TLG 4149 001 :: SOPHRONIUS :: Excerpta ex Joannis Characis commentariis in Theodosii Alexandrini canones SOPHRONIUS Gramm., Patriarcha Excerpta ex Joannis Characis commentariis in Theodosii Alexandrini canones Citation: Page — (line) | ||
375(1t) | Σωφρονίου πατριάρχου Ἀλεξανδρείας | |
2t | πρὸς τὸν ἀββᾶν Ἰωάννην ἐπίσκοπον Ταμιάθεως | |
---|---|---|
3t | σχόλια σύντομα | |
4t | ἐκ τῶν τοῦ Χάρακος | |
5t | πρὸς εἰσαγομένους εἰς τοὺς ὀνοματικοὺς καὶ ῥηματικοὺς | |
6t | κανόνας, ἃ ἡνίκα ἐμόναζε φιλεμπόνως ἐξέθετο. | |
7 | Προοίμιον. Τὸ περὶ πᾶν εἶδος ἀρετῆς σπουδαῖον τῆς σῆς τιμιότητος, ὦ ἱερὲ πάτερ Ἰωάννη, τοῦ λόγου καὶ ἀμελεῖν οὐκ ἀνέχεται, κἂν τοῖς τῆς προ‐ | |
10 | εδρίας ἀγῶσιν ἐνησχόληται. Οἶδας γὰρ ὡς λόγος ἐστὶ τὸ διδασκαλίας ὄργανον, ὅπερ ἀρετῇ συνεζευγμένον ἄρτιον τοῦ θεοῦ ἀποδείκνυσιν ἄνθρωπον ὡς φωστῆρα ἐν κόσμῳ λάμποντα, οἷος αὐτὸς σχηματίζεις, παμμακάριστε. Τοίνυν, καθὼς ἐκέλευσας, τὴν τῶν σχολίων βίβλον τοῦ πανσόφου Ἰωάννου Χάρακος ἐπελεύσομαι καὶ σύντομον ἐξ αὐτῆς | |
15 | ὠφέλειαν καρπώσασθαι πειράσομαι, τὸ πλάτος δὲ τοῦ λόγου παραιτή‐ σομαι, ὅπερ αὐτός, οὐχ ὡς ῥητορείας ἄπειρος, εἰς τοὺς εἰσαγομένους δὲ μᾶλλον φιλανθρωπευσάμενος, ἐπενόησας. Ἀλλά μοι συνεργήσαις ταῖς οὐρανοδρόμοις σου ἐντεύξεσιν. Σχόλια εἰς τοὺς κανόνας Θεοδοσίου. | |
20 | Ὀκτὼ δεῖ λαμβάνειν τὰ μέρη τοῦ λόγου ὁμολογουμένως· τινῶν γὰρ δύο εἶναι λεγόντων, ἄλλων πέντε, ἄλλων ἐννέα, ἄλλων δέκα (περαιτέρω γὰρ οὐδεὶς τούτων ἔδοξεν), ὡμολογήθη τὰ ὀκτὼ ταῦτα παρὰ πάντων τῶν μεγάλων τεχνικῶν. Τὰς δὲ τῆς θέσεως αὐτῶν αἰτίας ἐν ἄλλοις γνωσόμεθα. Ἀπορήσειε δ’ ἄν τις, πῶς ὀκτὼ τῶν μερῶν τοῦ | |
25 | λόγου ὄντων εὑρίσκομεν ἐκ δυοῖν λόγον τέλειον, οἷον «ἄνθρωπος τρέχει»· ταῦτα γὰρ ἐκ μερῶν συγκείμενα τηνικαῦτα τέλεια λέγεται, ὁπηνίκα τὰ ὅλα μέρη τέλεια ἔχῃ, ὡς ἐπὶ ἀνθρωπείου σώματος· εἰ γάρ | |
τι τῶν μερῶν, χεὶρ φέρε εἰπεῖν ἢ πούς, ἐλλίποι, ἀτελὲς αὐτίκα γίνεται· | 375 | |
376 | φαμέν, ὡς λόγος τῶν ὁμωνύμων ἐστίν· τόν τε γὰρ καθόλου λόγον, καὶ τὸν μερικόν, καὶ τὸν ἐνδιάθετον, καὶ τὸν προφορικόν, καὶ τὴν φροντίδα, καὶ τὴν ἀπολογίαν δηλοῖ, ἔτι δὲ καὶ τὸν Δημοσθενικὸν καὶ Πλατωνικὸν καὶ ἄλλους. Ὁ τοίνυν καθόλου λόγος 〈οὐκ〉 ἔστιν ὁ ἔχων ὀκτὼ μέρη, | |
5 | ὃς αἰσθήσει ὑποπίπτει, ὡς οὐδὲ τὸ καθόλου ζῷον· μερικὸς δὲ λόγος ἐστὶ λέξεων παράθεσις ἐντελῆ παριστᾶσα διάνοιαν, ὃς γίνεται ἐκ δύο καὶ τριῶν καὶ πλειόνων. Εἰ δέ τις εἴποι, ὅτι ἔχων τὰ ὀκτὼ μέρη τέλειός ἐστι μόνον, ὡς ἐν τῷ 〈Χ 59〉 πρὸς δ’ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντ’ ἐλέησον, λέγομεν, ὡς οὐ τῷ ἔχειν ὀκτὼ μέρη τέλειός | |
10 | ἐστιν, ἀλλ’ ὅτι τελείαν παριστᾷ διάνοιαν, ὡς ἔχει τὸ «ἄνθρωπος τρέχει» καὶ «ἵππος χθὲς ἔδραμεν»· ὁ μέντοι καθόλου λόγος οὐ μίαν ἀφ’ ἑκάστου μερισμοῦ ἔχει λέξιν, ἀλλὰ πάντα τὰ ὀνόματα καὶ πάντα τὰ ῥήματα καὶ ἑξῆς. Περὶ τῆς τάξεως τῶν ὀκτὼ μερῶν. | |
15 | Ἄξιον δὲ ζητῆσαι περὶ τῆς τάξεως αὐτῶν, ποῖον πρῶτον καὶ ποῖον δεύτερον καὶ ἑξῆς. Ἀλλ’ ἀποροῦσί τινες λέγοντες, εἰ τὰ μέρη καὶ τὸ ὅλον τῶν πρός τι—τὰ γὰρ μέρη τοῦ ὅλου εἶναι λέγεται καὶ τὸ ὅλον ἐν μέρεσιν—τὰ δὲ πρός τι ἅμα τῇ φύσει, εἰκαῖον ἐπὶ μερῶν ζητεῖν πρῶτον καὶ δεύτερον. Πρὸς οὓς λέγομεν, ὅτι τὸ πρῶτον οὐ πάντως | |
20 | τῇ φύσει λέγεται, ἀλλὰ καὶ ἀξίᾳ καὶ τάξει καὶ χρόνῳ καὶ ἀριθμῷ· ἐνταῦθα οὖν ἀξίᾳ τὸ ὄνομα καὶ τὸ ῥῆμα προτέτακται τῶν λοιπῶν δύο αἰτιῶν ἕνεκα. Καὶ μία μέν ἐστιν, ὅτι χωρὶς αὐτῶν τέλειος λόγος οὐ γίνεται χωρὶς δὲ τῶν ἄλλων ναί· τάξιν γὰρ ἐπέχει τῶν κυριωτέρων τοῦ σώμα‐ τος μερῶν· ὡς γὰρ ἐκείνων τινὸς παθόντος ὅλον τὸ σῶμα διαφθείρεται, | |
25 | οὕτως ὀνόματος ἢ ῥήματος ἐπιλελοιπότος λόγος οὐκ ἂν συστῆναι δυνή‐ σοιτο· γνώσῃ δὲ τὸ ὄνομα καὶ τὸ ῥῆμα τοῦ Ὁμηρικοῦ στίχου ὑποστεί‐ λας· τί γὰρ ἂν εἴη «πρὸς δ’ ἐμὲ τὸν ἔτι φρονέοντα»; τὰ δέ γε ἄλλα δύο τῶν ἄλλων χωρὶς οὐδὲν κωλύει συνίστασθαι, «δύστηνον ἐλέησον». Ἑτέρα δέ, ὅτι τὰ ἄλλα ἐξ αὐτῶν ἐκληρώσαντο τὴν προσηγορίαν· μετοχὴ | |
30 | γὰρ ἐκ τοῦ μετέχειν ἀμφοῖν εἴρηται, ἄρθρον ἐκ τοῦ συναρτᾶσθαι ὀνό‐ ματι, ἀντωνυμία ὅτι ἀντὶ ὀνόματος παραλαμβάνεται, πρόθεσις ὅτι ἑκα‐ τέρου προτίθεται, ἐπίρρημα ὅτι ἐπὶ ῥῆμα φέρεται, σύνδεσμος ὅτι συνδεῖ ὀνόματα ἢ ῥήματα. Προτέτακται δὲ τοῦ ῥήματος φύσει τὸ ὄνομα· φύσει δὲ λέγω οὐχὶ | |
35 | αὐτῶν τῶν λέξεων· κατὰ τοῦτο γὰρ μέρη ὄντα ἅμα ἐστίν· ἀλλὰ τῶν | |
πραγμάτων ὧν εἰσι κατηγορικά· τὸ γὰρ ὄνομα οὐσίαν σημαίνει, τὸ δὲ | 376 | |
377 | ῥῆμα συμβεβηκός· δῆλον δὲ ὅτι δεύτερον τὸ συμβεβηκὸς τοῦ ᾧ συμβέ‐ βηκεν· ἔτι δὲ καὶ ὅτι συναναιρεῖ. Ἀποροῦσι δέ τινες λέγοντες, πῶς τὸ ῥῆμα μονομερῆ λόγον ποιοῦν τέλειον, ὡς ἐν τῷ «γράφω», οὐ προτάσ‐ σεται τοῦ ὀνόματος· εἰ γάρ τινι ἐρωτήσαντί σε γράφοντα «τί ποιεῖς;» | |
5 | ἀποκρίνοιο «γράφω», τέλειον λόγον ἐρεῖς. Λέγομεν δέ, ὅτι καὶ οὕτω συνεισφέρεται ὄνομα τὸ σημαῖνον τὴν οὐσίαν, ἀφ’ ἧς ἡ ἐνέργεια· ἡ ἀντωνυμία δὲ δήλην τὴν οὐσίαν σημαίνει, καὶ κατὰ τοῦτο μᾶλλον τὸ ὄνομα τὴν πρώτην εἴληφε τάξιν. Τρίτην ἔσχε τάξιν ἡ μετοχή, ἐπείπερ μετέχει ὀνόματος καὶ ῥήματος· τὸ δὲ μετέχον τῶν μετεχομένων δεύ‐ | |
10 | τερον. Τετάρτην τάξιν ἔσχε τὸ ἄρθρον· καὶ προτέτακται τῆς ἀντωνυ‐ μίας, ὥς φασί τινες, ὅτι τὸ συνόν τινι τοῦ ἀντ’ αὐτοῦ ἀρχαιότερον· ὅπερ οὐ πάντως ἀληθές· ἀλλ’ ὅτι τῷ ὀνόματι προτεταγμένῳ συνέστη τὰ ἄρθρα· οὐ μὴν δέ, ἀλλ’ ὅτι καὶ ἀντωνυμία ἀντὶ ἄρθρου παραλαμβάνε‐ ται, ὡς ἐν τῷ 〈Ν 3〉 αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινώ· φανε‐ | |
15 | ρὸν δὲ ὅτι τὸ ἀντί τινος παραλαμβανόμενον ὑποδεέστερόν ἐστιν ἐκείνου ἀνθ’ οὗ καὶ λαμβάνεται. Πέμπτη ἡ ἀντωνυμία, καὶ προτέτακται τῆς προθέσεως ὡς δυνάμει οὖσα ὄνομα, ὅπερ πάντων μεῖζον δέδεικται· δεύ‐ τερον δὲ ὅτι ἡ πρόθεσις οὐ λέγεται χωρὶς ὧν προτίθεται, ἡ δὲ ἀντω‐ νυμία καθ’ ἑαυτὴν λέγεται. Ἕκτη ἡ πρόθεσις, καὶ προτέτακται τοῦ | |
20 | ἐπιρρήματος, ὅτι ἡ μὲν τοῦ ὀνόματος καὶ τῶν λοιπῶν προτίθεται, τὸ δὲ ἐπίρρημα ἴδιον μόνου τοῦ ῥήματος δευτέραν τάξιν ἔχοντος. Εἰ δέ τις εἴποι, ἰδοὺ ἐν τῷ καταγράφω ἡ πρόθεσις προτέθειται τοῦ ῥήματος, ἀλλὰ κἀν τῷ παλίσσυτος παλίμβολος τὸ ἐπίρρημα τοῦ ὀνόματος, φαμὲν ὅτι ὑπόψυχρος ὁ λόγος· τὰ γὰρ σύνθετα οὐκέτι τὸν ἴδιον φυλάττει | |
25 | μερισμόν, ἀλλὰ μέρος τοῦ κατὰ σύνθεσιν ἐπικρατοῦντος γίνεται. Ἕβδο‐ μον τὸ ἐπίρρημα, καὶ προτέτακται τοῦ συνδέσμου, καθότι οὐδέποτε ἰδίᾳ ῥητοὶ οἱ σύνδεσμοι, τινὰ δὲ ἐκ τῶν ἐπιρρημάτων ναί· ἀλλὰ καὶ ὅτι τινὲς τῶν συνδέσμων οὐδὲν σημαίνουσιν. Ὄγδοος ὁ σύνδεσμος· δεῖ γὰρ εἶναι τὰ συνδεσμούμενα καὶ οὕτως ἐπινοηθῆναι τὸν σύνδεσμον· | |
30 | ἐκείνων δὲ μὴ ὄντων οὐδεμία συνδέσμου χρεία. Ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις. Περὶ ὀνόματος. Ἐπειδὴ πρῶτον ἐδείχθη τὸ ὄνομα, διαληπτέον περὶ αὐτοῦ. Παρέ‐ πεται τοίνυν αὐτῷ πέντε, γένη εἴδη καὶ ἑξῆς. Τὰ δὲ γένη οἱ μὲν παλαιοὶ πρὸς τὸ σημαινόμενον ἐτίθουν, οἷον Ὅμηρος ἐπεὶ ἄρσενα | |
35 | σημαίνει ἀρσενικὸν ἐκάλουν, καὶ Ἑλένη θηλυκόν, καὶ ξύλον οὐδέτερον· οἱ δὲ μεταγενέστεροι τῷ χαρακτῆρι μόνον ἀκολουθοῦσιν, οἷον κάλαμος | |
ἀρσενικόν, ἐπειδὴ ὡς Ὅμηρος τῷ χαρακτῆρι· εὔδηλον καὶ αὐλή, ὡς | 377 | |
378 | γυνή, καὶ γύναιον, ὡς τρόπαιον. Τινὲς δὲ προστιθέασιν ἄλλα δύο, κοινόν τε καὶ ἐπίκοινον· κοινὸν μέν ἐστιν, ὅταν ἡ αὐτὴ φωνὴ ἐπὶ δύο τεθῇ γενῶν ἀλλασσομένου τοῦ ἄρθρου, ὡς ὁ σώφρων καὶ ἡ σώφρων· ἐπίκοινον δέ, ὅταν μηδὲ τὸ ἄρθρον ἀλλάσσηται, οἷον ἡ | |
5 | χελιδών, ὁ ἀετός. Οὓς ἀνατρέπομεν λέγοντες, ὅτι πᾶν γένος ἴδιον ἔχει σημαινόμενον καὶ χαρακτῆρα ἰδιάζοντα, προσέτι καὶ ἄρθρον· ταῦτα δὲ οὐκ ἔχει, οὐκ ἄρα γένη εἰσίν. Εἴδη δὲ δύο, πρωτότυπον καὶ παράγωγον. Ἰστέον ὅτι τὸ αὐτὸ δύναται καὶ πρωτότυπον καὶ παράγωγον 〈εἶναι〉 πρὸς ἄλλο καὶ | |
10 | ἄλλο θεωρούμενον, οἷον Πλάτων πρὸς μὲν τὸ πλατύς παράγωγον, πρὸς δὲ τὸ Πλατωνικόν πρωτότυπον. Τὰ δὲ εἴδη καὶ σχήματα οὐ μόνῳ τῷ ὀνόματι ἀλλὰ καὶ παντὶ μέρει λόγου παρέπονται· πᾶσα γὰρ λέξις ἤτοι πρωτότυπός ἐστιν ἢ παράγωγος, καὶ ἁπλῆ ἢ σύνθετος· τὰ δὲ γένη μόνοις τοῖς πτωτικοῖς· καὶ κατὰ τοῦτο ὤφειλε, φασί, προταγῆναι τὰ | |
15 | εἴδη τῶν γενῶν. Φαμὲν δέ, ὅτι προτετίμηται τὰ γένη διὰ τὸ ὄνομα· ἀεὶ γὰρ τὸ γένος προτιμότερον. Τὰ σύνθετα προσεχῶς ἐκ δύο συντί‐ θεται, οἷον Φίλιππος· ἐν τῷ μισοφίλιππος πάλιν ἡ σύνθεσις ἐκ τοῦ μισῶ καὶ Φίλιππος· τὰ δὲ παρασύνθετα πάντως παράγωγα, οὐκ ἤδη δὲ τὸ παράγωγον καὶ παρασύνθετον. | |
20 | Ἀριθμοὶ δὲ τρεῖς, ἑνικὸς καὶ τὰ ἑξῆς. Ἀποροῦσι δέ, διατί, ὥσπερ ἐπὶ ἑνὸς ἑνικὸν καὶ ἐπὶ δύο δυϊκὸν λέγομεν, οὐ λέγομεν καὶ 〈ἐπὶ〉 τῶν τριῶν τριακὸν καὶ ἑξῆς. Φαμὲν δέ, ὅτι ἄπειρον ἔμελλεν εἶναι τὸ τοιοῦτο, διὰ τοῦτο τὰ μετὰ τὰ δυϊκὰ ἀοριστούμενα μιᾷ πλη‐ θυντικῇ περιλαμβάνεται ἐκφορᾷ· «ἀοριστούμενα» δὲ εἶπον διὰ τὸν πέντε | |
25 | καὶ τοὺς λοιποὺς ὡρισμένους ἀριθμούς. Πτώσεις πέντε. Ἰστέον ὅτι πτώσεις καλοῦνται οὐ καθὸ κατὰ φωνὴν ἐκ τῆς εὐθείας πεπτώκασι—κατὰ τοῦτο γὰρ καὶ τὸ ῥῆμα ὀφείλει πτώσεις ἔχειν—ἀλλ’ ὅτι ἡ μὲν εὐθεῖα ὀρθῶς τὴν οὐσίαν σημαίνει· ὅθεν οἱ ὅροι ὡς τῆς οὐσίας σημαντικοὶ ἀπ’ εὐθείας ἄρχονται· αἱ δὲ | |
30 | ἄλλαι οὐκ αὐτὴν προηγουμένως, ἀλλά τι τῶν περὶ αὐτήν· ὅθεν καὶ πλάγιοι καλοῦνται, ὡς κυρίως μὲν τὰ περὶ τὴν οὐσίαν, ἐκ πλαγίου δὲ καὶ αὐτὴν σημαίνουσαι· ἡ δὲ ὀρθὴ κατὰ συνεκδρομὴν πτῶσις καλεῖται, ὥσπερ ἡ ἀπαρέμφατος ἔγκλισις, καὶ τὸ ὦ τῆς κλητικῆς ἄρθρον κατα‐ χρηστικῶς. Κέκληται δέ, ὥς φαμεν, ὀρθὴ διὰ τὸ ὀρθῶς σημαίνειν τὴν | |
35 | οὐσίαν· ἀλλὰ μὴν καὶ διὰ τὸ τοῖς ὀρθοῖς ῥήμασι, τουτέστιν ἐνεργητι‐ κοῖς, συντάσσεσθαι· εἰ δὲ καὶ ἐν τοῖς ὑπτίοις, τουτέστι τοῖς παθητικοῖς, ἀλλ’ ἐκ τοῦ τιμιωτέρου τὴν ὀνομασίαν εἴληφεν· εὐθεῖα δὲ συνωνύμως | |
λέγεται, ἐπεὶ τὸ ὀρθὸν εὐθύ. Δευτέρα ἡ γενική, ἣ καλεῖται καὶ κτητική, | 378 | |
379 | ὅτι δι’ αὐτῆς τὰ γένη καὶ αἱ κτήσεις σημαίνονται· προτέτακται δὲ τῆς δοτικῆς, ὅτι πρὸς ὄνομα καὶ ῥῆμα κυρίως συντάσσεται, καὶ ὅτι μετα‐ βαίνει εἰς εὐθείας, ὡς ἐν τῷ τοῦ ψαρός ὁ ψαρός· καὶ ὅτι ἀντὶ γενικῆς ἡ δοτικὴ λαμβάνεται, ὡς 〈Ξ 459〉 Αἴαντι δαΐφρονι θυμὸν ὄρινε. | |
5 | Τρίτη ἡ δοτική, καὶ προτέτακται τῆς αἰτιατικῆς διὰ τὴν πρὸς τὴν γενι‐ κὴν οἰκειότητα, ᾗ ὁμοτονεῖ καὶ ὁμοχρονεῖ· καταχρηστικῶς δὲ καὶ ὀνό‐ ματι συντάσσεται· εἴρηται δὲ δοτικὴ διὰ τὸ δι’ αὐτῆς ἡμᾶς τὰς δόσεις καὶ ἀποδόσεις ποιεῖσθαι. Τετάρτη ἡ αἰτιατική· οὕτω δὲ καλεῖται διὰ τὸ σημαίνειν τὰς αἰτίας, οἷον διὰ Πλάτωνα. Πασῶν δὲ τελευταία ἡ κλητική. | |
10 | Ἀποροῦσι δέ, τί μὴ προτέτακται, οὐχ ἧττον ὀρθῆς τὴν οὐσίαν σημαί‐ νουσα. Καὶ φαμέν, οὐχ ἵνα τὴν οὐσίαν σημαίνωμεν τῇ κλητικῇ χρώ‐ μεθα, ἀλλ’ ἵνα πρὸς ἡμᾶς τὸν καλούμενον ὑποστρέψωμεν· ὅθεν πολ‐ λάκις οὐδὲ τοὔνομα λέγομεν, ἀλλ’ ὦ ἥ· ἔτι δὲ καὶ πᾶν ὄνομα τρίτῳ προσώπῳ συντάσσεται, αὕτη δὲ δευτέρῳ. | |
15 | Λέγεται δὲ ὄνομα ἀπὸ τοῦ νέμω νόμα καὶ πλεονασμῷ 〈τοῦ ο〉 ὄνομα· ἢ ἀπὸ τοῦ νένομα ἀποβολῇ τοῦ ν καὶ τροπῇ τοῦ ε εἰς ο ὄνομα· ἢ ἀπὸ τοῦ ὀνῶ, ὅ ἐστιν ὠφελῶ, ὄνημα καὶ τροπῇ τοῦ η εἰς ο ὄνομα. Ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις. Τελικὰ ἀρσενικῶν ὀνομάτων στοιχεῖά ἐστι πέντε, ν ξ ρ | |
20 | ς ψ. Πᾶν ὄνομα κλινόμενον εἰς ἓν τούτων λήγει, εἰ μὴ κατ’ ἐπέκτασιν εἴη, ὡς τὸ τοῖος τοιόσδε, ἢ κατὰ πάθος ᾖ, ὡς 〈ex gr. Β 336〉 ἱππότα Νέστωρ, ἢ βάρβαρον, ὡς Ἀνδρούβαλ. Ζητεῖται δέ, διατί πρώτου ὄντος τοῦ ν ἀπὸ τῶν εἰς ς ἤρξατο. Καὶ φαμέν, ὅτι τὰ εἰς ς πολλά τέ ἐστι καὶ δύο ἔχει κλίσεις, περιττοσύλλαβον καὶ ἰσοσύλλαβον, τὰ δὲ | |
25 | ἄλλα μίαν. Εἰ δέ τις εἴποι, ὅτι ἁρμοδιώτερον μᾶλλον ἦν πρὸς εἰσαγο‐ μένους ἀπὸ τοῦ ὀλίγου καὶ μίαν κλίσιν ἔχοντος ἄρξασθαι, λέγομεν, ὅτι σαφέστερά ἐστι τὰ εἰς ς καὶ εὐληπτότερα, κἂν ᾖ πολλά. Παρέλειψε δὲ τὰ μονοσύλλαβα, καὶ τὰ εἰς βας, καὶ τὰ εἰς γας, ἐπεὶ πρὸς εἰσαγο‐ μένους τὸ βιβλίον πεποίηται. Διατί, ζητοῦσι, μὴ ὡρίσατο τὸ ὄνομα; | |
30 | ὅτι, φαμέν, οὐ περὶ τῆς εὐθείας, ἀλλὰ περὶ τῶν πλαγίων εἰπεῖν προέθετο. Ὄνομά ἐστι μέρος λόγου πτωτικὸν ἑκάστου τῶν ὑπο‐ κειμένων σωμάτων ἢ πραγμάτων κοινὴν ἢ ἰδικὴν οὐσίαν ἀπονέμον. Ἔχει δὲ ἡ ἐξήγησις οὕτως· «μέρος λόγου» εἶπεν ὡς γένος | |
35 | τὸν λόγον λαβών· τῷ δὲ «πτωτικόν» εἰπεῖν διέστειλε τῶν ἀπτώτων, ῥήματος προθέσεως συνδέσμου· τῷ δὲ «ἑκάστου τῶν ὑποκειμένων» τῶν λοιπῶν πτωτικῶν, μετοχῆς ἄρθρου ἀντωνυμίας. Ὑποκείμενα δέ ἐστι | |
τὰ ὄντα καὶ ὀνομαζόμενα· σώματα δὲ τὰ αἰσθήσει ὑποπίπτοντα, τὰ | 379 | |
380 | τριχῇ διαστατά· πράγματα δὲ τὰ διανοίᾳ ληπτά· κοινὸν δὲ λέγει τὸ πλειόνων κατηγορούμενον, ἰδικὸν δὲ τὸ ἓν κατηγορούμενον. Ἀρχὴ σὺν θεῷ τοῦ κειμένου. 〈Κανὼν αʹ.〉 | |
5 | 〈Ὁ Αἴας τοῦ Αἴαντοσ〉· τὰ εἰς ας καθαρὸν καὶ τὰ ἑξῆς. Πρὸ τῆς ἐπεξεργασίας τοῦ κανόνος θεωρίαν τινὰ περιεκτικωτέραν ἐκθετέον· ἰστέον τοίνυν ὅτι οἱ κανόνες παραφυλακαί τινές εἰσιν ἐκ τοῦ ὑποκει‐ μένου τῇ ἀναλογίᾳ συναγόμεναι καὶ τόπον συστατικῶν διαφορῶν ἐπέχου‐ σαι· ὥσπερ οὖν ὁ λέγων «ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης | |
10 | δεκτικόν» τῷ μὲν «ζῷον» εἰπεῖν χωρίζει τῶν ἄζων, τῷ δὲ «λογικόν» τῶν ἀλόγων, τῷ δὲ «θνητόν» τῶν ἀθανάτων, τῷ δὲ «νοῦ καὶ ἐπιστή‐ μης δεκτικόν» τῶν, ὡς Ἕλληνές φασι, νυμφῶν καὶ Νηρηΐδων, οὕτω διὰ τῶν λαμβανομένων ἐν ἑκάστῳ κανόνι παρατηρήσεων τὰ ἐναντία τῶν κειμένων ἐκβάλλεται· οἷον εἶπε «τὰ εἰς ας» διὰ τὰς ἄλλας καταλήξεις· | |
15 | ἰδοὺ γὰρ τὸ γόης οὐ συνᾴδει τῷ κανόνι· ἐπεὶ μὴ ἔληξεν εἰς ας, οὐ κλίνεται διὰ τοῦ ντ· «καθαρόν» δὲ εἶπεν, οὐχὶ «καθαρά», τὸ ας λέγων, οὐ τὰ ὀνόματα· καθαρὸν δέ ἐστιν, ἡνίκα ἡ πρὸ τέλους συλλαβὴ εἰς φωνῆεν λήγῃ καὶ ἡ ἑξῆς ἀπὸ φωνήεντος ἄρχηται, ὡς ἔχει τὸ Αἴας· εἶπε δὲ «καθαρόν» διὰ τὰ ἀκάθαρτα, τουτέστι τὰ ἔχοντα πρὸ τοῦ ας | |
20 | σύμφωνα, οἷον ἄββας μέγας Ἴδας. Ἀλλ’ ἰδού, φασί, τὸ γίγας γίγαντος καὶ Κάλχας Κάλχαντος διὰ τοῦ ντ κλίνεται καὶ οὐκ ἔχει εἰς καθαρὸν ας τὴν εὐθεῖαν· πρὸς οὓς λέγομεν, ὅτι οὐκ ἀντιστρέφει ὁ λόγος· πᾶς ἄνθρωπος δίπους, οὐ πᾶν δὲ δίπουν ἄνθρωπος· οὕτω τὰ εἰς ας καθα‐ ρὸν καὶ ἐξῆς διὰ τοῦ ντ κλίνεται, οὐ πᾶν δὲ διὰ τοῦ ντ κλινόμενον | |
25 | πάντως εἰς ας καθαρὸν ἔχει τὴν εὐθεῖαν λήγουσαν· «Δισύλλαβα» δὲ διὰ τὰς ὑπὲρ δύο συλλαβὰς καὶ πρός γε τὰ μονοσύλλαβα, οἷον Γρᾶς Γρᾶ, κράς κρατός, Παπίας Παπίου, Αἰνείας Αἰνείου· «βαρύτονα» δὲ διὰ τὰ ὀξύτονα καὶ περισπώμενα, ὀξύτονα μὲν δυάς Ἰάς, περισπώμενα δὲ Παιᾶς· δυάδος γὰρ καὶ Ἰάδος καὶ Παιᾶ. Ἰστέον δὲ ὅτι βαρύτονα λέγε‐ | |
30 | ται τὰ πρὸ μιᾶς ἢ πρὸ δύο τὸν τόνον ἔχοντα· πρὸ τριῶν γὰρ τόνος οὐδέποτε τίθεται· φαμὲν γὰρ τοὺς ὀνοματοθέτας ἐξ ἀρχῆς τρισυλλάβους ποιῆσαι τὰς λέξεις· μὴ οὐσῶν δὲ τῶν ὑπὲρ τρεῖς, πῶς ἔμελλον γενέ‐ σθαι τόνοι πρὸ τριῶν; τοὺς δὲ νεωτέρους ὕστερον ἐπινοήσαντας πολυ‐ συλλάβους καὶ τὰς συνθέτους μὴ δυνηθῆναι διὰ τὴν συνήθειαν ὑπερ‐ | |
35 | βῆναι τὴν τῶν παλαιῶν παράδοσιν· ἢ ἴσως ἐπείπερ οὐχ οἷόν ἐστιν ἐμποδιζόντων τῶν φωνητικῶν ὀργάνων πρὸ τριῶν συλλαβῶν ἀνάτασιν | |
ποιήσασθαι. Καλοῦνται δὲ βαρύτονα, ἐπείπερ τὴν βαρεῖαν ἐπὶ τέλους | 380 | |
381 | ἔχουσιν. «Ὀνόματα» ἢ τὸ ὂν λέγει, ἢ καὶ διὰ τὰ ἄλλα μέρη· ἰδοὺ γὰρ τὸ εἴας ῥῆμα δευτέρου προσώπου εἰς ας καθαρόν ἐστι καὶ βαρύτονον, 〈καὶ〉 οὐ κλίνεται διὰ τοῦ ντ· οὐκ ὄνομα γάρ· «μακροκατάληκτα» διὰ τὸ Λάας ἐπὶ τοῦ κυρίου, ὁμοίως καὶ ἐπὶ τοῦ προσηγορικοῦ· τὸ μὲν γὰρ | |
5 | Λάα, τὸ δὲ προσηγορικὸν λάαος. Ἰστέον δὲ ὅτι πᾶν ὄνομα εἰς ας βαρύ‐ τονον μακροκατάληκτόν ἐστι, πλὴν τοῦ μέγας καὶ λᾶας· καὶ ἐκ τοῦ ἐναντίου τὰ ὀξύτονα βραχυκατάληκτα, πλὴν τοῦ ἱμάς καὶ ἀνδριάς. Δεῖ προσθεῖναι «ἀρσενικά», διὰ τὸ κρέας κῶας οὐδέτερα. Ἰστέον δὲ ὅτι τὰ σεσημειωμένα ἢ καθόλου σεσημείωται ἢ μερικῶς· | |
10 | καὶ τὰ μὲν καθόλου τὰ ἐν ὅλῃ τῇ χρήσει τῶν ἀρχαίων καὶ ἐν τῇ συνηθείᾳ ὡς σεσημείωται λεγόμενα, οἷον πούς ποδός· οὕτω γὰρ ἡ χρῆσις καὶ ἡ συνήθεια· τὰ δὲ μερικά, ἅτινα παραλόγως τινὶ τῶν ποιητῶν εἴρηται, εἰρημένης παρ’ ἄλλοις τῆς ἀκολούθου κλίσεως, ᾗ χρηστέον, Μέγης Μέγου καὶ Μέγητος· ὁ Θεοδόσιος γοῦν τὰ καθόλου σημειοῦται | |
15 | 〈μὴ〉 διὰ τοῦ ντ κλίνεσθαι. Ἀπορήσειε δ’ ἄν τις, πῶς τοῦ τεχνικοῦ μὴ ὁρίσαντος τὴν λήγουσαν τῆς γενικῆς ἀλλὰ διὰ τοῦ ντ φαμένου, Αἴαντος λέγομεν· πρὸς ὃν ῥητέον, ὅτι πᾶσα γενικὴ διὰ τοῦ ντ ἐκφερομένη περιττο‐ σύλλαβός ἐστι, πᾶσα δὲ γενικὴ περιττοσύλλαβος εἰς ος λήγει· καλῶς οὖν τὸ ὡμολογημένον σιωπήσας τὸ ἀμφίβολον εἴρηκεν. Τὸ δὲ ταλάντου | |
20 | φανερὸν ὅτι ἐκ τῆς εὐθείας ἔχει τὸ ντ, καὶ εὔηθες ταύτην ταῖς διὰ τοῦ ντ κλινομέναις παραβάλλειν γενικαῖς. Ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις. Τῷ Αἴαντι· πᾶσα γενικὴ καὶ ἑξῆς. Τὴν γενικὴν μόνον τῶν εἰς ας κανονίσας, πᾶσα δοτικὴ ἀπὸ τῶν εἰς ος γενικῶν κανονίζεται· τὸ «ὁμότονον καὶ ὁμόχρονον», ἐπεὶ τῷ αὐτῷ τόνῳ κέχρηται καὶ τῷ αὐτῷ | |
25 | χρόνῳ, οἷον Αἴαντος Αἴαντι· ἄμφω βραχέα τὰ λήγοντα καὶ προπαροξύ‐ νεται ἑκάτερα· τὸ δὲ 〈Ξ 459〉 Αἴαντι 〈δὲ〉 δαΐφρονι ποιητικὴ ἔκτασις· τὸ 〈Ψ 318〉 μήτῑ, 〈Σ 407〉 Θέτῑ συναίρεσίς ἐστιν Ἰωνικὴ ἐκ τοῦ μήτιι καὶ Θέτιι. Τὸν Αἴαντα· πᾶσα δοτικὴ εἰς ι ἐκφωνούμενον λήγουσα | |
30 | 〈καὶ ἑξῆσ〉· δεῖ προσθεῖναι τῷ κανόνι «ἑνική» καὶ «πλὴν τῶν οὐδε‐ τέρων», τὸ μὲν διὰ τὰς πληθυντικὰς δοτικάς, τὸ δὲ διὰ τὰ οὐδέτερα· βήματι γὰρ ἡ δοτική, 〈καὶ〉 οὐ φαμὲν βήματα τὴν αἰτιατικήν. Εἶπε δὲ «ἐκφωνούμενον» διὰ τὸ ἀνεκφώνητον· πᾶσα γὰρ δοτικὴ ἑνικὴ ἀπὸ ἰσο‐ συλλάβου κλίσεως ἔχει τὸ ι ἀνεκφώνητον, πλὴν τοῦ ἀπφῦ Καμμῦ Διονῦ, | |
35 | ἃ παρῄτηται τὸ ι, ὅτι ἡ υι τελικὴ οὐ γίνεται. Φησὶ δὲ «ὅταν ἔχῃ τὴν αἰτιατικὴν ἰσοσύλλαβον»· τοῦτο δὲ ἄδηλον· φαμὲν οὖν, ὡς ἡνίκα μὲν ἰσοσυλλαβεῖ ἡ γενική, καὶ ἡ αἰτιατικὴ ἰσοσυλλαβεῖ, Πέρσης Πέρσου Πέρσην, | |
ἡνίκα δὲ περιττοσυλλαβεῖ ἡ γενική, 〈πῇ μὲν〉 συμφέρεται αὐτῇ ἡ αἰτια‐ | 381 | |
382 | τική, πῇ δὲ τῇ εὐθείᾳ· καὶ ὅταν μὲν ἡ γενικὴ διχρόνῳ καθαρῷ παρα‐ λήγηται, εἰς ν ποιεῖ τὴν αἰτιατικήν, οἷον ἰχθύος ἰχθύν, Πάριος Πάριν, πλὴν τοῦ Διός Δία· αἱ μέντοι ἀπὸ τῶν εἰς υς κατὰ μὲν τὴν συνήθη καὶ πλείονα χρῆσιν εἰς ν λήγουσι, ταχύν ὀξύν, σπανίως δὲ εἰς α, ὡς | |
5 | 〈Ζ 291〉 εὐρέα πόντον, καὶ πολέα στρατόν ποιητικῶς· ὁμοίως καὶ ἐπὶ τῶν εἰς ους ἐπαμφοτερίζει, πλὴν ὅτι τὸ πλεῖστον τῆς χρή‐ σεως εἰς ν. Ὦ Αἶαν· πᾶσα γενικὴ διὰ τοῦ ντ κλινομένη καὶ ἑξῆς· καλῶς ἔχει ὁ κανών· σημειωτέον δὲ τὸ ὦ Πολυδάμα καὶ Θειοδάμα καθόλου, | |
10 | καὶ τὸ ὦ ἀκαμαντοχάρμαν 〈Pind. fragm. 184 B4〉 μερικῶς. Δυϊκά. Τὼ Αἴαντε· πᾶσα δοτικὴ καὶ ἑξῆς· εἶπε δὲ «ἑνικῶν» διὰ τὰς πληθυντικάς· «ἐκφωνούμενον» διὰ τὸ ἀνεκφώνητον· προσθετέον δὲ «χωρὶς τῶν εἰς ω θηλυκῶν». Τοῖν Αἰάντοιν· πᾶσα εὐθεῖα δυϊκῶν καὶ ἑξῆς. Σαφὴς ὁ κανὼν | |
15 | καὶ καλῶς ἔχων· τὸ μέντοι ἀμφοῖν καὶ δυοῖν καὶ δυεῖν θεματικά, τουτ‐ έστιν οὐκ ἐκ τοῦ ἄμφω καὶ δύω γεγόνασι, κἂν τοῦ αὐτοῦ σημαινομένου κεῖνται. Εἰ δέ τις εἴποι, ἰδοὺ τὸ ἡμιόνοιϊν ὤμοιϊν ὁμοίοιϊν οὐ λήγει εἰς οιν, φαμὲν ὡς ταῦτα κατὰ πάθος παραγωγῆς, ἢ ὥς τινες παρολκῆς, λέγονται καὶ οὐ κατ’ ἀναλογίαν. Ἀποροῦσι δέ τινες λέγοντες, διατί μὴ | |
20 | πέντε πτώσεις ἔχει τὰ δυϊκά, ὡς τὰ ἑνικὰ καὶ πληθυντικά· πρὸς οὓς λέγομεν, ὅτι ἔχουσιν, ἀλλ’ ἐπειδὴ συνέπεσον χαρακτῆρι καὶ φωνῇ ἡ εὐθεῖα καὶ 〈ἡ〉 αἰτιατικὴ καὶ ἡ γενικὴ καὶ ἡ δοτική, ὑπὲρ τοῦ μὴ ταυτο‐ λογεῖν συνεζύγησαν· ἡ δὲ κλητικὴ οὐ συνήφθη τῇ εὐθείᾳ καὶ τῇ αἰτια‐ τικῇ, ἐπεὶ μὴ συνεπεπτώκει τὸ ἄρθρον. Καὶ εἰ τοῦτο, φασί, τί μὴ καὶ | |
25 | τὰς ἑνικὰς πτώσεις, ὀρθὴν καὶ αἰτιατικήν, συνάπτομεν; συνεμπίπτουσι γάρ· καὶ λέγομεν, ὅτι ἐπὶ ἀρσενικῶν καὶ θηλυκῶν ἦσαν κεχωρισμέναι, ἐπὶ δὲ τῶν δυϊκῶν τῶν τριῶν γενῶν συνεμπίπτουσιν. Ὦ Αἴαντε· ὡς ἡ ὀρθὴ οὕτω καὶ ἡ κλητική. Ἄξιον δὲ ζητῆσαι, διατί τῶν ἑνικῶν ἡ κλητικὴ ποικίλλεται, τῶν δὲ ἄλλων ἀριθμῶν οὐδα‐ | |
30 | μῶς. Καὶ ἴσως διὰ τὴν γενικήν· τῶν μὲν γὰρ ἑνικῶν ἡ γενικὴ χαρα‐ κτῆρας ἔχει πλείονας, τῶν δὲ δυϊκῶν καὶ πληθυντικῶν ἀεὶ εἰς ν λήγου‐ σιν αἱ γενικαὶ καὶ ἰσοσυλλαβοῦσι ταῖς ἰδίαις ὀρθαῖς. Πῶς τοίνυν, φασίν, ἡ κλητικὴ τῶν οὐδετέρων οὐ ποικίλλεται πρὸς τὴν ὀρθήν, ποικιλλομένης τῆς γενικῆς; πρὸς οὕς φαμεν, ἐπεὶ καταχρηστικωτέρως ἔχουσι κλητικάς· | |
35 | πᾶν γὰρ καλούμενον ἢ ἄρσεν ἢ θῆλυ. Πληθυντικά. Οἱ Αἴαντες· πᾶσα εὐθεῖα δυϊκῶν καὶ ἑξῆς. Πρό‐ δηλος ὁ κανών· δεῖ δὲ φυλάξασθαι τὰ οὐδέτερα, οὐ γάρ φαμεν ἐκ τοῦ | |
ἅρματε ἅρματες· καὶ τὰ ἐπεκτεταμένα, διὰ τὸ τοιώδε. | 382 | |
383 | Τῶν Αἰάντων· πᾶσα γενικὴ πληθυντικῶν εἰς ων λήγει. Δεῖ δὲ καὶ ἐνταῦθα ὑποστείλασθαι τὰ κατὰ μεταπλασμόν, διὰ τὸ ἱππο‐ τᾶν φηρῶν· καὶ τὰ κατὰ παρολκήν, διὰ τὸ τοιῶνδε· καὶ τὰ ὁμοιό‐ κλιτα, διὰ τὸ οἱ πέντε καὶ τῶν πέντε καὶ ἕξ καὶ ἑπτά· οὐκ ἄκλιτα γὰρ | |
5 | ταῦτα, ἀλλ’ ὁμοιόκλιτα. Τοῖς Αἴασι· πᾶσα εὐθεῖα εἰς ς λήγουσα μετὰ μακρᾶς 〈καὶ ἑξῆσ〉. Εἶπεν «εἰς ς» διὰ τὰς ἄλλας καταλήξεις· «μετὰ μακρᾶς» διὰ τὰς βραχείας· «περιττοσυλλάβως κλινομένη» διὰ τὰς ἰσοσυλλάβως κλινο‐ μένας· «καὶ μὴ συναιρουμένη» διὰ τὰς συναιρουμένας. Σημειοῦται τὸ | |
10 | ποσί, ἄλλῳ δὲ κανόνι κατώρθωται· πᾶσα γὰρ δοτικὴ ἑνικῶν εἰς δι λήγουσα τροπῇ τοῦ δ εἰς ς τὴν δοτικὴν τῶν πληθυντικῶν ποιεῖ· ἔτι σημειῶδες τὸ υἱέσι παρ’ Ἀττικοῖς καὶ δρομέσι παρὰ Καλλιμάχῳ 〈fragm. 555 Sch〉. Ἐχρῆν δὲ προσθεῖναι τῷ κανόνι «ὀνόματος»· ἰδοὺ ἡ τετυφώς μετοχὴ πάντα ἔχει τὰ τοῦ κανόνος, καὶ οὐ ποιεῖ τὴν δοτι‐ | |
15 | κὴν πληθυντικὴν τετυφῶσι, ἀλλὰ τετυφόσι. Ἰστέον δὲ ὅτι αἱ εἰς υς μακροκατάληκτοι προσθέσει μὲν τοῦ ι τὴν δοτικὴν ποιοῦσι, συστέλλουσι δὲ τὸ υ, οἷον ἰχθῦς ἰχθύσι· τὸ μυσί μόνον ἐκτέταται. Τοὺς Αἴαντας· πᾶσα αἰτιατικὴ ἑνικῶν καὶ ἑξῆς. Δεῖ δὲ προσθεῖναι «πλὴν τῶν οὐδετέρων»· οὐ γὰρ λέγομεν ἐκ τοῦ ἅρμα ἅρμας· | |
20 | «καὶ τῶν εἰς ω θηλυκῶν», διὰ τὴν Σαπφόα Σαπφούς· «καὶ πλὴν τοῦ ἕνα». Ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις. 〈Κανὼν βʹ.〉 Ὁ κοχλίας 〈τοῦ κοχλίου〉· τὰ εἰς ας καθαρὸν ὑπὲρ δύο συλλαβὰς 〈καὶ ἑξῆσ〉. Εἰπὼν «ὑπὲρ δύο συλλαβάς» ὑφ’ ἓν περιέλαβεν | |
25 | 〈τὰ〉 ἐπάνω· εἶπε δὲ «ὑπὲρ δύο συλλαβάς» διὰ τὰ δισύλλαβα καὶ μονο‐ σύλλαβα· «ἁπλᾶ» δὲ διὰ τὰ σύνθετα, Λυκοθόας Λυκοθόαντος· «βαρύ‐ τονα» δὲ διὰ τὰ ὀξύτονα καὶ περισπώμενα, ὀξύτονα μέν, οἷον ἀνδριάς, περισπώμενα δέ, οἷον Φιλιᾶς. Ἰστέον δὲ ὅτι πᾶν ὄνομα διὰ τοῦ ιας διὰ βραχέος τοῦ ι γράφεται, πλὴν τοῦ Θείας καὶ τεσσάρων ὑπὲρ δύο | |
30 | συλλαβάς, Αὐγείας Αἰνείας Ἑρμείας παρείας. Ἀποροῦσι δέ τινες λέγοντες, πῶς μόνης Δωρίδος ἐνταῦθα μέμνηται, τῶν ἄλλων ἐχουσῶν ἰδίους χαρακτῆρας· Ἴωνες γὰρ Ἑρμείεω φασί, Βοιωτοὶ δὲ τῆς Αἰολίδος ὄντες Ἑρμείαο· ἀλλὰ φαμέν, ὅτι αὐτὸς ἔλυσεν ἑαυτὸν εἰπὼν «συνήθης γεγονυῖα τῇ κοινῇ διαλέκτῳ». | |
35 | Τῷ κοχλίᾳ· πᾶσα γενικὴ ἰσοσυλλάβως 〈καὶ ἑξῆσ〉. Φυλακτέον τὸ Διονῦ καὶ Καμμῦ καὶ ἀπφῦ· ταῦτα γὰρ δίχα τοῦ ι λέγονται. Ἀπο‐ ροῦσι δέ, πῶς διὰ μείζονος ἀντιστοίχου τοῦ τεχνικοῦ εἰρηκότος, ἡμεῖς | |
διὰ τοῦ ω λέγομεν, καλός καλῷ· φαμὲν ὅτι εἰς οι οὐκ ἠδύνατο λήγειν, | 383 | |
384 | θέλει γὰρ ἰσοχρονεῖν τῇ γενικῇ εἰς ου ληγούσῃ· εἰ δὲ εἰς οι καὶ αι, ἕνα ἥμισυ χρόνον ἔχουσιν. Τὸν κοχλίαν· πᾶσα εὐθεῖα εἰς ς λήγουσα καὶ ἑξῆς. Δεῖ προσθεῖναι «μὴ ἐκ πάθους» διὰ τὴν Δημοσθένη καὶ Πειραιᾶ καὶ ἁλιᾶ· | |
5 | αἱ γὰρ ἀπὸ τῶν εἰς ης εἰς ους κλινομένων καὶ ἀπὸ τῶν εἰς ευς καθαραὶ τὴν παραλήγουσαν αἰτιατικαὶ συναιρούμεναι ἰσοσυλλαβοῦσι καὶ οὐ λήγου‐ σιν εἰς ν. Ἀποροῦσι δὲ λέγοντες, ἰδοὺ τὸν Δημοσθένην λέγομεν μετὰ τοῦ ν· καὶ λέγομεν, ὅτι Ἀττικόν ἐστι καὶ κατὰ πλάνην λεγόμενον· ἐπεὶ γὰρ εὗρον τὴν γενικὴν ἐκ πάθους ἰσοσύλλαβον, ὡς ἀπὸ ἰσοσυλλά‐ | |
10 | βου κλίσεως καὶ ἄλλας πτώσεις ἐποίησαν. Ὦ κοχλία· εἴρηται. Τὼ κοχλία· πᾶσα δοτικὴ ἑνικὴ καὶ ἑξῆς. Καλῶς εἶπεν «ὁμό‐ φωνον» καὶ οὐχ «ὁμόγραφον»· τῇ μὲν γὰρ δοτικῇ προσγράφεται τὸ ι, τῇ δὲ εὐθείᾳ οὐδαμῶς. Πρόδηλοι αἱ λοιπαὶ πτώσεις. 〈Κανὼν γʹ.〉 | |
15 | Ὁ Λάχης τοῦ Λάχητος· τὰ εἰς ης βαρύτονα ἰαμβικά. Εἰπὼν τὰ εἰς ας ἦλθεν ἐπὶ τὰ εἰς ης· οὐδὲ γὰρ ἔστιν ἀρσενικῶν ἢ θηλυκῶν χαρακτῆρες εἰς ες· παραλείπει δὲ κἀνταῦθα τὰ μονοσύλλαβα διὰ τὴν προειρημένην αἰτίαν. Εἶπε δὲ «εἰς ης» διὰ τὰς ἄλλας καταλήξεις· «βαρύ‐ τονα» διὰ τὰ ὀξύτονα, οἷον σαφής, καὶ περισπώμενα, οἷον Θαλῆς· | |
20 | «ἰαμβικά» διὰ τὰ σπονδειακά, οἷον Ξέρξης Ξέρξου· «μὴ ἔχοντα τὸ τ» διὰ τὸ θύτης πλύτης· τὰ γὰρ εἰς της ἀρσενικὰ εἰς ου ἔχει τὴν γενικήν, πλὴν τοῦ Κράτης, Κράτητος γάρ· ἔχει δὲ ἀπολογίαν, ὅτι τὰ εἰς ης ἰαμβικὰ φυλάττοντα τὸ σύμφωνον τοῦ ἐνεστῶτος διὰ τοῦ τος κλίνεται, λείβω λέβης 〈λέβητοσ〉, λήχω Λάχης 〈Λάχητοσ〉· οὕτω κρατῶ Κράτης | |
25 | Κράτητος. Εἰ δέ τις εἴποι, ὅτι καὶ τὸ θύτης ἀπὸ ῥήματος ἔχει τὸ σύμφωνον—ἀπὸ γὰρ τοῦ τέθυται—φαμέν, ὅτι οὐ τοῦ ἐνεστῶτος ἔχει, ὅπερ ὁ κανὼν ἐπεζήτησεν· ὅθεν τὸ πλύτης εἰ γένοιτο πλύνης διὰ τοῦ τος κλίνεται. Δοκεῖ δὲ σεσημειῶσθαι τὸ Σκύθης Σκύθου· ἔχει δὲ ἀπολογίαν, ὅτι ἠκολούθησε τοῖς εἰς θης ὑπὲρ δύο συλλαβάς· πάντα γὰρ | |
30 | εἰς ου ἔχει τὴν γενικήν, Λαπίθης Λαπίθου· ἢ ὅτι Σκύτης ἦν, καὶ ὡς ἔχων τὸ τ εἰς ου ἐκλίθη. Κόμης Κόμου καὶ γύης γύου καὶ Ἴδης Ἴδου ἔχουσιν ἀπολογίαν, ὅτι πᾶν ὄνομα ἀπὸ γενικῆς θηλυκοῦ ἐπὶ ἀρσε‐ νικὴν εὐθεῖαν μετελθὸν ἰσοσυλλαβεῖ, ὁ ἀράχνης τοῦ ἀράχνου ὅτι ἡ ἀράχνη τῆς ἀράχνης· οὕτω καὶ ταῦτα. Εἰσὶ δὲ καὶ ἄλλα σημειώδη, | |
35 | ἃ γνώσῃ ἀναγνώσων αὐτὰ τὰ σχόλια· τὸ Γύγης ἐπὶ μὲν τοῦ Λυδίας βασιλέως σπονδειακόν, ἐπὶ δὲ τοῦ τιτᾶνος ἰαμβικόν· τὸ Ἄλης ἑτερο‐ κλίτως κλίνεται ὡς ἀπὸ εὐθείας τῆς Ἄλενς Ἄλεντος· οὕτω καὶ | |
Κλήμης Κλήμεντος. | 384 | |
385 | 〈Κανὼν δʹ.〉 Ὁ Χρύσης τοῦ Χρύσου· τὰ εἰς ης βαρύτονα σπονδειακὰ εἰς ου ἔχει. Εἶπε «τὰ εἰς ης» διὰ τὰς ἄλλας καταλήξεις· «σπονδειακά» διὰ τὰ ἰαμβικά· «βαρύτονα» διὰ τὰ ὀξύτονα καὶ περισπώμενα, ὀξύτονα | |
5 | μὲν ψευδής πρηνής, περισπώμενα δὲ Ἑρμῆς τιμῆς. Σεσημείωται μάσθλη‐ τος (σημαίνει δὲ τὸν μεμαλαγμένον λῶρον) καὶ Μόργης (ἐθνικὸν) Μόργη‐ τος· ἡ γὰρ τρυγία ἀμόργη λέγεται· καὶ Μίλητος, Μάγνης Πίγρης Τίγρης· ταῦτα γὰρ κοινὴν ἔχοντα τὴν πρὸ τέλους ὡς ἰαμβικὰ κλίνεται· ἔτι σεσημείωται κούρης καὶ Ναίης, ἀπὸ πλεονασμοῦ εἶχον τὰ δίχρονα· τὸ | |
10 | δὲ πλήρης πολήρης ἦν καὶ ἠκολούθησε τοῖς εἰς ηρης παρωνύμοις. Αἱ πτώσεις οὐδὲν ἔχουσι ζητήσεως ἄξιον· τὸ ὦ αἰναρέτη ἔχον τὸ τ ση‐ μειῶδες, καὶ ὦ λάγνα μὴ φυλάξασα τὸ η. 〈Κανὼν εʹ.〉 Ὁ Δημοσθένης τοῦ Δημοσθένους· τὰ εἰς ης ὀνόματα | |
15 | παρ’ οὐδετέρων συντεθειμένα. «Εἰς ης» εἶπε διὰ τὰς ἄλλας κατα‐ λήξεις, οἷον ἄξιφος ἀσώματος· «παρ’ οὐδετέρων» διὰ τὰ παρὰ ῥῆμα ἢ θηλυκά, οἷον ὀλυμπιονίκης μισογύνης μυροπώλης οἰνοπράτης σκυτο‐ δέψης. Σεσημείωται τὸ ἀγκυλοχείλης· ἔχει δὲ ἀπολογίαν, ὅτι οὐκ ἔστι σύνθετον ἀλλὰ παρασύνθετον· τὰ γὰρ εἰς ης ἀπὸ τῶν εἰς ος βαρυ‐ | |
20 | τόνων εἰς ου ἔχει τὴν γενικήν, εἰρήναρχος εἰρηνάρχης εἰρηνάρχου, Ἄραξος Ἀράξης Ἀράξου· οὕτω καὶ ἀγκυλόχειλος ἀγκυλοχείλης ἀγκυ‐ λοχείλου· τὰ δὲ ὀξύτονα εἰς ους, κυκλοτερός κυκλοτερής κυκλοτεροῦς, 〈Δ 124〉 αὐτὰρ ἐπειδὴ κυκλοτερὲς μέγα τόξον ἔτεινεν. Ἰστέον δὲ ὅτι τὰ παρ’ οὐδετέρων συντεθειμένα κύρια μὲν ὄντα πάντως βαρύ‐ | |
25 | νεται, Ἀριστοτέλης Ἀριστομένης Δημοσθένης, πλὴν τοῦ Εὐμενής· τὰ δὲ παρὰ τὸ κλέος ἐντελῆ μὲν ὄντα βαρύνεται, Ἡρακλέης, συναιρεθέντα δὲ περισπᾶται, Δημοκλῆς, Ἀγαθοκλῆς· ἐπίθετα δὲ ὄντα ὀξύνεται, εἰ μὴ ἀπὸ τρισυλλάβου οὐδετέρου γίνεται ἢ ἀπὸ δισυλλάβου τῷ η παρα‐ ληγομένου, εὐγενής εὐσθενής εὐειδής εὐτελής· ἐντελέχης μέντοι καὶ | |
30 | εὐμεγέθης καὶ εὐήθης καὶ εὐμήκης βαρυτόνως· τὸ δὲ οἰνοπληθής καὶ λαθικηδής παρὰ ῥῆμα. Τὰ εἰς ης ἀπὸ ῥημάτων κύρια μὲν ὄντα βαρύ‐ νεται καὶ εἰς ους ἔχει τὴν γενικήν, Ἀριστοφάνης Διομήδης· σεσημείωται τὸ Εὐτυχής καὶ Εὐμενής, κἄν τε παρὰ ῥῆμα κἄν τε παρ’ οὐδέτερα ᾖ· ἐπίθετα δέ, εἰ μὲν βαρύνοιτο, εἰς ου ἔχει τὴν γενικήν, εἰ δὲ ὀξύνοιτο, | |
35 | εἰς ους, βαρύτονα μὲν πανταπώλης πανταπώλου, παιδοτρίβης παιδο‐ τρίβου—σεσημείωται τὸ φρενόλης καὶ μαινόλης—ὀξύτονα δὲ ἐμφα‐ | |
νής εὐλαβής διειδής. Τὰ παρὰ τὸ ἔτος κοινῶς μὲν ὀξύνεται, διετής | 385 | |
386 | τριετής, ἀττικῶς δὲ βαρύνεται, κατὰ πλάνην ἀκολουθοῦντα τῷ χαρα‐ κτῆρι τῶν διὰ τοῦ ετης ἁπλῶν, οἷον φυλέτης γενέτης, ἅτινα βαρύνεται, πλὴν τοῦ εὑρετής· ἄλλως γὰρ γέγονεν, οὐχ ὡς τὰ προκείμενα. Τινὲς δὲ βούλονται τὸ μὲν ἐπὶ τοῦ χρόνου βαρύνειν, οἷον τριέτης χρόνος, | |
5 | τριετής δὲ τρεῖς, οἷς οὐκ ἀκολουθεῖ ἡ συνήθεια. Πᾶσα γενικὴ εἰς ους λήγουσα συνῃρημένη ἐστί. Πόθεν δῆλον; διότι ἡ εἰς ους λήγουσα γενικὴ περιττοσύλλαβός ἐστι (sic). Καὶ πόθεν δῆλον; ἐπειδὴ πᾶσα γενικὴ ἀρσενικῶν τε καὶ οὐδετέρων εἰς ς λήγουσα περιττοσύλλαβός ἐστιν· εἰ οὖν ἡ εἰς ς λήγουσα ἰσοσυλλαβεῖ, δηλονότι συνῄρηται· καὶ τὸ οὐδέτερον | |
10 | δὲ ἡνίκα ὁμοφωνοίη τῇ κλητικῇ, μαρτυρεῖ τῇ περιττοσυλλάβῳ γενικῇ, λιπόπατρι λιποπάτριδος· εἰ οὖν εὐγενὲς ἡ κλητικὴ καὶ τὸ εὐγενές, δηλονότι περιττοσυλλαβεῖ ἡ γενική. Πόθεν Ἀττικοὶ Δημοσθένην μετὰ τοῦ ν λέγουσι; κατὰ μίμησιν τῆς κοινῆς αἱ διάλεκτοι ποιοῦσι τὰ ἑαυτῶν ἰδιώματα· ἐπεὶ τοίνυν οὐδὲν εἰς | |
15 | ς ὀξύτονον διὰ καθαροῦ τοῦ ος κλίνεται, οὐδὲ Ἴωνές φασιν ἀσπίος, ἐπὶ δὲ βαρυτόνων λέγουσι Πάριος κατὰ μίμησιν τοῦ ὄφιος· οὕτως ἐπειδὴ πολλὰ εἰς ης ἰσοσυλλαβεῖ, Μηριόνης Μηριόνου, καὶ Ἀττικοὶ συναιροῦντες τὴν Δημοσθένεος γενικὴν Δημοσθένους φασὶν ἰσοσυλλάβως· ἐπειδὴ δὲ πᾶσα εὐθεῖα εἰς ς λήγουσα, ὅταν ἔχῃ τὴν αἰτιατικὴν ἰσοσύλ‐ | |
20 | λαβον, εἰς ν αὐτὴν ποιεῖ, ἐκ συναιρέσεως εὑρόντες ἰσοσύλλαβον τὴν αἰτιατικὴν μετὰ τοῦ ν αὐτὴν λέγουσιν· ἐπὶ δὲ τῶν ἀπὸ τῶν εἰς ευς αἰτια‐ τικῶν οὐ προστιθέασι τὸ ν. Ὦ Δημόσθενες· καὶ ὦ Δημοσθένη. 〈Τὼ Δημοσθένεε καὶ τὼ Δημοσθένη〉· ἐπὶ μὲν τῶν πληθυν‐ τικῶν τὰ δύο εε εἰς τὴν ει συναιρεῖται, ἐπὶ δὲ τῶν δυϊκῶν εἰς η· οὐδέ‐ | |
25 | ποτε γὰρ εὐθεῖα δυϊκῶν ἀρσενικῶν εἰς δίφθογγον λήγει, ἐπὶ μέντοι τῶν οὐδετέρων γίνεται, σκέλεε σκέλει. Αἱ γενικαὶ τῶν πληθυντικῶν τούτων συναιρεθεῖσαι περισπῶνται, εὐγενῶν Δημοσθενῶν, πλὴν τοῦ δυσώδων εὐώδων τριήρων καὶ τῶν παρὰ τὸ ἔθος καὶ ἦθος, συνήθων εὐήθων. Τοῖς Δημοσθένεσι μόνως. Πᾶσα συναίρεσις ἀπὸ καθαρῶν γίνεται | |
30 | φωνηέντων· ἐνταῦθα τοίνυν ἐπεὶ μεταξὺ τῶν φωνηέντων ὑπῆρχε τὸ σύμφωνον, ἀδύνατος γέγονεν ἡ συναίρεσις. Τοὺς Δημοσθένεας καὶ τοὺς Δημοσθένεις. Οὐκ ἔστιν αὕτη κατὰ συναίρεσιν, οὐδὲ γὰρ τὸ ε καὶ τὸ α εἰς τὴν ει συναιρεῖται, ἀλλ’ εἰς η, βέλεα βέλη· ἀλλ’ ὅτι πᾶσα εὐθεῖα πληθυντικῶν εἰς ς λήγουσα συνῃρημένη ὁμόφωνον ἔχει | |
35 | τὴν αἰτιατικήν· εἶπον δὲ «εἰς ς» διὰ τὸ χρυσοῖ καὶ χρυσαῖ. Οἱ δὲ | |
Ἀττικοὶ εἰς ης ποιοῦσι τὴν εὐθεῖαν. Ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις. | 386 | |
387 | 〈Κανὼν ϛʹ.〉 Περὶ τοῦ Ἡρακλῆς. Ἀπορήσειε δ’ ἄν τις, πῶς ἰδίᾳ διαλαμβάνει περὶ τοῦ Ἡρακλῆς παρ’ οὐδετέρου καὶ αὐτοῦ συντεθειμένου. Φαμὲν οὖν, ὅτι τοῦτο καὶ τὰ ὅμοια αὐτῷ δύο ἔχει εὐθείας. Ἀλλὰ καὶ τοῦτ’ | |
5 | ἂν φανείη ἄπορον. Λέγομεν οὖν, ὡς ἐπειδὴ τὸ κλέος καθαρὸν ἦν, τὰ ἐξ αὐτοῦ γινόμενα κύρια ἐβαρύνετο καὶ συναιρούμενα περιεσπᾶτο, οἷον Ἡρακλέης Ἡρακλῆς· τὸ δὲ Δημοσθένης ἔχον μεταξὺ τῶν φωνηέντων τὸ ν συναιρεθῆναι οὐκ ἠδύνατο· αἱ γὰρ συναιρέσεις, ὡς ἔφαμεν, ἀπὸ καθαρῶν γίνονται φωνηέντων. Ἀλλ’ ἰδού, φασί, τὸ παμφαής ἀπὸ | |
10 | καθαροῦ τοῦ φάος σύγκειται· πῶς οὖν οὐ συναιρεῖται; Καὶ λέγομεν, ὅτι εἰ συνῃρεῖτο πάλιν ὠξυτονοῦτο· οὐχ εὕρηται δὲ εἰς ης ὀξύτονα συνῃρημένα. Ναί, φασίν· ἰδοὺ γὰρ τὸ νηλής ἀπὸ τοῦ νηλεής. Καὶ λέγομεν ὅτι ψεῦδος· ἄλλο γὰρ καὶ ἄλλο ταῦτα, καὶ οὐ κατ’ ἀλλήλων· τὸ μὲν γὰρ νηλεής κατὰ στέρησιν τοῦ ἐλεεῖν, τὸ δὲ νηλής ἀπὸ τοῦ λῶ, | |
15 | ὃ σημαίνει τὸ θέλω, κατὰ στέρησιν ὁ φευκταῖος καὶ μὴ θελόμενος. Ἡ κλίσις δὲ τούτων ὡς ἡ τῶν παρ’ οὐδετέρων· Ἡρακλέης Ἡρακλέεος Ἡρα‐ κλέους, Ἡρακλῆς Ἡρακλέος Ἡρακλοῦς· Ἡρακλῆος δὲ ἰωνικῶς· ἡ κλη‐ τικὴ Ἡράκλεες Ἡράκλεις· Ἥρακλες δὲ κατὰ συγκοπήν· ἡ μέντοι συνῃρη‐ μένη Ἡρακλοῦς ἐν χρήσει οὐχ εὕρηται. Αἱ ὑπόλοιποι πτώσεις πρόδηλοι. | |
20 | Κανὼν ζʹ. Ὁ Πάρις τοῦ Πάριδος. Ἀκολούθως ἦλθεν ἐπὶ τὰ εἰς ις· συνῆψε δὲ τοῖς ἀρσενικοῖς τὰ θηλυκὰ φιλοσύντομος ὤν. Οὐδὲν δὲ περὶ τῶν μονοσυλλάβων εἶπεν· καὶ τὴν αἰτίαν ἤδη εἰρήκαμεν. Ἡμεῖς δὲ λέγο‐ μεν, ὅτι πᾶν ὄνομα εἰς ις λῆγον μονοσύλλαβον διὰ καθαροῦ τοῦ ος | |
25 | κλίνεται, κίς κιός (ὁ σκώληξ), λίς λιός (ὁ λέων)· ἡ Διός δὲ οὐκ ἔστιν ἐκ τοῦ Δίς· τὰ γὰρ εἰς ις [κύρια] μονοσύλλαβα καὶ ἐν τῇ γενικῇ μακρὸν ἔχει τὸ ι, πλὴν τοῦ τίς· ἔχει δὲ ἀπολογίαν, ὅτι τὰ εἰς ις ποιοῦντα οὐδετέρου παρασχηματισμὸν βραχὺ ἔχει τὸ ι, οἷον φυγόπολις φυγόπολι, εὔπατρις εὔπατρι· τὸ δὲ τίς ἐξ ἀνάγκης εἶχεν οὐδέτερον· πᾶν γὰρ | |
30 | πυσματικὸν τριγενές, οἷον ποῖος ποία ποῖον, πόσος πόση πόσον· οὕτω τίς τίς τί· τὸ μέντοι θίς καὶ ἴς ὡς δικατάληκτα διὰ τοῦ ν κλίνεται. Τὰ δὲ ὑπὲρ μίαν συλλαβὴν κύρια εἴτε ἀρσενικὰ εἴτε θηλυκὰ διὰ τοῦ δος κλίνεται καὶ τὰ ἑξῆς. Σεσημείωται ἐν μὲν τοῖς ἀρσενι‐ κοῖς τὸ Σέντις καὶ Πόλλις, ἐν δὲ τοῖς θηλυκοῖς τὸ Χάρυβδις Χαρύβδιος, | |
35 | ἴσως παραιτησάμενον τὸ ἀλλεπάλληλον τοῦ δ· ἀλλεπάλληλον γὰρ γενό‐ | |
μενον ψελλισμόν τινα ποιεῖ ἐν τῇ λέξει, ὅπερ κἀπὶ τοῦ δέδοικα γέγονε· | 387 | |
388 | καὶ διὰ τοῦτο ὑπεστάλη καὶ γέγονεν ὡς ἐπὶ τοῦ Θέτιος· ἔτι σεσημείωται Ξόϊς Ξόεως καὶ Ταμίαθις Ταμιάθεως πόλεων Αἰγυπτίων ὀνόματα· τὸ Μέμφις διαφόρως κέκλιται· εἰ δέ τις εἴποι καὶ ταῦτα Ἰωνικά, φαμὲν ὅτι ψεῦδος· ἔδει γὰρ πρῶτον εὑρεθῆναι τὰ κοινά· τὸ δὲ Νέμεσις κύριον | |
5 | ἠκολούθησε τῷ προσηγορικῷ, κἀκ τοῦ ἐναντίου θέμις προσηγορικὸν ἠκο‐ λούθησε τῷ κυρίῳ Θέμιδος· τὸ δὲ Θέμιστος Δώριον· πλεοναστικῶς τὸ ς· ὁμοίως καὶ τὸ χάριστος. Ἰστέον ὅτι τὰ παρὰ πόλις συντιθέμενα τοῦ ἁπλοῦ φυλάττει τὴν κλίσιν, Νικοπόλεως Ἀμφιπόλεως· τὸ Εὐπόλιδος Ἀττικόν. | |
10 | Κανὼν ηʹ. Ὁ ὄφις τοῦ 〈ὄφιος καὶ〉 ὄφεως· τὰ εἰς ις προσηγορικὰ μὴ ὄντα παρώνυμα 〈καὶ ἑξῆσ〉. Ἰστέον ὅτι προσηγορικὰ ἐνταῦθα καλεῖ καὶ τὰ ἐπίθετα, καθὸ κατὰ πλειόνων φέρονται. Εἶπε δὲ «εἰς ις» διὰ τὰς ἄλλας καταλήξεις· τὸ δὲ «μὴ ὄντα παρώνυμα μακροπαράληκτα» ὁμοῦ ἐκδέξῃ· | |
15 | οὐ γὰρ ἐὰν παρώνυμον μὲν ᾖ βραχυπαράληκτον δὲ κωλύεται τοῦ κανόνος, ἢ ἐὰν μακροπαράληκτον ᾖ μὴ ὂν παρώνυμον, ὡς ἔσται σαφὲς ἐκ τῶν παραδειγμάτων, οἷον πόλις ὄνομα προσηγορικὸν παρώνυμον ἀλλ’ οὐ μακροπαράληκτον· ἡ γὰρ κυκλοειδὴς συνουσία οὕτω καλεῖται παρὰ τὸ πόλος πόλις πόλιος· οὕτω καὶ κόρις κόριος παρὰ τὸ κόρος τὸ σημαῖνον | |
20 | τὴν χορτασίαν κατ’ εὐφημισμόν· ἀκάθαρτον γὰρ καὶ δυσῶδες· σημειῶδες δέ, καθὸ ἔσθ’ ὅτε διὰ τοῦ δος εὑρίσκεται· καὶ πόσις παρώνυμον κατὰ μετάβασιν γένους πόσιος· τὸ δὲ μάντις μακροπαράληκτον ἀλλ’ οὐ παρώνυμον μάντιος· ἰστέον δὲ ὅτι διαφόρως εὑρέθη κλινόμενον, μάντιος μὲν πολλάκις, ὀλιγάκις δὲ μάντιδος, ἐν δὲ τῇ συνθέσει τοὐναντίον πλεο‐ | |
25 | νάκις διὰ τοῦ δος, ὀρθομάντιδος, καθό τινες παρώνυμον αὐτὸ διεδέ‐ ξαντο· ἀπὸ τοῦ ματῶ γάρ φασι τοῦ σημαίνοντος τὸ ζητῶ, ὅθεν μέταλ‐ λον καὶ μεταλλῶ· ἀπὸ τούτου οὖν ματόν τὸ ζητόν, παρ’ ὃ μάντις ὁ τὰ ζητητὰ διερευνώμενος. Ὅταν δὲ παρώνυμον ᾖ μακροπαράληκτον, διὰ τοῦ δος κλίνεται, γύννις γύννιδος (ὁ γυναικοειδὴς καὶ θηλύμορφος) | |
30 | ἀπὸ τοῦ γυνή, εὖνις (ὁ ἐστερημένος) εὔνιδος, λάτρις λάτριος ἀντὶ τοῦ λάτριδος. Καὶ αὕτη μὲν ἡ τοῦ κανόνος διακωδώνισις· πολλὰ δὲ ἔχει ἀντιπίπτοντα, ὠδίς σανίς μῆνις· προσηγορικὰ ταῦτα καὶ τὰ λοιπὰ τοῦ κανόνος φυλάττοντα, καὶ οὐ κλίνεται διὰ τοῦ ος. Προσθετέον τοίνυν «ἀρσενικὰ ὑπὲρ μίαν συλλαβὴν μὴ ὄντα δικατάληκτα», καὶ οὕτως ἐκβάλ‐ | |
35 | λεται τὰ ἐναντιούμενα. Τὸ δὲ νῆις σημαῖνον τὸν ἄπειρον ἀπὸ ῥήματος | |
κατὰ στέρησιν τοῦ εἰδέναι σύνθετον· τὰ γὰρ εἰς ις σύνθετα ἀπὸ τῶν | 388 | |
389 | εἰς ις ἁπλῶν τὴν κλίσιν αὐτῶν φυλάττει, λευκάσπιδος ῥιψάσπιδος ἀχάρι‐ τος εὐχάριτος, τὰ δὲ ἀπὸ ἄλλων σύνθετα διὰ τοῦ δος κλίνεται, ὡς νήϊδος· θαυμαστὸν δὲ οὐδέν, εἰ ἀπὸ τοῦ εἴδω ὂν οὐκ ἐφύλαξε τὴν δίφθογγον· καὶ γὰρ ἴστωρ καὶ πολύϊδρις καὶ ἴδμων διὰ τοῦ ι. Ἰστέον | |
5 | δὲ ὅτι ἡ μὲν ὄφιος γενικὴ Ἰώνων ἐστίν, ἡ δὲ ὄφεως Ἀττικῶν· ἡ δὲ σπανίως εὑρεθεῖσα ὄφεος κοινή, ὡς ἐν ταῖς Εὐριπίδου χρήσεσιν, 〈Bacch. 1027〉 ἔσπειρ’ ὄφεος ἐν γαίᾳ θέρος, καὶ ἄλλῃ 〈Or. 897〉 ὃς ἂν δύνηται πόλεος ἔν τ’ ἀρχαῖσιν ᾖ. Εἰ δέ τις εἴποι, πῶς τὸ κοινὸν οὐ πολιτεύεται, φαμὲν ὡς οὐ ξένον· πολλὰ γὰρ ἔστιν, ὧν | |
10 | τὰ μὲν κοινὰ σεσίγηται, τὰ δὲ ἐθνικώτερα λέγεται, ὡς πᾶσαι αἱ κατὰ συναίρεσιν τῶν εἰς ης καὶ εἰς ευς πτώσεις· οὕτως οὖν καὶ ἐνταῦθα ὁ τῶν Ἀττικῶν πολιτεύεται χαρακτήρ, πόλεως λέξεως· ὅθεν καὶ μακρᾶς οὔσης ἐπὶ τέλους προπαροξύνονται· ὁμοίως καὶ πόλεων καὶ λέξεων. Κανὼν θʹ. | |
15 | Ὁ χαρίεις τοῦ χαρίεντος· τὰ εἰς εις ὑπὲρ μίαν συλλαβὴν καὶ ἑξῆς. Πληρώσας τὰ εἰς ς μετὰ ἑνὸς φωνήεντος ἔρχεται ἐπὶ τὰ μετὰ διφθόγγου. Παραλέλοιπε δὲ τὰ μονοσύλλαβα· λέγομεν δέ, ὅτι τὰ εἰς εις ὀνόματα μονοσύλλαβα διὰ τοῦ νος κλίνεται, εἷς ἑνός (ἀριθμός), κτείς κτενός (τὸ κτένιον), δείς (ἀοριστούμενον ὄνομα, ὡς τὸ τίς) δενός· | |
20 | τὰ δὲ ὑπὲρ μίαν συλλαβὴν διὰ τοῦ ντ, ὡς πρόκειται. Ἐπιχειροῦσι δέ τινες λέγειν, ὅτι καὶ τὰ μονοσύλλαβα διὰ τοῦ ντ ἐκλίνετο 〈ἄν〉, εἰ μὴ ὑφ’ ἑτέρων αἰτιῶν ἐνεποδίζετο· τὸ μὲν γὰρ εἷς ὡς ἀριθμὸς δασύνεται, εἰ δὲ ἐκλίθη διὰ τοῦ ντ, ἐψιλοῦτο ἂν ἡ γενικὴ τῷ λόγῳ τῶν στοιχείων, ὅπερ ἄτοπον· πᾶσα γὰρ πτῶσις τὸ πνεῦμα τῆς ἰδίας εὐθείας φυλάττει· | |
25 | τὸ δὲ κτείς κτενός, διότι, φασίν, οὐ ποιεῖ οὐδετέρου παρασχηματισμόν· τὰ γὰρ εἰς εις διὰ τοῦ ντ κλινόμενα ἑωρᾶτο ποιοῦντα οὐδέτερα· τὸ δὲ δείς, ὅτι ἐνομίσθη τὸ αὐτὸ τῷ εἷς. Ἔχει δὲ οὐχ οὕτως· ἰδοὺ γὰρ τὸ δείς ἐποίησεν οὐδετέρου παρασχηματισμὸν τὸ δέν καὶ οὐκ ἐκλίθη διὰ τοῦ ντ, μὴ κωλυόμενον ἐκ τῆς ἀρχούσης· ἀλλὰ καὶ ἐπὶ τοῦ κτείς οὐ | |
30 | τὸ μὴ ποιεῖν οὐδέτερον τὴν διὰ τοῦ ντ κλίσιν ἐκώλυσεν, Σιμόεις γὰρ Σιμόεντος φαμὲν τὸ κύριον, κἂν μὴ ποιῇ οὐδέτερον· ἀλλά, φασίν, ὅτι ὡς κύρια· τὰ γὰρ κύρια οὐ ποιεῖ οὐδέτερα· ἀλλ’ οὐδὲ προσηγορικά· ἄμεινον οὖν εἰπεῖν, ὅτι τὰ μονοσύλλαβα διὰ τοῦ ν μόνου κλίνεται. Τὸ δὲ δείς οὐκ ἔστι ταὐτὸ τῷ εἷς· τὸ μὲν γὰρ ὥρισται καὶ μέχρι τῶν ἑνικῶν | |
35 | κλίνεται, τὸ δὲ δείς ἀοριστοῦται καὶ πληθύνεται οὐδένες· 〈τὸ δὲ οὐδείσ〉 οὐκ ἔστι δισύλλαβον, ἀλλὰ μονοσύλλαβον μετὰ τῆς ἀποφάσεως λεγό‐ | |
μενον, ὡς εἴ τις εἴποι «οὐ δράκων, οὐ δράκοντος». Δῆλον δὲ ἐντεῦθεν· | 389 | |
390 | τὰ μέρη τῶν ὀνομάτων ἄνωθεν ἀκίνητά ἐστι, τοῦτο δὲ κινεῖται, «οὐδεὶς ἦλθε, μηδεὶς κληθῇ»· οὐκ ἄρα σύνθεσις ἢ μέρος λέξεως ἀλλὰ σύνταξις· καὶ ὅταν μὲν κινῆται ὁ ὡρισμένος ἀριθμός, οὐδὲ εἷς φαμέν, ὅταν δὲ ὁ ἀόριστος, οὐδείς φαμέν. Ὦ χαρίεν καὶ ὦ χαρίει, ὅτι τὰ εἰς ς λή‐ | |
5 | γοντα μετὰ διφθόγγου ἀποβολῇ τοῦ ς ποιεῖ τὴν κλητικήν· δεῖ προσθεῖναι «πλὴν τοῦ εἷς καὶ οὖς»· οἱ γὰρ ἀριθμοὶ καὶ τὰ οὐδέτερα τὴν αὐτὴν ἔχουσιν ὀρθὴν καὶ κλητικήν. Τοῖς χαρίεισιν ἐκ τῆς εὐθείας, καὶ χαρίεσιν ἐκ τῆς δοτικῆς· τὰ γὰρ ποιοῦντα οὐδέτερον κοινὰς αὐτῶν ἔχουσι γενικὰς καὶ δοτικάς, καλοῦ καλῷ καλῶν καλοῖς, εὐγενοῦς εὐγενεῖ | |
10 | εὐγενῶν εὐγενέσι. Κανὼν ιʹ. Ὁ Πηλεὺς τοῦ 〈Πηλέος καὶ〉 Πηλέως. Πηλέως Ἀττικοί, Ἴωνες δὲ παλαιοὶ διὰ τοῦ η Πηλῆος βασιλῆος· οἱ δὲ μεταγενέστεροι διὰ τῆς ει διφθόγγου καὶ διὰ τοῦ ι, αἷς παραλήξεσιν οὐ κέχρηται ὁ | |
15 | ποιητής. Ναί, φασίν· ἰδοὺ γὰρ τὴν Διός λέγει· ἀλλὰ φαμέν, ὅτι δω‐ ρίζων κέχρηται ταύτῃ, ἄλλως τε καὶ πᾶσαι αἱ διάλεκτοι ταύτῃ ὁρῶνται χρώμεναι. Ἰστέον δὲ ὅτι τὰς γενικὰς τούτων καθαρῷ φωνήεντι ἄνωθεν καὶ κάτωθεν παραληγομένας Ἀττικοὶ μετὰ τοῦ ω συναιροῦσιν, οἷον ἁλιέως καθαρὸν ἀμφοτέρωθεν ἁλιῶς, Ἐρετριέως Ἐρετριῶς· οἱ δὲ Δω‐ | |
20 | ριεῖς καὶ οἱ Βοιωτοὶ συναιροῦσιν εἰς ευς, Ὀδυσσεύς Ὀδυσσέος Ὀδυσσεῦς· διαφέρει δὲ τῆς εὐθείας ὁμοφωνοῦσα αὐτῇ, ὅτι ἡ μὲν εὐθεῖα ὀξύνεται, ἡ δὲ γενικὴ περισπᾶται, 〈ω 398〉 Ὀδυσσεῦς δὲ λαβὼν χεῖρα, 〈Ν 424〉 Ἰδομενεῦς μένος, 〈Θ 368〉 ἐξ Ἐρέβευς ἄξοντα. Ἐγνωσμένης οὖν τῆς κατὰ τὰς διαλέκτους διαφόρου κλίσεως, ὅτι κοινῶς | |
25 | μὲν Πηλέος, ἀττικῶς δὲ Πηλέως, ἰωνικῶς δὲ Πηλῆος, βοιωτικῶς δὲ Πηλεῖος, κατὰ τοὺς νέους Ἴωνας Πηλῖος διὰ μακροῦ τοῦ ι λέγεται ἡ παροῦσα γενική, καὶ τοῦτο γνωστέον, ὅτι οἱ Δωριεῖς τὸ κατ’ ἀρχὴν ζ εἰς δ τρέπουσιν, οἷον ζευκτῆρας δευκτῆρας, τὸ δὲ κατὰ τὸ μέσον εἰς δύο δδ τρέπουσι, θερίζω θερίδδω· καὶ οὕτως εὐκόλως γνωσόμεθα, πῶς | |
30 | κλίνεται Ζεύς Διός· τὸ τοίνυν Ζεύς οὐ κλίνεται κοινῶς Ζεός, ἀλλὰ κατὰ Βοιωτοὺς καὶ νέους Ἴωνας Ζιός καὶ Διός· εἴπομεν γὰρ ὅτι κατ’ ἀρχὴν τὸ ζ τρέπουσιν εἰς δ, Ζῆθος Δᾶθος, ζυγός δυγός. Τινὲς δέ φασιν, ὅτι ἀπὸ τῆς Δίς εὐθείας ἐστὶν ἡ Διός γενική· οἷς οὐ πιστευτέον· ἀνέ‐ τρεψε γὰρ τοῦτο Ἡρωδιανὸς λέγων, ὅτι τὰ εἰς ις μονοσύλλαβα | |
35 | μακρὸν ἔχουσι τὸ ι καὶ ἐν τῇ γενικῇ, πλὴν τοῦ τίς· ἡ 〈δὲ〉 Διός βραχὺ ἔχει τὸ ι· οὐκ ἄρα ἀπὸ τῆς Δίς. Ἰστέον ὅτι τὰς αἰτιατικὰς τούτων οἱ Ἀττικοὶ καθαρὰς μὲν συναιροῦσιν, ἁλιέα ἁλιᾶ, Πειραιέα Πειραιᾶ, μὴ | |
καθαρὰς δὲ ἐκτείνουσι, Πηλέα καὶ ἱερέα· καὶ τὴν τῶν πληθυντικῶν | 390 | |
391 | ἁλιᾶς Δωριᾶς, σπανίως δὲ καὶ τὰς ἐχούσας σύμφωνον. Ἀλλὰ διατί, φήσειέ τις ἄν, οὐκ ἐποίησαν συναίρεσιν Ἀττικοὶ ἐπὶ τῆς γενικῆς τῆς Πηλέος κοινῆς Πηλοῦς, ὡς εὐγενέος εὐγενοῦς; καὶ λέγομεν, ὅτι κατὰ μίμησιν τῆς κοινῆς αἱ διάλεκτοι τὰ ἑαυτῶν ποιοῦσιν ἰδιώματα· ἐπειδὴ | |
5 | οὖν εὗρον πολλὰ εἰς ης ἰσοσυλλαβοῦντα, ἐποίησαν καὶ αὐτοὶ ἰσοσυλλα‐ βίαν τῇ συναιρέσει ἐπὶ τῶν εἰς ευς· ἐπείπερ 〈δὲ〉 μὴ εὗρον ἐν τῇ κοινῇ ἰσοσύλλαβον κλίσιν, ἠρκέσθησαν τῇ ἐκτάσει· ἐκτείναντες δὲ τὸ τέλος τῆς γενικῆς ἐξέτειναν καὶ τὸ τῆς αἰτιατικῆς Πηλέα· κοινῶς δὲ συστέλλεται. | |
10 | Κανὼν ιαʹ. Ὁ ἡδύς τοῦ ἡδέος· τὰ εἰς υς τριγενῆ καὶ ἑξῆς. Τριγενῆ ἐστιν ὅσα ποιεῖ θηλυκὸν καὶ οὐδέτερον ἐν παρασχηματισμῷ, μονογενῆ δὲ τὰ καθ’ ἑνὸς γένους λεγόμενα. Εἶπε δὲ «εἰς υς» διὰ τὰς ἄλλας καταλήξεις· «τριγενῆ» διὰ τὰ μονογενῆ. Παραλέλοιπε δὲ κἀνταῦθα τὰ | |
15 | μονοσύλλαβα, καὶ ἡ αἰτία πρόδηλος· φαμὲν δέ, ὅτι τὰ εἰς υς μονο‐ σύλλαβα περισπᾶται καὶ τὸ υ φυλάττει· μονογενῆ γάρ, σῦς ὗς μῦς δρῦς, συός ὑός μυός δρυός· τὰ δὲ ὑπὲρ μίαν συλλαβὴν διὰ τοῦ εος· καὶ οὕτω πᾶσαι αἱ διάλεκτοι· εὑρέθη δὲ παρ’ Ἀριστοφάνει θήλυδος, ἀλλ’ οὐ χρηστέον. Ἰστέον δὲ ὅτι τὰ εἰς υς σύνθετα, εἰ μὲν εἴη ἀπὸ τῶν εἰς | |
20 | υς, τὴν τῶν ἁπλῶν φυλάττει κλίσιν, εἰ δ’ ἀπ’ ἄλλου, διὰ τοῦ δος, τρί‐ βραχυς τριβράχεος, δίπηχυς διπήχεος· νέηλυς μέντοι νεήλυδος, ἐπή‐ λυδος συνήλυδος· πάντα δὲ βραχὺ ἔχουσι τὸ υ, καὶ τὰ τριγενῆ καὶ τὰ μονογενῆ ὑπὲρ μίαν συλλαβήν, πλὴν τοῦ ἰχθῦς. Τὸν ἡδύν καὶ ἡδέα. Πρόδηλοι οἱ κανονισμοί· ἰστέον δὲ ὅτι σπανίως εὑρέθησαν αἱ εἰς α ἀπὸ | |
25 | τῶν εἰς υς, αἷς οὐ χρηστέον. Κανὼν ιβʹ. Ὁ βότρυς τοῦ βότρυος· τὰ εἰς υς μονογενῆ τὸ υ φυλάττει καὶ ἑξῆς. Ἔφθημεν ἐν τῷ προτέρῳ κανόνι εἰπόντες, τί ποτέ ἐστι μονο‐ γενῆ, καὶ ὅτι πρὸς ἀντιδιαστολὴν τῶν τριγενῶν πρόσκειται· ταῦτα οὖν | |
30 | φυλάττει τὸ υ, πλὴν τοῦ πῆχυς καὶ πέλεκυς. Ἔχουσι 〈δὲ〉 διαφόρους γραφάς, πήχεος καὶ πήχεως, πελέκεος καὶ πελέκεως· ἑκάστη δὲ γραφὴ ἔχει τι παράλογον· καὶ ἡ μὲν πήχεος ἀνάλογον ἔχει τὸ ο, τὰ γὰρ εἰς υς οὐδέποτε ἐκτείνει τὸ ο εἰς ω, παράλογον δὲ τὸ ε, τὰ γὰρ μονο‐ γενῆ φυλάττει τὸ υ· πάλιν πήχεως παράλογον μὲν τὸ ω ἔχει, δι’ ὃν | |
35 | ἔφημεν λόγον, ἀνάλογον δὲ τὸ ε· οἱ γὰρ Ἀττικοὶ ὁπόταν τρέπωσι τὸ | |
ο εἰς ω, τὸ πρὸ αὐτοῦ φωνῆεν ποιοῦσιν ε, ναός νεώς· οὕτω πήχυος | 391 | |
392 | καὶ πήχεως. Ἁμαρτάνουσιν οἱ λέγοντες τοῦ πήχους· αἱ γὰρ ἀπὸ τῶν εἰς υς γενικαὶ οὐδέποτε συναιροῦνται· ἔτι πταίουσιν οἱ λέγοντες πηχῶν, μὴ συναιρουμένης γὰρ τῆς γενικῆς τῶν ἑνικῶν ἡ πληθυντικὴ οὐδέποτε συναιρεῖται· πήχεων οὖν λεκτέον, ὡς πήχεως. Οἱ βότρυες καὶ βό‐ | |
5 | τρυς κατὰ συναίρεσιν. Τοὺς βότρυας καὶ βότρυς, οὐ κατὰ συν‐ αίρεσιν, ἀλλ’ ὁμοφώνως τῇ εὐθείᾳ κατὰ τὸν κανόνα ὃν προέφημεν. Κανὼν ιγʹ. Ὁ βοῦς τοῦ βοός· τὰ εἰς ους ἀπαθῆ καὶ τὰ ἑξῆς. Πρόδηλα τὰ τῆς ἐξετάσεως· «εἰς ους» διὰ τὰς ἄλλας καταλήξεις· «ἀπαθῆ» διὰ | |
10 | τὰ συνῃρημένα· «ἀπαθῆ» δὲ εἶπε καὶ οὐκ «ἀσυναίρετα», τῷ κοινῷ ἀντὶ εἰδικοῦ χρησάμενος· γένος γὰρ τῆς συναιρέσεως τὸ πάθος. Ἰστέον δὲ ὅτι τὰ εἰς ους ἁπλᾶ, εἴτε ἀπαθῆ ᾖ εἴτε πεπονθότα, περισπᾶται, πλὴν τοῦ πούς καὶ ὀδούς· «ἁπλᾶ» δὲ εἶπεν, ἐπεὶ τὰ σύνθετα βαρύνεται, εὔπλους εὔνους εὔχρους, καὶ ἔστι κοινὰ τῷ γένει· τὸ δὲ ἁπλοῦς διπλοῦς | |
15 | τριπλοῦς οὐ σύνθετα· εἰ γὰρ ἦσαν σύνθετα, οὐκ ἂν ἐποίουν ἴδια θηλυκά· ποιοῦσι δὲ διπλόη διπλῆ, τριπλόη τριπλῆ· οὐκ ἄρα σύνθετα, ἀλλὰ παρά‐ γωγα ἁπλᾶ, ἀπὸ τοῦ ἅπαξ κατὰ παραγωγὴν ἁπλόος καὶ ἐν συναιρέσει ἁπλοῦς, καὶ ἀπὸ τοῦ δίς ὡσαύτως διπλόος καὶ ἐν συναιρέσει διπλοῦς, καὶ ἀπὸ τοῦ τρίς καὶ τετράκις ὁμοίως. Τὰ εἰς δους ἁπλᾶ καὶ ἀπαθῆ | |
20 | ὄντα ἰδιάζουσαν ἔχει κλίσιν, ὁ θυγατριδοῦς τοῦ θυγατριδοῦ, ὁ ἀδελ‐ φιδοῦς τοῦ ἀδελφιδοῦ. Τὸν βοῦν καὶ τὸν βόα· τὰ εἰς υς καὶ εἰς ους αἰτιατικῇ συγκεχώρηνται κανόνι μὴ παραλαμβανόμενα ἀλλὰ τῇ χρήσει κατορθούμενα, πλὴν ὅτι ἡ πλείων χρῆσις τὴν εἰς ν οἶδε. Τὰ σεση‐ μειωμένα πούς καὶ ὀδούς ἔχουσιν ἀπολογίαν, ὡς ὅταν εἰς ἓν παραβῇ | |
25 | πάθος ἡ ἀναλογία, ὡς τὰ πολλὰ καὶ εἰς ἄλλα παραβαίνεται· ἁμαρ‐ τηθέντα τοίνυν κατὰ τόνον—ὀξύνεται γάρ, τῶν ἁπλῶν ἀποστραφέντων τὴν ὀξεῖαν—καὶ μετοχῆς τόνον δεξάμενα, καὶ τὴν κλίσιν μετοχικω‐ τέραν ἀπηνέγκατο. Κανὼν ιδʹ. | |
30 | Ὁ πλοῦς τοῦ πλοῦ· τὰ εἰς ους συνῃρημένα καὶ ἑξῆς. «Συνῃρημένα» εἶπε διὰ τὰ ἀσυναίρετα· ταῦτα ἰδικὴν οὐκ ἔχει κλίσιν, ἀλλὰ τὴν τῶν ἐντελῶν ἀφ’ ὧν συναιροῦνται κλίσιν φυλάττουσι, χρύ‐ σεος χρυσέου χρυσοῦς χρυσοῦ, ἀργυρόεις ἀργυρόεντος ἀργυροῦς ἀργυ‐ ροῦντος. Ταῦτα δέ, ὡς ἔφαμεν, περισπῶνται ἁπλᾶ ὄντα, τὰ δὲ σύνθετα | |
35 | βαρύνεται καὶ ὁμοίως τοῖς ἁπλοῖς κλίνονται, εὔπλους εὔπλου, τρίπους τρίποδος· ἰστέον δὲ ὅτι εὑρέθη Οἰδίπου καὶ τρίπου· γέγονεν ἡ εὐθεῖα | |
εἰς ος καὶ οὕτως ἡ γενικὴ εἰς ου· οἱ δὲ ὅτι ἀττικῶς· καὶ ὅπου μὲν ἡ | 392 | |
393 | αἰτιατικὴ εἰς ν, ἰσοσυλλαβεῖ ἡ γενική, ὅπου δὲ εἰς α, ἀττικῶς λέγεται τρίπου· τρίποδα γάρ. Κανὼν ιεʹ. Ὁ ἱδρώς τοῦ ἱδρῶτος· τὰ εἰς ως ὀξύτονα ὑπὲρ μίαν συλ‐ | |
5 | λαβήν. Καὶ ἐνταῦθα συνήθως παραλέλοιπε τὰ μονοσύλλαβα· φαμὲν δέ, ὅτι τὰ εἰς ως ὀξύτονα μονοσύλλαβα ἔχοντα ἓν σύμφωνον τῆς τρί‐ της συζυγίας τῶν βαρυτόνων διὰ καθαροῦ τοῦ ος κλίνεται, θώς θωός, Τρώς Τρωός, δμώς δμωός· τὰ δὲ μὴ ἔχοντα σύμφωνον τῆς τρίτης, εἰ μὲν εἴη ἀπαθῆ, διὰ τοῦ τος κλίνεται, φώς φωτός (ὁ ἀνήρ), χρώς χρω‐ | |
10 | τός (τὸ σῶμα), εἰ δὲ πεπονθότα, ἀποβολῇ τοῦ ς, ὁ σῶς τοῦ σῶ, ὁ ζώς τοῦ ζῶ, ὁ Κῷς τοῦ Κῷ, ἀπὸ τοῦ σῶος ζωός Κῷος (ὁ πολίτης)· κλίνεται δὲ ταῦτα οὐχὶ ἀττικῶς ἀλλὰ κοινῶς κατὰ πάθος συνεμπεσόντα τοῖς Ἀττικοῖς. Τῶν δὲ ὑπὲρ μίαν συλλαβὴν ἄγαν σαφεῖς οἱ κανόνες, οὓς ὁ τεχνικὸς ἐκτίθεται. Οἱ δὲ Ἀττικοὶ τὰ εἰς ως κατὰ ἀποβολὴν τοῦ ς | |
15 | κλίνουσι, τοῦ γέλω, τοῦ κάλω· τὸ δὲ κάλωες παρ’ Ἀπολλωνίῳ 〈2, 727〉 εἴρηται κατὰ πάθος. Τὰ δὲ σύνθετα ὁμοίως τοῖς ἁπλοῖς κλίνεται· καὶ ὅτε μὲν ἀπὸ κοινῶν ἡ σύνθεσις γένηται, κοινῶς τὸ σύνθετον κλίνεται, ἔρως ἔρωτος δυσέρωτος χρυσέρωτος, ὅτε δὲ ἀπὸ Ἀττικῶν, ἀττικῶς, φιλόγελως φιλόγελω, δύσερως δύσερω, χρυσόκερως χρυσόκερω· καὶ εἰ | |
20 | μὲν κοινῶς κλίνοιτο, πρὸ μιᾶς ἔχει τὸν τόνον, φιλογέλως φιλογέλωτος, εἰ δὲ ἀττικῶς, προπαροξύνεται, φιλόγελως φιλόγελω. Ἰστέον δὲ ὅτι τινὰ τούτων μόνως Ἀττικὰ εὑρέθησαν, ὡς ἀξιόχρεως ἀξιόχρεω καὶ δε‐ κάμνεως δεκάμνεω καὶ ἀνάπλεως ἀνάπλεω, οἷς καὶ χρηστέον, τινὰ δὲ κοινὰ καὶ Ἀττικά, ὡς Μενέλαος Μενέλεως· τὸ δὲ κάλως οὐκ ἔτρεψε | |
25 | τὴν παραλήγουσαν, καθότι βραχεῖα ἦν μετὰ συμφώνου. Τὰ δὲ εἰς ως Αἰγυπτιακὰ καὶ Περσικὰ ὀξύνεται ὁμοίως τε τοῖς Ἀττικοῖς κλίνεται, ὁ Ἰναρώς τοῦ Ἰναρώ, ὁ Νεκώς τοῦ Νεκώ, ὁ Περιμαζώς τοῦ Περιμαζώ, ὁ Μανεθώς τοῦ Μανεθώ. Κανὼν ιηʹ. | |
30 | Ὁ ἅλς τοῦ ἁλός· πᾶν ὄνομα εἰς δύο σύμφωνα λῆγον. Ἡνίκα τὸ ἔσχατον ᾖ εἰς ς, τὸ τ πάντως ἔχει ἡ γενική, μάκαρς μάκαρτος, δάμαρς δάμαρτος, πλὴν τοῦ Τίρυνς Τίρυνθος· οὕτως οὖν ἔδει ἁλτός· ἀλλ’ ἐπειδὴ ἡ εὐθεῖα δασύνεται, ἐπεὶ ἀθροιστικὸν τὸ ὄνομα, ἡ δὲ γενικὴ ἔμελλε ψιλοῦσθαι, ἐπειδὴ τὸ α λῆγον εἰς λ ἀμετάβολον ἐπιφερομένου | |
35 | ἑνὸς τῶν συμφώνων τῆς τρίτης συζυγίας τῶν βαρυτόνων ψιλοῦται, | |
πᾶσα δὲ πτῶσις τὸ τῆς εὐθείας φυλάττει πνεῦμα, ὑπεστάλη τὸ τ, ἵνα | 393 | |
394 | ὁμοίως τῇ εὐθείᾳ δασυνθῇ καὶ ἡ γενική· ὅθεν ἐν συνθέσει, ἐπεὶ οὐκ ἐνεπόδισε τὸ πνεῦμα, προσῆλθε τὸ τ ἐν τῷ ἄναλτος, Ὅμηρος 〈ς 114〉 τοῦτον τὸν ἄναλτον. Τινὲς δέ φασιν, ὅτι ἐκ τοῦ ἅλας οὐδετέρου κατὰ μετάβασιν γένους ἐστίν, ὡς ἀπὸ τοῦ κάρηνον κάρη. Οὐκ ἔστιν | |
5 | οὐδὲν ἀληθές· τὰ γὰρ κατὰ μετάβασιν γινόμενα οὐκ ἔστι κατὰ πλάτος ἐν χρήσει, τὸ δὲ ἅλς πλατύτερον τοῦ ἅλας· εὑρέθη δὲ καὶ τοῦτο ἐν χρήσει, ἀλλὰ σπανίως. Ἐζήτηται δὲ περὶ τῆς συντάξεως αὐτοῦ, πῶς συντάσσεται μετὰ τοῦ χονδρός· οἱ μὲν γάρ φασιν ἀνομοιοπτώτως συν‐ τάσσεσθαι, ὅπερ ἐστὶ Δωρίδος, ὁ χονδρὸς ἁλός, τῷ χονδρῷ ἁλὸς καὶ | |
10 | ἑξῆς, οἱ δὲ ὁμοιοπτώτως, ὡς καὶ ἡ κοινή, ὁ χονδρὸς ἅλς, τοῦ χονδροῦ ἁλός καὶ ἑξῆς. Κανὼν ιθʹ. Ὁ Ἀλκμάν τοῦ Ἀλκμᾶνος· τὰ εἰς αν καὶ ὀξύνεται καὶ ἑξῆς. Σαφὴς ὁ κανών· ἰστέον δὲ ὅτι μακρόν ἐστι τὸ α ἐν ὅλαις ταῖς | |
15 | πτώσεσι, διὸ καὶ προπερισπῶνται πλὴν τῶν μακροκαταλήκτων, Ἀλκμάν Ἀλκμᾶνος Ἀλκμᾶνι Ἀλκμᾶνα· ὅθεν σημειώδης ἡ Δύμανα προπαροξυ‐ τόνως· τινὲς δέ φασιν, ἀπὸ τῆς Δύμαντος ἐστὶ κατὰ ἀποβολὴν τοῦ τ, ὡς μέλανος· ἀλλ’ εἰ οὕτως, ἔδει βραχυνθῆναι τὸ παραλῆγον α, ὡς ἔχει τὸ μέλανα τάλανα· σημειούσθω τοίνυν. Ὦ Ἀλκμάν· τὰ εἰς ἀμετά‐ | |
20 | βολα ὀξύτονα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν, πλὴν τοῦ ἄνερ πάτερ σῶτερ δᾶερ. Ἔχουσι δὲ ταῦτα ἀπολογίαν, μίαν μὲν κοινήν, ὅτι ἡμαρτήθησαν κατὰ γραφὴν καὶ εἰς βραχὺ ἔληξαν· πᾶσα γὰρ λέξις εἰς ρ λήγουσα μετὰ βραχείας βαρύνεται, πλὴν τοῦ ἀτάρ ὑπέρ· τὸ δὲ ἄνερ πάτερ ἄλλην ἰδικήν, ὅτι συνεξέδραμον τοῖς συγγενικοῖς μῆτερ | |
25 | θύγατερ· ἀλλὰ καὶ ὅτι Αἰολικά ἐστιν· οἱ γὰρ Αἰολεῖς τὰ εἰς ηρ βραχυ‐ παράληκτα εἰς ερ ποιοῦσιν 〈καὶ〉 ἀναβιβάζουσι τὸν τόνον, οἷον ὦ τριβό‐ λετερ· τὸ δὲ σῶτερ δᾶερ ψευδαιολικά· οἱ γὰρ Αἰολεῖς ἐπὶ τῶν μακρο‐ παραλήκτων τὸν τόνον μόνον ἀναβιβάζουσι φυλάσσοντες τὴν γραφήν, ὦ χρήστηρ. | |
30 | Κανὼν κʹ. Ὁ σωλήν τοῦ σωλῆνος, ὁ ποιμήν τοῦ ποιμένος· τῶν εἰς ην ὀξυτόνων καὶ ἑξῆς. Εἰπὼν τὰ εἰς αν ἀκολούθως ἦλθεν ἐπὶ τὰ εἰς ην· οὐκ ἔστι γὰρ εἰς εν. Οὐδὲν δὲ περὶ μονοσυλλάβων εἶπεν· λέ‐ γομεν δέ, ὅτι τὰ εἰς ην μονοσύλλαβα, κἂν ἔχῃ τὸ μ, ὀξύνεται καὶ φυ‐ | |
35 | λάττει τὸ η, πλὴν τοῦ φρήν φρενός· ἔχει δὲ ἀπολογίαν, ὅτι μόνον θηλυκόν ἐστιν· 〈τὸ δὲ χήν χηνός ἀρσενικὸν καὶ θηλυκόν ἐστιν〉, εὕρηται | |
γὰρ τὴν χῆνα· λέγομεν δέ, ὅτι πολὺ πρότερον ἀρσενικὸν εὑρέθη· τὸ δὲ | 394 | |
395 | γλήν κατὰ ἀποκοπὴν ἀπὸ τοῦ γλήνη, ὡς 〈Θ 164〉 ἔρρε, κακὴ γλήνη· τὸ δὲ ῥήν ῥηνός θηλυκὸν πάλιν προηγουμένως ἀρσενικὸν ἦν· ἰστέον δὲ ὅτι ἐκ ταύτης ἐστὶ τῆς εὐθείας ἡ ἀρνός γενικὴ κατὰ μεταβολὴν τοῦ η εἰς α καὶ ὑπερβιβασμόν, ἢ συγκέκοπται ἀπὸ τῆς ἀρῆνος ἀρνός. Τῶν | |
5 | δὲ ὑπὲρ μίαν συλλαβὴν σαφεῖς καὶ εὐσύνοπτοι οἱ κανόνες· σεσημείωται ἐν τοῖς ἔχουσι τὸ μ Δαμήν Δαμῆνος (ὄνομα συγγραφέως τινός), ἐν δὲ τοῖς μὴ ἔχουσι τὸ μ τὸ αὐχήν, ἔχοντα ἀπολογίαν· ἔτι δὲ καὶ τὸ ἀδήν σημαῖνον τόπον ἐν τοῖς παρισθμίοις· τινὲς δὲ καὶ τὸ ἀζήν σημαῖνον τὸ γένειον· ἡμῖν δὲ οὐχ οὕτω δοκεῖ· ἡ γὰρ διὰ τοῦ η χρῆσις πολλή. | |
10 | Κανὼν καʹ. Ὁ Ἕλλην τοῦ Ἕλληνος, ὁ τέρην τοῦ τέρενος· τῶν εἰς ην βαρυτόνων καὶ ἑξῆς. Σαφὴς ὁ κανών· σημειῶδες τὸ εἴρην εἴρενος διὰ τοῦ ε κλινόμενον καὶ μὴ ἔχον οὐδέτερον ἐν παρασχηματισμῷ· Ἀριστοτέλης μέντοι καλῶς ἐχρήσατο εἰπὼν εἴρηνας· οὕτω δὲ λέγονται | |
15 | ὡς ἐρεῖν ἤδη καὶ λέγειν δυναμένης τῆς ἡλικίας. Ὦ Ἕλλην, ὦ τέρεν· τὰ εἰς ἀμετάβολον λήγοντα βαρύτονα. Σεσημείωται τὸ Ἄπολλον, ὅτι οὐκ ἐφύλαξε τὸ παραλῆγον ω, καὶ ὅτι τὸν τόνον ἀνεβίβασεν· ὁμοίως καὶ τὸ Πόσειδον· ἔχουσι δὲ ἀπολογίαν, ὅτι Αἰολικὸν μὲν τὸ Ἄπολλον, ψευδαιολικὸν δὲ τὸ Πόσειδον· εἰρήκαμεν δέ, πῶς οἱ Αἰολεῖς | |
20 | ποιοῦσι τὰς κλητικάς, ἡνίκα περὶ 〈τοῦ〉 πάτερ καὶ τῶν ἄλλων διελαμβά‐ νομεν. Κανὼν κβʹ. Ὁ δελφίν τοῦ δελφῖνος· τὰ εἰς ιν καὶ ὀξύνεται καὶ μακρὸν ἔχει τὸ ι. Πάντα τὰ εἰς ιν δικατάληκτα, εἴτε μονοσύλλαβα | |
25 | εἴτε ὑπὲρ μίαν συλλαβήν, μακρὸν ἔχει τὸ ι ἐν ἑκάστῃ πτώσει καὶ προσθέσει τοῦ ος κλίνεται· καὶ ἁπλᾶ μὲν ὀξύνεται, δελφίν ἀκτίν ῥίν, σύνθετα δὲ βαρύνεται, τριγλώχιν χρυσάκτιν. Ἐζήτησε δὲ Ἡρωδιανός, ποτέρα κατάληξις ἀναλογωτέρα· καὶ φησίν, ὅτι ἡ εἰς ιν, ἐπειδὴ πᾶσα γενικὴ εἰς νος διχρόνῳ μακρῷ παραληγομένη ἀποβολῇ τῆς ος εὐθεῖα | |
30 | γίνεται, Ἀλκμᾶνος Ἀλκμάν, Φόρκυνος Φόρκυν· οὕτω καὶ δελφῖνος δελφίν· ἔχει δὲ ὁ κανὼν «διχρόνω» διὰ τὴν ἑνός, «μακρῷ» διὰ τὴν μέλανος τάλανος· πάλιν δὲ τὰ εἰς ις ὀξύτονα προσηγορικὰ διὰ τοῦ δος, σανίς σανίδος, ῥανίς ῥανίδος· εἰ οὖν δελφίς, ἔστω καὶ δελφίδος ἡ γενική. Τί οὖν φαμέν; ὅτι δωρικῶς τέτραπται τὸ ν εἰς ς· οὕτω γὰρ | |
35 | ποιοῦσιν οἱ Δωριεῖς, λέγομεν λέγομες, σπλήν σπλάς· ἡ μέντοι πλείων | |
χρῆσις εἰς ις, ᾗ καὶ χρηστέον. | 395 | |
396 | Κανὼν κγʹ. Ὁ Φόρκυν τοῦ Φόρκυνος· τὰ εἰς υν διὰ τοῦ νος κλί‐ νεται. Σαφῆ τὰ τοῦ κανόνος καὶ ἐπεξεργασίας μὴ δεόμενα· ἰστέον δὲ ὅτι πάντα μακρὸν ἔχουσι τὸ υ καὶ πάντα βαρύνεται, ἐπειδὴ Αἰολικά | |
5 | εἰσιν· οἱ γὰρ Αἰολεῖς φιλοβαρυντικοί εἰσιν· ἡ δὲ κίνδυνος εὐθεῖα ἀπὸ γενικῆς μετέβη. Εἰ δέ που εὑρεθῇ Φόρκυν μόσυν ἡ αἰτιατική, ἀπορήσεις ἥκιστα· ἀπὸ γὰρ ἄλλης εὐθείας ἐστί, Φόρκυς Φόρκυος, καὶ οὕτω Φόρκυν. Κανὼν κδʹ. Ὁ Θέων, ὁ σώφρων, ὁ λέων. Εἰπὼν τὰ εἰς υν ἦλθεν ἀκο‐ | |
10 | λούθως ἐπὶ τὰ εἰς ων· ὀλίγα δὲ ἐξ αὐτῶν κλίνει· εἰσὶ γὰρ πολυσχεδῆ καὶ σχεδὸν ἀπερίληπτα. Ἔδει δὲ αὐτὸν τὸν τῶν παρωνύμων κανόνα μερίσαντα εἰπεῖν, ὡς εἰ μὲν εἴη ἀπὸ τῶν εἰς ος συνθέτων, διὰ τοῦ ο κλίνεται, οἷον αἷμα ἄναιμος ἀναίμων ἀναίμονος, ἄπειρος ἀπείρων ἀπεί‐ ρονος, εἰ δὲ ἀπὸ ἄλλων, διὰ τοῦ ω, Τρύφων Τρύφωνος, Θέων Θέωνος, | |
15 | Ἱέρων Ἱέρωνος. Δεῖ δὲ προσθεῖναι καὶ ἐν τῷ κανόνι τῶν κοινῶν «εἰ μὴ χαρακτὴρ κωλύοι», διὰ τὸ εἴρων εἴρωνος, αἴθων αἴθωνος· ταῦτα γὰρ ἄλλοις ὑποπεσόντα κανόσι κοινὰ τῷ γένει ὄντα διὰ τοῦ ω κλίνεται. Ἕτερον δέ φησι κανόνα, ὅτι τὰ ἔχοντα θηλυκὸν διὰ τοῦ αινα διὰ τοῦ ντ κλίνεται. Ἀποροῦσι δὲ λέγοντες, πῶς τὸ τέκτων ἔχον τὸ θηλυκὸν | |
20 | διὰ τοῦ αινα—καὶ γὰρ γείνεό μοι τέκταινα βίου ὁ Καλλίμαχος λέγει 〈fr. an. 290 Sch〉—οὐ κλίνεται διὰ τοῦ ντ· οὕτω καὶ Λάκων ἔχον παρακείμενον τὸ Λάκαινα· Φαμὲν οὖν, ὅτι ταῦτα κωμικῶς πέπαικται· τὸ δὲ τέκτονος διὰ βραχέος, ἐπεὶ κοινόν ἐστι· τὸ δὲ Λάκων Λάκωνος διὰ τοῦ ω ὡς ὑποκοριστικόν, ὡς μικρὸν ὕστερον εἰσόμεθα. | |
25 | Κανὼν κεʹ. Ὁ κοιτών, ὁ Σαρπηδών, ὁ ἀλεκτρυών· τῶν εἰς ων ὀξυ‐ τόνων καὶ ἑξῆς. Σαφὴς ὁ κανών· ἰστέον δὲ ὅτι κυρίως περιεκτικά ἐστιν ἃ περιέχει τι καὶ ἐξ αὐτοῦ τὴν προσηγορίαν εἴληφεν, οἷον κοιτών ὁ περιέχων κοίτας καὶ ἀμπελών ὁ περιειληφὼς ἀμπέλους, καὶ ξενών | |
30 | καὶ παρθενών καὶ τὰ τοιαῦτα· ἔστι δὲ καὶ ἄλλα περιέχοντά τινα, οὐκ ἐξ αὐτῶν δὲ καλούμενα, ὡς αἰών ὁ περιέχων τὰ ἔτη, καὶ ἐλαφηβολιών καὶ πυανεψιών (ὀνόματα μηνῶν παρ’ Ἀθηναίοις), ἃ καταχρηστικῶς κα‐ λεῖται καὶ αὐτὰ περιεκτικά, κυρίως ἀθροιστικὰ τυγχάνοντα. Τὸ δὲ «βραχεῖ διχρόνῳ» ἐκ περιττοῦ κεῖται ἐν τῷ περὶ τῶν καθαρῶν κανόνι· | |
35 | ὁποίῳ γὰρ ἂν παραληχθείη, διὰ τοῦ ο κλίνεται. Καὶ αὕτη μὲν ἡ τοῦ | |
κειμένου ἐπεξεργασία. | 396 | |
397 | Ἄλλους δὲ περὶ τῶν εἰς ων προσθετέον κανόνας εἰς ὠφέλειαν τῶν ἐντευξομένων, ἐκ τοῦ μονοβιβλίου τοῦ περὶ αὐτῶν Ἰωάννου Χάρακος. Πρῶτος δὲ κείσθω ὁ περὶ τῶν μονοσυλλάβων· τὰ εἰς ων μονοσύλλαβα καὶ ὀξύνεται καὶ προσθέσει τοῦ ος κλίνεται, πρών πρωνός, | |
5 | κλών κλωνός, Θών 〈δ 228〉 Θωνὸς παράκοιτις· τὸ χθών χθονός, ἐπεὶ μόνον θηλυκόν, μονῆρες. —Τὰ εἰς ων συγκριτικὰ διὰ τοῦ ο κλίνε‐ ται, κρείσσονος χείρονος ἀρείονος. —Τὰ εἰς ων πατρωνυμικὰ διὰ τοῦ ω, Πηλείων Πηλείωνος, Ἀτρείων Ἀτρείωνος· τὸ Κρονίονος 〈Ξ 247〉 ἐναλλαγὴν ἐποίησεν τῶν χρόνων. —Τὰ εἰς ων ὑποκοριστικὰ τὸ ω | |
10 | φυλάττει, Ζήνωνος Μύτωνος Λάκωνος. —Τὰ εἰς ων παρὰ μέλλοντα διὰ τοῦ ο, νοήσω νοήμων νοήμονος, στήσω στήμων στήμονος, ἐλεήσω ἐλεήμων ἐλεήμονος, ῥήσω μεγαλορρήμων μεγαλορρήμονος. —Τὰ εἰς ων ἰαμβικά, εἴτε ὀξύνοιτο εἴτε βαρύνοιτο, τὸ ω φυλάττει, ὅταν πρὸ τέλους ἔχωσι τὸ ι, Σίμων Σίμωνος, τρίβων τρίβωνος· ὀξύτονα πιθών | |
15 | πιθῶνος, χιτών χιτῶνος. —Τὰ εἰς ων ἐθνικὰ βαρύτονα τὸ ω φυλάττει, Μύτων Μύτωνος, Λάκων Λάκωνος, Ἴων Ἴωνος· πλὴν τοῦ Κίκων Κίκο‐ νος, Μαλθάων Μαλθάονος. —Τὰ εἰς ων ὀξύτονα ἀρσενικὰ ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ ο κλίνεται, Λαιστρυγών Λαιστρυγόνος, Πηλεγών Πηλε‐ γόνος. —Τὰ εἰς ων καθαρὰ βαρύτονα διχρόνῳ μακρῷ παραληγόμενα | |
20 | διὰ τοῦ ο κλίνεται, Ἱκετάων Ἱκετάονος, Μαχάων Μαχάονος, Ἀρετάων Ἀρετάονος· τὸ Ὠρίων Ὠρίωνος ἐπίτασιν ἔχει ὅταν μακρύνηται τὸ ι. — Τὰ εἰς ων καθαρὰ βαρύτονα διχρόνῳ συνεσταλμένῳ παραλήγοντα διὰ τοῦ ω κλίνεται, Ἀμφιτρύων Ἀμφιτρύωνος, Ἠετίων Ἠετίωνος· τὸ πριών ὀφείλει βαρύνεσθαι, ἡ μέντοι συνήθεια κατ’ ὀξείαν λέγει· τὸ κύων κοινὸν | |
25 | κύονος κυνός κατὰ συγκοπήν· πίστις ἡ κλητικὴ 〈ex gr. Θ 423〉 κύον ἀδδεές. —Τὰ εἰς ων τῷ ε παραληγόμενα διὰ τοῦ ω, πυλεών πυλεῶνος, Τυφέων Τυφέωνος, Ποσειδέων Ποσειδέωνος, Ἀλκμέων Ἀλκμέωνος. — Τὰ εἰς βων ἅπαντα διὰ τοῦ ω, τρίβων τρίβωνος, ἄμβων ἄμβωνος, βουβών βουβῶνος, ἀρραβών ἀρραβῶνος. —Τὰ εἰς γων δισύλλαβα βαρύ‐ | |
30 | τονα διὰ τοῦ ω, πώγων πώγωνος. —Τὰ εἰς δων βαρύτονα ἁπλᾶ διὰ τοῦ ω, Φαίδων Φαίδωνος· τὸ σπάδων διφορεῖται· τὸ κνώδων κνώ‐ δοντος σύνθετον. —Τὰ ἔχοντα ἓν τῶν δασέων ἢ τῶν ψιλῶν διὰ τοῦ ω, αἴθων αἴθωνος, σίφων σίφωνος, Βρύχων Βρύχωνος, Μύτων Μύτωνος, | |
Λάμπων Λάμπωνος. —Τὰ εἰς λων πάντα διὰ τοῦ ω, Ἀπόλλων Ἀπόλ‐ | 397 | |
398 | λωνος, Βάλλων Βάλλωνος. —Τὰ εἰς ρων πάντα διὰ τοῦ ω, Χείρων Χείρωνος τὸ κύριον, εἴρων εἴρωνος, χείρων μέντοι χείρονος τὸ συγκρι‐ τικόν. —Τὰ εἰς μων ἔχοντα πρὸ τοῦ μ τὸ ε διὰ τοῦ ο, ἡγεμών ἡγε‐ μόνος, κηδεμών κηδεμόνος· ἄλλο δὲ διὰ τοῦ ω, ποταμών ποταμῶνος, | |
5 | χειμών χειμῶνος, λειμών λειμῶνος· τὰ δὲ ἔχοντα ἐπιπλοκὴν συμφώνου διὰ τοῦ ο, φράδμων φράδμονος, ἄκμων ἄκμονος. —Τὰ εἰς νων τὸ ω φυλάττει, Ῥίνων Ῥίνωνος, Κόνων Κόνωνος· τὸ ἀμείνων ἀμείνονος συγκριτικόν· σημειῶδες τὸ κανών κανόνος. —Τὰ εἰς ζων μὴ ὑποπίπτοντα ἑτέροις κανόσι διὰ τοῦ ω, Ῥίζων Ῥίζωνος, Ἄζων Ἄζωνος· τὸ μείζων | |
10 | μείζονος, ὀλίζων ὀλίζονος συγκριτικά. —Τὰ εἰς ξων μὴ ὄντα μετοχικὰ διὰ τοῦ ω, δράξων δράξωνος, σημαίνει τὸν ἐπ’ ἀγορᾶς ἐπαρνοῦντα τὰ πωλούμενα. —Τὰ εἰς σων διὰ τοῦ ω, Γράσων Γράσωνος· σημειῶδες παρὰ τῷ ποιητῇ τὸ Αἴσων Αἴσονος. —Δεῖ δὲ γινώσκειν, ὅτι τὰ μετο‐ χικά, κἂν ὑποπίπτῃ τινὶ τῶν προειρημένων, διὰ τοῦ ντ κλίνεται, οἷον | |
15 | Χαρναβῶν ἐν τοῖς εἰς βων Χαρναβῶντος, Οὐκαλέγων Οὐκαλέγοντος, Κελάδων Κελάδοντος, Ὑψίζων Ὑψίζοντος, Φαέθων Φαέθοντος. Καὶ τοῦτο δὲ μὴ ἀγνοητέον, ὅτι ἔστιν ἃ δύο ὑποτασσόμενα κανόσι κατὰ θάτερον κλίνεται, οἷον Χάρων ὡς μὲν μετοχικὸν ἀπὸ τοῦ χαίρειν κατ’ εὐφημισμὸν Χάρων Χάροντος, ὡς δὲ εἰς ρων Χάρων Χάρωνος· οὕτω | |
20 | καὶ δράκων, ὡς μὲν ἔχον θηλυκὸν διὰ τοῦ αινα, διὰ τοῦ ντ κλίνεται δράκων δράκοντος, ὡς δὲ εἰς κων Δράκων Δράκωνος. —Τὰ τῇ αι παραληγόμενα διὰ τοῦ ω, Αἰγαίων Αἰγαίωνος, Βαίων Βαίωνος, Ἀθηναίων Ἀθηναίωνος. —Τὰ σύνθετα τὴν τῶν ἁπλῶν φυλάττει κλίσιν, φιλο‐ πλάτων φιλοπλάτωνος, ἀστυγείτων ἀστυγείτονος· καὶ τὸν τόνον δὲ | |
25 | φυλάττει ὁμοίως, πλὴν τῶν δισυλλάβων· τὰ γὰρ δισύλλαβα [καὶ] ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον ὀξύτονα ὄντα, χιτών χαλκοχίτων μονο‐ χίτων, αἰών μακραίων. Κανὼν κϛʹ. Ὁ Ξενοφῶν τοῦ Ξενοφῶντος· τὰ εἰς ων περισπώμενα | |
30 | καὶ ἑξῆς. Σαφὴς ὁ κανών· τὸ δὲ Ποσειδῶν οὐκ ἐκλίθη διὰ τοῦ ντ, καθότι ἐκεῖνα μὲν σύνθετα, τοῦτο δὲ οὔ, καὶ ὅτι ἐκεῖνα ἐντελῆ εἶχον διὰ τοῦ οων, Ξενοφόων, τοῦτο δὲ οὔ· Ποσειδέων γὰρ ἦν καὶ Ποσει‐ δάων, ὡς Ἀλκμέων καὶ Ἀλκμάων· καὶ περισπασθὲν ἐφύλαξε τῶν παρωνύ‐ μων τὴν κλίσιν. Τὸ δὲ ταῶν καὶ Τυφῶν οὐκ ἐκλίθη διὰ τοῦ ντ, ὅτι | |
35 | ἁπλᾶ ἐστι, τῶν ἄλλων συνθέτων 〈ὄντων〉, καὶ ὅτι ἐντελῆ, τῶν ἄλλων | 398 |
399 | συνῃρημένων, καὶ ὅτι δικαταληκτεῖ, τῶν ἄλλων μιᾷ καταλήξει χρωμένων· τὰ δὲ δικατάληκτα διὰ τοῦ νος κλίνεται. Περὶ τῆς κλητικῆς εἴπομεν, ὅτι αἰολικώτερον τὸν τόνον ἀνέπεμψεν· αἰολικώτερον δὲ λέγομεν καὶ οὐχὶ αἰολικῶς, ἐπεὶ οἱ Αἰολεῖς, ἡνίκα μακρᾷ παραλήγεται ἡ κλητική, | |
5 | συστέλλουσι τὴν ἐσχάτην, οὐ μὴν καὶ ἀναβιβάζουσι τὸν τόνον, ὡς ἐπὶ τῶν βραχείᾳ παραληγομένων. Κανὼν κζʹ. Ὁ θώραξ τοῦ θώρακος· τὰ εἰς αξ ὑπὲρ μίαν συλλαβήν. Εἰπὼν τὰ εἰς ν ἀκολούθως ἦλθεν ἐπὶ τὰ εἰς ξ· παραλείπει δὲ κἀνταῦθα | |
10 | τὰ μονοσύλλαβα· 〈λέγομεν δέ, ὅτι τὰ μονοσύλλαβα〉 μὴ ἔχοντα ἐπ’ εὐθείας τὸ γ διὰ τοῦ κ κλίνεται, Πράξ Πρακός, βλάξ βλακός, δράξ δρακός, σπάξ σπακός (ὁ κύων), γλάξ γλακός· τὸ δὲ στράγξ στραγγός, ἔχει γὰρ τὸ γ· τὸ ῥάξ ἐπὶ τῆς σταφυλῆς σημειῶδες· ἔχει μέντοι ἀπο‐ λογίαν, ὅτι μόνον μακρὸν ἔχει τὸ α· τὸ δὲ στάξ, ὅτι παράκειται τῷ | |
15 | στάζω καὶ τῷ σταγών. Ὁ δὲ περὶ τῶν ὑπὲρ μίαν συλλαβὴν κανὼν ἔρρωται· τὸ ἅρπαξ σημειῶδες, ἴσως δὲ συνεξέδραμε τῷ ἁρπαγή· τὸ δὲ κέκραγες μεταπέπλασται ἀπὸ τοῦ κέκραγοι ὡς ἐρυσάρματες ἀπὸ τοῦ ἐρυσάρματοι· τοῦ δὲ ἄνακτος πεπλεόνακε τὸ τ· ἔσθ’ ὅτε γὰρ πλεονάζει, ὡς γάλακτος, καὶ ἐλλείπει, ὡς μέλανος. Ταῦτα μὲν περὶ τῶν ἁπλῶν· | |
20 | τὰ δὲ σύνθετα, εἰ μὲν εἴη ἀπὸ ὀνομάτων, βαρύνεται καὶ ὁμοίως τοῖς ἁπλοῖς κλίνεται, εἰ δὲ ἀπὸ ῥημάτων, ὀξύνεται καὶ διὰ τοῦ γ κλίνεται· τοῦ μὲν προτέρου ἄναξ ἄνακτος, Ἀστυάναξ Ἀστυάνακτος, τοῦ δὲ δευ‐ τέρου νεκροβαστάξ νεκροβαστάγος, αὐτοσφάξ αὐτοσφάγος· τὸ πολυπάταξ σημειῶδες κατὰ τὸν τόνον, ἴσως δὲ ἀπὸ τοῦ πολυπάταγος μεταπέπλασται. | |
25 | 〈Κανὼν κηʹ.〉 Ὁ μύρμηξ τοῦ μύρμηκος. Καὶ τούτων παραλέλοιπε τὰ μονο‐ σύλλαβα, περὶ ὧν ἐροῦμεν· τὰ εἰς ξ μονοσύλλαβα ἔχοντα φύσει μακρὸν ἢ φύσει βραχὺ διὰ τοῦ κ κλίνεται, οἷον κήξ κηκός (ὄρνεον), 〈ο 479〉 εἰναλίη κήξ, σφήξ σφηκός (ἀγριομέλισσα), πτώξ πτωκός, βῶξ βωκός, | |
30 | ζόρξ ζορκός, κρέξ κρεκός· σεσημείωται ἐν ἑκάστῃ καταλήξει ἕν, βήξ βηχός, ῥώξ ῥωγός (εἶδος ζῴου), φλόξ φλογός καὶ Λέξ Λεγός (ἐθνικόν). Τῶν δὲ ὑπὲρ μίαν συλλαβὴν σαφὴς ὁ κανών· ἰστέον δὲ ὅτι τὰ μὲν ἁπλᾶ ὡς ἐπίπαν βαρύνεται, νάρθηξ πήληξ, τὰ δὲ σύνθετα ὀξύνεται, οἰστροπλήξ ἀκανθοπλήξ· ἐν οἷς σεσημείωται 〈τὸ〉 μολιβδότηξ κατά τε | |
35 | τόνον καὶ κλίσιν, καὶ ἄλλα σπάνια, περὶ ὧν σὺν θεῷ ἐν τῷ μεγάλῳ | |
Ὀνοματικῷ ἐροῦμεν. | 399 | |
400 | Κανὼν κθʹ. Ὁ πέρδιξ τοῦ πέρδικος. Τὰ εἰς ιξ μονοσύλλαβα εἰ μὲν ἔχει τὸ φ, διὰ τοῦ κ κλίνεται, φρίξ φρικός (τὸ φρικιᾶν), Σφίξ Σφικός (ἡ τῶν Θηβαίων Σφίγξ)· εἰ δὲ μὴ ἔχει τὸ φ, διὰ τοῦ χ, πνίξ πνιχός, | |
5 | στίξ στιχός, θρίξ τριχός· τὰ δὲ ἐθνικὰ διὰ τοῦ γ, Βρίξ Βριγός· πᾶν γὰρ 〈ἐθνικὸν〉 ὀξύτονον εἰς ξ λῆγον, εἴτε μονοσύλλαβον εἴτε ὑπὲρ δύο συλ‐ λαβάς, διὰ τοῦ γ κλίνεται· τὸ δὲ Βέβρυξ Βέβρυκος βαρύτονον. Τὸν περὶ τῶν ὑπὲρ δύο συλλαβὰς κανόνα καλῶς ἔχοντα παραδραμοῦμαι· ἐν ᾧ σεσημείωται 〈τὸ〉 τέττιξ τέττιγος, εὕρηται δὲ ἀναλόγως παρ’ Ἀθη‐ | |
10 | ναίοις καὶ Δωριεῦσι τέττικος· τὰ δὲ 〈ἔχοντα〉 πρὸ τοῦ ξ τὸ γ διὰ τοῦ γ κλίνεται, Σφιγγός ἴυγγος. Κανὼν λʹ. Ο δοῖδυξ, ὁ Βέβρυξ· τὰ εἰς υξ φύσει μακρᾷ καὶ ἑξῆς. Ἰστέον ὅτι ἓν μόνον εἰς υξ μονοσύλλαβον ἀρσενικόν, τὸ Φρύξ, καὶ | |
15 | κλίνεται Φρυγός· ἔχει δὲ καὶ ἀπολογίαν, ὅτι ἐθνικόν ἐστι καὶ ὀξύτονον, καὶ ὅτι κοινόν ἐστι καὶ τῇ κλίσει τῶν θηλυκῶν ἠκολούθησε· τὰ γὰρ εἰς υξ θηλυκὰ μὴ ὑποπίπτοντα ἑτέροις κανόσι διὰ τοῦ γ κλίνεται, Στυγός τρυγός ἄντυγος· τὸ ἄμπυξ ἄμπυκος ἔχει τὸ κ καὶ ἀρσενικῶς λέγεται. Σημειωτέον τὸ πτύξ πτυχός καὶ νύξ νυχός, ὃ κατὰ πλεονασμὸν τοῦ τ | |
20 | νυκτός· ὅτι οὕτως ἔχει, μαρτυρεῖ τὸ νύχιον. Τὰ δὲ εἰς υξ δισύλλαβα ἁπλᾶ φύσει μακρᾷ παραληγόμενα ἢ ἓν τῆς πρώτης συζυγίας ἔχοντα ἢ τὸ ε διὰ τοῦ κ κλίνεται, κήρυκος Βέβρυκος Ἔρυκος· σεσημείωται τὸ ἤλυγος· τὸ δὲ Ἰάμπυξ οὐ δισύλλαβον (ἔστι δὲ ὄνομα κύριον), ἀλλ’ οὐδὲ τὰ δύο σύμφωνα ἐν συλλήψει ἔχει, ὡς τὸ Βέβρυξ· τὸ καταῖτυξ πάλιν | |
25 | οὐ δισύλλαβον. Τὰ δὲ δισύλλαβα μὴ ἔχοντά τι τῶν εἰρημένων διὰ τοῦ γ κλίνεται, ὄρτυγος κόκκυγος (εἴδη ὄρνεων)· σεσημειώσθω τὸ κάλυκος καὶ ὄνυχος· ἔχουσι δὲ ἀπολογίαν, ὅτι τὸ μὲν κάλυξ κάλυψ ἦν, ὡς δῆλον κἀκ τῆς ἐτυμολογίας· τὸ γὰρ κεκαλυμμένον σημαίνει ῥόδον· διαλλάξαν οὖν τὴν κατάληξιν διήλλαξε καὶ τὴν κλίσιν, ὅπερ 〈καὶ〉 ἐφ’ ἑτέροις | |
30 | θεωρεῖται· ὄρνιξ ὄρνιχος· τὸ δὲ ὄνυξ 〈ὄνυχοσ〉, ὅτι σύνθετον ἐνομίσθη· τὰ γὰρ εἰς υξ σύνθετα διὰ τοῦ χ κλίνεται, εἰνάνυξ εἰνάνυχος, διῶρυξ διώρυχος· οὕτως οἱ ἀρχαῖοι, οἱ δὲ νεώτεροι διὰ τοῦ γ διώρυγος· ἐκτείνει δὲ τὸ ο συντιθέμενον· οὐκ ἔστι δὲ σύνθετον, ἀλλ’ ἁπλοῦν, ἐκ τοῦ νύσσω νύξω νύξ καὶ κατὰ πλεονασμὸν τοῦ ο ὄνυξ· πρόσφυξ σύζυξ | |
35 | τῶν ῥημάτων τετηρήκασι τὰ σύμφωνα. | 400 |
401 | Κανὼν λαʹ. Ὁ βῶξ τοῦ βωκός· τὰ εἰς ωξ ἁπλᾶ καὶ ἑξῆς. Ἤδη περὶ τῶν εἰς ωξ μονοσυλλάβων εἰρήκαμεν, ὅτι διὰ τοῦ κ κλίνεται, χωρὶς τοῦ ῥώξ ἐπὶ τοῦ φαλαγγίου· εὕρηται δὲ καὶ ἐπὶ τῆς σταφυλῆς θηλυκῶς. Τὰ δὲ | |
5 | εἰς ωξ σύνθετα εἰ μὲν ἀπὸ ὀνομάτων εἴη, τὴν τῶν ἁπλῶν φυλάττει κλίσιν, πτώξ πτωκός 〈πολυπτώξ πολυπτῶκοσ〉, εἰ δὲ ἀπὸ ῥήματος, διὰ τοῦ γ, κυαμοτρῶγος θυλακοτρῶγος· πάντα δέ, κἄν τε ἁπλᾶ κἄν τε σύνθετα ᾖ, ὀξύνεται. Κανὼν λβʹ. | |
10 | Ὁ λουτήρ, ὁ αἰθήρ. Μετὰ τὰ εἰς ξ ἔρχεται ἀκολούθως ἐπὶ τὰ εἰς ρ· παραλιμπάνει δὲ κἀνταῦθα τὰ μονοσύλλαβα· ἡμεῖς δέ φαμεν, ὅτι τὰ εἰς ηρ μονοσύλλαβα πάντα ἀρσενικὰ καὶ ὀξύνεται καὶ φυλάττει τὸ η, θηρός Σηρός (ἔθνος) φηρός (ὁ κένταυρος)· τὸ κήρ καρός συνεστάλη, ἐπεὶ μόνον ὑπῆρχε θηλυκόν· κλίνεται δὲ καὶ ὁμοίως τοῖς ἀρσενικοῖς | |
15 | κηρός, καὶ κατὰ τοῦτο σημειῶδες· τὰ γὰρ εἰς ην καὶ ων μονοσύλλαβα ἀλλάξαντα τὸ γένος ἤλλαξε καὶ τὴν κλίσιν, φρενός χθονός. Τῶν ὑπὲρ μίαν συλλαβὴν σαφεῖς οἱ κανόνες· σεσημείωται ἐν τοῖς ἔχουσι τὸ τ δύο, πατήρ καὶ ἀστήρ, καὶ ἐν τοῖς μὴ ἔχουσι δύο, σπινθήρ 〈καὶ〉 Ἐλευθήρ· καὶ τὸ μὲν πατήρ ἠκολούθησε τῇ κλίσει τοῦ μήτηρ καὶ θυγάτηρ, τὸ δὲ | |
20 | ἀστήρ, ὅτι ἀθήρ ἦν, καὶ πλεονάσαντος τοῦ ς καὶ τραπέντος τοῦ θ εἰς τ ἐφυλάχθη τοῦ πρώτου ἡ κλίσις· τὸ δὲ σπινθήρ καὶ Ἐλευθήρ, ὅτι οὐ παρὰ ῥῆμα, ὡς τὰ ἄλλα· τὰ γὰρ ἄλλα μὴ ἔχοντα τὸ τ παράκειται ῥήμασιν, ἀήρ ἀπὸ τοῦ ἄω, ἀνήρ ἀπὸ τοῦ ἀνύω, δαήρ ἀπὸ τοῦ δαίω. Ταῦτα δὲ ἐν συνθέσει διὰ τοῦ η κλινόμενα φυλάττει τὴν ὀξεῖαν, ἀμαλ‐ | |
25 | λοδετήρ ὀβολοστατήρ, διὰ δὲ τοῦ ε βαρύνεται, πολυδάηρ· τὸ πάνθηρ 〈πάνθηροσ〉 ὡς μονοσύλλαβον. Κανὼν λγʹ. Ὁ Πίηρ, ὁ Ἴβηρ. Σαφὴς ὁ κανών· τὸ δὲ φράτηρ σημειῶδες κατὰ τὸν τόνον· τὰ γὰρ εἰς ηρ τῷ α παραληγόμενα ὀξύνεται, δαήρ ἀστήρ· | |
30 | παρὰ δὲ Δωριεῦσι κατὰ κλίσιν, ὀξύνουσι γὰρ αὐτό· καὶ διὰ τοῦ ε κλίνεται. Κανὼν λδʹ. Ὁ Νέστωρ τοῦ Νέστορος. Τὰ εἰς ωρ ὀξύτονα, εἴτε μονοσύλ‐ λαβα εἴτε ὑπὲρ μίαν συλλαβήν, διὰ τοῦ ω κλίνεται, φώρ φωρός, ἰχώρ | |
35 | ἰχῶρος. Τῶν δὲ βαρυτόνων σαφὴς ὁ κανών· σημειωτέον τὸ ταλάωρ· | |
μὴ ἔχον τὸ λ διὰ τοῦ ω κλίνεται· τὸ δὲ μήστωρος ποιητικὴ ἔκτασις· | 401 | |
402 | τὸ δὲ πέλωρ οὐδέτερον ὁμοφωνοῦν τῷ ἀρσενικῷ οὐκ ἀπὸ παρασχη‐ ματισμοῦ, ἀλλ’ ἀπὸ τῶν ἐντελῶν, κατὰ ἀποκοπὴν τοῦ ος 〈τοῦ〉 πέλωρος ὁ πέλωρ, καὶ ἀπὸ τοῦ πέλωρον τὸ πέλωρ οὐδέποτε γὰρ οὐδέτερον ἐν παρασχηματισμῷ ὁμοφωνεῖ τῷ ἀρσενικῷ. Ἔστι δὲ ἃ ποιητικῶς | |
5 | ἐξετάθη, ὡς προπάτωρος καὶ ἠλέκτωρος, οἷς οὐ χρηστέον. Κανὼν λεʹ. Ὁ Κύκλωψ τοῦ Κύκλωπος. Καθόλου τὰ εἰς ψ διὰ τοῦ π κλί‐ νεται, πλὴν τοῦ Φάψ Φαβός (ἡ νύμφη), φλέψ φλεβός, Νίψ Νιβός (κρήνη), λίψ λιβός (ἄνεμος), Ἄραψ Ἄραβος, Χάλυψ Χάλυβος (ἐθνικόν), Κίνυψ | |
10 | Κίνυφος (πόλις), Θάρυψ Θάρυβος (κύριον), Σκίραψ Σκίραφος (κύριον), κατῆλιψ 〈κατήλιφοσ〉 (ἡ μεσόδμη), χέρνιψ χέρνιβος· τὸ νίφα λευκήν 〈Hes. Opp. 535〉. Τέλος τῶν ἀρσενικῶν κανόνων. Περὶ θηλυκῶν. | |
15 | 〈Κανὼν αʹ.〉 Ἡ Μοῦσα, ἡ μαῖα, ἡ σφαῖρα· τῶν εἰς α βαρυτόνων θηλυ‐ κῶν καὶ τὰ ἑξῆς. Περισσὸν τὸ «βαρυτόνων»· καὶ γὰρ καὶ ἐπὶ ὀξυτόνων διήκει ὁ λόγος, οἷον ἀνθρακιά σποδιά τροχιά φοβερά· τὰ δὲ ἄλλο σύμφωνον ἔχοντα διὰ τοῦ η, θαλάσσης Γάζης. Δεῖ προσθεῖναι «πλὴν | |
20 | τῶν συνῃρημένων», ὡς Ἀθηναία Ἀθηνᾶ Ἀθηνᾶς, μναία μνᾶ μνᾶς· «καὶ πλὴν τῶν Δωρικῶν», Φιλομήλα Φιλομήλας, Αὐγούστα Αὐγούστας, Λήδα Λήδας· «καὶ ὅσα τῷ τύπῳ τούτῳ παρηκολούθησε», Θέκλα Θέκλας· τὸ ζεῦγλα ἀμφίβολον. Ἰστέον δὲ ὅτι οἱ μὲν Δωριεῖς τὰ εἰς η τρέπουσιν εἰς α μακρόν, Φιλομήλη Φιλομήλα, οἱ δὲ Ἴωνες τοὐναντίον εἰς α βραχύ, | |
25 | νύμφη 〈Γ 130〉 νύμφα φίλη, καὶ ἡ κλίσις νύμφης. Κανὼν βʹ. Ἡ τιμή τῆς τιμῆς. Οὐδὲν πλέον τῆς συνήθους ἐπεξεργασίας· τῆς δὲ γυναικός γενικῆς ἡ εὐθεῖα γύναιξ, ὡς ἔστι μαθεῖν ἐκ τοῦ συνθέτου καλλιγύναιξ, ἀλλὰ κἀκ τῆς δοτικῆς τῶν πληθυντικῶν γυναιξί· τῶν γὰρ | |
30 | τοιούτων δοτικῶν ἀποβαλλομένου τοῦ ι μένει ἡ εὐθεῖα, κόραξι κόραξ, νάρθηξι νάρθηξ· οὕτω γυναιξί γύναιξ· ἰστέον δὲ ὅτι σπανίως εὑρέθησαν | |
πλάγιοι γυνῆς καὶ γυνήν, αἷς οὐ χρηστέον. | 402 | |
403 | Κανὼν γʹ. Ἡ Σαπφώ τῆς Σαπφοῦς· τὰ εἰς ω θηλυκὰ καὶ ἑξῆς. Σαφῆ τὰ τοῦ κανόνος· ἰστέον δὲ ὅτι πᾶσα συναίρεσις ἐξ ὀξείας καὶ βαρείας περισπωμένην ποιεῖ, οἷον Ἑρμέας Ἑρμῆς, Σαπφόος Σαπφοῦς, Σαπφόι | |
5 | Σαπφοῖ· Σαπφόα δὲ Σαπφώ ὀξυτόνως δι’ ἕτερον λόγον, ἐπειδὴ πᾶσα πτῶσις ὁμοφωνήσασα ἑτέρᾳ πτώσει κατὰ τὸν αὐτὸν ἀριθμὸν καὶ τὸν τόνον αὐτῆς φυλάττει, οἷον τιμή ὦ τιμή· ἀμέλει τὴν αἰδόα καὶ τὴν ἠόα εἰς τὴν αἰδῶ καὶ ἠῶ περισπῶμεν, ἐπεὶ οὐχ ὡμοφώνησαν ταῖς εὐθείαις. Ὦ Λητοῖ, ὦ Σαπφοῖ. Αὕτη ἡ κλητικὴ οὐκ ἐξ ἀναλογίας | |
10 | ἀλλ’ ἀπὸ χρήσεως· πῶς γὰρ οἷόν τε τῆς εὐθείας εἰς μονόφθογγον ληγούσης περατοῦσθαι τὴν κλητικὴν εἰς δίφθογγον; τινὲς οὖν ἀπολο‐ γούμενοί φασιν, ὅτι καὶ ἡ εὐθεῖα ἐν τοῖς παλαιοῖς ἀντιγράφοις μετὰ τοῦ ι γράφεται· εὑρέθη δὲ καὶ εἰς ω, 〈Apoll. Rhod. 3, 1〉 εἰ δ’ ἄγε νῦν, Ἐρατώ, παρ’ ἐμ’ ἵστασο. Αἱ δὲ ὑπόλοιποι πτώσεις ἑτερόκλιτοί | |
15 | εἰσιν ὡς ἀπ’ εὐθείας τῆς εἰς ος· κατὰ δέ τινας τῶν διαλέκτων προσθέσει τοῦ ς κλίνεται, Ἐρατῶς Σαπφῶς. Κανὼν δʹ. Ἡ τρήρων τῆς τρήρωνος. Δεῖ δὲ εἰδέναι, ὅτι ἡνίκα λέξις δύο ὑποπίπτει κανόσιν, ἢ τοῖς δύο ἀκολουθεῖ, ἢ τὸν ἕνα παραβαίνει, οἷον | |
20 | Νέμεσις κύριον Νεμέσεως, ἐπεὶ καὶ προσηγορικόν ἐστιν· ὁμοίως θέμις θέμιδος τὸ προσηγορικὸν ἠκολούθησε τῇ κλίσει τοῦ κυρίου· οὕτως οὖν τὰ εἰς δων ἐπὶ πόλεων δύο ὑποπίπτουσι κανόσιν, ἑνὶ μὲν τῷ λέγοντι, τὰ ἐπὶ πόλεων διὰ τοῦ ω κλίνεται, ἄλλῳ δὲ τῷ λέγοντι, τὰ εἰς δων διὰ τοῦ ο· καὶ τινὰ μὲν τῷ προτέρῳ, τινὰ δὲ τῷ δευτέρῳ ἠκολούθη‐ | |
25 | σαν, οἷον Σιδών Σιδῶνος διὰ τοῦ ω, Χαλκηδόνος Ἀνθηδόνος διὰ τοῦ ο Κανὼν εʹ. Ἡ αὖλαξ τῆς αὔλακος. Ἔρρωται ὁ κανών· οὐκ ἐχρῆν μέντοι σημειώσασθαι τὸ λάταξ, οὐχ ἁπλοῦν γάρ. «Τὰ εἰς ξ θηλυκά» διὰ τὰ ἀρσενικά· «ἁπλᾶ» διὰ τὰ σύνθετα, λάταγος εἰνάνυχος σύζυγος· «ὑπὲρ | |
30 | μίαν συλλαβήν» διὰ τὸ στάξ φλόξ· «πλὴν τῶν εἰς υξ διὰ τὸ Στύξ τρύξ. Τὸ αὖλαξ τριχῶς λέγεται, ὤλξ, 〈Call. h. in Dian. 180〉 ὦλκα | |
βαθεῖαν, καὶ ἄλοξ ἄλοκος. | 403 | |
404 | Κανὼν ϛʹ. Ἡ Σφίγξ τῆς Σφιγγός. Πρόδηλος ὁ κανὼν καὶ ἑρμηνείας οὐκ ἐνδεής· τὸ δὲ λύγξ ἐπιστατέον ὅτι γ ἔχει καὶ διττὴν κλίσιν ἀναδέχεται πρὸς διάφορον σημαινόμενον· ἐπὶ γὰρ τοῦ ζῴου διὰ τοῦ κ, ἐπὶ δὲ τοῦ | |
5 | πάθους διὰ τοῦ γ. Κανὼν ζʹ. Ἡ μήτηρ 〈τῆς μητέροσ〉· τὰ εἰς ηρ θηλυκὰ διὰ τοῦ ε κλί‐ νεται, καὶ πάντα βαρύνεται, πλὴν τοῦ γαστήρ· τὸ δὲ μητέρος καὶ θυγα‐ τέρος ἡμάρτηται κατὰ τόνον· ἀλλὰ φαμέν, ὅτι συνεξέδραμε τῇ πατέρος | |
10 | ἀνέρος· εἴπομεν γὰρ ὅτι αἱ λέξεις ἔσθ’ ὅτε συσχηματίζονται τοῖς πράγμα‐ σιν· ὡς οὖν τὰ παρόντα ὀνόματα συγγενείας κατηγόρησαν, οὕτω καὶ τόνου ἀλλήλοις ἐκοινώνησαν· τὸ μὲν γὰρ πατήρ καὶ ἀνήρ ὀφείλοντα ὀξύνεσθαι κατὰ τὴν κλητικὴν συνεβαρύνθησαν τῇ μῆτερ καὶ θύγατερ κλητικῇ ἀνα‐ λόγως βαρυνθείσῃ, τὸ δὲ μήτηρ καὶ θυγάτηρ ὀφείλοντα κατὰ τὴν γενικὴν | |
15 | προπαροξύνεσθαι συντετόνωται τῇ πατέρος ἀνέρος γενικῇ ἀναλόγως παροξυνθείσῃ· ἔτι δὲ καὶ συγκοπεῖσα θυγατρός συντονοῦται τῇ πατρός μητρός. Κανὼν ηʹ Ἡ λαμπάς τῆς λαμπάδος· τὰ εἰς ας θηλυκὰ καὶ ἑξῆς. Πρό‐ | |
20 | δηλος ὁ κανών· ἰστέον δὲ ὅτι πᾶν βραχὺ ἔχον τὸ α καὶ ὀξύνεται καὶ διὰ τοῦ δος κλίνεται καὶ ὑπὲρ μίαν ἐστὶ συλλαβήν· τὸ γὰρ 〈Callim. fr. an. 278 Sch〉 στάδα λίμνην κατὰ ἀποβολήν ἐστι μόνον τοῦ ευ, ὡς ἀπὸ τοῦ εὐηνορέα 〈Δ 303〉 ἠνορέηφι. 〈Κανὼν θʹ.〉 | |
25 | Ἡ φιλότης τῆς φιλότητος· τὰ εἰς της θηλυκὰ μονογενῆ καὶ ἑξῆς· «θηλυκά» εἶπε διὰ τὰ ἀρσενικά, θύτης δότης· «μονογενῆ» δὲ διὰ τὰ τριγενῆ, προπετής διοπετής διέτης. 〈Κανὼν ιʹ.〉 Μῆνις ἔρις τοξότις. Καθόλου οὐδὲν μονοσύλλαβον εἰς ις· τὸ | |
30 | γὰρ ῥίς ἀπὸ τοῦ ῥίν καὶ ἴς ἀπὸ τοῦ ἴν. Τὰ εἰς ις οὖν ὑπὲρ μίαν συλ‐ λαβὴν ὀξύτονα διὰ τοῦ δος κλίνεται, ῥανίς ἀσπίς θυρίς· σημειῶδες τὸ ἀγλίς ἀγλῖδος, σημαίνει δὲ τὸν τῶν σκορόδων δεσμόν. Τὰ δὲ βαρύ‐ τονα κύρια μὲν ὄντα διὰ τοῦ δος κλίνεται, Θέτιδος Μέμφιδος Ἀρτέ‐ μιδος· σεσημείωται τὸ Χαρύβδιος, οὗ τὴν ἀναλογίαν εἰρήκαμεν, καὶ | |
35 | Νέμεσις Νεμέσιος ἐπὶ τοῦ κυρίου ἀκολουθῆσαν τῷ προσηγορικῷ, καὶ | 404 |
405 | πόλεων Αἰγυπτίων ὀνόματα, Ξοῦις Ξούεως, Θμοῦϊς Θμούεως, Ταμίαθις Ταμιάθεως· ἔτι καὶ ταῦτα, κάνναβις καννάβεως, Ἄθλιβις Ἀθλίβεως. — Τὰ εἰς νις μακροπαράληκτα διὰ τοῦ δος, μήνιδος, τὸ δὲ 〈γ 135〉 μήνιος ἐξ ὀλοῆς Ἰακόν, ἀφ’ οὗ 〈Α 1〉 μῆνιν ἄειδε· «μακροπαράληκτα» δὲ | |
5 | διὰ τὰ βραχυπαράληκτα, φρόνις κόνις φρόνεως κόνεως· τὸ δὲ κονίς ὅταν ὀξύνηται διὰ τοῦ δος κλίνεται, καὶ σημαίνει τὰ μικρὰ τῶν φθειρῶν κυήματα. —Τὰ εἰς ρις καὶ αὐτὰ διὰ τοῦ δος κλίνεται, κιθάριδος, πλὴν τοῦ ὕβρις καὶ ἄγυρις· τὰ γὰρ παρ’ αὐτὸ τοῦ ἁπλοῦ τὴν κλίσιν ἐφύλαξε· τὸ κίσσηρις κάππαρις εὕρηνται διχῶς. —Τὰ εἰς ις ἀπὸ τῶν εἰς ης | |
10 | ἀρσενικῶν διὰ τοῦ δος, τοξότιδος γλαυκώπιδος. —Τὰ εἰς τις ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ δος, ἄμυστις ἀμύστιδος, ἀγρώστιδος· εὕρηται δὲ 〈καὶ〉 ἀγρώστεως· ὁμοίως ἄμπωτις ἀμπώτιδος καὶ ἀμπώτεως, βούβρωστις βου‐ βρώστιδος καὶ βουβρώστεως· τὰ δὲ δισύλλαβα διὰ καθαροῦ τοῦ ως, πίστεως μνήστεως· τὸ πλᾶτις, ὃ σημαίνει τὴν γυναῖκα, Ἀττικοὶ πλάτιδος | |
15 | φασί. —Τὰ εἰς ις παρὰ μέλλοντα βαρύτονα διὰ καθαροῦ τοῦ ως, λέξις λέξεως, ὄψις ὄψεως· τὸ ἁψίς ἁψῖδος παραλλάξαν τὸν χρόνον καὶ τὸν τόνον, παρήλλαξε καὶ τὴν κλίσιν· ζεῦξις ζεύξιος προσηγορικόν, κύριον Ζεύξιδος· τὸ πέρσις πέρσιδος προσηγορικὸν σημαῖνον τὴν πόρθησιν σημειῶδες. | |
20 | Κανὼν ιαʹ. Ἡ πίτυς, ἡ χλαμύς, ἡ Ἐρινύς· τῶν εἰς υς θηλυκῶν καὶ ἑξῆς. Πρόδηλος ὁ κανών· ἰστέον δὲ ὅτι διαλλήλῳ δείξει κατάδηλον γίνεται ἐπὶ τῶν ἐπὶ τέλους ἐχόντων τὸν τόνον, ποῖα μακρὸν ἔχει τὸ υ, καὶ ποῖα βραχύ· ἐὰν γὰρ διὰ καθαροῦ τοῦ ος κλίνηται, μακρόν, ἐὰν δὲ | |
25 | διὰ τοῦ δος, βραχύ· πάλιν τὰ μακρὸν ἔχοντα τὸ υ διὰ καθαροῦ τοῦ ος, τὰ δὲ βραχὺ διὰ τοῦ δος κλίνεται. Ἐκεῖνο παρατηρητέον, ὡς οὐκ ἐν πάσαις ταῖς πλαγίοις μακρὸν μένει τὸ υ, ἀλλ’ ἐν μόναις ταῖς τῇ εὐθείᾳ ἰσοσυλλαβούσαις, οἷον ὀϊζύς ὀϊζύν ὀϊζύ, αἱ δὲ λοιπαὶ βραχύ· σημειούμεθα δὲ τὴν μυσὶν ἐκτεταμένον ἔχουσαν τὸ υ. | |
30 | Κανὼν ιβʹ. Ἡ αἰδώς, ἡ ἕως, ἡ Κῶς. Πάντα πρόδηλα τὰ τοῦ κανόνος· πλὴν ἰστέον ὅτι καὶ ἄλλα ἔστι περισπώμενα ἄκλιτα, Τλῶς Κρῶς, ἃ ὤφειλεν ἀποβολῇ τοῦ ς κλίνεσθαι· αἱ δὲ κλητικαὶ κοινῶς μὲν εἰς οι, ὡς ὦ | |
αἰδοῖ, ὦ ἠοῖ, ἀττικῶς δὲ εἰς ως. | 405 | |
406 | Περὶ οὐδετέρων. Παρατηρητέον καὶ ἑξῆς. Τὰ οὐδέτερα ἢ μονογενῆ ἐστιν ἢ ἀπὸ ἀρσενικῶν παρεσχηματισμένα· τὰ οὖν παρεσχηματισμένα ἑνὶ περιλαβὼν κανόνι φησὶ τὴν τῶν ἀρσενικῶν ἔχειν κλίσιν, δηλονότι ἐπὶ γενικῆς καὶ | |
5 | δοτικῆς· αἱ γὰρ λοιπαὶ πτώσεις τοῖς κανόσι τῶν οὐδετέρων ἕπονται. Δεῖ δὲ μὴ προπετῶς ἀποκρίνεσθαι ἐν ταῖς περὶ τούτων ἀποκρίσεσιν, ἀλλὰ διαστείλαντας καὶ τὴν ἐκ τῆς συνεμπτώσεως πλάνην προανελόντας τὸν προσήκοντα τῆς κλίσεως ἀποδιδόναι λόγον. Εἰλήφθω δὲ παρα‐ δείγματα τὸ πλεῖον, τὸ ἄρειον καὶ 〈τὸ〉 ἀργυροῦν· εἰ δέ τις ἐρωτῴη, | |
10 | πῶς τι τούτων κλίνοιτο, οὐκ ἀποκριτέον ἀσκέπτως· ἔστι γὰρ ὁ πλεῖος καὶ ὁ πλείων, Ἄρειος καὶ ἀρείων, καὶ ἀπὸ τοῦ ἀργύρεος ἀργυροῦς καὶ ἀπὸ τοῦ ἀργυρόεις ἀργυροῦς· τὸ οὖν οὐδέτερον τὴν τοῦ ἀφ’ οὗ παρε‐ σχημάτισται φυλάττει κλίσιν, καὶ ἀπὸ τοῦ ὁ πλεῖος τοῦ πλείου τὸ πλεῖον τοῦ πλείου, καὶ ἀπὸ τοῦ ὁ πλείων τοῦ πλείονος τὸ πλεῖον τοῦ πλείονος, | |
15 | καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ἐπὶ τῆς γενικῆς καὶ δοτικῆς, ὡς ἔφημεν. Εἰ δέ τις λέγοι, ἰδοὺ καὶ ἡ αἰτιατικὴ ὁμοφωνεῖ, τὸν καλόν τὸ καλόν, λέγομεν ὅτι πρότερον τῇ ἰδίᾳ εὐθείᾳ ἀκολουθεῖ καὶ οὕτω συνεμπίπτει τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦ· τὸ δὲ σκότος καὶ τάριχος οὐκ ἐφύλαξε τοῦ ἀρσενικοῦ τὴν κλίσιν, ἐπειδὴ οὐκ ἔστι παρασχηματισμὸς ἀλλὰ γένους | |
20 | μετάβασις, καὶ ὡς μονογενῆ οὐδέτερα κλίνονται. Κανὼν αʹ. Τὸ βῆμα τοῦ βήματος· τὰ εἰς α οὐδέτερα καὶ ἑξῆς. Ἰστέον ὅτι εἰς μα οὐκ ἔστιν ἀρσενικὸν οὐδὲ θηλυκόν· τὸ γὰρ θέρμα Ἀττικὸν ἀντὶ τοῦ θέρμη, ὅθεν ἀναλογώτερόν φαμεν ἡ τόλμη. Δεῖ δὲ εἰδέναι, | |
25 | ὅτι παντὸς οὐδετέρου ἡ αὐτή ἐστιν ὀρθὴ καὶ αἰτιατικὴ καὶ κλητικὴ ἐπὶ παντὸς ἀριθμοῦ. Τὸ γάλακτος ἀπὸ τῆς γάλαξ μὴ εὑρημένης ἐν χρήσει, ὡς ἀπὸ τῆς γύναιξ ἡ γυναικός καὶ ἄλλαι πλάγιοι· οὐδὲ γὰρ δυνατόν, ὥς φασί τινες, ἀπὸ τοῦ γάλας εἶναι ἐν πλεονασμῷ τοῦ κ· τὸ μὲν γὰρ τ σύνηθες πλεονάζειν καὶ ἐνδεῖν ταῖς γενικαῖς, πλεονάζει μέν, ὡς ἐν | |
30 | τῷ νυκτός ἄνακτος, ἐνδεῖ δέ, ὡς ἐν τῷ μέλανος τάλανος· τὸ δὲ κάρα λίπα ἄλειφα ἀποκοπὰς παθόντα τὴν τῶν ἐντελῶν ἔχει κλίσιν, καράνου λιπαροῦ ἀλείφατος. Τὰ δὲ τῶν στοιχείων ὀνόματα ἄκλιτα, καθότι βαρβάρων ἐστὶν εὑρέματα, τὰ δὲ βαρβαρικὰ ἀχαρακτήριστα καὶ ἄκλιτα· λήγει γὰρ εἰς α μὴ ἔχοντα τὸ μ· τὸ γάμμα σίγμα οὐκ ἀντίκειται, τὰ | |
35 | πλείω γὰρ ἐπικρατεῖ· ἢ ὅτι τὰ στοιχεῖα ἀρχαί, αἱ δὲ ἀρχαὶ ἁπλαῖ καὶ | 406 |
407 | ἀποίκιλοι· πάλιν ὅτι ἐπεκτάσεις εἰσίν, αἱ δὲ 〈ἐπεκτάσεισ〉 οὐ κλίνονται, τοιόσδε τοιοῦδε, α ἄλφα, β βῆτα καὶ ἑξῆς. Κανὼν βʹ. Τὸ μέλι τοῦ μέλιτος. Ἓν μόνον Ἑλληνικὸν εἰς ι οὐδέτερον, | |
5 | τὸ μέλι, κλίνεται δὲ διὰ τοῦ τ· σίνηπι πέπερι κόμμι κιννάβαρι καὶ τὰ τοιαῦτα βαρβαρικά, ὡς βαρβάρων ὄντα εὑρέματα τυχόντα μέντοι χαρα‐ κτῆρος, διὰ τοῦ εως κλίνεται, οὐχ ὡς εὑρημένης τῆς χρήσεως, ἀλλ’ ὅτι οὕτως ἔδοξε τοῖς τεχνικοῖς· τὸ δὲ τρόφι κρῖ ἄλφι ἀποκέκοπται, καὶ οὐδεμία ἐξ αὐτῶν πτῶσις εὑρίσκεται. | |
10 | Κανὼν γʹ. Τὸ πῶϋ, τὸ γόνυ, τὸ δόρυ. Δῆλα τὰ εἰρημένα τῷ τεχνικῷ· κρεῖττον δέ φασιν ἀπὸ τοῦ δοῦρας καὶ γοῦνας τὸ δουρός καὶ γουνός εἰληφέναι κατὰ συγκοπὴν τῆς δούρατος καὶ γούνατος, καὶ οὕτως οὐδὲν ἀντίκειται· 〈εἰ〉 γὰρ 〈ἀπὸ τοῦ δόρυος δουρός καὶ〉 ἀπὸ τοῦ γόνυος | |
15 | γουνός καθ’ ὑπέρθεσιν γίνεται, παράλογος ἡ τάσις, ὡς γὰρ δυνάμει τρισύλλαβα ὤφειλον βαρύνεσθαι, ὡς ἔχει ἡ κῆρος καὶ ἦρος· οὕτω καὶ Ῥωμανός φησι. Μόνον δὲ τοῦ ἄστεος Ἀττικοὶ ἐκτείνουσι τὸ ο εἰς ω· τὸ δὲ δάκρυ κλίνεται καὶ ὡς τὰ μακροπαράληκτα δάκρεος, δάκρεϊ χειμαινομένῳ, καὶ ὡς τὰ βραχυπαράληκτα, 〈Ι 570〉 δεύοντο δὲ | |
20 | δάκρυσι κόλποι, τῷ λόγῳ τῆς παραληγούσης κοινῆς οὔσης· ἔστι δὲ καὶ τὸ δάκρυον τοῦ δακρύου· τὸ δὲ δόρατα γόνατα ἀπὸ εὐθείας ἐστὶ τῆς δόρας καὶ γόνας εἰς ας. Κανὼν δʹ. Τὸ ξύλον τοῦ ξύλου· τὰ εἰς ον οὐδέτερα καὶ ἑξῆς. Εὔληπτα | |
25 | καὶ σαφῆ τὰ τοῦ κανόνος καὶ ῥᾴδια· ἐπιστατέον δὲ ὥς τινα τούτων μεταβαίνει εἰς τὴν εἰς ος κατάληξιν, ὡς δένδρον καὶ δένδρος, ἀνδρά‐ ποδον καὶ ἀνδράποδος, κτέατον καὶ κτέατος· ταῦτα δὲ κατ’ εὐθεῖαν μὲν οὐχ εὕρηνται, κατὰ δὲ τὰς ἄλλας πτώσεις· τὸ δένδρεα φασί τινες μὴ εἶναι ἀπὸ τοῦ δένδρος, ἀπὸ δὲ τοῦ δένδρεον. | |
30 | Κανὼν εʹ. Τὸ ἧπαρ, τὸ κέαρ, τὸ δέλεαρ· τῶν εἰς αρ οὐδετέρων καὶ ἑξῆς. Καλῶς ἔχει· πλὴν ἐκεῖνο ἄξιον ἂν εἴη μὴ παρελθεῖν ἀνεξέταστον, πῶς μετέβαλεν ἐν τούτοις τὸ ἀμετάβολον, δέλεαρ δελέατος καὶ ἧπαρ | |
ἥπατος· μήποτε ἑτερόκλιτά ἐστιν ὡς ἀπὸ τοῦ ἧπας καὶ δέλεας, τὸ δὲ | 407 | |
408 | ὑπὸ κανόνα γενέσθαι τὰ ἑτερόκλιτα ἀσύνηθες. Ἓν μονῆρες εἰς υρ, τὸ πῦρ τοῦ πυρός, συστέλλον τὸ δίχρονον ἐν ταῖς πλαγίοις. Κανὼν ϛʹ. Τὸ ὕδωρ τοῦ ὕδατος. Σαφές· τὸ δὲ ὕδωρ ἑτερόκλιτον ὡς ἀπὸ | |
5 | εὐθείας τῆς ὕδας· ἔστι δὲ καὶ ὕδος· εἰς ωρ μονοσύλλαβον τὸ σκώρ ἑτερόκλιτον τοῦ σκατός, ὅθεν ἐν τῇ συνηθείᾳ σκατά. Κανὼν ζʹ. Τὸ κρέας τοῦ κρέατος· τὰ εἰς ας οὐδέτερα καὶ ἑξῆς. Δῆλα καὶ σαφῆ τὰ τοῦ κανόνος· ἰστέον 〈δὲ〉 ὅτι αἱ ἔχουσαι τὸ τ κοιναὶ | |
10 | πτώσεις ποιοῦσιν Ἰωνικάς, ἀπὸ δὲ τῶν Ἰωνικῶν γίνονται κατὰ συναίρε‐ σιν αἱ Ἀττικαί, οἷον κρέατος ὑποστολῇ τοῦ τ κρέαος καὶ κράσει κρέως· αἱ δὲ λοιπαὶ πτώσεις πρόδηλοι. Διατί δὲ τὸ ς τῆς δοτικῆς 〈πληθυντι‐ κῆσ〉 οὐχ ὑποστέλλουσι; φαμὲν δέ, ὅτι πρῶτον μὲν εἴπομεν, ὅτι τὸ τ ὑποστέλλουσι, δεύτερον δέ, ὅτι ἐκώλυσεν ὁ χαρακτήρ· πᾶσα γὰρ δοτικὴ | |
15 | πληθυντικὴ ἀπὸ περιττοσυλλάβου γενικῆς εἰς σι θέλει λήγειν. Κανὼν ηʹ. Τὸ τεῖχος. Φανερὰ τὰ τοῦ κανόνος· ἡ μέντοι δοτικὴ τῶν πλη‐ θυντικῶν διαδιδράσκει τὴν συναίρεσιν μέσον τῶν φωνηέντων ἔχουσα τὸ σύμφωνον· αἱ γὰρ συναιρέσεις ἐκ καθαρῶν γίνονται φωνηέντων. | |
20 | Κανὼν θʹ. Τὸ φῶς, τὸ ὦς. Καλῶς ἔχει ὁ κανών· ἰστέον δὲ ὅτι οὐκ ἀπὸ τοῦ φάος καὶ ἄος ἐγένοντο· τὰ γὰρ πεπονθότα τῶν ἐντελῶν φυλάττει τὴν κλίσιν, ἐκείνων δὲ αἱ γενικαὶ φάους καὶ ἄους· ἀλλὰ ταῦτα πρῶτον καθ’ ὑπέρθεσιν γίνονται φόας καὶ ὄας, φόατος καὶ ὄατος, φωτός καὶ | |
25 | ὠτός. Ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις. Οὐκ ἀγνοητέον δὲ ὡς εὑρίσκονται πτώσεις οὐδετέρως κείμεναι, οὐ μέντοι ἀπὸ οὐδετέρων κεκλιμέναι, ὡς ἔχει τὸ αἴθωνι βελέμνῳ καὶ φοίνικι λίνῳ καὶ γέροντι βάκτρῳ καὶ ἐθάδων ἐδεσμάτων καὶ τὰ τοιαῦτα· ἅπαντα ἀρσενικὰ ὄντα ποιητικῶς οὐδετέροις συνετάγη. Τὸ | |
30 | ἄλλο τοῦτο ἐκεῖνο παράλογα κατὰ τὴν λήγουσαν. Τὰ δὲ οὐδέτερα συντιθέμενα εἰ φυλάττει τὴν κατάληξιν, φυλάττει καὶ τὴν κλίσιν, γράμμα | |
γράμματος, δίγραμμα διγράμματος, κραταίπεδον. Ἓν εἰς αις τὸ σταῖς | 408 | |
409 | ἐπὶ τοῦ ἀλεύρου σταιτός· τὸ δέμας ἄκλιτον· τὸ δέπας ἰωνικῶς μόνον κλίνεται· τὸ ὄφελος μονῆρες ἄκλιτον· τὸ οὖς μονῆρες ἄκλιτον. Τέλος τῶν οὐδετέρων κανόνων. Ἀρχὴ σὺν θεῷ | |
5 | τῶν προλεγομένων τοῦ ῥήματος. Ἤδη ἀποδειχθέντος, ὡς τῶν ὀκτὼ τοῦ λόγου μερῶν προτέτακται τοὔνομα, δευτέραν δὲ τάξιν ἀναγκαίως εἴληφε τὸ ῥῆμα, ὅπου γε καὶ προταγῆναι τοῦ ὀνόματος αὐτό τινες ἠξίουν, διαλαβόντες περὶ τοῦ ὀνόματος σὺν θεῷ ἔλθωμεν ἐπὶ τὸ ῥῆμα. | |
10 | Παρέπεται τοίνυν τῷ ῥήματι ὀκτώ τινα, ἐγκλίσεις δια‐ θέσεις καὶ ἑξῆς· καὶ ὥσπερ τὰ παρεπόμενα τῷ ὀνόματι ἐπὶ παντὸς κατηγορεῖται τοῦ ὀνόματος, οὕτω καὶ ἐπὶ τοῦ ῥήματος ληπτέον. Ἀπο‐ ροῦσι δέ τινες λέγοντες, πῶς ῥῆμα τὸ ἀπαρέμφατον, ᾧ μὴ παρέπονται πάντα τὰ προειρημένα πλὴν διαθέσεων χρόνων καὶ συζυγιῶν. Φαμὲν | |
15 | οὖν ἡμεῖς πρὸς τοῦτο, ὅτι τῶν παρεπομένων τὰ μὲν οὐσιώδη, τὰ δὲ ἐπουσιώδη, τουτέστι τὰ μὲν συστατικὰ διαφορᾶς, τὰ δὲ ὡς συμβεβηκότα· ὥσπερ οὖν τὰ παρεπόμενα τῷ ἀνθρώπῳ οὐσιώδη τὰ αὐτά, τὰ δὲ συμβεβηκότα οὐ τὰ αὐτά—πᾶς μὲν 〈γὰρ〉 ἄνθρωπος λογικός, ἐπεὶ καὶ ὁ ἄνθρωπος, οὐ πᾶς δὲ λευκὸς ἢ μέλας, ἀλλ’ ἐνδεχομένως—οὕτως | |
20 | αἱ μὲν διαθέσεις καὶ οἱ χρόνοι καὶ αἱ συζυγίαι τρόπον τινὰ ἐν τῷ τοῦ ῥήματος εἰλημμένα λόγῳ καὶ παντὶ ἐνθεωροῦνται ῥήματι, τὰ δὲ λοιπὰ λόγον συμβεβηκότων ἔχοντα οὐ φθείρει μὴ παρόντα τὸ ὑποκείμενον. Ἐξεταστέον τοίνυν τούτων, φημὶ δὴ τῶν παρεπομένων τῷ ῥήματι, ἕκαστον, ὃν τρόπον καὶ ἐπὶ 〈τῶν〉 τῷ ὀνόματι παρεπομένων πεποιή‐ | |
25 | καμεν, καὶ πρῶτον τὰς ἐγκλίσεις. Ἐγκλίσεις τοίνυν καλοῦσιν οἱ νεώ‐ τεροι τὰς τῆς ψυχῆς βουλήσεις, ὡς ἀπὸ πράγματος εἰς πρᾶγμα τὴν οἱονεὶ κλίσιν τῆς ψυχῆς καὶ ῥοπὴν σημαινούσας· οἷον βουληθείς τις γράψαι «γράφω» φησίν, ὁριστικῇ χρησάμενος ἐκφορᾷ· πάλιν τραπείσης τῆς ψυχῆς ἐφ’ ἑτέρῳ βουλήματι, τούτῳ συναλλοιοῦται καὶ ὁ τοῦ ῥήματος | |
30 | σχηματισμός, οἷον εἰ θέλοι τις εὔξασθαι, λέγει «γράφοιμι», ἢ προστάξαι, λέγει «γράφε» καὶ ἑξῆς. Ἀλλ’ ἀποροῦσί τινες λέγοντες, καὶ πῶς ἡ μηδεμίαν βούλησιν ψυχῆς ἐμφαίνουσα ἀπαρέμφατος ἔγκλισις προσαγο‐ ρεύεται; ἐν γὰρ τῷ «γράφειν» βούλησις ψυχῆς οὐκ ἐμφαίνεται. Λέγο‐ μεν δὲ πρὸς ταῦτα, ὅτι κυρίως τέσσαρές εἰσιν ἐγκλίσεις, κατὰ συνεκδρο‐ | |
35 | μὴν δὲ καὶ ἡ ἀπαρέμφατος ἔγκλισις ὠνόμασται, ὡς καὶ ἐπὶ τῆς εὐθείας καὶ τῶν πλαγίων συμβέβηκε· πτώσεις γὰρ ἁπάσας καλοῦμεν, καίτοι τῆς εὐθείας ἀπτώτου οὔσης, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. Κέκληται δὲ ἡ | |
μὲν ὁριστικὴ καὶ ἀποφαντικὴ ἀπὸ τοῦ ὁρίζειν καὶ ἀποφαίνεσθαι τὸ | 409 | |
410 | γινόμενον ἢ μὴ γινόμενον, οἷον γράφω, οὐ γράφω· ἡ δὲ ἀπαρέμφατος ἐκ τοῦ μὴ παρεμφαίνειν βούλησιν ψυχῆς μήτε πρόσωπα μήτε ἀριθμούς· ἐμφαίνει μὲν χρόνους καὶ διαθέσεις καὶ συζυγίας, οὐ παρεμφαίνει δὲ τὰ προειρημένα· ἡ δὲ εὐκτικὴ παρὰ τὸ δι’ αὐτῆς ποιεῖσθαι τὰς εὐχάς, οἷον | |
5 | γράφοιμι τύπτοιμι· ἡ δὲ προστακτικὴ παρὰ τὸ δι’ αὐτῆς προστάσσειν, οἷον λέγε γράφε· ἡ δὲ ὑποτακτικὴ παρὰ τὸ συνδέσμοις τισὶν ἀεὶ ὑπο‐ τάσσεσθαι, ἐάν ἵνα καὶ ἄλλοις τισὶ τοιούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, τί δήποτε ἑκάστης τῶν ἐγκλίσεων ἀπὸ τοῦ οἰκείου σημαινομένου κληθείσης, αὕτη δὲ παρὰ τὸ συνδέσμοις ὑποτάσσεσθαι ὑποτακτικὴ προσηγόρευται. | |
10 | Πρὸς οὓς ἐροῦμεν, ὅτι αἱ μὲν λοιπαὶ μοναδικὸν ἔχουσι τὸ σημαινό‐ μενον, ἐξ οὗ καὶ ἐκλήθησαν, αὕτη δὲ τρία σημαινόμενα ἔχουσα καὶ μὴ δυναμένη ἐξ ἑνὸς ὀνομάζεσθαι ἀπὸ τῆς συντάξεως κέκληται· σημαίνει γὰρ δισταγμόν, ὅταν ὑποτάσσηται τῷ ἐάν, ὡς ἐν τῷ «ἐὰν μάθω λαμπρὸς ἔσομαι»· σημαίνει πάλιν αἰτιολογίαν καὶ ἀποτελεσμὸν συντεταγμένη τῷ | |
15 | ἵνα· καὶ ὅταν μὲν ἀπηρτισμένον ᾖ τὸ πρᾶγμα, αἰτιολογίαν, οἷον «ἵνα προκόψω ἐφθόνησάς μοι», ἴσον γὰρ τῷ «διότι προέκοψα ἐφθόνησάς μοι»· ὅταν δὲ μὴ ᾖ τετελεσμένον, ἀποτέλεσμα, οἷον «ἦλθον ἵνα πλουτίσω». ἴσον γὰρ τῷ «ἐπὶ τῷ πλουτίσαι πάρειμι»· τῷ δὲ ὅπως ὄφρα συνταγεῖσα μόνον ἀποτέλεσμα σημαίνει. Εἰ μὲν οὖν ἀπὸ μιᾶς σημασίας ἐκλήθη, | |
20 | ἐξεβάλλοντο αἱ λοιπαί· ἵνα οὖν μὴ τοῦτο γένηται, ἐκ τοῦ παρεπομένου ὠνόμασται, λέγω δὴ ἐκ τοῦ συνδέσμοις ὑποτάσσεσθαι· οὕτω δὲ καὶ τοῖς παραπληρωματικοῖς συμβέβηκε συνδέσμοις. Εἰ δέ τις εἴποι, ἰδοὺ καὶ αἱ λοιπαὶ ἔσθ’ ὅτε συνδέσμοις ὑποτάσσονται, οἷον καὶ γράφοιμι καὶ ἀναγνοίης, καὶ γράφε καὶ ἀναγίνωσκε, καὶ ἐπὶ τῶν ἄλλων, καὶ οὐκ ἐκλήθησαν ὑπο‐ | |
25 | τακτικαί· πρὸς ὅν φαμεν, ὅτι «ἔσθ’ ὅτε» εἰπὼν τὴν ἀπορίαν ἔλυσας· αἱ μὲν γὰρ ἄλλαι οὐ διηνεκῶς συνδέσμοις ὑποτάσσονται, αὕτη δὲ δίχα συν‐ δέσμων οὐ συνίσταται. Ἰτέον δὲ ἐπὶ τὴν τῆς τάξεως ἐξέτασιν· πρώτη τοίνυν ἐστὶν ἡ ὁριστικὴ διὰ τρεῖς αἰτίας, ὅτι τε τοὺς τρεῖς ἔχει χρόνους· αἱ γὰρ ἄλλαι | |
30 | κἂν φωνὰς ἔχωσιν ἐνεστώτων καὶ παρῳχημένων, ἀλλ’ ἡ σημασία ὡς ἐπὶ πᾶν μέλλοντος· εἶπον δὲ «ὡς ἐπὶ πᾶν» διὰ τὴν ὑποτακτικὴν ἔσθ’ ὅτε, ὡς ἔφην, παρεληλυθότα σημαίνουσαν· δευτέρα ὅτι διῃρημένους ἔχει τοὺς χρόνους, 〈τῶν ἄλλων ἐγκλίσεων μὴ διῃρημένους πάντασ〉 αὐτοὺς ἐχου‐ σῶν· πρόδηλα τὰ παραδείγματα· τρίτη ὅτι κἄν τε ῥήματα κἄν τε ἄλλα | |
35 | μέρη παρὰ ῥῆμα γένηται, ἐκ τῆς ὁριστικῆς παράγονται, οἷον ἄρχω ἀρ‐ χεύω, φιλήσω Φιλήμων. Τινὲς δὲ ἠξίουν προτάσσειν τὴν ἀπαρέμφατον λέγοντες, ὅτι ὕλη τίς ἐστι καὶ ἀρχὴ τῶν ῥημάτων· ἐντεῦθεν οὐδὲ βού‐ λησιν ψυχῆς οὐδὲ πρόσωπα οὐδὲ ἀριθμοὺς ἐμφαίνει· αἱ γὰρ ἀρχαὶ ἁπλαῖ | |
τυγχάνουσιν, ὡς τὰ τέσσαρα στοιχεῖα πρὸς τὰ σώματα, καὶ τὰ εἰκοσι‐ | 410 | |
411 | τέσσαρα πρὸς τὰ ὀνόματα, καὶ πηλὸς ἀνείδεος καὶ ἀσχημάτιστος πρὸς τὰ ἐξ αὐτοῦ εἰδοποιούμενα σκεύη. Συνηγορεῖται δὲ τούτοις Ἀπολ‐ λώνιος ἐν τῷ πραττομένῳ περὶ συντάξεως λόγῳ· ἔχει γὰρ οὕτως· ὡς γὰρ τὰ σώματα εἰς τὰ ἀφ’ ὧν συνετέθη ἀναλύεται στοιχεῖα, ὥς πού | |
5 | φησιν ὁ ποιητής 〈H 99〉 ἀλλ’ ὑμεῖς μὲν 〈πάντεσ〉 ὕδωρ καὶ γαῖα γένοισθε, τουτέστιν εἰς τὰ ἀφ’ ὧν σύγκεισθε ἀναλυθείητε, οὕτω καὶ τὰ ἀπαρέμφατα ῥίζα τις καὶ ἀρχὴ τῶν ῥημάτων καθέστηκεν· εἰς ταῦτα γὰρ ἀναλύεται, οἷον εἴ τις εἴποι «γράφω», καὶ ἐρωτηθείς, τί ἀπεφήνω; φήσειεν ὅτι γράφειν ἀπεφηνάμην· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων· ἐδείχθη | |
10 | δὲ ὅτι ἡ ἀνάλυσις ἐπὶ τὰς ἀρχὰς ἀνάγει· τῶν ἄρα ῥημάτων ἀρχαὶ τὰ ἀπαρέμφατα. Ἐπειδὴ δέ τινες ἀμφέβαλλον μὴ εἶναι αὐτὰ ῥήματα, διὰ τὸ μὴ ἔχειν βούλησιν ψυχῆς, καὶ ὅτι δίχα συνδέσμου μεθ’ ἑτέρου λέγεται ῥήματος, οἷον θέλω γράφειν, οὓς σὺν θεῷ ἀνατρέψομεν, δευτέραν εἴληφε τάξιν· οὐδεὶς γὰρ περὶ τῆς ὁριστικῆς ἀμφέβαλλεν, εἰ ῥῆμά ἐστιν. Δευ‐ | |
15 | τέρα ἡ ἀπαρέμφατος, ἣ καὶ πρώτη εἶναι ὀφείλει· τρίτη ἡ εὐκτική, καὶ προτέτακται τῆς προστακτικῆς ὡς ἔχουσα τρία πρόσωπα· ἡ γὰρ τρία ἔχουσα πρόσωπα εὐλόγως προτέτακται τῆς δύο ἐχούσης. Τετάρτη ἡ προστακτική· καὶ ἴσως ἀπορήσειεν ἄν τις λέγων, εἰ διὰ τοῦτο προτετάχθαι τῆς προστακτικῆς τὴν εὐκτικὴν ὁ λόγος ἐδικαίωσε, διὰ τὸ τὴν μὲν δύο | |
20 | ἔχειν πρόσωπα, τὴν δὲ τρία, διατί οὐχὶ καὶ ἡ ὑποτακτικὴ ταύτης προ‐ ταγήσεται. Φαμὲν δέ, ὅτι ἑτέρῳ προτετίμηται λόγῳ ἡ προστακτική, καθὸ αὐτοσύστατος καὶ αὐτοκίνητός ἐστιν, ἡ δὲ ὑποτακτικὴ ἑτεροσύστατος· οὐ γὰρ ἂν συσταίη χωρὶς ὧν συντάσσεται συνδέσμων. Ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις. | |
25 | Περὶ διαθέσεων. Ἄνω εἰρήκαμεν, ὅτι ἐγκλίσεις καλοῦσιν οἱ νεώτεροι τὰς τῆς ψυχῆς βουλήσεις, ἐπειδὴ οἱ παλαιοὶ τεχνικοὶ ταύτας καὶ τὰς διὰ τοῦ σώματος πράξεις διαθέσεις ὁμωνύμως ἐκάλουν· προσδιορισμῷ γάρ τινι χρώμενοι τὰς μὲν τῆς ψυχῆς βουλήσεις 〈καλοῦσι〉 διαθέσεις ψυχικάς, τὰς δὲ διὰ | |
30 | τοῦ σώματος ἐνεργείας διαθέσεις σωματικάς· οἱ οὖν νεώτεροι, ὡς εἴρηται, μόνας τὰς διὰ τοῦ σώματος πράξεις διαθέσεις καλοῦσι, παρὰ τὸ τοιῶσδε ἢ τοιῶσδε διατίθεσθαι. Διαθέσεις εἰσὶ τρεῖς, ἐνέργεια πάθος μεσότης· καὶ ἐνέργεια μέν ἐστιν, ἡνίκα τις δρᾷ, οἷον τύπτω, πάθος δέ, ἡνίκα τις πάσχει, οἷον τύπτομαι, μεσότης δὲ ἡ τοῖς αὐτοῖς χαρα‐ | |
35 | κτῆρσι ποτὲ μὲν δρᾶσιν ποτὲ δὲ πάθησιν σημαίνουσα, οἷον πέπηγα διέφθορα ἐποιησάμην ἐγραψάμην. Ἰστέον δὲ ὅτι ἔστι τινὰ ῥήματα | |
ἐναντίον ἔχοντα τῇ φωνῇ τὸ σημαινόμενον, οἷον πάσχω ἀποθνῄσκω· | 411 | |
412 | ταῦτα γὰρ τῇ μὲν φωνῇ ἐνεργητικά ἐστι, τῇ γε μὴν σημασίᾳ παθητικά· καὶ τοὔμπαλιν ἔρχομαι πορεύομαι ἵσταμαι, ἃ τῇ μὲν φωνῇ παθητικά, οὐ μέντοι παθητικὴν ἔχει σημασίαν. Δεῖ οὖν τῷ χαρακτῆρι ἕπεσθαι καὶ τὰ ἔχοντα ἐνεργητικὸν χαρακτῆρα ἐνεργητικὰ καλεῖν καὶ τοὐναντίον, | |
5 | ὥσπερ καὶ ἐπὶ ὀνομάτων· τὰ γὰρ χαρακτῆρι οὐδέτερα, κἂν ᾖ τῇ σημασίᾳ ἀρσενικὰ ἢ θηλυκά, οὐδέτερα καλοῦμεν, οἷον τὸ παιδίον, ἐφ’ ὁποτέρου ἂν κέοιτο, καὶ τὰ ἔχοντα ἀρσενικοῦ ἢ θηλυκοῦ χαρακτῆρα, κἂν ᾖ τῇ σημασίᾳ οὐδέτερα, ἢ ἀρσενικὰ ἢ θηλυκὰ προσαγορεύομεν, οἷον οἶκος πόλις. Πρώτη δέ ἐστιν ἡ ἐνεργητική· καὶ οἴδαμεν ὅτι ἐνέργεια καὶ | |
10 | πάθος τῶν πρός τι· ἀλλ’ ὃν τρόπον ἅμα πατέρα καὶ υἱὸν λέγοντες πρῶτόν φαμεν τὸν πατέρα κατὰ τὸ αἴτιον, οὕτω καὶ ἐνταῦθα· ἅμα γὰρ ἐνέργεια καὶ πάθος, ἀλλὰ τὸ αἴτιον ἡ ἐνέργεια. Μεσότης δὲ τρίτη, ἐπειδὴ δεύτερα τῶν μετεχομένων τὰ μετέχοντα· καὶ ἄλλως· ἡ μεσότης κατὰ μίμησιν τῶν χαρακτήρων τῶν δύο διαθέσεων συνίσταται· τῆς μὲν | |
15 | γὰρ μιμεῖται τοὺς παρακειμένους καὶ ὑπερσυντελίκους, τῆς δὲ τοὺς ἀορίστους καὶ μέλλοντας ἀπεμάξατο· δῆλον δ’ ὅτι τὸ προϋποκείμενον ἐφικτὸν ἂν εἴη εἰς μίμησιν, οὐ τὸ μήπω ὑφεστός. Περὶ εἰδῶν. Τὰ εἴδη οὐ μόνον ῥήματι ἀλλὰ καὶ πᾶσι παρέπεται τοῖς μέρεσι· | |
20 | πᾶσα γὰρ λέξις ἤτοι πρωτότυπός ἐστιν ἢ παράγωγος· πρόχειρος δὲ τῶν παραδειγμάτων ἡ παράθεσις. Τινὲς δὲ λέγουσι, μὴ χρῆναι λέγειν ἐπὶ τῶν ῥημάτων παράγωγα· διαλλασσομένων 〈γὰρ τῶν〉 παραγώγων τῶν ὀνομάτων, 〈τὰ παράγωγα〉 τῶν ῥημάτων οὐ 〈διαλλάσσεται〉 πρὸς τὰ ἀφ’ ὧν παρήχθη κατά γε τὸ σημαινόμενον, οἷον Πηλείδης πρὸς τὸ | |
25 | Πηλεύς, τὸ δὲ ἀρχεύω πρὸς τὸ ἄρχω οὐκ ἔχει διαφοράν. Ψευδὲς δὲ τοῦτο· οὔτε γὰρ τὰ παράγωγα τῶν ὀνομάτων ἀεὶ διαφέρει τῶν πρωτο‐ τύπων, Αἰτωλός γὰρ καὶ Αἰτώλιος τὸ αὐτό, οὔτε τὰ παράγωγα τῶν ῥημάτων ἀεὶ συνεμπίπτει τοῖς πρωτοτύποις· ἰδοὺ γὰρ τὸ ὄψω σημαῖνον τὸ ἁπλῶς βλέπω ἐν τῷ ὀψείω τὸ ὀρέγεσθαι μεταλαβεῖν ὄψεως σημαίνει· | |
30 | ὥσπερ δὲ ἔφαμεν ἐπὶ τῶν ὀνομάτων, ὅτι τὸ αὐτὸ πρωτότυπον καὶ παράγωγον λέγεται πρὸς ἄλλο καὶ ἄλλο θεωρούμενον, οὕτω καὶ ἐπὶ τῶν [ἄλλων] ῥημάτων· τὸ γὰρ ζευγνύω πρὸς μὲν τὸ ζεύγω παράγωγον, πρὸς δὲ τὸ ζεύγνυμι πρωτότυπον, ὡς εἴ τις τὸν αὐτὸν πατέρα καὶ υἱὸν καλοίη πρὸς ἄλλην καὶ ἄλλην σχέσιν ἀφορῶν. | |
35 | Περὶ σχημάτων. Σχήματα τρία, ἁπλοῦν σύνθετον παρασύνθετον· καὶ ὥσπερ | |
ἐπὶ τῶν ὀνομάτων σύνθεσιν ἔφαμεν τὴν τῶν ἁπλῶν εἰς ταὐτὸ σύνοδον, | 412 | |
413 | οἷον θεός καὶ λέγω συντεθέντα γίνεται θεολόγος, παρασύνθετον δὲ τὸ ἐκ τοῦ συνθέτου παραγόμενον, οἷον θεολογικός, οὕτω καὶ ἐπὶ τῶν ῥημά‐ των· οἷόν ἐστι ῥῆμα ἁπλοῦν ἱστῶ, σύνθετον παριστῶ, παρασύνθετον παριστάνω, καὶ ἔστι τιθῶ τίθημι συντίθημι· γίνεται δὲ καὶ ἀπὸ συνθέτων | |
5 | ὀνομάτων παρασύνθετα ῥήματα, φιλόσοφος φιλοσοφῶ, ὑοσκόπος ὑοσκοπῶ, ὀρθογράφος ὀρθογραφῶ, καὶ ἄλλα· ἄπειρά ἐστιν ὅσα τις ἂν εἰς τοῦτο παραθείη. Περὶ ἀριθμῶν. Ἀριθμοὶ τρεῖς, ἑνικὸς δυϊκὸς πληθυντικός. Εἴρηται ὅτι | |
10 | πάντα τὰ μετὰ τὰ δυϊκὰ ἑνὶ χαρακτῆρι παραλαμβάνεται τῷ πληθυντικῷ, ὡς μὴ τὰ τοῦ λόγου ἐξενεχθείη ἐπ’ ἄπειρον· ὁμοίως δὲ καὶ ἐπὶ τῶν προσώπων· ἀλλ’ ἴσως εἴποι τις ἄν, ὅτι πλείω ἢ τριῶν ἐν ἀντωνυμίαις τὰ πρόσωπα· πρὸς ὅν φαμεν, ὅτι ἡ ἀντωνυμία δύο ἐναντία σημαίνειν ἐν ταὐτῷ μὴ δυναμένη ἄλλα τρίτα ἐποίησε πρόσωπα, καὶ ὅτε ἀναφορὰν δέῃ | |
15 | σημαίνειν, χρώμεθα τῇ αὐτός, ὅτε δὲ δεῖξιν, τῇ ἐκεῖνος ἢ οὗτος. Περὶ προσώπων. Ἔστι δὲ πρῶτον μὲν ἀφ’ οὗ ὁ λόγος, δεύτερον δὲ πρὸς ὃν ὁ λόγος, τρίτον δὲ περὶ οὗ ὁ λόγος, ὡς Διονύσιός φησιν. Ἐπιλαμβάνονται δέ τινες αὐτοῦ λέγοντες, ὅτι τὰ περὶ ἑκάστου εἰρημένα | |
20 | ἁρμόζει τοῖς τρισί· καὶ γὰρ τὸ δεύτερον ἀπό τινος λέγεται καὶ τὸ τρίτον ὁμοίως, καὶ τὸ πρῶτον παρά τινος λέγεται· σαφὲς δὲ γενέσθω τὸ λεγό‐ μενον παραδείγματι· τύπτω ἀπό τινος λέγεται καὶ πρός τινα, καὶ περί τινος, τύπτεις πρός τινα καὶ ἀπό τινος καὶ περί τινος, τύπτει περί τινος καὶ πρός τινα καὶ ἀπό τινος· δεῖ οὖν, φασί, τοῦτο διορίσασθαι· | |
25 | πρῶτον ἀφ’ οὗ ὁ λόγος περὶ ἑαυτοῦ, δεύτερον πρὸς ὃν ὁ λόγος περὶ τοῦ προσφωνουμένου, τρίτον περὶ οὗ ὁ λόγος μήτε προσφωνοῦντος μήτε προσφωνουμένου. Ἡμεῖς δέ φαμεν, ὅτι τοῖς πράγμασι προσσχὼν ὁ τεχνικὸς οὕτω διωρίσατο· καὶ καλῶς ἔχει τὸ πρῶτον καὶ τὸ δεύ‐ τερον, τὸ μέντοι τρίτον δεῖται τῆς προειρημένης προσθήκης. | |
30 | Περὶ χρόνων. Τριχῇ διαιρεῖται ὁ χρόνος, εἰς ἐνεστῶτα παρῳχημένον καὶ μέλ‐ λοντα· πᾶν γὰρ πρᾶγμα ἢ πάρεστιν ἢ παρῆλθεν ἢ μέλλει. Πρῶτος ὁ ἐνεστώς, δεύτερος ὁ παρεληλυθώς, τρίτος ὁ μέλλων· ἀλλ’ ὤφειλε, φασί τινες, ὁ μέλλων πάντων προτάττεσθαι· πρῶτον γὰρ μέλλει τι γίνεσθαι, | |
35 | εἶτα γίνεται, καὶ οὕτως οἴχεται· ἄλλοι δὲ τὸν παρεληλυθότα μᾶλλον, | 413 |
414 | ἐπειδὴ τὰ παρελθόντα τῶν ἐνεστώτων πρότερα. Φαμὲν δ’ ὅτι ἐπὶ μὲν διαφόρων πραγμάτων ὁ παρεληλυθὼς πρῶτος, προτέρα γὰρ τῆς σήμερον ἡ χθές· ἐπὶ δὲ τοῦ αὐτοῦ ὁ μέλλων, πρῶτον γὰρ μέλλει τις γεννᾶσθαι, εἶτα γεννᾶται, καὶ μετὰ ταῦτα παρέρχεται. Καὶ ἄλλως δὲ ἠξίουν προ‐ | |
5 | τάττειν τὸν μέλλοντα, καθὸ τοῖς τῆς εὐθείας χαρακτῆρσι κέχρηται, ὡς μικρὸν ὕστερον εἰσόμεθα, ὁ δὲ ἐνεστὼς τοῖς τῆς γενικῆς· καθ’ ἑτέρους μέντοι γε λόγους προτέτακται ὁ ἐνεστὼς ὡς ὁρατὸς καὶ φανερός· πῶς γὰρ ἂν ὁρῷτο ἢ φαίνοιτο μήπω ἐληλυθώς; ἔτι δὲ καὶ καθὸ τὰς τῶν ἄλλων χρόνων φωνὰς ἐνεστῶτι ἐκφωνοῦμεν· ἔτι δὲ καὶ ὅτι σαφέ‐ | |
10 | στερός ἐστιν· εἰ γάρ τις τὸν τοῦ λείψω ἐνεστῶτα ἐρωτηθείη, ἀμφίβολον εὑρήσει τὴν ἀπόκρισιν, δυναμένου καὶ τοῦ λείβω καὶ τοῦ λείπω τὸν αὐτὸν ἔχειν μέλλοντα· ἐὰν δὲ ἀπὸ τοῦ ἐνεστῶτος ἀρχώμεθα, οὐδὲν ἀμφίβολον γίνεται· καὶ γὰρ τοῦ λείβω καὶ τοῦ λείπω ὁ αὐτὸς μέλλων λείψω, λήγω 〈λήχω〉 λήξω· τὸ αὐτὸ καὶ ἐπὶ ἄλλων. Ὁ δὲ παρεληλυ‐ | |
15 | θὼς ἔχει διαφορὰς τέσσαρας, παρατατικὸν παρακείμενον ὑπερσυντέλικον ἀόριστον· πᾶν γὰρ παρεληλυθὸς ἢ ἀτελὲς παρῆλθεν ἢ τέλειον, πάλιν ἢ πρὸ ὀλίγου ἢ πρὸ πολλοῦ· καὶ εἰ μὲν ἀτελές, ποιεῖ τὸν παρατατικόν, οἷον ἔγραφον ἐποίουν· εἰ δὲ τέλειον, εἰ μὲν πρὸ ὀλίγου, ποιεῖ τὸν παρακείμενον, εἰ δὲ πρὸ πολλοῦ, ποιεῖ τὸν ὑπερσυντέλικον· παρα‐ | |
20 | φυλακτέον ἐν ταῖς συντάξεσι καὶ οὐ ῥητέον γέγραφά σοι πάλαι ἢ ἐγεγρά‐ φειν σοι τὰ νῦν· πῶς γὰρ συστήσεται ἐξ ἀντικειμένων τὰ τοιάδε; τὸ μὲν γὰρ πάλαι πρὸ πολλοῦ, τὸ δὲ γέγραφα πρὸ ὀλίγου· τοὐναντίον δὲ καὶ ἐπὶ τοῦ ἐγεγράφειν σοι νῦν. Ὁ δὲ ἀόριστος ἐμπεριέχει τὸν παρα‐ κείμενον καὶ τὸν ὑπερσυντέλικον· ἐὰν γὰρ εἴπῃς ἔγραψα νῦν, ἴσον | |
25 | ἔσται τῷ γέγραφα, ἐὰν δὲ εἴπῃς ἔγραψα πάλαι, ὡς τὸ ἐγεγράφειν. Εἴποι δ’ ἄν τις ἴσως, ὡς παρακειμένου καὶ ὑπερσυντελίκου ὄντων περιττὸς ἔσται ὁ ἀόριστος· φαμὲν δέ, ὡς οὐδὲν ἄτοπον· ὡς γὰρ ἐλαία καὶ συκῆ καὶ ἄμπελος φυτὰ προσαγορεύεται, οὕτω καὶ ταῦτα εἰδικῶν καὶ γενικῶν κέχρηται ὀνόματι· ἀόριστος γὰρ εἴρηται πρὸς ἀντιδιαστολὴν | |
30 | τῶν προειρημένων δύο ὡρισμένων, καθότι τὸ τῆς στερήσεως α ἢ τὴν τοῦ ἐπιβάλλοντος καὶ ἁρμόττοντος ἀταξίαν παρίστησιν, ὡς ἀπαίδευτόν φαμεν τὸν οὐκ εὖ καὶ καλῶς ἀνεγνωκότα, ἢ τὴν ἀντιδιαστολὴν τῶν ἀντιδιαιρουμένων, ὡς ἄλογον καὶ ἀθάνατον πρὸς τὸ λογικὸν καὶ θνητόν. Ἀλλ’ ἴσως εἴποι τις ἄν, ὅτι κατὰ τοῦτο ὤφειλεν ὁ μέλλων καλεῖσθαι | |
35 | ἀόριστος· φαμὲν δέ, ὅτι οὐκ ἦν ἄλλος ὡρισμένος, πρὸς ὃν ἀντιδιαστα‐ λείη· ὁ γὰρ μετ’ ὀλίγον οὐ καθόλου, ἀλλὰ διαλέκτου ἰδίωμα. Ἀποροῦσι δέ τινες λέγοντες, τί δήποτε μόνος ὁ παρεληλυθὼς τέμνεται· πρὸς οὓς λέγομεν, ὅτι ὁ μὲν ἐνεστὼς τοσοῦτον ἀκαριαῖος καὶ βραχύτατός ἐστιν, ὡς νομισθῆναι παρά τινων φιλοσόφων μήδ’ ὅλως εἶναι· φασὶ γὰρ ῥεύ‐ | |
40 | ματι καὶ τροχῷ κυλινδομένῳ ὅμοια ὑπάρχειν τὰ πράγματα, στάσιν δὲ | 414 |
415 | μηδεμίαν ἔχοντα, ἀλλὰ τὰ μὲν παρῳχηκέναι, τὰ δὲ μέλλειν· τὸ δὲ ἀκαρὲς καὶ οὕτω στενὸν πῶς ἂν καὶ τμηθείη; ὁ δὲ μέλλων οὔπω ἐφάνη, τὸ δὲ μήπω φανὲν οὐκ ἔχει φύσιν διαιρεθῆναι. Τούτων συγγένειαί εἰσι τρεῖς· ἕκαστος γὰρ χρόνος κοινωνεῖ | |
5 | τῷ πρὸς ὃν ἔχει τὴν συγγένειαν πράγματι καὶ διαφέρει· τὰ γὰρ πάντῃ κοινωνοῦντα πάντῃ ταῦτα διαφέρουσι. Κοινωνοῦσι τοίνυν ἀλλήλοις ἐνεστὼς καὶ παρατατικός, καθὸ ἄμφω παράτασιν σημαίνουσι πράγματος καὶ ἄμφω ἀτελεῖς, διαφέρουσι δέ, καθὸ ὁ μὲν ἐνεστώς ἐστι τέλειος καὶ ἐνεργεῖ καὶ δύναται τελειωθῆναι, ὁ δὲ παρατατικὸς οὐ δύναται τελειω‐ | |
10 | θῆναι· πῶς 〈γὰρ〉 ἂν τελειωθείη τὸ παρελθὸν ἀτελές; Πάλιν ὁ παρα‐ κείμενος καὶ ὑπερσυντέλικος κοινωνοῦσιν ἀλλήλοις κατὰ τὴν ἐντέλειαν, ἄμφω γὰρ τέλειοι, διαφέρουσι δὲ τῷ τὸν μὲν πρὸ ὀλίγου, τὸν δὲ ὑπερσυντέλικον πρὸ πολλοῦ παρῳχηκέναι. Ἀόριστος δὲ καὶ μέλλων κοινωνοῦσι τῇ καθ’ αὑτοὺς ἀδηλότητι· τὸ γὰρ ἔγραψα ἄδηλον πότερον | |
15 | χθὲς ἢ πρὸ πέντε ἢ πρὸ δέκα ἡμερῶν ἢ καὶ πλειόνων, ὁμοίως καὶ 〈τὸ〉 γράψω· διαφέρουσι δέ, καθὸ ὁ μὲν παρῴχηται, ὁ δὲ μέλλων οὔπω ἤρξατο· ἔτι δὲ ἡ κατὰ στοιχεῖα κοινωνία τε καὶ διάκρισις. Ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις. Περὶ συζυγιῶν. | |
20 | Ἀκολούθως ῥητέον καὶ περὶ συζυγιῶν. Συζυγία τοίνυν ἐστὶ δύο ἢ καὶ πλειόνων εἰς ταὐτὸ σύνοδος καὶ συνάφεια· εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν ὑφ’ ἕνα ζυγὸν ἀγομένων. Εἰσὶ δὲ συζυγίαι τῶν βαρυτόνων ἕξ, αἵτινες τὰ δεκαεπτὰ σύμφωνα εἰς ἑαυτὰς διενείμαντο· ἡ τοίνυν πρώτη ἔλαβε τὸ πρῶτον σύμφωνον τὸ β καὶ τὰ αὐτοῦ συγγενῆ 〈τὸ〉 π καὶ φ, | |
25 | καὶ ἐν τῷ μέλλοντι τὸ ψ· καὶ γὰρ τὰ εἰς ψ ὀνόματα διὰ τοῦ β ἢ π ἢ φ κλίνεται, ὥστε ὁ μὲν μέλλων ἀναλογεῖ τῇ εὐθείᾳ, τῇ δὲ γενικῇ ὁ ἐνεστώς. Ἡ δὲ δευτέρα τὸ δεύτερον τὸ γ καὶ τὰ αὐτοῦ συγγενῆ 〈τὸ κ καὶ χ〉, καὶ ἐν τῷ μέλλοντι τὸ ξ· τὰ γὰρ εἰς ξ διὰ τοῦ γ ἢ κ ἢ χ κλίνεται· πρόδηλα τὰ παραδείγματα. Ἡ δὲ τρίτη τὸ τρίτον τὸ δ καὶ | |
30 | τὰ αὐτοῦ συγγενῆ τὸ θ καὶ τ, καὶ ἐν τῷ μέλλοντι τὸ ς, ἐπεὶ τὰ εἰς ς ὡς ἐπὶ πᾶν δι’ ἑνὸς τούτων κλίνεται. Ἡ δὲ τετάρτη τὸ τέταρτον τὸ ζ ἢ δύο σς· ἐπειδὴ γὰρ ἀδύνατον συζυγίαν δι’ ἑνὸς συνίστασθαι, καὶ ς ἔλαβεν ἐν διπλότητι ταύτῃ, εἰ καὶ μὴ διπλοῦν, 〈ὥσπερ〉 τὸ ζ, μιμού‐ μενον τὸν ψελλισμόν· οὐδὲ γὰρ ἦν τι τῶν ἀμεταβόλων λαβεῖν, ἑκάστης | |
35 | τῶν συμφώνων συγγενείᾳ, ὡς δέδεικται, κατὰ συζυγίαν συνιούσης· κατὰ δὲ τὸν μέλλοντα ποτὲ μὲν τὸ ξ ποτὲ δὲ τὸ ς· ἀτακτηθεῖσα γὰρ κατὰ τὸν ἐνεστῶτα ἠτακτήθη 〈καὶ〉 κατὰ τὸν μέλλοντα. Ἡ δὲ πέμπτη τὰ ἀμετάβολα ἔλαβεν λ μ ν ρ, καὶ ἐν τῷ μέλλοντι διὰ τῶν αὐτῶν ἐκφέρε‐ | |
ται μετὰ περισπωμένης, εἰ δὲ μακρᾷ παραλήγοιτο ὁ ἐνεστώς, συστέλ‐ | 415 | |
416 | λεται ἐν τῷ μέλλοντι. Ἡ δὲ ἕκτη, ἐπειδὴ ἐκλελοίπασι τὰ σύμφωνα, διὰ καθαροῦ τοῦ ω, καὶ ἐν τῷ μέλλοντι 〈διὰ〉 τοῦ ς ἐκφέρεται· πολλὰ γὰρ εἰς ς διὰ καθαροῦ τοῦ ω κλίνεται. Εἰ δέ τις ἀποροίη λέγων, πῶς ἀνωτέρω εἰπόντες τὴν συζυγίαν δύο ἢ πλειόνων ὑπάρχειν συνάφειαν, | |
5 | νῦν τὴν ἕκτην δι’ ἑνὸς λέγετε τοῦ ω; [καὶ] φαμέν, ὅτι ἐπὶ μὲν τῶν ὀνομάτων τὸ τελευταῖον στοιχεῖόν ἐστι τὸ χαρακτηριστικόν, ἐπὶ δὲ τῶν ῥημάτων τὸ πρὸ τοῦ ἐσχάτου· οὐ γὰρ τὸ ω χαρακτηρίζει τὴν συζυγίαν, ἀλλὰ τὸ πρὸ αὐτοῦ· πολλὰ δέ ἐστι τὰ πρὸ αὐτοῦ, βοάω πλέω λούω κωλύω· ὥσπερ δὲ πολλάκις αἱ γενικαὶ μακρᾷ παραλήγονται, οἷον Πηλῆος | |
10 | βασιλῆος, οὕτω καὶ ἐν τῷ μέλλοντι πολλάκις ἐκτείνεται ἡ παραλήγουσα, εἰ μὴ κατὰ διάλεκτον. Καὶ ταῦτα περὶ βαρυτόνων. Αἱ δὲ τρεῖς συζυγίαι τῶν περισπωμένων κατὰ συναίρεσιν ἐκ τῆς ἕκτης τῶν βαρυτόνων συνίστανται, διαστέλλονται δὲ οὐ τῷ πρὸ τοῦ ω στοιχείῳ, ἀλλὰ τῇ ληγούσῃ τῶν δευτέρων προσώπων· ἡ γὰρ πρώτη | |
15 | εἰς εις ποιεῖ τὸ δεύτερον, ἡ δὲ δευτέρα εἰς ᾳς, προσγεγραμμένου μὲν τοῦ ι μὴ συνεκφωνουμένου δέ, ἡ δὲ τρίτη εἰς οις. Εἰ δέ τις ἀπορήσειε λέγων, πῶς πᾶσαι ἀπὸ μιᾶς τῆς ἕκτης συνιστᾶσαι διάφορον κλίσιν ἀπηνέγκαντο, φαμέν, ὅτι ἐπειδὴ διαφόροις ἡ ἕκτη παραλήγεται φωνήεσι, καὶ πρὸς τὴν αὐτῶν συναίρεσιν γίνεται τὰ περισπώμενα· καὶ ὅτε μὲν | |
20 | παραλήγεται τῷ ε, εἰς ει συναιρεῖται, οἷον ποιέεις ποιεῖς, τὰ γὰρ δύο εε εἰς ει κιρνᾶται· ὅτε δὲ τῷ α, εἰς ᾳ μακρόν, οἷον τὰ ἐμὰ τἀμά· ὅτε δὲ τῷ ο, εἰς οι· καὶ ἔδει μὲν εἰς ουι κατά γε τὸν τῆς συναιρέσεως λόγον, ἀλλ’ ἐπειδὴ τὰ εἰς ω ῥήματα πάντως δίφθογγον ἔχει τὴν μετὰ τοῦ ι, ἐξεβλήθη τὸ υ· οὐ γὰρ ἠδύνατο τρίφθογγος εἶναι, οὐδὲ διὰ τῆς υι | |
25 | διφθόγγου γίνεσθαι ἐκβαλλομένου τοῦ ο, καθότι δύο ἄτοπα συνέβαινεν ἄν, τό τε λήγειν εἰς σύμφωνον τὴν υι, καὶ τὸ ληκτικὴν εὑρίσκεσθαι κατὰ τὸ τρίτον πρόσωπον, ὧν οὐδέτερον δύναται εἶναι. Προτέτακται δὲ ἡ ἔχουσα 〈τὸ〉 ε διὰ τὴν πρὸς τὰς τῶν βαρυτόνων συζυγίας οἰκειότητα· τῶν δὲ δευτέρων καὶ τρίτων συζυγιῶν κατὰ τὸ δεύτερον πρόσωπον δια‐ | |
30 | φορουμένων, ἀδιάφορος ἡ πρώτη ἐστίν, ἐπειδὴ τὰ βραχέα φωνήεντα μετὰ μακρᾶς συναιρούμενα εἰς αὐτὴν συναλείφονται. Ἰστέον δὲ ὅτι οἱ Δωριεῖς διὰ τοῦ η λέγουσι τὸ δεύτερον πρόσωπον τῆς δευτέρας, οἷον ἀγαπῶ ἀγαπῆς· ἐπεκράτησε δὲ τρία ῥήματα ἐν τῇ κοινῇ συνηθείᾳ, πεινῆς διψῆς ζῆς· ἐκ συναιρέσεως δ’ εἰσίν, οὐ κατὰ τροπὴν τοῦ α εἰς η, ὅθεν | |
35 | οὐκ ἔχουσιν ι προσγραφόμενον. Αἱ δὲ τέσσαρες συζυγίαι τῶν εἰς μι παράγωγοί εἰσι· παράγονται δὲ αἱ μὲν τρεῖς ἀπὸ τῶν τριῶν [τῶν] περισπωμένων, ἡ δὲ τετάρτη ἀπὸ τῆς ἕκτης τῶν βαρυτόνων· οὐκ ἄπορον δέ πως αὕτη μὲν ἰσοσυλλαβεῖ | |
τῇ ἀφ’ ἧς παρήχθη, αἱ δὲ λοιπαὶ περιττοσυλλαβοῦσι πρὸς τὰς τῶν περι‐ | 416 | |
417 | σπωμένων· τῇ γὰρ ἐντελείᾳ αὐτῶν ἰσοσυλλαβοῦσιν. Ἰστέον δὲ ὅτι οὐ πάντα τὰ περισπώμενα ποιοῦσιν εἰς μι, ἀλλ’ ὅτι πάντα τὰ εἰς μι ἀπὸ τῶν περισπωμένων ἐστὶ καὶ τῆς ἕκτης· οὐδὲν τῆς τρίτης τῶν εἰς μι εὕρηται ἐν χρήσει κατὰ πρῶτον πρόσωπον, εἰ μὴ μόνον τὸ δίδωμι, | |
5 | ἀλλὰ κινήματα, ὡς τὸ ἔγνων ἑάλων. Πάντες δὲ οἱ μέλλοντες τῶν περισπωμένων καὶ τῶν εἰς μι διὰ τοῦ ς· καὶ δῆλον τὸ αἴτιον· πᾶσαι γὰρ ἀπὸ τῆς ἕκτης τῶν βαρυτόνων, αἱ μὲν προσεχῶς, αἱ δὲ καὶ διὰ μέσου ἑτέρων, ἐδείχθη δὲ ἡ ἕκτη ἀναλόγως διὰ τοῦ ς ἐκφερομένη. Ὁ δὲ τοῦ ῥήματος ὅρος ἔχει οὕτως· ῥῆμά ἐστι λέξις ἄπτωτος | |
10 | ἐν ἰδίοις μετασχηματισμοῖς διαφόρους χρόνους δηλοῦσα· ἡ δὲ ἐξήγησίς ἐστιν αὕτη· «λέξις» ἀπὸ γένους εὐθεῖα, «ἄπτωτος» δια‐ φορὰ ἀπὸ τῶν πτωτικῶν διαστέλλουσα, «ἐν ἰδίοις μετασχηματισμοῖς» ἑτέρα διαφορὰ τῶν χρονικῶν χωρίζουσα ἐπιρρημάτων, ἃ οὐκ ἐν μετα‐ σχηματισμοῖς τοὺς διαφόρους χρόνους δηλοῖ, ἀλλ’ ἐν ἄλλαις καὶ ἄλλαις | |
15 | φωναῖς· τὸ μὲν γὰρ τύπτω ἐνεστὼς μετασχηματισθὲν εἰς τύψω δηλώσει τὸν μέλλοντα, τὸ δὲ σήμερον οὐκ ἔτι. Ἀρχὴ σὺν θεῷ τοῦ κειμένου. Τῶν ἐν τοῖς ὁριστικοῖς ῥήμασιν. Ἤδη μὲν ἱκανῶς, ὡς οἶμαι, ἡ τῶν ὀνοματικῶν κανόνων ἐπεξεργασία τοὺς μὴ πάντῃ νωθροὺς τὴν | |
20 | διάνοιαν διεγύμνασε καὶ πρὸς νόησιν διέθηκε τῶν κατὰ τοὺς κανόνας ἀντιδιαστολῶν· ὅμως δ’ οὖν κἀνταῦθα πάλιν ἐπεξεργαστέον, ἵνα τῇ πλείονι περὶ τὴν αὐτὴν θεωρίαν τριβῇ παγιώτερα γένηται τοῖς φιλομαθέσι τὰ μαθή‐ ματα. Ὥσπερ τοίνυν ἐλέγομεν ἀρχόμενοι τῶν ὀνομάτων, ὅτι αἱ ἐν τοῖς κανόσιν ἀντιδιαστολαὶ λαμβανόμεναι τὰ οἱονεὶ ἐναντία ἐκβάλλουσιν, οὕτω | |
25 | καὶ ἐνταῦθα «τῶν ἐν τοῖς ὁριστικοῖς» εἶπε διὰ τὰς ἄλλας ἐγκλίσεις, «ῥήμασι» διὰ τὰ ἄλλα μέρη, «ἐνεστώτων» διὰ τοὺς ἄλλους χρόνους, «ἐνεργητικῶν» διὰ τὰς ἄλλας διαθέσεις· ἐχρῆν προσθεῖναι «ἑνικῶν πρώτων προσώπων». Πᾶν τοίνυν ῥῆμα καὶ ἑξῆς· τὰ γὰρ περισπώμενα δυνάμει βαρύτονά ἐστιν, ἐπειδὴ ἡ περισπωμένη ἐξ ὀξείας καὶ βαρείας σύγκειται, | |
30 | αἱ δὲ λέξεις ἐκ τῶν ἐπὶ τέλους καλοῦνται τάσεων. Σεσημείωται τὸ εἰμί φημί ἠμί ἐπὶ τῆς αὐτῆς σημασίας· ἔχουσι δὲ ἀπολογίαν, ὅτι ὡς μὲν ἐγκλινόμενα οὐκ ἠδύνατο βαρύνεσθαι, ὡς δὲ βραχυκαταληκτοῦντα οὐδὲ περισπᾶσθαι. Ἔτι σεσημείωται τὸ ἐλθέ εἰπέ εὑρέ· ἔχουσι δὲ ἀπολογίαν, ὅτι παραβάντα τὸν περὶ τοῦ χρόνου λόγον παρέβησαν καὶ τὸν περὶ | |
35 | τόνου, καθότι αἱ παραβάσεις ἀλλήλαις ἀκολουθεῖν οἴδασι, καὶ τὸ πρὸς ἕν τι ἡμαρτημένως διατεθὲν καὶ πρὸς ἄλλα παρέλκεται σφάλματα. Ἔτι σεσημείωται τὸ σχές σπές φρές θές δός ἕς· ἔχουσι δὲ ἀπολογίαν τὴν | |
ἐν μονοσυλλαβίᾳ βραχυκαταληξίαν. Ἰστέον δὲ ὅτι ἔστι τινὰ ῥήματα κατὰ | 417 | |
418 | τονικὴν παραγωγὴν περισπώμενα, οἷον τύπτω τυπτῶ, ἕλκω ἑλκῶ, μηνίω μηνιῶ, δηρίω δηριῶ. Ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις. Τύπτεις· πᾶν πρῶτον πρόσωπον καὶ ἑξῆς. Πῶς οὖν τῆς δευτέρας καὶ τρίτης τῶν περισπωμένων, εἴποι τις ἄν, οὐκ εἰς εις τὰ | |
5 | δεύτερα, ἀλλὰ τῆς μὲν δευτέρας εἰς ᾳς, τῆς δὲ τρίτης εἰς οις; Φαμὲν οὖν, ὡς ὁ τεχνικὸς προέφη λύσας τὸ ἄπορον εἰπών, ὅτι τὰ περισπώ‐ μενα ἀπὸ τῶν ἐντελεστέρων συναιρούμενα διαφόρως ποιεῖται τὴν γραφήν· ὁ δὲ τρόπος προείρηται. Τύπτει. Πρόδηλος ὁ κανών· ἔσθ’ ὅτε δὲ προστίθεται τοῖς τρίτοις | |
10 | τῶν παρῳχημένων τὸ ν, ἐπεὶ φιλεῖ αὐτὸ τὸ ε· οὐκ ἔστι δὲ φύσει τὸ ν ἐκ τοῦ ῥήματος, ἐπεὶ ηὑρίσκετο ἂν ἐν τοῖς προστακτικοῖς. Ἴσως δέ τις ἀπορήσειε λέγων, διατί τὰ πρόσωπα ἐν μὲν ταῖς αὐτῶν ἀντωνυμίαις ἄνωθεν, ἐν τοῖς ῥήμασι δὲ κάτωθεν ποιοῦνται τὴν κλίσιν. Ἀλλ’ ἐροῦμεν, ὅτι τὰ τέλη τῶν λέξεων τιμιώτερα καὶ ἐπικρατέστερά ἐστι· γνώσῃ δὲ | |
15 | ἔνθεν ἐστί τι σύνθετον· εὔμορφος ἀπὸ τοῦ εὖ ἐπιρρήματος καὶ μορφή ὀνόματος, καὶ ὅλον ὄνομα καλοῦμεν διὰ τὸ τέλος, καὶ Ἑλλήσποντος ὅλον εὐθεῖα, πάλιν χειρογραφῶ ὅλον ῥῆμα διὰ τὸ τέλος· αἱ οὖν ἀντωνυ‐ μίαι κάτωθεν μὲν πτωτικῶς κινοῦνται, ἄνωθεν δὲ προσωπικῶς· ἐπειδὴ 〈γὰρ〉 ἐκ τοῦ τιμιωτέρου, φημὶ δὴ τοῦ ὀνόματος, πρὸς ὃ καὶ τὴν | |
20 | οἰκειότητα ἔχουσι, τὰς πτώσεις εἰλήφασι, κατὰ τὸ προτιμότατον μέρος κατ’ αὐτὰς κινοῦνται· τὰ δὲ ῥήματα, ἐπεὶ καὶ οἰκεῖα ἔχει πρόσωπα, κατὰ τὸ τέλος καὶ αὐτὰ κινεῖται. Τύπτετον, τύπτετον· δύο ζητοῦμεν ἐν τοῖς δυϊκοῖς ζητή‐ ματα. Δύο προβάλλεται, καὶ τοῦ μὲν ἐσχάτου λέγει τὴν λύσιν, τοῦ δὲ | |
25 | πρώτου οὐδαμῶς· φησὶ δέ, ὅτε τὸ πρῶτον τῶν πληθυντικῶν τὸ μ ἐπὶ τῆς τελευταίας συλλαβῆς ἔχει, λείπει τὸ πρῶτον τῶν δυϊκῶν, ἐπεὶ πᾶν μέρος λόγου ἀριθμοὺς ἐπιδεχόμενον τὸ αὐτὸ καὶ χαρακτηριστικὸν θέλει ἔχειν ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν καὶ ἐν τῇ τῶν δυϊκῶν, οἷον Ἕκτορε Ἕκτορες· παράλογοι δὲ κατὰ τοῦτο αἱ ἀντωνυμίαι καὶ τὰ ἄρθρα κοινῶς· | |
30 | οἱ γὰρ Δωριεῖς ἀναλογώτερον λέγουσι τοί καὶ ταί, ὡς τώ καὶ τά· ἔτι δὲ καὶ πᾶν δυϊκὸν ῥῆμα [ἢ τὸ ς] ἢ τὸ θ ἢ τὸ τ ἔχει χαρακτηριστικόν· τοίνυν τῶν δύο κανόνων μαχομένων, ἐξέλιπε τὸ περὶ οὗ ἡ μάχη. Ἀλλὰ διατί, φασίν, οὐ γέγονε τυπτόμεθον διὰ τῶν δύο χαρακτηριστικῶν; καὶ φαμέν, ὅτι οὐ δυνατόν· πᾶσα γὰρ λέξις ἓν χαρακτηριστικὸν θέλει ἔχειν. | |
35 | Διατί δὲ τὸ ἓν οὐκ ἐπεκράτησεν, ὡς ἐν τῇ Λητώ αἰτιατικῇ, ὃ ὀξυνθῆναι θέλει ὁ κανών; φαμὲν οὖν, ὡς ἡνίκα ἐξ ἴσου γένηται ἡ πάλη, θάτερος τῶν ἀντιπάλων οὐ πίπτει, ἐξ ἴσου οὔσης τῆς δυνάμεως ἐν ἀμφοῖν. | |
Ἀποροῦσι δέ, τί δήποτε τὰ πρῶτα ἐκ τῶν ὑστέρων κανονίζει, φημὶ δὴ | 418 | |
419 | τὰ δυϊκὰ ἀπὸ τῶν πληθυντικῶν· πρὸς οὕς φαμεν, ὅτι οἱ κανόνες οὐκ εἰσὶ φυσικοί, ἵνα τὴν τάξιν φυλάξωσιν, ἀλλὰ παρατηρήσεις εἰσί, δι’ ὧν εὐκόλως δυνατὸν τὸ ῥῆμα κλίνεσθαι, καὶ ὅθεν εὔκολοι λαμβάνονται· τὰ πληθυντικὰ οὖν σαφῆ καὶ πᾶσι φανερά, τὰ δὲ δυϊκὰ τοσοῦτόν εἰσι δυσχερῆ, | |
5 | ὥστε καὶ ἰδιώταις μηδ’ ὅλως γινώσκεσθαι, Αἰολεῦσί τε παντελῶς καὶ Ἰταλοῖς· διὰ τοῦτο ἐκ τῶν προδήλων καὶ πᾶσιν ἐγνωσμένων πληθυντι‐ κῶν τὰ δύσκολα καὶ τοῖς πολλοῖς ἄγνωστα ἐκανόνισεν. Τύπτομεν, τύπτετε. Πρόδηλα· τρέπεται τὸ ο εἰς ε, καθὸ ἴσα· ἄμφω γὰρ βραχέα. Τύπτουσι· τῶν ἐνεστώτων καὶ μελλόντων. | |
10 | Ὡρισμένως εἶπεν, ὡς τῶν προειρημένων κανόνων ἐπὶ μελλόντων † παντὶ χρόνῳ καὶ πάσῃ ἐγκλίσει· σεσημείωται τὸ φασίν ὀξυνόμενον· ἔχει δὲ ἀπολογίαν, ὅτι ἐγκλίνεται, πᾶν δὲ ἐγκλινόμενον ἐπὶ τέλους ἔχει τὸν τόνον. Τὰ δὲ τρίτα τῶν εἰς μι οἱ Ἀθηναῖοι συστολῇ τῆς παραληγούσης καὶ προσθέσει τοῦ α προφέρονται, τιθέασι ζευγνύασι διδόασι, ἐπὶ δὲ τῆς | |
15 | δευτέρας οὐ ποιοῦσιν, ὡς ἂν μὴ κεχήνῃ τὸ ἱστάασι· ποιοῦσι δὲ τοῦτο, ἵνα ὁμοτονοίη τοῖς πρώτοις καὶ δευτέροις τὰ τρίτα, οἷον τίθεμεν τίθετε τιθέασι, καὶ ἵνα ἰσοσυλλαβοίη τῷ τρίτῳ τοῦ παρατατικοῦ ἐτίθεσαν. Παρατατικοῦ. Ἔτυπτον· ἡ γενικὴ τῆς μετοχῆς καὶ ἑξῆς. Χρονικὴ αὔξησίς | |
20 | ἐστιν, ὅταν ἐν τῇ αὐτῇ συλλαβῇ πρόσθεσις χρόνου γένηται, τουτέστιν ὅταν τὰ βραχέα εἰς ἀντίστοιχα μακρὰ ἐκταθῇ, οἷον ἀκούω ἤκουον· συλλαβικὴ δέ, ὅταν ὁ τῆς αὐξήσεως χρόνος συλλαβὴν ἀποτελῇ, τύπτω ἔτυπτον. Ἰστέον δὲ ὅτι τὰ ἀπὸ συμφώνου ἀρχόμενα ῥήματα προσόδῳ τοῦ ε ποιεῖ τὴν ἐν τῷ παρατατικῷ αὔξησιν, πλὴν ὅτι οἱ Ἀθηναῖοι τρία | |
25 | διὰ τοῦ η λέγουσι, δύναμαι ἠδυνάμην, βούλομαι ἠβουλόμην, μέλλω ἤμελλον· τὸ μέντοι ἤθελον ἀνάλογον ἀπὸ τοῦ ἐθέλω· κοινῶς δὲ ἐδυνά‐ μην ἐβουλόμην ἔμελλον. Εἰ δὲ ἀπὸ φωνήεντος ἄρχοιτο καὶ ἑξῆς. Διατί τῶν τριῶν διχρόνων μόνον τὸ α τρέπεται; ἐπειδὴ τὰ ἄλλα οὐκ εἶχον ἀντίστοιχα, ἀλλὰ τῇ ἑαυτῶν ἐκτάσει μεγεθύνονται. Καὶ διατί μὴ | |
30 | τῇ αὐτῇ ἐκτάσει ἀρκεῖται τὸ α, ὡς Μήδεια Μηδία; †Καὶ φαμέν, ὅτι δύο σεσημείωται, τὸ δυσαρεστῶ δυσηρέστουν, εὐορκῶ εὐώρκουν. Ὅταν δὲ αἱ προθέσεις μηδὲν πλέον τοῦ ἁπλοῦ σημαίνωσι, κινοῦνται ἄνωθεν, καθέ‐ ζομαι ἐκαθεζόμην, καθεύδω ἐκάθευδον· οὕτω καὶ ἐπὶ ὀνομάτων· τῶν γὰρ εἰς ος συνθέτων ἐν κοινότητι γένους ὁρωμένων, ἐναντία φαμὲν | |
35 | παρασχηματισθὲν ἐκ τοῦ ἐναντίος, ἐπεὶ πλεονασμὸς ἦν καὶ οὐ σύνθεσις. | 419 |
420 | Παρακειμένου. Τέτυφα· δύο χρόνοι παρασκευάζουσι τὸν παρακείμενον· σαφὴς ὁ κανών. Ἰστέον δὲ ὅτι ἐπὶ τῆς πρώτης καὶ δευτέρας συζυγίας τῶν βαρυτόνων οἱ Ἀττικοὶ παραλόγως τὸ ε εἰς ο τρέπουσιν, ὡς κέκλοφα | |
5 | λέλοχα πέπομφα ἤνοχα· διὰ τοῦτο ἔφην παραλόγως, ἐπειδὴ ἐν τῷ παθητικῷ τὸ ε φυλάττουσι, κέκλεμμαι γὰρ καὶ λέλεγμαι φασίν· ἐπὶ δὲ τῆς πέμπτης κατὰ ἀναλογίαν ἐστὶν καὶ κανόνα, ὅταν εἰς α τὸ ε τραπῇ, ὅθεν ἐν τῷ παθητικῷ φυλάττεται, κέκαρκα κέκαρμαι ἐκάρθην, ἔφθαρκα ἔφθαρμαι ἐφθάρθην. Τοῦτο δὲ σημειωτέον, ὅτι τὸ ν διὰ τὴν ἀσυνταξίαν | |
10 | γίνεται γ, ὡς ἐν τῷ ἔρραγκα μεμίαγκα, καὶ μ ἐν τῷ ἔρραμμαι μεμίαμμαι· τὰ δὲ ἔχοντα τὸ μ μεσοσυλλαβοῦσι τὸ η διὰ τὸ μὴ δύνασθαι εἶναι τὸ μ πρὸ τοῦ κ, δεδέμηκα νενέμηκα τετέμηκα, οἷς συνεξέδραμε καὶ μεμένηκα· καὶ γὰρ πολλάκις μεσοσυλλαβοῦνται στοιχεῖα διὰ τὸ φυγεῖν τὴν ἀσυντα‐ ξίαν, ὡς ἐπὶ τοῦ μεσημβρία καὶ γαμβρός ἐκ συγκοπῆς τοῦ μεσημερία καὶ | |
15 | γαμηρός· οὐκ ἄτοπον δὲ καὶ ὡς ἀπὸ περισπωμένων αὐτὰ λαβεῖν, ὡς τὸ γεγράφηκα τεθέληκα μεμέληκα, κἂν οἱ ἐνεστῶτες αὐτῶν οὐχ εὑρί‐ σκωνται. Φυλακτέον δὲ καὶ τοῦτο, ὡς ὁπηνίκα ὁ μέλλων δισύλλαβος ὢν ἀπὸ βραχέος ἄρχεται φωνήεντος, ὁ παρακείμενος τῷ λόγῳ τῆς ἀρχούσης τὸν περὶ τῆς παραληγούσης παραβαίνει κανόνα, οἷον ἄγω | |
20 | ἄξω ἦχα. Ἡ δὲ ἄρχουσα καὶ ἑξῆς· ὅτε τῷ ε τοῦ παρατατικοῦ ἄφωνον πρὸ ἀμεταβόλου ἐπιφέρεται, ὡς βραχεῖα κατὰ τὴν κοινὴν συλλαβὴν λαμβάνε‐ ται καὶ ἀναδιπλασιάζει τὸν παρακείμενον, ὡς τὸ πέπλευκα γέγραφα κέκλικα πεφρόνηκα, πλὴν εἰ μὴ εἴη γ καὶ ν· τότε γὰρ ὡς μακρὰ παρα‐ | |
25 | λαμβάνεται, οἷον ἔγνωκα ἐγνάφευκα· τὸ μέντοι ἐβλαστηκότες καὶ ἐγλυμ‐ μένοι εὕρηται διχῶς. Τὰ ἀπὸ δασέος ἀρχόμενα διὰ τῶν ἀντιστοίχων ποιεῖται τὴν ἀναδίπλωσιν, τέθυκα πεφρόνηκα κέχηνα· τὰ ἀπὸ διπλοῦ ἀρχόμενα οὐκ ἀναδιπλασιάζεται, οἷον ἔζηκα ἔξυκα ἔψαυκα· πρόδηλον γὰρ ὡς ἡ τοῦ διπλοῦ ἐπιφορὰ θέσει μακρὰν τὴν συλλαβὴν ἐποίησεν· | |
30 | εἴρηται δὲ ὅτι κἄν τε φύσει, κἄν τε θέσει μακρὰ γένηται ἡ ἄρχουσα τοῦ παρατατικοῦ, ἡ αὐτὴ καὶ ἐπὶ τοῦ παρακειμένου μένει. Σεσημείωται τὸ κέκτημαι μέμνημαι πέπτωκα· καὶ τὸ μέντοι κέκτημαι Αἰολικόν, Αἰολεῖς γὰρ τὰ τοιαῦτα ἀναδιπλασιάζουσι, τετράφαται· τὸ δὲ πέπτωκα ἀπὸ συγκοπῆς τοῦ πετῶ πετήσω· τὸ δὲ μέμνημαι φασὶν ὅτι τὸ μν ἔσθ’ ὅτε | |
35 | βραχύνει, ἐπεὶ μόνα τῶν ἀμεταβόλων κατὰ σύλληψιν λαμβάνονται. | 420 |
421 | Περὶ τοῦ Ἀττικοῦ παρακειμένου. Ὅτε τὸ ῥῆμα ἄρχεται ἀπὸ τοῦ α ἢ ε ἢ ο καὶ ἑξῆς· δεῖ προσθεῖναι «συμφώνου ἐπιφερομένου»· οὐ γὰρ ποιοῦσιν ὅτε φωνῆεν ἐπιφέρεται, ὡς ἑορτάζω ἀείρω ἀερτάζω. Ἰστέον δὲ ὅτι ὁ Ἀττικὸς | |
5 | παρακείμενος ἀποφεύγει τὸ αὐτὸ φωνῆεν ἔχειν ἐν τῇ πρώτῃ καὶ δευ‐ τέρᾳ συλλαβῇ, θέλει δὲ ἔχειν τὸ αὐτὸ σύμφωνον ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλλαβῇ καὶ ὑπερβαίνειν τὴν τρισυλλαβίαν, καὶ τὴν τρίτην ἀπὸ τῆς ἀρχούσης συστέλλεσθαι, ὡς σαφὲς ἔσται διὰ τῶν παραδειγμάτων, ἀλείφω ἤλειφα ὁ κοινός, ἀλήλιφα ὁ Ἀττικός· ἰδοὺ ἄλλο καὶ ἄλλο φωνῆεν | |
10 | ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ, τὸ δ’ αὐτὸ σύμφωνον ἐν 〈τῇ〉 δευ‐ τέρᾳ καὶ τρίτῃ, καὶ συνέσταλται ἡ τρίτη. Τὸ ἀγήγοχα μιᾷ πλεονάζει συλλαβῇ τῇ γο διὰ δύο αἰτίας, ἵνα τὸ αὐτὸ σύμφωνον ᾖ κατὰ τὴν δευ‐ τέραν καὶ τρίτην συλλαβήν, καὶ ἵνα τὴν τρισυλλαβίαν ὑπερβῇ καὶ τὴν τρίτην συστείλῃ· οὕτως ἔχει καὶ τὸ ἐδήδοκα ἀπὸ τοῦ ἔδω καὶ 〈τὸ〉 | |
15 | ἐνήνοχα ἀπὸ τοῦ ἐνέγκω· εἴπομεν ὅτι οἱ Ἀττικοὶ τῆς πρώτης καὶ δευτέρας συζυγίας τῶν βαρυτόνων τὸ ε τρέπουσιν εἰς ο, καὶ ἐπειδὴ χαίρουσι τῷ ο 〈ἐν〉 τοῖς παρακειμένοις, διὰ τοῦτο προστιθέντες ἐν τῷ ἀγήγοχα καὶ ἐδήδοκα συλλαβὴν δι’ αὐτοῦ ταύτην ποιοῦσιν· πάλιν οὐκ ἄπορον, διατί μὴ τὸ υ παρέμεινεν ἀλλὰ τὸ ο ἐν τῷ ἀκήκοα, καίτοι | |
20 | τῶν ἐχόντων δίφθογγον μὴ ἐκβαλλόντων τὸ δίχρονον, ὡς ἐπὶ 〈τοῦ〉 ἐλήλυθα καὶ ἀλήλιφα. Ἴσως δέ τις ἀπορήσειε, τί δήποτε μὴ ἐπὶ τῶν ἄλλων φωνηέντων ποιοῦσιν· πρὸς ὅν φαμεν, ὅτι πρῶτον μὲν εἴπομεν, ὡς οὐ θέλουσι τὸ αὐτὸ φωνῆεν ἔχειν ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλ‐ λαβῇ, ὅπερ συνέβαινεν ἂν ἐπὶ τοῦ ὠθώθηκα καὶ ἡβήβηκα καὶ τῶν ὁμοίων· | |
25 | δεύτερον δέ, ὅτι διπλασιασμὸς ἀπὸ μακρᾶς οὐδέποτε γίνεται, ὁ δὲ Ἀττικὸς παρακείμενος ἀνατετραμμένος ἐστὶ διπλασιασμός· τοῦ γὰρ κατὰ φύσιν διπλασιασμοῦ ἄνωθεν ἔχοντος τὸ σύμφωνον, ὡς τέτυφα, οὗτος κάτωθεν ἔχει, ὡς ἀγηγόρακα. Τὸ δὲ συνεκτικώτατον ἐκεῖνό φαμεν, ὡς οὐχ ὡς ἔτυχεν Ἀττικοὶ τοῦτο ποιοῦσιν, ἀλλ’ ἐπείπερ εὗρον τὸν | |
30 | παρακείμενον εἰς πολλὰ τὸν ἐνεστῶτα μιμούμενον—καὶ γὰρ εἰς σι λήγει κατὰ τὸ τρίτον τῶν πληθυντικῶν, καὶ οὐ παραδέχεται τὴν πρὸς τὸ ἄν σύνταξιν, ὡς οἱ λοιποὶ παρῳχημένοι—διά τοι τοῦτο ἀπ’ ἐκεί‐ νων οὐ ποιοῦσιν ἴδιον, ἐπεὶ κοινῶς τῷ ἐνεστῶτι συνάρχονται, ὅπερ ἐζήτουν αὐτοί· διὰ τοῦτο γὰρ τὰ δύο γράμματα προστιθέασι τῷ παρα‐ | |
35 | κειμένῳ, ἵνα συνάρχηται τῷ ἐνεστῶτι. Ἰστέον δὲ ὅτι καὶ ἀπὸ τῶν μέσων ποιοῦσι τὰς αὐτὰς παρατηρήσεις φυλάττοντες, πλὴν ὅτι οὔτε πάντως ὑπερβαίνει τὴν τρισυλλαβίαν οὔτε συστέλλει τὴν δευτέραν, οἷον | |
ὄπωπα ὄλωλα ὄρωρα· τὸ δὲ πεφυζότες φασί τινες ἀπὸ τοῦ πεφευ‐ | 421 | |
422 | γότες, τὸ εἴξασιν ἀπὸ τοῦ εἴκασιν, τὸ ἐνήνοθεν ἀπὸ τοῦ θέω, κατὰ μετάθεσιν ἔθω ἐνέθω εἶτα ἐνήνοθα. Μέσου παρακειμένου. Τέτυπα. Δῆλος ὁ κανών· τὸ δὲ «ἀμνημονεύτους εἴασαν» | |
5 | οὐ καλῶς ἔχει, ἐμνημόνευσαν γὰρ καὶ διαφορὰν δεδώκασιν ἣν καὶ αὐτός. Οἱ ἀπὸ περισπωμένων, κἂν ἔχωσιν ἐκ τῶν μελλόντων τὸ ε, οὐ τρέ‐ πουσιν αὐτὸ εἰς ο, μελῶ μεμέληκα μέμηλα· δικαίως δὲ ἐνδέουσι μιᾷ συλλαβῇ, ὡς ἀκολουθοῦντες αὐτοὶ μὲν τοῖς ἐνεστῶσιν, οἱ δὲ ἐνεργητικοὶ τοῖς μέλλουσι, δεδούπηκα δέδουπα· σεσημείωται τὸ δέδοικα, ἐχρῆν γὰρ | |
10 | εἶναι ἀπὸ τοῦ δείδω δέδοιδα, ἀλλὰ ψελλισμὸν ἐποίει τὸ ἐπάλληλον δ· καὶ τὸ πέφρικα καὶ τὸ οἶδα κατὰ τὴν ἄρχουσαν. Ὑπερσυντελίκου. Ἐτετύφειν. Δῆλος ὁ κανών· χρὴ μέντοι εἰδέναι, ὅτι οἱ Ἀττικοὶ ἰδίους ὑπερσυντελίκους ποιοῦσι συναρχομένους τοῖς παρακειμένοις αὐτῶν, | |
15 | ὀμώμοκα ὀμωμόκειν, ἐλήλυθα ἐληλύθειν. Ἴωνες τῶν πρώτων προσώπων τὴν ει εἰς δύο εε διαλύουσι, καὶ ἐπεὶ οὐδὲν πρῶτον πρόσωπον εἰς εν λήγει, τρέπουσι τὸ ἔσχατον ε εἰς α, ὅπερ ἐκβάλλει τὸ ν· τὸ μὲν γὰρ ε ἑλκυστικόν ἐστι τοῦ ν, ἀπωστικὸν δὲ τοῦ 〈ν τὸ〉 α, ὡς ἔνθεν ἔνθα, πρόσθεν πρόσθα· ἔνθεν τὸ ἔα ἀπὸ τοῦ ἦν καὶ ᾔδεα ἀπὸ τοῦ ᾔδειν· ταῦτα δὲ | |
20 | κατὰ συναίρεσιν δίχα τοῦ ν προφέρονται Ἀττικοί, ἔα ἦ καὶ ᾔδεα ᾔδη. Τὰ ἄλλα πρόδηλα. Ἀορίστου πρώτου. Ἔτυψα. Ὅταν ὁ μέλλων περισπᾶται, τουτέστι τῆς πέμπτης συζυ‐ γίας, ἐκτείνεται ἡ παραλήγουσα ἐν τῷ ἀορίστῳ, ἔτειλα ἔμεινα ἐκάθαρα | |
25 | ἐμίανα· τινὰ δὲ ἰωνικῶς τρέπεται εἰς η, ὡς ἐκάθηρα ἐμίηνα, τὸ γὰρ μακρὸν α τρέπουσιν οἱ Ἴωνες εἰς η. Σεσημείωνται πέντε ἀόριστοι, ὧν οἱ μὲν οὐ κλίνονται μετὰ τὰ ὁριστικά, ὁ δὲ εἶπα καὶ ἤνεγκα ναί· καὶ ἄπορον περὶ τῶν πέντε ἐπταισμένων, ὧν οἱ μὲν ἐκλίθησαν, οἱ δὲ οὔ· καὶ ὁ μὲν Ἡρωδιανός φησιν, ὅτι οἱ φυλάξαντες τὸ ἥμισυ τοῦ στοιχείου | |
30 | ἐκλίθησαν, εἶπα γὰρ ὤφειλεν εἶναι εἶψα καὶ ἤνεγκα ὤφειλεν εἶναι ἤνεγξα, οἱ δὲ λοιποί, ἔθηκα ἔδωκα ἧκα, ἐπεὶ πάντῃ τὸ στοιχεῖον ἀπέ‐ βαλον, οὐκ ἐκλίθησαν· ὁ δὲ Ἀπολλώνιος, ὅτι οἱ μὲν ἐλάνθανον τῷ μὴ ἔχειν ῥητοὺς τοὺς μέλλοντας, οἱ δὲ ἐλέγχθησαν ὑπὸ τῶν ἰδίων | |
μελλόντων. | 422 | |
423 | Ἀορίστου δευτέρου. Ἔτυπον. Πρόδηλος ὁ κανών· περὶ δὲ τῆς τροπῆς τοῦ ε εἰς α δόξαι γεγόνασι διάφοροι· οἱ μὲν γὰρ ἔλεγον, ὡς ἡνίκα τὸ ε πρὸ [τοῦ] ἀμεταβόλου, εἰς α τρέπεται, ὡς δερῶ ἔδαρον ἐδάρην, ἔπαρον ἐπάρην, | |
5 | ἔφθαρον ἐφθάρην, τὰ δὲ μὴ οὕτως ἔχοντα δωρικῶς τέτραπται, ὡς ἔπλακον, δέον κοινῶς λέγειν ἔπλεκον· οἱ δέ, κἄν τε ἄνωθεν τοῦ ε κἄν τε κάτωθεν ᾖ τὸ ἀμετάβολον, τρέπεται εἰς α, τὰ μέντοι μὴ τρέ‐ ψαντα Ἀττικά, ὡς ἔλεγον ἔβλεπον· βραχείᾳ δὲ θέλει παραλήγεσθαι ἀπὸ βαρυτόνων καὶ τῷ πρώτῳ συνάρχεσθαι. Σεσημείωται τὸ εἶδον διχῶς | |
10 | γραφόμενον διὰ τῆς ει καὶ διὰ τοῦ ι, τὸ μέντοι ἀπαρέμφατον καὶ ἡ μετοχὴ διὰ μόνου τοῦ ι γράφονται· οὕτω γὰρ ἡ χρῆσις· ἀπολογία δὲ αὐτοῦ, ὅτι πῇ μὲν τῷ τῆς παραληγούσης λόγῳ, πῇ δὲ τῷ τῆς προ‐ παραληγούσης λόγῳ ἠκολούθησεν. Ἔτι δὲ σεσημείωται τὸ εἶπον διὰ μόνης τῆς ει διφθόγγου γραφόμενον· ἀπολογία δ’ αὐτοῦ, ὅτι συνάρχε‐ | |
15 | ται τῷ πρώτῳ ἀορίστῳ, καὶ ὡς εἶπα οὕτως εἶπον. Ἀλλὰ τί δήποτε, φασίν, μὴ ἡ μετοχὴ ἐπών; αἱ γὰρ μετοχαὶ δίχα τοῦ παρακειμένου τὴν προσγινομένην ἀποβάλλονται αὔξησιν. Λέγομεν δέ, καὶ ἡ μετοχὴ τοῦ δευτέρου ἀορίστου ἀεὶ συνάρχεται τῇ τοῦ πρώτου· ἦν οὖν τὸ ἀκόλου‐ θον ἀπὸ τοῦ ἔπω ἔψω 〈ἔψα〉, εἶτα ἡ μετοχὴ ἔψας μακρὰν ἔχουσα τὴν | |
20 | ἄρχουσαν τῇ τοῦ διπλοῦ ἐπιφορᾷ· προσῆλθεν οὖν τὸ ι ἐκβληθέντος τοῦ ψ, ἵνα μακρὰ μείνῃ, ὡς καὶ ἐν τῷ γίγνεται γίνεται, γιγνώσκω γινώσκω, καὶ οὕτω συνήρξατο αὐτῇ ἡ τοῦ δευτέρου. Μέλλοντος πρώτου. Τύψω. Καλῶς ἔχει ὁ κανών. Ἰστέον δὲ ὅτι ἔστι τινὰ βαρύτονα | |
25 | ῥήματα ὡς ἀπὸ περισπωμένων ποιοῦντα τοὺς μέλλοντας, ὡς τὸ θέλω θελήσω, μέλω μελήσω, ὀφείλω ὀφειλήσω, τύπτω τυπτήσω. Οὐ συνήρξαντο δὲ οἱ θρέξω θρέψω ἕξω μέλλοντες τοῖς ἰδίοις ἐνεστῶσι ψιλουμένοις, καὶ κατὰ τοῦτο σεσημείωνται· καὶ μήποτε ἀναλογώτεροί εἰσιν, ἐπειδὴ ὤφει‐ λον εἶναι θρέφω θρέχω· ἀλλ’ ἐπειδὴ ἐν δισυλλάβῳ λέξει οὐκ ἐνδέχεται | |
30 | δασὺ δύο δασέσιν ἐπιφέρεσθαι, τὸ ἐν τοῖς ἐνεστῶσι τέτραπται δασύ· ἢ ὡς Δωρικά· οἱ γὰρ Δωριεῖς εἰς τὰ ἀντίστοιχα τρέπουσι τὰ δασέα καὶ τὰ ψιλά· ὃ γὰρ ἡ κοινὴ χύτραν καλεῖ ἀπὸ τοῦ χέειν, ἐκεῖνοι κύθραν φασί. Τὸ δὲ ἔχω [ἐν] τῷ κανόνι τῶν στοιχείων δεδάσυνται ἐν τῷ ἕξω· τὸ γὰρ ε πρὸ τοῦ χ ψιλοῦται, ἐπιφερομένου 〈δὲ〉 τοῦ ξ δασύνεται, | |
35 | πλὴν τῆς ἔξ προθέσεως καὶ τῶν παρ’ αὐτῆς. | 423 |
424 | Παραλήγεται δὲ καὶ ἑξῆς· ἡ δὲ τετάρτη συζυγία ποτὲ μὲν διὰ τοῦ ξ ποτὲ δὲ διὰ τοῦ ς· καὶ ὅτε μὲν ὁ ἐνεστὼς διὰ δύο σς, ὁ μέλλων διὰ τοῦ ξ, πλὴν ἓξ σεσημειωμένων, οἷον πάσσω πάσω, λεύσσω λεύσω, πλάσσω πλάσω, ἱμάσσω ἱμάσω, ἰνάσσω ἰνάσω, ἐρέσσω ἐρέσω· ὅταν δὲ | |
5 | διὰ τοῦ ζ ὑπὲρ δύο συλλαβὰς ὁ ἐνεστὼς ᾖ, ὁ μέλλων διὰ τοῦ ς, πλὴν τῶν σχετλιαστικῶν, ποδίζω ποδίσω, πειράζω πειράσω, σαλπίζω σαλπίσω· τὸ μέντοι σαλπίγξω ποιητικῶς· ὁμοίως βαστάζω βαστάσω καὶ βαστάξω, ἁρπάζω ἁρπάσω καὶ ἁρπάξω, νυστάζω νυστάσω καὶ νυστάξω· τὸ δὲ οἰμώζω οἰμώξω σχετλιαστικόν· τὰ δὲ δισύλλαβα συγκέχυται, στίζω στίξω, | |
10 | φράζω φράσω, σῴζω σώσω. Τὰ δὲ τῆς πέμπτης συζυγίας ἄγαν σαφῆ, ὁμοίως καὶ τὰ τῆς ἕκτης· τὸ μέντοι κλαύσω καὶ πνεύσω Αἰολικά, κλαύω γὰρ καὶ πνεύω Αἰολεῖς φασιν· οὐκ εἰς πάντα δὲ ποιοῦσιν οὕτως, ἀλλ’ ἀφ’ ὧν ἂν εὕρωσι τοὺς Ἀθηναίους τι ὑπεξαιροῦντας, ὡς ἀντὶ τοῦ κλαίω κλάω λέγουσι καὶ καίω κάω, ταῦτα οὖν Αἰολεῖς καύω καὶ κλαύω λέγου‐ | |
15 | σιν· ἀπὸ δὲ τοῦ δαίω καὶ παίω οὐ ποιοῦσιν, ἐπεὶ μὴ εὗρον παρ’ Ἀττι‐ κοῖς τὸ δάω καὶ πάω. Ἡ πρώτη τῶν περισπωμένων παραλήγεται ἢ τῷ ε ἢ τῷ η κατὰ τὸν μέλλοντα, 〈ἡ δὲ δευτέρα ἢ τῷ α ἢ τῷ η〉· τὸ γὰρ καθαρὸν ο φιλεῖ τὸ η, ὡς διπλόος διπλόη, ὄγδοος ὀγδόη, ὡς ἔχει τὸ βοῶ βοήσω, γοῶ | |
20 | γοήσω· ἀκροῶ δὲ ἀκροάσω καὶ μακκοῶ μακκοάσω καὶ ἀλοῶ ἀλοάσω παρα‐ λόγως· μόνα γὰρ ταῦτά εἰσι τὰ τῷ α παραληγόμενα. Τὰ δὲ ἔχοντα τὸ υ διὰ τοῦ η, οἷον ἐγγυῶ ἐγγυήσω, λυῶ λυήσω· εἰ δὲ τῷ ε ἢ τῷ ι παραλήγοιτο, διὰ τοῦ α μακροῦ ποιεῖ τὸν μέλλοντα, ἐῶ ἐάσω, θεῶ θεάσω, ἰῶ ἰάσω, γειτνιῶ γειτνιάσω· τὸ δὲ ἀλοιῶ ἀλοιάσω καὶ ἀλοιήσω, | |
25 | ἔχει γὰρ τὸ ο καὶ τὸ ι· τὰ δὲ ἔχοντα τὸ ρ μακρῷ τῷ α παραλήγεται κατὰ τὸν μέλλοντα, φυρῶ φυράσω, γηρῶ γηράσω, ξυρῶ ξυράσω, Ἀττικοὶ δὲ ξυρήσω, περῶ περάσω, τὸ δὲ ἐπὶ τῆς σημασίας τοῦ πωλήσω βραχὺ ἔχει τὸ α· τὰ δὲ ἔχοντα τὸ λ βραχεῖ τῷ α παραλήγεται, γελῶ γελάσω· τιλῶ τιλάσω καὶ τιλήσω καὶ συλῶ συλήσω· εἰ δὲ πρὸ τοῦ ρ ἢ τοῦ λ | |
30 | ἄλλο σύμφωνον εἴη ὑπὲρ μίαν συλλαβήν, πάντως ὁ μέλλων τῷ η παρα‐ λήγεται, οἰστρήσω κολλήσω, εἰ δὲ μονοσύλλαβα εἴη μὴ ἀναδεδιπλασιασ‐ μένα, ὁ μέλλων ἔχει τὸ α, κλάσω φλάσω θλάσω [πράσω] δράσω· τὸ πρήσω πλήσω τλήσω χρήσω τῶν εἰς μι· εἴ τι παρὰ ταῦτα, τὸ η ἔχει, ἡβῶ ἡβήσω, σιγῶ σιγήσω, αὐδῶ αὐδήσω, θῶ θήσω (τὸ θηλάζω)· τὸ μυκῶ μυκήσω, τιμῶ | |
35 | τιμήσω, πεινῶ πεινήσω, ἀγαπῶ ἀγαπήσω, μασήσω ἀπατήσω τρυφήσω καυχήσω ψήσω· τὸ ἐλεῶ τῆς πρώτης καὶ δευτέρας, καὶ ἡ χρῆσις διττή, ἡ | |
μέντοι ἀναλογία τῆς δευτέρας αὐτὸ εἶναι βούλεται· οὐδὲν γὰρ τῆς πρώτης | 424 | |
425 | καθαρῷ τῷ ε παραλήγεται· ὅτε δὲ τῆς δευτέρας ἐστί, σημειῶδες κατὰ τὸν μέλλοντα, ὅτι μὴ τῷ α παραλήγεται, ὅτε δὲ τῆς πρώτης, κατὰ τὸν ἐνεστῶτα. Ἡ δὲ τρίτη ὁμοίως τῇ πρὸ αὐτῆς δευτέρᾳ ποτὲ μὲν μακρῷ ποτὲ δὲ βραχεῖ παραλήγεται φωνήεντι κατὰ τὸν μέλλοντα· καὶ τὰ μὲν | |
5 | πρωτότυπα καὶ θεματικὰ τῷ ο παραλήγεται, ὀνόσω ἀρόσω· ὅσοι δὲ ἀπὸ τοῦ Ἄρης τοῦτο ὑπέλαβον εἶναι, διὰ τοῦ ω εἶπον αὐτό, σιδήρῳ γὰρ οἱ ἀροτριῶντες τέμνουσι τὴν γῆν· τὰ δὲ ἀπὸ ὀνομάτων διὰ τοῦ ω, χρυσῶ χρυσώσω παρὰ τὸ χρυσός, σαρῶ σαρώσω, ὑψῶ ὑψώσω, ὥς φησιν Ἀπολλώνιος. | |
10 | Περὶ παθητικῶν. Τύπτομαι· πᾶς ἐνεστὼς ὁριστικὸς καὶ ἑξῆς. Διαλαβὼν περὶ τῶν ἐνεργητικῶν ἀκολούθως ἦλθεν ἐπὶ τὰ παθητικά· σαφῆ δὲ τὰ εἰρη‐ μένα αὐτῷ· φησὶ γὰρ «πᾶς ἐνεστώς» ἢ αὐτὸ τὸ ὄν, ἢ ἀποτέμνων τῶν ἄλλων χρόνων αὐτόν· «ὁριστικός» δὲ διὰ τὰς ἄλλας ἐγκλίσεις, ἑτέρως | |
15 | γὰρ γίνονται· «εἰς ω λήγων» διὰ τὰ εἰς μι, ἰδιάζοντα γὰρ ἔχουσιν ὡς ἐπὶ τὸ πολὺ τὸν κανονισμόν. Ἰστέον 〈δὲ〉 ὅτι ἡ πρώτη καὶ τρίτη τῶν περισπωμένων οὐκ εἰς ω ἀλλ’ εἰς τὴν ου δίφθογγον τρέπουσι τὸ ω, ἡ δὲ δευτέρα φυλάττει τὸ ω· δῆλα δὲ τὰ παραδείγματα· ἀφορῶσι δὲ πρὸς τὴν ἐντέλειαν φανήσεται μᾶλλον εἰς ο γινομένη τροπή, εἶτα κατὰ | |
20 | συναίρεσιν ἐν μὲν τῇ πρώτῃ καὶ τρίτῃ εἰς ου, ἐν δὲ τῇ δευτέρᾳ εἰς ω, νοέομαι νοοῦμαι, χρυσόομαι χρυσοῦμαι, βοάομαι βοῶμαι. Τύπτῃ· πᾶν πρῶτον ἔχον τὸ μ καὶ ἑξῆς. Πρόδηλα· ὅτε συν‐ δράμοιεν αἱ δύο παραφυλακαί, τουτέστιν ὅτε ἡ ἐνεργητικὴ μετοχὴ εἰς ς ὀξύτονος εἴη, τηνικαῦτα τὸ δεύτερον τροπῇ τοῦ κατὰ τὸ τρίτον τ εἰς ς | |
25 | γίνεται, ὅτε δὲ μὴ εἰς ς 〈ὀξύτονοσ〉 ἡ μετοχή, τηνικαῦτα τὸ δεύτερον ἐνδείᾳ τοῦ τ τοῦ τρίτου καὶ κράσει τῶν φωνηέντων γίνεται· οὐ δυσκό‐ μιστα δὲ τὰ παραδείγματα. Ἰστέον δὲ ὅτι ἐπὶ τῆς δευτέρας καὶ τρίτης τῶν περισπωμένων ἄλλως κανονίζονται ταῦτα τὰ δεύτερα· τὰ γὰρ τρίτα ἐνεργητικὰ δεύτερά ἐστι παθητικὰ καὶ φωνῇ καὶ γράμματι, οἷον βοῶ | |
30 | βοᾷς βοᾷ βοῶμαι βοᾷ, χρυσῶ χρυσοῖς χρυσοῖ χρυσοῦμαι χρυσοῖ· ἡ δὲ πρώτη ὁμοίως ταῖς τῶν βαρυτόνων· Ἀθηναῖοι δὲ τοῦτον τὸν κανόνα φυλάττουσι καὶ ἐπὶ τῶν βαρυτόνων, λέγει γὰρ καὶ βούλει φασὶ τὰ δεύ‐ τερα τοῦ λέγομαι καὶ βούλομαι. Διήκει δέ, φησί, καὶ ἐπὶ τῶν εἰς μι, ὧν καὶ ἀπαρίθμησιν τῶν χρόνων πεποίηται παχυμερέστατον, ἐπεὶ πρὸς εἰσαγο‐ | |
35 | μένους 〈αὐ〉τῷ πεποίηται Πρόσκειται δὲ «ἔχον τὸ μ κλιτικόν» διὰ τὰ ἔχοντα τὸ μ θεματικὸν πρῶτα ἢ τὸ τ τρίτα πρόσωπα, ὡς τύπτει σφάττει. | |
Τύπτεται. Φανερὸς ἄγαν ὁ κανών· ἡ δὲ τροπὴ τῆς παραληγούσης | 425 | |
426 | ἐπὶ μὲν βαρυτόνων ὁριστικῶν εἰς ε, ἐπὶ δὲ περισπωμένων πρὸς τὴν συναίρεσιν· ἐπὶ δὲ ὑποτακτικῶν εἰς η γίνεται ἡ τροπὴ τοῦ ω· καὶ πάλιν τὰ περισπώμενα, ἐὰν βοάηται ἐὰν βοᾶται, ἐὰν χρυσόηται ἐὰν χρυσῶται, 〈ἐὰν νοέηται〉 ἐὰν νοῆται. Τὰ δ’ ἄλλα πρόσωπα δῆλα. | |
5 | Παρατατικοῦ. Ἐτυπτόμην· πᾶς ἐνεστὼς παθητικὸς καὶ ἑξῆς· φανερά. Δυνατὸν καὶ ἄλλως κανονίζεσθαι· ὁ ἐνεργητικὸς παρατατικὸς πρὸ τοῦ ν δεχόμενος τὸ μη παθητικὸς γίνεται· τὰ ἄλλα πρόδηλα. Παρακειμένου. | |
10 | Τέτυμμαι· ὁ παθητικὸς παρακείμενος καὶ ἑξῆς· τυχὸν καὶ τοῖς μὴ τὴν ἀγροικικὴν ἐκτιναξαμένοις κόνιν τὰ τοῦ κανόνος πρόδηλα. Ἰστέον δὲ ὅτι ὁ Ἀπολλώνιος οὔ φησιν ἄλλο μ προσλαμβάνειν τὸν εἰς φα, ἢ γ τὸν εἰς χα, ἀλλὰ κατὰ συγκοπὴν τετύφαμαι τέτυφμαι καὶ πρὸς τὴν σύνταξιν τῶν στοιχείων τέτυμμαι, ὁμοίως λελέχαμαι λέλεχμαι | |
15 | εἶτα λέλεγμαι, ὡς ἐν τοῖς ἄλλοις τεχνικοῖς γράμμασι γινόμενοι σὺν θεῷ μαθησόμεθα. Οἱ δὲ εἰς κα προσλαμβάνουσι τὸ ς ἀπὸ βαρυτόνων ὄντες, πλὴν τῆς πέμπτης· οὔτε γὰρ ἠδύνατο τό τε ἀμετάβολον φυλάττειν καὶ προσέτι δέχεσθαι τὸ ς, ἀσύντακτον γάρ, οἷον τὸ κέκαρσμαι· τὸ μέντοι μεμόλυσμαι καὶ ὕφασμαι Ἀττικά· τὰ γὰρ κοινὰ μεμόλυμμαι καὶ ὕφαμμαι. | |
20 | Καὶ ὀλίγων τῆς ἕκτης· συγκέχυται τὰ τῆς ἕκτης κανόνι μὴ ὑπο‐ βαλλόμενα· καὶ γὰρ δέον, ὡς καὶ τὰ ἐξ αὐτῆς ῥήματα τῶν περισπω‐ μένων, ἡνίκα βραχυκαταληκτοίη, προσλαμβάνειν τὸ ς· οὐχ οὕτως δὲ γίνεται, ἀλλ’ ἐνίοτε τῇ μακρᾷ προστίθεται καὶ τῆς βραχείας ἀφίσταται· ἐκεῖνο δὲ ῥητέον, ὡς ἡνίκα ἡ πρώτη συζυγία τῶν βαρυτόνων τῷ ε | |
25 | παραλήγοιτο ἔχουσα τὸ ρ, τρέπει αὐτὸ ἐν τῷ παθητικῷ 〈παρακειμένῳ〉 εἰς α, ὡς ἐν τῷ τέτραμμαι τέθραμμαι. Οἱ δὲ ἀπὸ περισπωμένων δια‐ κρίσεως τετυχήκασι· μακρᾶς γὰρ οὔσης τῆς παραληγούσης οὐ προστίθε‐ ται τὸ ς, βραχείας δὲ προστίθεται τὸ ς· εὐλόγως οὖν κατὰ τοῦτο σεσημειωμένον τὸ ἐλήλαμαι μὴ προσλαμβάνον τὸ ς· τὸ μέντοι κέκλιμαι | |
30 | οὐ δεῖται σημειώσεως, κἂν ἀπὸ τῆς πέμπτης ἢ τῆς ἕκτης ληφθείη, τουτέστιν ἀπὸ τοῦ κλίνω ἢ ἀπὸ τοῦ κλείω. Τέτυψαι, τέτυπται· ἔδει μὲν τρεπομένου τοῦ μαι καὶ ἑξῆς. Πάντων [τῶν] λεγόντων ἀντιστοιχεῖν τὰ δασέα τοῖς ψιλοῖς, ἄτοπον τὸ νῦν εἰρημένον φανήσεται· πῶς γὰρ εἰς τὸ ἀντίστοιχον τοῦ τ μετα‐ | |
35 | βέβληται τὸ μ; ἔδει μὲν οὖν εἰπεῖν, ὅτι τὸ ἐν τῷ τέτυμμαι μ δυνάμει | 426 |
427 | φ ἐστὶ διὰ τὴν ἐπιφορὰν τοῦ μ εἰς μ τραπὲν κατὰ τὴν οἰκείαν σύνταξιν· ὅτε δὲ ἀπέστη τὸ μ καὶ προσῆλθε τὸ τ ἐν τῷ τρίτῳ, εἰς τὸ ἀντίστοιχον π μεταβέβληται τὸ φ διὰ τὴν σύνταξιν· ψιλὰ γὰρ ψιλῶν ἡγεῖται 〈καὶ μέσα μέσων〉 καὶ δασέα δασέων κατὰ τὴν αὐτὴν συλλαβήν. Εἰ δέ τις | |
5 | εἴποι, ὅτι τὸ «ἀντίστοιχον» ἀντὶ τοῦ «ἰσόστοιχον» κεῖται, παραγραψόμεθα καὶ τοῦτο· πῶς γὰρ ἰσοδυναμοίη τὰ ἑτεροειδῆ τῶν στοιχείων, λέγω δὴ 〈τῷ〉 μ τὸ π, εἰ μή τις τὸ μ ἐκδέξηται, ἀλλὰ τῷ τ; ἄμφω γὰρ ἄφωνα ψιλά. Τετυμμένοι εἰσίν. Πρόδηλος ὁ κανών. Οὐκ ἀφανὴς δὲ καὶ ἡ | |
10 | τῆς ἀπολείψεως αἰτία· τὰ γὰρ εἰς ται τρίτα ἑνικὰ πρὸ τῆς ται δεχό‐ μενα τὸ ν τρίτα πληθυντικὰ γίνεται, εἰ δὲ ἕτερον πρὸ τοῦ τ σύμφωνον ἔχοι τὸ ἑνικόν, ἀπολείπει τὸ τρίτον τῶν πληθυντικῶν, ὅπερ συνέβη ἐνταῦθα· πῶς γὰρ συσταίη τετύπνται; ἐξ ἀνάγκης οὖν διὰ μετοχῆς καὶ τοῦ εἰσί ῥήματος ἀναπληροῦται. Ἀλλ’ ἀποροῦσι, πῶς ἂν τελειοίη | |
15 | ἡ μετοχὴ τὸ ῥῆμα, ἢ πῶς τρίτον λογισθείη τὸ τετυμμένοι εἰσί τοῦ τετύμμεθα. Πρὸς οὕς φαμεν, ὅτι οὐδὲν ἄτοπον, ὅταν ἐξ ἀνάγκης λείπῃ τι, δι’ ἐπινοίας ἀναπληροῦσθαι, οὐ τὸν ἐκείνου μερισμὸν πάντως ἀναδε‐ χόμενον, ἀλλὰ τὴν χρείαν ποιοῦν καὶ τὴν σύνταξιν· ὡς ἐπὶ τῶν ἄρθρων, ἃ ἐπείπερ ἀναπόλησιν παριστᾷ 〈καὶ〉 ἐπὶ ἀπόντων καὶ ἀωρισμένων τάσ‐ | |
20 | σεσθαι πέφυκε προσώπων, ταύτῃ τοι καὶ κλητικὴν ἔχειν ἐξ αὐτῶν μὴ δυνάμενα, καθότι τοῦ πέλας ἐστὶ πρὸς τὸν καλοῦντα ἐπιστροφή, κλητι‐ κὸν ἔχει συντεταγμένον ἐπίρρημα· οὕτω καὶ τὴν ἀντωνυμίαν συνίστασθαί φαμεν, δυναμένων ἥκιστα τῶν ὀνομάτων πρώτοις καὶ δευτέροις συντάτ‐ τεσθαι προσώποις. Διατί δὲ μετοχῇ καὶ οὐχ ἑτέρῳ; διὰ τὴν οἰκειότητα· | |
25 | τῷ δὲ εἰσίν ἐνεστῶτι, ἐπεὶ ἐνεστῶτα μιμεῖται ὁ παρακείμενος, καὶ ὅτι οἱ τετελειωμένοι ἐνεστῶτες παρακειμένου οὐδὲν διαφέρουσιν. Ἔστι δὲ καὶ ἄλλως ἀπολογήσασθαι, ὅτι ἡ μετοχὴ ὑπαρκτικῷ συνταγεῖσα ῥήματι τελειοῖ τὴν τοῦ ῥήματος αὐτῆς ἔννοιαν, δεχομένη ἐκ τοῦ ῥήματος πρόσωπον καὶ ἀριθμὸν καὶ ψυχῆς διάθεσιν, οἷς ἐπελελοίπει· τὸ γὰρ | |
30 | πρᾶγμα ἔχει· ἔστι δὲ ὅτε καὶ αὐτὰ τὰ δυνάμενα συνίστασθαι οὕτω γίνε‐ ται, πεποιημένοι εἰσί· πολλῷ οὖν μᾶλλον τὰ ἀσύστατα. Καὶ ἰωνικῶς τετύφαται· πᾶν τρίτον ἑνικὸν καὶ ἑξῆς. Καλῶς ἔχει· φησὶ δὲ «ἔχον πρὸ τοῦ τ ψιλόν» διὰ τὸ κέκαρται τέτιλται, οὐδὲ γὰρ ἐκ τούτων ποιοῦσιν· εἰ δὲ διὰ τοῦ στ ἀπὸ βαρυτόνων ἢ ἀπὸ | |
35 | περισπωμένων, οὐ ποιοῦσιν. | 427 |
428 | Ὑπερσυντελίκου. Ἐτετύμμην. Ἅπαντα τὰ [πρῶτα] πρόσωπα δῆλα· περὶ δὲ τοῦ Ἰωνικοῦ ἐκεῖνό φαμεν, ὡς ἀφ’ ὧν ἐποίησαν παρακειμένους, ἀπὸ τούτων καὶ ὑπερσυντελίκους· προείρηνται δὲ πᾶσαι αἱ παραφυλακαί. | |
5 | Ἀορίστου πρώτου. Ἐτύφθην. Πρόδηλος ὁ κανών· μόνον σημειῶδες τὸ εὑρέθην τὴν παραλήγουσαν μὴ φυλάξαν τοῦ εὕρημαι. Τὰ ὑπόλοιπα τῶν παθητικῶν πρόδηλα. Περὶ ἀπαρεμφάτων. | |
10 | Τινὲς ἠθέλησαν δεῖξαι, ὅτι τὰ ἀπαρέμφατα οὐκ εἰσὶ ῥήματα, τινὰ προβαλλόμενοι ἐπιχειρήματα, ὧν πρῶτόν ἐστι τοῦτο· παρέπεται, φασί, τῷ ῥήματι πρόσωπα καὶ ἀριθμοί, ἅπερ οὐ παρεδέξατο τὰ ἀπαρέμφατα· οὐκ ἔστιν ἄρα ῥήματα· ἔτι ῥῆμα ῥήματι συνδέσμου χωρὶς οὐ συντάσσε‐ ται, εἴτε κατ’ ἄλλην καὶ ἄλλην ἔγκλισιν, ἢ κατὰ 〈τὴν〉 αὐτήν· οὐ γὰρ | |
15 | ἂν ῥηθείη τύπτω γράφω ἢ τύπτε γράφε· τὰ δὲ ἀπαρέμφατα ναί, οἷον γράφειν θέλω· οὐκ ἄρα ῥήματα· τρίτον ὅτι κατὰ πρόταξιν καὶ ὑπόταξιν συνέρχεται τοῖς ῥήμασιν, ὅπερ ἴδιον ἐπιρρήματος, οἷον θέλω πράττειν, πράττειν θέλω· ἄρα ἐπίρρημα. Ἀλλὰ τὸ μὲν πρῶτον ἐπελυσάμεθα εἰπόντες, ὡς ἀρχή τις καὶ ῥίζα τοῦ ῥήματός ἐστι τὸ ἀπαρέμφατον, καὶ | |
20 | κατὰ τοῦτο ἁπλοῦν ἔμεινε καὶ ἀνείδεον. Πρὸς δὲ 〈τὸ〉 δεύτερόν φαμεν, ὅτι οὐκ ἐπὶ πάντων διήκει ἡ σύνταξις, ἀλλ’ ἐπ’ ἐνίων, ὡς ἐπὶ τῶν ὀρεκτικῶν καὶ ἐφετικῶν τῶν λειπόντων τῷ πράγματι· θέλω γὰρ μαθεῖν ἢ πλουτεῖν εἴποι τις ἄν, γράφω δὲ τρέχειν οὐδαμῶς· ὁ γὰρ σύνδεσμος συνδεῖν ἐθέλει τὰ πράγματα, οὐχ ἁπλῶς τὰς φωνάς· καὶ γὰρ ἐπὶ τῶν | |
25 | ὀνομάτων τὰ μὲν καθ’ ἑνὸς ὑποκειμένου λεγόμενα δύο ὀνόματα ἔσθ’ ὅτε καὶ τρία συνδέσμου δίχα λέγεται, ὅταν προστεθῆται τὰ ἐπιθετικά, οἷον ὁ μέγας φιλόσοφος Πλάτων, ὁ λευκὸς ἵππος· δύο δὲ πραγμάτων ὑποκειμένων παραληφθήσεται πάντως ὁ σύνδεσμος, οἷον Σωκράτης καὶ Πλάτων ἄμφω φιλόσοφοι, καὶ τοσοῦτον πρᾶγμα ἕτερον παρίσταται διὰ | |
30 | τοῦ συνδέσμου· ὡς εἰ ληφθείη μεταξὺ ἐπιθέτου καὶ κυρίου, δύο πάντως παρίστησι καὶ πρόσωπα, οἷον ὁ γραμματικὸς καὶ Διονύσιος, οὐ γὰρ ταὐτὸν τῷ ὁ γραμματικὸς Διονύσιος. Οὕτω καὶ ἐπὶ τῶν ῥημάτων ἡνίκα ἕν ἐστι πρᾶγμα, οὐ λαμβάνεται ὁ σύνδεσμος, οἷον θέλω γράφειν· τὰ 〈γὰρ〉 προαιρετικὰ πράγματός ἐστιν ἔρημα, τὰ δὲ ἀπαρέμφατα πράγματα | |
35 | μὲν δηλοῖ προσώπων καὶ ἀριθμῶν ἐστερημένα· ἡ οὖν τῶν προαιρετι‐ | |
κῶν πρὸς τὰ ἀπαρέμφατα σύνταξις δυνάμει ἓν ῥῆμά ἐστιν, ἑκατέρου | 428 | |
429 | πληροῦντος τὸ θατέρου λεῖπον. Πρὸς δὲ τὸ τρίτον φαμέν, ὅτι τὰ ἐπιρρήματα ἐν ἰδίοις μετασχηματισμοῖς διάφορον χρόνον οὐ πέφυκε δηλοῦν, οἷον τὸ νῦν οὐχὶ μετασχηματισθὲν δηλοῖ τὸν μέλλοντα, ἀλλ’ ἑτέρᾳ φωνῇ τὸ αὖθις, οὐδὲ τὸ σήμερον ποιεῖ τὸ αὔριον, τὸ δὲ τύπτειν | |
5 | 〈καὶ〉 ποιεῖν ποιεῖ ἐν μετασχηματισμῷ τὸ τύψειν καὶ ποιήσειν [ποιεῖ]· πῶς οὖν οὐ ῥῆμα τὸ ἰδιαίτατον ἔχον τοῦ ῥήματος; Φαμὲν οὖν ὡς πᾶν μέρος λόγου καὶ ἑξῆς. Παρὰ τὸ δέον ὑπηγόρευται· πῶς γὰρ τὸ φύσει ἕν εἰ ἕν ἐστι ποικίλλοιτο, ἢ πῶς τῇ τοῦ ἄρθρου παραθέσει ποικίλον λέγοιτο τὸ ἕν, οὐκ ἐννοῶ· τὸ γὰρ | |
10 | τύπτω προσλαβὸν τὸ ἄρθρον οὐχ ἕν, ἀλλὰ δύο γίνεται. Καὶ τὰ ἑξῆς δὲ τῆς λέξεως τοῖς ἐνθυμήμασιν ἀσύμβατα· ὡς ἂν δὲ μὴ μακρολογῶμεν, τὸ κείμενον ἀφέντες τὸν σκοπὸν ἀνακαλύψωμεν. Τὸ ἄρθρον κατὰ δύο τρόπους συναρτᾶται ταῖς λέξεσιν, ἤτοι τῷ λόγῳ τῆς φωνῆς ἢ τῷ λόγῳ τοῦ σημαινομένου· καὶ τοῖς μὲν πτωτικοῖς κατὰ δύο τρόπους προσαρτη‐ | |
15 | θήσεται, οἷον «τὸ Ἀρίσταρχος προπαροξυνόμενόν ἐστι»· τοῦτο τῷ λόγῳ τῆς φωνῆς, οὐ τοῦ σημαινομένου, τουτέστι τὸ ὄνομα, τῇ φωνῇ γὰρ ἐπισυμβαίνει τὸ προπαροξύνεσθαι, οὐ τῷ πράγματι· «ὁ Ἀρίσταρχος γραμματικός ἐστι»· τοῦτο τῷ λόγῳ 〈τοῦ〉 σημαινομένου· οὐ γὰρ ταῖς συλλαβαῖς ἀλλὰ τῷ ἐξ αὐτῶν δηλουμένῳ ἁρμόσει τὸ γραμματικεύεσθαι· | |
20 | οὕτω καὶ ἐπὶ τῶν ἄλλων πτωτικῶν ἐξετάσεις· τοῖς δὲ ἀπτώτοις καθ’ ἕνα μόνον τὸν τῆς φωνῆς, διὸ καὶ ἑνικῶς λέγεται, οἷον τὸ τύπτω παρο‐ ξύνεται, τουτέστι τὸ ῥῆμα, ἡ διά ὀξύνεται, τουτέστιν ἡ πρόθεσις. «Τὸ τοίνυν ἀπαρέμφατον τοῦ φύσει ῥήματός ἐστιν ὄνομα, διὸ μονόφωνόν ἐστι καὶ πολλάκις ἄρθρον ἔχει συναρτώμενον τῷ λόγῳ τοῦ | |
25 | σημαινομένου, οἷον τὸ ἀναγινώσκειν ὠφέλιμόν ἐστιν, τοῦ ἀναγινώσκειν ἐπιθυμῶ, τῷ ἀναγινώσκειν ἥδομαι». Καὶ ταῦτα μὲν ὁ τεχνικός· συγκέχυ‐ ται δὲ αὐτῷ εἰς ἄγαν τὰ εἰρημένα· λαβὼν γὰρ ὡς λύσιν τὴν ἀπορίαν ἀσυμφανὲς καὶ ἀκατάλληλον τὸ χωρίον κατεσκεύασε· καίτοι γε, εἴποι τις ἂν πρὸς αὐτόν, εἰ ὄνομά ἐστιν, ὡς σὺ φῄς, κατὰ τοῦτο μᾶλλον | |
30 | ἐχρῆν καὶ πολύφωνον εἶναι. Εἰ δὲ καὶ ὅλως ἔδει κατασκευάσαι τὸ ὄνομα, ἔστιν οὕτως· ὤφειλε τὸ ἀπαρέμφατον δέχεσθαι τὸ ἄρθρον τῷ λόγῳ τοῦ σημαινομένου, οἷον τὸ γράφειν καλόν ἐστι, τοῦ γράφειν ἐφίεμαι, ἐπιτέρπομαι τῷ γράφειν· δῆλον γὰρ ὅτι πράγματα σημαίνεται· εἶτα ἀντίθεσιν προβάλλεσθαι· καὶ πόθεν μονόφωνόν ἐστι; καὶ ταύτην | |
35 | λῦσαι λέγοντα, ἐπείπερ ἀχαρακτήριστόν ἐστιν· οὐδὲν γὰρ καθόλου εἰς ειν ὄνομα· ὃν τρόπον οὐ κλίνεται τὰ ἀχαρακτήριστα στοιχεῖα φέρε εἰπεῖν, | |
οὕτω καὶ τὰ ἀπαρέμφατα. Δέδεικται οὖν, ὃ προείλετο εἰπεῖν· ἔχει δὲ | 429 | |
430 | οὐχ οὕτως· ἐδείξαμεν γὰρ ἐν ἄλλοις, ὡς ῥήματά ἐστι τὰ ἀπαρέμφατα κατὰ σύνταξιν τοῦ ἔξωθεν νοουμένου πράγματος τὰ ἄρθρα δεχόμενα· ὡς γὰρ ἡνίκα φαμὲν «ἡ χθὲς βαρεῖα ἦν» ἢ «τὸ σήμερον ὑγιεινόν ἐστιν», οὐ τοῦ ἐπιρρήματος τὸ ἄρθρον εἶναι λέγομεν ἀλλὰ τοῦ ἔξωθεν συνακουο‐ | |
5 | μένου, ἡ χθὲς ἡμέρα, τὸ νῦν διάστημα, οὕτω καὶ ἐπὶ τῶν ἀπαρεμφά‐ των, τὸ γράφειν καλόν ἐστι, τουτέστι τὸ πρᾶγμα, ὡς ἐντελέστερον ἐν τῷ ἰδίῳ περὶ αὐτῶν γνωσόμεθα λόγῳ· ἤδη δὲ χωρῶμεν ἐπὶ τοὺς κανόνας. Τύπτειν. Κανονίζει τὰ τῶν περισπωμένων ἐκ τοῦ παρατατικοῦ | |
10 | ἀναγκαίως, ἐπειδὴ τὰ τῆς δευτέρας οὐ παραδέχεται τὸ ι προσγραφό‐ μενον, βοᾶν, καθάπερ ἔχει τὸ τρίτον πρόσωπον, καὶ τὰ τῆς τρίτης οὐ λήγει εἰς οιν ἀλλ’ εἰς ουν. 〈Παρακειμένου.〉 Τετυφέναι, τετυπέναι· πρόδηλα τὰ τοῦ κανόνος καὶ εὐσύνοπτα. | |
15 | Ἀορίστου πρώτου. Τύψαι. Ὁ μὲν κανὼν σαφής· ἄξιον δὲ ἀπορῆσαι, πῶς κατὰ συγγένειαν συνημμένων τῶν χρόνων ἓν ἐχόντων τὸ ἀπαρέμφατον, ἐνταῦθα τοῦ μέλλοντος ἀπεζεύχθη ὁ ἀόριστος· ὅπερ τινὲς ἐπιλυόμενοι αἰτιῶνται τὰς μετοχὰς ὑπόψυχρον λόγον προβαλλό‐ μενοι· ὧν γάρ, φασί, μία ἡ μετοχή, τούτων ἓν τὸ ἀπαρέμφατον· οἱ | |
20 | αὐτοὶ δὲ ἐν τῷ περὶ μετοχῆς αἴτιόν φασι τοῦ ἀπεζεῦχθαι 〈ἐν〉 ταῖς μετοχαῖς τὰ ἀπαρέμφατα· ὧν γάρ, φασίν, ἓν τὸ ἀπαρέμφατον, μία καὶ ἡ μετοχή· διάλληλος δὲ [καὶ] ἡ τοιαύτη δεῖξις καὶ ἀποβλητέα, ὡς εἴ τις ἐρωτῶντι, ποῦ μένει Θέων; εἴποι, ὅπου μένει Δίων· καὶ πάλιν ἀντερω‐ τῶντι, ποῦ μένει Δίων; ὅπου μένει Θέων· ἀφ’ ἧς οὐκ ἔστι μαθεῖν τὸ | |
25 | ζητούμενον. Φαμὲν 〈οὖν〉, ὡς τῶν δείξεων αἱ μέν εἰσι φυσικαί, αἱ δὲ τεκμηριώδεις· καὶ φυσικαὶ μέν, ὡς ὅταν τις καπνὸν ἐν οἴκῳ θεωρῶν γνῷ ὅτι πῦρ ἔστιν ἐν τῷ τόπῳ, τεκμηριώδεις δέ, ὡς ἡνίκα τις τόπον μεμελανωμένον ἰδὼν εἴποι, ὅτι πῦρ ἦν ὧδε, ὅπερ οὐ πάντως ἀληθές· ἐγχωρεῖ γὰρ καὶ ἀπὸ μελανίου μεμελάνθαι αὐτόν· οἱ οὖν λέγοντες διὰ | |
30 | τὰ ἀπαρέμφατα διίστασθαι τὰς μετοχὰς φυσικωτέρᾳ δείξει κέχρηνται· ἀρχὴ γὰρ καὶ ῥίζα τὰ ἀπαρέμφατα, τῆς δὲ ἀρχῆς διαιρεθείσης ἢ τῆς ῥίζης, διαιρεθήσεται εὐλόγως καὶ τὰ ἐξ αὐτῶν· οἱ δὲ τὸ ἄλλο λέγοντες, τεκμηριώδει. Ἔχει δὲ καὶ ἡ ἀληθὴς λύσις οὕτως, ὅτι οἱ μὲν ἄλλοι χρόνοι φυσικὴν ἔχοντες τὴν συγγένειαν δικαίως συνήφθησαν, ὁ δὲ | |
35 | ἀόριστος ἐπουσιώδη ἔχει πρὸς τὸν μέλλοντα συγγένειαν· ὁ μὲν γὰρ παρῆλθεν, ὁ δὲ μέλλει, 〈καὶ〉 κατὰ τὴν ἀοριστίαν συνάπτονται κατὰ συμβεβηκός. Μέλλοντος. Τύψειν. Περὶ δὲ τῶν παθητικῶν ἱκανὰ τὰ εἰρημένα τῷ τεχνικῷ καὶ | |
40 | σαφῆ καὶ ἐπεξεργασίας μὴ δεόμενα. Ἀποροῦσι δέ τινες λέγοντες, | 430 |
431 | πῶς τῶν παθητικῶν ἀπαρεμφάτων φυλαττόντων τὸν τόνον ἀφ’ ὧν ἐγένοντο προσώπων, 〈τὰ ἀπαρέμφατα τοῦ παθητικοῦ παρακειμένου καὶ τοῦ δευτέρου μέσου ἀορίστου οὐ φυλάττει τὸν τόνον ἀφ’ ὧν ἐγένοντο προσώπων〉. Καὶ φαμέν, πᾶν ἀπαρέμφατον παθητικὸν ἢ μέσον τόνον | |
5 | ἔχει ἐν τῇ παραληγούσῃ, ὃν εἶχε κατὰ τὴν λήγουσαν ἡ ἐνεργητικὴ μετοχή, ἐν δὲ τῇ προπαραληγούσῃ, ὃν εἶχε κατὰ τὴν παραλήγουσαν, εἰ μὴ τονι‐ κὸν κωλύοι παράγγελμα, οἷον τύπτων τύπτεσθαι, τετυφώς τετύφθαι, τυπών τυπέσθαι, τυπῶν τυπεῖσθαι. Τὰ τῶν παθητικῶν ἀορίστων τοῖς εἰς ναι ἀπαρεμφάτοις ἠκολούθησεν, ἅπερ ἀεὶ πρὸ μιᾶς ἔχει τὸν τόνον, | |
10 | οἷον πεπηγέναι διδόναι ζευγνύναι. Περὶ προστακτικῶν. Καλῶς εἴρηται αὐτῷ περὶ τῆς θεωρίας· καὶ οὐκ ἔστιν ἐν τοῖς προσ‐ τακτικοῖς πρῶτον. Τινὲς ἔφησαν εἶναι πρῶτα προστακτικά, ὡς τὸ 〈ν 215〉 ἀλλ’ ἄγε δὴ τὰ χρήματ’ ἀριθμήσω καὶ ἴδωμαι, καὶ τὸ | |
15 | 〈ν 179〉 ἀλλ’ ἄγεθ’, ὡς ἂν ἐγὼν εἴπω, πειθώμεθα πάντες· ἅπερ οὐκ ἔστι προστακτικά, ἀλλ’ ὑποθετικὰ τὸ δέον ὑποτιθέμενα· ἡ δὲ πρόσταξις φανερὸν ὅτι πρὸς παρόν ἐστι πρόσωπον ἀπότασις, οὐχ ὑπο‐ τιθεμένου τοῦ προστάσσοντος ἀλλὰ κελεύοντος. Τύπτε· σαφὴς ὁ κανών. Τινὲς δέ φασιν, ὅτι μᾶλλον εἰς θι λήγει, | |
20 | φέροντες τὸ κέκλυθι καὶ ἄνωχθι καὶ δείδιθι ἐν χρήσει, ἐπιλογισμῷ χρώ‐ μενοι· καὶ γὰρ ἐπειδή, φασίν, ἀμφιβολίᾳ ὑπέπεσε τὸ τρίτον ὁριστικόν, ἔδει τὸ προστακτικὸν εἰς θι εἶναι· ψευδὲς δὲ τοῦτο, ἀνάλογα γὰρ τὰ εἰς ε, ταῦτα δὲ εἰς θι σημειώδη· σπανίως μέντοι εὑρίσκονται ἐν χρήσει δεύτερα προστακτικὰ παρακειμένου. | |
25 | Ἀορίστου πρώτου. Τύψον. Ἰστέον ὅτι διάφοροι δόξαι περὶ τοῦ παρόντος προστακτικοῦ γεγόνασιν· οἱ μὲν γὰρ ἠξίωσαν αὐτὸ κοινὸν εἶναι, τοιαύταις χρώμενοι κατασκευαῖς· οὐδέποτε, φασίν, ἰδίωμα δια‐ λέκτου καθολικὸν καθίσταται, οἷον λέγομεν Παπία καὶ Αἰνεία τὴν γενικήν, ἀλλ’ οὐ καθόλου· καὶ γὰρ αἱ κοιναὶ λέγονται Παπίου καὶ Αἰνείου· οὕτω | |
30 | καὶ ἐπὶ τοῦ Πάριος Θέτιος· ἀλλὰ καὶ ἐπὶ ῥημάτων, πεινῆς διψῆς ζῆς [ἀλλὰ] καὶ τὰ ὅμοια, λέγεται κοινά, γελᾷς βοᾷς ἐρᾷς· ἔτι δὲ καὶ ὅτι ὁ ποιητὴς πρὸ τῶν Συρακουσίων γενόμενος 〈Ε 830〉 τύψον δὲ σχεδίην φησίν· εἰς ον δὲ λήγειν φασὶ διὰ τὴν μάχην τῶν κανόνων, ἐπειδὴ ὁ μὲν εἰς α λήγειν αὐτὸ ἀπῄτει, ὁ δὲ εἰς ε. Οἱ δέ φασιν, ὅτι Συρακου‐ | |
35 | σίων ἔθος ἐστίν, ἐκεῖνοι γὰρ εἰς ον φιλοῦσι περατοῦν τὰ προστακτικά· ὑπὲρ δὲ τοῦ κεχρῆσθαι τὸν ποιητήν, φασίν, ὅτι Ἀρχίας καὶ Χερσικρά‐ της Κορινθόθεν ἀποικίαν ποιησάμενοι ᾤκησαν τὴν Φαιακίαν, Ἀρχίας δὲ Σικελίαν, ἔνθα καὶ τὰς Συρακούσας ᾠκοδόμησεν ἐπ’ ὀνόματι τῶν ἰδίων | |
θυγατέρων· μετανάστης δὲ γενόμενος πάντως καὶ ἀφ’ οὗ ὡρμᾶτο ἔθνους | 431 | |
432 | τὴν διάλεκτον συνεπεφέρετο· τί οὖν θαυμαστόν, εἰ Ὅμηρος Συρακου‐ σίοις κέχρηται ἔθεσι Δωρίδι χρώμενος, ἀφ’ ἧς ὕστερον Συρακούσιοι ἀπετμήθησαν· οἷς καὶ συντίθεται ὁ τεχνικός. Ὅτι δὲ καὶ διαλέκτου ἰδίωμα καθολικὸν γίνεται, φανερόν· ἰδοὺ γὰρ λέγομεν Μηνᾶς Μηνᾶ, | |
5 | Ζηνᾶς Ζηνᾶ, καὶ οὐχ εὑρίσκεται Μηνοῦ καὶ Ζηνοῦ· εἰ καὶ ὁ Φιλό‐ πονός φησιν, ἔστι μὴ ἀπὸ διαλέκτου ταῦτα λέγειν. Τυψάτω. 〈Ἰστέον〉 ὅτι ἔδει νόμῳ τῶν εἰς ω προστακτικῶν διὰ τοῦ ετω γενέσθαι τὸ τρίτον, ἀλλὰ φιληδεῖ τὸ α· ἀλλ’ οὐκ ἔστιν ἀληθές· διατί γὰρ τὸ δεύτερον οὐκ ἐγένετο τύψα, εἴπερ χαίρει τῷ α; Ἄμεινον οὖν λέγειν, ὅτι ὡς ἀπὸ τοῦ | |
10 | τύψα ποιεῖται τὴν κλίσιν· ἔτυψα γὰρ τὸ πρῶτον, τὸ δεύτερον ἔτυψας, ὅπερ ἀποβαλὸν τὸ ς τρίτον γίνεται ἔτυψα, ἀφ’ οὗ ὀφείλει κανονίζεσθαι τὸ προστακτικόν· ὅθεν καὶ τὰ Ἰωνικὰ τρίτα διὰ τοῦ α λέγονται, τύψασκε γράψασκε καὶ τὰ ὅμοια· τὸ μέντοι 〈Γ 105〉 ἄξετέ μοι Πριάμοιο βίην καὶ 〈Γ 103〉 οἴσετε δ’ ἄρνε σημειώδη, ὡς ἀπὸ δευτέρων εἰς ε | |
15 | ληγόντων. Ἀορίστου δευτέρου. Τύπε· σαφὴς ὁ κανών. Ἰστέον δὲ ὅτι ἡ κοινὴ τὰ τοῦ δευτέρου ἀορίστου προστακτικὰ βαρύνει, πλὴν τριῶν, ἐλθέ εἰπέ εὑρέ· τὸ δὲ λαβέ ἰδέ ὀξυνόμενα Ἀττικά, Ἀθηναῖοι γὰρ αὐτὰ ὀξύ‐ νουσιν, οἷον φαγέ πιέ καὶ ὅσα τοῦ δευτέρου ἀορίστου. | |
20 | Περὶ τοῦ παθητικοῦ προστακτικοῦ. Τύπτου· τὸ δεύτερον τοῦ παθητικοῦ παρατατικοῦ τὴν ἐν ἀρχῇ κλιτικὴν ἔκτασιν συστεῖλαν καὶ ἑξῆς· σαφὴς ὁ κανών. Ἰστέον δὲ ὅτι τὸν τόνον φυλάττει τοῦ ὁριστικοῦ δευτέρου προσώπου ἀφ’ οὗ κανονίζεται τὸ προστακτικόν, οἷον ἐτύπτου παροξυτόνως, ἀλλὰ | |
25 | μὴν καὶ τύπτου παροξυτόνως, ἐνοοῦ νοοῦ, ἐβοῶ βοῶ. Τυπτέσθω· τὰ εἰς τω τρίτα προστακτικὰ τροπῇ τοῦ τω εἰς σθω τρίτα παθη‐ τικὰ γίνεται. Ὁ κανὼν εὖ ἔχει· ἐπειδὴ πολλὰ δὲ ἔγνω [πολλὰ] τῷ παρόντι ἐναντιούμενα κανόνι—καὶ γὰρ ἐπὶ τοῦ παρακειμένου καὶ ὑπερ‐ συντελίκου ἔτι καὶ ἀορίστου πρώτου καὶ δευτέρου οὐχ οὕτως ἔχει· οὐ | |
30 | γὰρ ἂν γίγνοιτο ἀπὸ τοῦ τυψάτω τυψάσθω τὸ παθητικὸν οὐδὲ ἀπὸ τοῦ δευτέρου τυπέτω τυπέσθω—ἕτερον λέγει ἀρραγῆ κανόνα καὶ καθολικώτερον, ὅτι πᾶν δεύτερον παθητικὸν ἢ μέσον πληθυντικὸν τροπῇ τοῦ ε εἰς ω τρίτον προστακτικὸν γίνεται· καὶ πρόδηλα τὰ παραδείγματα. Παρακειμένου. Τέτυψο· δῆλον. Τὴν κατ’ ἀρχὴν δὲ αὔξησιν | |
35 | συστέλλει, ὅταν πλέω τοῦ παρακειμένου αὐτὴν ἔχῃ· εἰ δὲ ἀπὸ τῆς αὐτῆς ἄρχεται τῷ παρακειμένῳ, οὐδὲν ἀποβάλλει· παραδείγματα ἐγέ‐ γραψο γέγραψο, ἔσταλσο ἔσταλσο. Ἀορίστου πρώτου. Τύφθητι· πᾶσα μετοχὴ καὶ ἑξῆς· παρα‐ | |
λήγουσαν δὲ οὐχὶ τῆς γενικῆς τῆς μετοχῆς ἔχει, ἀλλὰ τοῦ πρώτου | 432 | |
433 | πληθυντικοῦ ὁριστικοῦ, οἷον ἐτύφθημεν τύφθητι, ἔγνωμεν γνῶθι· ἡ δὲ τροπὴ τοῦ θ εἰς τ διὰ τὴν κακοφωνίαν τῆς ἐπαλληλίας τῶν δασέων. Ἀορίστου δευτέρου. Τύπηθι· ὁμοίως τῷ πρώτῳ. Τύψαι· σαφές. | |
5 | Τύπου· ὁμοίως· τοῦτο δὲ παραφυλακτέον, 〈ὅτι〉 οἱ μὲν Ἀθηναῖοι περισπῶσι τὰ εἰς ου προστακτικά, ἡ δὲ κοινὴ τὰ ἀπὸ βαρυτόνων βαρύνει, ἐγράφου γράφου, ἐλάβου λάβου· Ἀττικοὶ δὲ γραφοῦ καὶ λαβοῦ φασίν. Περὶ εὐκτικῶν. Ταῦτα πρόδηλα· πλὴν ἰστέον οὖν, ὅτι προέταξε τῆς εὐκτικῆς τὴν | |
10 | προστακτικήν, τῶν ἄλλων τεχνικῶν προτάττειν ἠξιωκότων τὴν εὐκτικήν· ἐν οἷς καὶ τὰ τῆς προστακτικῆς, ἡ εὐκτικὴ ἔγκλισις αὐτόθεν πρόδηλον Περὶ ὑποτακτικῶν. Ἤδη προείρηται ἐν τοῖς προτελείοις, διατί ὠνόμασται ἡ παροῦσα ἔγκλισις ὑποτακτική, καθὸ συνδέσμοις τισὶν αἰτιώδεσιν ὑποτάσσεται, καὶ | |
15 | ὅτι αἰτιολογίαν καὶ δισταγμὸν 〈καὶ〉 ἀποτέλεσμα σημαίνουσα οὐκ ἠδυνήθη ἀπὸ μιᾶς ὀνομασθῆναι, ἐπεὶ ἐξεβάλλοντο ἂν αἱ δύο ἄλλαι σημασίαι· ὅθεν ἐκ τοῦ παρεπομένου κοινῶς ταῖς τρισὶ σημασίαις κέκληται ὑπο‐ τακτική, καθότι, ὡς εἶπον, ἀεὶ συνδέσμοις ὑποτάσσεται. Σημαίνει δὲ πράγματα ἢ γινόμενα, ἅ ἐστιν ἐνεστῶτος, ἢ γενησόμενα, | |
20 | ἅ ἐστι μέλλοντος· διό, φησὶν ὁ Θεοδόσιος, τὰς μὲν καταλήξεις τῶν παρῳχημένων ἀπεβάλοντο, μετεποίησαν δὲ αὐτὰς εἰς ω καὶ εἰς μαι, ἅ ἐστιν ἐνεστώτων καὶ μελλόντων. Χρὴ [εἰδέναι] μὴ ταύτην τὴν ἀπολογίαν δέξασθαι· κατὰ τοῦτο γὰρ καὶ ἡ προστακτικὴ καὶ ἡ εὐκτικὴ ὀφείλει εἰς ταύτας περαιοῦσθαι τὰς καταλήξεις, ἐπεὶ | |
25 | ἐνεστώτων καὶ μελλόντων ἔχουσι σημασίαν· ἄμεινον οὖν λέγειν, ὅτι οὕτως ἔτυχεν. Ἐὰν τύπτω· οἱ τρεῖς παρῳχημένοι καὶ ἑξῆς· οὐδὲν πλέον τοῦ κειμένου· συμπεριείληπται δὲ τῷ πρώτῳ ἀορίστῳ ὁ δεύτερος. Ἐὰν τύπτῃς· πρόδηλος ὁ κανών. Ἰστέον 〈δὲ〉 ὅτι ἡ δευτέρα καὶ τρίτη τῶν | |
30 | περισπωμένων ὁμόφωνα καὶ ὁμόγραφα ἔχει τοῖς ὁριστικοῖς τὰ ὑπο‐ τακτικά, οἷον βοῶ βοᾷς βοᾷ, χρυσῶ χρυσοῖς χρυσοῖ, ἐὰν βοῶ 〈ἐὰν〉 βοᾷς 〈ἐὰν〉 βοᾷ, ἐὰν χρυσῶ ἐὰν χρυσοῖς ἐὰν χρυσοῖ· «ἀπὸ τῶν εἰς ω» | |
δὲ εἶπεν, ἐπεὶ ἄλλως γίνονται τὰ εἰς μι. Τὰ ὑπόλοιπα πρόδηλα. | 433 | |
434 | Ἀορίστου πρώτου. Ἐὰν τύψω. Οὐκ ἀπὸ τοῦ μέλλοντος ἀλλ’ ἀπὸ τοῦ ἀορίστου γίνεται· πιστούμεθα δὲ τὸν λόγον οὕτως· ὁ ἀόριστος ἔκειρα, ὁ δὲ μέλλων κερῶ, τὸ δὲ ὑποτακτικὸν ἐὰν κείρω, οὐκ ἐὰν κερῶ· Ἀθηναῖοι δέ φασι λυριῶ καὶ λακτιῶ, τὸ δὲ ὑποτακτικὸν ἐὰν λυρίσω, | |
5 | ἐὰν λακτίσω· οἱ Δωριεῖς γραψῶ λέγουσι περισπωμένως, τὸ δὲ ὑπο‐ τακτικὸν βαρυτόνως· πάλιν ἐπὶ τῶν σεσημειωμένων, ἐὰν εἴπω, ἐὰν ἐνέγκω, μὴ ὄντων μελλόντων· ὁ γὰρ ἔθηκα ἔδωκα ἧκα, ἐπείπερ εἶχον τοὺς μέλλοντας ἐλέγχοντας, οὐ ποιοῦσιν ἐὰν θήσω, ἐὰν δώσω, ἐὰν ἥσω, οὐδὲ ἐκ τοῦ ἀορίστου· ὥστε πρόδηλα, ὅτι ἐκ τοῦ ἀορίστου καὶ οὐκ ἐκ | |
10 | τοῦ μέλλοντος. Ἀορίστου δευτέρου. Ἐὰν τύπω· βαρυτόνως τὸ ἐνεργητικόν. Ἐὰν τύπτωμαι· πᾶν παθητικὸν ἢ μέσον. Ἰστέον ὅτι σύγχυσιν ἔχει ὁ παρὼν κανών· τὸ δὲ αἴτιον, ἐπειδὴ ἐν τῷ πρώτῳ προσώπῳ περὶ τοῦ δευτέρου καὶ τρίτου διέλαβεν. Ὅπερ δὲ λέγει τοιοῦτόν ἐστιν· | |
15 | ὥσπερ ἐν τοῖς ἐνεργητικοῖς ὑποτακτικοῖς οὐδὲν διενήνοχε τὰ δεύτερα καὶ τρίτα τῆς δευτέρας καὶ τρίτης συζυγίας τῶν δευτέρων καὶ τρίτων ὁριστικῶν τῶν αὐτῶν συζυγιῶν, καθάπερ διεφώνησαν τὰ ἄλλα ὑπο‐ τακτικά, οὕτω καὶ ἐπὶ τῶν παθητικῶν, οἷον βοῶμαι βοᾷ 〈βοᾶται〉 ἐὰν βοῶμαι 〈ἐὰν〉 βοᾷ 〈ἐὰν〉 βοᾶται, 〈χρυσοῦμαι χρυσοῖ χρυσοῦται〉 ἐὰν | |
20 | χρυσῶμαι 〈ἐὰν〉 χρυσοῖ 〈ἐὰν〉 χρυσοῦται. Τοῦτο δὲ ἐπὶ ἐνεστῶτος καὶ παρατατικοῦ μόνου, ἐπὶ δὲ τῶν ἄλλων χρόνων ὁμοίως ταῖς ἄλλαις συζυγίαις καὶ αἱ τῶν περισπωμένων, ἐὰν βεβοῶμαι βεβοῇ βεβοῆται. | |
Τὰ ὑπόλοιπα ἀρίδηλα. | 434 |