TLG 4150 001 :: ANACREONTEA :: Anacreontea Anacreontea Source: West, M.L. (ed.), Carmina Anacreontea. Leipzig: Teubner, 1984: 1–49. Citation: Fragment — (line) | ||
t | ΑΝΑΚΡΕΟΝΤΟΣ ΤΗΙΟΥ ΣΥΜΠΟΣΙΑΚΑ ΗΜΙΑΜΒΙΑ | |
1 | Ἀνακρέων ἰδών με ὁ Τήϊος μελωιδός (ὄναρ λέγω) προσεῖπεν· κἀγὼ δραμὼν πρὸς αὐτόν | |
5 | περιπλάκην φιλήσας. γέρων μὲν ἦν, καλὸς δέ, καλὸς δὲ καὶ φίλευνος· τὸ χεῖλος ὦζεν οἴνου· τρέμοντα δ’ αὐτὸν ἤδη | |
---|---|---|
10 | Ἔρως ἐχειραγώγει. ὃ δ’ ἐξελὼν καρήνου ἐμοὶ στέφος δίδωσι· τὸ δ’ ὦζ’ Ἀνακρέοντος. ἐγὼ δ’ ὁ μωρὸς ἄρας | |
15 | ἐδησάμην μετώπωι· καὶ δῆθεν ἄχρι καὶ νῦν | |
ἔρωτος οὐ πέπαυμαι. | 1 | |
2 | Δότε μοι λύρην Ὁμήρου φονίης ἄνευθε χορδῆς· φέρε μοι κύπελλα θεσμῶν, φέρε μοι νόμους κεράσσας, | |
5 | μεθύων ὅπως χορεύσω, ὑπὸ σώφρονος δὲ λύσσης μετὰ βαρβίτων ἀείδων τὸ παροίνιον βοήσω· δότε μοι λύρην Ὁμήρου | |
10 | φονίης ἄνευθε χορδῆς. | |
3 | Ἄγε, ζωγράφων ἄριστε, λυρικῆς ἄκουε Μούσης | |
2 | 〈***** | |
2 | *****〉 | |
5 | γράφε τὰς πόλεις τὸ πρῶτον ἱλαράς τε καὶ γελώσας· ὁ δὲ κηρὸς ἂν δύναιτο, γράφε καὶ νόμους φιλούντων. | |
3 | φιλοπαίγμονες δὲ Βάκχαι ἑτεροπνόους ἐναύλους | |
4 | 〈*****〉 | 2 |
4,1 | Τὸν ἄργυρον τορεύσας Ἥφαιστέ μοι ποίησον πανοπλίας μὲν οὐχί· τί γὰρ μάχαισι κἀμοί; | |
5 | ποτήριον δὲ κοῖλον ὅσον δύνηι βάθυνον. καὶ μὴ ποίει κατ’ αὐτό μήτ’ ἄστρα μήτ’ Ἀμάξας, 〈μὴ στυγνὸν Ὠρίωνα·〉 | |
10 | τί Πλειάδων μέλει μοι, τί δ’ ἀστέρος Βοώτ͜εω͜; ποίησον ἀμπέλους μοι, καὶ βότρυας κατ’ αὐτῶν, | |
15 | 〈ποίει δὲ ληνὸν οἴνου,〉 | |
16/18 | καὶ χρυσέους πατοῦντας | |
20 | ὁμοῦ καλῶι Λυαίωι Ἔρωτα καὶ Βάθυλλον. | |
4,2 | Τὸν ἄργυρον τορεύσας Ἥφαιστέ μοι ποίησον πανοπλίαν μὲν οὐχί· | |
5 | ποτήριον δὲ κοῖλον ὅσον δύνηι βάθυνον. ποίει δέ μοι κατ’ αὐτοῦ μήτ’ ἄστρα μήτ’ Ἀμάξας, μὴ στυγνὸν Ὠρίωνα, | |
12 | ἀλλ’ ἀμπέλους χλοώσας | |
13/17 | καὶ βότρυας γελῶντας | |
20 | σὺν τῶι καλῶι Λυαίωι. | |
4,3 | Τὸν ἄργυρον τορεύων | |
Ἥφαιστέ μοι ποίησον πανοπλίαν μὲν οὐχί· τί γὰρ μάχαισι κἀμοί; | 3 | |
5 | ποτήριον δὲ κοῖλον ὅσον δύνηι βαθύνας. ποίει δέ μοι κατ’ αὐτοῦ μήτ’ ἄστρα μήτ’ Ἄμαξαν, μὴ στυγνὸν Ὠρίωνα· | |
10 | τί Πλειάδων μέλει μοι, τί γὰρ καλοῦ Βοώτου; ποίησον ἀμπέλους μοι, καὶ βότρυας κατ’ αὐτῶν, καὶ Μαινάδας τρυγώσας· | |
15 | ποίει δὲ ληνὸν οἴνου ληνοβάτας πατοῦντας τοὺς Σατύρους γελῶντας καὶ χρυσέους Ἔρωτας καὶ Κυθέρην γελῶσαν | |
20 | ὁμοῦ καλῶι Λυαίωι. {Ἔρωτα κἀφροδίτην.} | |
5 | Καλλιτέχνα, τόρευσον ἔαρος κύπελλον ἤδη· τὰ πρῶτ’ ἡμῖν τὰ τερπνά ῥόδα φέρουσαν ὥρην. | |
5 | ἀργύρεον δ’ ἁπλώσας ποτὸν ποίει μοι τερπνόν· τῶν τελετῶν, παραινῶ, μὴ ξένον μοι τορεύσηις, μὴ φευκτὸν ἱστόρημα· | |
10 | μᾶλλον ποίει Διὸς γόνον, Βάκχον Εὔιον ἡμῖν. μύστις νάματος ἦι Κύπρις ὑμεναίους κροτοῦσα· χάρασς’ Ἔρωτας ἀνόπλους | 4 |
15 | καὶ Χάριτας γελώσας ὑπ’ ἄμπελον εὐπέταλον εὐβότρυον κομῶσαν· σύναπτε κούρους εὐπρεπεῖς †ἀν μη† Φοῖβος ἀθύρηι. | |
6 | Στέφος πλέκων ποτ’ εὗρον ἐν τοῖς ῥόδοις Ἔρωτα, καὶ τῶν πτερῶν κατασχών ἐβάπτις’ εἰς τὸν οἶνον, | |
5 | λαβὼν δ’ ἔπιον αὐτόν· καὶ νῦν ἔσω μελῶν μου πτεροῖσι γαργαλίζει. | |
7 | Λέγουσιν αἱ γυναῖκες· ‘Ἀνάκρεον, γέρων εἶ· λαβὼν ἔσοπτρον ἄθρει κόμας μὲν οὐκέτ’ οὔσας, | |
5 | ψιλὸν δέ σευ μέτωπον.‘ ἐγὼ δὲ τὰς κόμας μέν, | |
εἴτ’ εἰσὶν εἴτ’ ἀπῆλθον, οὐκ οἶδα· τοῦτο δ’ οἶδα, ὡς τῶι γέροντι μᾶλλον | 5 | |
10 | πρέπει τὸ τερπνὰ παίζειν, ὅσωι πέλας τὰ Μοίρης. | |
8 | Οὔ μοι μέλει τὰ Γύγ͜εω͜ τοῦ Σαρδίων ἄνακτος, οὐδ’ εἷλέ πώ με ζῆλος, οὐδὲ φθονῶ τυράννοις. | |
5 | ἐμοὶ μέλει μύροισιν καταβρέχειν ὑπήνην, ἐμοὶ μέλει ῥόδοισιν καταστέφειν κάρηνα· τὸ σήμερον μέλει μοι, | |
10 | τὸ δ’ αὔριον τίς οἶδεν; ὡς οὖν ἔτ’ εὔδι’ ἔστιν, καὶ πῖνε καὶ κύβευε καὶ σπένδε τῶι Λυαίωι, μὴ νοῦσος ἤν τις ἔλθηι | |
15 | λέγηι σε μηδὲ πίνειν. | |
9 | Ἄφες με, τοὺς θεούς σοι, | |
πιεῖν, πιεῖν ἀμυστί· θέλω, θέλω μανῆναι. ἐμαίνετ’ Ἀλκμέων τε | 6 | |
5 | χὠ λευκόπους Ὀρέστης τὰς μητέρας κτανόντες· ἐγὼ δὲ μηδένα κτάς, πιὼν δ’ ἐρυθρὸν οἶνον θέλω, θέλω μανῆναι. | |
10 | ἐμαίνετ’ Ἡρακλῆς πρίν, δεινὴν κλονῶν φαρέτρην καὶ τόξον Ἰφίτειον· ἐμαίνετο πρὶν Αἴας, μετ’ ἀσπίδος κραδαίνων | |
15 | τὴν Ἕκτορος μάχαιραν· ἐγὼ δ’ ἔχων κύπελλον καὶ στέμμα τοῦτο χαίτης {οὐ τόξον, οὐ μάχαιραν,} θέλω, θέλω μανῆναι. | |
10 | Τί σοι θέλεις ποιήσω, τί σοι, †λάλευ† χελιδόν; | |
τὰ ταρσά σευ τὰ κοῦφα θέλεις λαβὼν ψαλίξω, | 7 | |
5 | ἢ μᾶλλον ἔνδοθέν σευ τὴν γλῶσσαν, ὡς ὁ Τηρεύς ἐκεῖνος, ἐκθερίξω; τί μευ καλῶν ὀνείρων ὑπορθρίαισι φωναῖς | |
10 | ἀφήρπασας Βάθυλλον; | |
11 | Ἔρωτα κήρινόν τις νεηνίης ἐπώλει· ἐγὼ δέ οἱ παραστάς ‘πόσου θέλεισ‘ ἔφην ‘σοι | |
5 | τὸ τυχθὲν ἐκπρίωμαι;‘ ὃ δ’ εἶπε δωριάζων ‘λάβ’ αὐτὸν ὁππόσου λῆις. ὅπως 〈δ’〉 ἂν ἐκμάθηις πᾶν, οὐκ εἰμὶ κηροτέχνας, | |
10 | ἀλλ’ οὐ θέλω συνοικεῖν Ἔρωτι παντορέκται.‘ ‘δὸς οὖν, δὸς αὐτὸν ἡμῖν δραχμῆς, καλὸν σύνευνον.‘ Ἔρως, σὺ δ’ εὐθέως με | |
15 | πύρωσον· εἰ δὲ μή, σύ | |
κατὰ φλογὸς τακήσηι. | 8 | |
12 | Οἱ μὲν καλὴν Κυβήβην τὸν ἡμίθηλυν Ἄττιν ἐν οὔρεσιν βοῶντα λέγουσιν ἐκμανῆναι· | |
5 | οἱ δὲ Κλάρου παρ’ ὄχθαις δαφνηφόροιο Φοίβου λάλον πιόντες ὕδωρ μεμηνότες βοῶσιν· ἐγὼ δὲ τοῦ Λυαίου | |
10 | καὶ τοῦ μύρου κορεσθείς καὶ τῆς ἐμῆς ἑταίρης θέλω, θέλω μανῆναι. | |
13 | {θέλω, θέλω φιλῆσαι.} Ἔπειθ’ Ἔρως φιλεῖν με· ἐγὼ δ’ ἔχων νόημα ἄβουλον οὐκ ἐπείσθην. | |
5 | ὃ δ’ εὐθὺ τόξον ἄρας καὶ χρυσέην φαρέτρην μάχηι με προυκαλεῖτο· κἀγὼ λαβὼν ἐπ’ ὤμων θώρηχ’ ὅπως Ἀχιλλεύς | |
10 | καὶ δοῦρα καὶ βοείην ἐμαρνάμην Ἔρωτι. ἔβαλλ’, ἐγὼ δ’ ἔφευγον· | |
ὡς δ’ οὐκέτ’ εἶχ’ ὀιστούς, ἤσχαλλεν, εἶτ’ ἑαυτόν | 9 | |
15 | ἀφῆκεν εἰς βέλεμνον· μέσος δὲ καρδίης μευ ἔδυνε καί μ’ ἔλυσεν. μάτην δ’ ἔχω βοείην· τί γὰρ βάλωμεν ἔξω, | |
20 | μάχης ἔσω μ’ ἐχούσης; | |
14 | Εἰ φύλλα πάντα δένδρων ἐπίστασαι κατειπεῖν, εἰ κύματ’ οἶδας εὑρεῖν τὰ τῆς ὅλης θαλάσσης, | |
5 | σὲ τῶν ἐμῶν ἐρώτων μόνον ποῶ λογιστήν. πρῶτον μὲν ἐξ Ἀθηνῶν ἔρωτας εἴκοσιν θές καὶ πεντεκαίδεκ’ ἄλλους. | |
10 | ἔπειτα δ’ ἐκ Κορίνθου θὲς ὁρμαθοὺς ἐρώτων· Ἀχαΐης γάρ ἐστιν, ὅπου καλαὶ γυναῖκες. τίθει δὲ Λεσβίους μοι | |
15 | καὶ μέχρι τῶν Ἰώνων | |
καὶ Καρίης Ῥόδου τε δισχιλίους ἔρωτας. τί φήις; ἄγει καρωθείς; οὔπω Σύρους ἔλεξα, | 10 | |
20 | οὔπω πόθους Κανώβου, οὐ τῆς ἅπαντ’ ἐχούσης Κρήτης, ὅπου πόλεσσιν Ἔρως ἐποργιάζει. τί δ’ οὐ θέλεις ἀριθμεῖν | |
25 | καὶ τοὺς Γαδείρων ἐκτός, τῶν Βακτρίων τε κἰνδῶν ψυχῆς ἐμῆς ἔρωτας; | |
15 | Ἐρασμίη πέλεια, πόθεν, πόθεν πέτασαι; πόθεν μύρων τοσούτων ἐπ’ ἠέρος θέουσα | |
5 | πνέεις τε καὶ ψεκάζεις; τίς εἶ, τί σοι μέλει δέ; ‘Ἀνακρέων μ’ ἔπεμψε πρὸς παῖδα, πρὸς Βάθυλλον τὸν ἄρτι τῶν ἁπάντων | |
10 | κρατοῦντα καὶ τυράννων. πέπρακέ μ’ ἡ Κυθήρη λαβοῦσα μικρὸν ὕμνον ἐγὼ δ’ Ἀνακρέοντι διακονῶ τοσαῦτα· | |
15 | καὶ νῦν, ὁρᾶις, ἐκείνου ἐπιστολὰς κομίζω. καί φησιν εὐθέως με ἐλευθέρην ποιήσειν· ἐγὼ δέ, κἢν ἀφῆι με, | 11 |
20 | δούλη μενῶ παρ’ αὐτῶι. τί γάρ με δεῖ πέτασθαι ὄρη τε καὶ κατ’ ἀγρούς καὶ δένδρεσιν καθίζειν φαγοῦσαν ἄγριόν τι; | |
25 | τὰ νῦν ἔδω μὲν ἄρτον ἀφαρπάσασα χειρῶν Ἀνακρέοντος αὐτοῦ, πιεῖν δέ μοι δίδωσι τὸν οἶνον ὃν προπίνει, | |
30 | πιοῦσα δ’ ἀγχορεύω καὶ δεσπότην κρέκοντα πτεροῖσι συγκαλύπτω· κοιμωμένου δ’ ἐπ’ αὐτῶι τῶι βαρβίτωι καθεύδω. | |
35 | ἔχεις ἅπαντ’· ἄπελθε· λαλιστέραν μ’ ἔθηκας, ἄνθρωπε, καὶ κορώνης.‘ | |
16 | Ἄγε, ζωγράφων ἄριστε, {γράφε, ζωγράφων ἄριστε,} Ῥοδίης κοίρανε τέχνης, | |
ἀπεοῦσαν, ὡς ἂν εἴπω, | 12 | |
5 | γράφε τὴν ἐμὴν ἑταίρην. γράφε μοι τρίχας τὸ πρῶτον ἁπαλάς τε καὶ μελαίνας· ὁ δὲ κηρὸς ἂν δύνηται, γράφε καὶ μύρου πνεούσας. | |
10 | γράφε δ’ ἐξ ὅλης παρειῆς ὑπὸ πορφυραῖσι χαίταις ἐλεφάντινον μέτωπον. τὸ μεσόφρυον δὲ μή μοι διάκοπτε μήτε μίσγε, | |
15 | ἐχέτω δ’, ὅπως ἐκείνη, τὸ λεληθότως σύνοφρυν βλεφάρων ἴτυν κελαινήν. τὸ δὲ βλέμμα νῦν ἀληθῶς ἀπὸ τοῦ πυρὸς ποίησον, | |
20 | ἅμα γλαυκὸν ὡς Ἀθήνης, ἅμα δ’ ὑγρὸν ὡς Κυθήρης. γράφε ῥῖνα καὶ παρειάς ῥόδα τῶι γάλακτι μίξας· γράφε χεῖλος οἷα Πειθοῦς, | |
25 | προκαλούμενον φίλημα. τρυφεροῦ δ’ ἔσω γενείου | |
περὶ λυγδίνωι τραχήλωι Χάριτες πέτοιντο πᾶσαι. στόλισον τὸ λοιπὸν αὐτήν | 13 | |
30 | ὑποπορφύροισι πέπλοις, διαφαινέτω δὲ σαρκῶν ὀλίγον, τὸ σῶμ’ ἐλέγχον. ἀπέχει· βλέπω γὰρ αὐτήν· τάχα κηρὲ καὶ λαλήσεις. | |
17 | Γράφε μοι Βάθυλλον οὕτω τὸν ἑταῖρον ὡς διδάσκω· λιπαρὰς κόμας ποίησον, τὰ μὲν ἔνδοθεν μελαίνας, | |
5 | τὰ δ’ ἐς ἄκρον ἡλιώσας· ἕλικας δ’ ἐλευθέρους μοι πλοκάμων ἄτακτα συνθείς ἄφες ὡς θέλωσι κεῖσθαι. ἁπαλὸν δὲ καὶ δροσῶδες | |
10 | στεφέτω μέτωπον ὀφρῦς κυανωτέρη δρακόντων. | |
μέλαν ὄμμα γοργὸν ἔστω, κεκερασμένον γαλήνηι, τὸ μὲν ἐξ Ἄρηος ἕλκον, | 14 | |
15 | τὸ δὲ τῆς καλῆς Κυθήρης, ἵνα τις τὸ μὲν φοβῆται, τὸ δ’ ἀπ’ ἐλπίδος κρεμᾶται. ῥοδέην δ’ ὁποῖα μῆλον χνοΐην ποίει παρειήν· | |
20 | ἐρύθημα δ’ ὡς ἂν Αἰδοῦς δύνασαι βαλεῖν ποίησον. τὸ δὲ χεῖλος οὐκέτ’ οἶδα τίνι μοι τρόπωι ποιήσεις ἁπαλόν, γέμον τε Πειθοῦς· | |
25 | τὸ δὲ πᾶν ὁ κηρὸς αὐτός ἐχέτω λαλῶν σιωπῆι. μετὰ δὲ πρόσωπον ἔστω τὸν Ἀδώνιδος παρελθών ἐλεφάντινος τράχηλος. | |
30 | μεταμάζιον δὲ ποίει διδύμας τε χεῖρας Ἑρμοῦ, Πολυδεύκεος δὲ μηρούς, Διονυσίην δὲ νηδύν· ἁπαλῶν δ’ ὕπερθε μηρῶν, | |
35 | μαλερὸν τὸ πῦρ ἐχόντων, ἀφελῆ ποίησον αἰδῶ Παφίην θέλουσαν ἤδη. | |
φθονερὴν ἔχεις δὲ τέχνην, ὅτι μὴ τὰ νῶτα δεῖξαι | 15 | |
40 | δύνασαι· τὰ δ’ ἦν ἀμείνω. τί με δεῖ πόδας διδάσκειν· λάβε μισθὸν ὅσσον εἴπηις, τὸν Ἀπόλλωνα δὲ τοῦτον καθελὼν ποίει Βάθυλλον· | |
45 | ἢν δ’ ἐς Σάμον ποτ’ ἔλθηις, γράφε Φοῖβον ἐκ Βαθύλλου. | |
18 | Δότε μοι, δότ’ ὦ γυναῖκες Βρομίου πιεῖν ἀμυστί· ἀπὸ καύματος γὰρ ἤδη προδοθεὶς ἀναστενάζω· | |
5 | δότε δ’ ἀνθέων, ἑλίνου· στεφάνους δότ’ οἷς πυκάζω τὰ μέτωπά μου, ’πικαίει. τὸ δὲ καῦμα τῶν ἐρώτων, κραδίη, τίνι σκεπάζω; | |
10 | παρὰ τὴν σκιὴν Βαθύλλου καθίσω· καλὸν τὸ δένδρον, ἁπαλὰς δ’ ἔσεισε χαίτας μαλακωτάτωι κλαδίσκωι· παρὰ δ’ αὐτὸ νέρθε ῥοιζεῖ | |
15 | πηγὴ ῥέουσα Πειθοῦς. τίς ἂν οὖν ὁρῶν παρέλθοι | |
καταγώγιον τοιοῦτο; | 16 | |
19 | Αἱ Μοῦσαι τὸν Ἔρωτα δήσασαι στεφάνοισι τῶι Κάλλει παρέδωκαν· καὶ νῦν ἡ Κυθέρεια | |
5 | ζητεῖ λύτρα φέρουσα λύσασθαι τὸν Ἔρωτα. κἂν λύσηι δέ τις αὐτόν, οὐκ ἔξεισι, μενεῖ δέ· δουλεύειν δεδίδακται. | |
20 | Ἡδυμελὴς Ἀνακρέων, ἡδυμελὴς δὲ Σαπφώ· Πινδαρικὸν δ’ ἔτι μοι μέλος συγκεράσας τις ἐγχέοι. | |
5 | τὰ τρία ταῦτά μοι δοκεῖ καὶ Διόνυσος ἐλθών καὶ Παφίη λιπαρόχροος καὐτὸς Ἔρως ἂν ἐκπιεῖν. | |
21 | Ἡ γῆ μέλαινα πίνει, πίνει δένδρεα δ’ αὖ γῆν πίνει θάλασς’ ἀναύρους, | |
ὁ δ’ ἥλιος θάλασσαν, | 17 | |
5 | τὸν δ’ ἥλιον σελήνη· τί μοι μάχεσθ’, ἑταῖροι, καὐτῶι θέλοντι πίνειν; | |
22 | Ἡ Ταντάλου ποτ’ ἔστη λίθος Φρυγῶν ἐν ὄχθαις, καὶ παῖς ποτ’ ὄρνις ἔπτη Πανδίονος χελιδών. | |
5 | ἐγὼ δ’ ἔσοπτρον εἴην, ὅπως ἀεὶ βλέπηις με· ἐγὼ χιτὼν γενοίμην, ὅπως ἀεὶ φορῆις με. ὕδωρ θέλω γενέσθαι, | |
10 | ὅπως σε χρῶτα λούσω· μύρον, γύναι, γενοίμην, ὅπως ἐγώ ς’ ἀλείψω. καὶ ταινίη δὲ μασθῶι καὶ μάργαρον τραχήλωι | |
15 | καὶ σάνδαλον γενοίμην· μόνον ποσὶν πάτει με. | |
23 | Θέλω λέγειν Ἀτρείδας, θέλω δὲ Κάδμον ἄιδειν, ὁ βάρβιτος δὲ χορδαῖς ἔρωτα μοῦνον ἠχεῖ. | |
5 | ἤμειψα νεῦρα πρώην καὶ τὴν λύρην ἅπασαν· κἀγὼ μὲν ἦιδον ἄθλους Ἡρακλέους, λύρη δέ ἔρωτας ἀντεφώνει. | 18 |
10 | χαίροιτε λοιπὸν ἡμῖν, ἥρωες· ἡ λύρη γάρ μόνους ἔρωτας ἄιδει. | |
24 | Φύσις κέρατα ταύροις, ὁπλὰς δ’ ἔδωκεν ἵπποις, ποδωκίην λαγωοῖς, λέουσι χάσμ’ ὀδόντων, | |
5 | τοῖς ἰχθύσιν τὸ νηκτόν, τοῖς ὀρνέοις πέτασθαι, τοῖς ἀνδράσιν φρόνημα· γυναιξὶν οὐκέτ’ εἶχεν. τί οὖν; δίδωσι κάλλος | |
10 | ἀντ’ ἀσπίδων ἁπασῶν, ἀντ’ ἐγχέων ἁπάντων· νικᾶι δὲ καὶ σίδηρον καὶ πῦρ καλή τις οὖσα. | |
25 | Σὺ μέν, φίλη χελιδόν, | |
ἐτησίη μολοῦσα θέρει πλέκεις καλιήν, χειμῶνι δ’ εἶς ἄφαντος | 19 | |
5 | ἢ Νεῖλον ἢ ’πὶ Μέμφιν· Ἔρως δ’ ἀεὶ πλέκει μευ ἐν καρδίηι καλιήν. Πόθος δ’ ὃ μὲν πτεροῦται, ὃ δ’ ὠιόν ἐστιν ἀκμήν, | |
10 | ὃ δ’ ἡμίλεπτος ἤδη· βοὴ δὲ γίνετ’ ἀεί κεχηνότων νεοττῶν· Ἐρωτιδεῖς δὲ μικρούς οἱ μείζονες τρέφουσιν· | |
15 | οἳ δὲ τραφέντες εὐθύς πάλιν κύουσιν ἄλλους. τί μῆχος οὖν γένηται; οὐ γὰρ σθένω τοσούτους Ἔρωτας ἐκσοβῆσαι. | |
26 | Σὺ μὲν λέγεις τὰ Θήβης, ὃ δ’ αὖ Φρυγῶν ἀυτάς, ἐγὼ δ’ ἐμὰς ἁλώσεις. οὐχ ἵππος ὤλεσέν με, | |
5 | οὐ πεζός, οὐχὶ νῆες, στρατὸς δὲ καινὸς ἄλλος | |
ἀπ’ ὀμμάτων με βάλλων. | 20 | |
27 | Ἐν ἰσχίοις μὲν ἵπποι πυρὸς χάραγμ’ ἔχουσιν· καὶ Παρθίους τις ἄνδρας ἐγνώρισεν τιάραις· | |
5 | ἐγὼ δὲ τοὺς ἐρῶντας ἰδὼν ἐπίσταμ’ εὐθύς· ἔχουσι γάρ τι λεπτόν ψυχῆς ἔσω χάραγμα. | |
28 | Ὁ ἀνὴρ ὁ τῆς Κυθήρης παρὰ Λημνίαις καμίνοις τὰ βέλη τὰ τῶν Ἐρώτων ἐπόει λαβὼν σίδηρον· | |
5 | ἀκίδας δ’ ἔβαπτε Κύπρις μέλι τὸ γλυκὺ λαβοῦσα· ὁ δ’ Ἔρως χολὴν ἔμισγε. ὁ δ’ Ἄρης ποτ’ ἐξ ἀυτῆς στιβαρὸν δόρυ κραδαίνων | |
10 | βέλος ηὐτέλιζ’ Ἔρωτος· ὁ δ’ Ἔρως ‘τόδ’ ἐστὶν‘ εἶπεν ‘βαρύ· πειράσας νοήσεισ‘. ἔλαβεν βέλεμνον Ἄρης· ὑπεμειδίασε Κύπρις· | |
15 | ὁ δ’ Ἄρης ἀναστενάξας ‘βαρύ·‘ φησιν, ‘ἆρον αὐτό.‘ | |
ὁ δ’ Ἔρως ‘ἔχ’ αὐτό‘ φησιν. | 21 | |
29 | Χαλεπὸν τὸ μὴ φιλῆσαι, χαλεπὸν δὲ καὶ φιλῆσαι· χαλεπώτερον δὲ πάντων ἀποτυγχάνειν φιλοῦντα. | |
29a | Γένος οὐδὲν εἰς ἔρωτα· σοφίη, τρόπος πατεῖται· μόνον ἄργυρον βλέπουσιν. ἀπόλοιτο πρῶτος αὐτός | |
5 | ὁ τὸν ἄργυρον φιλήσας. διὰ τοῦτον οὐκ ἀδελφός, διὰ τοῦτον οὐ τοκῆες· πόλεμοι, φόνοι δι’ αὐτόν· τὸ δὲ χεῖρον, ὀλλύμεσθα | |
10 | διὰ τοῦτον οἱ φιλοῦντες. | |
30 | Ἐδόκουν ὄναρ τροχάζειν πτέρυγας φέρων ἐπ’ ὤμων, ὁ δ’ Ἔρως ἔχων μόλιβδον περὶ τοῖς καλοῖς ποδίσκοις | |
5 | ἐδίωκε καὶ κίχανεν. τί θέλει δ’ ὄναρ τόδ’ εἶναι; δοκέω δ’ ἔγωγε· πολλοῖς ἐν ἔρωσί με πλακέντα διολισθάνειν μὲν ἄλλους, | 22 |
10 | ἑνί τωι δὲ συνδεθῆναι. | |
31 | Ὑακινθίνηι με ῥάβδωι χαλεπῶς Ἔρως ῥαπίζων ἐκέλευε συντροχάζειν. διὰ δ’ ὀξέων μ’ ἀναύρων | |
5 | ξυλόχων τε καὶ φαράγγων τροχάοντα τεῖρεν ἱδρώς· κραδίη δὲ ῥινὸς ἄχρις ἀνέβαινε, κἂν ἀπέσβην. ὁ δ’ Ἔρως †μέτωπα σείων† | |
10 | ἁπαλοῖς πτεροῖσιν εἶπεν· ‘σὺ γὰρ οὐ δύνηι φιλῆσαι;‘ | |
32 | Ἐπὶ μυρσίναις τερείναις | |
ἐπὶ λωτίναις τε ποίαις στορέσας θέλω προπίνειν· ὁ δ’ Ἔρως χιτῶνα δήσας | 23 | |
5 | ὑπὲρ αὐχένος παπύρωι μέθυ μοι διακονείτω. τροχὸς ἅρματος γὰρ οἷα βίοτος τρέχει κυλισθείς, ὀλίγη δὲ κεισόμεσθα | |
10 | κόνις ὀστέων λυθέντων. τί σε δεῖ λίθον μυρίζειν; τί δὲ γῆι χέειν μάταια; ἐμὲ μᾶλλον, ὡς ἔτι ζῶ, μύρισον, ῥόδοις δὲ κρᾶτα | |
15 | πύκασον, κάλει δ’ ἑταίρην· πρίν, Ἔρως, ἐκεῖ μ’ ἀπελθεῖν ὑπὸ νερτέρων χορείας, σκεδάσαι θέλω μερίμνας. | |
33 | Μεσονυκτίοις ποτ’ ὥραις, στρέφετ’ ἦμος Ἄρκτος ἤδη κατὰ χεῖρα τὴν Βοώτου, | |
μερόπων δὲ φῦλα πάντα | 24 | |
5 | κέαται κόπωι δαμέντα, τότ’ Ἔρως ἐπισταθείς μευ θυρέων ἔκοπτ’ ὀχῆας. ‘τίσ‘ ἔφην ‘θύρας ἀράσσει, κατά μευ σχίσας ὀνείρους;‘ | |
10 | ὁ δ’ Ἔρως ‘ἄνοιγε,‘ φησίν, ‘βρέφος εἰμί, μὴ φόβησαι· βρέχομαι δὲ κἀσέληνον κατὰ νύκτα πεπλάνημαι.‘ ἐλέησα ταῦτ’ ἀκούσας, | |
15 | ἀνὰ δ’ εὐθὺ λύχνον ἅψας ἀνέωιξα, καὶ βρέφος μέν ἐσορῶ φέροντα τόξον πτέρυγάς τε καὶ φαρέτρην· παρὰ δ’ ἱστίην καθίξας | |
20 | παλάμαις τε χεῖρας αὐτοῦ ἀνέθαλπον, ἐκ δὲ χαίτης ἀπέθλιβον ὑγρὸν ὕδωρ. ὃ δ’ ἐπεὶ κρύος μεθῆκε ‘φέρε‘ φησὶ ‘πειράσωμεν | |
25 | τόδε τόξον, εἴ τί μοι νῦν βλάβεται βραχεῖσα νευρή.‘ τανύει δέ, καί με τύπτει μέσον ἧπαρ ὥσπερ οἶστρος· ἀνὰ δ’ ἅλλεται καχάζων· | |
30 | ‘ξένε‘ δ’ εἶπε ‘συγχάρηθι· κέρας ἀβλαβὲς μένει μοι· | |
σὺ δὲ καρδίαν πονήσεις.‘ | 25 | |
34 | Μακαρίζομέν σε, τέττιξ, ὅτε δενδρέων ἐπ’ ἄκρων ὀλίγην δρόσον πεπωκώς βασιλεὺς ὅπως ἀείδεις. | |
5 | σὰ γάρ ἐστι κεῖνα πάντα, ὁπόσα βλέπεις ἐν ἀγροῖς †κοπόσα† φέρουσιν ὗλαι. σὺ δὲ φείδεαι γεωργῶν, ἀπὸ μηδενός τι βλάπτων· | |
10 | σὺ δὲ τίμιος βροτοῖσιν, θέρεος γλυκὺς προφήτης. φιλέουσι μέν σε Μοῦσαι, φιλέει δὲ Φοῖβος αὐτός, λιγυρὴν δ’ ἔδωκεν οἴμην· | |
15 | τὸ δὲ γῆρας οὔ σε τείρει. σοφέ, γηγενής, φίλυμνε, ἀπαθής, ἀναιμόσαρκε· | |
σχεδὸν εἶ θεοῖς ὅμοιος. | 26 | |
35 | Ἔρως ποτ’ ἐν ῥόδοισι κοιμωμένην μέλιτταν οὐκ εἶδεν, ἀλλ’ ἐτρώθη. τὸν δάκτυλον παταχθείς | |
5 | τᾶς χειρὸς ὠλόλυξε, δραμὼν δὲ καὶ πετασθείς πρὸς τὴν καλὴν Κυθήρην ‘ὄλωλα, μῆτερ,‘ εἶπεν, ‘ὄλωλα κἀποθνήσκω· | |
10 | ὄφις μ’ ἔτυψε μικρός πτερωτός, ὃν καλοῦσιν μέλιτταν οἱ γεωργοί.‘ ἃ δ’ εἶπεν· ‘εἰ τὸ κέντρον πονεῖς τὸ τᾶς μελίττας, | |
15 | πόσον δοκεῖς πονοῦσιν, Ἔρως, ὅσους σὺ βάλλεις;‘ | |
36 | Ὁ Πλοῦτος εἴ γε χρυσοῦ τὸ ζῆν παρεῖχε θνητοῖς, ἐκαρτέρουν φυλάττων, ἵν’ †ασθενεῖν ἐπέλη† | |
5 | λάβηι τι καὶ παρέλθηι. εἰ δ’ οὖν μὴ τὸ πρίασθαι τὸ ζῆν ἔνεστι θνητοῖς, | |
τί καὶ μάτην στεγάζω; {τί καὶ γόους προπέμπω;} | 27 | |
10 | θανεῖν γὰρ εἰ πέπρωται, τί χρυσὸς ὠφελεῖ με; ἐμοὶ γένοιτο πίνειν, πιόντι δ’ οἶνον ἡδύν ἐμοῖς φίλοις συνεῖναι, | |
15 | ἐν δ’ ἁπαλαῖσι κοίταις τελεῖν τὰν Ἀφροδίταν. | |
37 | Διὰ νυκτὸς ἐγκαθεύδων ἁλιπορφύροις τάπησι γεγανυμένος Λυαίωι ἐδόκουν ἄκροισι ταρσῶν | |
5 | δρόμον ὠκὺν ἐκτανύειν μετὰ παρθένων ἀθύρων· ἐπεκερτόμουν δὲ παῖδες ἁπαλώτεροι Λυαίου, δακέθυμά μοι λέγοντες | |
10 | διὰ τὰς καλὰς ἐκείνας. ἐθέλοντι δὲ φιλῆσαι φύγον ἐξ ὕπνου μοι πάντες, μεμονωμένος δ’ ὁ τλήμων πάλιν ἤθελον καθεύδειν. | |
38 | Ἱλαροὶ πίωμεν οἶνον, ἀναμέλψομεν δὲ Βάκχον, | |
τὸν ἐφευρετὰν χορείας, τὸν ὅλας ποθοῦντα μολπάς, | 28 | |
5 | τὸν ὁμότροπον Ἐρώτων, τὸν ἐρώμενον Κυθήρης· δι’ ὃν ἡ Μέθη λοχεύθη, δι’ ὃν ἡ Χάρις ἐτέχθη, δι’ ὃν ἀμπαύεται Λύπα, | |
10 | δι’ ὃν εὐνάζετ’ Ἀνία. τὸ μὲν οὖν πῶμα κερασθέν ἁπαλοὶ φέρουσι παῖδες, τὸ δ’ ἄχος πέφευγε μιχθέν ἀνεμοστρόφωι θυέλληι. | |
15 | τὸ μὲν οὖν πῶμα λάβωμεν, τὰς δὲ φροντίδας μεθῶμεν· τί γάρ ἐστί σοι 〈τὸ〉 κέρδος ὀδυνωμένωι μερίμναις; πόθεν οἴδαμεν τὸ μέλλον; | |
20 | ὁ βίος βροτοῖς ἄδηλος. μεθύων θέλω χορεύειν μεμυρισμένος τε παίζειν | |
22 | 〈*****〉 μετὰ καὶ καλῶν γυναικῶν μελέτω δὲ τοῖς θέλουσι, | |
25 | ὅσον ἐστὶν ἐν μερίμναις. ἱλαροὶ πίωμεν οἶνον, ἀναμέλψομεν δὲ Βάκχον. | |
39 | Φιλῶ γέροντα τερπνόν, | |
φιλῶ νέον χορευτάν· ἂν δ’ ὁ γέρων χορεύηι, τρίχας γέρων μέν ἐστιν, | 29 | |
5 | τὰς δὲ φρένας νεάζει. | |
40 | Ἐπειδὴ βροτὸς ἐτύχθην βιότου τρίβον ὁδεύειν, χρόνον ἔγνων ὃν παρῆλθον, ὃν δ’ ἔχω δραμεῖν οὐκ οἶδα. | |
5 | †μέθετέ με φροντίδες·† μηδέν μοι χὔμιν ἔστω. πρὶν ἐμὲ φθάσηι τὸ τέλος. παίξω, γελάσω, χορεύσω μετὰ τοῦ καλοῦ Λυαίου. | |
41 | Ἡ καλόν ἐστι βαδίζειν ὅπου λειμῶνες κομῶσιν, ὅπου λεπτὸς ἡδυτάτην ἀναπνεῖ Ζέφυρος αὔρην, | |
5 | κλῆμά τε Βάκχιον ἰδεῖν χὐπὸ τὰ πέταλα δῦναι ἁπαλὴν παῖδα κατέχων | |
Κύπριν ὅλην πνέουσαν. | 30 | |
42 | Ποθέω μὲν Διονύσου φιλοπαίγμονος χορείας, φιλέω δ’ ὅταν ἐφήβου μετὰ συμπότου λυρίζω· | |
5 | στεφανίσκους δ’ ὑακίνθων κροτάφοισιν ἀμφιπλέξας μετὰ παρθένων ἀθύρειν φιλέω μάλιστα πάντων. φθόνον οὐκ οἶδ’ ἐμὸν ἦτορ· | |
10 | {φθόνον οὐκ οἶδα δαϊκτόν·} φιλολοιδόροιο γλώττης ἔφυγον βέλεμνα κοῦφα· στυγέω μάχας παροίνους. πολυκώμους κατὰ δαῖτας | |
15 | νεοθηλέσιν ἅμα κούραις ὑπὸ βαρβίτωι χορεύων βίον ἥσυχον φεροίμην. | |
43 | Στεφάνους μὲν κροτάφοισι ῥοδίνους συναρμόσαντες μεθύωμεν ἁβρὰ γελῶντες. ὑπὸ βαρβίτωι δὲ κούρα | |
5 | κατακίσσοισι βρέμοντας πλοκάμοις φέρουσα θύρσους | |
χλιδανόσφυρος χορεύει· ἁβροχαίτας δ’ ἅμα κοῦρος στομάτων ἁδὺ πνεόντων | 31 | |
10 | κατὰ πηκτίδων ἀθύρει προχέων λίγειαν ὀμφάν. ὁ δ’ Ἔρως ὁ χρυσοχαίτας μετὰ τοῦ καλοῦ Λυαίου καὶ τῆς καλῆς Κυθήρης | |
15 | τὸν ἐπήρατον γεραιοῖς κῶμον μέτεισι χαίρων. | |
44 | Τὸ ῥόδον τὸ τῶν Ἐρώτων μίξωμεν Διονύσωι· τὸ ῥόδον τὸ καλλίφυλλον κροτάφοισιν ἁρμόσαντες | |
5 | πίνωμεν ἁβρὰ γελῶντες. ῥόδον ὦ φέριστον ἄνθος, ῥόδον εἴαρος μέλημα, {ῥόδα καὶ θεοῖσι τερπνά,} ῥόδον ὧι παῖς ὁ Κυθήρης | |
10 | στέφεται καλοὺς ἰούλους Χαρίτεσσι συγχορεύων· στέψον οὖν με, καὶ λυρίξω παρὰ σοῖς Διόνυσε σηκοῖς μετὰ κούρης βαθυκόλπου | |
15 | ῥοδίνοισι στεφανίσκοις | |
πεπυκασμένος χορεύσω. | 32 | |
45 | Ὅταν πίνω τὸν οἶνον, εὕδουσιν αἱ μέριμναι. τί μοι πόνων, τί μοι γόων, τί μοι μέλει μεριμνῶν; | |
5 | θανεῖν με δεῖ, κἂν μὴ θέλω τί δὲ τὸν βίον πλανῶμαι· πίωμεν οὖν τὸν οἶνον τὸν τοῦ καλοῦ Λυαίου· σὺν τῶι δὲ πίνειν ἡμᾶς | |
10 | εὕδουσιν αἱ μέριμναι. | |
46 | Ἴδε πῶς ἔαρος φανέντος Χάριτες ῥόδα βρύουσιν· ἴδε πῶς κῦμα θαλάσσης ἁπαλύνεται γαλήνηι· | |
5 | ἴδε πῶς νῆσσα κολυμβᾶι ἴδε πῶς γέρανος ὁδεύει. ἀφελῶς δ’ ἔλαμψε Τιτάν, νεφελῶν σκιαὶ δονοῦνται, τὰ βροτῶν δ’ ἔλαμψεν ἔργα, | |
10 | †καρποῖσι γαῖα προκύπτει, | |
καρπὸς ἐλαίας† προκύπτει· †Βρομίου στέφεται† νᾶμα κατὰ φύλλον †κατακλόνον καθελων† ἤνθισε καρπός. | 33 | |
47 | Ἐγὼ γέρων μέν εἰμι, νέων πλέον δὲ πίνω | |
2 | 〈*****〉 | |
4 | σκῆπτρον ἔχων τὸν ἀσκόν | |
5 | ὁ νάρθηξ δ’ οὐδέν ἐστιν. ὁ μὲν θέλων μάχεσθαι, πάρεστι γάρ, μαχέσθω· ἐμοὶ κύπελλον ὦ παῖ μελιχρὸν οἶνον ἡδύν | |
10 | ἐγκεράσας φόρησον. ἐγὼ γέρων μέν εἰμι, | |
11a | 〈νέων πλέον δὲ πίνω·〉 | |
3 | κἂν δεήσηι με χορεύειν, | |
12 | Σιληνὸν ἐν μέσοισι | |
μιμούμενος χορεύσω. | 34 | |
48 | Ὅταν ὁ Βάκχος ἔλθηι, εὕδουσιν αἱ μέριμναι, δοκῶ δ’ ἔχειν τὰ Κροίσου. θέλω καλῶς ἀείδειν· | |
5 | κισσοστεφὴς δὲ κεῖμαι, πατῶ δ’ ἅπαντα θυμῶι. ὅπλιζ’· ἐγὼ δὲ πίνω. φέρε μοι κύπελλον ὦ παῖ· μεθύοντα γάρ με κεῖσθαι | |
10 | πολὺ κρεῖσσον ἢ θανόντα. | |
49 | Τοῦ Διὸς ὁ παῖς ὁ Βάκχος, ὁ λυσίφρων ὁ Λυαῖος, ὅταν εἰς φρένας τὰς ἐμάς εἰσέλθηι μεθυδώτας, | |
5 | διδάσκει με χορεύειν. ἔχω δέ τι καὶ τερπνόν ὁ τᾶς μέθας ἐραστάς· μετὰ κρότων, μετ’ ὠιδᾶς τέρπει με κἀφροδίτα· | |
10 | πάλιν θέλω χορεύειν. | 35 |
50 | Ὅτ’ ἐγὼ πίω τὸν οἶνον, τότ’ ἐμὸν ἦτορ ἰανθέν 〈μέλοσ〉 ἄρχεται λιγαίνειν, 〈ἀναβάλλεται δὲ〉 Μούσας. | |
5 | ὅτ’ ἐγὼ πίω τὸν οἶνον, ἀπορίπτονται μέριμναι πολυφρόντιδές τε βουλαί ἐς ἁλικτύπους ἀήτας. ὅτ’ ἐγὼ πίω τὸν οἶνον, | |
10 | λυσιπήμων τότε Βάκχος πολυανθέσιν 〈μ’〉 ἐν αὔραις δονέει μέθηι γανώσας. ὅτ’ ἐγὼ πίω τὸν οἶνον, στεφάνους ἄνθεσι πλέξας | |
15 | ἐπιθείς τε τῶι καρήνωι βιότου μέλπω γαλήνην. ὅτ’ ἐγὼ πίω τὸν οἶνον, μύρωι εὐώδεϊ τέγξας δέμας, ἀγκάλαις δὲ κούρην | |
20 | κατέχων, Κύπριν ἀείδω. ὅτ’ ἐγὼ πίω τὸν οἶνον, ὑπὸ κυρτοῖσι κυπέλλοις τὸν ἐμὸν νόον ἁπλώσας | |
θιάσωι τέρπομαι κούρων. | 36 | |
25 | ὅτ’ ἐγὼ πίω τὸν οἶνον, τοῦτ’ ἐμοὶ μόνωι τὸ κέρδος, τοῦτ’ ἐγὼ λαβὼν ἀποίσω· τὸ θανεῖν γὰρ μετὰ πάντων. | |
51 | Μή με φύγηις ὁρῶσα τὰν πολιὰν ἔθειραν· μηδ’, ὅτι σοὶ πάρεστιν ἄνθος ἀκμαῖον, τᾶς ἐμᾶς | |
5 | ὥρας φίλτρα διώξηις. ὅρα, κἀν στεφάνοισιν ὅπως πρέπει τὰ λευκά ῥόδοις κρίνα πλακέντα. | |
52 | Τί με τοὺς νόμους διδάσκεις καὶ ῥητόρων ἀνάγκας; τί δέ μοι λόγων τοσούτων τῶν μηδὲν ὠφελούντων; | |
5 | μᾶλλον δίδασκε πίνειν ἁπαλὸν πῶμα Λυαίου, μᾶλλον δίδασκε παίζειν | |
μετὰ χρυσῆς Ἀφροδίτης. | 37 | |
52a | Πολιαὶ στέφουσι κάραν· δὸς ὕδωρ, βάλ’ οἶνον ὦ παῖ· τὴν ψυχήν μου κάρωσον. βραχύ με ζῶντα καλύπτεις· | |
5 | ὁ θανὼν οὐκ ἐπιθυμεῖ. | |
53 | Ὅτ’ ἐγὼ ’ς νέων ὅμιλον ἐσορῶ, πάρεστιν ἥβα. τότε δή, τότ’ ἐς χορείην ὁ γέρων ἐγὼ πτεροῦμαι, | |
5 | παραμαίνομαι, κυβηβῶ. παράδος· θέλω στέφεσθαι· πολιὸν δὲ γῆρας ἐκδύς νέος ἐν νέοις χορεύσω. Διονυσίης δέ μοί τις | |
10 | φερέτω ῥοὰν ὀπώρης, ἵν’ ἴδηι γέροντος ἀλκήν δεδαηκότος μὲν εἰπεῖν, δεδαηκότος δὲ πίνειν | |
χαριέντως τε μανῆναι. | 38 | |
54 | Ὁ ταῦρος οὗτος ὦ παῖ δοκεῖ τις εἶναί μοι Ζεύς φέρει γὰρ ἀμφὶ νώτοις Σιδωνίαν γυναῖκα· | |
5 | περᾶι δὲ πόντον εὐρύν, τέμνει δὲ κῦμα χηλαῖς. οὐκ ἂν δὲ ταῦρος ἄλλος ἐξ ἀγέλης ἐλασθείς ἔπλευσε τὴν θάλασσαν, | |
10 | εἰ μὴ μόνος ἐκεῖνος. | |
55 | Στεφανηφόρου μετ’ ἦρος μέλομαι ῥόδον τέρεινον †σὺνεταιρεῖ ἀύξει† μέλπειν. τόδε γὰρ θεῶν ἄημα, | |
5 | τόδε καὶ βροτοῖσι χάρμα, Χάρισίν τ’ ἄγαλμ’ ἐν ὥραις πολυανθέων Ἐρώτων, ἀφροδίσιόν τ’ ἄθυρμα· | |
τόδε καὶ μέλημα μύθοις | 39 | |
10 | χαρίεν φυτόν τε Μουσῶν. γλυκὺ καὶ πονοῦντ’ ἀγείρειν ἐν ἀκανθίναις ἀταρποῖς, γλυκὺ δ’ αὖ λαβόντα θάλπειν μαλακαῖσι χερσί, κοῦφον | |
15 | προάγοντ’ ἔρωτος ἄνθος. ἀπορῶ τόδ’ αὖ, τί τερπνόν θαλίαις τε καὶ τραπέζαις Διονυσίαις τ’ ἑορταῖς δίχα τοῦ ῥόδου γένοιτ’ ἄν. | |
20 | ῥοδοδάκτυλος μὲν Ἠώς, ῥοδοπήχεες δὲ Νύμφαι, ῥοδόχρους δὲ κἀφροδίτα παρὰ τῶν σοφῶν καλεῖται. τόδε καὶ νοσοῦσιν ἀρκεῖ, | |
25 | τόδε καὶ νεκροῖς ἀμύνει, τόδε καὶ χρόνον βιᾶται· χαρίεν ῥόδων δὲ γῆρας νεότητος ἔσχεν ὀδμήν. φέρε δή, φύσιν λέγωμεν· | |
30 | χαροπῆς ὅτ’ ἐκ θαλάττης | |
δεδροσωμένην Κυθήρην ἐλόχευε πόντος ἀφρῶι, πολεμόκλονόν τ’ Ἀθήνην κορυφῆς ἔδειξεν ὁ Ζεύς, | 40 | |
35 | φοβερὰν θέαν Ὀλύμπωι, τότε καὶ ῥόδων ἀγητόν νέον ἔρνος ἤνθισε χθών, πολυδαίδαλον λόχευμα· μακάρων θεῶν δ’ ὅμοιον | |
40 | ῥόδον ὡς γένοιτο, νέκταρ ἐπιτέγξας ἀνέθηλεν ἀγέρωχον ἐξ ἀκάνθης φυτὸν ἄμβροτον Λυαῖος. | |
56 | Ὁ τὸν ἐν πόνοις ἀτειρῆ, νέον ἐν πόθοις ἀταρβῆ, καλὸν ἐν πότοις χορευτήν τελέων θεὸς κατῆλθε, | |
5 | ἁπαλὸν βροτοῖσι φίλτρον, πόθον ἄστονον κομίζων, γόνον ἀμπέλου, τὸν οἶνον, πεπεδημένον ὀπώραις ἐπὶ κλημάτων φυλάττειν, | |
10 | ἵν’ ὅταν τέμωσι βότρυν ἄνοσοι μένωσι πάντες, ἄνοσοι δέμας θεητόν, ἄνοσοι γλυκύν τε θυμόν | |
ἐς ἔτους φανέντος ἄλλου. | 41 | |
57 | Ἄρα τίς τόρευσε πόντον; ἄρα τίς μανεῖσα τέχνα ἀνέχευε κῦμα δίσκωι; ἐπὶ νῶτα τῆς θαλάττης | |
5 | ἄρα τίς ὕπερθε λευκάν ἁπαλὰν χάραξε Κύπριν νόος ἐς θεοὺς ἀερθείς, μακάρων φύσιος ἀρχάν; ὃ δέ νιν ἔδειξε γυμνάν, | |
10 | ὅσα μὴ θέμις δ’ ὁρᾶσθαι μόνα κύμασιν καλύπτει. ἀλαλημένα δ’ ἐπ’ αὐτά βρύον ὥς, ὕπερθε λευκᾶς ἁπαλόχροον γαλήνας | |
15 | δέμας εἰς πλόον φέρουσα, ῥόθιον πάροιθεν ἕλκει· ῥοδέων δ’ ὕπερθε μαζῶν, ἁπαλῆς ἔνερθε δειρῆς, μέγα κῦμα πρῶτα τέμνει | |
20 | μέσον αὔλακος δὲ Κύπρις | |
κρίνον ὣς ἴοις ἑλιχθέν διαφαίνεται γαλήνας. †ὑπερἀργύρωι† δ’ ὀχοῦνται ἐπὶ δελφῖσι χορευταῖς | 42 | |
25 | δολερὸν νόον μετοίσων Ἔρος Ἵμερος γελῶν τε, χορὸς ἰχθύων τε κυρτός ἐπὶ κυμάτων κυβιστᾶι Παφίης τε σῶμα παίζει | |
30 | ἵνα νήχεται γελῶσα. | |
58 | Ὁ δραπέτας ὁ Χρυσός ὅταν με φεύγηι κραιπνοῖς διηνέμοις τε ταρσοῖς (ἀεὶ δ’, ἀεί με φεύγει), | |
5 | οὔ μιν διώκω· τίς γάρ μισοῦν θέλει τι θηρᾶν; ἐγὼ δ’ ἄφαρ λιασθείς τῶι δραπέται τῶι Χρυσῶι ἐμῶν φρενῶν μὲν αὔραις | |
10 | φέρειν ἔδωκα λύπας, λύρην δ’ ἑλὼν ἀείδω | |
ἐρωτικὰς ἀοιδάς. πάλιν δ’ ὅταν με θυμός ὑπερφρονεῖν διδάξηι, | 43 | |
15 | ἄφνω προσεῖπ’ ὁ δραπέτας φέρων μέθαν μοι φροντίδων, ἑλών μιν ὡς μεθήμων λύρης γένωμαι λαροῦ. ἄπιστ’, ἄπιστε Χρυσέ, | |
20 | μάταν δόλοις με θέλγεις· πλέον λύρης σου νεῦρα πόθους κέκευθεν ἁδεῖς· σὺ γὰρ δόλων, σύ τοι φθόνων ἔρωτ’ ἔθηκας ἀνδράσιν· | |
25 | λύρη δ’ ἄλυπα παστάδων φιλαμάτων τε κεδνῶν πόθων κύπελλα κιρνᾶι. | |
27 | 〈*****〉 ὅταν θέληις δέ, φεύγεις λύρης δ’ ἐμῆς ἀοιδάν | |
30 | οὐκ ἂν λίποιμι τυτθόν. ξείνοις σὺ δ’ ἀντὶ Μουσῶν δολίοις ἀπίστοις ἁνδάνεις | |
ἐμοὶ δὲ τῶι λυροκτύπηι Μοῦσα φρεσὶν πάροικος· | 44 | |
35 | ἀχὰν †δέασ† ὀρίνοις αἴγλαν †τε λαμπρύνοις†. | |
59 | Τὸν μελανόχρωτα βότρυν ταλάροις φέροντες ἄνδρες μετὰ παρθένων ἐπ’ ὤμων | |
3 | 〈*****〉 κατὰ ληνοῦ δὲ βαλόντες | |
5 | μόνον ἄρσενες πατοῦσιν σταφυλῆς λύοντες οἶνον, μέγα τὸν θεὸν κροτοῦντες ἐπιληνίοισιν ὕμνοις, ἐρατὸν πίθοις ὁρῶντες | |
10 | νέον ἐσζέοντα Βάκχον. ὃν ὅταν πίνηι γεραιός, τρομεροῖς ποσὶν χορεύει, πολιὰς τρίχας τινάσσων. ὁ δὲ παρθένον λοχήσας | |
15 | ἐρατὸς νέος 〈** ***〉 ἐλυσθείς ἁπαλὸν δέμας χυθεῖσαν | |
σκιερῶν ὕπερθε φύλλων, βεβαρημένην ἐς ὕπνον. | 45 | |
20 | ὁ δ’ Ἔρως ἄωρα θέλγων 〈*****〉 προδότιν γάμων γενέσθαι. ὁ δὲ μὴ λόγοισι πείθων τότε μὴ θέλουσαν ἄγχει· | |
25 | μετὰ γὰρ νέων ὁ Βάκχος μεθύων ἄτακτα παίζει. | |
60 | Ἀνὰ βάρβιτον δονήσω (ἄεθλος μὲν οὐ πρόκειται, μελέτη δ’ ἔπεστι) πάντηι σοφίης λαχὼν ἄωτον. | |
5 | ἐλεφαντίνωι δὲ πλήκτρωι λιγυρὸν μέλος κροαίνων Φρυγίωι ῥυθμῶι βοήσω, ἅτε τις κύκνος Καΰστρου ποικίλον πτεροῖσι μέλπων | |
10 | ἀνέμου σύναυλος ἠχῆι· | |
σὺ δὲ Μοῦσα συγχόρευε. | 46 | |
11a | 〈ἐρέω Δάφνης τὸν οἶτον·〉 | |
12 | ἱερὸν γάρ ἐστι Φοίβου κιθάρη δάφνη τρίπους τε. | |
13 | 〈***** | |
13 | *****〉 | |
17 | τοῦ μὲν ἐκπέφευγα κέντρα | |
14 | λαλέων ἔρωτα Φοίβου, | |
15 | ἀνεμώλιον τὸν οἶστρον. σαόφρων γὰρ ἐστ〈έναξεν | |
16a | θεὸν οὐ θέλουσα κούρη | |
16b | γαμέτην ἔχειν· ὁ δὲ Ζεύς | |
16c | ἐλέης’ ἄπωθ’〉 ἀκούσας, | |
18 | φύσεως δ’ ἄμειψε μορφήν, φυτὸν εὐθαλὲς δ’ ἐπήχθη. | |
20 | ὁ δὲ Φοῖβος †ἠὲ Φοῖβος† κρατέειν κόρην νομίζων, χλοερὸν δρέπων δὲ φύλλον ἐδόκει τελεῖν Κυθήρην. ἄγε, θυμέ, πῆι μέμηνας | |
25 | μανίην μανεὶς ἀρίστην· τὸ βέλος φέρε κράτυνον, σκοπὸν ὡς βαλὼν ἀπέλθηις, τὸ δὲ τόξον Ἀφροδίτης ἄφες ὡς θεοὺς ἐνίκα. | |
30 | τὸν Ἀνακρέοντα μιμοῦ, | |
τὸν ἀοίδιμον μελιστήν. φιάλην πρόπινε παισίν, φιάλην λόγων ἐραννήν· ἀπὸ νέκταρος ποτοῖο | 47 | |
35 | παραμύθιον λαβόντες φλογερὸν φυγόντες ἄστρον ***** | |
tfav1-fav4 | Fragmenta Anacreonteorum Veterum | |
fav1 | 〈τὸν〉 Ἔρωτα γὰρ τὸν ἁβρόν μέλομαι βρύοντα μίτραις πολυανθέμοις ἀείδειν. ὅδε καὶ θεῶν δυνάστης, | |
5 | ὅδε καὶ βροτοὺς δαμάζει. | |
fav2 | φέρ’ ὕδωρ, φέρ’ οἶνον ὦ παῖ, μέθυσόν με καὶ κάρωσον· τὸ ποτήριον λέγει μου | |
ποδαπόν με δεῖ γενέσθαι. | 48 | |
fav3 | δοκέει κλύειν γὰρ ἥδε, λαλέειν τις εἰ θελήσηι. | |
fav4 | τί με φεύγεις τὸν γέροντα; | 49 |