς καταγό‐ | ||
112 | μενος, καὶ ἐπείπερ ἔμαθον, σπουδῇ ἐπὶ τὴν Κωνσταντίνου θεῖν εἰς τὴν τοῦ ζητουμένου ἔρευναν. γνωστὸν οὕτως γενέσθαι τῷ βασιλεῖ, καταληφθέντος αὐτοῦ. ἐπείπερ οὖν ἡ τούτου ἐμφάνεια καὶ κατὰ τὸν βίον παρουσία ἅπασιν ἐγνώσθη τοῖς κατὰ τὴν Περ‐ | |
5 | σίδα διὰ τῶν ὑποστρεψάντων ἀποστόλων, ἡδὺ πᾶσιν ἐφάνη καὶ ἐφετὸν τοῦ ἀπόστασίν τινα ἐννοῆσαι ἀπὸ τῶν τῆς Ἄγαρ, τῇ δὲ τῶν Ῥωμαίων ἀρχῇ προσχωρῆσαι, ὡς ἂν τοῦ κατὰ γένος ἀρχηγοῦ εὐ‐ μοιρήσειαν. (21) ἔτυχε δὲ ἄλλως ὁ τῶν Περσῶν ἀρχηγὸς Βάβεκ ἤδη πενταετίαν ἔχων ἐξ ἀμεραμνουνῆ ἀποστὰς καὶ πτέρναν ἐπάρας | |
10 | κατ’ αὐτοῦ ἐν χιλιάσιν ἑπτά· ὃς καὶ πόθῳ πρὸς τὸν Θεόφοβον καὶ φόβῳ τῷ ἐξ οὗ ἀπέστη Ἀγαρηνοῦ πρὸς τὴν Ῥωμαϊκὴν ἐπικρά‐ τειαν κατὰ πόλιν Σινώπην ἔρχεται, καὶ τῷ βασιλεῖ ἑαυτόν τε καὶ τὸ ὅλον ἔθνος ὑπήκοον τέθεικεν. διά τοι τοῦτο τόν τε Θεόφοβον ὁ Θεόφιλος τιμῇ τῇ πατρικίων ἐναριθμεῖ, καὶ τῇ ἑαυτοῦ ἀδελφῇ | |
15 | πρὸς γάμον ἐκδίδωσι, συναρμόζεσθαί τε ἕκαστον τῶν Περσῶν νομοθετεῖ τοῖς Ῥωμαίοις καὶ κατ’ ἐπιγαμίαν ἅπτεσθαί τε καὶ συν‐ είρεσθαι, πολλοὺς τούτων τοῖς βασιλικοῖς ἐμπρέπειν ἀξιώμασι πεποιηκώς. ἀλλὰ καὶ κώδιξι στρατιωτικοῖς αὐτοὺς ἀναγράφεται, καὶ τάγμα οὕτως καλούμενον Περσικὸν ἐγκατέστησε, καὶ τοῖς | |
20 | κατὰ πόλεμον ἐξιοῦσι Ῥωμαίοις κατὰ τῶν Ἀγαρηνῶν ἐναριθμεῖ‐ σθαι προσέταξε. 22 Τούτοις γοῦν τεθαρρηκὼς ὁ Θεόφιλος, ἐπεὶ καὶ ἄλ‐ λως ᾔδει τούτους ἀνδραγαθιζομένους, εἰς πόλεμον κατὰ τῶν Ἀγα‐ | |
ρηνῶν ἔξεισι καὶ τοῦ Ἰβραὴμ καθ’ ἡμῶν, ὡς εἴρηται, ἐκστρατεύσαν‐ | ||
113 | τος. ἐπείπερ γοῦν ἐγγὺς ἀλλήλων ὅ τε τῶν Σαρακηνῶν ἀρχηγὸς ἐγεγόνει καὶ ὁ Θεόφιλος, ἔδει δὲ καὶ βουλῆς, ὁ μὲν Μανουὴλ οὐ δίκαιον ἔφησε βασιλέα Ῥωμαίων πρὸς ἀμεραμνουνῆ πολεμεῖν, ἀλλά τινα μέρος λαβόντα τῶν στρατιωτικῶν ἐξιέναι κατὰ πρόσω‐ | |
5 | πον τῶν ἐχθρῶν, καὶ ἅμα μεθ’ ἡμέραν τοῦτο ποιεῖν, ὁ Θεόφοβος δὲ εἶναι μὲν ἐπὶ παρατάξεως τὸν βασιλέα ἐβούλετο, νύκτωρ δὲ ἐπι‐ τεθῆναι αὐτοῖς μετὰ τοῦ τῶν Περσῶν πεζικοῦ, καὶ ὅτε πάλιν δεή‐ σειεν, ἐπικυκλῶσαι τὸ ἱππικόν. ἀλλ’ οὐκ ἔπεισε τὸν βασιλέα, εἰπόντων πολλῶν, σφετεριζομένου τοῦ Θεοφόβου τὴν τῶν Ῥω‐ | |
10 | μαίων δόξαν καὶ διὰ τοῦτο βουλομένου ἐν νυκτὶ πολεμεῖν· πλὴν ἔδοξεν εἰς τοὐμφανὲς μεθ’ ἡμέραν συρρῆξαι τὸν πόλεμον. καὶ ὁ μὲν Ἰβραήμ, εἴτ’ ἄλλως καταλαζονευόμενος εἴτε δὴ καὶ φόβῳ βασιλέως περιστοιχιζόμενος, μέρος λαβὼν τοῦ στρατοῦ ἀνεχώρη‐ σεν, Ἀβουχάζαρ δὲ πρὸς τὸν κατὰ βασιλέως πόλεμον μετὰ μυριά‐ | |
15 | δων ὀκτὼ ἐξαπέστειλεν, οἳ καὶ καρτερῶς ἄγαν ἀνδρισαμένων ἀμ‐ φοτέρων ἐπὶ πολύ, τέλος ἐνδοῦναι τὰς σχολὰς μετὰ τοῦ δομεστί‐ κου καὶ πρὸς φυγὴν τραπῆναι ἐξεβιάσαντο. ὅθεν ὁ βασιλεὺς μετὰ τῆς βασιλικῆς φάλαγγος καὶ δύο χιλιάδων Περσῶν, προσόντος τούτοις καὶ τοῦ Θεοφόβου, ἐπί τινος βουνοῦ σέσωστο, τὸν περὶ | |
20 | ψυχῆς κίνδυνον ὑφορώμενος. καὶ ἄχρι μὲν ἑσπέρας πολὺς ἦν ὁ περὶ αὐτὸν πόλεμος, τῶν μὲν ἐλπιζόντων τοῦτον ἐπὶ χεῖρας λαβεῖν, | |
τῶν δὲ ἀνταμυνόντων καὶ μὴ προδοῦναι τοῦτον διακαρτερούντων. | ||
114 | διὸ νυκτὸς ἄρτι γενομένης κρότοις χειρῶν τε καὶ ἀλαλαγμοῖς ἐχρῶντο οἱ μετὰ τοῦ βασιλέως, χαίρειν προσποιούμενοι, κιννύραις τε καὶ χορδαῖς καὶ ἄλλως βουκίνων φωναῖς τὸν αἰθέρα περιεδό‐ νουν, ἐλπίδας οὐ τὰς τυχούσας τοῖς ἐχθροῖς θέλοντες περιποιῆσαι. | |
5 | ὃ καὶ συνέβη· μίλια γὰρ ἓξ ὑποχωρῆσαι τούτους εἰς τοὐπίσω τινὰ κατορρωδοῦσι προσβολήν τε καὶ κύκλωσιν προσεγένετο. ὅθεν ἀδείας τυχόντες μικρᾶς οἱ περὶ τὸν βασιλέα, πόρρω που νυκτῶν φυγῇ χρησάμενοι τὴν σωτηρίαν ἐπραγματεύσαντο, καὶ πρὸς τῷ καταπροδόντι τοῦτον στρατεύματι καὶ τὰ νῶτα δόντι τοῖς ἐχθροῖς | |
10 | διεσώθησαν. μέμψεσι μὲν οὖν πολλαῖς ὁ βασιλεὺς τὸ προδεδωκὸς στράτευμα καθυπέβαλεν, χάρισι δὲ καὶ τιμαῖς διαφερόντως τοὺς περὶ τὸν Θεόφοβον ἐγέραιρεν. ὅθεν οἱ Πέρσαι ἔρωτι διαπύρῳ πρὸς τὸν Θεόφοβον ἐξεκαίοντο, καὶ θυμηδίᾳ τινὶ ἀρρήτῳ ἀναθαρ‐ ρυνόμενοι μετ’ αὐτοῦ τὸν κατ’ Ἀγαρηνῶν ὑποδύεσθαι πόλεμον | |
15 | ἐλιτάνευον, καὶ τρέπειν τούτους ἐξ ἀηττήτου δυνάμεως ἐβεβαίουν· διὸ καὶ ὁ βασιλεὺς ἡγεμονεύειν αὐτῶν ἐβούλετο τὸν Θεόφοβον. 23 Τῷ δ’ ἐπιόντι ἐνιαυτῷ ἔξεισι πάλιν μετὰ δυνάμεως ὁ Θεόφιλος, καὶ κατὰ τὸ Χαρσιανὸν πολλὰ ἐκ τῆς προτέρας νίκης τῶν Ἰσμαηλιτῶν ἀπαυθαδιαζομένων καὶ ἀλαζονευομένων, τούτοις | |
20 | συμπλακεὶς πολλούς τε χειροῦται τούτων, καὶ λείαν λαμβάνει ὡς τῶν πέντε καὶ εἴκοσι ἄχρι χιλιάδων, καὶ μετὰ νίκης λαμπρᾶς πρὸς τὴν βασιλεύουσαν ἐπανέρχεται. ἔτυχε γοῦν τις τῶν ἐπὶ χειρῶν | |
εὐφυΐᾳ ὀνομαστῶν αἰχμάλωτον ληφθῆναι Ἀγαρηνῶν. τούτῳ με‐ | ||
115 | γάλας τὰς κατὰ πόλεμον ἀρετὰς δι’ ἐγγράφων ἐγκωμίων ὁ τῶν σχολῶν προεστὼς ἐμαρτύρει, καὶ ἐβεβαίου ὡς εἴη τε δεξιὸς περὶ τὴν ἱππασίαν καὶ τὴν τοῦ σώματος ῥώμην γενναῖος, καὶ ὅτι δυσὶ δόρασι χρώμενος περὶ τὴν ἱππασίαν [μὲν] ἐντέχνως ἄγαν καὶ εὐ‐ | |
5 | φυῶς πρὸς τοὺς κατ’ αὐτοῦ διαβαίνει. ἐπεὶ γοῦν ἐν τῷ τῶν ἵπ‐ πων ἁμιλλητηρίῳ ὁ τοῦ δομεστίκου θρίαμβος ἐτελεῖτο, προηγεῖτο δὲ οὗτος τῷ τοῦ σώματος μεγέθει καὶ τῷ τῆς ψυχῆς ἀναστήματι τοὺς περὶ αὐτοῦ λόγους ἐπισφραγίζων, ἐκέλευσέ πως ἰδὼν ὁ βασι‐ λεύς, καὶ τοῖς ἐπαίνοις κλαπείς, ἵππον τε τὸν ἄνδρα ἐπιβῆναι καὶ | |
10 | δόρατα λαβόντα δύο τὴν εὐφυΐαν τούτου καὶ ἀριστείαν ἁπάσῃ τῇ πόλει ἐνδείξασθαι. καὶ δὴ τούτου γενομένου καὶ τοῖς ἀπειροτέ‐ ροις τέρψιν παρέχοντος τῇ ὁράσει, Θεόδωρος ὁ Κρατερὸς οὕτω λεγόμενος, ὁ καὶ μετὰ βραχὺ ἀρχηγὸς τῆς τῶν ἁγίων μβʹ μαρτύ‐ ρων φάλαγγος γεγονώς, πλησιάζων τῷ βασιλεῖ ἐξεμυκτήριζε τὸν | |
15 | Ἀγαρηνόν, ἀνδρεῖον οὐδὲν φάσκων οὐδὲ καταπληκτικὸν ἐνδεικνύ‐ μενον. ᾧ καὶ χαλεπήνας ὁ βασιλεύς “ἀλλὰ δι’ ἰσχύος ἔχεις αὐτός, ὦ θηλυδρία καὶ ἄνανδρε, τοιοῦτόν τι ἐργάσασθαι;” καὶ ὃς αὐ‐ τίκα “δύο μέν, βασιλεῦ, μὴ μαθὼν οὐδὲ μεταχειρίσασθαι δόρατα δύναμαι· οὐδὲ γὰρ ἐν πολέμῳ τοιαύτης χρεία ἀδολεσχίας· ἑνὶ δὲ | |
20 | δόρατι χρώμενος τὴν εἰς θεὸν πεποίθησιν ἔχω βεβαίαν ὡς κρη‐ μνίσω τε τοῦτον καὶ τοῦ ἵππου καταβαλῶ.” τὴν παρρησίαν γοῦν μὴ φέρων ὁ βασιλεὺς ἦ μὴν ἔφησε, κατὰ τῆς κεφαλῆς αὐτοῦ τὸν | |
ὅρκον ἐπαγαγών, θανάτῳ παραδοῦναι τὸν ἅγιον, εἰ μὴ τοὺς λό‐ | ||
116 | γους ὄντως εἰς ἔργον ἀγάγοιεν. ἵππον οὖν ἀναβὰς ὁ Θεόδωρος καὶ δόρυ λαβὼν ἐν χεροῖν θᾶττον ἢ λόγος ἐν οὐ πολλαῖς περιόδοις τὸν Σαρακηνὸν κατεκρήμνισε, καὶ μέγα τούτῳ φρονεῖν δέδωκεν οὐδα‐ μῶς. ὁ μὲν οὖν βασιλεὺς ᾐσχύνθη ἅτε δὴ καταβεβλημένον ἰδὼν | |
5 | τὸν Σαρακηνὸν ὑπ’ ἀνδρὸς εὐνούχου καὶ οὐ γενναίου τινός, παν‐ οῦργος δὲ τέως ὢν καὶ τὴν ἀρετὴν αἰδούμενος τοῦ ἀνδρὸς ἐφιλο‐ φρονήσατο μὲν λόγοις αὐτόν, στολάς τε καὶ περιβολὰς αὐτῷ τὴν πολιτείαν αἰδούμενος ἐδωρήσατο. 24 Ἄρτι δὲ πάλιν τοῦ ἔαρος ἱσταμένου καὶ τοὺς μαχητὰς | |
10 | κατ’ ἀλλήλων ὁπλίζοντος, ὁ Θεόφιλος δύναμιν πολλὴν ἠθροικὼς κατὰ τῶν Σαρακηνῶν ἔξεισι, καὶ τὸν ὅσιον Μεθόδιον τῆς εἱρκτῆς ἀναρρυσάμενος καὶ μεθ’ ἑαυτοῦ ἐπαγόμενος, οὐ νῦν μόνον καὶ πρῶτον ἀλλ’ ἀεὶ τοῦτο ποιῶν καὶ πλησίον που ἔχων αὐτόν, εἴτε τοῦ ἀσαφῆ ἕνεκεν καὶ πολλοῖς ἄγνωστα διαλύειν καὶ γνώριμα τού‐ | |
15 | τῳ ποιεῖν διὰ τὴν ἐνυπάρχουσαν αὐτῷ σοφίαν (καὶ γὰρ ἐτύγχανε τῶν ἀποκρυφῶν ἄγαν ζητητικὸς ὁ Θεόφιλος), εἴτε δή τινας ἐπανα‐ στάσεις φυλαττόμενος παρ’ αὐτοῦ παθεῖν διὰ τὸν κατὰ τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων πόλεμον. οὐ μικρῶς γὰρ ἐδόκει τιμᾶν τὸν ἄνδρα καὶ σέβεσθαι τὸ τῆς πολιτείας ἔκκριτον καὶ φιλόθεον· διά | |
20 | τοι τοῦτο ἄγειν μεθ’ ἑαυτοῦ ἀλλ’ οὐ κατόπιν ἀπολιμπάνειν ἐφαί‐ νετο τούτῳ σεμνόν. καὶ δῆτα προσπεσόντων ἀλλήλοις τῶν στρα‐ | |
τευμάτων, καὶ τῶν Ἰσμαηλιτῶν καθυπερτερούντων, συνέβη τὸν | ||
117 | βασιλέα πως περικυκλωθέντα ὑπὸ τῶν ἐχθρῶν κινδυνεύειν περὶ ψυχῆς, ὅτε δὴ καὶ Μανουὴλ ὁ στρατηγέτης δεινὸν ἡγησάμενος καὶ πέρα τοῦτο δεινὸν δορυάλωτον βασιλέα γενέσθαι, τοὺς περὶ αὐτὸν ἀναθαρρύνας καὶ “ὦ ἄνδρες” εἰπών, “τὰς μελίσσας αἰδεῖ‐ | |
5 | σθε, αἳ τοῦ βασιλέως κατόπιν τῷ φίλτρῳ βαλλόμεναι πέτανται,” εἰσῄει ὥσπερ τις λέων περὶ τῶν τέκνων βαλλόμενος, τὸν βασιλέα ζητῶν. ὡς δ’ εὗρεν ἀποκαμόντα καὶ τὴν σωτηρίαν μὲν ὑπὸ δει‐ λίας ἀπογνόντα, προφασιζόμενον δὲ ὡς μὴ βούλεσθαι τὸν λαὸν λιπόντα διαφυγεῖν, “ἄγε δή” ἔφησεν, “ὦ βασιλεῦ, ἀκολούθει μοι | |
10 | εὐρεῖαν τὴν φάλαγγα ποιοῦντι καὶ πολλοὺς ἀποσφάττοντι.” ὡς δ’ ὁ Μανουὴλ ἐξῄει καὶ τὸν ἑπόμενον δεδιότα πολλὰ καὶ κατεπτη‐ χότα βασιλέα οὐκ εἶχεν, αὖθις ἐρρήγνυ μετὰ πολλῶν τὴν φάλαγ‐ γα, τοῦτον ἐξελέσθαι βουλόμενος. ὡς δ’ ἡμάρτανεν αὖθις, καὶ τρίτον δὲ ἐκ στερροτέρας ψυχῆς τὴν συνέχουσαν φάλαγγα τὸν βα‐ | |
15 | σιλέα διέκοψεν, καὶ πλησίον ἐγεγόνει τούτου, ὡς καὶ ἱμᾶσι τὸν ἐπιφέροντα τοῦτον ἐπιδῆσαι ἵππον καὶ αὖθις ὑπεξερύσασθαι ἐτύγ‐ χανεν. ἐτρώθη τὴν ψυχὴν ὁ ἀνήρ, βασιλέα Ῥωμαίων αἰχμάλω‐ τον γενέσθαι φοβούμενος καὶ τῶν ἐχθρῶν ὑποπόδιον· ὅθεν ταχυ‐ τέραν ἅμα καὶ δεξιωτέραν τὴν ὑποστροφὴν ποιήσας, καὶ θάνατον | |
20 | ἀπειλήσας αὐτῷ εἰ μὴ τούτῳ συνακολουθήσειεν, ὀψὲ καὶ μόλις | |
τοῦ κινδύνου διέσωσεν, ὀλίγων τινῶν κατόπιν διακρουόντων τὸν | ||
118 | πόλεμον, καὶ τοῖς ἑαυτοῦ ἐγκατέλεξε. διὸ τιμαῖς τε τοῦτον ἐφα‐ μίλλως ἐδεξιοῦτο καὶ πρεπούσαις δωρεαῖς ἐθεράπευεν, εὐεργέτην καὶ σωτῆρα πολλάκις ἀποκαλῶν. 25 Ἀλλ’ ὁ φθόνος ἴσχυσε κατ’ αὐτοῦ, καὶ ὁ κατὰ πολ‐ | |
5 | λῶν καὶ τοσούτων μυριάδων ἀνδραγαθήσας καὶ τῶν ἐχθρῶν δια‐ σώσας τὸν βασιλέα ὑπ’ ὀλίγων οἰκείων κατεπαλαίετο. ὅθεν εἰς καθοσίωσιν καὶ ἐπιβουλὴν παραλόγως ἐκ λοιδορίας ἐγκληθείς, καὶ πολὺν εἶναι τὸν φθόνον τὸν κατ’ αὐτοῦ ἐνιδών, ἐπεὶ διά τινος πιστοῦ ἀνεμάνθανεν, δούλου μὲν πρότερον ὄντος τοῦ Μανουήλ, | |
10 | τότε δὲ ἐκ χαρίσματος οἰνοχοοῦντος τῷ Θεοφίλῳ καὶ ἐξυπηρετοῦν‐ τος, ὡς μέλλοι τοῦτον ἀποτυφλοῦν καὶ ὀφθαλμῶν ποιῆσαι χωρίς, ἀποστασίαν τολμᾷ καὶ πρὸς Ἀγαρηνοὺς μετατίθεται, μέγας παρ’ αὐτοῖς ὀφθεὶς καὶ τιμαῖς ταῖς μεγάλαις τιμώμενος. ἐνέκειτο γοῦν κατὰ τῶν πλησιαζόντων αὐτοῖς ἐχθρῶν, οἳ οὕτω δὴ Κορμάτοι | |
15 | καλοῦνται, πολύς, καὶ νίκας οὐ τὰς τυχούσας ἐποίει ἅτε δὴ καὶ πείρᾳ καὶ συνέσει διαφέρων πολλῶν. καὶ τὸ δὴ κρεῖττον λόγου, ὅτι μετὰ τῶν αἰχμαλώτων Ῥωμαίων καὶ καθειργνυμένων ἐν φυλα‐ καῖς ταῦτα εἰργάζετο, πίστιν αὐτοῖς δοὺς ὑπὲρ αὐτῶν ὡς οὐ φεύ‐ ξονται· ὅτε καὶ τὸ Χορασὰν λέγεται κατασχεῖν καὶ τῷ ἀμεραμνου‐ | |
20 | νῇ ὑποτάξαι οὐ τῷ διαφέρειν μόνον εἰς ἀνδρίαν αὐτοῖς, ἀλλὰ καὶ τῷ καινῶς πως καὶ παρηλλαγμένως ὀφθῆναι αὐτοῖς· ἥ τε γὰρ τῶν | |
σχημάτων μεταβολὴ καὶ ἡ τῶν φωνῶν παρὰ δόξαν μεταλλαγὴ εἰς | ||
119 | δειλίαν ἐμπίπτειν ἠνάγκαζε τοὺς πολεμίους. οὐ μὴν δὲ ἀλλὰ καὶ πολλῶν ἀτιθάσσων θηρίων κατασινομένων αὐτοὺς καὶ βλαπτόντων ἐλευθερώσας, καὶ μεγάλων αἴτιος καλῶν αὐτοῖς γεγονώς, διαφε‐ ρόντως ἠγαπήθη αὐτῷ τε τῷ ἄρχοντι καὶ τῇ γερουσίᾳ αὐτοῦ. | |
5 | 26 Ἀλλ’ ἐπεὶ μετάμελον τῷ βασιλεῖ ἐνεποίησε ταῦτα δια‐ κούοντι καὶ λύπης αἴτιος κατέστη πολλῆς, πάντα κάλων ἐδόκει τούτῳ κινεῖν ὡς ἂν τὸν ἄνδρα μετακαλέσοιτο καὶ παλινδρομῆσαι ποιήσειεν. ὅθεν οἱ μὲν εἰρηνικὰς σπονδὰς διὰ τοῦ μοναχοῦ ποιῆ‐ σαι τοῦτόν φασιν Ἰαννοῦ, πρὸς καιρὸν τοῦ κατὰ τὰς φυλακὰς | |
10 | διαλλαγίου, καὶ πρὸς τὰ ἴδια μεταγαγεῖν, ὅτε καὶ χρυσοβούλλιον τούτῳ καὶ ὅρκους ἀπαθείας δι’ αὐτοῦ τε καὶ ἑτέρων προτέρων πολλῶν ἐξαπέστειλεν. οἱ δὲ δι’ αὐτοῦ μὲν τοῦ Ἰαννοῦ, οὐ μὴν οὕτως διὰ φανερᾶς ἐντεύξεως καὶ συντυχίας, κρυπτῆς δὲ καὶ ἀδή‐ λου πολλοῖς, ἣ τὸν Ἰαννὴν γνώμῃ τοῦ Θεοφίλου ἀφ’ ἡμῶν μετα‐ | |
15 | στήσασα καὶ μεταμφιάσασα καὶ τοῖς ῥακοδυτοῦσιν Ἴβηρσι καὶ μοναχοῖς τοῖς πρὸς τὰ Ἱεροσόλυμα μετὰ λιτῆς φοιτῶσιν ἐξομοιώ‐ σασά τε καὶ συγκαταμίξασα τῷ ἐν ᾧ διῃτᾶτο οἴκῳ ὁ Μανουὴλ κατὰ τὸ Βαγδᾶ ἐγκατέστησεν ἐπαιτεῖν τε προσποιησάμενον καὶ τὴν τοῦ βασιλέως μετάνοιαν ἀναδιδάσκοντα. καὶ μάρτυρας τῶν εἰρη‐ | |
20 | μένων τό τε τοῦ βασιλέως ἐγκόλπιον καὶ τὸ χρυσοβούλλιον ἐδίδου, συμπάθειάν τε καὶ παντελῆ τῶν κακῶν ἀμνηστίαν εὐαγγελιζόμενα· ἃ καὶ λαβὼν εἰς χεῖρας ὁ Μανουήλ, καὶ οἱονεὶ τὴν ψυχὴν ἀνα‐ | |
καείς, τὴν οἴκαδε ἐμελέτα ἐπάνοδον. ἐπεὶ γοῦν ἔκ τε τοῦ χρόνου | ||
120 | καὶ τῶν πρότερον ἡμῖν εἰρημένων αὐτοῦ κατὰ τῶν πολεμίων ἔργων ἡ πρὸς αὐτὸν πίστις οὐ μείωσιν αὔξησιν δέ τινα καθ’ ἑκάστην ἐλάμβανεν, μηνύει τῷ ἀμεραμνουνῇ ὡς ἐφέσεως ἔχοι καὶ κατὰ τῶν Ῥωμαίων στρατεῦσαι, καὶ τοὺς ἐχθρούς, οἳ κατεῖπον αὐτοῦ πρὸς | |
5 | τὸν βασιλέα, ἀμύνασθαι, καὶ κατὰ τὴν Καππαδοκίαν τὰς οἰκή‐ σεις ἔχοντας· καὶ σὺν αὐτῷ καὶ τὸν υἱὸν ἠξίου πέμπεσθαι τὸν ἀμεραμνουνῆ εἰς πλείονα τῶν ὑπονοουμένων ἀσφάλειαν. κατανεύει τοῖς αἰτηθεῖσιν ὁ Ἰσμαήλ, καὶ κατὰ τῶν ὧν ἐπεθύμει ἐξέπεμπεν. ὡς δὲ πλησίον που τοῖς τῶν Ῥωμαίων ὁρίοις ἐγίνοντο, δῆλα ποιεῖ‐ | |
10 | ται τὰ κατ’ αὐτὸν τῷ Καππαδοκίας στρατηγῷ καὶ τὴν εἰσαῦθις πρὸς Ῥωμαίους ἐπάνοδον, καὶ ἅμα ἐδίδασκεν ὡς χρὴ κατὰ τὸν δεῖνα τόπον λόχον τινὰ καὶ ἐνέδραν γενέσθαι, ἵν’ ὅταν ἐκεῖσε δὴ γένωμαι, τὰ μὲν Σαρακηνῶν κοῦρσα ἐπ’ ἄλλον δή τινα τόπον ἐξ‐ ελαύνειν ποιήσας μετὰ τοῦ λόχου δὴ γένωμαι καὶ πρὸς τὰ Ῥωμαίων | |
15 | ἤθη ἐπαναδράμω αὐτός. ὃ καὶ γέγονεν· ἄρτι γὰρ ἐκεῖσε δή που ἐπλησίαζεν, καὶ πολλὰ τὸν τοῦ Ἰσμαὴλ υἱὸν κατασπασάμενος “ἄπιθι” ἔφη “ὑγιής, ἄπιθι, τέκνον πρὸς τὸν πατέρα σου· ἐμὲ δὲ ἴσθι πορευόμενον οὐ πρὸς ἄλλον, πρὸς δὲ τὸν ἐμὸν ὄντως βασι‐ λέα καὶ κύριον.” διασωθεὶς δ’ ἐκεῖθεν πρὸς τὴν βασιλεύουσαν | |
20 | εἰς τὸν ἐν Βλαχέρναις θεῖον ἐπεφοιτήκει ναόν, τὸν Θεόφιλον εἰδὼς οὐ τὴν τυχοῦσαν ἔχοντα πίστιν εἰς αὐτόν. ὅθεν καὶ μάγιστρος τιμᾶται, καὶ σύντεκνος ἔκτοτε χρηματίζει αὐτοῦ, καὶ δομέστικος | |
προβιβάζεται τῶν σχολῶν. εἰσὶ μὲν δ’ οἳ φυγῇ μὲν χρήσασθαι | ||
121 | τὸν Μανουήλ φασι πρὸς τοὺς ἐξ Ἄγαρ, καὶ διὰ τὴν Θεοφίλου, ὡς εἴρηται, ἐπανελθόντα σπουδήν, οὐ μὴν καθοσίωσιν ἐγκληθέντα ἐπὶ Θεοφίλου φυγεῖν, ἐπὶ Μιχαὴλ δὲ τοῦ Τραυλοῦ τοῦ τούτου πατρός, εἴτε καὶ μίσει τῷ πρὸς αὐτὸν φερόμενον, εἴτε δὴ καὶ | |
5 | παλαιὰν δεδοικότα μῆνιν αὐτοῦ. Χειροτονεῖται δὲ καὶ Ἰαννὴς ἐπίσκοπος Κωνσταντινουπόλεως κατὰ τὴν εἰκάδα πρώτην τοῦ Ἀπριλλίου μηνός, ἡμέρᾳ πρώτῃ, ἆθλον ἀσεβείας καὶ ἀπιστίας καὶ τοῦ μὴ τὰς θείας εἰκόνας προσκυ‐ νεῖν τὴν ἱερωσύνην ἀπενεγκάμενος. | |
10 | 27 Ζητητικῷ δὲ τῷ Θεοφίλῳ τυγχάνοντι καὶ ἄγαν ἐγκει‐ μένῳ περὶ γνώσεως τῶν μελλόντων βασιλεύειν ἀνδρῶν, γύναιόν τι ληφθὲν ἐκ τῶν Ἄγαρ κατὰ τοὺς πολέμους τούτους Πύθωνος κατεχόμενον πνεύματι παρά τινων ἀνεμάνθανε. τοῦτο οὖν ἤγαγέ τε παρ’ ἑαυτῷ ὁ Θεόφιλος, καὶ τίνες εἶεν ὧν ἡ βασιλεία διαρκέσει | |
15 | ἐπὶ πολὺ ἐπυνθάνετο. ὡς δὲ σοῦ μὲν διάδοχον τὸν σὸν υἱὸν καὶ γαμετὴν ἀπεφοίβασέ τε γενέσθαι καὶ ἐμαντεύσατο, μετέπειτα δὲ τοὺς Μαρτινακίους ἐπὶ πολὺ τῆς βασιλείας κατασχεῖν, αὐτίκα τοῦτον τὸν Μαρτινάκην, καί τοί γε προσῳκειωμένον αὐτῷ πως κατὰ συγγένειαν, πρὸς τὸ μονάζειν ἀπέκειρεν, καὶ τὸν ἑαυτοῦ οἶκον | |
20 | θεοῦ καὶ μοναχῶν ἐναπέδειξεν ἐνδιαίτημα. οὐ τοῦτο δὲ μόνον ἀλλὰ καὶ πολλὰ τῶν μελλόντων τὸ γύναιον ἀπεθέσπισεν· τόν τε γὰρ Ἰαννὴν τοῦ πατριαρχικοῦ θρόνου πόρρω που γενέσθαι ἐνεσή‐ | |
μανεν, καὶ τὴν τῶν σεπτῶν εἰκόνων ἀναστήλωσιν κατεσάφησεν. | ||
122 | οἷς τὴν ψυχὴν ὁ Θεόφιλος ἐπώδυνος γεγονὼς καὶ δυσαπόνιπτα ταῦτα φέρων ἀεὶ πολλὰ πολλάκις ἐπῇδε τῇ ἑαυτοῦ γαμετῇ, πρὸς δὲ καὶ λογοθέτῃ Θεοκτίστῳ παρῄνει καὶ πλήθει κατεδέσμει ὅρκων τοῦ μήτε τὸν Ἰαννὴν ὑπερορίας τυχεῖν μήτε μὴν τὰς εἰκόνας προσ‐ | |
5 | κυνήσεως. τοσοῦτον δὲ ἄρα τὰ περὶ τῆς βασιλείας ἠρεύνα τε καὶ ἐξιχνίαζεν ὡς καὶ παρὰ τοῦ Ἰαννοῦ ἐν λεκανομαντείᾳ τὸν μέλλοντα Βασίλειον τὴν τοιαύτην ὑπειληφέναι ἀρχὴν καθαρῶς ἐνιδεῖν. οὐ μὴν δὲ ἀλλὰ καὶ Κωνσταντῖνον τὸν κατὰ τὸν Τριφύλιον τὰ αὐτῷ συμβησόμενα διετράνου τὸ γύναιον, πολλὰ λιπαροῦντα καὶ πυν‐ | |
10 | θανόμενον· αὐτόν τε γὰρ καὶ τοὺς αὐτοῦ υἱεῖς κληρικοῦ σχῆμα ἐπὶ τοῦ Βασιλείου διαμειφθῆναι· ὃ καὶ γέγονεν. καὶ Γεώργιον δὲ τὸν τὰς στρατιωτικὰς δέλτους ἐπειλημμένον ἐπὶ σφενδόνῃ τῇ κατὰ τὸν ἱππόδρομον ἀποκτανθῆναι, καὶ τὴν ὕπαρξιν αὐτοῦ τῷ βασιλικῷ ἀνειλῆφθαι ταμείῳ. καὶ ταῦτα μὲν ὧδέ πῃ κατὰ Πλά‐ | |
15 | τωνα...... 28 Τῷ δ’ ἐπιόντι ἔτει πρὸς τὸν κατ’ ἀλλήλων πόλεμον οἵ τ’ Ἀγαρηνοὶ καὶ ὁ Θεόφιλος ἐξελθόντες ἔμειναν ἄπρακτοι παν‐ τελῶς ἀλλήλους καταπτοούμενοι, καὶ πρὸς τὴν ἑαυτῶν ἐπανέστρε‐ φον. κατὰ δὲ τὸν αὐτὸν καιρὸν ὅ τε χαγάνος Χαζαρίας καὶ ὁ | |
20 | Πὲχ πρὸς τὸν αὐτοκράτορα Θεόφιλον ἔπεμπον πρεσβευτάς, τὸ κάστρον ὅπερ οὕτω Σάρκελ κατονομάζεται αὐτοῖς κτισθῆναι ἐξαι‐ τούμενοι, ὅπερ ἑρμηνεύεται μὲν Λευκὸν οἴκημα, ἔστι δὲ καὶ κατὰ τὸν Τάναϊν ποταμόν, ὃς τούς τε Πατζινακίτας ἐντεῦθεν καὶ αὐ‐ | |
τοὺς διείργει τοὺς Χαζάρους ἐκεῖθεν, ἔνθα καὶ Χαζάρων ταξεῶται | ||
123 | καθέζονται τριακόσιοι κατὰ χρόνον ἐναλλασσόμενοι. ὧν τῇ αἰ‐ τήσει καὶ παρακλήσει πεισθεὶς ὁ Θεόφιλος τὸν σπαθαροκανδιδά‐ τον Πετρωνᾶν τοῦ ἐπονομαζομένου Καματεροῦ, μετὰ χελανδίων βασιλικοπλωΐμων καὶ τοῦ Κατεπάνω τῆς Παφλαγονίας ἀπέστειλεν, | |
5 | εἰς πέρας τὴν τούτων αἴτησιν κελεύσας ὑπαγαγεῖν. ὃς ἅμα τῷ τὴν Χερσῶνα καταλαβεῖν τὰς μὲν μακρὰς νῆας ἐκεῖσέ που προσ‐ ορμίσας ἐπὶ τῆς χέρσου κατέλιπεν, τὸν δὲ λαὸν ἐν στρογγύλαις εἰσαγαγὼν ναυσὶ μέχρι τοῦ Τανάϊδος διεβιβάσθη, ἔνθα καὶ τὴν πόλιν ἔδει τούτοις οἰκοδομεῖν. ἐπεὶ δὲ λίθων ὁ τόπος ἠπόρει, ἐκ | |
10 | μὲν τῶν μικρῶν καχλήκων τοῦ ποταμοῦ ἄσβεστον, ἐκ δὲ τῆς ὑπο‐ κειμένης γῆς πηλὸν ἐγκαύσας διὰ καμίνων, καὶ βίσαλον ἐργασά‐ μενος, τὴν ὁρισθεῖσαν αὐτῷ δουλείαν μόγις μέν, ἐπεραίου δὲ διὰ πολυχειρίας λαμπρῶς, καὶ πρὸς τὴν βασιλεύουσαν ἐπανέστρεφεν. ἐδίδου δὲ καὶ περὶ τοῦ Χερσῶνος τῷ βασιλεῖ γνώμην τε καὶ βου‐ | |
15 | λήν, οἷς εἰς πεῖραν τῶν ἀνθρώπων ἦλθεν καὶ τῶν τόπων ὁμοῦ, καὶ “οὐκ ἄλλως ἄρξεις τῆς χώρας καὶ τῶν τόπων ὁλοσχερῶς ἢ στρατηγὸν προχειριζόμενος ἴδιον, ἀλλ’ οὐ τοῖς ἐκείνων ἄρχουσί τε καὶ πρωτεύουσι καταπιστεύων σαυτόν.” οὐδὲ γὰρ οὐδ’ ἡμέτερός πω τῆς ἐκείνων προνοούμενος ἐξαπεστέλλετο στρατηγός, ἀλλ’ ὁ λε‐ | |
20 | γόμενος πρωτεύων μετὰ καὶ τῶν πατέρων τῆς πόλεως τὰ πάντα ἦν διοικῶν. ἐπὶ τούτῳ ὁ βασιλεὺς Θεόφιλος οὐκ ἄλλον ἀλλὰ τὸν εἰρημένον Πετρωνᾶν, ὡς ἔμπειρον κρίνας τοῦ τόπου, πρωτοσπα‐ | |
θάριόν τε ἐτίμησεν καὶ στρατηγὸν ἐξαπέστειλεν, τόν τε πρωτεύοντα | ||
124 | καὶ τοὺς ἄλλους θεσπίσας ὑπείκειν ἀνενδοιάστως αὐτῷ· ἐξ ὅτου περ καὶ μέχρι ἡμῶν ἐκράτησεν ἀπὸ τῶν ἐντεῦθεν εἰς Χερσῶνα προβάλλεσθαι στρατηγούς. οὕτω μὲν οὖν ἥ τε τοῦ Σάρκελ οἰ‐ κοδομὴ ἐγένετο καὶ ἡ πρὸς τοὺς Χερσωνίτας τῶν ἐντεῦθεν ἀπο‐ | |
5 | στολὴ στρατηγῶν. 29 Ἔξεισι δὲ πάλιν ὁ Θεόφιλος κατὰ τῶν Ἀγαρηνῶν ἐμ‐ βριθέστερος, τῆς πατρικῆς ἡττᾶσθαι τόλμης ἀνέραστος ὤν. ὅθεν καὶ πορρωτέρω πρόεισι τῆς Συρίας, ὁμοῦ μὲν κείρων τὴν γῆν καὶ πορθῶν, ὁμοῦ δὲ λαφυραγωγῶν αὐτὴν καὶ αἰχμαλωτίζων, καὶ | |
10 | πόλεις παραλαμβάνων ἄλλας τε δύο καὶ μέχρις ἐδάφους καταστρε‐ φόμενος, καὶ αὐτὴν δὲ τὴν Σωζόπετραν ἐκπολιορκήσας πατρίδα τυγχάνουσαν τοῦ ἀμεραμνουνῆ, ὑπὲρ ἧς ἐγένετο ἐκεῖθεν διὰ γραμ‐ μάτων προτρέψασθαι ἀναχωρεῖν τὸν Θεόφιλον ἐκ τῆς πατρίδος αὐτοῦ, κἂν οὐκ εἶχέ πως τὸν ἀκούοντα. καὶ ταῦτα μὲν διοικησά‐ | |
15 | μενος πρὸς τὴν βασιλεύουσαν ἐπάνεισιν ὁ Θεόφιλος, τῷ Θεοφόβῳ τὰ τῶν Περσῶν ἐνδιαθέσθαι προτρεψάμενος καὶ αὖθις διὰ ταχέων ἐπαναδραμεῖν πρὸς αὐτόν. ἀλλ’ οἱ Πέρσαι συσχόντες αὐτὸν κατὰ τὴν Σινώπην βασιλέα καὶ ἄκοντα ἀνεκήρυξαν· ὃς αἰδοῖ τε καὶ φόβῳ πρὸς τὸν βασιλέα βαλλόμενος ἀνένευέ τε καὶ δεινὰ πείσεσθαι | |
20 | τούτους ἔλεγεν ἐπὶ τῷ τολμήματι. ὅθεν πλέον κατορρωδοῦντες αὐτοὶ τὰς ἐκ βασιλέως ἀπειλὰς εἴχοντο μὲν τῆς γνώμης αὐτῶν, εἶχον δὲ καὶ αὐτὸν ἐν μέσῳ παραθαρρύνοντες. ἀλλ’ ὁ Θεόφοβος λάθρα τὰ τελεσθέντα δηλοῖ τῷ βασιλεῖ, καὶ ἐνωμότως πληροφορεῖ | |
ὡς οὐκ αὐτὸς ἐκεῖνοι δὲ τῶν τολμηθέντων ὑπαίτιοι. ἀλλ’ ἐκεί‐ | ||
125 | νου τε ὁ βασιλεὺς ἀσμένως ἀποδέχεται τὴν προαίρεσιν καὶ πρὸς τὰ βασίλεια εἰσκαλεῖ, τὴν ἀρχαίαν εὐκληρίαν ἀποδιδούς· συγγνώ‐ μην τε ἅπασι τοῖς ἄλλοις καὶ ἀμνηστίαν κακῶν δοὺς τῆς Σινώπης, εἴτε δὴ καὶ Ἀμάστριδος, ποιεῖ ἐκδημεῖν. καὶ ἐπείπερ εἰς πολυ‐ | |
5 | πληθίαν ἐνέδωκάν τε καὶ ηὔξησαν ὡς εἰς τρεῖς μυριάδας ἐληλα‐ κέναι, οὐ συμφέρον ἐδόκει τῷ βασιλεῖ τούτους ἐλευθέρους εἶναι καὶ ἀνειμένους, ἀλλὰ καλῶς σκεψάμενος ἑκάστῳ θέματι χιλιάδας δύο ἀπέσταλκεν, ὑπὸ χεῖρα τελεῖν τοῖς εἰς στρατηγίαν τεταγμένοις· ἐφ’ ὧν καὶ τουρμάρχας ἐπιστατεῖν ἐξετίθετο. ὅθεν ἄχρις ἡμῶν | |
10 | τὴν προσηγορίαν Περσῶν αἱ τῶν θεμάτων τοῦρμαι κεκλήρωνται, ἐφ’ οἷς διεσπάρησαν. τοῦτο γοῦν τὸ τόλμημα θρασύτερόν πως καὶ ἰταμώτερον δόξαν τῷ Θεοφίλῳ αὐτούς τε διασπαρῆναι καὶ διανεμηθῆναι ἐποίησεν καὶ τὸν Θεόφοβον μετ’ οὐ πολὺ ἀπήγαγε τῆς ζωῆς. ἐγένετο δέ τι καὶ δεύτερον αἴτιον, ὃ δηλώσει πάντως | |
15 | ὁ λόγος κατὰ τὸν οἰκεῖον καιρόν. 30 Ὁ δὲ ἀμεραμνουνὴς τοσοῦτον ἐτρώθη τὴν ψυχὴν ἐπὶ τῇ καταλήψει τε καὶ πορθήσει τῆς πατρίδος αὐτοῦ ὡς πανταχοῦ θεσπίσαι τε καὶ κηρῦξαι πᾶσαν ἡλικίαν ἔκ τε Βαβυλωνίας καὶ Φοινίκης καὶ Κοίλης Συρίας Παλαιστίνης τε καὶ τῆς κάτω Λιβύης | |
20 | συναθροιζομένην ἐπὶ ταῖς ἀσπίσιν αὐτῶν ἐγγράψαι Ἀμόριον, τὴν κατ’ αὐτοῦ διάβασιν μετὰ θρασύτητος αἰνιττόμενος. συνήγετο | |
γοῦν καὶ κατὰ τὴν Ταρσὸν πολὺς ἐξ ὀλίγων ἐγένετο, μανίᾳ ἐπὶ | ||
126 | τῇ τῆς πατρίδος αἰσχύνῃ πυρπολούμενος τὴν ψυχήν. ἀντεπεξῄει δὲ καὶ ὁ Θεόφιλος κατὰ τὸ Δορύλαιον, τριῶν ἡμεροδρομιῶν πόρρω που τοῦ Ἀμορίου διακείμενον. πολλῶν οὖν συμβουλευόντων μετ‐ οικῆσαι τὸν ἐν Ἀμορίῳ οἰκοῦντα λαὸν καὶ τέως ὑπεκδραμεῖν τὴν | |
5 | ἄσχετον φορὰν τῶν Σαρακηνῶν (πολὺς γὰρ ηὔξητο καὶ λαὸν ἐπή‐ γετο ἄληκτον), ἄτοπον μὲν ἐφαίνετο τοῦτο τῷ Θεοφίλῳ καὶ ἄναν‐ δρον, καλὸν δὲ καὶ πρὸς ἀνδρίαν εὔοδον τὸ μᾶλλον ἐποχυρῶσαι αὐτὸ καὶ στρατηγοῦ γενναίου διασῶσαι βουλαῖς. Ἀέτιος ἦν οὗτος ὁ πατρίκιος καὶ τῶν Ἀνατολικῶν στρατηγός. ἐπεὶ δὲ καί τινος | |
10 | πολυχειρίας ἐδέετο, καὶ ταύτην ἀπέσταλκεν ὁ Θεόφιλος ὡς παντα‐ χόθεν ἀντιστησομένου καὶ τὸν ἐχθρὸν ἐκνικήσοντος. ἐπὶ τούτοις ἐδίδου δὴ ἡγεμόνας καὶ ἄρχοντας τοὺς μετὰ βραχὺ μαρτυρήσον‐ τας, Θεόδωρόν τε τὸν Κρατερὸν καὶ Θεόφιλον καὶ τὸν Βαβούτζι‐ κον· οἵτινες οὐ μόνον ἐκείνου τοῦ λαοῦ ἀλλὰ καὶ τῆς φάλαγγος | |
15 | τῶν τεσσαράκοντα δύο μαρτύρων γεγόνασιν ἀρχηγοί. 31 Ἐπεὶ γοῦν κατὰ τὴν Ταρσὸν ὁ τῶν Σαρακηνῶν ἐπέ‐ στη μετὰ φρονήματος καὶ λαοῦ ἡγεμών, οὐκ ἀθρόως τούτῳ μαν‐ τευομένῳ καὶ συμβουλευομένῳ ἐφαίνετο καλὸν χωρεῖν πρὸς Ἀμό‐ ριον, ἀπόπειραν δὲ πρότερον λαβεῖν τῆς τῶν Ῥωμαίων δυνάμεως διὰ | |
20 | τοῦ υἱοῦ αὐτοῦ μέρος λαβόντος τοῦ στρατοῦ καὶ κατὰ τοῦ βασιλέως χωρήσαντες. “εἰ γὰρ οὗτος” φησι “νικήσειεν, ἕψεται πάντως ἡ νίκη καὶ τῷ πατρί· εἰ δὲ μή, καλὸν ἡσυχάζειν, οὐκ ἐπακολουθού‐ | |
σης μοι τῆς νίκης.” λαβόντος γοῦν αὐτοῦ Ἄμερα τὸν τηνικαῦτα | ||
127 | διέποντα τὴν Μελιτηνὴν καὶ Τούρκους ὡσεὶ χιλιάδας δέκα, μετὰ πάσης τῆς ἐξ Ἀρμενίων στρατιᾶς καὶ τοῦ ἄρχοντος τῶν ἀρχόντων, κατὰ τὸν Δαζημόνα προσέβαλεν. ἀπῄει καὶ ὁ Θεόφιλος κατ’ αὐ‐ τοῦ στρατόπεδον ἔχων οὐκ ἀγεννές, ἔκ τε Περσῶν καὶ τῶν δυτικῶν | |
5 | καὶ τῶν πρὸς τὸν ἀνίσχοντα ἥλιον συνιστάμενον. ὡς δὲ κατὰ τὸν Ἀνζὴν οὕτω χῶρον καλούμενον ἐγίνετο, ἰδεῖν ἐπεθύμει τὸ τῶν ἐναν‐ τίων ἄθροισμα πρὸ τῆς προσβολῆς. ἐπί τινα γοῦν λόφον καὶ τῶν ἄλλων ὑπερβεβηκότα χῶρον ὁ δομέστικος τῶν σχολῶν λαβὼν ἀνήνεγκεν Μανουήλ, καί πως ἐκ στοχασμοῦ βραχύτερον ἐδόκει | |
10 | τὸ τῶν Σαρακηνῶν πλῆθος· οὐ μὴν πρὸς τοῦτο συντιθεμένου τοῦ Μανουὴλ ὁ τῶν δοράτων ἴσος ἐδόκει ἐσμός. “ἀλλ’ ὦ” φησι “βα‐ σιλεῦ, τὸ καρτερὸν στοχαζόμενος, τὸν ἐκ δοράτων καλαμῶνα ἀμ‐ φοτέρον διάθρει.” ἐπεὶ γοῦν ἰσχυρότερός πως οὐκ ὁ ἴδιος ἀλλ’ ὁ τῶν ἐναντίων ἐδόκει στρατός, βουλὴν ἐδέοντο ἀρτύειν νεανικήν· | |
15 | ἡ δὲ ἦν ἔκ τε Μανουὴλ συνισταμένη καὶ Θεοφόβου, νυκτὸς ἐπιτε‐ θῆναι τοῖς πολεμίοις. ἀλλ’ ἕτεροι κρεῖττον εἶναι τὴν ἡμέραν ἀντ‐ έφησαν, οἷς καὶ ὁ βασιλεύων ἐπέπειστο. ὡς δ’ οὖν ἔλαμψεν ἡ ἡμέρα, μάχης καρτερᾶς γενομένης, ἐκθύμως τῶν βασιλικῶν ἀγω‐ νισαμένων ταγμάτων, οἱ Ἰσμαηλῖται ἐνέκλιναν εἰς φυγήν, ἀφέντες | |
20 | τὸ πολεμεῖν. ἀλλ’ οἱ Τοῦρκοι ἐπιμόνῳ χρώμενοι τοξείᾳ, καὶ τὸ καταδιῶκον τῶν Ῥωμαίων ἀνακεκρουκότες, ἱστάναι ἀλλ’ οὐ φεύ‐ | |
γειν ἔπεισαν τοὺς Σαρακηνούς· ὅθεν ἑαυτοὺς πάλιν συστησάμενοι, | ||
128 | καὶ τοῖς τόξοις δὴ γενναίως πόρρωθεν βάλλοντες, ἑτεραλκῆ τὴν μάχην ἐποίησαν. οἷς μὴ δυνάμενος ὁ τῶν Ῥωμαίων προσεγγίσαι στρατός, ἀλλ’ οὐδὲ πόρρωθεν κατιδεῖν τῷ βάλλεσθαι καρτερᾶς, νῶτα κλίναντες τὸν βασιλέα κατέλιπον. οὐ μὴν οἱ τῶν βασιλικῶν | |
5 | ταγμάτων ἔξαρχοι μετὰ τῶν Περσῶν τοῦτο δρᾶσαι ἢ ἐννοῆσαι τε‐ τολμήκασιν, ἀλλὰ περιστάντες τῷ βασιλεῖ σώζειν ἐβούλοντο, κύκλῳ τῶν ἐχθρῶν πάντοθεν περιστοιχησάντων αὐτοὺς καὶ βαλλόντων αὐτούς. κἂν ἀπώλοντο πανδημεί, εἰ μὴ νὺξ ἐλθοῦσα καὶ βραχύς τις ὄμβρος ἐπιγενόμενος τὰς μὲν νευρὰς χαλαρὰς εἰργάσατο αἷς | |
10 | ἠμύνοντο καὶ τὸ κράτος εἶχον οἱ ἐναντίοι, αὐτοῖς δὲ ἄνεσιν τὴν ἐκ βελῶν περιεποίησεν καὶ σωτηρίας μόλις ἐνέδωκεν ἀφορμάς. (32) βαθείας γὰρ ἤδη τῆς νυκτὸς γενομένης, ὡς ἠσχόλητο περὶ τὰς φυλακὰς ὁ Μανουήλ, γλώττῃ πως τῇ Σαρακηνῶν τὸν Περσῶν ὅμιλον σπένδεσθαί πως πρὸς αὐτοὺς διήκουσε, καὶ συνθέσθαι | |
15 | τούτους αὖθις τὸ στράτευμα τῶν Ῥωμαίων καταπροδοῦναι καὶ πρὸς τὴν ἐξ ἧς ἀπέστησαν χωρεῖν κεφαλήν. δῆλα γοῦν τῷ βασι‐ λεῖ λάθρα ποιεῖ, καὶ ἑαυτὸν σώζειν μετὰ λογάδων ἠξίου καὶ μὴ περιμένειν τὴν ἅλωσιν. καὶ “πῶς ἔσται τοῦ τοσούτου λαοῦ” ἐπε‐ ρωτήσαντος τοῦ βασιλέως “ἡ σωτηρία, ἐμοὶ προσμεινάντων;” | |
20 | “σοί” φησί “μόνον ἔστω, βασιλεῦ, τὸ σώζεσθαι ἐκ θεοῦ· οὗτοι δὲ ταχέως τὰ κατ’ αὐτοὺς διοικήσουσιν.” ὀψὲ γοῦν κατὰ τὸ πε‐ | |
ρίορθρον τοῦ βασιλέως φυγῇ χρησαμένου καὶ πρὸς τὸ Χιλιοκόκω‐ | ||
129 | μον διασωθέντος, οἱ λειποτάκται τῶν στρατηγῶν τῷ βασιλεῖ προσ‐ απαντήσαντες ἀναξίους ἔφασκον εἶναι τῆς ζωῆς, βασιλέα ἐν πολέ‐ μῳ καταπροέντας, καὶ ἅμα τοῖς ἑαυτῶν ἐγυμνοῦντο ξίφεσι καὶ τοῖς ποσὶν ὑπετίθουν αὐτοῦ, δάκρυσι βρεχόμενοι παρειάς. ἀλλ’ | |
5 | ὁ Θεόφιλος τρωθεὶς ἐκείνων μᾶλλον αὐτοῦ τὴν ψυχὴν τῷ παρα‐ δόξῳ τοῦ πράγματος, “εἰ ἐγώ” φησί “σέσωσμαι ἐκ θεοῦ, σωθή‐ σεσθε καὶ ὑμεῖς ἀγωνιζόμενοι κατὰ τῶν ἐχθρῶν.” Τοῦτο οὖν τὸ παρὰ ἐχθρῶν στρατήγημα καὶ ἡ νυκτερινή πως λαλιὰ τῶν Περσῶν, ταὐτὸν δὲ καὶ σπονδὴ εἰπεῖν, τοῖς μὲν | |
10 | Θεοφόβου ἐχθροῖς καὶ θάνατον ψηφιζομένοις αὐτοῖ δευτέρα τις γέγονεν αἰτία καὶ ἀφορμὴ εὔκαιρος εἰς διαβολήν, (33) τῷ δ’ ἀμε‐ ραμνουνῇ ἀκηκοότι νίκης οὐ μικρᾶς καὶ κατὰ τοῦ Ἀμορίου κατα‐ δρομή. ἥνωτο γοῦν κατὰ τὴν τοῦ βασιλέως πατρίδα ἀμφότερα τὰ στρατόπεδα, αὐτοῦ τε τοῦ ἀμεραμνουνῆ καὶ τοῦτο δὴ τὸ προ‐ | |
15 | πολεμῆσαν σφοδρῶς τοῦ υἱοῦ, καὶ χάρακα περιέβαλλον καὶ τῆς πολιορκίας ἀπήρχοντο. καὶ τέως ἀπόπειραν ἐποίει ἀποστραφεὶς κατὰ Δορύλαιον ὁ Θεόφιλος τοῦ δώροις αὐτὸν ἐκεῖθεν ἀποστῆσαι καὶ πρὸς τὰ οἰκεῖα ποιῆσαι παλινοστῆσαι. ἀλλ’ οὐ πείθεται, ἐνδομυχοῦσαν φέρων τὴν τῆς πατρίδος αὐτοῦ ἅλωσίν τε καὶ πόρ‐ | |
20 | θησιν. μᾶλλον μὲν οὖν ἐξουθένει καὶ ἀνδράποδον ἐκάλει τε καὶ δειλόν, μυκτηρίζων καὶ διακωμῳδῶν οἷς οὐ πρὸ τούτου τούτῳ ἀλλὰ | |
νῦν ἐπὶ ξυροῦ ἑστῶτι ἐπείθετο. εἶχε μὲν οὖν καὶ τοὺς ἀποσταλέντας | ||
130 | πρέσβεις αὐτόθι που, τῶν δρωμένων ἐπόπτας καὶ μάρτυρας. (34) καὶ δὴ χρόνου παρῳχηκότος διέφυγεν ἂν ἡ πόλις τὸν ὄλε‐ θρον, τῷ πᾶσαν ἰδέαν πολιορκίας τῶν μὲν ἐνδεικνυόντων τῶν δὲ καταβαλλόντων, καὶ πολλῶν ἀνῃρημένων ἐξ ἀμφοτέρων ἀνδρῶν, | |
5 | τῶν μὲν ἀμυνομένων τῶν δὲ πολιορκούντων, ἀπράκτων δὲ τέως μενόντων τῶν Ἀγαρηνῶν καὶ τῆς πολλῆς ὀφρύος κατασπωμένων τῷ πλῆθος ἀνῃρῆσθαι λαοῦ. καὶ γὰρ ὡσεὶ χιλιάδες ἑβδομήκοντα ἐκλελοιπότες εὑρέθησαν μετὰ τὴν ἅλωσιν ἀριθμούμενοι. ἀλλ’ οὐκ ἦν παρελθεῖν τὴν ἐκ θεοῦ μάχαιραν ἠπειλημένην ἄνωθεν, οἷς | |
10 | ὑβρίζετο τὸ θεῖον αὐξανομένης δὴ τῆς αἱρέσεως. διὰ τοῦτο ἀνήρ τις τῶν ὑποβεβηκότων (Βοϊδίτζης οὗτος ἐκαλεῖτο ὁ ἄθλιος) μέλ‐ λουσιν ἤδη πως ἀναχωρεῖν καὶ πρὸς τὴν οἰκείαν μετ’ αἰσχύνης παλινοστεῖν “τί” φησίν, “ὦ οὗτοι,” γράμματα διὰ βελῶν πεπομ‐ φώς, “τοσοῦτον τεταλαιπωρηκότες μέλλετε ἀποφοιτᾶν, κεκμηκό‐ | |
15 | τες ἄπρακτα καὶ πεπονηκότες; ἔλθετε τοιγαροῦν κατὰ τοὺς πύρ‐ γους ἐκείνους, ἔνθα μὲν βοΐδιον ἄνωθεν λίθινον ἔξωθεν δὲ λέων ἐκ μαρμάρου ἐφίσταται· κἀκεῖσέ μοι περιτυχόντες, τὰ ὑμέτερα δηλαδὴ φρονοῦντά τε καὶ διευθετοῦντα, καὶ ἄλλως ἀσθενεστέρων πεφυκότων ἔνθα δὴ τῶν ἐπάλξεων, ἐγκρατεῖς τε τῶν ἔσω γενή‐ | |
20 | σεσθε καὶ ἐμὲ πολλοῦ ἄξιον κρίνετε.” ἦλθον κατὰ τὸν λόγον ἐκείνου, καὶ εἰσῆλθον ἅμα τῇ προσβολῇ, παίοντες καὶ τιτρώσκον‐ | |
τες τοὺς καταλαμβανομένους. οὐκ ἦν δὲ ὅστις τῶν ἀποθνησκόν‐ | ||
131 | των οὐκ ἦν. πάντες δὲ ἀνῃροῦντο καὶ ἔπιπτον ποταμοὺς κινοῦν‐ τες ἐξ αἵματος. οὕτω μὲν οὖν αἱρεῖται τὸ Ἀμόριον καὶ χερσὶν ἀνόμων ἀνομωτέρως προδίδοται, ἐκείνων μόνον ζώντων τῶν μέχρι τοῦ Βαγδὰδ παραπεμφθέντων, τῶν κατὰ τὰ θέματα τελούντων | |
5 | μεγιστάνων τε καὶ κραταιοτέρων ἀνδρῶν, οἷς καὶ οἱ μβʹ μάρτυρες συνηρίθμηντο. οἱ δ’ ἄλλοι ἅπαντες μαχαίρας πολεμικῆς ἐγίνοντο τρόπαιον. οὐδὲ γὰρ οὐδ’ οὕτως ἔπεισε τὸν ἐχθρὸν ὁ Θεόφιλος πρέσβεις δευτέρους ἀποστείλας, ἐπὶ κεντηναρίοις διακοσίοις ἐξω‐ νήσασθαί τε καὶ τῶν ἐχθρῶν λυτρώσασθαι τὸν αἰχμάλωτον λαόν, | |
10 | εἰ δ’ οὖν, ἀλλὰ τούς γε τέως πρὸς γένος αὐτῷ πλησιάζοντας καὶ ἐπὶ συμμαχίαν αὐτῷ ἀποσταλέντας ἐκεῖ. ἀλλὰ μέγα μὲν οὖν γαυριῶν μέγα δέ γε φυσῶν ἐκείνους τε τοὺς πρώτους καὶ τοὺς δευτέρους τούτους ἀνταπέστειλε πρέσβεις, καταμωκώμενός τε καὶ πλύνων ὕβρεσι, “τοσούτοις μόνοις” φάσκων “ἐξωνήσασθαι βού‐ | |
15 | λεσθε κεντηναρίοις, ἔνθα τῶν χιλίων μέχρι φιλοτιμίας ἕνεκα καὶ δωρεᾶς ὑμῖν κατανάλωται;” οἷς καὶ τὴν καρδίαν παθὼν ὁ Θεό‐ φιλος, καὶ ὥσπερ ὑπὸ πυρός τινος ἀναζέων ἢ ἐλαυνόμενος, ἐδεῖτο τοῦ περιψύχοντος ὕδατος ἐκ χιόνος προσφερομένου. χλιαροῦ δέ πως τῷ τῆς καρδίας καύσωνι δοκοῦντος, συνέβη κἀκεῖνον ἐξ ἐκεί‐ | |
20 | νης τῆς πόσεως δυσεντερίας νόσῳ περιληφθῆναι καὶ ἄκοντα, καὶ τῇ νόσῳ ταύτῃ τοῦ γενέσθαι ἐκτός. καὶ τὰ μὲν κατὰ τὸ Ἀμόριον | |
οὕτως. | ||
132 | 35 Κατὰ δὲ τὴν οἰκείαν χώραν παλινδρομήσας ὁ Ἀγα‐ ρηνὸς τοὺς εἰρημένους ἀρχηγοὺς ἐν φρουρᾷ τινὶ σκοτεινῇ τῷ ξύλῳ ἀσφαλισάμενος καθεῖρξεν, βραχεῖ τινὶ ὕδατι καὶ ἄρτῳ τούτους ἐντειλάμενος ἀποζῆν. ἐν τοσούτῳ δὲ σκότει ἀσφαλείᾳ κατείχοντο | |
5 | ὡς μήτε κατὰ τὴν σταθερὰν μεσημβρίαν μικρόν τι αὐγάζεσθαι, ἀλλ’ ἢ τῇ ἀλλήλων φωνῇ γινώσκεσθαί τε μόνῃ καὶ μόνων τῶν φυλάκων ἀπολαύειν, τῶν ἄλλων στερουμένους ἀνθρώπων, καὶ ὡς ἐν ἐρημίᾳ βαθυτάτῃ διάγειν. τούτοις τοῖς δεινοῖς ἐπὶ ἑπτὰ ὅλοις ἔτεσι προσεκαρτέρησαν. ἄρτι δὲ κατὰ τὴν πέμπτην τοῦ Μαρτίου | |
10 | μηνὸς ὁ τὸ Ἀμόριόν τε προδοὺς καὶ τὸν Χριστὸν ἀρνησάμενος Βοϊδίτζης κατὰ τὴν φυλακὴν γενόμενος, Κωνσταντῖνον ἄνδρα φρόνιμον καὶ σοφίᾳ ἐντεθραμμένον φωνήσας (Κωνσταντῖνος δὲ οὗτος ἦν ὑπηρετῶν τῷ πατρικίῳ κατὰ τὴν ἐν λόγῳ γραφήν), οὐ χρῄζειν ἔφη τινὰ τῶν ἐντὸς παρεῖναί σοι καὶ τῶν ἐμῶν τυγχάνειν | |
15 | μυστηρίων ἀκροατήν. ὡς δ’ οὐδένα παρεῖναι ὁ Κωνσταντῖνος καθωμολόγει, “ἄγε μοι” ἔφησεν, “ὦ φιλτάτη καὶ γλυκεῖα ψυχή (γινώσκεις γὰρ τὸν ἀρχῆθεν πόθον σου συμφυέντα μοι), βουλή‐ θητι μετὰ τοῦ πατρικίου τῷ πρωτοσυμβούλῳ συνεύξασθαι καὶ μαγαρίσαι τὴν αὔριον, ἵνα μὴ παρανάλωμα γίνησθε μαχαίρας καὶ | |
20 | αἰκισμῶν. τοῦτο γὰρ αὐτῷ διὰ σπουδῆς ἔχοντι καὶ μελετῶντι συμφέρον ἡγησάμην σοι ὡς φίλῳ δηλοποιῆσαι πιστῷ. θέλησον | |
γοῦν αὐτῷ μὲν κατὰ τὸ φανερὸν συνεύξασθαι, θεῷ δὲ τὰ κρυπτὰ | ||
133 | ἐτάζοντι πίστευε κατὰ ψυχήν, καὶ τῆς αὐτοῦ οὐχ ἁμαρτήσετε αἰω‐ νίου ζωῆς.” τούτοις οὐ μαλακισθεὶς μηδὲ φρεναπατηθεὶς ὁ ἀήτ‐ τητος “ἀπόστηθι” ἔφη “ἀπ’ ἐμοῦ, ἐργάτα τῆς ἀνομίας, ἀπό‐ στηθι.” καὶ ἅμα τῷ λόγῳ ἀπεφοίτησεν, διηγησάμενος ἰδίᾳ τῷ | |
5 | πατρικίῳ τῶν λεχθέντων μὲν οὐδὲν φανερόν, ἵνα μή τις δειλαν‐ δρίας ἐναποτεχθῇ αὐτῷ λογισμός, μόνον δὲ ὅτι θανάτου ψῆφος ἐς αὔριον καθ’ ἡμῶν ἐξενήνεκται. εὐχαρίστησεν ἐπὶ τούτοις τῷ θεῷ ὁ πατρίκιος, καὶ διαθέμενος τὰ κατ’ αὐτὸν διὰ Κωνσταντί‐ νου τοὺς συμπαρόντας ἅπαντας εἰς πάννυχον ὑμνῳδίαν ἀνίστησιν. | |
10 | (36) ἕωθεν δὲ μετὰ σοβαρᾶς τις φαντασίας ἄρχων ἐξεληλυθὼς τοὺς προεξάρχοντας μόνους τῶν ἄλλων ἐξελθεῖν ἐπιτρέπει. καὶ δὴ ἐξίασιν ἄνδρες δύο καὶ τεσσαράκοντα, καὶ εὐθὺς κλεισθῆναι προστάττει τὴν φυλακήν. ἠρώτα γοῦν πόσον ἔτος αὐτοῖς ἐστὶν κατὰ τὴν φρουράν, καὶ ἄλλας ἐκίνει βαττολογίας, κατηκόους τού‐ | |
15 | τους βουλόμενος τῶν αὐτοῦ ποιῆσαι φλυαριῶν. ἀλλ’ οὗτοι τό τε ἔτος ἀποκριθέντες, ὡς ἕβδομον, καὶ πρὸς τοὺς ἐκείνων ἐκ τῆς θείας γραφῆς ῥωμαλέως καὶ μετὰ γενναίας ψυχῆς ἀντιταχθέντες λόγους, τὴν ἐπὶ θάνατον φέρουσαν κατεκρίθησαν. ὡς δὲ κατὰ τὸν Εὐφράτην ἐγένοντο, καὶ περὶ αὐτὸν ἡ πόλις αὐτῶν ᾠκοδόμη‐ | |
20 | ται Σάμαρα, ἐλέγχειν ἐπειρᾶτο τὸν Κρατερὸν Θεόδωρον ὁ ἀλιτή‐ ριος, εἴ πως ἀλλὰ τούτῳ γε πείσει τὸν θάνατον ἐξαρνήσασθαι. καὶ “πῶς” ἔφη “σὺ Θεόδωρε παρρησιαζόμενος διὰ θανάτου φοι‐ | |
τᾶν ἐλπίζεις πρὸς θεόν, οὗ τὰς σωτηρίας, ὡς φατέ, οὐκ ἠγάπησας | ||
134 | ἐντολάς; οὐδὲ γὰρ ἂν ἐξ ἱερατικοῦ κλήρου, ᾧ σὺ πάλαι ἐγκατε‐ λέξω, πρὸς σχῆμα ἦλθες τῶν λαϊκῶν· οὐδὲ χεῖρας ἀθώους οὔσας αἱμάτων σου νῦν ἐν πολέμοις ἐπλήρους πάλιν αὐτὰς τῶν μολυσμά‐ των τε καὶ μιασμάτων.” καὶ ὁ Θεόδωρος οὐκ ἐμβραδύνας, μηδέ | |
5 | τινα χρόνον ἀναβαλλόμενος, “διὰ τοῦτο” ἔφη “καὶ τὸ ἐμὸν ἐκχέαι αἷμα οὐ κατοκνήσω, ἵνα μοι λύτρον τε καὶ λουτρὸν τῶν πεπλημ‐ μελημένων ἀναφανὲν τὴν βασιλείαν δώῃ αὐτοῦ, ᾗ ἀποδράσας τίς σου τῶν οἰκετῶν καὶ αὖθις ἐπανακάμψας τήν σοι φίλην λειτουρ‐ γίαν ἐκτελοίη, εἰς τὴν συγγνώμης χώραν ἀλλ’ οὐκ ἀγνωμοσύνης | |
10 | χωροίη.” καὶ ἅμα εἰς τὸ τῆς ἀθλήσεως εἰσῄει ὥσπερ τις Ὀλυμ‐ πιονίκης στάδιον, καὶ πρὸς τὸν πατρίκιον Κωνσταντῖνόν φησι, τὴν ὑφέρπουσαν ὥσπερ αὐτοῦ δειλίαν καὶ φόβον ἀποσοβῶν, “ἄγε δή, ὦ στρατιῶτα Χριστοῦ, τὸ πρόκριτος εἶναι πάντων ἡμῶν πρὸς τὸν ἐπὶ γῆς βασιλέα λαχών, πρῶτος καὶ τὸν τοῦ μαρτυρίου ἀνα‐ | |
15 | λάμβανε στέφανον.” ὁ δ’ ἱερὸς Κωνσταντῖνος “σοὶ μᾶλλον ὡς γενναίῳ καὶ κρατερῷ” ἔφη “τὸ τοιοῦτον προσῆκεν ἀξίωμα, ὅθεν ἀκόλουθον ἕξεις με, σαυτὸν πρῶτον εἰς θάνατον παραδιδούς.” ἐπιρρώσαντες οὖν ἀλλήλους τοῖς παρακλητικοῖς, κατὰ τὰς κοσμι‐ κὰς ἀξίας πρὸς τὸν διὰ μαρτυρίου ἕκαστος ἐχώρει δὴ θάνατον, | |
20 | πάντων θαυμαζόντων τὴν μετὰ πεποιθήσεως καὶ γενναίας τούτων | |
ψυχῆς ἄθλησιν. ἀλλὰ ταῦτα μὲν ὕστερον. | ||
135 | 37 Τότε δὲ ὁ βασιλεὺς Θεόφιλος οὐ φέρων τὴν ἐκ τῶν Ἀγαρηνῶν ἧτταν καὶ ἀδοξίαν, πατρίκιον Θεοδόσιον, ὃς οὕτως ἐλέ‐ γετο ὁ Βαβούτζικος, πρὸς τὸν ῥῆγα Φραγγίας ἐξαποστέλλει, στρα‐ τεύματα ἐκεῖ αἰτῶν γενναῖά τε καὶ πολυάνθρωπα. οὐδὲ γὰρ χει‐ | |
5 | ρῶν ἀσθενείᾳ ἢ ψυχῆς μαλακότητι τοὺς ἑαυτοῦ κέκρικεν ἡττᾶσθαι ποτέ, φυγομαχίᾳ δὲ καὶ ταὐτὸν εἰπεῖν προδοσίᾳ τοῦτο πάσχειν ἀεί. ἀλλὰ καὶ ἂν ἔλαβεν πεῖραν καὶ τῶν ὧν προσεκαλεῖτο ἐθνῶν δύνα‐ μιν καὶ ἰσχὺν [ᾔσθετο] (μετ’ εὐφροσύνης γὰρ τὴν πρὸς βασιλέα ἐπικουρίαν ὁ ῥὴξ ἀπεδέδεκτο) καὶ αὖθις κατὰ τῶν Ἀγαρηνῶν | |
10 | ἐστράτευσεν ὁ δυστυχὴς Θεόφιλος (ταύτην δὲ τὴν προσηγορίαν ἐκ τοῦ ἀεί πως ἡττᾶσθαι κατὰ πόλεμον ἐκληρώσατο), εἰ μὴ ὁ ἀποστα‐ λεὶς Θεοδόσιος ἐκ τοῦ βίου γενέσθαι προέφθασεν. ἐκείνου τε γὰρ ἡ ἀποβίωσις τὸν στρατὸν ἐκεῖνον πρὸς τὴν βασιλεύουσαν ἐλθεῖν οὐ πεποίηκε, καὶ τοῦ βασιλέως ἐπικρατήσασα ἡ τῆς δυσεντερίας | |
15 | νόσος θανατεῖν ἐποίει ἀλλ’ οὐ πρὸς ὅπλα χωρεῖν. 38 Ὥρα δὲ καὶ τὰ τοῦ Θεοφόβου εἰς μέσον θεῖναι καὶ πᾶσι καταστῆσαι σαφῆ. ἔκ τε γὰρ τῆς εἰρημένης ἤδη κατὰ τῶν Ἀγαρηνῶν ἐν νυκτὶ τὸν πόλεμον συστήσεσθαι αἰτίας, ἀλλὰ καὶ τῆς κατὰ τὴν νύκτα γενομένης λαθραίας ὁμιλίας πρὸς τοὺς Σαρα‐ | |
20 | κηνούς, ὡς ἔφαμεν, καὶ ἄλλοθεν δέ ποθεν κατ’ αὐτοῦ λοιδορίαι καθοσιώσεως ἐπιφυεῖσαι καὶ αὐξηθεῖσαι μισητὸν εἰργάζοντο τὸν | |
ἄνδρα καὶ φοβερόν. καὶ ἐπεὶ μὴ οἷός τε ἦν ἀντισχεῖν, εὐεξαπά‐ | ||
136 | τητον ὄντα εἰδὼς τὸν Θεόφιλον, φυγαδείᾳ χρησάμενος πρὸς τὴν Ἄμαστριν (πόλις δὲ αὐτὴ Ποντικὴ) μετὰ τέκνων ὁμοῦ χωρεῖ τε καὶ γυναικῶν καί τινων ἐκκρίτων ἀνδρῶν. ἀνήγετο οὖν στόλος εὐθὺς κατ’ αὐτοῦ, καὶ πόλεμος σφοδρὸς ἐξηρτύετο ὡς πρὸς ἐχθρὸν | |
5 | τοῦ βασιλέως κατάδηλον, καὶ τοῦ τοιούτου στόλου ἀρχηγὸς ὁ τῆς βίγλης δρουγγάριος οὕτως Ὠορύφας λεγόμενος. ἀλλ’ ὁ Θεόφο‐ βος τὸν τοῦ θεοῦ φόβον ἐν ἑαυτῷ συλλαβὼν οὐκ ἔφησε δίκαιον εἶναι Χριστιανὸν ὄντα αἵμασιν ἀνθρώπων χαίρειν πιστῶν· ὅθεν ὑπείκει τῷ βασιλεῖ ὅρκοις δελεασθείς, καὶ πρὸς αὐτὸν ἐπανάγεται | |
10 | τοῖς ὅρκοις θαρρῶν. ἀλλ’ ὁ Θεόφιλος τούτους θέμενος εἰς οὐδὲν νῦν μὲν εἱρκτῇ τινὶ καὶ φρουρᾷ τῇ κατὰ τὸν Βουκολέοντα τοῦτον τίθησι, φρουρεῖσθαι προστάξας· μιᾷ δέ τινι τῶν ἡμερῶν, ἐπεὶ ἔγνω ἑαυτὸν ἤδη ἀποβιοῦντα καὶ τὰ ἔσχατα πνέοντα, κελεύει ἐν νυκτὶ ἐξ αὐθεντίας ἀποτμηθῆναι οἷόν τι πικρὸν αὐτοῦ ἐντάφιον | |
15 | καὶ λυπηρόν, καὶ πρὸς ἑαυτὸν τὴν ἐκείνου ἀχθῆναι κεφαλήν. ἐπεὶ γοῦν ἤχθη κατὰ τὸ πρόσταγμα, τῇ ἑαυτοῦ χειρὶ τὴν ἐκείνου ῥῖνα λαβὼν “νῦν γε” ἔφησεν “οὐδὲ σὺ Θεόφοβος οὐδ’ ἐγὼ Θεόφιλος.” εἰσὶ δὲ οἳ τὸν θάνατον τοῦ Θεοφόβου τῷ Ὠορύφᾳ ἀλλ’ οὐ τῷ βα‐ σιλεῖ διδόασιν, φάσκοντες ὡς ἅμα τῷ πιστεῦσαι τούτῳ αὐτόν, τὴν | |
20 | κεφαλικὴν ἐπαγαγεῖν τιμωρίαν αὐτῷ λάθρα διὰ νυκτός. ἐκεῖθεν οὖν διαβεβόηται μέχρι τοῦδε παρὰ Πέρσαις μὴ ὄψεσθαι θάνατον τὸν Θεόφοβον ἀλλ’ ἐν ἀφθαρσίᾳ διαζῆν, τῷ κρύβδην ἀλλ’ οὐκ | |
ἀναφανδὸν τὸν ἐκείνου θάνατον γενέσθαι ποτέ. | ||
137 | 39 Κατὰ δὲ τὸν αὐτὸν καιρὸν Κρῆτες παντὶ στόλῳ ἀρά‐ μενοι τὴν παράλιον ἐδῄουν τῶν Θρᾳκησίων καὶ ᾐχμαλώτιζον. παρὰ τοσοῦτον δὲ αὐτῶν ἐχώρουν τὰ νεανιεύματα καὶ τὰ στρατη‐ γήματα παρ’ ὅσον οὐ τὴν αἰγιαλῖτιν μόνον ἐπειρῶντο καταδρα‐ | |
5 | μεῖν, ἀλλὰ καὶ κατὰ τῶν ἐν τῷ ὄρει, ὅπερ οὕτω καλεῖται Λάτρος, ἐνσκηνούντων καὶ τῶν μοναύλιον βίον ἀσπαζομένων γυμνῷ τῷ ξίφει χωρεῖν καὶ Μυσῶν λείαν τὰ ἐκεῖσε ποιεῖν. ἀλλὰ Κωνσταν‐ τῖνος ὁ κατὰ τὸν Κοντομύτην τηνικαῦτα τὴν πρόνοιαν τοῦ θέμα‐ τος τούτου ποιῶν, ἐπείπερ ἔξω πρὸς τὴν χέρσον ἐγένοντο, ὡς δελ‐ | |
10 | φῖνας τούτους ἀπέσφαξε καὶ γενναίᾳ χειρὶ τῇ ἀφανείᾳ πάντας παρ‐ έδωκεν. καὶ κατὰ τὸν τῆς αὐτοκρατορίας δὲ χρόνον αὐτοῦ καὶ τὸν Ὀκτώβριον μῆνα, εἰς ἰνδικτιῶνα ὀγδόην, ὁ τῶν Ῥωμαίων στόλος ἐν τῇ νήσῳ τῇ Θάσῳ καταναυμαχηθεὶς ἄρδην ἅπας ἀπώ‐ λετο. καὶ κατὰ τὸ ἑξῆς δὲ τὰς Κυκλάδας νήσους, ἀλλὰ μὴν καὶ | |
15 | τὰς ἄλλας ἁπάσας, ὁ τῶν Ἰσμαηλιτῶν κατασύρων στρατὸς οὐκ ἐπαύετο. καὶ αὖθις ἐν Ἀβασγίᾳ ὅ τε Θεόφοβος καὶ ὁ τῆς Θεοδώ‐ ρας ἀδελφὸς Βάρδας ἀποσταλέντες μετὰ στρατιᾶς ἰσχυρῶς ἐδυστύ‐ χησαν, ὀλίγων ἄγαν ἐκεῖθεν ὑποστρεψάντων. ἀλλὰ καὶ αὐχμοὶ καὶ πάλιν χειμῶνες ἐξαίσιοι καὶ ὅλως ἀνωμαλίαι καὶ δυσκρασίαι | |
20 | κατὰ τὸν ἀέρα γινόμεναι ἐκάκουν τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ, ἐξ ὧν σιτοδεῖαι καὶ λιμοὶ καὶ γῆς ἐκ σεισμῶν ἀνατιναγμοὶ οὐκ ἦν ὅτε μὴ | |
ἐγίνοντο κατὰ τὴν αὐτοῦ ἅπασαν τῆς βασιλείας ἡμέραν. | ||
138 | 40 Ἐπεὶ δὲ ὅλην ἐκκενώσας τὴν τοῦ σώματος οὐσίαν τῇ τῆς γαστρὸς διαρροίᾳ καὶ φθόῃ, ὡς μηδαμοῦ στῆναι τῆς ψυχῆς ἔτι δυναμένης ἀλλ’ ἀποπτῆναι αὐτῆς ζητούσης καὶ ἀποστῆναι, ἐδε‐ δίει [δὲ] περὶ τοῦ υἱοῦ καὶ τῆς αὐτοῦ γαμετῆς, ἐν τῇ Μαγναύρᾳ | |
5 | πάντας ἐκκλησιάσας [ὅτε] καὶ μόγις κλίνης ὑπὸ τῶν ἐπιτηδείων κουφισθεὶς καὶ ἀρθείς, καὶ πολὺ ἀθροίσας πνεῦμα ἐν στεναγμῷ, “ἄλλος μὲν” ἔφη “ἀπολοφυρόμενος ἐν τοιαύτῃ νόσῳ καὶ καταιγίδι τὸ τῆς νεότητος ἄνθος ἐξετραγῴδησε καὶ τὴν τοσούτην εὐδαιμο‐ νίαν, αἷς ὁ ἐξ ἀρχῆς φθόνος ἐπιβασκαίνων με δεινῶς τὰ νῦν ἐπο‐ | |
10 | φθαλμίζει καὶ ἐξ ἀνθρώπων με ποιεῖ. ἐγὼ δὲ τὴν τῆς γαμετῆς μου χηρείαν προορῶν καὶ τὴν τοῦ υἱοῦ δυσποτμίαν καὶ ὀρφανίαν, πρὸς δὲ καὶ διακόνων ἤθεσι καλοῖς ἐντραφέντων καὶ θεραπείαις καὶ τῆς ἐμῆς συγκλήτου καὶ γερουσίας τὴν στέρησιν, ἀνακλαίομαι, ὦ παρόντες, καὶ ἀποδύρομαι οἷς τε ὑμᾶς χειροήθεις ὄντας καὶ | |
15 | πραεῖς καταλιμπάνων πρὸς ὃν οὐκ οἶδα πορεύομαι βίον, καὶ ἀλ‐ λάσσομαι δόξαν ἀνθ’ ἧς οὐδ’ ὅλως ὅ τι μοι προσαπαντήσεται ἔγνωκα. ἀλλὰ μέμνησθέ μου τέως τῆς ἧς οὐκέτι γλώττης ἀκού‐ σεσθε καὶ ἦν ὅτε πικρὰ τοῦ πρέποντος ἕνεκεν καὶ συμφέροντος· καὶ τὴν μετὰ θάνατον εὔνοιαν εἴς τε υἱὸν καὶ γυναῖκα διαβαίνου‐ | |
20 | σαν ταμιεύσασθε, ἐκεῖνο πάντως προσενθυμούμενοι, ὡς ὁποῖός περ ἕκαστος τῷ πέλας τούτου γενήσεται, τοιοῦτον καὶ αὐτῷ τὸ | |
πρὸς τὸ μέλλον συμβήσεται.” τοιούτοις ῥήμασι τῆς βασιλικῆς | ||
139 | πάντας κατακηλούσης γλώττης καὶ ἡμερούσης, οὐκ ἦν ὅστις ἀδά‐ κρυτος ἦν, οὐδ’ ἦν εἰκάσαι τὸν ἀναπεμφθέντα ἐκ τῶν παρόντων στεναγμόν τε καὶ ὀδυρμόν. 41 Μικρὸν οὖν ἔτι ἐπιβιώσας κατὰ τὴν εἰκάδα τοῦ Ἰα‐ | |
5 | νουαρίου μηνὸς τὸν βίον μετήλλαξεν, τῆς βασιλείας γενόμενος ἐγ‐ κρατὴς μῆνας τρεῖς ἐπὶ δώδεκα ἔτεσιν, πολλὰ τοὺς τῆς ὀρθοδόξου πίστεως περιεχομένους παρ’ ὅλον αὐτοῦ τὸν βίον μυσαττόμενός τε καὶ χειμῶνα πάντα κατὰ πᾶσαν ὥραν καιροῦ ἐπάγων αὐτοῖς ἀφει‐ δῶς, ἀνθ’ ὧν ἕνεκεν καὶ τὸ δυστυχὴς ὄνομα παρὰ παντὸς ἀνθρώ‐ | |
10 | που ὥσπερ τινὰ κλῆρον ἐπήγετο, μηδέποτε τρόπαιον στήσας κατὰ τῶν ἐχθρῶν βασιλικόν τε καὶ ἀξιέπαινον, μήτε μὴν τὴν προτέραν ἧτταν ἀναμάχεσθαι δυνηθείς, καίτοι γε ὀκτωκαίδεκα πολέμους παρ’ ὅλην αὐτοῦ τὴν ζωὴν κατὰ τῶν ἐχθρῶν συστήσας, καὶ τοσαυ‐ τάκις αὐτοῖς συμπλακεὶς καὶ πρὸς παρατάξεις χωρήσας οὐκ ἀγεν‐ | |
15 | νεῖς. ἀλλὰ τοῦτον μὲν οὕτω καταστρέψαντα τὸν βίον ἐνταῦθα καταλιπόντες ἐπὶ τὰς καταλοίπους οἰκοδομὰς αὐτοῦ που περὶ τὰ ἀνάκτορα οὔσας βαδιούμεθα, ἀξιολογωτάτας οὔσας καὶ μνήμης τυχεῖν ἱκανάς. 42 Εὐθὺς γοῦν ἀπὸ τοῦ Κυρίου εἰσιὼν κατὰ τὸ πρόσω‐ | |
20 | πον ὑπαντώσας εὑρήσεις αὐτάς. ὅ τε γὰρ Καριανός, ὃς οὕτω φέρει τὴν κλῆσιν διὰ τὸ ἀπὸ τῆς γραδώσεως ἔχειν ἀπὸ λίθου Κα‐ | |
ριανοῦ οἷόν τινα πλατὺν ποταμόν, ὁ καὶ χρηματίζων σήμερον βε‐ | ||
140 | στιάριον τῶν ἀποθησαυριζομένων πέπλων [ἐκ] σηρικῶν, τῆς ἐκεί‐ νου προνοίας ἔργον ἐστίν, οὐ μὴν δὲ ἀλλὰ καὶ ὁ γείτων αὐτοῦ κε‐ χρυσωμένην ἔχων ὀροφὴν Τρίκογχος, ἐκ τοῦ σχήματος τὴν κλῆσιν λαχών· τρισὶ γὰρ κόγχαις μετεωρίζεται, μιᾷ μὲν κατὰ τὴν ἀνατο‐ | |
5 | λὴν συνοικοδομούμενος, ἣ καὶ ἐκ τεσσάρων κιόνων Ῥωμαίων ὑπο‐ στηρίζεται, δυσὶ δὲ ἐγκαρσίαις, κατὰ ἄρκτον καὶ μεσημβρίαν φημί. τὸ πρὸς δύσιν δὲ τοῦ οἴκου μέρος ὑπὸ δύο μὲν κιόνων ἀνέ‐ χεται, τριῶν δὲ πυλῶν τὴν ἔξοδον δίδωσιν. τούτων ἡ μέση μὲν ἐξ ἀργύρου κατεσκεύασται, αἱ ταύτης δὲ ἑκατέρωθεν ἐκ γεγανω‐ | |
10 | μένου χαλκοῦ. ἡ ἔξοδος εἰς τὸ καλούμενον οὕτω Σίγμα ἐξάγει, ἐκ τῆς πρὸς τὸ στοιχεῖον ὁμοιότητος τὴν ἐπωνυμίαν λαβόν, ὃ ἴσην τε καὶ ὁμοίαν τοῦ Τρικόγχου τὴν εἰς τοὺς τοίχους ἐπανθοῦσαν ὡραιότητα φέρει· ἐκ γὰρ λακαρικῶν παμποικίλων τοῦτό τε κἀκεῖνο μαρμάρωται. ἀλλὰ τοῦτο μὲν τὴν ὀροφὴν ἔχει στερράν τε καὶ | |
15 | λαμπράν, ὅτι καὶ πεντεκαίδεκα κίοσιν ἥδρασται ἐκ λίθου δοκιμί‐ νου· διὰ στύρακος δὲ πρὸς τὸν θεμέλιον αὐτοῦ κατιὼν τὴν αὐτὴν ἔχοντα τοῦ σχήματος εἰκόνα τε καὶ ὁμοίωσιν εὑρήσεις, ἐννέα πρὸς ταῖς δέκα κίοσιν διαβασταζόμενον, καὶ τὸν περίπατον ἔχοντα κατ‐ εστρωμένον ἐκ λίθου πιπεράτου. τούτου δὲ πλησίον τοῦ περι‐ | |
20 | πάτου, ἐνδότερόν που καὶ ἀνατολικώτερον, Τετράσερόν τι ὁ τεχνί‐ της ἐξήγειρεν, τρισὶ καὶ αὐτὸ κόγχαις διειλημμένον κατὰ τὴν εἰ‐ κόνα τοῦ ἐπικειμένου αὐτῷ Τρικόγχου. ἀλλὰ τὴν μὲν μίαν πρὸς | |
τὴν ἀνατολήν, τὰς ἑτέρας δὲ δύο μίαν μὲν πρὸς τὴν δύσιν θατέ‐ | ||
141 | ραν δὲ πρὸς τὴν μεσημβρίαν συμπεριείληφεν. τὸ δὲ ἀρκτῷον μέ‐ ρος ἐκ δύο κιόνων ἀληθινοπιπέρων ἔχει διανειργόμενον Μυστή‐ ριον· οὕτω τὴν κλῆσιν ἔχει τοῦτο κατάλληλον. καὶ ἡ αἰτία ὅτι καθάπερ τὰ ἄντρα συνεπηχῶν ἀβλαβῆ τὴν ἠχὼ διαπέμπει πρὸς | |
5 | τοὺς ἀκούοντας· καὶ εἴ τις τῷ τοίχῳ πλησιάσας τῆς ἀνατολικῆς κόγχης εἴτε δὴ καὶ δυτικῆς ἐν μυστηρίῳ τι εἴπῃ καὶ καθ’ ἑαυτόν, ἐκ διαμέτρου τε καὶ ἀντιπέρας ἱστάμενος ἕτερος, εἰ τὸ οὖς τῷ τοίχῳ ἐπιθῆται, τῆς ἐν μυστηρίῳ λαλουμένης ἐκείνης φωνῆς αὐτή‐ κοός πως γενήσεται. τοιοῦτόν τι περὶ αὐτὸ θαῦμα ἐγγίνεται. | |
10 | 43 Τούτῳ δὴ τῷ οἴκῳ παρεπεπήγει πως καὶ συγκατ‐ εσκεύασται ὁ τοῦ Σίγμα περίστυλος, ὁ πρότερον ἡμῖν εἰρημένος. ἐκ δὲ τούτου ὕπαιθρόν τι καὶ ἐξάερον κέχυται, μέσον μὲν φιάλην ἔχον χαλκῆν, ἐξ ἀργύρου τὸ χεῖλος ἔχουσαν ἐστεμμένον· ἣ διά‐ χρυσον στροβίλιον ἔχουσα οὕτω κατωνόμασται, μυστικὴ τοῦ Τρι‐ | |
15 | κόγχου φιάλη, ἔκ τε τοῦ πλησίον ᾠκοδομημένου Μυστηρίου καὶ τοῦ τρικόγχου οἰκήματος ἐπωνυμίαν λαβοῦσα. ἐκ δὲ ταύτης αὐ‐ τοῦ που πλησίον καὶ ἀναβάθραι ἑστήκασιν ἐκ Προικοννησίου λί‐ θου λευκοῦ, καὶ μέσον τῶν εἰρημένων ἀναβαθμῶν τροπικὴ ἐκ μαρμάρων, ὑπὸ δύο λεπτοκαλάμων κιόνων ἐστηριγμένη. αὐτοῦ | |
20 | που παρὰ τὴν πλευρὰν τοῦ πρὸς τὸ εὖρος Σίγμα καὶ δύο χαλκᾶ λεοντοχάσματα ἐπεπήγεισαν. ἀλλὰ ταῦτα μὲν ὕδωρ ἐκφέροντα | |
τὸ κοῖλον ἅπαν τοῦ Σίγμα ἐπλήρουν τοῦ νάματος, τέρψιν οὐ μι‐ | ||
142 | κρὰν παρέχοντα· ἡ δὲ δὴ φιάλη κατὰ τὸν καιρὸν τῶν δοξίμων, πιστακίων καὶ ἀμυγδάλων, ἀλλὰ μὴν καὶ κουναρίων πεπληρωμένη, κονδίτου ἐκ στροβιλίου ἐκδιδομένου, πᾶσιν ἐκίρνα καὶ παρεῖχε τρυφᾶν τοῖς ὅσοι δι’ ἐφέσεως εἶχον τῶν ἑστηκότων ἐκεῖ, πᾶσι μὲν | |
5 | ἀναντιρρήτως τοῖς ἐκ θυμέλης, πλέον δὲ τοῖς ἐξ ὀργάνων ψάλλουσι καὶ τὸ σύντονον. κατὰ μὲν δὴ τὰς ἀναβάθρας ὁ δῆμος ἅπας ἱστάμενος καὶ τὸ πολίτευμα μετὰ τῶν περατικῶν ταγμάτων τὴν τάξιν ἐπλήρουν τὴν βασιλικήν, μέσον αὐτῶν δηλαδὴ κατὰ τὴν εἰρημένην μαρμάρινον τροπικήν, εἰ μὲν τύχοιεν, ἔχοντες καὶ τὸν | |
10 | δομέστικον τῶν σχολῶν μετὰ τοῦ ἐσκουβίτου καὶ τῶν δύο δημάρ‐ χων, τοῦ τε πρασίνου τοῦ τε βενέτου, πλησίον μὲν τοῦ δομεστίκου ἱσταμένου τοῦ τῶν βενέτων δημάρχου, πλησίον δὲ τοῦ ἐσκουβίτου τοῦ τῶν πρασίνων, εἰ δὲ μὴ τύχοι ἐνίοτε δομέστικος καὶ ὁ ἐσκού‐ βιτος, ἀλλὰ τέως τούς γε δημάρχους ἔχοντες. τούτων ἔφορος ἦν | |
15 | ἁπάντων ὁ βασιλεύς, καὶ θυμηδίας ἁπάσης πληρούμενος, ἐν χρυ‐ σῷ διαλίθῳ θρόνῳ καθήμενος, καὶ μὴ πρότερον ἐξανιστάμενος, ὡς καὶ τακτικὰ βιβλία καὶ βασιλικὰ διαγορεύουσιν, ἢ τῶν σκιρ‐ τημάτων ἐκείνων ἐπαπολαῦσαι διὰ τῆς θέας καὶ τῶν πολιτικῶν ἐξαλμάτων. οὕτω μὲν ταῦτα καὶ διὰ τοῦτο τῷ Θεοφίλῳ κατε‐ | |
20 | σκευάσθησαν, τοσοῦτος δὲ ἔρως ἦν τούτων αὐτῷ ὡς καὶ τὰς συνή‐ θεις τῶν πραγμάτων ἀντιλήψεις καὶ καθ’ ἡμέραν προελεύσεις ἐν | |
αὐτῷ δὴ Τρικόγχῳ ἐκτελεῖν. οὗ καὶ κατὰ πρόσωπον τῆς ἐξ ἀρ‐ | ||
143 | γύρου κατεσκευασμένης τῶν πυλῶν ἀνεστηκυῖά ἐστιν ὀροφὴ τέσ‐ σαρσι κίοσι μετεωριζομένη ἐκ Θετταλικοῦ, τοῦ καὶ πρασίνου, λί‐ θου. ἀντικρὺ δὲ ταύτης καὶ κατὰ μέτωπον, πλησίον δὴ τῶν εἰ‐ ρημένων ἀναβαθμῶν, κατὰ τὸ πρὸς δυσμὰς μέρος τοῦ Σίγμα | |
5 | τρίκλινοι πεφυκότες τῷ Θεοφίλῳ ἐξῳκοδόμηνται· Πυξίτης ὄνομα τῷ ἑνί τε καὶ κατωτέρῳ, ἅτερος δὲ ἀνώνυμος μὲν ἀνώτερος δέ, καὶ αὐτοῦ τὸν βασίλειον κλῆρον ἐν ἑαυτῷ διαιτᾶσθαι λαχών. τούτου δὴ Πυξίτου κατὰ τὴν πλευρὰν στίχοι λελατόμηνται, ἀση‐ κρῆτις ὄντες γεννήματα Στεφάνου μὲν ἔχοντος τοὔνομα, οὕτω δὲ | |
10 | τοῦ Καπετωλίτου προσαγορευομένου. οἱ δὲ κατὰ τὸν τοῦ Σίγμα περίδρομον ἐγκολαφθέντες τοῦ οἰκουμενικοῦ διδασκάλου (Ἰγνάτιος οὗτος ἐκαλεῖτο) τυγχάνουσιν. κατὰ τὸ εὐώνυμον δὲ μέρος, ὡς πρὸς ἀνατολὰς τοῦ Σίγμα, ἕτερός τις τρίκλινος ἐξήρτηται, ὃς Ἔρως μὲν ἐπικέκληται, ὁπλοθήκη δὲ αὐτῷ ἐχρημάτιζεν. ἐντεῦ‐ | |
15 | θεν οὐκ ἄλλο τι ἢ ἱστορημένας ἀσπίδας καὶ ὅπλα παντοῖα ἴδοι τις ἐν αὐτῷ, καὶ ταύταις τοὺς τοίχους διαμορφουμένας, ὡς τὸ εἰκός. καὶ τὰ μὲν ἐξ αὐτοῦ τοῦ Τρικόγχου ἄχρι δὴ τῶν δυσμῶν οὕτως ἔνεστιν ἰδεῖν τοὺς ἀνεγηγερμένους οἴκους ἐκεῖ· κατὰ δὲ τὸ πρὸς ἀνατολὰς μέρος ἴδοις μὲν καὶ τὸν Μαργαρίτην προσαγορευόμενον. | |
20 | τρίκλινος οὗτος ἐκ βάθρων τῷ Θεοφίλῳ ἀνεστηκώς, ὃς ὀκτὼ μὲν κίοσιν ῥοδοποικίλοις τὸν ὄροφον στηρίζεται, τοὺς τοίχους δὲ ζῴοις πεποικιλμένους παντοδαπῶς καὶ τὸ ἔδαφος ἔχει ἐκ Προικοννησίου | |
λίθου καὶ συγκοπῆς ἅπαν κατεστρωμένον. ἴδοις δὲ καὶ τοῦ ἐν | ||
144 | αὐτῷ κοιτῶνος ἐκ τεσσάρων μὲν κιόνων Βαθυΐνων τὸν χρυσῷ κα‐ τάστικτον κύκλον τῆς ὀροφῆς ἀνεχόμενον, ἐκ τεσσάρων δὲ Θεττα‐ λικῶν τὰς στοὰς ἀνεγηγερμένας καὶ βασταζομένας, τοῦ τε ἀνατο‐ λικοῦ μέρους καὶ τοῦ μεσημβρινοῦ, τοὺς τοίχους δὲ καὶ τὸ ἔδαφος | |
5 | ὁμοίως τοῖς Μαργαρίτου κατεστρωμένα λαμπρῶς. οὗτος μὲν ὁ κοιτὼν εἶχεν ἐν ἑαυτῷ διαιτώμενον τὸν Θεόφιλον ἀπὸ τῆς ἐαρινῆς μεσημερίας μέχρι τῆς μετοπωρινῆς καὶ αὖθις· ἄρτι δὲ τῆς χει‐ μερινῆς γειτνιαζούσης τροπῆς κατὰ τὸν ἄλλον μετῳκίζετο κοιτῶνα τὸν κατὰ τὸν Καριανὸν τρίκλινον, καὶ αὐτὸν ὑπ’ ἐκείνου ᾠκοδο‐ | |
10 | μημένον διὰ τὰς τῶν νότων ἰσχυροτέρας καὶ βιαιοτέρας πνοάς· ὃ καὶ νῦν τοῦ παππίου ἔστιν ἰδεῖν καταγώγιον. οὐχ ἧττον δὲ κατό‐ ψει καὶ τὸ ἐκεῖσε δὴ ἡλιακὸν ὑπ’ ἐκείνου καταβεβλημένον κατὰ πρόσωπον τοῦ βορρᾶ, ἐξ οὗ δὴ ὡρᾶτο καὶ τὸ παλαιὸν τζουκανι‐ στήριον, ἐκεῖσε τηνικαῦτα τυγχάνον, ἔνθα καὶ ἡ νέα ἔκτισται ἐκ‐ | |
15 | κλησία καὶ αἱ δύο φιάλαι εἰσὶν καὶ τὸ μεσοκήπιον ὑπὸ Βασιλείου τοῦ ἀοιδίμου γενόμενα βασιλέως. καὶ πρὸς μὲν τὸ ἀνατολικὸν μέρος αὗται αὐτοῦ αἱ οἰκοδομαί· πρὸς δὲ τὸν νότον πρῶτον μὲν αὐτὰ τὰ ἡλιακὰ προτείνας, ὡς ἡμῖν πρότερον εἴρηται, καὶ τοὺς νῦν ὄντας κήπους ποιήσας κουβούκλεια προσεδείματο, τόν τε Κα‐ | |
20 | μιλᾶν οὕτω λεγόμενον καὶ τὸ πλησίον ἐκείνου κουβούκλειον δεύτε‐ ρον καὶ τὸ τούτου πάλιν κατὰ τάξιν πλησίον τρίτον, ὃ καὶ νῦν τῆς Αὐγούστης ἐστὶ βεστιάριον. ἀλλ’ ὁ μὲν Καμιλᾶς ἓξ κίοσιν ἐκ | |
Θετταλικοῦ λίθου, τοῦ καὶ πρασίνου, τὴν χρυσοκατάστικτον ὀρο‐ | ||
145 | φὴν μετεωριζόμενος, τῶν δὲ τοίχων τὰ κάτω μὲν ἔχων ἐξ ὁμοίων κατεστρωμένα πλακῶν, τὰ δ’ ἄνω ἐκ χρυσοαυγῶν ψηφίδων ἀγάλ‐ ματά τινα τρυγῶντα καρπούς, ἔτι δὲ καὶ τοὔδαφος ἐκ λίθων Προικοννησίων, συνῳκοδομημένον ἔχει καὶ εὐκτήριον, δύο περίε‐ | |
5 | χον βήματα, ἓν μὲν εἰς ὄνομα τῆς ὑπεραγίας δεσποίνης θεοτόκου, θάτερον δὲ εἰς ὄνομα τοῦ ἀρχιστρατήγου Μιχαήλ. ὑποβεβηκὸς δὲ τούτου μεσόπατόν ἐστιν, ὃ τὴν μὲν σκοπιὰν διὰ μαρμαρίνου κλου‐ βίου πρὸς τὸν Χρυσοτρίκλινον ἔχον εἰς βιβλιοθήκην ἀφώρισται παρὰ Κωνσταντίνου τοῦ φιλοχρίστου πορφυρογεννήτου βασιλέως· | |
10 | οὗπερ τὸ ἀριστητήριον αὖθίς ἐστιν ἐκ λίθων μὲν Βαθυΐνων τοὺς τοίχους ἔχον λελαμπρυσμένους, ἐκ συγκοπῶν δὲ καὶ διαφόρων χροιῶν τὸ ἔδαφος πᾶν. τὸ δὲ μετὰ τὸν Καμιλᾶν κουβούκλειον δεύτερον, τὴν ὀροφὴν ὁμοίαν τῷ προτέρῳ ἔχον καὶ ὑπὸ τεσσάρων κιόνων ἐστηριγμένον δοκιμίνων, τὸ ἔδαφος ἐκ Προικοννησίου λίθου | |
15 | κατέστρωται, τῶν τοίχων, ὡς τὸ πρότερον, τὸν μὲν ἀέρα ἐκ χρυ‐ σοειδῶν ψηφίδων ὅλως κατηγλαϊσμένον φέρον, δένδρα δέ τινα καὶ ποικίλματα ἐκ πρασίνων ἔχοντα τὸ λεῖπον ψηφίδων ἀναπληρού‐ μενον. τὸ τούτῳ δὲ ὑποβεβηκός, ὃ καὶ Μεσόπατος λέγεται, εἰς οἴκησιν τῶν τὴν γυναικωνῖτιν πεπιστευμένων καρτζιμάδων ἐστίν. | |
20 | τὸ δὲ τρίτον μετὰ τοῦ κουβουκλείου, τὸ καὶ νῦν τῆς Αὐγούστης βεστιάριον χρηματίζον, ὁμοίαν ἔχει τούτοις τὴν ὀροφὴν καὶ τοὔ‐ | |
δαφος ἐκ λευκοῦ λίθου Προικοννησίου κατεστρωμένον, τοὺς τοί‐ | ||
146 | χους δὲ ἅπαντας ὑπὸ εἰκόνων ὕστερον ἀλλ’ οὐ τότε καταγλαϊσθέν‐ τας ὑπὸ τοῦ υἱοῦ Μιχαήλ. τὸ τούτῳ δὲ ἡνωμένον καὶ συμπεφυ‐ κὸς κατώγεον ἑπτὰ μὲν κίοσι Καριανοῖς τὴν ὀροφὴν στηρίζεται, πέντε μὲν πρὸς μεσημβρίαν δύο δὲ πρὸς ἀνατολήν, τοίχοις δὲ δύο | |
5 | ὠχύρωται, ἐκ πλακῶν Ῥωμαίων καὶ Πηγανουσίων καὶ Καριανῶν, πρὸς δὲ καὶ πρασίνων καλλωπιζομένοις ποταμίων Θετταλικῶν· Μουσικὸς οὗτος κατονομάζεται διὰ τὴν τῶν μαρμάρων ἀκριβῆ συγκοπήν, ὅθεν καὶ τὴν τοῦ ἐδάφους λείωσιν ἐκ διαφόρων μὲν σχημάτων ἐκ διαφόρων δὲ καὶ ὡραίων λίθων ἐξηρτυμένην ἔχει. | |
10 | εἴποις ἂν αὐτὸ ἰδὼν λειμῶνα εἶναι διαφόροις ἄνθεσι βρύοντα. τούτῳ πρὸς μὲν δύσιν κατὰ πλευρὰν κουβούκλειον ἥνωται τὴν τῶν μαρμάρων ὡραιότητα κατὰ πάντα φέρον ἐφόμοιον, ἔτι δὲ καὶ κίοσι πέντε Καριανοῖς, τρισὶ μὲν πρὸς μεσημβρίαν δύο δὲ πρὸς δυσμάς, τὴν ὀροφὴν βαστάζουσιν. ἕτερον δὲ πρὸς πόδας τούτου ἐστίν, | |
15 | εἰς δύο μὲν δόμους διῃρημένον, τῷ Αὐγουστιακῷ δὲ πλησιάζον κοιτῶνι· ἔνθα καὶ Λέων ὁ φιλόχριστος βασιλεὺς εὐκτήριον τῆς ἁγίας Ἄννης ἐδείματο καὶ αὐτὸ ἐκ τεσσάρων μὲν κιόνων Βαθυΐνων τὴν ὀροφὴν ἀνεγειρόμενον, τὸ ἔδαφος δὲ ἐκ λίθου λευκοῦ Προι‐ κοννησίου, πρὸς τοὺς τοίχους ἐκ Βαθυΐνων πλακῶν διαμορφούμε‐ | |
20 | νον. ἀλλὰ τοῦτο μὲν τῷ τῆς Αὐγούστης πλησιάζει κοιτῶνι, ὡς ἔφαμεν· ἐκεῖνο δὲ τὸ πρὸς δύσιν τοῦ Μουσικοῦ τὴν μὲν κάθοδον ἐν τῷ προρρηθέντι ἔχει κοιτῶνι διὰ κλίμακος, ὁμοίως δὲ καὶ τὴν | |
εἴσοδον· εἰσάγει δὲ καὶ πρὸς τὸ καινούργιον, κοιτῶνα καὶ τρίκλι‐ | ||
147 | νον ὃν Βασίλειος ὁ ἀοίδιμος ἔκτισε βασιλεύς, καὶ πρὸς τὸν πόρ‐ τικα τοῦ πέμπτου κουβουκλείου, ἐν ᾧ τὸ τοῦ ἁγίου Παύλου εὐ‐ κτήριον ὑπὸ Βασιλείου τοῦ ἀοιδίμου ἵδρυται βασιλέως. 44 Ταῦτα μὲν οὖν ἐν τοῖς ἀνακτόροις κατά τε βορρᾶν καὶ | |
5 | νότον ὑπὸ Θεοφίλου μὲν ἀνῳκοδόμηνται, ὑφ’ ἡμῶν δὲ ἱστορίᾳ πα‐ ραδίδονται, ὅτι μὴ βουλόμεθα τὰ ἐκείνου ἔργα, ὁποῖά ποτ’ ἂν ᾖ, λήθῃ παραδίδοσθαι, εἰς διάγνωσιν τῆς ἐκείνου περὶ τὸν βίον προ‐ αιρέσεως. ἀλλὰ καὶ τοὺς τρικλίνους, τόν τε οὕτω καλούμενον Λαυ‐ σιακόν, προσέτι δὲ μὴν καὶ τὸν Ἰουστινιανοῦ, ἐκεῖνος τοῖς χρυσο‐ | |
10 | ειδέσι ψήφοις ἐκόσμησε· καὶ τὴν καλάθωσιν ἐκ τῶν Βασιλίσκου τοῦ τυράννου παλατίων μεταγαγὼν τῷ Λαυσιακῷ περιέθηκεν. καὶ ἕτερον δὲ τρίκλινον μετὰ τεσσάρων κουβουκλείων σεμνῶν τε καὶ λαμπρῶν, ὧν τὰ δύο μὲν πρὸς τὸ μεσόπατον τοῦ δευτέρου κουβου‐ κλείου τοῦ μετὰ τὸν Καμιλᾶν, ὑπὸ τεσσάρων ἁψίδων τὴν χρυσοειδῆ | |
15 | ὀροφὴν ἔχοντα, πρὸς τὴν Πορφύραν εἰσίν, ἥτις οὕτω λέγεται διὰ τὸ τὴν δέσποιναν ἐκεῖσε ἔκπαλαι διανέμειν τὸ ὀξὺ ταῖς ἀρχοντίσσαις κατὰ τὸν τῶν βρουμαλίων καιρόν· ἕτερα δὲ δύο πρὸς τὸ μέρος τοῦ Λαυσιακοῦ, ἐξ ὧν καὶ τὴν πρὸς αὐτὸν ἔχει κατασκοπήν, εἰργάσατο μέν, ἐκ λίθου Προικοννησίου τὰ ἐδάφη καταστρώσας αὐτῶν, καὶ | |
20 | ἐκ χρωμάτων ἀλλ’ οὐ μαρμάρων τοὺς τοίχους ὡραΐσας, ὑπὸ ἐμ‐ πρησμοῦ δὲ ὅμως ἀφανείᾳ παρεδόθησαν. καὶ Θέκλα δὲ ἡ τούτου | |
πρώτη θυγάτηρ τὸ κατὰ τὰς Βλαχέρνας κουβούκλειον, ἔνθα καὶ | ||
148 | τὸ τῆς πρωτομάρτυρος Θέκλης εὐκτήριον ἵδρυται, ἐκ τοῦ μὴ ὄντος ἤγαγεν εὐμορφότατον· ἐκεῖσε δὲ καὶ τὸν βίον οὖσα κλινοπετὴς ἐξέλιπεν. | |
4t | ΠΕΡΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ | |
5t | ΜΙΧΑΗΛ ΤΟΥ ΥΙΟΥ ΘΕΟΦΙΛΟΥ. | |
6t | ΛΟΓΟΣ Δ. | |
7 | Τοιούτῳ μὲν τέλει βίου ὁ Θεόφιλος ἐχρήσατο, τὴν δὲ βασιλείαν Μιχαὴλ ὁ τούτου υἱὸς διεδέξατο, τρίτον ἔτος διανύων ἀφ’ οὗ εἰς τὸν βίον προήχθη τῇ μητρὶ αὐτοῦ Θεοδώρᾳ. τῶν δὲ πραγμάτων | |
10 | ὑπῆρχον φροντισταὶ καὶ ἐπίτροποι οὓς ὁ Θεόφιλος κατέλιπεν, ὅ τε Θεόκτιστος ὁ εὐνοῦχος, τηνικαῦτα κανίκλειος καὶ λογοθέτης τοῦ δρόμου τυγχάνων, καὶ ὁ πατρίκιος Βάρδας ὁ τῆς Αὐγούστης ἀδελφός, καὶ Μανουὴλ ὁ μάγιστρος ἐκ τῶν Ἀρμενίων καταγόμε‐ νος, ὃς καὶ θεῖος ἀπὸ πατρὸς τῆς δεσποίνης ὑπῆρχεν. ἐπεπήγει | |
15 | μὲν οὖν τὰ πολιτικά, καὶ καλῶς τέως τὰ πράγματα διηυθύνετο, ἔμελλε δὲ καὶ ἡ τῶν θείων εἰκόνων προσκύνησις ἀνακαινίζεσθαί τε καὶ πρὸς τὴν ἀρχαίαν παλινδρομεῖν αὖθις τιμήν. καὶ δὴ Μα‐ νουὴλ νόσῳ πιέζεται δεινῇ καὶ χαλεπῇ· πρὸς ὃν εἰσρέοντες μοναχοὶ | |
τοῦ Στουδίου (καὶ γὰρ ἦν αὐτῷ πίστις οὐκ ἀγεννὴς πρὸς αὐτούς) | ||
149 | ἀνάκλησιν τῆς ὑγιείας ὑπισχνοῦντο ῥᾳδίαν τε καὶ ταχεῖαν γενέσθαι, ἢν μόνον τὴν τῶν ἁγίων προσκύνησιν εἰκόνων αὐτός τε θελήσῃ καὶ τοὺς κρατοῦντας πείσοι θεσπίσαι ἁπανταχοῦ. οὐ μὴν δὲ ἀλλὰ καὶ ἐκ τῶν ἄλλων ὀρῶν πολλοὶ τῶν θεοφόρων πατέρων προσφιλεῖς | |
5 | τούτῳ τυγχάνοντες, ἐκεῖθεν τὰς ἀρχὰς πρὸς αὐτὸν λαβόντες ὅτε τῶν Ἀρμενιακῶν ἐστρατήγει, προσφοιτῶντες καὶ ἐπὶ τοῖς ὁμοίοις παρακαλοῦντες ἔπεισαν ὀρθὰ φρονῆσαί ποτε καὶ τὸ ποθούμενον ὑποσχέσθαι αὐτοῖς, εἰ μόνον ῥᾴων γένοιτο· ὃ καὶ γέγονε τῇ αὐ‐ τῶν πρὸς τὸν θεὸν εὐχῇ καὶ σπουδῇ. (2) ἐπεὶ γοῦν οὗτος τῆς | |
10 | νόσου ἀπήλλακτο καὶ οἱ μοναχοὶ τῆς πρὸς τὸ πρᾶγμα σπουδῆς οὐκ ἠμέλουν, ἀλλὰ παρακλήσεσι χρώμενοι τῶν πρὸς θεὸν ὑποσχέσεων ἠξίουν μεμνῆσθαι, πλήρη τοῦτον τοῦ θείου ζήλου εἰργάσαντο· καὶ δὴ τοῖς συνεπιτρόποις ἀνακοινώσας τὰ τῆς βουλῆς, καὶ πεί‐ σας ὡς ἔστι καλὸν ἀρχὴν δεξιὰν τοῖς πράγμασιν ἐπιθεῖναι, καὶ | |
15 | μεταρρυθμίσας αὐτοὺς καὶ πρὸς τὸ ἑαυτοῦ βούλημα ἀγαγών, πρὸς τὴν Θεοδώραν εἰσῄει τὰ περὶ τῆς ὑποθέσεως κοινολογησόμε‐ νος. καὶ ἐκείνη μὲν θεοφιλὴς καὶ ὄντως βασίλεια, ἐπεὶ περὶ τῆς ὀρθοδοξίας ἤκουσε, “τοῦτο” ἔφη “καὶ δι’ ἐπιθυμίας ἦγον ἀεὶ καὶ μελετῶσα διέλειπον οὐδαμῶς· ἀλλ’ ἡ τῶν πολλῶν συγκλητικῶν | |
20 | καὶ τῶν ἐν τέλει τῇ τοιαύτῃ προσανακειμένων αἱρέσει πληθὺς ἐκώ‐ λυεν ἄχρι τῆς σήμερον, οὐχ ἧττον δὲ καὶ οἱ τῆς ἐκκλησίας ὑπερ‐ | |
μαχοῦντες μητροπολῖται, καὶ μάλιστα ὁ πατριάρχης, ὃς μικρὰν | ||
150 | ἔχοντα τῆς τοιαύτης αἱρέσεως τὸν ἐμὸν ἄνδρα τὴν ῥίζαν ἐκ τῶν γονέων ἐπὶ πλεῖον ηὔξησέ τε καὶ στερεωτέραν εἰργάσατο ταῖς αὐ‐ τοῦ εἰσηγήσεσί τε καὶ πυκναῖς παραινέσεσιν, εἰς χαλεπὰς αἰκίας καὶ βασάνους ἐκτραπῆναι τοῦτον ποιήσας, ἃς ἐκεῖνος ὁσημέραι | |
5 | κατὰ τῶν ἁγίων εὕρηκεν, ἀλείπτης τε καὶ διδάσκαλος τῶν τοιού‐ των κακῶν ὁ ἄθλιος γεγονώς.” “καὶ τί γοῦν οὕτω, δέσποινα, φρονοῦσάν σε καὶ βουλευομένην τὰ κάλλιστα τὸ κωλῦον ἐστίν” ἀντέφησαν “μὴ καὶ εἰς ἔργον ταῦτα ἀχθῆναι καὶ τὴν πάνδημον ταύτην κελεῦσαι εἰς πέρας ἐλθεῖν ἑορτήν;” εὐθὺς γοῦν μετακαλε‐ | |
10 | σαμένη τὸν τῆς βίγλης δρουγγάριον (Κωνσταντῖνος δὲ οὗτος ἦν, ὁ τοῦ πατρικίου Θωμᾶ καὶ μετὰ ταῦτα γεγονότος λογοθέτου τοῦ δρόμου πατήρ) δηλοῖ τῷ πατριάρχῃ ὡς πολλοὶ πολλαχόθεν συνε‐ ληλυθότες εὐλαβεῖς τε καὶ μοναχοὶ δέησιν ἐποιήσαντο πρὸς τὴν βασιλείαν ἡμῶν τοῦ τὰς πανσέπτους κελεῦσαι ἀναστηλωθῆναι εἰ‐ | |
15 | κόνας. εἰ μὲν οὖν ὁμόλογος εἶ τούτοις καὶ σύμφωνος, καὶ δὴ τὸν παλαιὸν κόσμον ἡ τοῦ θεοῦ ἐκκλησία ἀπολαμβανέτω· εἰ δ’ ἀμφί‐ βολος καὶ τὴν γνώμην οὐκ ἔχων εὐθῆ, τοῦ μὲν θρόνου ἔξω γενοῦ καὶ τῆς πόλεως, κατὰ δὲ τὸ προάστειόν σου μικρὸν διάβηθι, μέχρις ἂν σύλλογος τῶν ἁγίων πατέρων γένηται μετὰ σοῦ· οἵδε γὰρ ἕτοι‐ | |
20 | μοι διαδικάζεσθαί τε καὶ διαλέγεσθαι καὶ πείθειν σε περὶ τούτων κακῶς λέγοντα.” (3) κατὰ τὸν ἐν τῷ πατριαρχείῳ Θετταλὸν (τρίκλινος δὲ οὕτω κατονομαζόμενος) τηνικαῦτα ἀνέκειτο ἐπὶ σκίμ‐ | |
ποδος, τὰς βασιλικὰς ἀγγελίας δεχόμενος· ὃς ἅμα τῇ ἀκοῇ τῶν | ||
151 | λόγων βληθεὶς τὴν ψυχὴν τὸν μὲν ἀποκομιστὴν τούτων, οὐδὲν ἕτερον φήσας ἢ βουλεύεσθαι περὶ τούτων καλῶς, ἅμα τῷ λόγῳ ἀπέσταλκεν, καὶ θᾶττον ἢ λόγος ἐγχειρίδιόν τι λαβὼν τὰς κατὰ γαστέρα φλέβας ἀπέτεμεν, ἃς ᾔδει δειλίαν μὲν καὶ οἶκτον ἐκ τῆς | |
5 | τοῦ αἵματος δαψιλοῦς ἐκχύσεως ἀποτεκεῖν τοῖς πολλοῖς, θάνατον δὲ ἤ τινα κίνδυνον οὐδαμῶς. θροῦς οὖν καὶ βοὴ εὐθύς τις περιή‐ χει τὴν ἐκκλησίαν, οὐ μὴν δὲ ἀλλὰ καὶ τὰς βασιλικὰς ἀκοάς, προφθάνουσα τὸν δρουγγάριον, ὡς ἡ δέσποινα ἐκ κελεύσεως τὸν πατριάρχην κατέσφαξεν. τῶν γοῦν λεγομένων ἐταστὴς ἀκριβὴς | |
10 | ὁ πατρίκιος Βάρδας ἀποσταλεὶς αὐτάς τε τὰς πληγὰς ἐκ προνοίας γενομένας ἠρέμα πως κατεφώρασεν, καὶ τὸ δρᾶμα τὸν ἔλεγχον οὐ διέφυγεν, αὐτῶν τῶν θεραπόντων κατειπόντων αὐτοῦ, καὶ τὰ τῆς τομῆς ὄργανα (φλεβοτόμα δὲ ἦν) εἰς μέσον καθυποβαλλόμενα. ἔκτοτε οὖν οὐδενὸς .., ὡς ἐπὶ τοιαύτῃ αἰτίᾳ καὶ γνώμῃ αὐτοφόνῳ | |
15 | ἐπειλημμένος, ἀπηλαύνετο μὲν καὶ τῆς ἐκκλησίας ἐξωθεῖτο ὁ ἀλι‐ τήριος, κατὰ τὸ προάστειον αὐτοῦ τὸ οὕτω λεγόμενον περιορισθεὶς τὰ Ψιχά, εἰσήγετο δὲ ὁ πολλοῖς πόνοις καὶ κόποις τὰ τῆς ἀρετῆς σώσας ἀδιαλώβητα, καὶ τῆς ἐγχρονίου μὲν καθείρξεως, καὶ ταύ‐ της σαπρώσης, ὡς ἔοικεν, τὴν τῶν τριχῶν ἀπόρροιαν κληρωσά‐ | |
20 | μενος, παρὰ θεοῦ δὲ καὶ τῆς βασιλίδος Θεοδώρας τὴν τῆς ἐκκλη‐ σίας κυβέρνησίν τε καὶ πηδαλιούχησιν· Μεθόδιος οὗτος ἦν ὁ μέγας | |
καὶ τῆς ἐκκλησίας ἀήττητος πρόμαχος. | ||
152 | 4 Σκόπει δὲ καὶ ὅπως ἐν ταὐτῷ συναγαγούσης τῆς γενναίας καὶ τῷ ὄντι βοηθοῦ γεγονυίας τῷ ἀνδρί, ἀλλ’ οὐκ ἐναντίας, τοὺς ὅποι ποτὲ γῆς ὄντας ὀρθοδόξους, καὶ τὴν παρρησίαν ἀναλαβέσθαι θεσπίσασα “ἄγε δὴ” ἔφησεν, “ὦ κλῆρος θεοῦ καὶ πατέρες, ἐμοῦ | |
5 | τὴν τῶν ἱερῶν καὶ πανσέπτων ἀναστήλωσιν εἰκόνων ὑμῖν χορηγού‐ σης καὶ διδούσης ὅτι μάλιστά μου μετ’ εὐμενείας, ἀντεπιθεῖναί μοι δικαίαν χάριν καὶ αὐτῇ δεσποίνῃ οὔσῃ βουλήθητε, οὐ ταπει‐ νήν τινα καὶ μικράν, ἵνα μηδὲ χάρις νομίζοιτο, οὐδὲ τοῖς διδοῦσιν ὑμῖν ἢ ἐμοὶ αἰτουμένῃ ἀνάρμοστόν τε καὶ ἀσύμφορον, ἐπιτηδείου | |
10 | δὲ καὶ μονίμου καὶ παρὰ θεῷ εὐαποδέκτου καθεστώσης καὶ νομι‐ ζομένης. ἡ δέ ἐστιν ἡ εἰς τὸν ἐμὸν ἄνδρα τε καὶ βασιλέα περὶ τούτων διαβαίνουσα συγγνώμη τε καὶ συγχώρησις καὶ ἀμνηστία παρὰ θεοῦ τῆς τοιαύτης διαμαρτίας· ὡς εἰ μὴ τοῦτο γένηται, οὔτ’ ἐμὲ σχοίητε ἐπακολουθοῦσαν ὑμῖν οὔτε τὴν τῶν σεπτῶν εἰκό‐ | |
15 | νων προσκύνησιν καὶ ἀνάρρησιν, ἀλλ’ οὐδὲ τὴν τῆς ἐκκλησίας ἀνάληψιν.” (5) καὶ ἅμα τὸν λόγον κατέπαυσεν. “ὅτι μὲν οὖν δίκαια,” ἡ ὀρθόδοξος ἐκκλησία καὶ ὁ ταύτης ἐξάρχων Μεθόδιος ἔφασαν, “δέσποινα, ἐξαιτῇ, οὐδ’ ἡμεῖς ἔχομεν ἀπαναίνεσθαι· δίκαιον γὰρ τοῖς εὐεργέταις καὶ ἄρχουσι τὰς προσηκούσας χάριτας | |
20 | ἀντεπιτίθεσθαι δαψιλῶς, ὅταν μὴ τυραννὶς ἄρχῃ χείρ, ἀλλ’ ἔστι | |
γνώμη θεοφιλής. ἀλλ’ οὔπω θεοῦ δίκην ἡμεῖς τὸν πρὸς ἄλλον | ||
153 | βίον διαβεβηκότα δυνατοὶ ἐξαιρεῖσθαι, τὰ ὑπὲρ ἡμᾶς φανταζόμε‐ νοι. δυνατοὶ μὲν ἡμεῖς, καὶ κλεῖς οὐρανῶν πιστευθέντες παρὰ θεοῦ, τοῖς βουλομένοις πᾶσιν ἀνοιγνύναι αὐτάς· ἀλλὰ τοῖς κατὰ βίον τοῦτον ἔτι οἰκονομουμένοις, πρὶν ἀλλαχοῦ μεταστῶσιν· ἔστιν | |
5 | δ’ ὅτε καὶ τοῖς μεθισταμένοις, ὅταν τε μικρὰ τὰ σφάλματα ᾖ καὶ μετάνοια τούτοις προσῆν. τοῖς δ’ ἤδη μετὰ πονηρῶν ἐλπίδων ἀπάρασι καὶ πρόδηλον φέρουσι τὴν κατάγνωσιν οὐχ οἷοί τε τὰς εὐθύνας διαλύειν τούτοις ἡμεῖς.” (6) καὶ ἡ δέσποινα, εἴτ’ ἀλη‐ θῶς εἴτε καὶ ἄλλως τῷ τοῦ ἀνδρὸς ἀναθερμανθεῖσα φίλτρῳ (ὅπερ | |
10 | ἔστι, καὶ ἡμεῖς συγκατατιθέμεθα), ἦ μὴν ἐνωμότως τὸν ἱερὸν ἐκεῖνον θίασον ἐβεβαίου ὡς μεγάλα τραγῳδούσης καὶ κατολοφυρο‐ μένης καὶ πάντα ἐκτραγῳδούσης κατὰ τὸν τῆς ἐξόδου τούτου και‐ ρόν, καὶ διαγραφούσης ὡς οἷα ἐπακολουθήσει ἡμῖν μεμισημένοις ἐν τηλικαύτῃ πόλει περὶ τῆς τοιαύτης αἱρέσεως, εὐχῶν στέρησις, | |
15 | ἀρῶν ἐπέκτασις, λαοῦ ἐπανάστασις, εἰσῄει τούτῳ μετάμελος τῆς αἱρέσεως. καὶ ταύτας ἅμα αἰτησάμενός τε καὶ κατασπασάμενος ζεούσῃ ψυχῇ, ἐμοῦ ἐν χερσὶ καθυποβαλούσης, τοῖς ἀπάγουσιν ἀγγέλοις τὸ πνεῦμα παρέδωκεν. ταύτης ἐκεῖνοι ἀκηκοότες δὴ τῆς φωνῆς, καὶ τὸν τρόπον τῆς Αὐγούστης εὐλαβηθέντες (ἦν γάρ, εἰ | |
20 | καί τις, φιλόχριστος), καὶ ἅμα τὴν τῶν ἁγίων εἰκόνων ζητοῦντες τιμήν, κοινῇ ψήφῳ καὶ γνώμῃ τῆς μὲν ἁμαρτίας ταύτης, εἰ οὕ‐ | |
τως τοῦτ’ ἔστιν, συγγνώμην ἔφασαν εὑρήσειν παρὰ θεῷ, καὶ ἅμα | ||
154 | δι’ ἐγγράφου ἀσφαλείας τὴν πίστιν τούτου τῇ δεσποίνῃ ἐδίδοσαν. ἐφ’ οἷς τὴν ἐκκλησίαν ἀπολαβόντες, καὶ τῷ Μεθοδίῳ ἁγιωτάτῳ τὴν τῆς ἀρχιερωσύνης ἀποδεδωκότες τιμήν, τῇ πρώτῃ τῶν ἁγίων νηστειῶν κυριακῇ σὺν αὐτῇ τῇ δεσποίνῃ πάννυχον ὑμνῳδίαν ἐν τῷ | |
5 | κατὰ τὰς Βλαχέρνας ἱερῷ τεμένει τῆς ὑπεραγίας ἡμῶν δεσποίνης καὶ θεοτόκου τετελεκότες, τῇ ἕωθεν μετὰ λιτῆς τῷ μεγάλῳ τοῦ θεοῦ λόγου τεμένει καταλαμβάνουσι· καὶ τὸν κόσμον αὐτῆς αὖθις ἀναλαμβάνει ἡ ἐκκλησία, τῆς ἁγίας μυσταγωγίας τελειωθείσης ἁγνῶς. καὶ ἡ μὲν ὀρθόδοξος οὕτω προέκοπτεν ἐκκλησία, ἀνα‐ | |
10 | καινιζομένη ὡς ἀετός, τὸ τῆς γραφῆς, πάντων τῶν αἱρεσιωτῶν ἐν πάσῃ τῇ ὑφ’ ἡλίῳ καθαιρέσει ὑποβληθέντων καὶ τοῦ ἀρχιερέως αὐτῶν· Ἰωάννης οὗτος ἦν, ὁ διὰ τὴν οἰκείαν ἀσέβειαν Ἰαννὴς παρὰ τῶν εὐσεβῶν ὀνομασθείς, οὐκ ἐπηλύτης καὶ ξένος, αὐτόχθων δὲ καὶ τῆς βασιλίδος ταύτης τῶν πόλεων βλάστημα (φύεσθαι δὲ | |
15 | καὶ ἐν ἀμπέλῳ βάτον ἠκούσαμεν), οὐδ’ ἐξ ἀσήμου τινὸς ἀλλὰ καὶ λίαν εὐγενοῦς καταγόμενος σειρᾶς, τῆς οὕτω τῶν Μοροχαρζαμίων λεγομένης. 7 Οὗτος οὖν, ἵνα καὶ τὰ κατ’ αὐτὸν ἡ ἱστορία δηλώσῃ, τῆς μονῆς τῶν μαρτύρων Σεργίου καὶ Βάκχου τῆς ἐν τοῖς Ὁρμίσ‐ | |
20 | δου διακειμένης ἡγούμενος ἄνωθεν καὶ τῷ βασιλικῷ κλήρῳ κατα‐ ριθμούμενος, διαφερόντως παρὰ Μιχαὴλ ἠγάπητο τοῦ Τραυλοῦ, εἴτε μόνῳ τούτῳ τῷ κοινωνὸς εἶναι τῆς τούτου αἱρέσεως, εἴτε καὶ | |
τῷ διαφέρειν ἐπὶ λογιότητι δόξαν τινὰ ἐσχηκώς. πλὴν ἠγάπητο | ||
155 | καὶ τοῦ Θεοφίλου διδάσκαλος ἐγκαθίστατο. καὶ οὗτος ἐπεὶ τὰς τῆς βασιλείας ἔσχεν ἡνίας, σύγκελλον μὲν πρότερον τοῦτον τιμᾷ, εἶθ’ ὕστερον καὶ πατριάρχην καθίστησι Κωνσταντινουπόλεως, προγνώσεις τινὰς διὰ λεκανομαντείας καὶ γοητείας αὐτῷ ἀπαγγέλ‐ | |
5 | λοντα. καὶ ἡ γοητεία τοιαύτη. ἔθνους ποτὲ τρισὶν ὑφ’ ἡγεμόσι στρατηγουμένου ἀπίστου τε καὶ σκληροῦ τὴν τῶν Ῥωμαίων χώραν κατατρέχοντός τε καὶ καταληϊζομένου, καὶ ὡς εἰκὸς ἀθυμοῦντος ἐπὶ τούτῳ τοῦ Θεοφίλου καὶ τοῦ ὑπηκόου παντός, ἀποσκευάζεσθαί που τὴν ἀθυμίαν οὗτος συμβουλεύει καὶ θάρρους πληρωθῆναί τε | |
10 | καὶ χαρᾶς, εἴγε μόνον τῇ τούτου ἐπακολουθοίη βουλῇ. ἡ δὲ ἦν τοιαύτη. ἐν τοῖς εἰς τὸν εὔριπον τοῦ ἱπποδρομίου ἱδρυμένοις χαλκοῖς ἀνδριᾶσιν ἐλέγετό τις εἶναι ἀνδριὰς τρισὶ διαμορφούμενος κεφαλαῖς, ἃς κατά τινα στοιχείωσιν πρὸς τοὺς τοῦ ἔθνους ἀρ‐ χηγοὺς ἀνῆγεν. σφύρας οὖν μεγίστας σιδηρᾶς ἰσαρίθμους ταῖς | |
15 | κεφαλαῖς προσέταττε γενέσθαι, καὶ ἀνδράσιν ἐγχειρισθῆναι αὐτὰς τρισίν, ἐπὶ χειρῶν γενναιότητι διαφέροντας· κατὰ δέ τινα ὥραν νυκτερινὴν πρὸς τὸν εἰρημένον ἀνδριάντα πλησίον στάντας αὐτοῦ, καὶ τὰς σφύρας ἐπὶ χεῖρας ἐν μετεώρῳ ἔχοντας, ἡνίκα τούτοις κελεύσειεν, μεθ’ ὑπερβαλλούσης δυνάμεως ὁμοῦ ταύτας κατενεγ‐ | |
20 | κεῖν, ὡς ἐξ ἑνὸς κρούσματός τε καὶ πλήξεως τὰς τοιαύτας ἀποτε‐ μεῖν κεφαλάς. τούτοις τοῖς λόγοις εὐφρανθείς τε ἅμα καὶ ἐκπλα‐ γεὶς ὁ Θεόφιλος ἐκέλευσε τὸ ἔργον ἐπαγαγεῖν. ὡς οὖν παρῆσαν | |
πόρρω δὴ τῶν νυκτῶν οἱ μὲν ἄνδρες τὰς σφύρας κατέχοντες, ὁ δὲ | ||
156 | Ἰωάννης διὰ λαϊκοῦ ἐνδύματος ἑαυτὸν περικρύπτων, ὡς ἂν μὴ κατάδηλος γένηται, καθ’ ἑαυτὸν ὁ Ἰωάννης τοὺς στοιχειωτικοὺς λόγους ὑπειπὼν καὶ τὴν ἐνοῦσαν τοῖς ἄρχουσι δύναμιν εἰς τὸν ἀν‐ δριάντα μεταγαγών, ἢ μᾶλλον τὴν οὖσαν πρότερον ἐν τῷ ἀνδριάν‐ | |
5 | τι καταβαλὼν ἐκ τῆς τῶν στοιχειωσάντων δυνάμεως, παίειν ἕκα‐ στον προστάττει νεανικῶς τε καὶ ἰσχυρῶς. καὶ οἱ μὲν δύο ἰσχυ‐ ροτάταις χρησάμενοι καταφοραῖς τὰς δύο τοῦ ἀνδριάντος κεφαλὰς ἀπέκοψαν· ὁ δ’ ἕτερος μαλακώτερον ποιήσας τὴν πληγὴν μικρὸν μὲν κατέκλινεν, οὐ μὴν καὶ ὅλην τοῦ σώματος ἀπέτεμεν τὴν κεφα‐ | |
10 | λήν. τούτοις οὖν καὶ τὰ κατὰ τοὺς ἡγεμόνας ἐπηκολούθει. ἔρι‐ δος γάρ τινος κραταιᾶς ἐπεισπεσούσης αὐτοῖς καὶ ἐμφυλίου μάχης, ὑπὸ τοῦ ἑνὸς οἱ δύο τῶν ἡγεμόνων πίπτουσι κατὰ τὴν κεφαλῶν ἐκτομήν, τοῦ τρίτου μόνου διασωθέντος μέν, οὐχ ὑγιῶς δέ. οὕ‐ τως εἰς τὸ μηδὲν εἶναι τὸ ἔθνος χωρῆσαν πρὸς τὰ οἰκεῖα αὖθις | |
15 | μετὰ φυγῆς ἀφώρμα καὶ συμφορᾶς. ἀλλὰ τὰ μὲν τῆς γοητείας οὕτως, (8) τῷ δὲ γόητι τούτῳ ἀδελφὸς ἦν σαρκικός, ὄνομα Ἀρ‐ σαβήρ, τὴν τύχην πατρίκιος παρὰ Θεοφίλου τιμηθείς. τούτῳ γοῦν προάστειον κατὰ τὸ εὐώνυμον μέρος τοῦ ἐκπλεομένου Εὐξεί‐ νου ἐν τῇ μονῇ τοῦ ἁγίου Φωκᾶ προσῆν, οἰκοδομὰς μεγίστας ἔχον | |
20 | καὶ πολυτελεῖς στοάς τε καὶ βαλανεῖον καὶ πρὸς τούτοις δεξαμενάς. ἐκεῖσε δὴ ὁ πατριάρχης συχνὰς ποιῶν καταγωγὰς λέγεταί τι ὑπό‐ γειον κατασκευάσαι ἐνδιαίτημα τῶν Τροφωνίου παρόμοιον, ὄπισθεν | |
δὲ τῆς ἀνοιγομένης θύρας κατὰ τὸ πρόχειρον πυλίδα εἶναί τινα | ||
157 | διὰ βαθμίδων οὐκ ὀλίγων ἐκεῖσε δὴ τοὺς θέλοντας παραπέμπου‐ σαν. ἐκεῖνο γοῦν αὐτοῦ πονηρὸν ἐργαστήριον. ἐκεῖσε δὴ τούτῳ τινὲς νῦν μὲν ἐταμιεύοντο θαλαμηπολούμεναι, μονάζουσαί τε καὶ ἄλλως τὸ κάλλος γυναῖκες μὴ διαφθείρουσαι, αἷς συνεφθείρετο· | |
5 | νῦν δὲ μαντεῖαι δι’ ἡπατοσκοπίας καὶ λεκανομαντείας καὶ γοητείας καὶ νεκυομαντείας ἐνηργοῦντο, ταύταις προσχρωμένου κοινωνοῖς τε καὶ βοηθοῖς. ὅθεν πολλάκις καί τινα προλέγειν τούτῳ συνέβαινε τῇ τῶν δαιμόνων συνεργείᾳ ἀληθῆ, οὐ τῷ Θεοφίλῳ μόνῳ ἀλλὰ καὶ ἑτέροις τοῖς τούτου ὁμόφροσιν. ἀλλὰ τοῦτο μὲν τούτου τὸ | |
10 | μιαρὸν ἐνδιαίτημα ὀψέ ποτε πρὸς Βασίλειον τὸν τηνικαῦτα παρα‐ κοιμώμενον ἀπεμποληθὲν παρὰ τοῦ ἀδελφοῦ εἰς ἱερὸν μετηνέχθη φροντιστήριον, οὐκ ἐκεῖνο μόνον ἀλλὰ καὶ τὰ λοιπά, καθὼς αὐτῷ διαφέροντα ἦν· καὶ ἐκ βάθρων ἡ τοῦ ἁγίου μεγαλομάρτυρος ἀνι‐ δρύθη μονή. | |
15 | 9 Τότε δὲ οὗτος καὶ πᾶσα ἡ αὐτοῦ, ὡς εἴρηται, συμμο‐ ρία τῇ καθαιρέσει ὑποβληθέντες οὐχ ἡσυχῇ παραπέμπειν τὸν ἑαυ‐ τῶν βίον ἐδοκίμαζον, ἀλλ’ ἔτι καὶ κατὰ τῶν ἁγίων εἰκόνων ἐνεα‐ νιεύοντο. μετὰ γοῦν τὴν καθαίρεσιν ὑπερορίας ἔν τινι μονῇ γε‐ γονώς, εἰκόνος μιᾶς κατὰ τὸν ὄροφον ἱστορημένης καὶ ἀτενῶς οἷον | |
20 | ἀτενιζούσης αὐτῷ, μὴ φέρων οὗτος ὁρᾶν τὴν ἐκείνης πρὸς αὐτὸν ἐπικατιοῦσαν θέαν, καθαιρεῖσθαι ταύτην διά τινος οἰκέτου προσ‐ τάττει καὶ τοὺς ὀφθαλμοὺς κατορύττεσθαι, τοῦτο μόνον ἐπιλέ‐ | |
γων, ὡς τὴν ταύτης οὐ δύναμαι μορφὴν ἐνορᾶν. ἤκουστο γοῦν | ||
158 | ταῦτα τῇ δεσποίνῃ, καὶ τῇ προσηκούσῃ μάστιγι καὶ παιδείᾳ διὰ σκυτάλης καθυποβέβλητο. (10) ἀλλ’ οὐδ’ οὕτως ἦν ἀγαπητὸν αὐτῷ τῆς ἡσυχίας ἐρᾶν, μῶμον δέ τινα καὶ ὣς ἐπειρῶντο τῷ ἐν ἁγίοις Μεθοδίῳ προσάπτειν, καὶ μῶμον εἰς γυναικὸς φθορὰν | |
5 | παῖδα κεκτημένης μονογενῆ (Μητροφάνης οὗτος ἦν, ὁ μετ’ οὐ πολὺ τῆς Σμύρνης καθηγησάμενος), ἣν καὶ χρυσίων ἱκανῶν ἐξω‐ νησάμενοι καὶ ἅμα καθυποσχόμενοι εἰ μόνον τούτοις συμφήσειεν, πολλὰ κατελέγοντο πρὸς τὴν δέσποιναν καὶ τοὺς ἐπιτροπεύοντας τοῦ παιδὸς αὐτῆς. βῆμα γοῦν εὐθέως καὶ κριτήριον φρίκης γέ‐ | |
10 | μον ἐκ πολιτικῶν ἀνδρῶν συγκροτούμενον καὶ ἐκκλησιαστικῶν. οὐ τῶν εὐσεβῶν τις ἀπῆν, οὐ τῶν ἀσεβῶν, οὐ τῶν μονήρη βίον ἐπειλημμένων, οὐκ ἄλλος τις τῶν ἀκούειν ἢ λαλεῖν δυναμένων· τοὺς μὲν γὰρ ἡ πρὸς τὸ ξένον τῆς λοιδορίας κατηφιῶντας οἷον ἐνῆ‐ γεν αἰδώς, τοὺς δ’ ἡ τοῦ κροτεῖν καὶ χαίρειν ὑπ’ ἀκρασίας ἡδονή. | |
15 | ἤγοντο γοῦν οἱ κατηγοροῦντες εἰς μέσον, καὶ τῶν λεγομένων ἡ ἄν‐ θρωπος ἔλεγχος. ὁ δὲ ἅμα τῇ παραστάσει τῆς γυναικός, οὐδὲν ὑποστειλάμενος οὐδαμῶς, ὅπως τε ἔχεις κυρία, ταύτην ἐπηρώτα εἰς ἐπήκοον (καὶ γὰρ ἦν αὐτῷ γνώριμος ἐκ πολλοῦ δι’ ἀρετήν), καὶ ὅπως ὁ δεῖνα καὶ ὁ δεῖνα, περὶ τοῦ ταύτης ἀνδρὸς καὶ τῶν | |
20 | προσηκόντων αὐτῇ· οὕτως τούτῳ ἐπήνθει τὸ ἄπλαστον. οἱ δὲ μᾶλλον ἐκβοήσαντες ἐγαυρίων ὑφ’ ἡδονῆς, τὰ τῆς κατηγορίας ἐπαύξοντες καὶ σαφῆ τὸν ἔλεγχον δόντες λοιπόν. ὡς δ’ οὗτος | |
μόλις τῆς κατηγορίας ἐπῄσθετο, ζήλῳ πυρωθείς, ὡς ἂν μὴ δι’ | ||
159 | αὐτοῦ τὰ τῆς ἐκκλησίας κινδυνεύοι καὶ τοῦ Χριστοῦ, ἄλλον μὲν εἶναι καιρὸν αἰδοῦς ἄλλον δὲ ὑποστολῆς καὶ σεμνότητος, μικρὸν ἐκ τοῦ θρόνου μετεωρίσας αὐτὸν καὶ πρὸς ἑαυτὸν τὸν κόλπον συνα‐ γαγὼν γυμνὴν ἐδείκνυεν τὴν αἰδώ, τεθαυματουργημένην ἔχων καὶ | |
5 | οὐ κατ’ ἄνθρωπον, καὶ ἅμα διηγεῖτο τὴν θαυματουργίαν, ὡς πρὸ πολλοῦ κατὰ τὴν πρεσβυτέραν Ῥώμην γενόμενος, σφριγώντων ἔτι καὶ ἐνακμαζόντων τῶν παθῶν, ἔρως τις αὐτὸν ἐξέκαιεν θερμό‐ τερον ἢ καὶ κατὰ πάθους ὁρμήν. ἐπεὶ γοῦν ἐκινδύνευεν καὶ πε‐ ριγενέσθαι τούτου οὐκ ἦν οἷός τε, τὸν κορυφαῖον Πέτρον τὼ χεῖρε | |
10 | πρὸς τὸν ναὸν ἐκπετάσας ἐξελιπάρει τυχεῖν τινὸς ἐπικουρίας καὶ ἀρωγῆς. καὶ δὴ τῷ κόπῳ τῆς εὐχῆς ὀψὲ πρὸς ὕπνον κλιθείς, φανῆναί οἱ τὸν ἀπόστολον ἐκείνου τοῦ μέρους ἁπτόμενον καὶ τὰς ὁρμὰς σβεννύοντα τῶν παθῶν, τοῦτο μόνον προσεπιλέγοντα τὸ “ἀπολέλυσαι δὴ τῆς τῶν παθῶν ἐπικρατείας, Μεθόδιε.” τούτοις | |
15 | ἐκεῖνος τὸν μακρὸν ἐκεῖνον πέπεικε σύλλογον, αἰσχύνης πλήσας τοὺς τῆς ἀληθείας ἐχθρούς. οὐ μὴν ὁ μάγιστρος Μανουὴλ τού‐ τοις ἠξίου λύεσθαι τὰς κατηγορίας, ἀλλὰ καὶ τῇ γυναικὶ ἠπείλει ἦ μὴν ἀπαγαγεῖν τῆς ζωῆς, εἰ μὴ τὴν πᾶσαν διδάξῃ ἀλήθειαν. καὶ ἥ γ’ εὐθέως ἔκπυστον καὶ σαφῆ τὴν πᾶσαν δραματουργίαν | |
20 | ποιεῖ, τόσου καὶ τόσου λέγουσα χρυσίου ἐξωνηθῆναι, καὶ ἔτι ἔν τινί μου τῶν κιβωτίων, οὕτως ὡς ἐδόθη, σεσημασμένον ἐστὶ καὶ | |
πεφύλακται σφραγῖδι αὐτῶν. αὐθωρὸν οὖν ἀποστείλαντες ἐκεῖνό | ||
160 | τε, ὡς ἔφησεν ἡ γυνή, εὗρον τὸ χρυσίον κατὰ τὴν κιβωτὸν καὶ ἤγαγον. καὶ οὗτοι τῇ τοῦ πατριάρχου συμπαθείᾳ καὶ παρακλή‐ σει πρὸς τοὺς κρατοῦντας οὐ ποινῶν καὶ βασάνων, ὧν ἦσαν ἄξιοι, ἀλλὰ συγγνώμης ἠξίωντο, τοῦτο μόνον εἰς ἔκτισιν λαβόντες καὶ | |
5 | τιμωρίαν τὸ ἀνὰ πᾶν ἔτος ἐν τῇ τῆς ὀρθοδοξίας πανηγύρει μετὰ λαμπάδων ἀπὸ τοῦ ἐν Βλαχέρναις σεβασμίου σηκοῦ τῆς θεομήτο‐ ρος πρὸς τὸν θεῖον καὶ περιώνυμον τῆς σοφίας ἀφικνεῖσθαι νεὼν καὶ τὸ οἰκεῖον ἐνηχεῖσθαι αὐτοῖς ὠσὶν ἀνάθεμα διὰ τὴν πρὸς τὰς θείας εἰκόνας ἀπέχθειαν· ὃ καὶ τηρούμενον ἐφάνη ἐπὶ πολὺ καὶ | |
10 | τῆς αὐτῶν μέχρις ἐταμιεύθη ζωῆς. καὶ ἡ μὲν ἐφ’ ἱκανὸν αὐξη‐ θεῖσα τοιαύτη αἵρεσις τοιοῦτον δὴ εἶχε καὶ τὸ πέρας ἐκ τοῦ θεοῦ· ἀνέλαμψαν δὲ αἱ θεῖαι τῶν ἁγίων εἰκόνων μορφαί, οὐ θεϊκῶς ἡμῖν λατρευόμεναί τε καὶ τυπούμεναι, σχετικῶς δὲ καὶ σεβασμίως τὴν δι’ αὐτῶν πρὸς τὰ πρωτότυπα ἡμῖν τιμήν πως διαπορθ‐ | |
15 | μεύουσαι. 11 Ταύτην ἄγουσα τὴν ἑορτὴν ἡ Θεοδώρα δι’ ἡδονῆς εἱστία ποτὲ ἐν ταὐτῷ τὸ τῆς ἐκκλησίας πλήρωμα πᾶν κατὰ τὰ ἐν τοῖς Καριανοῦ ἀνάκτορα, ἅ, ὡς εἴρηται πρότερον ἡμῖν, τῶν ἑαυ‐ τοῦ ἕνεκεν θυγατέρων ὁ Θεόφιλος ἐνεδείματο. οὐκ ἦν γοῦν ὅστις | |
20 | οὐ παρῆν ἐκεῖ τῶν ἱερέων καὶ ὁμολογητῶν. τούτοις ἐναρίθμιοι Θεοφάνης τε ὁ τῆς Σμύρνης καὶ ὁ αὐτοῦ Θεόδωρος ἀδελφός. ὡς οὖν τὰ τῆς εὐωχίας παρήκμασεν καὶ εἰς βρῶσιν τὰ τραγήματα | |
μετὰ τῶν πλακούντων παρέκειντο, συνεχῶς ἀτενιζούσης τῆς βασι‐ | ||
161 | λίδος καὶ τὰ ἐν τῷ μετώπῳ γράμματα τῶν πατέρων καθορώσης καὶ στεναζούσης συνέβη πως τούτους ὡς ἐξ ὁμολόγου ἀντοφθαλμῆ‐ σαι καὶ ταύτην ἐνιδεῖν ἀτενιζούσης αὐτοῖς. φησάντων γοῦν ὡς τίς ἄρα, δέσποινα, ἡ αἰτία τῆς πρὸς ἡμᾶς σου ὁράσεως ἀτενοῦς; | |
5 | τὴν ἐκ τῶν γραμμάτων ἔφη θαυμάζειν καρτερίαν ὑμῶν καὶ τὴν τοῦ ταῦτα δράσαντος ἀπήνειαν εἰς ὑμᾶς. καὶ ὁ μακαρίτης Θεο‐ φάνης μηδὲν εὐλαβηθείς τε καὶ τῶν προησφαλισμένων διανοηθεὶς “ὑπὲρ ταύτης” ἔφησε “τῆς γραφῆς εὖ μάλα τρανῶς ἐν τῷ τοῦ θεοῦ ἀδεκάστῳ δικαστηρίῳ διαδικάσομαι σὺν τῷ ἀνδρί σου καὶ | |
10 | βασιλεῖ.” τούτῳ περίλυπος γενομένη, ἀλλὰ μὴν καὶ σύνδακρυς, “καὶ ταῦτα” ἔφησεν ἡ βασίλεια “ἡ ὑπόσχεσις καὶ αἱ δι’ ἐγγράφων ὁμολογίαι ὑμῶν, ὡς μὴ μόνον συγκεχωρηκέναι ἀλλὰ καὶ πρὸς ἀγῶ‐ νας ἐνάγειν καὶ καλεῖν;” “οὔ” φησιν ὁ πατριάρχης αὐθωρὸν ἀναστὰς καὶ οἱ λοιποὶ τῶν ἱερέων, “βασίλεια, οὔ· ἀλλ’ ἕξει | |
15 | βεβαίως τὰ ἡμέτερα, τῆς ὀλιγωρίας τούτων λογιζομένης οὐδέν.” οὕτω μὲν οὖν ἐσιγάσθη ταῦτα, καὶ τὰ τῆς ἐκκλησίας ἔθη ἀκύ‐ μαντα. 12 Καὶ ἑτέρα δέ τις αἵρεσις οὕτω τῶν Ζηλίκων λεγομένη ἀναφανεῖσα, σὺν τῷ ἑαυτῆς ἀρχηγῷ Ζῆλι ὀνομαζομένῳ, φέροντι | |
20 | δὲ τὴν τῶν ἀσηκρήτων ἐν πρώτοις τιμήν, ἐθεραπεύθη τε καὶ πρὸς | |
θεοσέβειαν μετηνέχθη ἐν προόδῳ βασιλικῇ, τῆς τοῦ μύρου μόνου | ||
162 | μετὰ καινῶν ἐμφωτίων τε καὶ ἐσθημάτων καταξιωθέντων χρίσεως τῶν ἀντιποιουμένων αὐτῆς, καὶ τελειωθέντων λαμπρῶς. 13 Ὅ γε μὴν ἄρχων Βουλγαρίας (Βώγωρις οὗτος ἦν) θρασύτερον ἐξεφέρετο γυναῖκα τῆς βασιλείας κρατεῖν διακηκοώς· | |
5 | ὅθεν καί τινας ἀγγέλους ἀπέσταλκεν πρὸς αὐτήν, τὰς συνθήκας λέγων καταλύειν καὶ κατὰ τῆς τῶν Ῥωμαίων ἐκστρατεύειν γῆς. ἀλλ’ αὐτὴ μηδὲν θῆλυ ἐννοοῦσα ἢ ἄνανδρον “καὶ ἐμὲ” αὐτῷ κατε‐ μήνυεν “κατ’ αὐτοῦ εὑρήσεις ἀντιστρατεύουσαν. καὶ ἐλπίζω μὲν κυριεῦσαί σου· εἰ δὲ μὴ γένηται καὶ ἐκνικήσεις με, καὶ οὕτω σου | |
10 | περιέσομαι, τὴν νίκην ἀρίδηλον ἔχουσα· γυναῖκα γὰρ ἀλλ’ οὐκ ἄνδρα ἕξεις ἡττηθέντα σοι.” διὰ τοῦτο μὲν οὖν καὶ ἐφ’ ἡσυχίας ἔμεινεν, μηδὲν τολμήσας νεανιεύεσθαι, καὶ τὰς τῆς ἀγάπης αὖθις ἀνενέου σπονδάς. (14) καὶ δὴ ζήτησίν τινα καὶ πολλὴν ἔρευναν περί τινος μοναχοῦ, οὕτω καλουμένου Θεοδώρου τοῦ ἐπίκλην Κου‐ | |
15 | φαρᾶ, εἴτε ἔκ τινων ὀνειράτων καὶ ὄψεως εἴτε ἄλλως πως, πρὸ πολλοῦ αἰχμαλωτισθέντος ἡ Θεοδώρα πρὸς τὸν ἄρχοντα Βουλγα‐ ρίας ἐποίει, καὶ αὐτὸν ἠξίου διὰ γραμμάτων ἀνερευνῆσαι καὶ τι‐ μῆς ὅσης καὶ βούλοιτο ἀπολυτρώσασθαι τοῦτον αὐτῇ. ἠξίου δὲ καὶ οὗτος, ἀφορμὴν ἐκ τούτου λαβών, περὶ οἰκείας αὐτοῦ πρεσ‐ | |
20 | βεύειν ἀδελφῆς παρὰ τῶν Ῥωμαίων μὲν αἰχμαλωτισθείσης ποτέ, κατεχομένης δὲ νῦν ἐν τῇ τοῦ βασιλέως αὐλῇ. αὕτη δὴ οὖν πρὸς | |
τὴν πίστιν καλῶς μετενεχθεῖσα, καὶ γράμματα κατὰ τὸν τῆς αἰχμα‐ | ||
163 | λωσίας παιδευθεῖσα καιρόν, καὶ ἄλλως τὴν τῶν Χριστιανῶν τάξιν τε καὶ περὶ τὸ θεῖον αἰδώ τε καὶ δόξαν, ὡς ἔστι, θαυμάζουσα διαφερόντως, ἐπεὶ τῆς ἐπανόδου τῆς πρὸς τὸν ἀδελφὸν τετύχηκεν, οὐ διέλιπεν ἐκθειάζουσά τε καὶ παρακαλοῦσα καὶ σπέρματα κατα‐ | |
5 | βάλλουσα τῆς πίστεως πρὸς αὐτόν. ὁ δὲ (ἦν γὰρ παρὰ τοῦ εἰρη‐ μένου Κουφαρᾶ μικρά τινα παιδευθεὶς καὶ τῶν μυστηρίων κατηχη‐ θείς) τοῦτον μὲν ἀποστείλας τὴν οἰκείαν ἐλάμβανε μισθὸν ἀδελ‐ φήν· πλὴν ἔμενεν ὅπερ ἦν, ἀπιστίᾳ κατισχημένος καὶ τὴν αὐτοῦ θρησκείαν τιμῶν. ἀλλά τις πληγὴ περιπεσοῦσα θεήλατος (λιμὸς | |
10 | δὲ ἦν, οὕτω μᾶλλον τῶν παχυτέρων καὶ γαιωδεστέρων, ὡς ἔοικεν, μεταπαιδευομένων καὶ τὰ κακὰ μεταμανθανόντων) τὴν αὐτοῦ ἐπο‐ λιόρκει καὶ κατέτρυχεν γῆν. καὶ ὃς θεὸν ἐκεῖνον ἠνάγκαζεν ἐπι‐ καλεῖσθαι πρὸς ἄμυναν τῶν δεινῶν, τὸν ὑπὸ τοῦ Θεοδώρου μὲν πολλάκις καὶ τῆς αὐτοῦ ἀδελφῆς θαυμαζόμενόν τε καὶ σεβόμενον, | |
15 | ὡς εἰκός. τυχόντες οὖν τῆς ἀπαλλαγῆς τῶν δεινῶν, οὕτω δὴ πρὸς θεοσέβειαν μετατίθεται, καὶ τῆς τοῦ λουτροῦ παλιγγενεσίας καταξιοῦται, καὶ Μιχαὴλ κατονομάζεται κατὰ τὸ ὄνομα τοῦ βα‐ σιλέως, παρὰ τοῦ πρὸς ἐκεῖνον ἀποσταλέντος ἀρχιερέως ἀπὸ τῆς βασιλίδος τῶν πόλεων. (15) καί τι δὲ τοιοῦτον ἐπισυμβῆναι | |
20 | φασίν, ὡς ἔρωτα δεινὸν περὶ τὴν κυνηγεσίαν τὸν Βώγωριν ἄρχοντα κεκτημένον ταῦτα καὶ κατά τινα οἶκον τῶν ἑαυτοῦ, ἐν ᾧ συνεχῶς | |
ἀφικνεῖτο, θελῆσαι ἐξιστορῆσαι, νύκτωρ ὡς ἂν ἔχοι καὶ μεθ’ | ||
164 | ἡμέραν τὰ τοιαῦτα τῶν ὀφθαλμῶν ἐντρυφήματα. ὡς γοῦν ὁ τοιοῦτος αὐτὸν ἔρως ἐπεισῆλθεν, μετακαλεῖται μοναχόν τινα τῶν καθ’ ἡμᾶς Ῥωμαίων ζωγράφον· Μεθόδιος ὄνομα τῷ ἀνδρί. τοῦ‐ τον οὖν στάντα κατὰ πρόσωπον ἔκ τινος θείας προνοίας οὐ τὰς ἐν | |
5 | πολέμῳ ἀνδροκτασίας ἢ τὰς ζῴων καὶ θηρίων ἐπικελεῦσαι γράψειν σφαγάς, ἀλλ’ ἃ βούλοιτο, τοῦτο μόνον ἐπειπὼν ὡς εἰς φόβον τοὺς ὁρῶντας ἐκ τῆς θέας ἐνάγεσθαι βούλοιτο καὶ ἅμα παρακαλεῖσθαι πρὸς ἔκπληξιν ἀπὸ τῆς γραφῆς. μηδὲν γοῦν οὗτος πρὸς φόβον ἕτερον ἐνάγειν ἢ τὴν τοῦ θεοῦ δευτέραν εἰδὼς παρουσίαν, ταύτην | |
10 | ἐκεῖσε καθυπέγραψεν, καὶ τοὺς δικαίους ἐντεῦθεν τὰ βραβεῖα τῶν πόνων ἀπολαμβάνοντας, ἐκεῖθεν δὲ τοὺς πεπλημμεληκότας τοὺς τῶν βεβιωμένων δρεπομένους καρποὺς καὶ πρὸς τὴν ἠπειλημένην κόλασιν ἀπελαυνομένους τε καὶ ἀποπεμπομένους σφοδρῶς. ταῦτ’ οὖν, ἐπειδὴ πέρας εἶχεν ἡ γραφή, κατιδών, καὶ δι’ αὐτῶν τὸν | |
15 | τοῦ θεοῦ φόβον ἐν ἑαυτῷ συλλαβών, καὶ κατηχηθεὶς τὰ καθ’ ἡμᾶς θεῖα μυστήρια, νυκτῶν ἀωρὶ τοῦ θείου μεταλαγχάνει βαπτίσ‐ ματος. ἐφ’ ᾧ καταφανὴς γεγονὼς τὴν ἐκ παντὸς τοῦ ἔθνους αὐ‐ τοῦ καθυφίσταται ἐπανάστασιν, οὓς καὶ μετά τινων ὀλίγων κατα‐ πολεμήσας, τὸν τοῦ θείου τύπον σταυροῦ ἐν κόλποις περιάγων | |
20 | αὐτοῦ, τοὺς καταλοίπους οὐκέτι κρύφα, πάντα δὲ ἀναφανδὸν ἐποίησε καὶ αὐτοὺς ἐπιθυμοῦντας Χριστιανούς. ἐπεὶ γοῦν μετε‐ τέθη πρὸς θεοσέβειαν, γράφει δὴ πρὸς τὴν δέσποιναν περὶ γῆς, πλήθει στενούμενος τῷ ἑαυτοῦ, καὶ ἀξιοῖ παρὰ ταύτης παρρησια‐ | |
στικώτερον ὡς ἤδη ἓν ἀλλ’ οὐ δύο ὄντων αὐτῶν, πίστει τε καὶ φι‐ | ||
165 | λίᾳ συνδεθέντων τῇ ἀρραγεῖ, καὶ ἑαυτὸν ὑποθήσειν καθυπισχνεῖτο καὶ εἰρήνην ἐργάσασθαι ἀΐδιόν τε καὶ ἀδιάπτωτον. ἡ δὲ εὐμε‐ νῶς τε ἤκουσεν αὐτοῦ, καὶ δέδωκεν ἐρήμην οὖσαν τηνικαῦτα τὴν ἀπὸ τῆς Σιδηρᾶς, ταύτης δὴ τότε ὅριον τυγχανούσης Ῥωμαίων τε | |
5 | καὶ αὐτῶν, ἄχρι τῆς Δεβελτοῦ, ἥτις οὕτω καλεῖται Ζάγορα παρ’ αὐτοῖς. οὕτω μὲν οὖν ἅπασα ἡ Βουλγαρία πρὸς εὐσέβειαν μετ‐ ερρυθμίσθη, θεοῦ πρὸς τὴν οἰκείαν μετακαλεσαμένου γνῶσιν αὐ‐ τούς, καὶ οὕτως ἐκ μικρῶν σπινθήρων τε καὶ πληγῶν· καὶ οὕτω γῆς τῆς τῶν Ῥωμαίων ὡς ἄλλης τινὸς ἐπαγγελίας ἀξιωθέντες πρὸς | |
10 | κοινωνίαν ἄρρηκτον καθυπέβαλον ἑαυτούς. 16 Εἶχε μὲν οὖν οὕτω τὰ κατὰ τὴν δύσιν λαμπρῶς τε καὶ ἐτεθρύλητο πανταχοῦ. ἐφ’ οἷς ἀγαλλομένη ἐκείνη, καὶ οἷον τρόπαια ἐπιθεῖναι μείζω δι’ ἐφέσεως ἔχουσα, καὶ τοὺς κατὰ τὴν ἀνατολὴν Παυλικιανοὺς ἐπειρᾶτο μετάγειν ὡς βούλοιτο πρὸς εὐσέ‐ | |
15 | βειαν ἢ ἐξαιρεῖν καὶ ἀπ’ ἀνθρώπων ποιεῖν· ὃ καὶ πολλῶν κακῶν τὴν ἡμετέραν ἐνέπλησεν. ἡ μὲν γὰρ πέμψασά τινας τῶν ἐπ’ ἐξ‐ ουσίας (ὁ τοῦ Ἀργυροῦ καὶ ὁ τοῦ Δουκὸς καὶ ὁ Σουδάλης οἱ ἀπο‐ σταλέντες ἐλέγοντο) τοὺς μὲν ξύλῳ ἀνήρτων, τοὺς δὲ ξίφει παρε‐ δίδουν, τοὺς δὲ τῷ τῆς θαλάσσης βυθῷ. ὡσεὶ δέκα μυριάδες | |
20 | ὁ οὕτως ἀπολλύμενος ἠριθμεῖτο λαός, καὶ ἡ ὕπαρξις αὐτῶν τῷ βασιλικῷ ταμιείῳ ... ἤγετο καὶ εἰσεκομίζετο. ὑπῆρχεν οὖν τῷ | |
στρατηγῷ τῶν Ἀνατολικῶν (Θεόδοτος οὗτος ἦν ὁ κατὰ τὸν Με‐ | ||
166 | λισσηνὸν) ἀνήρ τις εἰς τὴν ὑπηρεσίαν καταριθμούμενος, Καρβέας ὀνόματι, τὴν τοῦ πρωτομανδάτωρος πληρῶν ἀρχήν, τῇ πίστει τῶν εἰρημένων τούτων Παυλικιανῶν ἐγκαυχώμενός τε καὶ σεμνυνόμενος. ὡς οὖν τὸν ἑαυτοῦ οὗτος ἀκήκοε πατέρα ἀνηρτῆσθαι τῷ ξύλῳ, | |
5 | πέρα δεινῶν τοῦθ’ ἡγησάμενος καὶ τὰ ἑαυτοῦ προσοικονομῶν φυ‐ γὰς μετὰ καὶ ἑτέρων πέντε χιλιάδων τῆς τοιαύτης κεκοινωνηκότων αἱρέσεως πρὸς τὸν τῆς Μελιτινῆς τηνικαῦτα κατάρχοντα Ἄμερα γίνεται, κἀκεῖθεν πρὸς τὸν ἀμεραμνουνῆ παραγίνονται. μετὰ δὲ πολλῆς ἀποδεχθέντες τιμῆς, καὶ λόγον ἀσφαλείας δόντες τε καὶ | |
10 | λαβόντες ὁμοίως, ἐξέρχονται μετ’ οὐ πολὺ κατὰ τῆς Ῥωμαίων γῆς, καὶ τῶν τροπαίων ἕνεκεν, ἐπεὶ πρὸς πολυπληθίαν ἐνεδίδοσαν, πόλεις τε κτίζειν ἐπιχειροῦσιν αὐτοῖς, τὴν οὕτω καλουμένην Ἀρ‐ γαοῦν καὶ τὴν Ἀμάραν, καὶ αὖθις πολλῶν ἐκεῖσε ἐπιρρεόντων τῇ αὐτῇ κακίᾳ ἐνισχημένων καὶ ἑτέραν κτίζειν κατάρχουσι, Τεφρικὴν | |
15 | ταύτην κατονομάσαντες· ἀφ’ ὧν ὁρμῶντες πολλοὶ κατ’ αὐτὸ γινό‐ μενοι, ὅ τε τῆς Μελιτινῆς Ἄμερ, ὃν οὕτω πως συμφθείροντες τὰ στοιχεῖα Ἄμβρον ἐκάλεσαν οἱ πολλοί, καὶ ὁ τῆς Ταρσοῦ Ἀλῆς καὶ αὐτὸς οὗτος ὁ Καρβέας ὁ δείλαιος, οὐκ ἔληγον αὐθαδῶς τῇ τῶν Ῥωμαίων γῇ λυμαινόμενοι. ἀλλ’ ὁ μὲν Ἀλῆς ἔν τινι τῶν Ἀρμε‐ | |
20 | νίων χώρᾳ ἄρχειν ἀποσταλεὶς ἐκεῖσε θᾶττον ἢ βουλῆς εἶχε τὸν βίον κατέστρεψε σὺν τῷ ἑαυτοῦ ἀκαίρῳ στρατῷ· ὁ δὲ Ἄμερ μετὰ τοῦ συνάρχοντος αὐτοῦ τοῦ Σκληροῦ (οὕτως ἐλέγετο) εἰς ἐμφύλιον | |
στὰς πόλεμον ἐκ φιλονεικίας ἐφθείρετό τε καὶ ἐκείνῳ ἀλλ’ οὐκ ἄλ‐ | ||
167 | λοις πολεμεῖν ᾤετο δεῖν. εἰς τοσοῦτον δὲ τούτοις ἡ ἔρις ἐπηύξητο καὶ ἀλλήλοις ἀντεστρατήγουν, ἄχρις ἂν εἰς δέκα μόλις ἔληγεν χι‐ λιάδας ἡ τούτων ἰσχὺς ἐκ πεντήκοντά που καὶ μικρόν τι πρός. ἐπεὶ γοῦν οὗτος τῶν ἐχθρῶν ὑπερίσχυσεν, ἔγνω αὖθις θρασύτητι | |
5 | καταστρατηγούμενος κατὰ τὴν Ῥωμαίων ὅπλα κινεῖν, τῷ Καρβέᾳ ἑνούμενος. ἀντεστρατεύετο δὲ αὐτοῖς Πετρωνᾶς, τὴν τοῦ δομε‐ στίκου τότε ἀρχὴν διοικῶν· λόγῳ μὲν γὰρ Βάρδα ταύτην διέπειν ἐδέδοτο, ἀλλ’ ἐπεὶ σχολάζειν οὗτος ἠναγκάζετο ὡς ἐπίτροπος, τὸν ἀδελφὸν ἠξίου, στρατηγὸν ὄντα τῶν Θρᾳκησίων, πράγματι ταύ‐ | |
10 | την διέπειν καὶ διοικεῖν. 17 Πλὴν ἀνθορμᾶν κατὰ τῶν Ἰσμαηλιτῶν καὶ ἀντεπεξιέ‐ ναι καὶ Μιχαὴλ ὁ βασιλεύς (ἄρτι γὰρ τὴν παιδικὴν ἡλικίαν παρ‐ αμείψας πρὸς τὴν τῶν ἀνδρῶν ἠπείγετο) ἐβούλετό τε καὶ δι’ ἐπιθυμίας εἶχεν ἀεί. ἔγνω δέ πως ταῦτα βουλευόμενος ἀπὸ τῶν | |
15 | ἐμφυλίων πρότερον, ὡς οὐκ ὤφειλεν, ἐναπάρξασθαι, οὐκ οἴκο‐ θεν οὐδ’ ἀφ’ ἑαυτοῦ, τῇ δὲ τοῦ ἐπιτροπεύοντος Βάρδα γνώμῃ τε καὶ βουλῇ. ὅθεν δὲ καὶ ὅπως, δηλώσει καὶ ταῦτα ἡ ἱστορία· κωφὸν γὰρ τῷ ὄντι πως καὶ διάκενον τὸ σῶμα τῆς ἱστορίας, ὅταν ἐστερημένας ἔχει τὰς αἰτίας τῶν πράξεων. ἀλλ’ ἔνθα μὲν καὶ | |
20 | ἡμῖν ὑπὸ τοῦ χρόνου καλῶς οὐ διέγνωσται, συγγνώμην πάντως οἱ | |
φιλομαθεῖς ἀπονέμοιεν τοῖς ἀληθεῖς ἀλλ’ οὐ πλασματώδεις γρά‐ | ||
168 | φειν ἐθέλουσιν, ὧν οὐδὲ τῷ τυχόντι ἀπορία καθέστηκεν· ὅπου δὲ γνώριμος, δηλοῦν δεῖ ταύτην καὶ σαφῆ καθιστᾶν τοῖς ἀναγινώ‐ σκουσιν, ὡς οὐκ ἄλλοθεν πάντως ἢ ἐκ τούτων χορηγουμένης τῆς ὠφελείας αὐτοῖς. | |
5 | 18 Ἐγένετο δὲ τούτῳ τῷ Βάρδᾳ ἔρως τῆς βασιλείας οὐκ ἀγεννής, καὶ ἔρως οὐ κατὰ τοὺς ἄλλους, νῦν μὲν αὐξανόμενος νῦν δὲ ταῖς τοῦ λογισμοῦ ὁρμαῖς προσεπικοπτόμενος, ἀλλὰ δύσε‐ ρώς τις καὶ δυσαπάλλακτος. μᾶλλον δέ, ἵνα τὸν λόγον πορρω‐ τέρω ἀγάγωμεν, ἐγένετο δὴ τῷ Μανουὴλ πρὸς τὸν Θεόκτιστον, | |
10 | ἀμφοτέροις ἐπιτροπεύουσιν καὶ αὐτοῦ που κατὰ τὰ ἀνάκτορα διαι‐ τωμένοις, διάφορά τις, ἣ καὶ καθοσίωσιν ἐπεκάλει καὶ λάθρα τα‐ χέως εἶχεν ὑπολαλούμενα αὐτῷ. ταύτην δὴ ὁ Μανουὴλ εὐλαβού‐ μενος, καὶ τὸν φθόνον ἄμαχόν τινα καὶ δυσκαταγώνιστον ἐνορῶν, ᾠήθη δεῖν τοῦτον ἀκρωτηριάσαι καὶ καθελεῖν, εἰ μόνον γένοιτο | |
15 | πορρωτέρω τοῦ παλατίου. καὶ δὴ κάτεισιν εἰς τὸν οἶκον αὐτοῦ, κατὰ τὴν κινστέρναν τοῦ Ἄσπαρος ὄντα, ὃν εἰς σεμνείου τύπον ὕστερον ἐνηγάγετο καὶ τὸν χοῦν ἐκεῖσε κατέθετο. ἐκεῖθεν γοῦν ἑκάστοτε ἀφικνούμενος κοινωνὸς ἐγίνετο τῶν κατὰ τὰ ἀνάκτορα διοικήσεων. τοῦτον οὕτως οὐ δι’ ἑαυτοῦ ἀλλὰ διὰ τοῦ Θεοκτίστου | |
20 | ἀποσεισάμενος ὁ Βάρδας, ταὐτὸν δὲ εἰπεῖν καὶ ἀποφορτισάμενος, καὶ τὴν τύχην λαβὼν πρὸς τὸ ἑαυτοῦ σπουδαζόμενον κοινωνόν, | |
ἐβουλεύετο καὶ αὐτὸς οὐκέτι δι’ ἑτέρου δι’ ἑαυτοῦ δὲ διανύσαι τὸ | ||
169 | πᾶν, καὶ τέως τὸν Θεόκτιστον καθελεῖν, ἵνα μὴ τῆς ἐπὶ τὰ πρόσω φορᾶς τοῦτον ἔχοι ἐμπόδιον καὶ ἅμα τὸν πολὺν ὄνειδον τὸν ἐπὶ τῇ νύμφῃ αὐτοῦ (καὶ γὰρ ὠνείδιζε τοῦτον διηνεκῶς) ἀπορραπίσοι καὶ πορρωτέρω ποιήσεται. (19) ὑπῆρχε γοῦν τῷ βασιλεῖ Μι‐ | |
5 | χαὴλ παιδαγωγὸς ἀνάγωγός τε καὶ πόρρωθεν τρόπων τῶν εὐγενῶν. τοῦτον ἠξίου ὁ βασιλεὺς αὐτόν τε καὶ Θεόκτιστον καὶ τὴν μητέρα ἀνωτέρω τῶν βασιλικῶν ἀξιωμάτων ἀναγαγεῖν καὶ μείζονα τούτῳ ἐπιβραβεῦσαι τιμήν. οὐκ ἐπείθετο γοῦν τούτῳ ὁ Θεόκτιστος, οὐδὲ ταῖς αὐτοῦ ἀρέσκειν ἀρεσκείαις ἠβούλετο, ἐπαξίως λέγων καὶ | |
10 | οὐκ ἀναξίως τὰ τῆς βασιλείας δεῖν διοικεῖν. τοῦτον ὄργανον τὸν παιδαγωγὸν ὁ Βάρδας λαβὼν πονηρὸν οὐκ ἐπαύετο ζιζάνιά τινα περὶ τοῦ ἀνδρὸς τῇ ἑαυτοῦ ἐνσπείρων καὶ τῇ τοῦ βασιλέως ψυχῇ, ἄλλα τε πολλὰ περὶ τῶν κοινῶν διοικήσεων λέγων, ὡς οὐ καλῶς οἰκονομοῦνται, καὶ ὅτι σοὶ καταλειφθείσης ὡς κληρονομίας τῆς | |
15 | βασιλείας πόρρω σου ταύτην οὗτος ποιεῖ, γάμον μητρί σου ἢ τῶν ταύτης θυγατέρων μιᾷ ἐμμελετῶν, καὶ σοῦ τοῦ ταύτης υἱοῦ πόρρω που ποιῆσαι τοὺς ὀφθαλμούς. ταῦτα γοῦν ὡς βέλη πήξας ἐν καρδίᾳ τοῦ βασιλέως διήγειρέ τε, καὶ ὅπως μὴ ταῦτα γένοιτο, συνετῆς ἔφασκε δεῖν καὶ ταχίστης βουλῆς. ὡς δὲ πολλάκις περὶ | |
20 | τούτου συνήρχοντο τοῦ πράγματος, μίαν ταύτην ἐκύρουν καὶ γνώμην ἀπέφαινον τοῦ ἐκ μέσου τὸν Θεόκτιστον ποιῆσαι δολοφο‐ | |
νίᾳ τινὶ ἢ ὑπερορίᾳ. ἐδέδοκτο οὖν ταῦτα, καὶ πέρας ἔσπευδε τοῖς | ||
170 | βουληθεῖσιν ἐπάγειν· τὸ δὲ ἦν ἐν τῷ τοῦτον μέλλειν πρὸς τὸν Λαυσιακὸν ἐξέρχεσθαι μετὰ τὴν τῶν ἀναφορῶν διοίκησιν ἐπακο‐ λουθῆσαι μικρὸν τὸν βασιλέα, καὶ τοῦτο μόνον ἀνακραγεῖν τὸ “ἐπάρατε αὐτόν” τοῖς πραιποσίτοις. τότε ὁ Βάρδας ἐν τῷ Λαυ‐ | |
5 | σιακῷ συνεδρίαζεν. ὡς οὖν ὁ Θεόκτιστος προέκυπτεν ἐξιών, τὸ τοῦ Μιχαὴλ σύνθημα προτρέχον ἅμα καὶ προφθάνον τοῦτον ὁρῶν ἔγνω φυγῇ τὴν σωτηρίαν πραγματεύσασθαι. ἡ φυγὴ δὲ πρὸς τὸν ἱππόδρομον κατὰ τὰ ἀσηκρητεῖα· καὶ γὰρ ἐκεῖσε τότε τὸ τῶν ἀση‐ κρήτων ὑπῆρχε καταγώγιον. ἀλλ’ ὑπὸ πολλῶν ὁ εἷς συλληφθεὶς | |
10 | μένειν ἀλλ’ οὐ φεύγειν κατηναγκάζετο· καὶ ξίφος ὁ Βάρδας γυ‐ μνώσας αὐτοχειρίᾳ τοὺς οἵτινες εἶεν διακωλύσοντες ἀμυνόμενος ἠπείλει, πρὸς τὸν φόνον τῶν ὑπὸ χεῖρα τινί. ἀλλὰ ψαῦσαι μὲν ἐτόλμησε τούτου τότε οὐδείς, ἀπήγετο δὲ πρὸς τὰ Σκῦλα, φρουρᾷ τέως παραδοθησόμενος, μέχρις ἂν τὰ κατ’ αὐτοῦ ἀποφήναιντο. | |
15 | ὡς δ’ οὐ ζῆν δέει τῆς Αὐγούστης αὐτὸν ἐβουλεύσαντο, ἵνα καὶ μὴ θᾶττον ἀπολυθῇ, τῶν καθ’ ἑταιρείαν τινὰ ἐξαπέστειλαν γυ‐ μνὸν ἐπισείοντα ξίφος αὐτῷ. ὡς δ’ οὖν εἶδε ξιφήρη τὸν ἄνθρω‐ πον ἐπιόντα, κατὰ τοῦ σκάμνου οὗτος ὑπέδυ, τὰς λαβὰς βουλό‐ μενος ἐκφυγεῖν· ἀλλ’ ἔλαθε κατὰ γαστέρα πληγεὶς καὶ θανάτῳ | |
20 | παραδοθείς, τῶν ἐγκάτων ἐκχυθέντων αὐτοῦ. ὅτε δὴ καὶ ὁ Μα‐ νουὴλ φοιβόληπτος ὥσπερ γενόμενος τῷ Βάρδᾳ καθαρῶς λέγεται | |
ἀνειπεῖν | ||
171 | “ξίφος γυμνώσας εἰς Θεοκτίστου φόνον, ὅπλιζε σαυτὸν εἰς σφαγὴν καθ’ ἡμέραν.” 20 Ἀλλ’ ὁ μὲν Θεόκτιστος οὕτω τὸ τοῦ βίου πέρας ἀπείλη‐ φεν, καὶ μετὰ τὴν αὐτοῦ σφαγὴν ὁ Βάρδας τὴν τοῦ κανικλείου | |
5 | φροντίδα καὶ τιμὴν εἰς ἑαυτὸν ἀνελάμβανεν· ἡ δὲ δὴ Θεοδώρα τούτων ὡς ᾔσθετο, λυσίκομος δὴ θέουσα, πολλὰ κατολοφυρομένη ἀνέκλαιεν καὶ ὀδυρμῶν τὰ βασίλεια ἐπλήρου, ἀραῖς ἀμφοτέρους καθυποβάλλουσα καὶ “ὦ ἀναιδεῖς καὶ παμμίαροι” λέγουσα “θῆρες, τί σὺ μέν, ἀχάριστον γέννημα, τὸν δεύτερόν σου πατέρα πονηρὰ | |
10 | ἀντέδωκας ἀγαθῶν; καὶ σὺ βάσκανε δαῖμον καὶ πονηρέ,” τὸν ἀδελφὸν ἐπιτραγῳδοῦσα, “τὴν ἐμὴν ἐμίανας ἀρχήν, καθαρὰν φυλαχθεῖσαν καὶ ἄχραντον; ἔστι θεὸς τῶν τολμωμένων ἔφορος, ὃς ἀμφοτέρους οὐκ ἀλλοίως ἀλλ’ ὁμοίῳ θανάτῳ παραδώσει δήπου καὶ φονικῷ.” καὶ ἅμα ἐπεθείασέ πως, τὰς χεῖρας πετάσασα, | |
15 | “ἴδοιμι ἐπιπεσοῦσαν, κύριε, ἴδοιμι τὴν τοῦ ἀνθρώπου τούτου ἐκ‐ δίκησιν.” ταύτης οὖν ἔκτοτε τὰς πυκνὰς ἀρὰς μὴ φέροντες καὶ ὀνειδισμούς, καὶ ἅμα τὴν κατ’ αὐτὸν ἐλαύνων ὁ Βάρδας ὁδόν, ἔγνωσαν καὶ ταύτην ἐκεῖθεν ἀπώσασθαι καὶ γυμνῇ χωρεῖν πρὸς ἅπαν αὐτοῖς τὸ δοκοῦν κεφαλῇ. ὅπερ ἐκείνη καταφωράσασα (καὶ | |
20 | γὰρ ἦν ἰδεῖν καὶ στοχάσασθαι δυνατὴ) ἀντιπράττειν οὐκ ᾤετο δεῖν, φόνους τῶν ἀνθρώπων καὶ ὁμοφύλων βλάβας ἐκφεύγουσα· τὸν δὲ τέως πλοῦτον, τὸν σήμερον ἐν τοῖς ἀνακτόροις ἀποθησαυ‐ | |
ριζόμενον, ἔγνω τῇ συγκλήτῳ ποιεῖν φανερόν, τὸν υἱόν τε τῆς | ||
172 | ἀφειδοῦς δαπάνης κωλύουσα καὶ τὴν ἑαυτῆς κηρύττουσα ἀρετήν. καὶ δὴ εἰς ἐπήκοον στᾶσα ἐξεβόησεν ὡς πρὸς τοῖς ἐνενήκοντα χίλια μὲν χρυσοῦ τῷ βασιλικῷ ταμιείῳ κεντηνάρια ἐναπόκεινται, ἀργυ‐ ρίου δὲ ὡσεὶ τριῶν, καὶ τῶν μὲν εἶναι τὸν ταύτης ἄνδρα θησαυ‐ | |
5 | ριστήν τε καὶ ποριστήν, τῶν δὲ αὐτὴν μὴ καταναλίσκειν φιλούσης καὶ κατασπαταλᾶν. 21 Ἀλλὰ καίτοι τοσοῦτος ὁ βασιλικὸς ὢν θησαυρὸς εἰς οὐδὲν ἐχώρησε παντελῶς τῇ ἀπονοίᾳ τοῦ Μιχαὴλ καὶ ἀκαίρῳ φι‐ λοτιμίᾳ. ταῖς γὰρ τῶν ἵππων ἁμίλλαις, εἴπερ τις ἕτερος, ἀγαλ‐ | |
10 | λόμενος, καὶ αὐτὸς ἐκεῖνος ἡνιοχεῖν (ὢ τῆς τότε ταπεινωθείσης τῶν Ῥωμαίων βασιλείας) οὐ παραιτούμενος, τῶν συμπαιζόντων αὐτῷ καὶ συνηνιοχούντων ἐκ τοῦ θείου βαπτίσματος τὰ τέκνα υἱο‐ θετούμενος τὸν βασίλειον ἐξεκένου πλοῦτον, πεντήκοντα δὴ καὶ τεσσαράκοντα καὶ τὸ ἐλάχιστον ἑκάστῳ τριάκοντα χρυσίου λίτρας | |
15 | ἐπιχορηγῶν. ποτὲ δέ τινι πατρικίῳ (Ἱμέριος οὗτος ἐκαλεῖτο ὁ Χοῖρος, διὰ τὴν τοῦ προσώπου οὕτω κατονομαζόμενος ἀγριότητα) ἄλλως αἰσχρολογοῦντι κατὰ τὴν τράπεζαν καὶ ψόφον ἐκ τῆς βεβή‐ λου αὐτοῦ γαστρὸς κατὰ πρόσωπον τοῦ βασιλέως καὶ τῶν συν‐ δειπνούντων ἀφιέντι, ὡς καὶ τὸ φατλίον τὸ τούτους φωταγωγοῦν | |
20 | ἐκ τοῦ τηλικούτου ψόφου κατασβέσαι, τῷ παραδόξῳ τοῦ τοιούτου θαύματος χρυσίου λίτρας ἔδωκεν ἑκατόν. καὶ Χειλᾶ δὲ ἄλλοτε τοῦ σὺν αὐτῷ ἡνιοχοῦντος τὸν υἱὸν ἐκ τοῦ θείου λουτροῦ ἀναδεξά‐ | |
μενος ὁμοίως χρυσίου λίτρας δέδωκεν ἑκατόν. οὕτως ἐκεῖνος εἰς | ||
173 | οὐδὲν δέον τὰ δημόσια κατανάλισκεν. ἐπεὶ δὲ ἐντὸς ὀλίγου και‐ ροῦ τὸν τοσοῦτον πλοῦτον ταῖς τοιαύταις σκηνικαῖς καὶ ἀθέσμοις κατανάλωσε πράξεσι, δεινὸς ἐραστὴς ὢν ἱπποδρομίας, ἦλθεν δὲ ὁ τῆς διανομῆς τῶν βασιλικῶν δωρεῶν καιρός, καὶ χρημάτων | |
5 | πόρος οὐκ ἦν δι’ ὧν τὰ στρατεύματα φιλοτιμούμενα τὰς τῶν ἐχθρῶν παρατάξεις ἀμύνονται, τήν τε χρυσῆν ἐκείνην καὶ πολυ‐ θρύλητον πλάτανον καὶ τοὺς δύο χρυσοῦς λέοντας, πρὸς δὲ καὶ τοὺς δύο γρῦπας ὁλοχρύσους ὄντας καὶ σφυρηλάτους, καὶ τὸ ὁλό‐ χρυσον ὄργανον, ἀλλὰ καὶ ἕτερα ἔργα τῆς βασιλικῆς ἐκθέσεως, | |
10 | ὁλκὴν ἔχοντα τῶν διακοσίων οὐκ ἔλαττον κεντηναρίων, χωνεύσας, χαράξαι δέδωκεν ἐν τῷ βασιλικῷ ταμιείῳ. καὶ στολὰς δέ τινας βασιλικὰς καὶ αὐγουστιακάς, ἀλλὰ καὶ τῆς συγκλήτου βουλῆς, τὰς μὲν ὁλοχρύσους τὰς δὲ χρυσοϋφάντους οὔσας ἐν τῷ εἰδικῷ, πρὸς τῷ τέλει, ἐκδέδωκεν ἐξαπορῶν, ὡς ἂν χαραχθῶσι. πλὴν | |
15 | οὐκ ἔφθασαν χωνευθῆναι, καὶ ἐκεῖνος μὲν ἐξ ἀνθρώπων ἐγένετο, ταύτας δὲ Βασίλειος ὁ ἀοίδιμος τὴν βασιλείαν λαβὼν καὶ καταλα‐ βὼν ἔτι ἀλυμάντους ἀνεκαλέσατο, καὶ τὸ νῦν σενζάτον καλούμενον χαραχθῆναι ἐκελεύσατο, ἐκ τοσούτου πλούτου μηδὲν ἕτερον εὑρη‐ κὼς ἢ χρυσίου κεντηνάρια τρία, μιλιαρίσια δὲ σακκία ἐννέα, ἃ | |
20 | καὶ δημοσιεύσας καὶ πᾶσι δῆλα ποιήσας ἀπωδύρετο τῆς συγκλή‐ του ἐνώπιον τὴν ὅθεν ἔμελλε ποιήσεσθαι τῆς πολιτείας διοί‐ | |
κησιν. | ||
174 | 22 Ἀλλὰ ταῦτα μὲν προϊόντος τοῦ χρόνου γεγόνασιν· τότε δὲ εἴθιστο Θεοδώρα κατὰ τὸν ἐν Βλαχέρναις θεῖον συχνῶς πως ἐπιφοιτᾶν ναόν, ὁμοῦ μὲν εὐχάς τινας ἀποδιδοῦσα θεῷ, ὁμοῦ δὲ καὶ τοῦ λουτροῦ μετέχουσα. ὡς γοῦν ὀψέ ποτε ἀφίκετο, τὸν | |
5 | Πετρωνᾶν ἀδελφὸν αὐτῆς ὄντα πέμψαντες ὁ Μιχαήλ τε καὶ Βάρ‐ δας ἀποκείρουσί τε ταύτην μετὰ τὰς θυγατέρας ὁμοῦ, καὶ τοῖς κατὰ τὰ Καριανοῦ ἀνακτόροις τότε μὲν περιορίζουσιν· ὕστερον δὲ οὐχ ἅπαξ μόνον ἀλλὰ καὶ δὶς ἀποστείλαντες εἰσεκόμισαν τὸν ἐνόντα πλοῦτον αὐταῖς, καὶ κοινῶς πως καὶ ἰδιωτικῶς ἀλλ’ οὐ βασιλικῶς | |
10 | εἴασαν ζῆν. ἀλλ’ ἐκείνη μὲν μετ’ οὐ πολὺ τῶν τῇδε μεθίστατο, καὶ βασιλεὺς ὁ ἀοίδιμος Βασίλειος αὐτῆς τε τὸν νεκρὸν καὶ τὰς αὐτῆς θυγατέρας πρὸς τὸ τῆς μάμμης ἔπεμπε μοναστήριον ἐνδιαι‐ τᾶσθαι, οὕτω τῶν Γαστρίων κατονομαζόμενον, καὶ ὁσίως ζῆν τε καὶ πολιτεύεσθαι. αὕτη μὲν οὕτως ἀπεβίω, ὄνομα τῷ υἱῷ, οὐχ | |
15 | ὡς ἐκεῖνοι, πονηρὸν ἀλλ’ ἀγαθὸν ἀπολιποῦσά τε καὶ σεμνόν. ἐδήλου δὲ καὶ ἡ πρὸ ταύτης βίβλος ὅθεν τε κἀκ τίνων ἐξέφυ καὶ ὅπως ἦλθεν εἰς τὰ βασίλεια, καὶ τὰς αὐτῇ ὅσαι δὴ θυγατέρες ἐκ κοιλίας γεγέννηνται· δηλώσει δὲ αὕτη συγγένειαν αὐτῆς τὴν λοι‐ πήν. ἦσαν οὖν οἱ δηλωθέντες ἄρρενες δύο ἀδελφοί, ὅ τε Πε‐ | |
20 | τρωνᾶς στρατηγὸς κατὰ τὸ Θρᾳκήσιον καὶ πατρίκιος τηνικαῦτα, καὶ Βάρδας ὁ δηλωθείς, ὃς καὶ παρὰ Θεοφίλου εἴς τι τῶν οὐ δεόντων καταληφθείς, τῆς συνήθους προελεύσεως ἱσταμένης, | |
κατὰ τὸ ὡρολόγιον ἐτύφθη μαγγλάβια ἑξήκοντα. ἀδελφαὶ δὲ | ||
175 | τρεῖς, ἥ τε εὐφήμῳ οὕτω καλουμένη ὀνόματι Καλομαρία καὶ Σο‐ φία καὶ ἡ Εἰρήνη. ἀλλ’ ἡ μὲν Σοφία εἰς κοίτην ἐδίδοτο Κωνσταν‐ τίνῳ τῷ κατὰ τὸν Βαβούτζικον, ἡ δὲ Καλομαρία Ἀρσαβὴρ τῷ τηνικαῦτα μὲν πατρικίῳ ἔπειτα δὲ καὶ μαγίστρῳ, [ἡ δὲ Εἰρήνη] | |
5 | τῷ Εἰρήνης τῆς μητρὸς τοῦ μετὰ ταῦτα τὸν πατριαρχικὸν θρόνον ἀντιλαβομένου Φωτίου ἀδελφῷ· μεθ’ οὗ καὶ δύο τεκνώσασα παῖ‐ δας, Στέφανόν τε τὸν μάγιστρον καὶ Βάρδαν τὸν ἑαυτοῦ ἀδελφὸν καὶ μάγιστρον, τὸν τοῦ πατρικίου Κωνσταντίνου καὶ στρατηγοῦ Σικελίας, τὸν τοῦ Κοντομύτου γαμβρόν (ἐκεῖθεν γὰρ αὐτῷ καὶ | |
10 | ἡ τοῦ Κοντομύτου ἐκληρώθη προσηγορία), τὴν συγγένειαν πρὸς τὸν πατριάρχην ἔσωζε Φώτιον· ἐξάδελφοι γὰρ οἱ δύο μάγιστροι οὗτοι τούτου ἐτύγχανον. αὕτη δὲ οὖν ἡ μήτηρ τῶν εἰρημένων, ἐπεὶ τοῦ προτέρου ἀνδρὸς διὰ θανάτου ἡμάρτανεν, οὐχ εἵλετο καὶ δεύτερον ἰδεῖν μάτην ἀποβιοῦντα, ζῶσα δὲ χήρα καὶ τῇ ἑαυ‐ | |
15 | τῆς συνοῦσα ἀδελφῇ κατὰ τὰ βασίλεια, αὐχμηρόν τινα καὶ τα‐ πεινὴν ἐστολισμένη στολήν, ἔτι δὲ μὴν καὶ μέλαιναν, τὸν ὕπαρχον ἀπολαμβάνουσα τῆς χειρός, οὐ μὴν δὲ καὶ τὸν τειχιώτην, ἀλλὰ καὶ τὸν νούμερον συνεπαγομένη, κατὰ νουμηνίαν ἀπῄει βάδην τε καὶ πεζῇ διὰ τῶν σχολῶν πρὸς τοὺς ἐν τοῖς δεσμωτηρίοις κατεχο‐ | |
20 | μένους τῆς τε Χαλκῆς καὶ τοῦ Πραιτωρίου καὶ τῶν Νουμέρων, τίνος τε χάριν ἀποκέκλεισται ἕνα ἐρωτῶσα καθ’ ἕνα καὶ διοικοῦσα τοὺς μὲν δι’ ἑαυτῆς τοὺς δὲ διὰ τῆς πρὸς τὴν ἀδελφὴν ὑπομνή‐ σεως, ἑκάστῳ τῶν φρουρουμένων εὐλογίαν ἐπιχορηγοῦσα οὐ μι‐ | |
κρὰν καὶ ἐλεημοσύνην. καὶ τὰ μὲν κατὰ τὴν γυναικωνῖτιν οὕτω. | ||
176 | 23 Ὁ δὲ Βάρδας ἦν ὅλος τὰ τῆς βασιλείας ἐπιτροπεύων καὶ διοικῶν, καὶ τῶν λοιπῶν διαφερόντως ὡς συγγενὴς τοῦ βασι‐ λέως ἀγαπώμενος· ἔνθεν καὶ τὴν κουροπαλάτου, οἷον ἆθλον ἐπὶ τῇ ἀδελφῇ, τιμὴν ἀναδέχεται, καὶ κατὰ τῶν Ἰσμαηλιτῶν καὶ τοῦ | |
5 | Ἄμερ, ὥσπερ εἴρηται, ἀντιστρατεύονται μετὰ τοῦ Μιχαήλ, ἄρτι τελοῦντος αὐτοῦ εἰς ἄνδρας ἐξ ἀγενείων, δυνάμει πάσῃ τε καὶ χειρί. ὡς δ’ οὖν τῆς τῶν ἐναντίων ἐπέβησαν γῆς, κατὰ πόλιν Σαμόσατα λεγομένην, δυνάμει τε βρίθουσαν καὶ ἰσχύϊ, ἄγονται, καὶ ταύτην ἐπεχείρουν πολιορκεῖν. ἀλλ’ ἐλελήθεισαν οὐ κατὰ | |
10 | Θεοδώρας αἴροντες χεῖρα, κατὰ δὲ πολυτρόπων ἀνδρῶν. ὡς μὲν γὰρ ἦν τρίτη τῆς ἐφεδρείας τούτοις ἡμέρα, ἡ πρώτη δὲ καὶ κυρία τῶν ἡμερῶν, ἔμελλον δὲ τὴν ἀναίμακτον μυσταγωγίαν ἐκπληροῦν ὡς ἂν τῶν ἁγίων μυστηρίων μετάσχοιεν, ἐξαίφνης, εἴτ’ ἀφυλά‐ κτως τελοῦντες αὐτά, εἴτε καὶ καταφρονητικῶς ἔχοντες πρὸς τὴν | |
15 | πόλιν δι’ ἀπειρίαν ὡς μὴ πρὸς βασιλέα Ῥωμαίων ἆραι τολμῶντος χεῖρα τινός, κατὰ τὴν ὥραν ἐν ᾗ τῶν θείων ἔμελλον μετασχεῖν μυστηρίων, πάντοθεν μεθ’ ὅπλων ἐκπεπηδηκότες τῆς πόλεως, οὐκ ἦν ἰδεῖν τὸν ὅστις Ῥωμαίων οὐκ ἐχρῆτο φυγῇ. ἔνθα καὶ ὁ Μιχαὴλ μόλις που τὸν ἵππον ἀναβὰς φεύγων καθωρᾶτο, ἀλλ’ οὐ | |
20 | προπολεμῶν· οὕτω που μόγις ἐκσέσωστο, σκηνὰς αὐτὰς καὶ τὴν ὅση τούτοις θεραπεία προσῆν ἐκεῖ καταλελοιπώς. ἔνθα καὶ τὸν | |
προμνημονευθέντα φασὶν ἀριστεῦσαι Καρβέαν τὸν τὴν Τεφρικὴν | ||
177 | οἰκοδομησάμενον, καὶ πολὺν οὐ μόνον τοῦ χυδαίου φθόρον λαοῦ κατεργάσασθαι, ἀλλὰ καὶ τῶν μεγάλων δὴ στρατηγῶν ζωγρείᾳ λαβεῖν τόν τε τζαγγότουβον τὸν Ἀβεσαλὼμ καὶ Σηὼν τὸν παλατῖ‐ νον, καὶ ἑτέρους ὑποστρατήγους καὶ τουρμάρχας ἄχρι τῶν ἑκα‐ | |
5 | τόν. ἐτηροῦντο οὖν οἱ δηλωθέντες στρατηγοὶ μετὰ τὴν τοῦ πολέ‐ μου παραδρομὴν ἐν τῇ φυλακῇ· καὶ δὴ χρήματα ἱκανὰ τῷ Καρ‐ βέᾳ ἐδίδοσαν, οἴκοθεν μεταπεμψάμενοι, τὴν αὐτῶν ἀπολύτρωσιν ἐξαιτούμενοι. ὡς δ’ ἔλαβεν ἐπὶ χεῖρας ὁ Καρβέας, ἠρώτα τὸν Σηὼν εὐθὺς εἰ πρὸς ἀφροδίσια ἔχοι ἐρωτικῶς καὶ τὸ ἑαυτοῦ σῶμα | |
10 | κίνησιν ἔχοι τὴν ἐμπαθῆ· ὡς δ’ ἀπηγόρευσεν ὁ Σηὼν καὶ πάσχειν τι τοιοῦτον ἀπέφησεν, ἠρώτα πάλιν τὰ ὅμοια τὸν Ἀβεσαλώμ. ὁ δὲ τὴν αὐτοῦ φωράσας κακίαν καὶ μοχθηρίαν, εἴτε καὶ ἄλλως ἀληθῶς, τοῦτό τε πάσχειν καὶ κίνησιν ὑπομένειν εἰπών, τούτῳ μὲν “λυτροῦσαι” ἔφη “τῶν δεσμῶν,” καὶ ἅμα ἀπέλυεν, τῷ δὲ | |
15 | Σηὼν “οὐ βούλεταί σε τὸ θεῖον λυθῆναι δὴ τῆς φρουρᾶς,” καὶ ἅμα ἐδίδου τούτῳ τὰ λύτρα τὰ δοθέντα αὐτῷ ὑπὲρ αὐτοῦ, καὶ τῇ φρουρᾷ ἐγκατέκλειεν ἄχρις οὗ τὴν ψυχὴν ἀπεστάλαξεν. 24 Ἐπεὶ δὲ δεύτερος ἤδη χρόνος παρέδραμε καὶ μυριά‐ δας ἤκουε τρεῖς κατὰ τῶν Ῥωμαίων ἐκστρατεύειν, τὴν ἧτταν αὖθις | |
20 | ὁ Μιχαὴλ ἀνακαλέσασθαι ἐπιθυμῶν, Θρᾷκάς τε καὶ Μακεδόνας μέχρι τῶν τεσσάρων συνηθροικὼς μυριάδων, ἐξῄει πρόθυμος κατ’ αὐτοῦ. ὡς δὲ κατά τι χορτοφόρον πεδίον Κελάριον οὕτω λεγό‐ | |
μενον κατεσκήνητο, ἄρτι δὴ Ἄμερ αὐτῷ καταστρατηγῶν πορρω‐ | ||
178 | τέρω τῆς τετριμμένης ᾔει ὁδοῦ, πρὸς τὸ Χωνάριον ἐπισπεύδων. ἐν δὲ τούτῳ ἐγγύτερόν τε γενόμενος καὶ χεῖρας δὴ προσβαλὼν καὶ πόλεμον συνάψας νεανικὸν φεύγειν ἀλλ’ οὐ μένειν τὸν βασιλέα ἠνάγκαζεν. ἀλλὰ φεύγειν μὲν ἐπειρᾶτο, ἕως τὸν τῶν ἵππων ἀκμά‐ | |
5 | ζειν δρόμον ἀλλ’ οὐ διακόπτεσθαι ὑπελάμβανεν. καὶ δὴ σταθε‐ ρᾶς τε μεσημβρίας ἐνούσης καὶ καύματος οὐκ ὀλίγου θάλποντος ἐκ τῆς τοῦ ἡλίου φλογώσεως, κατά τινα ὀρεινὸν ἀναβαίνειν τόπον βιάζονται, Ἀνζῆν οὕτω λεγόμενον, δυσπρόσοδόν τε καὶ τραχέσι λίθοις οὐκ εὔοδον. ἐκεῖσε δὴ φεύγων ὁ βασιλεὺς ἐνηυλίζετο, καὶ | |
10 | ἐκ ποδὸς ὁ Ἄμερ αὐτῷ ἐπακολουθῶν περικυκλοῖ, ὡς ἐν δικτύῳ θέλων λαβεῖν. κἂν ἔλαβεν αὐτὸν δορυάλωτον, ἀλλ’ ἡ τῶν βασι‐ λικῶν ταγμάτων ἰσχὺς καρτερῶς ἀπομαχομένη καὶ τὸ τοῦ τόπου ἀνεστηκός τε καὶ ὑπερέχον μικρόν τι τούτους διέσωσεν. ἔνθα καὶ τὸν περὶ ψυχῆς αὐτῶν κίνδυνον ἀγωνιζομένων καὶ δεδιότων, βου‐ | |
15 | λὴν ἠνάγκαζε τὸν Μανουὴλ λέγειν ὁ Μιχαὴλ τὴν ἀμφοτέρους δὴ διασώσουσαν. ὁ δὲ τὰ δι’ ὧν ἐστὶ φανερὸς ὁ βασιλεὺς ἀφελέσθαι συμβουλευσάμενος, καὶ ἰδιωτικὸν ἀναλαβόμενον σχῆμα μετὰ λο‐ γάδων ἀνδρῶν καὶ δυνάμει προεχόντων τὴν τῶν ἐχθρῶν ἔφη φά‐ λαγγα διαρρήξαντα ἔξω τούτων γενέσθαι περιφανῶς. ὡς δὲ καὶ | |
20 | περὶ τοῦ παραμένοντος ὄχλου τε καὶ στρατοῦ δεύτερον ἐπυνθάνετο, ὅπως δὴ σωθεῖεν, ὁ Μιχαήλ, “ἀλλὰ σὲ μὲν γένοιτο” φησίν, “βασιλεῦ, σώζεσθαι ἀβλαβῆ, θεῷ δὲ μελήσει περὶ αὐτῶν· οὐ γάρ ἐστιν ἐπ’ ἴσης βασιλέα καὶ Ῥωμαίων τινὰ αἰχμάλωτον γενέ‐ | |
σθαι ἐχθροῖς.” ἀλλαξάμενος οὖν τὴν ἐσθῆτα ὁ βασιλεὺς καὶ | ||
179 | περὶ τὸν Μανουὴλ ὅλος γενόμενος ἔσπευδεν ἐπακολουθεῖν, τού‐ του μεθ’ ἑτέρων διαρρηξάντων τὴν φάλαγγα. ἀλλ’ ὅτε δὴ κατὰ τὸ δεινὸν ἐγένοντο καὶ παρατάξεως πλησίον που τῶν ἐχθρῶν, ἔρη‐ μος τῷ φόβῳ δυνάμεώς τε γενόμενος καὶ χειρῶν ἐναπομένειν | |
5 | ἠγάπα, ἀλλ’ οὐ προτρέχειν αὐτοῦ. ὡς δ’ ὁ Μανουὴλ τὴν φά‐ λαγγα διακόψας τε καὶ περισωθεὶς τὸν βασιλέα οὐκ εἶχεν ὁρᾶν, αὖθις τὴν κατόπιν ἔθει ὁδόν, τὸν ὑπὲρ αὐτοῦ κίνδυνον δεδιώς. ὡς δὲ πάλιν ἐγένοντο συμβολαὶ καὶ πολὺς φόβος συνέπιπτε τῶν Σαρακηνῶν, ἔγνω δὴ πορρωτέρω χωρήσειν ὁ Ἄμερ, νάματά τινα | |
10 | καὶ χορτάσματα ζητῶν, σημήνας τὸ ἀνακλητικόν· ὅτε καὶ τυχὼν ἀδείας ὁ Μιχαὴλ μόλις που ἐκεῖθεν διεσέσωστο ἀδεῶς, καὶ πρὸς τὴν βασιλεύουσαν ἐπανήρχετο. 25 Δεύτερος οὖν μόλις που παρῆλθε χρόνος, καὶ αὖθις ἐκστρατεύσας ὁ Ἄμερ σὺν τεσσαράκοντα χιλιάσι στρατοῦ ὁμοῦ | |
15 | μὲν τὴν Ἀρμενιακὴν ὁμοῦ δὲ καὶ τὴν πρὸς θάλασσαν Ἀμισὸν ἐξε‐ πόρθει τε καὶ κατεδουλαγώγει τῇ τοῦ κωλύοντος ἐρημίᾳ· ὅτε δὴ καὶ ταὐτὸν ἐκείνῳ τῷ ἄφρονι Ξέρξῃ λέγεται παθεῖν, καὶ κελεῦσαι ῥάβδοις τύπτειν τὴν θάλασσαν, ὅτι μὴ πορρωτέρω προκατεστό‐ ρεστο ἀλλ’ ἐγγὺς αὐτὸν λεηλατοῦντα καταλαμβανομένη κεκώλυκεν. | |
20 | ἐφ’ οἷς ἀσχάλλων ὁ Μιχαὴλ καὶ ἀδημονῶν ἐκέλευσε τὸν Πετρω‐ νᾶν, ἀδελφὸν τῆς βασιλίσσης τυγχάνοντα καὶ τῶν Θρᾳκησίων τὴν | |
στρατηγίδα διέποντα, παντὶ σθένει συμπαραλαβόντα τὰς τῶν Ῥω‐ | ||
180 | μαίων δυνάμεις χωρῆσαί ποι κατ’ αὐτοῦ καὶ μὴ παρορᾶν ἐπὶ πολὺ τὴν τῶν Ῥωμαίων καταληϊζόμενον γῆν. ὁ τοῦ Βάρδα τότε τῶν βασιλικῶν ταγμάτων τε καὶ σχολῶν ἦρχεν υἱός, παῖς ἔτι κο‐ μιδῇ περὶ δέκα ἢ ἐννέα ἔτη που ὤν· ὄνομα τούτῳ Ἀντίγονος. ὃ | |
5 | καὶ θαυμάζειν μοι ἔπεισιν, ὅπως ἀγχινοίας τε καὶ σοφίας, ὡς φασίν, ἀντιποιούμενος, ἑαυτῷ πάντα οἷον λαφύσσων καὶ προσα‐ γόμενος, οὐχ ἑτέρῳ τὴν τοιαύτην ἐνεχείρει ἀρχὴν ἐν καιρῷ δεινῷ τε καὶ δυσχερεῖ. πλὴν ἐδίδου τὸ ταύτης προσωπεῖον τέως τῷ ἀδελφῷ. ὁ δ’ ὡς τῶν βασιλικῶν ἤκουσε γραμμάτων πρὸς τὸν | |
10 | ἐχθρὸν αὐτὸν καθοπλιζόντων καὶ ἀνδραγαθεῖν παρακελευομένων, ἀλλοιωθείς τε καὶ περὶ τῶν πραγμάτων τὴν ὅπως ἕξουσι καλῶς βουλευόμενος ἐν τῷ κατὰ τὴν Ἔφεσον Ἁγίῳ ὄρει προσήδρευεν, εἴτ’ ἀπολεγόμενος εἴτε καὶ τῆς ἄνωθεν ἐπικουρίας δεόμενος. ἐκεῖσε γοῦν αὐτοῦ τὸ τέως ἐνδιαιτωμένου, φήμη τις ἄγγελος προτρέχουσα | |
15 | Ἰωάννην ἐκεῖνον μοναχόν τε καὶ περιβόητον, μακρὸν ὄντα τὸ εἶδος, ἀνυπόδετον τοὺς πόδας ἀεὶ καὶ κατὰ τὸ Λάτρος ἐνδιατρίβοντα, αὐτομολοῦντα διήγγειλεν. τοῦτον ἡσυχάζοντα καὶ τοῦ ἑαυτοῦ κελ‐ λίου μήποτε ἐξερχόμενον ὁ χρόνος ἐκεῖνος ἐθαύμαζεν. ὡς δ’ οὖν περὶ τοῦ ἀνδρὸς ὁ πατρίκιος διακήκοεν ὡς ὅτι που πλησίον ἐστὶν | |
20 | ὀνάριον ἐποχούμενος, ἀπήντα θέων τὸν μοναχὸν καὶ τοὺς πόδας αὐτοῦ κατελάμβανεν. ὁ δὲ μηδὲν μελλήσας “ἄπιθί” φησι “κατὰ τῶν Σαρακηνῶν τοῖς βασιλικοῖς πειθόμενος γράμμασιν, ἄπιθι· | |
θεὸν γὰρ ἕξεις ῥυόμενόν σε καὶ προπορευόμενον, εἰ μόνον τὸν | ||
181 | αὐτῷ ἠγαπημένον Ἰωάννην ἀντ’ ἄλλου τινὸς φυλακτηρίου ταῖς ἀσπίσι πάντων ἐγγεγραμμένον φέροις τρανῶς.” καὶ ἅμα προσε‐ τίθει ὡς οὐκ ἄλλου τινὸς ἕνεκεν ἢ τούτου τὴν ἐνταῦθα πορείαν πεποίημαι. τούτου ταῖς εὐχαῖς καθοπλισθεὶς κατά τινα τόπον | |
5 | οὕτω λεγόμενον Πόσοντα, φυσικήν τινα ἀσφάλειαν διὰ πετρῶν ἔχοντα καὶ κρημνῶν, τὸν Ἄμερ καταλαμβάνει πανστρατιᾷ. τούτῳ καὶ ποταμὸς παραρρεῖ ἀπὸ τὸ ἀρκτῷον πρὸς τὸ μεσημβρινὸν ἐλαυ‐ νόμενος, Λαλακάων ὀνομαζόμενος, καὶ λιβάδιον παράκειται Γῦριν ἀγροικικῇ φωνῇ καλούμενον. ἔγνω γοῦν ὁ Πετρωνᾶς ἐκεῖσε τοῦ‐ | |
10 | τον ἐναυλιζόμενον, καὶ πάντῃ ἔσπευδεν ἀδιεξόδευτόν τε καταστῆ‐ σαι καὶ ἄφυκτον. καὶ δὴ τοὺς μὲν τὸ ἀρκτῷον μέρος καθέξοντας στρατηγοὺς τῶν Ἀρμενιακῶν καὶ Βουκελλαρίων καὶ Κολωνείας καὶ Παφλαγονίας ἐπέστελλεν αὐθωρόν, τὸ δὲ μεσημβρινὸν τὸν Ἀνατολικῶν τὸν Ὀψικίου καὶ Καππαδοκίας στρατηγοὺς σὺν τοῖς | |
15 | Σελευκείας καὶ τοῦ Χαρσιανοῦ κλεισουράρχαις· αὐτὸς δὲ μετὰ τῶν βασιλικῶν τεσσάρων ταγμάτων καὶ τῶν Θρᾴκης καὶ Μακε‐ δονίας στρατηγῶν (καὶ γὰρ εἰρηνευόντων τῶν Βουλγάρων νόμος ἦν αὐτοῖς μετὰ τῶν Ἀνατολικῶν συγκινδυνεύειν καὶ συστρατεύειν) τὸ δυτικὸν μέρος κατείληφεν, ἔχων καὶ τὸ θέμα τῶν Θρᾳκησίων | |
20 | μεθ’ ἑαυτοῦ. ὡς γοῦν οὕτω πάντοθεν περιφρουρεῖσθαι καὶ ὡς θηρίον ἐναποκεκλεῖσθαι παρὰ Ῥωμαίων ὁ Ἄμερ ἀκήκοεν, ἔγνω δεῖν οἰωνίσασθαι, καί τινα τῶν αἰχμαλώτων μετακαλεσάμενος ἠρώτα τήν τε τοῦ τόπου προσηγορίαν καὶ τοῦ λιβαδίου τε καὶ τοῦ | |
ποταμοῦ. ὡς δ’ ὁ ἐρωτηθεὶς αἰχμάλωτος μικρὸν παραγραμμα‐ | ||
182 | τίζων Πτώσοντα ἔφησεν ἀντὶ Πόσοντα, τὴν ἑαυτοῦ σημαίνειν πτῶσιν ὁ Ἄμερ διεσάφησεν, λαοῦ τε κάκωσιν παραφράζων τὸν ποταμόν, καὶ γυρισθῆναι δεινῶς αὐτοὺς παρὰ τῶν Ῥωμαίων ἐκ τῆς τοῦ λιβαδίου συνεμπτώσεως, ὅπερ ἐκαλεῖτο Γῦριν. “ἀλλ’ | |
5 | ὅμως οὐκ ἀποκνητέον” φησίν, “ἀλλὰ διεγερτέον καὶ πρὸς τὸν αὔ‐ ριον γενησόμενον πόλεμον ἀνδριστέον.” καὶ ἅμα ὁπλίζεσθαι πάν‐ τας καὶ νεόσμηκτα δεικνύειν ὡς νεουργὰ τὰ ξίφη ἐκέλευσεν. ἐπεὶ δὲ ἡμέρα ἄρτι ἐξανατέλλουσα τὴν ὅπως περιγένηται τοὺς Ῥω‐ μαίους ἀνοχὴν ἐπέφερεν, δεῖν ἔκρινε πρὸς μὲν τὸ ἀρκτῷον φυλάτ‐ | |
10 | τοντας τὴν ἔξοδον αὐτῷ ἐκζητεῖν, ὡς δ’ ἥ τε τοῦ τόπου κακία καὶ τῶν ἐκεῖσε ταχθέντων στρατηγῶν εὐανδρία ἀπήντα τοῦτον καὶ διεκώλυεν, ἐπὶ τὸ μεσημβρινὸν ὁρμᾶσθαι ἐξεβιάζετο. ὡς δὲ κἀκεῖθεν τὴν ὁμοίαν εὕρισκεν τῶν ἐναντίων παράταξιν, ἔγνω δεῖν ὑπὸ τοῦ τόπου ἐφελκόμενος (καὶ γὰρ ἦν λεῖος καὶ εὐπρόσιτος) | |
15 | τῶν λοιπῶν κατ’ ἐκεῖνον μᾶλλον χωρεῖν, ᾗ καὶ τὸν Πετρωνᾶν ἑώρα κατασκηνούμενον καὶ φυλάττοντα. καὶ δὴ κρότῳ καὶ βοῇ κατὰ τῶν πολεμίων ἐφαλλόμενος οὐδ’ ὅλως εἴκοντας τοὺς Ῥω‐ μαίους ἐφεύρισκεν, ἀλλ’ ἰσχυροτέρους καὶ αὐτὸν ἀνδρικῶς ἀντι‐ κρούοντας καὶ μᾶλλον ἀνθισταμένους νεανικῶς· διὸ καὶ μικρὸν | |
20 | συσταλεὶς καὶ εἰς ἑαυτὸν αὖθις γενόμενος ἐπεβάρει πάλιν μετὰ δυνάμεως, ἐκπόρευσίν τινα καὶ κάθοδον ἑαυτῷ ποριζόμενος. | |
ἀλλὰ καὶ αὖθις τούτῳ οὐκ ἐνδόντες ἀλλ’ ὑπαντήσαντες καὶ ἀνα‐ | ||
183 | στρέψαντες τῷ συμπεφράχθαι, καὶ μέχρις τούτων τοῦτο ποιεῖν κατηνάγκασαν. ἐπεὶ δὲ πάντοθεν ἀναφανέντας καὶ ἄλλους ἄλλο‐ θεν ἐκπηδῶντας τοὺς τὰ ἀρκτῷα καὶ μεσημβρινὰ μέρη κατοικοῦν‐ τας καθεώρακε, τότ’ ἤδη τὴν σωτηρίαν ἀπογνοὺς καὶ τὰς φρένας | |
5 | ὥσπερ τινὶ κεραυνῷ βληθεὶς ἐχώρει κατὰ ξιφῶν, οὐδὲ προτέρων ἀμελῶν· ἔνθα καιρίαν πληγεὶς αὐτός τε πτῶμα γίνεται χαλεπόν, καὶ τῶν ἑαυτοῦ διασώζεται οὐδεὶς οὐδαμοῦ. ὡς δὲ τὸν τούτου υἱὸν μετά τινος φάλαγγος ἀποδρᾶναί που διήκουον, καὶ τοῦτον ὁ τοῦ Χαρσιανοῦ κλεισουράρχης καταλαβὼν οὐκ ἄποθεν χειροῦταί τε | |
10 | μετὰ τοῦ στρατεύματος καὶ τῷ στρατηγῷ φέρων δίδωσι Πετρωνᾷ. οὕτως οὕτως μὲν οὖν ὁ Πετρωνᾶς τὰ κατὰ τοῦ Ἄμερ στήσας τρόπαια διὰ πολλῆς εἶχεν ἔκτοτε τὸν μοναχὸν αἰδοῦς καὶ τιμῆς, προφήτην ἄλ‐ λον ἀποκαλῶν. καὶ δὴ καὶ τὰ τῆς ψυχῆς τούτῳ ἀναθεὶς πρὸς τὴν βασιλεύουσαν εἰσελαύνει τοῦτον ἐπιφερόμενος, πρὸς τὸν βα‐ | |
15 | σιλέα καὶ τὸν Βάρδαν τὴν τοῦ ἀνδρὸς θειάζων καλῶς ἀρετήν. καὶ [ἀλλ’] ὁ μὲν Πετρωνᾶς τὸ τοῦ δομεστίκου οὐκέτι προσωπεῖον καθυπεκρίνετο, ἀλλ’ αὐτὴν ἐλάμβανεν ἐκ βασιλέως τιμήν· καὶ ὁ μοναχὸς τὴν πρὸς θεὸν ἐκδημίαν παρ’ αὐτοῦ διδαχθεὶς τὸν Πε‐ τρωνᾶν ἀνεδίδασκεν ὡς διὰ ταχέων μέλλων ἀποδημεῖν. “καὶ ποῖ | |
20 | με δὴ” ὁ Πετρωνᾶς “ἀπαίρων τὸ σὸν ἀρνίον, ὁ ποιμήν μου καὶ ἐραστά, βούλει καταλιπεῖν;” μετὰ κλαυθμοῦ ἐπυνθάνετο. “ἆρα τούτῳ τῷ βίῳ; ἀλλὰ δέδοικα μὴ πρὸς τὸν πρότερον ὄλισθον αὖ‐ | |
θις παραρρυῶ καὶ γένωνταί μοι τὰ ἔσχατα τῶν προτέρων οὐ κρείτ‐ | ||
184 | τονα.” “καὶ βούλει” φησὶν ὁ μοναχός “ἐμοὶ συνεπακολουθῆ‐ σαι;” καὶ οὗτος “ναί, πάτερ” ἔφη, “μεθ’ ἡδονῆς.” καὶ δὴ νόσῳ καὶ οὗτος βληθεὶς ἅμα τῇ οἴκαδε ὑποστροφῇ ἐδήλου τὰ συμ‐ πίπτοντα τῷ ἀββᾷ, καὶ ἀντεδηλοῦτο φάναι ὡς μετ’ ἐμοῦ γενήσῃ | |
5 | μετὰ μικρόν, ὡς ᾐτήσω. καὶ δή τινων ἡμερῶν παρελθουσῶν ὁ μοναχός τε μετεκαλεῖτο πρὸς τὸν θεὸν καὶ οὗτος αὐθωρὸν ὡς ἐκ συνθήματος ἐπηκολούθει λαμπρῶς· καὶ τοσοῦτον ἦν κατὰ τὸν αὐτὸν καιρὸν ἀμφοτέρων ἡ ἐκεῖθεν ἀποδημία ὡς ἅτερος ἑτέρου, καίτοι γε μικροῦ τοῦ διαστήματος ὄντος, μὴ ἀκοῦσαι τὸν θάνα‐ | |
10 | τον. τοιούτῳ μὲν δὴ τέλει τοῦ βίου ὁ Πετρωνᾶς χρησάμενος λέ‐ γεται, ἐτελεύτα δὲ καὶ πρὸ τούτου ὁ Μανουὴλ νόσῳ δή τινι κρα‐ τηθείς. 26 Μετέβαινε δὲ καὶ ὁ Βάρδας καὶ τὰς ἐκ βασιλέως ἤμειβε συνεχῶς τιμάς, ὥσπερ τις νέος γαῦρός τε καὶ φιλότιμος | |
15 | τὰς ποικίλας τῶν πρὸς τέρψιν στολάς. μετέβαινε γοῦν καὶ πρὸς τὴν Καίσαρος ἀνῄει δόξαν τε καὶ τιμήν, τοῦ Μιχαὴλ οὐ πρὸς ἕτε‐ ρόν τι τῶν πολιτικῶν τοσοῦτον ἐπτοημένου ἢ θέατρα καὶ ἵππων ἁμιλλητήρια. καὶ τὸ δὴ χαλεπόν, οὐκ ἠγάπα μόνον θεατὴς εἶναι, εἴγε καὶ τοσοῦτον ἐσχόλαζεν, ἀλλὰ καὶ αὐτὸς ἡνιοχεῖν ὁ τῆς τῶν | |
20 | Ῥωμαίων βασιλείας, θέαμα τυγχάνων καὶ παίγνιον πᾶσι δὴ καὶ κατάγελως. οὕτως ὁ Βάρδας τοῦ ἀδελφιδοῦ ἐπετρόπευεν, καὶ οὐδὲ ζῆν, ὡς ἔοικεν, ἠθέλησεν, εἰ μὴ τοῦτον μεταπείσει τὸ ἀν‐ | |
δράποδον. πλὴν διῴκει τέως αὐτὸς τὰ πολιτικά, καὶ τῆς βασι‐ | ||
185 | λείας κατεστοχάζετο ὡς αὐτὴν εὐκαίρως περιληψόμενος. ἀλλὰ ταῦτα μὲν εἰς τὸ μέλλον ἐταμιεύετο· τότε δὲ τῆς ἔξω σοφίας ἐπι‐ μεληθεὶς (καὶ γὰρ ἦν τῷ τοσούτῳ χρόνῳ παραρρυεῖσα καὶ πρὸς τὸ μηδὲν ὅλως κεχωρηκυῖα τῇ τῶν κρατησάντων ἀγροικίᾳ καὶ | |
5 | ἀμαθίᾳ) καὶ διατριβὰς τῶν μαθηματικῶν κατὰ Μαγναύραν ποιήσας αὖθις ἀκμάζειν καὶ ἀνηβᾶν ταύτην ἐσπούδαζέ τε καὶ πε‐ φιλοτίμητο. καὶ τοῦτο τῶν ἔργων αὐτοῦ κάλλιστόν τε καὶ περι‐ βόητον ὂν οὐκ ἴσχυσέ πως τὰς ἐνούσας ἄλλως κῆρας αὐτῷ ἀπονί‐ ψασθαι. ἦρχε δὲ καὶ τῆς τοιαύτης σχολῆς τὴν μὲν φιλοσοφίαν | |
10 | ἐξηγούμενος Λέων ἐκεῖνος ὁ μέγας τε καὶ φιλόσοφος, ὃς κατὰ συγγένειαν μὲν τοῦ ἐξαδέλφου τῷ πατριάρχῃ Ἰαννῇ ᾠκείωτο, τὸν θρόνον δὲ τῆς Θεσσαλονίκης κατέχων, ἐπειδὴ νῦν ἐκ καθαιρέσεως ἐσχόλαζεν, εἰς ταύτην προεβιβάζετο τὴν σχολήν, τὴν ἀμαθίαν πόρρω ποι ἀπελαύνων καὶ ἀποτρεπόμενος. | |
15 | 27 Ἄξιον δὲ μηδ’ ὅπως εἰς γνῶσιν ἦλθεν ὁ τηλικοῦτος ἀνὴρ τῷ τότε κρατοῦντι παραδραμεῖν. Θεόφιλος δὲ ἦν, ὁ τοῦ Μιχαὴλ σπορεὺς καὶ πατήρ. οὗτος οὖν ἐπεὶ τὴν τῶν μαθημά‐ των εἰς ἄκρον ἐπιστήμην ἐξήσκησεν, τοσοῦτον χωρήσας διὰ πα‐ σῶν, τῆς φιλοσοφίας καὶ τῶν αὐτῆς ἀδελφῶν, ἀριθμητικῆς τέ | |
20 | φημι καὶ γεωμετρίας καὶ ἀστρονομίας, ἀλλὰ καὶ τῆς πολυθρυλή‐ του μουσικῆς, καὶ εἰς ἄκρον αὐτῶν ἐλάσας ὡς οὐδεμιᾶς ἕτερος σπουδῇ τε πολλῇ καὶ βίῳ ἀπράγμονι καὶ μεγέθει φύσεως, εὐτελεῖ | |
τινὶ καταλύματι χρώμενος καὶ καταγωγίῳ τοὺς εἰς αὐτὸν φοιτῶν‐ | ||
186 | τας ἐπαίδευεν, ἐκδιδάσκων ἥντινα ἐπιστήμην καὶ βούλοιντο. ὡς δ’ ἤδη χρόνος παρίππασεν καὶ τῶν μαθητῶν οὐκ ὀλίγοι κατὰ τὰς ἐπιστήμας προέκοπτον, συνέβη τινὰ νεανίαν τῶν ἑαυτοῦ φοιτητῶν, τῆς γεωμετρικῆς ἐπιστήμης ἄρτι τὸ πέρας κατειληφότα, ὑπογρα‐ | |
5 | φέα γενέσθαι τινὸς στρατηγίδα τάξιν διέποντος, καὶ προκοπῆς ἕνεκεν τοῦ βίου ἀγαπῆσαι τούτῳ ἀκολουθεῖν. ὡς δὲ κατὰ τὸν πόλεμον ἅμα τούτῳ ἐγένετο, ὑπὸ τῶν Ἀγαρηνῶν, οὐκ οἶδ’ ὅπως, ζωγρεῖται καὶ τῶν ἐπιφανῶν τινὶ εἰς δουλείαν διὰ τὸ νέον τῆς ἡλικίας δίδοται. Μαμοῦν ἐκεῖνος οὕτω καλούμενος τηνικαῦτα | |
10 | μὲν τῶν Ἰσμαηλιτῶν ἐτέλει ἀμεραμνουνῆς, ἄλλοις τε μαθήμασι σχολάζων Ἑλληνικοῖς καὶ δὴ καὶ γεωμετρίας ὡς ἐπὶ τὸ πλεῖστον οὐκ ἀμελῶν. λόγου δέ ποτε παρὰ τοῦ τὸν νεανίαν ἔχοντος δε‐ σπότου κινηθέντος περὶ τῆς σπουδῆς ἀμεραμνουνῆ καὶ τῆς τῶν μαθημάτων ἐπιμελείας, ὡς δὴ καὶ περὶ τῆς γεωμετρίας ἔλεγεν, | |
15 | ἀκοῦσαι τούτου εἶπεν ὁ νεανίας ἐπιθυμεῖν καὶ τῶν αὐτοῦ διδασκά‐ λων, ὡς καὶ αὐτοῦ τινὰ ἔχοντος ἐπιστήμην γεωμετρικήν. ὡς οὖν ἀνέμαθεν ὁ ἀμεραμνουνῆς, μετὰ περιχαρείας εἰσκαλεῖται πολλῆς, καὶ τὸν αἰχμάλωτον ἐπυνθάνετο εἰ γνῶσιν τῆς τοιαύτης κέκτηται ἐπιστήμης. καὶ ἐπεὶ τὴν συγκατάθεσιν ἐποιήσατο, ἔτι | |
20 | μὲν ἀπιστίαν πρὸς τοὺς ἐκείνου λόγους ὁ βάρβαρος κεκτημένος οὐκ ἔλεγεν ἑτέρους εἶναι ὑπὸ τὸν οὐρανὸν τῶν ἐκείνου διδασκάλων | |
ἐκτός. ὡς δ’ ὁ νεανίας ἔλεγεν τούτων διακοῦσαι ἐπιθυμεῖν καὶ | ||
187 | τῆς αὐτῶν διδασκαλίας, εὐθὺς οὗτοι παραστάντες ἀπήρχοντο ταύτης, καὶ διεχάραττον τὰ τρίγωνά τε καὶ τετράγωνα σχήματα, καὶ τοὺς Εὐκλείδου κανόνας προσέφερον, καὶ τὸ μὲν ὅτι ἐδίδασκον ἀνδρικῶς καὶ ἐπιστημονικῶς, τοῦτο λέγοντες τοιαύτην ἔχοι τὴν | |
5 | κλῆσιν καὶ τοιαύτην τὸ ἕτερον, αἰτίαν δὲ καὶ λόγον, καὶ διότι οὕτως τε ἔστιν καὶ κλῆσιν ἔχοι, κατάλληλον ἀπεδίδοσαν οὐδαμῶς, ἀμάθειαν καὶ ἄγνοιαν, ἀλλ’ οὐ στενότητα γλώττης πως ἔχοντες. ὡς οὖν τούτους γαυρουμένους ἑώρα καὶ μέγα φρονοῦντας ἐπὶ τῇ τῶν σχημάτων ὁ νεανίας καταγραφῇ, “τί” φησίν “ὦ οὗτοι, ἐπὶ | |
10 | παντὸς λόγου καὶ πράγματος τῆς αἰτίας τὸ κράτος ἐχούσης καὶ τοῦ διότι, ὑμεῖς τὴν ὕπαρξιν μόνον λέγοντες τοὺς τούτων παρα‐ τρέχετε λόγους ὡς οὐκ ἀναγκαίους; καὶ εἰς ταὐτὸν τὸν διδασκό‐ μενον ἄγετε ὅπου καὶ τὸν μηδὲν παιδευόμενον μηδέ τι περὶ τού‐ των διαγινώσκοντα;” τῶν δὲ διαπορησάντων καὶ τὰς αἰτίας τού‐ | |
15 | των διευκρινεῖν καὶ διδάσκειν παρακελευομένων, ἐπεὶ διερμη‐ νεύοντα καὶ σαφῶς λέγοντα ταύτας διήκουον, ὡς τοῦτο μὲν διὰ τόδε καὶ τοῦτο διὰ τόδε τὴν εἰρημένην ἔχει κλῆσίν τε καὶ γραφήν, καὶ ἅμα αὐτῶν ὁ νοῦς διηνοίγετο καὶ τῶν λεγομένων συνίεσαν, θάμβει λοιπὸν συσχεθέντες ἠρώτων ὁπόσους τὸ Βυζάντιον τοιού‐ | |
20 | τους τρέφει ἄνδρας ἐπιστήμονας. ὡς δὲ πολλοὺς οὗτος ἔλεγεν καὶ ἑαυτὸν τῷ τῶν μαθητιώντων χορῷ ἀλλ’ οὐ τῶν διδασκόντων κατέλεγεν, περὶ τοῦ διδασκάλου τοῦτον αὖθις ἐπανηρώτων, οὐ | |
ζῶσιν ἔτι ἠρίθμηται καὶ ὑπεράνω πέφυκε γῆς. ὁ δὲ “ἔστι τε” | ||
188 | ἔφησεν “ὑπὲρ γῆς,” καὶ τὴν αὐτοῦ ἀρετὴν ἐξεθείασεν, ἀκτήμονα βίον διάγειν λέγων αὐτὸν καὶ τοῖς πολλοῖς ἄγνωστον, ἐπὶ σοφίᾳ διαλάμποντα. γράμματα γοῦν εὐθὺς ὁ Μαμοῦν πρὸς ἐκεῖνον δια‐ χαράττει, τόνδε τὸν νοῦν περιέχοντα, “ὡς ἐκ τοῦ καρποῦ τὸ δέν‐ | |
5 | δρον ἐπέγνωμεν, ἐκ τοῦ μαθητοῦ τὸν διδάσκαλον. ἐπεὶ γοῦν τόσος ὢν περὶ τὴν ἐπιστήμην τῶν ὄντων δι’ ἀρετὴν καὶ γνώσεως βάθος ἄγνωστος εἶ τοῖς σοῖς συμπολίταις καὶ τῆς σοφίας καὶ γνώσεως οὔπω τοὺς καρποὺς ἀπείληφας, ὅτι μηδὲ τιμῆς ἠξίωσαι παρ’ αὐ‐ τῶν, μὴ ἀπαξιώσῃς ἐλθεῖν πρὸς ἡμᾶς καὶ τῆς σῆς διδασκαλίας | |
10 | μεταδοῦναι ἡμῖν. εἰ γὰρ οὕτω τοῦτο γένηται, τοὺς αὐχένας σοι κλινεῖ γένος ἅπαν τὸ τῶν Σαρακηνῶν, καὶ πλούτου καὶ δωρεῶν ἀξιωθήσῃ, ὧν οὐδεὶς πώποτε ἀνθρώπων ἠξίωται.” ἐπιδοὺς οὖν τὰ γράμματα τῷ νεανίᾳ, καὶ δώροις αὐτὸν φιλοφρονησάμενος, τὸν διδάσκαλον καταλαμβάνειν ἐκέλευσεν, καὶ τιμὰς εὐθὺς ὑπ‐ | |
15 | ισχνεῖτο καὶ δωρεὰς καὶ αὖθις, εἰ βούλοιτο, τὴν εἰς οἶκον ἐπάνο‐ δον, μόνον εἰ τοῦτον πείσειε τὴν τῶν Ῥωμαίων καταλιπεῖν γῆν. ὡς τὴν βασιλεύουσαν ἔφθασε καὶ τοῦ διδασκάλου πρὸς πρόσωπον ἕστηκεν, ἡ τούτου θέα ἀναφλέξασά τε καὶ οἷον θερμαίνουσα ὀλο‐ φύρεσθαι κατηνάγκαζε, καὶ δάκρυσιν οὐ παρειὰς μόνον ἀλλὰ καὶ | |
20 | τράχηλον καὶ στέρνα διάβροχα ἐμποιεῖν. καὶ τὸ πρῶτον ἀφασία τῶν δρωμένων τὸν διδάσκαλον κατελάμβανεν, τίς τε εἴη οὐκ εἰδώς, | |
καὶ ὅτου ταῦτα ἕνεκεν διαπράττοιτο· ἥ τε γὰρ τούτου μορφὴ ἀλ‐ | ||
189 | λοιωθεῖσα τῷ χρόνῳ καὶ τῇ τῆς αἰχμαλωσίας κακουχίᾳ ἀλλοῖον τὸν νεανίαν ἀλλ’ οὐκ ἐκεῖνον εἶναι τὸν γνωριζόμενον ἀνεδίδασκεν. ὡς δὲ τὴν τούτου γνῶσιν κατὰ μικρὸν ἐδίδου, ὄνομα καὶ μαθή‐ ματα ἐπειπών, καὶ προσετίθει τὰ τῆς αἰχμαλωσίας καὶ τὴν αἰτίαν | |
5 | τῆς ἀπολυτρώσεώς τε καὶ ἀφίξεως, καὶ ἅμα εἰς χεῖρας ἐδίδου δὴ τὴν γραφήν, τότε δὴ κοινῇ τὴν τραγῳδίαν ἐπλήρουν καὶ θρηνῳ‐ δίαν. πλὴν οὐκ ἀκίνδυνον εἶναι λογισάμενος τὴν ἐκ τῶν ἐχθρῶν γραφήν, εἴ γέ ποτε κατάφωρος γένοιτο, τῷ λογοθέτῃ πρόσεισι (Θεόκτιστος οὗτος ἦν ὁ παρανάλωμα τῷ Βάρδᾳ γενόμενος) καὶ | |
10 | διηγεῖτο τὰ τοῦ αἰχμαλώτου πάντα καὶ μαθητοῦ, καὶ ἅμα δίδω‐ σιν τὴν τοῦ ἀμεραμνουνῆ γραφήν. αὕτη ἡ αἰτία τῆς τοῦδε τοῦ ἀνδρὸς πρὸς τὸν βασιλέα γνώσεώς τε καὶ οἰκείωσις. οὗτος ὁ μα‐ θητὴς καὶ τοῦτο τὸ γράμμα τήν τε τοῦ Λέοντος σοφίαν ἐν ὑπαί‐ θρῳ γενέσθαι ἐν γωνίᾳ τέως οὖσαν ἐποίησεν καὶ τῆς εὐτελείας ἐκεί‐ | |
15 | νης καὶ πενίας ἔξω παρήγαγεν. τό τε γὰρ γράμμα ἐμφανίζει τῷ Θεοφίλῳ ὁ λογοθέτης, καὶ προσκαλεῖται τοῦτον αὐτός, καὶ πλου‐ τίζεται καὶ ἐν τῷ τῶν ἁγίων μ’ ναῷ διδάσκειν δημοσίᾳ παρὰ τοῦ βασιλέως ἐπείγεται. οὐ πολὺς γοῦν χρόνος, καὶ ἐπεὶ διέγνω ὁ Μαμοῦν μὴ βούλεσθαι τὸν φιλόσοφον τῆς οἰκείας τὴν ἀλλοτρίαν | |
20 | ἀλλάξασθαι, διὰ γραφῆς ἐκτίθησιν ἀπορίας γεωμετρικῶν τε καὶ ἀστρολογικῶν ζητημάτων καί τινων ἑτέρων δυσδιαγνώστων κεφα‐ λαίων, καὶ τὴν λύσιν τούτων κομίσασθαι ἀξιοῖ. ὡς δ’ οὖν ἕκα‐ στον προσηκόντως ἡρμήνευσεν ὁ Λέων καὶ τὰς τούτων λύσεις ἐξέ‐ | |
θετο, προσεφήρμοσέ τε τούτοις καί τινα προγνώσεως ἐκπλήξεως | ||
190 | ἕνεκα, τότε δὴ μεγάλως ἐπὶ χεῖρας λαβόντα αὐτὰ τὸν ἀμεραμνουνῆ τρωθῆναι δὴ τῷ τούτου πόθῳ, καὶ μέγα ἀνακραγεῖν, τὸν ἄνδρα τῆς φιλοσοφίας καὶ τῶν μαθημάτων ὑπεραγάμενος. ὅθεν εὐθὺς οὐ πρὸς ἐκεῖνον πρὸς δὲ τὸν Θεόφιλον ἐπιστολὴν πέμπει, τὸν νοῦν | |
5 | τοῦτον ἐμπεριέχουσαν, ὡς ἐβουλόμην μὲν αὐτὸς ἀφικέσθαι σοι, ἔργον φίλου τε καὶ μαθητοῦ ἐκπληρῶν· ἐπεὶ δὲ ἥ τε προσανα‐ κειμένη μοι ἀρχὴ ἐκ θεοῦ καὶ ὁ πολὺς ὑπὸ τὴν χεῖρά μου τελῶν καὶ ἐξουσίαν λαὸς τοῦτο οὐ συγχωρεῖ, ἀξιῶ τὸν ὃν ἔχεις ἐπὶ φιλο‐ σοφίᾳ καὶ ταῖς ἄλλαις ἐπιστήμαις περιβόητον ἄνδρα βραχύν τινα | |
10 | χρόνον ἐπαποστεῖλαι, καὶ συγγενέσθαι μοι τοῦτον πεῖσαι, τρόπῳ διδασκαλίας τῆς αὐτοῦ ἐπιστήμης μεταδιδόντα καὶ ἀρετῆς τῷ οὕ‐ τως ἔχοντι ἐμοὶ πρὸς ἐκείνας ἐρωτικῶς. πάντως δὲ οὐκ ἀναβολή τις γενήσεται ὅτι τε τῶν οὐχ ὁμογλώσσων ἐγὼ καὶ ὅτι τῆς πίστεως ἀλλότριος· ἀλλ’ ὅτι μᾶλλον τοιοῦτος ὁ ἀξιῶν, πέρας ἡ αἴτησις | |
15 | λήψεται παρὰ φίλοις ἐπιεικέσι τε καὶ χρηστοῖς. χάρις δέ σοι κα‐ ταβληθήσεται ὑπὲρ τούτου χρυσίου μὲν εἴκοσι κεντηνάρια, εἰρήνη δὲ καὶ σπονδαὶ ἀΐδιοί τε καὶ ἀτελεύτητοι. τοσούτοις μὲν ἐκεῖνος τὴν αὐτοῦ ἐξωνεῖτο παρουσίαν καὶ ἄφιξιν· ἀλλ’ ὁ Θεόφιλος ἀντα‐ ποκρίνας καὶ ἄλογον τὸ οἰκεῖον δοῦναι ἑτέροις καλὸν καὶ τὴν τῶν | |
20 | ὄντων γνῶσιν ἔκδοτον ποιῆσαι τοῖς ἔθνεσι, δι’ ἧς τὸ τῶν Ῥω‐ μαίων γένος θαυμάζεταί τε καὶ τιμᾶται παρὰ πᾶσιν, ἐκείνῳ μὲν | |
οὐκ ἐπένευσε, τοῦτον δὲ διὰ τιμῆς πλείονος σχὼν τὸν Ἰωάννην τοῦ | ||
191 | πατριαρχικοῦ τότε θρόνου ἀντιποιούμενον κατὰ τὴν Θεσσαλονι‐ κέων μητρόπολιν, καὶ ὡς πλήρη σοφίας ὄντα καὶ ὡς οἰκειούμενον τούτῳ κατὰ συγγένειαν, χειροτονεῖν ἐγκελεύεται. (28) ὃς ἐπεὶ μετὰ τὴν χειροτονίαν κατὰ τὴν Θεσσαλονίκην ἐγένετο, εἶχε μὲν | |
5 | ἅπαντας τὴν αὐτοῦ εὐλαβουμένους τε καὶ τιμῶντας ἀρετήν, εἶχε δὲ μᾶλλον τιμῶντας τοῦτον λαμπρότερον ἔκ τινος αἰτίας ἣν ὁ λόγος δηλοῖ. περὶ τὰς τῶν καρπῶν γονὰς στεῖρά πως τοσοῦτον ὡρᾶτο ἡ γῆ καὶ ἄτεκνος κατ’ ἐκεῖνο καιροῦ ὡς καὶ θάνατον κατεπείγε‐ σθαι. οὓς ἰδὼν τῷ τῆς συμπαθείας οἴκτῳ βληθεὶς μήτ’ ἀθυμεῖν | |
10 | παρῄνει μήτε μὴν συμφοραῖς ἐπαπόλλυσθαι, εἴγε δὴ βούλοιντο τῆς τοῦ θεοῦ ἐπικουρίας καὶ αὐτοῦ γε τυχεῖν. περί τινα γοῦν καιρόν, ὃν ἐκ τῆς ἀστρολογικῆς ἐδιδάσκετο ἀστέρων τινῶν ἐπιτο‐ λαῖς τε καὶ φάσεσιν ἀπόρροιάν τινα καὶ συμπάθειαν τοῖς περιγείοις προσγίνεσθαι, τὰ σπέρματα τῇ γῇ κατεβάλλετο καὶ ὑπὸ κόλπους | |
15 | ταύτης ἐδίδου, ὧν τοσαύτην γενέσθαι συνέβη εὐφορίαν τε καὶ εὐ‐ καρπίαν, ἐπεὶ τὸ ἔαρ ἀνέτελλεν καὶ ὁ τοῦ θέρους ἐφεστήκει και‐ ρός, ὡς πολλοὺς ἐπαρκέσαι χρόνους αὐτοῖς καὶ εἰς τὸ ἑξῆς, πάν‐ τως οὕτω τοῦ θεοῦ τὸν ἄμητον πολύχουν ἐνεγκαμένου ταῖς τῶν ἀναγκαζομένων λιτανείαις ἐπιδόντος καὶ ἱκετείαις, ἀλλ’ οὐ τῇ | |
20 | ἐκείνου περὶ τὰ τοιαῦτα ματαιοπονίᾳ. τοῦτο γοῦν τὴν ἐπὶ πλέον τῶν Θεσσαλονικέων ηὔξησε πρὸς τὸν ἄνδρα στοργὴν καὶ τὸ φίλ‐ | |
τρον αὐτῶν διήγειρεν, ὡς εἰκός. (29) θαυμαζόντων δὲ πολλῶν | ||
192 | περὶ τῆς αὐτοῦ σοφίας, καὶ ὅπως εἰς ἄκρον ἔφθασε πασῶν τῶν ἐπιστημῶν, λέγεται πρός τινα τῶν ἑαυτοῦ συνήθων φάναι “ὡς τὴν μὲν γραμματικὴν καὶ ποιητικὴν κατὰ τὴν Κωνσταντινούπολιν διατρίβων κατώρθωσεν, ῥητορικὴν δὲ καὶ φιλοσοφίαν καὶ ἀριθμῶν | |
5 | ἀναλήψεις κατὰ τὴν νῆσον Ἄνδρον γενόμενος· ἐκεῖσε γάρ τινι σοφῷ ἀνδρὶ ἐντυχὼν καὶ τὰς ἀρχὰς μόνον καί τινας λόγους παρ’ αὐτοῦ λαβών, ἐπεὶ μὴ ὅσον ἐβούλετο εὕρισκεν, τῇ χέρσῳ ταύτης περινοστῶν καὶ μοναστήρια καταλαμβάνων καὶ τὰς ἀποκειμένας βίβλους ἀνερευνῶν τε καὶ ποριζόμενος, καὶ πρὸς τὰς κορυφὰς | |
10 | τῶν ὀρέων σπουδαιότερον ταύτας ἐμμελετῶν, πρὸς τὸ τῆς γνώ‐ σεως οὕτως ὕψος ἀνεβιβάζετο, ὅτε δὴ καὶ κόρον σχὼν τῶν μαθη‐ μάτων πρὸς τὴν βασιλεύουσαν αὖθις ὑπέστρεψεν, τὰ σπέρματα τῶν ἐπιστημῶν ταῖς τῶν βουλομένων διανοίαις καταβαλλόμενος.” ἀλλὰ ταῦτα μὲν πρότερον· καὶ νῦν δὲ ἐπεὶ μετὰ τρεῖς χρόνους | |
15 | (τοσοῦτος δὲ ὁ τῆς τοῦ θρόνου ἀντιλήψεως χρόνος) ἐκ τῆς καθαι‐ ρέσεως αὖθις ἐσχόλαζεν, τῆς κατὰ τὴν Μαγναύραν μὲν οὗτος ἦρχε φιλοσόφου σχολῆς, ὁ δὲ δὴ τούτου φοιτητὴς Θεόδωρος τοῦ τῆς γεωμετρίας διαιτητηρίου προΐστατο, καὶ Θεοδήγιος τοῦ τῆς ἀστρονομίας, καὶ Κομητᾶς τῆς τὰς φωνὰς ἐξελληνιζούσης γραμ‐ | |
20 | ματικῆς· οἷς ὁ Βάρδας καὶ δαψιλῶς ἐπαρκῶν καὶ ἐκ φιλομαθίας πολλάκις ἐπιφοιτῶν καὶ τῶν διδασκομένων τὰς φύσεις ἐπιρρωννύς, ἐντὸς τοῦ καθήκοντος χρόνου ὥσπερ πτερὰ τοῖς λόγοις διδοὺς πτε‐ | |
ροφυεῖν ἐποίει καὶ προβαίνειν εἰς τοὔμπροσθεν. | ||
193 | 30 Καὶ τοῖς τοῦ ἱπποδρόμου δὲ συνεχῶς ὁ Βάρδας ἑαυ‐ τὸν ἐδίδου κριτηρίοις, καὶ ἐραστὴς νομίζεσθαι ταύτης τῆς γνώμης φιλοτιμούμενος. ἔτυχε δ’ ἂν παρὰ πολλοῖς, τοῦ χρόνου τὰ γε‐ γονότα καλύψαντος· ἀλλὰ πάλιν τὰ τῆς ἐκκλησίας κυκήσας τε καὶ | |
5 | ἀναταράξας, καὶ ἀντὶ γαλήνης φιλονεικίας αὐτῇ καὶ κακώσεων [καὶ] ὀλεθρίων αἴτιος γεγονώς, εἰκότως οὐ τὴν κρείττω δόξαν ἀλλὰ τὴν ἐναντίαν ἠνέγκατο. ἄρτι γὰρ τὸν βίον Μεθοδίου μετηλλαχό‐ τος, τέσσαρας μόνους χρόνους τὸν τῆς Κωνσταντινουπόλεως θρό‐ νον κεκρατηκότος, Ἰγνάτιον μοναχὸν ὄντα καὶ τῆς μονῆς ἡγούμε‐ | |
10 | νον τοῦ Σατύρου, τὸν Νικηφόρου μὲν τοῦ βασιλέως ἔκγονον, υἱὸν δὲ Μιχαήλ, τὸν ἐπ’ εὐλαβείᾳ καὶ ἀρετῇ παντοίᾳ μαρτυρηθέντα πρὸς τὸν τῆς πατριαρχίας θρόνον ἀναβιβάζουσι καὶ τῆς οἰκουμέ‐ νης τοὺς οἴακας ἐμπιστεύουσιν. οὗτος οὖν μετά τινας χρόνους τὸν Βάρδαν ἐπὶ τῇ τοῦ οἰκείου γυναίου ἀλόγως καὶ ἀναιτίως ἀπο‐ | |
15 | βολῇ τῆς αὐτοῦ δὲ νύμφης περιπλοκῇ τῆς ἐκκλησίας ἀπείργων, ἐπεὶ μὴ τῶν θείων κανόνων ἠμέλει, τὴν ἣν ἐκείνῳ ἐδίδου ποινὴν τῆς ἐκκλησίας ἀποπεμπόμενος, ταύτην εἰσπράττεται παρ’ αὐτοῦ. καὶ ἵνα τὸν λιμὸν καὶ τὴν δίψαν παρῶ καὶ τὰς ἐπὶ γῆς τοῦ ἀνδρὸς ἐκτάσεις τε καὶ ῥαβδισμοὺς καὶ τὰς καθ’ ὅλον τὸ σῶμα ὠμοτάτας | |
20 | πληγάς, ἓν τοῦτο μόνον ἐγὼ εἰπὼν ἐπὶ τὰ συνεχῆ βαδιοῦμαι τῆς ἱστορίας. (31) παρεδίδου τὸν Ἰγνάτιον ὁ Βάρδας φρουρᾷ, καὶ φρουρᾷ ἀπηνεῖ τε καὶ χαλεπῇ· ἡ δὲ ἦν ἐν τῷ τῶν ἱερῶν ἀποστό‐ | |
λων τεμένει, οὐκ ἐν τῷ δὴ μεγάλῳ τε καὶ σεμνῷ, ἀλλ’ ἔνθα οἱ | ||
194 | τάφοι καὶ λέγονται καὶ εἰσίν. ἐκεῖσε δὴ ἐναποκλείσαντες ἔν τινι τοῦτον τάφῳ τοῦ Κοπρωνύμου, ἐν κρυμῷ καὶ παγετῷ γυμνότερον ὑπέρου, τὸ τῆς παροιμίας, ἐν μετεώρῳ ἐπικαθίσαντες τὰ τοῦ κρυ‐ μοῦ καὶ χειμῶνος πάσχειν ἐξεβιάζοντο· τὰ δὲ ἦν ἡ δυσεντερία τε | |
5 | καὶ τῶν ἐντὸς ἀναγκαίων ἐκ τῆς τοῦ ψύχους ὑπερβολῆς διὰ γα‐ στρὸς ἀπόρροια καὶ θάνατος ἐκ τούτου πικρός. ἀπεβίω δ’ ἂν ἐκ τῆς τῶν φρουρούντων δεινότητος καὶ ὠμότητος (ἦσαν δὲ οὗτοι ὅ τε Γοργονίτης Ἰωάννης καὶ ὁ Σκουτελόπτης Νικόλαος καὶ Θεόδωρος ὁ Μωρός), εἰ μή τις οἴκτῳ βαλλόμενος (Κωνσταντῖνος ἦν ὁ Ἀρ‐ | |
10 | μενιακός) τῇ τούτων ἀπουσίᾳ ἐν τῷ μέλλειν σιτίζεσθαι ἐκεῖθέν τε τὸν ἄνθρωπον κατεβίβαζεν, καὶ οἴνῳ βραχεῖ, ἔτι δὲ καὶ ἄρτῳ καὶ μικρᾷ τινὶ περιθάλψει τὸ λυποῦν ἐπ’ ὀλίγον παρεμυθεῖτο. ὡς δὲ τὸ τῆς τιμωρίας ἀρκούντως ἐδόκει αὐτῷ, τότε δὴ ὑπερόριον μὲν τὸν ἄνδρα τοῦτον κατὰ τὴν νῆσον Μιτυλήνην ποιεῖ· ἐπεὶ δὲ καί | |
15 | τινες τῶν ἐπισκόπων ἀντέλεγον καὶ τὴν δίκην πόρρω που δὴ οὖσαν καὶ ἀποφοιτήσασαν ἐπεκαλοῦντο καὶ οὐκ εἴ τι γένηται ἄλλον δέξα‐ σθαι ἠπείλουν, ἀλλὰ τῆς ἐκκλησίας συναπορρήγνυσθαι, τὸν ἐκ τού‐ του τάραχον δὴ κατευλαβηθεὶς ἔγνω καὶ τούτους ἀπάτῃ περιελθεῖν καὶ ἀλωπεκῇ. ἰδίᾳ γοῦν καὶ κρυφῇ τούτων ἕκαστον μετακαλού‐ | |
20 | μενος οὐ μικρόν τι καὶ ταπεινὸν ὑπισχνεῖτό τε καὶ ἐδίδου, εἰ μόνον ἀποσταῖεν τοῦ Ἰγνατίου, ἀλλὰ τὸν θρόνον αὐτὸν Κωνσταντινουπό‐ | |
λεως. ὡς δ’ ἐνεδίδοσαν ἅπαντες καὶ τῆς μὲν δόξης ἡττῶντο, τοῦ | ||
195 | δὲ καλοῦ ἕνεκεν καὶ νομίμου ἀντέλεγεν οὐδείς, τότε δὴ τότε ὑπε‐ τίθει ὡς ὁ μὲν βασιλεὺς αὐτοῖς τὰς ὑποσχέσεις μὲν ἐκπληρώσειεν, αὐτοὶ δὲ τὸ εὔσχημον τηροῦντές τε καὶ σεμνὸν ἅμα τῷ πρὸς αὐτὸν κληθῆναι μὴ πρὸς τὰ διδόμενα κατανεύσητε, ἵνα καὶ αὐτός, φησί, | |
5 | τῆς ὑμῶν εἴη ὑπεραγάμενος ἀρετῆς. οὕτως δὴ ἕκαστον οὐχ ὁμοῦ ἀλλ’ ἰδίᾳ καὶ κατὰ μόνας πρὸς τὸν Μιχαὴλ προσκαλούμενος μὴ αὐθωρὸν ἐπιπηδᾶν τῇ τιμῇ ἀνέπειθεν. καὶ οὗτοι μὲν ἐκ μόνου προσρήματος ἀξιούμενοί τε καὶ ἀπαρνούμενοι ἔλαθον ἑαυτοὺς πα‐ ραδειγματίσαντες· τῆς γὰρ ἀρετῆς ἐξέπιπτον τῷ τῆς δόξης νικώ‐ | |
10 | μενοι ἔρωτι, καὶ ταύτης αὖθις ἡμάρτανον, ὅτι μὴ καλῶς ἀλλ’ ἐπιβούλως τὸν Ἰγνάτιον παρεδίδοσαν. (32) οὕτως οὖν ἐπεὶ καὶ οὗτοι ἄνθρωποι ὄντες ἐφάνησαν καὶ οὕτω δὴ ἠπατήθησαν, Φωτίῳ ἐπὶ σοφίᾳ μὲν ὄντι γνωρίμῳ ἀνδρί, κοσμικῆς δὲ τάξεως ἀντιποιου‐ μένῳ καὶ τὴν τοῦ πρωτοασηκρῆτις δεδραγμένῳ τιμήν, τὸν θρόνον | |
15 | ἐδίδου τῆς Κωνσταντινουπόλεως. καὶ ἵνα δὴ καὶ τὰ αὐτῶν κρα‐ ταιότερα ἀποφήνωσιν, τοποτηρητὰς μὲν ἐκ Ῥώμης ἐπ’ ἄλλαις προ‐ φάσεσι (κατὰ γὰρ τῶν εἰκονομάχων) σταλέντας μεταπεμψάμενοι, κατὰ δὲ Ἰγνατίου μετὰ τοῦ καιροῦ γεγονέναι παρασκευάσαντες καὶ συνεδριάσαντες, καὶ ἐν τῷ τῶν θείων ἀποστόλων τεμένει δε‐ | |
20 | δημοσιευμένῃ καθαιρέσει τοῦτον καθυποβαλόντες, ἐπεὶ τῆς ἐξορίας μετεκαλέσαντο, πυγμαῖς τὰ πρόσωπα καὶ τοὺς ὀδόντας συνθλά‐ | |
σαντες, πᾶσαν σκοτόμαιναν κατὰ τῶν ἱερέων κακῶς, καὶ δεύτερος | ||
196 | τῶν ὄντων ἐπὶ γῆς μηδέπω φανῇ. ἀλλ’ ὅσα μὲν καὶ ἄλλα κατὰ πάντων ἱερέων ἐνεανιεύσατο, φυλακαῖς τε καὶ ὑπερορίαις καὶ ποι‐ ναῖς ὠμοτάταις ὁσημέραι παραδιδούς, ἵνα τῷ Φωτίῳ συγκοινω‐ νήσωσι, βίβλοι τε πολλαὶ καὶ ὁ πᾶς οὐκ ἐπιλίποι χρόνος ἐκτρα‐ | |
5 | γῳδῶν. 33 Ἐντεῦθεν γοῦν τὰ μὲν τῶν Ῥωμαίων ἡ τῶν Ῥὼς ἐκά‐ κου ἐπιδρομή (ἔθνος δὲ οὗτοι Σκυθικὸν ἀνήμερόν τε καὶ ἄγροικον), τόν τε Πόντον αὐτόν, οὐ μὴν καὶ τὸν Εὔξεινον, κατεπίμπρα καὶ αὐτὴν τὴν πόλιν περιεστοίχιζεν, τηνικαῦτα τοῦ Μιχαὴλ κατὰ Ἰσ‐ | |
10 | μαηλιτῶν ἐκστρατεύοντος. πλὴν ἀλλ’ ἐκεῖνοι μὲν τότε θείας ἐμ‐ φορηθέντες ὀργῆς, Φωτίου τὸ θεῖον ἐξιλεωσαμένου τοῦ τῆς ἐκ‐ κλησίας τοὺς οἴακας ἔχοντος, οἴκαδε ἐκπεπόρευντο· καὶ μετ’ οὐ πολὺ πάλιν τὴν βασιλεύουσαν πρεσβεία αὐτῶν κατελάμβανεν, τοῦ θείου βαπτίσματος ἐν μετοχῇ γενέσθαι αὐτοὺς λιτανεύουσα, ὃ καὶ | |
15 | γέγονεν. 34 Τὰ μὲν οὖν ἡ τούτων ἐκάκου ἐπιδρομή· τὰ δὲ ὁ τῆς Κρήτης στόλος ἀναγόμενος, ὡς κουμβαρίων ἄχρι εἴκοσι, ἑπτὰ γαλέας καί τινας σατούρας μεθ’ ἑαυτοῦ ἐπαγόμενος, ἐληΐζετό τε καὶ κατεδουλαγώγει, νῦν μὲν τὰς Κυκλάδας νήσους περινοστῶν, | |
20 | νῦν δὲ ἄχρι Προικοννήσου τὴν παράλιον ἅπασαν. τὰ δὲ οἱ συν‐ εχεῖς τῶν σεισμῶν ἐλυμαίνοντό τε καὶ πρὸς τοὔδαφος ἔβαλλον, νῦν μὲν καθ’ ἣν ἡ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν ἀνάληψις ἑορτάζεται, | |
τὸ πρὸς νότον τρίτον τοῦ Ἑξακιονίου πρὸς γῆν ἐδαφίζοντες, ναούς | ||
197 | τε εὐπρεπεῖς καὶ οἴκους λαμπρούς, νῦν δὲ στήλας τήν τε κατὰ Χρυσῆν πύλην τῆς πόλεως Νίκην ἐγκαθιδρυμένην τάς τε ἐν τῷ Δευτέρῳ κατὰ τὴν ἁγίαν Ἄνναν στερρῶς ἱσταμένας ἐγκατασείσαν‐ τες· ἣν ὁ μαθηματικὸς Λέων καταπεπτωκυῖαν ἰδὼν τὴν τοῦ δευ‐ | |
5 | τέρου ἐκ βασιλέως πτῶσιν ἔλεγεν ἐπαπειλεῖν καθαρῶς. μακρὸν εἴη λέγειν ποταμῶν ἀφάνειαν καὶ πηγῶν καὶ ἄλλ’ ἄττα παθήματα κατά τε Ἰσαυρίαν καὶ καθ’ ἑκάστην χώραν ἐπιγινόμενα. Ἃ πάντα ὁ βασιλεύων ἐν δευτέρῳ θέμενος ὅλος εἴχετο τῶν ἱππικῶν ἀγώνων κατὰ τὸν ἐν Εὐξείνῳ ἀνεγηγερμένον ναὸν τοῦ ἁγίου | |
10 | Μάμαντος. (35) καί ποτε δὲ—ἀλλὰ συνήθειάν τινα διηγήσο‐ μαι πρότερον, ἣ τὴν τῶν Σαρακηνῶν καθ’ ἡμῶν ἐκστρατείαν διὰ πυρσοῦ ἐν ἀκαρεῖ ἐδήλου καὶ παρεγύμνου τῷ βασιλεῖ. ἔρυμά τι καὶ φρούριον τῇ κατὰ Κιλικίαν Ταρσῷ πλησιάζον καὶ γειτονοῦν οὕτω καλούμενον Λοῦλον ἔστιν. οἱ τεταγμένοι οὖν τοῦτο φρου‐ | |
15 | ρεῖν, ἅμα τῷ τὴν ἐκείνων ἰδεῖν ἐκδρομήν, διὰ φανοῦ δηλοῦσιν τοῖς κατὰ τὸν Ἀργαῖον βουνόν, καὶ οἱ αὖθις τοῖς κατὰ τὴν Ἰσά‐ μον, καὶ οἱ τοῖς κατὰ τὸ Αἴγιλον, καὶ τοῦτο τοῖς κατὰ τὸν Μά‐ μαντα πάλιν βουνόν· εἶτα τοῦτον ὁ Κύριζος διαδεχόμενος, καὶ αὖθις τοῦτον ὁ Μώκιλος, ἐκ τούτου δὲ ὁ τοῦ ἁγίου Αὐξεντίου | |
20 | βουνὸς τοῖς ἐν τῷ μεγάλῳ παλατίῳ κατὰ τὸ ἡλιακὸν τοῦ Φάρου ἐπὶ τούτου διαιταρίοις ἀφωρισμένοις ἐν βραχεῖ ἐποίει δὴ φανερά. | |
ποτὲ γοῦν τοῦ Μιχαὴλ κατὰ τὸν εἰρημένον τοῦ μάρτυρος Μάμαν‐ | ||
198 | τος ναὸν ἱππάσασθαι μέλλοντος καὶ τὸ σύνθημα τῆς ἱπποδρομίας δεδωκότος, ἐπεὶ κατὰ τὴν ἑσπέραν ὁ ἐκ τοῦ Φάρου φανὸς διὰ τοῦ παππίου ἐδήλου τὴν τῶν ἐθνῶν ἐκδρομήν, εἰς τοσοῦτον ἦλθεν ἀγῶνα καὶ φόβον ὁ βασιλεὺς δέει τοῦ μὴ παροφθῆναι τὴν ἡνιοχείαν | |
5 | αὐτοῦ παρὰ τῶν θεατῶν τῆς τοιαύτης ἕνεκεν ἀγγελίας, εἰς ὅσον ἄλλος τις ἦλθεν κινδυνεύων ὑπὲρ τῆς ψυχῆς καὶ τοῦ μὴ πλησιάσαι τούτους μᾶλλον ἀγωνιζόμενος. οὕτως ἐκεῖνος ἐθεατρίζετό τε καὶ οὐκ ᾐσχύνετο. ὅθεν ἵνα μήτε τις τῶν αὐτοῦ ἀγώνων ἀπολιμπά‐ νοιτο μήτ’ ἄλλο τι τῶν ἐκεῖθεν ἀνιαρῶν προσπῖπτον χαλαρωτέρους | |
10 | ποιήσῃ τοὺς θεατάς, μηκέτι τοὺς πλησιάζοντας φανοὺς ἐνεργεῖν προσέταξεν, ἀλλὰ σιγῇ βαθείᾳ καὶ λήθῃ τὰ τοιαῦτα παρακαλυ‐ φθῆναι μακρᾷ. 36 Ἄλλοτε δὲ πάλιν, ἵνα σαφεστέρα γένηται ἡ τοῦ ἀν‐ δρὸς ἀναγωγία καὶ ἄνοια, αὐτοῦ ἐφ’ ἅρματος ἱσταμένου καὶ τῆς | |
15 | βαλβῖδος μέλλοντος ἐκπηδᾶν (ἐπάτει δὲ βένετος, καὶ πράσινος ὁ λογοθέτης Κωνσταντῖνος, ὁ πατρικίου Θωμᾶ καὶ γεγονότος λογο‐ θέτου τοῦ δρόμου πατήρ, λευκὸς δὲ ὁ Χειλᾶς καὶ ῥούσιος ὁ Κρα‐ σᾶς· οὐκ ἦν δὲ οὐδὲ τῷ πρωτοασηκρῆτις σχολάζειν, ὥσπερ οὐδὲ τῷ πρωτονοταρίῳ τοῦ δρόμου, ἀλλ’ ὁ μὲν ἦν κομβινογράφος τῶν | |
20 | βενέτων, ὁ δὲ τῶν πρασίνων)—αὐτῶν οὖν ἐφ’ ἅρματος ἱσταμένων μετὰ καὶ τῆς ἡνιοχικῆς στολῆς, καὶ ἐπαγγελίας φθασάσης ὅτι δει‐ νῶς ὁ Ἄμερ κατατρέχει τε καὶ κατασύρει τὸ Θρᾳκήσιον καὶ τοῖς | |
Μαλαγίνοις πλησιάζει καὶ προσδοκῶνται ὅσον οὐδέπω δεινά, καὶ | ||
199 | ἐπὶ τούτῳ στυγνάσαντος μὲν τοῦ πρωτονοταρίου, ἀπαγγείλαντος δὲ μετὰ κατηφείας τὴν ἐκ τοῦ δομεστίκου τῶν σχολῶν ἀπόκρισιν καὶ ἅμα ἐπὶ χεῖρας τὰ γράμματα φέροντός τε καὶ δεικνύοντος, “τίνι” φησίν, “ὦ οὗτος, τόλμῃ χρησάμενος τοιαῦτα κατὰ τὸν ἀναγκαῖον | |
5 | τοῦτον ἀγῶνά μοι διαλέγειν ἐπιχειρεῖς, τοῦτο μόνον σπουδάζοντι, εἰ μὴ τὸν μέσον εὐώνυμον ἰδεῖν παρατετραμμένον; ὑπὲρ οὗ μοι πᾶς ὁ ἀγών.” 37 Καὶ οὐχὶ μὲν τούτῳ τῷ πόθῳ, ἢ εἰ βούλει γε, πάθει ἡλίσκετο, ἑτέρων δὲ ἀπρεπεστέρων ἐκτὸς ἦν, ἀλλὰ καὶ μέτριον ἦθος | |
10 | ἀμέτρως καταδιώκων ἐξέπιπτε τοῦ πρέποντος καὶ τῆς βασιλικῆς τιμῆς τὰ μάλιστα. καί ποτε γυναίῳ, ἧς τὸν παῖδα υἱοθετησά‐ μενος ἦν, κατὰ τὴν ὁδὸν συντυχὼν ἐκ βαλανείου μὲν ἐρχομένῃ τὴν ἑαυτῆς δὲ κάλπιν ἐπὶ χεῖρας ἐχούσῃ, ἐκ τοῦ ἵππου ἀπορριφεὶς τοὺς μὲν ἄλλους ὅσοι ἐκ τῆς συγκλήτου τούτῳ ἐπηκολούθουν κατὰ | |
15 | τὰ ἐκεῖσε ὄντα ἀνάκτορα ἐξαπέστειλεν, ἀκόλαστα δέ τινα καὶ μυ‐ στικὰ ἀνδράρια ἑταιρισάμενος ἀπῄει μετὰ τῆς γυναικός, τὴν κάλ‐ πιν τῶν ἐκείνης χειρῶν ἀναλαβών, καὶ “ἄγε δή, ὦ γύναι, θαρροῦ‐ σα” ἐπέλεξεν “ἐμὲ κατὰ τὸ οἴκημά σου ἀπόδεξαι, ψωμοῦ πιτυρώ‐ δους ἔφεσιν ἔχοντα καὶ ἀσβεστοτύρου.” δεῖ γὰρ τὴν ἐκείνου λέξιν | |
20 | εἰπεῖν. ἐπεὶ δὲ τῷ ξένῳ τοῦ θεάματος ἡ γυνὴ ἦν ἐνεὸς καὶ πάντων ἠπόρει, μήτε μὴν τράπεζαν μήτε τὰ ταύτης στολίζοντα ἔχουσα, ὁ | |
Μιχαὴλ θᾶττον ἢ λόγος εἶχε στραφείς, τὸ ὃ ἔφερε σάβανον ἐκ | ||
200 | τοῦ βαλανείου ἔτι διάβροχον ὂν λαβών, ἀντὶ λεπτῆς ὀθόνης, ἣ τῇ τραπέζῃ ἐπίκειται, χρησάμενος, καὶ τὴν κλεῖδα τῆς γυναικὸς ἀφε‐ λὼν αὐτὸς ἦν τὰ πάντα, βασιλεύς, τραπεζοποιός, μάγειρος, δαι‐ τυμών. ἐκβαλὼν δὲ τὰ ἃ εἶχεν τῆς πενιχρᾶς ἐκείνης ἡ κιβωτός, | |
5 | εἱστιᾶτο ταύτῃ καὶ συνεδείπνει, τὴν μίμησιν πρὸς τὸν ἐμὸν ἀνα‐ φέρων Χριστὸν καὶ θεόν. κἀκεῖθεν βάδην αὖθις ἀπῄει πρὸς τὰ ἀνάκτορα, πολλῆς εὐηθείας καὶ ἀλαζονείας καὶ τύφου καταγινώ‐ σκων τῶν πρὸ τοῦ βασιλέων· οὗ ἐκεῖνοι λήρου εἰ ἤκουσαν, “ἀλλ’ οὐκ ἄλλως τρυφῶντα καὶ παίζοντα ταῦτα” ἔφησαν “ἐχρῆν σε ποι‐ | |
10 | εῖν καὶ τὸν ἡμέτερον τύφον καταγινώσκειν, ἀλλὰ προπολεμοῦντα καὶ τῶν ἀναγκαίων σπανίζοντα καὶ τοῖς στρατιώταις σύνδειπνον ὄντα καὶ ἐραστήν, ἀλλ’ οὐ γυναίων καπηλίδων καὶ μοχθηρῶν.” ταῦτ’ οὖν ἅπαντα μισητόν τε ἐποίει τὸν Μιχαὴλ καὶ τὴν τοῦ θεοῦ ἐκίνει δικαιοτάτην ὀργήν. | |
15 | 38 Καὶ τὸ δὴ χαλεπώτερον, ἡ τῶν ὧν εἶχε μεθ’ ἑαυτοῦ φρατρία, Σατυροί τινες οὗτοι καὶ πρὸς πᾶσαν αἰσχρουργίαν ἀκό‐ λαστοι· εἶπεν ἄν τις αὐτοὺς θιασώτας εἶναι Διονύσου καλῶς. οὓς ἐκεῖνος διὰ τιμῆς ἄγων τε καὶ αἰδοῦς, τῶν θείων κατολιγωρῶν, ἱερατικὰς στολὰς χρυσοϋφάντους τε ἐπετίθει καὶ ὠμοφόρια, καὶ | |
20 | ἄλλως ἠνάγκαζεν ἀσχημόνως τε καὶ ἀνάγνως τελεῖν τὰ ἁγνά, καὶ πατριάρχην τὸν ἔξαρχον τούτων ἐκάλει, οὕτω Γρῦλον καλούμενον, | |
τοὺς δὲ λοιποὺς ἕνδεκα μητροπολίτας τῶν ἐξαιρέτων θρόνων τε | ||
201 | καὶ λαμπρῶν, οἷς εἰ μὴ καὶ αὐτὸς ἐκοινώνει, οὐδὲ βασιλεύειν ἠξίου· ὅθεν ὁ Κωλωνείας οὗτος ἐλέγετό τε καὶ ὀνομάζεται πρόεδρος. ἐπεὶ δὲ καὶ ᾄδειν ἐχρῆν αὐτοὺς καὶ τελεῖν τὰ μυστήρια, τὰς μὲν ᾠδὰς ἐξεπλήρουν διὰ κιθάρας, νῦν μὲν ἠρέμα πως οὕτω καὶ λιγυ‐ | |
5 | ρῶς ἐπηχοῦντες, τὰ μυστικὰ μιμούμενοι, νῦν δὲ ἀνέτῳ φορᾷ καὶ διαπρυσίῳ, τὰς ἐκφωνήσεις δῆθεν τῶν ἱερέων. καὶ σκεύη δὲ διά‐ χρυσα καὶ ἐκ μαργάρων συγκείμενα ὄξους τε καὶ σινήπεως ἐκπλη‐ ροῦντες τοῖς οἷς ἐβούλοντο μεταλαμβάνειν ἐδίδοσαν, τῶν ἀχράντων οὕτω καταπαίζοντες μυστηρίων. οὗτος οὖν ὁ Γρῦλος καὶ ὄνῳ | |
10 | ἐπωχεῖτο τὰς δημοσίας προόδους τελῶν, καὶ τὸν τοιοῦτον θίασον συνεπόμενον ἔχων ἠγάλλετο. καί ποτε συνέβη συντυχεῖν Ἰγνατίῳ τῷ μακαρίτῃ πατριάρχῃ κατὰ πρόοδον τῇ ἐκκλησιαστικῇ λιτῇ μετὰ τοῦ ἱερατικοῦ κλήρου ἐφεπομένῳ. ὡς οὖν εἶδεν αὐτὸν ὁ Γρῦλος, ἄσμενος τοῦ πράγματος ἑλόμενος ἐξῆρχέ τε τῶν κρουμάτων, καὶ | |
15 | τὸν φελόνην ἀναστείλας μετὰ τῶν αὐτοῦ συμμυστῶν εὐτονωτέρας τε ἔκρουε τὰς κιθάρας καὶ τοὺς εὐαγεῖς ἐκείνους λοιδορίαις καὶ αἰ‐ σχίστοις ἔβαλλε ῥήμασι. (39) καὶ Θεοδώραν δὲ τὴν ἑαυτοῦ μη‐ τέρα ἔτι ζῶσαν καὶ τοῖς ἀνακτόροις διαιτωμένην μετεκαλέσατό ποτε εὐλογηθησομένην παρ’ αὐτοῦ, πλασάμενος τοῦτον εἶναι τὸν μακα‐ | |
20 | ρίτην Ἰγνάτιον. ὡς οὖν ἐξῄει μετ’ εὐλαβείας καὶ αἰδοῦς ἡ ἱερω‐ τάτη γυνή, ἔρριψεν εἰς τοὔδαφος ἑαυτὴν ἐξαιτουμένη εὐχήν (καὶ | |
γὰρ ἐλάνθανε τέως, τὴν γενειάδα κρύπτων κατὰ τὸ πρόχειρον), | ||
202 | ψόφον αὐθωρὸν ἐπαφεὶς δυσωδίας πλήρη καὶ ῥήματα ἀπρεπῆ τὰς ἐκείνης καὶ τῶν εὐσεβεστέρων εἰς ἑαυτοὺς ἐξεκαλεῖτο ἀράς, ἣ καὶ τὸ μέλλον ἀποφοιβάσασα τῆς τοῦ θεοῦ προνοίας τε καὶ χειρὸς ἔξω γενέσθαι διεσάφει τῷ Μιχαήλ. | |
5 | Ἀλλ’ οὐκ ἦν ἄνδρα παρατραπέντα δὴ τῆς εὐθείας καὶ ἀπο‐ στάντα τῆς ἀρετῆς ἀνακληθῆναι καὶ τῆς μακαρίας λαβέσθαι ὁδοῦ. ὅθεν οὐδὲ πορρωτέρω δὴ τὰ κακά, ἀλλ’ ἑαυτοῖς ἐκείνοις πλησιά‐ ζειν ἐποίουν οἱ τῶν τοιούτων αἴτιοι καὶ ἐφευρεταί. καὶ πρῶτον μὲν εἰς ἑαυτὸν ὁ Βάρδας ταῦτα ἐπέφερεν, μᾶλλον δὲ ὁ Θεόκτιστος | |
10 | ὁ κανίκλειος πρὸ αὐτοῦ, εἴτε δὴ τῷ παντελῶς τούτῳ χαρίζεσθαι πάντας δὴ ὁμοθυμαδὸν καὶ μὴ τῶν πονηροτέρων ἀνακόπτειν διδα‐ γμάτων ὡς ἐπιτρόπων ἐπιχειρούντων, εἴτε δὴ τοῦ μὲν ἑνὸς ἀνα‐ στέλλοντος, τοῦ δ’ ἑτέρου μὴ τὰ ἴσα φρονοῦντος ἐξ ἐριθείας καὶ συναναστέλλοντος, ἀλλ’ ἐπιτρέποντος μᾶλλον, ὡς καὶ ἡμεῖς ἐν | |
15 | τοῖς καθ’ ἡμᾶς χρόνοις τοιούτους ἐθεασάμεθα. πλὴν ἐπήγαγον εἰς ἑαυτοὺς τὰ κακά, καὶ ὁ μὲν Θεόκτιστος νῦν μέν, ὡς εἴρηται, σφαττόμενος, νῦν δὲ ταῖς αἷς ἐπεχείρει δουλείαις μὴ κατευοδούμε‐ νος. καὶ γὰρ πολλῶν στρατιῶν πολλάκις προκριθεὶς ἡγεμών, καὶ κατὰ πολλῶν ὁρμήσας πολεμίων νῦν τε καὶ πρὸ τούτου οὐδαμοῦ | |
20 | νικήσας ὑπέστρεψεν ἢ τὸ σύνολον τῶν ἐχθρῶν καθυπερτερῶν, ἡτ‐ τώμενος δὲ καὶ πανωλεθρίᾳ τὰ στρατεύματα παραδούς, οὐκ οἶδα | |
εἴτε φρονήσεως ἀμοιρῶν καὶ λόγου καὶ τῶν ἐν πολέμοις ἀνδραγα‐ | ||
203 | θημάτων ἀπείρως ἔχων ἅτε δὴ μήτε μελετήσας ταῦτα ποτέ, ἤ τινι ἄλλῃ μείζονι αἰτίᾳ τῇ ὑπὲρ ἡμᾶς, ἢ καὶ τῇ εἰρημένῃ νυνί. καὶ γὰρ ἡλιακῶν ποτὲ ἐκλείψεων δύο γεγενημένων, κατὰ τῶν Ἀβασγῶν οὗτος προκριθεὶς στρατηγὸς θεομηνίας ἀπήλαυσε δυστυχῶς· οἱ | |
5 | μὲν γὰρ ναυαγίῳ περιπεσόντες περὶ τὴν ἑαυτῶν ζωὴν ἐδυστύχησαν, οἱ δὲ καὶ τῆς ξηρᾶς ἐπιβάντες ταῖς ἐκείνων δυστυχίαις συνεκοινώ‐ νησαν. καὶ οὗτος μὲν οὕτως ἀπώλετο ὁ στρατός· μετ’ οὐ πολὺ δὲ πάλιν θρασύτερον ἁψάμενος τοῦ πολέμου ὑπὲρ τὰς τέσσαρας μυριάδας ἀπέβαλε τοῦ στρατοῦ. καὶ αὖθις κατὰ τῶν ἐν Κρήτῃ | |
10 | Ἀράβων στρατεύσας ἄπρακτος ὑπέστρεψεν, οὐκ ὀλίγους τῶν περὶ αὐτὸν ἐκεῖσε καταλιπὼν διὰ τὸ φυγῇ χρησάμενον ἀθρόως ἀπαλλα‐ γῆναι αὐτῆς. ἀλλὰ ταῦτα μὲν ἐκεῖνος πρότερον· (40) νῦν δὲ σύμβολά τινα προφανῆ καὶ κομητῶν ἐπιτολαὶ καὶ ὄψεις ὀνειράτων γινόμεναι τὰ μέλλοντα τῷ Βάρδᾳ δεινὰ παρεγύμνουν, οὐκ ἐξ αὐ‐ | |
15 | τομάτου πάντως ἢ καὶ ἄλλως ἀλόγῳ φορᾷ, προνοίᾳ δέ τινι τοῦ μὴ τὸν θάνατον ζητοῦντος ὡς τὴν ἐπιστροφὴν τοῦ ἁμαρτωλοῦ. κατὰ τὸν ὕπνον γοῦν ἔδοξεν οὗτος πρὸς τὸ τοῦ θεοῦ τέμενος, ᾧ ἐπώνυμον Σοφία, μετὰ τοῦ Μιχαὴλ ἐν πανδήμῳ πανηγύρει καὶ προελεύσει φοιτᾶν. ὡς οὖν ἀφίκοντο καὶ κατὰ μέσον ἐγένοντο | |
20 | τοῦ ναοῦ, λευκοφόροι τινὲς ἀνεφαίνοντο δύο τὸν ἀριθμόν, τὸ σχῆμα ἀγγελοειδεῖς· ὡς δὲ προσωτέρω μᾶλλον ἐχώρησαν, ἄλλο | |
μὲν ὁρῶσιν οὐδέν, ἐπὶ δὲ τῷ θρόνῳ τινὰ γηραιὸν ἐγκαθήμενον | ||
204 | (Πέτρον εἶναι τοῦτον τὸν κορυφαῖον τῶν ἀποστόλων ὑπώπτευσαν) καὶ περὶ τοὺς ἐκείνου πόδας τὸν μακαρίτην Ἰγνάτιον καλινδούμενον καὶ τὴν παρ’ ὧν ἐπεπόνθει δεινὰ ἐκδίκησιν ἰδεῖν ἐξαιτούμενον. ὁ δὲ ἐκείνῳ τε οἷα συμπάσχων ἔφησε δοῦναι οὐκ εἰς μακράν, καὶ | |
5 | τῶν ἐφεστώτων ἑνὶ (δύο δὲ τούτῳ χρυσοφοροῦντες ἐφαίνοντο) μά‐ χαιραν οὐ μεγάλην δούς “ἄγε δή, ταύτῃ” ἔφησε “τὸν μὲν τῇ τῶν εὐωνύμων χώρᾳ ἐγκαταστήσας μεληδὸν διάτεμνε τὸν θεόργιστον,” οὕτω δὴ τὸν Καίσαρα εἰπών, “τὸν δὲ ἄλλον ἀσεβότεκνον,” οὕτω τὸν βασιλέα κατονομάσας, “κατάλεγε μὲν τοῖς δεξιοῖς, τὴν δ’ | |
10 | ὁμοίαν δίκην ἀπεκδέχεσθαι πρόσειπε.” καὶ ὁ μὲν ὄνειρος οὕτω δὴ ἐτελεύτα· ὃ δὲ ὕπαρ ἀλλ’ οὐκ ὄναρ ἐστίν, (41) ἄρτι κατὰ τῶν Κρητικῶν πανδημεὶ μετὰ τοῦ Μιχαὴλ καθωπλίζετο, καὶ πρὸς τὸν τῆς ὑπεραγίας δεσποίνης ἡμῶν θεοτόκου ναόν, ὃς οὕτω δὴ Ὁδηγοὶ κατονομάζεται, προσφοιτήσας εἰσῄει μετὰ λαμπάδων τὸν | |
15 | συντακτήριον ἐκπληρῶν. ὡς οὖν τοῖς ἀδύτοις πλησιάζων ἀπῄει, ἄφνω τῶν αὐτοῦ ὤμων ἡ χλανὶς ὀλισθήσασα αἰσθέσθαι τοῦτον καινοτέρων δεινῶν ἐνεποίησεν. καὶ αὐτὸς δὲ πρὸ μιᾶς ἡμέρας τοῦ μέλλειν αὐτὸν ἀπαίρειν ἀπὸ τῆς πόλεως, εἴτ’ ἀφ’ αὑτοῦ εἴτε καὶ ἄλλως ὑπὸ τοῦ μέλλοντος ἐλαυνόμενος, τοὺς φίλους συναγα‐ | |
20 | γὼν εἰς ταὐτὸν καὶ συμποσιάσας μεμνῆσθαί τε τῆς αὐτοῦ παρῄνει φιλίας αὐτοὺς καὶ λεγάτα ὡς τοῦ βίου ἤδη γινόμενος ἔξω ἐπέδωκεν. ἀλλ’ ἔδει ταῦτα τέλος λαβεῖν. ὡς οὖν κατὰ τῆς Κρήτης ἐξῄεσαν | |
καὶ τῷ θέματι τῶν Θρᾳκησίων ἐπέβησαν κατὰ Κήπους, τόπον | ||
205 | τινὰ οὕτω κατονομαζόμενον, οἱ τούτοις ὑπηρετοῦντες προφθάσαν‐ τες τὰς σκηνὰς κατεπήγνυον ἁμίλλῃ χρώμενοι καὶ σπουδῇ. ἔνθα πως, εἴτε δὴ κατὰ πρόνοιαν εἴτε δὴ καὶ ἄλλως δι’ ἄγνοιαν, τὴν μὲν τοῦ Μιχαὴλ ἐπὶ πεδιάδος χωρίου καὶ ὁμαλοῦ αὐλαίαν ἐκπε‐ | |
5 | ταννύουσιν, εἰς λόφον δέ τινα καὶ ὑπερανεστηκότα χῶρον τῆς γῆς τὴν τοῦ Καίσαρος· ὅπερ ὡς ἑρμαῖόν τι καὶ ἀπροσδόκητον κέρδος λαβόντες οἳ τῷ Μιχαὴλ κατεβόων τοῦ Καίσαρος, κατῃτιῶντο τὸ γεγονὸς καὶ τὰς κατ’ ἐκείνου ἔρραπτον συμβουλάς. ἀλλ’ ἔθρατ‐ τεν αὐτοὺς καὶ νωθροτέρους πως πρὸς τὴν ἐγχείρησιν ἐποίει ἡ τοῦ | |
10 | Καίσαρος κραταιοτέρα ἰσχύς· ὅ τε γὰρ δομέστικος τῶν σχολῶν Ἀντίγονος τούτῳ μᾶλλον, ἀλλ’ οὐ τῷ βασιλεῖ, ὡς υἱὸς ἐπειθάρχει καὶ ἤγετο, οἵ τ’ ἄλλοι δὴ στρατηγοί, καὶ ὁ τοῦ δρόμου τοὺς λό‐ γους διδούς, οὕτω καλούμενος Συμβάτιος, ἐπὶ θυγατρὶ αὐτοῦ ὑπάρχων γαμβρὸς ἀναντιρρήτως τὰ ἐκείνου φρονεῖν ἠναγκάζετο. | |
15 | ἀλλ’ ἔλαθεν οὗτος κλαπεὶς καὶ μᾶλλον τὸν φόνον τοῦ πενθεροῦ κατεργασόμενος. ὡς οὖν ἡ βουλὴ ἠρτύθη καὶ ὁ λόχος ηὐτρέπιστο καὶ οἱ τὸ ἔργον εἰς πέρας ἄγοντες ἕτοιμοι, σύνθημα ὁ Συμβάτιος ἀλλ’ οὐκ ἄλλος εὐτρέπιστο. ἄρτι οὖν ἐξῄει τὰς ἀναφορὰς ἀναγνοὺς ἐξ αὐτῶν, καὶ τὸ σημεῖον ἐδίδου σταυρὸν εἰς τὸ πρόσωπον ἐγχα‐ | |
20 | ράττων αὐτοῦ. ἀλλ’ αὖθις ἀναβολαί τινες ἦσαν καὶ ἀτολμίαι τῷ παρουσιάζειν καὶ κατὰ τὸ πρόσωπον ἵστασθαι τὴν τοῦ Καίσαρος ἑταιρείαν· ὅπερ ὁ Μιχαὴλ εὐλαβούμενος μὴ κατάφωρος γένηται καὶ καθ’ ἑαυτοῦ ἐπισπάσῃ τὴν μάχαιραν, ἐθαρσοποίει τε τοὺς | |
ἄνδρας διὰ πιστοῦ τινὸς καὶ θαρραλεωτέρους ἐδείκνυ ταῖς ὑπο‐ | ||
206 | σχέσεσι καὶ τιμαῖς. κἂν παρῆλθεν τὸν κίνδυνον καὶ τὸν φόνον ὁ Καῖσαρ ἐξέφυγεν, τῷ δέει τούτων καταπλησσομένων καὶ ἀθυμίᾳ καταβαλλομένων· ἀλλὰ πάλιν δι’ ἀποκρίσεως ἐδήλου τῷ Βασιλείῳ (παρακοιμώμενος δὲ οὗτος ἦν) τὴν ἐπὶ ξυροῦ ἑστῶσαν ἀνάγκην, | |
5 | καὶ ἀπελέγετο τὴν ζωήν, καὶ πρὸς τὸν φόνον καθώπλιζεν. ὧν ἀκηκοὼς ὁ Βασίλειος, καὶ περὶ τοῦ βασιλέως κατορρωδῶν, ἀπορ‐ ρῖψαι πείθει τὸ δέος αὐτούς, καὶ “ὢ τῆς ἀνδρίας” εἰπὼν “καὶ εὐτόλμου ψυχῆς” ἐπτέρωσέ τε ἄφνω αὐτοὺς καὶ εἰσπηδῆσαι πρὸς τὸν ἀγῶνα ἐποίησεν. οὓς ὁ Βάρδας ἀθρόως ξιφήρεις ἰδὼν καὶ | |
10 | καταπλαγεὶς ἔγνωκέ τε τὸν θάνατον καὶ πρὸς τοὺς πόδας ἔρριψε τοῦ βασιλέως αὑτόν. ἀλλ’ οὐκ ἦν τοῦτον διεκφυγεῖν· ὅθεν αὐ‐ θωρὸν ἐκεῖθέν τε αὐτὸν ἀποσπῶσι καὶ μεληδὸν κατατέμνουσι, μηνὶ Ἀπριλλίῳ, εἰκάδι πρώτῃ, ἰνδικτιῶνος τεσσαρεσκαιδεκάτης. εἶτα κοντῷ τὰ παιδογόνα τούτου ἀπαιωρήσαντες μόρια παραδειγματί‐ | |
15 | ζουσί τε καὶ θριαμβεύουσι. θορύβου δὲ πολλοῦ γενομένου καὶ ταραχῆς, ἦν ἰδεῖν καὶ τὸν Μιχαὴλ μικροῦ τὸν περὶ ψυχῆς θέοντα· ἀλλ’ ὁ τῆς βίγλης δρουγγάριος (Κωνσταντῖνος δὲ ἦν) ἐν μέσῳ που συρρυεὶς τὸν πολὺν ἐκεῖνον διέλυσε θροῦν, εὐφημίαις τε βάλ‐ λων αὐτὸν καὶ παρατάξεις ἀνθοπλίζων κατὰ τῶν ἐπανισταμένων. | |
20 | ὁ μὲν δὴ Βάρδας οὕτως ἐξ ἀνθρώπων ἐγένετο, καὶ οὕτως ἡ κατὰ τῶν Κρητῶν διελύθη στρατιά, τοῦ βασιλέως κατὰ τὸ Βυζάντιον ὑποστρέψαντος. | |
42 Καὶ ἕτερον δὲ σημεῖον πρὸ δύο ἢ καὶ πρὸ τριῶν ἡμε‐ | ||
207 | ρῶν τῷ Βάρδᾳ παρεσημαίνετο· ἡ γὰρ Θεοδώρα, εἴτ’ ἄλλως θεο‐ φορουμένη εἴτε δὴ καὶ ὑπό τινος τῶν μεμελετημένων διακούσασα, ἐσθῆτά τινα παγκάλην μὲν καὶ χρυσαῖς πέρδιξι πεποικιλμένην, οὐκ ἀναλογοῦσαν δὲ τῷ μήκει τῆς ἡλικίας αὐτοῦ ἀλλὰ καὶ πολὺ ἀπο‐ | |
5 | δέουσαν αἰνιγματωδῶς ἐξαπέστειλεν. τό τε γὰρ πέρδικας ἀλλὰ μή τινας ἄλλας τῶν ὀρνίθων ἐνυφᾶναι, ἀλλὰ μὴν καὶ τὸ τῆς ἐσθῆ‐ τος ἐνδέον εἰς δόλον ἐμπεσεῖν θᾶττον ἢ ἔδει προυσήμανεν. 43 Πλὴν ἀλλ’ ὁ μὲν βασιλεὺς ὑπέστρεφε, τόν τε Βασί‐ λειον, ἐπεὶ μὴ εὐμοίρει παιδός, υἱοποιεῖται καὶ τῆς τῶν μαγίστρων | |
10 | τιμῆς ἀξιοῖ. ἐπεὶ δὲ χρόνου προϊόντος τὰ κοινὰ διοικεῖν οὐχ οἷός τε ὁ Μιχαὴλ ἦν καὶ τῆς ἑαυτοῦ ἀφελείας ᾐσθάνετο καὶ ἅμα ἐπανά‐ στασιν μελετᾶσθαι καὶ ἀποστασίαν παρὰ τῆς συγκλήτου διή‐ κουεν τῷ τὰ τῶν Ῥωμαίων διοικεῖσθαι κακῶς, καὶ τὸ περιμάχητον διάδημα τῇ κεφαλῇ αὐτοῦ ἐπιτίθησι, καὶ βασιλέα τῇ ἡμέρᾳ πεν‐ | |
15 | τηκοστῆς, μηνὶ Μαΐῳ, εἰκάδι ἕκτῃ, ἰνδικτιῶνος τεσσαρεσκαιδεκά‐ της, ἀναδείκνυσί τε καὶ ἀναγορεύει κατὰ τὴν μεγάλην ἐκκλησίαν ᾗ ἐπώνυμον σοφία θεοῦ. ἀλλ’ ὅστις μὲν οὗτος ὁ Βασίλειος καὶ ὅθεν, καὶ ὅπως ἦλθεν εἰς γνῶσιν τοῦ κρατοῦντος, ἡ κατ’ αὐτὸν ἱστορία δηλώσει· τὰ νῦν δὲ τῆς βασιλείου δόξης ἀξιωθεὶς εἴχετο | |
20 | μὲν τῆς βασιλείας, ἀπείχετο δὲ τῶν καθ’ ἑκάστην ἁμιλλητηρίων καὶ ἱπποδρομιῶν καὶ τῶν περὶ τὸν αἰσχρότατον Γρῦλον καὶ ψευ‐ | |
δοπατριάρχην αἰσχρουργιῶν, ὧν ἀκαίρως ἐνετρύφα ὁ Μιχαήλ. | ||
208 | (44) πάντων μὲν γὰρ κόρον εἶναι καὶ τῶν αἰσχρῶν καὶ τῶν φυσι‐ κῶν εἴρηταί τε πολλοῖς, καὶ ἡ πεῖρα τούτων διδάσκαλος ἀκριβής· Μιχαὴλ δὲ τῷ τότε κρατοῦντι οὔτε τῶν ἱπποδρομιῶν οὔτε μὴν τῶν ἄλλων ἀκρατοποσίων τε καὶ αἰσχρῶν κόρος ἦν, ὡς φασίν. | |
5 | ἃ πειρώμενος κωλύειν ὁ Βασίλειος καὶ πορρωτέρω τούτων ποιεῖν αὐτόν, νῦν μὲν παραινέσεσι χρώμενος, νῦν δ’ ἄλλως μῖσος παρὰ τῶν πολιτῶν καὶ τὰς παρὰ τῶν ἱερέων ἀρὰς καὶ τὰς τῆς συγκλήτου ἐπαναστάσεις προτιθεὶς καὶ οἷον ἐνώπιον αὐτοῦ ζωγραφῶν, ἔλαθε τῷ φθόνῳ ἑαυτὸν καθυποβαλών, καὶ ἀντὶ φίλου ἐχθρὸς καὶ μεμι‐ | |
10 | σημένος ὁ υἱοθετηθεὶς ἐνομίζετο. ἐντεῦθεν οὐ πολὺ τὸ ἐν μέσῳ, καί τινα ἄλλον, τοῦ βασιλικοῦ δρόμωνος ἐρέτην τηνικαῦτα τελοῦντα (Βασιλικῖνος οὗτος ἐλέγετο, καὶ ἀδελφὸς ἦν Καπνογένους ἐκείνου τοῦ τὴν ὑπαρχικὴν ἀξίαν ἠξιωμένου τὸ δεύτερον), ἀγαγὼν τὴν πορ‐ φύραν τε ἐνδύει καὶ τὸ διάδημα περιτίθησιν, καὶ τὰ παράσημα | |
15 | τῶν ὑποδημάτων περιβαλὼν ἐξάγει πρὸς τὴν σύγκλητον τῆς χειρὸς ἔχων αὐτόν, καὶ πρὸς τὴν γερουσίαν φησὶν ὡς ἔδει πάλαι με τοῦ‐ τον εἰς τουτονὶ τὸν περίβλεπτον κόσμον, ὦ ἄνδρες, ἐπαγαγεῖν. πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος, καὶ δεύτερον δὲ συμφυὲς πέλει στέφος, | |
20 | ἅπαντα δ’ ἁρμόζουσι πρὸς τὴν ἀξίαν· καὶ ὅτι πόσον ἦν κάλλιον τοῦτόν με ποιῆσαι βασιλέα ἢ τὸν Βασί‐ λειον, ἐφ’ ᾧ μεταμεμέλημαι ἐφ’ οἷς αὐτὸν ἐβασίλευσα.” αὕτη | |
τῆς καταλύσεως αὐτοῦ ἡ ἀρχή. τοῦτο πάντας περιηχῆσαν ἐκπλα‐ | ||
209 | γῆναί τε τούτους ἐποίησε καὶ ἀφασίᾳ καταληφθῆναι πολλῇ, ὅτι κατὰ τοὺς μυθικοὺς Γίγαντας βασιλέας σπαρτοὺς καθ’ ἑκάστην ἡμέραν ἀναδίδωσιν. ηὔξητο μὲν οὖν ἔκτοτε τὸ πρὸς τὸν Βασίλειον μῖσος, καὶ σφοδρότερον κατὰ τὴν τοῦ πυρὸς φύσιν ἐγίνετο, ὑπέκ‐ | |
5 | καυμα ἔχον καὶ αἴτιον τὸ μήτε συμφθείρεσθαι βούλεσθαι τούτοις αὐτὸν μήτε μὴν συνεπάγεσθαι ταῖς ἀκολάστοις γνώμαις αὐτῶν. εἰς τοσαύτην γὰρ ὁ Μιχαὴλ πολλάκις ἄνοιαν ἐξ ἀκρατοποσίας καὶ μέθης ἐξώκειλεν ὡς κατ’ αὐτὴν μὲν καὶ τὸν ταύτης καιρὸν δεινά τινα καὶ πέρα δεινῶν ἐγκελεύεσθαι· τοῦ μὲν γὰρ ἀφαιρεῖσθαι τὰ | |
10 | ὦτα καὶ ἄλλου τὴν ῥῖνα καὶ τὴν κεφαλὴν ἑτέρου προσέταττεν· ἃ εἰ μή τινες οἴκτῳ κρατούμενοι παρημέλουν καὶ πρὸς τὴν αὔριον ἔπεμπον, ἀνάκλησίν τινα καὶ μεταμέλειαν τοῦ ἀνδρὸς ἐκδεχόμενοι, ὅπερ καὶ ἦν, κἂν ἀπώλετο σύμπας ὁ παραμένων αὐτῷ καὶ συγκαρ‐ τερῶν. μικροῦ δὲ καὶ Βασίλειος συναπώλετο, τῆς παροινίας οὐκ | |
15 | ὀλιγάκις παίγνιον γεγονώς. ἀλλ’ ἐκαρτέρει καὶ ἔμενε μετάμελόν τινα γενηθῆναι κατὰ τὸν ἄνδρα ὀψὲ γοῦν ὑποτοπάζων. ἀλλ’ οὐκ ἦν τοῦτον ὥσπερ ἁρμάτειον τροχὸν ἐκ πρώτης ἡλικίας καμφθέντα, οὐδ’ ἂν εἴ τι γένοιτο, τὴν ἐξ ἀρχῆς εὐθυωρίαν λαβεῖν. τοιγαροῦν μείζονα κατὰ Βασιλείου συρράπτει ἐπιβουλήν. ἡ δὲ ἦν ἐν τῷ | |
20 | κυνηγίῳ λόγῳ μὲν κατὰ τῆς θήρας ἔργῳ δὲ κατὰ τοῦ Βασιλείου τὴν τῆς λόγχης ῥῖψιν ποιῆσαί τινα τῶν ὑπασπιστῶν. καὶ τοῦτο | |
αὐτὸς ὁ προσταγεὶς καὶ τὴν λόγχην ἀφεὶς κατὰ τὸν τῆς ἐξόδου και‐ | ||
210 | ρὸν ἐξαγορεύσας δῆλον πεποίηκε καὶ πιστόν. ἀφῆκε μὲν οὖν οὗ‐ τος τὴν λόγχην ὁ κελευσθείς, διημάρτανε δέ· καὶ οὕτω σέσωστο ὁ Βασίλειος, ἔγγιστα θανάτου γενόμενος, ὑπὸ τοῦ τὸν θάνατον καταπεπατηκότος θεοῦ. ταῦτ’ οὖν ἔκπυστα γενόμενα πᾶσι καὶ | |
5 | φανερὰ τὴν κατ’ αὐτοῦ ἠκόνησε μάχαιραν. ἵνα γὰρ μὴ καὶ τὸν Βασίλειον ὡς πρὸ μικροῦ τὸν Καίσαρα σφαττόμενον ἴδωσι, καὶ πρὸ τούτου αὐτὸν Θεόκτιστον, εἴτε βουλῇ τῆς συγκλήτου βουλῆς εἴτε γνώμῃ τῶν φιλούντων Βασίλειον (κοινὸς γὰρ καὶ κατ’ αὐτῶν ὁ θάνατος ἐπηπείλητο) σφάττεται ὑπὸ τῶν προκοίτων τοῦ βασιλέως | |
10 | ἀνδρῶν, κατὰ τὰ ἀνάκτορα τοῦ ἁγίου μεγαλομάρτυρος Μάμαντος, μηνὶ Σεπτεμβρίῳ, εἰκάδι τετάρτῃ, ἰνδικτιῶνος πρώτης, ἔτους ἑξακισχιλιοστοῦ τριακοσιοστοῦ ἑβδομηκοστοῦ ἕκτου, ὥρᾳ τῆς νυκ‐ τὸς τρίτῃ, βεβασιλευκὼς ἔτη μετὰ μὲν τῆς Θεοδώρας τῆς τούτου μητρὸς τέσσαρα καὶ δέκα, καὶ μόναρχος δέκα καὶ ἕν, καὶ πρὸς | |
15 | τοῖς τρισὶ μησὶ χρόνον ἕνα ὕστερον μετὰ Βασιλείου. 45 Καὶ τὰ μὲν εἰρημένα σκηνικά τε ἅπαντα καὶ θεατρικά, ἄξιον δὲ μεμνῆσθαι καὶ τῶν ἐπαινετῶν. ἡ γὰρ τῶν ὧν ἔφερεν ἀναθημάτων ἐν τῷ περιωνύμῳ ναῷ τῆς τοῦ θεοῦ σοφίας κατα‐ σκευὴ φιλεργῶς τελεσθεῖσα καὶ φιλοτίμως ἐπαινετή. οὔτε γὰρ | |
20 | τῷ δίσκῳ τῶν παλαιῶν τι κειμηλίων καὶ ἱερῶν, καὶ τῶν ἀφ’ οὗ γεγόνασιν ἄνθρωποι τεχνουργηθέντων ἐν ναοῖς, κατὰ τὸ μέγεθος ἐξισάζεται, οὔτε τις εὐπρέπεια καὶ ὡραιότης τινὶ τῶν γενομένων | |
ἐπήνθησεν, πάντων ἐκεῖ τῶν ὡραίων καὶ τιμίων συνδεδραμηκότων· | ||
211 | καὶ τὸ ποτήριον δὲ τούτῳ λίαν κατάλληλον. οὐ μὴν δὲ καὶ ὁ εἰς φωταγωγίαν κατασκευασθεὶς αὐτῷ κύκλος, ὅπερ φασὶ πολυκάνδη‐ λον, τινὶ τῶν ἄλλων ἠλάττωται, ἀλλὰ καὶ οὗτος ἐκ χρυσοῦ ὅλος γενόμενος, λίτρας ἔχων ἑξήκοντα, τῶν ἄλλων διαφέρει κατὰ πολὺ | |
5 | καὶ τούτῳ δίδωσι τὰ πρωτεῖα καὶ τὸ σεβάσμιον. | |
6t | ΙΣΤΟΡΙΚΗ ΔΙΗΓΗΣΙΣ ΤΟΥ ΒΙΟΥ ΚΑΙ ΤΩΝ ΠΡΑΞΕΩΝ | |
7t | ΒΑΣΙΛΕΙΟΥ | |
8t | ΤΟΥ ΑΟΙΔΙΜΟΥ ΒΑΣΙΛΕΩΣ, | |
9t | ΗΝ ΚΩΝΣΤΑΝΤΙΝΟΣ ΒΛΣΙΛΕΥΣ ΕΝ ΘΕΩΙ ΡΩΜΑΙΩΝ, Ο | |
10t | ΤΟΥΤΟΥ ΥΙΩΝΟΣ, ΦΙΛΟΠΟΝΩΣ ΑΠΟ ΔΙΑΦΟΡΩΝ ΑΘΡΟΙΣΑΣ | |
11t | ΔΙΗΓΗΜΑΤΩΝ ΤΩΙ ΓΡΑΦΟΝΤΙ ΠΡΟΣΑΝΕΘΕΤΟ. | |
12 | Ἦν μὲν προθυμία καὶ ἔφεσις ἐκ πολλοῦ ἐμπειρίαν πραγμάτων καὶ γνῶσιν ταῖς τῶν σπουδαιοτέρων ἐμφυτεῦσαι διανοίαις διὰ τοῦ ἀειμνήστου καὶ ἀθανάτου τῆς ἱστορίας στόματος, καὶ ἐβουλόμην, | |
15 | ἂν ἄρα οἷός τε ὦ, τοῦ σύμπαντος τῆς ἐν Βυζαντίῳ Ῥωμαϊκῆς ἀρ‐ | |
χῆς χρόνου τῶν τε αὐτοκρατόρων καὶ τῶν ὑπ’ αὐτοὺς ἀρχόντων | ||
212 | καὶ στρατηγῶν καὶ ὑποστρατήγων καὶ τῶν καθ’ ἕκαστα τὰς ἀξιο‐ λογωτέρας τῶν πράξεων ἀναγράψασθαι. ἐπεὶ δὲ ἐδεῖτο τὸ πρᾶ‐ γμα καὶ χρόνου πολλοῦ καὶ πόνου συχνοῦ καὶ βιβλίων ἀφθονίας καὶ σχολῆς τῆς ἀπὸ τῶν πραγμάτων, ταῦτα δ’ ἡμῖν οὐ προσῆν, | |
5 | εἰς τὸν δεύτερον ἐξ ἀνάγκης ὑποβέβηκα πλοῦν, καὶ τέως ἑνὸς βα‐ σιλέως, ἐπὶ μέγα τὸ τῆς βασιλείας κράτος ὑψώσαντος, ὃς καὶ τῆς βασιλείας ἐπώνυμος ἦν καὶ μέγα ὄφελος τῇ πολιτείᾳ Ῥωμαίων ἐγένετο καὶ τοῖς πράγμασιν, ἐξ ἀρχῆς καὶ μέχρις αὐτῆς τελευτῆς τὰς πράξεις καὶ τὴν ὅλην ἀγωγὴν διηγήσασθαι, ὡς ἂν καὶ τοῖς | |
10 | μετέπειτα μὴ ἀγνοῆται βασιλείου στελέχους ἐπὶ πολὺ τοῦ χρόνου παρεκταθέντος ἡ πρώτη πηγὴ καὶ ῥίζα, καὶ τοῖς ἐκγόνοις ἐκείνου οἴκοθεν εἴη ἀνεστηκὼς ὁ πρὸς ἀρετὴν κανών τε καὶ ἀνδριὰς καὶ τὸ ἀρχέτυπον τῆς μιμήσεως. εἰ δὲ ἐπιμετρηθείη καὶ χρόνος ἡμῖν ἔτι ζωῆς, καὶ γένηταί τις καὶ ἀπὸ τῶν νόσων ἐκεχειρία μικρά, καὶ | |
15 | μηδὲ τῶν ἔξωθεν εἴη τι ἐμποδών, ἴσως προσθῶμεν ἐχομένως καὶ τῆς ἄχρις ἡμῶν κατιούσης αὐτοῦ γενεᾶς τὴν ὅλην τῆς ἱστορίας ἀφήγησιν. 2 Πλὴν οὖν οὗτος ὃν ὁ λόγος νῦν ὑποδεῖξαι κατεπαγγέλ‐ λεται, αὐτοκράτωρ Βασίλειος ὡρμᾶτο μὲν ἐκ τῆς Μακεδόνων γῆς, | |
20 | τὸ δὲ γένος εἷλκεν ἐξ Ἀρμενίων ἔθνους Ἀρσακίων. τοῦ γὰρ πα‐ λαιοῦ Ἀρσάκου, ὃς Πάρθων ἡγήσατο, ἐπὶ μέγα δόξης προελθόν‐ | |
τος καὶ ἀρετῆς, νόμος τοῖς ὕστερον ἐχρημάτισε μὴ ἄλλοθεν βασι‐ | ||
213 | λεύεσθαι μήτε Πάρθους μήτε Ἀρμενίους, ἀλλὰ μηδὲ Μήδους, ἢ παρὰ τοῦ γένους Ἀρσάκου καὶ τῶν ἀπογόνων αὐτοῦ. οὕτως οὖν τῶν εἰρημένων ἐθνῶν ὑπὸ τῆς τοιαύτης βασιλευομένων σειρᾶς, κατά τινας χρόνους τοῦ Ἀρμενίων κατάρχοντος ἐξ ἀνθρώπων | |
5 | ἀποιχομένου συνέβη στάσιν γενέσθαι περὶ τὰ βασίλεια καὶ τοὺς διαδόχους τῆς τοιαύτης ἀρχῆς. Ἀρτάβανος οὖν καὶ Κλειένης οὐ μόνον τῆς προγονικῆς ἐκπεπτωκότες ἀρχῆς, ἀλλὰ καὶ τὴν ζωὴν κινδυνεύοντες, τὴν βασιλεύουσαν ταύτην καταλαμβάνουσι Κων‐ σταντινούπολιν. Λέων ἦν ὁ μέγας τηνικαῦτα τὴν Ῥωμαϊκὴν διέ‐ | |
10 | πων ἀρχήν, ὁ Ζήνωνος πενθερός. οὗτος οὖν τοὺς ἄνδρας ὑπο‐ δεξάμενος καὶ ἀξίως τῆς περὶ αὐτοὺς εὐγενείας φιλοφρονησάμενος οἴκησίν τε καὶ δίαιταν τὴν προσήκουσαν ἐν τῇ βασιλίδι ἀπένειμε. μαθὼν δὲ τῶν ἀνδρῶν τὴν ἐκ τῆς πατρίδος φυγὴν καὶ πρὸς τὴν βασιλεύουσαν ταύτην καταφυγήν, καὶ ὡς εὐμενῶς ὑπὸ τῶν κρα‐ | |
15 | τούντων ἐδέχθησαν, ὁ τότε τὰ τῆς Περσικῆς διέπων ἀρχῆς γράμ‐ μασιν αὐτοὺς μετεκαλεῖτο, εἰς τὴν πατρῴαν ἡγεμονίαν ἐγκατα‐ στῆσαι δῆθεν ὡς εὐνοῶν ὑπισχνούμενος, ἑαυτῷ δὲ τὴν τοῦ ἔθνους ἐντεῦθεν ὑποταγὴν μνηστευόμενος. δεξαμένων δὲ τούτων τὰ γράμματα καὶ περὶ τῶν πρακτέων ἔτι διασκοπουμένων, μηνύεται | |
20 | ταῦτα παρά τινος τῶν ἐξυπηρετούντων αὐτοῖς τῷ βασιλεῖ, καὶ ἡ ἐπιστολὴ ἐγχειρίζεται. γνωσθέντος δὲ τοῦ πράγματος, ὡς οὐκ αὐτοῖς τοσοῦτον τὴν ἀρχὴν ὅσον ἑαυτῷ τὸ ἔθνος ὁ Πέρσης ὑποτά‐ | |
ξαι βουλόμενος τὴν τούτων ἐποιεῖτο μετάπεμψιν, ὅπερ οὔτε τοῖς | ||
214 | καλουμένοις οὔτε τῶν Ῥωμαίων ἐλυσιτέλει τοῖς πράγμασιν, πρό‐ νοια γίνεται τοῦ μὴ τὸ τοῖς Πέρσαις δοκοῦν εἰς πέρας ἐλθεῖν. καὶ διὰ τοῦτο ὑποτεμνομένου τοῦ βασιλέως τήν, εἰ τύχοι, εὐχέρειαν τοῦ δρασμοῦ μετ’ εὐπρεποῦς τοῦ σχήματος, ὡς ἐπ’ εὐρυχωρίας | |
5 | δῆθεν καὶ ἀδείας πλείονος, εἰς Νίκην τὴν κατὰ Μακεδονίαν πόλιν μετὰ γυναικῶν καὶ τέκνων (καὶ αὗται γὰρ μετὰ ταῦτα αὐτοῖς ὑπε‐ κλάπησαν) μετοικίζονται. τοῦ δὲ χρόνου ῥέοντος καὶ τῶν Σαρα‐ κηνῶν ἐπὶ μείζονος δυναστείας προαγομένων, τὴν ὁμοίαν πεῖραν τοῖς τῶν προτέρων ἀπογόνοις Ἀρσακιδῶν ὁ τότε ἀμερμνουνὴς προ‐ | |
10 | εβάλετο, καὶ διὰ γραμμάτων μετεκαλεῖτο αὐτοὺς εἰς τὴν προγονι‐ κὴν δῆθεν ἐξουσίαν τε καὶ ἀρχήν. φωραθέντος δὲ καὶ τοῦ τοιού‐ του δράματος Ἡρακλείῳ τῷ τηνικαῦτα βασιλεῖ, καὶ τῶν γραμμά‐ των ἐγχειρισθέντων, ἐπεὶ μὴ εὐνοίᾳ τούτων ἔγνω τὴν μετάπεμψιν γενομένην ἀλλ’ εἰς πρόθεσιν οἰκείας ἐπικρατείας τῶν ταῦτα μηχα‐ | |
15 | νωμένων (ἤλπιζον γὰρ τὸ ἔθνος ἐκ τῆς πρὸς τὸν παλαιὸν Ἀρσάκην εὐνοίας ῥᾳδίως, εἰ τούτους ἔχοιεν μεθ’ ἑαυτῶν, προσάξεσθαι οἱ Σαρακηνοί), διὰ τοῦτο καὶ εἰς Φιλίππους, μίαν καὶ αὐτὴν τῶν κατὰ Μακεδονίαν τυγχάνουσαν πόλεων, ὡς ἐπὶ μείζονος ἀσφαλείας μετῴκισε τούτους αὖθις ὁ βασιλεύς· εἶτα ἐκεῖθεν πάλιν ὡς ἐπὶ | |
20 | λαμπροτέρας πολιτείας καὶ καταστάσεως μετεβίβασεν εἰς Ἀδρια‐ νούπολιν. εὐθέτου δὲ τοῦ τόπου φανέντος αὐτοῖς, κατ’ ἰδίαν | |
ὥσπερ συνεστηκότες φατρίαν τε καὶ φυλὴν εἰς πλῆθος ἐγένοντο | ||
215 | καὶ ἐπ’ εὐπορίας κατέστησαν ἱκανῆς, τὴν πάτριον εὐγένειαν δια‐ σώζοντες καὶ ἀσύγχυτον τὸ γένος διαφυλάττοντες. 3 Χρόνους δὲ ὕστερον, ἡνίκα Κωνσταντῖνος μετὰ Εἰρή‐ νης τῆς μητρὸς ἐβασίλευεν, Μαΐκτης ἐκεῖνος, ἀφ’ αἵματος Ἀρσά‐ | |
5 | κου καὶ αὐτὸς ὤν, κατά τινα πρεσβείαν ἢ χρείαν εἰσῄει πρὸς τὴν περίβλεπτον ταύτην Κωνσταντινούπολιν· ὃς ἀνδρὶ περιτυγχάνει κατὰ τύχην ὁμογενεῖ, Λέοντι καλουμένῳ, καὶ γνοὺς αὐτὸν ἀπὸ τῆς ἔξωθεν καταστάσεως καὶ περὶ τὴν κατὰ στολὴν ἰδιότητος οὐχ ἵνα τῶν τυχόντων καὶ ταπεινῶν ἀλλ’ εὐγενῆ καὶ περιφανῆ, καὶ εἰς | |
10 | ὁμιλίαν αὐτῷ καταστὰς καὶ ταύτην ἐθάδα καὶ σύντροφον εὑρηκώς, ἐπεὶ τὸ γένος ἀνέμαθεν, καὶ τὴν ὁμοῦ οἴκησιν προκρίνει, τῆς οἰ‐ κείας τὴν ἀλλοτρίαν διὰ τὴν τοῦ ἀνδρὸς ἀρετήν· καὶ τὸ πρὸς αὐτὸν ἀσπασάμενος κῆδος μίαν τῶν αὐτοῦ θυγατέρων ἠγάγετο, ἐξ ὧν ὁ τοῦ ἱστορουμένου προῆλθε πατήρ, ὃς καλῶς ἀναχθεὶς | |
15 | καὶ δι’ ἐπαινουμένης ἀγωγῆς καὶ τροφῆς εἰς ἄνδρας τελέσας, καὶ εὐεξίᾳ σώματος καὶ ῥώμῃ διαφέρων καὶ παντοδαπαῖς κοσμούμενος ἀρεταῖς, πολλοὺς ἐκίνει τοὺς δι’ ἐπιγαμίας θέλοντας αὐτὸν οἰκειώ‐ σασθαι. γυνὴ δέ τις εὐγενὴς καὶ κοσμία κατὰ τὴν Ἀδριανούπο‐ λιν τὴν οἴκησιν ἔχουσα, ἀποιχομένου τοῦ ταύτης ἀνδρὸς σωφρό‐ | |
20 | νως τὴν χηρείαν ἀνύουσα, (φήμη γάρ τις διέτρεχεν οὐ παντελῶς ἀμυδρὰ ἐκ τοῦ μεγάλου Κωνσταντίνου ἕλκειν αὐτὴν τὴν συγγέ‐ νειαν) τῶν ἄλλων προτιμοτέρα τῶν τε καθ’ οὓς παρῴκησεν ἐνομί‐ σθη αὐτῷ, καὶ διὰ τοῦτο τὴν ταύτης θυγατέρα εὐγενείᾳ καὶ κάλλει | |
διαφέρουσαν σώματος καὶ αἰδοῖ κεκοσμημένην ἠγάγετο· ἐξ ὧν | ||
216 | ἐβλάστησεν ἡ βασίλειος αὕτη ῥίζα Βασίλειος, πατρόθεν μὲν ἕλκων τὴν ἐξ Ἀρσάκου συγγένειαν, ᾗ προείρηται· ἡ δὲ μήτηρ τῇ τε τοῦ μεγάλου Κωνσταντίνου συγγενείᾳ ἐκαλλωπίζετο καὶ ἀπὸ θατέρου μέρους τὴν Ἀλεξάνδρου ηὔχει λαμπρότητα. ἐκ τοιούτων γεννητό‐ | |
5 | ρων προελθὼν ὁ Βασίλειος εὐθὺς πολλὰ τῆς ὕστερον δόξης σύμ‐ βολα εἶχεν ὑποφαινόμενα· ταινία τε γὰρ κοκκοβαφὴς παρὰ τὴν πρώτην ἔκφυσιν τῶν τριχῶν ἑωρᾶτο περὶ τὴν κεφαλήν, καὶ περὶ τὰ σπάργανα πορφύρεα βάμματα. 4 Ἦν δὲ μέχρι τότε τὸ γένος τῶν ἀπογόνων Ἀρσάκου | |
10 | κατ’ ἰδίαν ὥσπερ φατρίαν συνεστηκός, εἰ καὶ ταῖς ἐπιγαμίαις πολλάκις τοῖς ἐγχωρίοις συνανεκιρνᾶτο, ἐν Ἀδριανουπόλει κεκτη‐ μένον τὴν οἴκησιν. ἐπεὶ δὲ Κροῦμος ἐκεῖνος, ὁ τῶν Βουλγάρων ἄρχων, εἰς τὰς πρὸς Ῥωμαίους ἐξυβρίσας σπονδὰς πολέμιον χά‐ ρακα τῇ Ἀδριανουπόλει ἐβάλετο, καὶ χρόνον προκαθίσας συχνὸν | |
15 | ὁμολογίᾳ ταύτην διὰ τὴν τῶν ἀναγκαίων ἔνδειαν παρεστήσατο, καὶ τοὺς ἐν αὐτῇ πάντας μετὰ καὶ Μανουὴλ τοῦ ἀρχιερέως τῆς τοιαύτης πόλεως εἰς Βουλγαρίαν μετήγαγε, συνέβη μετὰ τῶν ἄλ‐ λων καὶ τοὺς τοῦ Βασιλείου γεννήτορας, ἔτι τοῦτον ἐν τοῖς σπαρ‐ γάνοις ἔχοντας, εἰς τὴν τῶν Βουλγάρων ἀπαχθῆναι γῆν· ἔνθα | |
20 | τὴν οἰκείαν τῶν Χριστιανῶν πίστιν ἀνόθευτον διασώζοντες ὅ τε θαυμάσιος ἐκεῖνος ἀρχιερεὺς καὶ ὁ σὺν αὐτῷ λαὸς πολλοὺς τῶν Βουλγάρων πρὸς τὴν ἀληθινὴν πίστιν μετήγαγον τοῦ Χριστοῦ | |
(οὔπω γὰρ ἦν τὸ ἔθνος μετηνεγμένον πρὸς τὴν εὐσέβειαν) καὶ | ||
217 | πολλαχοῦ τὰ τῆς Χριστιανικῆς διδασκαλίας κατεβάλοντο σπέρ‐ ματα, τῆς ἐθνικῆς τοὺς Σκύθας πλάνης μεθέλκοντες καὶ πρὸς τὸ τῆς θεογνωσίας μετάγοντες φῶς. ἐφ’ οἷς πρὸς ὀργὴν κατ’ αὐτῶν κινηθεὶς Μουτράγων ὁ τοῦ Κρούμου διάδοχος αὐτόν τε τὸν ἱερώ‐ | |
5 | τατον Μανουὴλ καὶ πολλοὺς τοὺς ἐπὶ τούτῳ ἐνδεικνυμένους, ὡς οὐκ ἴσχυσε πειράσας πεῖσαι ἀποστῆναι Χριστοῦ, μετὰ πολλὰς αἰ‐ κίας τῷ διὰ μαρτυρίου θανάτῳ παρέπεμψεν. καὶ οὕτω συνέβη πολλοὺς τῶν τοῦ Βασιλείου συγγενῶν μαρτυρικῆς εὐκλείας τυχεῖν, ὡς μηδὲ τῆς ἐντεῦθεν σεμνότητος αὐτὸν ἀμοιρεῖν. ἄρτι δὲ ἐπι‐ | |
10 | σκεπτομένου θεοῦ τὸν λαὸν αὐτοῦ καὶ τὴν ἔξοδον αὐτοῖς πρυτα‐ νεύοντος (ὁ γὰρ τῶν Βουλγάρων ἄρχων μὴ δυνάμενος ἐπὶ πολὺ πρὸς τὰς Ῥωμαϊκὰς δυνάμεις ἀνταγωνίζεσθαι πάλιν εἰς ὑπόπτωσιν ἔνευεν), ἐν τῷ ἐπισυνάγεσθαι πρὸς τὸν ἄρχοντα τὸν εἰς τὰ οἰκεῖα ἀπολύεσθαι μέλλοντα λαὸν τῶν Χριστιανῶν, ἰδὼν τὸν παῖδα Βα‐ | |
15 | σίλειον τῇ τε μορφῇ ἐλευθέριον καὶ χαρίεν ὑπογελῶντα καὶ περι‐ σκαίροντα πρὸς ἑαυτὸν ἐφειλκύσατο, καὶ μῆλον θαυμαστὸν τῷ μεγέθει ἐπέδωκεν. ὁ δὲ παῖς ἀκάκως καὶ θαρραλέως τοῖς τοῦ ἄρχοντος ἐπερειδόμενος γόνασιν ἐν τῷ ἀπλάστῳ ἤθει τὴν οἰκείαν εὐγένειαν ἐπεδείκνυτο, ὡς ἐκπλαγῆναι μὲν τὸν ἄρχοντα, διαγριαί‐ | |
20 | νεσθαι δὲ λεληθότως τὴν δορυφόρον τάξιν αὐτοῦ. 5 Ἀλλ’ ἵνα τὰ ἐν μέσῳ συντέμω, ἐξῆλθεν εὐμενείᾳ θεοῦ | |
πρὸς τὰ οἰκεῖα ἅπας ὁ ἀπαχθεὶς ὡς αἰχμάλωτος λαὸς τῶν Χρι‐ | ||
218 | στιανῶν, συνεξῆλθον δὲ καὶ οἱ τοῦ Βασιλείου γονεῖς, τὸν φίλτα‐ τον αὐτοῖς παῖδα προσεπαγόμενοι. ἐγένετο δέ τι περὶ αὐτὸν εὐ‐ θὺς κατὰ τὴν πρώτην ἡλικίαν θαυμάσιον, τὴν εἰς ὕστερον τύχην παραδηλοῦν, ὅπερ οὐ θέμις οἶμαι σιγῇ παρελθεῖν. τῷ γὰρ και‐ | |
5 | ρῷ τοῦ θέρους τῶν τούτου γονέων ἐπὶ τὸν ἴδιον ἐξελθόντων ἀγρὸν καὶ τοῖς θερισταῖς ἐπιστατούντων καὶ διεγειρόντων συντόνως ἐρ‐ γάζεσθαι, ὡς περὶ πλήθουσαν ἀγορὰν ἡ ἡμέρα προέκοπτε καὶ ὁ ἥλιος ἤδη σφοδρότερον ταῖς μεσημβριναῖς ἀκτῖσιν ἐπέφλεγεν, οἱο‐ νεί τινα σκηνὴν ἐκ τοῦ συνδέσμου τῶν ἀσταχύων σκευάσαντες ἐν | |
10 | ταύτῃ τὸν παῖδα κοιμηθησόμενον ἔθεντο, ὅπως τῆς ἀπὸ τοῦ ἡλίου θέρμης ἀβλαβῶς διέλθῃ τὸν καύσωνα. ἐν δὲ τῷ ἐκείνους ἐνα‐ σχολεῖσθαι τοῖς θερισταῖς ἀετὸς ἐπικαταπτὰς καὶ ἄνωθεν ἐπι‐ καθίσας ἡπλωμέναις ταῖς πτέρυξι τὸ παιδίον ἐσκίαζεν. ἀρθείσης δὲ παρὰ τῶν ἰδόντων φωνῆς ὅτι ὄλεθρον ἴσως ἐπάξει ὁ ἀετὸς | |
15 | τῷ παιδί, ἡ μήτηρ εὐθὺς οἷα μήτηρ φιλόστοργος καὶ φιλότεκνος πρὸς τὸν παῖδα ἐξέδραμεν. ἰδοῦσα δὲ τὸν ἀετὸν σκιὰν ταῖς πτέ‐ ρυξι τῷ παιδίῳ περιποιούμενον, καὶ μηδὲ πρὸς τὴν ταύτης ἐκπλα‐ γέντα ἐπέλευσιν ἀλλ’ ὥσπερ χαριέντως πρὸς αὐτὴν ἀτενίζοντα, οὐκ ἠδυνήθη κατὰ τὸ πρόχειρον εἰς κρείττονα πεσεῖν λογισμόν, | |
20 | ἀλλὰ λίθον ἔβαλε κατ’ αὐτοῦ· καὶ οὕτως ἀνέπτη ὁ ἀετὸς καὶ ὡς ἔδοξεν ἀπεχώρησεν. ἐκείνης δὲ αὖθις πρὸς τὸν ἄνδρα καὶ τοὺς ἐργάτας ὑποστρεψάσης, ὁ ἀετὸς κατὰ τὸ πρότερον σχῆμα παρῆν | |
τὸ παιδίον ἐπισκιάζων, καὶ πάλιν ὁμοίως ἡ φωνὴ παρὰ τῶν θεα‐ | ||
219 | τῶν, καὶ ἡ μήτηρ πρὸς τὸ παιδίον, καὶ τῇ βολῇ τοῦ λίθου ὁ ἀετὸς ἀποσοβούμενος, καὶ ἡ τῆς μητρὸς πρὸς τοὺς ἐργαζομένους ἐπι‐ στροφή. ἐναργέστερον δὲ ἄρα τῆς προνοίας δηλῶσαι θελησάσης ὅτι οὐ κατά τινα τύχης αὐτοματισμὸν ἀλλὰ θείᾳ προγνώσει τὸ | |
5 | τελούμενον δείκνυται, ἐκ τρίτου συνέβη τὰ ὅμοια, ὁ ἀετὸς ἐπὶ τὸ παιδίον, οἱ θεωροῦντες βοῶντες, καὶ ἡ μήτηρ ἐπὶ τὸν ἀετόν, καὶ ὁ ἀετὸς πρὸς βίαν καὶ μόλις ἀπαλλαττόμενος. οὕτω τῶν μεγάλων πραγμάτων ἀεὶ πόρρωθεν ὁ θεὸς προκαταβάλλεταί τινα σύμβολα καὶ τεκμήρια τῶν εἰς ὕστερον. τοῦτο δὲ καὶ εἰς τὴν ἐχομένην | |
10 | ἡλικίαν οὐκ ὀλιγάκις γέγονεν ἐπ’ αὐτῷ, ἀλλὰ πολλάκις εὑρέθη ὑπὸ ἀετοῦ ἐν τῷ ὑπνοῦν σκιαζόμενος. ἀλλ’ ἐν οὐδενὶ σχεδὸν λόγῳ τότε ταῦτα ἐτίθετο· πρὸ τοῦ γὰρ ἐμφανεῖς καταστῆναι τὰς ἐν αὐτῷ ἀρετάς, κἂν μεγάλα τὰ προφαινόμενα ἠμελεῖτο καὶ παρε‐ λάνθανεν, οὐδενὸς δυναμένου ἐν οἰκίᾳ λιτῇ καὶ δημοτικῇ ὅπως | |
15 | ἔλθῃ ποτὲ βαλέσθαι εἰς νοῦν. πλὴν ἐπεὶ καὶ τὸ τούτοις ἐπὶ πλέον ἐνδιατρίβειν οὐ πόρρω τυχὸν δόξει τρόπου θωπεύοντος, καὶ νο‐ μισθῶμεν ἴσως ἀπορίᾳ τῶν περὶ αὐτὸν καλῶν ἐν τούτοις τὴν ἱστορίαν ἀπασχολεῖν, τὰ τοῦ ὁμοίου εἴδους καὶ τῆς παιδικῆς ἡλι‐ κίας πάντα παρήσομεν, ἐπὶ δὲ τὰ ἔμπροσθεν τὸν λόγον σπουδῇ | |
20 | προαγάγωμεν, τὴν τῶν ἐπαίνων ἀπληστίαν ὥσπερ ἄλλο τι τῶν | |
οὐκ ἐπαινετῶν ἀπωθούμενοι. | ||
220 | 6 Τρεφόμενος τοίνυν ὁ παῖς παρὰ τῷ πατρί, καὶ αὐτὸν ἔχων τῶν πρακτέων ὑφηγητὴν καὶ τῶν ῥητέων ἐξηγητὴν καὶ δι‐ δάσκαλον καὶ παιδοτρίβην πρὸς ἅπαν σπουδαῖον καὶ ἐπαινούμε‐ νον, οὔτε μιξανθρώπου Χείρωνος ἐδεήθη ὡς Ἀχιλλεὺς οὔτε Λυ‐ | |
5 | κούργου νομοθέτου καὶ Σόλωνος οὔτε ὑπερορίου καὶ ξενικῆς ἀγω‐ γῆς, ἀλλ’ ὑπὸ τῷ φύσαντι μόνῳ τὰ τῶν καλῶν ἐξασκούμενος κάλ‐ λιστα, πρός τε τὸ θεῖον ὁσιότητα καὶ εὐσέβειαν καὶ πρὸς τοὺς τεκόντας αἰδῶ καὶ εὐπείθειαν, πρὸς γεραιτέρους ὕπειξιν καὶ πρὸς ἥλικας καὶ φυλέτας ἄδολον εὔνοιαν, πρὸς δυνάστας ὑποταγὴν καὶ | |
10 | πρὸς πένητας ἔλεον, ἐν πάσαις ταῖς ἀρεταῖς ἐπιδήλως ἐξέλαμψεν, σώφρων ἐκ νέου καὶ ἀνδρεῖος ἀναφαινόμενος, τήν τε ἰσότητα μετὰ φρονήσεως ἀγαπῶν καὶ διαφερόντως τιμῶν, καὶ ἐν μηδενὶ τῶν τα‐ πεινοτέρων κατεπαιρόμενος ἐξ ὧν εὔνοια παρὰ πάντων αὐτῷ καὶ τὸ πᾶσιν εἶναι προσφιλῆ καὶ ἐράσμιον. | |
15 | 7 Ἤδη δὲ αὐτοῦ τὴν παιδικὴν παραλλάξαντος ἡλικίαν καὶ πρὸς τὴν τῶν μειρακίων ἐλάσαντος καὶ τοῖς ἀνδρικωτέροις και‐ ρὸν ἔχοντος προσβαίνειν ἐπιτηδεύμασιν, ἐξέλιπε τὸν βίον ὁ φύσας πατὴρ καὶ πρὸς τὴν ἐκεῖθεν ἀπῆρε κατάστασιν, πένθος δὲ καὶ θρῆνος κατὰ τὴν οἰκίαν, ὡς εἰκός, ἐπεκώμαζε· χηρεία περὶ τὴν | |
20 | μητέρα καὶ ὀρφανία περὶ τοῦτον τὸν κράτιστον καὶ αἱ ἐντεῦθεν ἀνίαι καὶ θλίψεις ἐφύοντο, ἐπέρρει δὲ καὶ φροντίδων ἐσμὸς τῆς | |
κατὰ τὸν βίον διοικήσεως ἕνεκα· ἔρρεπε γὰρ πρὸς τοῦτον εὐθὺς | ||
221 | πᾶσα ἡ περὶ τὸν οἶκον ἐπιμέλεια καὶ ἡ πρόνοια τῆς μητρὸς καὶ τῶν ἀδελφῶν. ἐπεὶ δὲ ἡ ἀπὸ γεωργίας ἐπικουρία μικρά τις καὶ ἀγεννὴς ἐδόκει αὐτῷ, ἐβουλεύετο πρὸς τὸν βασιλεύουσαν εἰσελθεῖν καὶ τὰ τῆς οἰκείας ἀρετῆς ἐπιδείξασθαι κἀντεῦθεν ἑαυτῷ τε καὶ | |
5 | τοῖς αὐτοῦ προσπορίσαι τὰ δέοντα καὶ μεγαλωφελῆ τὴν προστα‐ σίαν ἐπιδείξασθαι καὶ προμήθειαν· ᾔδει γὰρ ἐν ταῖς μεγάλαις καὶ μάλιστα ταῖς βασιλευομέναις τῶν πόλεων τὰς δεξιὰς φύσεις εὐδοκιμεῖν καὶ τοὺς τῶν ἄλλων κατά τι προέχοντας ἐπὶ λαμπρο‐ τέρας τύχης γνωρίζεσθαι, ἐν δὲ ταῖς ἀδοξοτέραις τῶν πόλεων καὶ | |
10 | ταπειναῖς, ὥσπερ ἐν ταῖς κωμητικαῖς ἀναστροφαῖς, ἀμαυροῦσθαι καὶ φθίνειν τὰς ἀρετάς, καὶ αὐτὰς ὑφ’ ἑαυτῶν ἐν τῷ μὴ ἐπιδεί‐ κνυσθαι μηδὲ θαυμάζεσθαι πρὸς τὸ ἐξίτηλον χωρεῖν καὶ μαραί‐ νεσθαι. διὰ ταῦτα μὲν ἡ πρὸς τὴν βασιλεύουσαν εἴσοδος ἐδόκει αὐτῷ λυσιτελὴς καὶ συμφέρουσα, ἀνθεῖλκε δὲ καὶ κατεῖχεν ὁ τῆς | |
15 | μητρὸς πόθος καὶ τὸ θέλειν ἐπικουφίζειν ταύτης τὰ δυσχερῆ, αὐτῆς ἐκείνης μάλιστα τὰς γηροτρόφους ἐλπίδας προβαλλομένης καὶ τὴν ἐγγύθεν ἀπαιτούσης ἐπικουρίαν καὶ ὑπουργίαν ἐν τοῖς καθήκουσιν. 8 Ἐπεὶ δὲ κυριωτέραν ἔδει τὴν θείαν γενέσθαι βουλὴν | |
20 | καὶ τοῦτον πρὸς ὅπερ ἀφώριστο κατὰ μικρὸν ὁδῷ βαδίζοντα ἀνελ‐ θεῖν, ὀνειράτων ὄψεις πείθουσι τὴν μητέρα ὑπενδοῦναι αὐτῷ καὶ ὑπεῖξαι τῆς πρὸς τὴν πόλιν ὁρμῆς, μᾶλλον δὲ αὐτὴν ἐκείνην παρ‐ | |
ορμῆσαι αὐτὸν καὶ προτρέψασθαι τὴν βασιλεύουσαν πόλιν κατα‐ | ||
222 | λαβεῖν καὶ ἐπιδείξασθαι τὸν τῆς ψυχῆς λειμῶνα καὶ τὰ τοῦ γεν‐ ναίου φρονήματος προτερήματα. ἔδοξε γάρ ποτε ὄναρ ἡ μήτηρ ὁρᾶν μέγιστον ἐξ αὐτῆς ἀναβλαστῆσαι φυτόν, ὡς ἡ Κύρου μήτηρ εἶδε τὴν ἄμπελον, καὶ τοῦτο ἐπὶ τῆς οἰκίας αὐτῆς ἑστάναι ἄνθεσί | |
5 | τε κομῶν καὶ καρπῷ βρῖθον, χρυσοῦν τε εἶναι τὸ ἀπὸ γῆς τούτου μέγα στέλεχος, καὶ τὸ κλάδος καὶ τὰ φύλλα χρυσοειδῆ. τοῦτο δὲ πρός τινα τῶν συνήθων καὶ περὶ τὰ τοιαῦτα κατευστοχεῖν δο‐ κούντων διηγησαμένη ἐπὶ λαμπρᾶς καὶ μεγάλης τύχης ἔσεσθαι δηλοῦν τὸν υἱὸν αὐτῆς ἤκουσε. καὶ αὖθις δὲ μετά τινα χρόνον | |
10 | ὀλίγον ὁρᾷ κατὰ τοὺς ὕπνους ἄνδρα τινὰ γηραιόν, οὗ πῦρ ἐξῄει ἀπὸ τοῦ στόματος, διαρρήδην λέγοντα πρὸς αὐτὴν ὅτι ὁ ἀγαπώ‐ μενος ὑπὸ σοῦ ὁ υἱός σου Βασίλειος τῆς τῶν Ῥωμαίων βασιλείας παρὰ θεοῦ τὰ σκῆπτρα ἐγχειρισθήσεται, καὶ δεῖ σε προτρέψασθαι τοῦτον πρὸς τὴν Κωνσταντινούπολιν εἰσελθεῖν. ἡ δὲ πρὸς τὴν | |
15 | χαρμόσυνον ταύτην ἀγγελίαν διαχυθεῖσα καὶ πλήρης γενομένη χα‐ ρᾶς προσεκύνησέ τε τὸν γηραιὸν ἐκεῖνον καὶ “τίς εἶ” εἶπεν αὐτῷ, “ὦ κύριέ μου, ὁ μὴ ἀπαξιώσας ἐποφθῆναι τῇ δούλῃ σου, ἀλλ’ οὕτως εὐφρόσυνα εὐαγγέλια προσκομίσας μοι;” ὁ δὲ “Ἠλίας” φησίν “ὁ Θεσβίτης εἰμί,” καὶ ἀπέπτη τῶν ὀφθαλμῶν. διυπνι‐ | |
20 | σθεῖσα οὖν ἐκείνη, καὶ ταῖς δεξιαῖς ταύταις ὄψεσι, μᾶλλον δὲ θείαις ἀποκαλύψεσιν οἷον ἀναπτερωθεῖσα καὶ ζωπυρήσασα, προ‐ θύμως αὐτὴ παρώρμα καὶ ἐξέπεμπε τὸν υἱὸν πρὸς τὴν βασιλεύ‐ ουσαν, καὶ οἷα μήτηρ ἐνουθέτει καὶ παρεκάλει τόν τε θεῖον φόβον | |
διηνεκῶς ἔχειν ἐν τῇ ψυχῇ, καὶ νομίζειν ἀεὶ τὸν τῆς προνοίας | ||
223 | ὀφθαλμὸν πᾶσαν πρᾶξιν αὐτοῦ καὶ πᾶν νόημα ἐφορᾶν καὶ μηδὲν ἀνάξιον τῆς τοιαύτης ἐφορείας σπουδάζειν, ἀλλὰ τῷ προσήκοντι καταστήματι τὰς οἰκείας ἀρετὰς ἐπιδείξασθαι καὶ ἐν μηδενὶ τὴν προγονικὴν καταισχῦναι εὐγένειαν. | |
5 | 9 Ἄρας οὖν ἐκ Μακεδονίας τῆς Θρᾴκης πρὸς τὴν ἄρχου‐ σαν ταύτην τῶν πόλεων πασῶν ἐπορεύετο, τῶν δυνατῶν τινὶ καὶ περιφανῶν προσμῖξαι βουλόμενος καὶ εἰς θεραπείαν καὶ δουλείαν αὐτοῦ ἑαυτὸν ἀποτάξαι καὶ καταστῆσαι. καὶ τὸ μεταξὺ διανύσας διάστημα, καὶ κατὰ τὰς χρυσᾶς πύλας τῆς βασιλίδος γενόμενος, | |
10 | καὶ δι’ αὐτῶν ἤδη καταφερομένης τῆς ἡμέρας εἰσελθών, πλησίον τυγχάνοντι τῷ τοῦ ἁγίου μάρτυρος Διομήδους προσπελάζει μονα‐ στηρίῳ, καὶ ἀπὸ τῆς ὁδοιπορίας κατάκοπος ὢν αὐτοῦ που πρὸ τοῦ πυλῶνος ἐν τοῖς ἐκεῖσε βάθροις ἀτημελῶς οὕτως ἐπιρρίψας ἑαυτὸν ἀνεπαύετο. καὶ δὴ περὶ πρώτην τυχὸν φυλακὴν νυκτὸς | |
15 | ὄναρ τῷ τῆς μονῆς καθηγουμένῳ ὁ μάρτυς Διομήδης ἐφίσταται, κελεύων ἐπὶ τὸν πυλῶνα τῆς μονῆς ἐξελθεῖν καὶ ἐξ ὀνόματος καλέ‐ σαι Βασίλειον, καὶ ὃς ἂν αὐτῷ ὑπακούσῃ καλοῦντι, τοῦτον εἰσα‐ γαγεῖν εἰς τὸ μοναστήριον καὶ ἐπιμελείας ἀξιῶσαι, τροφῆς τε καὶ σκέπης καὶ ἐνδυμάτων καὶ πάσης μεταδόντα τῆς ἐνδεχομένης | |
20 | χρείας καὶ θεραπείας· κεχρισμένον γὰρ εἰς βασιλέα τυγχάνειν παρὰ θεοῦ, καὶ αὐτὸν μέλλειν εἰς ἀνοικοδομὴν καὶ αὔξησιν τῆς παρούσης γενέσθαι μονῆς. ὡς δὲ φαντασίαν ἄλλως καὶ κενὸν | |
διανοίας ἀνάπλασμα δόξας τὸ ὁραθὲν ὁ ἡγούμενος ἐν οὐδενὶ λόγῳ | ||
224 | ἔθετο, ἀλλὰ πάλιν ἑαυτὸν τῷ ὕπνῳ ἐκδέδωκεν, ἐκ δευτέρου βλέ‐ πει καὶ ἀκούει τὰ ὅμοια. ὡς δὲ καὶ ἔτι νωθὴς καὶ ὑπνώδης, ὡς ἔοικεν, ὢν οὐκ ἀνέφερεν, ἐκ τρίτου βλέπει τὸν μάρτυρα, οὐκέτι πράως καὶ ἱλαρῶς παρακελευόμενον ἀλλὰ σφοδρῶς ἀπειλοῦντα καὶ | |
5 | μάστιγας τῷ δοκεῖν ἐπιφέρειν πειρώμενον, εἰ μὴ θᾶττον ὑπηρετή‐ σει πρὸς τὰ λεγόμενα. τότε δ’ οὖν μόλις οἱονεὶ ἀνανήψας καὶ τὸν γείτονα θανάτου ὕπνον τῶν ὀφθαλμῶν ἀποτιναξάμενος τῷ πυλῶνι ἐφίσταται, καὶ κατὰ τὸ τοῦ μάρτυρος πρόσταγμα ἐξ ὀνό‐ ματος ἐκάλει Βασίλειε. ὁ δὲ εὐθὺς ἀπεκρίνατο “ἰδοὺ ἐγώ, κύ‐ | |
10 | ριε· τί προστάσσεις τῷ δούλῳ σου;” εἴσω δὲ αὐτὸν τῆς μονῆς ποιησάμενος, καὶ ἰδὼν ῥυπῶντά τε καὶ αὐχμῶντα καὶ πολὺν ἐπὶ τοῦ προσώπου τὸν ἥλιον φέροντα, τῆς δεούσης ἐπιμελείας καὶ θε‐ ραπείας ἠξίωσεν καὶ πάσης φιλανθρωπίας μετέδωκεν. εἶτα τὸ μυστήριον παρ’ ἑαυτῷ φυλάττειν καὶ πρὸς μηδένα ἐκλαλῆσαι διὰ | |
15 | τὸ κινδυνῶδες εἰσηγησάμενος, τὴν τοῦ μάρτυρος αὐτῷ ἐφανέρωσε πρόρρησιν καὶ πρὸς τὸ μεμνῆσθαι μετὰ τὴν ἔκβασιν ἠσφαλίσατο. τοῦ δέ, ὡς ὑπὲρ αὐτὸν ὄντος τοῦ πράγματος, μηδὲ παραδέχεσθαι δόξαντος, ἀλλὰ μᾶλλον δι’ αὐτοῦ ἀξιοῦντος εἰσοικισθῆναι καὶ πρὸς δουλείαν δοθῆναι τῶν ἐμφανεστέρων τινί, προθύμως ἑαυτὸν | |
20 | εἰς τοῦτο ἐπέδωκεν ὁ ἡγούμενος. καὶ ἐπεὶ συνήθως εἶχε πρὸς τὴν τοιαύτην μονὴν καὶ πολλάκις ἐτύγχανεν ἐκεῖσε φιλίως φοιτῶν ὁ τοῦ βασιλέως Μιχαὴλ καὶ Βάρδα τοῦ Καίσαρος συγγενής, ὃν | |
ὑποκοριζόμενοι Θεοφιλίτζην ἐκάλουν, ἐπώνυμον φέροντα τὸν Παι‐ | ||
225 | δευόμενον, τούτῳ συνέστησε τὸν Βασίλειον ὁ ἡγούμενος· ἐτύγ‐ χανε γάρ πως τὸ Θεοφιλίδιον τοῦτο γαῦρον ὂν τῷ φρονήματι καὶ μεγαλοφροσύνης οὐκ ἀφεστώς, ἀλλὰ εἰς σπουδὴν ἔχον γενναίους ἄνδρας καὶ εὐειδεῖς καὶ εὐήλικας καὶ ἐπ’ ἀνδρίᾳ μάλιστα καὶ ῥώμῃ | |
5 | σώματος διαφέροντας κεκτῆσθαι περὶ αὐτὸν καὶ ἐπὶ τούτοις μέγα φρονεῖν καὶ σεμνύνεσθαι· οὓς εὐθὺς ἦν ὁρᾶν σηρικαῖς τε κοσμου‐ μένους ἐσθῆσι καὶ τῇ ἄλλῃ καταστολῇ διαπρέποντας. τούτοις καταλεγέντα τὸν νέηλυν νεανίαν Βασίλειον, καὶ κατὰ πολὺ προέ‐ χειν δόξαντα τῶν λοιπῶν κατά τε σωματικὴν ἀλκὴν καὶ ψυχικὴν | |
10 | ἀνδρίαν, πρωτοστράτορα αὑτοῦ πεποίηκεν ὁ Θεόφιλος, καὶ ἡμέ‐ ραν ἐξ ἡμέρας ἐπὶ πλέον ἠγαπᾶτο παρ’ αὐτοῦ καὶ ἐπὶ τοῖς οἰκείοις προτερήμασιν ἐθαυμάζετο· ἐφαίνετο γὰρ καὶ κατὰ χεῖρα γενναῖος καὶ κατὰ ψυχὴν συνετὸς καὶ πρὸς τὸ κελευόμενον πᾶν ὀξύς τε καὶ ἐπιτήδειος. | |
15 | 10 Ἡ δὲ μήτηρ αὐτοῦ διηνεκῶς ποτνιωμένη περὶ αὐτοῦ, καὶ διὰ τὸ μήπω μαθεῖν ὅπως αὐτῷ τὰ τῆς ἀποδημίας εὐώδωται δυσθυμοῦσά τε καὶ ἀσχάλλουσα, βλέπει πάλιν κατὰ τοὺς ὕπνους μέγα φυτὸν κυπαρίσσῳ προσεοικός, κατὰ τὴν αὐλὴν αὐτῆς ἑστη‐ κός, φύλλοις τε χρυσοῖς πυκαζόμενον καὶ χρυσοῦς τοὺς κλάδους | |
20 | καὶ τὸ στέλεχος ἔχον, οὗπερ ὕπερθεν ὑπὲρ κορυφῆς ὁ ταύτης υἱὸς Βασίλειος ἐκαθέζετο. διυπνισθεῖσα δὲ καὶ μεθ’ ἡμέραν τινὶ τῶν εὐλαβῶν γυναικῶν, ἣ νυκτὸς καὶ ἡμέρας κατὰ τὴν Ἄνναν ἐκείνην | |
οὐκ ἀφίστατο ἀπὸ τοῦ θείου ναοῦ ἀλλὰ ταῖς εὐχαῖς καὶ νηστείαις | ||
226 | ἐσχόλαζε, τὰ τῆς ὄψεως διηγήσατο. ἡ δὲ εὐθυμεῖν τε παρῄνεσεν ἐπὶ τῷ υἱῷ, καὶ τὸ ὁραθὲν ἐπικρίνασα βεβαίως δηλοῦν ἀπεφήνατο βασιλέα Ῥωμαίων γενέσθαι σου τὸν υἱόν. τοῖς προτέροις οὖν καὶ τοῦτο προσλαβοῦσα λοιπὸν ἡ μήτηρ οὐκέτι περὶ αὐτοῦ ἐδυσφόρει | |
5 | οὐδὲ ἤσχαλλεν, ἀλλὰ τρεφομένη ταῖς ἐλπίσι καὶ τὴν ἄνωθεν ἀντί‐ ληψιν ἐκδεχομένη ἀνέθαλλεν. 11 Συνέβη δὲ κατ’ ἐκεῖνον τὸν χρόνον τὸν κύριον τοῦ Βασιλείου Θεόφιλον διά τινας τοῦ δημοσίου δουλείας παρὰ τοῦ βασιλεύοντος Μιχαὴλ καὶ Βάρδα τοῦ Καίσαρος ἀποσταλῆναι εἰς | |
10 | Πελοπόννησον. συνῆν δὲ αὐτῷ καὶ ὁ Βασίλειος, εἰς τὴν ἀφορι‐ σθεῖσαν αὐτῷ δουλείαν καθυπουργῶν. γενόμενος δὲ κατὰ τὰς Πάτρας τῆς Ἀχαΐας ὁ εἰρημένος Θεόφιλος εἰσῄει εἰς τὸν τοῦ πρω‐ τοκλήτου ἀποστόλου Ἀνδρέου ναὸν προσευξόμενος. ὁ δὲ Βασί‐ λειος περὶ τὴν οἰκείαν διακονίαν, ὡς ἔοικεν, ἀσχολούμενος οὐ συν‐ | |
15 | εισῆλθεν αὐτῷ, ἀλλ’ ὕστερον καταμόνας τὸ ὀφειλόμενον καὶ αὐ‐ τὸς τῷ ἀποστόλῳ σέβας ἀποδιδοὺς πρὸς τὸν τοιοῦτον ναὸν παρα‐ γέγονε. μοναχὸς δέ τις ἐκεῖσε ποιούμενος τὰς διατριβὰς καὶ τὸν πλείονα χρόνον ἐν τῷ τοῦ ἀποστόλου σχολάζων ναῷ τὸν μὲν Θεό‐ φιλον εἰσελθόντα ἰδὼν οὔτε διανέστη οὔτε ἐπηύξατο οὔτε τινὸς | |
20 | ἠξίωσε ῥήματος, μηδὲ τὴν περὶ αὐτὸν ὡς εἰκὸς δορυφορίαν καὶ λαμπρότητα αἰδεσθείς· ὕστερον δὲ τοῦ Βασιλείου εἰσερχομένου ὑπεξανέστη τε ὥς τινι τῶν κρειττόνων καὶ τὴν ἐξ ἔθους τοῖς βασι‐ | |
λεῦσιν εὐφημίαν προσήνεγκεν. ὅπερ τῶν ἐκεῖσε τυχόντων ἰδόντες | ||
227 | καὶ ἀκηκοότες τινὲς τῇ κατὰ τοὺς τόπους ἐκείνους εὐγενεῖ καὶ πλουσιωτάτῃ γυναικί, ἣ Δανηλὶς ἀπὸ τοῦ ταύτης ἀνδρὸς ὠνομά‐ ζετο, ἀπαγγέλλουσιν. ἐκείνη δὲ διὰ πείρας τὸν μοναχὸν γινώ‐ σκουσα, ὅτι προορατικοῦ χαρίσματος κατηξίωται, οὐκ ἐγένετο περὶ | |
5 | τὸ λεχθὲν ἀμελής, ἀλλὰ μετακαλεσαμένη τὸν μοναχὸν διῆλθε προσονειδίζουσα. “τοσοῦτος χρόνος ἐξ οὗ σοι γνώριμος” ἔφη “τυγχάνω, πάτερ πνευματικέ, καὶ οἶδάς με πάντως οὖσαν ὑπὲρ τοὺς πολλοὺς καὶ τῶν ἐν τῇ χώρᾳ ταύτῃ ὑπερέχουσαν καὶ προάρ‐ χουσαν, καὶ οὐδέποτε οὔτ’ ἐπηγέρθης θεασάμενός με οὔτε ἐπηύξω | |
10 | μοι, ἀλλ’ οὐδὲ τῷ υἱῷ ἢ τῷ ἐκγόνῳ μου τὴν τοιαύτην τιμὴν ἀπέ‐ νειμας. καὶ πῶς νῦν ἄνθρωπον εὐτελῆ καὶ ξένον μηδὲ γνώριμον τοῖς πολλοῖς ἰδὼν καὶ ὑπεξανέστης καὶ ὡς βασιλέα ἐτίμησας;” ὁ δὲ εὐλαβὴς ἐκεῖνος μοναχὸς πρὸς αὐτὴν ἀπεκρίνατο ὅτι οὐχ ὡς σὺ λέγεις, ἕνα τῶν τυχόντων εἶδον τὸν ἄνδρα ἐγώ, ἀλλ’ ὡς μέγαν | |
15 | βασιλέα τῶν Ῥωμαίων ὑπὸ Χριστοῦ κεχρισμένον εἶδον, καὶ ἐξανέ‐ στην καὶ ἐπευφήμησα· τοῖς γὰρ ὑπὸ θεοῦ τετιμημένοις ὀφειλομένη πάντως ἐστὶ καὶ ἡ ἐξ ἀνθρώπων τιμή.” διατρίψαντος τοίνυν ἐν τοῖς ἐκεῖσε μέρεσιν ἐπὶ χρόνον τινὰ τοῦ κυρίου τοῦ Βασιλείου, καὶ τὰς ἐπιτραπείσας αὐτῷ τοῦ δημοσίου δουλείας ἀνύσαντος καὶ ἀνα‐ | |
20 | τρέχειν πρὸς τὴν βασιλεύουσαν μέλλοντος, ἐπεὶ ἔτυχεν ἀσθενείᾳ σώματος ληφθεὶς ὁ Βασίλειος, αὐτόθι καταλιμπάνεται. ἐπιμε‐ λείας δὲ τῆς προσηκούσης τυχὼν μετὰ χρόνον τινὰ τῆς νόσου κρείττων ἐγένετο καὶ πρὸς τὴν ἄνοδον καὶ αὐτὸς ἡτοιμάζετο. με‐ | |
τακαλεσαμένη δὲ αὐτὸν ἡ προρρηθεῖσα γυνὴ Δανηλὶς πολλοῖς καὶ | ||
228 | μεγάλοις δεξιοῦται χαρίσμασιν, ἐμφρόνως πάνυ καὶ συνετῶς ὥσπερ τινὰ σπόρον εἰς ἀγαθὴν αὐτὰ καταβαλλομένη χώραν, ἵνα ἀμήσῃ παμπολλαπλασίονα ἐν εὐθέτῳ καιρῷ· δέδωκε γὰρ αὐτῷ καὶ χρυ‐ σὸν ἱκανὸν καὶ ἀνδράποδα πρὸς ὑπηρεσίαν τριάκοντα καὶ ἐν ἱμα‐ | |
5 | τισμῷ καὶ διαφόροις εἴδεσι πλοῦτον πολύν, μηδὲν ἕτερον ἐπιζητή‐ σασα τὸ πρότερον παρ’ αὐτοῦ ἢ τὸ ποιήσασθαι πνευματικῆς ἀδελ‐ φότητος σύνδεσμον πρὸς Ἰωάννην τὸν ταύτης υἱόν. ὁ δὲ ὡς ὑπὲρ αὐτὸν μᾶλλον οὖσαν διωθεῖτο τὴν ἔντευξιν διὰ τὸ δοκοῦν τῆς γυ‐ ναικὸς περιφανὲς καὶ τὸ αὐτοῦ κατὰ τὸ ὁρώμενον εὐτελές. ὅμως | |
10 | πλείονα παράκλησιν δεξάμενος ὑπ’ αὐτῆς τοῦτο πεποίηκε. καὶ τότε οἱονεὶ ἐπὶ πλέον θαρρήσασα εἶπε φανερῶς πρὸς αὐτὸν ὅτι σε ὁ θεὸς μέγαν ἄνθρωπον ἔχει καὶ ἐπὶ μεγάλης μέλλει τιμῆς ἀν‐ υψοῦν, καὶ οὐδὲν ἕτερον ἐπιζητῶ ἢ ἀπαιτῶ παρὰ σοῦ πλὴν ἵνα ἀγαπᾷς καὶ ἐλεῇς ἡμᾶς. ὁ δὲ τῆς γῆς ἐκείνης ἁπάσης, εἰ δυνατόν, | |
15 | κυρίαν αὐτὴν ἀποφῆναι, εἰ τοῦτο ἔσται, κατεπηγγείλατο. καὶ οὕτως ἐκεῖθεν ἀπάρας ἀνῄει καὶ αὐτὸς πρὸς τὴν βασιλεύουσαν καὶ τὸν αὐτοῦ κύριον. ἀπὸ δὲ τῶν ἐντεῦθεν αὐτῷ προσγεγονότων χρημάτων μετὰ τὴν ἐπάνοδον ἐξωνήσατο κτήματα κατὰ Μακεδο‐ νίαν μεγάλα, καὶ κατέστησεν ἐπ’ εὐπορίας ἅπαντας τοὺς προσή‐ | |
20 | κοντας ἱκανῆς, καὶ γέγονε πλούσιος καὶ αὐτός, ὥσπερ ταῖς ἀρε‐ ταῖς, οὕτω δὴ καὶ τοῖς κτήμασι καὶ τοῖς χρήμασι. συνῆν δὲ | |
ὅμως τῷ κυρίῳ αὐτοῦ καὶ διηκόνει αὐτῷ. | ||
229 | 12 Κατὰ δέ τινα τῶν ἡμερῶν Ἀντίγονος ὁ πατρίκιος καὶ δομέστικος τῶν σχολῶν κλητόριον ἐν ταῖς βασιλικαῖς οἰκίαις, αἳ κατὰ τὴν πλησιάζουσαν τοῖς βασιλείοις αὐλήν, ᾠκοδόμησε καὶ πο‐ λυτελὲς ἐσκευάσατο, ἑστιάτορα καὶ δαιτυμόνα τὸν οἰκεῖον πατέρα | |
5 | Βάρδαν ποιούμενος. ὁ δὲ Καῖσαρ τοὺς μείζονας τῆς συγκλήτου καὶ τοὺς οἰκείους παραλαβὼν καὶ τοὺς συνήθεις πρὸς τὴν εὐωχίαν ἀπῄει, συμπαραλαβὼν καὶ τοὺς ἀπὸ Βουλγαρίας φίλους, συνήθως κατὰ τὸν τότε καιρὸν τῇ βασιλευούσῃ ἐνδιατρίβοντας. παρῆν δὲ τῇ ἑστιάσει καὶ Θεόφιλος ὁ τοῦ Βασιλείου κύριος οἷα συγγενὴς καὶ | |
10 | αὐτὸς τοῦ Καίσαρος, ἀλλὰ καὶ Κωνσταντῖνος ὁ πατρίκιος, ὁ τοῦ καθ’ ἡμᾶς λογοθέτου τοῦ δρόμου καὶ ἐν φιλοσοφίᾳ ἄκρου καὶ ἀδωροτάτου περιφανῶς πατρικίου Θωμᾶ πατήρ. οἱ δὲ Βούλγα‐ ροι ἀεί πως οἰηματίαι καὶ καυχηματίαι τυγχάνοντες, ἐπεὶ ἔτυχον τότε μεθ’ ἑαυτῶν ἔχοντες Βούλγαρον ἐπ’ ἀνδρίᾳ σεμνυνόμενον | |
15 | σώματος καὶ ἄκρον ἐν παλαισμοσύνῃ ὑπάρχοντα, ὃν οὐδεὶς σχεδὸν μέχρι τότε τῶν προσπαλαιόντων κατέβαλεν, οὐκ ἀνεκτὸν ἐδόκουν ἐπ’ αὐτῷ φρονεῖν ἀλλ’ ὑπὲρ τὸ μέτρον ἠλαζονεύοντο. τοῦ δὲ πότου προϊόντος καὶ θυμηδίας χορευούσης κατὰ τὴν τράπεζαν, λέγει ὁ μικρὸς ἐκεῖνος Θεόφιλος πρὸς τὸν Καίσαρα ὅτι ἔχω, δέ‐ | |
20 | σποτα, ἄνθρωπον ὃς ἐὰν κελεύῃς ἵνα παλαίσῃ μετὰ τοῦ περιβοή‐ του τούτου Βουλγάρου. μέγιστον γὰρ ὄνειδος τοῦτο Ῥωμαίοις, καὶ οὐδεὶς ὑποίσει τὴν ἀλαζονείαν αὐτῶν, εἰ οὗτος ἀκαταγώνιστος | |
ἐν Βουλγαρίᾳ παραγένηται. τοῦ δὲ Καίσαρος γενέσθαι προστά‐ | ||
230 | ξαντος, ὁ προμνημονευθεὶς Κωνσταντῖνος πατρίκιος, σφόδρα φι‐ λίως πρὸς τὸν Βασίλειον διακείμενος ἅτε καὶ αὐτὸς ἐξ Ἀρμενίων ἕλκων τὸ γένος, ἐπεὶ δίυγρον εἶδε τὸν τόπον ἐν ᾧ διαγωνίζεσθαι ἔμελλον, καὶ ἐδεδοίκει μή πως ὀλισθήσῃ τυχὸν ὁ Βασίλειος, αἰτεῖ | |
5 | προτροπὴν γενέσθαι παρὰ τοῦ Καίσαρος ἐκ ξύλων ἐπιρρανθῆναι πρίσμα κατὰ τὸ ἔδαφος. οὗ γενομένου συμπλακεὶς τῷ Βουλγάρῳ ὁ Βασίλειος, καὶ θᾶττον συμπιέσας καὶ περισφίγξας αὐτόν, ὡσεὶ δεσμόν τινα χόρτου κοῦφον καὶ ἄψυχον ἢ ἐξ ἐρίου πόκον ξηρόν τε καὶ ἐλαφρόν, οὕτω ῥᾳδίως αὐτὸν ἐπάνω τῆς τραπέζης μετεωρίσας | |
10 | ἀπέρριψεν. τοῦ δὲ γεγονότος οὐδεὶς τῶν παρόντων ἦν ὃς οὐ πε‐ ριεῖπε καὶ ἐθαύμαζε τὸν Βασίλειον. ἐκπλαγέντες δὲ καὶ οἱ Βούλ‐ γαροι τὴν περιουσίαν τῆς εὐχερείας τε καὶ δυνάμεως ἔμειναν ἐνεοί. ἀπ’ ἐκείνης δὲ τῆς ἡμέρας ἤρξατο ἐπὶ πλέον ἡ τοῦ Βασιλείου φήμη εἰς πᾶσαν τὴν πόλιν διαφοιτᾶν, καὶ τοῖς ἁπάντων διεφέρετο στό‐ | |
15 | μασιν, ἀπόβλεπτος ἤδη καθεστηκώς. 13 Ἦν δὲ παρὰ τῷ βασιλεῖ Μιχαὴλ ἵππος ἀφηνιαστὴς καὶ ἄτακτος σκληραύχην τε καὶ ἀγέρωχος, τὰ δ’ ἄλλα γενναῖος καὶ ἀγαθὸς καὶ καθ’ ἡλικίαν καὶ κάλλος καὶ τάχος μέγας καὶ θαυμαστός, ὃς εἰ ἔτυχε λυθεὶς τοῦ δεσμοῦ ἢ ἄλλως πως ἀφεθείς, | |
20 | λίαν ἦν δυσχερὴς εἰς χεῖρας αὖθις ἐλθεῖν καὶ πολλὰ πράγματα πρὸς τὸ κατασχεῖν παρεῖχε τοῖς ἱπποκόμοις. συνέβη δέ ποτε τὸν | |
βασιλέα πρὸς θήραν ἐξελθόντα καὶ τὸν τοιοῦτον ἵππον ἐπιβεβη‐ | ||
231 | κότα αὐτοχειρίᾳ ῥάβδῳ τυχεῖν λαγωοῦ. εὐθὺς οὖν ὑφ’ ἡδονῆς ὁ βασιλεὺς θᾶττον ἐκ τοῦ ἵππου καθήλατο πρὸς τὸ σφάξαι τὸν λαγωόν. ἄφετος δὲ ὁ ἵππος καταλειφθεὶς ἀπεσκίρτησεν, καὶ πολλῶν συνδραμόντων, καὶ τῶν τε τοῦ ἱπποστασίου ἀρχόντων καὶ | |
5 | μαγγλαβιτῶν καὶ λοιπῶν τῶν περὶ αὐτοὺς συγκινηθέντων, οὐκ ἦν τινὶ δυνατὸν τὸν ἵππον λαβεῖν, ὥστε θυμωθέντα τὸν βασιλέα κε‐ λεῦσαι, εἰ κρατηθείη, διακοπῆναι τοὺς ὀπισθίους αὐτοῦ τῶν πο‐ δῶν. ὁ δὲ Καῖσαρ Βάρδας παρὼν ἐδεῖτο τοῦ βασιλέως μὴ διὰ μίαν κακίαν τοσαύτην ἀρετὴν ἵππου μάτην παραπολέσθαι. ὁ | |
10 | οὖν Βασίλειος συμπαρὼν τῷ κυρίῳ αὐτοῦ λέγει πρὸς αὐτὸν ὅτι εἰ παραδράμω τὸν βασιλικὸν ἵππον καὶ ἀπὸ τοῦ ἐμοῦ ἵππου ἐκτινα‐ χθεὶς ἔποχος αὐτοῦ γένωμαι, ἆρα μὴ διὰ τὸ βασιλικοῖς φαλάροις κεκοσμῆσθαι αὐτὸν ἀγανάκτησις παρὰ τοῦ βασιλέως γένηται κατ’ ἐμοῦ; τοῦ δὲ βασιλέως ὑπομνησθέντος καὶ κελεύσαντος τοῦτο γε‐ | |
15 | νέσθαι, ἑτοίμως καὶ εὐφυῶς ὁ Βασίλειος τοῦτο πεποίηκεν. ὃ θεασάμενος ὁ βασιλεύς, καὶ ἀγαπήσας τὴν μετ’ ἀνδρίας εὐφυίαν αὐτοῦ καὶ σύνεσιν, εὐθέως ἀπὸ τοῦ Θεοφιλίτζη αὐτὸν ἀνέλαβέ τε καὶ εἰς τοὺς βασιλικοὺς κατέταξε στράτορας. προσεῖχε δὲ καὶ ἠγάπα αὐτόν, ὁρῶν αὐτοῦ τὸ πρὸς τοὺς ἄλλους ἐν πᾶσι διαφέρον | |
20 | κατὰ πολύ. διὸ καὶ πολλάκις ἐπιδειξάμενον κατενώπιον αὐτοῦ εἰς τὴν τοῦ πρωτοστράτορος ἀξίαν ἐβίβασε. 14 Μετὰ δὲ ταῦτα κυνηγεσίου καταγγελθέντος εἰς τὸ | |
λεγόμενον Φιλοπάτιον, ἦν ὁ πρωτοστράτωρ κατὰ τὸν τύπον τοῦ | ||
232 | βασιλέως προπορευόμενος ἔφιππος, ἐπεφέρετο δὲ καὶ τὸ ῥόπαλον τὸ βασιλικὸν ἐπὶ τῆς ζώνης αὐτοῦ, ὃ βαρδούκιον οἶδε καλεῖν ἡ συνήθεια. θορύβου δὲ κινουμένου ἀπὸ τῶν συμπληρούντων τὸ κυνηγέσιον, ἐξέθορεν ἐκ τῆς ὕλης λύκος παμμεγεθέστατος, ὥστε σχεδὸν πάν‐ | |
5 | τας διαπτοηθῆναι καὶ εἰς ταραχὴν ἐμπεσεῖν. ὁρμήσας δὲ κατ’ αὐτοῦ ὁ Βασίλειος, καὶ ῥίψας ἐξόπισθεν τὸ βασιλικὸν βαρδούκιον, ἔτυχε τοῦ θηρίου κατὰ τὸ μέσον τῆς κεφαλῆς καὶ ταύτην ἐδιχοτό‐ μησεν. ὁ δὲ Καῖσαρ ὄπισθεν τοῦ βασιλέως κατὰ τὸ εἰωθὸς πο‐ ρευόμενος καὶ τὸ γεγονὸς θεασάμενος εἶπε πρός τινας τῶν συνεπο‐ | |
10 | μένων συνήθων αὐτοῦ καὶ γνωστῶν ὅτι οἶμαι πάσης τῆς γενεᾶς ἡμῶν τὴν κατάλυσιν τὸν ἄνθρωπον τοῦτον μέλλειν γενήσεσθαι· κατεστοχάζετο γὰρ καὶ τὸ πρὸς πάντα τούτου ἐπιτυχές τε καὶ εὐ‐ τυχὲς καὶ τὴν διὰ ταῦτα τοῦ βασιλέως διάθεσιν πρὸς αὐτόν. οὐ μόνον δέ, ἀλλὰ καὶ παρὰ Λέοντός φασι τοῦ τηνικαῦτα ἐπὶ παν‐ | |
15 | τοδαπῇ σοφίᾳ πρωτεύοντος ἀκοῦσαι αὐτόν, ἐν τῷ πολλάκις περὶ τούτων πυνθάνεσθαι τοῦ ἀνδρός, πρῶτα μὲν ὅτι ὑπὸ νεανίσκου τινὸς εὑρίσκω τὴν κατάλυσιν τῆς ὑμῶν γενεᾶς· ἔπειτα, ὡς εἰς ἐμ‐ φάνειαν προέβαινεν ὁ Βασίλειος, καὶ τῷ δακτύλῳ τοῦτον ὑποδεῖξαι τῷ Καίσαρι, λέγοντα ὅτι οὗτος τυγχάνει ὃν ἔλεγον διάδοχον ὑμῶν | |
20 | μέλλειν ἔσεσθαι. ἐξ οὗ καὶ ὑφωρᾶτο καὶ ἐνήδρευεν ὁ Καῖσαρ ἀεὶ τὸν Βασίλειον, εἰ καὶ μηδὲν ἀκυρῶσαι ἠδύνατο τῶν ὑπὸ τοῦ θείου προκυρωθέντων βουλήματος· οὐ γὰρ οὕτως ἀπροσδόκητον ὡς ἄφυκτον ἀεὶ τὸ πεπρωμένον ἐστίν. καὶ ταῦτα μέν, εἰ καὶ κατὰ | |
παράβασιν ἴσως, ἀλλ’ οὐκ ἔξω τῆς ὑποθέσεως εἴρηται. | ||
233 | 15 Φιλοθήρου δὲ τοῦ βασιλέως τυγχάνοντος, καὶ πάλιν μετ’ ὀλίγον κυνηγεσίου τε χάριν καὶ μετρίου περιοδεύματος κατὰ τὸν τῆς Ἀρμαμενταρέας λεγόμενον τόπον περάσαντος, εἶτα δουλι‐ κίου κατ’ ἰδίαν εὐτρεπισθέντος καὶ τοῦ βασιλέως ἐπὶ τραπέζης μετὰ | |
5 | Θεοδώρας καθεσθέντος τῆς οἰκείας μητρὸς καὶ τῶν ἰδίων συγγε‐ νῶν καὶ οἰκειοτέρων τῆς συγκλήτου, προσεκλήθη καὶ ὁ πρωτο‐ στράτωρ τοῦ βασιλέως κελεύσαντος, καὶ καθεσθέντος αὐτοῦ ἤρξατο Θεοδώρα ἡ βασιλὶς πυκνότερον ἀτενίζειν καὶ ἀφορᾶν πρὸς αὐτὸν καὶ κατανοεῖν καὶ παρεπισκοπεῖν αὐτὸν ἀκριβέστερον. ἐπιγνοῦσα | |
10 | δέ τινα σύσσημα ἐν αὐτῷ κατ’ ὀλίγον ἐλιποψύχησεν, ὥστε καὶ ὕδωρ ἐπιχεθῆναι αὐτῇ καὶ διὰ τοῦ ἀπὸ ῥόδων στάγματος τὸ πνεῦ‐ μα μόλις ἀνακαλέσασθαι, ὅτεπερ οἱ παρόντες ὑπανεχώρησαν. εἰς ἑαυτὴν δὲ ἐλθοῦσα καὶ ἀναλάμψασα παρὰ τοῦ υἱοῦ καὶ βασιλέως ἐπηρωτᾶτο, τί ἄρα τὸ γεγονὸς ἐπ’ αὐτῇ, καὶ πόθεν οὕτως ἀθρόως | |
15 | ἐπισυνέβη αὐτῇ ἡ ἔκστασις. ἡ δὲ μόλις ἑαυτὴν ἐκ τῶν θορύβων τῶν φρενῶν συναθροίσασα ἔλεγεν ὅτι ὃν ἤκουον παρὰ τοῦ πατρός σου, δέσποτα καὶ τέκνον ἐμόν, μέλλειν ἐξολοθρεῦσαι τὴν γενεὰν ἡμῶν, οὗτός ἐστιν ὃν λέγεις Βασίλειον· τὰ σύμβολα γάρ, ἅπερ ἔλεγεν ἔχειν τὸν ἡμᾶς διαδέχεσθαι μέλλοντα, οὗτος ὁ ἄνθρωπος | |
20 | κέκτηται. ὅθεν τὸ πρᾶγμα ὅλον τῇ διανοίᾳ παραλαβοῦσα, καὶ ὥσπερ κατ’ ὀφθαλμοὺς τὸν ὄλεθρον βλέπουσα, διαταραχθεῖσα ἐξέλιπον. ὁ δὲ βασιλεὺς τὸ δέος ἀφαιρῶν τῆς μητρός, καὶ εἰς | |
τὸ καθεστὸς ἐπανάγων καὶ παραμυθούμενος, “κακῶς ὑπέλαβες” | ||
234 | εἶπεν, “ὦ μῆτερ· ὁ γὰρ ἄνθρωπος οὗτος ἰδιώτης ἐστὶ καὶ πάνυ ἀφελής, ἀνδρίαν μόνον ἔχων, οἵαν ὁ πάλαι Σαμψών, καὶ οὐδὲν ἕτερον, ἀλλ’ ὥς τις Ἐνὰκ ἢ Νεμβρὼδ ἐν ταῖς ἡμέραις ἡμῶν ἀνα‐ φανείς. ἐξ αὐτοῦ τοίνυν μηδένα φόβον ἔχε, μηδ’ ὑπόνοιάν τινα | |
5 | κεκτήσῃ πονηράν.” καὶ τότε μὲν οὕτως τὸ τοιοῦτον κῦμα ὑπὸ θεοῦ φρουρούμενος παρέδραμεν ὁ Βασίλειος. 16 Εἶχε δὲ κατὰ τοὺς χρόνους ἐκείνους παρακοιμώμενον ὁ βασιλεὺς τὸν εὐνοῦχον Δαμιανὸν τὸν πατρίκιον, τῷ γένει Σκλά‐ βον, ὃς διὰ φιλοδέσποτον πάθος ἔλεγε πολλάκις τῷ βασιλεῖ καὶ | |
10 | περὶ ἄλλων μέν τινων ὡς μὴ κατὰ τὸ δέον τῶν πραγμάτων ἐξη‐ γουμένων, ἐξαιρέτως δὲ περὶ τοῦ θείου αὐτοῦ Βάρδα τοῦ Καίσα‐ ρος, ὡς τὸ πλεῖστον τοῦ κράτους εἰς ἑαυτὸν μετηγάγετο καὶ πολ‐ λάκις ἐκφέρεται τοῦ καθήκοντος, καὶ ἐκ τοῦ ἐνίας τῶν τοῦ Καί‐ σαρος ἀνέτρεπεν διοικήσεων ἑτέρως ἔχειν τὰ πράγματα ἀναδιδά‐ | |
15 | σκων τῷ βασιλεῖ. δι’ ἃ συμπεισθεὶς ὁ Καῖσαρ ὑπὸ τῶν οἰκείων φίλων καὶ γνησίων παραινετῶν καὶ συμβούλων κατὰ τοῦ Δαμιανοῦ συσκευάζεται, καὶ πολλαῖς διαβολαῖς κατ’ αὐτοῦ πρὸς τὸν βασιλέα χρησάμενος, καὶ πιθανῶς συνθεὶς τὰ κατηγορούμενα, μετεκίνησε τὴν τοῦ βασιλέως γνώμην καὶ ἀπὸ τῆς περὶ τὸν Δαμιανὸν εὐνοίας | |
20 | μετέστησεν, ὥστε καὶ διαδέξασθαι πεῖσαι τῆς οἰκείας ἀξίας αὐτόν. ἐξωσθέντος οὖν ἐκείνου ἐχήρευε λοιπὸν ἐπὶ χρόνον τινὰ τὸ τοιοῦ‐ τον ἀξίωμα. ἀλλ’ ὅταν ἡ πρόνοια πρὸς ὃ βούλεται συνελαύνῃ τὰ | |
πράγματα, καὶ φρόνησις ἀπρακτεῖ καὶ πανουργία τοῖς οἰκείοις | ||
235 | σοφίσμασι περιδράσσεται. τοῦ γὰρ Καίσαρος καὶ πολλῶν ἄλλων ἐκεῖ‐ νόν τε καὶ τοῦτον εἰς τὸ τοιοῦτον ἐπαναβιβασθῆναι ἀξίωμα λογο‐ ποιούντων καὶ λεληθότως ἐπισπευδόντων, παρὰ πᾶσαν αὐτῶν ἐλπίδα μετὰ καιρὸν οὐ πολὺν προβάλλεται παρακοιμώμενον ὁ βα‐ | |
5 | σιλεὺς τὸν Βασίλειον, τιμήσας αὐτὸν καὶ πατρίκιον, καὶ γυναικὶ συζεύξας εὐμορφίᾳ σώματος καὶ κάλλει καὶ κοσμιότητι πρωτευούσῃ πασῶν τῶν εὐγενίδων σχεδόν, ἣ θυγάτηρ ἐτύγχανε τοῦ παρὰ πάν‐ των ἐπ’ εὐγενείᾳ καὶ φρονήσει λαλουμένου τότε τοῦ Ἴγγερος. τού‐ του δὲ γενομένου, καὶ καθ’ ἑκάστην ἐπιδιδούσης τῆς τοῦ βασιλέως | |
10 | ἀγάπης πρὸς τὸν Βασίλειον, ὁρῶν ὁ Καῖσαρ καὶ τῷ φθόνῳ δακνό‐ μενος καὶ ὑπὲρ τοῦ μέλλοντος ὀρρωδῶν πολλάκις τοὺς ἐπὶ διαβολῇ τοῦ Δαμιανοῦ γενέσθαι αὐτὸν βουλευσαμένους καὶ παρορμήσαν‐ τας ἐλοιδορεῖτο καὶ κατεμέμφετο, ἄφρονας αὐτοὺς καὶ κακοβού‐ λους ἀποκαλῶν, “οἷς” φησίν “ἐγὼ παρὰ τὸ δέον πεισθείς, καὶ | |
15 | ἐξεώσας ἀλώπεκα, λέοντα ἀντεισήγαγον, ἵνα πάντας ἡμᾶς λαφύξῃ καὶ καταβρώξηται.” 17 Ἄρτι δὲ τοῦ βασιλέως Μιχαὴλ μετὰ Βάρδα τοῦ θείου Καίσαρος κατὰ Κρήτης ἐκστρατεύοντος, καὶ σοβαρώτερον τοῦ Καίσαρος χρωμένου τοῖς πράγμασι καὶ ἐξουσιαστικώτερον ἐκφέ‐ | |
20 | ροντος τὰ προστάγματα, ἤρξαντο πυκναὶ καὶ συνεχεῖς αἱ κατ’ αὐτοῦ διαβολαὶ καθ’ ἑκάστην τῷ βασιλεῖ Μιχαὴλ διαγγέλλεσθαι. | |
ἐν Κήποις δὲ γενομένων αὐτῶν (τόπος δὲ οὗτος κατὰ τὴν πρὸς | ||
236 | Μαιάνδρῳ τῶν Θρᾳκησίων παράλιον) καὶ εἴτε κατὰ τύχην εἴτε κατὰ σπουδὴν τῆς τοῦ βασιλέως αὐλαίας ἤτοι κόρτης ἐπὶ χθαμα‐ λοῦ καὶ ἐπιπέδου ταθείσης τόπου, τῆς δὲ τοῦ Καίσαρος ἐν ἀπό‐ πτῳ καὶ ὑψηλῷ, ταύτης εὐλόγου δῆθεν δραξάμενοι ἀφορμῆς οἱ | |
5 | πάλαι βαρυνόμενοι καὶ μισοῦντες τὸν Καίσαρα πολλὰς κατ’ αὐτοῦ ὡς ἐντρυφῶντος ἤδη καὶ φανερῶς εἰς τὸν αὐτοκράτορα ἐξυβρίζον‐ τος, εἰ τοῖς ἄλλοις ἅπασιν οὐκ ἀρκούμενος κἀν τούτῳ φιλοτιμή‐ σασθαι ἔσπευσεν, ἵνα χθαμαλὴ μὲν καὶ ταπεινὴ ἡ τοῦ αὐτοκράτο‐ ρος σκηνὴ δείκνυται, ἡ δὲ ἐκείνου περιφανὴς καὶ μετέωρος. πει‐ | |
10 | σθεὶς οὖν τούτοις ὁ βασιλεὺς κινεῖται πρὸς τὴν κατ’ αὐτοῦ συ‐ σκευὴν καὶ πρὸς τὴν βουλὴν καὶ σκέψιν τῆς αὐτοῦ ἀναιρέσεως· οὐ γὰρ ἠδύνατο φανερῶς κατ’ αὐτοῦ τι εἰπεῖν ἢ ἀποφήνασθαι διὰ τὸ ὁμότιμον σχεδὸν εἶναι καὶ κοινωνὸν τῆς ἀρχῆς, καὶ διὰ τὸ δε‐ διέναι πάντας τὴν ἑταιριῶτιν αὐτοῦ φατρίαν καὶ σύστασιν, καὶ | |
15 | τὸ πάντας τοὺς ἄρχοντάς τε καὶ στρατηγοὺς αὐτῷ προσανακεῖ‐ σθαι καὶ πρὸς αὐτὸν μᾶλλον ἢ πρὸς τὸν βασιλέα ὁρᾶν, ὡς καὶ μᾶλλον ἐκείνου τοῖς πράγμασι νήφοντος καὶ πρὸς τὸ δοκοῦν μετα‐ φέροντος ἕκαστα, καὶ μάλιστα διὰ τὸ τὸν ἀνθύπατον καὶ πατρί‐ κιον Ἀντίγονον τὸν υἱὸν αὐτοῦ δομέστικον τὸ τηνικαῦτα τῶν βασι‐ | |
20 | λικῶν τυγχάνειν σχολῶν. πλὴν ἔσχε πολλοὺς ὁ βασιλεὺς τοὺς κοι‐ νωνοῦντας αὐτῷ τοῦ βουλεύματος καὶ κατεπαγγελλομένους κατα‐ | |
πράξασθαι τὴν σφαγήν. ὡς οὖν κατὰ τὴν ἕω συνήθως ὁ Καῖσαρ | ||
237 | πρὸς τὴν τοῦ βασιλέως ἦλθε σκηνήν, καίτοι πονηρῶν οἰωνῶν προ‐ φανέντων αὐτῷ, ὅπως περὶ τῶν προκειμένων βουλεύσωνται, εὔ‐ θετον καιρὸν τοῦτον εἶναι νομίσας ὁ βασιλεὺς πρὸς τὴν τούτου ἀναίρεσιν διὰ νεύματος γνωρίζει τῷ πατρικίῳ Συμβατίῳ λογοθέτῃ | |
5 | τοῦ δρόμου τυγχάνοντι, ὃς καὶ γαμβρὸς ἦν τοῦ Καίσαρος ἐπὶ θυγατρὶ καὶ τῆς κατ’ αὐτοῦ βουλῆς ἐκοινώνει βασιλεῖ, ἐξελθόντι εἰσαγαγεῖν τοὺς αὐτόχειρας αὐτοῦ γενέσθαι ὀφείλοντας. ὃς ἐξελ‐ θὼν καὶ τὸ συγκείμενον σημεῖον πεποιηκώς, ὅπερ ἦν τὸ τοῦ σταυ‐ ροῦ σημεῖον, τῇ οἰκείᾳ ὄψει ἐπισφραγίσασθαι, ἐπεὶ ἐκεῖνοι μαλα‐ | |
10 | κόψυχοι τυχὸν ὄντες ἀπεδειλίασαν καὶ πρὸς αὐτῷ τῷ δεινῷ γεγο‐ νότες διὰ τὸ μέγεθος τῆς πράξεως ἰλιγγίασαν καὶ τριβὴ τοῦ χρόνου ἐγένετο, ἐν ἀμηχανίᾳ κατέστη ὁ βασιλεύς, καὶ διά τινος τῶν βα‐ σιλείων κατευναστῶν μαθὼν αὐτοὺς κατεπτηχέναι καὶ δειλιᾶν καὶ ἀναβάλλεσθαι τὸ ἐγχείρημα, τῷ ὄντι διανοίας τόλμημα καὶ φρενὸς | |
15 | ἀνδρείας καὶ εὐθαρσοῦς· καὶ τῶν ἔνδον τινὰ οἰκεῖόν τε καὶ πιστὸν ἐκπέμπει πρὸς Βασίλειον τὸν πατρίκιον καὶ παρακοιμώμενον, καὶ δηλοῖ μετὰ δέους αὐτῷ ὡς εἰ μὴ θᾶττον ἀναρρώσῃς τοὺς εἰς τὸ πρᾶγμα ηὐτρεπισμένους καὶ παρορμήσῃς αὐτίκα πρὸς τὸ ἔργον χωρῆσαι, πάντως οἶδα ὅτι εὐθέως ἐμὲ δεήσει ὑπὸ τούτου ἀναιρε‐ | |
20 | θῆναι· ἀδύνατον γὰρ λαθεῖν αὐτὸν τὰ κατ’ αὐτοῦ μοι βεβουλευ‐ μένα, καὶ δόξετε μᾶλλον ὑμεῖς αὐτόχειρες καὶ σφαγεῖς χρηματί‐ | |
σαι μου. ἅπερ ἀκηκοὼς ὁ Βασίλειος, καὶ περὶ τοῦ βασιλέως μή | ||
238 | τι πάθοι ἐν ἀγωνίᾳ γεγονώς, θᾶττον θαρραλέους ἐποίησε τοὺς δει‐ λοὺς καὶ τοὺς τρέμοντας εὐθαρσεῖς, καὶ τῇ τοῦ βασιλέως αὐτοὺς ὑπηρετήσασθαι βουλῇ διηρέθισεν. ὧν ὥσπερ μένους πλησθέντων καὶ ἀθρόως εἰσπηδησάντων εἰς τὴν βασιλέως σκηνήν, ὁ Καῖσαρ, | |
5 | ὅπερ ἦν, ἐπ’ αὐτὸν δόξας εἶναι τὴν συνδρομήν, ἀναπηδήσας τοῖς τοῦ βασιλέως περιεπλάκη ποσίν. ὃν ἐκεῖθεν ἑλκύσαντες οἱ αὐτό‐ χειρες πρὸ τῶν ποδῶν τοῦ βασιλέως ἀπέσφαξαν. πρώτην εἶχε μετ’ εἰκάδα ὁ μὴν ὁ Ἀπρίλλιος, τῆς τεσσαρεσκαιδεκάτης ἐπινεμή‐ σεως. εὐθὺς οὖν ἡ στρατεία τῷ βασιλεῖ καταλύεται, καὶ πρὸς τὴν | |
10 | βασιλεύουσαν ἐπανέρχεται. 18 Τῆς δὲ προνοίας ἀγούσης τὸν Βασίλειον εὐμηχάνως πρὸς ὅπερ ἐβούλετο, εὐθέως μετὰ τὴν ἐκ τῆς στρατείας ὑποστρο‐ φὴν υἱοποιεῖται τοῦτον ὁ βασιλεύς (ἐτύγχανε γὰρ καθάπαξ οἰκείας γονῆς ἀμοιρῶν) καὶ τῆς τῶν μαγίστρων ὑπερλάμπρου τιμῆς ἀξιοῖ. | |
15 | ἐφ’ ὧν τῇ βασκανίᾳ διαρρηγνύμενος ὁ λογοθέτης Συμβάτιος, καὶ μὴ δυνάμενος τὸν φθονούμενον καθορᾶν οὐκ ὀλίγην ἐπίδοσιν καθ’ ἑκάστην λαμβάνοντα, παραιτεῖται μὲν τὴν προσοῦσαν αὐτῷ μέχρι τότε διακονίαν, ὡς μὴ δυνάμενος κατὰ τὴν βασιλεύουσαν ζῆν, τῆς δὲ τῶν Ἰώνων ἤτοι Θρᾳκησίων στρατηγίας αἰτεῖ τὴν ἀρχήν. οὗ | |
20 | τὴν αἴτησιν ὁ βασιλεὺς ἐκπληρῶν προβάλλεται τοῦ εἰρημένου θέμα‐ τος στρατηγόν. ὀλίγου δὲ διελθόντος καιροῦ, καὶ τῶν πραγμάτων ἐπισφαλῶς σαλευόντων καὶ τῆς ἀρχῆς κραδαινομένης καὶ ζητούσης | |
τὸν προστησόμενον διὰ τὸ τὸν βασιλέα πρὸς ἄλλοις μᾶλλον εἶναι ἢ | ||
239 | πράγμασιν εἰς δέον εἰδέναι χρῆσθαι, πρότερον δὲ τὰ πολλὰ λαν‐ θάνειν διὰ τὸ τὸν κοινωνὸν τῆς ἀρχῆς Καίσαρα ἀεὶ τὰ κατεπείγοντα διοικεῖν καὶ αὐτῷ σχεδὸν ἀνακεῖσθαι τὰ πράγματα καὶ τὴν μέρι‐ μναν πᾶσαν τῆς κοσμικῆς διοικήσεως, ἐγίνοντο καταβοήσεις τε καὶ | |
5 | διαγογγυσμοὶ κατὰ τοῦ βασιλέως παρά τε τῆς συγκλήτου βουλῆς καὶ τοῦ πολιτεύματος καὶ παρὰ πάντων σχεδὸν τῶν ὄντων ἐπὶ τῶν διοικήσεων καὶ μεταχειριζομένων τὰ πράγματα, ἔτι δὲ καὶ παρὰ τῶν στρατευμάτων καὶ παντὸς τοῦ πλήθους τοῦ ἀστικοῦ· ἃ διὰ τῶν οἰκειοτάτων ὁ βασιλεὺς γνούς, καὶ μόλις οἷον ἐπὶ βραχὺ ἀνα‐ | |
10 | νήψας, καὶ ἐπιγνοὺς τὴν οἰκείαν περὶ τὰ κοινὰ οὐ μόνον ἀμέλειαν καὶ ῥᾳθυμίαν ἀλλὰ καὶ ἀνεπιτηδειότητα καὶ ἀφέλειαν, καὶ ἐπανά‐ στασιν ἢ ἀπόστασιν παρὰ τοῦ πλήθους εὐλαβηθείς, ἔγνω κοινωνὸν τῶν πραγμάτων προσλαβέσθαι καὶ τῆς ἀρχῆς· καὶ ἐπείπερ πρὸ ὀλίγου υἱοποιησάμενος ἦν τὸν Βασίλειον, ᾔδει δὲ αὐτὸν οὐ μόνον | |
15 | ἀνδρίᾳ ἀλλὰ καὶ συνέσει τῶν πολλῶν διαφέροντα καὶ ἱκανὸν ἀνα‐ πληροῦν αὐτοῦ τὸ ἐν τῇ κυβερνήσει τοῦ κοσμικοῦ σκάφους ὑστέρη‐ μα, ἅμα καὶ τῆς θείας ἐναγούσης εἰς τοῦτο προνοίας αὐτόν, βε‐ βαιοῖ πρὸς τοῦτο τὴν γνώμην αὐτοῦ ὥστε Βασίλειον βασιλέα ... καὶ δὴ θεοῦ συνεφαπτομένου τῆς βουλῆς καὶ τοῦ πράγματος, κατ’ | |
20 | αὐτὴν τὴν ἡμέραν τῆς ἁγίας πεντηκοστῆς, ἐν ᾗ τοῦ πατρὸς ὁ παράκλητος πρὸς τοὺς τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν ἐφοίτησε μα‐ | |
θητάς, ἐν τῷ περιβλέπτῳ καὶ ἐπωνύμῳ τῆς τοῦ θεοῦ σοφίας ναῷ | ||
240 | τὸν βασίλειον ὁ Βασίλειος περιτίθεται στέφανον, χειρὶ μὲν τοῦ τότε Μιχαὴλ βασιλεύοντος, ψήφῳ δὲ καὶ κρίσει Χριστοῦ τοῦ ἀεὶ βα‐ σιλεύοντος. ἕκτην πρὸς ταῖς εἴκοσιν εἶχεν ὁ Μαΐος μήν, τῆς τεσσα‐ ρεσκαιδεκάτης κατὰ Ῥωμαίους ἐπινεμήσεως. | |
5 | 19 Μαθὼν δὲ τὸ γεγονὸς ὁ Συμβάτιος κατὰ τὴν ἀπονε‐ μηθεῖσαν αὐτῷ στρατηγίδα διάγων, οὐκ ἠδυνήθη τὸν διατήκοντα φθόνον αὐτῷ ἀνθρωπίνως ὑπενεγκεῖν, ἀλλὰ συναπομανέντα σχὼν καὶ Πηγάνην ἐκεῖνον τὸν πατρίκιον, ὃς τῆς κατὰ τὸ Ὀψίκιον ἡγεῖτο στρατηγίδος, εἰς ἀπόστασιν βλέπουσι, καὶ μοῦλτον ἐξ ἀπονοίας | |
10 | ἔγνωσαν συνιστᾶν. ἀναπείσαντες δὲ καὶ τὰ ὑπ’ αὐτοὺς στρατεύ‐ ματα εἰς ἔργον ἐξάγουσι τὰ βουλεύματα, εὐφημοῦντες μὲν τὸν Μιχαὴλ ὡς βασιλέα διὰ τὸ ἐκ τούτου τὰ πλήθη ἐπάγεσθαι καὶ μὴ δοκεῖν πτέρναν ἀποστασίας αἴρειν κατὰ τοῦ αὐτοκράτορος, δυσφημοῦντες δὲ τὸν Βασίλειον καὶ μυρίαις πλύνοντες ὕβρεσι. | |
15 | φρυαξάμενοι δὲ ταῖς τοιαύταις ἀπονοίαις κατὰ τὸν τοῦ θέρους καιρόν, καὶ πολλοὺς ἀγροὺς τῶν κατὰ τὴν βασιλίδα δυνατῶν πυρ‐ πολήσαντες, καὶ ναῦς οὐκ ὀλίγας τῶν πρὸς τὴν βασιλεύουσαν ποιουμένων τὸν πλοῦν ἐν τοῖς ὅρμοις κατασχόντες καὶ κατακαύ‐ σαντες, ὡς ἔφθασεν ὁ χειμών, διαλύονται, διαδιδρασκόντων λά‐ | |
20 | θρα καὶ κατ’ ὀλίγους τῶν κοινωνῶν τοῦ τολμήματος. ὃ συνιδόν‐ τες οἱ τοῦ δράματος ἀρχηγοὶ φυγῇ τὴν σωτηρίαν λαβεῖν ἐπειρά‐ θησαν. καὶ ὁ μὲν Συμβάτιος εἰς τὸ τῆς Πλατείας λεγομένης πέ‐ | |
τρας φρούριον ὑπεισέρχεται, ὁ δὲ Πηγάνης κατέχει τὸ Κοτυάειον. | ||
241 | ἀλλ’ εἰς οὐδὲν τῆς τοιαύτης ἐπινοίας ἀπώναντο· ὑπὸ γὰρ τῆς τοῦ βασιλέως ληφθέντες χειρὸς δέσμιοι πρὸς αὐτὸν ἀναφέρονται. κατα‐ λαμβάνουσι δὲ τοῦτον ἐν τοῖς τοῦ ἁγίου Μάμαντος παλατίοις διά‐ γοντα· οὓς ἰδών, καὶ πολλὰ τῆς ἀπονοίας καὶ ἀταξίας ὀνειδίσας | |
5 | τε καὶ λοιδορησάμενος, καὶ διὰ μαστίγων πρότερον ἐπεξελθὼν ἱκανῶν, ὕστερον ἐκδότους ταῖς τοῦ νόμου ποιναῖς ἐποιήσατο. καὶ ὁ μὲν Συμβάτιος ἀμφοτέρων τῶν ὀφθαλμῶν καὶ τῆς μιᾶς χειρὸς στερηθεὶς εἰς ἐξορίαν ἐκπέμπεται, ὁ δὲ Πηγάνης καὶ αὐτὸς τῇ τῶν ὀφθαλμῶν ὑποπεσὼν ἐκκοπῇ καὶ τῇ τῶν ῥινῶν διὰ ξίφους | |
10 | ἀνατομῇ, πρὸς ἐξορίαν καὶ αὐτὸς ἀποστέλλεται· οὓς ὁ γενναῖος βασιλεὺς Βασίλειος, ὅτε τὴν μόναρχον ἐξουσίαν ἐδέξατο, καὶ τῆς ὑπερορίας ἀνεκαλέσατο καὶ ταῖς πρὸ τῆς ἀποστασίας δωρεαῖς ἐφι‐ λοτιμήσατο, καὶ μηδὲ ἴχνος μνησικακίας πρὸς αὐτοὺς ἐνδειξάμενος καὶ ὁμοδιαίτους πολλάκις ἐποιεῖτο καὶ λόγοις παρεμυθεῖτο, καὶ | |
15 | ἔργοις εὐεργετῶν ῥᾷον αὐτοὺς ἐποίει φέρειν τὸ τῆς ἀνοίας ἀτύ‐ χημα. Ἀλλὰ ταῦτα μὲν ὕστερον· τότε δὲ καὶ ἡ πρὸ πεντήκοντα καὶ τριακοσίων ἐτῶν πρόρρησις καὶ προφητεία τὸ τέλος ἐλάμβανεν Ἰσαὰκ τοῦ διορατικωτάτου τῶν ἱερέων καὶ μοναχῶν, ὃς ἐξ Ἀρσα‐ | |
20 | κιδῶν καὶ αὐτὸς καταγόμενος δι’ ὁράματος ἔμαθεν ὅτι μετὰ τοσοῦ‐ τον χρόνον τὸν μεταξὺ ἐκ τῶν ἀπογόνων Ἀρσάκου μέλλει τις ἐπὶ | |
τὰ τῆς Ῥωμαϊκῆς βασιλείας σκῆπτρα ἀναβιβάζεσθαι. γίνεται δὲ | ||
242 | κατ’ εὐχὴν τὸ πρᾶγμα τοῖς τε ἐν τέλει καὶ τῷ δήμῳ παντὶ καὶ στρατοπέδῳ καὶ στρατηγοῖς καὶ τοῖς ὑπὸ τὴν ἀρχὴν ἀνὰ πάσαις ταῖς χώραις καὶ πόλεσιν ἅπασι πλήθεσι· πάντες γὰρ ἐπιστῆναι τοῖς πράγμασιν ηὔχοντο ἄνδρα καὶ τῆς ἐλάττονος τύχης πεῖραν δεξάμενον | |
5 | καὶ ἐγνωκότα τοὺς κατὰ τῶν πενήτων ὑπὸ τῶν ὑπερεχόντων κονδυλι‐ σμοὺς καὶ τὰς ἀδίκους ἐξ αὐτῶν ἀφαιρέσεις καὶ τὰς ὥσπερ ἀνα‐ στάσεις τῶν ταπεινοτέρων καὶ τοὺς παρὰ τῶν ὁμοφύλων ἀνδραπο‐ δισμούς, ἃ πάντα ἐπὶ τῆς τοῦ Μιχαὴλ βασιλείας ἔσχε καιρὸν διὰ τὸ πρὸς ἄλλοις μᾶλλον εἶναι τὸν βασιλέα ἢ περὶ τῶν τοιούτων ἐθέ‐ | |
10 | λειν σκοπεῖν. 20 Μᾶλλον δέ, ἐπεὶ ἐνταῦθα τοῦ λόγου ἐγενόμην, οἴο‐ μαι δεῖν τὴν μὲν κατὰ τὸν βασιλέα Βασίλειον ἱστορίαν σχολάσαι ἐπὶ μικρόν, ἄνωθεν δὲ ἀναλαβόντα δηλῶσαι διὰ βραχέων, ὡς οἷόν τε, οἷος ἦν ὁ βίος τῷ βασιλεῖ Μιχαὴλ καὶ οἵοις πράγμασιν | |
15 | ἔχαιρε καὶ ἐπὶ τίσι τὸν χρόνον καὶ τὴν πᾶσαν αὐτοῦ σπουδὴν καὶ τὰ δημόσια κατανήλισκε χρήματα, ἵν’ ἐντεῦθεν εἰδέναι λογιζόμε‐ νος ἔχοι πᾶς ὁ βουλόμενος ὅτι καὶ τὸν Βασίλειον θεία ψῆφος σα‐ φῶς ἦν ἡ ἐπὶ τὸ ἄρχειν καλέσασα (ἀδύνατον γὰρ ἦν ὡς εἶχεν ἔχοντα συστῆναι τὰ πράγματα) καὶ ὅτι μετὰ ταῦτα αὐτὸς ὁ Μι‐ | |
20 | χαὴλ καθ’ ἑαυτοῦ τὰ ξίφη ἠκόνησε καὶ τὰς τῶν ἀνελόντων αὐτὸν ἐστόμωσε δεξιὰς καὶ εἰς τὴν οἰκείαν σφαγὴν διηρέθισε· τοσοῦτον | |
ἑαυτὸν τῶν καθηκόντων ἐξεδιῄτησε, καὶ τοσοῦτον πρὸς πᾶσαν | ||
243 | παράνομον ἐξεβακχεύθη πρᾶξιν, καὶ οὕτως τά τε θεῖα ἐξωρχήσατο καὶ πρὸς τοὺς τῆς πολιτείας ὁμοῦ καὶ τῆς φύσεως νόμους ἐξύβρι‐ σεν. συστησάμενος γὰρ περὶ ἑαυτὸν ἀσελγῶν καὶ μιαρῶν καὶ παμπονήρων ἀνθρώπων χορὸν δυσσεβῆ, καὶ τὴν τοῦ βασιλικοῦ | |
5 | μεγέθους ἀτιμάσας σεμνότητα, περὶ κώμους καὶ μέθας καὶ ἔρω‐ τας ἀσελγεῖς καὶ αἰσχρὰ διηγήματα, ἔτι δὲ περὶ ἡνιόχους καὶ ἵπ‐ πους καὶ ἅρματα καὶ τὴν ἐντεῦθεν μανίαν καὶ παρακοπὴν τῶν φρενῶν ὁ ἄθλιος διημέρευε, καὶ εἰς τοὺς τοιούτους ἀνθρώπους ἀφειδῶς ἐξεκένου τὰ δημόσια χρήματα. καὶ τὸ δὴ σχετλιώτατον, | |
10 | ὅτι καὶ αὐτὰ τὰ τῆς πίστεως ἡμῶν σύμβολα χλευάζων καὶ κερτο‐ μῶν, ἀντιτύπους τῶν σεμνῶν ἱερέων ἐκ τῶν περὶ αὐτὸν μίμων καὶ γελοίων καταστησάμενος, μυκτηρισμὸν καὶ χλεύην ἐτίθει ταῦτα καὶ γέλωτα. διηγήσομαι δέ τινα ἐξ αὐτῶν, οὐ πολλά, ἵνα ἀπὸ τῶν ὀλίγων γνῶτε καὶ τὰ λοιπά. | |
15 | 21 Ὅτι μὲν οὖν ἁρματηλάτης καὶ ἡνίοχος ἦν, ἐπὶ τοῦ δίφρου τῶν ἵππων μεθ’ ἡνιόχου στολῆς καθεζόμενος καὶ πρὸς τοὺς διαύλους τῶν δρόμων τοῖς ἀντιτέχνοις διαμιλλώμενος ἔνδον τε τῆς βασιλευούσης καὶ τῶν βασιλείων καὶ ἔξω κατὰ τὰ ἐν τῷ τοῦ μάρτυρος Μάμαντος βασιλικὰ ἐνδιαιτήματα, καὶ ὅτι πάμπολλα | |
20 | χρήματα εἰς ταῦτα ἀνήλισκε, θεωρικῶν γενομένων τῶν στρατιω‐ τικῶν, καὶ ἀπὸ τῶν πολεμικῶν τάξεων εἰς τὰς θυμελικὰς ὀρχήσεις | |
καὶ λέσχας ὁ Ῥωμαϊκὸς ἐξεχεῖτο πλοῦτος, καὶ εἰς ἀσελγεῖς καὶ | ||
244 | παρανόμους βακχείας καὶ ἔρωτας ἀσώτους ἀσώτως καὶ ῥύδην ἐξε‐ φοροῦντο οἱ βασιλικοὶ θησαυροί, ὡς πᾶσι γνώριμον καὶ καταφανὲς καθεστὼς παρήσειν μοι δοκῶ· ὅτι δὲ τὰ θεῖα κατέπαιζε, καὶ ἀπὸ τῶν συνόντων αὐτῷ μιαρῶν καὶ ἀσελγῶν ἀνδρογύνων καὶ πατριάρ‐ | |
5 | χην ἕνα ὠνόμαζε καὶ μητροπολίτας ἐκ τούτων ἀφώρισεν ἕνδεκα ὡς αὐτοῦ συμπληροῦντος τὸν δώδεκα ἀριθμόν, τοῦτο δὲ διηγήσομαι. τὸν γὰρ ἐναγῆ καὶ μιαρώτατον ἐκεῖνον Γρῦλλον τὸ τοῦ πατριάρχου ἐπιφημίσας ὄνομα, καὶ ἀρχιερατικῇ τοῦτον χρυσοστίκτῳ καὶ ὑπερ‐ λάμπρῳ κοσμήσας στολῇ καὶ ὠμοφόριον περιθείς, καὶ ἐν τάξει | |
10 | μητροπολιτῶν ἑτέρους ἕνα πρὸς τοῖς δέκα, ὡς εἴρηται, ἐκ τοῦ αὐτοῦ τῶν ὁμογνωμόνων αὐτῷ συνεδρίου σκευάσας, καὶ δωδέκα‐ τον ἑαυτὸν Κολωνείας ὀνομάσας ἀρχιεπίσκοπον, καὶ κιθάραν ἕκα‐ στον ἔσωθεν τῆς ἱερατικῆς στολῆς ἐπιφέρεσθαι δούς, καὶ ταύτας κάτωθεν ὑπηχεῖν προστάξας, οὕτω σὺν αὐτοῖς τὴν ἱερὰν δῆθεν | |
15 | παίζων καὶ κατορχούμενος ἐπετέλει μυσταγωγίαν καὶ λειτουργίαν, μετὰ τῶν παμμιάρων ὁ μιαρώτατος, μετὰ τῶν βεβήλων ὁ ἐναγής. καὶ ὅτε μὲν μυστηριώδης δῆθεν εὐχὴ ἐλέγετο, ἠρέμα τὰς κιθάρας ἔδει ὑποφωνεῖν· ὅτε δὲ ἱερέως ἐκφώνησιν ἢ λαοῦ ἀμοιβαίαν ἀπό‐ κρισιν ὁ χρόνος ὑπέβαλλεν, ἐπὶ μέγα τὰς κιθάρας τῷ πλήκτρῳ | |
20 | κρουομένας ἔδει ἠχεῖν καὶ ἐξάκουστον αὐτῶν τὴν μελῳδίαν καθί‐ στασθαι. εἶτα τοῖς σκεύεσι τοῖς ἱεροῖς, ἅ τινα λίθοις τιμίοις καὶ | |
μαργάρων κατεκοσμεῖτο φαιδρότησιν, ἐξ ἀργύρου καὶ χρυσοῦ | ||
245 | κατεσκευασμένοις, ἃ καὶ λελειτουργηκότα πολλάκις τῇ θείᾳ μυ‐ σταγωγίᾳ ἐτύγχανεν, ἐν τούτοις τοίνυν σίνηπι καὶ ὄξος ἐμβαλόν‐ τες οὕτω μετεδίδοσαν τοῖς ὁμοίοις μετὰ πολλοῦ τοῦ μεταξὺ γέλω‐ τος καὶ ῥημάτων αἰσχρῶν καὶ σχημάτων ἀποτροπαίων καὶ βδελυ‐ | |
5 | ρῶν. εἶεν. 22 Τοῦ δὲ ἁγιωτάτου πατριάρχου Ἰγνατίου ποτέ, μετὰ πάσης τῆς περὶ αὐτὸν ἐκκλησιαστικῆς δορυφορίας καὶ τάξεως, λιτανείαις πρόοδον πρὸ τῆς πόλεως ποιουμένου καὶ πρός τινα πο‐ ρευομένου θεῖον ναὸν μετὰ τῆς εἰωθυίας ἱερᾶς μελῳδίας καὶ κατα‐ | |
10 | στάσεως, συνέβη καὶ τὸν δυσσεβῆ καὶ βέβηλον τοῦ βασιλέως φα‐ τριάρχην Γρῦλλον, ἱερατικὴν στολὴν ἀμπεχόμενον καὶ ὄνῳ ἐπο‐ χούμενον, μετὰ τῶν δυσσεβεστέρων αὐτοῦ μητροπολιτῶν καὶ πά‐ σης αὐτοῦ τῆς σκηνῆς τε καὶ Σατυρικῆς χορείας καὶ τάξεως, ἀκό‐ λουθα τῶν οἰκείων πράξεων θυμελικῶς ἐπιτραγῳδοῦντας καὶ ᾄδον‐ | |
15 | τας ἐξ ἐναντίας χωρεῖν. ὡς δὲ πλησίον ἐγένοντο, τοῖς ὤμοις τοὺς φελόνας μετεωρίσαντες καὶ τὰς κιθάρας εὐτονώτερον κρούσαντες, καὶ ῥήματα καὶ ᾄσματα πορνικὰ κατὰ τὸν φθόγγον τοῦ μέλους τοῦ ἱεροῦ ἀντεπᾴδοντες, καὶ Πανικῶς τε καὶ Σατυρικῶς σκιρτῶντες καὶ κυμβαλίζοντες, καὶ ὡς ἀντιτέχνους τοὺς ἱερεῖς καὶ τὸν ἀρχιερέα μυ‐ | |
20 | κτηρίσαντες, τὴν διαβολικὴν χορείαν καὶ πορείαν διήνυον. πυθό‐ μενος δὲ ὁ τοῦ θεοῦ ἀρχιερεὺς καὶ μαθὼν οἵτινές εἰσι καὶ παρὰ | |
τίνος καὶ ἐπὶ ποίᾳ προφάσει συνέστησαν, πολλὰ καταστενάξας καὶ | ||
246 | ἀποκλαυσάμενος τὸν κορυφαῖον τούτων καὶ αἴτιον, καὶ μετὰ δα‐ κρύων τοῦ θεοῦ δεηθεὶς στῆσαι τὴν τοιαύτην βλασφημίαν καὶ ὕβριν καὶ διασκεδάσαι παρὰ τὸν ᾅδην τοὺς δυσσεβεῖς, ἵνα μὴ βεβηλῶνται τὰ ἅγια καὶ τὰ μυστικὰ καὶ σεπτὰ διασύρωνται, τῆς | |
5 | προκειμένης ὑμνῳδίας ἐχόμενος τὴν πορείαν διήνυεν. 23 Ἄλλοτέ ποτε ἐπὶ φαυλισμῷ δῆθεν τοῦ ἀοιδίμου τού‐ του Ἰγνατίου τοῦ πατριάρχου καὶ τῆς οἰκείας μητρὸς ἐμπαιγμῷ ὁ ἀνόητος καὶ παραπλὴξ βασιλεὺς τοιοῦτόν τι ἐδραματούργησεν. ἐν τῷ ὑπερλάμπρῳ Χρυσοτρικλίνῳ ἐπὶ τοῦ βασιλείου θρόνου προκαθ‐ | |
10 | εσθείς, καὶ τὸν αἰσχρότατον Γρῦλλον μετὰ τῶν ἀρχιερατικῶν ἐνδυμάτων ὡς εἰς ὄνομα τοῦ ἀληθῶς πατριάρχου πλησιαίτατα ἑαυτοῦ παρακαθισάμενος, καὶ τὴν ἀρχιερεῖ θεοῦ πρέπουσαν ἀπονέ‐ μων τιμήν, καὶ μετὰ τοῦ τῆς κεφαλῆς καλύμματος ἐπικρύψασθαι τὴν ἐξάγιστον γενειάδα πεποιηκώς, τὴν ἰδίαν μητέρα διά τινος | |
15 | τῶν θαλαμηπόλων εὐνούχων δηλοῖ ὡς ὁ ἁγιώτατος πατριάρχης Ἰγνάτιος ἐνταῦθα μετ’ ἐμοῦ συγκαθέζεται, καὶ εἰ βούλει λαβεῖν τὴν εὐχὴν αὐτοῦ, ἐλθέ, καὶ μετ’ ἐμοῦ τυγχάνεις αὐτῆς. ἐκείνη δὲ οἷα φιλευσεβὴς γυνὴ καὶ φιλόθεος, πόθον πολὺν καὶ πίστιν ζέουσαν πρὸς τὸν ἁγιώτατον κεκτημένη Ἰγνάτιον, σπουδαίως ἐκ‐ | |
20 | δραμοῦσα ὡς ἤκουσε, καὶ μηδὲ ἀτενίσαι δι’ αἰδῶ δυναμένη, ἔξω δὲ πάσης κακίας καὶ ὑπονοίας τυγχάνουσα καὶ μηδέν τι φαῦλον | |
ὑποτοπήσασα, προσέπεσε τοῖς ποσίν, ὡς ἐδόκει, τοῦ ἁγίου ἐκείνου | ||
247 | ἀρχιερέως, καὶ ὑπὲρ αὐτῆς ἐδέετο εὔχεσθαι. ὁ δὲ παμμίαρος ἐκεῖνος τῆς καθέδρας ὀλίγον ὑπεγερθεὶς καὶ ἀπ’ αὐτῆς τοὐναντίον ἀποστραφείς, ὀνώδη ψόφον ἀπὸ τῶν μυσαρῶν ἐγκάτων ἀφείς, πρὸς αὐτὴν ἀπεφθέγξατο ὅτι ἵνα μὴ λέγῃς, κυρά, ὡς οὐδὲ κἀν | |
5 | τούτῳ σε ἠξιωσάμεθα. τοῦ δὲ βασιλέως ἀνακαγχάσαντος καὶ αὐτοῦ τοῦ παμβεβήλου παμμέγεθες ἐκγελάσαντος, καὶ πολλὰ καταφλυαρη‐ σάντων ἢ μᾶλλον τῷ παραφόρῳ τῆς γνώμης ἀλογώτατα ἐξοιστρησάν‐ των, ἐπιγνοῦσα τὸ πλάσμα καὶ τὴν ἀπάτην ἡ βασιλίς, καὶ πολλὰ τῶν παρόντων καταστενάξασα, καὶ πλείστας ἀρὰς τῷ υἱῷ ἐπιρρί‐ | |
10 | ψασα, τέλος ἐξεῖπε πρὸς αὐτὸν ὅτι ἰδού, κακὸν τέκνον, ὁ θεὸς τὴν χεῖρα αὐτοῦ ἀφείλετο ἀπὸ σοῦ, καὶ ἐδόθη σοι ἀδόκιμος νοῦς ποιεῖν τὰ μὴ καθήκοντα. καὶ ταῦτα εἰποῦσα καὶ μετ’ ὀδυρμοῦ θρήνων τὰς οἰκείας τρίχας ἐκτίλλουσα ἀνεχώρησεν. τοιαῦτα τοῦ γενναίου βασιλέως τὰ νεανιεύματα, καὶ τοιαύτη αὐτοῦ ἡ περὶ τὰ | |
15 | θεῖα καὶ τοὺς ἱεροὺς ἄνδρας ὁσιότης τε καὶ εὐλάβεια. 24 Τοιούτων δὲ καὶ χειρόνων πολλῶν καθ’ ἑκάστην παρὰ πάντα τὸν τῆς βασιλείας αὐτοῦ χρόνον παρ’ αὐτοῦ γινομένων, ἐπεὶ καὶ μετὰ τὸ προσλαβέσθαι καὶ ἀνυψῶσαι τὸν Βασίλειον περὶ τὰ ὅμοια ἀνεστρέφετο, ὁρῶν ταῦτα καὶ ἀκούων ἐκεῖνος λίαν ἐδυσ‐ | |
20 | φόρει καὶ ἠνιᾶτο καὶ τὴν ἑαυτοῦ ζωὴν ἀπελέγετο. βουλόμενος δὲ πᾶσαν τὴν δυνατὴν ἐπιφέρειν βοήθειαν καὶ μηδὲν τῶν εἰς ἐπαν‐ | |
όρθωσιν δοκούντων τείνειν παραλιπεῖν, πρότερον μὲν δι’ ἑτέρων | ||
248 | ἐπειρᾶτο ἀπὸ τῶν τοιούτων ἀποτρέπειν αὐτὸν καὶ πρὸς τὸ δέον ἐπαναγαγεῖν, ἔπειτα ἐθάρρησέ ποτε καὶ αὐτὸς δι’ ἑαυτοῦ μετ’ εὐνοούσης γνώμης καὶ προαιρέσεως νουθετῆσαι τὸν βασιλέα, καὶ εἰ δυνατόν, ἀποστῆσαι τῶν τοιούτων ἀσεβημάτων, καὶ τοιάδε πρὸς | |
5 | αὐτὸν μεθ’ ὑποπεπτωκότος καὶ ταπεινοῦ διελέχθη τοῦ σχήματος. “δίκαιόν ἐστιν, ὦ δέσποτα καὶ βασιλεῦ, τοσούτων εὐεργεσιῶν τε καὶ δωρεῶν παρὰ σοῦ με καταπολαύσαντα καὶ εἰσηγεῖσθαι τὰ δέοντα καὶ ὑποτιθέναι τὰ ἄριστα καὶ ὑπομιμνήσκειν τὰ λυσιτελῆ καὶ σωτήρια. μισούμεθα, γίνωσκε, δέσποτα, μισούμεθα” (συγ‐ | |
10 | κατεμίγνυε γὰρ καὶ ἑαυτὸν διὰ τὸ ἀνεπαχθές, καίτοι μηδενὸς τῶν ἀτόπων αὐτῷ κοινωνῶν) “παρά τε τῆς πόλεως πάσης καὶ τῆς συγ‐ κλήτου βουλῆς, καὶ παρὰ τῶν ἀρχιερέων θεοῦ ἐπάρατοι καθεστή‐ καμεν, καὶ πάντες ἡμᾶς διαβάλλουσι καὶ κακίζουσιν. ὅτε δὲ καὶ τὸ ἐξ ἀνθρώπων εἰς οὐδὲν λογισώμεθα, δεδοικέναι καὶ τὴν ἀπὸ | |
15 | θεοῦ ἀγανάκτησιν χρή, καὶ φοβεῖσθαι μὴ πειραθῶμεν αὐτοῦ ὀργιζομένου καὶ χαλεπαίνοντος.” ἀλλὰ ταῦτα λέγων πέτρας ἔσπει‐ ρεν καὶ αἰγιαλῷ προσελάλει καὶ σμήχειν ἐῴκει Αἰθίοπα· οὕτω δευσοποιὸς ἡ πονηρία γέγονε παρ’ αὐτῷ, καὶ οὕτως ἐξεκώφει πρὸς πάντα λόγον σωτήριον, βύων τὰ ὦτα ὡσεὶ ἀσπὶς πρὸς ἐπᾴσματα. | |
20 | οὐ μόνον γὰρ οὐ μετεβάλλετο πρὸς τὸ ἄμεινον, ἀλλὰ καὶ αὐτὸν ἤδη ἐμίσει καὶ ἀπεστρέφετο, καὶ σὺν τοῖς θιασώταις αὐτοῦ καὶ | |
συνοργιασταῖς διαβάλλων καὶ μυκτηρίζων ταῦτα τὴν πρὸς αὐτὸν | ||
249 | ἀλλοτρίωσιν ὑπῃνίττετο, εἶτα καὶ παρεδήλου τρανότερον. ὅπερ δὴ συννοήσαντες ἐκεῖνοι οἱ μιαροὶ καὶ ἀλάστορες κατ’ αὐτοῦ συνε‐ κινοῦντο καὶ συνετάττοντο, καὶ τὰς διαβολὰς πιθανῶς ὑπεκρίναν‐ το, αὐθάδειαν μὲν καλοῦντες αὐτοῦ τὴν σεμνότητα, καὶ τὸ μὴ | |
5 | μετέχειν τῶν ἡδονῶν δύσνοιαν ὀνομάζοντες καὶ τὸ μὴ συνεξαμαρ‐ τάνειν καταφρονεῖν. καὶ “πῶς γὰρ ἂν εἴποι σε ἀγαπᾶν” ἔλεγον “ὁ μὴ χαίρων οἷς χαίρεις αὐτός, μηδὲ συσπουδάζων ἐκπορίζειν σοι τὰ καθ’ ἡδονήν;” οἷς δὴ μᾶλλον ὑπενδιδοὺς ὁ βασιλεὺς καὶ πει‐ θόμενος θάνατον τῷ Βασιλείῳ ἐτύρευεν, καὶ ἀφορμὴν ἐζήτει τῆς | |
10 | ἀναιρέσεως εὔλογον, ἀλλ’ οὐχ εὕρισκεν. εἰς τοσοῦτον δὲ προῆλθε τὰ τῆς μανίας αὐτοῦ ὥστε πρὸς τὴν λαθραίαν χωρῆσαι ἀναίρεσιν καί τισι τῶν ἀπὸ τοῦ παλαμναίου συνεδρίου, οἷς τὰ πάντα ἐθάρ‐ ρει, προτρέψασθαι, ὅταν εἰς θήραν ἐξέλθωσι, προφάσει τοῦ τὸ θηρίον βαλεῖν ἀκοντίσαι τὴν λόγχην κατ’ αὐτοῦ καὶ οὕτως αὐτὸν | |
15 | διαχρήσασθαι· ὅπερ εἷς, ὥς φασι, πεποιηκὼς καὶ ἀφεὶς τὸ ἀκόν‐ τιον αὐτοῦ μὲν ἥμαρτε, καὶ παραδραμὸν τὸ δόρυ προσεπάγη τῇ γῇ, αὐτὸν δὲ ὁ ἵππος αἴφνης τὸν χαλινὸν ἐνδακὼν καὶ συναρπά‐ σας κατὰ τοῦ κρημνοῦ ἀπεδίσκευσεν, ὡς ἀπ’ ἐκείνου τοῦ πτώμα‐ τος καὶ τὸ τέλος ἐλθεῖν ἐπ’ αὐτόν, ὅτε καὶ ἀνόνητα μεταμελόμε‐ | |
20 | νος, ὥς φασι, τοῖς συμμύσταις ἐπέσκηπτε μὴ τολμῆσαι κατὰ τοῦ ἀναιτίου ἐπιχειρεῖν τοῦ λοιποῦ, εἰ μὴ τολμῆσαι κατὰ τὸν ὅμοιον | |
ὄλεθρον πεσεῖν καὶ αὐτοί· καί τινα τῶν εὐλαβῶν προσκαλεσάμε‐ | ||
250 | νος μετὰ τῶν λοιπῶν ἀτοπημάτων αὐτοῦ καὶ ἀνομιῶν καὶ τοῦτο ἐξωμολογήσατο καὶ ἐξηγόρευσεν. 25 Ὡς δ’ οὐκ εἶχε λοιπὸν εὑρεῖν ὁ βασιλεὺς πρὸς τὸ ἀνελεῖν αὐτὸν πόρον ἢ πρόφασιν, εἰς ἑτέραν ἦλθε βουλὴν πονηράν | |
5 | τε καὶ ἄθεσμον. ἐβουλεύσατο γὰρ ἐπεμβαλεῖν τοῖς σκήπτροις καὶ ἕτερον σύγκληρον. καὶ δὴ τὸν κατ’ ἐπωνυμίαν Βασιλικῖνον ἐκεῖ‐ νον, ἕνα καὶ αὐτὸν τοῦ παλαμναίου συνεδρίου τυγχάνοντα, φαῦ‐ λον καὶ μιαρὸν θηλυδρίαν τε καὶ φιλόκωμον, ἀπὸ τῆς Νικομήδους ὁρμώμενον, ὁμόγνιον ἀδελφὸν τοῦ κατὰ τὸν Καπνογένην Κων‐ | |
10 | σταντίνου, τοῦ δὶς τὴν τοῦ ὑπάρχου μετὰ ταῦτα ἐγχειρισθέντος ἀρχήν· τότε δὲ ἐν τοῖς ἐλαύνουσιν εἰς τὴν βασιλικὴν τριήρη κατ‐ ειλεγμένος ἐτύγχανε. τοῦτον δὴ τὸν δυσώνυμον Βασιλικῖνον ἐν‐ δύει ποτὲ τὴν πολυύμνητον βασιλικὴν πορφύραν καὶ τὸν περίοπτον καὶ ἐπίφθονον στέφανον χλαμύδα τε πάγχρυσον καὶ τὰ κοκκοβαφῆ | |
15 | καὶ διάλιθα πέδιλα καὶ τἆλλα τῆς βασιλείας ἐπίσημα, ἐξάγει τε αὐτὸν πρὸς τὴν σύγκλητον τῆς χειρὸς ἅμα κρατῶν καὶ ὑπουργῶν αὐτῷ, ὡς ὁ Νέρων ἐκεῖνος πάλαι τὸν πολυθρύλητον Ἔρωτα, καί φησιν ἐπὶ λέξεως ἴδετε πάντες ὑμεῖς, καὶ θαυμάσατε. | |
20 | ἆρα οὐ πρέπει αὐτὸν εἶναι βασιλέα; πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος, τὸ δεύτερον δὲ συμφυὲς πέλει στέφος, | |
ἅπαντα δ’ ἁρμόζουσι πρὸς τὴν ἀξίαν. | ||
251 | καὶ ὅτι πόσον ἦν κάλλιον τοῦτόν με ποιῆσαι βασιλέα ἢ τὸν Βασί‐ λειον; ταῦτα πάντες οἱ κατὰ τὰ βασίλεια ἰδόντες τε καὶ ἀκούσαν‐ τες ἔμειναν ἀχανεῖς, ἐκπληττόμενοι τὴν παράλογον ἐξ ἀφροσύνης τοῦ βασιλέως ἐμβροντησίαν τε καὶ παρακοπήν. οὕτως ἦν ἄνθρω‐ | |
5 | πος ὑπὸ τῆς κατακοροῦς μέθης καὶ τῶν ἀθέσμων καὶ ἀσελγῶν πράξεων ὅλως τῶν δεόντων ἐξεστηκὼς καὶ φρενοπλὴξ καὶ παρά‐ φορος. 26 Πλὴν οὐ τὸ μειλίχιον μόνον καὶ λυαῖον καὶ τρυφηλόν τε καὶ ἀνειμένον καὶ ἁπαλὸν καὶ παρακεκινηκὸς ἐκ τῆς μέθης | |
10 | ἐκέκτητο τοῦ χαριδότου Διονύσου, ὃν μιμεῖσθαι ᾤετο καὶ ἐσπούδα‐ ζεν· ἀλλὰ καὶ ὡς ὠμηστὴς πάλιν κατ’ αὐτὸν ἐκεῖνον εἶχε τὸ ἐρι‐ νυῶδές τε καὶ τιτανικόν, καὶ πολλάκις κωμικὴ παννυχὶς εἰς τρα‐ γῳδίαν συμφορῶν ἐτελεύτησεν. ἔκ τε γὰρ τῆς μέθης παροινῶν καὶ ἐκ τῆς εὐτυχίας παρανόμως εἰς ἅπαν ἐξώκειλε δυσσεβές. ὅτε | |
15 | οὖν ὅλος τοῦ ἀκράτου καὶ τῆς μέθης ἐγένετο καὶ πάντῃ τὰς οἰκείας φρένας ἀπώλεσε, πρὸς φόνους ἐχώρει καὶ πρὸς ἀναιτίων ἀνθρώ‐ πων ἀλλοκότους ποινὰς καὶ σφαγάς, καὶ τοῖς ὑπηρέταις ἐνεκε‐ λεύετο, τὸν δεῖνα, φησί, καὶ δεῖνα λαβόντες τῷ δημίῳ παράδοτε, καὶ ἑτέρου τοὺς ὀφθαλμοὺς ἐξορύξατε, καὶ ἄλλου τὰς χεῖρας καὶ | |
20 | τοὺς πόδας ἐκκόψατε. καὶ οὗτος κεφαλῆς τιμωρείσθω, κἀκεῖνος γινέσθω πυρίκαυστος. οὓς λαβόντες οἱ ὑπηρέται, καὶ τῷ ἔξω τῶν | |
φρενῶν αὐτὸν τυγχάνειν, ὅταν ἐξῆγε τὰς ἀποφάσεις, γινώσκοντες, | ||
252 | ἐμφρούρους μὲν αὐτοὺς ἐποίουν, ταῖς ποιναῖς δὲ οὐ καθυπέβαλ‐ λον. πολλάκις δέ, εἰ ἔτυχέν τις πρὸς ὃν οὐκ εἶχον ἡδέως ἀλλ’ ἀπεχθῶς, ἀπεχρῶντο τῇ βασιλικῇ κελεύσει, καὶ τῇ τιμωρίᾳ τὸν ἀθῶον ἐξεδίκουν κατάδικον. εἶτα ὁ δείλαιος ἐκεῖνος καὶ ἄθλιος | |
5 | τότε μὲν οὐδ’ ἐν οἷς ἔστιν εἰδώς, παρὰ τῶν κατευναστῶν τῷ βα‐ σιλικῷ προσανεκλίνετο σκίμποδι καὶ τῷ γείτονι τοῦ θανάτου ὕπνῳ ὡς ἀνδράποδον ἐξεδίδοτο· ἕωθεν δέ, τοῦ ὕπνου τοὺς ἐκ τοῦ οἴνου ἀτμοὺς καὶ τὴν παχεῖαν ἐκείνην ἀχλὺν μόλις ἀπὸ τοῦ ἐγκεφάλου διασκεδάσαντος, ἐξεγειρόμενος οὐδὲν τῶν ἐν τῇ ἑσπέρᾳ ἐμέμνητο, | |
10 | καὶ ἐζήτει πολλάκις τινὰς ἀφ’ ὧν ἐν τῇ μέθῃ κατεψηφίσατο καὶ τῷ θανάτῳ ἐξέδωκε, μανθάνων δὲ παρὰ τῶν δορυφόρων τε καὶ ὑπηρετῶν ἃ ἐν τῇ ἑσπέρᾳ κατ’ αὐτῶν ἐψηφίσατο, μετεμελεῖτο καὶ ἔστενεν. καὶ ἄλλοτε μὲν εὑρίσκοντο οἱ ζητούμενοι, ἄλλοτε δὲ ἀνό‐ νητος ἦν αὐτῷ ἡ ἐπὶ τοῖς ἀνοσίοις τῶν ἔργων μετάνοια, τῶν ἐκδο‐ | |
15 | θέντων ἀνῃρημένων. πάλιν δὲ τῆς ἑσπέρας καταλαβούσης, καὶ νεανικῶς τοῦ πότου πόρρω τῆς νυκτὸς μετὰ τῶν ἀλαστόρων ἔργων καὶ λόγων προκόπτοντος, ἐν τοῖς ὁμοίοις ἐγίνετο. ἅ τίς ἀκούων τε καὶ ὁρῶν, εἰ καὶ λιθίνην καρδίαν ἐκέκτητο ἢ παντάπασιν ἀναί‐ σθητος ἦν, μὴ πρὸς ὀργὴν ἐκινήθη καὶ διεθερμάνθη ποτὲ πρὸς | |
20 | τὴν τῶν ἀναιτίως ἀπολλυμένων ἐκδίκησιν; μηδὲ τὸν πραότατον πάντων ἀνθρώπων Δαβὶδ ἀνασχέσθαι οἶμαι τὴν τοσαύτην τοῦ καθάρματος παροινίαν· ἠλιθιότης γὰρ καὶ ἀναλγησία, οὐ μακρο‐ | |
θυμία ἐνταῦθα λογίζεται ἡ φειδώ. | ||
253 | 27 Ἤδη δὲ πάντων σχεδὸν τῶν ἀποθέτων χρημάτων ἐπιλειπόντων, ἐν τοῖς τοιούτοις ἀναλωθέντων αὐτῶν, ἀνάγκη ἐπήρ‐ τητο τοὺς ἐν τέλει πάντας φανερῶς ἀποσφάττεσθαι καὶ δημεύε‐ σθαι τὰς οὐσίας αὐτῶν, ἵν’ ἔχοι πόρον ὁ βασιλεὺς ἡνιόχοις καὶ | |
5 | πόρναις καὶ ἀσελγέσιν ἀνθρώποις χαρίζεσθαι. ἑβδομήκοντα γὰρ καὶ ἐννακόσια κεντηνάρια κεχαραγμένου χρυσοῦ, χωρὶς ἀργύρου τοῦ τε ἀσήμου καὶ ἐπισήμου, καταλιπόντος Θεοφίλου τοῦ πατρὸς αὐτοῦ ἐν τῷ φύλακι τηρούμενα τῷ βασιλικῷ, ἔτι δὲ καὶ Θεοδώρας τῆς τούτου μητρὸς ἄλλα προσθείσης τριάκοντα καὶ ἀπαρτισάσης τὸν χίλια | |
10 | τῶν κεντηναρίων ἀριθμόν, ἐν οὐδὲ ὅλοις τεσσαρεσκαίδεκα χρόνοις, ἀφ’ οὗ τὴν τῶν ὅλων ἐξουσίαν οὗτος ἐδέξατο, πάντα διεφόρησε καὶ ἀνάλωσεν, ὡς μηδὲν ἕτερον μετὰ τὸν αὐτοῦ θάνατον εὑρεθῆ‐ ναι πλὴν τρία καὶ μόνα κεντηνάρια. καὶ πῶς δὲ οὐκ ἔμελλον ἐπι‐ λιπεῖν, κἂν ἐκ ποταμῶν ἐπέρρει, οὕτως ἀσελγῶς καὶ ἀσώτως δια‐ | |
15 | σκιδνάμενα; ἡνιόχου γάρ ποτε παιδίον δεξάμενος τοῦ οὕτω καλου‐ μένου Χειλᾶ ὁλόκληρον αὐτῷ κεντηνάριον ἐδωρήσατο. ἀλλὰ καὶ τῷ πατρικίῳ Ἡμερίῳ, ὃν Χοῖρον αὐτὸς μὲν ὁ βασιλεὺς διὰ τὴν τῆς ὄψεως ὠνόμαζεν ἀγριότητα, διὰ δὲ τὸ χοιρῶδες τοῦ βίου μᾶλ‐ λον καὶ ῥυπαρὸν ἄξιος ἦν τῆς τοιαύτης προσρήσεως, τούτῳ τοί‐ | |
20 | νυν αἰσχρολογοῦντί ποτε κατενώπιον αὐτοῦ καὶ ταῖς ἀπὸ σκηνῆς φλυαρίαις καταχρωμένῳ, ἔκ τε τοῦ παντελῶς ἀπερυθριᾶσαι καὶ | |
μηδὲν τῶν ἐπονειδίστων ὀκνῆσαι καὶ ψόφον ἀκόλαστον ἀπὸ τῆς | ||
254 | μιαρᾶς ἀφέντος γαστρός, οὕτω βαρὺν καὶ σφοδρῶς καταιγίζοντα ὥστε καὶ τὸ φαῖνον φατλίον ἀποσβεσθῆναι, πεντήκοντα λιτρῶν ἐπιδόσει ἐτίμησεν ὡς Ἡράκλειόν τινα τοῦτον ἆθλον ἀνύσαντι. καὶ πρὸς τοὺς ἄλλους δὲ τῶν ὁμοίων αὐτῷ οὕτως ὑπέρμετροι αἱ δόσεις | |
5 | ἦσαν αὐτοῦ. ταῦτα δὲ εἰ μὲν εἰς στρατιώτας καὶ προμάχους καὶ ἀριστεῖς ἢ εἰς τοὺς ἐπ’ ἄλλῳ τινὶ τῶν ἀγαθῶν διαφέροντας ἑτοί‐ μως οὕτως προΐετο, μεγαλοψυχίας ἄν τις καὶ ἐλευθεριότητος καὶ τρόπου φιλοτίμου ἐνόμισε σύμβολα· ὅτε δὲ εἰς μίμους καὶ ἡνιό‐ χους καὶ ὀρχηστὰς καὶ βωμολόχους καὶ κόλακας καὶ βδελυρίας | |
10 | ἁπάσης μεστοὺς ἀφρόνως διεσκορπίζετο, εἰς δέ τι τῶν σπουδαίων προῄει οὐδ’ ὀβολός, ἀσωτίας πάντως καὶ παροινίας καὶ ἐμπληξίας λογίσαιτ’ ἄν τις εἶναι τεκμήρια. καὶ τούτων ἐπιλειπόντων ἤδη ἀνάγκη ἦν, ὥσπερ εἴρηται, καὶ ναοὺς περισυλᾶσθαι καὶ εὐαγεῖς οἴκους αἰχμαλωτίζεσθαι καὶ πάντας τοὺς πλέον τῶν ἄλλων κεκτη‐ | |
15 | μένους εἰς χρήματα ἀναιρεῖσθαι καὶ ἀποσφάττεσθαι. δι’ ἃ δὴ πάντα συμφρονήσαντες τῶν ἐν τέλει οἱ δοκιμώτατοι καὶ τὸ ἔμφρον τῆς συγκλήτου βουλῆς, διὰ τῶν προκοιτούντων τοῖς βασιλεῦσι στρατιωτῶν, ἐν τοῖς παλατίοις τοῦ ἁγίου μάρτυρος Μάμαντος ἀναιροῦσιν αὐτόν, ἐκ τῆς ἄγαν οἰνοφλυγίας ἀνεπαισθήτως τὸν | |
20 | ὕπνον τῷ θανάτῳ συνάψαντα. ὥσπερ γὰρ τοὺς σκορπίους καὶ ἔχεις μόνον ἰδόντες καὶ πρὶν ἢ τρῶσαι ἀναιροῦσιν οἱ ἄνθρωποι | |
διὰ τὴν ἐνυπάρχουσαν αὐτοῖς κακίαν, οὕτω καὶ τῶν ἀνδρῶν τοὺς | ||
255 | ἰώδεις καὶ φονικοὺς πρὸ τοῦ τρῶσαι καὶ ἀνελεῖν σπουδάζουσιν ἀποκτεῖναι οἱ ἐκ τούτων προσδοκῶντες τὸν κίνδυνον. καὶ οὗτος μὲν οὕτω βιούς, αἰσχρῶς τε καὶ ὀλεθρίως ἑαυτῷ καὶ τοῖς πρά‐ γμασι, τοιοῦτον καὶ τὸ τέλος ἐδέξατο, τῶν προβεβιωμένων ἐπά‐ | |
5 | ξιον. 28 Προάγεται δὲ εὐθὺς ἐπὶ τὴν πάντων ἀρχὴν ὁ μέχρι τοῦδε δευτερεύων ταύτης Βασίλειος, καὶ παρά τε τῆς ἐντίμου βου‐ λῆς καὶ τῶν ὑποβεβηκότων ταγμάτων καὶ παντὸς τοῦ στρατεύμα‐ τος καὶ τοῦ ὄχλου τοῦ ἀστικοῦ ὁ καὶ πρὸ τούτου δι’ ἱκετηρικῶν | |
10 | εὐχῶν ἐπιζητούμενος ἀναγορεύεται αὐτοκράτωρ Βασίλειος. ὃς ἅμα τῷ παρελθεῖν ἐπὶ τὴν τῶν ὅλων ἀρχὴν καὶ ἑαυτὸν καὶ τὰς τοῦ κράτους ἡνίας θεῷ ἀνατέθεικεν, εὐξάμενος ἐπὶ λέξεως τάδε “Χρι‐ στὲ βασιλεῦ, τῇ σῇ κρίσει τὴν βασιλείαν δεξάμενος σοὶ καὶ ταύ‐ την καὶ ἐμαυτὸν ἀνατίθημι.” προσκαλεσάμενος δὲ αὐτίκα τοὺς | |
15 | τῆς γερουσίας προκρίτους καὶ ἐν ἀξιώμασι προύχοντας, μετ’ αὐ‐ τῶν τὸν τῶν βασιλείων θησαυρῶν ἀνέῳξε φύλακα· καὶ οὐδὲν ἕτε‐ ρον ἐκ τοῦ τοσούτου τῶν χρημάτων πλήθους εὑρέθη πλὴν τρία καὶ μόνα, καθὼς ἤδη καὶ πρὸ ὀλίγου μοι εἴρηται, κεντηνάρια. ζητήσας οὖν ὁ βασιλεὺς τὴν τῆς ἐξόδου καταγραφήν, καὶ ταύτην | |
20 | εὑρὼν παρά τινι τῶν εὐνούχων γέροντι τῷ πρωτοσπαθαρίῳ Βασι‐ λείῳ, καὶ γνοὺς ὅπου ταῦτα ἐχώρησε, βουλὴν περὶ τούτου τοῖς ἀρίστοις προύθηκεν· ὧν ἡ ψῆφος ὁμοφώνως συνᾴδουσα αὐτοὺς | |
ἐκείνους τοὺς κακῶς ταῦτα λαβόντας ἀντιστρέψαι πρὸς τὸ δημό‐ | ||
256 | σιον, ὁ βασιλεὺς τὸ ἄγαν ὑποθραύων δίκαιον τὰς ἡμισείας ὧνπερ ἔλαβον ἕκαστοι ἀντιστρέψαι πρὸς τὸ βασιλικὸν ταμιεῖον ἐκέλευσε. καὶ οὕτως συνέβη κἀκείνοις, εἰ καὶ ἀνάξιοι πάσης φιλοτιμίας ἐτύγχανον, οὐκ ὀλίγον ἔτι περιλειφθῆναι τῆς δωρεᾶς, καὶ τῷ | |
5 | βασιλικῷ θησαυροφυλακίῳ τριακόσια ἐπεισαχθῆναι κεντηνάρια, ἀφ’ ὧν ἐν τοῖς ἐπείγουσιν ἤρξατο χορηγεῖν καὶ δεόντως ὁ βασιλεὺς διοικεῖν. 29 Κατὰ δὲ τὴν ἡμέραν καθ’ ἣν ἐπὶ τὴν αὐτοκράτορα ἦλθεν ἀρχὴν ὁ Βασίλειος, ὥσπερ ἐνδεικνυμένου θεοῦ τὴν ἐπὶ τὰ | |
10 | κρείττω τῶν Ῥωμαϊκῶν πραγμάτων μεταβολήν, συνέβη πολλῶν ἐπινικίων ἀγγελίαν τὴν βασιλεύουσαν ταύτην καταλαβεῖν καὶ ἀνάρ‐ ρυσιν πλήθους αἰχμαλώτων Χριστιανῶν ἀγγελθῆναι. πρόοδον οὖν ὁ βασιλεὺς ἐπὶ τὸν μέγαν τοῦ θεοῦ ναὸν τὸν τῆς ἐκείνου σο‐ φίας ἐπώνυμον ποιησάμενος, καὶ τὰς περὶ πάντων ὁμοῦ εὐχαρι‐ | |
15 | στίας αὐτῷ ἀποδούς, ἐν τῷ ὑποστρέφειν ὑπάτευσεν, καὶ χρήματα πολλά, οὐκ ἐκ τῶν δημοσίων (οὐδὲ γὰρ ἦν) ἀλλ’ ἐκ τῶν οἰκείων, ἃ ἐκέκτητο πρότερον, τοῖς ὑπηκόοις διένειμεν. καὶ ἡ τούτου δὲ σύζυγος Εὐδοκία ἡ βασιλὶς ἅμα τοῖς υἱοῖς Κωνσταντίνῳ καὶ Λέοντι ὑπατεύσασα πολλὰ τῇ πολιτείᾳ χρήματα ἀπὸ τῶν ἑαυτῆς ἐδωρή‐ | |
20 | σατο. πλὴν εἰ καὶ τότε ἔτι ἐσπάνιζε χρημάτων ὁ βασιλεύς, ὥσπερ εἴρηται, ἀλλὰ μετὰ ταῦτα προσεγένετο καὶ ἑτέρων χρημάτων πλῆ‐ θος αὐτῷ ἱκανόν, τοῦτο μὲν θεοῦ διὰ τὸν πρὸς τοὺς πένητας ἔλεον | |
αὐτοῦ καὶ τὴν δικαιοσύνην πολλοὺς τῶν ὑπὸ γῆν θησαυρῶν ἐν | ||
257 | ταῖς ἡμέραις αὐτοῦ εἰς φῶς εὐδοκήσαντος προελθεῖν, τοῦτο δὲ καὶ ἀπὸ τοῦ ἐν τῷ εἰδικῷ εὑρεθέντος χρυσοῦ, ὃν ὁ προβεβασιλευκὼς Μιχαὴλ τὰ κάλλιστα τῶν ἔργων συγχωνεύσας, λέγω δὴ τὴν χρυ‐ σῆν ἐκείνην καλουμένην πλάτανον καὶ τοὺς δύο ὁλοχρύσους γρῦπας | |
5 | καὶ τοὺς δύο χρυσοῦς σφυρηλάτους λέοντας καὶ τὸ ὁλόχρυσον ὄργανον καὶ ἕτερα τῶν ἐπὶ τῆς τραπέζης χρυσωμάτων ἔργα διά‐ φορα καὶ τὰς βασιλικάς τε καὶ αὐγουστιακὰς στολὰς καὶ τὰς ἄρ‐ χουσι μεγάλοις ἁρμοζούσας ἐσθῆτας, πάσας τυγχανούσας χρυ‐ σοϋφεῖς· ἂ δὴ πάντα συγχωνεύσας, ὡς λέλεκται, εἰς τὰ καθ’ | |
10 | ἡδονὴν αὐτῷ ἔμελλεν ἀποχρήσασθαι· προαναρπασθέντος δὲ ἐκεί‐ νου εὑρέθη ὁ χρυσός, καὶ χαραχθεὶς εἰς ἅπαντα γέγονε χρήσιμος τῷ βασιλεῖ. δεῖ γάρ, φησί, χρημάτων, καὶ ἄνευ τούτων οὐδὲν ἔστι γενέσθαι τῶν δεόντων. ἀλλὰ τοῦτο μὲν ὕστερον. 30 Τότε δέ, ἐπείπερ ἐπὶ τῶν τῆς ἀρχῆς οἰάκων ὑπὸ τῆς | |
15 | προνοίας προβιβασθεὶς ἐκάθισεν ὁ Βασίλειος, εὐθὺς ἀπὸ γραμ‐ μῆς, φασίν, ἄξιος ἐσπούδαζε φανῆναι τοῦ μεγέθους τοῦ πράγμα‐ τος, καὶ νύκτωρ διηγρύπνει καὶ μεθ’ ἡμέραν διεσκόπει, πάντα κινῶν λογισμὸν καὶ πᾶν στρέφων βούλευμα, ὅπως ἀγαθοῦ τινὸς αἴτιος τοῖς ὑπ’ αὐτὸν ἅπασι γένοιτο καὶ ὅπως ἐπὶ τὸ ἄμεινον | |
20 | ἐμφανῇ καὶ μεγάλην μεταβολὴν τὰ πράγματα δέξηται. καὶ πρῶτα μὲν ἐπὶ τὰς ἀρχὰς ἀδωρότατα τοὺς πάντων ἀρίστους ἐκλεγόμενος προεβάλλετο, οἷς ἦν καὶ οἴκοθεν, ἅτε ἀρίστοις οὖσι, | |
καὶ ἀπὸ τῆς ἀκριβοῦς τοῦ βασιλεύοντος ἐπισκέψεως πρῶτον | ||
258 | ἔργον καὶ σπούδασμα τὸ πρὸ τῶν ἄλλων τὰς ἰδίας χεῖρας καθαρὰς ἀπὸ παντοίου διαφυλάξαι λήμματος, εἶθ’ οὕτως πασῶν τῶν ἀρετῶν πλέον τιμῆσαι δικαιοσύνην, καὶ ἰσότητα παρασκευά‐ σαι ἐμπολιτεύεσθαι πανταχοῦ, καὶ τὸ μὴ καταδυναστεύεσθαι ὑπὸ | |
5 | τῶν πλουτούντων τοὺς πένητας, μηδὲ ἀδίκως ζημίᾳ τινὰ ὑποβάλ‐ λεσθαι, ἀλλὰ ῥύεσθαι πένητα καὶ πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ, καὶ κατὰ μικρὸν ἀναλαβεῖν τοὺς ἀνθρώπους οὕσπερ ἀπὸ τῶν φθασάντων ᾔδει λειποψυχοῦντάς τε καὶ ἐκλείποντας, καὶ ἀναρρωννύντας ἐπὶ τῆς ἀρχαίας ἅπαντας εὐετηρίας σπουδάζειν | |
10 | ἀποκαθιστᾶν. ὧν καὶ διὰ τὴν ἐξ ἀρχῆς πρὸς τὰ βελτίω ῥοπήν (τοιοῦτοι γὰρ πάντως οἱ ἐκλεγόμενοι) καὶ διὰ τὴν τοῦ κρατοῦντος περὶ ταῦτα σπουδὴν καὶ ἐγρηγορυῖαν πανταχόσε περίβλεψιν εἰς πᾶν τὸ δέον προθύμως ἀλλήλους ὑπερβαλέσθαι ἁμιλλωμένων, ἅπασα μὲν ἀδικία εὐθὺς ἀπὸ πάντων ἠλαύνετο, καὶ τὸ δίκαιον ἐπαρρη‐ | |
15 | σιάζετο, καὶ αἱ πρὶν ὑπὲρ τὰς Βριάρεω χεῖρες πρὸς τὰ ἀλλότρια ἐκτεινόμεναι ἐκνεναρκωμέναις ὥσπερ καὶ παρειμέναις ἐῴκεισαν, καὶ τὰ ἀσθενῆ πρὸ τούτου τῶν πενήτων μέλη ἐρρώννυτο διὰ τὸ ἀδεῶς ἕκαστον τὴν οἰκείαν βῶλον ἐργάζεσθαι καὶ τὸν ἴδιον ἀμπε‐ λῶνα καρποῦσθαι, καὶ τὴν ἐλαίαν καὶ τὴν συκῆν τὴν πατρῴαν | |
20 | μηδένα εἶναι τὸν τολμῶντα ὑπὸ τὴν ἑαυτοῦ ποιεῖσθαι ἐξουσίαν, ἀλλ’ ἕκαστον ἐν τῇ συνήθει καὶ πατρῴᾳ τούτων σκιᾷ ἀναπαύε‐ σθαι. καὶ οὕτω μὲν περὶ τὸν ὑπὸ χεῖρα πάντα λαὸν τῶν τε χω‐ | |
ρῶν καὶ τόπων καὶ πόλεων τῆς ἑαυτοῦ ἐπικρατείας ὁ εὐσεβὴς διε‐ | ||
259 | γίνετο βασιλεύς. εἰ δέ τις οἷον ὄζος κακίας ἔν τινι στερεῶς εὖ μάλα συναθροισθεὶς ὑπὸ τῶν κατὰ μέρος ἀρχόντων μεταβληθῆναι ἢ τέλεον ἐκκοπῆναι οὐχ οἷός τε ἦν, δι’ αὐτοῦ ἐκείνου τοῦ βασι‐ λεύοντος ἢ μετεβάλλετο ἢ ἀλλοίως πως τὴν ἰατρείαν ἐδέχετο. τέλεον | |
5 | γὰρ ἐξᾶραι πάντοθεν τὴν ἀδικίαν ὁ κράτιστος οὗτος φιλονεικῶν πανταχοῦ τε διατάγματα ἐξέθετο καὶ κατὰ πᾶσαν χώραν ἐξέπεμ‐ ψεν, δι’ ὧν πᾶσα δόσις μέχρι τότε τὸ εὔλογον ἔχειν δοκοῦσα διὰ τὴν πονηρὰν ἀπὸ χρόνου συνήθειαν ἀνῃρεῖτο καὶ ἐξεκόπτετο, καὶ ἰσονομία πᾶσα καὶ δικαιοσύνη ὣσπερ ἀπό τινος ὑπερορίου φυγῆς | |
10 | ἐδόκει κατιέναι πρὸς τὸν βίον καὶ τοῖς ἀνθρώποις ἐμπολιτεύε‐ σθαι. 31 Ἀλλὰ καὶ τοὺς εἰς τὸ κρίνειν ἐπιτηδείους, ἀπὸ μὲν μαθημάτων ἔχειν τὸ ἱκανὸν μαρτυρουμένους, ἀπὸ δὲ γνώμης καὶ προαιρέσεως τὸ εὐσεβές τε καὶ ἀδωρόληπτον, ἀξιώμασί τε τῆς | |
15 | ταπεινοτέρας βαθμίδος ὑπεραίρων καὶ ἀνυψῶν καὶ ῥογῶν ἐνιαυ‐ σίων ἐκθέσεσι καὶ σιτηρεσίων ἄλλων καὶ φιλοτιμιῶν παροχαῖς δεξιούμενος κατὰ πᾶσαν σχεδὸν ἀγυιὰν καὶ πᾶν εὐαγὲς ἐνδιαίτημα ἐγκατέστησεν. ἐξαιρέτως δὲ τὸ λεγόμενον τῆς Χαλκῆς λαμπρό‐ τατον τὸ πάλαι καὶ ἀξιάγαστον οἴκημα, τῷ χρόνῳ καὶ τῇ τῶν | |
20 | κρατούντων ῥᾳθυμίᾳ, ἴσως δὲ καὶ ἀπό τινων ἐμπρησμῶν, κατὰ μέρη πολλὰ διαρρυὲν καὶ τὴν ὀροφὴν πονήσασαν ἐσχηκός, αὐτὸς | |
καὶ πόνῳ καὶ δαπάναις συχναῖς ἀπεκάθηρέ τε καὶ περιεποιήσατο καὶ | ||
260 | κοινὸν κατέστησε δικαστήριον, Ἀρείου τε πάγου καὶ Ἡλιαίας σεμνό‐ τερον. οὐ μόνον δὲ διὰ τῆς τῶν κριτῶν ἐκλογῆς τε καὶ προβολῆς τοὺς ἀδικεῖσθαι λέγοντας τῶν δικαίων τυγχάνειν προενοήσατο, ἀλλὰ καὶ διὰ τῆς παροχῆς τῆς καθ’ ἡμέραν τροφῆς τῶν ἐπὶ τῇ παρὰ τῶν ἰσχυ‐ | |
5 | ροτέρων βίᾳ ἑκάστοτε πρὸς τὴν βασιλεύουσαν ἀναγκαζομένων εἰσέρ‐ χεσθαι. δείσας γὰρ μὴ ἀπορίᾳ τῶν ἐπιτηδείων πολλάκις τινὲς πρὸ τοῦ πέρας τὴν κατ’ αὐτοὺς ὑπόθεσιν δέξασθαι τῶν τῇδε ἀναχω‐ ρήσωσι, πρόσοδον ἀρκοῦσαν ἀφώρισεν ἀφ’ ἧς οἱ ἐγκαλοῦντες κατά τινων ἀπετρέφοντο, ἕως τὴν ἀπὸ τοῦ δικαστοῦ ἀπόφασιν | |
10 | ἔλαβον. οὐ ταῦτα δὲ μόνα πρὸς τὴν παντελῆ τῆς ἀδικίας ἐπενοή‐ σατο ἐξολόθρευσιν, ἀλλὰ καὶ ἑαυτὸν εἰς τὸ τοιοῦτον μέρος ἐπέ‐ δωκε· καὶ ὅταν ἔτυχε τῶν στρατειῶν σχολάζων καὶ τοῦ χρηματί‐ ζειν ταῖς ἁπανταχόθεν πρεσβείαις, αὐτὸς τῶν βασιλείων ὑποκατ‐ ιὼν καὶ εἰς τὸ διὰ τοὺς πανταχόθεν εἰς αὐτὸ συντρέχοντας, ὡς | |
15 | ἔοικεν, λεγόμενον Γενικὸν καθεζόμενος τοὺς ὑπὸ τῶν εἰσπραττόν‐ των τοὺς δημοσίους φόρους πολλάκις, οἷα συμβαίνει, διὰ τὸ μέ‐ γεθος τῆς ἀρχῆς ἀδικουμένους καὶ ὥσπερ εἰς κοινὸν πρυτανεῖον εἰς τὸ τοιοῦτον διαιτητήριον καταφεύγοντας καὶ τὰς οἰκείας ἐγκλήσεις προβαλλομένους μετὰ πόνου πολλοῦ καὶ συχνῆς ἐπιμελείας ἐξήτα‐ | |
20 | ζεν, καὶ οὕτω τοῖς ἀδικουμένοις ἐπήμυνεν καὶ τοὺς ἀδικοῦντας ἔπαυε διὰ τῆς νομίμου τιμωρίας τοῦ μηκέτι τολμᾶν τὰ τοιαῦτα ποιεῖν. χρόνοις δὲ ὕστερον λέγεταί ποτε κατελθεῖν εἰς τὴν τοιαύ‐ | |
την διατριβὴν πρὸς τὴν τῶν ἀδικουμένων ἐκδίκησιν· ὡς δ’ ἔτυχεν | ||
261 | οὐδεὶς ἐγκαλῶν, ὑποτοπήσας ὑπό τινων τῆς πρὸς αὐτὸν εἰσόδου ἀνείργεσθαι, τοὺς περὶ αὐτὸν δορυφόρους ἀπέστειλε ζητοῦντας κατὰ πολλὰ μέρη τῆς πόλεως εἴ τις ἔστι κατά τινος ποιούμενος ἔγκλη‐ σιν· ὡς δ’ ἐπανῆλθον οὗτοι μηδένα μηδαμοῦ εὑρηκέναι λέγοντες | |
5 | ἐγκαλοῦντα κατά τινος, δακρῦσαί φασι τὸν γενναῖον ἐκεῖνον ὑφ’ ἡδονῆς, καὶ οὕτω τὴν εὐχαριστίαν ἀποδοῦναι θεῷ. ὁρῶν δὲ ὅτι ἔστι τις τοῖς πονηροῖς εἰς τὸ ἀδικεῖν ἀφορμὴ ἀπὸ τοῦ διὰ τὸ σύν‐ τομον τοῖς τῶν ἀριθμῶν μορίοις καὶ μέρεσι τοῦ ἡμίσεως καὶ ἕκτου καὶ δωδεκάτου τυχὸν κεχρῆσθαι τοῖς παλαιοῖς ἐν ταῖς ἀναγραφαῖς | |
10 | τῆς τῶν φόρων εἰσπράξεως, ἠθέλησε καὶ τὴν τοιαύτην τῶν ἀδι‐ κεῖν βουλομένων περιελεῖν ἀφορμήν, καὶ διωρίσατο καὶ γράμμασι λιτοῖς, ἃ καὶ τοῖς ἀγροίκοις ἀναγινώσκειν ἐστὶν ἐν δυνατῷ, καὶ ὁλογράφοις καὶ φανεραῖς ταῖς ψήφοις τῆς δηλουμένης ποσότητος τοὺς τῶν ἀπαιτήσεων γράφεσθαι κώδικας, οἴκοθεν τὸ εἰς τοῦτο | |
15 | τάξας ἀνάλωμα καὶ τῶν χαρτίων καὶ τῆς γραφῆς καὶ τῶν γρα‐ φέων, πρὸς τὸ μὴ ἀδικεῖσθαι τοὺς πένητας. καὶ τοῦτο μὲν τοιοῦ‐ τον καὶ τοσοῦτον τῆς περὶ τὸ ὑπήκοον κηδεμονίας αὐτοῦ καθέστηκε γνώρισμα, καὶ ὅτι ὑπ’ οὐδενὸς οὐδένα ἀδικεῖσθαι ἐβούλετο. καὶ τοιοῦτος μὲν ἦν περὶ τὰ πολιτικὰ καὶ δημόσια. | |
20 | 32 Μὴ βουλόμενος δὲ μηδὲ τῶν ἐκκλησιῶν τοῦ θεοῦ δο‐ κεῖν ἀμελεῖν (πάντως γὰρ ὡς ἐν τῷ κοσμικῷ περιεχόμεναι σκάφει, | |
ὑπὸ τὴν πρόνοιαν τοῦ κρατοῦντος καὶ αὗται τυγχάνουσιν, ἐκείνου | ||
262 | δὲ καὶ μᾶλλον ἅτε θεοφιλοῦς καὶ πολλὴν περὶ τὰ θεῖα κεκτημένου εὐλάβειαν), ἐπεὶ γοῦν καὶ ταύτας οἷον εἶναι ἐν σάλῳ τινὶ καὶ ταρά‐ χῳ τυγχανούσας ἑώρα διὰ τὸ τῆς κοινῆς λύμης ὑπὸ τοῦ προάρξαν‐ τος καὶ ταύτας μεταλαχεῖν καὶ ἐξωσθῆναι μὲν τῆς οἰκείας καθέ‐ | |
5 | δρας καὶ ποίμνης τὸν ἐννόμως τούτων κατάρχοντα, ἀντεισαχθῆναι δὲ ἕτερον, οὐδὲ τούτων ἠμέλησεν, ἀλλὰ διὰ κοινῆς συνόδου καὶ συνελεύσεως τῶν ἁπανταχόθεν ἀρχιερέων θεοῦ ταῖς ἐκκλησίαις τὸν σάλον κατὰ τὸ ἐνδεχόμενον ἔστησεν, τήν τε πρὸ τούτου ἑβδόμην ἁγίαν σύνοδον ἐπικυρώσας, καὶ τοὺς περιλιπεῖς τῶν εἰκονομάχων | |
10 | αἱρετικῶν τῷ ἀναθέματι δούς, καὶ τὸν γνήσιον νυμφίον τῇ ἐκ‐ κλησίᾳ καὶ τοῖς τέκνοις τὸν πατέρα κανονικῶς παρασχών, τὸν δὲ ἀντεισαχθέντα σχολάζειν κελεύσας ἕως τοῦτον πρὸς ἑαυτὸν μετα‐ στήσει ὁ κύριος, καὶ οὕτω μὲν εὖ καὶ καλῶς τὰ κατὰ τὴν ἐκκλη‐ σίαν διέθετο, καὶ τὴν ἐνδεχομένην καὶ ταύτῃ γαλήνην τῇ οἰκείᾳ | |
15 | σπουδῇ καὶ προμηθείᾳ παρέσχετο. 33 Εὑρὼν δὲ καὶ τοὺς πολιτικοὺς νόμους πολλὴν ἀσά‐ φειαν καὶ σύγχυσιν ἔχοντας διὰ τὴν ἀγαθῶν ὥσπερ καὶ πονηρῶν συναναστροφήν, λέγω δὴ τὴν τῶν ἀνῃρημένων καὶ πολιτευομένων ἀδιάκριτον καὶ κοινὴν ἀναγραφήν, καὶ τούτους κατὰ τὸ προσῆκον | |
20 | καὶ ἐνδεχόμενον προσφόρως ἐπηνωρθώσατο, τὴν τῶν ἀνῃρημένων | |
ἀχρηστίαν περιελών, καὶ τῶν κυρίων ἀνακαθάρας τὸ πλῆθος, καὶ | ||
263 | ὥσπερ ἐν συνόψει, ἐν κεφαλαίοις διὰ τὸ εὐμνημόνευτον τὴν προ‐ τέραν ἀπειρίαν περιλαβών. 34 Ἀλλ’ ἐπεὶ τοῖς ἀγαθοῖς ἀεὶ παραφύεται φθόνος ὡς τοῖς γλυκέσι μάλιστα τῶν ξύλων οἱ σκώληκες, καὶ τῇ κοσμικῇ | |
5 | εὐετηρίᾳ καὶ εὐθηνίᾳ βασκαίνοντα τὰ φαῦλα δαιμόνια διὰ πονη‐ ρῶν ἀνθρώπων πειρᾶται τὴν τῶν ἀγαθῶν συνταράξαι φοράν, ἐκ τούτων καὶ τούτῳ συσκευὴν ἐπιβουλῆς, μετὰ καὶ πρὸς φόνον ὁπλί‐ ζεται Συμβάτιος καὶ Γεώργιος μετὰ στίφους ἀποφράδων ἀνθρώ‐ πων καὶ δυσσεβῶν. οὐ συγχωροῦντος δὲ πάντως, οὐδ’ ἀνεχομέ‐ | |
10 | νου θεοῦ τὴν κακίαν δι’ ἐλαχίστου αὖθις ἀναπαλαῖσαι τὴν οἰκείαν ἧτταν καὶ ἀπελάσαι τὴν εὐνομίαν καὶ δικαιοσύνην ἀπὸ τῆς γῆς, κατάδηλος ἡ τούτων πονηρία καθίσταται ἀφ’ ἑνὸς τῶν συνωμο‐ τῶν. ἀκολουθησάντων δὲ τῶν ἐλέγχων ἐπήρτητο μὲν ἀπὸ τῶν νόμων αὐτοῖς ἡ ἐσχάτη τιμωρία, τουτέστι, μετὰ καὶ δήμευσιν | |
15 | καὶ τῶν ὄντων ἁπάντων ἔκπτωσιν, καὶ ἡ τῆς ζωῆς αὐτῆς ἀλλο‐ τρίωσις. ἀλλ’ ἡ τοῦ γενναίου βασιλέως φιλανθρωπία μόνῃ τῶν ὀφθαλμῶν ἐκκοπῇ τὴν τιμωρίαν ὡρίσατο τέως τῶν προκαταρξάν‐ των τῆς πονηρᾶς συμβουλῆς· καὶ πλέον δ’ ἂν τὴν εἴσπραξιν ἐμε‐ τρίασεν, εἰ μὴ τὴν εἰς τούτους ἄκραν φιλανθρωπίαν ἐγίνωσκε καὶ | |
20 | ἄλλους προτρέψεσθαι πρὸς τὴν μίμησιν καὶ τότε εἰς ἀνάγκην ὑπαχθῆναι αὐτὸν καὶ βαρυτέρας ἀνταποδόσεως. διὰ τοῦτο τῇ | |
λεχθείσῃ ποινῇ τούτοις τε μετανοίας παρέσχε καιρὸν καὶ τοὺς λοι‐ | ||
264 | ποὺς τῶν πονηρῶν ἐσωφρόνιζε. βουλόμενος δ’ ἐπὶ μᾶλλον ἀνα‐ στεῖλαι τὰς ὁρμὰς τῶν ἀδίκως ζητούντων ἀλλότριον θάνατον καὶ πᾶσαν αὐτῶν ἐλπίδα περιελεῖν, ἀνάγει πρὸς τὸ τῆς βασιλείας ἀξίωμα τοὺς τῶν παίδων καθ’ ἡλικίαν προέχοντας, ἤδη βασιλι‐ | |
5 | κῶς ἀναγομένους καὶ παιδευομένους καὶ εἰς πᾶσαν ἐκλάμποντας ἀρχικὴν ἀρετήν, Κωνσταντῖνον καὶ Λέοντα, οἱονεὶ κραταιοτέρας ῥίζας καὶ πλείονας βαλλόμενος τῇ ἀρχῇ, καὶ τοὺς εὐγενεῖς τῆς βασιλείας ὄρπηκας ἐπὶ ταύτης ὑψῶν. 35 Ἀλλ’ ἐπεὶ κατὰ τοῦτο τὸ μέρος ἐγενόμην τῆς διηγή‐ | |
10 | σεως, βούλομαι καὶ περὶ τῶν λοιπῶν αὐτοῦ παίδων ἤδη διαλαβεῖν, ὅπως περὶ ἑκάστου αὐτῶν εὐσεβῶς ἐβουλεύσατο. κατὰ γὰρ τοὺς πάλαι τῶν εὐσεβῶν καὶ μακαρίων ἀνδρῶν, μᾶλλον δὲ καὶ ὑπὲρ ἐκείνους πολύπαιδα καὶ καλλίπαιδα καὶ τοῦτον ἔδειξεν ὁ θεός. μετὰ χρόνον τοίνυν τινὰ μεταδίδωσι τοῦ στέφους καὶ Ἀλεξάνδρῳ | |
15 | τῷ τρίτῳ υἱῷ· τὸν δὲ τούτων νεώτατον Στέφανον, ὡς τὸν Ἰσαὰκ ὁ Ἀβραάμ, προσάγει θεῷ καὶ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ ἐγκαταλέγει καὶ ἀφιεροῖ. τὴν θήλειαν δὲ γονὴν ἰσάριθμον οὖσαν τῇ ἄρρενι ἐν ἱερῷ σεμνείῳ τῆς πανευφήμου μάρτυρος Εὐφημίας καθιεροῖ καὶ ὡς δῶρον δεκτὸν καὶ ἀνάθημα θεῷ ἀνατίθησιν, καὶ σχήματι καὶ | |
20 | καταστολῇ κοσμήσας ὁμοίως ταῖς καθαρῶς καὶ ἀμιάντως τῷ ἀθα‐ νάτῳ νυμφίῳ νυμφευομέναις παρθένοις Χριστῷ. ταῦτα δὲ εἰ καὶ | |
τοῖς χρόνοις ὕστερον τυχὸν γέγονεν, ἀλλ’ οὖν ἐνταῦθα κείσθω | ||
265 | συνημμένα, ὥσπερ τῇ φύσει, οὕτω δὴ καὶ τῇ διηγήσει τῆς τε‐ τρακτύος τῶν ἀδελφῶν. 36 Ἐπεὶ οὖν τὰ οἴκοι καλῶς εἶχεν αὐτῷ καὶ κατὰ σκοπὸν εὐσεβῆ καὶ θεάρεστον, ἐκάλει δὲ αὐτὸν ἡ ζέουσα περὶ τῶν ὅλων | |
5 | φροντὶς καὶ πρὸς ὑπερορίους στρατείας, ὡς ἂν τοῖς οἰκείοις πόνοις καὶ τῇ αὐτοῦ ἀνδρίᾳ καὶ γενναιότητι πλατύνῃ μὲν τὰ ὅρια τῆς ἀρχῆς, πορρωτέρω δὲ συνώσῃ καὶ ἀπελάσῃ τὸ δυσμενές, οὐδὲ τούτων ἠμέλησεν, ἀλλὰ πρῶτα μὲν τοὺς στρατιωτικοὺς καταλόγους ἐλαττωθέντας ἐκ τοῦ περικοπῆναι τὰς διδομένας τούτοις φιλοτι‐ | |
10 | μίας καὶ ῥόγας καὶ τὰ βασιλικὰ σιτηρέσια διὰ νέων συλλογῆς τε καὶ ἐκλογῆς ἀνεπλήρωσεν καὶ διὰ τῆς τῶν δεόντων παροχῆς τε καὶ ἐπιδόσεως ἔρρωσεν· ἔπειτα γυμνάσας τούτους ταῖς τακτικαῖς μελέ‐ ταις, καὶ τοῖς ἐνδελεχέσι πόνοις ἐμπείρους τῆς πολεμικῆς ἀγωνίας πεποιηκώς, καὶ εὐταξίας ὅτι μάλιστα λόγον ἔχειν ἐθίσας καὶ πε‐ | |
15 | φροντικέναι τοῦ εὐπειθοῦς, οὕτω μετ’ αὐτῶν ὑπὲρ τῶν φυλετῶν καὶ συγγενῶν καὶ ὑπηκόων κατὰ βαρβάρων ἐστράτευσεν. ᾔδει γὰρ ὡς οὐδὲ τῶν βαναύσων καὶ χυδαίων τούτων τεχνῶν οὐδεμίαν ἔστιν εἰδέναι πρὸ τοῦ μαθεῖν, οὐδ’ ἔστιν ὅστις διδασκάλου χωρὶς οὔτε ὑποδηματοράφος, μήτι γε τῶν σπουδαιοτέρων τινὰ τεχνῶν κατ‐ | |
20 | ωρθωκὼς φαίνεται. τὴν δὲ πολεμικὴν ἐπιστήμην ἢ τέχνην εἰ δίχα μαθήσεως καὶ ἱκανῆς ἐμπειρίας ἐξῆν εἰδέναι τῷ βουλομένῳ, οὐκ | |
εἶχον ἄρα νοῦν ἀλλ’ ἐλήρουν οἱ πολλὰ περὶ τὸ μέρος τοῦτο πονή‐ | ||
266 | σαντες ἐν τοῖς τακτικοῖς συγγράμμασι καὶ οἱ μέγιστοι τῶν αὐτο‐ κρατόρων καὶ στρατηγῶν, οἱ πολλὰ ἀπὸ πολλῶν τρόπαια συστή‐ σαντες, ὧν οὐδεὶς ἐθάρρησε πώποτε μετ’ ἀμαθοῦς καὶ ἀγυμνά‐ στου λαοῦ εἰς πολεμίων παράταξιν ἐμβαλεῖν. ἀλλ’ οὐκ ἔστιν οὔτε | |
5 | τὸν μὴ μαθόντα εἰδέναι οὔτε τὸν μὴ ἀσκήσαντα καὶ γυμνασάμε‐ νον ἀγωνίζεσθαι. διὰ τοῦτο καὶ ὁ γενναῖος οὗτος πρότερον γυμνά‐ σας καὶ καταρτίσας τὰ τάγματα τὰ στρατιωτικά, καὶ τὴν νεοσύλ‐ λεκτον στρατιὰν ἀναμίξας τῇ παλαιᾷ, καὶ ταῖς ἁρμοζούσαις χορη‐ γίαις καὶ δωρεαῖς λιπάνας αὐτῶν τὰ νεῦρα καὶ τονώσας τὰς δεξιάς, | |
10 | οὕτω μετ’ αὐτῶν προσέβαλε τοῖς ἐχθροῖς καὶ τὰ πολλὰ τρόπαια ἔστησεν καὶ τὰς μυρίας νίκας ἀνείλετο. διὰ βραχέων δὲ διη‐ γήσομαι. 37 Καὶ κατάστασιν πόλεως ἐνευκαιρήσας καὶ σχολάσας πράξεσιν, ἔαρος ὑπολάμποντος τὰ ὅπλα ἀνείλετο καὶ μετὰ τῶν | |
15 | στρατιωτικῶν καταλόγων ξυνεξητάζετο, ἡγούμενος χρῆναι τὸν ὡς ἀληθῶς ἄρχοντα τοῦ οἰκείου προκινδυνεύειν λαοῦ καὶ ὑπὲρ τοῦ πᾶν ἀδεῶς διάγειν τὸ ὑποχείριον πόνους καὶ ταλαιπωρίας ἑκουσίως αὐτὸν ἀναδέχεσθαι. καὶ ἐπεὶ κατὰ τοὺς καιροὺς ἐκείνους ὁ τῆς Τεφρικῆς ἐξηγούμενος, ὃν Χρυσόχειρα κατωνόμαζον, ἐπ’ ἀνδρίᾳ | |
20 | καὶ συνέσει διαφέρειν δοκῶν σφόδρα παρελύπει τὴν Ῥωμαίων χώ‐ ραν καὶ τοὺς λαούς, καὶ πολλοὺς τῶν ἀγροίκων καθ’ ἑκάστην | |
αἰχμαλώτους ποιούμενος ἐφρόνει σοβαρὰ καὶ ὑπέρογκα, κατ’ αὐτοῦ | ||
267 | καὶ τῆς ὑπ’ αὐτὸν πόλεως ἐκστρατεύει ὁ βασιλεύς. τοῦ δὲ σοβαροῦ καὶ θρασέος ἐκείνου πρὸς τὴν γενναιότητα τοῦ ἐπιόντος στρατεύ‐ ματος καὶ τὴν σύνεσιν καὶ ἀνδρίαν τοῦ αὐτοκράτορος ἐμφανῶς μὴ τολμήσαντος ἀντιστῆναι, ἀλλ’ ὑποχωροῦντος καὶ μόνην τὴν | |
5 | οἰκείαν πόλιν φυλάξαι καὶ κρατύνεσθαι διεγνωκότος, ἐπῄει κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν ληϊζόμενος καὶ πορθῶν καὶ κατα‐ τέμνων καὶ πυρπολῶν πάσας τὰς ὑπὸ τὸν Χρυσόχειρα χώρας καὶ κωμοπόλεις ὁ βασιλεύς, λείαν ἄπειρον καὶ αἰχμαλωσίαν περιβαλ‐ λόμενος. προσβαλὼν δὲ καὶ αὐτῷ τῷ ἄστει Τεφρικῆς, καὶ δι’ | |
10 | ἀκροβολισμῶν καὶ προσεδρείας οὐχὶ μακρᾶς ἑλεῖν πειραθείς, ὡς ἑώρα καὶ τειχῶν καρτερότητι καὶ πλήθει βαρβαρικῷ καὶ ἀφθονίᾳ χρειῶν κατωχυρωμένον αὐτὸ καὶ δυσάλωτον, ἐπεὶ καὶ τὰ ἐκτὸς ἅπαντα δι’ ἐλαχίστου χρόνου τῷ πλήθει τῆς στρατιᾶς κατηρείπωτο καὶ τὰ ἀναγκαῖα σχεδὸν κατηνάλωτο, ἀπέστη τῆς πρὸς τὴν πο‐ | |
15 | λιορκίαν χρονίου ἐπιμονῆς· τὰ δὲ περὶ αὐτὴν φρούρια τὴν Ἄβα‐ ραν καὶ τὴν Σπάθην καὶ ἕτερά τινα ἐκπορθήσας, καὶ ἄρας ἐντεῦ‐ θεν ἀσινῆ τὸν περὶ αὐτὸν πάντα στρατόν, μετὰ συχνῶν, ὡς εἴρη‐ ται, λαφύρων καὶ ἀνδραπόδων ἐπανεχώρησεν. 38 Τῶν ἐν τῇ Τεφρικῇ τοίνυν τὸν πολὺν φόνον ἡ ἑτέρα | |
20 | τῶν Ἰσμαηλιτῶν πόλις θεασαμένη, ἣν Τάραντα λέγουσι, πρέσβεις πέμψασα εἰρήνης ἠξίου τυχεῖν καὶ ταῖς συμμαχίσιν ἐγγράφεσθαι. | |
ὁ δὲ κράτιστος βασιλεύς, ὅσην πρὸς τοὺς ἀντιταττομένους ἀνδρίαν, | ||
268 | τοσαύτην πρὸς τοὺς ὑποταττομένους ἐπιείκειαν ἐνδεικνύμενος, ἡτ‐ τήθη τε τῆς πρεσβείας καὶ τῆς εἰρήνης τοῖς αἰτοῦσι μετέδωκε, καὶ συμμάχους ἀντὶ πολεμίων τὸ ἀπὸ τοῦδε ἐκέκτητο. ἐκ τούτου ἄλλοι τε οὐκ ὀλίγοι καὶ Κουρτίκιός τις Ἀρμένιος, ὃς εἶχε τότε τὴν Λό‐ | |
5 | καναν καὶ συνεχῶς τὰς ἐσχατιὰς τῆς Ῥωμαϊκῆς ἀρχῆς ἐλυμαίνετο, προσέφυγε πρὸς αὐτόν, καὶ τὴν πόλιν αὐτοῦ καὶ τὰ ὅπλα καὶ τὸν λαὸν τῷ αὐτοκράτορι καθυπέταξε, θαυμάσας αὐτοῦ τὸ μετὰ τοῦ ἀνδρείου ἐπιεικὲς καὶ μετὰ τῆς δυνάμεως δίκαιον. 39 Ἕως δὲ πρὸς αὐτὸν εἶχον τὸν νοῦν οἱ πολέμιοι, καὶ | |
10 | περιεσκόπουν πρὸς ὃ μέρος ῥέψει, ἵνα πρὸς τὸ πονοῦν καὶ αὐτοὶ συνασπίσωσι, κοῦρσον κατὰ τῆς λεγομένης Ζαπέτρας ἀπέστειλεν ἐπιλέκτων πολεμιστῶν, οἳ σπουδῇ τὰ στενὰ τῆς ὁδοῦ διελθόντες αὐτῇ τῇ πόλει προσπίπτουσι, καὶ ταύτην ἐξ ἐφόδου λαμβάνουσι, καὶ πολλοὺς ἐν αὐτῇ κατασφάττουσιν, αἰχμαλωσίαν τε πολλὴν καὶ | |
15 | λείαν λαμβάνουσι, καὶ δεσμίους χρονίους ἐξάγουσι τῆς φρουρᾶς. εἶτα τὰς ἐφεξῆς πυρπολήσαντες χώρας καὶ τὸ Σαμόσατον ἐκπορ‐ θήσαντες, καὶ τῇ αὐτῇ ῥύμῃ τὸν Εὐφράτην περάσαντες κατὰ πολλὴν ἐρημίαν τῶν κωλυσόντων διὰ τὸ παραστρατοπεδεύειν τοὺς πολεμίους τῷ βασιλεῖ, καὶ πολλὴν λαβόντες αἰχμαλωσίαν καὶ | |
20 | λάφυρα, ὑπέστρεψαν πρὸς τὸν αὐτοκράτορα ἔτι πρὸς τῷ Ζαρ‐ νοὺχ ποταμῷ, ἔνθα τὸ Κεραμίσιον ἐστί, διατρίβοντα καὶ ἀργεῖν μὲν δοκοῦντα, τὰ δὲ τοιαῦτα πανσόφως διὰ τῶν ὑπὸ χεῖρα κατα‐ | |
πραττόμενον. | ||
269 | 40 Ἐντεῦθεν ἄρας ὁ βασιλεὺς μετὰ παντὸς στρατοῦ τὴν ὡς ἐπὶ Μελιτηνὴν ἀπάγουσαν διῄει ὁδόν. πρὸς δὲ ταῖς ὄχθαις τοῦ Εὐφράτου γενόμενος, ὡς εἶδεν αὐτὸν ὥρᾳ θέρους πλημμυ‐ ροῦντα καὶ πελαγίζοντα, τὸ δὲ προσκαθῆσθαι τῇ διαβάσει καὶ | |
5 | ταπεινὸν προσμένειν γενέσθαι τὸν ποταμὸν ἀγεννὲς ἐνόμισε καὶ ἀνάξιον τῆς περὶ αὐτὸν δυνάμεως, γεφύρᾳ τοῦτον ἔγνω διαλαβεῖν, καὶ πάντα πρὸς τὸ ἔργον σπουδῇ ηὐτρεπίζετο. θέλων δὲ τὸν κόπον παραμυθεῖσθαι τῶν οἰκείων στρατιωτῶν καὶ τοὺς πόνους ῥᾳδίως ὑποφέρειν πεῖσαι, ἅμα δὲ καὶ ἑαυτὸν ἐν τοῖς ἑκουσίοις ἀποτρύχειν | |
10 | πόνοις, ἵνα εἰ καὶ ἀκούσιος πολλάκις συμβῇ, μὴ ξενοπαθῇ μηδὲ ἀήθης εὑρίσκοιτο, συνεφήπτετο τοῦ ἔργου τοῖς στρατιώταις καὶ μάλα προθύμως, καὶ τὰ μείζονα βάρη τοῖς οἰκείοις αἴρων ὤμοις πρὸς τὴν γέφυραν διεκόμιζεν. εἶδεν ἄν τις τότε ἰσομέγεθες βάρος οὗπερ ὁ βασιλεὺς ῥᾳδίως ἐβάσταζε, τρεῖς τῶν στρατιωτῶν ὁμοῦ | |
15 | μόλις διακομίζοντας. οὕτω δὲ τὸν Εὐφράτην περαιωθεὶς τὸ φρού‐ ριον εὐθὺς ὃ Ῥαψάκιον λέγεται ἐξεπόρθησεν. ἰδίᾳ δὲ τοὺς Χάλ‐ δους καὶ Κολωνιάτας τὴν μεταξὺ χώραν Εὐφράτου καὶ Ἀρσίνου κελεύσας καταδραμεῖν, λείας πολλῆς καὶ ἀνδραπόδων δι’ αὐτῶν ἐκυρίευσεν καὶ τὰ φρούρια τό τε Κουρτικίου καὶ τὸ Χαχὸν καὶ τὸ | |
20 | Ἄμερ καὶ τὸ Μουρινὶξ καλούμενον καὶ τὸ Ἄβδελα ἐξεπόρθησεν. αὐτὸς δὲ τῇ Μελιτηνῇ προσβαλών, εὐανδρούσῃ τότε καὶ πλῆθος | |
ἐχούσῃ βαρβάρων συχνόν, οἳ πρὸ τῆς πόλεως μετὰ βαρβαρικῶν | ||
270 | ἀλαλαγμῶν καὶ φρυαγμάτων ἀπήντων αὐτῷ, τὴν οἰκείαν ἀρετὴν ἐπεδείξατο, ὡς μὴ μόνον τοὺς ὑπ’ αὐτὸν ἀλλὰ καὶ τοὺς πολεμίους περιφανῶς ἐκπλαγῆναι τὴν ἀνδρίαν αὐτοῦ καὶ εὐχέρειαν. ἐμφρό‐ νως γὰρ ἅμα καὶ νεανικῶς προσμίξας τοῖς πολεμίοις, καὶ κατὰ | |
5 | χεῖρα γενναῖος φανεὶς καὶ τόλμῃ διαφέρων, καὶ παρὰ δεινὰ ὁρώ‐ μενος εὐθαρσής τε καὶ ἀκατάπληκτος, πρῶτος τοὺς ἀντιτεταγμέ‐ νους ἐτρέψατο φόνῳ πολλῷ· εἶθ’ οὕτως οἱ σὺν αὐτῷ τοὺς κατ’ αὐτοὺς ἕκαστοι καὶ μέχρι τοῦ ἄστεος ἀναιροῦντες ἐδίωκον, ὡς πολ‐ λοῖς νεκροῖς τὸ πρὸς τῆς πόλεως πεδίον καταστρωθῆναι καὶ τὸ πρὸ | |
10 | τοῦ τείχους ὕδωρ αἵματι κερασθῆναι, πολλοὺς δὲ καὶ ζῶντας ἁλῶναι, καὶ ἄλλους τῷ δέει ἑκόντας αὐτομολῆσαι, τοὺς δὲ περι‐ λιπεῖς εἰς τὸ ἄστυ συγκλεισθῆναι καὶ τοῦ λοιποῦ ἐξόδου παντάπα‐ σιν εἴργεσθαι. ἔνθα διενοεῖτο μὲν ὁ βασιλεὺς μηχανάς τε πήγνυ‐ σθαι καὶ ἅπαν ὄργανον πολιορκητικὸν μεταπέμπεσθαι καὶ ἔργα | |
15 | τόλμης καὶ γενναιότητος περὶ τὴν τειχομαχίαν ἐνδείξασθαι· ὡς δὲ ἑώρα τὴν πόλιν τειχῶν τε περιβολῇ καρτερὰν καὶ πλήθει τῶν ἀπὸ τοῦ τείχους ἀμυνομένων δυσάλωτον, ἐπύθετο δὲ παρὰ τῶν αὐτο‐ μόλων καὶ ἐπιτηδείων ἔχειν ἀφθονίαν πολλὴν καὶ μὴ δεδιέναι χρο‐ νίαν πολιορκίαν, ἄρας ἐντεῦθεν τῇ Μανιχαίων προσέβαλε γῇ. | |
20 | δενδροτομήσας δὲ ταύτην καὶ τὰς οἰκίας πυρὶ δοὺς καὶ πᾶν δια‐ φθείρων τὸ ἐν ποσί, τὸ Ἀργαοὺθ λεγόμενον αὐτῶν φρούριον καὶ | |
τὸ Κουτακίου καὶ Στεφάνου καὶ Ῥαχὰτ ἐμπρήσας κατέσκαψεν. | ||
271 | εἶτα τὸν ὑπὸ χεῖρα πάντα λαὸν πλουσίως φιλοφρονησάμενος, καὶ τῶν ἀριστευσάντων ἕκαστον ἀριστείοις τιμήσας, μετὰ πολλῶν λα‐ φύρων καὶ νικητικῶν στεφάνων ὑπέστρεψε πρὸς τὴν βασιλεύουσαν· καὶ διὰ τῶν Χρυσῶν πυλῶν εἰσελθὼν ὡς οἱ πάλαι κατὰ τὴν μεγα‐ | |
5 | λόδοξον Ῥώμην τῶν αὐτοκρατόρων τοὺς θριάμβους κατάγοντες, καὶ τὰς παρὰ τοῦ δήμου νικητικὰς ἐκβοήσεις καὶ εὐφημίας δεξά‐ μενος, καὶ πρὸς τὸ μέγα τῆς τοῦ θεοῦ σοφίας ἀνάκτορον, ὡς τὰς εὐχὰς καὶ τὴν προσήκουσαν εὐχαριστίαν ἀποδώσων, εὐθὺς ὡς εἶχεν ἐξ ὁδοῦ παραγεγονώς, καὶ ὑπὸ τοῦ τότε πατριαρχοῦντος τῷ τῆς | |
10 | νίκης στεφάνῳ ταινιωθείς, ἀπεκατέστη εἰς τὰ βασίλεια. 41 Καὶ πάλιν αὐτὸν φροντίδες πολιτικαὶ διεδέχοντο, καὶ ταῖς ἀπὸ διαφόρων ἐθνῶν πρεσβείαις τὰ πρόσφορα ἐχρημάτιζε· καὶ πρὸς ὀλίγον τοῖς τέκνοις συνευφρανθεὶς καὶ τῇ γυναικί, καὶ τοὺς κατὰ τὸ ἄστυ περιελθὼν ἱεροὺς καὶ θείους ναοὺς καὶ τὰς | |
15 | εὐχὰς ἀποδούς, συνήθως ἦν αὖθις ἐπὶ τῶν πολιτικῶν διοικήσεων καὶ τῶν κρίσεων, τὴν περὶ τὸ ὑπήκοον κηδεμονίαν καὶ ἄγρυπνον πρόνοιαν ἐνδεικνύμενος. οὐ διελίμπανε δὲ ὅμως καθ’ ἑκάστην εἰς τὸν ἱερὸν καὶ θεῖον ναὸν εἰσιὼν καὶ ἱκετεύων τὸν κύριον, καὶ μεσίτας πρὸς τοῦτο τόν τε ἀρχιστράτηγον Μιχαὴλ καὶ Ἠλιοὺ τὸν | |
20 | προφήτην πρὸς θεὸν προβαλλόμενος, τοῦ μὴ πρότερον τοῦ βίου ὑπεξελθεῖν πρὶν ἢ τὸν τοῦ Χρυσόχειρος ὄλεθρον ἐπιδεῖν καὶ τρία | |
βέλη τῇ αὐτοῦ καταπῆξαι μιαρᾷ κεφαλῇ. ὃ καὶ γέγονεν ὕστερον. | ||
272 | τῷ γὰρ ἐπιόντι χρόνῳ εἰς τὰς τῶν Ῥωμαίων ἐμβαλόντος χώρας τοῦ προμνημονευθέντος Χρυσόχειρος καὶ ταύτας ληϊζομένου, ἀπο‐ στέλλει κατ’ αὐτοῦ συνήθως ὁ βασιλεὺς τὸν τῶν σχολῶν ἐξηγού‐ μενον. ὃς ἐξελθὼν καὶ πάντα τὸν Ῥωμαϊκὸν στρατὸν συμπαρα‐ | |
5 | λαβών, ἐπεὶ κατὰ πρόσωπον ἐμφανῶς ἀντιστῆναι πρὸς αὐτὸν ἀπε‐ δειλία, τὰ τῶν Ῥωμαίων στρατεύματα συμπαρείπετο τέως αὐτῷ ἀπό τινος διαστήματος, καὶ τὰς μερικὰς ἀνεῖργε καταδρομάς, καὶ οὐ συνεχώρει κατὰ τῆς χώρας ἀδεῶς διασκίδνασθαι. ὡς οὖν τὰ μὲν δρῶν τὰ δὲ ἀπρακτῶν ὁ βάρβαρος, ἤδη καὶ τοῦ καιροῦ κα‐ | |
10 | λοῦντος αὐτόν, τῆς πρὸς τὰ οἰκεῖα ἐπανόδου ἐμνήσθη καὶ μετὰ λείας συχνῆς πρὸς τὴν ἰδίαν χώραν ὑπέστρεφεν, ἀφώρισε δύο τῶν στρατηγῶν ὁ τῶν σχολῶν ἐξηγούμενος, τόν τε τοῦ Χαρσιανοῦ καὶ τῶν Ἀρμενίων, μετὰ τῆς περὶ αὐτοὺς δυνάμεως ἕκαστον, ὥστε συμπαρομαρτεῖν καὶ ἐφέπεσθαι τῷ Χρυσόχειρι ἄχρι τοῦ Βαθυρ‐ | |
15 | ρύακος, κἀκεῖθεν εἰ μὲν ἐπαφήσει κατὰ τῶν Ῥωμαϊκῶν ὁρίων στρατόν, δῆλον τοῦτο τῷ δομεστίκῳ ποιήσασθαι, εἰ δὲ πρὸς τὸν οἰκεῖον φωλεὸν ἀμεταστρεπτὶ βαδίζων εἰσδύνειεν, ἐάσαντας τοῦτον αὖθις ἐπανελθεῖν πρὸς αὐτόν. (42) ἤδη οὖν τοῦ βαρβαρικοῦ στρατεύματος γεγονότος ἐν ἑσπέρας καιρῷ κατὰ τὸν καλούμενον | |
20 | Βαθυρρύακα καὶ αὐλισμένου κάτω πρὸς τὴν τοῦ ὄρους ὑπώρειαν, τῶν δὲ Ῥωμαϊκῶν στρατηγῶν καταλαβόντων τὰ τούτου μετεωρό‐ τερα καὶ τὸ μέλλον ἀποσκοπούντων, ἐμπίπτει τις ἔρις περὶ τῶν | |
πρωτείων καὶ ἅμιλλα τοῖς τῶν δύο θεμάτων στρατιώταις καὶ | ||
273 | ταξιάρχαις καὶ λοχαγωγοῖς, τῶν μὲν τοῦ Χαρσιανοῦ ἑαυτοῖς ἐπι‐ γραφόντων τὸ πρεσβεῖον τῆς κατ’ ἀλκὴν ἀρετῆς, ἔμπαλιν δὲ τῶν Ἀρμενιακῶν μὴ μεθιεμένων τῆς ἐν τοῖς πολέμοις ἀνδρίας τὸ πρω‐ τεῖον ἐκείνους λαβεῖν. ὡς οὖν ἐπὶ πλέον τὰ τῆς φιλονεικίας αὐτοῖς | |
5 | ἐχώρει καὶ τὰ φρονήματα διηρέθιστο, λεχθῆναί φασι παρὰ τῶν πρωτευόντων τοῦ τῶν Ἀρμενιακῶν συστήματος ὡς ἵνα τί μάτην ἐν λόγοις ἕκαστοι θρασυνόμεθα καὶ αὐχοῦμεν διακενῆς, ἐξὸν τοῖς ἔργοις τὴν ἀμφισβήτητον ἀρετὴν ἐπιδείξασθαι; τῶν γὰρ πολεμίων οὐ μακρὰν ἀπεχόντων, ἔξεστιν ἐπὶ τῶν ἔργων φανῆναι τοὺς ἀρι‐ | |
10 | στεῖς καὶ ἐκ τῆς κατὰ χεῖρα γενναιότητος κριθῆναι τοὺς ὑπερέχον‐ τας. τοὺς τοιούτους τοίνυν λόγους διακηκοότες οἱ στρατηγοί, καὶ τὴν πρὸς ἀνδρίαν ὁρμὴν καὶ προθυμίαν κατανοήσαντες τοῦ λαοῦ, συννοήσαντες δὲ καὶ τὴν ἀπὸ τοῦ τόπου βοήθειαν, ὅτι ἐξ ὑπερδε‐ ξίων τοῖς ἐν ἐπιπέδῳ κατηυλισμένοις μέλλουσιν ἐπιτίθεσθαι, διχῇ | |
15 | διαιροῦσι τὴν δύναμιν· καὶ τὸ μὲν ἔκκριτον αὐτῆς ἄχρις ἕκτης ἑκατοντάδος μετὰ τῶν γε τῶν στρατηγῶν προσβαλεῖν ἐκρίθη τῷ τῶν βαρβάρων στρατῷ, τὸ δὲ λοιπὸν τῆς εὐαριθμήτου Ῥωμαϊκῆς στρατιᾶς ἐς δόκησιν πλήθους αὐτοῦ που πρὸς τὰ μετέωρα συσκευ‐ άσαντες, καὶ σύνθημα δόντες καιροῦ, ἵν’ ὅταν οὗτοι προσβά‐ | |
20 | λωσι τοῖς ἐχθροῖς, κἀκεῖνοι σὺν ἀλαλαγμῷ μεγίστῳ καὶ σάλπιγξι, συνεπηχούντων καὶ τῶν ὀρέων αὐτῶν, ἐκπληκτικὴν βοὴν ἀναρρή‐ | |
ξωσιν, αὐτοὶ τὰς πανοπλίας ἐνδύονται, καὶ ἀφανῶς διὰ νυκτὸς τῇ | ||
274 | στρατοπεδείᾳ τῶν δυσμενῶν πλησιάζουσι. πρὸ τῆς ἕω δέ, οὔπω τοῦ ἡλίου τὸ ὑπὸ γῆν τελείως παραλλάξαντος ἡμισφαίριον, βοῇ στιβαρᾷ παιανίσαντες καὶ τὸ “σταυρὸς νενίκηκε” συμβοήσαντες ἐπιτίθενται τοῖς ἐχθροῖς, συνεπαλαλαξάντων ἀπὸ τοῦ ὄρους καὶ | |
5 | τῶν λοιπῶν. εὐθὺς οὖν τῷ ἀνελπίστῳ καταπλαγέντες οἱ βάρβα‐ ροι, καὶ μήτε συστῆναι μήτε τὸ ἐπιὸν πλῆθος ὅσον ἐστὶ λαβόντες καιρὸν κατιδεῖν, μήτ’ ἄλλο τι σωτήριον ἑαυτοῖς ἐκ τοῦ παραχρῆμα ἰσχύσαντες συνιδεῖν, ὥρμησαν πρὸς φυγήν, τῆς τοῦ βασιλέως τού‐ τους πάντως ἐπιμόνου ἐκδειματούσης εὐχῆς καὶ συνελαυνούσης | |
10 | πρὸς ὄλεθρον. τῶν οὖν διωκόντων ῥωμαίων καὶ τοὺς μὴ συνόν‐ τας συνεχῶς ἐπιβοωμένων στρατηγοὺς καὶ τὰ τάγματα καὶ τὸν τῶν σχολῶν ἀφηγούμενον, καθάπερ αὐτοῖς συντέτακτο, καὶ τῶν φευ‐ γόντων εἰς πλείονα φόβον συνελαυνομένων καὶ ταραχήν, συνέβη μέχρι μιλίων τριάκοντα γενέσθαι τὴν δίωξιν καὶ τὸν μεταξὺ χῶρον | |
15 | ἀπείροις καταστρωθῆναι νεκροῖς. (43) ὅτε καὶ τὸν ἀναιδῆ καὶ θρασὺν ἐκεῖνον Χρυσόχειρα λέγεται, σὺν ὀλίγοις φεύγοντα τῶν περὶ αὐτόν, ἐπικαταδιώκειν Ῥωμαίων τινά, τὸ Πουλάδην παρω‐ νύμιον φέροντα, ὃν συνέβη ποτὲ κατὰ Τεφρικὴν γεγονότα αἰχμά‐ λωτον διὰ τὸ ἀστεϊσμοῦ μετέχειν καὶ χάριτος συνήθη καὶ γνώριμον | |
20 | χρηματίσαι Χρυσόχειρι. ὃν ἰδὼν ὁ βάρβαρος τότε μετ’ ἐνθου‐ σιασμοῦ καὶ προθυμίας διώκοντα, ἐπιστραφεὶς “τί σοί” φησι | |
“κακόν, ὦ ἄθλιε, διεπραξάμην, Πουλάδη, ὅτι με οὕτω καταδιώ‐ | ||
275 | κεις μανιωδῶς, ἐπιθυμῶν ἀνελεῖν με;” ὁ δὲ συντόμως ἀντέφησεν ὅτι τῶν εὐεργεσιῶν σου, πάτρων, τὴν ἀμοιβὴν ἀποδοῦναί σοι κατὰ τὴν παροῦσαν ἡμέραν πεποιθώς εἰμι ἐν θεῷ, καὶ διὰ τοῦτο κατα‐ διώκω ὀπίσω σου. ὡς οὖν ὁ μὲν προῄει οἷα βεβλαμμένος τὰς | |
5 | φρένας ὑπὸ θεοῦ, ἀπεγνωσμένος τε καὶ δειλός, ὁ δὲ ἐφείπετο μετ’ εὐτολμίας καὶ θάρσους νεανικοῦ, ἐντυγχάνει τάφρῳ βαθείᾳ ὁ διω‐ κόμενος, ἣν ὑπερπηδῆσαι ὁ ἵππος ἐπεδειλία τε καὶ διώκλαζεν. καὶ ἕως περὶ ταύτην ὁ Χρυσόχειρ εἶχε τὸν νοῦν, βάλλει τοῦτον ὁ Πουλάδης κοντῷ κατὰ τῆς πλευρᾶς, καὶ εὐθέως περιδινηθεὶς τῷ | |
10 | ἀλγήματι κατερρύη τοῦ ἵππου. καὶ τῶν σὺν αὐτῷ τις, ᾧ Δια‐ κονίτζης ἦν τὸ ἐπώνυμον, ἀπὸ τοῦ οἰκείου ἵππου ῥίψας ἑαυτὸν ἐπι‐ μελείας ἠξίου τὸν πεσόντα δεσπότην, καὶ τοῖς οἰκείοις γόνασι τὴν ἐκείνου κεφαλὴν ἐπιθεὶς τὸ συμβὰν ἀπωδύρετο. ἐν τοσούτῳ δὲ προσγίνονται τῷ Πουλάδῃ καὶ ἕτεροι, καὶ καθαλλόμενοι τῶν ἵπ‐ | |
15 | πων τὴν τοῦ Χρυσόχειρος ἀποτέμνουσι κεφαλὴν λειποψυχοῦντος ἤδη καὶ ἐκλιμπάνοντος, συγκαταλέγουσι δὲ καὶ τὸν Διακονίτζην ἐκεῖνον τῷ τῶν λοιπῶν δεσμίων ἀριθμῷ. οὕτω δὲ παραδόξως καταπολεμηθέντων τῶν δυσμενῶν καὶ τοῦ Χριστιανικοῦ ὑψωθέν‐ τος καυχήματος, συντόμως μετὰ τῶν τῆς χαρᾶς ἀγγέλων προσα‐ | |
20 | ποστέλλεται βασιλεῖ ἡ τοῦ Χρυσόχειρος κεφαλή. ἐτύγχανε δὲ τηνικαῦτα διάγων κατὰ τὸ Πετρίον λεγόμενον, ἔνθα τὸ σεμνεῖον τῆς τῶν οἰκείων θυγατέρων διατριβῆς ἐχρημάτιζεν. καὶ τῆς κεφα‐ | |
λῆς προσενεχθείσης τῶν οἰκείων ἀναμνησθεὶς προσευχῶν, καὶ πρὸς | ||
276 | τὸν ποιοῦντα τὸ θέλημα τῶν ἐπικαλουμένων αὐτὸν μετὰ δακρύων τὸν τῆς διανοίας ἐκτείνας ὀφθαλμόν, τόξον ἐνεχθῆναι καὶ βέλη προσέταξε, καὶ θᾶττον τὴν νευρὰν ἐντείνας τρία κατὰ τῆς παλα‐ μναίας κεφαλῆς ὀπισθοφανῶς ἀφῆκε βέλη, καὶ εἰς οὐδὲ ἓν ὅλως | |
5 | διήμαρτεν, ἐναγιασμόν τινα τοῦτον ἄξιον τοῦ δυσσεβοῦς προσαγα‐ γεῖν αὐτῷ οἰηθεὶς ἀντὶ τῶν πολλῶν μυριάδων, ἃς ἐν πολλοῖς τῆς ἐπικρατείας αὐτοῦ κατηνάλωσεν ἔτεσι. καὶ τὰ μὲν κατὰ τὸν Χρυσόχειρα καὶ τὴν ἀνθοῦσαν τότε δύναμιν τῆς Τεφρικῆς τοιοῦ‐ τον τὸ τέλος ἐδέξατο συνεργείᾳ θεοῦ, ταῖς πολλαῖς ἱκεσίαις καμ‐ | |
10 | φθέντος Βασιλείου τοῦ εὐσεβῶς βασιλεύοντος. 44 Ἄρτι δὲ τοῦ ἀοιδίμου πατριάρχου Ἰγνατίου ὁσίως καὶ θεαρέστως τὸν βίον ἀνύσαντος, καὶ ὑπὸ πλουσίᾳ τῇ πολιᾷ καὶ τῇ κύκλῳ δορυφορίᾳ τῶν ἀρετῶν καὶ τῷ παρὰ πάντων μακαρισμῷ τὴν παροῦσαν ἀλλαξαμένου ζωὴν καὶ διαβάντος πρὸς τὴν ἀμεί‐ | |
15 | νονα, ἀπέδωκεν αὖθις τὴν ἐκκλησίαν καλῶς τῷ μὴ καλῶς ἀντι‐ ποιεῖσθαι τὸ πρότερον δόξαντι, καὶ κατέστησεν ἐννόμως τότε καὶ κανονικῶς τὸν σοφώτατον Φώτιον ἐπὶ τὴν σχολάζουσαν καθέδραν τῆς βασιλίδος τῶν πόλεων. οὐ μὴν οὐδὲ πρὸ τούτου διέλειπε φιλο‐ φρονούμενος αὐτὸν καὶ τιμῶν διὰ τὴν ἐν αὐτῷ παντοδαπῆ σοφίαν | |
20 | τε καὶ ἀρετήν, ἀλλὰ κἂν εἰ τῆς καθέδρας μετέστησεν, οὐδὲν τοῦ δικαίου θέλων ἄγειν ἐπίπροσθεν, ὅμως τῶν εἰς παραμυθίαν οὐδὲν | |
ἐνέλειπε παρεχόμενος. ὅθεν κἀν τοῖς βασιλείοις διατριβὴν αὐτῷ | ||
277 | δοὺς τῶν οἰκείων παίδων ἀπέδειξε παιδευτὴν καὶ διδάσκαλον. οὕ‐ τως οὐδένα, καθ’ ὅσον οἷός τε ἦν, περιεώρα λυπούμενον, ἀλλὰ πᾶσιν εὐμενῶς τε καὶ προσηνῶς προσεφέρετο καὶ τὸν δυνατὸν τρό‐ πον οὐκ ἠμέλει παραμυθούμενος. | |
5 | 45 Ἀλλὰ καίπερ οὕτω πατρικῶς τε καὶ κηδεμονικῶς πρὸς τοὺς ὑπὸ χεῖρα διατιθέμενος, εἶχεν ὅμως τοὺς μισοῦντας, μᾶλλον δὲ φθονοῦντας καὶ ἐπιβουλεύοντας αὐτοῦ τῇ ζωῇ. ὁ γὰρ οὕτω λεγόμενος Κουρκούας ὑπὸ πλούτου καὶ τρυφῆς ἐξυβρίσας, ὡς ἔοικε, τυραννίδος ἐρᾷ, καὶ ὁμοφρόνων πληθὺν συνωμότας λαβὼν | |
10 | καιρὸν ἐζήτει τῆς ἐπιθέσεως. ὡς δὲ πρὸ τούτου τὰ τῆς συσκευῆς ἐξ ἑνὸς τῶν συνωμοτῶν ἐμηνύθη τῷ βασιλεῖ, παραδίδονται τοῖς νόμοις οἱ πονηροί. ἀλλὰ πάλιν ἡ τοῦ γενναίου βασιλέως φιλαν‐ θρωπία τὴν τῶν νόμων αὐστηρίαν παρέθραυεν καὶ τὰς ποινὰς ἐμε‐ τρίαζε· διὸ τοῦ προεξάρχοντος ἐκκοπέντος τοὺς ὀφθαλμούς, οἱ | |
15 | λοιποὶ διὰ τῶν εἰς τὸ σῶμα πληγῶν καὶ τῆς ἀφαιρέσεως τῶν τρι‐ χῶν φιλανθρώπως ἐσωφρονίζοντο. καὶ οὗτοι μὲν οὕτως πατρικῶς μᾶλλον ἢ δεσποτικῶς πρὸς τὸ καθεστηκὸς ἐπανήγοντο. 46 Αὐτὸν δὲ οὐκ εἴα καθεύδειν ἡ ὑπὲρ τῶν ὅλων φρον‐ τὶς καὶ τὰ ἔτι περιλιπῆ τρόπαια. ἀλλὰ πρῶτον μὲν τὸ πλεῖστα | |
20 | τὴν Ῥωμαϊκὴν ἐπικράτειαν ὠφελοῦν ὀχυρώτατον κάστρον, τὸ Λοῦ‐ | |
λον λεγόμενον, τῇ φθασάσῃ περιττῇ ῥᾳθυμίᾳ καὶ τῇ τῶν λυσιτε‐ | ||
278 | λῶν ὀλιγωρίᾳ αὔτανδρον παρὰ τῶν Ἀγαρηνῶν ληφθὲν καὶ διὰ τὴν ἀπὸ τοῦ τόπου ἀσφάλειαν ὀχυρωθὲν καὶ κρατούμενον, τῇ οἰκείᾳ συνέσει καὶ ἐπιμελείᾳ ὁ βασιλεὺς καὶ τῷ ἀφθόνῳ τῶν δωρεῶν, πειθὼ καὶ βίαν προσαγαγών, τῆς βαρβαρικῆς ἐπικρατείας μετέ‐ | |
5 | στησε καὶ πρὸς τὴν προτέραν ἐξουσίαν τῶν Ῥωμαίων μετήγαγεν· ἀφ’ οὗ καὶ τὸ Μελοῦος κάστρον πρὸς αὐτὸν ἑκουσίως μετέθετο καὶ δεσπότην ἑαυτοῦ τὸν αὐτοκράτορα ἀνηγόρευσεν. τὴν δὲ τῶν Μανιχαίων πόλιν τὴν Καταβάταλα καλουμένην κατὰ τὸν καιρὸν ἐκεῖνον διὰ τῶν οἰκείων στρατηγῶν ἐξεπόρθησεν. ἀλλ’ οὐ τοσοῦ‐ | |
10 | τον αὐτὸν ἡ δι’ ἑτέρων πρόθεσις εὔφραινεν, ὅσον ἠνία τὸ μὴ τοῖς αὐτοῦ πόνοις καὶ κινδύνοις τὰ τρόπαια ἵστασθαι. διὰ τοῦτο αὖθις καὶ Κωνσταντῖνον τὸν πρῶτον τῶν υἱῶν προσλαβόμενος, ὡς ἂν αὐτὸν οἷα γενναῖον σκύλακα πολεμίων γεύσῃ φόνου καὶ αὐτὸς αὐτῷ διδάσκαλος τῶν τακτικῶν καὶ τοῦ πρὸς τοὺς κινδύνους εὐθαρσοῦς | |
15 | παραστήματος γένηται, σὺν αὐτῷ κατὰ Συρίας ἐξώρμησε, καὶ τὴν πρὸς τῷ Ἀργέᾳ Καισάρειαν τὴν πρώτην τῶν Καππαδόκων πόλιν καταλαβών, καὶ τακτικῶς τὸν ὑπ’ αὐτὸν ἐξοπλίσας λαὸν λογάδων, ἐκ τούτων μοῖραν ἀπέτεμε καὶ ὡς προδιερευνητὰς καὶ προδιόπτας ἔμπροσθεν ἐξαπέστειλε, καὶ κατόπιν αὐτὸς μετὰ τῆς | |
20 | βαρείας δυνάμεως εἵπετο, ἵνα ἐνεργοῦ μαχαίρας ἡγῆται τὸ ἀκμαιό‐ τατον, τὸ δὲ ἔτι στιβαρώτερον ἀπελαύνηται. οἳ τὰς ἐρήμους ὀξέως διαδραμόντες τὰ φρούρια, τό τε Ψιλοκάστελλον καὶ τὸ | |
Παραμοκάστελλον, ἐξεπόρθησαν, καὶ τοὺς ἐν αὐτοῖς καταληφθέν‐ | ||
279 | τας ἠνδραποδίσαντο. καταπλαγέντες δὲ τῷ δέει τῆς ἐπιούσης δυνάμεως οἱ τὸ τοῦ Φαλακροῦ λεγόμενον κάστρον οἰκοῦντες ἑκου‐ σίως τῷ βασιλεῖ προσεχώρησαν. ὁ δὲ τοῦ Ἄμβρου υἱὸς Ἀπάβ‐ δελε Ἀναζάρβης ἀμέρας, ἕως μὲν μακρὰν ἀπεῖχεν ὁ βασιλεύς, | |
5 | βαρβαρικῶς ἐθρασύνετο, τότε δὲ μετὰ τοῦ τῶν Μελιτηνῶν στίφους φυγῇ τὴν σωτηρίαν ἐπορίζετο, μόνην ἀσφάλειαν ἡγούμενος ἱκανὴν τὸ λαθεῖν ὅποι γῆς καταδέδυκεν. τῇ δὲ τῆς τοιαύτης ἐφόδου φθορᾷ καὶ τῆς Καϊσοῦ ἤτοι τῆς Κατασάμας καὶ τῆς Ῥοβὰμ ἤτοι τῆς Ἐνδελεχόνης ἡ πόρθησις γέγονεν, ἅμα δὲ καὶ ἡ τῆς Ἀνδάλου | |
10 | καὶ ἡ τῆς οὕτω λεγομένης Ἐρημοσυκαίας, ὅτε καὶ Σήμας ἐκεῖνος ὁ τοῦ Ταήλ, τὰς δυσχωρίας κατέχων τοῦ Ταύρου καὶ ἐξ ἐφόδου τὰς τῶν Ῥωμαίων λυμαινόμενος ἐσχατιάς, πρὸς τὸν βασιλέα κατέφυγεν. 47 Εἰ δὲ συντόμως καὶ ψιλῶς τὰ οὕτω μεγάλα οἱονεὶ κατ’ | |
15 | ἐπιδρομὴν ἀπαγγέλλομεν, μηδεὶς θαυμαζέτω, ἀλλὰ μηδὲ ἐγκα‐ λείτω. ἅμα γὰρ τὴν ταχύτητα τῶν πράξεων ἐκείνων μιμεῖσθαι ἡ διήγησις ἔοικεν, καὶ διὰ τοῦτο οὕτως ἐστὶν ἁπλῆ τε καὶ ἐπιτρέ‐ χουσα· θᾶττον γὰρ ᾑρέθη τότε ἐκεῖνα καὶ τῶν πράξεων ἔλαβε τὴν συντέλειαν ἢ νῦν ἀπήγγελται. ἄλλως τε καὶ ἐπεὶ ὁ χρόνος ἤδη | |
20 | ῥεύσας διὰ μέσου πολὺς τὰ καθ’ ἕκαστα τῶν ἔργων διὰ τῆς μετα‐ ξὺ σιγῆς οἷον ἠμαύρωσε, καὶ οὔτε παρατάξεων τρόπους οὔτε προσβολῶν ἐφόδους οὔτε φαλάγγων ἐκτάσεις καὶ συστολὰς οὔτε | |
στρατηγημάτων ἐπικαίρους χρήσεις εἰδέναι καὶ ἀπαγγέλλειν ἔχο‐ | ||
280 | μεν, οὐκ ἔστι περὶ τὰ κατὰ μέρος ἐγχρονίζειν καὶ οἷον ἐμφιλοχω‐ ρεῖν, ἐξ ὧν πλατύνεται τὸ διήγημα. τὰ δὲ ἀμάρτυρον ἔχοντα τὴν πίστιν, εἰ καὶ λέγεται πολλάκις, ἀλλ’ ἡμεῖς ἀβασανίστως προσδέχεσθαι οὐ βουλόμεθα διὰ τὸ μὴ δόξαι πεπλασμένην μὴ | |
5 | γεγονότων πραγμάτων διήγησιν ἀνατιθέναι τῷ βασιλεῖ, μάλιστα ὅτι οὐδὲ ἐκεῖνος ἔτι ζῶν τὰ πρὸς χάριν θωπευτικῶς ὑποτρέχοντα ῥήματα ἐφαίνετο προσιέμενος. οἱ δὲ μηδὲ τὰ παρὰ πάντων ὁμο‐ λογούμενα δυνάμενοι ἢ σχολάζοντες παραδοῦναι γραφῇ σχολῇ γε ἂν περὶ τὰ ἀμφίβολα τὸν λόγον ἀπομηκύνοιμεν. ἀλλ’ ἀνακρουέ‐ | |
10 | σθω καὶ καθ’ ὁδὸν τῆς ἐξ ἀρχῆς διηγήσεως ὁ λόγος ἀνατρεχέτω. 48 Μετὰ ταῦτα τοίνυν τὸν Ὀνοπνίκτην λεγόμενον ποτα‐ μὸν καὶ τὸν Σαρὸν διαπεράσας ὁ βασιλεὺς μετὰ τοῦ στρατεύματος ἦλθε πρὸς Κουκουσόν, καὶ τὰς ἐκεῖσε λόχμας ἐμπρήσας καὶ τὴν ἄβατον τῇ τῶν δένδρων ἐκτομῇ βατὴν πεποιηκὼς τῶν ἐν ταύταις | |
15 | λόχων ἐκράτησε. πρὸς δὲ τὴν Καλλίπολιν καὶ Παδασίαν φθά‐ σας, εἶτα διὰ δυσβάτων ὁδεύων ὁδῶν, τοῦ ἵππου ἀποβὰς πεζὸς διεξῄει τὰ στενὰ τῆς ὁδοῦ, διὰ τοῦ οἰκείου κόπου τὸ ἀσθενὲς τῶν ὑπὸ χεῖρα παραμυθούμενος. τηνικαῦτα δὲ τῇ Γερμανικείᾳ προσ‐ βαλών, ἐπεὶ τὸ ἀνθιστάμενον ἅπαν ἐκ ποδὸς ἐχώρει καὶ τοῖς τεί‐ | |
20 | χεσι συνεκλείετο καὶ οὐδεὶς τῶν πολεμίων ἐτόλμα εἰς χεῖρας ἐλθεῖν, | |
τὰ περὶ αὐτὴν πάντα πυρὶ παραδοὺς καὶ τὰ πρὸ τῆς πόλεως κάλλη | ||
281 | ὡς πεδίον δείξας ἀφανισμοῦ πρὸς Ἄδατα παρεγένετο. τῶν δὲ τῆς τοιαύτης πόλεως μὴ τολμώντων ἐν τοῖς ὑπαίθροις διαγωνίζεσθαι, ἀλλ’ ἐντὸς τῶν τειχῶν συνελαθέντων καὶ διεγνωκότων τὴν πολιορ‐ κίαν ὑφίστασθαι, αὐτὸς τὰ πρὸ τῆς πόλεως καταληϊσάμενος, καὶ | |
5 | τὸ παρακείμενον πολίχνιον, ὅπερ ἐκάλουν Γέροντα, ἐκπορθήσας καὶ διαρπαγῆναι ἐφείς, καὶ προθυμοτέρους ἀπὸ τῶν ὠφελειῶν πρὸς τὸ πονεῖν τοὺς στρατιώτας πεποιηκώς, αὐτοῖς προσβάλλει τοῖς τείχεσι, καὶ ταῖς πρὸς πολιορκίαν ἐκέχρητο μηχαναῖς, καὶ ἐπ’ ἐλπίδος ἦν οὐ μικρᾶς διὰ τὸ βάρος τῆς περὶ αὐτὸν δυνάμεως | |
10 | κατὰ κράτος τὴν πόλιν ἑλεῖν. ὁρῶν δὲ τοὺς ἔνδον ἀδεῶς τὰ προσ‐ πίπτοντα φέρεσθαι, καὶ οὐ ταραττομένους ἐπὶ προδήλῳ σχεδὸν ὀλέθρῳ τῆς πατρίδος αὐτῶν, ἐφ’ ὅτῳ πεποιθότες ὀλίγον αὐτοῦ λόγον τῷ δοκεῖν ποιούμενοι φαίνονται ἐπυνθάνετο. καὶ δὴ παρ’ ἑνὸς ἀκούσας τῶν ἐγχωρίων ὡς ὑπό τινος τῶν παρ’ αὐτοῖς εὐλα‐ | |
15 | βῶν, εἴτε ἀπό τινος θειοτέρας γνώσεως εἴτε ἀπὸ ἐπιστημονικῆς μεθόδου γινώσκοντος, πληροφορίαν δεδεγμένοι τυγχάνουσιν οὐχ ὑπὸ σοῦ τοῦ νῦν πολιορκοῦντος αὐτούς, ἀλλ’ ὑφ’ ἑτέρου τινὸς τῶν κατὰ γένος σοι προσηκόντων, Κωνσταντίνου καλουμένου, πε‐ πρωμένον εἶναι τὴν τοιαύτην ἁλῶναι πόλιν· καὶ διὰ τοῦτο τοῖς | |
20 | προσπίπτουσι μὴ ἐκπλήττεσθαι. τοῦ δὲ τὸν υἱὸν ἐπιδείξαντος καὶ ὡς οὕτω καλεῖται διδάξαντος, καὶ μηδὲ τὸ παρ’ αὐτοῖς εἰπόντος διαπίπτειν πάντως πυθόχρηστον ἐν τῷ νῦν τὴν πόλιν ἁλίσκεσθαι, | |
οὐ τοσοῦτον ὁ ἐξηγούμενος ἔλεγε τὸν Κωνσταντῖνον ἐκεῖνον εἶναι | ||
282 | ὃς αὐτῶν μέλλει τὴν πόλιν ποιεῖσθαι ἀνάστατον, ἄλλον δέ τινα μετὰ χρόνον συχνὸν τῶν ἀπογόνων τῶν σῶν. ἐφ’ οἷς ἐκεῖνος οἷον διοργισθείς, καὶ βουληθεὶς ἐξελέγξαι δι’ ἔργου λόγον ἄλλως κενὸν τὸ λαλούμενον, συντονώτερον τῆς πολιορκίας ἀνθήψατο καὶ ἐνερ‐ | |
5 | γέστερον ἐχρήσατο ταῖς παρασκευαῖς. ὡς δὲ πάντα πονοῦντος αὐτοῦ ἑώρα μὴ προβαίνουσαν τὴν σπουδήν, μηδὲ ἐπί τινος ἀσφα‐ λοῦς ἐλπίδος ἑδρασθῆναι ἠδύνατο, ἐνενόει δὲ καὶ τὴν ἐν ὑπαίθρῳ τοῦ πλήθους ἐν τόποις κρυμώδεσι κάκωσιν, τοῦ τοὺς πολεμίους ἑλεῖν κρεῖττον τὸ τοὺς οἰκείους περισώσασθαι λογισάμενος πρὸ | |
10 | χειμῶνος ἀναχωρῆσαι λυσιτελὲς ἐδοκίμασεν. καὶ οὕτω μὲν ταῦτα, ἡμῖν δὲ θαυμάζειν ἐπέρχεται τοῖς μετὰ τοσοῦτον χρόνον τῆς προρ‐ ρήσεως ἐκείνης ἰδοῦσι τὴν ἔκβασιν, τίς ἡ ἐν τοῖς βαρβάροις ἐκεί‐ νοις καὶ οὐδὲ πάντῃ τὰ περὶ τὸν βίον ἢ τὸ σέβας χρηστοῖς ἀκριβὴς οὕτω γνῶσις καὶ τῆς ἀληθείας κατάληψις. καὶ γὰρ ἐκείνου μὴ | |
15 | δυνηθέντος τότε τὴν πόλιν ἑλεῖν, νῦν ἐπὶ τῶν ἡμετέρων χρόνων Κωνσταντῖνος ὁ τῆς πορφύρας βλαστός, ὁ Λέοντος μὲν τοῦ σο‐ φωτάτου υἱὸς ἐκείνου δὲ υἱωνός, τὸ τοιοῦτον προτέρημα ἀπηνέγ‐ κατο καὶ ἐπεγράφη τῷ κατορθώματι τῆς παντελοῦς ἀπωλείας τῶν οἰκούντων τὴν Ἄδατα, ὡς ἦν ἄρα, καθ’ Ὅμηρον, ἀγαθὸν καὶ | |
20 | παῖδα καταφθιμένοιο λιπέσθαι, ἵνα τιμωρὸς ὁ παῖς τῶν εἰς τὸ παππῷον κράτος ἀποθρασυνθῆναι τολμησάντων περιφανῶς δια‐ σώζηται. ἀλλ’ εἰς ἴχνος αὖθις ὁ λόγος παλινδρομείτω καὶ δηλούτω | |
τὰ ἐφεξῆς. | ||
283 | 49 Τότε τοίνυν ὁ βασιλεὺς πολλῆς αἰχμαλωσίας καὶ λα‐ φύρων ἐμπλήσας τὸ στράτευμα, εἶτα τοὺς αἰχμαλώτους διὰ τὸ δύσβατον καὶ πολὺ τῆς ὁδοῦ τῷ ξίφει κελεύσας ἀποφορτίσασθαι, ἐπανόδου ἐμνήσθη, πολὺ δέος αὐτοῦ τοῖς τῆς Ἄγαρ ἐκγόνοις ἀπο‐ | |
5 | λιπών. προσδοκήσας δὲ ὅμως ἐπίθεσίν τινα κατὰ τοὺς στενοὺς τῶν τόπων (ᾔδει γὰρ κακὴν εἶναι φωνὴν στρατηγοῦ τὸ οὐκ ἂν προσεδόκησα) καὶ λόχους ἐν τοῖς ἐπικαίροις ὑφεὶς πολλοὺς τῶν ἄλλους ἑλεῖν οἰομένων ἐζώγρησεν. ἅπερ ὁ Ἀβδελομὲλ ἐκεῖνος ἰδών, ὃς τῶν ἐκεῖσε τόπων ἐκυρίευε, πρέσβεις πέμψας ἀδείας καὶ εἰρή‐ | |
10 | νης ἐδεῖτο τυχεῖν, εὐγνώμονα δοῦλον ἑαυτὸν γενέσθαι καθυπι‐ σχνούμενος καὶ τῶν ὑπ’ αὐτοῦ κρατουμένων φρουρίων καὶ τόπων ποιούμενος τὴν ὑπόστασιν καὶ ἐγχείρισιν. οὗ τὴν δέησιν ὁ βασι‐ λεὺς δεξάμενος τὰ αἰτούμενα δέδωκε, καὶ σύμμαχον αὐτὸν τὸ ἀπὸ τοῦδε κατὰ τῶν ὁμοφύλων εἶχεν ἐθελοντήν. ἐκεῖθεν δὲ πάλιν τὸ | |
15 | τοῦ Ἀργέου διελθὼν ὄρος καὶ πρὸς Καισάρειαν γενόμενος ἔκ τε Κολωνείας καὶ Λούλου ἐπινικίων ἀγγελίας ἐδέξατο. ἠκολούθει δὲ καὶ τὰ σύμβολα, λαφύρων καὶ αἰχμαλώτων πλῆθος, ἅπερ ἀπό τε φρουρίων τῆς Ταρσοῦ καὶ ἀπὸ Μανιχαϊκῶν ἐτύγχανε πόλεων. ἔνθα καὶ πλεῖστον ὄχλον τῶν Κούρτων προσενεχθέντα ἀποσφαγῆναι | |
20 | προσέταξεν· εἰς οὐδὲν γὰρ σχεδὸν ἐτύγχανον χρήσιμοι, καὶ προ‐ καταπεπλησμένον ὕπαρχον τὸ στράτευμα οὐκ ἐβούλετο καὶ τούτους ἔχειν δύσχρηστον παρενόχλημα. ἐν Μηδαίῳ δὲ γεγονὼς ὑποστρέ‐ | |
φων ὁ βασιλεύς, καὶ τιμὰς διανείμας τοῖς ὑπ’ αὐτὸν καὶ ἀναλό‐ | ||
284 | γως τῆς οἰκείας ἕκαστον ἀρετῆς προβιβάσας καὶ φιλοφρονησάμε‐ νος, καὶ πρὸς παραχειμασίαν ἀφεὶς εἴχετο τῆς ὁδοῦ· καὶ τὴν βα‐ σιλεύουσαν φθάσας κατὰ τὸ πρότερον ἔθος διὰ τοῦ πατριάρχου τὸν τῆς νίκης ἐδέξατο στέφανον καὶ παρὰ τοῦ δήμου τὰς ἐπινικίους | |
5 | φωνάς. 50 Ἤδη δὲ τοῖς οἰχομένοις χρόνοις ἀπανθησάσης καὶ παντάπασιν ἀπεσβηκυίας τῆς Τεφρικῆς, ἡ τῶν Ταρσιτῶν ἰσχὺς ἀναθάλλειν καὶ αὐξάνεσθαι ἤρχετο, καὶ πάλιν ὑπὸ τούτων αἱ τῶν Ῥωμαϊκῶν ὁρίων ἐσχατιαὶ συνεχῶς ἐπιέζοντο. τὸ τηνικαῦτα Ἀν‐ | |
10 | δρέας ἐκεῖνος ὁ ἐκ Σκυθῶν πολλάκις ἠνδρίσατο κατ’ αὐτῶν, καὶ τῆς περὶ αὐτὸν ἀναλόγως δυνάμεως πολλοὺς τῶν εἰς προνομὴν ἐκτρεχόντων καὶ τοῦ ὅλου ἀπορρηγνυμένους στρατεύματος ἀνῄρει καὶ αἰχμαλώτους ἐλάμβανε. καὶ ὡς ἱκανὰ τεκμήρια ἀνδρίας τε καὶ συνέσεως καθ’ ἑκάστην ἐξέφερεν, εἰς τὸ τῶν πατρικίων προ‐ | |
15 | ῆλθεν ὑπὸ τοῦ βασιλέως ἀξίωμα καὶ εἰς τὴν τῶν σχολῶν ἀρχήν. καὶ τότε δὴ μᾶλλον ἀπὸ μείζονος ἐξουσίας τε καὶ δυνάμεως πολ‐ λάκις ἐμφανέσι μάχαις πρός τε τοὺς ἀπὸ Μελιτηνῆς καὶ τοὺς ἀπὸ Ταρσοῦ παρετάξατο καὶ νενίκηκε. γράψαντος δέ ποτε πρὸς αὐ‐ τὸν τοῦ ἀμηρεύοντος τῆς Ταρσοῦ λόγους βλασφημίας καὶ ἀπο‐ | |
20 | νοίας μεστοὺς κατὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ θεοῦ καὶ τῆς ὑπεραγίας αὐτοῦ μητρός, ὅτι ἴδω τί σοι ὁ τῆς Μαρίας ὠφε‐ λήσει υἱὸς καὶ αὕτη ἡ τοῦτον γεννήσασα ἐν τῷ μετὰ δυνάμεως | |
ἁδρᾶς ἀπιέναι με κατὰ σοῦ, λαβὼν ἐκεῖνος τὸ λοίδορον γραμμα‐ | ||
285 | τεῖον μετὰ δακρύων πολλῶν τῇ εἰκόνι τῆς θεομήτορος, ἠγκαλισμέ‐ νον φερούσης καὶ τὸν υἱόν, προσανέθετο, ἐπειπὼν “ἴδε, ὦ μῆ‐ τερ τοῦ λόγου τε καὶ θεοῦ, καὶ σὺ ὁ προαιώνιος ἐκ πατρὸς καὶ ὑπὸ χρόνον ἐκ τῆς μητρός, οἷα ὠνείδισε καὶ ἐφρυάξατο κατὰ τοῦ | |
5 | σοῦ περιουσίου λαοῦ ὁ βάρβαρος οὗτος καὶ ἀλαζὼν ὁ νέος Σεναχη‐ ρίμ, καὶ γενοῦ βοηθὸς καὶ ὑπερασπιστὴς τῶν δούλων σου, καὶ γνώτω πάντα τὰ ἔθνη τὸ κράτος τῆς δυναστείας σου.” ταῦτα πρὸς θεὸν μετὰ συντριβῆς καρδίας καὶ δακρύων πολλῶν προσευ‐ ξάμενος καὶ εἰπών, ἄρας τὰς Ῥωμαϊκὰς δυνάμεις ἀπῄει κατὰ | |
10 | Ταρσοῦ. καὶ δὴ κατὰ τὸν τόπον γενόμενος ὃς λέγεται Ποδανδός, ἔνθα καὶ ὁ ὁμώνυμος ῥεῖ ποταμός, τὸ βαρβαρικὸν εὗρεν ἀντιπα‐ ραταττόμενον στράτευμα. προσβαλὼν δὲ μετὰ τῆς εἰς θεὸν πε‐ ποιθήσεως ὁ γενναῖος οὗτος μετὰ τῆς περὶ αὐτὸν ἁπάσης δυνά‐ μεως, ἣν τοῖς παρακλητικοῖς τῶν λόγων πρότερον πρὸς τὸν ἀγῶνα | |
15 | ἐπέρρωσε, καὶ πολλὰ καὶ συνέσεως καὶ ἀνδρίας ἔργα ἐπιδειξάμε‐ νος, καὶ τῶν ὑπ’ αὐτὸν δὲ ὑποστρατήγων ταξιαρχῶν τε καὶ λοχα‐ γῶν καὶ σύμπαντος τοῦ πλήθους ἀνδρικῶς ἀγωνισαμένων, τρέπε‐ ται φόνῳ πολλῷ τὸ τῶν βαρβάρων πλῆθος, πρότερον αὐτοῦ πε‐ σόντος τοῦ ἀμηρᾶ καὶ τῆς περὶ αὐτὸν ἀνθούσης πάσης δυνάμεως. | |
20 | ὀλίγοι δέ τινες τῶν ἐπὶ τοῦ χάρακος καὶ τῶν ἐν ἐσχάτοις που τε‐ ταγμένων, διαφυγόντες μόλις τὸν κίνδυνον, πρὸς Ταρσὸν ἀπο‐ σώζονται. θάψας οὖν τοὺς οἰκείους, τοὺς δὲ πολεμίους εἰς ἕνα | |
χῶρον συναγαγὼν καὶ μέγαν ἀπὸ τούτων ποιησάμενος κολωνόν, | ||
286 | ὡς ἀντὶ στήλης εἴη καὶ τοῖς μετέπειτα, εἰς τὰ οἰκεῖα ὑπέστρεψε μετὰ λείας καὶ λαφύρων καὶ αἰχμαλώτων πολλῶν, σωφρόνως περὶ τὴν νίκην διατεθεὶς καὶ μόνου θεοῦ τὸ ἔργον ποιούμενος καὶ ἐκείνῳ ἐπιγράφων τὴν στρατηγίαν καὶ τὸ μέγα τοῦτο ἐκνίκημα. διὸ καὶ | |
5 | δείσας μὴ ἀπληστίᾳ νίκης καὶ τῇ ἐφέσει τοῦ πλείονος καὶ τὰ προϋπ‐ ηργμένα, οἷα συμβαίνει πολλάκις, τὸ τῆς Νεμέσεως λυμήνηται φθονερόν, ἀπέσχετο τοῦ πρόσω χωρεῖν. δῆλα δὲ τὰ καταπρα‐ χθέντα τῷ αὐτοκράτορι ποιησάμενος ἐκωλύθη διὰ τὸν τῶν ὁμοτί‐ μων φθόνον ἄξια τῶν ἔργων τὰ βραβεῖα λαβεῖν, οἳ συνεχῶς διε‐ | |
10 | θρύλουν προκαταλαμβάνοντες τὰς βασιλικὰς ἀκοὰς καὶ τὸν ἄνδρα διαβάλλοντες ὡς ἐθελοκακήσαντα καὶ ἀποστερήσαντα Ῥωμαίους τὴν ἅλωσιν τῆς Ταρσοῦ· “ὅτε” γάρ φασιν “εἰς χεῖρας ἡμῶν ταύ‐ την δέδωκεν ὁ θεός, εἰ ἐπεξῆλθε τῇ νίκῃ, τεθαρρηκότος τοῦ πλή‐ θους οἷς κατειργάσαντο, ἀπωλέσαμεν ταύτην τῇ ῥᾳθυμίᾳ τοῦ | |
15 | στρατηγοῦ.” ὑφ’ ὧν πολλάκις λεγομένων ὁ βασιλεὺς παραπεί‐ θεται (ἀπατῶνται γὰρ πολλάκις καὶ φρόνιμοι λεγομένων αὐτοῖς τῶν καθ’ ἡδονὴν) καὶ παραλύει τῆς ἀρχῆς τὸν Ἀνδρέαν ὡς μὴ τελείως ἐπεξελθόντα τοῖς κατὰ τῶν ἐχθρῶν ἀριστεύμασιν, καὶ ἀντ’ ἐκείνου προβάλλεται εἰς τὸ τῶν ταγμάτων ἐξηγεῖσθαι καὶ | |
20 | παντὸς τοῦ στρατοῦ ἐκεῖνον τὸν Κεστὰ τὸν Στυππιώτην λεγόμενον, τήν τε Ταρσὸν ἐξελεῖν ὑπισχνούμενον καὶ ἄλλα πολλὰ καὶ γενναῖα | |
ἀφρόνως οἰόμενον καταπράξεσθαι. (51) ὃς αὐτίκα πάσας τὰς | ||
287 | Ῥωμαϊκὰς δυνάμεις λαβὼν καὶ ἐξορμήσας κατὰ Ταρσοῦ ἔδειξε τὸν Ἀνδρέαν οὐκ ἐθελόκακον καὶ δειλὸν ἀλλὰ περιεσκεμμένον καὶ φρόνιμον καὶ ἄριστον στρατηγόν. ἡγησάμενος γὰρ τοὺς βαρβά‐ ρους ἑτοίμην λείαν καὶ οὐδὲν τῶν δεόντων προδιασκεψάμενος, | |
5 | οὐδὲ προλοχίσας, οὐδὲ στρατηγικῆς ἐμπειρίας καὶ εὐβουλίας ἐπά‐ ξιόν τι φρονήσας, πλησίον γίνεται τῆς Ταρσοῦ κατὰ τὸν τόπον ὃς Χρυσόβουλλον λέγεται, μετὰ φρονήματος ἀνοήτου καὶ θρά‐ σους ἀπερισκέπτου. οἱ δὲ βάρβαροι τὸ ἀπροφύλακτον αὐτοῦ κα‐ τασκεψάμενοι ἐκ τοῦ μήτε τόπους ὀχυροὺς καταλαβέσθαι μήτε | |
10 | χάρακα καὶ τάφρον προβαλέσθαι τῆς στρατοπεδείας, μήτ’ ἄλλο τι τῶν ἃ τὸ λελογισμένον τῶν στρατηγῶν καὶ ἔμφρον προδιοικονο‐ μεῖται καταπραξάμενον, κλέψαι τὴν νίκην βουλεύονται, καὶ ἀπα‐ ρασκεύῳ καὶ ἀμερίμνῳ ἐπιτίθενται αὐτῷ ἐν νυκτί, στρατηγήματι χρησάμενοι πρὸς τὴν ἀπορίαν αὐτῶν καὶ περίστασιν, ὡς ἐφάνη, | |
15 | σοφῷ. ὀλίγοι γάρ τινες ὄντες ἀπὸ τῆς προτέρας ἥττης καὶ εὐα‐ ρίθμητοι τῇ ἀπορίᾳ πρὸς πανουργίαν ἐξ ἀνάγκης ἐχώρησαν, καὶ ἵππους συναγαγόντες συχνοὺς καὶ βύρσας ξηρὰς ἐξάψαντες ἀπὸ τῶν ἱππείων οὐρῶν ὑφ’ ἓν παράγγελμα κατὰ πολλὰ τοῦ Ῥωμαϊ‐ κοῦ στρατοπέδου ἐπαφιᾶσι μέρη. εἶτα καὶ αὐτοὶ ἀπὸ διαφόρων | |
20 | τόπων, τοῖς τυμπάνοις ἐπιδουπήσαντες, ἐν μέσῳ τοῦ χάρακος γυμνοῖς τοῖς ξίφεσιν εἰσεπήδησαν. πτοίας οὖν καὶ ταραχῆς ἐμπε‐ | |
σούσης τῷ τῶν Ῥωμαίων στρατεύματι, καὶ συνταραχθέντων ἵπ‐ | ||
288 | πων ὁμοῦ καὶ ἀνδρῶν καὶ ἀλλήλοις περιπιπτόντων, συνέβη τοὺς βαρβάρους κρατῆσαι καὶ φόνον ἄπειρον ἀπεργάσασθαι, τῶν πλεί‐ στων δυσκλεῶς συμπατουμένων καὶ συμπνιγομένων ὑφ’ ἑαυτῶν. οὕτω δὲ παραδόξως καὶ παρ’ ἐλπίδα κρατήσαντες οἱ ἐξ Ἰσμαήλ, | |
5 | καὶ τὰ νεῦρα τῆς Ῥωμαϊκῆς ἀρχῆς κατακόψαντες, τυμπάνων βοαῖς καὶ βαρβαρικοῖς ἀλαλαγμοῖς ἐπαιάνιζον. τοιοῦτον τὸ τέλος τῆς ἀνοήτου στρατηγίας ὁ φθόνος κατὰ τῶν Ῥωμαίων ἐβράβευσε, καὶ τοιοῦτον ἡ βάσκανος Νέμεσις κατὰ τῶν εὐτυχησάντων πρότερον Ῥωμαίων τὸ τρόπαιον ἔστησεν. | |
10 | Ἀλλὰ τὰ μὲν πρὸς ἀνίσχοντα ἥλιον οὕτως εἶχε κατὰ τοὺς χρόνους τῆς εὐσεβοῦς βασιλείας Βασιλείου, (52) τὰ δὲ πρὸς δυόμενον ἔρχομαι διηγήσασθαι. ἀκολούθως γὰρ τοῖς λοιποῖς καὶ τῶν κατὰ τὴν ἑσπέραν πραγμάτων ἐπὶ πλέον ἀμεληθέντων ἐπὶ τῆς βασιλείας τοῦ Μιχαήλ, καὶ πάσης σχεδὸν Ἰταλίας, ὅση τῇ καθ’ | |
15 | ἡμᾶς νέᾳ Ῥώμῃ προαφώριστο, καὶ τῶν πλείστων τῆς Σικελίας ὑπὸ τῆς γειτονούσης τῶν Καρχηδονίων δυνάμεως καταπολεμηθείσης καὶ ὑποφόρου τοῖς βαρβάροις γεγενημένης, ἔτι γε μὴν καὶ τῶν ἐν Παννονίᾳ καὶ Δαλματίᾳ καὶ τῶν ἐπέκεινα τούτων διακειμένων Σκυθῶν, Κρωβάτοι φημὶ καὶ Σέρβλοι καὶ Ζαχλουμοὶ Τερβου‐ | |
20 | νιῶταί τε καὶ Καναλῖται καὶ Διοκλητιανοὶ καὶ Ῥεντανοί, τῆς ἀνέ‐ καθεν τῶν Ῥωμαίων ἐπικρατείας ἀφηνιάσαντες αὐτόνομοί τε καὶ αὐτοδέσποτοι καθεστήκεισαν, ὑπὸ ἰδίων ἀρχόντων μόνον ἀρχό‐ | |
μενοι. οἱ πλεῖστοι δὲ τὴν ἐπὶ πλέον ἀπόστασιν ἐνδεικνύμενοι καὶ | ||
289 | τοῦ θείου βαπτίσματος ἑαυτοὺς ἠλλοτρίωσαν, ὡς ἂν μηδὲν ἐνέχυ‐ ρον τῆς πρὸς Ῥωμαίους φιλίας καὶ δουλώσεως ἔχοιεν. 53 Οὕτως οὖν τῶν κατὰ τὴν ἑσπέραν ἐχόντων καὶ ἐν τοιαύταις ὄντων ἀναρχίαις καὶ ἀταξίαις, συνεπέθεντο μετὰ τοῦ | |
5 | καιροῦ καὶ οἱ ἀπὸ Καρχηδόνος Ἀγαρηνοί, καὶ ἄρχοντας ἐπιστή‐ σαντες τόν τε Σολδάνον καὶ Σάμβαν καὶ τὸν Καλφούς, οὓς ἐν κακίᾳ καὶ πολεμικῇ ἐμπειρίᾳ κατὰ πολὺ διαφέρειν τῶν ὁμοφύλων ἐπίστευον, ἓξ καὶ τριάκοντα πλοίων πολεμικῶν κατὰ Δαλματίας στόλον ἀπέστειλαν, ὑφ’ οὗ διάφοροι πόλεις ἑάλωσαν Δαλματῶν, | |
10 | οἷον ἥ τε Βούτομα καὶ Ῥῶσα καὶ τὰ κάτω Δεκάτορα. προχω‐ ρούντων δὲ κατὰ νοῦν τῶν πραγμάτων τοῖς πολεμίοις, ἦλθον καὶ ἐπὶ τὴν τοῦ ὅλου ἔθνους μητρόπολιν, ἣ Ῥαούσιον λέγεται, καὶ ταύτην ἐπὶ χρόνον ἐπολιόρκουν ἱκανόν. ἑλεῖν δὲ ἐξ ἑτοίμου οὐκ ἔσθενον διὰ τὸ ἐκθύμως τοὺς ἔνδοθεν ἀγωνίζεσθαι ὡς ὑπὲρ ψυ‐ | |
15 | χῆς, τὸ λεγόμενον, θέοντας. ὡς οὖν ἐπὶ χρόνον οἱ ἐν Ῥαουσίῳ ἐταλαιπώρουν καὶ εἰς ἐσχάτας συνηλαύνοντο ἀπορίας, πέμπουσι πρέσβεις ὡς βασιλέα ὑπὸ τῆς ἀνάγκης στενοχωρούμενοι, καίτοι σχεδὸν οὐκ ἀγνοοῦντες ὡς εἰς ἄλλα μᾶλλον ὁ κρατῶν ἀπησχόληται, ἐλεῆσαι παρακαλοῦντες καὶ ἐπαμῦναι τοῖς ὅσον οὔπω κυνδυνεύου‐ | |
20 | σιν ὑποχειρίοις γενέσθαι τῶν ἀρνητῶν τοῦ Χριστοῦ. οὔπω δὲ τῶν πρέσβεων καταλαβόντων τὴν βασιλεύουσαν, ἀλλ’ ἔτι χρονο‐ | |
τριβούντων περὶ τὴν ἄνοδον, ἐξ ἀνθρώπων μὲν ὁ φαῦλος γίνεται | ||
290 | βασιλεύς, ἐπὶ δὲ τὸν ἐγρηγορότα καὶ νήφοντα τῶν κοινῶν φρον‐ τιστὴν Βασίλειον τὰ τῆς αὐτοκράτορος ἐξουσίας περιίσταται πρά‐ γματα· ὃς καὶ πρὸ τούτου λίαν περὶ τῶν τοιούτων δυσφορῶν καὶ διαπονούμενος, καὶ τότε δὲ τῶν πρέσβεων ἐπιμελῶς ἀκροασάμε‐ | |
5 | νος καὶ ὡς οἰκεῖα τραύματα τὰ τῶν ὁμοπίστων παθήματα ἡγησά‐ μενος, περὶ τὴν παρασκευὴν ἐγίνετο τῶν εἰς τὴν τῶν ἱκετευσάντων βοήθειαν μελλόντων ἐξαποστέλλεσθαι· καὶ στόλον ἐξαρτυσάμενος νεῶν ἑκατὸν καὶ πάντα δεόντως ἑτοιμασάμενος, καὶ ἄνδρα συνέσει καὶ ἐμπειρίᾳ τῶν πολλῶν διαφέροντα ἐκλεξάμενος, τὸν πατρίκιον | |
10 | Νικήταν φημί, τὸν τοῦ πλωΐμου δρουγγάριον, ὃς κατ’ ἐπωνυμίαν Ὠορύφας ἐλέγετο, ὥσπερ τινὰ πρηστήριον κεραυνὸν κατὰ τῶν πο‐ λεμίων ἐκπέμπει. οἱ δὲ ἐξ Ἀφρικῆς Σαρακηνοί, οἱ τῇ πολιορκίᾳ τῆς πόλεως προσκαθήμενοι, δι’ αὐτομόλων ἀναμαθόντες τοὺς Ῥαουσίους πρέσβεις ἀποστεῖλαι πρὸς βασιλέα τοὺς αἰτησομένους | |
15 | δύναμιν καὶ στρατὸν κατ’ αὐτῶν, τοῦτο μὲν τὴν σύντομον ἀπο‐ γινώσκοντες ἅλωσιν, τοῦτο δὲ τὴν ἀφικέσθαι προσδοκωμένην ἐκ βασιλέως δείσαντες βοήθειαν, λύουσι τὴν πολιορκίαν καὶ τῶν τό‐ πων ἐκείνων ἀπαναστεύουσι. κατὰ δὲ τὴν Ἰταλίαν, ἣ νῦν Λα‐ γοβαρδία ὠνόμασται, διαπεράσαντες τὸ κάστρον Βάρεως ἐξεπόρ‐ | |
20 | θησαν, καὶ αὐτόθι κατασκηνώσαντες καὶ τοῖς μᾶλλον ἐγγίζουσι καθ’ ἑκάστην ἐπιτιθέμενοι καὶ τῶν πορρωτέρω κατατολμῶντες καὶ ἀεί τι προσλαμβανόμενοι, πᾶσαν τὴν Λαγοβαρδίαν ἄχρι καὶ αὐ‐ τῆς σχεδὸν τῆς ποτὲ μεγαλοδόξου Ῥώμης ἐκράτησαν. καὶ εἶχε | |
μὲν οὕτω ταῦτα. | ||
291 | 54 Τὸ δὲ περὶ τοὺς ἐν Δαλματίᾳ παρὰ τῆς Ῥωμαϊκῆς ἐπικουρίας γεγονὸς καὶ τὰ προμνημονευθέντα γένη θεασάμενοι, οἵ τε Χρωβάτοι καὶ Σέρβλοι καὶ οἱ λοιποί, καὶ τοῦ ἄρτι βασι‐ λεύοντος Ῥωμαίων τὴν ἐπιείκειαν καὶ περὶ πάντα δικαιοσύνην καὶ | |
5 | ἀρετὴν πυνθανόμενοι, καὶ τὸ καλῶς ἄρχεσθαι τοῦ ἐπισφαλῶς ἐκ θρασύτητος ἄρχειν προκρίναντες, σπουδὴν ποιοῦνται πάλιν εἰς τὴν προτέραν δεσποτείαν ἐπανελθεῖν καὶ πρὸς τὴν Ῥωμαϊκὴν ἐπ‐ αναχθῆναι δούλωσιν. καὶ δὴ πρὸς τοῦτο καὶ πρέσβεις καὶ αὐτοὶ πρὸς τὸν βασιλέα πέμπουσιν, οἵ τε μετὰ τῆς αὐτῆς θρησκείας | |
10 | ἀποστατήσαντες καὶ οἱ τέλειον τοῦ θείου βαπτίσματος ἀπαυτομο‐ λήσαντες, τῆς τε ἐξ ἀρχῆς αὐτῶν δουλώσεως καὶ εἰς ὅσα Ῥω‐ μαίοις γεγόνασί ποτε χρήσιμοι εὐκαίρως ὑπομιμνήσκοντες, καὶ ἀξιοῦντες τῇ φιλανθρώπῳ ζεύγλῃ τῆς Ῥωμαϊκῆς ἐξουσίας καὶ ὑπὸ τῷ ταύτης ἀγελάρχῃ τάττεσθαι καὶ αὐτούς. ὧν ὡς εὐλόγου τῆς | |
15 | δεήσεως ἐπακούσας ὁ βασιλεύς, ἐπεὶ καὶ πρὸ τούτου ἐδυσφόρει περὶ αὐτῶν καὶ ἤσχαλλεν ὡς οὐ μικρῷ μέρει περικεκομμένης καὶ διηρπασμένης τῆς αὐτοῦ ἀρχῆς, εὐμενῶς, ὡς τὸν ἀφρόνως ἀφη‐ νιάσαντα υἱόν, εἶτα μεταγνόντα καὶ ὑποστρέψαντα ὁ φιλάνθρω‐ πος πατήρ, καὶ αὐτὸς τούτους προσήκατο καὶ ἀνεδέξατο, καὶ | |
20 | ἱερεῖς εὐθέως μετὰ καὶ βασιλικοῦ ἀνθρώπου σὺν αὐτοῖς ἐξαπέ‐ στειλεν, ὡς ἂν πρὸ τῶν ἄλλων τοῦ ψυχικοῦ τούτους κινδύνου ἐξέ‐ | |
ληται καὶ πρὸς τὴν προτέραν πίστιν ἐπανασώσηται καὶ τῶν ἐξ | ||
292 | ἀγνοίας ἢ ἀνοίας ἀπαλλάξῃ πλημμελημάτων αὐτούς. ἀνυσθέντος δὲ τοῦ τοιούτου θεοφιλοῦς ἔργου, καὶ πάντων τοῦ θείου μετα‐ σχόντων βαπτίσματος καὶ εἰς τὴν Ῥωμαϊκὴν ἐπανελθόντων ὑπό‐ πτωσιν, ἐδέξατο κατὰ τοῦτο τὸ μέρος τὴν ὁλοκληρίαν ἡ βασιλέως | |
5 | ἀρχή, πάντων φιλανθρώπῳ τοῦ κρατοῦντος προστάγματι ἐκ τῶν οἰκείων καὶ ὁμοφύλων δεξαμένων ἄρχοντας εἰς ἐπιστασίαν αὐτῶν. οὐ γὰρ ὠνίους ἐκεῖνος τὰς εἰς τὴν ἐπιστασίαν αὐτῶν εἶχεν ἀρχάς, ἵν’ ἐντεῦθεν τοὺς πλεῖον διδόντας καὶ καλαμωμένους αὐτοῦ τὸ ὑπήκοον εἰς τὸ τούτων κατεξουσιάζειν προβάλληται· καὶ διὰ τοῦτο | |
10 | τοὺς ὑπ’ αὐτῶν ἐκείνων ἐκλεγομένους καὶ οἱονεὶ χειροτονουμένους, ὡς αἱρετοὺς ἄρχοντας καὶ πατρικὴν πρὸς αὐτοὺς διασώζειν ὀφεί‐ λοντας εὔνοιαν, ἄρχειν αὐτῶν νουνεχῶς διωρίσατο. καὶ ταῦτα μὲν ταύτῃ. 55 Ἐπεὶ δὲ οἱ ἐπὶ τῆς ἐκμελοῦς τε καὶ ῥᾳθύμου βασιλείας | |
15 | πρὸς τὴν ἐπικράτειαν τῶν Ῥωμαίων διαπεράσαντες βάρβαροι καὶ τοῦ Ῥαουσίου ἀποκρουσθέντες, καθάπερ ἤδη πρότερον εἴρηται, ἔτι κατὰ τὴν Ἰταλίαν διέτριβον, συνεχῶς αὐτὴν κατατρέχοντες καὶ ἀφειδῶς ληϊζόμενοι, ὡς καὶ μέχρι τῶν πεντήκοντα καὶ ἑκατὸν κάστρων τὰ μὲν ἐκ προδοσίας τὰ δὲ πολιορκίᾳ χειρώσασθαι, | |
20 | ἀκούων ταῦτα ὁ βασιλεὺς ἠνιᾶτο σφοδρῶς, καὶ ταῖς περὶ τούτων φροντίσιν ἐπαγρυπνῶν ἐζήτει πῶς ἂν εὐπετῶς δυνηθείη ἢ τελέως τροπώσασθαι τοὺς ἐχθροὺς ἢ κἂν ἐκ τῆς Ῥωμαϊκῆς ἐπικρατείας | |
ἀπώσασθαι καὶ ἐξελάσαι τὸ δυσμενές. καὶ τὰς μὲν ἤδη χάριν τῶν | ||
293 | Ῥαουσαίων καὶ ὅλου τοῦ ἔθνους τῶν Δαλματῶν προαποσταλείσας δυνάμεις, ὧν ἦρχεν, ὡς φθάσαντες εἴπομεν, ὁ κατὰ τὸν Ὠορύ‐ φαν Νικήτας πατρίκιος, οὐκ ἀξιομάχους πρὸς τοσαύτην τῶν βαρ‐ βάρων πληθὺν ἐδοκίμασε, μάλιστα διὰ τὸ χρείαν εἶναι καὶ πρὸς | |
5 | τὴν μεσόγαιον πολλάκις ποιεῖσθαι τὰς συμπλοκὰς καὶ πολὺ τῆς θαλάττης ἀπαρτᾶσθαι, ὅπερ ἐδόκει πρὸς νηΐτην στρατὸν ἀσύμ‐ φορον καὶ ἀδύνατον· ἄλλας δὲ πάλιν ἀπ’ ἐντεῦθεν ἀποστέλλειν δυνάμεις οὐκ ἔκρινεν εἶναι λυσιτελὲς διά τε τὸ τῆς ἐκστρατείας δα‐ πανηρὸν καὶ τὴν χρείαν τὴν τῶν ἐνταῦθα χωρῶν. καὶ συνετῶς | |
10 | βουλευσάμενος πρὸς Λοδοΐχον τὸν ῥῆγα Φραγγίας καὶ τὸν πάπαν Ῥώμης διαπρεσβεύεται συνεπικουρῆσαι ταῖς ἐντεῦθεν δυνάμεσι καὶ μετὰ τούτων συμπαρατάξασθαι κατὰ τῶν ἐν Βάρει κατοικη‐ σάντων Ἀγαρηνῶν, κελεύσας καὶ τὰς ὀλίγῳ πρόσθεν μνημονευ‐ θείσας χώρας τῶν Σκλαβηνῶν συνεπιλαβέσθαι τοῦ ἔργου, διὰ τῶν | |
15 | οἰκητόρων Ῥαουσίου καὶ τῶν παρ’ αὐτοῖς ἐγχωρίων πλοίων πε‐ ραιωθέντας τὸ πέλαγος Δαλματῶν. ὧν ὁμοῦ πάντων γεγενημέ‐ νων καὶ μεγάλης ἀθροισθείσης δυνάμεως, ἐπεὶ καὶ ὁ Ῥωμαϊκὸς ναύαρχος συνέσει καὶ ἀνδρίᾳ πολὺ πάντων διέφερε, θᾶττον ἡ Βάρις ἁλίσκεται. καὶ τὸ μὲν κάστρον αὐτὸ καὶ ἡ χώρα καὶ πᾶν | |
20 | τὸ αἰχμάλωτον εἰς τὴν Ῥωμαϊκὴν ἐξουσίαν ἀναλαμβάνεται, καὶ τοὺς οἰκείους ἡ χώρα ἀπολαμβάνει οἰκήτορας, τὸν δὲ Σολδάνον ἐκεῖνον καὶ τὸν ὑπ’ αὐτὸν λαὸν τῶν Ἀγαρηνῶν ὁ ῥὴξ Φραγγίας ἀναλαβόμενος ἐν Καπύῃ ἀπήγαγεν· ταύτης γὰρ αὐτὸς ἦρχεν ἔτι | |
καὶ προσέτι Βενεβενδοῦ. καὶ ἡ μὲν πρώτη κατὰ τὴν ἑσπέραν | ||
294 | στρατεία τῷ βασιλεῖ τοιοῦτον πέρας ἐδέξατο, καὶ τοῖς ἐντεῦθεν λαφύροις καὶ τῇ δόξῃ κατεκοσμήθη ἡ βασιλεύουσα. 56 Ἐπειδὴ δὲ πολλάκις ἡ ἱστορία φιλεῖ καὶ ταῖς κατὰ παρέκβασιν διηγήσεσι τὸν λόγον ποικίλλειν καὶ τὰς τῶν ἐντυγχα‐ | |
5 | νόντων ψυχαγωγεῖν ἀκοάς, ἐπεξηγητέον καὶ ὅσα μεταξὺ τοῦ ῥηγὸς Φραγγίας καὶ Σολδάνου τοῦ Ἀφρικῆς ἀμηρᾶ καὶ τῶν οἰκητόρων Καπύης καὶ Βενεβενδοῦ συνέβη καταπραχθῆναι. ἐπὶ διετίαν γὰρ ἐν Καπύῃ συνὼν ὁ Σολδάνος τῷ τῆς Φραγγίας ῥηγὶ οὐδέποτε ὤφθη ὑπό τινος τὸ παράπαν γελῶν. ὁ δὲ ῥὴξ τῷ κατάφωρον | |
10 | αὐτὸν γελῶντα πεποιηκότι χρυσίου δόσιν κατεπηγγείλατο. προσ‐ ήγγειλεν οὖν τίς ποτε τῷ ῥηγὶ γελῶντα τὸν μέχρι τότε σκυθρωπὸν Σολδάνον θεάσασθαι, καὶ τούτου παρείχετο μάρτυρας. ὃν κα‐ λέσας ὁ ῥὴξ τὴν αἰτίαν τῆς μεταβολῆς καὶ τοῦ γέλωτος ἐπυνθά‐ νετο. ὁ δὲ “ἅμαξάν” φησι “κατιδὼν καὶ τοὺς ταύτης κατανοή‐ | |
15 | σας τροχούς, πῶς καὶ τὸ μετέωρον τούτων ταπεινοῦται καὶ τὸ ταπεινὸν αὖθις μετεωρίζεται, καὶ ὡς εἰκόνα ταῦτα λαβὼν τῆς ἀσταθμήτου καὶ ἀβεβαίου τῶν ἀνθρώπων εὐδαιμονίας, ἐγέλασα ἅμα μὲν ἐνθυμηθεὶς πῶς ἐφ’ οὕτως ἀβεβαίων πραγμάτων ἐπαι‐ ρόμεθα, ἅμα δὲ καὶ οὐκ ἀδύνατον οἰηθεὶς τὸ καὶ ἐμέ, ὥσπερ ἐκ | |
20 | μετεώρου γέγονα ταπεινός, οὕτως καὶ ἐκ τοῦ χαμερποῦς ἐνδέχε‐ σθαι πάλιν ἀρθῆναι πρὸς μέγεθος.” ἅπερ ἀκούσας ὁ ῥήξ, καὶ | |
ἐν νῷ τὰ οἰκεῖα λαβὼν καὶ ἐκεῖνον συνετὸν λογισάμενος, ἤρξατο | ||
295 | παρρησίας καὶ συνδιαιτήσεως μεταδιδόναι αὐτῷ. (57) ὁ δὲ πανοῦργος ὢν καὶ δόλων Φοινικικῶν οὐκ ἀμέτοχος ἐκ τῆς ἑκατέρων ἔγνω διαβολῆς σωτηρίαν ἑαυτῷ πραγματεύεσθαι. πολλάκις γὰρ πρὸς αὐτόν, καὶ ὡς ἐκ γεροντικῆς ἐμπειρίας συνετὸν καὶ σοφὸν | |
5 | καὶ ὡς ἐξ εὐτυχοῦς δυστυχῆ, οἱ τῶν κάστρων Καπύης καὶ Βενε‐ βενδοῦ παρεγίνοντο ἄρχοντες. ὁ δὲ τὴν πρὸς αὐτοὺς φιλίαν πλατ‐ τόμενος ἐξενεγκεῖν τι πρὸς αὐτοὺς ἀπόρρητον βούλευμα τοῦ ῥηγὸς ἔλεγεν βούλεσθαι, δεδοικέναι δὲ τὸν ἐκ μηνύσεως κίνδυνον. τῶν δὲ διομοσαμένων ἀνέκφορον ποιήσασθαι τὸ λαλούμενον, ἔφη βού‐ | |
10 | λεσθαι τὸν ῥῆγα πάντας ὑμᾶς πρὸς τὴν ἑαυτοῦ χώραν τῆς Φραγ‐ γίας σιδηροδεσμίους ἐκπέμψαι ὡς οὐκ ἄλλως οὔσης αὐτῷ ἀσφα‐ λοῦς τῆς τῶν ὑμετέρων διακρατήσεως πόλεων. τῶν δὲ μὴ πάνυ πιστὸν τέως ἡγησαμένων τὸ μηνυόμενον, ζητούντων δὲ σαφεστέ‐ ραν ἔτι κατάληψιν, πάλιν πρὸς τὸν ῥῆγα ὁ Σολδάνος τοιαῦτα | |
15 | φησίν, ὡς οὐκ ἔστι σοι ἀσφαλὴς ἡ τῶν κάστρων τούτων κατά‐ σχεσις, ἕως οἱ τούτων ἄρχοντες ἐνταῦθα ἐπιχωριάζουσιν· ἀλλ’ εἰ βούλει βεβαίως δεσπόζειν αὐτῶν, τούτους θᾶττον πρὸς Φραγγίαν δεσμίους ἀπόστειλον. πεισθεὶς οὖν τοῖς τοιούτοις λόγοις ὁ ῥὴξ ἁλύσεις διωρίσατο συντόμως χαλκευθῆναι ὡς ἐπὶ χρείᾳ κατεπει‐ | |
20 | γούσῃ τινί. ἰδὼν οὖν αὖθις ὁ Σολδάνος τοὺς ἄρχοντας, “οὐδ’ ἔτι μοι” φησὶ “πιστεύετε περὶ ὧν ἔλεγον; ἐρευνήσαντες ἴδετε τί | |
οἱ χαλκεῖς πάντες ἐργάζονται τῇ τοῦ ῥηγὸς προστάξει· καὶ ἐὰν | ||
296 | εὕρητε ἁλύσεις τε καὶ δεσμά, μὴ ἀπιστήσητε τῶν πρὸς σωτηρίαν ὑμῶν λεγομένων ὑμῖν.” γνόντες οὖν ἐν τούτοις τὸν βάρβαρον οἱ ἄρχοντες ἀληθεύοντα οὐδὲ πρὸς τἆλλα ἔτι ἠπίστησαν, τρόπον δὲ ἐζήτουν ὅπως τὸν ῥῆγα ἀμύνωνται. καὶ δὴ μετ’ ὀλίγον πρὸς κυ‐ | |
5 | νηγέσιον ἐξελθόντος αὐτοῦ, ἀποκλείουσι κατ’ αὐτοῦ τὰς πύλας καὶ οὐκέτι τὴν εἴσοδον συγχωροῦσιν αὐτῷ. ὁ δὲ μηδὲν ἐκ τούτου παραχρῆμα δυνάμενος πράξασθαι πρὸς τὴν ἰδίαν χώραν αὖθις ἀνθυπενόστησε. (58) πρόσεισιν οὖν τοῖς ἄρχουσιν ὁ Σολδάνος, τὴν χάριν τῆς μηνύσεως ἀπαιτῶν· ἡ δὲ ἦν τὸ πρὸς τὴν οἰκείαν | |
10 | πατρίδα συγχωρηθῆναι αὐτῷ ἀπελθεῖν. συγχωρηθεὶς οὖν καὶ κατὰ Καρχηδόνα γενόμενος καὶ τὴν οἰκείαν ἀρχὴν ἀπολαβὼν καὶ τοῦ κακὸς εἶναι μὴ ἐκστὰς ἐκστρατεύει κατὰ Καπύης τε καὶ Βενε‐ βενδοῦ, τὰ χαριστήρια τούτοις τῆς σωτηρίας ἀποδιδούς. οἱ δὲ πρὸς τὸν ῥῆγα διαπρεσβεύονται. ἀλλὰ μεθ’ ὕβρεως ἀποπέμπον‐ | |
15 | ται, ἐπιχαίρειν εἰπόντος τῇ ἀπωλείᾳ αὐτῶν. στέλλουσιν ἄγγελον πρὸς τὸν βασιλέα οἱ τῶν τοιούτων κάστρων ἐξηγούμενοι. συμ‐ παθὴς οὖν ὁ βασιλεὺς καὶ φιλάνθρωπος ὢν θᾶττον ἐκπέμπει τὸν πρεσβευτὴν δηλώσοντα τούτοις προσδέχεσθαι συντόμως τὴν ἐν‐ τεῦθεν βοήθειαν. γίνεται δὲ τοῖς πολεμίοις ἐγκρατὴς ὁ τῆς ἀγγε‐ | |
20 | λίας διάκονος πρὸ τοῦ δοῦναι τὰς ἀποκρίσεις τοῖς ἀποστείλασι. λέγει οὖν πρὸς αὐτὸν ὁ Σολδάνος ὡς εἰ ὑπηρετήσεις μου τῷ βου‐ | |
λήματι, καὶ σωτηρίας ἀξιωθήσῃ καὶ δωρεῶν ἀπολαύσεις. τοῦ | ||
297 | δὲ συνθεμένου τὸ κεκελευσμένον ἅπαν ποιεῖν, “βούλομαι” ἔφη “στῆναί σε τοῦ κάστρου ἐκτός, καὶ τοῖς ἔνδον εἰπεῖν ὡς ἐγὼ μὲν τὴν διακονίαν μου ἐξεπλήρωσα καὶ τὰ προσταγέντα μοι πάντα πε‐ ποίηκα· ἀλλ’ ἐκ τοῦ βασιλέως βοήθειαν μὴ προσδέχεσθε· οὐ γὰρ | |
5 | ἤκουσεν ὑμῶν τῆς δεήσεως.” ὑποσχομένου δὲ αὐτοῦ ταῦτα οὕτως ἐρεῖν, ἀποστέλλεται μετὰ τῶν τοῦ Σολδάνου ὑπηρετῶν τοῦ ταῦτα πρὸς τοὺς ἐν τῇ πόλει εἰπεῖν. ὁ δὲ πλησίον τοῦ τείχους γενόμενος, καὶ τοὺς πρώτους παραγενέσθαι τῆς πόλεως πρὸς τὴν ἀκρόασιν αἰτησάμενος, ἔφη “εἰ καὶ πρόδηλός μοι τυγχάνει ὁ θάνατος καὶ | |
10 | ἐν χερσὶν ἡ σφαγή, ἀλλ’ ὅμως οὐκ ἀποκρύψομαι τὴν ἀλήθειαν. πλὴν αἰτῶ καὶ ὁρκίζω ὑμᾶς ἀποδοῦναί μοι τὴν χάριν εἰς τὰ ἐμὰ ἔκγονα καὶ τὴν σύνευνον. ἐγὼ γάρ, ὦ κύριοί μου, εἰ καὶ νῦν ταῖς τῶν πολεμίων περιεσχέθην χερσίν, ἀλλ’ ὅμως τὴν διακονίαν μου ἐπλήρωσα καὶ τὴν παρ’ ὑμῶν πρεσβείαν τῷ βασιλεῖ Ῥωμαίων | |
15 | προσήγαγον, καὶ συντόμως προσδέχεσθε τὴν ἐκεῖθεν βοήθειαν. διὸ στῆτε γενναίως καὶ μὴ δειλανδρήσητε· ἔρχεται γὰρ ὁ ὑμᾶς ῥυόμενος, εἰ καὶ μὴ ἐμέ.” ταῦτα οὖν οἱ τοῦ Σολδάνου ὑπηρέται ἀκούσαντες καὶ πρὸς τὴν ἀπάτην ἐκμανέντες σφοδρῶς, εὐθέως αὐτὸν τοῖς ξίφεσι κατακόπτουσι. φοβηθεὶς οὖν ὁ Σολδάνος τὴν | |
20 | ἐκ βασιλέως προσδοκωμένην δύναμιν ἔλυσε τὴν πολιορκίαν καὶ πρὸς τὴν οἰκείαν χώραν ὑπέστρεψεν. καὶ τὸ ἀπὸ τούτου διέμει‐ ναν πιστοὶ βασιλεῖ οἱ τῶν τοιούτων ἐξηγούμενοι κάστρων, καὶ | |
ταῦτα πρὸς τὴν αὐτοῦ συνετήρησαν δούλωσιν. | ||
298 | 59 Συνέβη δὲ κατὰ τοὺς καιροὺς ἐκείνους καὶ ἄλλον στό‐ λον Ἀγαρηνῶν κατὰ τῆς Ῥωμαϊκῆς ἐπικρατείας ἐλθεῖν· ἀλλὰ ταῖς τοῦ βασιλέως ἐπιμόνοις δεήσεσι πρὸς θεὸν καὶ ταῖς ἔμφροσι δια‐ τάξεσι καὶ τῇ δεούσῃ τῶν πραγμάτων μεταχειρίσει μετὰ τῶν Ῥω‐ | |
5 | μαίων ἡ νίκη ἐγένετο καὶ δυσκλεᾶ τὴν ἧτταν οἱ ἐκ τῆς Ἄγαρ ἠνέγ‐ καντο. ὁ γὰρ τῆς Ταρσοῦ ἀμηρᾶς, ὃς Ἐσμὰν ὠνομάζετο, τριά‐ κοντα πλοίων μεγίστων, ἃ κομβάρια λέγεται, στόλον ἐξαρτυσά‐ μενος κατὰ τοῦ κάστρου Εὐρίπου ὁπλίζεται. τοῦ δὲ στρατηγοῦ Ἑλλάδος (ὁ Οἰνιάτης οὗτος ἦν) κελεύσει βασιλικῇ τὸν ἱκανὸν εἰς | |
10 | φυλακὴν τοῦ κάστρου λαὸν ἀπὸ πάσης Ἑλλάδος εἰσαγαγόντος καὶ τοῖς τείχεσι τὰ ἁρμόζοντα παρασκευασαμένου ἀμυντήρια, ὡς εἶ‐ δον οἱ ἐκ τοῦ κάστρου τὰ πλοῖα τοῖς τείχεσι πλησιάζοντα καὶ τοὺς βαρβάρους βελῶν ἀφέσει συχνῶν ἀναστέλλειν καὶ ἀπωθεῖν πειρω‐ μένους τοὺς ἔνδον ἐκ τῶν τειχῶν, θυμοῦ καὶ προθυμίας πλήρεις | |
15 | γενόμενοι γενναίως ἀντηγωνίζοντο, καὶ τοῖς πετροβόλοις ὀργάνοις καὶ τοξοβαλλίστραις καὶ ταῖς ἐκ χειρῶν τῶν λίθων ἀφέσεσι χρώμε‐ νοι συχνοὺς τῶν βαρβάρων καθ’ ἑκάστην ἀνήλισκον. οὐ μόνον δὲ ἀλλὰ καὶ τῶν νεῶν τὰς πλείστας ἐπιφόρου γενομένου τοῦ πνεύ‐ ματος τῷ ὑγρῷ πυρὶ κατενέπρησαν. ἀπορῶν οὖν καὶ δυσθυμῶν | |
20 | ὁ βάρβαρος, καὶ εἰδὼς ἐφέσει χρημάτων ἑκόντας τοὺς πολλοὺς ἀποθνήσκοντας, ἀσπίδα μεγάλην πρὸ τοῦ χάρακος θεὶς καὶ χρυ‐ σίου ταύτην πεπληρωκὼς “τοῦτο γέρας” ἔφη “καὶ ἀριστεῖον ἐγὼ δίδωμι, μετὰ καὶ παρθένων ἐπιλέκτων τὸν ἀριθμὸν ἑκατόν, τῷ | |
πρώτως ἐπιβάντι τοῦ ἄστεος καὶ τοῖς ὁμοφύλοις βραβεύσαντι τὸ | ||
299 | νικᾶν.” ὅπερ οἱ ἀπὸ τῆς πόλεως θεασάμενοι, καὶ τὸν νοῦν τοῦ πραττομένου κατανοήσαντες, τοῖς παρακλητικοῖς τῶν λόγων ἑαυ‐ τοὺς παρεθάρρυνον, καὶ ὑφ’ ἓν σύνθημα τῶν πυλῶν αὐτοῖς ἀνα‐ ζυγεισῶν ἀνδρείως κατὰ τῶν βαρβάρων ἐξώρμησαν. καὶ πολλῶν | |
5 | ἀναιρουμένων, δεξαμένου δὲ καὶ τοῦ ἀμηρᾶ καιρίαν πληγὴν καὶ πεσόντος, ἐτράπησαν οἱ λοιποὶ καὶ τῶν διωκόντων ἐπικειμένων μέχρι τῶν ὑπολοίπων νεῶν κατεσφάττοντο, καὶ φόνος ἐγένετο τῶν βαρβάρων πολύς. οἱ γὰρ περιλιπεῖς ὀλίγας πληρώσαντες τῶν νεῶν μετ’ αἰσχύνης ἀπέφυγον πρὸς τὰ ἴδια. οὕτως ὁ βαρβαρικὸς στό‐ | |
10 | λος δίχα ναυτικῆς τῶν Ῥωμαίων δυνάμεως, ταῖς τοῦ βασιλέως εὐχαῖς καὶ ταῖς τῶν ἀντιπαραταξαμένων ἀλκαῖς, περιφανῶς ἡτ‐ τήθη καὶ δυσκλεῶς ἀνεχώρησεν. 60 Οὕτω δὲ τοῦ ἀπὸ Ταρσοῦ διασκεδασθέντος νέφους, αἱ ἀπὸ Κρήτης αὖθις ἀντηγείροντο θύελλαι. τοῦ γὰρ Σαὴτ ἐκεί‐ | |
15 | νου τοῦ Ἀποχὰψ τῆς τοιαύτης ἀμηρεύοντος νήσου, ἔχοντος δὲ καὶ Φώτιόν τινα συνεργόν, ἄνδρα πολεμιστὴν καὶ δραστήριον, ἑπτὰ καὶ εἴκοσι κομβάρια κατὰ Κρήτην ἐγένετο. προσῆν δὲ αὐτοῖς ἀναλόγως καὶ πλῆθος μυοπαρώνων καὶ πεντηκοντόρων, ἃς σα‐ κτούρας καὶ γαλέας ὀνομάζειν εἰώθασι πάμπολλοι. μεθ’ ὧν κατὰ | |
20 | τῆς Ῥωμαίων ἐξιόντες ἐπικρατείας καὶ πάντα τὸν Αἰγαῖον κατα‐ ληϊζόμενοι, πολλάκις δὲ καὶ μέχρι τῆς ἐν Ἑλλησπόντῳ Προικον‐ νήσου ποιούμενοι τὴν ἐπέλευσιν, πολλοὺς ἠνδραποδίζοντο καὶ διέ‐ | |
φθειρον. προσβαλὼν δὲ τῷ τηνικαῦτα τῷ τοιούτῳ ναυτικῷ τῶν | ||
300 | Κρητῶν ὁ προμνημονευθεὶς Νικήτας πατρίκιος, ὁ τῶν Ῥωμαϊκῶν τριήρεων ἄρχειν λαχών, καὶ μάχην μετ’ αὐτῶν καρτερὰν συστη‐ σάμενος, εὐθὺς τὰ μὲν εἴκοσι τῶν Κρητικῶν σκαφῶν τῷ ὑγρῷ πυρὶ συγκατέφλεξε, καὶ τοὺς ἐπ’ αὐτῶν βαρβάρους μάχαιρα καὶ | |
5 | πῦρ καὶ ὕδωρ διεμερίσαντο· τὰ δὲ λοιπὰ φυγῇ τὴν σωτηρίαν, ὅσα τὸν ἀπὸ τῆς θαλάσσης διέφυγον κίνδυνον, ἐπορίσαντο. 61 Ἀλλὰ καίπερ οὕτως οἱ Κρῆτες ἐλαττωθέντες καὶ δυσ‐ τυχῶς ὑποστρέψαντες οὐκ ἠγάπησαν ἠρεμεῖν, ἀλλὰ πάλιν τῶν κατὰ θάλασσαν πραγμάτων ἀντείχοντο, καὶ τὰ μᾶλλον τῆς βασι‐ | |
10 | λίδος ἀπέχοντα, τὴν Πελοπόννησον καὶ τὰς κάτωθεν ταύτης νή‐ σους φημί, παρελύπουν καὶ ἐληΐζοντο, τὸν ἀνωτέρω μνημονευ‐ θέντα Φώτιον ναύαρχον ἔχοντες. ἀποστέλλεται τοίνυν καὶ κατ’ αὐτοῦ μετὰ τῶν Ῥωμαϊκῶν τριήρων ὁ τούτων καλῶς ἀφηγούμενος Νικήτας, τὸν Ὠορύφαν φημί, ὃς αἰσίως χρησάμενος πλῷ δι’ ὀλί‐ | |
15 | γων ἡμερῶν καταλαμβάνει τὴν Πελοπόννησον. καὶ τῷ λιμένι προσορμισάμενος Κεγχρεῶν, καὶ μαθὼν ὅτι τὰ δυτικώτερα Πε‐ λοποννήσου μέρη, Μεθώνην καὶ Πάτρας καὶ τὰ προσεχῆ Κορίν‐ θου χωρία, λυμαίνεται τὸ βαρβαρικόν, βουλὴν βουλεύεται συνε‐ τὴν καὶ σοφήν. οὐ γὰρ ἔκρινε διὰ θαλάσσης τὴν Πελοπόννησον | |
20 | διελθεῖν καὶ διὰ τοῦ Μαλέου κάμψας τὸ τῶν χιλίων μιλίων μῆ‐ κος ἀναμετρήσασθαι καὶ τοῦ προσήκοντος ὑστερῆσαι καιροῦ, ἀλλ’ | |
ὡς εἶχεν, εὐθὺς ἐν νυκτὶ διὰ τοῦ κατὰ Κόρινθον ἰσθμοῦ πολυχει‐ | ||
301 | ρίᾳ καὶ ἐμπειρίᾳ πρὸς τὸ ἐκεῖθεν μέρος κατὰ τὸ ξηρὸν διαβιβάσας τὰς ναῦς ἔργου εἴχετο. καὶ οὔπω πεπυσμένοις τι περὶ τούτου τοῖς πολεμίοις αἰφνίδιον ἐπιφαίνεται, καὶ συγχέας αὐτῶν τῷ δέει τοὺς λογισμοὺς διά τε τὸ ἐκ τῆς προτέρας μάχης δέος καὶ διὰ τὸ | |
5 | τῆς ἐφόδου ἀπρόοπτον οὐδὲ συστῆναι καὶ ἀλκῆς μεμνῆσθαι παν‐ τελῶς συνεχώρησεν, ἀλλὰ τὰς μὲν πυρπολήσας τὰς δὲ καταπον‐ τώσας τῶν πολεμίων νεῶν, καὶ τῶν βαρβάρων τοὺς μὲν ἀνελὼν τῷ ξίφει τοὺς δὲ ὑποβρυχίους τῷ βυθῷ ποιησάμενος, καὶ τὸν τούτων ἀρχηγὸν ἀνελών, τοὺς λοιποὺς διασκεδασθῆναι κατὰ τὴν | |
10 | νῆσον ἠνάγκασεν· οὓς σαγηνεύσας ὕστερον καὶ ζωγρῶν διαφόροις τιμωρίαις ὑπέβαλε. τῶν μὲν γὰρ τὴν τῆς σαρκὸς ἀπέωσε δοράν, μάλιστα τῶν ἀρνησαμένων τὸ βάπτισμα τοῦ Χριστοῦ, τοῦτο παρ’ αὐτῶν ἀφαιρεῖσθαι λέγων, καὶ οὐδὲν αὐτῶν ἴδιον· ἐκ δὲ τῶν ἱμάντας ἀπὸ τοῦ ἰνίου ἄχρι τῶν σφυρῶν μετ’ ὀδύνης δριμείας | |
15 | ἐξείλκυεν· ἄλλους δὲ κηλωνείοις τισὶν αἰωρῶν, εἶτα ἀπὸ τοῦ μετ‐ εώρου πρὸς λέβητας πίσσης μεστοὺς ἐμβάλλων τε καὶ ὠθῶν, τοῦ ἰδίου αὐτοῖς μεταδιδόναι βαπτίσματος ἔλεγε τοῦ ἐπωδύνου καὶ ζο‐ φεροῦ. οὕτως οὖν κατακερτομήσας, καὶ ἀναλόγους τῶν ἐργα‐ σθέντων αὐτοῖς ποινὰς εἰσπραξάμενος, τοῦ καὶ αὖθις κατὰ τῆς | |
20 | Ῥωμαϊκῆς ἐπικρατείας ἐκστρατεύειν οὐκ ὀλίγον δέος ἐνέβαλεν. Ἀλλ’ οὕτως μὲν τὰ μεσημβρινὰ διεσκέδαστο πνεύματα, καὶ | |
ἀκλύστως ἐντεῦθεν τὸ τοῦ Ῥωμαϊκοῦ κράτους σκάφος ηὐθύνετο· | ||
302 | (62) ἐκ δὲ τῆς ἑσπέρας αὖθις κλύδων δεινὸς ἐπηγείρετο. ὁ γὰρ τῆς Ἀφρικῆς ἀμερμουμνῆς παμμεγέθεις ναῦς ἑξήκοντα τὸν ἀριθμὸν κατασκευασάμενος κατὰ τῆς Ῥωμαϊκῆς ἐπικρατείας ἐξώρμησε, καὶ τὰ μεταξὺ ληϊζόμενος καὶ πολλὰ σώματα λαμβάνων αἰχμάλωτα | |
5 | ἄχρι Κεφαληνίας καὶ Ζακύνθου τῶν νήσων ἀφίκετο. ἅπερ ἀκη‐ κοὼς ὁ βασιλεὺς συντόμως πρὸς τὴν βοήθειαν διανίσταται, καὶ τὸν τῶν ναυτικῶν ἡγεμόνα δυνάμεων (Νάσαρ δὲ οὗτος ἦν) μετὰ δυνάμεως ἐκπέμπει ἁδρᾶς, τριήρων τε καὶ διήρων καὶ ἄλλων νεῶν ταχυναυτουσῶν πλῆθος ἐξαρτυσάμενος. σύντομον δὲ τὸν ἔκπλουν | |
10 | ὁ Νάσαρ πεποιηκὼς καὶ αἰσίοις χρησάμενος πνεύμασι δι’ ὀλίγου μὲν χρόνου τὴν Μεθώνην κατέλαβε, θᾶττον δὲ τὴν κατὰ τῶν πο‐ λεμίων ἐπίθεσιν ἀπὸ τοιαύτης αἰτίας διεκωλύθη ποιήσασθαι· τῶν γὰρ ἐρετῶν οὐκ ὀλίγοι πρὸς τὸν κίνδυνον ἀποδειλιάσαντες κατ’ ὀλί‐ γους λαθραίως ἀπέφυγον, ὧν τῇ λειποταξίᾳ τὸ προσῆκον τάχος | |
15 | ἀφαιρεθεισῶν τῶν νεῶν, μὴ ἐχουσῶν τὴν μετὰ ῥοθίου σὺν ὀξύ‐ τητι κατὰ τῶν ἐναντίων ἐπέλασιν, οὐκ ἔκρινε δεῖν παρωπλισμένοις οὕτως κατὰ τῶν δυσμενῶν ἀπελθεῖν. μηνύει δὲ τὸ συμβὰν διὰ ταχυδρόμου τῷ βασιλεῖ. ὁ δὲ διὰ ταχείας ἀποστολῆς τῶν πρὸς τοῦτο ἐπιτηδείων πάντας τοὺς λειποτάκτας ἐζώγρησε καὶ ἐμφρού‐ | |
20 | ρους ἐποίησε. σκοπῶν δὲ ὅπως καὶ ὁμοφύλων φόνου τὰς χεῖρας τηρήσῃ καθαρὰς καὶ τὸ προσῆκον ἐμποιήσῃ δέος τοῖς ὑπολοίποις τῶν ἐρετῶν, ὡς ἂν μὴ καὶ ἄλλοις εἴη πρὸς μίμησιν ἡ τούτων κα‐ | |
κία καὶ ἐθελοκακῶσιν οἱ πλεῖστοι καὶ ῥαστωνεύωνται, βουλὴν | ||
303 | βουλεύεται συνετήν. τῷ γὰρ τῆς βίγλης δρουγγαρίῳ διακελεύεται ἀπὸ τῶν ἐν τῷ πραιτωρίῳ δεσμίων τε καὶ κακούργων, ὧν ἐκ τῶν νόμων κατεψήφιστο θάνατος, τριάκοντα τὸν ἀριθμὸν ἔτι νυκτὸς οὔσης ἐξαγαγεῖν, καὶ τούτων ἀσβόλῃ τὰ πρόσωπα χρίσαντα, καὶ | |
5 | τὰς ἐπὶ τοῦ γενείου καὶ τῆς κεφαλῆς τρίχας ψιλώσαντα διὰ φλο‐ γός, περιελεῖν αὐτῶν τὸ γνώρισμα τῆς μορφῆς, ἐξασφαλίσα‐ σθαι δὲ τοῦ μηδένα τῶν ἁπάντων τολμῆσαι προσειπεῖν αὐτοὺς ἢ προσφθέγξασθαι, ἐπιτίμιον δὲ τῆς τόλμης ὁρίσασθαι θάνατον, καὶ τούτους ὡς δῆθεν ἐξάρχους τῶν λειποτακτησάντων ἐκείνων | |
10 | πλωΐμων ἐν τῷ ἱπποδρόμῳ διὰ μαστίγων ἐπεξελθεῖν, καὶ ἑτοίμως διὰ τῆς κατὰ τὴν πόλιν ἀγορᾶς περιηγκωνισμένους διεξελθεῖν, εἶτα ποδοκάκαις ἀσφαλισθέντας ἐκπεμφθῆναι πρὸς Πελοπόννησον, ὡς ἂν ἐν τῷ τόπῳ ὅθεν ἀποφυγεῖν ἐνομίζοντο, καὶ τὴν προσήκου‐ σαν τιμωρίαν προσδέξωνται. ὑπηρετήσασθαι δὲ πρὸς τοῦτο Ἰωάν‐ | |
15 | νης ὁ στρατηγὸς ἐπετράπη Πελοποννήσου, ὁ λεγόμενος Κρητικός· ὃς τῇ βασιλικῇ κελεύσει καθυπουργῶν ἰσαρίθμους τῶν ἀποστα‐ λέντων δεσμίων ἐν Μεθώνῃ φούρκας στῆναι προσέταξε καὶ τοὺς ὡς ἐξάρχους τῆς φυγῆς πεμφθέντας ἀνεσκολόπισεν. ἅπερ ὁ Ῥω‐ μαϊκὸς στόλος ἀκούσας τε καὶ ἰδὼν ἐκείνους τε ὡς δειλοὺς καὶ | |
20 | ἀθλίους ᾠκτείρησε καὶ αὐτὸς ἐπερρώσθη πρὸς τὰ δεινά, πᾶσαν ἀποθέμενος μαλακίαν τε καὶ τρυφήν, καὶ ἄγειν αὐτοὺς ταχέως πρὸς τοὺς ὑπεναντίους παρεκάλουν τὸν ἡγεμόνα. | |
63 Ἐν τούτῳ δὲ καὶ αὐτὸς τὸ λεῖπον τῆς στρατείας ἀπὸ | ||
304 | τῶν κατὰ Πελοπόννησον στρατιωτῶν καὶ Μαρδαϊτῶν ἀναπληρώ‐ σας, καὶ τὸν στρατηγὸν συνεργὸν προσλαβόμενος, πρὸς ἐπίθεσιν εὐτρεπίζεται. τῶν δὲ Σαρακηνῶν ἤδη πολλὴν δειλίαν τοῦ Ῥω‐ μαϊκοῦ καταγνόντων στόλου διὰ τὸ δοκεῖν τὸν μεταξὺ χρόνον μά‐ | |
5 | την αὐτοῖς κατατρίβεσθαι, καὶ ἐπ’ ἀδείας πολλῆς ἀπὸ τῶν οἰ‐ κείων ἐξερχομένων νεῶν καὶ τὰς ὑποκειμένας ληϊζομένων χώρας καὶ νήσους, ἐξαίφνης πλησίον αὐτῶν ἀφανῶς γεγονὼς ὁ τῶν Ῥω‐ μαίων στρατὸς ναυτικός, τὸ σύνθημα δόντος τοῦ στρατηγοῦ, ἐπι‐ τίθεται τοῖς πολεμίοις ἀπροόπτως ἐν τῇ νυκτί. καὶ μήτε συστῆ‐ | |
10 | ναι μήτε πρὸς ἀλκὴν τραπῆναι σχόντες καιρὸν δυστυχῶς ἀπεσφάτ‐ τοντο, καὶ αἱ τούτων ναῦς πυρὶ μετὰ τῶν ἐπιβατῶν καὶ τῶν σὺν αὐτοῖς κατεφλέγοντο. ὅσαι δὲ τὸν τοῦ πυρὸς κίνδυνον διέφυγον, ταύτας τῇ ἐν Μεθώνῃ τοῦ θεοῦ ἐκκλησίᾳ φέρων ὁ Νάσαρ ὡς χαριστήρια ἐδωρήσατο, καὶ ἀπὸ τῶν λαφύρων καὶ τῶν περιλει‐ | |
15 | φθέντων σωμάτων ὠφεληθῆναι τὸν ὑπ’ αὐτὸν λαὸν συνεχώρησεν. δηλοποιεῖ δὲ ταῦτα θᾶττον τῷ βασιλεῖ, καὶ περὶ τοῦ τί χρὴ τὸ ἐντεῦθεν πράττειν καὶ ποῖ τραπέσθαι πυνθάνεται. ὃν ἐπὶ τοῖς πεπραγμένοις ἐπαινέσας ὁ βασιλεὺς προσωτέρω χωρεῖν ἐγκε‐ λεύεται. | |
20 | 64 Ἐπεὶ οὖν τοῖς προκατειργασμένοις πρόθυμος ἦν ὁ στρατός, διαπεραιοῦται πρὸς Σικελίαν καὶ Πάνορμον, καὶ τὰς ἐνταῦθα πόλεις, ὅσαι τοῖς ἐκ Καρχηδόνος Ἀγαρηνοῖς ἐτέλουν ὑπό‐ φοροι, ἐπιὼν ἐληΐζετο· καὶ φορτηγῶν νεῶν καὶ σκαφῶν παμπολ‐ | |
λῶν ἐκράτησεν, ὧν ὁ φόρτος ἔλαιόν τε δαψιλὲς ἦν καὶ ἄλλα τῶν | ||
305 | τιμιωτέρων πολλά. τοσοῦτον δέ φασιν ἐπευωνηθῆναι τότε τὸ ἔλαιον ἐκ τῆς τοιαύτης προσαγωγῆς ὥστε ὀβολοῦ τὴν λίτραν πι‐ πράσκεσθαι. (65) διαπεράσας δὲ καὶ πρὸς τὰ τῆς Ἰταλίας μέρη ὁ αὐτὸς στόλος, καὶ ταῖς ὁπλιτικαῖς καὶ ἱππικαῖς τῶν Ῥωμαίων | |
5 | δυνάμεσιν ἑνωθείς, ὧν Προκόπιος ὁ τοῦ βασιλέως ἡγεῖτο πρωτο‐ βεστιάριος καὶ Λέων ὁ τῶν Θρᾳκῶν καὶ Μακεδόνων τότε στρα‐ τηγός, ὃν Ἀποστύππην ἐκάλουν, πολλὰ καὶ ἐπωφελῆ τῇ Ῥωμαίων ἀρχῇ κατεπράξατο· τόν τε γὰρ ἐξ Ἀφρικῆς αὖθις ἐξελθόντα στό‐ λον ἐν τῇ νήσῳ τῇ καλουμένῃ Στῆλαι ὁ αὐτὸς Νάσαρ κατεπολέ‐ | |
10 | μησε, καὶ τὰ ὑπὸ τῶν Ἀγαρηνῶν κατεχόμενα κάστρα ἔν τε Κα‐ λαβρίᾳ καὶ Λαγοβαρδίᾳ, πλὴν ὀλίγων πάνυ, πάντα τῆς βαρβα‐ ρικῆς χειρὸς ἠλευθέρωσε καὶ πρὸς τὴν Ῥωμαίων ἐξουσίαν μετή‐ γαγε. καὶ οὕτω μὲν ὁ ναυτικὸς στρατὸς κρείττων δόλου καὶ φθόνου φανεὶς καὶ νεμέσεως μετὰ πολλῶν λαφύρων καὶ νικητικῶν | |
15 | στεφάνων ἐπανῆλθε πρὸς βασιλέα, εὐφροσύνης ἐμπλήσας πᾶν τὸ πολίτευμα, καὶ βασιλεῖ πολλὰς ἀφορμὰς παρασχὼν τῆς πρὸς θεὸν εὐχαριστίας καὶ ἀνθομολογήσεως. 66 Αἱ πεζικαὶ δὲ δυνάμεις οὐ πάντῃ τὸν φθόνον διέφυ‐ γον, ἀλλ’ ἔργα μὲν ἀνδρικὰ καὶ λαμπρὰ κατειργάσαντο, ἐξ ἔρι‐ | |
20 | δος δὲ καὶ φιλονεικίας κατ’ αὐτὸν τὸν ἀγῶνα συμπεσούσης ἀπώ‐ λεσαν τὸν μείζονα στρατηγόν. τοῦ γὰρ Λέοντος διενεχθέντος | |
πρὸς τὸν Προκόπιον, συμβαλόντων δὲ ὅμως τοῖς πολεμίοις, συνέβη | ||
306 | τὸν μὲν Ἀποστύππην μετὰ τῶν Θρᾳκῶν τε καὶ Μακεδόνων κατὰ τὸ δεξιὸν μέρος ἀγωνιζόμενον κρατεῖν τῶν ἐχθρῶν καὶ πολὺν φό‐ νον ἐργάζεσθαι, τὸν δὲ Προκόπιον μετὰ τῶν Σκλαβηνῶν τε καὶ δυτικῶν κατὰ τὸ ἕτερον μέρος ἀντιταττόμενον ὑπὸ τῶν ἐναντίων | |
5 | πιέζεσθαι. μὴ πεμφθείσης δὲ παρὰ τοῦ συστρατηγοῦ βοηθείας πρὸς τὸ πονοῦν διὰ τὴν προηγησαμένην φιλονεικίαν, ἐτράπη καθα‐ ρῶς τὸ κατὰ τὸν Προκόπιον μέρος, καὶ αὐτὸς ἐκεῖνος ἐσφάγη κατὰ τὴν δίωξιν, τοῦ ἵππου συμπεσόντος αὐτῷ. τοιοῦτον δὲ τέ‐ λος τῆς μάχης ἐκείνης λαβούσης, θέλων τι καὶ ἕτερον λαμπρὸν ὁ | |
10 | Λέων ἐργάσασθαι, ὡς ἂν τὸ ἐκ τῆς ἔριδος συσκιάσῃ συμβάν, τό τε οἰκεῖον στράτευμα λαβὼν καὶ τοὺς ἐκ τῆς φυγῆς διασωθέντας τῶν ταττομένων ὑπὸ τὸν Προκόπιον συμπεριλαβὼν τὸ κάστρον κατεπολέμησε Τάραντος, ἔτι κατεχόμενον ὑπὸ τῶν Ἀγαρηνῶν, καὶ τοῦτο κατὰ κράτος εἷλε, καὶ πάντα τὸν ἐν αὐτῷ λαὸν ἐξην‐ | |
15 | δραποδίσατο· ἐξ ὧν τό τε στρατιωτικὸν ἀποχρώντως ὠφεληθῆναι συνεχώρησε καὶ βασιλεῖ συχνὰ προσήγαγε λάφυρα. ἀλλ’ οὐκ ἐπεῖδε τούτοις ἡδέως ὁ βασιλεύς, οὐδὲ ὡς ἀριστέα τὸν Λέοντα ἀντημείψατο, ἀλλ’ ἐπεὶ διερευνώμενος εὕρισκεν ἐκ τῆς συμπεσού‐ σης φιλονεικίας κατ’ αὐτὴν τοῦ πολέμου συμβολὴν ἀπολωλέναι τὸν | |
20 | ὁμοστράτηγον, τῆς τε ἀρχῆς παρέλυσε καὶ ἐξόριστον ἐν τῷ ἰδίῳ οἴκῳ ἀπέστειλε πλησίον Κοτυαείου τυγχάνοντι. | |
67 Τοιαύταις δὲ καὶ μετὰ ταῦτα τύχαις ὁ Ἀποστύππης | ||
307 | ἐχρήσατο. συμφρονήσαντες γὰρ κατ’ αὐτοῦ ὅ τε πρωτοστράτωρ Βαϊάνος καὶ Χαμάρετος ὁ κουβικουλάριος καὶ πρῶτος τῶν οἰκειο‐ τάτων αὐτῷ γραφὴν κατὰ τοῦ ἰδίου δεσπότου πρὸς βασιλέα συνέ‐ θεσαν, δι’ ἧς ἐδηλοῦτο καὶ ὁ τοῦ πρωτοβεστιαρίου Προκοπίου | |
5 | θάνατος γνώμῃ τοῦ κυρίου αὐτῶν γεγονὼς καὶ καθοσιώσεως ἔγ‐ κλημα καὶ ἄλλα τινὰ βαρέα καὶ δυσχερῆ. ἣν ὁ Χαμάρετος λα‐ βὼν καὶ πρὸς τὴν βασιλεύουσαν εἰσελθὼν τῷ βασιλεῖ ἐπιδέδωκεν. μαθόντες δὲ τοῦτο οἱ τοῦ Ἀποστύππη υἱοί, ὅ τε Βάρδας καὶ ὁ Δαβίδ, αὐτόχειρες τοῦ Βαϊάνου καθίστανται, τοῖς ξίφεσιν αὐτὸν | |
10 | ἀνηλεῶς κατακόψαντες. διὰ δὲ τὸ τοιοῦτον τόλμημα καὶ τὸ ἐκ βασιλέως δέος ὥρμησαν μετὰ τοῦ πατρὸς πρὸς Συρίαν φυγεῖν. ἀκούσας δὲ ταῦτα ὁ βασιλεὺς σὺν τάχει πολλῷ Βαρτζαπέδονα τὸν μαγκλαβίτην ἀπέστειλε πρὸς τὸ κατασχεῖν αὐτοὺς καὶ πρὸς αὐτὸν ἀγαγεῖν. οὓς ἤδη πρὸς Καππαδοκίαν κατέλαβε, τὴν πρὸς Συ‐ | |
15 | ρίαν ὁδὸν συντόνως ἐλαύνοντας. πειραθεὶς οὖν αὐτοὺς κατὰ τὸ πρόσταγμα τὸ βασιλικὸν κατασχεῖν, ἐκείνων δὲ ἀντιστάντων καὶ ἀμυνομένων εἰς δύναμιν, συνέβη κατὰ τὴν τοιαύτην ἁψιμαχίαν καὶ στάσιν σφαγῆναι τοὺς δύο τοῦ Ἀποστύππη υἱούς, αὐτὸν δὲ ληφθῆναι καὶ δέσμιον ἀχθῆναι πρὸς βασιλέα κατὰ τὰς ἐν Ἱερείᾳ | |
20 | βασιλικὰς οἰκίας τὸ τηνικαῦτα τυγχάνοντα· ὃς τῇ κρίσει Μανουὴλ τοῦ μαγίστρου βασιλικῇ κελεύσει ὑποπεσὼν καὶ τὸν ἕνα τῶν ὀφθαλ‐ | |
μῶν ἐκκοπείς, ἀφαιρεθεὶς δὲ καὶ τῶν χειρῶν τὴν μίαν διά τε τὴν | ||
308 | ἔνδειξιν τὴν κατ’ αὐτοῦ καὶ διὰ τὴν πεῖραν τῆς πρὸς τοὺς πολε‐ μίους φυγῆς, τὸ λοιπὸν ἐν Μεσημβρίᾳ ἐξόριστος κατεγήρασε. καὶ τὰ μὲν κατὰ τὸν Ἀποστύππην, οὐδὲ ἄλλως ὄντα χρηστόν, τοιοῦτον τέλος ἐδέξατο. | |
5 | 68 Ἐν ὅσῳ δὲ τὰ κατὰ τὴν ἑσπέραν διὰ τῶν ὑποστρατή‐ γων τῷ βασιλεῖ κατεπράττετο, οἱ ἐκ μεσημβρίας ἀναπνεύσαντες Ἄραβες ἀργεῖν τε καὶ σχολάζειν καὶ ῥαθυμοῦν νομίσαντες ἀνεθάρ‐ ρησαν, καὶ τῶν κατὰ θάλασσαν ἀνθάπτεσθαι πραγμάτων πάλιν διέγνωσαν, καὶ δὴ κατά τε τὴν Αἴγυπτον καὶ τὰς ἐν Συρίᾳ παρα‐ | |
10 | θαλασσίους πόλεις ναῦς τεκτηνάμενοι κατὰ τῆς ὑποφόρου Ῥω‐ μαίοις γῆς καὶ θαλάσσης ἐκστρατεῦσαι διενοοῦντο. κρίναντες δὲ δεῖν διὰ κατασκόπων πρότερον τὰ βασιλέως πράγματα κατιδεῖν, τὸν ἐποψόμενον ἕκαστα καὶ πρὸς αὐτοὺς ἀπαγγελοῦντα, Ῥωμαϊκῇ στολῇ καὶ γλώσσῃ χρώμενον, ἐξαπέστειλαν. ὁ δὲ βασιλεὺς ταῖς | |
15 | περὶ τοῦ κοινοῦ φροντίσιν ἀεὶ ἀγρυπνῶν καὶ τὰ δέοντα προπαρα‐ σκευαζόμενος, ἐπεὶ μηδὲ τὰ ἐν Συρίᾳ ναυπηγούμενα πλοῖα τοῦ‐ τον διέλαθε, πλειόνων τριήρων καὶ διήρων κατασκευὴν ἐποιήσατο, καὶ τὰς ναυτικὰς δυνάμεις κατὰ τὴν βασιλίδα συναγαγὼν ἐκαρα‐ δόκει τὸ μέλλον. καὶ τέως μέν, ὡς ἂν μὴ σχολάζων ὁ ναυτικὸς | |
20 | ὄχλος ἀτακτότερος γένοιτο, ἐν τῇ ἀνοικοδομῇ τοῦ κατὰ τὴν βασί‐ λειον αὐλὴν ἐγειρομένου τότε ναοῦ εἰς ὄνομα τοῦ σωτῆρος ἡμῶν | |
Ἰησοῦ Χριστοῦ καὶ τῶν ἀρχιστρατήγων καὶ Ἠλιοὺ τοῦ Θεσβίτου | ||
309 | διωρίσατο αὐτοὺς ὑπουργεῖν, ὅτε δὲ τῶν ὁρίων Συρίας ὁ ἐκεῖθεν στόλος ὑπερκύπτων φανῇ, ἀποσταλῆναι καὶ τούτους πρὸς τὴν ἐκείνων ἀντιπαράταξιν. ἐλθὼν οὖν ὁ ἀπὸ Συρίας κατάσκοπος, καὶ τό τε πλῆθος ἰδὼν τῶν νεῶν καὶ τὴν δύναμιν ὡς ἑτοίμη | |
5 | πάρεστι πρὸς τὴν ἔκπεμψιν, καὶ πάντα καταμαθών τε καὶ στοχα‐ σάμενος, ἀπαγγέλλει τοῖς ἀποστείλασιν, οἳ παρ’ ἐλπίδα τὸ ἐμπα‐ ράσκευον βασιλέως ἀκούσαντες, τότε μὲν πτήξαντες τὴν ἡσυχίαν ἠγάπησαν καὶ τὴν πρὸς τὸν ἔκπλουν σπουδὴν διελύσαντο, ἔμενε δὲ ὅμως κατὰ τὴν βασιλεύουσαν ἡ ναυτικὴ πληθὺς εἰς τὸ εἰρημέ‐ | |
10 | νον ἔργον ἀσχολουμένη. 69 Οἱ δὲ ἐν Καρχηδόνι βάρβαροι διὰ τὰς προγεγενημένας ἥττας δείσαντες μὴ πρὸς τὴν αὐτῶν ἤδη πρὸς τὸ ἑξῆς διαπερᾶσαι ὁ στόλος ὁ Ῥωμαϊκὸς πειρασθῇ, καὶ διὰ τοῦτο ναῦς ἱκανὰς καὶ αὐτοὶ τεκτηνάμενοι, ἐπεὶ τοῦ ἦρος διεληλυθότος οὐδεμίαν ἐκ βα‐ | |
15 | σιλέως δύναμιν κατελθοῦσαν ἐπύθοντο, ὑποτοπήσαντες πρὸς ἄλ‐ λοις πολέμοις ἄσχολον τυγχάνειν τὸν βασιλέως στρατὸν ἐκστρα‐ τεύεσθαι κατὰ Σικελίας ἐθάρρησαν, καὶ πρὸς τὴν ταύτης ἐλθόν‐ τες μητρόπολιν, τὰς Συρακούσας φημί, ταύτην ἐπολιόρκουν καὶ περὶ αὐτὴν ἐληΐζοντο καὶ κατεδῄουν τὴν χώραν καὶ τὰ προάστεια. | |
20 | τοῦ δὲ στρατηγοῦ τῆς Σικελίας δῆλα ταῦτα τῷ βασιλεῖ καταστή‐ σαντος, εὐθέως ἡ κατὰ Συρίας εὐτρεπισθεῖσα δύναμις πρὸς Σι‐ κελίαν ἐκπέμπεται, Ἀδριανόν τινα ναύαρχον ἔχουσα· οὗτος γὰρ | |
ἔτυχε τότε τῆς ναυτικῆς δυνάμεως ἐξηγούμενος. ὃς ἀπὸ τῆς βα‐ | ||
310 | σιλίδος ἐξορμισάμενος, πνευμάτων δὲ μὴ εὐμοιρήσας ἐπιτηδείων καὶ δεξιῶν, μόλις κατῆλθεν ἄχρι Πελοποννήσου, ἐν Μονεμβασίᾳ δὲ ἐν τῷ λιμένι τῷ καλουμένῳ Ἱέρακος προσορμίσας τὰς ναῦς ἐπί‐ φορον πνεῦμα ἀνέμενε, ῥαθυμότερος, ὡς ἔοικεν, ὢν καὶ μὴ ἔχων | |
5 | ζέουσαν τὴν ψυχήν, ὥστε καὶ πρὸς ἐναντία παραβάλλεσθαι πνεύ‐ ματα καὶ δι’ εἰρεσίας ἐν ταῖς διὰ μέσου γαλήναις πρὸς τὸ προκεί‐ μενον κατεπείγεσθαι. ἐπὶ πολὺ δὲ χρονοτριβοῦντος αὐτοῦ κατὰ τὸν εἰρημένον λιμένα, καὶ τῶν Ἀγαρηνῶν σφοδρότερον τῇ πολιορ‐ κίᾳ ἐπικειμένων καὶ πᾶσαν μηχανὴν κινούντων καὶ σπευδόντων | |
10 | πρὸ τοῦ ἐπιστῆναι τοῖς πολιορκουμένοις βοήθειαν ἀνύσαι τὸ σπου‐ δαζόμενον, συνέβη τὴν πόλιν κατὰ κράτος ἁλῶναι καὶ τῶν ἀντι‐ ταττομένων φόνον γενέσθαι πολύν, ἐξανδραποδισθῆναι δὲ πᾶσαν τὴν κατὰ τὸ ἄστυ πληθὺν καὶ τὸν ἐν αὐτῇ πλοῦτον λάφυρα τοῖς πολεμίοις γενέσθαι, κατασκαφῆναι δὲ τὴν πόλιν καὶ πυρὶ δοθῆναι | |
15 | τοὺς ἐν αὐτῇ θείους ναούς, καὶ ἐρείπιον χρηματίσαι τὴν μέχρι τότε πόλιν περιφανῆ καὶ λαμπρὰν καὶ πολλὰς πολλάκις Ἑλληνικάς τε καὶ βαρβαρικὰς δυνάμεις ἐπ’ αὐτὴν ἐλθούσας καταβαλοῦσαν, (70) τοῦ δὲ συμβάντος αἴσθησις ἀπὸ τοιαύτης αἰτίας γίνεται τῷ Ἀδριανῷ. τόπος τις ἔστι κατὰ Πελοπόννησον οὐ μακρὰν | |
20 | Μονεμβασίας διεστηκώς, καθ’ ἣν ὁ Ῥωμαϊκὸς στόλος ηὐλίζετο, Ἕλος προσαγορευόμενος, ἀπὸ τῆς περὶ αὐτὸν δασείας καὶ συνηρε‐ φοῦς ὕλης τὸ ὄνομα κληρωσάμενος. ἐν τούτῳ τοίνυν δαιμονία τις | |
ἐφήδρευε δύναμις, ἣ καὶ ὑπὸ τῶν ἐκεῖσε νεμόντων ποιμένων πολ‐ | ||
311 | λάκις ἐθεραπεύετο, ὡς ἂν ἀσινῆ δῆθεν ἐκ τούτων τὰ νεμόμενα διαφυλάττοιτο θρέμματα. ὧν τινῶν δαιμόνων οἱονεὶ πρὸς ἀλλή‐ λους διαλεγομένων καὶ ἐπιχαιρόντων ἤκουσαν οἱ νομεῖς ὡς ἑάλω τῇ χθὲς ἡμέρᾳ Συράκουσα καὶ τὰ ἐν αὐτῇ πάντα κατέσκαπται καὶ | |
5 | πυρὶ παραδέδοται. ἅπερ πρός τινας τῶν νομέων ἐξηγουμένων ἔφθασε καὶ πρὸς τὸν Ἀδριανὸν τὸ διήγημα. ὁ δὲ τοὺς ποιμένας αὐτοὺς μετακαλεσάμενος καὶ πολυπραγμόνως ἀναζητήσας, εὗρε τοῖς ἀκουσθεῖσι συμβαίνοντα καὶ τὰ παρὰ τῶν ποιμένων λεγό‐ μενα. βουληθεὶς δὲ καὶ αὐτήκοος γενέσθαι, καὶ πρὸς τῷ τόπῳ | |
10 | μετὰ τῶν ποιμένων γενόμενος, καὶ δι’ αὐτῶν τοῖς δαίμοσι προσα‐ γαγὼν τὴν ἐρώτησιν περὶ τοῦ πότε καταλήψεται Συρακούσας, ἤκουσεν ὅτι ἤδη ἑάλω ἡ Συράκουσα. λύπῃ δὲ καὶ ἀμηχανίᾳ πε‐ ρισχεθεὶς ὅμως πάλιν ἀνέφερε, μὴ χρῆναι πιστεύσιν οἰόμενος τὰ παρὰ τῶν πονηρῶν δαιμόνων λεγόμενα ὡς οὐκ οὔσης αὐτοῖς τῆς | |
15 | προγνώσεως, ἀγνοῶν ὅτι τοῦτο οὐχὶ πρόγνωσις ἦν ἀλλὰ τῶν ἀπο‐ βάντων καὶ τελεσθέντων δήλωσις, ἐκ τοῦ λεπτομεροῦς καὶ ταχυ‐ κινήτου τὴν ἐξ ἀνθρωπίνης ἐπιδημίας ἀπαγγελίαν προφθανόντων αὐτῶν. διαπιστοῦντος δ’ οὖν ὅμως αὐτοῦ, μετὰ δεκάτην ἡμέραν τινὲς τῶν διαδράντων τὸν ὄλεθρον, ἀπὸ τῶν κατὰ Πελοπόννησον | |
20 | Μαρδαϊτῶν καὶ Ταξατῶν τυγχάνοντες, αὐτάγγελοι τῶν ὀλεθρίων διηγημάτων γεγόνασιν. ἀφ’ ὧν τὴν πληροφορίαν δεξάμενος ὁ Ἀδριανός, ὡς εἶχε τάχους, ἐπεὶ καὶ τὰ πρὸς τὴν κάθοδον ἐναν‐ | |
τιούμενα πνεύματα ἐπιτήδεια πρὸς τὴν ἄνοδον καθεστήκεισαν, | ||
312 | καταλαμβάνει μετὰ τοῦ στόλου τὴν βασιλεύουσαν, καὶ τῷ μεγάλῳ τοῦ θεοῦ τεμένει, ἐν ᾧ τὸ τῆς αὐτοῦ σοφίας ἐπικεκήρυκται ὄνομα, ὡς ἱκέτης προσέφυγεν. ἀλλὰ τοῦ μεγέθους τῆς συμφορᾶς τὰ βα‐ σιλέως σπλάγχνα δριμέως διασπαράξαντος καὶ πρὸς ἀμετρίαν σχε‐ | |
5 | δὸν θυμοῦ καὶ λύπης προαγαγόντος, οὐδ’ αὐτὸς ὁ θεῖος ναός, οὐδ’ ὁ ὑπὲρ αὐτοῦ πρεσβεύων ἀρχιερεὺς τῆς παντελοῦς τιμωρίας ἐξείλκυσε τὸν Ἀδριανόν, ἀλλὰ τῆς ἐσχάτης μὲν καὶ προσηκούσης τυχὸν ἐλυτρώσατο, τῆς μετρίας δὲ καὶ πρὸς σωφρονισμὸν τῶν ἄλλων ἐπαγομένης καθάπαξ αὐτὸν ἀθωῶσαι οὐκ ἴσχυσεν. οὕτως | |
10 | ἐν τοῖς ἰδίοις μέτριον ἔχων καὶ κεκολασμένον ὁ βασιλεὺς τὸν θυμὸν ἐν τοῖς κοινοῖς οὐ πάνυ τι ἐμετρίαζεν. 71 Οὕτω τοίνυν τῶν κατὰ τὴν ἑσπέραν πάλιν κρατυνο‐ μένων ἐχθρῶν, καὶ ἀπὸ τῆς παρούσης εὐτυχίας καὶ κατὰ τῶν προσεχεστέρων ἐκστρατεῦσαι προσδοκωμένων, ἀποστέλλεται Στέ‐ | |
15 | φανος ὁ καὶ Μαξέντιος προσαγορευόμενος, ὃς ἐκ Καππαδοκῶν, στρατηγὸς τῶν ἐν Λαγοβαρδίᾳ δυνάμεων μετὰ Θρᾳκῶν καὶ Μα‐ κεδόνων καὶ ἐπιλέκτων Χαρσιανιτῶν καὶ Καππαδοκῶν. ὃς τὴν ἀποδειχθεῖσαν τῆς ἀρχῆς χώραν καταλαβών, καὶ τὴν πόλιν Ἀμαν‐ τίας ὑπὸ τῶν Σαρακηνῶν κατεχομένην ἀφελέσθαι πειραθεὶς ἐξ | |
20 | αὐτῶν, καὶ διὰ τὴν προσοῦσαν αὐτῷ μέλλησιν καὶ ῥαθυμίαν, ὡς ἔοικε, μᾶλλον δὲ ἀνανδρίαν τε καὶ τρυφήν, μηδὲν ἄξιον λόγου καὶ τῆς περὶ αὐτὸν δυνάμεως καταπράξασθαι δυνηθείς, παρα‐ | |
λύεται τῆς ἀρχῆς, καὶ ἀντ’ αὐτοῦ ἀποστέλλεται Νικηφόρος ὁ | ||
313 | κατὰ τὸν Φωκᾶν προσαγορευόμενος, ἀνὴρ ἐπιμελής τε καὶ ἄγρυ‐ πνος καὶ κατὰ χεῖρά τε καὶ βουλὴν γενναῖός τε καὶ συνετός, προσεπ‐ αγαγὼν καὶ πλείονα δύναμιν ἀπὸ τῶν κατὰ τὴν ἀνατολὴν ἀρχόν‐ των καὶ τὸν Διακονίτζιν ἐκεῖνον, ὃς ὑπηρέτης ποτὲ τοῦ κατὰ τὴν | |
5 | Τεφρικὴν Χρυσόχειρος ἦν, στῖφος τῶν ἀπὸ Μάνεντος τὴν θρη‐ σκείαν ἑλκόντων προσεπαγόμενον. ἑνωθεὶς οὖν ὁ Νικηφόρος ταῖς μετὰ Στεφάνου δυνάμεσι πολλὰ καὶ συνέσεως ἔργα καὶ πολεμικῆς ἀνδρίας καὶ γενναιότητος ἀπεδείξατο. τήν τε γὰρ πόλιν Ἀμαν‐ τίας εὐθὺς ἐχειρώσατο, τοὺς ἀντιταξαμένους ἐχθροὺς φόνῳ πολλῷ | |
10 | τρεψάμενος, καὶ τὸ κάστρον ὃ Τρόπας κατωνομάζετο καὶ τὸ τῆς ἁγίας Σευηρίνης πρὸς τὴν προτέραν δεσποτείαν τῆς Ῥωμαϊκῆς ἀρ‐ χῆς μετηγάγετο, καὶ μάχαις ἄλλαις καὶ παρατάξεσι τοὺς ἐκ τῆς Ἄγαρ νενίκηκε, καὶ τοῖς ἐξ αὐτῶν λαφύροις τὸν ὑπ’ αὐτὸν στρα‐ τὸν ἱκανῆς ὠφελείας ἐνέπλησε. καὶ ταῦτα μέν, ἕως ὁ ἐν βασι‐ | |
15 | λεῦσιν ἀοίδιμος ἔζη Βασίλειος, ὁ ἀνὴρ κατεπράξατο· τὰ δὲ λεί‐ ποντα προσέθηκεν ὕστερον ἐπὶ τοῦ πραοτάτου καὶ σοφωτάτου βα‐ σιλέως ἁπάντων Λέοντος τοῦ ἐκείνου υἱοῦ. εἰ δὲ μὴ συνημμέναι τοῖς χρόνοις ἀλλήλαις αἱ μάχαι ἐτύγχανον, ὥσπερ οὖν ἡ διήγησις, ἀλλ’ ὅμως ἐπεὶ ὁ ἑκάστης πράξεως ἀκριβὴς ἠγνοεῖτο χρόνος, διὰ | |
20 | τοῦτο μίαν κατὰ τὴν ἐπαγγελίαν τάξιν ἐδέξατο ἅπαντα. Καὶ τὰ μὲν ἐν πολέμοις καταπραχθέντα διά τε αὐτοῦ καὶ | |
διὰ τῶν ὑποστρατήγων Βασιλείῳ τῷ βασιλεῖ, ὅσα εἰς ἐμὴν ἔφθα‐ | ||
314 | σεν ἐλθεῖν ἀκοήν, διά τε τῆς ξηρᾶς καὶ ὑγρᾶς κατὰ ἀνατολὴν καὶ δύσιν, τοιαῦτα καὶ τοσαῦτα ἐτύγχανεν. 72 Χρὴ δὲ αὖθις τὸν λόγον ἀναδραμεῖν ἐπὶ τὰς πράξεις ἐκείνας ὧν αὐτουργὸς ὁ βασιλεὺς ἐχρημάτιζεν, καὶ διηγήσασθαι | |
5 | ὅπως ἀεὶ τοῖς κοινοῖς ἐνασχολούμενος πράγμασι καὶ πρὸς τὴν κοσμικὴν ἐπιμέλειαν τεταμένην ἔχων διηνεκῶς τὴν διάνοιαν ἄλλοτε μὲν τὰ πρὸς τὸ δέον τῇ ἔμφρονι μεταχειρίσει κατηύθυνεν, ἄλλοτε δὲ τὴν ἀκοὴν ὑπετίθει καὶ ἐπιμελῶς ἠκροᾶτο ἱστορικῶν τε διηγη‐ μάτων καὶ πολιτικῶν παραγγελμάτων καὶ ἠθικῶν παιδευμάτων | |
10 | καὶ πατρικῶν τε καὶ πνευματικῶν νουθετημάτων καὶ εἰσηγήσεων, ἄλλοτε δὲ καὶ τὴν χεῖρα πρὸς τὸν γραφικὸν ἐξεπαίδευε καὶ κατηύ‐ θυνε κάλαμον, καὶ νῦν μὲν στρατηγῶν τε καὶ αὐτοκρατόρων ἀν‐ δρῶν ἤθη καὶ βίους καὶ μεταχειρίσεις πραγμάτων καὶ πολεμικοὺς ἀγῶνας διηρευνᾶτο, καὶ ἀνασκοπῶν, τὰ κράτιστα τούτων καὶ | |
15 | ἐπαινούμενα ἐκλεγόμενος, εἰς οἰκείας πράξεις ἐσπούδαζε τὴν μί‐ μησιν κατατίθεσθαι, νῦν δὲ τῶν ἐν τῇ κατὰ θεὸν ἀρίστῃ πολιτείᾳ διαπρεψάντων ἀνδρῶν τοὺς βίους ἐπιμελῶς καταμανθάνων καὶ τὰς ἀλόγους ὁρμὰς τῆς ψυχῆς περιέκοπτεν, αὐτὸν ἑαυτοῦ δεικνύειν ἐθέλων πρὸ τῶν ἐκτὸς αὐτοκράτορα, καὶ πολλὴν ἐντεῦθεν ἐκαρ‐ | |
20 | ποῦτο ὠφέλειαν. διὸ καὶ τοὺς ἔτι τῷ βίῳ περιόντας τῶν μακα‐ ρίων ἀνδρῶν, τῶν τὴν ἄϋλον πολιτείαν διαζώντων ἐν τῇ ὑλώδει | |
ταύτῃ ζωῇ καὶ πολίτευμα μεταθεμένων ἐν οὐρανοῖς, γνωρίζειν καὶ | ||
315 | ἐντυγχάνειν καὶ ὁμιλεῖν ἐποιεῖτο περὶ πολλοῦ καὶ ἐν μεγάλῃ φρον‐ τίδι ἐτίθετο. ὑπὸ δὲ τῆς ἄγαν εὐλαβείας οὐ πρὸς ἑαυτὸν αὐτοὺς μετεστέλλετο, ἀλλ’ οὐδὲν τὸν βασιλικὸν ὄγκον τιθέμενος ἐβάδιζε πρὸς αὐτούς, καὶ τῶν εὐχῶν αὐτῶν μετελάγχανε, καί πως ταῖς | |
5 | ἐξ αὐτῶν εὐλογίαις ἐστεφανοῦτο καὶ πρὸς τὸν θεῖον ἐστηρίζετο φόβον καὶ πρὸς τὰ τοῦ θεοῦ δικαιώματα κατηυθύνετο. καὶ ἀπὸ τούτου διηνεκῶς ἐνδιαιτωμένην παρ’ αὐτῷ τὴν τῶν ἀρετῶν ὑπῆρ‐ χεν ὁρᾶν τετρακτύν, καὶ ἐθαυμάζετο αὐτοῦ μετὰ τῆς ἀνδρίας τὸ φρόνημα καὶ μετὰ τῆς σωφροσύνης τὸ δίκαιον, καὶ πάντα εἶχε | |
10 | τὴν πρὸς τὸ κρεῖττον ἐπίδοσιν. καὶ ἐδόκει αὖθις ὁ βίος ἐπὶ τῆς ἀρχαίας γενέσθαι εὐταξίας καὶ καταστάσεως, αὐτοῦ τε διηνεκῆ κεκτημένου πρόνοιαν ὑπὲρ τοῦ εὐσταθεῖν τὸ ὑπήκοον καὶ ὑπὸ μη‐ δενὸς μηδένα ἐπηρεάζεσθαι, καὶ τῶν εἰς τὰς ἀρχὰς προβαλλομέ‐ νων ἑκάστοτε μιμεῖσθαι σπουδαζόντων τὴν δεσποτικὴν καὶ περὶ τὸ | |
15 | θεῖον εὐλάβειαν καὶ πρὸς τοὺς ἱερεῖς καὶ μονάζοντας αἰδῶ καὶ τὸν πρὸς τοὺς πένητας ἔλεον καὶ τὴν πρὸς πάντας δικαιοσύνην καὶ ἰσό‐ τητα. ἐκείνου γὰρ ἦν ἐντολὴ καὶ παράγγελμα τὸ μήτε τὸν ἥττονα ὑπὸ τοῦ μείζονος καταδυναστεύεσθαι μήτε τὸν ὑπερέχοντα ὑπὸ τοῦ ἐνδεοῦς λοιδορεῖσθαι ἢ διαβάλλεσθαι, ἀλλ’ ἐκεῖνόν τε ὡς | |
20 | ἀδελφὸν ἀγκαλίζεσθαι καὶ περιέπειν τὸν πένητα, καὶ τοῦτον ὡς | |
κοινὸν πατέρα καὶ σωτῆρα τὸν ὑπερέχοντα εὐλογεῖν καὶ ἀδόλως | ||
316 | αὐτῷ τὰ ἀγαθὰ παρὰ τοῦ κυρίου ἐπεύχεσθαι. οὕτω δὲ τὸν βίον αὐτοῦ ῥυθμίζων καὶ τῆς θείας προνοίας τὴν οἰκείαν ἐξαρτῶν πολλὰ τῶν δεόντων κατὰ τοὺς ὕπνους ἐναργῶς ἐδιδάσκετο· καὶ ὅταν ἔμφροντις ἐπὶ τὴν κοίτην ᾔει καὶ περί τινος τῶν κοινῶν ἐσφάδαζε | |
5 | μεριμνῶν, πολλάκις ὄναρ ἑώρα τὸ ἐκβησόμενον καὶ ἐπ’ ἐλπίδος ἐγίνετο ἀγαθῆς καὶ τὸν τῆς ψυχῆς κατέστελλε θόρυβον. καὶ οὐ‐ δὲν θαυμαστὸν τοὺς λειτουργίαν ὥσπερ τινὰ τὴν ἐπὶ τῆς γῆς ἐξου‐ σίαν ἀνύοντας καὶ τὴν θείαν τῷ ὄντι διακονίαν ἐκτελοῦντας ἐν τοῖς κάτω περὶ ἡμᾶς, καὶ πρὸς τὸ κρεῖττον ἀφωμοιωμένους παρά‐ | |
10 | δειγμα τὸν δυνατὸν τρόπον, ὑπὸ τῆς προνοίας παραθαρρύνεσθαι καὶ πρὸς τὸ συμφέρον ἰθύνεσθαι καὶ τὰ μέλλοντα προδιδάσκε‐ σθαι. 73 Ἀλλ’ ὅπερ ἡ ῥύμη τοῦ λόγου παρήνεγκε φέρουσα καὶ κατὰ τὸν οἰκεῖον ῥηθῆναι καιρὸν οὐκ ἐπέτρεψεν, ἐνταῦθα ἤδη | |
15 | μετὰ τὸ σχολάσαι τῶν πολεμικῶν ἀγώνων τὸν λόγον καὶ τῶν πολεμικῶν ἀφηγήσεων καλὸν ἀναγράψασθαι. λέγω δὲ τὸ περὶ τὴν μνήμην καὶ ἀμοιβὴν τῶν ἐν τῇ ἐλάττονι ἔτι τύχῃ ὄντα θεραπευ‐ σάντων τὸν βασιλέα, καὶ τὸ μὴ ἐπιλαθέσθαι αὐτῶν αἰτησαμένων ἐν τῇ τῆς τύχης λαμπρότητι. οὗτοι δὲ ἦσαν ὁ τοῦ ἁγίου Διομή‐ | |
20 | δους τῆς μονῆς προεστὼς καὶ ἡ ἐκ Πελοποννήσου γυνὴ Δανηλίς, οἷς τῶν ἐλπισθέντων ἀπέδωκε μείζονα. τόν τε γὰρ μέγαν ἐν μάρ‐ | |
τυρσι Διομήδην καὶ ἀναθημάτων πολυτελῶν ἀναθέσει καὶ βιβλίων | ||
317 | ἱκανῶν παροχῇ καὶ κειμηλίων ἄλλων καὶ λαμπρῶν ἐσθημάτων προσαγωγῇ μεγαλοπρεπῶς ἐφάνη κοσμῶν, καὶ τὴν ἐπ’ ὀνόματι τούτου μονὴν καὶ κτημάτων ἐπιδόσει μεγάλων τε καὶ προσόδων ἱκανῶν ἀφθόνῳ χορηγίᾳ καὶ δαψιλείᾳ πρὸς τὸ εὔπορον ἤγαγε, | |
5 | καὶ τὸ πανταχόθεν ἀνενδεὲς αὐτῇ ἐμνηστεύσατο, καὶ κτισμάτων πολυτελέσιν οἰκοδομαῖς κατελάμπρυνε, καὶ παντοίως ὑπερῆρε καὶ κατεπλούτισεν. (74) τὸν δὲ τῆς Δανηλίδος υἱὸν ἅμα τῷ γενέ‐ σθαι τῆς ἀρχῆς ἐγκρατὴς μεταπεμψάμενος τῷ τοῦ πρωτοσπαθα‐ ρίου ἐτίμησεν ἀξιώματι καὶ τῆς πρὸς αὐτὸν παρρησίας μετέδωκε | |
10 | διὰ τὴν φθάσασαν κοινωνίαν τῆς πνευματικῆς ἀδελφότητος. ἐπεὶ δὲ καὶ ἡ μήτηρ αὐτοῦ, καίπερ σχεδὸν γραῦς ἤδη τυγχάνειν νομι‐ ζομένη, πόθον ἔσχε καὶ μεγάλην ἔφεσιν ὥστε τὸν βασιλέα ἰδεῖν καὶ ἀπολαῦσαί τινος καὶ αὐτὴ περισσοτέρας ἐν τῷ γήρᾳ τιμῆς διὰ τὴν ἐκ τοῦ εὐλαβοῦς μοναχοῦ προαγόρευσιν καὶ διὰ τὴν ἄλλην | |
15 | εὐεργεσίαν τε καὶ δεξίωσιν, προστάξαντος τοῦ βασιλέως ἐντίμως πάνυ καὶ μετὰ μεγάλης δορυφορίας καὶ ὑπηρεσίας πρὸς τὴν βα‐ σιλεύουσαν ἀνελήλυθεν. ὡς γὰρ οὔτε ὀχήματι ἔποχος οὔτε ἵππῳ γενέσθαι ἦν δυνατή, τυχὸν δὲ καὶ τρυφῶσα διὰ τὴν ἄφθονον τοῦ πλούτου περιουσίαν, ἐπὶ σκίμποδος αὐτὴν ἀνακλίνασα, καὶ τρια‐ | |
20 | κοσίους τῶν οἰκετῶν ἀπολέξασα νέους καὶ ἰσχυροὺς τὸ σῶμα, βαστάζοντας αὐτὴν ἀνιέναι ἐκελεύσατο, καὶ οὕτως ὑπὸ δέκα τὸ λέχος αἰρόντων καὶ ἐκ διαδοχῆς ἀλλήλους ὑπαλλασσόντων τὴν ἐκ Πελοποννήσου μέχρι τῆς βασιλευούσης ταύτης τῶν πόλεων πορείαν | |
διήνυσεν. δοχῆς δὲ γεγονυίας ἐν τῇ Μαγναύρᾳ, καθώς ἐστιν | ||
318 | ἔθος τοῖς βασιλεῦσι Ῥωμαίων ποιεῖν, ὅταν τινὰ τῶν ἐφ’ ἡγεμο‐ νίας ἔθνους τινὸς περιφανῶν καὶ μεγάλων εἰσδέχεσθαι μέλλωσιν, εἰσήχθη καὶ αὐτὴ πρὸς βασιλέα ἐντίμως τε καὶ λαμπρῶς, εἰσαγα‐ γοῦσα καὶ δῶρα πολυτελῆ, οἷα τῶν ἐθνικῶν βασιλέων οὐδεὶς σχε‐ | |
5 | δὸν μέχρι καὶ τότε πρὸς βασιλέα Ῥωμαίων εἰσήγαγεν. ἦσαν γὰρ οἰκετικὰ μὲν πρόσωπα πεντακόσια, ἐξ ὧν ὑπῆρχον εὐειδεῖς ἐντο‐ μίαι τὸν ἀριθμὸν ἑκατόν. ᾔδει γάρ, ὡς ἔοικεν, ἡ πλουτοκράτωρ ἐκείνη γραῦς ὅτι ἀεὶ τυγχάνει χώρα τοῖς σπάδουσι τούτοις εἰς τὰ βασίλεια, καὶ ἐν τούτοις ὑπὲρ τὰς μυίας ἐν ἔαρος ὥρᾳ κατὰ προ‐ | |
10 | βάτων σηκὸν ἀναστρέφονται· καὶ διὰ τοῦτο τούτους προηυτρεπί‐ σατο, ὡς ἂν δορυφόρους αὐτοὺς εὑρίσκοι τυχὸν διὰ τὴν πάλαι δουλείαν, ὅταν εἰς τὰ βασίλεια εἴσεισιν. ἦσαν δὲ καὶ γυναῖκες σκιάστριαι ἑκατόν, καὶ Σιδόνια ἔργα παμποίκιλα, ἃ δὴ νῦν πα‐ ραφθαρέντος τυχὸν τοῦ ὀνόματος τῇ τῶν πολλῶν ἀμαθίᾳ λέγεται | |
15 | σενδαῖς, ἑκατόν, λινομαλοτάρια ἑκατὸν (καλὸν γὰρ ἐπὶ τούτοις κοινολεκτεῖν), ἀμάλια λινᾶ ψιλὰ διακόσια, καὶ ἕτερα ὑπὲρ τὰ τοῦ ἀραχνίου νήματα εἰς λεπτότητα, ὧν ἕκαστον εἰς καλάμου κόνδυλον ἐνεβέβλητο, καὶ αὐτὰ ἑκατόν, καὶ σκεύη πολυτελῆ ἐξ ἀργύρου καὶ χρυσοῦ ἱκανὰ καὶ διάφορα. (75) ἀποδεχθεῖσα δὲ | |
20 | δεξιῶς καὶ φιλοφρονηθεῖσα μεγαλοπρεπῶς ἀναλόγως τῆς προαιρέ‐ σεως καὶ εὐγενείας αὐτῆς, καὶ μήτηρ καλεῖσθαι βασιλέως ἀξιω‐ | |
θεῖσα, καὶ πολλῶν μετασχοῦσα βασιλικῶν δεξιώσεων καὶ τιμῶν, | ||
319 | ἐγεγήθει τε καὶ ἐγάννυτο καὶ ἔκπλεως τὰς ἀμοιβάς, μᾶλλον δὲ καὶ ὑπεραιρούσας κατὰ πολὺ διωμολόγει λαβεῖν. διὸ δὴ καὶ προσέ‐ θηκεν ἔτι μεγαλοψύχως ἐπὶ τοῖς εἰρημένοις δώροις οὐ μικρὸν καὶ τῆς Πελοποννήσου μέρος, ὅπερ ὡς ἴδιον κτῆμα τυγχάνον αὐτῆς | |
5 | φιλοδώρως τότε τῷ υἱῷ καὶ βασιλεῖ ἐχαρίζετο. διατρίψασα δὲ κατὰ τὴν μεγαλόπολιν ταύτην ἐφ’ ὅσον αὐτῇ φιλοτιμιῶν τε καὶ ἀπολαύσεων, αὖθις πρὸς τὴν οἰκείαν χώραν ἀνθυπενόστησεν ὥσπερ τις δέσποινα τῶν ἐκεῖθεν βασίλισσα, πολλῷ πλείονας τῶν προτέρων καὶ μείζονας καρπουμένη τιμάς. ὃν δὲ τρόπον τὴν | |
10 | ἄνοδον ἐποιήσατο, τὸν αὐτὸν καὶ τὴν κάθοδον. (76) κατὰ δὲ τὸν καιρὸν ἐκεῖνον καὶ ὁ περικαλλὴς οὗτος ναὸς καὶ περίοπτος ᾠκοδομεῖτο ὃν νέαν βασιλικὴν ἐκκλησίαν λέγειν εἰώθαμεν, ὃς ἐπ’ ὀνόματι τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ Μιχαὴλ τοῦ πρώ‐ του τῶν ἀγγέλων καὶ Ἠλιοὺ τοῦ Θεσβίτου ἠγείρετο. λαβοῦσα δὲ | |
15 | μέτρα τοῦ ἔνδον τούτου χωρήματος ἡ γυνὴ εἰργάσατο καὶ ἀπέ‐ στειλε νακοτάπητας μεγάλους, τοὺς παρ’ ἡμῖν ἀπὸ τῆς εὐχῆς τὸ ἐπώνυμον φέροντας, ὑφ’ ὧν ἅπαν τὸ ἔδαφος, ἐκ διαφόρων ἐντί‐ μων λίθων, ψηφίδων δίκην ἐνηρμοσμένων, πρὸς ἀλλήλους συν‐ τεθειμένων, ποικιλίαν καὶ κάλλος ταώνων μιμούμενον, καλύπτε‐ | |
20 | σθαι ἔμελλε, θαύματος ἀξίους μεγέθει καὶ ὡραιότητι. ἀλλὰ καὶ καθ’ ἕκαστον χρόνον, ἕως ἔζη ὁ βασιλεύς, οὐκ ἐλάττονα τῶν | |
παρ’ αὐτῆς εἰσαχθέντων ἀπέστελλεν. ἐπεὶ δὲ ἔτυχε μακρόβιον | ||
320 | γενέσθαι αὐτὴν καὶ πλέον τῆς τοῦ βασιλέως ζωῆς τὴν ἐκείνης ἐπεκταθῆναι ζωήν, ζῶντος δὲ ἔτι καὶ τοῦ προορατικοῦ ἐκείνου μοναχοῦ ἤκουσε παρ’ αὐτοῦ ὅτι μετὰ δεύτερον χρόνον μέλλει ἀπαίρειν τοῦ ζῆν, ἐπεθύμησε καὶ τὸν ἐκείνου υἱὸν Λέοντα, ἤδη | |
5 | τὴν αὐτοκράτορα λαβόντα ἀρχήν, ἀνελθοῦσα ἰδεῖν, καὶ πάλιν κατὰ τὸν τρόπον τὸν πρότερον ὑπὸ νεανίσκων ἐκκρίτων αἰρομένη τὸ τοσοῦτον διάστημα τῆς ὁδοῦ διήνυσεν εὐμαρῶς καὶ ἀβαρῶς. ἰδοῦσα δὲ τὸν σοφώτατον καὶ πρᾶον βασιλέα Λέοντα, καὶ θαυ‐ μαστὰ δῶρα καὶ πρὸς τοῦτον εἰσαγαγοῦσα καὶ κληρονόμον αὐτὸν | |
10 | τῆς οἰκείας ποιησαμένη ὑπάρξεως (ἤδη γὰρ ὁ ταύτης υἱὸς Ἰωάν‐ νης ἐτύγχανε τὸν βίον ἀπολιπών), αἰτησαμένη δὲ καὶ βασιλικὸν ἀποσταλῆναι τὸν ἀπογράψασθαι καὶ παραλαβεῖν ὀφείλοντα τὴν περιουσίαν αὐτῆς, ἀπῆρεν αὖθις συνταξαμένη τῷ χρηστῷ βασιλεῖ ἐπὶ τὸ τῆς πατρίδος θρεψάμενον ἔδαφος, ὡς ἂν ἐν τούτῳ καὶ τὸν | |
15 | τῆς σαρκὸς ἀπόθηται χοῦν. καὶ δὴ κατελθοῦσα μετὰ μικρὸν ἐτε‐ λεύτησεν. (77) ὁ δὲ πρωτοσπαθάριος Ζηνόβιος, ὃς ἦν ὁρι‐ σθεὶς καὶ ἀποσταλεὶς πρὸς τὸ πάντα τὰ παρὰ τῆς γραὸς αἰτη‐ θέντα καὶ διατυπωθέντα ἀποπληρῶσαι, εἰς τὸ κάστρον Ναυπά‐ κτου ἤδη καταλαβὼν ἀνέμαθε παρὰ Δανιὴλ τοῦ ἐκγόνου αὐτῆς | |
20 | τὴν πρὸς τὸν ἐκεῖθεν βίον ἐκδημίαν αὐτῆς. ἀφικόμενος δὲ εἰς τὸν οἶκον αὐτῆς καὶ τὸ ἴσον τῆς διατάξεως αὐτῆς ἐπὶ χεῖρας λα‐ βὼν κατὰ τὴν ἐκείνης βούλησιν καὶ διάταξιν τὰ πάντα διῴκησεν. | |
εὗρε δὲ καὶ χρυσὸν ἐν νομίσμασι πάμπολυν καὶ ἄλλην περιουσίαν | ||
321 | ἔν τε ἀργυρώμασι καὶ χρυσώμασιν ἐσθῆτί τε καὶ χαλκῷ καὶ ἀν‐ δραπόδοις καὶ κτήνεσι, πάντα ἰδιωτικὸν ὑπερβαίνουσαν πλοῦτον, μᾶλλον δὲ καὶ τυραννικῶν ὀλίγον καταδεέστερον. ἐπεὶ δὲ τὰ οἰ‐ κετικὰ ταύτης ἀνδράποδα εἰς πλῆθος ἄπειρον ἦν, κελεύσει βασι‐ | |
5 | λικῇ ἐκ τούτων ὥσπερ εἰς ἀποικίαν ἐπ’ ἐλευθερίᾳ ἐστάλησαν εἰς τὸ θέμα Λαγοβαρδίας τρισχίλια σώματα. διενεμήθη δὲ καὶ τὰ λοιπὰ ταύτης κτήματα καὶ χρήματα καὶ ψυχάρια ὡς ἐκείνη κατὰ τὴν διάταξιν αὐτῆς διωρίσατο, καὶ κατελείφθη καὶ τῷ κληρονόμῳ ταύτης βασιλεῖ εἰς ἴδιον κλῆρον τῶν ἄλλων χωρὶς προάστεια ὀγ‐ | |
10 | δοήκοντα. Ταῦτα εἰ καὶ πολὺ τοῖς χρόνοις τὰ μὲν ἐτύγχανε πρότερα τῶν ἱστορουμένων κατὰ τὸ προκείμενον μέρος πραγμάτων τε καὶ καιρῶν, τὰ δὲ οὐκ ὀλίγον ὕστερον, καὶ οὐδὲ σφόδρα ἀναγκαῖον ἐδόκει τῇ ἱστορίᾳ, ἀλλ’ ὅμως εἰς χάριν τῆς εἰρημένης γραὸς καὶ | |
15 | ἔνδειξιν τοῦ πλούτου καὶ τῆς εὐγενείας αὐτῆς καὶ τῆς προαιρέσεως ἐνταῦθα κείσθω κατὰ παρέκβασιν. 78 Ὁ δὲ φιλόχριστος. Βασίλειος ὁ βασιλεὺς μεταξὺ τῶν πολεμικῶν ἀγώνων, οὓς διὰ τῶν ὑπὸ χεῖρα πολλάκις ὥσπερ ἀγω‐ νοθετῶν πρὸς τὸ δέον κατηύθυνε, πολλοὺς τῶν ἱερῶν καὶ θείων | |
20 | ναῶν, ἐκ τῶν προγεγονότων διαρραγέντας σεισμῶν καὶ ἢ κατα‐ βληθέντας παντελῶς ἢ πτῶσιν ἀπὸ τῶν ῥηγμάτων σύντομον ὑπο‐ | |
μεῖναι δηλοῦντας, ἐπιμελείᾳ τε διηνεκεῖ καὶ τῶν πρὸς τὴν χρείαν | ||
322 | ἐπιτηδείων ἀφθόνῳ χορηγίᾳ καὶ παροχῇ τοὺς μὲν τοῦ πτώματος ἤγειρε, τῇ ἀσφαλείᾳ καὶ κάλλος προσθείς, τῶν δὲ τὸ ἀσθενὲς ἐνισχύσας διὰ τῆς τῶν δεόντων ἐπιβολῆς καὶ ἐπανορθώσεως τοῦ μὴ καταρρυῆναι ἀλλὰ πρὸς ἀκμὴν αὖθις ἐπανελθεῖν καὶ νεότητα | |
5 | ἐγένετο αἴτιος. δηλωτέον δὲ καὶ καθ’ ἕκαστα. 79 Τοῦ τε γὰρ περιωνύμου καὶ θείου ναοῦ ὃς τὸ τῆς μεγάλης τοῦ θεοῦ σοφίας κεκλήρωται ὄνομα, τὴν πρὸς δύσιν ἁψῖδα, τὴν μεγάλην τε καὶ μετέωρον, ἱκανῶς διαρραγεῖσαν καὶ πτῶσιν οὐκ εἰς μακρὰν ἀπειλοῦσαν αὐτὸς ἐμπειρίᾳ τεχνιτῶν περι‐ | |
10 | σφίγξας καὶ ἀνανεωσάμενος ἀσφαλῆ καὶ μόνιμον ἀπειργάσατο· καθ’ ἣν καὶ τὴν τῆς θεομήτορος εἰκόνα τὸν ἄσπορον υἱὸν ἐπωλε‐ νιον φέρουσαν ἀνιστόρησε, καὶ τοὺς τῶν ἀποστόλων κορυφαίους Πέτρον καὶ Παῦλον ἑκατέρωθεν ἔστησε. καὶ τὰ λοιπὰ δὲ ῥήγματα ταύτης ἐν κτίσμασί τε καὶ δαπανήμασι φιλοτιμότατα διωρθώσατο. | |
15 | οὐ μόνον γὰρ τοὺς σαθρωθέντας τῶν τοίχων ἐπηνωρθώσατο, ἀλλὰ καὶ τὴν τῶν προσόδων ἐλάττωσιν ταῖς παρ’ ἑαυτοῦ ἐπιδόσε‐ σιν εἰς αὔξησιν ἤγαγεν. ἐνδείᾳ γὰρ ἐλαίου σχεδὸν κινδυνευόντων ἀποσβεσθῆναι τῶν λύχνων τῶν ἱερῶν, μεγίστου κτήματος ἐπιδό‐ σει, ὃ προσαγορεύεται Μάντεα, τούτοις τὸ φῶς διαμένειν προσεπ‐ | |
20 | ενοήσατο ἄσβεστον, καὶ τοῖς ἐξυπηρετουμένοις εἰς τὸν θεῖον τοῦ‐ τον ναὸν ἐπεδαψιλεύσατο τὰ ὀψώνια ἐκ τῆς ἱκανῆς προσόδου τοῦ κτήματος, ὅπερ οἶδε τὴν ὑπηρεσίαν ποιεῖν ἀνυστέρητόν τε καὶ | |
ἀδιάλειπτον. | ||
323 | 80 Ἀλλὰ καὶ τὸ τῶν θείων ἀποστόλων περιφανὲς καὶ μέγα τέμενος, τῆς προτέρας εὐπρεπείας καὶ ἀσφαλείας διαπεσόν, ἐρεισμάτων περιβολαῖς καὶ ταῖς τῶν διαρραγέντων ἀνοικοδομαῖς ὀχυρώσας, καὶ ἀποξέσας τὸ ἀπὸ χρόνου γῆρας καὶ τὰς ῥυτίδας | |
5 | περιελών, ὡραῖον αὖθις καὶ νεουργὸν ἀπετέλεσεν. καὶ τὸν ἐν τῇ Πηγῇ δὲ τῆς θεομήτορος θεῖον ναὸν διαπτωθέντα καὶ τὸ ἀρχαῖον ἀποβαλόντα κάλλος ἀνενεώσατό τε καὶ ὑπερλάμποντα μᾶλλον ἤπερ τὸ πρότερον ἔδειξεν. ὡσαύτως καὶ τὸν ἕτερον τῆς θεοτόκου ναόν, ὃς τὸ Σίγμα εἶχεν ἐπώνυμον, πτῶμα πεσόντα δεινὸν ἐκ βάθρων | |
10 | ἀνῳκοδόμησε καὶ ἑδραιότερον τοῦ προτέρου εἰργάσατο. καὶ τὸν ἐν Αὐρηλιαναῖς δὲ Στεφάνου τοῦ πρώτου τῶν μαρτύρων ναὸν ἄχρις ἐδάφους καταπεσόντα ἐκ θεμελίων αὐτῶν ἀνεδείματο. τοὺς δὲ τοῦ βαπτιστοῦ καὶ προδρόμου σηκοὺς ἱεροὺς ἔν τε τῇ Στροβυ‐ λαίᾳ καὶ Μακεδονιαναῖς, τὸν μὲν ἐκ βάθρων, τοῦ δὲ τὸ πλεῖστον | |
15 | ἀνῳκοδόμησεν. οὐ μὴν ἀλλὰ καὶ τὸ τοῦ ἀποστόλου Φιλίππου ἱερόν, καὶ τὸ αὐτοῦ δυτικώτερον κείμενον τοῦ εὐαγγελιστοῦ Λουκᾶ, τῶν παλαιῶν ἀνακαθάρας πτωμάτων νέα εἰργάσατο. (81) ἔτι δὲ καὶ τὸ Μωκίου τοῦ μάρτυρος μέγα τέμενος, οὐκ ὀλίγοις ὑπο‐ πισὸν ῥήγμασι, καὶ τὸ ἄδυτον τούτου μέρος ἄχρι τῆς γῆς κατα‐ | |
20 | βληθὲν ἐσχηκὸς ὡς καὶ τὴν ἱερὰν κατεάξαι τράπεζαν, τῆς προση‐ κούσης ἐπιμελείας ἠξίωσε καὶ τελείως τοῦ πτώματος ἤγειρεν. | |
καὶ τὸν πλησιάζοντα δὲ τούτῳ κατὰ τὸ μέρος τὸ πρὸς δυσμὰς Ἀν‐ | ||
324 | δρέου τοῦ πρωτοκλήτου τῶν ἀποστόλων ναὸν ἐκ πολλῆς ἀμελείας διαρρυέντα εἰς τὸ ἀρχαῖον κάλλος τῇ δεούσῃ ἐπιμελείᾳ ἀνήγαγεν. τὸν δὲ τοῦ ἁγίου Ῥωμανοῦ θεῖον οἶκον καὶ αὐτὸν καταπεσόντα ἐκ βάθρων ἀνεδείματο. καὶ τὸν τῆς ἁγίας Ἄννης ἐν τῷ Δευτέρῳ καὶ | |
5 | τὸν τοῦ Χριστοῦ μάρτυρος Δημητρίου καινοὺς ἀντὶ παλαιῶν καὶ εὐπρεπεῖς ἀπειργάσατο. τὸν δὲ τοῦ μάρτυρος Αἰμιλιανοῦ, ὃς ἐν τῇ Ῥάβδῳ τῷ οἴκῳ τῆς θεομήτορος γειτονεῖ, τῇ παλαιότητι κατ‐ ερρικνωμένον ἰδὼν καινουργεῖ, ἑκατέρωθεν πυργώσας ἑδράσμασι. (82) πρὸς δὲ καὶ τὸν τοῦ ἀθλοφόρου Ναζαρίου ἱερὸν οἶκον, ἐκ | |
10 | πολλῶν τῶν χρόνων οὐ μόνον πτωθέντα ἀλλὰ καὶ τέλεον ἠφανι‐ σμένον, νέον ἐδείματο σεμνότητι καὶ κάλλει πολλῷ τοῦ πρὶν δια‐ φέροντα. ἐν δὲ τοῖς Δομνίνου λεγομένοις Ἐμβόλοις τὸν εἰς ὄνομα τῆς θείας Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἀναστάσεως καὶ Ἀναστασίας τῆς μάρτυρος περικαλλῆ ναὸν ἐπισκευάσας ἐλάμπρυνε, λιθίνην | |
15 | ἀντὶ ξυλίνης τὴν ὀροφὴν ἐργασάμενος, καὶ κόσμον ἄλλον ἐπιθεὶς ἀξιάγαστον. ὡσαύτως δὲ καὶ Πλάτωνος τοῦ μεγάλου ἐν μάρτυσι πονήσασαν τὴν τοῦ ναοῦ κατιδὼν ὀροφὴν νέαν εἰργάσατο, καὶ τοίχων ἐν οἷς ἔδει κατοχυρώσας τὸν οἶκον ἐπιβολαῖς. τῶν δὲ καλλινίκων μαρτύρων Ἑσπέρου τε καὶ Ζωῆς τὸν θεῖον οἶκον ἠδα‐ | |
20 | φισμένον σχεδὸν κατάλληλον τοῦ πρῴην ἐδείματο. πρὸς τούτοις δὲ καὶ τὸν τοῦ μάρτυρος Ἀκακίου ἐν τῷ Ἑπτασκάλῳ θεῖον ναὸν | |
ἤδη σχεδὸν καταρρυέντα καὶ πρὸς πτῶσιν συνελαυνόμενον ἀνακαι‐ | ||
325 | νίσας καὶ παντοίοις κατασφαλισάμενος ὀχυρώμασι τοῦ πτώματος ἥρπασε καὶ ἑδραίως ἑστηκέναι πεποίηκεν. τὸν δὲ Ἠλιοὺ τοῦ προ‐ φήτου κατὰ τὸ Πετρίον ναὸν ὥσπερ λειποψυχοῦντα ἀνέρρωσε καὶ περιφανῶς ἐκτίσατο, ἐλευθερώσας καὶ τῆς περιστοιχούσης καὶ | |
5 | πιεζούσης τῶν κοινῶν οἰκιῶν συνοχῆς. 83 Ἀλλὰ τί στρεφόμεθα περὶ τὰ μικρὰ τῶν ἐκείνου, εἰ καὶ πάνυ μεγάλα καθέστηκε, καὶ οὐ προστιθέαμεν τὸ μέγα ἔργον καὶ ἀξιάγαστον, ὃ κατ’ αὐτὰς τὰς βασιλείους αὐλὰς αὐτὸς ἐπι‐ στατῶν τε καὶ αὐτουργῶν ᾠκοδόμησεν; ὅπερ ἀρκεῖ καὶ μόνον τήν | |
10 | τε περὶ τὸ θεῖον αὐτοῦ δηλοῦν ὁσιότητα καὶ τὸ πρὸς τὰ ἐπιβαλλό‐ μενα μεγαλουργόν τε καὶ θαύματος ἄξιον. ἀμειβόμενος γὰρ ὥσπερ τῆς περὶ αὐτὸν εὐμενείας τὸν δεσπότην Χριστὸν καὶ τὸν πρῶτον τῶν ἀγγελικῶν δυνάμεων Γαβριὴλ καὶ τὸν Θεσβίτην Ἠλίαν τὸν ζηλωτήν, ὃς καὶ τῇ αὐτοῦ μητρὶ τῆς πρὸς βασιλείαν τοῦ υἱοῦ ἀν‐ | |
15 | υψώσεως ἐχρημάτισεν ἄγγελος, εἰς ὄνομα τούτων καὶ μνήμην ἀΐδιον, ἔτι δὲ τῆς θεοτόκου καὶ Νικολάου τοῦ ἐν ἱεράρχαις πρω‐ τεύοντος, θεῖον καὶ περικαλλῆ ναὸν ἐδομήσατο, εἰς ὃν συνῆλθε τέχνη καὶ πλοῦτος καὶ ζέουσα πίστις καὶ ἀφθονωτάτη προαίρεσις, καὶ τὰ πανταχόθεν συνέδραμε κάλλιστα, ἃ τοῖς ὁρῶσι μᾶλλον ἢ | |
20 | τοῖς ἀκούουσιν οἶδα τυγχάνειν πιστά. ὃν ὡς νύμφην ὡραϊσμένην καὶ περικεκοσμημένην μαργάροις τε καὶ χρυσῷ καὶ ἀργύρου λαμ‐ | |
πρότησιν, ἔτι δὲ καὶ μαρμάρων πολυχρόων ποικιλίαις καὶ ψηφί‐ | ||
326 | δων συνθέσεσι καὶ σηρικῶν ὑφασμάτων καταστολαῖς, τῷ ἀθα‐ νάτῳ προσήγαγε νυμφίῳ Χριστῷ. (84) ὅ τε γὰρ ὄροφος ἐκ πέντε συμπληρούμενος ἡμισφαιρίων στίλβει χρυσῷ καὶ εἰκόνων ὡς ἀστέρων ἀστράπτει κάλλεσιν, ἔξωθεν μετάλλοις ἐμφεροῦς χρυσίῳ | |
5 | χαλκοῦ καλλυνόμενος, οἵ τε παρ’ ἑκάτερα τοῖχοι τῷ πολυτελεῖ καὶ πολυχρόῳ τῶν μαρμάρων καταποικίλλονται, καὶ τὰ ἄδυτα τοῦ ναοῦ καὶ χρυσῷ καὶ ἀργύρῳ καὶ λίθοις τιμίοις καὶ μαργάροις κα‐ ταπεποίκιλται καὶ καταπεπλούτισται. καὶ αἱ τῶν ἐκτὸς διείργου‐ σαι τὰ θυσιαστήρια κιγκλίδες καὶ τὰ ἐν αὐταῖς περίστυλα καὶ τὰ | |
10 | ἄνωθεν οἷον ὑπέρθυρα χρηματίζοντα οἵ τε ἐντὸς θᾶκοι καὶ αἱ πρὸ τούτων βαθμίδες καὶ αὐταὶ αἱ ἱεραὶ τράπεζαι, ἐξ ἀργύρου πάντα περικεχυμένον ἔχοντος τὸν χρυσὸν καὶ λίθοις τιμίοις ἐκ μαργαρι‐ τῶν ἠμφιεσμένοις πολυτελῶν τὴν σύμπηξιν καὶ σύστασιν ἔχουσιν. αὐτὸ δὲ τὸ ἔδαφος σηρικῶν ὑφασμάτων ἢ Σιδονίων ἔργων ἐφη‐ | |
15 | πλωμένων δόξει τυγχάνειν ἀνάπλεων· οὕτω πᾶν ἐξωράϊσται καὶ καταπεποίκιλται τῷ πολυχρόῳ τῶν ὑποκειμένων ἐκ μαρμάρων πλακῶν καὶ ταῖς πολυειδέσι τῶν ταύτας περικλειουσῶν ψηφίδων ζώναις καὶ τῷ τῆς ἁρμογῆς ἀκριβεῖ καὶ τῷ περιττῷ τῆς περιθεού‐ σης ἐν ἅπασι χάριτος. ἔνθα καὶ πλῆθος ᾀδόντων ἐξυπηρετου‐ | |
20 | μένων ἀφώρισε καὶ προσόδους ἱκανὰς ἀπέταξεν, ἃς φιλοτίμως καὶ μεγαλοπρεπῶς διανέμεσθαι τοῖς προσανέχουσι τῷ τοιούτῳ ἱλαστη‐ ρίῳ προσέταξεν, ὑπερβαλέσθαι σχεδὸν τοὺς πρὸ αὐτοῦ πάντας τῇ | |
περὶ τὰ τοιαῦτα μεγαλοδωρεᾷ φιλοτιμησάμενος. | ||
327 | 85 Ἀλλ’ ὁ μὲν ναὸς τοιοῦτος καὶ οὕτω τὰ ἐντὸς ἔχων, ὅσον μικρῷ λόγῳ δηλῶσαι δυνατὸν τὰ μεγάλα, καὶ πᾶσαν ἐντι‐ θέντα ταῖς τῶν θεωμένων διανοίαις ἔκπληξιν· τὰ δὲ ἐκτὸς οἷα! πρὸς ἑσπέραν μὲν καὶ κατ’ αὐτὰ τοῦ ναοῦ τὰ προαύλια φιάλαι δύο | |
5 | ἑστήκασιν, ἡ μὲν πρὸς νότον ἡ δὲ πρὸς βορρᾶν, πᾶσαν ἔχουσαι καὶ τέχνης ὑπερβολὴν καὶ ὕλης λαμπρότητα καὶ φιλοτιμίαν τοῦ τῶν ἔργων δημιουργοῦ. ὧν ἡ μὲν πρὸς νότον ἐξ Αἰγυπτίου λίθου, ὃν ἡμεῖς Ῥωμαῖον λέγειν εἰώθαμεν, ἔχει τὴν σύστασιν. περὶ ἣν καὶ δράκοντας ἔστιν ἰδεῖν, οὓς ἡ λιθοξόος τέχνη ἄριστα διεμόρφω‐ | |
10 | σεν. ἧς μέσον μὲν κωνοειδὴς καὶ διάτρητος ἀνέστηκε στρόβιλος, πέριξ δὲ κιονίσκοι λευκοὶ καὶ τὸ ἔνδον ὑπόκενοι χοροῦ σχῆμα σώ‐ ζοντες ὑφεστήκασι, στεφάνην ἄνωθεν ἔχοντες περιθέουσαν, ἀφ’ ὧν ἁπάντων κρουνηδὸν τὸ ὕδωρ κατὰ τὸ ἐμβαδὸν καὶ τὸν πυθμένα τῆς φιάλης ἄνωθεν ἔρρει καὶ κατώμβρει τὰ ὑποκείμενα. ἡ δὲ | |
15 | πρὸς βορρᾶν ἐκ τοῦ Σαγαρίου λεγομένου λίθου, ὃς τῷ παρά τινων Ὀστρίτῃ καλουμένῳ λίθῳ καθέστηκεν ἐμφερής, ἐδέξατο τὴν κατα‐ σκευήν, ἐκ λευκοῦ λίθου πολύτρητον στρόβιλον καὶ αὐτὴ κατὰ τὸ μέσον τοῦ πυθμένος προβαλλομένη ἐξέχοντα. ὕπερθεν δὲ κατὰ τὴν περιτρέχουσαν στεφάνην τῇ φιάλῃ ἐκ χαλκοῦ τῷ τεχνίτῃ διετυ‐ | |
20 | πώθησαν ἀλεκτρυόνες τράγοι τε καὶ κριοί, διά τινων συρίγγων καὶ αὐτοὶ κρουνοὺς ὑδάτων ἐξερευγόμενοι καὶ οἷον ἐξεμοῦντες κατὰ τὸ | |
τῆς φιάλης ὑποκείμενον ἔδαφος. ἔνθα καὶ κύλικες ὁρῶνται, περὶ | ||
328 | ἃς τότε οἶνος ἀνέβλυζε κάτωθεν, τοὺς παριόντας ποτίζων καὶ δε‐ ξιούμενος. (86) ἐξιόντι δέ σοι τὴν βόρειον πύλην τοῦ ἱεροῦ μα‐ κρός τις ἐκδέχεται περίπατος κυλινδροειδής, ἐξ ἐνύλων γραφῶν κατηγλαϊσμένος τὴν ὀροφήν, τοὺς μαρτυρικοὺς περιέχων ἄθλους | |
5 | καὶ τὰ παλαίσματα, ἑστιῶν ἅμα τοὺς ὀφθαλμοὺς καὶ τὴν ψυχὴν διεγείρων πρὸς τὸν θεῖον καὶ μακάριον ἔρωτα, ταῖς τῶν μαρτύρων ἀριστείαις εἰς τοῦτον ἐναγομένην καὶ ὑπερβαίνειν κατὰ τὸ ἐφικτὸν πειρωμένην τὴν αἴσθησιν. κατὰ δὲ τὰς πρὸς νότον τε καὶ τὴν θάλασσαν πύλας, εἰ ἐξελθὼν πρὸς ἀνατολὰς ποιήσασθαι τὴν πο‐ | |
10 | ρείαν θελήσειας, ἄλλον εὑρήσεις ἰσομήκη τοῦ πρὸς βορρᾶν καὶ ἰσόδρομον δίαυλον, ἄχρι τῆς βασιλικῆς αὐλῆς καὶ αὐτὸ παρατεί‐ νοντα, καθ’ ἣν μεθ’ ἵππων σφαιρίζειν βασιλεῦσί τε καὶ τοῖς τῶν εὐδαιμόνων παισὶ καθέστηκε σύνηθες· ἣν καὶ αὐτὴν ὁ αὐτὸς ἀοί‐ διμος βασιλεύς, τὰς πρότερον ἐκεῖσε τυγχανούσας οἰκίας ἐξωνησά‐ | |
15 | μενος καὶ ἄχρις ἐδάφους καταβαλὼν καὶ περικαθάρας τὸν τόπον, εἰργάσατο, κατὰ τὸ πρὸς θάλασσαν μέρος τῆς τοιαύτης αὐλῆς καὶ τὰς περικαλλεῖς οἰκίας δειμάμενος, ἃς οἱονεὶ ταμιεῖον καὶ οἰκονο‐ μεῖον τοῦ εἰρημένου τυγχάνειν ναοῦ διωρίσατο. ἡ δὲ τῶν οἰκη‐ μάτων ἐξώνησις καὶ κατασκευὴ τῆς αὐλῆς διὰ τὸ τὴν πρότερον εἰς | |
20 | τὸ τοιοῦτον γυμνάσιον ἀνειμένην τοῖς βασιλεῦσιν ἐν τῇ τοῦ θείου ναοῦ παροπλισθῆναι οἰκοδομῇ δεόντως ἐγένετο. τὸ δὲ περικλειό‐ μενον μέσον τῶν δύο περιδρόμων χωρίον κατὰ τὸ ἑῷον τοῦ ναοῦ | |
μέρος παράδεισον ἐξειργάσατο, κατὰ ἀνατολὰς καὶ αὐτὸν φυτευ‐ | ||
329 | θέντα τῆς νέας Ἐδὲμ καὶ παντοίοις κομῶντα φυτοῖς καὶ ὕδασιν ἀφθόνοις ὄντα κατάρρυτον· ὃν ἀπὸ τῆς θέσεως Μεσοκήπιον ὀνο‐ μάζειν εἰώθαμεν. Ἀλλὰ ἀπόχρη περὶ τούτων τὰ εἰρημένα, μὴ καὶ ἀπειροκα‐ | |
5 | λίας τις γραφὴν ἀποίσεται καθ’ ἡμῶν. (87) καὶ μεταστρεπτέον ἤδη τὸν λόγον ἐπὶ τὰ λοιπὰ τῶν ἔργων τοῦ φιλοπόνου καὶ τῶν κα‐ λῶν προμηθοῦς αὐτοκράτορος. κατ’ αὐτὰ γὰρ τὰ βασίλεια τίνα τῶν πώποτε μνημονευομένων ἐν ταῖς περὶ τὰ τοιαῦτα φιλοτιμίαις οὐχ ὑπερβέβηκεν ἔν τε πολυτελείᾳ καὶ κάλλει καὶ τῷ καινοπρεπεῖ | |
10 | τῶν σχημάτων καὶ ταῖς περὶ πάντα τὰ ἀξιάγαστα χάρισιν, οὐ μό‐ νον ἐν ναῶν καλλοναῖς καὶ πολυτελείαις καὶ τέρψεσιν, ἀλλὰ καὶ ἐν διαιτητηρίων βασιλικῶν ὄντως καὶ μεγαλοπρεπῶν οἰκοδομαῖς, μετὰ τοῦ πολυτελοῦς τὸ τερπνὸν καὶ μετὰ τοῦ τέρποντος πολὺ τὸ χρήσι‐ μον ἐχόντων καὶ θαύματος ἄξιον; ἀλλ’ ἐπεὶ τὰ τοιαῦτα κάλλη οὐ | |
15 | πᾶσιν εἰς ὅρασιν πρόκειται, ἣ καὶ μᾶλλον ἀκριβὴς τῶν τοιούτων πέφυκεν εἶναι διδάσκαλος, ἀνάγκη διὰ τῆς γραφῆς παρατεθῆναι τῶν σπουδαίων ταῖς ἀκοαῖς, ἵν’ ἐντεῦθεν ὅ τε δημιουργὸς αὐτῶν ἀξίως θαυμάζηται καὶ οἱ τῶν βασιλείων εἰσόδων εἰργόμενοι μὴ παντελῆ τούτων ἔχοιεν ἄγνοιαν. ἔστι γὰρ εὐθὺς κατὰ τὸ πρὸς | |
20 | ἀνατολὰς τῶν ἀνακτόρων μέρος κατασκευασθεὶς Ἡλιοὺ τῷ Θεσβίτῃ ναός, οὐ τὰ ἐντὸς μόνον πάσης ἀνάπλεως πολυτελείας καὶ ὡραιό‐ | |
τητος ἀλλ’ ἤδη καὶ τὰ ἐκτός. ἄνωθεν γὰρ τὸ στέγος ἅπαν χρυσῷ | ||
330 | κατελάμπετο, ἐκ ψηφίδων εὖ ἡρμοσμένων ἅπαν συνεστηκός, εἰ καὶ τῷ χρόνῳ νῦν ἡ πολλὴ τῶν ὄμβρων ἐπιφορὰ καὶ οἱ χειμέριοι νιφετοί τε καὶ παγετοὶ τὸ πολὺ τοῦ κάλλους διαφθείραντες ἐλυμή‐ ναντο. συνημμένον δὲ τῷ τοιούτῳ ναῷ καὶ τὸ ἐπ’ ὀνόματι τοῦ | |
5 | πολυπαθοῦς καὶ καρτερικωτάτου τῶν μαρτύρων Κλήμεντος εὐκτή‐ ριον ἀνεδείματο, ἐν ᾧ καὶ τὴν θείαν τούτου κάραν καὶ ἄλλων πολ‐ λῶν μαρτύρων ἱερὰ ἐναπέθετο λείψανα, ἀφ’ ὧν ἐκεῖνός τε καὶ οἱ μετ’ αὐτὸν ψυχῆς τε καὶ σώματος τὴν ῥῶσιν λαμβάνουσι. γειτο‐ νεῖ δὲ τούτοις καὶ ὁ ἐπ’ ὀνόματι τοῦ σωτῆρος ἡμῶν καὶ θεοῦ κατα‐ | |
10 | σκευασθεὶς ὑπ’ αὐτοῦ εὐκτήριος οἶκος, οὗ τὸ πολυτελὲς καὶ ὑπέρ‐ τιμον τοῖς οὐκ ἰδοῦσιν ἄπιστος νομισθήσεται· τοσοῦτος ἄργυρος καὶ χρυσὸς καὶ τιμίων λίθων καὶ μαργάρων πλῆθος ἐν τῇ τούτου περιβολῇ καταβέβληται. τὸ μὲν γὰρ ἔδαφος ἅπαν ἐξ ἀργύρον σφυρηλάτου καὶ στιβαροῦ μετ’ ἐγκαύσεως, τὸ τῶν χρυσοχόων | |
15 | ἀκριβὲς τῆς τέχνης ἐπιδεικνύμενος, κατεσκεύασται, οἱ δὲ ἐξ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῖχοι ἄργυρον ἄφθονον καὶ αὐτοὶ ἐπικείμενον ἔχουσι, διηνθισμένον χρυσῷ καὶ τιμίοις πεποικιλμένον λίθοις καὶ μαργάρων λαμπρότησιν. ἡ δὲ διείργουσα τὰ ἄδυτα τοῦ θείου οἴκου τούτου κιγκλίς, Ἡράκλεις, ὅσον ὄλβον ἐν ἑαυτῇ περιείλη‐ | |
20 | φεν! ἧς οἱ στῦλοι μὲν καὶ τὰ κάτωθεν ἐξ ἀργύρου διόλου τὴν σύ‐ στασιν ἔχουσιν, ἡ δὲ ταῖς κεφαλίσι τούτων ἐπικειμένη δοκὸς ἐκ καθαροῦ χρυσίου πᾶσα συνέστηκε, τὸν πλοῦτον πάντα τὸν ἐξ Ἰν‐ | |
δῶν περικεχυμένον πάντοθεν ἔχουσα· ἐν ᾗ κατὰ πολλὰ μέρη καὶ | ||
331 | ἡ θεανδρικὴ τοῦ κυρίου μορφὴ μετὰ χυμεύσεως ἐκτετύπωται. αὐτὸ δὲ τὸ ἄδυτον ὅσα κάλλη καὶ ἅγια περιείληφε καὶ ἐν ἑαυτῷ θησαυροφυλακεῖ, ὁ λόγος παραιτεῖται δηλοῦν, ἐᾶν δὲ μᾶλλον ὡς ἄδυτον καὶ τοῖς λόγοις ἄβατον βούλεται· ἐν γὰρ τοῖς ἐπέκεινα λό‐ | |
5 | γου εὐλογωτέρα ἡ σιωπή. καὶ τὰ μὲν ὡς ἂν εἴποι τις ἑῷα κάλλη τῶν ἀνακτόρων, ἅπερ ἐκ τῆς τοῦ ἀοιδίμου βασιλέως Βασιλείου πί‐ στεως ἐξανέτειλεν, ταῦτα ἐστίν. 88 Κατ’ ἄλλα δὲ μέρη καθέστηκε τὰ λοιπά, ἐν οἷς τό τε τοῦ ἱεροκήρυκος Παύλου σεπτὸν τυγχάνει εὐκτήριον, τὸν αὐτὸν | |
10 | κεκτημένον δημιουργόν, μετὰ τῆς αὐτῆς πλουτοχορήγου χειρὸς καὶ αὐτὸ δομησάμενον· καὶ τὸ τούτου γὰρ ἔδαφος ἄργυρον ἔχει τοὺς κύκλους τῶν μαρμάρων ἐμπερικλείοντα, καὶ πολυτελείᾳ καὶ κάλλει τῶν ἄλλων κατ’ οὐδὲν ὁρᾶται λειπόμενον. ὡσαύτως καὶ ὁ ἐπ’ ὀνόματι τοῦ κορυφαίου τῶν ἀποστόλων Πέτρου κατὰ τὸ | |
15 | ἄκρον τῶν Μαρκιανοῦ περιδρόμων ὡς ἀκροπύργιον ὑπ’ αὐτοῦ κατασκευασθεὶς θεῖος ναός, ᾧ καὶ τὸ τοῦ ἀρχιστρατήγου εὐκτή‐ ριον ἥνωται. καὶ ὃ τῆς θεομήτορος αὖθις ὑπέρκειται, ποίαν εὐ‐ πρεπείας καὶ ὡραιότητος ὑπερβολὴν οὐκ ἐπλούτησεν, ἢ τίνος οὐκ ἂν ὀφθαλμὸν ἑστιάσοι καὶ ψυχὴν εὐφράνοι καὶ ὅλον ἡδίω ποιήσοι | |
20 | τὸν θεατήν; 89 Τὰ δὲ τῶν οἴκων κάλλη, ἅπερ ὡς βασιλείων βασίλεια | |
ἐν αὐτοῖς τοῖς βασιλείοις ὁ βασιλεὺς Βασίλειος ἀνεδείματο, λαμ‐ | ||
332 | προτέρων ἐδεῖτο κηρύκων λόγων εἰς δήλωσιν καὶ χειρὸς ἐντελεστέ‐ ρας εἰς τὸ δύνασθαι λόγῳ δηλοῦν ἃ τοῖς ἔργοις ἐστὶν ἀμίμητα. ὁ γὰρ καινοπρεπὴς οὗτος οἶκος, οὗ τὸ Καινούργιόν ἐστιν ἐπώνυ‐ μον, ὃν ἐκ βάθρων ἐκεῖνος ἀνήγειρεν, τίνα τῶν θεωμένων οὐκ | |
5 | ἐγείρει πρὸς ἔκπληξιν; ὃν ἑκκαίδεκα κίονες κατὰ στίχον ἑστηκότες ἀνέχουσιν, οἱ μὲν ὀκτὼ τούτων ἐκ λίθου τυγχάνοντες Θετταλῆς, ἣ τὸ πράσιον χρῶμα κεκλήρωται· οἱ ἓξ δὲ τὴν τοῦ ὀνυχίτου προσ‐ ηγορίαν αὐχοῦσιν, οὓς ὁ λιθοξόος παντοίως ὡράϊσεν, ἀμπέλου σχῆμα κατ’ αὐτοὺς μορφώσας καὶ παντοίων ζῴων ἰδέας ἐν ταύτῃ | |
10 | ἀπεργασάμενος. οἱ ἕτεροι δὲ δύο καὶ αὐτοὶ μὲν τὴν αὐτοῦ ὀνυχί‐ του φύσιν εἰλήφασιν, οὐχ ὅμοιον δὲ τὸ σχῆμα παρὰ τῶν λιθοξόων ἐδέξαντο, ἀλλὰ γραμμαῖς σκολιαῖς τὸ τῆς ἐπιφανείας ὁμαλὸν ἀφῃ‐ ρέθησαν, οὕτω ποικῖλαι ταύτας τοῦ τεχνίτου θελήσαντος, ὡς ἐκ τοῦ πολυμόρφου θηρῶντος τὸ εὐπρεπὲς καὶ ἐράσμιον. ἄνωθεν δὲ | |
15 | τῶν κιόνων ἄχρι τῆς ὀροφῆς καὶ τὸ κατὰ ἀνατολὰς ἡμισφαίριον, ἐκ ψηφίδων ὡραίων ἅπας ὁ οἶκος κατακεχρύσωται, προκαθήμενον ἔχων τὸν τοῦ ἔργου δημιουργόν, ὑπὸ τῶν συναγωνιστῶν ὑποστρα‐ τήγων δορυφορούμενον, ὡς δῶρα προσαγόντων αὐτῷ τὰς ὑπ’ αὐ‐ τοῦ ἑαλωκυίας πόλεις. καὶ αὖθις ἄνωθεν ἐπὶ τῆς ὀροφῆς ἀνιστό‐ | |
20 | ρηται τὰ τοῦ βασιλέως Ἡράκλεια ἆθλα καὶ οἱ ὑπὲρ τοῦ ὑπηκόου πόνοι καὶ οἱ τῶν πολεμικῶν ἀγώνων ἱδρῶτες καὶ τὰ ἐκ θεοῦ νικη‐ τήρια, ὑφ’ ὧν ὡς οὐρανὸς ὑπ’ ἀστέρων ὑπέρλαμπρος ἐξανίσχει κοιτὼν ὑπὸ τοῦ αὐτοῦ φιλοτεχνηθεὶς αὐτοκράτορος, ὡραῖός τε καὶ | |
παμποίκιλος καὶ κατὰ πάντων σχεδὸν τὰ τοῦ κάλλους φερόμενος | ||
333 | νικητήρια. εὐθὺς γὰρ κατὰ τὸ τοῦ ἐδάφους μεσαίτατον τὸ Μη‐ δικὸν ὄρνεον ὁ ταὼς ἐκ ψηφίδων λαμπρῶν τῇ λιθοξόῳ τέχνῃ δια‐ μεμόρφωται, ἐν εὐθυτόρνῳ κύκλῳ ἐκ λίθου Καρικῆς συγκλειόμε‐ νος, ἀφ’ οὗπερ ἀκτῖνες ἀπὸ λίθου τῆς αὐτῆς πρὸς ἄλλον μείζονα | |
5 | κύκλον ἐκπέμπονται. ἔξωθεν δὲ καὶ τούτου καθάπερ τινὲς ῥύακες ἢ ποταμοὶ ἐκ λίθου Θετταλῆς, ἣ τὸ πράσιον χρῶμα κεκλήρωται, κατὰ τὸ τοῦ οἴκου τετράγωνον σχῆμα ἐφήπλωνται, κατὰ τὰς ἐν‐ τὸς λαγόνας τέτταρας ἀετοὺς ἐκ ψηφίδων ποικίλων τε καὶ λεπτῶν περισφίγγουσαι, εἰς τοσοῦτον ἀκριβοῦντα τὴν μίμησιν ἅπαντα ὡς | |
10 | εἰκάζειν αὐτὰ ζῆν καὶ ἵπτασθαι βούλεσθαι. οἱ δὲ παρ’ ἑκάτερα τοῖχοι ὑάλου πολυχρόοις πλαξὶ περισκέπονται, διαφόρων ἀνθέων δοκοῦντες μορφαῖς ὡραΐζεσθαι. ὕπερθεν δὲ τούτων κόσμος τις ἄλλος περιηνθισμένος διαθέσει χρυσῷ, ὑφ’ οὗ διείργεσθαι τὰ κα‐ τώτερα τῶν ἄνω δοκεῖ· ὃν ἐκ χρυσοῦ ψηφίδων διαδέχεται τερ‐ | |
15 | πνότης ἄλλη, ἔνθρονον δεικνῦσα τὸν τοῦ ἔργου δημιουργὸν αὐτο‐ κράτορα καὶ τὴν σύζυγον Εὐδοκίαν, στολαῖς κεκοσμημένους βασι‐ λικαῖς καὶ ταινιουμένους τοῖς στέμμασιν. οἱ δὲ κοινοὶ παῖδες ὡς ἀστέρες λαμπροὶ τοῦ δόμου πέριξ ἱστόρηνται, ταῖς βασιλείοις καὶ αὐτοὶ στολαῖς καὶ τοῖς στέμμασι καταγλαϊζόμενοι. ὧν οἱ μὲν ἄρ‐ | |
20 | ρενες τόμους ἐπιφερόμενοι δείκνυνται τὰς θείας ἐντολάς, αἷς στοι‐ χεῖν ἐπαιδεύοντο, περιέχοντας, τὸ δὲ θῆλυ γένος καὶ αὐτὸ βίβλους τινὰς κατέχον ὁρᾶται, νόμων θείων ἐχούσας περιοχήν, βουλομέ‐ νου δεῖξαι τοῦ τεχνίτου τυχὸν ὡς οὐ μόνον ἡ ἄρρην γονὴ ἀλλὰ καὶ | |
ἡ θήλεια τὰ ἱερὰ μεμύηται γράμματα καὶ τῆς θείας σοφίας οὐκ | ||
334 | ἔστιν ἀμέτοχος, καὶ κἂν ὁ φυτοσπόρος τούτων οὐκ ἔσχεν ἐξ ἀρχῆς οἰκείως πρὸς γράμματα διὰ τὴν βιωτικὴν περιπέτειαν, ἀλλ’ οὖν τοὺς οἰκείους ἅπαντας βλαστοὺς ἐν μετοχῇ σοφίας πεποίηκε· τοῦτο δέ, καὶ τῆς ἱστορίας δίχα, διὰ τῆς γραφικῆς ἐβουλήθη τοῖς ὁρῶσι | |
5 | σημαίνεσθαι. καὶ ταῦτα μὲν τὰ κάλλη τῷ τετραμερεῖ τῶν τοίχων ἄχρι τῆς ὀροφῆς περιέχεται· αὐτὴ δὲ ἡ τοῦ τοιούτου κοιτῶνος ὀροφὴ οὐκ ἀνεστηκυῖα πρὸς ὕψος ἐπαίρεται, ἀλλὰ τῷ τετραγώνῳ σχήματι τοῖς τοίχοις ἐγκάθηται, χρυσίῳ διόλου κατηγλαϊσμένη καὶ στίλβουσα, κατὰ τὸ μεσαίτατον φέρουσα τὸν νικοποιὸν σταυρόν, | |
10 | ὑάλῳ πρασίῳ διαμορφούμενον, περὶ ὃν ὡς ἄστρα κατ’ οὐρανὸν θεάσῃ ἐκλάμποντα αὐτόν τε τὸν ἀοίδιμον βασιλέα καὶ μετὰ τῶν τέκνων πάντων τὴν σύνευνον, πρός τε θεὸν καὶ τὸ τοῦ σταυροῦ ζωοποιὸν σημεῖον τὴς χεῖρας ἐπαίροντας, καὶ τοῦτο μόνον οὐχὶ βοῶντας, ὅτι διὰ τοῦδε τοῦ νικοποιοῦ συμβόλου πᾶν ἀγαθὸν καὶ | |
15 | φίλον θεῷ ἐν ταῖς ἡμέραις τῆς ἡμετέρας βασιλείας διαπέπρακται καὶ κατώρθωται. περιέχεται δὲ καὶ εὐχαριστία ἐγγράμματος παρά τε τῶν φυσάντων ὑπὲρ τῶν τέκνων λεγομένη πρὸς τὸν θεὸν καὶ παρὰ τῶν τέκνων αὖθις ὑπὲρ τῶν γεννητόρων. καὶ ἡ μὲν παρὰ τῶν γονέων οὑτωσί πως ἐπὶ λέξεως ἔχουσα δείκνυται “εὐχαριστοῦ‐ | |
20 | μέν σοι, θεὲ ὑπεράγαθε καὶ βασιλεῦ τῶν βασιλευόντων, ὅτι περι‐ έστησας ἡμῖν τέκνα εὐχαριστοῦντα τῇ μεγαλοπρεπείᾳ τῶν θαυμα‐ σίων σου. ἀλλὰ φύλαξον αὐτοὺς ἐν τῷ θελήματί σου, μή τις | |
αὐτῶν παραδράμῃ τι τῶν σῶν ἐντολῶν, ἵνα καὶ ἐν τούτῳ εὐχαρι‐ | ||
335 | στῶμεν τῇ σῇ ἀγαθότητι.” ἡ δὲ τῶν παίδων αὖθις ταῦτα διαγο‐ ρεύουσα δείκνυται “εὐχαριστοῦμέν σοι, λόγε τοῦ θεοῦ, ὅτι ἐκ πτωχείας Δαυϊτικῆς ἀνύψωσας τὸν πατέρα ἡμῶν, καὶ ἔχρισας αὐ‐ τὸν τῷ χρίσματι τοῦ ἁγίου σου πνεύματος. ἀλλὰ φύλαξον αὐτὸν | |
5 | τῇ χειρί σου σὺν τῇ τεκούσῃ ἡμᾶς, ἀξιῶν αὐτοὺς καὶ ἡμᾶς καὶ τῆς ἐπουρανίου σου βασιλείας.” καὶ τὰ μὲν τοῦ εἰρημένου κοι‐ τῶνος ἔργα καὶ κάλλη ἐν τούτοις περιγεγράφθω. 90 Τῆς αὐτῆς δὲ χειρὸς καὶ γνώμης ἔργον καὶ ὁ κατὰ τοὺς Μαρκιανοῦ περιδρόμους μέγιστος τρίκλινος, καὶ Πεντακού‐ | |
10 | βουκλον λεγόμενον, ὃ καὶ αὐτὸ παντοίου κάλλους καὶ ὡραιότητος τὰ πρωτεῖα ἠνέγκατο· καθ’ ὃ καὶ τὸ προμνημονευθὲν περικαλλὲς εὐκτήριον τοῦ αἰθεροδρόμου Παύλου, ᾧ καὶ τὸ τῆς μάρτυρος Βαρβάρας συνήνωται τὸ ὑπὸ τοῦ σοφωτάτου Λέοντος δομηθέν, τὴν ἵδρυσιν κέκτηται. ἀλλὰ καὶ τὰ ἕτερα βασιλικὰ καταγώγια, | |
15 | ἃ τοῦ χρυσοῦ τῶν τρικλίνων ἀνατολικωτέραν καὶ μᾶλλον ὑπερκει‐ μένην ἔχει τὴν ἵδρυσιν, δυτικώτερα τῆς νέας τυγχάνοντα τῶν ἐκ‐ κλησιῶν, ὧν ἡ ἐπὶ πολὺ τοῦ ἀέρος πρὸς ὕψος ἐπέκτασις καὶ τὴν Ἀετοῦ προσηγορίαν ἐδέξατο, ἐν ᾧ καὶ τὸ τῆς θεοτόκου ὡραῖον καὶ πάντερπνον τῆς προσευχῆς ἐστὶν ἱερόν, τοῦ αὐτοῦ βασιλέως ἔργα | |
20 | τυγχάνουσιν, ἐκ τοῦ πολυτελοῦς καὶ ἀφθόνου τῶν τιμωμένων ὑλῶν καὶ τοῦ καινοπρεποῦς τῶν σχημάτων καὶ τῆς μεγαλουργοῦ | |
διαθέσεως τὸ μεγαλόψυχον καὶ φιλόκαλον τοῦ ἀνδρὸς ἀπεμφαί‐ | ||
336 | νοντα. καὶ τὰ δυτικώτερα δὲ τούτων πυραμοειδῆ κατοικητήρια, καθὼς καὶ ἕτερον τῆς τοῦ θεοῦ καὶ λόγου μητρὸς τυγχάνει εὐκτή‐ ριον, ἐκεῖνον χορηγὸν καὶ δημιουργὸν ἐπιγράφεται, τῷ περιττῷ τῆς κατασκευῆς καὶ καινοπρεπεῖ καθ’ ἑτέρων πολλῶν τὸ πρωτεῖον | |
5 | φερόμενα. ὧν ἐστὶ κάτωθεν, κατ’ αὐτὴν τὴν τῆς Μονοθύρου λεγομένης εἴσοδον, τὸ τερπνότατον Ἰωάννου τοῦ θεολόγου εὐκτή‐ ριον, ὃ καὶ αὐτὸ μετὰ τοῦ ἐκεῖθεν ἀρχομένου αἰθερίου καὶ ἡλιοβο‐ λουμένου μαρμαροστρώτου περιπάτου, τοῦ καὶ ἄχρι τοῦ Φάρου διήκοντος, ὁ αὐτὸς ἐτεκτήνατο βασιλεύς, μετὰ καὶ τῶν πρὸς ἀνα‐ | |
10 | τολὰς τούτου ἑδραιοτάτων οἰκημάτων, ὧν τὸ μὲν θησαυροφυλα‐ κεῖον ἐστί, τὸ δὲ χρηματίζει εἰς βεστιάριον· ἃ μετὰ τοῦ τέρποντος καὶ τὸ ἀσφαλὲς περιττῶς ἐκληρώσαντο. καὶ τὸ κάλλιστον δὲ καὶ μέγιστον καὶ φανότατον τῶν βασιλείων λουτρόν, ὃ τῆς φιάλης λε‐ γομένης ὑπέρκειται, ἥτις ἀπὸ τῆς ἐκεῖσε πρότερον ἱσταμένης τοῦ | |
15 | τῶν βενέτων μέρους λιθίνης φιάλης τὸ ὄνομα σώζει περιλειπόμε‐ νον, ἐκεῖνός ἐστιν ὁ ἐμμελῶς δομησάμενος, ἔργον κάλλους ὁμοῦ καὶ τρυφῆς καὶ σωματικῆς εὐετηρίας καὶ ἀναπαύσεως. ἡ δὲ τοῦ ἑτέρου μέρους φιάλη, τῶν πρασίνων φημί, κατὰ τὴν πρὸς ἀνατο‐ λὰς τῶν βασιλείων αὐλὴν τὴν στάσιν ἐκέκτητο· ἥτις ἐν τῷ κτί‐ | |
20 | ζεσθαι τὸν ἐκεῖσε θεῖον ναὸν τῆς μεταθέσεως ἔτυχε, καὶ ἠλλοιώθη τῶν μερῶν ἡ περὶ ταύτας διατριβή, καὶ ἀπεπαύθη τὰ τελούμενα | |
κατ’ αὐτάς. | ||
337 | 91 Ἐκτὸς δὲ τῶν εἰρημένων τοῦ αὐτοῦ γενναίου βασιλέως ἔργον καὶ ὁ τὰ Μάγγανα λεγόμενος οἶκος βασιλικός, καὶ ὁ νέος οἶκος καλούμενος, οὓς ἀπὸ τοιαύτης προαιρέσεως κατεσκεύασεν. μὴ βουλόμενος γὰρ τὰ δημόσια χρήματα, ἅπερ οἱ ἐκ τοῦ ὑπηκόου | |
5 | φόροι γεννῶντες αὐξάνουσιν, εἰς οἰκείας καταναλίσκειν χρείας καὶ τῶν ἀνὰ πᾶν ἔτος ὑπ’ αὐτοῦ κεκλημένων καὶ τοὺς ἑτέρων πόνους τὴν τούτων τράπεζαν ἡδύνειν ἢ συγκροτεῖν, τοὺς τοιούτους οἴκους ἐπενοήσατο, καὶ προσόδους ἐκ γεωργίας ἀπέταξεν ἐν αὐτοῖς ἱκα‐ νάς, ἀφ’ ὧν ἡ βασιλικὴ πανδαισία αὐτοῦ τε καὶ τῶν μετ’ αὐτὸν | |
10 | ἄφθονον καὶ δικαίαν τὴν χορηγίαν ἔμελλεν ἔχειν ἀεί. καὶ τὰ ἐν ταῖς καλουμέναις δὲ Πηγαῖς βασιλικὰ μεταβολῆς ἕνεκα καταγώγια καὶ ἐνδιαιτήματα ὁ αὐτὸς βασιλεὺς ἐκ βάθρων ἀνέστησεν, ἃ καὶ ναῶν καλλοναῖς κατεκόσμησεν, ἐν οἷς ὅ τε τοῦ ἁγίου προφήτου Ἠλιοὺ τυγχάνει οἶκος σεπτὸς καὶ ὁ Ἐλισσαίου τοῦ ἐκείνου διαδόχου | |
15 | καὶ φοιτητοῦ, ἔτι δὲ καὶ ὁ τοῦ πρώτως ἡμῶν εὐσεβῶς βασιλεύσαν‐ τος Κωνσταντίνου τοῦ μεγάλου, καὶ ὁ τῶν νεοφανῶν μαρτύρων τῶν δύο καὶ τεσσαράκοντα, καὶ πρὸς τούτοις ἕτεροι δύο οἶκοι εὐκτήριοι εἰς ὄνομα καὶ δόξαν εὐσεβῶς δομηθέντες τῆς θεομήτο‐ ρος. καὶ ἐν τοῖς τῆς Ἱερείας δὲ παλατίοις τοῦ αὐτοῦ προφήτου | |
20 | Ἠλιοὺ ἱερὸν εὐκτήριον ἐδομήσατο, οὐδενὸς τῶν ἄλλων ἐν κάλλει καὶ ὡραιότητι κρινόμενον δεύτερον. | |
92 Ἐν δὲ ταῖς τοιαύταις κατὰ μεταφοίτησιν καὶ μεταβο‐ | ||
338 | λὴν βασιλείοις διατριβαῖς καὶ δεξαμενὴν τυγχάνουσαν ὕδατος, με‐ γάλην τε καὶ εὐρύχωρον, ἔργον καὶ πόνημα τοῦ καλλύναντος βα‐ σιλέως κατ’ ἀρχὰς τὸ προάστειον, ὑπὸ δὲ τοῦ βασιλέως Ἡρακλείου συγχωσθεῖσαν καὶ γεωθεῖσαν καὶ καταφύτευσιν δεξαμένην δένδρων | |
5 | τε καὶ λαχάνων, καθάπερ καὶ αἱ τῶν βασιλικῶν παλατίων οὖσαι ἐντός, ἥ τε πρὸ τῆς Μαγναύρας καὶ ἡ μεταξὺ τοῦ τε Ἰουστινιανοῦ τρικλίνου καὶ τοῦ τῆς Ἐκθέσεως, αἵτινες καὶ αὐταὶ ὕδωρ ἄφθονον ἔχουσαι καὶ ἰχθύας πρὸς τέρψιν καὶ ἄγραν τῶν βασιλέων ἐκτρέ‐ φουσαι, ὑπὸ τοῦ αὐτοῦ βασιλέως ἠπειρωθεῖσαι εἰς παραδείσων | |
10 | κατασκευὴν ἐχρημάτισαν διὰ τὸ Στέφανον τὸν μαθηματικὸν τὴν γένεσιν τοῦ εἰρημένου βασιλέως πολυπραγμονήσαντα εἰπεῖν ἐξ ὕδα‐ τος αὐτὸν τελευτᾶν. διὰ τὴν τοιαύτην οὖν αἰτίαν καὶ τῆς ἐν Ἱε‐ ρείᾳ κινστέρνης εἰς παράδεισον μεταμειφθείσης, ἰδὼν τὸ χωρίον ὁ ἀοίδιμος βασιλεὺς Βασίλειος πρὸς μὲν παραδείσων καταφυτεύσεις | |
15 | τόπους κεκτημένον ἀποχρῶντας καὶ ἱκανούς, ὑποσπανίζον δὲ ὕδα‐ τος ποτίμου καὶ καθαροῦ, αὖθις ἐκφορήσας τὸν χοῦν πολυχειρίᾳ τε καὶ σπουδῇ τὸν ὁρώμενον πρὸ ὀλίγου λειμῶνα κομῶντα φυτοῖς εἰς τὸ ἀρχαῖον σχῆμα μετήγαγε, καὶ ἀντὶ παραδείσου δοχεῖον ἀπειρ‐ γάσατο ὕδατος ἀφθόνου τε καὶ διαρκοῦς. | |
20 | Καὶ ταῦτα μὲν ὅσα κατὰ τὰς βασιλείους περιοχὰς φιλοπόνως ἅμα καὶ εὐσεβῶς ὁ ἀοίδιμος βασιλεὺς ἐτεκτήνατο· (93) ἐξελθέτω δὲ τῶν βασιλείων ἤδη λοιπὸν ὁ λόγος, καὶ χωρείτω πρὸς τὰ ἑξῆς τῶν κατὰ τὴν βασιλεύουσαν ταύτην πόλιν καὶ τὰ περὶ αὐτὴν ἐν | |
οἰκοδομαῖς τε καὶ ἀνοικοδομαῖς θείων οἴκων ἔργα τοῦ αὐτοκράτο‐ | ||
339 | ρος. ὁρῶν γὰρ τὸν ἀστικὸν καὶ βάναυσον ὄχλον τὸν κατὰ τὴν ἀγοράν, ἣ Φόρος προσαγορεύεται, διατρίβοντα καὶ προστετηκότα ταῖς χρείαις τοῦ βίου ἐν τῷ μὴ ἔχειν πλησίον οἶκον εὐκτήριον τῆς ψυχικῆς ἐπιμελείας λήθην λαμβάνοντα, ναὸν περικαλλῆ καὶ σε‐ | |
5 | βάσμιον τῇ θεομήτορι κατὰ τὴν ἀγορὰν ἐδείματο, ὡς ἂν καὶ ὄμ‐ βρων καὶ χειμώνων εἴη τοῖς ὄχλοις ἀλέξημα καὶ ψυχικῆς σωτηρίας ἐντρύφημα καὶ βοήθημα. καὶ τὸν ἕτερον δὲ τῆς πανυμνήτου θεο‐ τόκου, τὸν ἐν τοῖς Χαλκοπρατείοις θεῖον ναὸν τῆς πανσέπτου καὶ ἁγίας σοροῦ, ταπεινὸν ἰδὼν καὶ ἀφώτιστον, καὶ φωτοδόχας ἑκα‐ | |
10 | τέρωθεν ἀναστήσας ἁψῖδας καὶ τὸ τέγος μετεωρίσας ὕψει εὐπρε‐ πείας κατηύγασεν καὶ μαρμαρυγαῖς φωτὸς κατηγλάϊσε. τὸν δὲ τοῦ πρώτου τῶν ἀγγέλων ἐν τοῖς Τζήρου λεγομένοις θεῖον ναὸν καὶ τὴν περὶ αὐτὸν φιλάνθρωπον εἰς τοὺς πένητας ὑπουργίαν καὶ χορηγίαν ἐκεῖνός ἐστιν ὁ περιποιησάμενος, καὶ τόν τε ναὸν φαι‐ | |
15 | δρύνας καὶ εἰς τὸ νῦν ὁρώμενον κάλλος περιστήσας καὶ ἀγαγών, καὶ τὴν διακονίαν εἰς τὸ ἀνενδεὲς τῇ τῶν προσόδων ἐπαυξήσει κα‐ ταστήσας, καὶ ἐπιδαψιλευσάμενος τὸν εἰς τοὺς πένητας ἔλεον. καὶ τὸν ἐν Πουλχεριαναῖς δὲ τοῦ ἱερομάρτυρος Λαυρεντίου μέγι‐ στον ναὸν συμπτωθέντα ἀνέστησε, πολλῆς ἐμπλήσας τερπνότητος. | |
20 | καὶ ἄλλους δὲ ἱεροὺς οἴκους ἀμφὶ τοὺς ἑκατὸν περὶ τὴν πόλιν ἀνέ‐ στησε, πτωχοτροφεῖά τε καὶ ξενῶνας ἐκαινούργησε, καὶ τῶν πα‐ λαιωθέντων πλεῖστα ἀνενέωσε, νοσοκομεῖά τε καὶ γηροκομεῖα καὶ | |
μοναστήρια. | ||
340 | 94 Οὐ κατὰ τὴν πόλιν δὲ μόνον τὰ τοιαῦτα τῶν ἔργων θεοφιλῶς τε ἅμα καὶ φιλοτίμως εἰργάζετο, ἀλλὰ καὶ ταύτης ἐκτὸς τὴν ὁμοίαν ἐπεδείκνυτο ἐπιμέλειαν. μεθ’ ἧς καὶ τὸν τοῦ ἀποστό‐ λου καὶ εὐαγγελιστοῦ Ἰωάννου τοῦ θεολόγου ἐν τῷ καλουμένῳ Ἑβ‐ | |
5 | δόμῳ ναὸν τῷ χρόνῳ πονήσαντα καὶ καταβληθέντα ἀνίστησι, καλ‐ λοναῖς τε ὡραΐσας καὶ ὀχυρώμασι κατασφαλισάμενος. ἔτι δὲ καὶ τὸν πλησιόχωρον αὐτοῦ τοῦ προδρόμου οἶκον, πρὸ πάνυ πολλῶν καταπτωθέντα χρόνων καὶ ἐρείπιον ἀντὶ ναοῦ χρηματίζοντα, περι‐ καθαίρει μὲν τῆς ὕλης καὶ τῶν χωμάτων, ταχίστῃ δὲ οἰκοδομῇ | |
10 | καὶ ἐπιμελείᾳ τῶν περιφανῶν καὶ μεγάλων ἴσον καθίστησι. τὸ δὲ τοῦ κορυφαίου τῶν ἀποστόλων τέμενος ἐν τῷ Ῥηγίῳ, διὰ τὴν ἀπειλουμένην πτῶσιν ἄβατον τυγχάνον, αὐτὸς καθελὼν καὶ ἐκ βά‐ θρων καινουργήσας ἐδείματο εἰς μνήμην αὐτοῦ διηνεκῆ τε καὶ ἀνεπίληστον. ἐν δὲ ταῖς τοῦ Βαθύρσου ποταμοῦ ὑπερκειμέναις | |
15 | Ἰουστινιανοῦ γεφύραις Καλλινίκου τοῦ μάρτυρος ἠδαφισμένον ναὸν τοῦ προτέρου κρείττονα ἤγειρεν. ἐν δὲ τῷ καλουμένῳ τούτῳ Στενῷ, τὸν αὐχένα τοῦ Εὐξείνου φημί, τὸν τοῦ ἁγίου Φωκᾶ πάν‐ σεπτον οἶκον θεαρέστως τε καὶ θεοφιλῶς δομησάμενος, καὶ σύστη‐ μά τι μοναχῶν εὐλαβῶν συναθροίσας, κτίσμασί τε καὶ κτήμασι | |
20 | τὸν τόπον καταπλουτίσας, μονὴν θεοσύλλεκτον καὶ ἰατρεῖον ψυχῶν ἀπειργάσατο. ἐπὶ τούτοις ἅπασι τὸν τοῦ ἀρχιστρατήγου Μιχαὴλ | |
ἱερὸν οἶκον ἐν τῷ Σωσθενίῳ, ἐκ μακρῶν διαρρυέντα χρόνων καὶ | ||
341 | πλείστοις ὀκλάσαντα ῥήγμασι καὶ ἤδη πρὸς γόνυ κλιθέντα σχεδὸν καὶ τὸ πολὺ τῆς περὶ αὐτὸν εὐπρεπείας ἀποβαλόντα, τῶν πτωμά‐ των τε διανίστησι καὶ πρὸς τὴν προτέραν ἀκμὴν ἀνακαλεσάμενος ὡραιότητος ἁπάσης ἔδειξεν ἔμπλεων. καὶ περὶ μὲν τοὺς ἱεροὺς | |
5 | οἴκους καὶ τὴν τούτων ἐπιμέλειαν καὶ διόρθωσιν, ἀφ’ ὧν μάλιστα ἡ περὶ τὸ θεῖον ὁσιότης χαρακτηρίζεται, τοιοῦτος ὁ ἐν βασιλεῦσιν ἀοίδιμος Βασίλειος ἦν. 95 Εἰδὼς δὲ ὅτι ἐπ’ οὐδενὶ τοσοῦτον ὅσον ἐπὶ σωτηρίᾳ ψυχῶν ὁ θεὸς ἐπευφραίνεται, καὶ ὅτι ὁ ἐξάγων ἄξιον ἐξ ἀναξίου | |
10 | ὡς στόμα χρηματίζει Χριστοῦ, οὐδὲ περὶ τὸ ἀποστολικὸν τοῦτο ἔργον ἀμελὴς ἐφάνη καὶ ῥάθυμος, ἀλλὰ πρῶτον μὲν τὸ τῶν Ἰου‐ δαίων ἔθνος ἀπερίτμητόν τε καὶ σκληροκάρδιον, τὸ ὅσον ἐπ’ αὐ‐ τῷ, εἰς τὴν ὑποταγὴν σαγηνεύει Χριστοῦ. κελεύσας γὰρ αὐτοὺς τῆς οἰκείας θρησκείας τὰς ἀποδείξεις κομίζοντας εἰς διαλέξεις χω‐ | |
15 | ρεῖν καὶ ἢ δεικνύναι τὰ κατ’ αὐτοὺς ἰσχυρά τε καὶ ἀναντίρρητα, ἢ πειθομένους ὅτι κεφάλαιον τοῦ νόμου καὶ τῶν προφητῶν ὁ Χρι‐ στὸς ἦν καὶ ὅτι σκιᾶς τύπον εἶχεν ὁ νόμος, ἣ τῇ ἐπιλάμψει τοῦ ἡλιακοῦ φωτὸς διασκεδάζεται, προσέρχεσθαι τῇ τοῦ κυρίου διδα‐ σκαλίᾳ καὶ βαπτίζεσθαι, προσθεὶς δὲ καὶ ἀξιωμάτων τοῖς προσερ‐ | |
20 | χομένοις διανομὰς καὶ τοῦ βάρους τῶν προτέρων ἀπαλλάξας φόρων καὶ ἐπιτίμους ἐξ ἀτίμων ποιεῖν κατεπαγγειλάμενος, πολλοὺς τοῦ | |
ἐπικειμένου καλύμματος τῆς πωρώσεως ἠλευθέρωσε καὶ πρὸς πί‐ | ||
342 | στιν εἵλκυσε τοῦ Χριστοῦ, εἰ καὶ πάλιν οἱ πλείους μετὰ τὴν ἐκ τοῦ βίου τοῦ βασιλέως ἐπαναχώρησιν πρὸς τὸν οἰκεῖον ὡς κύνες ὑπέστρεψαν ἐμετόν. ἀλλὰ κἂν ἐκεῖνοι, μᾶλλον δέ τινες ἐκείνων, ὡς Αἰθίοπες ἔμειναν ἀμετάβλητοι, ἀλλ’ ὅ γε φιλόθεος βασιλεὺς | |
5 | ἐντελεῖς τοῦ ἔργου τοὺς μισθοὺς ἕνεκα τῆς σπουδῆς παρὰ θεοῦ ἀπολήψεσθαι ἔμελλεν. 96 Ὡσαύτως δὲ καὶ περὶ τὸ Βουλγάρων γένος εὑρίσκεται διαγεγονώς. τὸ γὰρ τοιοῦτον ἔθνος, εἰ καὶ πρὸ τούτου τὴν πρὸς εὐσέβειαν μεταβολὴν εἰσδέξασθαι ἔδοξε καὶ πρὸς τὸν χριστιανισμὸν | |
10 | μετελθεῖν, ἀλλ’ ὅμως ἀπαγὲς ἦν ἔτι πρὸς τὸ καλὸν καὶ ἀνίδρυτον, ὡς ὑπὸ ἀνέμου φύλλα ῥᾳδίως σαλευόμενον καὶ μετακινούμενον. ἀλλὰ ταῖς τοῦ βασιλέως συχναῖς παραινέσεσι καὶ ταῖς λαμπραῖς δεξιώσεσιν, ἔτι δὲ καὶ ταῖς μεγαλοψύχοις φιλοτιμίαις τε καὶ δω‐ ρεαῖς, ἀρχιεπίσκοπόν τε πείθεσθαι καταδέξασθαι καὶ ἐπισκόποις | |
15 | καταπυκνωθῆναι τὴν χώραν ἀνέχεται· καὶ διά τε τούτων διά τε τῶν ἐξ ὀρέων τε καὶ τῶν σπηλαίων τῆς γῆς μετακληθέντων καὶ ἐκεῖσε παρὰ τοῦ βασιλέως ἀποσταλέντων, τῶν εὐσεβῶν μοναστῶν, τά τε πατρῷα ἤθη καταλιμπάνει καὶ ὁλόκληρον τῷ Χριστῷ σα‐ γηνεύεται. | |
20 | 97 Ἀλλὰ καὶ τὸ τῶν Ῥῶς ἔθνος δυσμαχώτατόν τε καὶ ἀθεώτατον ὂν χρυσοῦ τε καὶ ἀργύρου καὶ σηρικῶν περιβλημάτων ἱκαναῖς ἐπιδόσεσιν εἰς συμβάσεις ἐφελκυσάμενος, καὶ σπονδὰς πρὸς | |
αὐτοὺς σπεισάμενος εἰρηνικάς, ἐν μετοχῇ γενέσθαι καὶ τοῦ σωτη‐ | ||
343 | ριώδους βαπτίσματος ἔπεισε καὶ ἀρχιεπίσκοπον παρὰ τοῦ πατριάρ‐ χου Ἰγνατίου τὴν χειροτονίαν δεξάμενον δέξασθαι παρεσκεύασεν, ὃς κατὰ τὴν τοῦ εἰρημένου ἔθνους χώραν παραγεγονὼς ἀπὸ τοιαύ‐ της πράξεως εὐπαράδεκτος τῷ ἔθνει γεγένηται. τοῦ γὰρ ἄρχον‐ | |
5 | τος τοῦ τοιούτου γένους σύλλογον τοῦ ὑπηκόου ποιησαμένου καὶ μετὰ τῶν περὶ αὐτὸν γερόντων προκαθεσθέντος, οἳ τῶν ἄλλων μᾶλλον τῇ δεισιδαιμονίᾳ διὰ τὴν μακρὰν συνήθειαν προστετηκότες ἐτύγχανον, καὶ σκοπουμένων περί τε τῆς οἰκείας καὶ τῶν Χριστια‐ νῶν πίστεως, εἰσκαλεῖται ὁ ἄρτι πρὸς αὐτοὺς φοιτήσας ἀρχιερεύς, | |
10 | καὶ τίνα τὰ παρ’ αὐτοῦ καταγγελλόμενα καὶ αὐτοὺς διδάσκεσθαι μέλλοντα ἐπυνθάνετο. τοῦ δὲ τὴν ἱερὰν τοῦ θείου εὐαγγελίου βίβλον προτείναντος, καί τινα τῶν τοῦ σωτῆρος ἡμῶν καὶ θεοῦ θαυμάτων αὐτοῖς ἀπαγγείλαντος, καὶ τῶν ὑπὸ τοῦ θεοῦ τερατουρ‐ γηθέντων κατὰ τὴν παλαιὰν τὴν ἱστορίαν αὐτοῖς ἀναπτύξαντος, | |
15 | “εἰ μή τι τῶν ὁμοίων” ἔφασαν εὐθέως οἱ Ῥῶς “καὶ ἡμεῖς θεασό‐ μεθα, καὶ μάλιστα οἷον τὸ ἐν τῇ καμίνῳ τῶν τριῶν λέγεις παίδων, οὐκ ἄν σοι ὅλως πιστεύσωμεν, οὐδὲ τὰς ἀκοὰς ἡμῶν ἔτι τοῖς ὑπὸ σοῦ λεγομένοις ὑπόσχωμεν.” ὁ δὲ πεποιθὼς ἐπὶ τῷ ἀψευδεῖ τοῦ εἰπόντος ὅτι ὃ ἐὰν αἰτήσητε ἐν τῷ ὀνόματί μου λήψεσθε καὶ ὅτι | |
20 | ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, ὅταν οὐ πρὸς ἐπίδειξιν ἀλλὰ πρὸς σωτη‐ | |
ρίαν ψυχῶν μέλλει γίνεσθαι τὰ γινόμενα, ἔφη πρὸς αὐτούς “εἰ | ||
344 | καὶ μὴ ἔξεστιν ἐκπειράζειν κύριον τὸν θεόν, ἀλλ’ ὅμως εἰ ἐκ ψυ‐ χῆς διεγνώκατε προσελθεῖν τῷ θεῷ, αἰτήσασθε ὅπερ καὶ βούλεσθε, καὶ ποιήσει τοῦτο πάντως διὰ τὴν πίστιν ὑμῶν ὁ θεός, κἂν ἡμεῖς ἐσμὲν εὐτελεῖς καὶ ἐλάχιστοι.” οἱ δὲ ᾐτήσαντο αὐτὸ τὸ τῆς πί‐ | |
5 | στεως τῶν Χριστιανῶν βιβλίον, ἤτοι τὸ θεῖον καὶ ἱερὸν εὐαγγέ‐ λιον, ἐν τῇ ὑπ’ αὐτῶν ἀναφθείσῃ ἐμβληθῆναι πυρκαϊᾷ· καὶ εἰ ἀβλαβὲς τηρηθείη καὶ ἄκαυστον, προσελθεῖν τῷ παρ’ αὐτοῦ κη‐ ρυσσομένῳ θεῷ. ῥηθέντων δὲ τούτων, καὶ τοῦ ἱερέως πρὸς τὸν θεὸν τοὺς ὀφθαλμοὺς καὶ τὰς χεῖρας ἐπάραντος, καὶ εἰπόντος ὅτι | |
10 | δόξασόν σου τὸ ἅγιον ὄνομα, Ἰησοῦ Χριστὲ ὁ θεὸς ἡμῶν, καὶ νῦν ἐν ὀφθαλμοῖς τοῦ ἔθνους τούτου παντός, ἐρρίφη εἰς τὴν κά‐ μινον τοῦ πυρὸς ἡ τοῦ ἁγίου εὐαγγελίου βίβλος. ὡρῶν δὲ διελη‐ λυθυιῶν ἱκανῶν, εἶτα τῆς καμίνου κατασβεσθείσης, εὑρέθη τὸ ἱερὸν πυκτίον διαμεῖναν ἀπαθὲς καὶ ἀλώβητον καὶ μηδεμίαν ὑπὸ | |
15 | τοῦ πυρὸς δεξάμενον λύμην ἢ μείωσιν, ὡς μηδὲ τῶν ἐν τοῖς κλει‐ δώμασι τῆς βίβλου κροσσῶν τὴν οἱανοῦν ὑπομεινάντων φθορὰν ἢ ἀλλοίωσιν. ὅπερ ἰδόντες οἱ βάρβαροι, καὶ τῷ μεγέθει καταπλα‐ γέντες τοῦ θαύματος, ἀνενδοιάστως βαπτίζεσθαι ἤρξαντο. 98 Οὕτως οὖν τῶν τοιούτων ἔργων ἐν τοῖς χρόνοις τῆς | |
20 | βασιλείας τοῦ συνετοῦ βασιλέως Βασιλείου καταπραττομένων, καὶ δεξιῶς κατὰ νοῦν τῶν πραγμάτων χωρούντων αὐτῷ, καὶ τοῦ καθ’ | |
ἡμέραν θάλλοντος βίου, καὶ εὐθυμίας χορευούσης περὶ τὴν πόλιν | ||
345 | καὶ τὰ βασίλεια, καὶ γαλήνης ἡπλωμένης ἀνὰ πᾶσαν σχεδὸν νῆσον καὶ ἤπειρον, ἐξαίφνης λαῖλαψ καὶ ζάλη καὶ καταιγὶς συμφορῶν τοῖς ἀνακτόροις ἐκώμασε, κοπετὸς καὶ θρῆνος καὶ Ἰλιὰς λυπηρῶν καὶ τραγῳδία θλιβερῶν ἐχόρευσε περὶ τὰ βασίλεια. ὁ γὰρ φίλτα‐ | |
5 | τος καὶ πρωτότοκος υἱὸς τῷ βασιλεῖ Κωνσταντῖνος ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας, ἐν τῇ ἀκμῇ τῆς νεότητος, ἐν τῷ πρὸς ζῆλον ἄρχεσθαι τρέχειν τῆς πατρικῆς γενναιότητος, ὀξείᾳ νόσῳ περιπε‐ σὼν καὶ ἐπὶ ὀλίγαις ἡμέραις τῷ πυρετῷ καυσωθείς, πᾶσαν τὴν ζωτικὴν ἰκμάδα τοῦ παρὰ φύσιν λάβρου πυρὸς συντόμως ἐκδα‐ | |
10 | πανήσαντος, τὸν βίον ἐξέλιπε, πένθος ἀμύθητον καταλιπὼν τῷ πατρί. πλὴν ἐπεὶ λόγῳ κρατεῖν ὀφείλει τῶν ἀλόγων παθῶν ὁ πε‐ παιδευμένος ἀνήρ, καὶ αὐτὸς ἄνθρωπος ὢν καὶ θνητὸς ᾔδει καὶ τὸν υἱὸν ἔχων ὁμοίως θνητόν, καὶ διὰ τοῦτο τὸ πέρα τοῦ μετρίου τὸ συμβὰν ἀποδύρεσθαι ὡς ἀγεννές τε καὶ ἄνανδρον τῇ γυναικωνί‐ | |
15 | τιδι διδοὺς θᾶττον ἐγένετο ἑαυτοῦ, καὶ τὴν εὐχάριστον τοῦ γεν‐ ναίου Ἰὼβ φωνὴν ἀνεφθέγξατο, “ὁ κύριος ἔδωκεν” εἰπών, “ὁ κύ‐ ριος αὖθις ἀφείλατο. ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ γέγονεν. εἴη αὐτοῦ εὐλογημένον τὸ ὄνομα.” καὶ “τί” φησί “θαυμαστόν, εἰ ὁ δοὺς πάλιν ἀπείληφεν, ὡς ἐβούλευεν, ὅπερ δέδωκεν;” καὶ | |
20 | μᾶλλον εἰς παραμυθίαν τῆς μητρὸς καὶ τῶν ἀδελφῶν γεγονὼς ἦν | |
ἐπὶ τῶν συνήθων αὖθις, προϊστάμενος ὀρφανῶν, χήραις ἐπικου‐ | ||
346 | ρῶν, χορηγῶν στρατιώταις καὶ πένησιν, ἀδικουμένοις ἐπαμύνων, καὶ τῶν φοβουμένων τὸν κύριον ἡδέως καὶ εὐμενῶς ἀκροώμενος, τὰ λυσιτελῆ καὶ σωτήρια καὶ τὴν ἄνω βασιλείαν προξενοῦντα ἐξη‐ γουμένων καὶ ὑποτιθεμένων αὐτῷ. | |
5 | 99 Ἐπεὶ δὲ εἰώθασι πολλάκις οἱ καθεστηκότες ἐπὶ τῶν ἀρχῶν καὶ τῶν διοικήσεων, τὴν εὔνοιαν δῆθεν ὑπεμφαίνειν ἐθέ‐ λοντες, τάχα δὲ καὶ μονιμωτέραν ἐντεῦθεν οἰόμενοι τὴν ἀρχὴν ἑαυτοῖς καταστήσασθαι, ὑποτιθέναι τὰ πρὸς αὔξησιν τῶν εἰσφο‐ ρῶν καὶ τὸν τῶν προσόδων συντελοῦντα πλεονασμόν, ὑπέμνησέ | |
10 | ποτε καὶ τῷ γενναίῳ τούτῳ βασιλεῖ ἀπὸ τοιαύτης γνώμης ὁ τὴν τοῦ γενικοῦ τὸ τηνικαῦτα διέπων ἀρχὴν ἀποσταλῆναι εἰς τὰ ὑπὸ τὴν Ῥωμαϊκὴν ἐξουσίαν ἅπαντα θέματα τοὺς λεγομένους ἐπόπτας τούτους καὶ ἐξισωτάς, ὡς ἄν, φησί, τοὺς ἀγροὺς καὶ τὰ χωρία, ὧν ὁ χρόνος τοὺς δεσπότας διά τινα περιπέτειαν τοῖς οἰκείοις ἐπέ‐ | |
15 | κλυσε ῥεύμασι, πρὸς ἑτέρους διάθωνται καὶ πρόσοδον ἐντεῦθεν οὐχὶ μικρὰν τῷ ταμιείῳ τῷ βασιλικῷ προσπορίσωσιν. ὁ δὲ βα‐ σιλεὺς ἀποδέχεσθαι προσποιησάμενος τὴν ὑπόμνησιν, ἐκλέξασθαι καὶ εὐτρεπίσαι καὶ αὐτῷ προσαγαγεῖν τοὺς ὀφείλοντας τὸ ἔργον ἐπιτελέσαι καλῶς προετρέψατο. σκεψάμενος δὲ καὶ φροντίσας | |
20 | ὁ γενικός, καὶ ὡς ἐδόκει κάλλιστα τοὺς ἀρίστους ἐπιλεξάμενος, καὶ τὰς τῶν ἐκλεγέντων κλήσεις εἰσαγαγὼν πρὸς αὐτόν, πολλῆς | |
ἐνομίσθη μέμψεως ἄξιος καὶ σφοδροτέροις ὑπεβλήθη ὀνειδισμοῖς, | ||
347 | εἰ τοιούτους εἰς τὸ τοιοῦτον ἔργον προβάλλεται. τοῦ δὲ μὴ ἔχειν ἐν τοῖς πολιτευομένοις κρείττονας λέγοντος, ὁ βασιλεὺς ἀπεκρίνατο ὅτι παρ’ ἐμοὶ τοιοῦτον τὸ τῆς προκειμένης διακονίας ἔργον κρίνε‐ ται ὥστε, εἴπερ οἷόν τε ἦν, αὐτὸν ἐμὲ πρὸς τὴν τούτων διοίκησιν | |
5 | ἐξελθεῖν. ἐπεὶ δὲ τοῦτο οἶδα ὅτι δοκεῖ τυχὸν ἀπρεπὲς καὶ ἀδύνα‐ τον, ἐξ ἀνάγκης ἐπὶ τοῖς δυσὶ τῆς πολιτείας μαγίστροις, οἳ καὶ χρόνῳ καὶ πείρᾳ καὶ ταῖς πολλαῖς ἐν τῷ μακρῷ βίῳ τῶν πολιτι‐ κῶν ἀρχῶν διοικήσεσιν, ἐν αἷς ἐξητάσθησαν, ἀκίβδηλον καὶ κα‐ θαρὸν τῆς ἀρετῆς ἐξενηνόχασι τὸ δοκίμιον, τὰς ἐλπίδας ἀποσα‐ | |
10 | λεύω, καὶ τὴν διακονίαν ὑπὸ τούτων ἀνυσθῆναι δεόντως θαρρῶ. ἀπελθὼν οὖν, φησίν, αὐτὸς σὺ τούτοις ἀπάγγειλον τὸ τῆς διακο‐ νίας ἐπωφελὲς καὶ τὸ θέλημα τὸ ἐμόν. καὶ βουλομένων αὐτῶν ἐξελθεῖν ἐπευδοκῶ καὶ αὐτὸς καὶ ἐπισφραγίζω τὸ βούλευμα. ὡς δὲ ἀκούσαντες οἱ ἄνδρες ἦλθον εἰς ἔκπληξιν, καὶ τὸ γῆρας ἀνθ’ | |
15 | ἱκετηρίας καὶ τοὺς πολλοὺς ὑπὲρ τοῦ κοινοῦ καμάτους καὶ πόνους αὐτῶν προβαλλόμενοι παρενεχθῆναι τὸ τῆς τοιαύτης διακονίας πο‐ τήριον ἐξ αὐτῶν καθικέτευον, ἐξ ἀνάγκης ὑπέστρεψεν ἄπρακτος ὁ πεμφθείς, καὶ τῷ βασιλεῖ τὰ παρὰ τῶν μαγίστρων ἀπήγγειλεν. ἅπερ ἀκούσας εἶπεν ὁ βασιλεὺς ὅτι εἰ τὸ ἐμὲ ἐξελθεῖν δοκεῖ τε καὶ | |
20 | λέγεται εἶναι ἀδύνατον, παραιτοῦνται δὲ τὴν ὑπουργίαν καὶ οἱ λαμ‐ πρότατοι μάγιστροι, οὐδένα ἔχων τοῦ πράγματος διοικητὴν ἀξιόχρεων καταλειφθῆναι τὸ ὑποβαλλόμενον βούλομαι ἀνεπίσκεπτον καὶ ἀδιε‐ | |
ρεύνητον. κρεῖττον γάρ, φησί, παρακερδαίνειν τινὰς ἀπὸ τῶν ἐμῶν | ||
348 | οὐ καλῶς ἢ κακῶς ὑποπεσεῖν τινὰ ζημιώδει κακῷ καὶ ἐπιτριβούσῃ αὐτὸν συμφορᾷ. καὶ ἐπὶ τούτῳ τὸν ἅπαντα χρόνον τῆς αὐτοκρα‐ τορίας αὐτοῦ ἔμεινεν ἀνέποπτος, ὡς ἄν τις εἴποι, καὶ ἀνεξίσωτος, ἢ μᾶλλον εἰπεῖν ἐλεύθερός τε καὶ ἀδιάπρακτος, ὁ ὑπὸ τὴν Ῥωμαϊ‐ | |
5 | κὴν ἐξουσίαν ἅπας τῶν ὅλων θεμάτων λαὸς καὶ τὰ χωρία καὶ οἱ ἀγροὶ τοῖς γειτονοῦσι τῶν πενήτων προκείμενοι εἰς ἀπόλαυσιν. τοιοῦτος ἦν περὶ πᾶν τὸ ὑπήκοον, μάλιστα δὲ τὸν ὄχλον τὸν ἀγρο‐ δίαιτον, πατρικὴν ἐπιδεικνύμενος κηδεμονίαν καὶ πρόνοιαν ὁ ἀγα‐ θὸς βασιλεύς. | |
10 | 100 Ἀλλὰ καὶ πάλιν ὁ φθόνος ἑτέραν ἤγειρε περὶ τὰ βασίλεια ζάλην καὶ θύελλαν, καθ’ ἑαυτῆς τὴν φύσιν συντα‐ ράσσων τε καὶ κυκῶν. ἄρτι γὰρ τοῦ φιλτάτου τῷ βασιλεῖ υἱοῦ Κωνσταντίνου τὸν βίον ἀπολιπόντος, καὶ μεταπεσόντος τοῦ φίλ‐ τρου καὶ τῶν ἐλπίδων ἐπὶ τὸν δεύτερον υἱὸν Λέοντα, οὐκ ἤνεγκε | |
15 | πράως τὸ βάσκανον τῶν δαιμόνων φῦλον τὸ πρᾶον καὶ ἥσυχον καὶ εὐσεβὲς ἅμα καὶ ἐμμελές, ὡς ἔοικεν, ὁρῶν τοῦ διαδέχεσθαι μέλλοντος τὴν βασίλειον ταύτην ἀρχήν, καὶ τὴν ἐντεῦθεν τοῦ ὑπηκόου στοχαζομένην ἐπὶ τῆς αὐτοῦ βασιλείας εὐετηρίαν καὶ πρὸς πάντα τὰ ἐπαινούμενα αὔξησιν· καὶ διὰ τοῦτο κονίεται | |
20 | κατ’ αὐτοῦ καὶ οὑτωσί πως ἀνταγωνίζεται. ἦν τις τῶν πάνυ | |
φιλουμένων καὶ πιστευομένων παρὰ τῷ ἀοιδίμῳ Βασιλείῳ μονα‐ | ||
349 | χός, ὡς ἐδόκει, καὶ ἱερεύς, καὶ φίλος αὐτῷ καὶ ὑπουργὸς δεξιός, ὃν Σανδαβαρηνὸν κατωνόμαζον· ὃς εἰ καὶ παρὰ τοῦ βασιλέως ἐστέργετο, ἀλλ’ οὐκ εἶχε παρὰ τοῖς ἄλλοις δόξαν χρηστὴν οὐδ’ ὑπόληψιν ἀνεπίληπτον. καὶ διὰ τοῦτο πολλάκις καὶ ὑπὸ τοῦ σο‐ | |
5 | φωτάτου διεκωμῳδεῖτο Λέοντος ὡς γόης καὶ ἀπατεὼν καὶ εἰς ἃ μὴ δεῖ τὸν βασιλέα παρασύρων καὶ τῶν καθηκόντων ἐκδιαιτῶν. ἃ δὴ πυνθανόμενος ὁ φέναξ ἐκεῖνος καὶ πονηρὸς εὔνοιαν πλάττεται καὶ φιλίαν πρὸς τὸν χρηστὸν ὑποκρίνεται Λέοντα, καὶ φησὶ πρὸς αὐτὸν ὡς ἵνα τί νεανίας ἤδη ὢν καὶ παρὰ τῷ πατρί σου φιλούμε‐ | |
10 | νος μὴ ἐπιφέρῃ κρυπτῶς ῥομφαίαν ἢ μάχαιραν, ὅταν κατ’ ἀγροὺς συνιππάζῃ σου τῷ πατρί, ἵνα καὶ αὐτῷ, εἰ κατὰ θηρίου χρείαν σχῇ, ἐπιδιδῷς, καὶ εἴ τι λαθραῖον πολλάκις κατ’ αὐτοῦ ἐπιβού‐ λευμα γένηται, μὴ ἄνοπλος εὑρεθῇς, ἀλλ’ ἔχῃς τι μεθ’ ὅτου δυνηθῇς τοὺς πατρικοὺς ἐχθροὺς ἀνταμύνασθαι. οὐχ ὑπειδόμε‐ | |
15 | νος δὲ τὸν δόλον ἐκεῖνος οὐδὲ τὸ δολερὸν τοῦ ἀνδρὸς συννοήσας (τὸ γὰρ μὴ πρόχειρον εἰς κακίαν οὐδὲ ὑπονοεῖν ἐστὶ τὰ πονηρὰ εὐχερές) δέχεται τὴν βουλὴν καὶ πείθεται μάχαιραν τοῦ ὑποδήμα‐ τος ἐντὸς ἐπιφέρεσθαι. ὡς οὖν ὁ ἐπίβουλος ἔγνω χωρήσασαν εἰς ἔργον τὴν αὐτοῦ συμβουλήν, ἀπαγγέλλει τῷ βασιλεῖ ὅτι ὁ υἱός σου | |
20 | ἐπιβουλεύει σε ἀνελεῖν· καὶ εἰ ἀπιστεῖς, ὅταν κατὰ θήραν ἤ που ἄλλοθι μέλλεις τῆς βασιλίδος ὑπεξελθεῖν, κέλευσον περιαιρεθῆναι τὰ πέδιλα τῶν ποδῶν αὐτοῦ, καὶ εἰ εὑρεθήσεται ξίφος ἐπιφερόμε‐ | |
νος, γνῶθι ὅτι πρὸς τὴν σὴν αὐτὸ σφαγὴν ἡτοιμάσατο. καταγ‐ | ||
350 | γελθείσης οὖν ἐξόδου βασιλικῆς συνεξῆλθεν ἅπαν τὸ εἰωθός, καὶ κατά τινα τόπον γενομένων αὐτῶν προσποιεῖται χρείαν ἔχειν μα‐ χαίρας ὁ βασιλεύς, καὶ ἐπεζήτει ταύτην μετὰ σπουδῆς. συμπαρ‐ ὼν δὲ ὁ υἱός, καὶ μηδὲν τῶν ὑπονοουμένων τῷ πατρὶ προειδόμε‐ | |
5 | νος, ἀκάκως πάνυ καὶ ἀπονήρως ἐφελκυσάμενος ἣν ἐπεφέρετο μά‐ χαιραν ἐπιδίδωσι τῷ πατρί. γενομένου δὲ τούτου ἔδοξεν εὐθέως ἡ κατ’ αὐτοῦ προσαγγελία πιστὴ καὶ αἱ παρ’ αὐτοῦ ἀπολογίαι μάταιαι καὶ κεναί. ὑποστρεψάντων οὖν αὐτίκα πρὸς τὰ βασίλεια, πρὸς ὀργὴν ὁ βασιλεὺς κατὰ τοῦ υἱοῦ διανίσταται, καὶ κατά τινα | |
10 | τῶν βασιλείων οἴκων, ὃς Μαργαρίτης κατονομάζεται, ἔμφρουρον τοῦτον πεποίηται, καὶ τῶν ἐρυθρῶν πεδίλων ἀπογυμνοῖ. διηρέ‐ θιστο δὲ παρὰ τοῦ ἐχθροῦ καὶ ἐκδικητοῦ πρὸς τὸ καὶ τοὺς λύχνους ἐπισβέσαι τῶν ὀφθαλμῶν. ἀλλὰ τοῦτο μὲν ὑπὸ τοῦ τῆς βασιλί‐ δος ἀρχιερέως καὶ τῆς συγκλήτου βουλῆς κωλύεται διαπράξασθαι, | |
15 | τῆς εἱρκτῆς δ’ ὅμως εἶχεν ἐντός. χρόνου δὲ παραδραμόντος συ‐ χνοῦ, καὶ τῆς φύσεως οὐ γνωριζούσης ἑαυτὴν ἀλλ’ ὑπὸ τῶν πονη‐ ρῶν πνευμάτων τραχυνομένης, τῶν δὲ τῆς γερουσίας ὑπερεχόντων πολλάκις βουληθέντων ὑπὲρ τοῦ υἱοῦ πρὸς τὸν πατέρα διαπρεσβεύ‐ σασθαι, ἄλλοτε δὲ κατ’ ἄλλην αἰτίαν κωλυομένων, ἀπὸ τοιαύτης | |
20 | προφάσεως εὔλογον ἔσχον ἀφορμὴν εἰς τὸ κατανύσαι τὸ βούλημα. (101) ἦν τι ζῷον πτηνὸν ἐν ταλάρῳ πλεκτῷ κατὰ τὰ βασίλεια αἰωρούμενον, μιμηλὸν καὶ πολύφωνον, ὃ ψιττακὸς ὀνομάζεται· | |
ὅπερ εἴτε πρός τινων διδαχθὲν εἴτε ἄλλως πως πολλάκις “αἲ αἲ κῦρ | ||
351 | Λέων” ἐφθέγγετο. πανδαισίας δέ ποτε τελουμένης τῷ βασιλεῖ, καὶ τῶν πρώτων τῆς βουλῆς συνεστιωμένων αὐτῷ, καὶ τοῦ ὄρνι‐ θος πολλάκις φθεγγομένου τὸ προρρηθέν, ἐπιστυγνάσαντες οἱ δαι‐ τυμόνες καὶ τῆς εὐωχίας παυσάμενοι ἐπὶ συννοίας ἐκάθηντο. οἷς | |
5 | προσσχὼν ὁ βασιλεὺς τὴν αἰτίαν τῆς τῶν ἐδεστῶν ἀποχῆς ἐπυνθά‐ νετο. οἱ δὲ δακρύων ὑποπλησθέντες τοὺς ὀφθαλμοὺς “τίνα βρῶ‐ σιν” εἶπον “φαγούμεθα, οὕτως ὑπὸ τῆς φωνῆς τοῦ ἀλόγου τούτου ὀνειδιζόμενοι οἱ δοκοῦντες ἡμεῖς λογικοί τε καὶ φιλοδέσποτοι, ὅτι αὐτὸ μὲν τὸν οἰκεῖον ἀνακαλεῖται δεσπότην, ἡμεῖς δὲ τρυφῶντες | |
10 | λήθην τοῦ μὴ ἀδικήσαντος δεσποσύνου ἐλάβομεν. εἰ μὲν γὰρ ἐλέγχεται ἀδικῶν καὶ κατὰ τῆς πατρικῆς κεφαλῆς εὐτρεπίσας τὴν δεξιάν, αὐτόχειρες αὐτοῦ ἡμεῖς πάντες γενοίμεθα καὶ τοῦ αἵματος αὐτοῦ κορεσθείημεν· εἰ δὲ ἐφ’ οἷς ἐνεκλήθη διαφεύγει τὸν ἔλεγ‐ χον, μέχρι τίνος ἡ συκοφάντις γλῶσσα δυναμωθήσεται κατ’ αὐ‐ | |
15 | τοῦ;” μαλακισθεὶς οὖν τοῖς τοιούτοις τῶν λόγων ὁ βασιλεὺς τότε μὲν καθεσθῆναι τούτους προσέταξε, καὶ σκοπῆσαι περὶ τοῦ πρά‐ γματος ἐπηγγείλατο, μετ’ οὐ πολὺ δὲ πρὸς τὴν φύσιν ἐπανελθὼν ἐξάγει τε τῆς φρουρᾶς καὶ εἰς ὄψιν ἄγει αὐτοῦ, καὶ τὴν πένθιμον ἀμείβει στολήν, καὶ τὸ περιττὸν τῆς ἐν τῇ λύπῃ τραφείσης κόμης | |
20 | περιαιρεθῆναι κελεύει, καὶ τὴν προτέραν τῆς βασιλείας τάξιν καὶ τιμὴν ἀποδίδωσιν. | |
102 Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ φθινάδι νόσῳ περιπίπτει | ||
352 | ὁ βασιλεύς, ἐκ διαρροίας παρακολουθησάσῃ γαστρός, ἢ τὴν ἀρ‐ χὴν ὑπό τινος τῶν κατὰ θήραν παραπτώσεων ἔλαβεν· καὶ λοιπὸν κατ’ ὀλίγον τῇ τοιαύτῃ τηκεδόνι κατεμαραίνετο. διαθεὶς δὲ τὰ τῆς βασιλείας ἄριστα καὶ τὸν κληρονόμον γνωρίσας, καὶ περὶ τῶν | |
5 | καθ’ ἕκαστα τὰ εἰκότα βουλευσάμενός τε καὶ ἐμφρόνως διορισά‐ μενος, ὕστερον πυρετοῦ καυσώδους ἀναφλεγέντος αὐτῷ πᾶσαν τὴν ζωτικὴν ἰκμάδα ἀνιμωμένου καὶ ἀναλίσκοντος τὸν βίον ἀπέλιπε, συμβασιλεύσας μὲν τῷ πρὸ αὐτοῦ Μιχαὴλ χρόνον ἕνα, ἐν ἑτέροις δὲ χρόνοις ἐννεακαίδεκα περὶ τὴν αὐτοκράτορα τῆς βασιλείας δια‐ | |
10 | πρέψας ἀρχήν, ἄριστα μὲν τὰ πολιτικὰ διαθείς, κάλλιστα δὲ καὶ περὶ τὰ στρατιωτικὰ διαγεγονώς, καὶ πλατύνας μὲν τὰ ὅρια τῆς ἀρχῆς, ἀδικίαν δὲ καὶ βίαν ἐξελάσας ἀπὸ τοῦ ὑπηκόου παντός, ὡς καὶ τὴν Ὁμηρικὴν περὶ τοῦ ἀρίστου βασιλέως μαρτυρίαν ἁρ‐ μόζειν αὐτῷ τὴν | |
15 | ἀμφότερον, βασιλεύς τ’ ἀγαθὸς κρατερός τ’ αἰχμητής. Διαδέχεται δὲ τὴν ὅλην τῆς ἐξουσίας ἀρχὴν ὁ καὶ παρὰ τῆς φύσεως καὶ παρὰ τῆς ἀρετῆς ἐπὶ τὸν πατρῷον κλῆρον καλούμενος καὶ παρὰ τοῦ ὑπηκόου δι’ εὐχῶν ἐπιζητούμενος, Λέων ὁ πραότα‐ τος καὶ σοφώτατος καὶ πρῶτος τῶν ἔτι περιλειπομένων υἱῶν. | |
20 | Καὶ τὰ μὲν περὶ τῆς εὐσεβοῦς βασιλείας Βασιλείου τοῦ ἀοι‐ δίμου, ὅσα μὴ τῆς λήθης παρεσύρη ῥεύμασι καὶ τῷ διὰ μέσου | |
χρόνῳ ἐξίτηλα γέγονε, καὶ αὐτὴ δὲ ἡ πρὸ τῆς βασιλείας ἀγωγή, | ||
353 | καὶ ὅσα ἡ τῆς ὅλης αὐτοῦ ζωῆς περιέχει ὑπόθεσις, κατὰ τὸ ἡμῖν ἐφικτόν, καθὼς ἡ τῆς ἀληθείας εἶχε φύσις, ἀπήγγελται καὶ ἱστόρηται. | |
4t | ΒΑΣΙΛΕΙΑ | |
5t | ΛΕΟΝΤΟΣ ΑΥΤΟΚΡΑΤΟΡΟΣ. | |
6t | ΛΟΓΟΣ Ζ. | |
7 | Βασίλειος τελευτήσας, Λέων ὁ υἱὸς αὐτοῦ αὐτοκράτωρ ἐβασί‐ λευσεν ἔτη εἴκοσι πέντε, μῆνας ὀκτώ. Στέφανος δὲ ὁ αὐτοῦ ἀδελ‐ φὸς κληρικὸς ὢν καὶ σύγκελλος συνῆν τῷ πατριάρχῃ Φωτίῳ, ὑπ’ | |
10 | αὐτοῦ ἀναγόμενός τε καὶ παιδευόμενος. ἀπέστειλεν οὖν ὁ βασιλεὺς τὸν στρατηλάτην Ἀνδρέαν ἐν τῇ Χρυσοπόλει καὶ ἄλλους συγκλητι‐ κοὺς σὺν αὐτῷ μετὰ κλήρου καὶ κηρῶν καὶ ἁρμάτων· καὶ ἐξαγα‐ γόντες τοῦ τάφου τὸν Μιχαὴλ ἐν γλωσσοκόμῳ κυπαρισσίνῳ κατέ‐ θεντο, καὶ ἐπὶ κραβάτου θέντες, ἐντίμως καὶ βασιλικῶς περι‐ | |
15 | στείλαντες, ἐν τῇ πόλει εἰσήγαγον, καὶ μεθ’ ὕμνων μέχρι τῶν ἁγίων ἀποστόλων προέπεμψαν, ἑπομένων ἐκεῖσε καὶ τῶν αὐτοῦ ἀδελφῶν, καὶ ἐν λάρνακι κατέθεντο. 2 Μετὰ ταῦτα δὲ ὁ βασιλεὺς τὸν αὐτὸν στρατηλάτην | |
Ἀνδρέαν ἅμα Ἰωάννῃ Ἁγιοπολίτῃ, λογίῳ πάνυ ὄντι καὶ λογοθέτῃ | ||
354 | τοῦ δρόμου γεγονότι, ἐν τῇ ἁγίᾳ Σοφίᾳ ἀπέστειλεν, οἳ ἐν τῷ ἄμ‐ βωνι ἀνελθόντες καὶ τὰς τοῦ πατριάρχου Φωτίου αἰτίας πάντων εἰς ἐπήκοον ἀναγνόντες τοῦτον τοῦ θρόνου κατήγαγον, καὶ ὑπερό‐ ριον αὐτὸν ἐν τῇ μονῇ τῶν Ἁρμονιανῶν τῇ ἐπονομαζομένῃ τοῦ | |
5 | Βόρδονος ἀνήγαγον. Στέφανον δὲ σύγκελλον τὸν αὐτοῦ ἀδελφὸν πατριάρχην προβάλλεται, ὑπὸ Θεοφάνους χειροτονηθέντα τοῦ πρωτοθρόνου. ἔζησεν δὲ πατριαρχῶν ἔτη ἓξ καὶ μῆνας πέντε, καὶ τελευτήσας θάπτεται ἐν τῇ μονῇ Σικεῶν. 3 Ὁ δὲ βασιλεὺς τὸν Ζαοῦτζαν Στυλιανὸν μάγιστρον καὶ | |
10 | λογοθέτην τοῦ δρόμου προβάλλεται. 4 Προεδόθη δὲ ἡ πόλις ἡ ἐπώνυμος Ὑψηλή, καὶ ᾐχμα‐ λωτίσθησαν ὑπὸ τῶν Ἀγαρηνῶν πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. γέγονε δὲ καὶ μέγας ἐμπρησμὸς πλησίον τῶν Σοφιῶν, καὶ ἐνεπρή‐ σθη καὶ ὁ ναὸς τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, ὃν ὁ βασιλεὺς Λέων | |
15 | λαμπρῶς ἀνεκαίνισεν. 5 Ἀποστείλας δὲ ὁ βασιλεὺς εἰς Εὐχαΐταν Θεόδωρον τὸν Σανδαβαρηνὸν ἐν τῇ πόλει εἰσήγαγεν· Ἀνδρέας δὲ ὁ δομέστικος τῶν σχολῶν καὶ Στέφανος ὁ μάγιστρος τῆς Καλομαρίας, οἱ πολλὰ πρὸς Βασίλειον διαβληθέντες ὑπὸ τοῦ Σανδαβαρηνοῦ, ὑπέθεντο | |
20 | τῷ βασιλεῖ ὡς βουληθεὶς Φώτιός τε καὶ Θεόδωρος ὁ Σανδαβαρη‐ νὸς βασιλέα ἐκ συγγενῶν Φωτίου ποιήσασθαι. προσέταξε δὲ ὁ | |
βασιλεύς, καὶ ἄμφω ἐν τοῖς παλατίοις ἤγαγον τῶν Πηγῶν, καὶ | ||
355 | ἰδίᾳ φρουρεῖσθαι διεκελεύσατο. ἀπεστάλησαν δὲ διαγνώμονες τῶν κατ’ αὐτῶν κινουμένων αὐτός τε ὁ μάγιστρος Στέφανος καὶ ὁ δομέστικος Ἀνδρέας καὶ ὁ Κρατερὸς καὶ ὁ Γοῦμερ πατρίκιοι καὶ Ἰωάννης ὁ Ἁγιοπολίτης. ἀγαγόντες οὖν τὸν πατριάρχην Φώτιον | |
5 | καὶ ἐπὶ θρόνου ἐντίμως καθίσαντες, καὶ αὐτοὶ καθεσθέντες, τὴν ἐξέτασιν ἐποιοῦντο. ὁ δὲ δομέστικος Ἀνδρέας ἔφη τῷ πατριάρχῃ “γνωρίζεις, ὦ δέσποτα, ἀββᾶν Θεόδωρον;” ὁ δὲ “ἀββᾶν οὐ γνω‐ ρίζω Θεόδωρον.” ὁ δὲ Ἀνδρέας “τὸν ἀββᾶν οὐ γνωρίζεις Θεό‐ δωρον τὸν Σανδαβαρηνόν;” καὶ ὁ πατριάρχης “γνωρίζω τὸν μονα‐ | |
10 | χὸν Θεόδωρον ἀρχιεπίσκοπον ὄντα Εὐχαΐτων.” ἐνεχθέντος δὲ τοῦ Σανδαβαρηνοῦ, λέγει πρὸς αὐτὸν ὁ Ἀνδρέας “ὁ βασιλεύς σοι δηλοῖ, ποῦ εἰσὶ τὰ χρήματα καὶ τὰ πράγματα τῆς βασιλείας μου;” ὁ δὲ ἔφη “ὅπου δέδωκεν αὐτὰ ὁ κατὰ τὴν ἡμέραν βασιλεύς· νῦν δὲ ἐπεὶ ταῦτα ὁ βασιλεὺς ζητεῖ, ἐξουσίαν ἔχει τοῦ ἀναλαβέσθαι | |
15 | αὐτά.” καὶ ὁ Ἀνδρέας “εἰπέ, τίνα ἐβουλεύου βασιλέα ποιῆσαι τῷ πατρὶ τοῦ βασιλέως ὑποθεὶς τοὺς ὀφθαλμοὺς τὸν ἴδιον ἀπο‐ στερῆσαι υἱόν; σὸν συγγενῆ ἢ τοῦ πατριάρχου;” ὁ δὲ εἶπεν “οὐκ οἶδα ταῦτα περὶ ὧν μοι κακηγορεῖτε.” λέγει οὖν ὁ μάγιστρος Στέφανος “καὶ πῶς ἐμήνυσας τῷ βασιλεῖ ἐλέγξειν περὶ τούτου τὸν | |
20 | πατριάρχην;” ὁ δὲ παρευθὺ τοῖς ποσὶ τοῦ πατριάρχου προσπε‐ σὼν εἶπεν “ὁρκίζω σε δέσποτα κατὰ τοῦ θεοῦ ἵνα πρότερόν με καθαιρήσῃς, καὶ τότε γυμνόν με ὄντα ἱερωσύνης ὡς κακοῦργον | |
ὄντα κολαζέτωσαν· οὐ γὰρ τοιαῦτα τῷ βασιλεῖ ἐδήλωσα.” ὁ δὲ | ||
356 | πατριάρχης ἔφη “μὰ τὴν σωτηρίαν ἐμῆς ψυχῆς, κῦρι Θεόδωρε, ἀρχιεπίσκοπος εἶ καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι.” θυμω‐ θεὶς οὖν ἐπὶ τούτοις Ἀνδρέας ἔφη “καὶ οὐκ ἐμήνυσας, ἀββᾶ, τῷ βασιλεῖ δι’ ἐμοῦ ἵνα ἐν τούτῳ τὸν πατριάρχην ἐλέγξῃς;” ὁ δὲ | |
5 | ἀπηρνήσατο μηδὲν εἰδέναι. ὑποστρέψαντες οὖν τῷ βασιλεῖ τὰ λαληθέντα ἀνήγγειλαν· ὁ δὲ βασιλεὺς θυμῷ καὶ ὀργῇ ἀκατασχέτῳ ληφθείς, ὡς μὴ εὔλογον αἰτίαν κατὰ τοῦ πατριάρχου εὑρηκώς, ἀποστείλας ἔτυψε τὸν Σανδαβαρηνὸν σφοδρῶς καὶ ἐξώρισεν ἐν Ἀθήναις. κατόπιν δὲ ἀποστείλας ἐξετύφλωσεν αὐτὸν καὶ ἐξώρισεν | |
10 | εἰς Ἀνατολήν. χρόνων δὲ παρῳχηκότων πολλῶν ἐκ τῆς ἐξορίας αὐτὸν ἀνεκαλέσατο καὶ ἐν τῇ πόλει εἰσήγαγεν, προστάξας σιτηρέ‐ σια τοῦτον ἐκ τῆς νέας ἐκκλησίας λαμβάνειν· ὃς καὶ τελευτᾷ ἐπὶ Κωνσταντίνου καὶ Ζωῆς τῆς αὐτοῦ μητρός. 6 Ἐν ταῖς ἡμέραις δὲ Λέοντος ὁ Λογγίβαρδος δούξ, | |
15 | γαμβρὸς δὲ τοῦ ῥηγὸς Φραγγίας γεγονώς, ἀντῇρε τῷ βασιλεῖ κα‐ ταστασιάσας καὶ πᾶσαν τὴν χώραν ὑφ’ ἑαυτῷ ποιησάμενος. τοῦτο γνοὺς ὁ βασιλεὺς Κωνσταντῖνον τὸν τῆς τραπέζης σὺν πᾶσι τοῖς δυτικοῖς ἐξαπέστειλεν θέμασιν ὥστε καταπολεμῆσαι Ἐγίωνα. συμ‐ βολῆς δὲ γενομένης οἱ μετὰ Κωνσταντίνου ἡττήθησαν καὶ κατε‐ | |
20 | σφάγησαν, μόγις ἐκείνου περισωθέντος. γέγονε δὲ τηνικαῦτα καὶ ἡλιακὴ ἔκλειψις, ὥρᾳ τῆς ἡμέρας ἕκτῃ, ὥστε καὶ τοὺς ἀστέρας | |
φαίνεσθαι, ἀνέμων τε βιαία φορὰ καὶ ἀστραπαὶ καὶ βρονταί, | ||
357 | ὥστε καὶ ἐν τοῦ φόρου ἀναβαθμοῖς τοῦ ἁγίου Κωνσταντίνου ἀν‐ θρώπους κεραυνωθῆναι ἑπτά. 7 Ἐπολιορκήθη δὲ ὑπὸ Ἀγαρηνῶν ἡ Σάμος, συμπαρα‐ ληφθέντος καὶ τοῦ στρατηγοῦντος ἐν αὐτῇ Πασπαλᾶ, Λέων δὲ ὁ | |
5 | βασιλεὺς βασιλεοπάτορα τὸν Ζαούτζαν τιμᾷ, αὐτὸς καινουργήσας τὸ ὄνομα· ἤδη γὰρ Ζωῇ τῇ αὐτοῦ θυγατρὶ συνεφιλιώθη, τοῦ ταύτης ἀνδρὸς Θεοδώρου, ᾧ Γουνιατζίτζης ἐπώνυμον, ἀναιρεθέν‐ τος φαρμάκῳ. 8 Στεφάνου δὲ πατριάρχου τὸν βίον ἀπολιπόντος, Ἀν‐ | |
10 | τώνιος ὁ τὴν ἐπωνυμίαν Καυλέας πατριάρχης ἀντ’ αὐτοῦ προχει‐ ρίζεται. 9 Ἀγγελία δὲ κατέλαβεν ὡς ὁ ἄρχων Συμεὼν Βουλγαρίας βούλεται κατὰ Ῥωμαίων ἐκστρατεύσασθαι, πρόφασιν ἔχων τῆς μάχης ταύτην. εὐνοῦχον εἶχε δοῦλον ὁ βασιλεοπάτωρ Ζαούτζας· | |
15 | Μουσικὸς ἦν ὄνομα τούτῳ. οὗτος συνεφιλιώθη ἀνδράσιν ἐμπο‐ ρικοῖς καὶ φιλοκερδέσι καὶ φιλοχρύσοις, ἐξ Ἑλλάδος οὖσι, Σταυ‐ ρακίῳ τε καὶ Κοσμᾷ· οἵ τινες μεσιτείᾳ τοῦ Μουσικοῦ κερδαίνειν βουλόμενοι τὴν μετὰ Βουλγάρων πραγματείαν ἐν τῇ πόλει ἐν Θεσ‐ σαλονίκῃ μετέστησαν, κακῶς κουμερκεύοντες τοὺς Βουλγάρους. | |
20 | τῶν δὲ Βουλγάρων ταῦτα τῷ Συμεὼν ἀναγγειλάντων, αὐτὸς δῆλα ταῦτα τῷ βασιλεῖ κατέστησε Λέοντι. ὁ δὲ πάντα ὡς λῆρον ἐλο‐ γίζετο, τῇ πρὸς Ζαούτζαν προσπαθείᾳ νικώμενος. μανεὶς οὖν ὁ | |
Συμεὼν ἦρε κατὰ τῶν Ῥωμαίων τὰ ὅπλα. ὁ δὲ βασιλεὺς τὸν | ||
358 | Κρηνίτην ἀποστέλλει κατ’ αὐτοῦ στρατηλάτην ὄντα, λαῷ πολλῷ καὶ ἄρχουσι καθοπλίσας αὐτόν. συμβολῆς δὲ ἐν Μακεδονίᾳ γενο‐ μένης ἡττῶνται Ῥωμαῖοι, καὶ κατασφάττεται αὐτός τε ὁ Κρηνί‐ της καὶ ὁ Ἀρμένιος Κουρτίκης καὶ ἄλλοι πολλοί. ἐπεὶ δὲ καὶ | |
5 | Χαζάρους κατέσχεν ὁ Συμεὼν τῶν ἐκ τῆς ἑταιρείας τοῦ βασιλέως Λέοντος, τὰς αὐτῶν ῥῖνας ἀποτεμὼν εἰς αἰσχύνην τῶν Ῥωμαίων ἐν τῇ πόλει ἀπέστειλεν· οὓς ἰδὼν ὁ βασιλεύς, καὶ θυμοῦ πλησθείς, Νικήταν τὸν ὀνομαζόμενον Σκληρὸν ἐν τῷ Δανουβίῳ ποταμῷ μετὰ δρομώνων ἐξαπέστειλεν, δοῦναι δῶρα τοῖς Τούρκοις ὥστε τὸν | |
10 | Συμεὼν καταπολεμῆσαι. ὁ δὲ τούτοις συντυχὼν καὶ πείσας κατὰ Συμεὼν ὅπλα ἄρασθαι, ὁμήρους λαβὼν παρ’ αὐτῶν πρὸς βασιλέα ὑπέστρεψεν. ὁ δὲ βασιλεὺς διά τε γῆς καὶ θαλάττης διέγνω τοὺς Βουλγάρους πολεμεῖν. καὶ διὰ μὲν θαλάσσης Εὐστάθιον δρουγ‐ γάριον ἀποστέλλει, διὰ γῆς δὲ πατρίκιον Νικηφόρον τὸν Φωκᾶν, | |
15 | δομέστικον τῶν σχολῶν μετὰ τὴν τελευτὴν Ἀνδρέου γενόμενον. ὧν μέχρι Βουλγαρίας καταλαβόντων, ὁ βασιλεὺς τὸν κυαίστωρα Κωνσταντινάκιν πρὸς Συμεὼν ἐξαπέστειλεν, ἔτι τὴν εἰρήνην στέρ‐ γων καὶ βουλόμενος σπείσασθαι πρὸς αὐτόν· ὃν Συμεὼν κατα‐ σχὼν ἐν φρουρᾷ κατακλείει, δόλῳ πρὸς αὐτὸν ὑποπτεύσας παρα‐ | |
20 | γενέσθαι. τοῦ Συμεὼν οὖν ἐπὶ τὸ στράτευμα Νικηφόρου ἀσχο‐ λουμένου, οἱ Τοῦρκοι καταδραμόντες πᾶσαν τὴν Βουλγαρικὴν ἐληΐσαντο γῆν. ὃ Συμεὼν ἐκμαθὼν κατὰ τῶν Τούρκων ἐτράπετο. | |
οἱ δὲ ἀντιπεράσαντες πόλεμον πρὸς Βουλγάρους συμβάλλουσι καὶ | ||
359 | νικῶσι τούτους κατὰ κράτος, ὡς μόλις τὸν Συμεὼν ἐν τῇ Δίστρᾳ περισωθῆναι. ᾐτήσαντο οὖν οἱ Τοῦρκοι τὸν βασιλέα τοὺς Βουλ‐ γάρων αἰχμαλώτους ὠνήσασθαι· ὃ δὴ καὶ πεποίηκεν, τοὺς πολί‐ τας ἐξαποστείλας εἰς τὴν τούτων ἐξώνησιν. ὁ δὲ Συμεὼν δι’ Εὐ‐ | |
5 | σταθίου δρουγγαρίου τὸν βασιλέα περὶ τῆς εἰρήνης ἱκέτευεν· πρὸς ἢν ὑπεῖξεν ὁ βασιλεύς, καὶ τὸν Χοιροσφάκτην Λέοντα πρὸς τὸ ταύτην ποιήσασθαι ἐξαπέστειλεν. ὁ δὲ δομέστικος Νικηφόρος καὶ ὁ δρουγγάριος Εὐστάθιος ὑποστρέψαι μετὰ λαοῦ ἐκελεύσθησαν. Λέοντα δὲ Χοιροσφάκτην οὐδὲ λόγου ἠξίωσεν ὁ Συμεών, ἀλλ’ ἐν | |
10 | εἱρκτῇ ἐστραγγαλίσατο. ἐκστρατεύσας δὲ κατὰ τῶν Τούρκων πάντας κατέσφαξεν, μὴ δυνηθέντας παρὰ Ῥωμαίοις βοήθειαν δέξασθαι. ὑποστρέψας δὲ ἐπὶ τῇ νίκῃ γαυριῶν πρὸς τὸν Λέοντα ἔφη “εἰ μὴ πρότερον πᾶσαν τὴν αἰχμαλωσίαν Βουλγάρων λάβω, εἰρήνην οὐ ποιῶ.” ἐπένευσεν οὖν ὁ βασιλεὺς ταύτην ἀποδοῦναι. | |
15 | ἦλθεν οὖν μετὰ Λέοντος ὁ Βούλγαρος Θεόδωρος, οἰκεῖος ὢν τῷ Συμεών, καὶ παρέλαβεν αὐτούς. 10 Τοῦ δὲ δομεστίκου Νικηφόρου πρὸς τοῦ βασιλέως ἐξόχως ἀγαπωμένου, ὁ βασιλεοπάτωρ Ζαούτζας τοῦτον ὡς δυνά‐ στην προεβάλλετο, γαμικὸν μετ’ αὐτοῦ ποιῆσαι συνάλλαγμα βου‐ | |
20 | λόμενος. τοῦ δὲ πρὸς τοῦτο ἀπαναινομένου, μήποτε δῷ ὑπόνοιαν τῷ βασιλεῖ Λέοντι, μανεὶς ἐπὶ τούτῳ ὁ Ζαούτζας αἰτίας ἐκίνησε κατ’ αὐτοῦ καὶ τῆς ἀρχῆς τοῦτον μετέστησεν. προεβλήθη δὲ ἀντ’ | |
αὐτοῦ δομέστικος τῶν σχολῶν ὁ μάγιστρος Κατακαλών. ἐπὶ πολὺ | ||
360 | δὲ σχολάσας ὁ Νικηφόρος αὖθις στρατηγὸς ἐν τῷ τῶν Θρᾳκησίων θέματι προχειρίζεται. πολλὰς δὲ καὶ γενναίας ἀνδραγαθίας διὰ πάσης αὐτοῦ ἐν τοῖς πολέμοις καταπραξάμενος βιοτῆς, καὶ πολλὰ κατὰ τῶν Ἀγαρηνῶν καὶ τῶν ἄλλων ἐθνῶν στησάμενος τρόπαια, | |
5 | τελευτᾷ τὸν βίον ἐν γήρᾳ καλῷ, υἱοὺς καταλιπὼν Βάρδαν καὶ Λέοντα, ὧν ὁ Βάρδας οἰκειότατος ὢν τῷ βασιλεῖ Λέοντι ἐστέρ‐ γετό τε καὶ ἠγαπᾶτο καὶ δουλείαις ἐξυπηρετεῖτο ταῖς ἀνηκούσαις τῷ βασιλεῖ. ὁ δὲ βασιλεύς, καθὼς εἴρηται, τὸν Κατακαλὼ προ‐ χειρισάμενος εἰς δομέστικον κατὰ τοῦ Συμεὼν τοῦτον ἐξαποστέλλει, | |
10 | συνεξαποστείλας αὐτῷ καὶ Θεοδόσιον πατρίκιον καὶ πρωτοβεστιά‐ ριον. διαπερασάντων δὲ πάντων τῆς ἀνατολῆς θεμάτων τε καὶ ταγμάτων, καὶ πολέμου μετὰ Βουλγάρων συγκροτηθέντος περὶ τὸ Βουλγαρόφυγον, τρέπονται Ῥωμαῖοι κακῶς, καὶ πάντες ἀπώλοντο· οἷς συναπώλετο καὶ ὁ πρωτοβεστιάριος Θεοδόσιος. ἐπὶ τούτου καὶ | |
15 | οἱ τῆς Χερσῶνος οἰκήτορες τὸν αὐτῶν ἀπέκτειναν στρατηγὸν Συ‐ μεὼν τὸν τοῦ Ἰωνᾶ. παρελήφθη δὲ καὶ τὸ Κόρον ἐν τῇ Καππα‐ δοκίᾳ ὑπὸ τῶν Ἀγαρηνῶν. 11 Ὁ δὲ βασιλεὺς εἰς τὰ Δαμιανοῦ ἐξελθὼν εἶχεν μεθ’ ἑαυτοῦ καὶ τὴν Ζωὴν τὴν τοῦ Ζαούτζα θυγατέρα καὶ αὐτὸν τὸν | |
20 | Ζαούτζαν. Θεοφανὼ δὲ ἡ τοῦ βασιλέως γαμετὴ οὐ παρῆν ἐκεῖσε, ἀλλ’ ἐν τῇ ἁγίᾳ σορῷ τῇ ἐν Βλαχέρναις προσεκαρτέρει εὐχομένη. δόξαν δὲ τῷ βασιλεῖ μεῖναι ἐν τοῖς Δαμιανοῦ, συμβούλιον οἱ τοῦ Ζαούτζα ποιησάμενοι, ὅ τε υἱὸς αὐτοῦ ὁ Ταύτζης καὶ οἱ λοιποί, | |
τῇ νυκτὶ τὸν βασιλέα διαχειρίσασθαι ἐβουλεύσαντο. ἡ δὲ Ζωὴ | ||
361 | τῷ βασιλεῖ συγκαθεύδουσα καὶ τὸν θροῦν ἐνωτισθεῖσα, διὰ τῆς θυρίδος προκύψασα κατεσίγασεν. ὡς δὲ τοῦ δεινοῦ τῆς ἐπιβουλῆς ᾔσθετο ἀκριβῶς, τὸν βασιλέα διυπνίσασα τὸ πραττόμενον κατεσή‐ μανεν· ὃς ἐν πλοίῳ εὐθὺς εἰσελθὼν εἰς Πηγὰς διεπέρασεν, πάν‐ | |
5 | τας ἐκεῖσε καὶ αὐτὸν τὸν Ζαούτζαν καταλιπών. ταχὺ δὲ πρωῒ εἰς τὸ παλάτιον εἰσελθὼν Ἰωάννην μὲν τὸν βίγλης δρουγγάριον διεδέ‐ ξατο, Πάρδον δὲ υἱὸν Νικολάου ἑταιρειάρχου ἀντ’ αὐτοῦ προεβά‐ λετο· ὁ γὰρ Νικόλαος οὗτος φίλος ἦν τῷ βασιλεῖ καὶ πιστός, καὶ [περὶ] τὰ ἀπόρρητα πάντα τοῦ Ζαούτζα δῆλα τούτῳ καθίστη καὶ | |
10 | ἔκπυστα. ἔκτοτε οὖν ὁ βασιλεὺς εἰς τὸ τοῦ Ζαούτζα κελλίον οὐκ εἰσήρχετο, εἰ μὴ Λέων ὁ μάγιστρος, ᾧ Θεοδοτάκης ἐπώνυμον, τούτους ἀλλήλοις διήλλαξεν. 12 Τελευτᾷ δὲ Αὐγοῦστα Θεοφανὼ ἔτη βασιλεύσασα δώδεκα, ἥτις καὶ θαυματουργὸς ἀνεδείχθη, ἀνωτέρα τοῦ τῆς ζη‐ | |
15 | λοτυπίας πάθους φανεῖσα καὶ πραῶς τὴν παρευδοκίμησιν ὑπενεγ‐ κοῦσα Ζωῆς, καὶ ἐν ἐλεημοσύναις καὶ προσευχαῖς τὸν ἅπαντα βίον διανύσασα. 13 Στέφει Λέων ὁ βασιλεὺς τὴν θυγατέρα τοῦ Ζαούτζα Ζωήν, καὶ εὐλογεῖται παρὰ τοῦ κληρικοῦ τοῦ παλατίου, ᾧ ἐπίκλην | |
20 | Σινάπης. ὁ μὲν οὖν εὐλογήσας καθῃρέθη, ἡ δὲ ἔτος ἓν καὶ μῆνας ὀκτὼ βασιλεύσασα ἐτελεύτησεν. λάρνακα δὴ ἐφεῦρον ἐφ’ ᾧ ἀπο‐ τεθῆναι τὸ σῶμα αὐτῆς ἐν αὐτῇ, ἥτις τοιάνδε εἶχεν ἐγκεκολαμμέ‐ | |
νην γραφήν “θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος.” | ||
362 | 14 Διεβλήθησαν δὲ τῷ βασιλεῖ Μουσικὸς καὶ Σταυρά‐ κιος, ὡς παρὰ τῶν στρατηγῶν δῶρα λαμβάνοντες, ἀλλὰ καὶ παρὰ τῶν ἀρχόντων, μεσιτεύουσι τούτοις τῷ βασιλεοπάτορι. καί ποτε τοῦ Σταυρακίου μετὰ γραμμάτων τινὸς τῶν στρατηγῶν εἰς τὸν | |
5 | βασιλεοπάτορα εἰσεληλυθότος, ὡς εἶδεν αὐτὸν ὁ βασιλεὺς ἐν τῷ ἡλιακῷ ἑστηκώς, κατόπιν αὐτοῦ εἰσῆλθεν καὶ τοῦ τένοντος αὐτὸν λαβόμενος ἔξω ἐξήγαγεν ὡς δῆθεν περὶ τῶν στρατηγῶν ἐρωτήσων, καὶ εἰς τὸ Μονόθυρον ἀγαγὼν καὶ τὰ γράμματα ἐξάρας ἀπεσφενδό‐ νησε τοῦτον καὶ τοῖς προστυχοῦσιν ἔδωκεν τοῦ παλατίου ἐξαγαγεῖν | |
10 | καὶ μοναχὸν ἀποκεῖραι. μαθὼν δὲ τοῦτο ὁ Μουσικὸς ἐν ἀπογνώ‐ σει γέγονεν. εἰσελθὼν δὲ ὁ βασιλεὺς ἔνθα ὁ Μουσικὸς παρίστατο τῷ Ζαούτζᾳ, τοῦτον παρὰ τὸν τράχηλον ὠθήσας ἐξήγαγεν, διο‐ ρισάμενος Χριστοφόρον κοιτωνίτην ἐν τοῖς Στουδίοις ἀποκεῖραι αὐτόν. μετ’ ὀλίγον δὲ Ζαούτζας τελευτᾷ ἐν τῷ παλατίῳ, καὶ διὰ | |
15 | τοῦ Βουκολέοντος κατενεγκόντες αὐτὸν ἐν τῇ μονῇ τοῦ Καυλέου κατέθαψαν. 15 Συμφιλιοῦται δὲ ὁ ἐπείκτης Βασίλειος τῷ κουβικου‐ λαρίῳ Σαμωνᾷ τῷ ἐξ Ἀγαρηνῶν, τοῦ τῆς βασιλείας ὀρεγόμενος ἀξιώματος. ἐθάρρησεν δὲ τῷ Σαμωνᾷ ὅτι τῆς θείας ἡμῶν τελευ‐ | |
20 | τησάσης Ζωῆς ἑτέρᾳ γυναικὶ πάντως ὁ βασιλεὺς συζευχθήσεται, καὶ ἡμᾶς ἐκποδὼν καταστήσει. δὸς οὖν μοι λόγον ὡς φυλάξεις τὸ ἀπόρρητον, κἀγώ σοι πάντα θαρρήσω τὰ ὑφ’ ἡμῶν βουλευό‐ | |
μενα. ὁ δὲ τοῦτο πεποιηκὼς πᾶσαν παρ’ αὐτοῦ τὴν συσκευὴν | ||
363 | ἐδιδάσκετο. ὁ δὲ Σαμωνᾶς εἰς βασιλέα εἰσελθὼν ἔφη “θέλω σοί τι, δέσποτα, ἰδίᾳ εἰπεῖν, ὅπερ ἐμοὶ μὲν λεγόμενον θάνατον προ‐ ξενεῖ, σοὶ δὲ σιωπώμενον.” καὶ διεξῆλθε πρὸς τὸν βασιλέα πᾶσαν Βασιλείου ἐπιβουλήν. τοῦ δὲ βασιλέως τοῖς ῥηθεῖσι διαπιστήσαν‐ | |
5 | τος, καὶ εἰπόντος μήποτε ὡς ἐξ ὑποβολῆς τινὸς ταῦτα εἰρήκει, ὁ δὲ Σαμωνᾶς “εἰ βούλει πληροφορηθῆναί” φησιν, “οὓς βούλει εἰς τὸ ἐμὸν κελλίον ἀπόστειλον, καὶ ἀποκρύψω τούτους ἐν ἀποκρύφῳ, καὶ ὅσα παρὰ Βασιλείου καὶ παρ’ ἐμοῦ λέγωνται, γράψωσι, καὶ τηνικαῦτα βεβαιωθήσῃ ὡς οὐδὲν ψεῦδός ἐστι τῶν παρ’ ἐμοῦ σοι | |
10 | ῥηθέντων.” ἀποστέλλει οὖν ὁ βασιλεὺς Χριστοφόρον πρωτοβε‐ στιάριον ἅμα Καλοκῦρι κοιτωνίτῃ· οἳ ἐν τῷ τοῦ Σαμωνᾷ κελλίῳ ἀνελθόντες ἐκρύβησαν. ὁ δὲ Σαμωνᾶς τὸν Βασίλειον δελεάσας καὶ λόγον ἔνορκον δοὺς ἔπεισε πάλιν πᾶσαν αὐτῷ τὴν ἐπιβουλὴν φανερῶς ἐξειπεῖν καὶ τοὺς μετ’ αὐτοῦ βουλευομένους· ἅπερ Κα‐ | |
15 | λοκῦρις καὶ Χριστοφόρος ἀκούοντες διὰ γραφῆς ἐσημήναντο. τού‐ των δὲ ἀριστευόντων οὗτοι κατελθόντες τὴν γραφὴν τῷ βασιλεῖ ὑπεσήμηναν καὶ ἀνέγνωσαν. καὶ παρευθὺ Βασίλειον μὲν προσκα‐ λεσάμενος δέδωκε μιλιαρήσια χιλιάδας κδʹ ὡς δῆθεν ψυχικὰ τῆς αὐτοῦ θείας Ζωῆς ὁρισθέντα, καὶ ἐν Μακεδονίᾳ ἀπέστειλεν· | |
20 | Πάρδον δὲ δρουγγάριον τῆς βίγλης αὐτῷ κεκοινωνηκότα πρὸς τὸν Στυπιώτην ἀποστέλλει τοῦ δῆθεν ἀγαγεῖν αὐτόν, ὃς προμηνυθεὶς διὰ βασιλικῆς γραφῆς τοῦτον ἐδέσμευσεν· Νικόλαον δὲ ἑταιρειάρ‐ | |
χην τῆς πόλεως ἐξήγαγεν. ἀγαγὼν δὲ ἐκ Μακεδονίας Βασίλειον | ||
364 | καὶ ἀνακρίνας αὐτὸν καὶ τύψας σφοδρῶς καὶ τρίχας αὐτοῦ κατα‐ φλέξας καὶ ἐν μέσῃ θριαμβεύσας τῇ πόλει ἐν Ἀθήναις ἐξώρισεν. πάντας δὲ τοὺς μαγίστρους καὶ τοὺς ἐν τέλει ὁ βασιλεὺς προσκα‐ λεσάμενος ἐνώπιον αὐτῶν τὰ ὑπὸ Σαμωνᾶ μηνυθέντα ἀνέγνω. οἱ | |
5 | δὲ τοῦτον ὑπερεπῄνεσαν ὡς τῆς τοῦ βασιλέως παραίτιον κατα‐ στάντα ζωῆς, καὶ ἄξιον μεγίστης εἶναι τιμῆς προσειρήκασιν. ὁ δὲ τοῦτον παρευθὺ τῇ τοῦ πρωτοσπαθαρίου τιμῇ ἠξίωσεν καὶ οἰκεῖον ἑαυτῷ κατεστήσατο. 16 Ἐτελεύτησεν δὲ ὁ πατριάρχης Στέφανος, καὶ ἀντ’ | |
10 | αὐτοῦ πατριάρχης ὁ μυστικὸς ἐχειροτονήθη Νικόλαος, ὁ πολλὰ μὲν κατὰ τῆς σοφίας προτερήματα σὺν εὐσχήμονι καταστάσει. παρε‐ λήφθη δὲ ἡ πόλις Δημητριάς, ἡ ἐν τῷ θέματι Ἑλλάδος, ὑπὸ τῶν Ἀγαρηνῶν. 17 Λέων δὲ ὁ βασιλεὺς στέφει Ἄνναν θυγατέραν Ζωῆς | |
15 | τὴν ἀπὸ τοῦ Ζαούτζα, διὰ τὸ μὴ δύνασθαι ποιεῖν τὰ κατὰ τύπον κλητόρια, Αὐγούστας μὴ οὔσης. ἠγάγετο δὲ ὁ βασιλεὺς κόρην ἐκ τοῦ Ὀψικίου θέματος, ὡραίαν τε καὶ περικαλλῆ· ὄνομα δὲ αὐτῇ Εὐδοκία. ἔγημέν τε αὐτὴν καὶ ἔστεψεν· ἐξ ἧς παῖδα ἐποίη‐ σεν ἄρρενα, ἐφ’ ᾧ καὶ αὐτὴ καὶ τὸ γεννηθὲν ἐτελεύτησεν. | |
20 | 18 Ἔκτισεν δὲ πλησίον τοῦ τῶν ἁγίων ἀποστόλων ναοῦ ἐκκλησίαν ὁ βασιλεὺς ἐπ’ ὀνόματι τῆς προτέρας αὐτοῦ γυναικὸς | |
Θεοφανοῦς. ἔκτισεν δὲ καὶ τὴν τοῦ ἁγίου Λαζάρου ἐκκλησίαν | ||
365 | τῶν λεγομένων Τόπων, καὶ μονὴν ἀνδρῶν εὐνούχων ἐν αὐτῇ κατε‐ σκεύασεν· ἔνθα καὶ τὸ τοῦ ἁγίου Λαζάρου σῶμα καὶ τῆς ἀδελφῆς αὐτοῦ Μαγδαληνῆς ἀνακομίσας ἀπέθετο. τοῦ δὲ στόλου ἐν τοῖς τῶν ἐκκλησιῶν τοιούτων ἔργοις ἀσχολουμένου, τὸ ἐν Σικελίᾳ Ταυ‐ | |
5 | ρομένιον ὑπὸ τῶν Ἄφρων παρελήφθη καὶ πολὺς τῶν Ῥωμαίων φόνος ἐγένετο. κατεσχέθη δὲ καὶ Λῆμνος ὑπὸ τῶν Ἀγαρηνῶν, καὶ πλεῖστος ᾐχμαλωτίσθη λαός. 19 Προέλευσιν δὲ τοῦ βασιλέως πεποιηκότος τῇ ἡμέρᾳ τῆς Μεσοπεντηκοστῆς εἰς τὸν ἅγιον Μώκιον, ἐν τῷ εἰσοδεύειν καὶ | |
10 | πλησίον τῶν ἁγίων γενέσθαι θυρῶν ἐκπεπηδηκώς τις τοῦ ἄμβωνος ῥάβδῳ παχείᾳ καὶ ἰσχυρᾷ τούτου ἔπαισε κατὰ κεφαλῆς. καὶ δὴ ἂν ἐθανάτωσεν παρευθύ, εἰ μὴ προνοίᾳ τινὶ τὸ τῆς ῥάβδου ἄκρον τῷ πολυκανδήλῳ προσκεκρουκὼς τῆς βιαίας μικρὸν ἀνεσχέθη φο‐ ρᾶς. τοῦ δὲ αἵματος σφοδρῶς ἐκ τῆς τοῦ βασιλέως καταρρέοντος | |
15 | κεφαλῆς ταραχή τε καὶ φυγὴ τῶν ἀρχόντων ἐγένετο. ὁ δὲ ἀδελ‐ φὸς αὐτοῦ Ἀλέξανδρος νόσον προφασισάμενος οὐ κατῆλθεν ἐν τῇ εἰσόδῳ, ὡς ἐκ τούτου ὑποπτευθῆναι αὐτὸν τὴν τοιαύτην ἐπιβου‐ λὴν κατεργάσασθαι. ὁ δὲ τὸν βασιλέα πλήξας κατασχεθεὶς καὶ πολλὰς βασάνους ὑπομεμενηκώς, ἐπεὶ μηδένα συνειδέναι καθωμο‐ | |
20 | λόγει, τέλος χεῖρας καὶ πόδας ἐκκοπεὶς ἐν τῇ τοῦ ἱππικοῦ σφεν‐ δόνῃ ἐκάη. ἔκτοτε δὲ ἡ τοιαύτη ἐξεκόπη προέλευσις. μετὰ δέ τινα καιρὸν Μάρκος ὁ σοφώτατος μοναχός, οἰκονόμος ὢν τῆς αὐτῆς ἐκκλησίας, ὃς καὶ ἐν μεγάλῳ σαββάτῳ τετραῴδιον τοῦ με‐ | |
γάλου Κοσμᾶ ἀνεπλήρωσεν, ἐν τῇ τραπέζῃ τῷ βασιλεῖ συνεστιώ‐ | ||
366 | μενος ἐλιπάρει τούτῳ μὴ τὴν τοιαύτην ἐκκοπῆναι προέλευσιν. τοῦ δὲ βασιλέως ἀπαναινομένου ὁ Μάρκος ἔφη “μὴ ὀργίζου μηδὲ χαλέπαινε, ὦ βασιλεῦ, ἐπεὶ προγεγραμμένον ἦν παρὰ τοῦ προφή‐ του Δαβὶδ τοῦτό σε καθυποστῆναι· προείρηκε γὰρ τοῦτο, λέγων | |
5 | ‘ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου, καὶ ἐκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ ἑορτῆς σου.‘ δεῖ οὖν σε, δέσποτα, ἀπὸ τοῦ νῦν ἔτη δέκα τὴν βασιλείαν κατασχεῖν.” ὃ καὶ γέγονεν· μετὰ γὰρ τὴν ἐκπλήρωσιν τῶν δέκα ἐνιαυτῶν, τῇ αὐτῇ ἡμέρᾳ ἐν ᾗ καὶ ἐπλήγη, τετελεύτηκεν. | |
10 | 20 Ἦν δὲ Ζωὴ ἡ τετάρτη γυνὴ τοῦ βασιλέως ἐν τῷ πα‐ λατίῳ μετὰ τοῦ βασιλέως ἀστεφής. τῶν δὲ Βουλγαρικῶν ἐφόδων Ῥωμαίους ἐπιτριβόντων, οἱ ἐξ Ἄγαρ μαθόντες τοῦτο στόλος ἐξῄ‐ σαν ναύμαχος, ἐπιστήσαντες στρατηγὸν Τριπολίτην Λέοντα, Ἀτ‐ τάλου μὲν ἐξωρμημένον τῆς πόλεως, τῆς δὲ Χριστιανῶν εὐσεβείας | |
15 | ἀποστήσαντα. καὶ Τρίπολις μὲν ὠνόμασται ἡ κατὰ Φοινίκην τρισὶ διαιρεθεῖσα ταῖς γενεαῖς ἐξ Ἀραδίων καὶ Τυρίων καὶ Σιδο‐ νίων ἀποίκων. τοῦ δὲ βασιλέως ἐξελθόντος ἐν τῷ τοῦ Βουτίου ἐμπορίῳ πρὸς τὸ τὴν μονὴν ἐγκαινίσαι τοῦ πρωτοβεστιαρίου αὐ‐ τοῦ Χριστοφόρου, ἡ ἀγγελία αὕτη κατέλαβεν ὡς Τριπολίτης μετὰ | |
20 | στόλου τῶν Σαρακηνῶν κατὰ Κωνσταντινουπόλεως ἀνέρχεται. ἀποστέλλει οὖν ὁ βασιλεὺς τὸν Εὐστάθιον τὸν τηνικαῦτα δρουγγά‐ | |
ριον μετὰ στόλου κατὰ τοῦ Τριπολίτου· ὃς μὴ δυνηθεὶς ἀντιτάξα‐ | ||
367 | σθαι τούτῳ ἀντεστράφη κενός. κατόπιν δὲ αὐτοῦ ὁ Τριπολίτης ἐλθὼν ἐντὸς Ἀβύδου εἰσελήλυθεν καὶ μέχρι Παρείου κατέλαβεν. τοῦτο τῷ βασιλεῖ ἀγγελθὲν εἰς μεγάλην αὐτὸν ἀθυμίαν καὶ ἀμη‐ χανίαν περιέστησεν. Ἡμερίῳ οὖν πρωτασηκρῆτις τὴν ναυτικὴν | |
5 | δύναμιν ἐγχειρίσας κατὰ τοῦ Τριπολίτου ἀπέστειλεν· ὃς Ἄβυδον διελθὼν τὴν καθ’ Ἑλλήσποντον, ἣν Μιλησίων κατῴκισαν ἄποι‐ κες, Ἑλλήσποντον τὸν ἀπὸ Ἕλλης τῆς Φρίξου ἀδελφῆς τῷ ἐκεῖσε πελάγει ῥιφείσης οὕτως ἀγορευόμενον, καὶ Αἰγαῖον πέλαγος, ὃ τὴν κλῆσιν ἀπείληφεν ἀπὸ τῆς τῶν ὑδάτων φορᾶς ἀϊσσούσης κατὰ | |
10 | τρόπον αἰγός, ἑξῆς δὲ προσωρμικὼς Στροβήλῳ τῇ κατὰ Κιβύρραν (καὶ Στρόβηλος μὲν ἀπὸ τῆς τοπικῆς θέσεως, Κιβύρρα δὲ ἀπὸ Κιβύρρου ἀδελφοῦ Μαρσοῦ τε καὶ Κιδράμου) καὶ Λαμψάκῳ, ἀπὸ φωτὸς λάμψεως ὠνομασμένῃ, ὅπερ νυκτὶ Φωκαέων θεμε‐ λιούντων ταύτην εὐξαμένων θεόθεν ἐπέλαμψεν, καὶ ἡ τῶν θεμε‐ | |
15 | λίων βάσις καλῶς κεκραταίωτο, μετὰ ταῦτα τῇ Ἴμβρῳ διεληλυ‐ θώς, ἥτις ἀπὸ Ἴμβρου κέκληται υἱοῦ Ἄνθου, οὗ γενέτης Στάφυλος Διονύσου φίλτατος ἔγγονος, Σαμοθρᾴκην δὲ διαβὰς καὶ τῇ Θάσῳ προσπελάσας, ἣν Χρυσῆν οἱ πρὶν διεφημίζοντο, Σαμοθρᾴκην δὲ ἐν Θρᾴκῃ χερόνησον τὴν πρότερον Θηριοῦσαν διὰ τὸ θηρίων πεπλη‐ | |
20 | ρῶσθαι, ἱερὰν Νυμφῶν οὖσαν, μετέπειτα τοῦ ῥοῦ συρραγέντος εἰς νῆσον συστῆναι καὶ ὑπὸ Σαμίων μετοίκων ἐν κατασχέσει γενέσθαι | |
καὶ Σαμοθρᾴκην κληθῆναι, τοὺς πολεμίους κατέλαβεν. πλὴν οὐδὲ | ||
368 | πλησιάσαι τούτων τῷ στόλῳ τετόλμηκεν. αὐθόρμητος δὲ ὁ Τρι‐ πολίτης θεοῦ τοῦτον ἀπελαύνοντος ἀντεστράφη, καὶ ἐν Θεσσαλο‐ νίκῃ, καταλαβὼν ταύτην, καὶ Λέοντα τὸν ταύτης στρατηγόν, ᾧ ἦν ἐπώνυμον Κατζιλάκιος, κατασχών, σφαγὴν πολλὴν καὶ χύσιν | |
5 | αἱμάτων εἰργάσατο. 21 Ῥοδοφύλης δέ τις κουβικουλάριος ἔτυχεν ἐν Σικελίᾳ διά τινα χρείαν ἀποσταλείς, χρυσίου λίτρας ἐπιφερόμενος ἑκα‐ τόν· νόσῳ δὲ περιπεσὼν ἐν Θεσσαλονίκῃ εἰσῆλθεν ὥστε λούσασθαι καὶ ἀπολαῦσαι ἀνέσεως. τοῦτον ὁ Τριπολίτης κατασχών, καὶ | |
10 | μαθὼν ὡς χρυσίον ἐπιφέρεται, πολλὰ βασανίσας ἀπέκτεινεν μηδὲν ἔχειν διατεινόμενον· ἔτυχεν γὰρ τοῦτο ἐν τῇ ὁδῷ ἀπολιπών, ὅπερ Συμεὼν ἀσηκρῆτις διερχόμενος ἀνείλετο, ὃς μετὰ ταῦτα πατρίκως καὶ πρωτασηκρῆτις ἐγένετο. τοῦ δὲ Τριπολίτου καταστρέψαι τὴν πόλιν βουληθέντος, δηλοῖ αὐτῷ Συμεὼν χρυσίον λαβεῖν καὶ τῆς | |
15 | καταστροφῆς ἀποσχέσθαι· ὃ καὶ γέγονεν. ὀπισθόρμητος πάλιν ὁ τῶν Σαρακηνῶν στόλος ἀπῄει. ὁ δὲ Ἡμέριος ταῦτα διεγνωκὼς πρὸς τὴν κατ’ αὐτῶν διανίσταται δίωξιν. οἱ δὲ τῇ Κρήτῃ προσ‐ βάλλουσι, καὶ τοῖς ἐν αὐτῇ ἀπόμοιραν τῆς λείας ἀπένειμαν, κἀκεῖ‐ θεν τῇ παυρίδι παλινοστήσαντες ἀπρακτεῖν κατὰ Λῆμνον ἐῶσιν | |
20 | τὸν Ἡμέριον. 22 Ὁ δὲ βασιλεὺς εἶχε τῶν Ἀνατολικῶν ὑποστράτηγον Εὐστάθιον πατρίκιον, ὃς ἐκ τῆς καλλίστης καὶ ἀγαθῆς γενεᾶς τῶν | |
Ἀργυρῶν ἐκπεφώνηται· ὃς τοῖς Ἰσμαηλίταις κατεστράτει καὶ ἔτρε‐ | ||
369 | πεν οὐχ ἅπαξ ἀλλὰ καὶ πολλάκις, ῥώμῃ καὶ ἰσχύϊ καὶ συνέσει καὶ ἀνδρίᾳ καὶ φρονήσει καὶ σωφροσύνῃ καὶ δικαιοσύνῃ τετιμημένος καὶ ἐπειλημμένος, ἔχων καὶ Ἀνδρόνικον τὸν ἐκ τοῦ Δουκός. Εὐ‐ στάθιον Ἀργυρὸν οἱ Ἀγαρηνοὶ ἐδεδίεσαν, ὡς τὸ τούτου ὄνομα ἔκ‐ | |
5 | πληξιν καὶ φόβον αὐτοῖς λέγεσθαι. Σαμωνᾶς δὲ προφασισάμενος ἐν τῇ μονῇ αὐτοῦ, ᾗ ἐπώνυμον τὰ Σπειρά, ἐξελθεῖν, ἐν τῷ Δα‐ ματρὺ οὖσαν, φυγῇ ἐχρήσατο ἅμα χρήμασι καὶ ἵπποις αὐτοῦ, τοὺς δημοσίους ἵππους τοὺς ἐν ἑκάστῃ ἀλλαγῇ ἀγκυλοκοπῶν. ἀποστέλ‐ λει οὖν ὁ βασιλεὺς ὄπισθεν αὐτοῦ διῶξαι αὐτὸν Βασίλειον ἑται‐ | |
10 | ρειάρχην τὸν Καματερὸν καὶ τὸν Κρηνίτην τὸν Γεώργιον. ἐπεὶ δὲ τὸν Ἅλυν ὁ Σαμωνᾶς ἔμελλεν περᾶν, κατέλαβεν αὐτὸν ὁ Νικηφό‐ ρος δρουγγάριος ὁ Καλλωνᾶς καὶ κατέσχεν. ὁ δὲ πολλὰ ἱκέτευεν καὶ ὑπισχνεῖτο διδόναι. ὡς δὲ οὐκ ἔπειθεν, εἰς τὸν ἐν τῷ Σιριχᾷ καταφεύγει σταυρόν, εὐχῆς δῆθεν χάριν ἐληλυθέναι προφασισά‐ | |
15 | μενος. καταλαβὼν οὖν ὃ Κωνσταντῖνος ὁ τοῦ Ἀνδρονίκου ὁ Δουκὸς υἱὸς καὶ τοῦτον ἀναλαβὼν ἐν τῇ πόλει ὑπέστρεψεν. προσέταξεν δὲ ὁ βασιλεὺς αὐτὸν μὲν ἐν τῇ τοῦ Καίσαρος Βάρδα οἰκίᾳ φυλάτ‐ τεσθαι. ἠρώτησεν δὲ Κωνσταντῖνον εἰ ἀληθῶς ἐν Συρίᾳ φεύγων ἐτύγχανεν· καὶ μαθὼν τοῦτο ἀληθὲς εἶναι, παρήγγειλε Κωνσταν‐ | |
20 | τίνῳ μὴ τοῦτο εἰπεῖν ἐνώπιον τῆς συγκλήτου ἐρωτωμένῳ, ἀλλ’ ὅτι ἐν τῷ Σιριχᾷ χάριν εὐχῆς παρεγένετο· ἤθελε γὰρ ὁ βασιλεὺς συγ‐ γνώμης τυχεῖν τὸν Σαμωνᾶν. καὶ προσκαλεσάμενος τὴν σύγκλη‐ | |
τον καὶ εἰς τὸ μέσον παραγαγὼν τὸν Κωνσταντῖνον οὕτως ἠρώτη‐ | ||
370 | σεν. “πρὸς τοῦ θεοῦ καὶ τῆς ἐμῆς κεφαλῆς, ἔφευγεν ἐν Συρίᾳ ὁ Σαμωνᾶς; ναὶ ἢ οὔ;” ὁ δὲ τοὺς ὅρκους εὐλαβηθείς (εἶπεν γὰρ πρότερον μὴ ὁρκιζόμενος, ἀλλ’ οὕτως ἁπλῶς ἐρωτώμενος, μὴ τὸ ὂν ἐξειπεῖν) ὡμολόγησε πάντων ἐνώπιον ὅτι εἰς Συρίαν ἔφευγεν. | |
5 | μετ’ ὀργῆς δὲ τοῦτον τοῦ βασιλέως ἀποπεμψαμένου, ἐποίησε Σα‐ μωνᾶς ἀπὸ ὄψεως μῆνας τέσσαρας ἐν τῷ τοῦ Καίσαρος καθήμε‐ νος, καὶ μετὰ ταῦτα τῆς βασιλικῆς ὄψεως καὶ ὁμιλίας κατηξιώθη. 23 Ἐγέννησε δὲ Λέων Κωνσταντῖνον υἱὸν ἀπὸ Ζωῆς τῆς τετάρτης αὐτοῦ γαμετῆς, οὗ ἐν τῇ γεννήσει ἐφάνη κομήτης ἀστήρ, | |
10 | τὰς ἀκτῖνας ἐπ’ ἀνατολὰς ἀφιεὶς καὶ ἐν ἡμέραις καὶ νυξὶ φαινόμε‐ νος τεσσαράκοντα. ὃς ἐβαπτίσθη ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, ὑπὸ Νικολάου πατριάρχου ἐν τῇ ἁγίᾳ τῶν φώτων ἡμέρᾳ, ἀναδεξαμέ‐ νων αὐτὸν ἀπὸ τοῦ ἁγίου βαπτίσματος Ἀλεξάνδρου τοῦ αὐταδέλ‐ φου τοῦ βασιλέως καὶ Σαμωνᾶ πατρικίου καὶ τῶν ἐν τέλει ἁπάν‐ | |
15 | των. γέγονε τότε καὶ ἡ Κύφη γηροκομεῖον, τῶν ἐκεῖσε ἑταιρίδων ἐκδιωχθέντων. εὐλογήθη δὲ Λέων ὁ βασιλεὺς μετὰ Ζωῆς ὑπὸ Θωμᾶ πρεσβυτέρου, ὅστις καὶ καθῃρέθη· καὶ βασίλισσαν αὐτὴν ἀνηγόρευσεν. διὰ ταύτην οὖν αἰτίαν ὁ πατριάρχης τὸν βασιλέα εἰς τὴν ἐκκλησίαν εἰσέρχεσθαι διεκώλυσεν, ὅθεν διὰ τοῦ δεξιοῦ | |
20 | μέρους διήρχετο εἰς τὸ μητατόριον. 24 Προεβλήθη δὲ Σαμωνᾶς παρακοιμώμενος διὰ τὸ | |
συνεργὸς καθεστάναι τῷ βασιλεῖ πρὸς παρανομίαν καὶ κακίαν | ||
371 | ἅπασαν. καὶ κατὰ τῆς ἐκκλησίας ἤρξαντο μελετᾶν. προσκαλε‐ σάμενος γὰρ τὸν πατριάρχην Νικόλαον (πρώτη ἦν τοῦ Φεβρουα‐ ρίου μηνὸς) καὶ πολλὰ λιπαρήσαντες δεχθῆναι, ἐπεὶ πεῖσαι οὐκ ἠδυνήθησαν, ἀπὸ κλητορίου ἀπὸ τοῦ Βουκολέοντος πλοίῳ μικρῷ | |
5 | ἐμβιβάσαντες ἐν τῇ Ἱερείᾳ διεπέρασαν, ἀφ’ ἧς μέχρι Γαλακρηνῶν μόλις ἀπῄει χιόνος ἐπικειμένης πολλῆς. χειροτονεῖται ὁ σύγκελλος Εὐθύμιος πατριάρχης, ἀνὴρ ἱεροπρεπὴς ἐγκρατής τε καὶ θεοσε‐ βής, ὅν φασιν ἐκ θείας ἀποκαλύψεως τὴν ἀρχιερωσύνην καταδέ‐ ξασθαι· καὶ γὰρ διενοεῖτο ὁ βασιλεὺς νόμον πονηρὸν ἐκθεῖναι τοῦ | |
10 | ἔχειν γυναῖκας ἄνδρα τρεῖς καὶ τέσσαρας, πολλῶν λογιωτάτων ἀν‐ δρῶν εἰς τοῦτο αὐτῷ συνεργούντων. 25 Ἰουνίῳ δὲ μηνὶ προσεκλήθη Λέων ὁ βασιλεὺς παρὰ Κωνσταντίνου τοῦ Λιβὸς ἐν τῇ μονῇ αὐτοῦ πλησίον τῶν ἁγίων ἀποστόλων τοῦ τὰ ἐγκαίνια ἐπιτελέσαι καὶ ἀριστῆσαι. καὶ γέγονεν | |
15 | ἄνεμος ὁ λεγόμενος λίψ, φυσήσας ἕως τρίτου σφοδρῶς, συσσείσας καὶ οἰκήματα καὶ ἐκκλησίας, ὥστε πάντας φεύγειν ἐν τόποις ὑπαί‐ θροις, λέγοντας συντέλειαν εἶναι κοσμικήν, εἰ μὴ ἡ τοῦ θεοῦ φιλ‐ ανθρωπία δι’ ὄμβρων ἔστησεν τὴν τοιαύτην καταιγίδα. 26 Στόλου δὲ τῶν Ἀγαρηνῶν κατὰ Ῥωμαίων ἐξελθόντος, | |
20 | ὁ βασιλεὺς Ἡμέριον λογοθέτην τοῦ δρόμου τοῦ στόλου παντὸς ἀρχηγὸν προβάλλεται. ἐδέξατο καὶ Ἀνδρόνικος ὁ δοὺξ συνεισελ‐ θεῖν τῷ Ἡμερίῳ καὶ τοὺς Ἀγαρηνοὺς καταπολεμῆσαι. ὁ δὲ Σα‐ | |
μωνᾶς ἀδιάλλακτος ἐχθρὸς ὢν Ἀνδρονίκῳ βόθρον αὐτῷ ὑπώρυτ‐ | ||
372 | τεν καὶ τοῖς ποσὶ παγίδας ὑπετίθει, δυσμενῶς ἔχων αὐτῷ διὰ τὴν ὑπέρθεσιν τῆς φυγῆς· ὑπέβαλε δέ τινα γράψαι λαθραίως Ἀνδρο‐ νίκῳ μὴ ἐν τοῖς πλοίοις εἰσελθεῖν, ὅτι, φησίν, παραγγελίας ὁ Ἡμέριος εἴληφεν παρὰ βασιλέως, ὑποβληθέντος παρὰ Σαμωνᾶ, | |
5 | κατασχεῖν καὶ τυφλῶσαί σε. πολλὰ δὲ τοῦ Ἡμερίου προτρεπο‐ μένου τὸν Ἀνδρόνικον ἐν τοῖς πλοίοις εἰσελθεῖν τῶν Ἀγαρηνῶν ἐπικειμένων, ἀπεσκίρτησε, μὴ τοῦτο ποιῆσαι καταδεξάμενος. Ἡμέριος δὲ μόνος τῇ τοῦ ἁγίου ἀποστόλου Θωμᾶ μνήμῃ συμβα‐ λὼν πόλεμον μετὰ τῶν Ἀγαρηνῶν μεγάλην νίκην εἰργάσατο. τοῦτο | |
10 | μαθὼν Ἀνδρόνικος, καὶ ἀπογνούς, ἅμα συγγενέσι καὶ δούλοις αὐτοῦ πόλιν κατέσχεν τὴν λεγομένην Καβάλαν, εἰς ἀποστασίαν ὁρμήσας. ὁ δὲ Σαμωνᾶς πάλαι ποτὲ τοιούτου ἐπιλαβέσθαι και‐ ροῦ ἐπιθυμῶν πρὸς βασιλέα ἔλεγεν “οὐκ ἀεί, δέσποτα, ἔλεγον ὅτι ἀντάρτης καὶ ἀποστάτης ἐστὶν ὁ δοὺξ καὶ τῇ βασιλείᾳ σου πολέ‐ | |
15 | μιος;” παραυτίκα γοῦν ἀπέστειλεν Γρηγορᾶν Ἰβηρίτζην λεγόμε‐ νον, δομέστικον ὄντα τῶν σχολῶν καὶ συμπένθερον Ἀνδρονίκου, καταπολεμῆσαι αὐτόν. μαθὼν δὲ τοῦτο Ἀνδρόνικος, καὶ πῶς ὁ πατριάρχης Νικόλαος τῆς ἐκκλησίας ἐξεδιώχθη, τοῖς Ἀγαρηνοῖς ἐξέφυγεν πανοικί, τηνικαῦτα κατὰ Ῥωμαίων ἐξεληλυθόσιν· ὃν | |
20 | ἀμερμουμνῆς ἐντίμως καὶ μεγαλοπρεπῶς προσεδέξατο. ἐλυπεῖτο δὲ ὁ βασιλεὺς διὰ τὸν Ἀνδρόνικον, καὶ ἐβούλετο λόγον αὐτῷ ἐνυ‐ πόγραφον ἀποστεῖλαι τοῦ πρὸς Ῥωμαίους ὑποστρέψαι. συνεβού‐ | |
λευσαν δέ τινες τῷ βασιλεῖ φιλοφρονηθῆναί τινα τῶν τοῦ πραιτω‐ | ||
373 | ρίου Σαρακηνῶν καὶ ἀποσταλῆναι ἐν Συρίᾳ μετὰ λόγου ἐνυπογρά‐ φου. ὃ δὴ καὶ πεποίηκεν, διὰ κινναβάρεως γράψας καὶ βούλλῃ σφραγίσας χρυσῇ καὶ ἔνδον βραχέος φατλίου τράκτου κατακλείσας αὐτό. τοῦ δὲ Σαρακηνοῦ ἀπὸ βασιλέως ἐξελθόντος, προσκαλε‐ | |
5 | σάμενος τοῦτον ὁ Σαμωνᾶς εἶπεν “οἶδας ὃ κατέχεις;” τοῦτο εἰπὼν δὴ ὃ ἐκράτει κηρόν, ὡς τῆς Συρίας εἴη ἀπώλεια. δοὺς αὐτῷ χρή‐ ματα παρήγγειλεν τοῦτο εἰς τὰς χεῖρας τοῦ Οὐζὴρ ἐμβαλεῖν. ὁ δὲ ἀπελθὼν τοῦτο πεποίηκεν. ἐκρατήθη δὲ Ἀνδρόνικος καὶ ἐδεσμήθη μετὰ πάντων τῶν αὐτοῦ συγγενῶν· καὶ μαθὼν διὰ δόλου τοῦ | |
10 | Σαμωνᾶ ταῦτα γεγονέναι, ἀναγκασθεὶς τὴν ἰδίαν πίστιν αὐτός τε καὶ οἱ σὺν αὐτῷ ἐξωμόσαντο. Κωνσταντῖνος δὲ ὁ υἱὸς αὐτοῦ, εἰδὼς ὡς ἀδύνατόν ἐστιν ἐκεῖθεν ἐξελθεῖν, βουλῇ αὐτοῦ φυγῇ χρησάμενος ἀπὸ Συρίας ἐξῆλθεν, καὶ πρὸς βασιλέα ἐπάνεισι σὺν τοῖς μετ’ αὐτοῦ, ὃν δώροις πλείστοις ὁ βασιλεὺς δαψιλευσάμενος | |
15 | τάδε φησὶ πρὸς αὐτόν, στὰς ἐν τῇ πρὸς ἀνατολὰς τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν εἰκόνι, “μὴ πεπλάνησο καθ’ ἑαυτὸν τῷ παρὰ πολ‐ λοῖς εἶναι ᾀδόμενον Κωνσταντῖνον βασιλεύσοντα Ῥωμαίων. ὄμνυμί σοι εἰς τὴν παντέφορον δίκην καὶ εἰς τὴν τοῦ κυρίου ἡμῶν εἰκόνα ὅτι οὐκ ἔστι σὸν τὸ βασίλειον διὰ τὸ κατονομασθῆναί σε Κωνσταν‐ | |
20 | τῖνον, ἀλλὰ τῷ φιλτάτῳ μου υἱῷ θεόθεν διὰ προγόνων δεδώρηται, καθὼς παρὰ πολλῶν ἁγίων ἀνδρῶν πεπληροφόρημαι. εἰ γὰρ πειραθείης τοῦτον διαχειρίσασθαι, τῇ πύλῃ ταύτῃ ἡ κεφαλή σου | |
σώματος ἐκτὸς εἰσελεύσεται.” ὃ καὶ γέγονεν· μετὰ γὰρ τὸ ἆραι | ||
374 | αὐτὸν τυραννικῶς χεῖρας ἡ κεφαλὴ αὐτοῦ αἵματι καὶ λύθρῳ καὶ κόνει ἀμαυρωθεῖσα διὰ τῶν αὐτῶν πυλῶν εἰσελήλυθεν. 27 Ὁ δὲ βασιλεὺς διεδέξατο τὸν Εὐστάθιον ἐπονομαζό‐ μενον Ἀργυρὸν ἀπὸ τοῦ δρουγγαράτου τῆς βίγλης δι’ ὑπόνοιάν | |
5 | τινα, καὶ τοῦτον εἰς τὸν οἶκον αὐτοῦ ἀπέστειλεν εἰς τὸ Χαρσια‐ νόν. καθ’ ὁδοῦ δὲ εἰς τὸ Ἄραν φάρμακον παρὰ ἀνθρώπου αὐτοῦ λαβὼν τέθνηκεν, καὶ θάπτεται εἰς τὸ Σπυνὶν τοῦ Ἄρα τὴν κορυ‐ φήν. εἶθ’ οὕτω οἱ υἱοὶ αὐτοῦ Πόθος καὶ Λέων, οἱ τῇ τοῦ μαγ‐ γλαβίτου ἀξίᾳ τετιμημένοι, ἄραντες αὐτὸν θάπτουσιν αὐτὸν εἰς τὸ | |
10 | γονικὸν αὐτῶν μοναστήριον τὸ ὂν εἰς τὸ θέμα τοῦ Χαρσιανοῦ τῆς ἁγίας Ἐλιζάβετ, τὸ ἀνιερωθὲν παρὰ Λέοντος τουρμάρχου τοῦ πάππου αὐτῶν· ὃς καὶ τὸ ὄνομα τῶν Ἀργυρῶν εἴληφεν, εἴτε διὰ τὸ καθαρὸν καὶ ἁγνὸν τοῦ σώματος, εἴτε διὰ τὸ κάλλος καὶ γεν‐ ναῖον τῆς ὄψεως, εἴτε διά τινα τρόπον τῆς γενεᾶς καὶ ἀνδρίας | |
15 | αὐτοῦ· καὶ γὰρ τοιοῦτος ἦν ὁ ἀνὴρ οἷος ἕτερος ἐπὶ Μιχαὴλ βασι‐ λέως οὐχ εὑρέθη στρατιώτης, ὡς πολλάκις τοῖς Ἀγαρηνοῖς τῆς Τεφρικῆς μετὰ τοὺς ἀνθρώπους αὐτοῦ μιγνύμενον εἰς τροπὴν καὶ φροῦδον καὶ ἀπώλειαν παρέχειν, καὶ τὸ ὄνομα αὐτοῦ φημιζόμενον καταπτήσσειν καὶ τρέμειν. | |
20 | 28 Ἀλλαγίου δὲ ἕνεκεν ἀπὸ Ταρσοῦ ἐξῆλθεν ὅ τε Ἀβελ‐ βάκης ἐκεῖνος καὶ ὁ τοῦ Σαμωνᾶ πατήρ· καὶ τούτους ὁ βασιλεὺς | |
ἐδέξατο, κόσμῳ πολλῷ τὴν Μαγναῦραν κατακοσμήσας. ἐκαλλώ‐ | ||
375 | πισεν δὲ καὶ τὴν μεγάλην ἐκκλησίαν παντελῶς, καὶ ὑπέδειξεν ἄπαντα τὰ τίμια σκεύη τοῖς Ἀγαρηνοῖς· ὅπερ ἀνάξιον ἦν Χριστια‐ νικῆς καταστάσεως, ἀθεμίτοις καὶ ἀλλοεθνέσιν τὰ τῆς τοῦ θεοῦ λειτουργίας σκεύη καταθέσθαι. ὁ δὲ τοῦ Σαμωνᾶ πατὴρ ἠθέλη‐ | |
5 | σεν συνεῖναι τῷ υἱῷ· ὁ δὲ οὐ κατεδέξατο τοῦτο, ἀλλὰ μᾶλλον παρῄνει εἰς τὰ οἰκεῖα ὑποστρέφειν καὶ τῆς ἰδίας ἀντέχεσθαι πί‐ στεως. “κἀγὼ δέ” φησιν, “εἴπερ δυνηθῶ, τάχιον πρὸς σὲ ἐπαν‐ ελεύσομαι.” 29 Τῇ δὲ τῆς πεντηκοστῆς ἡμέρᾳ στέφει ὁ Λέων ὁ βασι‐ | |
10 | λεὺς τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον διὰ Εὐθυμίου πατριάρχου. ὁ δὲ Σαμωνᾶς Κωνσταντῖνον ἄνθρωπον αὐτοῦ, τὸν πρότερον Βασι‐ λείῳ μαγίστρῳ καὶ κανικλείῳ δουλεύσαντα, τῇ Αὐγούστῃ ἐπιδέ‐ δωκεν πρὸς τὸ ταύτῃ ὑπηρετεῖσθαι· ὃς τοσοῦτον ἠγαπήθη παρά τε τοῦ Λέοντος καὶ τῆς βασιλίσσης αὐτῆς ὥστε καὶ τὸν Σαμωνᾶν | |
15 | διαφθονεῖσθαι αὐτὸν καὶ λοιδορεῖσθαι τοῦτον ὡς τῇ Αὐγούστῃ στνόντα· ὅπερ ὁ βασιλεὺς ἀληθὲς εἶναι ὑπονοήσας, ἀποστείλας ἀπέκειρεν αὐτὸν ἐν τῇ τοῦ ἁγίου Ταρασίου μονῇ, αὐτῷ τῷ Σα‐ μωνᾷ ἐπιτρέψας τοῦτο ποιῆσαι. μετ’ ὀλίγον δὲ βουλόμενος τοῦ‐ τον ἀναλαβέσθαι, ἐκέλευσεν τῷ Σαμωνᾷ ἐν τῇ τῶν Σπειρῶν μονῇ | |
20 | τοῦτον ἀπαγαγεῖν. ἐν τῷ Δαματρὺ οὖν ὁ βασιλεὺς ἐξελθών, καὶ ἐν τῇ τοῦ Σαμωνᾶ ἀριστήσαντος μονῇ, εἶδεν Κωνσταντῖνον, καὶ παρευθὺ διεκελεύσατο, καὶ ἐνέδυσαν αὐτὸν ἱμάτια κοσμικά, καὶ ἐπέδωκαν εἰς χεῖρας τὸ τοῦ βασιλέως ποτήριον ἐν τῷ ἀρίστῳ, καὶ | |
ὑπέστρεψεν μετὰ τοῦ βασιλέως ἐν τῷ παλατίῳ. ὁρῶν δὲ Σαμωνᾶς | ||
376 | τὴν τοῦ βασιλέως ἀγάπην πρὸς Κωνσταντῖνον αὐξανομένην, πιττά‐ κιον συντίθησι μετὰ μεγίστου κοιτωνίτου καὶ Μιχαὴλ Τζιρήθωνος λοιδορίας κατὰ βασιλέως ἔχον ἀπείρους, διὰ τοῦ Ῥοδίου Κωνσταν‐ τίνου τοῦ αὐτοῦ ὑπογραφέως τοῦτο συντάξαντες· ὅπερ ἐν τῷ μη‐ | |
5 | τατορίῳ ἔρριψαν. τοῦ δὲ βασιλέως εἰσεληλυθότος ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ καὶ ἐν αὐτῷ τῷ μητατορίῳ γενομένου, καὶ ἐν ᾧ ηὔχετο τόπῳ τοῦτο εὑρηκὼς καὶ ἀναγνοὺς πολλῇ θλίψει κατεσκεδάσθη, καὶ ἐζήτει τὸν τοῦτο πεποιηκότα. (30) γέγονε δὲ ἔκλειψις σελη‐ νιακή. ὁ δὲ βασιλεὺς τὸν μητροπολίτην Συννάδων Πανταλέοντα | |
10 | προσεκαλέσατο, μαθεῖν παρ’ αὐτοῦ τὸ τῆς ἐκλείψεως ἀποτέλε‐ σμα· ὃν προσερχόμενον πρὸς τὸν βασιλέα ὁ Σαμωνᾶς ἠρώτησεν “εἰς τίνα ἡ κάκωσις;” ὁ δὲ ἔφη “εἰς σέ· καὶ ἐὰν τὴν Ἰουνίου τρισκαιδεκάτην διέλθῃς, οὐδὲν ἔκτοτε πείσῃ κακόν.” πρὸς δὲ τὸν βασιλέα εἶπεν ὡς εἰς τὸ δεύτερον πρόσωπον ἡ ἔκλειψις ἀποσκήψει. | |
15 | ὁ δὲ βασιλεὺς ὑπώπτευσεν τοῦτο εἰς Ἀλέξανδρον τὸν ἑαυτοῦ ἀδελ‐ φὸν ἀποβήσεσθαι. ὁ δὲ Τζιρήθων ἰδίᾳ τῷ βασιλεῖ μετὰ ταῦτα καθωμολόγησεν ὡς ὁ Σαμωνᾶς εἴη τὸ πιττάκιον πεποιηκώς. παρ‐ ευθὺ οὖν καταβιβάζει Σαμωνᾶν εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀποκεί‐ ρει μοναχὸν καὶ ἀπάγει αὐτὸν εἰς τὴν τοῦ Μαρτινακίου μονήν. | |
20 | ἐποίησεν δὲ Κωνσταντῖνον παρακοιμώμενον, καὶ ἔκτισεν αὐτῷ μονὴν ἐν Νοσιαῖς, καὶ παραγενόμενος ἅμα Εὐθυμίῳ πατριάρχῃ ἐνεκαίνισεν αὐτήν. | |
31 Ὀκτωβρίῳ δὲ μηνὶ ναυμαχία γέγονεν Ἡμερίου λογο‐ | ||
377 | θέτου μετὰ Δαμιανοῦ καὶ Λέοντος τῶν Ἀγαρηνῶν, στρατηγοῦντος ἐν Σάμῳ Ῥωμανοῦ τοῦ μετὰ ταῦτα βασιλεύσαντος. ἡττήθη Ἡμέ‐ ριος καὶ μόλις διεσώθη, σχεδὸν ἁπάντων τῶν μετ’ αὐτοῦ κεκιν‐ δυνευκότων. | |
5 | 32 Κοιλιακῷ δὲ νοσήματι περιπεπτωκὼς Λέων ὁ βασι‐ λεὺς εἰς ἀδυναμίαν ἦλθεν ἐσχάτην, ὥστε μόλις δυνηθῆναι αὐτὸν κατὰ τὸν βασιλικὸν τύπον ἐν τῷ τῆς ἐγκρατείας δημηγορήσαντα· “ὁρᾶτε κατεσκληκότα με καὶ νόσῳ τρυχόμενον· οὐκέτι τάχα μεθ’ ὑμῶν καταλήψομαι τὴν τοῦ Χριστοῦ ἀνάστασιν.” γέγονε δὲ καὶ | |
10 | ἐμπρησμὸς εἰς τὰ τῆς μεγάλης ἐκκλησίας κηρουλάρια, καέντων τῶν τοποθεσιῶν καὶ χαρτοθεσιῶν τῆς πατριαρχικῆς σακέλλης. Μαΐῳ δὲ ιαʹ, ἡμέρᾳ γʹ, ἰνδικτιῶνος ιεʹ, τελευτᾷ Λέων ὁ βασι‐ λεύς, Ἀλεξάνδρῳ τῷ αὐτοῦ ἀδελφῷ τὴν βασιλείαν παραδούς· ὃν ἰδών, ὥς φασι, πρὸς αὐτὸν ἐρχόμενον ἔφη “ἰδὲ ὁ κακὸς καιρὸς | |
15 | μετὰ δεκατρεῖς μῆνας.” πολλὰ δὲ τούτῳ ἐνέσκηψεν ἐκλιπαρήσας τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον φυλάττειν. | |
17t | ΒΑΣΙΛΕΙΑ | |
18t | ΑΛΕΞΑΝΔΡΟΥ ΥΙΟΥ ΒΑΣΙΛΕΙΟΥ. | |
19 | Ἀλέξανδρος ἐβασίλευσεν ἔτος ἓν ἡμέρας κβʹ σὺν Κωνσταντίνῳ | |
20 | τῷ υἱῷ Λέοντος. ἀποστείλας δὲ ἤγαγεν Νικόλαον ἐκ Γαλακρη‐ | |
νῶν, καταγαγὼν τοῦ πατριαρχείου Εὐθύμιον, καὶ ἐνεθρονίασεν | ||
378 | τὸν αὐτὸν Νικόλαον τὸ δεύτερον. ποιήσας δὲ σελέντιον ἐν τῇ Μαγναύρᾳ Ἀλέξανδρος κατήγαγεν ἀπὸ τῶν Ἀγαθοῦ Εὐθύμιον, καὶ ἅμα Νικολάῳ καθεσθεὶς τὴν αὐτοῦ καθαίρεσιν ἐποιήσαντο. εὐθὺς δὲ ὥσπερ ἀνήμεροι θῆρες ἐμπεπηδηκότες τοῦ ἱεροπρεποῦς | |
5 | ἀνδρὸς τὴν σεβασμίαν γενειάδα ἀπέτιλλον καὶ ἐπὶ τράχηλον ὤθουν καὶ ἄλλας ἀνυποίστους ποινὰς τούτῳ ἐπέφερον, ἐπιβάτην ἀποκα‐ λοῦντες καὶ μοιχὸν καὶ ἀλλοτρίᾳ ἐπιπηδήσαντα γυναικί. ὁ δὲ ἱερὸς ἐκεῖνος ἀνὴρ καὶ αἰδέσιμος πράως πάντα καὶ ἡσύχως ὑπέφερεν. ὑπερόριος οὖν ἐν τοῖς Ἀγαθοῦ σταλείς, καὶ τέλει τοῦ βίου χρησά‐ | |
10 | μενος, ἐν τῇ πόλει θάπτεται εἰς τὴν αὐτοῦ μονήν. ὁ δὲ τοῦ πα‐ τριάρχου κληρικὸς ὁ τὰς πολιὰς αὐτοῦ τίλας εἰς τὴν Μαγναύραν ἐν τῷ ἐξορίζεσθαι αὐτόν, ὑποστρέψας εἰς τὴν οἰκίαν αὐτοῦ, τὴν αὐτὴν τὴν ὥραν ὁ οἶκος αὐτοῦ πυρκαϊᾷ παρεδόθη ἀοράτῳ. εὗρε δὲ καὶ τὴν θυγατέρα αὐτοῦ ἐπειλημμένην καὶ κρατηθεῖσαν καὶ | |
15 | τὰς χεῖρας καὶ τὸ στόμα καὶ τὴν λαλιάν· ἥτις καὶ κλινήρης οὖσα διήρκεσε τὴν ἐφήμερον τροφὴν ζητοῦσα μέχρι Νικηφόρου βασιλέως τοῦ Νικητοῦ. 2 Ὁ οὖν Ἀλέξανδρος καὶ πάλαι τοῦτο ἔργον ἔχων, τὸ ἁβροδίαιτος εἶναι καὶ τοῖς κυνηγεσίοις προσέχειν διὰ τὰς ὑπερ‐ | |
20 | οψίας τοῦ ἀδελφοῦ αὐτοῦ Λέοντος, καὶ μηδὲν βασιλέως ἔργον δια‐ πράττεσθαι, ἀλλὰ τὸ τρυφᾶν καὶ ἀσελγείαις σχολάζειν ἠγαπηκώς, μονώτατος ἄρξας οὐδὲν γενναῖον ἢ λόγου ἄξιον κατεπράξατο. ἅμα | |
γὰρ τῷ γενέσθαι μονοκράτωρ Ἰωάννην παπᾶν (Λαζάνης τούτῳ | ||
379 | ἐπώνυμον) ῥαίκτωρα πεποίηκεν· ὃς καὶ κακῶς τὸ ζῆν ἀπέρρηξεν μετὰ θάνατον Ἀλεξάνδρου ἐν τῷ Ἑβδόμῳ σφαιρίζων. (3) ὡσαύ‐ τως οὖν καὶ Γαβριηλόπουλον καὶ Βασιλίτζην τὸν ἀπὸ Σκλαβισίαν σφοδρῶς κατεπλούτισεν καὶ τοῖς τοῦ παλατίου περιήντλησε χρή‐ | |
5 | μασι. φασὶ δὲ καὶ βεβουλεῦσθαι αὐτὸν πολλάκις τὸν αὐτὸν Βα‐ σιλίτζην εἰς βασιλέα προχειρίσασθαι, τὸν δὲ Κωνσταντῖνον τοῦ Λέοντος υἱὸν εὐνουχίσαι· ἥτις βουλὴ καὶ διεσκεδάσθη παρὰ τῶν εὐνοούντων τῷ Λέοντι, ποτὲ μὲν ὡς νήπιός ἐστι ποτὲ δὲ ὡς ἀσθε‐ νὴς ὑποτιθεμένων. ἐπὶ τούτου ἀστὴρ ἐφάνη κομήτης ἐκ δύσεως· | |
10 | ξιφίαν αὐτὸν ἐκάλουν, ὃν αἱμάτων χύσιν προσημαίνειν ἐν τῇ πόλει γενέσθαι ἔφασαν. 4 Οὗτος Ἀλέξανδρος πλάνοις ἑαυτὸν καὶ γόησιν ἐκδεδω‐ κὼς ἐπείσθη ὑπ’ αὐτῶν ὡς ὁ ἐν τῷ ἱππικῷ σύαγρος χαλκοῦς ἑστη‐ κὼς στοιχεῖον αὐτοῦ εἴη· λέοντι γὰρ τῷ αὐτοῦ, φασίν, ἀδελφῷ | |
15 | ἀντιμάχεται, χοιρόβιον τὸν ἀνόητον ὑπεμφαίνοντες. ὁ δὲ τούτοις ἀπατηθεὶς αἰδοῖα καὶ ὀδόντας τῷ χοίρῳ προσανενέωσεν ὡς λει‐ πομένους αὐτῷ. τῇ τοιαύτῃ οὖν πλάνῃ πεποιθὼς ἱππικὸν πεποίη‐ κεν, καὶ τοὺς ἱεροὺς τῶν ἐκκλησιῶν πέπλους καὶ τοὺς λαμπτῆρας ἀναλαβὼν τὸ ἱππικὸν κατεκόσμησεν, τὴν τοῦ θεοῦ τιμὴν τοῖς εἰδώ‐ | |
20 | λοις ὁ δείλαιος παρασχών. διὸ καὶ τὴν τιμὴν παρὰ θεοῦ ἀφῃρέθη ὡς τάχιστα. 5 Ἡμερίου δὲ λογοθέτου ἐκ τῆς ἥττης τῶν Ἀγαρηνῶν | |
ὑποστρέψαντος, ἀποστείλας περιώρισεν αὐτὸν ἐν τῇ μονῇ τοῦ πα‐ | ||
380 | λατίου ᾗ ἐπώνυμον Καμπᾶ, διαπειλησάμενος αὐτὸν ὡς ἐχθρὸν φανέντα ἐν ταῖς ἡμέραις τῆς βασιλείας τοῦ ἀδελφοῦ αὐτοῦ Λέον‐ τος. ὁ δὲ περιωρισμένος ἐπὶ μῆνας ἓξ ἐτελεύτησεν δεινῶς ὑπὸ θλίψεως κατεργασθείς. | |
5 | 6 Ὁ δὲ ἄρχων Βουλγαρίας Συμεὼν πρέσβεις πρὸς Ἀλέ‐ ξανδρον ἐξαπέστειλεν περὶ τῆς εἰρήνης, μηνύων ὡς ταύτην ἀσπά‐ ζοιτο, καὶ τοῦ φιλοφρονεῖσθαι αὐτὸν καὶ τιμᾶσθαι, ὥσπερ δὴ καὶ ἐπὶ τοῦ βασιλέως Λέοντος. ὁ δὲ ἀνοίᾳ καὶ ἀφροσύνῃ κρατηθεὶς τοὺς πρέσβεις ἀτίμως ἐξέπεμψεν, ἀπειλαῖς χρώμενος κατὰ Συμεὼν | |
10 | καὶ καταπλήττειν οἰόμενος. τῆς οὖν εἰρήνης διαλυθείσης ὅπλα κατὰ Χριστιανῶν κινῆσαι Συμεὼν ἐβουλεύετο. 7 Ἀλέξανδρος δὲ ἀριστήσας καὶ οἰνωθεὶς ἐν τοῖς ὑπὸ κύνα καύμασιν κατῆλθεν τῇ τῆς σφαιρᾶς χρήσασθαι παιδιᾷ. ῥομφαίᾳ δὲ θεηλάτῳ πληγεὶς καὶ ἀνελθών, αἵματος αὐτοῦ πολλοῦ | |
15 | ἐκ τῶν ῥινῶν καὶ αἰδοίων καταφερομένου, μετὰ δύο ἡμέρας ἐτε‐ λεύτησεν, μηνὶ Ἰουνίῳ ϛʹ, ἡμέρᾳ κυριακῇ, ἰνδικτιῶνος πρώτης, ἐπιτρόπους καταλιπὼν Νικόλαον πατριάρχην καὶ Στέφανον μάγι‐ στρον καὶ Ἰωάννην μάγιστρον τὸν Ἐλαδᾶν καὶ Ἰωάννην ῥαίκτωρα καὶ Εὐθύμιον καὶ τὸν Βασιλίτζην καὶ τὸν Γαβριηλόπουλον, τὴν | |
20 | βασιλείαν τῷ υἱῷ Λέοντος Κωνσταντίνῳ παραδούς. ἀπέθεντο δὲ Ἀλέξανδρον ἐν τοῖς τάφοις τῶν βασιλέων, καὶ ἐτέθη μετὰ τοῦ | |
πατρὸς αὐτοῦ Βασιλείου. | ||
381(1t) | ΒΑΣΙΛΕΙΑ | |
2t | ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΥΙΟΥ ΛΕΟΝΤΟΣ. | |
3 | Κωνσταντῖνος δὲ τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος Λέοντος παῖς ἴτε τυγχάνων (ἕβδομον γὰρ εἶχεν τῆς ἡλικίας ἔτος) ὑπὸ Ἀλεξάν‐ | |
5 | δρου θείου αὐτοῦ ἐν τῇ βασιλείᾳ καταλέλειπτο, ὑπὸ ἐπιτρόπους τελῶν. ἐβασίλευσεν οὖν ὑπὸ τῶν αὐτοῦ ἐπιτρόπων καὶ σὺν τῇ μητρὶ ἔτη ἑπτά, ἅμα δὲ Ῥωμανῷ πενθερῷ αὐτοῦ, ὢν ἐν ὑποταγῇ, ἕτερα ἔτη κϛʹ, μονοκράτωρ δὲ ἔτη πεντεκαίδεκα, ὡς εἶναι τὸν πάντα χρόνον τῆς βασιλείας αὐτοῦ ἔτη νεʹ. λαβόμενος οὖν τῆς | |
10 | τοῦ παλατίου ἐξουσίας ὁ πατριάρχης Νικόλαος, ὥστε καὶ αὐτὸς ἐπίτροπος ὢν σὺν τῷ μαγίστρῳ Στεφάνῳ καὶ τῷ Ἐλαδᾶ Ἰωάννῃ μαγίστρῳ καὶ αὐτῷ, τὴν τοῦ κοινοῦ πρόνοιαν ἐποιεῖτο καὶ τὴν φροντίδα εἶχεν τῶν τῇ βασιλείᾳ πραγμάτων ἀνηκόντων ὁσημέραι. 2 Ἐν τούτοις οὖν τῆς βασιλείας οὔσης, δηλοῦται Κων‐ | |
15 | σταντίνῳ τῷ Δουκί, δομεστίκῳ τυγχάνοντι τῶν σχολῶν, παρά τινων τῶν ἐν τῇ πόλει μεγιστάνων φιλούντων αὐτὸν ὡς ἀνδρεῖον καὶ νουνεχῆ καὶ καλῶς δυνάμενον τὴν βασιλείαν κυβερνᾶν, εἰσελ‐ θεῖν καὶ ταύτης ἐγκρατὴς γενέσθαι ἀπονητί. ὡς δέ τινες, καὶ Νικόλαος πατριάρχης ἠγνοηκὼς ὡς κατ’ ἐπιτροπὴν Ἀλεξάνδρου | |
20 | αὐτῷ ἐγκεχείριστο τὰ τῆς ἐξουσίας ἐπιτροπεῖν, Ἀρταβάσδῳ ἐγχει‐ | |
ρίσας, ᾧ τὸ ἱερατεύειν ἐνείργητο, ἐξαπέστειλε πρὸς τὸν τοῦ Δου‐ | ||
382 | κὸς Κωνσταντῖνον, παρακελευόμενος εἰσεληλυθέναι τῇ βασιλίδι, ὡς τῆς βασιλείας ἐπιλάβηται· ὃς διὰ τὴν τοῦ γράμματος δια‐ πόρθμευσιν τῆς περιωνύμου Σοφίας πρῶτος τῶν ἱερωμένων κε‐ κλήρωται. οὗτος γὰρ γεννήτωρ Ἀνδρέου τοῦ ἐν χρόνοις τοῖς καθ’ | |
5 | ἡμᾶς τὴν ζωγραφικὴν τέχνην εἰς ἄκρον ἐλάσαντος, ἤπερ Ἀπελλῖς καὶ Ἀγάθαρχος Ἡρακλείδης τε καὶ Φίλοινος οἱ Βυζάντιοι, καθ‐ εστήκει. (3) ὁ δέ, ἅτε καὶ πρότερον αὐτὴν ὀνειροπολῶν καὶ τοῦ στέφους ἀεὶ ἐφιέμενος, ὡς εἶχε τάχος τὴν βασιλεύουσαν κατέλαβεν ἅμα τοῖς σὺν αὐτῷ τῶν στρατευμάτων ἐγκρίτοις, ἱκανοῖς οὖσι. | |
10 | καὶ νυκτὸς διὰ παραπυλίδος εἰσελθὼν τοῦ πρωτοβεστιαρίου Μι‐ χαήλ, οὔσης πλησίον ἀκροπόλεως, ἐν τῷ οἴκῳ τοῦ πενθεροῦ αὐ‐ τοῦ Γρηγορᾶ ἄϋπνος μετὰ τῶν συνόντων αὐτῷ διετέλεσεν. Νική‐ τας δὲ ἀσηκρῆτις, ὁ μετὰ ταῦτα πρωτονοτάριος γεγονώς, τὴν Κωνσταντίνου ἄφιξιν τῷ πατρικίῳ Κωνσταντίνῳ καὶ μοναχῷ τῷ | |
15 | Ἐλαδικῷ κατεμήνυσεν· καὶ ἄμφω τῇ αὐτῇ νυκτὶ πρὸς τὸν Δοῦκα Κωνσταντῖνον παρεγένοντο, καὶ βουλὴν ποιησάμενοι οὔπω τῆς ἡμέρας καταλαβούσης μετὰ λαμπάδων καὶ λαοῦ πολλοῦ καὶ ὄχλου τὴν τοῦ ἱπποδρόμου πύλην καταλαμβάνουσιν, Κωνσταντῖνον εὐφη‐ μοῦντες ὡς βασιλέα· ἔνθα δὴ ὁ τούτου ἱπποκόμος λογχευθεὶς | |
20 | παρὰ τῶν ἐντὸς τῶν τοῦ ἱπποδρόμου πυλῶν ἀνῃρέθη. μὴ δεχθεὶς οὖν ἐκεῖσε ὁ Κωνσταντῖνος ἀλλ’ ἀποσοβηθείς, ὥσπερ ὑπό τινος ἐκβακχευόμενος δαίμονος καὶ μὴ ἐφεστηκότα ἔχων τὸν λογισμὸν | |
τῷ τῆς βασιλείας ἔρωτι, ἐν τῷ ἱπποδρομίῳ ὑπεχώρησεν στυγνός | ||
383 | τε καὶ κατηφής, κακὸν οἰωνὸν τὴν τοῦ ἱπποκόμου κρίνας σφαγήν. ἐκεῖθεν οὖν εὐφημούμενος ἦλθεν μέχρι τῆς Χαλκῆς, καὶ διὰ τῆς Σιδηρᾶς πόρτης τῆς αὐτῆς Χαλκῆς εἰσεληλυθώς, μέχρι τῶν Ἐξ‐ κουβίτων παρεγένετο. ὁ οὖν μάγιστρος Ἰωάννης ὁ Ἐλαδᾶς ἐκλο‐ | |
5 | γὴν τῶν τε τῆς ἑταιρείας καὶ τῶν ἐλατῶν ποιησάμενος μεθ’ ὅπλων τούτους ἀπέστειλεν κατὰ τοῦ Δουκός. ἐλθόντων οὖν μέχρι τῆς Χαλκῆς, καὶ πολέμου συστάντος, πολλοὶ ἐξ ἀμφοτέρων ἔπεσον τῶν μερῶν, ἔργον ἐκεῖσε μαχαίρας γενόμενοι, καὶ τοσοῦτον ὥστε τὸν τόπον ἐνλιμνασθῆναι τῷ αἵματι ποταμηδὸν καταρρέοντι. | |
10 | ἀνῃρέθη δὲ καὶ Γρηγορᾶς ὁ υἱὸς τοῦ Δουκὸς καὶ Μιχαὴλ ὁ ἐξ‐ άδελφος αὐτοῦ καὶ ὁ Κουρτίκης ὁ ἐξ Ἀρμενίων. ταῦτα ὁ Δοὺξ Κωνσταντῖνος μαθών, ταραχῆς ὅτι πλείστης γενομένης, τοῦ ἱπ‐ πικοῦ ἐξήλαυνεν. ὁ δὲ ταῖς ἐκεῖσε ὑπεστρωμέναις κατολισθήσας πλαξὶν εἰς γῆν τὸν ἐπιβάτην κατέβαλεν. ἐπεὶ δέ τις αὐτὸν κατὰ | |
15 | γῆς ἐρριμμένον καὶ μεμονωμένον κατέλαβεν (οἱ γὰρ ἄλλοι διεσκε‐ δάσθησαν ἅπαντες), ξίφει τὴν τούτου ἀπέτεμε κεφαλήν, ἥτις τῷ βασιλεῖ προσενήνεκτο καταφανὴς ἅπασι τῆς ἀπάτης εἰς ἀποτρό‐ παιον. τὸ δὲ τοιοῦτον αὐτοῦ ἐγχείρημα κατά τινα καὶ ἄλλον τρό‐ πον ἐδεδήλωτο. Νικόλαος γάρ τις τὰς ἐν Χαλδίᾳ τῶν δημοσίων | |
20 | εἰσπράξεις ἐμπεπιστευμένος εἰς Συρίαν ἀφίκετο, τῆς καθ’ ἡμᾶς εὐσεβείας ἔξαρνος γεγονώς· ὃς ἐκεῖσε διατρίβων ἀστρονομίας ἢ ἀστρολογίας τινὸς μᾶλλον μετεποιεῖτο. οὗτος ἐν μελανεμβαφεῖ γράψας ὑφάσματι ἀπεστάλκει τοῦτο πρὸς τὸν λογοθέτην Θωμᾶν, | |
οὗ δὴ ῥυφθέντος ἐν ὕδατι παρὰ Μανουὴλ τοῦ τῶν Ἀγαρηνῶν ἑρ‐ | ||
384 | μηνέως τὰ ἐν αὐτῷ πεφανέρωται γράμματα, “μὴ φοβήθητε ἀπὸ τοῦ πυρροῦ πετεινοῦ τοῦ Δουκός· νεωτερισθήσεται γὰρ ἀφρόνως, καὶ εὐθέως ὀλοθρευθήσεται. 4 Τούτων οὖν οὕτω τελεσθέντων, Γρηγορᾶς τούτου πεν‐ | |
5 | θερὸς μετὰ Λέοντος, ὃν Χοιροσφάκτην ὠνόμαζον, τῇ ἁγίᾳ σοφίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ προσέφυγον· οὓς καὶ βίᾳ ἐκεῖσε ἀποσπάσαντες ἀπέκειραν μοναχοὺς ἐν τῇ τῶν Στουδίου μονῇ. Κωνσταντῖνον δὲ τὸν Ἐλαδικὸν βουνεύροις τύψαντες ῥάκη τε περιβαλόντες καὶ ὄνῳ καθίσαντες διὰ μέσης τῆς πόλεως ἐθριάμβευσαν, καὶ ἐν τῇ τοῦ | |
10 | Δαλμάτου ἀπαγαγόντες μονῇ ἐγκατάκλειστον τῇ καταδίκῃ πεποιή‐ κασιν. Λέοντα δὲ τὸν Κατακαλίτην καὶ Ἀβεσσαλὼμ τὸν τοῦ Ἀροτρᾶ ἐκτυφλώσαντες ἐν ἐξορίᾳ παρέπεμψαν. Κωνσταντῖνον δὲ τὸν τοῦ Εὐλαμπίου υἱὸν καὶ ἑτέρους σὺν αὐτῷ Φιλόθεος ὕπαρ‐ χος ὁ τοῦ Λαμπούδη ἐν τῇ τοῦ ἱππικοῦ σφενδόνῃ ἀπέτεμεν. οὐ | |
15 | μικρὸν δὲ διερευνησάμενοι περὶ Νικήτα ἀσηκρῆτις καὶ Κωνσταν‐ τίνου τοῦ Λιβὸς οὐχ εὗρον αὐτοὺς ὡς χρησαμένους φυγῇ. τὸν δὲ Αἰγίδην ἐκεῖνον καὶ τοὺς σὺν αὐτῷ πολλοὺς καὶ ἀνδρείους ὄν‐ τας ἀπό τε τῆς ἐν Χρυσοπόλει δαμάλεως καὶ μέχρι τοῦ Λευκάτου διδύμοις ξύλοις πάντας ἀνεσκολόπισεν. καὶ πολλοὺς ἂν τῶν ἐν | |
20 | τέλει τότε ἀνηλεῶς καὶ ἀναιτίως οἱ λεγόμενοι οὗτοι ἐπίτροποι ἀπέ‐ κτειναν, εἰ μή τινες τῶν δικαστῶν τούτους τῆς ἀδίκου ὁρμῆς ἀνε‐ | |
χαίτισαν, εἰπόντες αὐτοῖς ὡς παιδὸς ὄντος τοῦ βασιλέως, πῶς | ||
385 | ἂν ἄνευ τῆς αὐτοῦ κελεύσεως τοιαῦτα τολμᾶτε διαπράττεσθαι; τὴν τῶν Δουκὸς οὖν γυναῖκα ἀποκείραντες εἰς τὸν ἐν Παφλαγονίᾳ οἶκον αὐτῆς ἐξαπέστειλαν, εὐνουχίσαντες καὶ τὸν υἱὸν αὐτῆς Στέ‐ φανον. | |
5 | 5 Αὐγούστῳ δὲ μηνὶ Συμεὼν ὁ Βουλγαρίας ἄρχων ἐκ‐ στρατεύσας κατὰ Ῥωμαίων σὺν ὄχλῳ βαρεῖ κατέλαβεν τὴν Κων‐ σταντινούπολιν, καὶ δὴ παρακαθίσας αὐτῇ χάρακα περιέβαλεν ἀπό τε Βλαχερνῶν καὶ μέχρι τῆς λεγομένης Χρυσῆς πόρτης, ἐλ‐ πίσι μετέωρος ἦν ὡς ἀπονητὶ ταύτην ἑλεῖν. ἐπεὶ δὲ τήν τε τῶν | |
10 | ταχῶν κατέμαθεν ὀχυρότητα τήν τε ἐκ τοῦ πλήθους καὶ τῶν ὁπλι‐ τῶν καὶ τῶν πετροβόλων καὶ τοξοβόλων ὀργάνων ἀσφάλειαν, τῶν ἐλπίδων σφαλεὶς ἐν τῷ λεγομένῳ Ἑβδόμῳ ὑπέστρεψεν, εἰρηνικὰς σπονδὰς αἰτησάμενος. τῶν δὲ ἐπιτρόπων ἀσμενέστατα ἀποδεξα‐ μένων, ἀποστέλλει Συμεὼν Θεόδωρον μάγιστρον αὐτοῦ συλλαλῆ‐ | |
15 | σαι τὰ τῆς εἰρήνης. ἀναλαβόμενοί τε ὅ τε πατριάρχης Νικόλαος καὶ Στέφανος καὶ Ἰωάννης ὁ μάγιστρος τὸν βασιλέα ἦλθον μέχρι τῶν Βλαχερνῶν, καὶ εἰσήγαγον τοὺς δύο υἱοὺς τοῦ Συμεών, καὶ συνεστιάθησαν τῷ βασιλεῖ ἐν τῷ παλατίῳ. Νικόλαος δὲ ὁ πα‐ τριάρχης ἐξῆλθε πρὸς Συμεών, ᾧ τινὶ τὴν κεφαλὴν ὑπέκλινε Συ‐ | |
20 | μεών. εὐχὴν οὖν ὁ πατριάρχης ποιήσας ἀντὶ στέμματος, ὡς φασί, τὸ ἑαυτοῦ ἐπιρριπτάριον τῇ αὐτοῦ ἐπέθετο κεφαλῇ. δώ‐ ροις οὖν ἀμέτροις καὶ μεγίστοις φιλοφρονηθέντες ὅ τε Συμεὼν καὶ οἱ τούτου υἱοὶ εἰς τὴν ἰδίαν χώραν ὑπέστρεψαν, ἀσύμφωνοι ἐπὶ | |
τῇ εἰρημένῃ εἰρήνῃ διαλυθέντες. | ||
386 | 6 Τοῦ βασιλέως οὖν Κωνσταντίνου ἅτε παιδὸς ὄντος καὶ τὴν ἰδίαν μητέρα ἐπιζητοῦντος (ἤδη γὰρ ταύτην κατήγαγεν Ἀλέ‐ ξανδρος ὁ βασιλεὺς) ἀναβιβάζουσιν αὐτὴν πάλιν. αὕτη οὖν περικρατὴς γενομένη τῆς βασιλείας ἀναβιβάζει εἰς τὸ παλάτιον | |
5 | Κωνσταντῖνον παρακοιμώμενον καὶ Κωνσταντῖνον καὶ Ἀναστάσιον αὐταδέλφους τοὺς Γογγυλίους λεγομένους· καὶ τῇ βουλῇ Ἰωάννου τοῦ Ἐλαδᾶ καταβιβάζουσι τοὺς οἰκείους τοῦ Ἀλεξάνδρου βασι‐ λέως, Ἰωάννην τὸν ῥαίκτωρα καὶ τὸν λεγόμενον Γαβριλόπουλον καὶ Βασιλίτζην καὶ τοὺς λοιπούς. προχειρίζεται δὲ ἡ Αὐγοῦστα | |
10 | Δομίνικον ἑταιρειάρχην. μάγιστρος δὲ ὁ Ἐλαδᾶς νόσῳ προσπεσὼν καὶ ἀπαγορευθεὶς παρὰ τῶν ἰατρῶν, κατελθὼν ἐκ τοῦ παλατίου καὶ ἐν ταῖς Βλαχέρναις παραγενόμενος, ὑπὸ τῆς νόσου βαρυνθεὶς τελευτᾷ. συμβουλῇ Δομινίκου ἑταιρειάρχου καταβιβάζει Ζωὴ Νικόλαον πατριάρχην ἅμα τοῖς μετ’ αὐτοῦ, μετ’ ὀργῆς τὰ τῆς | |
15 | ἰδίας ἐκκλησίας φροντίζειν εἰποῦσα. [οὐ] μετ’ οὐ πολὺ Κων‐ σταντῖνος παρακοιμώμενος διαβάλλει τῇ Αὐγούστῃ Δομίνικον ἑταιρειάρχην ὡς τὴν βασιλείαν σφετεριζόμενον εἰς τὸν ἑαυτοῦ ἀδελφόν. καὶ τοῦτον ἐν προφάσει πατρίκιον ποιήσαντες, κατελ‐ θόντα εἰς τὴν ἐκκλησίαν, ὡς ἔθος, εὐχὴν λαβεῖν, οἴκοι μένειν | |
20 | παρεκελεύσαντο, προεβάλετο δὲ Ζωὴ Ἰωάννην τὸν Γαριδᾶν ἑται‐ ρειάρχην καὶ Δαμιανὸν εὐνοῦχον τῆς βίγλης δρουγγάριον. Δομί‐ νικος δὲ ἀπῆλθεν ἐν τῷ οἴκῳ αὐτοῦ ἀνόνητα ὀλοφυρόμενος. | |
7 Τοῦ δὲ Βουλγάρου Συμεὼν τὴν Θρᾴκην πάλιν ληϊζο‐ | ||
387 | μένου, ἐν φροντίδι οὔσης τῆς Αὐγούστης καὶ τῶν ἐν τέλει ὅπως αὐτὸν τῆς ἀλαζονείας παύσωσιν, ᾐτήσατο Ἰωάννης ὁ Βογᾶς γενέ‐ σθαι πατρίκιος, ὑποσχόμενος κατ’ αὐτοῦ ἀγαγεῖν Πατζινάκας. τῆς αἰτήσεως δὲ τυχὼν δῶρά τε λαβὼν εἰς τὴν Πατζινάκων ἀπῄει | |
5 | χώραν· καὶ δὴ σπεισάμενος, ὁμήρους ἐκεῖθεν λαβὼν ἤγαγεν ἐν τῇ πόλει, συνθεμένων Πατζινάκων διαπερᾶσαι καὶ τὸν Συμεὼν καταπολεμῆσαι. παρεγένετο δὲ τότε ἐν τῇ πόλει καὶ Ἀσώτιος, ἀνὴρ ἐπὶ ῥώμῃ ὀνομαστότατος, υἱὸς ὢν τοῦ ἄρχοντος τῶν ἀρχόν‐ των, ὅν φασι σιδηρᾶν ῥάβδον ἐκ τῶν ἄκρων ἑκατέραις κρατοῦντα | |
10 | χερσὶ τῇ ὑπερβαλλούσῃ δυνάμει διακάμπτειν καὶ πρὸς τὸ κυκλικὸν σχῆμα μετάγειν, τῆς ἀντιτύπου τῆς σιδήρου φύσεως τῇ βίᾳ τῶν χειρῶν ὑπεικούσης. ὃν παραγενόμενον ἡ δέσποινα καὶ μετὰ πολ‐ λῆς τιμῆς ὑπεδέξατο καὶ πάλιν εἰς τὴν ἰδίαν χώραν ἐξέπεμψεν. 8 Σεπτεμβρίῳ δὲ μηνί, ἰνδικτιῶνος τρίτης, Παγκρα‐ | |
15 | τούκας ὁ Ἀρμένης τὴν Ἀδριανούπολιν τῷ Συμεὼν προδέδωκεν, ἥτις τὸ πρὶν μὲν Ὀρεστιὰς ἐκαλεῖτο, ἐξ Ὀρέστου υἱοῦ Ἀγαμέμνο‐ νος, ὃς ζήλῳ δικαίῳ διὰ τὴν πρὸς τὸν πατέρα Κλυταιμνήστρας δολοφονίαν ταύτην σὺν Αἰγίσθῳ ἀποκτείνας λίαν ἐκμέμηνεν καὶ ἐν τῇ συνελεύσει Ἕβρου Ἄρζου τε καὶ Ἀρτάκου τῶν τριῶν ποτα‐ | |
20 | μῶν γε λουσάμενος τῆς νόσου ἀπήλλακτο· ἔνθα ταύτην οἰκοδο‐ μήσας ἐπὶ τῷ ἰδίῳ ὀνόματι κέκληκεν· Ἀδριανὸς δὲ Καῖσαρ εὐκτί‐ στοις οἰκήμασιν αὐτὴν μεγαλύνας πόλιν Ἀδριανοῦ μετακέκληκεν. αὕτη τρίτης ἡμέρας παρὰ ἀνδρὸς εὐπετοῦς ἐν διόδῳ Φιλιππουπό‐ | |
λεως σταδιάζεται, ἠγκαλισμένη τῷ ὄρει τῷ Αἵμῳ, παρ’ ᾧ οἱ | ||
388 | τρεῖς ποταμοὶ συμβάλλονται τὸ ὀμβρινὸν ὕδωρ. μετ’ οὐ πολὺ ἀπεστάλη Βασίλειος πατρίκιος καὶ κανίκλης καὶ Νικήτας πρωτο‐ σπαθάριος ὁ Ἐλαδικὸς παρὰ Ζωῆς μετὰ δώρων πολλῶν, καὶ ἀντ‐ επαρέλαβεν πάλιν αὐτήν. | |
5 | 9 Ἦλθεν δὲ ὁ Δαμιανὸς ἀμηρὰς εἰς Στρόβηλον νῆσον μετὰ πλοίων πολεμικῶν καὶ πολλῆς τῆς δυνάμεως· καὶ ταύτην παρέλαβεν ἄν, εἰ μὴ νοσήσας ἐτελεύτησεν, ὑποστρεψάντων διὰ κενῆς τῶν Σαρακηνῶν. οἱ δὲ τῆς Ἑλλάδος καὶ τῶν Ἀθηνῶν οἱ‐ κήτορες συνεχῶς ἐπηρεαζόμενοι παρὰ Χασὲ υἱοῦ τοῦ Ἰούβη, τὴν | |
10 | αὐτοῦ ἀσωτίαν καὶ ἀπληστίαν μὴ ἐνεγκόντες, λίθοις τοῦτον βάλ‐ λοντες ἀνεῖλον κακῶς ἔνδοθεν τοῦ θυσιαστηρίου τοῦ ἐν Ἀθήναις ναοῦ. 10 Βλέπουσα δὲ Ζωὴ βασίλισσα τὴν ἔπαρσιν Συμεὼν καὶ τὴν κατὰ τῶν Χριστιανῶν αὐτοῦ ἐπίθεσιν, βουλὴν μετὰ τῶν | |
15 | ἐν τέλει βουλεύεται, ἀλλάγιον καὶ εἰρήνην μετὰ τῶν Ἀγαρηνῶν διαπράξασθαι, διαπερᾶσαι δὲ πάντα τὸν τῆς ἀνατολῆς στρατὸν πρὸς τὸ καταπολεμῆσαι καὶ ἀφανίσαι τὸν Συμεών. ἀπεστάλη οὖν ἐν Συρίᾳ ἐπὶ τὸ ποιῆσαι ἀλλάγιον Ἰωάννης πατρίκιος ὁ Ῥωδι‐ νὸς καὶ Μιχαὴλ ὁ Τοξαρᾶς· οὗ γεγονότος τὴν συνήθη τῆς ῥόγας | |
20 | διανομὴν ποιησάμενοι ἐν τοῖς τάγμασι, ταῦτα δὲ ἀναλαβόμενοι σὺν τοῖς θέμασι πρὸς τὴν Θρᾳκῴαν γῆν διεπέρασαν, Λέοντος μαγίστρου τοῦ Φωκᾶ δομεστίκου τῶν σχολῶν τυγχάνοντος, ᾧ ἀν‐ δρία μᾶλλον ἢ ἐπιστατικὴ φρόνησις προσανέκειτο. ἐξαγαγόντων | |
οὖν τὰ σεβάσμια καὶ ζῳοποιὰ ξύλα Κωνσταντίνου πρωτοπαπᾶ | ||
389 | τοῦ παλατίου, τοῦ Κεφαλᾶ λεγομένου, καὶ Κωνσταντίνου τοῦ Βαλελίας ἐν τῇ Θρᾴκῃ, ἅπαντες προσκυνήσαντες καὶ ἐπομοσά‐ μενοι συναποθνήσκειν ἀλλήλοις, πανστρατὶ κατὰ Βουλγάρων ἐξώρμησαν. ἦρχον δὲ τοῦ τάγματος Ἐξκουβίτων Ἰωάννης ὁ Γρά‐ | |
5 | ψων, τοῦ δὲ ἱκανάτου ὁ τοῦ Μαρούλη υἱός· Ῥωμανὸς δὲ ὁ Ἀργυρὸς ἐστρατήγει καὶ Λέων ὁ ἀδελφὸς αὐτοῦ καὶ Βάρδας ὁ Φωκᾶς, οἷς συνῆν μὲν καὶ ὁ Μελίας μετὰ τῶν Ἀρμενίων καὶ οἱ ἄλλοι πάντες στρατηγοὶ τῶν θεμάτων, συνῆν δὲ καὶ πρὸς τοῖς ἄλλοις ὁ Κωνσταντῖνος πατρίκιος ὁ Λὶψ Λέοντι δομεστίκῳ, σύμ‐ | |
10 | βουλος αὐτοῦ ἐν πᾶσι τοῖς ἀνήκουσιν ὤν. μηνὶ δὲ Αὐγούστῳ εἰκάδι, ἰνδικτιῶνος εʹ, ὁ πόλεμος μεταξὺ Ῥωμαίων τε καὶ Βουλ‐ γάρων πρὸς τῷ Ἀχελῴῳ συγκεκρότηται ποταμῷ· καὶ οἷα τὰ τοῦ θεοῦ κρίματα, ὡς ἀνεξερεύνητα καὶ ἀνεξιχνίαστα, τρέπονται Ῥωμαῖοι πανστρατὶ καὶ γέγονε φυγὴ παντελὴς καὶ φρικώδης ὀλο‐ | |
15 | λυγή, τῶν μὲν ὑπ’ ἀλλήλων συμπατουμένων, τῶν δὲ ὑπὸ τῶν πολεμίων ἀναιρουμένων, αἵματός τε χύσις οἵα ἐξ αἰῶνος οὐ γέγο‐ νεν. ὁ δὲ Λέων ἐν Μεσημβρίᾳ διεσώθη φυγών. ἐσφάγη δὲ πρὸς τοῖς ἄλλοις ἐν τῇ τοῦ πολέμου συμβολῇ καὶ Κωνσταντῖνος ὁ Λὶψ καὶ Ἰωάννης ὁ Γράψων καὶ ἄλλοι τῶν ἀρχόντων ἱκανοί. | |
20 | ἀπεστάλη δὲ καὶ Ῥωμανὸς πατρίκιος δρουγγάριος ὢν τῶν πλωΐμων μετὰ παντὸς τοῦ στόλου ἐν τῷ Δανουβίῳ ποταμῷ βοηθῆσαι | |
Λέοντι τῷ Φωκᾷ· ἀλλὰ καὶ Ἰωάννης ὁ Βογᾶς καταγαγεῖν Πατζι‐ | ||
390 | νάκας, ὡς εἴρηται. κελευσθέντος δὲ τοῦ δρουγγαρίου Ῥωμανοῦ τούτους διαπερᾶσαι κατὰ Βουλγάρων ὥστε συμμαχῆσαι Λέοντι τῷ Φωκᾷ, Ῥωμανοῦ δὲ καὶ Ἰωάννου εἰς ἔριδας καὶ λογομαχίας ἐλθόντων, ὁρῶντες αὐτοὺς οἱ Πατζινάκαι πρὸς ἀλλήλους διαμα‐ | |
5 | χομένους καὶ συστασιάζοντας ὑπεχώρησαν εἰς τὰ ἴδια. τοῦ πολέ‐ μου δὲ τέλος λαβόντος, καὶ ὑποστρεψάντων ἐν τῇ πόλει τοῦ τε Ῥωμανοῦ καὶ τοῦ Βογᾶ, τὰ καθ’ ἑαυτῶν ἐκινήθησαν· καὶ εἰς τοσοῦτον κίνδυνον τὸν δρουγγάριον Ῥωμανὸν περιέστησαν, ὥστε καὶ καταδικάζουσαν ψῆφον ἐξήνεγκαν τῶν ὀφθαλμῶν στερηθῆναι | |
10 | ὡς ἀμελείᾳ, μᾶλλον δὲ κακουργίᾳ μὴ διαπεράσαντα τοὺς Πατζι‐ νάκας, ἀλλ’ ὑποχωρήσαντα τάχιον καὶ μηδὲ τοὺς φεύγοντας Ῥω‐ μαίων ἐν τοῖς πλοίοις ὑποδεξάμενον. καὶ τοῦτο ἂν ἐπεπόνθει, εἰ μὴ παρὰ Κωνσταντίνου πατρικίου τοῦ Γογγύλη καὶ Στεφάνου μαγίστρου, ὡς δυναμένων παρὰ τῇ Αὐγούστῃ πολλά, τὰ τῆς | |
15 | καταδίκης ἀνετράπη. τῶν δὲ Βουλγάρων τῇ νίκῃ κατεπαρθέντων καὶ ἐκστρατευσάντων μέχρι τῆς πόλεως, ἐξῆλθε Λέων ὁ δομέστι‐ κος τῶν σχολῶν καὶ Ἰωάννης ὁ ἑταιρειάρχης καὶ Νικόλαος ὁ υἱὸς τοῦ Δουκὸς εἰς χῶρον Θρᾳκῷον οὕτω λεγόμενον Κατασύρτας ἅμα πλείστῳ λαῷ κατὰ Βουλγάρων. τῇ δὲ νυκτὶ ἀδοκήτως ἐπιπεσόν‐ | |
20 | των αὐτοῖς τῶν Βουλγάρων, καὶ τοῦ δομεστίκου φυγόντος, ἐσφάγη Νικόλαος ὁ υἱὸς τοῦ Δουκὸς καὶ πολλοὶ ἕτεροι μετ’ αὐτοῦ. 11 Θεόδωρος οὖν ὁ τοῦ βασιλέως Κωνσταντίνου παιδα‐ | |
γωγός, ὁρῶν Κωνσταντῖνον παρακοιμώμενον εἰς Λέοντα τὸν ἴδιον | ||
391 | γαμβρὸν τὴν βασιλείαν σφετεριζόμενον, ὑπέθηκεν Κωνσταντίνῳ τῷ βασιλεῖ Ῥωμανὸν τὸν δρουγγάριον προσλαβέσθαι ὡς πατρικὸν αὐτοῦ δοῦλον καὶ εὔνουν τὰ πρὸς αὐτόν, ὡς ἂν ᾖ σὺν αὐτῷ, καὶ διαφυλάττειν αὐτόν, καὶ ἐν οἷς ἂν δέῃ, σύμμαχον ἔχειν καὶ βοη‐ | |
5 | θόν. περὶ τούτου οὖν πολλάκις λαληθεὶς Ῥωμανὸς ἀπείπατο. γραμμάτιον οὖν ὁ βασιλεὺς Κωνσταντῖνος αὐτοχείρῳ διαπράξας γραφῇ καὶ ὑπογραφῇ διασφαλισάμενος ἀπέστειλεν αὐτῷ· ὅπερ αὐτὸς ἐπὶ χεῖρας λαβὼν ὑπέσχετο τὴν κατὰ τοῦ παρακοιμωμένου Κωνσταντίνου καὶ τῶν συγγενῶν αὐτοῦ ἐπίθεσιν, ὡς δέει, ποιή‐ | |
10 | σασθαι. τῆς φήμης οὖν ταύτης διαθεούσης, καὶ τοῦ παρακοι‐ μωμένου καταναγκάζοντος Ῥωμανὸν ἀποκινῆσαι μετὰ τοῦ στόλου τὴν νενομισμένην ῥόγαν λαβόντος, ἐν τῇ ἐξαρτύσει δὲ ὄντος τοῦ Ῥωμανοῦ καὶ τὰ πλοῖα εὐτρεπίζοντος, ἐξῆλθεν Κωνσταντῖνος παρακοιμώμενος ὡς ἐπισπουδάζων αὐτὸν τοῦ ἐκπλεῦσαι. ὁ δὲ | |
15 | τούτῳ δουλικῷ τῷ σχήματι προϋπήντησεν, καὶ προθύμως ποιή‐ σειν τὸ κελευόμενον ἐπηγγέλλετο· καὶ εἰ ἔχει ἄνδρας εὐειδεῖς καὶ γενναίους ἐπιτηδείους τὴν βασιλικὴν ἐρέττειν τριήρη εἰπόντος πρὸς Ῥωμανόν, οὗτος εὐθὺς ἔνευσεν τούτοις τῇ χειρὶ ἑτοίμοις οὖσι πλη‐ σίον ἐλθεῖν. οἱ δὲ τὰ τῆς βουλῆς εἰδότες, ἔγγιστα ἤδη τοῦ δρό‐ | |
20 | μωνος Ῥωμανοῦ γεγονότος, ἐπειδὴ οὗτος ὀπίσω τοῦ παρακοιμω‐ μένου Κωνσταντίνου περιπατῶν ἀνήρπασεν αὐτὸν ταῖς χερσὶ καὶ “ἄρατε αὐτὸν” ἀνεφώνησεν, παραχρῆμα οὗτοι τοῦτον ἁρπάσαν‐ | |
τες εἰς τὴν τοῦ δρουγγαρίου Ῥωμανοῦ τριήρη εἰσήγαγον καὶ ἐν τῇ | ||
392 | ἀσφαλείᾳ κατεῖχον. οὐδεὶς οὖν ὁ ὑπερασπίζων ἦν ἢ κατοικτείρων τὸν ἄνθρωπον, πάντων τῶν συνόντων αὐτῷ χρησαμένων φυγῇ. ταῦτα Ζωὴ Αὐγούστα μαθοῦσα προσκαλεῖται τὸν πατριάρχην Νι‐ κόλαον καὶ τοὺς αὐτῆς μεγιστάνους, καὶ ἀποστέλλει πρὸς Ῥωμα‐ | |
5 | νὸν τὸ γεγονὸς θέλουσα μαθεῖν. τούτων οὖν διαπερασάντων, λί‐ θοις ὁ λαὸς αὐτοὺς ἐξήλασαν βάλλοντες. ἕωθεν οὖν ἐξελθοῦσα Ζωὴ ἐν τῷ τοῦ Βουκολέοντος ἡλιακῷ ἐπεφώνει τῷ υἱῷ καὶ πᾶσι, πῶς ἄρα γέγονεν ἡ ἀνταρσία αὕτη; ἔφησε δὲ πρὸς αὐτὴν ὁ παι‐ δαγωγὸς τοῦ βασιλέως Κωνσταντίνου Θεόδωρος ὅτι διὰ τὸ ἀπολέ‐ | |
10 | σαι Λέοντα τὸν Φωκᾶν τοὺς Ῥωμαίους καὶ Κωνσταντῖνον παρα‐ κοιμώμενον τὸ παλάτιον ταῦτα γεγόνασι. προσελάβετο δὲ ὁ βα‐ σιλεὺς Νικόλαον τὸν πατριάρχην καὶ Στέφανον μάγιστρον συνεῖναι αὐτῷ ἐν τῷ παλατίῳ, τὴν ἐξουσίαν εἰς ἑαυτὸν ἀπὸ τῆς μητρὸς ἐπισπώμενος. τῇ δὲ ἐπαύριον ἀπέστειλεν Ἰωάννην τὸν Τουβάκην | |
15 | Ζωὴν Αὐγούσταν τοῦ παλατίου καταβιβάσαι. ἡ δὲ μετ’ ὀλολυ‐ γῆς καὶ δακρύων τῷ ἑαυτῆς προσπλακεῖσα υἱῷ πρὸς συμπάθειαν μητρικὴν καὶ οἶκτον τὸν υἱὸν ἐκίνησεν, ὡς τὸν βασιλέα εἰπεῖν πρὸς τοὺς ἄγοντας “ἐάσατε μετ’ ἐμοῦ εἶναι τὴν μητέρα μου.” οἱ δὲ ταύτην ἅμα τῷ λόγῳ ἀφῆκαν. προσκαλεσάμενος δὲ ὅ τε βασι‐ | |
20 | λεὺς καὶ ὁ πατριάρχης Ἰωάννην τὸν Γαριδᾶν προεβάλοντο δομέ‐ στικον τῶν σχολῶν, δεδιότες μὴ εἰς ἀνταρσίαν χωρήσῃ ὁ Φωκᾶς Λέων. ὁ δὲ οὔτ’ ἔνευσε τοῦτο γενέσθαι, εἰ μὴ Θεόδωρον τὸν | |
γυναικάδελφον αὐτοῦ τὸν Ζουφινεζὲρ καὶ Συμεὼν τὸν υἱὸν αὐτοῦ | ||
393 | προεβάλετο ἑταιρειάρχας. ὅρκοις οὖν βεβαιωθεὶς ὑπ’ αὐτῶν κατῆλθεν ἐν τῷ οἴκῳ αὐτοῦ. οἱ δὲ παραυτίκα τοὺς συγγενεῖς αὐ‐ τοῦ τοῦ παλατίου καταβιβάζουσιν. τούτων οὖν πρὸς αὐτὸν ἐλ‐ θόντων, ὡς ἐθεάσατο αὐτούς, τρόμος αὐτὸν ἔλαβεν καὶ φρενῶν | |
5 | ἔκστασις. εὐθὺς οὖν ἐξῆλθε πρὸς Ῥωμανόν, καὶ διηγήσατο αὐτῷ οἷα πέπονθεν. συμφιλιωθεὶς οὖν αὐτῷ, καὶ ὅρκους δοὺς καὶ λαβὼν ὥστε μίαν ἔχειν ἀμφοτέρους ψυχήν, σύμφρων αὐτῷ καὶ σύμπνους ἐγένετο, ὥστε καὶ γαμικὸν συνάλλαγμα ποιήσασθαι συνεφώνησαν, πλέον ἐκ τούτου τὸν τῆς ἀγάπης δεσμὸν ἐπισφίγ‐ | |
10 | γοντες. 12 Τῇ εἰκάδι οὖν τετάρτῃ τοῦ Μαρτίου μηνὸς ἀποστέλ‐ λει Ῥωμανὸς Ἰωάννην πρεσβύτερον, οἰκεῖον αὐτῷ καὶ πιστότατον ὄντα, καὶ Θεόδωρον τὸν Ματζούκην εἰς τὸ παλάτιον ὑπεραπολο‐ γουμένους, ὡς οὐκ ἐπ’ ἀνταρσίας γέγονε τὸ παρ’ ἐμοῦ διαπραχθέν, | |
15 | ἀλλὰ τὴν τοῦ Φωκᾶ ἐπίθεσιν ὑφορώμενος, καὶ δεδιὼς μή τι νεω‐ τερισθείη παρ’ αὐτοῦ εἰς τὸν βασιλέα, τούτου ἕνεκα ἀνελθεῖν ἐν τῷ παλατίῳ βεβούλευμαι καὶ τὴν φυλακὴν ποιεῖσθαι τοῦ βασι‐ λέως. μὴ συνευδοκοῦντος δὲ Νικολάου πατριάρχου ἐν τούτῳ, ἐμηνύθη Ῥωμανὸς παρὰ Θεοδώρου τοῦ ῥηθέντος παιδαγωγοῦ ἐλ‐ | |
20 | θεῖν μετὰ στόλου παντὸς μέχρι τοῦ Βουκολέοντος. ὃς μετὰ τῶν σὺν αὐτῷ βουλευσάμενος (τὸ γὰρ ἄγον ἦγεν αὐτὸν) τῇ ἡμέρᾳ τοῦ εὐαγγελισμοῦ τῆς ὑπεραμώμου παρθένου καὶ θεοτόκου | |
(πέμπτη δὲ ἦν) ἦλθεν ἔνοπλος ἅμα τῷ στόλῳ παντὶ ἐν τῷ Βου‐ | ||
394 | κολέοντι. καὶ παρευθὺ Στέφανος μὲν μάγιστρος ἐξῆλθε τοῦ πα‐ λατίου, Νικήτας δὲ πατρίκιος ὁ συμπενθερὸς Ῥωμανοῦ ἀνελθὼν ἐν τῷ παλατίῳ ἐξήγαγεν ἐκεῖθεν τὸν πατριάρχην Νικόλαον. ὅρ‐ κοις οὖν βεβαιωθέντες οἱ τοῦ παλατίου παρὰ Ῥωμανοῦ ἀπέστειλαν | |
5 | πρὸς αὐτὸν τὸν ζῳοποιὸν καὶ τίμιον σταυρὸν καὶ προσκυνήσας αὐτὸν καὶ ὅρκοις βεβαιώσας αὐτοὺς ἀνῆλθε μετ’ αὐτῶν ἐν τῷ πα‐ λατίῳ καὶ ὀλίγων τινῶν, προσκυνήσων τὸν βασιλέα. καὶ εἰσελ‐ θὼν μετ’ αὐτοῦ ἐν τῷ ναῷ τῷ ἐν τῷ Φάρῳ, καὶ πίστεις αὐτῷ δοὺς καὶ λαβών, παρευθὺ προχειρίζεται παρ’ αὐτοῦ μάγιστρος | |
10 | καὶ μέγας ἑταιρειάρχης. αὐτίκα γοῦν θεία κέλευσις πρὸς Λέοντα τὸν Φωκᾶν, παρεγγυωμένη μηδαμῶς στάσιν τινὰ ἐννοῆσαι. ὡσαύτως καὶ γράμματα ἐκελεύσθη Κωνσταντῖνος παρακοιμώμενος γράψαι, τὰ ὅμοια αὐτῶν παραγγέλλοντα καὶ μηδὲν ἐναντίον βου‐ λεύσασθαι, ἀλλ’ ἐν ὑποταγῇ εἶναι βασιλέως Κωνσταντίνου. ἀνα‐ | |
15 | λαβόμενος οὖν ταῦτα Ἀνδρέας πριμικήριος τοῦ βασιλικοῦ βεστια‐ ρίου ἀπεκόμισεν αὐτῷ ταῦτα ἐν Καππαδοκίᾳ ὄντι· καὶ δεξάμενος ταῦτα καὶ ἀναγνούς, ἀπελθὼν ἐν τῷ ἰδίῳ οἴκῳ ἡσύχαζεν. 13 Τῇ δὲ πέμπτῃ ἑβδομάδι τῶν ἁγίων νηστειῶν, Ἀπριλ‐ λίῳ μηνί, δίδοται ἀρραβὼν γαμικοῦ συναλλάγματος παρὰ Κων‐ | |
20 | σταντίνου βασιλέως Ἑλένῃ τῇ θυγατρὶ Ῥωμανοῦ, ᾗ πρὸς κάλλος σωματικὸν προσήκμαζεν καὶ σύνεσις· καὶ τῇ τρίτῃ τοῦ πάσχα, λεγομένῃ τῆς Γαλιλαίας, εὐλογεῖται καὶ στεφανοῦται ἅμα αὕτη | |
παρὰ Νικολάου πατριάρχου, Ῥωμανὸν βασιλεοπάτορα προβαλό‐ | ||
395 | μενος· ἀντ’ αὐτοῦ δὲ Χριστοφόρον υἱὸν αὐτοῦ ἑταιρειάρχην κατέ‐ στησε. μετ’ οὐ πολὺ δὲ Λέων ὁ Φωκᾶς ἀπατηθεὶς παρά τε τι‐ νῶν ἀρχόντων καὶ τῶν αὐτοῦ ταγμάτων πρὸς ἀνταρσίαν κινεῖται. καὶ ἀνελάβετο σὺν αὐτῷ τόν τε παρακοιμώμενον Κωνσταντῖνον, | |
5 | καὶ Κωνσταντῖνον καὶ Ἀναστάσιον τοὺς Γογγυλίους καὶ αὐταδελ‐ φούς, καὶ Κωνσταντῖνον πρωτασηκρῆτιν τὸν Μαλελίας, πληρο‐ φορῶν ἅπαντας καὶ βεβαιῶν ὡς ὑπὲρ τοῦ βασιλέως Κωνσταντίνου τὴν αὐτὴν ποιεῖται κίνησιν. Ῥωμανὸς δὲ ὁ βασιλεοπάτωρ χρυ‐ σοβούλλια ποιήσας ἐνυπόγραφα ὡς ἐκ προσώπου τοῦ βασιλέως | |
10 | Κωνσταντίνου, τῆς τοιαύτης ἐπιβουλῆς ἀνατροπὴν περιέχοντα, καὶ ὡς οἱ τὸν Φωκᾶν καταλιμπάνοντες τῷ βασιλεῖ δὲ προσφεύ‐ γοντες ὑπὲρ τοῦ βασιλέως εἰσίν, δοὺς αὐτὰ Ἄννῃ γυναικὶ ἀναιδεῖ καὶ θρασείᾳ, ἣν καὶ Βασιλικὴν προσηγόρευσαν, καὶ κληρικῷ τινὶ Μιχαήλ, ἐν τῷ αὐτοῦ στρατοπέδῳ ἐξέπεμψεν. οἱ δὲ ταῦτα ἀνα‐ | |
15 | λαβόμενοι λάθρα διέσπειραν παντὶ τῷ στρατῷ. καὶ ὁ μὲν Μι‐ χαὴλ φωραθεὶς παρὰ τοῦ Φωκᾶ, ἀνηλεῶς τυφθείς, τήν τε ῥῖνα καὶ τὰ ὦτα ἀπετμήθη· ὃς μετὰ ταῦτα παρὰ Ῥωμανοῦ τῆς προση‐ κούσης ἔτυχεν ἀμοιβῆς· ὡσαύτως καὶ ἡ σὺν αὐτῷ σταλεῖσα γυνή. πρῶτος οὖν ὁ τοῦ Βαρυμιχαὴλ υἱὸς Κωνσταντῖνος, τοῦ τάγματος | |
20 | ἄρχων τῶν ἱκανάτων, καταλιπὼν τὸν Φωκᾶν τῷ Ῥωμανῷ προσέ‐ δραμεν, ἀρχὴ γεγονὼς καταλύσεως τῆς τοιαύτης ἀποστασίας. σὺν αὐτῷ δὲ καὶ ὁ Βαλάντιος καὶ ὁ λεγόμενος Ἄτζμωρος, τουρ‐ | |
μάρχαι ὄντες καὶ ἀμφότεροι. Λέων οὖν ὁ Φωκᾶς μετὰ λαοῦ | ||
396 | πλείστου ἰσχυρῶς καθωπλισμένου ἐν Χρυσοπόλει καταλαβὼν διέ‐ στησε παρατάξεις ἀπὸ τῆς λιθίνης δαμάλεως μέχρι Χαλκηδόνος, τοὺς ἐν πόλει φοβῶν. ἀποστέλλεται οὖν μετὰ δρόμωνος παρὰ Ῥωμανοῦ Συμεὼν ὁ ἐπὶ τοῦ κανικλείου, λόγον ἐνυπόγραφον | |
5 | τοῦ βασιλέως Κωνσταντίνου ἐπιφερόμενος, τάδε διαγορεύοντα, (14) ὡς ἐγὼ φύλακα τῆς ἐμῆς δεσποτείας καὶ βασιλείας ἐγρη‐ γορώτατον καὶ εὐνούστατον καὶ πιστότατον οὐδένα τῶν ὑπὸ χεῖρα ἢ Ῥωμανὸν εὑρηκὼς τούτῳ τὴν ἐμὴν φυλακὴν μετὰ θεὸν ἐπίστευσα καὶ ἀντὶ πατρὸς αὐτὸν ἔκρινα, σπλάγχνα πατρικὰ καὶ διάθεσιν | |
10 | γονικὴν πρὸς ἐμὲ ἐνδειξάμενον. Λέοντα δὲ τὸν Φωκᾶν ἀεὶ τῇ ἐμῇ βασιλείᾳ ὑποπτεύων ἐπιβουλεύειν νῦν μὲν ἔργοις αὐτοῖς ἐπί‐ βουλον εὕρηκα καὶ τῆς ἐμῆς ἀρχῆς τυραννικῶς κατεξανιστάμενον. διὸ οὔτε δομέστικον αὐτὸν ἀπὸ τοῦ νῦν εἶναι βούλομαι· οὔτε γὰρ ταύτην τὴν ἀνταρσίαν μετὰ βουλῆς ἐμῆς πεπραχέναι φημί, ἀλλ’ | |
15 | αὐθαιρέτῳ γνώμῃ ταύτην ποιήσασθαι τὴν ἐπίθεσιν, ἑαυτῷ τὴν βασιλείαν σφετεριζόμενον. τούτων οὖν τῷ λαῷ ἀναγνωσθέντων ἤρξαντο πάντες ἀναχωρεῖν καὶ τῷ βασιλεοπάτορι προσρύεσθαι Ῥωμανῷ. τοῦ Φωκᾶ δὲ εἰς ἀμηχανίαν περιστάντος καὶ ἀπογνόν‐ τος ὡς πάσης ἐλπίδος ἠστοχηκότος, καὶ χρησαμένου φυγῇ καὶ | |
20 | πρὸς τὸ κάστρον Ἀτεοῦς παραγενομένου καὶ μὴ δεχθέντος, ἐν χωρίῳ ὀνομαζομένῳ Γοηλέοντι καταστήσαντος καὶ συλληφθέντος, ἀπέστειλεν Ῥωμανὸς Ἰωάννην τὸν Τουβάκην καὶ Λέοντα τὸν αὐ‐ | |
τοῦ συγγενῆ ὥστε εἰσαγαγεῖν αὐτὸν ἐν τῇ πόλει. οἱ δὲ τοῦτον | ||
397 | κρατήσαντες ἀπετύφλωσαν, καίτοι μηδεμίαν περὶ τούτου δεξάμε‐ νοι ἐντολὴν καὶ αὐθαιρέτῳ γνώμῃ τοῦτο πεποιηκότες, ὡς ἀγανα‐ κτῆσαι ἐπὶ τούτῳ καὶ τὸν βασιλεοπάτορα Ῥωμανόν. 15 Αὐγούστῳ δὲ μηνὶ κατεμηνύθη τὰ τῆς ἐπιβουλῆς | |
5 | Κωνσταντίνου Κτηματινοῦ καὶ Δαβὶδ Καμουλιανοῦ καὶ Μιχαὴλ κουράτωρος τῶν μαγγάνων· καὶ τυφλωθέντες οὗτοι διὰ μέσης διῆλθον τῆς πόλεως καὶ ἐξορίᾳ παρεπέμφθησαν. ἤγαγον δὲ καὶ Λέοντα μάγιστρον καὶ δομέστικον τῶν σχολῶν ἐν τῇ πόλει, καὶ διῆλθεν ἐν μέσῃ τῇ ἀγορᾷ ἡμιόνῳ καθεζόμενος. | |
10 | 16 Ἐφωράθη δὲ καὶ Ζωὴ Αὐγοῦστα ἐπιβουλεύουσα Ῥω‐ μανῷ διὰ πεφαρμαγμένων βρωμάτων, ὑπὸ Θεοκλήτου νοταρίου τῆς ὑπουργίας σκευασθέντων· καὶ ταύτην τοῦ παλατίου καταβι‐ βάζουσιν καὶ εἰς τὸ Πετρίον ἀπάγουσιν ἐν τῇ τῆς ἁγίας Εὐφημίας μονῇ ἀποκείραντες. προσεκλήθη δὲ παρὰ Θεοφυλάκτου πατρι‐ | |
15 | κίου καὶ κόμητος τοῦ στάβλου εἰς ἄριστον ὁ παιδαγωγὸς Κων‐ σταντίνου βασιλέως Θεόδωρος καὶ Συμεὼν ὁ αὐτοῦ ἀδελφός· ἐσθιόντων δὲ αὐτῶν εἰσῆλθεν Ἰωάννης δρουγγάριος τῆς βίγλης ὁ Κουρκούας λεγόμενος μετὰ πλείστου λαοῦ, καὶ τούτους ἀναρπά‐ σας εἰς τὸ Ὀψίκιον ἐξώρισεν ἐν τοῖς ἑαυτῶν προαστείοις ὡς κατὰ | |
20 | Ῥωμανοῦ μελετῶντας. 17 Εἰκάδι δὲ τετάρτῃ Σεπτεμβρίου μηνὸς τιμᾶται Ῥω‐ | |
μανὸς τῇ τοῦ Καίσαρος ἀξίᾳ· καὶ Δεκεμβρίῳ μηνί, ιζʹ τοῦ μη‐ | ||
398 | νός, τῇ τῶν προπατόρων κυριακῇ, τῷ τῆς βασιλείας στέφεται διαδήματι παρὰ Κωνσταντίνου βασιλέως καὶ Νικολάου πα‐ τριάρχου. | |
4t | ΒΑΣΙΛΕΙΑ | |
5t | ΡΩΜΑΝΟΥ. | |
6 | Ἐν ἔτει ͵ϛυκηʹ, ἰνδικτιῶνος ηʹ καὶ Ἰανουαρίῳ ϛʹ, τῇ τῶν ἁγίων φώτων ἡμέρᾳ στέφει Θεοδώραν τὴν γυναῖκα αὐτοῦ. Μαΐῳ δὲ μηνὶ ιζʹ στέφει Χριστοφόρον τὸν υἱὸν αὐτοῦ διὰ βασιλέως τῇ τῆς ἁγίας πεντηκοστῆς ἡμέρᾳ, καὶ μόνοι δύο ἐν τῇ αὐτῇ προελεύσει | |
10 | προῆλθον. Ἰουλίῳ δὲ μηνί, ἰνδικτιῶνος ηʹ, ἡμέρᾳ κυριακῇ, ἡ τῆς ἐκκλησίας παρὰ Ῥωμανοῦ γέγονεν ἕνωσις, ἁπάντων ἑνωθέν‐ των μητροπολιτῶν τε καὶ κληρικῶν τῶν ἀπὸ Νικολάου πατριάρχου καὶ Εὐθυμίου διεσχισμένων. 2 Ὀγδόῃ δὲ Φεβρουαρίου μηνός, ἰνδικτιῶνος θʹ, ἀπο‐ | |
15 | στείλας Ῥωμανὸς ὑπερορίζει Στέφανον τῆς Καλομαρίας εἰς τὴν Ἀντιγόνου νῆσον, ὡς τῆς βασιλείας ἐφίεσθαι κατηγορηθέντα, μοναχὸν αὐτὸν ἀποκείρας ἅμα Θεοφάνει Τειχιώτῃ καὶ Παύλῳ Ὀρφανοτρόφῳ ἀνθρώποις αὐτοῦ. 3 Ἐποίησεν δὲ Ῥωμανὸς βασιλεὺς πρόκενσον ἐν τῷ τρι‐ | |
20 | βουναλίῳ, συνηγμένων ἁπάντων μεθ’ ὅπλων ἐκεῖσε. ἀδνουμίου | |
399 | δὲ γενομένου αἰφνίδιον Ῥωμανὸς καὶ Κωνσταντῖνος τάχει πολλῷ εἰς τὸ παλάτιον ὑποστρέφει. ἐμηνύθη γὰρ παρὰ Λέοντος ἀν‐ θρώπου τοῦ Ἀρσενίου ἡ αὐτοῦ Ἀρσενίου ἐπιβουλὴ καὶ Παύλου μαγγλαβίτου· οἳ τυφθέντες καὶ δημευθέντες ἐξωρίσθησαν. ἦν δὲ | |
5 | τότε παραδυναστεύων ὁ πρεσβύτερος Ἰωάννης ὁ ῥαίκτωρ, ὃς Λέοντα τὸν τοῦ Ἀρσενίου ἐποίησεν ἑβδομαδάριον, τῷ βασιλεῖ τοῦτον προσοικειώσας. Ῥωμανὸν δὲ τὸν υἱὸν Λέοντος, ὡς ἔφθην εἰπών, τοῦ Ἀργυροῦ, Ῥωμανὸς ὁ βασιλεὺς γαμβρὸν ἐποιήσατο, ἄνδρα ὄντα ὑπερώμιον, καὶ κάλλει σώματος καὶ ἰδέᾳ καὶ συνέσει | |
10 | καὶ μάλιστα τῇ ἐλεημοσύνῃ καὶ ἐπιδόσει καὶ τῇ ἀγαθότητι καὶ ἁπλότητι κοσμούμενον, δοὺς αὐτῷ τὴν θυγατέρα αὐτοῦ Ἀγάθην. 4 Ἐγένετό τις Ῥεντάκιος Ἑλλαδικός, συγγενὴς ὢν Νι‐ κήτα τοῦ πατρικίου, ἀπαίδευτος δὲ καὶ πατραλοίας· ὃς τὸν ἑαυ‐ τοῦ πατέρα καταδιώκων φονεῦσαι, ἐπειδήπερ ἐκεῖνος φεύγων αὐ‐ | |
15 | τοῦ τὴν ἐπίθεσιν ἐν πλοίῳ εἰσελθὼν ἐξέπλει καὶ παρὰ Σαρακηνῶν τῶν Κρητῶν κατεσχέθη, οὗτος ὁ Ῥεντάκιος ἄδειαν εὑρὼν πάντα τὰ τοῦ πατρὸς ἐληΐσατο, καὶ ἐν τῇ πόλει ἐλθὼν τῇ μεγάλῃ τοῦ θεοῦ ἐκκλησίᾳ προσέφυγεν. Ῥωμανὸς δὲ ὁ βασιλεὺς τὰς αὐτοῦ ἀταξίας καὶ λεηλασίας ἀναμαθὼν τοῦτον τῆς ἐκκλησίας ἐξαγαγεῖν | |
20 | ἐβουλεύσατο καὶ παιδεῦσαι. ὁ δὲ ψευδεῖς ἐπιστολὰς πρὸς Βουλ‐ γάρους πλασάμενος πρὸς αὐτοὺς αὐτομολῆσαι ἐβούλετο. κρατη‐ | |
θεὶς δὲ καὶ ἐλεγχθεὶς τῆς τε οὐσίας καὶ τῶν ὀφθαλμῶν στερεῖται. | ||
400 | 5 Τῶν δὲ Βουλγάρων πάλιν ἐξελασάντων μέχρι Κατα‐ σύρτων μετὰ τὴν τοῦ δομεστίκου Ἀδραλέστου τελευτήν, προε‐ βλήθη Πόθος ὁ τοῦ Ἀργυροῦ, ἀνὴρ κάλλιστος καὶ ἐμπειρότατος, δομέστικος τῶν σχολῶν· καὶ μέχρι Θερμοπόλεως μετὰ τῶν ταγμά‐ | |
5 | των ἐξελθὼν ἀπέστειλε Μιχαὴλ τὸν τοῦ Μωρολέοντος υἱόν, το‐ ποτηρητὴν ὄντα, τοὺς Βουλγάρους κατασκοπῆσαι. ὁ δὲ ἀπροό‐ πτως τῷ λόχῳ αὐτῶν ἐμπεσὼν πολλοὺς μὲν τῶν Βουλγάρων ἀνεῖ‐ λεν, πληγεὶς δὲ καὶ αὐτὸς ἐν τῇ πόλει εἰσελθὼν ἐτελεύτησεν. 6 Ἐμηνύθη δὲ τότε διὰ Θεοκλήτου νοταρίου τῆς ὑπουρ‐ | |
10 | γίας ἡ κατὰ Ῥωμανοῦ βασιλέως ἐπιβουλὴ Ἀναστασίου σακελλα‐ ρίου καὶ ἄρχοντος τοῦ χρυσοχέστου, καὶ Θεοδωρήτου κοιτωνίτου, καὶ Δημητρίου βασιλικοῦ νοταρίου τοῦ εἰδικοῦ, καὶ Νικολάου τοῦ Κουβάτζη καὶ Θεοδότου πρωτοκαράβου, οἳ ὑπὲρ Κωνσταν‐ τίνου βασιλέως δῆθεν ἐσπούδαζον· καὶ διελεγχθέντες ἐτύφθησαν | |
15 | καὶ ἐν τῇ μέσῃ διῆλθον καὶ ὑπερόριοι κατέστησαν. ὁ δὲ Θεοδώ‐ ρητος ἰδίᾳ ἐν τῷ Τρικόγχῳ τοῦ παλατίου τυφθεὶς καὶ αὐτὸς ἐξω‐ ρίσθη. τὸν δὲ Ἀναστάσιον σακελλάριον ἀπέκειραν ἐν τῇ μονῇ τῶν Ἐλεγμῶν, ἔνθα καὶ τελευτᾷ. 7 Τῆς τοιαύτης δὲ προφάσεως λαβόμενος Ῥωμανὸς τὸν | |
20 | βασιλέα Κωνσταντῖνον ὑποβιβάζει καὶ δεύτερον καθίστησιν, ἑαυ‐ τὸν δὲ προάγει εἰς τοὔμπροσθεν, τῷ τὰς ἐπιβουλὰς καὶ τὸν ἐξ | |
αὐτῶν θάνατον δεδοικέναι, τῇ ἐπιορκίᾳ, φεῦ τῶν ἀνθρωπίνων | ||
401 | πραγμάτων! περιπεσών· προησφαλίσατο καὶ γὰρ μὴ ἑαυτὸν ἀνα‐ γορεῦσαι τούτου ἔμπροσθεν αὐτοκράτορα. 8 Ἐκστρατεύει δὲ πάλιν Συμεὼν κατὰ Ῥωμαίων· καὶ πλῆθος Βουλγάρων ἀποστείλας ἅμα καὶ Χαγάνῳ καὶ Μηνικῷ καὶ | |
5 | ἑτέροις ἐκέλευσεν κατὰ τῆς πόλεως ὅτι τάχιστα ἐξελαύνειν. διελ‐ θόντες οὖν διὰ τῶν ὀρῶν ἦλθον μέχρι τῶν Μαγγλαβᾶ. τὴν αὐ‐ τῶν δὲ ἔφοδον μαθὼν ὁ βασιλεὺς Ῥωμανός, λογισάμενος μὴ τὰ τῶν Πηγῶν παλάτια καὶ τὸ Στενὸν κατελθόντες ἐμπρήσωσιν, Ἰωάννην ῥαίκτωρα ἀποστέλλει ἅμα Λέοντι καὶ Πόθῳ τοῖς Ἀργυ‐ | |
10 | ροῖς, ἔχοντας μεθ’ ἑαυτῶν πλῆθος ἱκανὸν ἔκ τε τῶν βασιλικῶν καὶ τῆς ἑταιρείας καὶ τῶν ταγματικῶν· οἷς συνῆν καὶ Ἀλέξιος πατρίκιος δρουγγάριος τῶν πλωΐμων ὁ Μουσελὲ μετὰ τοῦ λαοῦ αὐτοῦ. ἦν δὲ πέμπτη τῶν νηστειῶν ἑβδομάς. διατάξαντες οὗ‐ τοι τὸν λαὸν ἐν τοῖς πεδινοῖς καὶ χθαμαλωτέροις τόποις τῶν Πη‐ | |
15 | γῶν, τῶν Βουλγάρων ἄνωθεν ἀναφανέντων ἐνόπλων, βοῇ χρη‐ σαμένων ἀσήμῳ καὶ φοβερᾷ καὶ σφοδροτάτως παρελασάντων κατ’ αὐτῶν, παρευθὺ μὲν φεύγει Ἰωάννης ὁ ῥαίκτωρ, σφάττεται δὲ ὑπὲρ τούτου ἀγωνιζόμενος Φωτεινὸς ὁ τοῦ Πλατυπόδη υἱὸς καὶ πολλοὶ ἕτεροι. μόλις οὖν ὁ ῥαίκτωρ διασωθεὶς εἰσῆλθεν εἰς τὸν | |
20 | δρόμωνα. ἦλθεν δὲ φεύγων ἔνοπλος καὶ Ἀλέξιος δρουγγάριος ὁ Μουσελέ, καὶ μὴ ἰσχύσας τέλεον ἀνελθεῖν ἐν τῇ τοῦ δρόμωνος ἀποβάθρᾳ, πεσὼν ἐν τῇ θαλάσσῃ σὺν τῷ αὐτοῦ πρωτομανδάτορι | |
ἀπεπνίγη. Ἀργυροὶ δέ, ὅ τε Πόθος καὶ Λέων πατρίκιος, ἐν | ||
402 | τῷ καστελλίῳ φυγόντες διεσώθησαν. πλώϊμοι δὲ καὶ τὸ ἅπαν πλῆθος, οἱ μὲν τὰς τῶν πολεμίων χεῖρας φεύγοντες ἐν τῇ θαλάσσῃ ἀπεπνίγησαν, οἱ δὲ σιδήρου γεγόνασι παρανάλωμα, οἱ δὲ χερσὶ Βουλγαρικαῖς συνελήφθησαν. οἱ δὲ Βούλγαροι μηδένα τὸν δια‐ | |
5 | κωλύοντα ἔχοντες τά τε τῶν Πηγῶν παλάτια ἐπυρπόλησαν καὶ τὸ Στενὸν ἅπαν κατέκαυσαν. οὕτως ἄρα δεινὸν ἀβουλία καὶ ἀπειρία θρασύτητα σύμμαχον ἔχουσα. 9 Εἰκάδι δὲ Φεβρουαρίῳ μηνί, ἰνδικτιῶνος δεκάτης, Θεοδώρα σύμβιος Ῥωμανοῦ τελευτᾷ, καὶ κατετέθη τὸ σῶμα αὐ‐ | |
10 | τῆς ἐν τῷ οἴκῳ αὐτοῦ τοῦ βασιλέως Ῥωμανοῦ τῷ ὑπ’ αὐτοῦ μο‐ ναστήριον ἀμειφθέντι. τῷ δὲ αὐτῷ μηνὶ στέφεται Σοφία ἡ τοῦ βασιλέως Χριστοφόρου γυνή. τηνικαῦτα δὲ καὶ ὁ κουροπαλάτης Ἴβηρ ἐν τῇ πόλει παρεγένετο, καὶ διὰ μέσης τῆς ἀγορᾶς διελθών, κεκοσμημένης λαμπρῶς, μετὰ δόξης πολλῆς καὶ τιμῆς ὑπεδέχθη· | |
15 | ὃν καὶ ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ σοφίᾳ ἀπήγαγον, τὸ κάλλος αὐτῆς καὶ τὸ μέγεθος θεασόμενον καὶ τὸν πολυτελῆ κόσμον. καλλωπί‐ σαντες γὰρ ταύτην καὶ περιστείλαντες πέπλοις χρυσοϋφέσι καὶ κόσμῳ παντοίῳ, οὕτως αὐτὸν εἰσήγαγον ἐν αὐτῇ. ὁ δὲ τὸ θαυ‐ μαστὸν καὶ ὑπερμέγεθες τοῦ ναοῦ ἔργον καταπλαγεὶς καὶ τὸν πο‐ | |
20 | λυτελῆ κόσμον ὑπερθαυμάσας, καὶ ἀληθῶς θεοῦ κατοικίαν εἶναι τὸν ἱερὸν χῶρον τοῦτον εἰπών, αὖθις ὑπέστρεψεν εἰς τὰ ἴδια. 10 Τῶν δὲ Βουλγάρων πάλιν ἐκστρατευσάντων καὶ μέχρι | |
τῆς ἁγίας Θεοδώρας ἐλθόντων παλατίων καὶ ταῦτα πυρὶ παραδι‐ | ||
403 | δόντων, εἰς ἄριστον ὁ βασιλεὺς Ῥωμανὸς τῶν ταγμάτων ἄρχον‐ τας συνεκάλεσεν, συνόντος αὐτοῖς καὶ τοῦ λεγομένου Σακτίκη. καὶ παρῄνει τούτοις καὶ προὐτρέπετο κατὰ τῶν ἐναντίων ἐξελθεῖν καὶ τῆς πατρίδος ὑπεραγωνίσασθαι. οἱ δὲ συνέθεντο ἑτοίμως τῆς | |
5 | αὐτοῦ βασιλείας καὶ τῶν Χριστιανῶν ὑπεραποθνήσκειν. τῇ οὖν ἐπαύριον καθοπλισθεὶς παρὰ τοῦ βασιλέως ὁ εἰρημένος Σακτίκης ἀληθῆ οὖσαν τὴν αὐτοῦ πίστιν καὶ ἀνδρίαν ἀπέδειξεν· ὄπισθεν γὰρ τῶν Βουλγάρων γενόμενος καὶ εἰς τὸ στρατόπεδον αὐτῶν εἰσελθὼν πάντας τοὺς ἐκεῖ εὑρεθέντας κατέσφαξεν. μαθόντες οὖν | |
10 | οἱ Βούλγαροι τὸ γεγονὸς ὑποστρέφουσιν ἐν τῷ στρατοπέδῳ, καὶ πολέμου συγκροτηθέντος τρέπουσι τὸν Σακτίκην σὺν ὀλίγων ὑπάρ‐ χοντα. ὁ δὲ ἐπειδὴ γενναίως ἀγωνισάμενος καὶ πολλοὺς ἀνελὼν οὐκέτι ἀντέχειν ἠδύνατο πρὸς τὸ πλῆθος τῶν πολεμίων, μεθίησι τοῦ ἵππου τὸν χαλινὸν καὶ εἰς φυγὴν ἤλαυνε. ποταμὸν δέ τινα | |
15 | παραρρέοντα διαπερῶν, τοῦ ἵππου αὐτοῦ ἐν τῇ τούτου ἰλύϊ ἐμπα‐ γέντος, τιτρώσκεται κατὰ τῆς ἕδρας καὶ τοῦ μηροῦ. μόλις οὖν τοῦ ἵππου ἐκ τῆς ἰλύος ἀνασπασθέντος συνεργείᾳ τῶν ὑπὸ χεῖρα διασώζεται μέχρι τῶν Βλαχερνῶν· καὶ τεθεὶς ἐν τῇ ἁγίᾳ σορῷ, καιρίας τῆς πληγῆς οὔσης, τῇ νυκτὶ ἐτελεύτησεν. | |
20 | 11 Τηνικαῦτα δὲ καὶ Πετρωνᾶς αἰδεσιμώτατος προστά‐ ξει Ῥωμανοῦ βασιλέως ἤγαγεν λαρνακίδιον ἔνδοξον ἓν καὶ ἕτερα | |
δύο γλυφῆς ἀμοιροῦντα ἐκ τῆς τοῦ ἁγίου Μάμαντος ἀνδρείας μο‐ | ||
404 | νῆς, τῆς πλησίον οὔσης τῆς Ξηροκέρκου λεγομένης πόρτης, ἐν οἷς φασὶ συναποκεῖσθαι Μαυρίκιον σὺν τοῖς παισίν· ἃ καὶ ἀπε‐ τέθη ἐν τῇ τοῦ βασιλέως Ῥωμανοῦ μονῇ ἤτοι εἰς τὸ Μυρέλαιον. 12 Ἀδριανὸς δέ τις Χάλδος, πρὸς δὲ Τατζάκης Ἀρμέ‐ | |
5 | νιος πλούσιος πάνυ, τῇ ὑποθήκῃ καὶ συμβουλῇ Βάρδα τοῦ Βοήλα στρατηγοῦντος ἐν Χαλδίᾳ τυραννίδα καὶ ἀνταρσίαν κατὰ Ῥωμα‐ νοῦ βασιλέως σκευάζουσι, τὸ Παΐπερτε λεγόμενον ὀχύρωμα κατα‐ σχόντες· οὓς ὁ τῶν σχολῶν δομέστικος Ἰωάννης ὁ Κουρκούας καταπολεμήσας καὶ κατασχὼν τοὺς μὲν περιφανεστέρους ἀποτυ‐ | |
10 | φλοῖ, τὰς οὐσίας αὐτῶν δημεύσας, τοὺς δὲ πενιχροὺς καὶ ἀσή‐ μους ἀθῴους κελεύσας ὅπη βούλοιντο ἀπιέναι. Τατζάκης δὲ ἐν ἑτέρῳ ὀχυρωτάτῳ καστελλίῳ φυγών, καὶ λόγον τοῦ μή τι κακὸν παθεῖν δεξάμενος, ἐν τῇ πόλει εἰσεληλύθει, καὶ τῇ τοῦ μαγγλα‐ βίτου ἀξίᾳ τιμηθεὶς ἐν τῷ οἴκῳ τῶν Μαγγάνων διῃτᾶτο τηρού‐ | |
15 | μενος. δρασμὸν δὲ βουλευσάμενος ἁλίσκεται καὶ τῶν ὀμμάτων στερεῖται. Βάρδαν δὲ τὸν Βοήλαν ἀπέκειραν μοναχόν, τοῦ βα‐ σιλέως αὐτὸν κατοικτείροντος φίλον τυγχάνοντα. 13 Τοῦ δὲ πατρικίου τοῦ οὕτως ἐπονομαζομένου Μωρο‐ λέοντος, ἢ μᾶλλον εἰπεῖν οἰκειότερον Θυμολέοντος, Ἀδριανουπό‐ | |
20 | λεως στρατηγοῦντος, κρατίστου τὰ πολεμικὰ καὶ περιδεξίου τυγχά‐ νοντος, ὃς πλείστας κατὰ Βουλγάρων ἀνδραγαθίας ἐπεδείξατο, ὁ Βούλγαρος Συμεὼν τὴν εἰρημένην πόλιν σὺν παντὶ τῷ στρατεύ‐ | |
ματι περιεκύκλωσεν, καὶ χάρακα περιβαλὼν ἰσχυρῶς ταύτην ἐπο‐ | ||
405 | λιόρκει. ἐπεὶ δὲ ὅ τε σῖτος τοὺς ἐν τῇ πόλει ἐπελελοίπει καὶ λιμὸς ἐπίεζε κραταιός (οὐδαμόθεν γὰρ εἶχον ἐπισιτίσασθαι), τῇ ἐνδείᾳ πιεζόμενοι προδεδώκασιν ἑαυτοὺς καὶ τὸν στρατηγὸν τοῖς Βουλ‐ γάροις· ὃν χειρωσάμενος Συμεών, καὶ δεσμὰ καθ’ ὅλου τοῦ σώ‐ | |
5 | ματος περιβαλὼν καὶ μυρίαις αἰκίαις τοῦτον τιμωρησάμενος, τε‐ λευταῖον ἀπέκτεινε θανάτῳ πικρῷ ἀξίῳ τῆς ἑαυτοῦ ἀπηνεστάτης καὶ ὠμοτάτης ψυχῆς. Βουλγάροις οὖν τὴν τῆς πόλεως φυλακὴν παραδοὺς ὑπεχώρησεν· οἳ τὴν κατ’ αὐτῶν τοῦ Ῥωμαίων στρατοῦ ἔφοδον ἀκηκοότες, ταύτην καταλιπόντες ἀπῆλθον, καὶ πάλιν ὑπὸ | |
10 | Ῥωμαίους αὐτὴ ἐγένετο. 14 Λέοντος δὲ τοῦ Τριπολίτου μετὰ δυνάμεως πολλῆς καὶ πλοίων πολεμικῶν κατὰ Ῥωμαίων ἐξελθόντος καὶ ἐν τῇ νήσῳ Λήμνῳ καταλαβόντος, Ἰωάννης πατρίκιος καὶ δρουγγάριος τῶν πλωΐμων ὁ Ῥαδινὸς κατονομαζόμενος αἰφνιδίως ἐπέθετο αὐτῷ· | |
15 | καὶ πολέμου γεγονότος, θεοῦ συνεργίᾳ οἱ ὑπ’ αὐτὸν τρέπονται Ἀγαρηνοί, μόλις δὲ μόνος ὁ Τριπολίτης φυγῇ διασώζεται. 15 Σεπτεμβρίῳ δὲ μηνί, ἰνδικτιῶνος δευτέρας, Συμεὼν ἄρχων Βουλγαρίας πανστρατὶ κατὰ Κωνσταντινουπόλεως ἐκστρα‐ τεύει, καὶ ληΐζεται μὲν Θρᾴκην καὶ Μακεδονίαν, ἐμπυρίζει δὲ | |
20 | πάντα καὶ καταστρέφει καὶ δενδροτομεῖ. μέχρι δὲ Βλαχερνῶν ἐπιγενόμενος ἐπεζήτησεν ἀποσταλῆναι αὐτῷ τὸν πατριάρχην Νικό‐ λαον καί τινας τῶν μεγιστάνων ὥστε περὶ εἰρήνης αὐτοῖς συντυ‐ | |
χεῖν. ἔλαβον οὖν ὁμήρους παρ’ ἀλλήλων ἀμφότεροι, καὶ ἐξῆλθε | ||
406 | πρότερον μὲν ὁ πατριάρχης Νικόλαος, ἔπειτα ὁ Μιχαὴλ πατρί‐ κιος προσαγορευόμενος ὁ Στυπιώτης, καὶ Ἰωάννης ὁ μυστικὸς καὶ παραδυναστεύων· ἤδη γὰρ Ἰωάννης ὁ ῥαίκτωρ διαβληθεὶς πρὸς τὸν βασιλέα, ἀσθένειαν προφασισάμενος τοῦ παλατίου κατελη‐ | |
5 | λύθει καὶ ἐν τῇ αὐτοῦ μονῇ πλησίον Γαλακρηνῶν ἀπεκάρη. οἱ μὲν οὖν μετὰ Συμεὼν περὶ εἰρήνης διελέγοντο, ὁ δὲ αὐτοὺς μὲν ἀπεπέμψατο, αὐτὸν δὲ τὸν βασιλέα Ῥωμανὸν ἐπεζήτει θεάσασθαι· παρὰ πολλῶν δὲ πεπληροφόρητο περί τε τῆς αὐτοῦ φρονήσεως καὶ ἀνδρίας καὶ συνέσεως. ὁ τοίνυν βασιλεὺς ἐπὶ τούτου σφόδρα | |
10 | ἠγαλλιάσατο· ἐπόθει γὰρ τὴν εἰρήνην καὶ τὸ στῆναι τὰς γινομέ‐ νας τῶν αἱμάτων ἐκχύσεις ὁσημέραι. ἀποστείλας οὖν ἐν τῷ τοῦ Κοσμιδίου αἰγιαλῷ κατεσκεύασεν ἐν τῇ θαλάσσῃ ὀχυρωτάτην ἀπόβασιν, ὥστε τὴν βασιλικὴν τριήρην διεκπλέουσαν ἐν αὐτῇ προσορμίζεσθαι. περιφράξας οὖν αὐτὴν πάντοθεν διατείχισμα | |
15 | μέσον γενέσθαι προσέταξεν, ἔνθα ἀλλήλοις ἔμελλον ὁμιλεῖν. ἀπο‐ στείλας οὖν Συμεὼν τὸν τῆς ὑπεραγίας θεοτόκου ναὸν ἐνέπρησεν τὸν ἐν τῇ Πηγῇ, ὃν Ἰουστινιανὸς ὁ βασιλεὺς ἐδομήσατο, καὶ τὰ πέριξ αὐτοῦ σύμπαντα, δῆλος ὢν ἐντεῦθεν μὴ τὴν εἰρήνην ἐθέ‐ λων, ἀλλ’ ἐλπίσι μετεώροις τοῦτον ἐξαπατῶν. παραγενόμενος | |
20 | δὲ ἐν Βλαχέρναις ὁ βασιλεὺς ἅμα Νικολάῳ πατριάρχῃ ἐν τῇ ἁγίᾳ εἰσῆλθε σορῷ καὶ τὰς χεῖρας ἐξέτεινεν εἰς εὐχήν, εἶτα πρηνὴς πεσὼν δάκρυσι κατέβρεχε τὸ ἅγιον ἔδαφος, τὴν πανύμνητον καὶ | |
ἄχραντον θεοτόκον ἀντιβολῶν τὴν ἀκαμπῆ καὶ ἀμείλικτον τοῦ | ||
407 | ὑπερηφάνου Συμεὼν καρδίαν μαλάξαι καὶ πεῖσαι τὰ πρὸς εἰρήνην συνθέσθαι. τὸ ἅγιον οὖν κιβώτιον διανοίξαντες ἐν ᾧ τὸ σεπτὸν τῆς ἁγίας θεοτόκου τεθησαύριστο ὠμοφόριον, καὶ τοῦτο ὁ βασι‐ λεὺς ἀνελόμενος καὶ ὥσπερ τινὰ θώρακα ἀδιάρρηκτον περιβαλό‐ | |
5 | μενος, καὶ τὴν πίστιν τὴν εἰς τὴν ὑπεράμωμον θεοτόκον οἷα περι‐ κεφαλαίαν τινὰ περιθέμενος, ἐξῄει τοῦ ναοῦ ὅπλοις ἀσφαλέσι φραξάμενος. τὸν σὺν αὐτῷ οὖν στόλον ἀσπίσι τε καὶ ὅπλοις κατακοσμήσας τὸν ὡρισμένον τόπον κατέλαβεν συνομιλῆσαι τῷ Συμεών. πέμπτη δὲ ἦν ἡμέρα ὅτε ταῦτα ἐγένετο, ἐννάτη τοῦ | |
10 | Νοεμβρίου μηνός, τετάρτη δὲ τῆς ἡμέρας ὥρα. παρεγένετο δὲ καὶ ὁ Συμεών, πλῆθος ἐπαγόμενος εἰς πολλὰς διῃρημένον τὰς παρατάξεις, τῶν μὲν χρυσασπίδων καὶ χρυσοδοράτων, τῶν δὲ ἀργυρασπίδων καὶ ἀργυροδοράτων, τῶν δὲ πάσῃ ὅπλων χροιᾷ κεκοσμημένων, πάντων καὶ κατακεκοσμημένων σιδήρῳ· οἳ μέσον | |
15 | αὐτῶν εἰληφότες Συμεὼν ὡς βασιλέα εὐφήμουν τῇ τῶν Ῥωμαίων φωνῇ. πάντες δὲ τῆς συγκλήτου βουλῆς τοῖς τείχεσιν ἐφεστῶτες κατεθεῶντο τὰ δρώμενα. ἦν οὖν ἰδεῖν τότε ψυχὴν βασιλικὴν τῷ ὄντι καὶ μεγαλόφρονα, καὶ θαυμάσαι τὸ τοῦ φρονήματος ἀκατά‐ πληκτον καὶ τὸ τῆς ἀνδρίας παράστημα, ὅπως τοσαύτην πολε‐ | |
20 | μίων βλέπων ἐπιφορὰν οὐ κατεπλάγη καὶ συνεστάλη καὶ ὑπεχώρη‐ σεν, ἀλλ’ ὥσπερ εἰς φίλων πλῆθος χωρῶν, οὕτως ἀτρέμας ἀπῄει, | |
μόνον οὐχὶ τὴν ψυχὴν τοῖς πολεμίοις τῶν ὑπηκόων διδοὺς ἀντίλυ‐ | ||
408 | τρον. πρῶτος οὖν ἐν τῇ ἀποβάθρᾳ τῇ ῥηθείσῃ καταλαβὼν τὸν Συμεὼν ἐξεδέχετο. ἐπεὶ δὲ ὅμηροι ἐξ ἀμφοτέρων ἐλήφθησαν τῶν μερῶν, καὶ τὴν ἀποβάθραν οἱ Βούλγαροι διηρευνήσαντο ἀκριβῶς, μή πού τις δόλος ἢ ἐνέδρα τυγχάνει, κατῆλθε Συμεὼν τοῦ ἵππου | |
5 | καὶ πρὸς τὸν βασιλέα εἰσῆλθεν. ἀσπασάμενοι οὖν ἀλλήλους εἰ‐ ρήνης λόγους ἐκίνησαν. εἰπεῖν δὲ λέγεται τὸν βασιλέα πρὸς Συ‐ μεὼν “ἀκήκοά σε θεοσεβῆ ἄνθρωπον καὶ Χριστιανὸν ὑπάρχοντα ἀληθινόν, βλέπω δὲ τὰ ἔργα τοῖς λόγοις μὴ συμβαίνοντα. ἴδιον μὲν γὰρ ἀνθρώπου θεοσεβοῦς καὶ Χριστιανοῦ τὸ τὴν εἰρήνην καὶ | |
10 | τὴν ἀγάπην ἀσπάζεσθαι, εἴπερ ὁ θεὸς ἀγάπη ἔστι τε καὶ λέγεται· ἀσεβοῦς δὲ καὶ ἀπίστου τὸ χαίρειν σφαγαῖς καὶ αἵμασιν ἀδίκως ἐκχεομένων. εἰ μὲν οὖν ἀληθὴς Χριστιανὸς ὑπάρχεις, καθὼς πεπληροφορήμεθα, στῆσόν ποτε τὰς ἀδίκους σφαγὰς καὶ τὰς τῶν ἀνοσίων αἱμάτων ἐκχύσεις, καὶ σπεῖσαι μεθ’ ἡμῶν τῶν Χριστια‐ | |
15 | νῶν εἰρήνην Χριστιανὸς καὶ αὐτὸς ὢν καὶ ὀνομαζόμενος, καὶ μὴ θέλε μολύνεσθαι Χριστιανῶν δεξιὰς αἵμασιν ὁμοπίστων Χριστια‐ νῶν. ἄνθρωπος εἶ καὶ αὐτός, θάνατον προσδοκῶν καὶ ἀνάστα‐ σιν καὶ κρίσιν καὶ ἀνταπόδοσιν· καὶ σήμερον ὑπάρχεις, καὶ αὔ‐ ριον εἰς κόνιν διαλυθήσῃ. εἷς πυρετὸς κατασβέσει τὸ φρύαγμα. | |
20 | τίνα οὖν λόγον δώσεις τῷ θεῷ ἐκεῖ ἀπελθὼν ὑπὲρ τῶν ἀδίκων σφαγῶν; ποίῳ προσώπῳ τῷ φοβερῷ καὶ δικαίῳ ἐνατενίσεις κριτῇ; | |
εἰ πλούτου ἐρῶν ταῦτα ποιεῖς, ἐγώ σε κατακόρως τοῦ ἐπιθυμου‐ | ||
409 | μένου ἐμπλήσῳ· μόνον ἐπίσχες τὴν δεξιάν. ἄσπασαι τὴν εἰρή‐ νην, ἀγάπησον τὴν ὁμόνοιαν, ἵνα καὶ αὐτὸς βίον ζήσῃς εἰρηνικὸν καὶ ἀναίμακτον καὶ ἀπράγμονα, καὶ οἱ Χριστιανοὶ παύσωνταί ποτε τῶν συμφορῶν καὶ στήσωνται τοῦ Χριστιανοὺς ἀναιρεῖν· οὐ | |
5 | θέμις γὰρ αὐτοὺς αἴρειν ὅπλα καθ’ ὁμοπίστων.” τοσαῦτα οὖν εἰπὼν ὁ βασιλεὺς ἐσίγησεν. αἰδεσθεὶς οὖν Συμεὼν τὴν τούτου ταπείνωσιν καὶ τοὺς λόγους αὐτοῦ κατένευσεν τὴν εἰρήνην ποιήσα‐ σθαι. ἀσπασάμενοι οὖν ἀλλήλους διεχωρίσθησαν, δώροις μεγα‐ λοπρεπέσι τοῦ βασιλέως δεξιωσαμένου τὸν Συμεών. | |
10 | 16 Ὃ δὲ τότε συμβέβηκεν διηγήσομαι τεράστιόν τι καὶ τοῖς ταῦτα εἰδόσι συγκρίνειν παράδοξον. δύο φασὶν ἀετοὺς τῶν βασιλέων ὁμιλούντων ἄνωθεν αὐτῶν ὑπερπτῆναι, κλάγξαι τε καὶ πρὸς ἀλλήλους συμμῖξαι καὶ παραυτίκα διαζευχθῆναι ἀλλήλοις, καὶ τὸν μὲν ἐπὶ τὴν πόλιν ἐλθεῖν, τὸν δὲ πρὸς Θρᾴκην διαπτῆναι. | |
15 | τοῦτο οἱ ἀκριβῶς τοιαῦτα σκοποῦντες οὐ καλὸν ἔκριναν οἰωνόν· ἀσυμβάτους γὰρ ἐπὶ τῇ εἰρήνῃ ἀμφοτέρους διαλυθήσεσθαι ἔφη‐ σαν. Συμεὼν δὲ τὸ ἑαυτοῦ στρατόπεδον καταλαβὼν τοῖς ἑαυτοῦ μεγιστᾶσι τὴν τοῦ βασιλέως ἀπήγγειλε σύνεσιν καὶ ταπείνωσιν, ἐξεθείαζεν δὲ αὐτοῦ τό τε εἶδος τήν τε ῥώμην καὶ τὸ ἀκατάπλη‐ | |
20 | κτον τοῦ φρονήματος. 17 Δεκεμβρίῳ δὲ μηνὶ κέ ἔστεψε Ῥωμανὸς τοὺς υἱοὺς αὐτοῦ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, Στέφανόν τε καὶ Κωνσταντῖνον· | |
ἀλλὰ καὶ Θεοφύλακτον υἱὸν αὐτοῦ ὁ πατριάρχης Νικόλαος ἀπέκει‐ | ||
410 | ρεν κληρικόν, χειροτονήσας ὑποδιάκονον σύγκελλόν τε προχειρι‐ σάμενος, διελθόντα πρότερον ἐν τῷ τῶν ὑποδιακόνων τάγματι εἰς τὰ ἅγια. 18 Ἀπριλλίῳ δὲ μηνί, ιθʹ τοῦ μηνός, ἐτίμησεν Ῥωμα‐ | |
5 | νὸς Ἰωάννην μυστικὸν καὶ παραδυναστεύοντα πατρίκιον καὶ ἀνθύ‐ πατον, ὥστε καὶ δι’ αὐτὸ τοῦτο φθόνον κινηθῆναι αὐτῷ καὶ κατηγορηθῆναι ἀπό τινων. 19 Μαΐῳ δὲ μηνὶ ιεʹ, ἰνδικτιῶνος ιγʹ, τελευτᾷ ὁ πα‐ τριάρχης Νικόλαος, κρατήσας ἐν τῇ δευτέρᾳ ἀναβάσει τοῦ πα‐ | |
10 | τριαρχείου ἔτη τριακαίδεκα· καὶ ἀπετέθη τὸ σῶμα αὐτοῦ ἐν τῇ ὑπ’ αὐτοῦ κτισθείσῃ μονῇ τῶν Γαλακρηνῶν. Αὐγούστῳ δὲ μηνὶ πατριάρχης καθίσταται Στέφανος ὁ Ἀμασείας μητροπολίτης, εὐ‐ νοῦχος ὑπάρχων. Ὀκτωβρίῳ μηνὶ κατηγορήθη ὁ μυστικὸς Ἰωάν‐ νης καὶ παραδυναστεύων ὡς τῆς βασιλείας ἐφιέμενος ὑποθήκῃ τοῦ | |
15 | πατρικίου Κοσμᾶ καὶ λογοθέτου, διδόντος εἰς γυναῖκα τὴν θυγα‐ τέρα αὐτῷ. τούτου ἕνεκεν καταβιβάζεται μὲν τοῦ παλατίου, συγ‐ χωρεῖται δὲ τὸ προσέρχεσθαι καὶ τῷ βασιλεῖ ὑπηρετεῖν καὶ σὺν αὐτῷ τὰ ἀνήκοντα διοικεῖν· στοργὴν γὰρ ὅτι πλείστην ἐκέκτητο πρὸς αὐτὸν ὁ βασιλεὺς Ῥωμανὸς ὡς ἐν πᾶσιν αὐτὸν θεραπεύειν | |
20 | δυνάμενον, καὶ τελέως τοῦτον ἀπώσασθαι οὐκ ἠβούλετο. τῶν κατηγόρων οὖν κατεπειγόντων τὸν βασιλέα καὶ σαφῆ ἀποδεικνύν‐ | |
των τὰ κατηγορούμενα, ἐρευνήσας ὁ βασιλεὺς καὶ ἀληθῆ ταῦτα | ||
411 | εἴναι ἀναμαθὼν ἔμελλεν τοῦτον κατασχὼν ἐξετάζειν. ὁ δὲ τοῦτο προγνοὺς χρῆται φυγῇ, καὶ τὴν Μονοκάστανον καταλαβὼν ἀπο‐ κείρεται μοναχός. πέφευγε δὲ καὶ Κωνσταντῖνος τοῦ Βοΐλα ὁ τῆς τραπέζης, οἰκεῖος καὶ φίλος ὢν αὐτῷ, καὶ τὸν Ὄλυμπον κα‐ | |
5 | ταλαβὼν τὸ μοναχικὸν σχῆμα ἐνδύεται· ἐδεδοίκει γὰρ καὶ αὐτὸς ἅτε συμμύστης ὑπάρχων τοῦ μυστικοῦ καὶ τῶν ἀπορρητοτέρων αὐτοῦ κοινωνός. τὸν δὲ πατρίκιον Κοσμᾶν ἐν τῷ ὡρολογίῳ τοῦ παλατίου τύψας ὁ βασιλεὺς διεδέξατο. προβάλλεται δὲ ἀντὶ τοῦ μυστικοῦ Ἰωάννου Θεοφάνην πρωτοβεστιάριον παραδυναστεύοντα. | |
10 | ἐγένετο δὲ καὶ τηνικαῦτα σεισμὸς φοβερὸς ἐν τῷ θέματι τῶν Θρᾳ‐ κησίων, καὶ χάσμα γῆς μέγα καὶ καταπληκτικόν, ὥστε πολλὰ χωρία καὶ ἐκκλησίας αὐτάνδρους καταποθῆναι. 20 Μαΐῳ δὲ μηνί, εἰκάδι ἑβδόμῃ, ἰνδικτιῶνος ιεʹ, Συ‐ μεὼν ἄρχων Βουλγαρίας κατὰ Χρωβάτων ἐκίνησε στράτευμα, | |
15 | καὶ συμβαλὼν μετ’ αὐτῶν πόλεμον, ἡττηθεὶς τοὺς ὑπ’ αὐτὸν ἅπαντας ἄρδην ἀπώλεσεν. 21 Τὸ δὲ βασιλέα Ῥωμανὸν Ἰωάννης ἀστρονόμος θεα‐ σάμενος οὕτως λελάληκεν. “δέσποτα, ἡ στήλη ἡ ἱσταμένη εἰς τὴν καμάραν ἐπάνω τοῦ Ξηρολόφου, ἐπὶ δυσμὰς βλέπουσα, τοῦ | |
20 | Συμεών ἐστι· καὶ εἰ ταύτης τὴν κεφαλὴν ἐκκόψῃς, τῇ αὐτῇ ὥρᾳ ὁ Συμεὼν τελευτᾷ.” ὁ δὲ βασιλεὺς Ῥωμανὸς ἀποστείλας τῇ | |
νυκτὶ τὴν κεφαλὴν τῆς στήλης ἐξέκοψεν· καὶ αὐτῇ τῇ ὥρᾳ ὁ Συ‐ | ||
412 | μεὼν εἰς Βουλγαρίαν ἐτελεύτησεν, ἀνοίᾳ συσχεθεὶς καὶ νόσῳ κα‐ τακαρδίᾳ ἁλούς, διέφθαρτο, ἀνομήσας διὰ κενῆς, Πέτρον υἱὸν αὐτοῦ προβαλόμενος ἄρχοντα, ὃν ἐκ τῆς δευτέρας αὐτοῦ γυναικὸς ἔσχεν, τῆς ἀδελφῆς Γεωργίου Σουρσουβούλη, ὃν καὶ ἐπίτροπον | |
5 | τοῖς ἑαυτοῦ παισὶν ὁ Συμεὼν καταλέλοιπεν. Μιχαὴλ δὲ τὸν ἐκ τῆς προτέρας αὐτοῦ γυναικὸς γενόμενον ἀπέκειρεν μοναχόν· Ἰωάν‐ νης δὲ καὶ Βενιαμὶν οἱ τοῦ Πέτρου ἀδελφοὶ ἔτι στολῇ ἐκοσμοῦντο Βουλγαρικῇ. 22 Τὰ κύκλῳ οὖν ἔθνη τοῦ Συμεὼν μαθόντα τελευτήν, | |
10 | οἵ τε Χρωβάτοι οἱ Τοῦρκοι καὶ οἱ λοιποί, ἐκστρατεύειν κατὰ Βουλγάρων ἐβουλεύοντο. λιμοῦ δὲ μεγίστου σὺν ἀκρίδι τὸ Βουλ‐ γαρικὸν ἔθνος ἰσχυρῶς ἐκπιέζοντος, ἐδεδίεσαν μὲν καὶ τῶν ἄλλων ἐθνῶν ἔφοδον, ἐδεδίεσαν δὲ πλέον καὶ τὴν τῶν Ῥωμαίων ἐπέλευ‐ σιν. βουλὴν οὖν ποιησάμενοι κατὰ Ῥωμαίων ἐκστρατεύουσιν καὶ | |
15 | ἐν Μακεδονίᾳ καταλαμβάνουσιν, φόβον, ὡς εἰκός, τοῖς Ῥω‐ μαίοις ἐμποιήσοντες. ἔπειτα μαθόντες ὅτι μέλλει κατ’ αὐτῶν ὁ βασιλεὺς Ῥωμανὸς ἐκστρατεύειν, ἀποστέλλουσι Πέτρος τε καὶ Γεώργιος κρυφίως τινὰ μοναχὸν Καλοκύριν ὀνομαζόμενον, τῷ γένει Ἀρμενιακόν, χρυσοβούλλιον ἐπιφερόμενον. διηγόρευε δὲ τὰ | |
20 | ἐν αὐτῷ ὡς τὴν μετὰ Ῥωμαίων εἰρήνην ἀσπάζονται καὶ πρόθυμοι ταύτην συνθέσθαι εἰσίν, οὐ μόνον δέ, ἀλλ’ εἴγε βούλωνται, καὶ γαμικὸν ποιῆσαι συνάλλαγμα. τὸν τοιοῦτον οὖν μοναχὸν ὁ βασι‐ | |
λεὺς ἀσμενέστατα ἀποδεξάμενος, παρευθὺ ἀπέστειλεν μετὰ δρό‐ | ||
413 | μωνος τὸν μοναχὸν Θεοδόσιον τὸν Ἀβούκην καὶ Κωνσταντῖνον βα‐ σιλικὸν κληρικὸν τὸν Ῥόδιον τὰ εἰς εἰρήνην συλλαλῆσαι τοῖς Βουλ‐ γάροις ἐν Μεσημβρίᾳ, τὸ πρὶν μὲν Μενεβρίᾳ καλουμένῃ, ἀπὸ Μένου Θρᾳκὸς τοῦ ταύτην οἰκίσαντος καὶ Βρίᾳ τὸ παρά τισι | |
5 | Θρᾳκῶν πόλισμα λεγόμενον· πρὸς δὲ τὸ εὐφραδέστερον Μεσημ‐ βρία ὀνομάζεται. οἱ δὲ παραγενόμενοι καὶ τὰ εἰκότα συλλαλή‐ σαντες ἐξῆλθον ἅμα Στεφάνῳ Βουλγάρῳ διὰ τῆς ξηρᾶς· καὶ ὄπι‐ σθεν αὐτῶν κατέλαβον καὶ Γεώργιος ὁ Σουρσουβούλης καὶ Συμεὼν ὁ Καλουτερκάνος καὶ Οὔσαμψος καὶ Συμεὼν τοῦ ἀρχηγοῦ Βουλ‐ | |
10 | γαρίας ἀδελφὸς πρὸς γυναῖκα, πρὸς δὲ τούτοις ὁ ἀγχιστεὺς αὐτοῦ Στέφανος, καὶ μὴν καὶ Μαγοτῖνος Κρόνος τε καὶ Μηνικὸς διε‐ κρατύναντο πρὸς τὸν ἄνακτα Ῥωμανόν. θεασάμενοι δὲ τὴν θυ‐ γατέρα βασιλέως Χριστοφόρου Μαρίαν, καὶ μεγάλως ἐπ’ αὐτῇ ἀρεσθέντες, ἔγραψαν τῷ Πέτρῳ διὰ τάχους παραγενέσθαι, σύμ‐ | |
15 | φωνα ποιήσαντες πρότερον περὶ τῆς γεγονυίας εἰρήνης. ἀπεστάλη δὲ Νικήτας ὁ μάγιστρος ὁ συμπενθερὸς Ῥωμανοῦ βασιλέως ὑπαν‐ τῆσαι καὶ ἀγαγεῖν Πέτρον μέχρι τῆς πόλεως. τοῦ Βουλγάρου οὖν Πέτρου καταλαβόντος, τριήρει ὁ βασιλεὺς Ῥωμανὸς ἐπιβὰς ἐν Βλαχέρναις παρεγένετο, καὶ τὸν Πέτρον ὡς αὐτὸν ἀφικνούμενον | |
20 | ἐθεάσατό τε καὶ κατησπάσατο. ἐπεὶ δὲ ἀλλήλοις εἰκότα συνωμί‐ λησαν, ὑπογράφονται τά τε σύμβολα τῆς εἰρήνης καὶ τὰ γαμικὰ συναλλάγματα, μεσολαβοῦντος ἐν τούτοις καὶ νουνεχῶς διευθύ‐ | |
νοντος μεταξὺ Ῥωμαίων τε καὶ Βουλγάρων πρωτοβεστιαρίου Θεο‐ | ||
414 | φάνους. (23) ὀγδόῃ δὲ τοῦ Ὀκτωβρίου μηνὸς ἐξῆλθεν ὁ πα‐ τριάρχης Στέφανος ἅμα Θεοφάνει πρωτοβεστιαρίῳ καὶ Μαρίᾳ τῇ τοῦ βασιλέως Χριστοφόρου θυγατρὶ καὶ πάσῃ τῇ συγκλήτῳ εἰς τὸν ναὸν τῆς ὑπεραγίας θεοτόκου τῆς Πηγῆς, καὶ εὐλόγησεν Πέ‐ | |
5 | τρον τε καὶ Μαρίαν, καὶ τοὺς νυμφικοὺς στεφάνους ταῖς αὐτῶν ἐπέθηκε κεφαλαῖς, παρανυμφευόντων Θεοφάνους πρωτοβεστια‐ ρίου καὶ Γεωργίου Σουρσουβούλη. λαμπρᾶς δὲ καὶ πολυτελοῦς γεγονυίας τραπέζης, καὶ πάντων τῶν εἰθισμένων τοῖς γάμοις φαι‐ δρῶς ἐπιτελεσθέντων, εἰσῆλθεν Θεοφάνης πρωτοβεστιάριος ἅμα | |
10 | Μαρίᾳ τῇ θυγατρὶ τοῦ βασιλέως ἐν τῇ πόλει. τῇ τρίτῃ δὲ τοῦ γάμου ἡμέρᾳ ἐποίησεν ὁ βασιλεὺς Ῥωμανὸς εὐωχίαν λαμπρὰν ἐν τῇ τῶν Πηγῶν ἀποβάθρᾳ, περικοσμήσας αὐτὴν ὑφάσμασι σηρι‐ κοῖς, παρ’ αὐτῇ τῇ ἀποβάθρᾳ τοῦ βασιλικοῦ δρόμωνος ἑστηκό‐ τος· ἔνθα συνέστη Ῥωμανὸς Πέτρῳ Βουλγάρῳ ἅμα Κωνσταντίνῳ | |
15 | γαμβρῷ καὶ Χριστοφόρῳ υἱῷ. τῶν δὲ Βουλγάρων ἔνστασιν οὐ μικρὰν ποιησαμένων πρότερον εὐφημισθῆναι Χριστοφόρον, εἰθ’ οὕτω τὸν Κωνσταντῖνον, ὑπεῖξε τῇ ἐνστάσει τούτων Ῥωμανὸς ὁ βασιλεύς, καὶ γέγονεν ὅπερ ᾐτήσαντο. ἐπεὶ δὲ πάντα τὰ ἐν γά‐ μοις συνετελέσθησαν, ἔμελλε δὲ ἡ Μαρία ἤδη τὴν πρὸς Βουλγα‐ | |
20 | ρίαν σὺν τῷ ἀνδρὶ Πέτρῳ ὁδεύειν, οἱ ταύτης γονεῖς μέχρι τοῦ Ἑβδόμου συνεξῆλθον αὐτῇ ἅμα Θεοφάνει πρωτοβεστιαρίῳ. ἐπειδὴ | |
ἀπαίρειν ἔμελλεν, περιχυθέντες τῇ θυγατρὶ καὶ πυκνὰ καταχέον‐ | ||
415 | τες δάκρυα, καὶ ὅσα εἰκὸς ἐπὶ στερήσει σπλάγχνου περιποθήτου, τόν τε αὐτῶν γαμβρὸν ἀσπασάμενοι καὶ ταύτην ταῖς τούτου χερσὶν παραθέμενοι ἐν τοῖς βασιλείοις ὑπέστρεψαν. Μαρία δὲ Βουλγα‐ ρικαῖς παραδοθεῖσα χερσὶ τὴν ἐπὶ Βουλγαρίαν ἀπῄει, χαίρουσά τε | |
5 | ἅμα καὶ λυπουμένη, λυπουμένη μὲν ἐν οἷς γονέων φιλτάτων ἐστέ‐ ρητο καὶ βασιλείων οἴκων καὶ συνηθείας τῶν γένει προσηκόντων, χαίρουσα δὲ ἐν οἷς βασιλεῖ προσήρμοστο ἀνδρὶ καὶ δέσποινα Βουλ‐ γάρων προσηγορεύθη. ἀπῄει τοίνυν πλοῦτον κομιζομένη παντο‐ δαπῆ καὶ ἀποσκευὴν ἀναρίθμητον. | |
10 | 24 Τότε δὲ καὶ Ἰωάννης μάγιστρος καὶ δομέστικος τῶν σχολῶν ὁ Κουρκούας, καλῶς διοικῶν τὸν Ῥωμαϊκὸν στρατὸν σχε‐ δὸν ἀπὸ τῆς ἀναρρήσεως Ῥωμανοῦ βασιλέως, καὶ καταπολεμῶν καθ’ ἑκάστην τοὺς Ἀσσυρίους, καὶ πόλεις καὶ κάστρα καὶ κώμας καὶ χώρας αὐτῶν πορθήσας καὶ αἰχμαλώτους ποιήσας, μεθ’ ὧν | |
15 | καὶ τὸ ἐπίσημον καὶ ἐξάκουστον καὶ πάνυ ὀχυρὸν καὶ δυνατὸν κά‐ στρον τῆς Συρίας, Μελιτινὴν ὀνομαζόμενον, διαφόρως καταπο‐ λεμήσας καὶ πραιδεύσας, καὶ εἰς φροῦδον ἀπωλείας τοῦτο ποιή‐ σας, καὶ τὰς πέριξ κώμας καὶ χώρας πυρικαύστους ἐργασάμενος, αὐτὸ τὸ ἀήττητον καὶ ἀμάχητον κάστρον παρακαθίσας καὶ ἑλε‐ | |
20 | πόλεις μηχανικὰς στήσας, καὶ εἰς παντελῆ ἀπορίαν καὶ ἀμηχα‐ νίαν ἐμβαλὼν αὐτοὺς ὅ τι πράξαιεν, καὶ ἅπαξ καὶ πολλάκις | |
πρέσβεις πρὸς τὸν δομέστικον στελλόντων καὶ λόγον αἰτούντων, | ||
416 | ὁ συνετὸς καὶ ἐχέφρων Ἰωάννης ὁ δομέστικος τῶν σχολῶν ὁ Κουρ‐ κούας τὰ τῶν δακρύων καὶ ἐλεεινολογιῶν καὶ τὰ τῆς τύχης σκοπή‐ σας, οἷα τὰ ἀνθρώπινα, ὑπεῖξεν, καὶ λόγον δοὺς αὐτοῖς, ὁ Ἀπόχαψ ὁ τοῦ Ἄμερ ἔκγονος ἀμηρᾶς ὢν Μελιτινῆς, καὶ ὁ Ἀπο‐ | |
5 | σαλὰθ στρατηγὸς εὐγενέστατος ὢν καὶ πλούσιος ἐν Μελιτινῇ, παρεγένοντο. ἀποδεχθέντες οὖν παρὰ τοῦ δομεστίκου τῶν σχο‐ λῶν Ἰωάννου, πρὸς τὸν αὐτοκράτορα τούτους ἀπέστειλεν· καὶ σύμφωνα εἰρήνης ποιήσαντες ὑπέστρεψαν πρὸς τὰ ἴδια. ἔκτοτε δὲ συνεξεστράτευον τοῖς Ῥωμαίοις κατὰ τῶν ὁμοφύλων Ἀγαρηνῶν, | |
10 | ἔν τε τοῖς ἐπινικίοις συνεισήρχοντο τοῖς Ῥωμαίοις ἐν τῇ πόλει αἰχ‐ μαλώτους ἄγοντες Ἀγαρηνούς, ὅπερ ἦν θαυμαστὸν καὶ παράδο‐ ξον καὶ δεῖγμα τῆς ἀθέων Σαρακηνῶν δυστυχίας. τελευτήσαν‐ τος δὲ τοῦ Ἀπόχαψ, ἀνδρὸς φρονίμου καὶ συνετοῦ, διέλυσαν τὴν εἰρήνην οἱ τὴν Μελιτινὴν κατοικοῦντες. ἐκστρατεύουσιν οὖν κατ’ | |
15 | αὐτῶν πάλιν ὅ τε δομέστικος τῶν σχολῶν ὁ Κουρκούας Ἰωάννης μετὰ τῶν θεμάτων καὶ ταγμάτων καὶ ὁ Μελίας μετὰ τῶν Ἀρμε‐ νίων· καὶ πολλὰς προνομὰς καὶ πραίδας καθ’ ἑκάστην ποιούμενοι, καὶ ταῖς συνεχέσιν ἐπιδρομαῖς αἰχμαλωτίζοντες τούτους καὶ ληϊζό‐ μενοι, εἰς τοσαύτην στένωσιν τὴν Μελιτινὴν περιέστησαν ὥστε | |
20 | αὐτὴν συντομώτατον ἐκπορθῆσαι καὶ ἕως ἐδάφους καταστρέψαι, οὐ μόνον δὲ ταύτην ἀλλὰ καὶ τὰς ὁμόρους αὐτῇ πόλεις καὶ χώρας πολυφόρους τε καὶ πιοτάτας οὔσας καὶ οἵας πολλὰς παρέχειν | |
προσόδους. ταύτην οὖν τὴν Μελιτινὴν εἰς κουρατωρίαν ἀποκα‐ | ||
417 | ταστήσας ὁ βασιλεὺς πολλὰς χιλιάδας χρυσίου καὶ ἀργυρίου ἐκεῖ‐ θεν δασμοφορεῖσθαι ἐτησίως πεποίηκεν. 25 Κατηγορήθη δὲ Νικήτας ὁ μάγιστρος καὶ πενθερὸς Χριστοφόρου βασιλέως ὡς ὑποτιθέμενος αὐτῷ κατὰ τοῦ ἰδίου | |
5 | γενέσθαι πατρὸς καὶ τῆς βασιλείας αὐτὸν ἐξεῶσαι. τοῦτον οὖν ἐξαγαγόντες τῆς πόλεως ἀπέκειραν μοναχόν, ὑπερορίσαντες τῷ ἑαυτοῦ προαστείῳ. 26 Μηνὶ δὲ Ἰουλίῳ ιεʹ, ἰνδικτιῶνος ϛʹ, τελευτᾷ Στέφα‐ νος πατριάρχης, πατριαρχεύσας ἔτη δύο μῆνας ἕνδεκα. Δεκεμ‐ | |
10 | βρίῳ δὲ μηνί, τῇ τεσσαρεσκαιδεκάτῃ, ἄγουσι Τρύφωνα μοναχὸν ἐν τῷ Ὀψικίῳ μονάζοντα, ἐπ’ εὐλαβείᾳ καὶ ἁγιότητι μαρτυρού‐ μενον, καὶ χειροτονοῦσι πατριάρχην ἐπὶ χρόνῳ ῥητῷ, μέχρις ἂν εἰς μέτρον ἡλικίας φθάσῃ Θεοφύλακτος ὁ τοῦ Ῥωμανοῦ υἱός, ὃν ἔμελλον πατριάρχην χειροτονεῖν Κωνσταντινουπόλεως. | |
15 | 27 Εἰκάδι δὲ πέμπτῃ τοῦ αὐτοῦ μηνὸς χειμὼν ἀφόρητος γέγονεν, ὥστε κρυσταλλωθῆναι τὴν γῆν ἐπὶ ἡμέρας ρκʹ. ὅθεν καὶ γέγονεν ὁ μέγας λιμός, τοὺς πώποτε γενομένους ὑπερβαλλό‐ μενος, καὶ θάνατος ἐκ τούτου πολύς, ὡς μὴ δύνασθαι τοὺς ζῶν‐ τας ἐκκομίζειν τοὺς τεθνεῶτας. ὁ δὲ βασιλεὺς Ῥωμανὸς τὴν ἀφό‐ | |
20 | ρητον ἐκείνην βίαν κατανοήσας ἀξίαν τῆς ἑαυτοῦ συμπαθοῦς καὶ ἐλεήμονος φύσεως πρόνοιαν ἐποιήσατο, πολλαῖς ἐλεημοσύναις τὴν ἐκ τοῦ λιμοῦ παραμυθησάμενος ἔνδειαν· ἀνέφραξέν τε θυρίσι καὶ | |
σανιδώμασι τὰς τῶν ἐμβόλων στοάς, ὡς μὴ τὴν χιόνα καὶ τὸ | ||
418 | ψῦχος ἐκεῖθεν ἐπεισιέναι τοῖς πένησι. τότε καὶ τὰς λεγομένας ἄρκλας ἐν πᾶσι κατεσκεύασε τοῖς ἐμβόλοις, ἀργύριά τε κατὰ μῆνα τοῖς ἐν ταύταις κατακειμένοις πένησι δίδοσθαι διετάξατο καὶ τὰ μηνιαῖα τριμίσια ἐν ταῖς ἐκκλησίαις τοῖς πένησι διανέμεσθαι, ὡς | |
5 | εἶναι τὰ διδόμενα τοῖς τε ἐν ταῖς ἄρκλαις πτωχοῖς καὶ τοῖς ἐν ταῖς ἐκκλησίαις ἀργύρου ἐγκεχαραγμένου χιλιάδας δώδεκα. οὐ μόνον δὲ ταῦτα ἡ συμπαθὴς αὐτοῦ ψυχὴ διετύπωσεν τῶν πενήτων προ‐ νοουμένη, ἀλλὰ καὶ καθ’ ἡμέραν αὐτῷ τρεῖς συνεσθίειν πένητας διετάξατο, οἳ ἀνὰ ἓν ἐλάμβανον νόμισμα. τετράδι δὲ καὶ παρα‐ | |
10 | σκευῇ τρεῖς πένητες μοναχοὶ τούτῳ συνήσθιον, τὸ τετυπωμένον ἕκαστοι λαμβάνοντες νόμισμα. ὅπερ δὲ ἐν τοῖς μοναστηρίοις εἴω‐ θεν γίνεσθαι ἐν τῷ καιρῷ ἀνὰ τῆς ἑστιάσεως, τοῦτο αὐτὸς ἐποίει, διπλῆν ἑαυτῷ καὶ τοῖς δαιτυμόσι τὴν τράπεζαν παρατιθείς, ὥστε τὸ μὲν σῶμα τρέφεσθαι τῇ συνήθει τροφῇ, τῇ δὲ ψυχῇ καταλ‐ | |
15 | λήλῳ τῶν λόγων ἐπεντρυφᾶν ἡδονῇ, οἷς ἐκεῖνος ἐπιμελῶς προσέ‐ χων τὸν νοῦν κατένυσσε τὴν ψυχὴν καὶ πολλὰς δακρύων ὑφίει πηγάς. τὴν δὲ πίστιν ὅσην ἐκέκτητο πρὸς πάντας μὲν μοναχούς, μάλιστα δὲ τοὺς ἐπ’ ἁγιοσύνῃ διαβοήτους καὶ εὐλαβείᾳ, τίς ἂν διηγήσαιτο; οὐκ ἐθεάσατο γάρ ποτε μοναχὸν ἀρετῆς ἀντεχόμενον, | |
20 | ᾧ τινὶ τὰς ἑαυτοῦ πράξεις σὺν πολλοῖς δάκρυσιν οὐκ ἐξηγόρευε πιστότατος δὲ ὢν καὶ ὀρθοδοξότατος πάσας τὰς τῆς πόλεως ἐκκλη‐ σίας πέπλοις διαφανέσι καὶ φωταγωγίαις λαμπρῶς κατεκόσμει καὶ | |
κατεφαίδρυνεν. ἀλλὰ καὶ τοῖς ἐν ὄρεσι μοναχοῖς, τῷ τε Ὀλύμπῳ | ||
419 | καὶ τῷ Κομινᾷ καὶ τῇ Χρυσῇ κατονομαζομένῃ Πέτρᾳ καὶ τοῦ Βαραχαίου ὄρει, οὐ διέλιπεν ἐτησίως ῥόγας ἐξαποστέλλων καὶ φροντίζων τούτων καὶ προνοούμενος, καὶ τοὺς ὀνομαστοὺς ἐπὶ πράξει καὶ θεωρίᾳ μετακαλούμενος ὡς αὐτόν, καὶ τῶν εὐχῶν αὐ‐ | |
5 | τῶν τὰς εὐλογίας τρυγῶν. οὐ μόνον δέ, ἀλλὰ καὶ τοῖς διὰ θεὸν ἐγκλείστοις καὶ στενωτάτοις οἰκίσκοις καθείρξασι καὶ πᾶσι τοῖς μοναστηρίοις τὰς ἐτησίους ῥόγας, ἃς διετύπωσεν, οὐ διέλιπεν ἐπιχορηγῶν. ταῦτα ὡς ἐκ πολλῶν ὀλίγα τῶν αὐτοῦ κατορθωμά‐ των καὶ ἐλεημοσυνῶν διεξήλθομεν. | |
10 | 28 Πέτρῳ δὲ τῷ Βουλγάρῳ ἐπέθετο Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ μετὰ καὶ ἑτέρων μεγιστάνων τοῦ Συμεών· καὶ φωραθέντων αὐτῶν ὁ μὲν Ἰωάννης τύπτεται καὶ ἐγκλείεται φυλακῇ, οἱ δὲ λοι‐ ποὶ τιμωρίαις οὐ ταῖς τυχούσαις ὑποβάλλονται. ταῦτα δὲ δῆλα Πέτρου ποιήσαντος τῷ βασιλεῖ Ῥωμανῷ, ἀπέστειλεν ὁ βασιλεὺς | |
15 | τὸν μοναχὸν Ἰωάννην, ὃς ἐγεγόνει ῥαίκτωρ, προφάσει μὲν τοῦ ποιῆσαι τὸ ἀλλάγιον τῶν κρατουμένων αἰχμαλώτων, τῇ ἀληθείᾳ δὲ Ἰωάννην κατασχεῖν καὶ ἐν Κωνσταντινουπόλει ἀγαγεῖν. ὃ δὴ καὶ γέγονεν· εἰσελθὼν γὰρ ἅμα Ἰωάννῃ εἰς πλοῖον ἀπὸ Μεσημ‐ βρίας ἦλθεν ἐν τῇ πόλει. καὶ μετ’ οὐ πολὺ τούτου τὸ μοναχικὸν | |
20 | σχῆμα ἀπορρίψαντος καὶ γυναῖκα ἐπιζητήσαντος, δέδωκεν αὐτῷ ὁ βασιλεὺς οἶκον καὶ κτήματα πάμπολλα καὶ γυναῖκα ἐκ τῆς ἑαυ‐ τοῦ πατρίδος τῆς τῶν Ἀρμενιακῶν ὁρμωμένην, γάμον τε λαμπρὸν ἐν τῇ τοῦ Καίσαρος οἰκίᾳ πεποίηκεν, Χριστοφόρου βασιλέως καὶ | |
Ἰωάννου μοναχοῦ τοῦ γεγονότος ῥαίκτορος παρανυμφευσάντων. | ||
420 | 29 Ἀλλὰ καὶ Μιχαὴλ μοναχός, αὐτὸς ὁ ἀδελφὸς Πέ‐ τρου, κατὰ σπουδῆς ἔχων τῆς Βουλγαρικῆς ἐξουσίας ἐπιλαβέσθαι, ἰδιοστασίασεν ἔν τινι Βουλγαρικῷ κάστρῳ· καὶ τούτῳ προσερρύη‐ σαν οἱ τῆς Πέτρου ἀρχῆς διεστηκότες Σκύθαι. οὗ μετὰ τὴν τοῦ | |
5 | βίου καταστροφὴν ἐπῆλθον οὗτοι ταῖς Ῥωμαϊκαῖς χώραις, ὥστε συμβῆναι τούτους ἀπὸ Μακέτιδος διὰ Στρυμόνος πρὸς Ἑλλάδα καὶ τὴν Νικόπολιν προσχωρῆσαι καὶ τὰ ἐκεῖσε πάντα ληΐσασθαι. Νικόπολις δὲ ἐπωνόμασται κατὰ τὸ ἐπώνυμον τῆς νίκης, ἣν Αὔ‐ γουστος Σεβαστὸς κατὰ Ἀντωνίου καὶ Κλεοπάτρας εἰργάσατο καὶ | |
10 | τὴν Αἰγυπτίων ἀρχὴν τοῖς Ῥωμαίοις ὑπέκλινεν. 30 Μαρτίῳ δὲ μηνί, δευτέρᾳ ἡμέρᾳ, κοσμήτης ἔπεσεν ἐν τῷ φόρῳ ἐκ τῶν ἐν τοῖς στιχηδὸν ἱσταμένοις ἐκεῖσε κίοσιν ἐπι‐ κειμένων, καὶ ἀπέκτεινεν ἄνδρας ἕξ. γέγονε δὲ καὶ ἐμπρησμὸς μέγας καὶ φοβερὸς εἰς τὸν τοῦ φόρου ἔμβολον, πλησίον τοῦ ναοῦ | |
15 | τῆς ὑπεραγίας θεοτόκου, ὥστε κατακαῆναι τά τε κηροπωλεῖα καὶ τὰ γουνάρια τοῦ φόρου μέχρι τῶν Ψιχῶν. 31 Ἐτελεύτησε δὲ Χριστοφόρος βασιλεὺς μηνὶ Αὐγούστῳ ἰνδικτιῶνος τετάρτης, πολλὰ κοψαμένου καὶ θρηνήσαντος αὐτὸν τοῦ πατρός, μεῖζον ἢ κατ’ Αἰγυπτίους, ὡς ἤδη εἰς γῆρας αὐτοῦ | |
20 | ἐληλακότος καὶ τῶν υἱῶν αὐτοῦ ἔτι νηπίων ὄντων. καὶ ἐτέθη τὸ | |
λείψανον αὐτοῦ ἐν τῇ ῥηθείσῃ μονῇ τοῦ πατρὸς αὐτοῦ. | ||
421 | 32 Κατήγαγον δὲ καὶ Τρύφωνα πατριάρχην Αὐγούστῳ μηνὶ ἰνδικτιῶνος τρίτης, τὸν ῥητὸν χρόνον τελέσαντα· καὶ ἀπελ‐ θὼν ἐν τῇ ἰδίᾳ μονῇ τελευτᾷ, χηρευσάσης ἐκκλησίας χρόνον ἕνα καὶ μῆνας εʹ διὰ τὸ τῆς ἡλικίας ἀτελὲς Θεοφυλάκτου υἱοῦ Ῥωμα‐ | |
5 | νοῦ βασιλέως· αὐτὸν γὰρ ἔμελλεν, ὡς ἤδη εἴρηται, πατριάρχην καθιστᾶν. 33 Βασίλειος δέ τις Μακεδὼν πλάνος Κωνσταντῖνον Δοῦκα ἑαυτὸν ἐπιφημίσας πολλοὺς μεθ’ ἑαυτοῦ συνεπήγετο. οὗτος συσχεθεὶς ὑπὸ Ἐλεφαντίνου τουρμάρχου, ἐκ τοῦ Ὀψικίου | |
10 | ὄντος, ἤχθη ἐν Κωνσταντινουπόλει, καὶ ὑπὸ Πέτρου ὑπάρχου τῆς μιᾶς ἀλλοτριοῦται χειρός. εἶτα καιροῦ λαβόμενος καταλαμ‐ βάνει πάλιν τὸ Ὀψίκιον, καὶ χεῖρα χαλκῆν ἀντὶ τῆς κοπείσης προσαρμοσάμενος καὶ σπάθην ὑπερμεγέθη κατασκευάσας διήρ‐ χετο, πλανῶν αὖθις τῶν ἀγυρτευόντων πολλοὺς ὡς εἴη αὐτὸς | |
15 | Κωνσταντῖνος ὁ τοῦ Δουκός. οὓς καὶ συνεφελκόμενος μεγάλην κατὰ Ῥωμανοῦ ἀνταρσίαν κινεῖ. καὶ φρούριον κατασχὼν ὃ Πλα‐ τεῖα πέτρα κατονομάζεται, πᾶν εἶδος ἐδωδίμων ἐν τούτῳ ἀπέθετο· ἀφ’ οὗ ἐξορμῶν ἐλεηλάτει καὶ τοὺς παρατυγχάνοντας προενόμευεν. ἀποστείλας οὖν ὁ βασιλεὺς κατ’ αὐτοῦ αὐτόν τε συνέλαβεν καὶ | |
20 | τοὺς σὺν αὐτῷ· ὃν καὶ ἀγαγόντες ἐν τῇ πόλει ἀνέκρινόν τε καὶ πολλὰς πληγὰς ἐπετίθεσαν, τοῦ τοὺς συστασιώτας, εἴ τινες εἶεν, | |
εἰπεῖν. ὁ δὲ πολλοὺς τῶν ἐν τέλει ἐσυκοφάντει ψευδῶς ὡς συνόν‐ | ||
422 | τας αὐτῷ. μηδὲν δὲ ἀληθὲς κατ’ αὐτῶν λέγειν ἐξελεγχθεὶς ἐν τοῖς Ἀμαστριανοῦ πυρὸς παρανάλωμα γίνεται. 34 Χειροτονεῖται δὲ πατριάρχης ὁ ῥηθεὶς τοῦ βασιλέως υἱὸς Θεοφύλακτος, Φεβρουαρίῳ μηνὶ δευτέρᾳ ἰνδικτιῶνος ἕκτης, | |
5 | τοῦ πατρῴου φρονήματος ἐφ’ ἅπασιν ἐξερχόμενος, ἀλλὰ καὶ τοῖς πρόσω παρεκτεινόμενος κατορθώμασι μετὰ καὶ τῆς προσούσης ἐλλογιμότητος, τοποτηρητῶν ἐκ Ῥώμης ἀνελθόντων καὶ τόμον συνοδικὸν ἐπιφερόμενοι περὶ τῆς αὐτοῦ χειροτονίας διαγορεύοντα· οἳ καὶ πατριαρχικῷ θρόνῳ τοῦτον ἐνίδρυσαν. | |
10 | 35 Ἡ εἰρημένη βασιλέως Ῥωμανοῦ ἐγγόνη ἡ Μαρία, γυνὴ Πέτρου Βουλγάρου, πολλάκις ἀπὸ Βουλγαρίας ἐν τῇ πόλει εἰσῆλθεν τοῦ τὸν ἴδιον πατέρα καὶ τὸν πάππον αὐτῆς ἐπισκέψα‐ σθαι. τελευταῖον δὲ μετὰ παίδων εἰσῆλθεν τριῶν, ἤδη Χρι‐ στοφόρου τοῦ πατρὸς αὐτῆς τελευτήσαντος. πλοῦτον οὖν πολὺν | |
15 | παρὰ τοῦ πάππου λαβοῦσα ἐντίμως ὑπέστρεψεν. 36 Ῥωμανὸς δὲ ὁ βασιλεὺς τῷ υἱῷ Στεφάνῳ γυναῖκα ἠγάγετο θυγατέρα οὖσαν τοῦ Γαβαλᾶ, ἐγγόνην δὲ Κατάκυλα, Ἄνναν ὄνομα. ἅμα δὲ τῷ νυμφικῷ στεφάνῳ καὶ ὁ τῆς βασιλείας αὐτῇ στέφανος ἐπετίθετο. | |
20 | 37 Ἐγένετο δὲ ἐκστρατεία πρώτη τῶν Τούρκων κατὰ Ῥωμαίων ἰνδικτιῶνος ἑβδόμης Ἀπριλλίῳ μηνί· οἳ καὶ κατα‐ | |
δραμόντες μέχρι τῆς πόλεως ἐληΐσαντο πᾶσαν Θρᾳκῴαν ψυχήν. | ||
423 | ἀπεστάλη οὖν ὁ πατρίκιος Θεοφάνης ὁ πρωτοβεστιάριος καὶ πα‐ ραδυναστεύων ποιῆσαι ἀλλάγιον· ὃς θαυμασίως καὶ συνετῶς αὐ‐ τοῖς μετελθὼν ὅσαπερ ἐβούλετο κατεπράξατο, πολλὰ παρ’ αὐτῶν ἐν τῇ φρονήσει καὶ εὐβουλίᾳ ἐπαινεθείς τε καὶ θαυμασθείς· ὅτε | |
5 | καὶ τὸ μεγαλόψυχον αὐτοῦ καὶ φιλάνθρωπον ὁ βασιλεὺς Ῥωμανὸς ἐπεδείξατο, μηδενὸς φεισάμενος χρήματος πρὸς τὴν τῶν αἰχμα‐ λώτων ἀνάρρυσιν. 38 Ἠγάγετο δὲ γυναῖκα ὁ βασιλεὺς Ῥωμανὸς τῷ τελευ‐ ταίῳ υἱῷ Κωνσταντίνῳ, ἐκ γένους τῶν Ἀρμενιακῶν τοὔνομα | |
10 | Ἑλένην, τοῦ πατρικίου Ἀδριανοῦ θυγατέρα· ἧς καὶ τελευτησά‐ σης Φεβρουαρίῳ μηνὶ δευτέρᾳ ἑτέραν τούτῳ συνέζευξεν γυναῖκα ὀνόματι Θεοφανώ, ἐκ γένους τοῦ Μάμαντος ἐκείνου καταγο‐ μένην. 39 Δεκάτης καὶ τετάρτης ἰνδικτιῶνος, Ἰουνίῳ δὲ μηνὶ | |
15 | ἑνδεκάτῃ, κατέπλευσαν οἱ Ῥὼς κατὰ Κωνσταντινουπόλεως μετὰ πλοίων χιλιάδων δέκα, οἱ καὶ Δρομῖται λεγόμενοι, οἳ ἐκ γένους τῶν Φράγγων καθίστανται. ἀπεστάλη οὖν κατ’ αὐτῶν μετὰ τριή‐ ρων καὶ δρομώνων, ὅσα καὶ ἔτυχον ἐν τῇ πόλει, ὁ πατρίκιος· καὶ τόν τε στόλον προευτρεπίσας τε καὶ ἑτοιμασάμενος, καὶ νηστείᾳ | |
20 | καὶ δάκρυσιν αὐτὸν κατοχυρώσας ὡς μάλιστα, τοὺς Ῥὼς προσδέ‐ χεται καταναυμαχῆσαι μέλλων αὐτούς. ἐπεὶ δὲ ἐκεῖνον κατέλαβον καὶ πλησίον τοῦ Φάρου ἐγένοντο (Φάρος δὲ καλεῖται ἀφίδρυμά τι, | |
ᾧ πυρσὸς ἐπιτίθεται εἰς ὁδηγίαν τοῖς ἐν νυκτὶ παροδίταις), οὗτος | ||
424 | πρὸς τῷ τοῦ Εὐξείνου πόντου στόματι παρεδρεύων (ὃς κατὰ ἀν‐ τίφρασιν κέκληται· κακόξεινος γὰρ διὰ τὰς συνεχεῖς τῶν ἐκεῖσε λῃστῶν πρὸς τοὺς ἐπιξενουμένους καταδρομάς, οὕς, ὡς φασίν, ἀνελὼν Ἡρακλῆς, καὶ ἀδείας τυχόντες οἱ παροδῖται, τοῦτον Εὔ‐ | |
5 | ξεινον ἐπωνόμασαν) ἐν τῷ Ἱερῷ λεγομένῳ ἀθρόον τούτοις ἐπί‐ θετο, ὃ τὴν ἐπωνυμίαν εἴληφεν διὰ τὸ τῆς Ἀργοῦς πλωτήρων ἐκεῖσε διερχομένων αὐτόθεν ἀνίδρυσαν ἱερόν. καὶ δὴ πρῶτος τῷ οἰκείῳ δρόμωνι διεκπλεύσας τήν τε σύναξιν τῶν Ῥουσικῶν πλοίων διέλυσεν καὶ τῷ ἐσκευασμένῳ πυρὶ πλεῖστα κατέφλεξεν, τὰ δὲ | |
10 | λοιπὰ τούτων ἐτρέψατο εἰς πληγὴν καὶ φυγήν· ᾧ ἀκολούθως καὶ οἱ λοιποὶ δρόμωνες καὶ αἱ τριήρεις ἐπεκδραμοῦσαι τελείαν εἰργά‐ σαντο τὴν τροπήν, καὶ πολλὰ μὲν πλοῖα κατέδυσαν αὔτανδρα, πολλοὺς δὲ κατέστρωσαν, πλείστους δὲ ζῶντας συνέλαβον. οἱ περιλειφθέντες οὖν εἰς τὸ τῆς ἀνατολῆς μέρος εἰς τὰ Σγόρα λεγό‐ | |
15 | μενα καταπλέουσιν. ἀπεστάλη δὲ τότε καὶ Βάρδας πατρίκιος ἀπὸ στρατηγῶν ὁ Φωκᾶς διὰ γῆς μετὰ ἱππέων καὶ ἐκκρίτων ἀν‐ δρῶν τοῦ παρατρέχειν αὐτούς. καὶ δὴ τούτων σύνταγμα ἱκανὸν ἀποστειλάντων πρὸς τὰ τῆς Βιθυνίας μέρη ὥστε τὰ πρὸς τροφὴν καὶ ἄλλην χρείαν πορίσασθαι, περιτυχὼν τῷ τοιούτῳ συντάγματι | |
20 | ὁ εἰρημένος Βάρδας ὁ Φωκᾶς κακῶς τούτους διέθηκεν, τρεψά‐ μενος καὶ κατασφάξας αὐτούς. κατῆλθε δὲ καὶ ὁ συνετώτατος καὶ ἐχέφρων Ἰωάννης ὁ δομέστικος τῶν σχολῶν ὁ Κουρκούας μετὰ | |
παντὸς τοῦ τῆς Ἀνατολῆς στρατεύματος, καὶ πολλοὺς τούτων διέ‐ | ||
425 | φθειρεν ἀποσπάδας τῇδε κἀκεῖσε καταλαμβάνων, ὥστε συστα‐ λέντας αὐτοὺς δέει τῆς αὐτοῦ ἐπιθέσεως μένειν ἐπὶ τὸ αὐτὸ παρὰ τὰ οἰκεῖα πλοῖα καὶ μηδαμοῦ παρεκτρέχειν κατατολμᾶν. πολλὰ δὲ καὶ μέγιστα κακὰ οὗτοι διεπράξαντο πρὸ τοῦ τὸ Ῥωμαϊκὸν | |
5 | στράτευμα κατελθεῖν. τό τε γὰρ Στενὸν ἅπαν λεγόμενον ἐνέπρη‐ σαν, καὶ οὓς συνελάμβανον αἰχμαλώτους, τοὺς μὲν ἐσταύρουν, τοὺς δὲ τῇ γῇ προσεπαττάλευον, τοὺς δὲ ὥσπερ σκοποὺς ἱστάντες βέλεσι κατετόξευον. ὅσους δὲ τοῦ ἱερατικοῦ κλήρου κατελάμβα‐ νον, ὄπισθεν τὰς χεῖρας δεσμοῦντες ἥλους σιδηροῦς κατὰ μέσης | |
10 | τῆς κεφαλῆς αὐτῶν κατεπήγνυον. πολλοὺς δὲ ἁγίους ναοὺς τῷ πυρὶ παρέδωκαν. χειμῶνος δὲ ἐνισταμένου καὶ τροφῶν ἀποροῦν‐ τες, τό τε ἐπελθὸν στράτευμα τοῦ δομεστίκου τῶν σχολῶν τοῦ Κουρκούα καὶ αὐτὸν τὸν ἐχέφρονα καὶ νουνεχῆ εὔβουλον δεδιότες, τάς τε ναυμαχίας καὶ τὰ ἐσχηματισμένα πολέμια τοῦ πατρικίου | |
15 | Θεοφάνους, ἐβουλεύσαντο τὰ οἰκεῖα καταλαβεῖν. καὶ δὴ λαθεῖν τὸν στόλον σπουδάζοντες, Σεπτεμβρίῳ μηνὶ ἰνδικτιῶνος πέμπτης καὶ δεκάτης νυκτὸς ἀντιπλεῦσαι ὡρμηκότες ἐπὶ τὰ Θρᾳκῷα μέρη, παρὰ τοῦ ῥηθέντος πατρικίου Θεοφάνους ὑπηντήθησαν· οὐδὲ γὰρ ἔλαθον τὴν αὐτοῦ ἐγρηγορωτάτην καὶ γενναίαν ψυχήν. εὐθὺς οὖν | |
20 | δευτέρα ναυμαχία συνάπτεται, καὶ πλεῖστα πλοῖα ἐβύθισεν καὶ πολλοὺς τούτων ἀπέκτεινεν ὁ εἰρημένος ἀνήρ. ὀλίγοι δὲ μετὰ πλοίων περισωθέντες καὶ ἐν τῇ τῆς Κύλης παραπεσόντες ἀκτῇ νυ‐ | |
κτὸς ἐπελθούσης διέφυγον. Θεοφάνης δὲ ὁ πατρίκιος μετὰ νίκης | ||
426 | λαμπρᾶς καὶ μεγίστων ὑποστρέψας τροπαίων ἐντίμως καὶ μεγαλο‐ πρεπῶς ὑπεδέχθη καὶ παρακοιμώμενος ἐτιμήθη. 40 Ἐπειδὴ δὲ ὁ ῥηθεὶς Ἰωάννης μάγιστρος καὶ δομέστι‐ κος τῶν σχολῶν ἄριστος ἐγένετο εἰς τὰ πολέμια, καὶ πολλὰ καὶ | |
5 | μεγάλα ἀνέστησε τρόπαια, καὶ τὰ Ῥωμαϊκὰ ἐπέκτεινεν ὅρια, πλεί‐ στας τε πόλεις ἐπόρθησεν τῶν Ἀγαρηνῶν, καὶ διὰ τὸ περιφανὲς τῆς τοῦ ἀνδρὸς ἀρετῆς, ἠβουλήθη ὁ βασιλεὺς Ῥωμανὸς εἰς τὸν ἑαυτοῦ ἔκγονον Ῥωμανὸν τὸν ἐκ Κωνσταντίνου τοῦ υἱοῦ αὐτοῦ θυγατέρα ἀναλαβεῖν. ἡ οὖν θυγάτηρ τοῦ Κουρκούα ἦν ἡ Εὐφρο‐ | |
10 | σύνη, ὁ δὲ υἱὸς τοῦ Κωνσταντίνου ἦν Ῥωμανὸς ὁ εὐνουχισθεὶς παρὰ Κωνσταντίνου τοῦ Πορφυρογεννήτου, καὶ ἐτιμήθη πατρίκιος καὶ πραιπόσιτος. φθόνου δὲ αὐτῷ τῆς τοιαύτης ἕνεκεν ὑποθέσεως τῶν λοιπῶν βασιλέων κινηθέντος, παύει τῆς ἀρχῆς, εἴκοσι καὶ δύω χρόνους καὶ μῆνας ἑπτὰ δομέστικος ἀδιάδοχος τελέσας. | |
15 | (41) πλὴν οὖν ἄξιον εἰπεῖν τό τε γένος καὶ τὴν ἀγωγὴν αὐτοῦ καὶ τὸ ἐπιτήδευμα καὶ τὸ φύσει τῆς ψυχῆς καὶ τοῦ σώματος αὐτοῦ καὶ τὴν πρᾶξιν, καὶ ὁποῖος πιστὸς καὶ ὀρθὸς ἀνεφάνη τῇ γενεᾷ ἡμῶν. οὗτος ἐκ γένους τῶν Ἀρμενιακῶν ἦν ἀπὸ Δόκιαν χωρίου Δαρβιδοῦν, πατρὸς μὲν τῶν οὐκ ἀσήμων, παλατίνου πάνυ πλου‐ | |
20 | σίου υἱοῦ Ἰωάννου δομεστίκου τῶν ἱκανάτων. λέγεται δὲ καὶ τὰ ἱερὰ γράμματα ἐκπεπαιδεῦσθαι παρὰ Χριστοφόρου μητροπολίτου Γαγγρῶν τοῦ συγγενοῦς αὐτοῦ. ὡς ᾄδεται δὲ ὁ λόγος, ὅτι ἔφη ὁ ἀρχιερεὺς “οὗτος ὁ Ἰωάννης εἰς λύτρωσιν καὶ ἄνεσιν τῶν Ῥωμαίων | |
γενήσεται.” πολλὰς γὰρ καὶ πλείστας πόλεις καὶ κάστρα καὶ | ||
427 | χώρας καὶ καστέλλια καὶ τόπια τῶν Ἀγαρηνῶν ἐχειρώσατο, καὶ τὴν Ῥωμανίαν διπλῆν κατεστήσατο, πρότερον οὖσαν καὶ κατεχο‐ μένην ὑπὸ τῶν ἀρνητῶν τοῦ Χριστοῦ μέχρι τοῦ Χαρσιανοῦ κά‐ στρου καὶ τῆς Ὑψηλῆς καὶ τοῦ Ἅλυ ποταμοῦ. ὁ δὲ πιστὸς καὶ | |
5 | σπουδαῖος πρὸς Ῥωμανὸν αὐτοκράτορα Ἰωάννης δομέστικος τῶν σχολῶν μέχρι τοῦ Εὐφράτου καὶ τοῦ Τίγρη τὰ ὅρια τῶν Ῥωμαίων ἐστήσατο καὶ προῖκα καὶ δῶρα τῇ Ῥωμανίᾳ προσήνεγκεν, καὶ λαὸν καὶ στρατὸν ὁ βασιλεὺς ἐκεῖθεν προσεκτήσατο, καὶ φόρους πολλοὺς ἐτησίως λαμβάνειν ἐτύπωσεν, καὶ πολλῶν λαφύρων καὶ | |
10 | ἁρμάτων καὶ αἰχμαλώτων Ἀγαρηνῶν ἐκεῖθεν ἀπήνεγκεν. μεγίστοις γὰρ ἀγῶσιν ἑαυτὸν παραθεὶς τὰς πόλεις τῶν ἀρνητῶν Χριστοῖ ἐπόρθησεν· καὶ τίς ἂν ἐξείπῃ κατ’ ὄνομα ταύτας ἃς χειρωσάμενος ὑποφόρους τοῖς Ῥωμαίοις Ἰωάννης ὁ Κουρκούας καὶ δομέστικος τῶν σχολῶν [ἐποιήσατο;] τοῖς εἴκοσι καὶ δύο χρόνοις πόλεις χιλίας | |
15 | σχεδὸν καὶ πλέον κατεστήσατο καὶ τῇ Ῥωμανίᾳ προσήγαγεν· καὶ ἦν ἰδεῖν τὸν ἄγρυπνον Ἰωάννην τὸν Κουρκούαν ἐπὶ παρατάξεως πολεμικῆς διαλαλιαῖς καὶ παραινέσεσι πιθαναῖς τοῖς Ῥωμαίοις χρώμενον, καὶ ἄλλον Τραϊανὸν ἢ Βελισάριον εἰκάσαι καὶ ὀνομάσαι τοῦτον. καὶ εἴ τις πρὸς τούτους παραθήσει τὸν ἄνδρα, εὑρήσει | |
20 | πλείονας τὰς τοῦ Κουρκούα ἀνδραγαθίας καὶ ἀριστείας. οἱ δὲ | |
λαμπρῶς ποθοῦντες καὶ θέλοντες μαθεῖν τὰς τοῦ Ἰωάννου Κουρ‐ | ||
428 | κούα ἀριστείας καὶ συγγραφὰς εὑρήσουσιν ἐν ὀκτὼ βιβλίοις ἐκτε‐ θείσας παρὰ Μανουὴλ πρωτοσπαθαρίου καὶ κριτοῦ. 42 Ἄξιον δὲ διηγήσασθαι καὶ τὰς τοῦ αὐταδέλφου μα‐ γίστρου καὶ δομεστίκου τῶν σχολῶν Ἰωάννου τοῦ πατρικίου καὶ | |
5 | στρατηγοῦ Χαλδίας Θεοφίλου ἀριστείας καὶ ἀνδραγαθίας. οὗτος εἰς Χαλδίαν μονοστράτηγος γεγονὼς οὐκ ἐνέδωκεν αὐτόν, οἷα οἱ πολλοὶ τῇ τρυφῇ καὶ σπατάλῃ καὶ ἡδυπαθείᾳ χρῶνται· ἀλλ’ ἑαυτὸν ἐκδοὺς πρὸς κόπους καὶ σκληρότητας, πρὸς τὸ τὰς κώμας καὶ χώρας τῶν Ἀγαρηνῶν ληΐζεσθαι, ὥστε καὶ τοὺς | |
10 | οἰκοῦντας Ἀγαρηνοὺς εἰς τὸ κάστρον τὸ ἀνδρειότατον καὶ πανθαύ‐ μαστον Θεοδοσιόπολιν καὶ τὰ πέριξ αὐτοῦ κάστρα αἰχμαλώτους ἀγαγέσθαι καὶ τῷ μαγίστρῳ Ἰωάννῃ φορολογῆσαι καὶ ὑποτάξαι ἐποίησεν. ἀλλὰ καὶ ἐν τῇ Μεσοποταμίᾳ ἄριστος στρατηγὸς ἀνε‐ φαίνετο, καὶ οὐκ ἐφαίνετο μόνον ἀλλὰ καὶ ἐδείκνυτο καὶ ἄλλος | |
15 | Σολομὼν ὁ ἐπὶ Ἰουστινιανοῦ ἀνεφαίνετο καὶ ἐγνωρίζετο. ὃς καὶ τοῖς μετέπειτα καταλιπὼν τὸν ἔκγονον αὐτοῦ Ἰωάννην τὸν λεγόμε‐ νον Τζιμισκήν· καὶ τῇ εὐφυΐᾳ καὶ ἀνδρίᾳ καὶ ἀοκνίᾳ τοῦ ἀνδρὸς πατρίκιος καὶ στρατηγὸς διαφόρων θεμάτων τιμηθείς, ἔπειτα καὶ ἐπὶ Νικηφόρου τοῦ Νικητοῦ βασιλέως τοῦ λεγομένου Φωκᾶ μάγι‐ | |
20 | στρος καὶ δομέστικος τῶν σχολῶν ἀνεφάνη. ἀλλὰ καὶ περὶ αὐτῶν ἐν τῷ ῥυθμῷ καὶ τῇ τάξει αὐτῶν διηγητέα· ὡσαύτως καὶ περὶ | |
Ῥωμανοῦ πατρικίου καὶ στρατηγοῦ διαφόρων θεμάτων, τοῦ υἱοῦ | ||
429 | τοῦ μαγίστρου Ἰωάννου τοῦ λεγομένου Κουρκούα, ὃς καὶ αὐτὸς ἄριστος καὶ ἀνδρεῖος ἀνεφαίνετο. 43 Τούτων οὕτως ἀκμαζόντων καὶ ὑπὲρ τῆς τῶν Χριστια‐ νῶν πίστεως ἀντεχομένων καὶ μαχομένων καὶ πόλεις καὶ χώρας | |
5 | καὶ κώμας τῇ βασιλείᾳ τῶν Ῥωμαίων προσαγόντων, καὶ ὑποφό‐ ρους τοὺς ἀρνητὰς τοῦ Χριστοῦ τῷ βασιλεῖ Ῥωμανῷ ποιοῦντες, ὁ ἀεὶ τὸ γένος τῶν πιστῶν καὶ ὀρθῶν δούλων μαχόμενος Βελίαρ, μὴ φέρων τὴν πολλὴν καὶ ἄπειρον εὐχαριστίαν τῶν Χριστιανῶν, ὑπέβαλέ τισι, καὶ πρὸς τὸν βασιλέα Ῥωμανὸν καὶ τῷ μαγίστρῳ | |
10 | δομεστίκῳ Ἰωάννῃ διέβαλλον, ὡς τῆς βασιλείας τῶν Ῥωμαίων ἐφιέμενος καὶ λαὸν ἐμπαράσκευον ἔχων, καὶ ὅτι πλείστας ἀδικίας καὶ ἁρπαγὰς ἐποιήσατο τοπίων καὶ χωρίων. ὁ δὲ Ῥωμανὸς ἀπο‐ στείλας καὶ ζητήσας οὐδὲν ἐφεῦρεν, καὶ μεταδοὺς τῆς ἀρχῆς ἀπο‐ κατέστησεν. φθόνῳ δὲ αὐτῷ τῶν τοιούτων ὑποθέσεων παρὰ τῶν | |
15 | λοιπῶν κινηθέντων, ἐκπίπτει τῆς ἀρχῆς, καὶ δομέστικος ἀντ’ αὐ‐ τοῦ προχειρίζεται Πανθήριος, συγγενὴς τοῦ βασιλέως Ῥωμανοῦ. 44 Ὁ δὲ βασιλεὺς Ῥωμανὸς πάντα τὰ χρέη τῆς πόλεως ἀπό τε πλουσίων μεγιστάνων πτωχῶν καὶ πενήτων, ὅσα ἂν ἐν φανερῷ ἀπεδείκνυντο, ἀπέδωκεν· ὥς φασί τινες ὅτι δέδωκεν κεν‐ | |
20 | τηνάρια ἐννεακαίδεκα· τὰς δὲ ὁμολογίας κατέκαυσεν εἰς τὸ πορ‐ φυροῦν ὀμφάλιον τῆς Χαλκῆς, πάντων ἐπευχομένων τὸν βασιλέα. | |
τῷ δὲ εἰκοστῷ δευτέρῳ αὐτοῦ χρόνῳ δέδωκε τὰ ἐνοικικὰ πάσης τῆς | ||
430 | πόλεως, ἀπὸ μικροῦ ἕως μεγάλου. τετράδην καὶ παρασκευὴν ἐξερχόμενος εἰς τὰ μεταστασίματα ἐδίδει πᾶσαν πολιτικὴν ἀνὰ ἀργυρῶν δύο· καὶ τοὺς ἐγκλείστους καὶ τὰς ἐγκλείστας ἐρόγευεν ἀνὰ νομισμάτων τριῶν. ἐκκλησίας δὲ καὶ μοναστήρια πολλὰ | |
5 | ἔκτισεν· ἀλλὰ καὶ ἐνδύτας χρυσοϋφάντους καὶ δισκοποτήρια ἀπε‐ χαρίσατο. καὶ ξενοδοχεῖον καθίδρυσεν εἰς τὰ Μαβριανοῦ, καὶ στάβλους ποιήσας καὶ ὀσπήτια κάλλιστα καὶ κραββατοστρώσια διὰ τοὺς εἰσερχομένους πάντας ἐξωτικοὺς καὶ δίκας λαμβάνοντας κατεσκεύασεν. ἀλλὰ καὶ ὑπὲρ διατροφῆς αὐτῶν τε καὶ τῶν ἀλό‐ | |
10 | γων αὐτῶν καὶ τῶν ἀνθρώπων αὐτῶν διωρίσατο καὶ προσέταξεν. καὶ οἰκήματα προσεκύρωσεν, τὸ ἀνελλιπῶς δίδοσθαι. τοῦτο δὲ ἐποίησεν διὰ τοὺς ἔχοντας δίκας ἐξωτικοὺς καὶ εἰσερχομένους, ἵνα διατρέφωνται καὶ διοικοῦνται ἐξ αὐτοῦ. εἰς δὲ τὸν τάφον αὐτοῦ διωρίσατο ἵνα καθ’ ἑκάστην ἡμέραν δίδωνται ψωμία μυριάδες γ’, | |
15 | καὶ τετράδην καὶ παρασκευὴν ἵνα δίδωται εἰς τὸ πραιτώριν καὶ εἰς τὴν Χαλκῆν καὶ εἰς τὰ Νούμερα ἕνα ἕκαστον ἄνθρωπον ἀνὰ φω‐ λέας δεκαπέντε, καὶ τῇ μεγάλῃ παρασκευῇ πάντας τοὺς φυλακίτας ἀνὰ νομίσματος ἑνός. διωρίσατο δὲ τοὺς μοναχοὺς τοῦ Ὀλύμπου, τοῦ Κυμινᾶ, τοῦ Ἄθωνος, τοῦ Βαραχέως καὶ τοῦ Λάτρους, καὶ | |
20 | πάντας λαμβάνειν ἀνὰ νομίσματος ἑνός· ταῦτα δὲ λαμβάνειν αὐ‐ τοὺς ἐκ τῆς ἰδίας αὐτοῦ μονῆς. 45 Ἰνδικτιῶνος πρώτης Ἀπριλλίῳ μηνὶ ἐπῆλθον πάλιν οἱ | |
Τοῦρκοι μετὰ πλείστης δυνάμεως. ὁ δὲ πατρίκιος Θεοφάνης ὁ | ||
431 | παρακοιμώμενος ἐξελθὼν σπονδὰς εἰρηνικὰς ἐποίησε μετ’ αὐτῶν, ὁμήρων ἐμφανῶν ἀναλαβόμενος· ἐξ οὗ συνέβη ἐπὶ χρόνους πέντε τὴν εἰρήνην διαφυλαχθῆναι. ὁ δὲ βασιλεὺς Ῥωμανὸς πλείσταις πόλεσι κατὰ Μακεδονίαν τε καὶ Θρᾴκην, τὰς μὲν ἐκ βάθρων | |
5 | ἀνῳκοδόμησεν, τισὶ δὲ καινισμοὺς ἐπενόησεν. οὐ μὴν ἀλλὰ κατὰ τὴν βασίλειον πόλιν περιφανῆ παλάτια ἐκαινούργησεν, ἔτι καὶ λει‐ μῶνας ἀμφιλαφεῖς καὶ εὐκάρπους, ἐξ ὧν οὐ τυχοῦσα τέρψις ἐγ‐ γίνεται· ναὶ δὴ καὶ γερόντων τροφεῖα ξενουμένων τε καταγώ‐ για, ἀρρωστούντων ἐνδιαιτήματα, τῶν κατὰ ψυχὴν ἕνεκεν ἀντι‐ | |
10 | δόσεων. 46 Δευτέρας δὲ ἰνδικτιῶνος ὁ Ῥωμανὸς βασιλεὺς Πασχά‐ λιον πρωτοσπαθάριον καὶ στρατηγὸν Λογγιβαρδίας πρὸς τὸν ῥῆγα Θραγγίας Οὔγωνα ἐξαπέστειλεν, τὴν αὐτοῦ θυγατέρα ἐπιζητῶν εἰς νύμφην Ῥωμανῷ τῷ τοῦ γαμβροῦ αὐτοῦ Κωνσταντίνου υἱῷ· | |
15 | ἓν καὶ ἀναλαβὼν ὁ εἰρημένος Πασχάλιος μετὰ πλούτου πολλοῦ ἐν τῇ πόλει ἀνήγαγεν. γέγονε δὲ ὁ γάμος Σεπτεμβρίῳ μηνὶ ἰνδικτιῶ‐ νος τρίτης. ἥτις καὶ ζήσασα μετὰ τοῦ ἀνδρὸς ἔτη πέντε ἐτελεύ‐ τησεν ταῖς ἡμέραις τῆς αὐτοκρατορίας Κωνσταντίνου τοῦ αὐτῆς πενθεροῦ. | |
20 | 47 Ἀνέμου δὲ βιαίου καὶ σφοδροῦ καταπνεύσαντος Δε‐ κεμβρίῳ μηνὶ οἱ λεγόμενοι ἐν τῷ ἱππικῷ δῆμοι κατέπεσον, οἳ ἀπ’ | |
ἐναντίας τοῦ βασιλικοῦ θρόνου ἐτύγχανον, καὶ συνέτριψαν τά τε | ||
432 | ὑποκάτωθεν αὐτῶν βάθρα καὶ τὰ στηθεῖα λεγόμενα. χρόνου δὲ περικυκλώσαντος τῷ αὐτῷ μηνὶ τὸν βασιλέα Ῥωμανὸν οἱ υἱοὶ αὐ‐ τοῦ τοῦ παλατίου κατήγαγον. 48 Τῆς δὲ πόλεως Ἐδέσης, ἐν ᾗ τὸ τίμιον τοῦ Χριστοῦ | |
5 | ἐκμαγεῖον ἀπέκειτο, παρὰ τοῦ Ῥωμαϊκοῦ πολιορκουμένης στρατεύ‐ ματος καὶ εἰς ἀνάγκην μεγίστην περιισταμένης, ἀπέστειλαν οἱ αὐ‐ τῆς οἰκήτορες πρὸς τὸν βασιλέα Ῥωμανὸν διαπρεσβευόμενοι τὴν πολιορκίαν λυθῆναι, τὸ τοῦ Χριστοῦ ἅγιον ἐκμαγεῖον παρέχειν ἐπαγγελλόμενοι· ὑπὲρ δὲ τῆς τοιαύτης χάριτος δεσμίους ᾐτήσαντο | |
10 | τῶν ἐπιφανῶν ἀντιλαβεῖν, χρυσοβούλλιόν τε λαβεῖν ὥστε μηκέτι τὴν τούτων χώραν παρὰ τοῦ Ῥωμαίων στρατοῦ ληΐζεσθαι. ὃ δὴ καὶ γέγονεν. τοῦ ἁγίου δὲ ἐκμαγείου ἤτοι μανδηλίου ἀποσταλέν‐ τος καὶ ἤδη τῇ Κωνσταντινουπόλει πλησιάζοντος, Θεοφάνης πα‐ τρίκιος ὁ παρακοιμώμενος ἐν τῷ ποταμῷ Σαγάρῳ ἐξελθὼν ὑπήν‐ | |
15 | τησεν αὐτῷ μετὰ λαμπρᾶς φωταγωγίας καὶ τῆς δεούσης τιμῆς τε καὶ ὑμνῳδίας· καὶ τῇ πεντεκαιδεκάτῃ τοῦ Αὐγούστου μηνὸς σὺν αὐτῷ ἐν τῇ πόλει εἰσῆλθεν, τοῦ βασιλέως ἐν Βλαχέρναις ὄντος κἀκεῖ αὐτὸ προσκυνήσαντος. καὶ τῇ ἐπαύριον ἐξῆλθον ἐν τῇ Χρυσῇ πόρτῃ οἵ τε βασιλέως δύο υἱοὶ Στέφανός τε καὶ Κωνσταν‐ | |
20 | τῖνος καὶ ὁ γαμβρὸς αὐτοῦ Κωνσταντῖνος σὺν τῷ πατριάρχῃ Θεο‐ φυλάκτῳ· καὶ μετὰ τῆς δεούσης τοῦτο ἀναλαβόντες τιμῆς, τῆς συγκλήτου πάσης προπορευομένης καὶ φωταγωγίας μεγίστης προα‐ γούσης, μέχρι τοῦ ναοῦ τῆς ἁγίας Σοφίας πεζῇ διεκόμισαν, καὶ | |
προσκυνηθὲν ἐκεῖσε ἐν τῷ παλατίῳ ἀνήγαγον. | ||
433 | 49 Ἐν ταύταις δὴ ταῖς ἡμέραις Ἀρμένιόν τι τέρας τῇ πόλει ἐπεφοιτήκει, παῖδες συμφυεῖς ἄρρενες ἐκ μιᾶς προελθόν‐ τες γαστρός, ἄρτιοι μὲν πάντα τὰ μέλη τοῦ σώματος, ἀπὸ δὲ στόματος τῆς γαστρὸς καὶ μέχρι τῶν ὑπὸ γαστέρα συμπεφυκότες, | |
5 | καὶ ἀλλήλοις ὑπάρχοντες ἀντιπρόσωποι· οἳ ἐπὶ πλεῖστον τῇ πόλει ἐνδιατρίψαντες, καὶ ὑπὸ πάντων ὡς ἐξαίσιόν τι τέρας ὁρώμενοι, τῆς πόλεως ὡς πονηρός τις οἰωνὸς ἐξηλάσατο. ἐπὶ δὲ μονοκρα‐ τορίας βασιλείας Κωνσταντίνου πάλιν εἰσήλθοσαν. ἐπεὶ δὲ ὁ ἕτε‐ ρος αὐτῶν ἐτεθνήκει, ἰατροί τινες ἔμπειροι τὸ συγκεκολλημένον | |
10 | μέρος διέτεμον εὐφυῶς ἐλπίδι τοῦ τὸν ἕτερον ζήσεσθαι· ὃς τρεῖς ἡμέρας ἐπιβιοὺς ἐτελεύτησεν. 50 Καὶ ἐν πᾶσι μὲν μοναχοῖς, ὡς ἀνωτέρω εἴρηται, πί‐ στιν ἐκέκτητο ἄμετρον ὁ βασιλεύς, διαφερόντως δὲ ἐτίμα καὶ ὑπερέσεβε Σέργιον τὸν ἐν μονασταῖς διαλάμποντα, ὃς ἀδελφὸς | |
15 | ἐπεφύκει τοῦ μαγίστρου Κοσμᾶ τοῦ πρώτου τῶν κριτηρίων. ἀνε‐ καίνισε καὶ τὴν μονὴν τοῦ Μανουῆλος, ὡσαύτως καὶ τὴν ἐκκλη‐ σίαν καὶ τὸ μοναστήριον ἐκ βάθρου κτίσας τοῦ ἁγίου Παντελεή‐ μονος, ᾧ ἐπώνυμον Ὀφροῦ λιμήν. ἀπέκειρε δὲ καὶ ἐκεῖσε μονα‐ χοὺς ὀκτακοσίους, τυπώσας καὶ σελέμνια τοῦ λαμβάνειν αὐτοὺς | |
20 | ὑπὲρ διατροφῆς αὐτῶν, δοὺς ταῦτα τῷ μοναχῷ Σεργίῳ τῷ πνευ‐ | |
ματικῷ αὐτοῦ πατρί. πάντας δὲ τοὺς ἐν ἐξορίᾳ συμπαθήσας, καὶ | ||
434 | δοὺς αὐτοῖς χρήματα πολλά, ὥστε ἐν τῷ κατέρχεσθαι αὐτὸν ἐκ τοῦ παλατίου εἷς καὶ μόνος ἐξόριστος οὐχ εὑρέθη. οὗτος δὲ ὁ Σέργιος ἀνεψιὸς τοῦ πατριάρχου Φωτίου ἐτύγχανεν· ὃν πλέον τῆς σαρκιχῆς συγγενείας ἡ κατὰ ψυχὴν ἐτίμα εὐγένεια. ἀρετῆς γὰρ | |
5 | εἰς ἄκρον καὶ γνώσεως ἤλασεν, ὡς δυσχερὲς εἶναι διακρίνειν ποτέ‐ ρῳ μᾶλλον πλεονεκτεῖ· οὕτως εἰς ἄκρον ἑκατέραν ἐξήσκησεν. ἐπήνθει δὲ αὐτῷ πρὸς τοῖς ἄλλοις καὶ τὸ τῆς διακρίσεως ἔρευθος καὶ τὸ χαρίεν τοῦ ἤθους καὶ τὸ μέτριον τοῦ φρονήματος· οὐδὲ γὰρ ἀνέσπα τὰς ὀφρῦς κατὰ τοὺς νῦν σοφούς, οὐδὲ ἀλαζών τις | |
10 | ἐδόκει καὶ ὑπερήφανος, ἀλλὰ τὸν λόγον μὲν εἶχεν γλυκύτερον μέ‐ λιτος ἀποστάζοντα, τὸ ἦθος δὲ πάγιον καὶ σταθερόν, ταπεινὸν δὲ τὸ φρόνημα. τοῦτον οὖν ἀοίδιμον ἀδιαλείπτως μετ’ αὐτοῦ εἶχεν ὁ βασιλεύς, κανόνα ὄντως καὶ σταθμὴν τὸν αὐτοῦ βίον ῥυθμί‐ ζοντα· ὃς πολλὰ παρῄνει τῷ βασιλεῖ τῶν παίδων ἐπιμελεῖσθαι καὶ | |
15 | μὴ ἀπαιδεύτους ἐᾶν εἰς πονηρίαν ἐκκλίνοντας, μήποτε καὶ αὐτὸς πάθῃ τὸ τοῦ Ἠλί, τιμωρίαν ὑπὲρ τῆς τῶν παίδων παρανομίας ἐκτίσας. ὃ καὶ γέγονεν. 51 Ἐπεὶ δὲ τοῦ παλατίου τοῦτον οἱ παῖδες κατήγαγον καὶ ἐν τῇ Πρώτῃ νήσῳ ἐξώρισαν, πάλιν τοῦτον εἶχεν τῶν συμφο‐ | |
20 | ρῶν παραμυθίαν καὶ τῶν θλίψεων ἀκεσώδυνον φάρμακον. ᾧ συνῆν τότε καὶ Πολύευκτος μοναχὸς εὐλαβέστατος, οὐκ ἔλαττον τὸν τοῦ εἰρημένου τρόπον καὶ αὐτὸς τὰ εἰκότα παραμυθούμενος· | |
ὃς μετὰ ταῦτα διὰ τὸν εἰλικρινῆ αὐτοῦ βίον, τοῦ πατριάρχου Θεο‐ | ||
435 | φυλάκτου τελευτήσαντος, πατριάρχης ὑπὸ τοῦ βασιλέως Κων‐ σταντίνου προχειρίζεται. 52 Ὁ δὲ βασιλεὺς Ῥωμανὸς μακρῷ γήρει καὶ νόσῳ τρυ‐ χόμενος τὰ τῆς βασιλείας κατὰ διαθήκας ἀπακριβάζεται καὶ ἄνα‐ | |
5 | κτα πρῶτον κατὰ διαθήκας τὸν πορφυρογέννητον Κωνσταντῖνον προσδιορίζεται, ἐν ἔτει ἑξάκις χιλιοστῷ τετρακοσιοστῷ πεντηκο‐ στῷ τρίτῳ, καὶ καθεξῆς ἐν δευτέρῳ καὶ τρίτῳ τοὺς τούτου υἱούς, τὰ πρὸς αὐτοὺς ῥητῶς διασφαλισάμενος, ὡς εἴπερ τῷ πρώτῳ βασιλεῖ κατά τι προσπταίσειαν, καθαιρεῖσθαι παραυτίκα τῆς | |
10 | βασιλείας. 53 Ἐπεὶ δὲ πολλοῖς τρόποις ὁ θεὸς βούλεται σώζειν τὸν ἄνθρωπον, συνεχώρησε Ῥωμανὸν βασιλέα συμφορᾷ ἀδοκήτῳ προσπεσεῖν, ἵνα δι’ αὐτῆς σωφρονισθεὶς καὶ τῶν οἰκείων ἐν συν‐ αισθήσει παραπτωμάτων γενόμενος σωτηρίας ἀξιωθῇ. συνεχώρησε | |
15 | γὰρ ἐπαναστῆναι αὐτῷ τὸν υἱὸν αὐτοῦ Στέφανον, ὥσπερ ποτὲ Ἀβεσσαλὼμ ἐπανέστη Δαβὶδ τῷ οἰκείῳ πατρί. συμβούλοις οὖν οὗτος πρὸς τοῦτο χρησάμενος τῷ τε ἀπὸ μοναχῶν Μαριανῷ τῷ Ἀργυρῷ καὶ Βασιλείῳ τῷ πρωτοσπαθαρίῳ τῷ Πετεινῷ καὶ Μανουὴλ τῷ Κουρτίκῃ, συνειδότων αὐτῷ καὶ τῶν ἄλλων βασιλέων, τοῦτον | |
20 | τοῦ παλατίου κακῶς κατήγαγεν καὶ ἐν τῇ Πρώτῃ νήσῳ ἐξορίσας | |
ἀπέκειρεν μοναχόν. | ||
436(1t) | ΑΥΤΟΚΡΑΤΟΡΙΑ | |
2t | ΚΩΝΣΤΑΝΤΙΝΟΥ. | |
3 | Ὑπελείφθη οὖν αὐτοκράτωρ Κωνσταντῖνος ὁ τούτου γαμβρὸς μηνὶ Δεκεμβρίῳ εἰκάδι, ἰνδικτιῶνος τρίτης, ἐν ἔτει ἑξάκις χιλιο‐ | |
5 | στῷ τετρακοσιοστῷ πεντηκοστῷ τετάρτῳ· ὃς αὐτίκα Βάρδαν τὸν τοῦ Φωκᾶ τῇ τοῦ μαγίστρου ἀξίᾳ τιμήσας, ὡς χρόνῳ πολλῷ τὴν ἐν τοῖς πολέμοις ἀνδραγαθίαν πολλάκις ἐπιδειξαμένου, δομέστικον τῶν σχολῶν προχειρίζεται, καὶ Κωνσταντῖνον τὸν Γογγύλην ναυ‐ μαχίας ἡγήτορα, καὶ στρατιάρχας τινὰς τῶν εὐχρήστων. εἶτα | |
10 | Βασίλειον, ᾧ ἐπίκλην Πετεινός, πατρίκιον καὶ μέγαν ἑταιρειάρχην, τὸν δὲ ἐκ τοῦ γένους τῶν Ἀργυρῶν Μαριανὸν τὰ μοναχικὰ ἀπο‐ δύσας πατρίκιον καὶ κόμητα τοῦ στάβλου πεποίηκεν. ὡσαύτως καὶ Μανουὴλ τὸν ἐπιλεγόμενον Κουρτίκην πατρίκιον καὶ δρουγγά‐ ριον τῆς βίγλης ἐποίησεν. οὕς τινας τρεῖς οὐ μετὰ πολὺν χρόνον | |
15 | ἡ τοῦ θεοῦ δικαία κρίσις, ὡς εἰς Χριστὸν τοῦ κυρίου παροινή‐ σαντας καὶ χεῖρας ἀδίκως ἐπιβαλόντας, τῆς βασιλείας ὀρεγομένους μετῆλθεν· ἐπὶ καθοσιώσει γὰρ καταληφθέντες ἑκάτεροι οἰκτίστῳ θανάτῳ τὸ ζῆν ἀπέρρηξαν. τὰ δὲ περὶ αὐτῶν πλατύτερόν τε καὶ | |
ἐπεξεργαστικώτερον ἐν τῇ προηγουμένῃ ἐξηγήσει ἐκθήσομαι. | ||
437 | 2 Μετὰ δὲ τεσσαράκοντα ἡμέρας, τῇ εἰκάδι ἑβδόμῃ τοῦ Ἰανουαρίου μηνός, ὑποπτεύσας Κωνσταντῖνος τόν τε βασιλέα Στέ‐ φανον καὶ Κωνσταντῖνον τὸν αὐτοῦ ἀδελφόν, μή ποτε καὶ κατ’ αὐτοῦ τὰ ὅμοια διαπράξωνται, καὶ λογισάμενος ὅπερ ἦν εἰκός, ὅτι | |
5 | εἰ τοῦ ἰδίου πατρὸς οὐκ ἐφείσαντο, πῶς αὐτοῦ φείσωνται, ἑστιά‐ σας αὐτούς, ἤδη ἐν τῇ τραπέζῃ καὶ καθεζομένους, ἔτι τῆς βρώ‐ σεως οὔσης ἐν τῷ στόματι αὐτῶν, ἀνήρπασαν οὗτοι οἱ λεγόμενοι Τορνίκιοι καὶ ὁ πατρίκιος Μαριανὸς καὶ οἱ λοιποὶ οἱ πρὸς τοῦτο ηὐτρεπισμένοι, καὶ τοῦ παλατίου κατήγαγον καὶ ἐν ταῖς πλησια‐ | |
10 | ζούσαις νήσοις τούτους περιώρισαν καὶ κληρικοὺς ἀπέκειραν. (3) μετ’ ὀλίγον οὖν οὗτοι αἰτησάμενοι τὸν ἴδιον πατέρα θεάσα‐ σθαι ἐν τῇ Πρώτῃ νήσῳ παρεγένοντο, καὶ τοῦτον ἐν τῷ μοναχικῷ σχήματι θεασάμενοι πένθει κατεσχέθησαν ἀφορήτῳ· οἷς ἐπιδα‐ κρύσας ὁ πατὴρ ἔφη “υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ με | |
15 | ἠθέτησαν.” εἶθ’ οὕτως ἐξωρίσθησαν, ὁ μὲν Στέφανος εἰς Προι‐ κόννησον (ἥν τινα Νεβρίαν ὠνομασμένην ἐκ τῆς κατὰ χρησμὸν δε‐ δομένης προχόου ἄποικοι Σαμίων μετωνόμασαν, οἷς ἀφικομένοις πρὸς νῆσον καὶ τῷ θεῷ ἱλασκομένοις ἀριστοποιουμένοις τε ἀωρία ἐτύγχανεν ὁπόθεν ὕδωρ κομίσοιντο. γυνὴ δέ τις ἔφη αὐτοῖς, “εἰ | |
20 | ἔχετε πρόχοον, δώσω ὑμῖν ὕδωρ.” ὅπερ λαβόντες, ὡς ὁ χρησμός, καὶ γῆν ἐξῃτήσαντο. τῆς δὲ καὶ ταύτην δεδωκυίας, Πρόχοον τὴν | |
νῆσον ὠνόμασαν καὶ τοῖς ἀργυροῖς νομίσμασιν πρόχοον εἰκόνιζον), | ||
438 | ἀπὸ δὲ Προικοννήσου εἰς Ῥόδον, ἀπὸ δὲ Ῥόδου εἰς Μιτυλήνην, ὁ δὲ Κωνσταντῖνος εἰς Τένεδον, ἐκεῖθεν εἰς Σαμοθρᾴκην· ἐν ᾗ καὶ ἀνταρσίαν μελετήσας, καὶ τὸν ἐκ βασιλικῆς κελεύσεως τὴν αὐτοῦ φυλακὴν πεπιστευμένον Νικήταν πρωτοσπαθάριον ἀναιρήσας, καὶ | |
5 | αὐτὸς παρὰ τῶν αὐτὸν φυλασσόντων ἀνεσφάγη. οὗ τὸ σῶμα πα‐ ρακομισθὲν ταφῇ παραδίδοται μεγαλοτίμως, ἐν ᾗ περὶ τούτῳ ἡ πρώτη αὐτοῦ σύμβιος ἀπέκειτο Ἑλένη τοὔνομα. Μιχαὴλ δὲ τὸν τοῦ βασιλέως Χριστοφόρου υἱόν, τὰ βασιλικὰ πέδιλα Κωνσταν‐ τῖνος ὁ πορφυρογέννητος ἀφελόμενος, κληρικὸν καὶ μάγιστρον καὶ | |
10 | ῥαίκτωρα πεποίηκεν. ὅσοι δὲ ἐπέβαλον χεῖρας ἐπὶ τῇ καταβάσει Ῥωμανοῦ βασιλέως, ταῦτα πεπόνθασιν. ὁ μὲν Βασίλειος μάγι‐ στρος εἰσκομισθεὶς καὶ πομπευθεὶς καὶ ἐξορισθεὶς στένων καὶ τρέ‐ μων τὸν βίον αὐτοῦ ἐν ἐξορίᾳ ἐτέλεσεν· τὸν Μαριανὸν γυνὴ ἀπὸ ὕψους ῥίψασα πλάκα τὴν ἑαυτοῦ κεφαλήν, τὸν μόρον Ἰούδα ἐχρή‐ | |
15 | σατο· ὁ δὲ Διογένης καὶ στρατηγὸς λογχευθεὶς παρὰ δύο ἀτζυ‐ πάδων τοῦ Μαλελεΐνου κακὸν θάνατον ἔδωκεν· ὁ δὲ Κουρτίκης ἀπερχόμενος εἰς Κρήτην μετὰ τοῦ δρομωνίου ἐποντίσθη· ὁ δὲ Κλάδων εὑρεθεὶς εἰς μοῦλτον ῥινοτομηθεὶς καὶ τὰ ὦτα αὐτοῦ ἐκ‐ τμηθείς· ὡσαύτως καὶ ὁ Φίλιππος καὶ οἱ λοιποί. | |
20 | 4 Ὁ δὲ βασιλεὺς Ῥωμανὸς ὁρᾷ κατ’ ὄναρ δύο εὐνούχους λευκοφοροῦντας, καὶ κρατήσαντες αὐτὸν τῶν χειρῶν ἤγαγον αὐ‐ | |
τὸν εἰς τὴν Τρικύμβαλον ὁλόγυμνον. τὸ δὲ τζυκανιστῆριν ἦν | ||
439 | πεπληρωμένον πυρός, συνεδαβελίζετο δὲ ὑπὸ ἀτζυπάδων πολλῶν. καὶ ὁρᾷ τὴν θεοτόκον ἐλθοῦσαν πρὸς αὐτὸν καὶ λαλήσασαν τοῖς εὐνούχοις διὰ τὴν ἐλεημοσύνην αὐτοῦ. ἐνδύσασα αὐτῶν ἡ θεοτό‐ κος εἰσήγαγεν αὐτὸν εἰς Τροπικήν. διῆλθεν δὲ δεδεμένος ὁ κῦρ | |
5 | Κωνσταντῖνος ὁ σφαγεὶς καὶ ὁ μητροπολίτης Ἀναστάσιος Ἡρα‐ κλείας, ἀγόμενοι παρὰ ἀτζυπάδων· καὶ παρέδωκαν αὐτοὺς καὶ ἐνέβαλον εἰς τὸ πῦρ ἐκεῖνο. τῇ ἡμέρᾳ δὲ ἐν ᾗ ἐθεάσατο ὁ βασι‐ λεὺς τὸ ὄναρ, τῇ αὐτῇ ἡμέρᾳ ἐτελεύτησαν καὶ οἱ δύο. ὁ δὲ βα‐ σιλεὺς Ῥωμανὸς ἀποστείλας εἰς πάντα τὰ μοναστήρια καὶ τὰς λαύ‐ | |
10 | ρας, ὡσαύτως καὶ εἰς τὴν ἁγίαν πόλιν καὶ εἰς Ῥώμην, προσεκα‐ λίσατο μοναχοὺς ἁγίους τὸν ἀριθμὸν τριακοσίους· καὶ τῇ μεγάλῃ πέμπτῃ ἐκδυσάμενος τὸν χιτῶνα καὶ τὴν στολήν, ἣν περιεβέβλητο, ἐνώπιον πάντων σταθεὶς εἰς τὴν ἐκκλησίαν, ὅτε ἔμελλεν ὁ πρεσβύ‐ τερος ὑψώσειν τὸν θεῖον καὶ ἅγιον ἄρτον, ἔχων ἐν χαρτίῳ γε‐ | |
15 | γραμμένας τὰς ἑαυτοῦ ἁμαρτίας πάσας ἐστηλίτευσεν αὐτὰς κατε‐ νώπιον πάντων. τῶν δὲ μοναχῶν κραζόντων τὸ κύριε ἐλέησον καὶ δακρυρροούντων, ἑνὶ ἑκάστῳ βαλὼν μετάνοιαν συγχώρησιν ᾔτει. καὶ πάντων τῶν μοναχῶν συγχώρησιν δόντων αὐτῷ, καὶ κοινωνίας τυχών, ἀνερχομένων αὐτῶν ἐν τῇ τραπέζῃ δοὺς σχοινίον μειρακίῳ | |
20 | καὶ ῥέκαν, ἔτυπτεν τοὺς πόδας αὐτοῦ λέγων οὕτως “εἴσελθε κακό‐ γηρε ἐν τῇ τραπέζῃ.” καὶ πάντων καθεσθέντων ἐκαθέσθη ὁ βα‐ | |
σιλεὺς κλαίων καὶ ὀδυρόμενος. τὸ δὲ πιττάκιον ὃ ἦν γεγραμμένον | ||
440 | ἔχον τὰς ἁμαρτίας αὐτοῦ, βουλλώσας ἀπέστειλεν εἰς τοὺς καλο‐ γήρους τοὺς ἀπολειφθέντας, ὡσαύτως καὶ εἰς τὸν ἐν ἁγίοις Δερ‐ μοκαΐτην, ἀποστείλας καὶ δύο κεντηνάρια εἰς τοὺς μοναχοὺς ἐν τῷ Ὀλύμπῳ, ἵνα εὔξωνται ὑπὲρ ψυχικῆς αὐτοῦ σωτηρίας. ὁ | |
5 | Δερμοκαΐτης ἀναλαβόμενος τό τε χαρτίον καὶ λογάριον ὥρισε πάν‐ τας τοὺς μοναχοὺς τοῦ νηστεῦσαι δύο ἑβδομάδας καὶ εὔξασθαι ὑπὲρ τῶν ἁμαρτιῶν αὐτοῦ. τοῦ Δερμοκαΐτου δὲ ἱσταμένου ἐν μιᾷ νυκτὶ καὶ εὐχομένου φωνὴ ἐγένετο πρὸς αὐτὸν ἀοράτως, “ἐνίκησεν ἡ φιλανθρωπία τοῦ θεοῦ.” ταύτης δὲ φωνῆς ἐκ τρίτου ἀκούσας, | |
10 | τὸ χαρτίον λαβὼν καὶ λύσας εὗρεν αὐτὸν καθαρὸν μὴ ἔχον γράμ‐ μα ἓν καὶ μόνον. προσκαλεσάμενος δὲ πάντας τοὺς μοναχοὺς καὶ ὑποδείξας αὐτό, ἐδόξασαν τὸν θεὸν πάντες. καὶ ποιήσαντες ἀφέ‐ σιμον πάντες οἱ μοναχοὶ ἀπέστειλαν αὐτὸ πρὸς τὸν βασιλέα Ῥωμα‐ νόν, καὶ συνετάφη μετ’ αὐτοῦ. | |
15 | 5 Ὄντος δὲ τοῦ βασιλέως Ῥωμανοῦ ἐν τῇ νήσῳ, ὁ πα‐ τριάρχης Θεοφύλακτος καὶ Θεοφάνης πατρίκιος καὶ παρακοιμώ‐ μενος βουλὴν ἐβουλεύσαντο ὥστε τοῦτον πάλιν ἐν τῷ παλατίῳ ἀγαγεῖν· ἣν καὶ αὐτῷ ἀνακοινωνησάμενοι καὶ παραπείσαντες τοῦ‐ τον ἐκαιροσκόπουν πότε τὸ πέρας τῇ τοιαύτῃ βουλῇ ἐπιθήσουσιν. | |
20 | ἐπεὶ δὲ τὰ τῆς βουλῆς ἐφωράθη καὶ κατεμηνύθη τῷ βασιλεῖ Κων‐ σταντίνῳ, τοὺς συνεργοὺς αὐτῆς ἠμύνατο· τὸν μὲν γὰρ πατρίκιον | |
Θεοφάνην ἐξώρισεν, τὸν δὲ πρωτοσπαθάριον Γεώργιον καὶ πιγ‐ | ||
441 | κέρνην καὶ Θωμᾶν πριμικήριον δείρας καὶ κουρεύσας οὕτως ὑπερ‐ ορίᾳ παρέπεμψεν. 6 Δεκεμβρίῳ δὲ μηνί, ἰνδικτιῶνος ϛʹ, ἐπιβουλήν τινες κατὰ τοῦ βασιλέως Κωνσταντίνου ἐμελέτησαν, βουλόμενοι τὸν βα‐ | |
5 | σιλέα Στέφανον ἐν τῇ νήσῳ ὄντα ἐν τῷ παλατίῳ ἀγαγεῖν. ταύτης οὖν μηνυθείσης Κωνσταντίνῳ διὰ Μιχαὴλ τοῦ Διαβολίνου λεγο‐ μένου, τοὺς ἐπιβούλους κρατήσας ὁ βασιλεὺς τῶν μὲν τὰς ῥῖνας καὶ τὰ ὦτα ἀπέτεμεν, τοὺς δὲ δαρμῷ ἀφορήτῳ ὑπέβαλεν καὶ ὄνοις ἐπικαθίσας διὰ μέσης τῆς πόλεως ἐθριάμβευσεν καὶ ἐξορίᾳ παρέ‐ | |
10 | πεμψεν. 7 Πεντεκαιδεκάτῃ δὲ Ἰουνίου μηνὸς ἰνδικτιῶνος ἕκτης Ῥωμανὸς ὁ βασιλεὺς ἐν τῇ νήσῳ τῇ ἐπονομαζομένῃ Πρώτῃ τελευ‐ τᾷ· καὶ τὸ σῶμα αὐτοῦ ἐν τῇ πόλει ἀποκομισθὲν ἐν τῇ αὐτοῦ ἀπετέθη μονῇ. | |
15 | 8 Διήγημα δὲ μέγα καὶ θαυμαστὸν παρέδραμον τοῦ λε‐ χθῆναι. Στεφάνου καὶ Κωνσταντίνου τῶν βασιλέων κατενεχθέν‐ των ἀπὸ τοῦ παλατίου προτροπῇ Κωνσταντίνου τοῦ πορφυρογεν‐ νήτου, χωννουβαριασμὸς γέγονεν ἐν τῷ οἴκῳ τοῦ μαγίστρου Ἰωάν‐ νου τοῦ Κουρκούα τοῦ ἀποδομεστίκου τῶν σχολῶν καὶ εἰς τὸν τοῦ | |
20 | μαγίστρου Ῥωμανοῦ Σαρωνίτου καὶ εἰς ἑτέρους καὶ διαφόρους οἴκους, καὶ διαρπαγὴν καὶ πτωχείας αὐτοῖς προεξένησαν. ὁ δὲ βασιλεὺς Κωνσταντῖνος κατοικτείρας τὸ ἐξαίφνης καὶ ἀθρόως | |
ὁρᾶσθαι αὐτοὺς πένητας, διωρίσατο τῷ ἐπάρχῳ Θεοφίλῳ ταῦτα | ||
442 | σωρευθῆναι καὶ ἀποδοθῆναι. ὁ δὲ πρωτοκαγκελλαρίῳ αὐτοῦ σὺν τῷ λεγομένῳ Ζωναρᾷ προσδιορισάμενος, ὃς ἅτε εὐφυὴς κλέπτης καὶ μοχθηρός, καὶ κατέχων τὰ τούτων οἰκήματα καὶ πολλὴν σπουδὴν καταβαλών, πάντα ἐσφετερίσατο καὶ τῆς ἀπλήστου αὐ‐ | |
5 | τοῦ γνώμης ἐνεφορήσατο καὶ μόλις τὴν δεκάτην μοῖραν αὐτοῖς ἀπέδωκεν. καὶ τίς τὴν πολλὴν καὶ ἄπειρον δολιότητα καὶ κακίαν τοῦ δολίου ἀνδρὸς διηγήσεται; ὃς λύμη καὶ νόσος τῇ πολιτείᾳ Ῥωμαίων γέγονεν. ἢ ἐν ποίῳ κακῷ πρώτιστος ὁ ἀνὴρ οὐχ εὑρί‐ σκετο; τῇ πιθανολογίᾳ καὶ τοῖς ὅρκοις βεβαιῶν ὡς ἅτε πιστὸν | |
10 | καὶ ὀρθὸν εἶναι πᾶσι. ὡς δὲ λόγος ᾄδεται, οὗτος βοηθείας δαι‐ μόνων προσκαλούμενος ἐν πᾶσιν εὐδοκίμει, ὡς καὶ αὐτὸν τὸν βα‐ σιλέα Κωνσταντῖνον βουληθέντα διαφόρως ἀποκινῆσαι τοῦτον οὐκ ἴσχυσεν, ἀλλὰ μᾶλλον εὐποιίαις καὶ δωρεαῖς προεξένησεν. περὶ δὲ τῆς τούτου θωπείας καὶ κολακείας καὶ πολλῆς ἀναιδείας, καὶ | |
15 | τὴν ἄπιστον διάθεσιν καὶ τὴν μοχθηρὰν καὶ ἀνείκαστον αὐτοῦ πλεονεξίαν, πλατύτερόν τε καὶ ἐπεξεργαστικώτερον ἐν τῇ προηγου‐ μένῃ ἐπεξηγήσει ἐκθήσομαι. 9 Μετὰ δὲ τὸ μόνον καταλειφθῆναι αὐτοκράτορα Κων‐ σταντῖνον, προεχειρίσατο Βασίλειον τὸν πρωτοβεστιάριον αὐτοῦ, | |
20 | τὸν ἀπὸ παλλακῆς φυσικὸν υἱὸν Ῥωμανοῦ τοῦ πρὸ αὐτοῦ βασι‐ λέως, πατρίκιον καὶ παρακοιμώμενον καὶ παραδυναστεύοντα τῆς | |
συγκλήτου. οὗτος δὲ ἦν ἐχέφρων καὶ λόγιος, καὶ τῷ βασιλεῖ ἐν | ||
443 | πᾶσιν ὑπηρέτει αἰσίως καὶ πρεπόντως. ὁ δὲ φιλάνθρωπος Κων‐ σταντῖνος διενοήθη ἀλλάγιον ποιῆσαι μετὰ τοὺς Ταρσίτας καὶ τοὺς ἐν αἰχμαλωσίᾳ Ῥωμαίους ὑπὸ τῶν ἀρνητῶν τοῦ Χριστοῦ ἀναρρύσασθαι διὰ τὸ ἐπὶ πολλοῖς χρόνοις κακουχεῖσθαι αὐτοὺς ἐν | |
5 | δεσμοῖς καὶ θλίψεσι. καὶ ἀποστείλας τὸν προμνημονευθέντα μά‐ γιστρον καὶ γεγονότα δομέστικον τῶν σχολῶν Ἰωάννην τὸν λεγόμε‐ νον Κουρκούαν, ἄνδρα συνετὸν καὶ εὔβουλον καὶ πεπειραμένον πρὸς τὰ πολιτικὰ διοικήματα, καὶ Κοσμᾶν μάγιστρον σοφὸν καὶ νομομαθῆ καὶ τῶν πολιτικῶν κριτηρίων πρώτιστον· καὶ εἰς τὸν | |
10 | ποταμὸν τὸν Λάμον τὸ ἀλλάγιον ἐποιήσαντο, μὴ συμβάν τι ἐναν‐ τίον ἢ δολερόν. καὶ τοῦτο ποιήσαντες ὑπέστρεψαν, φιλαγάθως παρὰ τοῦ πορφυρογεννήτου Κωνσταντίνου ἀποδεχθέντες. 10 Ὁ δὲ βασιλεὺς ἔναυλον ἔχων τῶν ἀδικιῶν καὶ ζημιῶν ὧν ὑπέστησαν οἱ ἐλεεινοὶ καὶ ἄθλιοι πένητες παρὰ τῶν στρατηγῶν | |
15 | καὶ πρωτονοταρίων καὶ στρατιωτῶν καὶ ἱπποτῶν ἐπὶ τοῦ πενθεροῦ αὐτοῦ Ῥωμανοῦ, ἄνδρας εὐσεβεῖς καὶ ἐναρέτους ἀπέστειλε πρὸς τὸ κουφίσαι τὸ πολὺ βάρος τῶν κατὰ καιρὸν ἀκαίρων ἀπαιτήσεων τῶν ταλαιπώρων πτωχῶν. καὶ εἰς μὲν τὸν Ἀνατολικὸν Ῥωμανὸν μάγιστρον τὸν Σαρωνίτην, εἰς δὲ τὸ Ὀψίκιον τὸν Μουσελὲ Ῥωμα‐ | |
20 | νὸν μάγιστρον, εἰς δὲ τὸν Θρᾳκήσιον Φώτιον πατρίκιον, εἰς δὲ τὸν Ἀρμενιακὸν Λέοντα τὸν Ἀγέλαστον, καὶ εἰς τὰ λοιπὰ ἐφεξῆς θέματα· οἵτινες τῇ προτροπῇ τοῦ αὐτοκράτορος μικρὰν ἀνακω‐ | |
χὴν τοῖς πένησιν ἐδωρήσαντο. καὶ τοῦτο ἆθλον καὶ προτερήματα | ||
444 | τοῦ θεοῦ συνεργοῦντος τῷ ἄνακτι. οὕτως γὰρ περιεῖπεν τὸ ὑπή‐ κοον ὡς ἀετὸς σκέπων τὴν αὐτοῦ· οὐδενὶ γὰρ τῶν ἀρχόντων ἢ τῶν μέσων ἢ τῶν χυδαίων ὠργίσθη πώποτε, καίτοι μεγάλας ἀτο‐ πίας εὗρε πολλοὺς εἰς τὸ κοινὸν καὶ εἰς αὐτὸν ἁμαρτήσαντας, | |
5 | ἀλλὰ χριστομίμητος ὢν μᾶλλον εὐποιίαις καὶ δωρεαῖς ἀπένειμεν καὶ τῷ κρίνοντι δικαίως ἀπεδίδου. τὸν δὲ ἔπαρχον τῆς πόλεως Θεόφιλον, ἄνδρα λόγιον καὶ πρὸς τοὺς πολιτικοὺς νόμους ἱκανόν, πατρίκιον προέκρινεν καὶ ἐτίμησεν καὶ κοιαίστωρα προεβάλετο, καὶ ἀντ’ αὐτοῦ προεχειρίσατο ἔπαρχον Κωνσταντῖνον πρωτοσπαθά‐ | |
10 | ριον, τὸν τηνικαῦτα μυστικὸν καὶ καθηγητὴν τῶν φιλοσόφων, λόγῳ καὶ ἔργῳ ἀξιέπαινον, ὡς μὴ ἕτερον τῆς γνώσεως καὶ σοφίας τοῦ ἀνδρὸς εἶναί τινα τῆς συγκλήτου· καὶ οὕτως τὴν ἐπαρχίαν εὐ‐ νομίᾳ καὶ δικαιοσύνῃ διέπρεψεν. 11 Ὁ δὲ πατριάρχης Θεοφύλακτος ἀρρωστήσας καὶ πρὸς | |
15 | τὸ θανεῖν ἐγγίσας καὶ μικρὸν ῥωσθεὶς οὐκ ἐνέδωκεν ἑαυτὸν τῆς πονηρᾶς μοχθηρίας καὶ τοῦ μετὰ δώρων χειροτονεῖν τοὺς ἀρχιε‐ ρεῖς καὶ ἐπιμελεῖσθαι τῶν ἵππων καὶ βλακειῶν. καὶ αὖθις ὑπὸ τῆς νόσου κυριευθεὶς τέλει τοῦ βίου χρᾶται, πατριαρχεύσας χρό‐ νους εἴκοσι καὶ τέσσαρσι. χειροτονεῖται δὲ ἀντ’ αὐτοῦ Πολύευκτος | |
20 | μοναχὸς ἀσκητικὸν βίον διαλάμπων, καὶ μονάσας ἐξ ἁπαλῶν ὀνύ‐ | |
445 | χων καὶ διαπρέψας ἐν πάσῃ ἀρετῇ καὶ ὀρθῷ δόγματι· καὶ ὡς ἄλ‐ λος Ἰωάννης Χρυσόστομος παρὰ πολλῶν ἐγνωρίζετο καὶ ἐλέγετο, καὶ οὐκ ἐλέγετο μόνον ἀλλὰ καὶ ἐφαίνετο. τοῦτον ὁρῶν ὁ φιλόκα‐ λος Κωνσταντῖνος ἔχαιρε καὶ ἠγαλλιᾶτο ὡς τοιοῦτον ἄνδρα ἐπιτυ‐ | |
5 | χὼν ἐπὶ τῶν ἡμερῶν αὐτοῦ. 12 Ὁ δὲ φιλόθεος καὶ φιλόκαλος βασιλεὺς Κωνσταντῖνος ὁμοιότροπον εὑρὼν Ἰωσὴφ πατρίκιον καὶ πραιπόσιτον, καὶ πρὸς τὰς πολιτικὰς λειτουργίας ἐχέφρονα καὶ πτηνοῦ ταχύτερον, σακελ‐ λάριον προχειρίζεται, ἔπειτα δρουγγάριον πλωΐμου, καὶ πᾶσαν τὴν | |
10 | ἐξουσίαν αὐτοῦ πρὸς αὐτὸν ἀνατέθεικεν. 13 Τὴν δὲ τοῦ πορφυρογεννήτου Κωνσταντίνου φιλοκα‐ λίαν καὶ καλλιεργίαν καὶ τὴν πρὸς πάντα διόρθωσιν καὶ βελτίωσιν μέλλων διηγεῖσθαι, καὶ ὅπως εὐσεβῶς καὶ δικαίως τὸ ὑπήκοον περιέσωσεν, καὶ τὸ κατ’ ἀξίαν τοῦ ἀνδρὸς μὴ εὐπορῶν, ἐπαινέσαι | |
15 | δεδοικώς, σιγῆσαι μᾶλλον ἄξιον· πλὴν οὖν ἐκ τῶν πολλῶν σπορά‐ δην ἄξιον εἰπεῖν. 14 Οὗτος πάντα ἐφευρὼν εἰς ἀχρειότητα καὶ ἀμέλειαν, καὶ τῶν ἐναρέτων ἀνδρῶν χυδαιωθέντων καὶ καταφρονηθέντων, ὡς φιλόθεος καὶ φιλόκαλος προέκρινεν τῶν δειλῶν καὶ ἀνάνδρων | |
20 | τοὺς εὐτόλμους καὶ ἀνδρείους, καὶ τούτους τῷ μαγίστρῳ καὶ δομε‐ | |
στίκῳ τῶν σχολῶν Βάρδᾳ τῷ Φωκᾷ παραδοὺς νίκην τῇ Ῥωμαϊκῇ | ||
446 | ἀρχῇ προεξένησεν. πολλῶν δὲ ἐν τῇ πολιτείᾳ ἡμῶν καλῶν καὶ ἀξιεπαινέτων γνώσεις καὶ λογικαὶ τέχναι καὶ ἐπιστῆμαι, τούτων οὐκ οἶδ’ ὅπως ἀμεληθέντων καὶ παροραθέντων τί σοφίζεται ὁ φι‐ λοσοφώτατος ἐκεῖνος νοῦς; ἐπεὶ γὰρ ἠπίστατο πρᾶξιν καὶ θεωρίαν | |
5 | πρὸς θεὸν ἡμᾶς οἰκειοῦντα, καὶ τὴν μὲν πρᾶξιν πολιτικοῖς προσ‐ αρμόζουσαν πράγμασιν, τὴν θεωρίαν δὲ τοῖς λογικοῖς, ἀλλήλοις δι’ ἀμφοτέρων βοηθεῖ, τὸ μὲν πρακτικὸν διὰ ῥητορικῆς τέχνης ἀσκεῖσθαι παρασκευάζων, τὸ δὲ θεωρητικὸν διὰ φιλοσοφίας καὶ φυσικῆς τῶν ὄντων διαγνώσεως. παιδευτὰς δὲ ἀρίστους προκέ‐ | |
10 | κρικεν· εἰς Κωνσταντῖνον πρωτοσπαθάριον τὸν τηνικαῦτα μυστι‐ κὸν τὸ τῶν φιλοσόφων παιδοτριβεῖον δέδωκεν, εἰς δὲ τὸ τῶν ῥητό‐ ρων Ἀλέξανδρον μητροπολίτην Νικαίας, εἰς δὲ τὸ τῆς γεωμετρίας Νικηφόρον πατρίκιον τὸν γαμβρὸν Θεοφίλου ἐπάρχου τοῦ Ἐρω‐ τικοῦ, εἰς δὲ τὸ τῶν ἀστρονόμων Γρηγόριον ἀσηκρῆτιν. καὶ πολ‐ | |
15 | λὴν ἐπιμέλειαν καὶ σπουδὴν εἰς τοὺς φοιτητὰς ὁ αὐτοκράτωρ ἐποι‐ εῖτο, ὁμοδιαίτους καὶ ὁμοτραπέζους τούτους καθ’ ἑκάστην ποιῶν καὶ ἀργύρια παρέχων καὶ ὁμιλίας μετ’ αὐτῶν προσηνεῖς ποιούμε‐ νος. καὶ οὐ πολὺς χρόνος διελθών, τὰς μεγάλας ἐπιστήμας καὶ τέχνας τῇ θωπείᾳ καὶ συνέσει τοῦ αὐτοκράτορος κατωρθώσαντο, | |
20 | καὶ κριτὰς καὶ ἀντιγραφεῖς καὶ μητροπολίτας ἐξ αὐτῶν ἐκλεξάμε‐ νος τετίμηκεν, καὶ τὴν πολιτείαν Ῥωμαίων τῇ σοφίᾳ κατεκόσμη‐ | |
σεν καὶ κατεπλούτισεν. | ||
447 | 15 Ἀλλὰ καὶ τὰς βασιλικὰς στολὰς καὶ τὰ ἔκπαλαι στέμ‐ ματα καὶ διαδήματα φθαρέντα εἰς ἀνακαίνισιν διωρθώσατο, καὶ τὸν Βουκολέοντα ζῳδίοις, ἐκ διαφόρων τόπων ἀγαγών, ἐκαλλώ‐ πισεν, κἀκεῖσε ἰχθυοτροφεῖον ἐποίησεν. ἀλλὰ καὶ τῶν ἐν τῇ φυ‐ | |
5 | λακῇ τῶν ἐν τῇ πόλει καὶ τῶν ἔξωθεν θεμάτων κατεχομένων δεσμίων ἠρεύνησε καὶ ἐπεσκέψατο καὶ τῶν δεσμῶν ἐλυτρώσατο, ὡς πάντας σωτήρια ἐπευφημοῦν τὸν ἀγαθὸν καὶ χριστομίμητον ἄνακτα Κων‐ σταντῖνον. τὴν δὲ ἀρετὴν καὶ τὴν γνῶσιν οὕτως ἐτίμησεν ὡς ἄλ‐ λος οὐδεὶς τῶν βεβασιλευκότων· καὶ ὅντινα γνῶσιν ἔχοντα καὶ | |
10 | πρὸς τοὺς νόμους φύσιν καὶ ἐπιτηδειότητα εὑρηκὼς ἦν, προανεβί‐ βασεν καὶ εἰς ὑψηλότερον θρόνον ἀποκατέστησεν. καὶ ἦν ἰδεῖν δικαιοδοσίαν καὶ εὐνομίαν ἐν πᾶσιν, ὡς τοῦ πορφυρογεννήτου ταύτην φιλοσοφοῦντος καὶ κατασπαζομένου. καὶ νόμον ὁ αὐτο‐ κράτωρ ἐξέθετο· ἰδὼν γὰρ πολὺ πλεονεκτικὸν παρὰ τῶν ἀκορέ‐ | |
15 | στων ἐκχυθὲν καὶ τῶν ἐν μέσῳ τῶν ἐπαρχιῶν καὶ χωρίων ὑπεισελ‐ θόντων ἀρχόντων καὶ τοὺς ταλαιπώρους πένητας καταδυναστευόν‐ των, καὶ καθ’ ἁρπαγὴν τῶν δυνατῶν προάστεια προσκτησαμένων διὰ ποικίλης τῆς μεθόδου αἰτίας, ἔγνωσεν ποιήσασθαι τὴν τού‐ των ἀφαίρεσιν. τί ποιεῖ ὁ σοφὸς ἐν πᾶσιν; συναγαγὼν τῇ ὑπὸ | |
20 | χεῖρα βουλευτικῇ ποιεῖται μεθόδῳ, τοὺς ἀπὸ τῆς ἀναρρήσεως αὐ‐ τοῦ ὑπεισελθόντας πλουσίους καὶ ἐξωνησαμένους ἢ δωρησαμένους | |
καὶ κατακρατήσαντας τόπια ἢ ἀγροὺς εἰς χωρία ἀναργύρους ἐκ‐ | ||
448 | διώκεσθαι, καὶ μικρόν τι τῆς λώβης καὶ τῆς πλεονεξίας τῶν ἀκο‐ ρέστων ἀπερράπισεν. 16 Ὁ δὲ ἐπιεικὴς καὶ γαληνὸς δεσπότης οὐδὲ τὰς τῶν προσιόντων ἀμφισβητήσεις καὶ δικαιολογίας καὶ στάσεις ἀπέγρα‐ | |
5 | φεν τοῦ δικάζειν δι’ ἑαυτοῦ, ἀλλὰ καὶ τοῖς δικασταῖς συνδικάζων οὐκ ἀνεβάλλετο. παρισταμένων τῷ ἐκείνου βήματι τῶν τε δικα‐ ζόντων τῶν τε συνηγορούντων τῶν δικαζομένων, ἀπεκρούετο τὰς τούτων δικαιολογίας καὶ τὰς ἀπάτας αὐτῶν· οὐδὲν γὰρ τὴν ἀγχί‐ νοιαν αὐτοῦ διέφυγεν, οὐ ψεῦδος ἀληθείᾳ συγκείμενον, οὐ τὶ πι‐ | |
10 | θανὸν τῇ διηγήσει συγκεραννύμενον, οὐ περίεργοι συγγραφαὶ καὶ κρύβδην συντεθειμέναι, αἵτινες καὶ τοὺς ἄγαν δραστηρίους διέλα‐ θον ἐν ἀληθείας παραπετάσματι. ἐντεῦθεν τῷ φόβῳ πρὸ τῆς κρίσεως παιδαγωγηθέντες, δικαστὴς δι’ ἑαυτοῦ ἕκαστος τῆς δίκης τῷ ἠδικηκότι ἐγένετο. | |
15 | 17 Χρὴ οὖν περὶ κοινῶν φροντίδων τοῦ ἄνακτος καὶ τῶν ἀπείρων διορθωμάτων καὶ διοικημάτων αὐτοῦ ἐξειπεῖν. τῶν ἁπανταχοῦ γὰρ στρατηγῶν καὶ βασιλικῶν πρωτονοταρίων καὶ τῶν ἐν κώμαις ἐπαρχίαις τε καὶ πόλεσιν, ἔτι μὴν καὶ εἰς ἀρχηγοὺς ἐθνῶν ἀποστελλομένων γραμμάτων, καὶ τούτων παρ’ αὐτοῦ ἀναγινωσκο‐ | |
20 | μένων, εὐθὺς τὸ φρόντισμα αὐτῶν διωρίζετο τί μὲν δέον περὶ τῶν ἐξ Ἀνατολῆς γεγενῆσθαι τί δὲ περὶ τῶν ἀφ’ Ἑσπέρας, καὶ τού‐ τοις ὡς τὰ πολλὰ ὥσπερ πτηνὸς διήρχετο, πρεσβείας δεχόμενος, | |
ἄρχουσιν ἐπιστέλλων, τὰς προπετῶς γεγενημένας μεταβολὰς ἐπαν‐ | ||
449 | ορθούμενος. ὁ αὐτὸς Κωνσταντῖνος βουλευτής, φροντιστής, στρα‐ τηγός, στρατιώτης, στρατίαρχος, ἡγεμὼν ἀνεφαίνετο. καὶ τίς ἂν τὰ τοιούτου προτερήματα ἐξείποι ἢ φράσῃ; 18 Χρὴ οὖν καὶ περὶ τοῦ νοσοκομείου τοῦ ὁσίου ἐξειπεῖν. | |
5 | ὁ βασιλεὺς Κωνσταντῖνος θεασάμενος αὐτὸ σμικρότατον οἰκοδο‐ μαῖς μακροτάταις κατασκευάζει, ὡς ἐπισυνάγεσθαι πάντας τοὺς τοιᾷδε νόσῳ κυριευομένους, καὶ ἀλείμμασι τὰς σάρκας αὐτῶν περιχρίων, χορηγίας ἀνελλιπεῖς αὐτοῖς παρέχων, εἰς αἰωνίζουσαν μνήμην τοῖς μεθ’ ἡμᾶς κατέλιπεν. | |
10 | 19 Δεῖ δὲ λέγειν καὶ περὶ τοῦ μετασκευασθέντος στάβλου εἰς γηροκομεῖον. ὄπισθεν γὰρ καὶ πλησίον τῆς πανθαυμάστου ἐκκλησίας τῆς μεγάλης στάβλος ἦν τῶν ἱππαρίων τοῦ πατριάρχου Θεοφυλάκτου· καὶ τοῦτον ἰδὼν ὁ ἀγαθός, οὐ δίκαιον κρίνας οἰκη‐ τήριον μετεποιήσατο καὶ γηροκομεῖον τοῦτο κατεσκεύασεν, καὶ | |
15 | πρὸς χορηγίαν τροφῶν καὶ περιβολαίων τοὺς ἐκεῖσε ἐτύπωσεν ἐτη‐ σίως λαμβάνειν. 20 Δεῖ οὖν καὶ περὶ τῆς στεγῆς τῶν δεκαεννέα ἀκουβίτων διηγήσασθαι· ὁρῶν γὰρ ταύτην σεσαθρωμένην καὶ καταπίπτουσαν καὶ εἰς ἀκοσμίαν πολλὴν οὖσαν, ταύτην ἀνακαινίζει. τῆς γὰρ κε‐ | |
20 | χρυσωμένης αὐτῆς ὀροφῆς τῷ χρόνῳ διερρυηκυίας, αὐτὸς ταύτην προελὼν νεοφανῆ καὶ λαμπρὰν ἀνέδειξεν. κοιλότητας γὰρ ὀκτα‐ | |
γώνους συντέθεικεν, καὶ ταύτας ὀπαῖς καὶ σχήμασι ποικίλοις δια‐ | ||
450 | γλύφοις κεκοσμηκώς, εἰς ἀμπέλων ἕλικας καὶ φύλλα καὶ δένδρον ἰδέας σχηματιζομένας, καὶ ταύτας χρυσῷ περιραντίσας, τοσοῦτον εὐπρεπὲς παρέσχεν ὡς ἐξίστασθαι τοὺς πρὸς θεωρίαν ὁρῶντας. 21 Τῷ δὲ βασιλεῖ Ῥωμανῷ τῷ υἱῷ αὐτοῦ παλάτια κατε‐ | |
5 | σκεύασεν πλείονα τῶν παλαιῶν βασιλέων, οἴκους ἐκ βάθρων ἐγεί‐ ρας· ὧν τινῶν δόμων τὸ πολυσχημάτιστον καὶ εἰς πολλὰ τὸν νοῦν καὶ τὴν διάνοιαν ἐκπλῆττον καὶ διαμερίζον θαῦμα τοῖς βλέπουσιν ἐντίθησιν. τὸν δὲ Τετράκογχον τοῦ ἀποστόλου Παύλου εἰκονί‐ σματα διάφορα ἐξετύπωσεν, καὶ τὴν παλαιὰν καλλονὴν ἀποβεβλη‐ | |
10 | κέναι, νέαν δὲ ἐγκαινίσασθαι, πολλὰ ἐν αὐτῇ ἀπὸ χρυσοῦ σχή‐ ματα καὶ εἰκονίσματα ἐξέθετο. 22 Τὴν δὲ τῆς ζωγραφίας τέχνην τοσοῦτον ἀκριβῶς ὁ ἀνὴρ ἠπίστατο ὡς οὐκ οἶμαι τῶν πρὸ αὐτοῦ ἢ τῶν μετ’ αὐτόν. πολλοὺς γὰρ τῶν περὶ αὐτῆς πονούντων ἐπηνώρθει, καὶ διδάσκα‐ | |
15 | λος ἄριστος ἀνεφαίνετο, καὶ οὐκ ἐφαίνετο μόνον ἀλλὰ παρὰ πᾶσιν ἐθαυμάζετο, καὶ θάμβος μέγας τοῖς ὁρῶσιν, ὧν οὐ μεμάθηκεν, ἐχρημάτιζεν. τῶν δὲ τεχνιτῶν ἐπιδιορθώσεις τοῦ πορφυρογεννή‐ του τίς ἐξείποι; λιθοξόους καὶ τέκτονας καὶ χρυσοστίκτας καὶ ἀργυροκόπους καὶ σιδηροκόπους ἐπανώρθου, καὶ πάντα ἐν πᾶσιν | |
20 | ἄριστος ὁ ἄναξ ἀνεφαίνετο. 23 Τὰς δὲ ἀργυρᾶς πύλας τοῦ Χρυσοτρικλίνου ὁ φιλό‐ καλος Κωνσταντῖνος ἐδείματο, καὶ τράπεζαν ἀργυρᾶν ἡ ἐκείνου | |
φιλοπονία πρὸς ὑποδοχὴν τῶν δαιτυμόνων καὶ καλλωπισμὸν τοῦ | ||
451 | ἀριστητηρίου κατεσκεύασεν, πολυχρόοις ὕλαις καὶ πλαξὶ καὶ αὐτο‐ φυεῖ χροιᾷ καλλύνας, πλείονα τῆς ἐκ τῆς τῶν βρωμάτων γλυκύ‐ τητος τοῖς κεκλημένοις τὴν τέρψιν παρέχουσαν. 24 Καὶ πορφυρᾶν φυλακὴν ἔμπροσθεν τοῦ κοιτῶνος αὐ‐ | |
5 | τοῦ ἐδείματο, δοχεῖον τῶν ὑδάτων δημιουργήσας, ἣν στύλοις μαρμαρέοις περιεκύκλωσεν λειότητος αὐτοῖς ὑπαυγαζούσης. τί οὖν ἡ μεγαλόφρων ψυχή; ἀετὸν ἐξ ἀργύρου τῇ τοῦ ὕδατος ἐφίστησιν αὐλῷ, οὐκ ὀρθὸν βλέποντα ἀλλ’ ἀπεστραμμένον καταπλάγιον, ὑψαυχενοῦντα καὶ σοβαρευόμενον ὡς ἀπό τινος θήρας, ὄφιν δὲ | |
10 | τοῖς ποσὶ περιειληθέντα καὶ πνίγοντα. καὶ μουσοστίκτων εἰκόνων ἐντέχνων τῶν ἐκ χρωμάτων ὑλῶν καὶ μορφῶν τὸ διάφορον ἐν τοῖς προπυλαίοις τοῦ βασιλικοῦ κοιτῶνος ἐδείματο. 25 Ἀλλ’ οὐδὲ ναυπηγίας ἄπειρος ἦν ὁ αὐτοκράτωρ· διωρίζετο γὰρ πολεμικῶν νηῶν κατασκευήν, καὶ οἷς ξύλοις ἁρμό‐ | |
15 | ζειν καὶ κλείσεις αὐτῶν καὶ ἁρμονίας, καὶ ὅπως πρὸς ἄλληλα ἔχουσι. 26 Περὶ δὲ τῶν παλατίων τῶν Ἠρία ἀναλογίζομαι τῇ διανοίᾳ ὁποίοις ὁ πορφυρογέννητος ἐδείματο ἡδέσι καὶ τερπνοῖς, πρότερον οὖσαν τοῖς Χαλκηδονίοις εἰς ταφήν. νῦν δὲ τέτρασιν | |
20 | ἁψῖσιν ἐπιβεβηκυῖα, καὶ τὰς τούτων γωνίας ἑτέρας βασιλικὰς οἰ‐ | |
κίας ἀποτελοῦσα, ταῖς τῶν θερινῶν ἀνέμων καὶ πνευμάτων περι‐ | ||
452 | κυκλουμένων πνοιαῖς, οὐκ ἔστιν εἰπεῖν εἰς πόσην θυμηδίαν καὶ χαρὰν ἐμβάλλει τὸν ἐκεῖσε ἐναπαυόμενον. 27 Τί ἂν εἴποι τις περὶ τῶν ἐν ἑτέρῳ τόπῳ τῆς τῶν βα‐ σιλίδων οἰκοδομῆς; καὶ ταῦτα γὰρ τῆς Ἠρίας τοῦ σχήματος καὶ | |
5 | τῆς φιλοκαλίας τῷ ὑπερβάλλοντι καὶ ἀποστίλβοντι καὶ τῆς ἐκ τοῦ ἐδάφους τέρψεως ἀναδιδομένης εὐωδίᾳ, διὰ τὸ ἐπανορθοῦν αὐτῶν κάλλος, καὶ κατὰ πολὺ διαφέροντα καὶ ὑπερκείμενον, οἷος ὁ τῶν ἀποστόλων πλησίον νεουργηθεὶς ναός, καλὸς μὲν ἰδεῖν, ὡραῖος δὲ θαυμάσαι. εἰ γὰρ καὶ τοῦ μεγέθους τῆς παλαιότητος ἀποδεῖ, | |
10 | ἀλλά γε τῆς ἔνδον φαιδρότητος πόρρω καθέστηκε. τί δὲ ὁ πιστὸς βασιλεύς; πατρίκιον τὸν Βελωνᾶν Θεόδωρον ὡς συνεργὸν τοῦ λαμπροῦ καὶ κατηγλαϊσμένου ναοῦ ἐποίησεν. 28 Τῶν δὲ ἱερῶν καὶ πέπλων ὧν παρεῖχεν εἰς τὸ κοινὸν ἱλαστήριον τὸ μέγα καὶ πανθαύμαστον τίς ἐξείποι; ὁσάκις ἀφί‐ | |
15 | κετο, οὐκ ἔδοξεν ἐναντίον θεοῦ ὀφθῆναι κενός, ἀλλ’ ἀναθήμασι μεγάλοις καὶ χρυσοτεύκτοις καὶ μαργαρίταις καὶ λίθοις καὶ ὑφάσ‐ μασιν ἐδεξιοῦτο καὶ ἀντημείβετο· ἃ καὶ τὰ τῶν ἁγίων ἅγια κατα‐ κοσμοῦσι καὶ καταγλαΐζουσι καὶ τῷ προσενηνοχότι Κωνσταντίνῳ κηρύττεται. | |
20 | 29 Τοῦ δὲ πατρικίου Βασιλείου Ἑξαμιλίτου καὶ στρατη‐ γοῦ τῶν Κιβυραιωτῶν ταξείδιον χρὴ διηγήσασθαι. οὗτος ὁ πα‐ | |
τρίκιος Βασίλειος στρατηγὸς ὢν τῶν Κιβυραιωτῶν, νέος τῷ σώ‐ | ||
453 | ματι, πολιὸς τῇ φρονήσει καὶ μείζω τῆς ἡλικίας τὴν πολυπειρίαν ἐνδεικνύμενος, πολεμικῶν καραβίων ἀπὸ Ταρσοῦ ἐξωρμημένων καὶ Ἀγαρηνῶν ἐν αὐτοῖς ὄντων περιφανῶν, ἐπειδὴ αὐτοὺς ὁ στρα‐ τηγὸς ἑώρα πρὸς τὰς Ῥωμαϊκὰς χώρας προσβάλλοντας, λογιζομέ‐ | |
5 | νους ὡς νοσσιὰν περιλαβεῖν αὐτάς, ὁ στρατηγὸς τὰς οὕτως αὐτῷ νῆας ἀντιπαραταξάμενος, καὶ ταύτας ὀλιγοστὰς οὔσας καὶ πρὸς τοσοῦτον οὐκ ἀρκούσας τὸ πλῆθος· ἀλλ’ ἐπειδὴ τὴν γνώμην καὶ τὴν προαίρεσιν εἶχεν τοῦ πλήθους τῶν πολεμικῶν καραβίων κρα‐ ταιοτέραν καὶ τὴν μετὰ φρονήσεως τόλμαν πολλῶν συμμάχων | |
10 | ἰσχυροτέραν, συγγίνονται ἄμφω, καὶ συμβολὴ τῶν καραβίων ἀνε‐ φαίνετο, καὶ παρ’ ἀλλήλων πόλεμος ἀνεκρούετο, καὶ βίαιός τις ἀλαλαγμὸς καὶ ὠθισμὸς ἐξ ἀμφοτέρων τῶν καραβίων ἐκρούετο, ἕως αὐτὸς ὁ στρατηγὸς Βασίλειος μέσον τῶν ἀρνητῶν τοῦ Χριστοῦ γενόμενος, ἔνδον εἰσπηδήσας, οὗ γεγονότος καὶ πυρὸς ἐνύγρου | |
15 | πάντοθεν τῶν ἀρνητῶν τοῦ Χριστοῦ περικυκλώσαντος αὐτίκα ἡτ‐ τῶντο καὶ κατεσφάττοντο καὶ δέσμιοι εἰς δουλείαν συνελαμβάνοντο, αὐτῶν πρὸ πάντων τῶν ἡγεμόνων καὶ ἀρχόντων καὶ καϊτῶν ζωγρη‐ θέντων. καὶ τούτους ἐπὶ τῆς πόλεως πρὸς τὸν εὐτυχῆ βασιλέα Κωνσταντῖνον ἐξαπέστειλεν καὶ ἐν τῷ ἱππικῷ ἐθριάμβευσεν. | |
20 | 30 Ὁ δὲ αὐτοκράτωρ Κωνσταντῖνος στρατιωτικὴν δύνα‐ μιν κατὰ τῶν Λογγιβάρδων καὶ Νεαπολιτῶν ὁρίσας, καὶ ἀρχηγὸν αὐτῶν τὸν πατρίκιον Μαριανὸν ἀποστείλας, διὰ τὸ στασιάσαι τὰ | |
Ἑσπέρια καὶ τῆς Ῥωμαϊκῆς ζεύγλης τοὺς δεσμοὺς διαρρῆξαι. καὶ | ||
454 | γὰρ κατεθρασύνθησαν ὅσοι τὴν Λαγγοβαρδίαν ἐκληρώσαντο χώ‐ ραν εἰς κατοικίαν, καὶ ὅσοι τὴν Καλαβρίαν, τοῦτο θαρροῦντες διὰ τὸ πόρρω καὶ μακρὰν εἶναι τῆς βασιλίδος. διὰ τοῦτο συνεχῶς τὰς ἀποστασίας ποιούμενοι εἰς τοσοῦτον ἀνυποταξίας ἔφθασαν ὡς | |
5 | καὶ πρὸς τοὺς Ἀγαρηνοὺς πάκτα διδόναι καὶ τὰς πόλεις καὶ κά‐ στρα καὶ κώμας τὰς πλησιαζούσας μαχαίρᾳ καὶ ξίφει ἀνελεῖν. ἀλλὰ καὶ οἱ Νεαπολῖται τῆς ὑποταγῆς τοῦ Χριστοῦ ἀπορρυέντες τὰ δοῦλα πράττειν ὡμολόγησαν, πρὸς φανερὰν ἀποστασίαν τρα‐ πέντες. ἵν’ οὖν μήτε τὸ στασιάσαν πλῆθος ἐπιπλεονάσωσι τὸ ἀλα‐ | |
10 | ζονικὸν ὡς τὰ ὑπήκοα Ῥωμαίων ἔθνη δουλωσάμενοι, οὐκ ἐνεγκὼν ὁ πορφυρογέννητος στρατεύμασι Θρᾳκικοῖς καὶ Μακεδονικοῖς τού‐ τους ἀμύνεται, καὶ ναυσὶ πολεμικαῖς μετὰ ὑγροῦ πυρὸς τὴν τού‐ των ἀναστέλλει αὐθάδειαν καὶ μωρίαν· καὶ ἀπὸ γῆς καὶ θαλάτ‐ της τὴν Νεάπολιν ὁ πατρίκιος Μαριανὸς ὁ Ἀργυρὸς ἐπιπεσὼν | |
15 | μετὰ τοῦ Ῥωμαϊκοῦ στρατοῦ, ὅσα μὲν πρὸς τὴν γῆν πάντα κατέ‐ καυσαν, ὅσας δὲ ἐκβολὰς ἀπὸ τῆς θαλάσσης ἠσφαλίσαντο, καὶ πάντοθεν αὐτοὺς περικυκλώσαντες, τῷ λιμῷ καὶ τῇ αἰχμαλωσίᾳ πιεζόμενοι καὶ ταπεινούμενοι, πρὸς δεήσεις καὶ ἱκεσίας τῷ ἄνακτι Κωνσταντίνῳ ἀνέπεμπον, ὑποδουλούμενοι ὡς ἐξ ἀρχῆς. τοῦτο | |
20 | καὶ οἱ Λογγίβαρδοι καὶ οἱ Καλαβροὶ ἐποιοῦντο· διὸ καὶ οἱ βάρβα‐ ροι τῆς Σικελίας σύμφωνα εἰρηνικὰ ἐπετέλουν. | |
31 Καὶ δεῖ θαυμάσαι καὶ τὸν πρὸς τῶν Ἀφρικῶν πόλε‐ | ||
455 | μον, αὐτίκα συνεπλέκοντο καὶ συνερρήγνυντο, καὶ τῶν νηῶν πρὸς ἀλλήλων συμπλοκήν· καὶ δὴ ἀνέμου βιαίου πνεύσαντος, ἡμῖν μὲν συμμαχοῦντος καὶ βοηθοῦντος, τοῖς δὲ βαρβάροις πολεμοῦντος καὶ ἀνθισταμένου, τὴν ἧτταν εἶχον ἀκόλουθον, σὺν τοῖς αὐτῶν | |
5 | ὅπλοις καὶ ταῖς ναυσὶ τῷ βυθῷ παραδιδομένων. καὶ δὴ ὁ ἀμηρᾶς αὐτῶν σπονδὰς εἰρηνικὰς τῷ βασιλεῖ ἐξελιπάρει. καὶ οὐ μόνον οὖτοι τὴν δούλωσιν πρὸς τὸν βασιλέα ὡμολόγησαν, ἀλλὰ καὶ οἱ τὰς Γαλλίας οἰκοῦντες πανοικὶ βάρβαροι παρεῖχον πρὸς τὸν πορ‐ φυρογέννητον ἄνακτα τὴν εὐγνωμοσύνην, καὶ δώροις μεγαλοπρε‐ | |
10 | πέσι πρὸς τὸν αὐτοκράτορα μετὰ ὄψιδας αὐτῶν ἔστελλον· καὶ πάντας εἰς ὑποταγὴν ἡ τύχη τοῦ πορφυρογεννήτου εἰς δουλείαν καὶ ζυγὸν ἤγαγεν. 32 Ὁ δὲ ἀμηρᾶς Αἰγύπτου τὴν μεγάλην νίκην τῶν Ῥω‐ μαίων ἀκηκοὼς καὶ τὴν πολεμικὴν ναυμαχίαν καὶ ἧτταν τῶν ἀρνη‐ | |
15 | τῶν τοῦ Χριστοῦ, γράμμασιν αὐτίκα φιλικοῖς τὸ μάχιμον αὐτοῦ ἀποβάλλεται καὶ ὑπισχνεῖται εἰς ἑνότητα. ὁ δὲ τῆς Περσίδος ἀμη‐ ρᾶς, ἐπειδὴ διαφόρως τοῖς Ῥωμαϊκοῖς ἐνέτυχεν στρατεύμασι καὶ προσβολαῖς καὶ πολέμοις διαφόροις ἡττήθη, ἀγάπης δεσμῷ καταλλάσσεται πρὸς τὸν βασιλέα. καὶ ὁ αὐτοκράτωρ ὄψιδας πρὸς | |
20 | αὐτὸν ἐκπέμπει· οἵτινες πρὸς τὴν κατάξηρον γῆν ἐκείνην ἀφικόμε‐ νοι, τοῦ ἀποστόλου Θωμᾶ τὸν τάφον προσκυνήσαντες καὶ κατ‐ ασπασάμενοι, καὶ τὰς βασιλικὰς κατασταλείσας λαμπάδας ὑπ‐ | |
ανάψαντες, καὶ ἐμπορευσάμενοι λίθων τιμίων καὶ μαργαριτῶν. | ||
456 | εἰς τοσοῦτον γὰρ μετὰ τῶν ἄλλων μεγάλων κατορθωμάτων ὁ αὐτο‐ κράτωρ κεχάριστο, ὡς ἄλλα ἐξ ἄλλων συλλέγων καὶ συναθροίζων καὶ πρὸς τὸ ἀξιέραστον μεταφέρων. 33 Χρὴ οὖν καὶ περὶ τοῦ Χρυσοτρικλίνου διηγήσασθαι· | |
5 | ὃ μηχανικώτατος ἄναξ πολυανθῆ τινὰ καὶ εὔοδμον ῥοδωνιὰν εἶναι, τῶν πολυχρόων [ἀνθῶν] καὶ λεπτοτάτων διαφόρων ψηφίδων ἀν‐ θῶν ἀρτιφυῶν χροιὰς μιμουμένων· οἳ μέσοι τῶν ἑλικοειδῶν συμ‐ πλοκῶν περικλειόμενοι καὶ τῇ συνθέσει διαμορφούμενοι τὸ ἀσύγ‐ κριτον ἀποφέρονται. ἀργύρῳ τοῦτο ἐστεφάνωσε, καὶ δίκην ἄν‐ | |
10 | τυγος τοῦτο περιλαβὼν τοῖς ὁρῶσιν ἀκόρεστον ἐπιχορηγεῖ τὴν τέρψιν. 34 Ὁ δὲ αὐτοκράτωρ τοὺς πολίτας ἠγάπησεν ὡς οἰκεῖα αὐτοῦ ἔκγονα, καὶ πλέον, καὶ αὐτοὺς περὶ πολλοῦ ἐποιεῖτο. καὶ τοὺς ἐξ εὐγενοῦς φύντας ἐκλογὴν ἐποιεῖτο. καὶ τοὺς μὲν ἀξιωμά‐ | |
15 | των καταλαμπρύνει τιμαῖς, τοὺς δὲ μεγαλοπρεπέσι φιλοτιμεῖται δωρεαῖς, καὶ συνεστίους καὶ ὁμοδιαίτους ποιεῖται, καὶ τὸ φίλ‐ τρον μᾶλλον ἐπηύξει τῆς ἐκείνου εὐνοίας, καὶ ἀντὶ πολλῶν σωμα‐ τοφυλάκων καὶ φρουρῶν καὶ σωτήρων τούτους μᾶλλον προέκρινεν ὡς πιστοὺς καὶ φιλοδεσπότας, καὶ τῆς οἰκείας σωτηρίας προκρίνειν | |
20 | τὸν ἄνακτα. 35 Τὴν δὲ δεξίωσιν τοῦ βρουμαλίου τοῦ πορφυρογεννή‐ | |
του δεῖ ἐξειπεῖν. ἔθος γὰρ τοῖς πάλαι βασιλεῦσι τελούμενον, καὶ | ||
457 | ὁ πορφυρογέννητος εἰς ἔργον τοῦτο ἐξήνεγκεν. τὴν γὰρ ἡμέραν ἐν ᾖ τὸ τῆς κλήσεως αὐτοῦ στοιχεῖον κάππα ἀποκεκλήρωται λαμπρο‐ τάτην ἑορτάζων πανήγυριν, πολυάνθρωπον ταύτην δεικνύει. καὶ ταῖς γὰρ πολυτελέσι καὶ πολυόψοις ἐκείναις τραπέζαις τὴν σύγ‐ | |
5 | κλητον ἅπασαν δεξιούμενος χορηγίαις εὐεργετικωτέραις τὸ φαιδρὸν τῆς ἑορτῆς ἐπολλαπλασίαζεν, σηρικῶν περιβολαίων ἐπιδίδων, ἀρ‐ γυρίων πολλῶν καὶ ἀπείρων, ἐσθημάτων ἁλουργῶν, ξύλων Ἰνδι‐ κῶν εὐωδίας, ἃ οὔ τις ἀκήκοεν ἢ γεγονότα τεθέαται. 36 Τὴν μουσικὴν οἶδεν πᾶς τις ὡς θεῖον τί ἐστιν εὕρημα | |
10 | καὶ τῇ ἀνθρωπίνῃ φύσει συντελοῦν. τί οὖν ὁ εὐσεβὴς καὶ μεγα‐ λοφρονέστατος ἄναξ; ταύτης ἀντεποιεῖτο, καὶ δι’ αὐτῆς ὑμνεῖν τὸ θεῖον οὐκ ἔληγεν. ἐντεῦθεν πανηγύρεις φαιδραὶ κατεφαιδρύ‐ νοντο, καὶ τῶν μαρτύρων ἑορταὶ κατελάμποντο, ποιμένων ἱερῶν καὶ διδασκάλων μνῆμαι περιηστράπτοντο. τοσοῦτον γὰρ ὁ ἀνὴρ | |
15 | ἐχαριτώθη ὡς χοροὺς ὑμνῳδῶν συγκροτεῖν καὶ ἀρχηγοὺς τούτοις ἐπινοεῖν, αὐτὸς πρὸ πάντων τούτοις συνὼν καὶ τῶν ψαλλομένων ἐπακροώμενος καὶ τὴν ψυχὴν ἡδυνόμενος καὶ χαιρόμενος. 37 Οὕτως ἠγάπησεν ὡς ἄλλος οὐδεὶς τῶν πρὸ αὐτοῦ πιστῶν, καὶ μνήμῃ λαμπροτάτῃ τετίμηκεν καὶ τὸ εὐφυὲς τοῦ Χρυ‐ | |
20 | σοστόμου, ἐπαινῶν τὴν συνθήκην τῶν λόγων καὶ περιβολῶν καὶ τὰ τῶν κύκλων σχοινοτενῆ καὶ ἐνθυμημάτων, ἐν οἷς τὸν τῆς μετα‐ | |
νοίας κήρυκα λαμπρῶς καὶ ἀγλαῶς ἐμεγάλυνεν. | ||
458 | 38 Τὸν δὲ βασιλέα Ῥωμανὸν τὸν υἱὸν αὐτοῦ οὕτως ἐφί‐ λησεν καὶ ἠγάπησεν ὡς ἄλλος οὐδείς, καὶ τοῦτον πρὸ πάντων παρῄνει ἔχειν τὴν κατὰ θεὸν εὐσέβειαν, ἔπειτα καὶ λόγον καὶ ἦθος καὶ βάδισμα καὶ γέλωτα καὶ στολὴν καὶ καθέδραν καὶ στάσιν βα‐ | |
5 | σιλικὴν ἐξεπαίδευεν. διὸ καὶ θείων ἐμφανειῶν ὁ πορφυρογέννητος ἠξιοῦτο, καὶ πρὸς αὐτὸν προέφησεν “εἰ ταῦτα φυλάξῃς, μακρό‐ βιος τῇ βασιλείᾳ Ῥωμαίων ἔσῃ.” 39 Καὶ γυναῖκα τῷ βασιλεῖ Ῥωμανῷ τῷ υἱῷ αὐτοῦ δέ‐ δωκεν οὖσαν ἐξ εὐγενῶν προγόνων, καλὴν μὲν τῷ σώματι, ὡραίαν | |
10 | δὲ τῇ ὄψει, κοσμίαν δὲ τῇ ψυχῇ, ὀνόματι Ἀναστασίαν, τὴν τοῦ Κρατεροῦ θυγατέρα· ἣ καὶ ὀνομασθεῖσα παρὰ τοῦ πορφυρογεν‐ νήτου Θεοφανὼ κατ’ ἀξίαν, ὡς ἐκ τοῦ θεοῦ φανεῖσαν καὶ ἐκλε‐ χθεῖσαν. καὶ νυμφικὴ παστὰς ἐγνωρίζετο καὶ ἐτελεῖτο ἐν τῷ παν‐ θαυμάστῳ τρικλίνῳ τοῦ Ἰουστινιανοῦ τοῦ ῥινοτμήτου, καὶ χαρὰ | |
15 | καὶ εὐφροσύνη τῷ πορφυρογεννήτῳ περιελάμπετο ἅμα Ἑλένῃ τῇ Αὐγούστῃ, ὡς τοιαύτης ἀρχαίας κόρης τῷ αὐτοῦ μνηστεῦσαι. 40 Ἡ δὲ Αὐγοῦστα Ἑλένη νόσῳ τρυχομένη, ὁ φιλάγα‐ θος ἄναξ οὐκ ἐνέδωκεν τῇ πρὸς αὐτὴν διαθέσει καὶ στοργῇ, ἀλλὰ πάντα ἐν πᾶσι τὰ καταθύμια αὐτῆς ἐπλήρου. καὶ γὰρ ἡ Αὐγοῦ‐ | |
20 | στα ἠξίου παρὰ τοῦ νεωστὶ παρ’ αὐτῆς κατασκευασθέντος ξενῶνος | |
καὶ γηροτροφείου εἰς τὸ παλαιὸν Πετρίν, τὸ λεγόμενον τὰ Ἑλένης, | ||
459 | διορίσασθαι τὸν ἄνακτα προάστεια καὶ χρυσοβούλλια καὶ ἐξόδους· ἄτινα μετὰ χαρᾶς ὁ πορφυρογέννητος ἐξεπλήρου. καὶ ἦν ἰδεῖν αὐτὴν τῇ ψυχῇ καὶ τῷ σώματι ἡδυνομένην καὶ χαιρομένην, ὡς ἀπείρου πόθου καὶ πλούτου ταύτην παρέχων. ἔχαιρεν δὲ πλεῖστον | |
5 | ὁρῶσα Ῥωμανὸν τὸν υἱὸν αὐτῆς βασιλέα καὶ τὰς θυγατέρας αὐτῆς Ζωὴν καὶ Θεοδώραν καὶ Ἀγάθην συνούσας καὶ συνευφραινομένας αὐτῇ καὶ τῷ βασιλεῖ Κωνσταντίνῳ. καὶ γὰρ καὶ αὐτὸς ἐτίμα καὶ ἐφίλει, ἐν ἐξαιρέτῳ δὲ τῇ Ἀγάθῃ ὡς ἀόκνως λειτουργοῦσα τῷ βα‐ σιλεῖ εἰς τὰς ἀρρωστίας αὐτοῦ, καὶ καταμηνύεσθαι δι’ αὐτῆς τὸν | |
10 | βασιλέα τῶν σεκρέτων καὶ τῶν ἀρχόντων τὰ διοικήματα· ἥτις καὶ μεσῖτις ἀνεφαίνετο, καὶ οὐκ ἀνεφαίνετο μόνον, ἀλλὰ καὶ ἐγνωρί‐ ζετο καὶ ἐγένετο. 41 Ὁ δὲ πορφυρογέννητος διὰ τὸ τὸν μάγιστρον καὶ δο‐ μέστικον τῶν σχολῶν Βάρδαν τὸν λεγόμενον Φωκᾶν ἀδυνάτως ἔχειν | |
15 | καὶ εἰς γῆρας ἐλάσαι τοῦ δομεστικάτου ἀποκινεῖ, καὶ ἀντ’ αὐτοῦ προβάλλεται δομέστικον Νικηφόρον πατρίκιον καὶ στρατηγὸν τῶν Ἀνατολικῶν, τὸν φίλτατον υἱὸν αὐτοῦ, ἄνδρα ἐν πολλοῖς καὶ δια‐ φόροις πολέμοις εὐδοκιμήσαντα καὶ ἄριστον ἀναφανέντα· καὶ τῇ ἡδυτάτῃ διαλαλιᾷ καὶ θωπείᾳ αὐτοῦ κοσμήσας τὰ στρατεύματα | |
20 | καὶ πρὸς τοὺς πολεμίους Ἀγαρηνοὺς ἐχώρει, ὡς πάντα τὰ στρα‐ | |
τεύματα θαρρεῖν καὶ ὡς ἐν ἰδίῳ χώρῳ παροικίαν ποιήσασθαι· | ||
460 | καὶ μήτε κρυπτομένων ἢ βακχευόντων ἢ ὑποστρεφόντων, ὡς ἔθος ἦν αὐτοῖς· ἀλλὰ πάντες τομῶς ἐχώρουν πρὸς τοὺς πολεμίους ταῖς ἀσπίσι περιφραξάμενοι καὶ τοῖς δόρασιν ἀμυνόμενοι καὶ κατὰ κράτος τοὺς Ἀγαρηνοὺς ἀφανίζοντες. καὶ ἦν ἰδεῖν θάμβος καὶ | |
5 | ἔκπληξιν τοῖς ὁρῶσιν τὸν νικητὴν Νικηφόρον τὰς παρατάξεις καὶ δυνάμεις καὶ τὰ φοῦλκα τοῦ ἀθέου Χαμβαδᾶ συγκόπτοντα καὶ ἀπορραπίζοντα, καὶ τὴν τύχην τοῦ νικητοῦ ἀριστέως θαμβεῖσθαι καὶ μεγαλύνειν τοῖς ὁρῶσιν, ὡς τὰς πόλεις καὶ κώμας καὶ χώρας πυρὶ κατατεφρῶσαι καὶ αἰχμαλώτους ἄγειν καὶ ὑποσπόνδους τῇ | |
10 | βασιλείᾳ Ῥωμαίων προσφέρειν. καὶ δὴ πρὸς τὸν πιστὸν Κων‐ σταντῖνον ἀφικόμενος ἐπαίνων καὶ τιμῶν παρ’ αὐτοῦ ἠξιώθη, οἷον ἐν τοῖς πάλαι χρόνοις οἱ Ῥωμαίων στρατηγοὶ ἂν ἐκτήσαντο. 42 Ὁ δὲ ἄναξ Κωνσταντῖνος μηδὲν τῶν πατρῴων αὐτοῦ οἰκοδομημάτων συγχωρῆσαι πεσεῖν, οὐδὲ τοῦτο τὸ μέγα λουτρόν, | |
15 | τὸ παρὰ Λέοντος τοῦ πατρὸς αὐτοῦ παρασκευασθὲν εἰς τὰ Μαρί‐ νης εὐρύχωρόν τε καὶ τῆς καθ’ ἡμᾶς πολιτείας θαῦμα, τὸ πρότε‐ ρον παροραθὲν ὡς ἀμελείᾳ καὶ ῥᾳθυμίᾳ πρὸς πᾶσαν ἀμορφίαν καὶ ἀκοσμίαν ἐλάσαι καὶ μηδὲν ἄλλο αὐτὸ σκοπεῖσθαι ἢ θεμελίους. οὗτος ὁ Κωνσταντῖνος τοῖς πατρικοῖς ἔργοις ὡς οἰκείοις ἐπιγαννύ‐ | |
20 | μενος καὶ τερπόμενος ἀνακαινισμὸν ἐν αὐτῷ ἐπιδίδωσιν, αὖθις | |
ἀποκαθιστῶν, οὐ μόνον εἰς τὸν πρότερον κόσμον ἀναφέρων ἀλλὰ | ||
461 | πλέον κρείττονα δημιουργήσας, πάντοθεν περικαλλύνων καὶ τὴν προτέραν ἀποδιδοὺς τοῖς λουομένοις εὐπάθειαν. τοῦτο καὶ ξένους εἰς θάμβος εἰσάγει καὶ τοὺς ἐνδίκους ἐκπλήττει. 43 Ὁ δὲ βασιλεὺς Κωνσταντῖνος πατρίκιον Θεόδωρον | |
5 | τὸν Βελωνᾶν λεγόμενον ἔπαρχον καὶ πατέρα πόλεως προχειρίζεται, ἄνδρα ἱκανὸν καὶ λόγιον, πρὸς τοὺς νόμους πολυπειρίαν καὶ εὐ‐ φυΐαν ἔχοντα· καὶ πρὸς τὸ κοινωνὸν τροφὴν ἀνήροτον τοῖς δικα‐ ζομένοις τῇ εὐκοσμίᾳ καὶ δικαιολογίᾳ αὐτοῦ παρεῖχε. 44 Τὸν δὲ πατρίκιον καὶ παρακοιμώμενον Βασίλειον ὁ | |
10 | πορφυρογέννητος κατὰ τοῦ ἀθέου Χαμβαδᾶ μετὰ ἐκστρατείας καὶ δυνάμεως λαοῦ καὶ πολλῆς ἐξοπλίσεως ἀποστέλλει. καὶ δὴ ταῖς ἐκείνου θεοπνεύστοις βουλαῖς καθοπλισθείς, τῆς βασιλικῆς οἰκίας καὶ τοῦ Βυζαντίου ἀπάρας, πρὸς τὰς τῶν ἀρνητῶν τοῦ Χριστοῦ γίνεται χώρας, καὶ πρῶτα μὲν πόλιν πορθεῖ Σαμοσάτων, Σύροις | |
15 | κάλαι κατῳκισμένην καὶ πρὸς τὴν ὄχθαν τοῦ Εὐφράτου παρακει‐ μένην, δυσπόρθητον οὖσαν καὶ πολυάνθρωπον καὶ πλούτῳ πολλῷ ἐπιβρίθουσαν, ταύτῃ τὰ τοῦ στρατοῦ ἐχώρει, καὶ κατ’ αὐτῶν τῶν βαρβάρων ἡγεμονεύοντος· οἵτινες τῇ συντρόφῳ ἀλαζονείᾳ ἐπαιρόμε‐ νοι ἀμαχὶ τὰ τῆς νίκης αὐτῶν ἐφρυάττοντο. ἐπεὶ δὲ οἱ βάρβαροι τῷ | |
20 | Ῥωμαϊκῷ στρατῷ συνεδέθησαν, καὶ μηδὲ τὴν αὐτῶν ὁρμὴν φέρον‐ | |
462 | τες εἰς φυγὴν ἐτρέποντο, καὶ σώζειν ἑαυτὸν ἕκαστος ὅπως δύναιτο ἠγωνίζετο, τότε σκυλεύονται μὲν οἱ νεκροί, δεσμοῦνται δὲ καὶ οἱ ζωγρηθέντες, καὶ λαφύρων πολλὴ γίνεται συναγωγή· καὶ ἅπαντα τὸ κοινὸν θέατρον καὶ ὁ θρίαμβος τοῦ ἱπποδρομίου ὑπεδέξατο. | |
5 | 45 Ὁ δὲ βασιλεὺς τὸν πατρίκιον Λέοντα τὸν υἱὸν Βάρδας μάγιστρον τοῦ Φωκᾶ στρατηγὸν εἰς Ἀνατολικοὺς ἀντὶ τοῦ ἀδελ‐ φοῦ αὐτοῦ Νικηφόρου προχειρίζεται, ἄνδρα ἄριστον καὶ πρὸς τοὺς Ἀγαρηνοὺς καὶ πολεμίους μαχιμώτατον. καὶ ἦν ἰδεῖν τοὺς αὐταδέλφους ὑπὲρ τῶν Χριστιανῶν ἀγωνιζομένους καὶ πρὸς τοὺς | |
10 | πολεμίους χωροῦντας καὶ κατασφάττοντας, καὶ τὴν αὐτῶν ὁρμὴν μὴ φέροντας. 46 Γέγονε δὲ καὶ ἐμπρησμὸς μέγας καὶ φοβερὸς πλησίον τοῦ ναοῦ τοῦ ἁγίου Θωμᾶ, ὥστε κατακαῆναι τὸν ἔμβολον τὸν ἀπερχόμενον πρὸς τὴν Σιδηρᾶν πόρταν. ὁ δὲ αὐτοκράτωρ τῇ | |
15 | πολλῇ αὐτοῦ ἀγαθότητι, καὶ ὡς οἰκεῖα ἔγγονα τοὺς πολίτας φιλῶν καὶ κηδόμενος, πάντας παρεθυμήσατο εἰς ἀνοικοδομὴν τῶν πυρ‐ καϊθέντων αὐτῶν οἰκημάτων· καὶ τὸν ἄνακτα οἱ πολῖται ὡς θεὸν δεύτερον καὶ εὐεργέτην ἐπῄνουν καὶ εὐχαρίστουν. 47 Τῶν δὲ Τούρκων ἐκστρατείας ποιησάντων κατὰ Ῥω‐ | |
20 | μαίων, καὶ καταδραμόντων μέχρι τῆς πόλεως τῇ ἑορτῇ τοῦ ἁγίου πάσχα, καὶ ληϊσαμένων πᾶσαν Θρᾳκῴαν ψυχὴν καὶ πραῖδαν πολ‐ | |
λήν, ὁ βασιλεὺς εὐθὺς τὸν πατρίκιον καὶ δομέστικον τῶν Ἐξκου‐ | ||
463 | βίτων Πόθον τὸν Ἀργυρὸν μετὰ τοῦ τάγματος αὐτοῦ καὶ τοῦ στρατηγοῦ τῶν βουκελαρίων καὶ τοῦ ὀψικίου καὶ τοῦ Θρᾳκήση, κατὰ πόδας αὐτῶν περάσας, ἐξαπέστειλεν· οἳ τῇ εὐπροσδέκτῳ πρὸς θεὸν εὐχῇ τοῦ πορφυρογεννήτου νυκτὸς ἐπιπεσόντες κατέ‐ | |
5 | σφαξαν καὶ κατεπολέμησαν, λαβόντες τὴν πραῖδαν καὶ αἰχμαλω‐ σίαν. αὐτοὶ δὲ ὑπὸ τῆς ἄγαν ἥττης καὶ τροπῆς αἰσχυνθέντες εἰς τὴν ἰδίαν γῆν ὑπέστρεψαν. 48 Ἄξιον γάρ ἐστιν ἐξειπεῖν καὶ τὸ φοβερὸν ἐκ θεοῦ φα‐ νὲν σημεῖον καὶ προάγγελμα τῆς μεταθέσεως Κωνσταντίνου τοῦ | |
10 | πορφυρογεννήτου. φασὶν γὰρ εἰς τὴν γέννησιν τοῦ ἄνακτος ἀστέρα λαμπρὸν κομήτην φανῆναι ἡμέρας τεσσαράκοντα, νῦν δὲ πάλιν εἰς τὴν νόσον καὶ ἔξοδον αὐτοῦ ἀστέρα κατ’ οὐρανὸν δειχθῆναι, θο‐ λερὸν δὲ καὶ ἀμαυρὸν φῶς ἔχοντα, καὶ τοῦτον ἐπὶ ἱκανὰς ἡμέρας φαινόμενον, δεικνύοντα τῇ κρείττονι δυνάμει δεδημιουργημένον | |
15 | τὸν πορφυρογέννητον Κωνσταντῖνον. καὶ τοῦτο ἴσασι πολλοὶ τῶν εὐγνωμόνων καὶ τὸ θαῦμα τοῖς οὐκ εἰδόσι παραπεμψαμένων, ἵνα καὶ τὰ στοιχεῖα τὸ τοῦ πορφυρογεννήτου συμπενθήσῃ τέλος. Ἀλλ’ εἰ καὶ τὰ πλείω τῶν βασιλικῶν πρακτέων διαφεύγει τὸν νοῦν, ἓν δὲ τοῦτο τὸ τελευταῖον τοῖς εἰρημένοις προσθεὶς τὸ | |
20 | τοῦ λόγου πέρας ἀφίξομαι. (49) ἐτρέφετο πόθος καὶ ἔφεσις τῷ ἄνακτι τῷ ὄρει τοῦ Ὀλύμπου καταλαβεῖν καὶ τοὺς ἐν αὐτῷ ἁγίους | |
πατέρας ἐπόψεσθαι καὶ τῶν τιμίων αὐτῶν ἐπαπολαῦσαι εὐχῶν καὶ | ||
464 | τῇ μεταβάσει τῶν τόπων καὶ τῇ τῶν ἀέρων εὐκρασίᾳ τὸ ὑγιὲς αὐ‐ τῷ περιποιήσασθαι· ὑπεσμύχετο γὰρ αὐτῷ νόσος κρυφία, δι’ ἣν καὶ ἰατρικαῖς ἐπιμελείαις ἔκδοτος ἐδείκνυτο, καὶ τῆς πρὸς τὸν Ὄλυμπον ἐξελεύσεως ἐδεῖτο τὸ μάλιστα. τούτῳ τῷ πόθῳ κάτοχος | |
5 | γεγονὼς αὐτίκα τοῦ δρομωνίου ἐπέβαινεν καὶ πρὸς χώρας τῶν Βι‐ θυνῶν ἐπεφοίτα καὶ πρὸς Πρίετον, ἥτις Πραίνετος παρὰ τῶν ἐγ‐ χωρίων ἐπωνόμασται, ἔκ τινος πατρίου θεοῦ Βιθυνῶν τὴν κλῆσιν ἐπιτεθεῖσα. ἐκεῖθεν πρὸς Νικαίαν ἐφίσταται, πόλιν ἀρχαιόπλου‐ τον καὶ πολύανδρον. ἀπὸ δὲ ταύτης εἰς φροντιστήριον μοναχῶν | |
10 | πρὸς τὰς ἐπορείας κείμενον ἀφίκετο τοῦ ἐκεῖσε δοξαζομένου μάρ‐ τυρος Ἀθηνογένους· καὶ διὰ κιναβάρεως τοῦ πατρὸς αὐτοῦ γράμ‐ ματα ὁ ἐκεῖσε καθηγουμενεύων ὑπέδειξε τῷ ἄνακτι. φασὶ γὰρ ὅτι Λέων ὁ εὐσεβὴς βασιλεὺς ἐκεῖσε διερχόμενος, τὴν πορείαν ποιού‐ μενος πρὸς τὰς τοῦ Ὀλύμπου ἀκρωρείας αἰτήσεως χάριν τοῦ δο‐ | |
15 | θῆναι αὐτῷ υἱὸν διάδοχον τῆς βασιλείας αὐτοῦ, καὶ ὁ τηνικαῦτα ἡγούμενος τῆς μονῆς Πέτρος προέφησεν αὐτῷ υἱὸν γεννῆσαι διά‐ δοχον τῆς βασιλείας αὐτοῦ· καὶ αὐτὸς μέλλει ἐξελθεῖν εἰς τὸν Ὄλυμπον εἰς τὰ τέλη τοῦ βίου αὐτοῦ. τὴν δὲ γραφὴν ὁ πορφυ‐ ρογέννητος ἰδίαν εἶναι Λέοντος τοῦ πατρὸς αὐτοῦ γνωρίσας ἀλη‐ | |
20 | θινὴν ἔφησεν εἶναι τὴν πρόρρησιν τοῦ μοναχοῦ. ἀπὸ δὲ ταύτης πρὸς τὰς ἐπορείας τοῦ Ὀλύμπου γίνεται, Ὀλύμπου ἐκείνου οὗ καὶ Μυ‐ | |
σίων πρόπαλαι γραφῇ παραδέδωκεν, Μυσῶν τὸ παλαιὸν ἐν τούτῳ | ||
465 | οἰκούντων. ἐκ δὲ τούτων ἐπὶ τὰς παραλογὰς καὶ δυσκολίας καὶ ἑλικοειδεῖς καὶ κρημνώδεις ἀναβάσεις μόλις διελθὼν ὁ ἄναξ, ταῖς κέλλαις τῶν ἱερῶν πατέρων καταλαβών, οὓς ἰδὼν κατασπασάμενος καὶ τὰς τούτων ψυχωφελεῖς εὐχὰς ἐφόδιον λαβὼν πρὸς τὴν Προῦ‐ | |
5 | σαν μετανίσταται, πόλιν ἀνδρὸς τὸ πάλαι Βιθυνῶν βασιλεύσαν‐ τος, ὃς ἀνδραγαθίας καὶ πολέμων τῶν τηνικάδε βασιλέων ὑπερ‐ αρθέντων σύμβολον μνήμης τὴν τοιάνδε πόλιν ἐξειργάσατο. ἧς οὐ πολλῷ ἄποθεν καὶ ὑποβρύχιος γέγονε, θερμῶν ἀναδόσεις βλέ‐ πων, ἐν οἷς μῦθοί φασιν Ἡρακλῆν κατὰ ζήτησιν Ὕλη περιπλα‐ | |
10 | νώμενον τὸν ἐξ Ὕλου φόνον τῷ λύθρῳ ἐναποσμήξασθαι. (50) ὁ δὲ ἄναξ παρὰ τῶν ἱερῶν πατέρων διδαχθεὶς ἐν τῇ κορυφῇ τοῦ Ὀλύμπου ἀσκητὴν εἶναι σημειοφόρον γέροντα ἐν σπηλαίῳ, πόθῳ τῷ πρὸς αὐτὸν ἠπείγετο. καὶ δὴ θείᾳ ἐκλάμψει ὁ γέρων ἐμφανι‐ σθεὶς ὡς τοῦ βασιλέως πρὸς αὐτὸν ἀφικομένου, τῆς κέλλης αὐτοῦ | |
15 | ἀπιών, μετάνοιαν δὲ βαλών, τὸ εὐλόγησον ἔφησεν. ὁ δὲ βασιλεὺς ἐρωτήσας “τίς τε ὢν καὶ πόθεν καὶ πῶς καὶ ποῦ παραγίνῃ;” ἔφη‐ σιν “τὴν πρόοδον τῆς βασιλείας σοῦ πρός με γνοὺς μᾶλλον πρὸς σὲ παραγίνομαι.” ὁ δὲ θείαν ἀποστολὴν τὸν γέροντα ὑπονοήσας, τὰς τούτου εὐχὰς ἐφόδιον λαβὼν καὶ τὴν τῆς ζωῆς αὐτοῦ μετά‐ | |
20 | στασιν μαθών, πρὸς τὰς κέλλας τῶν ἱερῶν πατέρων ὑπενόστησεν καὶ συνεστιαθεὶς αὐτοῖς τὸ τάχος πρὸς τὴν θάλασσαν κατῆλθεν. | |
καὶ τοῖς πολλοῖς ἐλάνθανεν ὡς εἴη νοσῶν· ἔνδον δὲ κατεδαπα‐ | ||
466 | νᾶτο καὶ κατηνάλωτο ὑπό τε τοῦ κοιλιακοῦ νοσήματος καὶ τοῦ πυρετοῦ. 51 Ἀλλ’ ὦ θνητῆς φύσεως νόμοι καὶ τύχης μεταβολαί, πρὸς οἵους συνεπείγομαι καὶ ἐλαύνομαι θρήνους! ἐξ οὗ μεταβὰς | |
5 | καὶ κατευθὺ τείνας τὸν πλοῦν πρὸς τὴν βασιλίδα πόλιν κατέλαβεν, τῇ συνεχούσῃ νόσῳ κατατρυχόμενος καὶ βαλλόμενος. ἐπεὶ γὰρ ἡττᾶτο ὁ φοβερὸς βασιλεὺς παρὰ τῆς νόσου καὶ αἱ περὶ τοῦ ζῆν ἐλπίδες προεχώρουν, οὐκ ἦν ὅστις τὸν πορφυρογέννητον μὴ ἀπω‐ λοφύρετο καὶ ἀπωδύρετο τὸν καλὸν ἄνακτα, τὸν γλυκύν, τὸν εὐ‐ | |
10 | προσηνῆ, τὸν εὐπρόσιτον, τὸν γαληνόν, καὶ ὅσοις ἄλλοις χρὴ ὀνόμασι καλέσαι τὸν ἄνδρα πρὸς οὓς τῷ πόθῳ συνδέδεται. ἐπεὶ δὲ τὰ τελευταῖα πνέων ὡρᾶτο ὁ πορφυρογέννητος Κωνσταντῖνος, Ῥωμανὸν τὸν υἱὸν αὐτοῦ αὐτοκράτορα βασιλέα ἐποίησεν, παρα‐ δοὺς καὶ ὁρκώσας Ἰωσὴφ πατρίκιον καὶ πραιπόσιτον τοῦ διαφυ‐ | |
15 | λάξαι αὐτὸν τῇ αὐτοῦ ἐντρεχείᾳ καὶ πυκνώσει· καὶ γὰρ τοιοῦτος ἦν ὁ ἀνήρ, πυκνὸς καὶ ὀρθὸς καὶ πιστὸς καὶ πρὸς τὰ πολιτικὰ διοικήματα ἀετοῦ ταχύτερος, εἰς δὲ τὸ ἀπροσωπόληπτον καὶ εὐσε‐ βὴς καὶ δίκαιος, ὡς τοιοῦτον ἕτερον μὴ γνωρίζεσθαι. 52 Αὐγοῦστα Ἑλένη σὺν καὶ τοῖς τέκνοις αὐτῆς καὶ τῷ | |
20 | πατρικίῳ καὶ παρακοιμωμένῳ Βασιλείῳ καὶ τοῖς κοιτωνίταις, ὡς ἑώρων τὸν ἄνακτα Κωνσταντῖνον ψυχορραγοῦντα καὶ συγκοπτό‐ | |
μενον, περιχυθέντες τῇ κλίνῃ κλαυθμοῖς καὶ ὀδυρμοῖς ἀμέτροις | ||
467 | περιρραίνοντες ἀπωλοφύροντο καὶ ἀπωδύροντο τοιοῦτον δεσπότην, καὶ πλέον οὐδὲν ὠφέλησαν ἢ κωφοῖς καὶ κενοῖς δάκρυσι καταπλύ‐ νοντες τὸ βασιλικὸν ἐκεῖνο σῶμα. καὶ δὴ τὴν κλίνην αὐτοῦ ἀμφο‐ τέρων περικυκλούντων καὶ ταῖς πολλαῖς οἰμωγαῖς κοπτομένων, καὶ | |
5 | πρὸς τὰ τέλη πάντη ὢν ὁ γλυκὺς καὶ πλουτοδότης βασιλεύς, χορο‐ στασίαι ἁγίων καὶ δικαίων μοναχῶν τε καὶ μαρτύρων καὶ ἱεραρχῶν παρίσταντο, καὶ τὸ πανάγιον αὐτοῦ πνεῦμα χερσὶν ἀγγελικαῖς παρέθεντο. καὶ τάχιον τοῦτον ἀποσμήξαντες προέθηκαν ἐν τοῖς δεκαεννέα ἀκουβίτοις. καὶ ψαλμοῖς τοῦτον τελέσαντες παρευθὺ | |
10 | ἐξήγαγον, καὶ πρὸς τὴν Χαλκῆν ἀποθέντες, τελευταῖον ἀσπασμὸν ὁ ἀρχιερεὺς καὶ οἱ ἱερεῖς καὶ οἱ μάγιστροι καὶ οἱ πατρίκιοι καὶ ἡ πᾶσα σύγκλητος κατησπάζοντο· καὶ ὁ τῆς καταστάσεως, ὡς ἔθος ἦν, ἀνακράξας “ἔξελθε, βασιλεῦ· καλεῖ σε ὁ βασιλεὺς τῶν βα‐ σιλευόντων καὶ κύριος τῶν κυριευόντων,” καὶ τοῦ πλήθους τοῦ | |
15 | ὄχλου βοὴν καὶ κωκυτὸν καὶ ὀδυρμὸν βαλλόντων, καὶ τοῦ τρίτου τοῦτο φωνήσαντος, παρευθὺ ἄραντες τὸν ἄνακτα ἐξήγαγον ἀπὸ τῶν βασιλικῶν δόμων ἐπὶ τὴν λεωφόρον, καὶ πρὸς τὸν ναὸν τῶν ἁγίων ἀποστόλων ἔφερον, τῆς συγκλήτου πάσης προπεμπούσης, καὶ ᾄσμασι προπομπίοις τὴν ἔξοδον μεγαλύνοντες. (53) καὶ τί | |
20 | δεῖ λέγειν εἰς τὸν συνελθόντα λαὸν καὶ ὄχλον τῆς πολιτείας, τῶν μὲν ἀφ’ ὕψους τὸ βασιλικὸν ἐκεῖνο σκῆνος κατοπτευόντων, τῶν | |
δὲ πλησίον παραθεωρούντων, καὶ ἄλλων μὲν ἐξ οἰκοδομῶν καὶ | ||
468 | οἰκημάτων μετεώρων καὶ ὑψηλῶν προκυπτόντων καὶ πρὸς τὴν θέαν τῆς κλίνης ἐπιρριπτόντων, τῶν δὲ κρυφίως μυρομένων καὶ στενα‐ γμοῖς ἐγκαρδίοις κλονουμένων, καὶ ἄλλων ὀδυρμοῖς καταξαινομέ‐ νων, καὶ ἄλλων τινῶν ὀξύτερον ἐπικωκυόντων, καὶ συνθλιβόμενοι | |
5 | καὶ ἀπολοφυρόμενοι τῷ κοινῷ δυστυχήματι, τινῶν δὲ καὶ τὰ δά‐ κρυα κρουνηδὸν προχεόντων καὶ τὴν χρυσοκόλλητον κλίνην καταρ‐ δευόντων καὶ καταρραινόντων. ὡς δὲ τῷ ναῷ τῶν ἁγίων ἀποστό‐ λων προσήγγισαν καὶ ἔσω τὸ βασιλικὸν δορυφορούμενον ἐφαίνετο σῶμα, ὁ πατρίκιος καὶ παρακοιμώμενος Βασίλειος τὸ πανάγων | |
10 | αὐτοῦ σῶμα ταῖς οἰκείαις, ὡς ἔθος τοῖς νεκροῖς ποιεῖν, λαζαρώ‐ σας, καὶ τοῦ τάφου ἤτοι τοῦ λάρνακος εὐτρεπισθέντος καὶ σηκω‐ θέντος, κατέθετο μετὰ Λέοντος βασιλέως τοῦ πατρὸς αὐτοῦ. τὴν δὲ πατρικὴν ἑνότητα καὶ ἀγάπην οὐδὲ μετὰ θάνατον καὶ ταφὴν ὁ φίλτατος υἱὸς ἀπέστρεψεν. | |
15 | 54 Ἦν τῇ ἰδέᾳ ὁ πορφυρογέννητος Κωνσταντῖνος ὁ βα‐ σιλεὺς εὐμήκης τῇ ἡλικίᾳ, λευκὸς τῇ χροιᾷ ὡσεὶ γάλα, εὐόφθαλ‐ μος, χαροποιοὺς ἔχων ὀφθαλμούς, γρυπὸς ἤτοι ἐπίριν, μακρο‐ πρόσωπος, ῥοδινός, μακροτράχηλος, τῇ ἡλικίᾳ ὄρθιος ὡσεὶ κυ‐ πάρισσος, εὐρὺς τοῖς ὤμοις, καλότροπος, προσηνὴς τοῖς πᾶσι | |
20 | καὶ ὡς τὰ πολλὰ δειλός, φιλοτράπεζος καὶ φίλοινος, ἡδὺς τοῖς λόγοις, καὶ τοῖς δώροις καὶ ταῖς ἀντιλήψεσι πλούσιος. οὗτος ἀπὸ τῆς γεννήσεως αὐτοῦ μέχρι θανάτου αὐτοῦ ἔζησεν χρόνους πεντή‐ | |
κοντα πέντε μῆνας δύο ἡμέρας ..... ἐτελεύτησεν δὲ μηνὶ Νοεμ‐ | ||
469 | βρίῳ πεντεκαιδεκάτῃ ἰνδικτιῶνος τρίτης, ἔτους ἀπὸ κτίσεως κόσμου ἑξακισχιλιοστῷ τετρακοσιοστῷ ἑξηκοστῷ ἐννάτῳ, καταλείψας αὐ‐ τοκράτορα τὸν Ῥωμανὸν καὶ Ἑλένην Αὐγούσταν τὴν μητέρα Ῥω‐ μανοῦ. | |
5t | ΒΑΣΙΛΕΙΑ | |
6t | ΡΩΜΑΝΟΥ | |
7t | ΥΙΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΥ. | |
8 | Ῥωμανὸς ὁ βασιλεὺς κατελείφθη αὐτοκράτωρ παρὰ τοῦ πατρὸς αὐτοῦ τοῦ πορφυρογεννήτου Κωνσταντίνου ἐτῶν ὡς εἴκοσι καὶ | |
10 | ἑνός, τοῦ πορφυρογεννήτου Βασιλείου ἐνιαυσιαίου ὄντος, ἅμα καὶ τῇ μητρὶ αὐτοῦ Ἑλένῃ καὶ Θεοφανῷ τῇ συνεύνῳ αὐτοῦ, μηνὶ Νοεμβρίῳ ἕκτῃ ἰνδικτιῶνος ἕκτης, ἔτους ἀπὸ κτίσεως κόσμου ἑξα‐ κισχιλιοστῷ τετρακοσιοστῷ ἑξηκοστῷ ἐννάτῳ· καὶ παρευθὺς τοὺς κοιτωνίτας καὶ ἀνθρώπους τοῦ πατρὸς αὐτοῦ πατρικάτα καὶ πρω‐ | |
15 | τοσπαθαράτα τιμήσας καὶ ἐν ἑτέροις ἀξιώμασιν ὑπερβιβάσας καὶ δώροις καταπλουτίσας τῶν βασιλικῶν δόμων τοῦ παλατίου κατή‐ γαγεν. ἐξελέξατο δὲ καὶ προέκρινεν παραδυναστεύοντας καὶ πρώ‐ τους τοὺς τῆς συγκλήτου Ἰωσὴφ πατρίκιον πραιπόσιτον καὶ δρουγ‐ γάριον τῶν πλωΐμων, ὅντινα καὶ μετὰ βραχὺ παρακοιμώμενον | |
20 | προανεβίβασεν, καὶ πᾶσαν ἐξουσίαν καὶ φροντίδα τοῦ ὑπηκόου | |
470 | ἀνατέθεικεν. τὸν δὲ πρωτοσπαθάριον Ἰωάννην λεγόμενον τὼ Χοιρινᾶν πατρίκιον καὶ μέγαν ἑταιρειάρχην προεβάλετο τοῦ φυ‐ λάττειν τὸν ἄνακτα ἀπὸ τῶν ὑποπτευομένων προσώπων. καὶ τὸν πρωτοσπαθάριον Σισίνιον τὸν ἀπὸ σακελλίου ἔπαρχον πόλεως ἐχει‐ | |
5 | ροτόνησεν, ἄνδρα λόγιον καὶ πρὸς τὸ κοινὸν ἐπιτήδειον, ὅντινα καὶ μετὰ βραχὺ πατρίκιον καὶ γενικὸν λογοθέτην προεβάλετο, καὶ ἀντ’ αὐτοῦ ἔπαρχον πόλεως τὸν πατρίκιον Θεόδωρον τὸν ἀπὸ στρατιωτικῶν τὸν λεγόμενον Δαφνοπάτην ἐποίησεν· ὅστις Σισί‐ νιος τῇ ἐπαρχίᾳ διέπρεψεν εὐνομίᾳ καὶ δικαιοσύνῃ καὶ τὸ ἱερὸν | |
10 | πραιτώριον κατηγλάϊσεν. καὶ ἦν ἰδεῖν παρισταμένων τῷ ἐκείνοι βήματι, καὶ ἀποκρούων καὶ ἀπορραπίζων τὰς παλινδικίας καὶ παλιμβολίας τῶν δικαζομένων· καὶ δικαστὴς δι’ ἑαυτοῦ ἕκαστος τῆς δίκης τῷ ἠδικηκότι ἐγίνετο. ἀλλὰ καὶ συμπόνους τῷ ἐπάρχῳ ὁ αὐτοκράτωρ δέδωκε, τῇ ἐκλογῇ καὶ μαρτυρίᾳ Ἰωσὴφ πατρικίου | |
15 | καὶ παρακοιμωμένου καὶ τοῦ ἐπάρχου Σισινίου, Θεοφύλακτον ἀση‐ κρῆτιν τὸν λεγόμενον Ματζίτζικον καὶ Ἰωσὴφ σπαθαροκανδιδάτον καὶ κριτήν, ὅντινα λογοθέτην τοῦ πραιτωρίου ἐποίησεν· οἵτινες τῇ εὐβουλίᾳ τοῦ ἐπάρχου καλῶς τῇ πολιτείᾳ ἐνήργουν. 2 Χρὴ οὖν καὶ περὶ τῶν κοινῶν φροντίδων τοῦ ἄνακτος | |
20 | ἐξειπεῖν. εὐθὺς πρὸς πάντα ἀρχηγὸν Ῥωμαίων καὶ βασιλικὸν στρατηγὸν καὶ τῆς Βουλγαρίας καὶ τῆς δύσεως καὶ ἑῴας ἐθνῶν | |
ἀποστελλομένων φιλικῶν γραμμάτων αὐτοῦ, πάντες τῇ τύχῃ καὶ | ||
471 | φιλίᾳ αὐτοῦ τοῦ αὐτοκράτορος κράτιστον ἀνύμνουν καὶ φιλικὰς σπονδὰς ὡμολόγουν. δεῖ οὖν καὶ περὶ τῶν πολιτῶν ἐξειπεῖν. ὁ βασιλεὺς Ῥωμανὸς οὕτως ἐφίλησε τὴν ἐνεγκαμένην ὡς τὴν γεννη‐ σαμένην, καὶ ἐν αὐτῇ γένη περὶ πολλοῦ ἐποιήσατο. διά τοι τοῦτο | |
5 | καὶ τὰ εὐγενῆ καὶ καθαρὰ τῶν γενῶν ποιεῖται δι’ ἐκλογῆς, καὶ οὓς μὲν ἀξιωμάτων καταλαμπρύνει τιμαῖς, οὓς δὲ μεγαλοπρεπέσι φιλοτιμεῖται δωρεαῖς. ἔσθ’ ὅτε καὶ συνεστίους ποιούμενος, ἀργύ‐ ρια παρέχων, τὸ φίλτρον μᾶλλον ἐνηύξει καὶ ὑπανέφλεγεν, καὶ τὴν ἐκείνων εὔνοιαν ἀντὶ πολλῶν φρουρῶν καὶ φυλάκων προέ‐ | |
10 | κρινεν. 3 Τὰς δὲ ἀδελφὰς αὐτοῦ Ζωὴν καὶ Θεοδώραν καὶ Ἀγά‐ θην καὶ Θεοφανὼ καὶ Ἄνναν ἐκ τῶν βασιλικῶν δόμων εἰς τὰ Κα‐ νικλείου, ἐν οἷς Σοφία ἡ Αὐγοῦστα ἡ τοῦ Χριστοφόρου καὶ τοῦ βασιλέως ἦν ἀποκεκαρμένη μοναχή, κατήγαγεν καὶ μοναχὰς ἀπέ‐ | |
15 | κειρεν, πολλὰ καὶ τῆς Ἑλένης τῆς μητρὸς Ῥωμανοῦ καὶ αὐτῶν ἀπολοφυρομένων καὶ ἀποκλαιουσῶν, καὶ τῇ χειρὶ παρ’ ἀλλήλων σφιγγουσῶν καὶ τῷ τραχήλῳ ἐπικειμένων, πλέον οὐδὲν ὠφέλησαν ἡ κωφοῖς καὶ κενοῖς δάκρυσι. πάλιν δὲ αὐτὰς μετὰ διίππευσιν ἡμερῶν ἀπ’ ἐκεῖσε ὁ αὐτοκράτωρ μετέθηκεν, καὶ τὴν μὲν Ζωὴν | |
20 | καὶ Θεοδώραν καὶ Θεοφανὼ εἰς τὰ Ἀντιόχου ἐκλήρωσεν, τὴν Ἀγάθην εἰς τὸ ἱδρυνθὲν καὶ κατασκηνωθὲν φροντιστήριον παρὰ | |
Ῥωμανοῦ τοῦ τηνικαῦτα βασιλεύσαντος καὶ πάππου τοῦ αὐτοκρά‐ | ||
472 | τορος ἀπέστειλεν· καὶ διωρίσατο χορηγεῖσθαι αὐτὰς ἃ καὶ ἐν τῷ παλατίῳ ἐδίδοντο. 4 Τὸν δὲ Νικηφόρον καὶ δομέστικον τῶν σχολῶν τὸν τοῦ Φωκᾶ μάγιστρον ἐτίμησεν καὶ κατὰ τῶν ἀρνητῶν τοῦ Χριστοῦ ἐν | |
5 | τῇ ἑῴᾳ ἐξέπεμψεν· καὶ τὸν ἀδελφὸν αὐτοῦ πατρίκιον τὸν Λέοντα στρατηγὸν προεβάλετο, ὅντινα καὶ μετ’ οὐ πολὺ μάγιστρον καὶ δομέστικον τῆς δύσεως ἐποίησεν. καὶ ἦν ἰδεῖν τὸν ἄνακτα εὐ‐ φραινόμενον, καὶ ἐν κυνηγίοις καὶ θήραις δι’ ὅλου ἀγροδιαιτοῦντα, ὡς τὸν βασιλικὸν δόμον πάντη ἀποστρεφόμενον καὶ τὴν φροντίδα | |
10 | τοῦ στρατοῦ τοῖς αὐταδέλφοις καταπιστεύσαντα, αὐτὸς ἔχαιρεν καὶ ἠγαλλιᾶτο τοῖς κυνηγίοις ἔξω τοῦ Βυζαντίου, μετὰ τῶν ὁμη‐ λίκων καὶ κολάκων καὶ κακοσυμβούλων μαστρωπῶν συναναστρε‐ φόμενος. 5 Τί δὲ ἂν εἴπῃ τις περὶ τῆς ἀοκνίας καὶ εὐθύτητος καὶ | |
15 | ἀνδραγαθίας ἀνδρίας τε καὶ ἀγαθότητος τοῦ ἄνακτος; ἐν μιᾷ ἡμέρᾳ καὶ ἐν τῷ ἱππικῷ καθεσθεὶς καὶ τῇ συγκλήτῳ συνεστιαθεὶς καὶ τὴν δόσιν τῶν ἀργυρίων παρασχών, καὶ τῇ δείλῃ ἐν τζυκανι‐ στηρίῳ σφαιρίσας μετὰ τῶν δοκίμων καὶ ἐμπείρων καὶ πολλάκις τούτους νικήσας, εἰς μεταστάσιμον εἰς Ἀνωράτας μετέβη, κἀκεῖσε | |
20 | θηρεύσας παμμεγέθεις χοίρους τέσσαρας καὶ κυνηγήσας πρὸς τὰ βασίλεια τῇ ἑσπέρᾳ ἀντεπέρασεν. ἦν γὰρ τῇ ἡλικίᾳ νέος, σφρι‐ | |
γῶν τῷ σώματι, σιτόχροος, εὐόφθαλμος, ἐπίριν, ῥοδινοπρόσω‐ | ||
473 | πος, χαροποιὸς καὶ γλυκὺς τοῖς ῥήμασιν, ὄρθιος τῇ ἡλικίᾳ ὡσεὶ κυπάρισσος, εὐρὺς τοῖς ὤμοις, ἥσυχος καὶ προσηνής, ὡς πάντας θαμβεῖσθαι καὶ ἐκπλήττεσθαι τὸν ἄνδρα. συνέχαιρεν δι’ αὐτὸν ἡ πολιτεία ὡς εὐτυχοῦντα καὶ τῶν ἐθνῶν κρατοῦντα. καὶ τῷ | |
5 | Βυζαντίῳ πλούσιαι αἱ σιτήσεις καὶ αἱ τροφαὶ χορηγούμεναι. 6 Ὁ δὲ βασιλεὺς Ῥωμανὸς καὶ ἕτερον υἱὸν μετὰ θάνα‐ τον τοῦ πατρὸς αὐτοῦ ἀπεγέννησεν, Κωνσταντῖνον τοῦτον ὀνομά‐ σας. καὶ [οὐ] μετ’ οὐ πολὺ στέφεται παρὰ Πολυεύκτου πατριάρ‐ χου ἐν τῷ ἄμβωνι τῆς ἁγίας Σοφίας. ἡ δὲ Αὐγοῦστα Ἑλένη ἐν | |
10 | τῷ παλατίῳ οὖσα κλινήρης καὶ συναγαλλομένη τῷ ἄνακτι, καὶ ἐπὶ ἱκανοὺς χρόνους ἀρρωστοῦσα, εὐσεβῶς τέθνηκεν κατὰ τὴν ἐννεα‐ καιδεκάτην τοῦ Σεπτεμβρίου μηνός· καὶ ταύτην βασιλικῶς τιμή‐ σας, καὶ ἐν τῇ χρυσοκολλήτῳ καὶ διὰ μαργαριτῶν καὶ λίθων κλί‐ νῃ τεθεῖσα, τῆς συγκλήτου προπεμπούσης, ἐν τῷ μοναστηρίῳ | |
15 | τῷ παρὰ τοῦ πατρὸς αὐτῆς Ῥωμανοῦ βασιλέως συσταθέντι, τῷ ὄντι εἰς τὸ Μυρέλαιον, θάπτεται ἐν λάρνακι πλησίον καὶ σύνεγγυς τοῦ πατρὸς αὐτοῦ. 7 Τὸν δὲ μάγιστρον καὶ δομέστικον τῶν σχολῶν Νικη‐ φόρον τὸν τοῦ Φωκᾶ ὁ ἄναξ ὁ χρηστός, ὁ ἡδύς, ὁ προσηνής, καὶ | |
20 | ὅσοις ὀνόμασι χρὴ καλεῖσθαι καλοῖς καὶ τὸν ἄνδρα ὀνομάζειν, μετὰ ἐκστρατείας καὶ δυνάμεως πολλῆς καὶ ἐξοπλίσεως καραβίων πολεμικῶν καὶ ὑγροῦ πυρὸς εἰς Κρήτην διωρίσατο ἀπελθεῖν· οἱ γὰρ Κρητικοὶ πολλὰ δεινὰ καὶ κακὰ καὶ αἰχμαλωσίας καθ’ ἑκάστην | |
εἰς τὴν Ῥωμαίων γῆν ἐποιοῦντο, ἀφ’ ὅτου ταύτην τὴν μεγάλην | ||
474 | νῆσον ἐπόρθησαν. ἐπὶ γὰρ Μιχαὴλ τοῦ Ἀμορραίου τοῦ πατρὸς Θεοφίλου ταύτην ἐκράτησαν, καὶ τῶν στρατευμάτων εἰς τὴν στά‐ σιν καὶ τυραννίδα τοῦ Μωροθωμᾶ τοῦ συντρόφου τοῦ Μιχαήλ (καὶ γὰρ ἐπὶ τρισὶ χρόνοις σχεδὸν καὶ πλεῖον τὴν Θρᾳκικὴν καὶ | |
5 | Μακεδονικὴν ἐκράτησεν ὁ τύραννος) εὐκαιρίαν εὑρόντες οἱ ἀπὸ Σπανίας ἀνελθόντες Σαρακηνοὶ μετὰ πολλοῦ στόλου πολεμικῶν καραβίων κατέσχον ταύτην, ὡς εἶναι τὴν τούτων διακράτησιν καὶ κατάσχεσιν ἕως τῆς ἡμέρας ἧς ἐπορθήθησαν παρὰ τοῦ μαγίστρου καὶ δομεστίκου Νικηφόρου τοῦ Φωκᾶ ἔτη ἑκατὸν πεντήκοντα | |
10 | ὀκτώ. (8) ὅθεν ὁ αὐτοκράτωρ Ῥωμανὸς ζήλῳ θείῳ κινηθείς, τῇ συμβουλῇ καὶ εὐβουλίᾳ τοῦ παρακοιμωμένου Ἰωσήφ, ἐκ παν‐ τὸς τόπου ναῦς καὶ πλοῖα πολεμικὰ συναθροίσας μετὰ ὑγροῦ πυρὸς καὶ ἐπιλέκτου στρατοπέδου Θρᾳκικῶν Μακεδονικῶν καὶ Σθλαβησιάνων εἰς Κρήτην ἐκπέμψαι ἔδοξεν. ἐκ δὲ τῆς συγκλή‐ | |
15 | του οἰκείων δούλων αὐτοῦ ἐδυσχέραινον περὶ τῆς ἐκστρατείας τῆς Κρήτης, ἀναμιμνήσκοντες τὸν ἄνακτα τῶν ἐπὶ τῶν παρελθόντων βασιλέων ἐξόδων καὶ καινοτομιῶν καὶ χρημάτων ἀπείρων κατα‐ κενωθέντων καὶ μηδὲν ἀνυσάντων, μάλιστα ἐπὶ τοῦ εὐσεβοῦς τῇ θείᾳ λήξει Λέοντος βασιλέως καὶ τοῦ πορφυρογεννήτου Κωνσταν‐ | |
20 | τίνου, ὅσα χρήματα καὶ λαὸς ἀνήλωτο καὶ ἀπώλετο, δεδοικότες τὸν κίνδυνον τῆς θαλάσσης καὶ τὴν μεγάλην συμμαχίαν τῶν ὁμο‐ ρούντων Σαρακηνῶν καὶ τὸν στόλον τῶν Σπάνων καὶ Ἀφρικῶν καὶ | |
τὴν διατρέχουσαν φήμην, ὅτι δι’ οὗ ἡ Κρήτη πορθηθῇ βασιλεύ‐ | ||
475 | σει καὶ τῶν σκήπτρων καθέξει τῆς Ῥωμαϊκῆς ἀρχῆς. (9) ὁ δὲ παρακοιμώμενος Ἰωσήφ, ὁ χρηστὸς καὶ ὀρθὸς καὶ ἄϋπνος νοῦς, εἰς μέσον σταθεὶς ἔφη “ἡμεῖς μέν, δέσποτα, ἴσμεν πάντες ὅσα δεινὰ Ῥωμαίοις συνέβησαν παρὰ τῶν ἀρνητῶν τοῦ Χριστοῦ εἰς | |
5 | ἡμᾶς· καὶ δίκαιόν ἐστι λογίσασθαι τὰς σφαγὰς καὶ τὰς τῶν παρ‐ θένων φθορὰς καὶ τὰς τῶν ἐκκλησιῶν καταστροφὰς καὶ τὰς τῶν παραλίων θεμάτων αἰχμαλωσίας, καὶ πρέπον ἐστὶν ὑπὲρ τῶν Χρι‐ στιανῶν καὶ ὁμοφύλων ἀγωνίσασθαι, καὶ μὴ δεδιέναι τῆς ὁδοῦ τὸ μῆκος καὶ τὰ τῆς θαλάσσης πελάγη καὶ τῆς νίκης τὸ ἄδηλον | |
10 | καὶ τῆς φήμης τὸ ἀδύνατον. καὶ χρὴ μάλιστα τῇ θεοσυνεργήτῳ βουλῇ καὶ προστάξει σου πειθαρχεῖν ἡμᾶς, ὡς ἐκ θεοῦ σοι τοῦτο τὸ ἐνθύμημα. καὶ γὰρ καρδία βασιλέως ἐν χειρὶ θεοῦ· μάλιστα διὰ τὸν ὀρθὸν καὶ πιστὸν δοῦλον στέλλεσθαι τὸν δομέστικον τῶν σχολῶν παρὰ τῆς θεοκυβερνήτου βασιλείας σου.” (10) ταῦτα | |
15 | ἀκούσας ὁ αὐτοκράτωρ κατέχειν τὴν διάνοιαν οὐκέτι ἠδύνατο· καὶ ἐξοπλίσας καὶ ῥογεύσας τὸν στρατόν, καὶ τῷ μαγίστρῳ χρή‐ ματα δούς, ἀπεκίνησεν μετὰ τοῦ κοιτωνίτου Μιχαὴλ τοῦ ἐπιστά‐ του, μηνὶ Ἰουλίῳ ἰνδικτιῶνος πέμπτης. νῆες γὰρ ὑπῆρχον μετὰ ὑγροῦ πυρὸς δισχίλιαι, δρόμωνες χίλιοι, καράβια καματηρὰ σι‐ | |
20 | τήσεις ἔχοντα καὶ ὅπλα πολεμικὰ τριακόσια ἑπτά. ὁ δὲ δομέστι‐ κος Νικηφόρος ἀπάρας τῆς βασιλίδος ἐν Φυγέλοις κατέλαβεν, καὶ τοῦτο ἐφρόντιζεν ὅπως ὁ σύμπας πλοῦς ἐπὶ τὸ αὐτὸ εἶναι καὶ προσ‐ | |
ορμίζοιτο. ἔμπροσθεν δὲ ὁ συνετὸς ταχυδρόμους γαλέας ἀπο‐ | ||
476 | στείλας κατασκοπῆσαι καὶ κρατῆσαι γλῶσσαν προσέταξεν. καὶ τούτων ἀφικομένων καὶ κρατησάντων, ἤγαγον πρὸς τὸν μάγιστρον. καὶ ζητητικώτερον τούτους ἐξετάσας, μαθὼν τὸν ἀμηρᾶν τῆς Κρήτης καὶ τοὺς πρώτους τοῦ κάστρου ἔξω εἶναι εἰς τὰ οἰκεῖα | |
5 | προάστεια, εὐθὺς τῷ δρόμῳ καὶ τῇ σπουδῇ κατέλαβεν καὶ προσ‐ ώρμισεν. καὶ ἀποβὰς τῶν νηῶν χάρακα καὶ τάφρον βαθεῖαν κατεσκεύασεν, καὶ πρὸς κοῦρσον ἐχώρει, καὶ πάντας παρῄνει ἐπὶ τὸ αὐτὸ εἶναι καὶ μὴ ἐξελαύνειν, πρὶν ἂν τὴν δύναμιν αὐτοῦ γνώσωνται. πρὸς δὲ κάστρον χωρήσας πάντας τοὺς Κρητικοὺς | |
10 | τοὺς ἔξω ὄντας τοῦ κάστρου μετὰ φόβου ἔσω ἐπέκλεισεν. ἔκτοτε δὲ πολλοὶ καθ’ ἑκάστην ηὐτομόλουν πρὸς τὸν μάγιστρον. μαθὼν δὲ ὁ Νικηφόρος ὅτι οἱ ἔξω τοῦ κάστρου ἀποκλεισθέντες εἰς τὰ στενώματα καὶ κλεισούρας καὶ ῥυάκια καὶ ἕλη καὶ ὄρη προσέφυγον, διακοσμήσας οὖν στρατὸν καὶ ἱπποτοξότας καὶ Ῥὼς καὶ Ἀνατολι‐ | |
15 | κοὺς ἄρχοντας καὶ Θρᾳκικοὺς καὶ Μακεδονικοὺς ἀπέστειλεν, αὐ‐ τὸς δὲ ὁ συνετὸς καὶ ἀνδρεῖος δομέστικος ὄπισθεν Σάκα κατελεί‐ φθη· καὶ πάντες τῇ εὐβουλίᾳ τοῦ ἀνδρὸς ὡς ἐν οἰκείῳ χώρῳ ἐλο‐ γίζοντο εἶναι. οἱ δὲ καταλαβόντες καὶ καταδραμόντες ἐν ᾧ τὰ κτήνη καὶ τὰ θρέμματα καὶ ἡ ὕπαρξις αὐτῶν κατεκρύπτετο καὶ | |
20 | αὐτοὶ ηὐλίζοντο, πάντα ληϊσάμενοι μετὰ χαρᾶς καὶ νίκης ὑπενό‐ στησαν. ἔκτοτε δὲ οἱ Ῥωμαῖοι ἀδεῶς καὶ ἀφόβως ἡπλίκευον ἐν | |
ᾧ ἦσαν αἱ διειδεῖς κρῆναι καὶ τῶν παντοδαπῶν ὀπωρῶν τὸ πλῆ‐ | ||
477 | θος, καὶ ἕκαστος τὴν καλύβην αὐτοῦ ἐν δένδροις ὀπώρας εἶχον, καὶ τῶν καρπῶν ῥεόντων καὶ πάντων ἀπολαυόντων ἔχαιρον, καὶ ἐπηύχοντο τὸν καλῶς στρατηγοῦντα αὐτοῖς μάγιστρον. 11 Ὁ δὲ ἀμηρᾶς τῆς Κρήτης, ὁ λεγόμενος Κουρούπας, | |
5 | τὰ συμβάντα πρὸς τοὺς ὁμόρους Ἀγαρηνοὺς τῆς Σπανίας καὶ Ἀφρικῆς ἐδηλοποίησεν καὶ βοήθειαν καὶ συμμαχίαν ᾔτει. οἱ δὲ ἀποστείλαντες γαλέας εὐθυδρόμους τοῦ μαθεῖν τὸν ἀρχηγὸν καὶ τὸν στρατὸν καὶ τὴν κατάστασιν καὶ ὑποταγὴν τοῦ στρατοῦ πρὸς τὸν ἀρχηγὸν αὐτῶν, καὶ δὴ μετὰ πολλοῦ τοῦ τάχους πρὸς τὴν | |
10 | Κρήτην ἀφίκοντο, καὶ διὰ τῆς νυκτὸς διὰ σχοινίου εἰς τὸ κά‐ στρον εἰσῄεσαν, καὶ τὸν ἀμηρᾶν τὸν Κουρούπαν καὶ τοὺς πρού‐ χοντας τοῦ κάστρου ἐντυχόντες, ἐν ἀμηχανίᾳ καὶ ῥᾳθυμίᾳ καὶ ἀπογνώσει εἰδότες τὸ ὅ τι πράξαιεν κατὰ τοῦ Ῥωμαϊκοῦ στρατοῦ καὶ τοῦ μαγίστρου, περιπλακέντες τῷ τραχήλῳ τοὺς ἀποσταλέν‐ | |
15 | τας οὐδὲν ἕτερον προσεφθέγγοντο, τῇ χειρὶ σφίγγοντες, καὶ ἔκλαιον ὀδυρόμενοι, ἱκετεύοντες ἐκστρατεῦσαι τοὺς ἀμηράδας πρὸς συμμαχίαν καὶ βοήθειαν αὐτῶν, καὶ τὸ τάχος αὐτοὺς ἀπέστειλαν. οἱ δὲ παλινδρομήσαντες, πρὸς τοὺς ἀμηράδας ἀφί‐ κετο ἕκαστος, καὶ τῆς πολλῆς ἐξοπλίσεως καὶ ἐκστρατείας καρα‐ | |
20 | βίων, καὶ τὴν ἐκ τῶν διαφόρων ἐθνῶν συμμαχίαν καὶ συγκρό‐ τησιν καὶ τοῦ στρατηγοῦ τὴν διέγερσιν καὶ σύνεσιν καὶ τὴν πρὸς θεὸν πίστιν καὶ δικαιοσύνην καὶ ἀποστροφὴν παντοίων παθῶν ἔφησαν. οἱ δὲ θάμβους πλησθέντες οὐδαμῶς ἠθέλησαν βοήθειαν | |
ἢ συμμαχίαν αὐτοῖς δοῦναι. | ||
478 | 12 Τοῦ δὲ στρατοῦ παρακαθεζομένου ἐν τῇ νήσῳ καὶ ἀπείρου χειμῶνος καὶ ὑετοῦ καὶ κρύου γενησομένου, καὶ τῶν σι‐ τίων καὶ τροφῶν δαπανηθέντων καὶ τῶν περιβολαίων διαλυθέν‐ των καὶ γυμνωθέντων καταναρκήσαντες οἱ τοῦ στρατοῦ οἴκαδε | |
5 | ἠβουλήθησαν ἀναστρέψαι. ὁ δὲ ἀνδρεῖος καὶ συνετὸς ἡγεμὼν Νικηφόρος τῇ διαλαλιᾷ καὶ τῇ ἡδύτητι τῶν λόγων αὐτοῦ πάντας κατέσχεν. ἔφη γὰρ πρὸς αὐτούς “ἄνδρες ἀδελφοί μου καὶ συ‐ στρατιῶται, λάβωμεν εἰς νοῦν τὸν τοῦ θεοῦ φόβον· ἀγωνισώμεθα τὴν τοῦ θεοῦ ὕβριν ἐκδικῆσαι· στῶμεν γενναίως ἐν τῇ Κρήτῃ | |
10 | κατ’ ἐχθρῶν δυσσεβῶς ὡπλισμένων· λάβωμεν πίστιν τὴν τῶν φόβων φονεύτριαν· ἀναλογισώμεθα ὅτι ἔνδον ἐσμὲν τῆς Συρια‐ κῆς νήσου. μέγαν κίνδυνον ἡ φυγὴ ἀπὸ τῶν ὧδε φέρει. ἐκδι‐ κήσωμεν τὰς φθορὰς τῶν παρθένων· τὰ τετιμημένα μέλη βλέ‐ ποντες τετρωμένα ὀδυνηθῶμεν τὰς καρδίας. οὐκ ἔστιν ἄμισθος | |
15 | ὁ κόπος καὶ ὁ κίνδυνος. στῶμεν καὶ καρτερήσωμεν εἰς ἀντιπαρά‐ ταξιν τῶν ἀρνητῶν τοῦ Χριστοῦ, καὶ Χριστὸς ὁ θεὸς συνεργήσει ἡμῖν, καὶ ὀλέσει τοὺς ἐχθροὺς ἡμῶν, καὶ πορθήσεται τὸ κάστρον τῶν ἀλαζόνων τοῦ Χριστοῦ.” καὶ ἄλλα πολλὰ πρὸς αὐτοὺς παραινέσαντος ἀπεκρίθη εἷς ὑπὲρ πάντων “ἤνοιξας ἡμῶν τὰς | |
20 | καρδίας, μάγιστρε. ἐστόμωσαν καὶ ὤξυναν οἱ λόγοι τὰς δυ‐ νάμεις καὶ προθέσεις ἡμῶν. ἀνεπτέρωσας τὰς διανοίας ἡμῶν, καὶ ἑπόμεθα τῇ σῇ βουλῇ καὶ προστάξει, καὶ σὺν σοὶ ἀποθα‐ | |
νοῦμεν.” | ||
479 | 13 Ἐν δὲ τῷ Ὀκτωβρίῳ μηνὶ τοῦ δευτέρου ἔτους τῆς βασιλείας Ῥωμανοῦ ἐγένετο σπάνη σίτου καὶ κριθῆς ἐν τῇ πόλει· ἐκράθη γὰρ ὁ σῖτος τῷ νομίσματι μόδιοι δʹ καὶ ἡ κριθὴ μόδιοι ϛʹ. καὶ ἦν θεάσασθαι τὸν ἐγρήγορον νοῦν Ἰωσὴφ προνοούμενον τὸ | |
5 | κοινόν. εὐθὺς οὖν ἐξαποστέλλει εἰς τὴν ἀνατολὴν καὶ δύσιν τοῦ ἐξελάσαι συνωνὰς καὶ ἐμπορευτικὰ πλοῖα καὶ τοῦ κωλῦσαι τοὺς σιτοκαπήλους ἀποτιθέναι τὸν σῖτον· ἦν γὰρ ὁ ἀνὴρ δίκαιος καὶ ἀκροσωπόληπτος καὶ πιστός. οὐ πολὺς οὖν ἐν μέσῳ χρόνος παρῆλθεν, ἑπτὰ ἢ ὀκτὼ τῷ νομίσματι ἐπράθη. τοιοῦτος γὰρ | |
10 | ἐν ὁ ἀνήρ, σπουδαῖος καὶ θερμός, ὡς ἄλλον τῶν πρὸ αὐτοῦ ἢ μετ’ αὐτοῦ μὴ ἐξισωθῆναι. 14 Μαρτίῳ δὲ μηνὶ ὁ λεγόμενος Πετεϊνὸς μάγιστρος κατηγορήθη Βασίλειος ὀνομαζόμενος, ὑποθήκῃ τινῶν κακοσυμ‐ βούλων μοῦλτον μελετῆσαι· καὶ τοῦτον ὁ βασιλεὺς ἐξορίᾳ πέμπει, | |
15 | κἀκεῖσε τελευτᾷ. ὁ δὲ πατρίκιος καὶ δομέστικος τῆς Ἑῴας ἐκ προσώπου τοῦ ἀδελφοῦ αὐτοῦ πεμφθεὶς ἐν τῇ ἀνατολῇ διὰ τὸ μὴ εὑρεῖν τὸν ἄθεον Χαμβδᾶν ἀσκέπαστον τὴν ἀνατολὴν καὶ ἐλάσαι κοῦρσα καὶ αἰχμαλωτίσαι καὶ πραιδεῦσαι τὴν Ῥωμαϊκὴν γῆν. καὶ ἑνωθεὶς τῷ στρατηγῷ Καππαδοκίας Κωνσταντίνῳ τῷ πατρικίῳ | |
20 | Μαλεΐνῳ καὶ τοῖς λοιποῖς στρατηγοῖς μετὰ τῶν ταγμάτων, καὶ τὴν ἐκστρατείαν τοῦ ἀλαζόνος ἐπιτυχὼν εἰς τὸν τόπον Ἀνδρασσὸν | |
λεγόμενον, συμβαλὼν κατὰ κράτος νενίκηκε, καὶ καταπολεμήσας | ||
480 | καὶ εἰς φυγὴν τρέψας. ἦν τότε θεάσασθαι νεκροὺς σκυλευομέ‐ νους, καὶ ἀναιρουμένους τοὺς ἀλαζόνας Ἀγαρηνούς, καὶ εἰς φυγὲν τρεπομένους, καὶ ἐν ἀνδραπόδων λόγῳ τούτους ζωγρουμένους καὶ μήτε ἁρμάτων [ἢ ἵππων] ἢ φαρίων ἢ χρημάτων ἢ συγγενῶν με‐ | |
5 | ταποιουμένους· ἀλλ’ ἕκαστος ἀπὸ τῆς οἰκείας συμφορᾶς ἑαυτὸν περιέσωζεν. τότε δὴ τότε ὁ ἀλαζὼν καὶ ὑπερήφανος Χαμβδᾶς ἐχειροῦτο σταθέντος καὶ ὀκλάσαντος τοῦ φάρα οὗ τινὸς ἐπέβαινεν, εἰ μὴ ὁ μαγαρίτης Ἰωάννης ὁ ἄνθρωπος αὐτοῦ ἀποβὰς τοῦ ἰδίον φάρα ἐπέδοτο, αὐτοῦ κρατηθέντος καὶ τοῦ ἀλαζόνος περισωθέν‐ | |
10 | τος. πάντα δὲ τοῦ πολέμου κρατηθέντος λάφυρα ἅμα τῶν ζω‐ γρηθέντων ἀρνητῶν τοῦ Χριστοῦ εἰς τὸ Βυζάντιον ἀπηνέγκατο καὶ ἐν τῷ θριάμβῳ ἐπόμπευσεν. 15 Τῶν δὲ Τούρκων ἐκστρατείαν ποιησάντων κατὰ τῆς Θρᾴκης, καὶ τοῦ πατρικίου Μαριανοῦ τοῦ Ἀργυροῦ μονοστρα‐ | |
15 | τηγοῦντος ἐν τῷ θέματι τῆς Μακεδονίας καὶ κατεπάνω ὄντος τῆς δύσεως, συνήντησεν καὶ κατεπολέμησεν, καὶ πλείστους ζωγρήσας μετ’ αἰσχύνης εἰς τὴν ἰδίαν χώραν ὑπονοστῆσαι ἐποίησεν. 16 Τοῦ δὲ αὐτοκράτορος Ῥωμανοῦ μαθόντος τὴν στενο‐ χωρίαν καὶ γύμνωσιν καὶ ἔνδειαν τῶν τροφῶν τοῦ στρατοπέδου, | |
20 | τῇ εὐβουλίᾳ τοῦ παρακοιμωμένου Ἰωσὴφ παρευθὺ τὰ πρὸς χορη‐ γίαν αὐτοῖς ἀπέστειλεν. οἱ δὲ βραχὺ ψυχαγωγηθέντες καὶ ἐπὶ μησὶν ὀκτωκαίδεκα σχεδὸν καὶ πλέον παρακαθίσαντες, καὶ τῆς τροφῆς καὶ δαπάνης τῶν Κρητικῶν δαπανηθείσης, καὶ εἰς ἀνάγ‐ | |
κην προχωρούντων καὶ καθ’ ἑκάστην πρὸς τὸν μάγιστρον αὐτομο‐ | ||
481 | λούντων, καὶ τῇ τὰ πάντα θεοῦ ἡνιοχοῦντος προστάξει τῇ τοῦ Μαρτίου μηνὸς τῆς ἕκτης ἰνδικτιῶνος ὁ δομέστικος τῶν σχολῶν τὸν στρατὸν πρὸς πολεμικὰς ὤτρυνε παρατάξεις, διαφόρους συ‐ στησάμενος φάλαγγάς τε καὶ ἀσπίδας καὶ σάλπιγγας. ἐπεὶ δὲ | |
5 | ταῦτα συνέστησεν, τῶν ταγμάτων καὶ τῶν θεματικῶν ἀρχόντων καὶ Ἀρμενίων καὶ Ῥὼς καὶ Σθλαβησιάνων καὶ Θρᾳκικῶν ἐπελθεῖν τῷ κάστρῳ ἐκέλευσεν. καὶ ἦν ἰδεῖν ὠθισμοὺς καὶ ἀντωθισμοὺς καὶ συγκρούσματα πρὸς ἀλλήλους, καὶ πετρῶν βολὰς καὶ βέλη καὶ μηχανικῶν ἑλεπόλεων πρὸς τὸ τεῖχος καὶ τὰς ἐπάλξεις τοῦ κά‐ | |
10 | στρου, καὶ τοῖς ἀλαζόσι θάμβος καὶ ἔκπληξις καὶ φόβος ἐπιπεσών. καὶ βραχὺ τοῦ πολέμου κρατοῦντος τὸ κάστρον παρέλαβον. καὶ | |
ἐν θεάσασθαι τοὺς Σαρακηνοὺς γυναῖκας καὶ παῖδας |