TLG 4145 001 :: NICEPHORUS GREGORAS :: Historia Romana

NICEPHORUS GREGORAS Hist.
(Heracleensis Constantinopolitanus: A.D. 13–14)

Historia Romana

Source: Schopen, L., Bekker, I. (eds.), Nicephori Gregorae historiae Byzantinae, 3 vols. [Corpus scriptorum historiae Byzantinae] Bonn: Weber, 1:1829; 2:1830; 3:1855: 1:3–568; 2:571–1146; 3:3–567.

Citation: Volume — page — (line)

1

.

3

(t1)

ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ
t2ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ
t3ΛΟΓΟΣ Α.
1αʹ. Τοῖς τῶν πάλαι καὶ μέχρις ἡμῶν γενομένων τοὺς βίους διὰ
τῆς ἱστορίας ἀθανατίζουσι πλείστοις πολλάκις αὐτὸς ἐντυγχάνων,

1

.

4

καὶ θείαις τισὶ προτροπαῖς ἀκούων ὁμολογούντων ἐς τὴν τοιαύ‐ την κεκινῆσθαι ἐγχείρησιν, μέχρι μέν τινος ἄκαιρόν τινα φιλοτι‐ μίαν τῶν ἀνδρῶν κατεγίγνωσκον, κόμπου μεστὰ τὰ λεγόμενα εἶ‐ ναι οἰόμενος· ἔπειτα δ’ ἔδοξαν εἶναί μοι οἱ ἄνδρες ἐπόπται μὲν
5αὐτῆς ἀληθείας σαφεῖς, θεοῦ δὲ τῷ ὄντι τὸ ἔργον, καθάπερ ὀρ‐ γάνῳ χρωμένου τῇ τούτων χειρὶ, μικρὰ ἢ μηδὲν ἀποδέον, ὡς ἔπος εἰπεῖν, οὐρανοῦ τε καὶ γῆς, τῶν μεγίστων καὶ πρώτων αὐ‐ τοῦ ποιημάτων, πρός γε τὸ τὴν ἀπόῤῥητον δόξαν ἀναγγέλλειν, ὡς ἐφικτὸν, τοῦ θεοῦ. τὰ μὲν γὰρ καθάπερ σιγῶντες κήρυκες
10τῆς θείας μεγαλουργίας, τὸν ἅπαντα διαγίγνονται χρόνον, αἴ‐ σθησιν προκαλούμενα μάρτυρα μόνην. ἡ δ’ ἱστορία, ζῶσά τε καὶ λαλοῦσα φωνὴ, καὶ ὄντως ἔμψυχος καὶ διαπρύσιος κήρυξ αὐ‐ τῆς, διαπερᾷ τὸν αἰῶνα καθάπερ ἐν πίνακι παγκοσμίῳ δεικνύου‐ σα τὰ προγεγονότα τοῖς ἐπιγιγνομένοις ἀεὶ, ὅσα ποτὲ ἐν ἀλλήλοις
15καὶ δι’ ἀλλήλων οἱ ἐξ αἰῶνος ἐπεπράχεσαν ἐν τῷ βίῳ, καὶ ὅσα ποτὲ πεφιλοσοφήκασι περὶ τῆς τῶν ὄντων φύσεως οἱ σοφοὶ, καὶ τίνα κατείληπται τούτοις, καὶ τίνα μή· καὶ τίσι ποτὲ δυσχερείαις ἄλλοτε ἄλλοι συνηντηκότες, τίνων ποτὲ τῶν ἐκ θεοῦ καλῶν κἀ‐ γαθῶν ἐς κόρον ἀπολελαύκεσαν, καὶ πόσαις ποτὲ ταῖς ἀπροσδο‐
20κήτοις ἐκεῖθεν εὐεργεσίαις ἐνέτυχον. δοκεῖ δέ μοι καὶ τὴν οὐρα‐ νοῦ καὶ γῆς δόξαν ἐνδοξοτέραν διὰ τῆς ἱστορίας καθίστασθαι, καὶ, ἵν’ εἴπω, λαμπροτέραν πολλῷ τὴν λαμπρότητα. ποῦ γὰρ ἂν
ᾔδεσαν ἄνθρωποι, τῆς ἱστορίας οὐκ οὔσης, ὡς ὁ μὲν οὐρανὸς τὴν

1

.

5

αὐτὴν ταύτην ἀρχῆθεν ἀεὶ καὶ ἀκίνητον κινούμενος κίνησιν, ἥλιον καὶ σελήνην καὶ πάντας ἀστέρας διηνεκῶς ἐξελίττει πρὸς ποι‐ κιλίαν ὁμοίως εὔτακτόν τε καὶ εὔρυθμον, καὶ ὁμοίως τὴν τοῦ θεοῦ διηγεῖται δόξαν ἐφ’ ἡμέρᾳ τε καὶ νυκτὶ δι’ αἰῶνος· ἡ δὲ
5γῆ τὴν ἄτρεπτον ταύτην ὁμοίως ἀρχῆθεν ἀεὶ τρεπομένη τροπὴν, τὴν αὐτὴν τοῖς ἀεὶ ἐπιγιγνομένοις ἀνθρώποις γένεσιν καὶ φθορὰν δι’ αἰῶνος προδείκνυσιν; ὥστ’ εἰ μή τι πλέον, ἀλλ’ οὖν οὐδ’ ἧτ‐ τον ἂν καὶ ταύτην θαυμάσειε πᾶς τις, ὅτῳ διάνοια πρόσεστιν ὑγιαίνουσα. ἦ γὰρ ἂν ἐλλιπὲς ἐδόκει τὸ δημιούργημα, μή τινος
10ἰσχυρίζεσθαι δυναμένου καὶ πείθειν, ὡς καὶ ἄλλαι τινὲς γενεαὶ προϋπῆρξαν ὁμοίως ἀνθρώπων, καὶ πόσαι τινὲς ὑπῆρξαν, καὶ μέ‐ χρι πόσου, καὶ τί ποτε ἄρα πεπράχεσαν ἐν τῷ βίῳ, καὶ οἷστι‐ σιν ἄρα τοῖς ἐκ θεοῦ τε καὶ οὐρανοῦ καὶ γῆς ἀγαθοῖς κατὰ δια‐ φόρους γενεάς τε καὶ χρόνους ἐνέτυχον. ἀλλὰ νῦν γε πρὸς τούτοις
15καὶ προφήτας ἕτερον τρόπον τοὺς μετιόντας ποιεῖ, ἐκ τῶν φθα‐ σάντων στοχαζομένους τὰ μέλλοντα. τό γε μὴν βραχεῖ τινι τόπῳ καὶ ὡρισμένῳ τῆς οἰκουμένης οἰκοῦντά τινα πέρατα γιγνώσκειν γῆς, καὶ ἄκρα οἰκουμένης, μήκη τε καὶ πλάτη θαλαττῶν, καὶ ὅσοι ποταμοὶ καὶ λίμναι εἰσὶ, καὶ ἰδιοτροπίας ἐθνῶν καὶ τόπων,
20καὶ διαφορὰς ὡρῶν τε δὴ καὶ χρόνων τῶν ἐν διαφόροις γινομέ‐ νων μέρεσι τῆς γῆς, καὶ ὅσα ἕτερα τῶν ἀγαθῶν μυρία, τίς χα‐ ρίζεται τοῖς ἀνθρώποις, ἢ μόνη γε ἡ τῆς ἱστορίας ἐξάπλωσις; διά τοι τοῦτο καὶ οὐ τούτους μᾶλλον ἠγάπησα τῶν σοφῶν, οὐδὲ
τούτους ἐζήλωκα, οἳ κωμικοῖς τισι δράμασι καὶ σκηναῖς τραγι‐

1

.

6

καῖς καὶ θωπείαις ἐπιδεικτικαῖς τὴν ἑαυτῶν κατηνάλωσαν γλῶσ‐ σαν, ἀλλ’ ὅσοι τῶν ὄντων τὴν φύσιν, καθόσον σφίσιν ἐξῆν, ἀκριβώσαντες, καὶ ὅσοι τὰς ἱστορίας ἐκ τῶν καθ’ ἕκαστα καὶ ἄλ‐ λοτ’ ἄλλοις εἰρημένων τε καὶ πεπραγμένων ἔς τε ἀνδρίαν ψυχῆς
5βλεπόντων καὶ σύνεσιν, κόποις ἰδίοις ξυνειλοχότες, εἰς μεγίστην ὠφέλειαν τοῖς ἑξῆς ἐκδεδώκασι. καὶ μέντοι καὶ οὗτος ὁ πρὸς ἐκείνους πόθος καὶ ζῆλος κἀμὲ τὰ ἀκόλουθα πράττειν παρέπεισε, καὶ οὗτος αἴτιος ἐμοὶ τοῦ τοιοῦδε γέγονεν ἐγχειρήματος. ἐπεὶ δ’ ὅπερ ὀφθαλμὸς τοῖς ζώοις, τοῦτο τῇ ἱστορίᾳ ἀλήθεια, προπο‐
10ρευομένην ἔχειν ταύτην ἐνταῦθα χρεὼν καὶ ἡμᾶς πρὸ παντὸς, δυοῖν ἕνεκα· ἑνὸς μὲν, ἵνα μὴ, ὅπερ ὡς κανόνα καὶ στάθμην τοῖς ἐσομένοις προυθέμεθα προτιθέναι, τοῦτον στρεβλὸν καὶ νο‐ σοῦντα ἐς τὰ καίρια δείξωμεν· ἑτέρου δὲ, καὶ ἵνα μὴ πρόφασιν δῶμεν τοῖς διασύρειν ἐξ ὀλίγων τὴν ὅλην πραγματείαν ἡμῶν βου‐
15λομένοις, καὶ ἐξελέγχειν ὡς οὐδὲν ὑγιὲς κεκτημένην· ὁποῖον δή τι καὶ τῶν ἐφ’ ἡμῶν τινες ἐλλογίμων ἐπεπόνθεσαν. ἀπειρίᾳ γὰρ πραγμάτων πλείστῃ συνεζηκότες οἱ ἄνδρες, ἔπειτα οὑτωσί πως ἐς τὸ συγγράφειν ἐμβεβληκότες, ἔλαθον πολλοῖς τισι καταχρησάμε‐ νοι ψεύδεσι, καὶ οὕτως ἐς τὸ ἀχρεῖον τὴν αὐτῶν παρασύραντες
20ἱστορίαν, ὡς καὶ πρόφασιν εὔλογον δεδωκέναι τῷ πολλῷ τὴν σύνεσιν βασιλεῖ Ἀνδρονίκῳ τῷ Παλαιολόγῳ, σὺν οὐδενὶ κόσμῳ διασύρειν καὶ ἐξελέγχειν ταύτην ἐκ τῶν καθ’ ἕκαστα· καὶ ταῦτα ἐπὶ τούτων τῶν ἀνδρῶν ἔτι παρόντων, ὧν δήπου ἐκεῖνοι τὰ πλεῖστα κατεψεύσαντο. (Β.) Καὶ ἵνα μιᾷ τῶν τοῦ βασιλέως
25δημηγοριῶν, ἣν ἐπ’ ἐμοῦ διεξῆλθεν, ἐν καιρῷ χρήσωμαι (φανείη

1

.

7

γὰρ ἂν καὶ ἡμῖν εἰς τὴν παροῦσαν ἐγχείρησιν χρήσιμος)· „πολλά‐ κις,“ φησὶν, „ἐθαύμασα κατ’ ἐμαυτὸν γενόμενος, πῶς τῶν ἀν‐ θρώπων τοῖς πλείστοις ἐξὸν ἀστασίαστον καὶ εἰρήνης μεστὸν δια‐ βόσκειν τὸν βίον, καὶ πλείστους μὲν ἔχειν οἳ θαυμάσονται, μη‐
5δένας δ’ οἳ τὸν τρόπον τούτων μισήσουσιν· οἱ δὲ πρόθυμοι πρὸς τὸ λοιδορεῖν πάντα τινὰ ἀπαντῶσι καὶ γλῶτταν ἑκόντες ἀσκοῦσι πονηρὰν καὶ ἀταμίευτον καὶ ὑβρίζουσαν· καὶ ταῦτα μηδεμιᾶς πολλάκις προκειμένης προφάσεως, ἣ προβαλλομένη τι τῶν δι‐ καίων ἴσως ὑπέκκαυμα ἔσται πρὸς τοιαύτας ἀναφλέγον ὁρμάς.
10καὶ τούτων μᾶλλον ἐθαύμασα, τοὺς ὁπόσοι ψευδεῖς κατὰ βασι‐ λέων ὁμοῦ καὶ πατριαρχῶν βλασφημίας συῤῥάπτειν καὶ ἀναισχύν‐ τως προφέρειν τολμῶσι· καὶ πάντων ἐθαύμασα μάλιστα, τοὺς ὅσοι γραφῇ παρατίθεσθαι τὰς οὕτω ψευδεῖς βλασφημίας αὐτῶν οὐκ ὀκνοῦσι. τὰς γὰρ ἀπὸ μόνης τῆς γλώττης προϊούσας λοι‐
15δορίας αὖραι λαβοῦσαι ἐς αἰθέρος ἀβύσσους διασκεδάζουσιν. αἱ δὲ γραφαῖς καὶ βίβλοις ἐντυπούμεναι μονιμώτερον καὶ τυραν‐ νικώτερον κατὰ τῶν ὑβριζομένων τὸ κράτος ἐσχήκασι, τὴν ἡγε‐ μονίαν τῆς γραφῆς λαμβανούσης καὶ διὰ μακροῦ πομπευούσης τοῦ χρόνου. οὐκ οἶδα δ’ ὁπότερον οὐδ’ ἔχω ῥᾳδίως ἐπιγιγνώ‐
20σκειν οὗ χάριν ταῦτα ἐπείγονται δρᾷν, καὶ τίνος ἕνεκα κέρδους ἐς τοιούτους κρημνοὺς ἑαυτοὺς συνωθοῦσιν. εἴ τε γὰρ ἰδιότητά τινα κακίας ἀποπίμπλαντες ἑαυτῶν ἐπὶ τὰς οὕτω ψευδεῖς βλα‐ σφημίας χωροῦσι, κακῶς τοῦτο δρῶσι καὶ λίαν αἰσχρῶς καὶ κα‐
τὰ τῆς ἑαυτῶν, ὡς εἰπεῖν, κεφαλῆς. στήλην τε γὰρ τῆς σφῶν

1

.

8

κακίας τῷ χρόνῳ παρέχουσιν, ὅτι ἐξὸν ἐκ τοῦ λέγειν εὔφημα καὶ πρεσβεύειν ἀλήθειαν, γνωρίζεσθαι τοῖς ἀκούουσιν· οἱ δ’ ἐκ τοῦ πλύνειν ἁμάξαις ὕβρεων τοὺς μηδὲν ἀδικήσαντας, δημοσιεύειν εἵ‐ λοντο ἑαυτοὺς, παραπλησίως ὥσπερ ἂν εἴ τις, ἐξὸν ἠπειρώτης
5εἶναι, καὶ βίον ἐπικερδέστερον καὶ ἀκίνδυνον ζῇν, ὅδ’ ἐς Ἀτλαν‐ τικοῦ πελάγους χειμῶνας καὶ κλύδωνας φέρων ἐμβέβληκεν ἑαυ‐ τόν. τὸ δὲ καὶ κακῶν ἀρχέτυπα τοῖς ἐφεξῆς εἰς μίμησιν προτι‐ θέναι τὰ γράμματα, καὶ εἰκῇ καθιστᾷν ἑαυτοὺς αἰτίους τῆς ἐκεί‐ νων ἀπωλείας, τοῦτο δὲ ποίων κρημνῶν οὐκ ἐπάξιον, δίδυμα
10καὶ τριπλᾶ προτεῖνον τἀγκλήματα; ἃ γὰρ ὡς ἀήθη ταῖς ταῖς πολι‐ τείαις καὶ νόθα ἐλαύνειν ὡς ποῤῥωτάτω καὶ ἀποτρέπεσθαι ἔμελ‐ λον, δεδιότες οἷς τὰ τοιαῦτα πρόχειρον λοιδορεῖν, καὶ τῶν πό‐ λεων ἐξωθεῖν, ὡς πρὶν τῶν δικαστικῶν Ἀθηναῖοι πινάκων τοὺς ὅσοι παρέγγραπτοι καὶ τῆς σφῶν πολιτείας ἀνάξιοι· ταῦτα ἀσμέ‐
15νως ἤδη δέξαιντ’ ἂν πράττειν αὐτοὶ, ὡς καὶ ἄλλοις ἤδη πεπρα‐ γμένα καὶ δεδογμένα, καὶ τῶν ὅρων ὄντα τῆς συνηθείας ἐντός. φιλοῦσι γὰρ ὡς τὰ πολλὰ τῶν ἀνθρώπων οἱ τοῖς οἱοισδηποτοῦν ἀτοπήμασιν ἁλισκόμενοι, ἐς ἀρχαιοτέρας εἰκόνας ἀνάγειν τὴν μίμησιν, ἵν’ ἐκεῖθεν ὡς ἐξ ὁρμητηρίου κατατρέχωσιν, εἴ τινές
20ποτ’ ἄρ’ εἶεν οἱ πρὸς ἐλέγχους ἀποδυόμενοι. εἴτ’ οὖν διὰ τοῦ‐ το λοιδοροῦσι καὶ ψεύδονται, οὑτωσί πως ἑκατέρωθεν ἁμαρτά‐ νουσιν· εἴτ’ αὖ διαμονῆς ἕνεκα τῆς αὐτῶν συγγραφῆς, καὶ οὕ‐ τω πόῤῥω θέουσι τοῦ σκοποῦ, τὰς κρηπῖδας τῶν αἰτιῶν οὐ πάνυ
τοι σφόδρα ὑποτιθέμενοι ἀσφαλεῖς. αὐτοὶ μὲν γὰρ ἴσως εἰδότες

1

.

9

τὰς τῶν πολλῶν ἀκοὰς, ταῖς τῶν ἄλλων ὕβρεσι μᾶλλον χαιρού‐ σας ἢ τοῖς ἐπαίνοις, καὶ ὡς πολλῷ γε ἥδιον οἱ πολλοὶ τὰς ὡντι‐ νωνοῦν διεξέλθοιεν ὕβρεις ἢ τἀγαθὰ, κἂν τὰς μὲν ψεύδη μακρὰ καπηλεύωσι, τὰ δὲ φῶς ἀληθείας ἔχῃ προπορευόμενον, οὕτω τὴν
5ἱστορίαν αὐτῶν διατίθενται, ἵν’ ἐς μακροὺς δῆθεν τοὺς χρόνους χαίροντες διεξίοιεν αὐτὴν οἱ τὸν αἰῶνα κατὰ διαδοχὴν ἀμείβοντες ἄνθρωποι· καὶ οὔτε δίκης ἐπόπτην πρὸ ὀμμάτων διανοίας λαμ‐ βάνουσιν, οὔτ’ αἰδῶ τῶν καλῶς καὶ δικαίως κρίνειν εἰδότων ἀν‐ δρῶν. τοῦτο δ’ οὐ τοσοῦτον οὓς λοιδοροῦσι λυμαίνεται, ἢ αὐ‐
10τούς γε δὴ τοὺς ὑβρίζοντας, εἴπερ ἄνθρωποι μὲν σωφρονοῦντες ἀτόπους ὑπονοίας κατ’ ἐκείνων ταῖς ψυχαῖς ἐμφυτεύσαντες, μυ‐ ρίοις βριθούσας ὀνείδεσιν, ἐν κακοῖς αὐτῶν ἐσαεὶ μεμνήσονται· θεὸς δ’ ὁ τῆς δίκης προστάτης δαψιλεστέραν αὐτοῖς ταμιεύσει τῆς γλώττης τὴν κόλασιν. οὐ μὴν ἀλλ’ ἔσθ’ ὅτε καὶ δι’ ἀμαθίαν
15τοῦ βελτίονος καὶ ἀπειρίαν πραγμάτων ἅπερ ὁτουοῦν ἠκηκόει‐ σαν, πρὶν βασανίσαι, εἰ τὰ μὲν τῶν εἰκότων τάδ’ ἥκιστα, καὶ τὰ μὲν ἔοικεν ἀληθείας οἴκοις ἐνδιαιτᾶσθαι, τάδ’ ὑπερόριον ἀλη‐ θείας τείνουσι γλῶσσαν, οὕτω ταῦτ’ ἐφαπλοῦσι ταῖς ἑαυτῶν συγγραφαῖς καὶ τῷ χρόνῳ, αἰτιώμενοί τε τὰ ἀναίτια, καὶ φά‐
20σκοντες ἃ μήτ’ ἐγένοντο, μήτε γενέσθαι τῶν δυνατῶν ἦν· οἵας τοῦ Πλάτωνος τὰς ἰδέας ἀκούομεν, καὶ ὅσοι τοὺς τραγελάφους ἐκ τῶν τῆς Ἰνδίας τεράτων ἐς τὰς τῆς Ἀσίας διαβιβάζουσιν ἀκοὰς, ἐκ μὴ ὄντων αὖθις μὴ ὄντα καθιστῶντες, ἵνα μᾶλλον ἐκπλήττω‐
σι τοὺς ἀκούοντας. διὰ ταῦτα τοίνυν ἐλέγξων ἔρχομαι τὰ τοιαῦ‐

1

.

10

τα, καθόσον οἷόν τε, τῶν ἐφ’ ἡμῶν συγγραφέων. ἄνθρω‐ ποι γὰρ οὔτε δραστήριοί τινες τὴν φύσιν, οὔτε πολιτικοῖς τισι πράγμασι συμμίξαντες, ἵνα τινὰ καὶ πρακτικὸν ὀφθαλμὸν ἐκεῖ‐ θεν ἑαυτοῖς παράσχοιεν, καὶ κρίσιν ἐμπειρίᾳ πεπορισμένην, ὑφ’
5ἧς ὁρῶμεν πολλοὺς καὶ τῶν πάνυ νωθροτάτην εἰλοχότων τὴν φύ‐ σιν ἀφυπνιζομένους, ὡς εἰπεῖν, καὶ ἀνεγειρομένους ὀψέ ποτε, καὶ ἐς ἀστειότητα μετενηνεγμένους, κἀκείνοις ἤδη ἐγκρινομένους, οἷς βουλὴ καὶ κρίσις ἀνῆπται πραγμάτων, καὶ οἳ γλῶσσαν ἐξήσκη‐ σαν ἐκ τῆς τῶν ἄλλων συνδιαιτήσεως, τοῖς προτιθεμένοις πολι‐
10τικοῖς ζητήμασιν ἐν καιρῷ γινομένην· ἀλλὰ λόγοις, καὶ τούτοις πλημμελῶς, ἐξέτι νέου δεδωκότες καὶ μόνῃ τῇ τούτων σχολῇ καὶ τριβῇ τοὺς μακροὺς παραλλάξαντες ἡλίους, οὕτω κωφοὶ τῶν ἀεὶ γιγνομένων, τὸν ἅπαντα διεμέτρησαν βίον. εἰ δὲ μηδὲ τούτοις οὑτωσί πως ἐδίδουν, οὐδὲν μέγα τὸ ἐκείνων ὑπῆρχεν ἀντάλλαγμα·
15οὕτω σκότει καὶ γωνίᾳ μάλα προσήκοντες οἱ ἄνθρωποι οὐκ εὐ‐ φυῶς οὐδ’ εὐρύθμως ἐς τὴν τῶν λόγων ἐβάδισαν ἄσκησιν. πᾶσα γὰρ ἐπιστήμη καὶ τέχνη καθάπερ θεμελίῳ καὶ βάσει τῇ φύσει τὴν ἑαυτῆς συντέλειαν ἐποικοδομεῖ. ἂν γοῦν ἡ φύσις ὑγιαίνουσα ᾖ, μέγα πρὸς κατόρθωσιν γίνεται τῆς ἐπιστήμης ἐφόδιον· καθά‐
20περ καὶ σίδηρος καὶ χαλκὸς ῥᾳδίως ὑπείκων τῷ χαλκοτύπῳ. ἂν δ’ ὁ τῆς φύσεως ἀσθενῶς ἔχῃ θεμέλιος, κάκιστος ἐπίκουρος τοῖς τῆς ἐπιστήμης οἰκοδομήμασι γίνεται, καὶ ἵν’ εἴπω πλημμελὴς καὶ
ἐπίβουλος σύμμαχος. ὡς νῦν γε καὶ οἱ χρηστοὶ οὗτοι νωθρὸν ὡς

1

.

11

τὰ πολλὰ καὶ νοσοῦν τὸ συμφυὲς κτησάμενοι φρόνημα, εἰκότως ἄρα καὶ ὃν ἐκ τῆς τέχνης ἐπορίσαντο λόγον σεσαλευμένον ἔφη‐ ναν ὁμοῦ καὶ νοσοῦντα τὰ καίρια. ἐγὼ δὲ καὶ τῶν πάλαι σοφῶν ἔστιν οὓς ἐπυθόμην φαμένους, ὡς τοὺς ἀγαθοὺς τῶν ζωγράφων
5μιμεῖσθαι χρεὼν, ὁπόσοι ἐς τὸ συγγράφειν ὁρμῶσι. καὶ γὰρ κἀ‐ κεῖνοι εἴ τι που τοῖς ἀρχετύποις ἐκ φύσεως παρυπέστη πλημμέλη‐ μα, εἴτ’ ἐς τὸ ἧττον τοῦ δέοντος, εἴτ’ αὖ ἐς τὸ πλέον παρασῦ‐ ρον ἔστιν ἃ τῶν τοῦ σώματος μερῶν, οὐχ ἅπαν ἀκριβῶς ἐναρμό‐ σαι σπουδάζουσι τῇ γραφῇ τῆς εἰκόνος· ἀλλά πη μὲν ἐντιθέασιν,
10ὅσον ἐνδείξασθαι τὴν ὁμοιότητα, πὴ δ’ οὒ, ἵνα μήτε τὸ δύσμορ‐ φον καὶ αἰσχρὸν ἡ γραφὴ τῆς εἰκόνος ἔχῃ διηνεκῶς, μήτε φύσεως ὄνειδος ἀεὶ τοῖς ὀφθαλμοῖς τοῦ χρόνου προφαίνηται, καὶ γίνηται τοῖς φιλοσκώμμοσι πρόφασις γέλωτος ἅμα καὶ χλεύης. οἱ δὲ σεμνοὶ οὗτοι, εἴτ’ οὐκ εἰδότες, εἴτε μισοῦντες τὴν ἀλήθειαν, οὐ
15μόνον οὐδὲ μικρὰ τῶν ἀληθευόντων ἁμαρτημάτων ὑφελόμενοι, πυθμέσιν ἀφῆκαν σιγῆς, ἀλλὰ καὶ πολλὰ τῶν μήτε πραχθέντων ἢ λαληθέντων ἐφήρμοσαν τῇ ἑαυτῶν συγγραφῇ· οὕτω πικροὶ καὶ ἀφειδεῖς ἀνεφάνησαν τῆς ἀληθείας ἐχθροί. ἢ ποῦ οὐκ ἂν ἀτοπίας ἐλαύνοιεν τοιαῦτα φιλοτιμούμενοι γράφειν, ὧν μήτ’ αὐτόπται
20αὐτοὶ ἐγεγόνεισαν, μήτ’ αὐτήκοοι τῶν πραξάντων ἢ καὶ θεασα‐ μένων γενέσθαι ἐσπούδασαν, ἀλλ’ ὅσα μεθυούσῃ γλώσσῃ διεξία‐ σιν οἱ τὰ χαμαιτυπεῖα πληροῦντες, καὶ ὅσαπερ αἱ γρᾶες ληροῦσι καὶ τερατεύονται; ἀλλ’ ὅτι μὲν οὐκ ἀντιστρατευομένην ἐμοὶ οὐ‐
δὲ τἀμὰ συγκυκῶσαν πράγματα τὴν ἑαυτῶν γλῶσσαν οἱ ἄνθρω‐

1

.

12

ποι ἔστησαν, οὐδὲ κατὰ τῆς ἐμῆς ὁλοσχερῶς ἐξώπλισαν ἀληθείας, ἡ βίβλος ἐκείνων δηλώσει, σποράδας καὶ ἡμετέρους ἐπαίνους πολ‐ λαχῇ περιφέρουσα· ὃ δὴ λαμπρὰν ἐμοὶ καὶ περιφανῆ τὴν παραί‐ τησιν ὑπισχνεῖται, μὴ ἂν ὑποπτεύσειν τῶν πάντων οὐδένα, πρὸς
5ἄμυναν λέγειν ἐμὲ, καὶ ἐξορύττειν εἴ τις καρπὸς ἀληθείας, τῆς αἰτίας ἐξαιρουμένης περιφανῶς, ἀφ’ ἧς ἀκλινῶς βαδιεῖταί τις πρὸς τὰ τοιαῦτα, ἀλλ’ εὐνοίας ἕνεκα τῆς τε ἀληθείας καὶ τῶν ὑβριζομένων· τῆς μὲν, ὅτι ἐξοστρακίζοιτο ζηλοῦντα· τῶν δὲ, ὅτι ἀδικοῖντο, φέρειν οὐκ ἀνεχόμενον. τὸ μὲν οὖν πάντα ἐθέλειν
10διεξιέναι καὶ ἀνατρέπειν καθ’ ἕκαστα σχολάζοντος ἔργον ἂν εἴη, καὶ λόγοις καθάπαξ ἐγκεκυφότος. ἄλλως τε οὐδὲ πάνθ’ ὅσα γε‐ γράφασι, τοὺς ἄνδρας ψεύδεσθαι ἔφαμεν. τοῦτο γὰρ οὐδὲ τοῖς τὰς Νείλου πηγὰς ἰδεῖν τερατευομένοις προστρίψαιτο ἄν τις ῥᾳ‐ δίως, οὐδ’ ὅσοι τοὺς Ἀντίποδας καὶ Ἀντοίκους, οἵ τινές ποτ’
15ἄρ’ εἶεν ἐκεῖνοι, τῷ λόγῳ παρεισκυκλοῦσιν. ἀλλὰ πολλῶν ὄντων καὶ διαφόρων ὁπόσα κατεψεύσαντο οἱ ἄνδρες, μέτρι’ ἄττα καὶ ὧν πολλοὶ μάρτυρες ἔτι τῷ βίῳ περίεισιν ἐκλεξάμενοι, ταῦτα τῆς ἀληθείας κρινούσης φαιδρῶς ἡμεῖς ἐξελέγξομεν.“ ἀλλ’ ὁ μὲν βα‐ σιλεὺς τὴν τῆς ἑαυτοῦ δημηγορίας ἐνταῦθά που συνελάσας κατά‐
20στασιν, πολὺς ἔπειτα ἐῤῥύη πρὸς τοὺς ἐλέγχους, σύμφωνα φά‐ σκων ἐκείνοις παροῦσιν, οἳ τοῖς ἑαυτῶν διεπράξαντο σώμασιν, ἅττα ὁ συγγραφεὺς διεφθορότα εἰρήκει, καὶ ἥκιστα τῇ ἀληθείᾳ ὁμόλογα. (Γ.) Ἡμῖν δὲ ὁ μὲν περὶ τούτων λόγος ἀναμείνας ἐν τῷ παρόντι, ἔσται δῆλος ἐν τοῖς ἑξῆς, ὅτε καὶ ἡμῖν τὰς αὐτὰς
25διεξιέναι γένοιτο ὑποθέσεις· ὁ δὲ τῆς μελετηθείσης ἱστορίας ἀρ‐

1

.

13

χὴν λαμβανέτω τὰ μετὰ τὴν ἅλωσιν τῆς βασιλευούσης τῶν πό‐ λεων, ἣν ὑπὸ τῶν Λατίνων φεῦ ἐπεπόνθει· καὶ ἅπερ πρὸ τῶν ἡμετέρων μὲν ἐπέπρακτο χρόνων, παρείληπται δ’ ἡμῖν ἐκ τῶν, οἳ προβεβηκότες μάλιστα ἦσαν ἐφ’ ἡμῶν, ἐπιτροχάδην ῥητέον
5ἡμῖν· τοῦτο μὲν, ὅτι τὰ πλείω καὶ ἄλλοις εἴρηται· τοῦτο δὲ, καὶ ἵνα μὴ καὶ αὐτοί γε ἁλῶμεν ἔστιν οὗ τῆς ἱστορίας ψευδόμενοι, ἀφηγήσει διεξιέναι πειρώμενοι λεπτῇ τε καὶ ἐξειργασμένῃ, ὧν μὴ αὐτόπται αὐτοὶ γεγενήμεθα. βʹ. Τῆς γάρ τοι Κωνσταντινουπόλεως ὑπὸ τῶν Λατίνων
10ἁλούσης, συνέβη τὴν τῶν Ῥωμαίων ἡγεμονίαν, καθάπερ ὁλκά‐ δα μεγάλην, ἀνέμοις ἀγρίοις καὶ κύμασι θαλαττίοις συνειλημμέ‐ νην, κατὰ τεμάχια καὶ μέρη πλεῖστα διαιρεθῆναι, καὶ ἄλλον ἄλ‐ λοθι κατὰ μόρια, καὶ ὡς ἕκαστοι τύχοιεν, ταύτην διαλαχόντας κληρώσασθαι, ἕως ὀψὲ καὶ μόλις περὶ τὴν Νικαέων μητρόπολιν
15ἀναγορευθῆναι συμπέπτωκε βασιλέα Θεόδωρον τὸν Λάσκαριν, τριακοντούτη ἤδη τυγχάνοντα. (Β.) Τηνικαῦτα γὰρ οἱ μὲν ἡτ‐ τηθέντες, οἱ δ’ ὑποπεπτωκότι χρησάμενοι σχήματι, τούτῳ προσ‐ εῤῥύησαν μάλα ἐθελονταί· πλὴν τοῦ τῆς Κολχίδος κρατήσαντος γῆς Ἀλεξίου τοῦ Κομνηνοῦ, καὶ ὃς κατὰ τὴν Εὐρώπην Θεττα‐
20λίας τε ἦρξε καὶ ἣν παλαιὰν ὠνόμασαν Ἤπειρον· ὁ ἐξ Ἀγγέλων οὗτος ἦν Κομνηνὸς Μιχαήλ. οὗτοι γὰρ ὅσον πλεῖστον ἦν τῆς βα‐ σιλευούσης ἀπῳκισμένοι, καὶ αὐτά γε, ὡς εἰπεῖν, τῆς Ῥωμαϊ‐ κῆς ἡγεμονίας τὰ πέρατα λαχόντες ἐκ διαμέτρου, καὶ ἅμα τοῖς
τῶν τόπων ὀχυρώμασι σφόδρα τεθαῤῥηκότες, τυραννικώτερον

1

.

14

ἐπεπήδησαν τῇ ἀρχῇ, καὶ ἴσχυσαν ἄχρι καὶ τήμερον παισί τε καὶ ἀπογόνοις αὐτῶν, καθάπερ τινὰ πατρῷον κλῆρον, αὐτὴν παρα‐ πέμψαντες. (Γ.) Ἦρος μὲν οὖν ἐνειστήκει καιρὸς, ὅτε Λατῖνοι τὴν βασιλεύουσαν ἐξεπόρθησαν. τριχῆ δ’ αὐτὴν διελόμενοι, διε‐
5νείμαντο κατὰ σφᾶς, ὅ τε κόμης Φλάνδρας Βαλδουῖνος, καὶ ὁ κόμης Πλέης Δολόϊκος· μόνος δὲ Μοντησφεράντας μαρκέσιος ῥὴξ ἀποδέδεικται Θεσσαλονίκης καὶ τῶν ἐπέκεινα· βασιλεὺς δ’ ἐξ αὐτῶν ἀνηγόρευτο Βυζαντίδος ὁ Βαλδουῖνος· ὃς εὐθὺς καὶ κατὰ τῶν ἑσπερίων ἐξώρμησε πόλεων, ὅσαι περὶ Θρᾴκην σποράδες εἰσί.
10καὶ ταύτας μὲν τὴν ταχίστην ἁπάσας αὐτὸς παρεστήσατο. ὁ δὲ Μοντησφεράντης μαρκέσιος μέχρι Θεσσαλονίκης τὴν ἔφοδον ποιη‐ σάμενος, καὶ ταύτης γενόμενος ἐγκρατὴς, ῥᾷστα καθάπερ φλὸξ ἐκεῖθεν ἐπενέμετο πάσας τὰς πρόσω κώμας καὶ πόλεις, ἕως καὶ αὐτῆς ἐπέβη τῆς νήσου τοῦ Πέλοπος. τὸν μὲν δὴ ἐνιαυτὸν ἐκεῖ‐
15νον εὔδρομα τὰ Λατίνων ἐχώρει. ὠνειροπόλουν γε μὴν ἐς τοὐ‐ πιὸν ἔτος καὶ αὐτῆς ἐπιβῆναι τῆς ἕω, καὶ ὑποχείρια πάντα ποιή‐ σασθαι τὰ ἐκεῖσε, ὡς μηδὲν ἔτι Ῥωμαίοις ἀρχῆς ὑπέκκαυμα λεί‐ πεσθαι. καὶ μὲν δὴ ἦρος ἐπιστάντος, Λατινικὰ στρατεύματα διαπεραιοῦσθαι πρὸς ἕω διὰ μελέτης εἶχον ἅμα αὐτῷ Βαλδουίνῳ.
20τάχα δ’ ἂν καὶ διεπεραιώθησαν, καὶ τὰ ἔσχατα τῆς ἀπωλείας τοῖς ἐπιλοίποις Ῥωμαίοις ἐπήνεγκαν, εἰ μὴ καθάπερ ἦχος μεγάλης βροντῆς ἐξαίφνης ἡ Βουλγαρικὴ φήμη καταῤῥαγεῖσα, τούτους ἐξέπληξέ τε καὶ τὴν τούτων ὁρμὴν ἀνεχαίτισεν. (Δ.) Ὁ γάρ τοι
τοῦ πρώτου Ἀσὰν ἀδελφὸς καὶ διάδοχος Ἰωάννης πάντας τοὺς

1

.

15

ὑπὸ χεῖρα Βουλγάρους στρατολογήσας, ἐπαγόμενος δὲ καὶ μισθο‐ φορικὸν οὐκ ὀλίγον ἐκ τῶν παρὰ τὰ βόρεια μέρη τοῦ Ἴστρου Σκυ‐ θῶν, καιρὸν ἔχειν ἔκρινεν ἐπιθέσθαι ταῖς Θρᾳκικαῖς κώμαις καὶ πόλεσιν, ἐν ζάλῃ καὶ θορύβῳ μακρῷ τῶν Ῥωμαϊκῶν τηνικαῦτα
5πραγμάτων ὄντων, καὶ τῶν Λατίνων ἐν ἄλλοις σπουδαιοτέροις περισπωμένων. ὅθεν ἀνάγκῃ συνειλημμένοι τοιαύτῃ, τὴν οὖσαν Λατινικὴν ἀναλαβεῖν ἔγνωσαν δύναμιν ἅπασαν Βαλδουῖνός τε καὶ οἱ σύν γε αὐτῷ τὴν ἡγεμονίαν διαλαχόντες, καὶ μέχρι καὶ ἐς τὰ τῆς Ὀρεστιάδος ἱππήλατα κατεσπουδασμένην τινὰ τὴν ἐκστρα‐
10τείαν ποιήσασθαι. οὗ γενομένου, πρὸς μάχην ἑκατέρωθεν ἐκεῖ περιφανῆ τὰ στρατεύματα συνεῤῥάγη, καὶ πολὺς ἀμφοτέρωθεν ἐγίνετο φόνος, εὐρώστως ἀγωνιζομένων ἁπάντων μέχρι καὶ ἐς πο‐ λύν τινα χρόνον· ὀψὲ δ’ ἐγκλῖναι τοῖς Βουλγάροις συνεπεπτώκει, οὐκ οἰδ’ ὁπότερον, εἴτε τὴν τῶν Λατίνων οὐ μάλα γενναίως ἐνεγ‐
15κεῖν δυνηθεῖσι βαρεῖαν ὅπλισιν, εἴτ’ ἐξεπίτηδες παρεξάγειν σφᾶς βουληθεῖσι περὶ τὰ ἔνεδρα καὶ τοὺς λόχους· ᾧ καὶ μᾶλλον τίθε‐ σθαι ἄξιον. ἤδη γὰρ ὡς ποῤῥωτάτω που τῆς διώξεως γινομένης, ἀνίστανται τῶν λόχων οἱ Σκύθαι· ἐπαναστρέφουσι δ’ ὥσπερ ἀπὸ συνθήματος καὶ οἱ Βούλγαροι, καὶ τοὺς πολεμίους παρὰ πᾶσαν
20ὁμοῦ κυκλωσάμενοι προσδοκίαν, ἐτόξευον, ἠκόντιζον, ἔσφαττον ἀφειδῶς, αἱμάτων καὶ νεκρῶν ἐπλήρουν τὴν γῆν· καὶ πολὺς ἦν τῶν Λατίνων ὁ φόνος, οὐκ ἐχόντων διὰ τὸ βάρος τῆς ὁπλίσεως ἀντέχειν πρὸς τὰς συνεχεῖς ἀντεμβολὰς καὶ ἑλίξεις καὶ κουφοτά‐ τας ἐξελάσεις τῶν Σκυθῶν. ἦσαν δ’ οὓς καὶ ζῶντας ἐλάμβανον,
25μεθ’ ὧν ἑάλω ζῶν καὶ ὁ Βαλδουῖνος. ὁ δὲ Πλέης κόμης Δολόϊκος

1

.

16

ἐπεπτώκει παρὰ τὴν μάχην. ὁ δὲ τῆς Βενετίας δοὺξ Ἐρίκος Δάν‐ δουλος μετ’ ὀλίγων πάνυ φυγὰς ᾤχετο, μετὰ μικρὸν δὲ τετε‐ λεύτηκε καὶ αὐτὸς ὑπὸ τῶν ἐκ τοῦ πολέμου τραυμάτων. (Ε.) Τὸ μέντοι Βουλγαρικόν τε καὶ Σκυθικὸν πλῆθος, κέρδους ἤδη καὶ
5πλούτου Λατινικοῦ γευσάμενοι, ἵππων τε καὶ ἁρμάτων λαμπρῶν, ἤλαυνον εἰς τὰ πρόσω προθύμως, μηδένα ἔχοντες ἤδη τὸν ἀντι‐ παραταξόμενον· ὡς τὰς μὲν τῶν Θρᾳκικῶν πόλεων ἑκοντὶ προσ‐ χωρεῖν Ἰωάννῃ, τὰς δὲ πλείους βίᾳ ἁλίσκεσθαι, αὐτάς τε ἀν‐ δραποδιζομένας, καὶ ἄχρι θεμελίων τὰ αὐτῶν ἀποβεβλημένας
10τείχη. καὶ οὕτω πάντα ῥᾳδίως ὁ Ἰωάννης κατέδραμεν ἄχρι Θεσ‐ σαλονίκης καὶ Μακεδονίας, ὁπόσα ἐν κώμαις καὶ πόλεσι καὶ φρου‐ ρίοις, μικροῦ Σκυθῶν ἐρημίαν, τὸ δὴ λεγόμενον, ἀποδείξας. γʹ. Ὁ μέντοι βασιλεὺς Ἀλέξιος, ἐπειδὴ φόβῳ τῶν Λατίνων ἔφθη τῆς Βυζαντίδος λάθρα φυγὼν καὶ περὶ τὴν Θρᾴκην πλα‐
15νώμενος, ἑάλω καὶ αὐτὸς τῷ Μοντησφεράντας μαρκεσίῳ, καὶ ὃν ἐπεφέρετο πλοῦτον ἀφῄρηται, γυμνὸς τοῦ λοιποῦ πορεύεσθαι ἀφεθεὶς, περί τε Ἀχαΐαν καὶ Πελοπόννησον συχνὸν παρήλλαξε χρόνον πλανώμενος. ὀψὲ δὲ ἀκούσας βασιλεύειν ἤδη τῶν περὶ τὴν ἕω Ῥωμαϊκῶν πραγμάτων τὸν ἐπὶ τῇ θυγατρὶ γαμβρὸν Θεό‐
20δωρον τὸν Λάσκαριν, οὐ μόνον Βιθυνίας καὶ ὅσαι παράλιοι τῶν ἐπαρχιῶν ἐπὶ βραχὺ μῆκος ἐκτείνονται, ἀλλ’ ἤδη καὶ ἐς πολλήν τε ἀνιέναι μεσόγειον, καὶ ἐπὶ μάλα τοι πλεῖστον μῆκος ἐκτετα‐ μένην κεκτῆσθαι, ἀρχομένην ἀπὸ Καρίας τε καὶ Μαιάνδρου τοῦ ποταμοῦ κατὰ νότον, καὶ διήκουσαν πρὸς βορέαν ἄχρι Γαλατι‐
25κοῦ πόντου καὶ Καππαδοκίας αὐτῆς· οὐ χεῖρας εὐχαριστηρίους

1

.

17

ἐξέτεινε πρὸς τὸν εὐεργέτην θεὸν καὶ φιλάνθρωπον, ὃς τῆς πο‐ λυαρχίας τὸν σάλον διεσκέδασε, λιμένα τε σωτήριον παρὰ πᾶσαν ἐδεδώκει προσδοκίαν τοῖς ὅσοι Ῥωμαίων ἐξάντεις τοῦ Λατινικοῦ χειμῶνος ἐκείνου καὶ κλύδωνος ἐγεγένηντο, καὶ αὐτῷ παραμυθίας
5μεγίστης ἐλπίδα, καὶ τῆς μακρᾶς πλάνης καὶ τῶν πολλῶν πόνων ἀνάπαυσιν· ἀλλ’ ἐν δεινῷ τὸ πρᾶγμα ἐτίθετο, καὶ πρὸς φθόνου καὶ ζηλοτυπίας ὁδοὺς ἔτρεπε τὸν θυμόν· καὶ ὅλως εἰπεῖν, ἐς μά‐ χας καὶ φόνους αἱμάτων συγγενικῶν ἐπέῤῥωσεν ἑαυτόν. (Β.) Καὶ δὴ περαιοῦται διὰ τοῦ Αἰγαίου πρὸς τὴν Ἀσίαν, καὶ ἄπεισι λα‐
10θὼν ἐς τὸν ἄρχοντα τῶν Τούρκων Ἰαθατίνην περὶ τὴν Ἀττάλου τηνικαῦτα διάγοντα, καὶ ἱκέτην ἑαυτὸν ἐκείνῳ καθίζει οἰκτρὸν, ἐπανασώσασθαί οἱ τὴν βασιλείαν δεόμενος, παλαιάς τε ἀναμι‐ μνήσκει φιλίας, ὁποῖαί ποτε πάλαι σφίσιν ἐγένοντο, καὶ τὰ νέα μετὰ συχνῶν τῶν δακρύων δυστυχήματα ἐκτραγῳδεῖ προδεικνύς·
15καὶ ἐπὶ τούτοις χρημάτων ὑπισχνεῖται σωρούς. ὁ δὲ βάρβαρος ἐνδοὺς μὲν καὶ πρὸς τὰς τῶν χρημάτων ὑποσχέσεις, ὀνειροπολή‐ σας δὲ τά τε ἄλλα, καὶ ὅσα ἐκ τῆς λείας περιγίνεται κέρδη τοῖς ἐπιστρατεύουσι κατὰ τῶν ἀλλογενῶν, ὁμοῦ τάς τε ἑαυτοῦ συνα‐ θροίζει δυνάμεις, καὶ τοὺς τὰς μεγίστας ἀπειλὰς κομίσοντας τῷ
20βασιλεῖ Θεοδώρῳ πρέσβεις ἐξαποστέλλει, εἰ μὴ αὐτίκα τῷ πενθε‐ ρῷ Ἀλεξίῳ τῶν βασιλικῶν ὑπεκσταίη θρόνων. ὁ δὲ πρῶτα μὲν πρὸς τὴν ἀκοὴν διαταραχθεὶς, τάχιστα δ’ ἑαυτὸν αὖθις ἀνει‐ ληφὼς, πρὸς τὸν τὰ πάντα δυνάμενον τὰς ἐλπίδας ἀναρτᾷ· καὶ τοὺς μὲν πρέσβεις ἀπράκτους ἐπανιέναι ἀφίησιν· ὁ δὲ ἔργου
25εἴχετο, καὶ τὸ ἑαυτοῦ συγκροτεῖ στράτευμα, πολλοστὸν μὲν εἴ τις

1

.

18

πρὸς τὰ Περσικὰ στρατεύματα βούλοιτο παρατιθέναι, καὶ οὐκ ἄξιον ἐς ἀντίπαλον ἐκείνοις μοῖραν κεκρίσθαι· προστιθεμένης δὲ καὶ τῆς ἄνωθεν θείας ἐπικουρίας, πολλῷ τῶν Περσικῶν ὂν πολ‐ λαπλάσιον. (Γ.) Ὁ μὲν οὖν βάρβαρος ἄρας τὰς πεζικὰς δυνά‐
5μεις, καὶ ὅσαι τῶν ἱππέων, ἧκεν εἰς τὴν παρὰ Μαίανδρον Ἀν‐ τιόχειαν, καὶ περικαθίσας ταύτην ἐπολιόρκει, λογισάμενος, ὡς εἰ ταύτης ἐγκρατὴς γένοιτο, ῥᾷστα ἂν ἐκεῖθεν καὶ τὰς ἄλλας πα‐ ραστήσαιτο πόλεις, ὁπόσαι τὴν Ῥωμαίων διαμετροῦσιν ἀρχήν. ἦγε μέντοι μεθ’ ἑαυτοῦ καὶ τὸν βασιλέα Ἀλέξιον, ἐφόδιον εἰς
10ῥᾳδίαν κατόρθωσιν ὧν ἐβούλετο. ὁ δὲ βασιλεὺς οὐκ ἔκρινε δεῖν κατὰ χώραν μένων περιμένειν τὴν τῶν βαρβάρων ἔφοδον, καὶ ἐς τὸν ἐκείνων καιρὸν μετεωρίζειν τὸν ἑαυτοῦ· θρασυνθῆναι γὰρ ἂν μᾶλλον αὐτοὺς, εἰ τὴν Ἀντιόχειαν καταστρεψάμενοι τῶν ἐκεῖθεν λαφύρων ἐμπλήσαιεν ἑαυτοὺς, καὶ ἅμα ἀμηχάνῳ κατὰ τῆς
15Ῥωμαίων ὁρμητηρίῳ τῇ τοιαύτῃ χρήσασθαι πόλει· ταῦτ’ ἄρα καὶ πάσῃ ταχύνας σπουδῇ, κατ’ ἐκείνων ἐκεῖσε χωρεῖ, μηδὲν πλέον ἐπαγόμενος στράτευμα ἢ δισχιλίους ἱππέας, ὧν τοὺς ὀκτα‐ κοσίους μισθοφόρους εἶναι Λατίνους φασὶν, ἄνδρας λογάδας καὶ μάχην ὡς ἀληθῶς πνέοντας. καὶ τριταῖος μὲν τὰς περὶ τὸν Ὄλυμ‐
20πον ὀρεινὰς δυσχωρίας ἀμείβει, αἳ πρὸς πολὺ παρατείνουσαι μῆ‐ κος, Βιθυνίαν ὁρίζουσι καὶ ἄμφω τὰς Φρυγίας, τὴν μὲν ἀρ‐ κτικωτέραν ποιοῦσαι, τὰς δὲ πρὸς μεσημβρίαν καὶ νότον ἄνεμον βλέπειν παρέχουσαι· ἑνδεκαταῖος δ’ ἐκεῖθεν ἐλθὼν, διαπεραιοῦ‐ ται τὸν Κάϋστρον, ὥστε τὸ ἀπροσδόκητον τῆς ἐφόδου κατα‐
25πλήξεως γέμον τῷ βαρβάρῳ φανῆναι καὶ πάνυ δυσείκαστον,

1

.

19

οὐκ ἔχοντι συμβαλεῖν πότερον καθεύδοντι τὰ τοιαῦτα συμβαίνει ἀκούειν ἢ γρηγοροῦντι. ὅμοιον γὰρ ἦν ὥσπερ ἂν εἴ τις λέων ἀφῃ‐ ρημένος ὀνύχων τε καὶ ὀδόντων, ἔπειτα προθύμως ἐφέρετο κατὰ πλήθους ἄρκτων καὶ λύκων. ᾔδει γὰρ ὁ Πέρσης, ὅτι τῆς Ῥω‐
5μαίων ἀρχῆς οὔπω πέρυσιν εἰς μυρία διασχισθείσης μέρη, καὶ τῶν μὲν ἄλλων ἄλλοθι διασπαρέντων, τῶν δὲ ξίφους ἔργον Λα‐ τινικοῦ γενομένων, τὸ λειπόμενόν ἐστιν ἢ τὸ παράπαν οὐδὲν, ἢ λίαν βραχὺ, καὶ ὅσον μόλις εἰς ἑνὸς ταξιάρχου σύστημα συμ‐ περαίνεσθαι. κἀντεῦθεν οὑτωσί πως γνωσιμαχεῖν αὐτὸν ἐφ’ ἑαυ‐
10τοῦ συνέβαινε, καὶ νῦν μὲν εἰς ὀνείρατος λόγον ἀπάγειν τὴν τῆς βασιλικῆς ἐπελεύσεως φήμην, νῦν δ’ εἰς ἀνοίας καὶ κουφότητος ὑποθήκην τῆς τόλμης ἅμα καὶ τῆς ὁρμῆς τὴν ὀξύτητα. ὅμως οὐκ ἀμελητέον ἔδοξεν εἶναί οἱ τὸ πρᾶγμα. ἔφησε γὰρ, ὡς ἔστιν ὅτε καὶ τὸ βραχὺ δεινὸν παρορώμενον μέγαν ἀπέτεκε κίνδυνον,
15καὶ βραχεῖαι δυνάμεις πολλάκις ὀξύτητι καὶ σπουδῇ χρησάμεναι μεγάλας ὁμοῦ καὶ πολλαπλασίους ῥᾷστα κατηγωνίσαντο, διὰ ῥᾳ‐ στώνην καὶ περιφρόνησιν τοῦ καθήκοντος. δʹ. Καὶ μὲν δὴ ὅσα ἐν σφενδόναις καὶ βέλεσι, καὶ ὅσα ἐν ἀγχεμάχοις δόρασί τε καὶ ξίφεσι στρατεύματα πάντα συνηθροι‐
20κὼς δυοῖν μυριάδων οὐ μάλα ἐλάττω, καὶ οὕτω παραταξάμενος, ἐδέχετο τὴν τοῦ βασιλέως ὁρμὴν, ἀχθόμενος μὲν τῇ ξυντυχίᾳ, ὅτι στενός τε καὶ δύσιππος ἦν ὁ χῶρος, ἔνθα συῤῥήγνυσθαι τὴν μάχην ξυνέπιπτε, καὶ τοσοῦτον πλήθεσι στρατοῦ πολέμιος, ὅσον ὀλίγοις σύμμαχος· ἐδέχετο δ’ οὖν ὅμως. καὶ οἱ μὲν ὀκτακόσιοι
25τοῦ βασιλέως Λατῖνοι συνασπισμὸν ποιησάμενοι, πρῶτον τὸ

1

.

20

μέσον διέῤῥηξαν τῆς τῶν πολεμίων φάλαγγος, λίαν εὐρώστως ἀγωνιζόμενοι καὶ κατακόπτοντες τοὺς ἀνθισταμένους, ἕως διή‐ λασαν καὶ ἐς αὐτὴν τὴν τῶν πολεμίων οὐραγίαν· καὶ συστρέ‐ ψαντες αὖθις, πάντ’ ἔδρων τὰ κράτιστα, ὡς ἀπράκτους ἤδη
5φαίνεσθαι καὶ τοὺς τῶν Περσῶν σφενδονήτας τε καὶ τοξότας, διὰ τὴν ἀπὸ χειρῶν συμπλοκήν. οἱ δὲ περὶ τὸν βασιλέα ἀλλ’ οὐδὲ αὐτοί γε ἠμέλουν, ἀλλὰ καὶ αὐτοί γε κατὰ μέρη ταῖς τῶν πολεμίων συμπλεκόμενοι τάξεσιν, ἔργα γενναῖα καὶ ἀνδρικὰ ἐπε‐ δείκνυντο· ἕως οἱ πολέμιοι συμφρονήσαντες, αὐτοβοεί τε κατὰ
10τῶν Λατίνων ὁρμήσαντες καὶ κατὰ κύκλον περιελθόντες, οὐκ ἄνευ οἰκείων πολλῶν αἱμάτων μόλις κατέκοψαν, βοηθούμενοι τῇ πολυχειρίᾳ. εἶτα τοῖς ἡμετέροις συμμίξαντες, τοὺς μὲν ἔργον ἀπέφαινον ξίφους, τοὺς δὲ φυγάδας ἐποίουν. (Β.) Ὁ δὲ τῶν Τούρκων ἀρχηγὸς ὁ σουλτὰν Ἰαθατίνης, πάντας ἀφεὶς καὶ παρα‐
15δραμὼν, αὐτὸν ἐζήτει τὸν βασιλέα· καὶ ὠσάμενος ὁμόσε κατ’ ἐκείνου χωρεῖ, μέγα φρονῶν ἐπί τε μεγέθει καὶ ῥώμῃ σώματος· καὶ δὴ φοβερὸς ἐκείνῳ ῥαβδοῦχος ἐπιστὰς, βαρεῖαν κατήνεγκεν ἐπὶ κεφαλῆς τὴν πληγήν. ὁ δὲ βασιλεὺς τὴν πρώτην οὐκ ἐνεγκὼν, ἀλλὰ σκοτοδινίας μεστὸς καταστὰς, πίπτει τοῦ ἵππου. θεῷ δὲ
20μέλλειν οὐκ ἦν, ἅπαξ ἀναστῆσαι νεκρωθεῖσαν τὴν Ῥωμαίων ἡγε‐ μονίαν βεβουλημένῳ. διὸ δὴ καὶ ἀνήγαγεν αὐτὸν ἐκ λάκκου τα‐ λαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος, καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας αὐτοῦ· καὶ ὁ νεκροῦ δίκην τοῦ ἵππου πεσὼν, αἰφνιδίως ἀναστὰς, μεστὸς μανικοῦ τινος καὶ ἐνθουσιώδους ὁρμήματος,
25παραδόξως περιτρέπει τὴν ἀπώλειαν τῷ βαρβάρῳ. τὸ ἑαυτοῦ

1

.

21

γὰρ αὐτίκα ξίφος γυμνώσας, ἐκθερίζει ῥᾳδίως τοὺς ἐμπροσθίους πόδας τοῦ βαρβαρικοῦ ἵππου, καὶ ῥίψας τὸν ἐπιβάτην σουλτὰν, ἐκτέμνει τὴν αὐτοῦ κεφαλὴν, καὶ κατάδηλον τῷ δόρατι μετεωρί‐ σας ποιεῖ τοῖς τῶν βαρβάρων στρατεύμασι. τοῦτο τῆς τῶν Ῥω‐
5μαίων σωτηρίας τε καὶ συστάσεως ἀρχὴ καὶ κατάστασις γίνεται πρώτη, ξύν γε θεῷ τῷ πάντων ταμίᾳ, ὁπόσα τὴν ἀνθρωπίνην ὑπερπέπαικε δύναμιν. οἱ μὲν γὰρ βάρβαροι τρόμου καὶ δέους πλη‐ ρώσαντες ἑαυτοὺς, προτροπάδην ἔφευγον, τὴν ταχίστην ὀπίσω ἀπαλλαττόμενοι. ὁ δὲ βασιλεὺς παραδόξως μὲν τῶν μεγάλων
10τούτων κινδύνων ἀπηλλαγμένος, παραδοξότερον δ’ αὖθις νενι‐ κηκὼς, τροπαιοῦχος τὴν Ἀντιόχειαν εἴσεισι, πολλὰς ἀπονέμων ἐκ μέσης ψυχῆς τῷ θεῷ τὰς εὐχαριστίας. (Γ.) Οἱ δὲ βάρβα‐ ροι πρεσβεύονται πρὸς τὸν βασιλέα εὐθὺς καὶ σπονδὰς αἰτοῦν‐ ται καὶ λαμβάνουσιν, οὐχ οἷαι βουλομένοις ἐκείνοις ἦσαν, ἀλλ’
15οἷαι καὶ μάλα ἀσμένῳ τῷ βασιλεῖ· συνείληφε μέντοι ὁ βασιλεὺς τοῖς πολεμίοις συνόντα καὶ τὸν ἑαυτοῦ πενθερὸν, Ἀλέξιον τὸν βασιλέα· καὶ καταγαγὼν αὐτὸν ἐς Νίκαιαν πόλιν, μοναδικὸν περιέβαλε σχῆμα· κἄπειτα ἐπιμελῶς πάντα ὁπόσα χρειώδη αὐτῷ ἐξεπόριζεν. ἐν τούτοις γε μὴν ὁ βασιλεὺς, τελευτησάσης τῆς συ‐
20ζύγου, ἄγεται εἰς δευτέραν γυναῖκα τὴν ἀδελφὴν τοῦ τηνικαῦτα τῆς Βυζαντίδος βασιλεύοντος Ῥομπέρτου· ᾗ καὶ οὐ μακρὸν συνε‐ βίω χρόνον, οὐδὲ παῖδας ἔτεκεν ἐξ αὐτῆς, εἴτ’ ἐκ φύσεως στεί‐ ρας αὐτῆς οὔσης, εἴτε καὶ τῆς μεταβραχὺ τοῦ βασιλέως τελευ‐ τῆς, ὥραν παιδοτοκίας οὐ παρασχούσης αὐτῇ. τρία γὰρ ἔτη
25συνῴκησε ταύτῃ.

1

.

24

αʹ. Ὀκτωκαίδεκα δὲ βασιλεύοντι τούτῳ παρεῤῥύησαν ἔτη, καὶ τὸν παρόντα βίον ἀμείβει, διάδοχον τῆς βασιλείας καταλελοιπὼς τὸν ἐπὶ θυγατρὶ Εἰρήνῃ γαμβρὸν Ἰωάννην τὸν Δοῦκαν. ἄῤῥην γὰρ ἦν αὐτῷ παῖς οὐδείς. καταλέλειπται δὲ ἡ βασιλὶς, μικρὰ
5τῆς βασιλείας ὀναμένη, τοῦτο μὲν καὶ διὰ τὴν ἀπαιδίαν, τοῦτο δὲ καὶ ὅτι μικρὸν ἐπιβιοῦσα τετελεύτηκε καὶ αὐτή. ὁ μὲν οὖν βασιλεὺς Θεόδωρος ὁ Λάσκαρις, ὀξὺς μὲν ἦν τὴν ὁρμὴν καὶ ἀνυπόστατος· καὶ πλείστας μὲν προκεκινδύνευκε μάχας, πλείστας δ’ ἀνώρθωσε πόλεις καλλίσταις οἰκοδομαῖς καὶ πολλοῖς ἀναλώ‐
10μασιν, ἀνασοβῶν καὶ ἀναχαιτίζων διὰ τούτων τὴν τῶν Λατίνων ὁρμήν. ἀλλ’ ἐκιβδήλευεν αὐτὴν, ἀωρίᾳ πολλάκις ἐς τὰ πρά‐ γματα χρώμενος. (Β.) Ὁ δὲ γαμβρὸς καὶ διάδοχος Ἰωάννης ὁ Δούκας, σύνεσιν πλουτῶν φυσικὴν καὶ τρόπων εὐστάθειαν καὶ βεβηκὸς ἦθος, κάλλιστα τὴν ἀρχὴν διίθυνε καὶ ἐκόσμει· καὶ τοῖς
15τε Ῥωμαίων πράγμασι καὶ στρατεύμασι πλείστην ἐν βραχεῖ τὴν ἐπίδοσιν ἐδεδώκει κατὰ τὸ ἑκατέροις ἀνάλογον, μήτε πρὸ βουλῆς ἐργαζόμενος οὐδὲν, μήτε μετὰ τὴν βουλὴν ἀμελῶν οὐδενός· ἀλλὰ πάντα μέτρῳ καὶ κανόνι διδοὺς καὶ καιρῷ τῷ προσήκοντι. ἀλλὰ φαίη ἄν τις εὐστόχως, ὡς καιρὸς ἐκεῖνος τὴν Θεοδώρου τοῦ βα‐
20σιλέως ὀξεῖαν ἐζήτει ὁρμήν· τοιγαροῦν καὶ ξυνεῤῥύηκεν· ὁ δ’ ἐφεξῆς χρόνος τὴν τοῦ βασιλέως Ἰωάννου εὐστάθειαν· τοιγαρ‐ οῦν καὶ συνέδραμεν. ὁ γὰρ ἐξ οὐκ ὄντων τὰ ὄντα διαπραττόμε‐ νος κύριος, προσήκοντας καὶ τούτους εὗρε τοὺς ἄνδρας, ὁπότε
φθαρεῖσαν καὶ τεθνηκυῖαν ἀναστῆσαι βεβούληται τὴν τῶν Ῥω‐

1

.

25

μαίων ἡγεμονίαν. (Γ.) Ἐν τούτοις μέντοι τοῖς χρόνοις ἦρχε τῶν Βυζαντίων Ῥομπέρτος, ὁ τοῦ πρὸ βραχέος τετελευτηκότος Ἐῤῥῆ ἀδελφιδοῦς. τούτῳ προσεῤῥύησαν οἱ τοῦ βασιλέως Θεο‐ δώρου τοῦ Λάσκαρι ἀδελφοὶ (Ἀλέξιος οὗτοι καὶ Ἰσαάκιος) φθό‐
5νῳ στρατηγούμενοι καὶ ζηλοτυπίᾳ μακρᾷ, ὅτι μὴ τῆς βασιλείας οὗτοι διάδοχοι γένοιντο, τοῦ βασιλικοῦ τέως τυγχάνοντες αἵμα‐ τος οἰκειότεροι, ἢ ὁ κατὰ κῆδος προσαρμοσθεὶς Ἰωάννης· οἳ καὶ χρημάτων δωρεαῖς τε καὶ ὑποσχέσεσι στρατὸν Λατινικὸν συναθροίσαντες, ὁπόσος τῷ Ῥομπέρτῳ τηνικαῦτα παρῆν (πλεῖ‐
10στος δὲ οὗτος ἦν, καὶ οὐκ ἀγεννὴς τὰ ἐς ὅπλισιν καὶ ἀνδρίαν πολεμικὴν), ἐξίασι κατὰ τοῦ βασιλέως Ἰωάννου τοῦ Δούκα, κα‐ θαιρήσοντες ἴσως αὐτὸν τῆς ἀρχῆς, καὶ μεταθήσοντες ταύτην ἐς σφᾶς αὐτούς. καὶ διαβάντες ἐς τὴν Ἀσίαν, τὰς μὲν ναῦς ἀφῆ‐ καν περὶ τὴν Λάμψακον, αὐτοὶ δ’ ἀναβάντες εἰς μεσόγειον ἡμέ‐
15ρας ὁδὸν, ὁπόσην Λατίνοις ὑπήκοον πρὸ βραχέος πεποίηκεν ὁ Ἐῤῥῆς, ἀπαντῶσι τῷ βασιλεῖ τὰς Ῥωμαϊκὰς δυνάμεις ὁπλίζοντι κατ’ αὐτῶν· καὶ λαμπροῦ συῤῥαγέντος πολέμου, νικῶνται κατα‐ κράτος Λατῖνοι, καὶ ἅμα ζημιοῦνται καὶ ὁπόσαι πόλεις περὶ τὴν Ἀσίαν αὐτοῖς ὑπῆρχον τέως ὑπήκοοι. αὐτίκα γὰρ τὸν τῆς Λατι‐
20νικῆς δουλείας ζυγὸν ἀποῤῥίψασαι, ἑκοντὶ τῷ βασιλεῖ προσεῤ‐ ῥύησαν. βʹ. Ἐν τούτοις ἀνίσταται τῶν Θετταλικῶν βαράθρων νέον κακὸν, ὁ τοῦ Ἀγγέλου Μιχαὴλ ἀδελφὸς Θεόδωρος. διαδεξάμε‐ νος γὰρ θανόντος τοῦ ἀδελφοῦ τὴν ἀρχὴν, ἀνὴρ δραστήριος
25καὶ καινὰ δεινὸς ἐπινοῆσαι πράγματα, καὶ ἀεὶ τοῦ πλείονος ἐφιέ‐

1

.

26

μενος, ἐπηύξησε ταύτην ἐς ὅσον πλεῖστον ἦν. ὅσαι γὰρ ἑσπέριαι πόλεις τῇ Λατίνων ἀρχῇ πρὸ μικροῦ δεδουλεύκασι, πάσας, ἐκεῖ‐ θεν ἀρξάμενος, ῥᾷστα κατετροποῦτο καὶ μεθίστη πρὸς ἑαυτὸν, ἕως καὶ αὐτὴν ἣ τῆς τῶν Μακεδόνων προκάθηται γῆς ἐχειρώσατο
5μεγαλόπολιν τὴν Θεσσαλονίκην, ἀποδημοῦντος τηνικαῦτα τοῦ μαρκεσίου περὶ τὴν πατρίδα Λαμπαρδίαν. αὐτίκα δὲ καὶ βασι‐ λείας ἑαυτῷ περιτίθησιν ὄνομα, καὶ χρίεται βασιλικῶς παρὰ τοῦ τηνικαῦτα τὴν τῆς Βουλγαρίας ἀρχιεπισκοπὴν διιθύνοντος. πλείστοις τε γὰρ ἄλλοις αὐτὴν ὁ βασιλεὺς ἐκ παλαιοῦ τετίμηκεν
10Ἰουστινιανὸς, ἑαυτοῦ γεγονυῖαν πατρίδα, καὶ πρώτην ὠνόμασεν Ἰουστινιανήν. καὶ δὴ καὶ αὐτονομεῖσθαι ταύτην ἐς τὸ διηνεκὲς προσετετάχει, πλὴν οὐχ ὥστε καὶ βασιλέας χρίειν Ῥωμαίων· τοῦτο γὰρ ἄλλοις ἐφεῖται παρὰ τῶν νόμων. ἀλλὰ διὰ φόβον ἤδη τοῦ τυραννοῦντος Ἀγγέλου, καὶ πρός γε ἔτι διὰ κουφότητα καὶ ἀφέ‐
15λειαν τοῦ τηνικαῦτα διέποντος τὴν ἀρχιεπισκοπὴν, ἐς τοσοῦτον ἀτοπίας τὸ πρᾶγμα ἐκκεκύλισται. ὅθεν δὲ τὸ τῆς Βουλγαρίας ἐπώνυμον ὁ τόπος κεκλήρωται, δηλώσων ἔρχομαι. (Β.) Χῶρός τίς ἐστιν ἐς τὰ ἐπέκεινά τε καὶ βορειότερα τοῦ Ἴστρου κείμενος, καὶ ποταμὸς ῥέων δι’ αὐτοῦ οὐ μικρός· Βούλγαν αὐτὸν ὀνομά‐
20ζουσιν οἱ ἐγχώριοι· ἀφ’ οὗ δὴ καὶ αὐτοὶ τὸ τῶν Βουλγάρων μετει‐ λήφεσαν ὄνομα, Σκύθαι τὸ ἐξ ἀρχῆς ὄντες. ὀψὲ δ’ ἐκεῖθεν οὗ‐ τοι μετανάσται γενόμενοι τέκνοις ἅμα καὶ γυναιξὶν, ὁπότε τὸ τῆς εἰκονομαχίας νόσημα κατὰ τῶν εὐσεβούντων ἐπεχωρίαζε, δια‐
περαιοῦνται τὸν Ἴστρον, πλῆθος ἀριθμὸν ὑπερβαῖνον· καὶ δια‐

1

.

27

βάντες ἄμφω τὰς μετὰ τὸν Ἴστρον Μυσίας, καὶ πάντα λείαν Μυσῶν, τὸ θρυλλούμενον, ποιοῦντες τὰ ἐν ποσὶ, καθάπερ ἀκρὶς ἤ τις κεραυνὸς αἰθέριος, οἰκειοῦνται Μακεδονίαν μετὰ τῆς ἐπέ‐ κεινα Ἰλλυρίδος, ἀρεσθέντες τοῖς ἐκεῖσε καλοῖς. καὶ βασίλειον
5ἐνδιαίτημα τούτοις εἶναι ἐς τὸ λοιπὸν νενόμισται αὕτη ἡ πόλις, ἣν ἀρχιεπισκοπὴν ὁ βασιλεὺς τετίμηκεν Ἰουστινιανὸς, καὶ πρά‐ την ὠνόμασεν, ὡς εἰρήκειμεν, Ἰουστινιανήν. εἶτα τῆς προσηγο‐ ρίας τοῦ ἔθνους ἐκεῖσε διαδοθείσης, Βουλγαρία ὁ χῶρος μετω‐ νομάσθη, καὶ μητρόπολις Βουλγαρίας ἡ πρώτη Ἰουστινιανή.
10χρόνοις μέντοι ὕστερον ὁ βασιλεὺς Βασίλειος ὁ Βουλγαροκτό‐ νος μετὰ πολλὰς τὰς μάχας τέλος ἐξέτριψε καὶ ἐδουλώσατο τούτους· καὶ τῆς μὲν χώρας τοὺς ἐναπολειφθέντας ἐξορίστους πεποίηκεν ἐν τῇ παρὰ τὸν Ἴστρον κάτω Μυσίᾳ· τὸ δ’ ὄνομα, καθάπερ ἄλλο τι μνημεῖον ἐκείνων, ἐναπολέλειπται τῇ ἀρχιεπι‐
15σκοπῇ. ἀλλ’ ἐς τὸ πρότερον ἴχνος τοῦ λόγου φέρε ἐπανακάμψω‐ μεν. (Γ.) Ὁ γὰρ Ἄγγελος Θεόδωρος ἤδη καὶ βασιλεὺς, ὡς εἴρηται, καταστὰς, ἐδῄου τὴν γῆν, προϊὼν καὶ παρεξελαύνων καὶ ὑπερβαίνων ὅρους ἄλλους ἐξ ἄλλων ἀεὶ, ἕως ἤλασε μέχρι καὶ αὐτῶν τῶν Βυζαντίων πυλῶν κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρη‐
20μίαν. αἱ γὰρ Μακεδονικαί τε καὶ Θρᾳκικαὶ πόλεις ἐς τέλος ἐξέ‐ καμον, συχνὰς ἐν ὀλίγῳ χρόνῳ καὶ δεινὰς ὑπομείνασαι τὰς αἰ‐ χμαλωσίας, νῦν μὲν τῶν Λατίνων, νῦν δὲ τῶν Βουλγάρων, καὶ τῶν Σκυθῶν. τί γὰρ οὐκ ἂν ἔδρασαν ἔθνος αἱμοβόρον οἱ Σκύ‐
θαι Χριστιανοῖς ἐπιβρίσαντες ἀπηνῶς; οἱ δὲ Λατῖνοι οὐδὲν ἡμε‐

1

.

28

ρώτερον τῶν Σκυθῶν διετέθησαν, ὅτι μὴ καὶ πολλῷ τῷ μέτρῳ τὴν Σκυθικὴν ἀπήνειαν ὑπερέβησαν. καὶ οὐχ ἅπαξ τοῖς ταλαι‐ πώροις ἐξ ἑκατέρων τῶν ἐθνῶν τὰ τῆς δεινῆς ταύτης αἰχμαλω‐ σίας ξυνεπεπτώκει παθεῖν, ἀλλὰ καὶ δὶς καὶ τρὶς καὶ πολλάκις.
5τὸ δὲ νῦν τοῦτο τοῦ Ἀγγέλου μικροῦ πᾶν, εἴ τι ἐλλέλειπται, προσανάλωσε. καὶ ἦν ἰδεῖν οἰκίας κατεσκαμμένας, τείχη περιῃ‐ ρημένα, Λήμνια κακὰ, θρήνους Τρωϊκοὺς, πολλῶν καὶ παν‐ τοδαπῶν κακῶν πανήγυριν. γʹ. Ἐν τούτοις γε μὴν τοῖς καιροῖς ἦρχε τῶν Βουλγάρων ὁ
10τοῦ πρώτου Ἀσὰν υἱὸς ὄνομα Ἰωάννης. οὗτος ὁρῶν τὸν εἰρημέ‐ νον Θεόδωρον τὸν Ἄγγελον οὐδὲ τῶν Βουλγαρικῶν ἀφίστασθαι πραγμάτων βουλόμενον, ἀλλ’ ἤδη κἀκείνοις βαρεῖαν καὶ βλάπτου‐ σαν ἐπάγοντα χεῖρα, συμμάχους ἐκ τῶν Σκυθῶν· εἰληφὼς, συῤ‐ ῥήγνυσιν αὐτῷ πόλεμον ἰσχυρὸν, καὶ νικᾷ καὶ χειροῦται τοῦτον
15καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττει, τῆς δίκης ὀψὲ περιελθούσης αὐ‐ τὸν, ὧν τε τὴν νόμιμον περιεφρόνησε τῶν Ῥωμαίων βασιλείαν, βασιλείας ἑαυτῷ περιθεὶς ὄνομα· καὶ ὧν τοὺς ὁμοφύλους κακο‐ πραγοῦντας ὑπὸ τῶν Ἰταλικῶν καὶ Βουλγαρικῶν ἐφόδων καὶ δα‐ κρύων ἄξια πάσχοντας, οὐκ ἠλέησεν, ἀλλὰ δυστυχήμασι δυστυχή‐
20ματα προσετίθει καὶ φόνοις φόνους. (Β.) Ἤδη δὲ καὶ ὁ βασι‐ λεὺς Ἰωάννης ἐπὶ μέγα δυνάμεως ηὔξησε τὰ Ῥωμαίων πράγματα, δεξιὸς οἰκονόμος φανεὶς καὶ κυβερνήτης ἄριστος τῆς ἡγεμονικῆς τῶν Ῥωμαίων ὁλκάδος. ναῦς τε γὰρ μακρὰς κατεσκευακὼς οὐκ
ὀλίγας, ναυστολεῖ πρὸς τὰς κατὰ τὸν Αἰγαῖον νήσους, καὶ πά‐

1

.

29

σας ἐν ὀλίγῳ χρόνῳ λαμβάνει, Λέσβον καὶ Χίον, Σάμον τε καὶ Ἰκαρίαν καὶ Κὼ καὶ ὅσαι ταύταις εἰσὶ προσεχεῖς· οὐ μό‐ νον δὲ, ἀλλὰ διαβὰς καὶ ἐς Ῥόδον, ἐγκρατὴς καὶ αὐτῆς ἀνα‐ δείκνυται. ἐπεὶ δ’ ὁ μὲν βασιλικὸς στόλος οὕτω θαλαττοκρατῶν
5ἦν, ἐν δ’ Ἀσίᾳ τὰ Περσικὰ στρατεύματα ἔμενεν ἀτρεμίζοντα, τὰ δὲ Λατίνων καταβραχύ τε ὑπέῤῥει καὶ ἀσθενῶς εἶχεν, ἔγνω δια‐ βιβάζειν ἤδη τὰ τῆς Ἀσίας ὅπλα καὶ ἐς τὴν Εὐρώπην ὁ βασιλεὺς, ἐλευθερώσων τὰς ἐκεῖ ταλαιπώρους πόλεις τῆς τε Βουλγαρικῆς καὶ Ἰταλικῆς χειρός. καὶ δὴ διαβὰς τὸν Ἑλλήσποντον ἅμα ἦρι,
10εἰσβάλλει πρῶτον ἐς τὴν Χεῤῥόνησον, κἀκεῖθεν τὴν ὅμορον ἐπόρ‐ θει καὶ ἔκαε χώραν, εἰς ἔκπληξιν τῶν ἐν ταῖς τῶν φρουρίων ἀκρο‐ πόλεσι Λατίνων. εἷλε δὲ καὶ πλείστας τῶν παραλίων πόλεων, Καλλιούπολίν τε καὶ Σηστὸν καὶ τὴν τῶν Καρδιανῶν καὶ ὁπό‐ σαι τῶν ἀστυγειτόνων ἦσαν, τὰς μὲν βίᾳ καὶ μηχανήμασι, τὰς
15δὲ προσχωρούσας ἑκοντί. (Γ.) Ἐν τούτοις δ’ ὄντος τοῦ βασι‐ λέως, ἥκουσι πρέσβεις ἐκ Βουλγάρων σπονδῶν τε εἵνεκα, καὶ ἅμα ἐπὶ τῇ θυγατρὶ τοῦ Ἀσὰν Ἑλένῃ τὸν τοῦ βασιλέως υἱὸν Θεόδωρον γαμβρὸν ἐξαιτούμενοι. ταῦτα ἀσμένῳ τῷ βασιλεῖ ἠγ‐ γέλλοντο καὶ ἅμα ἐθέλοντι· οὐ γὰρ ἤθελεν ἐν ἄλλοις μείζοσι
20περισπώμενος ἀντίπαλον ἔχειν αὐτὸν, οὕτω τοῖς παριστρίοις ὁμοροῦντα Σκύθαις, καὶ ἅμα αὐτοῖς, ὁπότε βούλοιτο, ἐπελαύ‐ νοντα, καὶ ὅσα ἐν ποσὶ, χειμάῤῥου δίκην, παρασύροντα. ταύ‐ τῃ τοι καὶ τελεσιουργὰ τὰ τῆς πρεσβείας εὐθὺς ἦσαν καὶ ἅμα
τὰ τοῦ κήδους. καὶ συνελθόντες περὶ Χεῤῥόνησον ὅ τε βασιλεὺς

1

.

30

καὶ ὁ Ἀσὰν, συζευγνύουσιν Ἑλένῃ τῇ τοῦ Ἀσὰν θυγατρὶ δεκαε‐ τεῖ οὔσῃ τὸν τοῦ βασιλέως υἱὸν Θεόδωρον τὸν νέον Λάσκαριν, μήπω ἐς τὸν ἔφηβον παραγγείλαντα. τηνικαῦτα δὲ καὶ ὁ τοῦ Τερνόβου ἐπίσκοπος αὐτονομίαν λαμβάνει διηνεκῆ, τῷ τέως ὑπὸ
5τὸν ἀρχιεπίσκοπον τῆς πρώτης τελῶν Ἰουστινιανῆς, διὰ τὴν τοῦ ἔθνους ἐκεῖθεν ἀρχαίαν συγγένειαν. (Δ.) Ὁ δὲ βασιλεὺς, θέρους ἐπιγενομένου, τὰς Θρᾳκικάς τε καὶ Μακεδονικὰς περίεισι πόλεις, ἀρξάμενος ἀπ’ αὐτῶν, ὡς εἰπεῖν, τῶν Βυζαντίων πυλῶν, καὶ ἐπελάσας ἄχρι Στρυμόνος, καὶ οἰκειοῦται πάσας, ἔτι ἱσταμένου
10τοῦ φθινοπώρου. καὶ οὕτω πάντα σκοπὸν διαθέμενος, αὐτός τε εἰς Νίκαιαν ἀνεχώρησε, καὶ τὸν στρατὸν ἀφῆκεν ἐς τὰ οἴκοι δια‐ χειμάσοντα. δʹ. Ἐνταυθοῖ δὲ γενομένῳ τῆς ἱστορίας, οὐκ ἀρεστόν μοι ἔδοξεν εἶναι σιγῇ παρελθεῖν τὰ περὶ Σκυθῶν, ἐν τούτοις τοῖς
15χρόνοις ἐπιδραμόντων Ἀσίαν τε καὶ Εὐρώπην. βιάσεται γὰρ ἡμᾶς ὁ λόγος προϊὼν εἰς τὰ αὐτῶν πολλάκις ἐμπίπτειν διηγήματα, καὶ χρεὼν ἀνακεφαλαιωσαμένους ἡμᾶς, καθόσον οἷόν τε, διαλευ‐ κᾶναι τὰ περὶ αὐτῶν, καὶ ἐναργέστερα παραπέμψαι ταῖς ἐφεξῆς ὑποθέσεσιν, ἵνα μὴ αὐτοί γε εἰδότες, εἶτα ἐπὶ τῶν οὐκ εἰδότων
20ὡς εἰδότων διεξιόντες, ἁμαρτάνειν ποιῶμεν αὐτοὺς ταῖς ἐπιβολαῖς τῶν ἐννοιῶν, καὶ συχνὰ μεταβαίνειν ἐξ ἑτέρων εἰς ἑτέρας ἀνα‐ φορὰς, ὥσπερ αἱ κυνηγετικαὶ κύνες, ὁπότε τὰς τῶν λαγωῶν ἰχνηλατοῦσι νομὰς, συχνὰ τὴν ῥῖνα πρὸς ἕτερα ἐξ ἑτέρων ἴχνη
μετάγουσαι. (Β.) Ἔθνος ἐστὶ πολυανθρωπότατον, βορειοτέ‐

1

.

31

ραν πολλῷ τὴν οἴκησιν ἔχον ἢ κατὰ πᾶσαν τὴν καθ’ ἡμᾶς οἰ‐ κουμένην, οὐδαμῶς μὲν ἐς ἀκρίβειαν ὑπὸ τὸν ἀρκτικὸν πόλον, παρὰ τοὺς ἀρκτικωτάτους δ’ οὖν ὅμως ἐνδιαιτώμενον παραλλή‐ λων ἁπάντων, ὁπόσοι τὴν οἰκουμένην ἅπασαν περιγράφουσιν, ὡς
5οἱ τὰς παλαιάς τε ἱστορίας συνθέντες παρέδοσαν τοῖς ἐπιγενομέ‐ νοις ἡμῖν, καὶ αὖ ἡμεῖς, καθόσον ἐξῆν, ἐκ τῆς τοῦ χρόνου ξυνήκαμεν πείρας. τούτους γαλακτοφάγους μὲν καὶ ἀβίους καὶ δικαιοτάτους ἀνθρώπων Ὅμηρος ἔφησεν· ἐν τούτοις γὰρ οὐ μα‐ γείρων μαγγανεία, οὐδὲ τραπέζης ἐπινενόηται πολυτέλεια. φυτη‐
10κομίαι δὲ καὶ ἀρόσεις γῆς, οὐδ’ ἐν ὀνείροις, ὅ τί ποτέ εἰσιν, ἐφαντάσθησαν. ἀλλὰ τροφὴ μὲν αὐτοῖς ἡ τῆς γῆς αὐτοφυὴς πόα, καὶ τὰ τῶν ὑποζυγίων καὶ τῶν ἄλλων βοσκημάτων αἵματά τε καὶ σώματα. καὶ εἴ τι δὲ τῶν ἀγρίων ζώων καὶ πετεινῶν ἁλω‐ τὸν αὐτοῖς γένοιτο, καὶ τοῦτο δ’ αὐτοῖς αὐτοσχέδιός ἐστι τροφή.
15ἔνδυμα δ’ ἀποίητον, τὰ τῶν ζώων δέρματα. ἄργυρος δὲ καὶ χρυσὸς καὶ μάργαρος καὶ λίθος λυχνίτης, ἴσα καὶ κόνις ἐκείνοις ἐστίν. οὐ πανηγύρεις ἐκεῖ καὶ φιλοτιμίας θέατρα, οὐδὲ βουλευ‐ τήρια περὶ ναυστάθμων καὶ τριηραρχιῶν καὶ ἀγορανομιῶν· ἀλλ’ εἰρήνη πᾶσα τὸ ἀπὸ τούτων, καὶ βίος πάμπαν ἀστασίαστος.
20ὥσπερ γὰρ οἱ τοῖς τῶν ἀνθρώπων σώμασιν ἐπισυμβαίνοντες πυ‐ ρετοὶ τὰς ἀφορμὰς ἐκ τῆς ὕλης ἔχουσι, καὶ παρὰ τοσοῦτον φλε‐ γμαίνουσι, παρ’ ὅσον καὶ ἡ τῆς ὕλης πέφυκε χορηγία· ἐπειδὰν δ’ ἀσιτίαι μακραὶ, καὶ ἰατρῶν φαρμακοποσίαι παραλαβοῦσαι τὸ
σῶμα, τὴν ὕλην πᾶσαν ἐξαναλώσωσιν, αὐτίκα πέπαυται μὲν ὁ

1

.

32

πυρετὸς, ἠσθένησε δ’ ἡ τοῦ σώματος ἀσθένεια· οὕτω κἀν τοῖς ἀνθρώποις ἐκείνοις, τῶν πραγμάτων οὐκ ὄντων, ἐξ ὧν φιλονεικίαι καὶ ἔριδες φύονται καὶ κατ’ ἀλλήλων ἐπιβουλαὶ καὶ χύσεις αἱ‐ μάτων ἐπινοοῦνται, οὐδὲ δικαστήρια συγκροτοῦνται λοιπὸν, οὐ‐
5δὲ βουλευτήρια καὶ ἀναγνώσεις νομίμων, οὐδὲ πιθαναὶ γλῶσ‐ σαι, καὶ λόγων διαστροφαὶ, καὶ ἐννοιῶν λαβύρινθοι· ἀλλὰ δι‐ καιοσύνη τις αὐτοφυὴς ἐπινέμεται τούτους καὶ ἀνεπίφθονος αὐ‐ τονομία. διὰ μὲν δὴ ταῦτα δικαιοτάτους ἀνθρώπων καὶ Ὅμηρος τούτους ὠνόμασε. (Γ.) Τήν γε μὴν προσηγορίαν αὐτῶν δια‐
10φόρως ἡμῖν οἱ πάλαι σοφοὶ διεπόρθμευσαν. Ὅμηρος μὲν γὰρ Κιμ‐ μερίους αὐτοὺς καλεῖ, Ἡρόδοτος δὲ ὁ τὰ Περσικὰ συγγραψάμε‐ νος Σκύθας πολυειδεῖς, ὁ δὲ Χαιρωνεὺς Πλούταρχος Κίμ‐ βρους καὶ Τεύτονας, οὐκ οἴκοθεν μὲν, ὀνομάζει δ’ οὖν, ὥσπερ ἀμφιβάλλων καὶ ἀπιστῶν αὐτὸς ἑαυτῷ. τὴν μὲν γὰρ κυρίαν αὐ‐
15τῶν προσηγορίαν αὐτοὶ ἂν κατὰ τὴν σφῶν αὐτῶν εἰδεῖεν διά‐ λεκτον. οἱ δ’ Ἑλληνικοῖς ὀνόμασιν ἐπ’ αὐτῶν χρώμενοι, ἄλλο‐ τε ἄλλως, ὡς ἕκαστοι βούλοιντο, τούτους προσαγορεύουσιν, ὁπό‐ σοι ἐκεῖθεν χειμάῤῥου δίκην ἐς τὴν καθ’ ἡμᾶς οἰκουμένην ἐπιῤ‐ ῥέοντες, ἄλλοτε ἄλλους ἐπιλαμβάνουσι τόπους. ὥσπερ γάρ εἰσιν
20οὐράνια μὲν δείματα θεόθεν τοῖς ἀνθρώποις ἐπισειόμενα πολλά‐ κις, κεραυνοὶ καὶ πρηστῆρες καὶ ὑετῶν πλῆθος, ἐπίγεια δὲ, σει‐ σμοὶ καὶ ῥήγματα γῆς, ἀέρια δὲ, τυφῶνες καὶ λαίλαπες· οὕτω καὶ οὗτοι ταμιεύονται τῷ θεῷ, ἀρκτικά τινα, ὡς εἰπεῖν, καὶ
ὑπερβόρεια δείματα, ὥστ’ ἀνθ’ ἑτέρας μάστιγος στέλλεσθαι καθ’

1

.

33

ὧν ἂν καὶ ὁπότε ἡ πρόνοια βούλοιτο. τούτων τινὲς πολλάκις ἐκεῖ‐ θεν ἀποσπασθέντες, πολλοὺς ἐλυμήναντο χώρους, καὶ πλείστοις ἔθνεσι ζυγὸν δουλείας ἐπήνεγκαν· ὥσπερ ἂν εἰ μεγάλου πελά‐ γους ἀποτομὴ χεθεῖσα κατὰ πρανοῦς πάντ’ ἐπικλύζοι καὶ πα‐
5ρασύροι ὁπόσοις ἂν ἐπιδράμοι. (Δ.) Ἀλλ’ ἐκεῖθεν μὲν γυμνῆ‐ ταί τε καὶ ἄσκευοι ἐξιόντες, εἶτα ἀμείβουσι τὴν δίαιταν, μετα‐ λαμβάνοντες τὴν τῶν τόπων ἐκείνων, ἐν οἷς ἱδρύουσιν ἑαυτούς. ὥσπερ γε μὴν οἱ ἐξ ὀρῶν τῶν μεγίστων ἀναῤῥηγνύμενοι ποταμοὶ, καὶ τὸ ῥεῖθρον εἰς τὴν θάλασσαν ἀποπτύοντες, οὐκ εὐθὺς παρὰ
10τὴν αἰγιαλίτιδα ψάμμον ἐς ἅλμην τὸ πότιμον αὐτῶν ἐξαλλάττου‐ σιν, ἀλλὰ μέχρι πολλοῦ τῆς θαλάττης εἰσρέοντες ἀκοινώνητοι, ἔπειτα ἐσπείσαντο, καὶ τοῦ κράτους τοῖς πλουσιωτέροις παρεχώ‐ ρησαν ὕδασιν, οὕτω καὶ τούτων οἱ τὴν ἔγγιστα τῆς πρώτης οἰ‐ κήσαντες Σκυθικῆς, ἀφ’ ἧς τὸ πρῶτον ἐῤῥύησαν, τὴν προτέραν
15προσηγορίαν ἐφύλαξαν ἔτι ἀκήρατον, αὐτοί γε ὀνομαζόμενοι Σκύ‐ θαι, καὶ ἡ τούτους τρέφουσα γῆ Σκυθική. οὗτοι δ’ εἰσὶν, ὅσοι τε τὴν ὑπὲρ τὰς πηγὰς τοῦ Τανάϊδος ᾤκησαν γῆν, καὶ ὅσοι τὸν Τάναϊν· ἔπειτα διαβάντες ἐκεῖθεν, ἐξεχύθησαν ἐς Εὐρώπην, τὰ ἐς ζέφυρον ἄνεμον βλέποντα πλευρὰ τῆς μεγίστης Μαιώτιδος δια‐
20νεμηθέντες. (Ε.) Μετὰ δὲ μακρὰν μακρῶν αὖθις ἐνιαυτῶν πε‐ ρίοδον ἕτεροι, καθάπερ ἐκ μεγάλης πηγῆς τῆς πρώτης ἀποῤῥα‐ γέντες Σκυθικῆς, ἐς δύο σχίζονται μοίρας· καὶ ἡ μὲν, τοὺς πρὸς τῇ Ἀσίᾳ Σαυρομάτας καταστρέψασα, ἔδραμε μέχρι καὶ ἐς θά‐
λασσαν τὴν Κασπίαν, οἳ καὶ τὴν πάτριον ἤδη ἐκλαθόμενοι κλῆ‐

1

.

34

σιν Σαυρομάται καὶ Μασσαγέται ἐκαλοῦντο καὶ Μελάγχλαινοι καὶ Ἀμαζόνες· καὶ ὅσα αἱ δουλωθεῖσαι φυλαὶ κατὰ διαίρεσιν εἶ‐ χον ὀνόματα, πάντων καὶ οὗτοι κεκοινωνήκασι τούτοις, διὰ τὴν ἐς τὰ ἐκείνων ἤθη δευσοποιόν τε καὶ ἀναπόνιπτον μεταδιαίτησιν.
5οἱ δ’ ἐς τὴν Εὐρώπην ἀποκλίναντες, τὴν παρωκεάνειον πᾶσαν καταδραμόντες ἤπειρον, ἔς τε Σαρμάτας καὶ Γερμανοὺς τὰ ὀνό‐ ματα ἤμειψαν καὶ αὐτοί. χρόνῳ δὲ ὕστερον καὶ ἐς τὴν Κελτικὴν ἐμβαλόντες καὶ ταύτην οἰκειωσάμενοι, Κελτοί τε ἤδη καὶ Γα‐ λάται ἐκλήθησαν. ἐῶ λέγειν τοὺς ὀψὲ τοῦ χρόνου τὰς Ἄλπεις
10ὑπερβαλόντας καὶ κατὰ τῆς Ἰταλίας αὖθις μυριάσιν ἐκστρατεύ‐ σαντας πολλαῖς, Τεύτονάς τε καὶ Κίμβρους, αὐταῖς γυναιξί τε καὶ τέκνοις, οἳ καὶ μόλις μὲν, κατεκόπησαν δ’ οὖν ὑπὸ τῶν Ῥω‐ μαϊκῶν δυνάμεων, ὑπάτων τηνικαῦτα καὶ στρατηγῶν τυγχανόν‐ των τοῦ τε Μαρίου Γαΐου καὶ τοῦ Κάτλου Λουτατίου. (ϛʹ.) Καὶ
15τί δεῖ λέγοντας διατρίβειν, ὅπου γε καὶ Λιβύης αὐτῆς πολλάκις ἐπέβησαν, τούς τε ἑσπερίους καταστρεψάμενοι Ἴβηρας καὶ τὸν κατὰ τὰς Ἡρακλείους στήλας πορθμὸν διαβάντες; αὐτοὶ μὲν γὰρ, ἐφ’ οὓς ἂν ἐπελάσωσι, πάντας ὡς τὰ πολλὰ κατατρο‐ ποῦνται, καὶ τῶν ἄλλων κυριεύουσι τόπων. τὴν δ’ αὐτῶν Σκυ‐
20θικὴν τῶν πάντων οὐδεὶς ἐξ αἰῶνος φαίνεται δουλωσάμενος. τὸ δ’ αἴτιον, ὅτι ἐκεῖνοι τὸν ἁβρὸν καὶ ἐμβριθῆ βίον ἀρχῆθεν ἐξο‐ μοσάμενοι, οὔτε σῖτον ἔδουσιν, οὔτ’ αἴθοπα οἶνον πίνουσιν, οὗ χάριν οὔτε γῆν ἀροῦσιν, οὔτε ἄμπελον ἐγεώργησαν πώποτε, οὔ‐ τε τῶν ἄλλων σπορίμων ἐπιτηδεύουσιν, ὧν οἱ τῆς ἐνδοτέρας οἰ‐
25κουμένης καθεστήκασι τρόφιμοι. ἃ τοῖς μὲν Σκύθαις ἐθάσιν οὖ‐

1

.

35

σιν ἡδέα καὶ ἥκιστα ἐπαχθῆ, τοῖς δὲ πολεμίοις καὶ μάλα πολέ‐ μια, οἳ τὰ σκευοφόρα πλείω τῶν μαχίμων ἐπάγονται, καὶ ὅπη στρατοπεδεύσειαν, πολλῆς καὶ παντοδαπῆς δέονται τῆς ἀγορᾶς, ἵν’ αὐτοῖς τε καὶ τοῖς ὑποζυγίοις ἀνενδεῶς χορηγοῖεν τὰ χρήσιμα.
5οἱ δὲ τὸν ἄσκευον καὶ κοῦφον ἀσκοῦντες βίον ἀεὶ, ῥᾳδίως τὰς ἐκστρατείας ποιοῦνται, καὶ τριῶν διὰ μιᾶς ἡμέρας πολλάκις δί‐ κην πτηνῶν αἰθερίων περιτρέχουσι γῆν, ἄλλην ἐξ ἄλλης πρὶν ἀκουσθῆναι καταλαμβάνοντες, μηδὲν μὲν ἐπαγόμενοι, πάντα δ’ οὖν ἔχοντες, ὅσα πρὸς τὸ νικᾷν ῥᾳδίως ἐφόδια κράτιστα. εἶ‐
10ναι γὰρ ταυτὶ τότε κατὰ πλῆθος ἐξιέναι μικροῦ καὶ ἀριθμὸν ὑπερβαῖνον, τό τε τῆς κινήσεως εὔστροφον καὶ ὀξύτατον, καὶ ὃ τούτων μεῖζον, τὸ τελέως ἀφειδεῖν ἑαυτῶν καὶ κατὰ πρόσω‐ πον δίκην ἀγρίων θηρῶν ἀπαντᾷν ἐς τὰς μάχας. εʹ. Ἀλλ’ ἐπανιτέον, ὅπη τὸ πρότερον ἴχνος τοῦ λόγου κα‐
15ταλελοίπειμεν. ἤδη γὰρ καὶ Ἰωάννου τοῦ Δούκα τὰ Ῥωμαίων σκῆπτρα διέποντος, μοῖρα Σκυθῶν παμπληθὴς καὶ ἐς πολλὰς ἀναφέρουσα τὸν ἀριθμὸν μυριάδας, ἄνωθεν ἐξ Ὑπερβορέων ἀπο‐ σπασθεῖσα κάτεισι μὲν ἀθρόα μέχρι καὶ Κασπίας θαλάττης. ἐν τούτοις δὲ τοῦ ἡγουμένου Σιτζισχᾶν τετελευτηκότος, διείλοντο
20τὴν ἡγεμονίαν τῶν στρατευμάτων ἄμφω αὐτοῦ τὼ υἱέε, ὅ τε Χαλαοῦ καὶ ὁ Τελεπουγᾶς. καὶ ὁ μὲν Χαλαοῦ πρὸς ἄρκτον ἀφεὶς τήν τε Κασπίαν καὶ Ἰαξάρτην ποταμὸν, ὃς ἐκ τῶν Σκυθι‐ κῶν ῥηγνύμενος ὀρῶν, πλατύς τε καὶ βαθύῤῥους διὰ τῆς τῶν
Σογδιανῶν χώρας κατιὼν, ἐς τὴν Κασπίαν ποιεῖται τὰς ἐκβολὰς,

1

.

36

κατῄει διὰ τῆς κάτω Ἀσίας. ἀλλ’ ὁ μὲν περὶ τούτων λόγος ἀνα‐ μεινάτω· ἀνθέλκει γὰρ ἡμᾶς ἐκεῖθεν ὁ τῆς Εὐρώπης. ὁ γὰρ ἕτε‐ ρος τῶν υἱέων τοῦ Σιτζισχᾶν, ὁ Τελεπουγᾶς, ὅρους τῆς οἰκείας ἀρχῆς ποιησάμενος πρὸς μεσημβρίαν μὲν τὰς τοῦ Καυκάσου
5ὑπερβολὰς καὶ ἐφεξῆς τὰ τῆς Κασπίας θαλάσσης πελάγη, ἐπο‐ ρεύετο διὰ τῆς τῶν Μασσαγετῶν καὶ Σαυροματῶν γῆς, πᾶσαν ὑποποιούμενος αὐτήν τε καὶ ὅσα Μαιώτιδά τε καὶ Τάναϊν τῶν ἐθνῶν παροικοῦσιν. εἶτα ὑπερβαλὼν τὰς πηγὰς τοῦ Τανάϊδος, πολὺς ἐῤῥύη κάτω διὰ τῶν Εὐρωπαίων ἐθνῶν. πλεῖστα δὲ ταῦτα
10πεφύκασι καὶ παντοδαπά· ὧν τὰ μὲν ἐς μεσόγειον τεμάχιά τε καὶ λείψανα ἦσαν τῶν πάλαι Σκυθῶν, ὅσα ἐς νομάδας καὶ ἀρο‐ τῆρας ἐμερίζοντο· τὰ δὲ ὁμοροῦντα τῇ Μαιώτιδι καὶ τὴν τοῦ Πόντου πληροῦντα παράλιον, Ζικχοί τ’ Ἀβασγοί τε ἦσαν, Γοτθοί τε καὶ Ἁμαξόβιοι, Ταυροσκύθαι τε καὶ Βορυσθενεῖ‐
15ται, καὶ πρὸς τούτοις ὅσοι τὴν παρὰ τὰς ἐκβολὰς τοῦ Ἴστρου Μυσίαν ἐνέμοντο. (Β.) Οὗννοι δὲ οὗτοι καὶ Κόμανοι ἐκαλοῦν‐ το· ἦσαν δὲ οἳ καὶ Σκύθας αὐτοὺς κατωνόμαζον. οἳ καὶ τὴν βαρεῖαν καὶ ἀνυπόστατον ἔφοδον ἐκπλαγέντες τῶν ἄρτι ἐπιδρα‐ μόντων Σκυθῶν, ἔγνωσαν δεῖν ἑαυτοὺς μετανάστας ἐκεῖθεν
20ποιεῖν. οὐ γὰρ ἐν ἐλπίσιν ὅλως χρησταῖς οὐδενὶ τὸ ἀνθίστασθαι ἦν, ἀλλὰ πάντα ὑπεπτήχει καὶ πόλεις καὶ ἔθνη, καὶ δίκην ἀστα‐ χύων ὡς ἐν ἅλωνι θερινῷ συνετρίβοντό τε καὶ ἐφθείροντο.
ὅθεν ἀπογνόντες καὶ οὗτοι τὸν πρὸς τοὺς Σκύθας πόλεμον, δι‐

1

.

37

φθέραις ἀντ’ ἄλλης σχεδίας κάρφης πεπληρωμέναις τὸν Ἴστρον διέβησαν ἅμα γυναιξί τε καὶ τέκνοις. καὶ οὐ μικρόν τινα χρό‐ νον ἀνὰ τὴν Θρᾴκην πλανώμενοι περιῄεσαν, ἀποικίαν ζητοῦντες ἁρμόττουσαν ἑαυτοῖς, χιλιάδες οὐ μείους τῶν δέκα. ἀλλὰ πρὶν
5αὐτοὺς καταλῦσαι τὴν πλάνην, ὁ βασιλεὺς Ἰωάννης δωρεαῖς με‐ γαλοπρεπέσι καὶ δεξιώσεσιν ἄλλαις ἐφέλκεται καὶ τοῖς Ῥωμαϊ‐ κοῖς καὶ αὐτοὺς ἐγκαταλέγει στρατεύμασι, χώρας ἄλλοις ἄλλας διανειμάμενος εἰς κατοίκησιν, τοῖς μὲν κατὰ Θρᾴκην καὶ Μακε‐ δονίαν, τοῖς δ’ ἐν Ἀσίᾳ κατὰ Μαίανδρον καὶ Φρυγίαν. (Γ.) Ἀλλ’
10ἐπὶ τὴν ἕω πάλιν ἡμᾶς ὁ λόγος διαβιβάζειν ἐπείγεται, καὶ τοὺς Ὑπερβορείους ἐκείνους Σκύθας, οἳ κατὰ τῆς Ἀσίας δίκην ἀκρί‐ δος βαρείας χεθέντες μάλα σφοδρῶς μικροῦ πᾶσαν συνεκύκη‐ σάν τε καὶ ἐδουλώσαντο. οὗτοι γὰρ ἐπειδὴ τὰ περὶ τὴν Κασπίαν στενὰ διέβησαν, κατὰ νῶτον ἀφέντες Σογδιανούς τε καὶ Βακ‐
15τριανοὺς καὶ Ὦξον τὸν Σόγδον ποταμὸν, ὃν μεγάλαι τε καὶ πλεῖ‐ σται τρέφουσι πηγαὶ, παρὰ τοὺς πρόποδας τῶν πρόσω μεγάλων ὀρῶν διεχείμασαν, τῶν ἐκεῖσε τῆς χώρας ἐκείνης ἀγαθῶν ἀπο‐ λαύοντες, ὅσα τῆς ἄνωθεν λείας ὤναντο. ὄρη δὲ ταῦτά εἰσι πλεῖστα καὶ μέγιστα, ἃ πάντα κατὰ συνέχειαν ἀλλήλων ἐχόμενα
20ὥσπερ ἓν ἅπαντα γίνονται ὄρος, Ταῦρος ὀνόματι καλούμενον γενικῷ, ᾧ κατὰ μέσον ἀκριβῶς διέζωσται πᾶσα Ἀσία. ἀρχὴ μὲν γὰρ αὐτῶν πρὸς ζέφυρον ἄνεμον τὰ ἔγγιστα τοῦ Αἰγαίου πελά‐ γους· σχίζουσι δὲ ἐκεῖθεν ἐξιόντα ἐς τμήματα δύο τὴν ὅλην
Ἀσίαν, ἄχρις ἂν ἐς ἀπηλιώτην ἄνεμον παρ’ αὐτὸν τελευτήσωσι

1

.

38

τὸν Ὠκεανόν. (Δ.) Ἀλλὰ γὰρ ἦρος ἐπιγενομένου, ὅτε πᾶν τὸ πρόσωπον τῆς γῆς τὴν χλόην τῆς πόας ἐνδύεται, τὰ παρὰ τοὺς πρόποδας τῶν ὀρῶν χειμάδια καταλιπόντες οἱ Σκύθαι, καθάπερ αἰπόλια καὶ βουκόλια, κατὰ πλῆθος τὰς κορυφὰς τῶν ὀρῶν
5ὑπερβάλλουσι, ῥέουσί τε κατὰ τῶν ὑποκειμένων ἐθνῶν καὶ πάν‐ τας ἐν λόγῳ λείας ποιούμενοι, καταντῶσιν ἐς Ἰνδικὴν, ὁπόση ἐφ’ ἑκάτερα κεῖται τοῦ μεγίστου τῶν ποταμῶν Ἰνδοῦ. καὶ ταύ‐ τῃ ζυγὸν ἐπιθέντες δουλείας, οὐκέτι πρὸς ἕω ταύτης ἐπέκεινα ὥδευον διὰ τὸ τραχύ τε καὶ καυματῶδες τοῦ τόπου· ἀλλ’ ἐπ’
10Ἀραχωσίαν τε καὶ Καρμανίαν τὴν ὁρμὴν ἐποιήσαντο· καὶ πάντων ῥᾳδίως ὑποκυπτόντων, ἐπὶ Χαλδαίους ἀφίκοντό τε καὶ Ἄραβας. ἔπειτα ἐς Βαβυλωνίους καὶ Ἀσσυρίους διαβάντες, καὶ Μεσοπο‐ ταμίαν κατειληφότες, καὶ ταῖς τοῦ τόπου χάρισιν ἀρεσθέντες, ἐκεῖ τὴν μακρὰν καταλύουσι πλάνην, ἔτος που ἤδη τρίτον ἀνύ‐
15οντες, ἀφ’ οὗ τόν τε Ἰαξάρτην διεπεραιώθησαν ποταμὸν καὶ τῶν ἄλλων διέστησαν ὁμοφύλων, τῆς κάτω Ἀσίας κληρούχους τάξαντες ἑαυτούς. (Ε.) Ὥσπερ δὲ πῦρ ἐς ὕλην βαθεῖαν ἐνσκῆ‐ ψαν, οὐ μόνον ἧς τὸ πρῶτον ἐδράξατο, ταύτην λυμαίνεται μόνην, ἀλλ’ εἰ ὁμοίᾳ καὶ πάσῃ τῇ πέριξ ἐντύχοι, ἤδη καὶ πᾶ‐
20σαν ἐκείνην ῥᾷστα ἐπιβόσκεται· οὕτω καὶ ὁ τῶν Σκυθῶν ἀρχη‐ γὸς τουτωνὶ τὴν τῆς ὅλης Ἀσίας ἐξαίρετον πρὸς ἅπασαν ἀν‐ θρωπίνην ἀπόλαυσιν ἐς οἴκησιν ἀπολέξας ἑαυτῷ, οὐκ ἠρέμησε τοῦ λοιποῦ, οὐδὲ τῶν πέριξ ἀπέσχετο· ἀλλὰ τοὺς ὑπ’ αὐτῷ σα‐ τράπας καὶ χιλιάρχους διαπεμπόμενος, Πέρσας μὲν πρῶτον καὶ
25Πάρθους καὶ Μήδους παρεστήσατο· ἔπειτα διὰ τῆς μεγάλης

1

.

39

ἀνιὼν Ἀρμενίας, ἤλασε πρὸς μὲν ἄρκτον ἄχρι Κολχίδος καὶ τῆς ἐκεῖσε Ἰβηρίας· ἔμελλε δὲ ἤδη ἐς τοὺς ἐπιόντας ἐνιαυτοὺς καὶ διὰ τῆς ἐνδοτέρας ἐλάσαι Ἀσίας καὶ ὅρους τῆς οἰκείας ἀρχῆς ποιή‐ σασθαι τὰς παραλίους ψάμμους, ὅπου θάλασσά τε καὶ ἤπειρος
5σπένδονται. μηδὲ γὰρ εἶναι τῶν ἀνεκτῶν, ἔξω τι τῆς αὐτῶν ἐλ‐ λελεῖφθαι χειρὸς, ὁπόσα τὴν τῆς Ἀσίας ἤπειρον ἅπασαν ἄχρι θαλασσῶν οἰκοῦσιν αὐτῶν. τέως δ’ αὐτόθι καταμένειν ἠρεμοῦν‐ τες ἐγνώκεισαν, κλήρους ἑαυτοῖς διανείμαντες χωρῶν καὶ πόλεων, διαφόρων τε οἰκιῶν καὶ κτημάτων κτήσεις καὶ καταγωγὰς, πολ‐
10λὴν ἐμπαρεχομένας τῷ σώματι θυμηδίαν καὶ τρυφήν. (ϛʹ.) Χρυ‐ σὸς δὲ καὶ ἄργυρος καὶ χρημάτων ποικιλία καὶ πολυτέλεια (πολλὰ δὲ ταῦτα ἐπιχωριάζει κατ’ ἐκείνους τοὺς χώρους) οὔπω ἐγινώ‐ σκετο τούτοις εἰς ὅ τι χρήσιμα εἴη τοῖς ἔχουσι· διὸ καὶ παρέ‐ τρεχον αὐτὰ ἴσα καὶ κόνιν, καὶ ὅσα ἐς ὕλην ἀνόνητον ἔῤῥιπται.
15ἡ γὰρ φύσις τῶν ἀναγκαίων γίνεται πρῶτον διδάσκαλος· ἂν γοῦν ταῦτα μὴ σπάνις στενοχωρῇ τις, ἀλλ’ ἐς πλῆθος ἡ τύχη παρέχῃ προκεῖσθαι, τηνικαῦτα ὡς ἐκ συγκρίσεως προμηθὴς αὖθις ἡ φύ‐ σις καθίσταται, κατ’ ἐξουσίαν τὸ προσηνέστερον ἐκλεγομένη σα‐ φῶς ταῖς αἰσθήσεσιν. ἂν δὲ κόρος ἐπὶ τούτοις γένηται, συνήγο‐
20ρος οὗτος αὐτίκα καθίζει τοῖς περιττοῖς, καθάπερ τινὰ πλάνην καὶ δέλεαρ μηχανώμενος πρῶτον τὴν αὐτῶν ἐς διάφορα εἴδη ποι‐ κιλίαν καὶ σύνθεσιν· κἄπειτα ἐγγοητεύων οὑτωσί πως ἀπόῤῥη‐ τον ἡδονὴν, ἵνα μὴ τὸ τῆς περιττότητος ἐμβριθὲς ἐπαχθὲς
φαίνηται ἅμα καὶ λυπηρόν. ὡς νῦν γε καὶ οὗτοι μόνοις τοῖς ἀναγ‐

1

.

40

καίοις ὄντες ἐθάδες, καὶ τούτοις ἐστενωμένοις, ἔπειτα τοσαύ‐ ταις τῶν τόπων ἐκείνων χάρισιν ἐντυχόντες, ὁπόσας ἡ Βαβυλω‐ νίων καὶ Ἀσσυρίων φέρει περίχωρος, οὐκέτι τούτων ἀπαλλάττε‐ σθαι ἔκριναν δεῖν, ἀλλὰ χαίρειν εἰπόντες τοὺς μακροὺς ἐκείνους
5πόνους καὶ περιδρόμους, ἐκεῖσε τοῦ λοιποῦ ποιεῖσθαι καθημένους τὴν δίαιταν. ἐκεῖθεν δ’ ὁπόσοις ἐπῆλθον ἔθνεσι, φόρους συντά‐ ξαντες ἅπασιν, ἀνὰ πᾶν οὐ διαλείπουσιν ἔτος δασμολογοῦντες καὶ ἐπιτάττοντες ὅσα καὶ δούλοις, καὶ χρηματίζοντες ὡς ἐκ μεγάλου τρίποδος, καὶ θεμιστεύοντες ὁπόσα σφίσι δοκοίη ἐς ἐκείνους καθή‐
10κειν. (Ζ.) Τῷ δὲ χρόνῳ τοῖς τῶν Ἀσσυρίων καὶ Περσῶν καὶ Χαλ‐ δαίων ὁμιλήσαντες πεπαιδευμένοις ἤθεσιν, ἔς τε τὸ αὐτῶν ἔκλι‐ ναν σέβας, τὴν πάτριον ἀθεΐαν ἀφέντες, καὶ τοῖς αὐτῶν κεκοι‐ νωνήκασι νόμοις καὶ ἔθεσιν, ὁπόσα τε ἐς ἐσθῆτα καὶ τράπεζαν ἄγει πολυτελῆ, καὶ ὁπόσα τὴν τῆς ἄλλης διαίτης ὑπαγορεύει τρυ‐
15φήν. ἐς τοσαύτην γὰρ τὴν μεταδιαίτησιν ἤδη παρήλλαξαν, ὥστε πρότερον τὴν μὲν κεφαλὴν παχεῖ τινι πίλῳ καὶ ἀνειμένῳ σκέπον‐ τες, τῆς δ’ ἄλλης πάσης ἐσθῆτος τὸ εὔδαιμον εἰς δέρματα ζώων ἀγρίων ἐγκλείοντες, καὶ διφθέρας ἀνεπιτηδεύτους, ὅπλοις δ’ ὁμοίως χρώμενοι ῥοπάλοις τισὶ, καὶ σφενδόναις, δόρασί τε καὶ
20βέλεσι καὶ τόξοις αὐτοσχεδίοις ἅπασιν ἔκ τε δρυῶν καὶ τῶν ὁμοίων δένδρων, ὅσα ὄρη καὶ λόχμαι ταῖς ὥραις δουλεύοντα φέρουσιν αὐτοφυῆ βλαστήματα, σηρικοῖς καὶ χρυσοϋφέσιν ὕστερον ἐχρή‐ σαντο τοῖς ὅλοις ἐνδύμασιν· ἐς τοσοῦτον ἀμετρίας ἐξήνεγκαν τὴν ἁβρότητα τῆς τρυφῆς, ἐκ διαμέτρου καθάπαξ στήσαντες ἑαυ‐
25τοὺς τῆς προτέρας διαίτης.

1

.

41

ϛʹ. Ἐπὶ τούτων οἱ τὴν ἐντὸς τοῦ Εὐφράτου Ἀσίαν ἔχοντες Τοῦρκοι καὶ οἱ τὴν Κοίλην Συρίαν καὶ Φοινίκην Ἄραβες θό‐ ρυβον εἶχον ἐφ’ ἑαυτοὺς οὐ μικρὸν, πονηρὸν τοὺς Σκύθας ὁρῶν‐ τες γειτόνημα. πρέσβεις οὖν αὐτοκράτορας ὁ τῶν Τούρκων ἡγε‐
5μὼν πρὸς τὸν βασιλέα ἐκπέμπει Ἰωάννην περὶ βεβαίων σπονδῶν. ἐδεδίει γὰρ, μὴ περισπώμενος ἐς τὰς τῶν Σκυθῶν μάχας αὐτὸς ὄπισθεν ἔχῃ μεγάλους ἐχθροὺς τὰς Ῥωμαίων δυνάμεις· εἶναι γὰρ αὐτῷ τῶν πάνυ τοι ἀδυνάτων καὶ σαφῆ τῆς οἰκείας ἡγεμονίας ἀπώ‐ λειαν, εἰ μόλις ἔχων τὸ θαῤῥεῖν ἀντιπαρατάττεσθαι πρὸς μόνας
10τὰς Σκυθικὰς ἐφόδους, ἔπειτα πρὸς δύο μερίζειν τὰς ἑαυτοῦ δυ‐ νάμεις ἀναγκάζοιτο διὰ τὰς ἑκατέρωθεν μάχας. τοῦτο καὶ τῷ βασιλεῖ πρὸς βουλήσεως ἦν καὶ πάνυ τοι προδεδογμένον, πολ‐ λῶν εἵνεκα· ἑνὸς μὲν, ὅτι μηδὲ τούτῳ ἐδόκει συνοῖσον, οὐδ’ αὖ κοῦφον καὶ ῥᾴδιον, ὅτι μὴ τῶν μάλα βιαίων καὶ ἐπαχθῶν,
15μερίζεσθαι πρός τε τὰς τῆς Ἀσίας μάχας, πρός τε τὰς τῆς Εὐ‐ ρώπης· ἑτέρου δ’, ὅτι καὶ μέγα νῦν ἐπιτείχισμα καὶ σφόδρα τοι καίριον γίνεσθαι, μέσους κειμένους τοὺς Τούρκους κατὰ τῶν Σκυθικῶν πολέμων, καὶ τὸν κοινὸν δεχομένους κίνδυνον ἐν τοῖς ἑαυτῶν σώμασι, δίκην προμάχων στεῤῥῶν ἢ προβόλων πετρῶν,
20ἃς ἐνιαχοῦ τῶν παραλίων μερῶν κατὰ τῶν τῆς θαλάσσης ἀγρίων κυμάτων ἡ φύσις ἐξώπλισε. (Β.) Ταῦτ’ ἄρα καὶ πρόθυμός τε καὶ μάλα ἐθελοντὴς τὰς μετὰ τῶν Τούρκων ἐτέλει σπονδάς· καὶ τοῦτο μέγα ὄφελος τοῖς Ῥωμαίων τότε κατέστη πράγμασιν. ἄδειαν γὰρ καὶ ἀνακωχὴν τῶν μακρῶν εἰληφότες πολέμων, ἐς
25τὴν τῶν οἰκείων κτημάτων καὶ πραγμάτων ἐπέδωκαν ἐπιμέλειαν.

1

.

42

αὐτός τε γὰρ ὁ βασιλεὺς τοσοῦτο μέρος ἀποτεμόμενος γῆς, ὅση τε ἀρόσιμος καὶ ὅση πρὸς ἀμπελουργίαν εὔθετος, ὅσην ἐξαρκεῖν ἔκρινεν ἔς τε βασιλικὴν τράπεζαν, καὶ ἐς ὅσα ἡ εὐεργετοῦσα καὶ διαρκῶς χορηγοῦσα γνώμη τοῦ βασιλέως παρεκελεύετο (γηροτρο‐
5φεῖα δὲ ἦσαν ταῦτα καὶ πτωχοτροφεῖα, καὶ ὅσα τοὺς ἐκ παντοίων νοσημάτων ἐθεράπευον τραυματίας), ἐπιμελητάς τε τούτοις ἐπι‐ στήσας, ὁπόσοι καλῶς γεωργεῖν τε καὶ ἀμπελουργεῖν ἴσασι, πολ‐ λήν τε καὶ ἄφθονον τὴν τῶν καρπῶν ἐτήσιον ἤθροιζε χορηγίαν. οὐ μόνον δὲ, ἀλλὰ καὶ ἵππων καὶ βοῶν καὶ ποιμνίων, ὁμοῦ
10τε καὶ συῶν ἀγέλας προσεκτήσατο ἐπὶ τούτοις, καὶ παντοίων ὀρ‐ νίθων ἡμέρων εἴδη, ἐξ ὧν πολύχους ὁ τῶν γεννωμένων πορισμὸς ἐφαίνετο καθ’ ἕκαστον ἐνιαυτόν. τοῦτο δὲ καὶ τοῖς ἄλλοις παρῄ‐ νει ποιεῖν, ὅσοι τε τῶν γένει προσηκόντων, καὶ ὅσοι τῶν ἄλλως εὐγενῶν ἦσαν, ἵν’ ἕκαστος οἴκοθεν ἔχων τῆς χρείας τὸ διαρκὲς,
15μήτε χεῖρα τοῖς ἰδιώταις καὶ ἀσθενεστέροις ἐπάγῃ πλεονεκτοῦσαν, καὶ ἅμα καθαρεύουσα ἡ Ῥωμαίων τελέως ἐντεῦθεν ἀδικημάτων ᾖ πολιτεία. καὶ μέντοι καὶ χρόνων ὀλίγων αἱ πάντων ἀποθῆκαι βρίθουσαι τοῖς καρποῖς ἑωρῶντο, αἵ τε ὁδοὶ καὶ ἀγυιαὶ καὶ πᾶσα μάνδρα καὶ σηκὸς ἐστενοχωροῦντο τοῖς κτήνεσι, καὶ ὁπόσαι τῶν
20ὀρνίθων ἦσαν ἀγέλαι. (Γ.) Συνέβη δὲ τηνικαῦτα τοῖς Τούρ‐ κοις ἐπ’ εὐτυχίᾳ καὶ τοῦτο Ῥωμαίων, λιμὸς ἰσχυρὸς καὶ σπά‐ νις μεγίστη τῶν χρειωδῶν. καὶ ἦσαν δὲ διὰ τοῦτο μεσταὶ τοῦ τοιούτου γε ἔθνους αἱ ὁδοὶ πᾶσαι, γυναικῶν τε καὶ ἀνδρῶν καὶ
ὅσοι ἥβης ἐλλιπεῖς, ἀνιόντων καὶ κατιόντων ἐς τὴν Ῥωμαίων

1

.

43

χώραν. καὶ ἐκενοῦτο σὺν ἀφθονίᾳ μακρᾷ πᾶς ὁ τῶν Τούρκων πλοῦτος ἐς τὰς Ῥωμαίων δεξιὰς, ὅσος ἐν ἀργύρῳ καὶ χρυσῷ, ὅσος ἐν ὑφάσμασι, καὶ πᾶν ποικίλον εἶδος καὶ τερπνὸν καὶ τρυ‐ φῆς μεστὸν πολυτελοῦς. καὶ ἦν ἰδεῖν τὰ πολλῶν ἄξια χρήματα
5σίτου βραχέος ὤνια προτιθέμενα. τότε καὶ ὄρνις οἱαδηποτοῦν, καὶ πρός γε ἔτι βοῦς τε καὶ ἔριφος, πολλοῦ τινος ἐτιμῶντο. καὶ τούτῳ τῷ τρόπῳ τάχιστα οἱ Ῥωμαίων οἶκοι πλούτου βαρβαρικοῦ πλήρεις κατέστησαν, πολλῷ δὲ πλέον τὰ βασιλικὰ ταμεῖα ἤδη τῇ τῶν χρη‐ μάτων ἔβριθον δαψιλείᾳ. καὶ ἵν’ ἐν βραχεῖ παραστήσω τὸ
10πᾶν, οἱ ταῖς τῶν ὀρνίθων ἀγέλαις ἐπιστατοῦντες ὁπόσα τίκτοιεν αὗται ὠὰ, ἀνὰ πᾶν συναθροίζοντες ἔτος ἐπίπρασκον· ὡς ὀλίγου χρό‐ νου πρὸς τῶν συναχθέντων ἐντεῦθεν χρημάτων στέφανον κατα‐ σκευασθῆναι τῇ βασιλίδι, λίθοις καὶ μαργάροις λίαν πολυτελέσι διηνθισμένον, ὃν καὶ ὠάτον ὁ βασιλεὺς ἐπωνόμασε, διὰ τὸ ἐκ
15τῆς τῶν ὠῶν πράσεως κατεσκευάσθαι αὐτόν. (Δ.) Ἓν μὲν δὴ τοῦτο τῆς ἐκείνου βασιλικῆς καὶ πολιτικῆς προμηθείας δεῖ‐ γμα· ἕτερον δὲ, ἐπειδὴ ἑώρα τὸν Ῥωμαϊκὸν πλοῦτον μάτην κε‐ νούμενον ἐς τὰ ἐξ ἀλλοδαπῶν ἐθνῶν ἐνδύματα, ὅσα τε ἐκ Ση‐ ρῶν Βαβυλώνιαι καὶ Ἀσσύριαι ταλασιουργίαι ποικίλως δημιουρ‐
20γοῦσι, καὶ ὅσα χεῖρες Ἰταλῶν εὐφυῶς ἐξυφαίνουσιν, ἐξήνεγκε δόγμα, μηδένα τῶν ὑπηκόων χρῆσθαι αὐτοῖς, εἰ μὴ βούλοιτο, ὅστις ποτ’ ἄρ’ εἴη, αὐτός τε καὶ γένος ἄτιμος εἶναι· ἀλλ’ ἢ μόνοις τοῖς ὅσα ἡ Ῥωμαίων γῆ γεωργεῖ καὶ αἱ Ῥωμαίων ἀσκοῦ‐
σι χεῖρες. τῶν γὰρ ἀναγκαίων ἡ χρῆσίς ἐστιν ἀμετάβλητος,

1

.

44

τὰ δὲ ἐνδεχόμενα ταῖς τῶν ἀρχόντων ἀκολουθοῦσιν ὀρέξεσι· καὶ τοῦτο νόμος αὐτοῖς καὶ τιμὴ, ὃ τοῖς ἄρχουσι δεδογμένον ἐστίν· ὥστε κἀνταῦθα ἦν ἰδεῖν, ἐκεῖνα μὲν ἐν Καρὸς καταστάντα μοίρᾳ τοῦ λοιποῦ, τὸν δὲ τῆς εὐγενείας ὅρον ἐν τοῖς τῶν Ῥω‐
5μαίων ἐνδύμασι περικλεισθέντα, τὸν δὲ πλοῦτον οἴκοθεν οἴκαδε, τὸ θρυλλούμενον, φερόμενον. ζʹ. Ἀλλὰ γὰρ ἐφ’ ἕτερα ἡμῖν ἀγέσθω ὁ λόγος. τῇ μὲν βασι‐ λίδι Εἰρήνῃ μετὰ τὸ τεκεῖν τὸν παῖδα Θεόδωρον συνέβη, ῥιφεῖσαν τοῦ ἵππου ἐπὶ πολὺ τοῦ πεδίου συρῆναι· ἔτυχε γὰρ ἐπὶ θέαν
10κυνηγεσίου τινὸς ἄρτι ἐληλυθυῖα μετὰ τοῦ συζύγου καὶ βασιλέως· ὡς ἐντεῦθεν βλαβῆναί τε τὴν μήτραν καὶ μηκέτι τεκεῖν τοῦ λοι‐ ποῦ. ἦσάν γε μὴν ἄμφω τὴν βασιλείαν ἰθύνοντες πάνυ σεμνῶς καὶ κοσμίως καὶ πλείστην ποιούμενοι πρόνοιαν τοῦ δικαιοσύνην τε καὶ εὐνομίαν ἀνθεῖν ἐν ταῖς πόλεσι, πλεονεξίαν τε ἀπεῖναι καὶ
15ἁρπαγήν. (Β.) Ἐδείμαντο δὲ καὶ ναοὺς ἀμφότεροι λίαν περι‐ καλλεῖς, πλείστοις ἀναλώμασι μεγίστας καὶ ποικίλας τὰς τούτων οἰκοδομὰς κατεσκευακότες· ὁ μὲν βασιλεὺς τόν τε περὶ τὴν Μαγνησίαν, εἰς ὄνομα τῆς θεομήτορος Σώσανδρα καλούμενον, καὶ τὸν ἐντὸς τῆς Νικαίας εἰς ὄνομα Ἀντωνίου τοῦ μεγάλου· ἡ
20δὲ βασιλὶς τὸν ἔνδον τῆς παρὰ τὸ ὄρος τὸν Ὄλυμπον κειμένης τῶν Προυσαίων μητροπόλεως, ἐπ’ ὀνόματι τοῦ τιμίου προφή‐ του προδρόμου καὶ Βαπτιστοῦ· κτήματά τε πλεῖστα αὐτοῖς καὶ
προσόδους ἐτησίως ἀνενδεεῖς ἐπιχορηγήσαντες, μοναζόντων καὶ

1

.

45

ἀσκητῶν ἐνδιαιτήματα ἔδειξαν, πλήρη χάριτος καὶ θυμηδίας πνευματικῆς. οὐ μόνον δὲ, ἀλλὰ καὶ νοσοκομεῖα καὶ πτωχοτρο‐ φεῖα τοῖς τότε καιροῖς ἐπεδαψιλεύσαντο, καὶ ὅσα τὸν ἐκείνων κατὰ θεὸν ἔρωτα ἔδειξαν ἐναργῶς. (Γ.) Ἀλλ’ ἐν τούτοις ἡ μὲν
5βασιλὶς Εἰρήνη τὸ ζῇν ἐξεμέτρησεν. ὁ δὲ βασιλεὺς καὶ σύζυγος πάνυ βαρέως ἐπὶ μακρὸν τὴν ἐκείνης ἤνυσε στέρησιν· ὀψὲ δὲ μὴ φέρων τὴν μόνωσιν, καὶ δευτέραν ἄγεται σύζυγον. αὕτη δὲ ἦν Ἄννα ἡ ἐξ Ἀλαμανῶν, ἔτι νέα πάνυ τῇ ἡλικίᾳ, ἀδελφὴ τοῦ ῥη‐ γὸς Σικελίας Μαφρέ. εἵπετο δ’ ἐκεῖθεν αὐτῇ καθάπερ τροφὸς
10καὶ παιδαγωγὸς ξὺν πολλαῖς ἄλλαις καὶ γυνή τις ὥραν ἐπαγομέ‐ νη προσώπου καὶ ὀφθαλμῶν ὡς εἰπεῖν ἄφυκτόν τινα σαγήνην, ὄνομα Μαρκεσίνα· ἣ φίλτροις καὶ καταδέσμοις ἐρωτικοῖς, καὶ ἠθῶν ἀστειότητι κατὰ μικρὸν ὑπηγάγετο καὶ τοὺς βασιλικοὺς ὀφθαλμοὺς καὶ πρὸς τοὺς ἑαυτῆς ἐξέκαυσεν ἔρωτας, ὡς παρα‐
15θεωρεῖσθαι λαμπρῶς ἤδη τὴν βασιλίδα Ἄνναν. ἐς τοσοῦτον γὰρ ὕστερον ἀτοπίας αὐτὸν οἱ τῆς Μαρκεσίνης ἐξεκύλισαν ἔρωτες, ὥστε καὶ συμβόλοις κοσμεῖσθαι βασιλικοῖς συγκεχώρηκε ταύτην· ὡς τούτων μὲν εἵνεκα μηδὲν ἐνδεῖν τῆς βασιλίδος Ἄννης, τῆς δὲ βασιλικῆς στοργῆς καὶ ῥοπῆς καὶ τῆς τῶν ὑπηκόων αἰδοῦς καὶ
20ὑποστολῆς, εἰ μὴ πάσης ἀπήλαυεν, ὡς εἰπεῖν, αὐτή γε καὶ μό‐ νη, ἀλλ’ οὖν πλείονος ἢ κατὰ τὴν νόμιμον σύζυγον, τὴν βασι‐ λίδα Ἄνναν φημί. (Δ.) Ὅμως συνετός γε τυγχάνων ὁ βασιλεὺς, οὐκ ἄλυπος τὸ παράπαν τὸν βίον διέβοσκεν, οὐδὲ κατηφείας καὶ
συντριβῆς τῆς προσηκούσης ἐκτός· ἀλλὰ νύττουσαν εἶχε καθά‐

1

.

46

περ τι κέντρον ὀξὺ τὴν συνείδησιν, καὶ καιρὸν ἀνέμενε μετανοίας, καὶ λύσιν ἐζήτει θεόθεν τῆς τοιαύτης παρατροπῆς. δῆλον δ’ ἐν‐ τεῦθεν τουτί. ἀπιέναι γάρ ποτε τὴν Μαρκεσίναν φασὶ προσκυ‐ νήσεως ἅμα καὶ θέας εἵνεκα ἐς τὸν θεῖον νεὼν, ὃν ὁ Βλεμμύδης
5οἴκοθεν ἐδείματό τε καὶ ἐς ἁγίων καὶ θεοφιλῶν ἀνδρῶν ἀσκητή‐ ριον κατεστήσατο, πολλὴν ἐπαγομένην τὴν τρυφὴν καὶ σφό‐ δρα τοῖς βασιλικοῖς σεσοβημένην συμβόλοις καὶ τῷ τῶν ἀκολού‐ θων πλήθει. ἀλλὰ πρὶν τῶν προθύρων αὐτὴν ἐπιβῆναι, τὰς τοῦ νεὼ θύρας ἔνδοθεν κλείουσιν ὁ τῶν θείων ἐκείνων ἀνδρῶν
10σύλλογος καὶ ταύτῃ τὴν εἴσοδον ἀποκλείουσι, κελεύσει τοῦ κα‐ θηγητοῦ Βλεμμύδου. ἀνὴρ δὲ οὗτος πολλαῖς περιηνθισμένος ταῖς ἀρεταῖς, καὶ πολλῇ τῇ σοφίᾳ ἐξησκημένος, ὁπόσην τε Ἑλλήνων ὑμνοῦσι παῖδες, καὶ ὁπόσην οἱ τῆς καθ’ ἡμᾶς ἐκκλησίας προ‐ στάται καὶ ῥήτορες ἐς ἡμετέραν ὠφέλειαν προὔθηκαν. οὐ γὰρ
15ἔκρινε δίκαιον ὁ θεῖος ἐκεῖνος ἀνὴρ, βεβήλοις καὶ ἀθεμίτοις πο‐ σὶν ἱερὸν πατεῖν ἔδαφος τὸ ἀνόσιον ἐκεῖνο καὶ ἀναιδὲς γύναιον. πῶς γάρ; ὃς οὐδὲ πρότερον ἔληγε σκώμμασι βάλλων αὐτὴν καὶ γλώττῃ καὶ γράμμασι διασύρων ἀεί. (Ε.) Ἡ δὲ τὰ δεινότατα πάσχειν οἰομένη καὶ τῆς βασιλικῆς ἀνάξια σφόδρα τιμῆς, ἐς
20θυμὸν ἀνῆπτεν ἑαυτὴν καὶ βαρεῖαν καὶ ζέουσαν ὀργὴν, καὶ μά‐ λιστα ὅτι καὶ πρὸς τῶν κολάκων παροξυνομένη μάλα ἐτύγχανεν. ὅθεν καὶ ἐπανῄει πρὸς τὸν βασιλέα λίαν ὑβριοπαθοῦσα, καὶ πρὸς
ἄμυναν ὅλαις ὁρμαῖς αὐτὸν διεγείρουσα, καὶ ἐς τὴν τοῦ βασι‐

1

.

47

λέως ὑπόστασιν ἀποφαίνουσα ἀνατρέχειν τὰ τῆς ἀτιμίας ταυτησί. οὐ μόνον δὲ, ἀλλὰ καὶ οἱ περὶ αὐτὴν κόλακες, οἱονεὶ πῦρ πυρὶ καὶ ξύλοις ξύλα προσεπιφέροντες, ἐς ὀργὴν ἀνάπτειν ἠπείγοντο μείζονα ἔτι τὸν βασιλέα, χαριζόμενοι τῷ καιρῷ. ὁ δὲ βασιλεὺς
5ἔνδακρυς γενόμενος καὶ βύθιόν τι στενάξας καὶ πάσης μεστὸς κατηφείας καὶ κατανύξεως ἐν βραχεῖ καταστὰς, „ἵνα τί με κολά‐ ζειν ἄνδρα δίκαιον συνωθεῖτε;“ ἔφασκεν· „εἰ γάρ μοι πρὸς βου‐ λήσεως ἦν ἀτιμίας ὁμοῦ καὶ αἰσχύνης καθῆσθαι ἐκτὸς, ἀκίβδηλον ἂν τὸ τῆς βασιλείας ἐτήρουν σεμνὸν καὶ αὐτός· νῦν δὲ τὰς αἰτίας
10τῶν ἐμῶν ὕβρεων καὶ τῆς βασιλείας αὐτῆς αὐτὸς παρεχόμενος, προσηκούσας ἀπολαμβάνω λοιπὸν ἐντεῦθεν τὰς ἀμοιβὰς καὶ τῶν πονηρῶν σπερμάτων ἄξια τὰ γεώργια.“ ηʹ. Ἐπὶ τούτων μέντοι τῶν χρόνων ἦρχε Θετταλίας καὶ Αἰ‐ τωλίας καὶ τῶν πέριξ Μιχαὴλ ὁ νόθος υἱὸς τοῦ πρώτου ἀπο‐
15στάτου Μιχαὴλ τοῦ Ἀγγέλου. τελευτησάσης γὰρ τῆς ἄλλης συγ‐ γενείας ἐκείνου πάσης, περιῆλθεν ἤδη πᾶσα ἡ τῶν χώρων ἐκεί‐ νων ἀρχὴ εἰς. ἕνα τουτονὶ τὸν νόθον Μιχαήλ. τούτῳ παῖδες ἐγέ‐ νοντο Νικηφόρος καὶ Ἰωάννης καὶ Μιχαὴλ καὶ τέταρτος, νό‐ θος ὄνομα Ἰωάννης καὶ οὗτος· οἷς ἐπιμερίζειν ἔμελλε μετὰ βρα‐
20χὺ καὶ τὴν ἑαυτοῦ ἀρχήν. τέως μὲν οὖν πρέσβεις ἀποστείλας πρὸς βασιλέα Ἰωάννην, ἐζήτει νύμφην ἀγαγέσθαι τῷ ἑαυτοῦ υἱῷ Νι‐ κηφόρῳ τὴν τοῦ υἱοῦ τοῦ βασιλέως Θεοδώρου τοῦ Λάσκαρι θυ‐ γατέρα Μαρίαν· καὶ ἤνυσε τὸ ζητούμενον. ἐγένοντο γὰρ τηνι‐ καῦτα μνηστεῖαι καὶ συμφωνίαι, οἷαι δὴ καὶ γεγόνασι, συμπαρα‐
25γενομένης τῷ υἱῷ Νικηφόρῳ καὶ τῆς μητρὸς Θεοδώρας κατὰ τὴν

1

.

48

ἕω, ἅμα μὲν καὶ πρὸς ἐπίσκεψιν τῆς μνηστευομένης νύμφης, ἅμα δὲ καὶ πρὸς βεβαίωσιν τῶν ἐν τούτοις συμφωνιῶν. ὧν δὴ γενομένων, τὴν νύμφην αὐτόθι παρὰ τὰ οἴκοι καταλιποῦσα, ἐπανέστρεφεν οἴκαδε σὺν τῷ υἱῷ Νικηφόρῳ Θεοδώρα ἡ τοῦ Μι‐
5χαὴλ σύζυγος, ἐγγύας λαβοῦσα παρὰ τῶν κηδεστῶν βασιλέων, ἐς τοὐπιὸν ἔτος τοὺς γάμους τελεῖσθαι. (Β.) Βραχὺ τὸ μεταξὺ, καὶ πρὸς κατάλυσιν ἔβλεψε τῶν σπονδῶν αὖθις ὁ Μιχαήλ· καὶ ἄρας τοὺς οἰκείους ὑπερέβαινε χώρους ἐπὶ πονήρῳ τῶν δυτικῶν πόλεων, αἳ τοῖς Ῥωμαίων βασιλεῦσιν ὑπῆρχον ὑπήκοοι· ὡς
10ἀνάγκην εἶναι ἢ τὸν βασιλέα Ἰωάννην στρατεύειν ἐπ’ ἐκεῖνον, ἢ κίνδυνον εἶναι πάσας ὑπὸ τῷ Μιχαὴλ τὰς δυτικὰς γενέσθαι πό‐ λεις. ἦρος οὖν ἐπιγενομένου, πλείστην ὁ βασιλεὺς ἠθροικὼς στρατιὰν, ἔξεισι κατὰ τοῦ ἀποστάτου Μιχαήλ. τῆς δὲ φήμης ῥεούσης καὶ προπορευομένης, αἱ μὲν δυτικαὶ τῶν Ῥωμαίων πό‐
15λεις ἀνεῤῥώννυντο πρὸς τὸ εὐθαρσές τε καὶ ἀνδρικώτερον· τὰ δὲ τοῦ Μιχαὴλ ὑπέῤῥει καὶ ὑπεπτήχει. ἐπεὶ δὲ καὶ ὁ βασιλεὺς περὶ Θεσσαλονίκην καὶ Μακεδονίαν ἐγένετο, πάλιν ὑπ’ αὐτῷ ῥᾳδίως αἱ πλείους τῶν δυτικῶν ἐγίνοντο πόλεων, ὁπόσας ἡ τοῦ Ἀγγέ‐ λου Μιχαὴλ ἔφοδος ἐκλόνησέ τε καὶ πρὸς βραχύν τινα χρόνον
20παρατραπῆναι πεποίηκε, Καστορία τε καὶ Πρέσπα, καὶ ἐπὶ τούτοις ἕτεραι οὐκ ὀλίγαι. ὅθεν εἰς τὸν ἔσχατον συνελαθεὶς φό‐ βον ὁ Μιχαὴλ πρεσβεύεται πρὸς τὸν βασιλέα καὶ τὰς προτέρας ἀνακαλεῖται σπονδὰς, ἀποδιδοὺς αὐτῷ καὶ φρούρια, τά τε ἄλλα
καὶ τὸν Πρίλλαπον, ἔτι τε τὸν Βελεσὸν καὶ τὸ *. ἐτετιμήκει

1

.

49

μέντοι ὁ βασιλεὺς ἑκατέρους τῷ δεσποτικῷ ἀξιώματι διὰ τὰς τοῦ κήδους μνηστείας, τόν τε Μιχαὴλ καὶ τὸν αὐτοῦ γε υἱὸν Νικηφόρον, ἵνα μηδὲν μεταξὺ ἀνακύπτῃ ἀμφίδοξον, ὁπόσα ψυχάς τε ταράττει καὶ κυκεῶνας ἐγείρει πραγμάτων. ἀλλὰ γὰρ οὕτω τὰ ἐκεῖσε κατα‐
5στησάμενος ὁ βασιλεὺς ἐπανόδου ἥπτετο, μὴ βουλόμενος ἐκεῖσε τὴν χειμέριον ὥραν διαβιβάζειν. ἦν γὰρ κατὰ τὰς Ἀρκτούρου ἐπιτολὰς ὁ καιρός. (Γ.) Ἐπεὶ δὲ περὶ τὴν Φιλίππων γενόμενος ἡμέρας ἐκεῖσε συχνὰς διατέτριφε, διαβολαί τινες ἀνεφύησαν κατὰ τοῦ Κομνηνοῦ Μιχαὴλ τοῦ Παλαιολόγου, ὅτι βασιλείας ἐφίεται.
10καὶ ἤγοντο οἵ τε πρώτως τὰ τοιαῦτα διαψιθυρίσαντες φίλοι αὐ‐ τοῦ, καὶ οἳ τοὺς κατ’ αὐτοῦ ἐλέγχους ἑτέρωθεν προὔτεινον. ἀλλ’ ἀνίσχυρα τὰ τῶν ἐλέγχων ἐδόκει καὶ ψευδεῖς αἱ διαβολαὶ, εἴτε καὶ τῇ ἀληθείᾳ ψευδῶν οὐσῶν, εἴτε καὶ τοῦ καιροῦ σχε‐ διάσαντος οὑτωσί. ὅμως ἔδοξεν ὅρκοις αὐτὸν βεβαιώσαντα ὅτι
15τε ψευδεῖς αἱ διαβολαὶ, καὶ ὅτι οὐ μήποτε βουληθείη βασιλείᾳ ἐπιχειρῆσαι, ἐλεύθερόν τε εἶναι τοῦ λοιποῦ τῆς ἐντεῦθεν κατα‐ δίκης καὶ ὑποψίας ἁπάσης μένειν ὡς ποῤῥωτάτω, καὶ πρός γε ἔτι τῆς προτέρας ἐφ’ ὁμοίου τοῦ σχήματος ἀπολαύειν τιμῆς. καὶ γέγονε τοῦτο. ἐκεῖθεν μέντοι ἀπάρας ὁ βασιλεὺς, αὐτὸς
20μὲν ἀπῄει διαπεραιωσόμενος τὸν Ἑλλήσποντον· τὸν δὲ στρατὸν διαφῆκεν ἀπιέναι περὶ τὰ οἴκοι διαχειμάσοντας. (Δ.) Πρὸς δὲ τὴν ἕω διαβάντι τῷ βασιλεῖ καὶ περὶ τὴν Νίκαιαν διατρίβοντι νόσος ἐνσκήπτει δεινή· οὐκ οἶδ’ εἴτε φρενῖτιν χρὴ προσειπεῖν,
εἴτ’ ἐπιληψίαν. ἐς γὰρ καρηβαρίαν τινὰ καὶ νάρκωσιν ἐπεπτώ‐

1

.

50

κει τοῦ ἡγεμονικοῦ, ὁποῖον καὶ οἱ τὰ περὶ τὸν ἐγκέφαλον οὐχ ὑγιῶς διακείμενοι πάσχουσιν ἐν ταῖς τῶν οὐρανίων φωστήρων συνόδοις, τοῦ περιέχοντος ὑγροτέρου τε ἅμα καὶ ψυχροτέρου τη‐ νικαῦτα καθισταμένου καὶ ἴλιγγον σφίσιν ἐπάγοντος ἐγκεφάλου,
5ἀδυνάτως ἔχουσι δέχεσθαι τὰς τοιαύτας τροπὰς καὶ μεταβολάς. ἄφωνος δὲ καὶ πλὴν τοῦ ἀναπνεῖν νεκρὸς ἐπὶ τρεῖς ὅλας δια‐ τελέσας ἡμέρας, ἀναφέρειν ἔδοξεν αὖθις καὶ τοῦ νοσήματος ἀπαλλάττεσθαι. πλὴν οὐκ ἐς τέλος ἐξοστρακίζειν ἰατρῶν ἐπίνοιαι τὸ πάθος δεδύνηνται· ἀλλ’ ὥσπερ ἐμπεφώλευκεν ἐξ ἐκείνου καὶ
10ἕδραν τινὰ δυσαπόσπαστον ἔσχε· καὶ ἦν τοῦ λοιποῦ νῦν μὲν πά‐ σχων, νῦν δ’ ὑγιαίνειν δοκῶν. κατὰ γὰρ ἡμερῶν διαστήματα, νῦν μὲν πλείω, νῦν δ’ ἥττω, νῦν μὲν ὑπεχώρει, νῦν δ’ αὖθις ἐπεχωρίαζε τὸ δεινόν· καὶ νῦν μὲν ἐν οἴκοις διατρίβοντι, νῦν δ’ ἐν ὁδοῖς, προσδοκίας οὐ προηγησαμένης οὐδεμιᾶς, ἐξαίφνης
15ἐπῄει· καὶ πολλάκις τοῦ ἵππου πεσεῖν διακινδυνεύσαντα δεξά‐ μενοι φοράδην ἐς τὸ ἀρχεῖον ἐκόμισαν. καὶ ἦν τῇ κεφαλῇ τὸ πά‐ θος πολέμιον ὅλον ἐνιαυτὸν, λάθρα καὶ κατὰ μικρὸν ἐς αὔξησιν προβαῖνον ἀεί· ἕως πολλῷ κραταιότερον πάσης ἰατρικῆς ἐπιστή‐ μης γενόμενον ἐξ ἀνθρώπων ἐπεποιήκει γενέσθαι αὐτόν. ἐγέ‐
20νετο μὲν οὖν ἐξ ἀνθρώπων ὁ βασιλεὺς, ταυτησὶ περιγενομένης τῆς νόσου, περὶ τὸ Νύμφαιον τότε ποιούμενος τὰς διατριβάς. ἐτάφη δὲ ἐν τῇ μονῇ τῶν Σωσάνδρων, ἣν αὐτὸς ἐδείματο. ἤνυε δὲ ἔτος, ὁπότε ἐτελεύτα, ἑξηκοστόν· ὁπότε δ’ αὐτὸς τὰ τῆς αὐτοκρατορίας ἐνεκεχείριστο σκῆπτρα, ἕβδομον ἤδη καὶ εἰκο‐
25στόν· ὡς μόνα τὰ τῆς αὐτοκρατορίας αὐτοῦ γίνεσθαι ἔτη τρία

1

.

51

καὶ τριάκοντα· ὁπόσα δὴ καὶ ὁ υἱὸς αὐτοῦ καὶ τῆς βασιλείας διάδοχος ἤνυε Θεόδωρος. ὁμοῦ τε γὰρ αὐτὸς ἐξ ὠδίνων εἰς φῶς προήγετο μητρικῶν καὶ ὁμοῦ τὰ τῆς αὐτοκρατορίας σκῆπτρα ὁ
πατὴρ ἄρτι ἐδέδεκτο.

1

.

53

αʹ. Ἐπεὶ δὲ κατὰ κλῆρον πατρικὸν τῆς βασιλείας διάδοχος ὁ υἱὸς αὐτοῦ Θεόδωρος ἔμελλεν εἶναι ὁ Λάσκαρις, παρὰ δὲ τοῦ πα‐ τρὸς ἔτι ζῶντος οὐκ ἀνηγόρευτο βασιλεὺς, ἀνηγορεύετο * ἤδη θα‐ νόντος ἐκείνου κοινῇ συνδρομῇ τοῦ τε στρατοῦ παντὸς καὶ ὁπό‐
5σοι τῶν ἐνδόξων ἦσαν καὶ εὐγενῶν. τὸ μὲν γὰρ ὅτι τὴν βασιλείαν οὐδενὶ τῶν πάντων ἑτέρῳ πλὴν ἢ τῷ υἱῷ καταλιμπάνειν ὁ Ἰωάν‐ νης ἐβούλετο, παντί που δῆλον, ὅτι τε πατὴρ ἦν πάνυ φιλόπαις καὶ ὅτι οὐδ’ ἄλλῳ οὐδενὶ καταλέλοιπε ταύτην. τὸ δὲ ζῶν ἔτι βα‐ σιλέα ἀναγορεύειν αὐτὸν, ἐν ἀδήλῳ κειμένης ἔτι τῆς τῶν ὑπη‐
10κόων ἑκουσίου γνώμης καὶ προαιρέσεως, τοῦτο δ’ οὐ πάνυ ἐβού‐
λετο. πολλὰ γάρ φησι νεωτερίζειν οἶδεν ὁ χρόνος, ὁπότε μὴ κα‐

1

.

54

τὰ λόγον εὕροι τὸν ἑκάστῳ προσήκοντα τὴν τῶν πραγμάτων γινο‐ μένην κατάστασιν. ἡ γὰρ νεότης ὀξύῤῥοπόν τι καὶ αὔθαδες οἴ‐ κοθεν οὖσα ἀλόγως ἄττει πρὸς πάνθ’ ὅσα τὸ βουλόμενον εἰση‐ γεῖται. ἂν δὲ καὶ βασιλικὴν ἐλπίδα καὶ φήμην προσλάβηται, δι’
5ἣν καὶ δῆμος ἕπεται μειρακίων τρυφώντων καὶ πάσης ἀτόπου γλώσσης τὰς ἀκοὰς ἐμπιπλώντων, ὅμοιον γίνεται τηνικαῦτα, ὥσπερ ἂν εἴ τις μεθύων ἄνθρωπος καὶ πάντα παράφορα φέ‐ ρων τε καὶ δεικνὺς, ὁπόσα περὶ λογισμὸν καὶ διάνοιαν καὶ ὁπόσα τἀκ κεφαλῆς ἄχρι ποδῶν, ἔπειτα μεγάλης οἴακας ὁλκάδος ἄγειν
10ἔμελλε χειροτονεῖσθαι, οὔτε τῶν χειροτονούντων ὀρθῶς κρινόν‐ των, οὔτε τοῦ τὴν χειροτονίαν ἀνειλημμένου οὔτ’ ἐς ὅ, τι φέ‐ ροιτο, οὔθ’ ὅ,τι πράττειν χρεὼν εἰδότος. διὰ μὲν οὖν ἕν γέ τι τοῦτο βασιλέα χειροτονεῖν τὸν υἱὸν ζῶν αὐτὸς ἔτι οὐκ ἔκρινε δεῖν, τῇ τε τῆς ἐλπίδος ἀναιρέσει κολάζων τὸ τῆς νεότητος ἄστατον,
15καὶ ὅτι πολλοὶ διὰ μικροψυχίαν ἐπιθυμίᾳ τῇ τοῦ κλήρου τῇ τῶν πατέρων ἠχθέσθησαν μακροβιότητι· κἄπειτα μὴ περιμεί‐ ναντες τὸ χρεὼν ἐξέτεμόν τε τῆς πατρικῆς ζωῆς μεταξὺ τὸν δρόμον καὶ τοῦ παρόντος· φθάσαντες ἀπήλλαξαν βίου. καὶ τῶν δήμων δ’ οἱ πλείους πολλάκις μὴ καθ’ ἑκούσιον γνώμην τὸν εἰς
20τὸ ἄρχειν ἐληλυθότα προκρίναντες τύραννόν τε αὐτὸν ὠνόμα‐ σαν· καὶ μέντοι καὶ ἐς φθόνους καὶ ὕβρεις ὑπ’ ὀδόντα καὶ λα‐ θραίας τὰ πρῶτα ἐχώρησαν· εἶτα καὶ εἰς ἐπιβουλὰς καὶ φόνους τὸ τελευταῖον ἐξώκειλαν. (Β.) Διὰ μὲν δὴ ταῦτα καὶ τὰ τοι‐
αῦτα οὐκ ἀνηγορεύετο βασιλεὺς ὁ Θεόδωρος, περιόντος ἔτι τοῦ

1

.

55

πατρός· ἀνηγορεύετο δ’ ὕστερον παρ’ ἑκόντων τῶν ὑπηκόων ἁπάντων καθεσθεὶς ἐπ’ ἀσπίδος, κατὰ τὸ ἐν τούτοις ἐπικρα‐ τοῦν ἔθος. ἔδει δ’ αὐτὸν καὶ διὰ πατριαρχικῆς χειρὸς τὸ βασιλι‐ κὸν ἀναδήσασθαι στέφος. ἀλλ’ ἦν τηνικαῦτα ὁ πατριαρχικὸς
5θρόνος ὠρφανισμένος τοῦ διϊθύνοντος, ἐπεὶ πρὸ βραχέος ἔφθη γενόμενος ἐξ ἀνθρώπων ὁ πατριάρχης Γερμανὸς, ἀνὴρ συνε‐ τὸς καὶ ἀρετῇ καὶ λόγῳ τὸν βίον κοσμήσας. σκέμματα τοίνυν καὶ λόγοι προὐτίθεντο περὶ τοῦ τῆς πατριαρχείας ἀναδεξομένου τοὺς οἴακας. καὶ ἦσαν ἐπὶ γλώττης πολλοί τε τῶν ἐπιδόξων καὶ
10ἄλλοι ἄλλοις. ἐν τοῖς πάντων δ’ ἔκειτο στόμασι μᾶλλον ἁπάντων ὁ σοφίᾳ καὶ ἀρετῇ περιώνυμος Νικηφόρος ὁ Βλεμμύδης, ὃς ἐτύγ‐ χανε παρὰ τὴν ἑαυτοῦ μονὴν ἀθόρυβον ποιούμενος τότε τὴν δίαιταν καὶ ἀσκήσει τραχείᾳ συντήκων τὸν βίον· οὗ γε μὴ δε‐ ξαμένου προὐκρίθη τῶν ἄλλων ὁ μοναχὸς Ἀρσένιος, ὃς τηνι‐
15καῦτα τὸν ἀσκητικὸν ἤνυε δίαυλον περὶ ἕν τι τῶν ἀσκητηρίων, ὃ κατὰ τοὺς τῆς Ἀπολλωνιάδος ἵδρυται χώρους, ἀνὴρ περιφα‐ νὴς μὲν τὴν καθ’ ἑαυτὸν ἀρετὴν, τὸν δὲ τρόπον ἁπλοῦς καὶ μὴ πολλὰς ἐξελίττειν εἰδὼς τὰς λαβυρίνθους περὶ τὸν λογισμόν. ἱερᾶται τοίνυν οὗτος καὶ πατριάρχης χειροτονεῖται κοινῇ τῶν τε
20ἀρχιερέων γνώμῃ καὶ τοῦ βασιλέως τὰ μέγιστα συναινοῦντος καὶ ἐπικυροῦντος, ὡς ἔθος, τὴν ἀρχιερατικὴν ψῆφον ἐκείνην. ἐπὶ τού‐ τοις ὁ βασιλεὺς παρὰ τοῦ πατριάρχου χρισθεὶς καὶ τὸ στέφος ἀνα‐ δησάμενος πρὸς ἐκστρατείαν παρεσκευάζετο. (Γ.) Ἀκούσας γὰρ ὁ τῶν Βουλγάρων ἄρχων, ὅτι ὁ βασιλεὺς ἐτεθνήκει, πρὸς ἀθέτη‐
25σιν ἔβλεψεν αὐτίκα τῶν μετ’ ἐκείνου σπονδῶν, καὶ συνεχεῖς λοι‐
πὸν ἐποιεῖτο τὰς ἐκδρομὰς κατὰ τῶν ἐν Θρᾴκῃ Ῥωμαϊκῶν πολι‐

1

.

56

χνίων, ὡς καὶ οὐκ ὀλίγα τῶν περί γε Ῥοδόπην τὸ ὄρος ποιήσα‐ σθαι ὑποχείρια. τὸ δ’ αὐτὸ καὶ ὁ ἀποστάτης περὶ Θετταλίαν ἐπεποιήκει Μιχαὴλ κατὰ τῶν ὁμορούντων αὐτῷ χώρων καὶ πό‐ λεων, ὁπόσαι Ῥωμαίοις τηνικαῦτα ἦσαν ὑπήκοοι. ἀλλὰ γὰρ πρῶ‐
5τον ὁ βασιλεὺς ἃς μετὰ τῶν Τούρκων ὁ πατὴρ ἐπεποιήκει σπον‐ δὰς, ταύτας ἤδη καὶ αὐτὸς ἀνανεούμενος ἐπεκύρωσεν, ἵν’ εἴη φροντίδος ἁπάσης ἐκτὸς τῶν ἑῴων χάριν πραγμάτων. εἶτα διέ‐ βαινε τὸν Ἑλλήσποντον ἐν τούτῳ τοῦ χρόνου, ἐν ᾧ καὶ πλειάδες ἄρχονται ἐπιτέλλειν. ἐπήγετο δὲ καὶ στρατιὰν πολλῷ τῷ μέτρῳ
10τὴν τοῦ πατρὸς ὑπερβαίνουσαν. οὐ γὰρ μόνον ἐξ ὧν ἔδει συνε‐ κρότει στρατὸν, ἀλλὰ καὶ ὅσοι περὶ τὴν τῶν κυνηγεσίων ὑπηρε‐ σίαν ἐσχόλαζον, πάντας κυνῶν καὶ ὀρνέων ἀπαλλάξας στρα‐ τείᾳ συνέλεξεν. (Δ.) Ἐπεὶ δ’ ὁ τῶν Βουλγάρων ἄρχων τὴν τοῦ βασιλέως ἠκηκόει βαρεῖαν ἔφοδον, φόβοις ἤδη μεγάλοις τὴν καρ‐
15δίαν σπαράττεσθαι ἤρχετο συχνούς τε καὶ ἄλλοτε ἄλλους ἀνεκύ‐ κλει τοὺς λογισμούς. ἐπεὶ δὲ καὶ πολέμῳ τὴν τῶν πραγμάτων διδόναι κρίσιν ἄπορον ἦν αὐτῷ καὶ σφόδρα τῶν ἀδυνάτων, τοῦ‐ το μὲν, ὅτι στρατὸς ἀντίῤῥοπος οὐκ ἦν αὐτῷ, οὐδ’ ἱκανὸς ἀν‐ τιπαρατάξασθαι πολεμίων τοσούτῳ πλήθει καὶ ἅμα βαρείᾳ καὶ
20λαμπρᾷ καταπεφραγμένῳ τῇ ὁπλίσει, τοῦτο δ’ ὅτι καὶ βασιλέα ἑώρα νέον καὶ λαμπραῖς ταῖς φιλοτιμίαις ἀνθοῦντα καὶ τελε‐ σιουργοῖς ταῖς ὁρμαῖς χρώμενον ἐς τὰ πράγματα, ἔγνω τὸ συνοῖ‐ σον ὀψὲ καὶ τὰς προτέρας ἀνεκαλεῖτο σπονδάς. ἦν γὰρ ἐν ἐλ‐ πίσιν αὐτῷ ῥᾷστα τυχεῖν τῆς βασιλικῆς εὐμενείας, ὅτι γαμβρὸς
25ἦν ἐπ’ ἀδελφῇ τούτῳ ὁ βασιλεύς· καὶ ἅμα ᾔδει ὡς καὶ ἡ ἐκ

1

.

57

Θετταλίας φήμη τοῦ ἀποστάτου Μιχαὴλ βιαίως αὐτὸν ἀνθέλ‐ κουσα ἵστατο, τὰ ἐκεῖσε τὴν ταχίστην ἀπελθόντα καταστήσα‐ σθαι, πρὶν ὑπὸ χεῖρα γενέσθαι πάντα τῷ Μιχαήλ. ἦν γὰρ οὐ μικρὸν οὐδὲ τοῦτο, δυνηθῆναι πεῖσαι σπείσασθαι αὐτῷ. καὶ μέν‐
5τοι καὶ πρέσβεις ἀποστείλας ἐς βασιλέα ῥᾷον ἢ κατὰ τὰς ἐλπί‐ δας ἔτυχε τῶν σπονδῶν, ἀποδοὺς πάνθ’ ὅσα μετὰ τὴν παρα‐ σπόνδησιν εἷλε Ῥωμαίων ὑποτελῆ φρούρια. (Ε.) Καὶ ἵνα μὴ διατρίβωμεν, ἄρτι τοῦ ἡλίου περὶ τροπὰς τυγχάνοντος φθινο‐ πωρινὰς, ἀναλαβὼν τὰ Ῥωμαϊκὰ στρατεύματα εὐθὺ Θεττα‐
10λίας ὁ βασιλεὺς ἐπορεύετο. ἀλλὰ γὰρ οὔπω Μακεδονία τὰ βασι‐ λικὰ στρατόπεδα ὑπεδέχετο καὶ Θεοδώρα ἡ τοῦ ἀποστάτου Μι‐ χαὴλ γυνὴ ἐφοίτα πρὸς αὐτὸν ἐκτελέσουσά τε τοὺς γάμους τοῦ τε υἱοῦ Νικηφόρου καὶ Μαρίας τῆς τοῦ βασιλέως θυγατρὸς, καὶ ἀποδώσουσα ὅσα παρεξιὼν ὁ ἀνὴρ αὐτῆς ἐν λείας τρόπῳ
15ὑπηγάγετο μέρη τῆς τῶν Ῥωμαίων ἐπικρατείας. καὶ ἦν ταῦτα μετὰ μικρὸν ῥᾳδίως τῷ βασιλεῖ τελεσθέντα καὶ ἡ Θεοδώρα ἀπῄει πρὸς τὸν ἄνδρα Μιχαὴλ καὶ Μαρίαν ἤδη μεθ’ ἑαυτῆς ἐπαγο‐ μένη τὴν ἐπὶ τῷ υἱῷ νύμφην. βʹ. Ἐν τούτοις δ’ ἀσχολουμένῳ τῷ βασιλεῖ γράμματα ἐφοί‐
20τα παρὰ τῶν Νικαέων. τὴν τοῦ Παλαιολόγου Μιχαὴλ ἐς τοὺς Τούρκους φυγὴν ἀπαγγέλλοντα. αὐτῷ γὰρ ἐξιὼν τὴν τῶν Νι‐ καέων ἡγεμονίαν ἐπέτρεψεν, ἕως ἂν ἐκ τῶν ἑσπερίων αὖθις ἐπαν‐ έλθῃ πρὸς ἕω. ὃ δὴ καὶ οὐ μετρίως τὸν βασιλέα λελύπηκε καὶ
εἰς ταραχὴν ἐνέβαλε λογισμῶν. ἡ δὲ πρόφασις τῆς φυγῆς τοιάδε

1

.

58

τις ἐλέγετο. ὁρῶν, φησὶ, κορυφούμενον πολὺν πολλαχόθεν τὸν φθόνον καὶ λόγους φθόνου μεστοὺς λάθρα τὴν ἀκοὴν αὐτοῦ περικλύζοντας καὶ κολάσεις κατ’ αὐτοῦ πρὸς τοῦ βασιλέως με‐ λετωμένας καὶ ψιθυριζομένας, οἵας ἄν τις ἐχθροῖς ἀλλοφύλοις
5ἐπαράσαιτο, μένειν ὅλως ἐφ’ ἡσυχίας οὐκ εἶχεν· ἀλλ’ ἄναντα καὶ κάταντα φερόμενος μεστὸς ἦν λογισμῶν πολεμίων, τὴν ψυ‐ χὴν ὥσπερ αἰχμάλωτον ἀγόντων τε καὶ φερόντων καὶ ἀγεννῶς σπαραττόντων. ἐδεδίει γὰρ τὸ τοῦ βασιλέως πρὸς τὰς τιμωρίας ἀπότομόν τε καὶ ἀπηνὲς καὶ ὀξύῤῥοπον, καὶ ἥμερον οὐδὲν οὐδὲ
10συμπαθὲς ἐνενόει πρὸς τοῦ βασιλέως αὐτῷ γενησόμενον· ἐπεὶ καὶ μεγάλας διαβολὰς καὶ ἐς ὕψος κορυφωθείσας μακρὸν, ἃς οἱ φθο‐ νοῦντες κατ’ αὐτοῦ συνεκύκησαν καὶ τὰς τοῦ βασιλέως ἀκοὰς ἐμ‐ πεπλήκασιν, οὐ ῥᾴδιον ἔβλεπεν αὐτῷ ἀπολύεσθαι ἐν βραχεῖ. ταύ‐ τῃ τοι καὶ ἀπογνοὺς, φυγῇ τὴν σωτηρίαν πορίζεσθαι βέλτιον
15πάσης ἐτίθει βουλῆς. (Β.) Ἐπεὶ δὲ καὶ ἀπιὼν παρὰ τὸ Ἰκόνιον εὗρε τηνικαῦτα τὸν Σουλτὰν πάσῃ σπουδῇ τὰς ἑαυτοῦ συγκρο‐ τοῦντα δυνάμεις, ἵν’ ἐπελαύνοντα κατὰ πλῆθος τὰ Σκυθικὰ στρατεύματα δέξαιτο, ὥσπερ τι μέγιστον ἕρμαιον ἔδοξεν ἐκείνῳ καὶ μάλα τοι καίριον. ἐπεὶ γὰρ ἦσαν ὑπ’ αὐτῷ πάλαι δεδουλω‐
20μένοι Ῥωμαίων συχνοὶ, τούτους εἰς μοῖραν καταλέξας στρατοῦ ὑπὸ στρατηγῷ τῷ Παλαιολόγῳ τάττεσθαι προσετετάχει, Ῥωμαϊ‐ κὴν καὶ ξένην ἢ κατὰ τὴν ἐκείνων ἐγχώριον περικειμένους στολήν τε καὶ ὅπλισιν, ἵνα τοῖς Σκύθαις κατάπληξις τὸ πρᾶγμα γένη‐
ται, λογισαμένοις χεῖρα συμμαχικὴν ἐκ Ῥωμαίων ἄρτι ἐληλυθέ‐

1

.

59

ναι. ὁ δὴ καὶ ξυνέβη. φασὶ γὰρ τοὺς Σκύθας, ὁπότε ξυνῄεσαν εἰς χεῖρας τοῖς Τούρκοις, συστολήν τινα καὶ δέος οὐ μέτριον σχεῖν, ἀλλόκοτον ἐξαίφνης ἰδόντας στρατὸν κατ’ αὐτῶν ἐπιόντα. καὶ τάχ’ ἂν σὺν οὐδενὶ κόσμῳ φεύγοντες ᾤχοντο κατὰ νώτου λαβόν‐
5τες διώκοντας, οὓς ἀπονητὶ χειρώσασθαι ἤλπισαν, εἰ μή τις τῶν τῷ Σουλτὰν κατὰ γένος προσηκόντων διά τινα προειληφυῖαν ἀπέχθειαν πολλὴν ἐπαγόμενος στρατιὰν ἑκὼν προσεῤῥύη τοῖς Σκύθαις, ῥηγνυμένης ἤδη τῆς μάχης. τοῦτο γὰρ τὰ τῶν Τούρ‐ κων ῥᾷστα ἀνέτρεψε πράγματα, καὶ τὴν πλείονα χώραν αὐτῶν
10τῇ τῶν Σκυθῶν ὑπέθηκεν αἰχμῇ. (Γ.) Ἀλλ’ οὔπω πολὺς παρ‐ εῤῥύη χρόνος καὶ γράμματα πολλῆς τῆς βασιλικῆς εὐμενείας μεστὰ καὶ πολλὴν ὑπισχνούμενα τὴν στοργὴν ᾔεσαν παρὰ βασι‐ λέως, ἀνακαλούμενα τὸν Παλαιολόγον, ἔνορκον ἔχοντα τὴν ἀσφάλειαν ὧν ὑπισχνοῦντο. καὶ οὕτως ἡ Ῥωμαίων γῆ τὸν Πα‐
15λαιολόγον αὖθις ἐλάμβανεν, οὐ πρότερον μέντοι πρὶν ἢ καὶ αὐ‐ τὸν δοῦναι τὴν ἀσφάλειαν τῆς αὐτοῦ πρὸς τὸν βασιλέα πίστεως βεβαίαν δι’ ὅρκων φρικωδεστάτων, ὥστε ἐμμένειν τοῖς ὅροις ἀεὶ τῆς ὑποταγῆς καὶ μὴ ζητεῖν ἐθέλειν ἑαυτῷ βασιλείαν ποτὲ καὶ ἐπανιέναι πρὸς τὰ πρότερον κατ’ αὐτοῦ λαληθέντα καὶ βε‐
20βαιοῦν αὖθις διὰ τῶν ἔμπροσθεν ἔργων τὴν ἤδη τεθνηκυῖαν ὑπο‐ ψίαν, ἀλλὰ τηρεῖν καὶ διαβιβάζειν ὁμοίως ἀεὶ τὴν αὐτὴν εὔνοιαν καὶ στοργὴν πρός τε αὐτὸν δὴ τὸν βασιλέα Θεόδωρον καὶ πρὸς τὸν αὐτοῦ γε υἱὸν Ἰωάννην καὶ τοὺς ἐφεξῆς διαδόχους τοῦ τε
γένους αὐτῶν καὶ τῆς βασιλείας. καὶ μὲν δὴ ἐπὶ τούτοις αὖθις

1

.

60

τῷ τοῦ μεγάλου τετίμηται ἀξιώματι κονοσταύλου, καθὰ καὶ τὸ πρότερον· καὶ ἦν τοῦ λοιποῦ λαμπρᾶς τῆς βασιλικῆς κηδεμονίας ἀπολαύων καὶ εὐμενείας. (Δ.) Ἐν τούτοις νοσοῦντα καὶ τὰ τῶν Βουλγάρων ἀγγέλλεται πράγματα. ὁ γὰρ τῶν Βουλγάρων ἄρχων
5Ἀσὰν, ὁ τοῦ βασιλέως Θεοδώρου γυναικάδελφος, τὸ ζῇν ἐξεμέ‐ τρησεν· αὐτῷ δὲ παῖς οὐκ ἦν ὁ διαδεξόμενος, ὡς εἰκὸς, τὴν ἀρχήν· ὡς ἀνάγκην εἶναι λοιπὸν κατὰ δεύτερον, τὸ λεγόμενον, πλοῦν, ἐς τὸν ἐπ’ ἀδελφῇ γαμβρὸν τὸν Μυτζῆν αὐτὴν διαβαί‐ νειν. τοιγαροῦν καὶ ξυνεῤῥύηκεν. ἦν δὲ ὁ ἀνὴρ νωθρός τις καὶ
10ἄνανδρος καὶ δι’ αὐτό γέ τοι τοῦτο πρὸς τὸ καταφρονούμενον ὑποῤῥέων κατὰ μικρὸν, ἐς τὸ παντελῶς ἀκυροῦσθαι ἐκκεκύλι‐ σται τὰ δόξαντά οἱ παρὰ τοῦ πλήθους. ἦν δέ τις ἐν Βουλγάροις ἐπίσημος τηνικαῦτα, Κωνσταντῖνος ὄνομα, Τοῖχος ἐπώνυμον, φρονήσεως ἐμβριθείᾳ καὶ ῥώμῃ σώματος πολλῷ τῶν ἄλλων προέ‐
15χων· ὃς πλημμελοῦσαν ἰδὼν τὴν ἀρχὴν τῶν Βουλγάρων ἐπα‐ νίσταται κατ’ αὐτῆς· καὶ προσεταιρισάμενος τό, τε δημοτικὸν, καὶ ὅσον ἐν ἐπισήμοις τοῦ ἔθνους καὶ ἔκκριτον, καὶ παρ’ ἑκόν‐ των ἁπάντων αὐτῶν τὴν τοῦ κράτους δεξάμενος ἀναγόρευσιν ἐπο‐ λιόρκει τὴν Τέρνοβον, ἐν ᾗ τὰ βασίλεια ἦν τῶν Βουλγάρων· ὡς
20ἀναγκασθῆναι καὶ ἄκοντα τὸν Μυτζῆν φεύγειν ἅμα γυναικί τε καὶ τέκνοις ἐς ὀχυρόν τι καὶ παράλιον φρούριον Μεσημβρίαν καλούμε‐ νον. ἐκεῖθεν ἐς βασιλέα μεταχωρεῖ κατὰ τὴν ἐν Ἀσίᾳ διατρίβοντα Νίκαιαν, Ῥωμαίοις ὑπήκοον ποιησάμενος καὶ τὸ τῆς Μεσημβρίας
ἐπὶ τούτοις φρούριον· καὶ χωρία τινὰ περὶ Τροίαν καὶ Σκάμαν‐

1

.

61

δρον εἰληφὼς παρὰ βασιλέως εἰς ἐπέτειον πρόσοδον ἐκεῖσε τοῦ λοι‐ ποῦ διανέπαυεν ἑαυτὸν ἅμα γυναικί τε καὶ τέκνοις. (Ε.) Ὅ γε μὴν Κωνσταντῖνος ὁ Τοῖχος τῆς Βουλγαρικῆς ἀρχῆς ἐγκρατῆ καταστή‐ σας ἑαυτὸν διαπρεσβεύεται πρὸς τὸν βασιλέα, φίλος εἶναι καὶ
5σύμμαχος ὁμολογῶν, εἰ λάβοι πρὸς κοινωνίαν γάμου μίαν τῶν αὐ‐ τοῦ θυγατέρων. ἐζήτει δὲ ταύτην, οὐχ ὅτι γυναικὸς ἐδεῖτο· ἦν γὰρ αὐτῷ καὶ γυνὴ καὶ παῖδες· ἀλλ’ ἐπειδήπερ ἀπὸ γένους δίκαιον οὐκ ἦν οὐδὲν αὐτῷ πρὸς τὴν Βουλγαρικὴν ἀρχὴν, ἤχθετο νόθος κατ’ αὐτὴν δοκεῖν ὁμοῦ τε καὶ λέγεσθαι. ταῦτ’ ἄρα καὶ ἀδελφι‐
10δῆν οὖσαν τοῦ πρὸ μικροῦ τετελευτηκότος ἄρχοντος τῶν Βουλ‐ γάρων Ἀσὰν τὴν τοῦ βασιλέως εἰδὼς θυγατέρα ἐζήτει τιμῆς τε ἕνεκα τῆς ἑαυτοῦ καὶ βεβαιώσεως ἅμα τῆς ἀρχῆς, ἀπολύσειν ὑπισχνούμενος αὐτίκα τὴν προτέραν ὁμόζυγον. τοῦτ’ ἀρεστὸν ἔδοξε καὶ αὐτῷ βασιλεῖ· καὶ Θεοδώραν τὴν αὐτοῦ θυγατέρα κοι‐
15νωνὸν εἰληφὼς τοῦ τε λέχους καὶ τῆς ἀρχῆς Κωνσταντῖνος ὁ Τοῖχος πέμπει πρὸς Νίκαιαν τὴν προτέραν σύζυγον, ἐχέγγυον πίστεως παρεχόμενος τοῖς Ῥωμαίοις τῆς ἐς τὴν δευτέραν στοργῆς. (ϛ.) Τί ἔτι; ἕκτον καὶ τριακοστὸν ἀπὸ γενέσεως χρόνον ἀμεί‐ βοντι νόσος ἐνσκήπτει τῷ βασιλεῖ χαλεπὴ καὶ ὅπλα φάναι θα‐
20νάτου φοροῦσα· ἣ δὴ καὶ ποικίλας τὰς ἑλεπόλεις κατὰ τοῦ βασι‐ λικοῦ σώματος ἀντιστήσασα οὐκ ἀνῆκε παίουσα καὶ συντρίβουσα, μέχρι καὶ αὐτὴν ἐπήνεγκε τούτῳ τὴν τελευτὴν, ἀλλαξαμένῳ προ‐ θύμως τὸ σχῆμα μικρὸν πρὸ τῆς τελευτῆς ἐς τὸ μοναδικὸν τριβώ‐ νιον καὶ πολλοὺς ταῖς ἰδίαις χερσὶ διανείμαντι χρημάτων σω‐
25ροὺς καὶ πολλὰς δακρύων ἐκ μάλα ζεούσης καρδίας ἀφέντι πη‐

1

.

62

γάς· δι’ ὧν τὰς πληγὰς ἀπέπλυνέ τε καὶ ἐθεράπευεν ἐν ἀνάγκης τοιαύτης καιρῷ τῆς ψυχῆς. γʹ. Ἐμὲ δὲ μικροῦ τὸ τῆς ἱστορίας παρέδραμε καιριώτατον. ἀνὴρ γάρ τις Μουζάλων ἐπίκλην, Γεώργιος ὄνομα, γένους ὢν
5οὐ λαμπροῦ, διὰ δὲ μόνην ἐπιτηδειότητα γνώσεως καὶ ἠθῶν ἀστειότητα ἐς τὴν αὐτοκρατορικὴν παρεισδὺς οἰκίαν ἐξέτι παι‐ δὸς, ἵν’ εἴη δήπουθεν τῷ βασιλεῖ Θεοδώρῳ καὶ αὐτὸς σὺν ἄλλοις πολλοῖς συμπαίστωρ ἡλικιώτης, ὁπότε κἀκεῖνος τὴν τοῦ παιδὸς παρήλλαττεν ἡλικίαν, τοσοῦτον ἁρμόττοντα διέθηκε τάχιστα
10πρὸς τὰ τοῦ νέου βασιλέως τὰ ἑαυτοῦ ἤθη, ὥστ’ αὐτὸς ἦν ἐκεί‐ νῳ μόνος τὰ πάντα, προσφυῶς καὶ κατὰ γνώμην καὶ λέγων καὶ πράττων· καὶ τῷ χρόνῳ προβαίνοντες συνηύξανον ἀεὶ καὶ τὴν τοιαύτην διάθεσιν καὶ στοργὴν, ὥστε καὶ τὴν τῶν αὐτοκρατόρων περιζωσαμένῳ ἀρχὴν πάντ’ ἦν αὖθις ἐκεῖνος αὐτῷ, ἄριστος γνώ‐
15μων τῶν ὅσα βουλομένῃ τῇ βασιλικῇ διανοίᾳ ὑπῆρχε, διοικητὴς δεξιὸς τῶν ἐκτὸς, μυστηρίων πιστὸς κοινωνὸς τῶν ἐντός. δι’ ἃ δὴ καὶ ἐς τὸ τῶν πρωτοβεστιαρίου τάχιστα ἀνήχθη ἀξίωμα καὶ γυναικὶ συνέζευκται ἣ τῶν καθ’ αἷμα προσηκουσῶν ὑπῆρχε τῷ βασιλεῖ. (Β.) Τοῦτον ἐπίτροπον θνήσκων ὁ βασιλεὺς τῶν βα‐
20σιλικῶν ἀφῆκε πραγμάτων ἅμα τῷ πατριάρχῃ Ἀρσενίῳ, μέχρις ἂν ἐς τὴν ἀνήκουσαν ἡλικίαν ὁ τοῦ βασιλέως φθάσῃ παῖς Ἰωάν‐ νης. ἦν γὰρ ἕκτον τηνικαῦτα διανύων ἀπὸ γενέσεως ἔτος ἐκεῖνος, τιθηνούμενος ἔτι, καὶ γονέων, εἴπερ ποτὲ, νῦν μάλιστα χρῄ‐
ζων, ὁ καὶ ἀμφοτέρων στερούμενος. θυγατέρες μὲν γὰρ ἐγέ‐

1

.

63

νοντο τῷ βασιλεῖ τελεωτέραν ἄγουσαι ἡλικίαν τέτταρες· ἄῤῥην δ’ ἄλλος οὐκ ἦν, πλὴν τούτου δὴ τοῦ βρεφικὴν ἄγοντος ἄρτι τὴν ἡλικίαν Ἰωάννου. ὧν δὴ θυγατέρων τὴν πρώτην φημὶ τὴν Μαρίαν, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, εἶχεν ἤδη λαβὼν εἰς
5γυναῖκα νόμιμον ὁ Αἰτωλὸς Νικηφόρος, ὁ καὶ δεσπότης διὰ τὸ κῆδος παρὰ τοῦ πενθεροῦ καὶ βασιλέως τετιμημένος. τὴν δέ γε δευτέραν τὴν Θεοδώραν εἶχεν ὁμοίως ὁ τῶν Βουλγάρων ἄρχων Κωνσταντῖνος ὁ Τοῖχος, ὡς ἄρα δὴ καὶ τοῦτ’ ἔφθημεν εἰρηκό‐ τες. ἐλείποντο δὲ ἤδη τὸν αὐτὸν τῆς ὀρφανίας ἕλκουσαι ζυγὸν
10ἕτεραι θυγατέρες δύω, καὶ ὁ νεώτατος οὗτος παῖς Ἰωάννης· δι’ ὃν αἵ τε τοῦ βασιλέως ἔγγραφοι ἐξετίθεντο διαθῆκαι ἐπίτροπον τὸν Μουζάλωνα καθιστῶσαι καὶ πρός γε δὴ φρικώδεις ὁρκωμο‐ σίαι παρὰ πάντων ὁμοῦ μεγάλων τε καὶ μικρῶν ἐτελέσθησαν. ἐτε‐ λέσθησαν δὲ οὐχ ἅπαξ, ἀλλὰ πρῶτον μὲν τελευτῶντος τοῦ βασι‐
15λέως· ἔπειτ’ εὐθὺς μετὰ τὴν αὐτοῦ τελευτήν. (Γ.) Τῶν γὰρ ἐν ἀξιώμασί τινες κἀπὶ γένους σεμνυνομένων λαμπρότητι νεωτερίσα‐ σαν οὕτω ταχέως ἰδόντες τὴν τοῦ Μουζάλωνος τύχην διεψιθύριζον πρὸς ἀλλήλους, ἀχθόμενοι τῇ πέρα τούτου τιμῇ, πολλῶν ὄντων ἑτέρων οἱ μᾶλλον ἐκείνου προσήκουσι τήν τε ἐπιτροπὴν τοῦ βασι‐
20λικοῦ παιδὸς ἀναδέχεσθαι καὶ ἅμα τὴν τῶν κοινῶν πραγμάτων διοίκησιν ἔκ τε τοῦ προσεχῶς ἐς βασιλέα τὸ γένος ἀναφέρειν καὶ αὖ ἔκ γε τοῦ δεξιωτέρους πολλῷ πεφυκέναι ἐς τὰ τοιαῦτα ἢ κατὰ τὸν Μουζάλωνα, ἄνδρα πολλὰς κεκτημένον τὰς ἀφορμὰς
ἐς τὸ περιφρονεῖσθαί τε καὶ μισεῖσθαι παρὰ πάντων, ὡς αὐτοὶ

1

.

64

διετείνοντο. τό, τε γὰρ μὴ γένους φησὶν εὔκλειαν ἕλκειν ἀπὸ τῶν φύντων, τό, τε συνεργὸν γενέσθαι τῷ βασιλεῖ πολλάκις ἐς τὰς τῶν πολλῶν τιμωρίας, ἱκανὰ ταῦτα μῖσος δεινὸν ἐντεκεῖν ταῖς ψυ‐ χαῖς τῶν πολλῶν κατ’ αὐτοῦ. εἰ δὲ καὶ βασιλείας ἤρα καὶ ταύ‐
5την ὠνειροπόλει, καθώς τινες διαβάλλοντες προὔφερον, τοῦτο δὲ ποίους οὐκ ἂν ἀνῆπτε κακίας πυρσοὺς κατὰ τῆς αὐτοῦ κεφα‐ λῆς; ταῦτα δ’ οὐκ ἐλελήθει Μουζάλωνα. δεινὸς μὲν γὰρ ὁ ἀνὴρ καὶ πρότερον ἦν ἐς τὸ συνιέναι τοιαῦτα· τότε δὲ καὶ τῶν πραγ‐ μάτων ζεόντων καὶ ἀγωνίαν μεγίστην τῇ τούτου ψυχῇ προξε‐
10νούντων, συνετώτερος αὐτὸς ἐδόκει πολλῷ ἑαυτοῦ. καὶ δὴ τὴν ταχίστην ἐς βουλευτήριον ἅπαντας μεγιστᾶνας συνηθροικὼς δε‐ ξιάν τε ἐδίδου τοῖς ὅλοις καὶ ἀπὸ τοῦ ἥττονος προὔφερε τὴν ὁμιλίαν· καὶ δῆλος ἦν παραχωρήσων ἀσμένως τῷ βουλομένῳ τὴν ἐπιτροπὴν τῶν τε κοινῶν πραγμάτων καὶ αὐτοῦ δὴ τοῦ παιδὸς
15τοῦ βασιλέως. (Δ.) Ἐπεὶ δὲ πάντες μὲν ὥσπερ ἀπὸ συνθή‐ ματος ὁμοῦ παρῃτοῦντο, αὐτὸν προτιμᾶσθαι τῶν ἄλλων ὁμολο‐ γοῦντες, ὃν καὶ βασιλεὺς αὐτὸς ὁ τῶν πραγμάτων καὶ τοῦ παι‐ δὸς ἐδικαίωσε κύριός τε καὶ αὐτοκράτωρ, ὁ δὲ Μουζάλων οὐδ’ ὁπωσοῦν ἐνεδίδου, ἀλλὰ γενναίως ἀνθίστατο, τήν τε ἡσυχίαν
20αἱρούμενος καὶ τὸ πρᾶγμα ἀποσειόμενος ὅλαις ὁρμαῖς καὶ κινή‐ σεσι τῆς ψυχῆς διά τε τὸν ὑφέρποντα φθόνον τῷ πράγματι καὶ μάλιστα διὰ τὸν ἐντεῦθεν ὑποφαινόμενόν τε καὶ πλαστουργούμε‐
νον κίνδυνον· φρικωδέστεροι τῶν προτέρων ὅρκοι πάλιν ἐγίγνον‐

1

.

65

το· καὶ ὤμνυον ἅπαντες ὅσοι τῶν ἐν ἀξιώματι καὶ ὅσοι τοῦ δή‐ μου τοῦ στρατιωτικοῦ· καὶ σφίσι τε αὑτοῖς ἦσαν ἐπαρώμενοι πανωλεθρίαν καὶ ἅπαντι τῷ γένει σφῶν ἕκαστος, εἰ μὴ τοῖς ὅρκοις ἐμμένοιεν ἀσφαλῶς καὶ διατηροῖεν τῷ μὲν Μουζάλωνι
5τὴν ἐπιτροπὴν, τῷ δὲ τοῦ βασιλέως υἱῷ τὴν βασιλείαν ἀνεπιβού‐ λευτόν τε καὶ ἀπαράτρεπτον μέχρι διαπαντὸς, αὐτῷ τε καὶ τοῖς ἐξ αὐτοῦ γεννηθησομένοις. καὶ οὕτως οἱ μὲν ἀπηλλάττοντο, τὰ δὲ πράγματα ἦσαν αὖθις ὑπὸ τῷ Μουζάλωνι διοικούμενα. (Ε.) Ἀλλὰ τέλειαι μὲν οὔπω παρήλλαττον ἡμέραι ἐννέα, καί τι‐
10νες τῶν γένει καὶ πλούτῳ προὐχόντων φθόνῳ δεινῷ στρατηγού‐ μενοι τὸν στρατὸν συνεκύκησαν καὶ τὰς αὐτῶν ὥπλισαν δεξιὰς κατὰ τῆς σφαγῆς τοῦ Μουζάλωνος. τοὺς δὲ χθὲς καὶ πρότριτα τελεσθέντας φρικώδεις ὅρκους ἐκείνους καὶ τὰς παλαμναιοτάτας ἀρὰς, φεῦ τῆς ἀρχῆς τῶν κακῶν, λήθης ἀπολαβόντες βυθοὶ
15καὶ πλημμύραι διέφθειραν. ἐννάτη μὲν γὰρ ἡμέρα παρῆν μετὰ τὴν τελευτὴν τοῦ βασιλέως καὶ ἅπασαι τῶν ἐνδόξων συνῄεσαν γυναικῶν ἐπὶ τῇ μονῇ τῶν Σωσάνδρων, ἔνθα καὶ τὸ τοῦ βασι‐ λέως τέθαπται σῶμα, τὸ νενομισμένον τελέσουσαι πένθος καὶ τὰ μνημόσυνα. παρῆσαν δ’ ὁμοῦ καὶ πάντες ἄρχοντες καὶ ἀρ‐
20χόμενοι, ἐν οἷς καὶ οἱ τὴν ἐπιβουλὴν ἐξαρτύσαντες ἦσαν· καὶ συνέῤῥει πᾶς ὁ στρατὸς, οἱ μὲν πένθους ἕνεκα, οἱ δὲ φονικὴν ὠδίνοντες ὁρμήν. καὶ τί δεῖ διατρίβειν; ἔτι τῆς ἱερᾶς τελουμέ‐ νης ὑμνῳδίας, τὰ ξίφη γυμνώσαντες πάντες οἱ στρατιῶται ἔν‐ δον ἐξαίφνης τοῦ νεὼ εἰσεπήδησαν καὶ παρὰ τῇ θείᾳ καὶ ἱερᾷ
25τραπέζῃ καταφυγόντα τὸν Μουζάλωνα κατέσφαξαν ἀπηνῶς, κἀπὶ

1

.

66

τούτῳ τοὺς δύο ἅμα ἀδελφοὺς, Ἀνδρόνικόν τέ φημι τὸν μέγαν δομέστικον καὶ Θεόδωρον τὸν πρωτοκυνηγόν· καὶ πρὸς τούτοις τὸν σφῶν ὑπογραμματέα δι’ ὁμοιότητα προσώπου τινὰ, συμβὰν οὑτωσί πως, σφαλέντες. καὶ οὕτως αἵ τε γυναῖκες καὶ ὁ λοιπὸς
5ὄχλος ἀτέλεστον ἀφέντες τὸ πένθος ἄλλος ἐπ’ ἄλλῳ συντριβό‐ μενοι διὰ τὸν φόβον ἔφυγον ὅλοις ποσὶν ὅποι τύχοιεν ἕκαστοι. τὸ δὲ ἱερατικὸν ἅπαν καὶ ὁ τῶν μοναχῶν σύλλογος ἔνδον τοῦ ἱεροῦ τεμένους ἑκόντες ἄκοντες συνελαθέντες ὠλίσθαινόν τε καὶ ἔπιπτον ἄλλος ἐπ’ ἄλλῳ, τοῦτο μὲν καὶ διὰ τὸ βίᾳ καὶ ῥύμῃ
10σφοδρᾷ παρ’ ἀλλήλων συνωθεῖσθαι, τοῦτο δὲ καὶ ὅτι ἀνέδραστον εἶχον τὴν τῶν ποδῶν βάσιν ἐκ τῶν χεθέντων αἱμάτων. (ϛ.) Ὀλί‐ γαι παρῆλθον ἡμέραι καὶ ὁ πατριάρχης Ἀρσένιος ἐπίτροπος ὢν καὶ αὐτὸς καὶ γινώσκων ὡς εἰ μὴ διανασταίη νῦν, διὰ τοσού‐ του θορύβου τῶν Ῥωμαϊκῶν φερομένων πραγμάτων καὶ μέγι‐
15στον ἐν ποσὶν εἶναι ὑπισχνουμένων τὸν κίνδυνον τοῦ τε παιδὸς καὶ τῶν ὅλων πραγμάτων, οὐδὲν ἔσται τὸ κωλύον ἐς κακίας ἔσχα‐ τα χωρήσειν αὐτίκα τὰ πράγματα· δι’ ἃ δὴ τὴν ψυχὴν μεριζό‐ μενος ἐς διαφόρους ὁδοὺς λογισμῶν ἀμφιβόλων οὐκ εἶχεν ὅ, τι πράξειε καίριον. ἦν μὲν γὰρ τὴν πρὸς ἀρετὴν φέρουσαν καὶ κα‐
20τὰ θεὸν ἀγωγὴν ὁ ἀνὴρ οὐ πολὺ τῶν ἄκρων ἀπολειπόμενος· ἐς δὲ πραγμάτων πεῖραν καὶ πολιτικὴν διοίκησιν καὶ αὐτῶν ὡς εἰ‐ πεῖν τῶν ἀπὸ σκαπάνης ὀψὲ τῆς ὥρας ἀπαλλαττόντων ἀπολειπό‐ μενος. οὐ γὰρ θεωρία πνευματικὴ καὶ πρᾶξις πολιτικὴ ὡς τὰ
πολλὰ συνεῖναι πεφύκασιν· εὐκτὸν δ’ ἂν, εἰ μὴ μαχόμενα τὸ

1

.

67

πλέον πρὸς ἄλληλα φαίνοιντο, καθάπερ σῶμα καὶ πνεῦμα καὶ αὖ ὅσα τῶν αἰσθητῶν πρός γε τὰ ὑπὲρ αἴσθησιν. ἐμοὶ δ’ ἀρέ‐ σκει κρᾶσιν ἐξ ἀμφοτέρων ἔχειν, ὅστις ποτέ ἐστιν ὁ βουλόμενος ἄρχειν, καθάπερ κἀν τοῖς μουσικοῖς ὁρῶμεν ὀργάνοις τοὺς αὐ‐
5τῶν ἐπιστήμονας πράττοντας. οὐ γὰρ ἰσοτόνους τὰς νευρὰς κα‐ θιστῶσιν ἁπάσας· ἄμουσον γὰρ τὸ τοιοῦτον καὶ ἐκμελές· ἀλλὰ τὰς μὲν πρὸς τὸ βαρύτερον τείναντες, τὰς δὲ πρὸς τὸ ὀξύτερον, καὶ τὰς μὲν μᾶλλον, τὰς δ’ ἧττον, οὕτω ποικίλην τινὰ καὶ ἔμ‐ μουσον καθιστῶσι τὴν ἁρμονίαν. τῷ γὰρ μόνῃ προσέχοντι τὸν
10νοῦν τῇ κατὰ θεὸν θεωρίᾳ ὄρεσι καὶ σπηλαίοις ἐνδιατρίβειν προσήκει, ἀκοινώνητον ὡς τὰ πολλὰ τὸ ἦθος ἀσκήσαντι καὶ πάνυ τοι ἄμικτον καὶ τοῖς πολλοῖς ἠλλοτριωμένον. ὅστις δὲ μετὰ τῆς ἀρετῆς καὶ πολιτικὸν ἤσκησεν ἦθος καὶ χάριεν καὶ κοινωνικὸν καὶ πεῖραν ἔσχε πραγμάτων παντοίων, οὗτος λαὸν ὁδηγεῖν ἐς τὰ βέλτι‐
15στα καὶ σωτήρια κράτιστος. ἐπεὶ καὶ ὁ σωτὴρ ἡμῶν καὶ θεὸς, εἰ μὴ τοῖς ἀνθρωπίνοις ὑπέκυπτε πάθεσι καὶ τελώναις συνήσθιε καὶ κοινωνικὸν ἐδείκνυτο ἦθος καὶ τοῖς πᾶσι τὰ πάντα μετὰ τοῦ κα‐ θήκοντος ἐγίγνετο λόγου, οὐκ ἂν οἶμαι πρὸς τὰ λυσιτελοῦντά τε καὶ σωτήρια ῥᾳδίως ὅλους ἦγε δήμους καὶ πόλεις. (Ζ.) Ἀλλ’
20ἐκεῖσε ἐπάνειμι. διηπορεῖτο μὲν οὖν ὁ πατριάρχης Ἀρσένιος, μέ‐ σος ἐναποληφθεὶς τοσούτου θορύβου πραγμάτων, καὶ ἐπεσκο‐ πεῖτο καθ’ ἑαυτὸν μὲν ἥκιστα· πῶς γὰρ, πεῖραν πραγμάτων
τοιούτων καὶ λογισμῶν λαβυρίνθους οὐκ ἔχων, ὡς εἴρηται·

1

.

68

ἐσκοπεῖτο δ’ οὖν μετὰ τῶν ἐν τέλει τὸ ποιητέον, πρὶν ἐπίβουλον ὁπλισθῆναι σίδηρον κατὰ τῆς κεφαλῆς Ἰωάννου τοῦ βασιλέως υἱέως. ἐλάνθανε δὲ ἄρα πάντως αὐτὸν, ὡς ἡ πεῖραν βαθεῖαν καὶ φρένας ποικίλας οὐκ ἔχουσα σκέψις αὕτη μᾶλλον ἂν εἴη τα‐
5χύτερος ὄλεθρος ὑπὲρ οὗ γίνεται, ἢ πάντα ξίφη πολέμια. δηλώ‐ σει δὲ προϊὼν ὁ λόγος. δʹ. Ὁ Κομνηνὸς Μιχαὴλ ὁ Παλαιολόγος, περὶ οὗ πολὺν ἀνω‐ τέρω λόγον ἐποιησάμεθα, ἦν μεταξὺ τῶν ἐν τέλει τῶν ἄλλων ἐπέκεινα, πολλὴν ἐπὶ τοῦ προσώπου φέρων τὴν ἱλαρότητα τήν τε
10ὁμιλίαν χρηστὸς καὶ τὸ ἦθος ἀστεῖος καὶ πρὸς τούτοις τὴν χεῖρα φι‐ λότιμος. ἃ δὴ πάντα πολλὴν αὐτοῦ τὴν στοργὴν ἀνεῤῥίπιζον ἐν ταῖς ἁπάντων ψυχαῖς· καὶ πάντας ῥᾳδίως ἐφείλκετο, ταξιάρχους, λο‐ χαγοὺς, στρατὸν, στρατηγοὺς, τοὺς ὅσοι τοῦ δήμου, καὶ ὅσοι τῆς συγκλήτου. ἐνῆγε δὴ τούτους καὶ πρόληψις λογισμῶν βασιλείας
15προσέχειν αὐτῷ καὶ περιφανῶς αὐτοῦ γε ἐκκάεσθαι. ἐνῆγε δ’ αὐτοὺς οὐκ οἶδ’ ὁποτέρωθεν, εἴτ’ ἐκ τῶν προλαληθέντων κατ’ αὐτοῦ, εἴτ’ ἐξ ὀνείρων καὶ κλῃδόνων τινῶν. φιλεῖ γὰρ καὶ ταῦ‐ τα περιπολοῦντα τὸν βίον πείθειν τοὺς πλείστους, οὐ πάνυ τοι σφόδρα ἀλόγως οὐδ’ ἀμαθῶς, οὐδ’ ὡσάν τινες φαῖεν ἀπειρίαν
20νοσοῦντες. πλεῖστα γὰρ καὶ τούτων μαρτύρια καλινδοῦνται παρὰ τοῖς ὅσοι σφίσι προσέσχον τὸν νοῦν. (Β.) Ἦσαν μέντοι καὶ ἀφορμαί τινες ἕτεραι μείζους τῶν ἄλλων, τὴν βασίλειον ταύτην ἀρχὴν ἄνωθεν αὐτῷ μνηστευόμεναι, καθάπερ μεγάλης πηγῆς
ἀποῤῥοαί τινες εὐγενεῖς ἐς αὐτὸν κατιοῦσαι. ὧν αὐτός τε καὶ ὅσοι

1

.

69

τῶν φίλων δρασσόμενοι τοῖς ὑπὲρ αὐτοῦ τοιούτοις λογισμοῖς μέ‐ γα παρεῖχον τὸ δίκαιον. ἡ γὰρ τῆς μητρὸς αὐτοῦ μήτηρ Εἰρή‐ νη ἡ πρώτη τῶν θυγατέρων ἦν Ἀλεξίου τοῦ βασιλέως· ὃς ἐπει‐ δὴ γονῆς ἄῤῥενος αὐτὸς οὐκ ηὐμοίρει, ταύτην ἐρυθραῖς ὑποδεδέ‐
5σθαι κρηπῖσι προσετετάχει, ἵν’ εἴη αὐτή τε καὶ ὁ ταύτῃ συζευ‐ χθησόμενος τῆς βασιλείας διάδοχος. ὅθεν συζεύξας αὐτὴν Ἀλε‐ ξίῳ τῷ Παλαιολόγῳ καὶ δεσπότην αὐτὸν αὐτίκα τετίμηκε καὶ εἰ μὴ φθάσας αὐτὸν ὁ θάνατος ἐξῄρει τοῦ τῇδε βίου, αὐτὸς ἂν ἦν ὁ μετὰ τὸν πενθερὸν Ἀλέξιον βασιλεύς. ἐπεὶ δὲ θανὼν θυ‐
10γατέρα μόνην καταλελοίπει, ταύτην μετὰ βραχύν τινα χρόνον ἡ μήτηρ ἀνδρὶ συζεύγνυσιν Ἀνδρονίκῳ τῷ Παλαιολόγῳ, ὃν καὶ μέγαν δομέστικον ὁ βασιλεὺς Θεόδωρος τετίμηκεν ὕστερον. ἐκ τούτων ὁ Κομνηνὸς γεγένηται Μιχαὴλ ὁ Παλαιολόγος, διπλοῦς ὡς εἰπεῖν Πα‐ λαιολόγος ὢν, πατρόθεν ἅμα καὶ μητρόθεν. εἶχε μὲν οὖν κἀντεῦθεν
15ἀφορμὰς, ὡς εἴρηται, οὐ μικρὰς ἐς τὴν νῦν προκειμένην ὑπόθεσιν. καὶ ἁπλῶς εἰπεῖν, τοῖς πᾶσι πολλαχόθεν ἐπίσημος ἦν ὁ ἀνὴρ καὶ πε‐ ρίβλεπτος, καὶ ἡ περὶ τούτου φήμη ἠρέμα περιῄει τὰς ἁπάντων κλέ‐ πτουσα καὶ γοητεύουσα ἀκοάς. (Γ.) Ὅ γε μὴν πατριάρχης ἀλλ’ οὐδ’ αὐτὸς πόῤῥω τῶν ἐκεῖνον φιλούντων ἔκειτο· ἀλλ’ εἰ μὴ πλέον τῶν
20ἄλλων, οὐδενὸς μέντοι ἧττον ἐκεῖνον καὶ αὐτός γε ἐφίλει καὶ μυστηρίων αὐτῷ ἐκοινώνει καὶ, τό γε μεῖζον, τὰς κλεῖς τοῦ βα‐ σιλικοῦ πρυτανείου μόνῳ ἐπίστευεν, ὁπότε χρημάτων ἐδεῖτο τὰ
στρατιωτικὰ πράγματα καὶ ἡ κοινὴ τῶν ἀναγκαίων χρεία ἀπῄτει·

1

.

70

ὃ δὴ ἀνυσιμώτατον ἐς τὰ λάθρα μελετώμενα καὶ πέρας ὀξύτα‐ τον τοῖς ἐκ πολλοῦ θρυλλουμένοις παρέσχεν. ἀδείας γὰρ ἐκεῖνος λαβόμενος τοσαῦτα μεταχειρίζεσθαι χρήματα, ὃ εὔξασθαι μὲν ἐνῆν αὐτῷ, ἐλπίσαι δ’ οὐκ ἄν ποτ’ ἐνῆν, ὅλαις λοιπὸν ἐξήν‐
5τλει χοίνιξιν ἐς τὰς δεξιὰς τῶν τε προὐχόντων ἐν γένει καὶ τῶν στρατείαις κατειλεγμένων καὶ ὅσοι καὶ γλώττης πειθοῖ καταδη‐ μαγωγεῖν τὸν ὄχλον ἐδύναντο. ἐν οἷς ἦσαν καὶ τοῦ ἱερατικοῦ βή‐ ματος οὐκ ὀλίγοι. (Δ.) Ἐντεῦθεν βουλευτήρια συνεχῆ παρὰ τούτων ἁπάντων συνεκροτοῦντο, τὸν πατριάρχην συνωθοῦντα
10μὴ ἀμελεῖν, ἀλλὰ διανίστασθαι καὶ τὴν ἀνήκουσαν τοῖς ἐνε‐ στῶσι πράγμασι διδόναι προμήθειαν. οὐδὲ γὰρ οὐδὲ μικρᾶς δεῖ‐ σθαι ταύτης αὐτὰ, καὶ οἵας ἂν, εἰ παρόψεταί τις, μένειν αὖ‐ θις ἐς τὸ καθεστὼς αὐτὰ, ἀλλ’ αὐτίκα μάλα διακινδυνεύειν ἀπο‐ λωλέναι, καθάπερ μυριοφόρος ὁλκὰς ἐν μέσῳ πελάγει τῶν οἰά‐
15κων ἀφῃρημένη, ἢ ὥσπερ οἰκία μεγάλη κατασεισθέντων τῶν θε‐ μελίων. καὶ ἦν ἐπὶ γλώττης αὐτίκα τοῖς πλείοσιν ὁ Κομνηνὸς Μιχαὴλ ὁ Παλαιολόγος, ἱκανὸς ἐμβριθείᾳ συνέσεως καὶ ἐμπειρίᾳ πραγμάτων τοσοῦτον ὄχλον βασιλικῆς ἀναδέξασθαι διοικήσεως, μέχρις ἂν ἐς τὴν προσήκουσαν ἡλικίαν ὁ τοῦ βασιλέως φθάσῃ υἱός.
20τούτοις σύμψηφον ὁ πατριάρχης ἤδη καὶ ἑαυτὸν ἐποιεῖτο, καὶ ἐκυ‐ ροῦτο τὰ δεδογμένα λοιπόν. καὶ ἦν ἐπὶ τῶν κοινῶν πραγμάτων ὁ Κομνηνὸς Μιχαὴλ, πλὴν τῶν βασιλικῶν συμβόλων, πᾶσαν τὴν ἐξουσίαν ἀνειλημμένος. αὕτη γίνεται τῷ Μιχαὴλ τῆς εἰς βασιλείαν
ἀναγωγῆς ἀρχὴ καὶ κατάστασις πρώτη· ἐντεῦθεν γὰρ ἐξ οὐρίας

1

.

71

ᾔει τούτῳ τὰ πράγματα καὶ πλήρεσιν, ὡς εἰπεῖν, τοῖς ἱστίοις ἐς τοὺς τῆς βασιλείας ἔπλει λιμένας. (Ε.) Ὀλίγαι παρῆλθον ἡμέραι καὶ δεύτερον συγκροτοῦσι βουλευτήριον οἱ αὐτοῦ σπου‐ δασταὶ, οὐ δέον εἶναι φάσκοντες τὸν τὰ βασιλικὰ καὶ κοινὰ διοι‐
5κοῦντα πράγματα καὶ πρεσβείας πολλῶν ἀναδεδεγμένον ἐθνῶν μὴ καὶ τῆς βασιλείας ἔγγιστα ἔχειν καὶ τὸ ἀξίωμα τιμῆς ἕνεκα τοῦ τῶν Ῥωμαίων γένους καὶ ἅμα βεβαιώσεως τῶν μεταξὺ γινο‐ μένων καταστάσεων. ταῦτ’ ἄρα καὶ τὸ τοῦ δεσπότου ἀξίωμα δέ‐ χεται παρά τε τοῦ πατριάρχου καὶ τοῦ υἱοῦ τοῦ βασιλέως.
10 εʹ. Ἐν τούτοις μέντοι τοῖς χρόνοις ἀκούσας ὁ τῆς Αἰτωλίας τε καὶ Ἠπείρου κρατῶν Μιχαὴλ ὁ δεσπότης, ὡς ὁ συμπένθερος καὶ βασιλεὺς Θεόδωρος ἐτεθνήκει ἐπ’ οὐδενὶ διαδόχῳ τελείῳ τῆς βασιλείας, καὶ ὡς πολὺς ἐντεῦθεν θόρυβος ἐπιχωριάζει τοῖς ἐν τέλει Ῥωμαίων, πάσας τὰς ἔξω φροντίδας ἐκκρούων ἤλπισε
15μικρὰ πονήσας μεγάλης ἀρχῆς γενήσεσθαι κύριος. μηδὲ γὰρ ἔχειν Ῥωμαίους ὅπως αὐτὸν ἀποσοβήσωσι κατατρέχειν Μακεδονίαν καὶ Θρᾴκην αὐτίκα μάλα βουλόμενον, τῆς οἴκοθεν τέως ἀσχολίας μετὰ πολλοῦ τοῦ κράτους σφίσιν ἐπιτιθεμένης καὶ πᾶσαν φρον‐ τίδα πρὸς μόνην ἑαυτὴν ἔξωθεν μεθελκούσης. ὅθεν πολλὴν ἐκ
20τῆς χώρας αὐτοῦ συνήθροιζε στρατιὰν, πολλαπλασίονα δ’ ἔξω‐ θεν αὖ κατὰ συμμαχίαν προσελάμβανε. τὴν γὰρ αὐτοῦ πρεσβείαν ἀσμένως δεξάμενοι τάχιστα ἥκουσιν ὅ, τε Πελοποννήσου καὶ Ἀχαΐας πρίγκιψ γαμβρὸς ἐπὶ Ἄννῃ τῇ θυγατρὶ τυγχάνων αὐτοῦ
καὶ ὁ τῆς Σικελίας τότε κρατῶν Μαφρὲ, γαμβρὸς καὶ αὐτὸς

1

.

72

ἐπὶ Ἑλένῃ τῇ θυγατρὶ τυγχάνων αὐτοῦ, πλῆθος ἐπαγόμενοι στρα‐ τιᾶς οὐ πάνυ τοι ῥᾷστα ἀριθμῷ ὑποπίπτειν ἐπαγγελλόμενον. οὐ γὰρ τοσοῦτον συμμαχήσοντες ἧκον τῷ Μιχαὴλ, ὅσον σφίσιν αὐτοῖς περιποιησόμενοι πλάτος ἀρχῆς καὶ πόλεις ἀλλοτρίας.
5καὶ γὰρ τὴν μετὰ τὸν Ἰόνιον κόλπον εὐθὺς ἄχρι Βυζαντίου πᾶσαν Ῥωμαίων ἀρχὴν ἤλπισαν ἕξειν ἀπονητί· καὶ ὡς ἤδη βεβαίως ἔχοντες κλήρῳ ταύτην κατὰ σφᾶς αὐτοὺς διελάγχανον, πρὶν ἅψασθαι ἔργου. (Β.) Τῆς δὲ λαμπρᾶς ταύτης καὶ θαυμασίας παρασκευῆς ἐν ἀκοῇ καταστὰς ὁ Κομνηνὸς Μιχαὴλ ὁ Παλαιολό‐
10γος, ἄρτι τὸ δεσποτικὸν περιεζωσμένος ἀξίωμα καὶ βεβαιοτέ‐ ραν ἐν τοῖς πράγμασι τὴν τῆς, ἐξουσίας περιπεποιημένος ἀρχὴν, πέμπει μηδὲν μελλήσας τὸν αὐτοῦ ἀδελφὸν Ἰωάννην, σεβαστο‐ κράτορα ὄντα, χεῖρα συχνὴν ἐπαγόμενον. πέμπει δὲ σὺν αὐτῷ καὶ τῶν τῆς συγκλήτου λαμπρῶν οὐκ ὀλίγους συνεργοὺς καὶ συλ‐
15λήπτορας, ὁπόσοι στρατηγικῆς ἐμπειρίας οὐ πάνυ τοι ἀδαεῖς ὄντες ἐτύγχανον· ἐν οἷς ἦν καὶ Καῖσαρ ὁ ἀμφιμήτριος ἀδελφὸς αὐτοῦ Κωνσταντῖνος καὶ Ἀλέξιος ὁ Στρατηγόπουλος μέγας δο‐ μέστικος ὤν· καὶ πρός γε ἔτι Κωνσταντῖνος ὁ Τορνίκιος, ὁ τοῦ σεβαστοκράτορος πενθερὸς, μέγας ὢν πριμμικήριος. ἦν δὲ τη‐
20νικαῦτα ὁ χρόνος μικρὸν μετὰ τροπὰς θερινὰς κατ’ αὐτὰς δὴ τὰς ὠρίωνος καὶ κυνὸς πλατείας ἐπιτολάς. καὶ δὴ τὴν ταχίστην διαπεραιωσάμενοι τὸν Ἑλλήσποντον ᾔεσαν διὰ Θρᾴκης καὶ Μα‐ κεδονίας ὁμοῦ καὶ τὰ ἐκεῖθεν συνεφελκόμενοι πάντα Ῥωμαϊκὰ
στρατεύματα, ὁπόσα σποράδην κατὰ πόλεις καὶ κώμας καὶ ἀγροὺς

1

.

73

ἐσχολακότα τέως διῆγον. μέλλοντος δ’ ὅσον οὐδέπω τοῦ ἡλίου τὰς φθινοπωρινὰς ἰσημερίας ἐπιτελεῖν, φθάνουσι περὶ Ἀχρίδαν τε καὶ Δεάβολιν. φρούρια ταῦτα Μακεδονίας, πολλὴν παρα‐ σχόμενα τὴν ἀσφάλειαν τοῖς χρωμένοις αὐτοῖς. τούτων μεταξὺ
5τὸ ἑαυτῶν πηξάμενοι στρατόπεδον ἀκούουσι καὶ τοὺς πολεμίους στρατοπεδεύοντας ἐς τὰ τοῦ Αὐλῶνος ἱππήλατα, ὡς διαιρεῖσθαι τὰ ἀμφοτέρων στρατόπεδα διὰ τοῦ μεταξὺ παρατείνοντος ὄρους καὶ γίνεσθαι τοὺς μὲν Ῥωμαίους ἀρκτικωτέρους, τοὺς δὲ πολε‐ μίους νοτιωτέρους. (Γ.) Οἱ μέντοι πολέμιοι περικαθίσαντες
10ἐπολιόρκουν τὸ τῶν Βελλεγράδων ὑψηλόν τε καὶ, ὡς εἰπεῖν, ὑπερνέφελον φρούριον, μελέτην ἔχοντες μετὰ τὴν ἐκείνου κατα‐ στροφὴν, ὡς ἐξ ὁρμητηρίου λαμπροῦ τινος κεχύσθαι καὶ κατὰ τῆς ἄλλης ἁπάσης δυτικῆς τῶν Ῥωμαίων ἐπικρατείας, καθάπερ τις πλούσιος ποταμὸς ἐξ ὄρους ὑψηλοῦ τινος ἐς τὸ κάταντες ῥαγ‐
15δαίως καταῤῥαγείς· μάταιοι τῆς ἀπονοίας, ταῦτα ἐλπίζοντες ἃ δὴ οὐ τελέεσθαι ἤμελλεν. οὐ γὰρ ἴσασιν, ὡς πᾶσα ῥώμη σώμα‐ τος καὶ πλῆθος ἵππου καὶ ὅπλων ἐπισκευὴ μυρμήκων ἀγέλης οὐδὲν οὐδαμῇ διενήνοχε, μὴ συναιρομένου θεοῦ. διὸ καὶ ἀλα‐ ζονείᾳ τὸ πᾶν ἐπιτρέψαντες καὶ οἰήσει οὕτως ἐχώρουν κατὰ Ῥω‐
20μαίων. ταῦτ’ ἄρα καὶ τοῖς ματαίοις λογισμοῖς ἀνάλογον ἐπηκο‐ λούθει τὸ τέλος. οἱ δὲ Ῥωμαῖοι οὐδὲν ἑαυτοὺς λογιζόμενοι πλὴν τῆς θεόθεν ἐπικουρίας θεῷ καὶ τῇ ἐκεῖθεν ἀρωγῇ πᾶσαν τὴν σφῶν αὐτῶν ἐπιτρέψαντες κίνησιν διαγωνίζεσθαι πρὸς πολλα‐
πλασίους ἐθάῤῥησαν· καὶ μέντοι καὶ λαμπρὰν συναιρομένου

1

.

74

θεοῦ τὴν νίκην εἰργάσαντο, ὡς αὐτίκα εἰρήσεται. (Δ.) Ἐπεὶ γὰρ ἐγγὺς ἤδη τῶν πολεμίων οἱ Ῥωμαῖοι ἐπήξαντο τὰ στρατό‐ πεδα, πέμπουσι δή τινα τῶν μάλα ἐπιτηδείων ἐκπολεμῶσαι καὶ συνταράξαι κατ’ ἀλλήλων τὰ τῶν πολεμίων στρατεύματα. οὐ
5γὰρ ἕν τι τῶν ἀδυνάτων τοῦτό γε ἦν, τοῦ τε τῆς Ἀχαΐας πρίγ‐ κιπος καὶ τοῦ ῥηγὸς Σικελίας ἑτεροφύλων ὄντων καὶ οὐχ ὁμογε‐ νῶν τῷ Ἀγγέλῳ Μιχαήλ. διαναστὰς οὖν ἐκεῖνος αὐτόθεν αὐ‐ τόμολος δῆθεν ἀπῄει νύκτωρ ἐς τοὺς πολεμίους καὶ προσελθὼν λάθρα τῷ τῆς Αἰτωλίας ἄρχοντι Μιχαὴλ τῷ Ἀγγέλῳ, „ἴσθι,“
10φησὶν, „ὡς σοί τε καὶ πᾶσι τοῖς ὑπό σε μέγας ἐπήρτηται κίν‐ δυνος σήμερον· ἄμφω γὰρ οἱ σοὶ γαμβροί τε καὶ σύμμαχοι, ὅ, τε πρίγκιψ Πελοποννήσου καὶ Ἀχαΐας καὶ ὁ τῆς Σικελίας ῥὴξ λάθρα διαπρεσβεύονται πρὸς Ῥωμαίους περὶ σπονδῶν ἐπὶ δώροις τακτοῖς. εἴ σοι τοίνυν ζωῆς μέλει, προνοήθητι τὴν ταχίστην
15σαυτοῦ, πρὶν εἰς πέρας ἐλθεῖν τὰς ἐκείνων σπονδάς τε καὶ συμ‐ φωνίας.“ πείθεται ὁ Μιχαὴλ καὶ διαμηνυσάμενος ἡσυχῇ τῶν οἰ‐ κείων ὁπόσους αὐτός τε ἐδύνατο καὶ ὁ καιρὸς ἐχορήγει, φεύγων ᾤχετο πρὶν ἢ ἀνατεῖλαι τὸν ἥλιον. καὶ τούτου κατόπιν ἄλλος ἐξ ἄλλου τὴν φυγὴν ψιθυριζομένην ἀκούοντες τοῦ Μιχαὴλ σπορά‐
20δες ἔθεον ἅπαντες οἱ στρατιῶται, τῇ φυγῇ προλαμβάνειν ἕτερος ἕτερον σπεύδοντες. (Ε.) Ἅμα δ’ ἕω διεγερθέντες οἱ σύμμαχοι καὶ τὴν μὲν φυγὴν μαθόντες τοῦ Μιχαὴλ, τὴν δὲ τῆς φυγῆς αἰ‐
τίαν οὐκ ἔχοντες συμβαλεῖν, ἀχανεῖς ἦσαν. καὶ τὸ μὲν ὅπλα

1

.

75

κατὰ Ῥωμαίων κινεῖν ἀπηγόρευον, τοῦτο μὲν καὶ ὡς ἀγνοοῦντες τὰ δρώμενα, τοῦτο δὲ καὶ ὡς βραχύτεροι τὸν ἀριθμὸν ἐκ πάνυ πολλῶν καταστάντες. ὅθεν καὶ πρὸς φυγὴν ἤδη ἐτρέποντο προδε‐ δομένους ἑαυτοὺς ὑπὸ Μιχαὴλ λογισάμενοι. τούτοις οὕτω τετα‐
5ραγμένοις αἰφνιδίως οἱ Ῥωμαῖοι ἐπεισπεσόντες τοὺς μὲν πλεί‐ στους ἔργον ἀπέφηναν ξίφους, τοὺς δ’ ἄλλους πλὴν ὀλίγων ἐζώ‐ γρησαν, μεθ’ ὧν ἦν καὶ ὁ πρίγκιψ Πελοποννήσου καὶ Ἀχαΐας.
ὁ δὲ τῆς Σικελίας ῥὴξ διέδρα λαθὼν σὺν ὀλίγοις πάνυ τῶν ἑαυτοῦ.

1

.

78

αʹ. Ἀλλὰ τούτων οὕτως ἐκεῖ τελουμένων, ἐπὶ τῆς ἀσπίδος ἐν‐ ταῦθα περὶ τὴν Μαγνησίαν καθίσαντες Μιχαὴλ τὸν Παλαιολό‐ γον ἀναγορεύουσι βασιλέα οἱ δόξῃ καὶ γένει προὔχοντες. ὅπερ ἀκηκοὼς ὁ πατριάρχης Ἀρσένιος, κατὰ Νίκαιαν τότε διάγων,
5ξίφους παντὸς χαλεπωτέραν κατὰ καρδίας τὴν λύπην ἐδέξατο· καὶ ἠρεμεῖν ὅλως οὐκ εἶχε δεδιὼς περὶ τοῦ παιδός. ὅθεν ἀφο‐ ρισμῷ καθυποβαλεῖν ἐπεχείρησε πρῶτον τόν τε ἀνηγορευμένον καὶ τοὺς ἀναγορεύσαντας. ἔπειτα ἐπέσχε μετριώτερόν τε καὶ βέλτιον ἡγησάμενος ὅρκοις φρικώδεσιν αὐτοὺς ἀσφαλίσασθαι,
10μήτε τῇ ζωῇ τοῦ παιδὸς ἐπίβουλον χεῖρα ἐπιβαλεῖν, μήτε στέρησίν τινα καὶ παρευδοκίμησιν τῆς αὐτοῦ βασιλείας ἐνθυμηθῆναι. καὶ δὴ γίνεται τοῦτο, Καλανδῶν Δεκεμβρίων ἄρτι ἐπιλαμπουσῶν·
οὔπω δ’ ὅλος ἀπηρτίζετο μὴν καὶ αὐτὸς ὁ ταῦτα μὲν δεδιὼς,

1

.

79

ἐκεῖνα δ’ ἐμπεδῶν καὶ ἀσφαλιζόμενος ὑπὲρ τοῦ παιδὸς, οἰκείαις χερσὶν ἐπὶ τοῦ ἱεροῦ καταστέφει βήματος Μιχαὴλ τὸν Παλαιο‐ λόγον· καὶ τῷ βασιλικῷ κοσμεῖ διαδήματι, ταῖς γνώμαις τῶν ἄλλων ὅσοι τῆς συγκλήτου καὶ ὅσοι τοῦ ἱερατικοῦ καταλόγου
5συγκαθελκυσθεὶς καὶ αὐτός. πλὴν οὐκ αὐτῷ γε διηνεκῆ τὴν αὐ‐ τοκρατορικὴν ἀρχὴν χαρίζεται, ἀλλ’ ὡς τῶν πραγμάτων τέως ἀναγκαζόντων διοικεῖν αὐτὸν αὐτὴν, μέχρις ἂν ἐς ἥβην ὁ γνή‐ σιος τῆς βασιλείας κληρονόμος ὁμοῦ καὶ διάδοχος φθάσῃ. τότε δ’ αὐτὸν ἑκόντα παραχωρεῖν ἐκείνῳ μόνῳ τῶν τε αὐτοκρατορικῶν θρό‐
10νων καὶ πάντων ἅμα τῶν βασιλικῶν συμβόλων. καὶ ἐπὶ τούτοις αὖθις ὅρκοι ἐτελοῦντο φρικωδέστεροι τῶν προτέρων. (Β.) Τη‐ νικαῦτά γε μὴν καθάπερ τις ἄριστος οἰωνὸς τῆς αὐτοῦ βασιλείας ἀγγέλλονται τούτῳ τὰ δυτικὰ τῶν Ῥωμαίων τρόπαια, καὶ μετ’ ὀλίγον ἥκουσι καὶ οἱ τὰ τρόπαια πεπραχότες αἰχμάλωτον ἄγον‐
15τες τόν τε Πελοποννήσου καὶ Ἀχαΐας πρίγκιπα καὶ πλείστους ἄλλους τῶν πολεμίων. κἀκεῖνοι μὲν ἄξια κομίζονται τὰ γέρα καὶ τῶν πόνων τὰ ἔπαθλα. ὁ μὲν γὰρ Σεβαστοκράτωρ ἐς τὸ Δε‐ σποτικὸν ἀνάγεται παρὰ τοῦ βασιλέως ἀξίωμα· ὁ δὲ μέγας Δο‐ μέστικος ἐς τὸ τοῦ Καίσαρος· ὁ δὲ Καῖσαρ ἅμα τῷ πενθερῷ
20τοῦ Δεσπότου ἐς τὸ τοῦ Σεβαστοκράτορος. ἐποίει δ’ ἐπίσημον τὴν ἐκ τοῦ πενθεροῦ διαφορὰν, ὅτι ἐν τοῖς κυανοῖς πεδίλοις καὶ χρυσοϋφεῖς αὐτῷ ἐνηρμόζοντο ἀετοί. ὅ γε μὴν πρίγκιψ Πελο‐ ποννήσου καὶ Ἀχαΐας ὠνούμενος τὴν ἐλευθερίαν μετὰ τῆς ἑαυτοῦ
ζωῆς δίδωσι τῷ βασιλεῖ τῶν ἐν Πελοποννήσῳ πόλεων τρεῖς τὰς

1

.

80

βελτίους, τήν τε Μονεμβασίαν καὶ τὴν περὶ τὰ Λεῦκτρα Μαί‐ νην, ἣ Ταιναρία πάλαι παρ’ Ἕλλησιν ἄκρα ἐκαλεῖτο, καὶ τρί‐ την τὴν προκαθεζομένην τῆς Λακωνικῆς Σπάρτην. καὶ οὕτως ὥσπερ ἐξ ᾅδου κευθμώνων ἀπροσδόκητος ἐχαρίζετο τοῖς ἰδίοις.
5ἐγκρατὴς δὲ τῶν εἰρημένων στέλλεται πόλεων ἐν Πελοποννήσῳ Κωνσταντῖνος ὁ ἀμφιμήτριος ἀδελφὸς τοῦ βασιλέως, ὃν, ὡς μικρῷ πρόσθεν εἰρήκειμεν, ἐκ Καισάρων Σεβαστοκράτορα πε‐ ποίηκε. καὶ ἀπελθὼν ἐκεῖσε πολλὰς εἰργάσατο νίκας κατὰ τῶν Πελοποννησίων Λατίνων· καὶ πολλὰς ἑτέρας προσεκτήσατο πό‐
10λεις ὡς ἐξ ὁρμητηρίων μεγάλων τριῶν ἐκείνων ὁπλιζόμενος πό‐ λεων. (Γ.) Ἐπὶ τούτοις καταλιπὼν τὸν πατριαρχικὸν ὁ Ἀρσέ‐ νιος θρόνον ᾤχετο ἡσυχάσων ἐς τὸ παράλιον τοῦ Πασχασίου μονύδριον. πρόφασις δ’ ἦν τῆς ὑποχωρήσεως ἡ περιφρόνησις Ἰωάννου τοῦ Λάσκαρι τοῦ βασιλέως παιδός. ἔπεμψε γὰρ αὐτὸν
15πρὸ βραχέος ὁ βασιλεὺς Μιχαὴλ ὁ Παλαιολόγος ἐν Μαγνησίᾳ φυλάττεσθαι, μήποτε νεωτερισμόν τινα δῆθεν πράξῃ παρά τι‐ σιν ἔχουσιν εἰς τοῦτο ἐπιῤῥεπῶς ἡ αὐτοῦ γε ἐμφάνεια. καὶ δὴ Νικηφόρος ἀντ’ ἐκείνου ἐς τὸν πατριαρχικὸν ἀνάγεται θρόνον, ὁ τῆς Ἐφέσου μητροπολίτης, ὃς ἕνα ἐπιβιοὺς ἐνιαυτὸν ἐτελεύ‐
20τησεν. (Δ.) Ὁ μέντοι βασιλεὺς σὺν πολλοῖς τοῖς στρατεύμασι διεπεραιοῦτο εἰς Θρᾴκην ἐπίδοξος ὢν ἐσβαλεῖν καὶ ἐς τὰ τῆς Κωνσταντινουπόλεως προαύλια πείρας εἵνεκα πολεμικῆς. καὶ δὴ μετὰ τὴν ἔξω διατριβὴν παρελάσας ἐπολιόρκει πρῶτον τὸ
κατὰ τὴν περαίαν τοῦ Γαλάτου ἐπικεκλημένον φρούριον, ὡς ῥᾳ‐

1

.

81

δίως ἐντεῦθεν ἁλωσομένης αὐτῷ καὶ τῆς Κωνσταντίνου, εἰ αὐτὸ παραστήσαιτο πρότερον. ἀλλ’ ἦσαν ἄρα τὰ τῶν τοιούτων ἐλπί‐ δων αὐτῷ γρηγορούντων ἐνύπνια. πλεῖστα γὰρ τῶν λιθοβόλων μηχανημάτων ἀντιπεριστήσας αὐτῷ καὶ πολλὰς ἐπενεγκὼν, βίας
5ἑλεῖν οὐ δεδύνηται. ὅθεν ὀχυρώσας τὰ πρὸ τῆς Βυζαντίδος φρούρια καὶ ὁπλίτας ἀφεὶς ἐν αὐτοῖς προσετετάχει συνεχεῖς ἐπιδρομὰς καὶ ἐνέδρας ποιεῖσθαι κατὰ τῶν Βυζαντίων Λατίνων, ὡς μηδὲ προκύπτειν ἐᾷν εἰ δυνατὸν αὐτοὺς τῶν τειχῶν. ὃ δὴ πρὸς τοσαύτην ἤλασε τοὺς Λατίνους πενίαν, ὡς τῇ τῶν ξύλων
10σπάνει καὶ τὰς τοῦ Βυζαντίου πλείστας καὶ περιφανεῖς οἰκίας καθελεῖν εἰς δαπάνην χρειώδη τοῦ πυρός. ἐντεῦθεν ἐς Νίκαιαν αὖθις ὑποστρέφει· αὕτη γὰρ ἐγεγόνει Ῥωμαίων βασίλειον μετὰ τὴν τῆς Βυζαντίδος πόρθησιν, καὶ ἦν ἐκεῖ διατρίβων ἐφ’ ἱκανόν. (Ε.) Ἐν τούτοις μέντοι τοῖς χρόνοις διαβάντες καὶ
15τὸν Εὐφράτην οἱ Σκύθαι τὴν ἄχρι Παλαιστίνης οἰκειοῦνται Συρίαν καὶ Ἀραβίαν. μηδὲ γὰρ εἶναι τῶν πάνυ ῥᾳδίων πέρας λαμβάνειν τὴν ἀνθρώπων πλεονεξίαν, μέχρις ἂν ἐπιμένῃ τῇ δε‐ ξιᾷ καὶ τῇ αἰχμῇ τὸ δύνασθαι. καὶ πολλοῖς ἐκεῖ τοῖς λαφύροις περιτυχόντες βριθούσαις ἐπανήκουσι δεξιαῖς, φόρους ἐτησίους,
20ὅσα καὶ δούλοις ἀθλίοις, τάξαντες τοῖς ἐναπολειφθεῖσιν Ἄραψί τε καὶ Σύροις καὶ Φοίνιξι. κατὰ μέντοι τὸ ἐπιὸν ἔτος εἰσβάλ‐ λουσι καὶ ἐς τὴν ἔνδον Εὐφράτου Ἀσίαν καὶ πᾶσαν ῥᾳδίως κα‐ ταστρέφουσι καὶ ληΐζονται, ὅρους ποιησάμενοι τοῦ τοιούτου δρό‐
μου καὶ κλόνου πρὸς μὲν ἄρκτους Καππαδοκίαν καὶ ποταμὸν

1

.

82

τὸν Θερμώδοντα, πρὸς δὲ μεσημβρίαν τήν τε Κιλικίαν καὶ τὰ μικρὸν μετὰ τὰς ἀρχὰς πολλαχῇ διαιρούμενα μέρη τοῦ Ταύ‐ ρου, ὃς μέγιστος ἐπεφύκει τῶν κατὰ τὴν Ἀσίαν ὀρῶν. (ϛʹ.) Χει‐ ροῦνται δ’ ἐπὶ τούτοις καὶ τὰ τῶν Τούρκων βασίλεια. καὶ φυ‐
5γὰς ὁ σουλτὰν Ἀζατίνης ἅμα τῷ ἀδελφῷ Μελὴκ φοιτᾷ πρὸς τὸν βασιλέα Ῥωμαίων Μιχαὴλ τὸν Παλαιολόγον, ἐνέχυρα φέρων πιστὰ μεγάλων ἐλπίδων οὐ πάνυ παλαιᾶς φιλοξενίας καὶ μεγάλης κηδεμονίας ὑπομνήματα· ὁπότε δηλαδὴ καὶ αὐτὸς παρ’ αὐτὸν ἧκε, φεύγων τε τοὺς βασιλικοὺς ἐκείνους κινδύνους καὶ πλεῖστα
10φέρων ἐπὶ τῆς καρδίας τὰ τῶν μεγάλων φόβων ἐκείνων ἴχνη. τού‐ των ἀνάμνησιν ἐπ’ αὐτοῦ ποιησάμενος αἰτεῖ δυοῖν θάτερον· ἢ συμμαχίαν κατὰ τῶν Σκυθῶν, ἢ γῆς Ῥωμαϊκῆς ἀποτομήν τινα καὶ οἱονεὶ κληρουχίαν εἰς κατοικίαν μονιμωτέραν αὐτοῦ τε καὶ τῶν ἅμα αὐτῷ. ἦν γὰρ ἐπαγόμενος γυναῖκα καὶ τέκνα καὶ θερα‐
15πείαν συχνὴν, καὶ πρὸς τούτοις πλοῦτον μάλα μακρὸν καὶ πολυ‐ τελῆ. τῷ μὲν οὖν βασιλεῖ τὰ Ῥωμαίων κατακερματίζειν στρα‐ τεύματα, πολλῶν πολλαχόθεν περικυκλούντων πολέμων, οὐ πά‐ νυ τοι ἀσφαλὲς ἐδόκει. τό, τε γῆς κληροδοσίαν ἀπονέμειν ἀνδρὶ τοσούτῳ, πολλῶν σατραπειῶν ἀρχηγῷ καταστάντι καὶ ἡγεμο‐
20νικοῦ τινος ἤθους τροφίμῳ, καὶ τοῦτο δὲ οὐκ ἀνύποπτον ἦν αὐτῷ, οὐδ’ ἄνευ φόβων μελλόντων. ἀνάγκη γὰρ τοὺς ὑπὸ χεῖ‐ ρα σατράπας ζητῆσαι τὸν ἀρχηγόν· καὶ τοὺς ἔνθεν κἀκεῖθεν διασπαρέντας καὶ φερομένους οἷα πλανήτας ἐν νυκτὶ ἐπὶ τὸν
λαμπαδοῦχον καὶ ὁδηγὸν συνδραμεῖν καὶ χρόνῳ γενέσθαι Ῥω‐

1

.

83

μαίοις κακὸν ἀμήχανον· ὅθεν ὡς ἐπὶ τρυτάνης μετεωρίσας αὐτοῦ τὴν ψυχὴν ἦγε καὶ ἔφερεν ἐλπίδων ὥσπερ παράσιτον. βʹ. Δύο ἑξῆς ἠνύετο ἔτη, ἀφ’ οὗ τῶν τε βασιλικῶν θρόνων ἐγκρατὴς ὁ Μιχαὴλ ἐγεγόνει καὶ τὸ δυτικὸν καὶ Θετταλικὸν ἔπαυσε
5δόρυ, τὴν μάχην φημὶ τῶν τε Ἀκαρνάνων καὶ Αἰτωλῶν, καὶ τῆς πονηρᾶς ἐκείνης ῥίζης πάλιν ὑπεφύοντο πονηρὰ καὶ ἀκαν‐ θώδη βλαστήματα, καὶ πάλιν ὅρκων ἀνατροπαὶ καὶ μάχαι πολε‐ μικαὶ τοῦ ἀποστάτου Μιχαήλ. πέμπει τοιγαροῦν κατὰ τάχος ἐπ’ ἐκεῖνον ὁ βασιλεὺς Καίσαρα τὸν Στρατηγόπουλον, δοὺς αὐτῷ
10καὶ Βιθυνοὺς μὲν ὁπλίτας μικρὸν ὑπὲρ τοὺς ὀκτακοσίους, τοὺς δ’ ἄλλους ὁπόσους ἡ χρεία ζητοίη, στρατολογήσειν αὐτὸν ἔκ τε Θρᾴκης καὶ Μακεδονίας. προστάττει δ’ αὐτῷ καὶ πάρεργον ὁδοῦ ποιήσασθαι μεθ’ ὧν ἐπιφέρεται Βιθυνῶν ὁπλιτῶν τὴν διὰ τῶν τοῦ Βυζαντίου προαστείων διάβασιν, θορύβου τινὸς ἕνεκα τῶν
15ἐν Βυζαντίῳ Λατίνων καὶ τοῦ μὴ πάνυ σχολάζειν αὐτοὺς καὶ ἀναπεπτωκέναι συγκεχωρῆσθαι κἀπὶ πλεῖστον τῶν τειχῶν παρεξ‐ ιέναι ὁπότε βούλοιντο, ἀλλ’ εἶναι περιδεεῖς ἀεὶ καὶ οἷον ἐν εἱρ‐ κτῇ φρουρουμένους. (Β.) Καὶ μὲν δὴ διαπεραιωσάμενος τὴν Προποντίδα ὁ Καῖσαρ στρατοπεδεύει περὶ τὸ Ῥήγιον· ἔνθα
20περιτυγχάνει τισὶν ἀγοραίοις ἀνδράσι, λόγοις μεγάλοις καὶ ἀ‐ ποῤῥήτοις τῆς πάντα διοικούσης προνοίας, ἣ πλήθει μὲν ἵππου καὶ στρατιᾶς οὐχ ὑπηρετεῖ πολλάκις, βραχείᾳ δέ τινι δυνάμει καὶ πολλὴν ταῖς ἐλπίσι τρυφὴν χορηγεῖν οὐκ ἐχούσῃ συναίρεται μᾶλλον καὶ νίκας μεγίστας παρέχεται. τῶν μὲν γὰρ τὴν ἐλπίδα
25κιβδηλεύει τὰ ὅπλα πολλάκις καὶ ἡ τῆς ἄλλης ἴσως παρασκευῆς

1

.

84

ἀφθονία, καὶ οὐκ ἐᾷ ῥᾳδίως ἄνω φέρεσθαι πρὸς τὸν ζωῆς καὶ θανάτου κύριον, ἀλλὰ κατασπᾷ καὶ βαρύνει καὶ περὶ τὴν γῆν ὡς τὰ πολλὰ καλινδεῖσθαι βιάζεται· τῶν δὲ τοὐναντίον ἡ σπάνις τῶν ἀναγκαίων κουφοτέρους ποιεῖ καὶ οἷον αἰθεροδρομεῖν τε
5ἀναγκάζει καὶ θερμότερον τὴν ἄνωθεν ἐκκαλεῖσθαι δεξιάν. δι’ αὐτό γε μὴν τοῦτο καὶ πολλοὶ μεγάλα ἐλπίσαντες τοὐναντίον ἢ κατὰ τὰς ἐλπίδας ἀπήλλαξαν. ἕτεροι δὲ δι’ ἀπορίαν καὶ ἑαυτῶν ἀπογνόντες τροπαίων μεγίστων ἐπέτυχον. ἰδοὺ γὰρ κἀν τῷ πα‐ ρόντι βασιλεῖς τῶν τριῶν οὐκ ἐλάττους πολλαῖς πολλάκις χιλιάσι
10στρατοῦ προσβαλόντες τῇ Κωνσταντίνου ἄπρακτοι ἐπανῆκον, οὐδὲ τοῖς τείχεσι καθαρῶς δυνηθέντες ἐγγίσαι. ἀλλὰ ταύτην ὁ Καῖσαρ εἷλεν αἰχμάλωτον, μηδ’ ἄχρι χιλιάδος μιᾶς ἐπαγόμενος στράτευμα, μηδὲ τειχῶν ἀμυντήριον ὄργανον οὐδὲν, μηδὲ μη‐ χανημάτων ὄχλον ὁντινοῦν, ἀλλὰ μόνῃ τῇ θείᾳ ἐπικουρίᾳ τὸ πᾶν
15ἀναρτήσας. εἷλε δὲ οὕτως. (Γ.) Ἐπεὶ γὰρ τοῖς ἀνδράσιν ἐκεί‐ νοις ὁ Καῖσαρ ἐνέτυχε, Ῥωμαίοις μὲν οὖσι τὸ γένος, αὐτόχθοσι δὲ Κωνσταντινουπόλεως, κατὰ δὲ χρείαν ἅλωνος καὶ καρπῶν συλ‐ λογῆς ἔξω διαιτωμένοις τῆς πόλεως, ἤρετο περί τε τῆς τῶν Λατί‐ νων δυνάμεως ὅση καὶ οἵα, καὶ περὶ ὅσων ἄλλων εἰκὸς ἦν περιερ‐
20γάζεσθαι στρατηγὸν ἄνδρα καὶ πολλῶν ὀλυμπιάδων τοιούτων μεστόν. οἱ δὲ καὶ τῷ τῶν Λατίνων πάλαι ἀχθόμενοι ζυγῷ καὶ ἄλλως τοῖς ὁμοφύλοις μᾶλλον ἢ τοῖς ἀλλοφύλοις συνδιαιτᾶσθαι
ποθοῦντες ἕρμαιον κάλλιστον τὴν τοῦ Καίσαρος ἡγήσαντο ξυν‐

1

.

85

τυχίαν καὶ πάντα σαφῶς τε ἀπήγγειλαν καὶ ἐπὶ τούτοις συμ‐ φωνίας τῷ Καίσαρι συνετίθεσαν περὶ προδοσίας καὶ δωρεῶν ὑποσχέσεις μεγάλων ῥᾷστα ἐλάμβανον, ὡς ἐφ’ ὁμολογουμένῃ τῇ πράξει. οὐ γὰρ μόνον ἀσθενῆ τὴν τῶν Λατίνων δύναμιν ἔφασαν
5ἤδη τυγχάνειν, ἀλλὰ καὶ ταύτης τὸ πλεῖστον ἀπεῖναι ἐς τὴν τῆς Δαφνουσίας πολιορκίαν. πόλις δὲ αὕτη περὶ τὸν Εὔξεινον πόν‐ τον, πολλοῖς κυκλουμένη τοῖς ὕδασι, χιλίους σταδίους διϊστα‐ μένη τῆς Κωνσταντίνου· σφίσι δ’ αὖ ῥᾴδιον εἶναι τὴν εἴσοδον νύκτωρ τῷ στρατῷ συσκευάσαι καὶ ἅμα συνάρασθαι μετὰ τῶν
10φίλων αὐτοῖς καὶ χερσὶ καὶ ὅπλοις καὶ πάσῃ δυνάμει τὴν τῶν ἀντι‐ πάλων ἄμυναν. τήν τε γὰρ οἴκησιν ἔγγιστά που τῆς πύλης κε‐ κτῆσθαι τῆς κατ’ εὐθεῖαν βλεπούσης πρὸς τὸν ναὸν τῆς θεομή‐ τορος τῆς πηγῆς, εἴσοδόν τε εἰδέναι λαθραίαν, ἣν παλαιός τις ὑπόνομος ἔλαθεν ὥσπερ ἐξ αὐτομάτου νῦν παρεχόμενος, δι’ οὗ
15πεντήκοντα εἰσιόντας ὁπλίτας νυκτὸς τούς τε φύλακας ἀποκτεῖ‐ ναι καὶ τὴν πύλην συντρίψαντας ῥᾳδίαν ἤδη καὶ ἅπαντι τῷ στρατῷ πεποιηκέναι τὴν εἴσοδον. (Δ.) Ταῦτ’ ἔφασαν οἱ ἄν‐ δρες· καὶ οἴκαδε ἀπιόντες οὐ μάλα συχνῶν ἡμερῶν εἰς πέρας ἦγον τὰ ὑπεσχημένα. καὶ ὁ Καῖσαρ εἴσεισι τὴν Κωνσταντινού‐
20πολιν νύκτωρ πρὸς ὄρθρον, καὶ αὐτοῦ που διημερεύσας συν‐ τεταγμένος πρὸς πόλεμον τῇ ὑστεραίᾳ πῦρ τε ὑφεῖναι κατὰ τῶν οἰκιῶν κελεύει καὶ τετραχῇ τὴν πόλιν ὑφάψαι, ἵνα διπλοῖς πο‐ λεμίοις ὁ τῶν Λατίνων ὄλεθρος εἴη μεμηχανημένος. τὰ μὲν οὖν τῶν Λατίνων βασίλεια ἡ τοῦ παντοκράτορος ὑπῆρχε μονή. ὁ
25δὲ τηνικαῦτα Κωνσταντινουπόλεως βασιλεύων Βαλδουῖνος, ὁ

1

.

86

τοῦ πρώτου Βαλδουίνου ἀδελφιδοῦς· Ἑῤῥῆς μὲν γὰρ ἐκεῖνον ὁ ἀδελφὸς διαδέχεται, τὸν δὲ ὁ τῆς ἀδελφῆς Ἰολέντης πρῶ‐ τος υἱὸς ὁ Ῥομπέρτος· καὶ τοῦτον αὖ ὁ Ῥομπέρτου δεύτερος ἀδελφὸς Βαλδουῖνος, τέταρτος καὶ τελευταῖος ὢν ἀπὸ τοῦ πρώ‐
5του Βαλδουίνου τῆς Κωνσταντινουπόλεως βασιλεύς. οὗτος ἕω‐ θεν ἀναστὰς καὶ ἀκηκοὼς ἔνδον ὄντας τοὺς πολεμίους καὶ ἅμα ἰδὼν ὡς τὸ πῦρ τήν τε πόλιν διέζωσεν ἅπασαν καὶ ὅσον οὐδέπω καὶ αὐτοῦ τῶν βασιλείων γένεσθαι ἔμελλεν ὑπὸ τοῦ πνεύματος ἐλαυνόμενον, πρῶτα μὲν εἰς ὅπλα καὶ πόλεμον ἔβλεψε, συνη‐
10θροικὼς εἴ τί που τῶν Λατίνων ὑπῆρχεν ὁπλιτικόν. τάχιστα δ’ αὖθις ἐγνωκὼς ἀνηνύτοις ἐπιχειρῶν χαίρειν ἀπεῖπε καὶ σύμβολα βασιλείας καὶ βασιλείαν αὐτήν. ὁ δ’ ἁλιάδι τινὶ γυμνὸν ἑαυτὸν ἐμβαλὼν φυγῇ τὴν σωτηρίαν πορίζεται. (Ε.) Ῥέουσα δ’ ἡ φήμη φθάνει αὐθήμερον καὶ ἐς τοὺς τὴν Δαφνουσίαν πολιορ‐
15κοῦντας. οἳ δὴ καὶ ἄραντες ἐκεῖθεν ταχυναυτοῦσιν εἴπερ ποτὲ, καὶ ὁρῶνται τῇ ὑστεραίᾳ τὰ τείχη τῆς πόλεως παραπλέοντές τε καὶ περιπλέοντες καὶ τοὺς ἐκπίπτοντας τῶν Λατίνων σωρεύον‐ τες ὅσον ἐφικτόν. καὶ τοῦτ’ ἐξ ἑσπέρας εἰς ὄρθρον ποιοῦντες διετετελέκεισαν, ἅμα δ’ ἕω τὰ ἱστία διαπετάσαντες εὐθὺ τῆς
20Ἰταλίας τὸν ἀπόπλουν ἐποίουν, μακρὰ καὶ αὐτοὶ χαίρειν εἰπόντες τὴν νόθον πατρίδα. τὴν δὴ ταχίστην φθάνει τῶν πεπραγμένων τὰ εὐαγγέλια καὶ ἐς βασιλέα περὶ τὴν Νίκαιαν. ὁ δὲ πιστεύειν οὐκ εἶχε τὰ πρῶτα ῥᾳδίως, ἐννοῶν ὡς πρὸ βραχέος αὐτὸς μὲν
ἧκε μυρίαν ἐπαγόμενος αἰχμὴν καὶ μυρίαν ἐπιδειξάμενος μηχα‐

1

.

87

νὴν ἑλεῖν οὐδὲ τὸ σμικρότατον ἠδυνήθη τοῦ Γαλάτου πολίχνιον· κἄπειτα παραδόξως ἀκούοι τὴν Κωνσταντίνου, τὸ μέγα θαῦμα τῆς οἰκουμένης, ἁλοῦσαν ῥᾳδίως ὑπ’ ὀκτακοσίων ἀνδρῶν. εἶτα καθ’ ἑαυτὸν γενόμενος καὶ συνιεὶς ὡς τοῦ θείου ἡ πρόνοια δύ‐
5ναται καὶ τοῖς ξηροῖς διδόναι βλάστην καὶ τοῖς πένησι πλοῦτον καὶ ῥώμην τοῖς ἀσθενέσι καὶ μέγεθος τοῖς μικροῖς, ὥσπερ καὶ τοὐναντίον, ὁπότε ὁ πλούσιος ἐν τῷ πλούτῳ καυχῷτο τῷ ἑαυτοῦ καὶ ὁ δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ, εὐχαριστηρίους ἀνεπέτασε χεῖρας πρὸς κύριον καὶ ὕμνους πολλοὺς διεξεληλύθει τῇ γλώττῃ,
10μάλα τῇ ὑποθέσει προσήκοντας. ὁ μὲν δὴ βασιλεὺς οὕτω περὶ τὴν ἀκοὴν διέθηκεν ἑαυτόν. τῷ δὲ ἦν ἔργον ἐπιμελὲς λοιπὸν, πάντων ἀφεμένῳ τῶν ἄλλων πραγμάτων ἰέναι πρὸς τὴν βασι‐ λίδα τῶν πόλεων ἅμα τῇ συζύγῳ δεσποίνῃ καὶ τῷ υἱῷ Ἀνδρο‐ νίκῳ τῷ νέῳ βασιλεῖ, δεύτερον ἔτος ἄγοντι τῆς ἡλικίας. (ϛʹ.) Συ‐
15χναὶ παρῆλθον ἡμέραι καὶ εἶχε τὸν βασιλέα ἡ τῶν πόλεων βασι‐ λεύουσα· πλὴν οὐ πρότερον εἰσελθόντα αὐτὴν, πρὶν ἢ τὴν θείαν εἰκόνα τῆς ὑπεράγνου θεομήτορος τῆς Ὁδηγητρίας ἐς τὴν οὕτω πως ὀνομαζομένην χρυσῆν πύλην εἰσεληλυθέναι· ἔνθα αὐτῇ τοὺς εὐχαριστηρίους ἀποδόντας ὕμνους οὕτως ἔπειτα εἰσιέναι πεζῇ
20καὶ βάδην, προηγουμένης τῆς θείας εἰκόνος τῆς θεομήτορος. ἐλ‐ θόντα δὲ τὸ πρῶτον οἰκῆσαι παρὰ τὸ ἔγγιστα τοῦ Ἱπποδρόμου παλατίον. τὸ γὰρ ἐν Βλαχέρναις ἠμέλητο ἐκ πολλοῦ, καὶ ἦν τὸ
πλεῖστόν γε καπνοῦ καὶ κόνεως ἐμπεπλησμένον. ἦν μὲν οὖν ἰδεῖν

1

.

88

τὴν βασιλεύουσαν τῶν πόλεων πεδίον ἀφανισμοῦ, μεστὴν ἐρει‐ πίων καὶ κολωνῶν, οἰκίας τὰς μὲν κατεσκαμμένας, τὰς δὲ πυρ‐ καϊᾶς μεγάλης μικρὰ λείψανα. ἀπημαύρωσε μὲν γὰρ καὶ πολλά‐ κις πρότερον τὸ κάλλος αὐτῆς καὶ τὸν κράτιστον κόσμον θυμὸς
5πυρὸς, ὁπότε Λατίνοις τὸ πρῶτον δουλεύσειν ἔμελλεν. ἔπειτα δ’ αὖ δουλωθεῖσα οὐδεμίαν ἐδέξατο παρ’ ἐκείνων ἐπιμέλειαν πώ‐ ποτε, ὅτι μὴ κατάλυσιν παντοίαν ἐφ’ ἡμέρᾳ καὶ νυκτὶ, ὥσπερ ἀπιστούντων τῶν Λατίνων τῇ ταύτης ἐς τέλος οἰκήσει, οἶμαι τοῦ θείου τὸ μέλλον φωναῖς ἀλαλήτοις σφίσιν ὑποσημαίνοντος. ἀπη‐
10μαύρωσε δ’ αὐτὴν οὐ μετρίως καὶ τὸ τελευταῖον τοῦτο τὸ πῦρ, ὃ Ῥωμαῖοι δι’ ἔκπληξιν τῶν Λατίνων ταῖς οἰκίαις ἐνέβαλον πρό‐ τριτα. (Ζ.) Ἔργον μὲν οὖν αὐτίκα τὸ πρῶτον καὶ σπουδαιότα‐ τον ἦν βασιλεῖ ταύτην ἀνακαθαίρειν καὶ τὴν πολλὴν ἀκοσμίαν ἐκείνην εἰς εὐκοσμίαν μετάγειν, ὡς ἐφικτὸν ἦν, νεώς τε περιφράτ‐
15τειν, οἳ μήπω τελέως καταπεπτώκεσαν, καὶ τὰς κεκενωμένας οἰ‐ κίας ἀνθρώπων πληροῦν. δεύτερον, ἀνακαλεῖσθαι τὸν πατριάρ‐ χην Ἀρσένιον, ἐπεὶ καὶ ὁ πατριαρχικὸς τηνικαῦτα θρόνος οὐκ εἶχε τὸν διέποντα. εἶχεν οὖν καὶ ὁ πατριαρχικὸς τῆς Κωνσταν‐ τινουπόλεως θρόνος Ἀρσένιον πατριάρχην πῶς μὲν ἄκοντα, πῶς
20δ’ αὖ ἑκόντα· ἄκοντα μὲν διὰ τὰ φθάσαντα σκάνδαλα, ἑκόν‐ τα δ’ αὖ, ὅτι τε τὴν βασιλεύουσαν ἐπεθύμει καὶ αὐτὸς θεάσα‐ σθαι τῶν πόλεων καὶ ὅτι οὐδ’ αὐτὸς δόξης ἐρώτων ἀήττητος ὑπῆρχε τελέως. ἄνθρωπος γὰρ ἦν καὶ αὐτός· καὶ καινὸν οὐδὲν,
εἰ τῶν μὲν μᾶλλον καὶ μάλα μᾶλλον ἡττωμένων εἰς ἀρχικὴν δό‐

1

.

89

ξαν, αὐτὸς ἧττον ἡττᾶτο· ἢ μᾶλλον οὐ τοσοῦτον ἤρα τῶν θρό‐ νων, ὅσον ἄδικον ἡγεῖτο περιφρονεῖν τὸν λαχόντα δίκαιον κλῆ‐ ρον. τρίτον, ἀντάξιον ἀποδοῦναι γέρας Ἀλεξίῳ τῷ Καίσαρι, ὅτι δι’ αὐτοῦ Ῥωμαίοις τὴν τῶν πόλεων βασιλεύουσαν ὁ θεὸς ἐχαρί‐
5σατο. τὸ δὲ ἦν θρίαμβον συγκροτηθῆναι πολυανθρωπότατον καὶ περιφανέστατον κελεύσει τοῦ αὐτοκράτορος καὶ ἐπὶ τούτῳ τὸν Καίσαρα πομπεῦσαι διὰ πάσης τῆς πόλεως, οὐ μόνον τοῖς τοῦ Καίσαρος παρασήμοις κοσμούμενον, ἀλλὰ πρὸς τούτοις καὶ στε‐ φάνῳ πολυτελεῖ καὶ μικροῦ δέω λέγειν βασιλικῷ· ὃ δὴ καὶ γέγονε.
10προσετετάχει δ’ ἐπὶ τούτοις ὁ βασιλεὺς διὰ μνήμης καὶ τὸ τοῦ Καίσαρος ὄνομα ἄγεσθαι ὁμοῦ τοῖς τῶν βασιλέων ἐν τοῖς ὑμνη‐ τηρίοις καὶ εὐφήμοις ᾄσμασι πανταχῇ τῆς τῶν Ῥωμαίων ἐπικρα‐ τείας ἄχρις ἐνιαυτοῦ. γʹ. Καὶ τὰ μὲν τοῦ Καίσαρος εὐτυχήματα τοιαῦτα. ἔθος δὲ
15τῷ βασκανίας ἀρχηγέτῃ κῆράς τινας ἐπωδύνους καὶ ἀντιπάλους τοῖς ἀγαθοῖς εὐτυχήμασιν ἐπισπείρειν, καθάπερ ἐν σίτου χωρίῳ ζιζάνια, καὶ οὐκ ἄκρατον ἐς τέλος τὸ τῆς εὐφροσύνης καλὸν ἐν τῷ βίῳ συγχωρεῖν τοῖς ἔχουσιν ὡς τὰ πολλὰ περιγίγνεσθαι. διὰ τοῦτο καὶ Φίλιππος ὁ Μακεδονίας τύραννος, τριῶν αὐτῷ ποτε
20περιγενομένων εὐτυχημάτων ἡμέρας μιᾶς, ὑπερήσθη μὲν τῇ τῆς ψυχῆς διαθέσει, γλῶσσαν δὲ μεγαλοῤῥήμονα τοῖς παρεστῶσι δοῦ‐ ναι οὐκ ἐξετράπη, οὐδ’ ἐπὶ μέγα ἦρε τὴν ὀφρῦν· ἀλλ’ εἰδὼς ὡς
ταῖς ὑπερβολαῖς τῶν εὐτυχημάτων ὑπερβολικώτερα ἐπιφύονται τὰ

1

.

90

λυποῦντα, μετριώτερον μὲν διετέθη πρὸς τὰ γεγενημένα, φόβον δ’ ἔσχε περὶ τοῦ μέλλοντος μείζονα ἢ κατὰ τὸ μέτρον τῆς εὐφροσύ‐ νης· καὶ ἀναστὰς, „ὦ θεὲ,“ εἶπε, „μίξον τι τοῖς ἀγαθοῖς καὶ δυσ‐ τύχημα μέτριον, μήπου ταῖς ἡδοναῖς συνεπαρθεὶς τῶν μεγάλων
5καλῶν εἰς μεγάλους ἀπροσδοκήτως ἐμπέσω κρημνοὺς τῶν κακῶν.“ διὰ δὴ ταῦτα καὶ τοῖς τοῦ Καίσαρος εὐτυχήμασι βάσκανον ἐπιῤ‐ ῥίψαντες ὀφθαλμὸν οἱ πρὸς ταῦτα ἐνησκημένοι Τελχῖνες ἄλυ‐ πον οὐδ’ αὐτὸν ἀφῆκαν εἰς πέρας ἀφῖχθαι τοῦ βίου· δηλώσει δὲ προϊὼν ὁ λόγος. (Β.) Μετὰ γὰρ τὰ μεγάλα τρόπαια ταυτὶ καὶ
10τοὺς ἐπινικίους θριάμβους πέμπεται πάλιν ὁ Καῖσαρ παρὰ τοῦ βασιλέως ἐπὶ τὴν προκειμένην ὁδὸν, πολεμήσων τῷ τῆς Ἠπείρου καὶ Αἰτωλίας ἄρχοντι Μιχαὴλ τῷ δεσπότῃ, τοὺς οἰκείους ὅρους παρεξιόντι καὶ κακῶς τὰ Ῥωμαίων διατιθεμένῳ πράγματα, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν. ὁ δὲ συνηθροικὼς τά τε Θρᾳκικὰ καὶ
15Μακεδονικὰ στρατεύματα καὶ χεῖρα πεποιηκὼς ἱκανὴν ἐπὶ τὸν ἀντίπαλον ἔρχεται. καὶ μετὰ πολλὰς τὰς τοῦ πολέμου στροφὰς καὶ τοὺς τῆς τύχης κύβους τὰ Ῥωμαίων νικᾶται στρατεύματα· καὶ ὁ Καῖσαρ ἁλίσκεται ζῶν, ὁ τῇ φήμῃ τῶν χθὲς τροπαίων καὶ θριάμβων ἐκείνων βορέαν καὶ νότον ἐγείρας εἰς ἔκπληξιν. οὕ‐
20τως οὐδὲν ἐν ἀνθρώποις ἀληθὲς, οὐδὲ βέβαιον· ἀλλ’ ἐν ἀδήλοις ὥσπερ πελάγεσι συγκυκᾶται καὶ ναυαγεῖ τὰ ἀνθρώπινα, καὶ βα‐ θύς τις πλάνος καταχορεύει τῆς ἀνθρωπίνης ἐμπειρίας καὶ γνώ‐ σεως, ἄνω καὶ κάτω σοβῶν καὶ ταράττων πᾶσαν βουλευτηρίων
σπουδὴν καὶ δίκην κύβων ἀνατρέπων τὰ δόγμασιν ἰσχυροῖς κυ‐

1

.

91

ρούμενα σκέμματα. Κῦρος ὁ Περσῶν καὶ Μήδων καὶ Χαλδαίων ἄρξας ποτὲ μετὰ τὸ τῆς Ἀσίας τὸ πλεῖστον καταδραμεῖν καὶ Βαβυλῶνα τὸ τῆς Ἀσίας κλέος ῥᾷστα καταστρέψασθαι γυναικὶ Μασσαγέτιδι πολέμῳ ξυμβεβληκὼς αἴσχιστα καταστρέφει τὴν
5τύχην. Ἀννίβας ὁ Καρχηδόνιος, ὁ Λιβύην καὶ Ἀφρικὴν δουλω‐ σάμενος ἅπασαν, μετὰ τὰ Ἰβηρικὰ καὶ Κελτικὰ ἐκεῖνα τρόπαια καὶ τὰς καταδρομὰς τῶν τραχυτάτων Ἄλπεων καὶ τὰς θαυμαστὰς κατὰ Ῥωμαίων νίκας ἑνὸς τῆς Ῥώμης στρατηγοῦ μετὰ βραχὺ καὶ ταῦτα τῆς πατρίδος ἐντὸς τὸ ξίφος ἐνεγκεῖν οὐκ ἠδυνήθη,
10ἀλλ’ ἄρδην ᾤχετο γυμνὸς, γῆν πρὸ γῆς ἐλαύνων ἢ μᾶλλον ἀπη‐ νῶς ὑπὸ τῆς τύχης ἐλαυνόμενος. Μάγνος Πομπήϊος, Ῥωμαίων ὕπατος καὶ στρατηγὸς αὐτοκράτωρ, Ἀσίας ἄχρι Καυκασίων ὀρῶν καὶ Κασπίας θαλάσσης δραμὼν καὶ μυρία καταστρεψά‐ μενος ἔθνη καὶ χρημάτων ἀπείρους τῇ Ῥώμῃ σωροὺς χαρισάμε‐
15νος ὑπὸ βραχυτάτου τὸ τελευταῖον στρατεύματος ἐν τοῖς ἰδίοις τὸ μέγα κατέλυσε κλέος. κατὰ ταὐτὰ δὲ καὶ ὁ νῦν τῷ λόγῳ προκεί‐ μενος Καῖσαρ ὁ χθὲς τὰ μέγιστα κατωρθωκὼς τρόπαια ἀδοξο‐ τέρων ἀγώνων γίνεται παρανάλωμα σήμερον· τοῦ θεοῦ πάντως μυστικώτερον διὰ τῶν τοιούτων λόγον ἀποπληροῦντος, ἵνα τὴν
20ἑαυτῶν ἐν ταῖς τῶν φαυλοτέρων ἥτταις καταγινώσκοντες δύναμιν τὰς τῶν μεγάλων καὶ ἐξαισίων τροπαίων αἰτίας ἐκ θεοῦ καθαρῶς εἶναι νομίζωμεν. (Γ.) Ἀλλὰ γὰρ οὕτως ἁλόντα τὸν Καίσαρα ὁ Μιχαὴλ αὐτίκα τῷ γαμβρῷ ζητήσαντι πέμπει τῷ τῆς Σικελίας ῥηγὶ
Μαφρὲ, ἀντάλλαγμα καὶ λύτρον ἐσόμενον τῆς αὐτοῦ ἀδελφῆς.

1

.

92

ταύτην γὰρ εἰς γυναῖκα δευτέραν ἠγάγετο μετὰ τὴν τῆς Εἰρήνης τελευτὴν ὁ βασιλεὺς Ἰωάννης ὁ Δούκας, παρὰ Θευδερίχου τοῦ ταύτης πατρὸς καὶ ῥηγὸς Σικελίας λαβών· ἣ δὴ καὶ μετὰ τὴν τοῦ συζύγου τελευτὴν οἴκαδε ἀπιέναι οὐκ ἔχουσα παρὰ Ῥωμαίοις
5εἶχε τὴν δίαιταν, σωφροσύνης ὥρᾳ τὸν βίον κοσμοῦσα καὶ τρό‐ ποις σεμνότητος τὴν τῆς ὄψεως αἴγλην λαμπροτέραν δεικνῦσα. καὶ τοῦτον τὸν τρόπον πάλιν τὸν φίλον ἡ μεγαλόπολις ἐλάμβανε Καίσαρα. καὶ ἐπὶ τούτοις ζητήσας ὁ Αἰτωλὸς Μιχαὴλ ὁ δεσπό‐ της νύμφην ἐπὶ τῷ υἱῷ Νικηφόρῳ τῷ δεσπότῃ χηρεύοντι λαμβά‐
10νει τὴν βασιλέως ἀδελφιδῆν Ἄνναν. καὶ ἦν ἡ τοιαύτη συζυγία βεβαίωσις τῶν ἐκεῖθεν σπονδῶν. δʹ. Ὁ μέντοι βασιλεὺς καὶ τῆς Κωνσταντινουπόλεως ἐγκρατὴς ἤδη γενόμενος καὶ ὁρῶν ὡς ἐξ οὐρίας αὐτῷ τὰ πράγματα φέρε‐ ται καὶ αἱ τῆς τύχης αὖραι εὐμενῶς ἐπιπνέουσι τῇ αὐτοῦ δεξιᾷ,
15ἀπρὶξ τῆς βασιλείας ἔχεσθαι ἔγνωκεν ἤδη, καὶ τοῦ λοιποῦ ἔμε‐ λεν αὐτῷ ῥιζόθεν πάντα φόβον ἔφεδρον ἐκτεμεῖν, δεδιότι μήπως ὀψὲ τοῦ χρόνου πρόφασιν σχόντες οὐ μικρὰν τὰς βασιλικὰς δια‐ δοχὰς καὶ τοὺς πατρῴους κλήρους οἱ νῦν ὑπ’ ὀδόντα καταρώ‐ μενοι καὶ ἐν ὠδῖσι κρύπτοντες τὴν ὀργὴν εἰς ὕψος ἀναῤῥιπίσωσι
20περιφανὲς τὴν ἐπιβουλὴν καὶ κολοφῶνα κινδύνων αὐτῷ ἐπεγείρω‐ σιν. ὅθεν κατά τινα χρείαν ἐπιδεδημηκότι ἐκ τοῦ παρήκοντος εἰς τὴν βασιλεύουσαν ἐκ Πελοποννήσου Λατίνῳ τινὶ, εὐγενεῖ μὲν, οὐ πάνυ δ’ ἐνδόξῳ, ὄνομα δὲ Βελικούρτῳ, Θεοδώραν τούτῳ συ‐
ζεύγνυσι, τὴν μίαν τῶν τοῦ βασιλέως Θεοδώρου τοῦ Λάσκαρι

1

.

93

θυγατέρων· καὶ οἴκαδε ἀπιέναι ἅμα αὐτῇ προτρέπεται τοῦτον· τὴν δὲ ἑτέραν ὄνομα Εἰρήνην συζεύγνυσι κόντῳ τινὶ τὴν ἀξίαν, ὄνομα Βιντιμιλίᾳ, ἐκ Γενούας, ἐκ τοῦ παρήκοντος καὶ αὐτῷ τῇ Κωνσταντινουπόλει ἐπιδεδημηκότι καὶ εὐθὺς οἴκαδε ἀπιέναι καὶ
5αὐτὸν μετ’ αὐτῆς ἀφίησι· τὸν δὲ ἀδελφὸν αὐτῶν Ἰωάννην πέμψας στερεῖ τῶν ὀμμάτων, δεκαετῆ ἤδη τυγχάνοντα. καὶ οὕτως ἀνύ‐ ποπτον καὶ φόβου παντὸς ἐλευθέραν ἑαυτῷ κατεστήσατο τὴν ὅλην τῆς βασιλείας διαδοχήν. (Β.) Ὅ γε μὴν πατριάρχης Ἀρσένιος ἀκηκοὼς τὴν τοῦ Ἰωάννου τύφλωσιν ἐταράχθη καὶ ἀπεπήδησε
10καὶ ἄνω καὶ κάτω τοῦ οἴκου περιϊὼν ἐβόα θρηνῶν, ἔτυπτεν ἀπη‐ νῶς χερσὶ μὲν τὰ στέρνα, λογισμοῖς δὲ ξιφηφόροις εἰπεῖν τὴν καρδίαν· γῇ καὶ ἡλίῳ τὴν ἀδικίαν προσήγγειλε· τὰ στοιχεῖα πρὸς ἐπικουρίαν ἐπεβοᾶτο τῆς ἀτοπίας· λύσιν τοῦ πάθους ὥρμα ζη‐ τεῖν· οὐκ ἔχων δὲ καπνοὺς στεναγμῶν ἐκ τοῦ στόματος σφοδρο‐
15τάτους ἀνέπεμπεν, οὓς τὰ ξύλα τῆς λύπης ἐκ τῆς καρδίας ἀνέ‐ φλεγον. ἐπεὶ δ’ ἄπορα καὶ ὅλως ἀπεγνωσμένα τὰ τῆς ἐκδικήσεως ἦν, ἄλλην ἐβάδισε· καὶ πέμψας ἀφορισμῷ μὲν τὸν βασιλέα κα‐ θυποβάλλει ἐκκλησιαστικῷ, τὴν δὲ τούτου μνήμην ἐν ταῖς ὑμνῳ‐ δίαις οὐκ ἐκώλυσεν ἀναφέρεσθαι, δείσας μή τι περὶ τὴν ἐκκλη‐
20σίαν νεωτερίσῃ στρατηγούμενος τῷ θυμῷ, καὶ ὅ φησιν ἡ παροι‐ μία καπνὸν φεύγειν ἐθέλων εἰς πῦρ ἐμπεσεῖν ὁ πατριάρχης ἀναγ‐ κασθῇ. ὁ δὲ μετρίως τὴν ἐπιτίμησιν ἐνεγκὼν ἐφ’ ἱκαναῖς ταῖς ἡμέραις ὑποπεπτωκότι τε διέμεινε χρώμενος σχήματι καὶ λύσιν
τῆς ἐπιτιμήσεως ἀναμένων. (Γ.) Ἐπεὶ δ’ οὐ προὐχώρει τὰ τῆς

1

.

94

ἐλπίδος, εἰς ἄμυναν ἔβλεψεν, οὐχ οἵαν καθάπαξ ἡ χεὶρ ὑφηγεῖ‐ ται τῆς ἐξουσίας· οὐ γὰρ ἀνακεκαλυμμένῃ χρῆται τῇ ἐξουσίᾳ· ἀλλ’ ἐκκλησίαν ἀρχιερέων ἀθροίσας εἰς κανονικὴν ἐξέτασιν ἐνεγ‐ κεῖν κελεύει τὰ σποράδην παρά τινων ψιθυριζόμενα κατὰ τοῦ
5πατριάρχου ἐγκλήματα· οἳ τὸ κελευσθὲν ἡδέως, πῶς ἂν εἴποιμι; δεξάμενοι, οἱ τοῖς ἄλλοις φιλαδελφίας ὑπόδειγμα γίνεσθαι παρὰ κυρίου προτεταγμένοι, σύνοδόν τε κατὰ τοῦ πρώτου ἀδελφοῦ συνεκρότουν ἐν τῷ παλατίῳ καὶ εἰς μέσον παράγεσθαι τοὺς κατη‐ γόρους ἐκήρυττον· οἱ δὲ εἰσεπήδων ἄλλος ἄλλον τῇ προθυμίᾳ
10φθάνοντες· καὶ ἦν ἡ λαληθεῖσα κατηγορία, ὅτι ὁ σουλτὰν Ἀζα‐ τίνης τῆς ἱερᾶς τελουμένης δοξολογίας πολλάκις συμπαρῆν καὶ ὡμίλει τῷ πατριάρχῃ ἔνδον τοῦ ναοῦ. καί τοι τῷ τε βασιλεῖ καὶ τοῖς ἀρχιερεῦσιν ἐγνωσμένον ἦν, ὅτι Χριστιανῶν τε ὑπῆρχε γονέων υἱὸς καὶ τῷ θείῳ καὶ αὐτὸς τετελεσμένος βαπτίσματι ἦν· τύ‐
15χης δὲ φορᾷ χρησάμενος καὶ αὐτὸς, οἷα πολλὰ παρ’ ἐλπίδα συμ‐ βαίνει, σουλτὰν καὶ ἀρχηγὸς ἐγεγόνει τῶν Τούρκων, τότε μὲν ἐν κρυπτῷ διατηρῶν τὰ τῆς εὐσεβείας καιριώτερα, νῦν δ’ ἐν Κων‐ σταντινουπόλει καὶ τὰς θείας ἀσπαζόμενος εἰκόνας καὶ πάντα ἐς προὖπτον τὰ Χριστιανῶν ἐργαζόμενος ἔθιμα. ἀλλὰ ταῦτα καθά‐
20περ ὅπλα τῷ πατριάρχῃ τυγχάνοντα ὀχυρὰ κατέλυον οἱ μαχόμενοι, πολέμια τυγχάνοντα τῷ σκοπῷ τῆς καθαιρέσεως, καὶ ἀπῆγον ἔς τε τὸ ἀμφίβολον καὶ τὸ ἀφανὲς, κἀκεῖθεν ἐξεκύλιον εἰς τὸ μὴ ὄν.
(Δ.) Εἰσκαλεῖται τοίνυν ὁ πατριάρχης ἀπολογησόμενος· οὐκ

1

.

95

ἀπαντᾷ δὲ, ἀλλὰ παραγράφεται τὴν σύνοδον κελεύσει βασιλικῇ γινομένην καὶ τοῦ ἀντιδίκου προκαθημένου κριτοῦ. ὅθεν ὡς φυ‐ γοδικοῦντος αὐτοῦ καθαίρεσιν καταψηφισάμενοι πέμπουσι πρὸς αὐτὸν καὶ ἀποχωρεῖν τοῦ θρόνου κελεύουσι· καὶ ἅμα παρῆσαν
5οἱ πρὸς ἐξορίαν ἀπάξοντες. ὁ δὲ καὶ τὴν ἡσυχίαν ποθῶν ἐκ πολ‐ λοῦ καὶ τοῖς ἐνεστῶσι λίαν ἀχθόμενος πράγμασιν ἄσμενος τοῖς ἀπάγουσιν ἑαυτὸν ἐδεδώκει· καὶ δὴ τριταῖος ἀπήχθη ἐς τὴν Προι‐ κόνησον. καὶ ἀνάγεται λοιπὸν εἰς τὸν πατριαρχικὸν θρόνον ὁ Ἀδριανουπόλεως Γερμανὸς, φίλος ὢν ἐκ πολλοῦ τῷ βασιλεῖ· καὶ
10ταύτην δὴ τὴν τιμὴν ὥσπερ τι κεχρεωστημένον γέρας ἤδη ἀπο‐ λαμβάνων. φυγάδι γὰρ ἐν τοῖς ἔμπροσθεν χρόνοις αὐτῷ γενομέ‐ νῳ πρὸς τὸν σουλτᾶν διὰ τὸν φόβον, ὡς εἴρηται, τοῦ βασιλέως Θεοδώρου τοῦ Λάσκαρι, ἐν τοῖς ἄκροις αὐτὸς ὁρίοις τῶν Ῥω‐ μαίων τότε τὸν μοναδικὸν βίον ἀσκῶν, χαίρων ὑπήντησε καὶ
15μεγαλοπρεπέσιν ἐχρήσατο δεξιώσεσι πρὸς αὐτὸν καὶ φιλοτίμοις προὔπεμψε τοῖς ἐφοδίοις. ὕστερον δὲ τὴν βασίλειον ἐξουσίαν λα‐ βόντι πρόσεισι καὶ μετὰ πολλὰς τὰς τιμὰς καὶ τὸν τῆς Ἀδριανου‐ πόλεως λαμβάνει θρόνον. ἐκεῖθεν δ’ ἀρτίως καὶ εἰς τὸν πατριαρ‐ χικὸν ἀναφέρεται.
20 εʹ. Κατὰ τοῦτον τὸν χρόνον ἀποστάς τις, Ἰκάριος ὄνομα, τοῦ τῆς Εὐβοίας κρατοῦντος, (ἔστι δ’ αὕτη Βενετικῶν ἐπαρχία) ἀποστὰς τοίνυν οὗτος μετὰ τὴν τῆς Κωνσταντινουπόλεως ἅλω‐ σιν καὶ προσεταιρισάμενος οὐκ ὀλίγους καὶ ἄλλους τῶν Εὐβοέων ἄκρας ἐκράτησεν ὀχυρᾶς· ἀφ’ ἧς συχνὰ παρακατιὼν ἐληΐζετο
25τοὺς ὁμοροῦντας ἀγροὺς καὶ τὰς κώμας· ὡς ἐν βραχεῖ τοὺς

1

.

96

ἀγροίκους πάντας ἐς τοσοῦτον συνελαθῆναι δέους, ὡς μήτ’ ἔξω τείχους οἰκεῖν, μήτ’ ἄνευ ἡμεροσκόπων ταῖς κώμαις ἐνδιατρίβειν καὶ τοῖς ἀγροῖς. χρόνος οὐ μάλα συχνὸς παρεῤῥύη καὶ ὀχυ‐ ροῦ τινος πολιχνίου γίνεται ἐγκρατὴς, ὡς ἐντεῦθεν καὶ πρὸς
5μάχας ἐμφανεῖς παρατάττεσθαι τοῦ τῆς Εὐβοίας κρατοῦντος. δείσας δ’ ὅμως μὴ πολὺς ἐπελθὼν ἐκεῖνος χειρώσηται τοῦ‐ τον, διαπρεσβεύεται περὶ συμμαχίας πρὸς βασιλέα· καὶ λαβὼν τέως μὲν φρουρὰν τῷ πολιχνίῳ καθίστησιν ἱκανήν· αὐτὸς δ’ αὐτόμολος ἥκει πρὸς βασιλέα, ἄλλα τε ὑπισχνούμενος καὶ
10ἢν στρατιὰν ἱκανὴν ἐκ Ῥωμαίων κομίσηται, μηδὲν εἶναι τὸ κωλύον ὑποχείριον τῷ βασιλεῖ καταστῆσαι τὴν ἅπασαν Εὔβοιαν. (Β.) Ἄπεισι τοίνυν σπουδῇ μετὰ συχνοῦ τοῦ Ῥωμαίων στρατοῦ, πρὶν αἰσθέσθαι τοὺς Εὐβοέας τὴν ἔφοδον. εἰδὼς δὲ τὴν Λατινι‐ κὴν ὀφρῦν καὶ ὡς οὐκ ἀνέξεται ὁ τῆς Εὐβοίας ἀρχηγὸς μὴ αἰφνι‐
15δίως προάλασθαι τῆς πόλεως στρατὸν ἐπιτρέχοντα βλέπων ἀλ‐ λότριον, προλοχίζει νυκτὸς περὶ τὴν πόλιν συχνοὺς ὁπλίτας. ἔπειτα ἐπιφαίνεται πρωΐας αὐτὸς κατατρέχων τὰ κύκλῳ, ὡς ἐν ὅπλοις εὐθὺς ἀναγκασθῆναι γενέσθαι τοὺς ἔνδον τειχῶν εὑρεθέν‐ τας Λατίνους ἅμα τῷ σφῶν ἀρχηγῷ, καὶ μάλα τοι λίαν ὀξέως
20ἀπαντᾷν ἐς τοὺς πολεμίους. ὅθεν αὐτοῖς ἐξαπίνης ὄπισθεν μὲν ἐπιπεσόντες καὶ κυκλώσαντες μετὰ τῶν λόχων οἱ λοχαγοὶ, ἔμ‐ προσθεν δ’ αὖ μεθ’ ὧν ἐπεφέρετο στρατοπέδων ὁ Ἰκάριος, τὸν μὲν ἀρχηγὸν τῆς Εὐβοίας ζῶντα χειροῦνται καὶ πλείστους ἄλ‐ λους ἅμα αὐτῷ· ὅσοι δ’ ἐπίλοιποι, τούτους δ’ ἔργον ἀπέφηναν
25ξίφους. (Γ.) Ἄγεται μέντοι παρ’ Ἰκαρίου πρὸς βασιλέα δέ‐

1

.

97

σμιος ὁ τῆς Εὐβοίας ἀρχηγὸς καὶ βραχύ τι ἐπιβιοὺς ἐτελεύτησεν. ἐτελεύτησε δὲ οὕτως. εἰσελθὼν ἐν τοῖς βασιλείοις καὶ στὰς πρὸ τῆς πύλης ὡς δεσμίῳ χρεὼν καὶ ἰδὼν αὐτὸν μὲν βασιλέα καθή‐ μενον ἐπὶ τοῦ βασιλείου θρόνου, περὶ δ’ αὐτὸν πᾶσαν τὴν σύγ‐
5κλητον μετὰ λαμπροῦ καὶ κοσμίου τοῦ σχήματος ἱσταμένην, τὸν δ’ Ἰκάριον, τὸν χθὲς καὶ πρότριτα δοῦλον, νῦν μετὰ λαμπρᾶς μὲν τῆς ἐσθῆτος, σοβαροῦ δὲ τοῦ ἤθους εἰσιόντα καὶ ἐξιόντα καὶ πρὸς οὖς τῷ βασιλεῖ κοινολογούμενον, ἀποῤῥήγνυσιν εὐθὺς τὴν ψυχὴν καὶ πίπτει πρηνὴς ἐπ’ ἐδάφους ἐξαίφνης, μὴ δυνη‐
10θεὶς ἐνεγκεῖν τὸ τῆς βιαίας τύχης παράλογον. (Δ.) Μετὰ μέν‐ τοι τὸ ἐξωσθῆναι τῆς πόλεως τοὺς Λατίνους ἐναπελείφθη χει‐ ρωνακτικὸν καὶ ἀγοραῖς ἀσχολούμενον πλῆθος, σύμμικτον ἔκ τε Βενετικῶν καὶ Πισσαίων. ὅθεν οὐκ ἀσφαλὲς οὐδὲ πρὸς εἰρήνην βλέψειν ἐδόκει τὸ καὶ τοὺς ἐκ Γεννούας ἔνδον εἰσοικίζειν τῆς
15πόλεως. διὰ τοῦτο καί σφισιν ἀντιπέραν περὶ τὸν τοῦ Γαλάτου τόπον ἀπονέμει χωρίον εἰς οἴκησιν, χαρισάμενος αὐτοῖς καὶ τὴν τῆς ἐμπορίας ὑπεσχημένην ἀτέλειαν. πρὶν γὰρ ἁλῶναι τὴν βασι‐ λεύουσαν συνεφώνησε τὴν τοιαύτην αὐτοῖς παρέχειν ἀτέλειαν ὁ βασιλεὺς, εἰ βοηθοῖεν αὐτῷ κατὰ τῶν κρατούντων τῆς πόλεως
20Λατίνων. ὃ δὴ καὶ πεπλήρωκε νῦν, καὶ ταῦτα δίχα τῆς σφῶν βοηθείας γενόμενος αὐτῆς ἐγκρατής. οἵ γε μὴν κατὰ χρόνους τακτοὺς ἄρχειν ἀποστελλόμενοι τούτων ὁ μὲν ἐκ Βενετίας κα‐ λεῖται μπαΐουλος, ὁ δ’ ἐκ Πίσσης κούνσουλος, ὁ δ’ ἐκ Γεν‐ νούας ποτεστάτος· ἅπερ εἰς τὴν Ἑλλάδα φωνὴν μεταγόμενα
25τὸ μὲν τῶν ὀνομάτων καλεῖται ἐπίτροπος, τὸ δὲ ἔφορος, τὸ δὲ

1

.

98

ἐξουσιαστής. (Ε.) Ὁ δὲ Βαλδουῖνος διαδρὰς τὸν τῆς Κων‐ σταντινουπόλεως κίνδυνον καὶ ἀποπλεύσας εἰς Ἰταλίαν ἐκήδευσε τῷ ῥηγὶ τῆς Ἰταλίας Καρούλῳ, νύμφην ἀγόμενος τῷ υἱῷ τὴν θυγατέρα ἐκείνου· ἐλπίζων ἐκείνῳ συμμάχῳ χρησάμενος τὴν
5Κωνσταντινούπολιν ἀναλήψεσθαι, μάταιος τῆς τε ἐφέσεως καὶ τῶν ἐλπίδων. ὁ γὰρ βασιλεὺς πλεῖστον ἐξήρτυσε ναυτικὸν, ἐμ‐ πλήσας τριήρεις ὑπὲρ τὰς ἑξήκοντα ἔκ τε ἄλλων καὶ γένους τοῦ Γασμουλικοῦ. ἦσαν δὲ οὗτοι συντεθραμμένοι τοῖς τε Ῥωμαϊκοῖς καὶ Λατινικοῖς ἔθεσιν, ὡς ἔχειν ἐκ μὲν Ῥωμαίων τὸ ἐσκεμμένως
10ἐς τὰς μάχας ἰέναι, ἐκ δὲ Λατίνων τὸ εὔτολμον. συνῆν δὲ τού‐ τοις καὶ στρατὸς ἐν τοῖς ὅπλοις θαλάττιος, Λάκωνες ἄρτι προσ‐ ελθόντες ἐκ Πελοποννήσου τῷ βασιλεῖ, οὓς ἡ κοινὴ παραφθεί‐ ρασα γλῶσσα Τζάκωνας μετωνόμασεν. ὁ γοῦν βασιλικὸς στόλος οὕτω λαμπρῶς συγκεκροτημένος ἔπλει κελεύσει τοῦ βασιλέως
15καὶ πλεῖστον ἐνεποίει φόβον καὶ θόρυβον τοῖς Λατίνοις. προσει‐ λήφει δὲ καὶ τὰς ἐν Αἰγαίῳ νήσους μικροῦ πάσας, Λῆμνον καὶ Χίον καὶ Ῥόδον καὶ ὅσαι Λατίνοις ἐδούλευον. (ϛʹ.) Τούτων οὕτως ἀσχολουμένων περὶ τὴν θάλασσαν, ἤρξατο πάλιν παρα‐ σπονδεῖν καὶ τὴν ὅμορον χώραν Ῥωμαίων· δῃοῦν ὁ Αἰτωλὸς
20Μιχαήλ· ὅπερ ἀκουσθὲν εἰς λύπην καὶ ὀργὴν τὸν βασιλέα κεκί‐ νηκεν· ὥστε καὶ τὴν ταχίστην αὐτὸν ἀπελθεῖν ἐκεῖσε δι’ ἑαυτοῦ καταστήσοντα τὰ τῶν ἐκεῖσε πραγμάτων νοσήματα. οὗ γενομέ‐ νου καὶ τοῦ βασιλέως ἐν Θετταλίᾳ τὰς διατριβὰς ποιουμένου ἐφά‐ νη σημεῖον ἐξ οὐρανοῦ, μάντις κακῶν καὶ προάγγελος· τὸ δὲ ἦν
25κομήτης περιφανὴς περὶ τὸ τοῦ ταύρου δωδεκατημόριον, περὶ

1

.

99

τὰ ἑωθινά τε καὶ ὄρθρια τῆς νυκτὸς φαινόμενος μικρὸν ὑπὲρ τὸν ὁρίζοντα· καὶ ὅσον ὁ ἥλιος παρήλαυνεν εἰς τὰ ἑπόμενα, τοσοῦ‐ τον καθημέραν καὶ αὐτὸς ἐς πλέον ἠρέμα διΐστατο τοῦ ὁρίζοντος, ἕως καὶ αὐτὸ δὴ τὸ μεσουράνημα ἤδη παρήλλαξεν. ὁπότε γὰρ ὁ
5κομήτης τὰ πρῶτα φαίνεσθαι ἤρξατο, τὴν θερινὴν ὁ ἥλιος ὥραν ἐποίει διϊὼν τὸν καρκίνον. ὁπότε δ’ αὐτὸς ἐμαράνθη καὶ ἀφανὴς ἦν, τὰς φθινοπωρινὰς ὁ ἥλιος ἐποίει τροπάς· ὡς γίνεσθαι τὸ ἀπὸ θερινῆς τροπῆς μέχρι τῆς φθινοπωρινῆς τριῶν δωδεκατημορίων διάστημα, ὅπερ ὁ ἥλιος ἤλασε, τοῦ κομήτου περὶ τὸν ταῦρον ἑδρα‐
10ζομένου καὶ ἠρέμα ἑαυτὸν ἀναλίσκοντος. τοῦτο μάντις κακῶν καὶ προάγγελος ἔδοξεν εἶναι τῷ βασιλεῖ· καὶ αὐτίκα χαίρειν εἰπὼν τὰ Θετταλικὰ ὅλῳ ῥυτῆρι τὴν ἐς Βυζάντιον ἤλαυνεν. ἐτάραττε γὰρ αὐτὸν οὐ μετρίως καὶ φήμη τις Σκυθικὴ, μελλόντων αὐτῶν ὅσον οὐδέπω ἐς τὴν Ῥωμαίων ἐσβαλεῖν γῆν. ἀλλὰ πρὶν εἰς Βυ‐
15ζάντιον ἰέναι τὸν βασιλέα, φθάνουσιν ἐς πᾶσαν μικροῦ περιχυ‐ θέντες τὴν Θρᾴκην οἱ παρὰ τὸν Ἴστρον οἰκοῦντες Σκύθαι, κα‐ θάπερ θάλασσα πλημμυρήσασα καὶ λίαν ἐπὶ πολὺ τοὺς ὅρους ὑπερπηδήσασα. ταχύδρομον γὰρ τὸ τῶν Σκυθῶν ἔθνος καὶ μιᾶς ὁδὸν ἡμέρας πολλάκις ποιεῖται τὴν τῶν τριῶν. ἡ δ’ αἰτία τῆς αὐ‐
20τῶν ἐξελεύσεως τοιάδε τις ἦν. ϛʹ. Κωνσταντίνῳ τῷ τῶν Βουλγάρων ἄρχοντι συνοικεῖν ἔφη‐ μεν τὴν θυγατέρα Λάσκαρι τοῦ βασιλέως. αὕτη τὴν τοῦ ἀδελφοῦ Ἰωάννου ἀκούσασα τύφλωσιν οὐκ ἠρέμησεν ἐνοχλοῦσα τὸν ἄν‐ δρα καὶ παρωθοῦσα πρὸς τὴν τοῦ πεπραγμένου ἐκδίκησιν· ὅθεν
25ἐκεῖνος ἐζήτει καιρὸν ἐς τὴν τοῦ ἀδικήματος ἄμυναν. μετεώρου

1

.

100

τοίνυν τοῦ σκέμματος ὄντος, ὕλην δίδωσι τῇ φλογὶ τῆς ὁρμῆς καὶ ὁ σουλτὰν Ἀζατίνης. τοῦ γὰρ βασιλέως ἀποδημοῦντος, τὴν δίαιταν κατὰ τὸ τῆς Αἴνου παράλιον ποιεῖσθαι πολίχνιον αὐτὸς ἐκελεύσθη, ὡς ἂν καὶ φρουρά τις ἅμα αὐτῷ εἴη λαθραίως,
5κωλύουσα τὴν ὕποπτον τούτου ἀπόδρασιν. ὃ δὴ τούτῳ δεινὸν ἀφόρητον ὂν διαμηνύσασθαι Κωνσταντίνῳ καὶ αὐτὸν ἀναγκά‐ ζει, ἐπιδόξῳ κατὰ Ῥωμαίων ἄρτι ἐξιέναι τυγχάνοντι, καὶ τῆς ἐλευθερίας ἀντιμετρήσειν αὐτῷ ὑπισχνεῖται χρήματα οὐκ ὀλίγα. (Β.) Ταύτας τὰς ἀφορμὰς ἐνέχυρον οὐ μικρὸν ὁ Κωνσταντῖνος
10λαβὼν, ἤδη δὲ καὶ τὸν βασιλέα πρὸς Βυζάντιον ἐκ Θετταλίας ἐπανιόντα μαθὼν, πλείους ἢ δισμυρίους τῶν Παριστρίων Σκυ‐ θῶν μεταπέμπεται· μεθ’ ὧν τὴν ταχίστην ἐς τὴν Ῥωμαίων εἰσ‐ βάλλει γῆν ἐλπίζων βεβαίως καὶ αὐτὸν βασιλέα χειρώσεσθαι ἐν‐ τυχὼν ἐπανιόντι. οἱ μὲν οὖν Σκύθαι καθάπερ σαγήνην καθ’ ὅλης
15τῆς Θρᾴκης ἁπλώσαντες ἑαυτοὺς ἤλασαν ἄχρι τῶν παραλίων ψάμμων, ἵνα μήτε κτηνῶν οὐδὲν μήτ’ ἀνθρώπων οὐδεὶς μήτε βα‐ σιλεὺς αὐτοὺς διαδράσῃ. τἄλλα μὲν οὖν κατὰ γνώμην αὐτοῖς ἀπηντήκει πάντα· βασιλεὺς δὲ μόνος ἀνάλωτος διαμείνας ἔψευσε τῶν ἐλπίδων αὐτούς. τὴν γὰρ αὐτῶν φθάσας ἔφοδον ἔλαθε διὰ
20τῶν περὶ τὸ Γάνος ὀρῶν ἐς θάλασσαν κατιών· ἔνθα συμβὰν οὑ‐ τωσὶ θειοτέρᾳ προνοίᾳ τριήρεσιν ἐνέτυχε δύο Λατινικαῖς ἐς Βυ‐ ζάντιον μὲν ἀνιούσαις, κατὰ δὲ χρείαν ὕδατος ἐκεῖ που παραπλεού‐
σαις· αἷς ἐμβαλὼν ἑαυτὸν δευτεραῖος ἐς τὴν βασιλεύουσαν ἔρχε‐

1

.

101

ται. (Γ.) Τοῖς δὲ Σκύθαις, τοῦ βασιλέως σφαλεῖσι, τοῦ γε σουλτὰν Ἀζατίνη μὴ σφαλῆναι ὑπόλοιπον ἔργον ἦν. ὅθεν σφίσι δρόμος ἀκλινὴς ἐγένετο καὶ πόνος ἅπας ἐς τὸ τῆς Αἴνου πολί‐ χνιον ἐλθόντας αὐτὸν ἀφελέσθαι, ἢ παρ’ ἑκόντων τῶν πολι‐
5τῶν μόνον αὐτὸν, ἢ μὴ βουλομένων αὐτῶν, αὐτῇ πόλει καὶ αὐ‐ τοῖς αὐτόχθοσιν. ἀλλ’ αὐτὸν οἱ κατέχοντες δέει τοῦ μὴ πανωλε‐ θρίᾳ φθαρῆναι ἔκδοτον ποιησάμενοι καθ’ ἡσυχίαν ἀπαλλάξαι τοὺς πολεμίους ἐπεπράχεσαν. ἦν οὖν ἰδεῖν αὐτοὺς ἐν τῇ ἐπανό‐ δῳ τῶν ὅσοι τὴν Θρᾴκην ᾤκουν πλῆθος μικροῦ πάντα νικῶν ἀρι‐
10θμὸν συνελαύνοντας δίκην θρεμμάτων· ὡς μόγις που διὰ χρό‐ νου σποράδας ὁρᾶσθαι βοῦς καὶ ἀροτῆρας περὶ Θρᾴκην· οὕτως αὐτὴν ἐς βάθος τῶν οἰκητόρων ἐψίλωσαν ἅμα τοῖς κτήνεσιν. ἀλλ’ ὁ μὲν περὶ τοῦ σουλτὰν λόγος ὑπερτιθέσθω τὰ νῦν. εἰρήσε‐ ται γὰρ ἡμῖν τὰ ἐκείνου πλατύτερον ἐν τοῖς ἔμπροσθεν. ἡ μέντοι
15ἐκείνου γυνὴ σὺν τοῖς τέκνοις ἐν φρουραῖς εὐθὺς ἦν· τὰ δ’ ἐκεί‐ νου χρήματα ἐς τὸ βασιλικὸν ἐκομίζοντο πρυτανεῖον. ὁ δὲ περὶ ἐκεῖνον ὄχλος, ἄνδρες δ’ οὗτοι μάλα τοι πλεῖστοι καὶ κράτιστοι τὰ πολέμια, τῷ Χριστιανῶν ἀναγεννηθέντες βαπτίσματι, τῇ Ῥωμαίων συγκατελέγοντο στρατιᾷ.
20 ζʹ. Ἐν τούτοις τοῖς χρόνοις διαπρεσβεύεται πρὸς τὸν βασι‐ λέα ὁ τῆς Αἰγύπτου καὶ Ἀραβίας σουλτὰν φίλος εἶναι Ῥωμαίοις ἐθέλων καὶ ἄδειαν ἔχειν τὸν ἡμέτερον πορθμὸν διαπλεῖν ἐσάπαξ ἀνὰ πᾶν ἔτος τῶν ἐκεῖθεν Αἰγυπτίων οὓς ἂν αὐτῷ γε εἴη βου‐
λομένῳ, κατ’ ἐμπορίας τρόπον. τοῦτο λόγου μικροῦ τινος ἄξιον

1

.

102

δόξαν ἐν ταῖς ἀρχαῖς ἀνεῖται ῥᾳδίως. τοῦ δὲ χρόνου προϊόντος, ὅσον καὶ οἷόν ἐστιν ἀνακαλυφθὲν, κωλυθῆναι οὐκ εἶχε πῆξιν ἤδη συνηθείας καὶ κράτος δυσανταγώνιστον εἰληφός. ἀνάγοντες μὲν γὰρ διὰ μιᾶς τινος ἢ καὶ δευτέρας ἔσθ’ ὅτε ὁλκάδος κατ’ ἐνιαυ‐
5τὸν ἐς τοὺς περὶ Μαιῶτιν καὶ Τάναϊν Εὐρωπαίους Σκύθας καὶ λαμβάνοντες ἐξ αὐτῶν τοὺς μὲν αὐτομόλους, τοὺς δὲ πιπρασκόν‐ των τῶν δεσποτῶν ἢ τῶν γονέων ἐξωνούμενοι εἰς τὴν κατ’ Αἴγυ‐ πτον Βαβυλῶνα καὶ Ἀλεξάνδρειαν ἐπανέρχονται, στρατὸν Σκυ‐ θικὸν οὑτωσὶ χαριζόμενοι τῇ Αἰγύπτῳ. μηδὲ γὰρ εἶναι τοὺς Αἰ‐
10γυπτίους ἀγαθοὺς τὰ πολέμια, ὅτι μὴ δειλοὺς ὡς τὰ πολλὰ καὶ ἀνάνδρους· κἀντεῦθεν στρατολογεῖν ἐξ ἀλλοδαπῆς ἀναγκάζεσθαι καὶ κυρίους ὡς εἰπεῖν ἑαυτῶν τοὺς ἀργυρωνήτους ποιεῖσθαι, πά‐ σης ἀπηλλαγμένους φροντίδος, ὧν ἐν χρείᾳ καθίστανται ἄνθρω‐ ποι. χρόνου τοίνυν ἐκεῖθεν οὐ πάνυ συχνοῦ, τηλικοῦτον ἐκ τῆς
15προφάσεως στρατὸν συνεστήσαντο οἱ κατ’ Αἴγυπτον Ἄραβες, ὡς μὴ μόνον τοῖς ἑσπερίοις, ἀλλὰ καὶ τοῖς ἀνατολικωτέροις ἔθνεσι λίαν καθίστασθαι φοβεροί. ἐδουλώσαντο μὲν γὰρ Ἀφρικὴν καὶ Λιβύην ἅπασαν ἄχρι Γαδείρων· ἔπειτα Φοινίκην καὶ Συρίαν καὶ τὴν ἄχρι Κιλικίας παράλιον πᾶσαν, στόματι μαχαίρας τοὺς κατέ‐
20χοντας παραδόντες, τούς τε ἄλλους καὶ μάλιστα Γαλάτας καὶ Κελτοὺς τοὺς πάλαι πολὺν ἤδη χρόνον κατέχοντας τῶν ἐκεῖσε χω‐ ρῶν καὶ πόλεων τὰς βελτίους, οἳ ἐξ ἑσπέρας ἐκεῖσε διέβησαν οὑ‐ τωσί πως. (Β.) Ἔστι παρὰ τὴν Εὐρώπην ὄρη πρὸς ὕψος κο‐
ρυφούμενα μέγιστον, Ἄλπεις καλούμενα, ἐξ ὧν ποταμὸς καταῤῥεῖ

1

.

103

μέγιστος ἐς Ὠκεανὸν τὸν Βρεττανικὸν, Ῥῆνος καλούμενος. οὗτος μεσημβρινωτέρας ποιεῖ τὰς ἄμφω Γαλλίας καὶ τοὺς ἐν ταύταις οἰκοῦντας ἀνδρικωτάτους Γαλάτας καὶ Κελτούς. τούτοις διάπυ‐ ρόν τινα ζῆλον ἐν καρδίᾳ βαστάσασιν ὑπὲρ τοῦ σωτηρίου τάφου
5ἔδοξεν ἀξιόλογον στρατὸν συναθροίσαντες ἀπελθεῖν εἰς τὴν ἐκεί‐ νου προσκύνησιν καὶ ἅμα ἐκδίκησιν κἀκεῖθεν ἐξέλασιν, εἰ δυνα‐ τὸν, τῶν ἐκεῖ τυραννούντων Ἀράβων. καὶ δὴ κατὰ πλῆθος μυ‐ ριάριθμον ἀθροισθέντες αὐτοῖς ἵπποις καὶ αὐτοῖς ὅπλοις τὴν κα‐ λὴν ἐκείνην ἐξῄεσαν ἔξοδον. καὶ διαβάντες τὸν Ῥῆνον Ἴστρῳ κατ’
10ἴχνος εἵποντο ποταμῷ τῷ μεγίστῳ· ὃς καὶ αὐτὸς ἐκ τῶν Ἄλπεων ῥηγνύμενος πέντε στόμασιν ἐς τὸν Εὔξεινον ἐκδίδοται πόντον. τούτου τὰς βορείας ἀεὶ παραλλάττοντες ὄχθας προΐασιν ἄχρι καὶ αὐτῶν μικροῦ τῶν παρὰ τὸν Εὔξεινον ἐκβολῶν αὐτοῦ, φοβερὸν μὲν τοῖς μεταξὺ κειμένοις ἔθνεσι καθιστάμενοι θέαμα, καθάπερ
15τι σιδηροῦν τεῖχος κινούμενον· λυμαινόμενοι δὲ τὸ παράπαν οὐ‐ δέσιν αὐτῶν διὰ τρόπων χρηστότητα. οὕτω τοίνυν καὶ τὸν Ἴστρον ἐνταῦθα διαπεραιωθέντες καὶ προελθόντες παρὰ τὴν Θρᾴκην στρατοπεδεύονται. (Γ.) Ἐβασίλευε δὲ τηνικαῦτα Ῥωμαίων ὁ Κομνηνὸς Ἀλέξιος, πρὸς ὃν διαπρεσβεύονται ἀγοράν τε ζητοῦν‐
20τες εἰς τὴν τῶν ἀναγκαίων ἐξώνησιν καὶ ἅμα τοὺς διαπεραιώ‐ σοντας πρὸς ἕω δι’ Ἑλλησπόντου. τοῦτο κράτιστον ἕρμαιον ἔδο‐ ξε βασιλεῖ, καὶ ἀπρὶξ ἔχεται μάλα κατὰ σκοπὸν ἐκφανέντος. νεω‐ στὶ γὰρ αὐτὸς τὰ σκῆπτρα τῆς βασιλείας λαβὼν καὶ ἰδὼν πολ‐
λαχόθεν πολεμούμενα καὶ ἀπηνῶς τὰ Ῥωμαίων διακοπτόμενα

1

.

104

πράγματα πλημμελείαις μεγάλαις τῶν προβεβασιλευκότων· (πάντα τε γὰρ τὰ πρὸς ἕω κατεῖχον οἱ Τοῦρκοι χρόνοις συχνοῖς τά τε ἄλλα καὶ Νίκαιαν αὐτὴν τὸ περιβόητον ἄστυ, ἥ τε βαθεῖα τῶν χρημάτων σπάνις ἀκοσμίαν ἔπραττε τοῖς βασιλείοις μακράν·
5ἐλπὶς δὲ πᾶσα τῶν ἁρμοζουσῶν προσόδων ἀπεκέκλειστο· καὶ τὸ προσδοκώμενον ἦν ἀπωλείας ἄβυσσοι καὶ ᾅδου κίνδυνοι) ἰδὼν οὖν οὕτως ἔχοντα τὰ πράγματα καὶ διαπορούμενος ἕρμαιον κρά‐ τιστον καὶ μάλα τοι καίριον ἡγεῖται τὴν τοῦ Κελτικοῦ τοῦδε στρα‐ τοῦ παρουσίαν. μεθ’ ὧν κοινολογησάμενος ποιεῖται συνθήκας, εἰ
10οὕτω συμμαχήσαντες ἐξελάσωσι τῶν Ῥωμαϊκῶν χωρῶν καὶ πό‐ λεων τοὺς κατέχοντας Τούρκους, σφίσι μὲν ἐξεῖναι τὰ ἐκείνων λαμβάνειν πράγματα, τούτῳ δὲ τὰς πόλεις χρημάτων κενάς. ἃς δὴ συνθήκας ἄσμενοι λίαν ἐκεῖνοι δεξάμενοι διαπεραιοῦνται ξύν γε αὐτῷ βασιλεῖ τὸν Ἑλλησποντίαν πορθμόν. (Δ.) Ὥσπερ
15γε μὴν ὕλῃ βαθείᾳ πλεῖστον ἐνσκῆψαν πῦρ τὰ μὲν ὡς καλάμην ἐπινέμεται ῥᾷστα, τὰ δὲ διὰ χλωρότητα βραδέως μὲν, ἐπινέμε‐ ται δ’ οὖν· οὕτω καὶ ὁ διπλοῦς οὗτος στρατὸς ἔκ τε Κελτῶν καὶ Ῥωμαίων συγκροτηθεὶς φοβερὸς τοῖς πολεμίοις καὶ δυσκαρτέ‐ ρητος ἔδοξε διὰ βάρος ὁπλίσεως καὶ σώματος ῥώμην καὶ ψυ‐
20χῆς εὐτονίαν ἀπρόσμαχον. καὶ οἱ μὲν τῶν πολεμίων, ὡς ἂν εἴ‐ ποι τις, κατεπατοῦντο καθάπερ χόρτος καὶ πηλός· οἱ δὲ ἀπεμά‐ χοντο βοηθούμενοι ποτὲ μὲν ταῖς δυσχωρίαις τῶν τόπων, ποτὲ δὲ τοῖς τῶν Ῥωμαίων τείχεσιν. ἀλλ’ οὐκ ἦν ἐς τέλος οὐδ’ αὐτοῖς
τὰ τῆς τύχης ἀήττητα· ἀλλ’ οἱ μὲν ἑκόντες ὑπέκυπτον, οἱ δὲ

1

.

105

βίᾳ ἡλίσκοντο, οἱ δὲ φυγάδες καὶ δραπέται ἐγίνοντο. καὶ τούτῳ τῷ τρόπῳ πᾶσαν τήν τε ἐντὸς Ἄλυος ἐξεκάθηραν Ἀσίαν καὶ ὅση Μαιάνδρῳ καὶ Παμφυλίᾳ ὁρίζεται· καὶ ἐπὶ τούτοις τὰ συμπεφω‐ νημένα τῶν ἐλευθερωθεισῶν πόλεων εἰληφότες χρήματα τὴν αὐ‐
5τοῖς προκειμένην ὥδευον αὖθις ὁδόν· καὶ ἦν ἤδη σφίσι φροντὶς οὐ μικροῦ τινος ἀγῶνος μεστὴ διαβᾶσι τὰ μεταξὺ Παμφυλίας καὶ Κιλικίας ὄρη πρὸς Κίλικάς τε καὶ Σύρους καὶ Φοίνικας, εἰ μὴ συγχωροῖεν τὴν πάροδον, αἴρεσθαι πόλεμον. ἀλλὰ πρῶτοι μὲν Κίλικες αὐτίκα τὴν πρώτην ὀῤῥωδήσαντες ὄψιν τὰ βέλτιστα
10περὶ σφῶν αὐτῶν ἐβουλεύσαντο καὶ ὡς διὰ φιλίας τῆς ἑαυτῶν ἔδοσαν διαβαίνειν ἀγοράν τε παρεῖχον καὶ τοὺς προπέμψοντας ὁδηγοὺς καὶ πᾶν ὅ, τι φίλον ἐχρῆν ἐς τὴν αὐτῶν ἐχρήσαντο ξε‐ νίαν. Κίλικες μὲν οὖν οὕτω ῥᾳδίως ἐς ξυμβάσεις ξυνῄεσαν τοῖς ἑσπερίοις τούτοις Γαλάταις καὶ Κελτοῖς, οὐ μόνον τὸ πλῆθος αὐ‐
15τῶν καὶ τὴν ῥώμην δείσαντες, ἀλλὰ καὶ τὸ τοῦ σεβάσματος ἔγγιστα ταὐτὸν καὶ οὐ πάνυ τοι ἠλλοτριωμένον αἰδεσθέντες. (Ε.) Ἐπεὶ δὲ καὶ ἐς Συρίαν καὶ Φοινίκην εἰσβάλλειν ἤδη καιρὸς ἦν αὐτοῖς, οὐχ ὅμοια τὰ ἐκεῖ τοῖς ὄπισθεν ἀπηντήκει. Ἄραβες γὰρ ὄντες οἱ ταύτην κατέχοντες, γένος ἀλλόφυλον καὶ ὑπερηφανίας μεστὸν,
20πράγματα παρέσχον αὐτοῖς· μᾶλλον δὲ οὐκ αὐτοῖς, ἀλλ’ ἑαυτοῖς. ὅπλα γὰρ ἀράμενοι τὴν πάροδον διεκώλυον ὕφεσιν τῆς σφῶν αὐ‐ τῶν ἀξίας λογισάμενοι, εἰ τὴν αὐτῶν αἵματος καὶ νεκρῶν χωρὶς
διέλθοι γένος ἔκφυλον καὶ πάνυ τοι ὑπερόριον τῆς αὐτῶν γῆς. ὅθεν

1

.

106

σιτίων οἱ Κελτοὶ ἀποκεκλεισμένοι καὶ σπάνει πιεζόμενοι τῶν ἄλ‐ λων ὅσα ἐς ἀπαραίτητον χρῆσιν ἐτύγχανον τοῖς τε ὑποζυγίοις καὶ αὐτοῖς, ὅπλοις καὶ διαμάχαις ἔδοξε τὴν τῶν ὅλων ἐπιτρέψειν κρί‐ σιν. ἐντεῦθεν πόλεμοι συνεχεῖς ἀνεῤῥήγνυντο καὶ χύσεις αἱμάτων
5Ἀραβικῶν κατὰ τῆς θρεψαμένης ἔῤῥεον νύκτωρ καὶ μεθ’ ἡμέραν καὶ πόλεων ἐγίνοντο ἀνδραποδισμοὶ, ἐπικρατεστέρας ὁσημέραι τῆς τῶν Κελτῶν γινομένης ἰσχύος. καὶ ἵνα τἀν μέσῳ συντέμω, πᾶν ὅ, τι κράτιστον ἦν τοῦ τῶν Ἀράβων ὁπλιτικοῦ, τὸ μὲν αἵματι καὶ κόνει δόντες, τὸ δ’ ὡς ποῤῥωτάτω διώξαντες, δούλοις ἀόπλοις
10ἅπασιν ἐχρήσαντο, τοῦ λοιποῦ τὴν οἴκησιν αὐτόθι πεποιηκότες. τοὺς γὰρ ἄνδρας νενικηκότες ἔρωτι τῶν τοῦ τόπου χαρίτων ἡτ‐ τήθησαν· κἀκεῖ τὸν ἑξῆς αἰῶνα διαμένειν ἐγνώκεσαν, ἔλεγχος πά‐ σης κατηγορίας αὐτοὶ ἑαυτοῖς καταστάντες. ἔργον γὰρ αὐτοῖς καὶ σκοπὸς τῆς οἴκοθεν ἐκδημίας ὑπῆρχεν, ἐς Παλαιστίνην εἰ δυνη‐
15θεῖεν ἐλθεῖν καὶ τοὺς τὸν σωτήριον κατέχοντας τάφον ἀσεβεῖς ἢ τελέως ἐκεῖθεν ἐξελάσαι, ἢ τὸ ἑαυτῶν ἐκεῖσε κενώσαντας αἷμα σωτηρίαν ψυχῆς ἀνταλλάξασθαι. καὶ τοιοῦτος ἦν ὁ τῆς πατρί‐ δος ὑπερορίους αὐτοὺς ποιησάμενος ἔρως, θεῖος ὡς ἀληθῶς καὶ ὑμνούμενος τοῖς ἀκούουσιν· ἀλλ’ ὁ τῆς Φοινίκης καὶ Συρίας
20ἔρως τὸν θεῖον ἐκεῖνον ἀκλεῶς ἐξέκρουσεν ἔρωτα ὑπὸ πλούτου βαρυνθεῖσι καὶ οἷον εἰπεῖν μεθυσθεῖσι κριταῖς ἐντυχὼν παρ’ ἐλ‐ πίδα. (ϛʹ.) Ἀλλ’ ἐπανιτέον ὅθεν εἰς τὸν περὶ Κελτογαλατῶν τουτωνὶ παρετράπημεν λόγον. οἱ γὰρ κατ’ Αἴγυπτον Ἄραβες
πλείστην προσειληφότες δύναμιν διὰ τοῦ Σκυθικοῦ στρατεύμα‐

1

.

107

τος ἐκείνου, καθάπερ ἔφθημεν εἰρηκότες, πλεῖστον ὅσον μάλα ἐξῆν τοὺς οἰκείους παρέδραμον ὅρους· πρὸς μὲν ἑσπέραν Λιβύας καὶ ὅσα Μαυρουσίων ἔθνη δουλωσάμενοι· πρὸς δ’ ἀνατέλλοντα ἥλιον ἔνθεν μὲν Ἀραβίαν εὐδαίμονα πᾶσαν ὅσην τά τε ἄκρα
5τῶν Ἰνδικῶν ὁρίζει θαλασσῶν καὶ ἑκατέρωθεν ὅ, τε Περσικὸς καὶ ὁ Ἀραβικὸς τειχίζουσι κόλποι· ἔνθεν δὲ τήν τε Κοίλην Συρίαν καὶ τὴν Φοινίκην πᾶσαν, ὅσην ὁ ποταμὸς Ὀρόντης ἔνδον ποιεῖ‐ ται, τοὺς τῶν Κελτογαλατῶν ἐκείνων ἐκγόνους τοὺς μὲν ἐκεῖθεν ἀποβήσαντες, τοὺς δ’ ἐς ὄλεθρον, οἷον πολέμιος ὑποτίθεται νό‐
10μος, ὀλίγου παραπέμψαντες χρόνου. ηʹ. Εἶεν. ὁ μέντοι Κωνσταντινουπόλεως πατριάρχης Γερμα‐ νὸς ἀκούων ἑαυτὸν ὑπὸ τοῦ πλήθους ὑβριζόμενον σὺν πλείστῃ τῇ ἀκοσμίᾳ, ἅτε Ἀρσενίου ζῶντος ἔτι τοῦ γνησίου πατριάρχου αὐτὸς τὸν ἐκείνου κατέχων θρόνον, παραχωρεῖ τοῖς βουλομένοις
15αὐτόν· αὐτὸς δ’ ἡσυχάσων ἀπῄει. καὶ μετὰ τοῦτον Ἰωσὴφ τὸν πατριαρχικὸν διαδέχεται θρόνον, πολιὸς μὲν ἀνὴρ καὶ ἀσκήσει μακρᾷ καὶ ἀπράγμονι βίῳ κατὰ τὸ Γαλλήσιον ὄρος συνεζηκώς· σοφίας δ’ Ἑλληνικῆς παντάπασιν ἀμέτοχος ὢν καὶ λίαν τὸν τρό‐ πον ἁπλοῦς. τοιαῦτα γὰρ τὰ τῶν πολιτικῶν πραγμάτων καὶ ἐμ‐
20πειριῶν ἄμικτα ἤθη. τούτῳ πνευματικῶς ὡμίλει καὶ τοὺς λογι‐ σμοὺς ἐξηγόρευεν ὁ βασιλεὺς Μιχαήλ. διὸ καὶ πρώτως τὴν ἱερὰν ἐκτετελεκότι μυσταγωγίαν ξύν γε τοῖς ἄλλοις ἀρχιερεῦσι προσελ‐ θὼν πίπτει πρηνὴς ἐπὶ τῶν προθύρων τοῦ ἱεροῦ βήματος, διαῤ‐
ῥήδην ἐπὶ δυσὶν ἁμαρτήμασιν ἐγκαλῶν ἑαυτῷ, τῷ τε τῆς ἐπιορ‐

1

.

108

κίας φημὶ καὶ τῷ τῆς τοῦ υἱοῦ τοῦ βασιλέως τυφλώσεως. καὶ ἐπὶ τούτοις αἰτεῖται συγχώρησιν. πρῶτος μὲν οὖν ὁ πατριάρ‐ χης ἐπιστὰς αὐτῷ κειμένῳ συγχωρήσεως ἔγγραφόν τινα διεξῄει λόγον· καὶ μετ’ αὐτὸν ἕκαστος τῶν ἀρχιερέων κατὰ τὴν ἑκάστῳ
5προσήκουσαν τάξιν διαδεχόμενος ἀνέγνωσαν ἅπαντες ἐφεξῆς ἐπ’ αὐτοῦ τὸν εἰρημένον τῆς συγχωρήσεως λόγον. καὶ οὕτως ἀπῄει χαίρων ὁ βασιλεὺς ὁμοῦ τῇ τοιαύτῃ συγχωρήσει καὶ θεὸν αὐτὸν εὐμενῆ καὶ ἵλεων αὐτῷ καταστῆναι οἰόμενος. (Β.) Κατὰ τοῦτον τὸν χρόνον ἐπεσκότησεν ἡ σελήνη. τὸν ἥλιον, ἄρτι τὴν τῶν διδύ‐
10μων τετάρτην παραλλάττοντα μοῖραν, περὶ ὥραν πρὸ μεσημ‐ βρίας τρίτην τῆς εἰκοστῆς πέμπτης ἡμέρας τοῦ μαΐου, τοῦ ϛψοεʹ ἔτους. ἦν μὲν οὖν ἡ πᾶσα ἔκλειψις δακτύλων ἔγγιστα δυωκαί‐ δεκα. τοσοῦτον δὲ κατὰ τὸν μέσον τῆς ἐκλείψεως χρόνον ἐγεγόνει τὸ σκότος περὶ τὴν γῆν, ὡς καὶ πολλοὺς τῶν ἀστέρων φανῆναι.
15ἐδήλου μέντοι τὰς μεγίστας καὶ παλαμναιοτάτας συμφορὰς τῶν Ῥωμαίων, ἃς ὑπὸ τῶν Τούρκων ὑφίστασθαι ἔμελλον. οὐ γὰρ ἔληξεν ἡ τοῦ γένους κάκωσις ἐκεῖθεν ἀρξαμένη καὶ συχνῶς ἐπὶ μεῖζον ἀεὶ καταβραχὺ κορυφουμένη. ὅτι δὲ δήλωσιν ἐπιγείων πα‐ θῶν τὰ τῶν οὐρανίων φωστήρων τοιαῦτα συμπτώματα προανα‐
20φωνοῦσιν, ἀμφιβάλλειν οἶμαι τῶν πάντων οὐδένα, πλὴν εἰ μὴ ὅστις περιττὸς ἐπεφύκει μάτην ἐρίζειν. εἰ δὲ τοῦτον λόγοις πεί‐ θειν πειρῷτό τις, ὃν πείθειν οὐ δύναται τὰ ἐν τῷ θεάτρῳ τῆς οἰκουμένης κατ’ ἄλλους ἄλλοτε χρόνους γινόμενα πράγματα, μά‐ ταιος ἂν εἴη καὶ πάνυ τοι φορτικὸς σύνεσιν ἐντιθέναι τοῖς πάνυ
25σκληροῖς ἐγχειρῶν. ὃ γὰρ ἐν ἑνὸς ἀνθρώπου σώματι, τοῦτο κἀν

1

.

109

τῷ τοῦ κόσμου σώματι παντὶ γίγνοιτ’ ἄν. ἓν γὰρ ὁ κόσμος σῶμα συμφυὲς, ἐκ μερῶν καὶ μελῶν ὡς ὁ ἄνθρωπος φάναι συγκείμε‐ νος· καὶ ὥσπερ ἐνταῦθα τῆς κεφαλῆς ἢ τοῦ τραχήλου τὸ πάθος ἐνεργεστέραν πρὸς τὴν κνήμην καὶ τὸν ἀστράγαλον τὴν κάκωσιν
5ἐξετόξευσεν, οὕτω κἀν τῷ τοῦ κόσμου σώματι τὰ τῶν οὐρανίων φωστήρων παθήματα κινούμενα πρὸς τὴν γῆν ἀπερείδονται κἀνταῦθα δημοσιεύουσι τὴν ἐνέργειαν. (Γ.) Συχνὸς ἐπὶ τού‐ τοις ἐῤῥύη χρόνος καὶ ἄγεται ὁ βασιλεὺς τῷ υἱῷ Ἀνδρονίκῳ γυ‐ ναῖκα Ἄνναν τὴν ἐκ Παιόνων καὶ ἅμα τῷ βασιλικῷ καταστέφει
10συμβόλῳ. εἶτα αὐτὸς μὲν Ἀνδρόνικος ὄμνυσι τῷ πατρὶ, πρῶτον μὲν σέβειν τὴν τοῦ θεοῦ ἐκκλησίαν ὀρθῶς καὶ τὰ ταύτης προνό‐ μια περιέπειν καθ’ ἅπαντα τρόπον καὶ ἀλώβητα συντηρεῖν· δεύ‐ τερον δὲ, τὴν αὐτοῦ δὴ τοῦ πατρὸς ζωὴν καὶ βασιλείαν διαφυ‐ λάττειν ὅση δύναμις ἀνεπιβούλευτον μέχρι τελευτῆς αὐτῆς. καὶ
15ἐπὶ τούτοις ἅπαν τὸ Ῥωμαίων ὤμνυε γένος τῷ νέῳ βασιλεῖ Ἀν‐ δρονίκῳ τὰ εἰθισμένα τοῖς βασιλεῦσιν. ὅ γε μὴν πατριάρχης καὶ πᾶν τὸ τῆς ἐκκλησίας ἄθροισμα γράμμασι τοὺς ἑαυτῶν ἐγχαρά‐ ξαντες ὅρκους τοῖς ἱεροῖς ἐντεθείκασι κώδιξιν, ἀνεπιβούλευτον αὐτῷ διατηρήσειν τὴν βασιλείαν ὁμολογοῦντες, αὐτοί τε καὶ οἱ
20ἐφεξῆς τὰ τῆς ἐκκλησίας διαδεχόμενοι. ἐπέτρεψε δ’ αὐτῷ ὁ πα‐ τὴρ καὶ δι’ ἐρυθρῶν ὑπογράφειν γραμμάτων προστάγματα, οὐ μέντοι μῆνα καὶ ἴνδικτον, ἀλλὰ, Ἀνδρόνικος Χριστοῦ χάριτι βα‐ σιλεὺς Ῥωμαίων.
θʹ. Τούτων οὕτως ἐχόντων, ἐξ ἀνθρώπων ἐγεγόνει καὶ Μι‐

1

.

110

χαὴλ ὁ δεσπότης, ὁ τῆς Ἠπείρου καὶ Θετταλίας ἀρχηγὸς, καὶ παῖδας καταλιπὼν ἕνα μὲν νόθον, Ἰωάννην ὄνομα, γνησίους δὲ τρεῖς, ὧν καθ’ ἡλικίαν πρωτεύων ὑπῆρχεν ὁ ἐπ’ ἀδελφιδῇ γαμβρὸς τοῦ βασιλέως Νικηφόρος ὁ δεσπότης· ὑφ’ ᾧ κηδεμόνι
5καὶ ἐπιτρόπῳ κατέλιπεν ὁ πατὴρ ὡς ἀτελεστέρους τὴν ἡλικίαν καὶ ἄζυγας ἔτι τοὺς δύο ἑτέρους υἱέας Μιχαὴλ καὶ Ἰωάννην. σχίζει μέντοι καὶ τὴν ὅλην αὐτοῦ ἐπικράτειαν εἰς δύο μερίδας, ὧν τὴν μὲν μίαν, ἣ δὴ καὶ παλαιὰ ὀνομάζεται Ἤπειρος, ἀφίησι Νικηφόρῳ τῷ δεσπότῃ. περιέχει δὲ αὕτη Θεσπρωτοὺς καὶ
10Ἀκαρνᾶνας καὶ Δόλοπας, καὶ πρὸς τούτοις Κερκυραίους καὶ Κεφαλλῆνας καὶ Ἰθακησίους· ὁρίζεται δὲ πρὸς μὲν δύσεως Ἀδρια‐ τικῷ τε καὶ Ἰονίῳ πελάγει, πρὸς δ’ ἄρκτων ὄρεσιν ὑψηλοῖς τῷ τε Πύδνῳ καὶ τοῖς Ἀκροκεραυνίοις ὀνομαζομένοις, ἐκ δ’ ἀνα‐ τολῶν Ἀχελῴῳ τῷ ποταμῷ, ἐκ δὲ μεσημβρίας τῇ Κερκυραίων
15νήσῳ καὶ τῇ Κεφαλληνίᾳ· τὴν δὲ ἑτέραν μερίδα ἀφίησιν ὁ πα‐ τὴρ Ἰωάννῃ τῷ νόθῳ παιδί· ἣ καὶ αὐτὴ περιέχει Πελασγοὺς καὶ Φθιώτας, ἔτι τε Θεσσαλοὺς καὶ Λοκροὺς τοὺς Ὀζόλας· καὶ πρὸς μὲν ἄρκτους Ὄλυμπον ἔχει τὸ ὄρος, πρὸς δὲ μεσημβρίαν τὸν Παρνασὸν, ἀμφότερα ὑψηλὰ καὶ ἐς βαθὺν τὸν ἀέρα τὰς
20κορυφὰς ἀνατείνοντα. οἱ μέντοι δύο αὐτίκα, Μιχαὴλ καὶ Ἰωάν‐ νης, δυσαρεστήσαντες τῇ τοῦ ἀδελφοῦ Νικηφόρου ἐπιτροπῇ καὶ ἐφορείᾳ καὶ ἄλλως οὐκ εἰς ἀγαθὸν αὐτοῖς πέρας αὐτὴν προχω‐ ρήσειν ἐννοοῦντες φυγάδες ἐς βασιλέα χωροῦσιν. (Β.) Ὁ δὲ
νόθος Ἰωάννης, ἀκάθεκτος ὢν τὴν ὁρμὴν καὶ ποικίλος τὴν

1

.

111

σύνεσιν, οὐκ ἠρέμει τοῖς οἰκείοις ἀρκούμενος, καὶ ταῦτα τὸ σε‐ βαστοκράτορος ἀξίωμα παρὰ τοῦ βασιλέως πρότριτα εἰληφώς· ἀλλὰ συχνὰ παρασπονδῶν τὴν Ῥωμαίων ἐδῄου γῆν· ὡς ἀγα‐ νακτήσαντα ἤδη τὸν βασιλέα πέμψαι τὸν ἑαυτοῦ ἀδελφὸν Ἰωάν‐
5νην τὸν δεσπότην κατ’ ἐκείνου, πολλὰς πολλαχόθεν ἀθροιζομέ‐ νας τὰς Ῥωμαίων δυνάμεις ἕπεσθαι τούτῳ κελεύσαντα. ὃς καὶ συναγαγὼν, ὅση δὴ παροῦσα ἐτύγχανε δύναμις, ἔκ τε Παφλα‐ γόνων ἱππέων ἠθροισμένη καὶ Βιθυνῶν, συγκαταλέξας δὲ καὶ τὰ Κομάνων καὶ Τουρκοπούλων τάγματα, ἀπῄει τὰς πεζικὰς
10αὐτὸς στρατολογῶν δυνάμεις ἔκ τε Θρᾴκης καὶ Μακεδονίας. ὁ μέντοι σεβαστοκράτωρ ἀκούων τὴν τῶν Ῥωμαϊκῶν δυνάμεων ἔφο‐ δον βέλεσι λογισμῶν ἐδαπάνα τὴν ψυχὴν, ἄπορα πανταχόθεν ὁρῶν τὰ ἑαυτοῦ καὶ οὐκ ἀξιόμαχα πρὸς τοσαύτην παρασκευὴν ἀντιπάλων δυνάμεων. ὅθεν ἐπεὶ τό γε ὑποπεπτωκότι χρήσασθαι
15σχήματι καὶ συγγνώμην τῶν ἡμαρτημένων ζητεῖν οὔτ’ εὔοδον ἑώρα οὔτε μὴν ἀνύσιμον διὰ τὸ πολλάκις σπείσασθαι μὲν, οὐκ ἐμμεῖναι δ’ ἐπὶ μακρὸν ταῖς ὁμολογίαις τῶν σπονδῶν, ὁ δὲ ἄλλην ἐβάδισε γνώμην. ὀχυρώσας γὰρ καθ’ ὅσον ἐξῆν καὶ ἀ‐ σφαλισάμενος τὰ ἑαυτοῦ φρούρια περιῄει σύν γε τοῖς ἑαυτοῦ
20στρατεύμασι πόῤῥωθεν περισκοπῶν τὰ ὑπὸ τῶν πολεμίων γινό‐ μενα, ἴσως ἐλπίζων λόχοις τισὶ καὶ αἰφνιδίοις ἐπιδρομαῖς ταράτ‐ τειν καὶ ἀκρωτηριάζειν τὸ Ῥωμαίων στρατόπεδον. ἀλλ’ ἄριστα τούτους ὁρῶν πεφραγμένους καὶ οὐκ ἔξω τῆς νομιζομένης ἐμπει‐
ρίας τὰς ἐκδρομὰς ποιουμένους προαπεγνώκει τὴν πεῖραν καὶ

1

.

112

διϊὼν ἄνω καὶ κάτω ἐδεδίει περὶ τῶν ὅλων. (Γ.) Ὁ μὲν οὖν σεβαστοκράτωρ Ἰωάννης ἐν τοσούτοις ὑπῆρχε θορύβοις καὶ φό‐ βοις. τάχα δ’ ἂν καὶ πέρας ἐλάμβανεν αὐτῷ τὸ ζῇν ἐν τού‐ τῳ τῷ χρόνῳ, καὶ ἡ ὑπ’ αὐτὸν ἐπαρχία τότ’ ἂν ὑπὸ βασιλεῖ
5ἐγίγνετο, εἰ μὴ μεγάλη τις ἀταξία τε καὶ πλημμέλεια τῶν συ‐ στρατευομένων τοῖς ἡμετέροις ἀλλογενῶν ἔσφηλε παρ’ ἐλπί‐ δα καὶ λίαν αἰσχρῶς τὰ Ῥωμαίων ἀνέτρεψε πράγματα. εἰσ‐ βαλόντων γὰρ τῶν Ῥωμαίων ἐς τὴν ἐκείνου καὶ μηδενὸς ἀν‐ θισταμένου ῥᾳδίως ὑποποιουμένων ἅπαντα, οὐδὲν ὑγιὲς οἱ συ‐
10στρατευόμενοι Κόμανοι ἔπραττον, ἀλλὰ πάντας νεὼς καὶ ἀσκη‐ τήρια πάντα ἐσύλων καὶ ἀδεῶς ἐνεπίμπρασαν καὶ σεμνὰς παρ‐ θένους ἠνδραποδίζοντο καὶ ὡς ἀνιέροις ἐχρῶντο τοῖς ἱεροῖς, τοῖς τε ἄλλοις καὶ πρός γε ἔτι ἀντὶ τραπεζῶν ταῖς ἱεραῖς εἰκόσι. καὶ τί δεῖ τὰ πολλὰ λέγειν; πάντ’ ἔδρων ἀδεῶς, ὅσα χρεὼν
15ἀσεβέσιν ἀνδράσι. διά τοι τοῦτο καὶ οὐ καλῶς οὐδ’ ὁμολόγως ταῖς ἀρχαῖς τὸ τέλος ἀπήλλαξε τοῦ πολέμου. δηλώσει δὲ προϊὼν ὁ λόγος. (Δ.) Ἐπεὶ γὰρ ἧκεν ἄγων τὴν στρατιὰν ὁ Δεσπότης Ἰωάννης, τὰ μὲν τῶν πολιχνίων αὐτίκα ὑπέκυπτον· τὰ δὲ ταῖς τῶν τόπων ὀχυρότησι θαῤῥοῦντα ἀνθίσταντο μέχρι τινός·
20ἔπειτα καὶ ταῦτα ὑπέκυπτον, ἀντέχειν εἰς τέλος ἥκιστα δυνάμενα πρὸς τὰς βιαίας τῶν πολεμικῶν μηχανημάτων ἐπιφοράς. ὅ γε μὴν Σεβαστοκράτωρ ἀπογνοὺς πανταχόθεν εἰς ὀχυρώτατον κα‐ ταφεύγει φρούριον τὸ τῶν Νέων Πατρῶν ἐπικεκλημένον. ἔνθα δὴ καὶ κυκλοῦσιν αὐτὸν οἱ πολέμιοι καὶ συχνόν τινα χρόνον πο‐
25λιορκοῦσι περικαθήμενοι. τὸ μέντοι φρούριον ἐκεῖνο τῶν Νέων

1

.

113

Πατρῶν ἐφ’ ὑψηλοῦ τοῦ ὄρους ἱδρυμένον ῥᾷστα μὲν τῶν πολε‐ μικῶν κατεφρόνει μηχανημάτων· διὰ δὲ τὸν ἔνδον ἀποκλεισθέν‐ τα πολυάνθρωπον ὄχλον ἀπορίαν ἐδεδίει τῶν ἀναγκαίων. διὸ καὶ ἀμηχανίᾳ παντοδαπῇ τὴν ψυχὴν ὁ Σεβαστοκράτωρ ἐμερίζετο
5καὶ ἄνω καὶ κάτω τὸν λογισμὸν περιέστρεφε, τῶν περιϊσταμένων δεινῶν λύσιν ζητῶν. ὀψὲ δὲ μετὰ πολλὰς στροφὰς λογισμῶν εἰς ἔννοιαν ἐληλύθει ξένην καὶ δαιμονίαν ὡς ἀληθῶς· ἣν ὥσπερ ἱεράν τινα καὶ ἀπόῤῥητον ἐταμίευσεν ἐν ἑαυτῷ, οὐδενὶ κοινωσάμενος τῶν ἁπάντων, πλὴν ἢ μόνῳ τῷ τοῦ ἄστεος φύλακι. τὸ γὰρ εἰς
10πλείους μιᾶς ἀκοῆς διασπαρὲν μυστήριον πολύχουν ἀνίσχει γεώρ‐ γιον καὶ τὴν ἐπωνυμίαν οὐκ ἔτι μυστήριόν ἐστιν, ἀλλὰ διαπρύ‐ σιος φήμη, ὅλα στρατόπεδα παραμείβουσα γνήσιά τε καὶ πο‐ λέμια. ὅθεν καὶ αὐτὸς συνετὸς ὢν καὶ τῶν τοιούτων οὐκ ἀδαὴς συνετῶς τὸ σοφὸν ᾠκονόμησε βούλευμα ἑαυτοῦ. ἦν δὲ τοῦτο
15τοιοῦτον. (Ε.) Νύκτα παραφυλάξας, ἐν ᾗ τῆς σελήνης τῷ ἡλίῳ συνοδευούσης σκότος βαθὺ περιτρέχει τὴν γῆν, σχοίνῳ τοῦ τείχους καθίησιν ἔξω ἑαυτόν· κἄπειτα οὐχ ἑτέρας οὔσης αὐ‐ τῷ παρόδου, λάθρα κατῄει ἐς τὸ τῶν Ῥωμαίων στρατόπεδον ἐν διεῤῥυηκόσι τοῖς ἐνδύμασι· καὶ τοῦ λαθεῖν ἕνεκα μεγάλῃ τῇ
20φωνῇ καὶ βαρβαριζούσῃ μικρόν πως τῇ διαλέκτῳ, ὡς ἀπολωλε‐ κὼς τὸν οἰκεῖον δῆθεν ἵππον ἐζήτει, διϊὼν καὶ παραμείβων οὑ‐ τωσὶ τὸ στρατόπεδον ἅπαν. οἱ δὲ πολλοὶ τοῦ στρατοῦ κατεγέλων ἀκούοντες αὐτοῦ καὶ ὑπεσύριζον καὶ ἡδυτάταις εἰρωνείαις ἐχλεύα‐
ζον. ἀλλ’ ἐκεῖνος δόλοις τοιούτοις παρελθὼν τὸ Ῥωμαίων στρα‐

1

.

114

τόπεδον καὶ πάνυ τοι πόῤῥω γενόμενος περί τι μονύδριον γίνεται τῶν ὑπερορίων, καὶ γνώριμον ἑαυτὸν καταστήσας μόνῳ τῷ τῆς μονῆς ἐπιστάτῃ ὑποζύγια πέντε καὶ θεραπόντων τοσούτους λαμ‐ βάνει παρ’ αὐτοῦ· καὶ ἅμα ἕω διαβὰς τὸ τῶν Θερμοπυλῶν ὄρος
5δευτεραῖος ἐς Βοιωτίαν ἀφίκετο· τριταῖος δ’ αὖθις ἐκεῖθεν εἰς Ἀττικήν· ἔνθα δὴ καὶ τῷ τῶν Ἀθηνῶν ἐντυγχάνει δουκί· καὶ χρήματα ὑπισχνεῖται καὶ κήδη λαμπρὰ τῶν τέκνων πολὺν ἐπαγό‐ μενα πλοῦτον· καὶ ἐπὶ τούτοις αἰτεῖ καὶ λαμβάνει συμμαχίαν ἐπὶ συμφωνίᾳ μεγάλων μισθῶν, πεντακοσίους τοὺς πάντας κατ’ ἐκλο‐
10γὴν Ἀθηναίους. (ϛʹ.) Ὁ δὲ Ῥωμαίων στρατὸς ἐντὸς εἶναι νομίζων τὸν Σεβαστοκράτορα Ἰωάννην περιεκάθητο διηνεκῶς, ἀκροβολι‐ σμοῖς τισι κατὰ τῶν τειχῶν χρώμενος, (οὐ γὰρ εἶχεν ὅθεν ἂν ἐπα‐ γάγοι τὰς μηχανὰς) καὶ αὖ τὰς διεξόδους κύκλῳ παραφυλάττων, ὡς μὴ λάθῃ διαδρὰς ὁ Ἰωάννης, ἀλλ’ εἰς ἀνάγκην ἐλαθῇ, ἢ προ‐
15δότης ἐθελοντὴς ἑαυτοῦ γενέσθαι, ἢ προδοθῆναι μὴ θέλων αὐ‐ τὸς παρ’ ἑκόντων τῶν πολιτῶν, δυσὶ πιεζομένων κακοῖς, τῇ τε πολιορκίᾳ καὶ τῇ τῶν ἀναγκαίων ἔνδοθεν στενοχωρίᾳ. οἱ μὲν οὖν οὕτως ἐκάθηντο ἀπεριμερίμνως. τινὲς δὲ καὶ τοῦ στρατοπέδου παρεξήλαυνον, οἱ μὲν λείας ἕνεκα ἐπὶ τοὺς ὁμό‐
20ρους τῶν Ἀχαιῶν, οἱ δ’ ἐπὶ κυνηγέσια· οἷς ἐπεισπίπτει πρώ‐ τοις ὁ σεβαστοκράτωρ Ἰωάννης μετὰ τῶν πεντακοσίων Ἀθη‐ ναίων ἐκείνων, οὑτωσὶ διεσκεδασμένοις· καὶ τοὺς μὲν αὐτῶν εὐθὺς αἱρεῖ, τοὺς δὲ διώκει μέχρι τοῦ στρατοπέδου· ὡς τῷ ἀπροσδοκήτῳ καὶ αἰφνιδίῳ τοῦ πράγματος θόρυβον ἐγγενέ‐
25σθαι τῷ Ῥωμαίων στρατῷ καὶ ταραχὴν λογισμῶν τοῖς τε ἄλλοις

1

.

115

στρατηγοῖς καὶ αὐτῷ δὴ Ἰωάννῃ τῷ δεσπότῃ, νομίσασιν ἢ τὸν Πελοποννήσου καὶ Ἀχαΐας ἥκειν πρίγκιπα μετὰ πλήθους ἀξιο‐ λόγου, ἢ Θηβαίων καὶ Εὐβοέων καὶ Ἀθηναίων στρατὸν παμ‐ πληθῆ μετὰ δουκὸς τοῦ αὐτῶν ἀρχηγοῦ πρὸς βοήθειαν ἐξιέναι
5τοῦ Σεβαστοκράτορος Ἰωάννου. ὅθεν πρὶν ἐκείνους ἐπιστῆναι, λάθρα καὶ κατὰ μικρὸν οἴκοθεν ὁ Ῥωμαίων στρατὸς διελύετο, καὶ ἄλλος ἄλλον συχνὰ προλαμβάνοντες ἔφευγον ἀμεταστρεπτί· καὶ πολλὰ τῶν στρατηγῶν ἐπιβοωμένων καὶ καρτερεῖν κελευόν‐ των, οἱ δὲ οὐχ ὑπήκουον, ἀλλ’ ἅμα πάντες ἔθεον τὴν αὐτὴν
10ἀμεταστρεπτί· ὡς καὶ αὐτοὺς ἤδη τοὺς στρατηγοὺς ξύν γε τῷ δε‐ σπότῃ Ἰωάννῃ συνιδόντας ὡς κατὰ χώραν μένουσιν ὄλεθρος ἕπεταί σφισι προφανὴς, μετὰ τοῦ μηδέν τι γενναῖον ἔργον καὶ ἀξιόλογον πεπραχέναι, ἕτερον πέρας οὐ μάλα τῆς ὥρας ἐθελού‐ σης χαρίζεσθαι, ἐπὶ πόδα λοιπὸν ἀναγκασθῆναι κατὰ τὸ λελη‐
15θὸς ἀναχωρεῖν ἅμα τῷ περιλειφθέντι ἐκ Παφλαγόνων στρα‐ τεύματι μετὰ τάξεως μέντοι τινὸς καὶ ἐμπειρίας στρατηγικῆς. (Ζ.) Τοῦ δὲ τοιούτου πταίσματος οὕτω παρ’ ἐλπίδα Ῥωμαίοις συμβάντος δι’ ἔκτισιν ὧν ἐπεπράχεσαν ἐκεῖσε ἀσεβημάτων οἱ συ‐ στρατευόμενοι Κόμανοι, τὰς πύλας εὐθὺς οἱ ἐκ τοῦ φρουρίου
20ἀναπετάσαντες καταθέουσι πανδημεὶ καὶ εἰς ταὐτὸν ἔρχονται τῷ τε Σεβαστοκράτορι Ἰωάννῃ καὶ τοῖς συμμάχοις· καὶ κοινολογη‐ σάμενοι ἅττα ἐχρῆν, οἱ μὲν αὐτόθι κατὰ χώραν μένειν προὐτράπη‐ σαν εἰς συλλογὴν τῶν Ῥωμαϊκῶν σκηνῶν καὶ ἵππου καὶ τῆς πάσης
ἀποσκευῆς καὶ τοῦ παντοδαποῦ πλούτου, ὅν τε οἴκοθεν ἧκον αὐτοὶ

1

.

116

ἐπαγόμενοι καὶ ὃν ἐκ τῆς λείας προσεκτήσαντο· οἱ δὲ κατὰ νώ‐ του Ῥωμαίοις ἕπονται σποράδην ἄλλοις ἄλλοσε διεσκεδασμένοις· καὶ τοὺς μὲν ξίφος ἀνταιρομένους ἔκτεινον· ὅσοι δὲ συλλαμβανό‐ μενοι οὐκ ἀντεῖχον, οὗτοι δὲ καὶ αὐτοῦ γε δὴ τοῦ χιτωνίσκου
5γυμνούμενοι μετὰ μόνης ἀπελύοντο τῆς ἀναξυρίδος. νόμος γάρ ἐστιν οὗτος ἄνωθεν ἐκ διαδοχῆς ἀεὶ κατιὼν ἐς τοὺς ἀπογό‐ νους ἀκήρατος, οὐ μόνον Ῥωμαίοις καὶ Θετταλοῖς, ἀλλὰ καὶ Ἰλλυριοῖς καὶ Τριβαλλοῖς καὶ Βουλγάροις, διὰ τὴν τῆς πί‐ στεως ταὐτότητα τὰ μὲν πράγματα μόνα σκυλεύειν, τὰ δὲ σώ‐
10ματα μὴ ἀνδραποδίζεσθαι, μηδὲ φονεύειν ἔξω τῆς πολεμικῆς παρατάξεως μηδένα. καὶ εἰ μὴ φθάσαν τὸ τῆς ἑσπέρας σκότος τὸν τῶν διωκόντων πολεμίων ἀνεχαίτισε δρόμον, τάχ’ ἂν ἐς μείζω τῶν εἰρημένων τὰ δεινὰ τοῖς φεύγουσιν ἀπήντα τὸ πέρας· ἀλλὰ τῆς ἑσπέρας καταλαβούσης, οἱ μὲν πολέμιοι μετὰ τοῦ Σε‐
15βαστοκράτορος ἀνεχώρησαν εἰς τοὐπίσω τῇ παραλόγῳ νίκῃ γαυρούμενοι· οἱ δὲ τὸν κίνδυνον διαφυγόντες Ῥωμαῖοι σύνδυο καὶ σύντρεις καὶ πλείους ἐπὶ πλείοσι περὶ τὸν δεσπότην Ἰωάν‐ νην ἠθροίζοντο, τῇ λύπῃ συγκεχυμένον ἐπὶ τῇ παραδόξῳ ταύτῃ διαμαρτίᾳ. οὕτω δ’ ἔχοντες δυστυχῶς καταντῶσιν ἐς τὰ πλη‐
20σίον τῆς Δημητριάδος χωρία. πόλις δὲ αὕτη Σικυὼν μὲν πρότε‐ ρον ἐπικεκλημένη, ὕστερον δὲ τὴν ἐπωνυμίαν πρὸς τὸν κτησάμε‐ νον μετενεγκοῦσα, Δημήτριον δηλαδὴ τὸν Πολιορκητὴν, ὃς ἐτύγ‐ χανε παῖς τῶν Ἀλεξάνδρου διαδόχων ἑνὸς Ἀντιγόνου, τοῦ τῆς
Ἀσίας κατάρξαντος, ὁπόσην ὁ ποταμὸς Εὐφράτης ἔνδον ὁρίζει.

1

.

117

ιʹ. Ἀλλὰ γὰρ οὔπω τελέως τῆς ἀθυμίας ἀναλαβεῖν ἑαυτοὺς ἠδυνήθησαν ταυτησὶ, καὶ δεύτερον ἀγγέλλεται τούτοις δεινὸν καὶ τοῦ προλαβόντος οὐκ ἔλαττον, ὃ δὴ καὶ λέξων ἔρχομαι. κόλπος ἐστὶ Πελασγικὸς οὑτωσί πως καλούμενος, ἐπὶ πλεῖστον τῆς μεσο‐
5γείου παρεξιὼν καὶ πρὸς ἄρκτους ἀφιεὶς τὴν Ὄσσαν τε καὶ τὸ Πήλιον. ὄρη δὲ ταῦτα πρὸς ὕψος τὰς κορυφὰς ἀναπέμποντα μέ‐ γιστον. τοῦ δὴ τοιούτου κόλπου κατὰ τὸ ἀκρότατον καὶ ἡ προει‐ ρημένη παραψαύει πόλις τοῦ Δημητρίου. ὁ δὲ βασιλικὸς στόλος τὰς ὑπὸ τῶν Λατίνων κατεχομένας νήσους παραπλέων καὶ περι‐
10πλέων κακῶς διετίθει· καὶ ἦν τοῦτο δεινὸν τοῖς Λατίνοις ἀφό‐ ρητον· πάντων δὲ μάλιστα τοῖς ὅσοι τὴν Κρήτην οἰκοῦσι καὶ πρός γε δὴ τοῖς ὅσοι τὴν Εὔβοιαν· οἳ δὴ καὶ συνθέμενοι ναυ‐ τικὸν ἐξαρτύουσιν, οὐχ ἵνα φανερὸν ἐγείρωσι πόλεμον κατὰ τοῦ βασιλικοῦ στόλου· (τοῦτο γὰρ ὅμοιον τούτοις ἐδόκει, ὥσπερ ἂν
15εἰ εἰς οὐρανὸν ἐπεχείρουν τοξεύειν) ἀλλ’ ἵν’ ἐπιούσης τῆς ναυτι‐ κῆς τοῦ βασιλέως δυνάμεως, τὰς ἑαυτῶν παραφυλάττωσιν ἄκρας καὶ ἀντέχωσιν ἀπὸ γῆς ὁμοῦ καὶ θαλάττης μαχόμενοι. (Β.) Συνέ‐ βη γοῦν κατὰ τοῦτον τὸν χρόνον καὶ τὰς βασιλικὰς τριήρεις ὑπὲρ τὰς πεντήκοντα οὔσας ἐν τῷδε τῷ κόλπῳ τὸν εἴσπλουν ποιησα‐
20μένας ὡς ἐπ’ ἀσφαλοῦς ἐνορμίσασθαι. οἱ δὲ Κρῆτες καὶ Εὐ‐ βοεῖς πάλαι καιροφυλακοῦντες καὶ ναυλοχοῦντες αὐτὰς οὐχ ἕτερον τούτου βελτίονα ἐς τὸ ἐπιθέσθαι αὐταῖς ἐνόμισαν ἔχειν καιρόν. καὶ δὴ τὴν ταχίστην συσκευασάμενοι τὰς τριήρεις καὶ τετρήρεις αὐτῶν μικρὸν ὑπὲρ τὰς τριάκοντα οὔσας καὶ πύργους
25ξυλίνους ταῖς πρώραις τῶν πλειόνων ἐπιστήσαντες ταχυναυτοῦ‐

1

.

118

σιν· ὡς ἂν πρὶν αἰσθέσθαι τοὺς βασιλικοὺς τὸν τούτων ἐπίπλουν, αὐτοὶ προκαταλαβόντες ἐκ τοῦ ναυστάθμου κενὰς τῶν ἐπιβατῶν τὰς ναῦς ἐφελκύσωνται, ἔξω περὶ τὴν γῆν ἀπεριμερίμνως τηνι‐ καῦτα διατριβόντων αὐτῶν. ὃ δὴ καὶ, εἰ μὴ κύριος ἀπροσδό‐
5κητον χεῖρα παρεῖχε Ῥωμαίοις, κατὰ τὴν τῶν ἐχθρῶν ἂν ἐς τέ‐ λος συνεπεπτώκει βούλησιν. ᾔσθοντο μὲν γὰρ καὶ Ῥωμαῖοι τὸν τῶν Κρητῶν καὶ Εὐβοέων ἐπίπλουν· ἀλλὰ στενὸς τυγχάνων ὁ καιρὸς χώραν ὁπλίσασθαι, ὡς ἐχρῆν, οὐκ ἐδίδου. ἄραντες δ’ ὅμως ἐκ τῆς γῆς κατὰ σπουδὴν ὡς εἶχον ἀνήχθησαν· καὶ γί‐
10νεται προθυμία πολλὴ παρ’ ἀμφοτέρων τῶν μερῶν, πεντεκαίδεκα σταδίων οὐκ ἔλαττον ἀπεχόντων τῆς γῆς. (Γ.) Αἱ μέντοι πο‐ λέμιαι νῆες ὄγκον εἶχον καὶ βάρος ὑπὸ μεγέθους καὶ ὁπλίσεως καινοτέρας καὶ ὥσπερ πόλεις ἐπὶ θαλάττης κινούμεναι σχολαιό‐ τερον παρετάσσοντο. αἱ δὲ Ῥωμαϊκαὶ τοσοῦτον ἠλαττοῦντο με‐
15γέθει τῶν πολεμίων, ὅσον πλήθει τὰς τῶν πολεμίων ὑπερεῖχον· εὔστροφοι δ’ ἦσαν ἄλλως καὶ ταχεῖαι πρὸς κύκλωσιν, ἀλλ’ οὐκ ἀντίῤῥοπον ἔχουσαι τὴν παρασκευὴν τῆς ὁπλίσεως. ὅμως ἀντι‐ παρετάσσοντο καὶ αὗται, οὐ τοσοῦτον πρὸς ναυμαχίαν, εἰπεῖν, ὅσον πρὸς τειχομαχίαν. τείχεσι γὰρ ἐῴκεσαν αἱ τῶν πολεμίων
20πρῶραι σοβαρῶς ἐστεφανωμένοις ὁπλίταις ἀκμαιοτάτοις. ὁ μὲν οὖν ἀρχηγὸς τοῦ ναυτικοῦ Ῥωμαίων, ὁ Φιλανθρωπηνὸς, ἐπὶ τῆς ναυαρχίδος ὢν περιῄει παραθαῤῥύνων πρὸς πόλεμον τοὺς ὁπλίτας, ποτὲ μὲν ἐπὶ τοῦ δεξιοῦ κέρως γινόμενος, ποτὲ δ’ ἐπὶ τοῦ εὐωνύ‐
μου· κατὰ στόμα μὲν δὴ ταῖς τῶν πολεμίων πρώραις ἐμβάλλειν

1

.

119

αἱ Ῥωμαϊκαὶ νῆες οὐκ εἶχον, τῶν πολεμίων ὥσπερ ἐκ γῆς στε‐ ρεᾶς ἀφ’ ὑψηλοῦ λίθους μεγάλους καὶ συνεχεῖς βαλλόντων ἐπ’ αὐτοὺς καὶ ὅσα ἄλλα πρὸς ἄφεσιν ἄνωθεν ἐπιτήδεια, καὶ μά‐ λα κακῶς διατιθεμένων αὐτούς. ὅθεν παρὰ πλευρὰν ἐπιοῦσαι
5τὰς ἐμβολὰς καθόσον ἐξῆν ἐποιοῦντο. τὸ μὲν οὖν εὐώνυμον κέρας τῶν πολεμίων ἐπόνει πληττόμενον, ἕωθεν τοῦ ἡλίου τὰς ὄψεις συγχέοντος σφῶν· τὸ δὲ δεξιὸν κραταιότερον ταῖς Ῥωμαϊκαῖς ναυσὶν ἐγκείμενον ἐνίκα λαμπρῶς καὶ δεινῶς ἐτραυμάτιζε τοὺς Ῥωμαίων ὁπλίτας τε καὶ ἐρέτας· ὡς ἀπογινώσκοντας ἤδη τού‐
10τους διεκπίπτειν καὶ παρὰ τὴν γῆν τρεπομένους ἐξιέναι, κενὰς ἐπὶ τῆς ψάμμου τὰς ναῦς ἀφιέντας. καὶ εἰ μὴ ὁ τοῖς ἀπόροις εὐπορίαν διδοὺς καὶ τοῖς ἀνελπίστοις ἐλπίδα θεὸς ἀπροσδόκη‐ τον τότε καὶ Ῥωμαίοις ἐχαρίζετο χεῖρα, τάχ’ ἂν ἐς ᾅδην εἰπεῖν τὰ Ῥωμαίων τότε ξυνωθεῖτο πράγματα δυσὶ μεγάλοις ἅμα πε‐
15ριπεπτωκότα πταίσμασιν. (Δ.) Ἀλλὰ θαυμάσειεν ἄν τις τὴν ἀνεξερεύνητον πρόνοιαν τοῦ θεοῦ, πῶς τὸ παράδοξον τῆς ἠπεί‐ ρου σφάλμα παραδοξοτέραν τῇ θαλάττῃ τὴν ἀσφάλειαν ἐπορί‐ σατο. ὁ γὰρ τοῦ βασιλέως αὐτάδελφος Ἰωάννης ὁ δεσπότης μετὰ τῶν ἐκ τοῦ ἠπειρωτικοῦ ἐκείνου πολέμου διασωθέντων ἔγ‐
20γιστά που ποιούμενος τὰς διατριβὰς ᾔσθετο γινομένης τῆς ναυ‐ μαχίας ἐκείνης καὶ διακωδωνιζομένης ἤδη τῆς φήμης ἄχρι τῆς μεσογείου, καὶ παρελθὼν ἐς τὴν παραλίαν τοῦ κόλπου ὁρᾷ θέαμα ἐλεεινὸν, κινδυνεύουσαν ἤδη καὶ τὴν ναυτικὴν τῶν Ῥω‐
μαίων δύναμιν· καὶ αὐτίκα τοῦ ἵππου ἀποπηδήσας μετὰ πολ‐

1

.

120

λῶν τῶν δακρύων ῥίπτει τὰ τῆς δεσποτικῆς ἀξίας σύμβολα, „γυ‐ μνὸς,“ λέγων, „ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπε‐ λεύσομαι σήμερον.“ εἶτα κατὰ κεφαλῆς ἐπάσατο κόνιν καὶ βύ‐ θιόν τι στενάξας ἐβόα πρὸς κύριον, ὀξεῖαν ἐκεῖθεν ἐπικαλού‐
5μενος τὴν βοήθειαν· μὴ καὶ ταύτης ἐπὶ νεαρᾷ τῇ προτέρᾳ τῆς ἥττης ἐπενεχθείσης Ῥωμαίοις, ἐς τέλος ἀνατετράφθαι καὶ ἀπο‐ λωλέναι τὰ Ῥωμαίων γένοιτο πράγματα. καὶ μὲν δὴ σύμμαχον ἑαυτῷ θαῤῥήσας ἔσεσθαι τὸν θεὸν ἔργου εἴχετο· καὶ τοὺς δο‐ κιμωτέρους τῶν ὁπλιτῶν τῆς πεζικῆς αὐτοῦ δυνάμεως ἀπολεξά‐
10μενος ὅλαις σπουδαῖς ἐνεβίβαζεν εἰς τὰς ναῦς, καὶ ἅμα ἄλλους ἐπ’ ἄλλοις συχνοὺς τοξότας καὶ σφενδονήτας καὶ ὅσοι ἀκοντι‐ σταί· καὶ ἀεὶ τοὺς τραυματίας ἀναλαμβάνων ἄλλους ἀμοιβα‐ δὸν εἰσῆγε νεαροὺς καὶ ἀκμάζοντας, χερμαδίοις καὶ τούτων τοὺς πλείστους κατὰ τῶν ἐναντίων χρωμένους. καὶ οὕτω μέχρι δείλης
15ὀψίας ποιῶν τρόπαιον ἵστησι κατὰ τῶν πολεμίων· καὶ πλὴν δυοῖν φυγῇ χρησαμένων πᾶσαι τῶν πολεμίων αἱ νῆες Ῥωμαίοις ἑάλωσαν. ὕμνοι τοιγαροῦν εὐχαριστήριοι παρὰ παντὸς ἀνήγοντο τοῦ στρατοῦ πρὸς θεὸν, παραδόξως αὐτοῖς χαρισάμενον τήν τε σωτηρίαν ὁμοῦ καὶ τὴν νίκην. ὁ δὲ τοῦ βασιλέως αὐτάδελφος
20Ἰωάννης τὰ τῆς δεσποτικῆς ἀξίας ἅπαντα ἀποθέμενος, ὡς εἰ‐ ρήκειμεν σύμβολα, οὕτως ἐς τὸ Βυζάντιον ἧκεν ἀξύμβολος,
ἐπὶ τοῦδε τοῦ σχήματος τὸ λεῖπον παραλλάξας τοῦ βίου.

1

.

123

αʹ. Ἀλλ’ ἐπανιτέον τὸν λόγον μικρὸν, ἵνα καθ’ εἱρμὸν ὁ λόγος ὁδεύῃ καὶ μὴ τὸ συνεχὲς τῆς ἱστορίας διακόπτηται δι’ ἄγνοιαν ὧν προεγνῶσθαι χρεών. ἔφθημεν εἰρηκότες τὸν Βαλδουῖνον τοὺς τῆς Κωνσταντινουπόλεως διαδράντα κινδύνους ἐς Ἰταλίαν ἀφικέ‐
5σθαι κἀκεῖσε τῷ ῥηγὶ τῆς Ἰταλίας Καρούλῳ συστάντα τῷ ἑαυ‐ τοῦ παιδὶ τὴν ἐκείνου ἀγαγέσθαι θυγατέρα ὑποσχέσθαι τε δοῦ‐ ναι ἀντὶ προικὸς ἣν ἀπώλεσε Κωνσταντινούπολιν, εἰ συμμαχή‐ σειε κἀκεῖνος αὐτῷ. (Β.) Ἐκεῖνος τοίνυν τὸν τῆς ὑποσχέσεως λόγον ἐν καρδίᾳ σπέρματος δίκην δεξάμενος οὐδὲν ἔτι μικρὸν ὑπε‐
10νόει περὶ τῶν ὅλων· ἀλλὰ τὴν ὅλην, ὡς εἰπεῖν, Ἰουλίου Καίσα‐ ρος καὶ Αὐγούστου μοναρχίαν ὠνειροπόλει, Κωνσταντινουπόλεως εἰ γένοιτο ἐγκρατής. δεινὸς γὰρ ἦν ὁ ἀνὴρ οὐ μόνον σκέψασθαι τὰ δέοντα, ἀλλὰ καὶ ῥᾷστα τελεσιουργὸν τὴν σκέψιν ἐν τοῖς ἔρ‐ γοις ἐνδείξασθαι· καὶ ἁπλῶς εἰπεῖν, δυνάμει φύσεως καὶ κράτει
15συνέσεως μακρῷ τῷ μέτρῳ πάντας ἐνίκα τοὺς πρὸ αὐτοῦ. διὸ καὶ τὴν τῶν εἰρημένων μελέτην ἐγκυμονήσας εἰς πέρας ἄξειν ἐθάῤ‐ ῥησε χρόνου βραχέος ἐπὶ τῶν ἔργων αὐτήν. ἐνῆγε δ’ αὐτὸν εἰς τὴν τοιαύτην ἐγχείρησιν τό, τε τῆς Κωνσταντινουπόλεως ἀσθενὲς πολλαχόθεν διεσπασμένης καὶ διεῤῥηγμένης καὶ πολλοῦ δεομέ‐
20νης χρόνου πρὸς ἀνοικισμὸν καὶ στηριγμὸν τῶν διεῤῥωγότων, ἥ τε τοῦ βασιλέως περὶ τὰς τῶν καινοτέρων εὑρέσεων ἐπινοίας δεινότης καὶ ἡ σφοδροτάτη περὶ τὰς πράξεις ὀξύτης· ἃ δὴ
καὶ σφόδρα ἐκεῖνον ἐλύπει καὶ τοὺς ἐκείνου λογισμοὺς περιέ‐

1

.

124

θραυε καὶ πρὸς μεγάλους ἐνέβαλλε φόβους. δι’ αὐτό γέ τοι τοῦτο καὶ ἔσπευδε καθελεῖν αὐτὸν, πρὶν ἂν μείζω τῆς οὔσης κτησάμενος αὐτὸς δύναμιν κατὰ γῆν τε καὶ θάλατταν εἰς τὰς ἐσχάτας ἐκεῖνον περιστάσεις ἐλάσῃ. (Γ.) Καὶ πρῶτον μὲν
5ἔγνω στρατὸν ἱκανὸν ἀθροίσας κελεῦσαι διαβάντα τὸν Ἰόνιον ἐμβαλεῖν ἐς τὴν Ῥωμαίων καὶ μὴ πρότερον στῆναι δουλουμένους τὰ ἐν ποσὶν ἅπαντα, πρὶν καὶ αὐτὴν παραστήσασθαι τὴν βασι‐ λεύουσαν· ἔπειτα μεγάλην διὰ θαλάττης ἐξαρτύσας δύναμιν δι‐ χόθεν τῷ βασιλεῖ περιστῆσαι τὸν κίνδυνον. ἀλλ’ ἐψεύσθη τῶν
10βουλευμάτων δεινοτέρῳ περιτυχὼν στρατηγῷ τῷ βασιλεῖ. αὐ‐ τίκα γὰρ ὁ βασιλεὺς πᾶσαν ἔθετο σπουδὴν προκαταλαβὼν ἀπρά‐ κτους τὰς ἐκείνου βουλὰς ἀποφῆναι. διὸ καὶ ἠσφαλίζετο καὶ πε‐ ριέφραττε πανταχόθεν τὴν βασιλεύουσαν πόλιν καὶ τεῖχος ὀχυ‐ ρὸν τῶν παραλίων τειχῶν ἐξήπλωσεν ἔνδοθεν. οὐ μόνον δὲ, ἀλ‐
15λὰ καὶ πάμπολλα καὶ διάφορα χρήματα πέμπων ἐξεπολέμου κατ’ ἐκείνου τοὺς πέριξ ἐκείνου ῥῆγας, τόν τε τῆς Σικελίας κρατοῦν‐ τα καὶ αὐτὸν τῆς Βενετίας, τὸν παλαιὸν μιμησάμενος Ἀρτα‐ ξέρξην ἐκεῖνον, ὃς τὴν Ἀγησιλάου τοῦ Σπαρτιάτου. δείσας ὁρμὴν, χρήματα πέμψας συχνὰ, τόν τε Θηβαῖον Ἐπαμεινώνδαν καὶ
20Πελοπίδαν καὶ ὅσοι τῆς Ἑλλάδος προὔχοντες ἦσαν, ἐξεπολέμωσε κατ’ αὐτοῦ· καὶ πρὶν ἀνήκεστόν τι παθεῖν παρ’ ἐκείνου, ἀνήκε‐ στα παθεῖν ἐκεῖνον φθάσας ἐπεπράχει σοφαῖς ἐπινοίαις. (Δ.) Ὁ μὲν οὖν Κάρουλος οὕτω καταστρατηγούμενος ὑπὸ τοῦ βασιλέως
καὶ τοιούτοις αὐτοῦ τοῖς ἀκροβολισμοῖς ἀποκρουόμενος δῆλος

1

.

125

ὅμως ἦν οὐκ ἠρεμήσων ἔτι, τῇ τε τοῦ οἰκείου στρατοῦ δυνάμει θαῤῥῶν καὶ τῶν χρημάτων τῷ πλήθει. ὅθεν ἀνάγκαις τοσαύταις συνεζευγμένος ὁ βασιλεὺς, πρὸς ἀπόγνωσιν ἐλαυνούσαις, διαπρε‐ σβεύεται ἤδη καὶ πρὸς τὸν Πάππαν περὶ τῆς τῶν ἐκκλησιῶν ὁμο‐
5νοίας τε καὶ ἑνώσεως, τῆς τε παλαιᾶς Ῥώμης δηλαδὴ καὶ τῆς νέας, εἰ μόνον ἐμποδὼν τῇ ἐκστρατείᾳ γένοιτο τοῦ Καρούλου. βʹ. Δέχεται τὴν πρεσβείαν ἀσμένως ὁ Πάππας καὶ ὑπι‐ σχνεῖται ῥᾳδίως ἐκτελέσειν ὁπόσα κατὰ βούλησίν ἐστι τῷ βασιλεῖ· καὶ πέμπει μετὰ τῶν βασιλικῶν πρέσβεων εὐθὺς τοὺς δεξομένους
10καὶ συμβιβάσοντας τὴν κοινωνίαν. ἧκον οὖν, καὶ γέγονεν ἡ κοι‐ νωνία ἐφ’ ὅρῳ τριῶν κεφαλαίων· ἑνὸς μὲν, ἐν ταῖς ἱεραῖς ὑμνῳ‐ δίαις τὸν Πάππαν εἰς τὰ δίπτυχα μνημονεύεσθαι ὁμοῦ τοῖς ἑτέ‐ ροις τέτρασι πατριάρχαις· δευτέρου δὲ, τῆς ἐκκλήτου· τοῦτο δέ ἐστιν ἐξεῖναι τῷ βουλομένῳ καθάπερ εἰς μεῖζον καὶ ἐντελέστε‐
15ρον ἀνατρέχειν δικαστήριον τὸ τῆς παλαιᾶς Ῥώμης· καὶ τρίτου, τοῦ πρωτεύειν ἐν ἅπασι. περὶ δὲ τῆς προσθήκης, ἣν ἐκεῖνοι πε‐ ρὶ τὸ ἱερὸν καινοτομοῦσι σύμβολον, ἢ περὶ ἄλλης οἱασοῦν ὑπο‐ θέσεως ἀναγκαστική τις ἔρις τέως οὐ συνηνέχθη· ἀλλὰ μακρά τις ἠρεμία καὶ ἄνεσις τὰ μεταξὺ περιέτρεχε πράγματα τούτων γε
20εἵνεκα. (Β.) Ὅ γε μὴν πατριάρχης. Ἰωσὴφ τὴν τοιαύτην οὐ δεξάμενος κοινωνίαν παραχωρεῖ τοῖς βουλομένοις τῶν θρόνων· αὐτὸς δὲ μικρὸν τῆς βασιλευούσης ἐκκεχωρηκὼς φέρων ἑαυτὸν τῇ
περὶ τὸν Βόσπορον τοῦ Ἀρχιστρατήγου μονῇ ἐδεδώκει, ἐκεῖ τὸ

1

.

126

λειπόμενον τῆς ζωῆς μεθ’ ἡσυχίας καὶ σχολῆς βιώσων πνευματι‐ κῆς. ἐπὶ τούτοις ὁ ἱερὸς τῆς ἐκκλησίας σύλλογος αὐτός τε δῆλος ἦν οὐκ ἠρεμήσων καὶ τὸν ὄχλον ἀνέσειεν ἀπάγων τῆς κοινω‐ νίας τοῦ βασιλέως, μαρτυρίου λέγων εἶναι καιρὸν καὶ στεφάνων
5ἀθλητικῶν· ὡς μέγαν ἐντεῦθεν ἐγείρεσθαι θόρυβον καὶ ἐπὶ μέγιστον κορυφοῦσθαι τὰ πράγματα κλύδωνα· καὶ ἀνάγκην εἶναι τῶν ἔξω πραγμάτων ἀποσπασθέντα τὸν βασιλέα πᾶσαν ἔνδον τὴν σπουδὴν μεταθεῖναι, μείζους τοὺς ἔνδοθεν ἡγούμενον κινδύ‐ νους τῶν ἔξωθεν πολεμίων. ἦσαν γὰρ οὐκ ὀλίγοι καὶ τῶν ἐν τέ‐
10λει τῆς γνώμης τὰ δόγματα κατὰ τῶν βασιλικῶν προσταγμάτων ὁπλίζοντες μάλα ἐθελονταί· ἐν στενῷ μέντοι κομιδῇ καταστὰς ὁ βασιλεὺς οὑτωσὶ ἔγνω δυοῖν θάτερον εἶναι ἰτέον, τῆς τῶν πραγμά‐ των βιαίας ἀνάγκης ἕτερον οὐκ ἐπιδεχομένης πέρας ἐν τῷ παρόν‐ τι· ἢ γὰρ πάντας αὐτῷ συμφρονεῖν, ἢ πολεμίοις ἴσα τούτοις κε‐
15χρῆσθαι. (Γ.) Ταῦτ’ ἄρα καὶ μειλιχίοις τὰ πρῶτα λόγοις καὶ ἤθεσιν ἱλαροῖς καταδημαγωγεῖν καὶ ὑποποιεῖσθαι τὰς τῶν στασια‐ ζόντων ἐπειρᾶτο γνώμας, οἰκονομίαν εἶναι λέγων τὸ πρᾶγμα καὶ οὐ καινοτομίαν· φρονίμων δ’ εἶναι, πρὶν γενέσθαι τὰ δυσχερῆ, προνοεῖσθαι ὅπως μὴ γένηται· κἄν τι δέῃ καινοτομεῖν ὑπὲρ
20τοῦ μὴ μείζοσι κινδύνοις περιπεσεῖν, μηδὲ τούτου φείδεσθαι. ἐὰν γὰρ ἐπίωσιν οἱ πολέμιοι, πολλαχῇ τῆς Κωνσταντινουπό‐ λεως ἔτι διεῤῥηγμένης καὶ ἄρτι ἀνοικιζομένης καὶ οἷον εἰπεῖν ἀναβιωσκούσης ἐκ τῶν πρὸ βραχέος θανάτων, χείρονα τῶν
προτέρων ἔσται τὰ παρόντα δεινὰ, καὶ κύριοι καθεστήξουσιν

1

.

127

οἱ πολέμιοι οὐ μόνον τῶν ἱερῶν, ἀλλὰ καὶ πάντων ἅμα, παί‐ δων καὶ γυναικῶν καὶ πραγμάτων· οἱ δὲ τούτων δεσπόται ἀνάρ‐ παστοι καὶ δοῦλοι ἀντ’ ἐλευθέρων οὐ μόνον τὰ σώματα, ὅτι μὴ καὶ τὰς γνώμας αὐτὰς, ἀνάγκῃ βιαίᾳ πρὸς ἅπερ ἂν οἱ πο‐
5λέμιοι βούλοιντο, ἑπόμενοι. καὶ τότε λελείψεται, μηδένα τὸν προστησόμενον εἶναι τῶν πατρίων ἐθῶν καὶ νομίμων· καὶ πρός γε ἔτι τῶν ἱερῶν θεσμῶν καὶ δογμάτων· ἀλλὰ πάντων ἔσται ῥᾳ‐ δία παρατροπὴ καὶ κατάλυσις. ἃ νῦν ἐγὼ προορώμενος διάκονον πρόθυμον ἐμαυτὸν ταυτησὶ τῆς οἰκονομίας κατεστησάμην. οἰκο‐
10νομίας δ’ ἐστὶν ἔμφρονος, ἀνάγκης κατεπειγούσης ζημιωθῆναι μικρὸν κέρδους εἵνεκα μείζονος· καὶ συγχωρῆσαι τὰ ἥττω τοῖς ἕλκουσιν ὑπὲρ τοῦ τὰ μείζω ῥᾳδίως καρποῦσθαι. (Δ.) Ταῦτα λέγων ὁ βασιλεὺς τοὺς μὲν ἔπειθε, τοὺς δ’ οὐδαμῶς. ὅθεν τὸ πείθειν ἀφεὶς τὴν ἑτέραν ἐβάδισε· ταύτην δ’ εἶναι τὴν τοῦ βιά‐
15ζεσθαι· ἧς πρὸς πολλὰ καὶ διάφορα μεριζομένης εἴδη, πάντα ἦσαν ἐνεργὰ τῷ βασιλεῖ, δημεύσεις, ἐξορίαι, φυλακαὶ, ὀφθαλ‐ μῶν ἀφαιρέσεις, μάστιγες, χειρῶν ἐκτομαὶ, πάντα οἷς αἱ γνῶ‐ μαι τῶν ἀνδρικῶν καὶ μὴ δοκιμάζονται. ὅσοις μὲν οὖν κατ’ ἐπίγνωσιν ὁ ζῆλος ἦν (σπάνιοι δ’ οὗτοι ἐτύγχανον), οὗτοι στεῤ‐
20ῥάν τε καὶ ἀνδρικὴν τὴν ἔνστασιν ἐνδειξάμενοι πάντα ἀσμένως ὑπήνεγκαν καὶ πεπόνθασιν, ὁπόσα ἡ τοῦ βασιλέως ἐπήνεγκε χείρ. οἱ δὲ πλεῖστοι μηδὲν ὑγιὲς εἰδότες, ἀλλὰ δῆμος ὄντες καὶ ἀγο‐ ραῖος ὄχλος καὶ χαίροντες ἀεὶ ταῖς τοιαύταις καινοτομίαις,
τρίχινα καθάπερ ἄλλην σκηνὴν ὑποδεδυκότες τριβώνια, πανταχῇ

1

.

128

τῆς οἰκουμένης ἐξήπλωσαν ἑαυτοὺς, ὅπη φῦλα Χριστιανῶν εἶναι ἐπύθοντο· ἔν τε Πελοποννήσῳ φημὶ καὶ Ἀχαΐᾳ καὶ Θεσσα‐ λίᾳ ἔν τε τῇ Κολχίδι καὶ ὅπη μὴ ἐνῆν ἐπικράτεια τοῦ βασι‐ λέως. καὶ περιῄεσαν ἔνθεν κἀκεῖθεν σποράδες καὶ πλάνητες,
5μήτε πρὸς τὸ καθόλου τὴν εἰρήνην ἐθέλοντες διασώζειν, μήτε πρὸς ἀλλήλους· ἀλλ’ ὀνόματα περιθέντες ἑαυτοῖς ἄλλοι ἄλλα, οἱ μὲν Ἀρσενίου λέγοντες εἶναι τοῦ πατριάρχου καὶ τὰ ἐκείνου πρεσβεύειν, οἱ δὲ Ἰωσὴφ, οἱ δὲ ἄλλα λέγοντες, οὕτω τὸν χρόνον παρεκρούοντο πλανῶντες οἱ πλείους καὶ πλανώμενοι. ἦσαν γὰρ οἳ
10καὶ προφοιβασμοὺς ἀνά τε πόλεις καὶ κώμας ἐκήρυσσον, ὥσπερ ἀπὸ θεοπτίας ἄρτι κατιόντες. ταῦτα δ’ ἐποίουν λημμάτων ἕνεκα καὶ βαλαντίων πληρώσεως· οἳ δὴ καὶ δι’ αὐτό γέ τοι τουτὶ παρέμειναν οὕτως ἔχοντες ἐσαεὶ, μηδὲ μετὰ τῆς ἐκκλησίας διόρθωσιν τὴν δίαι‐ ταν ἀλλαξάμενοι. (Ε.) Ἐν τούτοις μέντοι τοῖς καιροῖς τῆς μεγάλης
15ἦν ἐκκλησίας χαρτοφύλαξ, ὄνομα Βέκκος, συνετὸς ἀνὴρ ἐν τοῖς μάλιστα καὶ λόγου καὶ παιδείας τρόφιμος· τοσούτοις δὲ καὶ παρὰ τῆς φύσεως συγκεκροτημένος χαρίσμασιν, ὅσοις τῶν τότε ἀνθρώ‐ πων οὐδείς. σώματος γὰρ εὐμήκει μεγέθει καὶ ὄψει μετὰ τοῦ χα‐ ρίεντος ἐμβριθεῖ καὶ μεγαλοπρεπεστάτῃ καὶ γλώττης εὐκολίᾳ καὶ
20δρόμῳ συντόνῳ ἄλλοις τε πλείστοις καὶ ἔτι διανοίας εὐπορίᾳ τε καὶ ὀξύτητι πρὸς ἅπαν τὸ προτιθέμενον, τούτοις ἅπασιν ἄριστα τοῦτον ἡ φύσις ἐξώπλισεν, ὡς εἶναι βασιλεῦσι καὶ ἄρχουσι καὶ
πᾶσι σοφοῖς αἰδέσιμον καὶ λαμπρὸν περιλάλημα. τοῦτον γενναίως

1

.

129

ἀνθιστάμενον τῷ βασιλικῷ δόγματι παντοῖος ὁ βασιλεὺς ἐγεγό‐ νει δι’ ἑαυτοῦ τε καὶ τῶν τότε λογίων ἀποδείξεσι λογικαῖς καὶ νομίμοις πεῖσαι συνθέσθαι τῷ δόγματι. ἀλλ’ ἐκεῖνος τῇ εὐθη‐ νίᾳ τοῦ νοῦ καὶ τῆς γλώττης ἅπασαν συγκυκῶν ὡς εἰπεῖν
5ἀκοὴν ἀνέλυε τὰ τούτων προβλήματα, καθάπερ τινὰ Πηνε‐ λόπης ἱστόν. Ἑλληνικῆς μὲν γὰρ παιδείας εἵνεκα ἦσαν οἳ τότε προεῖχον αὐτοῦ· φύσεως δ’ ὀξύτητι καὶ γλώττης δρόμῳ καὶ ἀσκήσει δογμάτων ἐκκλησιαστικῶν παῖδες ἀνδρὶ παραβαλλό‐ μενοι πάντες ἐδόκουν ἐς αὐτόν. (ϛʹ.) Ἐπεὶ δ’ ὁ βασιλεὺς τῶν
10ἐντεῦθεν ἐλπίδων ἐσφάλη, τὴν ἑτέραν ἐβάδισε· καὶ συλλαβὼν αὐτὸν καὶ γένος μικροῦ πᾶν δεσμωτηρίοις καθείργνυσι δεινοτάτοις. καὶ ἦν οὕτω ταῦτα. ὀψὲ δ’ ἐπὶ νοῦν ἀναβιβασάμενος ὁ βασιλεὺς, ὡς καὶ πρὸ πέντε καὶ εἴκοσιν ἐτῶν ἐπὶ τῆς Ἰωάννου τοῦ Δούκα βασιλείας ἡ τοιαύτη παρὰ Λατίνων ἐκινήθη ὑπόθεσις, καὶ ἦν τη‐
15νικαῦτα σοφὸς ἀνὴρ Νικηφόρος ὁ Βλεμμύδης, θείων γραφῶν ἐμ‐ πειρότατος, ὃς σχολῇ δεδωκὼς ἑαυτὸν ἤρξατο συλλέγειν πολλὰς παρὰ τῶν θείων γραφῶν μαρτυρίας, συγκροτεῖν δοκούσας τῷ τῶν Λατίνων δόγματι, καὶ λογογραφεῖν ἐπὶ τούτοις, λάθρα μὲν διὰ τὴν τῶν πολλῶν ὑπόληψιν, ἐλογογράφει δ’ οὖν ἔστιν ἅ· ταῦτα δὴ
20νῦν ὁ βασιλεὺς ἀνευρὼν πέμπει τῷ Βέκκῳ. ἅπερ αὐτὸς ἀναγνοὺς μετὰ πολλῆς ἀγχινοίας τὰς τῶν ἁγίων ἐζητήκει βίβλους, ἐξ ὧν ὁ Βλεμμύδης τὰς μαρτυρίας ἦν ἐκείνας ξυνειλοχώς· καὶ μάλα
ἀσμένως παρὰ τοῦ βασιλέως τὸ ἐνδόσιμον εἰληφότι ἔργον ἦν

1

.

130

αὐτῷ τοῦ λοιποῦ, ἐπιμελῶς αὐτὰς ἐπιέναι καὶ ἀνιχνεύειν καὶ κατὰ λέξιν ἐπιστατεῖν· ὡς ἐν ὀλίγῳ τοσοῦτον αὐτὸν συνη‐ θροικέναι μαρτυριῶν ὁρμαθὸν, ὥσθ’ ἱκανὰς εἶναι βίβλους ὅλας πληροῦν· καὶ ὁ πρὶν μάχαιρα δίστομος κατὰ Λατίνων ἱστάμενος,
5πρύμναν ἤδη κρουσάμενος, ἑτεραλκέα τὴν νίκην ποιεῖται. (Ζ.) Δι’ ἃ δὴ καὶ ἐπὶ τὸν πατριαρχικὸν ἀναβεβηκὼς θρόνον πάντα ἦν αὐ‐ τὸς τῷ βασιλεῖ, καὶ γλῶττα καὶ χεὶρ καὶ κάλαμος γραμματέως ὀξυγράφου καὶ λέγων καὶ γράφων καὶ δογματίζων· ἔχων συνερ‐ γοὺς καὶ συλλήπτορας τοῦ ἀγῶνος τόν τε Μελιτηνιώτην καὶ τὸν
10Μετοχίτην, ἀρχιδιακόνους ὄντας τοῦ βασιλικοῦ κλήρου· καὶ ἔτι Γεώργιον τὸν ἐκ Κύπρου. συνελειτουργήκει μὲν οὖν τῶν πάντων οὐδεὶς τοῖς τοῦ Πάππα, οὔθ’ ὁ πατριάρχης αὐτὸς, οὔτε τῶν ἄλ‐ λων οὐδεὶς, ὅτι μὴ τὸ ἐνδόσιμον εἰληφότες τῶν Φρερίων τινὲς ἐλειτούργησαν ἅπαξ ἐν τῷ ναῷ τῶν Βλαχερνῶν διὰ χειροτονίαν
15τινὸς τῶν οἰκείων. ἀλλ’ ἐπανακτέον τὸν λόγον. γʹ. Ἦν ἀδελφὴ τῷ βασιλεῖ ὄνομα Εὐλογία. ταύτῃ πολλῶν οὐσῶν θυγατέρων, τὴν μὲν μίαν τὴν Ἄνναν συνέζευξεν ἀνδρὶ Νικηφόρῳ, τῷ τῆς Αἰτωλίας ἄρχοντι· τὴν δὲ ἑτέραν τὴν Μα‐ ρίαν Κωνσταντίνῳ, τῷ τῆς Ζαγορᾶς ἄρχοντι· ἄρτι τῶν προτέ‐
20ρων αὐτῶν γυναικῶν τὸν βίον ἀπολιπουσῶν. ἀδελφὰς δὲ κἀκεί‐ νας ὁ λόγος φθάσας ἐδήλωσε καὶ θυγατέρας τοῦ βασιλέως Θεο‐ δώρου τοῦ Λάσκαρι. (Β.) Ἐν τούτοις μέντοι τοῖς χρόνοις ἀνί‐ σταταί τις ἐκ τῶν Βουλγάρων, βοσκηματώδης μὲν τὸ γένος
ἀνὴρ, ποικίλος δὲ τὴν φρόνησιν καὶ δεινὸς καινοτέροις ἐπι‐

1

.

131

θέσθαι πράγμασιν, ὄνομα Λαχανᾶς· ὃς πολλοὺς προσεταιρι‐ σάμενος τῶν χυδαίων καὶ ἀτασθάλων λῃστρικὸν ἐπετήδευσε βίον· ἐξ οὗ πολὺν ἐν βραχεῖ συνέλεξε πλοῦτον καὶ ἅμα στρατὸν ἱκα‐ νόν. τούτου τὰς συνεχεῖς καταδρομὰς καὶ ζημίας οὐκ ἀνεχομένῳ
5τῷ Κωνσταντίνῳ ἔδοξε συνηθροικότι τὰς ἑαυτοῦ δυνάμεις εἰς ἀν‐ τιπαράταξιν ἐξιέναι ἐκείνου καὶ διακυβεῦσαι τὸν περὶ τῶν ὅλων πραγμάτων κίνδυνον. αἰσχρὸν γὰρ εἶναι ἡγεῖτο, ἄνθρωπον τοῦ μηδενὸς ἄξιον ἐν βραχεῖ χρόνῳ μεγάλην ξυνειλοχότα δύναμιν οὐ μόνον μεγάλας ἐπάγειν συχνὰ τοῖς Βουλγάροις κακώσεις, ἀλλὰ
10καὶ μέγαν ὅλῃ τῇ ἀρχῇ τὸν κίνδυνον ἐπισείειν ἤδη. παρασκευα‐ σάμενος οὖν ἔξεισι· καὶ συμβαλὼν ἐκείνῳ νικᾶται καὶ στερεῖται μὴ μόνον τῆς ἀρχῆς, ἀλλὰ καὶ ζωῆς αὐτῆς· καὶ γίνεται παρ’ ἐλ‐ πίδα μὴ μόνον τῆς ἀρχῆς ἐγκρατὴς ὁ Λαχανᾶς, ἀλλὰ καὶ σύζυ‐ γος δεύτερος τῆς γυναικὸς Κωνσταντίνου. ὃς καὶ διενοεῖτο λοι‐
15πὸν τελευτῶντος τοῦ χειμῶνος ἅμα ἦρι πέμπειν ἐνέδρας καὶ κα‐ τὰ τῶν ὁμορούντων Ῥωμαϊκῶν χωρίων καὶ πολιχνίων, ἵν’ ἀσθε‐ νεστέρων αὐτῶν γινομένων ἰσχυρότατος ἐκεῖνος δοκῇ. (Γ.) Ταῦ‐ τα τῷ βασιλεῖ ἀκουσθέντα οὐκ ὀϊστὰ ἔδοξαν, οὐδὲ λήθης ἄξια καὶ περιφρονήσεως· ἀλλ’ ἐν παντὶ φροντίδος ἐχώρει καὶ πλή‐
20ρης ἦν ἀθυμίας· οὐχ ὅτι τέως ἐνόμιζε φοβερὸν ἐκεῖνον, ἀλλὰ σπουδῇ χρώμενον θερμοτάτῃ πρὸς ὅπερ ἂν τὸ βουλόμενον ὑποτί‐ θησι βλέπων ἔλεγεν ὁδῷ προβαίνοντα κατὰ μικρὸν ἐς μέγα δυνά‐
μεως ἐπαρθῆναι, ὡς δυσκαταγώνιστον καὶ Ῥωμαίοις ὀψὲ γενέ‐

1

.

132

σθαι. χρῆναι δὲ τοὺς ἀκινδύνως βιοῦν ἐθέλοντας φθάνειν καὶ προαναστέλλειν τὴν ὁρμὴν τῶν δεινῶν· καὶ παρὸν ἐκ τοῦ ῥᾴστου τὰς ῥίζας ἐκτέμνειν ἐν τῷ παρόντι τῆς μελλούσης βλάστης, μὴ μέλλειν μηδὲ περιμένειν τῶν πονηρῶν ἔργων ἀμύνεσθαι μετὰ κιν‐
5δύνων τὸν δράσαντα, παρὸν ἀκινδύνως τῆς διανοίας καὶ τῆς ὁρ‐ μῆς αὐτῆς. ὅθεν ἐπειδήπερ ὁ λόγος φθάσας ἐδήλωσε τὸν τοῦ Ἀσὰν ἀπόγονον τὸν Μυτζῆν περὶ τὴν Τροίαν ποιεῖσθαι τὴν δίαι‐ ταν δι’ ἅς ποτ’ εἰρήκειμεν τὰς αἰτίας, εἶτα αὐτὸς μὲν ἔφθη τὸν βίον ἀπολιπών· καταλελοίπει δὲ παῖδα Ἰωάννην τὸν Ἀσάν· τοῦ‐
10τον ὁ βασιλεὺς νῦν μεταπέμπεται, ἄνωθεν ἐκ πατέρων τὰ δί‐ καια τῆς Βουλγαρικῆς ἀρχῆς κεκτημένον· καὶ τῇ ἑαυτοῦ θυγα‐ τρὶ συζεύξας Εἰρήνῃ πέμπει μετὰ βαρείας δυνάμεως ἐλευθερώ‐ σοντά τε τὴν Βουλγαρικὴν ἀρχὴν τῆς τοῦ Λαχανᾶ τυραννίδος καὶ ἅμα διαδεξόμενον αὐτὸν αὐτὴν, δίκαιον κλῆρον ἤδη πρὸς αὐ‐
15τὸν καταβεβηκυῖαν. (Δ.) Ὁ μέντοι Λαχανᾶς, ἐπειδήπερ ἔτυχε τηνικαῦτα τὴν ἐπὶ Σκύθας ἰὼν βεβαιώσεως ἕνεκα τῆς τυραννίδος, λαθραίαις τοῦ βασιλέως ἐπιβουλαῖς ἐκεῖ τὴν δι’ αἵματος δίδωσι δίκην. ἀπονητὶ δ’ ὁ Ἀσὰν τὴν ἀρχὴν διαδέχεται, τῶν Βουλγά‐ ρων ὑποδεξαμένων ἀσμένων. τούτων οὕτω τελεσθέντων ἐξωθεῖ‐
20ται καὶ Μαρία ἐκεῖθεν ἡ τοῦ βασιλέως ἀδελφιδῆ σὺν υἱῷ Μιχαὴλ, ὃν ἐκ τοῦ Κωνσταντίνου γεγέννηκε, καὶ ἥκει πρὸς Κωνσταντινού‐ πολιν. ἐπεὶ δ’ ὡς τὰ πολλὰ ταῖς μεγάλαις εὐφροσύναις ἐπιφύον‐ ται λῦπαι, καθάπερ τινὰ ξίφη πολέμια τὴν τῆς εὐθυμίας ἐκείνης
κατάστασιν ἐπιταράττοντα καὶ συγχέοντα, οὐδ’ ἐνταῦθα τὸ ἔθος

1

.

133

ἐπιλελοίπει· ἀλλ’ ἦν τηνικαῦτα ἀνὴρ εὐγενὴς κἀν τοῖς μάλιστα συνετὸς καὶ τῷ δραστηρίῳ τῆς φύσεως ἐν Βουλγάροις ἐπίσημος, ὄνομα Τερτερῆς. τοῦτον οἰκειώσασθαι θέλων ὁ Ἀσὰν καὶ ἅμα περιποιούμενος ἑαυτῷ ἀφοβίαν γαμβρὸν ἐπ’ ἀδελφῇ ποιεῖται,
5ἀφελόμενος καὶ ἀποστείλας ἐς Νίκαιαν τὴν προτέραν ὁμόζυγον σὺν τοῖς τέκνοις αὐτοῦ. τετίμηκε δ’ ἐπὶ τούτοις αὐτὸν καὶ τῷ τοῦ δεσπότου ἀξιώματι· ἀλλ’ οὐκ ἐνέμεινεν οὗτος ἐπὶ πολὺ τῇ πρὸς τὸν τετιμηκότα στοργῇ· ἀλλ’ ἀφέλειαν καὶ κουφότητα πλεί‐ στην καταγινώσκων αὐτοῦ ἔλαθεν ἐν οὐ μακρῷ τῷ χρόνῳ τὰς
10γνώμας ἐφελκυσάμενος τοῦ τε στρατιωτικοῦ παντὸς καὶ πρός γε οὐκ ὀλίγων ὅσοι τῶν ἐν τέλει. ἔμελλε δὲ ἤδη καὶ τὸν Ἀσὰν διαχειρισάμενος ἐγκρατὴς ἔσεσθαι καὶ τῆς ἀρχῆς. ὅπερ αὐτὸς ἐγνωκὼς προσποιεῖται μετὰ τῆς γυναικὸς ἐκδημίαν ἐς τὸν πενθε‐ ρὸν καὶ βασιλέα· καὶ λάθρα ξυναγαγὼν πᾶν ὅ, τι τῶν κειμηλίων
15καὶ χρημάτων ἦν τῶν Βουλγαρικῶν τὸ ἐξαίρετον, ἧκεν εἰς τὸ Βυ‐ ζάντιον παρὰ τὸν βασιλέα καὶ πενθερόν· καὶ αὐτὸς μὲν ἐνταῦθα διήγαγε τοῦ λοιποῦ ὁ δὲ Τερτερῆς κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν τὴν τῶν Βουλγάρων ἀρχὴν ἐκεῖ σφετερίζεται. εἶεν. δʹ. Ἐγὼ δὲ τοῦτο ἐκεῖνο τῶν πάλαι πολλῶν διακηκοὼς, ὡς
20πολιτικῶς καὶ μετρίως ἐνεγκεῖν εὐτυχίαν χαλεπώτερον. ἢ δυστυ‐ χίαν, νῦν μᾶλλον ἐπὶ τῆς χρείας ἐτεθαυμάκειν συννενοηκώς. ἰδοὺ γὰρ καὶ οἱ ἐκ Γεννούας ἀντιπέραν οἰκοῦντες τοῦ Βυζαντίου τῷ τῆς ἀτελείας κέρδει μεθυσθέντες καὶ πέρα φρονήσαντες τοῦ με‐
τρίου κατεπαίρεσθαι ἤρξαντο Ῥωμαίων καὶ περιφρονεῖν ὡς

1

.

134

ἀσθενεστέρους. ᾔδη δέ τις καὶ φιλονεικίαν τινὰ καθ’ ἑνός τινος ἀράμενος ὑπὲρ βραχείας ὀπώρας προχειρότερον ἔσχε τὸ ξίφος τῆς γλώττης καὶ παραχρῆμα τὸν ἄνθρωπον τοῦ βίου ἀπήλλαξε. τοῦτο ἀκηκοὼς ὁ βασιλεὺς οὐχ ὡς ἑνὸς φονευθέντος τὸ πρᾶγμα
5παρέδραμεν, ἀλλ’ ὡς ὅλης πόλεως καταστραφείσης καὶ τοῦ βασι‐ λικοῦ περιφρονηθέντος κράτους, οὕτως ἐζήλωκέ τε καὶ διανέστη· καὶ τὴν ταχίστην περιήγαγε τὸ στρατόπεδον περὶ πάσας αὐτῶν τὰς οἰκίας. οὔπω γάρ σφισι τειχῶν ὀχυρώματα ἦν καὶ πόλις εἰς ἀντίπαλον ὁπότε βούλοιτο καθισταμένη τῇ βασιλευούσῃ· καὶ τάχ’
10ἂν ἐμέλλησαν τότε πανωλεθρίᾳ φθαρήσεσθαι, εἰ μὴ σχῆμα πε‐ ριθέντες ἐλεεινὸν καὶ ζημίαν ἑκούσιον αὐτοὶ ἑαυτοῖς ἐπιθέντες προσέπεσον δραμόντες αὐτίκα μάλα τῷ βασιλεῖ καὶ οὕτως ἀπήλ‐ λαξαν ἑαυτούς. (Β.) Τοῦτο τῆς βασιλέως σπουδῆς καὶ ὀξύτη‐ τος γέγονε γνώρισμα πρῶτον αὐτοῖς. δεύτερον δὲ καὶ μεῖζον·
15συνεστήσαντό τινες ἐκ τοῦ γένους αὐτῶν δύο τριήρεις ἐπὶ δίαιταν καὶ τρόπον πειρατικὸν, καὶ λάθρα διαβάντες τὰ περὶ Βυζάντιον τῆς θαλάττης στενὰ ἐπὶ τὸν Εὔξεινον πόντον ἐπεποιήκεσαν τὸν ἀπόπλουν, μὴ παρασχόντες τὴν συνήθη τῷ βασιλεῖ εὐφημίαν· οὐδὲ τοῦτο τοίνυν ἀτιμώρητον ἔδοξε παρεληλυθέναι τῷ βασιλεῖ.
20ὅθεν τριήρεις συνηθροικὼς οὐκ ὀλίγας καὶ μίαν μεγάλην ὁλκάδα περὶ τὴν ἄκραν ἵστησι τοῦ ἱεροῦ, (ὃ δὴ στόμα καλεῖται τοῦ Πόν‐ του, ἔνθα τὰς Κυανέας καὶ Πλαγκτὰς ἔφασκον Ἕλληνες εἶναι) τὸν εἴσπλουν ἐκδεχομένας τῶν πειρατῶν, μὴ λαθόντες ἀπαθεῖς οἱ
θρασεῖς ἐκεῖνοι καὶ ἀλιτήριοι διαδράσωσιν. ἐπεὶ δὲ τοῦτο ἐκείνους

1

.

135

οὐκ ἐλελήθει, μηχανῶνταί τινά σφισι σωτήριον τρόπον. πάντα γὰρ πλοῦτον ὃν ἐκ λῃστείας συνήγαγον πραγματείαν ἐμπορικὴν ποιησάμενοι μεθ’ ἑαυτῶν εἰς μεγίστην ἐμβιβάζουσιν ὁλκάδα καὶ πᾶσαν ἐπὶ τούτοις προκατατίθενται καὶ παρασκευάζουσι πανο‐
5πλίαν, ἵνα καιρὸν ἐπιτηρήσαντες, ὁπότε σφοδρότερον ῥέοιεν τῶν ἀρκτικῶν πνευμάτων αἱ πηγαὶ, λύσαντες ἀποπλεύσωσι καὶ βίᾳ ῥηξάμενοι τοὺς ἐπὶ τοῦ στόματος ναυλοχοῦντας ἀκίνδυνον τὸν εἴσπλουν ποιήσωνται. ἐπεὶ δὲ μετὰ μικρὸν σφοδρότερος ἄνωθεν κατεῤῥάγη βορέας, ἐπιφαίνεται κατιοῦσα καὶ ἡ πειρατικὴ ἐκείνη
10ὁλκὰς ἀπὸ πολλοῦ τοῦ πελάγους, μυρίοις ἐστεφανωμένη τοῖς ὁπλίταις, καθάπερ πόλις ὅλη κατὰ κυμάτων πεζεύουσα ἢ μᾶλ‐ λον πτηνοῦ δίκην ἐφιπταμένη τοῖς κύμασιν. (Γ.) Ἤδη δὲ καὶ αἱ βασιλικαὶ τριήρεις παρεσκευασμέναι παρῆσαν. ὁμοίως δὲ καὶ ἡ βασιλικὴ ὁλκὰς ἄρασα τὰς κεραίας οὔπω διεπέτασε τὰς ὀθόνας,
15ἀλλ’ ἔμενεν ἠρεμοῦσα. ἐγγισάσης δὲ ἤδη καὶ τῆς πολεμίας ὁλ‐ κάδος, τότε καὶ αὕτη διαπετάσασα τὰς ὀθόνας λαμβάνει τὴν πο‐ λεμίαν, πῆ μὲν ἐκ πλευρᾶς, πῆ δ’ ἐκ πρύμνας, ἑπομένη κατ’ ἴχνος βάλλουσά τε καὶ βαλλομένη καὶ τὸν αἰθέριον εἰπεῖν ἐκεῖ‐ νον καὶ ἱπτάμενον πράττουσα πόλεμον. ἦν γὰρ ἰδεῖν διάφορα καὶ
20ποικίλα τάγματα στρατοπέδων ἐν ταὐτῷ κατ’ ἀλλήλων συστάδην μαχόμενα. οἱ μὲν γὰρ ἀπὸ τῶν καταστρωμάτων τοὺς ἀπὸ τῶν καταστρωμάτων ἔβαλλον· οἱ δ’ ἀπὸ τῶν ξυλίνων πύργων τοὺς ἀπὸ τῶν ξυλίνων πύργων· οἱ δ’ ἀπὸ μετεώρου τῶν ἄκρων ἱστίων
τοὺς ἀπὸ μετεώρου τῶν ἄκρων ἱστίων. ἐχρῶντο δὲ καθ’ ἑκατέρων

1

.

136

ἑκάτεροι χειροπληθέσι χερμαδίοις καὶ βέλεσι τοξικοῖς· ἔστι δ’ ὅτε καὶ πελέκεσι καὶ ξίφεσιν ἄλλοις, ὁπότε μάλα δὴ πελάσαιεν ἀλλήλοις. αἱ δὲ τριήρεις οὐ μάλα τοι ἐγγύθεν παραπλέουσαι μόνοις ἐχρῶντο τοῖς τηλεβόλοις βέλεσι. καὶ οὕτω δὴ μέχρι πολ‐
5λοῦ τῆς ἡμέρας τὸν ἀπὸ τοῦ στόματος ἀμείβοντες αὐχένα εὐ‐ ρώστως ἑκατέρωθεν ἅπαντες ἠγωνίζοντο, καὶ πρὸς μὲν ἀρχαῖς ἐπικρατέστερα τὰ Λατίνων ἐδόκει· ἔπειτα κωλυόμενον ὑπὸ τῶν τῆς βασιλικῆς ὁλκάδος ἱστίων τὸ πνεῦμα, ἀναπόσπαστα παρα‐ πλεούσης διηνεκῶς καὶ συμμέτρως ἔκ τε πρύμνης καὶ πλευρᾶς δε‐
10ξιᾶς, ὅθεν ἐκεῖνο προσέῤῥει, μαλακώτερον τοῖς τῶν πολεμίων ἱστίοις προσέβαλλε καὶ οὐ στεῤῥὰν οὐδὲ μάλα τοι εὔτονον πα‐ ρεῖχε τῇ ὁλκάδι τὴν κίνησιν. (Δ.) Ὃ δὲ μεῖζον Λατίνοις ἀτύ‐ χημα ἐγεγόνει, θρασύτερόν τις ἐξ αὐτῶν τῇ Ῥωμαίων ἐπιπηδή‐ σας ὁλκάδι ὀξεῖ πελέκει τὰ καιριώτερα τῶν καλωδίων ἐξέτεμε·
15διὸ κατενεχθεῖσα ἡ κεραία κατὰ μέσην τὴν τῶν Λατίνων ὁλκάδα ἀπόλεμον ἐκείνης τὸ πλεῖστον ὁπλιτικὸν ἐξαίφνης πεποίηκε· κἀν‐ τεῦθεν ἀδεῶς κατὰ κύκλον καὶ αἱ τριήρεις πελάσασαι στεῤῥότε‐ ρον ἐκ τοῦ σύνεγγυς ἔβαλλον. ἤδη δέ τις καὶ εἰσεπήδησεν ἔνδον τῆς πολεμίας ὁλκάδος, καὶ ἄλλος ἐπ’ ἄλλῳ, καὶ τρεῖς ἐπὶ δύο,
20καὶ τέσσαρες ἐπὶ πλείστοις, ἕως τελέως κρατήσαντες, τῶν πολε‐ μίων ὅσοι μὴ ἐτεθνήκεσαν, τοὺς μὲν τραυματίας, τοὺς δὲ δε‐ σμώτας ἐκεῖθεν ἐξεῖλον. τοῦτο δεύτερον τῆς βασιλέως ὀξύτητος
καὶ σπουδῆς ἐναργέστερον γνώρισμα· τοῦτο τοὺς Λατίνους εἰς

1

.

137

ἐσχάτην ἤλασε δειλίαν καὶ φόβον· καὶ τὸ πολὺ τοῦ θράσους με‐ ταθεμένους καὶ τὸν συνήθη τῦφον ὡς ἄκαιρον ἀποῤῥίψαντας με‐ τριωτέρους γενέσθαι ἠνάγκασεν. εʹ. Ἐγὼ δὲ ἐκεῖνο ἐπαναλήψομαι. τῷ σουλτὰν Ἀζατίνῃ φυ‐
5γάδι ὡς εἴρηται γενομένῳ ἐκ τῆς πόλεως Αἴνου ἅμα τῷ υἱῷ αὐ‐ τοῦ Μελὴκ καὶ διαβάντι τὸν Ἴστρον, αὐτῷ μὲν τὸ βουλόμενον ἐκπληρῶσαι οὐκ ἐξεγένετο. φθάσαν γὰρ τὸ χρεὼν τῶν βουλευ‐ μάτων ἐξέτεμε τὰς ὁδούς. ὁ δὲ Μελὴκ βραχὺ διατρίψας αὐτόθι βίον ἔπηλυν καὶ οὐ μάλα οἱ ἀρέσκοντα εἶτα διὰ τοῦ Πόντου
10διέβη πρὸς τοὺς ἐν Ἀσίᾳ Σκύθας· ἀφ’ ὧν τὸ ἐνδόσιμον εἰληφὼς ἧκε ζητῶν τὴν τῶν Τούρκων ἀρχὴν ὡς πατρικόν τινα κλῆρον. τῶν μὲν οὖν ἄλλων σατραπῶν οἱ μὲν συνῄεσαν καὶ προσῄεσαν ὅσα καὶ δεσπότῃ σφῶν αὐτῶν· οἱ δ’ ἤμελλον. εἷς δέ τις Ἀμού‐ ριος ὄνομα δῆμον συνηθροικὼς λῃστρικὸν οὐ βραχὺν, ἀλλὰ
15μάλα συχνὸν, πόλεμον ἤρατο κατ’ αὐτοῦ καὶ τέλος τρεψάμενος ἐδίωξεν ἄχρι θαλάττης· τότε μὲν οὖν ὁ Μελὴκ ἐς τὴν κατὰ Πόν‐ τον Ἡράκλειαν διεσώθη καταφυγών. ἦρος δ’ ἐπιστάντος ἔδοξεν αὐτῷ ἀπιέναι πρὸς βασιλέα περὶ τὸ Νύμφαιον διατρίβοντα. καὶ μέντοι καὶ ἀπιὼν ἐκεῖ μὲν οὐκ ἀφίκετο· ὁ δὲ ἀλλ’ ἑτέραν ἐτρά‐
20πετο μεταξὺ καὶ παρὰ τοὺς Τούρκους αὖθις ἐλθὼν τὴν πατρι‐ κὴν ἐζήτει ἀρχήν. ὅθεν ἐν οὐ μακρῷ καὶ οὗτος τὸν βίον ἀπο‐ λιμπάνει, λάθρα τινῶν φονευτῶν συστάντων ἐπ’ αὐτόν. (Β.) Τῆς
δὴ τῶν Τούρκων ἀρχῆς οὕτω φθαρείσης καὶ τῶν πραγμάτων

1

.

138

ἐκείνων ἐξ εὐταξίας καὶ τύχης λαμπρᾶς εἰς ἀταξίαν μεγίστην κε‐ χωρηκότων, οὐ μόνον σατράπαι καὶ ὅσοι τῶν γένει καὶ δόξῃ δια‐ φερόντων, εἰς πλεῖστα τεμόντες τὴν ὅλην διέλαχον ἐπικράτειαν, ἀλλὰ καὶ πολλοὶ τῶν ἀδόξων καὶ ἀνωνύμων ὄχλους τινὰς συρφε‐
5τώδεις προσεταιρισάμενοι πρὸς λῃστρικὸν ἀπέκλιναν βίον, μη‐ δὲν τόξου καὶ φαρέτρας ἐπιφερόμενοι πλέον· οἳ καὶ τὰς τῶν ὀρῶν δυσχωρίας ὑποδυόμενοι συχναῖς καὶ λαθραίαις ἐχρῶντο ταῖς ἐκδρομαῖς καὶ τὰς ὁμόρους χώρας καὶ πόλεις Ῥωμαίων κα‐ κῶς διετίθεσαν. συνέβη γὰρ καὶ πρὸ βραχέος τοὺς τὰς ἄκρας
10οἰκοῦντας φύλακας μετανάστας ἐκεῖθεν γενέσθαι δι’ ἔνδειαν τῶν ἐτησίων λημμάτων, ἃ παρὰ τοῦ βασιλικοῦ πρυτανείου ἐλάμ‐ βανον. ὅπερ ὡς οὐδενὸς ἄξιον παροραθὲν ἐν ἀρχαῖς μέγιστον ὕστερον ἔδοξε Ῥωμαίοις ἀτύχημα καὶ τῶν μάλα μεγίστων αἴτιον συμφορῶν. οἱ δὲ τὰς σατραπείας ἐκεῖνοι πολλαχῇ διελόμενοι
15Τοῦρκοι παρὰ Σκυθῶν ἐλαυνόμενοι Ῥωμαίους ἤλαυνον· καὶ ὅσον πρὸς Σκύθας ἐθηλύνοντο, τοσοῦτον κατὰ Ῥωμαίων ἠνδρί‐ ζοντο· ὡς εἶναί σφισι τὴν τῶν Σκυθῶν ἔφοδον οὐ συμφορῶν αἰ‐ τίαν, ἀλλὰ σφόδρα μεγίστης χορηγὸν εὐτυχίας. εἰσεχέοντο μὲν οὖν κατὰ πλήθη ἔκ τε Παφλαγονίας ἔκ τε Παμφυλίας καὶ τὴν
20Ῥωμαίων ἐδῄουν γῆν· ἤδη δὲ καὶ πόλεμοι συνεῤῥήγνυντο συνε‐ χεῖς· εἷς δὲ καὶ μέγιστος, ὃς καὶ Ῥωμαίοις ἀρχηγέτης γέγονε τῶν ὅλων κακῶν. (Γ.) Στρατοπέδων πολλῶν Τουρκικῶν ἀθροι‐ σθέντων περὶ Παφλαγονίαν ἔδοξε τῷ βασιλεῖ μεγάλην καὶ ἀξιό‐ μαχον στείλαντι δύναμιν τὴν ἐκείνων ὀξεῖαν ἀναχαιτίσαι ἔφοδον,
25καθόσον ἐφικτόν· μὴ καθάπερ πύλας ῥήξαντες ἐκεῖνο τὸ μέρος

1

.

139

μετὰ πολλῆς ἔπειτα τῆς ἀδείας καὶ κατὰ τῆς ἄλλης χεθῶσι χώ‐ ρας. ἔπεμψεν οὖν στρατόν τε ἱκανὸν καὶ τοὺς ἄξοντας στρατη‐ γοὺς, οἳ διὰ κακοβουλίαν αὐτοί τε ἐσφάλησαν καὶ τὸ πᾶν ἀπώλε‐ σαν στράτευμα. οἱ γὰρ Τοῦρκοι τῇ ὑστεραίᾳ μελλούσης τῆς
5μάχης συῤῥήγνυσθαι διαγρηγορήσαντες πρὶν ἡμέραν γενέσθαι προλοχίζουσιν οὐκ ὀλίγας ἐνέδρας παρὰ τὰς πρὸς ἕω τοῦ πλη‐ σίον ποταμοῦ ὄχθας· κἄπειτα διαβάντες τὸν ποταμὸν ἐνταῦθα πηγνύουσι τὸ στρατόπεδον. τῆς δὴ προσηκούσης ὥρας ἐληλυ‐ θυίας συνῄεσαν τὰ στρατόπεδα. καὶ τὰ μὲν πρῶτα οὐ μάλα ἀνυ‐
10πόστατος ἔδοξε Τούρκοις ἡ Ῥωμαίων ὁρμή· ἀλλ’ ἐκαρτέρουν ὅμως καὶ ἀντεῖχον μαχόμενοι, οὐ συστάδην τὴν μάχην ποιούμενοι, ἀλλὰ συχνῶς ἐναλλασσομένην, ὡς ἔθος αὐτοῖς. νῶτα γὰρ δει‐ κνύουσι φεύγειν δοκοῦντες· εἶτα ἐπαναστρέφουσι τάχιστα καὶ συ‐ χνὰ τοῦτο ποιοῦντες διατελοῦσιν, ὡς ἂν τὴν τῶν ἀντιπάλων στρα‐
15τοπέδων τάξιν ταράττωσι καὶ τῆς προσηκούσης στάσεως ἐξιστῶσι· κἄπειτα οὕτω τεταραγμένοις ἐπεισπίπτοντες ῥᾷστα κατατροποῦνται. (Δ.) Τότε μὲν οὖν κατὰ Ῥωμαίων ἀνύσαι τὸ σφῶν αὐτῶν ἐπιτή‐ δευμα οὐ δεδύνηνται κράτιστα πεφραγμένων καὶ ὡπλισμένων· ἀλ‐ λὰ μάλα τοι τῶν οἰκείων πλείστους ἀποβαλόντες ἔφευγον παρὰ τὸν
20ποταμὸν ἀμεταστρεπτί· ἐδίωκε δ’ ὁ στρατὸς (ὡς μὴ ὤφελον) ἀνα‐ πόσπαστα· καὶ ταῦτα τῶν συνετωτέρων στρατηγῶν συχνὰ βοώντων καὶ κωλυόντων τὴν δίωξιν, οὐ μάλα τοι πεφυκυῖαν ἀνύποπτον, οὐ‐ δὲ πόῤῥω που δέους. ἀλλ’ ἐχρῆν ἄρ’, ὡς ἔοικεν, ἀρχὴν ἐκεῖνον εἶναι
τὸν πόλεμον τῆς Ῥωμαίων καταστροφῆς, κολαζούσης μετρίως ἄνω‐

1

.

140

θεν τῆς προνοίας μυρίων χάριν ἁμαρτημάτων. ταύτῃ τοι καὶ διαβάντας τὸν ποταμὸν διαβάντες ἐδίωκον καὶ αὐτοὶ, κόπτοντες ἀεὶ τοὺς νωθρότερον φεύγοντας, ἕως ἐνέτυχον αἰφνιδίως καὶ ἀπροόπτως τοῖς λόχοις τῶν Τούρκων, ἀνδράσιν ἀναπεπαυμένοις
5καὶ ἀκμάζουσιν ἄνδρες ἀσθμαίνοντες ὑπὸ δρόμου καὶ καύματος· καὶ οὕτω δὴ κυκλωθέντες ἐκεῖθεν μὲν μυριάσι στρατοῦ, ἐντεῦθεν δὲ τῷ ποταμῷ, πλὴν ὀλίγων ἅπαντες κατεκόπησαν, ὀλίγον δυ‐ νηθέντες ἐνδείξασθαί τι λόγου καὶ μνήμης ἄξιον. (Ε.) Ἐκεῖθεν μέντοι ἀρξάμενοι καθάπερ πύλης ἀνοιχθείσης κατὰ πολλὴν ἤδη
10τοῦ κωλύσοντος ἐρημίαν οἱ πολέμιοι πᾶσαν ἐπόρθουν καὶ ἔκαον τὴν Ῥωμαίων χώραν, κατιόντες ἄχρι Σαγγαρίου τοῦ ποταμοῦ. ὅθεν ἀπηγορευκὼς ὁ βασιλεὺς πολιχνίοις συχνοῖς ὠχύρωσε τὸν ποταμὸν Σαγγάριον, μὴ καὶ αὐτοῦ ἐπιβάντες κυριεύσωσι Βιθυ‐ νίας. οὐ γὰρ ἔκρινε δεῖν ἀποσπάσαι τὰς ἄλλας Ῥωμαίων δυνά‐
15μεις, ὅθεν ἀπησχόληντο. αἱ μὲν γὰρ Θρᾳκικαὶ ταῖς Βουλγαρι‐ καῖς ἀπησχόληντο μάχαις· αἱ δὲ Μακεδονικαὶ ταῖς τε Θετταλι‐ καῖς καὶ ταῖς τῶν Ἰλλυριῶν· αἱ δ’ αὖ τῆς κάτω Ἀσίας, ὅσην Φρυγία τε καὶ Λυκία ὁρίζουσι καὶ οἱ περὶ Μαίανδρον ἀρδεύ‐ ουσι ποταμοὶ, πρὸς τὰς λῃστρικὰς ἐφόδους τῶν ἄλλοτε ἄλλοσε
20ἐρχομένων Τούρκων ἔμελλον ἀπαντῆσαι· τό, τε ναυτικὸν κατα‐ λύειν καὶ ἀνθέλκειν πρὸς ἤπειρον τῶν ἀτοπωτάτων ἐδόκει. τάχι‐ στα γὰρ ἂν οὕτω γε ἀνατραπήσεσθαι καὶ τὴν τῆς θαλάττης γα‐ λήνην πρὸς χειμῶνας καὶ κλύδωνας μείζους τῶν τῆς Ἀσίας. ὅθεν
κατὰ χώραν μενούσας αὐτὰς αὐτόθεν ἀπαντᾷν πρὸς τοὺς πολε‐

1

.

141

μίους ὁ βασιλεὺς προσετετάχει, ἀγαπητὸν εἶναι μᾶλλον κρίνας τὴν ἐσκεμμένην τῶν ὄντων ἀσφάλειαν, ἢ τὴν μετὰ κινδύνων ἄδη‐ λον ἔκβασιν. (ϛʹ.) Ἐπεὶ δὲ ταῖς κατὰ τὴν Ἀσίαν ἄκραις τῶν ἡμετέρων ὁρίων ἐς οἴκησιν σφῶν αὐτῶν ἀδεῶς οἱ βάρβαροι κατε‐
5χρήσαντο καὶ κατὰ σατραπείας ὅσην αἰχμάλωτον ἔσχον γῆν αὐτοὶ διελόμενοι διέζωσαν πᾶσαν ἀπὸ θαλάσσης τῆς περὶ Πόν‐ τον καὶ Γαλατίαν ἕως θαλάσσης τῆς περὶ Λυκίαν καὶ Καρίαν καὶ ποταμὸν τὸν Εὐρυμέδοντα· τίς ἂν ἱκανὸς εἴη μακρότερον Ἰλιάδος ἀποτεῖναι λόγον πρὸς ἀξίαν ἀφήγησιν τῶν δεινῶν, ὧν ἐπῆ‐
10γον Ῥωμαίοις διηνεκῶς ἐφ’ ἡμέρᾳ καὶ νυκτὶ, ὡς τοσοῦτον ἐσαεὶ τὰ Ῥωμαίων ἐς φθορὰν καταῤῥεῖν, ὅσον οἱ βάρβαροι προὐχώρουν ἐπὶ τὸ μεῖζον; πάντα μὲν γὰρ ὡς ἐν κεφαλαίῳ ξυνειλοχότας παραδρα‐ μεῖν νωθρᾶς ἂν εἴη καὶ γνώμης καὶ γλώττης· καὶ μία μὲν οὐδεμία γένοιτ’ ἂν αἴσθησις, ὅσων ἄξια θρήνων τὰ πεπραγμένα. πάντα
15δ’ αὖ καθ’ ἕκαστον ἀφηγεῖσθαι πειρᾶσθαι μήτε τῶν ἡμῖν δυνατῶν εἶναι, καὶ πρός γε ἔτι δεήσει πηγὰς δακρύων ἀφιέναι συχνὰ τῶν ὀφθαλμῶν, ὅσοι φίλοικτον καὶ μάλα εὐαίσθητον ἔσχον καρδίαν· καὶ δόξομεν αὐτοί γε ἡμεῖς μονῳδεῖν, οὐχ ἱστορίαν διεξιέναι. ὅθεν οὔτε πάντα λεκτέον οὔτε πάντ’ ἀφετέον· ἀλλὰ μέτριά τινα
20λεκτέον ἀπολεξαμένοις ἀπὸ πολλῶν καὶ ἄλλοτ’ ἄλλα, κατὰ και‐ ρὸν ἕκαστα τὸν προσήκοντα. (Ζ.) Ἐν μὲν οὖν τῇ πρώτῃ ἐκείνῃ ἐφόδῳ πλείστην καὶ ἀναρίθμητον ξυναγαγόντες οἱ βάρβαροι λείαν ἀνδρῶν τε καὶ γυναικῶν καὶ ὅσα τῶν πραγμάτων εὐζώνοις
ἀνδράσιν ἐτύγχανον φορητὰ, διεμερίζοντο κατὰ σφᾶς. μετὰ

1

.

142

μέντοι τῶν ἄλλων ἦσαν ἐν ἐκείνῃ τῇ λείᾳ καὶ ἀδελφαὶ δύο κόραι νεάζουσαι· αἳ δὴ, ἐπειδὴ χωρίζεσθαι ἤμελλον ἀπ’ ἀλλήλων διὰ τὸ μὴ ὑφ’ ἑνὶ δεσπότῃ λαχεῖν, στᾶσαι κατὰ πρόσωπον ἀλλήλαις ἥττους τοῖς θρήνοις ἀπέδειξαν τήν τε Ἑκάβην ἐκείνην τὴν ἀπὸ
5Τροίας καὶ Νιόβην ἐκείνην τὴν δι’ αἰῶνος δακρύουσαν καὶ πά‐ σας ὁπόσας βίβλοι φέρουσι τραγικαί· ἐστερνοτυποῦντο πικρῶς, ῥύακας αἱμάτων ἐτρύγων τοῖς ὄνυξιν, ἐπυρπολοῦντο τὰ σπλάγ‐ χνα, στεναγμοὺς ἀνέπεμπον οἷα καπνὸν ἐκ μεγάλης καμίνου· τέλος περιπλακεῖσαι ἀλλήλαις ὑπὸ λειποθυμίας εὐθὺς τοῦ ζῇν
10ἀπεῤῥάγησαν, ὥσπερ οὐκ ἀνεχομένης ἐνδοῦναι τῆς φύσεως δια‐ ζευχθῆναι τὰ σώματα πρότερον ἢ τὰς ψυχάς. (Η.) Συνέβη δ’ ἐπὶ τούτοις ἀπελθόντα τὸν τοῦ βασιλέως υἱὸν Ἀνδρόνικον ἐν‐ τολαῖς πατρικαῖς ἀνοικοδομῆσαι πάλαι πεπτωκυῖαν τὴν πέραν Μαιάνδρου τοῦ ποταμοῦ πόλιν οὕτω πως ἐπικεκλημένην Τράλ‐
15λεις, ἔρυμα δῆθεν γενησομένην τῶν ἔγγιστα χωρίων, ὁπότε κα‐ τατρέχοιεν οἱ πολέμιοι· ἀλλ’ οὔπω μετὰ τὴν κτίσιν τέτταρες ὅλοι παρῆλθον ἐνιαυτοὶ, καὶ κυκλωσάντων τῶν Τούρκων καὶ περι‐ στρατοπεδευσάντων ἐφ’ ἱκανὸν, ἠναγκάσθησαν ἔνδοθεν ὅσοι μὴ τῇ δίψῃ καὶ τῷ λιμῷ ἐτεθνήκεσαν ἑαυτοὺς τοῖς πολεμίοις προ‐
20δοῦναι, εἴκοσι χιλιάδων τὸ πλῆθος οὐ μείους ὑπάρχοντες· οἳ δὴ καὶ ἀπαγόμενοι δέσμιοι τοὺς τελευτήσαντας ἐμακάριζον, ἅπαξ δουλείας καὶ πόνων ἀπαλλαγέντας μακρῶν. (Θ.) Ἀλλ’ ἐκεῖνο
μικροῦ με παρέδραμεν. ἀνοικοδομουμένης, ὡς εἰρήκειμεν, τῆς

1

.

143

πόλεως ταυτησὶ εὕρηται λίθος πάλαι πολὺν κατορωρυγμένος ἐκεῖ που τὸν χρόνον, ἐν ᾧ ἐνεγέγραπτο χρησμὸς οὑτοσί· τῆς δὲ πό‐ λεως Τράλλεως τὸ κάλλος χρόνοις ἐσεῖται σβεννύμενον. τὸ δὲ πολλοστὸν ταύτης καταλειφθὲν ἐν ὑστάτοις ἐκφοβηθήσεται ἔθνει
5ἀνάρχῳ. ἁλώσεται δὲ οὐδαμῶς. ἀνακαινισθήσεται δὲ παρὰ δυ‐ νατοῦ νικωνύμου, ὃς ὀκταπλῆν ἀγλαῶς ἐννάδα βιώσει δίσκων καὶ τρὶς ἑπτὰ κυκλῶν πόλιν Ἀττάλου λαμπρυνεῖ. ᾧ καὶ πόλεις ἑσπέριαι ὑποκύψουσι, καὶ ἀγέρωχοι ὑποκλιθήσονται παιδικῶς. οὗτος ὁ χρησμὸς τοῖς πολλοῖς οὐ παλαιὸς ἐδόκει χρησμὸς, ἀλλὰ
10νεωτέρων πλάσμα τινῶν. ἦσαν δ’ οἳ καὶ πιστὸν ἡγοῦντο καὶ ἀλη‐ θῆ· καὶ πολλοὺς ἐντεῦθεν ὑπέτεινον χρόνους τῷ βασιλεῖ τῆς ζωῆς. οὐ γὰρ ἐπὶ μόνην ἵσταντο τὴν ὀκταπλῆν ἐννάδα, ἣ πρὸς δύο καὶ ἑβδομήκοντα ἀναλύεται ἔτη· ἀλλὰ καὶ τοὺς τρὶς ἑπτὰ προσετίθεσαν κύκλους, ὡς ἔτη γίνεσθαι ἅμα τὰ πάντα τρία καὶ
15ἐνενήκοντα. ἀλλ’ ὥσπερ καὶ τἄλλα τῶν χρησμοδοτουμένων δυσεί‐ καστά εἰσι καὶ δυσξύμβολα καὶ πλείστας δεχόμενα τὰς ἀνελίξεις καὶ ἀναπτύξεις μέχρις αὐτῆς ἐκβάσεως, οὕτω καὶ οὗτος ὁ χρησμὸς ἐπλάνα τοὺς πλείστους καὶ αὐτὸν δὴ τὸν βασιλέα Ἀνδρόνικον μέχρις αὐτῆς τελευτῆς, ὡς εἰρήσεται. ἐξ ἀνθρώπων δ’ αὐτοῦ
20γενομένου αὐτὸς ἑαυτὸν ὁ χρησμὸς διεσάφησεν. ἐγένοντο μὲν γὰρ ἔτη τὰ μὲν μετὰ τῶν βασιλικῶν παρασήμων τῆς τοῦ βασιλέως
Ἀνδρονίκου ζωῆς δύο καὶ ἑβδομήκοντα· τὰ δὲ μετὰ τοῦ μονα‐

1

.

144

χικοῦ σχήματος ἕτερα δύο ἔγγιστα. τὸ δὲ, τρὶς ἑπτὰ κυκλῶν, οὐδὲν ἦν ἕτερον, ὥς φασιν, ἢ ὅτι πρῶτον καὶ εἰκοστὸν τηνι‐ καῦτα παρήμειβεν ἔτος, ὁπότε τήνδε τὴν πόλιν ἀνέστησε καὶ ἐλάμπρυνεν. ἦν δὲ τῆς πόλεως πρῶτος οἰκιστὴς ταυτησὶ Ἄττα‐
5λός τις εὐγενὴς, ἄποικος Τροίας, εἰς ὑπόμνημα ταύτην ἐγείρας τῆς παλαιᾶς ἐκείνης Τροίας ἁλούσης· ὅθεν καὶ ἀναλυομένου τοῦ ὀνόματος τούτου Τροία ἄλλη καλοῖτ’ ἂν ἡ τοιαύτη πόλις. ἀλλὰ τὰ μὲν περὶ τῆς τοῦ βασιλέως Ἀνδρονίκου βιοτῆς καὶ τελευτῆς εἰρήσεται καθ’ ἕκαστον κατὰ τὸν προσήκοντα τόπον ἔμπροσθεν·
10νῦν δ’ ἐπὶ τὸ πρότερον ἴχνος τοῦ λόγου φέρε ἐπανακάμψωμεν. ϛʹ. Ἔφθημεν ἀποδεδειχότες τὸν ῥῆγα τῆς Ἰταλίας Κάρουλον ἄνδρα μεγαλουργὸν καὶ βελτίστῃ δυνάμει συνέσεως χρώμενον ἔς τε τὰς ἐπινοίας καὶ τὰ βουλεύματα ὧν ἔμελλε δρᾷν ἔς τε αὐτὰ δὴ τὰ δρώμενα. ἀλλ’ ἀντέπραττεν αὐτῷ καθάπαξ εἰπεῖν ἡ τοῦ
15βασιλέως δραστικωτέρα ὀξύτης καὶ ἀντεκάθητο ὑπερδέξιος· καὶ πέρας οὐ συνεχώρει χρηστὸν οὔθ’ οὗτος ταῖς ἐκείνου κατὰ Ῥωμαίων ἐπακολουθῆσαι πράξεσιν, οὔτ’ ἐκεῖνος ταῖς τοῦ βασι‐ λέως κατὰ Λατίνων· ἀλλ’ ἦν οὕτως ἐπὶ μακρὸν τὰ ἐξ ἀμφοτέ‐ ρων ἀντίπαλα καὶ ἰσόῤῥοπα, ὡς καὶ φήμην ἐξενεχθῆναι τοιαύτην
20πρὸς τῶν συνετωτέρων ἀνδρῶν εὐστόχως ἐπ’ ἀμφοῖν εἰρημένην, ὡς εἰ μὴ τηνικαῦτα τοιοῦτος βασιλεὺς τοῖς Ῥωμαίων ἐπεστάτει
πράγμασι, ῥᾳδίως ἂν ὑπὸ τῷ ῥηγὶ τῆς Ἰταλίας Καρούλῳ ἡ Ῥω‐

1

.

145

μαίων ἡγεμονία ἐγεγόνει· καὶ αὖ τὸ ἀντίστροφον, εἰ μὴ τηνι‐ καῦτα τοιοῦτος ῥὴξ τοῖς Ἰταλῶν ἐπεστάτει πράγμασι, ῥᾳδίως ἂν ὑπὸ τῷ βασιλεῖ ἡ Ἰταλῶν κατέστη ἡγεμονία. ὥστε καὶ θαυ‐ μάζειν ἔπεισί μοι τὴν ἀνεξιχνίαστον τοῦ θεοῦ πρόνοιαν, πῶς κἀκ
5τῶν ἄκρων ἐναντίων ἓν ποιεῖ συνάγεσθαι τέλος. ὁπόταν γὰρ ἐναν‐ τιουμένας ἀλλήλαις δύο τινὰς ἐπαρχίας συνίστασθαι καὶ ἄμφω βούληται καὶ μηδετέραν παρὰ τῆς ἑτέρας κυριευθῆναι, δυοῖν οἰκονομεῖ θάτερον· ἢ γὰρ μεγαλογνώμονας καὶ σπουδαίους ἑκα‐ τέραις τοὺς ἀρχηγοὺς ἐφευρίσκει καὶ ἐφιστᾷ, ὡς ἂν κατὰ ἀντιπε‐
10ρίστασιν παρ’ ἑκατέρων τὰ ἑκατέρων ὁρμήματα θραύηται καὶ ἀνενέργητα διαμένῃ, καί τ’ ἀσφαλὲς οὑτωσὶ τοῖς τόποις διασώ‐ ζηται· ἢ καὶ ἄμφω τοὺς ἀρχηγοὺς ὀλιγογνώμονάς τε καὶ ἀσθε‐ νεῖς, ὡς μηδέτερον καθ’ ἑτέρου κινεῖσθαι δύνασθαι, μηδ’ ὑπὲρ τὰ ἐσκαμμένα πηδᾷν καὶ συγχεῖν τοὺς ἀρχαιοτέρους τῶν ἐπαρ‐
15χιῶν ὅρους· καὶ οὕτως ἐξ ἀμφοτέρων τῶν ἄκρων ἐναντιωμάτων μίαν ποιεῖται ἀσφάλειαν. (Β.) Ἰδοὺ γὰρ κἀνταῦθα παρὰ πάντα τὸν χρόνον τῆς αὐτοῦ βιοτῆς οὐκ ἔληξεν ἐπίβουλα δρῶν καὶ πο‐ λέμια κατὰ τῶν Ῥωμαίων ὁ Κάρουλος· ἀλλ’ ἔμενεν ἄπρακτος παρευδοκιμούμενος ταῖς τοῦ βασιλέως ὀξείαις ἀντεμβολαῖς καὶ
20ἀντεπιχειρήσεσι. καὶ τὰ μὲν ἄλλα κατὰ τὴν οἰκείαν ἕκαστα διεξε‐ ληλύθειμεν χώραν· ἤδη δὲ τὸ τελευταῖον ἐρῶν ἔρχομαι. ὤδινε μὲν γὰρ ὁ Κάρουλος ἀεὶ κατὰ βασιλέως ἐπιβουλὴν καὶ καιρὸν ἐζήτει τὴν ὠδῖνα ἐκρῆξαι. ἄρτι δ’ ἐκπολεμωθέντας ἰδὼν κατὰ
βασιλέως ἔνθεν μὲν Ἰωάννην τὸν σεβαστοκράτορα τὸν τῆς Θετ‐

1

.

146

ταλίας ἄρχοντα, ἐκεῖθεν δὲ τοὺς Ἰλλυριοὺς, ἔγνω καιρὸν καὶ αὐτὸς ἔχειν οὕτω τεταραγμένοις τοῖς Ῥωμαίων ἐπιθέσθαι πρά‐ γμασιν ἔκ τε γῆς καὶ θαλάττης καὶ ἀνύσαι τὸ πάλαι σκοπούμε‐ νον. καὶ δὴ πολλὰς τὰς ναυτικὰς ἐξαρτύσας δυνάμεις πλείονα
5συγκροτεῖ τὰ ἐκ τῆς χέρσου στρατόπεδα, ὧν ἡγεμόνα καθίστησιν ἄνδρα γεννάδαν ὄνομα Ῥωσονσουλῆν. οὗτος τὰς ἠπειρωτικὰς παρειληφὼς δυνάμεις διαπερᾷ τὸν Ἰόνιον, καὶ ἦν αὐτῷ σκοπιμώ‐ τατον ἐκπολιορκήσαντι τὸ τῶν Βελλεγράδων φρούριον καὶ ὅσα τῶν Μακεδονίας καιριωτέρων, ἔπειτα ἀδεῶς ἄχρι Βυζαντίου πο‐
10ρεύεσθαι. μηδὲ γὰρ ἔσεσθαι μηδένα, ὃς πρὸς τοσαῦτα στρα‐ τόπεδα καὶ οὕτω στεῤῥῶς ὡπλισμένα πολέμιον ὀφθαλμὸν ἀντι‐ στήσας ἔπειτα καλῶς ἀπαλλάξει. (Γ.) Τῷ γε μὴν βασιλεῖ το‐ σαύτην ἀκοὴν δεδεγμένῳ οὐκ ἐνῆν ἠρεμεῖν, ἀλλ’ ἀνθίστασθαι καὶ ὅπλοις καὶ χρήμασι καὶ τοῖς ἀπὸ συνέσεως μηχανήμασί τε καὶ
15ἀκροβολισμοῖς. ἐντεῦθεν ἔστιν ἰδεῖν, ὅσον ὑπερέχει σύνεσις ὅπλων καὶ φρονήσεως ἐπιτηδεύματα μυριάδων στρατοῦ. πρῶτον μὲν οὖν χρήματα πέμψας παντοδαπὰ τὸν Σικελίας ἐξεπολέμωσε ῥῆγα Φερ‐ δέριχον κατὰ τοῦ Καρούλου, ἵν’ εἰ μή τι ἄλλο, τῶν γοῦν ναυτικῶν δυνάμεων ἐκείνου κωλύῃ τὸν ἔκπλουν καὶ ἀντιπερισπᾷ τὰς καιριω‐
20τέρας φροντίδας πρὸς τοὺς ἐκ πλευρᾶς ὡς εἰπεῖν πόνους μᾶλλον ἢ τοὺς ὑπερορίους· ὃ δὴ καὶ μέγιστον ἔδοξεν ἔργον καὶ τελεσιουργὸν, εἴπερ τι τῶν πάντων ἕτερον. τὰς μὲν οὖν ναυτικὰς τοῦ Καρού‐ λου δυνάμεις οὕτως ἀπράκτους ἀπέδειξεν ἡ τοῦ βασιλέως σύνεσις,
πρὸς τοὺς ἐγγύθεν πολέμους ἀντιπερισπάσας αὐτάς. (Δ.) Μετὰ

1

.

147

δὲ ταῦτα δεήσεις πρὸς θεὸν παραγγείλας ἁπάσαις ταῖς ἐκκλησίαις τὸν ὄντα Ῥωμαίοις τηνικαῦτα στρατὸν ἐκπέμπει κατὰ τοῦ Ῥω‐ σονσουλῆ· οἷς δὴ καὶ ἀπελθοῦσιν οὐκ εὖ ἔχειν ἔδοξεν οὐδὲ πάνυ τοι ἀσφαλὲς πόλεμον ἐμφανῆ κατὰ τῶν ἐναντίων ἐγείρειν, πλεί‐
5στων τε ὄντων καὶ λίαν ἀσφαλῶς ὡπλισμένων καὶ ἄριστα πε‐ φραγμένων· ἀλλ’ ἐνέδραις καὶ λόχοις καὶ ἀκροβολισμοῖς ἐκ λό‐ φων ὑπερδεξίων παρακειμένων τὴν ἐκείνων παροξύνειν ὀφρὺν καὶ τὸν τῦφον ἐς ἀσύντακτόν τινα κίνησιν καὶ ὁρμήν. τὸ γάρ τοι γέ‐ νος τῶν Ἰταλῶν τοιούτοις ἀρχῆθεν συντέθραπται τοῖς ἤθεσι.
10ἂν μὲν γὰρ εὐτάκτως ἀπαντᾷ πρὸς τὸν πόλεμον, τεῖχός ἐστιν ὀχυρὸν καὶ ἀμήχανον· ἂν δὲ βραχύ τι τῆς νενομισμένης παρα‐ λύσῃ τάξεως, οὐδὲν ἂν εἴη τὸ κωλύον αἰχμαλώτους σφᾶς ὑπὸ τῶν πολεμίων αὐτίκα μάλα ἀχθήσεσθαι. ἐνίοτε δὲ καὶ τὸ τῆς ἐμφύτου κορύζης τε καὶ ὀφρύος μεγάλως παρέβλαψε τῷ μὴ ἐν
15καιρῷ τοῦ θυμοῦ στρατηγουμένους ῥᾳδίως. ταῦτ’ οὖν ἐκ πολ‐ λοῦ συνειδότες ὁ Ῥωμαίων στρατὸς τοιούτοις αὐτοὺς περιήρχον‐ το δόλοις καὶ μηχανήμασι· καὶ τοῖς μὲν λόχοις τὰς σιταγω‐ γοὺς ἡμιόνους κατέκοπτον καὶ τὰς ἑπομένας κατέλυον ἀγοράς· τοῖς δ’ ἐκ τῶν λόφων ἀκροβολισμοῖς τοὺς ὑδρεύοντας ἔκτεινον.
20(Ε.) Τὸ μὲν οὖν αὐτίκα μεταστῆσαι τὸ ἑαυτοῦ στρατόπεδον ἐκ τῆς τῶν Βελλεγράδων πολιορκίας ὁ Ῥωσονσουλῆς εἰς ἀσφαλέστε‐ ρον τόπον σφόδρα ἀνάξιον ἔκρινε τῆς οἰκείας ὀφρύος καὶ ἅμα οὐ πόῤῥω μεγάλης αἰσχύνης, Δηρόν τε μένειν κενεόν τε νέεσθαι.
ὁ δὲ ἀλλὰ τῷ θυμῷ κινηθεὶς ἔπεισι μετὰ πάνυ βραχέων κατὰ

1

.

148

τῶν βαλλόντων τοὺς ὑδρεύοντας· οὓς οἱ ἡμέτεροι θεασάμενοι σπουδῇ παρακατιόντες ἐκύκλωσαν, καὶ αὐτίκα τοὺς μὲν ἵππους νεκροὺς τοῖς τοξεύμασιν ἔφηναν, πάντας δ’ αὐτοὺς εἰς τὸ τῶν Ῥωμαίων στρατόπεδον ζῶντας ἐκόμισαν. τοῦτο μὲν Λατίνους τὰ
5ἔσχατα συνεκύκησέ τε καὶ συνετάραξε· τοὺς δὲ Ῥωμαίους τὴν τα‐ χίστην παρέπεισέ σφισιν ἐπιθέσθαι τεταραγμένοις. ἀλλ’ οἱ μὲν Ῥωμαῖοι οὕτω ῥᾳδίως καὶ πόνων μεγάλων χωρὶς κατὰ Λατίνων ἐστήσαντο τρόπαιον μέγιστόν τε καὶ πάσας ἐλπίδας εὐχερῶς ὑπερ‐ βαῖνον. (ϛʹ.) Ὁ δὲ Κάρουλος οὕτω καταστρατηγηθεὶς ὑπὸ τοῦ
10βασιλέως καὶ ἀντὶ μιᾶς μάχης εὐχεροῦς τε καὶ εὐμηχάνου διχό‐ θεν συγκροτουμένης ἔκ τε γῆς ὁμοῦ καὶ θαλάττης ἐς δύο παρ’ ἐλπίδα μερισθεὶς καὶ τῇδε μὲν ὅλα συλλήβδην ζημιωθεὶς τὰ τὸν Ἰόνιον διαβάντα στρατόπεδα, κατὰ δὲ τὴν Σικελικὴν μάχην οὐχ ὅλα μὲν, τὸν υἱὸν δ’ οὖν ἀπολωλεκὼς ἐκάθητο πικροῖς βέλεσι τῆς
15λύπης κεντούμενος πυκνὰ τὴν ψυχὴν καὶ τὸ ζῇν ὑπὸ βαρυθυμίας ἀπολεγόμενος. βραχὺ τὸ μεταξὺ καὶ τὸ ζῇν ἐξεμέτρησεν, οὐ δυ‐ νηθεὶς ἐς τέλος καταπέψαι τὴν λύπην, πολλαπλῆν τινα καὶ δυσ‐ ίατον οὖσαν. ζʹ. Ἀλλ’ ἐκεῖνο μικροῦ με παρέδραμεν. Ἰωάννης γὰρ ὁ τοῦ
20ῥηθέντος Ἀλεξίου ἀπόγονος, τοῦ μετὰ τὴν τῆς Κωνσταντι‐ νουπόλεως ἅλωσιν τῆς τῶν Κόλχων καὶ Λαζῶν τυραννήσαντος γῆς, ὅρκους ἐγγράφους παρὰ τοῦ βασιλέως ἐκεῖθεν δεξάμενος ἐπιδημεῖ τῇ βασιλευούσῃ καὶ τῇ τοῦ βασιλέως συζεύγνυται θυγα‐
τρὶ Εὐδοκίᾳ· καὶ βραχύν τινα τῷ βασιλεῖ παρὰ τῇ βασιλευούσῃ

1

.

149

συνδιατρίψας χρόνον ἔπειτα ἐπανῆκεν ἅμα τῇ γυναικὶ Εὐδοκίᾳ πρὸς τὴν ἰδίαν ἀρχὴν, ἧς τὰ βασίλεια Τραπεζοῦς. ἔνθα δὴ καὶ μήπω τελέως ἐνιαυτοῦ πληρωθέντος παῖδα μετὰ τῆς Εὐδοκίας οὗτος γεγέννηκεν, Ἀλέξιον τὸν νέον Κομνηνόν· ὃς δὴ καὶ διάδο‐
5χος ὕστερον γεγένηται τῆς ἐκείνου ἀρχῆς, ὡς εἰρήσεται. (Β.) Τού‐ των δ’ οὕτως ἐχόντων ἄρχεται πάλιν παρασπονδεῖν ὁ τῆς Θετ‐ ταλίας ἀρχηγὸς Ἰωάννης ὁ Σεβαστοκράτωρ· ὃ δὴ καὶ εἰς λύπην καὶ ἀκατάσχετον θυμὸν ἀνῆψε τὸν βασιλέα. πᾶσα γὰρ ἤδη σπον‐ δῶν καὶ φιλίας ἐλπὶς ἔσβη καὶ ὡς εἰπεῖν ἐτεθνήκει. τὸ γὰρ συχνὰ
10μὲν αὐτὴν διαῤῥήγνυσθαι, συχνὰ δ’ αὖθις συνδεῖσθαι καὶ βίᾳ μὲν καὶ μόλις λαμβάνειν τὴν ἐπανόρθωσίν τε καὶ σύμπηξιν, ῥᾷ‐ στα δὲ καὶ τὴν ταχίστην πρὸς σύγχυσιν καὶ διάλυσιν καταῤῥεῖν καὶ συμφύρεσθαι, πρὸς ἀπόγνωσιν ἤδη τὸν βασιλέα συνήλασε παντελῆ· καὶ οὐκέτι σπονδῶν ἄλλων ἐμνημόνευσε τοῦ λοιποῦ,
15ἀλλὰ διαπρεσβεύεται πρὸς τὸν Σκύθην Νογᾶν, ὃς τὰς διατρι‐ βὰς καὶ τὴν δίαιταν εἶχε πέραν τοῦ Ἴστρου. ἦν γὰρ τούτῳ φιλία βεβαία πρὸς βασιλέα διὰ τὸ κῆδος· ἠγάγετο γὰρ πρὸ βραχέος ἑαυτῷ σύζυγον Εἰρήνην τὴν ἐκ νοθείας γεννηθεῖσαν τῷ βασιλεῖ θυγατέρα, καὶ ἦν διὰ τοῦτο φίλος τῷ βασιλεῖ. ἐκεῖθεν οὖν εἰ‐
20ληφὼς τετρακισχιλίους Σκυθῶν ἐπιλέκτους στρατιώτας ἔμελλε καὶ Ῥωμαίων ὁπλιτικήν τινα δύναμιν προσμίξας πέμψειν κατὰ τοῦ Θετταλοῦ Ἰωάννου τοῦ Σεβαστοκράτορος ἐπί τε αὐτοῦ τούτου ἀφανισμῷ καὶ ἅμα ἐπὶ σφαγῇ τῆς ὅλης ἡλικίας ἁπλῶς, ὁπόσοι
τὸν ἔφηβον παραλλάξαντες πολέμιά τε ἐπετήδευον ἔργα καὶ ὄψις

1

.

150

τῇ Θετταλίᾳ φάναι ἐτύγχανον. (Γ.) Ἀλλὰ πρὶν εἰς πέρας αὐ‐ τὸν ἀγαγεῖν τὴν μελέτην φθάσας ὁ θάνατος τοῦ δρόμου τὴν ῥᾳ‐ στώνην ἐξαίφνης ἀφείλετο. ἄρτι γὰρ αὐτῷ Λυσιμαχίας ἐγγὺς περὶ τὴν κώμην τὴν μεταξὺ τῶν Παχωμίου καὶ Ἀλλαγῆς, οὑτω‐
5σί πως αὐτῶν ὀνομαζομένων τῶν χώρων, διατρίβοντι κἀκεῖσε τὸ Σκυθικὸν ἐξετάζοντι στράτευμα καὶ τοὺς ἄξοντας ἐκ Ῥωμαίων συγκαταλέγοντι στρατηγοὺς καὶ ἃ χρὴ δρᾷν σφισιν παρακελευομέ‐ νῳ νόσος ἐνσκήπτει δεινὴ περὶ τὴν καρδίαν, θάνατον σύντομον ἀπαγγέλλουσα καὶ πάσας ἰατρῶν τάς τε κρίσεις συνθολοῦσα καὶ
10συνταράττουσα καὶ ἀπράκτους ἀποδεικνῦσα τὰς συμμαχίας τῆς τέ‐ χνης. φασὶ δὲ καὶ αὐτὸν τηνικαῦτα δείσαντα περὶ τοῦ θανάτου τοὺς παρατυχόντας ἐρέσθαι, ὅτῳ ποτὲ καλοῖτο ὁ χῶρος ὀνόματι· ἀκού‐ σαντα δὲ Παχωμίου καὶ Ἀλλαγῆς ἐπικλήσεις βύθιόν τι στενάξαντα ἐνταῦθα φάναι „λοιπὸν τὸ πέρας ἡμῖν, ὦ παρόντες, καὶ τὴν ἀλλα‐
15γὴν κεκλῶσθαι τοῦ βίου·“ μέμψασθαί τε πολλὰ ἑαυτὸν, ὅτι Πα‐ χώμιόν τινα ἄνδρα σεμνὸν ἐζημίωσε φθάσας τοὺς ὀφθαλμούς· ἦν γάρ τις θρυλλούμενος χρησμὸς περὶ τοῦ βασιλέως, ὡς περὶ τὴν ἀλλαγὴν τοῦ βίου τὰ Παχωμίου σε διαδέξεται. ἀφ’ οὗ πλα‐ νηθεὶς ἅτε περὶ τὸν τῆς βασιλείας πόθον λίαν ἐπτοημένος ἄχρη‐
20στον περὶ τὴν βασιλείαν ἔσπευσεν ἀποφῆναι Παχώμιον. (Δ.) Ἀπο‐ ρήσειε δ’ ἄν τις τὴν τῶν χρησμῶν, ὁπόσοι κατ’ ἀνθρώπους ἄλλοτε ἄλλοι πλανῶνται, γένεσίν τε καὶ εὕρεσιν· καὶ ὅπως μελ‐ λόντων φέροντες δήλωσιν ἀναγκαίαν εἶτα βυθοῖς αὐτὴν αἰνιγμά‐
των ἐπηλυγάζουσι. πατέρα μὲν γὰρ τούτων ὅστις ποτὲ ἦν ὁ τού‐

1

.

151

τους πεποιηκώς τε καὶ τῷ χρόνῳ φέρειν παρασχὼν, οὐδένα ποτὲ τῶν πάντων ἀναγράφοντα εὕρομεν, οὔθ’ ὅστις ἱστοριογράφων ἢ συγγραφέων ἐγένοντο. ἀλλὰ τοῦτο μόνον εὕροι τις ἂν ἐπισημαι‐ νομένους ἅπαντας, ὡς κατὰ τόνδε ἢ τόνδε τὸν χρόνον συνέβη
5τόνδε ἢ τόνδε διαθρυλλούμενον τὸν χρησμὸν τήνδε ἢ τήνδε τὴν ἔκβασιν καὶ τὸ πέρας ὕστερον σχεῖν. τίς δ’ ὁ πρῶτος λαλήσας ἕκαστον τούτων, τοῦτο δὲ πρᾶγμα τοῖς πᾶσι καθάπαξ ἀνεκλά‐ λητόν τε καὶ ἄγνωστον, πλὴν εἰ μὴ ψεύδεσθαι βούλοιτό τις. τισὶ δὲ δοκεῖ, δυνάμεις τινὰς ὑπηρετικὰς καὶ λειτουργικὰς, τὰς μὲν
10ἀγαθὰς, τὰς δὲ τοὐναντίον τιμωρητικὰ ὄργανα, ἐπισκόπους οὔ‐ σας τῶν τῇδε περιπολεῖν ἀέρα καὶ γῆν τήν τε γνῶσιν τῶν ἐσομέ‐ νων ἄνωθεν εἰληφυίας καὶ πρός γε ἔτι τὴν ἐπιτροπὴν τοῦ μετα‐ διδόναι αὐτὴν τοῖς ἀνθρώποις, πῆ μὲν δι’ ἐνυπνίων, πῆ δὲ δι’ ἀστέρων, πῆ δὲ διὰ Δελφικοῦ τινος τρίποδος, πῆ δὲ διὰ σπλάγ‐
15χνων ἔστιν ὧν ἐνίοτε θυομένων ζώων, πῆ δὲ, ἵνα τὰ πολλὰ πα‐ ραδράμω, διὰ φήμης ἐξ ἀέρος τὰ πρῶτά ποθεν γεννηθείσης, εἶτα περιθεούσης ἀμοιβαδὸν τὰς τῶν πολλῶν ἀκοὰς, ἣν δὴ καὶ θείαν ἐκάλεσαν ὄσσαν οἱ πάλαι σοφοί. ἔστι δ’ ἃ ἐν πέτραις ἢ τοίχοις εὕρηνται γεγραμμένα πολλάκις, μηδενὸς ὅστις ποτὲ ἦν ὁ γεγρα‐
20φὼς δηλουμένου. (Ε.) Δίδονται μέντοι δι’ αἰνιγμάτων τὰ πάν‐ τα καὶ οὐ πάντη σαφῆ, καθάπερ τὰ τῶν βασιλέων κειμήλια, διὰ τὸ ἔνθεα εἶναι καὶ οἷα χρεὼν ὑπὲρ τοὺς πολλούς. τὰ γὰρ τοῖς πᾶσι πρόχειρα κόρον τε ἔσχε καὶ ἀχρηστία σφίσιν ὡς τὰ πολ‐
λὰ περικέχυται· γίνεσθαί γε μὴν τὴν χρείαν αὐτῶν οὐ πάνυ τοι

1

.

152

μάταιον οὐδ’ ἀργὴν, εἴ τις μὴ πάρεργον ταῦτα, ἀλλὰ μετὰ συνέ‐ σεως τῆς προσηκούσης σκοποῖτο. οἷς μὲν γὰρ τιμωρίας, οἷς δ’ εὐεργεσίας εἵνεκα προδείκνυνται. οἱ μὲν γὰρ ἢ κουφοτέραν τὴν ἔφοδον τῶν δεινῶν εἰργάσαντο προανασταλέντες καὶ προοικονο‐
5μήσαντες ἑαυτούς· ἢ τελέως σφᾶς αὐτοὺς ἀπήλλαξαν τῶν δεινῶν διὰ σπουδαιοτέρας ἀγωγῆς ἐξευμενισάμενοι τὸ θεῖον. τοῖς δὲ διὰ μι‐ κροψυχίαν ὁ μεταξὺ χρόνος κόλασις τῇ τῶν δεινῶν προσδοκίᾳ γίνε‐ ται πρὸ τοῦ παθεῖν ἃ χρὴ παθεῖν, τῆς προνοίας οὕτως οἰκονομού‐ σης δι’ ἔκτισιν ἀκμαιοτέραν ὧν ἐπλημμέλησαν. εἰ δὲ καὶ ψεύδονταί
10τινα καὶ διαπίπτουσιν οἱ ταῖς ἐλπίσι τρεφόμενοι τούτων· (πάντα γὰρ τὰ δηλούμενα τοῖς μέν εἰσιν ἀνιαρὰ, τοῖς δὲ τερπνά· ὥσπερ ἡ τῆς τοῦ Κροίσου ἀρχῆς κατάλυσις Λυδοὺς μὲν καὶ Κροῖσον ἠνίασε, Κύρῳ δὲ καὶ Πέρσαις εὔδαιμον ἔδοξεν) εἰ οὖν οὑτωσί πως δο‐ κοῦσί τινα διαψεύδεσθαι, οὐ παρὰ τὴν τῶν χρησμῶν φύσιν συμ‐
15βαίνει τουτὶ, ὅτι μὴ παρὰ τὴν φλεγμαίνουσαν ἔφεσιν τῶν λιχνο‐ τέρων ἀνθρώπων τοὺς χρόνους προαρπαζόντων καὶ τὸν νοῦν τῶν λογίων πρὸς τὴν οἰκείαν διαστρεφόντων ὄρεξιν. σκεπτέον δ’ οὖν ὅμως μή τινες διαπαίζοντες δῆθεν τοὺς τοῖς τοιούτοις χρωμένους καὶ νέα στιχίδια πλάττοντες εἰς μίμησιν τῶν χρησμῶν ἔπειτα κα‐
20τὰ τὸ λεληθὼς παρασπείρωσιν εἰς τὸν δῆμον αὐτὰ, ὥστε τοῖς τούτων ψεύδεσι καὶ τὴν ἐκείνων συγχεῖν ἀλήθειαν· τοῦτο γὰρ οὐκ ὀλίγοι καὶ τῶν ἐφ’ ἡμῶν πεπραχότες ἑάλωσαν. ἀλλ’ ἐκεῖσε ἐπάνειμι. (ϛʹ.) Ὁ μὲν δὴ βασιλεὺς περὶ οὓς εἰρήκειμεν τόπους παρ’ ἐλπίδα
τῆς οἰκείας ἔτυχε τελευτῆς κατὰ τὸ ἑξακισχιλιοστὸν ἑπτακοσιοστὸν

1

.

153

ἐνενηκοστὸν πρῶτον ἔτος, ὀκτὼ καὶ πεντήκοντα ἐτῶν τυγχάνων. ὁ δ’ υἱὸς καὶ βασιλεὺς Ἀνδρόνικος τηνικαῦτα παρὼν μὴ ὅτι γε τῆς τοῖς βασιλεῦσιν νενομισμένης οὐκ ἠξίωσε τὸν πατέρα ταφῆς, ἀλλ’ οὐδ’ ὁποία βαναύσοις ἢ σκαπανεῦσιν ἐφεῖται· πλὴν ἢ
5ὅτι παρεκελεύσατο νύκτωρ βραχεῖς τινας ἄνδρας πόῤῥω που τοῦ στρατοπέδου ἀπαγαγόντας πλείστην ἐπισωρεῦσαι γῆν, τοῦτο μό‐ νον αὐτοῦ προμηθευσάμενος, μὴ θηρίων στόμασιν ἴσως σῶμα βασιλικὸν διαμερισθῇ. τὸ δ’ αἴτιον ἡ τοῦ ὀρθοῦ τῆς ἐκκλησίας δόγματος ὑπῆρχε παρατροπὴ, ᾗ ζῶν μὲν ἐκεῖνος, ὡς πρόσθεν
10εἰρήκειμεν, κατεχρήσατο· οὗτος δὲ λάθρα προθέσεσιν ὅλαις ἀπέ‐ στεργε τῆς ψυχῆς, ὡς προϊόντες ἐροῦμεν πλατύτερον. οὐ γὰρ ἐκεῖνον, τὴν δ’ ἐκείνου τοιαύτην μάλα σφοδρῶς ἀπεσείετο πρᾶξιν. πατρικῆς γὰρ εἵνεκα στοργῆς καὶ τιμῆς καὶ ὅση ἀνήκει αἰδὼς πάν‐ τας υἱοὺς ὑπερβέβληκεν, ὁπόσοι πατράσιν ἀρέσκοντες ἔδοξαν.
15(Ζ.) Ἀλλὰ τὰ μὲν περὶ τὸν βασιλέα Μιχαὴλ τὸν Παλαιολόγον ἐς τοιοῦτον κατήντησε πέρας. ἦν δὲ ὁ ἀνὴρ τήν τε ὄψιν εὐπρεπῆ κεκτημένος ἐκ φύσεως μετά τινος ἐμβριθείας καὶ ἡγεμονικοῦ πα‐ ραστήματος ῥώμην τε ἔχων σώματος καὶ πεῖραν ἔργων πολεμικῶν διὰ πολλῶν τῶν χρόνων συγγυμνασθεῖσαν καὶ ἀσκηθεῖσαν αὐτῷ·
20καὶ δεινὸς ὢν γνῶναι καὶ εἰπεῖν τὰ δέοντα ὀξύτερος ἦν ἐν ταῖς πράξεσι. μεγαλοδωρότατος δ’ ἐς τὰ μάλιστα ἔδοξεν ἐν τοῖς προ‐ οιμίοις τῆς βασιλείας, ἵνα ταῖς εὐνοίαις οἶμαι οἰκειώσηται τὸ ὑπήκοον· ἔπειτα πρὸς τὸ μετριώτερον ὑπεχάλασε, τῶν παντα‐
χόθεν ὑποφυομένων πολέμων μακρὰς καὶ πολυτελεῖς τὰς τῶν χρη‐

1

.

154

μάτων δαπάνας ἀπαιτούντων μετά τινος ἀνάγκης ἀπαραιτήτου. εἶχε δὲ καὶ, ὥς τινες ἔφασαν, συντριβήν τινα λογισμῶν κεντοῦ‐ σαν ἀεὶ τὸ συνειδὸς τῆς ψυχῆς διὰ τὴν καινοτομίαν τοῦ δόγμα‐ τος, εἰς ἣν ὑπὲρ τῆς ἐς τοὺς παῖδας διαδοχῆς τῆς βασιλείας ἑαυ‐
5τὸν κατήνεγκεν· ἀφ’ ὧν, ὡς τὸ εἰκὸς, αὐτὸς ἀπώνατο μηδὲ τα‐ φῆς τελευταῖον ἀξιωθῆναι βασιλικῆς, τοὺς τῆς ἐκκλησίας θε‐ σμοὺς τῆς πατρικῆς στοργῆς πολλῷ προτιμώντων. (Η.) Ἔμοιγ’ οὖν ἐκεῖνος ἂν εἴη σοφὸς καὶ φρόνιμος οἰκονόμος, ὅστις ἑαυτοῦ γε εἵνεκα πρῶτον αἱροῖτο τὰ βέλτιστα, ἔπειτα τῶν υἱέων καὶ ὅστις
10καθ’ αἷμα προσήκει. ὅστις δ’ ὁλοσχερῶς ἐς τὴν τοῦ βίου φλε‐ γμαίνουσαν κέχηνε δόξαν καὶ τὰς τὴν ψυχὴν ἐπικλυζούσας εὐτυ‐ χεῖς τῶν παρόντων καὶ λυομένων περιπετείας καὶ προτιμῴη τὰ ἥδιστα τῶν βελτίστων, εἴθ’ ἑαυτοῦ χάριν, εἴθ’ ὅστις αἵματος γείτων αὐτῷ, ἄθλιος οὗτος ἐμοὶ τῆς ἀπονοίας καὶ μάταιος τῆς
15ἀνονήτου σπουδῆς· ὅτι πρὸς τῷ καὶ θεὸν ἀντιστρατευόμενον ἔχειν τῇ γνώμῃ καὶ τοῖς βουλεύμασιν ἤδη καὶ τἀναντία προφανῶς τῶν ἐλπίδων εὑρίσκει πρὸ τῶν ποδῶν καὶ τοῖς τῆς κακοδαιμονίας ἐσχάτοις κρημνοῖς περιπίπτει. ἰδοὺ γὰρ καὶ ὁ τῷ λόγῳ προκείμε‐ νος βασιλεὺς Μιχαὴλ ὁ Παλαιολόγος τἄλλα συνετὸς ὢν ὅλην ὡς
20εἰπεῖν τὴν τῆς τύχης εὐμένειαν ἐπακολουθοῦσαν ταῖς πράξεσιν ἔχων αὐτοῦ πρός γε τὸ φίλτρον τῶν παίδων ἐξεθηλύνθη καὶ ἀλη‐ θεύοντα ἔδειξε Πλάτωνα „πᾶν τὸ φιλοῦν περὶ τὸ φιλούμενον ἐκ‐
τετύφλωται“ φάσκοντα. δέον γὰρ εἰς τὴν ἄνωθεν εὖ τὰ πάντα

1

.

155

κινοῦσαν καὶ διοικοῦσαν πρόνοιαν ἀναρτῆσαι τὴν ὅλην ἑαυτοῦ τε καὶ τῶν παίδων φροντίδα· ὁ δὲ τυφλῷ ποδὶ πρὸς τὰ φίλτρα τῶν παίδων φάναι βαδίζων ἔλαθεν ἑαυτὸν ἀρχῆς ἀπ’ ἄκρας εἰς τὸ βά‐ ραθρον τῶν τε ἄλλων δεινῶν συνωθήσας καὶ πρός γε ὅσα δημο‐
5τικὴν κατάραν ἐφέλκεται. ἐπεὶ γὰρ ἐκ βρέφους αὐτῷ τὴν βασι‐ λείαν ὁ κύριος ἄνωθεν ἐμνηστεύσατο, ὡς πολυτρόπως καὶ πολ‐ λαχόθεν δεδήλωται, εἰ τὴν μικροψυχίαν καὶ αὐτὸς ἐπὶ βραχὺ παρεκρούετο καὶ τήν τε γλῶσσαν ἐπιορκίας παντοίας τάς τε χεῖρας αἱμάτων ἀθώους ἐφύλαττε καὶ πρός γε ἔτι εἰ τὴν γνώμην ὑπερό‐
10ριον τῆς τοῦ ἐκκλησιαστικοῦ ἔθους εἶχε καινοτομίας μακρῷ ἂν τῷ μέτρῳ τοὺς πρὸ αὐτοῦ βασιλέας παρήλαυνεν ἅπαντας ἅπασιν ὅσα πληθὺν ἐγκωμίων ἐφέλκεται. ἀλλ’ ἐχρῆν, ὡς ἔοικεν, ἐῤῥά‐ φθαι μὲν ὑπὸ Ἰστιαίου τὸ πέδιλον, ὑποδεδέσθαι δὲ τὸν Ἀριστα‐ γόραν, ἵν’ ἡμεῖς ἐς τὰς τῶν δεινῶν ἐσχατιὰς καταντήσωμεν, εἴτε
15δι’ ἔκτισιν κακῶν παλαιῶν τε καὶ νέων, εἴτ’ οὐκ οἶδ’ ὅπως. εἶεν.

1

.

158

αʹ. Ἐπεὶ δὲ πρὸς τὸν υἱὸν Ἀνδρόνικον ἡ τοῦ κράτους καὶ τῶν βασιλικῶν σκήπτρων μετέβη διαδοχὴ, καὶ πολὺς πολλαχόθεν τὰ πράγματα θόρυβος συνεκύκα. ἔνθεν μὲν γὰρ ὁ τῆς ἐκκλησίας ἀναῤῥιπίζεσθαι ἤρξατο πόλεμος παρὰ τῶν ἀποῤῥαγέντων μερῶν
5ἀφορμὴν εἰληφότων ἤδη τὴν τελευτὴν τοῦ βασιλέως· ἔνθεν δ’ ὁ τῶν κεκλημένων Σκυθῶν ὄχλος τεσσάρων ὄντων ἐπέκεινα χιλιάδων πολὺν ἐπέσειε τοῖς πράγμασι κίνδυνον, μὴ τὸν καλέσαντα βασι‐ λέα θανάτῳ ζημιωθέντες νεωτερίσωσί τι περὶ τὴν τῶν πραγμά‐ των ἀλλοίωσιν. ῥᾷστον δ’ ἦν αὐτοῖς βουληθεῖσιν, ἐπεὶ τὰ Ῥω‐
10μαϊκὰ μὴ παρῆσαν στρατεύματα, φόνον τε οὐκ ὀλίγον τῶν πα‐
ρατυχόντων Ῥωμαίων ἐργάσασθαι καὶ λείαν τά τε βασιλικὰ χρή‐

1

.

159

ματα καὶ πρός γε αὐτὸν βασιλέα ὁμοῦ τῇ συγκλήτῳ λαβόντας ἀπαλλάττεσθαι. διὰ ταῦτα γοῦν ὑπερθέμενος καὶ παραδραμὼν τὰ πολλὰ πρὸς τὸ κατεπεῖγον ὁ βασιλεὺς ἁπάσας ἔτρεψε τὰς φροντίδας. αὐτοὺς μὲν οὖν μὴ βριθούσαις δεξιαῖς ἐς τὰ οἴκοι
5παραπέμπειν οὔτε τῶν Σκύθαις νομιζομένων ἑώρα τυγχάνον οὔτ’ ἄλλως θορύβου καὶ μάχης ἐκτὸς ἀπαλλάξειν ἤλπιζε τούτους. ἐκ Ῥωμαϊκῶν δ’ αὖ χρημάτων αὐτοὺς ἐμπιπλάναι ζητεῖν οὔτ’ εὔπο‐ ρον ἦν οὔθ’ ὅσιον ἐνομίζετο. ταῦτ’ ἄρα καὶ σφᾶς ὁδηγῷ παρα‐ δοὺς τῷ μεγάλῳ κονοσταύλῳ Μιχαὴλ τῷ Γλαβᾷ ἐς στρατηγικὴν
10ἐμπειρίαν ἐξησκημένῳ τοσοῦτον, ὡς παῖδας νομίζεσθαι τοὺς τότε στρατηγοὺς παραβαλλομένους αὐτῷ, τὴν ταχίστην ἐπὶ Τριβαλ‐ λοὺς ἀπαλλάττεσθαι παρεκελεύσατο, πολεμίους ἐς τὰ μάλιστα καὶ αὐτοὺς ὄντας ἀεὶ καὶ συχνὰ τὴν Ῥωμαίων κακῶς διατιθεμέ‐ νους γῆν, ἵν’ ἐν ταὐτῷ τούς τε Τριβαλλοὺς ἀσθενεστέρους ἐρ‐
15γάσαιντο καὶ ἅμα αὐτοὶ πλείστην περιβαλλόμενοι λείαν ἐκεῖθεν ἐς τὰ οἴκοι τὸν Ἴστρον διαβάντες ἀποχωροῖεν· ἀλλὰ ταῦτα μὲν δὴ οὕτω γε πέπρακται ὡς ἄρα γε καὶ βεβούλευται. (Β.) Τῷ δὲ βασιλεῖ ἀναγκαῖον ἦν τῇ βασιλευούσῃ ἐπιδημήσαντι τὸν τοῦ πα‐ τρὸς καὶ βασιλέως ἀπαγγεῖλαι θάνατον τῇ μητρὶ καὶ δεσποίνῃ
20Θεοδώρᾳ καὶ τὸ τοῖς βασιλεῦσι προσῆκον δημοσίᾳ στήσασθαι πέν‐ θος. ὅθεν τὸν τοῦ βασιλέως νεκρὸν ἐντὸς τοῦ ἄστεος Σηλυβρίας ἀπαχθῆναι κελεύσας δέει τοῦ μὴ κλαπῆναι παρὰ Λατίνων αὐτὸς ἐς Βυζάντιον ἐπανῆκε· καὶ τελεσθέντος τοῦ πένθους ἔργον πε‐ ποίηται μέγιστόν τε καὶ πρῶτον τὴν τῆς ἐκκλησίας κατάστασιν.
25ζῶντος μὲν γὰρ τοῦ πατρὸς ἔκρυπτε τὴν μελέτην αὐτῆς ἐν τοῖς

1

.

160

λογισμοῖς, καθάπερ ἐν πίονι γῇ χειμῶνος εὐγενῆ τινα σπέρματα. νῦν δ’ ἦρος, ὡς εἰπεῖν, ἐπιγενομένου τοῖς πράγμασιν ἔδειξεν ὅστις ὢν ἐλάνθανε. καὶ μὲν δὴ κήρυκες πανταχῇ καὶ βασιλικὰ διατάγματα διεπέμποντο τήν τε τῆς ἐκκλησίας διόρθωσιν εὐαγ‐
5γελιζόμενα καὶ ἅμα τοὺς διὰ τὸν τῆς ἐκκλησίας ζῆλον ὑπερορίους κατάγοντα καὶ ὅσοι τῶν ἀνηκέστων τι ἐπεπόνθεσαν. ἐπὶ τούτοις ὁ Βέκκος λάθρα τὸν θρόνον καταλιπὼν ὑπεχώρησε καὶ συνέκλει‐ σεν ἑαυτὸν εἰς τὴν τῆς Παναχράντου μονὴν, δείσας μὴ πρόφα‐ σιν τὴν ἀθρόαν μεταβολὴν τῶν πραγμάτων λαβόντες τινὲς δια‐
10σπαράξωσι τοῦτον δραμόντες ἐξαίφνης. ἀνήχθη δ’ εὐθὺς ὁ τῷ Βέκκῳ πρότερον παραχωρήσας τοῦ θρόνου πατριάρχης Ἰωσὴφ, νόσῳ καὶ γήρᾳ τὸ σῶμα καταπεπονημένος ἤδη καὶ λαμπροῖς τοῦ θανάτου τοῖς προοιμίοις εἰς τὸν τάφον ὅλος συνελαυνόμενος. (Γ.) Ἀλλ’ ἐπειδὴ κοσμοκράτωρ ὁ διάβολος τοῦ αἰῶνος τούτου
15καλεῖται παρὰ τῇ θείᾳ γραφῇ καὶ ἄρχων τοῦ περιγείου τοῦδε κό‐ σμου καθέστηκε, τρόποις ἀποῤῥήτοις συγχωροῦντος τοῦ τὰ πάν‐ τα δημιουργοῦντος θεοῦ, εἰκὸς αὐτὸν κατ’ ἴχνος ἕπεσθαι καὶ τοῖς γιγνομένοις ἐν τῷδε τῷ κόσμῳ καὶ τὰ μὲν κλῆρον ἑαυτοῦ κα‐ θάπαξ ποιεῖσθαι, ὁπόσα κακίας μεστὰ, τοῖς δὲ μοῖραν ἔχειν ἡν‐
20τιναοῦν καὶ αὐτὸς ὁπόσα τῶν βελτίστων ἐπεφύκει· καθάπερ τῶν ἀνθρώπων οἱ χῶρόν τινα κληρωσάμενοι ἔπειτα τοὺς ἐνοικοῦντας δασμολογοῦντες καὶ μοῖραν ἐκεῖθεν ἐτήσιον ἀπολαμβάνοντες ἀεί. εἶναι γὰρ αὐτῷ φησι τῶν ἀδικωτάτων, εἰ κόσμου καλούμενος
ἄρχων ἔπειτα μὴ πάντων ὅσα παρὰ τὴν γῆν νέμεται τῶν μὲν ἀρ‐

1

.

161

χηγὸς εἴη καὶ αὐτοκράτωρ, τῶν δὲ μέτοχος καθόσον ἔξεστι. διὰ τοῦτο καὶ ἵνα μὴ μακρολογῶμεν παραδράμωμεν τά τε ἄλλα καὶ τοὺς κατὰ τοῦ Χριστοῦ καὶ σωτῆρος λυττήσαντας Ἰουδαίους· οὗ‐ τοι γὰρ καθάπαξ ἐγένοντο κλῆρος αὐτῷ, ἀλλὰ καὶ αὐτοῖς τοῦ
5σωτῆρος τοῖς μαθηταῖς καὶ ἀποστόλοις προσβαλὼν τὸν ἕνα ἀφεί‐ λετο καθάπερ τινὰ φόρον δεσποτικόν· ἔπειτα ἐπῄει τὰς τάξεις ἁπάσας, τοὺς ἐν ὄρεσι καὶ σπηλαίοις ἀσκοῦντας, τοὺς τῶν ἐκ‐ κλησιῶν ἐπισκόπους, τοὺς τῶν δογμάτων σοφοὺς προστάτας, τὰ τῶν μαρτύρων παλαίσματα· καὶ πανταχόθεν ἀποκρουόμενος κα‐
10θόσον ἄνωθεν ἡ θεία ἐπέταττε δύναμις, ὅμως οὐκ ἄμοιρος τε‐ λέως ἀπήλλαξεν, ἀλλὰ πανταχόθεν ἠρανίσατο δῆμον πολυειδῆ καὶ καινότερόν τι στρατόπεδον, ἵν’ εἶεν αὐτῷ συμμερισταὶ τῆς μελλούσης φλογός. (Δ.) Καὶ νῦν δ’ ἐπειδὴ τῆς ἀγαθῆς ὁρμῆς ἀνακόπτειν οὐκ εἶχε τὸν βασιλέα, σύγχυσιν ἕτερον τρόπον εἰσάγει
15καὶ κλύδωνα ἐγείρει κατὰ τῆς καλῆς ὁμονοίας ἐκείνης καὶ ἀνέορ‐ τον τίθησι τὴν καινὴν ἐκείνην ἑορτὴν καὶ πανήγυριν καὶ μιμεῖται τὴν Ἔριν ἐκείνην, ἣ τὸ μῆλον κατὰ τοὺς Θέτιδος καὶ Πηλέως ἔῤῥιψε γάμους· ὃ πολλὴν ἀνήγειρε μάχην καὶ φλόγα πολέμιον ὕστερον, ὡς οἱ τῶν μύθων πάτρες ἔφασαν ποιηταί· ἢ μᾶλλον
20μιμεῖται τοὺς λύκους, οἳ τὸ ποίμνιον θορυβήσαντες ἔπειτα ῥᾳ‐ δίως ἔστιν ἃ τῶν προβάτων ἁρπάζουσι. παρασκευάζει γὰρ αὐτοὺς διχῇ καὶ τριχῇ διελέσθαι σφᾶς αὐτούς· καὶ τοὺς μὲν Ἰωσὴφ εἶναι μερίδα φάσκειν τοῦ πατριάρχου, τοὺς δὲ Ἀρσενίου τοῦ πάλαι θα‐
νόντος· καὶ τοὺς μὲν εἶναι λέγειν ὑπ’ Ἀρσενίου ἀφωρισμένον τὸν

1

.

162

Ἰωσὴφ, ὅτι ζῶντος ἐκείνου τὸν ἐκείνου θρόνον εἰλήφει· τοὺς δὲ καθῃρημένον εἶναι κανονικῶς Ἀρσένιον ὑπὸ πάσης τῆς τῶν τότε παρόντων ἀρχιερέων συνόδου· τοὺς δὲ ἄλλα κατ’ ἀμφοτέρων προτείνειν κεφάλαια, ὡς ἐντεῦθεν ἀναγκασθῆναι μὲν τὸν Ἰωσὴφ
5τοῦ θρόνου τοῖς βουλομένοις παραχωρεῖν, δυοῖν ἕνεκα, τῆς τε εἰρήνης τῶν δι’ αὐτὸν ὀχλουμένων καὶ τοῦ μὴ δύνασθαι τὰ τῷ θρόνῳ προσήκοντα πράττειν ὅλην ἀφῃρημένον ὑπὸ γήρως καὶ νόσου τὴν τοῦ σώματος δύναμιν· τοὺς δὲ τοῦ ζήλου προστάτας καταλειφθῆναι στασιάζοντας καὶ κατ’ ἀλλήλων τὰς γλώσσας ὁπλί‐
10ζοντας οὐ ζήλῳ θείῳ δημαγωγουμένας, ἀλλ’ ἀωρίᾳ στρατηγου‐ μένας θυμοῦ. ὁ γὰρ κατὰ θεὸν ζῆλος τῆς ἄνωθεν ἐξῆπται δυνά‐ μεως καὶ ἄγεται θείαν καὶ ἔμμουσον ἀγωγήν· οἱ δὲ ταῖς τῆς κε‐ νοδοξίας πύλαις τὸν νοῦν παρακαθῆσθαι ἐξασκήσαντες ἔλαθον τὸν ζῆλον μεθαρμόσαντες πρὸς ζηλοτυπίαν καὶ ἀντὶ σίτου φάναι
15καὶ σταφυλῆς καὶ ὅσοι τῶν καρπῶν ἀγαθοὶ, ἀκάνθας γεωργή‐ σαντες καὶ τριβόλους· ταῦτα δ’ εἰσὶν ἔριδες ἀπὸ γνώμης οὐ μάλα πεπαιδευμένης καὶ λόγων ἀντιπάλων δίαυλοι. (Ε.) Ὁ μέντοι βα‐ σιλεὺς φύσει πρᾷος ὢν καὶ μήτε τούτους ἐθέλων λυπεῖν μήτ’ ἐκεί‐ νους, ἀλλὰ τὰ ἑκατέρωθεν φυλαττόμενος σκάνδαλα, τὴν μέσην
20ἔγνω βαδίζειν. ἔστι δὲ παρὰ τὰ ἑῷα πλευρὰ τοῦ Ἑλλησποντίου πορθμοῦ χῶρός τις Ἀτραμύτιον κεκλημένος. πρὸς δὴ τοῦτον ἐκά‐ λει τὰ βασιλέως προστάγματα τοὺς ἄνδρας ἐκείνους, ἐκεῖ τηνικαῦ‐ τα καὶ αὐτοῦ γε παρόντος. καὶ δὴ συνέῤῥεον οὐ μόνον οἱ λόγῳ
τὸν ζῆλον λαχόντες ἡνιοχεῖν, ἀλλ’ ὄχλος τὸ πλεῖστον ἀλογίᾳ καὶ

1

.

163

ἀναιδείᾳ συντεθραμμένος, οἱ μὲν θρόνων ἐρῶντες, πρᾶγμα πολλῷ τὴν τάξιν αὐτῶν ὑπερβαῖνον, οἱ δὲ χρημάτων, οἱ δὲ δόξης κενῆς καὶ τιμῶν, οἷαι παρὰ τὸν βίον πλανῶνται πολυειδεῖς. ἀλλ’ ἐκεῖνο μικροῦ με παρέδραμεν, ὃ προδιαληφθῆναι χρεὼν, ἵνα καθ’ εἱρ‐
5μὸν λόγος βαδίζῃ καὶ μὴ διακόπτηται τὴν συνέχειαν ἐφεξῆς προϊών. ἐπεὶ γὰρ Ἰωσὴφ, ὡς εἰρήκειμεν, ἐν βραχεῖ τὸν πατριαρχικὸν θρόνον ἀπολιπὼν μικρὸν ὕστερον καὶ τοῦ βίου μετέστη, οὐ δί‐ καιον ἔδοξεν οὐδὲ πόῤῥω διαίτης ἡμαρτημένης, ἄνευ ποιμένος ἐν οὕτω συγχύσεως γέμοντι χρόνῳ τὴν ἐκκλησίαν τυγχάνειν. καὶ ἦν
10τηνικαῦτα ἀνὴρ ἐν λόγοις ἐπίσημος τῷ βασιλικῷ συγκατειλεγμέ‐ νος κλήρῳ Γεώργιος ὁ ἐκ Κύπρου, ὃς τὸν ἐν ταῖς γραφαῖς εὐγενῆ τῆς Ἑλλάδος ῥυθμὸν καὶ τὴν Ἀττικίζουσαν γλῶσσαν ἐκείνην, πά‐ λαι πολὺν ἤδη χρόνον λήθης κρυβέντα βυθοῖς, φύσεως δεξιότη‐ τι καὶ φιλοπονίᾳ τελεωτέρᾳ πρὸς φῶς ἤγαγε καὶ οἱονεί τινα ἐχα‐
15ρίσατο ἀναβίωσιν. τοῦτον ἐμελέτησέ τε καὶ προὐτεθύμητο ἐς τὸν πατριαρχικὸν ἀναγαγεῖν θρόνον ὁ βασιλεὺς, ἄρτι καὶ τὸ μοναχι‐ κὸν ἀλλαξάμενον σχῆμα πλὴν οὐχ ὑπ’ οὐδενὸς τῶν ἁπάντων ἐβούλετο τὴν χειροθεσίαν αὐτὸν εἰληχέναι, ὁπόσοι τῇ τοῦ δό‐ γματος καινοτομίᾳ κεκοινωνήκεσαν, ἀλλ’ ὃς ἀκοινώνητον ἑαυτὸν
20συνετήρησεν· ὡς κινδυνεύειν ἐντεῦθεν βραδύνειν τὰ τῆς σπου‐ δῆς. προεβλήθη μέντοι παρὰ τοῦ βασιλέως μετὰ τὰς ψήφους καὶ μαρτυρίας τὰς ὀφειλούσας καὶ τὴν ποιμαντικὴν ῥάβδον ἐπὶ τοῦ βασιλικοῦ βήματος παρὰ τῆς τοῦ βασιλέως εἰλήφει χειρὸς
κατὰ τὸ πάλαι κρατῆσαν ἔθος. καὶ ἦν διενεργῶν καὶ διοικῶν

1

.

164

ἔστιν ἃ τῶν πατριαρχικῶν δικαίων, ὅσα οὐχ ἱερωσύνης ἐδεῖτο. (ϛʹ.) Βραχὺ τὸ μεταξὺ, καὶ οὑτωσί πως εἰπεῖν κατὰ τὸ αὐτόμα‐ τον ἢ μᾶλλον προνοίᾳ θεοῦ πρέσβυς ἐξ Αἰτωλίας σταλεὶς πα‐ ρὰ τοῦ ἐκεῖσε κρατοῦντος Νικηφόρου τοῦ δεσπότου ἐς τὴν Κων‐
5σταντινούπολιν ἀφικνεῖται ὁ Κοζύλης ἐπίσκοπος· καὶ ἐπ’ αὐτῷ ἐκ Μακεδονίας ὁ Δεβρῶν ἐπίσκοπος, οὐ πρέσβυς αὐτὸς ἀφικό‐ μενος ὁθενοῦν, ἀλλ’ ἑτέρας εἵνεκα χρείας. τούτων ἀμφοτέρων ἀκοινώνητον διατηρησάντων τὴν γνώμην τῆς τῶν ἄλλων ἐπιμι‐ ξίας, ὁπόσοι τῇ καινοτομίᾳ τοῦ δόγματος ἑκόντες ὑπήχθησαν,
10προὐκρίθη ὁ Κοζύλης ἐπίσκοπος τοῦ Δεβρῶν. ὁ μὲν γὰρ ὁ Κο‐ ζύλης ὑπὸ τὴν τῆς Ναυπάκτου ἐτέλει μητρόπολιν, ἡ δὲ Ναύπα‐ κτος ὑπὸ τὸν τῆς Κωνσταντινουπόλεως θρόνον, ὁ δέ γε Δεβρῶν ὑπὸ τὸν θρόνον ἐτέλει τῆς πρώτης Ἰουστινιανῆς· καὶ ἦν διὰ τοῦ‐ τό γε οἰκειότερος τῇ παρούσῃ χρείᾳ διακονῆσαι μᾶλλον ὁ Κοζύ‐
15λης ἢ ὁ Δεβρῶν. ταῦτ’ ἄρα καὶ παρὰ τοῦ ἤδη ὡς εἴρηται προ‐ βληθέντος τῷ βασιλεῖ πατριάρχου Γρηγορίου τοῦ ἐκ Κύπρου προτραπεὶς ὁ τοιοῦτος Κοζύλης χειροτονεῖ Γερμανόν τινα μονα‐ χὸν εἰς τὴν τῆς Θρᾳκικῆς Ἡρακλείας μητρόπολιν. τούτῳ γὰρ κα‐ τὰ τὰ πάλαι ἐφεῖται προνόμια χειροτονεῖν τὸν Κωνσταντινουπό‐
20λεως, εἴτε καὶ τοῦ μεγάλου Κωνσταντίνου, τοῦ τὸ Βυζάντιον ἐς νέαν καὶ μεγίστην καταστήσαντος Ῥώμην, μὴ καταλύειν ἐθελή‐ σαντος τὰ τῶν πάλαι βασιλέων προνόμια, ἀλλ’ ἐπικυρώσαντος μᾶλλον αἰδοῖ τοῦ μακροῦ χρόνου καὶ τοῦ τὸν νόμον θέντος Σε‐
βήρου τοῦ αὐτοκράτορος, ὁπότε σὺν μάλα τοι πλείστοις ἱδρῶσι

1

.

165

καὶ πόνοις ἐκεῖνος αὐτὴν παρεστήσατο, Βυζάντιον οὖσαν ἔτι, καὶ τά τε ἄλλα πρὸς ἄμυναν καταισχύνας αὐτὴν καὶ τὰ τείχη καθῃ‐ ρηκὼς τὸ τελευταῖον τούτοις δὴ τοῖς ἐπὶ Θρᾴκης Ἡρακλεώταις ὅσα καὶ κώμῃ χρῆσθαι αὐτῇ ἐχαρίσατο· εἴτε οὖν διὰ ταύτην τὴν
5αἰτίαν τηρεῖται διηνεκῶς τὸ τοιοῦτον προνόμιον, εἴτ’ οὐκ οἶδ’ ὅπως, πέπρακται δ’ οὖν ὅμως ἐπὶ τοῦδε τοῦ χρόνου τουτί γε, ὡς εἴρηται· καὶ ἐς διάκονόν τε καὶ ἱερέα ἐξ ἀναγνώστου προβιβά‐ σας ὁ ῥηθεὶς Ἡρακλείας Γρηγόριον τὸν ἐκ Κύπρου, εἶτα καὶ πα‐ τριάρχην κεχειροτόνηκε τοῦτον, συλλειτουργοῖς χρησάμενος ἀμ‐
10φοτέροις ἐκείνοις τοῖς ἐπισκόποις, τῷ τε Κοζύλης καὶ τῷ Δεβρῶν. ἀλλ’ ἐπανιτέον ὅθεν εἰς ταῦτα ἐξέβημεν. (Ζ.) Ἐσχίζοντο μὲν οὖν, ὡς ἔφθημεν εἰρηκότες, τὰ τῶν Ζηλωτῶν ἐκεῖνα συστήμα‐ τα δι’ ἅς γε εἰρήκειμεν τὰς αἰτίας. ἐσχίζοντο δ’ ἔτι καὶ δι’ αὐ‐ τόν γε τὸν πατριάρχην· πρόφασιν μὲν, ὅτι περ εἰκοσαετὴς Κυ‐
15πρόθεν τοῖς Ῥωμαίων ἐπιδημήσας ἤθεσι καὶ τῶν Λατινικῶν ἠθῶν ἔστιν ἃ ἐπαγόμενος ὑποψίαν ταῖς τῶν πολλῶν διεσκέδασε γνώμαις, ὡς ἀναγνώστου χειροθεσίαν παρὰ Λατίνων ἐδέξατο, εἴτε του τῶν ἐπιχαιρεκάκων γρύξαντος τοῦτο πρότερον, εἴτε τοῦ καιροῦ σχε‐ διάσαντος τηνικαῦτα τῇ κακοηθείᾳ τῶν Ζηλωτῶν, ἢ μᾶλλον τοῦ
20ἐρεθίζοντος ἐκείνους δαίμονος καὶ τῆς ἐκείνων καταχορεύοντος ἔρι‐ δος τοῦτο ὑπαγορεύσαντος, ἵνα πολλαπλοῦν τε καὶ πολλαχόθεν ᾖ συγκεκροτημένον τὸ τῆς ταραχῆς καὶ συγχύσεως ἐκείνης θέατρον. πρόφασιν μὲν οὖν διὰ τοῦτο τούτοις ὁ πατριάρχης ἀπρόσδεκτος
ἦν· τῇ δ’ ἀληθείᾳ ταῖς ἐξορίαις καὶ τοῖς ἄλλοις τοῦ ζήλου πα‐

1

.

166

θήμασι πέρα τοῦ δέοντος ἐγκαλλωπιζόμενοι καὶ ἐπαιρόμενοι ἤθε‐ λον αὐτοὶ τὰς αἰτίας ἔχειν τῶν τε ἄλλων, ὅσα ἐφεῖται τοῖς τῆς ἐκκλησίας τελεῖσθαι πράγμασι, καθάπερ ἀπὸ σκήπτρου τοῖς ἅπα‐ σι θεμιστεύοντες, καὶ πρός γε ἔτι ἕνα σφῶν αὐτῶν τῷ πατριαρ‐
5χικῷ θρόνῳ ἐγκαθιδρύσαι, ὃν ἂν αὐτοὶ βούλοιντο, ἵν’ ὡς ἀπὸ στεῤῥᾶς τινος ἀκροπόλεως τῆς λαμπρᾶς καὶ μεγάλης ταύτης ἀξίας ὁρμώμενοι ῥᾷστα πάσας ἐπισκοπάς τε καὶ μητροπόλεις κληρώ‐ σαιντο καὶ πάντων αὐτοί γε ἐξηγοῖντο ἀσκητηρίων καὶ πάσας αὐ‐ τοὶ διαλαγχάνωσι τάξεις ἐκκλησιαστικὰς καὶ πάσας διέπωσιν ἱε‐
10ρατικὰς ἐπαρχίας εἰσφορᾶς τε πάσης καὶ ἐκφορᾶς καὶ διανομῆς αὐτοί γε τυγχάνοιεν κύριοι, ὡς ἂν οὑτωσί πως ἀποχρῶντά σφι‐ σιν ἀποδοθεῖεν ταῦτα τῆς ἀρετῆς καὶ τοῦ ζήλου τὰ ἔπαθλα. (Η.) Ἐπεὶ μέντοι συνῄεσαν, ὡς εἴρηται, περὶ τὸ Ἀτραμύτιον, ὡμολόγηται πᾶσι καὶ συμπεφώνηται μετὰ πλείστους τῶν λόγων
15διαύλους, βίβλοις δυσὶν ἐγγραφείσας ἑκατέρων τὰς δόξας, ἀφ’ ὧν οἱ τῆς μεγάλης ἐκείνης ἐβλάστησαν ἔριδος λόγοι, τῷ θεῷ διὰ πυρὸς καὶ σημείων ἐπιτρέψαι τὴν κρίσιν. παννύχους τοίνυν τετε‐ λεκότες στάσεις καὶ δεήσεις παμπόλλας πρὸς τὸν θεὸν κατ’ αὐτὸ δὴ τὸ μέγα καὶ ἱερὸν σάββατον τὰς βίβλους καθῆκαν εἰς πῦρ
20κατὰ μέσον τὸ θεῖον ἀνάκτορον. ἐλπὶς μέντοι ἦν ἀνὰ μέρος ἑκα‐ τέροις ἰδιαζόντως τοῖς μέρεσι, θατέραν ἀλώβητον φυλαχθήσε‐ σθαι. ἀλλ’ ἦσαν ἄρα ἐλπίδες ταῦτα κεναὶ καὶ γρηγορούντων ὡς ἀληθῶς ἐνύπνια. ἀθρόον γὰρ τὸ πῦρ ἀμφοτέρων δραξάμενον
σποδιὰν τὴν ταχίστην πεποίηκε· καὶ ἦν τοῦτο ψῆφος θεοῦ καὶ

1

.

167

χλεύη κατὰ πάντων ὁμοῦ, σπουδὴν ποιουμένων τὴν παιδιὰν καὶ ἀκαίρους τῇ ἐκκλησίᾳ ἐπιφερόντων κλύδωνας. τοῦτο θεασαμένοις ἔδοξε καὶ αὐτοῖς καταγνοῦσι τῆς ἔριδος ἀσμένως τε βλέψαι πρὸς τοὺς κοινοὺς τῆς εἰρήνης ἅλας καὶ ἐς τὴν τῆς ὁμοφροσύνης ἐλη‐
5λυθέναι τράπεζαν καὶ εὐλογίαν ἅμα εὐχῇ παρὰ Γρηγορίου δέξα‐ σθαι τοῦ πατριάρχου καθάπαξ τοὺς ἅπαντας. (Θ.) Τούτων οὕτω γεγενημένων, προσίασιν οἱ Ἀρσενιάται τῷ βασιλεῖ, μετα‐ κομισθῆναι ζητοῦντες τὸν Ἀρσενίου τοῦ πατριάρχου νεκρὸν ἐς τὴν βασιλεύουσαν. καὶ ἦν ἡ ζήτησις οὐ μάλα ἁπλῆ, ὅτι μὴ βα‐
10θυγνώμονος περινοίας ἔκγονον, ἵνα τιμὴ μὲν ἴσως τοῖς Ἀρσενιά‐ ταις τουτὶ κατασταίη λαμπρὰ, λανθάνουσα δὲ τοῖς Ἰωσηφίταις αἰσχύνη. γίνεται δ’ οὖν ὅμως ῥᾷστα τῆς ἐνδόσεως γενομένης. καὶ δὴ μέχρι τῆς Εὐγενίου πύλης μετακομισθέντος ἐκείνου κα‐ τίασιν ὅ,τε πατριάρχης μετὰ τοῦ κλήρου παντὸς καὶ ὁ βασιλεὺς
15ἅμα πάσῃ τῇ συγκλήτῳ· καὶ οὕτω μεθ’ ὕμνων περιφανῶν καὶ λαμπάδων ἀνήγαγον ἅπαντες τοῦτον ἐς τὸν μέγιστον τῆς τοῦ θεοῦ Σοφίας νεών. ὃν μετὰ χρόνον ζητήσασα ἤγαγεν εἰς ἣν ἀνε‐ καίνισε τοῦ ἁγίου Ἀνδρέου μονὴν Θεοδώρα, ἣ θυγάτηρ μὲν ἦν τῆς τοῦ βασιλέως Μιχαὴλ ἀδελφῆς Εὐλογίας, γυνὴ δὲ πρότερον
20τοῦ Μουζάλωνος τοῦ πρωτοβεστιαρίου, ὕστερον δὲ τοῦ Ῥαοὺλ, πρωτοβεστιαρίου καὶ αὐτοῦ γενομένου. βʹ. Ἐπεὶ δὲ καὶ τῷ βασιλεῖ σύζυγος οὐκ ἦν τηνικαῦτα (προε‐ τεθνήκει γὰρ ἡ ἐξ Οὐγγρίας ἐλθοῦσα προτέρα τούτου γυνὴ ἐπὶ
δυσὶ, τῷ τε βασιλεῖ Μιχαὴλ καὶ Κωνσταντίνῳ τῷ δεσπότῃ), δια‐

1

.

168

πρεσβεύεται πρὸς τὸν ῥῆγα τῆς Ἰσπανίας· ὁ δ’ ἄσμενος ἐκπέμπει οὐ θυγατέρα οἰκείαν, ἀλλὰ ἄλλην κατὰ γένος αὐτῷ προσήκουσαν, Εἰρήνην φημὶ τὴν τοῦ μαρκεσίου ἐκείνου ἀπόγονον, τοῦ μετὰ τὴν τῆς Κωνσταντινουπόλεως ἅλωσιν κληρωσαμένου Θεσσαλονίκην
5μετὰ τῶν πέριξ. ἐκπέμπει δ’ αὐτὴν, ὡς εἰρήκειμεν, ὁ τῆς Ἰσπα‐ νίας ῥὴξ οὐ κατὰ τὸ πάλαι παρὰ Λατίνοις κρατῆσαν ἔθος τοῦ Πάππα προτρέψαντος πρότερον. ἔθος γὰρ τοῖς τῶν Λατίνων ἐντιμοτέροις, μὴ κηδεύειν Ῥωμαίοις, πρὶν τὸ ἐνδόσιμον εἰλη‐ φέναι παρὰ τοῦ Πάππα. ἀλλ’ ἐπειδήπερ διά τινα σκανδάλου
10πρόφασιν ἀφορισμοῦ καθυποβεβλημένος ἐπιτιμίῳ παρὰ τοῦ Πάπ‐ πα ἐτύγχανε, σκῆψιν τὸ σκάνδαλον ποιησάμενος λάθρα ταύτην ἐξέπεμψε, βασιλίδα Ῥωμαίων ἐσομένην. ἦν δὲ ὁ μὲν βασιλεὺς τηνικαῦτα τῆς ἡλικίας τρίτον καὶ εἰκοστὸν ἔτος ἀμείβων· ἑνδέ‐ κατον δ’ ἡ νέα σύζυγος ἡ Εἰρήνη, ᾗ δὴ καὶ κάλλος καὶ ἁρμονία τῷ
15ἤθει καὶ τῷ προσώπῳ ἐπέπρεπεν οὐ μικρά. (Β.) Ἐπεὶ δ’ ὥσπερ τοῖς ὑγροτέροις τῶν ξύλων ἐμφύονται σκώληκες, οὕτω καὶ ταῖς φι‐ λοτίμοις ψυχαῖς ὡς ἐπίπαν ζηλοτυπίαι καὶ φθόνοι δεινοί τινες ὑφε‐ δρεύουσι κατὰ τῶν ὁμοτέχνων καὶ πρὸς ἃ μάλιστα τῶν ἐπιτη‐ δευμάτων ἐκεῖνοι σπουδάζουσιν, ἠνία καὶ τὸν πατριάρχην Γρη‐
20γόριον ἡ τῆς τοῦ Βέκκου γλώττης καὶ διανοίας ὀξύτης, καὶ δεινὸν αὐτῷ ἦν, εἰ διαβόητος μὲν ἐν τοῖς τότε γενόμενος Ἕλλησι μόνος αὐτὸς, διαβόητος δὲ κἀν τοῖς τῶν πατριαρχῶν ἐλλογίμοις ἐλπί‐ ζων ἀκούσεσθαι, ἔπειτα ζημιοῖτο διὰ τῆς ἐν ταῖς διαλέξεσιν εὐ‐
στομίας ἐκείνου τὴν τοσαύτην φιλοτιμίαν· διά τοι τοῦτο καὶ αὐ‐

1

.

169

τὸς οὐ μέτρια συνεβάλετο πρὸς τὴν ἐξορίαν ἐκείνου. ὅθεν ἐξό‐ ριστος ἐκεῖνος περί που τοὺς πρόποδας τοῦ Ὀλύμπου πεμφθεὶς οὐκ ἔληγεν οὐρανῷ τε καὶ γῇ προσαγγέλλων τὴν, ὡς ἐκεῖνος ἔφα‐ σκεν, ἀδικίαν ὁμοῦ καὶ ἀπήνειαν, ἣν ἀσυμπαθῶς κατ’ αὐτοῦ
5γε ἐπήνεγκαν, ἐξὸν φιλανθρωπότερον τῇ ἐκείνου κολάσει χρήσα‐ σθαι καὶ τὴν ἱερωσύνην ἀφελομένους αὐτὸν ἀποχρῶν ἡγεῖσθαι, τὸ προμηθὲς περὶ τἄλλα παρεχομένους αὔταρκες ἀνθρώπους γε ὄντας ἀνθρώπῳ γε ὄντι καὶ μεγάλης δόξης ἐκπεπτωκότι καὶ δι’ αὐτὸ δὴ μάλιστα πολλῆς εἴπερ ποτὲ τῆς περὶ τἄλλα δεομένῳ
10ψυχαγωγίας, ὁπόσα τὰς ἀναγκαίας ἐπικουφίζουσι χρείας. παν‐ ταχόθεν οὖν ἐς ἀμηχανίαν κατενεχθεὶς ἐζήτει διαλύσασθαι κρί‐ σει δημοτελεῖ τὰ ἐγκλήματα, ἵνα δυοῖν ἴσως ἐπιτύχοι θατέρου· ἢ γὰρ φιλανθρωποτέρους τῇ παρουσίᾳ καὶ τῇ αὐτοπροσώπῳ θέᾳ καὶ ὁμιλίᾳ τοὺς δικαστὰς ἐργάσασθαι· ἢ τό γε δεύτερον, κατά‐
15δηλον θεῖναι τοῖς ἅπασι τὸ ἀσυμπαθὲς αὐτῶν καὶ ἀμείλικτον. (Γ.) Ταῦτα ἀκούοντι τῷ βασιλεῖ εὖ ἔχειν οὐκ ἔδοξε περιφρονη‐ τέα κείσεσθαι τοῦ λοιποῦ. διασκεδασθήσεσθαι γὰρ ἂν ὑπόνοιαν ἐς τοὺς τῶν πολλῶν λογισμοὺς, ἀδικεῖσθαι τὸν ἄνδρα· καὶ ἔσται κατὰ τῶν δοκούντων ἀδικεῖν ἐκ τοῦ δήμου λοιδορία μακρὰ, νῦν
20μὲν ὑπ’ ὀδόντα ψιθυριζομένη, μετὰ δὲ κύκλους ἔστιν οὓς ἐνιαυ‐ τῶν ἀνακεκαλυμμένη καὶ ὕπαιθρος. πολλαὶ γὰρ λοιδορίαι, πολ‐ λὰ δὲ καὶ ἐγκώμια περιτρέχουσι τὸν αἰῶνα μὴ πάνυ σὺν δίκῃ· ἐκεῖναι μὲν καθ’ ὧν οὐκ ἠδίκησαν, ταῦτα δὲ καθ’ ὧν οὐδὲν ἄξιον ἐπεπράχεσαν. δεῖν οὖν ἐνομίσθη πάντας συνηθροικότι περὶ τὰ
25βασίλεια, ὅσοι τε τῶν ἀρχιερέων καὶ ὅσοι τοῦ κλήρου, ὅσοι τε

1

.

170

τῆς συγκλήτου καὶ ὅσοι τῶν ἐλλογίμων, ἐν τοσῷδε θεάτρῳ πε‐ ριφανῆ τὴν ἐκείνου ποιήσασθαι κρίσιν. οὗ γενομένου καὶ τοῦ Βέκκου παριόντος εἰς μέσους καὶ πάντα τῇ γενναίᾳ παλάμῃ τῆς γλώττης σφοδρῶς συγκυκῶντος καὶ ἀναξαίνοντος, ὁπόσα οἱ
5τἀσφαλὲς περιέποντες δόγμα ἐπέφερον, εἰ μὴ Γρηγόριος ὁ πα‐ τριάρχης καὶ Μουζάλων ὁ μέγας λογοθέτης σοφίας περιουσίᾳ καὶ γραφῶν ἱερῶν ἐκλογαῖς ἀντεῖχον καὶ τὸν σφοδρὸν ἐκεῖνον χειμῶνα τῆς παλαμναίας ἐκείνης ἀνέστελλον γλώττης, τάχ’ ἂν τὸ ψεῦδος κατὰ τῆς ἀληθείας ἐλάμβανε κράτος καὶ τῆς ἀρετῆς ἡ περιεργία
10τὸ πλέον ἐκτᾶτο. (Δ.) Ἦν δ’ ὁ Μουζάλων οὗτος τῷ βασιλεῖ παραδυναστεύων τότε καὶ τοῖς βασιλικοῖς καὶ δημοσίοις μεσιτεύων πράγμασι καὶ παρὰ τοῦ βασιλέως μεγίστην καρπούμενος τὴν αἰ‐ δῶ διά τε σοφίαν καὶ γῆρας μακρὰν καὶ ποικίλην ἐμπειρίαν πρα‐ γμάτων μετὰ φρονήσεως ἔχων. δι’ ἃ δὴ καὶ τιμήν τινα ταύτην
15ἔσχεν ἐξαίρετον μόνος τῶν πάλαι τὸ ὅμοιον αὐτῷ προειληφότων ἀξίωμα, καλύπτραν φορεῖν ἐπὶ κεφαλῆς χρυσοκοκκίνῳ κεκαλυμ‐ μένην ἐνδύματι, ὅσον τὸ ἄνω καὶ πρὸς τῇ πυραμίδι τῆς ἐπιφα‐ νείας χῦμα, ἐν τούτῳ παραλλάττουσαν μόνῳ τοῦ παραπλησίαν εἶναι καθάπαξ τῇ τῶν τοῦ βασιλέως ἐγγόνων, ὅτι μὴ καὶ τὴν
20κάτω καὶ κοίλην ἐπιφάνειαν εἶχε κυκλίσκοις πεποικιλμένην χρυ‐ σοειδέσιν, ἀλλὰ λείαν τελέως. καὶ ἵνα τἀν μέσῳ παρέλθωμεν, ἐπειδήπερ πολλῶν μεταξὺ τῶν ἀπὸ γλώττης καὶ γνώμης γενομέ‐ νων διαύλων καὶ κρότων οὐδεμίαν ἑώρα περὶ αὐτὸν γινομένην φι‐
λάνθρωπον γνώμην καὶ προμηθείας δεξίωσιν ὁ Βέκκος, ἀπεῖπεν

1

.

171

ἀνακεκαλυμμένῃ τῇ γλώττῃ τὴν ἕνωσιν. ταῦτ’ ἄρα καὶ ὑπερο‐ ρίας αὖθις ἔς τι πολίχνιον τῶν περὶ Βιθυνίαν παραλίων πέμπε‐ ται ἅμα τοῖς ἀμφ’ αὐτῷ· Μελιτηνιώτης δ’ ἦσαν οὗτοι καὶ Με‐ τοχίτης. (Ε.) Ἐγὼ δ’ ἐκεῖνο οὐκ οἶδ’ ὅπως παραῤῥυέν μου τῆς
5μνήμης ἐπαναλήψομαι. μετὰ γὰρ τὴν περὶ τὸ Ἀτραμύτιον πυρ‐ καϊὰν ἐκείνην τῶν βίβλων τῆς Ἔριδος ἐς τὸ Βυζάντιον ἅπαντες συνδραμόντες οἱ τὸν ζῆλον ὑποκρινόμενοι καὶ τὰς μητροπόλεις καὶ τἄλλα τῶν ἀξιωμάτων τὰ μὲν ἤδη διανειμάμενοι, τὰ δὲ μέλλοντες, καθαίρεσιν παντελῆ τῶν ἀρχιερέων καὶ τοῦ κλήρου παντὸς, ὅσοι
10τῷ βασιλεῖ Μιχαὴλ τοῦ δόγματος ἐκοινώνησαν, πρὸς ἀπήνειαν κατεψηφίσαντο οὔτε μετρίως οὔτ’ ἀνθρωπίνως τῇ τύχῃ χρησά‐ μενοι. δῆμος γὰρ ὄντες τὸ πλεῖστον ἀγοραῖος καὶ ἀνώμαλος καὶ αὐθάδης χθὲς καὶ πρώην οὔπω βασιλέως ἠξιωμένοι θεάσασθαι πρόσωπον κἄπειτ’ ἐξαίφνης καὶ παρ’ ἀξίαν πλουσίας ἀπολελαυ‐
15κότες αὐτοῦ τῆς εὐμενείας μείζω τε ἐφρόνησαν τῆς ἑαυτῶν τύ‐ χης καὶ τῶν μεθυόντων οὐδὲν ἄμεινον διετέθησαν. παρὰ γὰρ τοῦ βασιλέως τὸ ἐνδόσιμον εἰληφότες, ἅτε μικροῦ πρὸς ἅπαντα τού‐ τοις ὑπείκοντος διὰ τὴν φλέγουσαν ἔφεσιν, ἣν ἐν καρδίᾳ πρὸς τὴν τῆς ἐκκλησίας ἔτρεφεν ἕνωσιν, κατὰ πολλήν τινα ἤδη τὴν
20ἄδειαν καθ’ ὧν ἔμελλον τὴν ἄτιμον ἐκείνην ψῆφον ἐπενεγκεῖν, πάντας ὡς πρόβατα πρὸς τὸν ἐν Βλαχέρναις συνήθροισαν μέγαν νεών. ὧν πολλὰ πρὸς οἶκτον εἰσαγόντων καὶ σχήματα καὶ ῥή‐
ματα καὶ φιλανθρωπίας ὅμοια τῶν παλαιῶν ὑποδείγματα, τά τε

1

.

172

ἄλλα, καὶ ὅσα ἐπὶ τῶν χρόνων ὁπωσδηποτοῦν τῆς διπλῆς εἰκο‐ νομαχίας ἐγένοντο, ὅπως χείρονα τῶν νῦν πεπραχότες ἐκεῖνοι φι‐ λανθρώπων τε ἀπέλαυσαν τῶν ὕστερον τῆς ὀρθοδοξίας προστάν‐ των κἀπὶ τῆς τάξεως ἧς ἕκαστος ἔλαχεν ἔμειναν ἔνιοι, ἀπαλλα‐
5γὴν τῆς θηριώδους γνώμης οὐκ ἔγνωσαν οὐδ’ ὁπωσοῦν εἰληφέ‐ ναι· ἀλλὰ πάντα φειδώ τε καὶ οἶκτον οἱ τῆς κακίας ἀπειληφότες κλύδωνες ἐς Ἀτλαντικοῦ πελάγους πυθμένας ὡς ἔοικε κατεβάπτι‐ σαν. οὕτω πολύς τις ἐχόρευε φθόνος ἐν μέσῳ τοῦ ἱεροῦ συλλό‐ γου ἐκείνου καὶ μάλα πικρὸς κατωρχεῖτο κλύδων εὐθὺς ἐξαρχῆς
10τῆς καλῆς ὁμονοίας ἐκείνης. (ϛʹ.) Ἀλλὰ τίς οὕτω σκληρὸς καὶ ἀδαμαντίνην ἔχων ψυχὴν διηγήσαιτο τὴν ὕβριν ἐκείνην καὶ μεγί‐ στην ἀπανθρωπίαν, ᾗ κατὰ τῶν ἀθλίων ἐχρήσαντο ἐπισκόπων καὶ ὅσοι τοῦ ἱερατικοῦ καταλόγου; μετὰ γὰρ τὰς ἀπὸ γλώττης λοιδορίας εἶτα προσέταττον οἱ τῆς προεδρίας τοὺς ὑφεδρεύοντας
15λαβομένους τῶν ἐπὶ κεφαλῆς καλυμμάτων ἐκείνων ῥίπτειν αὐτὰ κατὰ γῆς ἐπιβοῶντας τὸ, ἀνάξιος, τρίς· ἄλλους δὲ ἄλλων τὰ ἱμάτια περιδύειν ἀπὸ τῶν κρασπέδων ἐπὶ κεφαλῆς ἀντιστρόφως αἴροντας καὶ τὸ, ἀνάξιος, αὖθις ἐπιβοῶντας τρὶς, ἔπειτα ὠθι‐ σμῷ καὶ βίᾳ καὶ τοῖς ἐπὶ κόῤῥης ῥαπίσμασιν, ὥς τινας τῶν ἀν‐
20δροφόνων, ἐξελαύνειν τοῦ ἱεροῦ. ταῦτα οἱ δίκαιοι κριταὶ καὶ τοῦ εὐαγγελίου μύσται. ὁ δὲ φιλάνθρωπος Ἰησοῦς καὶ σωτὴρ καὶ τὸν λῃστὴν προσεδέξατο καὶ τοῦ προδότου τὴν μετάνοιαν, εἴπερ κἀ‐
κείνῳ πρὸς βουλήσεως ἦν, ἄσμενος ἐπόθει καὶ ἐκαρτέρει. ταύτῃ

1

.

173

τοι καὶ βραδέως μὲν, ἀλλ’ εὗρον καὶ οὗτοι τὴν δίκην ὀψὲ, τὴν ἀξίαν ἐπάγουσαν ἀντιμέτρησιν. οὐδὲ γὰρ οὐδεὶς τῶν νέων τού‐ των νομοθετῶν καὶ κριτῶν ἐν τῇ οἰκείᾳ τετελευτήκει τιμῇ· ἀλλ’ αἴσχιστα τῶν οἰκείων ἐξελαθέντες θρόνων, ὡς προϊόντες ἐροῦ‐
5μεν, βέλεσι. λύπης τοῦ ζῇν ἀπεῤῥάγησαν. (Ζ.) Μετὰ ταῦτα τοίνυν ὁ βασιλεὺς ἐς μνήμην ἐληλυθὼς ὧν ὁ πατὴρ ἐπεπράχει κα‐ τὰ τοῦ νέου Ἰωάννου τοῦ Λάσκαρι, ᾧπερ ἡ τῆς βασιλείας μᾶλ‐ λον προσῆκε διαδοχὴ, καὶ δείσας μὴ τῆς δίκης ὀψέ ποτε διανα‐ στάσης τὰ ὅμοια ἔσται καὶ αὐτὸς πεπονθὼς, ἀφαίρεσιν δηλαδὴ
10βασιλείας καὶ ὀφθαλμῶν, ἐζήτει καθόσον ἐξῆν τὸ προσῆκον ἐπε‐ νεγκεῖν τῷ τραύματι φάρμακον. συνετὸς γὰρ ὢν οἶδεν ὡς πολ‐ λάκις κἀν τῷδε τῷ βίῳ τὸ θεῖον φιλεῖ κατὰ στάθμην δικαίαν τῶν πεπραγμένων τὰ τέλη βραβεύειν ὁποῖά ποτ’ ἂν ᾖ, ἵνα δραστική τις τοῦτο παραίνεσις τῷ βίῳ ἐμπολιτεύηται, ἰταμῶς ἀπειλοῦσα,
15οἵ τινές ποτ’ ἄρα εἶεν οἱ τὴν ἄνωθεν ἐποπτεύουσαν δίκην κατό‐ πιν τῶν οἰκείων τιθέμενοι βουλευμάτων. εἰ γὰρ μὴ καὶ αὐτὸς αἵρεσιν οὐδηντινοῦν συνεργὸν ἐδεδώκει τῇ γνώμῃ καὶ χειρὶ τοῦ πατρὸς, τῆς τότε βρεφικῆς ἡλικίας καιρὸν οὐκ ἐχούσης, διὰ τὸ τῶν σωματικῶν ὀργάνων οὐκ ἐντελὲς ἐμφανίζειν τὴν ἐν τοῖς κόλ‐
20ποις τῆς ψυχῆς κεκρυμμένην αἵρεσίν τε καὶ βούλησιν· ἀλλ’ οὖν δι’ αὐτὸν ὅμως τὸν τοσοῦτον τῆς ἀδικίας ἀνῆψε πυρσὸν ἐκεῖνος, ὡς μὴ τοῦ γνησίου παρόντος καὶ ὑγιαίνοντος διαδόχου στεροῖτο τῆς βασιλείας αὐτός. ταῦτ’ ἄρα καὶ σφοδροῖς τοῖς τῆς συνειδή‐
σεως κέντροις πληττόμενος ἧκε παρὰ τὸν τυφλωθέντα δι’ αὐτὸν

1

.

174

παρὰ τοῦ πατρὸς Ἰωάννην τὸν Λάσκαριν, ἔν τινι πολιχνίῳ τῆς Βιθυνίας φρουρούμενον, ὀψόμενός τε ἅμα αὐτὸν καὶ τὰ εἰκότα παραμυθησόμενος καὶ πρός γε ἔτι τὰ πρὸς τὴν χρείαν ἄφθονα πάντα παρέξων αὐτῷ διὰ βίου· ὃ δὴ καὶ πεπραχὼς καὶ πράττε‐
5σθαι προστεταχὼς ἄσμενος ἐκεῖθεν ἀπῄει πρὸς ἕω τὰς διατριβὰς ἐπὶ ῥητοῖς ποιησόμενος στρατηγικῆς θ’ εἵνεκα ἐμπειρίας καὶ δε‐ ξιᾶς τινος ἀπειλῆς τῶν βαρβάρων, πρὸς συστολὴν οἱονεί πως συνωθούσης αὐτοὺς, ὡς μὴ ἀδεῶς ὁπότε καὶ ὅποι βούλοιντο ἐπε‐ λαύνοιεν ἐς τὰς Ῥωμαίων νομάς.
10 γʹ. Ἐν τούτοις γε μὴν τῶν πραγμάτων ὄντων βουλὴν τῷ βα‐ σιλεῖ παρεισάγουσί τινες τῶν πάντα τοῖς ἡγεμόσιν ἐπειγομένων χα‐ ρίζεσθαι· ἐπεὶ καὶ τὰ πλεῖστα φιλεῖ τὸ ὑπήκοον πρὸς τὴν τῶν ἀρχόντων συνδιατίθεσθαι βούλησιν καὶ πρὸς ἐκείνην ὡς εἴς τινα σκοπὸν καθάπαξ ῥυθμίζειν καὶ διευθύνειν καὶ γνώμην καὶ γλῶτ‐
15ταν καὶ πᾶσαν χειρὸς πρακτικῆς κίνησιν. τοῖς γὰρ τοιούτοις οἶ‐ δεν ἐξωνεῖσθαι ῥᾳδίως τὴν τῶν ἀρχόντων εὐμένειαν· ἡ δὲ βουλὴ, ἐπειδή φησιν πάντα ἐξεκεχωρήκει τὰ δεινὰ, δι’ ἃ τὰς τριήρεις Ῥωμαῖοι πρὸς τοσοῦτον ἐπηύξησαν πλῆθος· τά τε γὰρ ἄλλα καὶ Κάρουλος ὁ τῆς Ἰταλίας ῥὴξ, τὸ κεφάλαιον τῶν δεινῶν, ἐξ ἀν‐
20θρώπων ἐγένετο· μάταιος ἄρα τῶν νεῶν ἡ δαπάνη, μικροῦ τῶν ἄλλων ἁπάντων ἐπέκεινα τὸ βασιλικὸν ἐπιτρίβουσα ταμιεῖον. ὃ δὴ καὶ Ῥωμαίοις ὄλεθρος ὢν προφανὴς καίριον ὅμως ἔδοξε καὶ
μάλα ἀνυσιμώτατον γνώμαις διψώσαις χρημάτων καὶ τούτων ἕνε‐

1

.

175

κα πάσας ἑτοίμως ἐχούσαις προΐεσθαι τὰς τὴν ἀρχὴν συνιστώσας αἰτίας, καθάπερ τοὺς οἴκους τὰ ἐρείσματα καὶ οἱ πρόβολοι καὶ οἱ χάρακες. (Β.) Αὕτη δὴ γίνεται Ῥωμαίοις δυστυχημάτων ἀρχὴ καὶ θεμέλιος ἄσειστος. τοῦτο τοὺς πρὶν τὴν Ῥωμαίων δύναμιν ὡς ἄμα‐
5χον ὀῤῥωδοῦντας Λατίνους ἀνέῤῥωσε καὶ πρὸς λογισμοὺς ἀθλη‐ τικήν τινα γέμοντας ὁρμὴν μάλα ἐξώπλισεν. ἐντεῦθεν γὰρ τὰ πρὸς θάλατταν ἐκείνοις μὲν ηὖξε καὶ ἐλαμπρύνετο καὶ κέρδη προσ‐ ετίθει καὶ μείζους καὶ πλατυτέρας ἀρχάς· τοῖς Ῥωμαίοις δ’ ὑπέῤ‐ ῥει καὶ ὑπεχάλα καταμικρὸν ἀεὶ καὶ τῆς πρώτης ἡμέρας ἡ δευτέ‐
10ρα κατόπιν ἐβάδιζεν ἐπὶ δυστυχήματι προστιθεῖσα δυστύχημα· πειρατικαὶ γὰρ τριήρεις ἄλλοτε ἄλλαι νῦν μὲν ἐντεῦθεν, νῦν δ’ ἐκεῖθεν, νῦν δ’ ἄλλοθεν, σύνδυο καὶ σύντρεις καὶ κατὰ πλείους ἤδη πρὸς αὐτὴν ἀδεῶς εἰσεκώμασαν τὴν πόλιν. ὅθεν αἱ νῆσοι καὶ τὰ παράλια ἤρχοντο ἤδη νοσεῖν, οὐκ ἔχουσαι μηδαμόθεν
15ὅπως ἂν ὁπωσοῦν ἀποτρίψωνται τοὺς παράπλους καὶ περίπλους ἐκείνων καὶ τὰ νύκτωρ καὶ μεθ’ ἡμέραν ἐκεῖθεν δεινὰ, ὅσα δέος ἐσχάτων κινδύνων καὶ θανάτου τότε μὲν ἠπείλουν καὶ ἔμελλον, ὕστερον δ’ ἐναργῶς ἐπήνεγκαν. (Γ.) Ἐντεῦθεν τὸ Γασμουλι‐ κὸν ἅπαν διεσκεδάσθη ἄλλο κατ’ ἄλλα μέρη τῆς οἰκουμένης δια‐
20σπαρὲν δι’ ἔνδειαν τοῦ ζῇν. τὸ μὲν γὰρ ταῖς τῶν Λατίνων ηὐτο‐ μόλησε χρείαις, ὅσαι περί τε ὁλκάδας καὶ τριήρεις ἐκείνων μερί‐ ζονται· τὸ δ’ ὑπόμισθον ἐγεγόνει τοῖς ἐνδόξοις καὶ πλούτῳ προέ‐
χουσι τῶν Ῥωμαίων· τὸ δὲ τὰ ὅπλα ἀποδόμενον πρὸς γεωργίαν

1

.

176

ἐτράπετο, αἱρετώτερον ἡγησάμενον οὕτω τε μοχθεῖν διὰ βίου καὶ τοῖς ἐτησίοις κατατρίβεσθαι τελώναις καὶ φορολόγοις, ἢ λιμῷ συνωθοῦντι πρὸς θάνατον πρόδηλον ἑκόν γε εἶναι ἑαυτὸ κατα‐ προέσθαι. αἱ τριήρεις δ’ ἄλλαι κατ’ ἄλλα μέρη τοῦ Κέρως κα‐
5ταλειφθεῖσαι κεναὶ τῷ χρόνῳ διεφθάρησαν· αἱ μὲν γὰρ κατέδυ‐ σαν ἐς πυθμένας θαλάσσης, αἱ δὲ διεῤῥάγησαν. ἦσαν δ’ αἳ καὶ ἐπιμελείας ἀξιωθεῖσαί τινος, ὀλίγαι δ’ αὗται παρέμειναν εἰς χρείας ἴσως ἐλπίδος μελλούσης. ἐς οἷόν γε μὴν πέρας κατήντησε τὸ βού‐ λευμα τοῦτο καὶ οἷα τοῖς Ῥωμαίοις προὐξένησε τὰ δεινὰ, τοῦ λό‐
10γου προϊόντος ἔσται δῆλον. δʹ. Ἐπεὶ δὲ ἔδει καὶ Γρηγορίῳ ἐπενεχθῆναι τὰ λυπηρὰ καὶ γενέσθαι τινὰ τίσιν αὐτῷ τῆς ἀσπλαγχνίας, ὅτι μήτε χεῖρα βοη‐ θείας ὤρεξεν ἐπιβοωμένῳ τῷ Βέκκῳ, καὶ πάντα ὑπείξειν ὁμολο‐ γοῦντι, εἰ παραδοχῆς τινος ἀξιωθείη, μήτε τὰ δεινὰ τῷ ταλαιπώ‐
15ρῳ προσεπαύξειν ὤκνησεν, ἀλλὰ πολλοῖς πανταχόθεν χειμαζομέ‐ νῳ τοῖς κύμασιν, αὐτὸς κατὰ νώτου μείζους ἀνεῤῥήγνυ τοὺς κλύ‐ δωνας, ἄλλους ἐπ’ ἄλλοις συχνοὺς ἐπαντλῶν, σφόδρα τῆς ἑαυ‐ τοῦ σοφίας ἀνάξια πράττων, ὁ πάντα πλὴν τοῦ παρόντος ἐπαί‐ νων ἄξιος· ἐπεί γε μὴν ἔδει καὶ τοῦτον παθεῖν κακῶς, τί παρὰ
20τῆς τὰ πάντα πρὸς τὸ συμφέρον ἀγούσης προνοίας οἰκονομεῖται; ἐγκαταλιμπάνεται καὶ οὗτος παρὰ θεοῦ προνοητικήν τινα καὶ παιδευτικὴν ἐγκατάλειψιν, ἵνα τὴν προστριβεῖσαν ἐντεῦθεν αὐ‐ τῷ κηλῖδα καλῶς ἀποτρίψηται καὶ καθαρὸς τῷ μέλλοντι παρα‐
πεμφθείη αἰῶνι. ἔδοξε γὰρ αὐτῷ μὴ ἀρκοῦσαν εἶναι τιμωρίαν

1

.

177

κατὰ τοῦ Βέκκου τὴν ὑπερόριον δίαιταν καὶ ἀπαγωγὴν τῶν φί‐ λων καὶ συγγενῶν, ἀλλὰ καὶ λόγοις καὶ γραφαῖς ἔβαλλε πόῤῥω‐ θεν, ταῖς ἐκείνου γραφαῖς καὶ τοῖς δόγμασι καὶ ἀντιπάλοις προ‐ βλήμασί τε καὶ δόγμασιν ἀντισυλλογιζόμενος· ἐν ὅσῳ γε μὴν
5ἐκείνῳ καὶ τοῖς ἐκείνου μαχόμενος οὗτος ἦν, ἐλάνθανε τιτρωσκό‐ μενος ὑπ’ ἄλλων αὐτὸς κἀν τούτοις καὶ αὐτὸς ἁλισκόμενος, οἷς ἄλλων ἐπελαμβάνετο· καθάπερ εἴ τις τοξεύων ἐχθρὸν καὶ πολέ‐ μιον ἐλάνθανε καιριώτερον αὐτὸς τοξευόμενος παρὰ πλευρὰν ἐκ τῶν ὁμοφύλων. (Β.) Ἐπελάβοντο γὰρ αὐτοῦ ὡς βλασφημοῦν‐
10τός τινες τῶν ἀρχιερέων καὶ τῶν τοῦ κλήρου καὶ παρῄνουν ἔστιν ἃς μεταθέντα τῶν λέξεων ἀκίνδυνον εἶναι καὶ λοιδορίας ἐκτός. οὐ μὴν ἔδοξε τὰ τῆς παραινέσεως τούτῳ τυγχάνειν ὑγιᾶ καὶ ἀνύπο‐ πτα, ἀλλ’ ὑποκαθήμενον ἔχειν καὶ ὑφέρποντα φθόνον. ταύτῃ τοι καὶ ἐνίστατο καὶ παρωξύνετο πρὸς ἀντιλογίας καὶ ἀποδείξεις
15καὶ λόγοις λόγους συνείρων ἐπὶ πολὺ διετέλει ἀποφράττοντάς τε τὰ τῶν ἐγκαλούντων ὡς ἐδόκει στόματα καὶ ὑπερείδοντας ὡς ἐνῆν αὐτὸν καὶ τὸ στεῤῥὸν τοῖς αὐτοῦ περιποιουμένους λόγοις. ἀλλ’ οὐκ ἦν ὡς ἔοικεν ἐθέλοντι καὶ θεῷ, τῷ πάντα πρὸς τὸ συμφέ‐ ρον οἰκονομοῦντι, καὶ εἰς τὸ ἑξῆς εὐδρομῆσαι τὸν ἄνδρα. διὰ τοῦ‐
20το δίδοται τοῖς μαχομένοις ἰσχὺς καὶ ἀνάπτει τὰ τῆς φιλονεικίας, ὥσπερ ἀπὸ σπινθῆρος εἰς πυρσόν. ἀποῤῥήγνυνται γὰρ αὐτοῦ πρῶ‐ τον μὲν τῶν ἀρχιερέων οὐκ ἐλαχίστη μοῖρα καὶ τῶν τοῦ κλήρου· συναποῤῥήγνυνται δὲ καὶ οἱ τούτῳ μᾶλλον τῶν ἄλλων ἀρχιερέων
φιλούμενοι, τοὺς περὶ Χειλᾶν τὸν Ἐφέσου φημὶ καὶ Δανιὴλ τὸν Κυ‐

1

.

178

ζίκου, οἷς καὶ μείζονα τοῦ προσήκοντος διὰ τὸν λόγον ἐχαρίζετο τὴν τιμὴν καὶ πρώτους τῶν ἄλλων ἱερέας τε καὶ ἀρχιερέας ἀνέ‐ δειξεν· ὃ καὶ μᾶλλον ἐλύπει τὸν πατριάρχην, ὅτι περ οὓς ἤλπι‐ ζεν ἄλλων λοιδορούντων καὶ μαχομένων αὐτοὺς ὑπερμαχεῖν καὶ
5ἀντ’ ἀκροπόλεως καὶ τάφρων αὐτῷ καθίστασθαι, τούτους εὕρι‐ σκε παρ’ ἐλπίδα πολεμίους καὶ τὸ δὴ λεγόμενον ἄνθρακας ἀντὶ θησαυρῶν. ὥστε καὶ τοῦτο ἐκεῖνο λέγεται καὶ αὐτὸν πεπονθέναι, ὁποῖον καὶ ὁ Καῖσαρ πάλαι Ἰούλιος ἐπεπόνθει κτεινόμενος ὑπὸ τῶν περὶ Βροῦτον καὶ Κάσιον. πρὸς μὲν γὰρ τὰ τῶν ἄλλων ξίφη
10μέχρι τινὸς ἀντεῖχε καὶ ἀπεμάχετο καθόσον ἐξῆν· ὁπότε δ’ ἀπί‐ δοι καὶ Βροῦτον ἐσπασμένον τὸ ξίφος, ὃν ἴσα καὶ γνήσιον παῖδα διετέλει φιλῶν, τότε πληγέντα φασὶ τὴν καρδίαν τῷ ἀδοκήτῳ τοῦ πράγματος ἄψυχον αὐτίκα πεσεῖν κατὰ γῆς. (Γ.) Τὸν αὐ‐ τὸν καὶ οὗτος τρόπον ἀντέλεγε τοῖς ἄλλοις μέχρι τινός· ἐπεὶ δὲ
15καὶ αὐτοὺς δὴ τοὺς πιστοτάτους καὶ φιλουμένους ὁπλιζομένους ἔβλεπε κατ’ αὐτοῦ καὶ μηδένα τὸν βοηθοῦντα, μήτε τὸν βασιλέα, μήτ’ ἄλλον οὐδένα δυνάμενον, συνῆκεν ὀψὲ κρίσιν εἶναι τοῦτο τοῦ θεοῦ καὶ δίκην ἄνωθεν κυρωθεῖσαν καὶ καταψηφισθεῖσαν αὐτοῦ. ταύτῃ τοι καὶ χαίρειν εἰπὼν φιλονεικίας καὶ θρόνους
20ἀπῆλθε σχολάσων ἐν τῇ μονῇ τῆς ὑπεράγνου δεσποίνης καὶ θεο‐ μήτορος τῆς τῶν Ὁδηγῶν. ἀλλ’ ἐκεῖθεν διὰ βραχέος ἐκλήθη παρὰ τῆς κτητορίσσης τῆς τοῦ ἁγίου Ἀνδρέου μονῆς. φιλολόγος γὰρ ἦν ἡ γυνὴ καὶ τὰ πολλὰ τῆς γλώττης τοῦ πατριάρχου ἐξεχομένη·
διὸ καὶ κατοικίαν ἔγγιστα τῆς μονῆς δειμαμένη προσηγάγετο τοῦ‐

1

.

179

τον ἐκεῖσε· ὅπου καὶ χρόνου βραχέος παραῤῥυέντος τὸν βίον ἀπήλλαξεν. (Δ.) Ἐπεὶ δ’ εἴωθεν ὡς τὰ πολλὰ τὸ θεῖον ἀνά‐ λογα τοῖς πεπραγμένοις τὰ τέλη ταῖς πράξεσιν ἀντιμετρεῖν, ἵνα δὴ τοῖς περιοῦσι παίδευμά τι καὶ σωφρονισμὸς τῶν παρελθόντων
5γίνοιντο τὰ πάθη, οὐκ εἰς μακρὰν ἡ ἀξία μετῆλθε δίκη καὶ τοὺς περὶ Χειλᾶν τὸν Ἐφέσου καὶ Δανιὴλ τὸν Κυζίκου, διότι πικρὰν ὀφρὺν αὐτοὶ τῷ εὐεργέτῃ ἐπέῤῥιψαν τῇ παρούσῃ τύχῃ πεπιστευ‐ κότες καὶ μὴ θέντες ὅλως εἰς νοῦν, ὅτι πλεῖστος περιχορεύει τἀν‐ θρώπεια πλάνος τοῖς τε προσδοκωμένοις διδοὺς ἀπροσδόκητον
10πέρας καὶ τοῖς ἀπεγνωσμένοις εὐτυχῆ τινα φέρων παλάμην· καὶ φιλεῖ γε ὡς τὰ πολλὰ τὰς ἀνιδρύτους ψυχὰς ὑποκλέπτειν ῥᾳδίως καὶ παραφέρειν ἐς ἔκφυλα θράση καὶ πράξεις ἀτόπους, καθά‐ περ ὁπότε Καικίας ὁλκάδα λαμπρὸς ἀπολαβὼν ἀγκυρῶν ὀρφανὴν οὐ καλῶς ἐφ’ ὑγροῖς ταλαντεύει τοῖς κύμασι· καὶ ὡς χρὴ τοῖς
15τοιούτοις προσέχειν τὸν νοῦν ἀσφαλῶς, μὴ πάθωμεν ἐς τὴν ὑστε‐ ραίαν ὧν δρῶμεν αὐτοὶ μείζω τε καὶ πικρότερα. ἐγείρονται γὰρ καὶ κατ’ αὐτῶν οἱ τοῦ κλήρου τῶν μητροπόλεων αὐτῶν ἔκκριτοι καὶ πιστότατοι καὶ ἐς τὰ μάλιστα ἀγαπώμενοι καὶ διδόασι τῷ τε βασιλεῖ καὶ τοῖς ἄλλοις ἀρχιερεῦσι γράμματα, πολλὰ τῶν ἀθε‐
20μίτων αὐτοῖς μαρτυροῦντα καὶ ὅσα καθαίρεσιν ἦσαν αὐτοῖς ἐγ‐ γυώμενα· ἃ δὴ καὶ σὺν πολλῇ τῇ προθυμίᾳ ὅ,τε βασιλεὺς καὶ ἡ τῶν ἀρχιερέων πανήγυρις προσδεξάμενοι γράμμασι μὲν καὶ ψη‐ φίσμασιν ἠγάγοντο τούτους εἰς τὴν βασιλεύουσαν· τὸν δὲ τῆς
ἐξετάσεως καιρὸν ἡμέραν ἐξ ἡμέρας ὑπερτιθέμενοι παρεκρούοντο.

1

.

180

(Ε.) Εἶτα ἐπειδὴ ἔδει πιεῖν καὶ αὐτοὺς δριμύτερον ὃν κατὰ τοῦ πατριάρχου καὶ εὐεργέτου κρατῆρα συνεσκευάσαντο, τοῦ θεοῦ τὰ τοιαῦτα δικαίως ἀντιμετροῦντος ἄνωθεν, εὑρίσκουσι μὲν σεσιω‐ πημένην παρὰ τοῦ βασιλέως ἀποστροφὴν, ἣ δὴ καὶ πολλῷ πλέον
5τῆς φανερᾶς ἐπιφέρει τὴν λύπην, ὁμαλῶς πως καὶ λεληθότως εἰπεῖν ἄχρι μυελῶν καὶ ὀστῶν διαβαίνουσα κἀκεῖ τὴν ὥραν τῆς ψυχῆς ἀπηνῶς ἐπιβοσκομένη καὶ τὸ φιλότιμον ἅπαν μαραίνουσα· εὑρίσκουσι δὲ παρὰ τῶν ἀδελφῶν καὶ συλλειτουργῶν περιφρόνη‐ σιν δυσμενῆ καὶ πάσης παραμυθίας ἐξενωμένην· τὸ δὲ μεῖζον,
10ἀποκλείονται καὶ τῶν ἐτησίων προσόδων, ἃς αἱ μητροπόλεις αὐ‐ τοῖς ἐγεώργουν. καὶ ἵνα μὴ διατρίβωμεν, οὕτω καθήμενοι παρὰ τὴν βασιλεύουσαν τὸ λοιπὸν τοῦ βίου παρήμειψαν, σφόδρα φλε‐ γμαίνουσαν θρέψαντες ἐν τοῖς σπλάγχνοις τὴν λύπην, ἕως ἀπη‐ γορεύκει μὴ φέρον τὸ σῶμα τὴν ἔκτασιν τῆς ὑπερβολῆς.
15 εʹ. Ἀλλ’ ἐκεῖσε ἐπάνειμι. διαδέχεται μέντοι τὸν πατριαρχι‐ κὸν θρόνον μοναχός τις Ἀθανάσιος ὄνομα, ἐκ παιδὸς τοῖς ἀσκη‐ τικοῖς ἐγγυμνασάμενος πόνοις καὶ τὸν ἡσύχιον βίον ἤδη διάγων ἐν ὄρεσι τοῖς τοῦ Γάνου. ἦν δὲ ὁ ἀνὴρ ἀδαὴς μὲν τῆς τῶν γραμ‐ μάτων παιδείας καὶ τῶν πολιτικῶν ἠθῶν, τἄλλα δὲ ἀγαθὸς καὶ
20θαυμάσιος, ὅσα τὸν μοναδικὸν ἀπεργάζεται βίον, ἐγκράτειάν φη‐ μι καὶ στάσεις παννύχους· χαμαιεύνης καὶ ἀνιπτόπους καὶ πεζο‐ πορῶν ἀεὶ καὶ τρόπον ἔχων μάλα προσήκοντα τοῖς διαιτωμένοις
καθ’ αὑτοὺς ἐν ὄρεσι καὶ σπηλαίοις. καὶ ἦν ἂν διὰ βίου μακα‐

1

.

181

ριστὸς ὁ ἀνὴρ, εἰ καθ’ αὑτὸν ἀεὶ διῆγεν· ἀλλ’ ἐχρῆν ὡς ἔοικε παθεῖν κακῶς τούς τε ἄλλους τῶν ἀρχιερέων καὶ ὅσοι τοῦ κλή‐ ρου ἐλλόγιμοι, καὶ ἀντίσταθμα τὰ δεινὰ τῆς σφῶν εὑρηκέναι κα‐ κίας, τῆς τε προτέρας ἐκείνης καὶ ἣν κατὰ τοῦ πατριάρχου ἐνε‐
5δείξαντο Γρηγορίου. πρὸς γὰρ τὸν πατριαρχικὸν ἀναβεβηκὼς θρόνον αὐτοῖς πρώτοις εὐθὺς βλοσυρόν τε ἐπέῤῥιψεν ὄμμα καὶ ζήλου θείου καὶ πικρίας μεστόν· ὡς μὲν ἐντεῦθεν τοὺς μὲν συνε‐ τωτέρους ἀπὸ πρώτης ὅ φασι γραμμῆς στοχασαμένους τοῦ μέλ‐ λοντος τὴν κατ’ οἶκον ἑκόντας ἑλέσθαι κεκρυμμένην διαγωγὴν,
10πρὶν ἄκοντας παθεῖν τι τῶν ἃ μὴ πρὸς βουλήσεως ἦν· τοὺς δ’ ἀναγκασθέντας μετὰ βραχὺ τῆς βασιλευούσης ὥσπερ φυγάδας γε‐ νέσθαι. (Β.) Τὰ δ’ ὅμοια καὶ ἡ τῶν ἀρχιερέων πληθὺς ἐπεπόν‐ θεσαν. πλεῖστοι γὰρ ἦσαν καὶ πάντες ἐλλόγιμοι καὶ νομίμων ἐκκλη‐ σιαστικῶν ἐμπειρότατοι, εἰς τοῦτο τὰ πολλὰ φιλοτιμησαμένου
15τοῦ πατριάρχου Γρηγορίου, οὐκ οἶδ’ ὁπότερον, εἴτε παρειλη‐ φότος ἄνωθεν, εἴτ’ οἴκοθεν αὐτοῦ φιλοτιμησαμένου διὰ τὸν τοῦ βελτίονος πόθον, ἵνα τε σοφοὶ παιδευταὶ καὶ διδάσκαλοι τοῖς ὑπὸ χεῖρα γίνοιντο καὶ ἵνα στεῤῥοὶ προστάται τῆς εὐσεβείας εἶεν καὶ ἵν’ εἴπω προβλῆτες ἀτίνακτοι πρὸς τὰ τῶν ἐναντίων γλωσσῶν
20ὁπότε δεήσειε κύματα. τοὺς μὲν γὰρ ἐντὸς εὑρεθέντας τῆς Κων‐ σταντινουπόλεως, οἵας δή τινος ἕνεκα χρείας, εἰς τὰς οἰκείας ἕκαστον μητροπόλεις ἀπέπεμψεν, ἐκεῖ τὸ λεῖπον τοῦ βίου διατε‐
λέσοντας· ὡς μὴ ἐνταῦθά φησι καθήμενοι συῤῥάπτοιέν τι κατ’

1

.

182

ἀλλήλων τε καὶ αὐτοῦ τῆς εἰρήνης ὀφείλοντες εἴναι διδάσκαλοι· τοῖς δ’ ἔξωθεν ἰοῦσι προφάσει δῆθεν κατὰ τοὺς κανόνας τῶν ἁγίων καὶ θείων συνόδων τοὺς δὶς ἢ ἅπαξ τοῦ ἔτους σύνοδον τῶν μητροπολιτῶν παρὰ τῷ πατριάρχῃ κελεύοντας γίνεσθαι, ὡς ἂν
5παρ’ ἀλλήλων τά τε τῆς εὐσεβείας ἀνακρίνωνται δόγματα καὶ τὰ μεταξὺ παρεμπίπτοντα ἐκκλησιαστικὰ ζητήματα διαλύωνται, τὴν εἴσοδον ἀπέκλειε τῆς Κωνσταντίνου, εὖ ποιῶν· δίκαιον εἶναι λέγων τὴν λαχοῦσαν ποιμαίνειν ἕκαστον, ὥσπερ τὸν πατριάρ‐ χην τὴν βασιλεύουσαν, καὶ τῶν ἰδίων προνοεῖσθαι προβάτων
10παρόντας αὐτοὺς καὶ μὴ μόνα τὰ ἐκεῖθεν κέρδη δασμολογοῦν‐ τας χρονίζειν παρὰ τὴν βασιλεύουσαν. παρὰ τοσοῦτον οὖν ἑκα‐ τέροις εἰκότως μέμψαιτό τις, παρόσον τοῦ δέοντος ἔξω καὶ ἄμ‐ φω πεπτώκασι διὰ τὴν τοῦ ὑπερβάλλοντος ἐκδρομήν. (Γ.) Πολ‐ λὰ δὲ καὶ ἕτερα περιῆν τἀνδρὶ τὰ χρηστὰ καὶ τοῖς τότ’ ἀν‐
15θρώποις ὠφέλιμα· ζῆλος κατὰ τῶν ἀδικούντων οὕτω πάνυ τοι μέγιστος καὶ περιφανὴς, ὡς μὴ μόνον αὐτούς γε τοὺς ὅσοι τῷ βασιλεῖ κατὰ γένος προσήκοντες ἦσαν, ἀλλὰ καὶ αὐτούς γε τοὺς αὐτοῦ γε υἱέας δεδιέναι τὴν αὐτοῦ μετ’ ἐκπλήξεως παῤ‐ ῥησίαν καὶ τοὺς ἐλέγχους μᾶλλον ἢ τοῦ βασιλέως προστάττον‐
20τος. τὸ γὰρ ἄληπτον τοῦ ἀνδρὸς καὶ ἡ πρὸς αὐτὸν τοῦ βασι‐ λέως αἰδὼς πολλὴν ἐδίδου τούτοις τὴν συστολὴν καὶ τὸ δέος.
πρός γε μὴν τοὺς ὅσοι μοναδικὸν ᾑροῦντο διάγειν βίον, μηδὲν μή‐

1

.

183

τε τῶν ὅσα γαστρὶ παρέχει τρυφᾷν παρῄνει, μήθ’ ὅσα βαλαν‐ τίων ἀπαιτεῖ χρείαν καὶ περιδεᾶ φυλακὴν, μήθ’ ὅσα γέμουσαν ἀσχολίας τράπεζαν ἔχει. εἰ δέ τις ἔχων ἡλίσκετο, ἄκων καὶ σὺν αἰσχύνῃ τούτων ἐξίστατο. ἀλλὰ καὶ τοῖς ὅσοι μοναδικὸν μὲν αἱ‐
5ρούμενοι βίον καὶ ἀπέριττον σχῆμα καὶ ἄτυφον τρόπον ἔπειτα πεζῇ βαδίζειν οὐ μάλα ἠνείχοντο, σφοδρῶς ἐπετίμα καὶ τοῖς οἰκείοις κε‐ χρῆσθαι ποσὶν ἐνουθέτει πρὸς τὰς ἐν τῇ πόλει διατριβὰς καὶ ταύ‐ τας οὐκ αὐτονομίᾳ τούτους χρωμένους οὐδὲ βλακείας ἕνεκεν τρυ‐ φῶσιν καὶ διαῤῥέουσιν ἤθεσιν ἀγοραῖς ἀκαίρως ἐνδείκνυσθαι,
10ἵν’ ἐκεῖθεν ἐπανιόντες θεάτρου μεστὸν ἐπάγωνται νοῦν, ἀναγκαίας δ’ ὠθούσης χρείας καὶ τοῦ τῆς μονῆς ἐπιστάτου προτρέποντος. καὶ τετήρηται τοῦτο πᾶσιν ἐκεῖθεν παρ’ ὅλον τὸν τῆς πατριαρ‐ χείας χρόνον αὐτοῦ. εἶναι γὰρ τῶν ἀτοπωτάτων ἔφασκε, τὸν μὲν πατριάρχην ὑποζυγίῳ μηδενὶ μηδόλως, ἀλλὰ τοῖς οἰκείοις ἐν
15ταῖς ὁδοιπορίαις ποσὶ χρώμενον, αὐτοὺς ἐπὶ γάβρων ἵππων ὀχου‐ μένους ἀσέμνων σκιρτημάτων καὶ κρότων τὰς ἀγυιὰς ἐμπιπλᾷν καὶ τὰς ἀγορὰς καὶ τὰ θέατρα. (Δ.) Τούς γε μὴν ἐν οἰκίσκοις δῆθεν βραχέσι, πρὶν τὸν μοναδικὸν παιδαγωγηθῆναι τρόπον, νῦν μὲν περικλειομένους ἐν ἀσκήσεως ὑποκρίσει, νῦν δὲ τὰς ἐν‐
20δόξων περινοστοῦντας οἰκίας καὶ γυναικαρίων ἀφέλειαν ῥᾷστα ἐξα‐ πατῶντας καὶ χειρουμένους διὰ τοῦ σχήματος καὶ δέρματα μὲν προβάτων ἔχοντας, ἔσωθεν δ’ ὄντας πλέον ἢ κατὰ λύκους ἅρπα‐
γας, ὧν ἔνιοι καὶ ὑποκαθημένων αἱρέσεων ἔχοντες σπέρμα ῥᾷ‐

1

.

184

στα πρὸς βάραθρον ἀπωλείας ἁπλουστέρας ὠθοῦσι ψυχὰς, τού‐ τους τοίνυν ἀθροίζων καὶ ἅμα ὅσοι μαινομένων Βακχικά τινα ἤθη ἐπιτηδεύουσι κενῆς τινος δόξης καὶ λημμάτων ἕνεκα, καὶ κα‐ νόσιν ὑποτιθεὶς ἀσκήσεως, οὓς μὲν ἰάσιμον ἔχοντας συνενόει τὸν
5τρόπον, φροντιστηρίοις πολυανθρώποις ὑπείκειν ἐδίδου θελήμα‐ τος ἄρνησιν παραγγέλλων φυλάττειν ὁπόση δύναμις· οὓς δ’ ἀνία‐ τον ψυχῆς ἑώρα νόσημα κεκτημένους, δυοῖν ἔδρα θάτερον. ἢ γὰρ εἱρκτῇ παρεδίδου σώζων καὶ ἄκοντας σφᾶς· ἢ τῆς πόλεως ὑπερο‐ ρίους καθίστα· καὶ οὕτως ἄμικτον παρεσκεύαζεν ἔχειν τὸν βίον
10ἀγοραῖς καὶ πλατείαις, ὅσοι τε καὶ ὅσαι τὸ μοναδικὸν ὑπῄεσαν σχῆμα. πολλοῦ δ’ ἄρα ἦν ἄξιον, εἰ τὸν τοιοῦτον ἐκείνου κα‐ νόνα καὶ τύπον ξυνέβαινε παραμένειν ὁμοίως κἀν τοῖς ἑξῆς δια‐ δόχοις τοῦ θρόνου, καθάπερ δὴ καὶ παρὰ πάντα τὸν χρόνον αὐ‐ τοῦ τῆς πατριαρχείας. ἀλλὰ γὰρ εἰ πλείω ἐτέλει τὸν χρόνον ἐν
15τῇ πατριαρχίᾳ, πλείω λοιπὸν καὶ τὴν εἰς τὸ βέλτιον πῆξιν τὰ τῆς μοναδικῆς πολιτείας ἔθη λαβόντα παρέμενον ἄν. ἀλλ’ ἐκ μέσου τὴν ταχίστην αὐτοῦ γενομένου, πάντα καθάπερ ὀστράκου μετα‐ πεσόντος κατὰ τῶν ἱερῶν φροντιστηρίων ἀνέῤῥωγε τὰ τῆς διαβο‐ λικῆς κακίας νοσήματα. (Ε.) Ἀλλ’ ἐκεῖνο μικροῦ με παρέδρα‐
20με. πρότερον γὰρ ἐξ ἀρχαιοτέρων τῶν χρόνων παρειληφυῖα μετὰ τῶν ἄλλων ηὐτύχει καὶ διδασκάλων ἡ ἐκκλησία· οἳ κατὰ διαφό‐ ρους ἡμέρας καὶ τόπους τῆς Κωνσταντινουπόλεως ἐδίδασκον, ὁ μὲν τὰ τοῦ προφήτου Δαβὶδ ᾄσματα, ὁ δὲ τὰς τοῦ μεγάλου Παύ‐
λου ἐπιστολὰς, ὁ δὲ τοὺς εὐαγγελικοὺς τοῦ σωτῆρος νόμους. καὶ

1

.

185

καθ’ ἕκαστα πάλιν ὅσοι περὶ ἱερατικὸν ἦσαν ἀξίωμα περικείμε‐ νοι κατὰ διαδοχὴν ἐκεῖθεν κατ’ οἴκους καὶ πατριὰς εἰπεῖν καὶ συναυλίας τῶν παροικούντων τὸν θεῖον ἐκήρυττον λόγον· καὶ ἦν τοῦτο θεῖόν τι χρῆμα τῷ βίῳ καὶ τῆς εὐσεβείας ἐπίγνωσις ἀλη‐
5θὴς καὶ πρὸς τὸ καλὸν ὁδηγός· ἢ μᾶλλον ὥσπερ ἀρδεία τις ἀπὸ μεγάλης καὶ θείας πηγῆς τὰς ψυχὰς τῶν ἀκουόντων ἀρδεύουσα καὶ ταύτας πρὸς ἀμείνω πλάσιν καὶ σύνθεσιν μεταπλάττουσα. (ϛʹ.) Τοῦ δὲ χρόνου ῥέοντος φροῦδα τὰ τοιαῦτα πάντα κατέστη, πάσης καλῆς συνηθείας ἀνατραπείσης ἐν τούτοις τοῖς χρόνοις καὶ
10ὥσπερ ἐς θαλάσσης καταδύσης πυθμένας. καὶ τῆς λύμης ἐντεῦ‐ θεν καὶ πρὸς τὰς ἄλλας διαδοθείσης ἐκκλησίας, ὥσπερ ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ, παντὸς αἱ ψυχαὶ τοῦ τῶν Χρι‐ στιανῶν πορεύονται πληρώματος ἄχρι καὶ ἐς τὴν τήμερον. ὥστε καὶ ἐς τοσούτους ἀνεῤῥιπίσθη τὸ πρᾶγμα κολοφῶνας ἀτοπημά‐
15των, ὡς καὶ ὑπὲρ ἑνὸς ὀβόλου ἑκατέρωθεν ὅρκους φρικωδεστά‐ τους γίνεσθαι, οἵους οὐδ’ ἂν κάλαμος γραμματέως γραφῇ παρα‐ δοῦναι τολμήσειε· τῆς γὰρ ζωτικῆς τοῦ λόγου καὶ τῆς διδασκα‐ λίας ἀκτῖνος σβεσθείσης, ὁμοῦ πάντα γέγονε χρήματα, τῶν πλείστων εἰς ἀλογίαν ἐκπεπτωκότων καὶ οὐκ ὄντος τοῦ οἴκοθεν
20ἐπιγινώσκειν δυναμένου τὰ χρήσιμα καὶ τίσι γνωρίσμασι διέστηκεν ἀσεβείας εὐσέβεια. καὶ τίς ἂν δυνηθείη καθ’ ἕκαστα τὴν κατὰ μικρὸν τῆς ἐκκλησίας ἐπὶ τὸ χεῖρον διεξιέναι μεταβολὴν, ἣν διορ‐ θοῦν ὁ πατριάρχης θέλων οὐ δεδύνηται; (Ζ.) Ἐμοὶ δὲ θαυμά‐ ζειν περίεστι, πῶς δέον γενέσθαι τοιαῦτα, ἔπειτ’ ἐς τόνδε τὸν
25τῆς ἡσυχίας τρόφιμον ἄνδρα συνήλασε τὸν καιρὸν ἡ τῆς τύχης

1

.

186

ἀστάθμητος περιπέτεια. τὸ μὲν γὰρ χρῆναι τὴν ἐκκλησίαν οὕτως ἐρημωθῆναι καὶ τὴν δίκην περιελθεῖν τοὺς ταύτης ἐνδόξους καὶ ξύν γε τούτοις ἅπαντα τοῦ κλήρου τὸν ὁρμαθὸν, εἴδεσαν οἱ τὰ πράγματα κρίνειν εἰδότες ὀρθῶς, ἀφ’ οὗ τὴν μετάνοιαν τῶν
5ἔκ γε τῆς τῶν Λατίνων κοινωνίας ἐπανελθόντων οὔτε προσε‐ δέξαντο καὶ τὰ μέγιστα προσηδικήκεσαν, κονδύλους τε ἐντείναν‐ τες καὶ τἄλλα τῶν ἀθεμίτων ἐπ’ αὐτοὺς πεπραχότες· ὧν καὶ ἡμεῖς ἀνωτέρω μετρίως ἐμνήσθημεν· τὸ δ’ ἐν τοῖς τοῦδε πα‐ τριαρχεύοντος χρόνοις, ἐν οἷς ἡ τῶν ἐλπίδων βελτίστη τὰς πάν‐
10των περιέθει ψυχὰς, ὡς ἀλήθεια ἐκ τῆς γῆς ἀνατελεῖ καὶ δι‐ καιοσύνη ἐκ τοῦ οὐρανοῦ, πάντα συμπεπτωκέναι τἀναντιώτατα καὶ περιυβρισθῆναι μὲν ὡς ἀνόνητον τὸν ἡσύχιον βίον, περιυ‐ βρισθῆναι δὲ τὸν τῆς ἀρετῆς καρπὸν, ὡς ῥᾷστα πρὸς τὸ τῆς κα‐ κίας ἀκρότατον ἀπαλλάττοντα, τοῦτο δὲ ποῦ οὐκ ἂν ἀπορίας
15ἐλαύνοι; τίνας δ’ οὐκ ἂν κατασείσειε ψυχὰς, καὶ εἰ σιδήρῳ τὴν φύσιν ἐοίκασιν; ϛʹ. Ἐν τούτοις μέντοι τοῖς χρόνοις διαβολαί τινες ἀνεφύοντο κατὰ Κωνσταντίνου τοῦ Πορφυρογεννήτου, τοῦ αὐταδέλφου τοῦ βασιλέως, ὡς ἐρῴη μὲν βασιλείας· καὶ ὅσοι δὴ τῶν ἐν τέλει καὶ
20ὅσοι τῶν ἄλλως προὐχόντων ἐν τῷ στρατῷ, δεξιώσεσί τε καὶ ἀσπα‐ σμοῖς καὶ χρήμασι περιέρχεται πάντας, ἵν’ εἶεν αὐτῷ συνεργοὶ τοῦ σκοποῦ. ταῦτα δ’, ὡς ὁ πολὺς ἔχει λόγος, ὑπῆρχον συκο‐ φαντίαι ψευδεῖς, συντεθεῖσαι παρ’ ὧν ἔργον βάσκανον τοῖς ἀγα‐
θοῖς ὀφθαλμὸν ἐπιβάλλειν· οἳ δὴ καὶ συμμάχῳ χρησάμενοι τῷ

1

.

187

καιρῷ καὶ τῇ γνώμῃ τοῦ βασιλέως ἀγενῆ τινα τρέφοντος ὑποψίαν πρὸς τὸν αὐτάδελφον εἰς τοὺς ἐσχάτους κινδύνους ξυνώθησαν. τὰ δὲ τῆς ὑποψίας αἴτια τοιαῦτά τινα ἦν. ἠγαπᾶτο παρὰ τοῦ πα‐ τρὸς καὶ βασιλέως ἐξ ἔτι βρέφους ὁ Πορφυρογέννητος μᾶλλον ἢ
5ὁ Ἀνδρόνικος. πολλὰς γὰρ ἐκ φύσεως τὰς αἰτίας τῶν φίλτρων παρείχετο τῷ πατρὶ πολλαχόθεν, ἔκ τε τῶν τῆς ψυχῆς ἀγαθῶν, ὁπόσα τοῖς ἄρχειν ὀφείλουσιν ἐπιπρέπει, ἔκ τε τῆς τοῦ ἤθους εὐτραπελίας, ἔκ τε τῆς τῶν ὀφθαλμῶν ἀστειότητος· ὥστε καὶ εἰ μὴ τὸ ὑστερογενὲς μέγα πρὸ ποδῶν ἔκειτο κώλυμα, αὐτὸν ἂν
10μάλα ἀσμένως τῶν βασιλικῶν σκήπτρων ἐδείκνυ διάδοχον ὁ πα‐ τήρ. ἓν μὲν οὖν τοῦτο καὶ πρῶτον αἴτιον, ὃ συνέχεε τοὺς τῆς ἀδελφικῆς ὁμονοίας δεσμοὺς ἅπαξ μεταξὺ συμπεσὸν καὶ ὑποσπεῖ‐ ραν τῇ τοῦ Ἀνδρονίκου ψυχῇ γνώμην οὐ μάλα ἀνύποπτον κατὰ τοῦ ἀδελφοῦ. (Β.) Δεύτερον δὲ πρὸς βουλήσεως ἐγεγόνει τῷ
15βασιλεῖ καὶ πατρὶ μίαν ἀγαγέσθαι τῷ Πορφυρογεννήτῳ γυναῖκα, τὸν ἔφηβον παραλλάξαντι, ὁπόσαι τῶν Λατινίδων εὐγενείᾳ προέ‐ χουσι, τὴν βελτίστην πασῶν, ἵνα τῇ ἐφεξῆς περὶ τούτου μελέτῃ πάνυ τοι σύνδρομον εἴη καὶ τοῦτο. ἐβούλετο γὰρ καὶ μελέτην εἶχε τοῖς σπλάγχνοις ἐμφωλεύουσαν ἐκ πολλοῦ τὸ περὶ Θεσσαλο‐
20νίκην τε καὶ Μακεδονίαν μέρος τῆς ὅλης ἡγεμονίας Ῥωμαίων ἀποτεμὼν ἰδίαν ἀρχήν τινα περιποιήσασθαι τούτῳ καὶ βασίλειον αὐτοκρατορίαν. καὶ εἰ μὴ φθάσας ὁ θάνατος αὐτὸν ἐξ ἀνθρώ‐ πων πεποίηκε, τάχ’ ἂν καὶ ἥλιος εἰς ἔργον προβάντα τὰ τῆς μελέτης ἐγνώριζεν· ἀλλ’ οὐκ ὂν καὶ θεῷ πρὸς βουλήσεως, ὡς
25ἔοικεν, ἐς πέρας ἐκεχωρήκει τὸ πρᾶγμα δυστυχίας μεστόν. τοῦτο

1

.

188

δριμυτέραν τὴν τοῦ Ἀνδρονίκου βασιλέως πεποίηκε γνώμην κατὰ τοῦ ἀδελφοῦ καὶ ὥσπερ ἐκ σπινθῆρος ἀνέφλεξεν εἰς πυρσὸν τὸ τῆς ψυχῆς ὀργιζόμενον. ἐπεὶ δὲ συνέσεως βαθείας ἐμβρίθεια τὴν τοῦ βασιλέως Ἀνδρονίκου ψυχὴν περιέθει καὶ δεινὸς ἦν οἰκου‐
5ροῦσαν ἐπὶ πολὺ συγκρύψαι δυσμένειαν καὶ πεπλασμένον ἦθος ὡς ἄπλαστον ἐπὶ πλεῖστον προφῆναι, ἐλάνθανεν ὡς εὐμενῆ περὶ τὸν ἀδελφὸν παραμείβων τὸν χρόνον. (Γ.) Τρίτον, ὃ καὶ μετὰ θάνατον τοῦ βασιλέως καὶ πατρὸς συνηνέχθη, πλοῦτον ἀθροί‐ ζων πολὺν καὶ ποικίλον, ὁποῖον κατ’ ἐνιαυτὸν ἐγεώργει τοῖς τού‐
10του ταμείοις ὁπόσα παρὰ τοῦ πατρὸς καὶ βασιλέως εἰλήφει πλέ‐ θρα κτημάτων, ἅμα ποιμνίοις παμπόλλοις καὶ βουκολίοις μεγα‐ λοπρεπῶς ἀνήλισκε τοῦτον καὶ πᾶσιν ἀφειδῶς ἐχορήγει τοῖς προσ‐ ιοῦσι, μεγάλοις τὸ γένος ὁμοῦ καὶ μικροῖς· καὶ πρός γε κοινω‐ νικὸν τὸ ἦθος καὶ χάριεν προτιθέμενος ἅπασι μάλα ῥᾳδίως ἑαυ‐
15τῷ καθάπερ ἀδαμαντίνοις εἶχεν ἐξαρτωμένους δεσμοῖς. φιλεῖ γὰρ ὡς τὰ πολλὰ τὸ τοῦ ἤθους ὑγρόν τε καὶ μείλιχον, ἐπειδὰν ἀφ’ ὑψηλοτέρων προφαίνηται τῶν προσώπων ῥᾷστα, χειροῦσθαι τὰς γνώμας ἁπάντων· καθάπερ δὴ καὶ τὰ λαμπρὰ τῶν ἀνθέων ἐν ἔαρος ὥρᾳ, ὁπόσα χλοάζουσαν καὶ οἷον εἰπεῖν μειδιῶσαν τὴν
20βαφὴν τῆς χροιᾶς ὑπογράφει, ῥᾳδίως τῶν παριόντων τὰς ὄψεις ἐφέλκεται. τοιοῦτον μέντοι καὶ τῶν ἐν Ἰνδοῖς σοφιστῶν ἡ παραί‐ νεσις ὑφηγεῖται τὸν ἄρχειν βουλόμενον· οὕτω γὰρ ἂν τὰ μάλιστά
φησι φιληθείη τοῖς ὑπ’ αὐτὸν, ἂν φύσει τούτων ὑπέρτερος ὢν,

1

.

189

ὁ δ’ ἔπειτ’ ἐπιεικὴς ἑκών γε εἶναί σφισιν ὁρᾶται καὶ μέτριος. (Δ.) Ἐπ’ ἀμφοτέροις μὲν οὖν ἐκείνοις τοῖς πρώτοις αἰτίοις ἀδι‐ κοίη ἂν ἐναργῶς, εἴ τις ὁτιοῦν τῷ Πορφυρογεννήτῳ προσάψειεν ἔγκλημα· εἰ μή που τὸν πατέρα λέγοι τις ἂν ἀρχηγὸν τῶν τοιού‐
5των, ὃς πλείονα τούτῳ τοῦ δέοντος ἔνεμε τὴν στοργήν. ἐπὶ δέ γε τῷ τρίτῳ οὐκ ἀμιγὴς καθάπαξ εἰπεῖν ἀπαλλάττειν κηλῖδος ὁ ἄνθρωπος δύναιτ’ ἄν. εἴτε γὰρ ἀπειρίᾳ κατακολουθήσας τοιαύ‐ ταις ἐδεδώκει φιλοτιμίαις, αἳ βασιλεῦσι τὰ πλεῖστα προσήκουσιν ἄκων μὲν ἴσως, προσετρίψατο δ’ οὖν οὐ μικρὰν ἐντεῦθεν ἑαυτῷ
10τὴν κηλῖδα τοῦ πταίσματος· εἴτε ᾔδει μὲν καὶ αὐτὸς ὡς οὐκ ἀνύ‐ ποπτος εἴη τῷ ἀδελφῷ τοσαῦτα φιλοτιμούμενος, ἔπειτ’ ἠμέλει τὸν χρόνον ἀφροντίστως διακυβεύων, ἐνταῦθα τῆς αἰτίας τὰ πλεῖστα φέροιτ’ ἂν εἰκότως αὐτός. ἐχρῆν γὰρ αὐτὸν εἰ μή τι ἄλλο, ἀλλ’ οὖν τοὺς πάλαι τὰ ὅμοια δεδρακότας ἐνθυμηθῆναι πρὸς οἷον
15ὤλισθον τέλος. καὶ Κῦρος γάρ ποτ’ ἐκεῖνος, ὁ Δαρείου καὶ Παρυσάτιδος, μείζω τῆς ἑαυτοῦ σατραπείας τὸν ὄγκον ἐπιδει‐ κνύμενος εἰς ὑποψίαν καὶ μῖσος ἀνήγειρε τὸν αὐτάδελφον καὶ βασιλέα τὸν Ἀρταξέρξην, ἀφ’ ὧν πλέον οὐδὲν ἢ δυστυχὲς ἐτρύ‐ γησε τέλος. Ἀντώνιος αὖθις, ὁ τὴν τῆς πλείονος οἰκουμένης
20ἡγεμονίαν Αὐγούστῳ συμμερισάμενος Καίσαρι, τὰς τοῦ Καίσαρος ἀποστέρξας ὁμολογίας καὶ μείζω τῆς ἑαυτοῦ φιλοτιμησάμενος δό‐ ξης, ἀφῄρηται μετὰ τῆς οὔσης ἀρχῆς καὶ τὸ ζῇν· καὶ οὗτός γε μὴν ὁ Πορφυρογέννητος, εἰ καὶ μηδὲν ἐπίβουλον ἐβουλεύσατο,
μήθ’ ὅπλα καθ’ αἵματος συγγενοῦς ἐνεδύσατο, ἀλλ’ οὖν καὶ

1

.

190

ἄλλαις προειληφυίαις οὐ μικραῖς ὑποψίαις πολλὴν προσέθεσαν τὴν ῥοπὴν ἐπελθόντα καὶ ταῦτα· καὶ τὰς τοῦ βασιλέως σφόδρα ἀνέῳξαν ἀκοὰς ἐς ὑποδοχὴν τῶν διαβολῶν, ὁπόσαι παραπεπή‐ γασι ταῖς ἀταμιεύτοις φιλοτιμίαις. (Ε.) Ἀλλ’ ἐπανιτέον τὸν
5λόγον. ἦν μὲν γὰρ τηνικαῦτα τὰς διατριβὰς ποιούμενος ὁ Πορ‐ φυρογέννητος περὶ Λυδίαν τοῖς τε νέοις ἀγαλλόμενος γάμοις καὶ μακραῖς ἀνθῶν ταῖς ἐλπίσι τοῦ βίου. ἠγάγετο γὰρ πρὸ βραχέος ἑαυτῷ γυναῖκα τῶν Ῥαοὺλ θυγατέρων τὴν ψυχῆς καὶ σώματος κάλλος ἀρίστην ἐς τριακοστὸν ἤδη τῆς ἡλικίας χρόνον ἐγγίζων
10αὐτός· ὅτε καὶ τῷ νεῷ τοῦ Στουδίου λαμπρὸν ἐπιθεὶς τὸν ὄρο‐ φον (ἠρήμωται γὰρ ὁ χῶρος ἐκεῖνος παρὰ Λατίνων καὶ μηλόβο‐ τος ἦν ἐκ πολλοῦ) ἔπειτα στεῤῥὸν περιήγαγε φραγμὸν καὶ περί‐ βολον καὶ πολλοῖς τοῖς ἀναλώμασιν εἰς μοναζόντων κατέστησεν ἀσκητήριον, οὐδὲν ἢ μικρὰ τοῦ παλαιοῦ χαρακτῆρος ἀποδέον
15ἐκείνου. ἐπεὶ δὲ τέως περὶ τὸ Νύμφαιον τῆς Λυδίας ἐτύγχανε τὰς διατριβὰς μετὰ τῆς συζύγου ποιούμενος καὶ διαβολαὶ κατ’ αὐτοῦ πρὸς τὸν βασιλέα καὶ ἀδελφὸν λάθρα ἀνηνέχθησαν, ἔδοξε τῷ βασιλεῖ διαβῆναι πρὸς ἕω· τῷ μὲν φαινομένῳ πραγμάτων ἄλλων ἐκεῖθεν καλούντων αὐτόν· τῇ δ’ ἀληθείᾳ πρὶν αἰσθέσθαι
20τὸν ἀδελφὸν ἀψοφητὶ συμπεσεῖν καὶ χειρώσασθαι· ὃ δὴ καὶ γε‐ γένηται. καὶ κρατεῖται μὲν οὑτωσὶ τὴν ταχίστην ὁ Πορφυρογέν‐ νητος· κρατοῦνται δὲ καὶ ὅσοι γνησίως ὡμίλουν αὐτῷ, ὧν προὔ‐ χων ὑπῆρχε τὰ μάλιστα καὶ πλούτῳ καὶ γένει καὶ στρατηγίαις
περιβόητος Μιχαὴλ ὁ Στρατηγόπουλος. αὐτοὶ μὲν οὖν ἐν δεσμω‐

1

.

191

τηρίοις καθείργνυνται, ὁ δὲ πᾶς πλοῦτος αὐτῶν ἐς τὸ βασιλικὸν συγκομίζεται ταμιεῖον. ζʹ. Μετ’ οὐ πολὺ δ’ ἐκεῖθεν ἐπανιόντι τῷ βασιλεῖ παραίτησιν ἔγγραφον δίδωσιν ὁ πατριάρχης Ἀθανάσιος, τέταρτον ἤδη δια‐
5νύων ἐνιαυτὸν ἐπὶ τοῦ πατριαρχικοῦ θρόνου. ἡ δ’ αἰτία πάντων ὁ θόρυβος ἦν ἀρχιερέων καὶ μοναζόντων καὶ λαϊκῶν φέρειν ἐπιπλέον μὴ δυναμένων τὴν ἐκείνου πνευματικὴν σκυθρωπότητα· καὶ δια‐ λοιδορουμένων αὐτῷ ὑπ’ ὀδόντα μὲν καὶ λάθρα πρῶτον, ἐκκεκαλυμ‐ μένως δ’ ἔπειτα καὶ πλὴν σκηνῆς καὶ προσωπείου καὶ ὅσον οὐδέπω
10διαῤῥήξειν μελλόντων αὐτὸν, εἰ τῶν θρόνων ἐπιπλέον ἀντέχοιτο. ἤλπιζε μὲν οὖν ὁ πατριάρχης βοήθειαν ἕξειν παρὰ τοῦ βασιλέως, ὥστε τοὺς λοιδοροῦντας ἀμύνασθαι· ἐπεὶ δ’ ἄπιστα τὰ τῶν ἐλπίδων οὐκ οἶδ’ ὅπως εὕρισκε, ζητεῖ καὶ λαμβάνει τοὺς ἀπαθῆ διαφυλά‐ ξοντας ἔκ γε τῆς τοῦ πλήθους ὁρμῆς καὶ διασώσοντας εἰς τὸ περὶ
15τὸν Ξηρόλοφον ἀσκητήριον αὐτοῦ. (Β.) Συνέβη μέντοι, πρὶν αὐ‐ τὸν ἀπελθεῖν ἐκεῖσε, πρᾶγμά τι διὰ τὴν τοῦ θρόνου στέρησιν πεπρα‐ χέναι σφόδρα τῆς αὐτῷ προσηκούσης ἀνάξιον καταστάσεως· χάρ‐ την γὰρ εἰληφὼς γράμμασιν ἰδίοις ἐκτίθησιν ἐπιτίμιον ἀφορισμοῦ κατὰ πάντων ὁμοῦ βασιλέων τε καὶ ἀρχιερέων καὶ ὅσοι τοῦ ἱερατικοῦ
20καταλόγου καὶ ὅσοι τῶν ἐν τέλει καὶ ὅσοι τοῦ δήμου, ὅτι μὴ συνε‐ χώρησαν συναποθεῖναι τοῖς θρόνοις τὸν βίον· ὃν δὴ καὶ ὀστράκοις
τισὶν ἐνειλήσας ὀπῇ τινι τοίχου τῶν τοῦ μεγίστου νεῶ φέρων ἐμβέ‐

1

.

192

βληκε. διετέλεσε μέντοι κρυπτόμενος οὗτος ὁ χάρτης ἐκεῖ ὅλον ἐνιαυ‐ τόν. ἔπειτα μειρακίοις τισὶ νεοττιὰς ἐν ταῖς ὀπαῖς ἐρευνῶσιν ὀρνί‐ θων τινῶν ἀπροσδοκήτως εὑρίσκεται δεδεμένος ὀστράκοις· εἶτα ἐμ‐ φανίζεται τῷ κλήρῳ τῆς τοῦ θεοῦ Σοφίας· ἐμφανίζεται τῷ βασιλεῖ.
5ἐκεῖθεν οἱ τῆς φήμης ἀπολαβόντες κώδωνες πάντων περιηχοῦσι τὰς ἀκοάς· πρὸς ὀργὴν ἐκκάονται πάντες· καὶ τάχ’ ἂν διεσπάραξαν ἐπιδραμόντες τὸν ἄνθρωπον, εἰ μὴ φθάσας ὁ βασιλεὺς ἀνεχαί‐ τισε τὴν ὁρμήν. (Γ.) Τοῦτο πολὺν προσῆψε τὸν μῶμον Ἀθα‐ νασίῳ· καὶ ἅμα τῶν ὑπὲρ αὐτοῦ λαλούντων τὰς γλώσσας συνέ‐
10στειλε. τὰ γὰρ ἐπιτίμια ταῦτα ἀπειλῆς χάριν ὡς τὰ πολλὰ τοῖς ἱερωμένοις ἐπινενόηται, ὥσπερ τις ῥάβδος παιδευτικὴ κατὰ τῶν μὴ σεμνῶς τοῖς θείοις χρωμένων. διὰ γὰρ τοῦτο καὶ φανερῶς μὲν ἐπιτιμῶσι τοῖς ἁμαρτάνουσιν οἱ κρίνειν εἰδότες ὀρθῶς, ἵν’ ἐκφοβήσαντες ἀποστήσωσι τῆς κακίας· κατόπιν δ’ ὑπὲρ αὐτῶν
15θερμὰς ἀναφέρουσι τῷ θεῷ τὰς εὐχὰς, μή πως ἐξαίφνης ὁ θά‐ νατος κεχωρισμένους λαβὼν τοῦ θεοῦ παραπέμψῃ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. τὸ δὲ νῦν πεπραγμένον Ἀθανασίῳ ἅπαν ἦν τοὐναντίον. διὸ καὶ τοῦ τῶν εὐλαβῶν δόγματος δόξαν ἀλλότριον μέμψιν μεγίστην προσῆψε τἀνδρί. ὁ μὲν δὴ βασιλεὺς
20ἀποστείλας Ἀθανασίῳ τὸν χάρτην τὴν αἰτίαν ἠρώτα τοῦ δράματος, ἡμέρως καὶ φιλανθρώπως τῆς προπετείας αὐτοῦ καθαπτόμενος καὶ ἅμα προσονειδίζων τὸ τῆς γνώμης μικροφυὲς καὶ ἀφιλάνθρωπον. ὁ δὲ μεταμέλῳ συντήξας τὸ ἦθος μικροψυχίαν ᾐτιᾶτο καὶ λύπην.
τὰ δ’ οὕτω γινόμενά φησι καὶ λεγόμενα ἄκυρα κεῖσθαι τῇ κρίσει

1

.

193

τῆς ἀληθείας. διὸ δὴ καὶ συγχώρησιν ἐδίδου τε καὶ ἐζήτει· καὶ οὕτω καθάπερ σκηνὴ καὶ δρᾶμα τὸ παρὰ δόξαν πραχθὲν διε‐ λύετο. (Δ.) Ἦν δέ τις μοναδικὸν περικείμενος σχῆμα, ὄνομα Ἰωάννης, πάλαι μὲν γυναικὶ συζυγεὶς καὶ παίδων πατὴρ καταστὰς,
5ἔπειτα θανάτῳ ταύτην ἀποβαλὼν τὸ μοναδικὸν καὶ αὐτὸς ὑπο‐ δὺς τριβώνιον, τῷ χρόνῳ τέως προβεβηκὼς, ἀρεταῖς φυσικῶς προσῳκειωμένος διὰ τῆς τῶν τρόπων ἁπλότητος, Ἑλληνικῆς παι‐ δείας πάμπαν ἀμέτοχος, ἐκ Σωζοπόλεως εἰς τὴν βασιλεύουσαν ἄρτι ἐπιδεδημηκώς. οὗτος γνώμῃ βασιλικῇ καὶ ψήφῳ τῆς ἱερατι‐
10κῆς συνόδου τὸν πατριαρχικὸν διαδέχεται θρόνον· ἐφ’ οὗ καὶ τὰ πράγματα ἔδοξε τοῖς τῶν μοναχῶν κακοτρόποις ἐκ ζάλης καὶ κλύδωνος εἰς εὐδίαν ἐληλυθέναι καὶ ἀπὸ χειμῶνος εἰς ἔαρ. οὗτος καὶ τῷ τοῦ βασιλέως υἱῷ Μιχαὴλ τὸ βασιλικὸν περιτίθησι στέφος. ηʹ. Ἐν τούτῳ τῷ χρόνῳ διαπρεσβεύεται πρὸς βασιλέα πρῶτον
15μὲν ὁ τῆς Ἰταλίας ῥὴξ θυγατέρα ἔχων ἐκ γυναικὸς, ἣν θυγατέρα φθάσας ὁ λόγος ἐδήλωσε Βαλδουίνου τοῦ ἐξωσθέντος ἐκ Κων‐ σταντινουπόλεως· διαπρεσβεύεται δὲ περὶ κήδους αὐτῆς τε καὶ τοῦ νέου βασιλέως Μιχαήλ. κατὰ τὰ αὐτὰ δὲ κατόπιν διαπρεσβεύε‐ ται καὶ ὁ τῆς περὶ τὴν Κιλικίαν Ἀρμενίας ῥὴξ ἀδελφὴν ὑπὲρ τὰ
20τρισκαίδεκα ἔχων ἔτη τὴν ἡλικίαν ἀνύουσαν. ἐπεὶ δ’ ἡ τοῦ τῆς Ἰταλίας ῥηγὸς παραθεωρεῖται πρεσβεία διὰ τὰ ὑπὲρ τὸ προσῆκον ζητήματα, ἐκλέγονται λοιπὸν εἰς πρεσβείαν οἱ κρείττους τῶν τη‐
νικαῦτα σοφῶν, ὅ,τε Μετοχίτης Θεόδωρος καὶ ὁ Γλυκὺς Ἰωάν‐

1

.

194

νης· ὁ μὲν λογοθέτης ὢν τηνικαῦτα τῶν οἰκειακῶν· ὁ δὲ λογο‐ θέτης τοῦ δρόμου· ἐκλέγονται δ’ οὗτοι μὴ μόνον δι’ ἣν τῶν πραγμάτων ἐτύγχανον ἔχοντες πεῖραν, ἀλλὰ καὶ διὰ τὸ πολλῷ τῶν ἄλλων προέχειν συνέσεως ἐμβριθείᾳ καὶ σοφίας περιουσίᾳ,
5ὅση τε περὶ τὰ θεῖά τε καὶ ἡμέτερα δόγματα καὶ ὅση περὶ τὸν Ἕλληνα λόγον ἠσχόληται. τοιούτους γὰρ εἶναι ἀνάγκη τοὺς πρὸς ὑπερόρια πρεσβεύοντας ἔθνη, ἵνα πανταχόθεν οὑτωσὶ τὴν γλῶτ‐ ταν ἔχοντες ὡπλισμένην κἀν ταῖς διαλέξεσιν ἀριστεύωσιν, ὁποῖαί ποτ’ ἂν εἶεν. οἳ δὴ καὶ νεῶν ταχυναυτουσῶν ἐπιβάντες ναυστο‐
10λοῦσιν εἰς Κύπρον τὰ πρῶτα. ἦν γὰρ κἀκεῖθεν ἰὼν λόγος μικρῷ πρότερον περὶ τοιούτου κήδους εἰς βασιλέα. ἐπεὶ δὲ συχνὸν δια‐ τρίψασι χρόνον ἐνταῦθα μὴ κατὰ γνώμην αὐτοῖς ἀπηντήκει τὰ ἐκ Κύπρου σκέμματα, ἀποβάντες ἐκεῖθεν κατέπλευσαν ἐς Αἰγάς· πόλις δὲ αὕτη παράλιος ὑπὲρ τὸν Κιλίκιον αὐλῶνα κειμένη περὶ
15κόλπον τὸν Ἰσσικόν. (Β.) Ὁπόσα μέντοι τούτοις εἴτε χαλεπὰ εἴτε ῥᾳστώνης γέμοντα καὶ τρυφῆς συνηντήκει κατά τε τὸν ἔκπλουν κατά τε τὸν πλοῦν κατά τε τοὺς περίπλους καὶ κατάπλους τῶν νήσων καὶ τῶν λιμένων καὶ ὅπως ἅπασαν ἐξετέλεσαν τὴν πρε‐ σβείαν, ἡ πάντα διεξιοῦσα καθέκαστα βίβλος δηλώσει τοῖς βουλο‐
20μένοις κάλλιστα καὶ σαφέστατα, ἣν ἡ μεγίστη γλῶσσα θατέρου τῶν πρεσβέων, Ἰωάννου φημὶ τοῦ Γλυκέος, διέξεισι γενναιότατα καὶ ὡς ἂν πᾶς τις θαυμάσειεν ἐλλόγιμος ἄνθρωπος. ἐμοὶ δ’ οὐ πρὸς ἀνάγκης ὂν τοῖς καθέκαστα ἐνδιατρίβειν, πραγμάτων πολ‐
λῶν καὶ ποικίλων ἱστορίαν προθεμένῳ διεξιέναι, πρὸς τὰ ἑξῆς

1

.

195

τρεπτέον τῆς ὑποθέσεως. ἄραντες οὖν ἐξ Αἰγῶν ὁδοιπορίαις καὶ σταθμοῖς ἡμερησίοις ὁσοισδηποτοῦν ἥκουσιν ὅπῃ τὴν δίαιταν ὁ ῥὴξ ἐποιεῖτο. ἔνθα δὴ πολλὰς διατετριφόσιν ἡμέρας πάντα διηνυκέναι σφίσι καλῶς ἐξεγένετο, ὅσα τε πρὸς βασιλέως ἦν ἐν‐
5τεταλμένα αὐτοῖς καὶ ὅσα διανοίαις ἰδίαις οἴκοθεν ξυνῆκαν αὐτοί. καὶ ἵνα τὰ πολλὰ παραδράμωμεν, Μαρίαν ἐκεῖθεν ἀνειληφότες τὴν τοῦ ῥηγὸς ἀδελφὴν ἐπανήκουσι νύμφην τῷ βασιλεῖ κομί‐ ζοντες. (Γ.) Ἐπεὶ δὲ τοῦ Πορφυρογενννήτου καὶ τοῦ Στρατη‐ γοπούλου κρατηθέντων, ὡς εἴρηται, ἀνδρῶν τὰ πολέμια μάλα
10κρατίστων καὶ μάχαις μεγάλαις καὶ στρατηγικαῖς ἐμπειρίαις ῥᾷστα τοὺς Τούρκους ἀνασοβούντων καὶ ἀποτρεπομένων ἐκ τῶν Ῥωμαϊ‐ κῶν ὁρίων (ταῦτα δ’ ἦν τὰ πρὸς ἕω τότε τοῦ Μαιάνδρου χωρία), κατὰ πολλὴν ἤδη τοῦ κωλύσοντος ἐρημίαν τά τε ἐπέκεινα τοῦ Μαιάνδρου ληΐζονται πάντα, διαβαίνουσι δ’ ἔτι καὶ αὐτὸν ἤδη τὸν
15Μαίανδρον εἰς πλῆθος ἀριθμὸν ὑπερβαῖνον οἱ πολέμιοι· ὃ δὴ καὶ πρὸς ἀνάγκας ἄγει τὸν βασιλέα τοὺς λειπομένους ἀρίστους Ῥωμαίων ἐπισκεψάμενον ἐκλέξασθαί τε καὶ πέμψαι τὸν βοηθήσοντα ταῖς πα‐ ρὰ τὴν Ἀσίαν κινδυνευούσαις Ῥωμαίων χώραις καὶ πόλεσιν. ἦν δὲ τότε στρατηγικὸς ἀνὴρ καὶ δεινὸς τὰ πολέμια Ἀλέξιος ὁ Φιλανθρω‐
20πηνὸς, πιγκέρνης ἀξίωμα ὢν, ἐν ταῖς ἀκμαῖς ἤδη τῆς νεότητος ἀνθῶν καὶ καιρὸν περιμένων ἐπιδείξασθαι τὴν περὶ αὐτὸν φιλοτι‐ μίαν τῆς φύσεως. τούτῳ ὁπόσα ἐχρῆν ὁ βασιλεὺς στρατεύματα δοὺς ἐκπέμπει πρὸς ἕω. συνεκπέμπει δ’ ἐπὶ τούτῳ καὶ Λιβαδά‐ ριον τὸν πρωτοβεστιαρίτην, ἄνδρα γηραιὸν καὶ στρατηγικὸν καὶ
25βαθεῖαν αὔλακα, φάναι, διὰ φρενὸς καρπούμενον, ἵν’ οὗτος

1

.

196

μὲν διέπῃ τὰς περὶ τὴν Ἰωνίαν πόλεις, ὁ δὲ πιγκέρνης τὰς ἐπέ‐ κεινα πάσας. ἔδοξε τοίνυν ἐν ὀλίγῳ τῷ χρόνῳ μέγας γενέσθαι κατὰ τὰς μάχας τῶν Τούρκων ὁ Φιλανθρωπηνὸς, καθάπερ ὕλης ἐπιτυχοῦσα φλὸξ ἰσχυρά. ἦν γὰρ καὶ φιλοδωρότατος ὁ ἀνὴρ καὶ
5ἄλλως κοινωνικὸν τὸ ἦθος τοῖς ὑπ’ αὐτὸν παρεχόμενος· ὃ δὴ κράτιστον ἐφόδιον τοῖς στρατηγοῦσιν εἰς νίκας καὶ τρόπαια. ὅθεν καὶ ἔῤῥει εὐθὺ τοῦ σκοποῦ τὰ πάντα τῆς τύχης αὐτῷ· καὶ ἦν οὐδὲν ὃ μὴ κατὰ βούλησιν ἀπαντῶν ἦν· ὥστε καὶ διωκόμενοι μὲν ἐκεῖθεν παρὰ τῶν Σκυθῶν οἱ Τοῦρκοι, ἀνατρεπόμενοι δ’
10ἐντεῦθεν παρὰ τοῦ πιγκέρνη, τὴν κουφοτέραν ἐξ ἀνάγκης οἱ πλείους τῶν ὁμορούντων ἐβάδιζον καὶ ἅμα γυναιξί τε καὶ τέκνοις ηὐτομόλουν πρὸς τὸν πιγκέρνην, οὐ τοσοῦτον δεδιότες τοὺς κατὰ νώτων κειμένους ἐχθροὺς, ὅσον οἷά τισιν ἴϋγξιν ἑλκόμενοι ταῖς τοῦ πιγκέρνη δεξιώσεσι καὶ φιλοδωρίαις· ὡς ἐν βραχεῖ μεγάλην
15κἀκ τούτων γενέσθαι μοῖραν τῷ τούτου στρατῷ. (Δ.) Ἀλλ’ ἐπειδὴ ἔδει ἀνακεκρᾶσθαι τοῖς λυπηροῖς τὰ ἡδέα καὶ τρίτον πί‐ θον ἥκιστά φασιν Ἑλλήνων παῖδες ἐν Διὸς εἶναι κακῶν ἀμιγῆ, ἱλαρὰ μὲν καὶ τούτῳ δείκνυσιν ἡ τύχη τὰ πρόθυρα καὶ πλήρη χαρᾶς· μεστὸν δ’ ὅλον τὸν οἶκον κακῶν ἀναῤῥήγνυσι κατ’ αὐ‐
20τοῦ. ὁρῶντι γὰρ τῷ Λιβαδαρίῳ τὴν τύχην ἐξ οὐρίας ἑπομένην τοῖς τοῦ πιγκέρνη πράγμασι δειλίας καὶ ὑποψίας ὑποτρέχουσι λογισμοί. ἐδεδίει γὰρ, μὴ φρονήσας ὑπὲρ τὸ μέτριον ὁ πιγκέρ‐ νης κἄπειτα τῷ καιρῷ καὶ τῇ τύχῃ συμμάχῳ χρησάμενος ἐς ἀπο‐
στασίαν καὶ τυραννίδα χωρήσῃ, καὶ κινδυνεύσῃ πρῶτος αὐτὸς ἀν‐

1

.

197

τιστράτηγος ὤν. τὸ δ’ αὐτὸ καὶ πολλοὶ τῶν ἐν τέλει ὑπεψιθύρι‐ ζον· καὶ ἦν τοῦτο βασκανία τις, ὡς εἰπεῖν, ἐν σπαργάνοις ἔτι κειμένη καὶ γάλαξιν, ἢ ὥσπερ ἄνθραξ ἐν σποδιᾷ τὸ ζώπυρον κρύπτων. ἀλλ’ οὐκ ἐλελήθει τοῦτο τοὺς Κρῆτας, οἳ πάντα
5ἦσαν αὐτοὶ τῷ πιγκέρνῃ, ἀφ’ οὗ σὺν γυναιξὶ καὶ τέκνοις ἄραντες ἐκ τῆς Κρήτης ηὐτομόλησαν πρὸς αὐτόν. τιμῆς τε γὰρ ἀπέλαυον πάνυ πολλῆς παρ’ αὐτοῦ καὶ τῶν πάνυ πλησιαζόντων ἦσαν οἱ πρῶτοι, οὐ μόνον αὐτῷ παρασπίζοντες, ἀλλ’ ὥσπερ καὶ πα‐ ραδυναστεύοντες. ἃ δὴ πάντα πρὸς ἀλάστορα γνώμην αὐτοὺς
10ἐξοκεῖλαι παρέπεισαν· καὶ οὐκ ἤθελον ἔτι μένειν ἐν τῷ καθεστῶ‐ τι, ἀλλ’ ὑπέρτερα πολλῷ τῆς ἑαυτῶν ἀξίας καὶ τύχης ἐφρόνησαν. στάδιον γὰρ, ὡς εἰπεῖν, καθορᾶται καὶ βάσανος ἀκριβὴς ταῖς ἀνθρωπίναις ψυχαῖς, ὁπόσα κατὰ χρόνον εὐτυχήματα φύεται παρὰ τοσοῦτον ἐς ὕβρεως ὄγκον ὑψοῦντα τοὺς ἄφρονας, παρό‐
15σον τοῖς εὖ φρονοῦσι βεβηκυίας γνώμης βεβηκότα φέρει τρυ‐ γῶντα πολλαχόθεν τὸν ἔπαινον. ἐπεί γε μὴν ἠκηκόεισαν καὶ αὐ‐ τοὶ τὰ περὶ τοῦ πιγκέρνη ψιθυριζόμενα, φόρτον εἰσάγουσι λογι‐ σμῶν χαλεπῶν ἐς τὴν καρδίαν τἀνδρὸς, οὐχ ὡς ἦν τὰ τοῦ πρά‐ γματος ἀπαγγέλλοντες, ἀλλ’ οἷον ἐκ μυίας δημιουργοῦντες ἐλέ‐
20φαντα, καὶ ἐπὶ τούτοις πείθειν ἐπιχειροῦσι τάχιστα πρὸς ἀπο‐ στασίαν χωρῆσαι, πρὶν παθεῖν ἃ πρὸ βραχέος οἱ δυστυχεῖς πε‐ πόνθασιν ἄνδρες ἐκεῖνοι, τοὺς περὶ τὸν Στρατηγόπουλον λέγω
καὶ τὸν Πορφυρογέννητον. (Ε.) Ταῦτα πρὸς ταραχὴν ἐξιστῶσι

1

.

198

τὸν ἄνδρα καὶ ὥσπερ εἰς μεταίχμιον φέρουσι λογισμῶν ἀμφιβό‐ λων, ἑκατέρωθεν ἄλλα ἐπ’ ἄλλοις συχνὰ ἐπαντλούντων τὰ τοῦ τοιοῦδε κλύδωνος κύματα. καὶ πρὶν διὰ θατέρου βουλεύματος ἰέναι αὐτὸν, θάτερον ἀντεπῄει καὶ σύγχυσίς τις ἅμα κατὰ τὸ
5συνεχὲς καὶ κυκεὼν ἠγείρετο λογισμῶν ἀνομοίων. οἷς γάρ ἐστι συνειδέναι σφαλεῖσί σφισιν αὐτοῖς ἐφ’ ὅτῳ δήποτε πράγματι, ἢν ἐπίωσιν ὅσα εἰκὸς τῶν δεινῶν, προειδόσιν ἔπεισι καὶ πάλαι κα‐ ραδοκήσασιν, ἐξότου δὴ καὶ σφαλῆναι ξυνεπεπτώκει· οἷς εἰ μή‐ τι ἄλλο, τὸ γοῦν προμαθεῖν λάθρα πως ὑφαιρεῖται τοῦ πάθους
10τὴν ἀκμήν. ὅσοις δὲ τοὐναντίον ἀπροσδοκήτως ἔπεισι τὰ χείρω, μὴ συνειδόσιν ἑαυτοῖς μηδὲν τῶν ὅσα πρόξενα σφῶν καθεστᾶσιν, ἐπιεικῶς ἐκπλήσσειν εἴωθε καὶ σφῶν αὐτῶν ἐξίστασθαι. ἀλλὰ μετὰ πολλὰς τῶν λογισμῶν τὰς παλαίστρας νικῶσιν οἱ τὰ τῆς ἀποστασίας ὑποτιθέμενοι. καὶ σιωπὴν ἐπὶ τοῦ στρατοῦ τῆς τῶν
15βασιλικῶν ὀνομάτων εὐφημίας ὁ πιγκέρνης προστάττει τὰ πρῶτα. διὸ καὶ ῥοπῆς οὐ μικρᾶς οἱ Κρῆτες δραξάμενοι καὶ βίαν ἐπάγου‐ σιν, ἤδη διεγείροντες τὴν ταχίστην καὶ τοῖς τῆς βασιλείας συμβό‐ λοις χρήσασθαι καὶ στηρίξαι τῶν ἑπομένων τὰς γνώμας. „τὰ γὰρ τοιαῦτα τῶν βουλευμάτων κατ’ ἴχνος,“ φασὶν, „ἑπομένην ἔχειν
20χρεὼν καὶ τὴν πρᾶξιν· καὶ οὐδὲν οὕτω τῶν πάντων ἕτερον ὀξύτη‐ τα γνώμης ὁμοῦ καὶ χειρὸς ἀπαιτεῖ καὶ φλέγουσαν ὥσπερ σπου‐ δήν. εἰ δ’ ὑπερτίθεσθαι βούλει τὸν χρόνον, τάς τε ψυχὰς τῶν στρατιωτῶν μετεώρους ποιεῖς καὶ ἀμφιβόλους καὶ ὥσπερ ἐπὶ ξυ‐
ροῦ ταλαντεύεις τὰς γνώμας αὐτῶν, τὴν τοῦ μέλλοντος ἀδηλίαν

1

.

199

πολλὰ δεδιότων, καὶ αὐτὸς, ἀλλ’ οὐδ’ αὐτὸς ἂν φθάνοις προδε‐ δομένος ὢν ὑπὸ τῶν τοιούτων.“ ὁ δ’ ἀκούων ἠμέλει, οὐκ οἶδ’ ὁπότερον, εἴτε τὸν ὄγκον τοῦ πράγματος δειλιῶν, εἴτ’ ἄλλο διανοούμενος τέως ἀπόῤῥητον, οἶμαι περιμένων χειρώσασθαι τὸν
5Λιβαδάριον πρότερον. (ϛʹ.) Τούτων οὕτως ἐχόντων ἀπαγγελίαι φοιτῶσιν ὀξεῖαι παρά τε τὸν Λιβαδάριον παρά τε τὸν βασιλέα, σύγχυσιν καὶ μερισμὸν διακηρύττουσαι τῶν τε πραγμάτων καὶ τῆς βασιλείας αὐτῆς. τὸν μὲν οὖν βασιλέα τὸ τῆς ἀκοῆς αἰφνί‐ διον σφοδρῶς ἐθορύβησε, καὶ οἷον εἰπεῖν λύπης πυθμένες ὅλους
10ἐξεῤῥόφησαν τούτου τοὺς λογισμούς. ὅμως τῇ πρὸς θεὸν εὐσε‐ βείᾳ τοῦ συνειδότος θαῤῥῶν καὶ τῷ μηδεμίαν αἰτίαν τῇ τοιᾷδε παρασχηκέναι ὑποθέσει ἔμεινε κατὰ χώραν, μήτε πρὸς ὅπλα βλέ‐ ψας καὶ βέλη, μήτε πρὸς στρατευμάτων συμμαχούσας φάλαγ‐ γας· ἀλλ’ ὅλας εἰς τὴν ὑπέραγνον θεομήτορα τὰς ἐλπίδας ἀναρ‐
15τήσας καὶ τὸν σωτῆρα Χριστὸν, εἰδὼς ὡς οὐκ ἔστιν οὐδὲν ὃ μὴ τῆς ἐκείνου χειρὸς ἐξῆπται, ἀλλὰ πάντα προνοίας ἐκεῖθεν ἀπόῤ‐ ῥητοι βόσκουσι λόγοι, ὅπερ ἂν βούλοιτο τέλος ἐκεῖνος ἑκάστοις τῶν πραγμάτων ἐπάγειν. τὴν δὴ τοιαύτην αὐτοῦ συντριβὴν τῆς ψυχῆς ἐπιβλέψας ὁ κύριος ἔσφηλε τὰ τοῦ πιγκέρνη σκέμματα,
20καθάπερ φορτίδος νεὼς τοὺς ἰθύνοντας ἀφελόμενος οἴακας· καὶ ἀντὶ τοῦ Λιβαδαρίῳ ἐπιθέσθαι κατὰ τὴν πρώτην ἔφοδον ἀπαρα‐ σκεύῳ ἔτι τυγχάνοντι, ὁ δὲ Θεοδώρῳ τῷ τοῦ βασιλέως ἐπέθετο ἀδελφῷ ἐκεῖ που περὶ τὴν Λυδίαν καὶ αὐτῷ διατρίβοντι τότε.
ἀνύποπτος γὰρ ἦν οὗτος τῷ βασιλεῖ καὶ πολλῆς ἐκείνου τῆς εὐ‐

1

.

200

μενείας ἀπέλαυε καὶ διὰ τοῦτο διέτριβεν ὅπῃ καὶ ὅπως ἐβούλετο. ἀφ’ οὗ γὰρ εἶδε κατασχεθέντα τὸν ἀδελφὸν, συνῆκεν ὡς καλὸν τὸ μετριώτερον φέρειν τὴν τύχην· καὶ ῥίψας τὰ ὀφειλόμενα τῆς ἀξίας σύμβολα ἰδιωτικοῖς καὶ αὐτὸς ἐχρῆτο ἐνδύμασι. διὸ καὶ πολλὴν
5ἐκαρποῦτο καὶ καθαρὰν τὴν τοῦ βασιλέως εὐμένειαν. τοῦτον οὖν ἐπελθὼν κατέσχεν ὁ πιγκέρνης, ὡς μὴ βασιλείας ὄνομα τούτῳ πε‐ ρικειμένῳ προστρέχωσί τινες κἀντεῦθεν σύστημα γένηται στρατο‐ πέδου καὶ γένηταί οἱ τουτὶ τῆς προθέσεως οὐκ ἐλάχιστον κώλυμα. (Ζ.) Ἀλλ’ ἐλελήθει σκιὰν ἀντ’ ἀληθείας κρατῶν. ὁ γὰρ πρωτο‐
10βεστιαρίτης Λιβαδάριος τὴν περὶ τὰ πάρεργα ταῦτα τοῦ πιγκέρ‐ νη ἀσχολίαν καιρὸν ἴδιον ἡγησάμενος πεμφθέντα παρὰ τῆς ἄνω‐ θεν δεξιᾶς ἐν οὕτω βιαίᾳ καὶ ὀξέως ἀνταγωνιζομένῃ πραγμάτων ῥοπῇ πάντα κινεῖ χρήματα καὶ πάντα τὴν ταχίστην συναγείρει στρατὸν ἔκ τε τῆς παραλίου τῆς Ἰωνίας ἔκ τε τῆς μεσογαίου καὶ,
15συνελόντι φάναι, πανταχόθεν. τὸν ἴδιον γὰρ ἐξαργυρισάμενος πλοῦτον, καὶ ὅσοι περὶ αὐτὸν πλουτοῦντες ἐτύγχανον, καὶ πρός γε ἔτι ἐκ τῆς Φιλαδελφείας πλεῖστα βασιλικὰ μεταστειλάμενος χρήματα ἄφθονα πάντα προὐτίθει χορηγῶν τῷ στρατῷ, μείζους ἔτι προστιθεὶς καὶ τὰς ἐπαγγελίας καὶ ἡδίους ποιῶν ταῖς ἐλπίσιν
20αὐτούς· ὡς πρὶν ἢ δέκα ἐξήκειν ἡμέρας, μετὰ βαρείας ἐλθόντα δυνάμεως κατὰ μέσην τὴν Λυδῶν χώραν πήξασθαι τὸ στρατόπε‐ δον κἀκεῖ βρίθουσιν ὅπλοις τὴν ἔφοδον ἐκδέχεσθαι τοῦ πιγκέρνη.
ὅδ’ ἀνυσιμώτατον ἔδοξε τῇ τοῦ Λιβαδαρίου σπουδῇ καὶ τὸ πᾶν

1

.

201

ἐν βραχεῖ κατεπράξατο· εἰδὼς γὰρ ὡς μάλιστα πάντων οἱ Κρῆ‐ τες παρασπίζουσι τῷ πιγκέρνῃ καὶ τῶν ἐγγυτάτω τούτῳ κυκλούν‐ των εἰσὶ, λάθρα πέμψας χρήματά τε δώσειν αὐτὸς ὑπισχνεῖται πάμπολλα καὶ λαμπρὰς τὰς τιμὰς προξενῆσαι παρὰ τοῦ βασιλέως
5αὐτοῖς, ἢν τὸν πιγκέρνην ἀπολαβόντες δέσμιον παραδῶσιν αὐ‐ τῷ συῤῥηγνυμένων ἤδη τῶν στρατοπέδων. οἳ δὴ καὶ πάλαι δυσ‐ χεραίνοντες πρὸς τὴν ἐς τὰ παρόντα σκέμματα βραδυτῆτα καὶ μέλλησιν τοῦ πιγκέρνη καὶ ἄλλως τὴν τῶν πραγμάτων τύχην ἀν‐ τιστρατευομένην ὁρῶντες αὐτῷ κλίνουσι πρὸς τὰς ὑποσχέσεις καὶ
10τὸ πᾶν αὐτοὶ κατασκευάζουσιν ἔπειτα δρᾶμα μεταξὺ τοῦ πολέ‐ μου. καὶ οὕτως αὐτός τε παραδίδοται δέσμιος καὶ τὸ πᾶν ἐν βρα‐ χεῖ καταλύεται τούτου στρατόπεδον. (Η.) Ἐπεὶ δὲ τῷ πρωτο‐ βεστιαρίτῃ Λιβαδαρίῳ κατὰ γνώμην ἀπηντήκει τὰ πράγματα καὶ πέρας εἶχε τούτῳ χρηστὸν, ὁ δὲ οὐ μετριάζουσαν ἔῤῥιψε τὴν
15ὀφρὺν πρὸς τὸν ἡττηθέντα, οὐδ’ ᾐδέσθη τὴν τύχην τἀνδρὸς, οὐδ’ ἀνθρωπίνως προσηνέχθη τοῖς πράγμασιν· ἀλλ’ ἐν νῷ λα‐ βὼν τὸ τοῦ βασιλέως πρὸς τὰς κολάσεις ἀκίνητον καὶ δείσας μὴ φιλανθρωπίας ὁ δέσμιος τύχῃ ἀπελθὼν μετὰ τρίτην ἀπὸ τῆς κα‐ τασχέσεως ἡμέραν ἀφαιρεῖται τῶν ὀφθαλμῶν αὐτοῦ τὰς αὐγάς.
20οὕτω πικρὸς καὶ λιθίνην αὐχῶν τὴν καρδίαν ἐφάνη περὶ τὸν δυσ‐ τυχήσαντα ἄνθρωπον. φιλεῖ γὰρ ἐς ἀπόνοιαν ῥᾷστα χωρεῖν τὸ ἀνθρώπινον, ὁπότε μὴ λόγον ἡνίοχον ἔχοι ἐμμελῶς ἀναστέλλοντα τὴν τῆς τύχης ἀστάθμητον περιπέτειαν. τὰ γὰρ ἐν πολέμῳ καὶ μάχῃ γινόμενα, ὁποῖά ποτ’ ἂν ᾖ, συγγνώμην ἔχει τῷ πεπραχό‐
25τι, περιστατουμένου τότε τοῦ λογισμοῦ καὶ τῆς χειρὸς οἱονεὶ με‐

1

.

202

θυούσης καὶ λόγον οὐκ ἐχούσης χειραγωγὸν καὶ πρύτανιν τῶν πραττομένων. τῆς δ’ ἀκμῆς τῶν δεινῶν παυσαμένης καὶ καιρὸν ἤδη τῆς προαιρέσεως εἰληφυίας μετὰ στάθμης τινὸς καὶ κρίσεως τὰς τῶν πράξεων ἀρχὰς παρέχεσθαι τῇ χειρὶ, μοχθηρίαν γνώ‐
5μης κατηγορεῖ τοῦ πράξαντος, εἴ τι μὴ κατὰ τὸ προσῆκον γί‐ γνοιτο. θʹ. Κατὰ τοῦτον μέντοι τὸν χρόνον συνέβη γενέσθαι σεισμὸν τῶν πάνυ μεγίστων, ὑφ’ οὗ πολλαὶ μὲν τῶν μεγάλων οἰκιῶν, πολλοὶ δὲ τῶν μεγάλων νεῶν οἱ μὲν ἐπεπτώκεισαν, οἱ δὲ διεῤῥά‐
10γησαν. ἐπεπτώκει δὲ καὶ ὃν πρὸ τοῦ νεὼ τῶν ἁγίων ἀποστόλων ἐπὶ κίονος ἔστησε τοῦ ἀρχιστρατήγου Μιχαὴλ ἀνδριάντα Μιχαὴλ βασιλεὺς ὁ Παλαιολόγος, ὁπότε τῆς Κωνσταντινουπόλεως ἐγκρα‐ τὴς ἐγεγόνει· ὃν αὖθις Ἀνδρόνικος βασιλεὺς, ὁ ἐκείνου παῖς, ὡς εἶχε σχήματος, ἐπεσκεύασέ τε καὶ ἀνεστήλωσε. (Β.) Κατὰ δὲ
15τὸ ἐπιὸν θέρος ἧκεν ἐκ Τραπεζοῦντος εἰς Κωνσταντινούπολιν Εὐδοκία ἡ τοῦ βασιλέως ἀδελφὴ, θανόντος ἐκεῖ τοῦ ἀνδρὸς αὐ‐ τῆς Ἰωάννου τοῦ Λαζοῦ· ἧκε δὲ μετὰ τοῦ δευτέρου ταύτης παι‐ δός. τὸν γὰρ πρῶτον Ἀλέξιον ἐκεῖ καταλείπει, τὴν πατρικὴν πε‐ ριέπειν ἀρχήν. ταύτην δὴ τὴν Εὐδοκίαν πέμψας ὁ Κράλης Σερ‐
20βίας ἐζήτει γυναῖκα λαβεῖν, ἵν’ αἰωνιζούσας ποιήσῃ πρὸς Ῥω‐ μαίους σπονδάς. ἰσχυρὸς γὰρ ἦν καὶ οὐ διέλιπε τὰ Ῥωμαίων ἀεὶ συγχέων πράγματα καὶ πόλεις καὶ χώρας τὰς μὲν αἱρῶν, τὰς δὲ ληϊζόμενος. τοῦτο πολλαπλῇ μεριζομένην τῷ βασιλεῖ τὴν ἀπο‐
ρίαν ἤνεγκε· πρῶτον μὲν, ὅτι περὶ πλείονος τὴν τοῦ Κράλη φι‐

1

.

203

λίαν ἐτίθετο· δεύτερον, ὅτι καὶ τὴν ἐκείνου συνάφειαν ἀποτρό‐ παιον ἡγεῖτο ἡ τοῦ βασιλέως ἀδελφὴ Εὐδοκία καὶ οὐδ’ ἄκροις ὠσὶν ἀκούειν ἠνείχετο τῶν λεγόντων· τρίτον, ὅτι καὶ τέταρτον ἦν ὅπερ ᾔτει συνοικέσιον. τῇ γὰρ πρώτῃ, θυγατρὶ τοῦ τῆς Βλα‐
5χίας ἄρχοντος οὔσῃ, χρόνους τινὰς συνοικήσας εἶτα αὐτὴν μὲν ἀπέπεμψεν εἰς τὴν θρεψαμένην· ἠγάγετο δὲ τὴν γυναικαδέλφην τοῦ αὐταδέλφου τὸ μοναχικὸν αὐτὴν περιδύσας πρότερον σχῆμα. εἶτα τῆς τῶν Τριβαλλῶν ἐκκλησίας ἀνθισταμένης ἐπιπολὺ πρὸς τὸ παράνομον, ἐκπέμπει καὶ ταύτην μετὰ πολὺν τὸν χρόνον.
10ἄγεται δὲ τὴν ἀδελφὴν τοῦ τῆς Βουλγαρίας ἄρχοντος Σφενδο‐ σθλάβου, σύζυγον τρίτην αὐτήν. ἐπαιδοποίησε δὲ μετ’ οὐδεμιᾶς τῶν τριῶν. ἤδη δὲ καὶ ταύτην ἀποστέρξας εὐγενεστέραν ἐζήτει συγγένειαν. (Γ.) Ἐπεὶ δ’ ἡ μὲν Εὐδοκία τὴν ἐκείνου συνοίκη‐ σιν ὅλαις προθέσεσι τῆς ψυχῆς ἀπηρνεῖτο, ὁ δ’ ἐκεῖθεν ἐμβρι‐
15θῶς ἐπέκειτο ζητῶν οὐ μικρὰς προστιθεὶς καὶ τὰς ἀπειλὰς, ἀναγ‐ κασθεὶς ὁ βασιλεὺς μηνύει τῷ Κράλῃ περὶ τῆς ἑαυτοῦ θυγατρὸς Σιμωνίδος, πέμπτον τῆς ἡλικίας ἀγούσης ἔτος, ἵν’ ὑπ’ ἐκείνῳ λαβόντι τρέφοιτο, μέχρις ἂν ἐς τὸν νομιζόμενον ἔλθῃ τοῦ γάμου χρόνον κἄπειτα εἴη σύζυγος αὐτῷ τοῦ λοιποῦ. ἔαρος οὖν ἐπιστάν‐
20τος ἄπεισιν ὁ βασιλεὺς μετὰ τῆς δεσποίνης ὁμοῦ καὶ τῆς θυγα‐ τρὸς ἐς Θεσσαλονίκην ἐπαγόμενος καὶ τὸν Πορφυρογέννητον δέ‐ σμιον, δέει τοῦ μὴ διαδρᾶναι συνεργίαις μητρικαῖς. οὐ γὰρ διέ‐ λιπεν ἡ μήτηρ Θεοδώρα ἡ δέσποινα διηνεκῶς ὑπὲρ τοῦ παιδὸς
ἀσχάλλουσα καὶ ζητοῦσα τὴν λύσιν αὐτοῦ. (Δ.) Ἥκει δ’ ἐκεῖ‐

1

.

204

θεν καὶ ὁ Κράλης φέρων ὁμήρους τοὺς κατὰ γένος προὔχοντας υἱέας τῶν Τριβαλλῶν, φέρων δ’ ὁμοῦ καὶ τὴν ἀδελφὴν τοῦ Σφενδοσθλάβου πρὸς πίστωσιν τῶν σπονδῶν. ᾗ δὴ καὶ μικρὸν ὕστερον πρὸς τὴν Κωνσταντινούπολιν κομιζομένῃ μίγνυται σαρκι‐
5κῶς Μιχαὴλ ὁ Κουτρούλης, ὃς τοῦ βασιλέως γενόμενος ἐπ’ ἀδελ‐ φῇ γαμβρὸς νῦν διετέλει χηρείαν ἄγων θανούσης ἐκείνης. μίγνυ‐ ται μὲν οὖν τῇ ῥηθείσῃ λάθρα τὸ πρῶτον, ἔπειτα καὶ σύζυγον ἄγεται νόμιμον ἐς τοὐμφανές. καὶ ἵνα τἀν μέσῳ συντέμω, στεῤ‐ ῥὰς καὶ μάλα βεβαίας ὁ Κράλης τὰς σπονδὰς ποιησάμενος καὶ
10οἷαι κατὰ γνώμην ἦσαν τοῦ βασιλέως, ἐπάνεισι τὴν Σιμωνίδα λαβὼν βρέφος οὖσαν τεσσαρακοντούτης τυγχάνων αὐτὸς καὶ τοῦ βασιλέως καὶ πενθεροῦ καθ’ ἡλικίαν προήκων πέντε ἔτεσιν ἔγ‐ γιστα. ιʹ. Κατὰ δὲ τὸ ἐπιὸν ἔτος ἐς τὴν βασιλεύουσαν ἐπανήκοντι
15τῷ βασιλεῖ πέμπουσί τινες τῶν ὑπὲρ τὸν Ἴστρον Μασσαγετῶν λα‐ θραίαν πρεσβείαν· Ἀλανοὺς ἡ κοινὴ τούτους καλεῖ διάλεκτος· οἳ δὴ καὶ Χριστιανοὶ τυγχάνοντες ἄνωθεν ἔπειτα τῇ βιαίᾳ χειρὶ τῶν Σκυθῶν ὑπαχθέντες σώμασι μὲν ἐδούλευσαν ἄκοντες, τὴν δὲ γνώμην αὐτονομίας ἀεὶ κατεβίβρωσκεν ἔφεσις καὶ τῶν ἀσεβῶν
20ἀλλοτρίωσις. πέμπουσιν οὖν χῶρον ἀρκοῦντα ζητοῦντες εἰς οἴκη‐ σιν ὑπὲρ τὰς δέκα χιλιάδας αὐτῶν βουλομένων ἐλθεῖν πανοικὶ, εἴ γε βουλομένῳ εἴη καὶ βασιλεῖ, καὶ ἅμα συμμαχήσειν ὑπισχνού‐ μενοι κατὰ τῶν Τούρκων ὅλαις χερσὶ, κραταιωθέντων ἤδη καὶ κα‐
τατρεχόντων ἀδεῶς καὶ πορθούντων ὅλην τὴν τῶν Ῥωμαίων Ἀσίαν.

1

.

205

τῷ μὲν οὖν βασιλεῖ παρὰ τοσοῦτον ἐφάνη τὰ τῆς πρεσβείας καθ’ ἡδονὴν, παρόσον ἂν εἰ θεόθεν ἐτύγχανε κατιοῦσα καὶ τὰ κατὰ πάσης Ἀσίας μνηστευομένη τρόπαια. μετὰ γὰρ τὴν τοῦ Φιλαν‐ θρωπηνοῦ συμβᾶσαν ἐκείνην σύγχυσιν πάντας ἔλεγεν ὑποπτεύειν
5Ῥωμαίους καὶ μηδένα νομίζειν ὀρθὴν πρὸς αὐτὸν διασώζειν ὑπό‐ ληψιν· διὸ καὶ συμμαχίας ὑπερορίους ὠνειροπόλει νυκτὸς καὶ ἡμέρας, ὡς μὴ ὤφελεν. ἀποδοκιμαζομένων γὰρ ἁπάντων Ῥω‐ μαίων, τὰ Ῥωμαίων ἐνόσησε πράγματα καὶ πρὸς ἐσχατιὰς κα‐ τηνέχθη κινδύνων, ὡς ἔμπροσθεν δηλωθήσεται. (Β.) Τῆς μέν‐
10τοι πρεσβείας οὕτως ἀσμένως δεχθείσης ἥκουσιν οἱ Μασσαγέται τέκνοις ἅμα καὶ γυναιξὶ χιλιάδες ὑπὲρ τὰς δέκα. ἐπεὶ δὲ ἔδει χρή‐ ματα καὶ ἵππους καὶ ὅπλα τούτοις διδόναι, τὰ μὲν ἐκ τοῦ βασι‐ λικοῦ πρυτανείου ἐδίδοντο, τὰ δ’ ἐκ τῶν στρατιωτικῶν, τὰ δ’ ἐκ τῶν κοινῶν καὶ ἰδιωτικῶν. ἐντεῦθεν συχνοὶ καὶ ἄλλος ἐπ’ ἄλ‐
15λῳ ἐξῄεσαν οἱ τὰς χώρας ἀργυρολογοῦντες· ηὖξον οἱ φορολόγοι τὰ τέλη· πᾶν ὅπλον καὶ πᾶς ἵππος ἠθροίζετο· ἠρευνῶντο κῶμαι, πόλεις, οἰκίαι τῶν μεγιστάνων, οἰκίαι τῶν ἐν στρατείαις κατει‐ λεγμένων, ἀσκητήρια, δῆμοι, θέατρα, ἀγοραὶ, καὶ πάντες ἐδί‐ δουν ἵππους καὶ χρήματα, ἄκοντές τε καὶ ὀλοφυρόμενοι, οὐκ εὐ‐
20χὰς καὶ λόγους εὐφήμους, ἀλλὰ δάκρυα καὶ ἀρὰς παραπομποὺς ἐφοδίους τῷ νέῳ στρατῷ συνεκπέμποντες. ἐπεὶ δὲ καὶ ἐς Ἀσίαν διαβαίνουσιν ἐξ Εὐρώπης ἅμα τῷ βασιλεῖ Μιχαὴλ, αὐτοὶ μὲν στρατοπεδεύουσι περὶ Μαγνησίαν· οἱ δὲ Τοῦρκοι τὰ πρῶτα περὶ τὰ ὄρη καὶ τὰς λόχμας ἀναχωροῦσι, τοῦτο δὴ τὸ σύνηθές σφισι
25ποιοῦντες, ἵν’ ἐκεῖθεν αὐτοὶ ταῖς δυσχωρίαις φρουρούμενοι τὰ

1

.

206

τούτων ὁρῶσι στρατεύματα ὁπόσα τε καὶ οἷα τυγχάνοιεν καὶ εἰ κατὰ στρατηγικὴν ἐμπειρίαν στρατοπεδεύοιεν. ἴσασι γὰρ ὡς πολλὰ τῶν οὐκ ὄντων ἡ φήμη κομίζει ταῖς ἀκοαῖς ὑπὲρ τὸ προσῆκον τὰ πράγματα αὔξουσα· ὅθεν περιϊόντες ἐσκόπουν, εἴτε κατὰ τὴν
5φήμην ἀνεπιχείρητα εἴη τὰ πρὸς αὐτοὺς, εἴτε χρὴ δόλοις καὶ λόχοις αὐτοὺς Περσικοῖς περιελθεῖν καὶ κατατροπώσασθαι. (Γ.) Ἐπεὶ δὲ ἴδοιεν τούτους ἀτάκτως ἐπὶ λείαν παρεξιόντας συ‐ χνὰ, καὶ γὰρ ἐληΐζοντο τὰ Ῥωμαίων αὐτοὶ μεῖζον ἢ κατ’ ἐχθρὸν προφανῆ, παρακατίασι τῶν ὀρῶν οἱ μαχιμώτατοι μετὰ τῆς συν‐
10ήθους σφῶν ἐς τὰ πολέμια τάξεως μικρὸν μὲν πρῶτον ἔπειτα πλεῖον· καὶ ἀεὶ μείζονι καὶ θαῤῥαλεωτέρᾳ χρώμενοι τῇ ὁρμῇ τῆς ἐφόδου δῆλοι ἦσαν τὰ τοῦ βασιλέως κυκλώσοντες στρατόπεδα. ἀλλ’ οὐκ ἐνέμειναν οὐδὲ τὴν πρώτην ἔφοδον τῶν βαρβάρων οἱ ἡμέτεροι, ἀλλ’ ἄραντες ἐκεῖθεν ἐπὶ πόδα ἀνεχώρουν καταμικρὸν,
15κατόπιν τῶν βαρβάρων ἰόντων κἀκ τῶν ἔγγιστα παραστρατοπε‐ δευόντων. οὐ γὰρ ὡς εἶχον πλήθους ἑώρων τοὺς βαρβάρους οἱ ἡμέτεροι· ἀλλὰ ταὐτὸν ἐπεπόνθεσαν ὑπὸ δειλίας, οἷον οἱ με‐ θύοντες ὑπὸ οἴνου, οἱ οὐ τὰ ὄντα κατὰ φύσιν ὁρῶσιν, ἀλλ’ ἀνθ’ ἑτέρων ἕτερα οἴονται βλέπειν ὑπὸ τῆς περὶ τὸν ἐγκέφαλον
20πλείστης ὑγρότητος κυματουμένης τῆς ὄψεως καὶ οἱονεὶ κολυμβώ‐ σης ἐς τὰ φαινόμενα πλημμελῶς. τὰ γὰρ ἀδικίαν ἔχοντα προπο‐ ρευομένην καὶ θράσος στρατόπεδα συγγενῆ φθορὰν αὐτόθεν καὶ κατάλυσιν ἐπιφέρονται· καὶ πρὶν τοὺς πολεμίους ἐπεισπεσεῖν, αὐτοὶ πρότερον ὑπὸ δειλίας ἀνατρέπονται σφῶν αὐτῶν αὐτοὶ γι‐
25νόμενοι πολέμιοι, τῆς δίκης ἄνωθεν κατὰ τὸ προσῆκον διδού‐

1

.

207

σης τῶν πραττομένων τὰ τέλη. οὐ γὰρ ἦν εἰκὸς κατορθῶσαί τι τοὺς ἀρὰς καὶ δάκρυα λαβόντας ἐφόδια πρὸς τὴν ἔξοδον. ὁ μὲν δὴ βα‐ σιλεὺς τοὺς Μασσαγέτας φυγῇ χρησαμένους ἰδὼν καὶ μὴ δυνάμενος μετ’ ὀλίγων ἀντιστρατεύεσθαι τοῖς βαρβάροις φέρων ἐμβέβληκεν
5ἑαυτὸν ἐς ἀσφαλέστατον φρούριον τὴν Μαγνησίαν τῆς συμφορᾶς τὸ τέλος ἀποσκοπῶν. οἱ δὲ Μασσαγέται κατῄεσαν ἄχρι τοῦ Ἑλ‐ λησπόντου πάντα ληϊζόμενοι τὰ Χριστιανῶν κἀκεῖθεν ἐς Εὐρώπην διαπεραιοῦνται· ὥσπερ ἂν εἰ διὰ μόνον τουτὶ προσεκλήθησαν ἐκ Σκυθῶν, ἵνα τοῦ δέοντος πρωϊαίτερον τοὺς Τούρκους ἄχρι θαλάτ‐
10της ὁδηγήσαιεν. οὐ γὰρ πολλαὶ μεταξὺ παρεληλύθεσαν ἡμέραι καὶ ὁ μὲν βασιλεὺς ἐς Βυζάντιον ἐπανῆκεν, οἱ δὲ βάρβαροι κατῄεσαν μικροῦ πάντα διαλαχόντες τὰ μέχρι καὶ ἐς τὴν Λεσβίαν παράλιον. κʹ. Συνέβη δ’ ἐν τούτῳ τῷ χρόνῳ κινηθῆναι καὶ μάχην μεταξὺ Γεννουιτῶν καὶ Βενετικῶν καὶ πλείστας μὲν ἀπολέσαι ναῦς
15καὶ χρήματα τοὺς Βενετικοὺς νικωμένους ἄλλοτε ἄλλοθι παρ’ ἐκείνων· ὀψὲ δ’ ἑβδομήκοντα παρασκευάσαντας ναῦς ἐλθεῖν κατὰ τουτωνὶ τῶν Γεννουιτῶν, οἳ τὴν οἴκησιν ἀντιπέραν ποιοῦνται τῆς Κωνσταντινουπόλεως, καὶ αὐτῶν μὲν μηδένα καταλαβεῖν· προ‐ μαθόντας γὰρ ἐκείνους γυναῖκας μὲν καὶ παῖδας καὶ χρήματα
20τῆς βασιλευούσης ἐντὸς ἀσφαλίσασθαι· αὐτοὺς δ’ ἐς τὰς αὐτῶν τριήρεις ἐμβάντας φυγεῖν τοὺς διώκοντας, ἀποπλεύσαντας ἐς τὸν Εὔξεινον· ὡς ἐντεῦθεν μὴ καταλαβοῦσί σφισιν ἐκείνους ἐνταῦθα ἀναγκασθῆναι κάειν τάς τε οἰκίας ἐκείνων καὶ τὰς παρατυχούσας
κενὰς ὁλκάδας· οὐ μόνον δὲ, ἀλλὰ σύν γε αὐταῖς καὶ τὰς Ῥω‐

1

.

208

μαίων ἐκτὸς τείχους οἰκίας ἁπάσας, ἀμυνόμενοι δεξαμένους γυ‐ ναῖκας καὶ παῖδας καὶ χρήματα τῶν ἐχθρῶν ἐν τῷ ἀσφαλεῖ· ἀφ’ ὧν ὁρμηθέντας Ῥωμαίους τῶν τῆς βασιλευούσης ἐντὸς κατοι‐ κούντων Βενετικῶν ἔστιν οὓς διασπαράξαι καὶ τὰ αὐτῶν ληΐ‐
5σασθαι πάντα χρήματα. (Β.) Δι’ ἃ δὴ καὶ ἐς τοὐπιὸν θέρος ὀκτωκαίδεκα τριήρεις αὖθις ὁπλίσαντες οἱ Βενετικοὶ ἧκον τὴν γε‐ νομένην ζημίαν ἀπαιτοῦντες παρὰ τοῦ βασιλέως. μηδὲ γὰρ εἶναί φησι πρὸς τῆς νενομισμένης φιλίας τῷ προπεπονθέναι μεγάλα ἀμυνομένους μέτρια τέλος καὶ τὴν ἐσχάτην ὑποστῆναι ζημίαν·
10προκατάρξαι γὰρ τῆς παρασπονδήσεως Ῥωμαίους, ταῖς τῶν ἀν‐ τιπάλων γυναιξὶ καὶ παισὶ μετὰ τῶν χρημάτων ἐν τῇ τῆς μάχης ἀκμῇ πᾶσαν καὶ παντοίαν περιποιησαμένους ἀσφάλειαν. τοῦ δὲ βασιλέως μήτε λόγον εὔλογον ἔχειν τὴν ἀπαίτησιν ἀποκρινομένου, μήτε ἁρμόττουσαν τύχῃ βασιλικῇ τὴν ἐπιτίμησιν κατὰ τῆς αὐ‐
15τῶν ἀναιδοῦς ἐπενεγκεῖν ἔχοντος τόλμης τῷ μὴ κεκτῆσθαι τριή‐ ρεις ἀντιστρατευομένας (προαπολώλεσαν γὰρ, ὡς εἰρήκειμεν), ἐς τοσοῦτον ἐξηνέχθησαν θράσους τῷ μάλα περιφρονεῖν τῶν Ῥω‐ μαίων τὸ ἄνανδρον καὶ τοσαύτην προὐξένησαν τῇ Ῥωμαίων ἡγε‐ μονίᾳ τὴν αἰσχύνην, ἐς ὅσον αἰσχυνοίμην ἂν αὐτὸς ἀφηγούμενος.
20ὅπου γὰρ κατηναγκασμένα τῶν ἀτυχημάτων ἔπεισι τὰ αἴτια, λύ‐ παις μὲν καὶ οὕτως ἔξεστι τὴν ψυχὴν κατατρύχειν· μετρίαις δ’ οὖν ὅμως, ἐκεῖ τοῦ συνειδότος οὐδένα μαστιγοφόρον μετάμελον ἔχοντος, ἀλλὰ θείαν τινὰ κρίσιν ἀποῤῥήτους τοὺς λόγους κρύ‐ πτουσαν ἡγουμένου τὸ πρᾶγμα. ἐνταῦθα δ’ ἐξεπίτηδες καὶ οἷον
25εἰπεῖν μετὰ τέχνης εἰς ἀνδραπόδων μοῖραν ἑκόντες ἔῤῥιψαν Ῥω‐

1

.

209

μαῖοι τὸ τῆς Ῥωμαίων ἡγεμονίας ἀξίωμα, τὰς οἰκείας τριήρεις τῆς θαλάττης γυμνώσαντες ἐλπίδος ἕνεκα κέρδους, ὃ μάλα βρα‐ χύτατον ὂν μάλα μακράν τε καὶ πολυτάλαντον ἐγεώργησε τὴν ζη‐ μίαν καὶ ταύτην πολλῷ μακρότερον ἔχουσαν τὸ τῆς αἰσχύνης
5ἔγκλημα. οὐδὲ γὰρ ἦν ἂν οὔτε Λατίνους οὕτω κατὰ Ῥωμαίων θρασύνεσθαι, οὔτε ψάμμον θαλάσσης θεάσασθαι Τούρκους ποτὲ, τῆς ναυτικῆς τῶν Ῥωμαίων δυνάμεως θαλαττοκρατούσης ὡς πρότερον· οὐδ’ ἐς τοῦτ’ ἀνάγκης συνελαθῆναι Ῥωμαίους, ὥστε μὴ μόνον ὁπόσα τῶν ἐθνῶν ὁμοροῦντα πεφύκασιν, ἀλλὰ καὶ
10ὅσα ὡς ποῤῥωτάτω τὴν δίαιταν ἐκληρώσαντο, οἷά τινα λίθον φοβεῖσθαι Ταντάλειον ἀπὸ λεπτοῦ τινος μίτου μετεωριζόμενον ἐπὶ κεφαλῆς, καὶ πᾶσιν ἀναγκάζεσθαι φόρον εἰσφέρειν ἐτήσιον, καθάπερ Λυσάνδρῳ καὶ Δερκυλλίδᾳ καὶ τοῖς ἐκ Λακεδαίμονος ἁρμοσταῖς δασμὸν τὸν ἐτήσιον Ἀθηναῖοι πάλαι καὶ Βοιωτοὶ δυσ‐
15τυχήσαντες. (Γ.) Ἀλλ’ ἐκεῖσε ἐπάνειμι. παρελθόντες μέντοι ἐς τὸ Κέρας ἐπὶ τῶν τριήρων ὁπλοφοροῦντες οἱ Βενετικοὶ τῇ πρὸς ἄρκτον προσέσχον παραλίᾳ ἀντικρὺ τῶν βασιλικῶν οἴκων· κἀκεῖθεν πέμψαντες ἀπῄτουν τὰ χρήματα, ὁπόσοις τοὺς ἔνδον τῆς βασιλευούσης οἰκοῦντας Βενετικοὺς οὐδένα ἀδικήσαντας ἐζη‐
20μίωσαν· πλείω λαβεῖν παρ’ ἀκόντων Ῥωμαίων ἀπειλοῦντες, εἰ μὴ αὐτοί γε ἑκόντες ἀποδοῖεν ὁπόσα χρεών. ἐπεὶ δ’ ἀποφάσκοντα τὴν ἀπόδοσιν τὸν βασιλέα ἐγνώκεσαν, αὐτόθεν κατειρωνεύεσθαι τὴν Ῥωμαίων ἤρξαντο δύναμιν· καὶ ὑφῆψαν εὐθὺς τάς τε ἀντι‐
πέρας οἰκίας ἁπάσας κενὰς οὔσας τῶν ἐνοικούντων· φθάσαντες

1

.

210

γὰρ ἐξῴκισαν ἐκεῖνοι σφᾶς αὐτοὺς ἐκεῖθεν· καὶ ἔτι ὁπόσα περὶ τὰς ἅλως ἀσταχύων δράγματα ἦσαν· τὸ δὲ ὥσπερ παιδιὰ καὶ χλεύη τις ἦν ἐκείνων κατὰ τοῦ βασιλέως. ξυμπέπτωκε γὰρ καὶ λεπτάς τινας αὔρας ἀπ’ ἄρκτου πνεούσας τῇ τε φλογὶ διδόναι
5ῥοπὴν καὶ πλείστου καπνοῦ τὰ βασίλεια ἐμπιπλᾷν. τῇ δ’ ὑστε‐ ραίᾳ ἐκεῖθεν ἄραντας ἔργον ἦν τὰς ὁθενδήποτε πρὸς τὴν βασι‐ λεύουσαν εἰσπλεούσας ὁλκάδας χειροῦσθαι καὶ τὰς ἐν τῇ Προπον‐ τίδι νήσους ληΐζεσθαι παραπλέοντας καὶ οὐχ ὅπως ὅσα ἐν χρή‐ μασιν ἦν συναθροίζειν, ἀλλὰ καὶ τοὺς ἄνδρας ἐπὶ κεφαλῆς με‐
10τεωρίζοντας ἀπὸ τῆς κεραίας μαστίζειν πρὸ τῶν τῆς βασιλευού‐ σης τειχῶν· ἵν’ ὁρῶντες οἱ κατὰ γένος ἑκάστῳ προσήκοντες πολλὰ καταβάλλωσι χρήματα πρὸς ἐξώνησιν· καὶ οὕτω πλείω τῶν ζη‐ τουμένων οἱ Βενετικοὶ συλλεξάμενοι χρήματα ἀνεχώρησαν οἴκαδε. (Δ.) Ὁ δὲ πατριάρχης Ἰωάννης ὁρῶν περιφρονούμενον ἑαυτὸν
15ἀμαθίας τε καὶ ἁπλότητος ἕνεκα καὶ ἀνακεκαλυμμένως παρὰ ἀρ‐ χιερέων ἔστιν ὧν λοιδορούμενον τῇ λύπῃ καὶ τῇ μικροψυχίᾳ νικᾶ‐ ται καὶ δίδωσι φέρων τῷ βασιλεῖ τοῦ θρόνου παραίτησιν ἔγγρα‐ φον, ἐπεὶ μὴ βούλοιτο ἐκδικεῖν. ὁ δὲ ἀπελθὼν ἡσύχασε μέχρι τινὸς παρὰ τὴν μονὴν τῆς ὑπεράγνου θεομήτορος, τῆς Παμμα‐
20καρίστου. ἔπειτ’ ἀπῄει παρὰ τὴν θρεψαμένην, τὸ τῆς Σωζο‐ πόλεως λέγω πολίχνιον· ἔνθα καὶ τὸ λεῖπον ἐν ἡσυχίᾳ τοῦ βίου
παρήμειψεν.

1

.

214

Κατὰ τοῦτον τὸν χρόνον ἐκ τῆς ἕω τὰ μέγιστα τῶν κακῶν ἀνεῤ‐ ῥάγη πελάγη, καθάπερ μυρίων πνευμάτων ἐξαίφνης ὁμοῦ συῤ‐ ῥαγέντων καὶ πάντ’ ἄνω καὶ κάτω ἐλαυνόντων καὶ συγκυκώντων. ἐπεὶ γὰρ ἔρημα στρατευμάτων τὰ πρὸς ἕω τῆς Ῥωμαίων ἡγεμο‐
5νίας ἐλείπετο, συνασπισμὸν οἱ τῶν Τούρκων σατράπαι ποιή‐ σαντες πάντα κατέδραμον ἄχρι θαλάττης ἁπάσης καὶ πρὸς αὐταῖς ἤδη ταῖς ἀκταῖς μετοικήσαντες· καὶ οἱ μὲν πλεῖστοι τῶν τε ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν καὶ νηπίων, καὶ ὅσα ἐν κτήνεσι καὶ ὅσα ἐν χρήμασιν ἦσαν, ὑπὸ τὴν τῶν πολεμίων
10ἄρτι αἰχμὴν ἐγεγόνεισαν. ὅσοι δ’ ἔλαθον διαδράντες, οἱ μὲν ἐς τὰς ἔγγιστα πόλεις κατέφυγον, οἱ δὲ καὶ ἐς Θρᾴκην ἄσκευοι καὶ γυμνοὶ τῶν προσόντων διέβησαν. ἐς δὲ ξυμφωνίαν ἤδη ἐληλυθό‐ τες οἱ Τοῦρκοι κλήρῳ διέλαχον πᾶσαν, ὁπόση τῆς τῶν Ῥωμαίων ἡγεμονίας ἐτύγχανε γῆ κατὰ τὴν Ἀσίαν. κατέσχον οὖν, ὁ μὲν
15Καρμανὸς Ἀλισούριος τὰ πλείω τῆς μεσογείου Φρυγίας καὶ ἔτι τὰ μέχρι Φιλαδελφείας καὶ τῶν ἔγγιστα πάντων ἀπὸ τῆς περὶ Μαίανδρον τὸν ποταμὸν Ἀντιοχείας· τὰ δ’ ἐκεῖθεν μέχρι Σμύρ‐ νης καὶ τῶν ἐντὸς παραλίων τῆς Ἰωνίας ἕτερος, ὄνομα Σαρχάνης. τὰ γὰρ περὶ Μαγνησίαν καὶ Πριήνην καὶ Ἔφεσον φθάσας ὑφεί‐
20λετο σατράπης ἕτερος, ὄνομα Σασάν· τὰ δ’ ἀπὸ Λυδίας καὶ Αἰολίδος ἄχρι Μυσίας τῆς πρὸς τῷ Ἑλλησπόντῳ ὅ,τε Καλάμης λεγόμενος καὶ ὁ παῖς αὐτοῦ Καρασῆς· τὰ δὲ περὶ τὸν Ὄλυμπον
καὶ ὅσα τῆς Βιθυνίας ἑξῆς ἕτερος, ὄνομα Ἀτμᾶν· τὰ δ’ ἀπὸ τοῦ

1

.

215

ποταμοῦ Σαγγαρίου μέχρι Παφλαγονίας μεμερισμένως ἐς τοὺς Ἀμουρίου διέβησαν παῖδας. (Β.) Τὸ μέντοι ἑξῆς ἔτος φασὶ διαμηνύσασθαι λάθρα τῷ βασιλεῖ τὸν πρὸ τοῦ Ἰωάννου πατριαρ‐ χεύσαντα καὶ παραιτησάμενον Ἀθανάσιον θείαν προβλέπειν ὀρ‐
5γὴν κατὰ τῶν Ῥωμαίων παρακελεύσασθαί τε αὐτὸν ὁλονύκτοις δεήσεσι χρήσασθαι πρὸς θεὸν ἄχρι καὶ ἐς τρίτην ἡμέραν· τῇ δ’ ὑστεραίᾳ γενομένου σεισμοῦ τοῦτον εἶναι, φάναι τὸν βασιλέα, τὴν προειρημένην Ἀθανασίῳ θεομηνίαν· ἰσχυρίζεσθαί τε λοιπὸν, ὡς οὐχ ἕτερος ἄξιος μᾶλλον αὐτοῦ πρὸς τὸν πατριαρχικὸν ἀνελη‐
10λυθέναι θρόνον· μηδὲ γὰρ ἂν βλέπειν τὰ ἔμπροσθεν ἄνευ θειο‐ τέρας ἐλλάμψεως· πεπεῖσθαί τε τοὺς πολεμίους ὡς ποῤῥωτάτω γενέσθαι τῶν ὅρων τῆς τῶν Ῥωμαίων ἡγεμονίας ἅμα τῷ τοῦτον ἐς τὸν πατριαρχικὸν ἀναβῆναι θρόνον καὶ γενέσθαι, οἷον εἰπεῖν, ἔαρ μετὰ χειμῶνα καὶ γαλήνην μετὰ κλύδωνα καὶ ῥᾷστα πλατυν‐
15θῆναι τῆς τῶν Ῥωμαίων ἡγεμονίας τὰ σχοινίσματα. (Γ.) Τοῦ‐ το μικροῦ πάντας ἀρχιερέας καὶ ἱερέας, καὶ ὅσοι ἀσκητηρίων ἔτυχον προεδρεύοντες, καὶ ὅσοι τοῦ κλήρου, καὶ οὐ πολλοῦ δέω λέγειν, ὅσοι τῶν ἀγορανομούντων καὶ δημόσια δή τινα ἐγκεχει‐ ρισμένων ἦσαν πράγματα, ἀναμνησθέντας τῆς πάλαι πνευματικῆς
20βαρύτητος τοῦ ἀνδρὸς οὐ μικρῶς διετάραξεν· ὥστε καὶ δημηγο‐ ροῦντι τῷ βασιλεῖ περὶ τοῦ σεισμοῦ καὶ τῆς Ἀθανασίου προῤῥή‐ σεως πιστεύειν οὐκ εἶχον, ἀλλ’ ὑπεψιθύριζον, ὡς ποθῶν ἐκεῖ‐
νον ἐνδοξότερον καθιστᾷν πλάττει καὶ χαρίζεται ψευδῆ ταυτηνὶ

1

.

216

τὴν δόξαν αὐτῷ, ἵν’ εὐπαράδεκτος καὶ ὁ τούτου πρὸς ἐκεῖνον δο‐ κοίη πόθος. δεξιώσεσι δ’ οὖν ὅμως καὶ λόγοις πειθοῦς ὁ βασι‐ λεὺς ἔστιν οὓς τῶν τε ἀρχιερέων καὶ μοναζόντων περιελθὼν ἰδίους τῷ ἑαυτοῦ ἐπεποιήκει βουλήματι· μεθ’ ὧν πεζῇ καὶ βάδην ἄπει‐
5σι παρὰ τὴν τοῦ Ἀθανασίου καταγωγὴν τὴν περὶ τὸν Ξηρόλοφον· καὶ ὁμιλήσας αὐτῷ τὰ εἰκότα περὶ τοῦ θρόνου ἔπεισε καὶ τὰ πα‐ τριαρχικὰ περιθέσθαι σύμβολα. μηδὲ γὰρ δεῖσθαι φάναι χειρο‐ θεσίας ἑτέρας, καὶ ὅσοι περὶ αὐτὴν κρότοι καὶ θρίαμβοι, πάλαι ταύτην εἰληφότα βεβαίως, εἰ καὶ λύπης ἕνεκα μεταξὺ ταύτην ἔδο‐
10ξεν ἀποθέσθαι. τούτων οὕτω γενομένων ἄνεισιν ἑβδομαῖος ἐς τὸν πατριαρχικὸν Ἀθανάσιος θρόνον. (Δ.) Ἔτυχε δὲ τηνικαῦτα ἐπιδημῶν τῇ βασιλευούσῃ καὶ τῆς κατ’ Αἴγυπτον Ἀλεξανδρείας ὁ πατριάρχης, σεμνὸς ἀνὴρ καὶ συνέσει λογισμῶν τὰ ἤθη κο‐ σμῶν· ὡς ἐντεῦθεν πολλὴν τὴν αἰδῶ καὶ εὐμένειαν πρὸς τοῦ βα‐
15σιλέως πορίζεσθαι. οὗτος ὁρῶν τὴν τοῦ βασιλέως περὶ τὸν πα‐ τριάρχην Ἀθανάσιον φλεγμαίνουσαν σχέσιν καὶ ἀκούων ἀεὶ διὰ θαύματος μεγάλων ἐπαίνων τὸ ἐκείνου τιθέμενον ὄνομα καὶ ἴσον τῷ θειοτάτῳ τὴν ἀρετὴν Χρυσοστόμῳ προθέσεσιν ὅλαις τῆς γνώ‐ μης τοῦτον ἀποφαινόμενον, μάλα τοι χαριέντως τῆς τοῦ βασιλέως
20καθήψατο γλώττης καὶ, οἷον εἰπεῖν, τῆς ἐν οὐ καιρῷ φιλοτι‐ μίας οὑτωσί πως εἰπών· „ἦν τις ἀνὴρ τὴν τέχνην σκυτεὺς γαλῆν ἔχων τὸ χρῶμα λευκὴν, ἣ τῶν κατ’ οἶκον μυῶν καθ’ ἡμέραν ἐθή‐
ρευεν ἕνα. αὕτη λαθοῦσά ποτε κατὰ μέσην κρημνίζεται τὴν λε‐

1

.

217

κάνην, ἐν ᾗ τὸ τὰ σκύτη μελαῖνον ὁ σκυτεὺς ἐκεῖνος εἶχεν ὑγρὸν, καὶ μόλις ἐκεῖθεν ἄνεισι μέλαν ἔχουσα χρῶμα. ἔδοξεν οὖν τοῖς μυσὶν, ἐκείνην ἴσως μηκέτι κρεωφαγεῖν ἐθελήσειν εἰς μοναδικὸν ἑαυτὴν μεταμείψασαν σχῆμα. ὅθεν καὶ ἀδεῶς ἑαυτοὺς ἐς τὸ ἕδος
5ἐφήπλωσαν ῥινηλατοῦντες ἄνω καὶ κάτω οἷς τραφήσονται· ἀλλ’ ἐκείνη πρὸς τοσοῦτον ἄγρας παρελθοῦσα θέατρον πάντας μὲν ὁμοῦ σαγηνεύειν οὐκ εἶχε καὶ μάλα ἐθέλουσα· δύο δ’ οὖν ὅμως συλλαβοῦσα κατεθοινήσατο. οἱ δ’ ἕτεροι πάντες ᾤχοντο φεύγον‐ τές τε καὶ ἅμα θαυμάζοντες, ὅπως ἀπηνεστέρα γέγονεν, ἀφ’ οὗ
10τὸ μοναδικὸν περιέθετο σχῆμα. δέδοικα τοίνυν,“ φησὶ, „μὴ καὶ Ἀθανάσιος οὗτος ἤδη τῶν προῤῥήσεων γέρας πατριαρχικὸν εἰληφὼς θρόνον ἀποκρύψῃ τὴν προτέραν ἐκείνην σκληρότητα τῇ τῆς ὑστέρας ὑπερβολῇ διὰ τὴν ἐντεῦθεν οἴησιν.“ βʹ. Κατὰ μέντοι γε τούτους τοὺς χρόνους συνέπεσε πολεμεῖν
15ἀλλήλοις ἄμφω τοὺς ῥῆγας, Κάρουλόν τε τὸν τῆς Ἰταλίας καὶ Θευ‐ δέριχον τὸν τῆς Σικελίας. νῆσος δ’ ἡ Σικελία μεγάλη καὶ πολυ‐ άνθρωπος, μιλίοις οὐ πλέον ἀπέχουσα τῆς ἠπείρου τριάκοντα, εἴ τις ἐθέλοι μετρεῖν τὸ ἀπὸ Σκυλλαίου τοῦ παραλίου τῆς Ἰταλίας ἄκρου μέχρι Μεσήνης τῆς πόλεως, παραλίου καὶ ταύτης οὔσης
20Σικελίας τῆς νήσου. ὁ μὲν οὖν Κάρουλος ποθῶν ἐκ πολλοῦ τὴν Σικελίαν ὑποχείριον θέσθαι καὶ διὰ μελέτης ποιούμενος τοῦτο
μακρὰς λάθρα ἐναυπήγησε ναῦς καὶ τἄλλα παρεσκεύαζεν, ὡς

1

.

218

ἐνῆν, ὅσα πρός τε ναυμαχίαν καὶ πεζομαχίαν αὐτάρκη. ὀψὲ δὲ τῆς ἔχθρας ἐς προὖπτον ἀναῤῥαγείσης φοβερὸς ὁ Κάρουλος τὰ πρῶτα ἐδόκει τῷ Θευδερίχῳ ἀπαρασκεύῳ τυγχάνοντι καὶ πολὺς αὐτῷ ἐνέκειτο συχνὰ διαπεραιούμενος ἐς τὴν νῆσον ἐκ τῆς ἠπεί‐
5ρου, ὅσον τε πεζὸν καὶ ὅσον εἰς ἱππέας ἐξεταζόμενον ἦν, καὶ κα‐ κῶς τὰ ἐκείνου ποιῶν ἐπὶ δυσὶ τοῖς ἐνιαυτοῖς, χειμῶνος μὲν οἴκαδε ἐπανήκων, ἔαρος δ’ ἀεὶ λαμπροτέρας τὰς ἐκστρατείας ποιού‐ μενος. (Β.) Ξυνέπεσε δὲ τηνικαῦτα Λατῖνόν τινα, Ῥοντζέριον ὄνομα, στρατόπεδον ἀθροίσαντα ἔκ τε Ἰβηρίας τῆς κάτω καὶ
10Γαλατίας τῆς ἐπέκεινα καὶ δυτικωτέρας τῶν Ἄλπεων βάναυσόν τε καὶ μάχαις ἀεὶ διαποντίοις καὶ ἠπειρωτικαῖς χαῖρον τριήρεις οὐ μείους τεττάρων ἀπὸ τούτων πληρῶσαι· δι’ ὧν δὴ καὶ τὸν πειρατικὸν ἀδεῶς μετῄει βίον, δεινότατος ἐν τούτῳ τῶν πώποτε γενόμενος. οὐ μόνον γὰρ ταῖς ἀπ’ ἄρκτου καὶ νότου κατιούσαις
15καὶ ἀνιούσαις φορτίσι ναυσὶν ἐπετίθετο· ἀλλὰ παραπλέων καὶ περιπλέων κακῶς καὶ αὐτὰς ἤδη μεγάλας τῶν νήσων ἐτίθει καὶ φοβερὸς ἐδόκει τῇ κάτω θαλάττῃ. ἐπεὶ τοίνυν ἀπεκέκλειστο ἤδη πανταχόθεν ἡ Σικελία τῷ τε ναυτικῷ καὶ πεζῷ τοῦ Καρούλου στρατῷ καὶ εἰς τοῦθ’ ἧκεν ἀνάγκης Θευδέριχος, ὡς ὑπερορίων
20δεῖσθαι συμμαχιῶν, μετακαλεῖται τὸν εἰρημένον Ῥοντζέριον, πα‐ ραγγείλας αὐτῷ καὶ ἑτέρους ὅθεν δήποτε μεταπέμψασθαι κρα‐ τίστους, ὡς ἐς χιλίους ἱππέας, ἵν’ ἐξ ἀντιπάλου γενναίως τε καὶ εὐρώστως διαμάχοιντο πρὸς τὸν ἀντικαθήμενον τοῦ Καρούλου
στρατόν. ἐπεὶ δὲ ἧκεν ἐκεῖνος ἄγων χιλίους μὲν, ὅσον τὸ ἀπὸ

1

.

219

τοῦ ναυτικοῦ πεζοὺς, χιλίους δ’ ὅσους ἐς ἱππέας κατέταξεν, εὐ‐ θὺς ὁπόσας Σικελικὰς πόλεις ὁ Κάρουλος εἷλέ τε καὶ δεδούλωτο, πᾶσαι καθάπερ ὀστράκου μεταπεσόντος ἐς Θευδέριχον ἐπανῆκον, οὐκ εἰωθυῖαι ἀλλοτρίῳ ζυγῷ προσταλαιπωρεῖσθαι. (Γ.) Ταῦτα
5ἀκούσας ὁ Κάρουλος λίαν ἠχθέσθη καὶ μαινομένῳ ἦν, ὡς εἰπεῖν, παραπλήσιος, ὅτι χρονίους ἐλπίδας ἐς πέρας ἐληλυθυίας ἤδη καὶ μονονουχὶ τῶν κόλπων ἐντὸς ὅλους ἀποφορτιζομένας καρποὺς ἐξαίφνης, ὡς εἰπεῖν, ἐν αὐτοῖς τοῖς λιμέσιν ἀνατραπείσας τε‐ θέαται. ὅθεν ἔαρος τελευτῶντος ἧκε μετὰ βαρείας δυνάμεως.
10ἀλλὰ κραταιοτέρῳ ἤδη συμμίξας τῷ Θευδερίχῳ κατά τε πλῆθος καὶ ἀντίπαλον δύναμιν οὐχ ὡς ἤθελεν ἀπήλλαξε. τούτου μὲν οὖν ἐς τοῦτο τελευτήσαντος τοῦ ἐνιαυτοῦ ἅμα ἦρι πᾶσαν, ὡς εἰπεῖν, τὴν Ἰταλίαν διαβιβάζει ἐς Σικελίαν ὁ Κάρουλος, ἵνα τελευταία δὴ κρίσις αὕτη καὶ πέρας τῶν μακρῶν κατασταίη πολέμων. ἀλλὰ
15πολλῷ πλείους αὖθις ἀποβαλὼν ἡττημένος ἐπ’ οἴκου ἀναχωρεῖ, πανήγυριν, ὡς εἰπεῖν, ἐπαγόμενος θλίψεων. ταῦτ’ ἄρα καὶ ἐς τὸ ἄπορον πανταχόθεν τῇ γνώμῃ συνελαθεὶς περὶ σπονδῶν πρὸς Θευδέριχον ἤδη διαπρεσβεύεται καὶ τέκνων γαμικὰ συναλ‐ λάγματα.
20 γʹ. Ἐπεὶ δ’ οὕτω ταῦτα ἀλλήλοις ξυνέβησαν καὶ τὰ ὅπλα θέμε‐ νοι ἀστασίαστον ἦγον εἰρήνην οἱ ῥῆγες, σκοπεῖσθαι τοῖς τοῦ Θευ‐ δερίχου συμμάχοις ἐπῄει, ὅποι ποτὲ ἄρα τραπόμενοι τὴν κερδαί‐ νουσαν εὕρωσιν. οὐ γὰρ ἦσαν αὐτοῖς οἰκίαι καὶ κτήσεις ἑστῶσαι,
ἵνα τὴν ἐπάνοδον αὐτῶν ἐπισπεύδωσιν· ἀλλ’ ἄλλοθεν ἄλλος καὶ

1

.

220

πολλοὶ πολλαχόθεν ἄσκευοι καὶ γυμνῆτες κέρδους ἕνεκα λῃστρι‐ κοῦ συνδραμόντες πλανῆτα καὶ διαπόντιον ἔβοσκον βίον. ἔδοξεν οὖν τῷ τούτων ἄρχοντι Ῥοντζερίῳ διαπρεσβευσαμένῳ πρὸς βα‐ σιλέα Ἀνδρόνικον συμμαχήσειν ἐλθόντα οἱ κατὰ τῶν Τούρκων,
5εἴ γε βουλομένῳ αὐτῷ εἴη. καὶ μέντοι καὶ σφόδρα ἀσμένου τὴν πρεσβείαν προσδεξαμένου τοῦ βασιλέως, ἄρας ἐκεῖνος ἧκεν ἐκ Σικελίας ἐς δισχιλίους ἐπαγόμενος ἄνδρας· ὧν τοὺς μὲν χιλίους ὠνόμαζε Κατελάνους ὡς ἐκ τοιούτων τὰ πλεῖστα τὸ γένος κατά‐ γοντας· τοὺς δ’ ἑτέρους χιλίους Ἀμογαβάρους. οὕτω γὰρ ἡ
10Λατίνων φωνὴ τοὺς πεζοὺς ἐν πολέμοις καλεῖ, καὶ διὰ τοῦτο καὶ τούτους ἐν μοίρᾳ ταττομένους τοιαύτῃ τούτῳ καὶ οὗτος κέκληκε τῷ ὀνόματι. (Β.) Τοῦτον μὲν δὴ ἐλθόντα γαμβρὸν εὐθὺς ὁ βασιλεὺς ἐπὶ τῇ ἀδελφιδῇ ποιεῖται Μαρίᾳ, τῇ τοῦ Ἀσὰν θυγα‐ τρὶ, καὶ ἐς τὸ τοῦ μεγάλου δουκὸς ἀνάγει ἀξίωμα. ἐπεὶ δὲ μετὰ
15μικρὸν ἧκε καὶ ἕτερος Κατελάνος, ὄνομα Πιριγκέριος Τέντζας, προσκαλεσαμένου τοῦ Ῥοντζερίου, αὐτῷ μὲν δὴ Ῥοντζερίῳ τὸ τοῦ Καίσαρος ὁ βασιλεὺς περιτίθησιν ἀξίωμα· τῷ δὲ Πιριγκε‐ ρίῳ Τέντζᾳ τὸ τοῦ μεγάλου δουκός. ἡ μέντοι τῶν χρημάτων δα‐ πάνη, ὁπόση περὶ τὰ ἐκείνων ἐνδύματα καὶ τὰς δωρεὰς καὶ τὰ
20ἐπέτεια δεδαπάνηται σιτηρέσια, ἐς τοσοῦτον ἀνῆλθεν πλεονεξίας, ὥστ’ ἐν βραχεῖ τὸ βασιλικὸν ἐξεκένωσε ταμιεῖον. ἐπεὶ δ’ οὕτω ταῦτα, καὶ ἔδει διαβάντας ἐς τὴν Ἀσίαν πολεμεῖν τοῖς ἐχθροῖς,
τί χρὴ καὶ λέγειν ὁπόσα εἰργάσαντο παριόντες δεινὰ κατὰ τῶν ἐν

1

.

221

τοῖς περὶ τὴν Ἀσίαν καταφυγόντων πολιχνίοις Ῥωμαίων; ἀν‐ δράσι μὲν γὰρ καὶ γυναιξὶν οὐδὲν ἄμεινον, ἢ ὡς ἀνδραπόδοις ἐχρήσαντο· τοῖς δ’ ὑπάρχουσιν ἅπασιν ὡς οἰκείοις ἀδεῶς κατε‐ χρήσαντο καὶ ἀπέλαυον ὥσπερ εἰκὸς πολλῶν τῶν ἐνοδίων ἀρῶν
5ἐκ μέσης ψυχῆς καὶ μετὰ πάνυ πολλῶν τῶν δακρύων ταύτας κα‐ ταχεόντων τῶν ταλαιπώρων ἐκείνων, οὓς ἠδίκουν. καὶ ταῦτα μὲν δὴ τὸν πρῶτον ἐπράχθη ἐνιαυτόν. (Γ.) Τοῦ δ’ ἐπιόντος ἔαρος ἀπῄεσαν ἐξελάσοντες τοὺς πολιορκοῦντας τὴν Φιλαδέλφειαν πολεμίους. διπλοῖς γὰρ ἐπολεμοῦντο δεινοῖς οἱ τὴν Φιλαδέλφειαν
10κατοικοῦντες· ἔξωθεν μὲν τοῖς χρονίως ἤδη περικαθημένοις ἐχθροῖς· ἔσωθεν δὲ πολλῷ χείρονι πολεμίῳ, τῇ τῶν ἀναγκαίων ἐνδείᾳ καὶ τῷ λιμῷ. καὶ τοῦτο μὲν τοὖργον κάλλιστά τε καὶ ἀν‐ δρικώτατα κατεπράξαντο τῆς ἄνωθεν δεξιᾶς συνεργούσης διὰ τὸ τῆς ἀρετῆς μέγεθος τοῦ τῆς πόλεως ἱερῶς προεδρεύοντος θείου
15ἀνδρὸς Θεολήπτου. ἰδόντες γὰρ οἱ πολέμιοι τὴν τῶν Λατίνων εὔτακτον κίνησιν καὶ τὴν τῶν ὅπλων λαμπρότητα καὶ τὸ ἄτρεπτον τῆς ὁρμῆς συσχεθέντες τοῖς φόβοις ᾤχοντο φεύγοντες· οὐ μόνον τῆς πόλεως ὡς ποῤῥωτάτω σφᾶς αὐτοὺς ἀπάγοντες, ἀλλὰ μικροῦ καὶ τῶν πάλαι Ῥωμαϊκῶν ὁρίων αὐτῶν. τοσοῦτος γὰρ καὶ τοιοῦτος
20ἐκεῖνος ἐτύγχανεν ὁ στρατὸς, καὶ οὕτως ἄριστα συγκεκροτημένος ἔκ τε τῶν ὅπλων ἔκ τε τῆς κατὰ πόλεμον ἐμπειρίας ἔκ τε τοῦ πλήθους (συνεστράτευον γὰρ ἐκεῖ τοῖς Λατίνοις οὐ μόνον οἱ τῶν Ῥωμαίων ἐπίλεκτοι, ἀλλὰ καὶ τὸ ἐκ τῶν Ἀλανῶν ὁπόσον ἐτύγχανε στράτευ‐
μα) τοσαύτην γοῦν ἐποίει διὰ ταῦτα τοῖς πολεμίοις τὴν ἔκπληξιν,

1

.

222

ὥστε πολλοί τινες ἔφασαν τότε, ὡς, εἰ μὴ τούτους διὰ δειλίαν τινὰ πρόσω ἰέναι κεκώλυκε τὰ τοῦ βασιλέως προστάγματα, οὐδὲν ἂν ἦν τὸ κωλύον ὅλας ἐν βραχεῖ τῶν Ῥωμαίων ὁπόσαι πόλεις καὶ χῶραι ὑπῆρχον καθαρὰς πολεμίων παραδοῦναι τῷ βασιλεῖ. ἀλλὰ
5ταῦτα μὲν ἦσαν φθεγγόμενοι πρὸς μόνα τὰ παρόντα βλέποντες ἄνθρωποι καὶ μηδὲν τῶν παρόντων ὑπέρτερον ξυνιέναι δυνάμενοι. κρίσις γὰρ ὡς ἀληθῶς ἦν ταῦτα θεοῦ πάλαι κυρωθεῖσα, πρὸς ἐσχατιὰς καταβῆναι δυστυχημάτων τὰ Ῥωμαίων πράγματα. καὶ διὰ τοῦτο λόγοις ἀποῤῥήτοις τῆς προνοίας τῶν μὲν ὠφελούντων
10πλεῖστα ἐδόκουν τὰ ἐμποδὼν, τῶν δὲ βλαπτόντων πολύχους ἡ συν‐ δρομή. ἀλλὰ τοῦτο μὲν τοὖργον ἅμα ἦρι τελευτῶντι ῥᾳδίως κατε‐ πράξαντο. (Δ.) Ἐπεὶ δὲ πρόσω ἰέναι ἄπορόν σφισιν ἦν παραπομ‐ ποὺς οὐκ ἔχουσιν, οἳ τὸ σκοτεινὸν καὶ ἀτριβὲς τῆς ὁδοῦ διαλευκα‐ νοῦσι καὶ εὔοδον θήσονται τούτοις (οὐ γὰρ ἄνευ πλείστων νεκρῶν
15ἑώρων γενησομένην τὴν ὑπερόριον ἐκστρατείαν βουληθεῖσιν ἐκείνοις ἄνευ παραπομπῶν ἀπιέναι), τόδ’ ἀμαθῶς οὑτωσὶ μεγάλους ἀναῤῥί‐ πτειν κινδύνους πρὸς τοῦ Ῥοντζερίου οὐκ ἦν, πολλοὺς ἀνατλάντος πολέμους καὶ πολλὴν ἐντεῦθεν ξυνειλοχότος τὴν πεῖραν· ἀναστρέ‐ ψαντες διελύθησαν κατὰ γένος, Ῥωμαῖοι μὲν οἴκαδε ἀπιόντες Ἀλα‐
20νοί τε ὁμοίως· Λατῖνοι δὲ τῷ Ῥοντζερίῳ ἑπόμενοι Καίσαρι πε‐ ριῄεσαν τὰς ἐναπολελειμμένας τοῖς ἀθλίοις Ῥωμαίοις πόλεις καὶ κάκιστα διετίθεσαν τὴν πολεμίαν ὁρμὴν ἐπὶ τοὺς καλέσαντας τρέ‐ ψαντες· πρόφασιν λέγοντες, ὅτι τὴν παρὰ τοῦ βασιλικοῦ πρυ‐
τανείου ταχθεῖσαν ἐπέτειον δαπάνην οὐκ ἐκομίζοντο, καὶ εἶναι

1

.

223

ἀνάγκην, πρὶν ἐπινεμηθῆναι σφᾶς τὸν λιμὸν, ἐπινεμηθῆναι σφᾶς τοὺς καλέσαντας μὲν, μὴ πληροῦντας δὲ τὰ ὑπεσχημένα. ἦν οὖν ἰδεῖν οὐ μόνον τὰς οὐσίας ἄρδην τῶν ταλαιπώρων ἁρπαζο‐ μένας Ῥωμαίων, κόρας τε καὶ γυναῖκας ὑβριζομένας, πρεσβύτας τε
5καὶ ἱερέας ἀγομένους δεσμίους καὶ τάς τε ἄλλας ὑπομένοντας τι‐ μωρίας, ὁπόσας ἡ τῶν Λατίνων δυσμενεστάτη χεὶρ ἀεὶ καινο‐ τέρας ἐφεύρισκε κατὰ τῶν ἀθλίων· ἀλλὰ καὶ συχνὰ γυμνὸν ὁρῶν‐ τας τὸν πέλεκυν κατὰ τοῦ τραχήλου, ὡς αὐτίκα τεθνηξομένους, εἰ μὴ θησαυροὺς ὁμολογοῖεν χρημάτων. καὶ οἱ μὲν ἐκτιθέμενοι
10πάντα ὑπέρου γυμνότεροι ἀπηλλάττοντο· οἱ δὲ μὴ ἔχοντες, ὅτου ἐξωνήσονται ἑαυτοὺς, τῶν ἀκρωτηρίων τοῦ σώματος ἄλλοι ἄλλα ἀφαιρούμενοι θέαμα ἐλεεινὸν παρὰ τὰς ὁδοὺς ἐξετίθεντο, εἴ τις ἄρτου τεμάχιον ἢ ὀβολὸν παράσχοι ζητοῦντες· ὡς ἐπ’ οὐδενί τινι τῶν πάντων ἑτέρῳ τῶν ἀφορμῶν τοῦ ζῇν καταλειπομένων, ἢ
15ἐπὶ τῇ γλώττῃ καὶ ταῖς τῶν δακρύων πηγαῖς. (Ε.) Ταῦτα πυν‐ θανομένῳ τῷ βασιλεῖ οὔθ’ ὅλως ἀνεκτὰ εἶναι ἐδόκει τήν τε Ῥω‐ μαίων γῆν πολλῷ πλέον ἢ κατὰ πολεμίους λυμαινόμενα καὶ ἅμα θεὸν παροξύνοντα κατὰ τῶν ἐξ ἀλλοδαπῆς προσκαλεσαμένων αὐτούς· οὔτ’ ἄλλως εὔπορον ἦν τῆς ἀδικίας τίσασθαι αὐτοὺς,
20ἐνδείας μακρᾶς τὰ βασιλικὰ καταγελώσης στρατόπεδα. ἐν στενῷ τοίνυν ὄντος αὐτοῦ καὶ μηχανῆς δεομένου τινὸς βοηθούσης διαβαί‐ νει πρὸς Θρᾴκην ὁ Καῖσαρ Ῥοντζέριος τὸν Λατινικὸν ἐπαγόμε‐
νος πάντα στρατόν. οὐ γὰρ ἐλέλειπτο ἔτι τοῖς ἐν Ἀσίᾳ Ῥωμαί‐

1

.

224

οις οὔτε χρήματα, οὔθ’ ὅσα τρέφει δημίων γαστέρας. ἔδοξε μέντοι τοὺς μὲν ἄλλους ἐς τὸ τῆς Καλλιουπόλεως καταλιπόντα φρούριον αὐτὸν ἀπολεξάμενον διακοσίους παρὰ τὸν βασιλέα ἐλη‐ λυθέναι Μιχαὴλ ἐν Ὀρεστιάδι διάγοντα τότε τῇ Θρᾳκικῇ μετὰ
5τοῦ στρατοῦ, ἀπαιτήσοντά τε τὴν ἀποτεταγμένην αὐτοῖς ἐτησίαν πρόσοδον καὶ ἀπειλὰς εἰ δέοι προσθήσοντα. οὗ γενομένου καὶ ἐς πυρσὸν ἀναφθέντος, ὃν καὶ πρότερον ὤδινε θυμὸν ὁ βασιλεὺς κατ’ αὐτοῦ, ξιφήρεις αὐτὸν περιστάντες συχνοὶ τῶν στρατιω‐ τῶν αὐτοῦ παρὰ τὰ βασίλεια κατακόπτουσι καὶ ἅμα αὐτῷ τινας
10τῶν περὶ αὐτόν. οἱ γὰρ πλείους ἔλαθον διαδράντες τὸν κίνδυνον· οἳ δὴ καὶ δρόμῳ συντονωτέρῳ χρησάμενοι ἔφθασαν ἀπαγγέλλον‐ τες τὰ πραχθέντα καὶ τοῖς ἐν Καλλιουπόλει Λατίνοις. δʹ. Τοῖς μὲν οὖν στρατιώταις ἔδοξε τοῦτο πεποιηκόσι θραῦ‐ σαί τε τῶν Λατίνων τὸ φρόνημα καὶ τὸν τῆς τόλμης ὄγκον ἐς τὸ
15μετριώτερον ἀπαλλάξαντας σφᾶς ὅσα καὶ δούλους ὑπείκειν Ῥω‐ μαίοις αὐταῖς χερσὶ καὶ αὐταῖς γνώμαις παρασκευάσαι καὶ δυοῖν θάτερον ὁμονοήσαντας ἑλέσθαι, ἢ δουλεύειν Ῥωμαίοις ἑκόντας, ἢ τὴν ἀγαγοῦσαν ἄκοντας ἐπανιέναι. (Β.) Ἀλλὰ τὸ ταῦτα λο‐ γίζεσθαι διανοίας ἐστὶ χαμερποῦς καὶ ἣν αἱ χεῖρες τῆς φύσεως ἐς
20ὕλης ἀχλυώδους ἀπολαβοῦσαι πυθμένας κατήνεγκαν, ὡς μηδ’ ἐννοεῖν ἔχειν, ὅτι λόγοι προνοίας τὰ πραττόμενα περιτρέχουσιν ἑκάστου τέλους ἔχοντες ἐνέχυρα προκαταβληθείσας αἰτίας, ἃς
ἡμεῖς μὲν ἑκόντες ἐπιλανθανόμεθα, τὸ ἐκεῖθεν ἀηδὲς ὑπὸ φιλαυ‐

1

.

225

τίας ἐκκλίνοντες· ἡ δὲ δίκη τῷ γραμματείῳ ἑαυτῆς ἐγχαράξασα θέρους καὶ ἅλωνος εἰπεῖν περιμένει καιρὸν, ἵν’ ἐπάξια τῶν σπερ‐ μάτων ἀποδῷ τοῖς πράξασι τὰ γεώργια. ἦ γὰρ ἂν ἐξ αὐτῶν ἐδι‐ δάσκετο τῶν πραγμάτων ἄνθρωπος, ὡς ὅσα μὴ συναιρομένην ἔχει
5τὴν ἄνωθεν δεξιὰν, τούτοις καὶ γῆ καὶ θάλασσα μάχεται καὶ ἀὴρ, ὥσπερ τινὶ δραπέτῃ θεοῦ καὶ τῆς δίκης ἀλάστορι δραστηρίως ἐπι‐ τιθέμενα· καὶ διδασκόμενος ὅστις ποτὲ εἴη, ἑαυτῷ ἂν παρῄνει μὴ ἀντιπαλαμᾶσθαι πρὸς τὴν ἄνωθεν κυρωθεῖσαν ψῆφον, ὁποία ποτ’ ἂν ᾖ, μηδὲ βίαιον πράττειν μηδὲν, ἀλλὰ μένοντα κατὰ χώραν ἡσυ‐
10χῇ διαπεττεύειν τὸν χρόνον καὶ στέργειν μᾶλλον τὴν σύνδρομον τοῦ φέροντος ἀγωγὴν, καὶ εἰ μὴ κατὰ γνώμην φέροιτο, ἢ τὴν ἀντίδρο‐ μον. πολλῷ γὰρ δήπου βέλτιον ἀπρακτοῦντα τῷ φέροντι συμφέρε‐ σθαι, ἢ πράττοντά τι καθάπερ ὕλην χορηγεῖν τῇ καθ’ ἑαυτοῦ φορᾷ τοῦ καιροῦ. ὅμοιον γὰρ ἂν εἴη τουτὶ, ὥσπερ ἂν εἴ τις πυρὸς
15ὁρμὴν δεδιὼς ἔτι τὰ κύκλῳ περιθέουσαν τῆς οἰκίας, ὅδ’ ἀντὶ τοῦ πάσῃ χρῆσθαι μηχανῇ ἢ τῆς πρόσω συστέλλειν ὁρμῆς ἢ παύειν τελέως, φρυγάνων ἐπετίθει φακέλλους καὶ ἔλαιον ἐνέχει πολύ· ἢ ὥσπερ ἂν εἴ τις ἀπαρκτίου σφοδροῦ καταῤῥέοντος ἄνωθεν καὶ δεινὰ πρὸς τὸ κάταντες ἐπαντλοῦντος ἄλλα ἐπ’ ἄλλοις τὰ κύμα‐
20τα, ὅδ’ ἀκατίῳ τινὶ πρὸς ἀνάῤῥουν ἐθελοντὴς ἐπεχείρει ποιεῖ‐ σθαι τὸν πλοῦν. εἶναι γὰρ τουτὶ τῶν οὐ πάνυ τοι μειδιῶσαν
ὁμοῦ καὶ φιλάνθρωπον τὴν ὄψιν παρεχομένων τοῖς βουλομένοις,

1

.

226

ἀλλὰ τούτων ἓν ὁπόσα πολέμιον ἀνατείνει χεῖρα κἀκ τοῦ σύνεγγυς μακρὸν ἐπιφέρει τὸν ὄλεθρον. (Γ.) Μαρτύρια δέ μοι τῶν λε‐ γομένων, εἰ μή τι πλέον ἔχοιμεν ἐν τῷ νῦν εἶναι μεμνῆσθαι, ἀλλ’ οὖν τά γε ἐν τούτοις τοῖς χρόνοις συμβάντα. οὐδενὸς γὰρ ἐλλεί‐
5ψασι Ῥωμαίοις ὧν ἔδει δρᾷν πρὸς κατόρθωσιν πάντα ἐπῄει τἀ‐ ναντιώτατα. οἱ μὲν γὰρ Ῥωμαίων στρατηγοὶ δι’ ἃ μὴ θέμις ἐν ὑποψίᾳ γινόμενοι, οἱ μὲν ἐν δεσμοῖς ἐγίγνοντο, οἱ δὲ πόῤῥω τῆς βασιλικῆς ἵσταντο εὐμενείας. ὅθεν ἀλλοφύλου συμμαχίας ἐλθούσης πρῶτα μὲν τῆς τῶν Μασσαγετῶν, ἔπειτα τῆς τῶν Λατίνων, πολ‐
10λαπλασίονα συνεπεπτώκει Ῥωμαίοις γενέσθαι τὸν ὄλεθρον ἐξ αὐ‐ τῶν, ἢ τῶν ἐκ τοῦ προφανοῦς ἐχθρῶν. ὧν ὡς ἐκ πολλῶν μέ‐ τρια καὶ ἡμεῖς ἔφθημεν εἰρηκότες, ἃ δὴ σαφοῦς ἂν εἴη θεομη‐ νίας δείγματα, εἴ τις ὀρθῶς καὶ πάθους ἐκτὸς ἐθέλοι σκοπεῖν, καὶ παιδεία μετρία οὐ μετρίων πλημμελημάτων. τούτων ἐναρ‐
15γέστερον δεῖγμα καὶ ὁ τοῦ Ῥοντζερίου Καίσαρος ἐγεγόνει θάνα‐ τος. τὸν γὰρ ἐκ τῆς προσκλήσεως μετάμελον θεραπεύειν Ῥω‐ μαῖοι βουλόμενοι τὸν τούτου κατεπράξαντο θάνατον, ἀπαλλα‐ γὴν εἶναι τοῦτον πονηρῶν πραγμάτων νομίσαντες. ὁ δ’ ἀρχη‐ γὸς παρὰ πᾶσαν ἐλπίδα μειζόνων ἐγεγόνει καὶ μάλα χειρόνων
20πραγμάτων, ὡς προϊόντες ἐροῦμεν· οὕτω τῆς θείας οὐ συμμα‐ χούσης προνοίας τοῖς τῶν ἀνθρώπων βουλεύμασί τε καὶ πράγμα‐ σι πονηρὸν αὐτοῖς ἀπαντᾷ τὸ τέλος καὶ σφόδρα τοι ἐναντιώτατον.
οὔτε γὰρ βουληφόρος ὁ βουληφόρος, οὔτ’ ἀνδρεῖος ὁ ἀνδρεῖος· ἀλλὰ

1

.

227

τά τε σοφὰ βουλεύματα πρὸς ἄσοφον τελευτῶσι πέρας καὶ τὰ γενναῖα καὶ ἀνδρικώτατα πράγματα ἄνανδρόν τε καὶ μάλα αἰ‐ σχρὰν τὴν ἧτταν καρποῦνται. ἀλλ’ ἐπανιτέον ὅθεν εἰς ταῦτα ἐξέβημεν. (Δ.) Πυθόμενοι γὰρ οἱ κατὰ τὴν Καλλιούπολιν Λα‐
5τῖνοι τὸν τοῦ Καίσαρος φόνον πρῶτον μὲν πάντας τε ὁπόσοι Ῥω‐ μαίων ἐς Καλλιούπολιν ᾤκουν κατέσφαξαν ἡβηδόν· καὶ τὰ τείχη λαμπρῶς ὀχυρώσαντες κράτιστον εἶχον ὁρμητήριόν τε καὶ φρούριον. εἰς διττὰς δὲ μοίρας ἔπειτα διαμερισάμενοι τὰ οἰκεῖα στρατεύματα τῶν μὲν τὰς ἑαυτῶν ἐπλήρωσαν τριήρεις, ὀκτὼ τὰς πάσας οὔσας,
10καὶ ναύαρχον ταύταις ἐπέστησαν τὸν Πιριγκέριον Τέντζαν, ἵνα κα‐ τὰ τὸν Ἑλλησποντίαν ναυλοχοῦσι πορθμὸν αἱ τῶν Ῥωμαίων ὁλ‐ κάδες ἀνιοῦσαι καὶ κατιοῦσαι ἁλίσκωνται. οἱ δ’ ἕτεροι τὴν ἑαυτῶν πανοπλίαν ἀναλαβόντες ἐπὶ λείαν καὶ ὄλεθρον τῆς ἄλλης ἐξῄεσαν Θρᾴκης καὶ κακῶς αὐτὴν διετίθουν νύκτωρ καὶ μεθ’ ἡμέραν ἐπι‐
15πορευόμενοι. ἀλλὰ τῷ μὲν Πιριγκερίῳ Τέντζᾳ μετὰ τοῦ ναυτι‐ κοῦ παντὸς οὐ μακρῶν ἐδέησε τῶν καιρῶν τῇ προνοίᾳ εὐκαιρίαν ἐπιτηδεῦσαι θανάτου. ἀναγομέναις γὰρ ἐκ Γεννούας μετὰ βραχὺ τριήρεσι δέκα ἓξ λαμπρῶς ὡπλισμέναις διὰ τὰς τῶν πειρατῶν ἀκοὰς ἀγνοίᾳ συνεισπεσόντες αὐτοὶ, οἱ μὲν αὐτῶν ἔργον ἐγένοντο θαλάτ‐
20της, οἱ δὲ ξίφους· ὁ δὲ ναύαρχος Πιριγκέριος ζωγρεῖται σὺν ἅμα συχνοῖς τῶν ἀμφ’ αὑτῷ καὶ τοῖς ὁμοφύλοις πιπράσκεται. (Ε.) Ἀλ‐ λὰ γὰρ οὕτω γυμνωθέντες ἐξαίφνης οἱ Κατελάνοι θαλάττης τε ἅμα καὶ μεγάλης μοίρας στρατοῦ ἐπὶ συχνὰς τὰς ἡμέρας ἔμειναν
κατὰ χώραν ὑπεπτηχότες τὸ τοῦ μέλλοντος ἄδηλον· ἀτολμότεροί

1

.

228

τε ἐγένοντο καὶ μάλα ταῖς γνώμαις περιδεεῖς. ὑπέτρεχε γὰρ αὐ‐ τῶν τὰς διανοίας καὶ οὐ μετρίως ἐσπάραττε τό,τε τῶν Μασ‐ σαγετῶν δέος, ὅτι κατὰ τὴν Ἀσίαν αὐτοῖς συστρατεύοντες ἐξεπο‐ λεμώθησάν τε κατ’ αὐτῶν ἐπὶ μικραῖς τισι ταῖς αἰτίαις καὶ συ‐
5χνοὺς αὐτῶν πεφονεύκασι· τούς τε αὖ τῶν Θρᾳκῶν στρατιώτας ἀλλὰ καὶ αὐτοὺς οὐ μικρῶς ἐδεδίεσαν. τάς τε γὰρ χώρας αὐτῶν χθὲς καὶ πρώην συχνὰ παρεξιόντες ἐδῄουν καὶ τὰς οἰκίας ἀδεῶς ἐνεπίμπρασαν· καὶ οὐδεμίαν οὐδέσι φιλανθρωπίας κατέλιπον πρόφασιν, ὥστε βουληθεῖσι σπείσασθαι τῷ βασιλεῖ κείσεσθαί
10σφισι τὸ πρᾶγμα κινδύνων ἐκτός. καὶ τό γε τῶν φόβων ἔσχατόν σφισιν ὑπῆρχεν, ὅτι καὶ τὸν βασιλέα Μιχαὴλ ὄντα ἐπίδοξον ἤκουον ἥκειν ἐπ’ αὐτοὺς σὺν πολλῷ τῷ στρατῷ. ὅθεν βαθεῖαν περὶ τὸ φρούριον τάφρον ἐλάσαντες καὶ χάρακα κύκλῳ βαλλόμε‐ νοι πρὸς πολιορκίαν παρεσκευάζοντο, πολλὰ πρότερον ἐκ τῆς
15λείας ἐνθέμενοι τὰ χορτάσματα. ἐπεὶ δ’ ὅ,τε χρόνος ἐτρίβετο καὶ ἡ προσδοκωμένη τοῦ βασιλέως ἔφοδος οὐ παρῆν, ἐπ’ ἄλλας ἐτρέποντο σκεμμάτων ὁδούς. ἀλλὰ γὰρ οὕτω τοῖς Κατελάνοις τῶν πραγμάτων συνελαθέντων οὐκ ἦν ἐπ’ ἀλλοδαπῆς διάγειν φόβων ἐκτός· ἀλλ’ ὑποψίαι κινδύνων πολύτροποι πανταχόθεν
20ἔθραυον σφᾶς. ὅθεν εἰς ἀνάγκας τοιαύτας ἐληλυθότες ἐπινοοῦσι πρᾶγμα κακομήχανον καὶ πολὺν κατὰ τῶν Ῥωμαίων ὠδῖνον τὸν ὄλεθρον. καὶ δὴ διαπρεσβεύονται περὶ συμμαχίας πρὸς τοὺς ἀντιπέρας οἰκοῦντας τῶν Τούρκων καὶ λαμβάνουσι τότε μὲν πεν‐
τακοσίους ὁπλίτας τρισχίλιοι ὄντες αὐτοί· μετ’ οὐ πολὺ δὲ καὶ

1

.

229

ἑτέρους οὐκ ὀλίγους αὐτομόλους ἰόντας· σὺν οἷς ἐξιόντες συχνὰ τὴν ὅμορον χώραν ἐδῄουν καὶ πάσας ἀγέλας συνήθροιζον ἵππων τε καὶ βοῶν καὶ ποιμνίων ἅμα τοῖς ἔχουσιν. ἐπεὶ δ’ ἐπιπλέον φέρειν οὐκ ἦν οὔτε Ῥωμαίοις, οὔτε τοῖς βασιλεῦσι Ῥωμαίων, πο‐
5λέμου συγκρότησις οἰκονομεῖται παρ’ ἀμφοτέρων. (ϛʹ.) Τῶν οὖν Κατελάνων ἅμα τοῖς Τούρκοις δυοῖν μεταξὺ πολιχνίων τὰς διατριβὰς τηνικαῦτα ποιουμένων, Κυψέλλων καὶ Ἄπρων φημὶ, ἀναλαβὼν ὁ βασιλεὺς Μιχαὴλ τὰς Θρᾳκικάς τε καὶ Μακεδονικὰς δυνάμεις καὶ ξύν γε αὐταῖς τάς τε Μασσαγετῶν καὶ ὅσαι τῶν
10Τουρκοπούλων φάλαγγες ἦσαν, κατεστρατοπέδευσε πρὸς τὸ περὶ τοὺς Ἄπρους πεδίον. χίλιοι δ’ ἦσαν οἱ Τουρκόπουλοι οὗτοι, οἱ τῷ Σουλτὰν Ἀζατίνῃ πρὸς Ῥωμαίους, ὡς εἰρήκειμεν, ἠκολού‐ θησαν μὲν αὐτομολήσαντι, ἀπαχθέντι δ’ ἐκεῖθεν μετὰ τῶν Εὐ‐ ρωπαίων Σκυθῶν, ὡς δεδήλωται, οὔτε συναπήχθησαν καὶ τὴν
15Ῥωμαίων ἀσπασάμενοι συνδιαίτησιν καὶ τὸ ἱερὸν μετὰ τῆς εὐσε‐ βείας εἵλοντο βάπτισμα· καὶ ἦσαν τοῦ λοιποῦ τῇ Ῥωμαίων ἐξε‐ ταζόμενοι καὶ αὐτοὶ στρατιᾷ. ἐπεί γε μὴν οὐ πάνυ πολλῶν πα‐ ρελθουσῶν ἡμερῶν ἧκόν τινες τῶν σκοπῶν ἀπαγγέλλοντες ἥκειν τοὺς πολεμίους, ἀναστὰς ὁ βασιλεὺς τόν τε στρατὸν ὁπλίζεσθαι
20καὶ τοὺς στρατηγοὺς καὶ ἡγεμόνας παρατάττεσθαι καὶ παρατάτ‐ τειν ἐκέλευε πρὸς τὸν πόλεμον τούς τε λοχαγοὺς καὶ τὰς φάλαγ‐ γας. τοὺς μέντοι πολεμίους τριπλῆν πεποιηκότας ἰδόντες τὴν τά‐ ξιν τριπλῆν καὶ αὐτοὶ πρὸς ὁμοίαν ἀντιπαράταξιν τὴν ἑαυτῶν πε‐
ποιήκεσαν. καὶ τὸ μὲν εὐώνυμον κέρας οἱ Τουρκόπουλοι μετὰ

1

.

230

τῶν Μασσαγετῶν ἐκληρώσαντο· τὸ δεξιὸν δ’ οἱ τῶν Μακεδονι‐ κῶν τε καὶ Θρᾳκικῶν ἱππέων ἐπίλεκτοι· τὸ δὲ μέσον οἱ πλεῖστοι καὶ λοιποὶ μετὰ τοῦ πεζοῦ. ὁ δὲ βασιλεὺς περιϊὼν τὰς τάξεις ἐπεθάῤῥυνε πρὸς ὁρμὴν ἀνδρικήν. (Ζ.) Ἅμα δ’ ἡλίῳ καὶ οἱ
5πολέμιοι προσελάσαντες μετωπηδὸν ἔστησαν ἑαυτοὺς, ἔχοντες μὲν ἐφ’ ἑκάτερα τῶν κεράτων τοὺς Τούρκους· τὰς δὲ τῶν Κατελά‐ νων ὁπλιτικὰς φάλαγγας μέσας διὰ τὸ βάρος. οἱ μὲν δὴ Μασσα‐ γέται καὶ πάλαι ἀποστασίαν ὠδίνοντες διὰ τὸ μὴ πάνυ τοῖς Ῥω‐ μαίων ἀρέσκεσθαι ἤθεσιν, ἤδη δὲ καὶ λαθραίας προσκλήσεις δε‐
10ξάμενοι παρὰ τῶν Εὐρωπαίων Σκυθῶν, ἐξαίφνης ἐπὶ τοῦ πολέ‐ μου τὸν δόλον ἐξέφηναν. ἄρτι γὰρ τῆς συμβολῆς τῶν στρατευ‐ μάτων ἑκατέρωθεν σημανθείσης εὐθὺς ἐνέκλιναν οὗτοι καὶ παρὰ μέρος ἔστησαν, μήτε Ῥωμαίοις βοηθοῦντες, μήτε τοῖς πολεμίοις μαχόμενοι. τὸ δ’ αὐτὸ καὶ οἱ Τουρκόπουλοι πεποιήκεσαν, εἴτε
15συγκείμενον ὂν ἀμφοτέροις τὸ πονηρὸν τουτὶ δρᾶμα, εἴτε τοῦ και‐ ροῦ σχεδιάσαντος οὑτωσί πως. ὃ δὴ καὶ τὰ ἔσχατα ἔσφηλε τοὺς Ῥωμαίους ἐν ἀκμῇ τοῦ πολέμου καὶ ὅλον τῆς τύχης τὸν κλῆρον ἐνεχείρισε φέρον ἀπόνως τοῖς πολεμίοις. ἀπροσδόκητον γὰρ οὑ‐ τωσὶ τὸ τοσοῦτον δεινὸν ἐπελθὸν τῷ στρατῷ τοσαύτην ταῖς τού‐
20των ψυχαῖς ἐνέσπειρε τὴν δειλίαν καὶ τοσοῦτον ἐπήνεγκε θόρυβον καὶ τῶν τάξεων σύγχυσιν, ὅσην ἂν ἐπενέγκῃ καὶ βαρὺς ἐπιβρίσας ἀπαρκτίας κατὰ φορτίδος ἐπὶ μεγάλου πλεούσης πελάγους καὶ τούς τε κάλως καὶ τὰ ἱστία συντρίψας τελευταῖον καταδῦναι καὶ
αὐτὴν ἐς βυθοὺς καὶ πυθμένας βιάσηται. (Η.) Ὁ μέντοι βασι‐

1

.

231

λεὺς οὑτωσὶ ταραττομένας τὰς τάξεις ἐξαίφνης ἰδὼν καὶ πρὸς φυ‐ γὴν τὸ πλεῖστον ὁρώσας σπουδῇ περιθέων ἡγεμόνας καὶ στρατη‐ γοὺς καὶ λοχαγοὺς ἐπεβοᾶτο σὺν δάκρυσιν ἐξ ὀνόματος, στῆναι παρακαλῶν καὶ μὴ προῖκα τοῖς πολεμίοις οὑτωσὶ προδιδόναι Ῥω‐
5μαίων τὴν τύχην. οἱ δὲ μικρὰ τῶν λεγομένων φροντίζοντες ᾤχον‐ το φεύγοντες ἀμεταστρεπτί. ἀλλὰ γὰρ ἐς τοσαύτην κεχωρηκότα τὴν ἀπόγνωσιν τὰ πράγματα βλέπων ὁ βασιλεὺς καὶ τοῦ πεζοῦ τὸ πλεῖστον ἀφειδῶς ὑπὸ τῶν πολεμίων κατακοπτόμενόν τε καὶ συμ‐ πατούμενον, ἔγνω καιρὸν ἔχειν ὑπὲρ τῶν ὑπηκόων ἀφειδεῖν ἑαυ‐
10τοῦ καὶ κίνδυνον ἀναδέχεσθαι προφανῆ, κατήγορον ἐσόμενον τῆς τῶν στρατευμάτων ἀγνωμοσύνης. καὶ μὲν δὴ καὶ εἰς τοὺς ἀμφ’ αὑτὸν συστραφεὶς (λίαν δ’ ἦσαν οὗτοι βραχεῖς) „νῦν ἄνδρες,“ ἔφη, „καιρὸς, ὅτε βελτίων ὁ θάνατος γίνεται τῆς ζωῆς, τὸ δὲ ζῇν τοῦ θανεῖν πικρότερον.“ ταῦτα εἰπὼν καὶ τὴν θείαν ἐπικα‐
15λεσάμενος συμμαχίαν ἅμα αὐτοῖς ἐμβάλλει κατὰ τῶν πολεμίων καὶ φονεύει μὲν ἔστιν οὓς τῶν προβόλων, διαῤῥήγνυσι δὲ τὴν φά‐ λαγγα, θόρυβον δ’ οὐ μικρὸν ἐμποιεῖ τῷ στρατοπέδῳ τῶν πολε‐ μίων. πολλοῖς γε μὴν καὶ αὐτὸς περιπαρεὶς ἅμα τῷ ἵππῳ τοῖς βέλεσιν, αὐτὸς μὲν ἄτρωτος ἔμεινε· τοῦ δ’ ἵππου πεσόντος αὐ‐
20τὸς ἐκινδύνευσε κυκλωθῆναι παρὰ τῶν πολεμίων. καὶ τάχ’ ἂν ἐς τοσοῦτο κακοῦ τὸ πρᾶγμα προὐχώρει, εἰ μή τις τῶν ἅμα αὐτῷ τὴν βασιλέως ζωὴν τῆς ἑαυτοῦ ἀλλαττόμενος ὑπ’ εὐνοίας αὐτῷ μὲν βασιλεῖ τὸν ἑαυτοῦ δίδωσιν ἵππον, δι’ οὗ καὶ σέσωσται δια‐
δρὰς τὸν ἐπικρεμασθέντα κίνδυνον· ὁ δ’ ἀποβὰς συμπατεῖται

1

.

232

παρὰ τῶν πολεμίων καὶ ἀπαλλάττει τοῦ βίου. (Θ.) Ὁ μὲν οὖν βασιλεὺς ἄπεισιν ἐκεῖθεν ἐς Διδυμότειχον· μακρὰν δὲ παρὰ τοῦ πατρὸς καὶ βασιλέως ἀκούει τὴν μέμψιν, ὅτι βασιλεὺς ὢν οὐκ ἄξια πράττει τῆς βασιλείας ἀφειδῶν τῆς οἰκείας ζωῆς οὑτωσὶ καὶ
5τὸν τῶν Ῥωμαίων κίνδυνον διακυβεύων ἐπὶ τοῦ σώματος οἷον ἐξ αὐτομάτου. οἱ δὲ πολέμιοι τοὐντεῦθεν ἐς δίωξιν τῶν φευγόντων τραπόμενοι οὓς μὲν ἔκτεινον, οὓς δὲ ζωγροῦντες εἶχον· ἕως γε‐ νομένης ἑσπέρας ἀπεῖπον τὴν δίωξιν. ἅμα δ’ ἡμέρᾳ σκυλεύσαν‐ τες τοὺς νεκροὺς καὶ τὰ λάφυρα διελόμενοι ἀδεῶς τὰς ἐπὶ Θρᾴκῃ
10κώμας ἐπόρθουν καὶ ἔκαον ἐπιτρέχοντες. οὐ πολλαὶ μεταξὺ διῆλ‐ θον ἡμέραι καὶ πρὸς Κατελάνους αὐτομολοῦσιν οἱ ῥηθέντες Τουρ‐ κόπουλοι καὶ ἀσμένως δεχθέντες τοῖς τοῦ Χαλὴλ ὡς ὁμοφύλοις συγκατελέγησαν Τούρκοις. Χαλὴλ δ’ ὁ τῶν Τούρκων ἀρχηγὸς ὠνομάζετο. (Ι.) Μετ’ οὐ πολὺ δ’ ἐκπολεμωθῆναι συνέβη τόν
15τε Φαρέντζαν Τζυμῆν καὶ τὸν Πιριγκέριον Τέντζαν κατὰ Ῥεκα‐ φόρτου τοῦ ἑαυτῶν ἡγεμόνος, ἀνάξιον εἶναι λέγοντας, τῶν εὖ γεγονότων ὄντας αὐτοὺς ἄρχεσθαι παρ’ ἀνδρὸς δυσγενοῦς καὶ βαναύσου τὴν τύχην. καὶ ἵνα τἀν μέσῳ συντέμω, ὅπλοις ἐπιτρέ‐ πουσι τὴν τῆς ἔριδος τύχην. ἀλλ’ ὁ μὲν Πιριγκέριος Τέντζας πί‐
20πτει παρὰ τὴν μάχην εὐθύς· ὁ δὲ Φαρέντζας Τζυμῆς καταφεύ‐ γει πρὸς βασιλέα Ἀνδρόνικον· καὶ οὕτω παρ’ ἐλπίδα λαμπρᾶς τυγχάνει τῆς ὑποδοχῆς, ὥστε καὶ ἐς τὸ τοῦ μεγάλου δουκὸς ἀνά‐ γεται ἀξίωμα καὶ Θεοδώρᾳ τῇ τοῦ βασιλέως ἀδελφιδῇ χηρευούσῃ
συζεύγνυται. (ΙΑ.) Ἐπεί γε μὴν οἱ Μασσαγέται λαθραίας

1

.

233

ἔφθησαν πέμψαντες ἐς τοὺς Σκύθας συνθήκας πανοικὶ πρὸς αὐ‐ τοὺς αὐτομολήσειν ἐπαγγελλόμενοι, ἀναλαβοῦσιν ἤδη γυναῖκας ἅμα καὶ παῖδας καὶ μέλλουσι διαβαίνειν τὸν Αἷμον τὸ ὄρος, ὃ δὴ με‐ θόριον νῦν ἐστι Ῥωμαίοις τε καὶ Βουλγάροις, ἀθρόοι σφίσιν οἱ
5Τουρκόπουλοι σὺν Κατελάνων συχνοῖς ἐπεισπίπτουσιν αὐτοῦ που παρὰ τὰς ὑπωρείας καὶ πλὴν ὀλίγων ἅπαντας ἡβηδὸν συναπέσφα‐ ξαν. τοῖς γὰρ Μασσαγέταις αὐτοὶ συστρατεύοντες ἐκ πολλοῦ καὶ πολλῶν πολλάκις κεκοινωνηκότες ἀλλήλοις κερδῶν καὶ λαφύρων καὶ φιλονεικιῶν ἐν τοῖς μερισμοῖς οὐκ ὀλίγων καὶ ἀεὶ τὴν ἥττονα
10μοῖραν λαγχάνοντες, ἅτε μὴ δυνάμενοι πρὸς ἰσχυροτέρους ἀσθε‐ νέστεροι μάχεσθαι, διεπέττευον οὕτω τὸν χρόνον ὑπ’ ὀδόντα θα‐ λαμευομένην τρέφοντες τὴν ὀργήν. ἣν δὴ καὶ ἐπὶ καιροῦ νῦν εὐ‐ τυχῶς ἐς προὖπτον ἐξέῤῥηξαν. καὶ ταῦτα μὲν οὕτως. εʹ. Ἡ δὲ τοῦ βασιλέως σύζυγος Ἀνδρονίκου Εἰρήνη φύσει
15φιλότιμος οὖσα ἠβούλετο κατὰ διαδοχὴν παῖδας καὶ ἀπογόνους αὐτῆς ἐς ἀπείρους ἡλίους κληροῦσθαι τὴν τῶν Ῥωμαίων ἀρχὴν καὶ τὸ βασίλειον τουτὶ κράτος καὶ ἀθάνατον διασώζεσθαι τὴν μνήμην αὐτῆς ἐν τοῖς τῶν ἀπογόνων ὀνόμασι. τὸ δὲ καινότερον, ὅτι οὐ μοναρχίας τρόπῳ κατὰ τὴν ἐπικρατήσασαν Ῥωμαίοις ἀρ‐
20χῆθεν συνήθειαν, ἀλλὰ τρόπον Λατινικὸν διανειμαμένους τὰς Ῥωμαίων πόλεις καὶ χώρας ἄρχειν κατὰ μέρη τῶν υἱέων ἕκαστον, ὡς οἰκείου κλήρου καὶ κτήματος τοῦ λαχόντος, ἐκ πατρῶν μὲν
ἐς αὐτοὺς κατὰ τὸν ἐπικρατήσαντα νόμον ταῖς περιουσίαις καὶ

1

.

234

κτήσεσι τῶν βαναύσων ἀνθρώπων κατιόντος· παραπεμπομένου δ’ ἔπειθ’ ὁμοίως ἐς τοὺς ἐφεξῆς παῖδας καὶ διαδόχους. Λατί‐ νων γὰρ οὖσα γέννημα καὶ παρ’ ἐκείνων εἰληφυῖα τουτὶ τὸ νεώτε‐ ρον ἔθος Ῥωμαίοις ἐπάγειν ἐβούλετο. ἐνῆγε δ’ ἐς τοῦτο τὰ μά‐
5λιστα γνώμη ζηλότυπος, ἣν ὡς μητρυιὰ περὶ τὸν προγονὸν ἔτρε‐ φε, τὸν βασιλέα φημὶ Μιχαὴλ, ὃν ἐκ τῆς προτέρας συζύγου τῆς ἐξ Οὔγγρων ὁ βασιλεὺς γεγέννηκεν. ἔφθημεν γὰρ εἰρηκότες, ὡς ἐξ ἐκείνης μὲν γεγέννηκε παῖδας δύο, τόν τε βασιλέα Μιχαὴλ καὶ Κωνσταντῖνον τὸν δεσπότην· ἐκ δὲ τῆς Εἰρήνης ταυτησὶ τῆς
10ἐκ Λογγιβάρδων θυγατέρα μὲν μίαν τὴν Σιμωνίδα, περὶ ἧς ἔμ‐ προσθεν εἰρήκειμεν, ὅπως ἐπέμφθη σύζυγος τῷ Κράλῃ Σερβίας· υἱοὺς δὲ τρεῖς, Ἰωάννην, Θεόδωρον καὶ Δημήτριον· οὓς δὴ πάν‐ τας βασιλέας ἐβούλετο καθιστᾷν· δευτέρους μὲν μετὰ τὸν προγο‐ νὸν Μιχαὴλ κατὰ τὸ τῆς τιμῆς ἀξίωμα· δευτέρους δὲ καὶ κατὰ
15τὴν διανομὴν τῆς Ῥωμαϊκῆς ἡγεμονίας· αὐτονόμους δὲ καὶ αὐτο‐ κράτορας ἑκάστους καὶ μηδένα μηδενὶ ὑπακούοντας. (Β.) Ὁρῶσα τοίνυν τὸν βασιλέα καὶ σύζυγον στοργὴν αὐτῇ χαριζόμενον πλείονα ἢ κατὰ σύζυγον ἐνόμισεν ἕξειν καταπειθῆ καὶ πρὸς τὰ περὶ τῶν παίδων βουλεύματα. ὅθεν οὐ διέλιπε λάθρα νύκτωρ καὶ μεθ’
20ἡμέραν αὐτὸν ἐνοχλοῦσα δυοῖν θάτερον καταπράξασθαι· ἢ τὸν βασιλέα Μιχαὴλ ἀποχειροτονῆσαι τῆς βασιλικῆς ἀρχῆς καὶ ταύτην διαμερίσασθαι τοῖς υἱέσιν αὐτῆς· ἢ τό γε δεύτερον, κοινωνοὺς καὶ
συμμεριστὰς αὐτῷ καὶ αὐτοὺς καταστῆσαι τοῦ κράτους. τοῦ δὲ βα‐

1

.

235

σιλέως ἀδύνατον εἶναι λέγοντος παραλύειν τὰ διὰ πολλῶν ἤδη τῶν χρόνων κυρωθέντα τε καὶ βεβαιωθέντα βασιλικὰ νόμιμα, ἡ δὲ πρὸς ὀργὴν ἐξήπτετο καὶ διάφορα καὶ ποικίλα ἐδείκνυ πρὸς τὸν σύζυγον καὶ βασιλέα τὰ σχήματα· νῦν μὲν λυπουμένη καὶ ἀπο‐
5λεγομένη τὸ ζῇν, εἰ μὴ τοὺς υἱέας ὄψεται ζῶσα βασιλικοῖς κο‐ σμηθέντας συμβόλοις· νῦν δὲ ἀκκιζομένη καὶ θρυπτομένη καὶ οἷον ἀπεμπολῶσα τῷ συζύγῳ τὴν ὥραν καὶ ὤνιον συγκαταθέσεως τοῦ περὶ τῶν υἱέων βουλεύματος ποιουμένη. ταῦτα πολλάκις γι‐ νόμενα καὶ μηδενὸς ἑτέρου τῶν πάντων γινώσκοντος φέρειν οὐκ
10ἦν εἰς τέλος τῷ βασιλεῖ. διὸ καὶ τὰ τῆς φλεγμαινούσης ἐκείνης στοργῆς ἤδη κατὰ μικρὸν ἐμαραίνετο, καὶ ἀντεισήγετο μάχη διάπυρος μὲν, λανθάνουσα δ’ ἔτι τοὺς πλείστους. τέλος δὲ καὶ αὐτὴν ἀπέστερξε τὴν τοῦ λέχους αὐτῆς κοινωνίαν. (Γ.) Ἡ μέν‐ τοι σύζυγος Εἰρήνη παραδόξως οὕτω τὴν ταχίστην ἔρημος τῶν
15ἐλπίδων καταστᾶσα πολέμιον ἔθρεψεν ἐν τοῖς στήθεσι λογισμὸν κατ’ αὐτοῦ. καὶ ἀμύνεσθαι θέλουσα μὲν, οὐκ ἔχουσα δ’ ὅπως ἄλλως, ᾤχετο ἀπιοῦσα πρὸς Θεσσαλονίκην οὐ μάλα τοῦ βασι‐ λέως ἐθέλοντος. ἐδεδίει γὰρ αὐτὸς, μὴ κατάφωρα τοῖς πλείστοις τὰ κατ’ οἶκον γένωνται πταίσματα. ἡ δὲ διὰ τοῦτο μᾶλλον αἰ‐
20σχύνειν ἐθέλουσα τὸν βασιλέα καὶ σύζυγον ἀπῄει θριαμβεύουσα κοινὰ καὶ λαθραῖα τοῦ συζύγου ἐγκλήματα, τοῦτο μόνον φυλα‐ ξαμένη, τὸ πρὸς δήμους καὶ πλήθη προφέρειν αὐτά. πρὸς δέ
γε τὸ πρὸς οὖς ἑκάστῃ τε καὶ ἑκάστῳ οἷς ἐθάῤῥει τὰ μάλιστα πε‐

1

.

236

ριᾴδειν, πρὸς τοῦτο δὲ καὶ μάλα ἀφειδῶς εἶχεν ἡ πολλὴν σχη‐ ματιζομένη σεμνότητα. ὑβριοπαθοῦσα γὰρ καὶ μαινομένη καὶ κατεπαιρομένη τῆς ἐκείνου πραότητος καὶ μήτε θεὸν φοβουμένη, μήτ’ ἀνθρώπους αἰδουμένη, πολλὰ τῆς φύσεως ἐξεφαύλισεν
5ἀπόῤῥητα τοῦ συζύγου τε καὶ ἑαυτῆς ἡ πάντολμός τε καὶ ἀναι‐ δὴς, ἃ κἂν ἠρυθρίασε λέγουσα καὶ ἡ τῶν ἑταιρίδων ἀσελγεστά‐ τη. καὶ νῦν μὲν ἄλλον κατ’ ἄλλο μέρος τῶν μοναζόντων ἀπο‐ λαμβάνουσα κατηγόρει τοῦ ἀνδρὸς, ὁπόσα ἐβούλετο· νῦν δὲ πρὸς τὰς εἰσιούσας τῶν εὐγενῶν ταῦτά τε καὶ πλείω τούτων ἐξ‐
10ήγγελλε· νῦν δὲ πρὸς τὸν Κράλην Σερβίας τὸν ἐπὶ θυγατρὶ γαμ‐ βρὸν ἔγραφεν, ὅσα οὐδὲ λέγειν χρεὼν, πανταχόθεν ἑαυτῇ μὲν περιποιουμένη τιμὴν καὶ σωφροσύνην, τῷ δὲ συζύγῳ πᾶσαν ὕβριν μηχανωμένη. οὐδὲν γὰρ οὕτως εὐρίπιστον ὡς γνώμη γυ‐ ναικὸς, οὐδέ γε προχειρότερον εἰς τὸ πιθανὰς συνθεῖναι διαβο‐
15λὰς καὶ συκοφαντίας καὶ τὰ οἰκεῖα κακὰ περιτρέψαι τοῖς ἀνεγκλή‐ τοις. ἂν μισῆται, μισεῖν ὑποκρίνεται· ἂν ἐρᾷ, ἐρᾶσθαί φησιν· ἂν κλέπτῃ, κλέπτεσθαι λέγει. καὶ ζητεῖσθαι μὲν φάσκει, βδελύττεσθαι δὲ διὰ σωφροσύνην· καὶ ἐπὶ τούτοις ἐγκαλλωπίζεσθαί τε καὶ θρύ‐ πτεσθαι οὐκ αἰδεῖται, οὐδὲ δυσωπεῖται τὸν ἔλεγχον, ἀλλ’ εὐδιά‐
20βολα τὰ τοιαῦτα εἰδυῖα καὶ ἥδιστα ἀκοαῖς ἀκολάστοις κώδωνος ὀξυτέραν προτείνει γλῶτταν· καὶ ἐπιορκοῦσα παῤῥησιάζεται καὶ μίγνυσι γῆν οὐρανῷ. ἂν δὲ καὶ γένει καὶ ἐξουσίᾳ προέχῃ, ἃ τοὺς ἐλέγχους τῶν ἐγκλημάτων πόῤῥωθεν ὅπως ποτὲ ἀποκρούονται,
τότ’ εὐμενοῦς δεῖ θεοῦ καὶ θαλάσσης μεγάλης, ἀποπλῦναι τὰς

1

.

237

ὕβρεις τε καὶ συκοφαντίας τὸν ἄθλιον, καθ’ οὗ τὴν γλῶσσαν ἡ πονηρὰ κεκίνηκεν. (Δ.) Ὁ δὲ βασιλεὺς πρᾶός τε ὢν καὶ ἄλλως δειλιῶν τήν τε γλῶσσαν αὐτῆς καὶ τό γε μεῖζον, μὴ τὸν ἑαυτῆς ἐκπολεμώσῃ γαμβρὸν κατὰ τῶν Ῥωμαίων, λέγω δὴ τὸν Κράλην
5Σερβίας, παντοῖος ἦν θεραπεύων αὐτὴν καὶ πληρῶν τὰ περὶ τῶν κοινῶν καὶ ἰδίων πραγμάτων ἐκείνης ζητήματα καὶ πλέον ἢ δε‐ σποίνῃ χαριζόμενος αὐτῇ τὰ τῆς ἐξουσίας δίκαια, ἵνα λανθάνῃ τοὺς πλείστους τὰ μεταξὺ σκάνδαλα. ἡ δ’ ἀπογνοῦσα τὴν ἀπὸ τοῦ βασιλέως εἰς τοὺς υἱέας βοήθειαν, ὁποίαν ὡς εἰρήκειμεν
10αὕτη παρὰ τὸ δέον ἐζήτει, μόνη λοιπὸν ἐπεχείρει μηδενὸς ἀμε‐ λοῦσα τῶν ὅσα πρὸς δύναμιν ἦσαν αὐτῇ. ἀκούσασα τοίνυν, ὡς ὁ τῶν Ἀθηνῶν δοὺξ θυγατέρα τρέφει παρθένον, διαπρεσβεύε‐ ται πρὸς αὐτὸν ἐγγυωμένη ἐκείνῳ γαμβρὸν ἐπὶ τῇ θυγατρὶ Θεό‐ δωρον τὸν υἱὸν αὐτῆς τὸν δεύτερον ἐπὶ συμφωνίαις, ἵν’ ἡ μὲν
15ἔνθεν, ὁ δ’ ἐκεῖθεν τῷ ἄρχοντι Πελασγῶν τε καὶ Θετταλῶν ἐγείρωσι πόλεμον καὶ μὴ πρότερον παύσασθαι, πρὶν αὐτὸν μὲν ἐκ μέσου ποιήσωνται, τὴν δ’ ἀρχὴν τὴν αὐτοῦ Θεοδώρῳ τῷ ταύτης υἱῷ περιποιήσωνται, ἵν’ εἴη κλῆρος ἀρχῆς ἴδιος αὐτῷ καὶ διηνεκής. ἀλλὰ τῶν ἐλπίδων ψευσθεῖσα πλείστοις ἅμα χρή‐
20μασι πρὸς τὴν ἑαυτῆς ἐκπέμπει πατρίδα Λογγιβαρδίαν συζευχθη‐ σόμενον θυγατρί τινος ὄνομα Σπινούλα τῶν οὐ πάνυ μεγάλων ἐπὶ γένους περιφανείᾳ καὶ δόξῃ τυγχάνοντος. οὐ γὰρ ὡς τὰ πολλὰ περισπούδαστόν ἐστι Λατίνων τοῖς εὖ γεγονόσι κηδεύειν,
μὴ ὅτι Ῥωμαίοις ἁπλῶς, ἀλλ’ οὐδ’ αὐτοῖς βασιλεῦσιν· ἄλλως

1

.

238

τε οὐδ’ αὐτὴ τῶν ἐπὶ δόξῃ λαμπρῶν ἦν. οὐ γὰρ ἂν ἐς τὰ Ῥω‐ μαίων οὕτω ῥᾳδίως ἐστέλλετο κήδη. μαρκεσίου γὰρ ἀπόγονος ἦν αὕτη· ἡ δὲ τοῦ μαρκεσίου τάξις οὐ τῶν ἐπισήμων ἐστὶ παρὰ Λατίνοις· ἀλλ’ ὅπερ ἐν τοῖς Ῥωμαίων στρατεύμασιν ὁ τὴν βα‐
5σιλικὴν κατέχων σημαίαν, τοῦτο παρὰ Λατίνοις μαρκέσιος. (Ε.) Ἵνα δὲ πλατύτερον τῷ λόγῳ χρησώμεθα διὰ τὴν τῶν λεγομένων ἐνάργειαν· ὅτε ὑπὸ Ῥωμαίοις ξυνέῤῥει τὰ πράγματα καὶ τὸ τῆς Ῥώμης κράτος καὶ αὐτῶν, ὡς εἰπεῖν, ἔψαυεν οὐρανῶν, ἐπειδὴ καὶ ὕπατοι τούτων καὶ αὐτοκράτορες, οἱ μὲν Ἀφρικὴν
10καὶ Λιβύην, οἱ δὲ Γαλατίαν καὶ Ἰβηρίαν καὶ Κελτικὴν ὑπηγά‐ γοντο, οἱ δὲ τὰ πλείω τῆς τε Ἀσίας καὶ Εὐρώπης, τά τε μέχρι Τανάϊδος δηλαδὴ καὶ ὅσα μέχρι Γαδείρων· τότε τοίνυν δου‐ λείας φερόμενοι νόμῳ συνέῤῥεον ἄλλοθεν ἄλλοι συχνὰ πρὸς τὴν ἄρξασαν Ῥώμην, ὅσοι στρατηγοὶ κατὰ τόπους καὶ ὅσοι σατράπαι
15καὶ βασιλεῖς ἐθνῶν καὶ ἡγεμόνες τόπων καὶ πόλεων· οἱ μὲν, ἵνα γνωστοὶ τοῖς τε Καίσαρσι καὶ Αὐγούστοις καθίσταιντο· οἱ δὲ, ἵνα στάσιν τινὰ καὶ κλῆρον ἐν τῇ περὶ τοὺς Καίσαρας συγκλή‐ τῳ καὶ τάξει λαγχάνωσιν. οὐ μόνον δὲ, ἀλλὰ καὶ τῶν ἄλλως ἐνδόξων καὶ ἐλλογίμων προσίασιν, ἵνα τῷ τῆς Ῥώμης δήμῳ αἰ‐
20δοῦς ἕνεκα καὶ τιμῆς καὶ αὐτοὶ πολιτογραφῶνται καὶ ὀνόματος ἀξιῶνται τῶν ἐπισήμων τῆς Ῥώμης· ὥσπερ καὶ ὁ ἐκ τῆς Πα‐ λαιστίνης Ἑβραῖος Ἰώσηπος καὶ Πτολεμαῖος ὁ κράτιστα πάντων τὰς ἀστρονομικὰς συγγραψάμενος ὑποθέσεις. ὁ μὲν γὰρ Φλαούϊος
ἐκεῖθεν ἐπωνόμασται, ὁ Ἰώσηπος· ὁ δὲ Κλαύδιος, ὁ Πτολεμαῖος.

1

.

239

τότε δὴ οὖν καὶ τῶν πανταχόθεν συῤῥεόντων ἡγεμόνων Παρθι‐ κῶν τε καὶ Περσικῶν καὶ τῶν ἄλλων ἄλλοι ἄλλας κεκλήρωνται πρότερον κλήσεις. ὁ δὲ Ῥωσικὸς τήν τε στάσιν καὶ τὸ ἀξίωμα τοῦ ἐπὶ τῆς τραπέζης παρὰ τοῦ μεγάλου κεκλήρωται Κωνσταντί‐
5νου· ὁ δὲ Πελοποννησιακὸς τὸ τοῦ πρίγκιπος· ὁ δὲ τῆς Ἀττι‐ κῆς τε καὶ τῶν Ἀθηνῶν ἀρχηγὸς τὸ τοῦ μεγάλου δουκός· ὁ δὲ τῆς Βοιωτίας καὶ τῶν Θηβῶν τὸ τοῦ μεγάλου πριμμικηρίου· ὁ δὲ τῆς μεγάλης νήσου Σικελίας τὸ τοῦ ῥηγός· καὶ ἄλλοι ἄλλα. τί γὰρ δεῖ καθ’ ἕκαστα διεξιέναι, ὧν τὴν μνήμην ὁ χρόνος συνέ‐
10χωσε, καὶ τὰ μὲν τελέως ἐκάλυψε καὶ λήθης ποταμοῖς ἀφῆκε συμφέρεσθαι, τὰ δ’ ἀτέκμαρτα συγκεχώρηκε περὶ τὸν βίον πλα‐ νᾶσθαι; οὐ γὰρ ὥσπερ νῦν παρ’ ἡμῖν, οὕτω καὶ τότε ἐγένοντο ταῦτα, παρ’ οἷς ἐγένοντο· ἀλλ’ ὥσπερ ἐς διαδοχὰς συνεχωρή‐ θησαν παραπέμπεσθαι τοῖς τῶν ἐπαρχιῶν ἑκάστων ἄρχουσι τὰ
15τῶν πρώτως εἰληφότων ἕκαστα ἀξιώματα. καὶ μὲν δὴ ἔστιν ἃ τῶν τοιούτων παραφθοράν τινα τῷ μακρῷ χρόνῳ παθόντα ἀμυδρῶς πως ὑπεμφαίνουσι τὴν ἀλήθειαν. τὸν γάρ τοι τῆς Βοιωτίας καὶ τῶν Θηβῶν ἀρχηγὸν ἀντὶ μεγάλου πριμμικηρίου μέγαν κύριον ὀνομάζουσι νῦν εἰς τοῦτο παρενεχθέντες ἐκ τοῦ παραφθεῖραι τὴν
20πρώτην συλλαβήν. ὁμοίως δὲ καὶ τὸν τῆς Ἀττικῆς καὶ τῶν Ἀθη‐ νῶν ἀρχηγὸν ἀντὶ μεγάλου δουκὸς δοῦκα καλοῦσι τῶν Ἀθηνῶν. (ϛʹ) Καὶ ἵν’ ἐπανέλθωμεν, ὅθεν εἰς τοῦτο ἐξέβημεν· ἐν ἐκεί‐ νοις τοῖς χρόνοις καὶ ὁ τῆς ἐπαρχίας ταύτης ἀρχηγὸς τὸν τοῦ
μαρκεσίου εἰλήφει κλῆρον, μικρόν τινα καὶ τῇ ἐπαρχίᾳ ἐκείνῃ

1

.

240

ἀνάλογον. κεῖται δ’ ἡ χώρα αὕτη μεταξύ που τῶν Ἄλπεων καὶ τῆς κάτω Ἰβηρίας· ἣν ὁ μαρκέσιος ἐκληρώσατο, χρέος ἀΐδιον ἔχων, εἴ τις ἐκ τοῦ ἔθνους ἀνίσταιτο βασιλεὺς, τὴν τοῦ ση‐ μαιοφόρου τάξιν ἀποπληροῦν πρὸς ἐκεῖνον αὐτός· ἀλλ’ ἐκεῖσε
5ἐπάνειμι. Θεόδωρον μὲν γὰρ τὸν ἑαυτῆς δεύτερον υἱὸν ἡ βασιλὶς Εἰρήνη οὕτως ἐκεῖσε παρέπεμψεν, ἵνα μὴ παρὰ Ῥωμαίοις ὢν δοῦλος αὐτός τε καὶ ἡ τοῦ σπέρματος αὐτοῦ διαδοχὴ γένηται τοῦ προγονοῦ βασιλέως. εἵλετο γὰρ κοινωνὸν τῆς Λατίνων τοῦτον μᾶλλον καταστῆσαι θρησκείας καὶ ἀτιμότερον εἶναι πόῤῥω διά‐
10γοντα, ἢ παρὰ Ῥωμαίοις ἔνδοξον ὄντα δουλεύειν τῷ μισουμένῳ αὐτῇ προγονῷ καὶ ἅμα παῖδας παισὶ καὶ ἀπογόνους ἀπογόνοις. συνεξέπεμψε δ’ ἐκείνῳ καὶ σωροὺς χρημάτων Ῥωμαϊκῶν. καὶ οὕτω δὴ τὴν φλεγμαίνουσαν ἔφεσιν ἑαυτῆς ἐναντιουμένη τῷ συ‐ ζύγῳ καὶ βασιλεῖ ἐπὶ τοῦ ἑνός γε τῶν υἱέων ἐπέραινε Θεοδώρου
15τοῦ μαρκεσίου. (Ζ.) Τὸν μέντοι πρῶτον υἱὸν αὐτῆς Ἰωάννην πάνυ τοι πλεῖστα ἐσπούδασε πρότερον εἰς ὑπερόριον κῆδος ἐκπέμ‐ ψαι καὶ αὐτὸν, καὶ πλεῖστα ἀνηλώκει χρήματα θέλουσα τοῦτον ἄρ‐ χοντα καταστῆσαι τῶν Αἰτωλῶν τε καὶ Ἀκαρνάνων, καὶ ὅση τῆς Ἠπείρου περίχωρος· ἀλλ’ οὐδαμῇ ἔσχεν εὔοδον θεῖναι τὸ βού‐
20λευμα. ἕτερα δ’ αὖθις βουλευομένης αὐτῆς περὶ τοῦ υἱοῦ φθά‐ σας ὁ βασιλεὺς ἐμποδὼν ἐγένετο τῆς ὁρμῆς, πατὴρ εἶναι λέγων καὶ αὐτὸς καὶ οὐχ ἧττον τῆς μητρὸς κηδόμενος τοῦ υἱέως· προσ‐ τιθεμένου δὲ καὶ τοῦ μείζονα δύνασθαι τῆς μητρὸς τὸν πατέρα,
τὸ κωλύον οὐδὲν τὴν τοῦ πατρὸς τελεσθῆναι βούλησιν ἐπὶ τῷ

1

.

241

παιδὶ μᾶλλον ἢ τῆς μητρός. ἦν δὲ τηνικαῦτα μεσάζων τοῖς πρά‐ γμασι σοφὸς ἀνὴρ καὶ πολλὴν τὴν ἐμπειρίαν καὶ σύνεσιν πλου‐ τῶν ἐς τὰ κοινὰ καὶ διὰ τοῦτο μάλα τοι πλείστης ἀπολαύων τῆς τοῦ κρατοῦντος εὐμενείας τε καὶ ῥοπῆς καὶ πολλοῖς τισι βρίθων
5τοῖς χρήμασι διὰ ταῦτα, Νικηφόρος ὁ ἐπὶ τοῦ Κανικλείου. οὗ‐ τος θωπευτικοῖς τισι λόγοις καὶ πράγμασιν ὑπελθὼν τὴν τοῦ βα‐ σιλέως πραότητα αἰτεῖ καὶ λαμβάνει γαμβρὸν ἐπὶ τῇ θυγατρὶ τὸν ῥηθέντα τοῦ βασιλέως υἱὸν Ἰωάννην, δεινοπαθούσης μὲν καὶ οὐ‐ δαμῆ ἐθελούσης τῆς μητρὸς καὶ δεσποίνης· ἔλαβε δ’ οὖν. ἀλλ’
10οὐκ ἐπὶ πολὺ τοῦ κήδους ἀπώνατο οὔθ’ ὁ λαβὼν, οὔθ’ ὁ λη‐ φθείς. πρὶν γὰρ ὅλα ἐξήκειν τέσσαρα ἔτη, ἄπαις τὸν βίον ὁ Ἰωάννης ἀπήλλαξεν ἐν Θεσσαλονίκῃ ἐπὶ μητρὶ καὶ πενθερῷ καὶ συζύγῳ. (Η.) Ἐπεὶ δὲ καὶ τὰς ἐπὶ τούτῳ τῆς μητρὸς ἐλπίδας ὁ χρόνος οἷά τις Χάρυβδις ἀφελόμενος κατεβάπτισεν, αἱ Κραλαί‐
15νης τῆς θυγατρὸς καὶ Δημητρίου τοῦ παιδὸς κατελείφθησαν μό‐ ναι. τοσαῦτα τοίνυν ἐξεκένωσε Ῥωμαϊκὰ χρήματα πρὸς τὸν Κράλην ἡ πενθερά τε καὶ δέσποινα, τὰ μὲν ἐκεῖσε πέμπουσα, τὰ δ’ αὐτὸν ἐν Θεσσαλονίκῃ μεταπεμπομένη καὶ ἐπιφορτίζουσα, ὅσα καὶ τριήρεις ἑκατὸν ἐξήρτυσαν ἂν καὶ διηνεκὲς τοῖς Ῥωμαίοις
20ἐγίγνοντ’ ἂν ὄφελος. καὶ τί δεῖ καταλέγειν τὰς καινὰς ἐπινοίας αὐτῆς, ὁπόσας μήπω πρὶν γεγονυίας ἡ πόῤῥω τοῦ καιροῦ φιλο‐ τιμουμένη γνώμη τῆς σεμνοτάτης ταύτης δεσποίνης ἐνεωτέρισε;
θέλουσα γὰρ τὴν θυγατέρα βασιλικοῖς παρασήμοις κοσμῆσαι,

1

.

242

ἵνα μηδ’ ἐκείνη μηδενὸς ἐλαττοῖτο, ὁπόσα Ῥωμαίων θεσμοὶ τὰς βασιλίδας ᾕρηνται πάλαι κοσμεῖν, μὴ δυναμένη δ’ ἄλλως τὸ καταθύμιον ἐκπερᾶναι, φέρουσα καλύπτραν ἐπέθηκε πρότερον τῇ κεφαλῇ τοῦ γαμβροῦ λίθοις καὶ μαργάροις πολυτελέσι κεκοσμη‐
5μένην, ὁπόσοις καὶ οἵοις μικροῦ καὶ ἡ τοῦ ἀνδρὸς αὐτῆς Ἀν‐ δρονίκου τοῦ βασιλέως ἐκεκόσμητο. ἔπειτ’ ἐκεῖθεν ἀρξαμένη κατ’ ἔτος ἑτέραν προσετίθει κρείττω τῆς προτέρας ἀεί. τάς τε πολυτελείας τῶν ἐνδυμάτων καὶ τὰς λαμπρότητας, ὧν ἐχαρίζετο συχνοτέρων αὐτῷ τε καὶ τῇ θυγατρὶ αὐτῆς τῇ Κραλαίνῃ, τίς
10ἂν ἀριθμοίη; τίς δ’ ἂν ἐξετάζοι τῶν βασιλικῶν κειμηλίων τὸν ἀριθμὸν, ὁπόσα αὐτὴ τοὺς Ῥωμαίους ἀποστεροῦσα τῷ Κράλῃ Σερβίας ἐδίδου, κατατρυφῶσα μὲν τῆς τοῦ βασιλέως καὶ συζύ‐ γου πραότητος, τὴν δ’ ἑαυτῆς ἀδεῶς ἀποπιμπλῶσα ἔφεσιν; ἔφεσις γὰρ ἦν αὐτῇ τῶν βασιλικῶν ταμιείων τοὺς θησαυροὺς ἐς
15τοὺς κόλπους τῶν ἑαυτῆς ἐκκενῶσαι τέκνων καὶ μάλιστα τῆς Κρα‐ λαίνης καὶ θυγατρός. ἤλπιζε γὰρ καὶ παῖδας ὄψεσθαι γεννηθέν‐ τας τῷ Κράλῃ παρὰ τῆς θυγατρός. καὶ διὰ τοῦτο προαρπάζουσα τὸν καιρόν σφισι τὸν Ῥωμαϊκὸν ἐθησαύριζε πλοῦτον, ἵνα καιροῦ καλοῦντος ὀψὲ τοῦ χρόνου τῆς τῶν Ῥωμαίων ἀσθενείας ἐκεῖθεν
20αὐτοὶ καταδράμωσι καὶ ἣν ἑκόντων Ῥωμαίων οὐκ ἐκληρώσαντο βασιλείαν, ταύτην ἀκόντων ἀφέλωνται. (Θ.) Ἀλλὰ γὰρ ἔλα‐ θεν ἀνθρωπίνας μὲν ἐπινοίας καθ’ ἑαυτὴν ἀεὶ στρέψασα, θεὸν
δ’ ἐπὶ λογισμοὺς οὐκ ἀναβιβασαμένη τὸ σύνολον, ὅτι τῆς ἐκεί‐

1

.

243

νου τὰ πάντα χειρὸς ἐξήρτηται· καὶ πολέμιον τοῦτον πᾶς τις εὑ‐ ρίσκει, ὅστις ἄνθρωπος ὢν πέρα τῶν ἀνθρωπίνων μέτρων φρο‐ νεῖ καὶ οὐκ εἰς θεὸν ἀναφέρει τῶν ἐνεργουμένων τε καὶ βουλευο‐ μένων τὴν διεξαγωγὴν καὶ τελείωσιν. ἰδοὺ γὰρ καὶ ἡ βασιλὶς αὕ‐
5τη Εἰρήνη μεγάλαις ἑαυτὴν ἀναρτήσασα ταῖς περὶ τοὺς παῖδας ἐλπίσιν αὐτὴ μὲν ἀνθρωπίνως ἐχρῆτο τοῖς πράγμασιν ἄνευ θεοῦ καὶ τὰ τῶν Ῥωμαίων, ὡς εἰρήκειμεν, ἀμφοτέραις ἐξήντλει χρή‐ ματα πρὸς τοὺς τῶν Ῥωμαίων ἐχθρούς· τὰ δὲ πράγματα οὐ προὐχώρει κατὰ τὰς ἐλπίδας αὐτῆς, ἀλλὰ ματαίαν τὴν ἐκείνης
10διάνοιαν ἤλεγχον, σφάλλοντος ὡς ἔοικεν ἄνωθεν τοῦ τῆς δίκης κρίματος. τῇ μὲν γὰρ θυγατρὶ ὀκταετεῖ πλέον ἢ τετταρακοντού‐ της ὁ Κράλης μιγεὶς βλαβῆναι τὴν ταύτης πέπραχε μήτραν, ὡς μηδὲ γονὴν ἐξ ἐκείνης ἔτι δύνασθαι γίγνεσθαι. (Ι.) Κἀντεῦθεν καὶ τῶν τοιούτων ἐλπίδων ἐκπεπτωκυῖα ἡ βασιλὶς ἑτέραις αὖθις
15ἐπιχειρεῖ καὶ οὐκ ἠρεμεῖ· καὶ πείθει τὸν Κράλην πολλοῖς καὶ ἀναριθμήτοις ὑπερεχομένη τοῖς δώροις, ἀπαγορευθέντος ἤδη τοῦ παῖδα γενέσθαι οἱ ἐκ τῆς Κραλαίνης, ἐλθεῖν κατὰ δεύτερον πλοῦν τὴν διαδοχὴν τῆς τῶν Τριβαλλῶν ἀρχῆς εἰς ἕνα τινὰ τῶν ἀδελφῶν τῆς Κραλαίνης. Δημήτριος δ’ ἦσαν οὗτοι καὶ Θεόδωρος ὁ μαρ‐
20κέσιος· ὁ μὲν οὔπω τότε τὸν ἔφηβον παραλλάττων· ὁ δὲ καὶ παίδων ἤδη τυγχάνων πατὴρ περὶ χώραν τῆς Λαμπαρδίας, ἔνθα παρὰ τῆς μητρὸς, ὡς εἰρήκειμεν, ἐξεπέμφθη τοῦ γένους λείψα‐ νον. καὶ πρῶτον μὲν τὸν Δημήτριον πολλαῖς ταῖς τῶν χρημάτων
τρυφαῖς καὶ βλακείαις πρὸς τὸν Κράλην συνεκπέμπει, διάδοχον

1

.

244

χειροτονηθησόμενον, ὡς εἰρήκειμεν, τῆς ἀρχῆς· ὃς δὴ καὶ ἄσμενος μὲν ὑπεδέχθη παρὰ τοῦ Κράλη· τὸ δὲ τοῦ τόπου σκληρὸν καὶ ἀπαραμύθητον ὅλαις ὁρμαῖς ἀνεσόβει καὶ ἀπετρέπετο τὴν ἐκεῖ διαμονὴν καὶ μακροτέραν αὐτοῦ ἐνδιαίτησιν. ὅθεν μετ’ οὐ πολὺ
5τὸν Δημήτριον οὕτως ἐκεῖθεν ἡ μήτηρ ἐπανήκοντα δεξαμένη καὶ τῶν ἐντεῦθεν ἤδη ψευσθεῖσα ἐλπίδων τὸν ἕτερον ἐκ τῆς Λαμπαρ‐ δίας υἱὸν μεταπέμπεται Θεόδωρον τὸν μαρκέσιον κεκαρμένον ἐπι‐ φερόμενον πώγωνα· καὶ τὸν ὅμοιον τρόπον ἐκπέμπει καὶ τοῦτον διάδοχον ἐσόμενον τῆς τοῦ Κράλη Σερβίας ἀρχῆς. ἄσμενος οὖν
10καὶ τοῦτον ὁ Κράλης ὑποδέχεται. τὸ δὲ τοῦ τόπου σκληρόν τε καὶ ἄηθες οὐδὲ τοῦτον ἀφῆκε μονιμωτέραν ἐκεῖ ποιήσασθαι τὴν διατριβήν. ἀλλ’ ἐπανελθὼν καὶ οὗτος καὶ ἀσπασάμενος τὴν μη‐ τέρα, πάσας παρ’ ἐλπίδα ὁπόσας ἐπὶ τούτοις ἔτρεφεν ἐλπίδας ἀπο‐ βεβληκυῖαν, ᾤχετο ἀπιὼν ἐς Λαμπαρδίαν αὖθις παρὰ τὴν σύ‐
15ζυγον. ϛʹ. Καὶ ταῦτα μὲν ἐν τοῖσδε τοῖς χρόνοις τοῦτον ἔσχε τὸν τρόπον. τὰ δ’ ἐφεξῆς εἰρήσονται ἐν τοῖς ἐφεξῆς. ἐπὶ δὲ τοὺς Κατελάνους αὖθις τρεπτέον τὸν λόγον. οὗτοι γὰρ μετὰ τὸν γενό‐ μενον περὶ τοὺς Ἄπρους πόλεμον ἐπαρθέντες τῇ τε νίκῃ καὶ τῇ
20τῶν Τουρκοπούλων συμμαχίᾳ, οἳ ὡς εἰρήκειμεν Ῥωμαίους ἀφέν‐ τες ηὐτομόλησαν πρὸς αὐτοὺς, συχναῖς χρησάμενοι ταῖς ἐκδρο‐ μαῖς καὶ ἐφόδοις ἐφ’ ὅλοις ἔτεσι δυσὶ πᾶσαν ἔρημον καὶ ἀτριβῆ πεποιήκεσαν τήν τε παράλιον καὶ μεσόγειον χώραν, ὁπόση τε ἄχρι Μαρωνείας τε καὶ Ῥοδόπης καὶ ἄχρι Βιζύης διήκει. ἔπειτα ἀπο‐
25γνόντες ἐντεῦθεν τῶν χρειωδῶν ἔγνωσαν ἐπὶ τὰ πρόσω πορεύεσθαι

1

.

245

τὰ ἐν ποσὶ ληϊζόμενοι, μέχρις ἂν ἀποχρῶσαν καὶ μόνιμον εὕρωσιν οἴκησιν. καὶ δὴ διαβάντες τὴν πρὸς θάλασσαν ὀρεινὴν τῆς Ῥοδό‐ πης ᾔεσαν ἀδεῶς λαφύρων συχνῶν ἑαυτοὺς ἐμπιπλῶντες. ἦσαν δ’ ὁμοῦ χιλιάδες, τὸ μὲν τῶν Τούρκων πλῆθος ὑπὲρ τὰς δύο τό,τε
5πεζὸν καὶ τὸ τῶν ἱππέων· τὸ δὲ τῶν Κατελάνων ὑπὲρ τὰς πέντε, ὅσον τε ἐν ἱππεῦσι καὶ ὅσον πεζόν. (Β.) Τοῦ τε μετοπώρου μεσοῦντος, ὅτε δὴ μάλιστα καὶ ἀρκτοῦρος ἄρχεται ἐπιτέλλειν, τὰ ἐπιτήδεια τῆς τοῦ χειμῶνος τροφῆς παρασκευάζειν βουλόμενοι εἰσβάλλουσιν εἰς τὰς τῆς Μακεδονίας κώμας· κἀκεῖ τὰ πλεῖστα
10καταστρεψάμενοι καὶ πολλῆς ἑαυτοὺς τῆς ἐκ τῶν λαφύρων ἐμπλή‐ σαντες ὠφελείας στρατοπεδεύουσι περὶ τὴν Κασανδρείαν. πόλις δὲ αὕτη πάλαι μὲν οὖσα περιφανὴς, νῦν δὲ καὶ τῶν οἰκητόρων ἔρημος. ὅ γε μὴν περὶ αὐτὴν χῶρος ἐπιτήδειος ὢν ἐς στρατοπε‐ δείαν καὶ χειμερίαν καταγωγὴν ὑποδέχεται, ὡς εἰρήκειμεν, καὶ τὸν
15τῶν Κατελάνων πλανήτην στρατόν. ἄκρα γάρ ἐστι προμήκης εἰς θάλασσαν, κόλποις οὐ μικροῖς ἑκατέρωθεν περιειλημμένη, δι’ ὧν ἐν ταῖς χειμεριναῖς ὥραις τὸ τῆς χιόνος ἀποσείεται ὑπερβάλλον. ἔαρος δ’ ἀρχομένου ἄραντες ἐκεῖθεν ἐπεχείρουν ταῖς ἐν Μακεδονίᾳ πόλεσιν, ἐν αἷς τὸ τῶν ἐλπίδων κεφάλαιον ἡ Θεσσαλονίκη ἐτύγχα‐
20νεν. ᾤοντο γὰρ, ὡς εἰ ταύτης γένοιντο πρότερον ἐγκρατεῖς μεγά‐ λης τε καὶ πολλῷ τῷ πλούτῳ βριθούσης καὶ μάλιστα νῦν ὅτε καὶ τὰς βασιλίδας ἤκουον εἶναι ἐντὸς, Εἰρήνην φημὶ καὶ Μαρίαν,
μηδὲν εἶναι ἑξῆς τὸ κωλύον πάσης ἐκεῖθεν ὡς ὁρμητηρίου τῆς ἄλλης

1

.

246

Μακεδονίας δεσπότας γενέσθαι. (Γ.) Ἀλλ’ ἔφθη τὴν τούτων προεκτεμὼν ὁ βασιλεὺς ἐπίνοιαν. πέμψας γὰρ πρῶτον μὲν τὸ περὶ τὴν Χριστούπολιν μακρὸν ἔκτισε τεῖχος ἀπὸ θαλάσσης μέχρι τῆς τοῦ παρακειμένου ὄρους ἀκρωνυχίας· ὡς ἄβατον εἶναι τὸ χωρίον
5καθάπαξ μὴ βουλομένῳ τῷ βασιλεῖ τοῖς τ’ ἐκ Μακεδονίας ἐς Θρᾴκην ἐθέλουσι διαβαίνειν, τοῖς τ’ ἀπὸ Θρᾴκης ἐς Μακεδονίαν. ἔπειτα ἐπεὶ ἔγνω τὴν τῶν Κατελάνων αἰχμὴν ἐπίδοξον οὖσαν ὁρ‐ μήσειν ἔαρος ἀρχομένου κατά τε Μακεδονίας καὶ τῶν ἐν Μακε‐ δονίᾳ πόλεων, στρατηγοὺς ἀπολέξας ὁπόσοι τὰ πολέμια ἦσαν οὐκ
10ἀδαεῖς πέμπει στρατολογήσοντας ἐκ Μακεδονίας, οἳ ἔσονται ἱκανοὶ φύλακες τῶν ἐν Μακεδονίᾳ πόλεων, εἰ βούλοιντο οἱ πολέ‐ μιοι περικαθίσαντες ταύτας πολιορκεῖν, ἄφθονά τε τὰ πρὸς τρο‐ φὴν ἐπιτήδεια ἐκ τῶν προαστείων ἐν ταύταις ξυναθροίσοντας καὶ πάντα τἄλλα εὖ διαθήσοντας, ἵνα μὴ τῷ τῆς πολιορκίας καιρῷ
15μείζονα τῆς ἔξωθεν εὕρωσιν οἱ φύλακες τὴν ἔνδοθεν πολιορκίαν ἐκ τοῦ λιμοῦ. (Δ.) Ἀλλὰ γὰρ ἦρος ἤδη ἐνστάντος ἄραντες οἱ πο‐ λέμιοι ἐκ τῆς Κασανδρείας, οἱ μὲν ἄγχιστά που τῶν τῆς Θεσσα‐ λονίκης προαστείων ηὐλίσαντο· οἱ δ’ ἐπὶ λείαν ἐξίασιν. ἐπεὶ δὲ τήν τε χώραν εὗρον ἅπασαν τῶν τε οἰκητόρων ἔρημον, καὶ ὅσα
20ἐνῆν αὐτοῖς ποίμνια καὶ βουκόλια, καὶ αὖ τὰς πόλεις πολλοῖς τοῖς ὅπλοις ὠχυρωμένας, ἔγνωσαν αὖθις ἐπὶ Θρᾴκην ἐπανιέναι· μηδὲ γὰρ εἶναί σφισι τῶν ἐνδεχομένων ἐκεῖ καθημένους τρίβειν τὸν χρόνον καὶ σφᾶς αὐτοὺς φθειρομένους εἰκῆ συγχωρεῖν. μηδὲ γὰρ
ὄντων αὐτοῖς τῶν ἐπιτηδείων τοσαύτην τε ἵππον ἄγουσι, τοσού‐

1

.

247

τους δὲ αἰχμαλώτους, οὐχ ἥττοσιν ἢ ὀκτακισχιλίοις οὖσι δὴ καὶ αὐτοῖς, κίνδυνον εἶναι προφανῆ φθαρέντας οἴχεσθαι τῷ λιμῷ. ἀλλ’ οὔπω τὰ δόξαντα γέγονεν ἔκπυστα τῷ πλήθει τοῦ στρατοπέ‐ δου, καὶ πυνθάνονται παρά του τῶν αἰχμαλώτων, ὡς ἀπόρευτος
5ἔσται αὐτοῖς ἡ πρὸς Θρᾴκην ὁδὸς, τοῦ πρὸ βραχέος ἀνεγερθέντος περὶ τὴν Χριστούπολιν μακροῦ τείχους ἀποκλείοντος τὸ παράπαν αὐτούς. (Ε.) Τοῦτο παρὰ πᾶσαν ἀκουσθὲν προσδοκίαν ἐξέπληξε καὶ πρὸς ἀμηχανίαν ἤλασε λογισμῶν· καὶ οὐκ εἶχον ὅ,τι καὶ γένοιντο τῷ τε λιμῷ πιεζόμενοι καὶ ἅμα δεδιότες μὴ τὰ τοῖς ἐν
10Μακεδονίᾳ Ῥωμαίοις ὁμοροῦντα ἔθνη τὴν αὐτῶν ἕκαστα ἔφοδον ὑποπτεύοντα παροξύνωσιν ἀλλήλους, Ἰλλυριοί τε δηλαδὴ καὶ Τρι‐ βαλλοὶ καὶ Ἀκαρνᾶνες καὶ Θετταλοὶ, καὶ συνασπισμὸν ποιησάμε‐ νοι κυκλώσονται τούτους καὶ πάντας ἄρδην οὐκ ἔχοντας ὅποι φυγόντες τὴν σώζουσαν εὕρωσι διαφθείρωσιν. ὅθεν ἔδοξε τούτοις
15ὡς ἐν ἀνάγκης καιρῷ μανικώτερον ἢ τολμηρότερον ἅψασθαι τῶν πραγμάτων. ἔδοξε γὰρ μηδὲν μελλήσασιν ὁμόσε τοῖς πρόσω χω‐ ρεῖν τὴν ταχίστην καὶ ἢ τὴν τῶν Θετταλῶν χώραν ἄφθονα φέρου‐ σαν τὰ πρὸς τὸ ζῇν ἐπιτήδεια ἕξειν αἰχμάλωτον, ἢ τῶν ἐπέκεινα μίαν, ὁπόσαι ἐφεξῆς εἰσιν ἄχρι Πελοποννήσου, καὶ οὕτως ἐπὶ
20μιᾶς τινος χώρας τὴν οἴκησιν ἱδρυσάμενοι τῆς μακρᾶς ἀπαλλάξειν γε πλάνης· ἢ τό γε δεύτερον, σπεισαμένους τινὶ τῶν παραθαλατ‐ τίων ἐθνῶν ἀκώλυτον εἰληφέναι τὸν ἐπὶ τὰ οἰκεῖα ἀπόπλουν.
ἄραντες οὖν ἐκεῖθεν τριταῖοι ἀφίκοντο ἐς τὰ πρὸ τῆς Θετταλίας

1

.

248

ὄρη· Ὄλυμπος ταῦτα καὶ Ὄσσα καὶ Πήλειον· ὧν ἄγχιστά που στρατοπεδεύσαντες ἐπόρθουν τὴν χώραν καὶ σφᾶς αὐτοὺς ἐνεπίμ‐ πλων ἀφθόνων τῶν ὅσα πρὸς τὸ ζῇν ἐπιτήδεια ἦν. ἀλλ’ ἐκεῖνο μι‐ κροῦ με παρέδραμεν. ἀναληπτέον οὖν, ἵνα καθ’ εἱρμὸν ὁ λόγος
5ὁδεύῃ. (ϛʹ.) Συνεστράτευον τοῖς Λατίνοις, ὡς ἔφαμεν, καὶ Τοῦρκοι τρισχίλιοι· ὧν τοὺς μὲν ἑκατὸν καὶ χιλίους ἔφαμεν εἶναι τοὺς ἐνα‐ πολειφθέντας ἅμα τῷ Μελὴκ μετὰ τὴν τοῦ Σουλτὰν Ἀζατίνη πρὸς τοὺς Σκύθας φυγὴν τῷ τε θείῳ βαπτίσματι τελεσθέντας καὶ συγ‐ καταλεγέντας μὲν τοῖς Ῥωμαίων στρατεύμασι καὶ ταῖς τῶν παίδων
10διαδοχαῖς αὐξηθέντας, ὕστερον δ’ ἀποστατήσαντας μὲν Ῥω‐ μαίων, προσρυέντας δὲ τῷ τῶν Κατελάνων στρατῷ, ὁπότε συῤ‐ ῥήγνυσθαι κατ’ ἀλλήλων ἔμελλον τὰ στρατεύματα κατὰ τὰς περὶ τὴν πόλιν Ἄπρω πεδιάδας· τοὺς δὲ πλείους εἶναι τοὺς ἅμα τῷ Χαλὴλ ἐξ Ἀσίας διαπεραιωθέντας ἐς μισθοφορικὴν συμμαχίαν
15τῶν Κατελάνων. τῶν οὖν Κατελάνων τὴν ἐπὶ Θετταλίαν, ὡς ἔφα‐ μεν, ὁδευόντων, ἤρξαντο κατ’ αὐτῶν στασιάζειν οἱ Τοῦρκοι τὴν σφῶν συνδιαίτησιν ὑποπτεύοντες καὶ οὐ μάλα τοι σφόδρα ἀκίν‐ δυνον ἐσομένην οἰόμενοι. συστάντες οὖν οἱ τῶν Τουρκικῶν στρα‐ τευμάτων ἡγεμονεύοντες, ὅ,τε Μελὴκ καὶ ὁ Χαλὴλ, τῷ τῶν
20Κατελάνων ἀρχηγῷ λόγους περὶ τῆς ἅμα εἰρήνῃ διαλύσεως κεκι‐ νήκασιν. οὗ δὴ προθύμως τὴν αἴτησιν δεξαμένου (οὐδὲ γὰρ αὐτοῖς ἤδη Ῥωμαίων ἀπαλλαγεῖσι χρειώδης ἐτύγχανεν ἡ τῶν Τούρ‐
κων ἔκδημος συστρατεία) ἄσμενοι διελέλυντο τούς τε αἰχμαλώ‐

1

.

249

τους καὶ ὅσα ἐπεφέροντο λάφυρα διανειμάμενοι κατὰ τὸ ἀνάλογον ἑκατέροις τοῖς μέρεσιν. ἀλλὰ τὰ περὶ τῶν Τούρκων πλειόνων δεό‐ μενα λόγων ἐροῦμεν ἐν τοῖς ἑξῆς. ζʹ. Οἱ δὲ Κατελάνοι τῶν Τούρκων ἤδη ἀπαλλαγέντες καθ’
5ἑαυτοὺς ἦσαν παραχειμάζοντες πρὸ τῶν ὀρῶν τοῦ τε Ὀλύμπου καὶ τῆς Ὄσσης, ὡς ἔφαμεν. ἔαρος δ’ ἐπιστάντος ἄραντες ἐκεῖθεν διαβαίνουσι τάς τε τῶν ὀρῶν κορυφὰς καὶ τὰ ἐν τούτοις Τέμπη· καὶ πρὶν ἐπιστῆναι τὸ θέρος, ἐσβάλλουσιν ἐς τὰ Θετταλικὰ πεδία. ἔνθα δὴ χώραν εὑρόντες ἀγαθήν τε καὶ πίονα ὅλον ἐκεῖ
10διατετρίφασι τὸν ἐνιαυτὸν τήν τε χώραν δῃοῦντες καὶ διαφθεί‐ ροντες ὅσα μὴ ἐντὸς ἦσαν τειχῶν μηδενὸς ἀντιταττομένου. εἶχε γὰρ ἀσθενῶς τηνικαῦτα τὰ περὶ Θετταλίαν πράγματα, τοῦ διέ‐ ποντος ἐκεῖ τὴν ἀρχὴν νέου τε ὄντος τὴν ἡλικίαν καὶ ἀπείρως ἔχον‐ τος ἐς πραγμάτων μεγάλων διοίκησιν καὶ ἄλλως νόσῳ δαπανωμέ‐
15νου μακρᾷ καὶ ὅσον οὐδέπω τεθνήξεσθαι μέλλοντος καὶ ἅμα αὐτῷ καταλύσειν τὴν μέχρις αὐτοῦ διαδοχὴν τῆς τῶν προγόνων καὶ σεβαστοκρατόρων ἀρχῆς. γυναῖκα μὲν γὰρ οὗτος ἠγάγετο ἑαυτῷ πρὸ βραχέος Εἰρήνην, τὴν νόθην τοῦ βασιλέως Ἀνδρονίκου θυ‐ γατέρα· παῖδα δὲ μετ’ αὐτῆς οὐ γεγέννηκεν, ὃς ἂν αὐτῷ τῆς
20ἀρχῆς καταστῇ διάδοχος. καὶ διὰ ταῦτα πλημμελῶς τὸ ἐπὶ τοῦ παρόντος τὰ ἐκεῖσε ἐφέροντο πράγματα. πλείονα δὲ καὶ τὴν εἰς τὸ ἔπειτα ὤδινον ταραχήν τε καὶ στάσιν ἕνεκα τῆς ἀρχῆς, ἀδηλίας ἔτι κεκαλυμμένου βυθοῖς τοῦ ταύτην διαδεξομένου. καὶ μὲν δὴ
τοῦ τε ἡγεμόνος τῆς χώρας ἐσχάτῃ νόσῳ πιεζομένου καὶ τῶν πο‐

1

.

250

λεμίων δίκην φλογὸς ἐπιόντων καὶ νεμομένων τὴν χώραν ἔδοξε τῇ τῶν προεχόντων ἐκεῖ κατὰ γένος βουλῇ, χρήμασι περιελθεῖν τοὺς πολεμίους καὶ δωρεῶν ἁβροτέρων ὤνιον ἐσχηκέναι τὴν γνώ‐ μην τῶν ἡγεμόνων, πρὶν ταῦτα αὐτοὺς ἀφελεῖν πολεμίᾳ χειρὶ,
5δώσειν τε ὑποσχέσθαι πομποὺς τοὺς ἀπάξοντας ἐπί τε Ἀχαΐαν καὶ Βοιωτίαν, χώραν ἁβράν τε καὶ εὔκαρπον καὶ πολλὰς κεκτημέ‐ νην τὰς χάριτας καὶ ἅμα πρὸς οἴκησιν ἐπιτηδειοτάτην πασῶν· εἰ δὲ καὶ συμμαχίας δέοιντο, καὶ τοῦτο δὲ μάλα προθύμως τελεῖν καὶ φίλους εἶναί σφισι διὰ βίου. (Β.) Τοῦτο καὶ τοῖς Λατίνοις
10ἀρεστόν τε ἔδοξε καὶ μάλα δήπου κατὰ γνώμην. ἔφασαν γὰρ, ὡς εἰ πολέμῳ καὶ μάχῃ τὰ τῆς ἐκβάσεως ἐπιτρέψαιμεν, ἥ τε χώρα φθαρήσεται τά τε πράγματα συντριβήσονται κἀκ πολλῶν ἐς στε‐ νὸν κομιδῇ συνελαθήσονται, ὑπὲρ ὧν ἡμῖν ἡ πᾶσα σπουδή. ἔπειτα καὶ τὰ τῆς νίκης οἷ προχωρήσει, τῶν πάντων ἐστὶν οὐδεὶς ὃς ἐξε‐
15πίσταται πλὴν ἢ θεός. ἡμῖν δ’ ἔστιν ὡς ἐπίπαν ἀμφισβητήσιμα ταῦτα καὶ οὐδαμῆ πω σαφῆ. εἰ γὰρ αἱ πλείους ξυντυχίαι τοῖς ἀνθρώποις ἐπίσης εἰσὶν ἐλπιζόμεναι, οὐδὲν ἧττον καὶ σφίσι τὸ περιγενέσθαι συμβάλλεται ἤπερ ἡμῖν. οὔτε γὰρ ἡμῖν ἐστι πιστόν τι ἐχέγγυον ἐς τὸ μέλλον περὶ τῆς νίκης, οὔτ’ αὐτοῖς ἀπλανὴς εἴ
20τις περὶ ταύτης δόξα πρόσεστιν. αἵ τε γὰρ δυσχωρίαι τῶν ὀρῶν, οἷς ἡ φύσις πολλαχόθεν τὴν χώραν ὠχύρωσεν, ἀσφάλειάν τε καὶ θάρσος τοῖς ἔχουσι δίδωσι· τά τε φρούρια ἐφ’ ὑψηλῶν ἱδρυμένα τῶν τόπων ἀμήχανον ἡμῖν παρέξει τὴν πολιορκίαν. ὥστε ὁποτέ‐
ρως ἕξει τὸ πρᾶγμα, οὐκ εὔοδα τὰ τῆς ἀποβάσεως ἡμῖν ἀπαντᾷ

1

.

251

οὕτως ἐπὶ ξένης πλανωμένοις καὶ ἀλλοτρίας καὶ τοσοῦτον τῆς οἰ‐ κείας ἀπῳκισμένοις. τῶν οὖν ἀτοπωτάτων ἂν εἴη, παρὸν ἐμπλῆ‐ σαι τοσούτων χρημάτων τὰς δεξιὰς ἄνευ πόνων καὶ ἅμα συμμάχων καὶ φίλων εὐπορῆσαι τοιούτων, ἔπειτα παραδραμόντας ὑπὲρ ἀδή‐
5λων ἐλπίδων μεγάλους ἀναδέχεσθαι κινδύνους. (Γ.) Οὕτω μὲν οὖν ἐκεῖνοι συνιδόντες καὶ οὕτω διασκεψάμενοι σπονδὰς καὶ ξυμ‐ βάσεις ἐπὶ τοῖς εἰρημένοις τίθενται πρὸς τοὺς Θετταλούς· καὶ ἅμα ἦρι τά τε χρήματα καὶ τοὺς πομποὺς παρ’ αὐτῶν εἰληφότες ὑπερβάλλουσι τὰ μετὰ Θετταλίαν ὄρη· καὶ διαβάντες τὰς Θερ‐
10μοπύλας στρατοπεδεύουσι περί τε Λοκρίδα καὶ ποταμὸν τὸν Κηφισσόν· ὃς μέγιστος ὢν ῥήγνυται μὲν ἐξ ὄρους τοῦ Παρνασ‐ σοῦ, κάτεισι δὲ πρὸς ἕω τὸ ῥεῦμα κινῶν, καὶ πρὸς μὲν ἄρκτους ποιούμενος τούς τε Ὀπουντίους καὶ Ἐπικνήμιδας Λοκροὺς, πρὸς δὲ μεσημβρίαν καὶ νότον ἄνεμον τὴν μεσόγειον ἅπασαν τῆς τε
15Ἀχαΐας καὶ Βοιωτίας· μέγιστος μὲν καὶ ἀδιαίρετος ἄχρι τῶν περὶ Λεμβαδίαν τε καὶ Ἀλίαρτον πεδιάδων τηρούμενος, ἔπειτα πρὸς δύο σχιζόμενος ῥεύματα καὶ ἐς Ἀσωπόν τε καὶ Ἰσμηνὸν μετατιθέμενος τὰ ὀνόματα· καὶ διὰ μὲν Ἀσωποῦ τέμνων τὴν Ἀττικὴν ἄχρι θαλάττης· διὰ δ’ Ἰσμηνοῦ τῇ τῆς Εὐβοίας θα‐
20λάττῃ σπενδόμενος περὶ τὰ τῆς Αὐλίδος προαύλια· ἔνθα πάλαι τοὺς ἐπὶ Τροίαν ναυστολοῦντας Ἕλληνάς τε καὶ ἥρωας τὰ πρῶτα προσεσχηκέναι τε καὶ αὐλίσασθαι λέγουσιν. (Δ.) Ἐπεὶ δὲ τὴν τῶν πολεμίων ἐπύθετο ἔφοδον ὁ τήν τε τῶν Ἀθηνῶν καὶ Θηβῶν
διέπων ἀρχὴν καὶ τὴν χώραν ἐκείνην ἔχων ἅπασαν, ὃς δὴ καὶ

1

.

252

μέγας μὲν, ὡς ἀνωτέρω εἰρήκειμεν, ἐπωνόμαστο πριμμικήριος, τῆς δὲ λέξεως ὑπὸ τοῦ δήμου διαφθαρείσης μέγας ἐλέγετο κύ‐ ριος· οὗτος τοίνυν δίοδον μὲν αἰτήσασι τοῖς Κατελάνοις οὐ βεβούληται δοῦναι, ὥσθ’ ὅποι βούλοιντο ἀπιέναι διὰ τῆς χώρας
5αὐτοῦ· ὁ δὲ ἀλλὰ μακρὰν τὴν ὀφρὺν διὰ τῆς γλώττης ἐπι‐ δειξάμενος καὶ πολὺν τὸν μυκτῆρα κατ’ αὐτῶν ὡς οὐ φροντί‐ δος μεγάλης μάλα ἀξίων καταχεάμενος ἤθροιζε τὰς δυνάμεις διά τε φθινοπώρου καὶ χειμῶνος ἐς ἔαρ. παρεσκευάζοντο δὲ καὶ οἱ Κατελάνοι ὡς ἢ τεθνηξόμενοι τῷ πολέμῳ ἢ ζήσοντες εὐκλεῶς.
10(Ε.) Ἔαρος μὲν οὖν ἐπιγενομένου διαβάντες οἱ Κατελάνοι τὸν Κηφισσὸν κατεστρατοπέδευσαν περὶ τὴν Βοιωτίαν οὐ πόῤῥω τοῦ ποταμοῦ, αὐτοῦ που συστῆναι τὸν πόλεμον περιμένοντες. ἦσαν μὲν οὖν τῶν Κατελάνων οἱ μὲν ἱππεῖς πεντακόσιοι καὶ τρισχίλιοι, τὸ δὲ πεζὸν τετρακισχίλιοι· οἷς καὶ πολλοὶ τῶν αἰχμαλώτων διὰ
15τὴν τῆς τοξικῆς εὐφυΐαν συγκατελέγησαν. ἀκηκοότες δ’ ὅσον οὐδέπω τοὺς πολεμίους ἐφεστήξοντας ἀροῦσι μὲν τὴν γῆν ἐκείνην ἅπασαν, ἔνθα συστῆναι τὸν πόλεμον ἔγνωσαν. ἔπειτα περιτα‐ φρεύσαντες καὶ διώρυχας ἀνοίξαντες ἐκ τοῦ ποταμοῦ ὅλον ἀρ‐ δεύουσι τὸ πεδίον οὕτω πλουσίως, ὥστε ἐλλιμνάζειν καὶ ἀνίσχυρον
20τὴν βάσιν τῶν ἵππων ποιεῖν, συγχωννυμένων τῷ πηλῷ τῶν ποδῶν καὶ οὐκ εὐχερῶς ἐχόντων κινεῖσθαι. (ϛʹ.) Καὶ μὴν δὴ μεσοῦντος ἔαρος ἐφίσταται καὶ ὁ τῆς χώρας ἀρχηγὸς πολὺν ἐπαγόμενος στρα‐ τὸν συγκεκροτημένον ἔκ τε Θηβαίων καὶ Ἀθηναίων καὶ Πλα‐ ταιέων, καὶ ὅσοι Λοκρῶν καὶ Φωκέων καὶ Μεγαρέων ὑπῆρχον
25ἐπίλεκτοι. ἱππεῖς μὲν οὖν ἦσαν ἑξακισχίλιοι τούτῳ καὶ τετρα‐

1

.

253

κόσιοι. πεζοὶ δ’ ὑπὲρ τοὺς ὀκτακισχιλίους· οἴησις δὲ καὶ φρόνημα πολὺ τὸ παράλογον κεκτημένη. ἤλπιζε γὰρ οὐ μόνον τοὺς Κατε‐ λάνους αὐτίκα συγκατασφάξειν, ἀλλὰ καὶ πάσας ἐφεξῆς χώρας καὶ πόλεις ἄχρι τῆς Βυζαντίδος ἕξειν ὑποχειρίους. τὸ δὲ ἦν πᾶν
5τοὐναντίον. ἐπεὶ γὰρ ἐν ἑαυτῷ καὶ οὐκ ἐν τῇ χειρὶ τοῦ θεοῦ τὴν τῶν πραγμάτων ἔπεμπεν ἔκβασιν, παίγνιον ἐν βραχεῖ τῶν πολεμίων καθίσταται. θεασάμενος γὰρ τὸ πεδίον πολλῇ τῇ χλόῃ τῆς πόας κατάκομον καὶ μηδὲν τῶν γεγονότων ὑπονοήσας βοῇ καὶ παρα‐ κελεύσμασιν ἅμα τοῖς ἀμφ’ αὐτῷ πᾶσιν ἱππεῦσιν ὁρμᾷ κατὰ τῶν
10πολεμίων, ἀκινήτων ἔξω τοῦ πεδίου κατὰ χώραν ἑστώτων καὶ τὴν αὐτοῦ προσδοκώντων ἔφοδον. ἀλλὰ πρὶν εἰς μέσον ἐλθεῖν τὸ πεδίον, ὥσπερ στεῤῥῷ τινι πεδηθέντες οἱ ἵπποι δεσμῷ τῷ τῆς ὑγρανθείσης γῆς πρὸς τὴν τῶν ποδῶν θρασυτέραν βάσιν μάλα ὑπείκοντι, οἱ μὲν ἅμα τοῖς ἱππεῦσιν ἐκυλίοντο κατὰ τοῦ πηλοῦ·
15οἱ δὲ τοὺς ἱππέας ἀποβαλόντες πλημμελῶς ἐφέροντο κατὰ τοῦ πεδίου· οἱ δὲ τοὺς πόδας συγκαταχώσαντες ἐφ’ ἑνὸς ἵσταντο, καθάπερ ἀνδριάντας τοὺς ἐπιβάτας ἀνέχοντες. οἱ μέντοι Κατε‐ λάνοι ἀναθαρσήσαντες πρὸς τὰ δρώμενα παντοδαποῖς κυκλωσά‐ μενοι βέλεσιν τούτους μὲν ἅπαντας ἄρδην κατέσφαξαν· κἄπειτα
20εὐθὺς ἐκεῖθεν ἐξιππασάμενοι τοὺς φεύγοντας κατόπιν ἐδίωκον ἄχρι Θηβῶν τε καὶ Ἀθηνῶν· ἃς δὴ καὶ ἀπροσδοκήτως ἐπεισπε‐ σόντες ῥᾷστα χειροῦνται αὐτοῖς χρήμασι καὶ αὐταῖς γυναιξί τε καὶ τέκνοις. οὕτω τοίνυν ὥσπερ ἐν κύβοις ἐξαίφνης μεταπεσούσης τῆς ἀρχῆς ἐγκρατεῖς οἱ Κατελάνοι γενόμενοι τῆς τε μακρᾶς πλά‐
25νης ἀπήλλαξαν ἑαυτοὺς καὶ ἀεὶ πρὸς τὸ πλέον ἠρέμα τοὺς ὅρους

1

.

254

οὐ λήγουσιν ἄχρι καὶ τήμερον αὔξοντες ἧς ἔσχον αὐθεντίας. ἀλλὰ τὰ μὲν περὶ τῶν Κατελάνων οὕτως ἔσχεν. ηʹ. Οἱ δὲ Τοῦρκοι μετὰ τὸ διαστῆναι τῶν Κατελάνων εἰς δύο σχίζονται μοίρας· καὶ οἱ μὲν τῷ Χαλὴλ, οἱ δὲ τῷ Μελὴκ
5ἕπονται. ὁ μὲν γὰρ Μελὴκ ἐπειδὴ τῷ θείῳ βαπτίσματι πρότερον τελεσθεὶς μετὰ τῶν περὶ αὐτὸν καὶ πρός γε ἱκανοὺς τοὺς μισθοὺς ἀπολαμβάνων παρὰ τοῦ βασιλέως, ἔπειτα τούς τε πρὸς αὐτὸν ἠθετηκὼς ὅρκους καὶ ἀποστέρξας τοὺς τῆς εὐσεβείας θεσμούς τε καὶ νόμους πρὸς τοὺς τῶν Ῥωμαίων ἐχθροὺς ηὐτομόλησεν, ἀνέλ‐
10πιστον τὸ παράπαν ἐνόμιζε τὴν πρὸς Ῥωμαίους ἤδη φιλίαν. ἐν‐ τεῦθεν εἵλετο μᾶλλον προσιέναι καλοῦντι τῷ Κράλῃ Σερβίας, ἢ Ῥωμαίοις εἰς ὄψιν ἐλθεῖν· καὶ ἀπελθὼν ἅμα χιλίοις ἱππεῦσι καὶ πεντακοσίοις πεζοῖς τά τε ὅπλα ἔθεντο καὶ τὴν ἵππον πᾶσαν παρέ‐ δοσαν τῷ Κράλῃ Σερβίας κελεύσαντι, καὶ ἰδιωτικόν τινα ζῇν
15προσετάχθησαν βίον, πλὴν ἐν μόνῳ πολέμου καὶ χρείας τοιαύτης καιρῷ τὰ ὅπλα λαμβάνοντας, ὅσους ἂν ἐπιτάξειεν αὐτὸς, ἕπεσθαι τῷ τῶν Τριβαλλῶν στρατεύματι. (Β.) Ὁ δὲ Χαλὴλ περιμείνας ἐν Μακεδονίᾳ μετὰ τριακοσίων καὶ χιλίων ἱππέων καὶ πεζῶν ὀκτα‐ κοσίων ἐζήτει σπείσασθαι Ῥωμαίοις ἐπὶ δυοῖν, ἵνα τε τὰ περὶ τὴν
20Χριστούπολιν ἀφεθεῖεν στενὰ διελθεῖν, καὶ ἵνα Ῥωμαϊκαῖς ναυσὶ διαπεραιωσάμενοι τὸν Ἑλλησπόντιον πορθμὸν ἀπέλθωσιν ἐς τὰ οἴκοι μετὰ τῆς λείας ἧς ἐπεφέροντο πάσης. ταύτης δὴ τῆς πρε‐
σβείας ἀκηκοὼς ὁ βασιλεὺς καὶ ἀναμνησθεὶς ὅσην καὶ οἵαν ἐπή‐

1

.

255

γαγον τὴν φθορὰν τῇ τῶν Ῥωμαίων ἐπικρατείᾳ, ὥσπερ τι βαρύτατον ἄχθος ὅσον τάχος ἀποφορτίσασθαι τούτους ἐβούλετο. καὶ μέντοι καὶ ἀποστείλας εὐθὺς τῶν τότε στρατηγῶν τὸν προὔχοντα τὸν Σεναχη‐ ρεὶμ, μέγαν στρατοπεδάρχην τηνικαῦτα τυγχάνοντα μετὰ τρισχιλίων
5ἱππέων, διεβίβαζεν αὐτοὺς ἐκ Μακεδονίας εἰς Θρᾴκην ἄχρι τοῦ Ἑλ‐ λησπόντου. ἐνταυθοῖ δὲ τοῖς στρατιώταις καὶ στρατηγοῖς τῶν Ῥω‐ μαίων θεασαμένοις τὸ πλῆθος τῆς τε ἵππου καὶ τῶν χρημάτων καὶ τῆς ἄλλης πάσης καὶ παντοίας λείας, ὅπερ ἔχοντες ἐκ Ῥωμαίων ἔμελ‐ λον οἱ ἐχθροὶ διαβαίνειν ἐς τὴν Ἀσίαν, ἄτοπον ἔδοξεν ἑκουσίοις τοῦτο
10γενέσθαι αὐτοῖς. εἴτε γοῦν οἶκτον τῶν Ῥωμαϊκῶν σχόντες πρα‐ γμάτων, εἴτε κέρδους καὶ λημμάτων παραχθέντες ἐλπίδι πρὸς ἀλλοτρίους τῶν συνθηκῶν τε καὶ σπονδῶν ἐβάδισαν λογισμοὺς, οὔτε ναῦς ἐδίδουν, αἳ πρὸς Ἀσίαν αὐτοὺς διαβιβάζειν ἔμελλον, καὶ νυκτὸς ἐπιθέσθαι σφίσιν ἐσκέψαντο. (Γ.) Τοῦτο τοὺς
15Τούρκους οὐκ ἐλελήθει. διὸ καὶ τὸν τόπον ἀμείψαντες παρε‐ σκευάζοντο δέξασθαι τὴν Ῥωμαίων μάχην· μᾶλλον δὲ δραμόντες αἱροῦσιν ἓν τῶν παρακειμένων φρουρίων, κἀκεῖθεν ὡς ἐξ ὁρμη‐ τηρίου πρὸς μάχας καὶ πολέμους ὡπλίζοντο. τοῦτο τὴν Ῥωμαίων μελέτην διέκοψε καὶ ὡς ποῤῥωτάτω τούτων αὐτοὺς στρατοπε‐
20δεύειν ἠνάγκασεν, ἕως ἂν καὶ βασιλεῖ ποιήσωνται δῆλον τὸ ξυμ‐ βεβηκός. καὶ μέντοι καὶ οὐκ ὀλίγος ἐν τούτοις ἐτρίβετο χρόνος, εἰωθὸς οὐκ οἶδ’ ὅπως τοῖς Ῥωμαίων ἄρχουσι ῥᾳθύμως χρῆσθαι τοῖς τῶν σπουδαίων πραγμάτων σκέμμασιν. ἐπὶ τούτοις ἀμελεῖν
οὐκ ἐνῆν τοῖς βαρβάροις, ἀλλὰ πέμψαντες ἐς Ἀσίαν πλείστην

1

.

256

ἐκ τῶν ὁμοφύλων βαρβάρων ἐν βραχεῖ διεπεραιώσαντο συμμα‐ χίαν. ὅθεν ἀεὶ παρεξιόντες καὶ αἰφνιδίους ἅμα καὶ ἀπροσδοκή‐ τους ἄλλοτε ἄλλοθεν ποιούμενοι τὰς ἐφόδους ἐδῄουν τὴν χώραν. (Δ.) Τοῖς γε μὴν τῶν Ῥωμαϊκῶν στρατευμάτων ἡγεμόσι τῶν
5ἀτοπωτάτων ἐδόκει, καθημένους ὁρᾷν δῃουμένην τὴν χώραν. διὸ πρὶν ἐπὶ μεῖζον ἀρθῆναι θράσους τοὺς πολεμίους καὶ πρὶν πλείονα τὴν ἀσθένειαν τοῖς Ῥωμαίων ἐπενεγκεῖν πράγμασι, δεῖν ἐνομίσθη τὸν βασιλέα Μιχαὴλ ἀναγκάσαντας ἅμα αὐτῷ πάντα στρατὸν συναθροῖσαί τε καὶ τὸ φρούριον ἐκπολιορκήσαντας διαφθεῖραι
10τοὺς πολεμίους. οὗ δὴ γενομένου πάντες στρατηγοὶ καὶ πάντα στρατεύματα περὶ τὸν βασιλέα ἠθροίζοντο. οὐ μόνον δὲ, ἀλλὰ καὶ ὅσοι δῆτα ἀγροῦ καὶ δικέλλης ἀπόζουσι, καὶ οὗτοι πάντες ἐκεῖ συνηλαύνοντο, δίκελλαν ἔχοντες ἕκαστος καὶ σκαπάνην ἐν ταῖν χεροῖν. οὐ γὰρ τοσοῦτον ὡς πολεμήσοντες ἀπῄεσαν, ὅσον ὡς ἐφ’
15ἑτοίμῃ τῇ θήρᾳ, συγκαταχώσοντες αὐτοῖς πολεμίοις αὐτὸ τὸ φρούριον. ὅθεν ἄραντες ἐπορεύοντο πρὸς τοὺς πολεμίους οἵ τε στρατηγοὶ καὶ ὁ στρατὸς σύν γε τῷ βασιλεῖ, πολὺν καὶ τὸν ἀγο‐ ραῖον ἐπισυρόμενοι καὶ ἀγρότην ὄχλον, καὶ ὅσοι σκαπάνης καὶ δικέλλης ἀπόζουσιν, οὐ μάλα ἄκοντας ἅπαντας. ὑπὸ γὰρ ἀπει‐
20ρίας οἱ πλεῖστοι ξυνελαυνόμενοι πρὸς ἐλπίδα μόνην τοῦ κέρδους ἑώρων· τοὺς δ’ ἐπὶ τούτοις κινδύνους λήθῃ μακρᾷ παραπέμπον‐ τες διετέλουν. (Ε.) Ὅσῳ μέντοι τοῖς πολεμίοις ἐνῆν ἐῤῥῶσθαι πρὸς αὐθαιρέτους κινδύνους διά τε δὴ τὸ ἐν πολεμίᾳ περικεκλεῖ‐
σθαι γῇ καὶ διὰ τὸ πλήθει στρατοῦ πολλῷ τῶν ἀντιπαραταττο‐

1

.

257

μένων ἡττᾶσθαι, τοσούτῳ Ῥωμαίοις ξυνέβαινε περιφρονοῦντας ἰέναι ἐπ’ αὐτοὺς καὶ ἀμελοῦντας τῶν τακτικῶν διὰ τὸ πολὺ τῶν πολεμίων ὅπλοις καὶ πλήθεσιν ὑπερέχειν· μὴ ξυνιεῖσιν, ὡς ἔοικεν, ὡς οὐκ ἔστιν οὐδὲν τῶν ἐν κόσμῳ πραγμάτων βέβαιόν τε καὶ
5ἀσφαλὲς, ἀλλὰ παίγνιον θεοῦ τὰ ἀνθρώπινα κατὰ Πλάτωνα καὶ ἀδήλως πάντ’ ἄνω καὶ κάτω περιχωρεῖ καὶ ἐναλλὰξ ἀτέκμαρ‐ τον πορεύεται δρόμον. ταῦτ’ ἄρα καὶ οἱ πολέμιοι πρότερον ἀπὸ μόνης τῆς φήμης τὰ τῶν Ῥωμαίων δεδιότες στρατεύματα καὶ τοῖς τεθνηκόσι μᾶλλον ἢ τοῖς ζῶσι συγκαταλέγοντες ἑαυτοὺς νῦν
10τὴν οὐκ ἐν τάξει τούτων θεασάμενοι κίνησιν, θαρσαλεώτεροι σφόδρα γίνονται πρὸς τὴν μάχην· καὶ συναγαγόντες ἅπαντα χρή‐ ματα καὶ γυναῖκας, καὶ ὅσα μὴ πρὸς τὸν προκείμενον ἦσαν χρή‐ σιμα πόλεμον, ἐντὸς ἠσφαλίσαντο τῶν τε χαρακωμάτων καὶ τάφρων, ἃ φθάσαντες καλῶς προπαρεσκευάσαντο πρὸς οἰκείαν ἀσφάλειαν.
15αὐτοὶ δὲ τοὺς ἐπιλέκτους ἱππέας ἀναλαβόμενοι καὶ ὁπλισθέντες λαμπρῶς οὐ πλείους τῶν ἑπτακοσίων τυγχάνοντες ἐξαίφνης πρὸς τὴν τοῦ βασιλέως διεκθέουσι σημαίαν οὔτ’ ἐν ἀσφαλεῖ τοῦ τόπου σταθεῖσαν, οὔτε τῆς προσηκούσης δυνάμεώς τε καὶ εὐταξίας ἠξιω‐ μένην. (ϛʹ.) Πρὸς δὴ τὸν οὕτως αἰφνίδιον δρόμον τῶν πολεμίων
20θορυβηθέντες πρῶτον ὁ συρφετώδης ἐκεῖνος καὶ ἀγρότης ὄχλος πρὸς ἄσχετον ἔβλεψαν παρευθὺς τὴν φυγήν· ἔπειτα κατ’ ὀλίγους ἕτεροι διελύοντο· καὶ τέλος τραπόμενοι πάντες δίχα πολεμικοῦ κρότου ἔφευγον ἀμεταστρεπτί. βουλόμενος δ’ ὁ βασιλεὺς πρὸς τάξιν ἀθροίζειν τὸ στράτευμα εὕρισκε τῶν πάντων οὐδένα τὸν
25ἀκροώμενον· καὶ ἀπαγορεύσας ᾔει τὴν αὐτὴν καὶ αὐτὸς λύπης

1

.

258

καὶ δακρύων μεστὸς, ἔκτισιν εἶναι ταῦτα σαφῆ διαλογιζόμενος ἐκ θεοῦ παλαιῶν τε καὶ νέων ἁμαρτημάτων. οἱ δὲ πλείους τῶν στρατηγῶν αἰσχυνθέντες τὴν οὐκ ἐν τάξει φυγὴν ἐκαρτέρουν μέχρι τινὸς ἀντεχόμενοι καὶ περισπῶντες εἰς τὸν ἑαυτῶν πόλεμον τοὺς
5βαρβάρους καὶ οἷον ἀναστέλλοντες αὐτοὺς, μὴ διώκειν τοὺς φεύ‐ γοντας τῶν Ῥωμαίων, μηδ’ αὐτὸν δὴ τὸν βασιλέα. τέλος δὲ κυκλωθέντες ὑπὸ τῶν πολεμίων πάντων ἀθροισθέντων ὁμοῦ παρέ‐ δοσαν ἑαυτούς. οἱ δὲ πολέμιοι τούτους τε ἐν δεσμοῖς ἠσφαλί‐ σαντο καὶ τὰ βασιλικὰ διενείμαντο χρήματα, καὶ ὅσα τῶν βασι‐
10λικῶν παρασήμων ἐν τῇ τοῦ βασιλέως ἦσαν σκηνῇ· μεθ’ ὧν ἦν καὶ ἡ βασιλικὴ καλύπτρα, κεκοσμημένη συνήθως τῷ τε λίθῳ καὶ ταῖς τῶν μαργάρων σειραῖς· ἣν δὴ καὶ τῇ ἑαυτοῦ κεφαλῇ τὸν Χαλὴλ ἐπιθέντα φασὶ σκωπτικούς τε καὶ εἴρωνας λόγους ἀφιέναι κατὰ τοῦ βασιλέως.
15 θʹ. Κατὰ τοῦτον τὸν χρόνον καὶ ὁ πατριάρχης Ἀθανάσιος τὸν πατριαρχικὸν παραιτησάμενος θρόνον ἡσύχασεν ἐν τοῖς περὶ τὸν Ξηρόλοφον κελλίοις αὐτοῦ. τὸ δ’ αἴτιον, ὅτι τινὲς τῶν πολὺ κατ’ αὐτοῦ βάρος τρεφόντων οὐκ ἀνεχόμενοι βλέπειν αὐτὸν ἐπὶ τοσοῦτον χρόνον τῆς πατριαρχικῆς περιωπῆς ἀπολαύοντα (ὄγδοον
20γὰρ ἔτος ἠνύετο τούτῳ τηνικαῦτα, ἀφ’ οὗ τὸ δεύτερον ἐς τὸν πατριαρχικὸν ἀνεβιβάσθη θρόνον) ἐπιβουλὴν ἐξαρτύουσι κατ’ αὐτοῦ μάλα φρικώδη καὶ ἀσεβείας μεστήν. ἐπεὶ γὰρ ἐκεῖνος ἔτι καὶ τὴν πατριαρχικὴν ἐξουσίαν ἔχων ἐν τοῖς περὶ τὸν Ξηρόλοφον
αὐτοῦ κελλίοις ὡς τὰ πολλὰ διέτριβε, κλέπτουσιν ἐκ τοῦ πατριαρ‐

1

.

259

χικοῦ θρόνου τὸ ὑποπόδιον αὐτοῦ· ὑφ’ ὃ τὴν θείαν εἰκόνα στη‐ λογραφοῦσι τοῦ σωτῆρος Χριστοῦ καὶ ἐφ’ ἑκάτερα ταύτης τόν τε βασιλέα Ἀνδρόνικον χαλινὸν ἐν τῷ στόματι φέροντα καὶ τὸν πατριάρχην Ἀθανάσιον ἕλκοντα τοῦτον ὥσπερ τις ἡνίοχος ἵππον.
5ἔπειτα οὕτως ἔχον τὸ ὑποπόδιον ἀπιόντες τιθέασιν ἔνθα καὶ πρό‐ τερον ἔκειτο, παρὰ τὸν πατριαρχικὸν δηλαδὴ θρόνον. ἔπειτα θεατρίζουσι τὸ δρᾶμά τινες θεασάμενοι παρ’ ἐλπίδα καὶ ὡς ἀσεβῆ τὸν πατριάρχην διαβάλλουσι πρὸς τὸν βασιλέα. ὁ μὲν δὴ βασι‐ λεὺς τοὺς διαβάλλοντας μεταπεμψάμενος καὶ αὐτοὺς ἀναμφιβόλως
10εἶναι συλλογισάμενος τοὺς τὸ ἀσεβὲς ἐκεῖνο καὶ ἄθεσμον δρᾶμα συσκευασαμένους εἱρκτῇ παραδίδωσι χαλεπωτάτῃ τε καὶ διηνεκεῖ. ὁ δὲ πατριάρχης δυσχεράνας, ὅτι μὴ πολλῷ μείζονι τούτους παρέδωκε τιμωρίᾳ, τὸν πατριαρχικὸν εὐθὺς παρῃτήσατο θρόνον. (Β.) Δύο δὲ μεταξὺ παρεῤῥυηκότων ἐνιαυτῶν εἶτα τὸν πατριαρ‐
15χικὸν διαδέχεται θρόνον Νίφων, ὁ τῆς Κυζίκου μητροπολίτης, τῷ βασιλικῷ θελήματι τῶν ἀρχιερέων εἰξάντων καὶ μεταστησάντων αὐτὸν ἐκ Κυζίκου πρὸς τὴν τῆς πατριαρχείας περιωπήν. ἦν δὲ ὁ ἀνὴρ πάντη μὲν ἀδαὴς τῆς ἔξω παιδείας, οὐχ ὡς τὰ πολλὰ δὲ, καὶ τῆς θειοτέρας, ὡς μηδ’ οἰκείᾳ χειρὶ τὰ τῶν γραμμάτων στοιχεῖα
20γράφειν εἰδώς. ὅσον γὰρ ἄκρῳ δακτύλῳ ταύτης γευσάμενος ἠρ‐ κέσθη τῇ φύσει χρώμενος. σύνεσιν γὰρ πλουτῶν καὶ περίνοιαν φυσικὴν, εἰ καὶ πρὸς γραμμάτων ἀσχολίαν ταύτην ἐκίνει, τοῖς μάλιστα τῶν σοφῶν ἐξητάζετ’ ἄν. ἀλλὰ φθάσας τῶν χρημάτων ὁ πόθος καὶ τῆς κοσμικῆς περιφανείας καὶ δόξης τὸ ἀπειρόκαλον
25ὅλην ἐς ταῦτα τὴν φυσικὴν ἐκείνην ἀπησχόλησε σύνεσιν καὶ περί‐

1

.

260

νοιαν, καὶ ὅλην ὥσπερ ἄμπωτις ἐξεῤῥόφησε τὴν νύκτωρ καὶ μεθ’ ἡμέραν μελέτην αὐτοῦ. καὶ ἦν ἐμπειρότατος διὰ ταῦτα πρὸς πᾶ‐ σαν βιωτικῶν πραγμάτων ἐπιστασίαν, ἔς τε φυτηκομίας δηλαδὴ καὶ ἀμπελώνων ἐργασίας εὐκαίρους καὶ οἴκων παντοίων οἰκοδομὰς
5καὶ, ἁπλῶς εἰπεῖν, ὅσα τοὺς σιτῶνας καὶ τῶν οἴνων τὰς ἀποθή‐ κας καὶ τὰ βαλάντια ῥήγνυσι, μείζω τῶν ὄντων ἀπαιτοῦντα καθ’ ἕκαστον τῶν ἐνιαυτῶν. ἐῶ λέγειν ἐνδυμάτων βλακείαν καὶ ἵππων ἀγερώχων καὶ ὑψαυχένων κτήσεις καὶ τραπέζης ὅσα θωπεύει τὸ σῶμα, καὶ μήτε ὕλης πάχος ἐντίθησι, μήτε τὸ εὔχρουν ἀπα‐
10γορεύει. ἐδίδου γὰρ καὶ τῇ γυναικωνίτιδι καιρὸν ἀσχολίας οὐ ῥᾴθυμόν τινα καὶ κατὰ τὸ ἐπίσης ἐνδεχόμενον, ἀλλ’ ἀναγκαῖον καὶ, ὡς εἰπεῖν, ἀπαραίτητον. ὁ δὲ τοιοῦτος τρόπος παρέπεισε τοῦτον καὶ τὴν ἐπιτροπὴν καὶ διοίκησιν ὕστερον τῶν γυναικείων πραγμάτων καὶ κτημάτων ὑπελθεῖν, λέγω δὴ τῶν δύο παρθε‐
15νώνων, τοῦ τε Περτζὲ καλουμένου καὶ Κραταιοῦ, ἵνα ἅμα μὲν ἐκ τῶν προσόδων ἔστιν ἃ σφετερίζηται προφάσει τῶν οἰκοδομημά‐ των, ἅμα δὲ καὶ συχνοτέραν ἔχῃ ποιεῖσθαι τὴν ἐκεῖσε διατριβὴν μετά τινος γαύρου καὶ χλιδῶντος ἤθους. οὗτος ὁπόσους εὐδοκι‐ μήσει χρωμένους ἑώρα φύσεως ἢ τέχνης ἡστινοσοῦν, ὁπόσαι πρὸς
20ἀρέσκειαν καὶ κοινῇ τοῖς πᾶσι καὶ ἰδίᾳ τοῖς βασιλεῦσι πεφύκασι,

1

.

261

φίλος εἶναι σφῶν ὑπεκρίνετο μὲν ἔς γε τὸ φαινόμενον· κρύφα δ’ ἤχθετο πᾶσι καὶ βάσκανον ἔτρεφεν ὀφθαλμόν τε καὶ γνώμην κατ’ αὐτῶν· καὶ λάθρα προσιὼν ἀεὶ τοῦ βασιλέως ὑπορύττειν οὐκ ὤκνει τὰς ἀκοὰς, ἄλλοτε ἄλλοις λοιδορούμενος παραπλήσιον
5ποιῶν τῷ ὄφει τῷ Λιβυκῷ. γίνεσθαι γάρ φασι παρὰ τοῖς Λίβυ‐ σιν ὄφιν ἐχίδνῃ παρόμοιον, ὃς πολὺν ἐπιχεάμενος ψάμμον, ὡς μὴ θεῷτο τοῖς παριοῦσι, μόνον ἀνεῳγμένον ἔξω που τῆς ψάμμου τὸ στόμα μετὰ τῆς γλώττης ἀφίησι τοῖς παριοῦσιν ἀπροσδόκητον ὄλεθρον. (Γ.) Ἕν τι μόνον ἔδοξε τῷ βασιλεῖ συμβουλεύσειν
10χρηστὸν καὶ τοῦτο δ’ οὐ τὸν οἰκεῖον ἐνδεικνύμενος τρόπον· ἀλλὰ τὴν τοῦ βασιλέως ἐς τοῦτο διάπυρον ξυννενοηκὼς ὁρμὴν συνερ‐ γὸς ἔδοξεν ἐς τὸ βούλευμα καὶ αὐτός. συνήργησε γὰρ τῷ τοῦ βασιλέως δόγματι ἐς τὸ δέξασθαι τοὺς Ἀρσενιάτας ἅπαξ τῆς καθολικῆς τοῦ θεοῦ ἐκκλησίας ἀποῤῥαγέντας διὰ κενοδοξίαν, ἵνα
15μὴ αὐτοί τε τὸν ψυχικὸν κατὰ διαδοχὴν κινδυνεύσωσι θάνατον καὶ ἅμα ἄλλους ἐξαπατῶντες ἐς τὸν αὐτὸν συνελαύνωσιν ὄλεθρον. τοῦ δὴ βασιλέως εἴξαντος ταῖς πατριαρχικαῖς συμβουλαῖς οὑτωσὶ, ἅτ’ ἐκ πολλοῦ καὶ αὐτοῦ τουτὶ βουλομένου, συναθροίζονται πολλοὶ πολλαχόθεν ὥσπερ ἐκ πετρῶν καὶ βάτων αὐθήμεροι βλαστάνον‐
20τες Γίγαντες, ῥάκη μὲν περικείμενοι διεῤῥωγότα, πλεῖστον δ’ ἐν τοῖς τῆς καρδίας μυχοῖς τὸν τῆς κενοδοξίας καλύπτοντες ὄγκον. καὶ δὴ βαρέα τινὰ καὶ τὴν ἀκοὴν οὐ μετρίως κνίζοντα προβάλ‐
λονται τὰ ζητήματα, ἵν’ ἐς τοὺς πολλοὺς ἐμφανίσωσι δῆθεν οὐκ

1

.

262

ἀναιτίως ἑαυτοὺς σχιζομένους. πρῶτον μὲν, ἵνα δηλαδὴ τὸ τοῦ πατριαρχεύσαντος Ἀρσενίου λείψανον ἐκ τῆς τοῦ ἁγίου Ἀνδρέου μονῆς ἐντίμως ἀνειληφότες ἐν τῷ μεγίστῳ τῆς τοῦ θεοῦ Σοφίας νεῷ μεταθῶσι. δεύτερον, ἵνα καθαρτικῷ τινι καθυποβληθῶσιν
5ἐπιτιμίῳ τὰ γένη τῶν ἱερέων, ἀργίαν δηλονότι τῆς ἱερουργίας ἐφ’ ἡμέραις τεσσαράκοντα. τρίτον, ἵνα νηστείαις καὶ γονυκλι‐ σίαις ἐπὶ ῥητοῖς καὶ ὁ κοινὸς ἅπας λαὸς καθαρθῶσι· καὶ ἐπὶ τούτοις ἕτερα τῆς ὁμοίας ἀπονοίας ἐχόμενα, ἃ πάντα διὰ τὸ τῆς εἰρήνης καὶ ὁμονοίας καλὸν σπεύσας ὁ βασιλεὺς ἐκπεραίνει.
10(Δ.) Εἶθ’ ἑξῆς ὅσοι μὴ ἀξιώμασιν ἀναλόγοις τετίμηνται τῶν ἀπὸ τοῦ σχίσματος ἀθροισθέντων, προστασίαις δηλαδὴ μητρο‐ πόλεων, προστασίαις μοναστηρίων, παῤῥησίαις ἐν βασιλείοις, πορισμοῖς προσόδων ἐτησίων, οὗτοι δὴ πάντες μετὰ βραχὺ τῆς τοιαύτης ἀπεῤῥάγησαν ὁμονοίας καί εἰσι ταῖς προτέραις αὖθις
15ἐμμένοντες ἰδιοτροπίαις καὶ σχίσμασιν. ὁ δὲ πατριάρχης προτρα‐ πεὶς παρ’ αὐτῶν δὴ τῶν συνελθόντων Ἀρσενιατῶν ἀνῆλθεν ἐπὶ τοῦ ἄμβωνος, ἐνδεδυμένος τὴν ἱερατικὴν στολὴν, καὶ στὰς πρὸ τοῦ λειψάνου τοῦ Ἀρσενίου ἐξεφώνησεν ὡς ἐκ τοῦ Ἀρσενίου δῆθεν συγχώρησιν ἅπαντι τῷ λαῷ.
20 ιʹ. Ἐν τούτοις τοῖς χρόνοις μετὰ τὴν νίκην ἐκείνην θρασυν‐ θέντες ὅσον πλεῖστον ἐξῆν οἱ βάρβαροι μικροῦ πᾶσαν ἐδῄωσάν τε καὶ κάκιστα διέθηκαν τὴν περὶ τὴν Θρᾴκην τῶν Ῥωμαίων χώραν, ὡς μήτε ἀροτριᾷν, μήτε σπείρειν τῶν πόλεων ἐξιόντας δύνασθαι
Ῥωμαίους ἐφ’ ὅλοις ἔτεσι παρὰ βραχὺ δυσί. καὶ ἦσαν διὰ ταῦτα

1

.

263

λύπῃ βαθείᾳ καὶ παλαμναιοτάταις φροντίσι τὴν ἑαυτῶν οἱ βασι‐ λεῖς ψυχὴν κατατέμνοντες. τὴν μὲν γὰρ ἀπὸ τῶν Ῥωμαϊκῶν στρατευμάτων βοήθειαν ἀπεγνώκεσαν ἤδη τελέως, ξυνιέντες μὲν ὀψὲ θεομηνίαν τινὰ περὶ τούτοις ἐπιπολάζειν, τὰς δὲ τῆς θεο‐
5μηνίας αἰτίας οὐκ οἶδ’ ὅπως οὐ ξυνιέντες. καὶ ἦν αὐτοῖς ἡ πᾶσα μελέτη μισθοφορικήν τινα προσκαλέσασθαι συμμαχίαν ὁθενδή‐ ποτε. καὶ μέντοι καὶ ἐπὶ τούτοις ἐτρίβετο χρόνος οὐ μέτριος, ἀναλογιζομένων τὴν τῶν χρημάτων δαπάνην ἐσομένην μεγάλην καὶ οὐ μάλα τοι φορητὴν τῷ βασιλικῷ ταμιείῳ, χρημάτων εἴπερ
10ποτὲ νῦν μάλιστα σπανίζοντι διὰ τὴν τῆς χώρας κάκωσιν. ὅμως μέντοι τῆς ἀνάγκης ἠρεμεῖν ἥκιστα συγχωρούσης πέμπει πρὸς τὸν ἐπὶ θυγατρὶ γαμβρὸν, τὸν Κράλην λέγω Σερβίας, ὁ βασιλεὺς Ἀνδρόνικος συμμαχίαν μεταπεμπόμενος. (Β.) Ἀλλὰ πρὶν ἐκείνην ἐκεῖθεν ἀφικέσθαι τὴν συμμαχίαν, ὁ πάντα ποιῶν καὶ μετα‐
15σκευάζων πρὸς τὸ βέλτιον κύριος διανίστησι πρὸς ἀνδρικόν τινα ζῆλόν τινα τῶν εὐγενῶν τῆς συγκλήτου καὶ κατὰ γένος τῷ βασιλεῖ προσηκόντων, Φιλῆν τὸν Παλαιολόγον, ὃς καὶ τὴν πρωτοστρα‐ τορικὴν παρὰ βασιλέως ὕστερον παρειληφὼς ἦν βακτηρίαν. οὗτος οὖν περὶ τὰ βασίλεια διατρίβων ἀεὶ καὶ μάλα τοι πλείστην καρ‐
20πούμενος τὴν τοῦ βασιλέως εὐμένειαν διὰ τὸ τῆς γνώμης ἀκίβδη‐ λον καὶ διάπυρον πρὸς τὴν βασιλικὴν εὔνοιαν καὶ ἔτι τὸ τοῦ βίου σεμνὸν, ἀδαής τις ἐδόκει καὶ ἄπειρος τὰ πολέμια, ἅτε καὶ τὸ σῶμα κατὰ φύσιν ἔχων ἰσχνὸν καὶ τὰ πλεῖστα νοσηλευόμενον·
καὶ μάλισθ’ ὅτι καὶ μόναις ταῖς θειοτέραις μελέταις ἦν ἐνδιατρί‐

1

.

264

βων καὶ ναοῖς προσεδρεύων ὡς τὰ πολλὰ καὶ πλείστην αἰδῶ τοῖς ἱεροῖς τῶν πραγμάτων παρέχειν ἔργον ποιούμενος. οὗτος γὰρ βαρείαις φροντίσι κάτοχον θεασάμενος τὸν βασιλέα Ἀνδρόνικον ἔπαθε τὴν ψυχήν· καὶ προσελθὼν, „δός μοι,“ φησὶν, „εἰς τὰ
5τῶν Ῥωμαίων στρατόπεδα παρελθόντι βραχύν τινα στρατὸν ἀπολέξασθαι καὶ λοχαγοὺς καὶ ταξιάρχους, οὓς ἂν αὐτὸς ἐθέ‐ λοιμι, καὶ πρὸς τούτοις δαπάνην ἀνενδεῆ τῶν χρειωδῶν τῶν τε ὑποζυγίων καὶ αὐτῶν. αἱ γὰρ πρὸς θεὸν στεῤῥαί μου καὶ ἀῤῥα‐ γεῖς ἐλπίδες τὴν ἐμὴν ὑποτρέχουσαι περιθάλπουσι καρδίαν καί με
10πείθουσι διϊσχυρίζεσθαι, ὡς ὄψει με τὴν ταχίστην τρόπαια φέ‐ ροντα κατὰ τουτωνὶ τῶν βαρβάρων.“ (Γ.) Πείθεται τοῖς λεγο‐ μένοις ὁ βασιλεὺς ἐπειπὼν, ὡς δίκαια ποιῶν ὁ θεὸς οὐκ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ, οὐδ’ ἐν πλήθει ἰσχύος, ὡς αὐτὸς διὰ Δαβὶδ τοῦ προφήτου φησὶν, ἀλλ’ ἐν συντετριμμένῃ καρδίᾳ
15καὶ πνεύματι ταπεινώσεως. τῷ μὲν οὖν υἱῷ τῷ ἐμῷ καὶ βασιλεῖ Μιχαὴλ οἶμαι ἀπεχθανόμενος διὰ τὰ τῶν φυσάντων πλημμελή‐ ματα τὴν παρ’ ἑαυτοῦ συμμαχίαν οὐ δίδωσι· δώσει δ’ ἴσως τουτωῒ τῷ σεμνῷ τόν τε βίον καὶ τρόπον. τιμιωτέρα γὰρ παρὰ κυρίῳ σεμνότης καὶ βίος ἄληπτος ὑπὲρ δύναμιν ὅπλων. ἀπέ‐
20στρεψα γὰρ, φησὶ, καὶ εἶδον ὑπὸ τὸν ἥλιον, ὅτι οὐ τοῖς κού‐ φοις ὁ δρόμος, καὶ οὐ τοῖς δυνατοῖς ὁ πόλεμος, καί γε οὐ τῷ σοφῷ ὁ ἄρτος, καί γε οὐ τοῖς συνετοῖς ὁ πλοῦτος, καί γε οὐ τοῖς γινώσκουσιν ἡ χάρις· ὅτι καιρὸς καὶ ἀπάντημα συναντήσεται
πᾶσιν αὐτοῖς. καὶ μὲν δὴ πᾶσαν τούτου τὴν αἴτησιν ὁ βασιλεὺς

1

.

265

ἀσμένως ἀποπιμπλᾷ, χρήματά τε καὶ ὅπλα καὶ ἵππον ὅσην καὶ οἵαν ἐβούλετο δούς. (Δ.) Ἃ δὴ πάντα κατὰ γνώμην αὐτῷ γε‐ γονότα παρειληφὼς ὁ Φιλῆς πρῶτα μὲν φιλοφροσύναις καὶ δεξιώ‐ σεσι παντοδαπαῖς ἀναῤῥιπίζει τοὺς στρατιώτας ἐς φλόγα πολε‐
5μικῆς ὁρμῆς, χρήματά τε χαριζόμενος καὶ ἵππους καὶ ὅπλα καὶ ἐκπώματα· ἔστι δ’ ὅτε καὶ τὴν ἑαυτοῦ ζώνην λυσάμενος στρα‐ τιώτῃ χαρίζεται, ἄλλῳ δὲ τὸ ἑαυτοῦ παραξιφίδιον· ὁμοδίαιτός τε αὐτοῖς γίνεται καὶ ὁμόπνους, τιμάς τε αὐτοῖς ὑπισχνεῖται καὶ δωρεὰς οὐ μικρὰς μετὰ τὸν πόλεμον ἀναλόγους τοῖς ἀγῶσιν ἑκά‐
10στου· ἔπειτα πάσης ἀδικίας ἀφέξεσθαι παραινεῖ, ἱερεῦσί τε πλεῖστα διανέμει χρήματα δεήσεων ἕνεκα τῶν ὑπὲρ τοῦ στρατοῦ καὶ αὐτοῦ πρὸς θεόν. καὶ ἐπὶ τούτοις δεῖν ἔκρινε, πρὶν ἐξελθεῖν τῆς βασι‐ λευούσης, λάθρα τοὺς κατασκεψομένους τὰ τῶν πολεμίων στρα‐ τόπεδα πέμψαι, ὡς μὴ ἀτέκμαρτον ἔχοι τὴν κίνησιν. καὶ δὴ
15μαθὼν ὡς χιλίους πεζοὺς καὶ διακοσίους ἱππέας ὁ Χαλὴλ ἀπολε‐ ξάμενος πρότριτα πέπομφε, πάσας τὰς περὶ τὴν Βιζύην κατα‐ στρεψομένους χώρας καὶ πλείστην ἐκεῖθεν αὐτῷ τὴν λείαν κομί‐ σοντας, ἔξεισι τὴν ταχίστην βουλόμενος πρὶν ἐπανήκειν τοὺς πολεμίους συμμῖξαί σφισι περὶ τὴν ὁδὸν ἅμα τοῖς λαφύροις ἐπα‐
20νιοῦσι. (Ε.) Τριταῖος μὲν οὖν ἐκ τῶν τῆς βασιλευούσης ἄρας προαστείων ἀφικνεῖται περὶ ποταμὸν Ξηρόγυψον οὑτωσί πως ἐγχωρίως καλούμενον. ἔνθα καὶ ὁμαλὸς ὁ χῶρος ἦν καὶ πεδιὰς ἀρίστη πρός τε στρατοπεδείας καὶ συῤῥήξεις πολέμων. ἐνταῦθα
δὴ οὖν στρατοπεδευσάμενος διέταττε τὰς τάξεις, τοὺς ταξιάρ‐

1

.

266

χους, τοὺς λόχους, τοὺς λοχαγοὺς, τοὺς οὐραγοὺς, τὰς φάλαγ‐ γας, λόγοις τε μειλιχίοις συχνὰ παραθαῤῥύνων καὶ προπόσεσι δεξιούμενος καὶ πάντα ποιῶν ὅσα τόνον δίδωσι τῇ τῶν ἀνδρῶν προθυμίᾳ. δύο παρῆλθον ἡμέραι καὶ ἥκουσιν οἱ σκοποὶ περὶ
5μέσας νύκτας, ἐγγὺς εἶναι τοὺς πολεμίους ἀγγέλλοντες μετὰ πολ‐ λῶν τῶν λαφύρων ἐπανιόντας ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν καὶ νηπίων καὶ κτηνῶν. ἅμα δ’ ἡλίῳ καὶ οἱ πολέμιοι ἀναφαίνονται· καὶ πόῤῥωθεν καὶ αὐτοὶ τὰ τῶν πολεμίων ὁρῶσι στρατόπεδα τῇ λαμπρότητι τῶν ὅπλων ἀστράπτοντα. καὶ δὴ κατὰ χώραν στάν‐
10τες παρεσκευάζοντο πρὸς τὸν πόλεμον. καὶ πρῶτα μὲν τὰς ἁμά‐ ξας κατὰ κύκλον στήσαντες δεσμίους ἔνδον τοὺς αἰχμαλώτους εἰσάγουσιν ἅμα τοῖς ἄλλοις λαφύροις. ἔπειτα κόνιν χεάμενοι κατὰ κεφαλῆς καὶ χεῖρας πρὸς οὐρανὸν ἀνατείναντες ἀνελάβοντο τὰ ὅπλα. ἤδη δὲ καὶ τὸν Ῥωμαϊκὸν ὁρῶσι στρατὸν συντεταμένον
15ἰόντα κατ’ αὐτῶν καὶ κατόπιν τάς τε τῶν πεζῶν καὶ τῶν ἱππέων δυνάμεις ἰθύνοντα τὸν Φιλῆν καὶ λόγοις παντοίοις πρὸς πόλεμον παροξύνοντα. (ϛʹ.) Πρῶτος οὖν εἰσεπήδησεν. ἐς τὴν φάλαγγα τῶν βαρβάρων ὁ ταξίαρχος τοῦ δεξιοῦ κέρως μετὰ τῆς ἑπομένης αὐτῷ φάλαγγος· καὶ τρώσας καιρίαν τὸν ἀντιστάντα πολέμιον
20καταβάλλει τοῦ ἵππου καὶ ἐπ’ αὐτῷ ἕτερον· κἄπειτα τοῦ ἵππου βληθέντος αὐτῷ παρεκκλίνει τοῦ μεταιχμίου. τοῦτο διέσεισε πρὸς βραχὺ τὴν Ῥωμαίων φάλαγγα· καὶ ἀνεῤῥώσθησαν οἱ πολέμιοι καὶ ἀσήμῳ χρησάμενοι τῇ κλαγγῇ καὶ βοῇ πρὸς δίωξιν ὥρμησαν.
ἀλλὰ φθάσας ὁ Φιλῆς περιῄει λόγοις καὶ παρακελεύσεσι θαῤῥύνων

1

.

267

τό,τε πεζὸν καὶ ὅσοι τῶν ἱππέων καὶ πολλοῖς ἔνθεν μὲν αὐτὸς ἐπιβοώμενος δάκρυσι τὴν θείαν ἐπικουρίαν, μὴ περιϊδεῖν κινδυ‐ νεύουσαν ἐν βραχεῖ τὴν ὅλην Ῥωμαίων ἡγεμονίαν, ἐκεῖθεν δ’ οἰμώζοντές τε καὶ ὀλολύζοντες τῶν αἰχμαλώτων τὰ πλήθη καὶ
5θερμοῖς στεναγμοῖς τε καὶ δάκρυσι τὴν ἄνωθεν δεξιὰν ἐπικαλού‐ μενοι σύμμαχον. τότε τοίνυν αἱ μὲν πεζικαὶ τῶν Ῥωμαίων δυνά‐ μεις εἰς χεῖρας ἰόντες τοῖς τῶν βαρβάρων πεζοῖς ἐκ τοῦ σύνεγγυς ἔβαλλόν τε καὶ ἐβάλλοντο, ἔκοπτόν τε καὶ ἐκόπτοντο· καὶ ἦν καρτερά τις καὶ βιαία τῶν πεζῶν ἡ μάχη, λίαν εὐρώστως ἀμφο‐
10τέρων τῶν δυνάμεων ἀγωνιζομένων. τῶν δ’ ἱππέων τοὺς μὲν πλείστους κύκλῳ περιήγαγε τοῦ βαρβαρικοῦ στρατεύματος ὁ Φι‐ λῆς· ὁ δὲ τοὺς ἄριστα πεφραγμένους τοῖς ὅπλοις ἀναλαβὼν ῥήγνυσιν ἐκ πλευρᾶς τὴν ὅλην φάλαγγα τῶν βαρβάρων καὶ μέσος ἐλάσας ἐκλόνησέ τε καὶ συνεκύκησε κράτιστα ταύτην, ὡς μηκέτι
15δύνασθαι τοὺς βαρβάρους συστῆναί τε καὶ γνῶναι τὸ ποιητέον, οὕτω πανταχόθεν περιστοιχισθέντας καὶ ἀφειδῶς κοπτομένους. καὶ μὲν δὴ πλὴν ὀλίγων ἱππέων ἅπαντας ἐκεῖ κατασφάξαντες ἔπειτα ἐπισπεύδουσι τὴν πορείαν, ἐξιππασάμενοι μέχρι τῶν εἰσόδων τῆς Χεῤῥονήσου, ἵνα ἐντὸς ὡς ἐν δικτύῳ συγκλείσαντες τοὺς λοιποὺς
20τῶν βαρβάρων εὐεπιχείρητον τὴν τούτων ἀπώλειαν τοῦ λοιποῦ διαπράξωνται. (Ζ.) Φθάσαντες οὖν ἐνταῦθα στρατοπεδεύουσι τοῖς τε ἐπινικίοις τρυφῶντες καὶ ταῖς ἐκ βασιλέως τιμαῖς τε καὶ δωρεαῖς. πέμπει δὲ καὶ πέντε τριήρεις ὁ βασιλεὺς εὐθὺς, ἵνα
παραπλέουσαι τὸν Ἑλλήσποντον παραφυλάττωσι, μὴ λάθῃ παρὰ

1

.

268

τῶν ἀντιπέρας βαρβάρων ἐληλυθυῖα δύναμις τῷ Χαλήλ. τούτων οὕτως ἐχόντων ἥκει καὶ ἡ πάλαι κληθεῖσα τῶν Τριβαλλῶν συμ‐ μαχία, λογάδες ἱππεῖς δισχίλιοι. ἥκει δ’ ἐπὶ τούτοις καὶ ὁ τῶν ἐν τοῖς Γαλάτου Λατίνων ποτεστάτος παρὰ τὸν Ἑλλήσποντον,
5αὐτόκλητος Ῥωμαίοις σύμμαχος, τριήρεις ἔχων ὀκτὼ καὶ τειχο‐ μαχικὰ μηχανήματα. καὶ δὴ προσελάσαντες ἔνθεν μὲν τὰ Ῥω‐ μαίων καὶ Τριβαλλῶν στρατεύματα, ἐκεῖθεν δὲ τὰ ἐκ τῶν τριή‐ ρων, μεμερισμένως κατὰ γένη καὶ φυλὰς πηγνύουσι τὰ στρατό‐ πεδα κύκλῳ τοῦ ἄστεως καὶ τῶν τάφρων, ἐν οἷς τὴν δίαιταν
10εἶχον οἱ βάρβαροι. οἱ μέντοι Ῥωμαῖοί τε καὶ οἱ Λατῖνοι δεξιῶς ἔχοντες πρὸς τειχομαχίαν καὶ πολιορκίαν περιϊστῶσι παντοῖα καὶ ἰσχυρὰ μηχανήματα, δι’ ὧν πλήθη λίθων ἐῤῥίπτουν, καὶ πολὺν ἐπῆγον τὸν ὄλεθρον τοῖς τε ὑποζυγίοις τῶν βαρβάρων καὶ αὐ‐ τοῖς· καὶ τοῦτο νύκτωρ καὶ μεθ’ ἡμέραν ποιοῦντες οὐκ ἔληγον.
15(Η.) Τοῖς δὲ βαρβάροις πρὸ ὀφθαλμῶν ἤδη τὸν ὄλεθρον βλέ‐ πουσιν ἑαυτῶν, καὶ μὴ ἔχουσιν ὅθεν διαφύγοιεν διὰ τὸ πανταχόθεν πολλοῖς κεκυκλῶσθαι στρατεύμασιν, ἔδοξε διακυβεῦσαι τὸ ζῇν οὑτωσί. ἔδοξε γὰρ λάθρα καὶ νύκτωρ ἐπιθέσθαι τῷ Ῥωμαϊκῷ στρατῷ μᾶλλον ἢ τοῖς ἄλλοις, ἅτε ἐθάδες ὄντες νικᾷν αὐτοὺς
20καὶ ἅμα πεφοβημένους καὶ αὐτοὺς ὄντας ἐκ τῶν φθασάντων δυστυχημάτων· ἵνα διὰ τούτων ἴσως καὶ τὰ τῶν ἄλλων στρατό‐ πεδα θορυβήσαντες ἀνακωχὴν τῆς πολιορκίας ἐργάσωνται. ἀλλὰ τότε πρῶτον ᾔσθοντο σφαλερὰς ὑπολήψεις κατὰ Ῥωμαίων θρέ‐
ψαντες. οὐ γὰρ ἔλαθεν αὐτοὺς οὐδ’ ἡ πρώτη τῶν βαρβάρων

1

.

269

ὁρμὴ ὡπλισμένους καὶ ἐγρηγορότας καὶ συχναῖς φυλακαῖς ἀμοι‐ βαδὸν τὴν νύκτα παραμετροῦντας. διὰ δὴ τοῦτο καὶ ὡς πύργῳ στεῤῥῷ προσβαλόντες ἀπεκρούσθησαν καὶ ὑπέστρεψαν αἴσχιστα. οὐ μὴν μέχρι τούτου γε στῆναι ἐγνώκεσαν· ἀλλὰ σφόδρα τῇ
5πολιορκίᾳ πιεζομένοις ἔδοξεν αὖθις πεῖραν λαβεῖν καὶ τῶν Τρι‐ βαλλῶν. ἀλλὰ τὰ ὅμοια καὶ παρὰ σφῶν πεπονθότες πρὸς τὰς ἐσχατιὰς ἤδη τῆς ἀπογνώσεως ἦσαν σκηνοβατοῦντες. (Θ.) Καὶ δὴ τῇ ὑστεραίᾳ περὶ μέσας νύκτας τὰ ὅπλα ῥίψαντες αὐτομολοῦσι πρὸς τὰς τριήρεις βρίθουσι κόλποις καὶ βαλαντίοις. τοῖς γὰρ
10Λατίνοις μόνοις τὴν ἑαυτῶν ἐθάῤῥησαν φυλακὴν, μηδὲν ἐλπί‐ σαντες πείσεσθαι δεινὸν ὑπ’ αὐτῶν, ἅτε μηδὲν μηδ’ αὐτοὶ δεινὸν κατ’ αὐτῶν ἐργασάμενοι πρότερον. ἀλλὰ τῆς νυκτὸς ἐκείνης ἀσε‐ λήνου καὶ ζοφερᾶς τυγχανούσης ἔλαθον ὑπ’ ἀγνοίας οἱ πλείους αὐτῶν παρὰ τὰς τῶν Ῥωμαίων τριήρεις καταφυγόντες, καὶ
15καπνὸν φεύγοντες εἰς πῦρ ἐμπεπτώκασι, τὰς τῶν Ῥωμαίων δη‐ λαδὴ χεῖρας, ὑφ’ ὧν τά τε χρήματα ἀφῃρέθησαν τὴν ταχίστην καὶ αὐτοὶ κατεκόπησαν ἀφειδῶς. οἱ δὲ Λατῖνοι τοὺς καταφεύγον‐ τας εἰς αὐτοὺς πάντας μὲν οὐκ ἀνεῖλον, ἀλλὰ μόνους τοὺς πλεῖστα κομίσαντας χρήματα διὰ τὸ ἀνέκφορα μεῖναι καὶ μὴ γνωσθέντα
20ζητεῖσθαι παρὰ Ῥωμαίων. τοὺς δὲ λοιποὺς τότε μὲν ζῶντας ἐτή‐ ρησαν ἐν δεσμοῖς· ἔπειτα τοὺς μὲν ἐξ αὐτῶν ἐκόμισαν τῷ βασιλεῖ, τοὺς δὲ πρὸς δουλείαν ἑαυτῶν διενείμαντο. ἀλλὰ ταῦτα μὲν τοῦ‐ τον ἔσχε τὸν τρόπον.
ιαʹ. Ἐς δὲ τοὐπιὸν ἔτος ἐκβάλλεται καὶ Νίφων τοῦ πατριαρ‐

1

.

270

χικοῦ θρόνου, αἰτίαν εἰληφὼς πολλαπλῆς καὶ πολυειδοῦς ἱερο‐ συλίας καὶ χρημάτων ἔρωτος ἄδικόν τε καὶ μὴ πάνυ τῷ πατριαρ‐ χικῷ προσήκοντα θρόνῳ τὸν πορισμὸν ἐφευρίσκοντος. καὶ ἀπελθὼν οἰκητήριον ἐποιήσατο τὸ πρὸς θάλασσαν τετραμμένον μέρος τῆς
5Περιβλέπτου μονῆς. ἑνὸς δὲ μεταξὺ παραδραμόντος ἔτους ἐπὶ τὸν πατριαρχικὸν ἀνάγεται θρόνον Ἰωάννης ὁ Γλυκὺς, λογοθέτης ὢν τηνικαῦτα τοῦ δρόμου καὶ γυναῖκα ἔχων καὶ υἱοὺς καὶ θυγατέρας. ἦν δὲ ὁ ἀνὴρ σοφὸς ἐν τοῖς μάλιστα καὶ σφόδρα τῆς εὐγενοῦς ἐκείνης τῶν Ἀθηναίων ἠχοῦς εἴπερ τις ἐχόμενος καὶ τύπον ἐκεῖνον
10καὶ τρόπον καθάπερ τι θεῖον τηρῶν ἀρχέτυπον· συνέσεως δ’ ἐμβριθείᾳ καὶ γνώμῃ βουλευομένῃ τὰ δέοντα καὶ τρόπων σεμνό‐ τητι μακρῷ τῷ μέτρῳ πάντας νικῶν. διὰ ταῦτα δὴ καὶ τὸν πα‐ τριαρχικὸν θρόνον ἔπαθλον κατὰ τὸ προσῆκον λαμβάνει, τῆς γυναικὸς αὐτοῦ τὸ μοναχικὸν εὐθὺς ὑπελθούσης σχῆμα. καὶ αὐ‐
15τὸν μέντοι τὸ μοναχικὸν ὑπελθεῖν ὁρμήσαντα σχῆμα αἰδοῖ τοῦ θρόνου τῆς ὁρμῆς ἐπέσχεν ὁ βασιλεύς. χυμοῦ γάρ τινος διεφθο‐ ρότος οὐ πάνυ πρὸ πολλοῦ τὰ τούτου διαδραμόντος ἄρθρα, τα‐ κταῖς περιόδοις τοῦ ἔτους ἔπασχε τὰ δεινότατα, καὶ ἦν ἀνάγκη κατὰ τὰς τῶν ἰατρῶν κρίσεις κρέατι τοῦτον χρῆσθαι· καὶ διὰ
20τοῦτο δὴ τὸ μοναχικὸν ὑπελθεῖν οὐ συγκεχώρηται σχῆμα. τούτου τοῦ ἀνδρὸς ἀπολελαύκειν κἀγὼ, καθόσον πλεῖστον ἐξῆν, ἐν ταῖς νύκτωρ καὶ μεθ’ ἡμέραν σχολαῖς λογικαῖς αὐτῷ συγγινόμενος καὶ
πολλὴν τῆς ἐκείνου γλώττης τρυγῶν τὴν ὠφέλειαν· ὁπότε δὴ καὶ

1

.

271

παρ’ ἐμοὶ οἵ τε τῶν λόγων μάλα τοι ἤκμαζον ἔρωτες καὶ ἡ ἡλικία τὸν εἰκοστὸν παρήλλαττε χρόνον. (Β.) Ἦν γε μὴν τηνικαῦτα τῷ βασιλεῖ παραδυναστεύων καὶ πᾶσαν κατάστασιν ὅλοις μεσιτεύων τοῖς πράγμασιν ὁ Μετοχίτης Θεόδωρος, λογοθέτης ὢν τηνικαῦτα
5τοῦ γενικοῦ. τοσοῦτον δ’ αὐτῷ προσετετήκει καὶ οὕτως ὁ βασι‐ λεὺς αὐτοῦ γε ἐξήρτητο, ὥστ’ οὐδὲν ἦν αὐτῷ μικρὸν ἢ μέγα τῶν πάντων ἀπόῤῥητον πρὸς αὐτόν· ἀλλὰ πάντ’ ἐποίει βουλομένου καὶ τούτου, καὶ αὖθις οὐδὲν, ὃ μὴ τούτῳ πρὸς βουλήσεως ἦν. ἤδη δὲ καὶ γαμβρὸν ἐπὶ θυγατρὶ τὸν ἀδελφιδοῦν τούτῳ παρέ‐
10σχετο, Ἰωάννην φημὶ τὸν μονογενῆ τοῦ Πορφυρογεννήτου υἱόν· ὃν δὴ ζῶντος μὲν αὐτῷ τοῦ πατρὸς ἀπεστρέφετο δι’ ἔχθος τὸ πρὸς ἐκεῖνον· ἐκείνου δ’ ἀπαλλάξαντος ἐδέξατό τε καὶ ἐν τοῖς μάλιστα ἔστεργεν ἄρτι τὸν ἔφηβον παραλλάττοντα. ἐτετιμήκει δ’ αὐτὸν εὐθὺς καὶ τῷ τοῦ πανυπερσεβάστου ἀξιώματι, ὃ νῦν καὶ
15αὐτὸ διὰ τὴν πρὸς αὐτὸν στοργὴν ἐνδοξότερον ἢ πρότερον εἶχε πολλῷ κατεστήσατο. ἐνδύμασι γὰρ καὶ πεδίλοις αὐτοῦ καὶ ὅσα τὸν ἵππον τούτου κοσμεῖ κιῤῥοῖς τοῖς ἅπασι χρῆσθαι κεχάρισται, ἵν’ ᾖ διασημότατος ἐν τοῖς περὶ τὸν βασιλέα εὐγενέσι. τοῦτον τοί‐ νυν οὕτω πολλῆς ἀπολαύοντα τῆς βασιλικῆς εὐμενείας Θεοδώρῳ
20τῷ λογοθέτῃ γαμβρὸν ὁ βασιλεὺς ἐπὶ θυγατρὶ παρέσχετο, χαρι‐ ζόμενος δι’ ἅπερ ἐπλούτει καλὰ κἀγαθά. σώματος γὰρ μεγέθει καὶ μελῶν καὶ μερῶν συμμετρίᾳ καὶ ὀφθαλμῶν ἱλαρότητι πάντας εἷλκε πρὸς ἑαυτὸν ὀφθαλμούς. φύσεως δ’ εὐμοιρίᾳ πρὸς λόγους
καὶ καρτερίᾳ πρὸς πόνους καὶ μνήμης ὑγιείᾳ καὶ καθαρότητι σο‐

1

.

272

φίας ἁπάσης ἐς τὸ ἀκρότατον ἤλασεν. οὕτω δ’ εὔπορος ἦν ἅπαντα τοῖς ζητοῦσι παλαιά τε καὶ νέα προφέρειν ὡς ἐκ βιβλίου τῆς γλώτ‐ της, ὥστε μικρὰ ἢ οὐδὲν ἔδει βιβλίων τοῖς ὁμιλοῦσι. βιβλιοθήκη γὰρ ἦν ἔμψυχος οὗτος καὶ τῶν ζητουμένων πρόχειρος εὐπορία·
5οὕτω πάντας μακρῷ τῷ μέτρῳ παρέδραμεν, ὅσοι ποτὲ λόγων ἥψαντο. (Γ.) Ἕν τι μόνον ἴσως αὐτοῦ καταμέμψαιτό τις, ὅτι πρὸς οὐδένα τῶν πάλαι ῥητόρων ἀναφέρειν βεβούληται τοῦ τῆς αὐτοῦ γραφῆς χαρακτῆρος τὴν μίμησιν, οὐδ’ ἱλαρᾷ τινι καὶ μειδιώσῃ γλώσσῃ τὸ τῆς διανοίας παραμυθεῖσθαι ἐμβριθὲς, οὐδὲ
10τὸ τῆς φύσεως πάνυ τοι γόνιμον χαλινῷ τινι κατέχειν προτεθύ‐ μηται· ἀλλ’ ἰδιοτροπίᾳ τινὶ καὶ αὐτονομίᾳ φύσεως κατακολου‐ θήσας χειμῶνά τινα καὶ θάλατταν γλώττης προΐσχεται· κἀντεῦ‐ θεν ἀμύσσει καὶ κνίζει τῶν ἐπιόντων τὴν ἀκοὴν, καθάπερ τὴν τῶν τρυγώντων παλάμην ἡ περὶ τὸ ῥόδον ἄκανθα. ἔξεστι δὲ καὶ
15πᾶσι τοῖς βουλομένοις τεκμηριοῦσθαι τὴν τοῦ ἀνδρὸς ἐν τοῖς λό‐ γοις δύναμιν, ἐξ ὧν συνετετάχει πολλῶν τε καὶ πολλῆς καὶ ποι‐ κίλης γεμόντων τῆς ὠφελείας βιβλίων. ὃ δὲ πάντων μᾶλλον θαυμάζειν ἔχοι τις ἂν τοῦ ἀνδρὸς, ὅτι τοσούτου πρὸς τῶν κοι‐ νῶν πραγμάτων θορύβου καὶ κλύδωνος ἐπικειμένου καὶ φροντίδων
20ἄλλοτε ἄλλων ἐπικλυζόντων αὐτοῦ τὴν διάνοιαν, οὐδὲν ἦν ὃ τοῦ ἀναγινώσκειν καὶ γράφειν ἀπησχόλησε πώποτε· ἀλλ’ οὕτως εἶχε πρὸς ἄμφω δεξιῶς, ὥστ’ ἐκ πρωΐας μὲν ἐς ἑσπέραν ἐν βασιλείοις τὰ κοινὰ διοικῶν ἦν οὕτως ὁλοσχερῶς καὶ ξύν γε πολλῇ καὶ
ζεούσῃ τῇ προθυμίᾳ, ὥσπερ ἂν εἰ τῶν λόγων ἔξω παντάπασιν

1

.

273

ἐτύγχανεν· ὀψὲ δ’ αὖθις ἐκεῖθεν ἀπαλλαττόμενος οὕτως ὅλως τῶν λόγων ἐγίγνετο, ὥσπερ ἂν εἰ σχολαστικός τις ἦν καὶ τῶν πραγμάτων παντάπασιν ἐκτός. καὶ πλεῖστα δ’ ἕτερα περὶ τοῦδε λέγειν ἔχοντες τοῦ ἀνδρὸς ταμιεύσομεν ἐν τοῖς ἔμπροσθεν.
5 ιβʹ. Τῇ γε μὴν Εἰρήνῃ τῇ βασιλίσσῃ πλεῖστον ἐν Θεσσαλο‐ νίκῃ διατριψάσῃ χρόνον, δι’ ἃς ἔφαμεν αἰτίας, ἔδοξεν αὐτῇ κατὰ τούτους τοὺς χρόνους καὶ περὶ τὸ πολίχνιον ἀφικέσθαι τὴν Δράμαν, εἰωθὸς ὂν αὐτῇ καὶ πρότερον τοῦτο ποιεῖν θυμηδίας χάριν διὰ τὸ κόρου τῆς ἐν Θεσσαλονίκῃ προσεδρείας ὑποπίμπλα‐
10σθαι. ἔνθα δὴ γενομένην χαλεπὸς αὐτὴν πυρετὸς περιέσχε μετ’ οὐ πολὺ, ὃς δὴ καὶ ταχέως αὐτὴν ἐξ ἀνθρώπων πεποίηκεν. εἶτα ἐληλυθυίας καὶ τῆς Κραλαίνης ἐκ Τριβαλλῶν ἐπὶ τὸ τῆς μητρὸς πένθος διεκομίσθη τὸ λείψανον ἐν Κωνσταντινουπόλει καὶ ἐν τῇ τοῦ Παντοκράτορος ἐτέθη μονῇ. τὰ δὲ χρήματα αὐτῆς πάνυ τοι
15πλεῖστα τυγχάνοντα, ἃ μὲν δέδωκε τοῖς παισὶν αὐτῆς, ἃ δὲ πρὸς βοήθειαν ἠναλώκει τοῦ μεγίστου νεὼ τῆς τοῦ θεοῦ Σοφίας ὁ βασιλεύς. ἤκουσε γὰρ παρὰ τῶν δοκίμων οἰκοδόμων, ὡς τῷ μακρῷ χρόνῳ καμόντα συνίζησιν τὰ δύο αὐτοῦ ἐπεπόνθεσαν μέρη, τό,τε πρὸς ἄρκτους ὁρῶν καὶ ἔτι τὸ πρὸς ἀνατολὰς τετραμμέ‐
20νον, ἃ δὴ πτῶσιν ἀπειλοῦσι ταχεῖαν, εἰ μὴ συνεπιλάβοιτό τις. ὅθεν χιλιάδας νομισμάτων οὐκ ὀλίγας τοῖς οἰκοδόμοις ὁ βασιλεὺς δεδωκὼς ἐκ τῶν τῆς δεσποίνης χρημάτων, ὡς ἔφημεν, τὰς ὁρω‐ μένας ταύτας ἐκ βαθέων τῶν θεμελίων ἀνήγειρε πυραμίδας, δι’ ὧν
κράτιστα τὸν ἀπειλούμενον ἔστησε κίνδυνον. (Β.) Ἄξιον δ’ ἐν‐

1

.

274

ταῦθα γενομένοις δηλῶσαι τὴν γνώμην, ὁποία τοῦ βασιλέως ἐν τοῖς τοιούτοις. τῶν μὲν γὰρ ἄλλων βασιλέων ὁπόσοι θείους καὶ ἱεροὺς ἀνεγηγέρκασιν οἴκους φιλοτιμίᾳ τινὶ πρὸς τοῦτον ἠγέρθησαν τὸν σκοπὸν, καὶ ἦν οὐ πόῤῥω κενοδοξίας καὶ τύφου τινὸς ἡ τοι‐
5αύτη φιλοτιμία. ἔνθα δὲ τὰ τοιαῦτα ἐπιπολάζει, τὸ σεμνὸν ὑφαι‐ ρεῖταί πως τῆς πράξεως, καθάπερ μήλου ὥραν ὑφαιρεῖται σκώληξ ἐφεδρεύων. ὁ δὲ βασιλεὺς Ἀνδρόνικος οὗτος πολλῷ βέλτιον κρίνας τοὺς προϋπάρξαντας βελτιοῦν τε καὶ συνιστᾷν κατὰ τὸ εἰκὸς καὶ τοὺς ἐπιόντας ἐκ τοῦ χρόνου κινδύνους μετὰ τῆς προσηκούσης
10βοηθείας τε καὶ σπουδῆς ἀποκρούεσθαι, ἢ τοὺς μὲν ἀφιέναι πίπτειν, φιλοτιμεῖσθαι δ’ ἐκ βάθρων ἐγείρειν ἑτέρους, ἐν τούτῳ τὴν πᾶσαν ἐκένου σπουδὴν καὶ φιλοτιμίαν. ἐκεῖ μὲν γὰρ καὶ βα‐ σκανία τις ὑφέρπειν δοκεῖ, πείθουσα τῶν παλαιῶν τὰς οἰκοδομὰς καταπίπτειν ἐᾷν, ἵνα καὶ τῆς τῶν οἰκοδομησάντων μνήμης ὁμοῦ
15τοῖς οἰκοδομήμασι συναποῤῥεούσης καὶ συναποθνησκούσης μένῃ τὰ νέα συστήματα ἐν βαθείᾳ τῶν ἄλλων σιγῇ διατρανοῦντα τὴν μνήμην τοῦ ταῦτα συστήσαντος, καθάπερ οἱ νέοι βλαστοὶ τὴν τοῦ πρός γε τὸ παρὸν ἐπιστάντος ἔαρος χάριν καὶ δύναμιν. ἐν‐ ταῦθα δὲ λογισμὸς ἐμβριθὴς καὶ ἀῤῥεπὴς τὰ σκῆπτρα τῆς κρίσεως
20καὶ τοῦ βήματος εἰληφὼς κάθηται, μήτε τι κίβδηλον ἐπαγόμενος φρόνημα, καὶ ἅμα ὑπὸ θεῷ μάρτυρι τοῦ συνειδότος μετεωρίζων τὰς πλάστιγγας. (Γ.) Διὰ ταῦτα τοίνυν τῶν πάλαι ναῶν ὁ βασιλεὺς ἐπεμέλετο συνιστάς τε καὶ ὑπερείδων, καὶ ταῦτα πολλῷ
μείζονος τῆς τῶν χρημάτων δαπάνης αὐτῶν δεομένων, ἢ εἰ

1

.

275

νέους ἐγείρειν ἐβούλετο. καὶ ἵνα τὰ ἐν Ἀσίᾳ καὶ Εὐρώπῃ πολίχνια παραδραμὼν ὅσα τε ἐκαινούργησε καὶ ὅσα ἐκ βάθρων ἀνήγειρε μόνων τῶν ἐν Κωνσταντινουπόλει μνησθῶμεν ἔργων, ὁπόσα μέχρι καὶ ἐς τὴν τήμερον διὰ τῆς τοῦ τοιούτου βασιλέως συνί‐
5στανται προμηθείας· ἔστιν ὁ περὶ τὰς πύλας τοῦ Εὐγενίου μέγι‐ στος νεὼς τοῦ μεγάλου Παύλου· καὶ ἕτερος ὁ τῶν δώδεκα τοῦ Χριστοῦ μαθητῶν καὶ ἀποστόλων ὁμοῦ· καὶ τὰ τῆς Κωνσταντι‐ νουπόλεως τείχη ὅσα ἐκαινούργησε καὶ ὅσα ἐκ βάθρων ἀνήγειρε· καὶ τελευταῖον ὁ μέγιστος οὗτος καὶ περιβόητος τῆς τοῦ θεοῦ
10Σοφίας νεώς· ὃν δὴ καὶ ἔτι πλέον περιποιήσασθαι ἤθελε μὲν, ἀνέκοψε δ’ αὐτοῦ τὰ τοιαῦτα σκέμματα ὁ καθάπερ λαῖλαψ αἰφνί‐ διος ἐπελθὼν τῆς βασιλείας μερισμός τε καὶ σύγχυσις· περὶ ὧν λέξομεν ἐν τοῖς ἔμπροσθεν. (Δ.) Ἀλλ’ ἐκεῖνο μικροῦ με παρέ‐ δραμε. τοῦ πατριάρχου Ἰωάννου τοῦ Γλυκέος δεύτερον ἔτος
15ἄγοντος ἐπὶ τοῦ πατριαρχικοῦ θρόνου, κατὰ τὸ ἑξακισχιλιοστὸν ὀκτακοσιοστὸν εἰκοστὸν πέμπτον δηλαδὴ τῆς τοῦ κόσμου συστά‐ σεως ἔτος, ἀπαρκτίου βιαίου πνεύσαντος συνέβη πεσεῖν τὸν ἐπὶ τῆς χειρὸς τοῦ ἐπὶ τοῦ κίονος ἀνδριάντος χαλκοῦν σταυρόν· τοῦ‐ τον δὴ λέγω τὸν ἐν τοῖς προαυλίοις τοῦ μεγίστου νεὼ τῆς τοῦ
20θεοῦ Σοφίας ἱστάμενον. διὰ σπουδῆς τοίνυν ὅτι μεγίστης ἔθετο καὶ τοῦτον ἐπὶ τῆς προτέρας ἀναγαγεῖν στάσεως ὁ βασιλεύς. συ‐ χναῖς οὖν βαθμίσι ξυλίναις ἐκ τῆς βάσεως τὸν κίονα πάντα περι‐ λαβὼν ἀναπέμπει μέχρι τοῦ ἀνδριάντος· δι’ ὧν ἀνιόντες οἱ τῶν
τοιούτων αὐτουργοὶ εὑρίσκουσι πάντα τὸν σίδηρον, ὁπόσος ἔνθεν

1

.

276

κἀκεῖθεν ὑπήρειδε τὸν τοῦ ἀνδριάντος ἵππον ἐς βάθος δαπανη‐ θέντα τῷ ἰῷ· ὡς κινδυνεύειν ἐντεῦθεν ὅσον οὐδέπω πεσόντων τῶν ἐρεισμάτων συγκαταπεσεῖν καὶ τὸν ἀνδριάντα καὶ τὸ κάλ‐ λιστον ἀπολέσθαι τοῦτο θέαμα τῆς βασιλευούσης, ὃ μόνον ἐξ
5ὁμοίων καὶ ἰσοῤῥόπων μυρίων ἐλλέλειπται, διαφυγὸν τῶν τε πυρκαϊῶν τὰς ἐπιβουλὰς καὶ τὴν τῶν Λατίνων πλεονεξίαν· ἀνθ’ ὧν ἕτερα βελτίω τε καὶ στεῤῥότερα ὑποστήσαντες ἐρείσματα τῷ τοῦ ἀνδριάντος ἵππῳ τὸ ἀσφαλές τε καὶ ἄσειστον ἐχαρίσαντο. ἔπειτα καταγαγόντες καὶ τὸ ἐπὶ τῆς κεφαλῆς βασιλικὸν σύμβολον
10καὶ ἔτι τὴν ἐν τῇ χειρὶ σφαῖραν βαθύτερον περιήλασαν τὸν χρυσὸν καὶ τηλαυγέστερα κατεσκεύασαν. εἶτα τὸν κίονα πάντα ἄνωθεν μέχρι τῆς βάσεως τεθραυσμένην τὴν ἐπιφάνειαν ἔχοντα ὑπὸ τῆς τῶν ἥλων ἐκβολῆς, οὓς ἅμα τῷ τὸν κίονα πάλαι καλύπτοντι χαλκῷ περιέσπασαν οἱ Λατῖνοι, λειοκονίᾳ στεῤῥᾷ περιειλήφασι καὶ
15τὰ χάσματα πάντα συνέσφιγξάν τε καὶ συνεκάλυψαν. (Ε.) Ἐγὼ δὲ οὐκ ἄξιον εἶναι κρίνας τὴν διὰ πολλῶν ἤδη τῶν χρόνων ἐπὶ τὸν ἀνδριάντα συμβᾶσαν ἐφ’ ἡμῶν ταύτην ἄνοδον περιϊδεῖν, καὶ μὴ συναναβὰς τοῖς ἄλλοις οὕτω θαυμαστῆς ἀπολελαυκέναι τῆς θέας περιεργότερον, συνανῆλθον καὶ περιειργασάμην καὶ κατη‐
20ριθμησάμην πάντα καθ’ ἕν. καὶ τὸ μὲν τοῦ κίονος μῆκος ῥᾴδιον ἀεὶ τυγχάνον τοῖς βουλομένοις ἐκ τῆς σκιᾶς καταμετρεῖν ἄκαιρον ἐνομίσαμεν λέγειν ἐν τῷ παρόντι· ἃ δ’ οὐκ ἔξεστιν οὐδέσι τῶν
πάντων εἰπεῖν, ταῦθ’ ἡμεῖς αὐτόπται γενόμενοι λέξομεν ἀκριβῶς.

1

.

277

ἔστι τοίνυν ἡ μὲν περιφέρεια τῆς τοῦ ἀνδριάντος κεφαλῆς ὀρ‐ γυιὰ μία εὐμήκους ἀνδρός. τοσοῦτον δ’ ὁμοίως καὶ τὸ ἀπὸ τῶν ὤμων αὐτοῦ μέχρις ἄκρου τοῦ ἐπὶ τῆς κεφαλῆς βασιλικοῦ συμ‐ βόλου. τὸ δὲ μῆκος ἑκάστου δακτύλου τῶν τούτου χειρῶν σπιθα‐
5μιαῖον. τὸ δὲ μῆκος τῆς τοῦ ποδὸς αὐτοῦ βάσεως σπιθαμαὶ τρεῖς καὶ δίτριτον, εἴτουν τέσσαρες παρὰ τρίτον μιᾶς σπιθαμῆς. τὸ δὲ μῆκος τοῦ ἐπὶ τῆς σφαίρας σταυροῦ σπιθαμαὶ τέτταρες· τὸ δὲ πλάτος σπιθαμαὶ τρεῖς. τῆς δὲ σφαίρας τὸ χώρημα μέτρα πολιτικὰ τρία. τὸ δ’ ἐκ τοῦ στήθους τοῦ ἵππου μέχρι τοῦ οὐραίου
10ὀργυιαὶ τρεῖς. ὁμοίως καὶ τὸ πάχος τοῦ τραχήλου αὐτοῦ ὀργυιαὶ τρεῖς ἔγγιστα. τὸ δ’ ἐκ τοῦ ἄκρου τῆς ῥινὸς αὐτοῦ μέχρι τῶν ὤτων αὐτοῦ ὀργυιὰ μία. τὸ δὲ τῆς κνήμης τοῦ ποδὸς αὐτοῦ πά‐ χος κατὰ περιφέρειαν σπιθαμαὶ πέντε. τὸ δὲ ἱμάτιον αὐτοῦ ἐστιν ἀστράσι σεσημασμένον καὶ ἔτι φύλλοις καὶ κλάδοις πεποικιλμένον
15καὶ ἀκριβῶς ἐξεικασμένον ἔστιν οἷς τῶν ἄνωθεν ἐκ Σηρικῆς κομι‐ ζομένων. ιγʹ. Ἐς δὲ τοὐπιὸν ἔτος ἄγεται τῷ ἐγγόνῳ ὁ βασιλεὺς Ἀνδρο‐ νίκῳ τῷ βασιλεῖ γυναῖκα Εἰρήνην τὴν ἐξ Ἀλαμανῶν, οὓς Γαλάτας ἑσπερίους οἶδεν ἡ πάλαι καλεῖν συνήθεια. καὶ μετὰ ταῦτα ἄπεισιν
20ὁ βασιλεὺς Μιχαὴλ ἐς Θεσσαλονίκην μετὰ τῆς βασιλίδος Μαρίας τῆς συζύγου αὐτοῦ· ἔνθα δὴ καὶ τὸ πέρας μεθ’ ὅλον ἐνιαυτὸν τοῦ παρόντος ἐδέξατο βίου. καίτοι προμεμαντευμένον ἦν ἀπιόντι αὐτῷ ἐκεῖσε θανεῖν καὶ ἐδειλία δι’ αὐτό γε τοῦτ’ ἀπελθεῖν.
ὅμως ἀπῆλθεν διὰ τὰ Θετταλῶν καὶ Πελασγῶν πράγματα, ὁπόσα

1

.

278

ἀνεῤῥώγει τῷ τηνικαῦτα, περὶ ὧν ἐροῦμεν αὐτίκα. ὁ δὲ τῆς μαν‐ τείας τρόπος τοιοῦτος ἦν. (Β.) Ἐν τῷ κατὰ τὴν Ἀδριανούπολιν παλατίῳ εὑρέθη πρὸ τῶν πυλῶν ἀνωτέρω μικρὸν τῆς φλιᾶς τῆς ἄνω γεγραμμένος κύκλος· καὶ περὶ τὸν κύκλον τέτταρα ζῶα γε‐
5γραμμένα, λέων, πάρδαλις, ἀλώπηξ καὶ λαγωός· καὶ ἐπ’ αὐτοῖς χρησμός τις ἔμμετρος, αἰνιγματωδῶς πως ἐμφαίνων τε‐ λευτὴν βασιλέως ἑνὸς τῶν Παλαιολόγων ἐν Θεσσαλονίκῃ τῇ πόλει ἐπιδεδημηκότος. ἦν δὲ ὁ τοιοῦτος κύκλος τῆς γῆς ἀπέχων ἐς ὕψος δυοῖν ἀνδρῶν μῆκος· ὡς ἀμφίβολον ἐντεῦθεν γίνεσθαι καὶ
10οἷον ἄπιστον ἐν ὑποψίᾳ λαβεῖν ἄνθρωπον εἶναι τὸν γράψαντα, καιρὸν οὐκ ἔχοντα θεῖναί τε κλίμακα καὶ ἅμα ἀνιόντα γράψαι μετὰ τῆς προσηκούσης σχολῆς, βασιλέως τε παρόντος καὶ ἅμα συχνῶν καὶ ἀναριθμήτων ὄντων τῶν εἰσιόντων καὶ ἐξιόντων· ὥστε μηδενὸς τῶν ἀνθρώπων ὄντος τοῦ γράψαντος χρεὼν ἀναμνη‐
15σθῆναι τῶν ἀνωτέρω πλατύτερον περὶ τῶν τοιούτων προειρημέ‐ νων ἐμοί. (Γ.) Ἀλλ’ ἐπὶ Θετταλίαν καὶ τὰ ἐκεῖ πράγματα ὁ λόγος ἀγέσθω, ἵνα καὶ τῶν ἐκεῖθεν ἀπαλλαγέντες τᾶν μειζόνων καὶ βαρυτέρων ἁψώμεθα ὑποθέσεων. ἔφαμεν, ὡς ἡ Θετταλῶν καὶ Πελασγῶν ἀρχὴ ἐς Ἰωάννην ἔσχατον περιῆλθε τὸν Δοῦκαν·
20ὃς νέος τε ὢν τὴν ἡλικίαν καὶ ἄλλως νοσώδης τὴν ἕξιν τοῦ σώ‐ ματος καὶ ὁρῶν διὰ τοῦτο πλημμελῶς τὰ ἐκεῖ φερόμενα πρά‐ γματα ἐδεδίει περὶ τῆς ἀρχῆς, μή τις τῶν ὑπ’ αὐτῷ γε ἐνδόξων νεωτερίσας τυραννικῶς αὐτῆς ἐπιλάβηται. ὅθεν διαπρεσβευσά‐
μενος ἄγεται ἑαυτῷ γυναῖκα Εἰρήνην, τὴν νόθην Ἀνδρονίκου τοῦ

1

.

279

βασιλέως θυγατέρα. ἀλλὰ τρεῖς μόνους αὐτῇ συνοικήσας ἐνιαυ‐ τοὺς ἄπαις ἀπολείπει τὸν βίον· ὡς ἐντεῦθεν ἀδιαδόχου τῆς ἀρχῆς καταλειπομένης ἐκείνης διεῤῥῆχθαι τὰς ἐκεῖ χώρας καὶ πόλεις· καὶ τὰς μὲν προσρυῆναι τῷ βασιλεῖ μετὰ τῆς εἰρημένης αὐτοῦ θυγα‐
5τρός· τὰς δ’ ὑποκύψαι τισὶ τῶν ἐνδόξων τῆς χώρας· τὰς δὲ τοῖς ἐκ Βοιωτίας τηνικαῦτα ἐπιδραμοῦσι Κατελάνοις δουλεῦσαι. τότε τοίνυν καὶ συχναὶ παρὰ τῆς θείας καὶ ἱερᾶς συνόδου γραφαὶ πρὸς Θετταλοὺς καὶ Φθιώτας καὶ Πελασγοὺς ἀπεστάλησαν παραι‐ νέσεις τε ἔχουσαι καὶ ἅμα φρικώδη τὰ ἐπιτίμια κατὰ τῶν μὴ βου‐
10λομένων ὑπείκειν τῷ βασιλεῖ καὶ εἶναι μία τις Ῥωμαίων ἀρχὴ σὺν τοῖς ἄλλοις, ὡς ἐν τοῖς πρότερον χρόνοις. ἀλλ’ ἤνυσαν τῶν φθα‐
σάντων πλέον οὐδέν. ἀλλὰ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον.

1

.

283

αʹ. Ἐπεὶ δὲ μειζόνων καὶ καινοτέρων ὑποθέσεων ἄρχεσθαι μέλ‐ λομεν, ἀναγκαῖον ἀναλαβόντας τὸν λόγον εἱρμόν τινα καὶ τάξιν τῇ πολυπλόκῳ σειρᾷ χορηγεῖν τῶν πραγμάτων, ὡς ἂν μὴ ἀσα‐ φὴς ὁ λόγος ἐπὶ τὰς τῶν ἀκουόντων ψυχὰς παροδεύων ἀηδὴς
5φαίνηται καὶ ἀποκναίων ἐπιεικῶς. τῷ βασιλεῖ Μιχαὴλ παῖδες ἐκ Μαρίας τῆς ἐξ Ἀρμενίων ἐληλυθυίας αὐτῷ γυναικὸς ἐγένοντο θήλειαι μὲν δύο, Ἄννα καὶ Θεοδώρα· ὧν ἡ μὲν Ἄννα ἀπιοῦσα συνεζύγη Θωμᾷ, τῷ Ἠπείρου καὶ Αἰτωλίας ἄρχοντι· ἣν ἔσχε μετὰ ταῦτα φονεύσας Θωμᾶν ὁ ἐκείνου ἀδελφιδοῦς κόντος· ἡ δὲ Θεο‐
10δώρα ἀπιοῦσα συνεζύγη Σφενδοσθλάβῳ, τῷ τῶν Βουλγάρων ἄρχοντι. θυγατέρες μὲν οὖν δύο αὗται τῷ βασιλεῖ γεγένηνται Μιχαήλ· ἄῤῥενες δ’ ὁμοίως δύο, Ἀνδρόνικός τε ὁ βασιλεὺς καὶ Μανουὴλ ὁ δεσπότης. τὸν μέντοι Ἀνδρόνικον τοσοῦτον ἐκθύμως ὁ βασιλεὺς Ἀνδρόνικος καὶ πάππος ἠγάπα καὶ οὕτω τῆς θέας αὐ‐
15τοῦ γε ἐξήρτητο, ὥστε πάντας πρωτογενεῖς τε καὶ ὑστερογενεῖς υἱοὺς καὶ θυγατέρας καὶ ἐγγόνους ἐν δευτέρᾳ καὶ τρίτῃ σχέσεως τίθεσθαι μοίρᾳ καὶ πάντας εἰ δέοι ῥᾳδίως ἕτοιμος εἶναι προέσθαι δι’ ἕνα γε τοῦτον· τοῦτο μὲν καὶ διὰ τὴν τῆς βασιλείας μονιμω‐ τέραν διαδοχὴν, τοῦτο δὲ καὶ διὰ τὴν εὐφυΐαν τῆς γνώμης, τοῦτο
20δὲ καὶ διὰ τὸ τῆς ὄψεως κάλλος· ἴσως δὲ καὶ διὰ τὴν ὁμωνυμίαν· ὥστε δι’ αὐτά γε ταῦτα καὶ παρ’ ἑαυτῷ τρέφειν ἔκρινε δεῖν ἐν
παιδείᾳ βασιλικῇ καὶ ἅμα τῇ νύκτωρ καὶ μεθ’ ἡμέραν αὐτοῦ

1

.

284

διηνεκῶς θεωρίᾳ τρυφᾷν καὶ ἀγάλλεσθαι. (Β.) Ἐπεὶ δὲ καὶ ἐς τὸν ἔφηβον ἧκεν ὁ νέος Ἀνδρόνικος, ἐν ᾧ τῆς ἡλικίας ἀκμαιότε‐ ρον αἱ ἡδοναὶ κατὰ τῆς φύσεως ἐπανίστανται καὶ ζητοῦσιν ἐλευ‐ θερίαν μηδὲν ἐπιφερομένην κεκολασμένον, καὶ μάλιστα ἐν ἀξίᾳ
5βασιλικῇ καὶ ἀνθούσῃ νεότητι, τότε δὴ πολλὴ τοῖς ἡλικιώταις ἦν ἐξουσία πάντα κατ’ ἔφεσιν ὑφηγεῖσθαι, ὁπόσα νεωτερίζουσι γνῶμαι τῇ βουλήσει πάντα παραμετρούμεναι καὶ ὅλους χαλινοὺς αἰδοῦς ἀποπτύουσαι. καὶ πρῶτα μὲν ἤρξαντο παρεξάγειν αὐτὸν ἐς περιπάτους καὶ θέατρα καὶ κυνηγέσια· ἔπειτα ἐς νυκτερινὰς
10περιπλανήσεις οὐ πάνυ τοι βασιλεῦσιν ἁρμοττούσας. αὗται δὲ πολλὴν ἀπαιτοῦσι χρημάτων δαπάνην· τὸ δ’ οὐκ ἦν εὐπετὲς, τοῦ βασιλέως καὶ πάππου σταθμοῖς καὶ μέτροις οὐ πολὺ τὸ μεγαλο‐ πρεπές τε καὶ φιλότιμον ἐπισυρομένοις τὴν ἡμερησίαν αὐτῷ χορη‐ γοῦντος τροφήν. ἐντεῦθεν φιλίαι πρὸς Λατίνων ἔστιν οὓς τῶν
15ἐν τοῖς Γαλάτου τὴν οἴκησιν κεκτημένων καὶ μάλιστα ὅσοι πλούτῳ κομῶντες ἦσαν μακρῷ· ἐντεῦθεν δάνεια καὶ ὀφειλαὶ καὶ ζητήσεις χρημάτων· ἐντεῦθεν βουλαὶ καὶ μελέται λαθραίας φυγῆς. ὁρῶντι γὰρ τὸν πάππον Ἀνδρόνικον μακρὸν ἐπὶ τῆς ἡγεμονίας παρατεί‐ νοντα τὸν χρόνον καὶ μετ’ ἐκεῖνον ἔφεδρον τῆς αὐτοκρατορίας
20αὖθις τὸν ἑαυτοῦ πατέρα Μιχαὴλ τὸν βασιλέα, ἀπογινωσκομένην ἤδη καὶ ἀνέλπιστον. ἑαυτῷ τὴν αὐτοκρατορίαν ἐπῄει νομίζειν. ὅθεν τὸ περὶ τὴν φιλαρχίαν λίχνον τῶν λογισμῶν μικροψυχία τις
οὐ μάλα ἀγενὴς ἐφ’ ἱκανὸν ἐπιβοσκομένη πρὸς τοιαύτας ἐξοκέλ‐

1

.

285

λειν ἠνάγκαζε τὰς μελέτας. μηδὲ γὰρ θέλων ὑπὸ τῷ πάππῳ καὶ βασιλεῖ καθάπερ ὑπὸ παιδαγωγῷ παιδοκομεῖσθαι καὶ ἄλλων λα‐ τρεύειν βουλήμασιν ὥσπερ παιδίον ἀεὶ, αὐτονομίαν ἐζήτει βασι‐ λικὴν καὶ ἀφθονίαν πραγμάτων, ὥστε ἑαυτῷ τε ἔχειν τὸ διαρκὲς
5καὶ ἄλλοις οἷα βασιλεὺς ὑπηκόοις χαρίζεσθαι. ἐπεὶ δ’ ἀδύνατον ἔβλεπεν εἶναι τοῦτο ζῶντος τοῦ πάππου καὶ τοῦ πατρὸς ἐνταυθοῖ καθημένου, πρὸς ἑτέρας ἐσκόπει χωρῶν ἐπικρατείας· καὶ νῦν μὲν Ἀρμενίαν ὠνειροπόλει ἅτ’ ἐκ μητρὸς αὐτῷ προσήκουσαν, νῦν δὲ Πελοπόννησον, νῦν δὲ Λέσβον καὶ Λῆμνον καὶ ὅσαι τὸ
10πολὺ τοῦ Αἰγαίου πληροῦσιν. ἀλλὰ ταῦτα μὲν εἰς ἀκοὰς ᾔει λάθρα νῦν μὲν τοῦ πατρὸς, νῦν δὲ τοῦ πάππου. ὅθεν καὶ λάθρα νῦν μὲν ὑπ’ αὐτοῦ, νῦν δ’ ὑπ’ ἐκείνου διεκόπτετο. (Γ.) Καὶ ἵνα σιωπῇ παραδράμω τὰ πλεῖστα, νύκτωρ ἐκώμαζε πρὸς γυναῖκά τινα γένει μὲν τῶν οὐκ ἀσήμων, τὸν δὲ τρόπον ἑταίραν. ταύτης
15ἐραστὴς ἦν καὶ ἐρώμενος καὶ Ἄδωνις ἄλλος τῶν ἐν ἡλικίᾳ τις καὶ ὥρᾳ διαπρεπῶν· δι’ ὃν καὶ ζηλοτυπία τις πυρπολοῦσα τὴν Ἀν‐ δρονίκου τοῦ βασιλέως ψυχὴν τοξότας καὶ ξιφηφόρους ἠνάγκαζε προλοχίζειν περὶ τὴν τῆς ἑταιρίδος οἰκίαν. ἐν μιᾷ τοίνυν περὶ μέ‐ σας που νύκτας τὸν βασιλέα ζητῶν ὁ ἀδελφὸς καὶ δεσπότης ἔτυχεν
20ἀπὸ ταὐτομάτου συμβὰν οὑτωσὶ παριέναι περὶ τὴν τῆς ἑταιρίδος οἰκίαν. ὃν οἱ τοῦ βασιλέως σκοποὶ θεασάμενοι σπουδῇ προσελαύ‐ νοντα καὶ μὴ γνόντες διὰ τὸ σκότος ὅστις εἴη, ἀλλὰ τὸν τῆς ἑται‐
ρίδος ὑποτοπάσαντες εἶναι ἐρώμενον, συχνὰ κατ’ αὐτοῦ ῥίπτουσι

1

.

286

βέλη. καὶ μὲν δὴ καιρίαν ἐκεῖνος δεξάμενος πίπτει τοῦ ἵππου· κἄπειτα συνδραμόντες καὶ γνόντες ὅστις εἴη φοράδην ἐς τὰ βασί‐ λεια φέρουσι ζῶντα καὶ μάλα μόλις. τοῦτο μεθ’ ἡμέραν γνωσθὲν τῷ πάππῳ καὶ βασιλεῖ μεγάλας ἐνέσπειρε καὶ σφοδρὰς τὰς ἀνίας
5οὐ μόνον πρὸς τὸ παρὸν ἀφορῶντι, ἀλλὰ καὶ τοῦ μέλλοντος εὐ‐ συνέτως στοχαζομένῳ. ἐπεί γε μὴν τοῦ δεσπότου Μανουὴλ ἐκ τῆς τοιαύτης θανόντος πληγῆς καὶ ἐς τὸν βασιλέα Μιχαὴλ ἐν Θεσσαλονίκῃ διατρίβοντα ἧκεν ἡ φήμη, τί χρὴ λέγειν; τοσοῦτο γὰρ δραστικώτερον βέλους παντὸς ἐπεπράχει περὶ τὴν ἐκείνου καρ‐
10δίαν τὸ τραῦμα, ὥστε κατασεισθέντι καὶ βαπτισθέντι συχνοῖς τοῖς τοῦ πάθους λογισμοῖς νόσος ἐνσκήπτει δεινὴ, ἣ δὴ καὶ μετ’ οὐ πολὺ τοῦτον ἐξάγει βίου. τῷ μέντοι γηραιῷ βασιλεῖ Ἀνδρο‐ νίκῳ τοσοῦτοι χειμῶνες ἐντεῦθεν καὶ κλύδωνες ἀνεῤῥάγησαν λο‐ γισμῶν καὶ τοσοῦτοι θόρυβοι τὰ αὐτοῦ συνεκύκησαν πράγματα,
15ὥστ’ οὐκ ἔχομεν ταῦτ’ ἀνενεγκεῖν πρὸς οὐδὲν τῶν φθασάντων παράδειγμα. προϊόντες δ’ ἐροῦμεν αὐτά. (Δ.) Ἐν τούτῳ τῷ χρόνῳ συνέβη γενέσθαι στάσιν τινὰ καὶ θόρυβον οὐ μικρὸν τοῖς τῆς Γεννούας οἰκήτορσιν. ἔστι δ’ ἡ Γεννούα πόλις παράλιος τῶν ἐν Ἰταλίᾳ δυτικωτέρα, μεταξὺ Τυῤῥηνῶν τε κειμένη καὶ Ἄλπεων.
20ᾠκίσθη δ’ ἀρχῆθεν ὑπὸ δυοῖν γενοῖν τῶν τε Γέλφων καλουμένων καὶ Γεμπιλίνων. καὶ ἦν μὲν ἄχρι πλείστων τῶν χρόνων ἐνδοξό‐ τερόν τε καὶ τὰς ἀρχαιρεσίας ἐξ ἑαυτοῦ ποιούμενον τὸ τῶν Γεμπι‐ λίνων. ἔπειτα ὀστράκου μεταπεσόντος ἐπικρατέστερον τὸ τῶν
Γέλφων καθέστηκε γένος καὶ πᾶσαν πρὸς ἑαυτὸ τὴν τάξιν ἐκεί‐

1

.

287

νην μετέστησέ τε καὶ πάμπαν ἐξόριστον τῆς Γεννούας πεποίηκε θάτερον τοῖν γενοῖν, ὡς μὴ ὀψέ ποτε δύναμίν τινα προσειληφὼς αὖθις ἀνατρέψῃ τὴν τάξιν. ἐκεῖθεν ἡ φήμη δραμοῦσα καὶ ἐς τὰς πανταχῆ τῆς γῆς τῶν Γεννουϊτῶν οἰκήσεις τὰ ὅμοια τῇ μητρο‐
5πόλει πράττειν ἠνάγκασεν. ἐντεῦθεν μάχαι καὶ πόλεμοι τῶν Γεν‐ νουϊτῶν πανταχῆ κατ’ ἀλλήλων. οἱ γὰρ ἐξωσθέντες μισθοφορικάς τινας δυνάμεις ἔξωθεν προσλαμβάνοντες κακῶς τοὺς ἐξώσαντας διετίθουν. (Ε.) Ἐπεὶ δὲ καὶ μετὰ τὴν τῆς βασιλίδος Εἰρήνης ταφὴν Κράλαινα ἡ θυγάτηρ αὐτῆς ἐπιπλέον τῷ Βυζαντίῳ ἐνδια‐
10τρίβειν ἐβούλετο, ἥκουσι πρέσβεις ἐκ τοῦ συζύγου αὐτῆς δηλαδὴ τοῦ Κράλη Σερβίας ἀπειλὰς κατὰ τῆς Ῥωμαίων φέροντες γῆς, εἰ μὴ τάχιστα παρὰ τὸν σύζυγον αὕτη ἀφίκοιτο. ἔρωτι γὰρ τῷ πρὸς αὐτὴν φλεγόμενος πλείστην μὲν ἀφοβίαν παρέσχετο ταῖς πλησιαζούσαις χώραις καὶ πόλεσι τῶν Ῥωμαίων· ἐζηλοτύπει δ’
15οὖν ὅμως τὴν ταύτης ἀπουσίαν καὶ μεστὸς ὑπονοίας ἦν. ὁ μέντοι βασιλεὺς τὰς ἀπειλὰς τοῦ γαμβροῦ δείσας μὴ καὶ εἰς ἔργον αὐτὰς ἐξενέγκῃ (ῥᾴδιον γὰρ ἦν ἐκείνῳ διὰ τὸ πολλὴν κεκτῆσθαι στρα‐ τιωτικὴν δύναμιν) προπέμπει ταύτην εὐθύς. ἦν δὲ τηνικαῦτα δεύ‐ τερόν τε καὶ εἰκοστὸν αὕτη τῆς ἡλικίας ἄγουσα χρόνον. δείσασα
20τοίνυν μὴ ἀπελθοῦσα φονευθείη πρὸς τοῦ ἀνδρὸς, ὑποπτεύοντος

1

.

288

μὲν αὐτὴν ἀεὶ, νῦν δὲ καὶ πρὸς μεγάλην ὀργὴν ἐκκαυθέντος, ἔγνω τὸ μοναχικὸν ὑπελθοῦσα σχῆμα φυγεῖν οὑτωσὶ τὴν αὐτοῦ συνδιαίτησιν. τοῦτο μὲν οὖν ἐνταυθοῖ παρὰ τῷ πατρὶ διατρί‐ βουσα ποιεῖν οὐκ ἠνέσχετο διὰ τὸ μὴ καὶ τὸν πατέρα καίτοι
5μὴ συνειδότα καθυποβαλεῖν ἐς φανερὰν τὴν τοῦ συνειδέναι αἰ‐ τίαν καὶ πρὸς φανερὰν κινῆσαι μάχην τὸν Κράλην κατὰ τοῦ πατρός. διὸ μέχρι τοῦ πολιχνίου τῶν Σεῤῥῶν ὡς εἶχε σχήμα‐ τος ἀπελθοῦσα καὶ συχνὰς ἡμέρας κἀκεῖ διατρίψασα λάθρα παρά τινος ῥάκος ὠνησαμένη μοναχικὸν μιᾷ τῶν νυκτῶν ἐνεδύσατο
10τοῦτο· καὶ οὕτω παρ’ ἐλπίδα μεθ’ ἡμέραν φανεῖσα τοῖς μετ’ αὐτῆς Τριβαλλοῖς ἔκπληξίν τε καὶ ταραχὴν ἐνέβαλεν οὐ μικρὰν, ὡς βουληθῆναι παράβολόν τι δι’ ἀνάγκην αὐτοὺς καὶ φόβον δε‐ σποτικὸν ἐπ’ αὐτῇ πεπραχέναι· ἢ γὰρ διαῤῥῆξαι τὸ ῥάκος καὶ ἄκουσαν αὐτὴν ἐς τὸν ἄνδρα ἀγαγεῖν· ἢ τό γε δεύτερον, αὐτὴν
15διαχρήσασθαι καὶ μὴ ζῶσαν αὐτὴν ὡς ποῤῥωτάτω τε τοῦ ἀν‐ δρὸς οἰκεῖν καὶ ἅμα δριμείαις τε καὶ σφοδραῖς ταῖς ἀνίαις ἐμπι‐ πρᾷν τὸν ἐκείνου θυμόν. ἀλλὰ φθάσας ὁ ταύτης ἀμφιμήτριος ἀδελφὸς Κωνσταντῖνος ὁ δεσπότης (παρῆν γὰρ καὶ αὐτὸς) διόρ‐ θωσιν τοῦ καινοτομήματος ἐπεπράχει, οὐ πράως ἐνεγκεῖν τὸν
20Κράλην τὸ δρᾶμα οἰόμενος. ῥήγνυσι γὰρ βιαίως ἐπιδραμὼν τὸ ῥάκος ἐκεῖνο καὶ τὸ σύνηθες αὖθις ἐνέδυσε σχῆμα· καὶ παρα‐ δοὺς τοῖς Τριβαλλοῖς ἄκουσάν τε καὶ κλαίουσαν ἀπάγειν ἐκέλευσε
τὴν ταχίστην. καὶ τοῦτο μὲν τοῦτον ἔσχε τὸν τρόπον.

1

.

289

βʹ. Ὁ δὲ πατριάρχης Ἰωάννης ὁ Γλυκὺς συνιδὼν ὡς ἀνέλ‐ πιστά οἱ τὰ τῆς ὑγιείας ἤδη κατέστη καὶ τὸ μὲν τῆς πνευματικῆς ταύτης ἀρχῆς λειτούργημα πολλῆς δεῖται σωματικῆς ἰσχύος καὶ ῥώμης, πολλῆς δ’ αὖ ἑτέρωθεν ἠρεμίας δεῖ κάμνοντι σώματι·
5κἀκ τοῦ ἐναντίου δ’ ἔτι καὶ σχολῆς τῶν ἔξωθεν μακρᾶς ψυχῇ συγκαμνούσῃ καὶ περισπωμένῃ ταῖς τοῦ σώματος ἀλγηδόσι (διὰ γὰρ αὐτό γε τοῦτο δύο συμβαίνειν τἀναντιώτατα· μήτε γὰρ τὴν τῶν ἀνὰ χεῖρας πραγμάτων διοίκησιν διὰ λείας καὶ ἀκμαζούσης φέρεσθαι τῆς ὁδοῦ, μήτε τὸν λαὸν ἀνύβριστον δύνασθαι φέρειν
10ἐπ’ αὐτὸν γνώμην καὶ γλῶτταν)· ἐν μέσῃ τῇ τῶν πραγμάτων ἀπέγνω πορείᾳ καὶ σχολὴν ἑαυτῷ προὐμνηστεύετο ἤδη καὶ τῆς πολλῆς ἐζήτει καὶ ποικίλης ταυτησὶ περιφορᾶς ἀποχώρησιν. ταῦτ’ ἄρα καὶ τοῖς αὐτοῦ βουλεύμασιν ὁ βασιλεὺς ἐπινεύει καὶ τὴν τῆς Κυριωτίσσης μονὴν εἰς οἴκησιν ἀπονέμει· πρὸς ἣν δὴ καὶ ἀφικνεῖ‐
15ται τῷ τετάρτῳ τῆς αὐτοῦ γε πατριαρχείας ἔτει, τὸν πατριαρχι‐ κὸν ὅπως ποτὲ παραιτησάμενος θρόνον. κἀκεῖ νοσοκομούμενος, ὡς ἐνῆν, διὰ τὴν τῶν χειρῶν καὶ ποδῶν παντελῆ πάρεσιν ἐδε‐ δίει καθ’ ἡμέραν τὸν θάνατον. ὅθεν οὐ πολύν τινα πλοῦτον κα‐ ταγαγὼν ἐκ τοῦ πατριαρχικοῦ θρόνου διὰ τὸ μὴ φιλοχρήματος
20εἶναι κατὰ τοὺς πλείστους, ἀλλὰ μικρόν τε καὶ εὐαρίθμητον, τοῦτον μὲν εἰς περιποίησιν ἀνάλωσε τῆς μονῆς. ἐμὲ δὲ προσκα‐ λεσάμενος τὴν τελευταίαν αὐτοῦ βούλησιν ἐν χάρτῃ διαθέσθαι
ἠξίου. σφόδρα γὰρ τοῖς ἐμοῖς ἠρέσκετο λόγοις. (Β.) „Πᾶσι μὲν

1

.

290

οὖν ἀνθρώποισ“, φησὶ, „θανάτου μεμνῆσθαι χρεὼν καὶ νήφουσιν ὀφθαλμοῖς τὴν τῶν παρόντων καταγινώσκειν σκιὰν, πῶς μὲν τὸν χθὲς καὶ πρότερον ὄντα κόλποι γῆς ἐξαίφνης διέλαχον, πρὶν τὰ οἴκοι διαθέσθαι κατὰ γνώμην καὶ πρὶν καλῶς διαβλέψαι τὸν
5λόχον τῆς συμφορᾶς· καὶ πῶς αὖθις ὁ σήμερον οἴκοθεν οἱονεὶ τῷ ἡλίῳ τῷδε συνανατέλλων καὶ ἐμπομπεύων τῇ πανηγύρει τοῦ βίου μεστὸς ἀπεράντων ἐλπίδων, ἔπειτ’ ἐν μεσημβρίᾳ φωτὸς σκότους καὶ λήθης ὑπῆλθε μυχοὺς ἐν ἀκμῇ τῇ ἡλικίας, πολλά‐ κις καὶ ἑορτῇ τοῦ προσώπου, καὶ ἵν’ εἴπω τοῦ πάθους ἀνελπι‐
10στίᾳ πολυτελεῖ. πολλῷ δ’ οὖν ἀναγκαῖον θανάτου μᾶλλον με‐ μνῆσθαι, οἷς καὶ νόσος οἷά τις δι’ ἀνωμαλίαν τε καὶ ἀταξίαν τῆς ὕλης συμπέπτωκεν, αἷς πολλαῖς τε καὶ ποικίλαις ἄλλοτε ἄλλαις τὸ ἀνθρώπινον κέχρηται σῶμα συγχεούσαις τε καὶ διασπώσαις τὴν τῶν συνδέσμων στοιχείων ἀλληλουχίαν. οὗτοι γὰρ ἤδη μονονοῦ θατέρᾳ
15χειρὶ τὴν τοῦ θανάτου κόπτουσι θύραν καὶ τὸ πλέον τῆς τοῦ ζῇν ἐλπίδος κατόπιν διαλιπόντες θατέρῳ βλέμματι πρὸς τοὺς τῶν μνη‐ μάτων ἤδη κρημνοὺς διακύπτουσι· τούτοις παντὶ τρόπῳ λυσιτελή‐ σει τῆς οἰκείας φροντίσαι ψυχῆς καὶ ἀθάνατά γε τῇ ἀθανάτῳ πάσῃ σπουδῇ πορίσασθαι, μήποτε διπλοῦν τὸν θάνατόν σφισιν αὐτοῖς
20προξενήσωσι τόν τε τοῦ σώματος τόν τε τῆς ψυχῆς. ἐμοὶ δὲ καὶ μάλιστα πάντων δεινῇ τινι καὶ βαρείᾳ τῇ νόσῳ τοὐμὸν τουτὶ σῶ‐
μα μικροῦ τελέως ἐκδεδαπάνηται. πάνυ γὰρ ἐκ μακροῦ πάνδη‐

1

.

291

μός τις ἐπιστρατεύσασά μοι παλινοστήσειν οὐκέτ’ αὖθις βεβού‐ ληται, ἀλλ’ ἐμπεφώλευκεν ἐσάπαν, ὥσπερ τινὰ ἑαυτῆς οἰκίαν κατειληφυῖα, καὶ διετέλεσεν ἐσαεὶ τὴν μὲν ἐμὴν τοῦ σώματος οὐ‐ σίαν οἱονεί τις ἐκμυζῶσα βδέλλα, τὴν δ’ αὖ περιουσίαν ὑφαι‐
5ροῦσά μου κατὰ μικρὸν διδύμῃ τὸ λεγόμενον χειρὶ καὶ τοῖς τῶν ἰατρῶν κόλποις ἐπισωρεύουσα, καθάπερ τισὶ ταμιείοις οὖσιν ἑαυ‐ τῆς. ἐπεὶ δ’ οὖν ἡ πρὸς αὐτὴν ἡμετέρα σπουδὴ μάταιος ἦν καὶ ἀνόνητος ὄχλος, καὶ εἰς πῦρ (τὸ τοῦ λόγου) ξαίνοντες ἐδοκοῦ‐ μεν, τί ἄν τις ἐκτραγῳδοίη, ὁπόσα μοι κατὰ τὸν βίον ἠναντιώ‐
10θη ἔν τε τοῖς βασιλείοις ἔν τε τοῖς κατ’ οἶκον πράγμασι; συμβέ‐ βηκε γάρ μοι κἀν τοῖς βασιλείοις τετάχθαι ἄρτι τῶν λόγων ὑπα‐ νακύψαντι καὶ τὸν ἔφηβον παραλλάττοντι, καὶ τιμῶν παρὰ τοῖς θειοτάτοις βασιλεῦσιν ἠξιῶσθαι οὔτοι γε ἐλαχίστων. καὶ ἵνα τἀν μέσῳ παρέλθωμεν, ἐπειδὴ καὶ ὁ πατριαρχικὸς ἡμᾶς ὕστερον κέ‐
15κληκε θρόνος καὶ δὴ καὶ προσηγάγετο ἄκοντάς τε καὶ οὐκ ἄκοντας· ἄκοντας μὲν διὰ τὸ μὴ σφόδρα ἀνεκτὸν τῆς ἀσθενείας βάρος· θά‐ τερον δὲ διὰ τὸ τῆς ὑγιείας προσδοκήσιμον (ἡ γὰρ ταύτης ἐπισαί‐ νουσα καθ’ ἑκάστην ἐλπὶς πάντα μοι ὑπεμίμνησκεν ἐν ἀκαρεῖ πα‐ λαιά τε καὶ νέα τοῦ θείου τεράστια πατέρος, ὧν ἴσως ἕν τι καὶ
20τοὐμὸν ἔλεγεν ἔσεσθαι, εἰ φιλανθρώπως ἴδοι κύριος ἐπὶ τῇ χει‐ ροθεσίᾳ καὶ τῷ τῆς ὑψηλῆς ταύτης ἀρχιερωσύνης χρίσματι)· ἐπεὶ δ’ οὖν ὅμως οὑτωσὶ κἀπὶ τὸν πατριαρχικὸν θρόνον ἀπὸ τῶν
συγκλητικῶν ἀρχῶν μετηνέχθημεν κἀν τοῖς αὐτοῖς αὖθις ἦμεν

1

.

292

δεινοῖς τοῦ νοσήματος καὶ λύσις οὐδαμόθεν οὐδ’ ἡτισοῦν ἑωρᾶτο, ἔγνωμεν κρίσιν εἶναι τοῦτο θεοῦ πρὸς θάνατον συνωθοῦσαν ὁλο‐ σχερῶς καὶ παιδείαν ἴσως μετρίαν ὧν οὐ μετρίως ἡμάρτομεν. ἔνθεν καὶ τὰ μὲν τῆς ὑγιείας ἤδη φροῦδα καὶ ἀπ’ ἐλπίδος ἐγί‐
5γνετο· τὰ δὲ τῆς τελευτῆς καὶ σφόδρα γέ τοι, ὡς ἔφημεν, οὐκ ἀνέλπιστα. καὶ τί γὰρ ἄλλο γ’ ἐχρῆν, ὁπότε τὴν μὲν τῆς σαρκὸς ἰκμάδα μικροῦ πᾶσαν ἐκρεύσασαν ἔβλεπον ἤδη, ἰατρῶν δὲ παῖ‐ δας οὐ κατὰ τοὔνομα ὄντας, ἀλλ’ οὐδὲν τό γ’ ἐπ’ ἐμοὶ σχε‐ δὸν τῶν πολλῶν διαφέροντας; ὅθεν τὸν πολὺν τῶν πραγμάτων
10ἀποσεισάμενος ὄχλον καὶ τὴν τῶν πονηρῶν γλωσσῶν σύγχυσιν ἐνταυθοῖ τὸ λεῖπον ἔκρινα δεῖν ἀνύσειν τοῦ βίου.“ (Γ.) Ἀλλὰ τὰ περὶ τούτων ἡμῖν ἐναργέστερον ἀλλαχῆ δηλούμενα τοῖς βουλομέ‐ νοις ἐξέσται μανθάνειν. ἡμεῖς δ’ ἐχώμεθα τῶν ἐφεξῆς. κατὰ δὲ τοῦτον τὸν χρόνον τὸν πατριαρχικὸν διαδέχεται θρόνον τῶν ἱερω‐
15μένων τις μοναχῶν ἐκ μονῆς τῶν Μαγγάνων Γεράσιμος, ἀνὴρ πολιὸς μὲν τὴν τρίχα, ἀφελὴς δὲ τὸν τρόπον καὶ τῆς ἀκουστικῆς δυνάμεως τὸ πλεῖστον ἀφῃρημένος ὑπὸ τοῦ γήρως· Ἑλληνικῆς μὲν παιδείας οὐδ’ ἄκρῳ δακτύλῳ γευσάμενος πώποτε, διὰ δ’ ἀμαθίαν καὶ ἄλλως ἁπλότητα τρόπων ταῖς βασιλικαῖς ἀρεσκείαις
20πάντη προσήκων. διὰ γὰρ τοῦτο τοιούτους οἱ βασιλεῖς ἐς τοιαύ‐ τας ἐκλέγονται τὰς ἀρχὰς, ἵνα τοῖς τούτων εὐχερῶς ὑποκύπτωσι προστάγμασι, καθάπερ ἀνδράποδα, καὶ μηδενὶ τῶν ἁπάντων ἐναντία φρονῶσιν. ἀλλὰ περὶ μὲν τούτου τέως τοσαῦτα. λελέ‐
ξεται δὲ τὰ ἑξῆς τοῦ ἀνδρὸς ἡμῖν ἐν τοῖς ἔμπροσθεν.

1

.

293

γʹ. Κωνσταντῖνος δὲ ὁ δεσπότης ὁ ἐκ τῆς προτέρας γυναικὸς τῆς ἐξ Οὔγγρων γεννηθεὶς τῷ βασιλεῖ Ἀνδρονίκῳ ἔσχε μὲν ἐκ παρ‐ θενίας γυναῖκα πρότερον τὴν θυγατέρα Μουζάλωνος τοῦ πρωτο‐ βεστιαρίου· ἣ δὴ καὶ πολὺν συμβιώσασα χρόνον αὐτῷ τετελεύ‐
5τηκεν ἄπαις. εἶχε δ’ ἐκείνη θεραπαινίδα τινὰ εὐειδῆ, Καθαρὰν κεκλημένην. ταύτῃ λάθρα μιγεὶς ὁ δεσπότης ἔτεκεν υἱὸν, ὃν καὶ ὠνόμασε Μιχαὴλ Καθαρόν. τοῦτον αὐτὸς τὰ πρῶτα μὲν βλέ‐ πειν οὐδ’ ἄκραις ὄψεσιν ἠνείχετο, ἀλλ’ ἐμίσει καὶ ἀπετρέπετο καὶ ὡς ποῤῥωτάτω που διαιτᾶσθαι ἐκέλευε. τὸ δ’ αἴτιον, ὅτι
10καὶ τὸν τῆς μητρὸς αὐτοῦ Καθαρᾶς ἔρωτα ἕτερος ἐξαπίνης ἐπι‐ δραμὼν ἀντέκρουσεν ἔρως ἐπικρατέστερος πολλῷ καὶ σφοδρότερος. (Β.) Ἐπεὶ γὰρ πρὸς τοῦ πατρὸς καὶ βασιλέως τὴν ἐπιτροπὴν ἐδέ‐ ξατο τῶν τε ἐν Μακεδονίᾳ πραγμάτων καὶ Θεσσαλονίκης αὐτῆς (διέτριβε δὲ τὰ πλεῖστα τοῦ ἄστεος ἔνδον Θεσσαλονίκης), ἔρωτι
15γυναικὸς ἑάλω τινὸς τῶν ἐπιφανῶν. ἦν δὲ αὕτη θυγάτηρ μὲν Νεοκαισαρείτου τοῦ πρωτασηκρῆτις, σύζυγος δὲ Κωνσταντίνου τοῦ Παλαιολόγου. οὕτω δ’ ἀπαράμιλλος ἦν τῷ τε τῆς ὄψεως κάλλει καὶ τῇ τῆς γλώττης δεινότητι καὶ τῷ ἐφέρποντι τοῦ ἤθους ὑγρῷ, ὥστε οὐ ταῖς τῶν ἐντυγχανόντων μόνον ψυχαῖς ἄφυκτόν
20τινα τὴν ἐρωτικὴν σαγήνην ἐπέῤῥιπτεν, ἀλλὰ κἀκ μόνης τῆς φή‐ μης τοὺς πλείστους πρὸς τοὺς ἑαυτῆς ἀνέφλεγεν ἔρωτας. οὕτω γὰρ ἡ φύσις περὶ τὴν ἄνθρωπον ἐφιλοτιμήσατο, ὥστε πολλὴν μὲν ἐπὶ τοῦ προσώπου τὴν εὐρυθμίαν ἐφήπλωσε, πολλὴν δὲ τὴν
ὀξύτητα περὶ τὴν διάνοιαν ἐθησαύρισε, πολλὴν δὲ καὶ τῇ γλώτ‐

1

.

294

τῃ ἐνήρμοσε τὴν πειθὼ καὶ δεινότητα καὶ τὸ εὔστροφον καὶ ἐπί‐ χαρι τῆς ἠχοῦς. ἦν δὲ καὶ σοφίας τῆς θύραθεν οὐκ ἄμοιρος ἡ γυνή. ἦν γὰρ ἰδεῖν αὐτὴν πάντα καὶ παντοῖα ῥᾳδίως κατὰ και‐ ρὸν ἐν τῇ ὁμιλίᾳ διὰ γλώττης προφέρουσαν, ὅσα τε αὐτὴ δι’
5ἑαυτῆς ἀνεγνώκει καὶ ὅσα λεγόντων ἄλλων ἀκήκοεν, ὡς Θεανώ τινα Πυθαγορικὴν καὶ Ὑπατίαν ἄλλην ὀνομάζεσθαι ταύτην πρὸς τῶν ἐφ’ ἡμῶν σοφωτέρων. τούτων ἁπάντων Κωνσταντῖνος ὁ δεσπότης, ὡς ἔφημεν, ἐς τὰ μάλιστα ἥττητο καὶ ἀπεπειρᾶτο τῆς γυναικὸς καὶ λάθρα ἠξίου μίγνυσθαι. ἡ δὲ, εἴτε τὸν σύζυγον
10δεδοικυῖα, εἴτε μυσαττομένη τὸ τῆς πράξεως ἄθεσμον, ἀνθίστατό τε καὶ ἀπετρέπετο. ὅδ’ ὅσον ἐκείνην ἀποτρεπομένην ἑώρα, τοσοῦ‐ τον αὐτὸς πρὸς μείζονας ἐξεκάετο τοὺς αὐτῆς ἔρωτας· καὶ ἦν ἰδεῖν τὸ τοῦ Πλάτωνος, τὴν ψυχὴν τοῦ ἐρῶντος ἐν ἀλλοτρίῳ ζῶσαν τῷ σώματι. ἐπεὶ δὲ μετὰ χρόνον τινὰ τὸν βίον ὁ ταύτης ἀπέλιπε
15σύζυγος, ἤδη σφοδρότερον ἦν ἐγκείμενος ὁ δεσπότης καὶ πάντα λίθον κινῶν, τὸ τοῦ λόγου, νόμιμον ἀγαγέσθαι βουλόμενος σύ‐ ζυγον. οὗ δὴ γεγονότος πασῶν εὐθὺς ἐξελάθετο γυναικῶν καὶ ἐρώ‐ των ἄλλων καὶ αὐτοῦ γε τοῦ ῥηθέντος υἱέως Καθαροῦ Μιχαὴλ, ὃν ἐκ τῆς θεραπαινίδος γεγέννηκε· καὶ ἦν μόνης θερμῶς ἐξεχό‐
20μενος Εὐδοκίας τῆς Παλαιολογίνης. (Γ.) Τοῦτον δὴ οὖν τὸν Καθαρὸν Μιχαὴλ πεντεκαιδέκατον ἤδη χρόνον τῆς ἡλικίας ἀμεί‐ βοντα πέμψας ὁ βασιλεὺς Ἀνδρόνικος ὁ γηραιὸς προσηγάγετό τε καὶ τοῖς κατ’ οἶκον ὑπηρετικοῖς παιδαρίοις συγκατέλεξε. πρῶτον
μὲν, ἵνα μὴ διαφθαρείη λιμῷ, μηδενὸς προμηθουμένου· δεύ‐

1

.

295

τερον δ’ ἴσως, ἵνα καί τινι τῶν πέριξ ἐθνῶν εἰς κῆδος δοθείη, ὡς ἐξ αἵματος ὢν βασιλείου καὶ γένηται σπονδῶν τινων πρόξενος καί τινος ὠφελείας Ῥωμαίοις καὶ τοῖς Ῥωμαίων πράγμασιν αἴτιος. ὁ δὲ κομισθεὶς καὶ διατρίβων ἐν βασιλείοις τοσοῦτον εἰς τὴν ἑαυ‐
5τοῦ σχέσιν ἐν βραχεῖ τὸν βασιλέα ἀνηρτήσατο, ὡς καὶ αὐτοὺς δὴ τοὺς τοῦ βασιλέως υἱέας ζηλοτύπως ὑποβλέπειν αὐτόν. ὁ δὲ βασιλεὺς Ἀνδρόνικος ὁ νέος καὶ πλέον τῶν ἄλλων ὠργίζετο καὶ ἐδυσφόρει, ὁρῶν τὴν πρὸς αὐτὸν ἀνυπέρβλητον ἐκείνην ἀγάπην τοῦ βασιλέως καὶ πάππου μαραινομένην, τὴν δὲ πρὸς τὸν χθε‐
10σινὸν καὶ ὑποβολιμαῖον τουτονὶ διηνεκῶς ἀνθοῦσαν καὶ αὐξανο‐ μένην ἐφ’ ἡμέρᾳ καὶ νυκτί. (Δ.) Ὃ δὲ μᾶλλον δικαίως αὐτὸν ἐξέμηνεν εἰς λύπην καὶ ὀργὴν καὶ μελέτας πολυειδεῖς, ἐξ ὧν αἱ περὶ τῆς βασιλείας ἐβλάστησαν στάσεις, καὶ οἱ τῆς κακίας ἤρ‐ ξαντο χειμῶνες καὶ κλύδωνες, λέξομεν ἤδη. οὕτω γὰρ, ὡς εἰρή‐
15καμεν, πλημμελῶς τῶν πραγμάτων ἐχόντων καὶ μεταξὺ τοῦ βασιλέως Μιχαὴλ τεθνηκότος ἐκέλευσεν ὁ βασιλεὺς ὀμνύειν ἅπαν‐ τας· πρῶτον μὲν σέβειν καὶ προσκυνεῖν ὡς βασιλέα καὶ δεσπότην αὐτόν· ἔπειτα καὶ ὃν ἂν αὐτὸς ἐκλεξάμενος ἐς τὴν τῆς βασιλείας προστήσειε διαδοχήν. τοῦτο λεχθὲν ἀορίστως μικροῦ πάντας ἐτά‐
20ραξε, καὶ μάλιστα τὸν ἔγγονον Ἀνδρόνικον τὸν ὡρισμένον τῆς
βασιλείας διάδοχον. εὐθὺς γὰρ ἅπαντες τὰς ὑποψίας εἰς τὸν ὑπο‐

1

.

296

βολιμαῖον τουτονὶ Μιχαὴλ, ὡς ἐκ συνθήματος ἤγαγον. καὶ πολύς τις ἐντεῦθεν ἐφύετο θόρυβος λογισμῶν καὶ ἀλλεπάλληλοι μελέται κακίας ἐψιθυρίζοντο. τινὲς μὲν οὖν φόβῳ τῆς ἐξουσίας εἴξαντες ὤμνυον· οἱ δὲ πλείους ἐς τοὐμφανὲς τὸν τοιοῦτον ἀπείπαντο
5ὅρκον· οἷς ἀνάγκην τινὰ τυραννικὴν ἐπάγειν οὐκ ἔγνωκε δεῖν ὁ βασιλεὺς ἐν τοσούτῳ θορύβῳ πραγμάτων. ἔβλεπε γὰρ ἤδη καὶ τὸν βασιλέα τὸν ἔγγονον σχεδιάζοντα τῆς φυγῆς τὴν μελέτην διὰ τὴν ἀοριστίαν τοῦ ζητηθέντος παρὰ τῶν ὑπηκόων ὅρκου. διὰ δὴ τοῦτο τέως ἠρέμησεν ὁ βασιλεὺς καὶ τὴν ἀπαίτησιν ἔπαυσε τῶν
10εἰρημένων ὅρκων. ἐσκέπτετο δὲ ἤδη, πῶς ἂν πρὸς τὴν φυγὴν ἐμποδὼν τοῦ ἐγγόνου καὶ βασιλέως γένοιτο. ἐδεδίει γὰρ μὴ ἀπελ‐ θὼν καὶ βοήθειαν ναυτικὴν παρὰ Λατίνων λαβὼν τά τε Ῥωμαίων συγκυκήσῃ πράγματα καὶ ἅμα τὴν βασιλείαν αὐτοῦ τυραννικῶς πως ὑφέληται. ὅθεν λαθραῖον ἐπέστησε φύλακα τούτου τὸν Συρ‐
15γιάννην ἄρτι τῆς εἱρκτῆς ἐξιόντα. ἦν γὰρ αὐτὸς πρὸ βραχέος ἐν εἱρκτῇ δεινοτάτῃ δι’ αἰτίας, ἃς ἄνωθέν ποθεν ἀρξαμένους δίκαιον ἀφηγήσασθαι, ἵνα δὴ καὶ οἷς τὰ κατὰ τὸν ἄνδρα οὐκ ἔγνωσται γνώριμα κατασταίη. δʹ. Τούτῳ μήτηρ μὲν ἦν μία τῶν κατὰ γένος τοῖς βασιλεῦσι
20προσηκουσῶν εὐπρεπὴς καὶ κοσμία· πατὴρ δὲ τῶν ἐκ Κομάνων ἐπίσημος, οἳ παρὰ τῶν ὑπερβορείων Σκυθῶν πρὸ χρόνων συχνῶν, ὡς εἰρήκαμεν, Ἰωάννῃ τῷ βασιλεῖ προσεῤῥύησαν. οὗτος ὀξύτητι
φύσεως, πρὶν τὴν τῶν παίδων παραδραμεῖν ἡλικίαν, ἐν τοῖς

1

.

297

λόγοις λαμπρὸς ἀνεφάνη. ἔπειτ’ ἐπιμελῶς ἐν τοῖς στρατιωτικοῖς παιδευθεὶς κράτιστος κἀν τούτοις ἔδοξε διά τε ῥώμην σώματος καὶ γνώμης βαθύτητα καὶ οἷον εἰπεῖν δαιμονίαν τὴν σύνεσιν. (Β.) Πέμπτον δ’ ἄρτι καὶ εἰκοστὸν τῆς ἡλικίας ἔτος ἀμείβων
5πέμπεται πρὸς τοῦ βασιλέως στρατηγὸς καὶ διοικητὴς μιᾶς τῶν περὶ Μακεδονίαν ἐπαρχιῶν, ἣ τοὺς Ἰλλυριοὺς μάλιστα ὁμοροῦν‐ τας ἔλαχε. φιλοδωρότατος δὲ ὢν καὶ μηδὲν ἴδιον κτώμενος καὶ μηδὲν πλέον ἔχειν βουλόμενος τῶν ὅσοι τούτῳ συνασπίζοντές τε καὶ παρασπίζοντες ἦσαν ἐν ταῖς ἀκμαῖς τῶν ἀγώνων, οὕτω τὰς
10γνώμας ἁπάντων ἐξιδιώσατο, ὡς ἥδιον πάντας ἡγεῖσθαι πολλῷ θνήσκειν ὑπὲρ αὐτοῦ, ἢ ζῶντας ὁρᾷν τὸν ἥλιον ἄνευ αὐτοῦ. ἦν δὲ καὶ δεινὸς ὁ ἀνὴρ εἴπερ τις πόρους ἐν ταῖς τῶν περιστάσεων ἀπορίαις εὑρίσκειν καὶ τοῖς ἀμηχάνοις τῶν πραγμάτων μηχανάς τινας καινοτέρας χαρίζεσθαι καὶ τόλμαν ἔμπρακτον ἐνδείκνυσθαι
15πανταχῆ, ὡς ἐκπλήττεσθαι πάντας ὁρῶντας τὸ μεγαλοφυὲς τοῦ ἀνδρός. (Γ.) Ἕν τι μόνον ὥσπερ τι νόσημα πονηρὸν εἰς τὰς αὐτοῦ πράξεις παρεισφθαρὲν ἐκιβδήλευσε πάσας καὶ ὥσπερ σώμα‐ τος καλοῦ καὶ χαρίεντος καὶ γενναίου τὰς ὄψεις δεινῶς ἀφαιρού‐ μενον ἀτερπῆ τὰ τέλη καθίστα καὶ ἀνόνητα τὰ γεώργια. παρα‐
20σπονδῶν γὰρ πρῶτον μὲν πράγματα παρεῖχε τοῖς ὁμόροις Τριβαλ‐ λοῖς καὶ Αἰτωλοῖς καὶ Ἀκαρνᾶσιν· ἔπειτ’ ἐκεῖθεν ἀπαλλαγεὶς, ὡς εἰρήσεται, τούς τε καὶ βασιλέας καὶ τὰ τῶν βασιλέων συνέχεε
πράγματα. διὸ καὶ ἑαυτῷ φαῦλον προὐξένησε τέλος. καθαιρεθεὶς

1

.

298

γὰρ τῆς τοιαύτης ἀρχῆς καὶ μετ’ ὀλίγον χρήμασιν ὑπελθὼν τοὺς τῷ βασιλεῖ παραδυναστεύοντας ταύτην τε αὖθις ἀναλαμβάνει καὶ ἅμα τὸ τοῦ πιγκέρνου τιμᾶται ἀξίωμα. ὅθεν καὶ ἀποστασίαν ὠδίνων ἐξέῤῥηξε ταύτην ἐκεῖσε ἐλθὼν ἐν οὐ μακρῷ τῷ χρόνῳ.
5ἔγνωσται γὰρ ἰδιοποιούμενος ἣν ἦρχεν ἐπαρχίαν καὶ τῆς τῶν βασι‐ λέων ἐξουσίας λάθρα διϊστῶν. (Δ.) Ὅθεν καὶ δόλῳ παρὰ Μονο‐ μάχου τοῦ Μυστικοῦ ἁλίσκεται καὶ δέσμιος ἐς τὸν βασιλέα πέμ‐ πεται. ἦν γὰρ τηνικαῦτα καὶ οὗτος Μονομάχος μέρος τι διοικεῖν τῆς Μακεδονίας παρὰ τοῦ βασιλέως πεμφθείς· καὶ διὰ τὴν ἐγγύ‐
10τητα τῶν ἐπαρχιῶν συχνὰ προσιὼν καὶ ἐπιμιγνὺς τῷ Συργιάννῃ καὶ ἰχνηλατῶν τὰ ἐκείνου ἀπόῤῥητα καὶ φίλος εἶναι ὑποκρινόμε‐ νος δόλοις δόλους ἔῤῥαπτεν· ἕως δόλῳ συνειληφὼς δέσμιον, ὡς εἰρήκειμεν, τοῦτον ἐπεπόμφει τῷ βασιλεῖ. ἀλλὰ γὰρ εἱρκτῇ παρα‐ δοθεὶς διὰ τὴν τοιαύτην αἰτίαν ὁ Συργιάννης ἔμεινε χρόνον ἐν
15ταύτῃ συχνόν. ἐπεὶ δὲ ἡ μήτηρ οὐ διέλιπεν ὀδυρμοῖς καὶ δάκρυσι προσιοῦσα τοῖς περὶ τὸν βασιλέα καὶ ἱκετεύουσα καὶ τὸν υἱέα ἐξαι‐ τουμένη καὶ πάσας ἐγγύας προβάλλουσα, ὀψὲ καὶ μόλις ἐδυνήθη τῆς εἱρκτῆς αὐτὸν ἐξελέσθαι· πλὴν οὐ πρότερον, πρὶν ἂν ἐγγρά‐ φους αὐτὸν ἀποδοῦναι τῷ βασιλεῖ τοὺς ὅρκους ἐνώπιον τῆς θείας
20εἰκόνος τῆς ὑπεράγνου θεομήτορος τῆς Ὁδηγητρίας, μὴ τοῖς τοῦ βασιλέως προστάγμασιν ἐναντία ποτὲ διαπράξασθαι. (Ε.) Ἀλλὰ
γὰρ οὕτω πάσης ὑποψίας ἀπολυθεὶς ὁ ἀνὴρ καὶ πᾶσαν εὔνοιαν

1

.

299

διασώζειν πιστευόμενος πρὸς τὸν εὐεργέτην καὶ ἀποῤῥήτων ἤδη κοινωνὸς ἠξιοῦτο γίγνεσθαι, ὡς πιστευθῆναι λοιπὸν καὶ τουτὶ τὸ ἀπόῤῥητον, λέγω, τὸ φύλαξ λανθάνων περιϊέναι καὶ προσιέναι τῷ ἐγγόνῳ τοῦ βασιλέως Ἀνδρονίκῳ τῷ βασιλεῖ, μὴ λάθῃ φυγὼν,
5ὡς ἔφθημεν εἰρηκότες. ὁ δὲ, εἰ χρὴ ταῖς τῶν πολλῶν ὑπολήψεσι πείθεσθαι, φίλαρχος ὢν ἀεὶ καὶ καιροῦ μὴ τυχὼν οὐδέπω τὸ βουλόμενον ἐνδείξασθαι τῆς ψυχῆς νῦν ἔγνω καιρὸν εἶναι τοῦτον ὑπὸ τῆς τύχης παρεσχημένον κατ’ ἀλλήλων τοὺς βασιλέας ἐκπο‐ λεμώσας καὶ τὰ Ῥωμαίων οὕτω συγκυκήσας ἅπαντα πράγματα,
10τῶν σκήπτρων αὐτὸς ἐπιβῆναι· ἢ τό γε δεύτερον, μέρος τῆς ὅλης τῶν Ῥωμαίων ἡγεμονίας ἀποτεμόμενος εἰς οἰκείαν ἀρχὴν αὐτὸ καταστήσασθαι. ὅθεν Ἀνδρονίκῳ τῷ νέῳ βασιλεῖ προσελθὼν ἅπαν τοῦ πάππου καὶ βασιλέως ἀνεκάλυψε τὸ ἀπόῤῥητον, λέγων· ὡς „ἐμὲ μὲν οἷά τινα κύνα ῥινηλατοῦσαν τὰ σὰ βουλεύματα τέταχεν
15ὁ βασιλεὺς περί σε· ὁ δὲ κάθηται συσκευάζων ἀγχόνας καὶ δεσμὰ κατὰ σοῦ· σὺ δ’ ἀγνοῶν κάθησαι νηπίων βουλεύμασι γαυρούμε‐ νος. τί γάρ σοι τὸ ὄφελος ἀποπλεύσαντι λάθρα πρὸς ἀλλοτρίαν οἴχεσθαι χώραν, ἔνθα καθάπερ δούλῳ δεήσει καθημένῳ πρὸς ἀλλοτρίαν βλέπειν τράπεζαν, ὁπόταν ἴσως μηδὲ φονεῦσιν ἐντύχῃς
20τοῖς ξενίζουσι, μηδὲ ταῖς τοῦ πάππου καὶ βασιλέως ἄρκυσι καὶ πάγαις ἁλῷς; εἰ δὲ πάντα πρὸς λήθης βυθοὺς τὰ νηπιώδη ταῦτα ῥίψας βουλεύματα πεισθείης ἐμοὶ τὰ βελτίω σοι καὶ σωτήρια συμ‐ βουλεύοντι, οὐκ ἂν φθάνοις τὰ σκῆπτρα τῆς αὐτοκρατορίας
λαμβάνων ἀπονητί. μίαν γὰρ ἀνυσιμωτάτην ὁρῶ πρὸς τοῦτο φέ‐

1

.

300

ρουσαν ἀφορμὴν, ἢν φυγὼν τὸ Βυζάντιον ἐς τὰς τῆς Θρᾴκης ἐκ‐ δράμῃς πόλεις καὶ χώρας. φύσει γὰρ χαίροντες ταῖς καινοτομίαις τῶν ἀνθρώπων τὸ γένος καὶ ἅμα βεβαρημένοι τοῖς συχνοῖς φόροις οἱ ταλαίπωροι Θρᾷκες, ἢν κουφισμὸν καὶ ἐλευθερίαν ἐξελθὼν
5κηρύξῃς, ἄσμενοί σοι πάντες ἕψονται πρὸς ὅπερ ἂν αὐτὸς ἐθέ‐ λοις, τὴν πρὸς τὸν πάππον καὶ βασιλέα πολυετῆ δουλείαν ῥᾷστα λακτίσαντες καὶ ὥσπερ τινὰ Ταντάλειον φόρτον ἀποσεισάμενοι. εἰ γοῦν ἀρεστὸν τὸ ἐμόν σοι τόδε φαίνοιτο βούλευμα, ἐγὼ καὶ ταμίας καὶ χορηγός σοι τοῦ δράματος ἔσομαι καὶ πάντα τὸν
10ἆθλον ὑποστὰς τὴν ταχίστην ἐκτελέσω· ἢν μόνον καὶ σύ μοι ὑποσχέσθαι ἐθέλῃς καὶ δοῦναι πιστὰ τὰ ἐχέγγυα περὶ τῶν ἀξίων γερῶν καὶ ἐπάθλων. τίνα δὴ ταῦτα; ἀξιωμάτων λαμπρότητες καὶ χωρία πολλὰ καὶ πολλὴν τὴν ἐπέτειον παρέχεσθαι δυνάμενα πρόσ‐ οδον· καὶ ἐπὶ τούτοις μηδένα τῶν πάντων δύνασθαι πλέον ἐμοῦ
15παρά σοι, μηδεμίαν τινὰ πραγμάτων κατάστασιν περαίνεσθαι παρὰ σοῦ, πλὴν τοῦ κἀμὲ συνειδέναι. ὁρᾷς γὰρ, ὅπως τῶν συμ‐ φορῶν ἐθελοντής σοι γίνομαι κοινωνὸς καὶ τῶν κινδύνων αὐθαι‐ ρέτως συναίρεσθαι βούλομαι, πάντας ἐκείνους τοὺς πρὸς τὸν βασιλέα τῆς σῆς ἀγάπης ὀπίσω θέμενος ὅρκους· κἂν εἴ τι δεινὸν
20κατὰ τῆς ἐμῆς κεφαλῆς τὸ τῆς τύχης φέρῃ παράλογον, προθύ‐ μως φέρειν παρῄνεσα ἐμαυτῷ. ταῦτα τοίνυν θεώμενος πρόθυμος γίνου καὶ σὺ περὶ τὰς ὑποσχέσεις τῶν ἐμῶν ζητημάτων, ἢν σώ‐ ζεσθαι θέλῃς. ἐπεὶ δ’ ἡ τῶν πραγμάτων ὀξύτης ἡμᾶς οὐκ ἐᾷ τὰ
παρόντα σχολαιότερον διατίθεσθαι, ἀλλ’ ἐπὶ ξυροῦ ἡμῖν ἡ ἀκμὴ

1

.

301

περιΐσταται τοῦ κινδύνου μελλήσασι, φέρε καὶ ἑτέροις τῆς γνώ‐ μης ταυτησὶ κοινωνήσωμεν, οἳ διὰ τὴν πρὸς τὸν βασιλέα ἀπέ‐ χθειαν οὔθ’ ἡμᾶς καὶ τὰ τοιαῦτα μυστήρια προδοῦναι ἀνάσχοιντ’ ἂν καὶ τῇ παρούσῃ χρείᾳ ἐς καιρὸν ἐν τοῖς μάλιστα γένοιντ’ ἄν.“
5(ϛʹ.) Καὶ ἐπὶ τούτοις ὁ βασιλεὺς τάς τε ὑποσχέσεις τούτῳ τῶν ζητημάτων ἐγγράφους μεθ’ ὅρκων ἐδίδου· καὶ παρῆσαν οἱ τῶν μυστηρίων ἐσόμενοι κοινωνοὶ, Ἰωάννης τε ὁ Καντακουζηνὸς καὶ Θεόδωρος ὁ Συναδηνὸς, ὁ μὲν τῇ τοῦ μεγάλου παπίου τηνικαῦτα σεμνυνόμενος ἐπικλήσει, ὁ δὲ τῇ τοῦ δομεστίκου τοῦ ἐπὶ τῆς τρα‐
10πέζης τῆς βασιλικῆς· καὶ τρίτος Ἀλέξιος ὁ Ἀπόκαυκος, δομέστι‐ κος καὶ αὐτὸς τηνικαῦτα τῶν δυτικῶν θεμάτων ἀκουόμενος καὶ τῶν ἁλῶν τὴν διοίκησιν ταμιουλκῶν. οὗτος μὲν οὖν οὐ πάνυ τῶν εὐγενῶν ἦν, βαθυγνώμων δὲ ἀνὴρ καὶ εὐμήχανος καὶ δόλους συν‐ θεῖναι δεινός· ἄμφω δ’ ἐκεῖνοι κατὰ γένος τῷ βασιλεῖ προσήκον‐
15τες· πλὴν ὁ μὲν Καντακουζηνὸς καὶ ἡλικιώτης ἦν καὶ ὁμόψυχος καὶ ὁμόπνους ἐξέτι νέου τῷ βασιλεῖ Ἀνδρονίκῳ διά τε τὴν τῆς γνώμης ὀρθότητα καὶ τῆς γλώττης ἀλήθειαν καὶ τὸ τοῦ ἤθους καίριον· ὁ δὲ Συναδηνὸς ὁμοίως τῷ πατρὶ αὐτοῦ τῷ βασιλεῖ Μιχαὴλ, ἕως ἦν ἐκεῖνος ἔτι ζῶν. οὗτοι τοίνυν ὥσπερ ἐκ μιᾶς
20οἰνοχόης τὸ ἀπόῤῥητον ἐκεῖνο δεξάμενοι βούλευμα δαλὸς ἦσαν εἰς πῦρ καὶ ἵππος εἰς πεδίον. οὕτω φρατρία τις ἀῤῥαγὴς εὐθὺς οἱ
ἄνθρωποι ἐγεγόνεισαν καὶ ὁρκωμοτήρια φρίκης μεστὰ ξυνετίθουν

1

.

302

τε καὶ ἐδίδοσαν καὶ ὑποσχέσεις μεγάλων ἀντιδόσεων καὶ γερῶν ἀντελάμβανον. (Ζ.) Τούτων οὕτω ξυμβάντων ἔργου εἴχοντο ὅλῃ σπουδῇ τε καὶ γνώμῃ. καὶ πρῶτα μὲν χρήμασι περιελθόντες τοὺς τῷ βασιλεῖ παραδυναστεύοντας ὅ,τε Συργιάννης καὶ ὁ Καν‐
5τακουζηνὸς ὤνιον εἰλήφεσαν τὴν ἐπιτροπὴν τῶν ἐν Θρᾴκῃ χωρῶν καὶ πόλεων· ὁ μὲν τά τε πλεῖστα τῆς μεσογείου καὶ τῆς παρα‐ λίου πάσης ἄχρι τοῦ ἀκροτάτου Ῥοδόπης· ὁ δὲ Καντακουζηνὸς ὀλίγα τῆς μεσογείου μόνης, ὁπόση τῆς Ὀρεστιάδος ἐστὶ περίοικος. ἐπὶ τούτοις στρατεύματα συνεκρότουν καὶ ὅπλα παρεσκευάζοντο
10καὶ στρατιώτας ἄλλους ξυνέλεγον, νεήλυδάς τινας, καὶ ὁπόσοι δι’ ἔνδειαν τῶν χρειωδῶν ἀπόμαχοί τε καὶ ἄπρακτοι διῆγον τὸν βίον· καὶ πρός γε ἔτι τοὺς μὲν οἰκειοτάτους καὶ πιστοτάτους αὐ‐ τῶν φύλακας ἐποιοῦντο τῶν πόλεων· τοὺς δ’ ὑπόπτως ἔχοντας πρὸς ἀντίστασιν τῶν μελετωμένων ἄλλαις ἄλλως προφάσεσιν ὑπο‐
15βάλλοντες ἐξετίθουν τῶν πόλεων. ταῦτα δ’ ἐποίουν κηρύξαντες πρότερον ἔφοδον, νῦν μὲν τῶν Παριστρίων Σκυθῶν, νῦν δὲ ναυ‐ τικῆς τινος δυνάμεως τῶν ἐξ Ἀσίας Τούρκων, ἵν’ ὑπὸ παραπετά‐ σματι τῇ τοιαύτῃ καλυπτόμενοι φήμῃ ἀνύποπτοί τε διατελοῖεν καὶ ἅμα ἐπαίνων ἄξιοι παρὰ τῷ βασιλεῖ γίγνοιντο προμηθείας
20ἕνεκα καὶ σπουδῆς. ἀλλ’ ὁ μὲν Συργιάννης τοιαῦτα λανθάνων ἐδραματούργει καὶ συχνὰ τῷ νέῳ ἐμήνυε βασιλεῖ λάθρα τά τε πραττόμενα καὶ πραχθησόμενα. εʹ. Τῷ δὲ βασιλεῖ τὸν ἔγγονον βλέποντι ἀνεπιστρόφως τε
ἔχοντα καὶ περιφρονητικῶς ἐς τὰς αὐτοῦ διακείμενον παραινέσεις

1

.

303

καὶ ἀεὶ τῇ συνήθει τῶν ἠθῶν αὐτονομίᾳ χρώμενον ἔδοξεν ἐλέγ‐ ξαντι πρότερον αὐτὸν ὑπὸ τῷ πατριάρχῃ καὶ τῇ συγκλήτῳ, ἔπειτα τῇ εἱρκτῇ παραπέμψαι δεσμώτην. ἀλλὰ τότε μὲν τὴν μελέτην ἐπέσχεν ὁ λογοθέτης τοῦ γενικοῦ Θεόδωρος ὁ Μετοχίτης, ἀτε‐
5λεσφόρητον τὴν πρᾶξιν ἔσεσθαι μαντευόμενος διὰ τὴν τῶν ἡμερῶν ἄνεσιν. ἀπόκρεω γὰρ ἦν καιρὸς, ὁπότε πρὸς εὐωχίας ἁβροτέρας καὶ ἀκρατοποσίας διδόασιν ἄνθρωποι καὶ τολμηρότεροι γίνονται διὰ τὴν τοῦ οἴνου παραφορὰν πρὸς στασιώδεις ὁρμάς· καὶ δέος εἶναι μὴ οὐ κατὰ γνώμην εὕρῃ τὴν ἀπόβασιν ἡ μελέτη, τῆς τύχης
10ὡς τὰ πολλὰ τερατευομένης καὶ τἀναντία τῶν δοξάντων πολλάκις βλαστανούσης ἐξαίφνης. (Β.) Ὁ μέντοι λογοθέτης τοῦ γενικοῦ ἄρτι τοῦ νεουργεῖν ἐπέπαυτο τὴν τῆς Χώρας μονὴν, ὁπόσος ὁ ἔνδον ἐτύγχανε κόσμος. ὅθεν ἐφιλοτιμεῖτο συνδιανυκτερεύειν ἐν ταῖς παννυχίσιν ἔσθ’ ὅτε μετὰ τῶν μοναχῶν. ἐπεὶ οὖν ἧκε τὸ τῆς
15πρώτης ἑβδομάδος τῆς τεσσαρακοστῆς σάββατον, ὁπότε δὴ καὶ ἔμελλε τῇ ὑστεραίᾳ κηρύττεσθαι δημοσίᾳ τῶν ὀρθοδόξων ἡ μνήμη βασιλέων ὁμοῦ καὶ πατριαρχῶν, ἐληλύθει καὶ οὗτος συνήθως ἐς τὴν ἐξ ἑσπέρας ἐκείνης παννυχίδα. περὶ δὲ μέσας νύκτας ἅμα αὐτῷ συνισταμένων ἡμῶν καὶ τῆς δοξολογίας ἀκουόντων ἥκει τις
20ἐκ βασιλέως, καινοτέραν τινὰ κομίζων αὐτῷ ἀγγελίαν καὶ ζητῶν τὴν τῆς αὐτοῦ γνώμης κρίσιν. „ἄρτι γὰρ,“ φησὶ, „τῶν περὶ τὸν βασιλέα πελεκυφόρων καὶ στρατιωτῶν καὶ ξιφηφόρων καταδαρ‐ θάνειν μελλόντων ἐξηνέχθη χρεμετισμὸς πάντα περιηχῶν τὰ
βασίλεια, ὡς ἐκπλαγῆναι πάντας τοὺς ἐν τοῖς βασιλείοις. ἀωρίας

1

.

304

γὰρ οὔσης πολλῆς καὶ μὴ παρόντος τῶν ἵππων τινὸς, οὔτε τῶν βασιλικῶν, οὔτε τῶν συγκλητικῶν, οὔτε ἐντὸς βασιλείων, οὔτε πρὸ τῶν πυλῶν, θόρυβον τὸ τοῦ πράγματος παράδοξον ἐνεποίησε ταῖς τῶν ἀκουσάντων ψυχαῖς καὶ ἀλλήλων ἅπαντες ἐπυνθάνοντο.
5οὔπω δὲ τοῦ θορύβου πεπαυμένου καὶ δεύτερος ἐξηνέχθη χρεμε‐ τισμὸς μείζων τοῦ πρώτου, ὡς καὶ αὐτὸν αὐτήκοον τῆς ἠχοῦς γενέσθαι τὸν βασιλέα καὶ πέμψαντα ἔρεσθαι, εἴ τις εἰδείη, ὅθεν ὁ χρεμετισμὸς οὗτος ἐν ἀωρίᾳ τοσαύτῃ. ἀλλ’ ἀκήκοε πλέον οὐδὲν, ἢ ὅτι παρὰ τοῦ ἵππου τοῦ γεγραμμένου περὶ ἕνα τῶν βασιλείων τοί‐
10χων πρὸ τοῦ εὐκτηρίου τῆς Νικοποιοῦ θεοτόκου· ἵππον δὴ λέγω τοῦτον, ᾧ ἐποχεῖσθαι κάλλιστα Γεώργιον τὸν τοῦ Χριστοῦ μάρτυρα εἴργασται πάλαι Παῦλος ἐκεῖνος ὁ τῶν ζωγράφων ἄριστος.“ πρὸς ταῦτα ὁ λογοθέτης χαριεντισάμενος, ὡς εἰώθει πρὸς τὰς τοῦ βασιλέως ἐρωτήσεις, „συγχαίρω σοι,“ ἔφησεν, „ὦ βασιλεῦ, τῶν
15μελλόντων ἕνεκα τροπαίων. οὐδὲν γὰρ ἕτερον οἶμαι σημαίνειν,“ φησὶ, „τὸν παράδοξον τοῦτον τοῦ ἵππου χρεμετισμὸν, ἢ σὴν βασιλικὴν ἐκστρατείαν κατὰ τῶν τὴν ἡμετέραν Ἀσίαν λεηλατούν‐ των Ἀγαρηνῶν.“ (Γ.) Ταῦτα ὁ βασιλεὺς ἀκηκοὼς μειρακίσκον ἕτερον αὖθις πρὸς αὐτὸν ἐπεπόμφει· „σὺ μὲν,“ λέγων, „εἴτ’
20ἐμοὶ τὰ τῆς θυμηδίας ὡς ἔθος λέγων, εἴτ’ οὐκ οἶδ’ ὅπως ταῦτ’ ἀποκρίνῃ, ἔοικας ἀγνοοῦντι. ἐγὼ δέ σοι τἀληθῆ μοι δοκοῦντα καταλέξω. ὡς γὰρ ἡμῖν οἱ ἡμέτεροι πατέρες παρέδοσαν καὶ ἄλ‐ λοτέ ποθ’ ὁ ἵππος οὗτος τὸν ὅμοιον ἐχρεμέτισε τρόπον, ὁπότε
Βαλδουῖνος ὁ τῶν Λατίνων ἄρχων ὑπὸ τοῦ ἐμοῦ πατρὸς καὶ βα‐

1

.

305

σιλέως ἔμελλεν ἀφαιρεῖσθαι τὴν μεγαλόπολιν ταύτην. πρὸς γὰρ τὸ παράδοξον τῆς ἀκοῆς συχνόν τινα χρόνον κἀκεῖνος ἐθορυβεῖτο, κακὸν οἰωνὸν ἑαυτῷ λογιζόμενος τοῦτο. ἔπειτ’ ἐν οὐ μακρῷ τῷ χρόνῳ τὸ πέρας εἶδε τὸν οἰωνὸν κατὰ τῆς αὐτοῦ κεφαλῆς ἐκτοξεύ‐
5σαντα, ὅτε πορθουμένην τὴν μεγαλόπολιν ἑώρακε ταύτην ὑπὸ Ῥωμαίων.“ ὁ δὲ λογοθέτης οὐδὲν ἔχων πρὸς ταῦτα ἀποκρίνασθαι, „ἄπιθι,“ ἔφη πρὸς τὸν ἄνθρωπον, „ἔν γε τῷ παρόντι. ἐγὼ δ’ ἐς τὴν ὑστεραίαν τὰς ἐμαυτοῦ κομίσω τῷ βασιλεῖ ἀποκρίσεις.“ ἀλλὰ καὶ ὁ περὶ τὴν ἑῴαν ἀκρόπολιν ἱστάμενος κίων, ἐν ᾧ λόγος
10τὸν τοῦ Βύζαντος πάλαι σταθῆναι τοῦ κτίσαντος τὸ Βυζάντιον ἀνδριάντα, πρὸ πολλῶν καὶ αὐτὸς ἤρξατο σείεσθαι ἡμερῶν καὶ ἐπὶ πολλαῖς δ’ ἐμφανῶς ἐσείετο ταῖς ἡμέραις, πάντων συντρε‐ χόντων καὶ θεωμένων. (Δ.) Ἐπεὶ δ’ ἐς τὴν ὑστεραίαν ὁ μέγας ἀφίκετο λογοθέτης πρὸς τὸν βασιλέα, ἅττα μὲν αὐτοὶ κατὰ μόνας
15ἐκοινολογήσαντο πρὸς ἀλλήλους τότε μὲν οὐδεὶς ἔγνω τῶν πάντων· ἐκ σημείων μέντοι τινῶν στοχάζεσθαι ἡμῖν ἐξεγένετο ὕστερον, ὡς βιβλία τινὰ χρησμολογικὰ ἐθεάσαντο, ἐν οἷς τινα τῶν μελλόντων ἀσαφῶς τε καὶ αἰνιγματωδῶς παρ’ ὅτων δήποτε ἐξετέθησαν· καὶ ἐπὶ τούτοις θεμάτιον ἐξέθεντο, δι’ ὃ τῶν ἀστέρων τοὺς δρόμους
20ἐρευνῶσιν ἄνθρωποι καὶ μελλόντων κερδαίνουσι πρόγνωσιν· ἐξ ὧν ἐχθρικήν τινα ἔφοδον ἐτεκμήραντο καὶ τῶν κοινῶν πραγμάτων κυκεῶνα καὶ ὁποιονδή τινα τῆς βασιλικῆς ἡγεμονίας κίνδυνον.
οὐ γὰρ συνῆκαν ὡς ὁ βασιλεὺς ὁ νέος Ἀνδρόνικός ἐστιν ὁ ταῦτα

1

.

306

ποιήσων, τοῦ θεοῦ τὰ τοιαῦτα τρόποις ἀῤῥήτοις συγκρύπτοντος. ὅθεν πολὺν ἐκαρπώσαντο φόβον καὶ θόρυβον λογισμῶν. ὁ γὰρ λογοθέτης μεστὸς ἐννοιῶν ἐκ τῶν βασιλείων οἴκαδε ἐλθὼν ἐκάθητο ἐπιπολὺ σιωπῶν καὶ μηδ’ ὅλως μηδὲν πρὸς οὐδένα φθεγγόμενος·
5ἀλλὰ στρέφων λογισμοὺς ἀεὶ περὶ τὸν νοῦν συχνοὺς καὶ τῶν μελ‐ λόντων πλήρεις κωφῷ τε καὶ μηδὲν αἰσθανομένῳ τῶν παρόντων ἀτεχνῶς ἐῴκει· καὶ ταῦτα τῆς συζύγου μετὰ τῆς θυγατρὸς πανυ‐ περσεβάστης καὶ τῶν υἱέων παρακαθημένων κατὰ τὸ εἰωθὸς καὶ ἱλαράν τινα καὶ μειδιῶσαν ἐκδεχομένων γλῶσσαν ἀκηκοέναι. ὀψὲ
10δ’ ἀναγκασθεῖσα ἡ σύζυγος, αὐτὴ μὲν ἀφελῶς ὑπὸ φύσεως ἔχουσα πρὸς τὸ λέγειν, διένευσε πρὸς τὴν θυγατέρα τὴν πανυπερσεβάστην, φθέγξασθαί τι τῇ χρείᾳ καὶ τῷ καιρῷ πρόσφορον. ἦν γὰρ αὕτη νεάζουσα μὲν τὰ τῆς ἡλικίας, ἀλλ’ οὖν ἐπὶ μέγα συνέσεως ἥκουσα καὶ γλῶτταν παρὰ τῆς φύσεως εὐτυχήσασα οὐκ αὐτῇ μᾶλλον ἢ
15Πυθαγόρᾳ καὶ Πλάτωνι καὶ τῶν σοφῶν τοῖς τοιούτοις μάλα προσήκουσαν. ἣ δὴ καὶ διάρασα πρὸς τὸν πατέρα τοὺς ὀφθαλ‐ μοὺς ἔλεξε τοιάδε. (Ε.) „Τολμηρὸν μὲν ἴσως καὶ προπετείας δόξειεν ἄν πως μεστὸν, ὦ πάτερ, θυγατέρα νεάζουσαν ἔτι πρὸς πατέρα παῤῥησιάζεσθαι καὶ ἀμαθίᾳ συζῶσαν γλῶσσαν ἀτενίζειν
20πρὸς τὸν τῆς σοφίας Ὄλυμπον. ἐπεὶ δ’ ἥ τε μήτηρ προτρέπει καὶ μετὰ τοῦ πράγματος ὁ καιρὸς ἐπιτίθεται, φθέγξομαι τό γε εἰς δύναμιν ἧκον. ἵνα τί γὰρ ἐπὶ τοσοῦτον σιγῶν, σοφώτατε πάντων ἀνθρώπων, ἀνέχῃ μὲν γνωσιμαχεῖν ἐπὶ σαυτῷ καὶ κατα‐
τήκειν σαυτὸν, κοινωνεῖν δ’ ἡμῖν οὐκ ἐθέλεις τῆς γνώμης, ἵνα

1

.

307

καὶ τῆς λύπης ἡμεῖς σοι γενόμεναι κοινωνοὶ κουφότερον καταστή‐ σωμέν σοι τὸ πάθος; πολλὴν γὰρ ἡμῖν ἡ τῶν ὄψεων σύγχυσις καὶ ἡ τῆς γλώττης ἀσφάλεια μηνύει σαφῶς τὴν ἐν τῇ ψυχῇ σου τῆς λύπης ἀκμὴν ἣ τῆς καρδίας χειρωσαμένη τὰ καίρια. καθά‐
5περ ἀκρόπολιν ἢ ῥίζαν τινὰ καὶ σύνδεσμον τῶν ζωτικῶν τῆς ψυ‐ χῆς δυνάμεων, κάθηται ἀναπόσπαστα ἐπιβοσκομένη τὴν ὥραν τῶν λογισμῶν καὶ συνθολοῦσα τὰς περιόδους αὐτῶν καὶ ἐμβρι‐ θὲς ποιοῦσα τὸ ἡγεμονικόν. ὥσπερ δ’ ἔλαιον καὶ κηρὸς καὶ καλά‐ μη καὶ χόρτος πυρὸς ἐπεφύκει τροφὴ, οὕτω καὶ σιωπὴ περὶ τὴν
10ψυχὴν ἠθροισμένους εὑρίσκουσα τῆς λύπης τοὺς ἄνθρακας, κα‐ θάπερ ὕλην αὐτοῖς καὶ τροφὴν ἑαυτὴν χορηγεῖ, μηδαμῇ διὰ γλώτ‐ της ἐξιέναι παραχωροῦσα τὸν ἐγγινόμενον ἐκεῖθεν καπνὸν τῇ ψυχῇ. σὺ γοῦν, ἵνα μὴ τῷ χρόνῳ τὸ πάθος ἰσχὺν εἰληφὸς βλάβην ἀνέλ‐ πιστον ἐπιφέρῃ, διανάστηθι πρὸς θεοῦ καὶ γενοῦ σαυτοῦ. οὐ
15γὰρ σὸν τὴν εὐγένειαν τῆς φιλοσοφίας εἰς τοιαύτην κατασπᾷν σμικροπρέπειαν καὶ ἀωρίαν τοσαύτην τοῦ ταύτης κατασκεδάζειν σεμνώματος. πέφυκε γάρ πως τὸ τῆς λύπης δεινὸν ῥᾷστα τῇ παρατάσει τῆς σιωπῆς πολλαπλασιάζεσθαι. χωρεῖ γὰρ ἀνατρέχον ἐπὶ τὰ ἔνδον ἀεὶ δίκην ἕλκους καὶ οὐ πρότερον ἀφίσταται τοῦ
20πάντα νέμεσθαι λάθρα τὰ πρόσω, πρὶν ἂν καὶ αὐτοὺς, ὡς εἰ‐ πεῖν, διέλθῃ τοὺς μυελοὺς τῆς ψυχῆς καὶ αὐτὰ τοῦ ζώου τὰ καιριώτερα κατατροπώσηται μόρια. καὶ εἰ μέν τι τῶν ἀποῤῥήτων ἐστὶν, ἄλλοις χρεὼν εἶναι ἀπόῤῥητον· ἡμῖν δὲ τοῖς σοῖς καὶ μάλα
ἥκιστα.“ (ϛʹ.) Τούτοις καὶ τοιούτοις πλείοσι καὶ τοιαύτῃ παλάμῃ

1

.

308

τῆς γλώττης ἡ γενναία ἐκείνη θυγάτηρ τὰς τοῦ πατρὸς ἀκοὰς μα‐ λάξασα κατὰ τὸ ἐγχωροῦν παρὰ τοσοῦτον τῆς διανοίας ἐκείνου καθήψατο καὶ ὥσπερ ἀπὸ βαθέος ἀνηρτήσατο ὕπνου, παρόσον ἁλιέων καὶ θαυματοποιῶν παῖδες οἱ μὲν τοῖς πλήκτροις ἐκ θαλάτ‐
5της τοὺς ἰχθύας ἀνασπῶντες, οἱ δὲ τοὺς ὄφεις ἐκ τῆς λόχμης· ὡς ἐκεῖνον μικρὸν τῆς λύπης χαλάσαντα τῇ γλώττῃ δοῦναι τὸν νοῦν καὶ τὰς ῥήσεις ἐκείνας βραχὺ τοῦ Ἰὼβ ὑπαλλάξαντα, ὡς, „ἀπόλοιντο,“ φάναι, „αἱ ἡμέραι ἐκεῖναι, ἐν αἷς γυναικί τε συνήφθην καὶ τέκνων ἐγενόμην πατήρ. ῥᾷστα γὰρ ἂν μὴ παρόν‐
10των αὐτῶν τἀμαυτοῦ διεθέμην. νῦν δὲ τοσούτου διὰ ταῦτα πε‐ ριῤῥέοντος ὄχλου φροντίδων, οὐκ οἶδα πῶς ἂν διαφύγοιμι τὴν ὅπως ποτὲ καὶ ὁθενοῦν ἀπειλουμένην ἐπενεχθήσεσθαι ὅσον οὐδέπω κακίστην πραγμάτων φοράν. μέλλειν γὰρ ἔφοδόν τινα βαρεῖαν εἴτ’ ἐκ θαλάττης, εἴτ’ ἐξ ἠπείρου, ἐχθρῶν μὲν, οὐκ οἶδα δ’
15ὅτων, ἐπαναστήσεσθαι καθ’ ἡμῶν καὶ πάντα κακῶς συνταρά‐ ξειν τὰ καθ’ ἡμᾶς, καθάπερ ὁλκάδα μεγάλην ἐπειδὰν ἐπὶ πόντου λαβὼν ἀγκυρῶν ὀρφανὴν ὑβριστὴς ἄνεμος μαίνηται κατὰ τῶν ἱστίων καὶ καταχορεύῃ τοῦ κύματος.“ ταῦτα εἰπὼν ἐσιώπησεν αὖθις, κλαπεὶς ὥσπερ τὸν νοῦν ὑπὸ τῶν λογισμῶν ἐκείνων καὶ
20ἐκλαθόμενος ἑαυτοῦ καὶ τῆς γλώττης· καὶ ἀναστὰς εἰσῄει μεστὸς ἀθυμίας ἐπὶ τὴν κλίνην, ἐφ’ ἧς καὶ κατέδαρθε μέν· καθεύδειν δ’ οὐκ εἶχε μέχρι πολλοῦ. (Ζ.) Ἐγὼ δ’ ἐς ὑστεραίαν πάντα ἐμεμαθήκειν κατὰ τὸ εἰωθὸς ἀφικόμενος. ἀπῄειν γὰρ συνεχέστε‐
ρον ἐς τὴν τοῦ ἀνδρὸς ὁμιλίαν. ἀφ’ οὗ γὰρ περὶ πλείονος ποιη‐

1

.

309

σάμενος ἐμὲ κατὰ τὴν αὐτῷ νεουργηθεῖσαν μονὴν τῆς Χώρας φέρων κατῴκισε, πολλὴν ἔπειτα τὴν στοργὴν ἐδείκνυ πρὸς ἐμὲ καὶ ἱλαρὰν τὴν διάθεσιν καὶ μικροῦ τοῖς αὐτοῦ παισὶν ἐπίσης ἐδί‐ δου τὴν σχέσιν κἀμοί· ὥστε καὶ ἀστρονομικὴν ἐπιστήμην μόνος
5κατὰ τούσδε τοὺς χρόνους εἰδὼς ἐς τὸ ἀκρότατον οὐκ ἀπηξίωσε μὴ οὐ μεταδοῦναι κἀμοὶ τοῦ τοσούτου πλούτου· ὥστε καὶ πολ‐ λάκις ἐνεκαλλωπίσατο ἐπί τε τοῦ βασιλέως ἐπί τε τῶν ἐλλογίμων ἐμοῦ γε εἵνεκα, ὅτι διάδοχον τῆς αὐτοῦ σοφίας ἐπεποιήκει με. δείκνυσι δὲ τοῦτο σαφέστερον ἔν τε ταῖς πρὸς ἐμὲ τούτου ἐπιστο‐
10λαῖς ἔν τε τοῖς ἔπεσιν, ἃ πεποίηκεν ὕστερον ἐν τῇ ἐξορίᾳ αὐ‐ τοῦ· περὶ ὧν ἀριδηλότερον ἡμῖν ἐν τοῖς ἔμπροσθεν λελέξεται. διὰ ταῦτα τοίνυν ὀφείλων τἀνδρὶ μεγάλας τὰς ἀμοιβὰς τῶν κατὰ δύναμιν οὐκ ἠμέλουν. ἀλλὰ προσῄειν συχνά οἱ οὐ μόνον λογικῆς εἵνεκα ὁμιλίας, ἀλλὰ καὶ διακονίαν τινὰ θυμήρη πληρῶν αὐτῷ.
15ἐδίδασκον γὰρ τόν τε υἱέα καὶ ἣν ἔφαμεν αὐτοῦ θυγατέρα, τὰ τῶν θύραθεν καὶ ἡμετέρων βιβλίων αἰνιγματώδη καὶ γρίφα δια‐ λευκαίνων καὶ τὴν ἐκείνων νύκτα πρὸς ἡμέραν μεθαρμοζόμενος. ἦν γὰρ ἡ γυνὴ μεγαλοφυὴς ὁμοῦ καὶ φιλομαθής· τὸ μὲν δῶρον τῆς φύσεως εἰληφυῖα, τὸ δὲ τῆς γνώμης. (Η.) Ἐγὼ δ’ ἐκεῖνα
20ἀκηκοὼς ἔνθους μὲν ὑπ’ ἐκπλήξεως ἐγεγόνειν· οὐκ ἔκρινα δ’ ὅμως δεῖν σιωπῇ τὸ πρᾶγμα παραδραμεῖν. ἀλλ’ ἰδίᾳ προσελθὼν ἐκείνῳ, „ἄλλους μὲν ἴσως,“ ἔφην, „ἐν τοῖς δεινοῖς καταπίπτειν, ὅσοι μὴ φιλοσόφοις λόγοις ἐχάλκευσαν τὴν ψυχὴν, οὐκ ἂν εἴη τῶν οὐκ εἰκότων. σὲ δ’ ὃν ἔδει πύργον ἀκλόνητον ἐν τοῖς τοιούτοις καθί‐
25στασθαι καὶ καρτερίας ὑπόδειγμα κράτιστον γίνεσθαι τοῖς πολ‐

1

.

310

λοῖς, ὅμοιόν τι πάσχειν τοῖς ἄλλοις, θειότατε ἄνθρωπε, οὐκ ἂν δυναίμην αὐτὸς ἐπαινεῖν. εἰ δ’ ἐπὶ τῶν ἐμφανῶν καὶ παρόντων χρῆναί φαμεν καρτερεῖν τὴν φιλόσοφον διάνοιαν, τί ἄν τις φαίη περὶ τῶν μήπω παρόντων, ἀλλ’ ἐν ἀδήλοις ἔτι πυθμέσι κρυ‐
5πτόντων τὴν ἔκβασιν; πολλὰ γὰρ κραίνει θεός· καὶ τὰ δοκη‐ θέντα οὐκ ἐτελέσθη· τῶν δ’ ἀδοκήτων πόρον εὗρε θεός. αἱ γὰρ προαναφωνήσεις τῶν μελλόντων, ὅσαι δι’ ὀνειράτων καὶ ὅσαι διὰ μυρίων ἄλλων, ὡς ἴσμεν, γίνονται τρόπων, πολὺν ἐπισυρόμεναι γνόφον καὶ κύκλῳ αὐτῶν ὥσπερ σκηνὴν τιθέμεναι τὴν ἀποκρυφὴν
10αὐτῶν, πολλοὺς τοῦ καθήκοντος ἐξεμόχλευσαν καὶ πρὸς τὰς τῆς ἀληθείας ἐναντίας ἐννοίας βαδίζειν παρέπεισαν· καὶ οἱ μὲν τοῦ τέλους εὐτυχοῦς παρ’ ἐλπίδα πεπείρανται· οἱ δὲ τοὐναντίον. οἶσθα γὰρ τά τε ἄλλα καὶ ὡς Ἀλεξάνδρου τοῦ Μακεδόνος ἐξιόν‐ τος ἤδη κατὰ Τύρου κόραξ ἐξ αὐτομάτου πετόμενος ἄνωθεν ῥίψας
15ὀστοῦν ἐπάταξε τὴν αὐτοῦ κεφαλὴν, καὶ ἔδοξε τοῖς ὀρνιθοσκόποις καὶ μάντεσι τοῦτο κακὸς οἰωνὸς καὶ ἀπηγόρευον ἤδη τὴν πεῖραν. ὁ δὲ καὶ ἀπῄει καὶ πόνους ὑπέστη καὶ πολιορκήσας εἷλεν αὐτήν. Ἕλληνες πάλαι Περσῶν ἐπιόντων ἤλπισαν ἐς πυθμένας θαλάττης αὐταῖς ναυσὶ καταδύσεσθαι πρὸ τῆς Σαλαμῖνος ἀπειλούσης τέκνα
20γυναικῶν ἀπολέσειν. ἀλλὰ παρὰ πᾶσαν ἐλπίδα τοὺς ἐναντίους κατετροπώσαντο καὶ ὅλας βίβλους μεστὰς τῶν οἰκείων ἀφῆκαν τροπαίων. Κροῖσος ὁ Λυδὸς ἤλπισε τὸν Ἅλυν διαβὰς μεγάλην
ἀρχὴν καταλύσειν τοῦ Κύρου· ὁ δὲ καὶ τὴν οἰκείαν ἀπέβαλε. Ῥω‐

1

.

311

μαῖοι πάλαι φλεγομένης τῆς Ἰταλίας ὑπ’ Ἀννίβου τοῦ Καρχη‐ δονίου καὶ μονονοῦ πρὸ ὀφθαλμῶν καὶ αὐτὴν τὴν τῆς Ῥώμης ἰδόντες κατασκαφὴν τοῦ πλείστου παρ’ ἐλπίδα τῆς οἰκουμένης κατέστησαν αὐτοκράτορες. Αὔγουστος ὁ μετὰ Καίσαρα δεύτερος
5μοναρχήσας ἐν Ῥώμῃ Ἀντωνίου καὶ Κλεοπάτρας ἐπιόντων κατ’ αὐτοῦ μετὰ βαρείας δυνάμεως ναυτικῆς τε καὶ ἠπειρωτικῆς φόβῳ τὸ ζῇν ἀπειπάμενος, ὁ δὲ καὶ τοὺς ἐχθροὺς παρ’ ἐλπίδα νενίκηκε καὶ ἅμα τὴν ἐκείνων ἀρχὴν προσειλήφει, Λιβύην φημὶ καὶ Ἀσίαν. καὶ τί δεῖ τοὺς ἱεροὺς τῆς προνοίας λόγους καταριθμεῖν; ἣ τὰ
10καθ’ ἡμᾶς διοικοῦσα ὅπερ οὐκ ἴσμεν εἴωθεν ἐπιφέρειν τοῖς ἡμε‐ τέροις πράγμασι τέλος· νῦν μὲν ὅπερ ἠλπίκαμεν· νῦν δ’ ὃ μή· καὶ νῦν μὲν σὺν θατέρῳ θάτερον, νῦν δ’ ἀντὶ θατέρου θάτερον. ὥσπερ ἂν εἴ τις ἐκ τοῦ Πειραιῶς τὸν ἀπόπλουν ἐς τὸν Αἰγαῖον ποιεῖσθαι ἐβούλετο, τὸν δ’ ἔπειτ’ ἐς Κρήτην καὶ Σαρδὼ τῶν
15ἀρκτικῶν ἀπήνεγκαν πνευμάτων αἱ πηγαὶ μὴ πάνυ τοι προσδοκή‐ σαντα. καὶ γὰρ τοιοῦτος κύβος πᾶσαν ἐπιπορεύεται γῆν ὁμοίως ἀεὶ καὶ θάλατταν. καὶ σοὶ τοίνυν προσδοκήσαντι λυπηρὰ ἴσως ἀνατελεῖ τὰ χρηστότερα καὶ τὸ τοῦδε τοῦ σπέρματος κατηφὲς ὅλους γεωργήσει χοίνικας εὐφροσύνης. ἰσομοιρίαν γὰρ δεῖ ταῖς
20τῶν μελλόντων ἐλπίσι χαρίζεσθαι καὶ μὴ καθάπαξ μόνοις διδόναι τοῖς ἀηδέσιν ἢ τοῖς χρηστοῖς. ἔπειτα καὶ ὡς δοκεῖ τῷ σοφῷ Εὐρι‐ πίδῃ, λόγος ὁ αὐτὸς ἔκ τ’ ἀδοξούντων κἀκ τῶν δοκούντων ἰὼν οὐ ταὐτὸν σθένει. πάντες μὲν γὰρ πάντα φάσκοντες ἕνα που
μόλις ἢ καὶ δύο ταράξαιεν ἄν. σὺ δ’ ἅτε καὶ τῶν ἀποῤῥήτων

1

.

312

τῷ βασιλεῖ κοινωνὸς καὶ ἅμα τῶν ἀστρονόμων κράτιστος ῥᾷστα τὰς τῶν ὅλων ψυχὰς ἐς βυθοὺς ἀνατρέψαις ἂν ἀπογνώσεως. εἰ γοῦν μὴ διὰ σὲ, ἀλλὰ τῶν ὅλων γε εἵνεκα πρὸς τὸ χαριέστερον ἄμειβε μετὰ τῆς γλώττης ὅλον σαυτόν. μίμησαι τῶν κυβερνητῶν
5τοὺς χαριεστέρους, οἳ καὶ μελλόντων ἔτι καὶ παρόντων αὖθις τῶν δεινῶν οὐδαμῇ κατηφὲς δεικνύουσι πρόσωπον· ἀλλ’ εἰδότες ὡς ἐν τοῖς αὐτῶν ταμιεύονται χείλεσιν αἱ σωστικαὶ τῶν συμπλεόντων ἁπάντων ἐλπίδες, ὥσπερ εὐθυμίας ἀεὶ διὰ γλώττης προτείνουσι τούτοις τράπεζαν καὶ ἐπικροτοῦσι καὶ παραθαῤῥύνουσι· καὶ ταῦτα
10τῆς μὲν θαλάττης πολλάκις κάτωθεν ὑβριζούσης· τῶν κυμάτων δ’ ὑπὲρ πάντα Καύκασον ὑψουμένων· ὑετοῦ δ’ ἄνωθεν καταῤ‐ ῥηγνυμένου βιαίου καὶ τοῦ κινδύνου πρὸ ὀφθαλμῶν ἱσταμένου.“ ταῦθ’ οὕτω λεχθέντα παρ’ ἡμῶν τὸν ἄνδρα κατεδυσώπησαν, καὶ τῆς λύπης ἐκείνης ὡς ἐνῆν καθυφεὶς χαρίεις αὖθις ἐδόκει τοῖς πᾶσι
15καὶ ἱλαρὸς καὶ εὐπροσήγορος ὡς τὸ πρότερον. ϛʹ. Κατὰ δὲ τὴν ἕκτην ἑβδομάδα τῆς ἁγίας τεσσαρακοστῆς προσκαλεσάμενος ὁ βασιλεὺς τὸν πατριάρχην Γεράσιμον καὶ τῶν ἀρχιερέων τοὺς παρατυχόντας ἄγεται τὸν ἔγγονον παῤῥησίᾳ ἐλέγ‐ ξων τε καὶ παραινέσων ἀπέχεσθαι τῶν τῆς φυγῆς βουλευμάτων,
20ἵν’ ὑπὸ μάρτυσι τοσούτοις ἢ συσταλεὶς καὶ αἰσχυνθεὶς ἀπόσχοιτο; ἢ κολασθεὶς ἀνέγκλητον ἀφῇ τοῖς κολάσασι τὴν αἰτίαν. εἰσῄει μὲν οὖν ὁ ἔγγονος Ἀνδρόνικος, ἔχων μεθ’ ἑαυτοῦ καί τινας ὡπλισμέ‐
νους λαθραίαν τινὰ καὶ μὴ φαινομένην ὅπλισιν καὶ παραξιφίδια

1

.

313

φέροντας, οὐδ’ αὐτὸς ἄοπλος ὢν παντελῶς. συνέθεντο γὰρ, ὡς εἰ μὲν πατρικοῖς τισι καὶ πραείαις χρήσεται παραινέσεσιν ὁ πάππος καὶ βασιλεὺς πρὸς αὐτὸν, μηδ’ αὐτοὺς τὸ παράπαν ἐνδείξασθαί τι τολμηρὸν καὶ θρασύτερον, ἀλλ’ ἠρεμήσειν καθάπαξ· εἰ δὲ
5πρὸς ὀργὴν καὶ κόλασιν βλέψῃ, εἰσπηδήσαντας εὐθὺς ἐν αὐτοῖς βασιλικοῖς θρόνοις κατασφάξειν αὐτὸν καὶ τὴν αὐτοκρατορίαν μόνῳ τῷ νέῳ καταστήσειν Ἀνδρονίκῳ. εἰσελθὼν οὖν αὐτὸς μὲν παρὰ τὸν πάππον καὶ βασιλέα κεκάθικεν ἐπὶ τοῦ συνήθους βασι‐ λικοῦ θρόνου· τὴν δὲ φρατρίαν ἐκείνην παρὰ τὴν βασίλειον εἴασε
10διατρίβειν αὐλήν. ἐπεὶ δ’ ἡ παραίνεσις μετὰ τῶν ἐλέγχων πατρική τις ἔδοξε καὶ κηδεμονικὴ, οὐδέν τι παράβολον πέπρακται τέως· ἀλλ’ ἀπηλλάγη καὶ διελύθη μετ’ εἰρήνης ὁ σύλλογος, ὀμωμοκό‐ των ἀλλήλοις ἀμφοτέρων τῶν βασιλέων· τοῦ μὲν, μηδένα τῶν πάντων τῆς αὐτοκρατορίας διάδοχον καταλείψειν πλὴν αὐτοῦ Ἀν‐
15δρονίκου τοῦ ἐγγόνου καὶ βασιλέως· τοῦ δ’ αὖ ἐγγόνου, μηδὲν μήτε κατὰ τῆς αὐτοκρατορίας τοῦ βασιλέως καὶ πάππου, μήτε κατὰ τῆς αὐτοῦ ζωῆς μήτε βουλεύσασθαι, μήτε μὴν διαπράξα‐ σθαι πώποτε. (Β.) Ἐξιόντα δ’ ἐκεῖθεν τὸν νέον Ἀνδρόνικον περιστάντες ἡ τῶν συνομοσάντων φρατρία ὑβριοπαθοῦντες αὐτοῦ
20κατεβόων παράβασίν τε ἐγκαλοῦντες τῶν φρικωδεστάτων ὅρκων ἐκείνων τῶν πρὸς αὐτοὺς καὶ ἅμα προφανῆ προδοσίαν αὐτῶν. ποῦ γὰρ οὐκ ἂν ἀδικίας ἐλαύνειν ἔφασκον, σὲ μὲν δι’ ἡμᾶς φοβερὸν ὁμοῦ καὶ δύσμαχον καταστάντα ῥᾳδίως τὰ κατὰ γνώ‐
μην σαυτῷ καταπράξασθαι· ἡμᾶς δ’ ἐν στόματι μαχαίρας οὑ‐

1

.

314

τωσὶ προφανῶς καὶ πυθμέσιν ᾅδου καταλιπεῖν; τούτοις μέντοι καὶ τοῖς τοιούτοις ἤθεσί τε καὶ ῥήμασι κατακλασθείς τε καὶ αἰ‐ σχυνθεὶς ὁ βασιλεὺς διεμηνύσατο πρὸς αὐτὸν ἀφικέσθαι τὸν μέγαν λογοθέτην, καὶ ἐλθόντα ἠξίου παρασκευάσαι τὸν πάππον καὶ
5βασιλέα δι’ ὅρκων καὶ τῇ ῥηθείσῃ φρατρίᾳ χαρίσασθαι τὸ ἀκίν‐ δυνον. ὁ δὲ οὐδ’ ἀκοῦσαι ἠνέσχετο· ἀλλὰ, „σὺ δὲ οὐ θαυμά‐ ζεις,“ ἔφη, „καὶ θεῷ πολλὰς ἀποδίδως εὐχαριστίας, ἀγαπῶν ὅτι παρὰ πᾶσαν ἐλπίδα τῶν τοῦ ᾅδου πυλῶν αὐτὸς ἀναβὰς, ὡς εἰπεῖν, ἐκομίσω τὴν σωτηρίαν; ἢ οὐκ οἶδας ὡς χρεών σε μεγάλας
10ὀφείλειν κἀμοὶ καὶ παισὶ τοῖς ἐμοῖς διὰ βίου τὰς χάριτας, ὅτι βουλὴν κατὰ σοῦ μελετηθεῖσαν καὶ ἐξαρτυθεῖσαν εἰς τέλος διέῤ‐ ῥηξα παρελθὼν αὐτὸς καὶ νῦν δι’ ἐμοῦ τουτονὶ τὸν ἥλιον καθο‐ ρᾷς; σὺ δὲ ταῦτα ἀφεὶς ἱκέτης ὑπὲρ τῶν κάκιστ’ ἀπολουμένων γίγνεσθαι βούλει; ἄπαγε πρὸς θεοῦ· μὴ κοινώνει τοιούτοις ἀν‐
15δράσι. πῶς γὰρ τοὺς πρός σε διατηρήσουσιν ὅρκους, οἳ τοὺς πρὸς τὸν βασιλέα καὶ πάππον τὸν σὸν μηδενὸς τῶν δεινῶν ἀναγ‐ κάζοντος ἐξελάθοντο, μήτε θεοῦ κεραυνοὺς, μήτε ἀνθρώπων αἰδῶ πρὸ ὀφθαλμῶν θέντες;“ (Γ.) Τούτων οὕτω παρὰ προσ‐ δοκίαν λεχθέντων ἀκούσας ὁ βασιλεὺς ἔστη σιωπῶν ἐπὶ πλεῖστον.
20ἔπειτα „ἄπιθι“ ἐπειπὼν ἐς τὰς προτέρας αὖθις ἐπανῆκε βουλὰς καὶ μελέτας. ἐπεὶ δὲ καὶ ἡ μεγάλη καὶ θεία ἐπεδήμησεν ἑβδομὰς, ἐν ᾗ τὰ σωτήρια ἑορτάζομεν πάθη, καὶ τὸν ἔγγονον αὖθις ὁ βα‐ σιλεὺς οὐ κατὰ τὰς παραινέσεις ἔβλεπεν ἔχοντα, ἀλλὰ τήν τε
τῆς κινήσεως ὁρμὴν ἀστατοῦσαν καὶ τῶν ἠθῶν τὸν ῥυθμὸν οὐ

1

.

315

καθεστηκότα, ἀλλ’ ὅλως εἰπεῖν ἀλλοπρόσαλλον, ἠνιᾶτο καὶ ἐδυσ‐ φόρει· ὥστε καὶ δὶς καὶ τρὶς νικηθεὶς τῇ τῆς λύπης ὑπερβολῇ καὶ οἷον ἔνθους γενόμενος, „τετελεύτηκεν“, ἔφη πρὸς τοὺς πα‐ ρόντας, „ἥ τε βασιλεία ἐφ’ ἡμῶν ἤδη καὶ ἡ τῆς ἐκκλησίας εὐσέ‐
5βεια.“ ὁ μὲν γὰρ ἐξήρτυε τὰ πρὸς φυγὴν μετὰ φλεγούσης τινὸς τῆς ὁρμῆς καὶ ἐξεπορεύετο συχνὰ καὶ παρεσκευάζετο μετὰ τῆς φρατρίας ἐκείνης· ὁ δὲ μὴ συνιεὶς τὰ βουλεύματα ἠθύμει καὶ διη‐ πόρει καθ’ ἑαυτὸν γνωσιμαχῶν. στοχασμοῖς δέ τισιν ὅμως καὶ ὑπονοίαις τὰ δρώμενα παραβάλλων οὐκ ἔξω παντάπασιν ἤδη
10καὶ αὐτὸς ἔκειτο τοῦ τὰ μελετώμενα ξυμβάλλειν. ὅθεν συλλαβεῖν ἐβουλεύσατο· καὶ τῷ πατριάρχῃ Γερασίμῳ τοῦ τοιούτου βουλεύ‐ ματος ἐν ἀποῤῥήτοις λαβὼν κεκοινώνηκεν. ὁ δ’ εὐθὺς πρὸς τὸν βασιλέα τὸν νέον Ἀνδρόνικον δραμὼν τὸ ἀπόῤῥητον ἀνεκάλυψε· καὶ οὕτω λοιπὸν ἐκεῖνος τὴν φυγὴν ἐπετάχυνεν. (Δ.) Ἐπεὶ δὲ
15καὶ ἡ λαμπρὰ τῆς ἀναστάσεως ἐπεδήμησεν ἡμέρα καὶ ἔδει πρὸς ἑσπέραν τὰ βουλεύματα πέρας λαβεῖν, ᾔτει τε κατὰ τὸ εἰωθὸς καὶ ἔλαβε τὰς κλεῖς τῶν πρὸς τὴν Γυρολίμνην ἀνοιγομένων πυλῶν. εἰώθει γὰρ τοῦτο ποιεῖν διὰ τὰ ἕωθεν κυνηγέσια. καὶ δὴ περὶ μέσας νύκτας, πρὸς ὕπνον ἤδη καταδαρθόντων ἁπάντων, ἔξεισι
20μετὰ πάντων ὅσοι αὐτῷ γε συνομωμόκεσαν· καὶ ἐξιππασάμενοι φθάνουσι δευτεραῖοι πρὸς τὸ τοῦ Συργιάννη καὶ τὸ τοῦ Καντα‐ κουζηνοῦ στρατόπεδον. ἐκάθηντο γὰρ ἐκεῖνοι περὶ τὴν Ἀδρια‐ νούπολιν ξύν γε λαμπρᾷ τῇ παρασκευῇ τὴν τούτου φυγὴν ἐκδεχό‐
μενοι. ἦν δ’ αὕτη ἡμέρα ἀπριλλίου μὲν εἰκοστὴ, ἔτος δὲ ἑξακισ‐

1

.

316

χιλιοστὸν ὀκτακοσιοστὸν εἰκοστὸν ἔννατον. ἐπιστῆσαι δ’ ἄξιον, πῶς τῶν ἀνθρωπίνων πραγμάτων οὐδὲν τῆς προνοίας ἐκτὸς διοι‐ κεῖται, ἀλλὰ πάντα λόγον ἀπόῤῥητον ἔχει τὸν ἄγοντα· κἂν ἡμεῖς ἀγνοοῦντες καθήμεθα, λόγους προφέροντες τῆς τε προνοίας
5ὁμοῦ καὶ τῆς ἀληθείας οὐ μάλα ἀξίους. ὅταν γὰρ ἐθέλῃ κολάζειν οὓς ἂν ἐθέλοι παλαιῶν τε καὶ νέων ἁμαρτημάτων ποιούμενος ἔκ‐ τισιν, οἷα σοφὸς ἰατρὸς τομὴν καὶ καυτῆρα ταῖς δυσιάτοις ἐπά‐ γει πληγαῖς. καὶ ἅμα κατὰ γῆς εὐθηνούσης ἀέρες νεωτερίζουσι· καὶ ἀγανακτεῖ κατ’ αὐτῶν ὕδωρ θαλάττης· καὶ ὑβρισταὶ κατὰ
10τῆς τούτων βουλήσεως ἀντιπνέουσι ἄνεμοι· καὶ λοιμῶν ὁδὸς εὐο‐ δοῦται· καὶ κακοδαιμονοῦσι μὲν ὅσοι πρὸς ἀρετὴν καὶ παιδείαν ἐῤῥύθμισαν ἑαυτοὺς καὶ τὸ ἑαυτῶν πρὸς τὴν Δώριον, ὡς εἰπεῖν, ἁρμονίαν ἀπέξεσαν ἦθος· καὶ πᾶν ὅτι πράξαιεν πέρας εὑρίσκει σφαλερὸν καὶ μάλα πολεμιώτατον τοῖς ἀρχηγοῖς τῶν ἔργων βου‐
15λεύμασι, τοῦ θεοῦ τοιαύτην τινὰ τὴν κρίσιν ἄνωθεν ταλαντεύον‐ τος. εὐδαιμονοῦσι δ’ ὁπόσοι δυστυχεῖς τινες καὶ ἀφανεῖς καὶ πα‐ ραπλῆγες καὶ Ἐριννύων πεφύκασι θρέμματα· καὶ νικῶσιν ἀνὰ κράτος τοὺς ἔμφρονας ἄφρονες· καὶ κυριεύουσι τῶν κοσμίων καὶ εὐσχημόνων ἀνδρῶν ἐμπαῖκταί τινες καὶ οἰκότριβες ἄνθρωποι.
20καὶ ἴδοι τις ἂν τηνικαῦτα τούς τε δημαγωγοὺς, τούς τε τῶν πό‐ λεων ἄρχοντας, τούς τε τῶν οἰκιῶν, τούς τε ἀγορανόμους καὶ δικασπόλους, καὶ πρός γε ὁπόσοι τοῦ μοναδικοῦ προστατεῖν ἔλα‐ χον βίου, πάντας καθάπερ ἀπὸ συμφώνου τινὸς τῇ ἀναιδείᾳ καὶ
ἀταξίᾳ λατρεύοντας καὶ οὐδὲν ὑγιὲς πράττειν οὔτε δυναμένους,

1

.

317

οὔτε ἐθέλοντας. βεβαιώσει δὲ τὰ λεγόμενα καὶ ἅπερ αὐτίκα λέξον‐ τες ἥκομεν καὶ ἡμεῖς. (Ε.) Ἐπεὶ γὰρ εἰς πλῆθος ἡ τῶν Τούρ‐ κων ἐπεπόλασεν ἔφοδος, πανταχόθεν ἀεὶ ζημιοῦσα καὶ διατιθε‐ μένη κακῶς τὰ Ῥωμαίων πράγματα, καὶ πᾶσαι μηχαναὶ καὶ
5παλάμαι γνήσιαί τε καὶ συμμαχικαὶ τῷ βασιλεῖ θεόθεν παντάπασιν ἠλέγχθησαν οὖσαι μηδὲν, ἑτέραν ἐτράπετο, σφαλερὰν μὲν κατά γε τὸν ἀληθῆ καὶ δίκαιον λόγον· πρὸς δὲ οὕτω βίαιον καὶ ἀντα‐ γωνιστὴν χρόνον, οὐ πάνυ τοι σφόδρα ἀσύνετον. ἔγνω γὰρ τοὺς ἐτησίους τῶν ὑπηκόων αὐξῆσαι φόρους· ἀφ’ ὧν μεριζόμενον χο‐
10ρηγεῖν ἀνὰ πᾶν ἔτος ταῖς τε ἄλλαις χρείαις καὶ ἅμα τοῖς γείτοσι τῶν ἐχθρῶν καὶ ὤνιον οὑτωσὶ τὴν ἐκεῖθεν λαμβάνειν εἰρήνην· ὅμοιον ποιῶν, ὥσπερ ἂν εἴ τις φιλίαν παρὰ τῶν λύκων ὠνούμε‐ νος, ἔπειτα τὰς οἰκείας πολλαχόθεν τέμνων φλέβας πίνειν ἐκείνοις παρεῖχε καὶ ἐμφορεῖσθαι τοῦ αἵματος. ὅθεν καιρὸν εἰληφότες οἱ
15τελῶναι καὶ φορολόγοι ἕτερος ἕτερον ἔφθανεν ὑπισχνούμενος πλείω παρέξειν αὐτὸς, ὑπηρέτης τῆς τοιαύτης καταστὰς διοικήσεως. καὶ οὕτως ἐν ὀλίγῳ τῷ χρόνῳ, καίτοι βραχυτέρας ἀεὶ γιγνομένης τῆς τῶν Ῥωμαίων ἐπικρατείας, ὅμως εἰς χιλίας ηὔξηται χιλιάδας τὰ πρὸς τῶν ἀργυρολόγων καὶ φορολόγων κατ’ ἔτος εἰς τὸ βασιλικὸν
20εἰσαγόμενα ταμεῖον νομίσματα. ἐξ ὧν ἦν τῷ γηραιῷ βασιλεῖ πρὸς βουλήσεως καταστῆσαι τριήρεις μὲν εἴκοσι διηνεκεῖς κατὰ τῶν θαλαττίων καὶ παραθαλαττίων ἐχθρῶν· στρατὸν δ’ ἠπειρω‐
τικὸν ἐν μὲν Βιθυνίᾳ χιλίους ἱππέας διηνεκεῖς, ἐν δὲ Θρᾴκῃ καὶ

1

.

318

Μακεδονίᾳ δισχιλίους ὁμοίως· τὰ δ’ ὑπόλοιπα χρήματα ἀναλί‐ σκεσθαι πρὸς δαπάνας τῶν ὁθενδήποτε προσιόντων ἄλλοτε ἄλλων πρέσβεων καὶ χορηγίας ἐνιαυσίους τῶν περικυκλούντων ἐθνῶν, καὶ ὅσαι ἄλλαι μυρίαι δαπάναι τοῖς βασιλείοις καθήκουσι πράγμα‐
5σιν. ἀλλ’ ἐπεὶ καὶ θεῷ γε οὐ μάλα ἐθέλοντι ἦν, δι’ ἃς αὐτὸς οἶδεν αἰτίας, ἐξαίφνης ἅπαντα διὰ τῆς κοινῆς ταύτης συγχύσεως ἀνατέτραπται, καθάπερ κύβου μεταπεσόντος. (ϛʹ.) Θαυμάζειν δ’ οὖν ὅμως χρεὼν τὴν ἄῤῥητον τοῦ τὰ πάντα ἐφορῶντος κηδε‐ μονίαν, πῶς πλείστας ὁμοῦ καὶ ἀθρόας ἡμῶν ὀφειλόντων διδόναι
10τὰς δίκας ὑπὲρ μακρᾶς τῆς κακίας, μετά τινος αὐτὸς φειδοῦς καὶ φιλανθρωπίας λαμβάνειν ἔκρινε ταύτας. οὐ γὰρ ἀλλοτρίοις τισὶν οὐδ’ ἀλλοφύλοις ἐχθροῖς καὶ ἀγρίοις παρέδωκεν ἡμᾶς, ἀλλ’ ὁμοφύλοις ἀνθρώποις καὶ ἰσοψύχοις καὶ γνωστοῖς καὶ μαλακω‐ τέροις, ἢ παρ’ ὧν ἐχρῆν ἡμᾶς τιμωρεῖσθαι, τοὺς πλείους τέως
15τῶν κύκλῳ καθ’ ἡμῶν μαινομένων θανάτῳ προαρπάσας· ἵνα μὴ κατ’ ἀλλήλων ἡμῖν ἐκπολεμωθεῖσι καὶ καλάμῳ συντετριμμένῳ ἀτεχνῶς ἐοικόσιν ἐπιτιθέντες κἀκεῖνοι πάντας ἄρδην εἰς ὀλέθρου βυθοὺς παραπέμψωσιν. ἐν γὰρ τούτῳ τῷ χρόνῳ τέθνηκε μὲν ὁ Κράλης Σερβίας· τέθνηκε δ’ ὁ τῶν Βουλγάρων ἡγεμὼν ὁ Σφεν‐
20δοσθλάβος· πεφόνευται δὲ πρὸς τοῦ ἀνεψιοῦ κόντου Κεφαλλη‐ νίας ὁ τῶν Αἰτωλῶν καὶ Ἀκαρνάνων δεσπότης· προσετεθνήκει δὲ καὶ ὁ τῆς τῶν Θετταλῶν ἡγεμονίας τελευταῖος διάδοχος, ὁ τῶν Ἀγ‐
γελωνύμων ἀπόγονος. ἀλλ’ ἐκεῖσε ἐπάνειμι. (Ζ.) Ἐπεὶ γὰρ ἐγνώσθη

1

.

319

τῷ γηραιῷ βασιλεῖ πρὶν ἀνατεῖλαι τὸν ἥλιον ἡ τοῦ ἐγγόνου φυγὴ, προσκαλεσάμενος αὐθημερὸν τοὺς ἐν Βυζαντίῳ παρόν‐ τας τῶν ἀρχιερέων (ὁ γὰρ πατριάρχης μιᾷ τῆς φυγῆς ἡμέρᾳ προετεθνήκει) ἐγγράφῳ καθυποβάλλειν ἐπιτιμίῳ τούτοις ἐκέλευε
5τόν τε ἔγγονον ὡς ἀποστάτην καὶ ἅμα τούς τε αὐτῷ συνεξεληλυ‐ θότας καὶ εἴ τις ἔτι ἢ φεύγειν ἢ τὰ ἐκείνου φρονεῖν μέλλοι· ὃ δὴ καὶ ῥᾳδίως ἡ τῶν ἀρχιερέων ἐπέραινε σύνταξις. ἦν δ’ ἐπὶ τού‐ τοις ἰδεῖν καὶ τὸ θεῖον πανταχῆ περιφερόμενον εὐαγγέλιον ἔν τε βασιλείοις αὐλαῖς, ἔν τε ὁδοῖς, ἔν τε ἀγοραῖς, καὶ τοὺς ὀμνύειν
10τὸν δῆμον κελεύοντας, ἀφίστασθαι μὲν τῆς τοῦ νέου βασιλέως κοινωνίας καὶ γνώμῃ καὶ χειρὶ καὶ γλώττῃ· συντίθεσθαι δὲ βε‐ βαιότερον τῷ γηραιῷ βασιλεῖ. ταῦτα μὲν οὖν τῆς βασιλευούσης ἐντὸς τοῦτον ἐτελεῖτο τὸν τρόπον. οἱ δὲ περὶ τὸν νέον βασιλέα Ἀνδρόνικον ἐλευθερίαν κηρύξαντες καὶ ἀτέλειαν ταῖς ἐν Θρᾴκῃ
15κώμαις καὶ πόλεσιν ἅπαντας εἶχον εὐθὺς εὐπειθεῖς πρὸς ἅπαν δὴ τὸ τῆς γνώμης βουλόμενον. καὶ ἦσαν δὴ πάντες οἱ μέχρι Χρι‐ στουπόλεως Θρᾷκες ἐν ὅπλοις εὐθὺς ὑπὲρ τοῦ νέου βασιλέως κατὰ τοῦ γηραιοῦ προθύμως ὁρμώμενοι. καὶ πρῶτα μὲν τοὺς ἁπαν‐ ταχῆ περιϊόντας. τῆς Θρᾴκης τελώνας καὶ φορολόγους αὐτοὺς
20μὲν ἀνέδην ᾐκίζοντο· ἃ δ’ ἐπεφέροντο βασιλικὰ χρήματα ξὺν οὐδενὶ κόσμῳ διαλαχόντες ἐνείμαντο. πρὶν δ’ ὅλην ἡμερῶν ἑβδο‐ μάδα παραδραμεῖν, ἄραντες ἐξ Ὀρεστιάδος πλῆθος οὐ μάλα ἀριθμητὸν ἱππέων καὶ πεζῶν, τοξοτῶν καὶ σφενδονητῶν, ᾔεσαν ἐπὶ τὴν βασιλεύουσαν, ὡς αὐτίκα αἱρήσοντες στασιάζουσάν τε καὶ
25ἐκπεπολεμωμένην πρὸς ἑαυτὴν ταῖς τοῦ δήμου γνώμαις ἐλπίδι

1

.

320

λημμάτων, ὁποῖα ταῖς ἀδίκοις χερσὶν ἐκπορίζουσιν αἱ τοιαῦται τῶν πραγμάτων καινοτομίαι, τοῦ Συργιάννη πάντα κινοῦντος. τέτταρας δ’ ὅλας ὡδευκότες ἡμέρας ἀφίκοντό τε καὶ ἐστρατοπε‐ δεύσαντο πρὸ τοῦ τῆς Σηλυμβρίας ἄστεος. (Η.) Ἔμελλον δ’ ἔτι
5καὶ προσωτέρω πορεύεσθαι. ἀλλ’ εἰδὼς ὁ γηραιὸς βασιλεὺς οὐκ ἠρεμῆσον τὸ πλῆθος τῆς πόλεως, ἀλλὰ νεωτερίσον, εἰ πρὸ τῶν πυλῶν θεάσαιντο τὸν στρατὸν, φθάνει πρεσβείαν ἀποστείλας πρὸς αὐτόν. ἦρχε δὲ τῆς πρεσβείας ὁ Φιλαδελφείας Θεόληπτος, ἀνὴρ οὐ μόνον ἀρεταῖς παντοίαις κοσμούμενος καὶ πᾶσαν αἰδῶ
10τοῖς ἐντυγχάνουσι προπέμπων, ἀλλὰ καὶ βαθεῖαν αὔλακα διὰ φρενὸς καρπούμενος. ἀπεστάλη δὲ καὶ ἡ τοῦ Συργιάννη μήτηρ, δυσωπήσουσα τὸν υἱὸν μάλιστα πάντων καὶ πείσουσα μὴ ὁμόσε χωρεῖν ἐς τὰ τείχη τῆς βασιλευούσης· κινδυνεύειν γὰρ ἂν οὕτω στασιάσαι κατ’ ἀλλήλων τοὺς Βυζαντίους καὶ μεγίστην γενέσθαι
15φθορὰν πάντων ὁμοῦ χρημάτων, οἰκιῶν, ἀνδρῶν, γυναικῶν, ἀρχόντων, ἀρχομένων, ὧν τὴν αἰτίαν ὁ καρπούμενος οὐκ οἶδ’ ὅπως οὐ δυσσυνειδήτως διάξει τὸν ἅπαντα βίον· ἀλλ’ ἐπανιόντα μικρὸν οὕτω πόῤῥωθεν ποιεῖσθαι τοὺς λόγους καὶ αὐθαιρέτους τῶν ζητημάτων τὰς καταστάσεις. ὅ γε μὴν Συργιάννης αἰδεσθεὶς
20μὲν καὶ τὴν τοῦ Φιλαδελφείας παρουσίαν, κατακλασθεὶς δέ πως καὶ ταῖς τῆς μητρὸς ἱκεσίαις, ἐπάνεισι πρὸς τὸν βασιλέα διατρί‐ βοντα περὶ τὴν Ὀρεστιάδα. κἀκεῖσε τοίνυν αἱ πρὸς τοῦ γηραιοῦ
βασιλέως ἐπέμποντο πρεσβεῖαι, κἀκεῖθεν τὸ κῦρος αἱ τῶν ζητη‐

1

.

321

μάτων ἐδέχοντο κρίσεις. (Θ.) Τέλος κυροῦται παρ’ ἀμφοτέρων τῶν βασιλέων, τὸν μὲν νέον κατέχειν αὐτοκρατορικῶς τῆς Θρᾴ‐ κης ὅσον τὸ ἀπὸ Χριστουπόλεως ἄχρι τῶν περὶ τὸ Ῥήγιον προαυ‐ λίων καὶ προαστείων τῆς Κωνσταντινουπόλεως καὶ ἅμα τὰ παρ’
5αὐτοῦ τοῖς περὶ αὐτὸν διανεμηθέντα τῶν τῆς Μακεδονίας χωρίων· ἦσαν γὰρ ταῦτα πολλὰ καὶ ἐς πολλὰς χιλιάδας ἑκάστῳ τὴν ἐπέ‐ τειον ἀναφέροντα πρόσοδον· τὸν δὲ γηραιὸν, τήν τε Κωνσταντι‐ νούπολιν καὶ τὰς ἐπέκεινα τῆς Χριστουπόλεως λοιπὰς Μακεδο‐ νικὰς χώρας καὶ πόλεις· καὶ πρὸς τούτοις δέχεσθαί τε καὶ διοι‐
10κονομεῖν καὶ τὰς πρὸς τῶν κυκλούντων ἐθνῶν πρεσβείας. μηδὲ γὰρ πρὸς θελήσεως εἶναι τῷ νέῳ τοιαύτας φροντίδας. ἀνδρὶ γὰρ ἐκ φύσεως ὡρμηκότι πρὸς ἄνεσιν καὶ κυνηγέσια καὶ ἀσχολίας τοι‐ αύτας φόρτον τά γε τοιαῦτα φαίνεσθαι πάνυ βαρύτατον καὶ μά‐ ταιον ἄχθος. ἐπὶ τούτοις οὖν αἱ σπονδαὶ γίνονται ἀσμένῳ μὲν τῷ
15νέῳ βασιλεῖ, οὐ μάλα δ’ ἀσμένῳ τῷ γηραιῷ· ἀλλ’ εἰ χρὴ τἀληθῆ φάσκειν, καὶ πάνυ τοι σφόδρα ἄκοντι καὶ βουλομένῳ μὲν ἀντι‐ παλαμήσασθαι πρὸς τοσαύτην ἀνέλπιστον συμφορὰν, διὰ δ’ ἀμη‐ χανίαν ναρκῶντι καὶ στέργοντι τὰ παρὰ τοῦ ἐγγόνου θεμιστευόμενα καθάπερ ἀπὸ τρίποδος Δελφικοῦ.
20 ζʹ. Κατὰ τοῦτον τὸν χρόνον κἀμοὶ τῶν ῥητορικῶν καὶ φιλο‐ σόφων βίβλων ἀπαλλαγέντι χρήσιμον ἔδοξεν εἶναι προσιέναι τῷ γηραιῷ βασιλεῖ καὶ συνήθει τῆς ὁμιλίας αὐτοῦ καταστῆναι, συνε‐
τῆς τε οὔσης καὶ φιλοτίμου καὶ ἀκοῆς ἐλλογίμων σφόδρα ἀξίας

1

.

322

καὶ ζητουμένης μὲν πρὸς τῶν λογίων, οὐ ῥᾷστα δ’ εὑρισκομένης, οὐδ’ ἐκκειμένης τοῖς βουλομένοις. τῆς μὲν γὰρ τοῦ μεγάλου λο‐ γοθέτου ὁμιλίας (τετίμητο γὰρ ἤδη καὶ τῷ τοιούτῳ πρὸς τοῦ βασιλέως ἀξιώματι), τούτου τοίνυν τῆς ὁμιλίας, ἐπείπερ ἀκροα‐
5τὴς ἐγενόμην αὐτοῦ κατά γε τὸ τῆς ἀστρονομίας μάθημα, ξυνέβη μοι ἀπολελαυκέναι ἐς κόρον. καίτοι καὶ οὐδ’ αὐτὸς ἔξω φειδοῦς ἐν ἀρχαῖς τὴν αὐτοῦ μοι παρεῖχε γλῶτταν, οὐδ’ αὐτῆς δὴ τῆς ἀστρονομίας ἀφθόνως μεταδιδόναι ἐβούλετο· εἴτε τὸν ἐμὸν ἀγνοῶν ἔτι τρόπον, εἴθ’, ὅπερ καὶ ἀληθὲς ἦν, τὴν αὐτὴν Συνεσίῳ τῷ
10πάνυ καὶ Λύσιδι τῷ Πυθαγορείῳ τρέφων γνώμην. κελεύουσι γὰρ ἐκεῖνοι, μὴ κοινὰ ποιεῖσθαι τὰ φιλοσοφίας ἀγαθὰ τοῖς μηδ’ ὄναρ τὴν ψυχὴν κεκαθαρμένοις. οὐ γὰρ θέμις ὀρέγειν τοῖς βουλομένοις τὰ μετὰ πολλῶν ἀγώνων πορισθέντα. καὶ γὰρ καὶ τὸ δημοσίᾳ φι‐ λοσοφεῖν μεγάλης, φησὶν, ἐς ἀνθρώπους ἦρξε τῶν θείων κατα‐
15φρονήσεως. (Β.) Κατ’ ἰδίαν οὖν αὐτῷ προσελθὼν καὶ ἀκίβδηλον τὸν ἐμὸν ὑποδείξας τρόπον αὐτῷ μὴ κατὰ τοὺς πολλοὺς ἠξίουν ἡγεῖσθαι κἀμέ. πόῤῥω γὰρ τὰ Φρυγῶν καὶ Περσῶν ἔφασκον εἶναι ὁρίσματα. ἔπειτα καὶ γλώττῃ μειλιχίῳ πειθοῦς τινος ἕνεκα χρώ‐ μενος τάδε πρὸς αὐτὸν διεξῆλθον. „εἰ μὲν ἐπίσης ἅπαντα τὰ βίου
20τερπνὰ διανέμειν εἶχεν ἡ φύσις, ἀνέραστος ἂν ἦν δήπου γε καὶ ἀταλαίπωρος ἡ τούτων ζήτησις καὶ ῥᾷστα δὴ τοὐντεῦθεν τῆς φι‐ λαλληλίας ὑποτέμνεσθαι ξυνέβαινε τοὺς λόγους. νῦν δ’ ἐπειδὴ ἔδει ἀνακεκρᾶσθαι τοῖς λυπηροῖς τὰ ἡδέα καὶ τρίτον πίθον οὔ
φασιν Ἑλλήνων παῖδες ἐν Διὸς εἶναι κακῶν ἀμιγῆ, λυπεῖ μὲν τῷ

1

.

323

ἐνδεεῖ, τέρπει δ’ αὖ ἐν προθύροις οἰκίζουσα τὴν ἐλπίδα τῆς εὐπο‐ ρίας καὶ διδοῦσα παλάμην ἀντίπαλον τῇ πλεονεξίᾳ τοῦ ἐνδεοῦς· καὶ ζητεῖ μὲν οὗτος, δίδωσι δ’ ἐκεῖνος· καὶ τοὐναντίον αὖθις καὶ διὰ παντὸς ἑκάτερον· καὶ νόμος τοῦτο γίνεται φιλίας καὶ
5δεσμὸς ἀλλήλοις ἄφυκτα ἰσχύων. καὶ τοῦτ’ εἶναι γένοιτ’ ἂν οἶμαι φάναι παντὶ, ὃ γῇ μὲν πλωτὴν ἐργάζεται θάλατταν καὶ ταύτην αὖθις ἐκείνῃ βάσιμον. καὶ Τάναϊς μὲν δι’ αὐτό γέ τοι τοῦτο δρό‐ μον ποιούμενος ὑπερόριον ἐπιῤῥεῖ τῇ Ἑλλάδι καὶ Ἴστρος ἐπ’ Αἴγυπτον ἔρχεται καὶ Μαιώτιδι Νεῖλος κοινοῦται τὸ ῥεῦμα. εἰ δέ
10τις φειδοῖ χρώμενος μὴ διαδόσιμα βούλοιτο γίγνεσθαι τὰ καλὰ, μὴ καὶ λάθῃ νόμον οὗτος διὰ πάσης γράφων γῆς κακίας ἀρχηγέ‐ την καὶ ἐς νυκτὸς ἵν’ εἴπω βάραθρα καὶ σκοτεινοὺς ὀλίσθους ὅλῃ ῥύμῃ ξυνωθῶν τοὺς τῆς ἐπιμιξίας λόγους καὶ περιφανῶς ἀδικῶν, δι’ οὓς ἐκείνῳ τοῦτ’ ἐχαρίσατο τἀγαθὸν ὁ τῆς φύσεως
15δημιουργός. εὔδηλον γὰρ δήπου τοῖς ὅλοις, μηδὲν μηδενὶ παρὰ τῆς προνοίας ἀγαθὸν παραγίγνεσθαι δι’ ἕνα γέ τινα τὸν εἰληφότα· ὡς ἄρα οὐδ’ ἡλίῳ τὸ φῶς, ἵν’ αὐτὸς ἀπολαύοι μόνος. εἰ δ’ ἀθά‐ νατα ἔμελλε βιώσεσθαι τὰ πράγματα κἀπὶ τῆς αὐτῆς ἑστήξειν κρηπῖδος ἀεὶ, εἶχεν ἄν τις ἴσως οἵαις δή τισιν αἰτίαις τῆς ἀρετῆς
20παρακρούεσθαι τὴν διάδοσιν. ἀλλὰ νῦν ἐστι τῶν ἀμηχάνων πάντη τουτί. ταύτῃ τοι καὶ ἀθανασίαν ἀντιτεχνώμενοί τινες καὶ κλέος ἀπέραντόν σφισιν αὐτοῖς προμνώμενοι πᾶν ὅ,τι κλέους * ὁστιοῦν ἀρχὴν εἰδείη γίγνεσθαι, πρὸς τοῦτ’ αὐθαίρετος παρείη. καὶ Πυθαγό‐
ρας μὲν αὐτίκα τοῖς ἐν Αἰγύπτῳ σοφοῖς ξυμβαλὼν καὶ ξυνοργιάσας

1

.

324

Ἑλληνικῶν ἐπεθύμησεν ἐγκωμίων· κἀκεῖσε δὴ κωμάζει δια‐ πόντιος ἐραστὴς καὶ τὴν ἀρετὴν διὰ πάσης δημοσιεύσας Ἑλ‐ λάδος μεστὸν ἑαυτοῦ τὸν ἐφεξῆς ἔλιπεν αἰῶνα. ἤδη δέ τις καὶ πρὸς τὴν ἐν Πυθοῖ δάφνην καὶ πρὸς τὸν ἐν Ὀλυμπίᾳ κότινον ἐξ
5Ἀσίας ὁρμᾶται. ᾔδει γὰρ ὡς ἔνεστι τῷ μαραινομένῳ τῷδε θαλλῷ κλέος ἀμάραντον· καὶ τοῦτο μᾶλλον ἀναζωπυρεῖ τὴν μετὰ ταῦτα μνήμην, ἢ πάντες οἱ τῆς Ἀσίας λειμῶνες καὶ αἱ κρῆναι καὶ ἡ παντοδαπὴ τῶν ἐκεῖ φυομένων βαφή. τούτοις δὴ οὖν καὶ πλεί‐ στοις ἄλλοις διὰ ποικίλης ἐλθοῦσι παραπλησίαν τῷ ἐφεξῆς παρα‐
10θέσθαι βίῳ τὴν μνήμην ἐξεγένετο. νῦν δ’ ἵνα μὴ διατρίβω, τῶν μὲν ἄλλων τὴν φύσιν καθάπαξ εἰπεῖν ὁ τὰ καθ’ ἡμᾶς ἐξελίττων αἰὼν ἄκαρπον διαφεύγει διαλιμπάνων ἔρημόν τε σοφίας καὶ οὐ πολλοῦ δέω λέγειν μηλόβοτον· οἵαν δὴ καὶ τὴν τῶν Θηβαίων Ἀλέξανδρον πάλαι πεποιηκέναι φασίν· ὡς ἐξεῖναι γίγνεσθαι τὰ
15καθ’ ἡμᾶς ὑπόθεσιν διαρκῆ τοῖς ἐν σκηνῇ τραγῳδοῦσι. μόνον δ’ ἐξ ἁπάντων σὲ κρατίστην εἰκόνα φύσεως ἐξαπέφηνε κράτιστα ἡρ‐ μοσμένην, οἷα δὴ καὶ σελήνην ἐν ἀστράσι καὶ ζώπυρον ἐν κρυμῷ καὶ χειμῶνι. καὶ οὐχ οὕτω τὰ καθ’ ἡμᾶς νεῲ καὶ τείχη δύναιντ’ ἂν καὶ ἄλση καὶ στοαὶ κοσμεῖν, ἢ σὺ καὶ ὁ τῆς σῆς ἀρετῆς κόσμος.
20καὶ μέγα μέν τ’ ἂν ὄφελος εἶναί σε τοῖς κοινοῖς ὁμολογοίημεν ἅπαν‐ τες, ἅτε τῷ μεγάλῳ βασιλεῖ συναιρόμενον, ὅσα καὶ κυβερνήταις οἱ τὸν πόλον καὶ τὴν Ἑλίκην διασκοπούμενοι. ἀλλὰ τί τις ἂν φαίη; ἦν καὶ Φειδίας ἐν Ἕλλησι μέγας ἔκ τε τῆς μελίττης, ἔκ τε τοῦ τέττιγος· ἀλλ’ οὐχ οἷος ἐκ τοῦ Ὀλυμπιάσι Διός. ἔτι τοί‐
25νυν καὶ τοὐντεῦθεν κλέος θᾶττον ἢ τὰ ἐν ἀγρῷ φυόμενα διαῤῥεῖ

1

.

325

αὐτῇ μνήμῃ καὶ αὐτῷ σώματι. εἰ δέ γε τῶν ἐν τῇ ψυχῇ τῆς σοφίας θησαυρῶν μεταδοίης, οὐκέτι σοι μετὰ λήθης τοὔνομα κείσεται, καθάπερ οἳ χωλὴν τοῦ βίου ζωὴν ἐβάδισαν, ὅ φησι Πλάτων· κήρυξ δ’ ἐς τὰ μάλισθ’ ἑαυτοῦ σχεδὸν ἐπὶ μέσης ἑστήξει τῆς οἰ‐
5κουμένης καὶ τῷ μακρῷ χρόνῳ μετὰ φαρμακευούσης ἐμπομπεύσει τῆς ἡδονῆς· καὶ μὴ ὅτι γε μνήμης ἀξιώσεται τῆς διὰ γῆς πλα‐ νωμένης καὶ προσκαίροις ἀκοαῖς τὸ ἴχνος ἐρειδούσης, ἀλλὰ κἀκείνης γέ τοι, ἣ καὶ αὐτὸν ἄνθρωπον παραθεῖ καὶ τὸ παρά‐ παν ἀκήρατος ἀεὶ διαγίγνεται. ἄγε δὴ οὖν ἄγε, τῶν ὑφ’ ἡλίῳ
10σοφώτατε· μετάδος τοῦ σοῦ κόσμου τῇ θρεψαμένῃ, καθάπερ Λυκοῦργοι καὶ Σόλωνες· τίμησον τὸ διαβόητον ἄστυ τουτὶ, κα‐ θάπερ τὴν Ἀθηναίων πάλαι Σωκράτεις καὶ Πλάτωνες. ἄνοιξον ἡμῶν τὸ τοῦ νοῦ βλέφαρον· δεῖξον ἐναργέστερον τίς ὁ τοῦ παντὸς ἁρμοστὴς καὶ ποία ποθ’ ἡ τούτων παναρμόνιος σύνταξις· δί‐
15δαξον πῆ τὰς αἰτίας θετέον τοῦ τοσούτου δοθέντος ἀγαθοῦ· τῇ τῶν ἄστρων ἀνάγκῃ, κατὰ τοὺς θύραθεν λόγους, ἢ τῷ τοῦ παν‐ τὸς αἰτίῳ. ἐκ πολλοῦ γὰρ ὡς τὰ πολλὰ διαπορουμένῳ οὐδεὶς οὐδέπω μοι νοῦς ἀπηντήκει τῆς ἐμῆς ἀποχειροτονῶν ψυχῆς τἀμ‐ φιβαλλόμενον. ὥστ’ εἰ μὴ δι’ ἄλλο τι, διὰ γοῦν ἕν γέ τοι τοῦτο
20δίδαξον. ποῦ δ’ οὐκ ἂν ἐλαύνοι σχετλιότητος, οὐρανοὺς μὲν διη‐ γεῖσθαι δόξαν θεοῦ περιηχοῦντας πᾶσαν γῆν, ἡμᾶς δὲ κωφεύειν οὐκ ἐπαΐοντας ἅττα φασὶν, ἀλλ’ ἄστροις τὸ θρυλλούμενον τε‐ κμαίρεσθαι τὴν τούτων ἐπιστήμην; ἔπειτα καὶ τοῦ παντὸς ἂν πάν‐ τως ἐλλείποι μὴ ἀδικίας ἔσχατα εἶναι τουτὶ, εἰ μήτε κατὰ Πυθα‐
25γόραν ἐς Ἀττικὴν ἀπ’ Αἰγύπτου διαβαίνειν δέον, μήθ’ ὁμοίως

1

.

326

Πλάτωνι πολλάκις διαπλεῖν τὸν Ἰόνιον κἀκ τῆς Ἀττικῆς ἐς Σικε‐ λίαν καὶ τυράννους ἰέναι κἀκεῖθεν αὖθις ἐς Ἀκαδημίας καὶ περι‐ πάτους ἐπανιέναι, ἵν’ οὕτω γ’ ἐξείη διαχεῖν ἐν κοινῷ τὴν ἀρετὴν, ἀλλ’ ἀντὶ Λυκείου καὶ Στοᾶς τῇ συνήθει χρώμενον ἑστίᾳ κόσμῳ
5παντὶ παραπέμπειν τὴν ἀρετὴν, ἔπειθ’ ἕν γέ τι τῶν ἁπάντων προτιμῴης ἕτερον καὶ ῥᾳστώνῃ διδῷς σου τὴν τοῦ παντὸς ἀξίαν γλῶτταν. ὁρᾷν δὲ δήπου χρεὼν καὶ ὅση τοῖς πράγμασιν ἀπιστία τε καὶ πλημμέλεια περικέχυται καὶ ὅπως αἱ τῆς τύχης ἐπιβου‐ λαὶ μένειν οὐδὲν τῶν πάντων ἐῶσιν ἐφ’ ἑνός· ἀλλ’ ἄνθρωποι
10μὲν, οἱ μὲν ἐν μεσημβρίᾳ φωτὸς, σκότους καὶ λήθης ὑπίασι μυχούς· οἱ δ’ ἐξ ὕπνου καὶ νυκτὸς εἰς ὕπνους καὶ νύκτας διηνε‐ κεῖς μεταβαίνουσι, πάσας φροντίδας κατόπιν διαλιμπάνοντες. ἡ δὲ σοφία καὶ αὐτὴ πολλαῖς ταῖς ἀποικίαις ἐχρήσατο. Αἴγυπτος μὲν γὰρ αὐτῆς, φασὶν, ἡ πρὶν ἑστία. εἶτα πρὸς Πέρσας καὶ
15Χαλδαίους διέβη. εἶτα παρ’ Ἀθηναίοις κατέλυσε· κἀκεῖθεν τὸ τελευταῖον ἀπέπτη καὶ οἱονεί τις ὄρνις τῆς καλιᾶς ὑφ’ ὁτουοῦν ἐξωσθεῖσα περίεισιν ἄρτι διὰ μακροῦ πλανωμένη. κινδυνεύει δ’ οὖν τέως ἢ παρ’ ἡμῖν ἐνταυθοῖ τοῦ λοιποῦ μεῖναι στᾶσαν τῆς πλάνης, εἴ σοί γε εἴη δεδογμένον, ἢ τελέως οἴχεσθαι δραμοῦσαν
20δι’ αἰθέρος· καὶ μή μοι ἀχθεσθείης ἐπὶ τοιαῦτά σε παροξύνοντι. λέγειν γὰρ ἐξάγομαι καὶ τοῦ εἰκότος πόῤῥω τὴν τοῦ χρόνου δε‐ διὼς πεττείαν, μὴ ὥσπερ ἐξ ἀφανοῦς τε καὶ λόχου δραμὼν τοσοῦτον καλὸν οἴχηται ἀποκρύψας. εἰ γὰρ καὶ τοῦτ’ εἰπεῖν χρὴ,
οὐχ ἡμῖν αὐτοῖς ἡμῶν αὐτῶν τοσοῦτον μέλει, ὅσον καὶ τῆς σῆς

1

.

327

εἰς τοὔμπροσθεν εὐκλείας· ὥστε καὶ εἴπερ ἐξῆν εὐξαμένῳ τυχεῖν ὧν ἂν εἴη ἐθέλοντι, ἥδιστ’ ἂν δι’ αἰῶνός σε ζῇν ηὐξάμην, ἵν’ εἴη ἡμῖν ἥδεσθαι διὰ παντὸς ἐπὶ σοὶ, καθάπερ ἐπὶ μάλ’ εὐτυχεῖ θησαυρῷ. ἀλλὰ γὰρ σὸν ἂν εἴη τοὐντεῦθεν δεικνύειν, εἰ μὴ παρὰ
5θύραν ἥκουσιν ἡμῶν αἱ παρακλήσεις.“ (Γ.) Ἀλλὰ τοιούτοις μὲν δὴ τοῖς λόγοις ἐς τὸν μέγαν χρησάμενος λογοθέτην καὶ οὕτως αὐτῷ τὸν ἐμὸν ἐνδειξάμενος τρόπον εὐάγωγόν τε καὶ εὐπειθῆ πρὸς ἅπαν ἐμοὶ τὸ βουλόμενον εἴργασμαι· καὶ οὕτως ἑξῆς ἀνυ‐ πόπτως ἐς κόρον τῆς αὐτοῦ γε ἀπήλαυον ὁμιλίας.
10 ηʹ. Ἐπόθουν δὲ ἤδη καὶ τῆς τοῦ βασιλέως· τυχεῖν τελεώτε‐ ρον. αὐτός τε γὰρ πολλάκις ἐθεασάμην καὶ ἔτι παρὰ πάντων ἠκηκόειν, ὁπόσοι πρὸς ἄκραν ἀφίκοντο πεῖραν αὐτοῦ, ὡς οὐ μό‐ νον εὐκοσμίας καὶ ἠθικῆς ἁπάσης ἀρετῆς καὶ ἀσκήσεως ἐργαστή‐ ριον τὸν βασιλικὸν κατέστησεν οἶκον τῷ τε μακρῷ χρόνῳ καὶ τῷ
15περιόντι τῆς φύσεως πλείστην ἐπὶ ταῦτα πεῖραν ξυνηθροικὼς, ἀλλὰ καὶ λογικῆς φάναι παιδεύσεως κράτιστον γυμνάσιον καὶ, οἷον εἰπεῖν, ἐλλογίμων γλωσσῶν στρατόπεδον. διὰ ταῦτα τοίνυν ἐραστὴς τῶν τοιούτων καλῶν καὶ αὐτὸς καταστὰς προσῆλθον αὐτῷ. ἡ γὰρ καθ’ ἡσυχίαν τῶν μαθημάτων ἄσκησις, ὁπόσην
20αἱ βίβλοι τοῖς μετιοῦσι χαρίζονται, κἂν ἧττον ᾖ πολλὴ κἂν πλεῖστον, ἐοίκοι ἂν κατ’ ἐμὴν δόξαν σώματος ὀργανικοῦ διαπλά‐ σει ἐφιεμένου ψυχῆς, ἣν δή φημι διὰ τῆς ἐκ τῶν αἰσθήσεων ἐμπειρίας προσγίγνεσθαι· ἢ μᾶλλον ἐοίκοι ἂν συμφορήσει δια‐ φόρων βρωμάτων ἐν κοιλίᾳ συναθροισθέντων καὶ δεομένων θέρ‐
25μης πρὸς πέψιν· ταύτην δ’ εἶναι ὁποίαν αἱ παντοῖαι τῶν χρόνων

1

.

328

ὧραι καὶ ἡ ἐπαγωγικὴ τῶν αἰσθητῶν καὶ μερικῶν πραγμάτων ἐμ‐ πειρία παρέχονται. ἴδοι δ’ ἄν τις καὶ ὅπως τινὲς διὰ τὴν τῆς ἡσυχίας ἐπίτασιν καὶ τὸ ἄμικτον καὶ ἀγύμναστον τῆς ἔξω συν‐ διαιτήσεως τὰς ψυχικὰς δυνάμεις ἐμάραναν καὶ τὴν φύσιν ἐξε‐
5θήλυναν καὶ παντάπασιν ἀπαῤῥησίαστον ἔθηκαν. ἀλλὰ γὰρ ἐπειδὴ καὶ αὐτὸς προσῆλθον οὕτω τῷ βασιλεῖ, ἕβδομον ἤδη καὶ εἰκοστὸν τῆς ἡλικίας ἀμείβων ἔτος, καὶ ὑπὲρ πᾶσαν προσεδέχθην ἐλπίδα, εὐθὺς ἔπαινον ἐπ’ αὐτοῦ διεξῆλθον τῆς εὐγλωττίας καὶ συνέσεως αὐτοῦ τοιόνδε. (Β.) „Εἰ μὲν ἦν μοι ὁρᾷν, κράτιστε
10βασιλεῦ, τὴν καθ’ ἡμᾶς τοῦ χρόνου φορὰν ἀξιόχρεως καὶ τοὺς ὑμνητὰς προενεγκοῦσαν τοῦ σοῦ κράτους, οὔτ’ ἂν τὸ λέγειν προῃρούμην καὶ πᾶν ποιεῖν καὶ λέγειν ὑπὲρ σοῦ σιγᾷν σφόδρα προσιέμην ἄν· αὐτὸς δὲ τούτοις ἄσμενος τῆς παῤῥησίας παρε‐ χώρουν, οἷς ἐφαμίλλως τοῖς ἐγκωμίοις σου λέγειν ἐξῆν. ἐπεὶ δὲ
15πάντων, ὡς ἐπίπαν εἰπεῖν, κατεψηφίσω τὴν ἧτταν τῇ τῶν κα‐ λῶν σου πλεονεξίᾳ, ἔνι δ’ οὐδεὶς τὸ παράπαν μήθ’ ὁ πρὸς ἀξίαν εἰπὼν, μήτε μὴν τῆς ἀξίας ἐγγὺς, οὐ δοκεῖ μοι οὐδ’ ἔμοιγε κεί‐ σεσθαι φαύλως τὸ πρᾶγμα, εἴγε καὶ αὐτὸς, ὡς ἔξεστι, τοὐμὸν κατατιθείην ὄφλημα. ὥσπερ γὰρ ἂν τῶν ἀτοπωτάτων ἦν, μό‐
20νους ἡμᾶς τῆς ἀξίας ἐλλείποντας εἶτα ἐπιχειρεῖν λέγειν· οὕτω δῆτα τῶν εἰκότων αὖ, ὁμοῦ τοῖς ἄλλοις κατόπιν τῆς ἀξίας βαδί‐ ζοντας τοῦτ’ αὐτὸ ποιεῖν, ὡς μάλα ὂν οὐδὲν αἰσχρόν. διατει‐ ναίμην γὰρ ἂν σφόδρα ἔγωγε, ὡς τὴν σὴν πλουτῆσαι γλῶσσαν
εὔξασθαι χρὴ πρότερον, ὅστις βούλοιτο πρὸς ἀξίαν διεξιέναι τὰ

1

.

329

σά. ἄλλως δ’ οὐκ ἂν διατειναίμην εἶναι ῥᾴδιον οὐδενί. καὶ γὰρ καὶ γλώττης εὐπρεπείᾳ βασιλικῷ τῷ πήχει τοὺς ἄλλους παρήλα‐ σας καὶ πάντα σοι πρόσεστι τὰ καλὰ, ὧν ἓν οὐδὲ ἓν οὐδενὶ τῶν ἁπάντων ὡσαύτως, οὔτε τῶν ἐν οἷς ἡμεῖς, οὔτε μὴν τῶν πρὶν
5ἢ ἡμεῖς, οὔκουν οὐδ’ ἂν τοὺς ἐξαρχῆς ἀριθμεῖν τις ἐθέλῃ. ἐν‐ ταυθοῖ δὲ τοῦ λόγου γενόμενος οὔτε διεξιέναι τολμῶ οὔτε πάνθ’ ὡς ἐπίπαν ὁπόσα σοί ἐστιν ἐγκώμια, οὔτε μὴ πάντα· αἰτίαι δὲ ὡς λαμπραὶ καὶ λαμπρῶς ἐγκείμεναι. καὶ γὰρ τὸ μὴ δύνασθαι καὶ ἡ τοῦ χρέους ἔκτισις, δύο δὴ ταῦτα ἐναντίως πως ἔχοντα
10πρὸς ἄλληλα, τὴν ἐμὴν ἐφ’ ἑκάτερα σχίζει διάνοιαν· ὡς ἐμὲ γοῦν τὸν ἑκατέρωθεν φυλαττόμενον κίνδυνον ἀναγκάζεσθαι καὶ ἀμφοτέρων μεταποιεῖσθαι καὶ αὖ μηδετέρων, ἁρμοσάμενον δι’ ἀλλήλων ἑκάτερα. ὁπότε γὰρ ὧν ἐπὶ σοφίᾳ πάλαι σεμνότης ὀνό‐ ματος οὗτοι πάντες εἰ παρῆσαν, ἡττήθησαν ἄν σου τῆς τῶν
15καλῶν πλεονεξίας, τῶν τε νῦν ὄντων τὸ πρᾶγμα οὐδὲν διαφερόν‐ τως ἔχει, τί λοιπὸν ἐμοὶ ἢ τῶν γε πλειόνων ἀφεμένῳ μικρά τινα διαλαβεῖν δεῖ καὶ ὅσα μοι τἀσφαλές ἐστι προμνώμενα; μήπου τοι καθάπερ οἱ τῶν Ὀλυμπιακῶν ἄθλων ἀτέλεστοι κινδύνῳ χρη‐ σάμενος αἰσχύνης ἀθλητὴς ἐμαυτῷ κατασταίην. καὶ πείθομαί
20γε μηδὲν εἶναι τῶν πάντων ἕτερον, ὅ με προσήκει μᾶλλον ποιεῖν, ἢ τὸν ἐντεῦθεν φυλάττεσθαι κίνδυνον καὶ μάλα μᾶλλον ἐμὲ, ἢ εἴ τι βρέφος ἐβούλετο μάζαν σιτεῖσθαι, πρὶν ἀπότιτθον γενέσθαι. ἐξῆν γὰρ ἄν γέ που πάντως ἀνιᾶσθαι τελεσθέντος. χρὴ μέντοι οἶμαι, ὡς εἰς ἀνάκτορον εἰσιόντι παμπόλλοις φαιδρυνόμενον καὶ
25ποικίλοις ἀγάλμασιν, ὣς δὲ κἀν τοῖς τοῦ βασιλέως ἐγκωμίοις γε‐

1

.

330

νομένῳ τοῖς ἄλλοις τῶν ἄλλων παρακεχωρηκότι ἑνός που ἢ καὶ δύο τὸ πλεῖστον ἐπιμνησθῆναι. πλείονα γὰρ ὡς οὐκ ἀσφαλὲς ἂν εἴη λέγειν, ὅτῳ δὴ μὴ μεταμέλειν μέλοι, ἔστιν εἰρημένον. εἰ γὰρ τῶν δύο οὐκ εὐχερῶς ἄν τις ἀπαλλάξαιτο, σχολῇ τῶν γε
5πλειόνων. ἄλλοι μὲν τοίνυν ἀλλάττα λεγόντων, ὥς γε εἴρηται, τῶν τοῦ βασιλέως, ἐμοὶ δ’ ἐχέτω μνήμην τό,τε τῆς φρονήσεως αὐτοῦ μέγεθος καὶ ὁ τῆς γλώττης κρότος. ὧν αὐτός τε πεῖραν σχὼν τοῖς τε ἄλλοις χρώμενος ἀεὶ διὰ γλώττης ἄγουσι καὶ οὐ‐ δέσι μὴ θαυμάζουσιν, οὐκ ἔσθ’ ὅτε μέμνημαι καὶ αὐτὸς, μὴ
10ἀσχολοῦντός μου τὸν νοῦν τοῦ αὐτῶν θαύματος καὶ ἀπορεῖν ποι‐ οῦντος, πότερον πρότερον καὶ μᾶλλον ἐπαινοίην ἑκατέρων· καὶ ἀεὶ περαιτέρω τοῦ λόγου δηλοῦσθαι εὑρίσκων μεταχωρῶ πρὸς ἐμαυ‐ τὸν διολισθαίνων, καθάπερ οἱ σώμασι λείοις τὰς χεῖρας ἐρείδειν σπουδάζοντες. ὡς νῦν γε, εἴπερ ἐξῆν μοι, οὐδαμῶς ἂν ὑφιέμην
15μὴ καλεῖν σε γῆς ἥλιον, ὦ βασιλεῦ. ὡς γὰρ πάντες φωτὸς θησαυ‐ ροὶ τῷ ἡλιακῷ ξυνελθόντες δίσκῳ πᾶσιν ἐκεῖθεν ὥσπερ ἐκ κοινοῦ πρυτανείου τὰς ἀφορμὰς διδόασι τοῦ βλέπειν, οὕτω δὴ κἀν σοὶ πᾶσα φρόνησις συνδραμοῦσα φέρεται ὥσπερ ἐξ οὐρανοῦ παντα‐ χόσε τῆς γῆς, ἀφορμὰς διδοῦσα πᾶσι τοῦ θαυμάζειν· καὶ ὥσπερ
20οὐκ ἔστιν οὐδεὶς, ὃς τῶν ἡλιακῶν ἀκτίνων ἀθέατος ἔμεινεν, οὐδ’ οὐ μὴ μένῃ, πλὴν ἢ ὃν ἥλιος εἶδε πλὴν τοῦ βλέπειν· οὕτως οὐδ’ αὖ ἔστιν οὐδεὶς, ὃς ἀνήκοος τῆς σῆς φρονήσεως διετέλεσεν, οὐδ’ οὐ μὴ διατελέσῃ, πλὴν ἢ ὅστις ἐγένετο πλὴν τοῦ ἀκούειν. οὕτω σε γῆς ἥλιον προσειπὼν οὐκ εὔηθές τι φάναι δοκῶ μοι· εἰ δὲ
25καὶ πλέον τι λέγει τις, οὐκ ἔγωγε διοίσομαι. ἐπὶ μὲν γὰρ οἶμαι

1

.

331

τῶν οὐρανίων σωμάτων τὸ ἀεὶ ὡσαύτως ἔχειν ἀφαιρεῖται τὴν ὑπεροχὴν τοῦ θαύματος· τὸ δ’ ἄλλοτ’ ἄλλως ἔχειν τῶν ἀνθρώ‐ πων ὂν, ὑπερεχόντων ἔσθ’ ὅτε καὶ οἷς ἀλλήλους, εἶτα τὸ σὸν πρᾶγμα παντὸς βέλτιστον καθάπαξ καταστὰν πῶς οὐκ ἀτεχνῶς
5ἐοίκοι ἂν ὑπερβολῇ θαύματος; καὶ εἰκότως. ἐχρῆν γὰρ πάντως που τῶν ἄλλων ὅσον ὑπερέχεις ἀξιώματι, τοσόνδε δῆτα καὶ φρο‐ νήσει. τοιγαροῦν καὶ ξυνεῤῥύηκε. σοφιστῇ μὲν οὖν ἤδη τινὶ ἤρκεσε τὰ Δημώνακτος εἰπόντι χαρίεντα ἀποφθέγματα τὴν σοφίαν ὁπόση δηλῶσαι Δημώνακτος, ὡς χρῆμα καὶ τοῦτο πάνυ πολλοῦ τίμιον
10ὂν τοῖς ἀνθρώποις. οὐ μὴν εἰ καὶ γλώττῃ ἐχρῆτο εὐροούσῃ δεδήλωκεν· οὐ γὰρ οἶμαι εἶχεν. ἦ γὰρ οἶμαι ἦν οὐκ ἂν αὐτῷ ἄῤ‐ ῥητον, ἐπαινεῖν οὕτω προελομένῳ σοφίας μεγάλης ἥκοντα ἄνδρα. σοῦ γε μὴν τῆς σοφίας τὰς λαβυρίνθους κἂν καὶ δηλώσαι τις πίνακι δοὺς τὰ σὰ γνωματεύματα, ὁμοῦ δὲ καὶ τῆς γλώττης τὴν
15εὔροιαν οὐκ ἂν δήπου, εἰ μὴ ἄλλῳ τῳ χρῷτο τρόπῳ, ἢ ταῖς τοῦ Νείλου παραβάλλων προχύσεσιν, ἃς διασκοποῦνται πήχεσιν Αἰ‐ γύπτιοι, ἢ δῆτα κλάδοις ἐξ ἀμπέλου ποικίλοις. καὶ γὰρ καὶ κατὰ πήχεις αὔξειν ἔχει τὰς ἔνδοθεν πηγὰς τοῦ νοῦ καὶ αὖ ὡς ἄμπελος ἀπ’ εὐτυχοῦς γέ που τῆς ῥίζης ἀνίσχουσα πολλοὺς ἑλίσσει τοὺς
20κύκλους καὶ διὰ παντὸς ἐκ βλάστης βλάστην φύει σφόδρα γέ τοι εὐφυῶς. οὐ γὰρ οἵαν ταύτην ἔλαχες τὸ γόνιμον τῆς ἔνδοθεν πηγῆς ἐξαμβλοῦν, ἢ τόκου παρεχομένην διηνεκῶς ἀωρίαν ὑπ’ ἀμηχανίας καὶ τὰ τοῦ μεγίστου νοῦ συγχωννύουσαν μυστήρια,
οὐδ’ ἀγύμναστόν τινα οὖσαν καὶ μὴ σαφῶς τετελεσμένην τοῖς τῶν

1

.

332

τοσούτων φρενῶν ὀργίοις· ἀλλ’ οὕτω γ’ ἀποχρῶσαν, ὡς καὶ φιάλαις ὅλαις εἶναι, ὡς εἰπεῖν, ὁπηνίκα καὶ ὁπόσα εἴη ἐθέλοντι ἐξαντλεῖν, μετὰ στάθμης μέντοι καὶ κρίσεως ἀκριβοῦς, κολα‐ ζούσης μὲν τὸ πλεονεκτοῦν, μὴ ὥσπερ πηγή τις ὑπερλιμνάζουσα
5πλέον ἀποτρέχῃ τοῦ δέοντος· ῥωννυούσης δὲ τὸ καταπίπτον, ὁπηνίκ’ ἂν ᾖ ῥᾳστώνη τοῦ σπουδάζειν· ὡς εἶναι καὶ τοὺς μὴ σπουδάζοντας λόγους σου παρὰ τοσοῦτον οὐκ ἀξυντελεῖς, παρ’ ὅσον οὐδ’ οἱ τοῖς ἐξεσμένοις ἀλάξευτοι συντεθειμένοι λίθοι τοῖς τῶν ἱερῶν περιβόλοις. τοσοῦτόν γε μὴν τὸ ἡδὺ τοῖς λεγομένοις
10περιθεῖ, ὡς εἶναι νομίζειν ἵμερόν τινα ἐσκηνῆσθαι τῇ γλώττῃ σου, ὃς καὶ παρόντας εὐφραίνει καὶ μεταστάντων οἱονεὶ ταῖς ἀκοαῖς ἕπεται ἐνηχῶν τε καὶ ἐξαρτᾶται χυμὸς μέλιτος, ἐπειδάν τις ἀπο‐ γεύσηται. ἀλλὰ γὰρ ἄλση καὶ λειμῶνες καὶ ἐρημίαι ταῖς τῶν ᾠδικωτάτων ὀρνίθων ᾠδαῖς ἦρος ὥρᾳ περιηχοῦνται, ὡρισμένοι
15τόποι καιροῖς ὡρισμένοις. σοῦ δὲ τῆς σώφρονος εὐγλωττίας, ἀντὶ μὲν ἔαρος, ὁ τῶν τεσσάρων ὡρῶν κύκλος διηνεκής· ἀντὶ δὲ λειμώνων καὶ ἀλσῶν ἤπειρος ἅπασα, οὐχ ὅσην Ἡρακλέους ὁρί‐ ζουσι στῆλαι, ἀλλὰ σύμπαν φημὶ ὅσον ὅ,τε τῆς οἰκουμένης ἔνδον καὶ ὁ κύκλῳ διάκοσμος ἐξυφαίνει, Ἀττικοῦ παντὸς ἐναργέστερον
20πέπλου τὰς σὰς ἀρετὰς διαγράφων. πείθομαι γὰρ μηδ’ ἂν τοῖς ἐπ’ ἔσχατα γῆς Κελτοῖς, οὐδ’ ἂν οὐδέσιν ὅσοι πρὸς τῷ ὠκεανῷ τυγχάνουσιν ὄντες, οὐ μέντοι οὐδ’ ἂν ἐνδεῖν σου τῆς φήμης, οὐδ’ αὐτοῖς Ἰνδοῖς· ἀλλὰ κἀκεῖθεν τὸ κῦρός σε δέχεσθαι τοῦ
νικᾷν περιουσίᾳ φρονήσεως πάντα ἀνθρώπων γένη. οὕτω τοι τὸ

1

.

333

σὸν κλέος, καθάπερ ἐπὶ νηὸς τῆς φήμης ὀχούμενον, πλῆρες θαύ‐ ματος διὰ πάσης ἔρχεται γῆς. τεκμήρια δέ μοι τῶν λόγων· καὶ γὰρ οὐκ εἰσὶν ὁπόσα κατὰ γῆν εἰσὶν ἔθνη, ἐξ ὧν μὴ οὐκ ἦλθον ὡς σὲ τῇ φήμῃ δημαγωγούμενοι· οὕτω μέντοι σὺν ἑορτῇ πάντες,
5ὥστ’ ἐξεῖναι ζημίαν νομίζειν, εἴ τις ἀπαλλάξειε τοῦ ἰδεῖν τε καὶ συγγενέσθαι. τὸ γὰρ πολλοὺς ἑκάστοτε τῆς οἰκουμένης ἑκαστα‐ χόθεν συῤῥεῖν ἴσως χειμάῤῥου ῥεύμασι, τὸ δὲ κύκλους ἑλίσσειν ἀεὶ περὶ σὲ, οἷον καὶ περὶ Πυθαγόραν οἱ ἐκείνου φοιτηταὶ, τὸ δὲ διψῶσιν ὥσπερ ὠσὶν ἀτρεμίζοντας δέχεσθαι τὰ λεγόμενά σοι,
10καθάπερ οἱ θεομάντεις ἐπιπνοίας ὁπότε θείας ἐμφοροῖντο· ταυτὶ τοίνυν μὴ σύμβολα εἶναι τοῦ δικαίως σφόδρα ἐφίεσθαι τῆς σῆς ὁμιλίας, ὡς οὔσης θαυμασιωτάτης, πάντες οἶμαι οὐκ ἐροῦσι. τὸ δ’ αὖ σὲ πρὸς οὕτω παντοδαπὰς πεύσεις τε καὶ προβλήματα διαλλάττοντα μὲν πρὸς ἄλληλα, οὐκ ἐπιχώρια δὲ οὐδὲ τοῖς καθ’
15ἡμᾶς ἔθεσιν, ἔπειτα πᾶσιν οἰκείως ἐν ταὐτῷ διαλέγεσθαι τὰ πλεί‐ στης ἐπάξια σπουδῆς τε καὶ μελέτης, τουτὶ δ’ ἔγωγε πολλοῦ δέω μὴ λέγειν ὡς Περικλεῖς ἅμα καὶ Νέστορας ὑπερβέβληκεν. ἐκείνων μὲν γὰρ τοῖς λεγομένοις ἔσθ’ ὅτε καὶ σφαλλομένη τελευτὴ ξυνέβαινε· σοῦ δ’ οὐκ ἔσθ’ ὁπότε μὴ προσήκουσα. καὶ τῶν μὲν
20ἐπιχωριάζων ὁ τύφος τοῖς χείλεσιν, ὡς ἂν ἀποῤῥοὴ κακίας, τὸ σεμνὸν τῶν λόγων ἀφῃρεῖτο, καθάπερ μήλων ὥραν ἀφαιρεῖται σκώληξ ἐφεδρεύων· χείλεσι δέ γε τοῖς σοῖς τύφου μηδενὸς μηδα‐ μῶς ἐφεδρεύοντος ἔστι προϊέναι καὶ τὸν τῆς γλώττης κρότον πάντη ἀκιβδήλευτον. Ἑλλήνων μὲν οὖν παῖδες τὰ ἑαυτῶν σεμνύνειν ἐθέ‐
25λοντες ἐπειδή τινας οἶμαι ἠλιθίους ἀνθρώπους ἡ τοῦ Ὀρφέως

1

.

334

ἐκίνει κιθάρα κινεῖσθαι ἔφασαν καὶ τὰ ἄψυχα τοῖς ἐκείνου πρὸς λύραν ᾄσμασιν. εἰ δὲ καὶ ἡμῖν ἦν βουλομένοις τὴν ἀλήθειαν εἰς μύθους ἐξαίρειν, ὅντινα τρόπον ποιήσαιμεν μείζω ἢ ἔχουσιν ὄντα ὡς οὐκ ἔνι ῥᾴδιον εὑρεῖν οὐκ ἔνι δήπου μὴ φάναι. ὡς τό γε νῦν
5εἶναι καὶ πεπείσμεθα, μηδ’ ἂν ἀπίστως ἔχειν, μηδ’ ἀνέφικτ’ ἀνθρώποις ἡγεῖσθαι, ὁπηνίκα ὁρῶμεν ἐς μύθους τοὺς ποιητὰς τὰ πλείω τῶν πραγμάτων ἀπάγοντας· εἴτε μὴ οὐχ ἱκανούσης τῶν τότε ἀνθρώπων τῆς φύσεως· εἴτε καὶ αὐτοῖς δὴ τοῖς ποιη‐ ταῖς δόξαν ἐπίτηδες ποιεῖν περιφανείας εἵνεκα πλείονος. ὡς γὰρ
10ἥκιστα μείζω ἢ ὥστ’ ἀνθρώπου φύσει χωρητὰ εἶναι, ὁπόσα πρὸς θαῦμα καὶ μύθους ἐκεῖνοι ἀπήνεγκαν, ἔδειξας σὺ διὰ πάντων ἐλάσας. πρότερον δ’ ἔγωγ’ ἀκούων Ἀκαδημίαν καὶ Λύκειον καὶ Στοὰν μέγα τι ταῦτ’ ᾠόμην εἶναι καὶ πᾶν ὅτι κάλλιστον καὶ ὑπερήφανον, διὰ Πλάτωνα γοῦν καὶ Σωκράτην καὶ Ζήνωνα, καὶ
15ὅσοι διάτορον ἐν διαλέξεσιν ἔπνευσαν. νῦν δὲ πᾶσαν τὴν περὶ αὐτῶν εὐκλεᾶ δόξαν ἀπεβαλόμην, ὥσπερ οἱ διαγρηγορήσαντες τὰ ἐν τοῖς ὕπνοις ὀνείρατα· καὶ οἴομαί γε ἐκείνων θαῦμα οὐκ ἔθ’ ὑπέρτερον ἢ ὥσθ’ ὅμοιον εὑρεῖν, ἀλλ’ εἶναι μέτριον καὶ μόγις μέγα, τοσοῦτον ἐκείνους παριόντα ὁρῶν σε, ὅσον ἐγὼ τοῦ κατα‐
20ξίαν θαυμάζειν σε λείπομαι. καίτοι μέγα ἂν ἦν, εἰ καὶ παρα‐ πλησίως τοῖς ᾀδομένοις εἶχε τὰ σά. σὺ δὲ ἀλλὰ καὶ ὑπερσχὼν φαίνῃ, ὅσον ἐν ῥαψῳδίαις τῶν ἄλλων κηρύκων τῷ ὑπερφωνεῖν
ὁ Στέντωρ. ἰδοὺ γὰρ ὑπὲρ πᾶσαν Ἀκαδημίαν καὶ Λύκειον καὶ

1

.

335

Στοὰν σοῖς λόγοις ἀποφαίνεις τὰ σὰ βασίλεια, πρυτανεῖον παν‐ τοδαπῆς παιδείας φαίη τις ἂν οἰκειότερον. εἶναι γὰρ καὶ μηδένα, ὅντινα τῆς σῆς ἀπολελαυκότα φωνῆς, ἢ δῆτα μόνης τῆς θέας, μὴ καὶ ὠφελείας τῆς μεγίστης, ὅσα γε πρὸς ἤθους ῥυθμὸν καὶ
5γνώσεως αὔξην, ἔτι μὴν πρὸς τὸ ἐγκυμονῆσαι λόγους καὶ δια‐ λέξασθαι ἑτοιμότερον· ταυτὶ τοίνυν καὶ ὅσα παραπλήσια ἐκ μόνης γέ σου τῆς ὁμιλίας οὐκ εἰσὶν οἵτινες οὐκ ἀπώναντο· οἳ δ’ ἀπώναντο, πάντες ἄρ’ εἰσίν. ἴσως δ’ εἰσὶ καὶ παρ’ οἷς ἀγαθὴν λαχοῦσι τὴν φύσιν, ὡς ἂν ὑπὸ ζεφύρῳ πρωϊνῷ κύκνοι ᾄσειαν
10ἐμμελὲς, ὣς δὲ κἀκ τῆς σῆς ἐπιπνοίας ἐμμελὴς ὁ τόκος τῶν κα‐ λῶν ἐξενήνεκται. οἷς δὴ πᾶσι καὶ κρείττων πολλῷ φιλοτιμία τίς ἐστιν, εἴ τις ἀποφθεγμάτων τῶν σῶν ἀπομνημονεύσειεν, ἢ τῶν Ὁμηρικῶν Ὁμηρίδαις. ἐξαίρετον χρῆμα ἡδονῶν, ὁπόσαι δι’ ἀκοῆς πρὸς ψυχὴν ἀπαντῶσι, φασὶ τὰς Σειρῆνας πάλαι γενέσθαι· οὐ
15μὴν ἀταλαίπωρόν γε, ὅτι μὴ θανάτου τιμώμενον. ἢ γὰρ τεθνά‐ ναι ἀκούσαντα πάνθ’ ὁντινοῦν ἔδει, ἢ μὴ κηρῷ τὰ ὦτα φραξά‐ μενον κἀντεῦθεν κωφὸν τοῖς ἐκείνων μέλεσι μείναντα. σοῦ δὲ δημηγοροῦντος οὐχ ὅπως οὐ κηρῷ τὰς ἀκοὰς ἀποφράττειν ἐθέ‐ λουσιν, ἀλλ’ ἀντικειμένως θάνατον ἡγοῦνται, ὅτι μὴ πανηκόους
20τινὰς, ὡς εἰπεῖν, ἀνέδειξεν ἡ φύσις, ὥσπερ οὖν τοὺς πανόπτας οἱ μῦθοι. τίνας γὰρ οὐκ ἂν ὑπερβέβηκας Δημοσθένεις τῇ τῆς δημη‐ γορίας οἰκονομίᾳ τε καὶ δεινότητι; τίνας δ’ οὐ Πλάτωνας τῇ
τοῦ νοῦ μεγαλοφυΐᾳ τε καὶ σεμνότητι; τίνας δ’ οὐκ ἂν ἀνηρτήσω

1

.

336

ἀνθρώπους, σὲ μᾶλλον θαυμάζειν ἢ τὸ τῆς Ἀττικῆς ἡλικίας ἀκμάζον πάλαι τὸν Σωκράτην, ἐφ’ ὅλην σου τὴν δημηγορίαν χάριν ὁμοῦ καὶ πειθὼ συνορῶντας ἐφέρπουσαν, καθάπερ ἐπ’ ἄνθη ἀγροῦ τὸ ποικίλον τοῦ χρώματος; οὕτως ἐραστὰς ποιεῖς
5ἅπαντας τῆς σῆς Καλλιόπης, ἐκκάων ὑπερφυῶς. ἔχειν δὴ οὖν τὰ τοῦ Σολομῶντος τοῖς σοῖς ἐφαμίλλως οὐδεὶς ἂν ἔχοι ἀμφισ‐ βητεῖν· ὑπερέχειν γε μὴν τοῦτο δὲ οὐδείς ἐστιν ὅστις ἡγεῖται. οὐδὲ γὰρ οὐδ’ ἔστι φάναι, ἐκεῖ μὲν οἷς χρήσεταί τις πολλοῖς οὖσι μαρτυρίοις· ἐνταυθοῖ δὲ βραχέσιν, ἢ τοσούτοις μὲν, μὴ τοιού‐
10τοις δέ· πολὺ μέν τ’ ἂν τοὐναντίον. οἷς γὰρ τὰ ἐκείνου θαυμάζειν ἔνι, τούτοις οὐκ ἔνι πλὴν ἢ τῆς τοῦ νότου βασιλίσσης, ἣν ἐς Παλαιστίνην ἐκείνη πορείαν ἐστείλατο, μαρτύριον. ὅσοι δὲ τῶν σῶν μέμνηνται, τούτοις καὶ βορέαν καὶ νότον ὁμοῦ τοῖς λοιποῖς τῆς γῆς πέρασιν ὅστις μὴ οὐ φάσκει μαρτύρια εἶναι, ὅπως ἀθῶος φα‐
15νεῖται τοῦ ἁλῶναι ψευδόμενος, οὐχ οἷός τ’ ἂν εἶναί μοι δοκεῖ. ἐπεὶ μέντοι κατὰ τὸν Ἀναξαγόραν νοῦς ἐστι σοφὸς ὁ τὰ πάντα διακοσμῶν καὶ πάντων αἴτιος, οὕτω δῆτα τῷ περιόντι σοι τῆς τοῦ νοῦ σοφίας ἐξηγῇ τῶν πραγμάτων καὶ οὕτω σοι τὴν ἀρχὴν διακοσμεῖς, τῆς φρονήσεως τῷ μεγέθει πάντα περιτρέπων εἰς τὸ
20χρήσιμον, ὡς τῶν ἐξ αἰῶνος οὐδεὶς ἄμεινον. ἐῤῥῶσθαι δὲ καὶ ὁ λόγος τῷ φήσαντι νῦν μοι δοκεῖ, ὡς γνώμῃ καὶ φρονήματι καὶ ἀνδρίᾳ ψυχῆς τὰ πολλὰ τῶν πραγμάτων, ἀλλ’ οὐ τῷ πλήθει τῶν ὑπαρχόντων κρίνεται. ὡς γὰρ εἴ τις ἄριστος μουσικὸς τὴν ἐν τοῖς φθόγγοις ἁρμονίαν, ἐντείνων μὲν τὸ τῶν χορδῶν ὅποι τε‐
25τάσθαι δεῖ, χαλῶν δ’ ὅποι τοῦτο βέλτιον, τά τε διαστήματα

1

.

337

μέτρῳ ποιούμενος κάλλιστον οἷον τὸ χρῆμα τῆς ᾠδῆς κεράννυσιν· ὣς δὲ καὶ σὺ τῇ φρονήσει ἴσα καὶ ῥυθμοῖς τισι μουσικοῖς τὰ πρά‐ γματα διεξάγων τὴν διὰ πασῶν, ὡς εἰπεῖν, ἁρμονίαν ἁρμόζῃ, ὡς εἶναι συνᾴδειν πανταχόθεν ἑαυτῇ κάλλιστά τε ἔχειν καὶ ὡς ἂν πάν‐
5τες πεισθεῖεν θεὸν εἶναι σαφῶς τὸν διὰ σοῦ τὰ τῇδε καθιστάμενον. οὕτω σὲ θεῖόν τινα καὶ ὑπὲρ ἄνθρωπον ἄνθρωπον πάντες νομί‐ ζουσιν ἄνθρωποι. φθάνεις γὰρ τῇ τοῦ νοῦ καθαρότητι τὰς τῶν ὑπηκόων ἁπάντων διερχόμενος διαθέσεις καὶ γνώμας καὶ ὅποι μάλιστα τείνουσιν ἀρετῆς ἢ κακίας κάλλιστα διαγινώσκων· κἀν‐
10τεῦθεν ἁρμόζεις, ὡς εἴρηται, σαυτὸν ὡς δεῖ τοῖς πᾶσιν ἀνθρώ‐ ποις· καὶ κυβερνᾷς, κατὰ Πίνδαρον, τὰν πολύστροφον γνώμαν ἑκάστων καὶ διατίθης ὅποι ἂν σχοίη τὰ πράγματα βέλτιστον. γνώριμον δ’ εἴη παντί που, ὡς οὐκ ἄν ποτε Θεμιστοκλῆς πρὸς φήμης ἤλασε τοσοῦτον, εἰ μὴ Ξέρξης ἤλασεν ἐφ’ Ἕλληνας. οὐκ
15ἂν δὲ Μιλτιάδης ἐκεῖνος οἶμαι ἐς ὄνομα ἤγετο, εἰ μὴ Περσικοὶ σατράπαι καὶ τὰ τῆς Ἀσίας ὅπλα πρὸς Ἀττικὴν καὶ Μαραθῶνα διέβαινον πρότερον. ἀλλ’ εἶχον ἂν τὴν ἀρετὴν θαλαμευομένην, ὡς εἰπεῖν, καὶ ἀτεχνῶς ἐν ἀδήλῳ κειμένην, ὥσπερ οἱ θησαυροί. καὶ σοῦ δὲ τὴν οὐρανοῦ ψαύουσαν φρόνησιν κατίδοι ἄν τις ἐκ μυ‐
20ρίων μὲν καὶ ἄλλων· ἐπεὶ δὲ καὶ ὁ καιρὸς ἀντέπνευσε μὲν, οὐκ ἀνεσόβησε δέ σου τὰ πράγματα, πάσης βασάνου σαφέστερον τοῦτ’ ἂν εἴη δεῖγμα, ἀκιβδήλῳ φάναι χρυσῷ κατεσκευάσθαι σου τὰ τῆς διανοίας. πολλοῦ γὰρ τὰ πράγματα εἰληφὼς διατρέχον‐ τος κυκεῶνος, οἷος ἂν διαδράμοι νεφέλας ὁπηνίκα εἴη στροφῶν
25ἀπαρκτίας καὶ μικροῦ πάντων ἐθνῶν ἐφ’ ἡμᾶς κινουμένων οὕτω

1

.

338

σφοδρῶς, ὥσπερ οὕς φασι καταράκτας Νείλου, μόνος αὐτὸς τὰς ἐμβολὰς ἐς σεαυτὸν ἀναδεχόμενος ἑστῶτι φρονήματι, παραπλη‐ σίως προβλῆτι πολλῶν προσρηγνυμένων κυμάτων ἀκυμάντῳ μέ‐ νοντι, οὕτω καὶ βουλεύῃ καὶ διατίθης, ὡς οὐδ’ ἔνι οὐδενὶ τῶν
5ἁπάντων ἐνθυμηθῆναι πρὶν τελεσθῆναι· οὕτω μὴν ῥᾳδίως, ὥστ’ ἔργον εἶναι μᾶλλον οἷς ἔνι πειρωμένοις λόγῳ διεξιέναι ἢ σοὶ ἔργῳ πληροῦντι· ὡς ἐξεῖναι, εἴ τις βούλοιτο διαμετρεῖν ὅσα τε λόγοις, ὅσα δὲ καὶ ἔργοις, φρονήσεως γέμουσιν ἑκατέροις, ἐπι‐ τελεῖς τρόπαια, ἡμέρας ἑκάστης ἀριθμοῦντι τὰς ὥρας πάνυ τοι
10σφόδρα ποιεῖν εἰκός. μηδὲ γὰρ εἶναι μηδεμίαν, ἥτις παρέλθοι σῶν ἢ λόγων ἢ ἔργων καλλίστων ἄμοιρος. σοῦ γὰρ καὶ φθέγμα ἓν ἐκμειλίσσει καὶ περιτρέπει ἐς τὸ πρᾶον καὶ τὸν σφόδρα ἀμείλικτον καὶ ἐκτεθηριωμένον εὖ μάλα ἄνθρωπον, ῥᾷον ἢ λέγεται τὸ τοῦ Σαὺλ δαιμόνιον ἡ τοῦ Δαβὶδ κινύρα. ὡς νῦν γε σοῦ χάριν σχο‐
15λὴν ἄγομεν φόβου παντὸς ἡμεῖς. ἐν γὰρ τῇ πρύμνῃ τῶν καθ’ ἡμᾶς, ὡς εἰπεῖν, πραγμάτων καθήμενον ὁρῶντές σε καὶ διαγρυ‐ πνοῦντα ἐπιμελῶς ἔκ γε τῶν προλαβόντων παρεσκευάσμεθα καὶ τὰ τέως προσδοκηθέντα δεινὰ πρὸ τῆς πείρας ἀεὶ παρακρούεσθαι γενησόμενα πάντ’ εἰδότες τῆς σῆς διανοίας τρόπαιον. καὶ μέχρι
20τούτου τάχ’ ἄν τινες ἀθυμήσαιεν, μέχρις ἂν ποιήσωσι τὴν ἀρίστην σου σύνεσιν ἐνθύμιον· ἔπειτα ἔδοξας ὡς ὑφ’ ἡλίῳ καομένοις ζέ‐ φυρος. ἔλαθον δ’ ἄρα ἐμαυτὸν ἔγωγε εἰς τὰς ἀβύσσους τῶν σῶν
κατὰ βραχὺ καθιεὶς πλεονεκτημάτων; τοῦτο δ’ ἦν δήπου, ὅπερ

1

.

339

ἀπελεγόμην τοῦ λόγου ἀρχόμενος, σαφέστατα πάντων ἀποροῦντα αἰσθόμενος αὐτὸς ἐμαυτόν. καὶ γὰρ ᾤμην μικράττα εἰπόντι καὶ ὅσα ἀρκεῖν εἶναι χρέους ἔκτισιν μηκέτ’ εἶναι πλημμελὲς τῶν γ’ ἑξῆς, εἰ βουληθείην, ἀποστατεῖν. παρῆλθε δή με, ὡς πρᾶγμα
5ποιῶν εἴην τῆς ἐμῆς τὰ μέγιστα γνώμης καταψευδόμενον. περὶ γάρ τοι τοῦ μεγίστου χρήματος τῆς σῆς φρονήσεως προθέμενος λέγειν, πλὴν τῶν ἔργων δι’ ἧς ταῦτα πράττεται καὶ ᾗ ἕπεται ὥσπερ ὁλκάδι ἐφόλκια, προσόμοιον ἔγνων ποιεῖν, ὥσπερ ἂν εἴ τις ὁρμαθοῦ τινος ἄκρου λαβὼν τῇ χειρὶ, ἔπειτα ἐνόμισεν ὑφαιρεῖσθαι
10τουτὶ ἥκιστα τοῦ ἐφεξῆς κινηθησομένου. τόδε δ’ ἦν ἂν ἀβου‐ λίας μεστὸν, ὥσπερ δὴ καὶ τοὐμὸν τουτί· οὐ μὴν οἷόν τ’ οὐκ ἔχειν παραίτησιν, εἰ μή τινες κἀκείνου τὴν συγγνώμην ἀτεχνῶς ἀφαιροῖντο, εἴ τις ἀπειροθάλαττος ὢν, ἔπειτα περιπολοίη μὲν τὰς ἀκτὰς, ἐς δὲ τὰ τῶν πελαγῶν ἀμήχανα οὐκ ἐθέλοι οὐδαμῆ
15οὐδαμῶς ἐφεῖναι. ἀλλὰ γὰρ οὖν τῶν εὐλόγων εἶναι κἀμοὶ δοκεῖ τῶν σῶν ἀγαθῶν, ὡς εἰπεῖν, τὰς ἀκτὰς παραπλεύσαντα ὥσπερ ἐξῆν εὐχῇ τὸν λόγον ἐνορμίζειν. ὁ τῇδε τῇ ἀρχῇ καὶ τῷ τοιῷδε χρόνῳ μάλα προσφυῆ καὶ προσήκοντα ἀναφήνας σὲ θεὸς αἰῶνι παντὶ συνδιαμετροίη σοῦ τε καὶ τῶν ἐκ σοῦ τὸ βασίλειον κράτος,
20ὡς ἂν καὶ ἡμῖν εὐδαιμονεῖν εἴη μέχρι διαπαντός.“ θʹ. Ἐμοὶ μὲν οὖν ταῦτα διεξιέναι τῷ τηνικαῦτα ξυμβέβηκε. τοῦ δὲ χρόνου προβαίνοντος ἐς τὸ πρόσω παρὰ τοσοῦτο πλείονα
τὴν αὐτοῦ διάθεσιν ἀεὶ καὶ εὐμένειαν ἐκαρπούμην, παρ’ ὅσον καὶ

1

.

340

τὸν χρόνον ἐς τὸ πρόσω προβαίνειν ξυνέβαινεν. ὥστε καὶ ἐς τὰς τῶν ἱερατικῶν με τῆς ἐκκλησίας πρώτας τιμὰς ἀνάγειν ἐσκέπτετο. ἤδη δὲ καὶ ὥσπερ ἀῤῥαβῶνά τινα τὴν τοῦ χαρτοφύλακος ἀξίαν ἔν γε τῷ παρόντι ἠνάγκαζε δέξασθαί με, ἵν’ εἴη τις τοῦτ’ εὐ‐
5πρόσωπος αὐτῷ ἀφορμὴ πρὸς τοὺς βασκαίνοντας καὶ ὑπ’ ὀδόντα λοιδορουμένους αὐτῷ τῆς ἡμετέρας εἵνεκα τιμῆς, ἧς παρ’ αὐτοῦ λαμπρῶς εὐθὺς ἐκαρπούμην, μήτε χρόνον προεισενεγκὼν, ὡς ἔθος τοῖς πλείστοις, μήτε τινὰ πολιὰν τρίχα, μήτε τινὰ τιμὴν ἱερατικήν. ηὐτρέπιζε δέ μοι ἤδη, ὡς ἐφ’ ἑτοίμῳ τῷ πράγματι,
10καὶ ἃ τῇ ἀξίᾳ προσήκοντα ἦσαν ἐνδύματα. ἐγὼ δ’ ἐς τὴν ἐμαυτοῦ νεότητα ἀπιδὼν καὶ τὴν τῶν τοιούτων ἀωρίαν πραγμάτων παρελ‐ θὼν ἔλεξα τοιάδε. (Β.) „Περὶ μὲν ἐμαυτοῦ καὶ ὡς οὔπω μοι καίρια τὰ τῆς ἱερατείας βραχύν τινα ἀποχρήσειν μοι δοκῶ τὸν ἀπόλογον. ὅ,τε γάρ μοι χρόνος οὔπω ὡραῖος πρός γε τὰ τοιαῦτα·
15καὶ μέντοι γε καὶ οἱ τῆς ἡσυχίας καὶ τῶν λόγων μανιώδεις καὶ λελυττηκότες ἔρωτες ἡβῶσιν ἔτι παρ’ ἐμοὶ καί με μὴ, πρὶν εἰς κόρον ἐξήκειν, παρήσειν διϊσχυρίζονται. τότε γὰρ καὶ τὰ τῆς διανοίας τὸ ἄφετον ἕξειν καὶ ἀποχρῶν πρὸς θεοῦ λειτουργίαν. τὸ δὲ νῦν ἐμβριθεστέραν εἶναι τὴν τῶν μυστηρίων τόλμαν, ἢ ὡς
20ἐμέ γε ἐνεῖναι ῥᾳδίως ἐνέγκαι, τοῦτο δ’ οὖν εἰ μή τῳ δὴ τῶν πάντων ἄλλῳ, ἀλλὰ γὰρ εἴ τι τῶν ἁπάντων ἄλλο καὶ τοῦτο δὴ τῶν πάνυ τοι προδήλων ἔμοιγε. ὁπόσην γὰρ ἐχρῆν τοῦ πράγματος τὴν πεῖραν, τόσην, ὡς εἰπεῖν, ἀσκῶ τὴν ἀπειρίαν ἐν γοῦν τῷ πα‐ ρόντι. τὸ δ’ οὕτως ἔχοντ’ ἀμαθῶς κατατολμᾷν τῶν θείων καὶ
25ἀψαύστων, ὅμοιον ὂν ὥσπερ ἂν εἴ τις ἐπεπήδα θαλάττῃ, πρὶν

1

.

341

ἢ μαθεῖν διανήχεσθαι, οὔθ’ ὑγιὲς ἥγημαι καὶ οὐδὲ πλείστου δέω θαυμάζειν, εἴ τις ἀνάσχοιτό ποτε τοσαύτην τόλμαν ἀνασχέσθαι λογισμῷ καθεστηκότι πλήττων ἑαυτόν. ποίων μὲν γὰρ οὐκ ἂν εἴη πρηστήρων, ποίων δ’ οὐκ ἂν θαλαττίων πυθμένων τὸ πρᾶγμα
5ἐπάξιον; εἶεν. τό γε μὴν πρὸς ἐμὲ εὐμενὲς καὶ κηδόμενον τοῦ σοῦ κράτους καὶ πρὸς εὐποΐας πάνυ τοι σφόδρα ἐπικλινὲς καὶ ὀξύῤ‐ ῥοπον, εἴπερ δή τι τῶν ἁπάντων ἕτερον καὶ τοῦτο δ’ ἐν τοῖς μάλιστα ἔγωγε ἄγαμαι· καὶ οὐκ ἔχω παντοδαπὸς γιγνόμενος τίσι χρησάμενος ἐπινοίαις γνοίην ὅπως ποτὲ καὶ οἷστισι τοῖς
10αἰτίοις αὐτὸς χρησάμενος, ὦ βασιλεῦ, τοιοῦτός μοι γίγνῃ. ἀλλ’, ὡς ἔοικε, πρὸς τὸν κοινὸν δεσπότην ὥσπερ πρὸς ἀρχέτυπον εὐ‐ φυῶς ἁμιλλώμενος οὐκ ἀναμένεις αἰτίας ἀεὶ περὶ πᾶν ἀγαθόν· ἀλλὰ πὴ μὲν, πὴ δ’ ἀναίτιος γίγνῃ καὶ σφόδρα φιλότιμος εὐερ‐ γέτης. ὃ δὴ καὶ μάλιστα πάσαις ἀρχαῖς οἰκειότατόν τε καὶ πρε‐
15πωδέστατον. τὸ γὰρ προϋπηργμένης αἰτίας εὐεργετεῖν οὐ μᾶλλόν γ’ ἂν εἴη τοῦ δρῶντος, ἢ τοῦ τὴν αἰτίαν προβεβλημένου. καὶ νῦν γέγονέ σοι τὸ τῆς ἕξεως φύσις ἀμεταβλήτως ἔχουσα· καὶ ὥσπερ ἕκαστα τῶν ὄντων τὸ τῆς φύσεως ἴδιον αὐτομάτως ἀποτελεῖ καὶ ὑγραίνει μὲν ὕδωρ, κάει δὲ πῦρ καὶ τἄλλα ὡς ἡ φύσις ἑκάστῳ
20κεχειροτόνηκεν, οὕτω δίεισι τὸν πάντα αἰῶνα διατελοῦντα, οὐδαμῆ οὐδαμῶς οὐδεπώποτ’ οὐδεμιᾶς ἀποχειροτονῆσαι δεδυνημένης τρο‐ πῆς, οὕτω δὴ καὶ αὐτὸς πεφυκὼς πρὸς εὐεργεσίας τοῦτο καὶ λόγοις καὶ πράγμασιν, οἱονεί τι φύσεως ἄτρεπτον καὶ ἀκήρατον ἴδιον, οὐδέποτε οὐδαμῆ διαλείπεις διατελῶν. ἔνθεν τοι καὶ χάρι‐
25τας ἁπάσας ἐθέλων ὁμολογεῖν, ἔπειτα τὸ πρὸς ἀξίαν οὐκ ἔχων

1

.

342

οὐχ ἧττον ἐμαυτοῦ γε τῷ τε λόγῳ καὶ τῷ χρόνῳ νεμεσῶ. δυοῖν γὰρ κατ’ οὐδὲν οὐδέτερος ἐσάπαν ἀνέγκλητος ἔμοιγε φαίνεται. ὅ,τε γὰρ λόγος ἀνώτερος ὢν τῆς ὕλης καὶ προσήκων μᾶλλον ἀρε‐ ταῖς ἐδόκει δή μοι μηδ’ ὀψὲ τοῦ χρόνου μὴ τροπῇ μηδὲ φθορᾷ
5τινι λατρεύσειν, ἀλλ’ ὁμοίως ἔχειν ἐν παντὶ διαπαντὸς τὴν τῶν πραγμάτων φύσιν ἀποφαίνειν ἀποχρώντως· ὁ δὲ λέληθεν ἤδη μεταβαλὼν καὶ αὐτὸς, ἐπειδὴ σοί γ’ ἐντετύχηκε τῷ μακρῷ θη‐ σαυρῷ τῶν καλῶν. οὕτω γὰρ ἀσθενῶς ἔσχεν, ὥστ’ οὐδένες τῶν αὐτῷ χρωμένων ὕμνησαν πρὸς ἀξίαν τὰ σὰ, πάλαι πολὺν ἤδη
10χρόνον πειραθέντες τε καὶ πειρώμενοι. οὔκουν οὐδ’ αὐτὸς θαῤ‐ ῥήσας ἧκον, ὡς τῆς ἀξίας ἴσως δυνησόμενος ἐφικέσθαι. καίτοι γε ἐβουλόμην γ’ ἂν μᾶλλον, ἢ πάντα μοι ἐγγενέσθαι χρήματα. μεγίστην γὰρ ἂν οὕτω τοῖς ἐμοῖς παρεῖχον λόγοις τὴν εὐγένειαν, ὥσπερ ἄρα καὶ ταῖς ἑαυτῶν χερσὶν οἱ τῶν ἱερῶν μυστηρίων ἁπτό‐
15μενοι· ἀλλὰ πολλῶν τῶν ἐκ τῆς παροιμίας ἡμῖν ἀδυνάτων ἐν ταῖς βίβλοις κειμένων ἕν τι τῶν πολλῶν καὶ τοῦτο κινδυνεύει καὶ εἶναι καὶ λέγεσθαι. ἐνταυθοῖ δὲ τοῦ λόγου γενόμενος ἀνεμνή‐ σθην τοῦ Ἀττικοῦ μύθου, ἐν ᾧ τὸν Μῶμον ἀχθόμενον εἰσάγει τῷ Διῒ καὶ ἀποσκώπτοντα, ὅτι μὴ συμπαρήγαγε τῷ τοσῷδε καὶ
20τοιῷδε κάλλει τοῦ παντὸς καὶ τὸν ἄξιον τοῦ παντὸς ἐπαινέτην. κατὰ ταὐτὰ γάρ μοι καὶ αὐτῷ καὶ ἀποσκώπτειν ἐπῄει καὶ ἄχθεσθαι τῷ χρόνῳ νυνί. εἴπερ καὶ γὰρ ὡς τοσούτων ἀγαθῶν ἔμπλεων προήνεγκεν ἄνθρωπόν σε καὶ οἷον οὐ μέχρι σοῦ ὁ δὲ καὶ τοὺς
ὑμνήσοντας ἀξίως συμπροήνεγκε, πάνυ γ’ ἂν ἐποίει δεδογμένα

1

.

343

τῷ προσήκοντι λόγῳ. νῦν δ’ ἐξ ἡμισείας φιλοτιμεῖται τὰ κάλ‐ λιστα. πάλαι μὲν γὰρ ἐδείκνυ τῶν σοφῶν τὴν φορὰν ἐρήμην ἀξίων πραγμάτων, νῦν δὲ τὰ θαύματος ἄξια προενεγκὼν ἔλαθε καὶ τοὺς ὑμνήσοντας ἀξίως συμπροενεγκεῖν, ἄτακτά γε ποιῶν καὶ
5ὡς ἀληθῶς ἐπάξια τῆς ἑαυτοῦ φύσεως. ἐπίσης γὰρ ἀπολαύουσι τοῦ ἀτελοῦς καὶ λόγοι, τῶν δεξομένων πραγμάτων οὐκ ὄντων· καὶ θαυμάτων ἐπάξια πράγματα, τῶν θαυμασόντων οὐκ ὄντων, οὐδὲ παραπεμψόντων τοῖς ἑξῆς. ὡς νῦν γε μόνοι τῷ χρόνῳ τὴν χάριν ἐχόντων, ὧν οἷον κλέος ἀκούομεν ἐπί τε τῇ φρονήσει καὶ
10τοῖς ἄλλοις μέρεσι τῆς ἀρετῆς, εἰωθότι μετά γε τῆς φήμης ἐπὶ μέγα αἴρειν τὰ πράγματα· συναπιόντος μὲν τοῦ παρευθὺς ἐλέγχου τῷ θνήσκοντι· συναπιόντος δὲ καὶ τοῦ ἐκ τῆς συνηθείας ἐγγινο‐ μένου κόρου τοῖς πράγμασι. φιλεῖ γάρ πως τὸ μὲν παρὸν ἀεὶ πρὸς κόρον ἀποκλίνειν καὶ μαραίνειν τὸ τερπνὸν διά τε δὴ τὸ πλείοσιν
15αἰσθήσεσι καὶ συνεχῶς εἰς τὸ τοῦ νοῦ συμφέρειν ταμιεῖον καὶ ἔτι διὰ τὸ τῆς ἐξουσίας τοῦ χρῆσθαι ἀκόλαστον· ὥσπερ αὖ ἐκ τοὐναντίου τὸ παρῳχηκὸς ἀκόρεστον ἀεὶ διατελεῖ διά γε τὸ σπα‐ νίως καί ποτε προσβάλλειν τῶν αἰσθήσεων μιᾷ τινι τῇ ἀκοῇ καὶ μόνῃ. καὶ μέλιτος μὲν γὰρ καὶ κρεῶν καὶ ὅσα πλουσίας τραπέζης
20εἰσὶν ἀναθήματα εἰς κόρον ἀπολελαυκώς τις ἐπεθύμησεν ἤδη καὶ τυροῦ καὶ θύμου· οὐχ ὅτι ταῦτα κρείττω ἐκείνων· ἀλλ’ ἔδο‐ ξαν ἤδη διὰ τὸ σπάνιον τοῦ κεχρῆσθαι. εἰ δ’ οὕτω ταῦτα καὶ
κόρος ἀεὶ τοῖς παροῦσιν εἶναι ὁμολογεῖται, τὰ δὲ σὰ καὶ παρόντα

1

.

344

διὰ μακροῦ τοῦ χρόνου καὶ βλεπόμενά τε καὶ ἀκουόμενα κόρον οὐδένα τοῖς κεχρημένοις ἡμῖν οὐδεπώποτε ἐμποιοῦσιν, ὅτι μὴ καὶ πρὸς ἔρωτας ἐξάπτουσι μείζους, ὥσπερ τὰ τῶν ποταμῶν ῥεύματα τοὺς πολλῷ τῷ δίψει καιομένους, ἦπου γε καὶ τὰ παροιμιώδη τῆς
5γραφῆς νενίκηκας μετὰ πολλοῦ τοῦ κρείττονος. οὐ γὰρ γεγηρακό‐ των ἀνελίττειν ἔχει τις πραγμάτων κύκλους ἐπὶ σοῦ, οἷς ἔξεστι δή που συνείρειν καὶ μυθικά τινα γοητεύματα τρυφῶντα κατὰ τῆς ἀληθείας (μὴ τοῖς λόγοις ἴσως ἀποχρώσης τῆς ἐκ τῶν πρα‐ γμάτων ὕλης) καὶ ταὐτὰ τοῖς ναυτικοῖς ἐξ ἀπορίας δρᾷν, οἳ μὴ
10ἐξικνουμένων τῶν φόρτων ἄμμων θαλαττίων τὰ κενὰ πληροῦσι τῆς ὁλκάδος· ἀλλ’ ἐν θεάτρῳ κεῖνται πᾶσιν ὀφθαλμοῖς καὶ πάσαις ἐκβοῶνται γλώσσαις καί εἰσιν οὐδένων ἐγκωμίων ἔκδημα· μόνην δ’ ἀπαιτοῦσι γλῶτταν τρόφιμον Ἀκαδημίας καὶ Στοᾶς καὶ λύχνων Δημοσθενικῶν ἀπόζουσαν. πασῶν γὰρ ὅσαι νῦν εἰσὶν
15ἐν λόγοις γλῶσσαι πάλαι πολλήν τινα κατεψηφίσαντο τὴν ἧτταν τῶν σῶν ἀγαθῶν αἱ πηγαί. ὥστ’ οὐκ ἄτοποί τινες οὐδ’ ἡμεῖς ἂν φανείημεν, εἰ τὴν γλῶτταν σχάσαντες τοῦ λέγειν ὄψει μόνῃ γε τῶν σῶν κατατρυφῷμεν. τούτου γὰρ εἵνεκα καὶ πλείοσι τοῖς αἰσθη‐ τηρίοις πρὸς τὴν τοῦ ἡμετέρου νοῦ κεχρήμεθα βελτίωσιν, ἵνα
20μηδὲν ἡμᾶς διαδιδράσκῃ τῶν ἐν τῷ κόσμῳ, ἀλλὰ τὴν ἧτταν θατέρου θάτερον ἀνακτᾶται. ἃ μὲν οὖν τῶν καλῶν ἀμφισβητη‐ σίμως πορεύεται πρὸς τὴν ἀκοὴν, εἰκότως ἂν καὶ ἑρμηνέα ζητή‐ σειε λόγον. ἃ δὲ ἐπ’ ὄψεσι κεῖται καὶ οἱονεὶ φωνὴν ἀνεκλάλητόν
τινα προϊέμενα τὴν ἑαυτῶν ὑπὲρ πάντα λόγον κηρύττει λαμπρό‐

1

.

345

τητα, σχολῇ γ’ ἂν ἑρμηνέα ζητήσειε λόγον. εἰ δέ τις ζητοίη, ὅμοιον ἂν ποιοίη, ὥσπερ ἂν εἴ τις ἐν σταθερᾷ μεσημβρίᾳ τὸν ὑπὲρ κεφαλῆς ἠξίου δεικνύειν ἥλιον διὰ σμικροῦ τινος ἄνθρακος. ἄλλως τε καὶ τὰ τῶν πραγμάτων ὑπερφυᾶ καὶ λόγου νικῶντα δύ‐
5ναμιν σιγῇ μᾶλλον ἁρμόττει θαυμάζειν· εἰ δ’ οὖν λήσομεν ἀντ’ εὐδοξίας ἀδοξίαν πράττοντες αὐτοῖς. ἰδοὺ γὰρ ὑπερφυές τι χρῆμα τῶν οὐρανίων καὶ ἥλιος καὶ ἄμαχόν τινα δίεισιν ἐπισυ‐ ρόμενος τὴν ἑαυτοῦ λαμπρότητα. ἀλλ’ οὐδείς πω μέχρι καὶ τήμε‐ ρον κατὰ τοὺς τῶν ἐγκωμίων ἐθάῤῥησε νόμους εἰς προὖπτον
10ὑμνῆσαι κάλλος αὐτοῦ καὶ μέγεθος καὶ τερπνότητα. μηδὲ γὰρ ἔχων ὅτῳ τις παραθείη τῶν ἐν κόσμῳ, πολλοῦ ἂν δεήσειε σαφῶς τι ἀγγέλλειν περὶ ἡλίου. πολλῷ δὲ δήπου πλείονος ἢ μᾶλλον τοῦ παντός γε δεήσειε πᾶς τις ἁρμοττούσῃ γλώττῃ διεξιέναι τὰ σὰ, ὃς ἅπαντα τῶν ἐν ἀνθρώποις τὰ κάλλιστα καὶ ὑπερφυᾶ συλ‐
15λήβδην ἔχεις συλλαβών. καὶ μὴν εἰ μὲν ἀπὸ σοῦ γε ἦσαν ἠργμένοι τῶν ἐγκωμίων οἱ νόμοι, οὐ μόνον ποικιλώτεροι ἂν ἐγίγνοντο καὶ πλείους τῇ τέχνῃ παρεῖχον τὰς ἀφορμάς· οἱ δ’ αὐτοὶ καὶ νεαρώ‐ τεροί σοι προσβάλλοντες καὶ ἀκίβδηλοι οὐ τελέως ἂν ἐνδεῖν ἐδό‐ κουν τοῦ εἰκότος. νυνὶ δὲ καθάπερ ῥόδον μαλαχθὲν καὶ ἀπολέσαν
20τὴν ὥραν ἐν οἷς οὐκ ἐχρῆν ἄλλοις μὲν δή τισι φανεῖεν ἂν ἴσως οὐκ ἀξυντελεῖς· σοὶ δ’ οὕτω καὶ πάνυ τοι σφόδρα ἀξυντελεῖς, ὥσπερ τοῖς ἀεροβάμοσι πτηνοῖς τὰ ἐκ τῶν λίνων ἐνδύματα. ὥστε μοι διαποροῦντι καὶ ἥκιστα δυναμένῳ πρὸς ἄξιον ἀναφέρειν τὸν
λόγον παράδειγμα χρῆσθαι ἔπεισι πολλῷ τοῦ δέοντος ἐνδέοντι.

1

.

346

τοιαῦτα γὰρ τὰ τῶν ἀνθρώπων πράγματα, πὴ μὲν εὐποροῦντα, πὴ δ’ ἀποροῦντα καὶ ἀεὶ ἄλλοτ’ ἄλλως ἔχοντα. ὅθεν καὶ οὐχ ἁπλῆ τις, ὅτι μὴ καὶ μάλα γε πολύτροπος ἡ τούτων θεραπεία. ἐντεῦθεν εἰς παροιμίαν καὶ ὁ δεύτερος πλοῦς ἐξενήνεκται· καὶ
5τῶν πρώτων ἀποτυγχάνοντες δευτέρων ἁπτόμεθα καὶ τρίτων ἴσως. συγγένεια γάρ τις ἥκει διὰ πάντων καὶ ὁμοιότης, ἅτ’ ἐκ τῶν στοιχείων, ὥσπερ ἐκ μιᾶς τινος μητρὸς καὶ ῥίζης εἰληφότων τὴν τοῦ εἶναι σύστασιν. ἰδοὺ γὰρ καὶ λαμπάσι καὶ πυρσοῖς κε‐ χρήμεθα, ἕως ἐν μὲν στερήσει τῆς τὰ πάντα βοσκούσης λαμπά‐
10δος, οἱονεί τινα δεύτερον ἐκ μηχανῆς ἥλιον πράττοντες τῇ νυκτί. καὶ αὐτὸν δὲ τὸν πάντα κόσμον εἰκονίζειν ἐθέλοντες καὶ κύκλους καὶ κινήσεις οὐρανοῦ καὶ ὡς ἔχει σχήματος εἰς τὰ περίγεια, μι‐ κροῖς τισι σώμασι σφαιρικοῖς ὑποφαίνομεν. ἂν δὲ καὶ πρὸς ζωγρά‐ φων τέχνας ἀπαγάγωμεν τὸν λόγον, ἐνταῦθα δὴ καὶ ἀφθονίαν
15εἰκόνων καὶ παραδειγμάτων εὑρήσομεν καὶ σκηνὴν ὡς ἀληθῶς ὑποκρίσεως γέμουσαν καὶ ἀμωσγέπως τοῖς χρώμασιν ἐπιπλανω‐ μένας ἔχουσαν τἀληθοῦς τὰς ἐμφάσεις. τά τε γὰρ ἄλλα καὶ τὸν τοῦ παντὸς ὑποκρινόμενοι δημιουργὸν ἐκεῖνοι, ἔπειτα μήτε πνοὴν αἷς δημιουργοῦσι σκιαῖς δεδυνημένοι χαρίζεσθαι, μήτε
20ζωογόνον τοῖς σπέρμασιν ἥλιον, παίζουσιν οἱονεὶ ταῖς ὕλαις καὶ τοῖς χρώμασι· καὶ τῇδε μὲν ἐκ γῆς ἀνάγουσι τὸν σῖτον δῆθεν ἔτι χλοάζοντα καὶ γαλακτοτροφούμενον, τῇδε δ’ αὖ τελεσφόρον δει‐ κνύουσι, μήθ’ ὑπὸ καλάμῃ καὶ φλοιῷ καὶ ἀνθέριξιν ἔτι καλύπτε‐
σθαι θέλοντα καὶ μονονοῦ τὸ δρέπανον προκαλούμενον· καὶ ταῦτα

1

.

347

ποιοῦσι μήθ’ ὥραν περιμένοντες, μήτ’ ἄστρων ἐπιτολάς τε καὶ δύσεις, ἀλλὰ μιᾶς ἡμέρας ἐνίοτε βλάστην τε σίτου καὶ ἅλωνος ὥραν δεικνύντες. καὶ ἡμεῖς τοιγαροῦν μὴ δυνάμενοι τἀκριβοῦς ἐν τῷ παρόντι κατευστοχεῖν δεύτερον μέτιμεν πλοῦν· καὶ παραδεί‐
5γμασι κεχρήμεθα πρὸς ἀληθείας ἔνδειξιν οὐ μάλα μὲν ἀξίοις, μάλα δ’ ἀπὸ γνώμης ἀκιβδήλου. νῦν γὰρ ἔδει κατ’ οὐρανὸν τοὺς μεγέθει καὶ κάλλει διαπρεπεῖς τῶν ἀστέρων ἐφ’ ἕνα τινὰ τοῦ οὐρανίου ξυνεληλυθότας σώματος τόπον διαζωγραφῆσαι καὶ ἀσφα‐ λέστατα ἐγχαράξαι τῶν σῶν γνωρισμάτων τὰ κάλλιστα, ἵν’ ὥσπερ
10τὴν τοῦ θεοῦ διηγοῦνται δόξαν οἱ οὐρανοὶ, οὕτω καὶ τὸ σὸν διατρανοῦντες εἶεν μνημόσυνον ἐν πᾶσι τοῖς αὐτῶν ἐξελιγμοῖς ἀεὶ καὶ περιφανέστατον αὐτοκρατορίας ἀρχέτυπον σὲ τοῖς ἐφεξῆς προ‐ βαλλόμενοι. νῦν ἔδει πάντας ἀνθρώπους ἐφ’ ἕνα τινὰ τοῦ ἐπι‐ γείου ξυνεληλυθότας σώματος τόπον εὐχήν τινα μίαν ταύτην ποιή‐
15σασθαι πρὸς τὸν παρασχόμενόν σοι τὸ βασιλεύειν, δι’ αἰῶνός σοι καὶ τὸ ζῇν παρασχεῖν καὶ διαμένειν διδάσκαλον τῶν ἐθελόντων ἄρχειν ἑκασταχοῦ, οἷα γυμναστήν τινα πάσης ἀρετῆς καὶ παγκό‐ σμιον Ἑλλανοδίκην. νῦν ἔδει πᾶσαν ἀνθρωπίνην γλῶτταν τὴν ἐμὴν ἀνειληφέναι γνώμην, πρύτανιν τῶν λεγομένων, ἵνα ἦν ἐν‐
20τεῦθεν καὶ κοινή τις τελετὴ καὶ πανήγυρις καὶ συμφωνία παγκόσμιος ὑπὲρ σοῦ καὶ τῶν σῶν. οὐκοῦν ἀλλ’ ἐπειδήπερ ἐν τῷ παρόντι ἡμῖν ὡμολόγηται, μεῖζον ἢ κατὰ λόγου δύναμιν εἶναι τῶν σῶν ἐγκωμίων τὸ μέγεθος καὶ οὐδὲ πολλαῖς γλώσσαις ἁλώσιμον, εἰ
τὴν ἀξίαν ζητοίη τις, λοιπὸν ἂν εἴη καταλύειν ἐνταῦθα τὸ τῆς

1

.

348

γνώμης καὶ ἄκοντας πρόθυμον. μανία γὰρ σαφὴς ἂν εἴη τὸ τοῖς ἀδυνάτοις ἄντικρυς ἑκόντας ἐγχειρεῖν.“ (Γ.) Ἐμοὶ μὲν οὕτω τὰς διδομένας ἀπηγορευκότι τιμὰς βίαν ἐπενεγκεῖν ὁ βασιλεὺς ἠβούλετο μὲν, δεῖν δ’ ὅμως οὐκ ἔκρινεν· ἀλλ’ ἡσύχασε ταμιευσάμενος
5εἰς ἕτερον τὸ πρᾶγμα καιρόν. ιʹ. Κατὰ τοῦτον τὸν χρόνον τῇ Κωνσταντινουπόλει κατὰ πάροδον ἐπιδεδημηκότας ἐθεασάμεθα θαυματοποιόν τινα τέχνην ἐξησκημένους ἄνδρας οὐ μείους τῶν εἴκοσιν· οἵους οὐδείς πω τῶν ἡλικίᾳ προβεβηκότων οὔτ’ ἀκοῇ ἔσχεν, οὔτ’ ὄψει τεθέαται. οὓς
10πρῶτα μὲν ὁρμηθέντας ἐξ Αἰγύπτου καὶ ὥσπερ τινὰ κύκλον ποιη‐ σαμένους διελθεῖν ἐξεγένετο πρὸς μὲν ἕω καὶ ἄρκτους τὴν ὁδὸν ποιουμένους, Χαλδαϊκήν τε καὶ Ἀραβίαν καὶ Περσικὴν Μηδικήν τε καὶ τὴν τῶν Ἀσσυρίων γῆν· πρὸς δ’ ἑσπέραν ἀποκλίναντας τὴν περὶ τὸν Καύκασον Ἰβηρίαν Κολχικήν τε καὶ Ἀρμενίαν,
15καὶ ὅσα μέχρι Βυζαντίου μεταξὺ κατοικοῦσιν ἔθνη, καὶ πάσαις χώραις καὶ πόλεσι τὴν ἑαυτῶν ἐπιδείξασθαι τέχνην. τὰ μέντοι τελούμενα ὑπ’ αὐτῶν τερατώδη μὲν ἦσαν καὶ θαύματος πλήρη, οὐ μὴν δαιμονικῆς τινος μαγγανείας μέτοχα, ἀλλ’ ἐπιτηδεύματα φύσεως δεξιᾶς, ἐγγυμνασθείσης ἐκ πλείονος ἐς ἔργων τοιούτων
20ἄσκησιν. ἵνα δ’ ὡς ἐν κεφαλαίῳ τινὰ τῶν πολλῶν διεξέλθωμεν, ἦσαν τοιάδε. (Β.) Ὁλκάδος ἱστούς τινας δύο καὶ τρεῖς λαμβά‐ νοντες καὶ ὀρθίους ἐπὶ δαπέδου τινὸς ἱστῶντες καλωδίοις ἔνθεν κἀκεῖθεν ὑπήρειδον, ὅσον μὴ ἐπὶ θάτερα περιτρέπεσθαι. ἔπειτα
σχοῖνον ἑτέραν ἐκ τῆς τοῦ ἑνὸς ἱστοῦ κορυφῆς ἐς τὴν τοῦ ἑτέρου

1

.

349

διέτεινον· καὶ πρὸς τούτοις ἕτερον σχοῖνον ἀπὸ κρηπῖδος ἄχρι κορυφῆς περιελίσσοντες βαθμίδας τινὰς ἑλικοειδεῖς ταῖς αὐτῶν ἀναβάσεσιν ἔπραττον, δι’ ὧν ἀνιὼν εἷς ἐξ αὐτῶν ἵστατο ἐπ’ ἀκροτάτῃ καὶ γυμνῇ τῇ κορυφῇ τοῦ ἱστοῦ, νῦν μὲν θατέρῳ τοῖν
5ποδοῖν, νῦν δ’ ἄνω μὲν ἄμφω τοὺς πόδας πρὸς οὐρανὸν ἐξαπλῶν, τὴν δὲ κεφαλὴν κάτω πρὸς τῇ κορυφῇ τοῦ ἱστοῦ προσερείδων. ἔπειτ’ ἐκεῖθεν ἅλματι χρώμενος αἰφνιδίῳ μιᾷ χειρὶ τῆς σχοίνου στεῤῥῶς ἐδράττετο καὶ ἐξήρτητο· καὶ πολλὰς οὕτω τὰς περιστρο‐ φὰς καὶ περιδινήσεις ἐποίει, ἄνω τε πρὸς οὐρανὸν καὶ κάτω πρὸς
10γῆν τοὺς πόδας ἐν βραχεῖ καὶ συνεχῶς περιστρέφων δίκην τροχοῦ. ἔπειτ’ ἀντὶ χειρὸς κοίλῃ τῇ κνήμῃ τῆς σχοίνου δραττόμενος ἐξήρ‐ τητο κύμβαχος· καὶ οὕτως αὖθις ὁμοίως τὰς περιστροφὰς καὶ περιδινήσεις ἐποίει. ἔπειτα ὄρθιος ἐπὶ μέσης τῆς σχοίνου ἱστάμε‐ νος καὶ λαμβάνων τόξον καὶ βέλη κατὰ σημείου τινὸς ἐτόξευε πόῤῥω
15κειμένου· καὶ ἔβαλλεν οὕτω πάνυ τοι εὐστοχώτατα, ὡς οὐδ’ ἐπὶ γῆς ἱστάμενος ἕτερος. ἔπειτα μύων τοὺς ὀφθαλμοὺς καὶ λαμβά‐ νων ἐπὶ τῶν ὤμων παιδίον ἐναέριόν τινα τὴν πορείαν ἐβάδιζεν ἐπὶ τῆς σχοίνου ἐξ ἑνὸς ἱστοῦ πρὸς τὸν ἕτερον. καὶ ταῦτα μὲν οὗτος ἐποίει. (Γ.) Ἕτερος δ’ ἐφ’ ἵππου καθήμενος τρέχειν ἐμάστιζε·
20καὶ τοῦ ἵππου τρέχοντος ὄρθιος αὐτὸς νῦν μὲν ἐπὶ τῆς ἐφεστρίδος ἵστατο, νῦν δ’ ἔμπροσθεν ἐπὶ τῆς τοῦ ἵππου χαίτης, νῦν δ’ ὄπισθεν ἐπὶ τῶν τοῦ ἵππου γλουτῶν, εὐφυῶς ἀεὶ παραλλάττων τοὺς πόδας καὶ ὥσπερ ἱπτάμενος δίκην πτηνοῦ· νῦν δ’ αὖθις ἀπο‐
βαίνων τοῦ ἵππου τρέχοντος καὶ τῆς οὐρᾶς δραττόμενος καὶ ἐναλ‐

1

.

350

λόμενος ἐπὶ τῆς ἐφεστρίδος αὖθις ἑωρᾶτο καθήμενος. κἀκεῖθεν αὖθις χαλῶν ἑαυτὸν ἐκ θατέρου τῆς ἐφεστρίδος μέρους καὶ κάτω‐ θεν διὰ τῆς τοῦ ἵππου κοιλίας περιστρεφόμενος εὐπετῶς ἐκ θατέ‐ ρου μέρους ἀνῄει καὶ ἐπωχεῖτο αὖθις. τούτοις δ’ ἀσχολῶν ἑαυ‐
5τὸν οὐδὲ τοῦ τὸν ἵππον πρὸς δρόμον ἐπείγειν ἠμέλει τῇ μάστιγι. ταῦτα μὲν δὴ καὶ οὗτος τῶν τερατοποιῶν ἐκείνων ἐποίει. (Δ.) Ἕτε‐ ρος δ’ ἐπὶ τῇ κορυφῇ ἑαυτοῦ ῥόπαλον πηχυαῖον ἱστῶν καὶ ἐπὶ τῷ τοῦ ῥοπάλου ἄκρῳ ἀγγεῖον ὑγροῦ μεστὸν περιῄει διασώζων ἀκλό‐ νητον τὸ ἀγγεῖον ἐπιπολύ. ἕτερος δ’ ἐπὶ τῆς ἑαυτοῦ κορυφῆς καὶ
10αὐτὸς ἱστῶν δόρυ μακρὸν, οὐ μεῖον τριῶν ὀργυιῶν, περιειλημένον σχοινίῳ κάτωθεν ἄνω δίκην βαθμίδων, δι’ ὧν χερσί τε καὶ ποσὶ περιδραττόμενος παῖς τις, ὁ μὲν παῖς ἀνῄει βραχὺ παραλλάττων ἀεὶ χεῖρας καὶ πόδας ἄχρι τοῦ ἄκρου τοῦ δόρατος καὶ αὖθις ἐκεῖ‐ θεν κατῄει· ὁ δ’ ἐπὶ τῆς κορυφῆς ἔχων τὸ δόρυ περιῄει βαδίζων
15διηνεκῶς. ἕτερος δ’ ἐξ ὑέλου σφαῖραν ἔχων ἄνω πρὸς ὕψος ἐῤ‐ ῥίπτει· καὶ κατιοῦσαν νῦν μὲν ἄκρῳ τῷ τῆς χειρὸς ὄνυχι ἐδέχετο, νῦν δὲ τῷ ὀπισθίῳ ἄκρῳ τοῦ ἀγκῶνος, νῦν δ’ ἄλλως καὶ ἄλλως. ἐῶ λέγειν τὰ τῆς ὀρχήστρας διάφορα εἴδη, καὶ ὅσα ἐφ’ ἡμῶν ἐξετέλεσαν ἕτερα τῶν ἐπιτηδευμάτων. καὶ οὐχ ἕκαστος ἓν μόνον
20ἀπολαβὼν ἐγίγνωσκεν ἐπιτήδευμα, ἀλλ’ ἕκαστος ἅπαντα· οὐδ’ ἃ διεξῄειν μόνα ταυτὶ ᾔδεσαν, ἀλλὰ μυρία ἕτερα. (Ε.) Οὐκ ἀκινδύνων δ’ ὄντων τῶν τοιούτων ἐπιτηδευμάτων οὐδ’ αὐτοί γε ἀκίνδυνοι διεγένοντο· ἀλλὰ κρημνιζόμενοι πολλάκις τινὲς διεφθεί‐ ροντο. πλείους γὰρ τῶν τεσσαράκοντα τῆς πατρίδος ἑαυτῶν ἐξε‐
25ληλυθότες μείους τῶν εἴκοσιν ἐς Βυζάντιον διεσώθησαν. ἐθεασά‐

1

.

351

μεθα δὲ καὶ ἡμεῖς ἕνα τοῦ ἱστοῦ πεπτωκότα τε καὶ θανόντα. πολλὰ τοίνυν ἐκ τῶν θεωμένων συνάγοντες χρήματα περιῄεσαν πανταχῆ τῆς γῆς, ἅμα μὲν κέρδους ἕνεκα, ἅμα δὲ καὶ τὴν ἑαυ‐ τῶν ἐπιδεικνύμενοι τέχνην. ἄραντες δ’ ἐκ Βυζαντίου διὰ Θρᾴκης
5καὶ Μακεδονίας ἀπῄεσαν ἄχρι Γαδείρων, μικροῦ πᾶσαν τὴν οἰ‐ κουμένην τῆς ἑαυτῶν τέχνης ποιούμενοι θέατρον. (ϛʹ.) Ἐν τούτοις τοῖς χρόνοις οἱ Τοῦρκοι κατεγνωκότες οὕτω νοσοῦντα καὶ λίαν αἰσχρῶς τὰ Ῥωμαίων διακείμενα πράγματα ναυπηγεῖν ἤρξαντο καὶ ἐπιβαίνειν θαλάσσης ἀδεῶς τε καὶ κατὰ πλῆθος. καὶ ναυλο‐
10χεῖν μὲν ἀνιούσας καὶ κατιούσας ὁλκάδας· κατατρέχειν δὲ καὶ Μακεδονίαν καὶ Θρᾴκην· κατατρέχειν δὲ νήσους μικράς τε καὶ μείζους καὶ πάντ’ ἐπιφέρειν ἐπὶ χειρίστοις ἀεὶ τὰ χείριστα, ὡς τῶν βασιλικῶν σπανιζόντων ἐντεῦθεν χρημάτων τὰ τῶν πάλαι βασιλέων κειμήλια δι’ ἀνάγκην ἐνδείας πιπράσκεσθαι.
15 ιαʹ. Ὅ γε μὴν μέγας δοὺξ ὁ Συργιάννης ὁρῶν οὐ κατὰ γνώμην αὐτῷ χωροῦντα τὰ πράγματα (ὁ μὲν γὰρ ᾤετο παραδυναστεύειν καὶ ἄγειν καὶ φέρειν ὡς αὐτὸς ἐθέλοι τὰ πράγματα καὶ μηδὲν ἢ μικρὸν ἢ μέγα διατελεῖσθαι τῶν πάντων ἀγνοοῦντος αὐτοῦ· ἔπειτα παρὰ πᾶσαν προσδοκίαν ἑώρα τὴν βασιλέως γνώμην ὁλοσχερῶς
20Καντακουζηνῷ τῷ μεγάλῳ δομεστίκῳ μόνῳ προστιθεμένην) ἐπίμ‐ πρατο τὴν καρδίαν καὶ διῆγεν ἐσκυθρωπακὼς καὶ ἀνιώμενος καὶ ἐσκοπεῖτο καθ’ ἑαυτὸν, πῶς ἂν ἀμύναιτο τὸν βασιλέα· ὃς ὧν ὑπισχνεῖτο πρότερον νῦν ἐν τοῖς ἔργοις οὐδενὸς ἐμέμνητο, ἀλλὰ
πάντ’ ἦν δρῶν τἀναντία παρορῶν τε αὐτὸν ὡς ἕνα τῶν πολλῶν

1

.

352

καὶ μηδενὸς κοινωνῶν αὐτῷ βουλεύματος. ἔγνω τοίνυν τῷ γηραιῷ προστεθεὶς βασιλεῖ πάντ’ ἐν βραχεῖ τὰ τοῦ νέου ἀνατρέψαι δια‐ βούλιά τε καὶ πράγματα. οὐ γὰρ θεῷ τὰς τῶν πραγμάτων αἰτίας ἀνετίθει· ἀλλ’ ὅποι ῥέψειεν αὐτὸς, ἐκεῖ καὶ τὸ ἰσχυρὸν τῶν πρα‐
5γμάτων καθάπερ ὑπ’ ἀνάγκης φέρεσθαί τινος ἐνόμιζε. πέμπει τοίνυν τινὰ τῶν οἰκειοτάτων αὑτοῦ λάθρα, ἐροῦντα τῷ γηραιῷ βασιλεῖ τὰ τῆς γνώμης αὐτοῦ καὶ ὅπως ἔχει τὰ καθ’ αὑτόν· προσε‐ τεθείκει δὲ διὰ τὸ τῆς πίστεως ἰσχυρὸν καὶ ὡς οὐκ ἀνέχομαι βλέπειν τὸν νέον βασιλέα πειρῶντα τῆς ἐμῆς γυναικός. (Β.) Τῷ
10μέντοι γηραιῷ βασιλεῖ οὕτως εὐφρόσυνος ἡ τῆς τοῦ ἀνδρὸς ἔδοξε γνώμης μετάθεσις, ὡς τοῖς ὑφ’ ἡλίῳ καιομένοις ὥρᾳ θέρους ζέφυ‐ ρος καὶ τοῖς δίψει φλεγμαίνουσι πόμα ψυχροῦ. οὐδὲ γὰρ οὐδ’ αὐτὸς ἀνέχεσθαι πλέον ἤδη ἐδύνατο, ἑαυτόν τε περιφρονούμενον καὶ ἐμπαιζόμενον οὕτω βλέπων καὶ ἅμα τοὺς περὶ αὐτὸν μικρούς
15τε καὶ μείζους ἀφαιρεθέντας ὑπὸ τοῦ νεωτέρου τοὺς τῶν οἰκείων χωρίων κλήρους κἀντεῦθεν περιϊόντας οἷά τινας ὑπὸ λιμοῦ τετα‐ ριχευμένους. ὅρκοι τοίνυν φρικώδεις ἀπ’ ἀλλήλων ἐς ἀλλήλους κρύφα διαβάντες ἠνάγκασαν τὸν Συργιάννην σπουδῇ προκαταστή‐ σαντα ἑαυτὸν οἴχεσθαι πρὸς τὴν βασιλεύουσαν. ὃ δὴ καὶ τὴν
20ταχίστην αἰσθομένου μηδενὸς ἐγεγόνει. ῥέουσα δ’ ἡ φήμη εὐφροσύνης τῶν πλείστων ἐνέπλησε τὰς καρδίας, ἐλπισάντων αὐτίκα πρὸς τὸν γηραιὸν αὖθις ἐπανήξειν τὰ πράγματα βασιλέα, καθάπερ κύβου μεταπεσόντος, καὶ ἀποδοθήσεσθαι τὰ περὶ Θρᾴ‐
κην καὶ Μακεδονίαν χωρία τοῖς προϋπάρξασιν ἐς τὸν κλῆρον.

1

.

353

ἀλλ’ ἐπεὶ καὶ τῷ θείῳ σκοπῷ δεδογμένα ταῦτα οὐκ ἦν, μάταιος ἐν βραχεῖ τῶν πεπραγμένων ἔδοξεν ἡ σπουδὴ, ὡς εἰρήσεται προϊοῦ‐ σιν ἡμῖν. (Γ.) Ὁ μέντοι βασιλεὺς ὁ νέος εἰδὼς ἐκ πολλοῦ τοὺς Βυζαντίους ὅλαις γνώμαις προστιθεμένους αὐτῷ καὶ λάθρα προσ‐
5καλουμένους, ἐπειδὴ πρόφασιν ἤδη τὴν τῆς εἰρήνης ἔλαβε σύγχυ‐ σιν, ἐπὶ τοῦτο πορεύεται μετὰ παντὸς τοῦ Θρᾳκικοῦ στρατεύματος, καὶ ἐλθὼν στρατοπεδεύεται περί που τὰ προαύλια τῆς τοῦ Κοσμι‐ δίου μονῆς· ἀφ’ οὗ καὶ τὰ βασίλεια καθεώρα τριάκοντά που σταδίους τούτων ἀφεστηκώς. αὐτὸς μὲν οὖν αὐτοῦ δύο διήνυσεν
10ὅλα νυχθήμερα, ψυχροτάτου κατ’ αὐτῶν ἀντιπνέοντος τοῦ βοῤῥᾶ, κατ’ αὐτὴν τὴν ἀκμὴν τοῦ χειμῶνος ὄντος τοῦ χρόνου. οἱ δὲ φύ‐ λακες πανταχόθεν διανειμάμενοι τὰς ὁδοὺς ἐτήρουν, μὴ λάθῃ καταστρατηγήσας αὐτοὺς ὁ Συργιάννης ἔξω τηνικαῦτα περὶ τὴν Πείρινθον διατρίβων καὶ πειρώμενος ὑποσχέσεσι χρηστοτέραις τὰ
15πέριξ ἐφελκύσασθαι φρούρια. τῇ δὲ τρίτῃ νυκτὶ τριακοσίους ἀπο‐ λεξάμενος ὁπλίτας ὁ Συργιάννης καὶ ἐξ ἑσπέρας ἐξιππασάμενος ἧκε πρὸς τὸ Βυζάντιον, πρὶν ἀνατεῖλαι τὸν ἥλιον, πάντας ἐκείνους τοὺς βασιλικοὺς ὁδοστάτας καὶ φύλακας ὥσπερ ὑπνοῦντας ἄρδην συνει‐ ληφώς. καὶ εἰ μὴ διεκώλυεν ὁ γηραιὸς βασιλεὺς, καὶ ἐπεισπεσεῖν
20αὐτοῖς ἐβούλετο ἔτ’ ἀγνοοῦσι τὸ δρᾶμα. ἐπεὶ δ’ ἡμέρα ἐγένετο καὶ τὴν τοῦ Συργιάννη παράδοξον καὶ αἰφνίδιον ἠκηκόεισαν ἔφο‐ δον, ἔβλεπον δὲ καὶ ἄλλως οὔτε τοὺς Βυζαντίους ἀνύοντας λάθρα
τι ὑπὲρ αὐτοῦ, μήτε τὸν βασιλέα προσδέξασθαι μέλλοντα ἐπιστρέ‐

1

.

354

φοντας πρὸς μετάνοιαν, ᾤχοντο φεύγοντες. (Δ.) Πέμπεται μὲν δὴ λοιπὸν εὐθὺς ὁ δεσπότης Κωνσταντῖνος διὰ θαλάττης ἐς Θεσ‐ σαλονίκην ἐπίτροπος καὶ διοικητὴς τῶν τῆς Μακεδονίας πραγμά‐ των τήν τε δέσποιναν Ξένην τὴν τοῦ νέου βασιλέως μητέρα
5πέμψων ἐς Βυζάντιον καὶ πρός γε στρατολογήσων ἐκεῖθεν, ἵν’ ἐκείνου μὲν ἐκεῖθεν ἐπιόντος μετὰ τοῦ Μακεδονικοῦ στρατεύματος, ἐντεῦθεν δὲ τοῦ Συργιάννου σύν γε Τουρκικῷ στρατῷ καὶ ὅσοι ἐκ Βιθυνίας Ῥωμαίων ὁπλῖται, μέσος ὁ νέος συγκλεισθεὶς βασι‐ λεὺς τὴν ταχίστην ἁλοίη ξύν γε τοῖς ἀμφ’ αὑτόν. μέλλων δ’ ἤδη
10τῶν Βυζαντίων λιμένων ἀποπλεῖν ὁ δεσπότης εἶδεν εὐθὺς τῶν τοῦ δούλου χειρῶν ὀλισθήσαντα πάντα συνηθροισμένα, ὁπόσα τὴν ἐκείνου τράπεζαν ἐπλήρου χρύσεα καὶ ἀργύρεα σκεύη καὶ ἄχρι πυθμένων καταδύντα θαλάττης· ὃ καὶ διὰ μεγάλης ἤγαγε λύπης αὐτὸν, οὐ τοσοῦτον διὰ τὴν στέρησιν τῶν σκευῶν, ὅσον διὰ τὸ
15ἐκ πρώτης φάναι γραμμῆς δυσοιώνιστον συνάντημα καὶ τὸ τῆς μελέτης ἐντεῦθεν δυσέλπιστον. ἀλλὰ γὰρ ἀπελθὼν ἐν Θεσσαλο‐ νίκῃ πάντας εὐθὺς συλλαβόμενος τοὺς περὶ τὴν δέσποιναν Ξένην ἅμα αὐτῇ καὶ μάλα ἀκόσμως ἐμβιβάσας ἐς τριήρη ἐξέπεμψεν ἐς Βυζάντιον· ἣ δὴ καὶ ἄκουσα ἐληλυθυῖα ἐφρουρεῖτο περὶ τὸ
20ἑῷον μέρος τῶν βασιλείων. ἓν μὲν δὴ τοῦτο καὶ σπουδαιότατον ἔργον Κωνσταντίνου τοῦ δεσπότου γενομένου περὶ Θεσσαλονίκην. δεύτερον δὲ, πάντα τὸν ἐκ Μακεδονίας συναγείρας στρατὸν ἔρ‐ χεται κατὰ τοῦ ἀνεψιοῦ βασιλέως. ἐλθὼν μὲν δὴ παρὰ τὴν Χρι‐ στούπολιν πέμψας ᾔτησε δίοδον παρ’ ἑκόντων τῶν φρουρῶν, πρὶν
25παρ’ ἀκόντων λαβεῖν ἀπειλῶν. τῶν δὲ μὴ δεξαμένων, βιασάμε‐

1

.

355

νος αὐτὸς διέκοψε μέρος τοῦ τὴν δίοδον ἐπιτειχίζοντος μακροῦ τείχους καὶ οὕτω πᾶς ἀκωλύτως διέβαινεν ὁ στρατός. (Ε.) Στρα‐ φεὶς δὲ πρὸς ἑαυτὸν ὁ βασιλεὺς καὶ συνιδὼν ὡς ἐν στενῷ συνε‐ λαύνεταί οἱ τὰ πράγματα τὸν μὲν πρωτοστράτορα τὸν Συναδη‐
5νὸν τὰ Θρᾳκικὰ παραδοὺς στρατεύματα πέμπει φρουρὸν τῶν τε πρὸς Βυζάντιον βλεπόντων ὁρίων τῆς αὐτῷ κληρωθείσης ἀρχῆς καὶ ταῖς τοῦ Συργιάννου ἐκδρομαῖς ἀντίπαλον. αὐτὸς δ’ ἐκεῖθεν δαιμονίαις τισὶ μηχαναῖς καὶ δόλοις ἔγνω πολεμεῖν τῷ θείῳ καὶ δεσπότῃ. καὶ πρῶτα μὲν διατάγματα πλεῖστα σπουδῇ γραφῆναι
10παρεκελεύσατο, ἐν οἷς ὑποσχέσεις ἐγράφοντο ἔνορκοι χρημάτων καὶ κτημάτων καὶ τιμῶν προσηκόντων διανομαὶ τοῖς συλληψομέ‐ νοις τὸν δεσπότην καὶ θεῖον. ἃ δὴ πάντα βαναύσοις τισὶ παρο‐ δίοις ἀνδράσι δεδωκὼς ῥίπτειν ἐκέλευσε καὶ διασπείρειν ἐξεπίτηδες παρά τε τὸ στρατόπεδον τοῦ δεσπότου καὶ πανταχῆ τῶν ὁδῶν.
15ἔπειτα πρὸς τούτοις θάνατον κηρύττειν ἐκέλευσε τοῦ βασιλέως καὶ πάππου, στασιασάντων δῆθεν τῶν Βυζαντίων καὶ ἀποκτει‐ νάντων αὐτόν. ὃ δὴ καὶ διετράνωσαν περιϊόντες ἁπανταχῆ οἱ τὰ τοιαῦτα πλάττειν δεινοὶ, ὧν οἱ πλείους καὶ ὅρκους προσετίθεσαν, ὡς παρῆσαν καὶ αὐτόπται τῆς πικρᾶς ἐκείνου τελευτῆς ἐγένοντο·
20καὶ παράστασιν ποιεῖσθαι τοῦ πράγματος θέλοντες τρίχας ἐδεί‐ κνυσαν λευκὰς, αἳ ἦσαν μὲν ἐκ προβάτων λευκῶν, ἐδείκνυντο δ’ ὡς ἐκ τῆς κεφαλῆς καὶ τῆς ὑπήνης τοῦ γηραιοῦ βασιλέως, ἅτε ταῖς τοῦ δήμου διασκεδασθεῖσαι χερσί. ταῦτ’ ἀκουόμενα τοῖς ἐν
κώμαις καὶ πόλεσι καὶ μάλιστα τῷ τοῦ δεσπότου στρατῷ οὐκ εἴα

1

.

356

μένειν ἐπὶ βεβαίοις τοῖς λογισμοῖς. ἤδη δὲ καὶ τὰ διασπαρέντα ἐκεῖνα βασιλικὰ διατάγματα εὑρισκόμενα καὶ διδόμενα τῷ δεσπότῃ ἐς δειλίαν καὶ φόβον ἐνέβαλλον οὐ μάλα ἀγεννῆ· ὥστε καὶ φεύγειν ἀναπεισθεὶς ὑπὸ τῶν οἰκειοτάτων, λεγόντων ὡς οὐκ ἂν φθάνοις
5προδεδομένος ὑπὸ τοῦ στρατοπέδου, ᾤχετο ἐς Θεσσαλονίκην. καὶ ταῦτα μὲν οὕτω τελευτῶντος χειμῶνος ἐγίγνοντο. (ϛʹ). Ἦρος δ’ ἀρχομένου πέμπεται τριήρης πρὸς τοῦ γηραιοῦ βασιλέως ἐς Θεσ‐ σαλονίκην καὶ λαθραῖα γράμματα πρὸς τὸν δεσπότην Κωνσταν‐ τῖνον, παρακελευόμενα τὴν ταχίστην δεσμώτας ἐς τὸ Βυζάντιον
10μετὰ τῆς τριήρους ἐξαποστεῖλαι τοὺς τὸν δῆμον τῶν Θεσσαλονι‐ κέων νεωτερίζειν πείθοντας πέντε καὶ εἴκοσι στασιώτας. ἀλλὰ πρὶν εἰς ἔργον ταῦτα προβῆναι, διακηκοότες ἐκεῖνοι κρύφα διερε‐ θίζουσι δραμόντες τὸν δῆμον· καὶ ἀναβάντες τοὺς ἱεροὺς κρού‐ ουσι κώδωνας. τοῦτο δὴ τὸ τῆς στάσεως ἀρχηγὸν σύμβολον. καὶ
15εὐθὺς θέουσι πανδημεὶ πρὸς τοὺς τοῦ δεσπότου οἴκους· καὶ αὐ‐ τὸν μὲν οὐχ εὗρον· προαισθόμενος γὰρ ᾤχετο καταφυγὼν ἐς ἀκρό‐ πολιν· τοὺς δ’ ὑπὸ χεῖρα συνειληφότες τοὺς μὲν ἀπέκτεινον, τοὺς δὲ τῶν ὑπαρχόντων ψιλώσαντες δεσμωτηρίοις ἐνέβαλον, τοὺς δ’ οἴκους κατασπάσαντες πάντα τὸν ἔνδον διήρπασαν πλοῦ‐
20τον. αὐτοὶ δὲ δραμόντες εὐθὺς ὑφάπτουσι τὰς τῆς ἀκροπόλεως πύλας. ὅπερ ἰδὼν ὁ δεσπότης καὶ ἀπογνοὺς ἵππου τινὸς ἐπιβὰς ἤλαυνεν ἔξω πρὸς τὴν τοῦ Χορταΐτου μονήν. ἔνθα δὴ τοῖς διώ‐ κουσι συλληφθεὶς τὸ μοναχικὸν καὶ ἄκων ὑπῆλθε σχῆμα, τὸν
προφανῆ τοῦ θανάτου κίνδυνον ἐντεῦθεν ἐκκλίνων, ὃν αἰφνιδίως

1

.

357

ἡ παροῦσα περίστασις ἐσχεδίασε. δέσμιος οὖν ἐκεῖθεν ἄγεται πρὸς τὸν ἀνεψιὸν καὶ βασιλέα· ὃς δὴ καὶ πολλῷ τῷ μέτρῳ φιλανθρω‐ πότερος ἔδοξε πάντων, ὅσοι παραδυναστεύοντές τε καὶ παρασπί‐ ζοντες ἦσαν αὐτῷ. οἱ μὲν γὰρ ἐφιέμενοι τῶν αὐτοῦ σαρκῶν καὶ
5τοῦ αἵματος, ὡς εἰπεῖν, ἀπογεύσασθαι ὥρμησαν ἐπ’ αὐτὸν ὡς αὐτίκα διαῤῥήξοντες· ὁ δὲ βασιλεὺς περιχυθεὶς ἄτρωτον διετήρησε τὸ παράπαν αὐτόν. (Ζ.) Τῇ δ’ ὑστεραίᾳ πεισθεὶς τοῖς περὶ αὐτὸν πέμπει πρὸς Διδυμότειχον καθειρχθησόμενον ἐν εἱρκτῇ δεινοτάτῃ καὶ ἀπαραμυθήτῳ. ἡ γὰρ ἀνέχουσα τὸ Διδυμοτείχου
10πολίχνιον ἄκρα μία τίς ἐστι πέτρα, ἣν οἱ ἐνοικοῦντες εὐφυῶς εἰς τὸ λαξεύεσθαι ἔχουσαν εὑρόντες ὑπογείους κοιλαίνουσιν ἀποθή‐ κας καὶ φρέατα, ὀμβρίων ὑδάτων δοχεῖα. τῶν δὴ τοιούτων φρεά‐ των ἑνὸς ἅπαν ἀνιμήσαντες τὸ ὑγρὸν κατάγουσι διὰ κλίμακος τὸν δεσπότην ἐν τούτῳ καὶ παιδάριον ἓν τῶν ὑπηρετούντων. ἄλ‐
15λων δὲ τῶν ἁπάντων οὐδένα παρῆκαν ἐκεῖ παρακύψαι. ἀλλ’ ἐπι‐ πωματίσαντες ἐτήρουν ἐκεῖ συμπατουμένους τε ὑπὸ τῆς τοῦ τόπου στενότητος καὶ δυστυχέστατα πάνυ διακειμένους. ἵνα δὲ τἄλλα παραδράμω τῶν δεινῶν, ζοφῶδές φημι καὶ πνιγῶδες, πῶς παρα‐ στήσω τὸ μεῖζον ἐκεῖνο δὴ καὶ φρικῶδες; στενοῦ γὰρ πάνυ τοῦ
20τόπου τυγχάνοντος ἀλλήλων ἐξ ἀνάγκης ἐχόμενα παρέκειτο ἥ τε τὸ διαχώρημα καὶ τὸ οὖρον ἔχουσα χύτρα καὶ ὁ τὸν λιμὸν παρα‐ μυθούμενος ἄρτος. τίνα οἴεσθε, ὦ παρόντες, ἔχειν ψυχὴν, ὁπότ’ αὐτοὺς ἐσθίειν ἐχρῆν, δυσωδίας τοσαύτης τῇ τραπέζῃ παρακει‐
μένης; ἀλλὰ καὶ ἡ χύτρα ἀναγομένη ἑσπέρας ὑπὸ τῶν φυλάκων

1

.

358

διὰ μηρίνθου πολλάκις ἐξεκενώθη κατὰ τῆς κεφαλῆς τοῦ δεσπότου, εἴτε τῶν φυλάκων ἐξεπίτηδες ἐμπαιζόντων αὐτὸν, εἴτε τῆς χύτρας ἀκόντων αὐτῶν περιτρεπομένης. ἀλλὰ πολλῶν παρακλήσεσι χρη‐ σαμένων ἐς βασιλέα πνευματικῶν ἀνδρῶν ἐς ἑτέραν μετὰ ταῦτα
5κουφοτέραν εἱρκτὴν μετηνέχθη. (Η.) Τούτων οὕτω συμπεπτω‐ κότων διηπορεῖτο καθ’ ἑαυτὸν ὁ βασιλεὺς γιγνόμενος καὶ οὐκ εἶχεν ὅ,τι καὶ διαπράξηται καὶ ὅθεν εὕρῃ τοῦ κακοῦ λύσιν. ὅσα γὰρ ἂν ἐπιχειροίη, πάνθ’ ἑώρα καθ’ ἑαυτοῦ στρεφόμενα παραδόξως. ὅθεν ἀνοίξειν ἔκρινε δεῖν ἐν ψαλτηρίῳ τὸ πρόβλημα τῶν οἰκείων
10ἀποριῶν· καὶ ἀνοίξας ἐνέτυχεν εὐθὺς τῷ πρώτῳ στίχῳ λέγοντι· „ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ’ αὐτοῖς χιονωθή‐ σονται ἐν Σελμών.“ γνοὺς οὖν ἐντεῦθεν, ὡς πάνθ’ ὅσα τελεῖται πρὸς τῆς παρούσης φορᾶς τῶν πραγμάτων θεῷ δεδογμένα τυγχά‐ νουσι κἂν τοῖς ἀνθρώποις ἀγνοῶνται τῆς ἀποῤῥήτου προνοίας
15οἱ τρόποι, πρὸς διαλλαγὰς αὖθις καὶ σπονδὰς ταῖς προτέραις ὁμοίας ἐξεκαλεῖτο τὸν ἔκγονον, ἀντίπαλα δι’ ἀνάγκην πραγμα‐ τευόμενος τοῖς τοῦ Συργιάννου βουλεύμασιν· ὃς δὴ καὶ θέλων ἐκ πολλοῦ τὴν τοιαύτην κατάστασιν ἧκεν εὐθὺς μελλήσας οὐδέν. ἔφαμεν γάρ που καὶ ἀνωτέρω, ὡς τὴν μὲν αὐτονομίαν τῆς βασι‐
20λικῆς ἐξουσίας ἔχειν ἐβούλετο· τὸ δὲ σχῆμα καὶ τὰς φροντίδας ὅλαις ὁρμαῖς ἑαυτοῦ ἐξωθεῖτο· καὶ εἰ μὴ οἱ περὶ αὐτὸν ἠνόχλουν τε αὐτὸν καὶ ἠρέθιζον πρὸς τὴν τῆς ὅλης ἡγεμονίας ἔφεσιν, ἤρκε‐ σεν ἂν αὐτῷ καθάπαξ ἡ τῶν γενομένων σπονδῶν κατάστασις.
ὅμως ἐπειδήπερ ἐν τῷ παρόντι κληθεὶς ἧκε πρῶτον περὶ τὸ Ῥήγιον

1

.

359

κἀκεῖ τῇ μητρὶ καὶ δεσποίνῃ ἐντετυχήκει προαπολυθείσῃ τε τῆς εἱρκτῆς καὶ πεμφθείσῃ ἐκεῖ τῶν γενησομένων σπονδῶν ἕνεκα, ἐκεῖ‐ θεν μετὰ τῆς μητρὸς καὶ διὰ τῆς μητρὸς θεμιστεύει πάντα τὰ γενησόμενα. (Θ.) Ὀλίγων δ’ ἐντὸς ἡμερῶν ἐξελθὼν καὶ αὐτὸς
5ἑνοῦται τῷ πάππῳ καὶ βασιλεῖ ἔξω πρὸ τῶν τειχῶν τῆς πόλεως· τοῦ μὲν πάππου καὶ βασιλέως οὐκ ἀποβάντος τοῦ ἵππου, ἀποβὰς αὐτὸς τοῦ ἵππου πόῤῥωθεν πρὸ σταδίου ἑνός· καίτοι πολλὰ τοῦ πάππου ἀπαναινομένου καὶ κωλύοντος, ὅμως αὐτὸς πεζῇ προσελ‐ θὼν ἠσπάσατο τήν τε χεῖρα καὶ τὸν πόδα αὐτοῦ ἐφ’ ἵππου καθη‐
10μένου. εἶτα καὶ αὐτὸς ἵππου ἐπιβὰς περιεπτύξατό τε καὶ ἀσπασά‐ μενον ἠσπάσατο ἐντελῶς. καὶ εὐθὺς βραχέα ἄττα καὶ σχέδια λέ‐ ξαντες πρὸς ἀλλήλους ἀπηλλάγησαν. καὶ ὁ μὲν εἰσῆλθεν ἐς Κων‐ σταντινούπολιν· ὁ δὲ νέος ἀπελθὼν στρατοπεδεύεται περὶ τὸν νεὼν τῆς ὑπεράγνου θεομήτορος τῆς Πηγῆς. ἔνθα συχνὰς δια‐
15τρίψας ἡμέρας εἰσῄει καὶ εἰς Κωνσταντινούπολιν μεθ’ ἡμέραν καὶ αὖθις ἐξῄει. διῆγε γὰρ τηνικαῦτα καὶ ἡ δέσποινα καὶ μήτηρ αὐτοῦ κατὰ τὸν νεὼν τῆς ὑπεράγνου θεομήτορος, τοῦτο μὲν καὶ δι’ ἀσθένειάν τινα, τοῦτο δὲ καὶ διὰ τὴν τοῦ φιλτάτου συνδιαίτησιν. συνῆν δὲ τῇ δεσποίνῃ ἐκεῖ καὶ ἡ θυγάτηρ τοῦ βασιλέως Σιμωνὶς
20ἡ Κράλαινα, ἄρτι ἐληλυθυῖα ἐκ Τριβαλλῶν τελευτήσαντος τοῦ ἀνδρός· ἣ δὴ καὶ τὰ διαψιθυριζόμενα τῇδε κἀκεῖσε τῷ ἑαυτῆς ἐναργέστερον ἐδήλου πατρὶ καὶ βασιλεῖ. μετὰ βραχὺ δὲ καὶ εἰς
Ὀρεστιάδα καὶ Διδυμότειχον ἐπανῆκε.

1

.

360

ιβʹ. Ἔτυχε μέντοι ἐπιδεδημηκὼς τηνικαῦτα μοναχός τις ἐξ ὄρους τοῦ Ἄθω ὑπὲρ τὰ ἑβδομήκοντα ἔτη, μήτ’ ἀξίωμα ἔχων οὐδὲν ἱερατικὸν, μήτε γοῦν τὰ πρῶτα καὶ στοιχειώδη συνάπτειν ἀσφαλῶς δυνάμενος γράμματα. τοῦτον διὰ τὴν ἄγαν τῶν τρόπων
5ἀφέλειαν εἰς τοὺς πατριαρχικοὺς ἄρτι χηρεύοντας θρόνους ὁ βα‐ σιλεὺς ἀνεβίβασε· καίτοι πολλῶν κατ’ αὐτοῦ παῤῥησιασθέντων ἐγκλημάτων καὶ ὑπὸ πολλῶν ὁμολογηθέντων· δι’ ἃ καὶ πάλαι πολλάκις κεκώλυται τυχεῖν ἱερατικῆς βαθμίδος τινός. ὅθεν ἐπειδὴ τὸ τοῦ θεοῦ καταπεφρόνηται δίκαιον δι’ ὄρεξιν ἀνθρωπίνην,
10συγκεχώρηκεν ὁ θεὸς τῆς οἰκείας καθαιρεθῆναι τούτους ἀρχῆς ὑπὸ τοῦ ἀφελεστάτου τοῦδε ἀνδρὸς, ὅσοι τοσαύτην ἀδίκως ὑπὲρ αὐτοῦ τὴν σπουδὴν εἰσηνέγκαντο· ὡς αὐτὰ δηλώσει λεγόμενα τὰ πράγματα προϊούσης τῆς ἱστορίας. (Β.) Ὁ μέντοι πατριάρχης οὗτος ἅμα τῇ πρὸς τὸν πατριαρχικὸν θρόνον ἀναβάσει τῷ πολλῷ
15τοῦ βασιλέως πρὸς αὐτὸν φίλτρῳ τεθαῤῥηκὼς τὴν πάλαι αὐτοῦ γε εὐμένειαν ὁμοίαν καὶ τήμερον τῷ πιγκέρνῃ προὐξένησε Φιλαν‐ θρωπηνῷ· ὃν πρὸ ἐτῶν ὀκτὼ καὶ τριάκοντα ταῖς τοῦ φθόνου παλάμαις τὰς αὐγὰς τῶν ὀμμάτων ἀπολέσαντα δεδηλώκαμεν. ὃς οὕτως ἐν ταῖς βουλαῖς ἄριστος εὐθὺς τοῖς βασιλικοῖς ἔδοξε πρά‐
20γμασι καὶ μάλιστ’ ἐν θορύβῳ τοσούτῳ πραγμάτων καὶ κλύδωνι,
ὥστε Σκιπίωνας ἐκείνους καὶ Θηβαίους Ἐπαμεινώνδας ἔδοξαν βλέ‐

1

.

361

πειν τῶν τηνικαῦτα παρόντων οἱ συνετώτεροι. καὶ μέντοι καὶ ἐθαύμαζον, πῶς τῶν ἀνθρωπίνων πραγμάτων οὐδὲν κεκτημένων ἀκήρατον οὐδὲ μόνιμον, ἀλλὰ τῆς τύχης διηνεκῶς ἀκμαζούσης ἐν τῇ τούτων μεταβολῇ καὶ φθορᾷ καὶ παιζούσης τὸν βίον ταῖς
5ἀμοιβαῖς καθάπερ σκηνὴν τραγικὴν ἀκήρατος ἡ τῆς τούτου γνώ‐ σεως ἔμεινεν ἀρετὴ καὶ στεῤῥοτέρα τῆς τύχης· ἣ δὴ καὶ τοὺς τῆς βασκανίας ἀπωσαμένη Τελχῖνας τῶν πυθμένων τῆς καταδίκης ἀνεκαλέσατο. (Γ.) Μαρτύριον τῶν λεγομένων καὶ ὃ προήνεγκε τέως ὁ χρόνος, καθάπερ τινὰ βάσανον τῆς τοῦ ἀνδρὸς ἀρετῆς.
10ἐν γὰρ τούτῳ τῷ χρόνῳ περιστρατοπεδευσάντων τὴν Φιλαδέλφειαν τῶν περιοίκων καὶ ἀστυγειτόνων Τούρκων καὶ κατὰ συνέχειαν πο‐ λιορκουμένης τῆς πόλεως σφοδρῶς ἔξωθεν μὲν ὑπ’ αὐτῶν, ἔνδο‐ θεν δ’ ὑπὸ σφοδροῦ τοῦ λιμοῦ ἐς κίνδυνον ἦλθον οἱ περιλειπό‐ μενοι τῶν αὐτοχθόνων πολιτῶν προδοθῆναι τοῖς Τούρκοις αὐτῇ
15πόλει καὶ αὐτοῖς οἴκοις. καὶ τάχ’ ἂν ἐν ὀλίγαις ἡμέραις ἐπράττετο τοῦτο, εἰ μὴ ὁ Φιλανθρωπηνὸς Ἀλέξιος ἔφθη τοῦ βυθοῦ τῶν τοιούτων ἀπαλλάξας κινδύνων. ἐν στενῷ γὰρ γενόμενος ὁ βασιλεὺς καὶ μὴ ἔχων ὅ,τι δράσειε τῶν πάττων οὐδὲν (οὔτε γὰρ ὅπλων ἐπισκευὴ, οὔτε στρατὸς ἀντίπαλος ἦν εἰς πόλιν οὕτω θαλάττης
20πολλοῖς σταδίοις ἀπῳκισμένην καὶ πολλοῖς κεκυκλωμένην τοῖς ἔθνεσι βοηθεῖν) πέμπει τοῦτον αὐτὸν μηδὲν ἐπιφερόμενον, οὔτε στρατὸν, οὔθ’ ὅπλων ἐπισκευὴν, οὔτε χρημάτων πλῆθος, ἀλλὰ μόνην τὴν τῆς φύσεως σύνεσιν καὶ ἐμπειρίαν. οὗ δὴ καὶ πρὶν ἐπι‐
στῆναι τῇ πόλει Φιλαδελφείᾳ, ἔτι δ’ ἐν μέσῃ πορείᾳ τυγχάνοντος,

1

.

362

τὴν φήμην ἀκηκοότες οἱ τῶν πολιορκούντων σατράπαι καὶ ἀρχηγοὶ τά τε ὅπλα εὐθὺς ἔῤῥιψαν καὶ τὴν πολιορκίαν ἀπείπαντο αἰδεσθέν‐ τες τὴν τοῦ ἀνδρὸς ἀρετήν. καὶ ὑπτίαις ἅμα χερσὶ καὶ γνώμαις εἰρηνευούσαις ὑπαντῶσι καὶ ὑποδέχονται· καὶ ὧν πάλαι καλῶν
5ἀπέλαυσαν ἐξ αὐτοῦ νῦν ἐν μνήμῃ γενόμενοι χάριτας ὁμολογοῦσι καὶ πᾶν τὸ κατὰ γνώμην τελεῖν ὑπισχνοῦνται. οἱ μὲν γὰρ αὐτῶν πάλαι τὸ ζῇν ἐπορίσαντο δι’ αὐτοῦ προφανοῦς ἀπαλλαγέντες θα‐ νάτου· οἱ δὲ τῶν ὑπ’ αὐτῷ παιδευτῇ τεθραμμένων πρὸς ὅπλα καὶ πολέμων ἄσκησιν ἦσαν. καὶ τί δεῖ διατρίβειν; ἐς τοσοῦτον εὐπα‐
10θείας καὶ εὐτυχίας ἧκεν ἐξαπίνης ἡ Φιλαδέλφεια, ὡς μιᾶς δρα‐ χμῆς ὤνιον τὸν μέγιστον λαμβάνειν μέδιμνον τοῦ σίτου. (Δ.) Τῷ μέντοι Συργιάννῃ τῶν βασιλέων ἡ ἕνωσις μὴ κατὰ γνώμην συστᾶσα ἀθυμεῖν ἐποίει καὶ ἐσκυθρωπακότα περιϊέναι· καὶ μάλισθ’ ὅτι τῶν πραγμάτων ἠρεμούντων ἀξυντελὴς αὐτὸς ἐν τοῖς δημοσίοις
15ἐδόκει καὶ ἄχρηστος. ὅθεν ἐν καθέδραις καὶ στάσεσι καὶ ὁδοῖς τοιούτοις τισὶν ἐντυγχάνων καὶ προσιὼν ἀσμένως, ὅσοις λύπην τινὰ τὰ κοινὰ προὐξένησαν πράγματα, ἐλοιδορεῖτο τοῖς βασι‐ λεῦσιν, ἅτε ἀδικωτάτοις περὶ αὐτὸν γενομένοις χρησιμώτατον ἐν τοῖς ἐναντιωτάτοις καιροῖς νῦν μὲν τούτῳ νῦν δ’ ἐκείνῳ γενό‐
20μενον. ἰδὼν δὲ καὶ Ἀνδρόνικον τὸν Ἀσὰν λύπης περιϊόντα μεστὸν, ὅτι τὴν ἐπιτροπὴν καὶ διοίκησιν ἔχων ἐκεῖνος τῶν Πελοποννησίων Ῥωμαίων ἐν τῷ καιρῷ τῆς τῶν βασιλέων διαστάσεως, εἶτα ἐξῳ‐
κισθεὶς ἐκεῖθεν ἀτίμως παρὰ τοῦ νέου βασιλέως καὶ ἐλθὼν πρὸς

1

.

363

τὸν γηραιὸν οὐχ εὗρεν οὐδὲν ἐξ αὐτοῦ τῆς λύπης ἀντάξιον εἰς θε‐ ραπείαν· καίτοι μεγάλων ἄξιος ὑπάρχων ἀξιωμάτων, σεβαστο‐ κρατορικῶν δηλαδὴ καὶ μειζόνων, διά τε τὴν στρατηγικὴν ἐμπει‐ ρίαν, ἣν ὑπὲρ τοὺς ἄλλους τέως ἐπλούτει, καὶ ἅμα τὴν τοῦ γένους
5λαμπρότητα· διὰ ταῦτα τοίνυν ὁ Συργιάννης πρόσεισι καὶ αὐτῷ καὶ φίλος αὐτῷ γίνεται, τὴν τῆς λύπης ὁμοιότητα γνώμης προ‐ βαλλόμενος σύνδεσμον. ὁ μὲν οὖν Συργιάννης ὡς ὁμοψύχῳ θαῤ‐ ῥήσας ἐκείνῳ πάντα διῄει λοιπὸν ἀναπεπταμένῃ τῇ γλώττῃ, ὁπόσα τοῖς λυπουμένοις εἰκός. ὁ δὲ Ἀσὰν βαθείᾳ συνέσει προσιὼν αὐτῷ
10γλῶσσαν μὲν ὁμοίαν πως ἐκείνῳ προὐτείνετο καὶ συνδιελοιδορεῖτο τοῖς βασιλεῦσι δῆθεν αὐτός· τὰ δὲ παρὰ τοῦ Συργιάννου λεγό‐ μενα πάντα ἐς τὰ τῆς διανοίας ἔκρυπτε μυστήρια. ἐμίσει γὰρ αὐτοῦ τὸ φίλαρχον καὶ πρίν· καὶ νῦν δ’ οὐχ ἧττον ἤχθετό οἱ ἐχθρῷ γε ὄντι καὶ Καντακουζηνοῦ τοῦ ἐπὶ θυγατρὶ γαμβροῦ,
15τοῦ μεγάλου φημὶ δομεστίκου· ὃς τὰ μέγιστα παρὰ τῷ νέῳ δυνά‐ μενος βασιλεῖ ἐλπίδας ἀγαθὰς ἀεὶ γράφων ἐκεῖθεν καὶ αὐτῷ προὔ‐ τεινεν. ἐπεὶ δὲ τὰ τοῦ δράματος πάντα συνέῤῥαπται, λάθρα τῷ θείῳ καὶ βασιλεῖ προσελθὼν ὁ Ἀσὰν, „εἰ μὴ δεσμώτην,“ ἔφησεν, „ὅσον τάχος ποιήσειας τὸν Συργιάννην βασιλείαν ἑαυτῷ συσκευά‐
20ζοντα, οὐκ ἂν φθάνοις φονευόμενος ὑπ’ αὐτοῦ.“ εὐθὺς οὖν τὸν μὲν Συργιάννην εἶχε τὸ δεσμωτήριον· τόνδ’ οἶκον αὐτοῦ μετὰ
τῶν ἐνόντων ἁπάντων ἄρδην ἀπώλεσαν καὶ διέλαχον οἱ τοῦ δήμου.

1

.

364

οἱ δ’ ἀμπελῶνες αὐτοῦ σύν γε τοῖς οἰκοπέδοις μηλόβοτα πάντ’ ἐγεγόνει. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον. ιγʹ. Οὐκ εὔκαιρον δέ μοι δοκεῖ σιωπῇ παρελθεῖν καὶ ὅσα κατὰ τοῦτον τὸν χρόνον περὶ τοῦ Πάσχα λαληθῆναι ξυνέβη. κατὰ γὰρ
5τὸ εἰωθὸς ἀνιὼν ἐς τὰ βασίλεια τοιαύτῃ τινὶ τῇ ὁμιλίᾳ ἐντετυχή‐ κειν. καὶ τὰ μὲν ἄλλα παρείσθω γε τέως, πολλά τε ὄντα καὶ οὐ πάνυ τοι ἀναγκαῖα πάνυ τοι ἐθελούσῃ σχολάζειν ἀκοῇ, καίπερ ὄντα κἀκεῖνα σεμνὰ καὶ σοφῶν ἀκοαῖς ἄξια· τὸ δ’ οὖν τῆς ἀναγκαιο‐ τέρας ἡμῖν ὁμιλίας καὶ ἧς ἄν τις ἀκούσας ἡσθείη τὰ μάλιστα·
10λόγον κεκίνηκεν ὁ βασιλεὺς περί γε ἀστρονομίας καὶ σφαιρῶν οὐ‐ ρανίων καὶ κινήσεως πλανωμένων καὶ ἀπλανῶν, καὶ τοιαῦτα ἄττα ἐμοὶ καθυποβάλλων πρόφασιν τοῦ λέγειν. πολλὴν γὰρ πρὸς ἡμᾶς τὴν εὐμένειαν ἔτρεφεν. ἐγὼ δ’ ὑπολαβὼν ἔπαινον διεξῄειν πολὺν τοῦ μαθήματος. τοῦτο καὶ γάρ μοι τὸ ὀπτικὸν, ὡς εἰπεῖν, τῆς
15διανοίας ἐκάθηρε καὶ πρὸς τέλειον οἱονεὶ χρωματισμὸν τἄλλα μοι πάντα μαθήματα ἤγαγε. σκιαγραφίᾳ γὰρ ὡς ἀληθῶς ἐοίκασι τούτου χωρὶς, ὅσαι κατ’ ἀνθρώπους εἰσὶ τέχναι καὶ σπουδάσματα. μετὰ μέντοι γε τῶν ἄλλων καὶ ὁ τοῦ Πάσχα λόγος ἀνέκυψεν, ἐμοῦ τοῦτον μεταξὺ παραῤῥίψαντος, ὡς μέρος ὄντα καὶ τοῦτον τοῦ
20τοιούτου μαθήματος· καὶ ἄλλως ὅτι καὶ ὠδίνων ἦν διὰ μακροῦ πρὸς βασιλείους τὸ πρᾶγμα ἀνενεγκεῖν ἀκοὰς, ἀπόῤῥητον ὂν, ὡς ἀκριβής μοι τὸ πρᾶγμα παρέστησεν ἔρευνα, πλὴν ἢ ὅσοι τῶν τῆς
ἀστρονομίας κρατήρων ἐγεύσαντο. ταῦτ’ ἄρα καὶ καιροῦ λαβόμε‐

1

.

365

νος, ὡς ἔφην, ῥήγνυμι τὴν ὠδῖνα, οὐκ ἀχείμαστος μὲν οὐδὲ τότ’ ἀπαλλάξας. ἦσαν γὰρ οἳ τότε πολλά μοι παρέσχον πράγματα, μὴ ξυνειλοχότες ἐκ τοῦ ῥᾴστου τὸν τοῦ λόγου σκοπόν. καὶ εἰ μὴ ὁ βασιλεὺς (ἐκεῖνος γὰρ μόνος ἦν συνιεὶς ἃ διεξῄειν αὐτός· ἀφορ‐
5μὴν γὰρ εἰληφὼς εὐθὺς κἀκεῖνος ἐπεδείκνυτο καὶ ἐδημοσίευε τῆς ὑψηλῆς αὐτοῦ συνέσεως τοὺς θησαυροὺς) εἰ μὴ οὖν ἐκεῖνος πλεῖ‐ στον ἐμοὶ τὸ προσηνὲς χαριζόμενος δίοδον ἐνεποίει τῷ λόγῳ, τάχ’ ἂν τὸ τελευταῖον τοῦτο πονήρως καὶ ἀγεννῶς ἐκεῖθεν ἀπήλλαττον, ἄδικόν τινα τὴν καταδίκην ὁ δίκαιος ὀφείλων. ἐπεὶ οὖν πᾶσαν,
10ὡς ἔφην, ἡμῖν ὁ βασιλεὺς τὴν κατάστασιν ἐποιήσατο τοῦ μὲν λέγειν ἐμοὶ, τοῦ δ’ ἀκούειν τοῖς συμπαροῦσι, πρῶτον μὲν ὥσπερ τινὰς ὅρους καὶ κρηπῖδας ὑποθεὶς τὰ καίρια, εἶτα δι’ αὐτῶν τὰς ἀποδείξεις ἐποιούμην. (Β.) Καὶ δὴ δέον εἶναι πρῶτον ἐφάμην τὴν ἐαρινὴν ἰσημερίαν ἐς τἀκριβὲς ἐρευνῆσαι. τοῦτο γὰρ αἴτιον
15ἁπάσης τῆς ἑξῆς ὑποθέσεως, ὡς προϊόντες ἐροῦμεν· εἶτα τὴν ἐφεξῆς μετ’ ἰσημερίαν πανσέληνον. πανσέληνον δέ φαμεν, ὁπότε πλησιφαὲς εἴη τὸ πρὸς ἡμᾶς ἡμισφαίριον τῆς σελήνης. τοῦτο δὲ γίγνοιτ’ ἂν, ὁπότε βραχύ τι πλέον ἢ τεσσαρεσκαιδεκαταίαν ἡ σελήνη τὴν ἡμέραν ἄγοι, ἐξότου περὶ τὴν αὐτὴν ἐν ταὐτῷ συνέλ‐
20θοι τῷ ἡλίῳ μοῖραν τῆς τῶν ζωδίων σφαίρας, μιᾶς ἁψαμένης ἀμφοτέρων καθέτου. ἐπεὶ οὖν τῷ νομικῷ μὲν ἕπεται τὸ ἡμέτερον Πάσχα, ἐκεῖνο δὲ τῇ μετ’ ἰσημερίαν πανσελήνῳ, δέον ἐκεῖνα
διευκρινῆσαι πρίν· εἶτα τοῖς ἅπασιν εὔδηλον ἂν εἴη τὸ καθ’ ἡμᾶς.

1

.

366

ἀκριβὴς τοίνυν γίνεται ἰσημερία ἐν μόνοις δυσὶ τοῦ ἐνιαυτοῦ νυχθη‐ μέροις· ἑνὶ μὲν ἀρχομένου ἤδη φθινοπώρου· ἑτέρῳ δ’ ἀρχομένου ἔαρος εὐθύς. καὶ περὶ μὲν τῆς φθινοπωρινῆς ἰσημερίας οὐδεὶς ἡμῖν ἐν τῷ παρόντι λόγος· περί γε μὴν τῆς ἠρινῆς καὶ μάλα γέ
5τοι πλεῖστος. γίνεται τοίνυν ἀκριβὴς ἰσημερία ἐν ἔαρος ὥρᾳ, ὁπότε περὶ μοῖραν πρώτην ὁ ἥλιος γένοιτο τοῦ κριοῦ· ὅπη καὶ ὁ ἰσημερινὸς τοῖς ἀστροθεάμοσι διαγράφεται κύκλος. γίνεται δὲ οὐχ ὁμοίως ἐν ἅπασιν ἔτεσιν· ἀλλ’ ἐν μὲν τοῖς τοῦ Ναβονασάρου περὶ λῆξιν ἑσπερίαν τῆς τοῦ μαρτίου πέμπτης καὶ εἰκοστῆς· ἐν
10δὲ τοῖς Φιλίππου τοῦ Ἀριδαίου περὶ μεσημβρίαν τῆς εἰκοστῆς τετάρτης αὐτοῦ· ἐν αἷς δ’ ἡμέραις ὁ Χριστὸς ὑπὲρ ἡμῶν ἐθανα‐ τοῦτο τρίτην καὶ εἰκοστὴν διανύοντος αὐτοῦ, πολλῷ πρότερον πρὶν ἢ ἀνατεῖλαι τὸν ἥλιον, ἢ μᾶλλον εἰπεῖν περὶ μέσην ἐκείνην τὴν νύκτα· νῦν δ’ ἐφ’ ἡμῶν ἑπτακαιδεκάτην ἀνύοντος αὐτοῦ.
15οὐκ ἀκριβολογοῦμαι δ’ οὔτε μὴν τὴν τῆς ἡμέρας ὥραν, οὔτε μὴν οὐδέ γε τὸ τῆς ὥρας μέρος. οὐ γὰρ ἀναγκαῖον νῦν, ὅτι μὴ δια‐ τριβὴ μὴ πάνυ τοι προσήκουσα τῇ χρείᾳ. ὥστ’ ἔξεστι συλλογί‐ ζεσθαι τὴν τῶν μεταξὺ χρόνων διαφορὰν κἀντεῦθεν καὶ δι’ ὅσων ἐτῶν ὀπισθόπους ὁ χρόνος ἡμέρᾳ μιᾷ γίνεται καὶ δι’ ὅσων
20αὖθις ἑτέρᾳ μιᾷ καὶ ὁμοίως ἀεί. τοῦτο δ’ οὐ παρὰ τὴν τοῦ ἡλίου γίνεται κίνησιν. ὁμαλὴν γὰρ ἐκεῖνος ἀεὶ ταύτην ποιεῖται καὶ ἀπαρέγκλιτον· ἀλλὰ παρὰ τὴν τῶν ἐνιαυσίων ἡμερῶν ἀπαρίθμη‐
σιν, ἣν σφαλερῶς αὐτοὶ ποιούμεθα. πρὸς γὰρ τοῖς τριακοσίοις

1

.

367

ἑξήκοντα πέντε νυχθημέροις τίθεμεν καὶ ὁλόκληρον τέταρτον νυ‐ χθημέρου ἑνὸς, οὐκ ὀφείλοντες οὕτω. ὡς γὰρ ὁ μέγας φησὶ Πτολεμαῖος, τριακοσιοστοῦ δέοντος ἡμέρας μέρους δεῖ τοῦτο προστίθεσθαι καὶ οὐχ ὁλόκληρον· ὡς δ’ ἔγωγε αὐτὸς ἐξακριβώσας
5εὗρον, μείζονος καὶ ἥκιστα τριακοσιοστοῦ τελέως, εἰ μὲν ἀσφα‐ λῶς ἠκριβωσάμην· εἰ δὲ μὴ, σκέμμα τοῦτο τίθημι τοῖς ἔπειτ’ ἀστρολόγοις. ἐγὼ γὰρ οὐ σχολάζω τοῦτο νῦν διασαφεῖν. ὅμως ἔστω κατ’ ἐκεῖνον. ἧττον γὰρ λυμανεῖται τῷ λόγῳ πρὸς οὐ πάνυ τοι πολλοὺς τοὺς χρόνους διατρίβοντι. παρατηρητέον οὖν, ὡς κατ’
10ἐκεῖνον τὸν μέγιστον δηλαδὴ Πτολεμαῖον δι’ ὅλων τριακοσίων ἐνιαυτῶν νυχθήμερον ὅλον συνάγεται. τὸ δ’ εἰρημένον πολλοστη‐ μόριον τῆς ἡμέρας ἐν μὲν τοσούτοις ἔτεσι καὶ μάλα ἐπίδηλον ἤδη καθίσταται· ἐν δὲ τρισὶ καὶ τέτρασι καὶ πέντε καὶ δέκα καὶ τρὶς τοσούτοις, οὐκ ἂν δήπου, διὰ τὸ πάνυ βραχύτατον τῆς προσθή‐
15κης. ὅπερ δὴ καὶ κατ’ ἐνιαυτῶν παραδρομὴν τοσούτων οἱ πρὸ ἡμῶν τὰ μετέωρα φροντισταὶ καὶ ἀστροθεάμονες ὑφαιρούμενοι ἀσφαλῶς τὸ τῆς ἰσημερίας νυχθήμερον εὕρισκον· κἀντεῦθέν γε μὴν ἀσφαλῆ καὶ τὴν τοῦ Πάσχα διόρθωσιν ἐποιοῦντο· καὶ τὸ τῆς διορθώσεως ταύτης ἐγίνετο μέχρι τοῦ ἐξ Ἀδὰμ ἑξακισχιλιοστοῦ
20τριακοσιοστοῦ ἔτους ἔγγιστα. τὸ δ’ ἐξ ἐκείνου μέχρις ἡμῶν οὐκ οἶδ’ ὅπως ἐῤῥᾳθυμημένον τὸ πρᾶγμα καὶ ἀδιόρθωτον ἔμεινε. καὶ νῦν ὀφείλοντες οἱ τῆς καθ’ ἡμᾶς ἐκκλησίας ἄνθρωποι τὴν ἀρχὴν τῆς τοῦ Πάσχα παρατηρήσεως πρὸ τῆς τοῦ μαρτίου ἔγγιστα ποι‐
εῖσθαι εἰκοστῆς, οἱ δ’ ἐκ τῆς αὐτοῦ δευτέρας καὶ εἰκοστῆς ποι‐

1

.

368

οῦνται, οὐκ ὀρθῶς γε ποιοῦντες τουτί. ἐπεὶ γὰρ οὐκ ἄλλοθέν ποθεν, ἢ τῆς πρὸς κριὸν ἡλιακῆς εἰσόδου τὰ τῆς ἰσημερίας ἀπο‐ φαινόμεθα, τὴν δέ γε πανσέληνον ὁμοίως οὐκ ἄλλοθέν ποθεν, ἢ τῆς τοῦ ἡλίου διαμετρικῆς ἀποστάσεως καὶ ἔτι γε τὸ Πάσχα τὸ
5νομικὸν οὐκ ἄλλοθέν ποθεν ἢ τῆς πανσελήνου· εὔδηλον ἄρα, ὡς τῆς ἰσημερίας μεταπεσούσης μετέπεσε καὶ τὰ τῆς πανσελήνου· καὶ ταύτῃ γε ἑπομένως συμπαρήλλαξε καὶ τὸ τῶν Ἰουδαίων Πά‐ σχα, κἀκείνῳ δ’ αὖ δήπου συμπαραλλάττειν χρεὼν καὶ τὸ ἡμέ‐ τερον. πρὸς γὰρ ἐκεῖνό γε ἀφορᾷ τὸ ἡμέτερον κἀκείνῳ τέτακται
10ἕπεσθαι οἱονεί τινι κρηπῖδι καὶ θεμελίῳ. ῥᾴδιον δ’ ἂν εἴη βουλο‐ μένοις ἡμῖν ποιήσασθαι τὴν διόρθωσιν, βραχύ τι πλέον ἢ δύο νυχθημέρων ὑφαίρεσιν ποιησαμένοις. οὕτω γὰρ ἀνήκειν τοῖς με‐ ταξὺ τοσούτοις ἔτεσιν ἡ τῆς ἀστρονομίας ἐπαγγέλλεται μέθοδος. τούτου δὲ μὴ γιγνομένου τὸ σφαλερὸν οὐ μικρόν. συμπίπτει γὰρ
15ἔσθ’ ὅτε, καθὰ καὶ πολλάκις ἤδη γεγένηται, οἴεσθαι μὲν εἶναι πανσέληνον τὴν κυριακὴν καὶ πρώτην ἡμέραν τῆς μελλούσης ἑβδο‐ μάδος· οἴεσθαί γε μὴν τοῦτο ψευδές· γεγενῆσθαι γὰρ ἤδη πρὸ δύο νυχθημέρων κατὰ τὴν ἕκτην δηλαδὴ τῆς παρεληλυθυίας ἑβδο‐ μάδος ἡμέραν· κἀντεῦθεν σφαλλομένους ἄλλην ἀντ’ ἄλλης περι‐
20μένειν κυριακὴν καὶ ποιεῖν τὴν ἀναστάσιμον ἑβδομάδα, ἑβδομάδα τῶν τοῦ Χριστοῦ παθημάτων. καὶ τὰ ἑξῆς τοῦ σφάλματος ἐν‐ τεῦθεν γνώριμα τοῖς ἅπασιν. ὅτι δ’ οὐχ ἁπλῶς οὑτωσί πως οὐδ’ εἰκῆ καὶ μάτην τὰ τοιαῦτα παρὰ τῶν θεμένων ἐτέθησαν, ἀλλ’ ἕκαστα λόγον ἔχουσιν εὔλογον, δῆλον ἤδη ποιήσομαι. ἡ μὲν γὰρ
25μετ’ ἰσημερίαν πανσέληνος τοῖς Ἑβραίων ζητεῖται παισίν· ἐπειδὴ

1

.

369

τοιοῦτος καὶ ὁ καιρὸς ἐκεῖνος ἦν, καθ’ ὃν τόν τε ἀμνὸν ἔθυσαν καὶ Αἴγυπτον ἔφυγον. ἡ μὲν γὰρ τότε ἰσημερία τῇ τοῦ μαρτίου ἐννάτῃ καὶ εἰκοστῇ γεγένηται· ἡ δὲ μετὰ τὴν ἰσημερίαν τότε παν‐ σέληνος τῇ μετ’ αὐτὴν ἑξῆς, ἥτις κατ’ ἐκείνους ἦν τεσσαρεσκαι‐
5δεκάτη τοῦ Νισσάν· ὃς ἀντὶ τοῦ καθ’ ἡμᾶς μαρτίου πρῶτος αὐτοῖς ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ ἀριθμεῖται. οὐ γὰρ ὁμοίως ἡμῖν οὐδ’ ἀπὸ μιᾶς καὶ τῆς αὐτῆς ἡμέρας ποιοῦνται τὰς τῶν μηνῶν τε καὶ ἐνιαυτῶν ἀρχὰς Πέρσαι καὶ Ἀλεξανδρεῖς καὶ Αἰγύπτιοι καὶ πρὸς τοῖς ἄλλοις Ἰουδαίων παῖδες, ἀλλ’ ὡς ἑτέρως ἕκαστοι.
10Ἀλεξανδρεῖς μὲν γὰρ πρὸ τριῶν ἡμερῶν τῆς πρώτης τοῦ καθ’ ἡμᾶς σεπτεμβρίου τὴν ἀρχὴν τοῦ σφετέρου τίθενται ἔτους· Αἰγύ‐ πτιοι δὲ νῦν μὲν αὐτὴν, νῦν δ’ ἑτέραν, καὶ ἄλλοτ’ ἄλλην ἀεί· καὶ Πέρσαι δὲ καὶ Μῆδοι καὶ Ἰνδοὶ τούτοις τε πᾶσι καί σφισιν αὐτοῖς ἀλλήλοις ἀσύμφωνα. καὶ Ἰουδαῖοι δὲ ποτὲ μὲν τήνδε τοῦ
15καθ’ ἡμᾶς μαρτίου, ποτὲ δ’ ἑτέραν ἡμέραν, καὶ ἄλλοτ’ ἄλλην ἀεὶ, ἀρχὴν τοῦ παρ’ αὐτοῖς ποιοῦνται Νισσάν. ἀπὸ γὰρ συνόδου πρὸς σύνοδον τῶν δύο φωστήρων τὰς τῶν μηνῶν ἀριθμοῦντες περιόδους τὸν ἑαυτοῦ μεταξὺ τὴν ἠρινὴν ἰσημερίαν περιλαμβά‐ νοντα πρῶτον καὶ ἀρχὴν τῶν ἄλλων ποιοῦνται μηνῶν καὶ Νισσὰν
20ὀνομάζουσιν, ἀόριστον τὴν οἰκείαν ἔχοντα ἀρχήν. φησὶν οὖν πρὸς Μωσέα πάλαι ὁ κύριος· „ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν πρῶτος ὑμῖν ἐστιν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ. τῇ δεκάτῃ τοῦ μηνὸς τού‐ του λαβέτω ἕκαστος τῶν υἱῶν Ἰσραὴλ πρόβατον κατ’ οἰκίαν. καὶ ἔσται ὑμῖν διατετηρημένον ἕως τῆς τεσσαρεσκαιδεκάτης τοῦ μηνὸς
25τούτου· καὶ σφάξουσι πρὸς ἑσπέραν καὶ φάγονται. καὶ ποιήσετε

1

.

370

τὴν ἡμέραν ταύτην νόμιμον αἰώνιον εἰς γενεὰς ὑμῶν.“ ταῦτ’ ἄρα καὶ εἰς ἀνάμνησιν τῆς ἡμέρας ἐκείνης ἐτήσιον ἀεὶ ποιοῦνται τὴν τοῦ Πάσχα πανήγυριν· οὐ μόνον δὲ, ἀλλὰ καὶ εἰς τύπον τῆς ἐκ τοῦ παρόντος πρὸς τὸν μέλλοντα αἰῶνα διαβάσεως κατὰ τὴν ἐξ
5Αἰγύπτου διάβασιν. ὅθεν καὶ ἀνεσπέρου τοῦ μέλλοντος ὄντος αἰῶνος ἀνέσπερον ἕτερον τρόπον εἶναι δεῖν φασι καὶ τὸ τῇδε τῇ πανηγύρει διακονοῦν νυχθήμερον. τοῦτο δὲ γίνεται πλησιφαές τε καὶ πανσέληνον τὸ πρὸς ἡμᾶς ἡμισφαίριον τῆς σελήνης ἐχούσης. τὴν γὰρ τοῦ ἡλίου τηνικαῦτα δύσιν ἡ τῆς σελήνης εὐθὺς ἀνατολὴ
10διαδέχεται καὶ οὐδεμίαν ὥραν ἡμῖν ἐᾷ σκοτισθῆναι τὸν ὑπὲρ κε‐ φαλῆς ἀέρα. ἦν μὲν τοίνυν καὶ τότε, ὡς εἰκὸς, πλησιφαὲς τὸ πρὸς ἡμᾶς αὐτῆς ἡμισφαίριον ἔχουσα ἡ σελήνη τῇ ἕκτῃ τῆς ἕκτης ἐκείνης ἡμέρας ὥρᾳ ὀγδοήκοντα καὶ ἑκατὸν τηνικαῦτα τοῦ ἡλίου ἀφισταμένη μοίρας. διά τοι τοῦτο καὶ τεράστιον ἔδοξε τοῖς ἀστρο‐
15λόγοις καὶ ὑπὲρ λόγον ὁ λόγος τῆς τότε γενομένης ἡλιακῆς ἐκλεί‐ ψεως. οὐ γὰρ φυσικός τις εἵπετο ταύτῃ λόγος. ἐν γὰρ μιᾷ τοῦ ζωδιακοῦ γενομένων μοίρᾳ τῶν δύο φωστήρων αἱ φυσικαὶ τοῦ ἡλίου τελοῦνται ἐκλείψεις, ὑποτρεχούσης τῆς σελήνης τὸν ἥλιον. ὀγδοήκοντα δὲ καὶ ἑκατὸν διϊσταμένην μοίρας τὴν σελήνην ὀπι‐
20σθοδρομῆσαι καὶ ὑποδραμεῖν τὸν ἥλιον, τοῦτο δ’ ὑπὲρ πάντα φυσικὸν ἐτελεσιουργήθη λόγον. ὅθεν καὶ πρό γε πάντων ἀστρο‐ νόμοι τὸ θαῦμα διὰ θαύματος ἤγαγον καὶ θεὸν εἶναι τὸν πάσχοντα
ἔφασαν. τοῖς γὰρ ἀμαθέσιν οὐδὲ τεράστιον ἔδοξεν, ἀλλ’ εἰωθὸς

1

.

371

τοῖς πλείστοις ἔτεσιν. ἐν ἐκείνῃ τοίνυν τῇ πανσελήνῳ καὶ τὸ Πάσχα τοῖς Ἰουδαίοις ἐθύετο· ἐν ἐκείνῃ δέ γε καὶ τὰ τῆς ἰσημε‐ ρίας ἦν· ἐν ἐκείνῃ δὲ καὶ ὁ σωτὴρ, ὡς ἔφημεν, ὑπὲρ ἡμῶν ἐθα‐ νατοῦτο. γνώριμον δὲ δήπου τοῖς ἅπασιν, ὡς τρίτη μὲν ἦν μετὰ
5τὴν νομικὴν ἐκείνην ἑορτὴν, ἐν ᾗ τὸ τῆς θεϊκῆς ἡμῖν ἀναστάσεως μυστήριον ἐγεγένητο· καὶ ὡς πέμπτην καὶ εἰκοστὴν τηνικαῦτα ὁ μάρτιος ἤνυε μήν. ἃ δὴ δύο ὄντα ἐν ταὐτῷ, τήν τε τοῦ μηνὸς ἡμέραν δηλαδὴ καὶ τὸ τῆς ἀναστάσεως μυστήριον, διχῆ καὶ τριχῆ καὶ πολλαχῆ διελόμενοι τὸ τῶν εὐσεβῶν σύστημα οἱ μὲν τὴν τοῦ
10μηνὸς ἡμέραν νόμιμον αἰώνιον ἦγον ἑξῆς ὑπηρέτιν τῆς ἡμῶν πανη‐ γύρεως· οἱ δὲ τὴν τοῦ νομικοῦ Πάσχα πανήγυριν πρότερον ἀνι‐ χνεύοντες εἶτα τὴν ἐξ ἐκείνης τρίτην ἑόρτιον ἦγον τοῦ καθ’ ἡμᾶς μυστηρίου· κἀντεῦθεν ἀνέορτον καὶ τὸ τῆς ἑορτῆς ἐφαίνετο καὶ οὐ μικρόν τι τὸ στασιάζον καὶ ἀτακτοῦν τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ
15ἐπήγετο. εἰ μὲν γὰρ ἀεὶ τὴν ἐκ τοῦ νομικοῦ Πάσχα τρίτην ἐν ταὐτῷ συνέπιπτε καὶ πέμπτην εἶναι τοῦ μηνὸς καὶ εἰκοστὴν, βέλ‐ τιον ἂν ἦν καὶ ὁμήγυρις ἦν ἡ πανήγυρις. ἐπεὶ δὲ τὸ μὲν συμ‐ πίπτειν ἀμφότερα πάνυ τοι σπάνιον καὶ μόγις που διὰ πλείστων ἐτῶν· τὸ δὲ διεστάναι θάτερον θατέρου, τοῦτο δὲ μικροῦ διηνε‐
20κὲς καὶ ἐτήσιον· οἱ μὲν ἔφθανον τὴν μετ’ ἰσημερίαν πανσέληνον, οἱ δ’ ὑστέριζον. ἄλλοι δὲ χαίρειν φάσκοντες ἰσημερίας καὶ ἀμνοὺς καὶ θύματα καὶ πάντα νόμιμα ἔθιμα μόνην τὴν τεσσαρακον‐ θήμερον ἐξαριθμοῦντες ἤνυον νηστείαν, ὅποι τε καὶ ὅπως τύχοιεν.
ἐντεῦθεν καὶ σύγχυσίς τις καὶ κυκεὼν ἦν καὶ γλωσσῶν, ὡς εἰπεῖν,

1

.

372

μερισμὸς ἐφ’ ἑνί τινι πράγματι. ἦπου γὰρ εἰκὸς, τοὺς μὲν ἀσιτίαν ἀσκεῖν καὶ συμπαθεῖν τοῖς τοῦ σωτῆρος πάθεσι· τοὺς δὲ τρυφᾷν καὶ τοῖς ἐκείνου ἐπινικίοις συνήδεσθαι· καὶ τὸ καλὸν οὐ καλῶς ἑκατέρους ἐπιτελεῖν, πολλὰ ποιοῦντας τὸ ἓν καὶ δια‐
5σπῶντας τὴν τῆς ἐκκλησίας ὁμόνοιαν καὶ τὸν καλῶς ἀλληλουχού‐ μενον μεριζομένους σύνδεσμον. τοῦτο τοίνυν οὕτω τεμνόμενον καὶ οὕτω διασπώμενον οἱ τῆς εὐσεβείας πρόβολοι καὶ θεῖοι συνι‐ δόντες διδάσκαλοι θεσπίσμασι κανονικοῖς ὡσπερεί τισι χαρακώ‐ μασι περιφράττουσι, μηδένα πιστὸν πρό γε τῆς ἠρινῆς ἰσημερίας
10τελεῖν τὴν τῆς ἀναστάσεως νομοθετήσαντες πανήγυριν· ἀλλ’ ἐν κυριακῇ τῇ ἐφεξῆς μετὰ τὸ Ἰουδαϊκὸν Πάσχα, τῇ μετὰ πανσέ‐ ληνον δηλαδὴ τῇ μετ’ ἰσημερίαν. ταῦτ’ ἄρα καὶ χρεὼν πάντα πιστὸν σὺν ἀκριβείᾳ ζητεῖν τὴν μετ’ ἰσημερίαν πανσέληνον, εἰ βούλοιτο μὴ παραβαίνειν τὰ τῆς ἐκκλησίας θεσμά. ταύτης γὰρ
15λανθανούσης ἕπεται λανθάνειν καὶ τὴν ἡμῖν ὀφειλομένην ἡμέραν ἑόρτιον καὶ ὥσπερ ἐν ἀδήλῳ πελάγει ναυαγεῖν ἡμᾶς ἴσα γε πλα‐ νωμένῃ νηῒ, ἣν ἀπολαβοῦσαι νύκτες καὶ χειμῶνες τάς τε ἀγκύρας ἐξέκοψαν καὶ αὐτὴν τῆς προσηκούσης μάλα ἀπήλλαξαν καταγωγῆς. (Γ.) Τούτων οὕτω λεχθέντων καὶ οὕτω διατρανωθέντων προσή‐
20κατο μὲν καὶ ἥσθη τῇ ἀποδείξει ὁ βασιλεύς· τάχα δ’ ἂν καὶ ἐμέλλησε τὴν διόρθωσιν αὐτίκα ἐπενεγκεῖν· ἀλλ’ ἵνα μὴ τοῦτο σύγ‐
χυσις μᾶλλον τοῖς ἀμαθέσι φανῇ καὶ μερισμὸν ἐπαγάγῃ τῇ ἐκκλησίᾳ,

1

.

373

σεσιγημένον ἀφῆκε τὸ πρᾶγμα καὶ ὅλως ἀνεπιχείρητον. μηδὲ γὰρ ἂν εἶναι ῥᾴδιον ἔφησεν, ἅπαντας ἐν ταὐτῷ τοὺς ἀνὰ πᾶ‐ σαν ἤπειρον καὶ νῆσον ὁμοφύλους διαδραμεῖν καὶ πεῖσαι μετα‐ μαθεῖν τὴν διόρθωσιν· μερίζεσθαι δ’ αὖ καὶ ἄλλους ἄλλην πανη‐
5γυρίζειν καὶ ἑτέραν ἑτέρους ἄγειν ἑόρτιον, τοῦτο δ’ οὐ σφόδρα χρηστόν. ὥστ’ ἐξ ἑκατέρων θάτερον κουφότερον ἐφάνη, κεῖσθαι τὰ τοῦ πράγματος ὡς ἔκειτο καὶ μένειν ὡς ἔμενεν μέχρις ἡμῶν. ἐμοὶ δὲ τοὐναντίον μᾶλλον ἐδόκει κουφότερον. τὸ γὰρ τοὺς ὁμο‐ φύλους ἅπαντας καθάπαξ πεῖσαι τῇ διορθώσει συνθέσθαι, εἰ μὴ
10ῥᾴδιον χρόνῳ ἑνὶ, ἀλλὰ δυσὶ καὶ τρισὶ ῥᾴδιον ἂν ἦν· ὥσπερ κἀν τοῖς πρὸ ἡμῶν, ὡς ἔφημεν, πάλαι πολλάκις γεγένηται. ἀλλὰ δι’ ἣν ἔφθημεν εἰρηκότες αἰτίαν τὸ τοῦ βασιλέως τέως ἐκράτησε δόγμα μᾶλλον ἢ τὸ ἡμέτερον. ἀλλὰ τούτων μὲν ἅλις. ιδʹ. Μετὰ δὲ ταῦτα ἐλθὼν ὁ βασιλεὺς εἰς Βυζάντιον ἐστέφθη
15φεβρουαρίου ἡμέρᾳ δευτέρᾳ τῆς ὀγδόης ἰνδικτιῶνος. συνέβη δ’ ἀπερχομένοιν τοῖν δυοῖν βασιλέοιν ἐς τὸ μέγα τῆς τοῦ θεοῦ Σοφίας τέμενος τῆς στεφηφορίας ἕνεκα πεσεῖν τὸν γηραιὸν βασιλέα ξύν γε τῷ ἵππῳ ὀλισθήσαντι εἰς τελματώδη λίμνην τινὰ κατὰ τὴν ὁδὸν ἐξ ὀμβρίων ὑδάτων συστᾶσαν· καὶ ἔδοξε τὸ τοιοῦτον σύμπτωμα
20τοῖς συνετωτέροις οὐκ ἀγαθὸς ὄρνις εἶναι τῷ πεπτωκότι. (Β.) Ἐς δὲ τοὐπιὸν ἔτος ἀπῄει συζευχθησομένη τῷ Κράλῃ Σερβίας ἡ θυ‐ γάτηρ τοῦ πανυπερσεβάστου. μετὰ βραχὺ δ’ ἀπῄει πρὸς αὐτὴν θεωρίας ἕνεκα καὶ ἡ μήτηρ αὐτῆς. μετὰ μικρὸν δὲ καὶ ὁ πανυ‐
περσέβαστος οὐκ ἐθέλων ἔτι ὑπὸ βασιλεῖ εἶναι, ἀλλ’ ἑαυτῷ περι‐

1

.

374

ποιήσασθαι βασιλείαν, ἅτε δηλαδὴ κλῆρον οὖσαν αὐτῷ πατρικὸν, ἀφεὶς τὴν τῆς Θεσσαλονίκης ἐπιτροπὴν καὶ διοίκησιν ᾤχετο καὶ αὐτὸς ἀπιὼν ἐς Κράλην τὸν γαμβρὸν αὐτοῦ, σύμμαχον αὐτὸν ληψόμενος τῷ σκοπῷ τοῦ τοιοῦδε βουλεύματος. ὑφ’ οὗ προσδε‐
5χθεὶς ἐξῆλθεν ἅμα αὐτῷ καὶ πᾶσαν τὴν ἄχρι Στρυμόνος τοῦ πο‐ ταμοῦ καὶ Σεῤῥῶν ἐληΐσατο χώραν. ὅθεν ὁ γηραιὸς βασιλεὺς διὰ δέος μειζόνων κακῶν ἀπέστειλε πρεσβείαν πρὸς αὐτὸν καὶ ἅμα τῇ πρεσβείᾳ καὶ τὰ τοῦ Καισαρικοῦ ἀξιώματος σύμβολα. ἅπερ ἐν τῷ τῶν Σκοπίων πολιχνίῳ δεξάμενος ἐκεῖνος ἐφόρεσε καὶ εἰρηνεύειν
10ὑπέσχετο τοῦ λοιποῦ καὶ μηδὲν ἔτι πλέον ζητεῖν. ἔμελλε δὲ ἤδη καὶ ἐς Θεσσαλονίκην ἐπανελθεῖν, ἀλλὰ νόσῳ δεινοτάτῃ ληφθεὶς μετὰ βραχείας ἡμέρας ἐκεῖ τὸ πέρας τοῦ βίου ἐδέξατο. Καισά‐ ρισσα δὲ ἡ γυνὴ αὐτοῦ ποθοῦσά τε συνεῖναι τῇ θυγατρὶ καὶ τῷ γαμβρῷ καὶ πρός γε αἰδουμένη Ῥωμαίους διὰ τὰ συμπεσόντα τῷ
15ἀνδρὶ αὐτῆς οὐκ ἤθελεν ἐκεῖθεν ἐξελθεῖν. ταῦτ’ ἄρα ἀναγκασθεὶς ὁ πατὴρ αὐτῆς κεκίνηκε τὸν βασιλέα πρεσβείαν πρὸς τὸν Κράλην ποιήσασθαι περί τε καταστάσεως ἄλλης τῶν Ῥωμαϊκῶν πραγμά‐ των καὶ περὶ τῆς Καισαρίσσης, ὅπως οἴκαδε ἀναγκάσῃ ταύτην ἐπανιέναι. (Γ.) Τότε τοίνυν ἀπεστάλην κἀγὼ πρέσβυς ἐς Κρά‐
20λην σύν τε ἄλλοις καὶ τῷ ἀδελφῷ αὐτῆς δι’ ἃς ἔφθημεν εἰρηκότες αἰτίας. ἐπειράθημεν δὲ οὐκ ὀλίγων ἐν τῇ ὁδῷ τῶν δεινῶν, φήμης τε μελλούσης Σκυθικῆς ἐφόδου διατρεχούσης καὶ θορυβούσης τὴν
Θρᾴκην καὶ διωκούσης ἐκ τῆς χώρας ἐς τὰ φρούρια τοὺς ἀνθρώ‐

1

.

375

πους καὶ τοὺς οἴκους ἐρήμους ποιούσης, ἐφ’ ὧν ἡνίκ’ ὀψὲ εἴη καταλύειν ἡμᾶς ἐχρῆν καὶ τὸν ἐκ τῆς ὁδοῦ μόχθον ἀποτρίβεσθαι. καὶ τὰ μὲν ἄχρι Στρυμόνος συμπεπτωκότα ἡμῖν ἐῶ. ἐκεῖσε μὴν γενομένοις ξυνηνέχθη τι καὶ παθεῖν ἡμᾶς πλέον ἀκοῆς μάλιστα
5πάντων ἄξιον, ὁπόσα λύπης καὶ γέλωτος φέρει σπονδὰς ἐν ἀνθρώ‐ που ψυχῇ. ἀβουλίᾳ γάρ τοι τοιαύτῃ χρησαμένοις, ὁποία καὶ Δη‐ μοκρίτου μάλα τοι γελῶντος ἐρῴη ἂν, ἐς τοιοῦτον συνηλάθη κίν‐ δυνον ἡμῖν τὰ ἡμέτερα, ὁποῖος καὶ Ἡρακλείτου μάλα γέ τοι δακρύοντος ἐρῴη ἄν. ἴσασι γὰρ ἅπαντες πεζοῖς καὶ ἱππόταις
10ἀνδράσιν ἄπορον ὄντα Στρυμόνα τὸν ποταμόν· ὅτι καὶ μέγιστος ἐπεφύκει ὁπόσοι Θρᾴκην καὶ Μακεδονίαν τέμνοντες ἔς τε Ἑλλήσ‐ ποντον καὶ Αἰγαῖον ποιοῦνται τὰς ἐκβολάς. τίκτουσι γὰρ αὐτὸν τὰ ὑπερκείμενα μέγιστα ὄρη, ἃ κατὰ τὸ συνεχὲς παρατείνει μέχρι τοῦ Ἰονίου πελάγους ἐκ τοῦ πόντου ἀρξάμενα τοῦ Εὐξείνου, ὁρί‐
15ζοντα μὲν πρὸς μεσημβρίαν καὶ νότον ἄνεμον Θρᾴκην καὶ Μακε‐ δονίαν, πρὸς δ’ ἄρκτους τάς τε Μυσῶν χώρας καὶ ποταμὸν τὸν Ἴστρον· ὃς καὶ αὐτὸς μέγιστος ὢν ἢ πάντες, ὅσοι τὴν Σκυθικὴν ἐπίασι, πέντε στόμασιν ἐς τὸν Εὔξεινον ἐκδίδοται πόντον. τοῦτον οὖν τὸν Στρυμόνα ἐκ τοιούτων πηγῶν ἀνίσχοντα καὶ οὕτω βαθυ‐
20δίνην γιγνόμενον ἀκατίῳ ἑνί τινι πάνυ σμικρῷ διαπεραιούμενοι καθ’ ἕνα που ἢ καὶ σύντρεις ἐνίοτε ξύν τε ὑποζυγίοις αὐτοῖς πολ‐ λήν τινα τὴν ἡμέραν κατηναλώκειμεν. ὁ γὰρ τῶν ὑποζυγίων καὶ ἡμῶν αὐτῶν ἀριθμὸς εἰς τὸ διπλάσιον ἢ καθ’ ἑπταπλάσιον δεκάδα
ἦν ἀνηγμένος. ὁ δ’ ἥλιος τὸν ἡμέτερον παραλλάξας μεσημβρινὸν

1

.

376

ἔς τε δύσιν καὶ ὁρίζοντα τὸν ἑσπέριον ᾔει. καὶ δέον ὂν σταθμῷ χρήσασθαι καὶ καταλύειν αὐτοῦ που, ἡμεῖς δ’ ἁμαρτόντες ὁδῷ ἔτι ἐχρώμεθα, ἐλπίσαντες πάντως καταγωγίοις ἀποχρῶσιν αὐτίκα ἐντεύξεσθαι, πρὶν ἢ πεντεκαίδεκα σταδίων ἔχειν ἀνύτειν ἐς τὸ
5πρόσω ὁδόν. ἦν δὲ ἄρα τὰ τῶν ἐλπίδων οὐ μάλα ἐπιτυχῆ. ἔφοδοι γάρ τινες λῃστρικαὶ συνεχείᾳ χρησάμεναι πρὸ μικροῦ τάχιστα τὸν τόπον ἔρημον ἐκεῖνον καὶ ἀτριβῆ πεποιήκεσαν. καὶ μέντοι καὶ ἐφε‐ ρόμεθα καθάπερ τινὲς πλάνητες θεῷ τε καὶ ἀδήλοις ἐλπίσι τὰ ἡμέτερα ἀναρτήσαντες. (Δ.) Νὺξ δ’ ἐπὶ τούτοις παρῆν. δύσ‐
10σετο γὰρ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί. ἡ δὲ σελήνη ἀπῆν. ἐς γὰρ τὸ περίγειον τοῦ ἑαυτῆς τὸ δεύτερον ἄρτι ἐληλυθυῖα ἐκκέντρου καὶ κατὰ τετράγωνον τῷ ἡλίῳ γενομένη σχηματισμὸν οὐ μάλα ἀκρονύκτους ἡμῖν ἐβούλετο χαρίζεσθαι τὰς αὐγάς. ταύτῃ τοι καὶ ᾔειμεν διὰ παχυτάτου τοῦ σκότους, καθάπερ οὓς διὰ τοῦ Ταινά‐
15ρου τὰς ἐς ᾅδου καθόδους ποιεῖσθαί φασιν ἢ τὰ ὑπόγεια Τροφω‐ νίου μαντεύματα. προσετίθετο γὰρ τῇ ἀσελήνῳ ἐκείνῃ νυκτὶ καὶ ἡ τῶν κυκλούντων λόφων σκιά. αἱ γὰρ σφῶν ὑπερβολαὶ παρὰ τοσοῦτο καὶ οὐρανοῦ τὴν θέαν ἡμᾶς ἀφῃροῦντο, παρ’ ὅσον οὐδ’ ἄστροις τὸ θρυλλούμενον τεκμαίρεσθαι σαφῶς τὴν δυστυχῆ πο‐
20ρείαν εἴχομεν ἐκείνην. αὐτὰρ ἔμοιγε κατεκλάσθη φίλον ἦτορ· οὕνεκά μοι ἰέναι ἐπῄει δολιχὴν ὁδὸν ἀργαλέην τε. λόχμῃ γὰρ ἐντυγχάνομεν πάνυ δασείᾳ καὶ ἀνωμάλῳ, συχνοὺς κατ’ ὀλίγον ἐχούσῃ λόχους καὶ φάραγγας· ὅθι δὴ καὶ ἐς τοσοῦτον ἀμελῶς
ἔσχομεν ἐς τὸ δαψιλὲς διαῤῥηγνυμένων τῶν ἡμετέρων τῶν τε πεδί‐

1

.

377

λων τῶν τε χλαμύδων ταῖς τῶν ἀκανθῶν ἀνθολκαῖς, ὥστε περὶ τῶν ὄψεων αὐτῶν ἐδεδίειμεν, συχνοῖς καὶ ἀλλεπαλλήλοις τοῖς τῶν ἀκροδρύων βοστρύχοις χρώμενοι πολεμίοις τῶν ἡμετέρων προσώ‐ πων. καὶ μέντοι καὶ ἀμελήσαντες ἡνιῶν καὶ ῥυτήρων, οἷς τοὺς
5ἵππους ἰθύνομεν, σκέπην ἐποιούμεθα τὰς χεῖρας τῶν ὄψεων. τῆς γε μὲν ἑπομένης θεραπείας, οἷς οὐδὲ πάνυ τοι τῶν παρόντων ἔμελε φόβων, ἦσαν οἳ φωναῖς ἐχρῶντο καὶ μέλεσι τραγικοῖς· ᾖδον δ’ ἄρα κλέα ἀνδρῶν, ὧν οἷον κλέος ἀκούομεν, οὐδέ τοι ἴδμεν. αἵ τε περὶ ἡμᾶς φάραγγες, καὶ ὅσα μεταξὺ κοῖλα τῶν πέριξ ὀρῶν,
10περιλαμβάνουσαι τὴν κραυγὴν καὶ ὥσπερ ἔμψυχοί τινες ἀκήρατον φυλάττουσαι ταύτην καὶ ἀπαθῆ καὶ τῶν ἄρθρων ὁμοίως ἔχουσαν κατὰ διαδοχὴν οἷον ἀντήχουν καὶ ἀντεφώνουν, ὥσπερ ἐν ταῖς χορείαις ἑπόμεναι καὶ αὗται καὶ ἀντᾴδουσαι πρὸς τὸ τοῦ μέλους ἐνδόσιμον. ἐγὼ δ’ ἐν τούτοις ἀναφέρειν παρῄνουν τὸν λογισμὸν
15καὶ μὴ συχνοῖς περιαντλεῖσθαι τοῖς φόβοις. ὁ δ’ οὐκ ἐπείθετο· ἀλλὰ δῆλος ἦν οὔτε τὴν ὁδὸν τῆς ἀκαιρίας ἀφιστάμενος λοιδορεῖν· αὐτός τε ἐφ’ αὑτὸν συχνὰ ἀναστρέφων λόχους καὶ λωποδύτας ἀνεκύκλει καὶ ἄνδρας αἱμάτων, μήπως ἐξ ἀφανοῦς εἰσπεσόντες ἔργον ἡμᾶς ἀποφήνωσι ξίφους. (Ε.) Οὐκοῦν ἀλλ’ ἐν τούτοις
20ὄντων ἡμῶν ἐξαίφνης ἀνίστανταί τινες ἄνδρες τῶν ἐκεῖσε πετρῶν καὶ φαράγγων μελαίνας ἐσθῆτάς τινας περικείμενοι, αἵ εἰσιν ἐξ ἐρίων καὶ κωδίων, ἅττα ποτὲ ζώων ἀπεδύσαντο οἷς δήπου γ’ ἐχρῆν· ἄντικρυς δαιμόνια φάσματα· πλὴν οὐ κατάφρακτοί τινες
ὁπλῖται, ὅτι μὴ καθάπαξ ψιλοί· καὶ ἀγχέμαχά τινα ὄργανα ταῖν

1

.

378

χεροῖν οἱ πλείους ἔχοντες, ὅσα ἐν λόγχαις εἰσὶ καὶ πελέκεσιν. ἦσαν δ’ οἳ καὶ ὅσα ἐν τηλεβόλοις. καὶ τὸ μὲν πρῶτον ἐκπλήξει καὶ δέει καθυπέβαλον τὰ ἡμέτερα. πῶς γὰρ οὔ; ἐν τόποις ἀλλοτρίοις ὄντων καὶ ἀωρίᾳ τοιᾷδε καὶ γλώσσῃ πρὸς τούτοις οὐχ ἡμετέρᾳ
5χρώμενοι; Μυσῶν γὰρ ἄποικοι τῶν ἐκεῖσε προσοικούντων εἰσὶν ἀρ‐ χῆθεν οἱ πλείους καὶ τοῖς ἡμῖν ὁμοφύλοις ἀναμὶξ τὴν δίαιταν ἔχοντες. ἔπειτα ἀνεφέρομεν καὶ ἑαυτῶν ἐγιγνόμεθα αὖθις. ἠσπά‐ ζοντο γὰρ ἡμᾶς ἐκεῖνοι τῇ σφῶν διαλέκτῳ προσηνές τι καὶ ἱλαρόν· καὶ οὐδὲν οὐδαμῆ λῃστρικὸν ἐπεδείκνυντο· εἴτε πρὸς πολλοὺς ἡμᾶς
10ὀλίγοι καὶ βραχεῖς τινες ὄντες αὐτοὶ οὐκ ἀξιομάχους σφᾶς αὐ‐ τοὺς κρίναντες ἐς μοῖραν ἀντίπαλον καταστῆσαι· εἴτε καὶ θεοῦ κωλύσαντος· ὃ καὶ μᾶλλον τίθεμαι καὶ πολλοῦ δέω θάτερον. οἱ μὲν γὰρ ὄντες ἐγχώριοι καὶ τοῖς ἐκεῖσε προλοχίζειν ἐνέδρας ἐθάδες πρὸς ξένους ἡμᾶς ἐν οὕτω ζοφώδει τῇ ὥρᾳ καὶ ἅμα τὸ
15τῆς ὕλης συνηρεφὲς σύμμαχον ἄμαχον ἔχοντες τοιαύτην εἴπερ ἐβούλοντο τὴν μάχην ἐτέλουν ἂν, οἵαν καὶ βλέποντες ἂν πρὸς τυφλούς. ὅμως μέντοι τὴν ὁμοίαν ἐξ ἡμῶν καὶ αὐτοὶ πρόσ‐ ρησιν ἀντειληφότες (ἦσαν γὰρ οἳ καὶ τῶν ἡμετέρων τῆς ἐκεί‐ νων γλώττης οὐ πάνυ τοι ἀδαεῖς ἦσαν) τὴν αἰτίαν ἐν βραχεῖ
20διῄεσαν τῆς σφῶν αὐτόθι διαίτης· ὡς φύλακες εἶεν τῶν ὁδῶν καὶ ὡς ἀποσοβοῖεν πάντα τινὰ τὸν βουλόμενον τὰς ἔγγιστα χώρας ἐπιόντα λάθρα ληΐζεσθαι. ἤδη δὲ καὶ τὸ τρίτον τῆς νυκτὸς παρεῤ‐ ῥύη, ὡς ἔκ τινων οἳ ὑπὲρ κεφαλῆς ἦσαν ἀστέρες ἐτεκμαιρόμεθα.
ἄρτι δὲ καὶ κυνῶν ὑλακαὶ προσέβαλον πόῤῥωθεν ἡμῖν, μονονουχὶ

1

.

379

προσκαλούμεναι καὶ τὴν φέρουσαν κώμην δεικνύουσαι ὡς πολυάν‐ θρωπον καὶ πόνῳ πολλῷ βαπτισθέντας ἀποχρῶσαν ξενίσαι ἀν‐ θρώπους, εἰ καὶ ἥκιστα πάνυ τελέως, ἀλλ’ οὖν οὐδὲ πάνυ τοι ἧττον ἢ τελέως. ἔνθα δὴ καὶ σπουδῇ προσελάσαντες καταγωγίοις
5ἄλλος ἄλλοσε διασπαρέντες ἐχρώμεθα, ὥσπερ ἐκ σάλου καὶ ναυα‐ γίου ὅτῳ δήποτε περιτυχόντες λιμένι. εἰ δὲ καὶ ἡδὺν τῷ πεινῶντι πάντα τινὰ ἄρτον εἶναί φασιν, ἀλλὰ καὶ ἡμῖν τὸ ταῖς σποδιαῖς ἐγκαλινδεῖσθαι τέως ἡδύ τι καὶ φιλάνθρωπον ἐνομίζετο. (ϛʹ.) Τῇ δ’ οὖν ὑστεραίᾳ πανημέριον ἀνύσαντες πορείαν ἔς τι γιγνόμεθα
10πολίχνιον, ὡς εἰπεῖν, ὑπερνέφελον, Στρούμμιτζαν οὕτω πως ἐγ‐ χωρίως καλούμενον, ὑψηλῷ τῷ ὄρει ἀπειλημμένον, ὥστε τοὺς ἐπὶ τῶν ἐπάλξεων καθημένους ἀνθρώπους ὀρνίθων τισὶν ἐοικέναι, εἴ τις κάτωθεν ἐκ τῆς πεδιάδος ὁρῴη. ἐνταῦθά γε μὴν καὶ τὸ θεῖον ἐτετελέκειμεν Πάσχα· ἀνιαρῶς μὲν καὶ παρὰ τὴν ἀρχῆθεν
15ἡμῖν συνήθειαν· ἐτετελέκειμεν δ’ οὖν. λῆρος γὰρ τοῖς ἐκεῖ παί‐ δευσις ἅπασα καὶ ῥυθμὸς καὶ μοῦσα ἐμμελὴς ἱερᾶς ὑμνῳδίας, βάρβαρον ἠσκηκόσι γλῶτταν ὡς τὰ πολλὰ καὶ ἤθη μάλα γέ τοι εὐφυῶς προσήκοντα σκαπάνῃ. οὐ γὰρ μιξοβάρβαρον μὲν, εὔ‐ ρυθμον δὲ τὸν ἦχον προὔφερον, ἵνα τις ἦν καὶ αὐτὸς, ὥσπερ οἱ
20Μιξολύδιοι καὶ εἰ δεῖ λέγειν οἱ Μιξοφρύγιοι, ἀλλ’ ὅλον βοσκη‐ ματώδη καὶ ὄρειον καὶ ὁποῖον ἂν οἱ νομάδων ᾄσαιεν παῖδες, ὁπότε πρὸς τὰς ῥαχίας καὶ τὰς νάπας τὸ ποίμνιον ἄγοιεν ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύοι. ἐπεί γε μὴν κατὰ χώραν αὐθη‐
μερὸν ἐμείναμεν τῇ τε ἑορτῇ νέμοντες καὶ καθήκοντα καὶ ἡμῖν

1

.

380

μέρος ἀνέσεως καὶ ῥᾳστώνης, ἐκ τῶν τειχῶν προκύπτοντες ἄνωθεν ὥσπερ ἐκ νεφελῶν πρὸς τὴν πεδιάδα τά τε ἄλλα ὁπόσα ταῖς πανη‐ γύρεσιν ἐπεκράτησε γίνεσθαι ἑωρῶμεν καὶ δὴ καὶ χορείας παντο‐ δαπὰς ἀνδρῶν ἐφήβων τε καὶ ὅσοι ἥβης ἐλλιπεῖς. καὶ τοῦτο παρέ‐
5σχεν ἡμῖν ἡ παροῦσα πανήγυρις ἀντ’ ἄλλης ἀνέσεως καὶ τρυφῆς πολλῷ γε ἥδιον ἢ Ἀθηναίοις καὶ Σπαρτιάταις, ὁπότε γέ σφισιν ἐπῄει τελεῖν πρὸ τοῦ ἄστεος τοῖς μὲν τὰ Διάσια, τοῖς δὲ ἅ φασιν Ὑακίνθια. ἦν γὰρ ἡμῖν κομιδῇ συμμαχόμενον ἐς τὸ μᾶλλον ἐκεί‐ νων ἥδεσθαι τό,τ’ εὐσεβὲς τό,τ’ ἐν ὅροις ὑπερορίοις ἀπηρτη‐
10μένους καὶ τῶν οἰκείων ὄντας ἐκδήμους ἐντυχεῖν καθάπερ ἐπὶ μεγάλου πελάγους οἱαδή τινι νήσῳ· ὁπότε καὶ τὰ τῆς εὐφροσύνης, ὁποῖά γε εἴη, πολλῷ πολλαπλάσια φαίνεται, ἤπερ ἐστὶν ἔς γε τὸ ὄν. (Ζ.) Ἐκεῖθεν τριταῖοι ἐς τὸ τῶν Σκοπίων πολίχνιον κατα‐ λύομεν ἐν ὅροις ἤδη τῶν Τριβαλλῶν· οὗ παραψαύοντα καὶ τὸν
15Ἀξιὸν τεθεάμεθα ποταμὸν, ὃς μετὰ Στρυμόνα μέγιστος ἡμῖν ἔδοξεν, ἐξ ὀρῶν τῶν αὐτῶν ἐκείνῳ ῥηγνύμενος· οὐ τοσοῦτος δ’ ὢν ἐκ πηγῶν εὐθὺς, ἀλλ’ οὖν ἐς τὸ κάταντες ἰὼν καὶ ἄλλοις χει‐ μάῤῥοις τὸ ῥεῦμα κοινούμενος καὶ ἐς Βαρδάριον μετατιθέμενος τοὔνομα ἤδη καὶ ναυσίπορος ἐνίοτε καὶ ἐνιαχοῦ καθίσταται. ἐν‐
20ταῦθα καὶ τοῦ ῥηγὸς, ᾧ Τριβαλλοὶ πάντες ἕπονται καί οἱ μάλα ὑπείκουσι, τῇ πενθερᾷ ἐντυγχάνομεν, τῇ εὐγενεῖ Καισαρίσσῃ,
σύμβολα τῆς ἔνδον ὀδυνωμένης ψυχῆς τοὺς πενθίμους περικει‐

1

.

381

μένῃ χιτῶνας. ἦν γὰρ ἐπὶ νεαρῷ καὶ ἀκμάζοντι συγκεχυμένη τῷ πάθει· ᾧ καὶ πάνυ τοι πλείστην ἤδη κἀκ τῆς ἡμῶν θέας τὴν ῥοπὴν δεδωκυῖα ὅλη θρήνων καὶ τῶν δακρύων αὖθις ἐγίγνετο, συχνὰ ἐπιβοωμένη τὸν σύζυγον Καίσαρα, τὸν πολλῶν βασιλέων
5συγγενῆ, τὸν καλὸν, τὸν χρυσοῦν, τὸν γλυκὺν, τὸν πᾶσιν ἀγα‐ θοῖς περιβρίθοντα· θάλασσαν εἶχε συμφορῶν τὴν καρδίαν καὶ πηγὰς δακρύων τοὺς ὀφθαλμούς· καὶ ὅλην κατεβάπτισεν ἑαυτὴν τοῖς τῶν θλίψεων κύμασιν, ἐν γῇ ἐρήμῳ καὶ ἀλλοτρίᾳ καὶ ἐπὶ ποταμοὺς, ὡς εἰπεῖν, Βαβυλῶνος, ἔρημος φίλων, γονέων, συγ‐
10γενῶν, ἔσχατον ὁμοφύλων ἀνθρώπων, πάντων ὁμοῦ τῶν ὅσα δεξιοῦται ψυχὴν κατενηνεγμένην ὑπὸ σφοδρᾶς ἀθυμίας· „ἵνα τί,“ λέγουσα, „δέδοται τοῖς ἐν πικρίᾳ φῶς, ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς;“ ταῦτα καὶ τὰ τούτοις ἑπόμενα λέγουσα ἐσπάραττε τὰς παρειὰς καὶ ῥύακας ἐντεῦθεν αἱμάτων ἐτρύγα ὄνυξι· μονονουχὶ
15καὶ τὰς ἀψύχους ἐκίνει φύσεις εἰς θρήνους καὶ δάκρυα. ἐντεῦθεν λόγοις ἡμεῖς ἐπειρώμεθα παραμυθητικοῖς, καθάπερ ὕδατι, τῆς ὀδύνης σβεννύειν τὴν φλόγα, ἔνθεν μὲν ὁ πάντ’ ἄριστος αὐτῆς ἀδελφὸς, ἐκεῖθεν δ’ οἱ συμπρέσβεις, καὶ νῦν μὲν ἐγὼ, νῦν δ’ αὐτῶν ἕκαστος, νῦν δ’ ὁμοῦ πάντες· ὥστε καὶ ἀναφέρειν ὀψὲ πε‐
20πείκαμεν ταύτην, οὐ τελέως μὲν, οὐδ’ ὡς μάλα ἡμῖν δι’ ἐφέσεως ἦν. πεπείκαμεν δ’ οὖν. ἦν γάρ πως καὶ ἄλλως ἡ γυνὴ συνέσεως ἥκουσα ἐπὶ μέγιστον, ὁπόσας ὁ καθ’ ἡμᾶς βόσκων τεθέαται χρόνος· ἀλλὰ
δὴ καὶ ξυνιέναι ὀξύτατα καὶ νοῦν ἐνθέσθαι, εἴ τις ἐν καιρῷ συμ‐

1

.

382

βουλεύοι τὰ καίρια, δεινὴ πάντων μᾶλλον. καὶ δὴ καὶ τόθ’, ἡμῶν χρωμένων ὁπόσα ἐχρῆν εἰς παραμυθίας λόγον, τοῦ μὲν σπαράττεσθαι καὶ δακρύειν ἐπεῖχεν· ἡ δὲ ψυχὴ αὐτῆς ἀπηνήνατο διὰ τὸ τῆς συμφορᾶς ὑπερβάλλον παρακληθῆναι· ἀλλ’ ἐπὶ τῆς
5δεξιᾶς ἐρείσασα τὴν κεφαλὴν ὅλας συνῆγεν ἐντὸς τὰς αἰσθήσεις ἐς τὰ τῆς διανοίας μυστήρια· καὶ συχνὰ τὸ εἴδωλον ἐφ’ ἑαυτῆς ἀναπλάττουσα τοῦ συζύγου καὶ τὰς παρούσας τύχας ἀνακυκλοῦσα ὅλη τῶν λογισμῶν ἦν, στρέφουσα τά τε ἄλλα καὶ ὅπως, ὡς εἰ‐ πεῖν, ὑπὲρ τὰς κέδρους ὑψωθεῖσα τοῦ Λιβάνου καὶ ὑπὲρ τὰ κρῖνα
10ἀνθήσασα τοῦ ἀγροῦ καὶ ἐνευτυχήσασα τῷ βίῳ μᾶλλον ἁπασῶν, ὅσσαι οἱ ὁμοῦ τράφεν ἠδ’ ἐγένοντο, εἶτ’ ἀπεῤῥύη ταχὺ καὶ τὸ ἄνθος ἐλεεινῶς εἶδε κειρόμενον ἑαυτῆς καὶ κομιδῇ μαραινόμενον. ταῦτ’ ἄρα καὶ βύθιον ἐστέναζε, καθάπερ ἐκ μεγάλης καμίνου τῆς ἔνδον πικρίας καπνοὺς ἀναπέμπουσα ζέοντας καὶ φλογώδεις.
15τὸ δ’ οὖν τελευταῖον ἐν τούτοις καὶ ὁ ἡμέτερος διελέλυτο σύλλο‐ γος καὶ ἐφ’ οὗ κατέλυεν ἕκαστος ἀπηλλάττομεν. (Η.) Ἡμέραι μεταξὺ παρεῤῥύησαν δέκα καὶ ἐπειδήπερ ἔγγιστα διατρίβων ἦν ὁ τῶν Τριβαλλῶν ἄρχων, τἄλλα τῆς πρεσβείας τετελεσμένα παρα‐ δοὺς τῶν πρέσβεων ἑνὶ καὶ ἀπιέναι κελεύσας ἧκεν ἅμα γυναικὶ
20παραμυθησόμενος τὴν αὐτὸς ἑαυτοῦ πενθερὰν καὶ τὸ λεῖπον τῇ πρεσβείᾳ προσαποδώσων. τουτὶ δὲ ἦν, προπέμψαι ξύν γε κόσμῳ καὶ ὅση ἀνήκουσα εἴη αἰδὼς, τοῦτο μὲν καὶ ὡς αὐτῆς κηδεστὴς, τοῦτο δὲ καὶ ὡς μεγάλου βασιλέως νύμφην, καὶ τρίτον ὡς περὶ
τὰ καίρια δυστυχοῦσαν· ἃ πάντ’ ἐν βραχεῖ διεπεπράχει, ὡς μὲν

1

.

383

ἐκείνῳ ἐδόκει, καλῶς· τῇδ’ ἀληθείᾳ πολλῷ τοῦ δέοντος ἐνδεῶς. ἀλλ’ οἱ πίθηκοι, φησὶ, πιθηκίζοντες καὶ οἱ μύρμηκες μυρμηκί‐ ζοντες τὰ σφῶν ποιοῦσιν αὐτῶν· εἰ δὲ μὴ καὶ τὰ ἀετῶν καὶ ὅσα λέουσιν ἔθιμα δύνανται μὴ οὐ πρὸς αὐτῶν ἂν ὑπάρχῃ τουτὶ
5φαυλότητι φύσεως ἀρχῆθεν συντεθραμμένων καὶ ἀπουσίᾳ τοῦ εὖ τε καὶ τεταγμένως ἡνιοχήσοντος λογισμοῦ. ἦ σοφὸς ἦν ἄρ’ ἐκεῖ‐ νος, ὃς πρῶτον ἐν γνώμῃ τόδ’ ἐβάστασε καὶ γλώσσῃ διεμυθο‐ λόγησεν, εἴτε Θαλῆς ὁ Μιλήσιος ἦν, εἴτε Πλάτων ὁ Ἀρίστωνος, εἴτε καὶ ἄμφω, παρὰ θατέρου ἅτερος ἐκδεξάμενος, τό γ’ ἑαυτὸν
10μακαρίζειν ἐκθύμως, ὅτι μὴ βάρβαρος, ἀλλ’ Ἕλλην γεγένηται. ἰδοὺ γὰρ ἐκείνοις ὁμόστοιχα λέγειν ἐπῄει κἀμὲ βέβαιον τὸν νοῦν ἐκ τῆς πείρας ξυνειλοχότα. ἀλλ’ ἵνα μὴ διατρίβωμεν, ἐπανιτέον ἡμῖν ἐκεῖσέ ἐστιν. ἐπειδὴ γὰρ ἐπανόδου ἦμεν ἡμμένοι, ἡμέρας διηνυκότες ὁδὸν εἶτα ἀπαλλαττόμεθα. τῇ μὲν γὰρ τῇ Καισαρίσσῃ
15σφόδρ’ ἀναγκαῖον ἦν τὴν ἐς Θεσσαλονίκην ὁμοῦ τοῖς ἄλλοις ἰέναι, ὡς ἂν τὰς τελευταίας ἐπιτελέσειε τοῦ ἀνδρὸς ἐντολάς. φθάνει γὰρ ἐκεῖνος ἐπ’ ἐσχάταις τοῦ βίου πνοαῖς ἐπισκήπτων, ἐντός που τῆς εἰρημένης μετακομισθῆναί οἱ πόλεως τὸν νεκρόν. ἐμὲ δ’ αὐτὴ τῶν κατὰ βούλησιν ὅσα οἱ πρὸς βουλήσεως ἦν ἀναθεῖσα ὅσον τάχος
20τὴν ἐς Βυζάντιον ἀνύτειν ἀφῆκε, δοῦσα καὶ ὅντινα δὴ Τριβαλ‐ λῶν, ὃς διὰ τραχείας τινὸς ἡμᾶς ἀγαγὼν ἀνιαρὰν ἡμῖν προὐξέ‐ νησε τὴν ἐπάνοδον. ιεʹ. Ἐν τούτῳ τῷ χρόνῳ τελευτησάσης ἄπαιδος τῆς ἐξ Ἀλα‐
μανῶν ἐλθούσης τῷ νέῳ βασιλεῖ γυναικὸς Εἰρήνης μεταπέμπεται

1

.

384

δευτέραν ἐκ Λαμπαρδίας, ἣν καὶ μετωνόμασεν Ἄνναν· μεθ’ ἧς καὶ παίδων ἐγεγόνει πατὴρ, ὡς εἰρήσεται προϊοῦσιν ἡμῖν. (Β.) Ἀσχολουμένου δέ ποτε τοῦ βασιλέως περὶ τὰ κυνηγέσια περὶ Χεῤῥόνησον συνέβη ναυαγίῳ χρησαμένους ἑβδομήκοντα Τούρκους
5ῥιφῆναι περὶ Χεῤῥόνησον καὶ αὐτούς. οἳ δὴ καὶ ἀντέστησαν τοῖς περὶ τὸν βασιλέα μάλα τοι ἰσχυρῶς πολεμοῦντες μέχρι πολλοῦ· ὥστε καὶ πρὶν ἐκεῖ τελέως ἅπαντας κατακοπῆναι, οὐ μόνον πολ‐ λοὺς τῶν Ῥωμαίων τοῖς βέλεσιν ἐτραυμάτισαν, ἀλλὰ καὶ τὸν πόδα τοῦ βασιλέως· ὡς πολὺν διαγαγεῖν χρόνον ὀδυνώμενον ἐκ
10τῆς τοιαύτης πληγῆς. ἐν τούτοις τοῖς χρόνοις τῶν ἑῴων ἀμελη‐ θέντων αἱ πλεῖσται πόλεις καὶ χῶραι τῆς Βιθυνίας ὑπὸ τοῖς Τούρκοις ἐγένοντο. ἡλώκει δὲ καὶ ἡ Προυσαέων τῷ λιμῷ πολιορ‐ κηθεῖσα πόλις. (Γ.) Προσῆλθε δ’ ἐν τούτῳ τῷ χρόνῳ τῇ καθ’ ἡμᾶς ὀρθοδόξῳ ἐκκλησίᾳ καὶ ὁ τῶν Μανιχαίων διδάσκαλος, συνε‐
15τὸς ὢν ἀνὴρ, καὶ τοὺς συνέσει διαφέροντας τῶν αἱρεσιωτῶν ἐπα‐ γόμενος. οἳ δὴ καὶ πάσῃ προθέσει ψυχῆς ἐξομοσάμενοι τὰ τῶν ὁμοφύλων ἔθιμα τὸ θεῖον ἐδέξαντο βάπτισμα. ἐβουλόμην καὶ τὰ τῆς αἱρέσεως αὐτῶν ἐν τῷ παρόντι διεξελθεῖν δόγματα, ἵνα τοῖς ἀκούουσι γέλως εἴη· ἀλλ’ ἐπειδήπερ αὐτά τε ταῦτα πολλοὶ
20πρὸ ἡμῶν βίβλοις παρέθηκαν καὶ ἀντιῤῥητικοῖς ἐχρήσαντο κατ’ αὐτῶν λόγοις, ἡμεῖς δ’ αὖ σπουδῇ πρὸς τὴν παροῦσαν χρήσα‐ σθαι ἱστορίαν προὐθέμεθα, ταῦτα παρέντες ἐκεῖσε ἐπανερχό‐ μεθα. (Δ.) Παρατηρῆσαι δ’ ἄξιον τὰς τῶν μελλόντων δεινῶν
προαναφωνήσεις. σημεῖα γὰρ ἐν τῇ ἀρχῇ τοῦ ἔτους εὐθὺς φανῆ‐

1

.

385

ναι συνέβη, ἱκανὰ τὴν ἐν τῷ αὐτῷ ἔτει παραστῆσαι γενησομένην κάκωσιν. ἀρχομένου γὰρ τοῦ ἑξακισχιλιοστοῦ ὀκτακοσιοστοῦ τρια‐ κοστοῦ ἕκτου ἔτους εὐθὺς τῇ πρώτῃ τοῦ σεπτεμβρίου ἡμέρᾳ γέ‐ γονε τελεία τῆς σελήνης ἔκλειψις. ἧς ἡ μὲν ἀρχὴ τῆς ἐκπτώσεως
5γέγονεν ἔτι νυκτὸς οὔσης· τὰ δὲ ἑξῆς τοῦ τοιούτου ἐκλειπτικοῦ πάθους μέχρι τοῦ τῆς ἀνακαθάρσεως τέλους γέγονεν ἀνατείλαντος μὲν τοῦ ἡλίου, τῆς δὲ σελήνης ὑπὸ γῆν καλυφθείσης. προανε‐ φώνει δὲ τὸ σημεῖον δόλους λαθραίους μὲν, οὐκ ἀνυπόπτους δὲ, ἐπὶ συγχύσει μεγάλῃ τῶν κοινῶν συσκευαζομένους πραγμάτων.
10περὶ δὲ τετάρτην ὥραν τῆς αὐτῆς ἡμέρας τῶν θείων εἰκόνων κατὰ τὸ πάλαι κρατῆσαν ἔθος συναθροισθεισῶν ὁμοῦ τῷ βασιλεῖ καὶ πατριάρχῃ καὶ τοῖς ἀρχιερεῦσιν ἐπὶ τοῦ πορφυροῦ κίονος, ἐφ’ οὗπερ ὁ θεῖος ἵδρυται σταυρὸς, καὶ τῆς ἱερᾶς τελουμένης ὑμνῳ‐ δίας χοῖρός ποθεν ἐκδραμὼν εἰσεπήδησεν ἐξαπίνης ἐν μέσῳ τῷ
15τῶν ψαλλόντων χορῷ πολλῷ τῷ τέλματι βεβρεγμένος· καὶ πολ‐ λὰς ἔνθεν κἀκεῖθεν ἀτάκτους περιφορὰς ποιησάμενος μόλις ἐξῆλθε. καὶ ἔδοξε τοῦτο τοῖς συνετωτέροις σύγχυσιν τῆς τοῦ θεοῦ ἐκκλη‐ σίας μερικήν τινα προσημαίνειν. ἐγένετο δὲ καὶ μετὰ μῆνας ἓξ ἔκλειψις αὖθις τοῦ σεληνιακοῦ φωτός· καὶ ἦν τὸ χρῶμα τῆς κα‐
20λυπτούσης τὴν σελήνην σκιᾶς οἷον νεφῶδες καὶ μέλαν· καὶ ἀρξά‐ μενον ἀπὸ τῶν νοτίων μερῶν αὐτῆς ἐκάλυψεν αὐτὴν ἄχρι τῶν δέκα δακτύλων· ὃ δὴ καὶ ἐδήλου τὴν ἀπὸ τῶν νοτίων μερῶν τῆς τῶν Ῥωμαίων ἡγεμονίας μετ’ ὀλίγον ἄρξεσθαι μέλλουσαν κάκω‐
σιν. ἐφάνη δὲ μετὰ βραχὺ καὶ ἕτερον ἐν οὐρανῷ σημεῖον. περὶ

1

.

386

γὰρ σταθερὰν μεσημβρίαν τοῦ ἡλίου τυγχάνοντος ἐφάνη περὶ τὰ ἑσπέρια μέρη τοῦ οὐρανοῦ νέφος εἰς τύπον σταυροῦ πολὺν ἐπέ‐ χοντος τόπον τοῦ οὐρανίου σώματος, ἐκ λευκοῦ καὶ μέλανος ὥσπερ
συγκεκραμένον χρώματος. ἀλλ’ ἐπαναληπτέον ἐκεῖθεν.

1

.

390

Ὁρῶντες οἱ περὶ τὸν βασιλέα τὸν νέον Ἀνδρόνικον εἰς χρόνου μῆκος ἐκτεινόμενον ἔτι τὸν βίον τοῦ βασιλέως καὶ μὴ δυνάμενοι φέρειν ὑπὸ μικροψυχίας τὸν τῆς ἀρχῆς μερισμὸν, ἀλλ’ ὅλην τὴν ἐξουσίαν εἰς ἑαυτοὺς μετενεγκεῖν σπεύδοντες, ἐβουλεύσαντο
5δόλοις καὶ πανουργίαις τισὶν ἢ τὸ σχῆμα τῆς βασιλείας αὐτοῦ καθάπαξ ἀφελέσθαι, ἢ μετὰ τοῦ σχήματος καὶ αὐτό γε τὸ ζῇν. καὶ δὴ λοιπὸν ἅπαντ’ ἐποίουν ἑξῆς μηδὲν μελλήσαντες, ὅσα πρὸς τὸ βούλευμα συνεργά τε καὶ ἀνύσιμα ἦσαν. (Β.) Καὶ πρῶτα μὲν διαπρεσβεύονται πρὸς Μιχάηλον, τὸν διαδεξάμενον τὴν ἀρ‐
10χὴν τῶν ἐντὸς Ἴστρου Βουλγάρων μετὰ τὸν Σφενδοσθλάβου θά‐ νατον, περὶ σπονδῶν βεβαίων καὶ μὴ ῥᾷστα λυομένων. ὁρῶν γὰρ ὁ νέος Ἀνδρόνικος τὸν Κράλην Σερβίας τῷ γηραιῷ βασιλεῖ μάλα προσκείμενον διὰ τὸ νεωστὶ γεγενημένον περὶ τὴν τοῦ Καί‐ σαρος θυγατέρα κῆδος καὶ δείσας, μὴ ἐμποδὼν αὐτῷ περὶ τὰ νέα
15βουλεύματα γένοιτο, προστίθεται οὗτος τῷ Μιχαήλῳ, ἅτε καὶ
ἐπ’ ἀδελφῇ πρὸ βραχέος γαμβρῷ γενομένῳ· ταύτην δὴ λέγω τὴν

1

.

391

τοῦ Σφενδοσθλάβου γυναῖκα. ἐγκρατῆ γὰρ τῆς ἀρχῆς τῶν Βουλ‐ γάρων αὐτὸν καταστάντα καὶ πρὸς εὐγενεστέρους εὐθὺς ἀποβλέ‐ ψαι γάμους συνεπεπτώκει. ὅθεν καὶ τὴν προτέραν ἀποβαλόμενος σύζυγον, μεθ’ ἧς καὶ παίδων ἐγεγόνει πατὴρ (ἀδελφὴ δὲ ἦν
5αὕτη τοῦ τηνικαῦτα Κράλη Σερβίας), τὴν τοῦ βασιλέως ἀδελφὴν ἀντ’ ἐκείνης, ὡς εἰρήκειμεν, ἐν τῷ Τερνέβῳ χηρεύουσαν εὑρη‐ κὼς εἰς γάμου κοινωνίαν ἠγάγετο. κατὰ γοῦν τοῦτον τὸν χρόνον τῷ Διδυμοτείχῳ ἐπιδημούσης καὶ τῆς δεσποίνης τῆς τοῦ βασιλέως μητρὸς πέμπονται πρέσβεις ἐς τὸν Μιχάηλον, ἐροῦντες ἐλθεῖν
10αὐτὸν ὁμοῦ τῇ συζύγῳ πρός τε τὸν βασιλέα καὶ τὴν τῆς συζύγου μητέρα τὴν δέσποιναν πολλῶν ἕνεκα. τήν τε γὰρ δέσποιναν διὰ μεγίστης ἐφέσεως ἔχειν διὰ πλείστων ἤδη τῶν χρόνων τὴν θυγα‐ τέρα θεάσασθαι. εἶναι γὰρ ὑπὲρ τὰ τρία καὶ εἴκοσιν ἔτη, ἀφ’ οὗπερ εἰς ὄψιν ἀλλήλαις ἐλθεῖν ἥκιστα ἐξεγένετο· τόν τε αὖ βασι‐
15λέα ποθεῖν μὲν καὶ αὐτὸν τὴν ἀδελφὴν θεάσασθαι μήπω πρότε‐ ρον θεασάμενον· ποθεῖν δ’ οὖν καὶ τὸν αὐτῆς θεάσασθαι σύζυ‐ γον, τοῦτο μὲν καὶ ὡς γαμβρὸν, τοῦτο δὲ καὶ ὡς τῶν ἀποῤῥή‐ των ἐθέλειν λαβεῖν κοινωνόν. (Γ.) Τούτων τοίνυν οὕτως ἐχόν‐ των ἐπιδημεῖ τῷ Διδυμοτείχῳ μετὰ τῆς συζύγου ὁ Μιχάηλος καὶ
20λαμπραῖς ταῖς φιλοφροσύναις καὶ δεξιώσεσιν ἐντυγχάνει πρός τε τοῦ βασιλέως καὶ τῆς δεσποίνης ἰδίᾳ τε καὶ δημοσίᾳ ἐπὶ συχναῖς ταῖς ἡμέραις, ἐν αἷς δὴ καὶ συνθῆκαι παρ’ ἑκατέρων προῆλθον· τοῦ μὲν, τῷ βασιλεῖ συμμαχεῖν κατὰ τοῦ βασιλέως καὶ πάππου· τοῦ δὲ, τῷ Μιχαήλῳ κατὰ τοῦ Κράλη Σερβίας· καὶ εἰ τῆς ὅλης
25Ῥωμαίων ἡγεμονίας ἐγκρατὴς κατασταίη καθελὼν τῆς ἀρχῆς
τὸν βασιλέα καὶ πάππον, χρήματά τε παρέξειν πολλὰ καὶ γῆς κλη‐

1

.

392

ρουχίας καὶ πόλεων ἐκ τῆς τῶν Ῥωμαίων ἡγεμονίας· τοῦτο μὲν καὶ ὡς γαμβρῷ προικὸς ἕνεκα, τοῦτο δὲ καὶ ὡς συμμάχῳ τῶν πόνων ἕνεκα. τούτων οὕτω καταστάντων ὁ Μιχάηλος μετὰ τῆς συζύγου ἐς τὴν οἰκείαν αὖθις ἀπῄει ἀρχὴν, συχνῶν πρὸς τῆς
5δεσποίνης καὶ πενθερᾶς ἀπολελαυκὼς τῶν χαρίτων καὶ δωρεῶν καὶ χρηστοτέρων ἐπαγγελιῶν ἐς τοὐπιόν. (Δ.) Τῷ μέντοι νέῳ βασιλεῖ ταῖς τοιαύταις ἤδη θαῤῥήσαντι καταστάσεσιν, ὁρῶντι δὲ καὶ τοὺς δήμους τῶν πόλεων τῶν τε ἄλλων καὶ τῆς βασιλευούσης αὐτῆς αὐτῷ προστιθεμένους καὶ λάθρα τὴν ἔφοδον αὐτοῦ κατε‐
10πείγοντας (κόρον γὰρ ἤδη μακρὸν εἰληφέναι τῆς τοῦ πάππου μα‐ κροβιότητος καὶ ἀκινησίας) μελέταις ἐπῄει διδόναι καὶ σκέμμασι, τίσι δόλοις καὶ πανουργίαις χρησάμενος καὶ νικήσας τὸν πάππον αὐταρχήσει Ῥωμαίων. ἐπεὶ οὖν χρημάτων αὐτῷ ἔδει πρὸς τοιού‐ τους ἀγῶνας ἰόντι, πέμψας ἀφεῖλε χρήματα παρ’ ἀκόντων τῶν
15ἐν τῇ Θρᾴκῃ πεμφθέντων πρὸς τοῦ γηραιοῦ βασιλέως ἐξισωτῶν, φήσας ἐς τἀναγκαῖα χρῄζειν αὐτόν· βασιλέα δ’ εἶναι καὶ αὐτόν· βασιλεῖ δ’ ἐκ τῶν κοινῶν χρημάτων τὰς ἀναγκαίας ἀποπιμπλάναι χρείας, τῶν σφόδρ’ ἀναγκαιοτάτων ὁμοῦ καὶ δικαιοτάτων εἶναι. ἔπειτα σκῆψιν προβαλόμενος, βούλεσθαι πρεσβείαν πέμψαι ἐς
20τὸν τῆς Αἰγύπτου δυναστεύοντα περί τινων ζητημάτων καὶ χρειω‐ δῶν, ἐπορεύετο πρὸς τὴν βασιλεύουσαν. μέλλειν γὰρ ἐντεῦθεν ὁλκάδα μεγίστην ἐκπλεῖν καὶ ἐς Ἀλεξάνδρειαν τὴν πορείαν ποιεῖ‐ σθαι. ἐπορεύετο δ’ οὐχ ἁπλῶς, ἀλλὰ χεῖρα συχνὴν συλλεξά‐ μενος πρότερον καὶ τὰς Θρᾳκικὰς πόλεις περιϊὼν ἁπάσας καὶ
25οἰκειούμενος καὶ ἀσφαλιζόμενος καὶ πάντας μὲν ὑπόπτους ἐξοικί‐

1

.

393

ζων ἐκεῖθεν, πάντας δ’ οἰκείους καὶ ὁμογνώμονας εἰσοικίζων ἐκεῖσε. (Ε.) Ἀλλ’ ἐν τούτοις ὄντος αὐτοῦ λάθρα τις τῶν οἰκειο‐ τάτων αὐτοῦ φυγὼν ἥκει παρὰ τὸν βασιλέα καὶ πάππον καὶ πάν‐ τας καθ’ ἕκαστα τῶν ἐκεῖ βουλευμάτων τοὺς δόλους ἀνακαλύπτει,
5τά τε ἄλλα φήσας τῷ βασιλεῖ καὶ ὡς ἐβουλεύσαντο οἱ περὶ τὸν σὸν ἔγγονον καὶ συνέθεντο καθαίρεσιν, ἢ καὶ αὐτῆς τῆς σῆς ζωῆς, εἴ τις ἀντίστασις γένοιτο· ἢ εἰ ῥᾳδίαν καὶ μηδὲν ἐμποδὼν κεκτημένην εὕροι τὸ βούλευμα τὴν ὁδὸν, ἀφελέσθαι μέν σου μετὰ τῆς βασιλείας καὶ τὰ τῆς ἐξουσίας σύμβολα· σοὶ δὲ ῥάκος μονα‐
10δικὸν περιθέντες φρουροῖς παραδοῦναι καὶ φυλακαῖς. σκέψασθαι τοίνυν χρεὼν, μήτ’ ἐκεῖνον τῇ συνήθει πορείᾳ χρησάμενον εἴσω πυλῶν τῆς βασιλευούσης γενέσθαι λαθόντα, μήθ’ ὑμᾶς ῥᾳθύμως διατεθῆναι πρὸς τὴν ἀπάντησιν. περὶ γὰρ τῶν μεγίστων οἱ κίν‐ δυνοι. ταῦτα ἀκηκοὼς ὁ βασιλεὺς καὶ οἷς ἔναυλον ἤδη τὴν ἀκοὴν
15ἐξ ἄλλων εἶχε πολλῶν παράλληλα θεὶς καὶ ἀκριβωσάμενος καὶ μηδὲν εἶναι ψευδὲς εὑρηκὼς διανίσταται καὶ αὐτός· καὶ βοήσας πρὸς κύριον, ὡς „δίκασον κύριε τοὺς ἀδικοῦντάς με· καὶ οἱ ἐπα‐ νιστάμενοί μοι αἰσχυνθήτωσαν· καὶ ἐπανάσωσον ἐμοὶ τὸ βασί‐ λειον κράτος, ὃ σὺ μὲν ἐχαρίσω μοι, ὃν δ’ ἐγὼ γεγέννηκα καὶ
20ὕψωσα, ἐκ τῶν ἐμῶν ἁρπάζει χειρῶν.“ εἶτα πρὸς ἔργον ἐχώρει. (ϛʹ.) Καὶ πρῶτα μὲν ἐς τὸν ἔγγονον ἔτι περὶ μέσην ὄντα τὴν πο‐ ρείαν πέμπει τοὺς ἀπαγορεύσοντας τὴν πρὸς τὸ Βυζάντιον εἴσο‐ δον. „καινότερον γὰρ ἂν εἴη,“ φησὶ, „τὸν ἀνακεκαλυμμένως
οὑτωσὶ παρασπονδοῦντα καὶ οἷς ἂν τὰ κοινὰ φθαρείη ταῦτα πράτ‐

1

.

394

τοντά τε καὶ κατασκευαζόμενον λανθάνειν ἀξιοῦν.“ ἦν δὲ τοῖς πεμφθεῖσι προστεταγμένον, διεξελθεῖν ἐπ’ αὐτοῦ πρὸς ἔλεγχον τῆς γνώμης αὐτοῦ, καὶ ὅσαι προφάσεις ἐγένοντο παρ’ αὐτοῦ, τοῦ τε τὴν εἰρήνην αὖθις καὶ τὰς συνθήκας λελύσθαι καὶ χώραν τὰ
5σκάνδαλα σχεῖν. ἦσαν δ’ ὡς ἐν κεφαλαίῳ εἰπεῖν αἵδε· μία μὲν, ὅτι ὅσοι τοὺς βασιλικοὺς φόρους δασμολογοῦντες ἦσαν ἅπαντας συλλαβὼν ἀφεῖλε τὰ χρήματα, σπανιωτέρων μὲν εἴπερ ποτὲ νῦν τῶν χρημάτων, πολυδαπανωτέρων δὲ τῶν πραγμάτων ὄντων διὰ τὸν τῆς βασιλείας μερισμόν. δευτέρα δὲ, ὅτι τοὺς πεμπομένους
10ἐφόρους τῶν πόλεων καὶ διοικητὰς ἀτίμους ἐκεῖθεν ἐκβάλλων ἐκ‐ πέμπει· τίθησι δ’ ἀντ’ ἐκείνων αὐτὸς ἑτέρους, οὓς ἂν ἐθέλοι. τρίτη δ’, ὅτι καὶ τὴν Κράλαιναν πατρός τε ἀδελφὴν οὖσαν καὶ μοναχικὸν περικειμένην σχῆμα πρὸς ἄθεσμον ἐβιάζετο μῖξιν, δυσανασχετοῦσάν τε καὶ οὐκ ἐθέλουσαν αὐτήν. ἦσαν δὲ πρὸς
15ταύταις καὶ ἕτεραι προφάσεις, δι’ ἃς ἀπηγορεύετο ἡ πρὸς τὸ Βυζάντιον αὐτῷ εἴσοδος, πλεῖσται μὲν, οὐ τοσοῦτον δὲ τὸ ἰσχυ‐ ρὸν ἔχουσαι. (Ζ.) Ἐπὶ τούτοις γραφὰς λανθανούσας ἐξέπεμψε πρός γε τὸν Κράλην Σερβίας περὶ συμμαχίας καὶ πρὸς τὸν ἑαυτοῦ υἱὸν Δημήτριον τὸν δεσπότην, ἐπιτροπεύοντα τηνικαῦτα Θεσσα‐
20λονίκης καὶ τῶν πέριξ, παρακελευομένας, συμπαραλαβόντα μεθ’ ἑαυτοῦ καὶ τοὺς δύο ἀνεψιοὺς ἐκεῖσε περὶ τὴν ἐπιτροπὴν τῶν Βελλεγράδων καὶ τῆς ἄλλης Μακεδονίας τηνικαῦτα διατρίβον‐ τας Ἀνδρόνικόν τε τὸν πρωτοβεστιάριον καὶ Μιχαὴλ τὸν Ἀσὰν
καὶ ἅμα τὰ Μακεδονικὰ στρατόπεδα ἀσφαλίσασθαι μὲν πρῶτον

1

.

395

τὰς Μακεδονικὰς πόλεις ὡς εἰκὸς, ἐκ μέσου ποιησάμενον ὅσοι οὐκ ἔξω τοῦ ὑποπτεύεσθαι πεφύκασιν· ἔπειτ’ ἐκεῖθεν ἄραντας ξύν γε τῷ συμμαχικῷ στρατῷ τῷ ἐκ τοῦ Κράλη Σερβίας ἔρχεσθαι τὴν ταχίστην κατὰ τοῦ βασιλέως Ἀνδρονίκου τοῦ νέου. τῶν δὲ
5σταλεισῶν, ὡς ἔφημεν, γραφῶν πρός τε τὸν Κράλην Σερβίας καὶ πρὸς τὸν δεσπότην καὶ πρὸς ἄλλους ὅσοι βασιλικὰς διῴκουν ἐπιτροπὰς αἱ μὲν ἑάλωσαν παρὰ τῶν τὰς ὁδοὺς φρουρούντων ἀνθρώπων τοῦ νέου βασιλέως, ὅσαι ἐπὶ χάρτου γραφεῖσαι ἐτύγ‐ χανον· αἱ δὲ λαθοῦσαι παρῆλθόν τε καὶ πρὸς οὓς ἐπέμφθησαν
10ἀφίκοντο, ὅσαι ἐπὶ λίνου λεπτοϋφοῦς καὶ λευκοῦ γραφεῖσαι τοῖς τῶν γραμματοκομιστῶν ἐνδύμασιν εὐφυῶς συνεῤῥάφησαν. κατὰ γὰρ τὰς στενὰς τῶν ὁδῶν καὶ μάλιστα κατὰ τὰς περὶ Χριστού‐ πολιν πύλας φρουροὺς οἱ περὶ τὸν νέον ἔθεσαν βασιλέα, οἳ πάν‐ τας τοὺς παριόντας ἐξήταζον, εἰ γραφὰς ἐκ Βυζαντίου κομίζοιεν·
15καὶ ἦν δυσχερὲς οὑτωσὶ λαθόντα τινὰ παρελθεῖν. (Η.) Κἀκεί‐ νους μὲν οὖν οὐδὲν ἐλελήθει τῶν ἐν Βυζαντίῳ κρύφα μελετωμέ‐ νων τε καὶ δρωμένων· τούτους δὲ πάντα ἐλελήθει ὅσα κατὰ τού‐ των ἔξωθεν ἐκεῖνοι ἔδρων τε καὶ ἐμελέτων. πάντες γάρ σφισι προσεχώρουν ἐθελονταὶ, οἱ μὲν ἐς τοὐμφανὲς αὐταῖς γνώμαις καὶ
20αὐτοῖς σώμασιν· ὅσοι δὲ μὴ ἐδύναντο, οἱ δὲ ἀλλὰ ταῖς γνώμαις σφίσιν ὁλοσχερῶς προσέκειντο· οὐ μόνον μικροῦ πάντες ὅσοι τοῦ δήμου τῶν Βυζαντίων, ἀλλὰ καὶ ὅσοι τῶν συγκλητικῶν καὶ οἰ‐
κειακῶν καὶ ὅσοι τῶν μάλα καθ’ αἷμα τῷ γηραιῷ βασιλεῖ προση‐

1

.

396

κόντων ἦσαν· οἳ δὴ πάντα καθ’ ἓν τὰ ἐντεῦθεν ἀνιχνεύοντες ἐκείνοις ἐμήνυον. ὧν εἷς ἦν καὶ ὁ τοῦ βασιλέως υἱὸς Θεόδωρος ὁ μαρκέσιος. ὃς πρὸ ἐτῶν συχνῶν εἰς τὴν τῆς μητρὸς πατρίδα πεμφθεὶς ὑπὸ τῆς μητρὸς, ὡς εἰρήκειμεν, γάμων ἕνεκα καὶ δι’
5ἀβουλίαν καὶ ῥᾳθυμίαν τῷ χρόνῳ κατάχρεως γεγονὼς μετὰ τὸν τῆς μητρὸς θάνατον ἐπανῆκε πρὸς τὸν πατέρα καὶ βασιλέα παῖ‐ δας καὶ γυναῖκα ἐκεῖσε καταλιπών· καὶ ἦν τοῦ λοιποῦ διατρίβων ἐν Βυζαντίῳ· ὅτε δὴ καὶ ἄλλης τε πάσης ἀπήλαυε πρὸς τοῦ βασι‐ λέως κηδεμονίας καὶ εὐμενείας καὶ χορηγίας ἐκ τοῦ βασιλικοῦ
10πρυτανείου, καὶ δὴ καὶ πάντων χρεῶν ἀπήλλακται διὰ τῶν βασι‐ λικῶν χρημάτων. ὧν ἁπάντων ἐκλαθόμενος ἐκεῖνος διὰ φρενῶν ἔνδειαν καὶ πᾶσαν αἰδῶ πατρικὴν ὀπίσω λιπὼν προδότης εἵλετο γενέσθαι τοῦ βασιλέως καὶ πατρὸς καὶ τῆς Ἰούδα ἐκείνου μιμή‐ σεως. ὠνειροπόλει γὰρ τὴν Ῥωμαϊκὴν καὶ αὐτὸς ἡγεμονίαν, ἐκ‐
15ποδὼν ἱσταμένου τοῦ διαδόχου· καὶ κατανεῦσαι μὴ βουλόμενον τὸν πατέρα πολλῶν ἕνεκα, ὅτι καὶ γνώμῃ καὶ πίστει καὶ σχήματι καὶ γενείων κουρᾷ καὶ πᾶσιν ἔθεσιν Λατῖνος ἦν ἀκραιφνὴς, ἔγνω λυπήσειν αὐτὸν τῷ νέῳ προστεθεὶς βασιλεῖ. ὅθεν καὶ ὅσῳ πάν‐ των μᾶλλον καθ’ αἷμα τῷ βασιλεῖ προσῳκείωτο, τοσούτῳ καὶ
20θερμότερος πάντων ἐχθρὸς τοῦ βασιλέως καὶ πατρὸς γενέσθαι πεφιλονείκηκε μᾶλλον αὐτός. (Θ.) Τῷ δ’ ἐπιγενομένῳ μηνὶ νοεμβρίῳ τὰ βασιλικὰ δεξάμενος γράμματα Δημήτριος ὁ δεσπό‐ της ἐν Θεσσαλονίκῃ διεμηνύσατο εὐθὺς τόν τε πρωτοβεστιάριον
καὶ τὸν Ἀσάν. καὶ ἐπειδὴ συνῆλθον στρατεύματά τε συνεκρο‐

1

.

397

τεῖτο καὶ ἅμα αἱ τῶν τῷ νέῳ βασιλεῖ συνόντων οὐσίαι καὶ τὰ κτήματα, ὁπόσα περὶ τὰς ἐν Μακεδονίᾳ πόλεις καὶ χώρας ἔτυχον ὄντα, πάντα τοῖς στρατιώταις διεμερίζοντο· οἴνου τε καὶ σίτου σφῶν ἠνοίγοντο ἀποθῆκαι· καὶ τοῖς ἁρπάζειν ἐθέλουσιν ἄφθονα
5προὔκειντο πάντα, ἐξορίαι τε καὶ δημεύσεις τῶν ἥκιστα συμφρο‐ νεῖν ἐθελόντων. κἀκεῖ μὲν ταῦτα ἐτελεῖτο· ἔμελλε δ’ ὅσον οὐδέπω καὶ τὸ τοῦ Κράλη συμμαχικὸν ἐς αὐτοὺς ἀφικνεῖσθαι. (Ι.) Ἀλλ’ οὐδ’ ὁ βασιλεὺς ὁ νέος Ἀνδρόνικος ἠρέμει καθήμενος· ἀλλ’ ἔπεμπε διατάγματα λάθρα πανταχῆ θαλάττης τε καὶ γῆς ἔν τε
10Βυζαντίῳ καὶ Θεσσαλονίκῃ καὶ Μακεδονίᾳ καὶ νήσοις ἐπαγγελλό‐ μενα τοῖς μὲν δήμοις ἀτέλειαν καὶ φόρων ἐλευθερίαν, τοῖς δὲ στρατευομένοις πόρους προσόδων καὶ μισθῶν ἐπιδόσεις. ἅπερ ἀκουόμενα πάντας ἀνέσειε καὶ ῥᾷστα τὰς γνώμας σφῶν διέστρεφε καὶ ἀνέπειθεν ὁλοσχερῶς αὐτῷ προστίθεσθαι γνώμῃ τε καὶ γλώσσῃ
15καὶ χερσὶ καὶ πάσῃ προθυμίᾳ καὶ λαθραίοις γράμμασι προσκα‐ λεῖσθαι αὐτὸν καὶ τὴν αὐτοῦ ἐπιταχύνειν ἔφοδον. βʹ. Οὕτω δὴ τῶν πραγμάτων ἐχόντων ἥκει περὶ τὸ Ῥήγιον ὁ βασιλεύς· κἀκεῖθεν πρεσβεύεται πρὸς τὸν βασιλέα καὶ πάππον δυοῖν ζητημάτων ὁπότερον συγχωρῆσαί οἱ, ἢ τὴν πρὸς τὸ Βυ‐
20ζάντιον ὑπόσπονδον εἴσοδον, ἢ τῶν ἐκ Βυζαντίου τινῶν εἰς ἐκεῖνον ἄφιξιν ἔκ τε τῶν τῆς συγκλήτου ἔκ τε τῶν τῆς ἐκκλησίας ἀρ‐ χόντων, καὶ εἴ τινες ἐκ τοῦ δήμου παιδείας εὖ ἔχοντες εἶεν, οἵ‐ τινες ἱκανοὶ ἔσονται τὰ ὑπ’ ἐκείνου λεχθησόμενα ἀπαγγεῖλαι τῷ τε
βασιλεῖ καὶ ὅλῳ τῷ Βυζαντίῳ. τὸν μέντοι γηραιὸν βασιλέα, δόλου

1

.

398

μεστὰ ἡγησάμενον τὰ τοιαῦτα προβλήματα, σιωπῆσαι μέχρι πολ‐ λοῦ καὶ διαπορῆσαι περὶ τὴν αἵρεσιν. τήν τε γὰρ εἰς τὸ Βυζάν‐ τιον εἴσοδον τοῦ ἐγγόνου ὀλεθρίαν ὁρᾷν καὶ οὐκ ἄνευ αἱμάτων· ἑτοίμους γὰρ εἶναι τοὺς Βυζαντίους αὐτίκα ἐκείνῳ τε προστεθή‐
5σεσθαι φανέντι πυλῶν εἴσω καὶ τοῦτον πικρῶς τοῦ βίου ἀπάξειν· τήν τε αὖ πρὸς ἐκεῖνον τῶν Βυζαντίων ἄφιξιν οὐδὲ ταύτην ἀστα‐ σίαστον βλέπειν. σκοπὸν γὰρ εἶναι τῷ ἐγγόνῳ, λόγους τε δημο‐ χαρεῖς παῤῥησίᾳ λαλῆσαι καὶ λάθρα δώροις καὶ ἐπαγγελίαις ὑπο‐ ποιῆσαι χρησταῖς αὐτούς τε καὶ δι’ αὐτῶν ὁπόσοι τὸ Βυζάντιον
10οἰκοῦσι. χαλεπῶν δ’ ὄντων ἀμφοτέρων ὅμως τὸ κουφότερον εἵ‐ λετο· καὶ πέπομφε δύο μὲν ἐκ τῆς συγκλήτου, δύο δ’ ἐκ τῶν ἀρχιερέων, δύο δ’ ἐκ τῶν τῆς ἐκκλησίας λογάδων καὶ τέτταρας τῶν τοῦ δήμου προκρίτων. (Β.) Οὓς δὴ πάντας ἀπιόντας ἐκεῖσε μεταπεμψάμενος ἐκεῖνος καὶ ἐκκλησίαν πεποιηκὼς δημηγορίαν τινὰ
15ἐσχηματισμένην ἐπ’ αὐτῶν διεξῆλθεν· „ἐγὼ,“ φήσας, „ὅτι μὲν τοὺς ὑπηκόους ὑμᾶς πλέον ἢ ἐμαυτὸν φιλῶ καὶ ὅτι οὐκ αὐτοκρα‐ τορίαν ἐμαυτῷ περιθεῖναι σπουδάζων ἐξῆλθον παρὰ τὴν τοῦ βα‐ σιλέως καὶ πάππου μου βούλησιν, παντί που δῆλον. ὁρᾶτε γὰρ ὅπως τῆς ἐμαυτοῦ ζωῆς ἀφειδῶ, μήτε γαστριζόμενος καὶ τρυφῶν,
20μήτε δορυφόρους ἢ πελεκυφόρους ἐπαγόμενος, ὡς εἴθισται μὴ ὅτι βασιλεῦσι διὰ τὸ ἐπίφθονον τῆς ἀρχῆς, ἀλλὰ καὶ οὓς ἡ τύχη τῶν γονέων καὶ ξυγγενῶν ἐξορίσασα πλανήτας ἔνθεν κἀκεῖθεν ἠνάγκασε περιφέρεσθαι καὶ διηνεκῶς τὴν τοῦ αὐτίκα τεθνήξεσθαι
πρὸ ὀφθαλμῶν ἔχειν ἐλπίδα. εἰ δ’ οὖν φρασάτω τις ἐμοὶ παρελ‐

1

.

399

θὼν, ὑπὲρ τίνος ἃ περιφέρω τραύματα ἐπὶ τῆς σαρκὸς ἐδεξάμην, τοῖς τῶν Ῥωμαίων ἐχθροῖς παραβαλλόμενος, ὁπόσοι τε ἐξ Ἀσίας εἰς Θρᾴκην ναυστολοῦσι καὶ ὅσοι τὸν Ἴστρον παροικοῦντες βάρ‐ βαροι, ἔπειτ’ ἐκεῖθεν ἐξελαύνοντες κατατρέχουσιν ὁμοίως καὶ
5οὗτοι τὴν δυστυχῆ Θρᾴκην; ἐγὼ γὰρ, ἵνα πᾶσαν ἐξείπω τὴν ἀλήθειαν πρὸς ὑμᾶς, ὁρῶν τὸν βασιλέα ἐς πολὺ τὸ νωθρὸν καὶ ἀνάλγητον ἐκ τοῦ γήρως ἀποκλίναντα καὶ μηδὲν ὅλως διεγειρόμε‐ νον, μηδ’ ἀλγοῦντα, τῶν Χριστιανῶν ἀεὶ νύκτωρ καὶ μεθ’ ἡμέ‐ ραν τῶν μὲν κοπτομένων ὑπὸ τῶν βαρβάρων ἱερείου δίκην, τῶν
10δ’ αἰχμαλωτιζομένων καὶ ἀνδραποδιζομένων, τῶν δὲ γυμνῶν ἐλαυνομένων πάσης χώρας καὶ πόλεως· ἵνα μὴ λέγω τὰ μείζω τῆς Ἀσίας πάθη καὶ τῶν ἐκεῖσε πόλεων, ὅσαι τοῖς βαρβάροις ἡλώ‐ κεισαν διὰ τὴν τοῦ βασιλέως ἀμέλειαν καὶ νωθρότητα· ὁρῶν οὖν ταῦτα ἔγωγε καὶ περιαλγὴς λίαν γινόμενος καὶ τὴν τῶν σπλάγχνων
15ὀδύνην φέρειν οὐκ ἔχων ἐξῆλθον δυοῖν ἕνεκα. ἢ γὰρ θανάτῳ οἱῳ‐ δήτινι περιπεπτωκὼς ἅμα τῷ ζῇν καὶ τὸν τῆς λύπης συναποῤῥῆξαι φόρτον ἐνόμισα, ἢ τὴν Ῥωμαίων τύχην ἐς τὸ βέλτιον καθόσον ἐφικτὸν ἀπαλλάξαι. οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἐφικτὸν, ἄνθρωπον ὄντα τινὰ καὶ πλεῖστον ἐνδιατρίψαντα χρόνον τῷ ἄρχειν μὴ κόρον
20ἐμποιῆσαι τοῖς ἀρχομένοις καὶ μῖσος φόνου πνέον. οὐδὲν γὰρ ἀμε‐ τάβλητον οὐδὲ μόνιμον ἐν τῷ βίῳ τὴν φύσιν πεποίηκεν ὁ θεός. διὰ τοῦτο καὶ ἐν τῷ μεταβάλλεσθαι βλέπομεν τὴν ὥραν τῆς εὐ‐ φροσύνης καὶ ἡδονῆς ἴσχοντα πάντα τἀπίγεια. εἰ δέ τις βιαίῳ τινὶ
καὶ κατηναγκασμένῃ φορᾷ χρώμενος ἐπὶ μιᾶς ἵστασθαι τύχης

1

.

400

ἐθέλοι, οὗτος ἐς τὴν παρὰ φύσιν κίνησιν ἄγει τὰ πράγματα. πᾶν δὲ τὸ παρὰ φύσιν ὑπερβαῖνον τοὺς ἁρμόττοντας ὅρους ὑπερβαίνειν παρασκευάζει καὶ τοὺς ὅρους τῆς ἐθελούσης ἕπεσθαι εὐφροσύνης καὶ ἡδονῆς. ἐς τοῦτο γὰρ τείνει καὶ τὰ σοφὰ τῶν παλαιῶν γνωμα‐
5τεύματα „μηδὲν ἄγαν“ λεγόντων καὶ „πᾶν μέτρον ἄριστον.“ ὁρᾶτε γὰρ ὅπως καὶ ὁ ἐμὸς πάππος εἰς βαθὺ γῆρας ἐληλακὼς καὶ τοσαῦτα ἔτη τὸ βασίλειον ἔχων κράτος, ὅσα μικροῦ δέω λέγειν οὐδείς πω τῶν πώποτε βασιλέων, μεμίσηται μὲν παρὰ πάντων ὑπηκόων, οὐκ ἐπιστρέφεται δ’ ὅλως οὔτε πρὸς θεραπείαν τοῦ μίσους, οὔτε
10πρὸς ὁρμὴν βοηθήσουσαν τοῖς Ῥωμαίων πράγμασιν, οὔτε μὴν ἀλγεῖ βλέπων τοὺς διαδόχους τῆς βασιλείας προαποθνήσκοντας. τέθνηκε μὲν γὰρ ὁ βασιλεὺς ὁ ἐμὸς πατὴρ μηδενὸς ἀπολελαυκὼς τῶν ὅσα βασιλεῦσιν ἐφεῖται, πλὴν τοῦ ὀνόματος. τεθνήκασι δ’ ἕτεροι τῶν καθ’ αἷμα μάλα τοι προσηκόντων καὶ τὴν ἡλικίαν νεώ‐
15τεροι. τεθνήξομαι δ’ ἴσως κἀγὼ, πρίν τι τῆς βασιλείας ὄνασθαι. τί γὰρ τοῦ ἀποθανεῖν ῥᾷον, καὶ ταῦτα ἀνθρώπῳ κινδύνοις ἀεὶ παραβαλλομένῳ καὶ οὕτως ἀφειδοῦντι τοῦ ζῇν; ἴσως δ’ ἄν τινες καὶ φιλαρχίαν νοσεῖν με ὑποτοπάσαιεν ἀποστατοῦντα βλέποντες τοῦ πάππου καὶ βασιλέως καὶ οὐχ ὑπείκειν ἐθέλοντα. τοῦτο δ’ οὔτε
20πάνυ τελέως ἀποφήσαιμ’ ἂν ἔγωγε, οὔτε πάνυ συνθείην. εἰ μὲν γὰρ ἑώρων αὐξανομένην τὴν τῶν Ῥωμαίων ἡγεμονίαν καὶ πλατυ‐ νόμενα τὰ ἡμέτερα ὅρια, ἡδέως ἂν ἐκαθήμην μακράν τινα τὴν ἡσυχίαν ἀσκῶν καὶ τοιαύτας τινὰς βόσκων ἐλπίδας, ὁποίας καὶ
οἱ τοὺς ἑαυτῶν ὀψονόμους ὁρῶντες μακροτέραν ὁμοῦ καὶ ποικιλω‐

1

.

401

τέραν τὴν πανδαισίαν παρασκευάζοντας. ἐπεὶ δὲ καθ’ ἡμέραν ὁρῶ πρὸς τὸ δυστυχέστερον συνωθούμενα τὰ Ῥωμαίων πράγματα καὶ πρὸ τῶν πυλῶν μονονοὺ τῆς βασιλευούσης ἁρπαζομένους τοὺς ταλαιπώρους Ῥωμαίους καὶ σφαττομένους ὑπὸ τῶν πολεμίων
5ἀεὶ, τίνα ἂν οἴεσθέ με καρδίαν ἔχειν; καὶ οἱ μὲν πλείους τῶν ἀνθρώπων τὰς ἐλπίδας ἔχουσι τῆς ἐνεστώσης λύπης φάρμακον, καὶ εἰ ψευδεῖς εἶεν· ἐμοὶ δὲ οὐδὲ ψευδεῖς ἐλπίδες λείπονται πρὸς ψευ‐ δόμενον παραμύθιον. εἶτα τὸν ἐκ Μακεδονίας Ἀλέξανδρον διὰ θαύματος ἄγετε, δυσχεραίνοντα διὰ μικροψυχίαν καὶ ἀχθόμενον
10τῷ πατρὶ, ὅτι νίκας ἐπὶ νίκαις προσετίθει διηνεκῶς καὶ ὑπετέμνετο τοῦ παιδὸς ὡς ἂν εἴποι τις τὸ φιλότιμον, μετριωτέρας καταλιμ‐ πάνων αὐτῷ προφάσεις πολεμικῶν τροπαίων· ἐμὲ δὲ τἀναντιώτατα πάσχοντα βλέποντες καὶ ζημιούμενον μὴ μόνον τὰς τῆς ἀρχῆς ἐλπίδας διὰ τὴν παντελῆ φθορὰν αὐτῆς, ἀλλὰ καὶ αὐτὸν δὴ τὸν
15δρόμον τοῦ εὖ ζῇν οὐ δικαίως νομίζετε δυσχεραίνειν; ὅμως ἐγὼ μὴ δυνάμενος ἡσυχίαν ἄγειν διανέστην καὶ ἀπῄτησα παρὰ τοῦ βασιλέως καὶ πάππου δοθῆναί μοι μόνους χιλίους ὁπλίτας, ὑπο‐ σχόμενος διὰ τῆς πρὸς θεὸν ἀῤῥαγοῦς ἐλπίδος περιέρχεσθαι μετ’ αὐτῶν καὶ περιφρουρεῖν τὰς ἐν Βιθυνίᾳ πόλεις καὶ ἀποσοβεῖν ὡς
20ἐφικτὸν τοὺς ἐχθροὺς πόῤῥω που, πρὶν ἐκείνας χειρωσαμένους καὶ φραγμοὺς διαβάντας πολιορκεῖν τὸ Βυζάντιον. ὁ δὲ μὴ διδοὺς
καὶ πολέμιον ἥγηται καὶ ἐπαρᾶταί μοι τὰ δεινότατα. προφέρει

1

.

402

μοι δὲ καὶ ἐγκλήματα, ὁπόσα τὸ εὔλογον δῆθεν αὐτῷ πρὸς τὸ μισεῖν με δίδωσιν· ἓν μὲν, ὅτι κοινὰ χρήματα δυναστείᾳ χρησά‐ μενος ἑνὸς τῶν ἐξισωτῶν ἀφειλόμην. τοῦτο δ’ οὐδὲν ἐμοὶ τῶν ἀτόπων ἔδοξε βασιλεῖ τε ὄντι καὶ σπάνει πολλῇ πιεζομένῳ, μὴ
5διδόναι θέλοντος τοῦ βασιλέως καὶ πάππου, εἰ τοῖς στρατιώταις ἐνδεδωκέναι ἐξεγένετο μερικά τινα χρήματα εἰληφέναι πορισμοῦ τινος τῶν ἀναγκαίων εἵνεκα. δεύτερον δὲ, ὅτι τῶν ὑπ’ αὐτοῦ πεμ‐ πομένων ἐπιτρόπων εἰς τὰς Θρᾳκικὰς χώρας καὶ πόλεις ἔστιν οὓς ἐξοστρακίζω κενούς. καὶ τοῦτο δ’ ἔγωγε πράττω οὐκ ἀδικῶν, ὡς
10ἔμοιγε φαίνεται, ἀλλὰ καὶ μάλα κατὰ τὸ εὔλογον. πλείστων γὰρ εἰληφέναι χρημάτων ὠνίους διατεινόμενοι τοὺς ταλαιπώρους Θρᾷ‐ κας ἀπηνέστερον ἢ ἀνδραπόδοις χρῶνται αὐτοῖς. οἳ δὴ καὶ ὑπ’ ἀνάγκης συνωθούμενοι καὶ τὴν σώζουσαν τύχην οὐκ ἔχοντες ὅθεν πορίσαιντο πρὸς ἐμὲ κλάοντες καὶ ὀλοφυρόμενοι τρέχουσι. πρὸς
15οὖν τὴν τοιαύτην ἀπάνθρωπον συμφορὰν καμπτόμενος ἀπαλλάτ‐ τειν ἐνεχείρουν. ὅμως ἐγὼ τὰ πλείω παρεὶς ἐφ’ ἑτέραν τρέπομαι ζήτησιν τήμερον. ἥδε ἐστὶν ἔκτισις χρέους χιλιάδων ὀκτὼ νομι‐ σμάτων, ἃς τοῖς ἐμοῖς στρατιώταις ὀφείλω, οἳ πολὺν ἤδη χρόνον ξύν γε ἐμοὶ τὴν πλανωμένην περιΐασι βόσκοντες τύχην. οὗ γενομέ‐
20νου πλέον οὐδὲν ἀντικείσομαι τῷ πάππῳ καὶ βασιλεῖ.“ (Γ.) Ταῦτα

1

.

403

μὲν οὖν ἐκεῖνος διεξελθὼν ἐξανέστη τοῦ θρόνου καὶ ἄλλον παρ’ ἄλλο μέρος ἀπολαμβάνων μειλιχίοις προὔπεμπε λόγοις καὶ ἐπαγ‐ γελιῶν ἁβροτέρων ἴϋγξιν· ὥστε καὶ ἀπαλλάξαντες ἐκεῖθεν κήρυκές τε τῶν ἐκείνου καλῶν πανταχῆ τῆς βασιλευούσης περιϊόντες γεγέ‐
5νηνται καὶ ἀνέπεισαν τοὺς ὄχλους ἔτι πλέον ἐξηρτῆσθαι τῶν ἐκεί‐ νου πόθων. γʹ. Ἰδὼν δὲ ὁ γηραιὸς βασιλεὺς, ὅτι μικροῦ πάντες ἐξέκλιναν καὶ οἱ δοκοῦντες τῶν φίλων, καὶ δείσας μὴ δραμόντες αὐτοχειρίᾳ τοῦτον ἀνέλωσι, διανίσταται πρὸς τὸ τραχύτατον. ἔδοξεν οὖν
10αὐτῷ πρότερον βέλτιον εἶναι, πεῖραν εἰληφέναι καὶ τῆς Ἠσαΐου τοῦ πατριάρχου γνώμης καὶ σύν γε αὐτῷ τῆς τῶν ἄλλων ἀρχιερέων. (Β.) Συναθροισθέντων τοίνυν αὐτῶν πέμψας τινὰ τῶν συγκλη‐ τικῶν, „εἰ μὲν ἑώρων,“ φησὶν, „ἐμοί τε τὴν ἁλουργίδα ταύτην ἀποθεμένῳ περιγενόμενον τὸ ἀκίνδυνον καὶ ἅμα τῷ ὑπηκόῳ παντὶ
15τὸ καλῶς ἄρχεσθαι, ἀλλότριος ἂν εἴην τῆς τοῦ Χριστοῦ μερίδος, εἰ μὴ τὸ ἐφ’ ἡσυχίας καθῆσθαι τοῦ βασιλεύειν πολλῷ προτιμό‐ τερον καὶ ἡδύτερον ἔμοιγε ἐνομίζετο. τί γὰρ εἰς εὐφροσύνην ἀνυ‐ σιμώτερον, ἢ τὸ φροντίδων καὶ φόβων ὡς ποῤῥωτάτω καθῆσθαι; εἰ δὲ διὰ τὰ ἐμά τε καὶ τοῦ λαοῦ πλημμελήματα καὶ ἅμα τῶν
20ἡμετέρων προγόνων θεομηνία τις ἐπιχωριάζουσα καθ’ ἡμῶν δίκην καταιγίδος ἀγρίας ἐλαύνει καὶ φθείρει τὰ πράγματα καὶ ὁ νέος
ἔτι παρειληφὼς ἐγὼ τὴν ἀρχὴν πλημμελοῦσαν ὑπό τε τοῦ τῆς

1

.

404

ἐκκλησίας κλύδωνος τηνικαῦτα καὶ τῶν πέριξ ἐθνῶν καὶ εἰς γαλή‐ νην τὰ πάντα ξύν γε θεῷ ῥᾷστα μεταβαλὼν, ἔπειτ’ ἐκεῖθεν τῷ μακρῷ χρόνῳ μάλα τοι πλείστην πεῖραν ξυνειλοχὼς καὶ προσθεὶς ἐμαυτῷ νῦν πρὸς τοσοῦτον κυκεῶνα καὶ ζάλην πραγμάτων ἀμη‐
5χανῶ· πῶς ἂν δυνηθείην τῷ ἐγγόνῳ πιστεῦσαι τοιαύτην ἀρχὴν, νέῳ τε ὄντι καὶ τοσαύτην ἀπειρίαν ἀσκοῦντι, ὡς μηδὲ τὰ κατ’ αὐτὸν εἰδέναι διαθέσθαι καλῶς, ἀλλὰ νέοις τισὶ καὶ ἀμαθέσιν ἀνθρώποις ἐκδόντα τὴν ἑαυτοῦ ἐξουσίαν καὶ τὰ βασιλικὰ κτήματα αὐτόν τε ἐν πενίᾳ διάγειν καὶ μηδεμίαν ἄλλην ἔχειν φροντίδα βου‐
10λόμενον, πλὴν τοῦ κύνας καὶ ὄρνεα τρέφειν· κύνας μὲν οὐχ ἧττον ἢ χιλίους, ὄρνεα δὲ τοσαῦτα· καὶ τοὺς αὐτῶν ἐπιμελητὰς ἐγγὺς τοσούτους. πῶς οὖν τῷ τοιούτῳ πιστεύσαιμι ἢ τὴν ἐμαυτοῦ ζωὴν, ἢ τὴν ἐκ θεοῦ πιστευθεῖσάν μοι λειτουργίαν τῆς βασιλείας; ἀλλ’ οὐκ ἄν ποτ’ ἔγωγε προδότης ἑκών γε εἶναι γενοίμην, οὔτε τῶν
15ὑπηκόων, οὔτ’ ἐμαυτοῦ. ἐγὼ γὰρ τὸν ἐμὸν ἔγγονον οὐ μόνον καὶ παίδων καὶ γυναικὸς ἠγάπησα πλέον, ἀλλὰ καὶ ἐμαυτοῦ· καὶ ἴστε πάντες τουτί· καὶ ἀνέτρεφον ἐν παιδείᾳ καὶ νουθεσίᾳ, βουλόμε‐ νος κληροῦχόν τε τῆς ἐμῆς εὐλογίας καὶ διάδοχον τῆς βασιλείας καταλιπεῖν καὶ θεῷ καὶ ἀνθρώποις ἀρέσκοντα. ὁ δὲ τὰς ἐμὰς
20νουθεσίας παρ’ οὐδὲν θέμενος κώμοις καὶ ἀταξίαις διενυκτέρευεν· ἐν οἷς καὶ τὸν αὐτοῦ πεφόνευκεν ἀδελφόν. καὶ τέλος ἐπανέστη καὶ κατ’ ἐμοῦ τοῦ εὐεργέτου καὶ πατρὸς, πρᾶγμα τετολμηκὼς, οἷον ἐξ αἰῶνος οὐδέπω τεθέαται ἥλιος. διὸ χρὴ καὶ ὑμᾶς ζηλῶσαι
κατὰ τῆς ἀδικίας καὶ διαναστῆναι πρὸς συστολὴν τῆς ἀναιδείας

1

.

405

αὐτοῦ καὶ κηρύξαι ἐκκοπὴν τῆς ἐπ’ ἐκκλησίας φήμης αὐτοῦ καὶ ἀπειλῆσαι αὐτῷ τὸν ἀπὸ θεοῦ χωρισμόν· ἵνα συσταλεὶς καὶ σω‐ φρονισθεὶς ἐπιστρέψῃ καλῶς, ὅθεν ἐξῆλθε κακῶς, καὶ γένηται κληροῦχος αὖθις τῆς τε βασιλείας καὶ ἅμα τῆς ἐμῆς εὐλογίας.
5τῶν γὰρ ἁπάντων οὐδεὶς αὐτοῦ κέκριται προτιμότερος ἔμοιγε πρὸς τὴν βασιλείαν, μόνον εἰ βούλοιτο τὴν προσήκουσαν νέμειν αἰδῶ ταῖς ἐμαῖς ὑποθήκαις καὶ παραινέσεσιν. ὃν γὰρ ἐπέθηκε τῇ αὐτοῦ δημηγορίᾳ ἐπίλογον, πεπλασμένος ἦν καὶ πολὺ τὸ πανοῦργον ἔχων ὑφέρπον. ἠκούσατε γὰρ, ὁπόσας τὰς λοιδορίας παρ’ ὅλην
10αὐτοῦ τὴν δημηγορίαν ἐπήντλησε κατ’ ἐμοῦ, πρὸς ἃς οὐδεμίαν ἔχει τὴν ἁρμονίαν ὁ ἐπίλογος. ἀλλ’ ἵνα τοὺς ἀκούοντας ἐξαπατή‐ σας ἐγείρῃ κατ’ ἐμοῦ, τοιοῦτον ἐπέθηκε τῇ δημηγορίᾳ τὸ τέλος.“ (Γ.) Ταῦτα ἀκηκοότες οἱ μὲν συνέσει καὶ λόγῳ κοσμούμενοι τῶν ἀρχιερέων συνῄεσαν τοῖς εἰρημένοις καὶ σιωπὴν παντελῆ τοῦ
15ὀνόματος τοῦ νέου βασιλέως πανταχῆ τῶν ἐκκλησιῶν ἐκύρωσαν κηρυχθῆναι, μέχρις ἂν ἐπιστρέψῃ. τῷ δὲ πατριάρχῃ καὶ τῶν ἀρχιερέων καὶ τῶν κληρικῶν ἔστιν οἷς οὐκ ἔδοξεν εὔλογα τὰ εἰρη‐ μένα. διὸ καὶ ἀναστάντες ἀπῄεσαν οἴκαδε, μηδὲν πλέον εἰπόντες, εἴτε διὰ τὴν σύνοικον ἀλογίαν, εἴτ’ οὐκ οἶδ’ ὅπως. ἔπειτα δια‐
20νυκτερεύσαντες καὶ ἅπαξ καὶ δὶς ἐν τοῖς πατριαρχικοῖς οἴκοις συνωμοσίας καὶ φρατρίας συνεσκευάζοντο κατὰ τοῦ γηραιοῦ βασι‐ λέως· ὃ διαψιθυρισθὲν καὶ διαδοθὲν ἐς τὸν δῆμον καὶ ἐς τὰ τῶν εὖ γεγονότων συστήματα πλείστους καὶ τούτων ἠνάγκασε λάθρα
ξυνεληλυθέναι τῇ τούτων συνωμοσίᾳ τε καὶ φρατρίᾳ καὶ ὅρκους

1

.

406

ἐγγράφους συνεισενεγκεῖν, διατεινομένους μέχρι τελευταίας ἐνστῆναι πνοῆς καὶ πᾶσαν (εἰ τούτου δεήσειεν) ὑποστῆναι τὴν κάκωσιν. ὅθεν ἐς τρίτην ἐκεῖθεν ἡμέραν τοὺς ἱεροὺς κρούσας κώδωνας ὁ πατριάρχης καὶ πλεῖστον ἀθροίσας ὄχλον ἀγοραῖον ἀφορισμὸν ἀπε‐
5φήνατο κατὰ παντὸς τοῦ βουληθησομένου σιωπῆσαι τὸ τοῦ νέου βασιλέως ὄνομα καὶ μὴ τὰ προσήκοντα πάντα νέμειν αὐτῷ, ὅσα καὶ βασιλεῖ. καὶ ἐπὶ τούτοις ἀφορισμὸν ἕτερον ἐξεφώνησε κατὰ τῶν ἄλλων ἀρχιερέων, ὁπόσοι τὴν ἑτέραν ἐβάδισαν. τοῦτο τὸν γηραιὸν βασιλέα οὐ μετρίως ἠνίασε καὶ ἐξέπληξεν ἀπροσδοκήτως
10ἀκουσθέν· „καὶ εἰ ὁ τῆς εἰρήνης διδάσκαλος,“ ἔφησεν, „οὕτω καθ’ ἡμῶν ἐμεμήνει διὰ λημμάτων προσδοκίαν, ὧν αὐτῷ ἐπαγ‐ γέλλεται ὁ ἐμὸς ἔγγονος, καὶ πᾶσαν ὀπίσω ῥίψας αἰδῶ καὶ σεμνό‐ τητα στάσεως ἀρχηγὸς οὐκ ὀκνεῖ γίνεσθαι, τίς ἂν τὴν ἄστατον τοῦ δήμου καθ’ ἡμῶν στήσειε φορὰν, εἴ τις ἐς τὸ ἀνθρώπινον
15βλέπει; ὥστε φονεὺς ἡμῖν ὁ πατριάρχης τὸ καθ’ αὑτὸν ἀπηρ‐ τισμένος γεγένηται.“ (Δ.) Οἱ μέντοι ἀρχιερεῖς ἐκεῖνοι πολλὴν ἀναίδειαν τῆς τοῦ πατριάρχου διανοίας καὶ γλώττης καταγνόντες ἀφορισμὸν καὶ αὐτοὶ συναθροισθέντες ἐξεφώνησαν κατ’ αὐτοῦ καὶ τῶν αὐτοῦ συμφρονούντων τῇ ἀπονοίᾳ, ἅτε νεωτεροποιὸν καὶ
20συνωμοσίας συσκευαστὴν καὶ στασιαστὴν διὰ δωροδοκίαν γενόμε‐ νον. παρῆγον γὰρ καὶ κανόνας καὶ νόμους, οἳ πολλὴν αὐτῷ τὴν καταδίκην ἐπήντλουν. ὧν ἡμεῖς ἐν τῇ παρούσῃ τῆς ἱστορίας ἐκ‐
θέσει τὸν ὀκτωκαιδέκατον τῆς ἐν Χαλκηδόνι συνόδου κανόνα ἀπα‐

1

.

407

ράτρεπτον κατὰ λέξιν ἐκθέμενοι ἀποχρῆναι νομίζομεν. τὰ γὰρ ὅμοια καὶ ὁ τῆς ἐν τῷ Τρούλλῳ τέταρτος τῆς οἰκουμενικῆς ἕκτης συνόδου καὶ ἔτι τὸ τέταρτον κεφάλαιον τοῦ τριακοστοῦ ἕκτου τί‐ τλου τῶν νόμων διαγορεύει. ἔχει δὲ οὕτως· „τὸ τῆς συνωμοσίας
5ἢ φρατρίας ἔγκλημα καὶ παρὰ τῶν ἔξω νόμων πάντη κεκώλυται. πολλῷ δὲ μᾶλλον ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ τοῦτο ἀπαγορεύειν προσήκει. εἴ τινες τοίνυν κληρικοὶ ἢ μονάζοντες εὑρεθεῖεν ἢ συνομνύμενοι, ἢ φρατριάζοντες, ἢ κατασκευὰς τυρεύοντες ἐπι‐ σκόπων ἢ κληρικῶν, ἐκπιπτέτωσαν πάντη τοῦ οἰκείου βαθμοῦ.“
10συνελογίζοντο τοίνυν ἐντεῦθεν ὁ τῶν ἀρχιερέων ὅμιλος, ὡς εἰ τοὺς κατὰ ἐπισκόπων καὶ κληρικῶν συνομνυμένους καὶ φρατριάζοντας κληρικοὺς καὶ μονάζοντας οὕτως οἱ κανόνες κολάζουσι, πολλῷ πλέον τοὺς κατὰ βασιλέως ἀρχιερεῖς τε καὶ πατριάρχας τοιαῦτα κατασκευάζοντας, τοὺς τῆς εἰρήνης ταχθέντας εἶναι διδασκάλους
15καὶ περὶ καταστάσεώς τε καὶ ὁμονοίας τά τε ἄλλα διδάσκειν καὶ μάλιστα ὅσα ὁ παλαιὸς νόμος διαγορεύει καὶ ὁ μέγας ἀπόστολος Παῦλος, ὅτι τε „ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς,“ καὶ ὅτι „τὸν βασιλέα τιμᾶτε.“ ὁ μέντοι γηραιὸς βασιλεὺς ἐς τοσοῦτον ἀτοπίας προβάντα βλέπων τὰ πράγματα καὶ δείσας, μὴ καὶ ἐς
20πλέον προκόψῃ τὸ κακὸν, ἐν ἀδέσμῳ κατασχεθῆναι φυλακῇ προσε‐ τετάχει τὸν πατριάρχην· καὶ εἶχε λοιπὸν ἡ μονὴ τῶν Μαγγάνων τοῦτον ἀπρόϊτον.
δʹ. Ὁ δὲ νέος βασιλεὺς ἧκε μετὰ δύο ἡμέρας περὶ τὸ τεῖχος

1

.

408

τῆς Κωνσταντινουπόλεως, βουλόμενος μαθεῖν, ὅπως ὁ πάππος πρὸς τὰς ἐκεῖθεν ἀπαγγελίας διετέθη. ἐδεῖτό τε σφοδρῶς συγχω‐ ρηθῆναι εἰσελθεῖν μόνος εἰς προσκύνησιν τοῦ πάππου. ἀλλὰ παρα‐ δοχὴν οὐκ εἶχεν ὅλως οὔτ’ αὐτὸς, οὔτε τὰ πρὸς αὐτοῦ λαλού‐
5μενα. ἐδιώκετο δὲ μάλα σφοδρῶς λίθοις βαλλόντων αὐτὸν τῶν ἄνω παρὰ τὰς ἐπάλξεις τοῦ τείχους καθημένων, οἳ οὐδὲ φωνῆς αὐτοῦ ἀκούειν ἠνείχοντο· ἀλλὰ καὶ ὕβρεσιν ἔπλυνον ἀδεῶς καὶ ἀσέμνως ἀπέπεμπον, δεδολιευμένα φάσκοντες εἶναι τά τε ἤθη καὶ τοὺς λόγους αὐτοῦ. ἐκεῖνος μὲν οὖν οὕτως ἀποπεμφθεὶς ἐξέ‐
10κλινεν ἀπὸ τοῦ τείχους μικρόν. (Β.) Νὺξ δὲ ἤδη παρῆν καί τινες τῶν τοῦ πολιτικοῦ δήμου στασιωτῶν οὐκ ὀλίγοι, συναθροι‐ σθέντες εἰς ἓν λάθρα τούτῳ διεμηνύσαντο, ἔγγιστα ἐληλυθέναι τοῦ τείχους περὶ μέσας νύκτας, ὁπότε καὶ Βυζάντιοι πάντες ὑπνώτ‐ τουσι καὶ οἱ ἐπὶ τοῦ τείχους φρουροὶ πρὸς τὸ ῥᾳθυμότερον ἀνα‐
15πίπτουσιν. ἑτοίμους γὰρ εἶναι σφᾶς ἀνιμήσασθαι αὐτὸν διὰ μη‐ ρίνθου τινὸς ἀπὸ τῶν ἐπάλξεων. τοῦτο δ’ εἰ γένοιτο, πέρας εἶναι τῆς ὅλης σπουδῆς καὶ τοῦ μακροῦ δρόμου. πεπεισμένους γὰρ εἶ‐ ναι, πάντας Βυζαντίους εὐθὺς ἀκολουθῆσαι φανέντι περὶ μέσην τὴν βασιλεύουσαν. μέσης δὲ ἤδη νυκτὸς γενομένης καὶ βλέπων
20ὁ βασιλεὺς, ὡς ἀμοιβαδὸν οἱ φρουροὶ τὴν νύκτα πᾶσαν παραλλάτ‐ τοντες οὐ παύονται φωναῖς ἀλλεπαλλήλοις ἀλλήλους πρὸς τὸ ἐγρη‐ γορὸς διεγείροντες, ἀκατίῳ τινὶ πιστεύει ἑαυτὸν ἐξ ἀνάγκης ξύν γε Καντακουζηνῷ τῷ μεγάλῳ δομεστίκῳ καὶ Συναδηνῷ τῷ πρω‐
τοστράτορι· δι’ οὗ τὸ νότιον μέρος τῆς Κωνσταντινουπόλεως

1

.

409

κάμψαντες ὁμαλῶς διεπεραιοῦντο περιϊόντες ἡσύχως τὸ παράλιον τεῖχος, εἴπου δυνηθεῖεν εἴσοδόν τινα ῥᾳδίαν εὑρεῖν. ἀλλ’ οἱ ἐπὶ τὸ τεῖχος φρουροὶ συναισθόμενοι τραχυτέρᾳ τῇ βοῇ καὶ τῷ θο‐ ρύβῳ ἐχρήσαντο· καὶ μὴ ἀποκρινομένων καὶ λίθους ἤδη κατ’
5αὐτῶν ἤρξαντο πέμπειν, ὡς ἐκεῖνοι φοβηθέντες ἀναστρέψαντες ἀπῄεσαν. τότε μὲν οὖν ταῦτα ἐπράχθη. (Γ.) Τοῦ δ’ ἐπιόντος μηνὸς δεκεμβρίου γράμματα πρὸς τῶν Θεσσαλονικέων λάθρα τῷ νέῳ κομίζονται βασιλεῖ, προσκαλούμενα τὴν ταχίστην αὐτόν. εἶναι γὰρ ξυγκείμενον τοῖς τε δημόταις ἅπασι καὶ τοῖς πλείοσι τῶν
10προὐχόντων καὶ αὐτῷ γε δὴ τῷ ἀρχιερεῖ, ἅμα τῷ πλησίον φανῆ‐ ναι τοῦ τείχους αὐτὸν δραμόντας ἀνοῖξαί οἱ τὰς πύλας. ἐπεὶ ταῦτα ἐμεμαθήκει ὁ βασιλεὺς, συχνοὺς παραδοὺς τῷ πρωτοστρά‐ τορι στρατιώτας περιϊέναι παρεκελεύσατο καὶ οἷον περιστρατοπε‐ δεύειν τὴν βασιλεύουσαν μικρὸν ἄπωθεν καὶ μὴ ἐᾷν ἄχρι Ῥηγίου
15τοὺς Βυζαντίους ἐξιόντας διατρίβειν· καὶ πρός γε λαθραίοις γράμ‐ μασι καὶ ὑποσχέσεσιν ὑπέρχεσθαι καὶ ὑποποιεῖσθαι τοὺς Βυζαντίους κατὰ τὸ προσῆκον ἑκάστῳ. ὁ δ’ ὀλίγους τινὰς ἀπολεξάμενος ᾤχετο ἀπιὼν ἐς Θεσσαλονίκην. ἔτυχον δὲ τηνικαῦτα διατρίβοντες ἔξω τειχῶν διὰ τὰς ὑποψίας τῶν θορύβων μετὰ τοῦ ἀπὸ τῶν Τριβαλ‐
20λῶν συμμαχικοῦ στρατοῦ ὅ,τε δεσπότης Δημήτριος καὶ ὁ πρωτο‐ βεστιάριος Ἀνδρόνικος καὶ ὁ Ἀσὰν Μιχαὴλ, ἐπαγόμενοι καὶ τὰ Μακεδονικὰ τῶν Ῥωμαίων στρατεύματα. ὧν δὴ καὶ ἀσχόλων ὄν‐ των περὶ τὰς κατ’ αὐτοὺς ἔριδας, ἃς ἀνέφλεξαν κενοδοξίας καὶ
φιλαυτίας τελχῖνές τινες, ἢ μᾶλλον θεομηνία τις, ἵνα τὰ κατ’

1

.

410

αὐτοὺς συγχυθείη πράγματα καὶ σφῶν αὐτῶν αὐτοὶ πρόξενοι γέ‐ νοιντο ἀπωλείας· τούτων τοίνυν ἀσχολίαν ἀγόντων τοιαύτην με‐ ταξύ που Θεσσαλονίκης καὶ Σεῤῥῶν ἔλαθεν ὁ βασιλεὺς εἰσιὼν ἐς Θεσσαλονίκην, ἐνδύμασιν ἰδιωτικοῖς πάντα τὰ βασιλικὰ περικα‐
5λύπτων γνωρίσματα· ἃ δὴ πάντα πυλῶν εἴσω γενόμενος εὐθὺς ἀπέῤῥιψε καὶ κατάδηλος πᾶσιν ἐγεγόνει βασιλεὺς ὤν· καὶ εὐθὺς δραμόντες μικροῦ πᾶσα ἡ πόλις ἐκείνη προσεκύνουν τε αὐτὸν καὶ ἠσπάζοντο καὶ εὐφήμοις ἐδεξιοῦντο φωναῖς. ἦσαν δὲ καὶ βραχεῖς τινες πάνυ αὐτόν τε μισοῦντες καὶ τῷ γηραιῷ καθαρῶς προσκεί‐
10μενοι βασιλεῖ· οἳ καὶ δραμόντες τὴν ἀκρόπολιν ἐχειρώσαντό τε καὶ ἠσφαλίσαντο, κἀκεῖθεν εὐρώστως ἠμύνοντο πολιορκοῦντας τόν τε βασιλέα καὶ ὅσοι περὶ αὐτὸν ἠθροίσθησαν θιασῶται τῆς στάσεως· καὶ πολλοὺς ἐτίτρωσκον βάλλοντες λίθοις καὶ βέλεσιν, ὥστε καὶ πολλὰ τῶν ἐκεῖθεν βελῶν καὶ περὶ τὴν τοῦ βασιλέως ἐνε‐
15πάγη ἀσπίδα. τῇ δ’ ὑστεραίᾳ φρυγάνων ἀθροίσαντες πλῆθος οἱ περὶ τὸν βασιλέα τὰς πύλας ὑφῆψαν τῆς ἀκροπόλεως καὶ οὕτως αὐτὴν παρεστήσαντο. (Δ.) Ἄρας δ’ ἐκεῖθεν ὁ βασιλεὺς προῄει ἐπὶ τὸ ἄστυ Σεῤῥῶν, ᾧ τὸ συμμαχικὸν ἦν τῶν Τριβαλλῶν, οἷς δὴ καὶ διὰ σπουδῆς ἦν τὸ πρῶτον ὅπλα κατὰ τοῦ βασιλέως ἄρα‐
20σθαι. ἐπεὶ δὲ τὸν μὲν δεσπότην Δημήτριον καὶ τοὺς ἄλλους, τόν τε πρωτοβεστιάριον καὶ τὸν Ἀσὰν, ξὺν οὐδενὶ κόσμῳ διασκεδασθέν‐ τας εἶδον, τοὺς δ’ ἑπομένους αὐτοῖς στρατιώτας αὐτομολήσαν‐ τας ἐς τὸ τοῦ βασιλέως στρατόπεδον, ὑπόσπονδον καὶ αὐτοὶ τῷ
βασιλεῖ τὸ ἄστυ παρέδοσαν ἀπιόντες οἴκαδε. ἐπεί γε μὴν ὁ βασι‐

1

.

411

λεὺς οὕτω τὴν τύχην ἑώρα τὴν δεξιὰν ἄφθονόν τε καὶ μειδιῶσαν αὐτῷ προτείνουσαν, ἤδη μεθ’ ὅλης εὐθυμίας καὶ ἡδονῆς ἐς τὰ πρόσω προὐχώρει μεστὸς ἀγαθῶν ἐλπίδων. καὶ ἵνα μὴ διατρίβω‐ μεν, ὀλίγων ἐντὸς ἡμερῶν ἅπαντα διελθὼν τὰ ἐκεῖ παρὰ τὴν
5Μακεδονίαν πολίχνια ῥᾷστά τε καὶ ἀπονητὶ παρεστήσατο καὶ σύν γε αὐτοῖς τάς τε γυναῖκας καὶ τὰ τέκνα καὶ τὰ χρήματα ξυνειλή‐ φει τοῦ τε δεσπότου καὶ τοῦ πρωτοβεστιαρίου καὶ τοῦ Ἀσὰν καὶ ὅσοι τῶν ἄλλως ἐχόντων συγκλητικῶν ἐκείνοις ἐκεῖσε συνδιατρί‐ βοντες ἦσαν.
10 εʹ. Ὁ δὲ γηραιὸς βασιλεὺς ἀπολωλεκὼς καὶ τὰς ἐκεῖθεν ἐλπί‐ δας καὶ εἰς ἀμηχανίαν ἐσχάτην ἐμπεπτωκὼς ἐβούλετο ἤδη πέμπειν πρεσβείαν πρὸς τὸν ἔγγονον περὶ σπονδῶν καὶ εἰρήνης, πρὶν ἐκ Μακεδονίας αὐτὸν ἀναλῦσαι. ἀλλ’ εὐθὺς ἑτέρα τις ἐλπὶς, ὡς μὴ ὤφελεν, ἐπεισφρήσασα καὶ ταύτην ἐξέκρουσε τὴν βουλήν.
15Μιχάηλος γὰρ ὁ τῶν Βουλγάρων ἄρχων λημμάτων ἐλπίδι μεγά‐ λων ἑαυτὸν ἐπάρας διεμηνύσατο λάθρα τῷ γηραιῷ βασιλεῖ, εἰ βούλοιτο, συμμαχῆσαι αὐτῷ κατὰ τοῦ ἐγγόνου. ὁ δὲ βασιλεὺς, ὥσπερ ἐκ μεγάλου ναυαγίου καὶ κλύδωνος ἀπροσδοκήτως λιμένι περιτυχὼν, ἀπρὶξ ἐπελάβετο τούτου. καὶ ἑξῆς διεπρεσβεύοντο πρὸς
20ἀλλήλους περὶ τοῦ ποιητέου καὶ περὶ ἐπαγγελιῶν καὶ συνθηκῶν, μηδενὸς ἐπιγινώσκοντος τὰ βουλεύματα, πλὴν δυοῖν ἢ τριῶν τῶν πάνυ πιστοτάτων καὶ τῆς Κραλαίνης, ἣ διηνεκῶς τὸν πατέρα καὶ βασιλέα ἀγαθῶν ἐνεπίμπλα ἐλπίδων, ὧν αὐτὴν οἱ ψευδο‐ μάντεις καὶ ἐγγαστρίμυθοι ἐνεπίμπλασαν. (Β.) Ὁ μέντοι μέγας
25λογοθέτης ὁ Μετοχίτης ὁρῶν στρεφομένην ἀνωμάλως τὴν τύχην

1

.

412

κατὰ τοῦ γηραιοῦ βασιλέως καὶ κατορχουμένην οὕτω τὰ πρά‐ γματα ἐδεδίει περὶ ἑαυτῷ μάλιστα πάντων αὐτὸς, ἅτε καὶ μάλιστα πάντων αὐτὸς κοινωνῶν τῷ βασιλεῖ ῥητῶν καὶ ἀποῤῥήτων καὶ γνώμης καὶ πράξεως πάσης. διὸ καὶ σύννους τις ἦν καὶ ἐμμέ‐
5ριμνος ἀεὶ καὶ τῶν μελλόντων πλήρης, οὐ μάλα τοι δεξιὸν τὸ μέλλον σκοπούμενος ἐπιόν. ἐν μιᾷ γοῦν τῶν νυκτῶν ἔδοξεν ἀλλό‐ κοτόν τινα θεάσασθαι ἄνθρωπον ἐπιστάντα οἱ κειμένῳ, ἀτεχνῶς λωποδύτῃ τινὶ καὶ ἀγρίῳ λῃστῇ ἐοικότα τὴν χεῖρά τε ἐμβαλόντα, ἀφελέσθαι τοῦ προσκεφαλαίου τὰς τοῦ θαλάμου κλεῖδας, ἐν ᾧ
10τά τε ἔπιπλα καὶ οἱ πολυτελεῖς ἔκειντο λίθοι καὶ ὅσα τῶν χρημά‐ των αὐτῷ περιῆν. τὸν δὲ βίᾳ τὸν ὕπνον ἀποτινάξασθαι καὶ θο‐ ρύβου μεστὸν ἐγερθέντα βοᾷν καὶ τοῖς θεράπουσιν ἐγκελεύεσθαι διώκειν τὸν λωποδύτην, μὴ φθάσῃ διαδρὰς μετὰ τῶν χρημάτων. ἐλελήθει γὰρ αὐτὸν ἐνύπνιον εἶναι τὰ φαντασθέντα καὶ οὐκ ἀλή‐
15θειαν. τῶν δὴ θεραπόντων διανιστάντων εὐθὺς καὶ τὰς θύρας κεκλεισμένας εὑρόντων καὶ διαβεβαιωσάντων φαντασίαν εἶναι τὸ πρᾶγμα καὶ μεθημερινῶν φροντίδων βλάστημα, μόλις εἰς ἑαυτὸν ἐλθὼν θερμότατόν τινα στεναγμὸν ἐκ βάθους ἀνέπεμψε καὶ οὐ τοσοῦτον μεθημερινῶν φροντίδων βλάστημα τὸ φανθὲν ἔκρινεν,
20ὅσον μαντείαν τινὰ καὶ προαναφώνησιν τοῦ μέλλοντος καταλήψε‐ σθαι τὸν οἰκεῖον οἶκον ἀφανισμοῦ. ὅθεν ἡμέρας γενομένης τὰ πλείω τῶν χρημάτων ἀφελόμενος τῆς οἰκίας, ἅτε ἀπεγνωσμένης ἤδη, διεμέρισέ τε καὶ τῶν φίλων τοῖς πιστοτάτοις λάθρα ἐδεδώ‐ κει φυλάττειν αὐτῷ. ὁ δὲ τὴν γυναῖκα καὶ τὰς θεραπαινίδας περὶ
25τὸν οἶκον ἀφεὶς αὐτὸς περὶ τὰ βασίλεια ἀπρόϊτον τοῦ λοιποῦ τὴν

1

.

413

διατριβὴν καὶ καταμονὴν ἐποιεῖτο, δεδιὼς τὴν τοῦ δήμου στάσιν φλεγμαίνουσαν κατ’ αὐτοῦ. (Γ.) Οἱ μέντοι παρὰ τοῦ γηραιοῦ βασιλέως προαποσταλέντες εἰς τὴν τῶν κατὰ Μακεδονίαν χωρῶν καὶ πόλεων διοίκησιν ἑάλωσαν ἅμα γυναιξί τε καὶ τέκνοις, ὡς
5ἔφθημεν εἰρηκότες, καὶ διαμερισθέντες ὅσα περὶ Θεσσαλονίκην καὶ Διδυμότειχον δεσμωτήρια πάντα μεστὰ ἑαυτῶν πεποιήκεσαν. ὁ δέ γε δεσπότης Δημήτριος φυγὰς ᾤχετο ἀπιὼν παρὰ τὸν Κράλην Σερβίας, γυναῖκα καὶ παῖδας καταλιπὼν διώκουσιν. ὁ δὲ πρωτο‐ βεστιάριος Ἀνδρόνικος μέχρι τινὸς ἑπόμενος καὶ αὐτὸς τῷ δεσπότῃ
10οὐκ ἐδυνήθη μέχρι τέλους καθάπερ τις παράσιτος ἐς ἀλλοτρίαν ἀποβλέπειν τράπεζαν ὥσπερ ἐκεῖνος. ἀλλ’ ἀναλογισάμενος, ὅσον ἐξαπίνης ἀφῄρηται πλοῦτον καὶ κτήνη καὶ κτήματα καὶ δόξαν μετὰ πασῶν τῶν ἐλπίδων, ὑποπτεύσας δὲ καὶ περὶ τῆς γυναικὸς ὅσα αἱ παρὰ τῶν ἐχθρῶν ἁλισκόμεναι πάσχουσιν ἄσεμνα, ἐς
15ἀπογνώσεως καὶ ἀμετρήτου λύπης βυθοὺς ἑαυτὸν ἐδεδώκει· καὶ οὕτως ἐν βραχεῖ τὸ ζῇν πικρῶς ἐξεμέτρησεν ἐν τόποις ἀλλοτρίοις καὶ ἐρημίαις πλανώμενος. ὁ δὲ Ἀσὰν Μιχαὴλ σπεύσας εἰσῆλθεν ἐς τὸ τοῦ Προσιάκου πολίχνιον· καὶ τοὺς οἰκήτορας ἐκεῖθεν ἐκβε‐ βληκὼς εἰς ἑαυτοῦ τοῦτο σωτήριον οἰκητήριον εἶχεν ἀσφαλισάμε‐
20νος. μετὰ δὲ βραχὺ προδοσίαν αἰσθόμενος ἑαυτοῦ μεταπέμπεται παρὰ τοῦ Κράλη Σερβίας φρουρὰν, ᾗ τὸ πολίχνιον παραδοὺς ᾤχετο παρὰ τὸν Κράλην καὶ αὐτὸς ἀπιών. (Δ.) Ἔτυχε δὲ τηνι‐ καῦτα τὸ τοῦ Μελενίκου φρούριον καὶ ὁπόση τούτῳ περίοικος
διοικῶν καὶ ἐπιτροπεύων ὁ Βασιλικὸς Νικηφόρος. οὗτος τῶν εὖ

1

.

414

μὲν γεγονότων ἦν, ἐδόκει δὲ τοῖς ἥκιστα κρίνειν εἰδόσιν ὀρθῶς τόν τε τρόπον εἶναι ἁπλοῦς καὶ πρακτικῆς ἐς τὰ μάλιστα ἄπειρος. ἀλλὰ τοῦτον ὁ χρόνος ἔδειξε τῶν τότε πάντων ὡς ἀληθῶς συνε‐ τώτερον. οἱ μὲν γὰρ ἀπογνώσει δόντες ἑαυτοὺς ἀγνοίᾳ τοῦ συμ‐
5φέροντος πικρῶς τὸν βίον ἀπήλλαξαν· οἱ δὲ ἑάλωσαν ἄκοντες καὶ μυρία πεπόνθασι τὰ δεινά· οἱ δ’ ἑκόντες προὔδοσαν ἑαυτούς. οὗτος δὲ μόνος θεῷ τὰ πείσματα τῶν ἐλπίδων ἀναψάμενος πρὸς τοσοῦτον πραγμάτων κλύδωνα ἑαυτὸν ἀντέστησε, μέχρι τελευ‐ ταίας ἀναπνοῆς τοῦ γηραιοῦ βασιλέως τὴν πρὸς αὐτὸν ἀκίβδηλον
10γνώμην καὶ πίστιν τηρήσας, καὶ μήτε πρὸς τὰς τοῦ νέου βασιλέως λαμπρὰς καὶ μεγάλας ὑποσχέσεις ἐνδοὺς, μήτ’ αὖ πρὸς τὰς πα‐ λαμναιοτάτας ἀπειλὰς καὶ περιστρατοπεδεύσεις αὐτοῦ δείσας ὅλως· ἀλλὰ τὸ φρούριον ἐκεῖνο στεῤῥῶς ἀσφαλισάμενος ἐκάθητο, λῆρον μακρὸν ἅπαντα τὰ τοιαῦτα ἡγούμενος, ἕως ἠκηκόει τὴν τοῦ γη‐
15ραιοῦ βασιλέως ἀπαλλαγήν. μέχρι γὰρ τούτου δικαίαν ἡγεῖτο τὴν ἔνστασιν· τὸ δ’ ἑξῆς ἄδικόν τε καὶ πρόφασιν οὐδὲν εὔλογον ἔχου‐ σαν. διὸ καὶ σπονδὰς πρὸς τὸν νέον εὐθὺς ποιησάμενος βασιλέα καὶ λαμπρὰς τὰς ἀμοιβὰς παρ’ αὐτοῦ δεξάμενος ἐδεδώκει τὸ φρούριον· καὶ λοιπὸν βουλήσει τοῦ βασιλέως αὐτὸς αὖθις ἦν ὁ
20διοικῶν καὶ ἐπιτροπεύων αὐτὸ, γέρας καὶ τοῦτο λαβὼν καὶ ἀντί‐ δοσιν τῆς πρὸς τὸν δεσπότην ἐκεῖνον πίστεως καὶ στοργῆς. ἐπεὶ καὶ συνετοῖς πολεμίοις αἰδέσιμος ἀνδρὸς ἀρετή. καὶ γὰρ Δημο‐ σθένην τὸν Ἀττικὸν ἐν τοῖς μάλιστα πολεμίοις ὄντα Φίλιππος
ἐμακάριζε, λέγων· „εἰ μέν τις Ἀθηναῖος ὢν ἐν Ἀθήναις φάσκει

1

.

415

τῆς πατρίδος ἐμὲ προτιμᾷν, τοῦτον ἀργυρίου μὲν πριαίμην ἂν, φιλίας δ’ οὐκ ἄν· εἰ δέ τις ὑπὲρ τῆς πατρίδος ἐμὲ μισεῖ, τούτῳ προσπολεμῶ μὲν, ὡς ἀκροπόλει καὶ τείχει, νεωρίοις καὶ τάφρῳ· θαυμάζω δὲ τῆς ἀρετῆς καὶ μακαρίζω τὴν πόλιν τοῦ κτήματος.“
5ἀλλὰ ταῦτα μὲν ὕστερον. νῦν δ’ ἐπανιτέον ὅθεν ἐπὶ ταῦτα ἐξέ‐ βημεν. (Ε.) Ἔαρος γὰρ ἀρχομένου κατὰ τὴν ἕκτην δηλαδὴ τῆς ἁγίας τεσσαρακοστῆς ἑβδομάδα συνεκρότησε πόλεμον τὰ ἀμφοῖν τοῖν βασιλέοιν στρατεύματα ἀγχοῦ τοῦ Μαυροποτάμου. ἐστρα‐ τήγει δὲ τούτων μὲν Κωνσταντῖνος ὁ Ἀσὰν, ἐκείνων δ’ ὁ πρω‐
10τοστράτωρ. εἰλήφεσαν τοίνυν κἀνταῦθα τὸ κράτος οἱ ἐναντίοι. τῶν δ’ ἡμετέρων πεπτώκασι μὲν ἐν τῷ πολέμῳ οὐ πλείους τῶν δέκα στρατιωτῶν· ἑάλωσαν δὲ τῶν ταξιάρχων οἱ πλείους μετὰ τοῦ στρατηγοῦντος Ἀσάν. οἱ δ’ ἕτεροι γυμνωθέντες δυστυχῶς τὴν ἐπὶ τὸ Βυζάντιον ἐπανῄεσαν. ἰδὼν δὲ ὁ νέος βασιλεὺς κατὰ
15ῥοῦν τοῖς αὐτοῦ κινήμασιν ἑπομένην τὴν τύχην, τὰ κατὰ Μακεδο‐ νίαν καὶ Θρᾴκην πάντα καταστησάμενος ὡς αὐτῷ γε ἦν βουλο‐ μένῳ ἐπὶ τὸ Βυζάντιον μεσοῦντος ἔαρος ἔσπευδε καὶ αὐτὸς, μὴ φθάσαντες ἐντὸς ὁ τῶν Βουλγάρων στρατὸς εἰσπηδήσωσιν, ἔπειτα μήτε στρατὸν ἀνάλογον ἔχουσαν εὑρηκότες τὴν βασιλεύουσαν καὶ
20ἄλλως πεπονηκυῖαν ἰδόντες ἐκ τοῦ λιμοῦ, ὃν ὁ τῶν Βενετικῶν τηνικαῦτα στόλος προὐξένησε, κατασφάξωσι τόν τε βασιλέα καὶ πᾶσαν εἰπεῖν ἡλικίαν καὶ μίαν ἀρχὴν καταστήσωσι τῷ σφῶν αὐ‐ τῶν ἀρχηγῷ τὴν ἀπὸ Βυζαντίου μέχρι τοῦ Ἴστρου· ἢ εἰ μὴ τοῦτό
γε δυνηθεῖεν, ἀλλ’ οὖν τό γε δεύτερον δύναμιν αἰφνίδιον τῷ

1

.

416

γηραιῷ βασιλεῖ παρασχόντες ἄβατον αὐτῷ δὴ τῷ νέῳ τοῦ λοιποῦ τὴν ἐπὶ τὸ Βυζάντιον καταστήσωσι, κἀνταῦθα περὶ τὸ τῆς σπου‐ δῆς ἁπάσης συμπέρασμα τὸ σκάφος αὐτῷ τῆς τύχης ἀνατραπείη, πάσας τὰς τῶν δρόμων ἐκείνων ἐλπίδας ὑποβρυχίους πεποιηκός.
5ἔτυχε τοίνυν τρεῖς ἐν ταὐτῷ κινδύνους ἡ ταλαίπωρος αὕτη με‐ γαλόπολις θεασαμένη τότε, οὓς κατὰ μέρος λέξοντες ἥκομεν. (ϛʹ.) Νῆες μακραὶ τετταράκοντα παρὰ Βενετικῶν ὁπλισθεῖσαι λαμπρῶς τὸν ἔκπλουν κατὰ τῶν ἐν τοῖς Γαλάτου Γεννουϊτῶν ἐποιή‐ σαντο, μὴ βουλομένων μεθ’ ἡσυχίας ἀποδιδόναι τὰ χρήματα,
10ὅσα παρὰ φορτίδος νεὼς αὐτῶν πειραταὶ Γεννουῗται περὶ μέσα που τὰ πελάγη τῆς κάτω θαλάσσης βιαίως ἀφείλοντο. καὶ ἐλθοῦ‐ σαι αἱ μὲν δύο καὶ τριάκοντα ἐσέπλευσάν τε ἐς τὸ πρὸ Βυζαντίου Κέρας καὶ ἔστησαν ἑαυτὰς μετωπηδὸν ἐς ἐπαγγελίαν πολιορκίας τῶν ἐν τοῖς Γαλάτου Γεννουϊτικῶν, εἰ ἀναβάλοιντο τὴν τῶν χρη‐
15μάτων ἀπόδοσιν· αἱ δ’ ὀκτὼ παρεφύλαττον ἀνιοῦσαι τὸν πρὸ τοῦ Ἱεροῦ πορθμὸν, ὃν δὴ τοῦ Πόντου καλοῦσιν αὐχένα. ἔνθα στρογγύλας τέτταρας ναῦς εὑρηκότες πρὸς ἔκπλουν ἑτοίμους ἐκρά‐ τησάν τε καὶ δύναμιν αὐταῖς ἐνεβίβασαν καὶ κατὰ τῶν ἐκ τοῦ Πόντου καταγομένων Γεννουϊτικῶν ὁλκάδων καὶ ταύτας ὁπλίσαν‐
20τες ἔστησαν. ἦν οὖν ἡμερῶν ὀλίγων ἰδεῖν τοσαύτας ὁλκάδας ἁλού‐ σας Ῥωμαϊκὰς ὁμοῦ καὶ Λατινικὰς, ὡς πεπληρῶσθαι τούτων πάντα μικροῦ τὸν πορθμόν. ἡλίσκοντο γάρ σφισιν ὁμοῦ καὶ Ῥω‐ μαίων ὁλκάδες, μὴ λάθωσι δι’ αὐτῶν παραῤῥυέντες καὶ Λατίνων συχνοί. καὶ συνέβαινεν οὕτω τῆς σιτοπομπίας ἀποκλεισθείσης
25λιμὸν τοῖς Βυζαντίοις ἐγγίνεσθαι οὐ μικρόν. διήρκεσε γὰρ τὸ τῆς

1

.

417

τοιαύτης πολιορκίας ἄχρι πεντεκαίδεκα ἡμερῶν, ἐν αἷς πόλεμος μὲν οὐκ ἐγίγνετο. οὐ γὰρ ἀπελέγοντο τὴν τῶν ζητουμένων χρη‐ μάτων οἱ Γεννουῗται ἀπόδοσιν· ἀλλ’ ὑπισχνοῦντο μὲν, ὑπερετί‐ θεντο δέ· τοῖς δὲ Βενετικοῖς ἥκιστα τῶν δυνατῶν ἦν ὅλως ἐπα‐
5νιέναι κενούς. ἦσάν γε μὴν οὐδένες, οὓς οὐ μάλα ἐξέπληξεν ἡ τῶν Βενετικῶν εὐταξία καὶ ἡ μετὰ δικαιοσύνης μεγαλοπρέπεια. οὐδὲ γὰρ ἠξίωσε τῶν πάντων ἐκείνων οὐδεὶς ἐξελθὼν ἀφελέσθαι τι τῶν ἁπάντων ἄνευ τιμῆς ἀργυρίου, καὶ ταῦτα τοσούτου παμ‐ πληθοῦς τε καὶ σύρφακος ὄχλου συνόντος. ἀλλ’ ἦσαν ἅπαντες
10πρὸς τὴν τῶν ἀρχόντων ἐξουσίαν ἑπόμενοι, καθάπερ ποιμέσι τὰ ποίμνια. καὶ ἦσαν ἀνὰ πάσας ἐκείνας τὰς ἡμέρας ἱστάμενοι ἐπὶ τῶν νεῶν, μηδαμῶς ἐνδιδόντες πρὸς τὴν ἀκμὴν ἐκείνην τῆς τοῦ ἡλίου φλογός. τὰ δὲ τῶν Ῥωμαίων ἀκάτια κατὰ πλῆθος περιε‐ κύκλουν αὐτοὺς, πᾶν ὅ,τι χρειῶδες ἐτύγχανέ σφισιν ἀφθόνως
15κομίζοντα καὶ ἀντιλαμβάνοντα πλείονα ἢ ἐχρῆν τὸν μισθόν. ἀλλ’ οὐδὲ τῶν ἁλισκομένων ἐκείνων νεῶν ἁπασῶν τοῦ πληρώματος ἐλυμήναντο τὸ παράπαν οὐδέν. ἦν γὰρ τῶν μὲν πλήρωμα σῖτος καὶ κριθὴ, τῶν δὲ ὄψων ταρίχη, ὁπόσα γεωργοῦσι λίμναι Κω‐ παΐδες τε καὶ Μαιώτιδες καὶ ποταμοὶ Τανάϊδες. ἀλλὰ διετήρησαν
20ἐς τἀκριβὲς ἀλώβητα, ἕως ἀπολαβόντες τὸ χρέος ἀπέδοσαν ἅπαν‐ τα. ἓν μὲν δὴ τοῦτο δεινὸν ἐπέστη τότε τῇ πόλει. δεινότερον δ’ ἂν ἦν, εἰ καὶ εἰς πέρας προὔβαινον τὰ λαθραῖα βουλεύματα. ὁ γὰρ βασιλεὺς ἔξωθεν πρεσβείαν πρὸς αὐτοὺς κρύφα ἀπεστάλκει χρήμα‐
τα ὑπισχνούμενος, εἰ συνεργοὶ συνεσκιασμένοι γένοιντό οἱ πρὸς τὴν

1

.

418

τῆς πόλεως ἅλωσιν. τοῦτο μὲν οὖν οὐκ ἐγεγόνει, εἴτε μὴ δεξαμέ‐ νων τῶν Βενετικῶν τὴν τοιαύτην πρεσβείαν, εἴτε οὐ ῥᾴδιον εἶναι τοῦτο συννενοηκότων διὰ τὸ συνεχέσι φρουροῖς πεπυργωμένον εἶναι τὸ τεῖχος ἅπαν ὁμοῦ καὶ τὰς πύλας τῶν Βυζαντίων. (Ζ.) Δεύτε‐
5ρον δὲ τῶν περιστάντων τότε τῇ πόλει δεινῶν, τρισχιλίους ἱππέας κατὰ τὰ ξυγκείμενα ὁ τῶν Βουλγάρων ἀπολεξάμενος ἀρχηγὸς συμ‐ μαχήσοντας ἀποστέλλει τῷ βασιλεῖ κατὰ τοῦ νέου βασιλέως· οἷς δὴ προστεταγμένον ἦν, ὡς ἐθρυλλήθη παρ’ ὡντινωνοῦν, εἰ ἀδείας ἐπιτύχοιεν προσηκούσης, νεωτερισμόν τινα διαπράξασθαι περὶ τὸ
10Βυζάντιον. ἀλλ’ ἐληλυθόσιν οὐ συγκεχώρηταί σφισιν ἐντὸς γενέ‐ σθαι πυλῶν, πλὴν ἢ μόνῳ τῷ σφῶν στρατηγῷ. διὸ καὶ παρεκ‐ κλίναντες ἐστρατοπεδεύκασι περὶ τόπον σταδίους ἀπέχοντα τῆς βασιλευούσης πέντε καὶ ἐννενήκοντα. (Η.) Ἀλλὰ μιᾷ ἡμέρᾳ πρό‐ τερον ἐξιππασάμενος ὁ νέος βασιλεὺς μετ’ ὀλίγων πάνυ τινῶν
15ἧκεν ἐξ ἀφανοῦς ἀθρόως εἰσπηδήσων ἐς τὸ Βυζάντιον. αἰσθομέ‐ νων δὲ τῶν πυλωρῶν ἀπεκλείσθη, ὡς ἐντεῦθεν ἀναγκασθέντα δεῖσθαι τοῦ βασιλέως καὶ πάππου θερμῶς καὶ ὑπισχνεῖσθαι πρὸς ἅπαν ὑπείξειν τὸ προσταττόμενον, ὡς εἷς τῶν ἀργυρωνήτων, πρίν τι γενέσθαι τῶν ἀπευκτῶν θατέρῳ δυοῖν, οὕτω κορυφωθείσης
20τῆς μεταξὺ μάχης. ἀλλ’ αἱ τῶν Βουλγάρων ἐλπίδες κουφίζουσαι τὴν τοῦ γηραιοῦ βασιλέως ἔτι ψυχὴν οὐκ εἴων συνθέσθαι ταῖς ἐκείνου δεήσεσιν. ἔπειτα οὐδὲ πιστεύειν εἶχεν αὐτῷ καθαρῶς ἐκ πολλῶν τῶν προειληφότων. τούτων μὲν δὴ τριῶν περιστάντων
τότε κινδύνων τῇ πόλει οὐδεὶς τοῦ σκοπουμένου τετύχηκε τέλους.

1

.

419

(Θ.) Ὅ γε μὴν βασιλεὺς ὁ νέος ἄρας ἐντεῦθεν ἀπῄει, σφοδρῶς ἀνιώμενος πρὸς τὴν ἀωρίαν τῶν βουλευμάτων, καὶ τὴν οὕτω συμ‐ βᾶσαν τῶν πραγμάτων ἐμέμφετο περιπέτειαν καὶ οἷον εἰπεῖν ἀπε‐ γνωκότι ἐῴκει· καὶ προελθὼν κατέλυσε παρὰ χωρίῳ τινὶ Λόγους
5ἐπικεκλημένῳ. ἐκεῖθεν διαπρεσβεύεται πρὸς τὸν στρατηγὸν τῶν Βουλγάρων, ἀγχοῦ που στρατοπεδεύοντα· καὶ δῶρα τὰ μὲν ἤδη πέπομφε, τὰ δὲ ὑπισχνεῖται, εἰ λαβὼν τὸν οἰκεῖον στρατὸν ἐπὶ τὰ οἴκοι ἀναχωροίη. καὶ συνθέμενον πρὸς εὐωχίαν καλεῖ μετὰ τῶν αὐτοῦ ταξιάρχων· καὶ τῇ ὑστεραίᾳ ψυχαῖς ἡδομέναις οἴκαδε
10προὔπεμψε. ϛʹ. Τούτων οὕτως ἐχόντων αὐτομολοῦσι πρὸς βασιλέα τὸν νέον περὶ τὸ δηλωθὲν χωρίον στρατοπεδεύοντα δύο τινὲς τῶν τοῦ τείχους τῆς βασιλευούσης φρουρῶν, ὄνομα Κάμαρίς τε καὶ Κα‐ στελλάνος, τεκτονικήν τινα μετιόντες τὴν τέχνην· οἳ καὶ ἀπολα‐
15βόντες τὸν βασιλέα μηδενὸς ἄλλου συνόντος πλὴν τοῦ μεγάλου δομεστίκου Καντακουζηνοῦ διαλέγονται περὶ προδοσίας καὶ ἀπαι‐ τοῦσιν ἐγγράφους ὑποσχέσεις χρημάτων ὁμοῦ καὶ κτημάτων ἀφθό‐ νων. ἃ δὴ πάντα λαβόντες ῥᾳδίως καὶ διδάξαντες τὴν ὥραν καὶ τὸν τρόπον αὐτοὶ μὲν ἐπανῆκον ἐς τὴν ὑστεραίαν δέει τοῦ μὴ ἐς
20ὑποψίας ἐμπεπτωκέναι τοῖς ἐκ γειτόνων. ὁ δὲ βασιλεὺς τέτταρας περιμείνας ἡμέρας ἐκεῖ κλίμακα διὰ μηρίνθου κατεσκευάκει, ὁποίας καὶ περὶ τὸν ἱστὸν αἱ μέγισται αἰωροῦσιν ὁλκάδες. τῆς δὲ κυρίας ἐληλυθυίας νυκτὸς οἱ μὲν προδόται ὤνιον εἰληφότες ἐξ ἑσπέρας
οἶνον πολὺν ἄκρατον πίνειν παρεῖχον τοῖς γείτοσι τῶν φρουρῶν,

1

.

420

ὡς ἐντεῦθεν εἰς ὕπνον τραπέσθαι πάντας βαθύτατον καὶ μηδὲν πλὴν τοῦ ἀναπνεῖν ἀπεοικέναι νεκρῶν. περὶ δὲ μέσας νύκτας ἥκου‐ σιν οἱ τὴν κλίμακα φέροντες παρὰ τὸ τεῖχος· ἣν εὐθὺς ἀνιμή‐ σαντο σχοῖνον χαλάσαντες ἄνωθεν οἱ προδόται, δι’ ἧς καὶ ἀνή‐
5γαγον τῶν ἔξωθεν ὁπλιτῶν ὀκτωκαίδεκα· οἷς καταβεβηκόσιν ἐκ‐ μοχλεῦσαι ῥᾳδίως τὴν τοῦ Ῥωμανοῦ καλουμένην ξυμβέβηκε πύ‐ λην, καὶ λοιπὸν ἀκωλύτως στρατὸς εἰσεχώρει ξύν γε τῷ βασιλεῖ. (Β.) Ἀλλ’ ἐκεῖνο μικροῦ με παρέδραμε. δύντος γὰρ ἤδη τοῦ ἡλίου καὶ τῶν Βυζαντίων πυλῶν κλεισθεισῶν ἧκέ τις καὶ τῶν
10ἔγγιστα χωρίων τῷ δρόμῳ ἀσθμαίνων· καὶ κρούσας τὰς παρὰ τῇ Γυρολίμνῃ πύλας ἐκπληκτικώτερον ἐκάλει τινὰ τῶν ἔνδον· καὶ ἐλθόντι ἑωρακέναι ἔφασκε πρὸ βραχέος πολλούς τινας τῶν τοῦ νέου βασιλέως σπουδῇ προσελαύνοντας πρὸς τὰ περὶ τὸν Ῥωμα‐ νὸν τείχη τῆς πόλεως. ὅπερ ἀκουσθὲν τῷ βασιλεῖ φόβον ἐνέβαλε
15πλεῖστον καὶ θόρυβον ἐνεποίησε λογισμῶν. καὶ ἔδοξεν ἀνοίξαντι συχνοὺς τῶν στρατιωτῶν ἐξαποστεῖλαι, φύλακας περιπόλους τοῦ χερσαίου γενησομένους τείχους ἀπὸ θαλάττης ἄχρι θαλάττης. ἀλλ’ ὁ μέγας ἐμποδὼν γεγένηται λογοθέτης, ἀνάξιον εἶναι φήσας με‐ γαλοπρεπέσι φρονήμασιν, ἐνδιδόναι πρὸς οὕτω σμικροπρεπεῖς
20ἀκοὰς καὶ φήμας ἀγεννεῖς. [ἢ γὰρ μὴ εἶναι τὸ λαληθὲν ἀληθὲς, ἢ μωρὰν εἶναι τὴν ἐπιχείρησιν, τοσούτοις ὅπλοις τῶν τε πυλῶν ὁμοῦ καὶ τῶν τειχῶν πεφραγμένων. ταὐτὸν γὰρ πείσονται, εἰ τῇ εἰσόδῳ νῦν ἐπιχειρεῖν ἐθελήσαιεν οἱ πολέμιοι, ὁποῖον καὶ οἱ πρὸς
κέντρα λακτίζοντες. ταυτὶ δ’ ἔφασκεν οὗτος, εἴτε διὰ τὸ ἀδαὴς

1

.

421

στρατιωτικῶν εἶναι πραγμάτων, εἴτε τοῦ θεοῦ σφήλαντος τὴν τούτου διάνοιαν, ἵνα καὶ πέρας ἡ κυρωθεῖσα ἄνωθεν ψῆφος σχοίη κατὰ τοῦ γηραιοῦ βασιλέως καὶ τῶν τούτου πραγμάτων. (Γ.) Οὔπω τὸ τρίτον τῆς νυκτὸς παρεῤῥύη καὶ συχνοὶ παρὰ τὰς πύλας αὖθις
5τῆς Γυρολίμνης ἧκον ἀγροῖκοί τινες ἐκ τῶν προαστείων τῆς Βυ‐ ζαντίδος καὶ πολὺν ἐδήλουν τοῖς φύλαξιν ἀθροίζεσθαι ὅμιλον ἔξωθεν παρὰ τὰς πύλας τοῦ Ῥωμανοῦ. ὅπερ αὖθις εἰς τὰς βασι‐ λικὰς ἀκοὰς ἀνενηνεγμένον εἰς φόβον καὶ θόρυβον ἤγαγε πλείονα· καὶ τραχυτέρᾳ χρησάμενος τῇ φωνῇ πρὸς τὸν μέγαν ἔφασκε λογο‐
10θέτην· „ἔοικας, ἄνθρωπε, σιδήρου φύσιν εἰληφέναι. διὰ γὰρ τοῦτο καὶ ἀδεῶς ἔχεις τῶν λογισμῶν καὶ οὐκ ἐπαισθάνῃ τῶν περι‐ στοιχιζόντων ἡμᾶς ἄρτι κινδύνων. ἢ οὐχ ὁρᾷς, ὡς οὐκ ἐᾷ με τὸ πρᾶγμα καθῆσθαι, μηδὲ καταδαρθάνειν· ἀλλ’ ὥσπερ τις ἰσχυ‐ ρὸς πάταγος ὁ τοῦ ἐγγόνου μου θόρυβος κροτεῖ μου τὰς ἀκοὰς
15καὶ συγχεῖ μου τὴν διάνοιαν καὶ δεινῶν μοι πέλαγος ἔῤῥωγε, τάς γε φρένας τινάττων συχνὰ καὶ κυκῶν καὶ βυθίζων μου τὴν καρ‐ δίαν;“ ὅδ’ ἄντικρυς Μακκαβαῖος ἦν, τοῖς προτέροις ἐμμένων δόγμασι καὶ περιφρονῶν τὰ λεγόμενα, καθάπερ τις προβλὴς θα‐ λάττιος· ὥστε καὶ ἀναστὰς ἀπῄει καθευδήσων, ἔργῳ δεικνὺς ὡς
20μάταιος ὄχλος καὶ οὐδὲν ἰσχυρὸν τὰ πρὸς πολεμίων ἔξωθεν δρώ‐ μενα. (Δ.) Ὁ δὲ βασιλεὺς μόνος ἀπολειφθεὶς καὶ οὐκ ἔχων πλὴν τῶν οἰκειακῶν μειρακίσκων ἕτερον, ᾧ κοινωνήσει τοῦ πάθους, ἐπὶ τῆς βασιλικῆς καὶ αὐτὸς ἑαυτὸν κατέκλινε κλίνης, μηδὲν τῶν ἱματίων ἐκδύς· ἀλλ’ ἅμα τούτοις καὶ ὅλην ἐνδεδυμένος σαφῆ τὴν
25ἀπόγνωσιν ἔκειτο μεμερισμένος πικροῖς καὶ ἀλλεπαλλήλοις λογι‐

1

.

422

σμοῖς τὴν ψυχὴν καὶ ὅλον τὸ σῶμα περιστρεφόμενος τῇδε κἀκεῖσε συχνὰ, ὥσπερ ἂν εἰ κρατῆρας εἶχε πυρὸς ὑφάπτοντας κάτωθεν τὴν κλίνην. τούτων οὕτως ἐχόντων πολὺς ἠκούσθη θόρυβος ἔξω περὶ τὰ βασίλεια καὶ τὰς βασιλείους πύλας, τὴν τοῦ νέου βασι‐
5λέως περιηχῶν εἴσοδον, καὶ κρότος ὅπλων μάλα πολύς· ἦσαν γὰρ οἱ συνεισελθόντες τῷ βασιλεῖ στρατιῶται πλείους ὀκτακοσίων· καὶ ἅμα πανταχόθεν εὐφημίαι καὶ γλῶσσαι τὸν νέον ἀνακηρύττου‐ σαι βασιλέα. αἰσθόμενος δ’ ὁ γηραιὸς βασιλεὺς τοῦ θορύβου καὶ τῆς βοῆς ἐξανέστη τῆς κλίνης, ἐκπλήξει πολλῇ συνεχόμενος· καὶ
10μὴ ἔχων οὐδένα τὸν βοηθήσοντα, μήτε στρατιώτην, μήτε στρα‐ τηγόν· πλὴν γὰρ τῶν θαλαμηπόλων μειρακίσκων ἐρημία πολλὴ τὰ βασίλεια εἶχε· καταφεύγει πρὸς τὴν θείαν εἰκόνα τῆς ὑπεράγνου θεομήτορος τῆς Ὁδηγητρίας. συχνῶν γὰρ ἡμερῶν ἐκομίσθη πρὸς τὰ βασίλεια πρότερον καὶ ἦν αὐτῷ παραμύθιον ἀσφαλές. πρὸς
15ταύτην τοίνυν καταφυγὼν καὶ περιχυθεὶς τοὔδαφος μάλα περιαλ‐ γής τε καὶ ἔνδακρυς ἐδεῖτο θερμῶς, μὴ περιϊδεῖν κινδυνεύοντα μιαι‐ φονίας ξίφεσι τὴν ψυχὴν παραπέμψαι. ναὶ μὴν καὶ ἐπήκοος ἐγέ‐ νετο τῆς δεήσεως αὐτοῦ καὶ ταχίστην ἐχαρίσατο τὴν ἐπικουρίαν ἡ πάνθ’ ὅσα βούλεται δυναμένη πάναγνος θεοτόκος. (Ε.) Τοιαύτας
20γὰρ ἔνδον τῶν βασιλείων αὐτοῦ τὰς δεήσεις τῇ θεοτόκῳ προσφέ‐ ροντος, ὁ νέος ἔξωθεν βασιλεὺς συγκαλέσας πάντας τοὺς περὶ αὐ‐ τὸν στρατηγοὺς καὶ ταξιάρχους παρεκελεύετο μάλα σφοδρῶς, μήτε χεῖρα φονεύτριαν, μήτε γλῶσσαν ὑβρίστριαν ἐπενεγκεῖν μήτε τῷ πάππῳ καὶ βασιλεῖ, μήτε μηδενὶ τῶν ἁπάντων ἑτέρῳ. „οὐ
25γὰρ ἡμεῖς,“ φησὶν, „ἀλλ’ ὁ θεὸς ἡμῖν τὰ τοιαῦτα παρέσχετο

1

.

423

τρόπαια. καὶ θεοῦ μὲν βούλησις πάντα κινεῖ· ὑπηρετεῖ δὲ πάντα, ἀστέρες, ἀὴρ, θάλασσα, γῆ, ἄνθρωποι, κεραυνοὶ, πρηστῆ‐ ρες, λοιμοὶ, σεισμοὶ, ὑετοὶ ῥαγδαῖοι, καρπῶν ἀφορίαι, καὶ ὅσα τούτοις ἑπόμενα, τὰ μὲν πρὸς εὐδαιμονίαν, τὰ δὲ πρὸς κακοδαι‐
5μονίαν, ἢ μᾶλλον πρὸς παίδευσιν καὶ σωφρονισμόν. ὑπηρέταις δὴ οὖν ἡμῖν καὶ κολασταῖς τῆς παρούσης χρώμενος παιδεύσεως δίδωσι νίκας καὶ τρόπαια ταῖς ἡμῶν δεξιαῖς. χρήσεται δ’ ἴσως ἄλλοις αὔριον καθ’ ἡμῶν· καὶ ὁποῖοι καὶ ἡμεῖς ἐσόμεθα τοῖς ἐς τὰς ἡμῶν χεῖρας παραδοθεῖσιν εἰς παίδευσιν, τοιοῦτοι πάντως
10ἔσονται καὶ ἡμῖν, οἷς ἡμεῖς παραδοθησόμεθα. ὥστε εἰ μὴ δι’ ἔλεον καὶ οἶκτον συγγενικῶν τε καὶ ὁμοφύλων αἱμάτων, διὰ γοῦν πρόνοιαν ἡμῶν αὐτῶν φιλανθρωπίᾳ νυνὶ χρήσασθαι βέλτιον, μὴ βαρυτέρας αὐτοὶ πειραθῶμεν θεομηνίας.“ (ϛʹ.) Ἐν τούτοις ἐλ‐ θών τις ἐκ τῶν βασιλείων ἀνέῳξέ τε τὰς πύλας τῷ νέῳ βασιλεῖ
15καὶ ἀγγελίας αὐτῷ ταύτας κομίζει παρὰ τοῦ πάππου· „ἐπειδὴ τήμερον ὁ θεὸς ἀφελὼν ἐμοῦ τὸ βασίλειον, υἱέ μου, σκῆπτρον σοὶ τοῦτ’ ἐχαρίσατο, μίαν ταύτην αἰτῶ παρὰ σοῦ χάριν ἀντὶ πολλῶν, ὧν ἐξ αὐτῆς σοι γενέσεως ἐδεδώκειν αὐτός (ἐῶ γὰρ λέ‐ γειν ἐν ταῖς παρούσαις τύχαις ὢν, ὅτι καὶ τῆς γενέσεως αὐτῆς
20καὶ τῆς ἐς βίον προόδου μετά γε θεὸν αὐτός σοι κατέστην αἴτιος)· χάρισαί μοι τὴν ἐμαυτοῦ ζωήν· φεῖσαι πατρικῆς κεφαλῆς· μὴ βίαιον ἐπενέγκῃς αἵματι σίδηρον, ἀφ’ οὗ σὺ τὰς πηγὰς ἐδέξω τοῦ ζῇν. ἄνθρωπος μὲν ἐπόπτης ἐστὶν οὐρανοῦ τε καὶ γῆς· τῶν δ’
ἀνθρωπίνων πράξεων ἐπόπται γῆ τε καὶ οὐρανός. μὴ δὴ οὖν ἐθε‐

1

.

424

λήσῃς ἀθεμίτων ἔργων καὶ οἵων οὐδείς πω τετόλμηκεν ἐξ αἰῶνος ἐπόπτας λαβεῖν γῆν τε καὶ οὐρανόν. εἰ δ’ ἀδελφικὸν αἷμα κατὰ τοῦ Κάϊν ἐβόα πάλαι πρὸς κύριον, πῶς οὐ πατρικὸν αἷμα βοήσει πρὸς κύριον καὶ γῇ τε καὶ ἡλίῳ καὶ ἀστράσι τὸ τοσοῦτον ἀναγγε‐
5λεῖ τόλμημα καὶ διατραγῳδήσει πρὸς ἅπαντας βασιλέας ἐθνῶν; αἰδέσθητι γῆρας ἐλεεινὸν ἐμοὶ μὲν βίου τελευτὴν οὐκ εἰς μακρὰν ὑπισχνούμενον, σοὶ δὲ φροντίδων μακρῶν ἀνάπαυσιν. αἰδέσθητι χεῖρας, αἵ σε πολλάκις ἐν σπαργάνοις ὄντα καὶ γάλαξιν ἠγκαλί‐ σαντο. αἰδέσθητι χείλη πολλάκις μετὰ θερμοῦ σε τοῦ φίλτρου
10φιλήσαντα καὶ δευτέραν προσειπόντα ψυχήν. κάλαμον ἐῤῥιμμένον ὑπὸ τῆς τύχης οἴκτειρον καὶ μὴ καὶ αὐτὸς ἐθελήσῃς δευτέραν ἐπε‐ νεγκεῖν συντριβήν. μὴ ταῖς παρούσαις ἄνθρωπος ὢν πίστευε τύ‐ χαις· ἀλλ’ ὅρα τὸ τῶν πραγμάτων ἀβέβαιον καὶ ἀστάθμητον ἀρξάμενος ἐξ ἐμοῦ. ὅρα μακροῦ βίου τέλος. θαύμασον, πῶς μία
15δὴ νὺξ αὕτη με βασιλέα παρειληφυῖα πολυετῆ βασιλευόμενον οἴχε‐ ται καταλιμπάνουσα.“ τούτοις τοῖς λόγοις μαλακισθεὶς ὁ νέος Ἀνδρόνικος μικροῦ καὶ δακρύων ἥττων γενόμενος εἴσεισι τὰ βασί‐ λεια, πολλὴν ὑπὲρ σωτηρίας τοῦ πάππου ποιούμενος πρόνοιαν. καὶ πρῶτα μὲν τῇ σεβασμίᾳ τῆς θεομήτορος εἰκόνι τὴν προσή‐
20κουσαν ἀποδοὺς προσκύνησιν, ἔπειτα τὸν πάππον ταύτης ἐχό‐ μενον ἀπολαβὼν ἠσπάσατό τε περιπτυξάμενος καὶ λόγοις ἀνεκτή‐ σατο μειλιχίοις. (Ζ.) Ἐκεῖθεν ἄπεισιν εἰς τὴν τῶν Μαγγάνων μονὴν, ἔνθα φθάσας ὁ λόγος ἐδήλωσεν ἐν ἀδέσμῳ φυλακῇ τὸν
πατριάρχην Ἠσαΐαν καθῆσθαι. τοῦτον οὖν ἄρας ἐκεῖθεν καὶ ἐφ’

1

.

425

ἓν τῶν βασιλικῶν ὀχημάτων ἀναβιβάσας, ὡς εἶχε τῶν ἐρυθροβα‐ φῶν κοσμημάτων, τῷ πατριαρχικῷ φέρων ἀποδίδωσι θρόνῳ· οὐκ ἐπισκόπων τινῶν οὐδὲ πρεσβυτέρων προοδευόντων καὶ ἑπομέ‐ νων, ἀλλ’ αὐλητῶν καὶ αὐλητρίδων καὶ ὀρχηστῶν καὶ ὀρχη‐
5στρίδων σὺν ᾠδαῖς χαρμοσύνοις τὴν πομπὴν ποιουμένων ἐκείνην. ὧν μία τις, ἡ μάλιστα τῶν ἄλλων αὐλητρίδων δοκιμωτάτη, ἵππου ἐν ἀνδρικῷ τῷ σχήματι ἐπιβαίνουσα τοῖς στρατευομένοις εἵπετο μὲν καὶ πρότερον, εἵπετο δὲ καὶ νῦν προπομπεύουσά τε τῷ πα‐ τριάρχῃ καὶ ταῖς συνήθεσι καὶ πορνικαῖς φλυαρίαις τόν τε πατριάρ‐
10χην, καὶ ὅσοι τότε παρῆσαν, εἰς γέλωτας ἀσήμους ῥᾷστα παρα‐ σύρουσα. (Η.) Ἦν δ’ ἕωθεν ἐς ἑσπέραν ἰδεῖν τὴν ἡμέραν ἐκείνην κενωθέντα τὸν ὄλβον ἅπαντα τῶν οἴκων τῶν λαμπροτάτων καὶ λείψανα τὴν ταχίστην καταστάντας αὐτοὺς ἐρειπίων καὶ δημοτι‐ κὸν ἄθυρμα· καὶ μάλιστα πάντων τὴν τοῦ μεγάλου λογοθέτου
15λαμπροτάτην οἰκίαν, καὶ ὅσα τῶν χρημάτων ἔν τε τῇ οἰκίᾳ ἐτα‐ μιεύοντο, καὶ ὅσα φθάσας τισὶ τῶν φίλων παρέθετο. τῶν γραμμα‐ τείων γὰρ εὑρεθέντων, ἃ τοὺς εἰληφότας φίλους ἐδήλου, λαφύρων μερὶς ἐγεγένηντο πάντα καὶ οὐδὲν τῶν ἁπάντων αὐτῷ παρελείφθη· ἀλλὰ τὰ μὲν εἰς τὸ βασιλικὸν εἰσενήνεκται πρυτανεῖον, τὰ δὲ δη‐
20μοτῶν διενείμαντο χεῖρες· καὶ γέγονε πένης εὐθὺς ὁμοῦ τοῖς παισὶν ὁ πάντων μετὰ βασιλέα εὐδαιμονέστατος πᾶσι δοκῶν. ἀκράτου γὰρ τῆς εὐδαιμονίας ἐν πολλοῖς ἀπολελαυκὼς τοῖς ἡλίοις ὅλον ἐκ‐
πέπωκεν ἄκρατον ἡμέρᾳ μιᾷ τὸν τῆς λύπης κρατῆρα. καὶ ἦν

1

.

426

ἀκούειν τῶν μεμψιμοίρων λεγόντων τά τε ἄλλα καὶ ὡς πενήτων ἦν αἵματά τε καὶ δάκρυα τὰ τοιαῦτα χρήματα, συνεισφερόμενά τε καὶ χορηγούμενα παρ’ οἷς ἐπετέτραπτο πόλεών τε καὶ χωρῶν διοίκησις Ῥωμαϊκῶν· ἵν’ ἐκείνων μὲν ἀπηνῶς χρωμένων τοῖς τα‐
5λαιπώροις Ῥωμαίοις, οἷά τισιν ὠνητοῖς ἀνδραπόδοις, αὐτὸς ἐπι‐ τειχίζῃ τούτοις τὴν ἐς βασιλέα καταφυγὴν καὶ μένῃ τὸ μέγα τοῦτο δεινὸν ἀνεκδίκητον πανταχόθεν· ὅθεν ὁ τῆς δίκης ὀφθαλμὸς οὐκ εἰς τέλος κεκοίμηται, ἀλλὰ διανέστη καὶ τὴν προσήκουσαν ὀψὲ καὶ μόλις ἐπήνεγκε κόλασιν. ταῦτα παρὰ πολλῶν ᾀδόμενα πικρο‐
10τέραν ἐποίουν τὴν τοῦ ἀνδρὸς συμφοράν. (Θ.) Πῶς δ’ ἄν τις ἐξαριθμοίη τὴν τότε πρὸς ἀλλήλους ἐπανάστασιν πάντων Ῥωμαίων, καὶ μάλιστά γε τῶν Βυζαντίων; ἡ γὰρ τῶν δυοῖν βασιλέων δια‐ φορὰ διαφόρους ὡς τὸ εἰκὸς καὶ τοὺς ὑπηκόους ποιήσασα κατ’ ἀλλήλων ἐξέμηνε· τέκνα κατὰ γονέων, φημὶ, καὶ γονέας κατὰ
15τέκνων, ἀδελφοὺς κατ’ ἀδελφῶν καὶ κατὰ γειτόνων γείτονας· τὸ δὲ μεῖζον, ἐπισκόπους καὶ πρεσβυτέρους κατ’ ἐπισκόπων καὶ πρεσβυτέρων καὶ μοναχοὺς κατὰ μοναχῶν. καὶ εἰ μὴ βασιλεὺς φιλανθρώπου γνώμης τυχὼν ἐς ὑπερβολὴν τῶν τε στρατιωτῶν καὶ τοῦ δήμου τὴν φορὰν ἀνεχαίτισε, τάχ’ ἂν Μυσῶν λείαν εἰργά‐
20ζοντο τά τε ἱερὰ καὶ τῶν Βυζαντίων τοὺς οἴκους· τάχα δ’ ἂν καὶ φόνος ἠγείρετο πλεῖστος, δίκην βουλομένων παρ’ ἀλλήλων τῶν πλείστων λαμβάνειν, εἴ τίς τινι κατὰ τὰς μάχας ἐκείνας ἐμπε‐ παρῴνηκεν. „εἰ γὰρ ἐγὼ,“ φησὶν ὁ βασιλεὺς, „τοῖς γλῶσσάν τε
βακχεύουσαν καὶ ξίφος ἐπίβουλον ἄρασι κατ’ ἐμοῦ πᾶσαν αἰτίαν

1

.

427

ἀφῆκα, πολλῷ μᾶλλον ὑμᾶς τοῦτο ποιεῖν χρὴ πρὸς τοὺς συνδού‐ λους· τοῦτο μὲν καὶ ὡς τὴν μίμησιν ἀναφέρειν ὀφείλοντας εἰς ἐμέ· τοῦτο δὲ καὶ ὡς εἰδότας οὐχ ὅμοιον ὂν τὸ τῆς ἐκβάσεως τέλος ὑπηκόου τε φονευθέντος καὶ βασιλέως.“ (Ι.) Εἰ δὲ καὶ ἡμεῖς
5τῷ γηραιῷ κατὰ τὸ εἰκὸς προσκείμενοι βασιλεῖ ῥοθίοις τισὶν ἐνετύ‐ χομεν τοῦ χειμῶνος ἐκείνου, καινὸν οὐδέν. οὔτε γὰρ δίκαιον ἦν, ἡμᾶς μηδεμιᾷ προσκεῖσθαι μερίδι, τοῦ Σόλωνος τοῦτο προτρέ‐ ποντος· καὶ πρός γε τῶν εἰκότων αὖ, τοῦ ποιμένος παταχθέντος δεινὰ παθεῖν κατὰ τὸ ἀνάλογον ἅπαν τὸ ποίμνιον.
10 ζʹ. Ἦν μέντοι τετάρτη καὶ εἰκοστὴ τοῦ μαΐου μηνὸς ἡ ἡμέρα ἐκείνη τῆς ἑνδεκάτης ἰνδικτιῶνος, ἐν ᾗ ταῦτα πάντα τετέλεσται. περὶ οὖν δείλην ὀψίαν τῆς ἡμέρας ἐκείνης ἐπανιόντι τῷ βασιλεῖ πρὸς τὰ βασίλεια ὑπαντήσας ὁ χρηματίσας πατριάρχης Νίφων ἤρετο ὅ,τι βούλοιτο πράττειν ἐπὶ τῷ πάππῳ; τοῦ δὲ φιλάνθρωπα
15φήσαντος καὶ βασιλικὰ ἐδυσχέρανέ τε τὰ μέγιστα καὶ ἐμέμφετο. ἦν γὰρ οὗτος καὶ πρὸς ἅπαντας μὲν τοὺς εὖ πράττοντας τὴν γνώ‐ μην διάστροφος καὶ φθόνου μεστός· ἰδίᾳ δ’ ἐς τὰ μάλιστα ἦν μῖσος ὑποκαθήμενον τρέφων ἐκ πολλοῦ κατὰ τοῦ γηραιοῦ βασι‐ λέως, ὅτι μὴ ἐπεκούρησε τούτῳ, ὅτε τὰς δίκας τῆς τε ἱεροσυλίας
20καὶ τῶν ἄλλων ἀτοπημάτων ἐπ’ αὐτοφώρῳ ἑαλωκὼς τῶν πατριαρ‐ χικῶν ἐκπέπτωκε θρόνων. ὅθεν πρῶτον δι’ ἓν μὲν δὴ τοῦτο, καὶ δεύτερον, ὅτι καὶ τοὺς πατριαρχικοὺς αὖθις ὠνειροπόλει θρόνους καὶ ἐβούλετο τοῦτον ἐκ μέσου πεποιηκὼς ἀκώλυτον εὑρεῖν τὴν τῆς
δόξης ἀνάβασιν, φησὶ πρὸς τὸν βασιλέα· „εἰ βούλει,“ φησὶ,

1

.

428

„βασιλεύειν ἀφόβως, μὴ δῷς ἑτέρῳ τὴν δόξαν σου· ἀλλὰ πάντα τοῦ πάππου τὰ τῆς βασιλείας ἀφελόμενος σύμβολα τρίχινον ῥάκος ἀνάγκασον ὑπελθεῖν, κἄπειτα ἢ πρὸς εἱρκτὴν, ἢ πρὸς ὑπερορίαν παράπεμψον.“ ἔφεσις γὰρ τῷ μοχθηρῷ τούτῳ Νίφωνι ζέουσα,
5μὴ αὐτὸν μόνον χρηματίσαντα λέγεσθαι πατριάρχην, ἀλλὰ κἀ‐ κεῖνον χρηματίσαντα βασιλέα. φάρμακον γάρ τι τοῦτο τῆς αὐτοῦ βασκανίας ἐνόμιζεν οὐκ ἐνθυμούμενος ὅλως ὁ μάταιος, ὅτι φαῦ‐ λον καὶ ἀφανῆ τυγχάνοντα ἄνθρωπον ἀνειληφὼς ἐκεῖνος καὶ τιμὰς ἐκ τιμῶν ἀεὶ χαριζόμενος ἐπὶ μέγιστον ὕψωσε δόξης τε καὶ πλού‐
10του καὶ περιφανείας. (Β.) Ἀλλὰ τούτοις αὐτοῦ γε τοῖς λόγοις καὶ τῶν περὶ τὸν βασιλέα τινὲς συμβήσαντες ἔπεισαν ἀποθεῖναι τὴν περὶ τὸν πάππον φιλάνθρωπον γνώμην· καὶ εἰ μὴ τελέως, ἀλλ’ οὖν ἀμφιῤῥεπῆ πεποιήκασι καὶ βουλομένῳ συμμεριστὴν ἑαυτῷ τῆς βασιλείας καταστῆσαι τὸν πάππον, ἐμπόδιον οὗτοι κατέστη‐
15σαν. ὅθεν μετὰ πλεῖστα σκέμματα κεκύρωται, περικεῖσθαι μὲν τὸν πάππον τὰ βασιλικὰ σύμβολα, καθῆσθαι δ’ ἐν τοῖς τῶν βα‐ σιλείων θαλάμοις ἀπρόϊτόν τε καὶ ἄπρακτον, ἔχοντα πρὸς δια‐ τροφὴν ἑαυτοῦ τε καὶ ὅσοι ἐναπελείφθησαν αὐτῷ μειρακίσκοι τὴν ἐπέτειον πρόσοδον τῆς ἁλιευτικῆς, ἣ πρὸ τοῦ Βυζαντίου τελεῖται,
20δέκα χιλιάδων τέως ἔγγιστα οὖσαν· τὸν δὲ μέγαν λογοθέτην τὸν Μετοχίτην ὑπερόριον πέμψαι ἐς Διδυμότειχον. (Γ.) Ἠσαΐας δ’ ὁ πατριάρχης καταβληθέντα θεασάμενος τοσούτων ἐτῶν βασιλέα καὶ οἷον εἰπεῖν κατειρχθέντα οὐκ ἐκάμφθη τὰ σπλάγχνα, ἀλλ’ ὑπερήσθη καὶ φωνὴν ἀφῆκεν ἐλέγχουσαν τήν τε σκληρότητα καὶ
25τὴν ἄνοιαν, ἢ μᾶλλον ἀπόνοιαν αὐτοῦ. „εὐφρανθήσεται γὰρ,“

1

.

429

φησὶ, „δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν·“ δίκαιον μὲν ἑαυτὸν ὀνο‐ μάζων, ἐκδίκησιν δὲ τὴν τοῦ βασιλέως καθαίρεσιν. ἔπειτα πρὸς ἄμυναν ἔβλεψε καὶ καταδρομὴν τῶν ἐπισκόπων καὶ πρεσβυτέρων· καὶ τοὺς μὲν ἀργεῖν τῆς ἱερωσύνης ἐκέλευσεν ἐπὶ ῥητοῖς ἔτεσι,
5τοὺς δὲ μέχρι τελευτῆς. ἔστι δ’ οἷς καὶ μετριώτερον ἐπήνεγκε τὸ ἐπιτίμιον· ἁπλῶς δ’ εἰπεῖν, οὐδένα τῶν τῷ γηραιῷ βασιλεῖ συμ‐ φρονούντων εἴασεν ἀτιμώρητον. (Δ.) Ἐν τούτοις καὶ Ἰωάννης, ὁ ἐμὸς μετά γε θεὸν κηδεμὼν ἀπὸ βρέφους φανεὶς, ὁ πρὸς μητρὸς θεῖος ἐμοὶ, εἰς βαθὺ γῆρας ἐληλακὼς καταλύει τὸν βίον ἐν τῇ
10λαχούσῃ μητροπόλει, μηδὲν μήθ’ ὑπὸ γήρως, μήθ’ ὑπὸ τῆς πληγῆς τῶν ποδῶν τυραννηθεὶς καθυφεῖναι βραχὺ τῆς ἡλικιώτιδος καὶ μεγάλης ἀσκήσεως μέχρι τελευτῆς αὐτῆς. ἦν δ’ ἡ λαχοῦσα τοῦτον μητρόπολις ἡ κατὰ Πόντον Ἡράκλεια. ὃν δὴ καὶ πρῶτον εἶδε δῆμος Ἡρακλειώτης, πατέρα χρηστὸν καὶ θεοῦ μεστὸν, οὐκ
15ἀγρότην ἄνδρα καὶ διδάσκαλον αὐτοσχέδιον καὶ γλῶτταν ἐν οὐ καιρῷ προτείνοντα βακχεύουσαν ἀπὸ δίφρου καὶ κόπτουσαν μὲν τὰς ἐπὶ τοῦ βήματος ἀκοὰς καὶ πολὺν ἐπαντλοῦσαν τὸν ἄλογον θόρυβον, πρὸς δέ τι χρήσιμον οὐδαμῆ ἀπαντῶσαν· ἀλλ’ ἐξ ἔτι νέου γλῶσσαν καὶ ἀκοὴν καὶ διάνοιαν παιδευθέντα καλῶς πάσῃ
20παιδείᾳ τῶν τε τοῦ πνεύματος λόγων καὶ ὅσοι τῶν θύραθεν· ὡς ἔχειν ἀρκούντως ἤδη καὶ βίῳ καὶ λόγῳ τοῖς ὑπηκόοις διδόναι θε‐ σμοὺς καὶ κανόνας, ὁπόσοι κοσμοῦσιν εὐτραπελίαν ἠθῶν καὶ ῥυθμί‐
ζουσι παλάμης κράτος καὶ θυμὸν μετριάζειν παρασκευάζουσι καὶ

1

.

430

ἀκόλαστον ἅπαν ταλαντεύουσι κίνημα. ἔξεστι δὲ τοῖς βουλομένοις ἀκούειν κατὰ μέρος ὁποῖος καὶ ὅσος τὴν ἅπασαν ἀρετὴν ὁ ἀνὴρ ἐξ οὗπερ ἡμεῖς αὐτῷ συγγεγράφαμεν βίου. ηʹ. Ἀλλὰ γὰρ οὔπω τριάκοντα παρῆλθον ἡμέραι καὶ ἀκούσας
5ὁ βασιλεὺς, ὡς ὁ τῶν Βουλγάρων ἄρχων Μιχάηλος ἐξιὼν κατα‐ τρέχει τὰς ἀστυγείτονας πόλεις καὶ χώρας Ῥωμαίων, μέλλει δ’ αὐτίκα προχωρήσειν ἄχρι καὶ Διδυμοτείχου καὶ Ἀδριανουπόλεως, μισθοφορικὸν ἐπαγόμενος οὐκ ὀλίγον ἐκ τῶν παρὰ τὸν Ἴστρον οἰ‐ κούντων Σκυθῶν, ἔξεισι τὴν ταχίστην καὶ φθάνει πρὸς Ἀδρια‐
10νούπολιν· κἀκεῖθεν πέμψας πρέσβεις ἐζήτει μαθεῖν τὴν τοῦ παρα‐ σπονδῆσαι αἰτίαν· καὶ ἤκουσεν ἐκεῖθεν, ὡς „ἥκιστα ἦν σοι τῶν δυνατῶν εἰσελθεῖν ἐς Βυζάντιον καὶ τὴν αὐτοκρατορικὴν ἀρχὴν περιζώσασθαι, εἰ σύμμαχος αὐτὸς ἐβουλόμην τῷ πάππῳ γίνεσθαι τῷ σῷ, χρήματά τε καὶ χώραν ὅμορον ἐπαγγελλομένῳ μοι δώ‐
15σειν· ἃ πάντα νῦν ἐζημίωμαι σοῦ γε εἵνεκα καὶ τῶν σῶν ἐπαγ‐ γελιῶν. οἶσθα γὰρ, ὡς πολλῶν με τῶν ἐπαγγελιῶν ἐμπέπληκας καὶ πολλῷ μειζόνων ἢ ὁ πάππος ὁ σὸς, οὐ μόνον τοῦ μὴ συμμα‐ χεῖν ἐκείνῳ γε εἵνεκα, ἀλλὰ καὶ διὰ τὸ ἐπὶ τῇ σῇ ἀδελφῇ κῆδος καὶ τὴν συγγένειαν.“ ὁ δὲ βασιλεὺς δειλίας αἰτίαν ἐκφεύγειν ἐθέ‐
20λων, καίτοι μὴ ἀντίπαλα κεκτημένος στρατεύματα, μηδὲ ἀξιό‐ μαχα πρὸς τὴν τῶν ἐχθρῶν δύναμιν, ὅμως πολέμῳ τὴν τῶν πραγμάτων κρίσιν ἐπιτρέπειν ἔγνωκε δεῖν. τόλμῃ γὰρ φυσικῇ
μᾶλλον ἢ λογισμοῖς τε καὶ σκέμμασιν ἐκέχρητο πρὸς ἅπαντα τὰ

1

.

431

συμπίπτοντα. ὅθεν πολλή τις ἐγίγνετο σπουδὴ καὶ παρασκευὴ τῶν ἑκατέρωθεν στρατοπέδων· καὶ ἦν ἐν κινδύνοις καὶ φόβοις πολλοῖς τὰ Ῥωμαίων πράγματα. δείσασα δ’ ἡ μήτηρ καὶ δέσποινα περὶ τῷ υἱῷ διαπρεσβεύεται πρὸς ἀμφοτέρους περὶ τῶν ἐν ἀλλή‐
5λοις σπονδῶν· καὶ γίνεται διαλλακτὴς ἀμφοτέρων, ἅτε μήτηρ ἀμφοτέρων τυγχάνουσα καὶ τὸ θαῤῥεῖν ἐντεῦθεν μακρὸν κεκτη‐ μένη τὴν ἐπιτίμησιν ὁποίαν ἐθέλοι καθ’ ἑκατέρων ἐπενεγκεῖν. οὕτω μὲν οὖν τῶν σπονδῶν γενομένων χρήματα πλεῖστα δεξάμενος ὁ Μιχάηλος ἀνεχώρησεν οἴκαδε. (Β.) Ὁ μέντοι μέγας λογοθέτης ὁ
10Μετοχίτης ἐς τὴν ὑπερορίαν ξὺν οὐδενὶ κόσμῳ ἀπαγόμενος τῷ τῆς στραγγουρίας νοσήματι κάτοχος ἐγεγόνει· ὃ καὶ μᾶλλον ἐπίεζε τοῦτον, ἢ πάνθ’ ὅσα ἐπεπόνθει, εἱρκτὴν λέγω καὶ δόξης ἔκ‐ πτωσιν καὶ χρημάτων ἀφαίρεσιν καὶ φαύλων ἀνθρώπων ἐλέγχους καὶ λοιδορίας. (Γ.) Ὁ δὲ τοῦ βασιλέως πάππος δριμυτέραν τὴν
15ἕξιν τοῦ σώματος ἐκ τῆς λύπης κτησάμενος τέως μὲν τοῖν ὀφθαλ‐ μοῖν τὸν ἕτερον ἐζημίωται, τῆς ὀπτικῆς αὐγῆς μαρανθείσης. οὐ πολλῷ δ’ ὕστερον καὶ τὴν ἑτέραν τῶν ὄψεων προσεζημίωται καὶ διέμεινεν οὕτως ἑξῆς νυκτί τε δουλεύων διηνεκεῖ καὶ, τὸ τῆς θείας φάναι γραφῆς, τὸ πόμα ἑαυτοῦ μετὰ κλαυθμοῦ κιρνῶν καὶ ἄρτον
20ὀδύνης ἐσθίων. ἐῶ γὰρ λέγειν τοὺς ἐμπαιγμοὺς καὶ τὰς ἀσέμνους λοιδορίας τῶν φυλάκων ὁμοῦ καὶ τῶν οἰκετῶν, ὁποίας καὶ ὅσας αὐτοῦ καταχέοντες ἦσαν. ἐῶ δ’ αὖ καὶ ὅπως ἄδεια δέδοται πάσαις ταῖς πλυνούσαις εἰσιέναι ὁπότε βούλοιντο πλύνειν ὧντινων βού‐ λονται τὰ ἱμάτια παρὰ τὸ ῥέον ὕδωρ διὰ τῆς τοῦ παλατίου αὐλῆς·
25καὶ ὅπως τοῖς ἐκ γειτόνων ἀλόγοις ζώοις καταπάτημα γέγονε τὰ

1

.

432

βασίλεια καὶ νομὴ, ὄνοις λέγω καὶ ἵπποις καὶ βουσὶ καὶ ὄρνισι κατοικιδίοις. καὶ εἴ τι δὲ τοιοῦτον ἕτερον εἰς ἐμπαιγμὸν καὶ περι‐ φρόνησιν τοῦ γηραιοῦ βασιλέως ἦν, πάντ’ οὐκ ἠμέλει πράττων καὶ συνεργῶν ὁ πρωτοστράτωρ, τῶν ἐν Βυζαντίῳ πραγμάτων
5ἐπίτροπος ὢν καὶ διοικητὴς τηνικαῦτα. (Δ.) Μόνος ὁ μέγας δομέστικος ὁ Καντακουζηνὸς ἄχραντον διετήρησε λοιδορίας καὶ γνώμην καὶ γλῶσσαν καὶ ἦθος πρός τε τὸν βασιλέα καὶ ὅσοι τῆς προσούσης ἐξέπεσον δόξης. οἱ δ’ ἄλλοι καθάπερ ἄκρατον πεπω‐ κότες τὴν τοῦ καιροῦ περιπέτειαν μεθυούσῃ γνώμῃ πρὸς τὰς ἐνε‐
10στώσας τύχας ἐχρήσαντο. συνέσει γὰρ οὗτος αὐτοφυεῖ καὶ βαθείᾳ φρενῶν αὔλακι κοσμούμενος ὁ ἀνὴρ ἐς τοὺς τῶν παλαιῶν ἀνδρῶν ἀγαθοὺς χαρακτῆρας ἐκείνους ἀνῆγεν ἑαυτὸν κατά τε μεγαλοπρέ‐ πειαν τρόπων καὶ δεξιᾶς ἀφθονίαν. καὶ νῦν γὰρ εὐτυχῶς τῶν πραγμάτων ἐλθόντων αὐτῷ ὁ δὲ οὐκ ἐνετρύφησε τῇ τύχῃ, οὐδ’
15ὑπὲρ τὸ μέτρον ἦρε τὴν ὀφρὺν, ἀφειδήσας ἴσως ἐς τὸ φιλότιμον τοῦ φρονήματος· ἀλλ’ ἔμεινε τῆς σωφροσύνης τῶν ὅρων ἐντὸς ἀκλινής. „καὶ νῦν ἐμοὶ νήφειν“ (ἔλεγε) „χρεὼν, ὅτε τοὺς ἄλλους μεθύειν ἀνάγκη.“ στάδιον γὰρ, ὡς εἰπεῖν, καθορᾶται καὶ βάσανος ἀκριβὴς ταῖς ἀνθρωπίναις ψυχαῖς, ὁπόσα κατὰ χρόνον εὐτυχή‐
20ματα φύεται, παρὰ τοσοῦτον ἐς ὕβρεως ὄγκον ὑψοῦντα τοὺς ἄφρονας, παρ’ ὅσον τοῖς εὖ φρονοῦσι βεβηκυίας γνώμης βεβη‐ κότα φέρει τρυγῶντα πολλαχόθεν τὸν ἔπαινον. (Ε.) Ἐν τούτοις ἐξάγεται καὶ ὁ Συργιάννης τῆς εἱρκτῆς, ὅρκους ἐγγράφους πρότερον
δοὺς καὶ ἐπαρασάμενος ἑαυτῷ τὰ φρικωδέστατα, εἰ μελετήσειέ τι

1

.

433

κατὰ τοῦ βασιλέως· εἰ δ’ ὅπως ποθ’ ἁλοίη ψευδόμενος ὑπὸ κρι‐ ταῖς ἀπροσωπολήπτοις, μετὰ τοῦ κληρονόμον εἶναι τῶν φρι‐ κωδεστάτων ἐκείνων ἀρῶν καὶ κεφαλικὴν ὑφίστασθαι τιμωρίαν. (ϛʹ.) Ἀλλὰ γὰρ ἐν τούτῳ τῷ ἔτει καὶ ἅμα τῷ ἐφεξῆς, ἠρεμησάσης
5τῆς τῶν Ῥωμαίων στάσεως καὶ τῶν ἐπ’ ἀλλήλους πολέμων καὶ ἐκδρομῶν πεπαυμένων, τοσαύτην εὐθηνίαν ἐθεάσαντο σίτου Βυ‐ ζάντιοι, ὁπόσην οὐδὲ τούτων οἱ πρόγονοι πάλαι πολὺν ἤδη τὸν χρόνον. θʹ. Ἄρτι δὲ τῆς ὥρας ἐπιστάσης, ἐν ᾗ φυτηκομοῦσαι καὶ
10ζωγραφοῦσαι τὴν γῆν αἱ τοῦ ἦρος χεῖρες τῇ ποικίλῃ τῆς χλόης βαφῇ πλείστην ταῖς τῶν ἀνθρώπων ὄψεσι τὴν τέρψιν χαρίζονται, ἑτοίμους ὁ βασιλεὺς τὰς τῶν Ῥωμαίων δυνάμεις εἶναι παρεκελεύ‐ σατο. βούλεσθαι γὰρ αὐτὸν διαβῆναι πρὸς τὴν Ἀσίαν καὶ πόλεμον ἄρασθαι κατὰ Ὀρχάνου, τοῦ τῆς Βιθυνίας ἡγεμονεύοντος, τά,τε
15ἄλλα καὶ ὅτι Νίκαιαν τὴν προκαθημένην Βιθυνίας πόλιν κινδυ‐ νεύει χειρώσασθαι, διπλῷ πολέμῳ πολιορκῶν, λιμῷ καὶ στρατῷ. λήγοντος μὲν οὖν ἤδη τοῦ ἦρος ὁ στρατὸς διαπεραιούμενος τὸν πρὸ τοῦ Βυζαντίου πορθμὸν διέβαινεν ἐς Ἀσίαν ἅμα τῷ βασιλεῖ, δισχίλιοι μὲν τοῦ στρατοῦ τὸ ἀπόλεκτον ὄντες· τὸ δὲ πλεῖστον
20ἀγοραῖοί τινες καὶ βάναυσοι καὶ δῆλοι ὄντες κιβδηλεύσειν τὴν μά‐ χην. ἐπεφέροντο γὰρ καὶ τὰ τῆς δειλίας τεκμήρια, ἀκάτιά φημι καὶ ἐφόλκια πλεῖστά τε καὶ οἷον εἰπεῖν ἰσάριθμα τοῖς ἑαυτῶν σώ‐ μασιν, ἵνα φυγῆς γενομένης ἑτοίμως ἔχωσι πρὸς αὐτήν. περὶ
γὰρ διώξεως καὶ νίκης οὐδὲν αὐτοῖς οὐδαμῆ μεμελέτηται. ὁ δὲ τῆς

1

.

434

Βιθυνίας ἀρχηγὸς τῶν Τούρκων τοὺς τὰ πολέμια ἐμπειροτέρους ἐκλέξας τὰ στενὰ τῶν ὁδῶν ἐπεπόμφει φυλάττειν. αὐτὸς δ’ ὀκτα‐ κισχιλίους ὁπλίτας λαβὼν ἔξεισι τὸν βασιλέα ἐκδεξόμενος. ὅθεν βασιλεῖ τριταίῳ μετὰ τὴν ἐς Ἀσίαν διάβασιν περί τι πολίχνιον γε‐
5νομένῳ παράλιον, Φιλοκρήνην οὑτωσί πως ὠνομασμένον, ἐπεὶ ἐμεμαθήκει τὰς πέριξ δυσχωρίας διειληφότα παρακαθῆσθαι μετὰ τοῦ βαρβαρικοῦ στρατοπέδου τὸν Ὄρχανον, ἐνταῦθα καὶ αὐ‐ τῷ πήξασθαι τὸ στρατόπεδον καὶ διανυκτερεῦσαι ξυνεβεβήκει. (Β.) Ἐπεὶ δ’ ἅμα ἡλίῳ τῶν βαρβάρων ἐνίους ἑώρα τῶν πέριξ
10ὀρῶν παρακατιόντας, πρῶτα μὲν ψιλοὺς, ἔπειτα δ’ ὁπλίτας, καὶ μάλιστα ἄλλους ἱππέας, ὁπλισάμενος καὶ αὐτὸς ἤλαυνεν ἐπ’ αὐτούς. πρῶτα μὲν οὖν ἀκροβολισμοὶ παρὰ τῶν βαρβαρικῶν ἐγίγνοντο τοξοτῶν πόῤῥωθεν ἱσταμένων καὶ οὐ μάλα ἐθελόντων τέως προσιέναι. ὅπερ οὐ νόμιμον ὁ βασιλεὺς εἶναι λογισάμενος
15τοῖς βαρβάροις, ἀλλὰ δειλίαν, θάρσος τε ἀνελάμβανε καὶ παρε‐ ξιέναι κατ’ ὀλίγους καὶ ἐξιππάζεσθαι τὰς τάξεις ἐκέλευεν. ὅπερ οὐκ εἰς καλὸν ἀποβήσεσθαι πέρας ἔνιοι τῶν περὶ αὐτὸν ἐμπειρο‐ τέρων φάσκοντες οὐκ ἠδυνήθησαν ἐπισχεῖν. ἐπεὶ δ’ οὕτω κενεμ‐ βατούσης τῆς μάχης παρῄει τὸν μεσημβρινὸν ὁ ἥλιος, ὁπότε δὴ
20μάλιστα κατὰ γῆς αὐτὸς ἀκμαιοτέραν καταπέμπει τὴν φλόγα, θεασάμενος ἄνωθεν ἐκ τῆς ἀκρωρείας ἀπαγορεύοντας ἤδη Ῥω‐ μαίους ἔκ τε τοῦ καύματος ἔκ τε τῶν συνεχῶν δρόμων καὶ περιδρο‐
μῶν, ὁ Ὄρχανος κάτεισι καὶ αὐτὸς, οὐκ εὐαρίθμητον ἐπαγόμενος

1

.

435

στράτευμα. καὶ περιστάντες σὺν ἀσήμῳ τῇ κραυγῇ οἱ μὲν συχνοῖς τοῖς βέλεσιν ἔβαλλον, οἱ δὲ τοῖς ξίφεσι κατὰ στόμα προσυπαν‐ τῶντες ἔπαιον. οἱ δὲ Ῥωμαῖοι τὴν πρώτην ἐκείνων ἔφοδον γενναίως ὑπενεγκόντες εὐρώστως ἠμύνοντο μέχρι πολλοῦ καὶ πλείστους ἐτί‐
5τρωσκόν τε καὶ ἔσφαττον. ἔπειτα τὴν νύκτα βλέποντες οὐκ εἰς μακρὰν ἐπιοῦσαν καὶ δεινὸν ἡγησάμενοι τὸ ἐν πολεμίᾳ νυκτομα‐ χεῖν, ἐπὶ πόδα ἀνεχώρουν ἐπειγόμενοι παρὰ τὸ οἰκεῖον στρατόπε‐ δον. ὅτε καὶ μάλιστα σφοδρότερον ἐπιτιθέντες οἱ βάρβαροι οὐκ ὀλίγον εἰργάζοντο φόνον τῆς τε ἵππου καὶ αὐτῶν, ἕως ἡ νὺξ ἐπελ‐
10θοῦσα τὴν μάχην διέλυσε. τέτρωται δ’ ἐν τούτοις καὶ ὁ βασι‐ λεὺς ἅτερον τοῖν ποδοῖν ἐλαφρῷ τινι βέλει καὶ οὐ μάλα καιρίῳ. (Γ.) Ἐν ταύτῃ δὲ τῇ νυκτὶ γίνεταί τι θέαμα ἐλεεινὸν καὶ προφα‐ νής τις θεομηνία. ἐπεὶ γὰρ ὁ βάρβαρος ἐτεθαυμάκει θεασάμενος τῶν Ῥωμαίων τήν τε ὅπλισιν καὶ τὴν ἀνδρικὴν ἔνστασιν, ἐνόμισεν
15οὐ μέχρι τούτου στῆναι θελήσειν αὐτοὺς, ἀλλὰ καὶ ἐς τὰ πρόσω χωρεῖν ἐς τὴν ὑστεραίαν. ὅθεν τριακοσίους ἐκεῖ καταλελοιπὼς ἱπ‐ πέας θεωρίας εἵνεκα, αὐτὸς τὴν ὅλην ἀναλαβὼν στρατιὰν ἤλαυνεν ἐς τὰ πρόσω, σπεύδων προκαταλαβεῖν τὰ τῶν ὁδῶν καιριώτερα. ἐκεῖνος μὲν οὖν οὕτως ᾤχετο ἀπιών· ὁ δὲ βασιλεὺς ἐς τὸ τῆς Φιλο‐
20κρήνης εἰσῄει πολίχνιον θεραπείας εἵνεκα τοῦ ποδός. ὅπερ ὁ στρα‐ τὸς θεασάμενοι τῶν Ῥωμαίων καὶ ἥκιστα καθαρῶς τὴν αἰτίαν μεμαθηκότες φεύγειν ἐνόμισαν ὑπὸ δειλίας αὐτόν. μέλλειν γὰρ ἐπικείσεσθαι τούτοις νυκτὸς τὸν Ὄρχανον μετὰ μάλα πολλοῦ τοῦ
στρατοῦ καὶ μηδένα ζῶντα Ῥωμαίων καταλιπεῖν, τὸν ἐς τὴν ὑστε‐

1

.

436

ραίαν θεάσασθαι ἥλιον. ὅθεν ὅσοι μὲν ἀκάτια ἐπεφέροντο, ᾤχοντο φεύγοντες γυμνοὶ δι’ αὐτῶν. οἱ δὲ σπεύδοντες πρὸ τῶν πυλῶν τοῦ πολιχνίου κατεπατήθησαν ὑπ’ ἀλλήλων οἱ πλείους καὶ ἀπεπνί‐ γησαν· ἄλλοι δ’ ἀλλήλων ἐξαρτώμενοι δίκην σειρᾶς, οἱ μὲν διὰ
5τῶν ἐπάλξεων εἰσεπήδων, οἱ δὲ ἀποσπώμενοι πρὸς τῶν ὄπισθεν ἐφελκομένων ἀνετρέποντό τε καὶ ἔθνησκον πίπτοντες. ἦσαν δ’ οἳ καὶ ὑπὸ μόνης δειλίας ἀπέψυξαν ἱστάμενοι. ἄρτι δὲ καὶ ὁ ἥλιος ὑπερβὰς τὸν ὁρίζοντα ἡρμήνευσε τοῖς τριακοσίοις ἐκείνοις βαρβά‐ ροις τὴν ἄπιστον ἐκείνην συμφορὰν τοῦ Ῥωμαϊκοῦ στρατοῦ· καὶ
10προσελάσαντες καὶ θεασάμενοι προκείμενα παρὰ τὸ στρατόπεδον ἵππους καὶ ὅπλα καὶ σκηνὰς ἀνδρῶν κενὰς, πρὸς δὲ τούτοις καὶ τοὺς βασιλικοὺς ἵππους μετὰ τῶν ἐρυθρῶν ἐφεστρίδων καὶ τὴν βασιλικὴν σκηνὴν, ἅπαντα λαβόντες οἱ διακόσιοι ἀπῄεσαν. οἱ δ’ ἑκατὸν ἐγγὺς γενόμενοι πολλοῖς κατέπειρον βέλεσιν, ὅσοι μὴ ἔφθη‐
15σαν μήτ’ ἐς ἀκάτια, μήτ’ ἐς τὸ πολίχνιον ἑαυτοὺς ἐμβαλόντες. (Δ.) Ταῦτα θεασάμενος καὶ ὁ βασιλεὺς καὶ μὴ ἔχων ὅ,τι καὶ δράσειε, τῆς περιστάσεως οὐδὲν οὐδαμῆ χορηγούσης εὐμήχανον, ἐς πλοῖον ἐμβὰς καὶ αὐτὸς ἐπανῄει πρὸς τὸ Βυζάντιον. διηπόρει δ’ οὖν ὅμως καθ’ ἑαυτὸν γνωσιμαχῶν καὶ ζητῶν τὴν τῆς θεομη‐
20νίας αἰτίαν, δι’ ἣν τὸ τῶν Ῥωμαίων στρατόπεδον οὕτως ἐν ἀκα‐ ρεῖ διέφθαρται, μηδενὸς τῶν πολεμίων διώκοντος. συνῆκε δ’ ὀψὲ καὶ πλεῖστα μὲν ἕτερα, καιριώτερον δ’ εἶναι τὸ τῶν πολιτι‐ κῶν πραγμάτων ἀστάθμητον καὶ τὸ περὶ τὰς δίκας νόσημα πολύ‐
χουν ὂν καὶ δυσίατον διὰ τὴν ἐκ τοῦ χρόνου προσγενομένην ἕξιν

1

.

437

αὐτῷ καὶ πολλὴν ἐπάγον τῷ κοινῷ τῶν πραγμάτων τὴν σύγχυσιν καὶ ζημίαν. ὥσπερ γὰρ τὰ ἔκ τινος καχεξίας σωματικῆς ἐπισυμ‐ βαίνοντα νοσήματα τοῖς ἀνθρώποις σπανίοις ἐπισυμβαίνει καὶ οὐκ ἐς τὸ κοινὸν τὴν διάβασιν ἴσχει, τοῦ δ’ ἀέρος νοσήσαντος
5ἀνάγκη κοινωνεῖν τοῦ νοσήματος ἅπαντας, ὅσοι τοῦ αὐτοῦ κοινῇ μετειλήφασιν ἀέρος, οὕτως ἔχειν ἔφασκε τὰ μερικὰ πάντ’ ἀδική‐ ματα πρὸς τὸ περὶ τὰς κρίσεις γινόμενον. (Ε.) Ὅθεν μετ’ οὐ πολλὰς τὰς ἡμέρας ἄπεισιν ἐς τὸν πατριάρχην Ἠσαΐαν· καὶ πρῶτα μὲν πείθειν τοῦτον ἀποθέσθαι ἐπιχειρεῖ τὸν πρὸς τοὺς ἐπισκό‐
10πους κότον καὶ λῦσαι τὸν ἀφορισμὸν τῷ λαῷ. μηδὲ γὰρ εἶναί φησι τῶν εἰκότων, αὐτοῦ συγχωροῦντος ἅπασιν ἅπαντα, πρὸς ὃν καὶ τὰ κοινὰ φανερῶς ἀφεώρων πταίσματα, ἐκεῖνον πατριάρ‐ χην ὄντα καὶ τῆς εἰρήνης ἅμα διδάσκαλον εἶναι ὀφείλοντα, ἔπειτα ὑποκαθημένην τρέφειν ὀργὴν κατ’ ἀνθρώπων ἐν πολλοῖς δυομέ‐
15νοις ἡλίοις, μηδ’ ἐφ’ ἑνὸς συγχωρούμενον. τῷ μὲν οὖν λαῷ τῷ τε ζῶντι καὶ τῷ τεθνεῶτι συγχώρησιν ἔγγραφον ἐπ’ ἄμβωνος ἀνε‐ γνώκει, τὴν ἱερατικὴν περιβαλόμενος στολὴν, ἐν ὥρᾳ τῆς θείας μυσταγωγίας ὁ πατριάρχης τῷ βασιλεῖ πειθόμενος. τοῖς δ’ ἐπι‐ σκόποις καὶ τῶν πρεσβυτέρων τοῖς πλείοσιν ἥκιστα συγκεχώρηκεν.
20ἔπειτα τὴν θείαν ἐπιτελοῦντος μυσταγωγίαν σὺν πολλοῖς ἐπισκό‐ ποις καὶ πρεσβυτέροις τοῦ πατριάρχου, τέτταρας ἐκλεξάμενος ἄνδρας, οὓς αὐτὸς ἀξίως ὑπηρετήσειν ἔκρινε ταῖς πολιτικαῖς
δίκαις, ὧν εἷς ἐκ τῶν ἐπισκόπων ἦν, τούτοις ἐν μέσῳ τῷ θείῳ

1

.

438

νεῷ τὴν τοῦ δικάζειν ἐνεχείρισεν ἐξουσίαν ὁ βασιλεὺς, παραδοὺς αὐτοῖς καὶ τὸ θεῖον καὶ ἱερὸν εὐαγγέλιον καὶ πρός γε τὴν βασιλι‐ κὴν σπάθην, καὶ ἅμα ἀπαιτήσας καὶ αὐτὸς ἐξ αὐτῶν ὅρκους φρι‐ κωδεστάτους, ἀπροσωπολήπτως τε καὶ ἀδωροδοκήτως ποιεῖσθαι
5τὰς κρίσεις. πεποίηκε γὰρ αὐτοὺς καὶ ἀναμφίλεκτον ἔχειν τὴν κα‐ ταδίκην, εἰ τούτοις ἁλίσκοιντο, χωρία δοὺς ἀποχρῶντα καλῶς πρὸς ἐπέτειον πρόσοδον. καὶ ταῦτα μὲν τῇδέ πη ἔσχε. (ϛʹ.) Φθι‐ νοπώρου δ’ ἱσταμένου συλλεξάμενος ὅσαι τριήρεις ἦσαν Ῥωμαίοις ἔν τε Βυζαντίῳ καὶ Λέσβῳ καὶ ἄλλαις νήσοις καὶ παραλίοις πόλε‐
10σι καὶ πρός γε ἔτι ὅσαι μονήρεις, καὶ ἐπὶ ταύταις τέτταρας ἄλλας συμμαχίδας τριήρεις ἐκ τοῦ τῶν Κυκλάδων ἡγεμονεύοντος νήσων προσκαλεσάμενος ἀπέπλευσε, τῇ μὲν φήμῃ κατὰ τῶν βαρβαρικῶν νεῶν, τῇ δ’ ἀληθείᾳ κατὰ Μαρτίνου τοῦ τὴν Χίον ἐπιτροπεύον‐ τος· ὃς δὴ Λατῖνος ὢν τῶν πλούτῳ καὶ δόξῃ διαφερόντων κλῆ‐
15ρον εἰλήφει παρὰ πατρὸς, ἐπιτροπεύειν μὲν τὴν νῆσον καὶ τὴν ταύτης ἐκπορίζεσθαι πρόσοδον· ὑπείκειν δὲ τοῖς βασιλεῦσι Ῥω‐ μαίων ὅσα καὶ δοῦλος καὶ πᾶν τὸ προσταττόμενόν σφισιν ὅλῃ ποιεῖν προθυμίᾳ. Ῥωμαίων γὰρ εἶναι τὴν νῆσον· δοθῆναι δ’ αὐτῷ πρὸς τοῦ βασιλέως καὶ πάππου τοῦ βασιλέως, ἐπιτροπῆς
20τε εἵνεκα καὶ πορισμοῦ χρημάτων, παλαιάν τινα χάριν ὀφείλον‐ τος αὐτῷ. ὃς δὴ οὕτω πρὸς τοῦ πατρὸς διαδεξάμενος ταύτην ἅμα τῷ ἀδελφῷ τὸν μὲν ἀδελφὸν δόλοις τισὶ παρεκρούσατο· αὐτὸς δὲ
δραστήριος ὢν ἀνὴρ καὶ συνέσει βαθείᾳ κοσμούμενος τριήρεις τε

1

.

439

ἐναυπηγήσατο καὶ ἐληΐζετο τοὺς βαρβάρους, ὅσοι τε τὰ ἐκεῖ τῆς Ἀσίας ᾤκουν παράλια, καὶ ὅσοι λῃστρικῶς ἐς τὰς ναῦς ἐμβιβά‐ ζοντες ἑαυτοὺς τὰς νήσους παρέπλεον. καὶ οὕτω τούτους ἐφόβησεν ἐν βραχεῖ, ὡς καὶ φόρους ἐτησίους λαμβάνειν ἐκ τούτων, ὡς μὴ
5τὰ μέγιστα βλάπτῃ μαχόμενος. ὅθεν ἐπὶ μέγα πλούτου καὶ δόξης τὴν ταχίστην προβαίνων ὑποπτεύειν ἐδίδου Ῥωμαίοις, οὐκ εἰς μακρὰν οὐδ’ ἐπὶ πολὺ διατηρήσοντα τοῦτον τὴν ἐς βασιλέας ὑπο‐ ταγήν. καὶ διὰ τοῦτο οὐκ ἀπαρακαλύπτως τὸν ἔκπλουν ὁ βασιλεὺς κατ’ αὐτοῦ νῦν ποιησάμενος τήν τε νῆσον κατέσχε ξὺν οὐδενὶ
10πόνῳ· καὶ αὐτὸν χειρωσάμενος δεσμώτην τοῖς Βυζαντίοις παρέ‐ πεμψεν. ιʹ. Ὀλίγων μέντοι διελθουσῶν ἡμερῶν νόσον ἐνσκῆψαι συνέβη τῷ βασιλεῖ μάλα βαρεῖαν, ἐν Διδυμοτείχῳ διάγοντι. λουτρῷ γὰρ χρησάμενον, ἔπειτα τὴν δέουσαν μετὰ τὸ λουτρὸν ἑαυτῷ ἐπιμέ‐
15λειαν ἥκιστα παρασχόντα, καὶ ταῦτ’ ἐν ἀκμῇ τοῦ χειμῶνος ὄντος τοῦ χρόνου, πύκνωσίν τε ὁλοσώματον σχεῖν· καὶ μάλιστα ἐς τὴν κεφαλὴν ἀθροισθέντος τοῦ πλείονος πάθους, οὐ μόνον σφοδροτέ‐ ρας ὑπομένειν ἐντεῦθεν τὰς ἀλγηδόνας, ἀλλὰ καὶ εἰς ἔκστασιν ἀπενεχθῆναι τάχιστα τῶν φρενῶν. ἐπεὶ οὖν πάσης ἰατρικῆς ἐμ‐
20πειρίας ἰσχυρότερον ἐγεγόνει τὸ πάθος καὶ ἀπηγόρευτο τῷ βασιλεῖ ὁ ἐς τὴν ὑστεραίαν ἥλιος, ἐξώρκισε μὲν τοὺς περὶ αὐτὸν, μονα‐ χικὸν αὐτὸν ἐνδῦσαι τριβώνιον, πρὶν ἀποθεῖναι τὸ ζῇν· ἐξώρκισε δ’ αὖθις αὐτοὺς, ἀπολῦσαι πάντας δεσμώτας, Κωνσταντῖνόν τε τὸν δεσπότην καὶ τὸν μέγαν λογοθέτην τὸν Μετοχίτην, καὶ ὅσοι
25ἑξῆς τῆς ὁμοίας ἔτυχον καταδίκης. διέθετο δ’ ἀπὸ στόματος ὀμό‐

1

.

440

σαι πάντας Ῥωμαίους, σέβας ἀποδιδόναι τῇ τε συζύγῳ δεσποίνῃ (παρῆν γὰρ καὶ αὕτη ἔγκυος οὖσα καὶ ἤκουε τῶν λεγομένων) καὶ ἅμα τῷ τεχθησομένῳ παιδίῳ, ὅσα καὶ βασιλεῖ, εἰ ἄῤῥεν ἔσται· ἐπίτροπον δ’ εἶναι τὸν Καντακουζηνὸν τὸν μέγαν δομέστικον. ἃ
5δὴ μόνα γραφῇ παραδοθέντα ὡς διαθήκη νενόμισται. (Β.) Μνεία δ’ οὐδεμία τούτῳ γεγένηται τέως οὔτε μὴν τοῦ βασιλέως καὶ πάπ‐ που, οὔτε τῆς μητρὸς καὶ δεσποίνης ἐν Θεσσαλονίκῃ τῷ τηνι‐ καῦτα τὴν δίαιταν ποιουμένης. ἣ δὴ καὶ μακρὰν ἔσχεν ἐκεῖθεν τὴν λύπην καὶ λογισμοὺς ἔθρεψεν ὑποψίας μεστούς. ἀπηγόρευε
10γὰρ ἤδη τὴν ἑαυτῆς ζωὴν, εἰ τεθναίη ὁ παῖς καὶ βασιλεὺς, ἄλλων μὲν ἐς τὴν ἐπιτροπὴν τῆς βασιλείας εἰσαγομένων, αὐτῆς δ’ ἥκι‐ στα. μηδὲ γὰρ εἶναι τῶν δυνατῶν ἔφασκε, δέσποιναν οὖσαν αὐ‐ τὴν, συγκεχωρῆσθαι ζῇν παρὰ τοῦ μεγάλου δομεστίκου τοῦ Καν‐ τακουζηνοῦ καὶ τῆς τούτου μητρὸς, οὕτως εἰς τὴν ἐπιτροπὴν
15καὶ διοίκησιν τῶν τῆς βασιλείας πραγμάτων ἀπροσδοκήτως εἰσαγο‐ μένων καὶ ταύτῃ δι’ ἔχθρας ὄντων πολὺν ἤδη τὸν χρόνον. ταῦτ’ ἄρα καὶ ἐν στενῷ καταστᾶσα τῆς ὥρας καὶ οὐκ ἔχουσα χρόνον ἄλλως σχεδιάζειν τὰ κατ’ αὐτὴν προσκαλεῖται καὶ εἰσποιεῖται τὸν Συργιάννην εὐθὺς, τὴν ἐπιτροπὴν τῆς Θεσσαλονίκης τηνικαῦτα
20διεζωσμένον κἀκεῖ διατρίβοντα καὶ τὴν ἑαυτῆς ἀνατίθησι τούτῳ ζωὴν καὶ ψυχήν. καὶ ἅμα ὀμνύειν κελεύει τοὺς Θεσσαλονικέας ὑπὸ τούτῳ διοικητῇ καὶ ὑπισχνεῖσθαι κυρίαν τε ἔχειν αὐτὴν καὶ δέσποιναν ὁμοίως ἀεὶ καὶ ὑπὲρ αὐτῆς ἀνθίστασθαι μέχρι θανά‐
του· εἰ δὲ καὶ τὸν υἱὸν καὶ βασιλέα τεθνάναι συμβαίη, περι‐

1

.

441

ποιεῖσθαι καὶ φυλάττειν τῷ τεχθησομένῳ παιδὶ τὴν τῆς βασιλείας διαδοχὴν ἀστασίαστόν τε καὶ ἀκήρατον. ταῦθ’ οὕτω περανθέντα πολὺν ἀνῆψε σκανδάλων πυρσὸν ἐν τῷ ἔπειτα, ὡς εἰρήσεται προϊ‐ οῦσιν ἡμῖν. νῦν δ’ ἡμῖν ἐπανιτέον ἐστὶν αὖθις ἐκεῖσε. (Γ.) Κων‐
5σταντῖνος μὲν γὰρ ὁ δεσπότης ξύν γε τοῖς ἄλλοις δεσμώταις ἀπο‐ λυθεὶς καὶ αὐτὸς, ὡς εἰρήκειμεν, βραχὺ φανεὶς, ὡς εἰπεῖν, ἀπε‐ κρύψατο. τῆς γὰρ νυκτὸς ἐπιούσης ἐς ἀδήλους μυχοὺς οἱ περὶ τὸν βασιλέα κατήνεγκαν. δείσαντες γὰρ, μὴ τοῦ βασιλέως ἐκπνεύσαν‐ τος θόρυβος κατασταίη τῷ δήμῳ τά τε ἄλλα καὶ διὰ τὸ Κ στοι‐
10χεῖον καὶ τὰ μάτην πάλαι θρυλλούμενα δι’ αὐτὸ, τούτῳ μὲν οὕτως ἐχρήσαντο. ἐθρυλλεῖτο γὰρ, ὡς ὁ τὴν βασιλείαν διαδεξό‐ μενος τοῦ γηραιοῦ βασιλέως τὸ Κ στοιχεῖον ἐν τῇ ἀρχῇ τοῦ ὀνό‐ ματος ἔχει κεκληρωμένον. Κωνσταντῖνος οὖν καὶ οὗτος καλούμενος ὑπωπτεύετο. (Δ.) Κατὰ δὲ τοῦ γηραιοῦ βασιλέως πλείους μὲν
15τὰς ὁδοὺς ἐμελέτησαν τῶν δεινῶν, εἰς ταὐτὸ δὲ καὶ ταύτας ἁπά‐ σας φερούσας. αἵρεσιν γὰρ ἔδοσαν τούτῳ ἑλέσθαι ὁπότερον βού‐ λοιτο, ἢ τὸ μοναχικὸν ἐνδύσασθαι σχῆμα, ἢ τῶν ἄλλων δεινῶν ὁποῖον ἐθέλοι· ταῦτα δ’ εἶναι ἢ σφαγὴν, ἤ τινα ἐξορίαν ἀπαρα‐ μύθητον, ἢ βιαίαν ἀπαγωγὴν ἐς τὸ τῆς λήθης φρούριον· τούτων
20δ’ εἶναι διάπυρον ὑπηρέτην τὸν πρωτοστράτορα Θεόδωρον τὸν Συναδηνόν. ὁ μέντοι βασιλεὺς τοσούτου χειμῶνος δεινῶν περι‐ στάντος ἐξαίφνης αὐτῷ ἄφωνος ἐπὶ πολὺ τῆς ὥρας ἔκειτο ἐπὶ κλίνης. καὶ τί γὰρ ἄλλο εἰκὸς, εἰ μὴ σίδηρος ἦν, εἰ μὴ ἐξ ἀδά‐
μαντος ἔλαχε τὴν καρδίαν ἐσκευασμένος, πολλῶν μὲν ὁπλιτῶν

1

.

442

ἀλλογλώσσων τε καὶ ἀγρίων περιχυθέντων αὐτῷ, τῶν δ’ οἰκεια‐ κῶν ἐξωσθέντων ἁπάντων καὶ μηδενὸς ὄντος τοῦ ὁδηγήσοντος ἄν‐ θρωπον, ἐστερημένον τοῦ βλέπειν πῆ μὲν στήσεται, πῆ δὲ διαβήσε‐ ται; ἀλλ’ ἵνα μὴ διατρίβωμεν, ἄκοντος ἑκόντος, εἰπεῖν, τήν τε κό‐
5μην κείρουσι τούτου καὶ τὸ μοναχικὸν σχῆμα περιτιθέασι καὶ ἐς Ἀν‐ τώνιον τοὔνομα μεταφέρουσι. καὶ ταῦτα μὲν οὕτως ἔσχεν. (Ε.) Ὁ δὲ βασιλεὺς ἐν Διδυμοτείχῳ οὐδὲν πλέον ἔχων ἤδη σημεῖον τοῦ ζῇν, πλὴν βραχείας καὶ λεπτοτάτης ἀναπνοῆς, τῶν ζωτικῶν ὀργάνων ἀκινήτων μεινάντων καὶ τῶν τοῦ σώματος νεκρωθέντων ἀκρωτη‐
10ρίων, ἔκειτο νεκρὸς ἄντικρυς ἐπὶ δυσὶν ὅλαις ἡμέραις. τῇ δὲ τρίτῃ καθάπερ ἀπὸ βαθέος ὕπνου μικρὸν ἀνενεγκὼν θεῖον ἐζητήκει νᾶμα τῆς ὑπεράγνου θεομήτορος τῆς Πηγῆς. οὗ κομισθέντος εὐθὺς καὶ ἐπιχεθέντος τῇ κεφαλῇ ἐῤῥάϊσέ τε καὶ τροφὴν εἵλετο καὶ μετὰ βραχείας ἡμέρας ἀνεῤῥώσθη τε καὶ ἐς τὴν προτέραν ἀποκατέστη
15ὑγίειαν. (ϛʹ.) Τῷ γε μὴν πατριάρχῃ Ἠσαΐᾳ μεγίστην προὐξένη‐ σεν ἡδονὴν τὸ περὶ τὸν γηραιὸν βασιλέα συμβάν. μηδὲ γὰρ ἔτι λείπεσθαι μήτ’ ἐκείνῳ βασιλείας ἐλπίδα, μήτε τούτῳ φόβου λεί‐ ψανον οὐδέν. σκέψιν μέντοι ποιήσασθαι ἔδοξεν, ὅπως χρὴ τὴν ἐπ’ ἐκκλησίας ἔχειν μνήμην, εἰ ἄρα (φησὶ) καὶ χρή. πέμψας οὖν
20δύο τῶν ἐπισκόπων, οἶμαι εἰρωνευόμενος, καὶ πλαττόμενος λύπην καὶ ἄγνοιαν τῶν ἐπ’ αὐτῷ πεπραγμένων, ἐξ αὐτοῦ καὶ οὐκ ἄλλο‐ θεν ἐζήτει τὴν τῆς σκέψεως ψῆφον καὶ ἐπίκρισιν. ὁ δὲ βαρείαις
ταῖς ἀλγηδόσι κάτοχος ὢν τὴν ψυχὴν βύθιόν τινα καὶ πολλοῦ

1

.

443

τοῦ τῆς καρδίας πυρὸς γέμοντα στεναγμὸν ἀνέπεμψε· καὶ ἀνοίξας τὸ στόμα ταῦτα διέξεισι πρὸς αὐτούς. (Ζ.) „Ὥσπερ,“ φησὶν, „ἐπὶ τοῦ Λαζάρου διπλοῦν ἐγεγόνει τὸ θαῦμα, ὅτι τε νεκρὸς ὢν ἀνέστη καὶ ὅτι δεδεμένος ἐβάδιζεν· οὕτω καὶ νῦν ἐχρῆν ἐπ’ ἐμοῦ.
5ἰδοὺ γὰρ καὶ νεκρὸς ἄντικρύς εἰμι, πολλοῖς καταῤῥαγεὶς κύμασι τῶν δεινῶν καὶ πρός γε ἔτι δεδεμένος, οὐ μόνον χεῖρας καὶ πόδας, ἀλλὰ καὶ γλῶτταν αὐτὴν, δι’ ἧς εἰ μή τι πλέον, τὰ γοῦν ἐμὰ πάθη καὶ ἀδικήματα ἀπαγγέλλειν εἶχον τῷ τε ἀέρι καὶ τοῖς ἀκού‐ ουσι τῶν ἀνθρώπων καὶ ᾧ νῦν συνοικῶ σκότει πικρῷ. ἀλλ’
10ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου. ἀπηλλοτριωμένος ἐγεννήθην τοῖς ἀδελφοῖς μου καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου· καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστι μετ’ ἐμοῦ. οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξεναντίον μου ἔστησαν. καὶ πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με. ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύ‐
15θησαν οἱ πόδες· παρ’ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου· ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν. δεδωκέναι μέντοι τὴν βασιλείαν πάλαι ξυνεπεπτώκει τῇ ἐκκλησίᾳ προνόμια, ταῦτα δὴ τὰ μέχρι νῦν θεωρούμενα· δεδωκέναι δ’ αὖ καὶ τὴν ἐκκλησίαν τῇ βασιλείᾳ τὸ πατριάρχην, ὃν ἂν ἐθέλοι τῶν ψηφι‐
20σθέντων, προβάλλεσθαι. αὐτὸν δ’ οὐ μόνον ἐγὼ προὐβαλόμην αὐτὸς, ἀλλὰ καὶ αὐτὸς ἐξελεξάμην καὶ τῶν πολλῶν καὶ περι‐ βλέπτων καὶ ἐλλογίμων ἀνδρῶν προὔκρινα, ἄνθρωπον ἐν ἰδιωτείᾳ καταγηράσαντα καὶ μήτ’ ἱερωσύνης τυχόντα, μήτ’ ἐμφανείας
τινός. ἐῶ λέγειν ὅσας ἑξῆς ὑπὲρ αὐτοῦ προὔτεινα βοηθείας καὶ

1

.

444

χάριτας. καὶ νῦν ὀφείλων μοι βοηθεῖν καὶ αὐτὸς πράττοντι δυστυ‐ χῶς ὁ δὲ συνεργεῖ τοῖς κολάζουσι, βιαιότερος αὐτὸς ἐμοὶ κα‐ θιστάμενος δήμιος· εἶτά με ἐρωτᾷ, ὅπως αὐτὸς ἐπ’ ἐκκλησίας ἄρτι μνημονεύεσθαι βούλομαι, καὶ πλάττεται λύπην καὶ ἄγνοιαν
5τῶν κατ’ ἐμοῦ τελεσθέντων, ὅμοιον ποιῶν τῷ Αἰγυπτίῳ κροκο‐ δείλῳ, ὃν βόσκει τὰ Νείλου νάματα τοῦ τὴν Αἴγυπτον ἄρδοντος. ὁπόταν γὰρ κἀκεῖνος ἀποπνίξῃ τῶν ἅμα αὐτῷ τὴν δίαιταν ἐκεῖ ποιουμένων ζώων ἓν, ἔπειτα καθίσας ἐπὶ τὸν ἐκείνου νεκρὸν θερμὰ καταχεῖ τῆς αὐτοῦ κεφαλῆς δάκρυα. ἐγὼ δ’ οὐκ ἔχω ὅ,τι
10ἂν ἀποκριναίμην πρὸς τὰ οὑτωσὶ πεπλασμένως μοι προτεινόμενα. εἰ μὲν γὰρ ὡς βασιλέα φαίην, οὐκ ἂν φθάνοιμι φονευόμενος ὑπὸ τῶν διὰ τοῦτό με δέσμιον ἐχόντων· εἰ δὲ μοναχὸν Ἀντώνιον, ὁμο‐ λογία τοῦτ’ ἂν νομισθείη τοῖς τὰ ἡμέτερα κακουργοῦσιν, ὅτι μὴ βιαίως, ἀλλ’ ἑκὼν προελόμενος τὸ μοναχικὸν περιεθέμην σχῆμα
15αὐτός.“ (Η.) Ταῦτα καὶ πλείω τούτων διεξελθὼν ἐπ’ αὐτῶν μηδὲν δ’ ὧν ἐζήτουν ἐκεῖνοι μαθεῖν ἀποκρινάμενος ἐξέπεμψεν. αὐτὸς δ’ ἐπὶ τῆς κλίνης καθεσθεὶς, „ἐπίστρεψον,“ φησὶ, „ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι κύριος εὐηργέτησέ σε,“ μηδὲν τοῦ λοιποῦ λύπης ἄξιον ἐξειπὼν οὐδὲν τῶν ἁπάντων, εἴτε περιου‐
20σίᾳ συνέσεως χαλινώσας τὴν γλῶτταν, εἴτε διὰ τὸ ὑπερβάλλον τῆς λύπης οὐ μάλα ἑκὼν ἀδακρυτὶ παραδραμὼν τὴν συμφορὰν, ὥσπερ ἀμηχανίᾳ καὶ νάρκῃ τῆς ψυχῆς πεδηθείσης, πρὶν τὸ περὶ τὸν ἐγκέ‐ φαλον ἀθροισθὲν ὑγρὸν εἰς δακρύων φορὰν ἐκτακῆναι. ἰδοὺ γὰρ
καὶ ἥλιος, ὅπη μετρίας ἀφίησι τὰς ἀκτῖνας, πολλὰ τὰ πνεύματα

1

.

445

καὶ τὰς ὑγρότητας ἐκεῖθεν ἀνέλκει· ὅπη δ’ ὑπερβαλλούσας, ὁ δὲ φθάνει κατηναλωκὼς σφᾶς, πρίν τι ἐκεῖθεν ἀνιμήσασθαι. παραπλησίως δ’ οὖν καὶ ὅσα τῶν ἐν ψυχῇ γινομένων παθῶν με‐ τριώτερά πως ἡμῖν ξυνεῖναι ἐθέλοι, ταῦτα καὶ λόγον ἔχειν ἑρμη‐
5νέα τῆς ἐν καρδίᾳ φλογὸς οὐ μάλα τοι ἀπαναίνεται. ὅσα δ’ ἀφειδοῖεν τοῦ πλεονεκτούσαις χρῆσθαι ταῖς ἕξεσι, ταῦτ’ ἴδοι τις ἂν ἐξιστῶντα μέν πως καὶ τὴν ψυχὴν, δυοῖν δὲ πείθοντα θάτε‐ ρον, εἰ καὶ μηδέτερον ὡς εἰκός· ἢ γὰρ πάντα λέγειν μᾶλλον ἢ ἃ δεῖ, ἢ μηδὲν μᾶλλον ἢ ἃ δεῖ. ἵνα δὲ πρὸς τὴν τοῦ παρόντος
10λόγου βεβαίωσιν καὶ παλαιοτέρῳ τινὶ διηγήματι χρήσωμαι· ὁπότε γὰρ Καμβύσου τοῦ Πέρσου στρατεύσαντος ἐκ Σούσων ἐπ’ Αἴγυ‐ πτον, ἐπεὶ μετὰ τῆς ἀρχῆς καὶ ὁ τῶν Αἰγυπτίων ἑάλω βασιλεὺς, ἀγομένων ἐπὶ θάνατον ξὺν οὐδενὶ κόσμῳ τῶν υἱέων οὐδὲ βραχύ τι αὐτὸς βλέπων ἐφθέγξατο, ἀλλὰ σιωπῇ κύψας ἔπειτα μόνον
15ἑώρα τοὔδαφος· τῶν δὲ γνωρίμων ἕνα ἰδὼν, ὃς πρότερον μὲν πλούτῳ πολλῷ καὶ δόξῃ χρησάμενος ἦν ἱσταμένης Αἰγύπτου, νῦν δὲ πάνυ διεῤῥωγυῖαν ἐσθῆτα περικείμενος προσαιτῶν περιῄει, εἴ τις ἄρτον ὀλίγον παράσχοι· ὁ δὲ τὴν αὐτὸς ἑαυτοῦ κεφαλὴν ἤδη πατάξας καὶ βύθιόν τι στενάξας ὀνομαστὶ τὸν ἑταῖρον ἐκάλει,
20μονονοὺ τοῖς δάκρυσι βρέχων τοὺς λόγους. ἐπεὶ δὲ καὶ τὴν αἰτίαν ὁ Καμβύσης ἤρετο, ὅπως ἐπὶ μὲν τοῖς υἱέσι μὴ δακρύσας μηδὲ φθεγξάμενος μηδὲν ὁ δὲ τὸν ἑταῖρον ἐδάκρυσε καὶ προσείρηκε,
φάναι λέγεται, καὶ σφόδρα μεῖζον εἶναι ἢ ὥστε καὶ δακρῦσαι τὸ

1

.

446

τῶν υἱέων πάθος· τὸ δὲ τοῦ ἑταίρου μὴ τοσοῦτον ὂν καὶ δακρύειν λοιπὸν δίκαιον, ὃς μεγάλης ἐκπεπτωκὼς δόξης ἐς τοσαύτην δυσ‐ τυχίαν ἐπὶ γήραος ἀφίκετο οὐδῷ. (Θ.) Τοῖς μέντοι περὶ τὸν πατριάρχην κεκύρωται, μνημονεύεσθαι πρὸ τοῦ ἐγγόνου καὶ βασι‐
5λέως αὐτὸν, „εὐσεβέστατον καὶ φιλόχριστον βασιλέα Ἀντώνιον μο‐ ναχόν.“ οὔπω τέτταρες ἐκεῖθεν ἡμέραι παρῆλθον καὶ ἀκούων τὸν δῆμον ὁ πρωτοστράτωρ διαψιθυρίζοντα ἐν οἴκοις, ἐν ἀγοραῖς, ἐν πύλαις, καὶ πανταχῆ περὶ τοῦ γηραιοῦ βασιλέως, ὡς ἄδικα ἐπε‐ πόνθει καὶ βασιλεὺς ἦν καὶ ἔσται τελευτήσαντος τοῦ ἐγγόνου καὶ
10οὐχ ἕτερος τῶν ἁπάντων· οὐ γὰρ ἂν τοῦτο νόμος εἴη μοναδικὸς, ἄκοντας καὶ τυραννουμένους ὑπέρχεσθαι τὸ μοναδικὸν σχῆμα· δεινὰ ἐπὶ δεινοῖς ἐμελέτησεν αὖθις. καὶ πέμψας ὅρκον ἀπῄτησεν ἔγγραφον ἐξ αὐτοῦ διαβεβαιούμενον, μηδέποτε μήτε ζητῆσαι βασί‐ λειον κράτος, μήτε μὴν διδόμενον δέξασθαι, μήτ’ ἄλλον τινὰ
15προβαλέσθαι. „εἰ δ’ οὖν, ἐπὶ ξυροῦ σοι,“ φησὶ, „τὸ αἷμα τήμε‐ ρον ἵσταται.“ καὶ ἅμα τοὺς ἀλλοφύλους ἐκείνους ὁπλίτας αὐτῷ περιέστησεν αὖθις. ὁ δ’ αὖθις δείσας περὶ τῇ ζωῇ ἄκων καὶ τοῦτ’ ἐπεπράχει· καὶ ἐπεὶ τυφλὸν εἶναι τοῦτον εἰρήκειμεν, ὑφ’ ἑτέρου λοιπὸν τὴν χεῖρα χειραγωγούμενος ἄνω μὲν ἐρυθρὸν προὔθηκε τὸν
20τοῦ θείου σταυροῦ τύπον, κάτω δὲ μέλανα· καὶ οὕτω συνεχω‐ ρήθη τὸ ζῇν. (Ι.) Ἐν δὲ τούτῳ τῷ χρόνῳ εὕρηται παρὰ τὴν τῶν Περσῶν γῆν πύργος τις ἐγκεκαλυμμένος, νομισμάτων μεστὸς
καθαρωτάτου χρυσίου μυριάδες οὐ ῥᾳδίως ἀριθμηταί. ὧν οὐκ

1

.

447

ὀλίγα διαδεξάμενοι οἱ τῶν Λατίνων ἔμποροι διέσπειραν πανταχῆ γῆς καὶ θαλάττης, εἰδότες χρειώδη τυγχάνοντα διὰ τὴν τοῦ χρυ‐ σοῦ καθαρότητα· ὧν ἕκαστον πολλοῖς τῶν Βυζαντίων ὤνιον ἐγε‐ γόνει τριῶν νομισμάτων πολιτικῶν.
5 ιαʹ. Ἐν τούτῳ τῷ χρόνῳ γραφαὶ παρά τε Ἰταλῶν καὶ ἔτι ὁπόσοι Κολχίδα Περσῶν ἀποσπάδες οἰκοῦσιν ἥκουσιν ἐς Βυζάν‐ τιον, ὀφρύος τε καὶ κορύζης μακρᾶς οὖσαι μεσταὶ καὶ προῤῥήσεων ὅσαι μειρακιώδεις καὶ ἀγεννεῖς καὶ οἵας αὐλητρίδες καὶ ὀρχηστρί‐ δες ἐς χαμαιτυπεῖα προπίνουσι χαριζόμεναι τοῖς ἐκεῖσε κωμάζου‐
10σιν. εἴπερ γάρ τι τῶν ἁπάντων ἕτερον καὶ τὸ τῆς ἀμαθίας δ’ ἔμοιγε ἐς τὸ πείθειν τοὺς κουφοτέρους καὶ κατωφρυωμένους δρα‐ στικώτατον ἔδοξε καὶ ἀνυσιμώτατον, προπέτειαν ἀπερίσκεπτον ὑφηγούμενον καὶ πρόχειρον ἐς ἅπαν καθ’ ἅπαντα χρόνον, εἴ τί που τοῖς κούφοις αὐτῶν λογισμοῖς ἐπιφύεται. πρὸς μὲν δὴ ταύτας
15ἀντιλέγειν καὶ ἀπελέγχειν οἱ πλεῖστοι τῶν φίλων προὐτρέποντό με· οὐκ οἶδα, εἴτ’ ἐμὲ βασανίζειν ἐθέλοντες, ὥσπερ τοὺς ἁμιλλητη‐ ρίους τῶν ἵππων ἐν διαφόροις πεδίοις ἐλαύνοντες οἱ δρόμων Ὀλυμ‐ πικῶν ἀθληταὶ, εἴθ’ ἑαυτοῖς μέρος ἐντεῦθεν ἡδονῆς ἐκπορίζον‐ τες. οὐδενὶ γὰρ ἑτέρῳ τῶν πάντων οὕτως ἕπεται ἥδεσθαι τὴν
20ψυχὴν, ὡς ὅσα καὶ οἷα τῶν κατ’ ἔφεσίν ἐστιν ὁρᾷν καὶ ἀκούειν. παραπλήσιον γάρ ἐστιν, ὥσπερ ἂν εἴ τις διψῶσι μὲν τῶν ἡδίστων πιεῖν ἐδεδώκει ὑδάτων, φλεγομένοις δ’ ὥρᾳ θέρους ζέφυρον ἐμη‐ χανήσατο ἀναψύξεως. ἐφίεται δὲ πάντως ἄλλος ἄλλου κατὰ τὴν
τοῦ ἐν αὐτῷ κριτικοῦ τῆς ψυχῆς ἕκαστος δύναμιν, καθάπερ αἰ‐

1

.

448

τίας τινὸς καὶ ῥίζης ὑποκειμένης τῆς ἐκεῖθεν κινουμένης ὁρμῆς καὶ ἀναλόγως χειραγωγούσης ἐς τὰς προθέσεις τάσδε ἢ τάσδε τοῦ βίου, ὁποίας πολλὰς καὶ ποικίλας γῆ τε αὕτη καὶ οὐρανὸς ἐκεῖνος προΐσχεται. τὴν μὲν οὖν αἵρεσιν τῆς τούτων ἐφέσεως
5ταυτησὶ εἰ μὴ καθάπαξ ἅπαντες, ἀλλ’ οὖν οἱ πλείους δέξαιντ’ ἂν οἶμαι· τήν γε μὴν ἀωρίαν αὐτῆς καὶ τὸ λίχνον, ταύτην δ’ οὐ πάνυ τοι ἔγωγε. πάντα μὲν γὰρ ἐρευνᾷν ἕν τι τῶν ἁρμοζόντων εἶναι, οὐκ ἄν ποτ’ αὐτὸς ἑκών γε εἶναι ἀπαγορεύσαιμι· ἐν δ’ ἅπαντι καιρῷ καὶ χρόνῳ καὶ παντὶ τῷ βουλομένῳ, τοῦτο δὲ καὶ
10μάλα τοι σφόδρα αὐτός. οὔτε γὰρ παντὶ καιρῷ τὸ καίριον ἔνεστιν, οὔτ’ αὖ παντὶ τῷ βουλομένῳ προσήκει πανταχῆ τὸ βούλεσθαι· ἀλλ’ ἔστι καὶ καιρὸς ἀκαιρίας γέμων καὶ βούλησις ἀβουλίας πολ‐ λάκις μεστή. ἀλλ’ οὖν ἐπειδὴ ταῦτα συγχωρητέα ὅπως ποτὲ ἔδο‐ ξεν εἶναι ἡμῖν, ἅπαξ τὰ βάρη τῶν τοιούτων ὁποῖά γε εἴη προσίε‐
15σθαι προθεμένοις καὶ χαρίζεσθαί σφισιν ὁπόσον τὸ ἐφικτὸν ἐπεφύκει, οὔτ’ ἀκοὴν αὐτοῖς οὔτε γλῶτταν ἀπεκλείσαμεν· ἀλλὰ μετρίοις ἐλέγχοις ἔστιν ἃ τῶν γραφομένων ἠμειψάμεθα. καὶ ὁπό‐ σους τό,τε καίριον ἐς τὸ τῆς ἀσφαλείας μουσεῖον ἐπαιδαγώγησε, καὶ πᾶς τις οἶμαι ἀκηκοὼς οὐκ ἂν ἡμῖν μέμψαιτο. καὶ τὰ μὲν
20ἄλλα τῶν γραφομένων ἀπόῤῥητα κεῖσθαι παρήκαμεν τέως, ἀκαι‐ ρίας ὡς τὰ πολλὰ κατορχουμένης αὐτῶν πάνυ τοι φορτικῆς καὶ ματαίας· ἃ δ’ ὡς ἐν ἐπιστολῆς σχήματι πρὸς ἕνα τῶν φίλων
εἰρήκειμεν, ἵνα μὴ τὸ τῆς εὐσχήμονος ἡμῶν σιωπῆς ὑπόληψιν

1

.

449

ἀπορίας ὑπόθοιτο τοῖς ἀφειδεστέροις τῶν ὑβριστῶν, ταῦτα καὶ νῦν τοῖς ἐντυγχάνειν ἐθέλουσιν ἱστορίας ἕνεκα παραθήσομεν. (Β.) „Ὁπόσα γὰρ,“ ἔφην, „τῶν λεγομένων νοῦν ἡγεμόνα προ‐ βάλλεται καὶ τούτῳ τὴν πρέπουσαν αὐτονομίαν σαφῶς ἐπιτρέπει,
5ταῦτα καὶ νοῦν πάντως ἐπόπτην ἐφέλκεται καὶ γλῶσσαν ἀναμένει σὺν ἐπιστήμῃ δικάζουσαν. ὅσα δ’ ἁρμονίας ἁπάσης παραιτησάμενα νόμους ὅρων ἐπιστημονικῶν ὑπερόριον καὶ φυγάδα τείνουσι πόδα, ταῦτ’ οὔτε νοῦν ἐπόπτην οἶδεν ἐφέλκεσθαι καὶ πάντα λόγον ἑρμη‐ νέα μάλα σφοδρῶς ἀποσείεται, φύσεως ὄντα σαφῶς ἀῤῥωστήματα
10καὶ λύρας ὥσπερ ῥαγείσης πλημμελῆ τινα κρούσματα. ὥστ’ ἔπεισί μοι σφόδρα θαυμάζειν, ὦ φίλων ἄριστε, πῶς οὕτω κἀμὲ ξυνω‐ θεῖς καλινδεῖσθαι τὸν φίλον περὶ τὰ φαῦλα καὶ γλῶτταν πα‐ ρέχεσθαι τουτουσὶ τοὺς σαφεῖς ἐξελέγχουσαν λήρους, ὁπόσοι τῶν Ἐπιζεφυρίων βαράθρων συχνὸν ἀναῤῥήγνυνται, καθάπερ τινὲς
15τῶν Ἡφαίστου κρατήρων αὐτόματοι ῥύακες· καὶ ἔτι ὁπόσοι τῷ πλήθει νιφάδεσσι χειμερίῃσιν ἐοικότες τῆς ἀνωτέρας ἠπείρου κα‐ τίασιν. ἀδικοίημεν γὰρ ἂν, νὴ τὸν φίλιον, τούς τε τῆς ἐπιστή‐ μης κανόνας τούτοις προσάγοντες καὶ ἡμᾶς αὐτούς. τὸ γὰρ ὁπω‐ σοῦν ἑαυτὸν ἑκών γε εἶναι διεφθορόσι διδόναι τρόποις καὶ λόγοις
20οὐκ ἀποχωρεῖ κακίας, οὐδ’ ἀνασοβεῖ τὰ δίκτυα τοῦ ψόγου, ἀλλὰ καθάπερ συγγενῆ κηλῖδα χλεύην ἐπίφθονον ἐπισύρεται. τίνα γὰρ ἀμαθίας Καύκασον οὐχ ὑπερβαίνουσιν, ὁπόσους οἱ μὲν κάτωθεν
ὡς ποῤῥωτάτω τῆς ἀληθείας χαλκεύειν εἰώθεσαν ὄγκους ῥημάτων,

1

.

450

οἱ δ’ ἄνωθεν ἀγεννεῖς τινας καὶ μειρακιώδεις κροτοῦσι θορύβους, καὶ ταῦτα τὴν Περσῶν καὶ Χαλδαίων μετιέναι φάσκοντες ἐπι‐ στήμην; εἰ γὰρ ἐς τοῦτο Χαλδαίοις καὶ Πέρσαις ἡ πᾶσα περιΐ‐ σταται μέθοδος καὶ οὐρανὸς διὰ τοῦτ’ ἐς τὴν αἰθέρος σφαῖραν
5εὖ καὶ τεταγμένως περιφέρει τοὺς ἀστέρων δρόμους, ὡς λημμάτων μὲν φορὰν ἦρος ἀρχομένου γραμματεῦσι προφαίνειν, νοσήματα δ’ αὖ γέρουσι φθίνοντος ἤδη τοῦ θέρους, χάριεν ἂν, νὴ τοὺς λόγους, δόξειε τοῖς διασύρειν ποθοῦσι τὸ τῆς ἐπιστήμης χρηστὸν καὶ τοῖς τε ἐξ ἁμάξης λοιδοροῦσιν ἀποχρῶσα πρόφασις ἐς ὕβρεις
10καὶ ὁπόσοι πρὸς ταῖς σκηναῖς ἄφθονα δραματουργοῦσι τὰ σκέμ‐ ματα. ἐγὼ δὲ λίαν ἡδέως κἀκεῖνο θαυμάσαιμι ἂν, ὅτι μὴ καὶ περὶ δρυῶν προτεθέσπισται τοῖς ἀνδράσιν, ὡς πολλὰς ἐξανθήσει τὸ γένος βαλάνους καὶ ὡς ἄκανθα τὴν ἐφαπτομένην ἀμύξει παλά‐ μην· καὶ εἰ τέκοι γαλῆ, μήτηρ ἔσται τοῦ τεχθησομένου· καὶ
15θέρους μὲν ἔσται καῦμα, χειμῶνος δὲ ψύχος, καὶ ὅσα τῶν πάνυ προδήλων, εἰ μή γε δὴ βουσὶν, ἀλλ’ οὖν ἀνθρώποις ἅπασίν ἐστιν. ἵνα δὲ μήτε σὺ τῶν λυπουμένων εἴης, μήτε τὸ σεμνὸν τῆς ἐπιστήμης ἐς τοιαύτας ἐσχατιὰς κατενηνεγμένον ὑβρίζοιτο, φέρε μέσην βαδίσαντες βραχέα ἄττα τῶν μεσημβρινῶν τουτωνὶ λή‐
20ρων ἐξελέγξωμεν, ἢ μᾶλλον, εἰπεῖν, τῶν γηΐνων πλανήτων καὶ τὰ πλεῖστα τῆς ἄνω λήξεως καταψευδομένων, ὡς ἂν ἄρδην ἐκ τοῦ κρασπέδου τὸ ὕφασμα λύοιτο πᾶν, καθάπερ ὁ τῆς Πηνελόπης ἐκεῖνος ἱστός. ἀνέμων ἐκεῖνοι προλέγουσιν ἔσεσθαι κίνησιν, ὑφ’ ὧν ἐς φθορὰν τὰ τῶν ἀνθρώπων λυθήσονται σώματα. ἡδέως ἂν
25οὖν ἔγωγε τὰς αἰτίας ἐροίμην τῆς τῶν ἀνθρώπων λύσεως. εἰ μὲν

1

.

451

γὰρ ἄλλο τι ἢ φορά τις ἀέρος καὶ διαίρεσις ὁ ἄνεμος ἦν, εἶχεν ἄν τινα λόγον ἴσως ὁ λόγος. ὅσα μὲν γὰρ ἄλλο τι παρὰ τὸν ἀέρα τυγχάνοντα δίεισιν αὐτὸν, ἢ διόδῳ σωματικῇ τέμνοντα φέρεται δι’ αὐτοῦ, καθάπερ λίθος καὶ σίδηρος καὶ ὅσα σκληροτέρας ἢ
5κατὰ τὸν ἀέρα φύσεως ἔλαχεν, ἢ διαδόσει ποιότητος, ὅσα δη‐ λαδὴ χεομένην καὶ τῷ ἀέρι πάνυ τοι προσφυῶς ἀνακιρναμένην ἔσχεν αὐτὴν, ὥσπερ ὀσμαὶ καὶ χρώματα καὶ σκηπτοὶ καὶ πρηστῆ‐ ρες. καὶ μέντοι καὶ ἄνεμος εἰ καθ’ ὁντιναοῦν τουτωνὶ τρόπον ἢ διαιρῶν δηλαδὴ τὸν ἀέρα καὶ τὸν ἐκείνου τόπον μεταλαμβάνων
10διῄει, ἢ τούτῳ διαδόσει ποιότητος σφαλερᾶς ἀνεκιρνᾶτο, πᾶσαν γένεσιν ἐκ τοῦ παραχρῆμα φθορὰ προφανὴς διεδέχετο ἄν. νῦν δὲ τοὐναντίον εὐκρασίας ἡμᾶς ἁπάσης ἐμπιπλῶντα βλέπομεν τοῦτον αἰεί. οὐδὲν γὰρ ἕτερον ἄνεμος ἢ στεῤῥοτέρα φορὰ καὶ χύσις ἀέρος, ὃς ἀεὶ πλούσιος μὲν ἡμῖν περικέχυται, αὐτοῦ δ’ ἀπολαύο‐
15μεν καθόσον ἐφικτὸν ἑκάστῳ, κἂν πάνυ τοι πλεῖστος ἕπηται. ἐκεῖνό γε μὴν καὶ μαντείας ἴσως δεῖται, καὶ οὐκ ἔχω ὅ,τι φῶ. πόλεων γὰρ καὶ δένδρων καὶ ὀρῶν φασιν ἐξ ἀνέμων πάντων ὁμοῦ κινηθέντων καταστροφὰς καὶ μεταβάσεις. πῶς γὰρ καὶ πῆ περι‐ χωρήσει καὶ μεταστήσεταί τι τούτων, περικυκλούντων, ὥς φασιν,
20οὑτωσὶ τῶν ἀνέμων ἐκ διαμέτρου; ἑνὸς μὲν γὰρ ξυνωθήσαντος ἀνέμου καὶ ξὺν βίᾳ κλονήσαντος ἀνατετράφθαι οἰκίαν ἔσθ’ ὅτε ἢ δένδρον ἐπὶ θάτερα μέρη, καινὸν οὐκ ἂν εἴη, ἀλλ’ ὡς τὰ πολλὰ
τῶν ὅρων τῆς συνηθείας ἐντός. πολλῶν δ’ ἀντιπνεόντων ὁμοῦ;

1

.

452

σχολῇ γ’ ἂν καταστραφείη τι τῶν ἁπάντων. τὴν γὰρ τοῦ ἑνὸς ἀντώθησιν ἡ θατέρου ἐξεναντίας ἀντίστασις θραύουσα καὶ ἀνα‐ χαιτίζουσα ἀκλόνητον τὸ παράπαν ἐξ ἀντιπεριστάσεως ἵστασθαι παρασκευάσει τὸ βιαζόμενον. ἄλλως τε καὶ ὁμοῦ τοὺς κατὰ διά‐
5μετρον ἀνέμους κινεῖσθαι, οὔτ’ Ἀριστοτέλης φύσιν ἔχειν δίδωσιν, οὔθ’ ὁ πολὺς ἔφηνε χρόνος. ἀλλ’ ἐκεῖνο μικροῦ με παρέδραμε. τὴν γὰρ τοῦ Κρόνου καὶ Ἄρεως ὑφ’ ἑνὶ ζωδίῳ συνέλευσιν αἰτίαν τῆς τῶν ἀνέμων τίθενται μάχης καὶ πρό γε τούτων ἡλιακήν τινα ἔκλειψιν. εἰ οὖν ταῦτα φανείη ψεῦδος περιφανὲς, ἡγούμενα ὄντα
10τῶν ἐφεξῆς, ψευδῆ πάντως μετὰ τοῦ μείζονος προσθήκης φανεῖεν ἂν καὶ τὰ τούτοις ἑπόμενα· ὥσπερ ἂν εἴ τις τὴν ῥίζαν τοῦ δένδρου τεμὼν συναφεῖλεν εὐθὺς καὶ τὴν τῶν ἀκροδρύων ψυχήν. οὐ γὰρ μόνον ἐν τοῖς παροῦσι καιροῖς οὐκ εἰσὶν ὑπὸ ζώδιον ἓν Κρόνος καὶ Ἄρης, ἀλλ’ οὐδὲ δυοῖν συνεχῶς ἐξελιττομένων ἐνιαυτῶν οὐκ
15ἄν πω συνέλθοιεν ἄν. Ἄρης γὰρ ἐκ πολλοῦ περὶ τὴν τοῦ λέοντος πεντεκαιδεκάτην μοῖραν τὸν Κρόνον καταλελοιπὼς ἤδη καὶ ἐς τὰς τοῦ σκορπίου χηλὰς διαβαίνει. ἡλιακήν γε μὴν ἔκλειψιν οὔτε τὸ παρὸν ἅπαν θέρος, οὔτε τὸ ἐφεξῆς μετὰ τοῦτο φθινόπωρον ὄψεται, κἂν πάντες ἄνθρωποι, κἂν πάντες φάσκωσιν ὄρνιθες.
20ἔσται δέ σοι τούτων διδάσκαλος ὅ,τε χρόνος καὶ ἡ αἴσθησις πρὸς ἀκριβῆ τὴν ἀλήθειαν. οὐδὲν γὰρ οὕτως εἰς ἐπιστήμης ἀπόδειξιν ἀναντίῤῥητον ἕτερον, ὡς ἐμπειρία καὶ αἴσθησις. „αἴσθησις μὲν γὰρ,“ φησὶν, „ἐμπειρίαν ποιεῖ, ἡ δὲ ἐμπειρία τὰς ἀρχὰς δίδωσι τῇ
ἐπιστήμῃ.“ ὥσπερ οὖν σίτου σπαρέντος εἰς γῆν ἐνδέχεται στάχυν

1

.

453

ἔσεσθαι, σπόρου δ’ οὐκ ὄντος οὐδὲ βλάστην ἐκδέχεσθαι χρή· οὕτω κἀν τούτοις. εἰ ἔσται ἔκλειψις ἡλίου καὶ συνδρομὴ Κρόνου καὶ Ἄρεως, φαῖεν ἂν ἴσως καὶ ἀνέμων ἔσεσθαι κυκεῶνας καὶ πόλεων καταστροφὰς καὶ ἀναμοχλεύσεις ὀρῶν· εἰ δ’ ἐκεῖνα οὐκ ἔσται,
5ἐξ ἀνάγκης ἕπεται καὶ κατὰ χώραν ἵστασθαι πᾶν ὄρος καὶ πόλιν ἅπασαν. ἴσμεν γὰρ, ὡς τούτων ἀναιρουμένων, ὅσα γε ἕνεκά του γίνεται καὶ αἴτια νομίζεται τῶν ἑξῆς, συναναιρεῖται πάντως ὁμοῦ τά τε αἰτιατὰ καὶ ὧν ἕνεκα ἐκεῖνα γίγνεσθαι ἔμελλεν. ἐκκεκύλισται δὲ τούτοις ὁ λόγος ἐς τόδε τῆς ἀτοπίας παρὰ τὸ νομίζειν τό,τε
10αἴτιον ὡς μὴ αἴτιον καὶ αὖ τὸ μὴ αἴτιον ὡς αἴτιον. τὰ γὰρ τῶν ἀστέρων ἄλλοτ’ ἄλλως ἔχοντα σχήματα καὶ ἄλλοτ’ ἄλλως ἐχούσας τὰς ἐκβάσεις προφαίνει· τὰς μὲν γὰρ ἐκ τοῦ σύνεγγυς, τὰς δὲ μεθ’ ἱκανὸν τὸν χρόνον. οἱ δ’ οὔτε τοῦθ’ ἱκανοὶ ξυνιέναι ἐγένοντο καὶ ἄλλα ἀντ’ ἄλλων ᾐτιάσαντο, ὁδὸν τοῦ προσήκοντος πόῤῥω
15βαδίσαντες· ὥσπερ ἂν εἴ τις, ὅτι Θεμιστοκλέους ἐκ Μεγάρων Ἀθήναζε κατιόντος ὑετὸς κατεῤῥάγη, αἴτιον εὐθὺς τοῦ συμπτώ‐ ματος ἡγοῖτο Θεμιστοκλέα· ἢ πάλιν Κροῖσον, ὅτ’ αὐτοῦ δια‐ περαιουμένου τὸν Ἅλυν ἥλιος ὑπερέβαλε τὸν ὁρίζοντα. καὶ γὰρ Θεμιστοκλέους ἀπόντος φύσις ὑετοὺς καταῤῥήγνυσθαι· καὶ ἀπαλ‐
20λάξαντος τοῦ Λυδοῦ διηνεκῶς τὸν ὁρίζοντα μετὰ πᾶσαν ἥλιος ὑπερβάλλει τὴν νύκτα. ἦν ἕτερα μυρία πρὸς ἔλεγχον, ἀλλὰ μή‐ κους ἕνεκα καὶ κόρου σιωπῶμεν. τὸ μὲν γὰρ καλῶς ἐν καλαῖς
ὑποθέσεσι λέγοντας εὐδοκιμεῖν, κἂν εἰς μῆκος ὁ λόγος ὁδεύῃ, ἀλλ’

1

.

454

οὖν ἐπαίνων οὐκ ἐκπέπτωκε· τὸ δ’ ἐν ἀτόποις καὶ κιβδήλοις, τοῦτο δὲ καὶ τῶν ἐπαίνων πάμπαν ἐξεκεχωρήκει καὶ μυκτῆρος κατατρέχοντος οὐ σφόδρα ἀπαλλάττει. λέγεται γὰρ καὶ Φίλιππος ἀποσκῶψαι πρὸς τὸν παῖδα Ἀλέξανδρον, ὅτι δεξιῶς τε καὶ ἐμμε‐
5λῶς ἐκιθάρισεν, αἰσχρὸν εἶναι φήσας ἐν τοῖς φαύλοις ἐπιδείκνυ‐ σθαι φιλοτίμως τὸν εὐγενῆ.“ ιβʹ. Τοῦ δ’ ἐπιγενομένου ἦρος ἐπειδήπερ ὁ Κράλης Σερβίας δῆλος ἦν οὐκ ἠρεμήσων, εἰ μὴ ἐπεξέλθοι Μιχάηλον τῆς ἐς τὴν ἀδελφὴν ὕβρεως καὶ ἀδικίας, ὅτι γυναῖκα νόμιμον οὖσαν αὐτῷ
10καὶ παῖδας τεκοῦσαν αὐτῷ τῆς ἀρχῆς διαδόχους διωσάμενος αὐτὴν ἐπ’ οὐδεμιᾷ προφάσει τὴν τοῦ βασιλέως ἠγάγετο ἀδελφήν· δια‐ πρεσβεύεται πρὸς τὸν βασιλέα Μιχάηλος, ξυνωθῶν αὐτὸν διὰ τῆς τῶν Ῥωμαίων ἰόντα χώρας εἰσβάλλειν εἰς τὴν τῶν Τριβαλλῶν γῆν. μέλλειν γὰρ καὶ αὐτὸν ἐκστρατεύειν κατ’ ἐκείνου μετὰ βαρείας
15δυνάμεως, ὡς ἂν μὴ ἔχων ὅπως ἀρκέσειε πρὸς τὰς ἑκατέρωθεν μάχας ἀσθενέστερος γένηται, πολλὴν ἀποβεβληκὼς ἑκατέρωθεν χώραν ἑαυτοῦ. καὶ δὴ παρεσκευάζοντο πρὸς ἐκστρατείαν ἄχρι φθίνοντος ἔαρος. (Β.) Θέρους δ’ ἤδη ἱσταμένου ὁ μὲν βασιλεὺς ἐπειδὴ μὴ ἀξιόλογον εἶχε στρατὸν πρὸς τὴν τοῦ Κράλη δύναμιν,
20ἐστρατοπεδεύσατο παρελθὼν παρὰ πεδίον τι τῆς Πελαγόνων χώ‐ ρας, ὅπη καὶ ὅμορα ἦσαν Ῥωμαίοις ὑπείκοντα πολίχνια, καρα‐ δοκῶν ἐκεῖθεν τὴν ἑτέρωθεν τοῦ Μιχαήλου στεῤῥοτέραν κατὰ τῶν Τριβαλλῶν ἔφοδον ὅπη χωρήσειεν ἀκούσεσθαι πρότερον· κἄπειθ’
ὅ,τι γνοίη καὶ αὐτὸς διαπράξεσθαι. ὅτε δὴ καὶ ἡλίου γεγενῆσθαι

1

.

455

ἐπισκότησιν ἐξεγένετο περὶ τὴν δωδεκάτην ὥραν τῆς ἑκκαιδεκάτης τοῦ Ἰουλίου ἡμέρας, οὐ μεῖον τῶν ιαʹ δακτύλων, εἴ τις παρὰ τὸν διὰ Βυζαντίου παράλληλον ποιοῖτο τὴν οἴκησιν, τετάρτην καὶ εἰκοστὴν τοῦ καρκίνου τηνικαῦτα μοῖραν ἀμείβοντος τοῦ ἡλίου
5καὶ τὴν μὲν ἀρχὴν τῆς ἐπισκοτήσεως ἀπὸ μέσου δεικνύντος ἰάπυ‐ γος καὶ θρασκίου, τὸ δὲ τέλος ἀπ’ ἀρχομένου ἔγγιστα ἀπηλιώτου. (Γ.) Ὁ μέντοι Μιχάηλος πλεῖστον ἀγείρας στρατὸν, δώδεκα μὲν χιλιάδας ἐκ τῆς οἰκείας χώρας, τρεῖς δ’ ἑτέρας Σκυθῶν μισθο‐ φόρων, ἐσβάλλει διὰ τῶν ἀρκτικωτάτων Αἵμου τοῦ ὄρους ἐς τὴν
10τῶν Τριβαλλῶν χώραν, ἔνθα δὴ μάλιστα καὶ ποταμοῦ τοῦ Στρυ‐ μόνος εἰσὶν αἱ πηγαί. τέτταρας μὲν οὖν ἡμέρας διηνυκὼς ἐπὶ τῆς πολεμίας ἐδῄου καὶ ἔκειρε τὴν γῆν ἀδεῶς καὶ ἐδενδροτόμει τοὺς ἀγροὺς καὶ κακῶς ἐποίει τὴν χώραν, οὔπω μηδενὸς ἐκεῖθεν ὅπλα ἀνταίροντος. τῇ πέμπτῃ δ’ ἅμα ἡλίῳ ἐπιφαίνεται καὶ ὁ Κράλης
15Σερβίας, χεῖρα βαρεῖαν ἐπαγόμενος καὶ ὅπλα τῇ λαμπρότητι τὰς τῶν ὁρώντων ἀποκρύπτοντα ὄψεις. ἐπεὶ δ’ ἑκάτερα τὰ στρατεύ‐ ματα παρετάξαντο καὶ τὰ σημεῖα ἤρθη, ὁ Κράλης τὰς ἑαυτοῦ τάξεις ἐῤῥωμένως παρακελευσάμενος μάχεσθαι, ὁ δ’ ἐπὶ τὴν τοῦ Μιχαήλου σημαίαν ἐκτρέχει, ἔχων περὶ αὐτὸν χιλίους ἱππέας
20Κελτοὺς μεγέθει τε σώματος καὶ ῥώμης περιουσίᾳ καὶ ὅπλων ἐμ‐ πειρίᾳ πολεμικῶν κράτιστα ἠσκημένους τε καὶ ἐσκευασμένους. καὶ ταύτην ξὺν οὐ πολλῷ πόνῳ καθῃρηκὼς ἔδραμεν ἐπὶ τὴν τοῦ Μι‐ χαήλου παράταξιν· καὶ συμπατήσας τὸ πολὺ τοῦ περὶ αὐτὸν στρα‐ τεύματος καὶ καταβαλὼν ζῶντα χειροῦται καὶ τετραυματισμένον
25καὶ τὸν Μιχάηλον. τὸ δὲ Βουλγαρικὸν ἄλλο στράτευμα τὸ μὲν

1

.

456

πλεῖον ἐκεῖ κατεκόπη, τὸ δὲ περιλειφθὲν γεγυμνωμέναις σαρξὶν ἐς τὰ οἴκοι ἐχώρουν. ὁ μέντοι Μιχάηλος τρεῖς ἡλίους τὸ ἐξ ἐκείνου τεθέαται ζῶν καὶ μάλα μόλις τὴν συμφορὰν ἐπιγινώσκειν δυνά‐ μενος, τῷ δὲ τετάρτῳ μετήλλαξε, μὴ δυναμένου τοῦ σώματος
5πλέον ἐξαρκέσαι πρὸς τὸ καίριον τῶν τραυμάτων. ὁ δὲ βασιλεὺς μαθὼν τὸ πραχθὲν τὴν ταχίστην ἐς Βυζάντιον ἐπανῄει, μηδὲν μήτε δεδρακὼς μήτε πεπονθώς. (Δ.) Ἐπεὶ δ’, ὡς πολλάκις εἰρήκειμεν, οὐδὲν τῶν ἐν βίῳ εὐτυχημάτων ἀκήρατον ἐς τέλος διαπερᾷ τὸν αἰῶνα, οὐδὲ βασκανίας ἐκτὸς, οὐδ’ ἐνταῦθα ἐπέ‐
10λιπε τὸ χρεών· ἀλλ’ ἀντέπνευσε καὶ τοῖς τοῦ Κράλη λαμπροῖς εὐτυχήμασι χειμὼν χαλεπός τε καὶ φρικωδέστατος, ὃς πάντα ἐπέ‐ κλυσε καὶ κατέχωσεν αὐτῷ τὰ τοῦ βίου τερπνὰ καὶ αὐτό γε τὸ ζῇν προσαφῄρηκεν. ἔχει δὲ οὕτως. ἦν αὐτῷ παῖς δεύτερον τηνικαῦτα καὶ εἰκοστὸν παραλλάττων ἔτος, ὃν ἐξ ἑτέρας γεγέννηκε γυναικὸς
15καὶ ἐς διαδοχὴν ἀνῆγε τῆς ἀρχῆς μάλα ἐπιμελῶς. ἐπεὶ δ’ αὐτὸς μὲν τῇ τοῦ Καίσαρος θυγατρὶ συνεζύγη, πεντηκοντούτης ἀνὴρ κόρῃ δωδέκατον ἀγούσῃ τὸν χρόνον, καὶ πρὶν τῷ παιδὶ γυναῖκα ἀγαγέσθαι, παιδοποιεῖν ἤρξατο μετὰ τῆς τοῦ Καίσαρος θυγατρὸς, ἐς ὑποψίας καὶ φόβους ὁ παῖς ἐξενήνεκται, ὁποίους ὑποσπείρειν
20εἰκὸς τοὺς ἡλικιώτας ἐς τὴν σφριγῶσαν τούτου ψυχήν· καὶ ἀπο‐ στασίαν λοιπὸν ἐμελέτα καὶ ἐπανάστασιν κατὰ τοῦ πατρός. ὃν οὕτως ἔχοντα βλέποντες οἱ ἐκεῖ μεγιστᾶνες καὶ στρατηγοὶ καὶ τα‐ ξίαρχοι, καὶ ὅσοι κόρον εἰλήφεσαν τῆς ἀρχῆς τοῦ πατρὸς διὰ τὸν
χρόνον, λάθρα τούτῳ προσῄεσαν ἕκαστοι καὶ τοὺς τῆς ἀποστα‐

1

.

457

σίας ἐξεπύρσευον αὐτῷ λογισμούς· καὶ μετ’ οὐ πολλὰς τὰς ἡμέ‐ ρας ἀπολαβόντες αὐτὸν ἐξεπολέμωσάν τε κατὰ τοῦ πατρὸς καὶ Κράλην Σερβίας αὐτοκράτορα ἀνηγόρευσαν. ἐπεὶ δὲ συχνῶν ἡμε‐ ρῶν κατ’ ὀλίγους ἅπαντες αὐτῷ προσεῤῥύησαν τοῦ στρατοῦ τὸ
5ἀπόλεκτον, προσελάσαντες δέσμιον ἀπονητὶ καὶ τὸν πατέρα προ‐ σήνεγκαν τῷ υἱῷ· κἀκεῖθεν ἐς εἱρκτὴν ἀπήνεγκαν, ἄκοντος μὲν ἴσως καὶ ἀσχάλλοντος τοῦ υἱέως, σιωπῶντος δ’ οὖν ὅμως καὶ ἀντιλέγειν οὐ δυναμένου τῇ τοῦ πλήθους ὁρμῇ. ἐδεδίει γὰρ, μήπου τι καὶ αὐτὸς πάθοι τῶν ἀδοκήτων. οὐ πολλαὶ παρῆλθον ἡμέραι
10κἀκεῖνον μὲν ἐν δεσμοῖς ἀπέπνιξαν, πικρὸν αὐτῷ τοῦ βίου τὸ πέρας ἐπενεγκόντες ἀντὶ τῶν ἡδέων ἐκείνων εὐτυχημάτων· τῷ δὲ υἱῷ τὴν ἀρχὴν ἤδη βεβαιοτέραν καὶ ἀσφαλῆ κατεστήσαντο καὶ ἅμα αὐτῷ ἐξελάσαντες εὐθὺς ᾠκειώσαντο τὴν Ῥωμαίων χώραν ἄχρι Στρυμόνος καὶ Ἀμφιπόλεως· ὅτε δὴ καὶ Στρούμμιτζαν εἷλον
15ξύν γε ἄλλοις πολιχνίοις. ιγʹ. Ἐς δὲ τοὐπιὸν ἔτος ἀκούων ὁ βασιλεὺς διασπωμένην τὴν τῶν Βουλγάρων ἀρχὴν ὑπό τε τῆς προτέρας τοῦ Μιχαήλου γυναι‐ κὸς ὑπό τε τῶν τοῦ Μιχαήλου συγγενῶν (ἡ γὰρ τοῦ βασιλέως ἀδελφὴ μόλις ἐκεῖθεν φυγοῦσα τὸ ζῇν ἐπορίσατο), πολλῶν οὖν
20ἐκεῖ μαχομένων καὶ ὑπὲρ τῆς ἀρχῆς ἀντιποιουμένων, στρατὸν ἀπο‐ λέξας ὁ βασιλεὺς ἱκανὸν ἐπέθετο τοῖς περὶ τὸν Αἷμον πολιχνίοις καὶ εἷλε μικροῦ πάντα ἀπονητὶ, τῶν οἰκητόρων προσεῤῥυηκότων ἑκόντων. μεθ’ ὧν προσεῤῥύη καὶ παραθαλασσία πόλις ὀχυρά τε
καὶ πολυάνθρωπος καλουμένη Μεσημβρία. ἐν ᾗ διατρίβων ὁ

1

.

458

βασιλεὺς ὡς τὰ πολλὰ μετὰ τοῦ στρατοῦ φορτικὸς ἔδοξε τὴν τα‐ χίστην διά τε τὴν γενομένην δι’ αὐτοὺς ἐπίλειψιν τῶν χρειωδῶν καὶ διὰ τὴν τῶν προσόδων φθοράν. ἐπεί γε μὴν μετὰ πολλοὺς τοὺς περὶ τῆς ἀρχῆς ἀγῶνας τὴν νικῶσαν Ἀλέξανδρος εἰλήφει ὁ
5τοῦ Μιχαήλου ἀδελφιδοῦς, καὶ τῆς ἡγεμονίας τὸ κράτος βεβαίως περιεζώσατο, τὸν Βουλγαρικὸν συλλέξας στρατὸν, προσεταιρισά‐ μενος δὲ καὶ μισθοφορικὸν ἐκ Σκυθῶν οὐκ ὀλίγον ἐς τὴν ὅμορον ἐσέβαλε χώραν Ῥωμαίων καὶ ἤλασεν ἄχρις Ὀρεστιάδος· καὶ πλεί‐ στην μὲν λείαν ξυνηθροικὼς, πολλὰ δὲ καὶ τῶν περὶ τὸν Αἷμον
10πολιχνίων καθ’ ὁμολογίαν παραστησάμενος καὶ ἐς τὰ τῶν Βουλ‐ γάρων ἤθη πάλιν ἐπανεστράφθαι πεποιηκὼς ἐπανῆκε χαίρων οἴ‐ καδε μετὰ πολλῶν τῶν λαφύρων. (Β.) Ἐν τούτῳ τῷ χρόνῳ καὶ Νίκαιαν εἷλον οἱ βάρβαροι, τὸ μέγα καὶ περιβόητον ἄστυ, λιμῷ καὶ στρατῷ πολιορκηθεῖσαν μακρῷ· καὶ πολλὰς τῶν ἐκεῖσε θείων
15εἰκόνων καὶ βίβλων ἐς Βυζάντιον κομίσαντες, καὶ ἁγίων γυναικῶν λείψανα δύο, χρήμασιν ἠλλάξαντο. ἀδεῶς δὲ ἤδη τὰς οἰκήσεις ἐν τοῖς παραλίοις τῆς Βιθυνίας οἱ βάρβαροι ποιήσαντες βαρυτάτους ἐπέθηκαν φόρους τοῖς ἐναπολειφθεῖσι βραχέσι πολιχνίοις, δι’ οὓς τέως οὐκ αὔτανδρα πρὸς ὄλεθρον ἤλασαν παντελῆ, μάλα ῥᾳ‐
20δίως δυνάμενοι καὶ ἐν βραχυτάτῳ χρόνῳ τοῦτο τελεῖν. οὐκ ἐπι‐ λείπουσι δ’ ὅμως συχνὰς ποιούμενοι τὰς ἐφόδους καὶ ζωγροῦν‐ τες τῶν ταλαιπώρων τοὺς πλείους ἔκ τε γῆς καὶ θαλάττης ἀεί. (Γ.) Ὁ μέντοι μέγας λογοθέτης ὁ Μετοχίτης ἐλθὼν ἐκ τῆς ἐξο‐
ρίας οὐ παρὰ τῇ οἰκίᾳ κατέλυσε· πάλαι γὰρ, ὡς εἰρήκειμεν,

1

.

459

εἰσελθόντος τοῦ βασιλέως ἐν Βυζαντίῳ αὕτη διέφθαρται καὶ τελέως ἠρήμωται πρὸς τῶν δημοτῶν· κατέλυσε δ’ ἀπέναντι καὶ πλησίον παρὰ τῇ ἱερᾷ δηλαδὴ μονῇ τῆς Χώρας, ἣν πολλοῖς αὐτὸς ἀνα‐ λώμασιν ἀνεκαίνισε πρότερον, τοῖς ὀδοῦσι τοῦ χρόνου δεινῶς
5κοπτομένην ἰδών. ἐδομήθη γὰρ αὕτη τὸ ἀρχαῖον πρὸς τοῦ βασι‐ λέως Ἰουστινιανοῦ ἐπιμήκης τὸ σχῆμα. εἶτα τοῦ χρόνου ταύτην μέχρι κρηπίδων συντρίψαντος ἄλλον ἐκ βάθρων ἀνήγειρε νεὼν, εἰς ὃ καὶ νῦν ὁρᾶται σχήματος, ἡ τοῦ βασιλέως Ἀλεξίου τοῦ Κομνηνοῦ πενθερά. τοῦ δὲ χρόνου πάλιν φθορὰν ἀπειλοῦντος
10οὗτος ἁβροτέρᾳ χρησάμενος δεξιᾷ, πλὴν τοῦ μεσαιτάτου νεὼ, πάντα καλῶς ἐπεσκεύασεν. ὅθεν καὶ πάντων εἰς τέλος ἀπολωλό‐ των ἤδη τἀνδρὶ τῶν ἔξω πραγμάτων σωτήριος αὕτη λιμὴν ἐν καιρῷ περιστάσεως ὤφθη ψυχῆς ὁμοῦ καὶ σώματος. πρὸς μὲν οὖν τὴν ἱερὰν ἀποβλέπων μονὴν τὸ λοιπὸν ἡδονὴν ἀπόῤῥητον
15παρείχετο τῇ ψυχῇ· πρὸς δ’ αὖ τὴν ἐρήμωσιν τῆς οἰκίας, κατή‐ φειαν τοῖς ὀφθαλμοῖς ἐτρύγα μακρὰν καὶ πλήθουσαν εἶχεν αὖθις τὴν ψυχὴν πυρὸς καὶ φλογὸς, ἣν ἐκπυρσεύουσι τοιαῦται βαρυ‐ θυμίαι καὶ συμφοραί. καὶ μέντοι καὶ τὸ τῆς τύχης πρὸς τιμωρίας ἀκόρεστον ἀναλογιζόμενος ἐξεπλήττετο, πῶς οὐδὲ τοὔδαφος τῆς
20λαμπρᾶς ἐκείνης οἰκίας ἐς τὸν ἐνόντα κόσμον ἀφείθη· ἀλλ’ ὃ μήπω πρότερον ἐξ αἰῶνος ἐφ’ ἑτέρου ἐπινενόηται, νῦν ἐπὶ τοῦδε καὶ πέπρακται. ἐκσπασθὲν γὰρ ἅπαν ἐπέμφθη δῶρον τῷ τῶν δυτικῶν Σκυθῶν ἄρχοντι, λαμπρότητός τινος ἕνεκα τοῦ τῆς οἰ‐
κίας ἐδάφους ἐκείνου ζητήσαντι. ἐκωλύετο δὲ πρὸς τῶν τὴν ἡγε‐

1

.

460

μονίαν διοικούντων, μηδ’ ὅλως μήτε δι’ ὄψεως, μήτε διὰ γλώττης ἐκδήμου τῷ γηραιῷ προσομιλεῖν βασιλεῖ. καὶ ἦν οὐ μικρὰ καὶ τοῦτο λύπης προσθήκη τἀνδρί. ιδʹ. Καιρὸς δὲ ἤδη καὶ περὶ τῆς τοῦ γηραιοῦ βασιλέως διε‐
5ξελθεῖν τελευτῆς, ἣν θεοσημεῖαι πολλαὶ προεμήνυσαν· αἳ ἦσαν τοιαίδε. ἐπισκότησις πρῶτον ἡλιακὴ, τοσαύτας ἡμέρας προειλη‐ φυῖα τὴν αὐτοῦ τελευτὴν, ὅσα καὶ αὐτὸς ἦν ἔτη τὰ πάντα βεβιω‐ κώς. ταύτην τὴν ἡλιακὴν ἐπισκότησιν ἔκλειψις διεδέξατο σελη‐ νιακή· καὶ ταύτην αὖθις σεισμὸς γῆς ἐν ἑσπέρᾳ, ᾗ τὴν μνήμην
10ἐτέλουν ἐκ χρονικῆς περιόδου Χριστιανοὶ τοῦ ὁμωνύμου αὐτῷ Ἀντωνίου. κατ’ αὐτὴν μέν γε τὴν τοῦ φεβρουαρίου δωδεκάτην ἡμέραν, ἣν ἡ τῆς ἀπροσδοκήτου τελευτῆς ἐκείνου διαδέχεσθαι ἔμελλεν ἑσπέρα, βιαίου πεπνευκότος ἐκ τῶν βαράθρων τῆς με‐ σημβρίας ἀνέμου, ἠγρίωται μὲν τὰ θαλάττης κύματα τοσοῦτον,
15ὥστε τοὺς ὅρους ὑπερβάντα πολλὰ μέρη τῶν ἑῴων καὶ παραλίων τοῦ Βυζαντίου τειχῶν καθῃρηκέναι, πολλὰς δὲ καὶ τῶν ἐν ἐκείνῳ τῷ μέρει πυλῶν ἐκμοχλεῦσαι καὶ εἰσδραμόντα δίκην τινῶν πολε‐ μίων πολλὰ τῶν ἔνδον οἰκημάτων κατακλύσαι. (Β.) Τηνικαῦτα μέντοι πεπτώκασι καὶ πολλοὶ τῶν ἐπὶ τοὺς νεὼς ἱδρυμένων ἐκ
20σιδήρου σταυρῶν, ὑπενεγκεῖν οὐ δυνάμενοι τὴν τοῦ πνεύματος βίαν. πέπτωκε δὲ καὶ ὁ πρὸ τοῦ νεὼ τῶν τεσσαράκοντα μαρτύ‐ ρων ἱστάμενος πάλαι κίων, ὃς ὑπό τινος μὲν καυτηρίας τεθραυ‐
σμένον εἶχε τὸ πρὸς τῇ βάσει μέρος· ὃ καὶ τοῖς παριοῦσιν ὑπό‐

1

.

461

νοιαν παρεῖχεν αὐτίκα ἀνατραπήσεσθαι καὶ φόβον ἐντεῦθεν οὐ μάλα παράλογον. ὥστε παριόντα ποτὲ καὶ τὸν βασιλέα τοῦτον ἐκώλυόν τινες τῶν περὶ αὐτὸν μὴ πλησίον ἰέναι δεδιότες ἴσως τὸν κίνδυνον. ὁ δὲ πρὸς τὴν σφῶν εἰρωνευσάμενος δειλίαν καὶ τοιόνδε
5τινὰ λόγον οὑτωσί πως ἐπελθόντα τῇ γλώττῃ τότε προήνεγκεν· „εἴθε συμπαρατείνοιτό μοι τὸ ζῇν τῇ τοῦδε τοῦ κίονος στάσει.“ ὃ δὴ καὶ κατὰ τὴν πρόῤῥησιν νῦν ἀποβὰν θαυμάζειν ἐπῄει τοῖς μεμνη‐ μένοις. (Γ.) Τοῦ δ’ ἡλίου πρὸς ἑσπέραν ἤδη ἐπειγομένου ἀπῄειν κἀγὼ πρὸς τὸν βασιλέα κατὰ τὸ εἰωθός. εἰωθὸς γάρ μοι πορεύε‐
10σθαι πρὸς αὐτὸν παραμυθίας ἕνεκα κατὰ περίοδον τριῶν που ἢ τεττάρων ἡμερῶν. ἀπιὼν μὲν οὖν καὶ νῦν αὖθις κατὰ τὸ εἰωθὸς πρὸς αὐτὸν καὶ παρακαθίσας τῆς συνήθους ἀπήλαυον ὁμιλίας. συνήθεια δ’ ἦν αὐτῷ, ἐλλογίμῳ τινὶ πρὸς ἡμᾶς καὶ σπουδαιο‐ τέρᾳ χρῆσθαι τῇ ὁμιλίᾳ μετά τινος ἀστειότητος καὶ χάριτος.
15παρῆν δὲ καὶ αὐτοῦ θυγάτηρ Σιμωνὶς ἡ Κράλαινα καί τινες ἕτεροι τῶν ὁμοίαν ἐμοὶ τρεφόντων γνώμην καὶ τρόπου διάθεσιν πρός τε τὸν βασιλέα καὶ τὴν αὐτοῦ θυγατέρα τὴν Κράλαιναν καὶ τὴν ἴσην ἐχόντων ἐμοὶ πρὸς αὐτοὺς οἰκειότητα. παρετάθη δὲ τὰ τῆς ὁμι‐ λίας ἐκείνης ἡμῖν ἄχρι μέσων νυκτῶν καὶ πρός γε ἔτι μέχρι πρώ‐
20της ἀλεκτοροφωνίας, μηδενὸς ἐκφανέντος συμβόλου νοσήματος οὑτινοσοῦν. (Δ.) Ἔπειτα ἡμῖν μὲν, „ἄπιτε χαίροντες,“ ἔφησε, „τὰ δὲ τῆς νῦν ὁμιλίας λείψανα ἐς τὴν ὑστεραίαν πάντα λελέξε‐
ται.“ ὁ δὲ τροφῆς αὐτῷ κομισθείσης ἐδεδειπνήκει. ἦν δὲ τὰ τῆς

1

.

462

τροφῆς ὀστρακόδερμα πάντα διὰ τὰ τῶν νηστίμων ἐκείνων ἡμερῶν νόμιμα· ἐφ’ οἷς δέον ἀκρατοποσίᾳ χρήσασθαι, δυναμένῃ γηραιὸν τονῶσαι στόμαχον πρὸς κατεργασίαν τῆς σκληροτέρας ἐκείνης τροφῆς· ὁ δὲ ψυχροποσίᾳ ἐχρήσατο. ἔθος γὰρ αὐτῷ ἦν, ὁπότε
5αἴσθοιτο θερμοτέρας τῆς ἕξεως τῶν οἰκείων φλεβῶν γινομένης, ἀμέτρῳ χρῆσθαι ψυχροποσίᾳ, ὑπὲρ τοῦ μὴ ἠναγκάσθαι ποτὲ τῶν φλεβῶν μηδεμίαν τεμεῖν. τοιαύτῃ τοίνυν διαίτῃ καὶ νῦν χρησάμενος δυσφορεῖν εὐθὺς ἤρξατο καὶ πάνυ πονήρως ἔχειν τοῦ στομάχου καὶ τῆς καρδίας. ἐπεὶ δὲ καὶ τῶν ἀναπνευστικῶν ὀργά‐
10νων ἐμφραττομένων ἤδη καὶ στενοχωρουμένων ᾐσθάνετο καὶ ὅσον αὐτίκα τεθνηξόμενον ἔβλεπεν ἑαυτὸν καὶ διὰ τὴν ἀωρίαν οὐχ εὕρισκεν οὐδένα, ὃς αὐτῷ μεταδοίη τῶν θείων μυστηρίων, κε‐ κλεισμένων ἁπασῶν τῶν περὶ τὰ βασίλεια πυλῶν, ἀναστὰς ηὐχα‐ ρίστησέ τε τῷ θεῷ καὶ ὑπὲρ σωτηρίας τῆς αὐτοῦ ψυχῆς ηὔξατο
15σὺν πλουσίοις τοῖς δάκρυσι καὶ γονυκλισίαις πολλαῖς. εἶτα ἐγκόλ‐ πιον φέρων τὴν τῆς θεομήτορος θείαν εἰκόνα ἐς τὸ στόμα ἐνέ‐ βαλεν ἀντὶ τῶν θείων μυστηρίων καὶ καθίσας ἐπὶ τῆς κλίνης εὐθὺς ἀπήλλαξεν, οὔπω τῆς νυκτὸς ἐκείνης ληξάσης. κλίνην δ’ ἐνταῦθα νοητέον οὐ τὴν συνήθη καὶ ἐν τῷ φανερῷ κειμένην, ἀλλὰ τὴν
20πάνυ τοι ἐνδοτάτην καὶ παρὰ πλευρὰν τοῦ οὐρηδόχου κειμένην οἰκίσκου. ἀφ’ οὗ γὰρ ἤρξατο δυσφορεῖν καὶ στενοχωρεῖσθαι τὰ ἔνδον, συχνάκις καὶ κατὰ μόριον ὥρας ἐς τὸν τοιοῦτον εἰσῄει οἰκίσκον χρείας ἀναγκαίας εἵνεκα τῆς γαστρός. τὸ δ’ οὖν τελευ‐
ταῖον μὴ δυνηθεὶς ἐς τὴν συνήθη καὶ φανερὰν ἑαυτὸν ἀνασώ‐

1

.

463

σασθαι κλίνην, νάρκῃ πεδηθέντων τῶν νεύρων τε καὶ ἁρμο‐ νιῶν ἤδη τοῦ σώματος, ἐς τὴν εἰρημένην καθίσας ἀπήλλαξεν. (Ε.) Ἐντεῦθεν δὲ καὶ ἡμῖν ἐξεγένετο ῥᾴδιον ἤδη ξυνιέναι τὴν τοῦ χρησμοῦ λύσιν, ἄδηλον οὖσαν τὸ πρότερον ἅπασιν. εὕρηται γὰρ
5ἐκ πολλοῦ βίβλος τῷ βασιλεῖ, ἣν ὁ γεγραφὼς ἄδηλος ἦν τὸ παρά‐ παν γράμματά τε αἰνιγματώδη καὶ ἀμυδρά τινα δι’ εἰκόνων γνω‐ ρίσματα φέρουσα τῶν μελλόντων ἀεὶ βασιλεύειν. ἐν ᾗ τὰ μὲν τῆς γνώμης καὶ περινοίας τοῦ τοιούτου βασιλέως γνωρίσματα ξύν τε ἄλλοις καὶ ἡ τῆς ἀλώπεκος ἐδείκνυ εἰκών· τῆς δὲ τελευτῆς, ἐν
10τοιούτῳ κειμένη τόπῳ καθέδρα καὶ δύο παριστάμενα μελανειμο‐ νοῦντα μειράκια, ἀπερικαλύπτους ἔχοντα πάντη τὰς σφῶν αὐτῶν κεφαλάς. τὸ οὖν μελανειμονεῖν καὶ τὸ ἀσκεπεῖς εἶναι καὶ τὸ δύο τὰ μειράκια φανῆναι ἐδήλου τῷ βασιλεῖ τὸ τοῦ μέλανος ῥάκους ἔνδυμα καὶ τὴν στέρησιν τῆς βασιλικῆς καλύπτρας καὶ τὴν ἐπὶ
15τούτοις διετίαν. δύο γὰρ ἔτη συνέζησε τοῖς τοιούτοις ῥάκεσιν. καὶ οἶμαί γε μὴ διαμαρτάνειν ἐμὲ τῆς προσηκούσης λύσεως, τοιαῦτα περὶ τοῦ χρησμοῦ διεξιόντα. (ϛʹ.) Ἅμα δ’ ἡλίῳ τὸν ἐκείνου νεκρὸν ἐς τὴν μονὴν τοῦ Λιβὸς ἐπικεκλημένην ἀπήνεγκαν, ἣν ἡ μήτηρ αὐτοῦ Θεοδώρα ἡ δέσποινα ἀνεκαίνισεν. ἔνθα δὴ καὶ τὸ
20πένθος κατ’ ἔθος ἐπὶ ἐννέα ἡμέρας τετέλεσται.

1

.

465

αʹ. * Τῇ μέντοι δευτέρᾳ τοῦ πένθους ἡμέρᾳ προτραπεὶς ἔγωγε ὑπὸ τῆς θυγατρὸς τοῦ βασιλέως τῆς Κραλαίνης, ἅτε τοῦ πέν‐ θους προεξαρχούσης, ᾆσαί τινα θρῆνον ἀπὸ γλώττης αὐτοσχε‐ δίως προσήκοντα τῷ καιρῷ, ἐπὶ τῇ τοῦ πλήθους ἀθροίσει παρελ‐
5θὼν ἔλεξα τοιάδε. (Β.) „Τὸ μὲν τῆς συμφορᾶς μέγεθος, ὦ
παρόντες, σιωπᾷν ἡμᾶς ἀναγκάζει καὶ ὥσπερ νενεκρωμένα φέρειν

1

.

466

καὶ γλῶτταν καὶ ἀκοὴν καὶ διάνοιαν, τῆς ζωτικῆς τοῦ ἡμετέρου ἡλίου ἀκτῖνος σβεσθείσης καὶ ὑπὸ γῆν καταδύσης. ἀλλ’ ἡ θορυ‐ βοῦσα καὶ καταπλήττουσα τὴν οἰκουμένην μεγάλη τῆς λύπης βροντὴ μάλα ἄτοπον αὖθις ἐνταῦθα τὴν σιωπὴν ἀπελέγχει. ποῦ
5γὰρ εἰκὸς, οὐρανοὺς μὲν βοᾷν ἄνωθεν τῶν θρήνων τὸ μέγεθος, ὅτι τοὺς ἑαυτῶν ἔσβεσαν ὀφθαλμοὺς ἥλιον καὶ σελήνην, γῆν δὲ κά‐ τωθεν ὡς ὁρᾶτε σειομένην καὶ θάλασσαν καταιγίζουσαν ἐναργῶς ἀπαγγέλλειν, παγκόσμιον εἶναι τὴν τῆς συμφορᾶς αἴσθησιν, ἡμᾶς δὲ σιωπῇ τὴν τοσαύτην ἀνέχεσθαι φέρειν ζημίαν; ἀλλ’, ὦ γῆς
10ἥλιε, ποῦ γῆς ἔδυς, καταλιπὼν ἡμᾶς τῷ παγετῷ νεκροῦσθαι τῶν συμφορῶν; ὦ κοινὴ τῶν Ῥωμαίων ψυχὴ, ποῖ ποτε ἤρθης; φεῦ τῆς δρεπάνης τοῦ χρόνου, οἵαν τῆς οἰκουμένης ἀπηνῶς ἐξεθέ‐ ρισε κεφαλὴν, οἷον τῶν πόλεων ἐξώρυξεν ὀφθαλμόν; ὢ τίς τῶν κοινῶν πραγμάτων ἔσβεσε τὴν μεγάλην λαμπάδα; ὢ τίς τὸν τοῦ
15καλοῦ παντὸς εὐεργέτην ἐξαίφνης ἡμᾶς ἀπεστέρησεν; ἐκεῖνος ἦν ὁ τῆς βασιλικῆς εὐταξίας θεμέλιος· ἀλλὰ νῦν κεῖται βραχεῖ κα‐ λυπτόμενος λίθῳ. ὢ οἵαν πικρίας ἀνέφλεξε κάμινον ταῖς ἁπάν‐ των καρδίαις. ἐκεῖνος ἦν ὁ νύκτας ὅλας ἐγρηγορώς τε καὶ ἄγρυ‐ πνος διαμένων, ὡς μὴ τῶν Ῥωμαϊκῶν πραγμάτων κλαπῇ τὸ
20συμφέρον· ἀλλὰ νῦν ἐν τάφῳ τὸν μακρὸν ὕπνον ὑπνώττει. ἐκεῖ‐ νος ἦν ἡ εὔστροφος καὶ μέλιτος γέμουσα γλῶσσα, τὸ πάσης καὶ παντοίας φρονήσεως ὄργανον· ἀλλὰ κεῖται νῦν τὴν μακρὰν σιω‐
πὴν σιωπῶν. ὢ δεινῆς ἀγγελίας, ἣ ταχέως διερχομένη γῆν ὁμοίως

1

.

467

καὶ θάλασσαν τὰς ἁπάντων πλήττει ψυχὰς ξίφους παντὸς χαλε‐ πώτερον. ἐκεῖνος ἦν τὸ μέγα τῆς οἰκουμένης κλέος καὶ τὸ τῆς παιδεύσεως κράτιστον ἀρχέτυπον· ἀλλὰ νῦν βραχεῖα κόνις τοῦ ἐκείνου καταχορεύει σώματος. ἐκεῖνος ἦν τὸ γλυκὺ τῶν ἐν γῇ
5γλωσσῶν ἁπασῶν διήγημά τε καὶ περιλάλημα· ἀλλὰ νῦν ὁ πικρὸς ἐκείνου κατετυράννησε θάνατος. ἀλλ’ ὢ πόθεν ἐξαίφνης ἡμῖν τὸ τοσοῦτον ἀνεῤῥάγη τῶν συμφορῶν πέλαγος, θαλάσσης ἁπάσης ὑπάρχον πικρότερον; πόθεν ἡμῖν ἐπιόντες οἱ τοσοῦτοι τῶν δει‐ νῶν χειμῶνες καὶ κλύδωνες τοὺς ἡμῶν ἐτάραξαν λογισμοὺς καὶ
10πρὸς τὴν τῶν ἀναισθήτων φύσιν ἐπείγεσθαι συνωθοῦσι; τίς ὁ τοσοῦτος κλόνος καὶ βρασμὸς τῶν ἀνθρώπων; μὴ κεραυνῶν ἐξαι‐ σίων οὐρανόθεν πολλῶν ὁμοῦ συῤῥαγέντων πληγή τις ἐνέσκηψε τοῖς ἀνθρώποις ἀφόρητος καὶ τοὺς μὲν εἰς γῆν κατήνεγκε, τοὺς δ’ ἡμιθνῆτας κατέλιπε φέρεσθαι; ἦν ἄρα καὶ καθ’ ἡμῶν, ὡς
15ἔοικε, τῶν δυστήνων πληγὴ ταμιευομένη τῷ χρόνῳ, πολλῶν κε‐ ραυνῶν αἰθερίων ἀντάξιος, τὴν τοῦ βασιλέως φημὶ συμφοράν. νῦν ἔδει πάντας ἀνθρώπους, βροντῆς μεγάλης ἀνειληφότας ἐν‐ ταῦθα φωνὴν, συμφωνίαν τινὰ πεποιηκέναι παγκόσμιον καὶ κοινὸν ἀνεγεῖραι μέγιστον θρῆνον, ἵν’ ἀρκοῦσαν τὴν ἔνδειξιν οὕτω τὸ
20πάθος ἴσως προσλάβῃ. νῦν ἔδει τοὺς μεγέθει καὶ κάλλει διαπρε‐ πεῖς τῶν ἀστέρων ἐφ’ ἓν συνδραμόντας διαγράψαι καὶ ἀσφαλέ‐ στατα ἐγχαράξαι τῶν τοῦ βασιλέως ἡμῶν γνωρισμάτων τὰ κάλ‐ λιστα, ἵν’ ὥσπερ τὴν τοῦ θεοῦ διηγοῦνται δόξαν οἱ οὐρανοὶ,
οὕτω καὶ τὸ τούτου διατρανοῦντες εἶεν μνημόσυνον ἐν πᾶσι τοῖς

1

.

468

αὐτῶν ἐξελιγμοῖς ἀεὶ καὶ περιφανέστατον αὐτοκρατορίας ἀρχέτυ‐ πον τοῦτον προβάλλοιντο τοῖς ἑξῆς. ἐκεῖνος γὰρ ἦν ἡ τῆς βασι‐ λείας εὐθύτης καὶ στάθμη· ἐκεῖνος ἦν ἡ τῆς ἱερωσύνης αἰδὼς καὶ σεμνότης καὶ ὁ τῆς ἐκκλησίας φαιδρότατος λύχνος· ἀλλὰ
5νῦν τῷ τοῦ τάφου μοδίῳ συγκρύπτεται. ἐκεῖνος ἦν ὁ καθάπερ ὁλκάδα μεγάλην σαλευομένην τὴν ἐκκλησίαν στηρίξας καὶ τοὺς ταύτης εἰς γαλήνην τρέψας χειμῶνας καὶ ἀεὶ τῶν ταύτης δογμά‐ των ἱστάμενος πύργος ἀκλόνητος· ἀλλὰ νῦν ἐς ᾅδου πυθμένας φεῦ κατενήνεκται. ἐκεῖνος ἦν ὁ τοῦ ἤθους κανὼν, ἡ τοῦ ἀνθρω‐
10πίνου εἴδους εὐκοσμία· οὗ καὶ ἡ σιωπὴ πολλῷ βελτίων ὑπῆρχε τῶν ἄλλων λαλούντων παραίνεσις. ἡ γάρ τοι φύσις εὐθὺς βασι‐ λικόν τε καὶ μεγαλοπρεπείας μεστὸν τὸ εἶδος ἀρχῆθεν ἐνήρμοσε, κάλλει τε καὶ ἐμβριθείᾳ τῇ προσηκούσῃ ταύτην κεράσασα καὶ οἱονεί τινα στήλην κατεσκευακυῖα. αἰδοῦς καὶ σεμνότητος· οἷς
15ἅπασιν ἐπέπρεπέ τε καὶ ἐπεκόσμει τό,τε ἱλαρὸν καὶ τὸ εὐμενὲς, ὅλον χαρίτων γέμον καὶ, ἵν’ εἴπω, ὅλον μεστὸν ἀνθέων ἠρινῶν· ἀλλὰ νῦν κόλποι γῆς σὺν ἀκοσμίᾳ πικρῶς ἐμερίσαντο. ἀλλ’ ὢ τῆς ἀδίκου ταύτης τῶν συμφορῶν τυραννίδος· ὢ βαθείας νυ‐ κτὸς, ἣ τοὺς ἡμῶν ὀφθαλμοὺς συσκιάζουσα ὅπη πλανώμεθα
20βλέπειν οὐ συγχωρεῖ. ὢ πόθεν οἱ τοσοῦτοι καταῤῥαγέντες τῶν δεινῶν ἀπαρκτίαι καὶ νότοι, καθάπερ ἐξ ὁρμητηρίου κοινοῦ, τὰς ἡμῶν δυσμενῶς συγκυκῶσι ψυχὰς καὶ ῥιζόθεν ἐπείγονται ἀνασπᾷν. ὢ τίς τῶν τοσούτων καλῶν τὸν λειμῶνα τὸν εὐανθῆ λάθρα καὶ νυκτὸς ἐπελθὼν ἐξέτεμε; τίς τὸν πάσης ψυχῆς ναυαγούσης λιμένα
25κατέχωσεν; ὢ πόσοι κλαυθμοὶ καὶ στεναγμοὶ καὶ κραυγαὶ πρὸς
αἰθέρα σήμερον ἐκ τῆς γῆς ἀνατρέχουσι, καθάπερ καπνὸς ἐκ

1

.

469

μεγάλου πυρὸς τῆς καρδίας ἑκάστων ἀναῤῥηγνύμενοι; ὢ πόσοι τὰς τοῦ Νείλου πηγὰς προθυμοῦνται ζητεῖν εἰς δακρύων φορὰν, ὡς ἂν οὑτωσί πως δυνηθεῖεν ἐξισῶσαι τοὺς θρήνους τῷ κατα‐ σχόντι τὴν οἰκουμένην πάθει; ὦ τὰ πολυειδῆ τῶν ἁπάντων ὀνό‐
5ματα κτησάμενος μόνος αὐτὸς, βασιλεῦ. οἱ μὲν γάρ σε πατέρα καλοῦσι κοινόν· οἱ δὲ κηδεμόνα τε καὶ προστάτην καὶ ὀρφανίας ἐπίκουρον· οἱ δὲ λιμένα σωτήριον καὶ στεῤῥὸν προμηθέα· οἱ δὲ γυμναστήν τινα καὶ διδάσκαλον πάσης ἰδέας καλοῦ καὶ παγκό‐ σμιον δικαστὴν τῶν ἐν κόσμῳ παντοίων πραγμάτων. σκώληξ τὴν
10φύσιν τῶν ξύλων πολλάκις διέφθειρεν· ἡμῶν δὲ φθείρει νῦν τὰς καρδίας πικρότερον ὁ τοῦ βασιλέως ἔμμονος λογισμός. τὰς ἀμπέ‐ λους καὶ τὰ λήϊα πολλάκις ἐλυμήναντο χάλαζαι καὶ ἄνθρακες οὐ‐ ρανίου πυρός· ἡμᾶς δὲ πλέον ἡ τοῦ βασιλέως ἐλυμήνατο στέρη‐ σις. κῆπος ἐκεῖνος ἦν παντοίοις βρίθων καρποῖς καὶ ὥσπερ ἔαρος
15ὥραν ἄγων ἀεί· ἀλλὰ νῦν αὐτὸν ἐμάραναν, φεῦ τοῦ πάθους, αἱ τοῦ θανάτου φλόγες. ὦ πολλῶν πόλεων οἰκιστὰ, κατά τε Ἀσίαν φημὶ καὶ Εὐρώπην· οὐκ ὀκνήσω δ’ εἰπεῖν καὶ ταυτησὶ τῆς βασιλίδος τῶν πόλεων, ἣν πάλαι μὲν Κωνσταντῖνος ὁ μέγας ἐκεῖνος καὶ σοί γε ὁμότροπος ἔστησε, σὺ δ’ ἐπὶ γόνυ κλιθεῖσαν
20ἀνώρθωσας. πᾶσα μὲν γὰρ ἡ τῆς προτέρας ἐκείνης οἰκοδομῆς καλλονὴ καὶ τερπνότης δουλείας ἀλλαξαμένη ζυγὸν ἐτεθνήκει καὶ ἀπεῤῥύη· καὶ γενέσθαι τὸν βασιλικὸν ἐξεγένετο θρόνον Λατί‐ νων λῃστῶν καταγώγιον καὶ βεβήλων ἑστίαν. ἀλλὰ δεύτερος αὐ‐
τὸς καταστὰς οἰκιστὴς, βασιλεῦ, ἐκ μέσου πεποίηκας τά τε τῆς

1

.

470

ἐκκλησίας εὐθὺς καὶ τῶν δογμάτων ἐγκλήματα καὶ φερομένην ἐστήριξας ταύτην ἐς ἅπαν τὸ κράτιστον· τείχεσι δὲ καὶ ναοῖς καὶ οἰκίαις ἐς τὸ πρὶν ἀνήνεγκας κάλλος αὐτήν. ὢ τοῦ μεγάλου τοῦδε καὶ ἱεροῦ χρέους, ὃ πάντες οἱ ἐφεξῆς σοι ὀφείλουσιν εὐσε‐
5βεῖς, καθάπερ εὐεργέτῃ κοινῷ καὶ ἀρχηγῷ τῆς ὀρθῆς ἡμῶν πί‐ στεως. ὢ πῶς ὁ τοῦ παντὸς ἄξιος ὡς ἄνθος παρῆλθες ἀγροῦ; ὢ πῶς ἐπὶ σοὶ καὶ τὰ στοιχεῖα θρηνοῦσι, βασιλεῦ, καὶ δέος μὴ ἡμᾶς κατακλύσωσιν; ὢ πῶς ἐπὶ τῷ σῷ πάθει καὶ τείχη πίπτουσι πόλεων καὶ κίονες ἐκριζοῦνται πάλαι πολὺν ἤδη τὸν χρόνον βε‐
10βαίως ἱστάμενοι; ἀλλὰ δότε μοι τὴν τὸν μέγαν ἡμῶν θησαυρὸν κατέχουσαν κιβωτὸν, ἵνα θεάσωμαι, πῶς ὑπερπλέειν τὰ πολλὰ τῶν δακρύων δύναται ῥεύματα. ἀρκέσουσι γὰρ οἶμαι ταύτην ἀνέ‐ χειν ἃ πάντες ἄνθρωποι νῦν κρουνηδὸν προχέουσι δάκρυα, κα‐ θάπερ τὴν τοῦ Νῶε κιβωτὸν τῶν ὑδάτων ἐκεῖνα τὰ πλούσια ῥεύ‐
15ματα. ἀλλ’ ἐκείνη μὲν ἐκ τῶν κατακλυσμῶν οὓς ἔφερεν, ἔσωζεν· αὕτη δὲ τοὐναντίον εἰς μυρίων κατακλυσμῶν ἡμᾶς συνήλασε κλύ‐ δωνας. ὢ φρικτοῦ συναντήματος· ὢ ξένης ἑσπέρας ἐκείνης, ἣ τἀναντία μοι τῆς Δαβιδικῆς ἔδειξεν ᾠδῆς. „τὸ ἑσπέρας γάρ μοι ηὐλίσατο ἀγαλλίασις καὶ εἰς τὸ πρωῒ κλαυθμός.“ βαβαὶ τῆς
20ἐναλλαγῆς ταυτησὶ τῆς ἀτόπου, ἥ μοι παντὸς ἀψινθίου πικρό‐ τερον ἐκέρασε τὸν κρατῆρα. ὢ νυκτὸς ἐκείνης ἀσυμπαθοῦς, πῶς
ἐς τὸν σφόδρα συμπαθῆ καὶ φιλάνθρωπον ἐκεῖνον ἄνθρωπον

1

.

471

δυσμενὴς καὶ ἀφιλάνθρωπος ἔδοξε, πᾶσαν εὔνοιαν καὶ αἰδῶ κατόπιν ὥσπερ ἐς ἀβύσσους καὶ ῥεύματα ποταμῶν ἀποῤῥίψασα; ὦ μέγιστε θησαυρὲ τῶν καλῶν, βασιλεῦ, ἵνα τί τοὺς ποθοῦντας ὡς μισοῦντας κατέλιπες; πάντες γὰρ ὡς ἐκ κοινοῦ πρυτανείου
5τῶν σῶν ἀπολελαύκασιν ἀγαθῶν. διὰ σοῦ γὰρ καὶ οἱ εὐγενεῖς εὐ‐ γενέστεροι καθεστήκασι καὶ ὁ τῶν ἱερέων δῆμος σεμνότερος καὶ ὁ τῶν σοφῶν κατάλογος σοφώτερος καὶ τὰ τείχη τῶν πόλεων ἰσχυρότερα καὶ ἁπλῶς εἰπεῖν ἅπαντες διὰ σοῦ βελτίους γεγόναμεν ἑαυτῶν. ἀλλ’ ὢ τῆς ἀμετρήτου καὶ ἀνεικάστου πλοκῆς τῶν δει‐
10νῶν. οἴχεται ἡ τοῦ κόσμου πολιτεία· οἴχεται ὁ τῶν πόλεων κό‐ σμος· οἴχεται τὸ τῶν ῥητόρων καὶ φιλοσόφων γυμνάσιον τὸ πᾶσαν ὑπερβαῖνον Ἀκαδημίαν καὶ Λύκειον καὶ Στοὰν Ἀττικήν. ὢ τίς δώσει ταῖς ἡμῶν κεφαλαῖς ὕδωρ καὶ πηγὰς δακρύων τοῖς ἡμῶν ὀφθαλμοῖς, ἵνα τὰ μείζω τῶν τῆς Ἱερουσαλὴμ νέα θρηνήσωμεν
15πάθη. δότε μοι τὴν Ὀρφέως ἐν τραγῳδίαις δύναμιν, ἵνα καὶ τὰς ἀψύχους φύσεις κινήσω πρὸς οἶκτον τοῦ πάθους. δότε μοι τοὺς ἐν ποταμοῖς Βαβυλῶνος ἐκ βάθους καρδίας πάλαι θρηνή‐ σαντας τὴν Σιὼν, ἵνα καὶ τὰς ἡμετέρας ὀδύνας ἀξίως ἐκεῖνοι πενθήσωσιν, ἃς ὁ τοῦ βασιλέως ἡμῖν ἐπήνεγκε θάνατος. ὢ πῶς
20παρέβλεψεν ἡμᾶς ὁ ἡμέτερος ἥλιος καὶ παρὰ πᾶν τὸ εἰκὸς ἀπε‐ πλάνησε καὶ ἀντὶ τῆς ἑῴας ἀνατολῆς ἑῴαν τὴν δύσιν πεποίηται. ὢ ἵνα τί δέδοται τοῖς ἐν πικρίᾳ φῶς, ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς; θανεῖν αἱρετώτερον, ἢ διηνεκῶς ἄρτον ὀδύνης ἐσθίειν
καὶ πόμα πίνειν κλαυθμοῦ. ἀλλ’ ἐκεῖνον μὲν, ὦ παρόντες, ἀμει‐

1

.

472

βομένη δικαίως ἡ θεία καὶ ἀκήρατος διεδέξατο βασιλεία· ἡμεῖς δ’ ὀρφανοὶ καταλελειμμένοι τὸ μὲν στένειν ἐλεεινῶς καὶ δακρύειν οὐδέποτ’ ἂν οἶμαι παυσαίμεθα, ἕως ἂν ἐν ταῖς ψυχαῖς ἡμῶν τὴν τῆς ἐκείνου στερήσεως περιφέρωμεν μνήμην· παύεσθαι δ’
5ἀνάγκη τοῦ λέγειν. πάντα γὰρ λόγον οἱ τοῦ βασιλέως ὑπερβαί‐ νουσι θρῆνοι.“ (Γ.) Ταῦτα διεξιόντος μου θρῆνος ὁμοῦ παρὰ πάντων καὶ ὀλοφυρμὸς ἠγείρετο μέγιστος καὶ πολυειδὴς καὶ, οἷον εἰπεῖν, ἄχρις αἰθερίων ἁψίδων φθάνειν δυνάμενος. πάντες γὰρ ὡς πατέρα τοῦτον ἐπόθουν τε καὶ ἐπένθουν. ὁ γὰρ μακρὸς χρό‐
10νος κόρον μὲν ἴσως, ὡς ἄν τις φαίη, ποιεῖ παρόντος τοῦ πρά‐ γματος· πολλὴν δ’ ὅμως ἐνίησι καὶ τὴν σχέσιν ταῖς τῶν χρω‐ μένων ψυχαῖς, ὡς καὶ ἀπιόντος τοῦ πράγματος μὴ συναπαίρειν τὴν μνήμην, ἀλλὰ παραμένειν ἐπὶ πολὺ ταῖς τῶν λειπομένων ἀνθοῦσαν ψυχαῖς, ὥσπερ ἐν ἠρινῇ καταστάσει, τῆς τέως δυσμε‐
15νοῦς κηλῖδος φύσιν ἐχούσης διαδιδράσκειν ὡς τὰ πολλά. (Δ.) Τέ‐ ταρτον μὲν δὴ καὶ ἑβδομηκοστὸν ἔτος ἀπὸ γενέσεως αὐτῷ τελευ‐ τῶντι ἠνύετο, πεντηκοστὸν δ’ ἀφ’ οὗ τὰ σκῆπτρα τῆς αὐτοκρα‐ τορίας ἐδέξατο. ἦν δὲ τὴν ἡλικίαν εὐμήκης, τὸ εἶδος εὐπρεπὴς καὶ λίαν αἰδέσιμος καὶ ὥσπερ ἐκ φύσεως ἔχων τὸ ἡγεμονικόν τε
20καὶ φοβερόν· οὐκ ἄκρατόν γε μὴν, ἀλλ’ ὥσπερ τῷ ἀέρι κιρνά‐ μενον τὸ τῆς ἡλιακῆς ἀκτῖνος φῶς χρῶμα γίνεται τούτῳ καὶ ὥσπερ μέλιτι γλυκύτης αὐτοφυὴς γίνεται ποιότης· οὕτω δὴ καὶ πραότης ἀποίητος μετά τινος θελγούσης χάριτος τοῖς ἤθεσιν αὐ‐
τοῦ κιρνωμένη χρῶμά τε ἅμα καὶ αὐτοχάλκευτος αὐτῷ ποιότης

1

.

473

ἐφαίνετο. πολλὴν μὲν γὰρ ἐπὶ τοῦ προσώπου τὴν εὐφροσύνην ἡ φύσις ἐκένωσε, πολλὴν δ’ ἐπὶ τοῖς ὀφθαλμοῖς τὴν γαλήνην, λαμπρὰν δ’ ἐπὶ τῇ γλώττῃ τὴν τῆς ἠχοῦς ἁρμονίαν. τῷ δὲ ἤθει παντὶ τὸ ἱλαρὸν καὶ σεμνὸν ἐφαπλώσασα τερπνόν τι καὶ ἔνθεον
5παρεσκεύαζεν ἐπιπρέπειν. ἃ πάντα μάλα σαφεῖς τῶν σιωπώντων ἠθῶν τῆς ἐκείνου ψυχῆς ἐγίγνοντο ἄγγελοι. (Ε.) Ἵνα γὰρ τοὺς τρόπους τῆς γνώμης, ὁποῖος ἐκεῖνος, παραστήσω, ἑνὸς ἢ καὶ δυοῖν τῶν ἐκείνου μνησθήσομαι. μικρὸν πρὸ τῆς τελευτῆς ἐν πε‐ νίᾳ καὶ τῇ τῶν ἀναγκαίων ἐνδείᾳ διάγων ἐπεὶ μὴ ἐδύνατο καθά‐
10παξ τὴν τοῦ ψύχους φέρειν ἀκμὴν (χειμῶνος γὰρ τηνικαῦτα τὸ ἀκμαιότατον ἦν), σκέπην ἐπέταξεν αὐτῷ γενέσθαι νυκτερινὴν ἐξ ἀλωπεκῆς. πάσης οὖν τῆς αὐτοῦ περιουσίας ἀριθμηθείσης τριῶν νομισμάτων οὐχ εὕρηται πλέον οὐδέν. ὅθεν τούτων μόνων ἐξ ἀνάγκης ὤνιον γενέσθαι, ὃ τῆς ψυχρότητος μεμελέτηται παρα‐
15μύθιον. μετεώρου δὴ τῆς μελέτης οὔσης, προσελθών τις τῶν πάλαι οἰκειακῶν τὸν τῆς ἐνούσης πενίας ἐξετραγῴδει κίνδυνον βιαίως ἐπιτιθέμενον καὶ πρὸς θάνατον ὁλοσχερῶς συνωθοῦντα. τούτῳ καμφθεὶς ἐδεδώκει τὰ τρία ἐκεῖνα νομίσματα, συμφορῶν ἀλλοτρίων τὸν ἑαυτοῦ προελόμενος θάνατον, ὅσον τὸ ἐπ’ αὐτόν.
20ἓν μὲν δὴ τοῦτο τῆς αὐτοῦ συμπαθοῦς γνώμης τεκμήριον. δεύ‐ τερον δέ· ἐπεὶ γὰρ ἰατρῶν μὲν παῖδες αὐτῷ τὴν πολυήμερον ψυ‐ χροποσίαν ἀπηγόρευον, ὁ δ’ οὐ προσίετο τὴν οἰνοποσίαν, μέσην βαδίσας νομίσματος ἑνὸς μόλις ἐκ δανείου κἀκείνου παρευρεθέν‐
τος ὤνιον ἔσχε μέρος τι τῶν ἐξ Αἰγύπτου καὶ Ἀραβίας κομιζο‐

1

.

474

μένων γλυκέων ὑγρῶν, ἵνα γε τούτῳ κουφίζῃ τὸ τῆς ψυχροποσίας ἄκρατον. ἀλλὰ πρὶν γεύσασθαι τούτου, πρόσεισιν αὖθις ἕτερός τις τῶν πάλαι οἰκειακῶν, μακροῦ νοσήματος βραχύ τι ζητῶν παραμύθιον. ὁ δὲ μὴ ἔχων οὐδὲν, ὅτῳ τὸν ἄνθρωπον παραμυ‐
5θήσαιτο, δοθῆναι προσέταξε καὶ τούτῳ τὸ τῆς ἑαυτοῦ ἀσθε‐ νείας εἵνεκα παρασκευασθὲν ἐκεῖνο φάρμακον. τοσοῦτον αὐτῷ τῆς συμπαθείας περιῆν καὶ ῥᾷστα πρὸς τοὺς κακῶς ἔχοντας κάμ‐ πτεσθαι. (ϛʹ.) Ἀλλὰ καὶ τελευτήσαντι χρέος μὲν εὕρηται, νό‐ μισμα δ’ οὐδὲν οὐδαμῆ. ἀλλ’ οὗτος μὲν τοιοῦτον ἔλαχε τέλος.
10ἔτος δὲ τότ’ ἐνειστήκει τῆς τοῦ κόσμου γενέσεως ἑξακισχιλιοστὸν ὀκτακοσιοστὸν τεσσαρακοστόν. τηνικαῦτα δὲ καὶ τῷ νέῳ βασιλεῖ Ἀνδρονίκῳ ἕκτον καὶ τριακοστὸν ἠνύετο ἔτος ἀπὸ γενέσεως. βʹ. Ἐκεῖθεν ἡμέραι τριάκοντα μεταξὺ παρεῤῥύησαν καὶ ὁ μέγας τετελεύτηκε λογοθέτης ὁ Μετοχίτης, τρισὶ μεγίστοις δει‐
15νοῖς κυριευθεὶς τό,τε σῶμα καὶ τὴν ψυχήν. ἐπιέζετο μὲν γὰρ ἐκ πολλοῦ τῷ τῆς στραγγουρίας νοσήματι. κρατηθέντων δ’ ἤδη καὶ τῶν υἱέων εἰς δεσμωτήριον κραταιότερον εἰργάσατο καὶ ἐν‐ τεῦθεν λύπη τὸ τοῦ πάθους δριμύ. ἐκ τοῦ σύνεγγυς δὲ καὶ ὁ τοῦ βασιλέως ἐπελθὼν θάνατος καὶ βεβαίαν ἤδη κομίσας αὐτῷ τὴν
20τῶν ὅλων ἀπόγνωσιν ἀνίσχυρον ἐς τέλος τὴν φύσιν πεποίηκε, χαλάσας τοὺς τόνους τῶν καιριωτέρων ὀργάνων καὶ τὰς ζωτικὰς παραλύσας δυνάμεις. ὅθεν τὸ μοναδικὸν ὑπελθὼν σχῆμα με‐ τήλλαξεν. ἐπεὶ δὲ μέρος κἀγὼ τῶν ἐκεῖνον θρηνούντων θερ‐
μῶς, ὡς εἰκὸς, ἐγιγνόμην, παρελθὼν μονῳδίαν διῆλθον τοιάνδε.

1

.

475

(Β.) „Ἐμοὶ δὲ, ὦ παρόντες, ταὐτόν τι συνέβη παθεῖν, ὥσπερ ἂν εἴ τις ναῦς ἐξαίφνης ἐναντίοις ἐντετυχηκυῖα τοῖς πνεύμασιν ἐπὶ πρύμναν ἐκινδύνευσε καταδῦναι· ἔπειτα πρὶν ἢ δυνηθῆναι στῆναι καλῶς, ἕτερον ἐπιδραμὸν ἐκ πλευρᾶς κλυδώνιον ὑποβρύ‐
5χιον ἠνάγκασε ταύτην γενέσθαι. πρὶν γὰρ τὴν προτέραν καὶ με‐ γίστην ἐκείνην τοῦ βασιλέως ἀποτινάξασθαι συμφορὰν, ἑτέρα μοι σήμερον αὕτη ἐπιδραμοῦσα, καθάπερ ἐπὶ κλύδωνι κλύδων κἀπὶ χειμῶνι χειμὼν, δεινῶς κατεβάπτισε καὶ πρὸς ἀβύσσους πυθμένας φεῦ κατήνεγκε συμφορῶν. ὢ πῶς οὐκ εὐθὺς ἀπέπτης,
10ψυχὴ, ἀλλ’ ἔτι τῷ δυστήνῳ τούτῳ παρέμεινας σώματι; ὢ πῶς οὐχ ὑπὸ τῶν ἀλγεινῶν διεῤῥάγη μοι τὸ σῶμα, ἀλλ’ ἀντέχειν ἔτι δύναται πρὸς τοσαύτας κυμάτων ἐπαγωγάς; ὢ δυστυχής μοι γλῶττα, οἵας σοι τὰς μονῳδίας ὁ χρόνος ἐταμιεύσατο; φεῦ τῆς τῶν δεινῶν συνεχείας· βαβαὶ τῆς ἐναλλαγῆς τῶν πραγμάτων.
15οὓς γὰρ ἀεὶ κατὰ τῶν συμφορῶν προβόλους εἴχομεν ἀῤῥαγεῖς καὶ λαμπροὺς παρηγόρους, οὗτοι στρατεύματα συμφορῶν ἐφ’ ἡμᾶς ὁπλίζουσι σήμερον. ἡμεῖς δὲ καρτεροῦμεν ἔτι καὶ μονῳδεῖν ἀνεχόμεθα. ποῦ σοφῶν συναυλίαι καὶ λογίων ἅμιλλαι καὶ σεμνὰ παλαίσματα; ποῦ ῥητόρων πανηγύρεις καὶ κρότοι καὶ θέατρα
20πολλῷ τῶν Παναθηναίων ἐκείνων λαμπρότερα; φροῦδα τὰ πάν‐ τα, κόνις ἅπαντα. ὦ κάκιστε χρόνε, πῶς ἐκ μέσης ἠνέσχου τῆς οἰκουμένης τὴν τῆς σοφίας μητρόπολιν ἐξελεῖν ἀπηνῶς; πῶς τὴν τῶν λόγων καθεῖλες ἐπιβουλεύσας ἀκρόπολιν; πῶς οὕτω νεανιεύῃ
καθ’ ἡμῶν συνεχῶς, μήτε τινὰ οἶκτον λαμβάνων, μήτε κορεν‐

1

.

476

νύμενος ὑπὸ τῆς τρυφῆς τῶν δεινῶν; χθὲς ἀφεῖλες ἡμῶν τὸν μέγιστον βασιλέα· σήμερον τὸν δεξιὸν ὑπηρέτην, τὸν Νέστορα τὸν βουληφόρον, τὸν μόνον τοσούτῳ βασιλεῖ δυνάμενον ἐξαρ‐ κεῖν. χθὲς τὸν τῶν Χαρίτων θάλαμον· σήμερον τὰ τῶν Χαρί‐
5των προπύλαια· χθὲς τὸ ἔαρ τῶν ἀγαθῶν· σήμερον τὴν τὸ τοι‐ οῦτον ἔαρ ἀγγέλλουσαν χελιδόνα· χθὲς τὸν μέγαν καὶ ἀπαρά‐ μιλλον νοῦν· σήμερον τοῦ τοιούτου νοῦ τὸν ἐναρμόνιον κήρυκα· χθὲς τῆς χρυσῆς καὶ μεγάλης γλώττης τοὺς λόγους· σήμερον τὴν Ἀκαδημίαν καὶ τὸν Περίπατον καὶ τὴν Στοὰν ἐκείνης τῆς
10γλώττης κἀκείνων τῶν λόγων· χθὲς τὰς Μούσας· σήμερον τὸ ζῶν καὶ κινούμενον μουσεῖον· χθὲς τῆς εὐσεβείας καὶ τῶν δογμά‐ των τὸν κράτιστον πρόβολον· σήμερον τὴν δογματικὴν πανοπλίαν· χθὲς τὸν τῆς ἱερωσύνης κανόνα τε καὶ τὴν στάθμην· σήμερον τὴν ἱερὰν ὁπλοθήκην. ἀλλ’ ὦ πόσοι κλαυθμοὶ καὶ στεναγμοὶ
15συνεληλυθότες εἰς ἓν ἐξισωθῆναι δυνηθεῖεν ἂν τοῖς νῦν κατα‐ σχοῦσιν ἡμᾶς πάθεσιν; οἶμαι γὰρ, οἶμαι, ἂν θάλασσα μὲν ἅπασα μεταβάλῃ πρὸς φύσιν δακρύων, ποταμοὶ δ’ αὖ, ὁπόσοι τὴν γῆν περικλύζουσι, πρὸς δακρύων τραπῶσι φορὰν, οὐδ’ οὕ‐ τως ἂν ἱκανῶς δειχθείη τὸ μέγεθος ὅσον τῶν νῦν συμφορῶν.
20ἐκεῖνος ἦν ὁ τῆς ἡγεμονικῆς τῶν Ῥωμαίων ὁλκάδος ἄριστος κυβερ‐ νήτης· οὗτος ὁ τὴν Ἑλίκην καὶ τὸν πόλον διασκοπούμενος ἄρι‐ στα. ἐκεῖνος ὁ τὰς αἰθρίας καὶ τὰ νέφη τῶν πόλεων καὶ τοὺς ἐκεῖθεν χειμῶνας προβλέπων· οὗτος ὁ τὰ ἱστία καὶ τοὺς κάλως καὶ τὰ πρυμνήσια διατιθέμενος εὖ. ἐκεῖνος ὁ τῆς φρονήσεως πρύ‐
25τανις· οὗτος ὁ τῆς φρονήσεως ἐκείνου διανομεὺς δεξιός. ἀλλ’

1

.

477

ἄμφω νῦν ὁ θάνατος ὀξέως ἐπιδραμὼν, ὁ δυσμενὴς ὁπλίτης, φεῦ τοῦ πάθους, εἰς γῆν καὶ κόνιν κατέχωσεν. ὢ πῶς οὐ γῆν μόνον, ἀλλ’ ἤδη καὶ αὐτοὺς οὐρανοὺς καὶ ἀστέρας ὀξέως τὰ νῦν περιέδραμε πάθη καὶ αὐτῆς τῆς ἀνωτέρας ἁψάμενα λήξεως;
5ἀλλὰ δεῦρο δή μοι πᾶς ὁ τῶν λειπομένων σοφῶν χορὸς, εἴπερ τινὲς λείπονται, θρηνήσατε τὴν πηγὴν τοῦ λόγου φραγεῖσαν. θρηνήσατε σιγῶσαν τὴν πάνυ τοι ἐμμελῶς ἀττικίζουσαν πρότερον γλῶσσαν καὶ τὸ γλυκὺ νέκταρ ἐκείνης ἀθρόως εἰς γῆν καταῤῥεῦ‐ σαν. θρηνήσατε στόμα ἐκεῖνο, ὃ χθὲς μὲν καὶ πρότερον οἱονεί
10τι σίμβλον κατεφαίνετο μέλιτος, νῦν δὲ θανάτου κηφῆνες διέ‐ φθειραν. θρηνήσατε τὸν τὸ Ῥωμαίων κλέος τῇ σοφίᾳ σεμνύνον‐ τα πλέον, ἢ τὸ τῶν Ἀθηναίων πάλαι Σωκράτεις καὶ Πλάτωνες. θρηνήσατε τοὺς τῆς σοφίας κρατῆρας ἁπάσης ἐν βραχεῖ κενω‐ θέντας εἰς γῆν. ἀλλ’ ὢ τίς ἐκ μέσης τῆς οἰκουμένης τὸν τῶν
15Μουσῶν ἀφήρπασεν Ἑλικῶνα; τίς τὸν τῆς σοφίας κατέχωσεν Ὄλυμπον; τίς τὸν λύχνον ἔσβεσε τὸν φωτίζοντα τοὺς ἡμῶν τῆς ψυχῆς ὀφθαλμοὺς καὶ καλῶς ἡμῶν τὸ τοῦ νοῦ διανοίγοντα βλέ‐ φαρον; τίς τὴν τέχνην τῶν τεχνῶν καὶ τὴν τῶν ἐπιστημῶν ἐπι‐ στήμην διέφθειρε; τίς τὸν οὐράνιον ἄνθρωπον εἰς ᾅδου πυθμέ‐
20νας κατήνεγκε; πάλαι γε μὴν ἡ Ἑλλὰς τὴν τῶν λόγων ἑστίαν ἐθρήνησε τὰς Ἀθήνας, ὁπότ’ ἐπιβούλως δραμὼν καθεῖλεν αὐ‐ τὰς ὁ Λακεδαιμόνιος Λύσανδρος. ἡμεῖς δ’ οὐδ’ ἀξίως θρηνεῖν ἔχομεν σήμερον ὅλας Ἑλλάδας αὐταῖς Ἀθήναις συγκαταδύσας.
πάντα γὰρ εἷς ἀνὴρ οὗτος ἦν. ὦ Μοῦσαι καὶ λόγοι καὶ ἀρεταὶ

1

.

478

καὶ πᾶσα παιδεία, πῶς τὰ κρῖνα ταχέως οὑτωσί πως ἐμιμήσασθε τοῦ ἀγροῦ, ὀξέως μὲν πρὸς ὕψος καὶ κάλλος ἀρθέντα, ὀξύτε‐ ρον δ’ αὖ καταδύντα πρὸς μαρασμὸν καὶ φθοράν; τὸ γὰρ θεῖον ὑμῶν ἀνάκτορον, τὸ μέγα καὶ περιβόητον ὑμῶν ἐνδιαίτημα ὑπὸ
5γῆν καὶ φθορὰν νῦν κατελθὼν καὶ τὸ ὑμέτερον συγκατέχωσε κάλ‐ λος. οὗτος ἦν ὁ πάντας ὑπερφωνήσας φιλοσόφους καὶ ῥήτορας, ὁπόσους ὁ μακρὸς ὕμνησε χρόνος· ἀλλ’ οἴμοι κεῖται νῦν ἐν κόνει καὶ χώμασιν ἄφωνος. οὗτος ἦν ὁ τῷ νῷ καὶ τῇ γλώττῃ διαμε‐ τρῶν οὐρανὸν καὶ ἀστέρας βέλτιον ἢ κατὰ πάντα κανόνα καὶ
10στάθμην ἀνθρώπων· ἀλλὰ νῦν βραχὺς αὐτὸν διεμέτρησε λίθος. οὗτος ἦν ἡ τῶν μεγάλων οὐρανοῦ καὶ γῆς ὁριζόντων καὶ παραλ‐ λήλων ἀρίστη διόπτρα, οὗτος ὁ κράτιστος καὶ αὐτοφυὴς ὡρο‐ σκόπος· ἀλλὰ νῦν αὐτὸν καὶ πρὸ τῆς ὥρας, φεῦ τοῦ δεινοῦ, βραχὺς ὁρίζων τῆς γῆς περιείληφεν. οὗτος ἦν ὁ πολλὴν ἐνδειξά‐
15μενος πρόνοιαν τῶν ἑξῆς ἐλλογίμων Ἑλλήνων, ὡς μὴ διακινδυ‐ νεύοιεν περὶ τὰς κρίσεις τῶν πάλαι σοφῶν· οὗτος ὁ ῥᾳδίαν τὴν τῆς ἀστροθεάμονος ἐπιστήμης σοφίαν πεποιηκώς· οὗτος ὁ τῆς Ἀριστοτελικῆς γλώττης τὰς λαβυρίνθους ἁπλώσας· ἀλλὰ νῦν αἱ ζωφώδεις τοῦ τάφου λαβύρινθοι πικρῶς περὶ αὐτὸν φεῦ ἐξελίσ‐
20σονται. οὗτος ὁ τῆς ἀρίστης αἰδοῦς καὶ τῆς σωφροσύνης κα‐ νών· ἀλλὰ νῦν αὐτὸν ὁ θάνατος ἀναιδῶς ἐξέτεμε δραμών. ὢ πῶς ὁ παρὼν οὗτος χρόνος ἐν βραχεῖ πάντας ἀθρόον τοὺς πά‐ λαι χρόνους τοῖς θρήνοις νενίκηκε; πολλοὺς γὰρ ἀμείψας ἡλίους
τοσαύτην ζημίαν καθ’ ὅλης τῆς ἀνθρωπίνης ἐπενεγκεῖν φύσεως μέ‐

1

.

479

χρι νῦν οὐ δεδύνηται· νῦν δ’ ἐφ’ ἡμῶν ῥᾷστα δεδύνηται. χθὲς μὲν γὰρ τὰ πρῶτα καὶ μέγιστα τῶν καλῶν ἐλθὼν ἀφείλετο· τὰ δὲ λειπόμενα σήμερον ἐπανελθὼν προσαφείλετο. χθὲς τὸν τῆς γῆς ἥλιον γῆς πυθμέσιν ἀπέκρυψε· νῦν δὲ καὶ τὸν ἑωσφόρον
5ὁμοῦ συναπέκρυψε. χθὲς τὴν μουσικὴν ἀνεῖλεν ἁρμονίαν· σήμε‐ ρον τὴν μαγάδα καὶ τὰς νευράς. ὦ πῶς ὁ σιγῶντας τοὺς οὐρα‐ νοὺς εὑρηκὼς ἐκ πολλοῦ, ἔπειτα τὴν τοῦ θεοῦ διηγεῖσθαι δόξαν αὐτὸς παρεσκευακὼς, νῦν ἐν τάφῳ σιγᾷ; ὢ πῶς νεκρὸς ὢν αὐτὸς (φεῦ τῆς ἐμῆς συμφορᾶς) κινούμενόν τε καὶ ζῶν ἐμοὶ παραπέμπει
10τὸ πάθος, ὅλην τὴν ἡμέραν τὴν ἐμὴν κατατέμνον καρδίαν ξίφους παντὸς χαλεπώτερον, μᾶλλον δὲ καὶ νύκτας ὅλας, εἰ χρὴ τὸ μεῖζον εἰπεῖν; ἡμέρας μὲν γὰρ καὶ τῶν ἐντυγχανόντων ὁμιλίαι συχναὶ καὶ κάλλος οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν τούτοις κτισμάτων ἴσως ἀφέλκουσί τε τοῦ πάθους καὶ ἀποσπῶσιν ἐπὶ βραχὺ τὸν
15ἡμέτερον νοῦν· νυκτὸς δὲ σχολῆς γενομένης ἤδη κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν αἱ πᾶσαι τῶν συμφορῶν ἀλγηδόνες ἀθρόαι δραμοῦσαι καὶ τὴν ἐμὴν μετὰ τῆς μνήμης καρδίαν συνειληφυῖαι, καθάπερ τινὲς κύνες ἄγριοι σῶμα πεπτωκὸς, ἔνθεν κἀκεῖθεν πι‐ κρῶς περιέλκουσι, φεῦ, καὶ συμπνίγουσιν. ὢ πῶς πολλάκις ἐς
20αὐτὸν ἔγωγε ἀπιδὼν σοφίας ἁπάσης ἐπιδημίαν ἐς ἀνθρώπους αὐ‐ τὸν εἶναι ἐνόμισα, ψυχὴν καὶ σῶμα προσειληφυίας καὶ συνδιαι‐ τωμένης ἀνθρώποις, ἵνα σοφοὺς ἀκροατὰς συνετίσῃ καὶ τὰ τῆς ἐπιστήμης καταστορέσῃ ναυάγια; ὢ πῶς μετεμψύχωσίν τινα δο‐
ξάζειν καὶ αὐτὸς κεκινδύνευκα ἐπ’ ἐκείνῳ γενέσθαι καὶ πάντων

1

.

480

ὁμοῦ τὰς ψυχὰς, Ὁμήρου καὶ Πλάτωνος καὶ Πτολεμαίου, καὶ ὅσοι ῥητορεύουσαν πεπλουτήκασι γλῶσσαν, ἐν ἑνὶ τῷ τούτου σώ‐ ματι συνδραμεῖν καὶ διατρίβειν αὖθις ἐν βίῳ, καθάπερ ὁλκάδι μυριοφόρῳ χρωμένους αὐτῷ; ἀλλὰ νῦν ὁ τοσοῦτος καὶ τηλικοῦτος,
5φεῦ τῆς ἐμῆς συμφορᾶς, ᾤχετο ἀπιὼν εἰς τάφον καὶ κόνιν, πολὺν τὸν τῆς λύπης ἀνάψας πυρσὸν κατὰ τῆς ἐμῆς καρδίας. οὐ γὰρ ἠδύνατο ζῇν ἄνευ ψυχῆς καὶ πνοῆς. ψυχὴ δὲ πάντως αὐτοῦ καὶ πνοὴ, καὶ πᾶν εἴ τι ζωογονεῖν ἐπεφύκει, οὐχ ἕτερον ἦν τῶν ἁπάν‐ των αὐτῷ, ἢ βασιλεὺς ὁ θεῖος ἐκεῖνος καὶ ὑπὲρ ἄνθρωπον ἄν‐
10θρωπος, ὃς καὶ ζῶν ἔτι ἐξαίρειν ἠπείγετο πολλῷ τῶν ἄλλων αὐ‐ τὸν, δεικνὺς ἐναργῶς, ὡς τοσούτῳ βασιλεῖ τοσοῦτον εἶναι καὶ τὸν ὑπηρέτην χρεών· τῷ φρονιμωτάτῳ δηλαδὴ τῶν ὅσοι τὴν γῆν διενείμαντο ἄνθρωποι τὸν πάσῃ σοφίᾳ πάντων ἐπέκεινα χρώμενον. καὶ νῦν δ’ αὖ τῶν ἐντεῦθεν ἀπαλλαγεὶς οὐκ ἔκρινε δεῖν ἀπηρ‐
15τῆσθαι τοῦτον ἐπὶ τοσοῦτον αὐτοῦ· καὶ μέντοι ταχέως προσκα‐ λεσάμενος ταχέως καὶ προσειλήφει. εἰ μὲν δὴ οὖν ἀπελθόντος ἐκείνου ζῇν οὗτος οὐκ ἠδύνατο, καθάπερ σῶμα ψυχῆς ἀπεῤῥω‐ γὸς, βαβαὶ τῆς συμπνοίας τε καὶ τῆς μίξεως, ἣν εἰς ἄῤῥηκτόν τινα τὸν δεσμὸν ἡ μακρὰ συνήρμοσε σχέσις. εἰ δὲ καλέσαντος
20ἐκείνου ἔδραμε, παραχρῆμα ῥίψας τὸ σῶμα, βαβαὶ τῆς ἀγάπης καὶ τῆς στοργῆς, ἣν προσηκόντως ἔσχε πρὸς τὸν δεσπότην. Ἡρα‐ κλῆς μέντοι ἐκεῖνος, εἰ δὴ τὰ ὄντα εἰρήκασιν οἱ τῶν μύθων ἐν‐ ταῦθα πατέρες, πᾶσαν διέδραμε τὴν ὑφ’ ἥλιον, ὡς ἂν μάρτυρα
τῶν οἰκείων ἅπασαν κτήσηται ἄθλων· οὗτοι δ’ ἐντὸς ὅρων μέ‐

1

.

481

νοντες μόνῃ τῇ βελτίστῃ φήμῃ καὶ τὰς Ἡρακλείους διέβησαν στήλας καὶ ῥᾷστα πᾶσαν ἀνηρτήσαντο τὴν ὑφ’ ἥλιον. ἀλλὰ νῦν ἐξ ἀνθρώπων ἀπῆλθον, ἀθανατίσαντες πρότερον ἑαυτοὺς καὶ μνήμην καταλιπόντες ζῶσαν διηνεκῶς ἐν ταῖς τῶν ἐπιγινομένων
5ἀνθρώπων ψυχαῖς. ἡμῖν δὲ τοιούτων καὶ τοσούτων προβόλων καὶ στηριγμάτων οὑτωσὶ στερηθεῖσι τίς ἐλπὶς λείπεται τἀγαθοῦ; ταὐτὸν γάρ τι καὶ ἡμῖν νῦν ἕπεται δεδιέναι, ὅπερ ἄμπελοι καὶ φυτὰ νεογνὰ, ἐπειδάν τις ἐπιβούλως τοὺς κύκλῳ περιβόλους τε καὶ φραγμοὺς καθελὼν μηλόβοτον καταστήσῃ τὸν χῶρον. ἀλλὰ
10γὰρ εἴρηται κἀμοὶ τῆς μὲν ἀξίας, ὦ παρόντες, πάντως ἔλατ‐ τον· τῆς δὲ τῶν ἄλλων προθυμίας ἴσως οὐκ ἔλαττον. ἡ μὲν γὰρ ἀξία τῆς ἐκείνου γλώττης ἐδεῖτο· ἡ δὲ προθυμία γνώμης τῆς ἐμαυτοῦ.“ (Γ.) Τούτων οὕτω λεγομένων πολὺς πρὸς τῶν συγ‐ γενῶν ἐγίνετο θρῆνος. εἶναι δὲ τὸν ἄνδρα συνέβαινε τὰ ἐς ψυχὴν
15ἀγαθὸν μὲν καὶ σώφρονα ἐν τοῖς μάλιστα· ἐῤῥωμένον δὲ τὸ σῶμα καὶ πάντα σύμμετρα κεκτημένον, ὥσπερ ὑπὸ κανόνι καὶ στάθμῃ τῆς φύσεως τελεσιουργησάσης αὐτῷ τήν τε ἡλικίαν ὁμοῦ πᾶσαν καὶ αὖ καθ’ ἕκαστα τῶν μελῶν καὶ μερῶν· ἐπιπρέπειν δ’ αὐτῷ καὶ ἱλαρότητα ὄψεως μετά τινος σεμνοῦ μειδιάματος καὶ
20ἦθος γαληνὸν καὶ εὐπρόσιτον· φιλότιμον δ’ εἶναι τὰ ἐς λόγους μᾶλλον ἢ πάντα χρήματα· ἐχορήγει γὰρ αὐτῷ πολλὴν τὴν ὁρ‐ μὴν καὶ ἡ τῆς διανοίας ὀξύτης καὶ τὸ τῶν νοημάτων γόνιμον· τὴν δὲ πρὸς τὰ θεῖα διάπυρον εὐλάβειαν καὶ εὐσέβειαν ὁμότρο‐
πον εἶναι καθάπαξ τῷ τελευτήσαντι βασιλεῖ.

1

.

482

γʹ. Θέρους δ’ ἐπιγενομένου ἔγκυος ἐν Διδυμοτείχῳ διάγουσα ἡ τοῦ βασιλέως σύζυγος Ἄννα ἡ δέσποινα υἱὸν κατὰ τὴν ιηʹ Ἰου‐ νίου γεγέννηκεν, Ἰωάννην τὸν βασιλέα. ὃ δὴ πυθόμενος ὁ βασι‐ λεὺς τὴν ταχίστην αὖθις ἐπανῆκεν ἐς Διδυμότειχον· καὶ περι‐
5χαρὴς γενόμενος ἤμειψεν ἐς τὸ λαμπρότερον τὰ ἐνδύματα, ἃ διὰ τὴν τοῦ πάππου τελευτὴν τέως ἐνεδέδυτο. εἶτα καὶ ἀγῶνας ἐξε‐ τέλεσε δύο, μίμησίν τινα τῶν Ὀλυμπιακῶν ἀποσώζοντας, οὓς καὶ πρότερον μὲν πολλάκις ἐτέλει, νῦν δὲ φιλοτιμότερον· οἳ δὴ τοῖς Λατίνοις πάλαι ἐπινενόηνται γυμνασίας ἕνεκα σώματος, ὁπό‐
10τε σχολὴν ἄγοιεν τῶν πολεμικῶν. (Β.) Τούτων ὁ μὲν εἷς μονο‐ μαχίας ἔνδειξιν ἔχει καὶ ντζούστρα παρὰ Λατίνοις καλεῖται. μερί‐ ζονται γὰρ κατὰ φυλὰς καὶ δήμους καὶ φρατρίας· ἔπειτα ὁπλί‐ ζουσιν ἀφ’ ἑκατέρου μέρους ἕνα καὶ ἕνα τῶν βουλομένων τινὰς καὶ πάντη καταφράκτους καθιστῶσιν. ἔπειτα δόρυ λαβόντες ἑκά‐
15τερος ἐν τρισὶν ὀβελίσκοις ἐσκευασμένα τὸ ἄκρον ἐπιπηδῶσιν ἀλ‐ λήλοις καὶ ἀπαντῶσιν εὐρώστως καὶ ὠθοῦσιν ἀλλήλους τοῖς δόρασι μετὰ πάνυ γενναίας τῆς ὁρμῆς· καὶ ὁ τοῦ ἵππου καταβαλὼν τὸν ἀντίπαλον στεφανίτης ἀναγορεύεται. κλήρῳ γοῦν καὶ ὁ βασιλεὺς τὴν τοιαύτην λαγχάνει μονομαχίαν, ὥστε καὶ παρὰ μικρὸν ἦλθε
20πολλάκις πληγῆναι καιρίαν. διὸ καὶ παραινούμενος ὑπὸ τῶν γη‐ ραιοτέρων ἀπέχεσθαι τῶν τοιούτων ἔργων· ἀνοίκειον γὰρ εἶναι πάντη βασιλεῖ πρὸς τῶν δούλων παίεσθαι, καὶ ταῦθ’ οὕτως ἀνυ‐
ποστόλως, ᾧ καὶ κίνδυνος ἕπεται· οὐκ ἐπείθετο, ἀλλὰ τοῖς ἡλι‐

1

.

483

κιώταις τῶν στρατιωτῶν μᾶλλον βραβεύων τὴν τῆς βουλήσεως ψῆφον τούτους ἀπήλαυνε, δειλίαν ἀγεννῆ ταῖς αὐτῶν καταψη‐ φιζόμενος παραινέσεσιν. (Γ.) Ὁ δ’ ἕτερος τῶν ἀγώνων τορνε‐ μὲν προσαγορεύεται. ἔχει δὲ οὕτως. μερίζονται κἀνταῦθα κατὰ
5φυλὰς καὶ δήμους καὶ φρατρίας καὶ ὁπλίζονται πάντες ὁμοῦ. καὶ ἀρχαιρεσιῶν γιγνομένων κλήρῳ λαγχάνουσι τὴν ἡγεμονίαν δύο τινὲς ἐξ αὐτῶν, ἑκατέρου μέρους ἑκάτερος. τούτου τοίνυν οὕτω μὲν πρότερον, νῦν δὲ συνεχῶς τελουμένου συναρίθμιος γίνεται καὶ ὁ βασιλεὺς τοῖς ὑφ’ ἡγεμόνι τεταγμένοις, οἱῳδήτινι στρα‐
10τιώτῃ· καὶ συῤῥηγνυμένων κατ’ ἴσον ἀριθμὸν ἀμφοτέρων τῶν τάξεων μετὰ ῥοπάλων στεῤῥῶν παίει τε καὶ ὁ βασιλεὺς καὶ παίε‐ ται ἀφειδῶς. ἐπεὶ καὶ τὸν τρώσαντα, ἢ καὶ ἀποκτείναντα, συμ‐ βὰν οὑτωσί πως, κἀν τοῖς ἀγῶσιν ἀμφοτέροις, ἀνέγκλητον εἶναί σφισι νόμιμον ἦν. μετὰ δὲ τὴν τοῦ ἀγῶνος τούτου διάλυσιν ἀπο‐
15λαμβάνοντες ἑκάτερα τὰ μέρη τὸν σφῶν αὐτῶν ἡγεμόνα, μεθ’ ὧν καὶ ὁ βασιλεὺς τὴν τῶν ὑποτεταγμένων τάξιν οὐκ ἀπολιμπά‐ νων τυγχάνει, ἄγουσι προπομπεύοντες εὐρύθμως καὶ κατὰ συζυ‐ γίαν ἐκ διαστήματος, ἄχρις οὗ συμπέπτωκε καταλύειν ἑκάτερον· ἔνθα προπίνων ἐκεῖνος ἅπασιν οἴνου κρατῆρα καὶ δεξιὰν ἑκάστῳ
20προτείνων οἴκαδε ἀπαλλάττεσθαι πάντας κελεύει. δʹ. Τούτων τοίνυν ἐν Διδυμοτείχῳ καὶ νῦν τελεσθέντων, ἀναλαβὼν ὁ βασιλεὺς ἱκανὴν στρατιὰν ἀκήρυκτόν τινα καὶ αἰφνί‐ διον ἐξάγει πόλεμον κατὰ Βουλγάρων, πρὶν ἐκείνους αἰσθέσθαι,
βουλόμενος αὖθις σφετερίσασθαι τὰ περὶ τὸν Αἷμον φρούρια,

1

.

484

ὅσα πρὸ βραχέος Ἀλεξάνδρῳ προσκεχωρήκει. ἐμβαλὼν οὖν ἐς τὴν πολεμίαν ἐδῄου καὶ ἔκαε τὴν χώραν, μηδὲ τῶν ἀσταχύων φειδόμενος ἐν ἅλωνι τυγχανόντων· ἐπιπορευόμενος δὲ καὶ τὰ φρούρια, καὶ ἀπειλῶν περιστρατοπεδεύσεις καὶ πολιορκίας, παρε‐
5στήσατο καθ’ ὁμολογίαν καὶ τούτων ἔστιν ἃ, ὑποσπόνδων ἀπι‐ όντων τῶν ἐν φρουρᾷ τεταγμένων παρ’ Ἀλεξάνδρῳ. (Β.) Ταῦτα πυθόμενος Ἀλέξανδρος καὶ περιαλγὴς γενόμενος διαπρεσβεύεται πρὸς τὸν βασιλέα περὶ εἰρήνης, οὐκ ἄξιον εἶναι λέγων Χριστια‐ νοῖς ἀπηνῶς οὑτωσὶ κατ’ ἀλλήλων ἐπιέναι, ἐνὸν ὁμοδοξεῖν ἀλ‐
10λήλοις τὰ πρὸς εἰρήνην καὶ ὁμοῦ κατὰ τῶν ἀσεβῶν ἀντιπαρα‐ τάττεσθαι, πολεμίων ὄντων ἀμφοῖν. ὁ δὲ βασιλεὺς δίκαιον εἶναι φήσας ὑπείκειν Ῥωμαίοις τὰ πάλαι παρὰ Ῥωμαίων ἀνοικοδομη‐ θέντα φρούρια τοὺς πρέσβεις ἀπράκτους ἀπέπεμψε. πλείονα γὰρ ἢ πεντεκαίδεκα φρούρια παρὰ τὰς ἀκρότητας καὶ ἀποτομὰς τοῦ
15Αἵμου ὁ πάππος αὐτοῦ καὶ βασιλεὺς Ἀνδρόνικος, τὰ μὲν ἐκ βά‐ θρων ἀνήγειρε, τὰ δ’ ἐπῳκοδόμησε διὰ τοῦ τότε ἐπιτροπεύοντος Θρᾴκην Γλαβᾶ τοῦ πρωτοστράτορος, ἵν’ εἶεν κώλυμα καὶ διά‐ φραγμα τῆς συνεχοῦς τῶν Σκυθῶν διαβάσεως. (Γ.) Ταῦθ’ οὕτω λεχθέντα καθ’ ἡσυχίαν Ἀλέξανδρος ἥκιστα φέρειν δυνάμε‐
20νος τὰς αὐτοῦ συναθροίζει δυνάμεις εὐθὺς ἐς ὀκτακισχιλίους τὸν ἀριθμόν. μεταπέμπεται δὲ καὶ δισχιλίους ἐκ Σκυθῶν μισθοφό‐ ρους. ἄρας οὖν ἐκ Τερνόβου πεμπταῖος ἀφίκετο καὶ κατεστρατο‐ πέδευσεν ἀγχοῦ τοῦ φρουρίου τοῦ ἐπιλεγομένου Ῥουσοκάστρου.
ἐκεῖ γὰρ εἶναι καὶ τὸν βασιλέα ἐπύθετο. ὁ δὲ βασιλεὺς κατα‐

1

.

485

πλαγὴς μὲν ἐγεγόνει πρὸς τὴν αἰφνίδιον ἔφοδον τῶν πολεμίων· τῆς δὲ περιστάσεως ἥκιστα συγχωρούσης ἐν μέσῃ τῇ πολεμίᾳ βουλεύσασθαί τι βέλτιον, ἐξῆγε καὶ αὐτὸς ὡς ἐξῆν τὴν Ῥωμαϊκὴν δύναμιν, οὐκ ἀξιόμαχον οὖσαν τοῖς ἀντιπάλοις, ἀλλὰ μόλις ἐς
5τρισχιλίους τὸν ἀριθμὸν ἀνιούσης, καὶ ἐς τρεῖς αὐτὴν διανείμας τάξεις οὐ πάνυ πόῤῥω τοῦ φρουρίου προῆγεν. ἔχειν γὰρ αὐτὸ μεμελέτηκε καταφυγήν τινα πρὸς τὴν ἐπὶ πόδα ἀναχώρησιν. ἐπεὶ δὲ τοὺς πολεμίους ἐπιόντας ἑώρα τό,τε δεξιὸν καὶ λαιὸν κέρας εἰς ἐπιμήκη στίχον ἑκατέρωθεν ἐκτείναντας, τὰ δὲ βαρύτερα τῶν
10ὅπλων εἰς μέσον ἔχοντας καὶ ἅμα τὸ βάθος τῆς οὐραγίας ὥσπερ τινὰ στεῤῥὸν θεμέλιον, φοβηθεὶς τὴν κύκλωσιν μεταβουλεύεται τάχιστα καὶ πρὸς μίαν τὰς Ῥωμαϊκὰς δυνάμεις ἤθροισε τάξιν ἀμφίστομον, ὥσπερ σεληνοειδὲς σχῆμα πεποιηκὼς, ὁπότε μη‐ νοειδὴς εἴη. (Δ.) Αὐτὸς δ’ ἐς μέσους περιερχόμενος ἐπεφώνει
15τε καὶ παρεθάῤῥυνε, „σύνετε δὴ,“ λέγων, „ὦ ἄνδρες, ὡς ἐν ἀλλοτρίᾳ καὶ πολεμίᾳ μαχόμεθα γῇ καὶ πόῤῥω που τῆς πατρίδος ἀποκεκλείσμεθα· καὶ οὔτε συμμαχίδας ἔχομεν πόλεις, αἳ παρα‐ βοηθήσουσι τήμερον ἡμῖν ἐς τὸν αἰφνιδίως συμπεσόντα τουτονὶ πόλεμον, οὔθ’ ὁπόθεν ἂν μισθοφορικὸν μεταπεμψώμεθα στρά‐
20τευμα. μαχώμεθα τοίνυν ὡς τεθνηξόμενοι τήμερον καὶ συγκατα‐ δύειν μέλλοντες τῷ τήμερον τούτῳ ἡλίῳ. κτησώμεθα μάρτυρας τῶν ἡμετέρων ἀνδρικῶν καὶ γενναίων ἀγώνων τήν τε πολεμίαν ταυ‐ τηνὶ γῆν, ἐφ’ ἣν τὸν περὶ ψυχῆς σήμερον τρέχομεν ἆθλον, καὶ
τὰς τῶν ὑπολειφθησομένων πολεμίων ὄψεις. μὴ δὲ θορυβείτω

1

.

486

τὰς ὑμετέρας καρδίας τὸ πλῆθος τῶν πολεμίων· πολλὰς γὰρ ἴσμεν δυνάμεις μεγάλας ὑπὸ βραχέων ῥᾷστα κατακοπείσας. ἔστω καὶ ἡμῖν ἐλπὶς ὁμοία πρὸς τὴν ἀπόῤῥητον ἀφορῶσι φιλανθρω‐ πίαν θεοῦ, δι’ ἣν τά τε ἄλλα καὶ Θεμιστοκλῆς ἐξ Ἀθηνῶν μετ’
5ὀλίγου στρατεύματος μικροῦ πᾶσαν ἐν τοῖς περὶ Σαλαμῖνα στε‐ νοῖς τὴν τῶν Περσῶν κατεβάπτισε δύναμιν· καὶ μετὰ τοῦτον ὁ Θηβαῖος αὖθις Ἐπαμεινώνδας δὶς τὴν μεγίστην ἐκείνην Σπάρτης νενίκηκε δύναμιν μετὰ βραχυτέρας πολλῷ περί τε Ἁλίαρτον καὶ τόπους Λευκτρικούς· ὅτε δὴ καὶ Λύσανδρον ἀπώλεσεν ἡ Σπάρ‐
10τη καὶ ξὺν ἀκοσμίᾳ φεύγοντα τὸν πολὺν ἐδέξατο Ἀγησίλαον καὶ καπνὸν ἤδη διὰ μακροῦ τεθέαται παρὰ τὸν Εὐρώταν πολέμιον.“ (Ε.) Πάντες μὲν οὖν γενναίως καὶ εὐρώστως, ὅσον ἐξῆν, καὶ παραβόλους ἀγῶνας ἀγωνιζόμενοι βαρείας καὶ ἀφειδεῖς φονευτρίας τοῖς πολεμίοις ἐπήνεγκαν χεῖρας· μάλιστα δὲ πάντων ὁ μέγας δο‐
15μέστικος ὁ Καντακουζηνός· ὃς πολλὰ μὲν δεξάμενος πολέμια ξίφη, πολλὰς δὲ δοράτων βολὰς καὶ ὠθήσεις, αὐτὸς μὲν πλεί‐ στους τῶν πολεμίων κατήνεγκεν· ὁ δὲ μήτ’ ἀσπίδα μήτε ξίφος ἀποβαλὼν ἀπαθὴς τὸν ἀγῶνα διήνυσεν, ὥσπερ κεκολλημένος καὶ ἀκλόνητα ἡδρασμένος τῇ ἐπιβάσει τοῦ ἵππου. καὶ δεύτερος μετ’
20αὐτὸν λαμπρῶς ἠγωνίσατο Πρωτοσέβαστος ὁ τοῦ Καίσαρος μὲν υἱὸς, ἔγγονος δὲ τοῦ Πορφυρογεννήτου. οὗτός τε γὰρ πολλοῖς περιπαρεὶς βέλεσι καὶ τὸν ἵππον ὁρῶν πανταχόθεν τοῖς πολεμίοις κατακοπτόμενον ξίφεσιν, ὡς καὶ τὸν τῆς κεφαλῆς μυελὸν (ὡς εἰ‐
πεῖν) τοῖς ἔξωθεν βλέπουσι φαίνεσθαι ἤδη, νῶτα τοῖς ἐχθροῖς

1

.

487

οὐκ ἠνέσχετο δοῦναι. καὶ ὁ ἵππος δ’ αὖ, ὥσπερ ἀντιφιλοτιμού‐ μενος τῷ δεσπότῃ, οὐδ’ αὐτὸς πεσεῖν ἠνέσχετο πρότερον, πρὶν αὐτὸν ἐκβαλεῖν τοῦ πολέμου καὶ οἴκαδε διασῶσαι, κἀκεῖ παρὰ τὰς τοῦ δεσπότου θύρας ἐκμετρῆσαι τὸ ζῇν. (ϛʹ.) Ἐπεί γε μὴν
5τέως τοὺς πολεμίους ἐθεάσαντο βιαζομένους προκαταλαμβάνειν τὸν λόφον, ὥστε καὶ κατὰ νώτου μάχεσθαι κυκλώσαντας αὐ‐ τοὺς, ἀναστρέψαντες ἔφευγον προτροπάδην ἐς τὸ φρούριον. οἱ δ’ ἔνδον οἰκοῦντες τήν τε ἧτταν θεασάμενοι τούτων καὶ ἅμα δε‐ διότες Ἀλέξανδρον ἀπέκλεισάν σφισι τὰς πύλας. βίᾳ οὖν αὐτὰς
10ῥήξαντες εἰσεχέοντο· καὶ τοὺς μὲν τῶν ἐνοικούντων ἐκβαλόντες, τοὺς δὲ κατασφάξαντες δίκην πολεμίων ἠσφαλίσαντο τὸ φρού‐ ριον. καὶ ἦσαν ἀσχάλλοντες καὶ πλεῖστα ἀγωνιώμενοι διὰ τὸ προφανῆ τὸν κίνδυνον ἔχειν ἐν ὀφθαλμοῖς. οὔτε γὰρ τοῖς ὑποζυ‐ γίοις χιλὸς ἦν ἐντὸς τοῦ φρουρίου, οὔτε φρέαρ, οὔτ’ ἄλλη τις
15ὕδατος εὐπορία· οἵ τε τραυματίαι τῶν στρατιωτῶν καὶ τῶν ἵπ‐ πων ἀπρομήθευτοι λειπόμενοι, οἱ μὲν ἔθνησκον, οἱ δ’ ἐγγὺς τοῦ τεθνάναι ἐγένοντο· τάς τε πύλας ἀνοίγειν οὐ μάλα ἐνῆν, περιστρατοπεδευόντων κατὰ πλήθη τῶν πολεμίων· τά τε Ῥω‐ μαίων ἀπῴκιστο ὅρια· διακυβεύσαντάς τε τὸν κίνδυνον οἴχεσθαι
20λάθρα πρὸς συμμαχίδα πόλιν ἐγγίζουσαν καὶ παράλιον ἀπέγνω‐ στό σφισι καὶ τοῦτο. ἡ γὰρ πόλις Ἀγχίαλος πολεμία ἦν, ἥ τε Μεσημβρία καλουμένη τὴν ἧτταν εὐθὺς ἀκηκουῖα Ῥωμαίων μετέ‐ θετο καὶ τὴν ἐκεῖσε Ῥωμαίων φρουρὰν ἀποσφάξασα ἔῤῥιψεν ἐκ
τοῦ τείχους, ὁπόση μὴ ἔφθη φυγοῦσα. ὃ δὴ πεποιήκεσαν καὶ

1

.

488

ὁπόσα περὶ τὸν Αἷμον φρούρια πάντα· θαῤῥεῖν τε οὐκ εἶχον δια‐ πρεσβεύεσθαι περὶ ἐλευθερίας καὶ λύτρων πρὸς Ἀλέξανδρον. οὐ γὰρ ὑπελείποντό τινα συγγνώμης ἀφορμὴν ἐκ τῶν φθασάντων. τήν τε γὰρ ἐκείνου περὶ εἰρήνης πρεσβείαν θρασέως τε καὶ ἀκό‐
5σμως ἀπέπεμψαν τούς τε τῶν Βουλγάρων ἀγροὺς μετὰ τῶν ἀστα‐ χύων πυρὶ παρέδοσαν· καὶ πρός γε τοῖς τὰ φρούρια οἰκοῦσιν οὐ καλῶς ἐχρήσαντο λαβόντες. (Ζ.) Διὸ πανταχόθεν στενόν τε καὶ ἄπορον τῷ βασιλεῖ τὸ πρᾶγμα ἐγίγνετο. τό γε μὴν εἰς θεὸν ἀῤῥαγεστάτην ἔχειν ἐλπίδα, τοῦτο δ’ οὐκ ἀπέγνωστό οἱ οὔτ’ ἐν
10ταῖς πρότερον περιστάσεσιν, οὔτε μὴν ἐν τῇ παρούσῃ, καίτοι τὸ συνειδὸς οὐκ ἀνέλεγκτον ἔχων διά τε τὴν παραλύπησιν, ἣν τῷ βασιλεῖ καὶ πάππῳ ἐν τῷ γήρᾳ ἐπήνεγκε, καὶ αὖ δι’ ὅσα νεότης μετ’ ἐξουσίας ὡς τὰ πολλὰ φιλεῖ διαπράττεσθαι· ὅμως ἰχθύδιά τινα βραχέα τὰ τοιαῦτα ἐνόμιζεν ἁμαρτήματα ἐς τὸ μέγα πέλαγος
15βυθιζόμενα τῆς τοῦ θεοῦ φιλανθρωπίας. διὸ καὶ ὁμοίως ταῖς ἄλλαις περιστάσεσι καὶ τὴν ἀπαράμιλλον ταύτην παραδόξως ἀπε‐ κρούσατο, ἀποῤῥήτῳ προμηθείᾳ τοῦ πάντα φιλανθρώπως οἰκο‐ νομοῦντος θεοῦ. οἴκοθεν γὰρ καὶ Ἀλέξανδρος ἐς τὴν ὑστεραίαν εἰς οἶκτον ἰὼν καὶ συμπάθειαν, πέμψας τῷ βασιλεῖ δεξιὰν, ἀφῆκεν
20ὑπόσπονδον οἴκαδε πορεύεσθαι ξύν γε τῷ στρατοπέδῳ, παραγ‐ γείλας μετριώτερον εἶναι τοῦ λοιποῦ. „εἷς γὰρ,“ φησὶν, „ἐνιαυ‐ τὸς τέσσαρας ὥρας φέρει καὶ μία καιροῦ ῥοπὴ πολλὰς πραγμάτων μεταβολάς.“ ἐν δὲ τούτοις καὶ τὸ παρὸν ἐτελεύτα θέρος. εʹ. Ὁ δέ γε Συργιάννης, ὕποπτος ὢν καὶ πρότερον τοῖς ἄρ‐
25χουσι διὰ τοὺς ὅρκους, οὓς ἀπῄτησε παρὰ τῶν Θεσσαλονικέων,

1

.

489

εἰσποιηθεὶς τῇ μητρὶ τοῦ βασιλέως δεσποίνῃ, ὁπότε τὰς τοῦ βα‐ σιλέως ἐπεβόσκετο φρένας ἡ ἀπηγορευμένη νόσος ἐκείνη περὶ τὸ Διδυμότειχον, νῦν ἤδη καὶ πρὸς τὰ παρὰ τοῦ Τζαμπλάκωνος προτεινόμενα καθοσιώσεως ἐγκλήματα εἰς Βυζάντιον ἀπολογησό‐
5μενος ἥκει μετάπεμπτος τῷ βασιλεῖ· καὶ κριθεὶς ὑπὸ πᾶσι κρι‐ ταῖς δὶς καὶ τρὶς οὐ καθαρῶς ἁλῶναι τοῖς ἐλέγχοις ἠδύνατο, ὥστ’ ἤδη καὶ πρὸς τῶν πλειόνων ἠθωοῦτο κριτῶν. μετεώρου δ’ ἔτι τῆς δίκης οὔσης ᾔτησεν ὁ βασιλεὺς ἐγγυητὰς ὑπὲρ τοῦ μὴ φυγεῖν αὐτὸν λαθόντα, πρὶν ἂν τελεία γένηται ἡ περὶ αὐτοῦ τοῖς ὅλοις
10κριταῖς ἀπόφανσις. ὃ δὴ πολὺν ἐνέσπειρε τὸν φόβον καὶ τὴν τῆς εἱρκτῆς ὑποψίαν ἐς τὴν τούτου ψυχήν· καὶ ἐς ἀνάμνησιν ἤρχετο αὖθις τῶν προτέρων ἐκείνων καὶ ἀπαραμυθήτων δεσμῶν, ὧν τὰ ἴχνη περὶ τὴν καρδίαν ἔτι κείμενα ἦσαν ἐναργῶς. ἐπεὶ δὲ καὶ ὀκνηροτέρους ἔβλεπε τοὺς ἐγγυησομένους, συχνοτέροις καὶ δριμυ‐
15τέροις ἐπολιορκεῖτο μᾶλλον τοῖς φόβοις. διὸ καὶ ἀναγκασθεὶς ᾤχετο λάθρα φυγὼν καὶ πλεῖστα ζητούμενος εὐθὺς οὐχ εὑρέθη. (Β.) Μετὰ δ’ ἐνιαυτὸν ἔστειλεν ἐξ Εὐβοίας γράμματα τῷ βασι‐ λεῖ, δεόμενος δοθῆναί οἱ συμπάθειαν καὶ χῶρόν τινα πρὸς οἴ‐ κησιν ἅμα γυναικί τε καὶ τέκνοις περί που τὰς ἐσχατιὰς τῶν
20κατὰ Μακεδονίαν Ῥωμαϊκῶν ὁρίων. βασκαίνειν γὰρ ἔφασκεν αὐ‐ τῷ τοὺς περὶ τὸν βασιλέα· καὶ διὰ τοῦτο πόῤῥω που τῶν τοιού‐ των διατρίβειν ἐθέλειν, δέει τοῦ δόλῳ διαφθαρῆναι. καὶ ὅρκους
ἐπὶ τούτοις ἦν ἐπιφέρων τοῦ μὴ κακὸς φανῆναι πώποτε τῷ βα‐

1

.

490

σιλεῖ. (Γ.) Ἐπεὶ δ’ αἱ παρακλήσεις παρὰ θύραν ἧκον καὶ ἤνυ‐ σαν οὐδὲν, ἄρας ἐξ Εὐβοίας ἀφίκετο πρὸς τὸν Κράλην Σερβίας· ὑφ’ οὗ καὶ προσδεχθεὶς ἀσμενέστατα πάντ’ ἦν αὐτὸς, πάρεδρος ὁμόπνους, φίλος ὁμογνώμων, σύμβουλος δεκτὸς, τῶν ἔνδον ὁ
5πιστότατος, τῶν ἐκτὸς ὁ πρακτικώτατος, ἄλλος Θεμιστοκλῆς Ἀρταξέρξῃ τῷ Πέρσῃ. εἰδότι γὰρ τὴν περὶ αὐτοῦ φήμην ἐκ πολ‐ λοῦ νῦν ἕρμαιον ἡγεῖσθαι ἐπῄει λαμπρὸν τὴν ἐπιδημίαν αὐτοῦ· καὶ ὑπισχνουμένῳ ποιήσειν ὑπήκοον Τριβαλλοῖς τὴν ἐν Μακεδο‐ νίᾳ χώραν Ῥωμαίων, εἰ καὶ αὐτὸς αὐτῷ συνάροιτο ἄρξαι Ῥω‐
10μαίων, ἐπίστευέ τε καὶ συναίρεσθαι ἠπείγετο λίαν ἀσμένως. ϛʹ. Τούτων οὕτως ἐχόντων πέρας τοῦ βίου ἐδέξατο καὶ ἡ μήτηρ τοῦ βασιλέως ἡ δέσποινα καὶ τέθαπται ἐν Θεσσαλονίκῃ· ὅτε δὴ καὶ παραμυθητικόν τι προσφώνημα ἔγωγε πρὸς τὸν βασι‐ λέα διεξῆλθον οὑτωσί πως ξυγκείμενον. (Β.) „Σὲ δὲ, ὦ μέγι‐
15στε καὶ θειότατε βασιλεῦ, πολλάκις ἡμεῖς θαυμάσαντες ἐν τοῖς ὅπλοις, καὶ πρό γε τούτων ἔν τε φιλανθρωπίᾳ καὶ ἱλαρότητι, καιρὸν ἔχομεν ἤδη λοιπὸν, ἵνα σε κἀν τῇ καρτερίᾳ θαυμάσωμεν τῆς μεγίστης ταυτησὶ συμφορᾶς, ἣν ὁ τὰ πάντα σαλεύων αἰὼν καθάπερ τι γυμνάσιον ἄλλο προὔβαλε νῦν καὶ θέατρον ἀγώνων
20τῇ γενναίᾳ καὶ ἀνδρικῇ σου ψυχῇ. ἔνθα δὴ καὶ μάλα μᾶλλόν σε δεῖ τὸ κράτος λαμπρῶς ἀναδήσασθαι, ἢ πρότερον ἐν τοῖς ὅπλοις. ἐκεῖ μὲν γὰρ καὶ ὁ τῆς τύχης κύβος τῇ χειρὶ πολλάκις μείζονα
προσῆψε τὴν δόξαν ἢ τῇ ψυχῇ καὶ τὸ τῆς γνώμης ἀξίωμά τε

1

.

491

καὶ μέγεθος ἔλαθε παρὰ τὸ εἰκὸς κιβδηλεύσας καὶ δεύτερον τῆς χειρὸς ἀποφήνας. ἐνταῦθα δὲ καθαρῶς γνώμη καὶ σύνεσις ὁπλί‐ ζεται πρὸς μεγάλους χειμῶνας καὶ κλύδωνας, οὓς ἡ τοιαύτη μάλα σφοδρῶς ἀνεστόμωσε συμφορά. ἴσασι γὰρ ἅπαντες, ὡς
5ὅσῳ τιμιώτερον καὶ βέλτιον ψυχὴ σώματος, τοσούτῳ καὶ μείζους οἱ ταύτης ἀγῶνες καὶ κλύδωνες, πρὸς ἅπερ ἂν ὁ συμπίπτων ἐπά‐ γοι χρόνος ἀντίπαλα στρατόπεδα θλίψεων. ἐπειδήπερ ἐκεῖ μὲν καὶ πολλὴ πολλαχόθεν ἡ συμμαχία ἐπιτηδεύεται. ἀσπὶς γὰρ καὶ δόρυ καὶ κράνος τὴν τῶν ἀγωνοθετούντων πολλάκις ἁρπάσαντα
10κρίσιν καὶ συγκυκήσαντα τοὺς ἐλέγχους ἐν ἀδήλοις ἔσθ’ ὅτε βυ‐ θοῖς τῆς παλάμης τἀγκλήματα συνεκάλυψαν. ἐνταῦθα δ’ ἡ τῆς ψυχῆς ἀνδρία καθαρῶς ἀποδυομένη πρὸς τοὺς ἀγῶνας ἔχει κα‐ θάπερ ἐπὶ στεῤῥᾶς κρηπῖδος, τῆς γνώμης τε καὶ συνέσεως, γυμνοὺς καὶ ἀόπλους τοὺς πόδας ἐρείσασα μάλα γενναίως ἀνθί‐
15στασθαι καὶ ἀντέχειν πρὸς ἅπαν λύπης κῦμα καὶ ῥόθιον, καθά‐ περ προβλὴς ἀτίνακτος ἑστῶσα πρὸς ὑβρίζουσαν θάλασσαν. σφο‐ δρὸς μὲν οὖν ἦν ὁ χειμὼν ἐκείνης τῆς τραγῳδίας, ἣν ὁ τοῦ βασιλέως καὶ πατρὸς ἐπήνεγκέ σοι θάνατος· σφοδρὸς δ’ αὖ καὶ ὁ τοῦ βα‐ σιλέως καὶ πάππου, εἰ μὴ καὶ μείζονα φαίη τις ἂν, ὅτι ζῶν καὶ
20κινούμενον αὐτὸς ἐλέλειπτο φάρμακον, ἡδονὴν ὁμαλῶς οὑτωσί πως ἀντιτεχνώμενον τῆς σφόδρα ζεούσης ἐκείνης καὶ φλεγμαινού‐ σης πληγῆς. ἀλλ’ ἡ νῦν ἐπελθοῦσά σοι τῆς μητρὸς καὶ δεσποίνης συμφορὰ πολλῷ στρατηγουμένη τῷ ὑπερβάλλοντι πᾶσαν ὑπερ‐
πέπαικε λύπης ὑπερβολὴν διά τε τὸ τῆς φύσεως συγγενέστερον καὶ

1

.

492

πολλῷ μᾶλλον διὰ τὸ μόνην ταύτην τοῦ γένους καταλελεῖφθαι τελευταίαν ἄγκυραν καὶ θυμηδίας ἀκρόπολιν. ἅπτεται γὰρ καὶ αὐτῶν, ὡς εἰπεῖν, μυελῶν τῆς ψυχῆς καὶ σὴς ὀστέων καθίστα‐ ταί σοι τῷ πάντα γενναίῳ. καὶ πῶς γὰρ οὔ; μήτηρ τε οὖσα καὶ
5μήτηρ βασιλικωτάτη τε καὶ γλυκυτάτη καὶ στεῤῥοῖς καὶ ἀῤῥή‐ κτοις τῆς φύσεώς σοι συνδεδεμένη τοῖς σπλάγχνοις· καὶ τό γε μεῖζον, πλείστους ὑπὲρ σοῦ τοὺς πόνους ἀνατλᾶσα. οὐ σὲ δὲ μόνον ἐς τόδε λύπης ἐκείνη θανοῦσα ξυνώθησεν, ἀλλὰ καὶ πάν‐ τας τοὺς ὑπηκόους ἡμᾶς· καὶ διπλῆ γε μᾶλλον. ζημία μὲν γὰρ
10καὶ ἡμῖν ἐγεγόνει μεγίστη, καὶ τοσοῦτο μεγίστη, ὅσον καὶ περι‐ οῦσα λιμήν τις ὑπῆρχε τοῖς ὅλοις ἐκείνη σωτήριος καὶ πανήγυρις εὐθυμίας· τὸ δὲ μεῖζον, ὅτι καὶ σοῦ τὸν βασιλικώτατον καὶ τῶν κοινῶν πραγμάτων ἡγεμόνα τε καὶ ἐπόπτην νοῦν τῶν δεουσῶν ἀπασχολεῖ φροντίδων· εἰ δὲ μὴ καθάπαξ καὶ ὡς ἐπίπαν ἀπηρ‐
15τισμένως, ἀλλ’ οὖν ἐν τοσούτῳ περιστάσεων κλύδωνι καὶ τὸ σμικρὸν ἐμπόδιον μέγιστον τῇ τῶν πραγμάτων ὁλκάδι γίγνεται βλάβος, καὶ παραπλήσιον, ὥσπερ ἂν εἴ τις κυβερνήτης χειμῶ‐ νος ἐν μέσῳ πελάγει τυχὼν, κάτωθεν μὲν τῶν κυμάτων κατὰ τῆς νηὸς ἐπανισταμένων, ἄνωθεν δὲ τῶν πνευμάτων τῆς ὀθόνης κα‐
20τορχουμένων, μεταξὺ καὶ αὐτὸς τῆς πηδαλιουχίας ἐκλαθόμενος ἐπινυστάξειεν, ὡς μηδὲν εἶναι λοιπὸν τὸ κωλύον, αὔτανδρον τὴν ναῦν αὐτίκα μάλα βυθοδρομήσασαν ἐς πυθμένας θαλάσσης κα‐ ταδῦναι. ὅθεν εἰ μή τι ἄλλο, ἀλλ’ οὖν διά γε τὰς ὑπηκόους τῶν
πόλεων, ἃ τῆς λύπης ἔργα πεφύκασιν ἄλλοις παραχωρήσας σαυ‐

1

.

493

τῷ τὸ σύνηθες καὶ βασίλειον μεγαλοπρεπὲς διατήρησον. μίμησαι τῆς ἀπελθούσης ἐκείνης γενναίας ψυχῆς τὴν στεῤῥότητα, ἣ διὰ τοὺς πρὸς τὸν θεὸν ἀκμάζοντας ἔρωτας, οὓς ἀποῤῥήτως ἔβοσκεν ἐν καρδίᾳ πάλαι πολὺν ἤδη τὸν χρόνον, ἀφ’ οὗ τῆς τῶν φυσάν‐
5των διέσωσε δόξης αὐτὴν, ἐπιλαθομένη μὲν σώματος, ἐπιλαθο‐ μένη δὲ δόξης καὶ κόσμου βασιλικοῦ καὶ τὸ πάντων ὑπέρτερον ἐπιλαθομένη σοῦ τοῦ φιλτάτου, ᾧ κόσμος ἐκείνῃ πᾶς οὐχ ὑπῆρ‐ χεν ἀντάξιος, ἔδραμε μὲν πρὸς θεόν· ἔδραμε δὲ πρὸς τὸν βασιλέα καὶ σύζυγον, οὐχ ὅτι σύζυγος, ἀλλ’ ὅτι δι’ ἐκεῖνον ἐς τὰ τῆς
10ὀρθοδοξίας ἀκίβδηλα μετακεχωρήκει νάματα· καὶ εἰ χρὴ μὴ λυ‐ μήνασθαι τὴν ἀλήθειαν, ἔδραμε πρὸς τὸν πατέρα καὶ βασιλέα, τὸν τῆς ὀρθοδοξίας αὐτῇ καταστάντα διδάσκαλον· ὃς πρῶτος ἐκείνην ἐκεῖθεν ὡς ῥόδον λαμπρὸν ἐκ πικρῶν ἀκανθῶν ἐξελέξατο καὶ ὡς χρυσὸν καθαρὸν ἐκ μετάλλων κιβδήλων ἀνώρυξε, πᾶν εἴ
15τι λιθαργύρινόν τε καὶ χολοβάφινον ἦν ἐκεῖ καταλελοιπυῖαν. εἰ δὲ τὴν ἐκείνης οὐκ ἔχεις μιμήσασθαι καρτερίαν, ἀλλ’ οὖν τῶν πάλαι βασιλέων τοὺς πλείστους μετὰ πολλοῦ τοῦ βελτίονος νικῶν φιλανθρωπίᾳ καὶ ἱλαρότητι πρὸς τοὺς πταίοντας νίκησον καὶ τῇ πρὸς τὰς λύπας βασιλικῇ καρτερίᾳ δυοῖν ἕνεκα· ἵνα τε τῷ
20καλλίστῳ καὶ ποικίλῳ σου πέπλῳ τῶν μακρῶν ἀγαθῶν καὶ τοῦτο καλῶς ἐπιπρέπῃ, καθάπερ ἐν ἄνθεσιν ἄνθος ὡραῖον κἀν λίθοις πολυτελέσι λίθος ὑπέρτιμος, καὶ ἵνα τελέως τοῖς ἅπασι βρί‐
θων καλοῖς ἐν τῇ σειρᾷ τῶν πρὸ σοῦ βεβασιλευκότων αὐτὸς ἐπι‐

1

.

494

πρέπῃς, ὡς ἐν τοῖς χρώμασι πορφύρα κἀν τοῖς ἀστράσιν ἥλιος. φέρε τοίνυν ἀπόδος τὴν τῆς γλώττης ἡμέραν ταῖς τῶν ὑπηκόων ἀκοαῖς, τὴν τῶν ὀφθαλμῶν εὐδίαν τῇ τῶν ἡμετέρων ὄψεων ὁμί‐ χλῃ. διασκέδασον ἡμῶν τῆς ψυχῆς τὸν χειμῶνα ταῖς ἀκτῖσι τῆς
5σῆς ἱλαρότητος. χρῆσαι τῇ ἑορτῇ τοῦ συνήθους καὶ γαληνοῦ μειδιάματος. γενοῦ πᾶσιν ἀρχέτυπον, ὥσπερ ἐν τοῖς ἄλλοις κα‐ λοῖς, οὕτω κἀν τῇ τῶν δεινῶν καρτερίᾳ. ἡμεῖς δὲ καὶ τῶν Ἑλ‐ λήνων ἔστιν οὓς ἀκούοντες ἐν ταύτῃ μάλιστα φιλοτιμησαμένους αἰσχυνοίμεθ’ ἂν, εἰ τοῖς μὲν ἄλλοις ἅπασιν ἀριστεύμασι πλεῖ‐
10στον ἐκείνων διενεγκόντα πλουτήσαντες βασιλέα ἐν τούτῳ μόνῳ τὰ δεύτερα φέροντα βλέποιμεν. ταῦτ’ ἄρα καὶ τὸ τοῦ Ἀχιλλέως ἐκείνου περὶ τὰς λύπας ἡττώμενον ἦθος ἀποτριψάμενος καὶ πρός γε δὴ τοῦ Μακεδόνος Ἀλεξάνδρου μίμησαι τούτων τὸ σταθερόν. μίμησαι τοὺς Περσικοὺς βασιλέας τε καὶ σατράπας, ὁπόσοι πρὸς
15τὰς ἀντιπάλους τύχας οὐδὲν ἀγεννὲς ἐπεπράχεσαν. μίμησαι τοὺς πάλαι Ῥωμαίων ὑπάτους καὶ Καίσαρας, οἳ καὶ αὐτοὶ τῶν τοῦ χρόνου δεινῶν ἀπολελαυκότες ἐπὶ τοῦ συνήθους φρονήματος ἐκαρ‐ τέρησαν. καὶ τί δεῖ παραδειγμάτων ἀλλοτρίων; μίμησαι σαυ‐ τὸν, ὁποῖος πολλάκις ἐφάνης ἐν τοῖς ἄλλοτε ἄλλοις ἐπεισπεσοῦσί
20σοι λυπηροῖς· πῶς πολλοῦ πολλαχόθεν πολλάκις ἀναζέσαντος κλύδωνος ἀκλόνητον καὶ ἀήττητον διετήρησας τὴν ψυχὴν, ὥσπερ οἱ βαθεῖαν ἄγοντες ἡσυχίαν; πῶς πολλάκις τῶν ὑπηκόων ἁμαρ‐ τημάτων, δίκην ἀπαρκτίου, τὴν τοῦ θυμοῦ ῥύμην εἰς ὄγκον κυμάτων ἐγείρειν ἐθελόντων οὐχ ἡττήθης πώποτε· ἀλλὰ γενναιό‐
25τητι χρώμενος καὶ συνέσει ψυχῆς ἀντὶ τοῦ κολάζειν τοὺς ἁμαρ‐

1

.

495

τάνοντας ἐκόλασας μὲν τὸν θυμὸν, τοῖς δ’ ἁμαρτήσασι τὸ σύνη‐ θες παρέσχες φιλανθρώπευμα; ταῦτα ἐπὶ καιροῦ νῦν ἀνα‐ μιμνησκόμενος μίμησαι σὺ σαυτὸν, ἵνα καὶ ἡμεῖς, ὡς ἐπίπαν εἰπεῖν, ὅλην τῇ γλώττῃ παρασχόντες ἐλευθερίαν εὐπετῶς παρὰ
5τὰς σὰς τῶν ἐγκωμίων θαλάσσας πελαγίζειν ἀφῶμεν αὐτὴν κἀκ πάντων ἀνθολογοῦντες τῶν σῶν ἐγκωμίων τὰ κράτιστα στέφανόν σοι δημιουργῶμεν ἀκήρατον, καὶ οἷον οἱ τῆς σοφίας κρατῆρες ἀναχωνεύοντες εἰς μακροὺς ἡλίους ἀθανατίζουσιν. ἐγὼ δ’ ὑπὸ μάλα σφοδροῦ τε καὶ φλέγοντος πόθου νικώμενος τολμηρότερον
10ἐχρησάμην τῷ λόγῳ. σὺ δέ μοι σύγγνωθι, θειότατε αὐτοκράτορ, τῇ συνήθει κἀνταῦθα φιλανθρωπίᾳ σου χρώμενος.“ ζʹ. Ἦρος δ’ ἐπιστάντος ὁ μὲν Κράλης συνήθροιζε τὰς δυ‐ νάμεις, ὁ δὲ Συργιάννης λαθραῖα διεπέμπετο γράμματα πανταχῆ τῆς Ῥωμαίων ἡγεμονίας, ἀρξάμενος ἐκ τῆς ὁμόρου χώρας τῶν
15Τριβαλλῶν καὶ διαλαβὼν πᾶσαν παράλιον καὶ μεσόγειον πόλιν καὶ χώραν ἄχρι Βυζαντίου· ἐν οἷς γῆς τε ὑπισχνεῖτο κληροδοσίας καὶ χρημάτων χάριτας καὶ ἀξιωμάτων ἐπιδόσεις καὶ ὅσα ἐπὶ τού‐ τοις ὅμοια. ταῦτ’ ἄρα καὶ μικροῦ πάντες ἐκεχήνεσαν πρὸς αὐ‐ τὸν καὶ ταῖς γνώμαις ὁλοσχερῶς αὐτῷ προσετίθεντο καὶ χρήμασι
20καὶ γράμμασι τὴν ἐκείνου κατήπειγον ἔφοδον. (Β.) Ὅ γε μὴν βασιλεὺς πάλαι εἰδὼς τὴν τοῦ ἀνδρὸς περίνοιαν καὶ τὴν περὶ τὰ τοιαῦτα ὀξυτάτην ἀγχίνοιαν σφόδρα ἐδεδίει περί τε ἑαυτῷ καὶ τοῖς ὅλοις καὶ δραστικωτέραν τὴν αὐτοῦ ἐνόμιζεν ἔφοδον, ἢ Σκυ‐
θῶν καὶ πάντων φάναι ἐθνῶν. πρὸς μὲν γὰρ τὰς τῶν ἀλλοφύ‐

1

.

496

λων ἐχθρῶν φάλαγγας ἀντιτάττειν εἶχεν ἂν τὰς ὁμοφύλους πόλεις, φυσικὴν ἐχούσας καθάπαξ πρὸς ἐκείνους ἀπέχθειαν ἐκ τῆς διαφο‐ ρᾶς τοῦ σεβάσματος· ἡ δὲ τοῦ ὁμοφύλου καὶ συνήθους μάχη καὶ ταύτην ἐκ βάθρων ἀνέτρεπε τὴν ἐλπίδα καὶ συνέτριβε μάλα
5σφοδρῶς πᾶσαν τούτου διάνοιαν καὶ μόνον οὐκ ἐπὶ τῶν βασιλείων πυλῶν τὸ πολέμιον ἔβλεπε πῦρ σφοδρῶς ἐπιὸν πανταχόθεν ἔκ τε γῆς καὶ θαλάττης. ὅθεν καὶ ἀπεγίνωσκε μὲν, ἐπεμέλετο δ’ οὖν ὅμως, ὅσον ἦν ἐφικτὸν, ὅλας ἀναρτήσας ἐς θεὸν τὰς ἐλπίδας. ὃ δὴ σύνη‐ θες ἦν αὐτῷ ποιεῖν ἀεὶ καὶ, ὡς εἰπεῖν, σύνοικον καὶ συνέστιον καὶ
10μάλιστα ἐν ταῖς μείζοσι συμφοραῖς. (Γ.) Τὰ μὲν οὖν πρῶτα πύρ‐ γοις μεγίστοις ὠχύρωσε τὰς βασιλείους αὐλὰς καὶ πύλας καὶ σίτου πλῆθος ἐντέθεικε διαρκέσον ἐς πλεῖστον τοῖς τε φρουροῖς καὶ αὐ‐ τῷ, εἰ δεήσειεν. ἀφίξεσθαι γὰρ ἄχρι καὶ ἐς τὰ βασίλεια προσεδόκα τὸν πολέμιον καπνόν. ἔπειτα μέλλων ἀπαίρειν ἐς Μακεδονίαν,
15ἵνα τῇ παρουσίᾳ φοβήσῃ τοὺς λάθρα τἀναντία βουλευομένους ἐν ταῖς πόλεσι, διάδοχον τοῦ πατριαρχικοῦ θρόνου μετὰ τὴν τοῦ Ἠσαΐου τελευτὴν Ἰωάννην τὸν ἐκ τῆς πόλεως Ἄπρω κατέστησεν, ἐς ἱερέα τῷ τηνικαῦτα τοῦ βασιλικοῦ κλήρου τυγχάνοντα. ᾧ δὴ καὶ ὑπὸ θεῷ μάρτυρι παραδίδωσι φέρων ἐπὶ μέσου τοῦ μεγίστου
20νεὼ τῆς τοῦ θεοῦ Σοφίας τήν τε σύζυγον δέσποιναν καὶ τὰ τέκνα, ἐπίτροπον ἅμα καὶ φύλακα τοῦτον εἶναι μετά γε θεὸν παρακελευ‐ σάμενος ἐπ’ αὐτοῖς, εἴ τί που τῶν ἀδοκήτων τοῖς κοινοῖς ἐπισυμ‐ βαίη πράγμασι. (Δ.) Ταῦτα διαπραξάμενος ὅλῃ σπουδῇ τὴν ἐς Μακεδονίαν ἤλαυνε, μηδένα στρατὸν ἐπαγόμενος. ὕποπτοι γὰρ
25αὐτῷ πάντες ἤδη καθίσταντο, πλὴν μόνων τῶν πιστοτάτων οἰκεια‐

1

.

497

κῶν καὶ τοῦ μεγάλου δομεστίκου τοῦ Καντακουζηνοῦ, ὃν ἐν τοῖς μάλιστα σύμπνουν τε καὶ ὁμόφρονα αὐτῷ τε ἔφηνεν ὁ χρόνος καὶ τοῖς ἄλλοις ἅπασιν ἱλαρὸν καὶ χαρίεντα. ἐπεί γε μὴν ἐφευρετικὸν ἡ ἀνάγκη δοκεῖ πολλαχῆ, εἰσῄει ἐς γνώμην ὀψὲ καὶ τῷ βασιλεῖ διὰ
5πολλῶν δραμόντι τῶν λογισμῶν, ὡς οἰκονομίας τρόποι καὶ δό‐ λον ἐγκυμονοῦσαι μέθοδοι πολλῷ γε τῆς τῶν ὅπλων βίας ἀνυσι‐ μώτεροι καθεστήκασιν ἐς τὰ πλεῖστα τῶν ἔργων, καὶ μάλιστα ἐς ὁπόσα θορύβους πλουτοῦσι πολέμων. καὶ ἅμα ἐς τὰς τῶν παλαιῶν ἀνδρῶν πράξεις ἀνῆγε τὸν λογισμὸν, ὅπως τε Δαρεῖος
10ὁ Μῆδος διὰ Ζωπύρου ῥᾷστα τὴν ἄμαχον εἷλε Βαβυλῶνα· καὶ Ἀντίγονος, τῶν Ἀλεξάνδρου διαδόχων ὁ κράτιστος, πολλάκις καταστρατηγηθεὶς ὑπ’ Εὐμένους, ὃς τῆς Ἀλεξάνδρου παλαί‐ στρας ἦν καὶ αὐτὸς, γέμων ὁρμῆς ἀπὸ γυμνασίου περιφανοῦς, τάχ’ ἂν αὐταῖς δυνάμεσι καὶ τὸ ζῇν ἀπελίμπανεν, εἰ μὴ δόλοις
15πόῤῥωθεν καὶ λαθραίαις ἐπιβουλαῖς τὸν ἄνδρα διεχειρίζετο. καὶ πρό γε τούτων ὁ Ἀθηναῖος Θεμιστοκλῆς τὸν πολὺν ἐκεῖνον στό‐ λον τῶν Μήδων λόγοις οἰκονομικοῖς καὶ δόλοις κατετροπώσατο, μὴ δυνάμενος ἄλλως. (Ε.) Τῷ μὲν δὴ βασιλεῖ σκεπτομένῳ τοι‐ αῦτα πρόσεισί τις τῶν τῆς συγκλήτου Σφραντζῆς ὁ Παλαιολό‐
20γος καὶ ἀπολαβὼν λάθρα κοινολογεῖται περὶ τῶν προκειμένων φροντίδων· καὶ ὑπισχνουμένῳ τῷ βασιλεῖ πλοῦτον καὶ δόξαν ἀνθυπισχνεῖται, φυγὴν ὑποκριθεὶς, φονεύσειν τὸν Συργιάν‐
νην. οὐ πολλαὶ παρῆλθον ἐκεῖθεν ἡμέραι καὶ φήμη διασκί‐

1

.

498

δναται περὶ Θεσσαλονίκην, ἔνθα διατρίβων ἦν τηνικαῦτα ὁ βα‐ σιλεὺς, ὡς Σφραντζῆς ὁ Παλαιολόγος, ἐξαργυρισάμενος πάνθ’ ὅσα ὑπῆρχεν αὐτῷ βοσκήματα, βριθούσαις χερσὶν αὐτόμολος οἴχεται ἀποδρὰς ἐς τὸν Συργιάννην. ὅπερ ἀκηκοὼς ὁ βασιλεὺς,
5καὶ τὸν ἀγνοοῦντα ὑποκριθεὶς, πέμψας τόν τε οἶκον ἐδημοσίευε καὶ τὴν σύζυγον περιαγαγεῖν ἀτίμως διὰ τῆς ἀγορᾶς ἐκέλευσεν. ὃ δὴ τὰ μάλιστα ἔπεισε Συργιάννην ἀνυπόπτως διατεθῆναι πρὸς τὸν Σφραντζῆν καὶ σύμβουλον ἄριστον εἶναι νομίζειν αὐτόν. ὥστ’ ἔγραφον καὶ τῶν συνήθων λάθρα πολλάκις αὐτῷ ἔκ τε Θεσ‐
10σαλονίκης ἔκ τε Βεῤῥοίας, ὡς οὐκ ἐπ’ ἀγαθῷ σοι ἔσται ἡ τοῦ Σφραντζῆ ἐπιδημία· φονεύσων γὰρ ἥκει σε. ὁ δὲ οὐκ ἐπείθετο, ἀλλ’ ὅρκους ἐγγράφους ὑπ’ αὐτοῦ καὶ πάνυ φρικώδεις δεξάμενος ἐνώπιον τῆς θείας καὶ ἱερᾶς τραπέζης, ἱερέων τὴν θείαν τελούν‐ των μυσταγωγίαν, συμπορευόμενος ἦν αὐτῷ τοῦ λοιποῦ καὶ συν‐
15διαιτώμενος ἀνυπόπτως καὶ ἀδεῶς. ἐχρῆν γὰρ ὧν πάλαι ἐδεδρά‐ κει τὰ ὅμοια καὶ αὐτὸν ὀψὲ πεπονθέναι καὶ δι’ ὅρκων ἀπατη‐ θέντα καὶ αὐτὸν δίκας δοῦναι ὧν ἠδικήκει τὸν τοῦ βασιλέως πάπ‐ πον Ἀνδρόνικον τὸν βασιλέα καὶ, εἰ χρὴ φάναι, καὶ θεὸν αὐ‐ τόν· εἴπερ εἰς θεὸν ἡ ἐπιορκία τὸ τῆς περιφρονήσεως ἀνατίθησιν
20ἔγκλημα. ἔφθημεν γὰρ ἄνω που εἰρηκότες, ὡς αὐτὸς ὁ τῆς τοῖν δυοῖν βασιλέοιν διαστάσεώς τε καὶ μάχης αἰτιώτατος ἦν καὶ ἡ ἀρχέγονος ῥίζα πάντων τῶν ἐφεξῆς θορύβων. (ϛʹ.) Θέρους δὲ ἤδη μεσοῦντος ἀναλαβὼν τὰς δυνάμεις ὁ Κράλης εἵπετο τῷ Συρ‐
γιάννῃ εὐθὺ Θεσσαλονίκης ἐλαύνοντι· καί σφισι προσεχώρουν αἱ

1

.

499

μεταξὺ πόλεις καὶ χῶραι ῥᾳδίως, τοῦτο μὲν καὶ τὴν τοῦ Συργιάν‐ νου ποθοῦσαι πάλαι ἐπιστασίαν, τοῦτο δὲ καὶ ὑπὲρ τῶν ἀστα‐ χύων δεδοικυῖαι. ὥρα γὰρ ἦν τηνικάδε ἅλωνος. ὁ μέντοι Σφραν‐ τζῆς μηνύειν τε ἐθέλων τῷ βασιλεῖ τὰ δρώμενα καὶ ἅμα ἀνύπο‐
5πτος τῷ Συργιάννῃ δοκεῖν πρόφασίν τινα δαιμονίαν ἐπλάσατο καὶ πάνυ βαθεῖαν. προσιὼν γὰρ ἔφασκεν αὐτῷ συνθήκας ἔχειν δύο τινῶν, οἳ περὶ τὸν τοῦ βασιλέως κοιτῶνα μάλιστα τὴν προσε‐ δρείαν ποιοῦνται, βεβαιωσάντων, εἰ προσηκούσης ἀδείας τύχοιεν, διαχειρίσασθαι τὸν βασιλέα. δέον οὖν εἶναι πέμπειν πρὸς αὐτοὺς
10καὶ ἀναμιμνήσκειν τῶν συνθηκῶν. καὶ οὕτω λαβὼν τὸ ἐνδόσι‐ μον ἔπεμπε καὶ ἐμήνυε τῷ βασιλεῖ τὰ δρώμενα. ἦσαν δὲ ταῦτα, ὡς ἀποροίη διαπράξεσθαί τε τὴν μελέτην καὶ ἅμα ἑαυτῷ δια‐ τηρήσειν τὸ πόῤῥω γενέσθαι κινδύνων. πολὺν γὰρ αὐτῷ περικε‐ χύσθαι νύκτωρ καὶ μεθ’ ἡμέραν τὸν ὄχλον καὶ μόνον οὐδέπω
15ἀπολελεῖφθαι. δεῖν οὖν ἡμεροσκόπους τετάχθαι στρατιώτας τι‐ νὰς ἐν τοῖς προαστείοις τῆς Θεσσαλονίκης, ἵν’ ὅταν αἴσθωνται προσιούσας τὰς δυνάμεις μετὰ τοῦ Συργιάννου, ἐκδέξωνταί με φεύγοντα πρὸς τὴν πόλιν ἐκ τοῦ στρατοπέδου, πρὶν γνωσθεὶς ἀπόλωμαι μηδὲν πεπραχώς. αἰσχρὸν γὰρ ἴσως, δηρόν τε μένειν
20κενεόν τε νέεσθαι· αἰσχρότερον δ’ ἔτι, δηρὸν μένοντα πρὸς τῷ μηδὲν πεπραχέναι καὶ τὸ ζῇν αὐτοῦ που πρὸς τὰς τῶν ἐχθρῶν πύλας ἀπολιπεῖν. (Ζ.) Ἐπεί γε μὴν ἐπιὼν ὁ Συργιάννης μετά
γε τοῦ Κράλη καὶ τῶν στρατιωτικῶν δυνάμεων ῥᾷστα καὶ ἀπὸ

1

.

500

μόνης τῆς φήμης κατεδουλοῦτο πάντα καὶ προσδόκιμος ἦν καὶ αὐτῇ ἤδη προσβαλεῖν τῇ Θεσσαλονίκῃ· ὁ μὲν τῶν Θεσσαλονι‐ κέων δῆμος μετέωρος ἦν ὅλος ταῖς γνώμαις πρὸς τὴν ἐκείνου ἔφο‐ δον· καὶ μελέτην πεποίηνται τὰς πύλας ἀναπετάσαντες ἀπονητὶ
5τοῦτον εἰσδέξασθαι προσιόντα. ὁ δὲ βασιλεὺς βαρείαις ἀλγηδό‐ σιν ἐμερίζετο τὴν ψυχὴν καὶ τοὺς ἐς ἀπόγνωσιν συνωθοῦντας λο‐ γισμοὺς ἀνεμέτρει συχνὰ καὶ ἀπὸ μέσης ψυχῆς καὶ ζεούσης καρ‐ δίας τὴν θείαν ἐπεβοᾶτο βοήθειαν· καὶ νῦν μὲν ἐλπίδας εἶχε χρη‐ στὰς, τὴν συνήθη πρὸς αὐτὸν τοῦ θεοῦ φιλανθρωπίαν μεμνη‐
10μένος· νῦν δ’ ἀπογνώσεως λογισμοὶ τὴν αὐτοῦ ψυχὴν πικρῶς ἐπεβόσκοντο. ὅθεν ἔξω μὲν πρὸ τῶν τειχῶν ἡμεροσκόπους ἔπεμψε στρατιώτας τριάκοντα, κατὰ τὴν τοῦ Σφραντζῆ προαναφώνησιν· πρὸ δὲ τοῦ λιμένος εἶχε τριήρη μίαν ταχυναυτοῦσαν, εἰς ἣν ἔμελ‐ λεν ἐλθόντος ἀπράκτου τοῦ Σφραντζῆ εἰσπηδήσειν τε εὐθὺς ἅμα
15τοῖς ἀμφ’ αὑτὸν καὶ ἀποπλεῦσαι τὴν ταχίστην ἐς τὰ τῶν Βυζαν‐ τίων βασίλεια. (Η.) Ὡς δὲ ἐγγύς τε αἱ δυνάμεις ἐγένοντο καὶ ἐστρατοπεδεύσαντο σταδίων οὐ πόῤῥω τοῦ ἄστεος ἑξήκοντα, ἐπίδοξοι ὄντες καὶ ἐς τειχομαχίαν τῇ ὑστεραίᾳ καταστῆναι, ἀπο‐ γνοὺς ὁ Σφραντζῆς τὴν ὁρμὴν ἤδη τελέως ἐς τὴν τοῦ ἀποδρᾶναι
20μελέτην ἠκόνησε· καὶ τοιαύτην τινὰ πλασάμενος πρόφασιν πρόσει‐ σιν, ὡς εἰώθει, τῷ Συργιάννῃ· καὶ βούλεσθαί φησι παρεξιὼν τοῦ στρατοπέδου μικρὸν κατασκοπεῦσαί τινα τὰ τείχη τοῦ ἄστεος, εἰ ὡπλισμένοις ἀνδράσιν εἴη πεπυργωμένα. ὁ δὲ μηδέν τι τὸν λόγον ἔχειν ὑποπτεύσας πανοῦργον, „ἄπιθι,“ ἔφη, „ἕψομαι δὲ καὶ
25αὐτός.“ καὶ προῄει μὲν ὁ Σφραντζῆς ἅμα τοῖς δυσὶ θεράπουσιν,

1

.

501

οἳ τὸ φονικὸν καὶ αὐτοὶ συνῄδεσαν σκέμμα αὐτῷ. εἵπετο δὲ μόνος ὁ Συργιάννης, τοῦ θεοῦ σφήλαντος οἶμαι τὴν τούτου σύνεσιν, ὅτε μάλιστα τὸ πᾶν ἤλπισεν ἔχειν. καὶ ὡς δώδεκά που σταδίους τοῦ στρατοπέδου ἀπέστησαν, στραφέντες ἐκεῖνοι καὶ ἰδόντες παρὰ
5πᾶσαν ἐλπίδα ῥᾴδιον ὑπὸ τῆς τύχης τὸ σφόδρα ζητούμενον κα‐ ταστὰν κατέκοψαν περιστάντες τοῖς ξίφεσι· καὶ εὐθὺς, πρὶν αἰ‐ σθέσθαι τινὰ τῶν τοῦ στρατοπέδου, ᾤχοντο σπουδῇ προσελάσαν‐ τες ἐς τὸ ἄστυ. ὁ δὲ Κράλης ἀπογνοὺς τῇ ὑστεραίᾳ σπονδὰς πρὸς τὸν βασιλέα αἰτήσαντα πεποίηκε καὶ ὡμίλησεν ἐξιόντι καὶ
10δῶρά τινα παρ’ αὐτοῦ λαβὼν οἴκαδε ἀνεχώρησε· καὶ τοῦτο μὲν δὴ τὸ ἔτος ἐν τούτοις ἐτελεύτα. ηʹ. Τῷ δ’ ἐφεξῆς ἔτει ἧκον ἐκ τῆς παλαιᾶς Ῥώμης ἐπίσκοποι δύο, ἀπεσταλμένοι παρὰ τοῦ Πάππα, διαλεξόμενοι περί τε εἰρή‐ νης καὶ ὁμονοίας τῶν ἐκκλησιῶν. καὶ ἦν εὐθὺς ἰδεῖν πολλοὺς τῶν
15τοῦ δήμου ζῆλον μὲν λαμβάνοντας, οὐ κατ’ ἐπίγνωσιν δὲ, καὶ πρόχειρόν τινα καὶ ἀταμίευτον προτείνοντας γλῶσσαν καὶ πρός γε ἔτι συνωθοῦντας καὶ αὐτόν γε τὸν πατριάρχην ἐς διαλέξεις. ὁ δ’ οὔτε τὴν γλῶσσαν ἔχων ἠκονημένην ἐκ τῆς τῶν λόγων ἀσκή‐ σεως καὶ ἅμα τοὺς πλείστους τῶν περὶ αὐτὸν ἐπισκόπων ἀμαθίᾳ
20συζῶντας πλείστῃ κατανοῶν ὑπεστέλλετο μὲν, οὐκ εἶχε δ’ ὅπως ἀναχαιτίσῃ τοῦ δήμου τὸν θόρυβον. διὸ παρακαλεῖν ἔγνωκε δεῖν ἐς τὴν τοιαύτην παράταξιν καὶ ἡμᾶς, τοὺς ὡπλισμένην μὲν ἔχον‐ τας γλῶτταν ἐκ τῆς τοῦ λόγου παρασκευῆς, ἔξω δὲ τοῦ ἱεροῦ
καταλόγου τυγχάνοντας. ἐγὼ δὲ τὰ μὲν πρῶτα πολὺς ἦν ἐγκεί‐

1

.

502

μενος καὶ παραινῶν σιωπᾷν καὶ σχήματι χρῆσθαι μεγαλοπρεπεῖ τινι καὶ νοῦν ἐπαγγελλομένῳ, μηδενὸς ἀξίαν λόγου τὴν τῶν Λα‐ τίνων νομίζοντα πρόκλησιν, λόγους τῆς χρείας οὐκ ἀναγκαίως ἀπαιτούσης ἐνταῦθα. ἀλλ’ ἐπειδήπερ οὐκ ἀνύποπτον αὖθις ἑώ‐
5ρων ὡς τὰ πολλὰ διατελοῦν τὸ τῆς σιωπῆς, ἀλλὰ πολλαπλοῦς καὶ πολυσχιδεῖς βλαστάνον καὶ διανέμον τοῖς ἔξω τοὺς λογισμοὺς, καὶ μάλιστα τοῖς τοιούτοις, οἳ γνώμην καὶ γλῶσσαν ἤσκησαν ἀτα‐ μίευτον, ἀπολαβὼν ἰδίᾳ τόν τε πατριάρχην καί τινας τῶν ἐλλο‐ γίμων ἐπισκόπων τὴν ἐμαυτοῦ γνώμην ἐπεδειξάμην, τοιαῦτά τινα
10διεξελθὼν ἐπ’ αὐτῶν. (Β.) „Ἐμοὶ μὲν οὕτως ἔχειν πρὸς τὴν παροῦσαν ἅμιλλαν καὶ οὕτω προθυμίας οὐδὲν οὐδαμῆ γε ἐλλεί‐ πειν ἔπεισιν, ὥστ’ οὐ γλῶτταν μόνον ὁπλίζειν περίεστιν, ἀλλὰ πρό γε ταύτης καὶ γνώμην αὐτὴν, ῥίζαν ταύτην οὖσαν καὶ πηγὴν τῆς γλώττης καὶ ἅμα χορηγὸν καὶ πρύτανιν τῶν λεγομένων.
15ὁρῶντι δὲ τοὺς πολλοὺς πρὸ τοῦ καιροῦ καὶ τῆς χρείας μεγάλην τινὰ καὶ θρασεῖαν προϊεμένους τὴν γλῶτταν, καὶ τῷ σφῶν αὐτῶν βουλομένῳ ἅμα καὶ τοὺς καιροὺς εὐθὺς καὶ τὰ πράγματα σύν‐ δρομά τε καὶ πρόδρομα γίνεσθαι οἰομένους, δεδιέναι μοι ἔπεισι, μὴ τῆς χρείας καὶ τοῦ καιροῦ παραστάντος λειποταξίου δίκην
20ὀφλήσωσι, τῶν ὅπλων ἑκόντες τοῖς ἐναντίοις παραχωρήσαντες. ἔνθα γὰρ φιλοτιμία τρόφιμος ἀπειρίας ὅλην ἐνδυσαμένη τὴν ἀωρίαν τῶν ὅρων καταχορεύει τῆς εὐταξίας, ἐκεῖ καὶ πέρας ἀκο‐ λουθεῖν τοῖς προοιμίοις ἐπιεικῶς ἀντιστρατευόμενον, οὐδὲν ἀπει‐
κός. οὐδὲ γὰρ, ὡς ἔοικεν, εἰδέναι ἔπεισι τοῖς τοιούτοις, μὴ τὴν

1

.

503

γλῶτταν δύνασθαι καθιστᾷν τοὺς καιροὺς ἀνυσίμους, τοὺς δὲ καιροὺς τὴν γλῶτταν· οὐδ’ ὅτι Τυρσηνικῆς σάλπιγγος οὐδεὶς ἀνδρῶν μεγαλοφωνότερος ὁμοῦ δ’ ὅμως τῷ πληγέντι ἀέρι καὶ αὕτη δαπανᾷ καὶ λύει τὸ κράτος τῆς τέρψεως, οὐδένα καρπὸν
5τοῖς ἔπειτα καταλείπουσα τῆς ἠχοῦς μονιμώτερον. ὅτι δ’ οὐ χρεὼν ὁμοῦ καὶ τοὺς ὅσοι γε βαθεῖαν αὔλακα διὰ φρενὸς καρ‐ ποῦνται, παραλόγοις ἑπομένους ὁρμαῖς ἐς αὐθαιρέτους ἰέναι κιν‐ δύνους, δῆλον οἶμαι τοῖς ἅπασιν εἶναι· δηλώσομεν δὲ καὶ αὐτοὶ προϊόντες. ὥσπερ γὰρ δυοῖν στρατοπέδοιν ἐς μάχην ἀποκριθέν‐
10των ἡ τοῦ ἑνὸς εὐβουλία φθοροποιόν τινα θατέρῳ χορηγεῖ τὴν δύναμιν βουλευομένῳ κακῶς καὶ τοὐναντίον αὖθις, οὕτω κἀν‐ ταῦθα· εἰ πρὶν καλῶς ὁμοῦ καὶ συνετῶς ἐσκέφθαι πρὸς δια‐ λέξεις καὶ ἡμεῖς ἀπαντῴημεν τῶν ἐναντίων, ἕψεται πρὸς αἰσχύ‐ νην ὁρῶσι χρῆσθαι τοῖς τῶν κακῶς δεδογμένων πέρασι. καὶ μή
15μοι λεγέτω τις, ὡς πολλοὶ πολλάκις ὁρμαῖς ὀξυτέραις τοῦ δέοντος τὴν ἡγεμονίαν τῆς γλώττης ἐγκεχειρικότες νίκης καὶ τροπαίων κληρονόμοι γεγένηνται. πρῶτον μὲν γὰρ οὐ κανόνα καὶ στάθμην εὐνομίας ἡγεῖσθαι χρεὼν ἀστάθμητον πρᾶγμα· ἔπειτα οὐδὲ τὴν ἀπερίσκεπτον ἴσμεν ὁρμὴν οἴκοθεν φέρουσάν ποτε τὰ τῆς νίκης
20ἐφόδια· ἀλλὰ τῆς τῶν ἀντιπαραταξαμένων μείζονος κακοβουλίας ὕλην παράδοξον χορηγησάσης πολλάκις ἐς τὸ κατορθοῦν τῇ ἀντι‐ στρατήγῳ θρασύτητι, ἐς τὴν τοῦ βελτίονος μοῖραν ἀπενηνέχθαι ἔδοξε καὶ τὰ φαῦλα· ὥσπερ αὖ πολλάκις τὸ τῶν ἀντιπάλων συνε‐
τώτερον βούλευμα παρήλασε καὶ τοὺς ὀρθῶς βεβουλεῦσθαι δό‐

1

.

504

ξαντας. ἀδήλου γὰρ ὄντος τοῦ μέλλοντος ἐγχωρεῖ καὶ τοιαῦτα συμβαίνειν ἐνίοτε. ἀλλ’ ἡμῖν γε οὐ νόμον ποιεῖσθαι δήπου χρεὼν παραλόγων κατορθωμάτων κατάλογον· καὶ μάλιστα νῦν, ὁπότε περὶ τοῦ τῆς εὐσεβείας κράτους τὰ παλαίσματα διακινδυνεύεται.
5τούτων γὰρ εἵνεκα παρελήλυθα· συμβουλεύσων ἃ συμφέρει ἐνό‐ μισα καὶ τῇ παρούσῃ χρείᾳ ὅσον ἔξεστι καὶ αὐτὸς συνεισενεγκεῖν. εἰ δ’ ὀρθῶς ἢ μὴ, σκοπεῖν λείπεται. οὐδὲ γὰρ νομοθετήσοντες ἥκομεν, οὐδ’ ἀποφαντικῶς τὰ ἡμέτερα λέξειν δόγματα. ἀλλ’ ὥσ‐ περ πάλαι ταῖς ἀριστοκρατουμέναις ἐγίγνετο πόλεσιν, οὕτω καὶ
10ἡμῖν ἐράνου δίκην τὰ τῇ διανοίᾳ πρὸς τὸ παρὸν ἐπιτρέχοντα συνεισφέρειν ἔδοξε δίκαιον. ἃ τοίνυν λέγειν προήγμεθα τήμερον, ἀπαγόρευσίς ἐστι μὴ πάντας αὐτονομίᾳ βουλήσεως ῥέοντας ὁμόσε χωρεῖν ἐς διαλέξεις καὶ ἀπαντήσεις τῶν ἐξ Ἰταλίας ἰόντων· ὅπου γε μηδὲ τοῖς προεδρεύουσι καὶ τιμῆς τοιαύτης ἠξιωμένοις, πρὶν
15μετ’ ἀλλήλων τὸν τῆς διαλέξεως ἐσκέφθαι σκοπὸν, χρεὼν ἀπαν‐ τᾷν· εἰδότας, ὅτι πρᾶξις πᾶσα καὶ λόγος ἅπας ἔχει σκοπὸν καὶ τέλος, πρὸς ὃ βλέποντας τόν τε πράττοντα καὶ λέγοντα τήν τε πρᾶξιν ὁμοῦ καὶ τὸν λόγον εὐθύνειν προσήκει. τούτου δ’ ἀπόντος κίνδυνον εἶναι, μάταιον σπουδήν τε πᾶσαν καὶ πόνον ἅπαντα νο‐
20μίζεσθαι. οἷον ὁ πλέων οὐ τοῦτο βούλεται καὶ τοῦτ’ ἔχει σκο‐ πὸν, ὅπερ ἐργάζεται, ἀλλ’ ἐκεῖνο μᾶλλον, οὗ ἕνεκεν ἐργάζεται
ὅπερ ἐργάζεται. κέρδους γὰρ ἕνεκα, καὶ οὐ τοῦ κύμασι καὶ πνευ‐

1

.

505

μάτων βίαις διακυβεύειν τὸ ζῇν, ἀνάγει τὴν ναῦν. καὶ ὁ τοξότης δ’ ὁμοίως οὐκ αὐτὸ καθ’ αὑτὸ τὸ τοξεύειν, ἀλλὰ τοῦ βαλεῖν τὸν πολέμιον εἵνεκα τοῦτο προῄρηται. ἐνταυθοῖ δ’ οὐχ ὁρῶ, τίνος εἵνεκα κέρδους καὶ πρὸς τίνα βλέπων σκοπὸν διαλέγεσθαι ἄν τις
5ἕλοιτο, εἰ μήτ’ αὐτοὶ τοῖς ἡμῶν, μήθ’ ἡμεῖς τοῖς αὐτῶν συν‐ θέσθαι βουλήμασιν ἔγνωμεν πώποτε, κἂν πάντες φῶσι λίθοι, κἂν πάντα φυτά. ἔτι μὴν καὶ τῶν ἀτοπωτάτων ἂν εἴη καὶ πόῤῥω που τοῦ προσήκοντος πορευόμενον λόγου, τοὺς μὲν Ὀλυμπιάσιν ἀγωνιστὰς, καὶ ὅσοι γῆς ἕνεκα σταδιαίας ἀμφισβητοῦσι, καὶ
10εἴ τις λωποδυσίαις ἁλίσκοιτο, τούτοις ἐξεῖναι πᾶσιν Ἑλλανοδίκας τινὰς καὶ κριτὰς ἀῤῥεπεῖς προκαθίζειν, ὡς μὴ λάθῃ παραῤῥυεὶς ὁ τοῦ δικαίου κανὼν, μᾶλλον δ’ ἵνα μὴ ἀνήνυτον ἔχῃ τὸν δρό‐ μον ἡ τῆς ἀμφισβητήσεως ἔρις, μηδενὸς προκειμένου κανόνος καὶ στάθμης, πρὸς ἃ παραμετρηθέντες οἱ τῶν ἀνταγωνιζομένων
15λόγοι τῆς ἔριδος ἀπαλλάξωνται· τοὺς δὲ τῶν περὶ θεοῦ λεγομέ‐ νων κοινολογεῖσθαι βουλομένους καὶ οὕτω μέγιστον διανύειν τὸν δίαυλον καὶ μεγίστην ἐπισείοντα βλάβην ψυχαῖς ὁμοῦ τε καὶ σώ‐ μασι, τούτοις δὲ μηδένα προκαθίζειν κριτὴν, ὃς ἂν τὰ παρ’ ἑκατέρων βασανίζων λεγόμενα τοῖς μὲν τὴν νικῶσαν χαρίσηται
20ψῆφον, τὰ δ’ ὡς ἀνεμιαῖα καὶ κηφηνώδη παρακρούσηταί τε καὶ τοῦ χοροῦ διαγράψῃ τῆς ἀληθείας· ἀλλ’ ὅμοια ποιεῖν ἐκείνοις, οἳ περὶ γῆς ὅρων, ὡς ἔπος εἰπεῖν, πρὸς ἀλλήλους μαχόμενοι πρῶτα μὲν ταῖς ἀπὸ γλώττης λοιδορίαις περὶ τῆς νίκης διαγωνί‐
ζονται, εἶτα βραχίονι καὶ παλάμῃ τὴν ἀπαλλαγὴν ἐπιτρέπουσιν,

1

.

506

ὃς ἂν ἐπικρατέστερος καταστὰς ἢ λίθῳ θατέρου πατάξῃ τὴν κε‐ φαλὴν, ἢ κονδύλῳ τρώσῃ καιρίαν, ἢ τυχὸν οὑτωσί πως ξίφος παρὰ πλευρὰν ἐλάσας ἐναρίθμιον τοῖς ᾅδου καθεύδουσι τάχιστα τὸν ἀνταγωνιστὴν ἀποδείξῃ. εἰ δὲ δυοῖν ὄντων ἡμῶν τῶν ἀμφισ‐
5βητούντων μερῶν τρίτον οὐκ ἔστιν εὑρόντας προενεγκεῖν ἐπόπτην καὶ πρύτανιν τἀληθοῦς καὶ δεῖ διὰ ταῦτα θάτερον τῶν μερῶν ἐπικρίνειν τοῖς λεγομένοις, ἡμᾶς ἔδει κριτὰς αὐτῶν εἶναι καὶ οὐκ αὐτοὺς ἡμῶν. τὸ μὲν γὰρ ἡμέτερον δόγμα παρ’ ἀμφοτέρων, ἡμῶν τε καὶ αὐτῶν, ὁμοίως εὖ ἔχον ὁμολογεῖται. τὴν δὲ παρ’ αὐτῶν
10καινοτομηθεῖσαν προσθήκην καὶ τῆς εὐθείας παρεκτροπὴν μόνοις αὐτοῖς ἀκατηγόρητον εἶναι δοκεῖ, ἡμῖν δὲ καὶ μάλα ἥκιστα. με‐ τεώρου τοίνυν τῆς ζητήσεως οὔσης, εἰ χρὴ κοινωνεῖν αὐτοῖς τοῦ καινοτομήματος, ἐς ἡμᾶς τὸ κρίνειν καὶ ἀποφαίνεσθαι περιήκει καὶ οὐκ εἰς αὐτοὺς, ὑπευθύνους γε ὄντας. εἰ δὲ τῆς τοῦ μεγάλου
15Πέτρου καθέδρας αὐτοὶ διάδοχοι καὶ κληρονόμοι γενέσθαι φασὶ καὶ τοῦτ’ ἐπισείουσι καθ’ ἡμῶν, καθάπερ τὰ νέφη τοὺς κεραυ‐ νοὺς, κἀντεῦθεν τῶν σφισι δοξάντων αὐτουργοὺς ἡμᾶς κατὰ τὸν τῶν ἀκρίτων νόμον ἀξιοῦσι γενέσθαι, φροντίζειν οὐ χρή. διὰ γὰρ τοῦτο μᾶλλον μεμισῆσθαι καὶ ἀπεστράφθαι δίκαιοι, ὅτι
20τῆς τοῦ θρόνου τιμῆς ἀναξίως ἐπεπράγεσαν. οὐ γὰρ ὅσα βού‐ λονται, ταῦτα καὶ δογματίζειν ἐκέλευσε Κλήμεντι καὶ τοῖς ἐφε‐ ξῆς διαδόχοις ὁ Πέτρος, ἀλλ’ ὅσα δεῖ (φησὶ) δεσμεῖν καὶ λύειν αὖθις ὅσα δεῖ. οὗτοι δὲ τὰ πάσαις ταῖς ἁγίαις βεβαιωθέντα καὶ
κυρωθέντα συνόδοις παραδραμόντες εἰς ἔργον ἐξήνεγκαν, ἃ μό‐

1

.

507

νοις αὐτοῖς βουλομένοις ἦν. ἔπειτα οὐδὲ τὸ πάλαι καλῶς κρα‐ τῆσαν ἔθος καὶ παρά τε τῶν βασιλέων παρά τε τῶν διδασκάλων τῆς ἐκκλησίας ἄνωθεν κυρωθὲν παρορᾶσθαι δίκαιον. ἔθος γὰρ, ὁπότε περὶ δογμάτων ἀγῶνες τῇ ἐκκλησίᾳ καθίστασθαι μέλλοιεν,
5πάντας διὰ κοινοῦ θεσπίσματος καὶ ψηφίσματος τοὺς τῆς ἐκ‐ κλησίας προμάχους καλεῖν, οὐ μόνον ὁπόσοι τὰς πολλαχῆ τῆς γῆς διέλαχον μητροπόλεις εὐαγγελικοῦ κηρύγματος ἕνεκα, ἀλλὰ καὶ ὅσοι πατριαρχικὴν ἀξίαν περίκεινται· τόν τε Ἀλεξανδρείας καὶ Ἱεροσολύμων φημὶ καὶ τὸν τὴν Ἀντιόχου διέποντα· οἳ χώραν
10ἕξουσι μὴ κληθέντες σάλους καὶ κλύδωνας κατὰ τῆς ἡμῶν ὁμο‐ νοίας ἐγεῖραι καὶ εἰς χειμῶνα τὸ τῆς ἐκκλησίας ἔαρ μεταβαλεῖν. εἰ γὰρ πάλαι Θεοδώρητος, ὁ τῆς Κύρου ἐπίσκοπος, εἷς ὢν καὶ οὐδὲ πατριαρχικὴν ἀξίαν περικείμενος, οὐδ’ ἄλλως ἐπίσημον ἔχων θρόνον, τοσαύτην φιλονεικίας ἀνῆψε κάμινον, ὥστε πλείστους
15ὄντας τοὺς ἐξ Ἀσίας τε καὶ Εὐρώπης ἐν τῇ κατ’ Ἔφεσον ἀθροι‐ σθέντας συνόδῳ μακροῦ μετασχεῖν τοῦ καπνοῦ· πολλῷ ἂν ῥᾷον ὀλίγους ὄντας ἡμᾶς πλείους ὄντες οἱ μὴ παρόντες ἐπίσκοποί τε καὶ πατριάρχαι ταῖς τε ἀπὸ γλώττης καταδράμοιεν λοιδορίαις καὶ πολὺν καθ’ ἡμῶν ἀναφλέξαιεν τὸν τῆς φιλονεικίας πυρσόν. ἄλ‐
20λως τε καὶ τοῖς διαλεγομένοις ὄργανον εἶναι νομίζεται τὸν συλλο‐ γισμὸν εἰς τὴν τοῦ προκειμένου κατασκευὴν, καθάπερ τὴν σκα‐ πάνην τῷ σκαπανεῖ καὶ τὴν κώπην τῷ πλέοντι. ὃ καὶ παρ’ αὐτοῖς δὴ τοῖς Ἰταλοῖς, εἴπερ ἄλλο τι, σπουδαζόμενον ἴσμεν. ἐνταυθοῖ
δὲ χώραν οὐκ ἔχειν εὑρίσκομεν τὸν συλλογισμὸν, οὔτε τὸν κατ’

1

.

508

ἐπιστήμην τὴν ἀποδεικτικὴν, οὔτε μὴν τὸν κατὰ τὴν διαλεκτικὴν τέχνην, περί τε θεοῦ καὶ τῶν τῆς θείας καὶ ζωαρχικῆς τριάδος τῆς ζητήσεως οὔσης. εἰ γὰρ τὴν ἐπιστημονικὴν ἀπόδειξιν ὁμολο‐ γουμένων τε καὶ ἀναποδείκτων δεῖσθαι προτάσεων καὶ γνωριμω‐
5τέρων τοῦ συμπεράσματος ἕπεται, αὗται δ’ ἢ ἐπαγωγῇ, ἢ αἰ‐ σθήσει, ἢ ἐμπειρίᾳ γίνονται φανεραί· οὐκ ἔστιν ἄρα συλλογίζε‐ σθαι κατ’ ἐπιστήμην τὴν ἀποδεικτικὴν ἐνταυθοῖ. δυσθεωρήτους γὰρ τοὺς περὶ τῶν θείων εἶναι λόγους καὶ μάλα ἀκαταλήπτους· καὶ τοῦτο δείκνυται μὲν ὥσπερ τοῖς ἡμετέροις, οὕτω δὴ καὶ τοῖς
10θύραθεν θεολόγοις, τοῖς τε ἄλλοις καὶ οὐχ ἧττον Πλάτωνι τῷ Ἀρίστωνος. „θεὸν γὰρ,“ φησὶ, „νοῆσαι μὲν χαλεπὸν, φράσαι δ’ ἀδύνατον.“ ὃ δὴ μικρὸν ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος ἡγη‐ σάμενος ἐν τοῖς περὶ θεολογίας λόγοις οὑτωσί πως ἐπιδιορθοῦται λέγων· „θεὸν φράσαι μὲν ἀδύνατον, ὡς ὁ ἐμὸς λόγος· νοῆσαι
15δὲ ἀδυνατώτερον.“ τὸ γὰρ νοηθὲν τάχα ἂν λόγος δηλώσειεν, εἰ καὶ μὴ μετρίως, ἀλλ’ ἀμυδρῶς γε τῷ μὴ πάντη τὰ ὦτα διε‐ φθαρμένῳ καὶ νωθρῷ τὴν διάνοιαν. τὸ δὲ τοσοῦτον πρᾶγμα τῇ διανοίᾳ περιλαβεῖν πάντως ἀμήχανον καὶ ἀδύνατον, μὴ ὅτι τοῖς καταβεβλακευμένοις καὶ κάτω νεύουσιν, ἀλλὰ καὶ τοῖς λίαν
20ὑψηλοῖς τε καὶ φιλοθέοις καὶ ὁμοίως πάσῃ γεννητῇ φύσει καὶ οἷς ὁ ζόφος οὗτος ἐπιπροσθεῖ καὶ τὸ παχὺ τοῦτο σαρκίον πρὸς τὴν τοῦ ἀληθοῦς κατανόησιν· οὐκ οἶδα δὲ, εἰ μὴ καὶ ταῖς ἀνωτέρω
καὶ νοεραῖς φύσεσι. τούτου δ’ οὕτως ἔχοντος οὔθ’ ὁ συλλογί‐

1

.

509

ζεσθαι θέλων ἐν τούτοις οἶδεν ἃ συλλογίσεται, οὔθ’ ὁ ἐρωτῶν εἴσεται ἅπερ ἀκούσειεν. ὅτι μὲν οὖν ἥκιστα χρήσιμος ὁ κατ’ ἐπι‐ στήμην ἀποδεικτικὴν ἐνταῦθα συλλογισμὸς, δῆλον· ὅτι δ’ ὁμοίως καὶ ὁ κατὰ τὴν διαλεκτικὴν τέχνην ἀχρεῖος, ἐνδόξους καὶ ἀμφιβό‐
5λους ἔχων τὰς προτάσεις, ἐκ τῶν ἐφεξῆς ἔσται δῆλον. φησὶ γὰρ ὁ Νύσσης Γρηγόριος, ὅτι τὸ κατὰ τὴν διαλεκτικὴν τέχνην διὰ συλλογιστικῆς τε καὶ ἀναλυτικῆς ἐπιστήμης βεβαιοῦσθαι καὶ τὰ ἡμέτερα δόγματα, ὡς σαθρόν τε καὶ ὕποπτον εἰς ἀπόδειξιν ἀλη‐ θείας, τὸ τοιοῦτον εἶδος τοῦ λόγου παραιτησόμεθα. πᾶσι γάρ
10ἐστι πρόδηλον, τὸ τὴν διαλεκτικὴν περιεργίαν ἴσην ἐφ’ ἑκάτερα τὴν ἰσχὺν ἔχειν, πρός τε τὴν τῆς ἀληθείας ἀνατροπὴν καὶ πρὸς τὴν κατηγορίαν τοῦ ψεύδους. ὅθεν καὶ αὐτὴν τὴν ἀλήθειαν, ὅταν μετά τινος τοιαύτης τέχνης προσάγηται, δι’ ὑποψίας πολ‐ λάκις ποιούμεθα, ὡς τῆς περὶ τὰ τοιαῦτα δεινότητος παρα‐
15κρουομένης ἡμῶν τὴν διάνοιαν καὶ τῆς ἀληθείας ἀποσφαλλού‐ σης. εἰ δέ τις τὸν ἀκατάσκευόν τε καὶ γυμνὸν πάσης περιβολῆς προσίεται λόγον, ἐροῦμεν, ὅπως ἂν οἷόν τε ᾖ, κατὰ τὸν εἱρμὸν τῆς γραφικῆς ὑφηγήσεως, τὴν περὶ τούτων θεωρίαν προσάγον‐ τες. εἰ δὴ οὖν καὶ ἡμῖν θείων πατέρων γραφαῖς ὁπλίζεσθαι καὶ
20ἀντιστρατεύεσθαι κατ’ αὐτῶν ἀναγκαῖον ἐτύγχανεν, ἀκατασκεύῳ τῷ τρόπῳ καὶ αὐτοὶ ταῖς σαφεστέραις ἂν ἐχρησάμεθα, καὶ ὁπό‐ σαι προφανῆ καὶ ἀνανταγώνιστον τὸν ἐγκείμενον τοῖς μετιοῦσι
παρέχουσι νοῦν, καὶ οὐ μάλα δὴ ταῖς αἰνιγματώδεσι καὶ δυνα‐

1

.

510

μέναις διά τε τὰς τῶν ὑποκειμένων ὁμωνυμίας καὶ διὰ τὸ τῆς λέξεως καὶ τῶν ὀνομάτων ὁμιχλῶδές τε καὶ ἀμφιῤῥεπὲς πολλα‐ χῶς ἑρμηνεύεσθαι. εὑρίσκομεν γὰρ πολλαχῆ τῆς θείας γραφῆς ἐπίκρυψίν τινα τοῖς ὀνόμασιν ὑποκαθημένην, ὡς τὸ εἰκός. ὥσπερ
5γὰρ οἱ τῶν βασιλέων θάλαμοι, καὶ ὁπόσα ἀνθρώποις ἱερά τε καὶ τίμια, ὑπὸ παραπετάσμασιν ἄλλα ἄλλοις καλύπτονται, ἵνα μήτε δήμοις ἀνοσίοις προκείμενα κιβδηλεύηται, μήτε περιφρο‐ νῆται διὰ τὸ τῆς καταλήψεως πρόχειρόν τε καὶ ἄπονον, οὕτω δὴ καὶ τὰ πλεῖστα τῆς θείας γραφῆς καὶ μάλιστα οἷς μυστικοί
10τινες ὑφεδρεύουσι λόγοι, καθάπερ ὑπὸ παραπετάσμασι καλύ‐ πτονται τοῖς τοιούτοις ὀνόμασιν, ὅσα πολὺν τὸν γνόφον ἐπισύ‐ ρονται καὶ σκότος ἀποκρυφὴν ἑαυτῶν τίθενται καὶ κύκλῳ αὐτῶν τὴν σκηνὴν αὐτῶν. εὑρίσκομεν δὲ καὶ τοὺς θείους πατέρας, Βα‐ σίλειόν φημι καὶ Χρυσόστομον, Μάξιμόν τε καὶ Κύριλλον, πα‐
15ραγγέλλοντας, μὴ ὅσα τῶν ὀνομάτων, μηδ’ ἐν ὅσοις ὑποκειμέ‐ νοις ἠχοῦσι ταὐτὸν, καὶ κατὰ τρόπον εὐθὺς ἐκλαμβάνειν ὁμοῦ τὸν αὐτὸν, μηδὲ ταῖς λέξεσι προσέχειν καθάπαξ τὸν νοῦν, ἀλλὰ ταῖς τῆς ὑποκειμένης ὑποθέσεως ἐννοίαις καὶ τὸν σκοπὸν ὁμοῦ καὶ τὴν πρόθεσιν τῆς μελετωμένης γραφῆς ἐξετάζειν, ὡς τὸ εἰ‐
20κὸς, καὶ τοῖς προσώποις καὶ τοῖς καιροῖς ἀναλόγως καὶ καταλ‐ λήλως ἐφαρμόζειν καὶ συμβιβάζειν. φησὶ δὲ καὶ ὁ θεολόγος Γρη‐ γόριος, ὅτι ταῖς προσηγορίαις τινὲς ὁμοῦ καὶ τὴν οὐσίαν παχυ‐ μερῶς συνδιαιρεῖσθαι δοξάζοντες ἀνάξια παντάπασι τῶν θείων
ταῖς ἑαυτῶν ἐννοίαις δοξάζουσι. τοσαύτης τοίνυν διχοστασίας

1

.

511

ἐπιχωριαζούσης περὶ τὰς λέξεις καὶ τὰ ὀνόματα, διὰ τὰς ὁμω‐ νυμίας τῶν ὑποκειμένων πραγμάτων, καὶ ἄλλως μὲν ἐπὶ θεοῦ λαμβάνεσθαι ὀφειλόντων αὐτῶν, ἄλλως δ’ ἐπὶ τῆς γεννητῆς ταύ‐ της καὶ ῥευστῆς φύσεως, τίς ἱκανὸς ἐφικέσθαι δὴ τῆς ἀξίας;
5εἰ γὰρ τοὺς θείους πατέρας ἐκείνους, τὰ τοῦ πνεύματος ὄργανα, τοὺς πᾶσαν ὑπὲρ ἅπαντας ἀνθρωπίνην σοφίαν διεξελθόντας, εἰ οὖν ἐκείνους ἐν ταῖς θείων γραφῶν ἐξηγήσεσι διαφωνοῦντας εὑρί‐ σκομεν πολλαχῆ καὶ μικροῦ τἀναντία πολλάκις διεξιόντας, διὰ τὸ γνόφῳ πολλῷ καὶ, οἷον εἰπεῖν, προπυλαίοις στεῤῥοῖς καὶ ἀδα‐
10μαντίνοις δορυφορεῖσθαι τὰς θείας ταύτας καὶ ὑψηλοτέρας ἐν‐ νοίας· τί ἂν ἔχοι τις ἕτερος λέγειν, μήτε τὴν ἀνθρωπίνην σο‐ φίαν ἐγγύς που τυγχάνων ἐκείνων καὶ ἅμα πολλῆς ἀπόζων τῆς μοχθηρᾶς ταύτης καὶ ὑλικῆς προσπαθείας; ἰδοὺ γὰρ, ἵνα σιωπῇ παραδράμω τὰ πλεῖστα, τὸ, „κύριος ἔκτισέ με ἀρχὴν ὁδὸν αὐ‐
15τοῦ,“ ὁ μὲν θεῖος καὶ μέγας Βασίλειος περὶ τῆς ἐμφαινομένης τῷ κόσμῳ σοφίας εἰρῆσθαί φησι, μονονουχὶ φωνὴν ἀφιείσης διὰ τῶν ὁρωμένων, ὅτι παρὰ θεοῦ γέγονε καὶ οὐκ αὐτομάτως ἡ το‐ σαύτη σοφία τοῖς ἀποτελεσθεῖσιν ἐμπρέπει· καθὰ καὶ τοὺς οὐρα‐ νοὺς ὁ Δαβὶδ διηγεῖσθαί φησι τὴν δόξαν τοῦ θεοῦ φωναῖς ἀλα‐
20λήτοις. ὁ δὲ μέγας ἐν θεολογίᾳ Γρηγόριος τοῦ σωτῆρος τοῦτον εἶναι φάσκει τὸν λόγον· καὶ ἑξῆς ἑρμηνεύων, ὅσα μὲν μετὰ τῆς αἰτίας εὑρίσκει, τῇ ἀνθρωπότητι ταῦτα προστίθησιν, ὅσα δ’
ἁπλᾶ καὶ ἀναίτια, ταῦτα διελὼν λογίζεται τῇ θεότητι. ἀλλ’

1

.

512

οὗτοι μὲν σκεύη τοῦ πνεύματος ὄντες καὶ πρὸς ἕνα βλέποντες σκοπὸν καὶ τὴν τοιαύτην διαφωνίαν ὥσπερ ἐκ διαφόρων ὁδῶν πρὸς ἓν περιάγουσι τέλος, εὐσεβὲς δηλαδὴ καὶ σωτήριον. οἱ δὲ τῶν ἀλλοτρίων αἱρέσεων ἡγεμόνες, πρόφασιν λαμβάνοντες τὸ
5τῆς διανοίας δυσέφικτον τῶν γραφῶν, δίκην ἱεροσύλων κατα‐ ξαίνουσι ταύτας καὶ πρὸς ἀβύσσους πυθμένας καθέλκουσι τῶν βλασφημιῶν. Εἰ γοῦν ἀναγκαῖον ἐτύγχανε καὶ ἡμῖν ἐπὶ τοῦ πα‐ ρόντος ὁπλίζειν τὴν γλῶτταν κατὰ τῶν ἐναντίων, ὡς ἔφαμεν, οὐ τοιούτοις ἂν ἐχρησάμεθα τοῖς ὀνόμασιν, οἷς τὸ πολύτροπον
10καὶ πολυσχιδὲς ἐμφωλεύει τοῦ νοῦ, ἀλλὰ τοῖς ἀναμφισβητήτως ὡμολογημένοις καὶ συμπεφωνημένοις ἐξ ἀμφοῖν καὶ ὅσα εἰς ἐπι‐ νοίας ἄγουσιν ἡμᾶς ἐξ ἀνάγκης τῶν νοητῶν κατὰ τὸ ἁπλούστε‐ ρον· ἐπεὶ πάμπολλα σφόδρα καὶ ταῦτα ἐπανθεῖ τῇ θείᾳ γραφῇ. ἐπεὶ δ’ οὐκ ἀναγκαῖον τοῦθ’ ἡμῖν ἐστιν ἐν τῷ παρόντι, ἐρη‐
15ρεισμένοις καὶ ἡδρασμένοις ἐπὶ ταῖς κρείττοσι ῥήσεσι καὶ ἀσφαλε‐ στέραις, ταῖς τε εὐαγγελικαῖς δηλαδὴ καὶ ὡς ἄνωθεν τοῖς ὁσίοις πατράσι τὸ θεῖον τῆς πίστεως κεκύρωται σύμβολον (ταῦτα γὰρ ὅροι καὶ θέσεις ὡς ἀληθῶς γνωριμώτεραί τε καὶ ἀναπόδεικτοι)· σιωπῇ τὰς αὐτῶν φιλονείκους ἐνστάσεις καὶ ἀντιθέσεις ἀνατρέ‐
20πειν μᾶλλον ἢ λόγοις, ἐμοὶ δοκεῖ δικαιότερον. εἰ δέ τις ἐνίσται‐ το, τοὺς θείους πατέρας συλλογισμοῖς πολλάκις χρωμένους πα‐ ράγων ἐν τοῖς τοιούτοις· οὐκ ἂν ἔγωγε καίρια φάσκειν φήσαιμι
τοῦτον. οὐ γὰρ ἵνα δείξωσιν, οὔθ’ ὅ,τι ἐστὶ τὴν φύσιν ὁ θεὸς,

1

.

513

οὔθ’ ὅ,τι ἐστὶν υἱοῦ γέννησις, οὔθ’ ὅ,τι ἐστὶ πνεύματος ἁγίου ἐκπόρευσις, ἀλλ’ ἵνα μᾶλλον ἄλλως ἐπίσχωσι τοὺς ἀτάκτως τῇ θεολογίᾳ ἐπιπηδῶντας. εἰ δ’ οὖν, λεγέτω μοί τις παρελθὼν, τί βουλόμενος ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος οὑτωσὶ σχηματίζει
5τὸν λόγον πρὸς τοὺς ἐριστικῶς ἐρωτῶντας περί τε τῆς τοῦ υἱοῦ γεννήσεως καὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως· „εἰπέ μοι,“ φάσκων, „σὺ τὴν ἀγεννησίαν τοῦ πατέρος, κἀγὼ τὴν γέννησιν τοῦ υἱοῦ φυσιολογήσω καὶ τὴν ἐκπόρευσιν τοῦ πνεύμα‐ τος, καὶ παραπληκτίσομεν ἄμφω, εἰς θεοῦ μυστήρια παρα‐
10κύπτοντες· καὶ ταῦτα τίνες; οἱ μηδὲ τὰ ἐν ποσὶν εἰδέναι δυνά‐ μενοι, μηδὲ ψάμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ καὶ ἡμέρας αἰῶνος ἐξαριθμεῖσθαι, μὴ ὅτι γε θεοῦ βάθεσιν ἐμβατεύειν καὶ λόγον ὑπέχειν τῆς οὕτως ἀῤῥήτου καὶ ὑπὲρ λόγον φύσεως.“ καὶ μετ’ ὀλίγα πάλιν, τοῦ ἐναντίου ζητοῦντος ὑπόδειγμα καὶ ὁμοίω‐
15σιν καὶ „δός μοι“ λέγοντος „ἐκ τοῦ αὐτοῦ τὸ μὲν υἱὸν, τὸ δὲ οὐχ υἱὸν, εἶτα ὁμοούσια, καὶ δέχομαι θεὸν καὶ θεὸν,“ ἀποκρί‐ νεται λέγων· „δός μοι καὶ σὺ θεὸν ἄλλον καὶ φύσιν θεοῦ, καὶ δώσω σοι τὴν αὐτὴν τριάδα μετὰ τῶν αὐτῶν ὀνομάτων τε καὶ πραγμάτων. εἰ δὲ εἷς θεὸς μία φύσις ἡ ἀνωτάτω, πόθεν παρα‐
20στήσω σοι τὴν ὁμοίωσιν;“ λίαν γὰρ αἰσχρὸν, καὶ οὐκ αἰσχρὸν μόνον, ἀλλὰ καὶ μάταιον ἐπιεικῶς, ἐκ τῶν κάτω τῶν ἄνω τὴν εἰκασίαν λαμβάνειν καὶ τῶν ἀκινήτων ἐκ τῆς ῥευστῆς φύσεως, καὶ, ὅ φησιν Ἠσαΐας, ἐκζητεῖσθαι τὰ ζῶντα ἐν τοῖς νεκροῖς.
διὰ τοῦτο καὶ ἀλλαχοῦ φησιν· „ἐπὶ τῶν ἡμετέρων ὅρων ἱστάμε‐

1

.

514

νοι τὸ ἀγέννητον εἰσάγομεν καὶ τὸ γεννητόν· καὶ τὸ ἐκ τοῦ πα‐ τρὸς ἐκπορευόμενον, ὥς φησιν αὐτὸς ὁ θεὸς καὶ λόγος.“ ταῦτα δὴ τοίνυν οὐ θέλοντός ἐστι κατασκευάζειν ὅ,τι ἐστὶ ταῦτα, ἀλλ’ ἀνασοβοῦντος καὶ ἀποτρέποντος τοὺς ἀλόγως εἰς τοιαύτας κατα‐
5σκευὰς καταφεύγοντας. πῶς γάρ; ὃς οὐδ’ ὀνόματά φησι προσή‐ κοντα φύσει θεοῦ τοῖς ἀνθρώποις ἔστιν εὑρεῖν. ὀνομάζομεν γὰρ, ὡς ἡμῖν ἐφικτὸν, ἐκ τῶν ἡμετέρων τὰ τοῦ θεοῦ. „εἰ γὰρ τῶν νοητῶν (φησὶν) ἔσχατα ψυχὴ καὶ λόγος κύριον οὐ κέκτηνται τοὔ‐ νομα· ψυχὴ μὲν γὰρ ὀνόματι θηλυκῷ προσαγορεύεται, τοιαύ‐
10την οὐκ ἔχουσα φύσιν, καὶ ὁ λόγος δ’ ἄῤῥενος φύσεως ἥκιστα ὢν ἀῤῥενικὸν καὶ αὐτὸς ἐκτήσατο τοὔνομα· εἰ οὖν ταῦτα κύριον οὐ κέκτηνται τοὔνομα, πῶς ἂν τὰ πρῶτα καὶ πάντων ἐπέκεινα τῶν νοητῶν νοητὰ κυρίοις ὀνόμασιν ἐπικεκλῆσθαι φήσαιμεν“; τοσαύτης τοίνυν νυκτὸς ἐπιπροσθούσης τῇ ἡμετέρᾳ διανοίᾳ τῶν
15τε νοημάτων καὶ ὀνομάτων, τίς ἂν ἐν τούτοις συλλογίζεσθαι δυνη‐ θείη; εἰ δέ τις ἐπιχειροίη, διπλῶς ἁμαρτάνει. οὔτε γὰρ οἶδεν ἐν τούτοις οὐδὲν καὶ ἅμα λέληθεν ἑαυτὸν οὐκ εἰδώς. ὁ δ’ οὐκ εἰδὼς ὅτε δεῖ καὶ ὅπη δεῖ συλλογίζεσθαι, οὐδ’ ὅτε δεῖ συλλογιζόμενος, συλλογίσεται οἷα δεῖ καὶ ὅπως δεῖ· εἰ δ’ αὐτὸς ἴσως, ἀλλ’ οἵ γε
20ἀκούοντες δι’ ὑποψίας ποιήσονται τὰ λεγόμενα καὶ φυλάξονται, ἀφέλειάν τε καὶ ἄνοιαν ἅπαξ αὐτοῦ καταγνόντες. τάχα δ’ ἂν καὶ σιωπῇ παντελεῖ τὰς τῶν ἀτόπων ἐκείνων ἔριδας καὶ οἱ θεῖοι
ἐκεῖνοι πατέρες ἀπεκρούσαντο, εἰ μὴ ἐς ἀνάγκας καὶ ἄκοντες

1

.

515

ἀντιλέγειν ἤγοντο, ῥᾷστα τὸν ὄχλον ὁρῶντες ταῖς ἄλλοτε ἄλλως ἐπιφυομέναις αἱρέσεσι προσιόντα διὰ τὸ ἀνέδραστον ἔτι περὶ τὴν πίστιν καὶ οὐ σφόδρα τοι ἀναμφίβολον. νῦν δ’ οὕτω βεβαιω‐ θέντων καὶ στηριχθέντων εἰς τὴν πίστιν τοῦ πλήθους, ὥστε
5θᾶττον ἂν ἴδοι τις τὸν σίδηρον μεταθέντα τὴν φύσιν, ἢ τούτους βραχὺ τῶν πατρίων μεταθεμένους δογμάτων, τίς χρεία λόγων ὠφελησόντων οὐδέν; καὶ γὰρ ἵνα κἀγὼ τὰ τοῦ Ἀποστόλου κατὰ καιρὸν φθέγξωμαι, πέπεισμαι, ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε
10μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε κτίσις ἑτέρα δυνή‐ σεται τούτους τῶν πατρίων ἀποστῆσαι θεσμῶν καὶ δογμάτων. ἔπειτα, εἰ μὲν πρώτως ἤδη ταῦτ’ ἐνοχλοῦντες ἦσαν καὶ πρώ‐ τοις ἡμῖν τὰ τοιαῦτα προὐτίθεσαν, ἴσως ἂν καὶ αὐτοὶ πρὸς λό‐ γων ἀγῶνας παρεσκευαζόμεθα τήμερον ξύν γε θεῷ. ἐπεὶ δὲ πάλαι
15ταῦτ’ ἐξήτασται καὶ τάξιν εἰλήφεσαν τὴν προσήκουσαν καὶ τὸ κῦρος λαμπρὸν παρεπέμφθη τῷ χρόνῳ, κἀνταῦθα πολλάκις ἐνδη‐ μήσαντες οὗτοι πολλάκις καὶ ἀπεκρούσθησαν· ποῦ δίκαιον τοῖς πάλαι καλῶς δεδογμένοις τήμερον ἡμᾶς ἐνοχλεῖν καὶ ἀνήνυτα μο‐ χθεῖν, ἀνακυκλοῦντας ἀεὶ τὰ αὐτά; καὶ τούτοις μὲν ἀνεπαχθὲς
20τοῦτο καὶ σφόδρα τοι περισπούδαστον. λογισμοὺς γὰρ ἐκ λογι‐ σμῶν ἀμείβοντες ὑποσαίνοντάς τε καὶ ὑπισχνουμένους ἀεὶ τὰ βελ‐ τίονα, ἢ περιτρέψειν ἠλπίκασι τὴν ἧτταν ὀψὲ τοῖς αὐτῶν ἐναντί‐ οις ἡμῖν καὶ τὸ φθάσαν αἶσχος ἀποτρίψεσθαι, ἢ πολλὴν τῆς συνό‐ δου καταχεαμένους τὴν γλωσσαλγίαν μετὰ τῆς συνήθους ὀφρύος,
25ἔπειτα ἐξελεύσεσθαι διασπείροντας πανταχῆ φήμην ἀναιδείας με‐

1

.

516

στὴν καὶ κλέπτουσαν τὴν ἀλήθειαν, ὡς ἐστήσαντο τρόπαιον, οἷα τὰ σφῶν αὐτῶν σμικρολογήματα. ἀλλ’ ἡμῖν γε οὐ προδιδόναι τὸ μεγαλοπρεπὲς ἡμῶν δεῖ, οὐδ’ ἃ συμφέρει τοῖς ἐναντίοις, ταῦθ’ ἡμᾶς πράττειν χρεών· ἀλλὰ ταῦθ’ ἡμᾶς μᾶλλον, ἅπερ ἡμῖν.
5ποῦ δ’ οὐκ ἂν ἀγνωμοσύνης εἴη ἐλαῦνον, Ἑλλήνων μὲν ὁπόσοι Πυθαγόρειοί τε καὶ Ἐπικούρειοι, τούτους οὕτω τοι θεῖα καὶ ἀναν‐ τίῤῥητα τὰ τῶν διδασκάλων οἴεσθαι δόγματα καὶ θεσπίσματα, ὡς σιωπῇ τὰ σφίσι λεγόμενα δέχεσθαι, μήτ’ ἀμφιβάλλουσαν ἀκοὴν, μήτε γλῶτταν προϊεμένους ἀντίφωνον· ἡμᾶς δὲ τοῖς θείοις
10νόμοις καὶ δόγμασι τῶν τῆς ἡμῶν ἀρχηγῶν εὐσεβείας καὶ πίστεως οὐ μάλα ἐθέλειν ἀναποδείκτοις καὶ οἷά τισιν ὅροις κεχρῆσθαι, ἀλλ’ ἀμφιβαλλόντων καὶ πολυπραγμονούντων ἄλλων ἀνέχεσθαι καὶ κατακερματιζόντων τὸν νοῦν, καθάπερ ποιοῦσι καὶ οἱ πολέ‐ μιοι τὰ λάφυρα ξύν γε πολλῇ περιέλκοντες ἀκοσμίᾳ. εἰδέναι μέν‐
15τοι καὶ τοῦτο χρεὼν, ὡς οὐχ ἁπλῶς οὐδὲ καθ’ ἕνα γε τὸν τρό‐ πον τὰς τῶν θείων πατέρων γραφὰς ἐκλαμβάνειν δέον. τὰ μὲν γὰρ αὐτῶν διδασκαλικώτερόν τε καὶ οἰκονομικώτερον ἐξεδόθη τὸν τρόπον, καταλλήλως μὲν τοῖς προσώποις καὶ τοῖς ἄλλοτε ἄλλως ἀνθοῦσι καιροῖς· εὐσεβῶς δ’ ἅπαντα· αἱ μὲν γοῦν τῶν γραφῶν
20οὕτως ἐξεδόθησαν, αἱ δὲ δογματικῶς, αἱ δὲ ἐγκωμιαστικῶς, αἱ δὲ ἀγωνιστικῶς. οὔτ’ οὖν τὰς ἄλλοθεν ἀγωνιστικὰς ἄλλοσε με‐ ταφέρειν χρεών. ἐπεὶ οὐδ’ εἴ τις πολεμίοις μαχόμενος καὶ ὅλην ἀπασχολῶν τὴν διάνοιαν ἐς τὸ ξίφος καὶ τὴν ἀσπίδα πρὸ ποδῶν
ἱστάμενον τὸν συστρατιώτην ἐξώθησεν, οὔτε νόμον ἡγεῖσθαι τὸ

1

.

517

πεπραγμένον, οὔτε τῷ πεπραχότι δίκαιον ἐγκαλεῖν, τῆς ἀνάγκης ἄλλοσε τηνικαῦτα περισπώσης τὸν λογισμὸν καὶ ἥκιστα συγχω‐ ρούσης ἄλλως πεπράχθαι τὸ πεπραγμένον. οὔτ’ οὖν τοῦθ’ οὕτω χρὴ ποιεῖν, οὔτε μὴν ταῖς ἐγκωμιαστικαῖς ὡς νόμοις κεχρῆσθαι.
5αὐτονομία γὰρ ἐκ τῆς τέχνης καὶ τοῖς ἐγκωμιάζουσι δέδοται λέ‐ γειν ὅσα βουλομένοις εἴη ἄν. ὅσας γε μὴν δογματικῶς τε καὶ ἀπο‐ φαντικῶς ἐκεῖνοι ἐξενηνόχασι, τούτοις δ’ ἄρα ἀνέγκλητόν τε καὶ ἀσφαλὲς οἷά τισι κανόσι καὶ στάθμαις πρὸς τὴν πίστιν κεχρῆ‐ σθαι. ἐγὼ τοίνυν ὥσπερ τοὺς Ἰταλοὺς διασύρω καὶ μέμφομαι,
10ἰταμῶς οὑτωσὶ καὶ μετὰ πολλῆς τῆς ὀφρύος τῇ θεολογίᾳ ἐπι‐ πηδῶντας, τὸν αὐτὸν δὴ τρόπον αἰσχρὸν καὶ παλίμβολον ἥγημαι, ὧν μὲν ἐπαινοῦμεν τἀναντία ποιεῖν ἡμᾶς, οἷς δὲ ψέγομεν τὰ πα‐ ραπλήσια. οὐ γὰρ ὅτι ἐκεῖνοι τολμηροὶ καὶ θρασεῖς περὶ τὰ τοι‐ αῦτα, διὰ τοῦτο καὶ ἡμᾶς ἕπεσθαι δεῖ· οὐδ’ ὅτι τῆς εὐθείας
15ἐκεῖνοί γε ἐξετράποντο καὶ ἡμᾶς τῶν καθεστώτων χρεὼν ἀμελεῖν· ἀλλ’ ἀκλινεῖς τῶν προσηκόντων ὅρων ἱσταμένους ἐντὸς τοὺς τοι‐ ούτους παρακρούεσθαι κρότους, καθάπερ προβλῆτες ἀτίνακτοι τὰ προσπίπτοντα κύματα. δέδοικα γὰρ, μὴ καπνὸν φεύγοντες εἰς πῦρ βλασφημίας ἐμπίπτωμεν. ὃ γὰρ παρ’ Ἕλλησι πάλαι τε‐
20θρύλληται περὶ Πλάτωνος, ὡς ἐκείνου γε παρὰ Διονύσιον τὸν τῆς Σικελίας ἐπιδημήσαντος τύραννον κονιορτοῦ τὰ βασίλεια ἐνε‐ πίμπλαντο, περὶ τὰς γραμμικὰς ἀσχολίας τηνικαῦτα τῶν πλεί‐ στων ὁρμώντων, τοῦτο δὴ καὶ παρ’ ἡμῖν τρόπον ἕτερον γίγνεται σήμερον. οὕτω γὰρ καὶ παρ’ αὐτοῖς εἰπεῖν τοῖς βαναύσοις ἐκ‐
25κέχυται τὰ θεολογίας μυστήρια καὶ οὕτω κεχήνασιν ἅπαντες ἐπὶ

1

.

518

τῷ συλλογιστικῶς ἐμβατεύειν τοῖς λόγοις αὐτῶν, ὥσπερ ἐπὶ τῇ χλόῃ καὶ ταῖς νομαῖς τὰ βοσκήματα. καὶ οἱ τὸ πιστεύειν ὀρθῶς ἀμφίβολον ἔχοντες, καὶ οἱ μηδ’ ὅπως δεῖ πιστεύειν εἰδότες μηδ’ ὅ,τι ἐστὶν ὃ πιστεύειν φασὶν, ἀγορὰς καὶ περιπάτους καὶ θέατρα
5πάντ’ ἐμπεπλήκασι τῆς θεολογίας καὶ οὐδὲ τουτονὶ τὸν ἥλιον αἰ‐ σχύνονται μάρτυρα τῆς ἀναιδείας ποιούμενοι. πῶς δ’ οὐκ ἂν εἴη τῶν σφόδρα ἀτοπωτάτων, πάλαι μὲν ὁ πότε τὰ Ἑλλήνων ἤκμα‐ ζε δόγματα, τάξιν ἐπιπολάζειν καὶ ἃ τοῖς Δελφῶν θεολόγοις ἐφεῖται μυστήρια, μηδενὶ τῶν ἄλλων ἐξεῖναι μήτε λέγειν μή‐
10τε περινοεῖν, κἂν Σωκράτης ᾖ, κἂν Πλάτων, κἂν εἴ τις ἐπὶ σοφίᾳ περιφανής τε καὶ διαβόητος· παρ’ ἡμῖν δὲ, οἷς ἀκίβδηλον τὸ τῆς εὐσεβείας ὁμολογεῖται μυστήριον, οὑτωσὶ βεβηλοῦσθαι τὰ θεῖα καὶ πᾶσι τοῖς θεολογεῖν βουλομένοις εἶναι τοῦτ’ ἐφειμέ‐ νον καὶ αὐτοχειροτόνητον. ἀλλ’ ὁ πολὺς ἐν θεολογίᾳ Γρηγόριος
15τοσοῦτον ἀποδειλιᾷ πρὸς θεολογίαν τὴν γλῶτταν κινεῖν, ὥσπερ τὴν χεῖρα πρὸς φλόγα πυρός. ὥστε καὶ πολλοὺς πρὸς παραίτη‐ σιν προβάλλεται λόγους, ἐν οἷς οὔθ’ ἑαυτὸν ἐγχειρεῖν προθυ‐ μούμενον τοῖς περὶ θεοῦ δείκνυσι λόγοις, οὔτε τὸν ἐγχειροῦντα θρασέως ἀποδέχεται. „οὔτε γὰρ ἐπαινετὸς,“ φησὶν, „ὁ πόθος,
20ἀλλὰ καὶ φοβερὸν τὸ ἐγχείρημα.“ παρεισάγει δὲ καὶ Ὀζᾶν ἐκεῖνον, ὃς τῆς κιβωτοῦ πάλαι ψαῦσαι τολμήσας μόνον ἀπώλετο, φυλάσ‐ σοντος, φησὶ, τοῦ θεοῦ τῇ κιβωτῷ τὸ σεβάσμιον. εἰ δὲ καὶ βα‐
σιλεὺς τάχιστ’ ἂν ἐξ ἀνθρώπων ποιήσειεν, εἴ τις τῶν ὑπηκόων

1

.

519

ἀναιδῶς ἐπὶ τῆς ἑαυτοῦ κεφαλῆς τὸ βασιλικὸν ἐπιθεῖναι τολμή‐ σειε στέφος, πόσων ἂν εἴη κεραυνῶν καὶ πρηστήρων ἄξιος, εἴ τις αὐτονομίᾳ θρασύτητος οὑτωσὶ τῆς θεολογίας κατατολμᾷ; ἐθέλω γὰρ καὶ μικρὸν ἐκ τῶν πάλαι προσθεῖναι τῷ λόγῳ διήγημα, τῇ
5ὑποθέσει πάνυ τοι σφόδρα προσῆκον. Ἀλέξανδρόν φασιν, ἐκεῖνον τὸν Μακεδόνα, μετὰ τὸν πολὺν ἐκεῖνον δρόμον καὶ τὰ μεγάλα τρό‐ παια, ἐπειδήποτε ῥᾳστώνης ἕνεκά τινος καὶ θυμηδίας ἐπιβὰς τριή‐ ρους ἔπλει περισκοπῶν καὶ ποταμὸν τὸν Εὐφράτην, ἐκπίπτει τῆς αὐτοῦ κεφαλῆς, συμβὰν οὑτωσί πως, ἡ βασιλικὴ καλύπτρα περὶ
10μέσον τὸν ποταμόν· ἣν τάχιστά τις τῶν ναυτῶν εἰλήφει διανηξά‐ μενος· καὶ αὐτὴν μὲν τῇ χειρὶ βαστάζειν ἅμα καὶ νήχεσθαι μὴ ἔχων, τῇ ἑαυτοῦ κεφαλῇ περιθεὶς ἐξενήξατο κομίζων ταύτην τῷ βασιλεῖ· ὅ γε μὴν βασιλεὺς, ὅτι μὲν τὴν βασίλειον καλύπτραν αὐτῷ διεσώσατο, τάλαντον ἐδωρήσατο· ὅτι δ’ αὐτὴν ἀναξίως τῇ ἑαυτοῦ
15κεφαλῇ περιέθηκεν, ἀφαιρεῖται τῆς κεφαλῆς τὸν ἄνθρωπον. εἰ δ’ ἄνθρωπος ἄνθρωπον οὐκ ἠνέσχετο τὴν αὐτὴν ἑαυτῷ περιθέντα καλύπτραν ζῶντα βλέπειν ἐᾶσαι τοῦ λοιποῦ τὴν τὰ πάντα βό‐ σκουσαν αἰθερίαν λαμπάδα, τί φήσομεν περὶ τῶν ἀδεῶς οὑτωσὶ τῇ θεολογίᾳ ἐπιπηδώντων καὶ ταῦτα μήτε δαίμονας δυναμένων
20ἐκβάλλειν, μήτε θάλασσαν τέμνειν, μήτε ποταμοὺς ὑδάτων πα‐ ρασκευάζειν ἐκβλύζειν ἐκ πέτρας, ἵνα τούτοις γοῦν μεταπείσωσι τοὺς πολλοὺς καὶ πρὸς ἑαυτοὺς ὡς εἰκὸς ἀνθελκύσωσιν; ἀλλ’ ἐγὼ μὲν ἃ συμφέρειν ἐνόμισα, ταῦτα καὶ λέγειν προῆγμαι. εἰ δὲ
καὶ τοῖς ἀκούουσιν ἀκοῆς ἄξια ταῦτα φανείη, τῷ θεῷ χάρις τῷ

1

.

520

πάντων καλῶν χορηγῷ. εἰ δ’ οὖν, σκεπτέον τὸ βέλτιον.“ (Γ.) Ταῦ‐ τα διεξελθὼν ὁμόστοιχα λέγειν ἔδοξα τοῖς ἐλλογιμωτέροις τῶν ἐπισκόπων τοῖς τε ἄλλοις καὶ μάλιστα Δυῤῥαχίου τῷ πάνυ· ὃς πολιᾷ βίου καὶ συνέσεως ὀξύτητι καὶ μεγαλοφυΐᾳ γνώμης διέπρε‐
5πεν ἐν τοῖς ἐπισκόποις, λόγῳ τε τὴν ἀρετὴν κοσμῶν καὶ ἀρετῇ τὸν λόγον. οἷς ἀκολουθεῖν πεπείκασιν ἑαυτοὺς καὶ ὅσοι μὴ λόγοις τὴν γλῶσσαν ὁπλίζειν ἐδύναντο, πᾶσαν ἐριστικὴν ἐξ ἀνάγκης ἀπο‐ θέμενοι γνώμην. (Δ.) Ἐν τούτῳ τῷ χρόνῳ καὶ ὁ δεσπότης τε‐ τελεύτηκε Κωνσταντῖνος, ἑαυτῷ γε συνθάψας ὁμοῦ καὶ τὰς ἀκαί‐
10ρους τῶν πολλῶν προσδοκίας.

1

.

523

αʹ. Τοῦ δ’ ἐπιόντος ἔτους οἱ Τοῦρκοι πλεῖστα ναυπηγησάμενοι πλοῖα οὐ μόνον τὰς νήσους κακῶς διετίθεσαν τάς τε κατὰ τὸν Αἰγαῖον καὶ μετὰ τὸν Αἰγαῖον, ἀλλὰ καὶ τὰς ἐπ’ ἐμπορίᾳ ἐξιούσας ὁλκάδας αἱροῦντες ἐληΐζοντο· συχνὰς δὲ καὶ τὰς ἀποβάσεις ἐς
5τὴν μεσόγειον ἐποιοῦντο, καθάπερ ἐν φιλίᾳ γῇ, μηδένα τὸν προσι‐ στάμενον ἔχοντες. ἃ δὴ κοινήν τε ἐπῆγε φθορὰν Λατίνοις ὁμοῦ καὶ Ῥωμαίοις καὶ ἔτι μείζονα ἠπείλει τὸν φόβον ἐν τοῖς ἑξῆς. (Β.) Κοινολογοῦνται τοίνυν συνελθόντες οἱ τῶν Λατίνων ἄρχον‐ τες περὶ τοῦ πράγματος πρός τε ἀλλήλους καὶ πρὸς Κάρουλον
10τὸν τῆς Ἰταλίας ῥῆγα καὶ πρὸς ἄμυναν τῶν πολεμίων παρα‐

1

.

524

σκευάζεσθαι ἐπαγγέλλονται. πέμπουσι δὲ καὶ πρὸς βασιλέα πρε‐ σβείαν, διασαφοῦντές τε τὴν κοινὴν τῶν Λατίνων ὁρμὴν καὶ ἅμα ἀξιοῦντες διαναστῆναι καὶ αὐτὸν ἐς τὴν κοινὴν χρείαν καὶ μὴ ἐν παρέργῳ θεῖναι τὰ τῆς σπουδῆς. οὐ γὰρ ἀνεκτὰ ἔφασκον εἶναι,
5ὅσα Ῥωμαίοις ἐπάγουσι καὶ Λατίνοις οἱ βάρβαροι καθ’ ἡμέραν δεινὰ, καὶ ὅσα ἐπάξειν ἔτι ἐπαγγέλλονται. ἄτοπον δὲ καὶ ἄλλως καὶ νωθροτάτης πάντη διανοίας καὶ γνώμης, παρὸν τῇ καθ’ ἕκα‐ στον ἔτος γινομένῃ ζημίᾳ καὶ παραπομπῇ τῶν ἡμετέρων χρημά‐ των πρὸς τοὺς βαρβάρους ἀκόντων ἡμῶν ἐς παρασκευὴν ναυτι‐
10κῆς δυνάμεως καὶ ἄμυναν κατ’ αὐτῶν χρήσασθαι, ἔπειτα ἑκόν‐ τας ἐνδιδόναι καὶ ἐς προφανῆ καὶ ἀναμφισβήτητον κίνδυνον ὥσπερ συνωθεῖν μετὰ τῶν ἡμετέρων καὶ ἡμᾶς αὐτούς. ἐπήνεγκαν δὲ τῇ πρεσβείᾳ καὶ ὥσπερ τινὰ ἐπῳδὸν, ὡς εἰ μὴ διανασταίης καὶ σὺ μεθ’ ἡμῶν ἐς ἄμυναν τῶν κοινῶν πολεμίων, οὐκ ἂν φθάνοις καὶ
15αὐτὸς ὑφ’ ἡμῶν ἴσα τοῖς ἐχθροῖς πολεμούμενος. (Γ.) Ταῦτα τὸν βασιλέα ἠνάγκασεν εἰς τὴν κοινὴν καὶ αὐτὸν ταύτην χρείαν διαναστῆναι. καὶ ἐπεὶ χρημάτων ἐσπάνιζε τὰ βασιλικὰ ταμιεῖα, πέμπει τὴν ταχίστην τοὺς τὰς ἐπὶ Θρᾴκῃ καὶ Μακεδονίᾳ χώρας καὶ πόλεις ἀργυρολογήσοντας, καὶ ταῦτα πολλὰ πεπονηκυίας ὑπό
20τε τῶν ἄλλοτε ἄλλως ἐπιόντων φόρων καὶ ὑπὸ τῶν συχνῶν ἐφό‐ δων ἔνθεν μὲν τῶν Τούρκων, ἐκεῖθεν δὲ τῶν Βουλγάρων. τού‐ των οὕτως ἐχόντων τάς τε παλαιὰς ἐπεσκεύαζον ναῦς καὶ ἑτέρας ἐξ αὐτῶν ἤδη κρηπίδων ἐναυπηγοῦντο παρ’ ὅλον τουτονὶ τὸν
χειμῶνα. ἔαρος δὲ ἤδη λήγοντος ὁ μὲν βασιλεὺς εἴκοσι ναῦς πε‐

1

.

525

πληρωκὼς πρὸς ἔκπλουν παρεσκευάζετο, ναύαρχος ἐθελοντὴς αὐ‐ τὸς τοῦ στόλου γιγνόμενος, καὶ ταῦτα πρὸς τῆς συζύγου δεσποί‐ νης καὶ τῶν ἄλλων ἁπάντων κωλυόμενος, διὰ τὸ μὴ ἐς ἀξίαν βασιλικῆς περιωπῆς τὰ τοιαῦτα τῶν ἔργων ἀνήκειν. ὁ δ’ ὥσπερ
5ἐν τοῖς ἄλλοις αὐτουργὸς αὐτὸς τῶν γιγνομένων ἐφιλοτιμεῖτο γί‐ γνεσθαι, οὕτω κἀνταῦθα πολὺ τὸ φιλότιμον ἔσχε καὶ πλήρης ἦν πολεμικῆς ὁρμῆς. ἐκάθητο δὲ ὅμως καὶ τὴν τῶν Λατινικῶν δυ‐ νάμεων ἄφιξιν περιμένων. ἀλλὰ περὶ τοὺς νεωστὶ φυέντας ἐν σφίσιν αὐτοῖς θορύβους καὶ ταραχὰς οἱ Λατῖνοι ἀσχοληθέντες
10ἄπρακτοι καὶ ψευδεῖς περὶ τὰς ἐπαγγελίας ἐφάνησαν. (Δ.) Οἱ δὲ Ῥόδιοι καὶ οἱ τὴν παράλιον Φώκαιαν οἰκοῦντες, ἣ πλησίον κεῖ‐ ται τῆς Σμύρνης, καὶ πρὸς τούτοις ὁ τῶν Κυκλάδων νήσων ἡγε‐ μονεύων, δόλῳ μεταθέμενοι τὸν σκοπὸν, σύνθημα ἔσχον λάθρα ἐπιθέσθαι ταῖς τε Ῥωμαϊκαῖς νήσοις καὶ αὐταῖς ταῖς τοῦ βασιλέως
15ναυτικαῖς δυνάμεσι· δείσαντες ἴσως, μὴ ὁ βασιλεὺς τῶν ἄλλων ἀφέμενος ἐπ’ αὐτοὺς τρέψηται. ὅθεν ἐπὶ Λέσβον ὁρμήσαντες ἅμα ναυσὶ πεντεκαίδεκα τῆς μὲν ἄλλης νήσου κύριοι γενέσθαι τέως οὐκ ἠδυνήθησαν· αὐτοὶ δὲ τῷ λιμένι τῆς Μιτυλήνης ἐξαί‐ φνης προσχόντες προδοσίᾳ τὴν πόλιν εἷλον εὐθύς. (Ε.) Βουλο‐
20μένων δὲ τῶν τε Ῥοδίων καὶ τοῦ τῶν Κυκλάδων νήσων ἡγεμόνος τά τε χρήματα διαρπάσαι καὶ τὴν ἄλλην ἐπίσης ἐπικράτειαν δια‐ νείμασθαι τῶν Λεσβίων, δόλῳ τινὶ καὶ ἀπάτῃ χρησάμενος ὁ τῶν Φωκαέων ἀρχηγὸς Κατάνης οἰκείαν τε φρουρὰν εἰσήγαγεν εἰς τὴν Μιτυλήνην καὶ ταύτην ἐσφετερίσατο, τούτους παρακρουσά‐
25μενος. ἐνόμισε γὰρ ῥᾳδίως ἐκεῖθεν καὶ ὅλης ἄνευ συμμάχων τῆς

1

.

526

νήσου κρατήσειν, ἅτε πλείονα συναμφοτέρων ἐκείνων μόνος αὐ‐ τὸς κεκτημένος δύναμιν. ὀκτὼ μὲν γὰρ ἦλθεν ἔχων τριήρεις μόνος αὐτὸς, ἃς ἐκ Γεννούας ἔφθη πεπληρωκώς· οἱ δὲ Ῥόδιοι τέττα‐ ρας· τὰς δ’ ἑτέρας τρεῖς ὁ τῶν Κυκλάδων νήσων ἀρχηγός. αὐ‐
5τὸς μὲν οὖν τοὺς μὲν τῆς Μιτυλήνης οἰκήτορας εὐθὺς ἐξῴκισε τῆς πατρίδος· ὁ δὲ τὴν γυναῖκα καὶ τὰ τέκνα μεταπεμψάμενος ἐκ Φωκαίας ἐκεῖ τὴν οἴκησιν ἔχειν εἵλετο, φρουρὰν ἱκανὴν ἐγκατα‐ λιπὼν τῇ Φωκαίᾳ. κλῆρος δ’ αὐτῷ περιελθὼν ἦν ἀπὸ προγόνων ἡ Φώκαια, πρὸς τοῦ βασιλέως καὶ πάππου τοῦ βασιλέως σφίσι
10δοθεῖσα ἐπιτροπῆς τε εἵνεκα καὶ χρημάτων τινὸς πορισμοῦ. διὸ καὶ κατὰ χρόνους τακτοὺς οἱ τὴν ταύτης ἐφορείαν διαδεχόμενοι γράμμασι βασιλικοῖς ἀνανεοῦντες ἀεὶ διετέλουν τὴν δόσιν τοῦ κλή‐ ρου, μὴ λάθῃ παρακρουσαμένη τὴν βασιλικὴν δεσποτείαν ἡ με‐ ταξὺ τοῦ χρόνου μακρὰ περίοδος. ὁ δὲ Κατάνης οὗτος, νοσοῦν‐
15τα ἑωρακὼς ἤδη τὰ Ῥωμαίων πράγματα, θρασύτερον διετέθη πρὸς βασιλέα καὶ ἠμέλει τῶν καθηκόντων δικαίων. ὅθεν καὶ τὴν τοῦ βασιλέως ὑφορώμενος αἰφνίδιον ἔφοδον ἑαυτόν τε κατὰ πᾶν τὸ δυνατὸν ἠσφαλίζετο καὶ τὴν τῆς Μιτυλήνης ἐμελέτα ἐπιβου‐ λήν. καιροῦ δὲ ἤδη λαβόμενος εἰς πέρας καὶ τὴν ἐπιβουλὴν
20ἐξέῤῥηξεν. οἱ μέντοι συνδεδραμηκότες ἐπὶ τὴν τῆς Μιτυλήνης ἅλωσιν Ῥόδιοι μετὰ τῶν ἑτέρων τὴν τοῦ Φωκαέως Κατάνη μο‐ χθηρίαν τῆς γνώμης κατεγνωκότες ἐς τὰ οἴκοι ἀνεχώρησαν. (ϛʹ.) Τούτων οὕτως ἐχόντων τοῦ προτέρου πλεῖον ἀναλαβόν‐
τες θράσος οἱ ἐν τοῖς Γαλάτου οἰκοῦντες Γεννουῗται διὰ τὸ τοῦ

1

.

527

Κατάνη προτέρημα (Γεννουΐτης γὰρ κἀκεῖνος ἐτύγχανε) πλείονα τῶν προτέρων ἐπῆγον καὶ προσετίθεσαν τοῖς Ῥωμαίοις τὰ ἀδική‐ ματα καὶ τὰς ὕβρεις. διὰ γὰρ τὴν ἀτέλειαν, ἣν παρὰ πρώτου Παλαιολόγου Μιχαὴλ τοῦ βασιλέως εἰλήφεσαν, ὡς ἀνωτέρω
5εἰρήκαμεν, τὸ πλεῖον τοῦ τῶν Ῥωμαίων ναυτικοῦ προστιθέμενον ἐκείνοις καὶ μετασχηματιζόμενον ἐς μέγα μὲν τὸν Λατινικὸν ηὔξη‐ σε πλοῦτον, μέγα δ’ ἠλάττωσε τὸν Ῥωμαϊκόν. ὃ δὴ καὶ σκλη‐ ροτέρους κατὰ Ῥωμαίων αὐτοὺς ὑπέρφρονάς τε καὶ αὐθάδεις ἐπε‐ ποιήκει. ὅθεν τήν τε περὶ αὐτοὺς τάφρον βαθυτέραν ἐποίουν καὶ
10πύργους ὀχυροὺς κατὰ τὸ λεληθὸς ἐν σχήμασιν οἰκιῶν ἀνίστων· καὶ ἐπὶ τούτοις, χρήμασιν ὑποφθείροντες τοὺς τῶν βασιλικῶν προεστηκότας πραγμάτων, ἄδειαν πᾶσαν εἰλήφεσαν, ἀμπελῶ‐ νάς τε ὠνεῖσθαι καὶ οἰκίας ἀνιστᾷν ἐπὶ τοῦ πλησιάζοντος λόφου λαμπροῖς πεπυργωμένας τοῖς τείχεσιν· ὡς καὶ δεῆσαν πολεμεῖν
15Βυζαντίοις, μηδὲν εἶναι τὸ φόβον ἐπάγον καὶ κώλυμα τούτοις. (Ζ.) Ἐπεὶ δ’ ἀρτίως ὁ βασιλεὺς τήν τε τῆς Μιτυλήνης ἐπύθετο ἅλωσιν καὶ τούτους αὖ ἐγγύθεν πέρα τοῦ δέοντος ἑώρα θρασυ‐ νομένους καὶ ἐς τὰ πλεῖστα παρασπονδοῦντας, περιελθὼν αἰφνι‐ δίως ἐνέπρησε τὰς περὶ τὸν λόφον μεγάλας καὶ ὀχυρὰς ἐκείνας οἰ‐
20κίας αὐτῶν· ἐν αἷς πολλά τε εὕρηται ὅπλα καὶ τόξα καὶ βέλη καὶ διάφορα. ταῦτα παρὰ προσδοκίαν ἰδοῦσι τοῖς Λατίνοις κα‐ τεπτηχέναι καὶ ἐκπεπλῆχθαι ἐπῄει καὶ δεδιέναι τὰ ἔσχατα. ἤλπι‐
σαν γὰρ αὐθημερὸν ἐπεισπεσεῖσθαι καί σφισι τὸν βασιλέα ὁλο‐

1

.

528

σχερῶς, πολλῆς περιεστηκυίας εἴπερ ποτὲ ναυτικῆς δυνάμεως. διὸ καὶ λάθρα ὡπλίζοντο καθ’ αὑτούς. ἐπεὶ δ’ ἄχρι τῆς ὑστε‐ ραίας περιμείναντες οὐδὲν πλέον διαπραττόμενον τὸν βασιλέα ἑώρων ἐπ’ αὐτοὺς, ἀλλ’ ὅλον ἠσχολημένον περὶ τὸν ἐς Μιτυλή‐
5νην ἀπόπλουν, ἀναθαῤῥήσαντες μάχην ἐκήρυξαν φανερὰν καὶ ἀδεῶς ἔς τε Βυζαντίους καὶ ἐς αὐτὸν βασιλέα ἐνύβριζον ξυλίνους τε περιήλασαν πύργους τοῖς ἑαυτῶν τείχεσι· καὶ τῶν μεγάλων ὁλκάδων τὰς μὲν εἰς πυθμένας θαλάσσης κατέδυσαν, τὰς δ’ ὁπλίσαντες πρὸ τοῦ λιμένος ἀντ’ ἄλλων προβόλων καὶ χαρακω‐
10μάτων ἔστησαν. ὁ δὲ βασιλεὺς μὴ βουλόμενος τὴν τοσαύτην πα‐ ρασκευὴν ἐνταυθοῖ περισπᾷν μεγαλοψύχως τε ἐχρήσατο τοῖς πα‐ ροῦσιν, ἠμεληκὼς τὸ παράπαν αὐτῶν, καὶ πρὸς ἔκπλουν πα‐ ρεσκευάζετο πάσῃ σπουδῇ, πλείονας ἔτι δυνάμεις ἀθροίζων. (Η.) Ἐπεὶ δὲ μέχρις ὅλων ἑπτὰ ἡμερῶν ἐντὸς τείχους οἱ ἐν τοῖς
15Γαλάτου Λατῖνοι συγκλεισθέντες ἔμελλον ὑπὸ τοῦ οἰκείου δήμου διασπαραχθήσεσθαι, διὰ τὸ μὴ δύνασθαι φέρειν πλέον τὰ συμ‐ πεσόντα σφίσι δεινά· ὕδατός τε γὰρ ἐσπάνιζον καὶ ὅση ἐκ τῶν λαχάνων καὶ ὀπωρῶν ἦν ψυχαγωγία· οἵ τ’ αὖ ἀγοραῖοι καὶ πένητες ἄνθρωποι, καὶ ὅσοι ἐκ τῶν ὠνίων τὸ ἐφήμερον ταλαντεύουσι κέρ‐
20δος, οὗτοι δὲ πλείστην ὑπομένοντες ζημίαν πολλῷ πλέον κατὰ τῶν προεστώτων Λατίνων ἐμαίνοντο· διὰ δὴ ταῦτα πρὸς τὸ ταπει‐ νότερον ἀπαλλάξαντες ὑπέκυψάν τε τῷ βασιλεῖ καὶ συγγνώμην ἔσχον τῆς ἀκαίρου ὀφρύος. (Θ.) Τοῦ γε μὴν ἔτους ἤδη μετὰ
τὰς τοῦ κυνὸς ὄντος ἐπιτολὰς, ὅτε δὴ καὶ ἀφθονώτερα τὰ ἀρκτι‐

1

.

529

κὰ πνεύματα ἐς τὴν κάτω χέονται θάλατταν, ἄρας ὁ βασιλεὺς μετὰ πάσης τῆς ναυτικῆς δυνάμεως ἔπλει ἐς Μιτυλήνην. αἱ δ’ ἑπτὰ τοῦ Κατάνη τριήρεις τὴν Μιτυλήνην παραπλέουσαι, πλεί‐ ους ἢ κατὰ προσδοκίαν ἐπιούσας τὰς τοῦ βασιλέως ἑωρακυῖαι, αἱ
5μὲν δύο φθάσασαι προσωρμίσθησαν τῷ τῆς Μιτυλήνης λιμένι, αἱ δὲ πέντε ἀπεγνωκυῖαι ἐς τὴν χέρσον ἐξώκειλαν καὶ πάντες οἱ ἐν αὐταῖς ἀποθέμενοι τὰ ὅπλα ἔφευγον· ὧν οἱ μὲν ἔδραμον εἰς τὴν Μιτυλήνην, οἱ δ’ ἀνοδίᾳ χρησάμενοι διεφθάρησαν ὑπὸ τῶν Λεσβίων. τὰς δὲ πέντε ναῦς πλήρεις ὅπλων καὶ ὀψωνίων ναυτι‐
10κῶν οἱ τοῦ βασιλέως λαβόντες ἀπέπλευσαν ἐς Χίον τὴν νῆσον ἅμα τῷ βασιλεῖ, πληρώσοντες τὰς ἤδη ληφθείσας πέντε τριήρεις ἐκείνας ἐρετῶν τε καὶ ὁπόσοι ἐκ τῶν καταστρωμάτων μάχεσθαι ἔμελλον. μέγα δ’ ἐγένετο ἐναντίωμα τῇ τοῦ βασιλέως σπουδῇ καὶ θελήσει ἡ πρὸς τὴν Χίον αὕτη διατριβή. ἀδείας γὰρ ὁ Κα‐
15τάνης λαβόμενος τήν τε Μιτυλήνην ὠχυρώσατο καὶ πολλὴν εἰσή‐ νεγκε δύναμιν στρατιωτικὴν καὶ χορηγίαν ἀφθονωτέραν τῶν χρειω‐ δῶν· καὶ ἔτι ἐς Φώκαιαν πέμψας ἃς εἶχε δύο ταχυπλοούσας τρι‐ ήρεις τὰ ὅμοια ἐπεπράχει πολλῇ χρησάμενος τῇ σπουδῇ. μετὰ δὲ ταῦτα καταπλεύσας ὁ βασιλεὺς μετὰ τῶν δυνάμεων ἐς Φώ‐
20καιαν, προσκαλεσάμενος δὲ καὶ τὸν τὴν πέριξ ἐπαρχίαν ἔχοντα Τοῦρκον, ἅτε εἰδὼς κἀκεῖνον ἀχθόμενον ἐκ πολλοῦ τοῖς Φω‐ καεῦσι Λατίνοις διὰ τὰς ὑπὸ σφῶν ἐπαγομένας αὐτῷ συχνοτέ‐ ρας ζημίας, περιεστρατοπέδευσεν οὕτω τὸ φρούριον ἔκ τε γῆς καὶ θαλάττης πολιορκῶν, πολλῆς τῆς χορηγίας τῶν χρειωδῶν πα‐
25ραγινομένης ἐς τὰς τριήρεις παρὰ τῶν Τούρκων.

1

.

530

βʹ. Τοῦ μέντοι βασιλέως μετὰ τῶν ναυτικῶν δυνάμεων ἀπο‐ δημοῦντος καὶ ἀδείας μακρᾶς ἐπιχωριαζούσης ἐς τὰ βασίλεια, στάσιν τῶν νεωτέρων τινὲς μεμελετήκεσαν, συνεργοὺς ἕξειν ἠλπι‐ κότες καὶ τοὺς ἐν τοῖς Γαλάτου Λατίνους διὰ τὰ φθάσαντα σκάν‐
5δαλα. ἦν δὲ τῆς στάσεως ὁ σκοπὸς, ὡς ἐλέγετο, τὸ βασίλειον κράτος, εἰ δυνηθεῖεν ἀποκτεῖναι πρῶτον τήν τε δέσποιναν καὶ τὸν ταύτης υἱὸν Ἰωάννην τὸν βασιλέα καὶ ἐφεξῆς ὁπόσοι ἐναντιώσε‐ σθαι μέλλοιεν. ἀλλ’ ἐν ὠδῖσιν ἔτι μενούσης τῆς μελέτης καὶ τῶν στασιαστῶν λάθρα τὸ πρᾶγμα διὰ μεγάλης ποιουμένων σπουδῆς,
10οὐκ ἔλαθε τὰ δρώμενα Καντακουζηνὴν, τὴν τοῦ μεγάλου δομε‐ στίκου μητέρα· ἣν πάρεδρον τῇ δεσποίνῃ μέλλων ὁ βασιλεὺς ἀποπλεῖν καταλέλοιπεν, ἅτε βουλευτικὴν γυναῖκα καὶ σεμνότη‐ τος ἤθεσι κοσμουμένην καὶ βαθεῖαν πλουτοῦσαν τὴν σύνεσιν καὶ πάνυ τοι σφόδρα ἐν τοῖς ἀπόροις εὐμήχανον. ἣ δὴ καὶ ὁμοῦ τῇ
15πάντα ἀρίστῃ δεσποίνῃ, πρὶν ἐπὶ μέγα ῥαγῆναι τὸ πρᾶγμα κα‐ κίας, συνέστειλε συνετώτατα· οὐκ ἄνευ μέντοι δυσχερείας ἀπο‐ κρουομένης τὸ ῥᾷστον, συνέστειλε δ’ οὖν. (Β.) Τοῦ δὲ χρόνου περὶ τροπὰς ὄντος ἤδη χειμερινὰς ὁρῶντες οἱ τὸ τῆς Φωκαίας ἔχοντες φρούριον Λατῖνοι, ὅτι μήτε χειμῶνος ἀκμὴ θραῦσαι δύ‐
20ναται τὸ τοῦ βασιλέως ἐπίμονον, καὶ ταῦτα τῆς ναυτικῆς ὅλης δυνάμεως ἐν ὑπαίθρῳ τὴν πολιορκίαν ἀνυτούσης νύκτωρ καὶ μεθ’ ἡμέραν κατὰ τὸ συνεχὲς, μήθ’ ἡ μακρὰ τῶν οἰκείων ἀποδημία,
μήτ’ ἄλλο τι τῶν ὅσα ῥᾳστώνην ἄφθονον παρέχει τῶν χρειωδῶν,

1

.

531

ἐς ἀπογνώσεις ἐχώρουν, καὶ μάλισθ’ ὅτι καὶ τὰ σιτία σπανίζοντα ἐν σφίσιν ἑώρων αὐτοῖς. ὅθεν καὶ διαπρεσβεύονται πρὸς Ῥοδίους καὶ δέονται μὴ περιϊδεῖν κινδυνεύοντας. οἳ καὶ διαλλακταὶ πρὸς βασιλέα ἐλθόντες λύουσι τὴν πολιορκίαν. δεδώκασι γὰρ εὐθὺς οἱ
5Φωκαεῖς τοὺς υἱέας τοῦ συμμαχοῦντος Ῥωμαίοις Τούρκου τῷ πατρὶ αὐτῶν, οὓς ἐκ πολλοῦ κλέψαντες εἶχον δεσμίους. δεδώκασι δὲ καὶ τῷ βασιλεῖ πίστεις ἀσφαλεῖς ὑπὸ μάρτυσι τοῖς Ῥοδίοις, τήν τε Μιτυλήνην ὅσον αὐτίκα ἀποδώσειν καὶ ὑπηκόους αὐτοὺς εἶναι τῷ βασιλεῖ κατὰ τὸ πρότερον αὖθις ἔθος καὶ τὴν πατρῴαν
10συμφωνίαν. (Γ.) Καὶ οὕτως ἐκεῖθεν τὴν ναυτικὴν ὁ βασιλεὺς ἀναλαβὼν δύναμιν ἐβουλήθη μὲν ποιήσασθαι τὸν κατάπλουν ἐς Μιτυλήνην· διὰ δὲ τοὺς ἐν Βυζαντίῳ θορύβους τῶν στασια‐ στῶν καὶ διὰ τὸ καταπεπονῆσθαι τὸν στρατὸν ὑπὸ τοῦ ψύχους ἐπανῆκεν ἐς τὸ Βυζάντιον μετὰ πάσης τῆς ναυτικῆς δυνάμεως.
15καὶ μετὰ βραχὺ συλλαβὼν τοὺς τὴν βασιλείαν λάθρα σφετεριζο‐ μένους καὶ διαστήσας ἰδίᾳ τοὺς στασιώτας αὐτῶν ἐξήταζε καὶ συνῆγε τἀληθὲς ἀφ’ ἑκάστων. μετὰ δὲ ταῦτα συνηθροικὼς πᾶ‐ σάν τε τὴν σύγκλητον καὶ τοὺς ἐν Βυζαντίῳ τηνικαῦτα ἐπιδη‐ μοῦντας ἐπισκόπους σύν γε τῷ πατριάρχῃ, καὶ ὅσοι τοῦ δήμου
20τῶν Βυζαντίων ἐτύγχανον ἔκκριτοι, εἰς μέσον ἤνεγκε τούς τε στα‐ σιαστὰς τούς τε στασιώτας, καὶ ὅσοι ἐτύγχανον μάρτυρες. οἳ καὶ ἀλλήλους ἤλεγχον διαπληκτιζόμενοι καὶ παριστῶντες δι’ ἀπο‐ δείξεων ἀναμφιβόλων κατ’ ἀλλήλων τὰς ἀλλήλων συνωμοσίας
καὶ τὰ ἔκτοπα καὶ κάκιστ’ ἀπολούμενα ἐκεῖνα βουλεύματα· ὡς

1

.

532

κἀκείνους ἀφύκτῳ τῶν ἀποδείξεων ἀναγκασθέντας ὁμολογεῖν τὴν ἀπόνοιαν. καὶ τάχ’ ἂν διεσπάσθησαν αὐτοῦ πρὸς τοῦ δήμου παντὸς, εἰ μὴ τὸ πολὺ τῆς τοῦ βασιλέως μακροθυμίας καὶ φι‐ λανθρωπίας ἀνέστειλε τὴν ζέουσαν ἐκείνην ὁρμήν. ἔδειξε γὰρ τὴν
5συνήθη καὶ νῦν ἡμερότητα καὶ τὴν σύμφυτον καὶ ἡλικιῶτιν αὐ‐ τοῦ ἱλαρότητα ὁμοίως ἔν τε τῷ προοιμίῳ τῆς δημηγορίας ἔν τε τοῖς ἐπιλόγοις. ὡς δ’ ἐν κεφαλαίῳ φάναι, τὰ τῆς δημηγορίας τοιάδε τινὰ ἦσαν. (Δ.) „Εἶτα ποιμένα τις ἔχων καὶ κύνα περὶ τὸ ποίμνιον, ὦ παρόντες, ὅσῳ προθυμότερον διανυκτερεύοντας
10βλέπει κατὰ τῶν λύκων, τοσούτῳ καὶ αὐτὸς τόν τε πόθον περὶ αὐτοὺς καὶ τὸν ἡμερήσιον αὔξει δασμὸν τῆς τροφῆς. ἐμὲ δ’ οἱ τὰ μάλιστά μοι καθ’ αἷμα προσήκοντες, ὁρῶντες ὑπέρ τε τοῦ κοι‐ νοῦ γένους τῶν Ῥωμαίων καὶ ὑπὲρ αὐτῶν οἴκοι τρυφώντων πόῤ‐ ῥω που τῆς πατρίδος πλανώμενον καὶ κινδύνοις ἔκ τε γῆς καὶ
15θαλάττης παραβαλλόμενον, καὶ ταῦτ’ ἐν μέσῳ τε χειμῶνι καὶ τοσούτῳ παγετῷ, οὔτ’ ἠλέησαν, οὔτε τι τῶν ὅσα παραμυθεῖται ψυχὴν οὕτω σφοδρότατα πάσχουσαν προὐνόησαν. ἀλλ’ ἐῤῥύη δίκαιος ἅπας λόγος κατὰ κρημνῶν καὶ φαράγγων· καὶ ὥπλισαν μὲν γνώμην, ὥπλισαν δὲ δεξιὰν κατὰ τῆς ἐμῆς κεφαλῆς. καὶ
20νῦν τὸ καθ’ αὑτοὺς ἐν κόνει μὲν τοὐμὸν αἷμα, ἐν κόνει δὲ τὸ τῶν ἐμῶν τέκνων ὁμοῦ τῇ συζύγῳ· καὶ ἀνατέτραπται μὲν τὰ τῆς τοῦ θεοῦ ἐκκλησίας νόμιμα, ἀνατέτραπται δὲ τὰ Ῥωμαίων
πράγματα. πρὸς οὖν ταῦτα ποῖος σίδηρος, ποῖος δ’ ἀδάμας οὐ

1

.

533

παραλύσει τὴν φύσιν;“ (Ε.) Ἀλλὰ τὸ μὲν τῆς τοῦ βασιλέως δημηγορίας προοίμιον οὕτως ἱκανῶς εἶχεν ἐκκαλέσασθαι δάκρυα. τὰ δὲ μεταξὺ, μακροθυμίας ἱλαρότητι συγκεκραμένης ἤδη, τίς οὐκ ἂν ἰδὼν ἐτεθαυμάκει μακρόν; καὶ μάλισθ’ ὅτε καὶ Δημήτριον
5τὸν δεσπότην ἐλέγχειν βουληθέντας τοὺς κατηγόρους ἀνέκοψε διὰ τὴν τῆς θείας αὐτοῦ Κραλαίνης αἰδῶ, ἅτε καὶ αὐτῆς ἐκεῖ τη‐ νικαῦτα παρακαθημένης σὺν τῇ δεσποίνῃ, καὶ ὅσαι τῶν εὐγενῶν παρῆσαν ἀκροώμεναι, καὶ τὸ θεῖον καὶ ἀγγελικὸν σχῆμα περι‐ κειμένης. τότε δὴ καὶ ἡμεῖς ἐγγύς που παρακαθήμενοι λόγοις
10εὐφήμοις τὴν τοῦ βασιλέως ἡμερότητα μάλιστα πάντων ἐτεθαυ‐ μάκειμέν τε καὶ ἐπεκροτήσαμεν καὶ στήριγμα τῇ αὐτοῦ ταύτῃ χρηστότητι ἐδεδώκειμεν. γνώμην γὰρ ἀεὶ καθαρὰν, ὡς εἰκὸς, διεσώζομεν πρός τε τὴν Κράλαιναν καὶ τὸν αὐτῆς ἀδελφὸν διὰ τὸν μακαρίτην καὶ ἀοίδιμον βασιλέα, τὸν πατέρα αὐτῶν· πάν‐
15τως δὲ καὶ δι’ αὐτοὺς, ἐν τοιαύταις τύχαις κατενεχθέντας. ὡς πλέον ἐντεῦθεν μαλαχθέντα τὸν βασιλέα σιωπῇ παρελθεῖν καὶ τὰ Δημητρίου τοῦ δεσπότου ἐγκλήματα. ἦσαν δ’ αὐτὰ τοιάδε τινά. ἐς μὲν τοὐμφανὲς ὡμολόγει τοῖς στασιάζουσι· καθ’ ἑαυ‐ τὸν δ’ ἕτερον ἔτρεφε λογισμὸν καὶ πάνυ τοι συνετόν. *** διὰ
20γὰρ αὐτὴν Κράλαιναν τὰς τοῦ δεσπότου τοῦ αὐτῆς ἀδελφοῦ κα‐ τηγορίας τέλεον παρεσκεύασε σιωπᾶσθαι. οὐ μόνα δὲ ταῦτα τὴν τότε τοῦ βασιλέως ἐνδείξασθαι ἔχει χρηστότητα, ἀλλὰ καὶ ἕτερα
πλεῖστα. καὶ γὰρ καὶ τὰ μέχρι τέλους τῆς ἐξετάσεως ὁμοίως διή‐

1

.

534

νυσε καὶ οὐδὲν ἀπηνὲς ἐνεδείξατο πρὸς τοὺς ἐλεγχθέντας στασια‐ στάς. ἀλλὰ τοὺς μὲν ἄλλους ἀφῆκε τέλεον· μόνους δὲ τοὺς τοῦ Ἀσὰν υἱοὺς ἐν ἀδέσμῳ καὶ φιλανθρώπῳ κατεῖχεν εἱρκτῇ, ἵνα μὴ ἀτιμωρήτου καθάπαξ τῆς κακίας μενούσης πάντες εἰς τὴν ὁμοίαν
5κακίαν ὁρμήσωσιν. τὰ μὲν τῆς δημηγορίας ἐκείνης καὶ ἐξετάσεως οὕτως εὐφυῶς πως καὶ ἱλαρῶς διήνυσε τέως. (ϛʹ.) Ἐπεὶ δ’ ἐκ τῶν πραγμάτων συνῆκεν ὁ βασιλεὺς, πολὺ τῶν πολλῶν διαφέρειν τὴν τοῦ θείου αὐτοῦ σύνεσιν Ἀλεξίου Φιλανθρωπηνοῦ, οὗ δὴ πολ‐ λαχῆ καὶ πολλάκις ἐμνήσθημεν ἔμπροσθεν, μετάμελον ἔσχεν ἤδη
10καθ’ ἑαυτὸν οὐ μάλα μικρὸν, ὅτι μὴ κἀπὶ μάλα τοι πλείονα συγκεχώρηκε χρόνον αὐτῷ τὴν τῶν Λεσβίων διοίκησιν, καὶ ὅσαι κατὰ τὸν Αἰγαῖον νῆσοι Ῥωμαίων ὑπήκοοι. οὔτε γὰρ τῶν ἐχθρῶν οὐδεὶς ἂν Μιτυλήνην ἠνδραποδίζετο, οὔτ’ ἐς τοσοῦτο ναυαγίων τὰ θαλάττης ἤλαυνε Ῥωμαίοις πράγματα. ὅθεν αὐτὸν τὴν ταχί‐
15στην ἐς τὴν ἐκείνων αὖθις ἐπιτροπὴν ἀφικέσθαι προσετετάχει. καὶ ἀπελθὼν ἐς τὴν προτέραν εὐθὺς τὰ πράγματα ἤγαγεν οὗτος κατάστασιν καὶ τοὺς μεταξὺ γενομένους διέλυσε κλύδωνας, μόλις μὲν, καὶ ξὺν πολλῇ περινοίᾳ, διὰ τὴν μεταξὺ γενομένην καινο‐
τομίαν Μιτυλήνης καὶ τῶν ἐν Λέσβῳ πραγμάτων· ἐπανήγαγε δ’

1

.

535

οὖν. τοὺς γὰρ ἐν Μιτυλήνῃ τῇ πόλει μισθοφόρους πεντακοσίους καὶ φύλακας τῶν Λατίνων λάθρα σύνδυο καὶ σύντρεις μετα‐ πεμπόμενος καὶ βριθούσαις δεξιαῖς ἐς τὰς πατρίδας προπέμπων ἔλαθεν οὕτω φρονίμως κενώσας τὴν πόλιν καὶ Ῥωμαίοις πε‐
5ποιηκὼς ὑποχείριον. οὐ μόνον γὰρ ἐκ τοῦ γήρως ἔσχε λαμπρὰν ὁ ἀνὴρ τὴν πολυπειρίαν, ἀλλ’ ὅτι καὶ τὰ τῆς πολυπειρίας ἐπ’ αὐτῷ μέγαν εὗρε τὴν φύσιν συνεργὸν καὶ θεμέλιον. καὶ γέγονεν αὐτῷ διπλοῦς ὁ τῆς ἀρετῆς καρπὸς, πῶς μὲν αὐτοφυής τις καὶ ἀγεώργητος, πῶς δὲ γεωργηθεὶς χρόνων πλειόνων τύχαις καὶ
10γυμνασίαις. γʹ. Ἀρχομένου γε μὴν ἦρος ἤδη πλῆθος Σκυθῶν διαβάντες τὸν Ἴστρον κατέδραμον τὴν Ῥωμαϊκὴν Θρᾴκην ἄχρι θαλάττης Ἑλλησποντίας. ἔνθα δὴ καὶ, συμβὰν οὑτωσί πως, Τούρκων τισὶν ἐντυχόντες, ὁπόσοι λῃστρικόν τινα τρόπον κατὰ τὸ συνεχὲς
15περαιούμενοι τὸν Ἑλλήσποντον τὴν παράλιον πᾶσαν ληΐζονται Θρᾴκην, τοὺς μὲν δήσαντες ἀπήνεγκαν, τοὺς δ’ ἀντιστάντας κατέκοψαν, πολέμιοι πολεμίους, ὥσπερ κύνες τεθνηκότι σώματι πολλάκις ἄρδην ἐπεισπίπτοντες. ὅ γε μὴν ἀσύνηθες ἔδοξεν ἔχειν ἤδη πρὸς τὰς ἄλλας ἐπιδρομὰς τῶν Σκυθῶν, τοῦτ’ ἦν. πρότε‐
20ρον γὰρ ἐπιόντες, καθάπερ ἐξ ὄρους χειμάῤῥους ἐξαίφνης καταῤ‐ ῥαγεὶς, τὰ προστυχόντα τε ἐλάμβανον καὶ εἰς τὴν ὑστεραίαν αὖθις ἀπήλλαττον. νῦν δ’ ἐς τοσοῦτον παρέμειναν, ὥστ’ οὐ διέλιπον ἐς ἡμέρας ὅλας πεντήκοντα φέροντές τε καὶ ἄγοντες καὶ ἐς κακῶν
ἐσχατιὰς συνωθοῦντες τὴν χώραν. εἶτα ἀπῄεσαν, πλῆθος ἄγον‐

1

.

536

τες αἰχμαλώτων ὑπὲρ τὰς τριακοσίας, ὡς ἔφασαν οἱ πολλοὶ, χιλιάδας. καὶ τὸ αἴτιον τῆς τοιαύτης ἔφασκον εἶναι καταδρομῆς, ὅτι Ῥωμαῖοι πέμπειν ἠμέλησαν τὰ εἰθισμένα δῶρα τῷ τε τῶν Σκυθῶν ἡγεμόνι καὶ τοῖς περὶ αὐτὸν εὐγενέσιν. ἐδήλωσε δὲ τὴν
5βαρεῖαν ταύτην αὐτῶν ἔφοδον ἔκλειψις σελήνης ὁμοῦ καὶ ἡλίου, δεκαὲξ ἡμερῶν μεταξὺ γενόμεναι ἄμφω· ἡ μὲν σεληνιακὴ περὶ τὴν πρώτην τῶν ἰχθύων μοῖραν ὄντος τοῦ ἡλίου, ἡ δὲ περὶ τὴν πεντεκαιδεκάτην τῶν αὐτῶν. (Β.) Ἐν τούτοις τοῖς χρόνοις ἦρχε μὲν Τραπεζοῦντος Βασίλειος ὁ υἱὸς Ἀλεξίου τοῦ Κομνηνοῦ, διά‐
10δοχος αὐτὸς ἤδη βέβαιος μετὰ πολλοὺς τοὺς ἄθλους τῆς πατρι‐ κῆς ἀρχῆς καταστάς. ἐπέμφθη δ’ αὐτῷ καὶ σύζυγος Εὐδοκία, ἡ νόθη τοῦ βασιλέως θυγάτηρ. (Γ.) Ὁ δὲ τῶν Αἰτωλῶν τε καὶ τῶν Ἀκαρνάνων ἀρχηγὸς Ἰωάννης ὁ κόντος θανάτῳ βιαίῳ τοῦ ζῇν ἀπήλλαξε, τῆς δίκης, ὡς τὸ εἰκὸς, περιελθούσης καὶ αὐτὸν
15τελευταῖον, καθάπερ δὴ καὶ τοὺς πρὸ αὐτοῦ. οὗτος γὰρ τὸν ἑαυτοῦ διαχειρισάμενος ἀδελφὸν, ὥσπερ κἀκεῖνος τὸν τῆς μητρὸς ἀδελφὸν, οὕτω τὴν διαδοχὴν ἐκομίσατο τῆς ἀρχῆς. τῆς δὲ δίκης οὐ σιωπᾷν εἰθισμένης ἐς τέλος ἐν τοῖς τοιούτοις, βιαίως καὶ οὗ‐ τος τοῦ ζῇν ἀπεῤῥάγη, φάρμακον παρασχούσης λαθραῖον αὐτῷ
20τῆς συζύγου. νοσημάτων γὰρ οὐκ ὀλίγων ὑποφυομένων ἐν τῇ οἰ‐ κίᾳ, δείσασα ἡ γυνὴ τὴν ἐπιβουλὴν τοῦ συζύγου πρὶν φονευθῆναι πεφόνευκε· καὶ οὕτω διάδοχος ἐκείνη σὺν δυσὶ παιδαρίοις τῆς
τῶν Αἰτωλῶν τε καὶ Ἀκαρνάνων κατέστη ἀρχῆς. (Δ.) Ἐπεὶ δ’

1

.

537

ἐκ πολλοῦ καὶ πολλάκις καὶ παρὰ πλείστων ἤκουεν ὁ βασιλεὺς, ὡς οἱ κρίνειν ὀμωμοκότες ὀρθῶς καὶ μὴ παραφθείρειν ἐν μηδενὶ τὸ δίκαιον, περὶ ὧν καὶ ἡμεῖς ἐν τοῖς ἀνωτέρω φθάσαντες δεδηλώ‐ καμεν, ἐκλαθόμενοι μὲν ἐκείνων ἐγγράφων καὶ φρικωδῶν ὅρκων,
5ἐκλαθόμενοι δ’ ἐκκλησιαστικῶν τε καὶ βασιλικῶν ἐνταλμάτων οὐκ ἀδεκάστους ποιοῦνται τὰς κρίσεις· ἀλλὰ δῶρα λαμβάνουσιν ἀδεῶς καὶ κιβδηλεύουσι τὰς δίκας, καὶ τό γε μεῖζον, ὅτι ἐξ ἀμφοτέρων τῶν κρινομένων μερῶν δωροδοκοῦνται μὲν, οὐ κατάστασιν δὲ καὶ πέρας ταῖς δίκαις παρέχονται, ἀλλ’ ἑκατέροις ἀνὰ μέρος ἐγ‐
10χειρίζοντες γραμματεῖα, ἀπόφανσιν δῆθεν τῆς κρίσεως ἔχοντα, εἶτα ἐκπέμπουσι τοῖς προτέροις ἐνεχομένους ἐγκλήμασι καὶ δια‐ πληκτισμοῖς· ἐπεὶ οὖν ταῦτα καὶ τὰ τοιαῦτα παρὰ πολλῶν ὁ βα‐ σιλεὺς ἤκουε, τὰ μὲν πρῶτα πείθεσθαι οὐκ ἐδύνατο, τὴν γενο‐ μένην ἐκ τῶν ὅρκων ἀσφάλειαν ἐνθυμούμενος· ὀψὲ δὲ βήματος
15γενομένου καὶ τῶν ἐπισκόπων καὶ πρεσβυτέρων συναθροισθέντων ἐν τῷ μεγίστῳ καὶ θείῳ νεῷ τῆς τοῦ θεοῦ Σοφίας, προκαθίσας ὁ βασιλεὺς ἅμα τῷ πατριάρχῃ πᾶσαν τοῖς βουλομένοις παρέσχετο χώραν ἐλέγχους κατὰ τῶν τοιούτων προφέρειν. καὶ ἤγοντο πλεῖ‐ στα καὶ ἀναμφισβήτητα καὶ πλείω τῶν ἀκουσθέντων τἀγκλή‐
20ματα. καὶ ἵνα τἀν μέσῳ παρέλθωμεν, τῶν μὲν τεττάρων ὁ εἷς ἀθῶος ἀπήλλαξεν, οὐ προστριβέντος αὐτῷ τοῦ τῆς δωροδοκίας ἐγκλήματος· οἱ δ’ ἕτεροι, δείσαντες μὴ διαῤῥαγῶσιν ὑπὸ τοῦ δήμου, φθάσαντες ἑαυτῶν κατεψηφίσαντο, οἱ μὲν τῶν τε λη‐
φθέντων χρημάτων ἀπόδοσιν καὶ τοῦ δικάζειν στέρησιν παντελῆ·

1

.

538

ὁ δ’ ἐπίσκοπος ἐπὶ τούτοις καὶ τὴν τῆς ἱερωσύνης ἀπαλλαγήν τε καὶ ἀλλοτρίωσιν. ἐξώσθησαν δὲ τῆς βασιλίδος τῶν πόλεων κε‐ λεύσει τοῦ αὐτοκράτορος. (δʹ.) Θέρους δ’ ἀρχομένου πάλιν ὁμοίως ἐταλαιπώρουν οἱ
5Θρᾷκες ἐκ τῶν Ἀσιατικῶν Τούρκων. διὰ γὰρ τὴν ἀεὶ τοῦ τοὺς Ῥωμαίους κατατροποῦσθαι συνήθειαν ἀδεῶς ὁπότε βούλοιντο διεπεραιοῦντο καὶ κάκιστα διετίθεσαν Θρᾴκην. οἱ μὲν οὖν τὴν Ἰωνίαν καὶ τὰ ἐπέκεινα κληρωσάμενοι διὰ τὰς πρὸ βραχέος κατὰ Φώκαιαν γενομένας πρὸς βασιλέα σπονδὰς, ὡς εἰρήκειμεν, ἡσυ‐
10χίαν ἦγον ἔν γε τῷ παρόντι. οἱ δὲ τὰ περὶ Τροίαν καὶ ὅσα τοῦ Ἑλλησπόντου παράλια κατοικοῦντες πλείσταις ναυσὶν αὐτοί τε καὶ ἵπποι αὐτῶν τὸν Ἑλλησπόντιον διαπεραιοῦνται πορθμὸν, καὶ κακῶς εὐθὺς διαθέντες Χερσόνησον ἐκεῖθεν εἰσβάλλουσι καὶ ἐς τὴν τῆς Θρᾴκης μεσόγειον, ὅτε δὴ καὶ ὁ βασιλεὺς περὶ Διδυμό‐
15τειχον ἔτυχε διατρίβων. ὃς ἐπεὶ μὴ ἀξιόμαχον εἶχε στρατὸν, κατὰ πρόσωπον τοῖς ἐχθροῖς ἀπαντᾷν οὐκ ἐθάῤῥει. ἐνέδρας δὲ ποιῶν οὐκ ἠμέλει, αἴθριος διανυκτερεύων καὶ πείνῃ καὶ δίψῃ κατατή‐ κων ἑαυτόν. ὀψὲ δὲ μοίρᾳ τινὶ τῶν ἐπὶ λείαν ἐξιόντων ἐντυχὼν τήν τε λείαν ἀφείλετο καὶ αὐτοὺς ἀπονητὶ διαφθείρει, πεντή‐
20κοντα καὶ ἑκατὸν ἐπιλέκτους ἅπαντας ὄντας. ὃ δὴ μαθόντες οἱ λοιποὶ διαπρεσβεύονται πρὸς βασιλέα. καὶ οὕτως οἱ μὲν ἔνσπον‐ δοι εὐθὺς ἀνεχώρησαν οἴκαδε· ὁ δὲ βασιλεὺς τριταῖος ἐς Βυζάν‐ τιον ἀφικνεῖται. ἔσπευδε γὰρ διαβῆναι πρὸς Αἰτωλίαν, πονήρως
ἐκεῖ τῶν πραγμάτων ἐχόντων μετὰ θάνατον τοῦ τὴν αὐθεντίαν

1

.

539

ἔχοντος κόντου καὶ τῆς γυναικὸς ἐκείνου καλούσης ἐκεῖθεν ἐπὶ καταλήψει τῆς ἀρχῆς. (Β.) Ἀλλὰ τοῦ αὐτοῦ θέρους ἱσταμένου, καὶ τοῦ βασιλέως παρασκευαζομένου πρὸς ἔξοδον, ἀγγέλλεται δεινὸν ἐξ Ἀσίας ἕτερον. τὸ δὲ ἦν, ὡς ὁ τῶν Βιθυνῶν ἀρχηγὸς
5Ὄρχανος ὁ Ἀτουμὰν λάθρα στρατολογῶν ἐκ πολλοῦ παρεσκεύα‐ σεν ἤδη δύναμιν ἱκανὴν καὶ μάλα τῷ σφετέρῳ βουλήματι ἀπο‐ χρῶσαν· ἣν δὴ καὶ ἑτοίμην οὖσαν μέλλειν ἐς τὴν ὑστεραίαν δια‐ βαίνειν ἐξ Ἀσίας διχόθεν, τὴν μὲν ἐξ Ἱεροῦ, τὴν δ’ ἐκ Προ‐ ποντίδος, ἐς τὰ τῆς Βυζαντίδος προάστεια· τοῦτο γὰρ ἕως νῦν
10διετηρήθη τὸ μέρος πολεμίας χειρὸς μάλα ἀνώτερον. καὶ ἦν σκο‐ πὸς, μετὰ τὸ διαρπάσαι πᾶν ὅσον ἦν ἐκ τῆς πόλεως πλῆθος ἐς ἅλωνας καὶ σίτου κομιδὴν περισπώμενον καὶ ὅσον ἦν ἐν τοῖς ἔξω χωρίοις τὴν οἴκησιν ἔχον, εἶτα καὶ δύο τινὰ τῶν τῆς πόλεως ἔγ‐ γιστα φρούρια εἰληφότας ἐκεῖθεν ὡς ἐξ ὁρμητηρίου ἐς μάχην
15παρατάττεσθαι τῶν Βυζαντίων. μηδὲ γὰρ ἔχειν ἔτι Ῥωμαίους ἀντίπαλόν σφισι δύναμιν, διὰ τὸ καταπεπονῆσθαι καὶ ἐφθάρθαι τῇ τε τῶν χρημάτων ἐνδείᾳ καὶ ταῖς πυκναῖς τῶν πολεμίων ἐφό‐ δοις. ἔχοντας δὲ μεθ’ ἑαυτῶν καὶ τὴν γνώμην τῶν ἐν τοῖς Γαλά‐ του Λατίνων, κουφοτέρας σφίσιν εἶναι τὰς ἐλπίδας καὶ ἐς ἅλω‐
20σιν τῆς βασιλευούσης. (Γ.) Ὁ μέντοι βασιλεὺς πυθόμενος τὸν ἔκπλουν ἐκείνων ἐξαίφνης, ἐπεὶ μὴ ἐδίδου καιρὸν ἡ περίστασις ἐς ἀνάλογον παρασκευὴν ἑτοιμάζεσθαι, δεῖν ἔκρινεν οὕτως ἀπαρα‐ σκεύως ἐξιέναι πρὸς μάχην, ἔχων ἀντὶ πάσης ὅπλων παρασκευῆς
καὶ στρατεύματος τὴν εἰς θεὸν ἀῤῥαγῆ καὶ βεβαίαν ἐλπίδα καὶ

1

.

540

πίστιν. εἴκοσι μὲν οὖν τῶν ἐν ἡλικίᾳ εὐγενῶν ἀπολέξας καὶ τεττα‐ ράκοντα τῶν παρατυχόντων στρατιωτῶν ἐκπέμπει διὰ τῆς ἠπεί‐ ρου, δοὺς ἡγεμόνα σφίσι Καντακουζηνὸν, τὸν μέγαν δομέστι‐ κον· αὐτὸς δ’ ἅμα τριήρεσιν ἀόπλοις τρισὶν ἐπὶ τὰς τῶν βαρ‐
5βάρων ναῦς ἐποιεῖτο τὸν πλοῦν. οἱ μὲν οὖν βάρβαροι τέτταρας καὶ εἴκοσιν ἔχοντες ναῦς ἐκ τῶν Ἀσιατικῶν τῆς Προποντίδος κόλπων κατέπλευσαν καὶ ὡρμίσαντο Ῥηγίου ἐγγὺς, περὶ χωρίον ἀπέχον τῆς βασιλευούσης οὐ μεῖον σταδίων ἑκατὸν πρὸς τοῖς δέκα, περὶ ὥραν ἤδη τρίτην τῆς νυκτός. καὶ εὐθὺς ἀποβάντες
10ὥρμησαν ἐπὶ λείαν ἄλλοι ἄλλοθί που διαμερισθέντες, πρὶν αἰ‐ σθέσθαι τοὺς ἐν ταῖς χώραις οἰκοῦντας. καὶ ἦν ὁρᾷν μὲν ἅλω‐ νας καομένας, ἀκούειν δὲ κλαυθμοὺς γυναικῶν καὶ νηπίων ἀπη‐ νῶς ἑλκομένων. περὶ δὲ ὥραν ἐννάτην τῆς νυκτὸς, ἤδη τοῦ λυκαυγοῦς ὑποφαίνοντος, ἧκεν ὁ μέγας δομέστικος ἱππέας ἄγων
15ἑβδομήκοντα· καὶ διεσκεδασμένοις ἐντυγχάνων τοῖς βαρβάροις ἔκοπτεν αὐτοὺς, καθάπερ οἱ θερισταὶ τὸ λήϊον. ἅμα δὲ καὶ ὁ βα‐ σιλεὺς καταπλεύσας εἷλε τέτταρας καὶ δέκα ναῦς βαρβαρικὰς, ἀνελὼν τοὺς ἔνδον φρουρούς. αἱ γὰρ δέκα ἔφυγον εὐθὺς, προαι‐ σθομένων ἐνίων βαρβάρων καὶ εἰσδραμόντων εἰς αὐτάς. ἅμα δ’
20ἕῳ καὶ τοῦ βασιλέως ἀποβάντος ἐς ἤπειρον μέγιστον καὶ τῶν πώποτε μνημονευομένων ἔργον τετέλεσται. ἐφάνη γὰρ, ὡς οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ εὐδοκοῦντός ἐστι τὰ πάντα θεοῦ. μήπω γὰρ τοῦ ἡλίου τὸν μεσημβρινὸν παραλ‐
λάξαντος χίλιοι μὲν ἔγγιστα κατεκόπησαν τῶν βαρβάρων· τρια‐

1

.

541

κόσιοι δὲ ἑάλωσαν ζῶντες. τῶν δὲ Ῥωμαίων πέπτωκε μὲν οὐδείς· ἵπποι δ’ οὐκ ὀλίγοι τούτων κατεκόπησαν. πεζοὶ γὰρ ὄντες οἱ βάρβαροι πράττειν οὐκ εἶχον γενναῖον οὐδὲν πρὸς ὡπλισμένους ἱππέας· ἀπογνόντες δὲ τολμηρότερον κατὰ τῶν ἵππων ἐχώρησαν.
5(Δ.) Οἱ μέντοι Ῥωμαῖοι, πρὸς ἀπογνώσεως καὶ δειλίας βυθοὺς ἐκ πολλοῦ καταδύντες, τῷ ἤδη περιχαρεῖ σφᾶς τε αὐτοὺς ἀνε‐ κτήσαντο καὶ ἐς τὸν ἔπειτα χρόνον βεβαιοτέρας πρὸς κύριον ἐκτή‐ σαντο τὰς ἐλπίδας. ἔγνωσαν γὰρ ἅπαντες ἐναργῶς, ὡς οὐκ ἀν‐ θρώπινον τὸ πραχθέν· πῶς γὰρ ἐν τοιαύτῃ χρόνων περιφορᾷ,
10ὅτε τὰ μὲν Ῥωμαίων ἀπέγνωσται πανταχόθεν, τὰ δὲ βαρβάρων ηὔξηται πολλῷ πρὸς θαῤῥαλεώτερον διὰ τὴν μακρὰν τοῦ νικᾷν συνήθειαν; ἀλλὰ δεξιὰ κυρίου ἐποίησε ταῦτα καὶ ὁ βραχίων ἐκείνου τὴν τῶν ὑπεναντίων ἄμαχον ἀπονητὶ συνέτριψε δύναμιν. πολέμων γὰρ, οὓς ἐν ταῖς ἱστορίαις ἀκούοντες θαυμάζομεν διὰ
15τὸ ἑκατέρωθεν οὐκ εὐαρίθμητον πλῆθος τῶν στρατευμάτων, ἐν ὀλίγοις εὕροι τις ἂν τοσοῦτον μὲν πλῆθος κατακοπὲν, τοσοῦτον δὲ ζωγρηθὲν, ὅσον νῦν ὑπ’ ἀνδρῶν ἑβδομήκοντα μόνων. (Ε.) Ἐς δὲ τὴν ἐπιοῦσαν αὖθις ὁ βασιλεὺς ἔκ τε ἠπείρου καὶ θαλάττης λαμπρῶς ὁπλισάμενος ἀφίκετο ἐς τὸν τοῦ Ἱεροῦ πορθμὸν, ἐλπί‐
20σας εὑρήσειν καταπλέοντας ἤδη τοὺς βαρβάρους κἀκεῖθεν κατὰ τὴν φήμην. ἀλλ’ ἔμεινε τὰ τῶν ἐλπίδων ἀτέλεστα. πυθόμενοι γὰρ οἱ βάρβαροι τὴν τῶν ὁμοφύλων συμφορὰν ἀνεχώρησαν. ὁ μέντοι βασιλεὺς ἀναζεύξας ἐκεῖθεν ἀφίκετο νυκτὸς ἐκ τῶν βασι‐
λείων πεζῇ τεσσαράκοντα καὶ πέντε σταδίων ὁδὸν ἐς τὸν θεῖον

1

.

542

νεὼν τῆς ὑπεράγνου θεομήτορος τῆς Ὁδηγητρίας, τοὺς εὐχαρι‐ στηρίους ἐκ μέσης ἀποδώσων ψυχῆς. εʹ. Ἀλλ’ ἐκεῖνο μικροῦ με παρέδραμεν, ὅπερ ἐπανελθὼν ἀναλήψομαι. ἐν τούτῳ τῷ θέρει, τοῦ ἡλίου τῶν θερινῶν ἤδη
5τροπῶν ἁψαμένου, ἤρξατο φαίνεσθαι κομήτης ἐκ τῶν ἀρκτι‐ κῶν μερῶν τοῦ ὁρίζοντος ἀφ’ ἑσπέρας ἑκάστης εὐθὺς μετὰ δύσιν ἡλίου. μᾶλλον δ’ οὐ κομήτης ἦν, εἴ τις ἀκριβολογεῖν ἐθέλοι, ἀλλὰ πωγωνίας, ῥομφαίᾳ τινὶ ἐοικώς. ἐδόκει μὲν οὖν ἐσχηκέναι τὴν ἀρχὴν ἐκ τῶν τοῦ Περσέως μάλιστα ποδῶν, οἳ τῇ ῥάχει τοῦ
10ταύρου πλησίον εἶναι δοκοῦσιν· ἐπὶ δὲ τὰ πρὸς ἕω μέρη τοῦ κό‐ σμου πέμπειν τὴν κόμην ἐπὶ πολὺ παρατείνουσαν. εἶτα ἐκεῖθεν ἀρξάμενος ἀνέβαινεν εὐθὺ τοῦ ἀρκτικοῦ πόλου, κινούμενος ἑκά‐ στης ἡμέρας τρεῖς ἔγγιστα μοίρας. ἐπεὶ δὲ παρήλλαξε τὸν ἀρκτι‐ κὸν πόλον καὶ μετ’ ἐκεῖνον τήν τε μικρὰν ἄρκτον καὶ τὰς καμπὰς
15τοῦ δράκοντος, ἔψαυσε καὶ τοῦ δεξιοῦ ποδὸς τοῦ Ἡρακλέους καὶ μετ’ αὐτὸν τοῦ τῆς Ἀριάδνης στεφάνου. ἐκεῖθεν διέδραμε τὴν ἀριστερὰν χεῖρα τοῦ Ὀφιούχου. καὶ ἐπειδὴ πλάτος ἐνταῦθα ζωδιακοῦ καὶ ἰσημερινὸς καὶ τόπος θερμότητα ἔχων, ἀντέχειν ὁ κομήτης οὐκ ἠδυνήθη, διὰ τὸ ἐξ ὑγρᾶς ἀναθυμιάσεως τὴν ἀρ‐
20χὴν τῆς συμπήξεως εἰληφέναι. διὸ τήν τε κόμην διέλυσε καὶ αὐ‐ τὸς ἠφανίσθη τελέως. φαντασία γὰρ ἦν ἀστέρος, καὶ οὐκ ἀστήρ. προσθήσω τοῖς εἰρημένοις καὶ ἀκοῆς ἄξιον ἄλλο διήγημα. (Β.) Ἐν τούτοις τοῖς χρόνοις μία τῶν Σκυθῶν γυναικῶν, ἐκ τῶν
ἐπέκεινα τοῦ Ἴστρου τὴν οἴκησιν ποιουμένων, μήτε σύζυγον μήτε

1

.

543

παῖδας ἔχουσα, ἐπειδὴ τοὺς ἐκ Θρᾴκης ἀπαγομένους αἰχμαλώ‐ τους πρὸ τῶν ταύτης ἑώρα θυρῶν (ἐπόθει δ’ ἐκ πολλοῦ προσχω‐ ρῆσαι Ῥωμαίοις καὶ τὸ θεῖον δέξασθαι βάπτισμα), ὤνιον διανα‐ στᾶσα σύζυγον ἔλαβεν ἕνα τῶν αἰχμαλώτων Χριστιανῶν, ὅρκοις
5αὐτὸν ἐμπεδώσασα πρότερον, μὴ λιπεῖν τὴν ταύτης συνοίκησιν, μήδ’ εἰ ἄλλοθί που τὴν ἀποικίαν ποιήσαιντο. ἐπεὶ δ’ εὐκαιρίας πρὸς μετοικίαν ζητουμένης ἐνιαυτὸς ὅλος ἐτρίβη, ἐν ᾧ δὴ καὶ τέκνα δύο τὸ μὲν γεγέννηκεν, τὸ δ’ ἐν γαστρὶ φέρουσα ἦν, ἔτι πλείονα τὴν στοργὴν καὶ στεῤῥοτέραν πρὸς τὸν σύζυγον ἔσχε.
10τούτου δ’ οὕτως ἔχοντος ἔτυχεν ἐς τοὐπιὸν ἔτος αἰχμάλωτος ἀπα‐ γομένη καὶ ἡ προτέρα τοῦ ῥηθέντος ἀνδρὸς σύζυγος. ἣν ἐκεῖνος ἐδάκρυσε θεασάμενος. ἡ μέντοι Σκυθὶς ἐκείνη γυνὴ τὴν αἰτίαν τῆς λύπης καὶ τῶν δακρύων μαθοῦσα οὔτ’ ἠχθέσθη τἀνδρὶ, οὔτε ζηλοτύπως ἔσχε πρὸς τὴν γυναῖκα· ἀλλ’ ὤνιον εἰλήφει καὶ
15ταύτην, ἵνα καὶ ταῖς χρείαις ὑπηρετῇ τῆς οἰκίας καὶ ἅμα παρα‐ μύθιον εἴη τῇ θεωρίᾳ τἀνδρὸς ἐκ τῶν ἔγγιστα. ἐπεὶ δ’ εὐκαιρίας γενομένης τῷ θείῳ τε ἐτελέσθη βαπτίσματι καὶ τῇ βασιλευούσῃ τῶν πόλεων ἐπεδήμησε, δραμοῦσα πρὸς τὸν πατριάρχην ἡ προ‐ τέρα σύζυγος ἐβόα καὶ ἐστερνοτυπεῖτο καὶ ἀδικεῖσθαι ἔφασκε πα‐
20ρὰ τῆς Σκυθίδος, ἀφελομένης τὸν ἄνδρα αὐτῆς. παρελθούσης μέντοι κἀκείνης καὶ τὰ τοῦ πράγματος, ὡς εἶχεν, ἀκριβῶς διεξελ‐ θούσης, οὐκ εἶχεν οὐδεὶς οὐδὲν ἀπὸ δικαίου προφέρειν ἔγκλη‐ μα κατ’ αὐτῆς. κυρία γὰρ ἦν ἀμφοτέρων, ἅτε χρημάτων οἰκείων
ὠνίους ἐξ ἀγρίων φάναι θηρῶν εἰληφυῖα. ὅμως σιωπώντων ἁπάν‐

1

.

544

των καὶ μηδὲν ἐχόντων προφέρειν ἔγκλημα κατ’ αὐτῆς, κρίσιν ἐπέ‐ θηκεν αὕτη τοιαύτην τῷ πράγματι. τῷ μὲν ἀνδρὶ προῖκα τὴν λύσιν παρέσχε διὰ τὴν συνουσίαν καὶ τὴν ἐξ αὐτῆς τῶν παίδων γέννησιν· τῇ δὲ γυναικὶ βούλεσθαι μὲν, μὴ δύνασθαι δὲ διά τε τὴν τῶν χρειω‐
5δῶν ἔνδειαν καὶ τὸ ἐπ’ ἀλλοδαπῆς εἶναι σὺν δυσὶ βρέφεσι. „διὸ τὸ δοθὲν ὑπὲρ αὐτῆς κομίσασα (ἔφησε) τίμημα αὐτὴ μὲν ἀπερχέ‐ σθω μετὰ τοῦ ἀνδρός· ἐγὼ δ’ ἔσομαι τοῦ λοιποῦ μετὰ τῶν βρε‐ φῶν, ἐς τὰς χεῖρας ἀποβλέπουσα τοῦ φιλανθρώπου θεοῦ.“ ταύ‐ την τὴν κρίσιν πάντες ὕμνησαν ἅμα τῷ πατριάρχῃ καὶ τὸ μεγα‐
10λοφυὲς τῆς γυναικείας ἐκείνης γνώμης ἐθαύμασαν. ἀλλ’ οὐκ εἰς μακρὰν ἡ δίκη τὸ προσῆκον εἴληφε πέρας πρὸς τοῦ δικάζοντος ἄνωθεν ἀῤῥεπῶς φιλανθρώπου θεοῦ. ἐξελθοῦσα γὰρ ἡ γυνὴ περὶ τὴν τῶν λύτρων συναγωγὴν καὶ περιϊοῦσα τὰς γείτονας παρὰ τὴν Θρᾴκην, ὅποι τὴν οἴκησιν ἐπεποίητο πρότερον, εἰς τὰς χεῖρας
15αὖθις ἐμπέπτωκε τῶν Σκυθῶν, ἐξαίφνης ἐπιδραμόντων κατὰ τῆς Θρᾴκης. κἀκείνη μὲν αἰχμάλωτος ᾤχετο ἀπιοῦσα· ὁ δ’ ἀνὴρ ἔμεινε τοῦ λοιποῦ συνοικῶν τῇ ἐκ Σκυθῶν ἐκείνῃ χρηστῇ γυ‐ ναικί. ϛʹ. Ἐκάλει δὲ ἤδη τὸν βασιλέα τὰ Αἰτωλῶν καὶ Ἀκαρνάνων
20πράγματα, πλημμελῶς διακείμενα καὶ νοσοῦντα διὰ τὴν τοῦ δε‐ σπότου αὐτῶν τελευτήν. ἡ γὰρ ἀρχὴ διοικεῖσθαι μὴ δυναμένη παρὰ γυναικὸς χηρευούσης καὶ τέκνων ἀτελῶν ἔτι πλημμελῶς ἐφέρετο, καθάπερ ναῦς ἀγκυρῶν ὀρφανὴ κύμασι καὶ χειμῶνι
συνειλημμένη. ἐπεὶ δὲ ᾔδει τοῖς Ἰλλυριοῖς ὁ βασιλεὺς πάλαι εἰ‐

1

.

545

θισμένον τό γε ἐπιορκοῦντας καὶ παρασπονδοῦντας ληΐζεσθαι τὴν Ῥωμαίων χώραν καὶ λωποδυτεῖν τοὺς παριόντας καὶ πονηρίᾳ καὶ δόλοις συζῶντας, καὶ συνῆκεν, ὡς καὶ νῦν ἐμπόδιον ἔσονται λάθρα τῇ πρὸς Ἀκαρνᾶνας καὶ Αἰτωλοὺς ἐκστρατείᾳ αὐτοῦ, με‐
5ταπέμπεται μισθοφόρους δισχιλίους τῶν περὶ Σμύρναν καὶ Ἰω‐ νίαν κατοικούντων Τούρκων, μεθ’ ὧν δὴ καὶ ἀρχομένου ἔαρος ἐσβαλὼν ἐς τὴν Ἰλλυριῶν χώραν ἐδῄωσε ταύτην καὶ λείαν ἐκεῖθεν ἤλασε παμπληθῆ, ὡς πλουσίους ἐκ πενήτων ἐν βραχεῖ γενομέ‐ νους τοὺς Τούρκους βριθούσαις δεξιαῖς ταχέως ἐπανελθεῖν οἴκα‐
10δε. ὁ δὲ βασιλεὺς τούτῳ τῷ τρόπῳ τοὺς Ἰλλυριοὺς πεποιηκὼς ἀσθενεῖς ἀδεῶς διαβαίνει πρὸς Ἀκαρνᾶνας καὶ Αἰτωλοὺς μετὰ τοῦ οἰκείου στρατεύματος καὶ πᾶσαν ἐκείνην τὴν χώραν μετὰ τῶν πόλεων ἀπονητὶ παρεστήσατο, προσεῤῥυηκότων ἑκόντων αὐτῷ τῶν ἐκεῖ δυνατῶν μετὰ τῆς δεσποίνης αὐτῶν Ἄννης, τῆς τοῦ
15πρωτοβεστιαρίου θυγατρός. (Β.) Ἐν δὲ τούτοις ἀσχολουμένου τοῦ βασιλέως, ἑάλω καὶ ἡ τῶν Βιθυνῶν μητρόπολις Νικομήδεια, τῷ πολλῷ καταπονηθεῖσα λιμῷ, διὰ τὴν ἐπίμονον τῶν ἐχθρῶν πο‐ λιορκίαν. τῷ μέντοι μετὰ ταῦτα ἐνιαυτῷ οὐδὲν ἱστορίας ἄξιον πέπρακται, πλὴν ὅτι συνεχῶς τε καὶ ἀδεῶς καὶ κατὰ πλήθη κα‐
20τέδραμόν τε καὶ κατατρέχουσι Θρᾴκην οἱ Τοῦρκοι. τοῦτο γὰρ, ὡς ἐγνωσμένον ἤδη καὶ σύνηθες, ὀκνῶ διηνεκῶς διηγεῖσθαι. (Γ.) Τῷ δ’ ἑξῆς ἔτει ὁ μὲν παῖς τοῦ τῆς Ἠπείρου κρατοῦντος πρότερον κόντου Κεφαλληνίας, τεσσαρεσκαιδέκατον τῆς ἡλικίας
ἄγων ἔτος τηνικαῦτα καὶ σύνεσιν τῆς ἡλικίας ἔχων μείζονα, ἐπει‐

1

.

546

δὴ τὸν μὲν πατρῷον κλῆρον ὑπὸ τῷ βασιλεῖ γενόμενον εἶδε, τὴν δὲ μητέρα συνθεμένην ἀκολουθῆσαι τῷ βασιλεῖ μέχρι Θεσσαλο‐ νίκης, κελεύουσαν δ’ ἕπεσθαι καὶ αὐτὸν δίχα τῶν πατρικῶν ἐπι‐ σήμων συμβόλων, ἀποστασίαν ἐπινοεῖ· καὶ συμβούλῳ χρησά‐
5μενος ἑνὶ τῶν εὐγενῶν τῆς Ἠπείρου ἅμα αὐτῷ φεύγων ᾤχετο ἐς Πάτρας τὰς παλαιὰς παρὰ τὴν σύζυγον τοῦ τελευτήσαντος πρίγκι‐ πος Πελοποννήσου καὶ Ἀχαΐας. ἡ δὲ μήτηρ εὐθὺς ἅμα τῷ βα‐ σιλεῖ διασώζεται μέχρι Θεσσαλονίκης, κἀκεῖ πρὸς τοῦ βασιλέως ἱκανὰ χωρία λαβοῦσα προσόδων ἐτησίων ἕνεκα αὐτόθι κατοικεῖν
10ἔγνωκε τοῦ λοιποῦ. ἐπίτροπός γε μὴν τῆς Ἠπείρου ἐγκαταλέλει‐ πται πρὸς τοῦ βασιλέως ὁ πρωτοστράτωρ Θεόδωρος ὁ Συναδη‐ νός· ὃς καὶ πρὶν ὅλον ἐξήκειν ἐνιαυτὸν αἰφνιδίως ἁλίσκεται πρὸς τῶν τῆς χώρας οἰκητόρων καὶ δέσμιος τῷ τοῦ κόντου δίδοται παιδὶ, πρὸς τὴν Ἤπειρον αὖθις ἐπανελθόντι καὶ ἀναδεξαμένῳ
15τὴν πατρικὴν ἀρχὴν παρ’ ἑκόντων τῶν ὑπηκόων. ζʹ. Ὁ δὲ βασιλεὺς ἐνδημήσας ἐς Ἀδριανούπολιν ἅμα τῇ συ‐ ζύγῳ δεσποίνῃ τὰς ἐκ πολλοῦ συμφωνίας ἤδη πρὸς πέρας ἤγαγε, δοὺς εἰς γυναῖκα τὴν θυγατέρα αὐτοῦ τῷ Ἀλεξάνδρου παιδὶ τοῦ τῶν Μυσῶν ἀρχηγοῦ, πεντεκαιδέκατον ἄγοντι τῆς ἡλικίας ἔτος
20ἐτῶν οὖσαν αὐτὴν ἐννέα. καὶ ἦν τὸ λοιπὸν εἰρήνη βαθεῖα μεταξὺ Ῥωμαίων καὶ Μυσῶν. (Β.) Ἐν τούτῳ τῷ χρόνῳ γεννᾶται παι‐ δίον ἐν Βυζαντίῳ, συμφυὲς μὲν ἀπὸ ποδῶν ἄχρις ὀμφαλοῦ, τὰ δ’ ἑξῆς διαιρούμενον ὤμους καὶ στέρνα καὶ ῥάχιν, καὶ δύο μὲν
ἔχον κεφαλὰς, χεῖρας δὲ τέτταρας· ὃ καὶ μετὰ μίαν ἡμέραν ἐξε‐

1

.

547

πεπνεύκει. (Γ.) Ἐφάνη δὲ καὶ πολλῷ τούτου πρότερον παιδίον ἕτερον περὶ Τραϊανούπολιν, ὃ δὴ τρίτου γενόμενον ἔτους ἐψέλ‐ λιζε μὲν κατὰ νήπιον· ῥώμην δ’ εἶχεν, ὅσην ἂν καὶ εἴκοσιν ἐτῶν ἀνὴρ, καὶ ἤσθιεν ὁμοίως κατ’ ἄνδρα κἀν τῇ ἥβῃ τρίχας εἶχεν
5ἀνδρὸς τελείου. ἀλλὰ πρὶν ἐς πέμπτον ἔτος ἐληλυθέναι, πυρετῷ συσχεθὲν ἐτελεύτησεν. ἡ γὰρ ἔνδεια τῆς τῇ βρεφικῇ ἡλικίᾳ προση‐ κούσης ὑγρότητος ξηρότητα ἐνεποίησε τῷ σώματι τοιαύτην, οἵαν καὶ εἰκοσαέτης ἔχοι ἄν· κἀντεῦθεν καὶ τὴν ὁμοίαν ἰσχὺν τοῖς μέλεσι καὶ μορίοις αὐτοῦ γε ἐντέθεικεν, ὡς συσχεθῆναι μὲν διὰ
10ταῦτα τὴν ἁρμόττουσαν ἑκάστῃ τῶν ἡλικιῶν αὔξησιν καὶ τρο‐ φήν· μὴ ἔχειν δ’ αὐτὴν ἑαυτὴν διοικεῖν τὴν φύσιν, ὡς ἐτάχθη πρὸς τοῦ ποιήσαντος καὶ συνδήσαντος. οὕτω γὰρ τὴν τοῦ ζώου πλάσιν ὁ τεχνίτης θεὸς συνεκέρασεν, ὡς μὴ δεῖσθαι μηδεμιᾶς ἔτι προσθήκης ἢ ἐλλείψεως· ἀλλὰ καθάπερ ἐν ἁρμονίᾳ μουσικῇ τῆς
15μὲν λυθείσης τῶν χορδῶν, τῆς δὲ ταθείσης ὑπὲρ τὸ εἰκὸς, ἡ τοῦ μέλους φαυλότης ἐλέγχεται, οὕτω κἀνταῦθα τῆς τοῦ ζώου συμ‐ πήξεως παρασυρείσης ὑπό τινος ὑλικῆς ἐνδείας ἢ πλεονασμοῦ, καὶ τὸν προσήκοντα παραμειψάσης χρόνον, ἡ εἰς τὰ πρόσω πο‐ ρεία τῆς γενέσεως καὶ αὐξήσεως διακόπτεται· καὶ γίνεται παρα‐
20πλήσιον τὸ πάθος, ὁποῖον κἀν τοῖς νεοβλάστοις ὁρῶμεν γινόμε‐ νον ἄνθεσιν, ἃ τὴν ὥραν προαρπάσαντα κἀντεῦθεν νεωτερισμοῦ τινος καὶ προπετείας ὄφλοντα δίκην σκηπτοῦ καὶ χαλάζης μαραί‐ νουσιν ἐμβολαὶ καὶ ψύχος ἀταμίευτον ἀφαιρεῖ τὴν ἀκμὴν καὶ πά‐
χνη τις ἔξωρος ἔλεγχος σαφὴς τῆς λιχνείας καθίσταται τοῦ φυτοῦ.

1

.

548

(Δ.) Φθινοπώρου δ’ ἀρχομένου ἤδη σύγχυσις γίνεται πολιτείας ἐν τῇ Γεννούᾳ. τῶν γὰρ γένει καὶ πλούτῳ προὐχόντων τῆς πό‐ λεως ἐκείνης πρὸς τὸ γαῦρον καὶ ὑπεροπτικώτερον ἀποκλινάντων, ἐς τυραννίδα τὴν τῆς δημοκρατίας ὁμοφροσύνην μεταβάλλεσθαι
5ξυνέβαινε. καὶ διὰ τοῦτο ταλαιπωρούμενοι δεινῶς οἱ δημόται κατεξανίστανται τούτων καὶ ἐξωθοῦσι τῆς πόλεως καὶ καθιστῶ‐ σιν ἡγεμόνα τῆς πολιτείας ἕνα τοῦ δήμου, κατὰ τὸ ἀρχαῖον τῆς ὑπατείας τῶν Ῥωμαίων ἀξίωμα, ἢ μᾶλλον κατὰ τὴν τῶν Βενε‐ τικῶν πολιτείαν. (Ε.) Τοῦ δὲ χειμῶνος τούτου παρεῤῥυηκό‐
10τος, καὶ τοῦ ἡλίου τὸν κριὸν παραλλάττοντος, ἐφάνη Ξιφίας ἐν οὐ‐ ρανῷ, ὅμοιος μὲν τῷ πρὸ τριῶν ἤδη φανέντι τῶν ἐνιαυτῶν, οὐ περὶ τὸν αὐτὸν δὲ τόπον, οὐδὲ τὴν ὁμοίαν ποιούμενος κίνησιν· ἀλλὰ ἀρξάμενος ἀπὸ τῆς τῶν χηλῶν τελευτῆς, ἔνθα τὸν στάχυν τῆς παρθένου τηνικαῦτα παρεῖναι συνέβαινεν, ἐκινεῖτο κατὰ νυχθή‐
15μερον ἕκαστον περί που τὰς πέντε μοίρας, ἕως κατήντησεν εἰς τὸν λέοντα, κἀκεῖ διελύθη τελέως. (ϛʹ.) Τῶν δὲ Τούρκων ὀκτὼ χιλιάδες διαπεραιωσάμενοι τὸν Ἑλλησπόντιον πορθμὸν, μετὰ τῶν ὑποζυγίων οἱ πλείους, ἐληΐσαντο πᾶσαν τὴν ἄχρι Μυσῶν Θρᾴ‐ κην, ἣν δὴ καὶ Ῥωμαίοις μὲν ἔρημόν τε καὶ ἀτριβῆ πεποιήκεσαν
20πᾶσαν· αὐτοὶ δ’ ἄγοντές τε καὶ φέροντες οὐκ ὀκνοῦσι νύκτωρ καὶ μεθ’ ἡμέραν καὶ τὴν μὲν λείαν πᾶσαν διαβιβάζοντες ἐς Ἀσίαν, αὐτοὶ δ’ ἀπαλλάττεσθαι τῆς Θρᾴκης οὐδ’ ὀψὲ τοῦ χρόνου βου‐ λόμενοι, ἅτε μηδένα τὸν ἐναντιωσόμενον ἔχοντες.
ηʹ. Ἐν τούτῳ τῷ ἔαρι καὶ Βασίλειος, ὁ τῆς Τραπεζοῦντος

1

.

549

τὴν ἐξουσίαν διεζωσμένος, νόσῳ βραχείᾳ τὸν βίον ἀπέλιπεν. οἶμαι δέ τις θεομηνία τοῦ βίου τοῦτον ἐξαίφνης ἐξήγαγεν. Εἰρήνῃ γὰρ τῇ τοῦ βασιλέως θυγατρὶ συνοικήσας ἐπὶ σμικρὸν νομίμως ὁμοῦ καὶ δικαίως, μετά γε τῆς ἀνηκούσης ὁμοφροσύνης καὶ σωφρο‐
5σύνης, εἶτα τοὺς γαμικοὺς μετενήνοχεν ἔρωτας εἰς ἑταιρίδα τινὰ, καλουμένην καὶ ταύτην Εἰρήνην. καὶ ταύτῃ λοιπὸν ἀθέσμως μι‐ γνύμενος εἰς μῖσος ἐτράπετο τῆς νομίμου. τοῦ δὲ χρόνου προ‐ βαίνοντος ὁρῶν οὐκ ἀνεχομένην τὴν βασιλίδα τὸ τοῦ πράγματος ἄτοπον, ἀλλ’ ἐπιβοωμένην οὐρανόν τε καὶ γῆν καὶ πᾶσιν ἐξαγ‐
10γέλλουσαν τὸ τῆς καρδίας πῦρ, ἐξήλασε καὶ τῆς αὐθεντικῆς οἰ‐ κίας αὐτήν. τάχα δ’ ἂν καὶ θάνατον ἐπήνεγκεν αὐτῇ βίαιον, εἰ μὴ ἐδεδίει τὸν δῆμον, σφοδρῶς κατ’ αὐτοῦ δι’ αὐτό γε τουτὶ θο‐ ρυβούμενόν τε καὶ στασιάζοντα. ἐν μέντοι ταῖς ἱεραῖς ὑμνῳδίαις καὶ τοῖς πομπικοῖς θεάτροις τῶν πανηγυρικῶν ἑορτῶν Βασιλείου
15καὶ Εἰρήνης ἡ μνήμη τὴν εὐφημίαν ἐκρότει· κἀντεῦθεν ἐπλήρου τήν τε ἐρωτικὴν ἔφεσιν ὁ Βασίλειος ἑαυτοῦ, καὶ ἅμα τὴν τοῦ δή‐ μου ζήτησιν, προσποιούμενος τὸ λανθάνειν διὰ τῆς ὁμωνυμίας· ὡς καὶ ὑποψίαν διὰ ταῦτα γενέσθαι, λαθραίαις ἐπιβουλαῖς τῆς βασιλίδος Εἰρήνης συμβῆναι τῷ Βασιλείῳ τὸν θάνατον. τελευ‐
20τήσαντος δ’ ὅμως εἴθ’ οὕτως εἴτ’ ἐκείνως αὐτοῦ, εἰσῆλθε μὲν ἡ νόμιμος ἐκείνη σύζυγος Εἰρήνη μετὰ πάσης τῆς βασιλικῆς ἐξου‐ σίας εἰς τὰ βασίλεια· ἐξήλασε δ’ ἐκεῖθεν εὐθὺς τὴν ὁμώνυμον μὲν, ἀλλοτριότροπον δὲ καὶ παράνομον Βασιλείου σύζυγον· καὶ
μέντοι καὶ κοινῇ ψήφῳ τῶν Τραπεζουντίων ἐξόριστον πέμπει πρὸς

1

.

550

τὸ Βυζάντιον ἅμα τοῖς τέκνοις. (Β.) Συνεκπέμπει δὲ καὶ πρέ‐ σβεις ἐς βασιλέα τὸν πατέρα αὐτῆς, κομίσοντας τὸν αὐτῇ μὲν νομίμως συζευχθησόμενον, διαδεξόμενον δὲ καὶ τὴν τῆς βασι‐ λείας ἐκείνης ἀρχήν. οἳ δὴ καὶ ἐς Βυζάντιον ἐνδημήσαντες ἐπεὶ
5τὸν βασιλέα περὶ Θεσσαλονίκην ἤκουον διατρίβειν, ἐκεῖσε καὶ αὐτοὶ ποιεῖσθαι ἐγνώκεισαν τὴν πορείαν. ἐνιαυτῷ γὰρ ἤδη πρό‐ τερον ἀπὸ Θρᾴκης ἐς Μακεδονίαν ὁ βασιλεὺς μεταβὰς ἔμελλεν εὐθὺς καὶ εἰς Ἤπειρον διαβαίνειν ἐπὶ τοὺς παρασπονδήσαντας Ἀκαρνᾶνας καὶ Αἰτωλούς. ἀλλ’ ἐπέσχεν ἐν πόλει Θεσσαλονίκῃ
10μικρὸν ἡ συνήθης ἐπήρεια τοῦ σπληνός· ὃς ἐκ πολλῶν ἤδη τῶν χρόνων τροπήν τινα πεπονθὼς καὶ παραφορὰν τοῦ καθήκοντος σφόδρα ἐξῴδηκε νῦν καὶ τὴν ἔνδον γειτονοῦσαν τῶν σπλάγχνων οἰκονομίαν διέδραμεν, ὡς κακοσιτίαν ἐντεῦθεν συμβαίνειν λοι‐ πὸν καὶ μελῶν ἀτονίαν καὶ θάνατον ἀπειλούσας λειποψυχίας.
15ῥαΐσας μέντοι μικρὸν ἐς Ἀκαρνανίαν ἀπῄει. ἔνθα δὴ τηνικαῦτα καὶ οἱ τῶν Τραπεζουντίων πρέσβεις ἐντετυχηκότες αὐτῷ τὰ τῆς πρεσβείας ἐξήγγειλαν. (Γ.) Διατριβῆς δὲ μεταξὺ γινομένης καὶ τῆς τῶν Τραπεζουντίων ἡγεμονίας ὑπὸ γυναικὶ διοικεῖσθαι καλῶς καὶ βεβαίως οὐ δυναμένης, στασιάζειν τινὲς ἐπεχείρουν καὶ ἀνα‐
20σείειν τὸν δῆμον. ὅθεν ἀναγκασθεῖσα Εἰρήνη ἡ βασιλὶς τῶν Τρα‐ πεζουντίων ἐξέπεμψε ταχυναυτοῦσαν τριήρη μετὰ πρέσβεων ἄλ‐ λων, καὶ σύν γε αὐτοῖς τὸν τῆς Τραπεζοῦντος ἀρχιθύτην, κα‐
τεπείξοντας τὴν προτέραν ζήτησιν αὐτῆς πρὸς τοῦ βασιλέως

1

.

551

Ῥωμαίων. οἳ δὴ καταπλεύσαντες ἐς Βυζάντιον καὶ τὸν βασιλέα οὐχ εὑρηκότες ἀποστέλλουσιν ἐς βασιλέα ἱππέας ὀλίγους, οἳ καὶ γένει καὶ ἀξιώματι προέχειν τῶν ἄλλων ἐδόκουν. οἷς ἐνδημήσασι τῇ τῶν Θεσσαλονικέων μητροπόλει οὐκ ἐγένετο ἐντυχεῖν παρόντι
5τῷ βασιλεῖ. ῥαΐσας γὰρ πρὸ βραχέος ἐκεῖνος, ὡς εἴρηται, ἀπῄει πολιορκήσων τὴν τῶν Ἀκαρνάνων μητρόπολιν. ὅθεν ἔδοξε κατὰ χώραν μείνασι, γράμμασι μηνύειν τῷ βασιλεῖ τὴν τῆς ἀφίξεως αἰτίαν αὐτῶν. (Δ.) Ἐπεὶ δ’ ἐξουσίας κολακευούσης τὸ ἐπιθυ‐ μητικὸν τῆς γυναικείας ὀρέξεως πάντα χαλινὰ διαῤῥήγνυται, λαν‐
10θανούσαις μίξεσι χρῆσθαι τὴν βασιλίδα Εἰρήνην ἐψιθυρίζετο πρὸς τὸν μέγαν δομέστικον τῶν Τραπεζουντίων. τοῦτο δὲ δια‐ τρέχον τὰς τῶν πολλῶν ἀκοὰς κατεστασίαζε τόν τε δῆμον καὶ μάλιστα τοὺς εὐγενείᾳ προὔχοντας· καὶ οἱ μὲν προσεχώρουν τῷ Τζανυχίτῃ, πλούτῳ καὶ δόξῃ τηνικαῦτα δυναμένῳ τὰ μέγιστα·
15οἱ δὲ τῷ μεγάλῳ δομεστίκῳ. οὕτω δὲ στασιασθείσης καὶ εἰς δύο σχισθείσης τῆς τῶν Τραπεζουντίων πόλεως, εἰς μάχην ἐμφύλιον ἐτελεύτα τὸ πρᾶγμα· ὅτε δὴ καὶ κατακοπῆναί φασι πλείστους τε ἄλλους ἐξ ἑκατέρων τῶν μερῶν καὶ ἐπὶ τούτοις Τζανυχίτην. θʹ. Ὁ μέντοι βασιλεὺς Ἀνδρόνικος, περὶ τὴν πολιορκίαν ἀσχο‐
20λούμενος τῆς τῶν Ἀκαρνάνων μητροπόλεως, πάντα ἐξουρίας εἶχε τὰ ἐς βούλησιν αὐτῷ γε ἰόντα κατὰ τὸ ἐφικτόν. τοῦ γὰρ μεγά‐
λου δομεστίκου τοῦ Καντακουζηνοῦ παρασπίζοντος καὶ συνδιϊ‐

1

.

552

θύνοντος ἄριστα τὴν ἀρχὴν, οὐδὲν δεινὸν αὐτῷ τῶν παρεστώτων ἐδόκει δεινῶν. τήν τε γὰρ χρονίαν ἐν ὑπερορίῳ ἐκστρατείᾳ δια‐ τριβὴν καὶ φθορὰν τῆς ἵππου καὶ τοῦ στρατοῦ δεξιῶς διετίθει, καὶ αὖ τὴν ἀπὸ τοῦ σπληνὸς πιέζουσαν νόσον συνετῶς αὐτῷ
5ἐπεκούφιζε καὶ ἅπαντος τοῦ ἐντεῦθεν ἀπήλλαττε δέους· καὶ εἴ τις πλήττουσα τὴν καρδίαν ὑπῆρχε φροντὶς κοσμικὴ, πάσας ἐξο‐ μαλίζων ἐτέλει ῥᾳδίως. καὶ ἐπὶ τούτοις τὰς ἐκ τῶν συγγενῶν τηνικαῦτα παραφυείσας ἐπιβουλὰς μάλα σοφῶς αὐτὸς ἀνεῖργε, συστέλλων καὶ ἀπαλλάττων ἐς τἀσφαλὲς, πρὶν εἰς ἀκοὰς ἰέναι
10τῷ βασιλεῖ. πολλοῖς γὰρ κοσμούμενος ὁ ἀνὴρ τοῖς πλεονεκτήμα‐ σιν, ὅσα τε φύσις χαρίζεται καὶ ὅσα βαθεῖα σύνεσις εὐφυῶς πη‐ δαλιουχοῦσα κοσμεῖ, πρὸς παντὸς ἠγαπᾶτο τοῦ στρατοπέδου· καὶ ἦν οὐδεὶς, ὃς οὐ προὐτίθει τῆς ἑαυτοῦ ζωῆς τὴν ἐκείνου. τό,τε γὰρ φιλότιμον τῆς δεξιᾶς καὶ τὸ τοῦ ἤθους καρτερικὸν οὐδ’
15ἐν ταῖς ὑπερορίοις διατριβαῖς τε καὶ ἀσχολίαις ἀμείβων ἤμειβεν ὅμως τὰς τύχας τῶν ἐν τοῖς ὅπλοις τότε λιμῷ καὶ λοιμῷ ὑπο‐ ταλαιπωρούντων ἔς γε τὸ βέλτιον· καὶ ἦσαν ὥσπερ ἐκ μιᾶς οἱ περιλειπόμενοι βοῶντες ἅπαντες γλώττης, στρατιῶται καὶ στρα‐ τηγοὶ, λόχοι καὶ λοχαγοὶ, σωτῆρα τοῦτον καὶ τροφέα καὶ πλου‐
20τοδότην, καὶ ὅσα τὴν Ῥωμαίων ἡγεμονίαν ἐνδοξοτέραν καθί‐ στησι. (Β.) Καὶ (ἵν’ ὡς ἐν κεφαλαίῳ διεξέλθωμεν ὅσα ἐν τούτῳ τῷ χρόνῳ ἡ τοῦ ἀνδρὸς εὐφυῶς κατέπραξε σύνεσις, ἐγγύθεν τε καὶ πόῤῥωθεν ὁμοίως διενεργοῦσα) αὐτοῦ γὰρ ἅμα τῷ βασιλεῖ
τὴν τῶν Ἀκαρνάνων πολιορκοῦντος μητρόπολιν, ἑάλωσαν οἱ τυ‐

1

.

553

ραννίδα μελετήσαντές τε καὶ ἐπιθέμενοι ἐς Βυζάντιον, πολλοί τε ὄντες καὶ οὐ τῶν ἀφανῶν· περὶ ὧν ὕστερον πλατύτερον λέξο‐ μεν. ἑάλω δὲ καὶ Σφραντζῆς ὁ Παλαιολόγος, ὁ τοῦ Συργιάννου φονεὺς, τὰς ὁμοίας ἐξαρτύων κατὰ τοῦ βασιλέως ἐπιβουλάς·
5συμπαρὼν μὲν αὐτῷ καὶ συστρατοπεδεύων αὐτὸς, ἔχων δ’ οὖν καὶ τοὺς ἐκ Θηβῶν Κατελάνους λάθρα οἱ συμπαρασκευαζομέ‐ νους καὶ ἅμα τοὺς ἀστυγείτονας τῶν Ἰλλυριῶν. ἀλλ’ οὗτος μὲν ἔφθη τοῦ βίου προαπελθὼν, πρὶν τὰς ἀξίας ἐνταῦθα δίκας ἐκτῖσαι· οἶμαι τοῦ θεοῦ βαρυτέραν ταμιευσαμένου τῷ δυσμενεῖ
10τὴν αἰώνιον κόλασιν. (Γ.) Ἐγεγόνει δ’ ὑπὸ Ῥωμαίοις τηνικαῦτα ἀπονητὶ καὶ ἡ Φωκαέων πόλις, ἣν μετὰ πολλῆς τῆς ναυτικῆς δυ‐ νάμεως πρὸ τεττάρων ἤδη τῶν χρόνων ὁ βασιλεὺς καταπλεύσας τότε μὲν οὐχ εἷλε, νῦν δὲ καιρὸν ἐπιτηρήσαντες οἱ ταύτης ἔνοικοι Ῥωμαῖοι, καθ’ ὃν ἐς τὰ εἰθισμένα ἐξῄει κυνηγέσια ὁ τῆς πό‐
15λεως ἀρχηγὸς, κατέσχον τε αὐτὴν, βιασάμενοι τοὺς ἔνδον Λα‐ τίνους, ὀλίγους ὄντας, καὶ ἅμα τὸ τοῦ βασιλέως ἐπευφήμησαν ὄνομα, ἐπὶ τῶν τοῦ τείχους ἐπάλξεων ἀναβάντες. (Δ.) Τούτων δ’ οὕτως ἐχόντων ἀπογνόντες πρὸς τὸ τῆς πολιορκίας ἐκτετα‐ μένον ἐνέδοσαν καὶ οἱ Ἀκαρνᾶνες· καὶ οὕτως ὑποχείριος ἐγεγόνει
20τῇ τῶν Ῥωμαίων ἡγεμονίᾳ πᾶσα ἡ τῆς παλαιᾶς ὀνομαζομένης Ἠπείρου ἐπαρχία, καὶ οὐδὲν ἦν ἔτι τὸ ἀντιπράττον ἐκεῖθεν. ἀλλ’ ἐπανιόντι τῷ βασιλεῖ πρὸς Θεσσαλονίκην συνεπανῄει καὶ ὁ τοῦ
τελευτήσαντος κόντου Κεφαλληνίας υἱὸς, οὐ μάλα ἑκὼν, μηδε‐

1

.

554

μίαν ἔχων ἔτι προσδοκίαν ἐπανελθεῖν ἐς τὴν πατρῴαν τοῦ ἡγεμο‐ νικοῦ κλήρου διαδοχήν. οὕτω μεγίστων ἔργων δημιουργὸς εὐφυὴς ἡ τοῦ μεγάλου δομεστίκου καθέστηκε σιωπή. τῶν μὲν γὰρ ἄλλων οἱ λόγοι σκιαὶ μόνον ὑπάρχουσιν ἔργων, τῇ βλάστῃ εὐθὺς καὶ τῇ
5γλώττῃ συναποθνήσκοντες· τοῦ δ’ ἀνδρὸς τουτουῒ καὶ ἡ σιωπὴ ἔργων μεγάλων ἐστὶν αὐτουργός. πολλὴν γὰρ ὁ ἀνὴρ πλουτεῖ τὴν μεγαλοφυΐαν καὶ τὴν περίνοιαν, βαθεῖαν αὔλακα διὰ φρενὸς ὡς ἀληθῶς καρπούμενος. (Ε.) Ἔαρος δ’ ἐπιόντος ἀπάρας ὁ βασιλεὺς ἐκ Θεσσαλονίκης ἅμα γυναικὶ καὶ παισὶ δωδεκαταῖος κα‐
10τέλυσε παρὰ πόλει τῇ ἐπικεκλημένῃ Διδυμοτείχῳ. κἀκεῖ διατρί‐ ψας ἡμέρας συχνὰς ἧκεν εἰς τὸ Βυζάντιον, λήγοντος ἤδη τοῦ ἔαρος, βαρείᾳ τῇ ἀπὸ τοῦ σπληνὸς πιεζόμενος νόσῳ καὶ ὀξυτέρᾳ τῇ ῥύμῃ πρὸς θάνατον ἤδη συνελαυνόμενος. ἀπέγνωστο γὰρ καὶ πρὸς τῶν ἰατρῶν, ὅσοι τε τῶν Ῥωμαίων καὶ οἳ τῶν Περσῶν
15προσεκλήθησαν τούτου γε εἵνεκα, τρεῖς ὄντες αὐτοί. ὧν ἁπάν‐ των λεπτοτέρᾳ ἐπιταττόντων χρῆσθαι διαίτῃ καὶ ὅλῃ προθέσει ψυχῆς τῶν βλαπτόντων ἀπέχεσθαι, ὁ δὲ ὠλιγώρει τελέως αὐτῶν, μόνῃ τῇ ἰδίᾳ βουλήσει χρώμενος ἡγεμόνι τῆς ἑαυτοῦ τραπέζης, ἐναντιωτάτῃ τὸ παράπαν ταῖς τῶν ἰατρῶν οὔσῃ παραγγελίαις.
20διὰ δὴ τοῦτο καὶ αὔξην ταχεῖαν ὁ σπλὴν εἰληφὼς ἔδραμεν ἄχρι καὶ ἐς τὸ ἧπαρ, καὶ ἥκιστα ζῇν αὐτὸν ἀδεῶς τοῦ λοιποῦ ξυνεχώ‐ ρει. ἡμέρας οὖν εἴκοσιν ἐν τοῖς βασιλείοις διατετελεκότι καὶ πᾶσαν
ἀνθρώπων ὁμιλίαν ἀποσεισαμένῳ ἔδοξε πρὸς τὸ θεῖον ἰέναι τῆς

1

.

555

θεομήτορος τέμενος, τῆς τῶν Ὁδηγῶν καλουμένης μονῆς. με‐ γάλας γὰρ εἶχε καὶ ἀῤῥαγεῖς πρὸς αὐτὴν ἀεὶ τὰς εὐφραινούσας ἐλπίδας ἐν πάσαις ταῖς πράξεσιν. ἧκεν οὖν συνήθως καὶ νῦν, αἰτήσων δυοῖν θάτερον, ἢ τοῦ νοσήματος, ἢ τοῦ βίου ἀπαλ‐
5λαγήν. ιʹ. Ἀλλ’ ἐκεῖνο μικροῦ με παρέδραμε, τῶν ἀναγκαιοτάτων ὑπάρχον λεχθῆναι. περαιτέρω γὰρ ἰέναι τούτου χωρὶς οὐκ ἂν δυναίμην. διὰ βραχέων τοίνυν ἐπαναλήψομαι. τῆς τῶν Ῥωμαίων ἡγεμονίας ἐξ Ἀνδρονίκου τοῦ πάππου πρὸς τὸν νέον μετατεθείσης
10Ἀνδρόνικον, ἧκεν ἐξ Ἰταλίας ἀνὴρ ἐς Βυζάντιον, ῥάκος Ῥω‐ μαϊκὸν ὑποδὺς καὶ Βαρλαὰμ ἑαυτὸν ὀνομάσας. οὗτος ἤσκητο μὲν καὶ τὴν Λατίνων δογματικὴν σοφίαν· ἐγεύσατο δ’ οὖν καὶ τῆς θύραθεν τῶν Ἑλλήνων, εἰ καὶ μὴ ὡς ἐκεῖνος ᾤετο, ἀλλ’ οὖν μετρίως καὶ ἄκρῳ (τὸ τοῦ λόγου) δακτύλῳ. τυχών γε μὴν εὐμε‐
15νείας βασιλικῆς καὶ πλουσίᾳ τῇ γλώττῃ σεμνύνων τὰ ἑαυτοῦ ἐλοι‐ δόρει καὶ κατεμέμφετο τὴν τῶν Βυζαντίων πολιτείαν, ἄμοιρον εἶναι σοφίας αὐτὸς καταψηφιζόμενος, ἐπιβούλως οὑτωσὶ καὶ κα‐ κοήθως διὰ τῆς τῶν ἄλλων λοιδορίας ἑαυτῷ πραγματευόμενος εὔκλειαν δημοτικήν· ὡς καὶ πολὺν ἐντεῦθεν τὸν ἔπαινον πρὸς
20τῶν φαυλοτέρων καὶ ἀμαθῶν ἐπισπάσασθαι. (Β.) Ἀλλ’ οὐκ εἰς μακρὰν ἠλέγχθη πίθηκος ὢν καὶ πρὸς τῶν Βυζαντίων ὀλίγου δέω λέγειν ἁπάντων κατέγνωσται καὶ διακεκωμῴδηται πάνυ τοι σφό‐
δρα περιφανῶς. τὸ δ’ ὅπως, ἔξεστιν ἀκούειν τοῖς βουλομένοις

1

.

556

ἐντυγχάνειν τῷ διαλόγῳ, ὃν ἐγὼ ταῖς τῶν πλείστων καὶ σοφω‐ τέρων δεήσεσιν εἴξας ξυγγέγραφα, πλατύτερον πάντα διεξελθὼν ἐν αὐτῷ. τούτου δ’ ἡ μὲν ἐπιγραφὴ, Φλωρέντιος, ἢ περὶ σο‐ φίας· ἡ δ’ ἀρχή· πόθεν ἡμῖν ὁ καλὸς Φλωρέντιος διὰ χρόνου
5καταίρει ἐς τὸ τῶν Κερκυραίων ἐπίνειον; τύχῃ ἀγαθῇ, ὦ φίλε Κριτόβουλε, Σαλαμινία καὶ Πάραλος, αἱ μάλιστα Ἀθηναίων ταχυναυτοῦσαι τριήρεις, δεκαταίους ἡμᾶς Ἀθήνηθεν ἥκουσιν ἄγουσαι πρέσβεις ἐς τὴν τῶν Κερκυραίων βουλὴν, ἀγγελοῦντας ἅττα ἀκηκοὼς καὶ αὐτὸς οὐκ ἂν οἶμαι ἔχοις, ὅπως οὐχὶ θαυ‐
10μάσαις. πέπλασται γὰρ ἐν τῷ διαλόγῳ καὶ ἠλλοίωται ἡμῖν τά τε τῶν προσώπων καὶ τῶν πραγμάτων ὀνόματα· καὶ ἀντὶ μὲν Βυζαντίων ἡ τῶν Ἀθηναίων εἰσάγεται πόλις· ἀντὶ δὲ τῶν Ῥω‐ μαϊκῶν ἡγεμόνων Ἡρακλεῖδαι καὶ Κεκροπίδαι· ἀντὶ δὲ Νικηφό‐ ρου Νικαγόρας· καὶ τὰ ἑξῆς δῆλα τοῖς συνετῶς ὁρῶσιν. (Γ.) Ἀλλὰ
15γὰρ οὗτος ὁ Βαρλαὰμ τὴν πρώτην ἠτυχηκὼς καὶ τῶν μεγίστων ἐλπίδων ἐκπεπτωκὼς ἑτέραν ἑξῆς ἐβάδισε, βουλόμενος ἐντεῦθεν γοῦν, ἣν ἐκεῖθεν οὐ δεδύνηται, δόξαν θηράσασθαι. καὶ εὐθὺς ὥρμησεν, εἴ τι σαθρόν ἐστιν εἰρημένον ἐνίοις, ἐς προὖπτον ἐλέγχειν, ἵν’ ἐκεῖθεν ὡς ἐξ ἀσφαλοῦς δῆθεν ὁρμητηρίου φερό‐
20μενος ὕβριν τινὰ καὶ ζάλην τῇ ἐκκλησίᾳ προστρίψηται, κἀντεῦ‐ θεν ὑγιέστερα τὰ Λατίνων ἐπιψηφίσηται δόγματα. ἐγρηγόρει τοί‐
νυν καὶ τὴν τῶν ἀσκητῶν ἀναίδην διέβαλλε πολιτείαν, Εὐχίτας

1

.

557

τε ὀνομάζων αὐτοὺς καὶ Ὀμφαλοψύχους, καὶ ὅσα τούτοις ἑπό‐ μενα, καὶ ἐπὶ τούτοις τῇ τῶν Μασσαλιανῶν αἱρέσει καθυπο‐ βάλλων· ἅτε ἐγκαυχωμένων ἀκούων αὐτῶν καὶ γλώττῃ καὶ γρα‐ φαῖς, ὡς ἔλεγε, σωματικοῖς ὁρᾷν ὀφθαλμοῖς τὴν τοῦ θεοῦ φύ‐
5σιν. ταῦτ’ ἐκείνοις ἀκούουσι φέρειν οὐκ ἦν. ἀλλὰ Παλαμᾶν τινα, τῶν αὐτῶν προφερέστερον ἐν τοῖς λόγοις, χειροτονήσαντες πρό‐ βολον ἐς τὴν ἐκείνου μάχην γλώττῃ καὶ γράμμασιν, ὡς ἐνῆν, δι’ αὐτοῦ τὰς ἐκείνου θέσεις ἀνατρέπειν ἠπείγοντο. τοῦτο πρὸς δύο που καὶ τρεῖς τοὺς ἐνιαυτοὺς ἑκατέρωθεν ἀναπυρσευόμενον πλείω
10τὴν αὔξην ἀεὶ τῆς κακίας ἐλάμβανεν. ὅθεν καὶ δείσας ὁ Βαρ‐ λαὰμ, μὴ χερσὶν ἀσκητῶν διασπαραχθῇ, πλειόνων ἤδη συνη‐ θροισμένων ἔκ τε τοῦ Ἄθωνος, καὶ ὅσοι περὶ Θεσσαλονίκην καὶ Βυζάντιον ἦσαν ἐνδιαιτώμενοι (ᾤοντο γὰρ κατὰ πάντων διαβαί‐ νειν ἐπίσης τὸν ὄνειδον), ἥκει πρὸς τὸν Κωνσταντινουπόλεως ἀρ‐
15χιθύτην καὶ τὴν ἐκεῖσε τῶν ἐπισκόπων ὁμήγυριν, οὐ μόνον Ὀμ‐ φαλοψυχίας καὶ σφαλλομένης εὐχῆς τῷ Παλαμᾷ ἐγκαλῶν, ἀλλ’ ἤδη καὶ βλασφήμου θεολογίας, „ὅτι καινοτέρας (φησὶν) εἰσάγει φωνὰς ἐν τῇ μυστικῇ τῆς ἐκκλησίας θεολογίᾳ καὶ θεωρίας τερα‐ τεύεται βλέπειν κόμπου καὶ οἰήσεως μάλα μεστάς.“ (Δ.) Ὅθεν
20ἐκυροῦτο συγκροτηθῆναι δικαστήριον ἐν τῷ μεγίστῳ νεῷ τῆς τοῦ θεοῦ Σοφίας, παρόντος καὶ βασιλέως αὐτοῦ μετὰ τῶν τῆς συγ‐ κλήτου λογάδων, καὶ ὅσοι τῶν σοφωτέρων ἀνδρῶν. ἧκεν ἡ προ‐
θεσμία καὶ παρῆσαν ἅπαντες, οὐ μόνον ὅσοι τῇ τῆς χρείας ἀνάγκῃ

1

.

558

δουλεύοντες ἦσαν, ἀλλ’ ἤδη καὶ δημώδης ὄχλος οὐ ῥᾷστα ἀριθ‐ μητός. ῥαΐσας δὲ τηνικαῦτα βραχὺ καὶ ὁ βασιλεὺς καὶ ἰσχυρότε‐ ρος δι’ εὐσεβείας φιλοτιμίαν γενόμενος ἑαυτοῦ ἥκει καὶ αὐτὸς ἐπὶ τὸ βῆμα καὶ τοὺς ἱεροφάντορας. τὰ μὲν οὖν τῆς ἐγκαλουμένης
5θεολογίας σιωπῇ κρύπτεσθαι δεῖν ἐνομίσθη, τοῦτο μὲν καὶ διὰ τὸ μὴ δεῖν τὰ ἱερὰ τῆς θεολογίας μυστήρια βεβήλοις τοῦ δήμου προτίθεσθαι ἀκοαῖς· τοῦτο δὲ καὶ ἵνα μὴ δίκας ἀτόπου γλώττης καὶ γνώμης διδόντος τοῦ Βαρλαὰμ δίκας βλασφήμου τε καὶ ἀκαί‐ ρου θεολογίας ὄφλων φανῇ καὶ ὁ Παλαμᾶς, κἀντεῦθεν ἀντὶ τῆς
10ἁρμοττούσης τοῖς πράγμασιν εἰρήνης καὶ εὐταξίας θόρυβος γέ‐ νηται καὶ ἀτέκμαρτος σύγχυσις. ὅθεν τὰ τῆς εὐχῆς εἰς μέσον ἐτίθετο. τὰ δὲ τῆς τῶν Μασσαλιανῶν αἱρέσεως ἐπὶ τούτοις ἐγκλήματα, ὅσα κατὰ τοῦ Παλαμᾶ προὐτείνετο, ὑπέρθεσιν εἰς βραχείας ἔσχον ἡμέρας· καὶ εἰ μὴ ὁ τοῦ βασιλέως εἵπετο κατόπιν
15αἰφνίδιος θάνατος, ταχὺ τὸ πέρας ἐλάμβανον ἂν αἱ αὐτοῦ σφο‐ δραὶ κατὰ τῆς αἱρέσεως τῆς Παλαμικῆς ἐπαγγελίαι· λέγω δὴ τὴν ἐκτομὴν αὐτῆς, μελλούσης ἔτι φύεσθαι. (Ε.) Καὶ ἵνα τἀν μέσῳ συντέμω, μὴ συγχωρηθεὶς ὁ Βαρλαὰμ ἀποδεῖξαι τὰ προτεινό‐ μενά οἱ τῶν θεολογικῶν ἐγκλημάτων, δι’ ἅσπερ ἔφθημεν εἰρηκό‐
20τες αἰτίας, ἐξ ἑτέρων αὐτοῦ συγγραμμάτων ἡττήθη καὶ ἀπηλέγχθη κακογνωμοσύνῃ καὶ αὐθαδείᾳ σύνοικος ὢν καὶ δόξης δημώδους
ἐς τὰ μάλιστα ἐραστής. τότε δὲ καὶ ὁ βασιλεὺς, ὥσπερ βακχείᾳ

1

.

559

τινὶ φιλοτιμίας γενόμενος κάτοχος, πάνυ τοι συνετὴν καὶ πρὸς πάντων θαυμαστωθεῖσαν διῄει δημηγορίαν, λίαν τῷ καιρῷ καὶ τῇ χρείᾳ κατάλληλον. ὅθεν καὶ τἄλλα θέλων εὐφραίνεσθαι καὶ λύπην ἐκτᾶτο διὰ φιλοτιμίαν, ὅτι μὴ κἀμὲ σὺν τοῖς ἄλλοις εἶχεν
5ἀκροατήν. αἱ γὰρ συνήθεις ἡμῖν ἀλγηδόνες, τῆς ἐμῆς τηνικαῦτα δεινῶς κατορχούμεναι κεφαλῆς, οὐκ εἴασαν ἐκείνῃ κἀμὲ τῇ συνόδῳ παρεῖναι, καὶ ταῦτα διὰ πολλῶν προκληθέντα τῇ προτεραίᾳ πρός τε τοῦ βασιλέως πρός τε τοῦ πατριάρχου καὶ τῆς ὅλης συνόδου τῶν τε κρινόντων καὶ κρινομένων. ἑσπέρας γε μὴν ἰούσης τὸ θέα‐
10τρον διελύετο. καὶ ὁ μὲν Βαρλαὰμ βαρείᾳ τῇ ἐκ τῆς αἰσχύνης λύπῃ κάτοχος γεγονὼς πλήρεσιν ἱστίοις ᾤχετο ἀπιὼν ἐς Ἰταλίαν καὶ τὰ Λατίνων ἤθη καὶ δόγματα, οἷς καὶ συντέθραπται. ιαʹ. Ὁ δὲ βασιλεὺς ἐν τῇ τῶν Ὁδηγῶν αὖθις ἀπῄει μονῇ, πάνυ τοι σφόδρα κατάκοπον ἔχων τὸ σῶμα ἔκ τε τῆς διαλέξεως
15ἐκείνης ἔκ τε τοῦ σπληνικοῦ νοσήματος. ἐπεὶ δὲ καὶ περὶ μέσας που νύκτας καθίσας πλέον ἢ ἐχρῆν ἐδεδειπνήκει, ἔλαθε τῇ ὑστε‐ ραίᾳ κατενεχθεὶς εἰς ὕπνον καὶ κάρον ἀναισθησίας ὁμότροπον. τῇ δὲ τρίτῃ βραχὺ διάρας τοὺς ὀφθαλμοὺς τήν τε βασιλίδα παρῄνει μὴ κλαίειν, καὶ ἅμα βοήθειάν τινα πρὸς τῶν ἰατρῶν
20ἐζήτει. καὶ πέμψας πρὸς ἐμὲ τὴν ταχίστην ἠρώτα, εἰ συνεργεῖ τηνικαῦτα καὶ οὐκ ἀντιπράττει τὰ τῶν οὐρανίων φωστήρων ταῖς ἰατρικαῖς πείραις καὶ τέχναις. ἀλλὰ πρὶν τοὺς πεμφθέντας ἐπα‐
νιέναι τὰς ἡμετέρας κομίζοντας ἀποκρίσεις, πρὸς μείζω πάλιν

1

.

560

ἀναισθησίαν ἐτράπη καὶ ἔκειτο πνέων τὰ λοίσθια ἐπὶ τρίτην ἐγ‐ γύς που ἡμέραν· καὶ πρὶν τὸν τοῦ Ἰουνίου μηνὸς ἐκείνου πεντε‐ καιδέκατον ἥλιον ἀνατεῖλαι, ἐτεθνήκει κατὰ τὸ ϛωμθ ἔτος. ὅ γε μὴν ἅπας τῆς αὐτοῦ ζωῆς χρόνος περί που τὰ πέντε
5καὶ τεσσαράκοντα ἔτη ἐτύγχανεν ὤν· ἐξ ὧν τὰ τῆς αὐτοκρατο‐ ρίας ἔτη δυοκαίδεκα ἦν, καὶ ἡμέραι δύο καὶ εἴκοσιν, ἐξ ὅτου‐ περ εἷλε δηλαδὴ πολέμου νόμῳ τὴν τῶν πόλεων βασιλεύουσαν. (Β.) Τῇ δὲ τρίτῃ τοῦ πένθους ἡμέρᾳ, τῆς βασιλίδος Ἄννης ἐκεῖθεν ἐπανιούσης ἐς τὰ βασίλεια, μέρος ἤδη τῶν ἐκεῖ συνειλεγμένων
10ἐγιγνόμην κἀγὼ, μόλις τῆς κατεχούσης με νόσου ῥαΐσας. καὶ εὐθὺς προτραπεὶς ὑπό τε τοῦ πατριάρχου καὶ τῶν καθ’ αἷμα τῷ βασιλεῖ προσηκόντων ἁπάντων τοὺς τῷ καιρῷ προσήκοντας θρή‐ νους τῇ γλώττῃ διεξελθεῖν, παρελθὼν ἔλεξα τοιάδε. (Γ.) „Ἡμεῖς δὲ, ὦ παρόντες, ἐπινικίους ᾄδειν καὶ θέατρα συγκροτεῖν ἐγκω‐
15μίων τοῦ θειοτάτου βασιλέως ἠλπίζομεν καὶ λογικοὺς στεφάνους ἀνατιθέναι τῇ ἐκείνου βασιλικῇ κορυφῇ, μικράς τινας ἀμοιβὰς μεγάλων ἱδρώτων καὶ μακρῶν καὶ ὑπερορίων καμάτων καὶ μό‐ χθων βραχεῖαν τῆς ἡμετέρας εὐνοίας ἀντίδοσιν. ἀλλὰ, φεῦ τοῦ πάθους, ἑτέραν ὁ χρόνος ἡμῖν ἐσχεδίασε σήμερον συμφορὰν καὶ
20θρήνους λοιπὸν ἀντ’ ἐγκωμίων ἀναγκαζόμεθα πλέκειν καὶ ἀντὶ τῶν ἐκείνου τροπαίων τοὺς ἡμῶν ἀριθμεῖν ὀδυρμοὺς καὶ ἀντὶ τῶν χρηστῶν ἐλπίδων ὅλα τὰ χείρω μαντεύεσθαι. ἀλλ’ οἴμοι τῆς
συμφορᾶς· τίς Ὀρφεὺς, τίς Ὅμηρος ἀξίας ᾠδὰς καὶ θρήνους

1

.

561

τῷ μεγάλῳ τούτῳ καὶ, οἷον εἰπεῖν, παγκοσμίῳ πάθει συμπλέ‐ ξει; πηγαὶ ποταμῶν λίμνας πάσας καὶ θαλάσσας ὅλας, ἵνα ἡλίῳ καὶ σελήνῃ καὶ ἀστράσι τροφὴ γένηται δάκρυα. ὢ τίς ἐκ μέσης τῆς οἰκουμένης τὸν ἡρωϊκὸν ἐκεῖνον ὁπλίτην ἐξήρπασε;
5τίς τάφος, τίς γῆ, τίς πέτρα τὸν ἡμῶν κατέχωσε θησαυρόν; ὦ μέγα πλάτος ἀέρος, νῦν τὰς σὰς ἀγκάλας ἄνοιξον, καὶ τοὺς παρόντας δέξαι στεναγμοὺς, καὶ ῥῆξον ἄνωθεν ἀξίους ὑετοὺς δακρύων. ἐκεῖνος ἦν ὁ μήτε φθινόπωρον μήτε θέρος εἰς ὅπλων περιμένων χρείαν· ἀλλὰ φύσεις ὡρῶν καὶ στοιχείων καινοτομῶν
10καὶ θέρος μὲν ἡγούμενος τὴν τῶν χειμώνων δριμύτητα, τρυφὴν δὲ τὴν ἀσιτίαν, καὶ ὕπνον μὲν τὴν ἀγρυπνίαν, ἀναπαύσεις δὲ βασιλικὰς τὸ πόνοις πόνους ἐπιφέρειν καὶ διαδόχους ἄλλους ἄλ‐ λων ἀγῶνας ἀγώνων ποιεῖσθαι, θαλασσίων μὲν ἠπειρωτικοὺς, θαλασσίους δ’ αὖ ἠπειρωτικῶν. ἀλλὰ νῦν αὐτὸν, βαβαὶ τοῦ
15πάθους, βραχεῖα συνέκρυψε κόνις. ὢ τίς ἀξία φωνὴ γῇ τε καὶ οὐρανῷ καὶ ἀστράσι τὸ πάθος ἀπαγγείλασα, καὶ οἴκτου ταῦτα δείξασα μεστὰ, συγκαλέσει πάντα πρὸς συμμαχίαν ἐνταῦθα τῶν θρήνων; ἐκεῖνος ἦν ὁ πρός γε τοῖς ἄλλοις κἀκεῖνο τὸ μέγα καὶ περιβόητον ἐργασάμενος τρόπαιον, τὸ γῇ τε καὶ θαλάσσῃ μερι‐
20σθὲν καὶ ἄμφω τὰ στοιχεῖα ἐμπλῆσαν τοῦ θαύματος· λέγω δὲ τὴν διαβᾶσαν ἐξ Ἀσίας Περσικὴν ἐκείνην καὶ δύσμαχον δύναμιν, ἣν αὐθημερὸν κατηγωνίσατο κράτιστα. ἀλλὰ νῦν αὐτὸν, φεῦ,
ὀξύτερον ἐπεισπεσὼν ὁ θάνατος κατηγωνίσατο. σείσθητι γῆ πρὸς

1

.

562

τὸ νῦν πάθος, ἵνα γένος ἅπαν καὶ ἡλικία πᾶσα τῶν ἀνθρώπων αἴσθησιν τοῦ τοσούτου λαβόντες πάθους πλείους κοινωνοὶ καὶ συλλήπτορες τῶν θερμῶν ἡμῖν γένοιντο στεναγμῶν. οὗτος ἦν ὁ πρὶν ἀκουσθῆναι φαινόμενος τῷ τοῦ δρόμου τάχει καὶ πρὶν φα‐
5νῆναι διώκων τοὺς πολεμίους τῷ δέει τῆς φήμης· ἀλλ’ οἴμοι νῦν αὐτοῦ πολλῷ φανεὶς ὠκύτερος ὁ θάνατος τοὺς τοιούτους φθάσας διέκοψε δρόμους. πηγὴ πυρὸς αἰθερίου, δυοῖν θάτερον καινο‐ τόμησον· ἢ παῦσαι τὰς ζωογόνους σπείρων ἐπὶ γῆς ἀκτῖνας· ἢ τοὺς κρατῆρας ὅλου τοῦ σοῦ πυρὸς ἀθροίσας, ῥῖψον κατ’ αὐτῆς,
10ἵνα δὴ τὰς κόμας ῥίψῃ δένδρον ἅπαν καὶ μαρανθῇ τὰ κρῖνα τοῦ ἀγροῦ καὶ λάβῃ γένος χλόης ἅπαν αἴσθησιν καὶ γνῶσιν τοῦ τοσού‐ του πάθους. ἐκεῖνος ἦν ὁ τοὺς Τριβαλλῶν καὶ Μυσῶν ἡγεμόνας ἐκπλήξας, οἷα καθεύδουσιν ἐπιστὰς πολλάκις αἰφνίδιον, καθάπερ τις αἰθέριος κεραυνός. ἀλλ’, οἴμοι, νῦν αὐτὸν ἀργὸν καὶ κεί‐
15μενον καθάπαξ ἔδειξεν ὁ τάφος. οὐρανὲ, τὰς σὰς πύλας ἀνα‐ πετάσας πρόπεμψον βροντὴν ἀξίαν τοῦ μεγάλου τούτου πάθους καὶ θορύβησον τὴν κτίσιν πᾶσαν, ἵνα καὶ τῶν ἀψύχων ἡ φύσις αἴσθησιν λάβῃ καὶ συλλάβοιτο τῶν θρήνων ἅπασα φύσις κτισμά‐ των ἡμῖν. ὢ πῶς ἡ ταχυτάτη καὶ ὠκύπτερος φύσις νῦν ἠρεμεῖ
20μὴ κινούμενος; ὢ πῶς πολλάκις ἡμῖν κομίσας χαρὰν ἐκ τῶν πολεμικῶν τροπαίων ἐς τοὐναντίον ἀνέτρεψεν ἅπαντα σήμερον, καὶ χειμῶνα μὲν τὸ ἔαρ πεποίηκε, σκότος δὲ βαθὺ τὸ τοῦ ἡλίου
κάλλος, μελανειμονούσης ἡλικίας ἁπάσης καὶ οἷον ἀποκρυπτού‐

1

.

563

σης τὴν αὐγὴν τῆς αἰθερίας τοῦ ἡλίου λαμπάδος; ὢ πῶς ὁ πολ‐ λοὺς ἐκ τῶν βλεφάρων ἀποκρουσάμενος ὕπνους ὑπὲρ τῶν ὑπη‐ κόων νῦν ἐν τάφῳ τὸν μακρὸν ὕπνον καθεύδει; ὢ πῶς τὸν λίθι‐ νον αὐτὸς ὑποδὺς χιτῶνα ἐν βραχεῖ δυστυχῶν ἡμᾶς ἀποδύσασθαι
5πέπραχεν; ὢ πῶς πρότερον μὲν τὰ τῶν πολεμίων κόπτων καὶ καταβάλλων σώματα νῦν ἐκ τάφου τὰς τῶν ὑπηκόων τοξεύει ψυχὰς ἀφειδῶς; σὺ δ’ ὦ θεία βασιλὶς, ποῦ τὸ σὸν καταλέλοι‐ πας κλέος; πῶς καθάπερ εὔκυκλος σελήνη τῶν βασιλείων χθὲς ἐξελθοῦσα σήμερον ἐπανῆλθες ἡμίκυκλος; πῶς καθάπερ δένδρον
10εὐσκιόφυλλον ἀνθοῦσα σήμερον ἐξαίφνης ἀπήνθησας ὡς χόρτος ἐν ἀγρῷ καὶ ῥόδον ἐν λειμῶνι; πῶς ἐκ τῶν βασιλικῶν θαλάμων χθὲς οἷα λαμπρὰ καὶ πλησιφαὴς πανσέληνος ἀνατείλασα νῦν ἐν πολλοῖς καὶ βαθέσιν ἐκρύβης τοῖς νέφεσι; τίς ἐν βραχεῖ τὸ σὸν ἀπημαύρωσε κάλλος; ποῦ τὴν συγκαταρεύσασαν ἀφῆκας χλόην;
15τίς τὸν σὸν εὐανθέστατον κῆπον ἐξώρυξε; τίς κλέπτης, τίς λῃ‐ στὴς, τίς πρηστὴρ καὶ κεραυνὸς ἐξ οὐρανοῦ; πῶς χθὲς ὡς ἐκ λιμένος τὸν ἔκπλουν ποιησαμένη λαμπρὸν σήμερον ἐπανῆκες, ὡς ἐκ ναυαγίου καὶ κλύδωνος ὅλον ζημιωθεῖσα τὸν πολυτίμητον φόρτον; τίς σου τὸν χρυσοῦν ἀπέκειρε βόστρυχον; τίς ἀφεῖλέ
20σου τὸ τῆς πορφύρας κράτιστον; τίς τὸν σὸν ἥρπασε λύχνον; τίς τὸν σὸν ἔσβεσεν ἥλιον; τίς σοι τὴν καινοτέραν ταύτην ἡλια‐ κὴν ἔκλειψιν εἴργασται; τίς σου τὴν λαμπρὰν συζυγίαν διέλυσε; τίς ἄγριος χειμὼν τὴν σὴν ἐαρινὴν ἁρμονίαν διέῤῥηξεν; ἀλλὰ συνά‐
ρασθέ μοι τοῦ πένθους ἅπας ὁ τῶν Ῥωμαίων δῆμος, καὶ δεῦρο

1

.

564

κοινῇ τὸν θρῆνον ἐγείρωμεν, κλαίοντες οὐκ ἐκεῖνον, ἀλλ’ ἡμᾶς αὐτοὺς ἐν ἐρημίᾳ καταστάντας ἐκείνου. οἱ τὰς τοῦ γένους φλέβας ἕλκοντες ἐκ τῶν βασιλικῶν πηγῶν, δακρύσατε καὶ ὡς συγγενῆ τὸν βασιλέα καὶ ὡς τοῦ γένους καύχημα. οἱ τὰς βασιλείους πα‐
5τοῦντες αὐλὰς, ζητήσατε τὴν τῶν βασιλείων λαμπρότητα. οἱ στρατιῶται, πενθήσατε τὸν δεξιὸν στρατηγόν· οἱ δοῦλοι, κλαύ‐ σατε τὸν φιλάνθρωπον δεσπότην· οἱ καθεύδειν καὶ ἠρεμεῖν εἰω‐ θότες, τὸν ἄγρυπνον φύλακα· οἱ δικασταὶ, θρηνήσατε τὸν χο‐ ρηγὸν τῆς τῶν νόμων ἰσχύος· οἱ τῆς ἐκκλησίας ἱεροὶ προστάται,
10ζητήσατε τὸν διάπυρον σπουδαστὴν καὶ συλλήπτορα τῶν δογμά‐ των· οἱ ἐν ὄρεσι καὶ σπηλαίοις, τὸν πρόβολον καὶ προασπιστὴν τῆς ὑμετέρας εὐκλείας καὶ δόξης· οἱ τῶν θείων ἀσκητηρίων κο‐ σμήτορες, τὴν τῆς ὑμετέρας ἰσχύος ἀκρόπολιν. λογίσασθε τοὺς ὑπὲρ ὑμῶν τελευταίους ἀγῶνας αὐτοῦ, πῶς πεπονηκότος ἤδη
15καθάπαξ τοῦ σώματος ἔκ τε τῶν πολεμικῶν τραυμάτων ἔκ τε τῶν ἰατρικῶν καυτήρων καὶ πρὸς θάνατον ἐντεῦθεν ἐλαυνόμενος κα‐ τεφρόνησέ τε τοῦ σώματος, καὶ τῆς ἑαυτοῦ ζωῆς ἀφειδήσας προ‐ θύμως ἐπὶ τὸ βῆμα καὶ τοὺς ἱεροφάντορας ἧκε καὶ οὐ πρότερον ἐκεῖθεν ἀπήλλαξε, πρὶν ἐλπίδας δοῦναι, ὡς τοὺς ὑμῶν ὑβριστὰς
20καὶ τὰ ἐκείνων διεφθορότα δόγματα, τό γε εἰς ἐκεῖνον ἧκον, συν‐ τρίψει τε καὶ ὅλοις δώσει φθορᾶς καὶ ἀπωλείας βυθοῖς τε καὶ κύ‐
μασιν. ἀναμνήσθητε, οἵους καὶ ὅσου τοῦ ζήλου μεστοὺς τῶν

1

.

565

ἱερῶν ἐκείνων χειλέων τοὺς λόγους προήνεγκεν ὑπέρ τε τῶν θείων θεσμῶν καὶ τῆς ἀληθείας αὐτῆς. ἀναμνήσθητε ὧν ἐφθέγξατο πρὶν ἥκειν ἐπὶ τὸ βῆμα καὶ τὸν ἱερὸν σύλλογον· ὧν τε αὖθις ἐλ‐ θὼν διεξῄει πάνυ τοι μεγαλοφυῶς, καὶ ὥσπερ οἱ πάλαι τῶν θεο‐
5λόγων, ὁπότε θείας ἐπιπνοίας ἐμφορηθέντες τὴν γλῶτταν ἐδίδουν τῷ ἐνηχοῦντι καὶ φέροντι πνεύματι· καὶ ὅπως τοῦ νοσήματος ὑπὲρ κεφαλῆς αἰωροῦντος τοῦ βίου τὸ πέρας, ὁ δὲ οὐκ ἐνέδωκεν, ἀλλ’ ἐπέραινε τὰ βελτίω μάλα προθύμως· οἶμαι τοῦ θεοῦ με‐ γάλην ταύτην τὴν ζέσιν τῇ τούτου χαρισαμένου ψυχῇ, ἵνα κο‐
10ρωνίδα τινὰ τοῖς ἄλλοις ἐκείνου χρηστοῖς ἀγῶσι καὶ οἷον ἐκσφρά‐ γισμα κράτιστον ἐπιθείη, τὸ τοιούτοις λόγοις ἁγνισθῆναι τὴν γλῶσσαν καὶ τοιούτοις νόμοις καὶ δόγμασι συναπελθεῖν αὐτὸν ἐκ τοῦ βίου.“ (Δ.) Ἦν γε μὴν ὁ βασιλεὺς ἡδὺς καὶ χαρίεις τὸ εἶ‐ δος, τὸ ἦθος ἱλαρὸς καὶ εὐπρόσιτος, τὴν γνώμην φιλάνθρωπος
15καὶ πάνυ τοι συμπαθής. συμβουλήν γε μὴν τῶν πάντων οὐδενὸς προσδεχόμενος οὐδεμίαν, μόνῃ τῇ ἑαυτοῦ διετέλει πειθόμενος γνώμῃ καὶ γνώσει. διὸ καὶ κρυψίνους ἦν ὡς τὰ πολλὰ καὶ βα‐ θεῖαν μὲν διὰ φρενὸς καρπούμενος αὔλακα· ἀνομίλητος δ’ οὖν καὶ μισῶν περὶ ἑαυτὸν πλῆθος ἀνθρώπων ὁρᾷν. (Ε.) Ὅθεν
20καὶ οὔτε βασιλικαῖς ἐνέχεσθαι φροντίσι καὶ ἀσχολίαις ἠνείχετο, οὔτε μὴν ἐν ταῖς μεγίσταις τῶν ἑορτῶν τὰ τῆς βασιλείας ἐτέλει νόμιμα, τὰς θεατρικάς φημι καὶ δημοτελεῖς πομπὰς καὶ φιλο‐ φροσύνας καὶ τὰς μεγαλοψύχους εὐεργεσίας τε καὶ διανομὰς τῶν τε χρημάτων ὁμοῦ καὶ ἀξιωμάτων. ὡς κινδυνεύειν ἐντεῦθεν λήθης κα‐
25ταδῦναι βυθοῖς τὰ τῆς βασιλικῆς εὐταξίας ἔθιμα, ὧν τὴν μνήμην

1

.

566

κατὰ διαδοχὴν οἱ βασιλεῖς τοῖς ὀψιγόνοις παρέπεμπον. πολλοῦ γὰρ παραῤῥυέντος χρόνου, καὶ τῶν εἰδότων θανόντων, δυσχερὲς ἂν γένοι‐ το γνῶναι τοὺς ἐπιόντας τὰ δέοντα· ἀλλ’ ὡς ἔοικεν ἡ πρὸς τὰ φαῦ‐ λα σπουδὴ ῥᾳθυμοτέραν ποιεῖ τὴν ἐς τὰ δέοντα φιλοτιμίαν. ἔτρεφε
5γὰρ κύνας καὶ ὄρνεα κυνηγετικὰ παμπληθῆ καὶ τοσοῦτον ἐς ταῦτα ἥττητο, ὥστε καὶ εἴ τις αὐτῷ ἐντυχεῖν ἐβούλετο, ὄρνεον ἢ κύνα κομίζων ἐτύγχανε ῥᾷστα τοῦ ποθουμένου. ἃ πάντα μετὰ τὴν ἐκείνου τελευτὴν ὁ Καντακουζηνὸς τοῖς χρῄζουσι διεμέρισεν, ἀνα‐ λογισάμενος τό,τε παμπληθὲς τῆς δαπάνης καὶ τὸ τούτων ἐς τὰ
10τῆς βασιλείας πράγματα πάντη μὲν ἀνόνητον, πάντη δ’ ἐπισφα‐ λές. πέντε γὰρ καὶ δέκα χιλιάδας φασὶν οἱ τοῦ βασιλικοῦ πρυ‐ τανείου διοικηταὶ περὶ τὴν σφῶν δαπάνην καινοτομεῖσθαι. (ϛʹ.) Οὕτω γε μὴν πολλὴν καὶ βεβαίαν πρὸς θεὸν ἐκέκτητο πί‐ στιν, ὥστε καὶ ἀφύλακτος διῆγε τὸ πλεῖστον καὶ αὐτῶν ἄνευ τῶν
15βασιλικῶν πελεκυφόρων. πολλάκις δὲ καὶ οὓς ᾔδει κατ’ αὐτοῦ δίκτυα καὶ ἀγχόνας ἀρτύοντας ὁμοστέγους τε ἐποιεῖτο καὶ τούτοις συνδιαιτώμενος ἦν. ἔλεγε γὰρ, ὡς ἀνθρώπου ζωὴ τῇ χειρὶ τοῦ θεοῦ συνοικεῖ, καὶ ὅταν ἐκεῖθεν συγχωρηθῇ τὰ τῆς λύσεως, τότε καὶ πᾶσι κινδύνοις ἀνέῳγε θύρα. (Ζ.) Οὐ μόνον δὲ, ἀλλὰ καὶ φύσεώς
20τις ἰδιοτροπία συνῆν γε αὐτῷ, μὴ φιλοτιμεῖσθαι μηδαμῆ περὶ τὸν τοῦ βασιλικοῦ μεγέθους ὄγκον· ἀλλὰ ταπεινότερον καὶ αὐτῶν γε τῶν ὑπηκόων ὁρᾶσθαι πολλάκις. τουτὶ δ’ ἐξ ἑνὸς τῶν πολλῶν
παραστήσαι τις ἂν ἐν βραχεῖ. δῆλον γάρ ἐστι τοῖς ἅπασιν,

1

.

567

ὡς αἱ τοῦ ἐπιπέδου ἐκ διαμέτρου ἀκρότητες τῶν βασιλικῶν τρι‐ κλίνων ἀμφότεραι ὑπέρκεινταί που τοῦ μεταξὺ ἐπιπέδου ἄχρι καὶ ἐς τρίτον σπιθαμῆς, καὶ μάλιστα ὅπη καὶ ὁ βασιλικὸς ἕστηκε θρό‐ νος· ἵν’ ἴσως ἔχῃ τι κἀν τούτῳ πλέον τῶν ἄλλων ὁ βασιλεὺς ἱστά‐
5μενος ἔν τε ταῖς ἱεραῖς ὑμνῳδίαις καὶ ὅτε διαλέγοιτο νῦν μὲν τοῖς ὑπηκόοις, νῦν δὲ τοῖς ἐξ ἐθνῶν πρέσβεσιν. ἐξεῖναί γε μὴν ἐπ’ ἐκεί‐ νης τῆς στάσεως οὐδενὶ τῶν ἁπάντων τῷ βασιλεῖ συνίστασθαι, πλὴν τῆς συζύγου καὶ τῶν υἱέων καὶ ἀδελφῶν· προσθείην δ’ ἂν καὶ τῶν πατραδέλφων. ἀλλὰ τούτου γε ἱσταμένου καὶ ὁμι‐
10λοῦντος ἐκεῖθεν οἷς ἐχρῆν ἀνῄεσαν καὶ συνίσταντό οἱ οὐχ ὅπως ἅπασα τῶν εὐγενῶν ἡ νεότης, ἀλλὰ καὶ τῶν χυδαίων καὶ ὑπη‐ ρέτου τάξιν ἐχόντων, οἷς πρὸς βουλήσεως ἦν. ὡς καὶ τοσούτους ἐντεῦθεν γίνεσθαι τοὺς συνωθισμοὺς περὶ αὐτὸν πολλάκις, ὡς ὑπείκειν αὐτὸν καὶ ἐνδιδόναι καὶ ἄλλοις μὲν τῆς ὑπερτέρας παρα‐
15χωρεῖν στάσεως, αὐτὸν δ’ ἠρέμα κατιέναι πρὸς τὸ τοῦ ἐδάφους χαμαιζηλότερον, μηδενὶ τῶν ἁπάντων ἀχθόμενον. (Η.) Περί γε μὴν τῆς ἐπὶ κεφαλῆς καλύπτρας ἐπὶ μὲν τῶν πρότερον βασι‐ λέων ἔθος, τοὺς μὲν χρόνῳ προβεβηκότας ἐν τοῖς βασιλείοις χρῆ‐ σθαι καλύπτραις, πυραμίδος μὲν ἐχούσαις σχῆμα, Σηρικοῖς δ’
20ἐνδύμασι κατὰ τὸ ἀνάλογον ἑκάστῳ ἀξίωμα καλυπτομέναις· ὅσοι δ’ ἐν ἡλικίᾳ, τούτους δὲ πάντας καθάπαξ ἀκάλυπτον ἔχειν τὴν κεφαλήν. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐς τοσοῦτον ἔῤῥει τὸ ἔθος τουτὶ, ὡς καλύπτραις μὲν κεχρῆσθαι πάντας ὁμοῦ καὶ νέους καὶ
ἀφήλικας, ὁμοίως ὥσπερ ἐν ἀγροῖς, οὕτω καὶ βασιλείων ἐντὸς,

1

.

568

πολυειδέσι δ’ οὖν καὶ ταύταις καὶ ἀλλοκότοις καὶ οἵαις ἑκάστῳ πρὸς βουλήσεως ἦν. οἱ μὲν γὰρ Λατινικαῖς ἐκέχρηντο ταύταις, οἱ δὲ ταῖς ἐκ Μυσῶν καὶ Τριβαλλῶν ὁμοίαις, οἱ δὲ ταῖς ἐκ Συ‐ ρίας καὶ Φοινίκης ἰούσαις, καὶ ἄλλοι ἄλλαις, ὡς ἑκάστῳ δεδο‐
5γμένον ἦν. τῷ δ’ αὐτῷ κἀπὶ τῶν ἐνδυμάτων κατεχρήσαντο ἤθει· ὡς ἐντεῦθεν τοὺς συνετωτέρους καινοτομίαν τινὰ καὶ κατάλυσιν ὑποπτεύειν τῆς βασιλείας καὶ πέρας τῶν ταύτης ἐθῶν καὶ πρα‐ γμάτων. ἤδη δ’ ἐπῄει τοῦτο συνάγειν τελεωτέρᾳ τῇ γνώσει κἀκ τῶν βασιλείων καὶ περιλάμπρων οἴκων ἐκείνων, καθῃρημένων μι‐
10κροῦ τῶν ὅλων καὶ ἐς ἀπόπατον καὶ κοπρῶνα καθισταμένων, οἷς παριέναι ξυμβαίνει. παραπλησίως δ’ αὖ κἀκ τῶν πατριαρχικῶν ἐθῶν καὶ πραγμάτων, καὶ αὐτῶν γε τῶν μεγίστων καὶ περιφα‐ νῶν οἰκιῶν, αἳ δὴ κράτιστος κόσμος ὁμοῦ καὶ ὀχύρωμα τοῦ με‐ γίστου νεὼ τῆς τοῦ θεοῦ Σοφίας ὑπῆρχον, τοῖς τε πρώτοις συ‐
15στᾶσαι δημιουργοῖς καὶ τοῖς ἔπειτα προσθῆκαι γινόμεναι κάλλι‐ στα, καὶ μάλα τοῖς πρώτοις ἔργοις προσήκουσαι. πάντων γὰρ
ἐπ’ ἴσης φθορὰ καὶ κατάλυσις κατωρχήσατο.

2

.

571

αʹ. Τὰ μὲν δὴ μέχρι τούτου πεπραγμένα πρὸ ἐτῶν ἐγγύς που ἑκατὸν καὶ πεντήκοντα ἐν λόγοις ἕνδεκα τῇ προτέρᾳ καθόσον ἐφικτὸν ἐπιτεμόντες ἡμεῖς ἀποδεδώκαμεν βίβλῳ. τὰ δ’ ἑξῆς πλατύτερον ἤδη διέξιμεν, ἅτε ἐπιστατικώτερον τούτοις μάλιστα
5παρηκολουθηκότες. τῶν μὲν γὰρ πλείστων αὐτοὶ παρόντες αὐτή‐ κοοί τε καὶ αὐτόπται γεγόναμεν. ἃ δὲ μὴ αὐτοὶ παρόντες τεθεά‐ μεθα, καὶ ταῦτα δ’ ἐξ αὐτῶν ἀκριβῶς ἡμῖν παρειληφέναι συμ‐ πέπτωκε τῶν πεπραχότων· ὡς μικρὸν ἢ μηδὲν ἥττω τῆς προτέ‐ ρας εἶναι τὴν δευτέραν ἀντίληψιν. καὶ οἶμαί γε μάλιστα πάν‐
10των, ὁπόσα τοῖς ἐφεξῆς πέπρακται χρόνοις, ἐξεῖναι μανθάνειν τοῖς βουλομένοις ἐκ τῶν εἰρησομένων, μακρῷ τινι βέλτιον ἢ κατὰ πᾶσαν Στοὰν καὶ Ἀκαδημίαν Πλατωνικὴν, ὁπόσον ἀρετῆς πρὸς
κακίαν ἐστὶ τὸ διάφορον, καὶ ὅσον αὕτη μὲν τοῖς μετιοῦσι παρέ‐

2

.

572

χει τὸ χρήσιμον· ὅσον δ’ ἐξ ἀντιπάλου τὸ σφαλερὸν ἐκείνη. κατὰ γὰρ ἀνάλυσιν ἐκ τοῦ τέλους εἰς ἀρχὴν ἀνιόντας, ἐκεῖθεν ἐξεῖναι, καθάπερ ἐν ἀσφαλεῖ τινι πίνακι τῷ χρόνῳ, τὸν ἑκατέρας σκοπουμένους καὶ ἀνιχνεύοντας δρόμον, ὡς διὰ στοιχείων οἱονεί
5τινων, τῶν ἄλλοτ’ ἄλλως Εὐρίπου δίκην ἀχθέντων, τῆς προ‐ νοίας ἐντεῦθεν εὐφυῶς ἀναγνῶναι τοὺς λόγους. (Β.) Ὡς γὰρ ἐν ἀπείρῳ τῷ ζόφῳ, ὁποῖον ἄν ποτε καὶ νὺξ ἀφεγγὴς τῷ οἰκείῳ βά‐ ψασα μέλανι τὸν ἀέρα δρῴη ἂν, ἀτέχνως τῶν ἀνθρωπίνων φέ‐ ρεσθαι δοκούντων πραγμάτων, οὐδεὶς οὐδὲν τῶν ἁπάντων,
10οὐδ’ εἰ καὶ κορυφῆς εἴη τριχὸς ἀμυδρότερον, τοὺς ὀφθαλμοὺς διαφεῦγον εὕροι τῆς δίκης. μακρὰν γάρ τινα τὴν αὐτονομίαν καὶ τὸ ἀφετὸν ἐκ προοιμίων αὕτη χορηγοῦσα ταῖς τῶν δρᾷν ἐθε‐ λόντων ἄλλοτ’ ἄλλαις αἱρέσεσί τε καὶ γνώμαις, καὶ ἅμα κατὰ τὸν τῆς ὑπερφυοῦς ἀγνοίας βυθὸν τὰ ἡμέτερα διακυβερνῶσα,
15σταθμοῖς ἔπειτα καὶ πλάστιγξιν ἀκριβέσι τὰ τῶν δρωμένων δί‐ δωσι τέλη· ἵνα τοῖς ὀψιγόνοις οἷον αὐτοφυεῖς νομοθέται τὰ τῶν παρεληλυθότων ἔπαθλα γίγνοιτο. οὔτε γὰρ οἷς μοχθηρίᾳ γνώμης καὶ τρόπων ἡλικιώταις διαγέγονεν εἶναι, τὸ χαίρειν ἄκλαυστον ἀπολαύειν εἰς τέλος ἀφιέναι δοκεῖ· οὔτε οἷς κακοπραγεῖν ἐξεγένετο,
20ἀγέλαστον ἐᾷ παραμένειν καθάπαξ τὸ δάκνον. ἀλλὰ τοιούτους δίδωσι γεωργῆσαι καρποὺς ἐν ἀμήτου καὶ ἅλωνος ὥρᾳ, οἵας ἑκα‐ τέρῳ συνέβη σπεῖραι τὰς αὔλακας. βουλοίμην δ’ ἂν ἐκ τῶν καθ’
ἕκαστα θεωρεῖν ἀλήθειαν πρὸς ψεῦδος, καὶ δικαιοσύνην πρὸς ἀδι‐

2

.

573

κίαν, καὶ πραότητα πρὸς ὑπερηφανίαν καὶ τῦφον, καὶ πενίαν πρὸς πλοῦτον, καὶ σιωπὴν εὐσχήμονα πρὸς χείλη δόλια καὶ γλῶτ‐ ταν μεγαλοῤῥήμονά τε καὶ μακράν τινα ῥέουσαν τὴν ἀσχήμονα φλυαρίαν· καὶ δεῖξαι παρεξετάσας, οἵαν ἐπιφέρει τὴν στάθμην
5τῆς δίκης ὁ ἀκοίμητος ὀφθαλμός. ῥᾷστα γὰρ ἂν ἐν τοιούτῳ τῆς ἀρετῆς γυμνασίῳ ἅμα τε τῆς ἀληθείας ἡ φύσις ἐναργεστέραν λαμβάνοι τὴν πῆξιν, καὶ ἅμα περιφανῶς ἡ κακία φαυλίζοιτο, διὰ τὸ μὴ δ’ ἡντιναοῦν ἀρετὴν ὡς ποῤῥωτάτω κακίας ἀνανταγώ‐ νιστον τὸ παράπαν εἶναι διαβιῶναι. (Γ.) Ἔχειν γὰρ ἀεὶ καὶ γῆν
10ἀντιφιλοτιμεῖσθαι πρὸς τὰ αἰθέρια, καὶ δεικνύειν, μὴ μόνοις κλῆρον ἐξαίρετον εἶναι τοῖς οὐρανοῖς φωναῖς ἀφθόγγοις θεοῦ διηγεῖσθαι δόξαν ἀεὶ, ἀλλ’ ἐξ ἀντιῤῥόπου καὶ γῆν ἡλίῳ καὶ ἀστράσιν ἀεὶ νέαν ἐξεῖναι διηγεῖσθαι δόξαν θεοῦ, καὶ τοῦ τοσού‐ του χρήματος ὑπηρέτις ἡ ἱστορία καθίσταται χορηγὸς τοῖς ἀν‐
15θρώποις. ἧς ὁπόσον ἐστὶν ἐν βίῳ τὸ χρήσιμον, ἀνδρῶν τε τῶν πάλαι τοῖς πλείστοις ἐστὶν εἰρημένον, καὶ ἡμῖν γε πολλάκις αὐ‐ τοῖς ἐξ αὐτοσχεδίου τῆς γλώττης ὑμνῆσαι καθόσον ἐξῆν, καὶ γράμμασι πολλαχῆ τοῖς ἡμετέροις ἐγκατασπεῖραι, κώλυμα ἥκιστα πάντων ὄκνος οὐδεὶς ἐγεγόνει. αὕτη γὰρ ἀναγινώσκειν διδάσκει
20καθάπερ βιβλίον τῶν αἰωνίων ἔργων τοὺς κύκλους· καὶ διὰ ταύ‐ της οἱ πάλαι θανόντες ὁμιλοῦσι τοῖς ζῶσί τε καὶ ἀεὶ γιγνομένοις, ὡς ἀεὶ παρόντες, καὶ τὰς οἰκείας ἕκαστοι διηγοῦνται πράξεις, καὶ εἴ τι παρὰ τὸν βίον τῶν χρηστῶν καὶ μὴ πεπονθέναι γέγονέ σφισιν, ἀναβίωσιν καινοτέραν δαιμονίως πως τῆς ἱστορίας δη‐
25μιουργούσης. αὕτη κακίαν ἀεὶ φαυλίζει δι’ αἰῶνος ἐλέγχουσα,

2

.

574

καὶ ἀρετὴν ἀθανατίζουσα σκωλήκων οὐ δίδωσι στόμασι διαφθεί‐ ρειν ὁμοίως τοῖς σώμασιν. αὕτη μαινομένων δίκην ὑπὸ τύχης καὶ τύφου ματαίου γαυρουμένους παρειληφυῖα τῶν ἀνθρώπων ἐνίους μετριωτέρους ἐργάζεται. τῶν γὰρ φθασάντων τὰ πάθη
5οἷόν τινα πέλεκυν ἐπισείουσα λανθάνει καθάπερ διδάσκαλος παραδυομένη πρὸς τὴν ψυχὴν, καὶ ἠρέμα τάς τε φύσεις ἀμεί‐ βουσα διὰ τῆς τοιαύτης παιδείας καὶ τὰ ἤθη ῥυθμίζουσα, καὶ ἐξ ἀσυνέτων μὲν συνετοὺς, ἐξ ἀφρόνων δ’ ἐργαζομένη φρονίμους· καὶ οὑτωσί πως ἐκ τοῦ θηριώδους πρὸς τὸ ἡμερώτερον ὅλας με‐
10θαρμόζουσα πολιτείας. τοὺς μὲν γὰρ ἀγαθοὺς ἐξαίρουσα τοῖς ἐπαίνοις, τοὺς δὲ φαύλους ἐν κακότητος μοίρᾳ τιθεῖσα, ἐναρ‐ γέστατον τοῖς ὀψιγόνοις γίνεται κάτοπτρον. ὡς γὰρ δι’ ἐκείνου σαφεστέρας λαμβάνοντες τὰς ἐμφάσεις τῶν τοῦ προσώπου χρω‐ μάτων τε καὶ σχημάτων οἱ πρὸς αὐτὸ βλέποντες ἐπανορθοῦσιν
15ὅσον ἐφικτὸν, οὕτω δήπου καὶ διὰ τῆς ἱστορίας τοῖς μετιοῦσιν ἐντίθεται σύνεσις, καὶ ἦθος ῥυθμίζεται ψυχῆς, καὶ ἀκόλαστον σχῆμα θυμοῦ καὶ φωνῆς καὶ διαίτης ἀμείβεταί τε καὶ ἀναπλάττε‐ ται πρὸς τὸ βέλτιον, καὶ λανθάνοντα φύσεως ἐλαττώματα καὶ συμπτώματα θεραπεύεται πάμπολλα. μᾶλλον δὲ καὶ κατόπτρου
20πολλῷ κραταιότερον τὸ τῆς ἱστορίας δείκνυται χρήσιμον. ἡ μὲν γὰρ μυρίας τε καὶ παντοδαπὰς τῶν ἄλλοτ’ ἄλλως γινομένων καὶ ἀπογινομένων ἀνδρῶν ὑποδεικνῦσα πράξεις καὶ λόγους σαφεστέ‐
ραν τὴν τοῦ βελτίονος ἐκ παραθέσεως ἔχει δεικνύειν ἐκλογήν τε

2

.

575

καὶ μάθησιν. τὸ δὲ κάτοπτρον, μονομέρη μὲν τὴν ἔμφασιν, συμφυᾶ δὲ τὴν τοῦ ἐνορῶντος φίλαυτον ἔχον ἕξιν, ῥᾳδίως τε ἐξαπατᾷ καὶ τῆς ἀληθοῦς ἐξίστησι διδασκαλίας. βασιλεῦσιν οὖν καὶ ἄρχουσι πολλοῦ τινος ἄξιον ἂν ἡ ἱστορία γίγνοιτο χρῆμα, πα‐
5ραινοῦσα μὴ μέγα φρονεῖν, μήδ’ ἐπὶ τῇ παρούσῃ τύχῃ θαῤ‐ ῥοῦντας πρὸς τὸ βιαιότερόν τε καὶ τυραννικώτερον ἐξάγειν τὸν τρόπον, ἀλλ’ ἀεὶ τὸν βασιλεῖ φυλάττειν μόνον προσήκοντα. ὁ μὲν γὰρ γνώμης αὐθαδείαις δημαγωγούμενος καὶ ὀχλοκρατούμε‐ νος ἄγεται μᾶλλον ἢ ἄγει, καὶ δοκῶν ἄρχειν ἔλαθε πρῶτος
10αὐτὸς ὑπὸ τῶν τῆς κακίας εἰδῶν τυραννούμενος. ὁ δὲ τὰς τῆς ἡγεμονίας ἡνίας δικαίως τοῖς ἄρχουσι νόμοις ἑκουσίῳ γνώμῃ διδοὺς, καὶ ὥσπερ μεθόριον ὑπηκόων καὶ νόμων ἑστὼς, ἐπί‐ σης ἄρχειν καὶ ἄρχεσθαι κατὰ τὸν ἥμερον καὶ ἀνθρώπῳ πρέ‐ ποντα βούλεται τρόπον, πρὸς ἀκριβῆ τινα ζῆλον καὶ μίμησιν ἑαυ‐
15τὸν προβαλλόμενος τοῖς ὁρῶσιν, ἔμψυχον τῷ ὄντι νόμον καὶ ἄγαλμα ζῶν ἀρετῆς καὶ τὸ τῆς ἀρχῆς σύμβολον ἐκ τοῦ μᾶλλον ἑαυτοῦ πρῶτον, ἢ τοῦ τῶν ἄλλων ἄρχειν, σαφῶς παρεχό‐ μενος. μηδὲν γὰρ τῶν ἐν βίῳ μόνιμον εἶναι καὶ βέβαιον, μηδὲ τὰς κρηπῖδας ἐπ’ ἀσφαλοῦς ἑστάναι τῆς τύχης παιδευόμενος ἐκ
20τῆς ἱστορίας, δέδιε καὶ βραχεῖαν καιροῦ ῥοπὴν, ῥᾷστα δυνα‐ μένην ἀνατρέπειν ἅπαντα, καθάπερ οἱ τοὺς κύβους ἐν τῷ παί‐ ζειν ἀναῤῥίπτοντες. οὕτω καὶ φύσεως αὐτῆς ὑπέρτερον ἡ ἱστορία
περιφανῶς ἐπεφύκει. ἡ μὲν γὰρ τοῦ εἶναι μόνον κυρία γίνεται·

2

.

576

ἡ δὲ καὶ τὸ εὖ εἶναι προστίθησιν· ὃ τοσοῦτον ἐκείνου βέλτιον, ὅσον τό γε βλέπειν τοῦ μὴ βλέπειν. (Δ.) Τὰ δὴ τοιαῦτα τῶν τῆς ἱστορίας χρησίμων κἀμὲ πρὸς τὸ γράφειν ὅσα ἐπὶ τῶν ἡμετέρων γέγονε χρόνων παρέπεισε, καὶ διηγήματα προστιθέναι τοῖς φιλο‐
5κάλοις ἀνδράσι μεγάλα τε καὶ σπουδαίας ἀκοῆς ἄξια, καὶ μεγά‐ λην δυνάμενα σύνεσιν ἐντιθέναι τοῖς ὅσοι πραγμάτων ἀεὶ καινο‐ τέρων ἐμπειρίαν συνάγειν ποθοῦσι. φέρει γάρ πως οὐχ ἧττον κἀμοὶ τὸ πρᾶγμα χάριν τινὰ πρὸς ἤθους ῥυθμὸν καὶ ἡδονὴν οὐ μικρὰν, μετιόντι συχνότερον ἀφ’ ἑτέρων εἰς ἕτερα τῶν διηγημά‐
10των πολυειδῆ καὶ ποικίλα· καθάπερ τοῖς πλέουσι νῦν μὲν πελά‐ γεσιν ἔστιν ἐντυγχάνειν, νῦν δ’ ἐκ πελαγῶν ἐς νήσους καὶ ἐπίνεια μετιέναι, καὶ πολυειδέσιν ἐμφιλοχωρεῖν ἐμπορίαις, καὶ παντα‐ χόθεν καρποῦσθαι μακρὰν τὴν ὠφέλειαν. (Ε.) Ἐπεὶ δ’ ἱκανῶς ἡμῖν τὰ μέχρι καὶ ἐς τὴν τελευτὴν Ἀνδρονίκου τοῦ νέου λέλεκται
15βασιλέως, καίριον ἂν εἴη, τούτοις συνάψαντας διεξοδικώτερον ἀφηγεῖσθαι τὰ ἐφεξῆς. ἐπανακτέον τοίνυν τὸν λόγον εἰς ἁρμονίαν, μάλα γέ τοι τῷ τῆς ἱστορίας ὅλῳ προσήκουσαν σώματι. βʹ. Τοῦ γάρ τοι βασιλέως τὰ λοίσθια πνέοντος ἔτι παρὰ τὴν τῶν Ὁδηγῶν μονὴν τῆς πανάγνου θεομήτορος, τὸν ἐκείνου πα‐
20ρειληφὼς υἱὸν Ἰωάννην ὁ μέγας δομέστικος ὁ Καντακουζηνὸς, ἔννατον τῆς ἡλικίας ἔτος ἀμείβοντα, καὶ σύν γε αὐτῷ τὸν μετ’
αὐτὸν ἀδελφὸν Μιχαὴλ τὸν δεσπότην, ἔτους ὄντα τετάρτου,

2

.

577

πρὸς τὰ βασίλεια τὴν ταχίστην εἰσήνεγκέ τε καὶ τὴν προσήκου‐ σαν περὶ αὐτὸν δορυφορίαν συνέστησε, πᾶσαν τοῖς βασιλείοις ἀσφάλειαν πορισάμενος πανταχόθεν, δείσας μή τι πάθῃ τῶν ἀδοκήτων ἐξ ἀφανοῦς, οἷα πολλάκις ἐν τοῖς τοιούτοις συμβαίνει.
5(Β.) Ἀλεξίῳ δὲ τῷ Ἀποκαύκῳ, ὃ πολλάκις ἐπιχειρήσαντι πέρας οὐκ ἦν τῆς μελέτης λαβεῖν, καὶ νῦν ἀμελεῖν οὐκ ἐνῆν αὐτοῦ. πολλάκις γὰρ εἰς ἐπίνοιαν ἐληλύθει, φονεύσας τὸν βασιλέα καὶ ἅμα αὐτῷ Καντακουζηνὸν, ἑτέρῳ παρασχεῖν τὸ βασίλειον περιζώ‐ σασθαι κράτος, ἢ τῷ θείῳ τοῦ βασιλέως Κωνσταντίνῳ τῷ δε‐
10σπότῃ, ἢ Συργιάννῃ τῷ πολυτροπωτάτῳ καὶ παραπλησίῳ τὴν σύνεσιν καὶ τὴν τῆς γνώμης ἐμβρίθειάν τε καὶ ὀξύτητα. δεινὸς γὰρ ὁμοίως ἐκείνῳ καὶ αὐτὸς ἐν τοῖς κατεπείγουσιν ἦν ἐπινοῆσαι τὰ τῇ χρείᾳ κατάλληλα καὶ πόρον ὀξὺς τοῖς ἀπόροις εὑρεῖν, ὀλίγα μὲν καθεύδων, τὰ πλεῖστα δ’ ἐγρηγορὼς, καὶ σκεπτομένῳ
15τὰ μέγιστα ἐοικὼς καὶ περὶ μεγίστων, καὶ πλείονα καιρὸν ταῖς πράξεσιν ἢ τοῖς λόγοις ἀεὶ παρεχόμενος. εἰ δὲ καὶ πρὸς ἀλήθειαν ὁμοῦ καὶ δικαιοσύνην ἐχρῆτο τοῖς προτερήμασι, μέγα ἂν κλέος αὐτὸς τοῖς Ῥωμαίων ἐτύγχανε πράγμασιν ὤν. νῦν δὲ κατ’ ἐκεῖνον τὸν Ἐπιδαύριον Στρατοκλέα αὐλητὴς μὲν ἦν ἀγαθὸς, ἄνθρωπος
20δ’ οὐκ ἀγαθός. γένους γὰρ τῶν ἀδόξων ὑπάρχων ἐκ νέου καὶ πενίᾳ συντεθραμμένος νῦν μὲν τούτῳ, νῦν δ’ ἐκείνῳ μισθοῦ διακο‐ νούμενος διετέλει τὸν χρόνον· κἀκ τῶν ἐλαχίστων μείζοσιν ἠρέμα τοῖς δεσπόταις ἀμοιβαδὸν χρώμενος, καὶ πᾶσιν ἀντιδοὺς τὰ χεί‐
ριστα, προδότης σαφὴς καθιστάμενος, ἔλαθεν οὐκ οἶδα πῶς

2

.

578

καὶ ἐς τὴν αὐτοκρατορικὴν οἰκίαν παρεισφθαρεὶς, ἐπ’ ὀλέθρῳ τῆς τῶν Ῥωμαίων, ὡς ἔοικε, τύχης καὶ εὐδοξίας. (Γ.) Τούτῳ τοί‐ νυν ἤδη καιρὸν ἔχειν ἑαυτῷ περιθεῖναι τὸ βασίλειον κράτος νομί‐ σαντι παντοίῳ τοῖς ἐπιχειρήμασι κατὰ τὸν Πρωτέα τὸν Φάριον
5ἐπῄει γίνεσθαι. καὶ νῦν μὲν περιϊὼν καὶ θωπεύων οὐ μάλα ἠμέλει Καντακουζηνὸν, συνωθῶν τὰ ἐρυθρὰ ὑποδήσασθαι ὑποδήματα· μηδὲ γὰρ εἶναι λέγων τὸ χρῆμα καινὸν, ἀνάγκην πολλάκις ἐπενεγ‐ κόντος τοῦ βασιλέως, τὴν πορφύραν λαμπρῶς ὑποδύντα συμβασι‐ λεύειν, αὐτῷ μὲν περιόντι τῷ βίῳ, ἐκείνου δ’ εὐθὺς ἀπαλλάξαντος,
10Ἰωάννῃ τῷ υἱῷ καὶ νέῳ βασιλεῖ. εἶναι γὰρ διπλοῦν καὶ σφόδρα ἀναγκαῖον τῷ τοῦ βασιλέως ἐκ πολλοῦ σκοπῷ τὸ καλόν· ἵν’ ἅμα μὲν αὐτοῖς συνδιοικῶν τὰ τῆς βασιλείας εἴης πράγματα, ἅμα δ’ ἐπίκουρος γίνοιο κράτιστος τῆς τούτων ζωῆς. μηδὲ γὰρ ἔτι λεί‐ πεσθαι τὸν λάθρα τῇ βασιλείᾳ ἐφεδρεύοντα, τοῦ διαδεξομένου
15παρομαρτοῦντος ἐς προὖπτον αὐτίκα. (Δ.) Καὶ ἦν νῦν μὲν ταῦτα λέγων, νῦν δ’ ἐκεῖνα· νῦν δ’ ἀναστρέφων καὶ ἀφ’ ἑτέρου γινό‐ μενος ἕτερος· καὶ ἅμα τῇ βασιλίδι τοὺς γένει καὶ δόξῃ προὔχον‐ τας κατ’ αὐτοῦ διεγείρων, καὶ ἰσχυριζόμενος εἶναι τῷ Καντακου‐ ζηνῷ διὰ μελέτης σφόδρα κατεσπουδασμένης, ἔργον ποιησαμένῳ
20ξίφους ἐς τὴν ὑστεραίαν πάντας ἡμᾶς, ἑαυτὸν αὐτοκράτορα κα‐ ταστήσασθαι βασιλέα. ταῦτα λέγων καὶ κατασκευαζόμενος ἀνέσεισε καὶ αὐτοὺς δὴ τοὺς καθ’ αἷμα τούτῳ προσήκοντας κατ’
αὐτοῦ· ὡς καὶ αὐτὴν Ἄνναν πεισθεῖσαν τὴν βασιλίδα μηδὲ τὰς

2

.

579

ἐννέα πενθίμους ἡμέρας παρὰ τὸν τοῦ συζύγου τάφον ἀνύσαι δα‐ κρύουσαν, ἀλλὰ μετὰ τρίτην εὐθὺς ἀνιέναι πρὸς τὰ βασίλεια. (Ε.) Ἔνθα ὁ πατριάρχης Ἰωάννης, Ἀποκαύκῳ πειθόμενος, ἀνέγνω βιβλίον ἐκ τοῦ κόλπου λαβὼν, συνθήκας περιέχον, ἃς ὁ
5βασιλεὺς αὐτῷ τε πατριάρχῃ καὶ τοῖς περὶ αὐτὸν ἐκ πολλοῦ παρέθετο ἐπισκόποις, περί τε συζύγου καὶ παίδων αὐτοῦ, ὁπη‐ νίκα μαχησόμενος ἀπῄει τῷ Συργιάννῃ πρὸς Θετταλίαν, ἁρπά‐ ζειν ἤδη μετὰ τῆς τοῦ Κράλη συμμαχίας ἐπιχειροῦντι τὴν Ῥω‐ μαίων ἡγεμονίαν. ταῦτα τοίνυν διεξελθὼν εἰς τὴν τῶν κοινῶν
10πραγμάτων ἐπιτροπικὴν διοίκησιν εἰσάγειν ἑαυτὸν ἐπειρᾶτο. δί‐ καιον γὰρ ἔφασκεν εἶναι καὶ σφόδρα τῶν ἀναγκαίων ἄλλως, κα‐ θάπερ σώματι ψυχὴν, οὕτω τῇ βασιλείᾳ τὴν ἐκκλησίαν συνῆ‐ φθαι. μίαν γὰρ εἶναι σύστασιν καὶ ζωὴν ἀμφοτέρων τουτί. „ἐπεὶ δὲ καὶ ταυτὶ τὰ τοῦ βασιλέως γράμματα τὴν σωτηρίαν ἐμοὶ τῆς
15τε συζύγου καὶ τῶν υἱέων σαφῶς ἀνατίθησι, ποῦ δίκαιον (φησὶν) ἐκείνων ἡμᾶς καταῤῥᾳθυμήσαντας ἀμελῆσαι τῶν συνθηκῶν, καὶ οὑτωσί πως ἑκόντας συγχωρῆσαι, κλύδωνας ἀτεκμάρτους ἐπιχε‐ θῆναι τοῖς τῶν Ῥωμαίων πράγμασιν, ὁποῖοι κἀν τοῖς ἀνωτέρω γεγένηνται χρόνοις δι’ ἀφέλειαν καὶ ῥᾳθυμίαν τοῦ τηνικαῦτα
20πατριαρχεύοντος Ἀρσενίου; ἐγὼ τοίνυν ἀντιλήψομαι τῶν κοινῶν ὁμοῦ τῇ βασιλίδι πραγμάτων· ἐγὼ καὶ τῆς τοῦ νέου βασιλέως προστήσομαι σωτηρίας.“ γʹ. Ταῦτα παρὰ πᾶσαν ἀκηκοὼς προσδοκίαν ὁ Καντακουζηνὸς ἔλεξε τοιάδε. „Ἐμοὶ δ’ οὐ τοιούτων ἐδόκει τὰ πράγματα δεῖσθαι
25λόγων ἐν τῷ παρόντι, ζῶντος ἐμοῦ καὶ συμπαρόντος ὑμῖν, ὃς

2

.

580

καὶ τοῦ βασιλέως περιόντος τῶν κοινῶν πραγμάτων ἤμην διοι‐ κητὴς σχεδὸν ἁπάντων καὶ ῥητῶν καὶ ἀποῤῥήτων κοινωνὸς ἐκείνῳ. ἴσασι δ’ οὖν καὶ Ῥωμαίων οἱ πλείους, καὶ πρό γε πάντων ἡ βασιλὶς αὕτη, ὡς τἄλλα μὲν πνέων ἤμην ἐκείνῳ ταὐτὰ, καὶ
5τῆς ἐκείνου γνώμης ἅπαντ’ ἐξήρτητο τὰ ἡμέτερα, καὶ πάντ’ ἔδρων ἐγὼ προθύμως ὁπόσα ἐκείνῳ δεδογμένα ἦν, καὶ μηδὲν αὖθις ὃ μὴ δεδογμένον ἦν ἐκείνῳ· τό γε μὴν τοῖς βασιλικοῖς ἐνδύ‐ μασι κοσμηθέντα με συμβασιλεύειν αὐτῷ κατὰ τὴν ἐκείνου σπου‐ δὴν καὶ βούλησιν, τοῦτο δ’ οὐδαμῆ πρὸς βουλήσεως ἔμοιγε ἦν.
10τὴν δ’ αἰτίαν ἐν τοῖς τῆς ἐμῆς καρδίας θαλάμοις καθεύδειν ἀπόῤ‐ ῥητον ἐν τῷ παρόντι δίκαιον εἶναι νομίζω. ὅτι δὲ καὶ τὴν μετὰ θάνατον αὐτοῦ διοίκησιν καὶ ἐπιτροπὴν τῶν βασιλικῶν καὶ δη‐ μοσίων πραγμάτων ἐμοὶ παρέθετο πολλάκις, καὶ τὸ τοῦ υἱοῦ καὶ βασιλέως Ἰωάννου τῇ ἐμῇ θυγατρὶ προεμνηστεύσατο κῆδος,
15τά τε ἄλλα, καὶ διὰ τὸ μὴ κίνδυνόν τινα παρακύψαι, καὶ τοῖς κοινοῖς καὶ καθόλου παρεισφθαρῆναι πράγμασι, μάρτυς ἀπαρέγ‐ γραπτος Ἄννα ἡ βασιλὶς αὕτη. (Β.) Φαίην μὲν οὖν, ὡς ἰδιο‐ τροπίαν τινὰ τῆς ἑαυτοῦ καλῆς ποιούμενος ἐκεῖνος γνώμης, τοιοῦ‐ τος ἦν ἐμοί. φαίην δ’ ἂν μᾶλλον, εἰ χρὴ τἀληθῆ λέγειν, ὡς
20οὐδ’ αὐτὸς οὐδαμῆ ποτε ἐνέλιπον πάντα δρῶν καὶ λέγων ὑπὲρ τῆς αὐτοῦ ζωῆς, καὶ προτιμῶν ἀεὶ τῆς ἐμῆς καὶ προτιθεὶς τὴν ἐκείνου. καὶ ἵνα τἄλλα πάντα παρέντες ἑνός που καὶ δυοῖν
μνησθῶμεν· ἄρτι τοῦ βασιλέως καὶ πατρὸς Μιχαὴλ τελευτήσαν‐

2

.

581

τος, πρὸς ὁπόσην ἐμπέπτωκε θάλασσαν λογισμῶν, ἀκηκοὼς τῶν περὶ βασιλείας προτιθεμένων Ῥωμαίοις ὅρκων πρὸς τοῦ βα‐ σιλέως καὶ πάππου, καὶ ὁπόσα τὴν ἐκείνου ψυχὴν κατέκλυσαν ῥόθια λύπης, καὶ ὅπως πλὴν ἐμοῦ τῶν πάντων ἦν οὐδεὶς αὐτῷ
5παρήγορος τότε δεξιὸς καὶ ψυχῆς πιπτούσης βακτηρία καὶ κινδυνεύοντος φρονήματος ἀπόῤῥητον φάρμακον, καὶ οἷον ἀνα‐ ψύξεως ζέφυρος, οὐκ οἶμαι δεῖν παρ’ εἰδόσιν εἰς μῆκος ἐκτείνειν τὸν λόγον. ὅμως ἐπειδὴ, πρὶν Βυζάντιον ἁλῶναι, διαδρὰς τὸν ἐπηρτημένον κίνδυνον, ᾤχετο φυγὰς ἐς τὴν Θρᾴκην καὶ τὰ ἐν
10ταύτῃ φρούρια, καὶ ἔδει μὴ φίλου μόνον ἐκείνῳ πιστοῦ, ἀλλὰ καὶ χρημάτων καὶ δαπάνης παντοδαπῆς (πάντων γὰρ καθάπαξ ἦν ἐστερημένος πρό γε τῆς φυγῆς ὁμοῦ καὶ κατὰ τὴν φυγὴν ἐκεῖ‐ νος), οὐ μόνον πρὸς τὴν ἐνεστῶσαν ἐκείνῳ κεκένωκα χρείαν ἀφθό‐ νως ἐγὼ, ὁπόσα μοι περιῆν ἐκ πατέρων καὶ προγόνων πάμπολλα
15χρήματα· ἀλλὰ καὶ πάσης ἔγωγε τῆς στρατιᾶς ὑπάρχων αὐτὸς ἡγεμὼν οἴκοθεν ἀεὶ χορηγῶν καὶ αὐτῇ διετέλουν τῶν μισθωμά‐ των ἀνενδεᾶ τὴν δαπάνην. ὁ γὰρ αὐτὴν προϊέμενος τὴν ψυχὴν ὑπὲρ τῆς ἐκείνου ψυχῆς, ἧς ὁ πᾶς οὐκ ἔστιν ἀντάξιος κόσμος καὶ τὰ τοῦ κόσμου χρήματα, σχολῇ γ’ ἂν αὐτῶν ἐφεισάμην
20χρημάτων καὶ κτημάτων καὶ κτηνῶν ἁπάντων. (Γ.) Καὶ ἵνα τὰ τῶν ἐν μέσῳ κινδύνων συμπτώματα καὶ τοὺς τῶν μακρῶν ἐκεί‐ νων δρόμων καὶ περιδρόμων ἱδρῶτας κατὰ τὴν ἑπταετῆ περίοδον ἐκείνην παρέλθωμεν· ἐπειδὴ (δόξαν οὕτω θεῷ) τὴν βασιλίδα πό‐
λιν ἑλὼν μόνος ἦν αὐτοκράτωρ αὐτὸς, τῶν ἐμῶν οὐκ ἐπελάθετο

2

.

582

πρὸς ἐκεῖνον ἐρώτων καὶ πόθων· ἀλλὰ πάντας ἔστρεφε καθ’ ἑαυ‐ τὸν λογισμοὺς, ἀνερευνῶν ὅτι ἂν ἀποδοίη βραβεῖον ἄξιον ἐμοί. καὶ ἐπεὶ μεῖζον ἄλλο τῆς βασιλείας οὐχ εὕρισκε, ταύτης, τὸν δεύτερον φάναι πλοῦν, κοινωνὸν ἑαυτῷ καὶ βασιλέα ποιεῖσθαι
5διὰ μάλα μακρᾶς ἐποιεῖτο σπουδῆς. ᾐδεῖτο γὰρ, πρῶτον μὲν, Δαρεῖον ἐκεῖνον τὸν τῶν Περσῶν βασιλέα, εἰ βάρβαρος μὲν ἐκεῖνος ὢν, ὅμως διὰ τὴν τοῦ Ζωπύρου φιλίαν ὅλαις ὁρμαῖς τῆς ψυχῆς τὴν περιβόητον παραιτεῖσθαι διετείνετο Βαβυλῶνα καὶ ἅμα αὐτῇ τὴν Χαλδαίων καὶ Μήδων ἀρχὴν, εἰ Ζώπυρον
10ὑγιᾶ πάντη θεάσαιτο· αὐτὸς δὲ παιδείας ἀνθρώπῳ πρεπούσης καὶ πατρίου βασιλείας τρόφιμος ὢν ἐκείνου πρὸς ἀμοιβὴν τῶν καλῶν ὀφθείη δεύτερος. ἔπειτα οὐ τοσοῦτον ἐμοῦ γε εἵνεκα τοιαῦτ’ ἔφασκεν ἐμοὶ διδόναι βραβεῖα, ὅσον τῆς αὐτοῦ συστά‐ σεως, καὶ ἅμα παίδων καὶ συζύγου, ζῶντός τε καὶ τελευτήσαν‐
15τος αὐτοῦ. (Δ.) Ἐγὼ δ’ ἀκήρατον ἐθέλων φυλάττειν τὸ τῆς ἐμῆς πρὸς ἐκεῖνον φιλίας τερπνὸν, καὶ μὴ δοκεῖν δι’ ἔρωτα δό‐ ξης ὅσα ἡμῖν ἐσπούδασται δρᾷν, οὐχ εἱλόμην οὐδὲν τῶν ἁπάν‐ των, οὔτε μέτριον οὐδὲν, οὔθ’ ὅσα τὴν τοῦ μείζονος ἔχει δόξαν λαβεῖν· ἀλλ’ ἔμεινα τούτων ἁπάντων ἀθῶος ἄχρι καὶ εἰς δεῦρο.
20(Ε.) Ἃ δὲ νῦν ὁ πατριάρχης ἐπιτροπίας προτείνει γράμματα, τῆς τότε χρείας ἕνεκα τούτῳ γεγένηνται, καὶ οὐδαμῆ περαιτέρω. ἐδεδίει γὰρ ὁ βασιλεὺς, οἷα πολλὰ τὸ αὐτόματον παρὰ πᾶσαν ἐπάγει τὴν προσδοκίαν, μὴ αὐτός τε κινδυνεύσῃ καὶ σύν γε αὐτῷ
καὶ αὐτὸς ἐγὼ συμπαρὼν, ᾧ τὴν διαδοχὴν ἀεὶ παρετίθει τῆς βα‐

2

.

583

σιλείας καὶ τῶν οἰκείων ἁπάντων. μηδὲ γὰρ εἶναι τῶν δυνατῶν, ἐν ἐκείνῳ τῷ ἀγῶνι τοῦ βασιλέως κινδυνεύοντος, ἐμὲ ζῶντα λεί‐ πεσθαι. οὕτω γὰρ ἀλλήλαις ἡμῶν αἱ ψυχαὶ συνεκέκραντο, ὡς καὶ πάντας Ὀρέστας ὁμοῦ καὶ Πυλάδας περιφανῶς τῆς ἡμῶν
5ἡττᾶσθαι συμπνοίας. εἰ γὰρ ἦν ἐφικτὸν, ἀπιόντος εἰς Θετταλίαν τοῦ βασιλέως, ἐν Βυζαντίῳ μένειν ἐμὲ, οὐκ ἂν ἐπισκόπων ἔδει καὶ πατριάρχου καὶ συνθηκῶν περί τε γυναικὸς καὶ παίδων καὶ βασιλικῶν πραγμάτων. ἀλλὰ τοῦ τηνικαῦτα καιροῦ πρὸς τὴν τοιαύτην τὰ πράγματα περίστασιν συνελάσαντος, οὕτως ἐφ’ ὡρι‐
10σμένῳ τὰ τῆς τοιαύτης ἐπιτροπῆς ἐκείνῳ συνεκλείετο τῷ χρόνῳ. ὁ δὲ τὸν τοῦ βασιλέως θάνατον ὥσπερ ἕρμαιον εἰς φιλαρχίαν, ὡς ἔοικεν, εἰληφὼς εἰς μέσον ἄγει δημοσιεύων τὰ πάλαι τοῦ βασι‐ λέως γράμματα, μηδαμῆ τῇ παρούσῃ προσήκοντα χρείᾳ· ὡς μηδὲ πολλῶν ἐμοὶ πρὸς ταῦτα δεῖσθαι τῶν λόγων, πρὸς ἕτερα
15τῆς παρούσης χρείας τὰ πράγματα συνωθούσης. (ϛʹ.) Ἐμοὶ γὰρ, ἵνα τὸ προσῆκον πέρας τοῖς ἐμοῖς ἐπενέγκω λόγοις, τὰ αὐτὰ τῷ θείῳ διεξιέναι λείπεται Παύλῳ· ὅτι τὸν δρόμον τετέλεκα, καὶ τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέ‐ φανος. ὃς ὑπὸ δυοῖν ὁριζόμενος τουτωνὶ, τῆς τε ἐπιτροπῆς καὶ
20διοικήσεώς φημι τῶν βασιλικῶν πραγμάτων καὶ τῆς τοῦ νέου βασιλέως ἐπὶ τῇ ἐμῇ θυγατρὶ μνηστείας, ἡ μὲν ἐπιτροπὴ καὶ διοίκησις τῶν βασιλικῶν πραγμάτων, κατὰ συνέχειαν ἐκεῖθεν ἀεὶ
διαβαίνουσα, πρόσεστιν ἔτι μοι. λοιπὸν δ’ ἂν εἴη καὶ τὰ τῆς

2

.

584

τῶν παίδων μνηστείας ἤδη τελεῖσθαι.“ Καὶ ἐπὶ τούτοις ὁ σύλλο‐ γος ἔληγέ τε καὶ διελύετο. δʹ. Ὁ δ’ Ἀπόκαυκος, ἅμα τῷ πατριάρχῃ προσιὼν ἰδίᾳ τῇ βασιλίδι, μήτε μηδενὸς ἀκούειν ἀνέπειθε τῶν ἀπὸ τοῦ Καν‐
5τακουζηνοῦ λεγομένων, καὶ ἅμα τῆς τῶν πραγμάτων ἐπιτροπῆς ἀπέχεσθαι τελέως παρακελεύεσθαι. μηδὲ γὰρ εἶναι χρείαν ἔτι τού‐ του, τῆς βασιλίδος ὁμοῦ τῷ υἱῷ δυναμένης πᾶσιν ἐπιστατεῖν πράγμασι, παραδυναστεύοντός τε καὶ παρασπίζοντος τοῦ πα‐ τριάρχου, κατὰ τὴν πάλαι δοθεῖσαν πρὸς βασιλέως ἐπιτροπείαν
10αὐτῷ. ταῦτα λέγων καὶ πείθων ἐλάνθανεν οἵους καὶ ὅσους τοὺς ἀγρίους τρέφει θῆρας τῶν λογισμῶν ὡς ἐν λόχμῃ τῇ ψυχῇ. διε‐ ζωγράφει δ’ οὖν καὶ ὑπεσήμαινεν ἀμυδρῶς τοῖς συνετωτέροις τῶν λόγων αὐτοῦ καὶ σχημάτων τὸ ἀλλοπρόσαλλον, οἷον ἐκρήξει χειμῶνα κατὰ Ῥωμαίων ὁ ἄνθρωπος, προσειληφὼς τὸ δύνασθαι.
15(Β.) Ὅσον μὲν γὰρ προσῆν Καντακουζηνῷ πανταχόθεν τὸ δύνα‐ σθαι, τοσοῦτον Ἀποκαύκῳ περιῆν ἀσθενείας· ὅσον δ’ Ἀπο‐ καύκῳ τὸ βούλεσθαι χείριστα δρᾷν, τοσοῦτον τῷ Καντακουζηνῷ τὸ μὴ βίαιον πράττειν μηδὲν ὁπωσοῦν κατὰ τῶν ὅσοι ξιφήρη χεῖρα τῇ τούτου ζωῇ καθοπλίζουσι. Καντακουζηνὸς γὰρ, παρὸν
20ἐκ τοῦ ῥᾴστου κακοὺς φωραθέντας αὐτοὺς καθελὼν, ἀπονητὶ τὸ τῆς αὐτοκρατορίας περιζώσασθαι σκῆπτρον, τοῦτο μὲν οὐ βεβούληται, ἀλλὰ τὴν αὐτῶν ἐκπλαγεὶς ἀγνωμοσύνην οἴκοι κα‐ τέμεινε σιωπῶν ἐπὶ δύο καὶ τρεῖς που τὰς ἡμέρας. ὁ δ’ Ἀπόκαυ‐
κος, πειρώμενος μὲν, οὐ δυνάμενος δὲ καθελεῖν Καντακουζηνὸν,

2

.

585

ὃν μόνον ἀντίπαλον κράτιστον εὕρισκε τοῖς αὐτοῦ δολεροῖς λο‐ γισμοῖς, ὅμως οὐκ ἔληγε τὰ ἑαυτοῦ διηνεκῶς ἐνεργῶν. ἐκστατι‐ κὸν γάρ τι χρῆμα διανοίας ὁμοίως πέφυκε πλοῦτος καὶ δόξα, παρ’ ἀξίαν τινὶ προσγενόμενα, καθάπερ ἡ μέθη. εἰς γὰρ δόξαν
5καὶ περιφάνειαν ἐξ ἀσήμου γένους ἐληλυθὼς, συνεργοῦντος καὶ περιθάλποντος Καντακουζηνοῦ, καὶ πλοῦτον μάλα πολὺν καὶ ὑπὲρ τὴν τύχην τὴν ἑαυτοῦ συναθροίσας, τοῦ καθήκοντος εὐθὺς ἐξέστη φρονήματος, καὶ τυραννίδος ἐν τοῖς τῆς ψυχῆς θαλάμοις ἔκρυψεν ἔρωτας, καὶ πάντ’ ἐκεῖθεν ἔπραττε, καὶ πάντα συνεισ‐
10ῆγεν ὅσα γεωργεῖ τῆς τοιαύτης κακίας τὴν βλάστην. (Γ.) Βοᾷ δὲ καὶ αὐτὰ μονονουχὶ φωνὴν ἐκπέμποντα λαμπρὰν τὰ τῶν αὐτοῦ γε οἰκιῶν οἰκοδομήματα, μέχρι νῦν τὴν ἐκείνου κακίαν ἐκτραγῳ‐ δοῦντα· λέγω δὴ τὸ τῶν Ἐπιβατῶν φρούριον· ἔπειθ’ ὅσα περὶ τὸ τεῖχος τῆς βασιλευούσης τῶν πόλεων ἤγειρεν, οἷον ἀμφίβιον
15καὶ γῇ καὶ θαλάσσῃ μεριζομένην ἔχοντα δίαιταν. πύλας γὰρ ἑκα‐ τέρωθέν σφισιν ἐτίθετο πρός τε γῆν καὶ πρὸς θάλασσαν· ἵνα διωκόμενον ἐκ θαλάττης ἤπειρος ὑποδέχοιτο, καὶ τοὐναντίον αὖθις φεύγοντα τὴν ἤπειρον ἡ συνοῦσα καὶ, οἷον εἰπεῖν, ναυλο‐ χοῦσα τριήρης παρὰ τὴν οἰκίαν γίνοιτο παραπομπὸς ἐπ’ ἀπί‐
20στου στοιχείου θαλάττης ἄχρι τῆς νήσου Πριγκίπου, ἢ ὅποι τῆς τύχης ἄγοι τὸ πέρας αὐτόν. ἔστησε γὰρ κἀκεῖ, καὶ ὁπηδή‐ ποτε καταφυγεῖν ἐβούλετο, φρούρια καὶ πύργους οὐρανομήκεις.
οὕτω μοχθηρὸς ἦν ὁ ἀνὴρ ἐξ ἀρχῆς, καὶ μελέτας ἔκρυπτεν ἐν τῇ

2

.

586

ψυχῇ κακίας καὶ δόλου μεστὰς, εἰ καὶ μηδὲν αὐτῶν ἀπόνασθαί οἱ ἐξεγένετο, τοῦ θεοῦ ματαίαν πᾶσαν αὐτοῦ σπουδὴν καὶ μελέ‐ την δεικνύντος, ὡς εἰρήσεται προϊοῦσιν ἡμῖν πλατύτερον. εʹ. Τῆς δὲ φήμης ῥυείσης εἰς ἅπαν τὸ στρατιωτικὸν, καὶ
5ὅσοι τῶν συνετωτέρων ἐκ πασῶν παρῆσαν τῶν πόλεων, ὡς οἴκοι καθίσας ὁ Καντακουζηνὸς πάντων πραγμάτων ἀπέσχετο, πολὺς ἀνήπτετο θόρυβος κατά τε πατριάρχου καὶ Ἀποκαύκου, καὶ εἴ τινές που τῶν ἐν τέλει σφίσιν εἶεν ὁμόφρονες. εἶναι γὰρ τῶν ἀμη‐ χάνων ἔφασκον, ἀφέντας τὸν πλουτοδότην καὶ κοινὸν τροφέα Καν‐
10τακουζηνὸν, καὶ συστρατιώτην μᾶλλον ἢ στρατηγὸν, καὶ συν‐ ταλαιπωρεῖν εἰδότα κατά τε τὰς ὑπαίθρους καὶ χειμερίας στρατο‐ πεδείας αὐτοῖς, ἕπεσθαι μεμηνόσιν ἀνδράσι, καὶ ὑπὸ φθόνου καὶ βασκανίας διεφθορόσιν, ἢ μᾶλλον ἀμαθέσι παντὸς ἀγαθοῦ, ὁπόσα πόλεις οἶδεν ὠφελεῖν, καὶ φοβεῖν ἐχθροὺς, καὶ βασιλικοῖς
15ἐπίδοσιν διδόναι πράγμασιν. ὥστε καὶ τοῦ θείου προτεθέντος εὐαγγελίου κατὰ τὸ πάλαι κρατῆσαν ἔθος, ὑπὲρ ἀσφαλείας καὶ πίστεως ὀμνύειν τῶν βασιλέων, αὐτοὶ καὶ τοῦ τῆς βασιλείας ἐπι‐ τρόπου Καντακουζηνοῦ προσετίθεσαν τοὔνομα. ὅτε δὴ καὶ ἀντι‐ λέγειν ἐπιχειροῦντι τῷ Ἀποκαύκῳ ἐπεπήδησέ τις ἐξαπίνης ξιφήρης,
20ἐκεῖνο τὸ Ὁμηρικὸν ἐπειπὼν, αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ τὸ ξίφος. ᾧ δὴ καὶ πολλοὶ τῶν στρατιωτῶν συμφρονήσαν‐ τες θορύβου πολλοῦ καὶ βοῆς ἐνέπλησαν τὰ βασίλεια· ὡς περι‐
δεεῖς γενομένους ἐκείνους ὁμοῦ τῇ βασιλίδι οἰκτροὺς ἱκέτας γε‐

2

.

587

νέσθαι Καντακουζηνοῦ. ὅς γε καὶ μηδὲν τῆς σφῶν ὑπολογισά‐ μενος κακογνωμοσύνης εἰς μέσον ἧκεν εὐθὺς, καὶ ὁμοῦ τῷ ὀφθῆναι πρὸς γαλήνην ἐχώρει τὰ τοῦ θορύβου καὶ κλύδωνος ἐκείνου κύματα, καὶ εἰς εὐδίαν ὁ τοῦ χειμῶνος ἐκείνου γνόφος
5μετωχετεύετο· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ τοιάδε ἐπὶ τῆς βα‐ σιλίδος, καὶ ὅσοι παρῆσαν, ἐφθέγξατο. (Β.) „Τὸ μὲν ἀνθρω‐ πίνοις ἀπροσδοκήτως ἀνθρώπους ὄντας συμφοραῖς ἐντυγχάνειν, καὶ πρὶν ἢ βουλεύσασθαι καὶ πρᾶξαι, πάσχειν τι τῶν δεινῶν, οὐ τοσούτῳ φαίην ἂν ἐγὼ τῶν πασχόντων ὅσῳ τῶν δρώντων
10ὑπάρχειν τοὔγκλημα. τὸ δ’ ἄλλοις ὀρύσσοντας βόθρον αὐτοὺς εἰς ἐκεῖνον προτέρους ἐμπίπτειν, ἀναμφισβήτητόν ἐστι τῶν πι‐ πτόντων ἁμάρτημα. ὡς γίνεσθαι τοῖς μὲν προτέροις τὸ πάθος οὐ μάλα συγγνώμης μακρᾶς ὑπερόριον· τοῖς δέ γε δευτέροις συγ‐ γνώμης τε πάσης ὡς ποῤῥωτάτω λίαν ἐῤῥίφθαι συμβαίνειν,
15καὶ ἅμα τὴν ἐκ τῶν νόμων περιφανῶς ἐφέλκεσθαι ἐπιτίμησιν. ὅμως θεοῦ δικαίως ἐπιστατοῦντος τοῖς πράγμασι, καὶ κατάλληλα τοῖς νοσήμασι τῶν πραγμάτων τὰ τῆς ἰατρείας ἐπάγοντος φάρ‐ μακα, χρεὼν καὶ ἡμᾶς ἐκεῖσε τὴν μίμησιν παραπέμποντας οὐκ ἀθάνατον κατὰ τῶν ἁμαρτανόντων τὸ τῆς γνώμης διατηρεῖν ὀρ‐
20γιζόμενον· ἀλλ’ ἀναλογιζομένους τὸ τῆς ἀνθρωπίνης φύσεως θνητὸν θνητὴν ποιεῖσθαι καὶ τὴν πρὸς αὐτοὺς ἐπιτίμησιν. ἄλλως τε καὶ ὁ τὸν ὑποπίπτοντα κολάζειν ἐθέλων οὐκ ἐκεῖνον, ἀλλ’ ἑαυτὸν ἀδικεῖ, τῆς ἀνθρωπίνης περιφανῶς ἀσθενείας κα‐
τεπαιρόμενος. ὀξεῖαι δ’ εἰσὶν καὶ αἱ τῆς τύχης μεταβολαὶ, καὶ

2

.

588

ῥᾷστα τὸ εὔδαιμον ἐξ ἄλλων εἰς ἄλλους ἀμείβουσι· καὶ χρὴ δε‐ διέναι πάντας τὴν ἀτέκμαρτον τοῦ χρόνου φοράν. ἔγωγ’ οὖν οὕ‐ τως ἔχων ἀεὶ διατελῶ, ὥστ’ ἐοικέναι δοκῶ μοι πτόρθῳ τινὶ πρὸς τὸ ὄρθιον εὐφυῶς ἀπευθυνομένῳ· ὃς ἐκεῖνο κέκτηται πλέον
5ὁμοῦ, ὅπερ εἰ καὶ αὐτὸς ἐκεκτήμην, ἡμάρτανον ἄν. τὸν μὲν γὰρ εἴ τις βίᾳ χειρὸς ἐπὶ τὰ ἔμπροσθεν μετακλίνας, ἔπειτα τὴν αὐτο‐ νομίαν τῆς φύσεως αὖθις ἐκείνῳ παράσχοι, οὐ πρὸς τὸ ὄρθιον εὐθὺς ἐκεῖνος φερόμενος ἀτρεμεῖ· ἀλλ’ ἀθρόον ἐπὶ τὰ ὄπισθεν φέρεται καὶ δονεῖται, καὶ θορυβεῖ τὸν ἀέρα μακρόν τινα χρόνον,
10ἕως ὀψὲ καὶ μόλις ἐπὶ τὴν προτέραν ἠρέμα τῆς εὐθύτητος ἐκεί‐ νης ἀνέλθοι στάσιν. ἐγὼ δ’ ὑπὸ πολλῶν πολλαχόθεν πολλάκις ἄλλοτ’ ἄλλως τὴν εἰρήνην μισούντων ὠθούμενος ἐφ’ ἑνὸς ἐρεί‐ δομαι τόπου, τῆς πρὸς θεὸν ἐλπίδος, καὶ τῆς συνήθους οὐκ ἐξίστασθαι θέλω πραότητος οὐδ’ ἐπὶ βραχύ. ἀλλὰ πέτρα γίνομαι
15παράλιος καὶ οἷόν τις προβλὴς ἀτίνακτος, τῶν μαινομένων ἀεὶ κατ’ ἐμοῦ τῆς οἱασοῦν θαλάττης ῥοθίων καταφρονῶν. κρίκους δέ τινας οἷον ἐμπεφυκότας ἔχω γε κύκλῳ μάλα τοι πλείστους καὶ παντοδαποὺς, ἐρείσματα δήπου τῶν βουλομένων ἐκ πελάγους καὶ κλύδωνος ὁλκάδων ἐξάπτειν καὶ δεσμεῖν τοὺς κάλως ἑαυτῶν.
20ἂν δέ τινες ἐντεῦθεν ἀποσπασθεῖσαι, συμβὰν οὑτωσί πως, εἴτε τῶν καλωδίων ῥαγέντων, εἴτε τοῦ δεσμοῦ λυθέντος, ἐξωκείλωσι πρὸς τοὺς πελαγίους καταῤῥάκτας καὶ κλύδωνας, οὐ τῆς πέτρας οὐδὲ τῆς ἐμῆς ἐστι γνώμης τοὔγκλημα, ἀλλὰ τῆς τῶν ἐπιβατῶν
προφανῶς ἀβουλίας.“ Τότε μὲν οὖν οὕτως εἰπόντος ἐκείνου, κατε‐

2

.

589

στορέσθη τὰ πράγματα. (Γ.) Καὶ ἡ μὲν Δημοσθένους ἐκείνου σοφία, πρὸς τὸ τελευταῖον ἐκβὰν τῶν πρὶν ὑπαρξάντων ἕκαστον κρίνεσθαι, λέγει καὶ ἀποφαίνεται. ἐγὼ δὲ τὴν τῶν ἀγαθῶν ἀν‐ δρῶν εὐδοκίμησιν, καὶ αὖ τὴν τῶν ἐναντίως ἐχόντων κακίαν,
5οὐκ ἐκ τοῦ τέλους οἶμαι δεῖν ἐξετάζειν, ἀλλ’ ἐκ τῆς ἀρχῆς καὶ τῆς πρώτης ἐπιβολῆς τῶν πραγμάτων. ἐκεῖθεν γὰρ, ὡς ἐκ πη‐ γῆς καὶ ῥίζης, ἀναλάμπειν ἄρχεται τῶν δρωμένων ἡ ἀρετὴ καὶ ἡ κακία· κἀκεῖθεν ἔξεστι συνορᾷν ἀκριβῶς τοῖς ἀσφαλῶς ἐθέ‐ λουσι κρίνειν τὴν τῶν δρώντων προαίρεσιν, ὅτι καὶ μόνης τῆς
10ἀρχῆς τῶν πραγμάτων εἶναι κυρίοις δέδοται τοῖς ἀνθρώποις· τὰ δὲ τέλη πρὸς ὅπερ οὐκ ἴσμεν ἀπόῤῥητοι φέρουσι λόγοι· νῦν μὲν εἰς ὃ σκοπιμώτατον ἦν· νῦν δ’ εἰς ὃ μή· καὶ νῦν μὲν ἀκραιφνὲς τὸ τῆς γνώμης βουλόμενον εἰς τέλος ἐκεχωρήκει· νῦν δ’ οὐκ ἀμι‐ γές· ἀλλὰ μέμικταί τι καὶ τῶν ἀβουλήτων· ὥσπερ ἂν εἴ τις ἄρας
15ἐκ Σικελίας οὐκ ἐς Σαρδοῦς καὶ Κύρνου τοὺς λιμένας, οὗπερ ἐβούλετ’, ἀφίκετο· ἀλλά τις ἐκ τῶν ἑσπερίων βαράθρων ἀναῤ‐ ῥαγεὶς καὶ ὑπερεκχυθεὶς ὑβριστὴς καὶ ἀγέρωχος ἄνεμος, ὥσπερ ἐξ ἐνέδρας καὶ λόχου, βίαιον ἐς Κρήτην αὐτῷ πεποίηται τὸν κατάπλουν. οὕτως ἐμοὶ δοκεῖν οὐκ ἐκ τοῦ τέλους τῶν πραττο‐
20μένων εἶναι βέλτιον ἐξετάζειν ἀνδρῶν ἀρετὴν καὶ κακίαν, ἀλλ’ ἐκ τῆς βουλῆς καὶ προαιρέσεως. ἐξέσται δ’ ὅμως κἀκ τῶν εἰρη‐ σομένων ἐναργεστέραν τὴν τῶν λεχθέντων καρποῦσθαι δύναμιν.
ἐντεῦθεν γὰρ ἄν τις θεῷτο μᾶλλον τὴν ἀκολούθησιν ἑκατέρωθεν

2

.

590

συνδεδραμηκυῖαν κατὰ τὸ ἀνάλογον καὶ ἁρμόττον. ταῖς μὲν γὰρ ἀρχαῖς τὰ τέλη, τοῖς δὲ τέλεσιν αἱ ἀρχαὶ τὴν συμφωνίαν ἀκή‐ ρατον πάμπαν εἰλήφεσαν. (Δ.) Ἔγνωσται γὰρ ἅπασι, μὴ μό‐ νον Ῥωμαίοις καὶ Ἕλλησιν, ἀλλὰ καὶ ὅσοις ἔθνεσι πολυειδέσι καὶ
5βαρβάροις εἶναι συμβέβηκε, μετὰ ποίας πραότητος καὶ δικαιο‐ σύνης ταῖς ἀρχαῖς ἐχρήσατο τῶν πραγμάτων ὁ Καντακουζηνός· μετὰ ποίας δ’ αὖ τῆς μοχθηρίας καὶ ἀδικίας ὁ Ἀπόκαυκος. ἔγνω‐ σται δ’ αὖ ὁμοίως, καὶ ὅσους τοὺς διαύλους καὶ τὰ παλαίσματα μεταξὺ τῶν τῆς κακίας Τελχίνων ὀρχησαμένων, εἰς οἷον τὰ πρά‐
10γματα κατηντήκει τὸ πέρας, τοῦ θεοῦ δικάζοντος καὶ ἀθλο‐ θετοῦντος ἐξ ἀφανοῦς, καὶ ἀφθόγγοις καὶ σιωπώσαις φωναῖς ἀναδιδάσκοντος ἅπαντας, ἀγαθῆς προαιρέσεως ἀρχὰς καὶ πηγὰς προτιθέναι τῶν οἰκείων ἔργων, οἷς πρὸς βουλήσεώς ἐστι κατὰ νοῦν προχωρεῖν ἀγαθὸν τὸ γεώργιον. εἰ μὴ γὰρ ταῖς τῶν ἐμῶν
15διωκτῶν καινοφωνίαις ὁ Καντακουζηνὸς ὅπωσποτε παρενεχθεὶς χώραν ἐκείνοις τῇ τοῦ θεοῦ ἐκκλησίᾳ ζάλην προσενεγκεῖν κατὰ τὴν βασιλίδα Ἄνναν καὶ αὐτὸς ἐδεδώκει, κράτιστος ἂν βασιλέων ἐγίνετο, καὶ ἅμα τὰ Ῥωμαίων πράγματα μεγίστην ἂν δι’ αὐτοῦ τὴν ἐπίδοσιν ἀνελάμβανε. νῦν δὲ διὰ κακίαν ἄλλων αἴτιος ὁ
20πραότατος τῆς τῶν ὅλων ἔδοξεν εἶναι φθορᾶς. ϛʹ. Ἔργοις γε μὴν αὐτοῖς ὁρῶν ὁ Ἀπόκαυκος εἰς τοὐναντίον αὐτῷ τὰ τῆς κακίας ἔνεδρα προχωροῦντα, καὶ κακὸς ἐκ τοῦ προ‐ φανοῦς ἐλεγχόμενος εἶναι, οὐκ ἠρυθρία τοῖς ὁμοίοις ἐπιβάλλων
ἀεί· καὶ ταῦτα τῶν πάλαι σοφῶν θαυμάζοντος ἀκούων τινὸς,

2

.

591

οὐχ ὅτι πέπλευκέ τις, ἀλλ’ ὅτι πέπλευκε δίς. οὐκ ἐπαινετὴν γὰρ τὴν τοιαύτην ἐνόμιζε τόλμαν ὁ σοφὸς, μετά γε δήπουθεν τὸ πολ‐ λοὺς ἀπαντλῆσαι θανάτους ἐν τοῖς θαλαττίοις ἀγῶσιν, ἐς τοὺς ὁμοίους αὖθις ἐμβάλλειν κινδύνους. (Β.) Δέον γὰρ, εἰ μή τι
5πλέον, ἐκείνῳ τἀνδρὶ τῶν τοῦ Καντακουζηνοῦ μεμνημένῳ δω‐ ρεῶν, μὴ μόνον τῆς πρὸς τοῦτον ἀπεχθείας ἀπέχεσθαι, ἀλλὰ χάριτας ὁμολογεῖν τὰς μεγίστας, καὶ γλώττῃ καὶ χειρὶ καὶ πᾶσι τρόποις προθυμίας τὸν εὐεργέτην ἀμείβεσθαι, ὅτι πρὸς τοσοῦ‐ τον ἐξ εὐτελοῦς ἀνήγαγεν ὕψος αὐτὸν, ὁ δὲ πάντα δίκαια παρα‐
10δραμὼν μυρίους αὐτῷ συνετίθει καὶ συνεσκεύαζε τοὺς θανάτους, οὐδὲ τοὺς τῶν βαρβάρων Περσῶν αἰδούμενος νόμους, οἳ τοῖς ἀχαρίστοις νόμιμον ἐπάγουσι κόλασιν, μήτε τὰ πρὸς θεὸν εἶναι λέγοντες τὸν τοιοῦτον εὐχάριστον, μήτε πρὸς τοὺς γονέας, μήτε μὴν πρὸς τοὺς φίλους. ἀλλ’ ἐχρῆν, ὡς ἔοικεν, ἐκτριβῆναι Ῥω‐
15μαίων ἅπασαν πόλιν καὶ χώραν, καὶ αὐτὰ τῆς τοῦ θεοῦ ἐκκλη‐ σίας συγχεθῆναι τὰ πράγματα, δι’ ἔκτισιν οἶμαι παλαιοτέρων ἅμα καὶ νεωτέρων τοῦ γένους ἁμαρτημάτων. καὶ διὰ τοῦτο συνεχωρήθη τοιαῦτα παρεισφθαρῆναι κακίας ὄργανα καὶ προφάσεις, πλὴν φι‐ λαρχίας καὶ δόξης ματαίας οὐδὲν ἐχούσας τὸ εὔλογον. ἀλλ’ ἐς
20τὸ πρότερον ἴχνος τοῦ λόγου φέρε ἀνακάμψωμεν. (Γ.) Συνορῶν γὰρ, ὡς ἔφημεν, ὁ Καντακουζηνὸς, ὅτι συσκευάζων αὖθις Ἀπόκαυκος οὐ παύεται δόλους καὶ ἔνεδρα κατ’ αὐτοῦ, καὶ οὐκ εἰς μακρὰν ἠρεμήσας ἐπιβουλὴν ἐκραγεῖσαν ὄψεται φόνου μεστὴν κατὰ τῆς ἑαυτοῦ κεφαλῆς, ἰδίᾳ παραλαβὼν ἅμα βασιλίδι τὸν
25πατριάρχην τοιάδε φησί. (Δ.) „Τῶν ἔξω σοφῶν οἱ χαριέστεροι

2

.

592

τἀναντία κατὰ τὸν αὐτὸν χρόνον ἐν τῷ αὐτῷ γενέσθαι ὑποκει‐ μένῳ τῶν ἀμηχάνων εἶναί φασι. τούτου δ’ οὕτως ἔχοντος, οὐχ ὁρῶ τίς ἂν ἐμοὶ γένοιτο μηχανὴ, ἣ μεριζομένη πρὸς δύο τἀναντιώτατα παρέχοιτο δρᾷν ἀσφαλῶς ἃ προκεχείρισμαι. τὸ
5μὲν γὰρ τῶν κοινῶν προνοεῖσθαι πραγμάτων ἁπάντων ἕνα με ὄντα αὐτὸν, καὶ πάντων ἐπιμελεῖσθαι τῶν ὑπεικόντων τῇ βασι‐ λείᾳ ἀνθρώπων μὴ ῥᾳδίως ὑπὸ τῶν πολεμίων βλάπτεσθαι, πᾶ‐ σαν ἕλκει πρὸς ἑαυτὸ διάνοιαν, καὶ πᾶσαν λογισμῶν ὑποτάττει φροντίδα· τὸ δ’ αὐτοῖς ἐκείνοις, ὧν προνενόημαι, ἐπιβούλοις
10κεχρῆσθαι κατὰ τῆς ἐμαυτοῦ ζωῆς, τοῦτο δὲ παγχάλεπον ὂν ἀναγκάζει πάντων ἀποστάντα με τῶν ἄλλων φροντίδων μόνης τῆς ἐμαυτοῦ ζωῆς προνοεῖσθαι, καὶ τὴν οἰκείαν ἀσφάλειαν ἐκ παντὸς πραγματεύεσθαι τρόπου. τούτου δὲ τὴν διόρθωσιν ἀμ‐ φοῖν ὑμῖν ἀνηρτῆσθαι ἐχρῆν, εἰ τὰ δίκαια πράττειν ἐβούλεσθε,
15οἷς χρέος ἅπαν ἀνῆπται πᾶσι τρόποις ἐπείγεσθαι ἀποτρέπειν καὶ ἀποκόπτειν, εἴ τι που κατά τε τῶν τῆς βασιλείας ὁμοῦ καὶ τῆς ἐκκλησίας ὑποφύοιτο κακίας βλάστημα, ὃ λυμανεῖται προβαῖνον εἰς αὔξησιν καὶ ἅπαν ἄρδην ἀφανιεῖ τὸ κράτος ἀμφοῖν. ὑμεῖς δὲ μοχθηροῖς ἀνδράσι λάθρα καὶ συχνὰ κοινολογούμενοι, καὶ
20τοῖς αὐτῶν παραλόγοις ἑπόμενοι λόγοις, τῇ ἀριστερᾷ χειρὶ τὴν δεξιὰν ἀποκόπτειν ἐπειγομένοις ἑκόντες ἐοίκατε. ἔπειτα εἰ μὲν ἐμοῦ τὴν ψυχὴν ἐξάγειν τοῦ σώματος τοῖς ἐπιβούλοις ἦν πρὸς βουλήσεως μόνου, καὶ μὴ κατὰ παντὸς ἐχώρει, τῶν τε φίλων
καὶ τῶν ἐκγόνων, τὸ τῆς σφῶν ἀναιδείας ξίφος, ἴσως μὲν ἐσί‐

2

.

593

γων ἂν, ἴσως δ’ οὔ. οὐ γὰρ πάνυ μοι φαίνεται θεμιτὸν οὐδὲ τοῦτο, προδιδόναι τὴν ἑαυτοῦ τις ἑκών γε εἶναι ψυχὴν, ἄλλου κτῆμα καὶ παρακαταθήκην οὖσαν, πρὶν πρὸς τοῦ δεσπότου γε‐ νέσθαι τὴν λύσιν. εἰ δ’ οὖν, φρασάτω τις ἐμοὶ παρελθὼν, ὅτου
5χάριν ἀτάφους τῶν πάλαι δικαστῶν οἱ σοφώτεροι ῥιπτεῖσθαι κα‐ τεψηφίσαντο, ὧν αἱ χεῖρες καθ’ ἑαυτῶν ἐστρατεύσαντο. ὅμοιον γὰρ εἶναί πως δοκεῖ τὸ τοιοῦτον, ὥσπερ ἂν εἴ τις ἐξ ἀλλοδαπῆς ἰὼν ἄλλου δεσμώτην δραπέτην ἐργάσαιτο. εἰ δὲ πρὸς ἅπαντας ἄρδην ὁμοίως διαβαίνοι τά τε τῆς ἐπιβουλῆς τῶν μοχθηρῶν καὶ
10τοῦ γε κινδύνου τοὐμοῦ, μανίας οὐκ ἂν ἐλεύθερον ἐς τέλος εἴη τὸ σιγᾷν. εἰ δ’ ἀκίβδηλος μὲν ὑμῶν ἡ πρόθεσις ἐμοὶ τετήρηται μέχρι νῦν, ὑπισχνεῖσθε δ’ ἔτι καὶ τὴν ἐφεξῆς συντήρησιν αὐτῆς τὸ παράπαν διαφυλάξειν κακίας πάσης ἀμέθεκτον, καὶ ὅσα κατὰ τῆς ἐμῆς ὁμοίως μαίνεται ψυχῆς, ἕτοιμος αὖθις ἐγὼ τήν τε ὑμε‐
15τέραν ἄρτι περαίνειν δέησιν, καὶ ὁμοῦ τὰς τοῦ μακαρίτου βασι‐ λέως περὶ τῆς τῶν κοινῶν πραγμάτων ἐπιτροπῆς τε καὶ διοική‐ σεως ἐντολάς. τοῦτο δ’ οὐκ ἄλλως ἀναμφισβήτητον ἂν γένοιτο πᾶσιν ἡμῖν, πρὶν ἔνορκον ἡμῖν τὴν ὑπόσχεσιν καταστῆσαι, καθὰ πολλαχῆ καὶ πολλάκις ἐν ταῖς τῶν ἀνθρωπίνων πραγμάτων ἀμ‐
20φισβητήσεσιν εἴωθε γίνεσθαι. τοῦτο γὰρ ἐμοὶ καταφύγιον ἀσφα‐ λὲς ἐν τῷ παρόντι δοκεῖ, καταστορέσαι δυνάμενον πᾶσαν ἐμῆς ψυχῆς ὑποψίαν καὶ λογισμῶν τρικυμίαν. εἶναι γὰρ καὶ βοτάνην Ἀσκληπιάδαι φασὶ τοῖς λύκοις θανάσιμον, ὑφ’ ἣν ταῖς ἀλώπεξι
προσιούσαις ἀφόβως καθεύδειν περίεστιν. εἰ οὖν καὶ τοῖς ἀλόγοις

2

.

594

εὐμήχανόν πως ἡ ἀνάγκη πρὸς σωτηρίαν γίνεται, ἄμεινον δήπου τοῖς λόγῳ καὶ νῷ συμφυεῖ κεχρημένοις ἡμῖν ἐν τοῖς ἐπικινδύνοις πράγμασιν ἐγγύας ἀπαιτεῖν, ὁπόσαι πρὸς τὴν δι’ ὅρκων κατα‐ φεύγουσι πίστωσιν. ἀμειψαίμην δ’ ἂν καὶ αὐτὸς ὑμᾶς τοῖς παρα‐
5πλησίοις, εἰ μὴ ἱκανὰ πρὸς ἀσφάλειαν πίστεως τὰ προϋπηργμένα δοκοίη. ἐν γὰρ ἐξουσίᾳ γενόμενος τοῦ τῆς αὐτοκρατορίας περιβα‐ λέσθαι τὸ σχῆμα, πρὸς ἐσχάτας ἤδη τοῦ βασιλέως ὄντος πνοὰς, ὅτε καὶ σὺν τοῖς δυσὶν υἱέσιν ἐκείνου τῶν βασιλείων ἔνδον αὐτὸς γενόμενος φρουραῖς στρατιωτικαῖς ἠσφαλισάμην αὐτὰ, μηδε‐
10νὸς ἀντιπράττοντος, ἀλλὰ πάντων ὑπεπτηχότων τῷ δέει, οὐ ταὐτὸν πέπονθα τοῖς παρ’ ἀξίαν ἐντυχοῦσί τινι θησαυρῷ, καὶ ἀμφοτέραις τὸ τῆς ψυχῆς ἀναπιμπλάναι τοῦ ἔρωτος φίλτρον ἐπειγομένοις· ἀλλ’ ἔμεινα τῶν τῆς ἐξαρχῆς προθέσεως ὅρων ἐντός. πολλῷ δὲ δήπου σαφέστερον ἐξουσία καὶ πλοῦτος καὶ αὐτόνομος
15δύναμις γνώμην ἀνθρώπου δηλοῦσιν, ἢ πενία καὶ ὑπεξούσιος δίαιτα. τῷ γὰρ ἀκουσίῳ βιαίως ἐνίων τὰ ἤθη τυραννούμενα λανθάνει διὰ μακροῦ τὰς τῶν ἔξωθεν κρίσεις τῆς ἀληθείας κατα‐ ψευδόμενα. ἓν μὲν οὖν ἐκεῖνο μετὰ τὴν τοῦ βασιλέως τελευτὴν τῆς ἐμῆς καθαρότητος παραστατικὸν, καὶ ἅμα τῆς ὑμῶν δειλίας
20ἀναιρετικὸν, ὅτι παρὸν ἐκ τοῦ ῥᾴστου τὸ βασίλειον περιζώσα‐ σθαι κράτος, οὔτε πέπραχα τοιοῦτον οὐδὲν, οὔτε βεβούλευμαι, ἀλλ’ ἔμεινα πάμπαν τῶν ὅρων τῆς εἰθισμένης τάξεως ἔνδον, ἀκή‐ ρατον συντηρῶν τὸ φρονοῦν τῆς ψυχῆς. οὐ γὰρ τοσοῦτον ἀνθρώ‐
ποις ἀρέσκειν ἔκρινα δεῖν, ὅσον τῷ τῶν ἀδήλων ἐπόπτῃ θεῷ. οἱ

2

.

595

μὲν γὰρ τῶν δρωμένων ἐς τοὐμφανὲς καθίστανται μάρτυρες μό‐ νων, οὓς καὶ παραλογίσασθαι ἔξεστιν ἐνίοτε, εἴ τις τοὺς τῆς κακίας καρποὺς τοῖς τῆς ἀρετῆς ὑποτίθησι σχήμασί τε καὶ χρώ‐ μασι. θεὸς δ’ ἐν αὐτοῖς πρὸ τῶν ἔργων τοῖς τῆς καρδίας κινή‐
5μασιν ἐρείδει τὰ τῆς ἐξετάσεως ἴχνη, καὶ τὸ βῆμα τῆς δίκης ἐν αὐταῖς συγκροτεῖ τῶν λογισμῶν ταῖς ἀρχαῖς, ἔνθα χώραν οὐκ ἔχει σχῆμα καὶ χρῶμα καλύπτειν, εἴ τι κακίας ἐκεῖ παραφαί‐ νεσθαι βούλοιτο βλάστημα. δεύτερον δὲ, τὸ παρὸν, ὃ καὶ πά‐ σης κέκτηται κακίας ὑπεροχήν. δέον γὰρ τὴν ἐμὴν ἐκείνην αἰδου‐
10μένους πραότητα καὶ δικαιοσύνην ὅλῃ γνώμῃ καὶ χειρὶ καὶ γλώττῃ συναίρεσθαι πράξεσι ταῖς ἐμαῖς καθημένους ἀφρόντιδας, ὑμεῖς δὲ ... ἀλλὰ σιωπᾷν ἄμεινον θεῷ τὸ πᾶν ἐπιτρέψαντας.“ (Ε.) Ὁ μὲν οὖν Καντακουζηνὸς ἐνταυθοῖ κατακλείσας τοῦ λόγου τὸν δρόμον, καὶ ὅρκους δοὺς καὶ λαβὼν πρός τε τῆς βασιλίδος πρός
15τε τοῦ πατριάρχου, μηδὲν τὸ παράπαν ἐπίβουλον μήτε δρᾶσαι μήτε βουλεύσασθαι, ἀναστὰς ἐξῄει τοῦ βήματος. (ϛʹ.) Καὶ ἦν ὅλος εὐθὺς ἐν ἑτοιμασίᾳ τῆς ἐκστρατείας καὶ τοῦ πρὸς πέ‐ ρας ἄγειν τὰ πάλαι καλῶς βουλευθέντα. τὰ δ’ ἦν, πρῶτον μὲν διανομαὶ κτημάτων πρὸς ἅπαν τὸ στρατιωτικόν· ἔτι τε δωρεαὶ
20καὶ χάριτες καὶ τῶν πρὶν ὀφλημάτων ἐκτίσεις ἐκ τῶν οἰκείων χρημάτων αὐτοτελῆ τὴν διάρκειαν ἔχουσαι· χρημάτων γὰρ τηνι‐ καῦτα καὶ τοιαύτης δαπάνης ἐσπάνιζε τὰ βασιλικὰ πρυτανεῖα· ἔπειτα ἐκστρατεῖαι κατὰ τῶν πέριξ ἐχθρῶν· ὧν οἱ μὲν ἐπετί‐
θεντο πάλαι καὶ τὰς Ῥωμαίων ἐδῄουν ἀνέδην ὁπόσαι πρὸ

2

.

596

ὀφθαλμῶν ἐκείνοις ἔκειντο πόλεις ἅμα καὶ χῶραι· οἱ δ’ ἐν παρα‐ σκευῇ τοῦ λῃστεύειν ἦσαν ἤδη διὰ τὴν τοῦ βασιλέως αἰφνίδιον τε‐ λευτήν. (Ζ.) Ἧκον δ’ αὐτῷ καὶ γράμματα λάθρα πολλὰ πολ‐ λαχόθεν, ἔκ τε Ἀκαρνάνων καὶ Τριβαλλῶν ἔκ τε Θετταλῶν καὶ
5Πελοποννησίων Λατίνων, τὴν σφῶν ὑποταγὴν ὑπισχνούμενα. ἀρεσκόμενοι γὰρ ἀεὶ τῇ αὐτοῦ μεγαλοπρεπεῖ τε καὶ εὐγενεῖ δια‐ θέσει τῆς γνώμης, ἑκόντες αὐτῷ προῃροῦντο σφᾶς τε αὐτοὺς προ‐ διδόναι καὶ πόλεις τὰς ἑαυτῶν ἐκεῖνοι. καὶ ἦν ἐν μελέτῃ λοιπὸν περιϊὼν, ἅπαντα Ῥωμαίοις ὑπήκοα πεπραχέναι· οἷς μὲν ἐνῆν
10ἑκοντὶ προσχωρεῖν, νόμοις δεξιοῦσθαι φιλίας· οἷς δὲ πρὸς βου‐ λήσεως ἀνθίστασθαι, τούτους δ’ ὅπλων καὶ μάχης τῇ κρίσει παραχωρεῖν. ζʹ. Μετὰ μέντοι τὰς τοῦ Ἀρκτούρου ἐπιτολὰς ἄρας ἐς Θρᾴκην ἐκ Βυζαντίου περὶ τὰ μεθόρια τῶν τε Μυσῶν καὶ Ῥω‐
15μαίων περιφανῶς κατεστρατοπέδευσε, δυοῖν ἕνεκα· ἢ γὰρ, δεί‐ σαντος Ἀλεξάνδρου, τοῦ τῶν Μυσῶν βασιλέως, τὰς πρὶν ἀνα‐ νεώσασθαι καὶ κυρῶσαι σπονδάς· ἢ πολέμῳ τὴν τῶν πραγμά‐ των ἐπιτρέψαι κρίσιν. οὐ γὰρ ἦν εἰκὸς εἰς Θετταλούς τε καὶ Τρι‐ βαλλοὺς ἀπιόντας κατόπιν ἀφεῖναι τὴν τούτου μάχην, ὥσπερ
20τινὰ κεραυνὸν ἐγγύθεν κατὰ τῆς Θρᾴκης ἐπαιωρούμενον. ὅθεν καὶ κατὰ τὸ τῆς γνώμης βουλόμενον τὰς διαλύσεις ῥᾷστα κατα‐ πραξάμενος περιῄει τὰς Θρᾳκικὰς πόλεις καὶ χώρας περισκοπῶν, καὶ ἀναλόγους ποιούμενος αὐταῖς τὰς φρουρὰς ἐκεῖθεν ἄχρι Καλ‐
λιουπόλεως· ἔνθα δὴ καὶ ναυτικὴν ἠκηκόει δύναμιν παμπληθῆ

2

.

597

τῶν Περσῶν ἐξ Ἀσίας εἰς Εὐρώπην μέλλουσαν διαβαίνειν ἐπὶ πονήρῳ τῆς Θρᾴκης καὶ τῶν ἐν ταύτῃ Ῥωμαϊκῶν χωρῶν καὶ πόλεων, ναυαρχοῦντος καὶ τὸν τοιοῦτον ἄγοντος στόλον ἑνός τινος, ὄνομα Ἀμούρ. (Β.) Εἰς γὰρ σατραπίας διαιρεθείσης
5τῆς τῶν Περσῶν ἀρχῆς, ὡς ἀνωτέρω που περὶ τούτων εἰρήκειμεν πλατύτερον, ἄλλοι ἄλλα τῶν παραλίων διέλαχον τῆς Ἀσίας· οὓς οἱ ἀπόγονοι τοῦ χρόνου ῥέοντος διαδεξάμενοι, οἱ μὲν διὰ σύ‐ νεσιν καὶ ἐμπειρίαν πολεμικὴν εἰς μεῖζον προκεκοφέναι τὴν τοῦ κλήρου διαδοχὴν ἐπεπράχεσαν· οἱ δὲ νωθρότητι διανοίας τοῖς
10οὖσι μόλις ἐνέμειναν. εἰσὶ δ’ οἳ καὶ τῶν ὄντων τελέως ἐξεπεπτώ‐ κεσαν. τούτων τοίνυν ἁπάντων ἰσχυρότερος ὁ Ἀμοὺρ ἐγεγόνει, σπουδῇ καὶ τόλμῃ χρησάμενος ὑπὲρ τοὺς ἄλλους. Λυδίας γὰρ καὶ Ἰωνίας οὗτος ὢν ἡγεμὼν ναυτικοῦ τε στόλου τὴν θάλασ‐ σαν ἐμπέπληκε καὶ φοβερὸς ἐν βραχεῖ μὴ ὅτι ταῖς ἐν Αἰγαίῳ
15νήσοις ἐγένετο θαλαττοκρατῶν, ἀλλὰ καὶ Εὐβοεῦσι, καὶ Πελο‐ ποννησίοις, Κρησί τε καὶ Ῥοδίοις, καὶ πάσῃ τῇ ἐκ Θετταλίας ἄχρι Βυζαντίου παραλίῳ. τούτους γὰρ ἅπαντας ὁπότε βούλοιτο ναυστολῶν τε ἐδῄου καὶ φόρους ἐτησίους συνῆγε μάλα τοι βρί‐ θοντας ἐξ αὐτῶν. (Γ.) Οὗτος οὖν ἐκ πολλοῦ, τῆς τοῦ Καν‐
20τακουζηνοῦ φήμης μετὰ κρότων καὶ ὕμνων μακρῶν διὰ πάσης πορευομένης γῆς καὶ θαλάττης, ἐραστὴς ἐγεγόνει πάνυ τοι σφόδρα διάπυρος, καὶ φιλίαν τηρήσειν αὐθαίρετον ἐπηγγείλατο διὰ βίου παντὸς αὐτῷ τε καὶ παισὶ διαδόχοις αὐτοῦ. καὶ μέν‐
τοι καὶ τοιαύτην αὐτὴν εἰς τέλος τετήρηκεν, οἵαν οἶμαι οὐδ’ ὁ

2

.

598

πᾶς ἀλλαχοῦ παρέδειξεν αἰών. καὶ τοῦτο προϊόντων ἡμῶν αἱ κατὰ τὴν ἁρμόττουσαν χώραν ἀφηγήσεις, τῆς ἀληθείας οὐκ ἐκ‐ χωροῦσαι, σαφηνιοῦσι τοῖς πᾶσιν ἐς τἀκριβές. νῦν δὲ μόνον τὸ τῇ παρούσῃ χρείᾳ περὶ αὐτοῦ προσῆκον εἰπόντες ἀπαλλαξόμεθα.
5(Δ.) Τοῦ γὰρ βασιλέως τελευτήσαντος ἤδη, καὶ φήμης διαδο‐ θείσης, ὡς βασκανίᾳ τυραννηθέντες τῶν τῆς βασιλικῆς γερου‐ σίας ἔνιοι τὴν τοῦ Καντακουζηνοῦ καθελεῖν ἐπεχείρησαν δόξαν, σατραπικοῦ τινος οὗτος ἐγεγόνει πλήρης θυμοῦ καὶ βιαίας ὀργῆς· καὶ ἅμα παμπόλλων ἐμπλήσας νεῶν τὸ τῶν Σμυρναίων ἐπίνειον
10ἔμελλε τὴν ταχίστην, ὡς ἔφαμεν, διαβαίνειν ἐπὶ κακῷ τῶν ἄχρι Βυζαντίου Θρᾳκικῶν χωρῶν καὶ πόλεων. ταῦτα ἐπειδὴ περὶ Χεῤ‐ ῥόνησον ἀκηκοέναι συνεπεπτώκει Καντακουζηνῷ, διὰ σπουδῆς ἐγεγόνει μακρᾶς πέμψαντι, τὸν τοιοῦτον τὴν ταχίστην ἀναχαιτί‐ σαι στόλον. ὃ δὴ καὶ θᾶττον ἢ λόγος εἰπεῖν ἐγεγόνει, ῥᾷον ἢ
15κατὰ δοῦλον δεσπότου κελεύοντος, τοῖς τοῦ Καντακουζηνοῦ γράμμασιν ὑπείξαντος καὶ ὑπενδόντος τοῦ βαρβαρικοῦ φρονήμα‐ τος ἐκείνου. τοῦτο μέγα μὲν, καὶ μακράν τινα ἥκει κομίζον τὴν ἔκπληξιν ταῖς τῶν ἀκουόντων ψυχαῖς. εἴ τις δ’ αὐτὸ τοῖς ἐφεξῆς τοῦ ἀνδρὸς ὑπὲρ τοῦ Καντακουζηνοῦ πεπραγμένοις πρὸς φιλίαν
20δείγμασι παρεξετάζειν ἐθέλει, πολλοστημόριον ἂν τὸ βραχύτατον εἶναι λογίσαιτο. (Ε.) Ἐγὼ δὲ καὶ πρὸς τὸ πάλαι τῆς Ῥώμης κράτος ἐκεῖνο τὸν νοῦν ἀνήνεγκα, καὶ ἀνεμνήσθην, ὅπως πρόσ‐ ταγμα ἓν τότε Ῥωμαϊκὸν, πᾶσαν ἐπιπορευόμενον γῆν τε καὶ
θάλατταν, κατέπληττεν ἅπαντας, καὶ τῷ δέει μικροῦ καὶ ἀπο‐

2

.

599

θνήσκειν ἐποίει· καὶ οὔτ’ Ἀσία κατ’ Εὐρώπης μάχιμον ἐκίνει ξί‐ φος, οὔτε τοὐναντίον αὖθις· ἀλλ’ ἅπαν τὸ ἀντιπράττον εἰς ἔνσπονδον ἐκίρνατο σύμπνοιαν· καὶ Κίλιξ μὲν διὰ Βιθυνίας ἄοπλος ἐπορεύετο, καὶ Θρᾲξ διὰ τῆς Ἰταλίας ὁμοίως· καὶ ὡς
5διὰ φιλίας Σαυρομάται τῆς Ἑλλάδος ἰόντες τῶν τε Παναθη‐ ναίων ἦσαν θεαταὶ καὶ ταῖς ἐν Ὀλυμπίᾳ καθίσταντο τετραετη‐ ρικαῖς ἁρματηλασίαις ἀνθάμιλλοι· καὶ ἐλογισάμην κατ’ ἐμαυτὸν, ὡς καὶ νῦν ἐφ’ ἡμῶν τοιοῦτόν τι συνέβαινεν ἂν, εἰ πάμπαν ἐκ μέσου τὰ τῆς συγχύσεως ἀπήλλακτο σπέρματα, ὅσα κατὰ τοῦ
10Καντακουζηνοῦ συνεσκεύασεν Ἀπόκαυκος. εἶεν. ηʹ. Αὐτόθι δ’ ἀκηκοὼς, ὅτι τε νόσημά τι ἐνέσκηψεν Ἄννῃ τῇ βασιλίδι, καὶ ὅτι τὴν συνήθη κακοτροπίαν Ἀπόκαυκος ἀνα‐ ξαίνων πεφώραταί τε καὶ φοβηθεὶς ἀπέδρα πρὸς τὸ τῶν Ἐπι‐ βατῶν φρούριον, καὶ τρίτον, ὡς ὁ πατριάρχης ὑπὲρ ἐκείνου τὰς
15τῆς βασιλίδος Ἄννης ἀκοὰς διαταράττων οὐ παύεται καὶ δεόμε‐ νος, τὴν μὲν πρόσω πορείαν ἐπέσχεν· αὐτὸς δ’ ἐς Βυζάντιον τάχιστα ἐπανῄει· καὶ τὴν μὲν βασιλίδα ῥᾴω τε καὶ ἤδη τοῦ ἐνσκήψαντος ἀπηλλαγμένην εὗρε νοσήματος· τὸν δὲ πατριάρχην ἰδίᾳ λαβὼν μαλακοῖς τισι λόγοις τῆς αὐτοῦ σμικροπρεπείας κα‐
20θήψατο, καὶ διεξῄει τοσαῦτα, ὁπόσα δεξιῶς πως ἐπιῤῥαπίζοντα ἦν τήν τε εὐκολίαν τῶν τρόπων καὶ τὸ τῆς γνώμης ἀβέβαιον· καὶ ὅπως πρὸς ἑαυτὸν στασιάζων, καὶ πολέμια τῇ γλώττῃ δια‐
πραττόμενος ἔργα, ἢ μᾶλλον ὁ τοῖς ἰδίοις μαχόμενος λόγοις

2

.

600

ἐς τοὐμφανὲς, σχολῇ γ’ ἂν ἄλλους στασιάζοντας καὶ μαχομέ‐ νους ἀλλήλοις πείσειεν εἰς ὁμοφροσύνην ἐλθεῖν ἀστασίαστον. (Β.) Ἔπειτα καὶ δευτέρους ἐπὶ τοῖς προτέροις ἐκείνοις ἀπῄτησεν ὅρκους. καὶ ὃς, ἐκ μέσου πάμπαν ποιεῖσθαι βουλόμενος ὕποπτον
5ἅπαν, ἵνα μή τι πάθῃ δεινὸν ἅπαξ ἐπιορκῶν φωραθεὶς, οὐ μό‐ νον ἱερεῦσι προσήκοντα ὀμώμοκεν ὅρκον, ἀλλὰ καὶ ὃς δημοσίοις ἀνδράσιν εἴθισται· καὶ ἀρὰς ἐπὶ τούτοις προὔτεινε καθ’ ἑαυτοῦ τὰς μεγίστας ὁμοῦ καὶ φρικώδεις, εἰ ψευδόμενος ὅλως ἐπὶ τοῖς λεγομένοις ἁλοίη. (Γ.) Τῶν δὴ τοιούτων ἐπὶ τοιαύτῃ καταστά‐
10σει συνενεχθέντων, τὴν ταχίστην αὖθις ἐξῄει τοῦ ἄστεος ὁ Καν‐ τακουζηνὸς, σὺν πολλῇ τῶν οἴκοθεν χρημάτων παρασκευῇ καὶ ὅσα πρὸς δωρεὰς φιλοτίμους τῶν προσιέναι μελλόντων αὐτῷ παν‐ τοδαπῶν ἐθνῶν ὁμοῦ καὶ πρεσβευτῶν καὶ πόλεων παρεσκεύαστο· ἔπιπλά φημι καὶ χλαίνας Ἰταλικὰς ἐξ ἐρίου, καὶ ὅσα ἕτερα μα‐
15κρὸν τὸ φιλότιμον ἔχουσι τῶν χαρίτων. (Δ.) Ὅ γε μὴν Ἀπόκαυ‐ κος ἐς τὸ φρούριον αὐτοῦ συγκλεισθεὶς, ἀντὶ τοῦ μᾶλλον αἰσχύ‐ νεσθαι καὶ ἐρυθριᾷν ἐπὶ τῇ αὐτοῦ ἀνάνδρῳ καὶ γυναικώδει διαίτῃ, ὁ δὲ τοὐναντίον ἐτετύφωτό τε καὶ ὀφρύος ἁπάσης μεστὰ διεξῄει ῥήματα, καὶ αὐτοῦ Καντακουζηνοῦ κατεμέμφετο ἀβουλίαν, ὅτι
20μὴ καὶ αὐτὸς τὴν ὁμοίαν ἡτοιμάσατο πρόνοιαν ἑαυτῷ, ἵν’ ἐν καιροῖς ἀνάγκης καὶ φόβου τοιοῦτον ἔχοι πρὸς ἀσφάλειαν φρού‐ ριον καταφεύγειν. (Ε.) Ὁ δ’ ἀκούων, καὶ τῆς ἐκείνου καταγε‐ λῶν εὐηθείας, τοιαύτας ἀντεπῆγε τὰς ἀποκρίσεις. „Οὐ λίθοισ“,
φησὶ, „καὶ πλίνθοις ἐγὼ τὴν ἐμὴν τειχίζειν ἀσφάλειαν ἔγνωκα

2

.

601

δεῖν, οὐδ’ ἐφ’ οὕτω μικροῖς καὶ ψευδέσιν ἐμοὶ τερατεύεσθαι καὶ τοιαύτην ῥημάτων προφέρειν κομψότητα εἴθιστο· ἀλλὰ τῷ ἡδρα‐ σμένῳ τοῦ ἤθους ἐγκαρτεροῦντι διηνεκῶς φρούριον ἔχειν ἀθά‐ νατον καὶ ἄγκυραν ἀσφαλῆ πρῶτον μὲν τὰς πρὸς θεὸν ἀναμ‐
5φισβητήτους ἐλπίδας, καὶ τὴν ἐκεῖθεν ἀκήρατον δύναμιν· ἔνθα μόνῳ γεωργουμένης τῆς γνώμης τῷ τῶν ἀδήλων ἐπόπτῃ θεῷ, τὸ τῆς ἀσφαλείας ἀμάραντον ἀεὶ διαμένει βλαστάνον, μήθ’ ἥλιον περιμένον τὴν τοῦ κρείττονος ἑρμηνεύσοντα κρίσιν, μήτε Πλά‐ τωνος καὶ Δημοσθένους γλῶτταν ἁβρὰν καὶ μάλα λαμπρῶς Ἀτ‐
10τικίζουσαν· ἀλλ’ αὐτομάτως διὰ τῆς τῶν πραγμάτων ἀκολουθίας ἐπὶ μέσης τὸ θαῦμα μονονουχὶ κηρύττον τῆς οἰκουμένης. ἐν μὲν γὰρ ταῖς τῶν προσκαίρων φρουρῶν καὶ πυργωμάτων τρυφαῖς καὶ βλακείαις ταχὺ τὸ τερπνὸν ἀποθνήσκει τῆς ὥρας ἐφήμερον ἔχον τὴν ῥίζαν. ἐγὼ δὲ τὰς τῶν ἀνθρώπων ψυχὰς ἐμαυτῷ κατε‐
15σκεύασα φρούρια καὶ πύργους παμπληθεῖς τε καὶ ἀσφαλεῖς, εἰς οὓς ἐμβέβληκα φέρων αὐτὸς τὴν ἐμαυτοῦ ψυχήν. καὶ ὁ μὲν Πλά‐ των ἐν ἀλλοτρίῳ σώματι ζῇν τὴν τοῦ ἐρῶντος ἔφη ψυχήν· τὴν δ’ ἐμὴν ψυχὴν οὐκ ἐν ἀλλοτρίοις σώμασιν, ἀλλ’ ἐν ἀλλοτρίαις συνηνέχθη ζῇν ταῖς ψυχαῖς. μηδὲ γὰρ σωμάτων, ἀλλὰ ψυχῶν
20ὑπάρχων αὐτὸς ἐραστὴς, καὶ ψυχὰς τοὺς ἐραστὰς εὐτύχησα· καὶ τρόπον ἕτερον ἐμψύχους τὰς τῶν πλείστων πέπραχα ψυχάς. τοιούτους ἐμαυτῷ κατεσκεύακα πύργους ἐγὼ, καὶ οὕτω μετὰ πά‐ σης γαλήνης καὶ ἡδονῆς, καὶ δίχα τινῶν ἑλεπόλεων, τὰς ἁπάν‐
των χειροῦμαι σύν γε θεῷ διαθέσεις καὶ γνώμας· καὶ οὕτως

2

.

602

ἀναίμακτα κατορθοῦν μεμελέτηκα τρόπαια. ὁ δ’ ἐφεξῆς αἰὼν τῶν λεγομένων ἅμα καὶ δρωμένων σοφῶς διαζωγραφήσει τὴν μαρτυ‐ ρίαν.“ Ἀλλ’ ὁ μὲν Καντακουζηνὸς τοιοῦτος τέως τοὺς τρόπους ἐτύγχανεν ὢν, καὶ τοιαῦτα λέγων καὶ πράττων διετέλει.
5 θʹ. Ἐγὼ δ’ ἐκεῖσε ἐπάνειμι, λεπτομερέστερον ἀφηγησόμενος ἕκαστα. Ἀπόκαυκος γὰρ ἐκεῖνος ὁ πάντα δεινὸς εἰς ἐπίνοιαν καὶ πολυτροπώτατος, ἐπειδὴ συγκυκήσας ἅπαντα, ἵνα τὸν ἄρχοντα παρακρουσάμενος αὐτὸς ἐπιβῇ τῆς ἀρχῆς, (ὅπερ δὴ καὶ τοιχώ‐ ρυχοι νύκτωρ καὶ λῃσταὶ ποιοῦσιν, οὐ πρότερον τὰ ἐν οἰκίᾳ διαρ‐
10πάζειν ἔχοντες εὐχερῶς, πρὶν ἂν τὸ ἐν αὐτῇ κατασβέσωσι φῶς,) ἠλέγχθη, κατεγνώσθη μὲν, οὐδὲν δ’ ἄξιον εἰς ἀμοιβὴν τῆς αὐ‐ τοῦ κακίας ἀπήλαυσε πρὸς ἐκείνου. ὅμως αὐτὸς ὑφ’ αὑτοῦ τε αἰσχυνθεὶς καὶ δείσας, μὴ τὸ μακρόθυμον ὀψέ ποτε ἀποῤῥίψας τῷ νόμῳ τῆς δίκης χρήσηται κατ’ αὐτοῦ, ᾤχετο λάθρα φυγὰς,
15ὡς εἰρήκειμεν, εἰς τὸ φρούριον τῶν Ἐπιβατῶν οὑτωσί πως λεγό‐ μενον· ὅπερ αὐτὸς ἐκ πολλοῦ πολλοῖς ἀνήγειρεν ἀναλώμασιν ἐν τοῖς παραλίοις τῶν προαστείων τοῦ Βυζαντίου, μικρὸν μὲν, ποι‐ κίλον δὲ, καὶ δαιμονίως ὀχυρόν τε καὶ δύσμαχον. εἰς γὰρ ὕψος τύχης ἐξ ἀσήμου γένους ἀρθεὶς φρόνημα ἔσχεν, ὁποῖον
20ἂν καὶ οἱ μεθύοντες. ὠνειροπόλησε γὰρ ἀποθανόντος τοῦ βασι‐ λέως ἐπιχειρῆσαι κατὰ τῆς βασιλείας αὐτός· εἰ δὲ μὴ δυνη‐ θείη, καταφυγεῖν γοῦν εἰς τὸ φρούριον τοῦτο, καὶ εἶναι πολέ‐ μιος τῷ κρατήσαντι. (Β.) Συνήγαγε δ’ ἐν τούτοις μὴ μόνον
χρημάτων παντοδαπῶν καὶ παντοίων σωροὺς, ἀλλὰ καὶ σίτου

2

.

603

καὶ οἴνου πλῆθος, καὶ ὄψων παντοίων ταρίχη, καὶ πᾶσαν ἄλλην ἀφθονίαν, ὧν ἐν χρείᾳ καθίστανται ἄνθρωποι· ὕδατά τε εἰσή‐ γαγεν ἔξωθεν δι’ ὑπονόμων ἀένναα. περὶ οὗ δὴ καὶ πρὶν ἀποθα‐ νεῖν παριόντα φάναι τὸν βασιλέα· „ἰδοὺ, φωνὴν ἀφιὲν μονο‐
5νουχὶ περιβομβεῖ μου τὰς ἀκοὰς τὸ φρούριον τουτὶ, προκηρῦτ‐ τον ἡμῖν τὴν ἐνδόμυχον ἀπιστίαν τε καὶ κακοτροπίαν τοῦ δειμα‐ μένου“· διακελεύσασθαί τε τῷ Καντακουζηνῷ, αὐτὸ μὲν καθε‐ λεῖν, καὶ πρὸς τὸ βασιλικὸν ἐπανασώσασθαι πρυτανεῖον τοὺς ἐν αὐτῷ συνηθροισμένους ἀδίκως σωροὺς τῶν χρημάτων· αὐτὸν
10δὲ φρουραῖς καὶ δεσμοῖς καθυποβαλεῖν, μὴ πολὺν ἐκρήξει χει‐ μῶνα κατὰ τῶν τῆς βασιλείας πραγμάτων καιροῦ λαβόμενος ὀψέ. ἀλλὰ τῷ πράῳ τε καὶ ἡμέρῳ κἀνταῦθα χρησάμενος ὁ Καντακου‐ ζηνὸς ἔλαθεν ἑαυτῷ τε καὶ ταῖς πόλεσι μεγάλην ταμιευσάμενος βλάβην. ὥστε καὶ ἀνόνητα μεταμελόμενος ὕστερον ἐπὶ τῇ κακο‐
15βουλίᾳ ἑαυτοῦ τὸν βασιλέα λαμπρῶς ἐπὶ δυσὶν ἐμακάριζε τού‐ τοις. ἀλλὰ γὰρ ἔλαθε τὸ ποικίλον τῶν ὑποθέσεων ἐς τοσοῦτον ἡμᾶς παρενεγκών. ἐπανιτέον τοίνυν. (Γ.) Φυγόντι γὰρ εἰς τὸ φρούριον τῷ Ἀποκαύκῳ, οὐκ ἠμέλει κρύφα μηνύων καὶ γράφων ὁ πατριάρχης αὐτῷ, καὶ ἀνακαλούμενος, καὶ τὰς κατὰ τοῦ Καν‐
20τακουζηνοῦ συμβουλεύων τε ἐπιβουλὰς καὶ συμβουλευόμενος ὑπ’ αὐτοῦ, καὶ ἅμα τὰς τῆς βασιλίδος συχνὰ ὑπορύττων ἀκοὰς, καὶ τὸν μὲν Καντακουζηνὸν διαβάλλων ἀεὶ, τὸν δ’ Ἀπόκαυκον
μακροῖς τοῖς ἐπαίνοις ἐξαίρων. ῥᾷστα τοίνυν γυναικείαν ἐξαπατή‐

2

.

604

σας ἁπλότητα, καὶ πρὸς τὴν ἑαυτοῦ μεθαρμόσας βούλησιν, πάντ’ ἔδρα τὰ μελετώμενα. καὶ ἅμα τὸν μὲν Καντακουζηνὸν ἐν‐ τίμως προπέμπει τοῦ Βυζαντίου, φρικωδεστάτοις τοῖς ὅρκοις ἐμπεδώσας τὰς πρὸς αὐτὸν πίστεις, καὶ ἐπαρασάμενος ἑαυτῷ
5τὰς παλαμναιοτάτας ἀρὰς, εἰ μὴ στέργοι διαφερόντως ὁπόσα αὐτῷ πρὸς βουλήσεως εἴη λέγεσθαι καὶ πράττεσθαι τῶν βασι‐ λείων εἵνεκα πραγμάτων, καὶ εἰ μὴ μάχοιτο τοῖς αὐτῷ μαχομέ‐ νοις· τὸν δ’ Ἀπόκαυκον εἰσκαλεῖται βασιλικῶς ἐνσεσημασμέναις ἐπιστολαῖς, μάλα πολλὴν ὑπισχνουμέναις αὐτῷ τὴν τιμὴν καὶ
10παντὸς ἀμνηστίαν ἐγκλήματος. (Δ.) Ἀπαίροντος τοίνυν ἐκ Βυζαντίου εἰς τὰς Θρᾳκώας πόλεις τῷ Καντακουζηνῷ, ὑπήν‐ τησεν ἐξιὼν ὁ Ἀπόκαυκος τοῦ φρουρίου, καὶ ἀποβὰς τοῦ ἵππου προσεκύνησε, βασιλικὴν ἀπονείμας αὐτῷ τὴν τιμήν. τοῦτο γὰρ καὶ πρό γε αὐτοῦ πεποιήκασιν ἄκοντι τούτῳ πάντες, ὅσοι γένους
15εἵνεκα προσῆκον αὐτῷ, ὅσοι τε τῆς συγκλήτου λογάδες καὶ ὅσοι τῶν μετ’ ἐκείνους, εἴτε ὡς ἐπιτρόπῳ τῆς βασιλείας, εἴτε ὡς ἐπὶ τῆς αὐτοῦ βουλήσεως ὁρῶντες ἐξηρτημένον τὸ βασίλειον σκῆ‐ πτρον, καὶ ὑποπτεύοντες ἐς τὴν ὑστεραίαν βασιλικοῖς ἐσταλμέ‐ νον ὀφθήσεσθαι παρασήμοις, εἰ βουλομένῳ γε εἴη αὐτῷ· πάντας
20γὰρ ὑπεπτηχέναι τῷ δέει, καὶ ὑπείκειν ἴσα τούτῳ καὶ βασιλεῖ. (Ε.) Συνηκολούθησε μέντοι ὁ Ἀπόκαυκος ἄχρι καὶ Σηλυβρίας αὐτῷ, μάλα περιδεής τε καὶ μονονοὺ πρὸ ποδῶν ἱστάμενον βλέπων τὸν κίνδυνον ἑαυτοῦ. συχνοὶ γὰρ οἱ τὸν Καντακουζηνὸν
ἐποτρύνοντες ἦσαν, συνειληφέναι τοῦτον, καὶ δέσμιον προπέμ‐

2

.

605

ψαι ἐς Διδυμότειχον. οὐ γὰρ ἐλάνθανεν, ὅσον ἐγερεῖ τὸν τῶν πραγμάτων καπνὸν, ἐληλυθὼς ἐς Βυζάντιον. ταῦτ’ ἄρα καὶ ὡς ἐκ συμφώνου πάντες ἠνάγκασαν, ἕως ἐν χεροῖν ἔχοι τὸ θήραμα, τὴν οὖσαν γαλήνην τοῖς δημοσίοις διατηρῆσαι πράγμασιν. ὁ δὲ
5τὸ φιλάνθρωπόν τε καὶ ἱλαρὸν ἥκιστα μεταθεῖναι βουλόμενος παρεκρούετο τὴν ἐκείνων παραίνεσιν. πάντα γὰρ τῆς τοῦ θεοῦ χειρὸς ἐξῆφθαι, καὶ πάντ’ ἐκεῖθεν ἔλεγε διοικεῖσθαι, καὶ μὴ δύ‐ νασθαι τελεσθῆναι μηδὲν, ὃ μὴ ἐκεῖθεν εἴη συνεγνωσμένον· μὴ δ’ αὖ εἶναι τῶν ἀδυνάτων μηδὲν, ὃ μὴ ἐκεῖθεν εἴη ἀπεγνωσμένον.
10 ιʹ. Οὕτω τοίνυν ἐκεῖθεν ἀπολυθεὶς ὁ Ἀπόκαυκος ὁμοῦ τε αὐτὸς ἧκεν ἐς τὸ Βυζάντιον, καὶ ὁ πατριάρχης ἰδὼν εὐθὺς με‐ τεσκεύασεν ἑαυτοῦ καὶ δίαιταν, καὶ γλῶτταν, καὶ γνώμην, καὶ ἦθος ἐξ ἱεροῦ πρὸς τὸ δημοτικώτερον· καὶ ἄρας ἐξ ἱεροῦ τὴν σκηνὴν ἐν τοῖς βασιλείοις καθάπαξ ἐπήξατο. ἔνθα παννύχιός τε
15καὶ πανημέριος ξύν γε τῷ Ἀποκαύκῳ καθήμενος ἐπὶ τῆς βασιλί‐ δος τοῖς δόλοις οἷς ἔῤῥαπτον ἐπὶ φθορᾷ συνηγόρει καὶ αὐτὸς Καντακουζηνοῦ, καὶ ὅλων δημοσίων συγχύσεων ἀνώρυττε λαμ‐ πρὰς καὶ αὐτὸς τὰς πηγάς. καὶ ἦν τὸ μὲν σχῆμα τῆς βακτηρίας καὶ τοῦ ἐνδύματος ἱερὸς ὁ ἀνήρ· τῇ δὲ γνώμῃ καὶ τοῖς ἔργοις
20οὐδὲν νόμιμον. (Β.) Καὶ πρῶτα μὲν ἑαυτὸν ἀντὶ βασιλέως κε‐ χειροτόνηκεν αὐτοκράτορα· τὸν δ’ Ἀπόκαυκον διοικητὴν καὶ ἀγο‐ ρανόμον καὶ ἐπίτροπον Βυζαντίου τε καὶ τῶν ὑπὸ τὸ Βυζάντιον πόλεων ἅμα καὶ νήσων πασῶν, καὶ ῥητῶν καὶ ἀποῤῥήτων δια‐
νομέα. καὶ ἐπὶ τούτοις δόγμα ἦν καὶ ψήφισμα κοινὸν ἐξ ἀμφοῖν,

2

.

606

ὅρκοις ἐρηρεισμένον φρικώδεσι, μηδαμῆ ποτε Καντακουζηνὸν εἰσδέξασθαι, κἂν πᾶσαν ᾖ μετάνοιαν ἐνδεδειχὼς, κἂν ἀγγέλων μεσιτεύῃ τις ἐξ οὐρανοῦ. (Γ.) Ταῦτα ἀμφοτέρων ἐδόκει τἀπι‐ τηδεύματα. ἦσαν δ’ ὡς ἀληθῶς τῆς τοῦ Ἀποκαύκου δεινότητος.
5ὠνειροπόλησε γὰρ εὐθὺς (ὡς εἴρηται) βασιλείαν, ἧς ἐκ πολλοῦ σπερματικῶς ἐνεφύτευσεν ἴχνη τινὰ λογισμῶν τῇ ψυχῇ· κἀπειδὴ ταῖς τῶν πάλαι βίβλων ἱστορίαις ἐνδιατρίβων ἦν τὰ μάλιστα, ἐς μνήμην ἧκεν Ὀκταβίου Καίσαρος τοῦ Αὐγούστου, καὶ πρὸς ἐκεῖνον λεληθότως ἀνῆγε τὴν μίμησιν. καὶ γὰρ κἀκεῖνος, μετὰ
10τὸ καθελεῖν τὸν τῆς ἡγεμονίας ἔφεδρον Ἀντώνιον ἅμα Κλεοπάτρᾳ τῇ Αἰγυπτίᾳ, οὐκ ἄλλως ἐνόμισεν ἀνυπεύθυνος αὐτοκράτωρ τῆς ὅλης ἀρχῆς καταστῆναι, ἢ τὸ τῆς βουλῆς συγκλητικὸν ἀξίωμα συγκαθελών. ὅθεν συγχωρῶν ἐκείνοις τοὔλαττον ἐκαρποῦτο τὸ μεῖζον ἀεί. τὸ δὲ ἦν, αὐτοὺς μὲν ἐν τῇ Ῥώμῃ καθημένους τὰς
15δίκας ταῖς πόλεσι διανέμειν, καὶ τάς γε τῶν ἐπιτρόπων ἀρχαιρε‐ σίας, ὥσπερ ἀπὸ δίφρου καὶ δυνάμεως αὐθεντικῆς· αὐτὸν δὲ τῶν τε ἠπειρωτικῶν καὶ ναυτικῶν δυνάμεων ἔχοντα τὴν ἡγεμο‐ νίαν τοῖς ἔξω πολέμοις ἐνασχολεῖσθαι, καὶ διὰ τῆς ἑαυτοῦ ταλαιπωρίας τὸ ἀταλαίπωρον πανταχόθεν οἷον ὑπηρετικῶς περι‐
20ποιεῖν τῇ συγκλήτῳ καὶ τοῖς πολιτικοῖς πράγμασιν· οὐκ εἰδέναι δυναμένων ἐκείνων, ὡς ὁ τῶν στρατιωτικῶν δυνάμεων ἐγκρατὴς ῥᾷστα τῶν ὅλων χειροῦται τὸ κράτος. (Δ.) Ταύτην οὖν ἐπι‐ βούλως καὶ συνετῶς καὶ ὁ Ἀπόκαυκος ἐληλυθὼς τὴν ὁδὸν, καὶ
τοὺς μὲν εὐγενεῖς ἅπαντας κατασκευασάμενος τὸ τῆς βουλῆς δῆ‐

2

.

607

θεν διοικεῖν ἀξίωμα, αὐτὸν δ’ ἐν ὑπηρέτου σχήματι, μετὰ τῶν στρατιωτικῶν δυνάμεων ταῖς ἔξω μαχαῖς προσταλαιπωρούμενον κατά τε γῆν καὶ θάλασσαν, ἅπαν περιποιεῖν αὐτοῖς τὸ ἀθόρυ‐ βον, ἔλαθεν ὑποχειρίους ἅπαντας οὑτωσὶ ποιησάμενος· αὐτοὺς
5μὲν τοὺς γένει καὶ δόξῃ προὔχοντας εἱρκταῖς τισι ζοφεραῖς ἐγκλεί‐ σας, καθάπερ ταῖς μάνδραις οἱ βουκόλοι τὰ θρέμματα· τοὺς δ’ ὑπερορίους τῆς πατρίου ποιούμενος πόλεως. τούς γε μὴν περὶ τὴν βασιλίδα πάντας καὶ πάσας χρήμασιν ἁδροτέροις περιελθὼν ἦγεν ἤδη καὶ ἔφερεν οὐ μόνον τὴν βασιλίδα καθάπερ ἀνδράποδον,
10ἀλλὰ καὶ αὐτὸν πατριάρχην, οὐ τοσοῦτον ταῖς θωπείαις ἐξαπα‐ τώμενον, ὅσον ὑποπτήσσοντα τὸ ἐκείνου δραστήριον. ὅθεν οὐδὲν ἦν τῶν δρωμένων, ὃ μὴ τῆς αὐτοῦ βουλήσεως καὶ γλώττης ἤρτητο. (Ε.) Εἰς τοῦτο τοίνυν τύχης τῶν βασιλικῶν ξυνεῤῥυη‐ κότων πραγμάτων, πάντ’ ἐδρῶντο τὰ χαλεπώτατα. ὥσπερ γὰρ
15εἰ τὰς κλεῖς τῆς ἄνω βασιλείας ὁ πατριάρχης ἐκέκτητο ἐν χεροῖν, οὕτω βεβαίας ὑπισχνεῖτο τὰς αἰωνίους ἀντιδόσεις καὶ ἀΐδια τὰ τῶν πόνων ἔπαθλα, εἰ Καντακουζηνὸν ἀνέλοι τις φαρμάκοις δη‐ λητηρίοις, ἢ δολεραῖς τισιν ἐπιορκίαις καὶ γοητείαις δαιμονικαῖς, ἢ ὅτῳ ἂν δυνηθείη τρόπῳ. ὁ δὲ τῶν τε ἐν Βυζαντίῳ καὶ πάσῃ πό‐
20λει τοῦ Καντακουζηνοῦ φίλων καὶ συγγενῶν τοὺς ἰσχύοντας ἐν Καρὸς ἐτίθετο μοίρᾳ, καὶ βασιλικῶς ἐνσεσημασμένας ἐπιστολὰς διέπεμπε, τὸν μὲν Καντακουζηνὸν τῆς ἐπιτροπῆς τῶν βασιλικῶν
καθαιρούσας πραγμάτων καὶ ἀργὸν ἐν Διδυμοτείχῳ καθῆσθαι

2

.

608

καθάπερ δεσμώτην διακελευομένας· τὸν δ’ αὐτῷ προσανέχοντα στρατὸν τὴν ταχίστην ἐπανακάμψαι πρὸς τὸ Βυζάντιον. ιαʹ. Οἱ μὲν οὖν ἐν Βυζαντίῳ λογάδες τῶν τοῦ Καντακουζη‐ νοῦ φίλων καὶ συγγενῶν, καὶ σὺν αὐτοῖς ἔνιοι τῶν ἄλλως προση‐
5κόντων, δείσαντες μὴ κατ’ ἄνδρα συλλαμβανόμενοι τῆς ἑαυτῶν ἀνδρίας ἀνάξια πάθωσι, συναθροίζονταί τε πρὸς ἑνός τινος οἶ‐ κον καὶ κοινολογησάμενοι πρεσβεύονται πρός τε τὸν πατριάρχην καὶ τὸν Ἀπόκαυκον περὶ τοῦ μὴ παθεῖν τι τῶν φημιζομένων δεινῶν· μηδὲ γὰρ ἂν ἀνέξεσθαι παραλόγως οὑτωσί πως ἀγεννές
10τι πρὶν δρᾶσαι παθεῖν· τοὺς δ’ ἀποκρίνασθαι μὲν οὐδὲν πρὸς αὐτούς· πέμψαντας δ’ ἀνὰ πᾶν τὸ Βυζάντιον ἀνασεῖσαι τὸν ὄχλον διὰ τῶν δημάρχων, καὶ ἀναφλέξαι τὴν ἄλογον καὶ ἀτα‐ μίευτον τοῦ δήμου φορὰν κατ’ αὐτῶν τόξοις, καὶ ξίφεσι, καὶ χειροπληθέσι χερμαδίοις τοῖς προστυχοῦσι. (Β.) Τοῦτο δὴ παρὰ
15πᾶσαν ἐλπίδα βλέποντες ἐκεῖνοι, τοῦ πλήθους ἤδη συῤῥέοντος ἐπ’ αὐτοὺς κατὰ ποταμοὺς καὶ σμήνη μελισσῶν καὶ χειμέρια πελάγους κύματα, δραμόντες ἀνεμόχλευσαν μίαν εὐθὺς τῶν ἐκ πολλοῦ κεκλεισμένων τοῦ τείχους πυλῶν· κἀκεῖθεν ἐξιόντες ᾤχοντο ἅπαντες ἀβλαβεῖς, καὶ ὑπὲρ ἑξήκοντά που τὸν ἀριθμὸν
20ὑπάρχοντες. τὴν μὲν οὖν ἑσπέραν ἐκείνην, καὶ ἅμα τὴν ἐφεξῆς ἡμέραν ἄχρι δείλης ὀψίας, ἐν ἑνί τινι χώρῳ τῶν τοῦ Βυζαντίου ηὐλίσαντο προαστείων, περιμένοντες ἴσως ἐκ Βυζαντίου πρᾶόν τινα καὶ πρὸς εἰρήνην βλέποντα λόγον. ἐπεὶ δὲ τήν τε τῶν οἰκιῶν
αἰφνίδιον καθαίρεσιν σφῶν ἠκηκόεισαν, καὶ ἀπαγωγὴν καὶ δή‐

2

.

609

μευσιν τῶν οἰκείων, καὶ πάντα δήπου τὰ τῶν ἐλπίδων ἐναντιώ‐ τατα, ἄραντες ἐκεῖθεν πλήρεσι ταῖς ἡνίαις ἀφικνοῦνται ἐς Δι‐ δυμότειχον, πλεῖστα τὸ παράλογον τῆς σφῶν αὐτῶν θαυμάζον‐ τές τε καὶ ὀδυρόμενοι συμφορᾶς. ὡς δὲ ταῦτα ἰδεῖν καὶ ἀκοῦσαι
5τὸν Καντακουζηνὸν, περιαλγῆσαί τε τὴν ψυχὴν καὶ δακρύων γενέσθαι ἐγγὺς, καὶ τρικυμίαν ἐξ ἀπορίας μακρὰν ἀναλαβεῖν λο‐ γισμῶν, ἐκπληττόμενον τὴν ἀτοπίαν τοῦ πράγματος. (Γ.) Οὔπω τὸ πρῶτον ἠρέμησε κῦμα, καὶ δεύτερον ἀνεῤῥάγη τοῦ προτέρου πολλῷ χαλεπώτερον. ἧκε γάρ τις ἐς τὴν ὑστεραίαν ἀγγέλλων τήν
10τε τῆς μητρὸς ἄτιμον κάθειρξιν καὶ τὴν τῶν οἴκων αὐτῆς κα‐ θαίρεσιν, καὶ τὴν τῆς περιουσίας ἁπάσης δήμευσιν· καὶ ὡς πολ‐ λοὶ τῶν γνησίων, ἀνακρινόμενοι καθ’ ἡμέραν καὶ ἀπαιτούμενοι τὰ ἐκείνης χρήματα, πᾶσαν ἰδέαν ὑπομένουσι πόνων. οὐδὲν οὖν θαυμαστὸν, εἰ πρὸς τὴν τοιαύτην συμφορὰν οὐκ ἀπέῤῥηξε τὴν
15ψυχὴν, οὐδ’ ἐξέστη τοὺς λογισμοὺς ἐκεῖνος, ἀλλὰ πάνυ θαυμα‐ σιώτερον, πῶς παιδείαν εἶναι κυρίου ταῦτα ξυννενοηκὼς ἐπα‐ πεδύσατο πρὸς τοὺς τῆς καρτερίας δούλους, καὶ διετέλεσε τοῖς ὅλοις δεινοῖς ὡς ἀδάμας ἐγκαρτερῶν. ὁ γὰρ καιρὸς ἄλλα ἐπ’ ἄλ‐ λοις ἡμέρᾳ ἐφ’ ἡμέρᾳ ἐπήντλει τὰ τῶν δεινῶν κύματα. (Δ.) Οὔπω
20συχναὶ παρῆλθον ἡμέραι, καὶ ἧκέ τις ἐκ Βυζαντίου φέρων αὐτῷ βασιλικῶς ἐνσεσημασμένα γράμματα, αὐτὸν μὲν οἴκοι καθήμε‐ νον ἠρεμεῖν ἐπιτάττοντα, καὶ μήδ’ ὁτιοῦν ἐνεργεῖν τοῦ λοιποῦ τῶν βασιλικῶν· τοὺς δὲ στρατιώτας ἐς Βυζάντιον τὴν ταχίστην
ἐπανιέναι. κἄπειτα ἐφοίτων ἕτεραι ἀγγελίαι, φάσκουσαι τὴν

2

.

610

ἀφαίρεσιν καὶ διανομὴν τῶν αὐτοῦ χωρίων πρὸς βαναύσους ἀν‐ θρώπους καὶ ἀγοραίους, καὶ ὅσοι τῶν συγκλύδων τὴν γλῶσσαν θρασεῖαν ἐξώπλισαν μάλιστα κατ’ ἐκείνου. ἆθλα γὰρ καὶ βρα‐ βεῖα προὐτίθεντο μὴ τὰ ἐκείνου χωρία μόνα τοῖς ὅσοι πλείους
5καὶ μείζους ἐξήντλουν κατ’ ἐκείνου τὰς λοιδορίας, ἀλλὰ καὶ τι‐ μαὶ καὶ δόξαι καὶ προβιβασμοὶ γερῶν, κἂν ἁλιεύς τις ἦν, κἂν ἀγροῦ καὶ σκαπάνης ἀπόζων ὁ πρὸς τοιαύτας ἐξασκῶν λοιδορίας τὴν γλῶτταν. (Ε.) Ταῦθ’ ὁρῶν καὶ ἀκούων ἐκεῖνος νῦν μὲν ἐνεκαρτέρει τῇ συνήθει πραότητι, καὶ ταύτης τροφίμου καὶ ἡλι‐
10κιώτιδος οὔσης προδότης ἐκ τοῦ ῥᾴστου γενέσθαι οὐκ εἶχε· νῦν δ’ ἐσχίζετο τὴν διάνοιαν, καὶ τοὺς λογισμοὺς περί γε τὸ ποιητέον ἐταλαντεύετο. οὐ γὰρ ἑώρα τὴν ἡσυχίαν ἀκίνδυνον, οὔθ’ ἑαυτῷ, οὔτε τῷ τοῦ βασιλέως υἱῷ Ἰωάννῃ τῷ Παλαιολόγῳ, οὔτε τοῖς εἰς αὐτὸν συνδραμοῦσιν εὐγενέσιν ἀνδράσιν ἐκ Βυζαντίου. ἤδη
15γὰρ κἀκεῖνοι πολὺν μὲν ἐν τῇ καρδίᾳ τρέφοντες ἐξ ὧν ἐπεπόνθει‐ σαν τὸν θυμὸν, δεδιότες δ’ ἔτι μᾶλλον καὶ ἐς τὸ μέλλον περὶ τὸ ζῇν, προφανῆ τὴν σφαγὴν ἐπέσειον αὐτῷ, εἰ μὴ βασιλικῶς ὑπὸ σφῶν ἀναγορευθείη. αὐτοῦ γὰρ μὴ τοῦτο θελήσαντος, ἕτερον ἐξ αὐτῶν παρεσκευάσθαι πρὸς τοῦτο. μηδὲ γὰρ εἶναι τούτου χω‐
20ρὶς εἰς τὴν τῶν Ῥωμαίων σωτηρίαν ἀνυσιμώτερον ἕτερον τῶν ἁπάντων πρᾶγμα καὶ διανόημα. (ϛʹ.) Εἰς δὴ τοιούτους χειμῶ‐ νας θορύβων καὶ περιστάσεων ἐμπεπτωκότι τῷ Καντακουζηνῷ ὅμως οὐδ’ οὕτως ἐνδοῦναι νενόμισται πρότερον δεῖν, πρὶν ἐς
Βυζάντιον ἁπάσῃ πεπομφότι σπουδῇ πρὸς ἀνάμνησιν αὖθις

2

.

611

Ἄνναν κομίσαι τὴν βασιλίδα τῶν τε τοῦ βασιλέως συνθηκῶν ἐκεί‐ νων, καὶ ὅσα θανόντος ἐκείνου πέπραχεν αὕτη ξύν γε τῶν ἀμφ’ αὐτὴν εὐγενῶν ὁρκωμοτήρια, φόβου καὶ φρίκης μεστὰ, τῶν ὁμοίων ἐχόμενα καταστάσεων. ἀλλὰ καὶ οὕτω τοῦ πράγματος
5γεγονότος ἤνυσται πλέον αὐτῷ γε οὐδὲν, ἢ βλασφημίας καὶ ὅλας ἁμάξας ὕβρεων ἐκεῖνον ἀλλάξασθαι τῆς πραότητος. ιβʹ. Ταῦτ’ ἄρα καὶ βιασθεὶς τὰ τῆς βασιλείας περιζώννυται σύμβολα, οὐ τοῦτο βουλόμενος, ὡς ἔλεγεν, οὐδὲ προθεσμίαν τινὰ πάλαι μελετηθεῖσαν ψυχῆς τελῶν. ἀλλ’ ὥσπερ οἱ τὸν ἐκ με‐
10γάλου πελάγους ῥέοντα φεύγοντες κλύδωνα τοῖς λιμέσιν ὁρμίζειν τὰς ὁλκάδας ἐπείγονται, οὕτω καὶ αὐτὸς, διαφυγεῖν οὐ δυνά‐ μενος τὸν περιστάντα βίαιον κίνδυνον ἄλλως, ὡς εἰς λιμένα τινὰ τὴν βασιλικὴν κατέφυγε πορφύραν· οἶμαι τοῦ θεοῦ περαίνοντος ἔργον πάλαι προωρισμένον, κἀκ βρέφους αὐτῷ συμβόλοις οὐ
15πάνυ τυφλοῖς καὶ ἀσαφέσι προαναφωνούμενον, κἂν αὐτὸς ἐδει‐ λία πρὸς τὴν ἐγχείρησιν, μυστήρια θεοῦ γινώσκειν οὐ μάλα δυ‐ νάμενος. ἵνα δ’ ἐκ πολλῶν ἐνίων μνησθῶμεν, πρῶτον μὲν ἦν ***. (Β.) Ἡμέρα δ’ ἦν, καθ’ ἣν τὰ τῆς βασιλείας περιεζώσατο σύμ‐ βολα, ἐν ᾗ τὰ τῆς μνήμης ἤγετο Δημητρίου τοῦ θείου μάρτυ‐
20ρος. προστάττει δ’ ἀναγορεύεσθαι τελευταῖον τοῦτον ὁμοῦ τῇ συζύγῳ βασιλικῶς, μετά γε τὴν τῆς βασιλίδος Ἄννης εὐφημίαν καὶ τοῦ ταύτης υἱοῦ βασιλέως Ἰωάννου. ἐμέμνητο γὰρ ἀεὶ τῆς
τοῦ θανόντος βασιλέως φιλίας, καὶ τῶν ἐκείνου περὶ τῆς βασι‐

2

.

612

λείας συνθηκῶν ἐκλαθέσθαι οὐ μάλα ἐβούλετο· ἀλλ’ ὡς ἐκεῖνον τοὺς ἐκείνου προὐτίθει. πύργον γὰρ ἔλεγεν ἑαυτὸν πρὸς ἐκείνου τοῦ βασιλέως ᾠκοδομῆσθαι πρὸς ἀσφάλειαν τῆς τοῦ παιδὸς βασι‐ λείας· παρὰ τοσοῦτον οὖν εἶναι τῷ παιδὶ τὰ τῆς ἀσφαλείας ἀκίν‐
5δυνά τε καὶ βεβαιότερα, παρόσον αὐτὸν ἰσχυρότερον. (Γ.) Ὅθεν καὶ μετὰ τρίτην αὖθις ἡμέραν ἤμειψε τὴν ἐσθῆτα, διὰ τὴν τοῦ θανόντος βασιλέως ἐντάφιον λύπην, ἐκ τῆς πορφύρας ἐς τὸ λευ‐ κὸν, ὡς εἴθιστο τοὺς βασιλέας περὶ τὰς λύπας ἀεὶ ποιεῖν· καὶ διήρκεσεν ἐκεῖθεν λευκοῖς ἐνδύμασι χρώμενος, ἕως καὶ τὴν βασι‐
10λίδα πόλιν ἑλὼν αὐτοκράτωρ ἀναμφισβήτητος ἐγεγόνει τῆς ὅλης Ῥωμαίων ἀρχῆς. κἀμοὶ τὴν αἰτίαν διαποροῦντι τριῶν ἕνεκα ποιεῖν ἀπεκρίνατο τοῦτο· πρῶτον μὲν τῷ φίλῳ βασιλεῖ τελευτή‐ σαντι δίκαιον ἐκτιννὺς ὄφλημα· δεύτερον διὰ τὴν κατόπιν ἐπι‐ δραμοῦσαν τῆς μητρὸς τελευτήν· καὶ τρίτον, ἐπειδὴ τοὺς σὺν
15αὐτῷ μακρὸν ὑπομένοντας ἑώρα τὸν κίνδυνον μετὰ τῆς τῶν ἀναγ‐ καίων ἐνδείας, δεῖν ἔκρινε τὴν πολυτελῆ τῶν βασιλικῶν ἐνδυμά‐ των δαπάνην ἐκείνοις μᾶλλον ἢ ἑαυτῷ ἀναλοῦν. ἀλλὰ γὰρ αὐτὸς μὲν ἐξαπίνης ἐντυχὼν βιαίῳ καὶ ἀνταγωνιστῇ τῷ καιρῷ καὶ τοῖς πράγμασιν οὕτω τὰ κατ’ αὐτόν τε διῳκήσατο καὶ ταῖς τοῦ
20θανόντος βασιλέως συνθήκαις καθόσον ἐφικτὸν διετήρησε τὴν αἰδῶ. (Δ.) Ἡ δ’ ὁμόψυχος ξυνωρὶς ἐκείνη, ἀκούσασα τὴν τῶν βασιλικῶν παρασήμων ἐκείνου περιβολὴν, ἀνεπήδησέ τε ὑφ’
ἡδονῆς καὶ, μεμηνότων ὥσπερ μιμησαμένη διάθεσιν, πρὸς τερα‐

2

.

613

τώδη βακχείαν ἐκίνει τὰ ἤθη. ἀφορμὴν γὰρ εἰληφυῖα τὸ πρᾶγμα, καὶ δικαίωμα μέγιστον εἰς τὸ φανερῶς ἀμύνεσθαι, καὶ τὰ πάλαι τῆς ψυχῆς ἀπόῤῥητα ἀῤῥωστήματα παῤῥησιαζομένῃ καὶ ἀκρατῶς ἐχούσῃ τῇ γλώττῃ ἐς τὰς τῶν ὅλων ἐπαντλεῖν ἀκοὰς, καὶ δι‐
5καιοῦν μὲν ἑαυτοὺς ὀρθῶς σκοπουμένους ἐκ πολλοῦ τὴν ἐκείνων δηλαδὴ κακίαν, ἐν σπαργάνοις ἔτι καὶ γάλαξι κυοφορουμένην (μάρτυρα γὰρ εἶναι καὶ κήρυκα διαπρύσιον τῶν προτέρων στοχα‐ σμῶν τὸ νῦν πεπραγμένον, πρὸς ἐντελῆ τινα προενεχθὲν τὸν τό‐ κον ὀψέ) ἀνενδοιάστως ἤδη καὶ ἀπαρακαλύπτως πρὸς ἄσπονδον
10καὶ ἀκήρυκτον ἐκίνησε τὰ πράγματα μάχην. (Ε.) Καὶ ἦν ἰδεῖν εἰς δύο μοίρας σχισθὲν τὸ τῶν Ῥωμαίων γένος ἅπαν κατὰ πᾶσαν πόλιν καὶ χώραν· εἴς τε τὸ συνετὸν καὶ ἀσύνετον· εἴς τε τὸ πλούτῳ καὶ δόξῃ διαφέρον καὶ τὸ ἐνδεές· εἴς τε τὸ παιδείας εὐγενοῦς τρόφιμον καὶ τὸ πάσης παιδείας παντελῶς ὑπερόριον·
15εἴς τε τὸ ἔμφρον καὶ τεταγμένον καὶ τὸ ἄφρον καὶ στασιῶδες καὶ αἱμοχαρές· καὶ τὰ μὲν βελτίω πάντα πρὸς ἐκεῖνον μετεῤῥυη‐ κότα· τὰ δὲ χείρω πάντα πρὸς τοὺς ἐν Βυζαντίῳ. οἱ γὰρ γένει καὶ πλούτῳ καὶ δόξῃ τῶν πολλῶν ὑπερέχοντες, οἴκους ἀφέντες καὶ γυναῖκας καὶ παῖδας, εἰς ἐκεῖνον ὅλῃ προθέσει ψυχῆς ἐῤῥύη‐
20σαν, καὶ αὐτῶν δὴ τῶν φιλτάτων τὴν ὑπερόριον προελόμενοι δίαιταν, καὶ βέλτιον ἡγησάμενοι σὺν ἐκείνῳ δυστυχεῖν, ἢ μετὰ τούτων τρυφᾷν· οἶμαι τὸ τοῦ Ἀναχάρσιδος λέγοντες, ὡς κρεῖσ‐
σον ἕνα φίλον κεκτῆσθαι πολλῶν ἄξιον, ἢ πολλοὺς ἀξίους μη‐

2

.

614

δενός. (ϛʹ.) Ὕλην τοίνυν εὑρόντες, ἣν πάλαι ποθοῦντες ἐτύγ‐ χανον, φακέλλους γραμμάτων διέπεμπον οἱ Βυζάντιοι πρόεδροι κατὰ πᾶσαν ἐπαρχίαν καὶ πόλιν, ἀνάθεμα καὶ ἀφορισμοὺς περιέχοντα πάντων, ὅσοι φίλοι θέλουσιν εἶναι τοῦ Καντακουζη‐
5νοῦ· καὶ ἅμα πᾶν τό,τε δημοτικὸν ἐρεθίζοντα κατὰ τῶν πλου‐ σίων καὶ τὸν βάναυσον ὄχλον κατὰ τῶν δόξῃ καὶ γένει προὐ‐ χόντων· ἵνα τῶν οὕτως ἐχόντων ἐκ μέσου γενομένων, εὐχερῶς αὐτοὶ τῆς ἀρχῆς ἐγκρατεῖς καταστῶσι, μηδὲν ὁθενοῦν ἀντίπαλον ὑφορώμενοι. καὶ μέντοι καὶ γέγονεν ἐντεῦθεν μεγίστη καὶ πολυει‐
10δὴς φθορὰ πανταχῆ τῶν Ῥωμαϊκῶν ἐν βραχεῖ πραγμάτων, οἵαν οὐδεὶς ἐν βραχεῖ παραστῆσαι δύναται λόγος. (Ζ.) Ὁ μὲν οὖν Καντακουζηνὸς οὐδὲν ἐπιδείξασθαι θάρσος ἐβούλετο, οὐδ’ ἐπε‐ χείρει πρὸς οὐδὲν τῶν ἁπάντων σπουδῆς ἄξιον, οἷα φιλοῦσι ποιεῖν οἱ τοιούτοις ἐγχειροῦντες καὶ πρὸς τοιαῦτα πελάγη συνελαθέντες·
15ἀλλ’ ἔμενεν ἥσυχος μετὰ τῆς ἑπομένης αὐτῷ στρατιᾶς. εἶχε γὰρ ὁπλίτας, τῶν μὲν λίαν ἀρίστων καὶ ῥώμῃ σώματος καὶ ψυχῆς ἀνδρίᾳ καὶ πείρᾳ διαφερόντων, ἄχρι καὶ ἐς δισχιλίους ἱππέας· οἳ καὶ τὸ σὺν αὐτῷ θανεῖν πολλῷ τιμιώτερον ἦσαν ἡγούμενοι, ἢ πλὴν αὐτοῦ ζῇν ἄχρι μιᾶς τινος τῆς ἡμέρας. οἱ μὲν οὖν λογάδες
20τοιοῦτοι καὶ τοσοῦτοι τὸν ἀριθμὸν ἦσαν αὐτῷ· οἱ δὲ μετ’ αὐτοὺς ταττόμενοι δὶς τοσοῦτοι. (Η.) Ἐκεῖνος μὲν οὖν διεπρεσβεύετο πρὸς τοὺς Βυζαντίους τὰ πρὸς εἰρήνην συχνὰ, καὶ τῶν βασιλικῶν τοῦ συζύγου τὴν βασιλίδα ἀνεμίμνησκε διαθηκῶν καὶ ἐντολῶν,
ἃς ἐκεῖνος ἔτι ζῶν αὐτῇ διετίθετο, περί τε κήδους τοῦ νέου βασι‐

2

.

615

λέως καὶ ἐπιτροπῆς τοῦ Καντακουζηνοῦ ἄχρι τῆς πρεπούσης ἡλικίας τοῦ νέου. μηδὲ γὰρ χρῆναι πιστεύειν ἀλλοτρίοις συμβού‐ λοις, καὶ πάντα πρὸς τὴν οἰκείαν σπουδάζουσιν ἔφεσιν, καὶ ὅσα τὴν ταχίστην ἀνατρέψαι δύνανται τὴν πάλαι κατάστασιν, καὶ
5ὅλα συλλήβδην εἰπεῖν τὰ τῆς βασιλείας πράγματα. (Θ.) Ἡ δὲ τοιαύτη τοῦ ἀνδρὸς ἡμερότης οὐκ ἐμάλαξε τοὺς Βυζαντίους· ἀλλὰ τοὐναντίον ἐξέμηνε πρὸς ἀνυπέρβλητον θράσος τε καὶ ἀπόνοιαν. οὐδὲ γὰρ διὰ φειδῶ τῶν ὁμοφύλων αἱμάτων ταῦτ’ ἔφασκον φά‐ σκειν ἐκεῖνον, ἀλλ’ ὡς ἐν ἀπογνώσει τῆς ἑαυτοῦ ζωῆς συνωσθέντα.
10καὶ φανερῶς μὲν ὅπλα πολέμια κατ’ ἐκείνου διηνεκῶς συγκροτοῦ‐ σιν, ἔκ τε θαλάττης ὁμοῦ καὶ ἠπείρου, ἥκιστά σφισιν ἐνῆν οὔτ’ ἠρεμεῖν, οὔτ’ οὐδεμιᾶς λαθραίας φείδεσθαι μηχανῆς, ὅσαι τε διὰ φαρμάκων καὶ γοητειῶν καὶ ὅσαι δι’ αἵματος. (Ι.) Ἐκεῖνος δ’ εἰς θεὸν ὁλοσχερῶς ἀναθεὶς τὰς ἐλπίδας ἔμενεν ἡσυχῆ κατέ‐
15χων ἔτι τὰ ἑαυτοῦ κατὰ χώραν στρατόπεδα, καὶ ταῦτα πάνυ δι‐ ψῶντα μάχης καὶ σκύλων πολεμικῶν, καὶ πλείους ἔχοντα τοὺς καλοῦντας τῶν οἰκητόρων τοῦ Βυζαντίου· ὥστε τοὺς πλείους καταγνόντας αὐτοῦ ῥᾳθυμίαν καὶ γνώμης νωθρότητα, καὶ ἅμα ὡς τὸ εἰκὸς ὑποπτεύσαντας κίνδυνον σφῶν τε αὐτῶν καὶ αὐτοῦ,
20οἴχεσθαι ἀποδράντας ἐκεῖθεν ἐς Βυζαντίους. ἐπέλιπε γὰρ ἤδη καὶ τὰ σιτία σφᾶς κατὰ πλῆθος, ἐς μόνον τὸ Διδυμοτείχου πολί‐ χνιον συγκλεισθέντας μετὰ πολλῶν τῶν ὑποζυγίων. ἠναντιοῦτο
γὰρ αὐτοῖς τὰ τῆς τύχης ὁμοῦ καὶ τῆς ὥρας. ὅ,τε γὰρ χειμὼν,

2

.

616

εἴπερ ποτὲ, ἐγεγόνει βαρὺς καὶ πάνυ τοι σφόδρα συνεχὲς ἐπι‐ φέρων τὸ βάρος· καὶ πρός γε τῶν γραμμάτων ὁπόσα πρός τε τὸν Κράλην Σερβίας καὶ Ἀλέξανδρον, τὸν τῶν Μυσῶν ἀρχηγὸν, καὶ πρὸς οἱουσδήποτε συμμαχίας ἕνεκα ἔπεμπε, πάντα ἡλίσκοντο
5πρὸς τῶν Βυζαντίων, φρουροῖς καὶ ἡμεροσκόποις διαλαβόντων τὰ κύκλῳ πρός τε γῆς καὶ θαλάττης. ιγʹ. Ὅ γε μὴν πατριάρχης μείζονα τὴν δικαίωσιν τῆς βασιλι‐ κῆς ἐπιτροπῆς μηχανώμενος ἑαυτῷ ἔστεψε διὰ πάσης σπουδῆς Ἰωάννην τὸν παῖδα τοῦ βασιλέως, οὐ περιμείνας, διὰ τὸ λίχνον
10τῆς ἐφέσεως, οὔθ’ ἡλικίαν αὐτοῦ, οὔτ’ ἐπίσημον ἡμέραν τινὰ τοῦ ἐνιαυτοῦ. ἐνάτη γὰρ ἐπὶ δέκα ἔτυχεν οὖσα τοῦ νοεμβρίου, ἐν ᾗ τὸ βασιλικὸν αὐτῷ περιτέθεικε στέφος, ἀξύμβολός τις φά‐ ναι καὶ μάλα ἀνέορτος, τό γε ἧκον εἰς αὐτήν. καίτοι τοῦτο ἐβού‐ λετο μὲν περιφανέστερον ὁ Καντακουζηνὸς καταστῆσαι μετὰ
15τὸν τοῦ βασιλέως θάνατον εὐθύς· ἐκώλυε δ’ αὐτὸς ἐπιβούλως καὶ μάλα σὺν δόλῳ. (Β.) Κατὰ μέντοι τὴν τοῦ δεκεμβρίου τετάρτην καὶ εἰκοστὴν, περὶ δειλὴν ὀψίαν, ὁπότε τὴν γενέθλιον πανήγυριν ἑορτάζομεν τοῦ σωτῆρος Χριστοῦ, ἀνεβίβασε τοῦτον κἀν τῷ τοῦ παλατίου Αἰθερίῳ οἰκίσκῳ· ὅθεν καὶ οἱ πρὸ αὐτοῦ
20βασιλεῖς εἰώθεισαν τὴν τοιαύτην ἡμέραν προκύπτειν, ἀθροιζο‐ μένου τοῦ πλήθους τῶν Βυζαντίων, καὶ παντὸς τοῦ στρατοῦ, καὶ ἀνυμνούντων αὐτοὺς εὐχαῖς τε καὶ εὐφημίαις παντοίαις κά‐ τωθεν, κατ’ εἰκόνα τοῦ πάλαι θριάμβου Ῥωμαίων. ἦν δὲ νῦν
ὁ τοῦ δήμου κάτωθεν ἐξηχούμενος κρότος καὶ θόρυβος οὐκ εὐ‐

2

.

617

φημίαν ἔχων τοῦ βασιλέως ἀκήρατόν τε καὶ ἀμιγῆ· ἀλλὰ συνεκέ‐ κρατο καὶ ταῖς κατὰ τοῦ Καντακουζηνοῦ καὶ ἅμα ταῖς τῆς μη‐ τρὸς αὐτοῦ λοιδορίαις, λίαν οὔσαις αἰσχραῖς καὶ οὐ πάνυ τοι σώφρονος ἀκοῆς ἀξίαις, ὑποκάοντος τοῦ Ἀποκαύκου καὶ ἀνα‐
5φλέγοντος δωρεαῖς ἁδροτέραις καὶ ὑποσχέσεσι τὴν τοιαύτην τοῦ πλήθους ὁρμήν. (Γ.) Καὶ ἦν αὐτήκοος τούτων ἁπάντων ἡ τοῦ Καντακουζηνοῦ μήτηρ, δεσμωτήριον οἰκοῦσα μεταξὺ τῆς βασι‐ λείου αὐλῆς, ἔνθα τὸ ἄθροισμα τοῦ δήμου κατὰ ποταμοὺς συνέῤῥει καὶ συνεκροτεῖτο. καὶ μέντοι καὶ τὴν καρδίαν σφόδρα
10ἐπλήττετο, καὶ στεναγμοὺς ἐκ βάθους ἀνέπεμπεν, ὥσπερ κα‐ πνοὺς θολερούς τε καὶ ὁμιχλώδεις, καὶ πολλὴν τὴν ἔνδον τῆς ψυχῆς πικρίαν τοῖς παρακαθημένοις ἀγγέλλοντας. μεριζομένη γὰρ τὴν ψυχὴν πρός τε τὴν ἀφόρητον ἐκείνην τῶν λοιδοριῶν ἀκοὴν καὶ ἀναλογιζομένη πρὸς τίνων ταῦτα δραματουργεῖται,
15χθὲς καὶ πρότριτα δούλου μοῖραν ἐχόντων πρὸς αὐτὴν, καὶ ἅμα τὴν μνήμην ἀναφέρουσα ἐς τὰς ἐκ βρέφους τύχας καὶ τὸ τῆς ἡλι‐ κιώτιδος εὐδαιμονίας ἄνθος ἄχρι γήρως παραμεῖναν ἀκήρατον καὶ ἀκμάζον, καὶ παρατιθεῖσα ἐκεῖνα πάντως ταῖς νῦν ἀντιπάλοις καὶ ἀδοκήτοις τοῦ χρόνου φοραῖς, φέρειν οὐκ εἶχεν· ἀλλὰ πληγείσης
20σφοδρῶς τὴν καρδίαν, εἰς νόσον ἐτράπη τὸ σῶμα βαρεῖαν καὶ ὑπισχνουμένην ἔσεσθαί οἱ τοῦ βίου τὸ πέρας οὐκ εἰς μακράν. (Δ.) Ἐπιστάσης τοιγαροῦν καὶ τῆς τῶν φώτων πανηγύρεως μετὰ δύο καὶ δέκα ἡμέρας, καὶ τοῦ μὲν βασιλέως ὁμοίως αὖθις προ‐
κύπτοντος ἄνωθεν, τοῦ δὲ δήμου κάτωθεν τὰς ὁμοίας εὐφημίας

2

.

618

καὶ λοιδορίας αὖθις ἐπικροτούντων, ἔκειτο ἡ Καντακουζηνὴ νε‐ κρὰ πρὸς τὸ δεσμωτήριον ἐῤῥιμμένη καὶ ἐπιλελησμένη, καὶ πά‐ νυ τοι σφοδρῶς ἀπῳκισμένη τῆς πάλαι εὐδαιμονίας καὶ δόξης ἐκείνης. ἔφθη γὰρ μικρὸν πρὸ τῆς τῶν σαλπίγγων ἠχοῦς τὸ ζῇν
5ἀποῤῥήξασα. δείσασα γὰρ οἶμαι ἡ ψυχὴ, μὴ πρὸς τὴν τῶν ὁμοίων αὖθις ἐμπέσῃ λοιδοριῶν τρικυμίαν, συνεστάλη τε πρὸς ἑαυτὴν καὶ προαπεῤῥάγη τοῦ σώματος. τὸ δ’ ὅπως συγκεχώρηκε ταῦτα γενέσθαι θεὸς, προϊόντες ἐροῦμεν πλατύτερον, στοχαζό‐ μενοι καθόσον ἡμῖν ἐφικτόν. (Ε.) Ἀλλ’ ἐκεῖνο μικροῦ με παρέ‐
10δραμε. μετὰ γὰρ τὴν τοῦ βασιλέως τελευτὴν, οὐ πολλῶν ἡμερῶν μεταξὺ γενομένων, οὐδὲ τῆς τῶν πραγμάτων οὔπω συγχύσεως εἰς φῶς ἐκραγείσης, ἀλλ’ ἐν ὠδῖσιν ἔτι καὶ μελέταις κυοφορου‐ μένης, συνέβη καθ’ ὕπνους τῇ τοῦ Καντακουζηνοῦ μητρὶ, τὸ ἱερὸν δοκεῖν ἀνὰ χεῖρας εὐαγγέλιον εἰληφυῖαν ἄλλο τῶν πάντων
15οὐδὲν γεγραμμένον ὁρᾷν, ἢ „αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου“, καὶ τοῦτο χρυσοῖς τε καὶ πρὸς ἅπαν κάλλος ἠσκημένοις γράμμασιν ὁμοίως ἀεὶ πανταχῆ· διαπορεῖσθαί τε καθ’ ἑαυτὴν, πῶς ἱερὸν εὐαγγέλιον ὂν μηδὲν μηδαμῆ τῶν εὐαγγελικῶν εἶχε ῥητῶν, ἀλλὰ μικρὰ τῶν τῷ θείῳ Δαβὶδ εἰρημένων. τοῦτο ἀφυ‐
20πνισθεῖσα διηγεῖτο πρὸς ἐνίους τῶν φίλων· καίτοι θεῖον ἔφασκεν εἶναι χρησμῴδημα, καὶ πέρας προαναφωνεῖν τῶν καθ’ αὑτὴν πραγμάτων εὐκλεές τε καὶ πάνυ χρηστόν. τὸ δ’ ἦν οὐ τοιοῦτον· ὅμως ἔσχεν οὕτω ταυτί. (ϛʹ.) Ἓν μὲν δὴ τοῦτο σημεῖον ἦν, ὃ
προανεφώνησεν ἐξ ὕπνων καὶ νυκτῶν τὴν τῆς μεγάλης ταυτησὶ

2

.

619

καὶ περιφανοῦς οἰκίας καθαίρεσιν. δεύτερον δ’ ἐκ νυκτῶν μὲν καὶ αὐτὸ, μὴ ἐξ ὕπνου γε μὲν, ἀλλ’ ἐξ ἐγρηγόρσεως φάντασμα θεαθὲν ἐναργῶς. εἰωθὸς γὰρ τοῖς εὐγενείᾳ καὶ δόξῃ μεγάλῃ συ‐ ζῶσι προσώποις, ἄχρι καὶ ἐς μέσας που νύκτας συνδιανυκτε‐
5ρεύειν τοῖς ὅσοι χρείας οἱασδηποτοῦν προσίασιν ἕνεκα, τῇ Καν‐ τακουζηνῇ τοῦτο μάλιστα πάντων προσῆν, ἅτε καὶ μάλιστα πάν‐ των δόξῃ καὶ περιφανείᾳ προεχούσῃ, καὶ βουλῶν καὶ ἀποῤῥήτων προεστηκυίᾳ βασιλικῶν. τῆς δὴ τοιαύτης ἐχομένῃ καὶ νῦν συνη‐ θείας, καὶ πόῤῥω νυκτῶν γενομένης τῆς ὁμιλίας, ἔδοξεν αὐτῇ,
10στᾶσαν πρὸ τῶν θυρῶν ἀφ’ ὑψηλοῦ τοῦ πύργου τῆς οἰκίας θεάσασθαί τε τὴν σελήνην ἀνίσχουσαν ἄρτι τοῦ ὁρίζοντος καὶ τῆς ὥρας ἐκεῖθεν καταστοχάσασθαι. τὸ γὰρ περίγειον ἐκ περι‐ στροφῆς τοῦ οἰκείου ἐπαναλαμβάνουσα κύκλου, καὶ ἐς τετράγω‐ νον αὖθις τῷ ἡλίῳ καθισταμένη τὸ δεύτερον ἤδη σχηματισμὸν,
15ἀκρονύκτους οὐ μάλα ἐβούλετο παρέχειν τῇ γῇ τὰς αὐγὰς, πρὶν ἐς μέσην ἀφικέσθαι τὴν νύκτα τηνικαῦτα τὸν χρόνον. (Ζ.) Οὕτω δὲ στάσεώς τε καὶ σκέψεως ἔχουσα, καὶ ἅμα φροντίδων οὖσα τῶν μελλόντων πλήρης, ἔνοπλον ἱππέα τεθέαται, κάτωθέν τε ἑστῶτα τοῦ πύργου καὶ τῷ δόρατι σημειούμενον τὸ τοῦ πύργου
20μέγεθος· ὡς ἐκπλαγῆναί τε αὐτὴν τῷ αἰφνιδίῳ καὶ ἀπροσδοκήτῳ τοῦ φάσματος καὶ συστραφεῖσαν ἐκπέμψαι τοὺς καθέξοντας τὸν ἐν ἀωρίᾳ τοιαύτῃ τοιαῦτα μηχανώμενον, καὶ ἀκουσομένους, ὅτου χάριν καὶ ὅθεν ἐκείνῳ ταῦτα δρᾷν προστεταγμένον εἴη. ἐπεὶ δὲ
τὴν ταχίστην παλινδρομήσαντας φάναι μηδένα τῶν πάντων ἑωρα‐

2

.

620

κέναι, μηδ’ εἶναι πάροδον οὐδεμίαν, ὁπόθεν εἰσιτητά γε εἴη ξέ‐ νοις καὶ ἱππόταις ἀνδράσι, τῶν θυρῶν ἁπασῶν κεκλεισμένων, ἤδη καταπλαγῆναί τε αὐτὴν καὶ, πρὸς ἄλλας ἐννοίας ἀνενεγκοῦ‐ σαν τὸ μάντευμα, λύπης πλησθῆναι καὶ δακρύων γενέσθαι ἐγγύς.
5 ιδʹ. Ἐγὼ δ’ ἐκεῖσε ἐπάνειμι. τῷ Καντακουζηνῷ γὰρ οὔτε πρὸς τοσαῦτα τὴν ψυχὴν κατενηνέχθαι ῥόθια τῶν δεινῶν συν‐ ηνέχθη, οὔτε πρὸς οὓς εὕρισκε συνεχῶς κατ’ αὐτοῦ συσκευαζο‐ μένους λαθραίας καὶ ἄλλοτ’ ἄλλας ἐπιβουλὰς ἀπηγορευκέναι, ἀλλ’ ἑστάναι τῶν ἰδίων ὅρων ἐντὸς, ἀκλινεῖς τὰς πρὸς θεὸν ἐλπίδας
10ὁμοίως ἀεὶ φυλάττοντι· καὶ γράφοντι μὲν ἀεὶ καὶ δεομένῳ λή‐ γειν οὐκ ἦν οὐδαμῆ, κυρωθῆναι ὁπόσα περιὼν ὁ βασιλεὺς ἐνετέλ‐ λετο περί γε αὐτοῦ. ἀλλὰ τῶν Βυζαντίων οὐδ’ ἄκροις τῶν λεγο‐ μένων ἀκούειν θελόντων ὠσὶν, ὅτι μὴ καὶ τοὺς ἀγγέλους σὺν ἀτι‐ μίᾳ καὶ κουρᾷ πομπευόντων ἐπ’ ἀγορᾶς καὶ δεσμοῖς καὶ εἱρ‐
15κταῖς συγκλειόντων, τῷ δὲ οὐ διὰ γλώττης ἐγένετο λοιδορεῖν οὐδενὶ τῶν ἁπάντων. οὐ μὴν οὐδὲ τοὺς ἐν τῷ ὄρει τῷ Ἄθῳ δια‐ πρέποντας ἀρετῇ καὶ ἀσκήσει μεσίτας εἰρήνης ἀπηξίου γίνεσθαι. ἀλλὰ καὶ τούτων ἐλθόντων, ἄπρακτος ἔδοξεν ἡ σπουδή. τὰ μέν‐ τοι χρήματα, καὶ εἴ τι κειμήλιον ἦν ἀμφοτέροις ἐκ πολλοῦ τεθη‐
20σαυρισμένον, πάντα ἀνάλωται πρός τε ἄλλα τῶν κοινῶν καὶ πρὸς τὰς τῶν στρατιωτῶν χρείας. (Β.) Κρύφα γε μὴν συχνοὶ τῶν τῆς Ὀρεστιάδος προὐχόντων, ἑταιρείαν πεποιηκότες, συνέ‐ θεντο περιελθόντι Καντακουζηνῷ τὰς πύλας ἀνοῖξαι, πρὶν αἰ‐
σθέσθαι τοὺς τυραννήσαντας δημότας, καὶ γράμματα ἔπεμψαν

2

.

621

ἤδη καλοῦντες αὐτὸν, τὴν ταχίστην ἐλθόντα λαβεῖν ἀπονητὶ τὴν πόλιν. καὶ ὃς εὐθὺς διαναστὰς τόν τε στρατὸν ὥπλισε καὶ τὸν Ἄγγελον Ἰωάννην, τὸ Παμφίλου πολίχνιον ὀχυρώσαντα ὡς προσήκει, τάχιστα ἥκειν ἐπ’ Ὀρεστιάδα διεμηνύσατο σὺν ἱπ‐
5πεῦσιν ἔγγιστα ὀγδοήκοντα. (Γ.) Καὶ δὴ συνεληλυθότων σφῶν ἐπὶ τὰς ὄχθας τοῦ παραῤῥέοντος τῇ Ὀρεστιάδι ποταμοῦ, χειμὼν τηνικαῦτα ὥσπερ ἐξ αὐτομάτου γέγονε τῆς νυκτὸς ἐκείνης μάλα πολύς· καὶ ὁ ποταμὸς ἐκεῖνος, ὥσπερ αἴσθησιν εἰληφὼς ἀπει‐ λοῦντος θεοῦ, ἀγριαίνων ἦν καὶ σφόδρα πλημμύροντα συνε‐
10λαύνων ὑπὲρ τὰς ὄχθας τὰ ῥεύματα· ὥστε ἄπορον πρὸς διάβα‐ σιν εἶναι τοῖς τοῦ Καντακουζηνοῦ στρατεύμασιν. ἡμέρας οὖν ἔγ‐ γιστα διατετριφόσι περὶ αὐτὸν οὐκ ὀλίγας, οὐκ ἔληγεν ὁ χειμών· ἀλλ’ ἦν ἑαυτῷ τὴν ὁμοίαν διηνεκῶς συντηρῶν ἀγριότητα. ἀπει‐ ρηκότος δ’ ὀψὲ καὶ ἀπαλλαγέντος ἐκεῖθεν, ὅ,τε χειμὼν ἐς τὴν
15ὑστεραίαν ἐλώφα καὶ ὁ ποταμὸς ἠρέμα ἐκείνης ὑφεῖτο τῆς ὕβρεώς τε καὶ ἀγριότητος. τῆς δὴ τοιαύτης πείρας δὶς ἤδη γε‐ νομένης, καὶ τῶν ποταμίων ῥευμάτων αὖθις ἐς τὴν ὁμοίαν ἐκεί‐ νην ἀναῤῥηγνυμένων ὑπερηφανίαν, ἔγνωσαν ὀψὲ, μὴ ἔκ τινος τύχης, ἀλλ’ ἐκ θειοτέρας προνοίας εἶναι τὸ ἐναντίωμα, ῥᾷστα
20μὲν τὰ πάντα μετασκευαζούσης ὅπη βούλοιτο, καὶ νῦν δ’ ἀντι‐ πραττούσης μάλα τοῖς τοῦ Καντακουζηνοῦ προφανῶς ἐγχειρήμα‐ σιν· ὡς ἕπεσθαι καὶ τὴν τῶν στοιχείων εὐθὺς ἀγανάκτησιν πολλῷ τῷ θυμῷ ῥέουσαν, ὥσπερ αἰσθανομένων ὀργιζομένου τοῦ δε‐ σπότου, καὶ συνεπιλαμβανομένων, ὡς δούλοις εἰκὸς, καὶ δει‐
25κνύντων ἔμπρακτον τὴν πρὸς τὸν δεσπότην τιμὴν διὰ τῆς βλα‐

2

.

622

πτούσης ὁρμῆς καὶ μάλα τοι σφόδρα βιαίας ἀνταποδόσεως. (Δ.) Ἐπεκθέοντες δ’ οὖν ἑκατέρωθεν ἐνίοτε, νῦν μὲν ἐκ Διδυ‐ μοτείχου τινὲς τῶν στρατιωτῶν, νῦν δ’ ἐξ Ὀρεστιάδος καὶ τῶν πέριξ πολιχνίων, πολλὴν μὲν ἐκεῖθεν ἐνθάδε λείαν ἤλαυνον, πολ‐
5λὴν δ’ ἐντεῦθεν ἐκεῖσε· νίκην δὲ καὶ τέλος ἐπιθεῖναι τῇ σπουδῇ, οὐκ ἦν οὐδετέρῳ κατ’ οὐδετέρου· ἀλλ’ ἐδίωκον ἀνήνυτα. αἱ δὲ πόλεις ἐφθείροντο διηνεκῶς ὑφ’ ἑαυτῶν ἠρέμα καὶ κατὰ μικρόν· καὶ ἦν, ὡς ἔοικε, βούλημα θεῖον καὶ ψῆφος ἄνωθεν κυρωθεῖσα, ἐκτριβῆναι καὶ γυμνωθῆναι τὰς πόλεις χρημάτων καὶ δόξης καὶ
10τάξεως ἐκ τῆς ἐμφυλίου ταυτησὶ στάσεως. (Ε.) Τῆς γε μὴν ἐμφυλίου μάχης καὶ ἀλλοφύλου τὸ ἐξαλλάττον καὶ ὑπερέχον ὁ Καντακουζηνὸς ἐξετάζων τὴν μὲν παροξυσμῷ καὶ πυρετῷ, τὴν δὲ θέρμῃ τε θέρους καὶ ψύξει χειμῶνος ἔλεγεν ἐοικέναι· καὶ εἶναι τὸ ὑπερέχον θατέρου πρὸς θάτερον μάλα πολύ. τὴν μὲν γὰρ
15ἔξωθεν ψύξιν εἶναι καὶ προσθήκαις ἐνδυμάτων ἰᾶσθαι καὶ πυ‐ ρὸς εὐπορίᾳ· καὶ αὖ τὴν ἔξωθεν ἐπεισόδιον θέρμην ἐνδυμάτων τε ὑφαιρέσεσι καὶ ἀνέμων πνοαῖς· τοὺς δ’ ἔνδοθεν τικτομένους πυρετοὺς ἐξ ἐγκάτων δύσμαχον εἶναι καὶ μάλα ἀνανταγώνιστον χρῆμα. (ϛ.) Οἱ δὲ διὰ τὸν Καντακουζηνὸν ἐξόριστοι καὶ δεσμῶ‐
20ται, καὶ ὅσοι λεληθότως ἐν ταῖς πόλεσι τὰ ἐκείνου διετέλουν φρο‐ νοῦντες, μετέωροι ταῖς ἐλπίσιν ἦσαν ἔαρος ἐπισείοντος, εὐμενῆ καταστήσεσθαί σφισι τὴν τύχην. ἀλλ’ ἄρα ἦσαν μάταια τὰ τῶν
ἐλπίδων. ὡς γὰρ ἐπὶ μανδραβόλου τὰ ἐκείνου διηνεκῶς ἐχώρει.

2

.

623

ιεʹ. Ἐπανακτέον δὲ βραχὺ τὴν διήγησιν, ἵνα σαφέστερα γέ‐ νοιτο τοῖς ἀκούουσι τὰ ἑξῆς. Θεσσαλονίκης μὲν γὰρ, καὶ τῶν πέριξ ἄχρι Στρυμόνος τοῦ ποταμοῦ πόλεων, ἦν ἐπίτροπος ὁ πρω‐ τοστράτωρ Θεόδωρος ὁ Συναδηνός· τῆς δὲ τῶν Σεῤῥῶν πόλεως,
5καὶ τῶν ἄχρι Χριστουπόλεως πολιχνίων, ὁ τοῦ θανόντος βασι‐ λέως ἐξάδελφος, Γὴμ ὁ Ἀρμένιος· ὃς πρὸ τεττάρων καὶ εἴκοσιν ἐτῶν μετάπεμπτος γεγονὼς ἐξ Ἀρμενίας εἰς Βυζάντιον ὑπὸ τῆς τοῦ πατρὸς ἀδελφῆς, τῆς βασιλίδος δηλαδὴ καὶ μητρὸς Ἀνδρο‐ νίκου τοῦ βασιλέως, συνεζύγη τῇ τοῦ Καντακουζηνοῦ ἐξαδέλφῃ,
10καὶ πολὺν αὐτῇ συνοικήσας χρόνον ἄπαις διέμεινε· θανούσης δ’ ἐκείνης, συνεζύγη τῇ τοῦ Συργιάννου θυγατρὶ, ἐξ ἧς καὶ παί‐ δων ἐγεγόνει πατήρ. ἦν δ’ ἀεὶ τῇ πατρίῳ τῶν Ἀρμενίων θρη‐ σκείᾳ χρώμενος. (Β.) Οὗτος οὖν ἕρμαιον τὴν τοῦ καιροῦ καὶ πραγμάτων σύγχυσιν εὑρηκὼς καὶ λημμάτων πρόφασιν κατέσχε
15τὰ ἐκεῖ τοῦ Καντακουζηνοῦ χωρία τε καὶ τὰς προσόδους, καὶ ζεύγη μυρία βοῶν, καὶ παντοίων ἄλλων ἀγέλας κτηνῶν, καὶ πάντα ἐξαργυρώσας πλεῖστα χρημάτων ἐκαρποῦτο βαλάντια. πάντας δὲ τοὺς ὑπὸ τὴν ἐπιτροπὴν αὐτοῦ πλουσίους αἰτίαις καθυ‐ ποβάλλων, ὡς εἶεν ὁμόφρονες δήπου τῷ Καντακουζηνῷ, αὐτοὺς
20μὲν ἐν φρουραῖς εἶχε· τὰς δὲ σφῶν οὐσίας ἤθροιζεν ὅλαις χερσὶν αὐτὸς ἑαυτῷ. πάντα μὲν τοίνυν ὁπόσα ὁ χρόνος ἐκεῖνος ἔτεκε τὰ δεινὰ, ῥᾴδιον οὐκ ἂν εἴη διεξιέναι. ἔνια δ’ ἐν τοῖς λέγεσθαι μέλ‐ λουσιν ἄλλα ἄλλοθι κατασπειρόντων ἡμῶν, ἐξέσται δήπου καὶ
τῶν λειπομένων ἐντεῦθεν τοῖς βουλομένοις καταστοχάζεσθαι.

2

.

624

(Γ.) Προειληφέναι μέντοι καὶ προηγήσασθαι τῶν τοιούτων συν‐ επεπτώκει σημεῖα κακῶν τά τε ἄλλα καὶ ἐπισκότησιν ἡλίου καὶ ἅμα σελήνης πρό γε αὐτῆς μάλα τοι σφόδρα μεγίστην, περὶ ζώδιον ἓν ἀμφοτέρας φημὶ τὸν τοξότην· καὶ πρὶν ὅλον ἑξαμη‐
5νιαῖον ἐξήκειν χρόνον ἐς τἀκριβὲς, ἑτέραν αὖθις συνεπεπτώκει γε‐ νέσθαι σελήνης ἔκλειψιν, περὶ τὸν ταῦρον γενομένου σαφῶς τοῦ ἡλίου, ἥττω μὲν ἐκείνης, δακτύλων δ’ οὖν ιδ καὶ αὐτήν. ἔκ τε οὖν τούτου, καὶ αὖ ἐκ τῶν περὶ τὰ τῶν φωστήρων πάθη φα‐ νέντων χρωμάτων, μεγάλων προαναφώνησις τοῖς βαθύτερον βλέ‐
10πουσιν ἐγεγόνει δεινῶν. (Δ.) Δεύτερον δὲ, τὸ τῆς δενδροτομίας. περὶ γὰρ τὸν ὑδροχόον, εὐθὺς μετὰ τὸν αἰγοκέρων, τοῦ ἡλίου γενομένου, νύκτωρ ἁπάσης ἀνέμων σιωπησάσης πνοῆς, κατεῤ‐ ῥάγη πλῆθος χιόνος οὐ φορητόν· ὑφ’ οὗ καταβαρυνθέντα τὰ τῆς βασιλευούσης τῶν πόλεων ἅπαντα δένδρα, καὶ ὅσα τῶν προα‐
15στείων αὐτῆς, τοσαύτην τὴν πτῶσιν ὑπέστησαν, ὥσθ’ ἡμέρας γενομένης, καὶ τὸ νυκτερινὸν ἑρμηνευσάσης δεινὸν, ἰδεῖν ξένον θέαμα, κλάδου παντὸς ἀπωρφανισμένα τὰ μέσα τῶν δένδρων καὶ σκόλοψί τισιν ἐοικότα καὶ ξύλοις νεκροῖς. ιϛʹ. Ἐπεὶ δὲ καὶ περὶ τῆς βασιλίδος Εἰρήνης τῆς Καντακου‐
20ζηνῆς, καὶ τῶν δυοῖν αὐτῆς ἀδελφῶν, πολὺς ἡμῖν ἔσται προϊοῦ‐ σιν ὁ λόγος, τὰ μέγιστα ταῖς παρούσαις συμβαλλομένων τύχαις τοῦ χρόνου καὶ ὑποθέσεσιν, ἐς τὸ πρότερον ἴχνος τοῦ λόγου φέρε
ἐπανακάμψωμεν. εἶχε γὰρ δεσμίους αὐτοὺς τὸ πλησίον ὄρους Ῥο‐

2

.

625

δόπης φρούριον τῆς τῶν Αὐδήρων μονῆς ἐκ πολλοῦ, κελεύσει τοῦ βασιλέως Ἀνδρονίκου τοῦ νέου, ἐπ’ ἐγκλήματι καθοσιώσεως. ἄρτι δὲ Καντακουζηνοῦ τοῦ βασιλέως ἐν Διδυμοτείχῳ τὰ ἐρυθρὰ ὑποδησαμένου πέδιλα, καὶ τῆς πολεμίας χειρὸς ἑκατέρωθεν παρα‐
5σκευαζομένης, ἔρις ἐγένετο περὶ σφῶν, ὁποτέρῳ μέρει προτέρῳ γένοιτ’ ἂν τῆς εἱρκτῆς ἐξελόντι συμμάχους ἔχειν κατὰ θατέρου κρατίστους. (Β.) Πολλῶν τοιγαροῦν μεταξὺ γενομένων δρόμων καὶ λόγων, καὶ δεδιότων ἐκείνων, μὴ δεσμῶν ἀλλάξωνται δεσμὰ, κουφοτέρων ἴσως δεινότερα, καὶ μηδετέρῳ βεβαίως ἐχόντων μέ‐
10ρει θαῤῥεῖν, ἡ βασιλὶς Εἰρήνη, πολλὴν πλουτοῦσα τὴν σύνεσιν καὶ ἀγχίνοιαν καὶ τοσούτῳ νικῶσα τῇ τῶν φρενῶν ἐν ταῖς βου‐ λαῖς ὀξύτητι, ὅσον ἐν γυναιξὶ τῷ κράτει τῆς γνώσεως καὶ τῇ τῶν ἠθῶν ἁρμονίᾳ, πάντα καλῶς τὴν ταχίστην διέθετο. φρό‐ νημα γὰρ αὐτοφυές τε καὶ αὐτοχάλκευτον εἰπεῖν κεκτημένη ἔμ‐
15πρακτον παρεῖχε τῷ συζύγῳ καὶ βασιλεῖ καὶ μεγίστην ἐν τοιαύταις γενομένῳ ταῖς περιστάσεσι τὴν ἐπικουρίαν· καὶ εἰ μὴ τὸ πᾶν αὐτῷ τῆς βασιλείας αὕτη κεχάρισται κράτος, ἀλλ’ οὖν καὶ μάλα δήπου σφόδρα γε τὸ πλεῖστον μέρος· νῦν μὲν λόγοις ἐπαγωγοῖς ἀναζωπυροῦσα πεπτωκότα φρονήματα τῶν ἀμφὶ τὸν βασιλέα συγ‐
20γενῶν καὶ φίλων ἀληθῶν· νῦν δ’ ἀφθόνῳ χειρὶ τὸν ἐν ἐξορίᾳ συνέκδημον αὐτοῖς γεγονότα προϊεμένη πλοῦτον, ἢ μᾶλλον τὰ τῶν μεγάλων ἐκείνων πλούτων περιλειφθέντα λείψανα, καθὰ προϊοῦσιν ἡμῖν ἐναργέστερον πάντα λελέξεται· νῦν δ’ οὖν ἁπάσῃ
δραμοῦσα σπουδῇ, καὶ δι’ ἑαυτῆς αὐτὴ βεβαίας παρασχομένη

2

.

626

τοῖς ἀδελφοῖς τὰς ἐγγύας, τάχιστα ἐπανῆκε, μεθ’ ἑαυτῆς αὐτοὺς τῷ συζύγῳ βασιλεῖ μάλα καθ’ ὥραν προσαγαγοῦσα, γνησίους καὶ ἀσφαλεῖς ἐπικούρους. (Γ.) Ἐπεὶ δ’ ἐκ Συναδηνοῦ, ὃς τηνικαῦτα Θεσσαλονίκης ἐπετρόπευε, γράμματα ἐφοίτα συχνὰ, διεγείροντα
5τὴν ταχίστην αὐτὸν διαβάντα ἐς Μακεδονίαν ἐγκρατῆ Θεσσα‐ λονίκης ἐκ τοῦ ῥᾴστου γενέσθαι· εἶναι γὰρ παρεσκευασμένον ἐξ ἐκείνου τουτὶ λαθραίαις σπουδαῖς ἐκ πολλοῦ· διὰ δὴ ταῦτα καὶ ἄσμενος, τὴν Διδυμοτείχου ἐπιτροπὴν παραδοὺς Εἰρήνῃ τῇ συ‐ ζύγῳ καὶ βασιλίδι σὺν τἀδελφῷ Μανουὴλ τῷ Ἀσὰν, ἀφίκετ’ εὐ‐
10θὺς καὶ ὠχύρου τὸ φρούριον, ὃ Πολύστυλον ὀνομαζόμενον πά‐ λαι πρὸς θάλατταν νῦν αὐτὸς ἐξ οἰκείας δαπάνης συνεστήσατο παρὰ τὰς τοῦ Νέστου ἐκβολάς· ὃς ποταμῶν τῶν ἐν Θρᾴκῃ μέ‐ γιστος ἐκ τῶν τοῦ Αἵμου ὀρῶν ῥηγνύμενος ἀποπτύει τὸ ῥεῖθρον ἐς τὰ τοῦ Αἰγαίου πελάγους κράσπεδα. (Δ.) Ἄρτι δ’ εἰς πέρας
15ἥκοντες τῆς οἰκοδομίας, ἀφικνεῖσθαι πλησίον ἤμελλε καὶ Χρέλης ὁ Τριβαλλός· ὃς πρὶν ὑφ’ ἡγεμόνι τελῶν τῷ τῶν Τριβαλλῶν ῥηγὶ, δι’ αἰτίας οἱασδήτινας τὰ δεσμὰ τῆς ὑποταγῆς ῥήξας, οἰ‐ κείαν κατέστησεν ἀρχὴν ἑαυτῷ Στρουμμίτζαν, ὑπερνέφελον φρού‐ ριον, καὶ ὁπόσα περὶ Στρυμόνα τὸν ποταμὸν ἄχρι καὶ ἐς Ἀμφί‐
20πολίν ἐστι χωρία. διὰ γὰρ τὴν τῶν Ῥωμαίων ἐμφύλιον στάσιν κολακευόμενος ὑπ’ ἀμφοῖν τοῖν μεροῖν, φοβερός τις καὶ πάνυ τοι δυσεπιχείρητος τῷ Κράλῃ Σερβίας ἐγίνετο· καὶ ἦν οὑτωσί
πως ἀπολαύων τοῦ χρόνου, κἀν τοῖς τῶν ἄλλων δυστυχήμασιν

2

.

627

αὐτὸς εὐτυχῶν, κἀκ τῆς τῶν γειτόνων δυσπραγίας ἰδίαν εὐδαι‐ μονίαν καρπούμενος. συννοῶν δ’ ὅμως ἔτι καὶ οὐ μάλα ἀνύπο‐ πτον τὴν εἰς τοὔμπροσθεν βασιλικὴν εὔκλειαν ποιούμενος τοῦ Καντακουζηνοῦ, φίλος εἶναι καὶ σύμμαχος αὐτῷ διετείνετο. ὅθεν
5καὶ ἐπειδὴ μιμησάμενοι τοὺς ἐν Θερμοπύλαις τριακοσίους ἐκ τῆς Σπάρτης, τὴν τοῦ Ξέρξου πάλαι παραφυλάττοντας δίοδον, προ‐ κατειλήφεσαν οἱ τοῖς Βυζαντίοις προσκείμενοι τὰ περὶ τὴν Χρι‐ στούπολιν στενὰ, καὶ σὺν ἐπιμελείᾳ μὴ πάνυ τοι ἐῤῥᾳθυμημένῃ καθήμενοι παρεφύλαττον νύκτωρ ἅμα καὶ μεθ’ ἡμέραν, ὡς ἄβα‐
10τον ἐντεῦθεν τῷ βασιλικῷ τοῦ Καντακουζηνοῦ στρατῷ γίνεσθαι, διαμηνυθεὶς καὶ ὁ Χρέλης ἧκε Χριστουπόλεως ἔγγιστα, χεῖρα στρατιωτικὴν ἐπαγόμενος οὐ μικρὰν, συνεργήσων τε καὶ, τό γε εἰς δύναμιν ἧκον, ῥᾳδίαν ποιήσων ὁπώσποτε τῷ βασιλεῖ τὴν ἐς Θεσσαλονίκην πάροδον. (Ε.) Τούτων δ’ οὕτως ἐχόντων, οἱ
15μὲν ἐναπολειφθέντες ἦσαν ἐν Διδυμοτείχῳ μετὰ τῆς βασιλίδος Εἰρήνης καὶ τἀδελφοῦ Μανουὴλ τοῦ Ἀσὰν ἔνοπλοι στρατιῶ‐ ται καὶ ἱππεῖς πλέον ἢ πεντακόσιοι· στρατηγοὶ δὲ δύο μὲν, Μανουήλ τε ὁ Ταρχανειώτης, τῶν συγγενῶν ὑπάρχων τις τῷ βασιλεῖ, καὶ Γεώργιος ὁ Φακρασῆς· καὶ μετ’ αὐτοὺς ἕτεροι δύο.
20ὧν ἁπάντων τὴν καρτερίαν, καὶ τὴν περὶ τὰς ἐνοπλίους μάχας ἀνδρίαν καὶ ἐμπειρίαν, ἡ τῶν καθ’ ἕκαστα πράξεων μαρτυρία προϊόντος τοῦ λόγου δείξει σαφέστατα. οὕς γε μὴν ὁ βασιλεὺς ἑπομένους εἶχε, πρὸς ἣν ἀφηγεῖσθαι μέλλομεν ὑπερόριον ἐκστρα‐
τείαν, ἦσαν πλὴν τῶν ὅσοι τόξοις ἅμα καὶ σφενδόναις καὶ τοιού‐

2

.

628

τοις ἑκηβόλοις ἐχρῶντο βέλεσι, τῶν μὲν λογάδων ἱππέων οὐχ ἥτ‐ τους ἢ δισχίλιοι· τῶν δὲ συγγενῶν, καὶ τῶν ἄλλως εὐγενῶν ἀν‐ δρῶν, καὶ ἅμα ὁπόσοι τῆς σφῶν θεραπείας ἦσαν, ἐς τὸ ἔγγιστα τῶν πεντακοσίων ἀνῆγον τὸν ἀριθμόν. ὧν ἔκκριτοι πάντων ὑπῆρ‐
5χον μάλιστα οἵ τε δύο τοῦ βασιλέως υἱεῖς, Ματθαῖος καὶ Μα‐ νουήλ· καὶ μετ’ αὐτοὺς ὅ,τε τῆς βασιλίδος Εἰρήνης ἀδελφὸς Ἰωάννης ὁ Ἀσὰν καὶ ὁ τοῦ βασιλέως πρωτεξάδελφος Ἰωάννης ὁ Ἄγγελος. ὧν ἁπάντων τὴν ἐν τοῖς δεινοῖς μεγαλοψυχίαν, καὶ ὁπόσα χειρὸς καὶ γνώμης ἐνεδείξαντο μεγαλοφυοῦς ἔργα καὶ τρόπαια, ἐν
10τοῖς καθήκουσι τόποις προβαίνων ὁ λόγος δηλώσει καθ’ ἕκαστα.

2

.

631

αʹ. Λήγοντος δ’ ἤδη τοῦ ἔαρος, ἄρας ὁ βασιλεὺς Καντα‐ κουζηνὸς ἐκ τῶν τοῦ Νέστου ποταμοῦ ἐκβολῶν, κἀξ εὐωνύμων ἀφεὶς τοὺς τὰ στενὰ τῆς Χριστουπόλεως παραφυλάττοντας, διὰ τῆς ἄκρας τοῦ ὄρους τὰς οἰκείας διεβίβασε δυνάμεις· μακροτέρᾳ
5μὲν καὶ ἐπιπόνῳ χρησάμενος τῇ πορείᾳ διὰ τὰς δυσχωρίας τῶν τε πετρῶν καὶ φαράγγων καὶ τῶν ἐκ τῆς λόχμης ἐκείνης δένδρων
καὶ ἀκανθῶν· διεβίβασε δ’ οὖν, καὶ κατεστρατοπέδευσε περί

2

.

632

που τὰ ἱππήλατα τῶν Φιλίππων, ἔνθα πάλαι Βροῦτος καὶ Κάσ‐ σιος ἐπολέμησαν Ὀκταβίῳ Καίσαρι. (Β.) Διαναπαύοντι δ’ αὐ‐ τόθι τὴν στρατιὰν προσῆλθεν αὐτῷ καὶ ὁ Χρέλης, ἐγγυώμενος πάντα οἱ τὰ κατὰ βούλησιν ἄσμενος ἐκτελεῖν. ὁ δὲ φίλον μὲν
5ἔχειν αὐτὸν ἔλεγε βούλεσθαι· τῆς μέντοι συμμαχίας αὐτῆς χρείαν ἥκιστα ἔχειν ἐν τῷ παρόντι. ξυνενόει γὰρ αὐτὸν γλώττῃ μὲν ὁμολογεῖν αὐτῷ φιλίαν διὰ τὸν ἐνεστῶτα φόβον τῶν ὅπλων· τὴν δὲ γνώμην εἶναι μετέωρον καὶ καραδοκοῦντα σαφῆ καὶ αὐ‐ τοδίδακτα τῆς μάχης ὄψεσθαι τὰ τέλη. ὅθεν λόγοις καὶ αὐτὸς
10χρησάμενος πρὸς αὐτὸν φιλίαν μακρὰν ἐπαγγελλομένοις, ἐπὶ πολ‐ λαῖς τε δεξιωσάμενος ταῖς ἡμέραις, εἶτα ἀπέλυσε χαίροντά τε καὶ γείτονα χρηστὸν τοῦ λοιποῦ καὶ αὐτὸν ἐπαγγελλόμενον εἶναι. (Γ.) Αὐτὸς δὲ μικρὸν ἐκεῖθεν προβὰς εἷλε καθ’ ὁμολογίαν φρούριον Ῥεντίναν καλούμενον. δέον δ’ ὀλίγων ἐντὸς ἡμερῶν
15ἀπιόντα περιστρατοπεδεῦσαι τὰ τῆς Θεσσαλονίκης τείχη, καὶ περικροτῆσαι τῷ πλήθει τῶν ὅπλων καὶ τῇ ῥώμῃ τῶν ἀνδρῶν, καὶ ἐπιῤῥῶσαι μὲν τὸν ταύτης ἐπιτροπεύοντα τέως Συναδηνὸν, καὶ ὅσοι τούτῳ ταὐτὰ σπουδάζοντες ἦσαν ὑπὲρ αὐτοῦ, καταπλῆξαι δ’ ἐκ τοῦ αἰφνιδίου τοὺς τἀναντία κατ’ αὐτοῦ φρονοῦντας· ὁ δ’
20ἡμέραν ἐξ ἡμέρας παρακρουόμενος ἔτριβε τὸν χρόνον ἐνταῦθα καθήμενος, οὐ στρατιωτικὸν, ἀλλ’ ἴδιον τρόπον αὐτοῦ καὶ συνήθη κἀνταῦθα τελῶν. μηδὲ γὰρ ἐθέλων ὅλως ὁμόφυλον αἷμα χεόμενον τοῖς οἰκείοις θεάσασθαι ὀφθαλμοῖς ἀναίμακτον ἐζήτει
στῆσαι τρόπαιον. διὸ καὶ περιμένων ἐκάθητο τὴν τῶν Θεσσαλονι‐

2

.

633

κέων ἴσως διὰ φόβον ἑκούσιον καὶ ὑπόσπονδον προδοσίαν. μεταξὺ δ’ ὅμως εἷλε καθ’ ὁμολογίαν καὶ τὸ Μελενίκου πάνυ τοι ἐχυρὸν καὶ δύσμαχον φρούριον, Βυζαντίοις πάλαι προσκείμενον· καὶ τὸν τῆς βασιλίδος Εἰρήνης ἀδελφὸν Ἰωάννην ἐπίτροπον αὐτοῦ κατα‐
5λελοιπὼς διὰ μελέτης ἤδη πεποίηται τὰς δυνάμεις ἄγειν ἐπὶ Θεσσαλονίκην. (Δ.) Ἀλλ’ ἡ τοῦ χρόνου ταχίστη φορὰ βραδυ‐ τῆτα πραγμάτων οὐκ οἶδε φιλεῖν. ἐμοὶ γὰρ τῶν ζωγράφων ἐκεί‐ νους πολλάκις ἐπῄει θαυμάζειν, καὶ τῶν ἀνδριαντοποιῶν ὁπόσοι τῆς χρονικῆς περιόδου τὸ τάχος μιμεῖσθαι διὰ τῆς τέχνης ἐθέλον‐
10τες ἄνδρα ποιοῦσιν ὀπισθοφάλακρον μὲν ὡς ἐπίπαν, οὐ πάνυ δ’ ἀναφαλαντίαν, ἀλλὰ μέτωπον προϊσχόμενον λάσιον καὶ κό‐ μην ἐκεῖθεν μακρὰν καθειμένον. τἄλλα γὰρ ὄντες σοφοὶ μόνης λείπονται φωνῆς ἐνταῦθα· καὶ ταύτην δὴ ταῖς τῶν χρωμάτων ἥκιστα μιμεῖσθαι δύνανται βαφαῖς· ὅθεν σιγῶσαν οὑτωσί πως
15ἱστᾶσι νομοθεσίας εἰκόνα, καὶ ἀνεκλάλητον κήρυκα πᾶσιν ἀεὶ διανέμουσιν, οἷς ἐῤῥᾳθυμημένον τὸν βίον ἀνύειν οὐκ ἔστιν αἰδὼς, μονονουχὶ βοῶντες, ὡς κατόπιν ἰοῦσι τριχῶν οὐ παρέξει λαβὴν ὁ Καιρὸς, ἀλλ’ ὄλισθον καὶ ἀποτυχίαν τοῦ ποθουμένου μακρὰν, τῆς ἐμπροσθίας ἤδη τοῦ χρόνου λαβῆς παρεῤῥυηκυίας καὶ ὅλως
20ἀπηγορευκυίας ἅπαν τὸ ἁμιλλώμενον. (Ε.) Κἀνταῦθα τοίνυν οὑτωσὶ τῆς βραδυτῆτος ἐκείνης ἐκτεινομένης, ὑπωπτεύθη μὲν ὁ Συναδηνὸς τὰ βασιλέως φρονῶν· ὑπωπτεύθησαν δ’ οἱ περὶ αὐ‐
τὸν ἅπαντες στρατιῶται, καὶ ὅσον τῆς Θεσσαλονίκης τὸ ἔκκρι‐

2

.

634

τον, καὶ κινεῖται κατ’ αὐτῶν ὁ δῆμος ῥαγδαίως, καὶ γίνεται φόνος συχνὸς ἐξ ὁμοφύλων ξιφῶν ἐν εὐανδρούσῃ καὶ πολυαν‐ θρώπῳ πόλει. καὶ τάχ’ ἂν αὐτός τε ἐφθείρετο ὁ Συναδηνὸς καὶ σύν γε αὐτῷ πάντες οἱ ταὐτὰ φρονοῦντες αὐτῷ, εἰ μὴ τῶν τῆς
5πόλεως μίαν καθελόντες πυλῶν εἰς τὸ πρὸ τῆς πόλεως καταπε‐ φεύγεσαν φρούριον, ὃ Γυναικόκαστρον μὲν πρὸς τῶν ἐγχωρίων καλεῖται, ἀπέχει δὲ Θεσσαλονίκης σταδίους διακοσίους. (ϛʹ.) Καὶ ἦν τὸ τῆς ὥρας τηνικαῦτα περὶ τὰς τοῦ θέρους ἀρχάς. ἧκε δ’ εὐθὺς ἐκ Σεῤῥῶν καὶ ὁ Ἀρμένιος Γὴμ ἐς Θεσσαλονίκην, πολλὴν
10ἐπαγόμενος δύναμιν στρατιωτικὴν, καὶ ἀνεῤῥώννυεν ὅσον εἰκὸς τὸ τῆς πόλεως φρόνημα, κατενηνεγμένον ὑπὸ τῶν αὐτῇ περιστάν‐ των κινδύνων. τούτων δ’ οὕτως ἐχόντων, κατέπλευσε καὶ ὁ ναυ‐ τικὸς ἐκ Βυζαντίου στόλος παρὰ τὸ τῶν Θεσσαλονικέων ἐπίνειον, ναύαρχον ἔχων Ἀλέξιον τὸν Ἀπόκαυκον καὶ πλέον ἢ πεντήκοντα
15τριηρῶν ὅπλα καὶ δύναμιν, ὥσπερ ἐξ αὐτομάτου συμπεπτωκότων οὑτωσὶ τῶν πραγμάτων ἐπ’ εὐδαιμονίᾳ Θεσσαλονίκης. (Ζ.) Ἄρας δ’ ἐκ τῆς στρατοπεδείας ἐκείνης ἤδη καὶ ὁ βασιλεὺς ἧκε παρὰ τὸ Γυναικόκαστρον, καὶ ἥνωται τῷ τε Συναδηνῷ καὶ τοῖς ἀμφ’ αὐτὸν φυγάσι τῶν Θεσσαλονικέων στρατιωτῶν. κοινολογησαμέ‐
20νων δὲ πρὸς ἀλλήλους ὁπόσα εἰκὸς, ἐπειδὴ ἐμεμαθήκει τὸ τε‐ λευταῖον ὁ Συναδηνὸς, σκεύη μέν τινα χρυσᾶ τε καὶ ἀργυρᾶ, λί‐ θοις καὶ μαργάροις ὁμοῦ περιηνθισμένα, ἐπιφερόμενον τὸν βα‐ σιλέα, χρημάτων δ’ οὐδὲν, ὁπόσα στρατιώταις εἰσὶν ἐφόδια πρό‐
χειρα πρὸς διανομὴν καὶ λῆψιν τῶν ἐπιτηδείων, πρύμναν τε

2

.

635

ἐκρούσατο καὶ τὴν γνώμην εὐθὺς μετέθετο, ἐς ἀπόγνωσιν τὸν οἰ‐ κεῖον πίπτοντα βλέπων στρατὸν ὑπ’ ἐνδείας τῶν ἀναγκαίων, καὶ ἅμα γραφαῖς καὶ χρημάτων καὶ τιμῶν ὑποσχέσεσιν ἐνδιδόντας, ὁπόσαι λάθρα καὶ συχνὰ πρὸς τοῦ Ἀποκαύκου σφίσιν ἐπέμποντο.
5καὶ ἦν καιροφυλακῶν ἐξ ἐκείνου καὶ ὥραν ζητῶν, ἐν ᾗ ἂν ῥᾷστα συνειληφὼς αὐτὸν δέσμιον παραδοίη τῷ Ἀποκαύκῳ. οὕτως ἀμ‐ φιῤῥεπὴς καὶ ἄστατος ἦν τὴν γνώμην ἀεί. βʹ. Θέρους μὲν οὖν ἐνειστήκει καιρὸς, καὶ ὁ Συναδηνὸς Θεόδωρος ἐπιβουλεύων πεφώραται· καὶ ἅμα θόρυβος ἀνὰ πᾶν
10τὸ τοῦ βασιλέως στρατόπεδον ἦν, καὶ ὑποψίαι καὶ ἁρπαγαὶ κατ’ ἀλλήλων καὶ δι’ ἀλλήλων, καὶ ἀτέκμαρτος ἀκοσμία. ἤδη γὰρ καὶ ἡ τῆς τοῦ Ἀποκαύκου στρατιᾶς παρεδείκνυτο ἔφοδος. καὶ τάχ’ ἂν πρόχειρος τοῦτο ἦν ᾅδης τῷ βασιλεῖ τηνικαῦτα καὶ τε‐ λευταῖος ἥλιος, εἰ μὴ τοῦ προφανοῦς αὐτὸν ὑπὲρ ἐλπίδα πᾶσαν
15ὁ θεὸς ἐξείλετο κινδύνου. τοῦτον γὰρ ἐκ μέσης ψυχῆς ἐπικαλεσά‐ μενος, καὶ ἅμα θαῤῥεῖν ἑαυτῷ παρακαλεσάμενος, τὸ ἀνακλητι‐ κὸν τὰς σάλπιγγας ἐκέλευσεν ἀνακρούσασθαι· καὶ συνέῤῥει τὸ στρατιωτικὸν περὶ αὐτὸν εὐθὺς, ὅσοι μὴ δι’ ἀσθένειαν λωποδύ‐ ταις ἄλλοι ἄλλοις ἐν τοσαύτῃ περιπεσόντες συγχύσει γυμνοὶ διε‐
20σπάρησαν ἄλλοι ἄλλοσε. (Β.) Ἐπεί γε μὴν ὁ βασιλεὺς ἐθεᾶτο περὶ αὐτὸν τῆς δυνάμεως τό,τε πλεῖστον καὶ βέλτιστον ἀθροι‐ ζόμενον, εἰς τάξεις διῄρει καὶ φάλαγγας, καὶ διέταττεν εἴς τε τὸ δεξιὸν καὶ τὸ εὐώνυμον κέρας· τὰ μέσα τῆς φάλαγγος οὐ το‐
σοῦτον εἰς βάθος, ὅσον εἰς μῆκος ἐκτείνων λεπτότερον, διὰ τὴν

2

.

636

ὀλιγανδρίαν· καὶ τούτοις ἐπιστήσας στρατηγοὺς Ἰωάννην τὸν Ἄγγελον, καὶ ὅσοι αὐτῷ παραπλήσιοι τήν τε πολέμιον πεῖραν καὶ τὴν τοῦ γένους ἦσαν ἐγγύτητα, τὴν τῶν ἐναντίων ἵστατο περι‐ μένων ἔφοδον. ἀντιπαρετάττετο μὲν γὰρ ἐκ θατέρου καὶ ὁ Ἀπό‐
5καυκος. εἰς χεῖρας δ’ ὁμόσε ἰέναι σφίσιν οὐ μάλα ἐτόλμα, τοὺς περὶ τὸν βασιλέα βλέπων ὁπλίτας πολὺν τὸν ἐν τῇ μάχῃ θυμὸν πνέοντας καὶ ἅμα τὴν ψυχὴν ἐξ ἀπογνώσεως ἑτοίμως ἔχοντας ἀφιέναι. (Γ.) Ὅθεν ἠρέμα συστραφεὶς ἀπῄει συντεταγμένος τὴν ἐπὶ Τριβαλλοὺς ὁ βασιλεὺς, τοῦ προδήλου κακοῦ τὸ ἀμφισβητού‐
10μενον προελόμενος. τῶν γὰρ ἀλλοφύλων ἐνίοις ἴσμεν πολλάκις τὴν ἐκ περιστάσεως ἑκούσιον καταφυγὴν δυσωπητικωτέραν πως γινομένην πρὸς οἶκτον, νέμεσιν ἴσως δεδιόσι δήπου θειοτέραν καὶ ἀνθρωπίνην αἰδῶ· ἣ φύσιν ἀπόῤῥητον ἔχει τινὰ, πείθειν τοὺς πλείστους ὁπώσποτε δυναμένην, τοὺς προηυτυχηκότας οἰ‐
15κτείρειν, ὅταν ὁ βίος αὐτοῖς ἐς τἀναντία χωρήσῃ, καὶ μὴ ἐν τῷ φθονουμένῳ τῆς τύχης ἀσαλεύτους ἔχῃ τὰς ἁβρὰς κρηπῖδας. τὸ δ’ ὁμόφυλον, ἅπαξ τοῦ εἰκότος ἀποῤῥαγὲν, ἀνήκεστον ὡς τὰ πολλὰ καθίσταται πρὸς ὀργὴν καὶ χύσιν αἵματος συγγενοῦς. (Δ.) Σπουδῇ τοίνυν τὴν πρόσω διαβὰς πορείαν ἐκεῖ που περὶ
20τοὺς ὅρους, οὓς ἡ κακοπραγία Ῥωμαίων ἀφελομένη παρέσχετο Τριβαλλοῖς, τὴν νύκτα πᾶσαν ηὐλίσατο, ἐκεῖνο τὸ Λεωνίδου τοῦ Σπαρτιάτου, τοῦ ἐν Θερμοπύλαις, πρὸς τοὺς οἰκείους ἀντι‐
στρόφως φθεγξάμενος· „δεῦτε δειπνήσωμεν, ἵνα ἐν ᾅδου ἀριστή‐

2

.

637

σωμεν“. τῇ γε μὴν ὑστεραίᾳ πέμπει τοὺς τὸν Κράλην Σερβίας τὴν ταχίστην διδάξοντας τῆς συμπεσούσης τύχης τὴν τραγῳδίαν καὶ πρὸς οἶκτον κινήσοντας ὅσον εἰκὸς, ἀναμνησθέντα τοῦ τῶν ἀνθρωπίνων πραγμάτων ἀπίστου καὶ ἀβεβαίου· καὶ ὡς ἀδήλους
5καὶ ἥκιστα ὡρισμένας ἔχει ταυτὶ τὰς ἐφόδους καθ’ ὧν πορεύεται· καὶ ὡς χρὴ περὶ τῶν κακοπραγούντων ὁπώσποτε βούλεσθαι τοὺς εὐπραγοῦντας ἀεὶ τὰ προσηνῆ καὶ χρηστὰ, δεδιότας τοὺς ἀφα‐ νεῖς τοξότας τῆς τύχης καὶ τὰς τῶν ἄλλοτ’ ἄλλως ἐρχομένων συμφορῶν λαβυρίνθους, τῶν πραγμάτων ἀεὶ συμφυὲς τὸ ἀπροσ‐
10δόκητον πέρας μᾶλλον ἐχόντων, ἢ τὸ προσδοκώμενον, καὶ τὸ ἀτυχὲς μᾶλλον ἢ τὸ ἐπιτυχές. ἀλλά τις τῶν ἄγχιστα Ῥωμαίοις τὴν δίαιταν ποιουμένων ἐκεῖ Τριβαλλῶν, προλοχίσας τινὰς τῶν οἰκείων παρὰ τὴν ὁδὸν, χειροῦται τοὺς πρέσβεις, καὶ σφᾶς τὴν ταχίστην κομίζει τῷ Ἀποκαύκῳ δῶρον ποθούμενον· καὶ στοργὴν
15ὁμοῦ καὶ φιλοφροσύνην πολλὴν εὑρηκὼς διὰ τοῦτο μετατίθησιν εὐθὺς καὶ σχῆμα καὶ δίαιταν ἐκεῖνος ἐκ Τριβαλλῶν ἐς τὰ τῶν Ῥωμαίων ἤθη. (Ε.) Τούτου δ’ οὕτως συνενεχθέντος, ἦν τις τῶν ἐνδόξων Τριβαλλῶν, τῆς χώρας ἡγεμονεύων καὶ ἄκρας ἐκεί‐ νης, Λιβέριος ὄνομα. τούτῳ φιλία τις ἦν ἐκ παλαιοῦ πρὸς βα‐
20σιλέα· ἧς ὁ βασιλεὺς ἐπὶ καιροῦ νῦν εἰς ἀνάμνησιν ἰὼν ἔπεμψεν εὐθὺς αὐτῷ δεξιὰν καὶ λόγους, ὁποίους καὶ ὅσους ἡ χρεία καὶ ὁ καιρὸς ἀπῄτει· καὶ ἅμα συνταξάμενος ὥδευε τὴν ἐπὶ τὸν Κρά‐
λην Σερβίας, ὁπλίτην τε ἐπαγόμενος τὸν οἰκεῖον στρατὸν, θεῷ

2

.

638

δὲ καὶ ἀδήλοις ἐλπίσι τὰ κατ’ αὐτὸν ἐπιτρέψας. πολὺς γὰρ αὐτῷ πανταχόθεν ἐπήρτητο τοῦ συρφετώδους ὄχλου καὶ ἀγροικικοῦ, λάθρα καὶ λαμπρῶς ἐπιτιθεμένων ἄλλοθεν ἄλλων, κατὰ διαστή‐ ματά τε καὶ συστήματα, καὶ τὴν οὐραγίαν ἀκρωτηριάζειν πειρω‐
5μένων καὶ τῶν σκευοφόρων ἔνια διαρπάζειν. τὰ πλεῖστα γὰρ τολ‐ μῶσι (φάναι) γίνεται δεινὰ,
Ὅταν δι’ ἐχθρᾶς ποὺς ἀμείβηται χθονός. (ϛʹ.) Ἀλλὰ πρὶν ἡμέρας ὅλης ὁδὸν ἀνύσαι, σπεύσας ὁ Λι‐ βέριος ὑπήντησεν αὐτῷ παρὰ τὴν ὁδὸν, καὶ χειρὶ καὶ γνώμῃ καὶ
10πάσῃ προθέσει δεξιωσάμενος τῆς ψυχῆς, καὶ ἐφ’ ἡμέραις συ‐ χναῖς ξενίσας, ἀνέπαυσέ τε καὶ λόγοις ἀνέῤῥωσε φιλανθρωπο‐ τέροις, ἀθυμίας μακρᾶς ἐμβριθέσι ῥοθίοις περιαντλούμενον φρό‐ νημα. ὅ γε μὴν βασιλεὺς τὸν ἐνόντα καὶ αὐτὸς ἀντιφιλοτιμούμε‐ νος τρόπον ἠμείβετό τε καὶ δαψιλέστερον ἐξ ὧν ἐπεφέρετο λι‐
15θοκολλήτων σκευῶν αὐτῷ καὶ ἀργυρωμάτων ἀντεχαρίζετο, καὶ ἅμα τὸν υἱέα Μανουὴλ ἐπηγγέλλετο δώσειν ἐπὶ θυγατρὶ γαμβρὸν, εἰ πάντα βοηθήσειε τρόπον αὐτῷ καὶ τὰ πρὸς τὸν Κράλην Σερ‐ βίας εὔοδα θείη, διαλλακτὴς αὐτὸς καταστάς. ὁ δὲ παρόντα θεώμενος ἤδη καὶ τὸν τοῦ βασιλέως υἱὸν, καὶ τῆς τε ἐπανθού‐
20σης τῷ ἤθει χάριτός τε καὶ ἀστειότητος καὶ ἅμα τῆς ἀγχινοίας θαυμάζων, ὅτι πολλῷ τινι μέτρῳ ταύτην ἐπλούτησε πρεσβυτέ‐ ραν ἢ κατὰ τὴν τῆς ἡλικίας ἀκμὴν, σφόδρα τε ὑπερήσθη τῷ λόγῳ καὶ μάλα τοι ἄσμενος ὑπεδέχετό τε καὶ ἀντεπηγγέλλετο
πάντα πάνυ προθύμως πράσσειν τὰ κατὰ γνώμην, καὶ εἰ δέοι

2

.

639

κινδύνους μακρούς τε καὶ ὑπερβάλλον τὸ μέγεθος κεκτημένους ὑφίστασθαι. (Ζ.) Καὶ μὲν δὴ βεβαίοις καὶ ἀσφαλέσι τοῖς πρὸς τὸν Κράλην αὐτοῦ γράμμασιν ἐφοδιασθέντι, καὶ παραπομποὺς τοὺς ἀποχρῶντας παρειληφότι, πεντεκαιδεκαταίῳ συμπέπτωκεν
5ἐς τὸ τῶν Σκοπίων ἀφικνεῖσθαι πολίχνιον· οὗ τῶν κρασπέδων ἅπτεται παραῤῥέων ὁ ποταμὸς Ἀξιὸς, ἐξ ὀρῶν τῶν αὐτῶν τῷ Στρυμόνι ῥηγνύμενος· ὃς οὐχ οὕτω μέγιστος ὢν ἐκ πηγῶν εὐθὺς, ἀλλ’ οὖν ἐς τὸ κάταντες ἰὼν, καὶ πλείστοις ἄλλοις ποταμοῖς καὶ χειμάῤῥοις τὸ ῥεῦμα κοινούμενος, καὶ ἐς Βαρδάριον μετατιθέ‐
10μενος τοὔνομα, ἐνίοτε καὶ ναυσίπορος ἐνιαχοῦ καθίσταται. (Η.) Ἐνταῦθα δὴ καταλύσασιν ἱκανός τις ἔδοξεν εἶναι ὁ χῶ‐ ρος, ἀθυμίᾳ βαθείᾳ καὶ πόνῳ μακρῷ βεβαπτισμένον ξενίσαι στρατὸν, εἰ καὶ ἥκιστα πάνυ τελέως, ἀλλ’ οὖν οὐδὲ πάνυ τοι ἧττον ἢ τελέως. εἰ γὰρ καὶ ἡδὺν τῷ πεινῶντι πάντα τινὰ ἄρτον
15εἶναί φασιν, ἀλλ’ οὖν καί σφισι τέως τό γε ἀλλοφύλοις ἄγεσθαι νεύμασι, προσηνέσι δ’ ὁπωσδηποτοῦν, ἡδύ τι καὶ φιλάνθρωπον ἐνομίζετο. τὸ γὰρ ἐν ὅροις ὑπερορίοις ἀπηρτημένους τοσοῦτον, καὶ τῶν οἰκείων ὄντας ἐκδήμους οὐ μάλα ἐθέλοντας, εὐσεβέσιν ἀν‐ δράσι περιτυχεῖν, καὶ καταγωγίοις οἱοισδήτισι ξενισθῆναι, ὅμοιον
20ἦν, ὥσπερ ἂν εἰ ἐκ ναυαγίου μεγάλου καὶ κλύδωνος ἀπροσδο‐ κήτῳ προσεσχηκέναι συνέβη λιμένι τινί. τὸ γὰρ βοσκηματῶδες ἦθος ἐκεῖνο καὶ ὄρειον, καὶ τὸ τῆς γλώττης καὶ γνώμης ἀπαί‐
δευτόν τε καὶ βάρβαρον, ἡ τῆς διαίτης εἰρηναία καὶ ἔνσπονδος

2

.

640

ἔκρυπτεν εὔνοια, μάλα τοι ἐν ἀνάγκης παραφανεῖσα καιρῷ, τὸ πάνυ βραχὺ τῆς εὐθυμίας πάνυ τοι πολλαπλάσιον δρῶντι περι‐ φανῶς. (Θ.) Ἐνταῦθά γε μὴν κατὰ χώραν αὐθημερὸν κατα‐ λελυκότα τὸν βασιλέα ἐντυχεῖν ἐς τὰ ἐνδότερα τῶν Τριβαλλῶν
5μετὰ τὴν ὑστεραίαν τῷ Κράλῃ γεγένηται, καὶ ἀσπασμοὺς τοὺς προσήκοντας ἀλλήλοις ἀντιδοῦναι βασιλικῶς ἑκάτερον ἑκατέρῳ, καὶ χάρισι χάριτας, καὶ ὅσα εἰκὸς ἐν φιλοτιμίαις καὶ φιλοφρο‐ σύναις τοιαύταις ἀλλάξασθαι, εἰ καὶ μὴ ὁμοίως ἑκατέρωθεν με‐ γαλοπρεπέσιν. χαρίζεται μὲν γὰρ ὁ βασιλεὺς τῷ τε Κράλῃ καὶ τῇ
10συζύγῳ πολυτελῆ τινα κειμήλια τῶν αὐτοῦ θησαυρῶν· ἀντιδί‐ δωσι δ’ ὁ Κράλης τῷ τε βασιλεῖ τὰ εἰκότα, καὶ ἅμα νομὰς, καὶ διαίτας, καὶ καταγώγια, καὶ ὅσα πρὸς τὸ ζῇν ἐστιν ἐπιτήδεια τῷ τοῦ βασιλέως στρατῷ, γλισχρῶς μὲν καὶ σμικροπρεπῶς, καὶ κατὰ τὸ σύντροφον ἔθος. ἔσχε δ’ οὖν ὅμως οὕτω ταυτί.
15 γʹ. Καὶ ἦν ὁ καιρὸς τηνικαῦτα περὶ τὰς τοῦ Ὠρίωνος ἐπιτο‐ λάς· καὶ δεκαμηνιαῖον ἐνταυθοῖ τοῦ λοιποῦ συνελόντι φάναι τὸν πάντα διέτριψε χρόνον· ἐν ᾧ πολλῆς ὁ τούτου στρατὸς πεπείρα‐ ται δυσχερείας, κατά τε τὴν δίαιταν, καὶ ὁπόσα δεῖ τοῖς ἐν ἀλ‐ λοτρίᾳ τὸν βίον ἀνύουσι γῇ. ἐνδείᾳ γὰρ πιεζόμενοι χρημάτων οἱ
20πλεῖστοι πάνθ’ ὑφίσταντο τὰ χαλεπώτατα. ὅσοις μὲν οὖν ἄηθες τὸ πάσχειν ὑπῆρχε κακῶς, δυσκαρτέρητος ἦν ὁ τόπος· καὶ ὁ χειμὼν ἐκεῖνος τοῦ βίου συχνοὺς ἀπήνεγκεν. οἷς δὲ σύντροφον ἦν ἐκ πολλοῦ τὸ λιτὸν τῆς διαίτης, καὶ τό γε κατὰ τοὺς πάλαι Σπαρ‐
τιάτας ἐκείνους ἀρκεῖσθαι μάζῃ καὶ ὕδατι, καὶ προσταλαιπωρεῖ‐

2

.

641

σθαι τοῖς ὅπλοις νύκτωρ καὶ μεθ’ ἡμέραν, τούτους οὐ μάλα ἐξέπληττεν ὅσα φέρει δεινὰ τὸ τῆς ἀλλοτρίας ἄηθες γῆς· ἀλλ’ ὃ τοὺς ἄλλους ἐποίει ταλαιπωρεῖν, σφίσι βίος ἦν ἀταλαίπωρος. οὕτω ῥᾴδιον ἡ συνήθεια καὶ κοῦφον καὶ οὐ σφόδρα ἐπίπονον·
5ὥστε καὶ εἴ τις, ἐκ προθέσεως ἀγαθῆς ὡρμημένος, τὸν ἄριστον ἕλοιτο βίον, ἀταλαίπωρον ἂν εἶναί οἱ εὐθὺς τοῦ λοιποῦ βίον τε ἀνύειν ἀνώδυνον καὶ ἡδονὴν ἀθάνατον ἐν θνητῷ κτᾶσθαι σώ‐ ματι. (Β.) Ἐγὼ δ’ ἐνταυθοῖ τῆς ἱστορίας γενόμενος ἐβουλό‐ μην λεπτομερεστέραν τινὰ ποιήσασθαι τὴν ἀφήγησιν, καὶ δημη‐
10γορίας ἐκθεῖναι τοῦ βασιλέως, ἅς τε πρὸς τὸν Κράλην πεποίηται καὶ ἃς πρὸς τὸν οἰκεῖον στρατὸν ἐν καιροῖς τοῖς ἀνήκουσι, καὶ ἃς πρὸς αὐτὸν ἐκεῖνοι. δεῖν γὰρ ὡς τὰ πολλὰ καὶ πράξεσι λόγους καὶ λόγοις πράξεις πανταχῆ παρεζεῦχθαι· μὴ μόνον ὅτι ψυχῆς εἰκόνες ἀμφότερα καὶ τῆς ἐν αὐτῇ κατοικούσης γνώμης καὶ γνώ‐
15σεως αὐτάγγελοι κήρυκες, κἀντεῦθεν χρῆναι σαφεστέραν τὴν τῶν ἱστορουμένων προσώπων καὶ πραγμάτων γίνεσθαι δήλωσιν διὰ τῶν τοιούτων· ἀλλὰ καὶ ὅτι σκιαγραφία τίς ἐστι τῶν πράξεων ὁ λόγος· καὶ τούτων μὲν οὗτος ἡγεῖται· τούτου δ’ αὗται κατόπιν ἔρχονται. ἀλλ’ ἐπειδήπερ ὁρῶμεν ἐνίους τῷ πλείονι μέρει τῆς συγ‐
20γραφῆς ἐν ταῖς δημηγορίαις καταχρωμένους, διὰ τὸ μάλιστα πάντων ἐν ταύταις ἔχειν τὴν τῆς ῥητορικῆς ἐνδείκνυσθαι δύναμιν καὶ τὸ τῆς σφῶν σοφίας φιλότιμον, ὡς συμβαίνειν ἐντεῦθεν τὸ πάρεργον μεῖζον τοῦ ἔργου καθίστασθαι, τὴν μέσην ἡμεῖς βα‐
δίζειν ἐκρίναμεν δεῖν. ἐπανιτέον τοιγαροῦν ὁπόθεν εἰς ταῦτα ἐξέ‐

2

.

642

βημεν. (Γ.) Τοῦ γάρ τοι βασιλέως τῷ Κράλῃ συνόντος καὶ συνδιαιτωμένου, οὐκ ἦν ἀμελεῖν οὐδαμῆ Βυζαντίοις τῶν κατ’ ἐκείνου ἐπιβουλῶν· ἀλλὰ δόλοις δόλους συνέῤῥαπτον, καὶ μυ‐ ρίους ἀεὶ θανάτους ἐξήρτυον κατ’ αὐτοῦ. πέμπουσι τοίνυν ἐς μὲν
5τοὐμφανὲς πρέσβεις ἀπαγγελοῦντας περί τε κήδους ὅσα ἐξείη, καὶ δυοῖν αἱρέσεων προτεθεισῶν βασιλέως ἕνεκα, ὁποτέρᾳ προσθεῖ‐ ναι βούλοιτο δηλοῦν, ἢ δέσμιον τουτονὶ μετὰ τῆς ζωῆς δηλαδὴ, ἢ τὴν αὐτοῦ κεφαλὴν ἀφελόντα τοῦ σώματος ἐν Βυζάντιον μη‐ δὲν μελλήσαντα πέμπειν ὡς τάχιστα· ἥξειν τε γὰρ κατόπιν εὐθὺς
10αὐτῷ τήν τε θυγατέρα τῆς βασιλίδος, νύμφην ἐπὶ τῷ ἐκείνου παιδὶ, καὶ ἅμα τὴν τῶν μέχρι Χριστουπόλεως ἐκεῖθεν χωρίων καὶ πόλεων ἔγγραφον κυριότητα· ὡς γίνεσθαι μίαν λοιπὸν ἀρχὴν αὐτῷ συνεχῆ τὴν ἐκ Δαλματίας καὶ Ἰλλυρίδος, καὶ ὅσα μεταξὺ τῶν πρὸς ἕω τοῦ Ἰονίου κόλπου ψαύει πλευρῶν, ἄχρι Φιλίππων
15καὶ Χριστουπόλεως. (Δ.) Καὶ τὰ μὲν τῆς πρεσβείας καὶ προ‐ φανῆ τοιαῦτ’ ἦν. ἃ δὲ κρύφα συχνὰ καὶ πολύτροπα προσεπέμ‐ πετο φάρμακα, ὁπόσα τὸ θανάσιμον εἶχεν ἐμφωλεῦον, ὀξύ τε καὶ δυσκαρτέρητον, Μιθριδάτου τινὸς ἐδεῖτο σαφέστερον ἀρι‐ θμεῖν· ὃς τὴν ἐκ Παφλαγονίας ἔχων ἀρχὴν, ὁπόση διὰ Κολχίδος
20καὶ Λαζικῆς καὶ τῶν Καυκασίων ὀρῶν ἐρχομένη, καὶ παραλ‐ λάττουσα Τάναϊν καὶ Μαιῶτιν, διήκει μέχρι καὶ ἐς Σκύθας τοὺς ἑσπερίους, καὶ πολέμιον κτησάμενος τὴν πάλαι Ῥωμαίων ἀκμὴν,
καὶ δεδιὼς μὴ ζῶν ἁλώσιμος τῇ Πομπηΐου γένηται χειρὶ καὶ τύχῃ,

2

.

643

πάντων ἐπειρᾶτο φαρμάκων, καὶ πάντων ἐζήτει τὸ κράτιστον καὶ ταχύτατον εἰς τὴν χρειώδη τοῦ βίου ἀπαλλαγήν. ὃ τοίνυν ἐκεῖ‐ νος ἐτόλμα καθ’ ἑαυτοῦ, τοῦτ’ ἔδρων ἐπιεικῶς οἱ Βυζάντιοι κατὰ τοῦ βασιλέως, μήτε μηδενὸς τῶν δηλητηρίων φαρμάκων,
5μήτε μηδεμιᾶς φειδόμενοι τῶν ἐπιβουλῶν, ὁπόσαι τε τοῖς πάλαι εὕρηνται δεινοῖς τὴν κακίαν καὶ ὁπόσαι τοῖς νῦν διὰ τὴν τοιαύ‐ την ἐπινενόηνται χρείαν. (Ε.) Θαυμάσαι δ’ ἄν τις, ὅπως ἅπαντ’ αὐτόθεν ἠλέγχετό τε καὶ ἄπρακτα ἦν, τοῦ θεοῦ τὸν ἄνδρα φυ‐ λάττοντος ἀπαθῆ καὶ πάντων ἀνώτερον· οὐκ οἶδ’ ὁπότερον, εἴτε
10τὴν ἄδικον καταδίκην, ἣν οἱ Βυζάντιοι καθάπαξ ἐψηφίσαντο κατ’ αὐτοῦ, καὶ ὧν ἐζημίωται πολυειδῶν καὶ ποικίλων χρημά‐ των, ἃ προσῆν ὑπὲρ ἀριθμὸν τουτωῒ, μακρόθυμον ὑπομονὴν ἀποχρῶσαν ἡγουμένου πρὸς βάσανον γνώμης, περὶ ἣν τὸ κριτή‐ ριον ἅπαν τῆς θείας ταλαντεύεται δίκης· εἴθ’ ὅτι μάλιστα πάν‐
15των αὐτὸς ὑβριζόμενος οὔτε μὴν ἀνθύβριζεν ἐς τὸ παρὸν, οὔτ’ εἰς τὸ μέλλον ἠπείλει, κότον ἴσως ἔχων ὄφρα τελέσσῃ· ἀλλ’ ἐκή‐ δετο μάλιστα τῆς τῶν ὑβριζόντων καὶ πολεμούντων σωτηρίας ἅπαντα τρόπον, καθόσα φιλία δίδωσιν ἀκραιφνής. (ϛʹ.) Καὶ ἵν’ ἐκ πολλῶν μέτρια παραθῶμεν ἐνταυθοῖ· τοσαύτην εἶχε τὴν τῶν
20κακῶν ἀμνηστίαν, ὥστ’ ἐν τοσούτοις συνειλημμένος κινδύνοις, καὶ οἷον εἰπεῖν ἐν ᾅδου βεβυθισμένος γαστρὶ, μεμνῆσθαι τῷ ἱε‐ ρεῖ παρεκελεύετο πρῶτον μὲν Ἄννης τῆς βασιλίδος ἐν ταῖς ἱεραῖς
ὑμνῳδίαις, δεύτερον δὲ τοῦ ταύτης υἱέως, καὶ τρίτον αὐτοῦ

2

.

644

μετὰ τῆς ὁμοζύγου βασιλίδος Εἰρήνης· καὶ ταῦτα ἐν ἀλλοτρίᾳ ὢν δυναστείᾳ καὶ γῇ, καὶ μηδ’ ἐλεύθερον ἀέρα δυνάμενος ἀνα‐ πνεῖν. οὐ μόνον δ’, ἀλλὰ καὶ ὅπουπερ ἂν ἀλλαχῆ πανταχῆ δι’ εὐφήμου τῆς μνήμης τὸ οἰκεῖον ἤλπιζεν ὄνομα δύνασθαι φέρε‐
5σθαι, κἀκεῖ προηγεῖσθαι τῆς βασιλίδος Ἄννης τοὔνομα καὶ πρός γε τοῦ ταύτης υἱέως μεθ’ ἁπάσης ἐκέλευε γνώμης καὶ προαιρέ‐ σεως· ὥσπερ ἄρα καὶ πρὸς Αἰτωλούς τε καὶ Θετταλοὺς τὸν Ἄγγε‐ λον ἀποστέλλοντι Ἰωάννη, ὥσθ’ ἑκόντων ἄρχειν αὐτῶν, ὡς προϊόν‐ τες ἐροῦμεν πλατύτερον, προὔργου γέγονε διακελεύεσθαί τε καὶ
10παραγγέλλειν τούτου γε εἵνεκα μάλιστα πάντων, καὶ μὴ πρότερον μεθιέναι, πρὶν αὐτὸν τελεσιουργὰ τὰ τοιάδε πρὸ παντὸς ἐπαγγεί‐ λασθαι δρᾷν παραγγέλματα. εἴσεται δὲ πάντως ἐς τὸ ἀκριβὲς, ὃς ἂν ἐντύχῃ ζητήσας τῷ πρὸς αὐτὸν θεσπίσματι, ταῦτά τε καὶ ὅσα τούτοις προστίθησιν ὅμοια, τῇ βασιλείᾳ Ῥωμαίων πᾶσαν
15νέμειν αἰδῶ καὶ εὐλάβειαν διὰ βίου κελεύων. (Ζ.) Τοῦθ’ ἱκα‐ νὸν ἔγωγε μόνον καὶ ἀποχρῶν ἥγημαι, τῶν ἄλλων ὁπόσα τὴν ὁμοίαν τοῦ ἤθους εὐγένειαν ἔχει σιωπωμένων, ἅπαντας πείθειν, οἷς νοῦ καὶ φρονήσεως μέτεστιν ὁπωσοῦν, θειοτέρᾳ προνοίᾳ διοι‐ κεῖσθαι τὰ πάντα, καὶ μηδαμῆ κατὰ τὸ αὐτόματον φέρεσθαι,
20μηδ’ ἀπὸ τύχης τινὸς, μήτε μηδὲν τῶν ἁπάντων ἕτερον, μήτε τὴν τούτου πρὸς τὴν βασιλεύουσαν πόλιν ἀναίμακτον εἴσοδον καὶ τὴν τῶν βασιλικῶν ἀντίληψιν θρόνων, οὕτω μακροὺς καὶ πολυειδεῖς καὶ θανάτου φάναι γείτονας νενικηκότι κινδύνους· ἀλλ’
αὐτῷ μὲν ἀμοιβὴν τῆς μακρᾶς καρτερίας, πᾶσι δ’ αὖ ἐλπίδων

2

.

645

ἔρεισμα χρηστῶν, οἷς ἡ γνώμη τὴν τῶν δεινῶν καρτερίαν πέρας εὐγενὲς ἐκδέξεσθαι ὑπισχνεῖται. (Η.) Εἰ γὰρ πάντα καθ’ ἕκαστα βουληθείημεν ἀφηγεῖσθαι, ὁπόσα πέπρακται μὲν ἐπίβουλα κατ’ αὐτοῦ τοῖς ἐχθροῖς, καὶ ὁπόσοι φιλίας ὑποκριταὶ, πάντων δ’
5ὑπέρτερος πρὸς τῆς ἄνωθεν ἦν τηρούμενος δεξιᾶς, δέδια μή τις φιλίας με γράψηται πρὸς τὸν ἄνδρα μακρᾶς τῶν ὅσοι γυμνά‐ σιον ἕτεροι γλώττης ποιοῦνται τὴν τῶν ἔν γε τῷ παρόντι γινομέ‐ νων συγγραφικὴν ἀφήγησιν ἡμῖν γε παραπλησίως. εἰ γάρ τις τῶν ἔξωθεν τοῦ τὰ τοιάδε συγγράφειν ἑστὼς γυμνασίου, καθάπερ τις
10Ἑλλανοδίκης καὶ ἀπαθὴς ἀθλοθέτης, ἐθέλοι σκοπεῖν, ὄψεται μὲν τοὺς ἄλλους ὀργῇ καὶ θυμῷ στρατηγουμένους καὶ γράφον‐ τας παρὰ τοσοῦτον πάθους ἐκείνους οὐ μάλα ἐκτὸς, παρόσον ἀληθείας οὐδ’ ὅλως ἔμεγε ἐκτός. (Θ.) Οὐ γὰρ λελείψεταί μοι τῶν πάντων ὥσπερ οὐδὲν τῶν ἐπαινουμένων, οὕτως οὐδὲ τῶν
15ψεγομένων οὐδὲν, εἴ τι καὶ τούτῳ σαφῶς ἀνθρώπῳ γε ὄντι ἡμάρ‐ τηται, εἴτε κατὰ γνώμην καὶ βούλησιν, εἴτε κατ’ ἄγνοιαν, εἴ‐ τε καὶ τῆς τοῦ χρόνου τε καὶ τῶν ἀναγκαίων βιαζομένης πραγμά‐ των φορᾶς. πάντων γὰρ τούτων μόνα τὰ κατὰ γνώμην καὶ βού‐ λησιν ἔχει τὸ κράτος τῶν ψόγων καὶ τῶν ἐπαίνων. ὅσα δὲ ῥεού‐
20σης τό γε δοκεῖν αὐτομάτως καὶ λόγων τῶν προσηκόντων τῆς τύ‐ χης ἐκτὸς, καὶ νῦν μὲν τὸ εὔδαιμον χορηγούσης τοῖς γινομένοις ὅλῃ δεξιᾷ καὶ δρόμοις ἀσχέτοις, νῦν δὲ τῆς εὐθείας ἀποπλανώ‐ σης, καὶ πρὸς κρημνοὺς ὁδηγουμένης ὁμοῦ καὶ σκοπέλους ἀτοπη‐
μάτων, καὶ πράγματα θρήνων μεστὰ καὶ δακρύων μακρῶν προ‐

2

.

646

ξενούσης, οἷς κακοπραγεῖν πρὸς τῆς ἀγούσης τὰ πάντα προνοίας νενομοθέτηται, ταῦτα δ’ οὔτ’ ἂν αὐτὸς ἐπαινοίην ἑκών γε εἶναι, οὔθ’ ὁλοσχερῶς ταῖς τῶν ψεγομένων ἔγωγε θείην μερίσιν. οὐ γὰρ πράξεις μᾶλλον αὐτὸς ὁμολογήσαιμ’ ἂν ταῦτ’ εἶναι τοῦ
5δρῶντος, ἢ φοράν τινα ἄλογον (ὥς γε εἴρηται) τύχης, ἢ εὐγνω‐ μονούσης, ἢ χοίνικας συμφορῶν οὐ μάλα εὐμενῶς ἀπεμπολεῖν αἱρουμένης καθ’ ὧν ἐπείγεται δυσμενῶς. ὡς γοῦν ἀστεφάνωτον, ὃ μὴ κατὰ πρόθεσιν γνώμης εὐδοκιμεῖ, οὕτως ἀκατηγόρητον οἴομαι δεῖν, ὃ μὴ κατὰ προαίρεσιν ἀτυχεῖ. (Ι.) Δειχθέντος τοι‐
10γαροῦν, ὡς διὰ τὴν ἑκούσιόν τε καὶ ἀπὸ γνώμης ἐκείνην καρτε‐ ρίαν, καὶ τὸ μὴ ἐθέλειν ἀμύνεσθαι τοὺς τότε λυποῦντας, οὐδὲ μέχρι χειλέων ἄκρων, νηνεμίαν αὐτῷ τῶν κινδύνων κατέστησεν ὁ δίκαιος ἄνωθεν ἀθλοθέτης ἐν τοσούτῳ χειμῶνι καὶ κλύδωνι τῶν κακῶν, δειχθήσεται πάντως πλατύτερον κατὰ χώραν ἡμῖν γενο‐
15μένοις, τοῦ λόγου προβαίνοντος, καὶ ὅπως ἐν ὑστέροις συμπέ‐ πτωκε τούτῳ πάντα τἀναντιώτατα, τηρεῖν βουλομένοις τὸ τῆς ἱστορίας ἀληθὲς ταυτησὶ, καὶ πεῖσαι τοὺς ταύτῃ συνεσομένους τῷ χρόνῳ, καὶ κατ’ ἐμπάθειαν ἡντιναοῦν μήτε τὰ ἐπαίνων καὶ θαύματος τοῦ ἀνδρὸς, μήθ’ ὅσα τῆς ἐναντίας ἐβλάστησε ῥίζης,
20ἐξαίρειν τῷ λόγῳ νομίζειν ἡμᾶς τοῦ χρεὼν ὑψηλότερον· ἀλλ’ αὐτὴν ὡς ἔτυχεν ἔχουσα τὴν ἀλήθειαν ἀφηγουμένοις πιστεύειν, καὶ μίαν τινὰ τὴν ὠφέλειαν ἑκατέρωθεν πάντας καρποῦσθαι, συνορῶντας εἰκός τε καὶ μάλα τοῖς σπέρμασιν ἁρμόττον κατόπιν
ἰὸν τὸ γεώργιον· οἷς μὲν ἐξ ἀγαθῆς προαιρέσεως ὁρμᾶσθαι ἐνῆν,

2

.

647

ἀγαθόν· οἷς δ’ ἐξ ἧς ἀντιβαίνει μοίρας τὰ χείρω καὶ μοχθηρῶς τὸ ἀδικοῦν ἀνθοπλίζεται πρὸς τὴν τῆς ἀληθείας εὐθύτητα, τού‐ τοις δ’ αὖ τοὐναντίον ἅπαν. ὅθεν δὴ καὶ ἐπανακτέον τὸν λόγον. (ΙΑ.) Ὁ γάρ τοι βασιλεὺς, τριάκοντά που μόνας ἡμέρας ὡμι‐
5ληκὼς τῷ Κράλῃ μετά γε τὴν εἰς αὐτὸν κάθοδον, τελευτῶντος ἤδη τοῦ θέρους ἐκείνου, καὶ ἀρχομένου τοῦ φθινοπώρου, καὶ τῶν ἀμπέλων ἀκμαζουσῶν καὶ μονονουχὶ τοὺς τρυγητῆρας τρανῇ τῇ γλώττῃ προκαλουμένων, ἧκε μετά τε τῶν οἰκείων δυνάμεων, καὶ πρός γε μακρῷ πλειόνων τῶν ἐκ Σερβίας ὅπλων, ἐπὶ τὴν
10πόλιν Σεῤῥῶν, αἱρήσειν ἐλπίζων αὐτὴν ἀμαχητὶ, συλλαμβανόν‐ των ἴσως ἔνδοθεν συχνῶν προδοτῶν, ὁπόσοι θερμότερον τούτῳ προσέκειντο, καὶ μάλα ῥᾳδίαν τὴν εἴσοδον κρύφα γράφοντες ἐπηγγέλλοντο. ἀλλὰ τοῦ θεοῦ κἀνταῦθα σαφῶς τοῖς τούτου βου‐ λήμασιν ἀντιπράττοντος, ἄπρακτός τε ἦν ἡ σπουδὴ καὶ μά‐
15ταιος ὄχλος ἡ πᾶσα παρασκευή. πρὶν γὰρ αὐτὸν περιστρατοπε‐ δεύσαντα τῇ πόλει πολεμίους χεῖρας ἐπενεγκεῖν, νόσημά τι θα‐ νάσιμον ἐνσκήπτει τῷ στρατοπέδῳ τῶν Τριβαλλῶν· εἴτε τῆς τῶν σταφυλῶν ἀταμιεύτου καὶ ἀφειδοῦς βρώσεως, εἴτ’ ἄλλης ἡγησα‐ μένης αἰτίας, οὐκ οἶδ’ ὁπότερον. πάσης οὖν ἀμηχανούσης καὶ
20χειρὸς καὶ γνώμης ἰατρικῆς πρὸς τὸ πάθος, συχνοὶ καθ’ ἡμέραν ἑκάστην νεκροὶ κατωρύττοντο· καὶ ἐπειδὴ βραχυτάτων ἐντὸς ἡμερῶν ὑπὲρ τοὺς χιλίους ὁ θάνατος ἐξήνεγκε τοῦ βίου, καὶ
πλείους ἐπὶ τούτοις ἐξάγειν ἠπείγετό τε καὶ ἐπηγγέλλετο, ἄραντες

2

.

648

τὴν ταχίστην ἐπανῆκον ἐκεῖθεν ἅπαντες, ἀπαγγέλλοντες τῷ Κράλῃ τὸ χωρὶς ἀνθρωπίνου πολέμου συμπεπτωκὸς δυστύχημα τῷ στρατῷ. δʹ. Τούτων δ’ οὕτως ἐχόντων, ἐπειδὴ καὶ ὁ τοῦ φθινοπώ‐
5ρου καιρὸς ἑξῆς ἐτελεύτα, καὶ ῥᾴδιον οὔπω μανθάνειν τοῖς φί‐ λοις ἦν, ὅπως ἔχει τὰ βασιλέως, ἐν ἀλλοτρίᾳ γῇ συνδιαιτωμένου βαρβάροις καὶ ξένοις ἤθεσι, δέδειχε μὲν δὴ πρῶτος Ἀμοὺρ ὁ Πέρσης, ὁ Λυδῶν ἀρχηγὸς, ὅσον ἐν τοῖς καρδίας θαλάμοις ἔθαλπε τὸν τοῦ βασιλέως ἔρωτα. χειμῶνος γὰρ ἤδη μεσοῦντος,
10καὶ θαλάσσης ὁμοῦ καὶ ἀέρος πολλὴν ἐχόντων τὴν ἀταξίαν καὶ σύγχυσιν, σὺν πολλῷ τῷ στρατῷ διαβὰς τὸν Ἑλλησποντίαν πορ‐ θμὸν ἐζήτει μάλα τὸν φίλον θερμῶς. καὶ ἐπειδὴ ῥᾴδιον οὐκ ἦν αὐτῷ μήτ’ ὀφθαλμοῖς οἰκείοις ἐκεῖνον θεάσασθαι, μήτε μα‐ θεῖν ἐν οἵαις τύχαις ἐκεῖνος τηνικαῦτ’ ἦν· ἐκώλυε γὰρ τὸ πολὺ
15τοῦ ψύχους, καὶ ἅμα χιὼν τηνικαῦτα κατενεχθεῖσα κατὰ δαψι‐ λὲς ἀπόρευτον ἐποίει καὶ ἄβατον τὴν ἐς ἐκεῖνον ὁδόν· ἐλθὼν ἡσυχῆ παρεστρατοπέδευσε περὶ τὰ τοῦ Διδυμοτείχου προάστεια, καὶ δουλικήν τινα πεπομφὼς ἐκεῖθεν Εἰρήνῃ τῇ βασιλίδι προσκύ‐ νησιν, αἴθριος διενυκτέρευέ τε καὶ διημέρευεν ἐγκαρτερῶν τῇ τῆς
20χειμερινῆς ὥρας ἐκείνης σκληρότητι, καὶ τὸν φίλον ἀπόντα ζη‐ τῶν, κἀκ μέσης ἀποκλαιόμενος τῆς ψυχῆς· καὶ πολλὰ πρὸς τῆς βασιλίδος καλούμενος εἰς ὄψιν ἐκείνῃ τὸ παράπαν ἐλθεῖν οὐκ ἠνείχετο. (Β.) „Ποίοις γὰρ“ ἔφασκεν „ὄμμασι βλέψω δακρύων δακρύουσαν ἐπὶ τῷ βασιλεῖ, τοσοῦτον ἀποδημοῦντι χρόνον ἐν
25ἀλλοφύλων χερσὶ, καὶ ἥκιστα σαφῶς ἐγνωσμένῃ γῇ. αὐτός τε

2

.

649

γὰρ διαῤῥαγείην ἂν πρὸς τὰς παρούσας τύχας ἐκείνης ἰδὼν, καὶ τὰς περισχούσας τὴν βασιλικὴν οἰκίαν τραγῳδίας τε καὶ ἀδοκή‐ τους φεῦ συμφοράς· καὶ ἅμα αὐτὴν, ἀντὶ τοῦ παραμυθήσα‐ σθαι, πρὸς μείζους ἀναφλέξω τοὺς θρήνους. οὐ θεωρίας οὖν ὁ
5παρὼν καιρὸς οὐδὲ λόγων, ἀλλὰ δακρύων μακρῶν. ἐμβριθὲς γὰρ τὸ πάθος, καὶ δριμείας μὲν κομίζειν δοκεῖ μοι τὰς φλεγμονὰς, δριμυτέρους δ’ ἐπάγειν μου τῇ ψυχῇ τοὺς πρηστῆρας· ἐπεὶ τὸν ἐντυπωθέντα μου τῇ καρδίᾳ κάλλιστον φίλον βλέπειν οὐκ ἔχω, τοῖς βασιλικοῖς στρατοπέδοις περικυκλούμενόν τε καὶ ἐγκαλλωπι‐
10ζόμενον.“ (Γ.) Καὶ οὐκ ἔλεγε μὲν ταῦτα τῇ γλώττῃ, οὐκ ἔπασχε δὲ τὴν ψυχήν. ἀλλὰ μακρῷ τινι μεῖζον τὸ πάθος ἔνδον αὐτοῦ τὴν ψυχὴν ἐπυρπόλει καὶ ἔκαιεν, ὡς ἐμφανέστερον πολλαχῆ προϊοῦσαν δείξειν τὴν ἱστορίαν αὐτὸς ἰσχυρίζομαι. οὕτως οὐ βάρβαρον ὁ βάρβαρος εἶχε τὸν τρόπον, ἀλλ’ ἥμερον καὶ παιδείας
15Ἑλληνικῆς τὸ παράπαν ἐχόμενον. ἡ γὰρ ὁμοιότης τῶν τρόπων, εἰ μή τι πλέον, ἀλλ’ οὖν Ὀρέσταις ὁμοῦ καὶ Πυλάδαις σαφῶς εἰσποιεῖ· οἱ μὲν γὰρ ὁμόφυλοι, κἀξ αἱμάτων συγγενικῶν, καὶ νόμων καὶ μαθημάτων μετεσχηκότες ὁμοῦ τῶν αὐτῶν· ὁ δὲ βάρ‐ βαρον ἔχων τὴν γένεσιν, καὶ βαρβάροις ἤθεσί τε καὶ νόμοις συν‐
20τεθραμμένος, καὶ ἀλλοφύλῳ χρώμενος φωνῇ καὶ γλώττῃ καὶ διαίτῃ, καὶ πολλαῖς μὲν θαλάσσαις, πολλοῖς δ’ ὄρεσί τε καὶ φάραγξι Καντακουζηνοῦ διϊστάμενος, ἄμικτον εἶχε πάντη τὸν
βίον αὐτῷ καὶ ἀγνῶτα καὶ ἀλλόφυλον· φαίην δ’ ἂν καὶ ἐν

2

.

650

ἐχθρῶν τεταγμένον μοίρᾳ· ὡς μακροῖς τισι διὰ ταῦτα τοῖς μέ‐ τροις τουτονὶ παρελαύνειν ἐκείνους εἰς λόγον φιλίας, καὶ πολὺ τὸ ὑπερβάλλον τῆς θέρμης τὴν τούτου μᾶλλον κεκτῆσθαι σχέσιν, ἢ τὴν ἐκείνων. (Δ.) Εἰ δέ τις Καντακουζηνῷ χαριζόμενος τὸ
5πᾶν τῆς βελτίονος αἰτίας τουτωῒ φέρων ἀνατιθείη, ἀδικήσειεν ἂν ἐς τὸ προφανὲς τὴν ἀλήθειαν. ἀμφοτέροις γὰρ εἴ τις τουτὶ παρέχοιτο τἀγαθὸν, οὐδένα ἂν σχοίη, ὅστις καὶ μέμφεσθαι βού‐ λοιτο. εἴ τις δ’ ἐκείνου καθάπαξ τοῦτ’ ἀφαιροίη τἀγαθὸν, ὅτι βάρβαρον ἔσχε τὸ γένος καὶ ἥκιστα συγγενὲς, οὐδένα ἂν οἶμαι
10σχοίη τῶν πάντων, ὅστις οὐκ ἐπιεικῶς μέμψαιτο. τὴν γὰρ τῆς ψυχῆς ὁμόνοιάν τε καὶ συγγένειαν οὐχὶ τὸ γένος, ἀλλ’ ἡ τῆς γνώμης δείκνυσι ταυτότης. ὡς γὰρ ἐν τοῖς μουσικοῖς ὀργάνοις, ὅσα ἐν αὐλοῖς καὶ λύραις καὶ κιθάραις καὶ τυμπάνοις, οὐχ ἡ τῶν τόπων ἐγγύτης τὴν τῆς ἁρμονίας δημιουργεῖ συμφωνίαν,
15ἀλλ’ ἡ τῆς φωνῆς ἐμμελὴς ὁμοιότης, κἂν ἀλλήλων πόῤῥω που τὴν τοπικὴν τύχωσιν ἔχοντα θέσιν τὰ τῆς φωνῆς τελεσιουργὰ, οὕτω δὴ τὸ παραπλήσιον δείκνυται κἀν ταῖς τῶν ἀνθρώπων ψυ‐ χαῖς, κἂν ἀλλοφύλους ἔχοντες τύχωσι τὰς τοῦ γένους κρηπῖδας, κἂν μυρίοις ὅροις γῆς καὶ θαλάττης ἀλλήλων ἀπέχωνται. (Ε.) Βε‐
20βαιότερα δ’ ἔσται τοῖς εἰρημένοις ἐχέγγυα, ὁπόσα προϊόντι τῷ λόγῳ λελέξεται περὶ τοῦ βαρβάρου τοῦδε τὸ γένος καὶ οὐ τὸν τρό‐ πον ἀνδρός· οἷον δὴ κἀκεῖνο. πλεῖστα γὰρ τῆς βασιλίδος Εἰρή‐ νης ἐκ Διδυμοτείχου πεμπούσης, ὁπόσα εἰς τροφὴν ἐπιτήδεια, καὶ ὅσα ἐν ἐνδύμασι, καὶ ὅσα νυκτερινῆς σκέπης ἀποπληροῦντα
25χρείαν τὴν τοῦ χειμερίου ψύχους ἀποσοβεῖν ἐδύναντο τηνικαῦτα

2

.

651

δριμύτητα, οὐδὲν οὐδαμῆ προσεδέξατο· ἀλλ’ ἔφησεν εἶναι σα‐ φῶς τῶν ἀτοπωτάτων, ἐν ἀλλοτρίᾳ καὶ ὑπερορίῳ γῇ σκληρότητι πλείστῃ προστετηκότος τοῦ φίλου, διάγειν ἐν εὐπαθείαις αὐτόν. καὶ εἰ μὲν ἐνῆν αἵμασι ψυχῆς βάψαντα σκηνὴν ἐν ταύτῃ με
5σκηνοβατεῖν, ἦν ἄν μοι τοῦτο παραμύθιον εὐγενὲς πρὸς ἔνδειξιν τῆς ἐν καρδίᾳ φλογὸς καὶ τοῦ πρὸς τὸν φίλον ζῶντος πόθου. ἐπεὶ δ’ ἀσώματος ἡ ψυχὴ γενομένη κηλῖσιν αἱμάτων οὐκ ἀναπέ‐ φυρται, οὐχ ὁρῶ τίς μηχανὴ βελτίων γένοιτ’ ἂν ἐμοὶ τῶν περι‐ σχουσῶν με νῦν ὀδυνῶν ἀπαλλάττουσα. (ϛʹ.) Ἐλύπει γὰρ καὶ
10κομιδῇ συνετάραττε μὴ μόνον τὸ τοῦ βασιλέως πάθος αὐτὸν, ἀλλ’ οὐχ ἧττον καὶ τὰ τῆς βασιλίδος δάκρυα, κατὰ τὰς πολυ‐ πενθεῖς τρυγόνας θρηνούσης τε καὶ ἀνιωμένης μάλα πικρῶς περὶ τοῦ συζύγου καὶ βασιλέως, καὶ σφόδρα ἀδημονούσης, καὶ ἅμα πανταχόθεν ἐς βύθους ὠθουμένης μακροὺς, τοῦ καθάπαξ καὶ
15αὐτό γε τὸ ζῇν ἀπογνῶναι. οἵ τε γὰρ ἐκ Βυζαντίου πολέμιοι, μέ‐ χρι προαυλίων Διδυμοτείχου συχνὰς τὰς ἐφόδους ποιούμενοι, μι‐ κροῦ καὶ τειχήρεις ἐβιάζοντο τούτους καθῆσθαι· ὅ,τε λιμὸς μετὰ τῶν συνεχῶν καὶ πολυπλόκων ἐπιβουλῶν χαλεπώτερος πολλῷ τῶν ἔξωθεν πολέμιος ἦν, ἅτε συνέστιος καὶ ὁμόστεγος
20ὑπάρχων αὐτός· οἵ τε φρουροὶ καὶ ἡμεροσκόποι τῶν Βυζαντίων, τὰ ἔνεδρά τε πάντα καὶ τὰς παρόδους διαλαχόντες, ἐμποδὼν ἐγί‐ γνοντο μάλα γε ἐθελούσῃ δι’ ὁτωνδήποτε λάθρα μανθάνειν περὶ
τοῦ βασιλέως. (Ζ.) Παρεμυθεῖτο τοίνυν τοιαύτης τύχης τρα‐

2

.

652

γῳδίαις συνοῦσαν αὐτὴν, καὶ ὑπισχνεῖτο πάσῃ ψυχῆς προθυμίᾳ τὰ κατὰ γνώμην ἅπανθ’ ὑπηρετεῖσθαι, κἂν δέῃ καὶ θάνατον ὑπομένειν αὐτόν. ἐπεὶ δ’ ἡ φορὰ τοῦ χειμῶνος ἐκείνου νύκτωρ καὶ μεθ’ ἡμέραν ἀεὶ πρὸς τὸ ἀκμαιότερον προὔκοπτε, καὶ ἀνέλπι‐
5στον τέως ἐτίθει τὸ τοῦ ἀέρος μειδίαμα, καὶ ἅμα πολλὴ καὶ συν‐ εχής τις ἐπενέμετο φθορὰ τὸν Περσικὸν στρατὸν, ἣν ἡ τοῦ χει‐ μῶνος ἔτικτεν ἀκμὴ καὶ πρός γε τῶν ἀναγκαίων ἡ ἀπορία, καὶ μήθ’ ἑαυτῷ μήτε τοῖς φίλοις ἔν γε τῷ παρόντι βοηθεῖν αὐτῷ ῥᾴ‐ διον ἦν, ἐμποδὼν ἱσταμένου τρόποις ἀποῤῥήτοις τοῦ θείου βουλή‐
10ματος, οἴκαδε τὸν Ἑλλήσποντον διαβὰς ἐπανῄει. (Η.) Τῆς δὴ τοιαύτης τοῦ Πέρσου σπουδῆς εἰς τοῦτο τέλους ἐληλυθυίας, δεύ‐ τερος ὁ τὰ πολέμια κράτιστος, καὶ τῶν ἐν Διδυμοτείχῳ κατα‐ λειφθέντων στρατηγῶν (ὡς εἰρήκειμεν) εἷς, Μανουὴλ ὁ Ταρχα‐ νειώτης, ὃς δὴ καθ’ αἷμα προσήκων τῷ βασιλεῖ καὶ ἡρωϊκός
15τις ἦν ὁ ἀνὴρ, καὶ τὰ πάντα γενναῖος, καὶ χεῖρα καὶ γνώμην καὶ σώματος ἀναδρομὴν, καὶ πολλαῖς μὲν ἐναθλήσας μάχαις πο‐ λεμικαῖς, πολλαῖς δ’ ἐγκαρτερήσας πληγαῖς, κράτιστος γέγονε τὰ ἐς πεῖραν πολεμικήν· δι’ ἃ δὴ καὶ στρατηγὸς τῶν ἐν Διδυ‐ μοτείχῳ δυνάμεων πρὸς τοῦ βασιλέως καταλειφθεὶς ψυχή τις
20ἦν τοῖς ἐκεῖ τηνικαῦτα καὶ χρηστῶν ἐλπίδων θησαυρός· οὗτος οὖν μόνος θαῤῥήσας τέως ἐπὶ ζήτησιν ἐξῄει τοῦ βασιλέως, πεμφθεὶς ἐκ Διδυμοτείχου πρὸς τῆς βασιλίδος Εἰρήνης· οὐ γὰρ ἦν ἠρεμεῖν ἀγνοοῦσιν ὅποι τὸ τῆς βασιλείου τύχης τε καὶ συμφο‐
ρᾶς εἰπεῖν τραγῳδικῆς ἐκεχωρήκει πρᾶγμα· δι’ ὃν πολλούς τε

2

.

653

ἀνηντλήκασι μόχθους καὶ βίας καὶ ἔτ’ ἀντλεῖν ἔμελλον. διὰ δὴ δέος οὗτος τὴν εὐθεῖαν καταλιπὼν ἐπὶ τὰ εὐώνυμα ἀνοδίαις τε διετέλεσε χρώμενος καὶ πρὸς χωρία παραβαλλόμενος ὑψηλὰ καὶ δυσπόρευτα, ἕως ὑπερβαλὼν τὸ ὄρος τὸν Αἷμον ἔλαθεν εἰς τὴν
5Τριβαλλῶν ἐκπεπτωκὼς γῆν ἀθῶος κακῶν. ἔνθα τὸν βασιλέα ζητήσας τε καὶ εὑρὼν, καὶ ὅσα εἰκὸς ὡμιληκὼς, τάχιστα ἐπανῆ‐ κεν εἰς Διδυμότειχον, ἀγγελίας κομίζων τοῖς τε ἄλλοις καὶ μά‐ λιστα πάντων Εἰρήνῃ τῇ βασιλίδι σφόδρα ἀληθεῖς καὶ ἀκαπη‐ λεύτους, καὶ δόξας ὥσπερ ὑφ’ ἡλίῳ μάλα καομένοις ζέφυρός τις
10ἀναψύξεως. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον. εʹ. Ἦρος δ’ ἀρχομένου τὰς δυνάμεις αὖθις ἀναλαβὼν ὁ βασιλεὺς ἦγεν ἐπὶ τὴν πόλιν Σεῤῥῶν, καὶ ὅσα πέριξ εἰσὶ φρού‐ ρια καὶ πυργώματα μέχρι Φιλίππων. κἀπειδὴ πεῖραν προσάγων ἐν τοῖς ὁμοίοις ἦν ἀτυχήμασιν, ἐμποδὼν ὡς ἔοικεν ἱσταμένου
15τοῦ θείου βουλήματος, ἔδοξεν αὐτῷ διαβαίνειν εἰ δύναιτο μέχρι καὶ ἐς Διδυμότειχον, τοὺς μάλα ποθοῦντας ὀψόμενός τε καὶ ὀφθησόμενος. ἐπεὶ δὲ τοῖς περὶ αὐτὸν ἐπικούροις τε καὶ συμμά‐ χοις Τριβαλλοῖς, ἀκηκοόσι πολλὴν εἶναι τὴν ἐφεδρεύουσαν τῶν ἐναντίων δύναμιν περὶ τὰ πρόσω στενὰ τῆς Χριστουπόλεως, ἀν‐
20θίστασθαι συνέβαινε πρὸς τὸ δόγμα διὰ δειλίαν καὶ δέος, καὶ ἄλλως βλακικωτέροις οὖσι καὶ τὰς ὑπερορίους οὐ σφόδρα ἀγα‐ πῶσιν ἐκστρατείας, ὀπίσω ἀπήλλαττεν αὖθις ἐς τὰς τῶν Τρι‐ βαλλῶν νομὰς καὶ αὐτὸς, ἄκων τε καὶ μάλα πλείστους ἐπαγόμε‐
νος κατὰ καρδίας τοὺς τῆς λύπης ἄνθρακας, διὰ τὸ μὴ κατὰ

2

.

654

γνώμην δήπουθεν αὐτῷ τὰ πράγματα ἀπαντᾷν. πεποίηται μέν‐ τοι τὴν ἀναχώρησιν μέχρι καὶ ἐς πόλιν τὴν Στρουμμίτζαν, καὶ ὅσα ἐπέκεινα χωρία ἦν ἀναπεπταμένα τε καὶ ἱππήλατα· ἔνθα δὴ καὶ τὸν Κράλην Σερβίας τὰς ἐπαύλεις ποιεῖσθαι τέως συνέβαινεν.
5(Β.) Εἷς δ’ ἦν ἤδη τῶν αὐτῷ ἑπομένων καὶ ὁ Ἀσὰν Ἰωάννης. ὃ γὰρ πρὸ βραχέος ἐπιτροπεύων ἦν Μελενίκου φρούριον, ἐντο‐ λαῖς νῦν βασιλικαῖς τῷ Χρέλῃ παραδεδωκὼς πρὸς βασιλέα ἀφί‐ κετο, καὶ διετέλει συνὼν αὐτῷ, συσκηνοῦντι τέως τῷ τῶν Τρι‐ βαλλῶν ἡγεμόνι. (Γ.) Ἔτυχε δ’ ἀφιγμένη τηνικαῦτα κἀκ πό‐
10λεως Βεῤῥοίας πρεσβεία τῷ Κράλῃ, λόγους περὶ ὧν ἀπῄτει κο‐ μίζουσα καὶ ζητοῦσα μαθεῖν ἀκριβῶς, ἃ κατὰ γνώμην ἐστίν. ἀπῄτει δ’ ὑπήκοον τὴν πόλιν τούτῳ γενέσθαι καὶ ὑποχείριον, τῇ ἀκροπόλει φρουρὰν Τριβαλλῶν ἐμβαλόντι, πρὶν ἂν ἀκουσίων αὐτῶν πολέμου νόμοις ἐξανδραποδίσηταί τε καὶ διαρπάσῃ καὶ πό‐
15λιν καὶ οἰκίας ἅμα καὶ γυναιξὶ καὶ τέκνοις. τοῖς μέντοι πρε‐ σβεύουσι καταπλαγεῖσι πρὸς τὴν τῶν λεγομένων ἐμβρίθειαν καὶ ἀποτομίαν ἔδοξε βέλτιον λάθρα κοινολογήσασθαι τῷ βασιλεῖ Καντακουζηνῷ, καὶ δοῦναι λαμπρὰς τὰς ἐγγύας, εἰ βούλοιτο τὴν ταχίστην λαθὼν παρεισελθεῖν καὶ λαβεῖν ἀπονητὶ τὴν πόλιν
20αὐτός. εἶναι γὰρ μανιώδους ψυχῆς καὶ γνώμης, αἱρεῖσθαι πρὸ τοῦ ἡμέρου τὸ βάρβαρον, καὶ προτιμᾷν τῆς ὁμοφύλου τὴν ἀλλό‐ φυλόν τε καὶ νόθον ἡγεμονίαν. τούτων οὕτω συσκευασθέντων καὶ κυρωθέντων πρὶν αἰσθέσθαι τοὺς Τριβαλλοὺς, λόγοις ἀπα‐ τηλοῖς τισι μετεωρίσαντες τὴν τοῦ Κράλη διάνοιαν οἱ ἐκ Βεῤῥοίας
25πρέσβεις ἐπ’ οἴκου ἀνεχώρησαν, ἀπαγγέλλοντες τοῖς ἐν Βεῤ‐

2

.

655

ῥοίᾳ τήν τε τῶν τοῦ Κράλη λόγων βαρύτητα καὶ ἃς ἀναγκα‐ σθέντες αὐτοὶ συνθήκας αὐτοκρατορικὰς πεποίηνται πρὸς βασι‐ λέα, τοῦ καιροῦ σχεδιάσαντος τὴν τοιαύτην παραχρῆμα ἐπίνοιαν. (Δ.) Βραχεῖαι μετὰ τοῦτο παρῳχήκεσαν ἡμέραι, καὶ τὰς οἰκείας
5ὁ βασιλεὺς δυνάμεις ἀναλαβὼν ἐπὶ κυνηγέσια δῆθεν ἐξῄει, καὶ περιπάτους ἀνέσεώς τινος καὶ ῥᾳστώνης βασιλικῆς. καὶ μὲν δὴ οὔπω τρεῖς ἐκεῖθεν ἡμέραι παρῆλθον, καὶ τὴν πορείαν ἐπιταχύ‐ νας σφόδρα ἀταλαίπωρον εὗρε τὴν εἰς Βέῤῥοιαν εἴσοδον, σὺν πάνυ πολλῇ τῇ προθυμίᾳ καὶ ἡδονῇ καὶ ὑπτίαις τὸ δὴ λεγόμε‐
10νον ὑποδεξαμένων τῶν Βεῤῥοιέων χερσί. τοῦτο γὰρ ἓν πρᾶγμα ὂν ἀμφοτέροις ὠφελείας μακρᾶς καὶ γαλήνης ἅμα γέγονεν αἴτιον, ἀπαλλαγεῖσι τῶν τοῦ Κράλη χειρῶν ἐν ταὐτῷ. θεοῦ δ’ ἦν πάν‐ τως τὸ χρῆμα, τοῦ τὰ δυσχερῆ ποιοῦντος ῥᾴδια, καὶ τοὐναντίον αὖ ὁπότε βούλοιτο, καὶ οἷστισιν ἐθέλοι τρόποις. (Ε.) Ἐπεὶ γὰρ
15τεθέαταί τε καὶ ἔγνω σαφῶς τὸν βασιλέα περιφρονούμενόν τε καὶ ὑβριζόμενον ὑφ’ ὧν ἐν ἐλπίσιν ἔκειτο δοχῆς καὶ στοργῆς ἀξιοῦ‐ σθαι, μετέθετό τε τὴν γνώμην εὐθὺς καὶ αὐτὸς καὶ δρασμὸν ἐκ τῆς μνήμης γίνεσθαι ἑκών γε εἶναι ἐδίδου τῶν τε μελετηθέντων καὶ κυρωθέντων ἐν τῷ ἀφανεῖ τῆς οἰκείας καρδίας βουλευτηρίῳ τοῦ
20ἐπιόντος χρόνου πρὸς ἀμοιβὴν δι’ αὐτὸν ἀγαθῶν· καὶ πρὸς ἐπι‐ βουλὰς τέως ἀπησχόλει τὸν νοῦν, καὶ ὅλος πρὸς Βυζαντίους ἦν ὑποῤῥέων, καὶ πρὸς τὰς ἐκεῖθεν ἠρέμα καθελκόμενος ὑποσχέσεις. (ϛʹ.) Ἀλλ’ ὥσπερ πανταχοῦ τὰ τῆς ἀνθρωπίνης μελέτης ἡττώμενα
κεῖται τοῦ θείου βουλήματος, οὕτως ἐπικρατέστερα κἀνταῦθα νῦν

2

.

656

ἐγεγόνει, ἃ μηδ’ ὅλως οὐδαμῆ προσεδοκᾶτο τοῖς κινδυνεύουσι, μηδ’ ἐπὶ καρδίαν ἀνέβη θνητήν. τῷ μὲν γὰρ βασιλεῖ ἥδιστόν τι καὶ ἐλευθέριον ἀναπεπνευκέναι ἐπῆλθεν ὀψὲ, καὶ τῶν κατ’ αὐτὸν πραγμάτων ἀρχὴν νομίσαι τουτὶ καὶ κατάστασιν πρώτην· τῷ δὲ
5τῶν Τριβαλλῶν ἀρχηγῷ δι’ ὀργῆς ποιεῖσθαι τὸ συμβὰν, καὶ μεταμέλῳ μακρῷ τὴν ψυχὴν κατατήκειν, ὅτ’ ἐν χεροῖν ἔχων με‐ θῆκεν ὑπ’ ἀβουλίας τὸν μακρῶν θησαυρῶν γενησόμενον αἴτιον, κατά τε πλοῦτον ἀρχῆς ὁμοῦ καὶ χρημάτων καὶ ἀφοβίας τῶν ἐφε‐ ξῆς δαψίλειαν. (Ζ.) Ἐβούλετο μὲν οὖν πόλεμον ἄρασθαι κατ’
10αὐτοῦ, καὶ μάχης ἄρξαι περιφανοῦς. δεδιὼς δ’ αὖ, μὴ πρὸς ἀθέτησιν πρῶτος χωρήσας αὐτὸς τῶν ὀμωμοσμένων ἀντιπράτ‐ τοντι προφανῶς ἐντύχῃ τῷ θείῳ, κἀντεῦθεν ἥττης ἀγώνισμα γένηται μέγα καὶ ἅμα τῆς ἐξ ἀνθρώπων χλεύης κληροῦχος εὐθὺς, ἐπέσχεν ἔς γε τὸ παρὸν, σιγῶσι λογισμοῖς δαπανῶν τὴν ψυχήν.
15ἔφθη γὰρ ἑκατέρων μεταξὺ δι’ ὅρκων βεβαιωθεῖσα συμφωνία, μηδέτερον μηδετέρῳ ποτὲ γίνεσθαι κώλυμα πρὸς εὐτυχίαν ἡντι‐ ναοῦν ἀπαλλαγεῖσιν ἀλλήλων, ἀλλ’ ἐμμένειν τοῖς ἀσύλοις ὅροις ἀεὶ τῆς φιλίας, καὶ συγχωρεῖν ταῖς τῶν Βυζαντίων ὑπηκόοις πό‐ λεσιν, ὅτῳ βούλοιντο προσχωρεῖν ὁπώσποτε, νῦν μὲν καθ’ ὁμο‐
20λογίαν, νῦν δ’ ἐκ πολιορκίας ἑκατέρων ἄλλη ἄλλῳ, ἐμποδὼν οὐδενὸς οὐδενὶ καθεστῶτι. ταύτῃ τοι καὶ διὰ μυχῶν ἔκρυψε σιω‐ πῆς τὸ συμβὰν οὐ μάλα ἐθέλων.
ϛʹ. Ἐν δὴ τούτοις ἧκεν ἐκ Θετταλίας καὶ ὁ τοῦ βασιλέως

2

.

657

πρωτεξάδελφος, ἱππέας ἐπαγόμενος Θετταλῶν τοὺς ἀρίστους, Ἰωάννης ὁ Ἄγγελος, συνησθησόμενός τε τῷ γεγονότι τοῦ εὐτυ‐ χήματος καὶ εἴ τις εἴη χρείας ἔφεσις ἐπικουρήσων τὰ κράτιστα. ἀξιόμαχον γὰρ ἤδη καὶ αὐτὸς ἐκτήσατο δύναμιν, ἀφ’ οὗ τῷ τοῦ
5βασιλέως ἐπέμφθη δόγματι πρὸς τὴν τοιαύτην ἀρχὴν, ἔτι τῷ Κράλῃ συνόντος ἐν ὅροις τῶν Τριβαλλῶν, ὡς ἀνωτέρω που διε‐ λάβομεν. (Β.) Τάχιστα γὰρ ἀπιὼν ἐκεῖσε πρὸς αὔξην ἤγαγε τὰ Θετταλῶν πράγματα, διεῤῥωγότα καὶ κάμνοντα δι’ ἀλλήλων ταῖς ἀναρχίαις οὐχ ἧττον, ἢ τοῖς ἐκ πολλοῦ κατασχοῦσιν αὐτὰ
10Κατελάνοις. εἰς γὰρ τρυφὴν καὶ πότον ἤδη τῶν ἀπογόνων ἐκκυ‐ λισθέντων, μάλα ἀσθενῶς ἔσχε τὰ κατ’ αὐτοὺς, ὡς μηδ’ ἀντι‐ πάλους ἔτ’ εἶναι δύνασθαι, μὴ ὅτι μεγάλαις δυνάμεσιν, ἀλλ’ οὐδὲ τοῖς παρασπωμένοις ἠρέμα καὶ διεῤῥηγνυμένοις οἴκοθεν μέ‐ ρεσι. (Γ.) Τοιούτοις τοίνυν ὁ Ἄγγελος συμβεβηκὼς πράγμασιν,
15ἀνὴρ δεινὸς τὰ πολέμια, τά τε πλεῖστα τῆς Θετταλίας οἰκείαν ἔσχεν ἀρχὴν καὶ ἅμα παρεξιὼν Αἰτωλούς τε ὑπηγάγετο καὶ Λοκροὺς τοὺς Ὀζόλας. εἷλε δ’ ὁμοῦ καὶ Ἀκαρνανίαν ἅπασαν τοῦ χρόνου χωροῦντος, ὑποχείριον πρότερον σχὼν καὶ τὴν ταύτης ἡγεμονίδα Ἄνναν, τὴν τοῦ πρὸ ἐτῶν ἤδη συχνῶν τεθνηκότος
20κόντου Κεφαλληνίας σύζυγον, ὡς ἀνωτέρω καὶ περὶ τούτου δια‐ λαβόντες εἰρήκειμεν. ἣν ἀνελεῖν εὐθὺς παρώξυνον ἔνιοι· μηδὲ γὰρ ἠρεμήσειν αὐτῆς τὸ φίλαρχον, διὰ μακρῶν ἤδη τῶν χρόνων ἐν τῇ
ψυχῇ στηριχθέν· ἀλλ’ ὥσπερ ἄνθρακες ἀχύροις τισὶν ἐμφωλεύον‐

2

.

658

τες ἀγνοοῦνται λάθρα τὴν ὕλην ἐσθίοντες, μέχρις ἂν εἰς ὕψος ἀναῤῥιπίσωσι τὸ μεμηνὸς τῆς φλογός· οὕτω δὴ καὶ αὐτὴν ἐφε‐ δρεύσειν ἐς ἀεὶ ταῖς τῆς ἐξουσίας ἐλπίσι, μέχρις ἂν συνεξετα‐ ζομένη τοῖς ζῶσιν ἕτερον ὁρᾷ περιεζωσμένον τὰ σκῆπτρα τῆς ἀρ‐
5χῆς. αὐτὸς δὲ τούτων ἁπάντων τὸ τῆς συγγενείας προτιμήσας ἀνομοθέτητον δίκαιον τοῦ μὲν ἀναιροῦντος ἐφείσατο ξίφους· ἐν ἀδέσμῳ δ’ οὖν προσέταξε τηρεῖσθαι ταύτην φρουρᾷ· ἵνα μὴ παραπλήσιον αὖθίς τι δράσῃ, καθάπερ ὅτε πρὸς Ἀνδρονί‐ κου τοῦ βασιλέως ἐν Θεσσαλονίκῃ μετενεχθεῖσα χρόνῳ ὕστερον
10ᾤχετο λάθρα φυγοῦσα εἰς τὴν τῶν Ἀκαρνάνων αὖθις ἀρχήν. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς ἑξῆς διαρκέστερον ἀφηγησόμεθα. νῦν δ’ ἐκεῖσε ἐπάνειμι. ζʹ. Ἀναλαβὼν γὰρ ὁ βασιλεὺς τὰς ἑαυτοῦ δυνάμεις, καὶ ἅμα τοὺς ἐκ Βεῤῥοίας ἐστρατολογημένους, ᾔει πρὸς τὰς τῶν
15Θεσσαλονικέων ἐπαγγελίας. κρύφα γὰρ ἐκεῖθεν ἔνιοι τούτῳ διε‐ μηνύσαντο, εἰ θᾶττον ἢ τῶν οὕτω βεβουλευμένων αἰσθέσθαι τὸν δῆμον ἴοι ἐπὶ τὰ τείχη, ῥᾳδίαν εὑρεῖν δι’ αὐτῶν τὴν ἐς τὴν πόλιν πάροδον. ἰών γε μὴν ἔγνω τὴν ἐπιβουλὴν ῥυεῖσαν ἐς τὰς τοῦ δήμου φατρίας καὶ πρὸς θυμοὺς ὁπλομάχους ἀναφλέ‐
20ξασαν ἅπαντας κατά τε τῶν ἐπιβούλων καὶ αὐτοῦ. διὸ δὴ καὶ ἀπρακτούσας ἀνειληφὼς τὰς ἐντεῦθεν ἐλπίδας ἐπὶ Βέῤῥοιαν εὐ‐ θὺς ἀναχωρεῖν ἐποιεῖτο διὰ σπουδῆς. (Β.) Ἐπὶ τούτοις γὰρ καὶ ὁ Βυζάντιος κατέπλευσε στόλος ἐς τὸ τῶν Θεσσαλονικέων
ἐπίνειον, ναύαρχον ἔχων Ἀλέξιον τὸν Ἀπόκαυκον καὶ ναυτικὴν

2

.

659

δύναμιν μάλα πολλήν. ἦσαν γὰρ Ῥωμαϊκαὶ μὲν νῆες πλείους ἢ πεντήκοντα· Περσικαὶ δὲ, κατὰ συμμαχίαν ἑπόμεναι, δύο καὶ εἴκοσι. τὰ γοῦν κατὰ Θεσσαλονίκην πράγματα διαθέμενος αὐθή‐ μερον ὁ Ἀπόκαυκος ὡς ἐβούλετο, καὶ ἅμα καθοπλίσας καὶ παρα‐
5σκευασάμενος ἐς τὴν ὑστεραίαν ἥν τε εὗρεν ἐν Θεσσαλονίκῃ δύ‐ ναμιν στρατιωτικὴν καὶ ἣν ἐπαγόμενος ἧκεν αὐτὸς ὁμόφυλόν τε καὶ ἀλλόφυλον ναυτικὴν, τὴν διὰ γῆς ἐπὶ Βέῤῥοιαν ἐπιταχύνειν ἐνεθυμήθη πορείαν, εἴ πως δυνηθείη καταλαβεῖν περὶ τὴν τοῦ μεταξὺ Βεῤῥοίας καὶ Θεσσαλονίκης ῥέοντος ποταμοῦ διάβασιν
10τὸν τοῦ βασιλέως στρατόν. ἐνταῦθα γὰρ ἀνύσειν ᾤετο μάλιστα τόλμης ἀγώνισμα καὶ τρόπαιον ἔνοπλον, κατακερματισθέντων ἴσως τῶν πολεμίων, καὶ τῶν μὲν διαβάντων ἤδη, τῶν δ’ ἔτι διαβαι‐ νόντων, τῶν δὲ παρὰ τὸ χεῖλος τῆς διαβάσεως ἑστηκότων. (Γ.) Τῷ γε μὴν βασιλεῖ κατεσπουδασμένην ποιουμένῳ τὴν ἀνα‐
15χώρησιν οὐδὲ τὴν πρόσω πορείαν ἄμοχθόν τε καὶ ἀταλαίπωρον εὑρεῖν ἐξεγένετο. τοῦ γάρ τοι ποταμοῦ ἥκισθ’ ὅποι βουλομένοις εἴη τοῖς ἀεὶ διαβαίνειν ἐθέλουσι προσηνὲς πανταχῆ καὶ βάσιμον παρεχομένου τὸ ῥεῖθρον, ἀλλ’ ἐν βραχέσι τόποις, καὶ τούτοις οὐκ ἐς προὖπτον κειμένοις ὅτῳ ἂν εἴη βουλομένῳ παντὶ διαβαί‐
20νειν, ἀλλ’ ἀγνώστοις ὡς τὰ πολλὰ καὶ πολλὴν ἐπίκρυψιν ἔχου‐ σιν, οὐ μόνον ἐν χειμῶνός τε καὶ ἦρος ὥραις, ὁπηνίκα δαψιλέ‐ στερον ἔχει τὸ κράτος ἡ τῶν ὑδάτων φύσις, βαπτίζουσά τε καὶ κατακλύζουσα τὰ εἰθισμένα μέρη τῆς γῆς, ἀλλὰ καὶ θέρει τε καὶ φθινοπώρῳ, ἐνέδραν ἐποιήσαντο παρὰ τὰς ἐπὶ θάτερα τοῦ πο‐
25ταμοῦ δισχίλιοί που τὸν ἀριθμὸν ὁπλῖται τῶν Τριβαλλῶν, ἔνθα

2

.

660

μάλιστα διαβαίνειν ἐπίδοξος ἦν ὁ βασιλεὺς κατὰ τὴν ἐπάνοδον ὁμοῦ τῷ στρατῷ, ὡς ἂν ἐξαίφνης ἀγνοοῦσι περὶ τὴν διάβασιν ἐπεισπεσόντες περιβόητον στήσωσι τρόπαιον ἐν βραχεῖ. τούτους γε μὴν οἱ πρόδρομοι τῶν στρατιωτῶν τοῦ βασιλέως πόῤῥω‐
5θεν θεασάμενοι αὐτοί τε ἀπεγνώκεσαν καὶ μακρὰν τὴν δειλίαν ταῖς βασιλικαῖς δυνάμεσιν ἐμβεβλήκεσαν. (Δ.) Καὶ τάχ’ ἂν ἐν ἐκείνῳ τῆς ὥρας ἐφθείροντο, μεταξὺ δυοῖν στρατῶν πολεμίων ὡς ἐν δικτύῳ συνειλημμένοι, καὶ ἅμα τοῦ ποταμοῦ τὴν στρατοπε‐ δείαν καὶ τὴν ὀφειλομένην παράταξιν κωλύοντος, εἰ μὴ θεὸς ἐκ
10τοῦ σχεδὸν ἀπροσδόκητον ἐχαρίσατο τὴν ἐπίκουρον χεῖρα· ὃς τὰ μὲν προσδοκώμενα πολλάκις ἄπρακτα τίθησι, τοῖς δὲ μηδαμῆ προσδοκηθεῖσι δεξιὰν χαρίζεται τὴν λῆξιν. Ἀπόκαυκος μὲν γὰρ δειλίᾳ μακρᾷ τὴν ὁρμὴν ἀνεχαίτισεν ἑαυτοῦ· ἀνὴρ δέ τις τῶν ἐγχωρίων, ἄρτι τὴν Τριβαλλῶν διαδρὰς προνομὴν, ἧκεν αὐτό‐
15μολος τηνικαῦτα τῷ βασιλεῖ, δείξειν ἐπαγγελλόμενος ἑτέραν τῆς ἐγνωσμένης διάβασιν, εἰ δαψιλεστέρους τοὺς μισθοὺς ἀπολάβοι. ἐπὶ δὴ τοιούτοις τῷ βασιλεῖ τῆς διαβάσεως γενομένης, ἐκπλα‐ γέντες ἐκεῖθεν οἱ Τριβαλλοὶ τὸ τοῦ πράγματος παράδοξον ᾤχοντο τὴν ταχίστην ἀνὰ τὴν χώραν ἄλλος ἄλλοθι διασκεδασθέντες.
20 ηʹ. Οὕτω δὲ κακῶν ἀπαθῆ πρὸς Βέῤῥοιαν διασεσῶσθαι τὸν βασιλέα Ἀπόκαυκος ἀκηκοὼς ὁμοῦ τῷ στρατῷ οὐκ ἐνέβαλεν (ὡς ἔφημεν) εὐθὺς εἰς τὴν πολεμίαν, ἀλλ’ ὑφῆκε τῆς ὁρμῆς. ἐκ γὰρ
τοῦ φανεροῦ πολεμεῖν καὶ συστάδην ποιεῖσθαι τὰς μάχας πρὸς

2

.

661

μάχιμον στρατὸν οὐ μάλα ἐθάῤῥει, πλῆθος μὲν ἔχων μυρίον αὐ‐ τὸς, ἀπὸ κώπης δ’ ἐς γῆν ὀψὲ μετενηνεγμένον τὸ πλεῖστον. ὅθεν ἀπεσταλκὼς πρὸς τὸν Κράλην πρεσβείαν, ἠρεθισμένον ἤδη καὶ αὐτὸν (ὡς δεδήλωται) κατὰ βασιλέως, ἐκάθητο μὲν περιμένων
5συμμαχικὸν ἐκεῖθεν στρατόν· ἀπέφραττε δὲ καὶ τὸ τοῦ ποταμοῦ στόμα, τριήρεις ἐφιστὰς κατὰ θάλατταν, ὅποι κατιὼν ἀποπτύει τὸ ῥεῖθρον ἐκεῖνος, μή που λαθὼν ὁ βασιλεὺς ἀκάτιον ἐκπέμψῃ πρὸς τὸν σατράπην Ἀμοὺρ, συμμαχίαν αἰτῶν. ἔπειτα πέμψας ἠρώτα τὸν βασιλέα, ὅ,τι βούλοιτο δρᾷν περὶ ἑαυτοῦ, συγκεκλει‐
10σμένος τε οὑτωσὶ πανταχόθεν καὶ μέλλων ἐς τὴν ὑστεραίαν πο‐ λιορκεῖσθαι. (Β.) Ὁ δ’ ἀπεκρίνατο, σύνηθες οὐκ εἶναι πρὸς πολεμίους πολεμίοις ἐξαγγέλλειν στρατηγικὰ μυστήρια. ὅμως ἐπει‐ δήπερ σοι ἐξ ἁλῶν εἰς τὸ στρατήγιον ἀναξίως πάνυ σαυτοῦ παρε‐ ληλυθότι στρατιωτικῆς ἐμπειρίας ὡς ποῤῥωτάτω βαδίζειν ἕπε‐
15ται, μῦθον ἐρῶ σοι οὐκ ἄμουσον ἔγωγε πρῶτον· ἔπειτα καὶ περὶ ὧν ἤρου με τἀληθῆ σοι οὐκ ἀποκρύψομαι, ἵνα σαφέστερον εἰ‐ δείης αὐτὸς, ὅσῳ περιφρονητικῶς ἔσχον ἐγὼ περὶ τὸν ὄγκον τῆς σῆς ὑπερηφανίας, καὶ ὅπως σοὶ μὲν τὸ σὸν καταλείπειν ἴδιον ἐθέλω κἀνταῦθα, ἐμοὶ δὲ τοὐμόν. ἴδιον δὲ σοὶ μὲν ἀεὶ τὸ χαί‐
20ρειν τοῖς ψεύδεσιν· ἐμοὶ δὲ τῇ φύσει τῆς ἀληθείας. Ἀνήρ τις τῶν αἰθερίων ὀρνίθων ἑνός ποτε γενόμενος ἐγκρατὴς ἤρετο αὐτὸν, ἐνὶ οἷς ἐστι λογισμοῖς. ὁ δ’ ἀπεκρίνατο· οὐ τὰ ἐμά σε χρεὼν, ὦ
ἄνθρωπε, διερευνᾷν ὅπως ἔχει, ἀλλ’ ὅπως ἕξει τὰ σά. εἴ τι γὰρ ἐγὼ

2

.

662

μαντικὸς, ἐρῶ σοι περὶ ἐμαυτοῦ μὲν ἥκιστα, περὶ σοῦ δὲ μά‐ λιστα. τοῖς μὲν γὰρ τῶν ἀνθρώπων οἰωνοσκόποις τέχνην ἀθροί‐ ζειν ἐξ ὀρνίθων ἐπὶ τὸ ἐσόμενον συμβαίνει πολλάκις διά τε κα‐ θέδρας αὐτῶν καὶ πτήσεως καὶ κλαγγῆς, οὐκ ἐπίπαν εἰπεῖν
5ἐς τἀσφαλὲς πανταχοῦ τῆς τούτων διανοίας ἀπὸ στοχασμοῦ δια‐ σώζειν ἐξικνουμένης τὴν κρίνουσαν ψῆφον. ἐγὼ δ’ ὄρνις ὢν οὐκ ἀπὸ καθέδρας καὶ πτήσεως καὶ κλαγγῆς ἀνάρθρου τὸ μέλλον ἀναγινώσκειν σοι δώσω, πρὸς ἀνάγκας ἀδήλους τε καὶ μὴ πάνυ σαφεῖς συνωθῶν σε, ἀλλὰ φωνήεντα χείλη καὶ λόγων ἔναρθρον
10δύναμιν. ἄκουε γοῦν. εἰ μὲν ἀπολῦσαί με προθυμηθείης, ὁ παῖς σοι τεθνήξεται· εἰ δὲ κρατεῖν ἐθέλοις, οὐκ ἂν φθάνοις τεθνη‐ κυῖαν θρηνῶν τὴν γυναῖκα. ἐπλήγη τὴν ἀκοὴν ὁ ἀνήρ· καὶ διη‐ πόρει καθ’ ἑαυτὸν, μεγίστην ἑκατέρωθεν ὁρῶν τὴν ἐμβρίθειαν τοῦ παρ’ ἐλπίδα δεινοῦ. ὅμως ἐν ἐκλογῇ δυοῖν γενόμενος ἀφύκτων
15κακῶν τὸ κουφότερον ὁ ταλαίπωρος εἵλετο, καὶ λύσιν τῷ ὄρ‐ νιθι παρασχὼν εὐθὺς ἐθρήνει τὸν παῖδα κείμενον. τοῦ μύθου τοίνυν οὕτως ἔχοντος, ἄκουε καὶ δι’ ὃν ὁ μῦθος εἴρηται λόγον. Ἐπεὶ τῶν στρατιωτικῶν ἐν πείρᾳ γεγένημαι πάλαι πραγμάτων, ὥς γε καὶ αὐτὸς οἶσθα, οἶδα καὶ ὅσην τὴν ἡμερήσιον αὐτὸς ἀεὶ
20δαπάνην ποιῇ τῶν χρημάτων περί τε τὴν ἑπομένην σοι ναυτικὴν δύναμιν περί τε τὰς πεζικὰς φάλαγγας, καὶ ἐπὶ τούτοις ὅσα τε ἀναλίσκεις καὶ ὅσα ἐς ἀεὶ ἀναλώσεις, συχνὰ περὶ συμμαχίας πρεσβευόμενος πρὸς τὸν ἡγεμόνα τῶν Τριβαλλῶν· καὶ μὴ πρός γε μόνον ἐκεῖνον ἔχων τοῦ χρέους τὸ βίαιον δαψιλεστέραν πέμπειν
25τὴν δεξιὰν, μὴ δὲ πρός γε δήπου μετ’ ἐκεῖνον τὴν ἡγεμονίδα

2

.

663

σύζυγον, ἀλλ’ ἐπὶ τούτοις θωπεύειν ζητεῖν καὶ χρήμασι περιέρ‐ χεσθαι τοῖς ἑκάστῳ προσήκουσι τῶν τοῖς ἡγεμόσι παραδυνα‐ στευόντων Τριβαλλῶν· ἃ πάντα σε τὴν ταχίστην ἀπειρηκέναι βιάσονται καὶ μάλα τοι προθυμούμενον. Τὰ δ’ ἐμὰ στρατόπεδα,
5ἥ τε περὶ ἐμὲ διηνεκὴς δύναμις καὶ Θετταλία μικροῦ πᾶσα. ἀκούειν δ’ οἶμαί σε τὴν Θετταλικὴν ἵππον ἡλίκη, καὶ ὅσην ἔχει τὴν ἐμπειρίαν ὁ στρατὸς ἐκεῖνος πρὸς τὰ πολέμια, καὶ ὅπως μα‐ κρῶν καὶ ποικίλων πολέμων εἰσὶν ἀθληταί. ταῦτα δ’ οἴκοι κα‐ θῆσθαι προσετετάχειν ἐγὼ μέχρι καὶ ἐς τὸν τῆς χρείας καιρὸν,
10ἵνα δυοῖν οὐδέτερον τῶν οὐ συμφερόντων ὁρῷτο γινόμενον· μήτε γὰρ ἐν ἀλλοτρίᾳ τὴν δίαιταν ἄπρακτον τρίβοντας ἐνεῖναι δαπανᾷν ἑαυτοὺς ἐν οὐ καιρῷ, μήτε τοὺς ἡμετέρους δῃοῦν ἀγροὺς καὶ τὰς ἀμπέλους ἐν ἀκμῇ τοῦ καρποῦ καθεστηκυίας ἁρπάζοντας δια‐ φθείρειν· οἷα φιλεῖ τοῖς στρατοπέδοις συμβαίνειν ὡς τὰ πολλὰ
15διὰ τὴν δημοτικὴν ἀναρχίαν. ἡ γὰρ τῶν τοιούτων φθορὰ τοῖς μὲν ἔχουσι ζημίαν παρέχει καὶ βλάπτει τὰ μέγιστα· τοῖς δ’ ἁρ‐ πάζουσι μικρὰ πολλάκις ἢ οὐδὲν ὤνησεν, ἀλλ’ ὡς ἔπος εἰπεῖν,
Χείλεα μέν τ’ ἐδίην’, ὑπερῴην δ’ οὐκ ἐδίηνε. ταῦτ’ οὖν ἐμοὶ μὲν, στρατιωτικαῖς ἐμπειρίαις συντεθραμμένῳ,
20προειδέναι ἔπεισι· σοὶ δ’ οὔ. Διὸ σοὶ μὲν ἐν τοῖς παρέργοις τὴν
ὅλην ἰσχὺν περιγίνεται δαπανῶντι τελευτᾷν εἰς ἀμηχανίαν, καὶ

2

.

664

τὴν τῶν χρημάτων ἀπειρίαν κενοῦν εἰς πράξεις κακοπραγούσας, δι’ ἀπειρίαν τοῦ στρατηγεῖν· ἐμοὶ δ’ ἐμπειρίαις συντεθραμμένῳ στρατηγικαῖς τὴν τῶν χρημάτων ἔνδειαν πράξεων εὐπορίαν ποιεῖ‐ σθαι χρηστῶν καὶ πλοῦτον κατορθωμάτων τὸ τέλος ἐνδείκνυσθαι.
5τούτων δ’ οὕτως ἐχόντων, ἕψεται δή σοι λοιπὸν τὸ τοῦ μύθου. εἰ μὲν γὰρ ἀπιδὼν πρὸς τὸ τῆς δαπάνης πολύχουν μὲν, ἀνόνητον δὲ, καὶ ἅμα πρὸς τοὺς ἐπιόντας ἐκ τῶν πολέμων κινδύνους, πα‐ λινδρομεῖν τὴν ταχίστην ἐθελήσειας ἐς Βυζάντιον οἴκαδε, συμ‐ ψήφῳ δι’ ἀπόγνωσιν τῇ ἀνάγκῃ χρησάμενος, μακρὸν μὲν ὀφλή‐
10σεις τὸν γέλωτα· αἰσχρὸν γάρ φασιν Ὁμηρίδαι,
δηρόν τε μένειν κενεόν τε νέεσθαι. καὶ πρός γε ζημιώσῃ τὰς πόλεις, ἃς ἐπιὼν αὐτὸς ἀπονητὶ κα‐ θέξειν ἐλπίζω. εἰ δὲ τὸ μὴ τοιούτοις περιπεπτωκέναι κινδύνοις ὁμοῦ καὶ ὀνείδεσι φυλαττόμενος παραμένειν ἔτι φιλονεικοίης, οὐκ
15ἂν φθάνοις μετὰ τοῦ γέλωτα ὄφλειν μακρὸν καὶ τὴν κεφαλὴν ἀφαιρούμενος, καὶ βιαίως οὕτως ἀποῤῥηγνὺς τὴν ψυχὴν, ἐπει‐ δὰν κυκλωθεῖσα ἡ πόλις, τὸ σὸν νῦν ὁρμητήριον, ἔκ τε γῆς καὶ θαλάττης μετὰ πολλῶν ἐπιόντος ἐμοῦ τῶν δυνάμεων, ἐπὶ τὸν αἴτιον τρέψηταί σε τὴν ὀργήν. Μεταπέμψομαι γὰρ οὐ Θετταλι‐
20κὴν μόνον ἵππον, καὶ ὅσα ἐκεῖθεν στρατόπεδα, ἀλλὰ σοῦ γε εἵνεκα καὶ Περσικὰς ἐξ Ἀσίας δυνάμεις. σὺ γὰρ ἤδη τοῦτ’ ἐπε‐ πράχεις πρῶτος, καθ’ ὁμοφύλων δι’ ἐμὲ Περσικὴν ἐλάσας δύ‐
ναμιν. τὸ δ’ ἐκ τῶν ὁμοίων τὸν ἀδικήσαντ’ ἀμύνεσθαι, εἰ μὲν

2

.

665

ἀνενέγκλητον εἶναι κρίνοις αὐτὸς, ἀθῶος ἐγὼ, καὶ πρὸς αὐτῶν τὴν μαρτυρίαν τοῦ συγκεχωρηκότος λαμβάνω τῶν βασκαινόντων. εἰ δ’ εἰς ἐγκλήματος λόγον ἀνάγεις τοὐμὸν πρᾶγμα, ὥρα σοι λο‐ γίζεσθαι, πηλίκων καὶ ὅσων τῶν ἐγκλημάτων ὑπεύθυνον σὺ σαυ‐
5τὸν ἐπεπράχεις ἐθελοντὴς, κατά τε μηδὲν ἀδικοῦντος ὅπλα το‐ σαῦτα κινῶν ἀσεβῶν ἀναμὶξ καὶ ὁμοφύλων, καὶ πάντων ἀφειδῶν χρημάτων, καὶ πᾶσαν Ῥωμαίων γῆν διαφθείρων, καὶ νεὼς κα‐ θαιρῶν, καὶ μιασμάτων ἐμπιπλὰς ἱερὰ, καὶ πολυτρόπως τοῖς θείοις ἐμπαροινῶν, καὶ πάσης πολιὰν εὐγενείας ἐκ μέσου ποιῶν,
10καὶ πάντα φύρδην ἄνω καὶ κάτω κυκῶν καὶ διαστρέφων· ἵνα τί γένηται; ἵνα σὺ μόναρχος καταστῇς, μείζοσιν ἢ κατὰ σὲ καὶ τὴν τύχην τὴν σὴν ἐπιβάλλων πράγμασι. τῆς ἀπονοίας· ὥσπερ ἂν εἰ μηδεὶς τῶν γινομένων ἐπόπτης δίκαιος ἦν, καὶ πάντα διοικῶν πρὸς τὸ βέλτιον, ἀλλ’ ἀκυβέρνητον εἶχε τὸ πᾶν καὶ πλημμελῆ
15τὴν φοράν. Καὶ ταῦτ’ οὐδὲ πρὸς τὰς ἐμὰς φυγὰς καὶ τύχας ἀπιδὼν συνέσεως ὁτιοῦν εἰς δυσώπησιν ἐδυνήθης λαβεῖν, ὅπως τοὺς μὲν φίλους, καὶ πολλὰς ὀφείλοντας ἔμοιγε χάριτας, ὡς πολεμίους ἐξώπλισε κατ’ ἐμοῦ τὸ μανιῶδες τῆς γνώμης· τοὺς δ’ ἐχθροὺς καὶ δυσμενεῖς, ὑφ’ ὧν μοι προσῆκε πάσχειν μᾶλλον
20κακῶς, φίλους αἱ τῆς δίκης πλάστιγγες ἔδειξαν ἀκριβεῖς· καὶ ὃν ὁ ὑμέτερος κλύδων εἰς πυθμένας κατήνεγκε συμφορῶν, ὑπέρτερον παραδόξως ὑμῶν ἐπεπράχει θεός. καὶ νῦν, ὡς ὁρᾷς, ἐμοὶ μὲν
ἐξουρίας ἅπαντά γε χωρεῖ, καὶ χωρήσει ξύν γε θεῷ. σὺ δ’ ὅλους

2

.

666

ἀνηλωκὼς χρημάτων σωροὺς, τῶν τ’ ἐμῶν δηλαδὴ μεθ’ ὅσα τοῖς βασιλικοῖς ἐνῆν πρυτανείοις καὶ ὅσα πᾶσιν εὐγενέσι τα‐ μιευόμενα πέπραχας ἅρπαγμα λῃστρικὸν, οὐδὲν πλέον κατορ‐ θοῖς, ἢ τὸν Πηνελόπης ὑφαίνεις ἱστόν· ὃν πανημέριον ὑφαινό‐
5μενον τὸ σκότος ἀνέλυε τῆς κατόπιν νυκτός. δῆλον οὖν ἂν ἐν‐ τεῦθεν εἴη καὶ τοῖς μικρὰ φρονοῦσιν, ὡς ὑμῖν μὲν ἀδικοῦσιν ἥκιστα συλλαμβάνειν ἐθέλει τὸ θεῖον· ἀδικουμένῳ δ’ ἔμοιγε καὶ μάλα μάλιστα. καὶ δέον ὑμᾶς, ἀφοσιουμένους τὴν ἐκ θεοῦ νέμεσιν, τὸ τῆς ὀργῆς ἐπίσχειν ἀταμίευτον, ὑμῖν δ’ ἠρεμεῖν οὐκ
10εἰς μνήμην οὐδ’ ὀψὲ τῶν χρόνων ἔρχεται. Ὅμως εἰ μὴ ἐν τῷ αὐ‐ τίκα φεύγων αὐτὸς οἰχήσῃ, κακοδαιμονία δέ τις συνέστιος κατὰ χώραν ἄχρι καὶ ἐς ἑβδόμην ἡμέραν διακαρτερεῖν ἀναγκάσει, ἔργα λόγων ὄψει πολλῷ κραταιότερα. (Γ.) Ταῦτ’ εἰπὼν τοὺς μὲν πρέσβεις ἀφῆκε πορεύεσθαι· αὐτὸς δ’ ἀκάτιον κατεσκευακὼς
15λάθρα δι’ ἀμάξης κατήνεγκεν ἀλλαχόθεν εἰς θάλατταν, στα‐ δίους Βεῤῥοίας διέχουσαν ἑξήκοντα καὶ ἑκατὸν, δι’ οὗ τὴν καλέ‐ σουσαν ἀπεστάλκει πρεσβείαν τὸν τῆς Λυδίας σατράπην Ἀμούρ. καὶ ἦν ὁ καιρὸς τηνικαῦτα παρὰ τὰς τοῦ κυνὸς ἐπιτολάς. θʹ. Ἐπανιόντων δὲ τῶν πρέσβεων ἐκ Βεῤῥοίας, Ἀπόκαυκος
20διακηκοὼς, „Ἐγὼ δ’ οὐκ ἄν ποθ’ ὁμολογήσαιμι νόθον εἶναι καὶ μὴ πάνυ προσῆκον τοῖς στρατηγεῖν αἱρουμένοις (ἔφη) τὸ ψεύδε‐ σθαι, ὅτι μὴ καὶ μάλιστά σφισιν ἁπάντων εἶναι τῶν ἀναγκαιο‐
τάτων. δυοῖν γὰρ ὄντοιν πραγμάτοιν, ἀληθείας καὶ ψεύδους,

2

.

667

ἓν ἐξ ἀμφοτέρων πορίζεται κέρδος ὁ στρατηγὸς, καθ’ ὁπότερον ἴδῃ συνωθοῦσαν τὸ συμφέρον τὴν τῆς χρείας ἀνάγκην. φιλοσό‐ φοις γὰρ καὶ ὅσοις τὸ μὴ πάντη τοῦ βίου κοινωνικὸν πραγματεύε‐ ται ἴδιον ἂν εἴη τὸ ψεύδους παντὸς ἄμικτόν τε καὶ ἀβαφῆ τὴν
5γλῶτταν τηρεῖν, οἷς οὐδεμία πρόσεστι βίου φροντὶς, παρενηνέ‐ χθαι τῆς ἀληθείας πείθουσα. οἷς δ’ ἀληθεύσασι μὲν ἐνίοτε δια‐ κινδυνεύεται πόλεις αὐτάνδρους καὶ στρατόπεδα πάντ’ ἀπολέσθαι, ψευσαμένοις δ’ ὅλην ἀκραιφνῆ χαρίσασθαι σωτηρίαν· ποῦ οὐκ ἂν ἀτοπίας ἐλαύνοι, πρὸ τοῦ συμφέροντος ψεύδους αἱρεῖσθαι τὸ
10τὰ ἔσχατα βλάπτον τῆς ἀληθείας; ἐγὼ γὰρ μυριάκις ἂν ἑλοίμην, ἐξὸν μετὰ τοῦ ψεύδεσθαι, σώζειν καὶ πόλεις ὁμοῦ καὶ στρατό‐ πεδα, τοῦ γε ξὺν τῇ ἀληθείᾳ πρὸς βάραθρον ἀπωλείας ἐλαύνειν ἅπανθ’ ἑκών. ἀνυποστάτου γὰρ ὄντος καὶ ἀνουσίου τοῦ ψεύδους, ἀνάγκη τὸν τούτῳ χρώμενον, ὁπότε χρῷτο, μηδὲν ἄλλο γε δρᾷν,
15ἢ σιωπήν τινα καὶ φειδὼ τῆς ἀληθοῦς οὐσίας πραγματεύεσθαι· καθάπερ δήπου καὶ ὅσα τῶν κειμηλίων πολυτελέστερά τε καὶ τι‐ μιώτερα τοῖς ἔχουσι νῦν μὲν καλύπτεται τοῦ συμφέροντος εἵ‐ νεκα, νῦν δ’ ὥσπερ ἀνακαλυπτήρια θύειν τοῖς τῶν ἀνθρώπων ὀφθαλμοῖς τὸν ἴσον ἔξεστι τρόπον. ὥστ’ οὐ δικαίως ὁ Καντα‐
20κουζηνὸς τὴν γραφὴν ἐμοὶ τοῦ ψεύδεσθαι, ὥς γε οἶμαι, προστρί‐ βεται, τοῦ λυσιτελοῦς ὡς μάλιστα ποιουμένῳ τὴν πρόνοιαν. ἐγὼ γὰρ ἐλάττωμα ἂν ἡγησάμην, εἰ μὴ τοιοῦτος εἴην· κἀκείνῳ δ’ αὖ, εἰ στρατηγοῦ ποιεῖν ἐβούλετο πρᾶγμα, τότ’ ἄν με λοιδορεῖν
ἐχρῆν, ὅτε μὴ οὕτω τοῖς ἀνὰ χεῖρας ἑώρα με πράγμασι προσιόντα.

2

.

668

Ἐμὲ δ’ ἐκεῖνο μάλιστα πάντων ἐπαίρει θαυμάζειν ἐκείνου, πῶς ταῦτ’ ἐπείγεται δρᾷν, οἷς ὀνειδίζων ἐκτόπως ἐμοὶ λοιδορεῖται, τὴν βαρβαρικήν φημι καὶ ἀλλόφυλον συμμαχίαν. εἰ γὰρ ἐν ἀλλο‐ τρίοις πταίσμασιν ἰδίαν ἀσφάλειαν ἐγκωμίων αὐτὸς ἐπορίσατο
5καὶ τῷ ὄντι τά μοι πεπραγμένα μεμίσηκε, ποθεῖν οὐκ ἐχρῆν, οὐδὲ μιμεῖσθαι. τὸ γὰρ μιμεῖσθαι φιλοῦντός ἐστιν, οὐ μισοῦν‐ τος, καὶ θαυμάζοντος μᾶλλον ἢ ψέγοντος. οὐδεὶς γὰρ ἃ μισεῖ δρᾷν ἐκ ψυχῆς ἐπείγεται, τοῦ βιαζομένου παντὸς ἐκ ποδῶν ἱστα‐ μένου. εἰ δὲ γλώττῃ μὲν λοιδορεῖται τούτοις οἷς ἐμὲ πράττοντα
10βλέπει, ἔργοις δ’ οὐχ ὅπως οὐκ ἀποσπεύδει τὴν μίμησιν, ἀλλὰ καὶ προσεπιδαψιλεύεται, δῆλον ὡς οὐχ ὅτι μισῶν λοιδορεῖται, ἀλλ’ ὅτι μὴ πρῶτος αὐτὸς ἐπεπράχει δυσχεραίνει· ὥστε δυοῖν ὁπότερον καθ’ ἑτέρου ψηφισθείη, καὶ θατέρῳ τοῦτο δικαίως ἀκολουθήσῃ, καὶ ὁμοίως ἀμφοτέροις ἢ τὰ τῆς ἐπιτιμήσεως ἢ τὰ
15τῆς συγγνώμης ἐφ’ ὁμοίοις τοῖς πράγμασιν ἕψεται.“ (Β.) Ἐκεῖ‐ νος μὲν οὖν ταῦτ’ ἔλεξε, σφόδρα τῆς ἑαυτοῦ καταψευδόμενος φύσεως, καὶ πιθανότητι γλώττης τὴν τῶν πραγμάτων ὑποκλέ‐ πτων ἀλήθειαν. ἔθος γὰρ αὐτῷ διηνεκὲς τουτὶ, καὶ πολλάκις τούτῳ περιφανῶς ἐνεκαλλωπίσατο, ἕτερα μὲν τῇ γλώττῃ προφέ‐
20ρειν, ἕτερα δ’ ἐν τῇ διανοίᾳ καλύπτειν, καὶ μαχομένην δει‐ κνύειν τῇ γλώττῃ τῶν λογισμῶν τὴν μελέτην. πολλὰ μὲν οὖν κἀν‐ ταῦθα τῇ γλώττῃ θρασυνόμενος τοῖς ἔργοις ἠλέγχετο. αὐτὸς
μὲν γὰρ διὰ δέος ἐν Θεσσαλονίκῃ παρέμεινε· τὴν δὲ στρατιὰν

2

.

669

τῶν ἐπισήμων ἑνὶ παραδοὺς ἐπὶ Βέῤῥοιαν ἔπεμψε, παραγγείλας ἄχρι τριῶν ἐκεῖ παραδείξαντας ἑαυτοὺς ἡμερῶν τὴν ταχίστην ἐπανιέναι. οὐ γὰρ δράσοντάς τι γενναῖον σφᾶς ἐπεπόμφει· τῶν γὰρ ἀμηχάνων ἓν ἐδόκει τοῦτ’ αὐτῷ· ἀλλ’ ὅσον μὴ φωραθῆναι
5τὴν τούτου δειλίαν τοῖς πλείστοις. τοῦ γάρ τοι θράσους ἀνδρίᾳ καὶ τόλμῃ πολεμικῇ συνοικεῖν οὐδαμῆ δυναμένου, πῶς ἂν αὐ‐ τὸς, μακρὸν μὲν ἐν τῇ γλώττῃ τὸ θράσος ἔχων, μακροτέραν δ’ ἐν τῇ ψυχῇ τὴν δειλίαν, γεγυμνωμένοις ξίφεσιν ἢ αὐτός ποθ’ ὁμιλήσειεν, ἢ πείσειεν ἄλλους; θᾶττον μεντἂν τοῦ σώματος
10ἀποῤῥηγνυμένην θεάσαιτο τὴν ψυχὴν, ἢ συῤῥηγνυμένου πολέμου πάταγον ὅπλων ἀκούσειεν. (Γ.) Ἐπεὶ τοίνυν πεπαῤῥησιασμένῃ μάχῃ τὸν πολέμιον οὐκ ἐνῆν κατεργάσασθαι, πρὸς τὰς ἐν κρυφῇ συνήθεις αὖθις ἔβλεψε μηχανὰς καὶ τοὺς λαθραίους δόλους. κἀπειδή γε ἠκηκόει τὴν βασιλέως οἰκίαν εἶναι παρὰ τὸ τεῖχος τῆς
15πόλεως ἔνδον· ἀφ’ ἧς ἐξιόντα τὸν βασιλέα περὶ μέσας που νύκτας μεμονωμένον τε καὶ ἀφύλακτον ὡς τὰ πολλὰ περισκοπεῖν ἐκ τῶν ἐπάλξεων, εἰ ἐπίοιεν ἔξωθεν αἱ τῶν ἀντιπάλων δυνάμεις καὶ ὅπως ἂν ἐγρηγόρσεως ἔχοιεν οἱ τὴν πόλιν ἔνδοθεν φρουροῦντες, ὅσοι τε τὰς κατὰ μέσην τὴν πόλιν ἔνοπλοι περιῄεσαν ἀγυιὰς καὶ
20ὅσοι πάντα πύργον καὶ πᾶν ἡμιπύργιον διαλαγχάνοντες φωναῖς ἀλλεπαλλήλοις τὰ νυκτερινὰ παρεμετροῦντο διαστήματα· πολλοῦ τινος ἐπρίατο μισθοῦ τῶν εὐφυῶς ἐχόντων τῆς τοξικῆς ἀσκήσεως
ἕνα τινὰ, καὶ τοῦτον εἰς Βέῤῥοιαν πέμψας κατὰ τὸ λεληθὸς

2

.

670

παρήγγειλε νύκτωρ ἐξιόντα τῆς οἰκίας τὸν βασιλέα καιρίαν βαλεῖν ἐκ τοῦ τείχους, καὶ παραχρῆμα σχοίνῳ διὰ τῶν ἐπάλξεων διεκπε‐ σόντα πρὸς τὸ στρατόπεδον ἀπαθῆ τὴν σωτηρίαν πορίσασθαι. τῆς τοίνυν ὥρας ἐληλυθυίας, ἐν ᾗ τὸν βασιλέα τῷ εἰωθότι χρῆ‐
5σθαι γέγονε περιπάτῳ παρὰ τὸ τεῖχος τῆς πόλεως, τρὶς μὲν εὐ‐ θὺς ὁ τοξότης ἐκεῖνος ἐτείνετο τὸ τόξον· τρὶς δ’ ἀτυχῶν περὶ τὴν ἀποστολὴν τοῦ βέλους ᾐσθάνετο, νάρκης οἱονεί τινος ἐμπε‐ δούσης παραχρῆμα τὴν χεῖρα καὶ κατὰ γῆς νεκρὸν τὸ βέλος ῥιπτούσης. τῆς μέντοι τοῦ τόξου νευρᾶς ἐν τῇ τρίτῃ ῥαγείσης
10πείρᾳ, ἐκπλήξει καὶ δέει ληφθέντα τὸν ἄνθρωπον ἅμα ἕῳ προσ‐ ιέναι τε τῷ βασιλεῖ καὶ τόν τε δόλον ἐξαγγεῖλαι περιπαθῶς καὶ ὃ περὶ τὴν τάσιν τοῦ τόξου συμπέπτωκε τέρας. αὐτὸς μὲν οὖν συγγνώμης τυχὼν ἐπορεύετο. (Δ.) Ὁ δ’ Ἀπόκαυκος, ὁρῶν οὐ ταχεῖαν ἰοῦσαν τὴν ἐκ τῶν Τριβαλλῶν αὐτῷ σύμμαχον δύνα‐
15μιν, ἠρέμα πρὸς ἀπογνώσεις ἐχώρει τῇ γνώμῃ. ἐδεδίει γὰρ, μὴ αἰφνίδιον ὁ βασιλεὺς τὰ Θετταλικὰ μεταπεμψάμενος ὅπλα πρὸς τοὺς ἐσχάτους ὤσῃ κινδύνους αὐτοῦ τὰ στρατεύματα. οὐ μετὰ πολλὰς οὖν ἐκεῖθεν τὰς ἡμέρας ἀναζευγνύειν ἐκέλευε τά τε ἄλλα καὶ μάλισθ’ ὅτι καὶ φήμη πάντας ἄρτι ἐπεπορεύετο, τὴν τοῦ
20Περσικοῦ στόλου βαρεῖαν διαγγέλλουσα ἔφοδον, ἣν καὶ παντὸς ἐνόμιζε θανάτου φοβερωτέραν. διὸ καὶ κομιδῇ βραχείας τῇ Θεσ‐ σαλονίκῃ ἐνδιατετριφὼς καὶ αὐτὸς ἡμέρας ᾤχετο σὺν ὀλίγαις ναυσὶν ἀποπλεύσας, καὶ ταύταις ταχυναυτούσαις ὡς μάλιστα.
ὑπωπτευκὼς γὰρ ἦν, καὶ μάλα κατὰ σκοπὸν, ὡς αἰσθήσεως

2

.

671

γενομένης ἀνὰ τὴν πόλιν τοῦ φόβου τε καὶ τῆς γε τοῦ δρασμοῦ μελέτης, δυοῖν ἕψεται θάτερον· ἢ γὰρ καθέξειν αὐτὸν τοὺς Θεσσαλονικέας ἐπίκουρόν τε καὶ κοινωνὸν τῆς προσδοκωμένης πολιορκίας, ἢ βιάσασθαι συναποπλεῖν αὐτῷ τάς τε τριήρεις πά‐
5σας καὶ ἅμα τὴν σύν γε αὐτῷ ναυστολήσασαν Περσικὴν δύνα‐ μιν μεθ’ ὁμοίας τῆς γνώμης· ὃ μεῖζον τῶν ἄλλων ἐνόμιζεν εἶναι κακῶν ἑαυτῷ, καὶ κινδύνων μειζόνων μεστόν. τό,τε γὰρ πλῆ‐ θος ἐν ταῖς φυγαῖς ἐμπόδιον οὐ μικρόν· καὶ πρός γε τὸ δύ‐ ναμιν ἀλλόφυλον ἑπομένην ἔχειν, φεύγοντα δύναμιν ἄλλην,
10ἐχθρὰν μὲν αὐτῷ, φίλην δὲ καὶ ὁμόφυλον ταῖς ἑπομέναις αὐτῷ Περσικαῖς ταύταις ναυσὶν, ὅμοιον ἐλογίζετο, ὥσπερ ἂν εἴ τις τὸν ἔξωθεν ἀνασοβεῖν τῆς οἰκίας ἐπειγόμενος ἐμπρησμὸν ἔνδοθεν ἑκὼν αὐτὴν ὑφῆπτεν αὐτὸς, σπουδαιοτέραν τινὰ τὴν ἐπικουρίαν οὕτω πως τἀλλοτρίῳ πυρὶ μηχανώμενος. ταῦτ’ οὖν ἅπαντ’ ἐν
15νῷ συλλαβὼν ᾤχετο λάθρα φυγὼν, ὡς ἡμῖν γε δεδήλωται. (Ε.) Ὅσαι μὲν οὖν ἁρπαγαί τε καὶ ἀνδραποδισμοὶ τοῖς ἐναπο‐ λειφθεῖσιν ἐγίνοντο Πέρσαις ἐκεῖ κατὰ τῶν εὐσεβῶν, καὶ ὅσαι κατὰ τῶν ἱερῶν ἀτοπίαι κατὰ τὸ ἀφειδὲς ἐτολμῶντο, ῥᾴδιον οὐκ ἂν εἴη διεξιέναι, βουλομένοις ἐφ’ ἕτερα τρέπειν τοῦ λόγου
20τὸν δρόμον ἡμῖν. ἴσασι δ’ οὖν οἱ παθόντες, καὶ ὅσοι τῶν τοιού‐ των οὐ μάλα πεφύκασιν ἀδαεῖς ἀποσυλᾷν εἰκασμοὺς κἀξ ὧν γε τεθέανται ξυμβάλλειν καὶ ἃ μὴ τεθέανται.
ιʹ. Βραχεῖαι παρῆλθον ἡμέραι καὶ ἡ ναυτικὴ τῶν Περσῶν

2

.

672

κατέπλευσε δύναμις, ἐς ἔγγιστα διακοσίων νεῶν ἀναφερομένη τὸ πλήρωμα καὶ ναύαρχον ἔχουσα τὸν τῆς Λυδίας σατράπην Ἀμούρ· ὃς οὐκ εἰς τὸ τῶν Θεσσαλονικέων ἐπίνειον κατᾶραι τὸν στόλον ἀφῆκεν, ἀλλ’ ἴδιον αὐτὸς ἐποιήσατο ναύσταθμον, στα‐
5δίους Θεσσαλονίκης ἀπέχον οὐχ ἧττον ἑξήκοντα. οὐ μὴν τοσαύ‐ τας ἔχων τῆς Ἀσίας ἐξέπλευσεν· ἀλλὰ τριακοσίαις μὲν ταῖς πά‐ σαις ἀνήχθη· ναυαγίᾳ δὲ χρησάμενος κατὰ τὸν ἀνάπλουν, ἀγριω‐ τέρων τῶν ἀπαρκτίων τηνικαῦτα ῥευσάντων πνευμάτων, αὐτὸς μὲν σὺν ταῖς εἰρημέναις ἐκτοπισθεὶς ἄκων εἰς Εὔβοιαν ἐξώκειλε,
10καὶ ταύταις ἀπ’ ἀλλήλων ὡς τὰ πολλὰ διεσκεδασμέναις· αἱ δ’ ἄλλαι κατ’ ἄλλα μέρη διεσώθησαν τῆς Εὐρώπης, ὅσαι μήτ’ ἐν ταῖς ἀκταῖς συνετρίβησαν, μήτε κύμασι διαναυμαχήσασαι κα‐ τηνέχθησαν αὔτανδροι. βουλευομένου δ’ ἐκεῖθεν ἐπὶ συχναῖς ἡμέ‐ ραις ἐξ Εὐβοίας πεζῇ διὰ Θετταλίας ἰέναι ἐς Βέῤῥοιαν, αὐτόθι
15τὰς ναῦς καταφλέξαντα πρότερον, ἐῤῥάϊσε μὲν ἡ τῶν κυμάτων ὕβρις ὀψέ· μαλακώτερον δ’ ἐξ ἀπογείων προσβαλεῖν ἤρξατο τοῖς ἱστίοις τὸ πνεῦμα. ὅθεν καὶ ἄραντες ἐκεῖθεν ἠθροίσθησαν ἐς ὃν δεδηλώκαμεν ναύσταθμον, τῆς Θεσσαλονικέων πόλεως ἄγ‐ χιστα. (Β.) Οἱ μὲν οὖν πλείους, τὴν ἱκανὴν ἀπολιπόντες φρου‐
20ρὰν ταῖς ναυσὶν, ἐπὶ λείαν εὐθὺς ὥρμησαν, καὶ τὰ πλείω τῶν Τριβαλλοῖς ὑπεικόντων χωρίων ἐκάκωσαν μάλιστα, ἀνθρώπους καὶ βοσκήματα συναρπάζοντες ἐξ ἀγρῶν, καὶ οἰκίας πυρπολοῦν‐ τες, καὶ πολλοῖς τὸν πολέμιον σίδηρον καταφέροντες ἀνανταγώ‐
νιστον. τῷ γε μὴν ναυάρχῳ τοῦ στόλου κατὰ χώραν μείναντι

2

.

673

ἧκε μετὰ βραχὺ καὶ ὁ βασιλεὺς ἐκ Βεῤῥοίας, τῶν ἐκεῖ πραγμάτων ἐπίτροπον τὸν υἱὸν καταλελοιπὼς Μανουήλ· ὃς ἄρτι καθ’ ἡλι‐ κίαν τὸν ἔφηβον παραλλάττων, καὶ μήπω μηδὲ τὸν πρῶτον ἀν‐ θήσας ἴουλον ἐν ταῖς παρειαῖς, πρεσβυτικὴν ἐν τῇ ψυχῇ τὴν σύ‐
5νεσιν ἔβοσκε καὶ ἅμα τῷ πατρὶ πρὸς ταῖς ὑπερορίοις καὶ ὑπαί‐ θροις στρατοπεδείαις μακρὰ συγκακοπαθήσας πρὸς λαμπρὰν τῆς στρατηγικῆς ἐμπειρίας γεγύμνασται ἄσκησιν· καὶ δι’ αὐτό γέ τοι τουτὶ τὴν τῆς τοιαύτης πόλεως ὁ βασιλεὺς καὶ πατὴρ ἐπεπι‐ στεύκει ἐπιτροπὴν, ἣ κρηπὶς καὶ ῥίζα τέως αὐτῷ τῆς ἐκ τῶν χει‐
10ρόνων ἐς τὰς βελτίους τύχας κατέστη μεταβολῆς. οὕτω τοίνυν ἐλθὼν ἐκ Βεῤῥοίας ὁ βασιλεὺς, καὶ ἀμφὶ τοὺς τῆς Θεσσαλονίκης ἀγροὺς τῷ τῆς Περσικῆς δυνάμεως ἐντετυχηκὼς ἡγεμόνι, καὶ ἀσπασάμενος τὰ εἰκότα, περὶ τῶν πρακτέων ἄμφω κατὰ σφᾶς ἐβουλεύοντο. (Γ.) Τοῖς γε μὴν Θεσσαλονικεῦσι, τειχῶν ἐντὸς
15συγκλεισθεῖσι μετὰ τῶν ποιμνίων καὶ βουκολίων, αὐτοῖς τε ἐστε‐ νοχωρεῖτο τὰ ἐπιτήδεια καὶ τοῖς ἀλόγοις ζώοις χιλὸς οὐκ ἦν· ἃ δὴ καὶ καθ’ ἡμέραν ἄλλα ἐπ’ ἄλλοις ἔπιπτον, καὶ τὸ ἐντεῦθεν δυσῶδες νοσεῖν παρεσκεύαζε τὸν ἀέρα· ὑφ’ ὧν ἀχθομένοις συνέ‐ βαινε στασιάζειν λαμπρῶς τοῖς πολίταις. οἷς μὲν γὰρ κτήσεις
20ἦσαν ἀγρῶν, ἄχθεσθαι ἐνῆν, τῶν ἀγρῶν δῃουμένων· οἷς δ’ ἀγέλαι ποιμνίων, καὶ ζεύγη βοῶν, καὶ ὁπόσα τῶν ἀχθοφόρων ζώων, ἀνιᾶσθαι συνέβαινε καὶ αὐτοῖς, αὐτά τε θεωμένοις εἰκῆ φθειρόμενα καὶ ἀθρόας τὰς ἐπ’ αὐτοῖς ἐλπίδας θνησκούσας
αὐτῶν. οἷς δ’ ἡλικιῶτις ἦν ἡ πενία καὶ τὸ κοῦφον τοῦ βίου τὸ

2

.

674

μὴ βουλόμενον ἰσχυρῶς ἐμάστιξε τῆς ψυχῆς, τούτοις δ’ ἔφεσις νεωτέρων συνήκμαζε ταραχῶν καὶ θορύβων, καὶ κατὰ τῶν πλου‐ σίων ἡ βασκανία τῶν ὀφθαλμῶν ἐτείνετο, καὶ τὸ μανικὸν ἠσκεῖτο σφόδρα τῆς γνώμης. (Δ.) Τούτων δ’ οὕτως διῃρημένων δι‐
5πλῇ, καὶ τρίτη μοῖρά τις αὐτοῖς ἐπεφύετο συρφετώδης, δικαιο‐ σύνης πέρι καὶ ἀδικίας οὐδὲν ἐπαΐουσα, ἀλλ’ ἀγομένη ῥᾳδίως καθάπερ ὅπλον τοῖς ἄγειν ἐθέλουσιν, ὅποι τὸ αὔθαδες ὑφηγεῖται τῆς γνώμης, ἐπὶ πονήρῳ τῶν φθονουμένων. οὔτε γὰρ αὐτονομίᾳ δουλεύειν οἶδεν ὁ δῆμος οὗτος, οὔτε νόμοις ἀνδρῶν παλαιῶν, τὸ
10ζῇν ἐν ταῖς βίβλοις ἐχόντων, κἀκεῖθεν τὰ πολιτικὰ ῥυθμιζόντων πράγματα, καὶ τοῖς τῶν ἀτόπων κινήμασιν ἕξεων πρὸς τὸ εὔ‐ δαιμον νομοθετούντων ἀεί· ἀλλ’, ὥσπερ θαλάττης κύματα πᾶ‐ σιν ἀγριαίνουσι πνεύμασιν εὐχερῶς ὑπείκοντα τὰς δυστυχεῖς κα‐ ταδύουσι τῶν ὁλκάδων αὐτάνδρους, οὕτως οὗτοι τὰς τῶν εὐδαι‐
15μόνων οἰκίας ἐκ βάθρων ἀνατρέποντες τὸ πολέμιον ἀκρατῶς κατὰ τῆς τῶν ἀθλίων κεφαλῆς ἐπιφέρουσι ξίφος ἀφειδῶς καὶ ξύν γε λόγῳ οὐδενί. (Ε.) Πεπλασμένης οὖν ἀρτίως εἰς τὸν δῆμον ῥυείσης φήμης, ὡς τοῖς πλούτῳ καὶ ἀγροῖς καὶ βοσκήμασι βρί‐ θουσιν ἀναπετάσαι τὰς τῆς πόλεως πύλας κρύφα μελετηθείη
20τῷ βασιλεῖ Καντακουζηνῷ τὴν ζημίαν οὐ φέρουσιν, εἰς ἀντίπα‐ λον ἔστησαν μοῖραν οἱ πλούτου καὶ δόξης ἐφιέμενοι πένητες, καὶ τὴν ἀνάῤῥησιν τοῦ ὀνόματος τοῦ βασιλέως Ἰωάννου τοῦ Παλαιο‐ λόγου μετὰ τῆς μητρὸς ἐπὶ μέσης τε διαῤῥήδην ὕμνουν τῆς πό‐
λεως καὶ ἅμα Ζηλωτὰς σφᾶς αὐτοὺς ἐπωνόμαζον, ὀνόμασι

2

.

675

χρηστοῖς τὴν τῆς κακίας ὑπόθεσιν περιπέττοντες, καὶ τὸν δῆμον εἰς συμμαχίαν ἐκάλουν, κερδῶν ἑτοίμων ἐλπίσι τοὺς σφῶν θυ‐ μοὺς παραθήγοντες. (ϛʹ.) Οὕτω δὴ οὖν ὥσπερ βιαίου κατα‐ σκήψαντος πνεύματος εἰς τὴν πόλιν, θόρυβος ἀνὰ πάντας δη‐
5μότας ἐπεχωρίαζεν ἄτακτος, καὶ πάντες ἀθρόοι τῶν οἰκιῶν εὐθὺς ἐξεχέοντο, καὶ τῶν ἔξωθεν πολεμίων αὐτοὶ πικρότεροι τοῖς πλου‐ σίοις ἐγίνοντο, τόν τε ἐν ταῖς οἰκίαις πλοῦτον ἅρπαγμα λῃστρι‐ κὸν καθιστάμενοι καὶ αὐτῶν ὅσοις ἐνετύγχανον ἀφειδῶς ἀπο‐ σφάττοντες, καὶ πολιτικῶν αἱμάτων κρατῆρας κενοῦντες ἐν ταῖς
10πλατείαις τῆς πόλεως. τό γε μὴν ἔκκριτον, καὶ ὅσον τῆς πόλεως ὄψις ὑπῆρχεν, εἰς τοῦτο κακοδαιμονίας ἠλάθη διά γε δὴ τὸ τῆς οὐσίας εὔδαιμον. τούτων δ’ οἱ μὲν θανάτου δίκην ἔδοσαν αὐ‐ θημερὸν ταῖς τῆς δημοτικῆς παρανοίας ὁρμαῖς· ὧν δ’ ἐν ὑπο‐ ψίαις ἔτι τὸ τῆς τύχης ἔκειτο μέλλον (πλείους δ’ εἶναι τῶν ἑα‐
15λωκότων συνέπιπτεν σφᾶς), τούτοις δ’ ἐσκυθρωπακόσιν ἐνῆν οἰ‐ κουρεῖν, φυλαττομένοις ὡς τὰ πολλὰ τό γ’ ἐν ἀγοραῖς καὶ θεά‐ τροις παῤῥησιάζεσθαι. (Ζ.) Καὶ τάχ’ ἂν ἐτεθνήκεσαν ὑπὸ δέους, εἰ μή τινες ἐκ βασιλέως ἔξωθεν ἐλπίδες εἰσπορευόμεναί πως ἀνεῤ‐ ῥώννυόν τε πρὸς τὸ εὔψυχον καὶ τὸ λογιζόμενον τῆς ψυχῆς
20πρὸς τὸ νῆφον ἀνεκαλοῦντο. μόναι γὰρ αὗται μοχθούντων ἑω‐ ρῶντο τέρπουσα τηνικαῦτα κρηπὶς λογισμῶν, καὶ πρός γε, φρον‐ τίδων εἰς ἀπόγνωσιν ὀλισθαίνειν κινδυνευουσῶν, πρᾶος φάναι καί τινος ἀπόζων εὐθυμίας ζέφυρος. εἰ γὰρ καὶ τὸ ψεῦδος ὁμό‐
στεγον ἐνίοτε φαίνονται κεκτημέναι, ἀλλ’ οὖν τοιαῦτά πως εἰδω‐

2

.

676

λοποιεῖν ἐπεφύκεσαν ἀεὶ καὶ προτυποῦσθαι, καθάπερ ἐκ γειτό‐ νων παριοῦσαι παρήγοροι πιπτούσαις ἐξ ἀθυμίας ψυχαῖς, τὰς τῆς ὀρέξεως φαντασίας συλλήπτορας ἔχουσαι. ἀλλὰ τὸ μὲν πά‐ σχειν ἐκ διαδοχῆς συνεχῶς τοῖς ταλαιπώροις ἐλέλειπτο καὶ παρῆν·
5τὸ δὲ τῶν ἐλπίδων προμηθὲς σκιά τις ἦν ἡδονῆς καὶ δικτύοις συναγομένη πνοή· οἷς τὸ μὲν διαῤῥεῖν ἀθρόον ἔνεστι πάντως, τὸ δὲ μένειν ὅλως οὐκ ἔνεστι. (Η.) Τῷ μὲν γὰρ τῶν Περσῶν ἡγεμόνι περιστρατοπεδεύειν ἐδόκει τὴν πόλιν ἔκ τε γῆς καὶ θα‐ λάττης, καὶ ὅλον τὸ τῆς πολιορκίας ἐπάγειν ἐκ τοῦ παραχρῆμα
10βίαιον, καὶ μὴ τρίβειν ἡσυχῆ καθημένους τὸν χρόνον, ἔργοις ἐνὸν τὰ τῆς μάχης ἐν βραχεῖ κρίνεσθαι τά τε ἄλλα καὶ μά‐ λισθ’ ὅτι καὶ σύμμαχον συνέβαινε τῇ ἔξωθεν ἤδη γίνεσθαι πο‐ λιορκίᾳ καὶ τὴν ἔνδοθεν ἀναφλεγομένην τῶν οἰκητόρων στάσιν. τῷ δὲ βασιλεῖ τοῦτ’ οὐδαμῆ συνεδόκει, τὸν μάρτυρα τιμῶντι
15Δημήτριον· καὶ ἄλλως δ’ οὐκ ᾤετο χρῆναι τῆς ἰσχύος αὐτοῦ τὴν περιουσίαν ἐκ τῆς τῶν πολιορκουμένων φαίνεσθαι συμφορᾶς· ἀλλ’ ἀπειρηκότας ὀψὲ τοὺς στασιαστὰς τῷ τε λιμῷ καὶ τῇ τῆς πολιορκίας ἀνάγκῃ καθ’ ὁμολογίαν παραδώσειν σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν. (Θ.) Ἐπεὶ δὲ τριακονθημέρου παρῳχηκότος ἐν‐
20ταῦθα χρόνου τὰ κατὰ γνώμην οὐκ εὔοδα ἑωρᾶτο, τὴν μὲν ἄλ‐ λην δύναμιν ἀφίησι διαπόντιον ὁ βάρβαρος οἴκαδε ἀπιέναι, τὸν ἀνάπλουν διὰ τῆς Θρᾳκώας κελεύσας παραλίου ποιεῖσθαι· δε‐ διὼς ἴσως μή πού τις ἔτι χρείας προϊοῦσιν ἀνάγκη τούτῳ προσγέ‐
νηται σφῶν· ἑξακισχιλίους δ’ ἀπολεξάμενος μόνους κατέσχε παρ’

2

.

677

ἑαυτῷ. οὓς ἐπαγόμενος ἐπ’ ἀτελέστοις ἀπαίροντι συναπῄει ταῖς ἐλπίσι τῷ βασιλεῖ, πολλὰ μὲν κατειρωνευόμενος τῆς αὐτοῦ περὶ τὰ θεῖα δεισιδαιμονίας, πολλὰ δὲ μεμφόμενος, ὅτι μηδείς ποτ’ οἶκτος αὐτὸν εἰσῄει τῶν τὰ δεινότατα πασχόντων δι’ αὐτὸν ἐν τῇ
5πόλει· ἀλλ’ οἶκτος οἶκτον ἀντέκρουσε μικροῦ τινος ἄξιος τὸν ξύν γε τῷ ὠφελίμῳ πολλήν τινα τὴν ἀνάγκην ἐπιφερόμενον· ὡς εἰναί φησι τελευτᾷν εἰς τὸ προφανὲς ἀφειδὲς τὴν τοῦ οἴκτου τοῦδε ἐπωνυμίαν, καὶ βραχεῖαν μέν τινα τὴν τοῦ λυσιτελοῦς παρεχο‐ μένην δόκησιν, μείζονα δὲ τὴν ζημίαν εἰς τοὐμφανὲς προξενοῦσαν.
10(Ι.) Ἑβδομαῖοι μὲν οὖν ἰόντες ἐκεῖθεν τὰ περὶ Χριστούπολιν ἀπονητὶ διέβησαν στενά· κἀκεῖθεν αὖθις ὡς διὰ φιλίας πορευό‐ μενοι τῶν ἐνταῦθα διϊσταμένων ἀπεπειρῶντο πόλεων. καὶ τὸ μὲν φθινόπωρον ἐν τούτοις ἐτελεύτα. ὁ δὲ χειμὼν τοῦ συμφυοῦς λοιπὸν τὰς ἀκμὰς ἀνεχάλκευε ψύχους.
15 ιαʹ. Ἡμεῖς δ’ ἐπειδὴ μὴ μονοειδῆ τὴν ἱστορίαν ἐκθεῖναι προὐθέμεθα, μηδὲ μόνοις πᾶσαν ἀσχολίαν τοῖς Ῥωμαϊκοῖς παρέ‐ χεσθαι πράγμασιν, ἀλλ’ ἐνιαχοῦ καὶ παρεξιέναι, τῆς χρείας ὁπώσποτε συνελαυνούσης εἰς τὴν ἀνάγκην, εἰκὸς εἶναι κἀνταῦθα λοιπὸν ἡγούμεθα, τὸν τῆς προκειμένης εἱρμὸν ὑποθέσεως ἐς τὴν
20ὑστεραίαν ὑπερθεμένους, καθὰ καὶ πολλαχῆ πεποιήκαμεν πρό‐ τερον, ἐφ’ ἕτερα καὶ τήμερον τρέψαι τὸν λόγον, κἀκείνων με‐ τρίως μνησθῆναι, ὁπόσα κατὰ τὸν αὐτὸν ἐν ἄλλοις ἔθνεσι πέ‐ πρακται χρόνον· ἃ δοκεῖ μέν πως ἀλλότρια διὰ τὸ τῶν τόπων
ὑπερόριον· ἔστι δ’ ὅμως καθ’ ἕτερον τρόπον οἰκεῖα καὶ πάνυ

2

.

678

ταῖς Ῥωμαϊκαῖς ἀφηγήσεσι κοινωνοῦντα. ἡ γάρ τοι βασιλεύουσα πόλις αὕτη κοινὴ τῆς ὅλης εἰπεῖν οἰκουμένης ἐστὶν ἑστία καὶ κοινὸν πρυτανεῖον· καὶ χορηγεῖ μὲν δαψιλῶς πᾶσαν τοῖς ἅπασι χρείαν· γεωργοῦσι δ’ αὐτῇ καθάπερ δεσποίνῃ πᾶσα γῆ τε καὶ
5θάλασσα καὶ πάντες ἄνεμοι· καὶ ὁρῶμεν πανταχόθεν τὴν σιτο‐ πομπίαν ἰοῦσαν ἀφθόνως ἐνταῦθα χειμῶνος καὶ θέρους, ἦρός τε καὶ φθινοπώρου· καὶ ναυστολοῦσιν εἰς ταύτην ὁλκάδες τε καὶ τριήρεις ἀεὶ, καρπῶν μὲν ἁπάντων ἄγουσαι γονὰς, τεχνῶν δὲ παντοδαπῶν ποικίλματα. πάντα γὰρ ὅσα πᾶσιν ἑκασταχοῦ γίνε‐
10ται ἀτερπῆ τοῖς κεκτημένοις εἶναι δοκεῖ πως, καὶ φρονεῖν οὐδὲν οὐδαμῆ γενναῖον δύνανται, πρὶν ἂν ἐς τὸ μέγα τοῦτο καὶ οἰκου‐ μενικὸν τῆς πόλεως θέατρον περίβλεπτόν τινα ποιήσωνται τὴν ἐπίδειξιν. δι’ ἃ δὴ καὶ ἡμεῖς τὰς τοιαύτας ἀναγκαζόμεθα ποιεῖ‐ σθαι παρεκδρομὰς, ἵνα μὴ τὰ τῶν ἐνίοτε καὶ ἐνιαχόθεν συμβαι‐
15νόντων συμπτωμάτων αἴτια τῇ τε βασιλευούσῃ τῶν πόλεων καὶ τοῖς ἐνταῦθα πράγμασι, μὴ προγινωσκόμενα τοῖς ἐντυγχάνειν τῇ ἱστορίᾳ μέλλουσι, δύσβατά πως καὶ φαραγγώδη φάναι τὰ μεταξὺ χωρία τοῦ λόγου δοκῇ καὶ μακρᾶς τινος εὐκρινείας δεόμενα. (Β.) Καὶ μὲν δὴ λεκτέον ἡμῖν πρότερον, ὁπόσα Τρα‐
20πεζουντίοις κατὰ τοῦτον συνεπεπτώκει τὸν χρόνον. μετὰ γὰρ τὸν Κομνηνὸν Ἀλέξιον, τὸν ἀδελφιδοῦν Ἀνδρονίκου τοῦ γηραιοῦ βα‐ σιλέως Ῥωμαίων τοῦ Παλαιολόγου, Βασίλειος ὁ υἱὸς τὴν τῶν Τραπεζουντίων ἡγεμονίαν διαδεξάμενος ἔγημε νόθον τοῦ νέου
βασιλέως Ἀνδρονίκου τοῦ Παλαιολόγου θυγατέρα Εἰρήνην· ᾗ

2

.

679

καὶ βραχύν τινα συμβεβιωκὼς χρόνον ἐτελεύτησεν ἄπαις. σχοῦσα δὲ τὴν ἡγεμονίαν αὐτὴ ὑπερόριον μὲν ἐς Βυζάντιον ἀπεστάλκει τὴν ἄνθρωπον, ᾗ πρὸς λαθραίαν ἐμίγνυτο κοίτην Βασίλειος, ὁμοῦ τοῖς δυσὶ νηπίοις υἱέσιν· ἅμα τε ἐπρεσβεύετο καὶ δεύτε‐
5ρον ἄνδρα οἱ πεμφθῆναι τῶν παρὰ Βυζαντίοις γένει καὶ δόξῃ προὐχόντων, ὃς ἂν πρὸς βουλήσεώς τε ᾖ τῷ βασιλεῖ καὶ πατρὶ καὶ κατὰ τὴν αὐτοῦ διατελέσῃ βούλησιν τὴν ἀρχὴν διοικῶν τῶν Τραπεζουντίων. οὔπω τοίνυν ἐξ Ἀκαρνάνων ἐπανεληλυθότα τὸν βασιλέα εὑροῦσι τοῖς πρέσβεσιν ἔδοξε μείναντας κατὰ χώραν
10πέμψαι τοὺς ἐροῦντας ἐκείνῳ τήν τε ἄφιξιν σφῶν καὶ τὸν τῆς ἀφίξεως τρόπον. (Γ.) Ἐπεὶ δὲ τοῦ χρόνου χωροῦντος τῷ Βυ‐ ζαντίῳ καὶ ὁ βασιλεὺς ἐπιδεδημηκὼς οὐκ εἰς μακρὰν μὲν αὐτὸς ἐτεθνήκει, τὴν δὲ τῶν δημοσίων φροντίδα πραγμάτων γνώμῃ τῆς βασιλίδος Ἄννης Ἰωάννης ὁ Καντακουζηνὸς ἐτύγχανε διοι‐
15κῶν, μέγας ὢν ἔτι δομέστικος, πρὸς μὲν τῆς τῶν Τραπεζουν‐ τίων ἡγεμονίδος Εἰρήνης τὴν ζήτησιν ἐπινεύειν οὐκ εἶχεν εὐθὺς, ἀλλ’ ἐφ’ ἑτέρας ἐτρέπετο σκέψεις. ὁρῶν γὰρ τὸ διεῤῥωγὸς ἐπὶ πολλὰ τῆς τῶν Τραπεζουντίων γνώμης συνῆκε, μὴ πρὸς ἁπάντων εἶναι τὴν γνώμην αὐτῆς στεργομένην. νόμος γὰρ ἐκείνοις οἷον
20ἄφυκτα δυνάμενος, μηδ’ ὑπ’ οὐδενὸς ἑκουσίοις τῶν ἁπάντων γενῶν ἄρχεσθαι βούλεσθαι, πλὴν τῶν ὅσοι τὸ γένος ἐκ Κομνηνῶν κατίασιν ἔχοντες. διὰ δὴ ταῦτα καὶ τὴν ταύτης παρ’ οὐδὲν θέ‐ μενος αἴτησιν ἐπὶ τὴν ἐκείνων ἡγεμονίαν τὸν τοῦ προτετελευτη‐ κότος Ἀλεξίου πέπομφεν ἀδελφὸν Μιχαὴλ τὸν Κομνηνὸν, περί
25που τὰ ἓξ καὶ πεντήκοντα ἔτη γενομένην ἔχοντα ἤδη τὴν ἡλικίαν.

2

.

680

(Δ.) Τῶν γε μὴν ἐκεῖ συγκλητικῶν οἱ μάλιστα πάντων ἰσχύον‐ τες διά τε δόξης ὄγκον καὶ πλούτου δύναμιν ἐφ’ ἕτερον ἐτρέ‐ ποντο βούλευμα. ἵνα γὰρ αὐτοῖς ἐπ’ ἀδείας εἴη τῆς ἀρχῆς κατορ‐ χεῖσθαι καὶ ἄγειν καὶ φέρειν τἀκεῖ πράγματα ὅπη τὸ βουλόμενον
5ὑποτίθησιν, ἓν ἐκ τῶν νόθων Βασιλείου βρεφῶν προσεποιοῦντο ζητεῖν εἰς τὸ τῆς ἡγεμονίας πρόσχημα. ὅθεν εἰς τὸ τῆς Τραπε‐ ζοῦντος ἐπίνειον καταπεπλευκότα τὸν Κομνηνὸν θεασαμένοις τὰ μὲν βεβουλευμένα δρᾷν ἐς προὖπτον εὐθὺς οὐ μάλα ἐδόκει, ἵνα μὴ φωραθεῖσιν ἐμποδὼν ὁ δῆμος γένηται, σύμμαχον ἔχων καὶ
10τὴν ἄρτι συγκαταπεπλευκυῖαν τῷ Κομνηνῷ δυοῖν Λατινικῶν νεῶν δύναμιν· ἀλλ’ ἐν τῷ αὐτίκα ξύν γε ταῖς ἀνηκούσαις τιμαῖς δεξάμενοι πρὸς τὸ ἐκεῖ ἀρχεῖον ἀνήγαγον. γενομένης δ’ ἑσπέ‐ ρας, αὐτὸν μὲν ὡς ἐν εἱρκτῇ τῷ παλατίῳ κατέκλεισαν· τῶν δ’ αὐτῷ προσκειμένων ὄχλων, ὅσοι μὴ δρασμῷ διεσώθησαν ἐς τὰς
15τριήρεις, οἷς μὲν κατακεκόφθαι, οἷς δ’ ἐς δεσμωτήριον παρα‐ πεπέμφθαι γεγένηται. αὐτὸν δ’ αὖ ἐς τὴν ὑστεραίαν διαπόντιον τῷ ἐκτομίᾳ φρουρεῖν ἐπεπόμφεισαν, τῆς τῶν συγκλητικῶν μὲν ἐκείνων φατρίας ὑπάρχοντα καὶ αὐτὸν, ἔχοντα δὲ τὴν τῶν οὑτωσί πως ὠνομασμένων Λιμνίων τηνικαῦτα ἐπιτροπήν· ὧν διακοσίους
20ἐγγὺς διέχει σταδίους ἡ Τραπεζουντίων μητρόπολις. τούτων δ’ οὕτω διαπεπραγμένων, ὑπὸ δυοῖν ἢ τριῶν διῳκεῖτο συγκλητικῶν τὰ ἐκεῖ πράγματα, πλημμελῶς μὲν καὶ λάθρα, τοῦ δήμου σφίσι λοιδορουμένου καὶ στάσιν ἐγείρειν διὰ μελέτης ἔχοντος· διῳ‐
κεῖτο δ’ οὖν. (Ε.) Ἐπεὶ δὲ τοῖς τὸν κίνδυνον διαδρᾶσιν ἐκεῖνον

2

.

681

(γένους δ’ ἦσαν τῶν Σχολαρίων) ἐς Βυζάντιον ἐπανιέναι συνέβη, καθάπερ ἐκ πελάγους καὶ κλύδωνος ἐς λιμένα τινὰ καὶ γαλήνην, ἔργον ἦν ὅτῳ ἂν δυνηθεῖεν τοῖς διώκταις ἐκείνοις ἀμύνασθαι τρόπῳ. διὸ τὴν βασιλίδα Ἄνναν λόγοις καὶ ὑποσχέσεσιν ὑπελθόν‐
5τες παντοίοις ἔπεισαν δοῦναί σφισιν εἰς τὴν τῶν Τραπεζουν‐ τίων ἡγεμονίαν τὸν τοῦ Κομνηνοῦ Μιχαὴλ υἱὸν, εἰκοστὸν τηνι‐ καῦτα τῆς ἡλικίας ἄγοντα χρόνον. μισθοῦ τοίνυν τρεῖς Λατινι‐ κὰς εἰληφότας τριήρεις, καὶ τοῦτον ἐμβεβληκότας, δεκαταίους ἐς τὸν τῶν Τραπεζουντίων κατᾶραι λιμένα συμπέπτωκεν. ἐπεὶ δὲ
10πρὸς ὅπλα ἐκεχωρήκεσαν ἔνδοθεν οἱ νεωτερίσαντες πρότερον, στάσις ἐγεγόνει τοῦ δήμου κατ’ αὐτῶν· καὶ ἅμα καὶ ἡ Λατίνων ἔξωθεν ὁπλισαμένη δύναμις τάς τε πύλας τῆς πόλεως ἀνεμόχλευ‐ σάν τε καὶ ξὺν οὐδενὶ πόνῳ τῶν τε ἀντιπάλων τάχιστα ἐγκρα‐ τεῖς ἐγεγόνεισαν καὶ τῶν σφῶν οὐσιῶν ἔστιν ἃς διηρπάκεισαν.
15(ϛʹ.) Τῆς οὖν ἡγεμονίας οὕτως ἐς τὸν τοῦ Κομνηνοῦ παῖδα περιεληλυθυίας, καὶ τῶν ἐς τοῦτο ἐσπουδακότων Σχολαρίων τὰ μέγιστα ἤδη δυναμένων, τίσις τῶν τολμηθέντων πρὶν κατὰ σφῶν ἐγένετο αὕτη. τῶν μὲν γὰρ αἰτίων οἱ πρῶτοι καὶ δόξῃ καὶ ἀξιώ‐ ματι δύο κεφαλικήν τε ἔδοσαν τιμωρίαν καὶ τὰς οὐσίας ἀφῄ‐
20ρηνται. ὅσοι δ’ ἐκείνων δευτέραν καὶ τρίτην εἶχον τὴν τάξιν, τού‐ τοις δ’ ὑπερόριον σχεῖν κατεψήφιστο δίαιταν διὰ βίου. (Ζ.) Ἀλλὰ πρὶν ὅλους τρεῖς ἐξήκειν ἐνιαυτοὺς, τῆς ἀρχῆς καὶ ὁ νέος ἐκβέ‐ βληται ἡγεμών. ἐν γὰρ οὐδενὶ ποιησάμενος τὴν τῶν πρεσβυτέρων
ἐκείνων Σχολαρίων παραίνεσιν ἧλιξ ἥλικα ἔτερπε, καὶ νεωτερί‐

2

.

682

ζων οὑτωσὶ νύκτωρ καὶ μεθ’ ἡμέραν τρυφαῖς καὶ πότοις ἀδεέ‐ στερον ἐσχόλαζε, καὶ αὐλητρίσι καὶ ὀρχηστρίσι διετέλει συνα‐ σελγαίνων καὶ τοὺς ἡγεμονικοὺς θησαυροὺς τῶν Τραπεζουντίων ἀναλίσκων ἐν τοῖς τοιούτοις· ὡς ἀγανακτήσαντας τοὺς Σχολα‐
5ρίους μεταπέμψασθαί τε τὸν πατέρα τοῦ νέου ἡγεμόνος ἐκ τῶν Λιμνίων Μιχαὴλ τὸν Κομνηνὸν (ἔτυχε γὰρ καὶ ὁ κατέχων αὐτὸν ἐκτομίας ἐκεῖ προτετελευτηκὼς) καὶ αὐτὸν μὲν τοῖς ἡγεμονικοῖς ἐγκαθιδρύσασθαι θρόνοις, τὸν δὲ νεωτεριστὴν δέσμιον ἐς τὴν τῶν Βυζαντίων ἐκπέμψαι φρουράν. (Η.) Τήν γε μὴν ἡγεμο‐
10νίαν οὕτω διαζωσάμενος ὁ Κομνηνὸς Μιχαὴλ, ἣν πάλαι μὲν ὁ πατὴρ ἐκ διαδοχῆς εἶχε προγονικῆς, ἐκείνου δ’ ἀπαλλάξαντος, Ἀλέξιος ὁ τούτου διεδέξατο ἀδελφὸς, καὶ μετ’ ἐκεῖνον, ὥς γε εἰρήκειμεν, διὰ τῶν μεταξὺ δυοῖν μειρακίων εἰς τοῦτον κατελη‐ λυθέναι ξυνέδραμεν, ἐπέραινεν ἐφ’ οἷς ὀμωμόκει. τὰ δὲ ἦν αἱ
15συμφωνίαι καὶ τὰ ὁρκωμοτήρια, ὅσα γε τοῖς Σχολαρίοις, αἰτίοις ὑπάρξασι τῆς ἡγεμονίας αὐτῷ καὶ δύναμιν τῶν ἄλλων συγκλη‐ τικῶν κεκτημένοις μείζω καὶ ἡγεμονικὴν, συνέθετο· σχῆμα μὲν αὐτὸς διασώζειν ἡγεμονίας· τῶν δ’ ὅσα πράσσεσθαι μέλλοι πάν‐ των εἶναι προβουλευτὰς καὶ διανομέας σφᾶς, καὶ ῥητῶν καὶ
20ἀποῤῥήτων ἐπιγνώμονας καὶ βεβαιωτάς. (Θ.) Τοῦ δὲ χρόνου ῥέοντος, ἐπειδὴ τὴν σφῶν αὐθάδειαν ὅ,τε δῆμος ἐμίσει καὶ τό σφισιν ἀντικείμενον τῶν ἀπολωλότων μέρος εἰς τὸ δύνασθαι ἤδη προὐχώρει, τὴν τοῦ δήμου πρὸς ἐκείνους ἀπέχθειαν ἔχον
ἐπίκουρον, ἔριδές τε καὶ στάσεις ἀναφυόμεναι μεταξὺ πρὸς

2

.

683

ἀνάγκας ἦγον ἑκατέρους δεῖσθαι τῆς τοῦ Κομνηνοῦ Μιχαὴλ αὐτο‐ κρατορικῆς ἐξουσίας· κἀντεῦθεν ξυνέβαινεν αὐτὸν ἐν βεβαίῳ κα‐ τέχειν τὰ τῆς ἡγεμονίας σκῆπτρα, μηδενὸς ἐμποδὼν τῇ ἐξουσίᾳ τῶν κατὰ γνώμην καθισταμένου. καὶ ταῦτα μὲν τῇδέ πη ἔσχεν.
5 ιβʹ. Ἐν δὲ τούτῳ τῷ χρόνῳ σπάνις ἐπίεζε σίτου Βυζαντίους τε καὶ πλείστας τῶν ἐν τῇ Θρᾴκῃ Ῥωμαϊκῶν πόλεων. τῶν γάρ τοι Ῥωμαίων τοῖς ἐμφυλίοις περισπωμένων πολέμοις, συχνὰς ποιούμενοι τὰς ἐφόδους οἱ ἐξ Ἀσίας ἀδεῶς μονήρεσι καὶ τριήρεσιν ἐς τὴν Θρᾴκην περαιούμενοι Τοῦρκοι, καὶ μάλιστα ἐν ἀκμῇ τοῦ
10σίτου, τάς τε χώρας ἐνεπίμπρασαν καὶ τὰ κτήνη ἤλαυνον, ἄν‐ δρας τε καὶ γυναῖκας ἠνδραποδίζοντο, καὶ πάντ’ ἐποίουν τὰ χα‐ λεπώτατα· ὡς ἀοίκητόν τε καὶ ἀγεώργητον ἐντεῦθεν καταλειφθῆ‐ ναι τὴν γῆν. μία μὲν οὖν αὕτη πρόφασις Ῥωμαίοις γίνεται τοῦ λιμοῦ. δευτέρα δὲ καὶ μείζων, ὅτι καὶ ἡ ἐκ τοῦ Εὐξείνου πόν‐
15του κατὰ τὸ εἰωθὸς ἐνιαύσιος κατιοῦσα σιτοπομπία ἐξ αἰτίας ἐπαύσατο τῆσδε καὶ αὕτη. (Β.) Ἔστι Λατίνων τῶν ἐκ Γεν‐ νούας ἄποικος πόλις, ἣ πρὸς τῶν ἐγχωρίων καλεῖται Καφᾶς, καὶ τοῦ πρὸς τῇ Μαιώτιδι Βοσπόρου τριακοσίους καὶ χιλίους σταδίους διέχουσα, παρὰ τὰ εὐώνυμα τοῦ Εὐξείνου πόντου κει‐
20μένη πλευρὰ, εἴ τις πρὸς ἄρκτους ποιεῖσθαι τὸν ἀνάπλουν ἐθέλοι, καὶ τόν τε βόρειον πόλον καὶ τὴν Ἑλίκην ἔχειν πρὸ ὀφθαλμῶν. εἰωθὸς γὰρ τοῖς Λατίνοις, καὶ μάλιστα τοῖς ἐκ Γεννούας, ἐμ‐ πορικῷ τὰ πλεῖστα καὶ θαλαττίῳ βίῳ προσταλαιπωρεῖσθαι, καὶ
τὰς τῶν χρημάτων προσόδους τῶν τε κοινῶν καὶ ἰδίων ἐντεῦθεν

2

.

684

πορίζεσθαι, δόγμα τουτὶ κοινὸν ἐκ πολλοῦ κατέστη καὶ ψήφισμα τῇ σφῶν πολιτείᾳ τὰ μέγιστα ὠφελοῦν, σπονδὰς καὶ φιλίας συν‐ τίθεσθαι πρὸς τοὺς τῶν παραθαλασσίων πόλεων ἡγεμόνας, ὁπό‐ σας λιμένες ἀγαθοὶ περικλύζουσί τε καὶ προσκλύζουσι, καὶ ἀνέ‐
5μων οὐ δεδίασι κλύδωνας. ἀναγκαζομένοις γὰρ ἐς τοὺς αὐτόθι τόπους καταίρειν, καὶ τὰς ἐμπορικὰς χρείας διδόναι τε καὶ λαμ‐ βάνειν, οὐ πρότερον ἔδοξε ῥᾴδιόν σφισιν εἶναι, πρὶν φίλους γί‐ νεσθαι, οἷς τῶν ὁρμητηρίων ἡγεμόσιν εἶναι συμπέπτωκε. φόρους τοίνυν παρέχεσθαι ὑπισχνούμενοι, καθ’ ὁπόσην καὶ οἵαν τὸ σύν‐
10θημα γένοιτο ἑκατέρωθεν τάξιν, καὶ χρειωδῶν ἁπανταχόθεν ἁπάντων εἰσκομίζοντας προτιθέναι κατ’ ἐξουσίαν ὠνεῖσθαι τοὺς βουλομένους, καὶ οὕτως ἐπὶ ῥητοῖς τὸ συγκεχωρηκὸς δεχόμενοι καταγώγια καὶ νομὰς ἐπαύλεων πρός τε ἑαυτῶν ἀνεγείρουσι κα‐ θέδρας τε καὶ οἰκήσεις, καὶ ὅσα πρὸς ὑποδοχὴν ἀποχρῶντ’ ἂν
15εἴη τῶν ἀγωγίμων. (Γ.) Κατὰ δὴ τοῦτον τὸν τρόπον οὐ πολ‐ λοῖς τισιν ἔτεσι πρότερον καὶ ἡ ῥηθεῖσα πόλις ᾠκίσθη τοῖς ἐκ Γεννούας Λατίνοις, προσεληλυθόσι πρότερον τῷ τῶν Σκυθῶν ἡγεμόνι καὶ τὸ ἐνδόσιμον εἰληφόσιν ἐκεῖθεν. ἥκιστά γε μὴν ὡς ἔχει τήμερον τείχους ὁμοῦ καὶ μεγέθους εὐθὺς ἔκτισται ἐξ ἀρχῆς,
20ἀλλὰ τάφρῳ καὶ σκόλοψι βραχύν τινα χῶρον ὁρίσαντες ἀτείχι‐ στον ᾤκουν αὐτόν· ἠρέμα δ’ ἔπειτα καὶ κατὰ βραχὺ προϊόντος τοῦ χρόνου λίθους ἔκ τε γῆς καὶ θαλάττης κομίζοντες οἰκίας ἔς τε πλάτος καὶ μῆκος ᾠκοδόμουν, πρὸς πολὺν τὸν ἀέρα τὸν
ὄροφον ἀναφέροντες· ὡς ἐν βραχεῖ τῷ χρόνῳ πλείονος ἢ κατὰ

2

.

685

τὸν δοθέντα κατὰ τὸ λεληθὸς δράξασθαι τόπου. προφάσει δ’ οἰκιῶν πλειόνων ἔτι καὶ μειζόνων, τῆς χρείας δῆθεν τῶν εἰσκομι‐ ζομένων ἀναγκαζούσης καὶ τῶν πρὸς τὴν πρᾶσιν καὶ ἀγορὰν προτιθεμένων ὠνίων, εὐρυχωροτέρους ἐτίθεντο τοὺς τῶν σκολό‐
5πων τε καὶ τάφρων ἕλικας, καὶ τειχῶν ὑπετίθουν κρηπῖδας, μειζόνων ἐλπίδων ἐπαγγελίαν ἐχούσας· καὶ οὕτω σμικρὸν ἐπὶ σμικρῷ τιθέντες πόλιν ἐχυρῶς τοῦ τειχίσματος ἔχουσαν κατε‐ στήσαντο· ὡς ἐν βεβαίῳ τὴν τῶν ἐνοικούντων ἀσφάλειαν ἤδη κεῖσθαι, καὶ μὴ εὐχερῶς ὑφ’ ὁτωνδήποτε ἔχειν πολιορκεῖσθαι.
10(Δ.) Τῷ δὴ τοιούτῳ προτερήματι τοὺς Λατίνους ἐπαρθέντας πρὸς τὸ ὑπεροπτικώτερον αὔξειν συνέβαινε τὴν σφῶν αὐτῶν συγ‐ γενῆ τῆς αὐθαδείας κηλῖδα· ὡς ἐκ τοῦ μείζονος ἤδη καὶ τοῖς κατὰ συνήθειαν προσιοῦσι Σκύθαις τὰς ἀποκρίσεις διδόναι. ἄρτι τοί‐ νυν θρασύτερον λόγον ἀποδοὺς ἑνί τινι τῶν ἐν τῇ ἀγορᾷ Σκυθῶν
15τις τῶν τὰ ὤνια κεκτημένων Λατίνων μύωπι πέπληκται πρὸς τοῦ Σκύθου. ὁ δ’ εὐθὺς ἀνεῖλε ξίφει τὸν παίσαντα· καὶ θόρυ‐ βος ἐντεῦθεν ἀνὰ τὴν ἀγορὰν διεσκέδασται πάνυ τοι πλεῖστος. (Ε.) Τοῦτο πρὸς ὦτα γενόμενον τῷ τῶν Σκυθῶν ἀρχηγῷ ὀργῆς ἐπεπράχει πλήρη καὶ θυμοῦ βαρβαρικοῦ μεστόν· περιφρόνησιν
20γὰρ ἑαυτοῦ τὴν μεγίστην εἶναι τὸ πρᾶγμα ᾠήθη, πρὸς μέσην αὐτοῦ τὴν ἡγεμονίαν καὶ ἐπικράτειαν γεγονός· καὶ πέμψας ἀπαλ‐ λάττεσθαι τοῦ οἰκείου τόπου τὴν ταχίστην ἐκέλευε τοὺς Λατί‐ νους. οἱ δὲ πρὸς ὅπλα χωρήσαντες, καὶ τὴν πόλιν ἀσφαλισάμε‐ νοι, τραχέσι λόγοις καὶ ὑπερηφάνοις τοὺς πρέσβεις ἀπέπεμψαν.
25τοῦτο πρὸς ἐσχάτην ἐξέμηνε τὸν Σκύθην ὀργὴν ἔτι· καὶ μοῖραν

2

.

686

ἀπολεξάμενος Σκυθικὴν, καὶ μάλα ἄλλην, οὐκ ἀνίει πέμπων ἄλλην ἐπ’ ἄλλῃ συχνὰ πρὸς πολιορκίαν αὐτῶν. (ϛʹ.) Ἀλλ’ ἐκεῖνοι τὰς ἐπάλξεις ἔνδοθεν καταφράξαντες ἀνδράσι καὶ ὅπλοις καὶ πᾶσι μηχανήμασιν ἑκηβόλοις πολλὰ τῶν Σκυθικῶν κατεγέλων
5βελῶν. ἄλλως τε καὶ θαλαττοκρατοῦντες αὐτοὶ, καὶ τὴν τῶν ἐπιτηδείων ἀφθονίαν ἐκ θαλάσσης ἐσκομιζόμενοι, περὶ ἐλαχί‐ στου τὰς τῶν Σκυθῶν ἐφόδους τε καὶ περιστρατοπεδεύσεις ἐτί‐ θεντο· καὶ τό γε μεῖζον, ὅτι τριήρεσι πλείσταις περιπλέοντές τε καὶ παραπλέοντες πᾶσαν τὴν τῶν Σκυθῶν παραλίαν δύο τὰ
10χαλεπώτατά σφισι προὐξένουν· ἓν μὲν, ὅτι μηδαμῆ καταίρειν τῶν φορτηγῶν ὁλκάδων οὐδ’ ἡντινοῦν συνεχώρουν ἀγορᾶς καὶ πρά‐ σεως ἕνεκα· ὃ σφόδρα ἐκείνους ἐλύπει, τό,τε περιττεῦον ἀνό‐ νητον ἔχοντας καὶ τὸ ἐνδέον ἀνεπινόητον· δεύτερον δ’, ὅτι καὶ τῶν νεῶν ἐκπηδῶντες ἐνίοτε καὶ ἐνιαχοῦ πολλὴν ἐκ τῆς Σκυθι‐
15κῆς κατῆγον τὴν λείαν ἐς τὰς τριήρεις· ὡς ἀντεστράφθαι τὰ τῆς πολιορκίας καὶ πολιορκεῖσθαι μᾶλλον τοὺς Σκύθας δοκεῖν, ἢ πολιορκεῖν. (Ζ.) Ἐν δὴ τοῖς τοιούτοις μακροῦ μεταξὺ τριβο‐ μένου τοῦ χρόνου, σίτου τε σπάνει τὰς Ῥωμαίων πιέζεσθαι πό‐ λεις καὶ ὅσα τῶν ταριχευτῶν ἐδωδίμων ἐκ τῆς Μαιώτιδος καὶ
20τῶν ἔγγιστα ποταμῶν συνηνέχθη. ἔξεστι μέντοι θαυμάζειν, ὁπό‐ σοις μὴ διασέσεισταί πως τὸ λογιζόμενον τῆς ψυχῆς, ὅπως ἀπο‐ κλεισθείσης οὑτωσὶ τῆς ἄνωθεν σιτοπομπίας, ἐμέλησεν εὐθὺς τῇ προνοίᾳ σιτοπομπίας ἑτέρας ἀνεῳγέναι θύραν. Ἰωνία γὰρ
καὶ Φρυγία καὶ πρός γε Βιθυνία, καὶ ὅσον ἐπέκεινα χῶρον

2

.

687

χεῖρες Περσικαὶ γεωργοῦσι, πολὺν ἐχορήγουν τηνικαῦτα τὸν σῖτον ταῖς πόλεσι, καὶ ψυχοῤῥαγούσας ἡ θεία πάλιν οὕτως ἀνέῤῥωσε χείρ. (Η.) Τήν γε μὴν Λατινικὴν κατὰ Σκυθῶν ἐκείνην αὐθά‐ δειαν εἰς νοῦν οἱ Τραπεζούντιοι βαλλόμενοι καὶ δείσαντες, μὴ
5καὶ κατ’ αὐτῶν τι νεωτερίσωσιν ὅμοιον καὶ οἱ παρὰ σφᾶς προσ‐ οικοῦντες ὁμοίως Λατῖνοι, περιστάντες αἰφνίδιον τοὺς μὲν πλείους ἔργον ἀπέφηναν ξίφους· οἷς δὲ περιλειφθῆναι συμπέ‐ πτωκε, τούτοις δὲ ταπεινότερον κεχρῆσθαι Τραπεζουντίους δια‐ γέγονε τοῦ λοιποῦ. καὶ ταῦτα μὲν τῇδέ πη ἔσχεν.
10 ιγʹ. Ὥσπερ δὲ ψηφίσματος κατὰ τοῦτον τὸν χρόνον καὶ κοινοῦ τινος δόγματος ἐκ θεοῦ κατὰ πάσης ὁμοῦ κυρωθέντος τῆς οἰκουμένης, ἀρχάς τε καὶ ἐξουσίας, καὶ ὅσαι δημοκρατίαι καὶ ἀριστοκρατίαι, συγκεχύσθαι στασιασθείσας ἐφ’ ἑαυτὰς καὶ πρὸς ἐμφυλίους ἀναῤῥιπισθείσας μάχας, οὐδὲν οὐδαμῆ σχεδὸν
15ἐλλέλειπται μέρος, ὃ μὴ τοῦ τοιούτου παραπολελαύκει δεινοῦ, εἰ καὶ μὴ κατὰ τὸν ἴσον δήπουθεν τρόπον, ἔς γε τὸ μεῖζον καὶ ἧττον. κρίματα γὰρ εἶναι ταῦτα θεοῦ πάντας θνητοὺς λογισμοὺς ὑπερβαίνοντα, εἰ μή πού τις ἐξ εἰκασίας τινὸς στοχαζόμενος φά‐ σκει παλαιωθεῖσαν κακίᾳ τὴν γῆν, καὶ δευσοποιοῖς τισι καπηλευ‐
20θεῖσαν κηλῖσι, καθαρόν τε καὶ πάσης χαμερποῦς ἐμβριθείας ὑπέρτερον χαρίσασθαι βουληθέντος ταύτῃ πτερὸν, ἵν’ ἐλευθέ‐ ριον καὶ μετέωρον καὶ εἰρήνης ὀψέ ποτε ἀναπνεύσῃ τερπνότητα,
εὐνομίας καὶ δικαιοσύνης ἀγομένη κανόσι καὶ στάθμαις. (Β.) Καὶ

2

.

688

πρῶτον μὲν οἱ ἐν Γεννούᾳ τῇ πόλει Λατῖνοι Τοῦζον ἐκεῖνον, ὃν εἰς δουκὸς ἀνήγαγον ἐκ μακέλλης ἀξίαν πρό γε δυοῖν τοῖν ἐνιαυ‐ τοῖν, συστάντες ἀρτίως ἐξήλασαν, ἐκπολεμωθέντων λάθρα κατ’ αὐτοῦ πρὸς τῶν περὶ Σπίνουλαν καὶ Σερτώριον εὐγενῶν· οἳ τῆς
5ἐξουσίας ἐπειλημμένου Τούζου, τῆς πόλεως ἐξώσθησαν ἀγεννῶς, τῶν δημοτῶν ἅτε ἐπὶ μέγα δυνάμεως ἐληλυθυῖαν ἰδόντων τὴν τούτων ἀρχὴν καὶ τυραννικώτερον ἤδη τῶν δημοσίων ἁπτομέ‐ νην πραγμάτων. συγχωρηθέντες γὰρ αὖθις ἐντὸς γενέσθαι Γεν‐ νούας μετριώτερον ἄγοντας βίον, τοῖς δὲ βραχὺ μετριάσασι
10τάχιστα παλινδρομεῖν ἐδόκει ἐς τὴν πρὶν ὑπερηφανίαν καὶ τὸν τυραννικὸν ἐκεῖνον τῦφον. ὅθεν συστάντων ἐπ’ αὐτοὺς αὖθις τοῦ δήμου, τῆς πόλεως ἀγεννέστερον νῦν ἐξωθοῦνται· καὶ γίνεται δοὺξ ἕτερος, τῷ πρὶν παραπλήσιος, ἐξ εὐτελῶν καὶ αὐτὸς τὰς τύχας ἕλκων τοῦ γένους· ὡς ἂν ἐνθύμιον σύντροφον ἔχων ἀεὶ
15τὴν τοῦ γένους κηλῖδα καὶ τὰς ἐκ γενέσεως τύχας ἐν τῷ μετρίῳ καὶ προσηνεῖ τοῦ φρονήματος ἐρείδῃ τῶν λογισμῶν τὰς κρηπῖδας. (Γ.) Ἀλλὰ καὶ τοῦ τῶν Αἰγυπτίων μεταλλάξαντος ἡγεμόνος εἰς πολλὰ τὴν ἀρχὴν τοῖς παισὶ διελοῦσι στασιάζειν πολὺν πρὸς ἀλ‐ λήλους ἤδη χρόνον γεγένηται· ὡς καὶ τὰ τῶν Αἰγυπτίων ὑποῤ‐
20ῥεῖν καὶ ἐς τὸ ἀσθενέστερον ἐντεῦθεν ἀεὶ ξυνελαύνεσθαι πράγματα. (Δ.) Ναὶ μὴν καὶ οἱ περὶ τὸν Ἄτλαντα τὸν ἑσπέριον Λίβυές τε καὶ Μαυρουσίων οἱ πλείους, Ἀννίβαν ἐκεῖνον τὸν πάλαι τὸν Καρ‐ χηδόνιον μιμησάμενοι τέως, πλήθει μεγάλων δυνάμεων τὸν Γα‐
δειραῖον διαπεραιούμενοι τράχηλον τοῖς μὲν Εὐρώπην οἰκοῦσι

2

.

689

γένεσι τῶν Ἱσπανῶν διὰ μάχης γίνονται, καὶ πολέμοις πολέμους συνάπτοντες ἐπὶ μείζους βαδίζουσι μάχας ἀεί. (Ε.) Καὶ Βρετ‐ τανοὶ δ’ ὁμοίως, ναυτικαῖς δυνάμεσι διαβαίνοντες ἐς τὴν Κελτῶν ἤπειρον, μεγάλους συγκροτοῦσι πολέμους. (ϛʹ.) Ἔτι μὴν τὸ
5Σκυθικὸν ἐκεῖνο γένος, οἳ τὴν Ἀσσυρίων καὶ Μήδων καὶ Περ‐ σῶν, καὶ ὅσα ἐπέκεινα τῶν ἐθνῶν, πάλαι πολὺν ἤδη χρόνον κα‐ τέσχον γῆν καὶ τὸ τῆς αὐθεντίας ἅπαν ἐκείνων κράτος, νῦν εἰς διαφόρους διαλυθέντες ἀρχὰς συχνὰ κατ’ ἀλλήλων ὁπλίζονται, κἀπὶ μέγα καπνοῦ καὶ φλογὸς ἐγερεῖν ἡ τούτων ἔρις ὑπισχνεῖται
10τὸν ἐκ τῆς μάχης φόνον. (Ζ.) Ἄρτι δὲ καὶ συνδρομὴν τὰ τῶν διαφόρων Λατίνων ποιησάμενοι γένη κατὰ τῶν Περσικῶν ἐξῄ‐ εσαν νεῶν, ὅσαι πειρατικόν τινα βίον καὶ λῃστρικὸν ἀναμετροῦν‐ τες ληΐζονται τὰς ἐκείνων ὁλκάδας τε καὶ τριήρεις, ὅσαι κατ’ ἐμπορίαν ἀνιοῦσαί τε καὶ κατιοῦσαι τὴν θάλατταν ἅπασαν τὰς
15ἐμπορικὰς κομίζονται χρείας. τῶν γε μὴν εἰρημένων νεῶν εἰς ἑπτὰ καὶ εἴκοσιν ἦν ὁ ἀριθμὸς ἀνιών. Κύπριοι δ’ ἦσαν αὗται καὶ Ῥόδιοι, Σαλαμίνιοί τε καὶ Οὐενετῶν, καὶ ὅσαι πρός τε Πάππα καὶ Γεννούας συνῄεσαν. πᾶσαι δ’ ὁμοῦ παρὰ τὸν τῆς Σμύρνης ἐξαίφνης καταπεπλευκυῖαι λιμένα εἷλον ἐξ ἐφόδου καὶ ὃ παρὰ
20τὸν λιμένα φρούριον ἦν Περσικόν. καί σφισι μὲν ἦν κατὰ γνώ‐ μην, ὡς ἐξ ἀσφαλοῦς ὁρμητηρίου συχνὰ ἐπεκθέουσιν ἐκεῖθεν ἐς τὴν μεσόγειον ἀνωθεῖν ἐκ τῶν παραλίων ἠρέμα τὸ βάρβαρον
πᾶν. τά γε μὴν πράγματα ἥκιστα κατὰ γνώμην ἦν προχωροῦντα.

2

.

692

αʹ. Ἀλλὰ ταῦτα μὲν ὕστερον ἐν τοῖς προσήκουσι τόποις λελέξεται διαρκέστερον. νῦν δ’ ἐπανιέναι ἡμῖν ἀναγκαῖον ἂν εἴη, ὁπόθεν εἰς ταῦτα προήχθημεν καὶ ὅπη τὸν πρὶν ἡμεῖς κατελύ‐ σαμεν λόγον. ἦν δ’ ἡ περὶ τὰ τῆς Χριστουπόλεως στενὰ τοῦ Καν‐
5τακουζηνοῦ διάβασις ὁμοῦ τῷ Ἀμοὺρ, τῷ τῶν Περσῶν ἐκείνῳ σατράπῃ. διαβάντι γὰρ ἔδοξε πεῖραν προσάγειν ταῖς πόλεσι, καὶ οἷς μὲν καθ’ ὁμολογίαν παραδιδόναι οἱ σφᾶς αὐτοὺς ἐθελοντὰς πρὸς βουλήσεως εἴη τῇ ἐκείνου χειρὶ, τῶν προσηκόντων γερῶν ἀξιοῦν· οἷς δὲ τοὐναντίον, τούτοις δὲ τοὐναντίον. (Β.) Μεθ’
10ἡμέρας οὖν ἀναλαβὼν τὰς δυνάμεις ἦγεν ἐπὶ τὴν πόλιν, ᾗ Περι‐ θόριον ὄνομα. ἣν δὴ καὶ περιστρατοπεδεύσαντες, ἐπεὶ κἀκεῖνοι πολεμεῖν ἔγνωσαν, ἐπολιόρκουν. ἐπεὶ δ’ ἐπὶ πολλαῖς κάμνοντες ταῖς ἡμέραις ἐπέραινον οὐδὲν, ἄπρακτος λοιπὸν ἀναζεύξας ἐκεῖ‐ θεν οὐδὲ μιᾷ τῶν ἄλλων ἔτι προσάγειν βεβούληται· ἀλλ’ ὅλαις
15ἡνίαις ἤλαυνεν ἐπὶ Διδυμότειχον, οὐκ ἀγαθὸν κἀν ταῖς ἄλλαις εἶ‐ ναι κρίνας οἰωνὸν τὴν ἀποτυχίαν εὐθὺς ἐξ ἀρχῆς ἐκείνης τῆς πόλεως. (Γ.) Αὐτόθεν τοίνυν λαμπρῶς αὐλιζόμενοι, καὶ τῆς μακρᾶς ἐκείνης καὶ ἐπιπόνου διαίτης τὴν ἀνάλογον ἀλλαττόμενοι θυμηδίαν τε καὶ ῥᾳστώνην, φρουρούς τε ἐκείνους Διδυμοτείχου
20τῆς πόλεως καὶ ἅμα στρατιώτας καὶ στρατηγοὺς ταῖς προσηκού‐ σαις ἠμείβετο δεξιώσεσι καὶ φιλοφροσύναις· καὶ πρό γε πάντων Εἰρήνῃ τῇ βασιλίδι πολλοὺς ἀπὸ γλώττης τοὺς ἐκ ψυχῆς ἀπεδίδου
χαριστηρίους, ὧν τε ἐκαρτέρησε μακρῶν ὁμοῦ καὶ ποικίλων ἀνια‐

2

.

693

ρῶν ἐν τῷ τῶν μεταξὺ μεγάλων ἐκείνων πραγμάτων κλύδωσι καὶ ὧν ἐνεδείξατο γενναίων ἀγώνων, ἔν τε βουλαῖς καὶ δώροις παν‐ τοίοις καὶ μειλιχίοις λόγοις, δι’ ὧν ὁμοῦ στρατηγούς τε καὶ στρατιώτας ἀνεῤῥώννυέ τε καὶ πρὸς τὸ εὐψυχότερον διανίστασθαι
5παρεσκεύαζε· πὴ μὲν θωπεύουσα, πὴ δ’ ἐλέγχουσα· καὶ πὴ μὲν ταῖς ὀξυῤῥόποις τῶν πραγμάτων ἐκείνων ποικίλαις μεταβολαῖς τὴν τῆς οἰκείας ἀντιτιθεῖσα διανοίας ὀξύτητα, πὴ δ’ οἰκονομι‐ κῶς ἀντιπράττουσα ταῖς ἐκ Βυζαντίου λάθρα καὶ συχνὰ προσιού‐ σαις ἄλλοτ’ ἄλλοις τῶν ἐς Διδυμότειχον στρατιωτῶν ὁμοῦ καὶ
10στρατηγῶν ὑποσχέσεσί τε καὶ δολεροῖς μηχανήμασι, καὶ λαμ‐ πρῶς ἀνιστῶσα κινδυνεύοντα πίπτειν φρονήματα. μάλιστα δὲ τοῦ δραστηρίου καὶ τῆς ἀγχινοίας αὐτὴν ὁ σατράπης Ἀμοὺρ ἐξε‐ πλάγη τεθαυμακὼς, ἐπειδή γε ἐμεμαθήκει ταύτην οὖσαν αἰτιω‐ τάτην, ἀνθρωπίνως εἰπεῖν, τῆς διαμονῆς καὶ συστάσεως τοῦ τε
15στρατοῦ καὶ Διδυμοτείχου τῆς πόλεως καὶ δι’ αὐτῶν τῆς τῶν ὅλων τῷ βασιλεῖ πραγμάτων ἐν ἀσφαλεῖ καταστάσεως. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον· καὶ ὁ χειμὼν ἐν τούτοις ἐτελεύτα. (Δ.) Ἦρος δ’ ἀρχομένου οἱ μὲν Βυζάντιοι τῶν λῃστρικῶν κατὰ Διδυμοτείχου πολέμων καὶ λόχων ἀποστάντες, δέει τῆς ἐκεῖ
20Περσικῆς δυνάμεως, πρὸς ἕτερα πάλιν ἐχώρουν βουλεύματα. καὶ δὴ βέλτιον ἔδοξεν εἶναί σφισι, χρημάτων ἀφθονίᾳ κρύφα περιεληλυθόσιν Ἀμοὺρ, τὸν σατράπην καὶ ἡγεμόνα τῆς Περσικῆς δυνάμεως, πεῖσαι καταλιπόντα Θρᾴκην καὶ φίλων ἔρωτας οἴ‐
καδε πρὸς Ἀσίαν τάχιστα ἐπανήκειν. (Ε.) Τὰς δὲ τοιαύτας ὑπο‐

2

.

694

σχέσεις ἐκείνου δείξαντος Καντακουζηνῷ, ἔδοξε τὰς τοιαύτας ἐπι‐ νοίας ἑτέραις κατασοφίσασθαι βαθυτέραις. „χρήματα γὰρ εἰς δέ‐ κα,“ φησὶ, „χιλιάδων ἐπέκεινα ἀριθμὸν ἀνιόντα τοῖς Βυζαντίοις ἐκδεδωκόσιν, σφίσι μὲν ζημία μεγίστη γίνεται καὶ ἀσθένεια πρὸς
5τὰ πολεμικά· ἡμῖν δὲ λαβοῦσιν ἰσχὺς προστίθεται μάλα κρατίστη πρὸς τὸ τῆς κοινῆς ταυτησὶ μάχης κλυδώνιον.“ τούτων τοίνυν εἰς τοῦτο μελέτης ἰόντων καὶ πρός γε μειζόνων ἐπὶ τούτοις ἑτέρων, καὶ ἅμα προστιθεμένης καὶ τῆς τοῦ Περσικοῦ ταλαιπωρίας στρα‐ τοῦ, ὁποία καὶ ὅση διάγουσιν ἐν ἀλλοτρίᾳ γῇ, καὶ μηδὲν εἰς αὐ‐
10τάρκη τοσούτου στρατοῦ κεκτημένῃ δίαιταν, ᾤχετο διαβὰς εἰς Ἀσίαν ὁ σατράπης Ἀμοὺρ μετὰ τῆς δυνάμεως, ἐπαγγειλάμενος ὀλίγῳ ὕστερον ἐπίκουρος ἰσχυρότερος Καντακουζηνῷ ἐπανήξειν. βʹ. Κατὰ δὲ τοῦτον τὸν χρόνον ἐξαίσιοί τινες ἀνεῤῥώγεσαν κατὰ Βυζαντίου καὶ τῶν αὐτοῦ προαστείων σεισμοὶ καὶ βρασμοὶ
15θαλάττιοι, καὶ ὡς ἐκ πετροβόλου θυμοῦ πλήρους ἐῤῥίφησαν κατὰ τῶν τῆς γῆς καρπῶν χάλαζαι· ὡς ἐκεῖνα τῆς γραφῆς συμπεσεῖν· ψεύσασθαι ἔργον ἐλαίας, καὶ τὰ πεδία μὴ ποιῆσαι βρῶσιν· συ‐ κῆν τε μὴ καρποφορῆσαι καὶ γεννήματα ἐν ταῖς ἀμπέλοις οὐκ εἶναι· ἐκλιπεῖν τε ἀπὸ βρώσεως πρόβατα καὶ μὴ ὑπάρξαι βόας
20ἐπὶ φάτνας. ἄρξασθαι μέντοι συνέβη τοὺς τοιούτους σεισμοὺς καὶ κλόνους τῆς γῆς ἐν μέσῳ που τῷ φθινοπώρῳ, ἄρτι τοῦ ἡλίου τὰ τοῦ σκορπίου προοίμια παραλλάττοντος. καὶ τὴν μὲν πρώτην ἡμέραν δὶς ἐτίναξε τὴν γῆν ὁ θεός· οὕτω γε μὴν ἐμβριθῶς, ὡς
ἀπογνῶναι τοὺς πλείστους τὸ ζῇν ὑπὸ δέους· οἰκίας τε καταπε‐

2

.

695

σεῖν ἐγεγόνει καὶ τὰ πλεῖστα τῶν τοῦ Βυζαντίου τειχῶν. ἀμπέ‐ λων δὲ φραγμοὺς καὶ κήπων περιβόλους οὐδὲ μεμνῆσθαι χρή. πάντες γὰρ μικροῦ κατεῤῥίφησαν ἄχρι κρηπίδων· ὡς δυσπρόσο‐ δον γίνεσθαι πᾶσαν ἀγυιὰν τοῖς παριοῦσι, σωρηδὸν ἐῤῥιμμένων
5τῶν ἐντεῦθεν ἐρειπίων. (Β.) Ἐκκέχυται δ’ ὁμοῦ καὶ τὸ τῆς θα‐ λάττης ῥόθιον ὡς ποῤῥωτάτω τῆς χέρσου· καὶ μάλισθ’ ὅπη πε‐ διὰς καὶ ἱππήλατος ἦν ἡ γῆ, μέχρι καὶ ἐς δέκα σταδίους. συνεξ‐ ήλασε δ’ ἔνια καὶ ἐνιαχοῦ τῶν ἀκατίων, ὅσα πρὸς τοῖς λιμέσι καὶ τοῖς ἄλλοις παραλίοις, καὶ συνέτριψεν ἐν τῇ μεσογείῳ· καὶ
10πλείστας δὲ κατέκλυσε χώρας, αὐτοῖς ἀνδράσι καὶ ποιμνίοις καὶ ζεύγεσι. παλινδρομοῦντός γε μὴν τοῦ ῥοθίου μεθ’ ἱκανὸν πρὸς τὰς συνήθεις καὶ τεταγμένας εὐνὰς, ἦν ἰδεῖν ἰλύος τὰ πάντα με‐ στὰ καὶ ἰχθύων νεκρῶν. (Γ.) Αἴσθησιν μέντοι τοῦ τοιούτου γενέσθαι φασὶ τιναγμοῦ καὶ σεισμοῦ μέχρι Λυσιμαχίας, καὶ βραχύ
15τι Χεῤῥονήσου ἐπέκεινα· ἥκιστα δ’ οὖν τὸν ἴσον γε τρόπον· ἀλλ’ ὥσπερ ἐξ ὁρμητηρίου καὶ ῥίζης τινὸς ἀρξάμενον τοῦ Βυζαν‐ τίου ἠρέμα καὶ κατὰ βραχὺ προϊόντα τε ἐνδιδόναι καὶ ὑφειμέ‐ νως βαδίζουσαν κατὰ τὸ ἀνάλογον ἀεὶ ταῖς ἐφεξῆς παραπέμπειν χώραις καὶ πόλεσι τὴν τοῦ κλόνου συνάφειαν· παραμεῖναι δ’
20ἄχρι καὶ αὐτοῦ γε τοῦ θέρους ἐφ’ ἡμέρᾳ καὶ νυκτὶ, μείζω τε καὶ ἐλάττω τὴν αἴσθησιν παρεχόμενον. (Δ.) Κατὰ μέντοι περίοδον χρονικὴν τοῦ κατόπιν βαδίζοντος φθινοπώρου ἐκ τῆς αὐτῆς ὡσαύτως ἡμέρας ὅμοιοι πάλιν ἀρξάμενοι τὴν γῆν συνετάραττόν
τε καὶ ἐθορύβουν σεισμοί· ὡς ἐκ τῆς τῶν τοιούτων σεισμῶν συν‐

2

.

696

εχείας τόν τ’ ἐπὶ τοῦ πλινθωτοῦ κιόνος ἐν ἀγγελικῷ τῷ σχήματι χαλκοῦν ἀνδριάντα καὶ ἅμα τὸν τοῦ προβεβασιλευκότος Πα‐ λαιολόγου τῇ βίᾳ καταγωνισθέντας τῷ μὲν ἐπὶ θατέρου τῶν ὤμων κεκλίσθαι τὴν κεφαλὴν, τῷ δὲ πρὸ ποδῶν ἐῤῥίφθαι τὸν ἐν
5χεροῖν τῆς πόλεως σχηματισμόν· ὡς εἰκασμοῖς τισιν ἐντεῦθεν ἐν‐ νοίας τινὰς ἀναλεξαμένοις ἐνίοις ἀποπεφάνθαι, μὴ εἰς μακρὰν τῆς τῶν Παλαιολόγων αὐτοκρατορίας ἔσεσθαι τὴν καταστροφήν. (Ε.) Κἀπὶ τούτοις τὸ προπεπονθὸς τῆς ἑῴας ἀψίδος τοῦ τῆς τοῦ θεοῦ Σοφίας νεὼ καταπονούμενον ἡσυχῆ παρεῤῥήγνυτο μᾶλλον
10ἀεὶ, καὶ πολλὰς ἐκεῖθεν ψηφίδων καὶ πλίνθων κατέῤῥιπτε, μέχρι τῆς παντελοῦς πτώσεως· περὶ ἧς ἡμῖν κατὰ χώραν ἰοῦσιν ἀπο‐ χρώντως λελέξεται. νῦν δ’ ἐπανακτέον τὸν λόγον καὶ διηγητέον, ὅσα ἐν τῷδε τοῦ χρόνου ἰδίᾳ συνεπεπτώκει γενέσθαι τοῖς Βυ‐ ζαντίοις.
15 γʹ. Ἐπεὶ γὰρ Ἀποκαύκῳ τὰ κατὰ γνώμην οὐκ εὔοδα κατὰ τοῦ βασιλέως ἐβάδιζεν· ἀλλ’ ἐκείνῳ μὲν ἐκ τοῦ τῆς ἀπογνώσεως βυ‐ θοῦ δεξιῶς ἀνέβαινεν ἠρέμα τὰ πράγματα καὶ ἀνεῤῥώννυτο πρὸς τὸ εὐθαρσέστερον· τούτῳ δ’ οὔτε τὰ κατὰ θάλατταν ἐλπίδας παρεῖχε θαῤῥούσας, οὔτε τοῖς κατ’ ἤπειρον δεξιόν τι καθίστατο
20σύμβολον· ἐφ’ ἑτέρας ἐτρέπετο μηχανάς. ἔγνω γὰρ προβιβασμοῖς γερῶν καὶ προσόδων πόροις ὑπελθεῖν τόν τε πατριάρχην καὶ ἅμα τὸν Γαβαλᾶν Ἰωάννην· ὃς γλωττοδαίδαλόν τινα πρὸς τῆς φύ‐ σεως κτησάμενος εὐστομίαν μάλα τοι πιθανὸς ἐδόκει τοῖς ἀκού‐
ουσι, τοῖς τε ἄλλοις καὶ ὅσοι τὴν βασίλειον συνεκρότουν σύγ‐

2

.

697

κλητον καὶ βουλήν. (Β.) Πολλοῖς τοίνυν τὸν πατριάρχην κυ‐ κλούμενον υἱέσι καὶ κηδεσταῖς καὶ ἀπογόνοις, καὶ πλήθει συγ‐ γενείας παντοδαπῆς, τιμαῖς ἄλλαις ἄλλους μετεωρίσας, καὶ χω‐ ρίων ἐπιδόσεσιν εὔπορον καταστήσας τὸν βίον αὐτοῖς, ξένας
5ἔπειτα ἐπενόει τιμῶν παρενθήκας τῇ πατριαρχικῇ δι’ αὐτὸν πε‐ ριωπῇ. αἱ δὲ ἦσαν, μήτ’ ἐν ὑπογραφαῖς, μήτ’ ἐν καλύπτρᾳ κε‐ φαλῆς ἕπεσθαι τοῖς παλαιοῖς ἐθισμοῖς, μήθ’ ὑποδήμασι τοῖς ὁμοίοις ἔτι κεχρῆσθαι, ἀλλ’ ἐρυθροῖς μὲν αὐτοῖς· Σηρικοῖς δὲ καὶ χρυσοῖς τὴν καλύπτραν ὑφάσμασι κεκοσμῆσθαι· χρώματι δ’
10αὖ ὑακινθίνῳ τὰς τῶν ἐπιστολῶν καὶ ψηφισμάτων ἐγχαράττειν ἐπισημασίας. (Β.) Καὶ τὸ εὔλογον τῆς αἰτίας προσεπιφέρων τῇ καινοτομίᾳ καὶ προθεραπεύων ἔφασκεν ὡς „πάλαι ἐχρῆν κεκυρῶ‐ σθαι τουτὶ τὸ δικαίωμα τῇ τῆς βασιλευούσης τῶν πόλεων ἐκκλη‐ σίᾳ, ἅτε πασῶν ὁπόσαι ὑφ’ ἥλιον πόλεις εἰσὶν ὑπερεχούσης κατά
15τε μέγεθος καὶ πολιτείας εὐγένειαν. καὶ πρός γε ἔτι Κωνσταντίνῳ τῷ μεγάλῳ βασιλεῖ τειχίσαντι ταύτην, καὶ τὸ τῆς Ῥώμης ἀξίωμα μετὰ τῆς βασιλείας ἐνταυθοῖ μετενηνοχότι, καὶ ἃ τῇ ἐκκλησίᾳ παρέσχεν ἐκεῖ προνόμια, συνηκολούθησε καὶ ταῦτα καὶ μετηνέ‐ χθη πρὸς ταύτην ὡς τὸ εἰκός. εἰ δὲ τοῖς ἐκεῖθεν ἠμέληται ἐπι‐
20σκόποις καὶ διαδόχοις ἐνθάδε τῶν θρόνων, τί πρὸς ἔπος ἡμῖν τήμερον; οὐ γὰρ νόμον τοῖς ὀψιγόνοις εἶναι χρεὼν, ἃ τοῖς γο‐ νεῦσιν ἐκ περιπετείας τινὸς πεπλημμέληται, ἀλλὰ διόρθωσιν μᾶλλον τοῖς ἄνω γίνεσθαι κάτωθεν, ὥσπερ ῥεύματος ἀνατρέ‐
χοντος ἐπ’ ἀγαθῷ τοῦ βίου· ἐξεῖναί γε μὴν καὶ οἷς πρὸς βουλή‐

2

.

698

σεως ἂν συνορᾷν γένηται, καὶ τὸν χρόνον, ὥσπερ ἐκ ταὐτομάτου σαφῶς εἰς τοῦτο συνελάσαντα τύχης τὰ πράγματα, μονονουχὶ συλλαμβάνοντά πως ἡμῖν καὶ μάλα εὔοδα προκαθιστῶντα τῆς μελέτης ἡμῶν ταυτησὶ τὰ προοίμια. ἢ φρασάτω τις ἐμοὶ παρελ‐
5θὼν, ποῖος χρόνος εἶδεν εἰς ταὐτὸ ἀμφότερα συνενεχθέντα, βα‐ σιλείαν ἅμα καὶ ἐκκλησίαν· καὶ πατριάρχην ἅμα καὶ τοῦ τῶν δημοσίων κηδομένου πραγμάτων βασιλέως χηρεύουσαν βασιλίδα πρὸς ἓν καὶ ταὐτὸ ξυνιέναι καλῶς ἐνδιαίτημα, καὶ οἶκον δυσὶ τὸν αὐτὸν ἐν ταὐτῷ καθίστασθαι, τὸ βασιλικὸν παλάτιον· καὶ
10τὸν μὲν ἀποσώζειν εἰκόνα ψυχῆς, τὴν δὲ σώματος· καὶ τὸν μὲν ἀντὶ μὲν βασιλέως τοῖς πράγμασι γίνεσθαι τοῖς πολιτικοῖς, ἀντὶ δὲ πατρὸς τῷ ταύτης ὀρφανῷ παιδὶ τῷ νέῳ βασιλεῖ· τὴν δ’ ὑπείκειν ὅσα καὶ ἡγεμόνι χρηστῷ καὶ μόνῳ δυναμένῳ σώζειν τὴν ἀρχὴν ἀσφαλῶς, ὅσα καὶ κυβερνήτης, καθάπερ ὁλκάδα πλημμε‐
15λῶς ἐφ’ ὑγραῖς ταλαντευομένην θαλάττης ἀγκάλαις. εἰ δὲ ταῦτα τῇδε ἔχει καὶ οὐδὲν ὑποτρέχει ψεῦδος τὰ εἰρημένα, τί κωλύει καὶ παρασήμοις καί τισι τεκμηρίοις βασιλικοῖς σκιωδῶς πως κε‐ χρῆσθαι πρὸς τὴν τῶν οὕτως ἀληθῶν βεβαίωσιν;“ (Δ.) Οὕτω μὲν οὖν εἰρωνικοῖς μᾶλλον ἢ γοητεύουσιν ἄλλως ὑπερχόμενος λό‐
20γοις καὶ τὸ παθητικὸν τῆς τοῦ πατριάρχου θωπεύων ψυχῆς ὁ Ἀπόκαυκος τἄλλα μὲν ἀσμένως προσήκασθαι ἐπεπείκει· τὸ δὲ τῶν ἐρυθρῶν πεδίλων νῦν μὲν ἥκιστα διὰ τὸ τῆς καινότητος
θράσος· χωροῦντος δ’ ὀψὲ τοῦ χρόνου, διὰ τὸν τῶν δυοῖν ἐθι‐

2

.

699

σμὸν, ἐπαγγείλασθαι εὐπαράδεκτόν πως ἔσεσθαι καὶ τὸ τρίτον. τὰ γὰρ ἐκπληκτικὰ τῆς ὑπερηφανίας οὐ τὸ τῆς ὥρας αἰφνίδιον κατασβέσαι δύναται, ῥᾷστα μεντἂν ἐκπυρσεῦσαι μᾶλλον καὶ φθό‐ νον ἐγεῖραι σκληρόν τινα καὶ δυσκαρτέρητον· τοῦ δὲ χρόνου
5ῥέοντος, ὁμαλῶς πως ἤδη καὶ τὸ τῆς ἐκπλήξεως ἐκείνης δαπα‐ νᾶσθαι καὶ μαραίνεσθαι θράσος, ἠρέμα καὶ κατὰ μικρὸν ἐμμελε‐ τηθείσης ταῖς τῶν ἐντυγχανόντων ὄψεσι διὰ τὸ συνεχὲς τοῦ συν‐ διαιτᾶσθαι. τούτου μὲν οὖν ἕνεκα τοῖν δυοῖν ἀρκεσθῆναι και‐ νοτομήμασι μόνοις ἐν τῷ παρόντι, τοῦ τρίτου μετεωρισθέντος ἐς
10τοὐπιόν· μὴ ἐπιστῆσαι πρότερον ἐθελήσαντα, καὶ γνόντα τὴν τῶν προτέρων ἐνταῦθα διάνοιαν, ἐν τῷ μετρίῳ τοῦ ἤθους ἵστα‐ σθαι, καὶ μὴ κινεῖν πατέρων ὅρια· ἀλλ’ ἥττω γενόμενον δόξης, πολλὴν ἐπιφερομένης τὴν ἀωρίαν, ἀγώγιμον εἶναι τοῦ λοιποῦ τοῖς ἐμπαίζειν ἐθέλουσι, μέχρι τοῦ, συμφέροντος ἐξ αὐτῶν ἐναρ‐
15γῶς τῶν πραγμάτων σαφῆ τὸν χρόνον σύμβουλον ἐσχηκότα, συν‐ ιέναι μὲν ὡς φείδεσθαι χρόνου καὶ τύχης ἐχρῆν, μὴ δυνηθῆναι δ’ οὖν οὐδὲ μικράν τινα τὴν ἐν δεινοῖς ἀσφάλειαν ἑαυτῷ πορίσα‐ σθαι, ἀλλ’ ἐς ἀτεκμάρτους καὶ μάλα παντοδαποὺς κακῶν συνω‐ σθῆναι βυθούς. (Ε.) Τὸ γὰρ τῆς ἐπισκοπῆς ἀξίωμα καὶ τὸ
20ψυχῶν ἄρχειν, τοῦ κρατίστου μέρους τῶν ἐν τῷ κόσμῳ συλλή‐ βδην ἁπάντων εἰπεῖν, σφόδρα τοι μέγιστον καὶ περιφανὲς εἰδόσι τοῖς τὰς ἀρίστας πάλαι συντάττουσι τῶν πολιτειῶν νομοθέταις
καλῶς ἔχειν ἔδοξε, τὸ τῆς ἀνθρωπίνης γνώμης φυλαττομένοις

2

.

700

εὐόλισθον καὶ ἐπισφαλὲς, ὥσπερ δεσμῷ τινι τῷ ταπεινοτέρῳ τοῦ σχήματος κολάζειν τῆς τύχης τὸ μέγεθος, ἵνα μὴ τὸ τοῦ θρά‐ σους ἀκόλαστον ὥσπερ μέθη τις ἐγγένηταί τῳ, καὶ πρὸς τυ‐ ραννίδος ὑπόθεσιν ἐξοκεῖλαν μεγάλων ἄρξῃ τοῖς πολιτικοῖς πρά‐
5γμασι τῶν κακῶν. τὸν δὲ τῆς βασιλείας ὄγκον σωμάτων μὲν καὶ δημοσίων ἄρχειν πραγμάτων, ἥττονος μέρους ἢ κατ’ ἐκεῖνο· ὅπλων δὲ καὶ στρατιωτικῶν θορύβων περιβεβλῆσθαι δύναμιν, καὶ τούτοις τὸ τοῦ μεγέθους ἐκείνου κατὰ τὸ εἰκὸς λειπόμενον ἀν‐ τανισοῦν. αἱ γὰρ ἁπλαῖ καὶ μονοειδεῖς πολιτεῖαι ῥᾷστα πρὸς ἀτο‐
10πίαν ἐκτρέχουσιν, ἐρημίᾳ τοῦ βοηθήσοντος· μιγνύμεναι δέ πως καὶ ἀνακεραννύμεναι μετριώτερον τὸ ἐπικίνδυνον ἔχουσι, θατέ‐ ρου θάτερον ἐπιῤῥωννύντος καὶ ἀνεγείροντος, ὅταν εἰς κακίας ἐκτοπίζηται βάραθρον, καὶ τυραννίδος ἐνοχλοῦντες διασαλεύωσί τινες τὸ λογιζόμενον θόρυβοι. ὅθεν ἐκεῖνο μὲν λύσιν καὶ ἀταξίαν
15εἰσάγει τὸ μέρος καὶ ἀνατρέπειν δίδωσι χώραν ἠρέμα τοὺς θε‐ μελίους τῆς εὐταξίας εἰς ἔδαφος, ἢν μή τις ἐπίσχῃ· τὸ δ’ αὐτο‐ φυᾶ καὶ αὐτογεώργητον ἔχει τὴν χάριν τοῦ κρείττονος καὶ κό‐ σμος τις ἀτεχνῶς ἐναρμόνιος ὅλῳ τῷ βίῳ καθίσταται. (ϛʹ.) Δέον τοιγαροῦν καὶ πατριάρχην τουτονὶ τοῖς εἰθισμένοις νομίμοις ἐμ‐
20μένειν, καὶ μὴ σαλεύειν ὅρους σὺν λόγῳ πάλαι κειμένους· ὁ δὲ κακοβουλίᾳ χρώμενος λέληθεν ἅμα ἑαυτῷ καὶ τὰ Ῥωμαίων ἀπο‐ λωλεκὼς πράγματα, σφίσιν ἐν βραχεῖ παντοδαπῶν ἐπινεύσας
κλύδωνας συμφορῶν. καίτοι εἰ φοβερὸς καὶ περίβλεπτός τις βα‐

2

.

701

σιλεῦσιν εἶναι καὶ ἄρχουσιν αὐτῷ πρὸς βουλήσεως ἦν, ἐς τὸν σωτῆρα βλέπειν ἔδει τούτῳ Χριστὸν, καὶ τὴν ἔνδοξον ἀδοξίαν ἐκείνου μιμεῖσθαι, οὗ μάλιστα καὶ τὴν εἰκόνα φέρειν τὸ τῆς ἱερα‐ τείας νενόμισται σχῆμα. εἰ γὰρ Ἀλέξανδρος ἐκεῖνος ὁ μέγας, ὁ
5καθ’ ὅλης μικροῦ τῆς Ἀσίας ἐλάσας, τὸ Διογένους αἰδούμενος ἐμακάριζεν εὐτελὲς καὶ ἀπέριττον, μᾶλλον ἢ τὸν τῆς ἑαυτοῦ βα‐ σιλείας ὄγκον καὶ πλοῦτον· πολλῷ ἂν δήπου ῥᾷον τουτονὶ βασι‐ λεῖς τε καὶ ἄρχοντες ἐμακάριζον, εἰ οὗ τὴν εἰκόνα τέτακται φέ‐ ρειν, τούτου τὸ ἄτυφον καὶ λιτὸν τῆς διαίτης ἀεὶ διετέλει μι‐
10μούμενος. ἀλλὰ μὴν πρὸς ἐναντίους ὁπώσποτε περιτρέψας κανό‐ νας τὴν εὐσχήμονα καὶ βελτίστην κατάστασιν τῆς αὐτονομίας ἐκείνης, οὗ μὲν τυχεῖν ἐπεθύμει, περιφανῶς ἐκπέπτωκεν· οὗ δ’ εἶχε, περιφανέστερον ὁμοῦ καὶ αὐτοῦ συνεκπέπτωκεν, ἀντὶ μὲν δεσπότου καὶ πατρὸς ἑαυτὸν προφανῶς καταστήσας ἀνδράπο‐
15δον· ἀντὶ δὲ περιβλέπτου δόξης, ἀδοξίας κληροῦχον λαμπρᾶς. οὕτω μακρὰν ἐπισύρεται πανταχοῦ τὴν ἀωρίαν τὸ ἄγαν φιλοτι‐ μεῖσθαι, καὶ πρὸς ὕπαιθρον παρεξάγει μανίαν ἡ τῆς ἐξουσίας αὐθάδεια. (Ζ.) Τούτου μὲν δὴ οὖν οὕτω ῥᾷστα τὴν γνώμην ἐξανδραποδισάμενος ὁ Ἀπόκαυκος ἐπὶ τὸν Γαβαλᾶν Ἰωάννην
20λοιπὸν προσῆγε τὰς μηχανὰς καὶ τὰς ἑλεπόλεις τῶν δόλων· καὶ εἰς γυναῖκα τὴν θυγατέρα κατεγγυᾶσθαι μετεωρίσας ὅρκοις ἠνάγ‐ κασε τὰ βεβουλευμένα κυροῦν καὶ πιστοῦσθαι τοῦτον, εἰ τοῖς αὐτοῦ καθάπαξ βουλήμασιν ἕπεσθαι βούλοιτο. τὰ δὲ ἦν, ὁπόσοι
τῶν εὐγενῶν καὶ περιβλέπτων τὴν δόξαν τὸ τῆς συγκλήτου πλη‐

2

.

702

ροῦσι βῆμα, πάντας ἕνα παρ’ ἕνα δεσμοῖς καὶ φρουραῖς ἐγκλείειν, ἄλλους ἄλλαις αἰτίαις καθυποβάλλοντα ἐξ αὐτοσχεδίου τὸν πιθα‐ νώτερον τρόπον. (Η.) Τούτων δ’ οὕτω ῥυέντων, καὶ τὴν τῶν δημοσίων αὐτῷ μὲν διοίκησιν εὐθὺς ἐγχειρίζει πραγμάτων· αὐτὸς
5δ’ ἄρας ἐκ Βυζαντίου σύν γε πατριάρχῃ καὶ τῷ βασιλεῖ Παλαιο‐ λόγῳ τάχιστα ἐχώρει πρὸς Πείρινθον, πρόφασιν μὲν ὡς ἐπὶ Καντακουζηνὸν ἐκστρατεύων τὸν βασιλέα· τῇ δ’ ἀληθείᾳ δυοῖν πραγματευόμενος θάτερον, ἢ τῷ τῶν Ἐπιβατῶν, εἰ δυνηθείη, συγκλείσας φρουρίῳ βίᾳ τῷ βασιλεῖ τὴν θυγατέρα δοῦναι γάμου
10ξυναλλαγαῖς, ἢ τόν γε δεύτερον ἐλαύνοντι πλοῦν τῷ βασιλεῖ Καντακουζηνῷ δι’ αὐτῶν ποτε σπείσασθαι, Λέσβον καὶ Χίον ἀλλαξαμένων σφῶν ἐς διηνεκῆ τινα κλῆρον. (Θ.) Ταῦθ’ ὁρῶσι μακρὰν τοῖς συνετωτέροις ἔκπληξιν ἐνεποίει, καὶ ἀσυλλόγιστον ἐδόκει τὸ πρᾶγμα, πῶς τῷ μανιώδει τῆς γνώμης ἡ Ἄννα προδε‐
15δωκυῖα τὴν τῶν πραγμάτων ἡγεμονίαν πάντων ἀπείπατο, τυ‐ φλωθεῖσα καθάπαξ ὑπὸ ζηλοτυπίας καὶ μηδενὸς τῶν πραττο‐ μένων αἰσθάνεσθαι θέλουσα· ἀλλὰ καθάπερ ἔξω στηλῶν Ἡρα‐ κλείων τῆς τοσαύτης ἀπωλείας καθισταμένης, οὕτω διακειμένη. ἦν γὰρ ἐν ἐλπίσι τοῦ ἔρωτος πείθοντος ***σα βίον τοὐντεῦθεν
20ἄλυπον ἕξειν, καὶ φροντίδος ἁπάσης τὸ παράπαν ἀπηλλαγμένον. ψυχὴ γὰρ ἀπαιδαγώγητον ἄγουσα βίον, καὶ ὄψιν οὐ μάλα κολά‐
ζειν προμελετήσασα, ἔλαθε πολλάκις αἰχμάλωτος ἀπαχθεῖσα, κα‐

2

.

703

θάπερ λάφυρον ἀπροόπτως ἑαυτὴν εἰς ἄχαλκον ἐμβαλοῦσα πόλε‐ μον λογισμῶν ἀφανείᾳ κεκαλυμμένων, καὶ πρὶν καλῶς τῆς πολε‐ μίας ἐφόδου τὸ βίαιον αἰσθέσθαι, ᾤχετο θελγούσης λαβοῦσα πυρκαΐας ὑπομνήματα.
5 δʹ. Ἐγὼ δ’ ἐνταυθοῖ κἀκείνου μεμνήσομαι, χρόνον μὲν τὸν αὐτὸν συνενεχθέντος, σαφηνείας δ’ εἵνεκα μείζονος ἄνωθέν πο‐ θεν ἦρχθαι ὀφείλοντος. ἔαρος γὰρ ἐπιστάντος ἤδη, τὰς οἰκείας ὁ βασιλεὺς δυνάμεις συναγαγὼν ἀπῄει πρὸς τοὺς ἐπέκεινα Ῥο‐ δόπης τοῦ ὄρους αὐλῶνας καὶ τὰ ἐκεῖσε πρὸς ἀποχρῶσαν νομὴν
10ἀναπεπταμένα πεδία. προσάγων δὲ καὶ πεῖράν τινα ταῖς ἐκεῖ πό‐ λεσιν εἷλε καθ’ ὁμολογίαν πόλεις δύο, τήν τε Κομοτηνὴν καὶ τὴν Γρατιανοῦ καλουμένας. (Β.) Ἔνθα δὴ καὶ τὸ πρὸς Μομι‐ τίλου γέγονεν ἐκεῖνο σύμπτωμα· ὃς διφυής τις γενόμενος ἐξ ἀφα‐ νῶν γονέων ἐν μεθορίοις Πατριβαλῶν καὶ Μυσῶν λῃστρικὸν
15ἐκ μειρακίου καθ’ ἑταιρείαν ἡλικιώτιδα βίον ἄγειν προσῄρηται, ἔνεδρά τε δὴ καὶ λόχους κατασκευαζόμενος αἰφνίδιον ἐπέφερε τοῖς παριοῦσι τὸν ὄλεθρον. τριακοντούτης δ’ ἄρτι γενόμενος ἐς τὸ ἀνθρωπικώτερον ἐκ τοῦ θηριώδους ἐκείνου τὸν βίον ἀλλάξα‐ σθαι ἔγνωκε. καὶ δὴ προσεληλυθὼς ἑνί τινι τῶν ἐνδόξων Ῥω‐
20μαίων μισθοῦ διακονεῖσθαι τέταχεν ἑαυτόν. ἔπειτ’ ὀλίγου ῥέον‐ τος χρόνου, τὴν δουλείαν τε ἀπείπατο ταύτην καὶ ἐς τὰ πρό‐ τερα τῆς λῃστείας ἐπαλινδρόμησεν ἤθη, καὶ πολλὴν ἠρέμα καὶ
κατὰ μικρὸν προσεταιρισάμενος χεῖρα ἔμπρακτον ἐδείκνυ τὸ τῆς

2

.

704

ψυχῆς δραστήριον, νῦν μὲν ταῖς ἄκραις τῶν Μυσῶν ἐμπίπτων ὥσπερ κεραυνὸς ἐκ τοῦ αἰφνιδίου, νῦν δὲ ταῖς τοῦ Καντακουζη‐ νοῦ προσβάλλων κρύφα δυνάμεσι, νῦν δὲ τὰς τῶν Βυζαντίων ληϊ‐ ζόμενος ἐξ ἐφόδου χώρας. (Γ.) Δείσας δ’ ὅμως, μὴ συνελθόν‐
5τες οἱ πρὸς αὐτοῦ κακούμενοι κακῶς κακὸν γειτόνημα διαφθεί‐ ρωσι, προσελάσας, σύμμαχος ὑπόσπονδος καὶ δοῦλος ἐθελοντὴς εἵλετο λέγεσθαί τε καὶ εἶναι Καντακουζηνοῦ τοῦ βασιλέως· πλὴν οὐχ ὥστε καὶ συνεῖναι, καὶ ὅπη πορεύεσθαι βούλοιτο ἕπεσθαι· ἀλλ’ αὐτονομίᾳ χρώμενον κρύφα κατὰ τὴν συμφυᾶ συνήθειαν
10τοῖς ἐκείνου προσβάλλειν ἐχθροῖς, ἐπὶ κέρδεσιν ἑαυτοῦ τε καὶ ὅσοι ξύν γε αὐτῷ μισθοῦ λῃστρικοῦ στρατεύεσθαι εἵλοντο. (Δ.) Ἐπεί γε μὴν τοῦ χρόνου χωροῦντος ὅσοι τῶν πενήτων αἱμοχα‐ ρεῖς καὶ αὐθάδεις ὄντες ἐτύγχανον, ὀλίγοι κατὰ πολλοὺς καὶ πολ‐ λοὶ κατ’ ὀλίγους ἀθροιζόμενοι, κατὰ συμφωνίαν αὐτῷ προσεῤ‐
15ῥύησαν ἔκ τε Τριβαλλῶν καὶ Μυσῶν, καὶ ὅσοι μιξοβάρβαρον ἐπὶ τούτοις ἤνυον δίαιταν, ὡς ἐπέκεινά που τῶν δισχιλίων ἐπι‐ λέκτων ἱππέων εἶναι, οἳ θυμοῦ πνέοντες πάντες ἀρεϊκοῦ τὴν σφῶν αὐτῶν μᾶλλον ψυχὴν ἢ τοῦτον καταπροέσθαι διϊσχυρίζοντο· ὡς ἀποχρῆναι λοιπὸν καὶ πρὸς ἀντίπαλον ἤδη καθίστασθαι μοῖ‐
20ραν, ᾧ ἂν βούλοιτο μέρει τῆς ἐμφυλίου Ῥωμαίων μάχης· σύμ‐ βολα τῆς δεσποτικῆς ἀξίας οἱ Βυζάντιοι πέμπουσιν αὐτῷ, καὶ λάθρα κατὰ τοῦ βασιλέως ὁπλίζουσι Καντακουζηνοῦ. ἐκεῖθεν οὖν καιροφυλακῶν ὁ Μομιτίλας ἀεὶ διετέλει, καὶ τὴν ἐπίθεσιν ἐν
μυχοῖς τῆς καρδίας ἐκυοφόρει, καὶ ἀνεκύκλει τοῖς λογισμοῖς.

2

.

705

(Ε.) Ἄρτι δ’ ἐν ἀκμῇ τῆς ἠρινῆς καθισταμένης ὥρας, ὅτε τὸ ποικίλον τῆς χλόης τὰς πεδιάδας κοσμεῖ, καὶ τῶν τέως ἀνα‐ βιούντων δένδρων οἱ πλόκαμοι μετὰ τῶν ἀνθέων τὰς τῶν ἀνθρώ‐ πων ὄψεις ἐφέλκονται, νέαν χαριζόμενοι τέρψιν καὶ ἡδονὴν τῇ
5ψυχῇ, καὶ ἅμα χιλὸν ἡ γῆ προσηνῆ καὶ νομὴν αὐτοφυᾶ τοῖς ἀλό‐ γοις ζώοις, ἔδοξε καὶ τῷ βασιλεῖ Καντακουζηνῷ περὶ Μοσινού‐ πολιν, ἐξιόντι Κομοτηνῶν τῆς πολίχνης, πήξασθαι τὸ στρατό‐ πεδον, κἀνταῦθα περὶ τῶν πρακτέων βουλεύσασθαι, τά τε ἄλλα καὶ ὅπως ἀπαντῆσαι χρεὼν τοῖς Ἀποκαύκου καινοτέροις βουλεύ‐
10μασι καὶ ταῖς ἐκστρατείαις. (ϛʹ.) Δένδρῳ γε μὴν ἐντυχεῖν ἐν‐ ταυθοῖ που συνέβη, κλάδους ἔχοντι μάλα εὐμήκεις, καὶ δίκην φάναι ὀρόφου βαθεῖαν μὲν τῇ γῇ τὴν σκιὰν ἐμπαρεχομένους, ἐμ‐ ποδὼν δέ πως καὶ ταῖς ὑπερβολαῖς τοῦ ἡλίου καθισταμένους, καὶ ἀφαιρουμένους τὸ κάειν αὐτόν. ὑπὸ δὲ τῷ δένδρῳ πηγή τις
15ἀνέβλυζε, χορόν τινα ποιουμένη τῷ ὕδατι, οὕτω μέντοι διαυ‐ γὴς, ὡς καὶ τὸ τοῦ δένδρου κάλλος πως ἀποματτομένην αὐτὴν καθ’ αὑτὴν τὴν ὑπογραφὴν, καὶ δύο μιᾶς τινος ῥίζης δοκεῖν εἶναι φύεσθαι δένδρα· τὸ μὲν ἄνω, τὸ πρὸς ἡμᾶς ἀνίσχον· τὸ δ’ ὑπὸ γῆν αἰωρούμενον. ὑπὸ δὴ τούτῳ βραχὺ κατακλίνας ὁ βα‐
20σιλεὺς ἑαυτὸν εἰς ὕπνον ἐτράπη, καὶ ἅμα ἐδόκει φωνῆς ἀορά‐ τως ἀκούειν, „ἔγειραι,“ λεγούσης, „ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστόσ“· εὐθύς τε διαγρηγο‐
ρήσαντα, ζάλην ἔχοντα λογισμῶν ἀναστῆναι· καί τις ἐκεῖ παρὼν

2

.

706

ᾀσμάτων δημιουργὸς λύραν τε ἡρμόσατο ἐξεπίτηδες καὶ, οἷον πείθειν ἅπαντας ἀνέχειν ἐπ’ αὐτοῦ, ᾆσμα ἀνεκρούσατο. καὶ ἦν τὸ τοῦ ᾄσματος· „ἄνδρες (φησὶν) οἱ τῷδε τῷ δένδρῳ καὶ τῇδε τῇ σκιᾷ προσεοικότες ἀτεχνῶς, παρόσον νῦν μὲν ὥρας μετέχοντες
5φαίνεσθε, ὅσον δ’ οὔπω ἀωρίας ἐπιδραμούσης οἰχήσεσθε πρὸς μαρασμόν τε καὶ φθορὰν, δεῦρο δὴ χαίρωμεν, καὶ ἐντρυφῶμεν τῇ νεότητι, πρὶν τὸν θάνατον αὐτῆς κατορχήσασθαι.“ (Ζ.) Τὴν δὴ τοιαύτην μαθὼν ὁ Μομιτίλας ἐκ τῶν ἡμεροσκόπων διατριβὴν, ἔγγιστά που ποιούμενος ἐξεπίτηδες τὰς διατριβὰς καὶ φιλίαν
10ὑποκρινόμενος, ἔγνω πρὶν ἀθροισθῆναι τὸ στράτευμα, καὶ πρὶν τὸ δρᾶμα τὸν βασιλέα μαθεῖν, ἐπιθέσθαι οἱ τελέως ἀφροντι‐ στοῦντι. ἐν τούτοις ὄντων τοιγαροῦν τῶν πραγμάτων ἐκείνοις, καὶ τοῦ ἡλίου τῆς ἡμέρας ἤδη τοὺς μεταξὺ παραλλάττοντος δρό‐ μους, ἀγγέλλεται Μομιτίλας ὁπλίτην στρατὸν ἐπαγόμενος καὶ
15ὅλαις ἡνίαις ἐλαύνων ἐς τὸ τοῦ βασιλέως στρατόπεδον. τοῦτο πάντας ἐκ τοῦ παραχρῆμα λογισμοὺς ἔθραυσέ τε καὶ συνεκύκησε τοῦ τε βασιλέως καὶ ὅσοις ξύν γε αὐτῷ παρεῖναι τετύχηκεν, ἀπαρασκεύοις καὶ τούτοις, καὶ πάνυ βραχέσιν, καὶ τῆς τύχης οὕτω λαμπρῶς ἐλαυνούσης καὶ συνωθούσης ἐν στενῷ κομιδῇ τῆς
20ὥρας τὸ πρᾶγμα, καὶ μηδεμίαν οὐδ’ ὁθενοῦν ἐχούσης διαφυγὴν καὶ ἀπόδρασιν. τοῖς τε γὰρ ἵπποις ἀνὰ τὴν πόαν διεσκεδασμένοις νέμεσθαι τέως συνέβαινε· καὶ ἅμα τῆς στρατιᾶς τὸ μὲν ἔτι περὶ τὴν Κομοτηνῶν πόλιν ἀπεριμερίμνως τὰς ἀγορὰς περιῄει, τὰ
πρὸς χρείαν ὠνούμενοι· τὸ δ’ ἐξιὸν οὐκ ἐν σπουδῇ πρὸς βασι‐

2

.

707

λέα πρόνοιαν ἐποιεῖτο ποιεῖσθαι τὴν ἄφιξιν, ἅτε μὴ προμαθόντες τὸ συμβάν· ἀλλ’ ἠρέμα καὶ κατὰ σχολὴν ἐπορεύοντο. (Η.) Ὅμως εἰς θεὸν ὁ βασιλεὺς ἀνατείνας τὰς χεῖρας ἅμα τοῖς ἀμφ’ αὐτῷ κἀκ τῶν ἐνόντων ὡς ἐνῆν ὁπλισάμενοι ἐμάχοντο, τοῦ προστυ‐
5χόντος ἕκαστος ἐπιβαίνοντες ἵππου, δίχα σαλπίγγων καὶ παρα‐ τάξεως, καὶ τὸν ᾅδην κατ’ ὀφθαλμοὺς ἱστάμενον ἄντικρυς βλέ‐ ποντες. καὶ ἦν ἰδεῖν μάλα ἀγχιστρόφους καὶ οὐκ ἐν προνοίᾳ τινὶ τὰς διεξόδους καὶ διεξελάσεις τῆς μάχης καθισταμένας· ἀλλὰ φύρδην ἄλλους ἄλλοις ξυῤῥηγνυμένους. ὅθεν καὶ ὀλίγοι μάλα,
10πρὸς μάλα πολλῶν ἔνθεν κἀκεῖθεν κυκλούμενοι, κατηκοντίζοντό τε καὶ ξυνέπιπτον. (Θ.) Ὁ δὲ βασιλεὺς, τοῦ ἵππου πεσόντος ἐκ τῶν πληγῶν, ἐκ γῆς ὁπόσον ἐνῆν τοῖς ἐπιοῦσιν ἐμάχετο, ἕως τῶν ὑπασπιστῶν εἷς παρελάσας ἀπέβη τοῦ ἵππου, καὶ τῷ μὲν βα‐ σιλεῖ φυγῇ πορίζεσθαι τὴν σωτηρίαν ἐδίδου· αὐτὸς δὲ πολλὰς
15πολλαχῆ δεξάμενος τὰς πληγὰς κατηνέχθη, βραχύ τι καὶ ἀδρα‐ νὲς ἐμπνέων· ὡς περιφρονηθέντα τοῖς πολεμίοις ἐσαῦθις οἷον ἀναβιῶναι. ἡ δὲ φήμη τὴν ταχίστην ἀνὰ πᾶσαν ἐληλυθυῖα τὴν περίχωρον ἠνάγκασεν ἄλλους ἐπ’ ἄλλοις βοῇ τε καὶ δρόμῳ σπο‐ ράδας καὶ ἀσυντάκτους ἐς ἐπικουρίαν τε ἰέναι τὸν τοῦ βασιλέως
20στρατὸν καὶ ἅμα τοὺς πολεμίους ὀπίσω ἀπαλλάττεσθαι. τοῦ δὴ τοιούτου διασεσωσμένος ὁ βασιλεὺς ὑπὲρ ἅπασαν προσδοκίαν κιν‐ δύνου τε καὶ συμπτώματος ἄρας μετ’ οὐ πολὺ πρὸς Διδυμό‐ τειχον ἄπεισι. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον· καὶ τὸ
ἔαρ ἐν τούτοις ἐτελεύτα.

2

.

708

εʹ. Θέρους δ’ ἀρχομένου πολλὴ καὶ βαρεῖά τις ἀπησχόλει παρασκευὴ τὸν Ἀπόκαυκον, ἐπὶ Διδυμότειχον ἀπιέναι μετὰ πολ‐ λῶν τῶν δυνάμεων. ἐπεὶ γὰρ ἐς μόνον τὸ Διδυμότειχον ὁ Καντα‐ κουζηνὸς μετὰ τῆς δυνάμεως κατηντήκει, πᾶσα δ’ ἀπῆν συμμα‐
5χίας ἐλπὶς πανταχόθεν (ὅ,τε γὰρ Μυσῶν ἀρχηγὸς Ἀλέξανδρος Βυζαντίοις ἐκ πολλοῦ συνεμάχει· τόν τε σατράπην Ἀμοὺρ ἀν‐ θεῖλκεν ὁ τῶν Λατίνων κατὰ Σμύρνης ἐπίπλους· καὶ ἅμα Τρι‐ βαλλοὶ τοῦ ἐκείνου διψῶντες ὑπῆρχον αἵματος), ταῦτα δὴ πάντα συνιδὼν ὁ Ἀπόκαυκος, ἄρας ἐκ Πειρίνθου πάσαις δυνάμεσι Βυ‐
10ζαντίοις καὶ Θρᾳκικαῖς, παρεστρατοπέδευσεν ἐπὶ Διδυμότειχον. (Β.) Καὶ πρῶτα μὲν ἐπεχείρει δόλοις καὶ μηχαναῖς ἑλεῖν τὸ τοῦ Πυθίου φρούριον, οὑτωσί πως ὀνομαζόμενον καὶ παρὰ τὰς ὄχθας ἱδρυμένον Ἕβρου τοῦ ποταμοῦ. τοῦτο σταδίους ἐγγὺς ὀγδοήκοντα διέχον Διδυμοτείχου, καὶ γεγονὸς ἐρείπιον, ἐκ πολ‐
15λοῦ Καντακουζηνὸς ἀνειληφὼς ὁ βασιλεὺς πολλαῖς χρημάτων δαπάναις ὠχύρωσέ τε κἀπὶ πλεῖστον ἀνιέναι πέπραχε τοῦ ἀέρος, καὶ ὥσπερ ἑαυτοῦ ταμιεῖον εἶχεν ἐκεῖθεν αὐτὸ, καὶ λαμπραῖς ἠσφαλίζετο ταῖς φρουραῖς. τοῦτο τοίνυν περιστρατοπεδεύσας Ἀπόκαυκος ὅλαις ἐπολιόρκει χερσί. (Γ.) Τοῦ δ’ ἐν Διδυμο‐
20τείχῳ στρατοῦ τὸ πλεῖστον, τήν τε τῶν πολεμίων βαρεῖαν ὁρῶν‐ τες ἔφοδον καὶ ἅμα τὸν ἔνδον λιμὸν πολέμιον ἡγούμενοι χείρονα, καὶ πρός γε τοὺς ἑαυτῶν ἱπποκόμους ἀκηκοότες ὁμοῦ τοῖς ἵπποις ἀθρόον ἐς Ἀπόκαυκον ηὐτομοληκότας, δρασμῷ τε ἐχρήσαντο
καὶ αὐτοὶ καὶ τῷ τῶν πολεμίων προσεῤῥύησαν στρατοπέδῳ,

2

.

709

τοῦ θέρους ἐν ἀκμαῖς ὄντος ἤδη τοῦ σίτου. καὶ ἦν ἐν οὐ μάλα φορηταῖς τὰ βασιλέως περιστάσεσι πράγματα, καὶ πᾶσαν εἰπεῖν ἀνθρωπίνως ἀποσειόμενα σώζουσαν προσδοκίαν. (Δ.) Ἐν τοιού‐ τοις δ’ ὄντι τῷ βασιλεῖ τοῖς δεινοῖς προσετίθετο καὶ ἡ τῶν ἅμα
5αὐτῷ στρατιωτῶν ὁμοῦ καὶ στρατηγῶν καὶ συγγενῶν ἐπίθεσις. ἰδίᾳ γὰρ προσιόντες ἕκαστοι διὰ τὸν καιρὸν καὶ τοὺς ἐφεστῶτας κινδύνους ἀπῄτουν οἱ μὲν Λέσβον, οἱ δὲ Λῆμνον, οἱ δὲ Χίον· ἄλλοι δ’ ἄλλα τε χωρία καὶ προσόδων εὐπορίας, τέως μὲν ἐν ἐγ‐ γύαις ἐγγράφοις· ὅτε δ’ ἐγκρατὴς καθάπαξ τῆς ὅλης γένοιτο βα‐
10σιλείας, ἐπιτελῆ καὶ τὰ ἐν ἐγγύαις ἐπηγγελμένα καθίστασθαι. μηδὲ γὰρ ἐπ’ ἀδήλοις ἐλπίσιν οὕτω διακυβεύειν τὸ ζῇν, ἐν ὀφθαλ‐ μοῖς ἤδη τῶν κινδύνων ἑστώτων, οἴεσθαι τὴν τοῦ βελτίστου σφίσι μοῖραν ἱδρύσθαι, ἀλλ’ ἐνέχυρον εἶναί τι βέβαιον, οὗ πριά‐ μενος ἄν τις τὸν θάνατον ἀνεπίφθονον γοῦν τὴν τῶν περιλει‐
15φθέντων ψῆφον ἔχοι καρποῦσθαι. (Ε.) Τοιαῦτά γε μὴν ἀπαι‐ τοῦσιν ἐκείνοις πρὸς οὐδὲν οὐδαμῆ γε ἐνδιδόναι ἐπῄει τῷ βασι‐ λεῖ, φάσκοντι, μὴ δύνασθαι τἀλλότρια μήτε νῦν ὑπισχνεῖσθαι, μήτε μὴν μετά γε τὴν τῆς αὐτοκρατορίας ἀντίληψιν, εἰ γένοιτο, προΐεσθαι τοῖς οὐκ ἐν λόγῳ ζητοῦσιν. νῦν μὲν γὰρ τὸ παράπαν
20ὑπάρχειν ἀλλότρια, πολιορκουμένων τε καὶ ζῇν ἀσφαλῶς μη‐ δαμῆ πω συγχωρουμένων· καὶ τότε δ’ αὖ ἕτερον ἀλλότρια τρό‐ πον· πάντων γὰρ πάντ’ εἶναι τῶν ὑπεικόντων τῇ βασιλείᾳ τὰ τῆς βασιλείας πράγματα· τῶν βασιλευόντων δ’ οὔ. οἷς οὖν πρὸς
βουλήσεως εἴη ἂν τοὺς παρόντας συνδιενεγκεῖν ἡμῖν τῶν κινδύνων

2

.

710

διαύλους, οὐκ ἂν ἀμελήσαιμεν οὐδ’ αὐτοὶ, εἰ περιγενέσθαι γέ‐ νοιτο, μὴ οὐκ ἀμείψασθαι τοῖς ἀνήκουσι τρόποις, ὁπόσα τῶν ἐφ’ ἡμῖν· οἷς δ’ οὔ, τούτοις δ’ οὐκ ἄν ποτ’ ἐνοχλήσαιμεν, ὁπότερον ἕλοιντ’ ἂν δρᾷν, εἴτε πρὸς τὰς τῶν πολεμίων ἐπαγγε‐
5λίας αὐτομολεῖν, εἴτε καθημένους οἴκοι πόῤῥω γίνεσθαι βελῶν. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον. (ϛʹ.) Χρόνου δὲ περὶ τὴν πολιορκίαν συχνοῦ τριβομένου, καὶ περὶ ἀνέσεις ἀσχολουμέ‐ νων τῶν νέων ἐν τῷ τῶν πολεμίων στρατοπέδῳ, ἔδοξε τῷ ἐπὶ θυγατρὶ τοῦ Ἀποκαύκου γαμβρῷ Ἀνδρονίκῳ τῷ Παλαιολόγῳ,
10ἀναψύξεώς τε εἵνεκα καὶ φιλοτιμίας ἅμα νεωτεριζούσης, ἀποδυ‐ σαμένῳ διανήξασθαι πᾶν τὸ τοῦ ποταμοῦ πλάτος ἐκείνου. ἀλλὰ πρὶν μέσον διαβῆναι τοῦ ποταμοῦ τὸ ῥόθιον, νάρκῃ τινὶ πεδη‐ θεὶς ὑπὸ ψύχους, ὡς ἔοικεν, ὥσπερ τις ἄψυχος φόρτος, ἐς τοὺς τῶν ὑδάτων πυθμένας νεκρὸς κατενήνεκται. πρώτη μὲν οὖν
15αὕτη γέγονε θραῦσις Ἀποκαύκῳ τῆς δόξης καὶ ἅμα προανα‐ φώνησις τῆς ἐπὶ τὰ χείρω μεταβολῆς καὶ καταστροφῆς. (Ζ.) Δεύ‐ τερον δ’ ἐπὶ τούτῳ συνεπεπτώκει τῷ Ἀποκαύκῳ δυστύχημα τόδε. ὁ Γαβαλᾶς Ἰωάννης, ἐκ πολλῶν ἤδη σημείων αἰσθόμενος Ἀπό‐ καυκον παραλογιζόμενον, κἀν τῷ παρακρούεσθαί πως δεικνύντα
20τὸ ἥκιστα βούλεσθαι τὴν πρὸς αὐτὸν τοῦ κήδους ἐγγύην, λάθρα προσιὼν Ἄννῃ μηνύει τῇ βασιλίδι, ὡς Ἀπόκαυκος μελετῴη, με‐ τενεγκὼν εἰς τὸ ἑαυτοῦ φρούριον βασιλέα τὸν σὸν υἱὸν, διὰ τοῦ
πατριάρχου συζεῦξαι τῇ ἑαυτοῦ θυγατρί. χρεὼν οὖν ἐκ Πειρίν‐

2

.

711

θου σε τάχιστα μεταπέμψασθαι τοῦτον, πρινὴ τὸ θήραμα γε‐ νέσθαι δικτύων ἐντός. (Η.) Οὗ τελεσθέντος εὐθὺς, φωραθεῖ‐ σαν αἰσθόμενος τὴν ἐπιβουλὴν ὁ Ἀπόκαυκος ἔγνω παραχρῆμα καταλελυκὼς τὴν πολιορκίαν ἐκείνην φθῆναι τὸν ἐφεστῶτα κίν‐
5δυνον, διαβὰς εἰς Βυζάντιον τὴν ταχίστην. ἔδοξεν οὖν ἐπανιόντι, πρὶν αἰσχυνομένοις ὄμμασι τὴν βασιλίδα θεάσασθαι, χρήμασι παμπληθέσι περιελθεῖν τὴν γυναικωνῖτιν, ἐν ᾗ τὸ μάλιστα δυ‐ νάμενον ἦν τηνικαῦτα, καὶ ἅμα τὴν θεραπείαν ἅπασαν, ὅση τὴν αὐτοκρατορικὴν οἰκίαν ἐπλήρου. ὃ δὴ τάχιστα πεπραχὼς, καὶ
10δι’ αὐτῶν καὶ βασιλίδι τὰ κάλλιστά τε καὶ τιμιώτατα τῶν κειμη‐ λίων προσοίσειν ἐπαγγειλάμενος, τῆς προτέρας αὖθις ἔτυχεν εὐ‐ δοξίας. καὶ σπεύσας ὠχύρωσεν αὖθις καὶ ἀνεπλήρωσεν, εἴ τί που τοῦ μεγάλου τείχους τῆς πόλεως τεθραυσμένον ὑπὸ τῶν σεισμῶν ἐλλέλειπται, καὶ εἴ τί που τῶν ἔξωθεν ἐληλαμένων δύο προτει‐
15χισμάτων, τοῦ τε πάλαι τῷ τῆς πόλεως οἰκιστῇ συγκατοικοδομη‐ θέντος ὁμοῦ τοῖς μεγάλοις τείχεσι καὶ οὗπερ ἀρτίως, διὰ τὸν τοῦ Καντακουζηνοῦ καὶ τῆς ἐκεῖθεν πολιορκίας φόβον, πρὸς ἀν‐ δρόμηκες ὕψος αὐτὸς ἀνήγειρεν ἐξωτέρω, περὶ τὰ χείλη τῶν με‐ γίστων καὶ θαυμασίων τάφρων, ἀρξάμενος ἀπὸ τῶν πρὸ τοῦ πα‐
20λατίου πυλῶν, καὶ περιελάσας ἄχρι τῶν χρυσέων ἔγγιστα διὰ τῆς χέρσου πρὸς ἕω. ϛʹ. Γεγονέναι δ’ ἐν τούτοις τοῖς χρόνοις συμπέπτωκε καὶ χα‐ λάζης φορὰν συνεχῆ καὶ ῥαγδαίαν, τῆς ἐπιπολαζούσης ἤδη περὶ
τὰ Ῥωμαίων πράγματα θεομηνίας σύμβολον οὖσαν καὶ ταύτην,

2

.

712

καὶ οἷόν τι πῦρ ἐπὶ πυρὶ προσεπενηνεγμένην. πολύχουν γὰρ κατά τε τῶν ἀσταχύων καὶ τῶν γε ἄλλων ἐγγενέσθαι τὸ βλάβος καρπῶν· τῶν γε μὴν ἀμπέλων, τούτων δὲ καὶ πάντων μάλιστα, ὡς μηδὲ τοὺς ἔπειτα χρόνους ἀναβιῶναι δύνασθαι. (Β.) Εἰδέναι γὰρ
5οἶμαι πάντας, ὡς οὐχ ὅτε καὶ καθ’ ὧν ἐνσκήπτει τὸ τῆς χαλάζης σῶμα καρπῶν, τότε μόνον καὶ τούτους μόνους ἐκτυφλοῖ καὶ μα‐ ραίνει, ἀλλὰ καὶ τὰ πέριξ ἅμα, καὶ ἐς πολὺν τὸν χρόνον ὁ μα‐ ρασμὸς ἐπιβόσκεται πάντα, ὥσπερ αἰσθήσει τινὶ διοικουμένων καὶ τῶν φυτῶν, καὶ τὸν τοῦ κοινοῦ δεσπότου θυμὸν καθάπαξ
10ἐκπληττομένων, καὶ ὑπὸ δέους συστελλομένων, καὶ αὐτῆς ἀποῤ‐ ῥηγνυμένων τῆς ζωογόνου ψυχῆς. λίθῳ μὲν γὰρ ὑπ’ ἀνθρωπί‐ νης πληγέντος χειρὸς ἀπίου καὶ μήλου καὶ βότρυος καὶ τῶν τοιού‐ των, τὸ μὲν πληγὲν τραῦμα μὲν ἔχει, νεκροῦται δ’ ἥκιστα· τὸ γειτονοῦν δ’ ὅμως οὔτε πληγῆς τινος ᾔσθετο, οὔτ’ ἐπεπόνθει
15φθορὰν, καὶ ταῦτα τοῦ μὲν πλήττοντος λίθου τραχέος τε ὄντος καὶ ὀξύτητας περὶ αὐτὸν διαφόρους τε καὶ πλείστας ἴσως ἔχοντος, τῆς δὲ χαλάζης ἥκιστα τούτων οὐδέν· γίνεσθαι γὰρ τὴν χάλαζαν, ὅταν τῆς ἀναγούσης καπνώδους κάτωθεν ἀναθυμιάσεως ἐπὶ τὰ μετεωρότερα διακρίνηται διὰ θέρμης ἔνδειαν ἡ ἀτμώδης αὐτῆς
20ἀνάχυσις. ἐκείνης γὰρ διὰ κουφότητα φερομένης μετεωρότερον, ὑπολείπεται διὰ βάρος αὕτη περὶ τὸν μεταξὺ τόπον, ἔνθα πολυ‐ τελέστερον τὸ ψύχος οἱ τοῦ ἀέρος ταμιεύουσι κόλποι. τῶν μὲν
γὰρ ἑκατέρωθεν τόπων ὁ μὲν ἄνω τῇ κύκλῳ φορᾷ καὶ περι‐

2

.

713

στροφῇ τοῦ οὐρανίου συμπεριδινούμενος σώματος νεφῶν ἥκιστα ποιεῖσθαι δύναται σύστασιν· ὁ δ’ αὖ περιγειότερος, καὶ αὐτὸς διὰ τὸ τῶν ἡλιακῶν ἀνακλάσεων ἔντονον διαῤῥέων, ἥκιστά πως οὐδ’ αὐτὸς ἂν δυνηθείη νέφους σύστασιν ποιεῖσθαι· ὡς τῆς ἑκα‐
5τέρωθεν μάχης ἐς τὸ ἀπρακτοῦν οὑτωσὶ τελευτώσης, ἰσχύος λαμ‐ πρᾶς τινος ἀντίληψιν λείπεσθαι ἔχειν ἐνταυθοῖ τὸ ψυχρὸν, καὶ νεφῶν τῇ τῶν ὑγρῶν ἀνάλογον πηλικότητι σύστασιν ἤδη ποιεῖ‐ σθαι. ὧν μεταβαλλομένων, ὄμβρον γίνεσθαι πρότερον, οἱονεὶ συνθλιβομένου τοῦ ἀέρος, καὶ μηκέτι μηδαμῆ δυναμένου φέρειν
10τὴν ἐμβρίθειαν τοῦ ὑγροῦ. ἀλλ’ ἐπειδὰν εἰς ὄμβρον οὕτω δια‐ λυθῇ τὸ ἐκ τοῦ νέφους ὑγρὸν, βιαιοτέραν ἔχοντος ἤδη τὴν θέρ‐ μην τοῦ περιέχοντος, καὶ πανταχόθεν ἀντιπεριϊσταμένου, καὶ βίᾳ περὶ τὰ μέσα ξυνελαύνοντος, χάλαζα γίνεται, πλίνθου τινὸς συμ‐ πίλησιν μιμουμένης, ὡς εἰπεῖν, καὶ δημιουργούσης τῆς φύσεως,
15ἐξ ἀγεωργήτων καὶ μετεώρων πηγῶν καὶ ῥευμάτων. τὰ δὲ τοιαῦτα συμπτώματα σπάνια μεντἂν ἐν θέρει που γίγνεσθαι διὰ τὴν βραχύτητα τοῦ τῷ ἀέρι ἐγκαρτεροῦντος ὑγροῦ· δαψιλέστερα δ’ ἐν ἔαρος ὥρᾳ τε καὶ φθινοπώρου, ἅτε παραπλησίως πως τὴν μέσην θέρους καὶ χειμῶνος χώραν εἰληφότων, καὶ θέρμης εὐπο‐
20ρίαν ὁμοῦ καὶ ὑγρότητος ἐντεῦθεν ἐχόντων, ἃ τὴν χάλαζαν, ὡς εἰρήκειμεν, ἰσχύει κατασκευάζειν. (Γ.) Ἐκ γοῦν ὕδατος οὕτω τῆς χαλάζης τὴν γένεσιν ἐχούσης, χαύνου στοιχείου καὶ διαῤῥέοντος,
κἄπειτα πετρῶν καὶ ξύλων καὶ φλογῶν ἁπασῶν τὴν βλάβην πολλῷ

2

.

714

τῷ μέτρῳ κραταιοτέραν ποιούσης, πῶς οὐ θεομηνίας ἂν εἴη σα‐ φοῦς τὰ ἐκ τῶν τοιούτων; ζʹ. Ἀλλὰ γὰρ ὅσα γε ἐκ πολλῶν τῶν πρὸς ἡμᾶς τῆς τοῦ θεοῦ φιλανθρώπου καὶ δικαίας ὀργῆς σημείων ἐρανισάμενοι τῇδε
5τῇ ἱστορίᾳ συνυφάναμέν τε καὶ συνυφανοῦμεν, εἰ ζῇν ἡμῖν ἐξείη, μεγάλα μέν πως δόξειεν ἂν τοῖς τε νῦν ὁρῶσιν ἅπανθ’ ὁμοῦ καὶ τοῖς ἔπειτ’ ἐντευξομένοις, καὶ οἷα μήπω πρίν. ὅμως ἦν ἄν πως φορητὰ, εἰ μὴ πᾶσιν, ἀλλ’ οὖν οἷς ἡ τῶν πραγμάτων ἐντέθεικε πεῖρα σύνεσιν, καὶ οὓς ἡ τῆς ψυχῆς εὐλάβεια πέπεικε, ταῖς γρα‐
10φαῖς ἑπομένους, κυρίου παιδείαν εἶναι νομίζειν καὶ τῶν συντρό‐ φων καὶ ὁμηλίκων κηλίδων ἰατρείαν τινὰ, εἰ μὴ καὶ τὰ τῆς ἐκ‐ κλησίας ναυάγια προσετίθετο, καὶ τῶν πάλαι κοιμηθέντων σκαν‐ δάλων ἀρτιγενεῖς ὁμοίως ἐπεφύοντο κῆρες, μακροὺς ὀλέθρους ψυχῆς ἐπιφέρουσαι καὶ ῥᾷστα πρὸς ἀπωλείας πυθμένας κατα‐
15βαπτίζουσαι. (Β.) Ἀλλὰ τούτων ἔνια καὶ ἡμῖν κατ’ ἐπιτομὴν ἐνταῦθα λελέξεται. πάντα γὰρ ὁμοῦ διεξιέναι, πρὸς ἄλλην ἀσχο‐ λουμένοις πραγματείαν, ῥᾴδιον οὐκ ἂν εἴη, μέγιστόν τε ὂν ἔρ‐ γον καὶ μεγίστης δεόμενον πραγματείας. καὶ πρῶτον μὲν ἐν‐ ταῦθα κείσθω διήγημα τῶν περὶ τὸν Ἄθω τὸ ὄρος ἐν τούτοις
20ἑαλωκότων τοῖς χρόνοις Μασσαλιανῶν καὶ Βογομίλων. (Γ.) Τά τε γὰρ ἄλλα τὸ ὄρος ὁ Ἄθως θαυμάζεσθαι ἄξιον εἶναι δοκεῖ μοι, ὅτι τε πρὸς ἀέρα κέκραται πάνυ τοι εὐφυῶς καὶ ὅτι πολλῇ τινι
καὶ παντοδαπῇ τῇ χλόῃ κοσμεῖται, καὶ σφόδρα φιλοτίμως εἰπεῖν

2

.

715

ἐκ τοῦ ῥᾴστου τῶν ἐντυγχανόντων τὴν αἴσθησιν δεξιοῦται, καὶ πολλὴν εὐθὺς προβάλλεται τὴν τῆς τέρψεως ἡδονήν· καὶ ῥεῖ παν‐ ταχόθεν ὥσπερ ἐκ θησαυρῶν τό,τε εὔπνουν τῆς ὀδμῆς καὶ τὸ τοῦ ἄνθους εὔχρουν· καὶ καθαραῖς τὸ πλεῖστον ὁμιλεῖ ταῖς ἡλίου
5ἀκτῖσι· δένδρεσί τε πολυειδέσι κομᾷ καὶ ἄλση καὶ λειμῶνας ποικίλους, ἔργα χειρῶν ἀνθρωπίνων, πλουτεῖ· καὶ γένει παν‐ τοίων ὀρνίθων περιηχεῖται· καὶ σμήνη μελιττῶν ἐκεῖ περιτρέχει τὰ ἄνθη, καὶ ἠρέμα τὸν ἀέρα περιβομβεῖ. καὶ τέρψεώς τις πέ‐ πλος ἐντεῦθεν ὑφαίνεται ξένος ἐκεῖ συμμιγὴς, οὐκ ἦρος ὥρᾳ
10μόνῃ, ἀλλ’ ἐν ἅπαντι καιρῷ καὶ χρόνῳ, ὁμοζυγοῦντος ἀεὶ τοῦ τῶν τεσσάρων ὡρῶν κύκλου πρὸς ὁμοίαν τὴν χάριν καὶ ἡδονὴν τῶν ἀνθρωπίνων αἰσθητηρίων· καὶ μάλισθ’ ὅτ’ ἐκ μέσου τοῦ ἄλσους καὶ τῶν φυτῶν ἐκείνων ὄρθριος ἡ τῆς ἀηδόνος ἠχήσασα μουσικὴ συνᾴδοι τοῖς ἐκεῖ μονάζουσιν εἰπεῖν καὶ συνυμνοῖ τὸν
15κύριον. ἔχει γὰρ κἀκείνη καὶ κιθάραν ἐπὶ στήθους ἔνθεόν τινα, καὶ ψαλτήριον ἔμφυτον, καὶ μουσικὴν ἐναρμόνιον, ἐξ αὐτοσχε‐ δίου περισαλπίζουσαν τοὺς ἀκούοντας πάνυ τοι ἐμμελῶς. καὶ ἅμα πηγαῖς αὐτοφυῶν ὑδάτων ὁ χῶρος ἄρδεταί τε καὶ περιαντλεῖται πολλαῖς. ῥύακες ἀποβλύζοντες ἄλλοθεν ἄλλοι μυρίων γίνονται
20παῖδες πηγῶν, καὶ ἀλλήλοις ἠρέμα καὶ λάθρα, κλέπτοντες ὥσπερ τὸν δρόμον, κοινοῦνται τὸ ῥεῦμα, οἷον ἐπίτηδες καὶ αὐτοὶ σιω‐ πῶντες, καί τινος παιδείας αἰσθανομένοις ὁμοίως ἀντιποιούμε‐
νοι, καὶ διδόντες ἐξουσίαν μακρὰν τοῖς ἐκεῖ μονασταῖς, ἀθόρυ‐

2

.

716

βον βίον ἀνύοντας, τὰ πτερὰ τῆς εὐχῆς ἡσυχῆ πρὸς θεὸν ἀνα‐ πέμπειν, ὅτι καὶ πολλὴν πρὸς ἡσυχίαν παρέχει τὴν εὐφυΐαν τοῖς τὴν οὐράνιον ἐν γῇ μετιέναι ἐθέλουσι πολιτείαν, καὶ πρός γε τὴν χορηγίαν τῶν εἰς τροφὴν παντοίαν ἐπιτηδείως ἐχόντων ἄφθονον
5οἴκοθεν οἴκαδε τὸν ἅπαντα χρόνον πορίζεται· καὶ ἅμα θαλάσσῃ μακρᾷ στεφανοῦται, πολλὴν ὡς ἐκ κύκλου κομιζούσῃ τὴν χάριν αὐτῷ, παρὰ τοσοῦτον μὴ νῆσον εἶναι καθάπαξ αὐτὸ συγχωρούσῃ, παρόσον ἰσθμῷ τινι μὴ σὺν πόνῳ καρποῦσθαι καὶ τὴν ἔξω χεο‐ μένην εἰς μῆκος ἅμα καὶ πλάτος ἤπειρον δίδωσι. καὶ ἁπλῶς παν‐
10ταχόθεν ἐκεῖ τὰ τῆς ἀρετῆς συγκροτεῖται γνωρίσματα πρός τε τῆς φύσεως πρός τε τῆς τῶν οἰκούντων ἀσκήσεως. οὐ γυναίων ὅλως ἐκεῖ ξυναυλία, καὶ ἀκόλαστον ὄμμα, καὶ χλιδῶσα κομμω‐ τικὴ, καὶ ὅσα τὴν ἀρχαίαν τοῦ ὄφεως ὁμιλίαν ἐκείνην εἰς ἐγκαι‐ νίων τινὰ συνάγει πανήγυριν καὶ μακροῦ κυκεῶνος καὶ κλύδωνος
15τὸν βίον ἐμπίπλησιν· οὐδ’ ἐμπορίαι δημόσιοι, καὶ ἀγοραὶ, καὶ ἀγορανόμοι, καὶ δικαστικὰ βήματα, καὶ γλώττης ἐπίδειξις, καὶ τῦφος ἀπὸ δίφρου θεσπίζων τὰ τῆς ὀρέξεως νόμιμα. οὐδὲ δου‐ λεία καὶ αὐθεντία μερίζει τὸν βίον ἐκεῖ· ἀλλ’ ἰσηγορία, καὶ με‐ τριότης φρονήματος, καὶ ἤθους σεμνότης, καὶ δικαιοσύνης εὐ‐
20γένεια σκηνοβατεῖ καὶ περιχορεύει τὸν χῶρον ἐκεῖνον, καὶ ὅσα τὴν ἔνθεον ἐν γῇ δημιουργεῖ πολιτείαν, καὶ τὴν ὄντως ἐν ψυχῇ φιλοσοφίαν ἐργάζεται. οὐ πλοῦτος ἐκεῖ καὶ δαπάνη χρημάτων καὶ
βλακεύουσα θρύψις ἐμπολιτεύεται· ἀλλ’ ἅπαν ἐστὶν ἀληθῶς σε‐

2

.

717

μνόν τε καὶ ἐλευθέριον ἦθος, καὶ ἐς τὰ τῆς ἀρετῆς ἀνάκτορα σπεῦδον, καὶ τὸν Δώριον τρόπον ὡς ἀληθῶς ἡρμοσμένον πρὸς τὰ καλά. (Δ.) Πᾶσαν μὲν γὰρ αὐτομάτως εἰπεῖν καὶ ὁ χῶρος ἐκεῖνος ἀποσπεύδει καὶ ἀπωθεῖται κακίαν, πᾶσαν δ’ εἰσποιεῖ καὶ
5εἰσοικίζεται ἀρετήν· παρὰ τοσοῦτόν τε φιλόκαλος, παρόσον ἐστὶ μισοπόνηρος. καὶ τοῦτο πάλαι προανεφώνησέ τε καὶ προεθέσπι‐ σεν, οὐ χείλεσι καὶ φωνητικοῖς ὀργάνοις τισὶν, ἀλλ’ ἔργοις οἷον ἐμψύχοις καὶ διὰ πάσης γῆς καὶ θαλάσσης τὸ κήρυγμα τοῦ κα‐ λοῦ παραπέμπειν καὶ ἐξηχεῖν δυναμένοις. Ξέρξου γὰρ ἐκείνου τοῦ
10πάλαι τὸ βάρβαρον καὶ ἀγέρωχον φρόνημα, ἀσελγαῖνον ἅμα καὶ τρυφῶν κατὰ τῆς τῶν ὅλων φύσεως, καὶ τὰ στοιχεῖα πάντα και‐ νοτομεῖν ἐπαιρόμενον, ἐπεὶ καὶ τοῦ ὄρους τουτουῒ τὸν ἰσθμικὸν αὐχένα διορύξας μετεστοιχείου καὶ μετεσκεύαζε τὸν χῶρον πρὸς νῆσον, καὶ τὰς ἠπειρωτικὰς ἐφ’ ὑγραῖς διεβίβαζε τέως θαλάττης
15ἀγκάλαις, καὶ νηΐτην τὸν ἠπειρώτην ἐδείκνυ στρατὸν, ἐπὶ τοῦ πανδήμου θεάτρου τῆς οἰκουμένης περιφανῶς ἐξήλεγξε, καὶ πρὸς τὸ ἀνθρωπικώτερον τοῦ τύφου τὸ πλεῖστον ἀπήλλαξε, καὶ δι’ ἐκείνου πάντας ἐδίδαξε βασιλέας, καὶ στρατηγοὺς, καὶ σατράπας, τὸ τῆς ὀφρύος ἄκαιρον ἀποῤῥίπτοντας μετριώτερα
20δήπου φρονεῖν. οὕτως ἐξ ἀρχῆς ἡ φύσις ἐργαστήριον αὐτὸ κατεσκεύακεν ἀρετῆς, καὶ πάντας ἕλκει πρὸς ἔρωτας ἄνωθεν ἑαυτοῦ, μὴ μόνον ὅσοις τοῦ τῆς ἀρετῆς καὶ τῆς ἡσυχίας
ἐκείνης ὁπώσποτε γεύσασθαι μέλιτος ἐξεγένετο, ἀλλὰ καὶ ὅσοις

2

.

718

δι’ ἀκοῆς τὰ ἐκεῖ μαθεῖν συνέβη χρηστά· ὥστε καὶ τῶν ἀεὶ καὶ μέχρι νῦν διηνεκῶς οἰκησάντων αὐτὸ περιβοήτους μὲν καθίστη‐ σιν, ὅσοι καθαρόν τε καὶ ἀκαπήλευτον, καὶ ζιζανίου παντὸς ἀμιγὲς καὶ ἐλεύθερον, εἰς τέλος τὸ τῆς ἀρετῆς διετέλεσαν συντη‐
5ροῦντες γεώργιον· ἐξοστρακίζει δ’ αὖ ἐκεῖθεν καὶ ὅλαις χερσὶν ἐξελαύνει καὶ ἀπωθεῖται τὴν τῶν ὑποκριτῶν καὶ βεβήλων συνοί‐ κησιν. (Ε.) Καὶ τὰ μὲν ἀρχαιότερα διηγουμένων ἐστὶν ἑτέρων ἀκούειν αὐταρκῶς. ἐγὼ δὲ τὰ νεωστὶ διηγήσομαι, τὰ περὶ τὸν Κρῆτά φημι Ἰωσὴφ καὶ τὸν Λαρισσέα Γεώργιον, καὶ ὅσοι περὶ
10τὴν σφῶν μιαρὰν ἐβάκχευσαν τράπεζαν, ὅσα δὴ καὶ φοιτηταὶ πρὸς διδασκάλων τὰ μυσαρὰ μυσταγωγούμενοι δόγματα· ἔτι τε τὰ περὶ Μωσέα τὸν ζωγράφον καὶ Ἰσαὰκ καὶ Δαβὶδ καὶ Ἰὼβ, καὶ ὅσοι βεβήλους ἔχοντες πάμπαν καὶ γλώττας καὶ γνώμας καὶ χεῖρας ὀνόμασι βελτίστων ἀνδρῶν, καὶ περιβοήτων τὴν ἀρετὴν,
15περιστέλλειν ἐπονηρεύσαντο τὴν ἐνδόμυχον ἀπόνοιαν καὶ ἀσέβειαν τῆς ψυχῆς, παραπλησίως τοῖς τάφοις, οἳ τὰ ἔνδον μακρᾶς ἀπό‐ ζοντες δυσωδίας τιτάνῳ καὶ χρυσῷ τὰ ἔξω κοσμοῦνται. ὑπο‐ δύονται γὰρ καὶ αὐτοὶ καὶ σχῆμα καὶ ὄνομα βελτίστων ἀνδρῶν, καὶ τὴν ἀρετὴν ἐπισήμων, καθάπερ οἱ ἐν τοῖς δράμασιν Ὀρέσται
20καὶ Πυλάδαι καὶ Θησεῖς καὶ Πέλοπες, ἵνα τὸν ἰὸν κατὰ τῶν ἀκε‐ ραιοτέρων τῆς σφῶν αὐτῶν ἐξεμοῦντες κακίας λανθάνωσιν. (ϛʹ.) Εἶναί γε μὴν τὰ ἐκείνων μυσαρὰ καὶ ἀκάθαρτα δόγματα, φησὶν ὁ
εἰς τὸ τῶν Βυζαντίων ἱερὸν κομισθεὶς συνέδριον ἔγγραφος τῆς

2

.

719

αὐτῶν ἀσεβείας τόμος πρὸς τῶν θεοφόρων τοῦ ὄρους ἀνδρῶν, τά τε ἄλλα, ὅσα μηδ’ ἀκοῇ σωφρονεῖν αἱρουμένων φέρειν εἶναι ῥᾴ‐ δια, καὶ ὅτι τὰς θείας λάθρα συντρίβοντες κατακαίουσιν εἰκόνας· καὶ ὅτι τὸ τοῦ διδασκάλου σεμνύνοντες οὖρον τοῖς ἐδέσμασιν
5αὐτῶν ἐπιῤῥαίνουσι· καὶ ὅτι τὴν ἔνσαρκον καὶ θείαν οἰκονομίαν οὐδαμῆ προσίενται· καὶ ὅς’ ἄῤῥητ’ ἀμείνω. τί γὰρ πλείω κατα‐ λέγειν δεῖ καὶ καταμιαίνειν τὰς τῶν εὐσεβῶν ἀκοὰς, ἐξὸν ἐκ τοῦ τόμου τοῖς βουλομένοις μανθάνειν σαφέστερον· ὃς πάντα διεξ‐ ιὼν διαῤῥήδην τὴν σφῶν στηλιτεύει κακίαν, τοῖς πατριαρχι‐
10κοῖς ἐγγεγραμμένος κώδιξι. (Ζ.) Τοὺς γὰρ καθαροὺς καὶ ἀψευ‐ δεῖς οὐκ εἰς τέλος λαθεῖν ἐδυνήθησαν ὀφθαλμοὺς τῶν ἐκεῖ φιλο‐ θέων ἀνδρῶν, καὶ μόνῳ ζώντων θεῷ· ὥσπερ οὐδὲ τοὺς καθαρὰν τὴν γευστικὴν κεκτημένους λαθεῖν ἂν δυνηθείη ποτὲ συνανα‐ κραθὲν ἀψίνθιον μέλιτι, οὐδὲ τὴν ὄσφρησιν πολλῷ μᾶλλον ῥό‐
15δοις μιγνύμενόν τι δύσοδμον. ὅθεν, οἷα βιαίῳ πυρὶ, τῷ θείῳ ζήλῳ τὴν ἑαυτῶν ψυχὴν ἐκπυρσεύσαντες ἐπὶ ζήτησιν ἀκριβεστέ‐ ραν ἐτράποντο τοῦ κακοῦ, ἠρέμα καὶ κατὰ βραχὺ κυνηγέτου δίκην ἀνιχνεύοντες ἐκ τῶν τῆς κακίας παραφυάδων τὴν ῥίζαν εὑ‐ ρεῖν· καὶ εὑρόντες ἔστιν οὓς μὲν αἷς προσῆκε προήκαντο τιμω‐
20ρίαις, ἔστι δ’ οὓς ὡς ποῤῥωτάτω παλάμαις ἁπάσαις ἐκεῖθεν ἀπήλασαν. ἦσαν δ’ οἳ καὶ λαθόντες ἐκεῖθεν ἀπέδρασαν, πρὶν ἢ τελέως ἔκπυστον τὴν κακίαν γενέσθαι· οἳ δὴ καὶ πρὸς πόλεις με‐
τεῤῥυήκεσαν Θεσσαλονίκην καὶ Βέῤῥοιαν, καὶ ἣ κατὰ πασῶν ἅπαν

2

.

720

ἔσχε τὸ κράτος. ἔνθα δὴ γενομένοις σφίσιν οἶμαι νενόμισται, κοινῆς ἑστίας τῶν πανταχόθεν τῆς οἰκουμένης μάλιστα πασῶν ὑπαρχούσης αὐτῆς, καὶ ἅμα πολυγλώσσου καὶ πολυμιγοῦς φωνῆς καὶ γνώμης ἐπιπολαζούσης, συσκιάσαι μὲν τὴν ἑαυτῶν κακίαν,
5μιμήσασθαι δὲ τῶν ὀρνίθων τοὺς δρυοκολάπτας, οἳ τοῖς δένδρεσι περιπετόμενοι, καὶ ὅλον τοῖς ῥάμφεσι τὸν φλοιὸν περικρούοντες, καὶ τὸ ὑγιαῖνον παρατρέχοντες ἅπαν, μόνῳ τῷ σαθρῷ καὶ σεση‐ πότι χρονίζουσι περικαθήμενοι μέρει, κἀκεῖνο σιτοῦνται πρὸς βά‐ θος κοιλαίνοντες.
10 ηʹ. Ἐπεί γε μὴν μετὰ τὸν βασιλέως θάνατον πρὸς ἐμφύλιον στάσιν τὰ Ῥωμαίων ἠγέρθη πράγματα, καὶ ὥσπερ ἐν χειμῶνι καὶ νυκτὶ τὰ πάντα ζόφος ἦν, ὡς μηδ’ ἄστροις, τὸ θρυλλούμενον, ὅποι φέροιτό τις δύνασθαι τεκμαίρεσθαι, καὶ πάντ’ ἄνω τε καὶ κάτω μεταπίπτοντα, παρὰ τοσοῦτον ἐκ τοῦ σύνεγγυς ἐτίθει τε
15καὶ μάλα τῶν ἐλπιζομένων ἑκάστοις ἐποίει τὸ ἐπικίνδυνον, παρό‐ σον πόῤῥω καὶ δυσέλπιστον τἀσφαλές· (ἐν γὰρ διχοστασίῃ φασὶ τὸν μὲν πάγκακον τυγχάνειν τιμῆς, τὸν δὲ καὶ ὁπωσοῦν μετέχοντα τοῦ βελτίονος θρήνων πάσχειν ἄξια καὶ τραγικῶν ἀπολαύειν τῶν συμφορῶν·) τῶν κρατίστων εἶναι κἀμοὶ τὸν ἡσύχιον ἔδοξε βίον
20ἑλέσθαι, τῶν βασιλικῶν ἀφεμένῳ θεάτρων. τοῦ γὰρ ἐρεθίζοντος καὶ μάχην ἀντίπαλον ἀνιστῶντος οὐκ ὄντος, παύσασθαι τὸ νε‐ μόμενον τῆς κακίας ᾠήθην. ὅθεν ἐπειδὴ τοῖς ἄλλοις παραινοῦντί μοι τοὺς πειθομένους ἥκιστ’ ἔχειν ἐνῆν, τὸ κατ’ ἐμαυτὸν ἐποίουν
αὐτός. θόρυβον μὲν γὰρ ἐξ εἰρήνης ῥᾴδιον καὶ τοῖς φαυλοτά‐

2

.

721

τοις καὶ βάναυσον ἄγουσι βίον ποιεῖν· ἐκ δὲ θορύβων εἰρήνην, οὐδὲ τοῖς σφόδρα συνετοῖς μάλα τοι εὔοδον. τὸ μὲν γὰρ αὐτονο‐ μίᾳ φύσεως ἄγεται· ἡ δὲ φύσις ἄτακτον καὶ ἀνώμαλον ὡμολό‐ γηται εἶναι· τὸ δὲ παιδείᾳ καὶ συνέσει βεβουλευμένῃ καὶ σώφροσι
5λογισμοῖς οἰακίζεται. ὅθεν τὸ μὲν καὶ τὰς οὐκ οὔσας ἀναπλάττει προφάσεις, ἐφόδια πορίζον ταῖς μάχαις· τὸ δὲ καὶ τὰς οὔσας ἐκτέμνειν πειρᾶται, καθάπερ ἰατρὸς πρὸ τῆς βλάστης ἐν τῇ ῥίζῃ τὴν θεραπείαν τεχνώμενος. (Β.) Ἐμοὶ μὲν οὖν διά τε ταῦτα βέλτιον τὸν ἡσύχιον ἔδοξε βίον ἑλέσθαι, καὶ ἅμα μεμνημένῳ κἀ‐
10κεῖνο τὸ Ζήνωνος τοῦ σοφοῦ, ὅπως ἐν συμποσίῳ μακρῷ, τῶν ἄλλων σοφῶν ἐπιδεικτικῶς τοῖς ἐκ Βαβυλῶνος ὁμιλούντων πρέ‐ σβεσιν, μόνος αὐτὸς ἐσιώπα, καὶ τὴν αἰτίαν τῶν πρέσβεων ἐρο‐ μένων τῆς σιωπῆς, ἵν’ ἔχοιεν ἀπαγγέλλειν τῷ βασιλεῖ σαφές τι περὶ αὐτοῦ· „πορευθέντες ἀπαγγείλατε,“ φησὶν, „ἰδεῖν ἐν Ἀθή‐
15ναις ἄνθρωπον, σιωπᾷν ἐν συμποσίῳ δυνάμενον.“ (Γ.) Οὕτω δὴ πεπραχὼς καὶ αὐτὸς ἑώρων ὥσπερ ἐκ σκοπιᾶς σφόδρα ἀντιφιλο‐ νεικοῦντας τοὺς ἑκατέρωθεν ἀναβράσαντας κλύδωνας ἔκ τε τῶν δημοσίων ἔκ τε τῶν ἱερῶν τῆς ἐκκλησίας πραγμάτων, ὅστις λάβῃ τὸ μεῖζον, καὶ δίκην ὁλκάδων δυοῖν ἐν μέσῳ πλημμελῶς καὶ
20ἀτάκτως ἀγομένων, καὶ φερομένων φοράν τινα καὶ κίνησιν ἀκυ‐ βέρνητόν τε καὶ ἄλογον καὶ ἀνώμαλον, καὶ οἵαν ποιεῖ τὸ αὐτόμα‐ τον· ὡς μετὰ τοῦ μὴ δύνασθαι μηδὲ βούλεσθαι βοηθεῖν περι‐
στατουμένοις ἀλλήλοις· ἀλλ’ ὁμοίως ἑαυτοῖς τε καὶ ἀλλήλοις ἐς

2

.

722

τοὐμφανὲς ἑκών γε εἶναι τὸν ἔσχατον ὄλεθρον ἀμφοῖν πραγμα‐ τεύεσθαι· ὡς τὴν τῶν ἐντεῦθεν ἄντικρυς κυμάτων μίμησιν κο‐ ρυφουμένην εἶναι ὁρᾷν πανταχόθεν εἰς Ὀλύμπους καὶ Καυκάσους, καὶ εἴ τι τῶν ὀρῶν ὑπερνέφελόν τέ ἐστι καὶ μέχρι καὶ ἐς αἰθέ‐
5ρος φοιτᾷ γειτονήματα. (Δ.) Καίτοι καὶ Ἀθηναίων τοῖς πάλαι σοφοῖς οὐκ ἄλλοτέ ποτε στασιάζειν, καὶ γλωττοδαίδαλον μάχην ἐγείρειν, καὶ πὺξ ἀπὸ στόματος ἀκοὰς ἐνοχλεῖν ἀπαντώσας ἐπῄει, ἢ ὅτε τῶν ἔξω θορύβων τε καὶ πολέμων ἐκδήμων πάμπαν ἦσαν ἀπηλλαγμένοι. τότε γὰρ καὶ πρὸς διαφόρους αἱρέσεων φάλαγγας
10ὥραν εἶχε τὰ Ἑλλήνων σχίζεσθαι δόγματα, νῦν μὲν Ἐπικουρείων, νῦν δὲ Πυθαγορείων, καὶ ὅσοι τῷ χρόνῳ τὴν μνήμην παρέδοσαν ἄφθονον τῶν τὴν τῆς ἔριδος χορηγίαν παρεχομένων. ἐνταῦθα δὲ μυρίων ἔνδοθέν τε καὶ ἔξωθεν δημοσίων ἐπιῤῥεόντων θορύβων καὶ τραγικῶν συμφορῶν, μείζονα τὸν ἄλλως ἀναῤῥιπιζόμενον τῶν
15δογμάτων ἔβλεπον πόλεμον, καὶ τὸ τῆς θεολογίας σεμνὸν ἐν ταῖς ἀγυιαῖς καλινδούμενον καὶ ἐνοχλούμενον ὑπὸ τῆς τῶν παλαμναίων καὶ Φαρισαίων φάλαγγος. καὶ εἴ τινες ἀντίπαλοι Μακκαβαῖοι, καὶ ὅσοι διὰ τὸν χρόνον ἦσαν ἐφεκτικοὶ, τότε δὴ κλῃδόσι τε καὶ φήμαις, καὶ εἴ πού τις ὑπῆρχεν ἐγγαστρίμυθος καὶ Βάκχη καὶ
20Φοιβόληπτος, ὥρα πᾶσι λαμπρά τις ἀναίδην ὑπῆρχε ληρεῖν, ὡς τὰ καὶ τὰ προβήσεται, καὶ τὰ καὶ τὰ γενήσεται. (Ε.) Τούτοις δὴ θαῤῥήσας ἧκε κἀκ τῶν Κελτικῶν τε καὶ Γαλατικῶν βαρά‐
θρων τις σοφὸς καὶ οὐ σοφὸς ἀνὴρ Γαλάτης, πολλὰ τῶν μήπω

2

.

723

γενομένων διατεινόμενος προειδέναι πρὸς τῶν μετεώρων, καὶ ὅσα ὁ τῆς καθ’ Ἕλληνας πεπρωμένης μίτος ὑφαίνει, τά τε ἄλλα καὶ περὶ τῶν Ῥωμαϊκῶν πραγμάτων, ὅποι σαφῶς προβήσεται· καὶ ὡς τεθνήξεται μὲν ἐς τὴν ὑστεραίαν ὁ Καντακουζηνός· οἰχήσεται
5δ’ ἅπαν ἀντίπαλον καὶ πολέμιον γένος, πρὶν ὅλον ἐξήκειν ἐνιαυ‐ τόν. τοῦτον ὡς ἐξ οὐρανίων ἀντύγων προσαγόμενον ὑπὸ τῶν ὁμο‐ φύλων Λατίνων ἡ βασιλὶς θεασαμένη τε καὶ ἀκούσασα, ἔπειτ’ ἀνερευνᾷν ἐθέλουσα τὰς τῶν λεγομένων αἰτίας μετάπεμπτον ποιεῖται κἀμὲ, καὶ οὐ μάλα ἐθέλοντα, ἵνα συνιεὶς τῶν λεγομέ‐
10νων ἀδέκαστος εἴην κριτής. ὁπόσα μὲν οὖν ἐκεῖνος διῄει, βέ‐ βαια τὰ παρὰ τῶν ἀστέρων ἐνδεικνύμενος πεπρωμένα, ἄκαιρον εἶ‐ ναι καθ’ ἕκαστα διηγεῖσθαι νομίζω. λέξω δ’ ἐξ ὧν πρὸς ἀναίρεσιν αὐτὸς ἐκείνου περιφανῶς ἀντεισήνεγκα μέτρια. (ϛʹ.) „Καὶ πρῶτον ὁ Πτολεμαῖος ὁ πάνυ φησὶν, ὡς οὐχ ἅπαντα τοῖς ἀνθρώποις ὑπό
15τινος ἄνωθεν ἀνάγκης συμβαίνειν οἴεσθαι χρὴ, καὶ ἄτρεπτα γί‐ νεσθαι καθ’ εἱμαρμένην τινὰ τὰ γιγνόμενα· ἀλλ’ αὐτὴν μὲν τὴν τῶν οὐρανίων κίνησιν ἐξ αἰῶνος ἄτρεπτον κατὰ γένεσιν θείαν καὶ τάξιν ἀποτελεῖσθαι· τήν γε μὴν τῶν ἐπιγείων ὑπὸ φύσεως μὲν διοικεῖσθαι, συμφυὲς τὸ τρεπόμενόν τε καὶ ῥέον ἐχούσης ἀεί·
20ἕπεσθαί γε μὴν ὁπώσποτε καὶ τὴν ἄνωθεν αἰτίαν, κατὰ συμβε‐ βηκὸς, οὐ μὴν ὡς ἐπίπαν ἀνθρώποις καταληπτήν· πολύχουν μὲν γὰρ ἔχειν τὴν δύναμιν διὰ τοῦ ἀέρος ἥλιον καὶ σελήνην πρὸς τὰ
ἐπίγεια κατά τινας λόγους καθολικωτέρους, πᾶσιν οἷς νοῦ καὶ

2

.

724

φρονήσεως μέτεστι σύμφωνον ἂν εἴη. τάς γε μὴν γενεθλιαλογικὰς ἐπισκέψεις καὶ ὅσα παρ’ ἐνίων γνωμολογεῖται περὶ τῆς ἑκάστων ἰδιοτρόπου συγκράσεως, τοῦτο δ’ ὄχλον εἶναι μάλα τοι σφόδρα μάταιον καὶ μόχθον ἀνήνυτον καὶ ἀκατάληπτον κεκτημένον τὸ
5πέρας οὐ Πτολεμαίῳ μόνον τῷ πάνυ δοκοῦν ἐστιν, ἀλλὰ καὶ τῷ τὰ θεῖα πολλῷ Βασιλείῳ. τούτοις δὴ καὶ τὰ Χαλδαίων ἄντικρυς συνᾴδει,
Μὴ τὰ πελώρια μέτρα γαίης (φασκόντων) ὑπὸ σὴν φρένα βάλλου·
οὐ γὰρ ἀληθείης ἐν χθονί ἐστι φυτόν.
10μηδὲ μέτρει μέτρον ἠελίου, κανόνας συναθροίσας· ἀϊδίῳ βουλῇ φέρεται πατρὸς οὐχ ἕνεκέν σου. μήνης ῥοῖζον ἔασον· ἀεὶ τρέχει ἔργῳ ἀνάγκης. ἀστέριον προπόρευμα σέθεν χάριν οὐκ ἐλοχεύθη. αἴθριος ὀρνίθων ταρσὸς πλατὺς οὔποτ’ ἀληθής·
15
οὐ θυσιῶν σπλάγχνων τ’ ὄθομαι· τάδ’ ἀθύρματα πάντα,
ἐμπορικῆς ἀπάτης στηρίγματα· φεῦγε σὺ ταῦτα,
μέλλων εὐσεβίης ἱερὸν παράδεισον ἀνοίγειν,
ἔνθ’ ἀρετὴ σοφίη τε καὶ εὐνομίη συνάγονται. εἴη δ’ ἂν καὶ ἄλλως ῥᾴδιον, εἴ τις ἀναιρεῖν ἐθέλοι τὴν πεπρωμέ‐
20νην. εἰ γὰρ ἐξ ἀνάγκης οἱ λῃσταὶ λῃστεύουσιν, ἐξ ἀνάγκης δ’ αὖ
καὶ ὁ νομοθέτης τὸν λῃστὴν τιμωρεῖται, μάχεται λοιπὸν ἡ πε‐

2

.

725

πρωμένη τῇ πεπρωμένῃ, καὶ ἡ ἀνάγκη τῇ ἀνάγκῃ· μάχης δὲ καρπὸς φθορὰ καὶ λύσις γενέσεως. ἔφθαρται ἄρα τὸ τῆς πε‐ πρωμένης ἄτρεπτον, καὶ διοικεῖται πάντα κατὰ θείαν πρόνοιαν, ὅπως ἂν ἑκάστοις ἐστὶν ἐνδεχόμενον.“ (Ζ.) Ταῦτα δὴ καὶ ὅσα
5παραπλήσια πρὸς ἡμῶν εἰρημένα ἐπεστόμισέ τε τὸν Γαλάτην καὶ ἄφθογγον ἔχων τὴν γλῶτταν ἐκεῖνος ἀπῄει τοῦ συνεδρίου.
Ἀλλ’ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ. ὡς γὰρ σπινθῆρες καλάμην διέδραμον τὴν τῆς βασιλίδος ψυχὴν, καὶ κότον ἔσχεν, ὄφρα τελέσσῃ καιροῦ προϊόντος, εἰ καὶ τέως
10ἐχεμυθοῦσα χαροπὸν διὰ τοὺς παρόντας ἐδείκνυ τὸ πρόσωπον. ὅ,τε γὰρ ἀνὴρ ἐκεῖνος πατριώτης ἦν αὐτῇ καὶ ὁμόγλωττος· τά τ’ ἐκείνῳ πεφρασμένα κατὰ νοῦν ὑπῆρχεν ἐκείνῃ καὶ σφόδρα καθ’ ἡδονὴν, καὶ ἀκοῆς ἀντιφθεγγομένης ἥκιστα πάντων ἐδεῖτο πρὸς ταῦτα. ὅμως ἔσχεν οὕτω ταῦτα· καὶ πρώτη τις ἦν αὕτη πρόφα‐
15σις, τὸ τῆς ἐμῆς ἐκείνης ἡσυχίας συνεχὲς διακόψασα καὶ μήνι‐ δος ἐγκατορύξασα σπέρματα ταῖς τῆς καρδίας αὔλαξι τῆς βασιλί‐ δος κατ’ ἐμοῦ· δευτέρα δὲ καὶ τελευταία, ἣν προϊόντες ἐν τοῖς καθήκουσι τόποις ἐροῦμεν, τὰ μεταξὺ διηγησάμενοι πρότερον. (Η.) Ἀλλὰ ταῦτα μὲν ἐς τόδε λεχθέντα ἀρκεῖν οἴομαι δυοῖν
20ἕνεκα· ἑνὸς μὲν, ὅτι πρὸς ἀναγκαιοτέρας τήμερον ἡμᾶς ὑποθέ‐ σεις ὁ λόγος ἀνθέλκει, πρὸς ἃς καὶ ὁ τοῦ λόγου μάλιστα καὶ τῆς ἐξ ἀρχῆς προθέσεως τείνει σκοπός· δευτέρου δ’, ὅτι πολλὰ πολλῶν
εἰρηκότων καὶ ἀγωνισαμένων ὑπὲρ τῆς ὑποθέσεως, ὡς ἐνῆν, οὐ

2

.

726

μακρῶν οἶμαι ἂν ἔτι τῶν ἡμετέρων δεήσεσθαι λόγων· ἀλλ’ ὡς ἐν προσθήκης μέρει, καὶ κριτικῆς τινος ψήφου, καὶ τουτωνὶ ξυν‐ εῤῥυηκότων, εἰ καὶ βραχέα δοκεῖ πως, ἀλλ’ οὖν τόν γε ἴσον δυνήσεσθαι τρόπον εἰς τὴν ἀληθείας ἐνάργειαν. διόπερ ἐκεῖσε
5ἐπανιτέον. θʹ. Ἐπεὶ γὰρ ὁ Ἀπόκαυκος ἐς βυθοὺς πρὸς τοῦ Γαβαλᾶ κα‐ τενεχθῆναι δυστυχημάτων παρεκινδύνευσε μὲν, ἀνένηξε δ’ οὖν καὶ ἐς τὴν πρὶν ἀφίκετο εὐδοξίαν, ὥς γε εἴρηται, δι’ ὧν λοιπὸν αὐτὸν ἀμυνεῖται πάσας κεκίνηκε μηχανάς· ἕως, μὴ τὰ μείζω
10τῶν δεινῶν ὑποστῇ, δείσας αὐτὸς ἐς τὸν μέγιστον τῆς τοῦ θεοῦ Σοφίας κατεπεφεύγει νεών. ἔνθα μετὰ συχνόν τινα χρόνον, πολ‐ λὰς καὶ ποικίλας ἀκούων τὰς καθ’ ἑαυτοῦ ἀπειλὰς, καὶ δείσας αὖθις, μὴ κἀκεῖθεν ἀνάρπαστος ἐξαπίνης γενόμενος ἐς ταρτά‐ ρους καὶ ζόφους δεσμωτηρίων ῥιφῇ, κἀκεῖνο πιεῖν ἐγγένηται του‐
15τωῒ τὸ ποτήριον, ὅπερ ἄλλοις αὐτὸς κεκέρακε πλείοσι, τὸ μο‐ ναδικὸν ἐξ ἀνάγκης ὑπέδυ σχῆμα. φθάσας γὰρ αὐτὸς καταλέλυκε τὴν τοιαύτην ἄσυλον ἐκ πολλοῦ, τῶν προσφύγων ἀρχαίαν ἀσφά‐ λειαν, ἐνδιδόντος καὶ αὐτοῦ τοῦ τὸν πατριαρχικὸν διέποντος θρό‐ νον. διὸ καὶ αὐτοὶ πρὸς ἐσχάτας ἐνεπεπτώκεισαν ἀτιμίας καὶ
20περιαγωγὰς κακοδαίμονας, ὡς εἰρήσεται. τοῖς γὰρ τὰ θεῖα προ‐ φανῶς οὑτωσὶ περιφρονηταῖς εἰκὸς ἐν ἐσχάτοις τοιαύτας ἐπιέναι τίσεις, εἰς παιδαγωγίαν τοῦ βίου, δραστικώτερόν πως καταστέλ‐ λειν τὸ θηριῶδες τῆς τύχης ἰσχύουσαν. (Β.) Ἀλλὰ γὰρ ἔαρος
ἐπιστάντος ἐν τούτοις, τὸν Ἑλλήσποντον μετὰ πολλῆς ὁ σατρά‐

2

.

727

πης Ἀμοὺρ τῆς Ἀσιανῆς δυνάμεως περαιωσάμενος ἧκεν ἐς Διδυ‐ μότειχον· κἀκεῖθεν αὖθις ἧκε μετὰ βασιλέως ἄχρι καὶ ἐς Βυζάν‐ τιον, θέας τε ἕνεκα καὶ πείρας εἰ δέοι. ἐπεί γε μὴν ἐληλύθει κἀκ συμμέτρου τοῦ διαστήματος νῦν μὲν ἱστάμενος, νῦν δὲ
5περιϊὼν ἐσκόπει καὶ συνεώρα, πολλή τις αὐτὸν συνέσχε κατά‐ πληξις τοῦ τε μεγέθους τῆς πόλεως καὶ τοῦ τῶν τειχῶν ὕψους καὶ κάλλους, ἔτι τε καὶ τῆς τῶν πέριξ τάφρων θαυμασίας οἰκο‐ δομῆς, καὶ τῆς τῶν προτειχισμάτων στάσεώς τε καὶ τάξεως ἐθαύ‐ μαζε δ’ ἕτερον τρόπον, καὶ ὅπως οὐκ ἦν ἐπὶ τῶν ἐπάλξεων, ὡς
10εἴωθε ταῖς μεγάλαις τε καὶ πολυανθρώποις πόλεσι, πλῆθος ἀν‐ δρῶν· ἀλλὰ πλὴν ὀλίγων ἔρημον ἐδόκει τὸ τεῖχος πολεμικῆς ἁπάσης παρασκευῆς καὶ δυνάμεως. ὁ γὰρ Ἀπόκαυκος, μᾶλλον τὴν ἔνδοθεν ὁρμὴν δεδιὼς τοῦ δημοτικοῦ πλήθους, ἢ τὴν τῶν ἔξωθεν πολεμίων ἔφοδον, ἄδειαν οὐκ ἐδίδου τοῖς βουλομένοις ἐπὶ
15τὸ τεῖχος ἅπασιν ἀνιέναι, ἀλλ’ οἷς μάλιστ’ ἐθάῤῥει τῶν ὁπλιτῶν καὶ ἱππέων. τούτων γὰρ τοὺς μὲν ἔνδον ἀΰπνους ἔστησε φύλακας τῶν πυλῶν· τοὺς δὲ περιϊέναι διανυκτερεύοντας τά τε τείχη καὶ πᾶσαν ἔνδον προσετετάχει τὴν πόλιν. (Γ.) Οὔπω τέτταρες ἡμέ‐ ραι παρεληλύθεσαν, καὶ ἄρας ὁ βασιλεὺς ἀπῄει μετὰ τοῦ Ἀμοὺρ,
20καταπολεμήσων τῷ Μομιτίλᾳ, πρὸς μέγα δυνάμεως κατὰ βραχὺ προϊόντι καὶ χειρουμένῳ πόλεις καὶ χώρας Ῥωμαϊκὰς ἀεί. καὶ τὸ ἔαρ ἐν τούτοις ἐτελεύτα. διαβάσης δὲ τὴν Ῥοδόπην τὸ ὄρος τῆς τε Ῥωμαϊκῆς ὁμοῦ καὶ Περσικῆς δυνάμεως, ἐν παρασκευαῖς ὁ
Μομιτίλας ἦν τοῦ πολέμου. εἶχε γὰρ τέως πόλεις ὑφ’ ἑαυτῷ Ξάν‐

2

.

728

θειάν τε καὶ Περιθόριον, καὶ ὅσα ἐφ’ ἑκάτερα καὶ μεταξὺ πολί‐ χνιά τε καὶ χωρία, καὶ στρατεύματα ἱππικὰ τεττάρων ἐπέκεινα χιλιάδων. (Δ.) Θέρους δ’ ἤδη μεσοῦντος, καὶ τῆς γῆς ἐν ἀκμαῖς ὑπαρχούσης τοῦ σίτου, τὰς δυνάμεις ἀνειληφὼς ἁπάσας ὁ βασι‐
5λεὺς ἐγγύς που τοῦ Περιθορίου παρεστρατοπέδευσε, καὶ εἰς τά‐ ξιν πολεμικὴν διεκόσμει τε καὶ συνέταττε σφᾶς. ἤδη δὲ καὶ ὁ Μο‐ μιτίλας, ὁρμητήριον ὀχυρὸν ἑαυτοῦ τὸ Περιθόριον καταστησά‐ μενος, ἐξῄει πολλαῖς τε πεφραγμένος ταῖς δυνάμεσι καὶ πλείονι ἐκτετυφωμένος τῷ θράσει. οὐδὲ γὰρ οὐδὲν οὔτε μικρὸν οὔτ’ ἀγεν‐
10νὲς ὑπολογίζεσθαι ἦν αὐτῷ περὶ ἑαυτοῦ· ἀλλ’ ὥσπερ ἐν χερσὶ τὴν νίκην ἤδη καὶ πρὸ τῆς πείρας ἔχων τῶν πολεμίων, οὕτω μα‐ κρῷ τῷ θράσει ῥέων ἐς μέσους ἤλαυνε τοὺς πολεμίους. (Ε.) Ὁ δὲ βασιλεὺς κατὰ μέτωπον τῶν πολεμίων ἑαυτὸν κατὰ τῶν Ῥωμαϊ‐ κῶν δυνάμεων συνταξάμενος τὴν ἔφοδον καὶ τὸν δρόμον ἐκαρ‐
15τέρει τοῦ Μομιτίλου. τὰς δὲ Περσικὰς δυνάμεις, πολλάς τινας οὔσας, εἰς ἀκριβῆ περιήλασε κύκλον, ὡς ἐν μέσῳ, καθάπερ ἐν εἱρκτῇ καὶ δικτύῳ, συγκλεισθῆναι Μομιτίλαν μετὰ πάσης αὐτοῦ τῆς δυνάμεως. ἐπεὶ δὲ καὶ τοῖς τῶν σαλπίγγων τε καὶ τῶν τυμ‐ πάνων κρότοις συνανεκίρνατο καὶ ἡ τοῖς βαρβάροις ἤθεσι τῶν
20Περσῶν περὶ τοὺς πολέμους ἡλικιῶτις κλαγγὴ, πολύς τε ἀνὰ πάντα τὸν χῶρον ἐκεῖνον ὁ θόρυβος ἦν καὶ πολλὴν ἐξ ἀπροσδο‐ κήτου τῷ Μομιτίλᾳ τὴν κατάπληξιν ἐνεποίει καὶ πρὸ τῆς πείρας, καὶ τὸ γαῦρον ἐκεῖνο σφόδρα καὶ μετέωρον ἔθραυε φρόνημα. (ϛʹ.) Καὶ ἵνα τὰς ἐν μέσῳ τύχας καὶ ἀγχιστρόφους ἕλικας τοῦ
25πολέμου παρέλθωμεν, τῶν ἵππων εὐθὺς ἀποβάντες οἱ πλείους

2

.

729

τῆς Περσικῆς δυνάμεως ἐν τόξοις ἅπαντες ἦσαν κατὰ κύκλον περιστάντες. οἱ δ’ ἐν μέσῳ στρεφόμενοι, καθάπερ μονιοί τινες ἄγριοι, διακόψαι καὶ διαφυγεῖν τὴν τῶν Περσῶν οὐκ ἐδύναντο φάλαγγα. ἐνέκειντο γὰρ εὐθὺς οἱ τοῦ βασιλέως ἱππεῖς, νῦν μὲν
5κατὰ μέτωπον ἀπαντῶντες, νῦν δὲ κατὰ νώτου συχνοῖς τοῖς δό‐ ρασι παίοντες. καὶ ἐπειδὴ τὴν τοῦ Μομιτίλου πᾶσαν ἵππον ἐν βραχεῖ παμπληθέσιν οἱ Πέρσαι περιπείραντες βέλεσι νεκρὰν ἐποιή‐ σαντο, πεζοὶ λοιπὸν πρὸς πεζοὺς ἐμάχοντο καὶ ἐν χερσὶν ὁ πό‐ λεμος ἦν. καὶ συνελόντι φάναι, μηδένα τῆς Μομιτίλου φασὶ δυ‐
10νάμεως ἐν τοῖς ὅπλοις λελεῖφθαι, μηδὲ φυγάδα λαθόντα γενέ‐ σθαι τινά· ἀλλ’ αὐτόν τε ξίφους ἔργον Μομιτίλαν καὶ ἅμα πᾶσαν ἄρδην αὐτοῦ γενέσθαι τὴν στρατιὰν, πλὴν ὀλίγων, ὅσοι ζῶντες ἑάλωσαν. ιʹ. Τέτταρες μεταξὺ παρῆλθον ἡμέραι καὶ ὁ Ἀπόκαυκος ἐν
15Βυζαντίῳ πρὸς τῶν δεσμίων, ἐντὸς τοῦ πρὸς ἀνίσχοντα ἥλιον παλαιοῦ παλατίου, μετὰ μεσημβρίαν ἤδη τῆς ἡλιακῆς γενομένης ἀκτῖνος, ἔσφακταί τε καὶ αὐτὸς καὶ σκότους καὶ λήθης ὁ πολὺς ἐκεῖνος ὑπῆλθε μυχοὺς ἐν βραχεῖ, μηδενὸς τῶν μακρῶν ὀχυρω‐ μάτων ἐκείνων συναραμένου, περὶ ἃ μακράς τε ἀνηλώκει δαπά‐
20νας καὶ περὶ ἃ τὸ πλεῖστον ἀπησχόλει τοῦ βίου. τὸ δ’ ὅπως, ἐρῶν ἔρχομαι τρανώτερον. (Β.) Ἐπεὶ γὰρ εἰς μεγάλων πραγμά‐ των θορύβους καὶ διοικήσεις ἐνέβαλεν ἑαυτὸν, καὶ πολλοὺς ἐκτή‐ σατο, ὅσοι τε τὸ τῆς τύχης ἐβάσκαινον ὕψος καὶ ὅσοι παθόν‐
τες κακῶς ὑπ’ αὐτοῦ καιρὸν ἐζήτουν ἀμύνασθαι, δέους περιῄει

2

.

730

νύκτωρ καὶ μεθ’ ἡμέραν μεστός· ὡς πολλὴν μὲν διὰ ταῦτα περὶ αὐτὸν δορυφορίαν ἔχειν ὁπλιτῶν καὶ ἱππέων, ὁπότε τὰς τῆς πό‐ λεως περιοδεύοι πλατείας, πολλαῖς δὲ καὶ τὴν οἰκίαν κατάφρα‐ κτον ἔχειν δυνάμεσιν, ὁπότ’ οἴκοι καθῆσθαι χρεία τις εἴη τἀν‐
5δρί· καὶ τυραννίδος μελέτας ἐν καρδίᾳ τρέφειν μὲν ἐκ πολλοῦ, νῦν δὲ καὶ μάλα μάλιστα, ὅτε πάντας τοὺς δόξῃ καὶ γένει προὔ‐ χοντας εἶχε δεσμώτας, καὶ ἦν οὐδεὶς, ὃς ἀντᾶραι βλέφαρον ἦν αὐτῷ, ἀλλὰ πάντες ἐδεδίεσαν, ὥσπερ πάλαι Συρακούσιοι Διο‐ νύσιον τὸν Σικελίας τύραννον. (Γ.) Ὅθεν ὀχυρόν τινα πύργον
10τῶν ἔνδον τοῦ παλαιοῦ παλατίου ἀπολεξάμενος κατασκευάζειν ἐγνώκει πρὸς μάλα πολὺ τοῦ ἀέρος τὸ ὕψος ἀνάγοντα, καὶ οἰκί‐ σκους ἐν αὐτῷ πολλοὺς μὲν, χώρημα δ’ ἕκαστον ἔχοντα μήκους ἅμα καὶ πλάτους οὐδὲν ὀργυιᾶς μᾶλλον· τόν γε μὴν ἐπὶ τῶν ἐπάλξεων περίδρομον οὐκ ἔσωθεν ἀλλ’ ἔξωθεν εἶναι ἐληλαμέ‐
15νον· αἴτιον δ’ ἵνα πάντας ὁπόσους ἐκεῖνος εἶχε δεσμώτας, καὶ ὅσους ἕξειν διὰ μελέτης εἶχε, συναγαγὼν καὶ συγκλείσας ἐντὸς μηδεμίαν ἀνεῳγμένην αὐτοῖς ἐάσῃ πύλην, δι’ ἧς ἄν τις εἰσέλθοι τε καὶ ἐξέλθοι· ἀλλὰ λίθοις καὶ τιτάνῳ περιφράξας ἁπάσας ὥσπερ ἐν τάφῳ ζῶντας κατέχῃ. (Δ.) Ἐπεὶ δὲ τέλος εἶχε τὰ τῆς
20ξένης ἐκείνης οἰκοδομίας καὶ ἔδει τριῶν ἡμερῶν μεταξὺ τοὺς δε‐ σμώτας ὁμοῦ συγκλεισθῆναι πάντας ἐντὸς, καθάπερ εἰς λήθης φρούριον ἢ κοινὸν πολυάνδριον, εἰς ἀπόγνωσιν ἧκον οἱ δέσμιοι
προφανῆ τῆς παρούσης ζωῆς καὶ τοῦ κοινοῦ τοῖς πᾶσιν ἡλίου·

2

.

731

καὶ σφῶν αὐτῶν ἀφειδήσασιν ἐπὶ τὸ παραβολώτερον τοὺς τῆς τύχης κύβους ἀναῤῥίπτειν ἐπῄει, καὶ πρὶν ζῶντας εἰς τὸν προκεί‐ μενον ἐμβληθῆναι τάφον, δυοῖν ἐργάσασθαι θάτερον· ἢ ξίφει τὸν τύραννον διαχρησαμένους τὴν τοῦ βίου σφίσιν αὐτοῖς ἐλευ‐
5θερίαν πορίσασθαι· ἢ τὸν ἀνδράσι πρέποντα θάνατον ἅπαξ ἐκτί‐ σασι μακρῶν τοῦ λοιποῦ δεινῶν ἀπηλλάχθαι. εἰς τέτταρας μὲν δὴ τῶν εὐγενεστέρων τὸ τοιοῦτον διαβεβηκὸς βούλευμα περαι‐ τέρω προβαίνειν οὐκ ἐκρίθη δεῖν, ὡς μὴ ἔκπυστον φωραθείη γε‐ νόμενον. τὸ γάρ τοι προφανὲς τῶν ἐλπίδων ἀναμφισβητήτους
10τινὰς ὑπετίθει τὰς ὑποσχέσεις, ἐπιχειρήσασιν ἥξειν ἅμα πάντας συλλήπτορας τοὺς δεσμώτας, καὶ μὴ προμελητήσαντας, ἐς τὸ κοινὸν τῆς ἐλευθερίας στάδιον. (Ε.) Εἰωθὸς οὖν Ἀποκαύκῳ συ‐ χνότερον ἐνδημεῖν ἐκεῖ, καὶ μάλιστα νῦν ἐπιταχύνοντι πρὸς τοὖρ‐ γον τοὺς τέκτονας· ἐπειδὴ καὶ ἡ τελευταία παρῆν ἡμέρα, καθ’
15ἣν εἰς πέρας ἔδει προενεχθῆναι τὸ βούλευμα, ἧκε μεθ’ ὕπνον καὶ τράπεζαν ὀψόμενος, τὴν τῆς ξένης εἱρκτῆς τελευταίαν οἰκοδο‐ μίαν καὶ τὸν ἀνενδεᾶ τῆς ὅλης ἀπαρτισμὸν ὑποθέσεως. καὶ ἐπειδὴ κατὰ τοὺς τῆς ἡμέρας ἐκείνης ὕπνους (ἑνδεκάτη δ’ ἦν ἰου‐ νίου) θόρυβοί τινες ἐξ ὀνείρων ἀγρίων αὐτὸν ἐξεφόβησαν, οἷα
20φιλεῖ πολλάκις ἐν τοῖς τοιούτοις προαναφωνεῖν τὸ δαιμόνιον, ὃ μὲν αὐτῷ σωτηρίας εἶχεν ἐλπίδας, οὐ μεμελέτηκεν· ὃ δ’ εἶχεν εἰς τοὺς ἐπηρτημένους αὐτῷ κινδύνους ὀξύτερα τὰ ἐφόδια, τοῦτο δὴ καὶ βέλτιον εἰς σωτηρίαν εἶναι κέκρικέ τε καὶ εἵλετο. τὸ δ’ ἦν,
ἔξω παρὰ τὰς τοῦ παλατίου ἐκείνου πύλας ἀφέντα τοὺς δορυφό‐

2

.

732

ρους αὐτοῦ καὶ ὑπασπιστὰς ὁμοῦ πάντας μεθ’ ἑνός τινος εἰς τὸ τοῦ φιλοτεχνήματος θέατρον εἰσιέναι. οὕτω γὰρ ἐνόμισε, μήτ’ ἐξ αὐτῶν ἐντὸς ἐγγενέσθαι οἱ ἐπιβουλήν τινα, μήτ’ ἔξωθεν ἐξ ἀλλοτρίων ἴσως καὶ δημοτῶν ξυμμελετηθεῖσαν· εἶναι γὰρ μεγί‐
5στην ταῖς πύλαις ἀσφάλειαν τοὺς οἰκείους ἐκείνους ὑπασπιστάς. οὕτως ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν τὴν τούτου διάνοιαν ἔσφηλεν, ἵνα ῥᾷον μᾶλλον τῶν ἀλλοτρίων αὐτὸς ἑαυτῷ καταστήσῃ τὸν κίνδυνον. (ϛʹ.) Εἰσιόντος οὖν καὶ ἀρ‐ ξαμένου τοῖς οἰκοδόμοις διαλέγεσθαι περὶ τῶν πρακτέων, τὸ προσ‐
10τυχὸν ὁ Ῥαοὺλ πρῶτος ἁρπάσας ῥόπαλον (μηδὲ γὰρ παρεῖναι ξίφος οὐδὲν ἐκεῖ τοῖς δεσμίοις) καὶ πρὸς τὸ μανικώτερόν τε καὶ ἐνθουσιῶδες τοῦ ἤθους ἐλθὼν ὑπὸ δέους καὶ ἀπογνώσεως ἐξέ‐ δραμε κατ’ αὐτοῦ, τοιάδε φθεγγόμενος. „ἕως πότε σου τὴν ἀπή‐ νειαν ἡ τἀπίγεια βόσκουσα τοῦ ἡλίου λαμπὰς διακαρτερήσει βλέ‐
15πουσα; ἕως πότε θεῖοι κεραυνοὶ καὶ πρηστῆρες ἐν αἰθέρι τὴν σὴν καθευδήσουσι ταμιεύοντες κόλασιν; ἀλλ’ ὥρα σοι νῦν, ἀλιτήριε, δυοῖν θάτερον· ἢ σὺν ἐμοὶ τῷ ἡλίῳ τῷδε συγκαταδῦναι πρὸς ᾅδην τήμερον· ἢ σοῦγε θανόντος ἐλευθέροις βλέπειν, εἰ βου‐ λομένῳ γε εἴη θεῷ, βλεφάροις λευκὰς τοὐντεῦθεν ἡμέρας ἐμὲ
20ξυνορᾷν.“ ταῦτ’ ἔλεγε καὶ ἅμα ἐμβριθεστέρῳ βραχίονι κατενεγ‐ κὼν τὸ ῥόπαλον τὴν ἐκείνου γενναίως ἐπάταξε κεφαλήν. καιρία μὲν οὖν οὐκ ἐγένετό τις ἐκείνῳ τότε πληγή· ῥιφείσης δ’ οὖν τῆς καλύπτρας, γυμνῇ λοιπὸν περιϊὼν ἐπεβοᾶτο τῇ κεφαλῇ τοὺς ἐξαι‐
ρησομένους τῆς ἀθρόας ἐκείνης καὶ αἰφνιδίου περιστάσεως. ἀλλ’

2

.

733

ἦν τὸ παράπαν οὐδεὶς, πλὴν ἑνὸς, ὃς εὐθὺς συμπλακεὶς τῷ Ῥαοὺλ ἔπαιέ τε καὶ ἐπαίετο· καὶ ἦν ὠθισμὸς ἐν ἀμφοτέροις μα‐ κρὸς, ὁπότερος ἂν ἀνέλοι τὸν ἕτερον πρότερος. ἀλλ’ οὐδέτερος οὐδετέρῳ κίνδυνον ἐνεγκεῖν ἐδυνήθη. τούτων δ’ οὕτως ἐχόντων,
5ἕτερος τῆς τῶν Παλαιολόγων σειρᾶς ἀθρόον τῷ Ἀποκαύκῳ ἐπι‐ πηδᾷ, τὰ παραπλήσια λέγων καὶ δρῶν τῷ προτέρῳ, καὶ ἅμα ἄλλος, καὶ ἐπὶ τούτοις ἕτερος· καὶ οὕτω, συνελόντι φάναι, βιαίως ἐκεῖνος ἀπέῤῥηξε τὴν ψυχὴν, ἁπάσης ἔρημος βοηθείας, ὁ πάντα χρήματα παρὰ πάντα δαπανῶν τὸν βίον ὑπὲρ τοῦ μὴ
10βιαίᾳ χρήσασθαι τελευτῇ. (Ζ.) Ἔλαθε γὰρ ὡς ἔοικεν ἑαυτὸν, θεοῦ μὲν ἀφαιρῶν τὴν πρόνοιαν, ἀνθρωπίναις δὲ προσαρτῶν ἐπινοίαις τε καὶ σπουδάσμασι τῆς παρούσης τοῦ βίου διαγωγῆς τὰ ἐνέχυρα. καὶ διὰ τοῦτο τοὺς ἄλλους διαβάλλων καὶ καθειργνὺς καὶ τοὺς ἐκείνων ἀφαιρούμενος βίους ἐπὶ σαθροῖς θεμελίοις ἐπε‐
15τίθει τὰ τῆς ἰδίας ἀσφαλείας ὀχυρώματα· παραπλήσιον ποιῶν, ὥσπερ ἂν εἰ πρηστῆρας ἐκ γειτόνων ἁρπάζων μηδὲν αὐτῷ προσ‐ ήκοντας αὐτοχειρίᾳ τὴν ἑαυτοῦ προφανῶς ὑφῆπτεν οἰκίαν. διὸ καὶ παραμύθιον μὲν ἡ ἐκείνου γέγονε τελευτὴ τοῖς τε διὰ πενίαν οὐκ ἔχουσιν ὅτῳ χρήσονται φαρμάκῳ πρὸς τὰς ἐπιούσας ὁμοίως
20τοῦ χρόνου τύχας καὶ κῆρας καὶ οἷς ἔφεσις τῶν κακῶς ὑπ’ αὐ‐ τοῦ πραττομένων ἐκδίκησιν θεάσασθαι ἦν, πρὶν ἀπογνώσει σφᾶς δεδωκότας ἕν τι πεπονθέναι τῶν ἀθεμίτων· καὶ ἅμα παιδευτή‐ ριον, ἐς τὸ σῶφρον τοὺς θρασυτέρους ἀνθέλκον, καὶ οἷς τὰ
ἀτόλμητα ξὺν οὐδενὶ δέει τολμᾶται. καὶ ταῦτα μὲν τοῦτον ἔσχε

2

.

734

τὸν τρόπον. (Η.) Πρίν γε μὴν αἴσθησιν τοῦ δράματος ἐγγενέ‐ σθαι τοῖς ἔξω, δεσμὰ πάντα καὶ κλοιοὺς οἱ δεσμῶται ῥήξαντες εἰς τὴν τοῦ πτώματος θέαν μετὰ πάσης ἐπεξέθεον ἡδονῆς, οὐ μεῖον διακοσίων ὑπάρχοντες· ὧν εἷς τις σκεπάρνῳ τεκτονικῷ (ξί‐
5φος γὰρ ἥκιστα παρῆν) τοῦ λοιποῦ τὴν κεφαλὴν ἀφελόμενος σώ‐ ματος ἐπὶ τῆς ἐπάλξεως ἔστησεν, ὥστε καταφανὲς γενέσθαι τὸ δρᾶμα καὶ πᾶσι τοῖς ἔξωθεν ἤδη παρὰ τὰ τείχη ποταμηδὸν εἰσ‐ ρέουσι δήμοις· ὥσθ’ ὅσοι μὲν αὐτῷ κατὰ γένος ἢ καθ’ ἑταιρείαν εἶεν προσήκοντες μηκέτι πονεῖν ἀνήνυτα, πάσης τελέως σβε‐
10σθείσης τοῦ ζῇν ἐκεῖνον ἐλπίδος· ὅσοι δ’ ἀπεχθῶς εἶχον αὖ πρὸς ἐκεῖνον, τούτους δ’ ἐῤῥῶσθαι τὰς διανοίας, καὶ συμμαχεῖν ἔξω‐ θεν ἀδεῶς τοῖς ἔνδοθεν ὑπὲρ τῆς κοινῆς ἐλευθερίας ἠγωνισμένοις. ἔπειτα διελόντες ἑαυτοὺς εἰς τάξεις καὶ μοίρας τὴν τῶν πυλῶν ὁμοῦ καὶ ἐπάλξεων διέλαχον φυλακήν. (Θ.) Μέγιστον δ’ ὅμως
15ὑπῆρχέ σφισιν ἐμπόδιον εἰς τὴν τῆς παραδόξου ταυτησὶ σωτη‐ ρίας συντηρητικὴν ἑαυτῶν δύναμιν ἥ τε τῶν πρὸς τὸ ζῇν ἀναγ‐ καίων σπάνις καὶ ἡ τῶν ὅπλων τε καὶ τῶν ἀμυντηρίων βελῶν ἔνδεια. οὐ γὰρ εἶχον ὅθεν ἐκ τοῦ παραχρῆμα ῥᾷστα κομίσονται τὰ τῆς χρείας, ἀπροσδόκητον σχεδιασάσης τῆς περιστάσεως τὸ
20πραχθέν. ὅμως τῆς νυκτὸς ἐπιούσης ἐκείνης, καὶ πάντων ἐκείνων ἐν ζάλῃ καὶ τρικυμίᾳ λογισμῶν ὑπαρχόντων μεγίστῃ, ἧκε τριήρης ἐκ τῶν Γαλάτου περὶ μέσας που νύκτας, ἐκ τοῦ παραλίου τεί‐
χους κομίζουσα τούτοις ἄρτον καὶ οἶνον, καὶ ὅσα τὸ τῆς ὥρας

2

.

735

συνεχώρει στενὸν ἐδώδιμα, καὶ ἅμα ἐπαγγελίας καὶ φιλανθρώ‐ πους λόγους, καθ’ ὁπότερον βούλοιντο δρᾷν· εἴτε μένειν αἱρου‐ μένοις κομίζειν ἐς τὴν ὑστεραίαν ὅπλα καὶ βέλη πολέμια· εἴτ’ ἐκεῖθεν ἀπαλλάττεσθαι διὰ δέος, δέξασθαι προθύμως ἐς τὸ ἐν
5τοῖς Γαλάτου σφῶν αὐτῶν φρούριον, καὶ πᾶσαν περιποιήσασθαί σφισιν ἀσφάλειαν. ταῦτ’ εἰπόντες ἐπανῄεσαν οἴκαδε, χρηστὰς ἐλπίδας μὲν τοῖς ἐντὸς τείχους καταλιπόντες, οὐκ εἰς χρηστὸν δ’ οὖν πέρας ἐληλυθυίας. πέμψασα γὰρ ἡ βασιλὶς Ἄννα (οὐ γὰρ ἐλελήθει τὸ γεγονὸς) ἀπέφραξέ τε καὶ ἀνεχαίτισε τὴν ἔφοδόν τε
10καὶ τὸν εἴσπλουν τῆς κρύφα μελλούσης ἐπιέναι Λατινικῆς ἐς τὴν ὑστεραίαν δυνάμεως. (Ι.) Τοῦτο πρὸς ἀπόγνωσιν ἤγαγε τοὺς τειχήρεις ἐκείνους. οὔτε γὰρ ὅπλον ἦν σφισιν οὐδὲν φυλακτήριον, οὔτ’ ἀσπὶς, οὔτε τόξον, οὔτε βέλος οὐδὲν ἀμυντήριον· καὶ πρός γε τὸ τεῖχος ἀμεληθὲν ἐκ πολλοῦ διεῤῥωγὸς ἦν τὰ πλεῖστα
15μέρη τοῦ τε περιπάτου καὶ τῶν ἐπάλξεων. τὴν μὲν οὖν νύκτα πᾶ‐ σαν ἐκείνην οὕτως ἐπ’ ἐλπίσιν ἀμφισβητησίμοις ἐντὸς τείχους ηὐ‐ λίσαντο, τάς τε πύλας φυλάττοντες καὶ τὰ τείχη περιϊόντες. ἕωθεν δ’ ὡς εἶδον σύρφακα καὶ χυδαῖον ὄχλον, παρὰ τὸν γείτονα συνιόντας ἱππόδρομον θέας εἵνεκα, καὶ ἥκιστα συμμαχίας ἡστι‐
20νοσοῦν, ἐξ ὧν γε ἠλπίκασιν· (ᾤοντο γὰρ, ἐπεὶ μισητὸς ὑπῆρχε τοῖς ὅλοις σχεδὸν Βυζαντίοις Ἀπόκαυκος, ἅπαντας ἥξειν εὐθὺς, στα‐ σιάσαντας κατὰ τῶν ἀρχόντων καὶ βασιλέων, ἀπαλλάξαντος ὃν
ὡς τύραννον ἐδεδίεσαν·) ὡς οὖν ἕτερα ἀνθ’ ἑτέρων ἑώρων καὶ

2

.

736

οὐ κατὰ γνώμην ἐχώρει τὰ δρώμενα, περὶ διαλλαγῶν ὡμίλουν τοῖς ἔξωθεν πρὸς τῆς βασιλίδος ἰοῦσιν Ἄννης. καὶ τάχ’ ἂν ἐγί‐ γνετό τι χρηστὸν ἐκείνοις, εἰ μή τινος δαιμονίου κεκώλυκε βασκα‐ νία. ἀλλ’ ἐχρῆν, ὡς ἔοικεν, ἐν θεομηνίας καιροῖς μηδὲν ἀτόλ‐
5μητον παροφθῆναι τῶν ἀθεμίτων. ἔσχε δὲ οὕτως. (ΙΑ.) Ἡ τοῦ Ἀποκαύκου γυνὴ, τὸ ἐνδόσιμον πρὸς τῆς βασιλίδος Ἄννης λα‐ βοῦσα, προσκαλεῖται πᾶν τὸ Γασμουλικὸν, καὶ χρημάτων χορη‐ γίᾳ δαψιλεστέρᾳ πείθει, τὰς τριήρεις αὐθημερὸν ἀφεμένους ἅπαν‐ τας, ὅπλα δ’ ἐκεῖθεν ἀνειληφότας καὶ βέλη πάντα, περιεληλυ‐
10θέναι πολιορκοῦντας τὸ τοῦ παλατίου ἐκείνου φρούριον, ἕως εἰσ‐ πηδήσαντας ἡβηδὸν τοὺς ἐντὸς ἀνελεῖν, τοὺς μὲν ὡς ἀνδρο‐ φόνους, τοὺς δ’ ὡς ἀνδροφόνοις δήπουθεν ὁμόφρονας καὶ ὁμο‐ στέγους. πρὸς δὴ τοιούτους φόνους ἀγοραίων καὶ ἀσυνέτων ἀν‐ δρῶν ὁπλίσασα δεξιὰς ἐκείνη χρημάτων ἁβραῖς (ὡς εἰρήκει‐
15μεν) δεξιώσεσι καὶ οἴνου κρατήρων πολλῶν ἐμφορεῖσθαι δίδωσιν ἀφθόνως, ἵν’ οὑτωσὶ τοῦ καθήκοντος ἐκστάντες λογισμοῦ μαι‐ νομένων δίκην χωρῶσι πρὸς τὰς τῶν ἀνθρώπων σφαγάς. ἐπεὶ δ’ οὕτω ταῦτ’ εἶχε καὶ ὁ τοῦ ἡλίου δρόμος ἤδη τὰ μεσημβρινὰ παρήλλαττε ὑψώματα, δραμόντες ἐκεῖνοι κύκλῳ τὸ φρούριον
20περιέστησαν ἅπαν, ἀσπίσι καὶ ὅπλοις ἅπασι πεφραγμένοι, καὶ ἅπαν βέλος ἑκηβόλον ἐν χεροῖν περιφέροντες, καὶ ὅσα θύρας ἀνα‐ μοχλεύουσιν ὄργανα καὶ κατασείουσι τείχη καὶ ἀποσπῶσι λί‐
θους ἐκ θεμελίων· ὧν οἱ μὲν τὰ βέλη πέμποντες ἔξωθεν κατὰ

2

.

737

πλῆθος καὶ δίκην βαθέων νεφῶν πάντας τοὺς ἔνδον τῶν ἐπάλ‐ ξεων ἀπήλασαν ἐκ τοῦ παραχρῆμα, μηδὲν ὁθενοῦν ἔχοντας ὅπλον, ἢ φυλακτήριον, ἢ δι’ ὧν ἀμυνεῖταί τις τὸν ἐπιόντα πολέμιον. οἱ δὲ τὰ ἐκμοχλευτήρια φέροντες ὄργανα, προσιόντες ἔξωθεν τά
5τε τείχη πολλαχόθεν διώρυττον καὶ τὰς πύλας ἀνεμόχλευον· ὡς ἐν πάνυ βραχείᾳ καιροῦ ῥοπῇ, πολλῶν πολλαχόθεν τῶν εἰσόδων ἀνοιχθεισῶν, πάντας ἄρδην εἰσρυῆναι τοὺς πολεμίους. (ΙΒ.) Ἦν τότε ἰδεῖν τοὺς μὲν ἀθλίους ἐκείνους ἀφειδῶς ἀναιρουμένους καὶ πρὸς ᾅδην ἐκ τῶν χθὲς πεμπομένους δεσμῶν· τοὺς δὲ φόνου
10πνέοντας ἄνδρας ἐκείνους εἰς πολυειδεῖς καὶ ποικίλας σφαγὰς χρωμένους τοῖς ξίφεσι ξὺν πολλῇ καὶ μανιώδει τινὶ τῇ ὠμότητι καὶ βαρβαρικῇ τῇ θρασύτητι. γυμνοὶ μὲν οὖν ἀσπίδων οἱ τάλα‐ νες ὄντες ἐκεῖνοι καὶ ἄοπλοι, καὶ ἥκιστα διαφυγεῖν τὸν παρόντα δυνάμενοι κίνδυνον, οἱ μὲν ἤδη ἐκόπτοντο, οἱ δ’ ἐξεχέοντο φεύ‐
15γοντες σύνδυο καὶ σύντρεις καὶ κατὰ πλῆθος, καὶ διὰ τῶν με‐ σοτοίχων καταῤῥέοντες ἐς τὴν ἐχομένην τῆς Νέας μονὴν διεμερί‐ ζοντό τε τὰς θείας εἰκόνας ἀντ’ ἄλλου φυλακτηρίου παντὸς ἱε‐ ροῦ· οἱ δ’ ἐνεχειρίζοντο τὰ ἐπὶ τῆς θείας τραπέζης τῶν μυστη‐ ρίων ἱερὰ σκεύη, δυσωπήσειν οἰόμενοι τοὺς ἀναιδεῖς ἐκείνους καὶ
20μανιώδεις λῃστὰς διὰ τῶν τοιούτων· οἱ δ’ ἠγκαλίζοντο τήν τε θείαν τράπεζαν καὶ τὸν ὑπὸ ταύτῃ στυλίσκον· οἱ δὲ γυμνούμε‐ νοι τέλεον ἐθελονταὶ τὰ ἱμάτια πρὸ ποδῶν ἐῤῥίπτουν, οἰόμενοι
διὰ τῆς γυμνώσεως πρὸς οἶκτόν τε μαλάξειν τὸν φονικὸν ἐκείνων

2

.

738

τρόπον, αἰδεσθέντων ἴσως τὴν κοινὴν τῆς φύσεως γύμνωσιν· καὶ ἅμα μηδεμίαν τοῦ λοιποῦ πρόφασιν ὑποψίας λιπεῖν, τοῦ κρύ‐ πτεσθαι εἵνεκα Καίσαρος ἐν σφίσι νόμισμα, μηδ’ ἄλλο τῶν πάν‐ των εἶδος κέρδους ἄξιον ἔχειν οὐδέν. δειναὶ γὰρ αἱ μὴ προμελε‐
5τηθεῖσαι περιστάσεις ἐπινοίας πρὸς τὸ ἀκίνδυνον ἄλλοις ἄλλας αὐτοσχεδιάζειν, αὐτοφυᾶ διδάσκαλον τὴν περιϊσταμένην ἀνάγκην λαμβάνουσιν, ὅταν αἰφνίδιος θάνατος εἰς ἀπόγνωσιν σφᾶς ἀπε‐ λαύνῃ βίου. (ΙΓ.) Ἀλλὰ τὴν ἀναιδῆ καὶ θηριώδη τῶν ἀνδρο‐ φόνων ἐκείνων ὁρμὴν μαλάττειν ὅλως ὥραν οὐκ εἶχεν οὔτε δά‐
10κρυα τῶν πασχόντων, οὔτ’ ἦθος ἐλεεινὸν, οὔθ’ ὁ ἱερὸς ἐκεῖνος τόπος, ἐν ᾧ σωτηρίας εἵνεκα κατεπεφεύγεσαν οἱ ταλαίπωροι· ἀλλὰ δίκην ἱερείων ἐπὶ βωμοῦ τηνικαῦτα καὶ οὗτοι ξὺν οὐδενὶ κό‐ σμῳ πάντες ἐθύοντο, καὶ ῥύακες αἱμάτων ἐντεῦθεν τὸ θεῖον ἔβαπτον ἔδαφος· εἰκόναι τε θεῖαι καὶ ἔπιπλα, καὶ ὅσα τῆς
15θείας μυσταγωγίας σκεύη παρῆν, ἀσμένως ἅπαντα καὶ ἀδεῶς ἐῤ‐ ῥιπτοῦντό τε καὶ διηρπάζοντο· τά θ’ ἱμάτια τῶν ἀνῃρημένων οἱ πάντολμοί τε καὶ ἀναιδεῖς ἐκεῖνοι, πλουσίων αἱμάτων πλήρη, τῇ θείᾳ λαμβάνοντες ἐπετίθουν τραπέζῃ. πῶς ἂν δυναίμην ἀδακρυτὶ καταλέγειν τὰ θρήνων μακρῶν καὶ δακρύων ἄξια, ὅσα ἐπὶ τοῦ
20θείου τεμένους τότε τὴν ἐλεεινὴν τραγῳδίαν ἐκείνην βαρβαρικῶς καὶ ἀσμένως χορηγεῖν ἐξεγένετο; εἴθε ἦν ἀντὶ μέλανος εἰς δά‐ κρυα τὸν κάλαμον βάπτοντι γράφειν καὶ διηγεῖσθαι τῆς τόθ’
ἡμέρας τὴν συμφορὰν ἐναργέστερον, ὡς ἕκαστα πέπρακται. οὕτω

2

.

739

γὰρ ἂν οἶμαι δακρύσειν ἅπαντας ἐκ τοῦ ῥᾴστου θερμῶς, οἴκτου καὶ σπλάγχνων φυσικῶν ἐμπλησθέντας. ὅμως εἶχεν οὕτω ταυτί. καὶ τὸ μὲν ἄλλο πλῆθος, ὅσον ἐκ τοῦ σύρφακος ὄχλου κατὰ πο‐ ταμοὺς συνέῤῥει, τὰς καλύβας τῶν ἐκεῖ μοναζόντων ἠνδραποδί‐
5ζοντό τε καὶ διήρπαζον ἀδεῶς· καὶ αὐτὰς δ’ οὖν μετὰ τῶν πα‐ στάδων τὰς θύρας ἀναμοχλεύοντές τε καὶ διαμεριζόμενοι τοῖς χαμαιτυπείοις προσῆγον, ἀσελγείας μίσθωμα. οἱ δ’ ἀναιδεῖς ἐκεῖ‐ νοι καὶ φόνου πνέοντες ἄνδρες, τῶν ἀνῃρημένων τὰς κεφαλὰς ἔστι δ’ ὧν καὶ τὰς χεῖρας ἐκτέμνοντες, περιῄεσαν ἐπιδεικνύμενοί
10τε τὸ τῆς κακίας ἄγος, εἰς ἔκπληξιν τῶν ὁρώντων καὶ δέος, καὶ πᾶσαν ἀγυιὰν ἐμπιπλῶντες ἀνθρωπίνων αἱμάτων τε καὶ σαρκῶν. (ΙΔ.) Καὶ ἦν μὲν θρήνων καὶ δακρύων ἄξια τὰ δρώμενα καὶ θέατρον ἀνόσιον τῇ βασιλευούσῃ ταύτῃ τῶν πόλεων· οὐδεὶς δ’ ἐτόλμα τοῖς ὁρωμένοις ἢ τοῖς νεκροῖς ἐκείνοις ἐπιδακρῦσαι καὶ
15στεναγμὸν ἀποδοῦναι, οὔτε τις τῶν φίλων, οὔτε τις τῶν συγγε‐ νῶν, οὔτε μὲν οὐδεὶς τῶν ἄλλως φίλοικτον ἐχόντων καρδίαν. ἔφε‐ δροι γὰρ ὀφθαλμοὶ παραπορευόμενοι συνήρπαζόν τε καὶ τὰ ἱμάτια περιδύοντες ἔπαιον ὡς ἐπιβούλους καὶ ἀντιθέτους Ἄννῃ τῇ βασιλίδι. πάντα γὰρ ἦν εὐφροσύνη λαμπρά τις καὶ τέρψις ἄῤ‐
20ῥητος ἐκείνῃ τὰ δρώμενα, καὶ πάνυ τοι σφόδρα κατὰ γνώμης ἐν‐ τρύφημα· ὡς ἐντεῦθεν καὶ δέει μακρῷ συσχεθέντας τοὺς περι‐ στέλλειν κατὰ τὸν ἀνθρώπινον καὶ φύσει πρέποντα νόμον ἐθέ‐
λοντας, ὁπόσοι κατὰ γένος καὶ φιλίαν τοῖς κειμένοις προσῆκον,

2

.

740

ἀπέχεσθαι τούτων ἁπάσῃ σπουδῇ, μὴ μετὰ τοῦ ἀποτυχεῖν τῆς βουλήσεως καὶ τοῖς ὁμοίοις δεινοῖς περιπέσωσι. τοιαῦτα γὰρ ἔφασκον εἶναι τὰ τῇ βασιλίδι ἐντεταλμένα, καὶ ἅμα ἀτάφους κατὰ θαλάττης ῥιφέντας τροφὴν ὀρνέοις καὶ ἰχθύσι γενέσθαι. ἀλλὰ
5τοῦτο μὲν οὐκ ἐτελέσθη, ἐνίων τὴν τοῦ λαοῦ κραυγὴν καὶ τὴν ἐντεῦθεν λοιδορίαν εἰς τὰς ἐκείνης ἀνενεγκόντων ἀκοὰς, καὶ τὸν ἀναφυόμενον οὐκ ἀκίνδυνον θόρυβον. διὸ καὶ φιλοθέων ἔνιοι, δει‐ λίαν ἀποκρουσάμενοι πᾶσαν, ἄλλος ἄλλον ἄλλοθι τῆς μονῆς ἀνε‐ λόμενοι κατώρυξαν. τὰ δ’ ἐπὶ τούτοις ἔστιν ἀκούειν διαρκέστε‐
10ρον ἄλλων διεξιόντων. (ΙΕ.) Ἐπεὶ δ’ ὁ ἐκ τῆς προτέρας συζύ‐ γου πρῶτος Ἀποκαύκου υἱὸς ἐπίτροπος ἦν τηνικαῦτα Θεσσαλονί‐ κης καὶ τὸν τοῦ πατρὸς φόνον ἀκήκοε, τὴν γνώμην εὐθὺς ἐς Καντακουζηνὸν μεταθεῖναι κέκρικε δεῖν, καὶ ἅμα συμφέρειν εἰς ἔργον αὐτῷ τὰ τῆς γνώμης προενεγκεῖν. ὅθεν καὶ τρόπον λοιπὸν
15ἐζήτει, δι’ οὗ Θεσσαλονίκην ἂν αὐτῷ παραδοίη. προσεταιρισά‐ μενος οὖν ὁπόσον ἔκκριτον ἦν τῆς Θεσσαλονίκης τὸν Ἀθηναῖον μιμεῖται Πεισίστρατον καὶ τὴν Θεσσαλονικέων χειροῦται ἀκρό‐ πολιν, ἵν’ ἐκεῖθεν ὡς ἐξ ὁρμητηρίου τῆς κεφαλῆς κατατρέχων καὶ τὸ πᾶν τῆς πόλεως ἐκ τοῦ ῥᾴστου σῶμα κατάσχῃ. ἀλλ’ οὐδὲν
20τῆς τοιαύτης ἀπώνατο ἐπινοίας. αἱ γὰρ τραγικαὶ κῆρες τοῦ πα‐ τρὸς, μᾶλλον ἢ αὐτοῦ, τὰς παρούσας περιφανῶς ἀντέκρουον τύχας. διὸ καὶ δυοῖν ἡμερῶν μεταξὺ κηρύγματος γενομένου δη‐ μοτικοῦ, πάντες ἐπεξέθεον κατὰ ποταμοὺς ἐπὶ τὴν ἀκρόπολιν,
καὶ οὐ πρότερον ἐκεῖθεν ἀπέστησαν, πρὶν τὴν ἀκρόπολιν ἐκπο‐

2

.

741

λιορκῆσαι, καὶ τοὺς ἔνδον πολέμου νόμοις ἀνδραποδίσασθαι, καὶ τὸν τοῦ Ἀποκαύκου υἱέα σὺν τοῖς ἀμφ’ αὐτὸν ξίφει διαχρησαμέ‐ νους ἀνὰ πάσας τὰς τῆς πόλεως πλατείας περιενεγκεῖν ἀπηνῶς τὰς δυστυχεῖς αὐτῶν κεφαλὰς, εἰς ἔκπληξιν τῶν ὅμοια βου‐
5λευομένων. ιαʹ. Ἀλλ’ ἐκεῖνο μικροῦ με παρέδραμε, τὸ τοῦ Βατάτζη δη‐ λαδὴ Ἰωάννου· ὃς καὶ αὐτὸς ἀσήμου γένους ὑπάρχων πλούσιος ἐξ ἀπογραφικῶν ἐγεγόνει ἐμποριῶν, ἄλλας ἐξ ἄλλων ταχὺ μετιὼν, καὶ παραλλάττων ἀεὶ τῶν εὐτελεστέρων τὰς μείζους. ἄρτι δὲ καὶ
10τὴν τῆς Θεσσαλονίκης ἐπιτροπείαν χρήμασι μακροῖς ὠνησάμενος πρὸς τῆς βασιλίδος ἐκεῖσε πέμπεται Ἄννης. οὐ μάλα δὲ συχνοῦ ῥυέντος χρόνου, πρὶν τὴν κερδαίνουσαν πήραν ἐμβριθεστέραν ὡς ἐβούλετο διαπράξασθαι, ἐκεῖθεν ἐκβάλλεται, τοῦ Ἀποκαύκου διάδοχον τὸν υἱὸν ἀποστείλαντος· ὃν τὴν τοῦ δήμου φορὰν πα‐
15ρανάλωμα ξίφους ἐργασαμένην μικρῷ δεδηλώκαμεν πρότερον. (Β.) Οὗτος οὖν ὁ Βατάτζης, εἰς αἰσχύνης λόγον τὸ πρᾶγμα θέ‐ μενος, καὶ λύπης μεστὸς γεγονὼς, προσεῤῥύη τῷ Καντακου‐ ζηνῷ· καὶ ὁρμητήριον τὸ τῆς Θρᾳκικῆς περιστάσεως ἔχων φρού‐ ριον συνεχεῖς ἐκεῖθεν ἐποιεῖτο τὰς ἐκδρομάς· καὶ ἦν ἐς τὰ μά‐
20λιστα φοβερός τε καὶ ὄλεθρος προφανὴς οἷς ἐπῄει καὶ καθ’ ὧν ὡπλίζετο, ἅτε δύναμιν ἔχων συχνὴν ἐξ Ἀσίας, ἣν ἐκ Τροίας ἐζη‐ τηκότι πέπομφεν ὁ σατράπης Σουλυμὰν, γαμβρὸς ἐπὶ θυγατρὶ πρὸ βραχέος αὐτῷ καταστάς. (Γ.) Ἕως μὲν οὖν Ἀπόκαυκος ἔζη,
θερμὸς ἦν καὶ μάλα τοι σφόδρα Βυζαντίοις λυπηρὸς ὁ Βατάτζης,

2

.

742

διὰ τὸν τοῦ Ἀποκαύκου παῖδα δηλαδὴ καὶ τὴν ἀφαίρεσιν τῆς ἐπιτροπῆς ἀπεχθῶς διακείμενος πρὸς αὐτόν. ἐπεὶ δ’ Ἀπόκαυκος μὲν ἐξ ἀνθρώπων ἦν, ἀγώνισμα ξίφους γενόμενος, καὶ ἔδει Βυ‐ ζαντίοις ἀνδρὸς θερμοτέρου καὶ δραστήριον ἐπιεικῶς ἔχοντος
5φρόνημα, γράμματα ἐφοίτα συχνὰ πρὸς τῆς βασιλίδος Ἄννης αὐτῷ, μακρῶν δωρεῶν καὶ ἀξιωμάτων ἐπαγγελίας κομίζοντα, εἰ βούλοιτο διάδοχος ἐλθὼν καταστῆναι καὶ βουλῆς καὶ τρόπων καὶ δόλων Καντακουζηνοῦ. ταῦτα τὴν ἐκείνου διάνοιαν ἔθραυσε, καὶ τὴν γνώμην μετήνεγκεν· καὶ τοῦ καιροῦ καθάπερ ὀστράκου μετα‐
10πεσόντος, πλείω τὴν συμμαχίδα δύναμιν ἐκ Περσῶν μετεπέμ‐ πετο· καὶ συχνὰ κατατρέχων ἐδῄου καὶ ἔκαε τὰς τῷ Καντακου‐ ζηνῷ προσεῤῥυηκυίας χώρας καὶ πόλεις, καὶ τὰ τῶν Βυζαντίων ἔπειθε ῥᾷστα φρονεῖν, τὴν ἐνεστῶσαν ἀνάγκην διαδιδράσκειν ἐθέλοντας. (Δ.) Ἀλλ’ οὐδ’ αὐτὸς τῆς τοιαύτης ὤνατο σπουδῆς.
15ἐπεὶ γὰρ ὁ Καντακουζηνὸς τὴν διαστροφὴν καὶ μετάθεσιν τῆς τοῦ Βατάτζη διακήκοε γνώμης, τάχιστα συνέστειλεν εἰς τὰ φρούρια πάντας καρποὺς ὁμοῦ τοῖς ἀνθρώποις καὶ τοῖς βοσκήμασιν, ἐπειπὼν, ὡς εὑρήσει τὰς τῆς ἐπιορκίας ἐκτίσεις πρὸς τοῦ ἐπιορ‐ κουμένου θεοῦ· ὡς ἐντεῦθεν ἐλθόντα μετὰ τῆς Περσικῆς δυνά‐
20μεως Βατάτζην ἐρήμοις τε ἐντυγχάνειν οἰκητόρων ταῖς χώραις καὶ ταῖς πόαις ἄνευ βοσκημάτων, καὶ λιμῷ διὰ ταῦτα πιεζομέ‐ νους ἐπάγεσθαι Πέρσας. ταῦτα παρὰ τὰς ἐπαγγελίας καὶ τὰς
ἐμβριθεῖς ἐκείνας ἐλπίδας θεασαμένοις τοῖς βαρβάροις ἀχθε‐

2

.

743

σθῆναί τε ἐξεγένετο καὶ ἀποκτείνασι τοῦτον ἐς Καντακουζη‐ νὸν τὴν ταχίστην μεταθεῖναι τὴν γνώμην ὁμοῦ τῇ χειρί. τοῦτο δὴ βουληθεῖσι καὶ πέπρακται παραχρῆμα· κἀκ τοῦ δεινοῦ καὶ προσάντους ἐς τὸ δεξιόν τε καὶ εὐμενέστερον τὰ τῆς τύχης ἔῤῥει
5τῷ Καντακουζηνῷ, τοσούτων ἐχθρῶν ἀπονητὶ οἷον ἐξ αὐτομάτου
φάναι καταστρεφομένων.

2

.

746

αʹ. Κράλῃ δὲ τῷ Τριβαλλῶν ἡγεμόνι κόρος οὐκ ἦν, ἐντρυ‐ φῶντι ταῖς Ῥωμαϊκαῖς κατ’ ἀλλήλων καὶ δι’ ἀλλήλων στάσεσι, καὶ καιρὸν εἶναι λογιζομένῳ προσήκοντα μάλιστα τοῦτον αὐτοῦ τῇ πλεονεξίᾳ καὶ δώρων τῆς τύχης τὸ κράτιστον. διὸ καὶ καθά‐
5περ φλὸξ ἐπῄει καὶ ἐπενέμετο διηνεκῶς τὰς πρόσω πόλεις καὶ χώ‐ ρας Ῥωμαίων δουλούμενος, μηδενὸς ὄντος, ὅτῳ ἂν ἀνθίστασθαι ᾖ ταῖς τοιαύταις αὐτοῦ γε ὁρμαῖς. Βυζαντίοις μὲν γὰρ πολλῷ δι’ ἐφέσεως μᾶλλον ἦν, καὶ σιωπῶσι καὶ ἐκλαλοῦσι, προδεδόσθαι οἱ μέχρι Χριστουπόλεως ἅπαντα, ἢ Καντακουζηνῷ προσγενέσθαι
10κτήσασθαι. Καντακουζηνῷ δὲ τοῦτο μὲν ἀβούλητον ὅλως ἦν· περισπωμένῳ δ’ ὅμως ἐς τὰς ἐκ τῶν ὁμοφύλων μάχας καιρὸς ὑπερμαχεῖν οὐκ ἐνῆν. διὰ δὴ ταῦτα καὶ πλὴν Θεσσαλονίκης ἅπαντα μέχρι στενῶν Χριστουπόλεως ἐκείνῳ δεδούλωνται· μεθ’ ὧν καὶ Σεῤῥῶν ὑπάρχει τὸ μέγα τε καὶ θαυμάσιον ἄστυ, λιμῷ
15καὶ πολιορκίᾳ μακρᾷ προδοθὲν καθ’ ὁμολογίαν, δυοῖν ἀμηχάνοις ἐχθροῖς. (Β.) Ἐντεῦθεν ὁ Κράλης μείζων ἑαυτοῦ καταστὰς καὶ δαψιλεστέραν ἑαυτῷ ποριζόμενος τὴν ὀφρὺν (ᾤετο γὰρ οὐδὲ
τῶν μέχρι Βυζαντίου λειπομένων Ῥωμαίοις ἀνθέξειν οὐδὲν πρὸς

2

.

747

τὴν ἐκείνου ῥώμην τε καὶ ἡγεμονικὴν ἀρχὴν) βασιλέα Ῥωμαίων ἑαυτὸν ἀνηγόρευσε, τήν τε βάρβαρον δίαιταν ἐς τὰ Ῥωμαίων ἤμειψεν ἤθη καὶ καλύπτρᾳ καὶ πάσαις στολαῖς διασήμοις, ὁπό‐ σαι τῇ μεγάλῃ ταύτῃ γε προσήκουσιν ἀρχῇ, περιφανῶς ἐχρήσατό
5τε καὶ χρῆταί γε μέχρι καὶ ἐς ἐμέ. ἤδη δὲ καὶ πρὸς τὸν υἱὸν τὴν ὅλην ἡγεμονίαν ἐνείματο· καὶ τῷ μὲν ἄρχειν παρέσχε, κατὰ τὰ εἰθισμένα τοῖς Τριβαλλοῖς, τῆς ἔκ τε κόλπου τοῦ Ἰονίου καὶ αὖ Ἴστρου τοῦ ποταμοῦ μέχρι τῆς τῶν Σκοπίων πόλεως, ἧς καὶ ποταμὸς Ἀξιὸς ἄνωθέν ποθεν μέγιστος κάτεισι παραψαύων ἡγε‐
10μονίας· ἑαυτῷ δ’ αὖ τῶν ἐκεῖθεν Ῥωμαϊκῶν χωρῶν καὶ πόλεων, κατὰ τὴν εἰθισμένην Ῥωμαίοις δίαιταν, ἄχρι καὶ ἐς τὰ περὶ Χρι‐ στούπολιν τῶν παρόδων στενά. τά γε μὴν ἐκ τῶν τοιούτων στε‐ νῶν ἄχρι Σηλυβρίας καὶ Δέρκου πάντ’ εἶχεν ἤδη Καντακουζη‐ νὸς ὑποχείρια, πλὴν Χεῤῥονήσου. (Γ.) Περσικαὶ δὲ δυνάμεις,
15ἐξ Ἀσίας δι’ Ἑλλησπόντου πᾶσαν ὥραν διαπεραιούμεναι, καθά‐ περ ἐξ οἰκείων ἐς οἰκείας νομὰς καὶ ἐπαύλεις, συχνὰς ἐποιοῦντο νύκτωρ καὶ μεθ’ ἡμέραν τὰς θηριώδεις ἐφόδους κατὰ τῶν Θρᾳ‐ κικῶν πόλεων, νῦν μὲν αὐτονομίᾳ χρώμενοι λῃστρικῇ, νῦν δὲ συμμαχεῖν προσποιούμενοι Καντακουζηνῷ. ὅπως δ’ ἄρα ἦν, ἐνό‐
20σουν αἱ πόλεις καὶ μάλα πονήρως εἶχον Ῥωμαίοις πᾶσι τὰ πρά‐ γματα. οὔτε γὰρ ὑποζυγίων, οὔτε ποιμνίων οὐδὲν τοῖς ταλαιπώ‐ ροις Θρᾳξὶν ἐλέλειπτο, οὔτε βοῶν ἀροτήρων οὐδεὶς, δι’ ὧν οἱ γεωργοὶ τὰς τῆς γῆς ἀναμοχλεύοντες αὔλακας τὸν ἡμερήσιον
καὶ ἀναγκαῖον ἐκπορίζονται δασμὸν τῇ γαστρί. κἀντεῦθεν ἀσπό‐

2

.

748

ρου τε καταλελειμμένης τῆς γῆς καὶ ἀνθρώπων ἐρήμου παντά‐ πασι, καὶ τὸ ὅλον εἰπεῖν θηριώδους, ἀπορία χρημάτων ἐμάστιζε μὲν ἱκανῶς τὸν βασιλέα Καντακουζηνὸν, περιϊόντα Θρᾴκην· ἐμάστιζε δ’ οὐχ ἧττον καὶ Βυζαντίους, τῆς βασιλίδος Ἄννης καί‐
5ριον οὐδὲν περὶ τὴν τῶν πραγμάτων μελετᾷν οὔτ’ εἰδυίας οὔτ’ ἐθελούσης διοίκησιν· ἀλλ’ ἀφαιρουμένης μὲν τὸν τῶν ἱερῶν εἰ‐ κόνων κόσμον ἀνέδην, καὶ ὃν μὲν ἐκποιουμένης, ὃν δὲ χωνείᾳ παραπεμπούσης· προφάσει μὲν διὰ τὴν ἐς τὰ κοινὰ χρείαν, τὸ δὲ πλεῖστον εἰς ἑαυτῆς ἴδιον κέρδος. (Δ.) Ταῦτα δ’ ἐργαζο‐
10μένη οὐδὲ τοῦ κακουργεῖν ἀπέσχετο τοὺς ἐνδόξους, καὶ ὅσοι χρημάτων οἰκείων περιουσίᾳ προὔχειν ἐδόκουν. δι’ ἃ δὴ καὶ ἐς τὸ μέγα καὶ περιβόητον ἱερὸν τῆς τοῦ θεοῦ Σοφίας, ἀσύλου πάλαι καταφυγῆς κεκτημένον προνόμια, καταφεύγοντας ἀπέσπων φεῦ ἀπηνῶς, καὶ πάσαις ἀπεώθουν χερσὶν εἰς εἱρκτὴν καὶ λήθης
15ἅπαν φάναι φρούριον· ὡς ἀναγκασθέντας ἤδη λοιπὸν τοὺς τα‐ λαιπώρους (ἐφευρετικὸν γὰρ εἶναί φασι τὴν ἀνάγκην) ἐς τὸ τοῦ Γαλάτου καταφεύγειν φρούριον, τῆς περιστάσεως τοῦτο μηχα‐ νησαμένης ἐξ αὐτομάτου φρούριον ὀχυρὸν καὶ ἱεράν τινα ἄγκυ‐ ραν καὶ ἄσυλον ὄντως καταφυγήν. καίτοι καὶ βαρβάροις καὶ
20Ἕλλησι, καὶ πάσῃ γῇ καὶ θαλάσσῃ, καὶ πάσαις ἡγεμονικαῖς ἐξουσίαις, εἰθισμένον ἀεὶ δι’ αἰῶνος οἴκτου καὶ σπλάγχνων τοι‐ αῦτα κεκτῆσθαι δείγματα. Χριστιανοῖς δ’ οὖσιν ἡμῖν, καὶ νῦν
μάλιστα χρῄζουσι τῆς ὁμοίας πρὸς θεοῦ τυγχάνειν συμμαχίας,

2

.

749

ἀπείρηταί τε καὶ παραλέλυται. (Ε.) Οὐ μόνον δὲ, ἀλλ’ ὥσπερ κάλω ῥαγέντος καὶ δόγματα τῆς ἐκκλησίας ἀνατέτραπται, καὶ θεῖοι πατέρων κανόνες συγκέχυνται καὶ πεπάτηνται. δι’ ἃ δὴ καὶ αὐτὸ τοῦ ναοῦ τὸ κάλλος ἠκρωτηρίασται, καὶ ἐς τὸ ἔδαφος ἔῤ‐
5ῥιπται· δεικνύντος οὑτωσὶ προφανῶς τοῦ θεοῦ καὶ διὰ τῶν φαι‐ νομένων τὴν τῶν οὕτω παρανομουμένων ὑπερβολὴν, καὶ οἷον τὴν μέλλουσαν προαναφωνοῦντος καὶ ἀπειλοῦντος ἐκδίκησιν. καί μοι δοκεῖ διὰ τοῦτ’ ἄνευ σεισμοῦ καὶ περικλονήσεως γῆς γεγενῆ‐ σθαι τὸ πάθος τουτί.
10 βʹ. Ἑσπέρα μὲν γὰρ ἦν ἤδη καὶ οὐρανὸς αἴθριος, περί που τὰ μέσα τῆς νυκτὸς, ὅτε πᾶσι μὲν ἀνθρώπων ὀφθαλμοῖς βαθεῖς ληνοβατοῦσα κίρνησι τοὺς ὕπνους ἡ τῆς νυκτὸς σιωπὴ, πρὸς δ’ ᾠδὰς νυκτερινὰς ἀλεκτρυόνες τάς τε πτέρυγας κινεῖν καὶ τὰς ἐμ‐ φύτους σάλπιγγας ἀνοίγειν ἐμμελῶς μελετῶσι, καὶ τηνικαῦτα πέ‐
15πτωκεν ἡ μία τῶν αἰθερίων φάναι τεττάρων ἁψίδων, ἡ πρὸς ἥλιον ἀνίσχοντα βλέπουσα, συνεφελκύσασά τε καὶ συγκαθελοῦσα ἑαυτῇ καὶ ὅσον ὑπήρειδεν ὃ ἐπεκάθητο ἡμισφαίριον· καὶ συντέτριπται μὲν τὰ κρυπτόμενα κάλλη τοῦ βήματος· συντέτριπται δ’ ὁ τῶν θείων ἐκείνων κόσμος εἰκόνων· ἡ δὲ διὰ πάντων ἥκουσα χάρις
20ἔσβεσται ταχὺ, καθάπερ ἄνθος ἐν ἀγρῷ καὶ ῥόδον ἐν λειμῶνι, ὁπότ’ ἀκρὶς καὶ κάμπη τις ἀδόκητος ἀθρόον ἐπιδράμοι. ἡ δὲ τοὺς ἱεροὺς ἐκείνους κιόνας περιελίττουσά τε καὶ ποικίλλουσα καὶ νι‐ κῶσα τὸ ἁμιλλώμενον ἅπαν Φειδίου λαξευτικὴ παντάπασιν ἐῤ‐
ῥύη τε καὶ ἔσβεσται, λεπτότητα μιμησαμένη ψηφίδων. πανη‐

2

.

750

γύρεις δὲ καὶ ξυναυλίαι καὶ ἅμιλλαι συνήθεις ἐκεῖ, λογικαί τε καὶ ἱεραὶ, παννύχιοί τε καὶ πανημέριοι, πρὸς ἀφωνίαν μετήνεγκαν τὴν σπουδὴν ὑπ’ ἐκπλήξεως. καὶ νῦν τὸ παγκόσμιον θέατρον, τὸ πάσης γλώττης τερπνὸν ἀφήγημα, ὁ πάσης ἀκοῆς γλυκὺς θόρυ‐
5βος, ἀόρατον ἕστηκε θέαμα, καὶ στήλη τις οἷον ἔμψυχος δι’ αἰ‐ θέρος ποιουμένη τὴν τραγῳδίαν, καὶ πάσης γῆς προκαλουμένη δάκρυα, καὶ ὥσπερ στόμα διὰ τῆς ὀροφῆς ἄνω διάρασα περι‐ φανῶς ἡλίῳ καὶ ἀστράσι τὴν ἀδικίαν προσαγγέλλει, καὶ τοὺς οὐ‐ ρανοὺς μονονουχὶ προσκαλουμένη μάρτυρας ἐκεῖνα δὴ τὰ τῶν
10προφητῶν περιᾴδει πρὸς κύριον· „υἱοὶ μητρός μου ἐμαχέσαντό με· ἐπάταξάν με, ἐτραυμάτισάν με· καὶ ἡ ὑπερηφανία τῶν μι‐ σούντων με ἀνέβη διὰ παντός.“ (Β.) Τούτων δ’ οὕτω συμβε‐ βηκότων, τῆς φήμης ἕωθεν ῥυείσης καὶ ἀνὰ πᾶσαν διαδοθεί‐ σης τὴν πόλιν, βοὴ καὶ θρῆνος ἠγείρετο μείζων, ἢ κατ’ ἐκεῖνον
15τὸν πάλαι, ὁπότε Ναβουχοδονόσορ ὁ Ἀσσύριος, ἄρδην ἐξανδρα‐ ποδισάμενος Ἱερουσαλὴμ, ὁμοῦ καὶ τὸ τοῦ Σολομωντείου νεὼ καθεῖλέ τε καὶ ἀφῄρηται κλέος. ἐκενοῦντο τοίνυν οἰκίαι πᾶσαι καὶ ἀγοραὶ καὶ θέατρα, καὶ πάντες ἐπὶ τὴν θέαν τοῦ πάθους ἀθρόον ἐξέθεον· καὶ οὐδεὶς ἦν, ὅτῳ προὐργιαίτερον ἕτερον ἦν τῶν
20ἁπάντων, ὃ τῆς σπουδῆς ἀπασχολῆσαι ταύτης ἂν δυνηθείη. περι‐ στάντες οὖν καὶ ἀπολοφυράμενοι πάντες, ὁπόσον εἰκὸς, ἔπειτα κύψαντες ἐξεφόρουν τὴν ὕλην τῶν ἐρειπίων· καὶ ἦν οὐδεὶς τῶν ἁπάντων τέως ἀξυντελής· οὐδ’ ἦν ἐκεῖ διακρίνειν πλούσιον ἐκ
πενήτων, οὐδ’ ἐξ ἀδόξων ἔνδοξον, οὐδ’ ἐκ δεσπότου δοῦλον, οὐ

2

.

751

μεντἂν οὐδ’ ἐκ βαναύσων εὐγενῆ. ἀλλὰ πρὸς μίαν ἐπίσης ἀνε‐ κίρνατο πάντων ἡ πρόθεσις ζήλου φοράν. πολύ γε μὴν τῶν ἀν‐ δρῶν ἡ τῶν γυναικῶν ὑπερεῖχεν εἰς τοὖργον σπουδή. ἅτε γὰρ εὐ‐ παθέστερον πρὸς δακρύων τὸ γένος φορὰν, πλουσίοις λοιπὸν
5τοῖς δάκρυσι ῥαίνουσαι τάς τε πλίνθους καὶ πέτρας ἐκείνας ἔπειτα ἐπετίθουν τοῖς ὤμοις, οὐδαμῆ περιλάμπρων ἐνδυμάτων ἐνταῦθα φροντίζουσαι, ῥηγνυμένων καὶ κόνεως πληρουμένων ὑπό τε τῆς πολυμιγοῦς ἐκείνης ὕλης ὑπό τε τῆς ἐξ ἀλλήλων καὶ δι’ ἀλλήλων συνεχοῦς τε καὶ ἀγχιστρόφου περιφορᾶς. εἶπεν ἄν τις πηγὰς
10ἀφιέναι δακρύων τὴν ὕλην ἐκφορουμένην ἐκείνην· οὕτω κατὰ πο‐ ταμοὺς ἐχώρει τότε δάκρυα πασῶν ἐκεῖ γυναικῶν, ἐνδόξων ὁμοῦ καὶ ἀδόξων, καὶ οὕτω μακροῖς ἀνεμίγνυτο θρήνοις ὁ ζῆλος ἐκεί‐ νων καὶ ἡ σπουδὴ, ῥᾳστώνης οὐδεμιᾶς δυνηθείσης διακόψαι τὸν δρόμον καὶ τὴν συνέχειαν, ἐφ’ ὅλοις ἐγγύς που νυχθημέροις τριά‐
15κοντα. (Γ.) Ἐλέγετο μέντοι πρὸς τῶν πολλῶν, ὡς εἰ μὴ προϋ‐ πάρχειν συνέβαινε τὰς πρὸς ἕω κρηπῖδας καὶ τὰ ἐρείσματα, ὁπόσα πρὸς Ἀνδρονίκου τοῦ βασιλέως πάλαι ἀνῳκοδόμηνται πάνυ τοι φιλοτίμως, κἂν πολλαπλάσιον ἐγεγόνει τὸ πτῶμα καὶ τῶν γε ἀνιάτων ἓν ἦν. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον· καὶ τὸ
20θέρος ἐν τούτοις ἐτελεύτα. (Δ.) Κακῶν δ’ ἀνακωχή τις οὔτ’ ἦν, οὔτ’ ἠλπίζετο· ἀλλ’ ἐφ’ ἑτέροις ἕτερα διηνεκῶς ἐπέῤῥει, καὶ ἐπὶ τὸ χεῖρον ηὖξε καὶ προὔβαινε. ἥ τε γὰρ γῆ παντάπασιν
εἰπεῖν ἄσπορός τε καὶ ἀγεώργητος ἐλείπετο· τῶν τ’ ἐπιτηδείων

2

.

752

μακρά τις ἐπεπόλαζε σπάνις διὰ τὰς τῶν ἄλλοτ’ ἄλλων πολε‐ μίων ἐφόδους· καὶ ἅμα χρημάτων πόρος ἦν οὐδεὶς οὐδαμόθεν, οὔτε τοῖς πένησιν ἐννοῆσαι δι’ ἐργασίας ἡστινοσοῦν, οὔτε τοῖς ἄρχουσιν, ὅθεν ἔρανόν τινα δασμολογοῦντες ἀργυρολογήσουσι.
5καὶ ἦν ἰδεῖν κενουμένας τὰς πόλεις, καὶ τοὺς μὲν ἐς ἀλλοδαπὴν μετοικοῦντας, τοὺς δ’ ἐν ἀπογνώσει μένοντας. (Ε.) Καὶ Λακε‐ δαιμόνιοι μὲν πάλαι χρυσοφορεῖν τὰς γυναῖκας ἔπαυσαν, καὶ ἅμα οἱ τὸ τῆς πάλαι Ῥώμης διοικοῦντες ἀξίωμα, ψηφίσμασί τε καὶ δόγμασι δημοσίοις καὶ ἀσαλεύτοις ἑκάτεροι· οἱ μὲν διὰ τὸ ἐν
10Λεύκτροις ὑπὸ Θηβαίων σφίσι γενόμενον πάθος, ὁπότε δὴ μι‐ κροῦ τὴν πᾶσαν ἔκειρεν ὁπλιτικὴν ἀκμὴν τῆς Σπάρτης Ἐπαμει‐ νώνδας ἐκεῖνος, Βοιωταρχῶν τηνικαῦτα· οἱ δὲ δι’ Ἀννίβαν τὸν Καρχηδόνιον, ὁπότε περί τε Κανύσιον πεδίον καὶ Ἀφείδιον πο‐ ταμὸν τοῖς κατὰ Ῥωμαίων μακροῖς ἐκείνοις τροπαίοις τελευταῖον
15τοῦτ’ ἐπιθεὶς καὶ συγκλείσας τὴν μυριάριθμον ἐκείνην Ῥωμαίων κατηγωνίσατο στρατιάν· ὡς τοῖς πλουσίοις ἐκείνοις αἵμασι βαφῆ‐ ναί τε ποταμοῦ τὸ ῥόθιον καὶ, ἄνευ ὕδατος, αἱμάτων ἔχειν ἄνω‐ θεν εἶναι δοκεῖν τὰς πηγάς. (ϛʹ.) Νῦν δ’ ὥσπερ ἐξ ἑνός τινος αὐ‐ τομάτου κηρύγματος, διαδραμόντος ἁπάσας πόλεις Ῥωμαίων,
20μήτε μηδένα ἀνδρῶν μήτε γυναικῶν μηδεμίαν λαμπροφορεῖν, ἀλλ’ ὁμόσε πάντας ἑλέσθαι μελαίναις ἐσθῆσι ξυνεπεπτώκει κε‐ χρῆσθαι, οὓς μὲν λύπης ἕνεκα προϋπαρξάσης ἅπαξ, οὓς δὲ διὰ τὰς κοινὰς καὶ δημοσίους κῆράς τε καὶ συμφορὰς τῶν ὁμοφύλων·
ὡς μὴ πόλει καὶ πολιτείᾳ τὰ Ῥωμαίων ἐοικέναι πράγματα, ἀλλ’

2

.

753

ἀμαυρά τινα καμνόντων εἴδωλα εἶναι, καὶ πόῤῥωθεν μονονοὺ προαναφωνοῦντα ἀλλήλοις τὴν ἔνδον τῆς ψυχῆς φλεγμονὴν, ὅσην ἑκάστῳ δαψιλῶς χορηγεῖν οὐ λήγει τὸ κακόδαιμον νῦν τῆς Ῥω‐ μαίων τύχης· παραπλησίως τῶν ἰατρῶν ἐκείνοις, ἐπάγοντος τοῦ
5θεοῦ τοῖς κοινοῖς τε καὶ ἰδιάζουσι Ῥωμαίων πράγμασι τὴν ἰα‐ τρεύουσαν δίκην, οἳ μὴ τῇ ὀξυτάτῃ καὶ ἀνυσιμωτάτῃ κέχρηνται καυτηρίᾳ, ὅτι μὴ τῇ μαλακωτέρᾳ τε καὶ διὰ μακροῦ ποιουμένῃ τοῦ χρόνου τὴν ἴασιν· ὃ πολλῷ δὴ τοῦ προτέρου δοκεῖ πως ἀνια‐ ρότερον, οὐ συνιεῖσι τοῖς πλείστοις τοὺς θείους καὶ οἰκονομικοὺς
10τῆς προνοίας τρόπους, ὁπότε καιρὸν ἐθέλοι διδόναι μετανοίας τοῖς τὰ μέγιστα ἁμαρτάνουσιν. ἀνθρώποις μὲν γὰρ πολλῷ ῥᾷον τὰς οἰκείας ἐστὶν οἰκοδομίας καθαιρεῖν, ἢ κτίζειν· θεῷ δὲ, φι‐ λανθρώπῳ γε ὄντι, ταχίστην μὲν τὴν οἰκοδομὴν καὶ σύστασιν, καὶ θᾶττον ἢ λόγος, τῶν γινομένων ποιεῖσθαι· τὴν δέ γε καθαί‐
15ρεσιν διὰ μακροῦ τε τοῦ χρόνου καὶ βραδυτέραν ὡς τὰ πολλὰ, καὶ μάλα μόλις· μονονουχὶ δεικνύντι περιφανῶς, ἑκάτερον εἶναι, τὸ μὲν αὐτῷ κατὰ βούλησιν, τὸ δὲ κατ’ ἀμφότερα· τό,τ’ ἀβού‐ λητον *** καὶ ὃ πρὸς διόρθωσιν ἔχει κράτιστον σύμβουλον ἅμα καὶ σύμμαχον τὸν τοῦ χρόνου δίαυλον.
20 γʹ. Ταῦτ’ ἐννοῶν καὶ αὐτὸς οὔτε νωθρότητα περὶ τὰ πολέ‐ μια καὶ ἀφέλειαν περὶ τὴν ἐνεστῶσαν περίστασιν ἔχω καταγι‐ νώσκειν τοῦ βασιλέως Καντακουζηνοῦ, οὔτε ζηλοτυπίαν καὶ κότον ἀπέραντον Ἄννης αἰτιᾶσθαι, καὶ ἀκατάλλακτον ἔχθραν· ἀλλὰ
μυστικωτέρους τινὰς τῆς προνοίας τρόπους· ἣ τὰ πάντα καλῶς

2

.

754

διοικοῦσα τὰς ἐν ἄλλοις ἡμαρτημένας αἰτίας καιροῖς ἐν ἑτέροις λαμπρῶς ἀποδίδωσι, γεωργίας μιμουμένη λόγους· ἣ καὶ αὐτὴ τὴν τῶν σπερμάτων καταβολὴν ἐν ἄλλοις τῇ γῇ ποιουμένη και‐ ροῖς ἐν ἑτέροις τρυγᾷ τοὺς καρπούς. (Β.) Διὰ δὴ ταῦτα καὶ
5μνησθῆναι μιᾶς τινος ἀνεπιφθόνως τῶν ἐπιστολῶν Καντακουζη‐ νοῦ, γενομένοις ἡμῖν ἐνταυθοῖ τῆς διηγήσεως, πρὸς βουλήσεως γίνεται· αἳ διὰ τοῦτο σεσίγηνταί μοι μέχρι νῦν, καὶ ταῦτα πολ‐ λαί τινες οὖσαι καὶ συνεχεῖς αἱ πεμπόμεναι πρὸς αὐτοῦ Βυζαν‐ τίοις, ὅτι πολλήν τινα τὴν ὑπόπτωσιν εἶχον καὶ σμικροπρεπῆ
10τινα τὴν παράκλησιν· ἐξὸν διαγρηγορήσαντι στρατηγικώτερον τρόπον κραταιοτέραν ποιήσασθαι καὶ σπουδαιοτέραν τὴν τοῦ ἀγῶνος κρίσιν, καὶ μὴ μάτην οὕτω τρίβειν τὸν χρόνον, καὶ φθεί‐ ρειν μὲν ἑαυτὸν, φθείρειν δὲ τὰ Ῥωμαίων οὐ δέον πράγματα, ὡς καὶ ἐς γόνυ πεσόντα ἤδη μηκέτ’ ἐλπίζειν ῥᾳδίως ἐπὶ τῶν εἰθισμένων
15κρηπίδων ἑστήξειν· ἔχειν γὰρ αὐτὸν, εἴπερ ἐβούλετο, πρὸς ἀρ‐ χαιότερα τὴν μίμησιν ἀναφέρειν τῶν ἔργων, Ἀλεξίου τοῦ Κομνη‐ νοῦ δηλαδὴ καὶ τῶν πρὸ αὐτοῦ (ὧν ἡ ὀξύτης εὐχερῶς Βυζαν‐ τίοις ἀφείλετο, προσηκόντως φυλάττεσθαι τὴν τῶν πολεμίων ἐπί‐ νοιαν καὶ τὸ τῆς ἐφόδου τάχος) καὶ μυρία ἐν ἄλλοις ἄλλα τῶν
20τε ὁμοφύλων καὶ ἀλλοφύλων, παραπλησίαις καὶ μείζοσιν ἐντετυ‐ χηκότων ἄλλοτ’ ἄλλως ἄλλων περιστάσεσι βιαίων καὶ δυσανταγω‐ νιστικωτέρων μάλα πραγμάτων. (Γ.) Ὅμως ἐπεὶ τοῖς τῆς προ‐ νοίας ἀποῤῥήτοις πελάγεσι τὸ τῶν τοιούτων λόγων ἐπαφήκαμεν
σκάφος, φέρε τὴν ὑπόσχεσιν ἀποδῶμεν, μιᾶς τινος τῶν Καντα‐

2

.

755

κουζηνοῦ μακρῶν ἐς Βυζαντίους ἐπιστολῶν ποιησάμενοι μνήμην, τοῦ τε μήκους ὑφαιρούμενοι τὰ πλεῖστα, τοῦ ἐπαχθοῦς εἵνεκα, καὶ ἅμα τὸ ἀκαλλὲς τῶν λέξεων πὴ μὲν μικρὸν ὑπερείδοντές τε καὶ ἀνεγείροντες, τοῦ εὐπρεποῦς εἵνεκα τῶν ἀκούσειν μελλόντων, πὴ
5δ’ ἐῶντες, διὰ τὴν τῆς ἀληθείας ἐναργεστέραν τῶν λεγομένων δήλωσιν. (Δ.) „Οἶσθα“, φησὶν, „ἁγιώτατε δέσποτα πατριάρχα, τὴν φιλίαν, ὁπόσην ἐνεδειξάμην πρὸς σὲ καὶ τὴν σὴν τιμὴν, καὶ ὁπόσοι σοι κατὰ γένος προσῆκον· ὅσην τε σπουδὴν εἰσήνεγκα, πρὸς τὴν πατριαρχικὴν ἀναχθῆναί σε περιωπὴν, μήτε μηδεμιᾶς
10γενομένης μνήμης οὐδενὶ τῶν ἐπισκόπων καὶ πρεσβυτέρων ἐν ταῖς πατριαρχικαῖς ψηφηφορίαις περὶ σοῦ, μήτ’ αὖ ἡμῶν εἰσαγα‐ γόντων τὴν μνήμην ὀψὲ τὴν σὴν, ἀναμφίλεκτον εὑρηκότων τὴν εἰσαγωγὴν, ἀφανείᾳ τετιμημένην τέως μακρᾷ καὶ βαθείᾳ. ὅμως οἶσθα, ὁπόσους τηνικαῦτα διηντλήκαμεν ὑπὲρ τῆς σῆς τοὺς πόνους
15τιμῆς, πάντων ἀνθισταμένων μικροῦ, καὶ τυραννικὴν καλούν‐ των ἐκείνην ἡμῶν τὴν σπουδήν. οἶσθα δ’ αὖ καὶ μετὰ τὸ γενέ‐ σθαι, πόσαις ἐνέτυχες περιστάσεσι πρὸς τοῦ Ἀποκαύκου, τὰς βα‐ σιλικὰς ὑπορύττοντος ἀκοὰς, καὶ συχνὰ τῶν θρόνων σε πείθον‐ τος καθελεῖν. ὧν ἁπάντων καθαιρέτης ὑπῆρχον αὐτὸς, μηχανή‐
20μασιν ἀνθιστὰς μηχανήματα καὶ ἑλεπόλεσιν ἑλεπόλεις, καὶ πύρ‐ γος σοι γινόμενος κράτιστος καὶ θεμέλιος ἄσειστος. Δέον οὖν καὶ σὲ τοῖς ὁμοίοις ἡμᾶς ἀμείβεσθαι, σὺ δὲ καὶ προσεπιδαψι‐ λεύσω τὰ χείριστα καθ’ ἡμῶν. δεηθῆναί σε χρεὼν τοίνυν τοῦ
θεοῦ, μὴ παραπλησίου τυχεῖν ἐκείνου κριτοῦ. καὶ εἰ μὲν εἰς πεῖ‐

2

.

756

ραν ἰὼν πρότερον συνεβούλευες μὲν ἐμοὶ τὰ δοκοῦντα χρηστὰ, εὕρισκες δ’ οὖν δυσανασχετοῦντα καὶ μὴ πειθόμενον, ἄν τινα πρόφασιν ἡ σὴ καθ’ ἡμῶν τῆς κακίας ταύτης συσκευή. νῦν δ’ οὐδένα σοι λόγον εὐπροφάσιστον οἶμαι λελεῖφθαι, πρὸς ἀπολο‐
5γίαν τῶν οὕτω δρωμένων ἰόντι. ἅπαξ γὰρ ἀπειρηκότι παντάπασι τὴν πρὸς ἐμὲ τοῦ λοιποῦ συμφωνίαν, ἐξ οὐδεμιᾶς προφάσεως, οὐδένα περὶ τῶν ἀποβαινόντων ἐντεῦθεν τοῖς Ῥωμαίων πράγμασι δυσχερῶν ποιεῖσθαι λόγον πεφρόντικας. Εἰ οὖν ὀψὲ γοῦν, μετὰ τὴν πεῖραν τῆς ἀποβάσεως καὶ τῶν ἐν ὄψει διηνεκεῖ κακῶν, εἰς
10τὸ τῆς εἰρήνης ἀποβλέψαις καλὸν, σώζεις μὲν τὸ κατάλειμμα τῶν Ῥωμαίων, σώζεις δὲ σαυτὸν, καὶ βασιλέα τὸν νέον, μετὰ τῆς μη‐ τρὸς καὶ βασιλίδος Ἄννης. εἰ δὲ τοῖς ὁμοίοις ἔτι θέλεις ἐμμένειν, ἡμεῖς μὲν οὐκ ἐθελονταὶ βουληθείημεν ἄν ποτε γενέσθαι τῆς οἰ‐ κείας τύχης καὶ ζωῆς προδόται· σοὶ δ’ ἔσται μετάμελος ἀνόνη‐
15τος, αἰσχυνομένῳ καὶ κινδυνεύοντι περὶ τὰ μέγιστα, σύν γε δὴ τοῖς ταὐτά σοι συμβουλευομένοις. Ὄμνυμι δέ σοι τὴν ἁγίαν καὶ ζωαρχικὴν τριάδα, τὸν ἕνα θεὸν, ὡς οὔτε ζῶντος τοῦ μακαρίτου βασιλέως, οὔτε θανόντος, μεμελέτηκα οὔτε βεβούλευμαι δρᾷν τῶν ἁπάντων οὐδὲν, ὃ μὴ κατὰ γνώμην ἦν ἐκείνῳ, τῶν βασι‐
20λείων ἕνεκα πραγμάτων δηλαδὴ, οὔτε μὴν κατὰ τῆς ἐκείνου συ‐ ζύγου, οὔτ’ αὖ κατὰ τοῦ νέου βασιλέως κἀκείνων υἱέως· οὔθ’ ἣν ἀπεδίδουν μετὰ τὸν τοῦ βασιλέως θάνατον βασιλικὴν ἔμοιγε
τιμὴν, ἐν ταῖς ὑπαντήσεσι τῶν οἰκείων ἀποβάντες ἵππων, τῆς

2

.

757

ἐμῆς ἐτύγχανε γνώμης, ἀλλά τις ἰδιότροπος ἐκείνων ὁρμή. ἐγὼ δὲ πάντ’ ἔδρων ἀεὶ μετὰ τῆς οἴκοθεν δαπάνης, ὅσα συντήρησιν εἶχε τῆς τούτων ζωῆς, καὶ ἀσφαλείας σφίσιν ὑπῆρχεν ἀκρόπολις. Οὐ τοίνυν σιωπήσειν εἰς τέλος τὴν θείαν οἴομαι δίκην, τοσαύτης μὲν
5ῥαγείσης κατ’ ἐμοῦ καὶ τῶν σὺν ἐμοὶ τῆς ἀδικίας ἐξ ὑμῶν, το‐ σούτων δὲ χεθέντων αἱμάτων, τοσούτων δὲ γενομένων καὶ γινομέ‐ νων διὰ τὴν ὑμετέραν κακίαν ἐφόδων βαρβαρικῶν, τοσούτων δ’ αἰχμαλώτων νύκτωρ καὶ μεθ’ ἡμέραν ἀπαγομένων· ἀλλὰ ταχεῖαν καὶ ἀποχρῶσαν καὶ καθ’ ὑμῶν ἐποίσειν τὴν ἐκδίκησιν, ὥσπερ
10δῆτα καὶ κατὰ τῶν ἄλλων, οὓς ἔργον ξίφους, ἐμοῦ σιωπῶντος, ἐπεπράχει τὸ θεῖον πρὸ ὀφθαλμῶν ὑμῶν, ἵν’ ὑμεῖς τοῖς τῶν ἄλ‐ λων κακοῖς παιδευθείητε. εἰ μέντοι τοσαύτην ἐθρέψατε δι’ ἐμὲ τὴν θηριωδίαν ἐν τῇ ψυχῇ κατὰ πάντων ἁπλῶς Χριστιανῶν, καὶ σιδήρου μὲν παντὸς σκληροτέραν ἐκτήσασθε τὴν καρδίαν, φειδὼ
15δὲ πᾶσα καὶ οἶκτος ἅπας καθάπαξ ἐῤῥύη τῶν σπλάγχνων, μάρ‐ τυς ἔστω πρῶτον μὲν ὁ τὰ πάντα βλέπων ἀκοίμητος ὀφθαλμὸς τοῦ θεοῦ· δεύτερον δ’, ἡ τὰ πάντα βόσκουσα τἀν γῇ λαμπὰς ἡλίου, ὡς τό γ’ ἐμὸν παντάπασι μέρος ἀπολελόγημαι, καὶ πλειό‐ νων οὐ δέομαι λόγων. Ἅπτομαι δ’ οὖν καὶ τῶν σῶν γονάτων
20ἁπάσῃ προθέσει ψυχῆς, καὶ πρὸς τὸν ἁπάντων ὁρκίζω σε ποιη‐ τὴν, μὴ κατοκνήσαντι γένοιτό σοι τὴν ἡμετέραν ταύτην γραφὴν λήθης ἐκδοῦναι ῥοθίοις καὶ ἀφανείας πυθμέσι καλύψαι. ἀλλὰ κοινῶσαι φίλοις καὶ συγγενέσι, κοινῶσαι συνετοῖς ἀνδράσιν· ἵνα
δυοῖν θάτερον, ἢ τὰ συνοίσοντα συμβουλεύσασι πείθεσθαι ἔχῃς,

2

.

758

ἢ μάρτυρες γοῦν τῶν γινομένων τε καὶ ἀποβαινόντων εἶεν αὐτοί.“ (Ε.) Ἐκεῖνος μὲν οὖν ἐρυθροῖς τε καὶ οἰκειοχείροις εἰς μῆκος ἐκ‐ τείνας γράμμασι τὴν ἐπιστολὴν, καὶ πολλῇ τῇ περὶ τὴν δέησιν σμικροπρεπείᾳ τοῦ ἤθους χρησάμενος, ἵνα τῷ ἄκρῳ τοῦ μέσου
5τύχῃ, τὸν λόγον ἐνταῦθά που κατέπαυσεν. ἡμεῖς δὲ, τἀναγ‐ καιότερα τῆς προθέσεως ἐκεῖθεν ἐρανισάμενοι, τὴν προσήκουσαν ἐξεθέμεθα δήλωσιν ἐνταυθοῖ. δʹ. Τῷ γε μὴν πατριάρχῃ ταῦτα ἀκηκοότι, οὐχ οἵαν κατὰ τῶν πρὶν πεμπομένων, τοιαύτην κἀνταῦθα τὴν ὀφρὺν ἐπεδείξατο·
10ἀλλ’ ἐς τὸ σωφρονέστερον τὴν διάθεσιν τῆς ψυχῆς ὑπὸ τῶν τοῦ χρόνου κυμάτων πεπεισμένος τρέπειν τοιάδε τινὰ ἀπεφθέγξατο. (Β.) „Ἀμφοτέροις (φησὶν) εἰκότως ἄν τις ἐπιτιμήσειε, Καντακου‐ ζηνῷ τε κἀμοὶ, ἀνθρωπίνως διατεθεῖσι πρὸς τὴν παροῦσαν σπου‐ δὴν, καὶ μηδὲν ὑψηλότερον ἐννοεῖν βουληθεῖσιν, ὡς εἰ μὴ κἂν
15τὰ τῆς ἄνωθεν συνεπιλαμβάνοι προνοίας, μάταιος πᾶσα καθάπαξ εἰπεῖν τῶν ἀνθρώπων σπουδή. ὅθεν ὀψὲ, μετὰ μακρὰν καὶ δρι‐ μυτέραν τὴν πεῖραν, τὸ δέον μανθάνειν ἀρχόμεθα, ὅτε δυσχερὴς ἡ τῶν σφαλμάτων ἐστὶ διόρθωσις. ὁ μὲν γὰρ εἰς τὸν βασιλέα Μι‐ χαὴλ τὸν Παλαιολόγον τὴν μνήμην ἀνενεγκὼν ἐμέμψατο τὴν εἰς
20τὸν τοῦ τελευτήσαντος βασιλέως υἱὸν ἀδικίαν καὶ τὴν τοῦ βα‐ σιλείου κράτους τυραννικὴν ἀντίληψιν· καὶ βέλτιον ἢ κατ’ ἐκεῖ‐ νον εἰς τὴν τοιαύτην καὶ αὐτὸς ἐληλυθέναι βεβουλημένος ἐγχείρη‐ σιν, αὐτὸς μὲν ὑπούλως καὶ μετά τινων ἀπατηλῶν καὶ σεσο‐
φισμένων προφάσεων, τὸ βασίλειον περιζώσασθαι κράτος βεβού‐

2

.

759

λευται· τὸν δὲ τοῦ τετελευτηκότος υἱὸν βασιλέως εἰληφέναι γαμ‐ βρὸν ἐπὶ θυγατρὶ πρὸς διαδοχὴν τῆς βασιλείας· πρᾶγμα δι‐ καιότερον ἴσως καὶ ἥμερον, καὶ πάσης μέμψεως ὑπερόριον ἔχον τὸν πόδα. οὗ κατὰ βούλησιν θείαν οὐκ ὄντος, ὡς ἔοικε, συνε‐
5πεπτώκει κἀμὲ πρὸς ἐπισφαλεῖς διανοίας τὸν νοῦν ἀγαγεῖν, καὶ πολέμιον ἰσχυρὸν τοῖς ἐκείνου τοιούτοις βουλεύμασι καταστῆναι, ἀναμνησθέντα τῆς τοῦ τηνικαῦτα πατριαρχεύοντος Ἀρσενίου νω‐ θρότητος· δι’ ἣν, ὡς ἡμῖν γε νενόμισται, ἐπιορκίαι ποικίλαι τε καὶ φρικώδεις προὔβησαν, καὶ τὰ τῆς τότ’ ἀδικίας ἐπὶ τὸ μέγι‐
10στον προκεχωρήκει· ὡς ἐκεῖθεν τῆς τοῦ θεοῦ σφοδρῶς ἐκκαυθεί‐ σης ὀργῆς, τὰ μέγιστα κατὰ Ῥωμαίων βλαστῆσαι κακὰ, καὶ μα‐ κροὺς κακοδαιμονίας ἐγερθῆναι κατὰ τῶν κοινῶν πραγμάτων καὶ βιαίους κλύδωνας ἄχρι καὶ ἐς τὴν τήμερον. ᾤμην γὰρ, ὡς εἰ ζῶσαν ἔχων ἐκεῖνος τότε ψυχὴν ἀνθίστατο τοῖς ἐκείνου περὶ τῆς
15βασιλείας βουλεύμασί τε καὶ πράγμασιν, ἥκιστ’ ἂν δήπου το‐ σαῦτα κατὰ Ῥωμαίων ἐκέχυτο τὰ δεινά. ὅθεν τὴν τότε προσήκου‐ σαν μὲν θεραπείαν, ἥκιστα δὲ γενομένην, ἐν τοῖς νῦν καιροῖς καὶ πράγμασιν ἐπιδείκνυσθαι θέλων αὐτὸς, καὶ πολύν τινα τὸν τῦφον καὶ τὴν ὀφρὺν ἐπισυρομένους θρέψας λογισμοὺς, ἁπάσῃ
20προθέσει ψυχῆς εἰς τὸν κατὰ τοῦ Καντακουζηνοῦ διανέστην πό‐ λεμον, λαμπρᾶς τινος δῆθεν προφάσεως ἔχων ἐφόδια πρὸς διέγερ‐ σιν, τά τε ἄλλα καὶ ὅπως ἐκ τοῦ παραχρῆμα πρὸς ὑπεροψίαν ἤθους ἑαυτὸν μετεσκεύασε, καὶ ἅμα κἀν ταῖς τῶν οἰκείων ἐπιστο‐
λῶν ἐπισημασίαις τὸ σύνηθες δοῦλον ἀπείπατο, ἀφαιρούμενος

2

.

760

ἄντικρυς Ἄννης τῆς βασιλίδος καὶ τοῦ ταύτης υἱοῦ τὴν ἡγεμο‐ νικὴν ἐξουσίαν. διὸ καὶ πεπράχαμεν ἄμφω πλέον οὐδὲν, ἢ πᾶσαν ἐκτρῖψαι Ῥωμαίων ἄρδην ἰσχὺν, καὶ μέχρι θεμελίων αὐτῶν κα‐ θελεῖν, εἴ τί που χρηστῶν ἐλπίδων τοῖς πράγμασι λέλειπται ζώ‐
5πυρον. τοῖς γὰρ ἀνθρωπίναις ἀναρτῶσι τὸ πᾶν ἐπινοίαις ἐξ ἀβου‐ λίας ἐς τοιαύτας κατενηνέχθαι κῆρας οὐδὲν ἀπεικὸς ὅτι μὴ καὶ τῷ θείῳ μάλα προσῆκον σκοπῷ, χαλινὸν μὲν ἐπιτιθέντι σαφῆ τῇ τῶν ἀνθρωπίνων λογισμῶν αὐθαδείᾳ, διδασκαλίαν δ’ ἐναργῆ διὰ τῆς τῶν πραγμάτων πείρας περιφανῶς τοῖς ἐφεξῆς αἰῶσι πα‐
10ραπέμποντι· ὡς ἡμῖν τὰ τῆς παροιμίας ἄντικρυς συμβαίνειν ἐκεί‐ νης, ἡ κάμηλος (λεγούσης) ἐπιθυμιάσασα κεράτων καὶ τὰ ὦτα προσαπώλεσεν. ἐπιθυμιάσαντες γὰρ καὶ αὐτοὶ δόξης καὶ τύχης μείζονος, καὶ καιρὸν ἔχειν ἑκάτεροι δόξαντες ἐκτεῖναι τοὺς τῶν Ῥωμαίων ὅρους, καὶ τῶν ὄντων ἐξέστημεν· κἀκ πλουσίων πένη‐
15τες, κἀξ ἐνδόξων ἄδοξοι γεγενήμεθα. ἃ τοίνυν ἐχρῆν ἡμῖν καὶ διανοεῖσθαι καὶ δρᾷν ὑπὲρ τοῦ κοινῇ συμφέροντος, πρὶν ἢ πα‐ θεῖν, ὀψὲ γοῦν, μετὰ τὸ παθεῖν, ἄξιον καὶ διανοεῖσθαι καὶ δρᾷν· ἵνα μὴ καὶ τῶν ἁλιέων ἐκείνων ὦμεν χείρους, οἷς μετὰ τὸ πλη‐ γῆναι τὴν τῶν καθηκόντων προσγίνεσθαι ἔπεισιν αἴσθησιν.“
20(Γ.) Ταῦτα διανοηθεὶς καὶ φθεγξάμενος ὁ πατριάρχης λόγοις πιθανωτέροις ὑπῄει καὶ ἐπεχείρει πείθειν συνθέσθαι καὶ τὴν βα‐ σιλίδα Ἄνναν. εἶναι γὰρ ἔφασκε βέλτιον, ἑκόντας Καντακουζηνῷ
σπεισαμένους, τὴν κρείττω μοῖραν καρποῦσθαι, πρὶν ἀφαιρε‐

2

.

761

θέντας ἅπαντα οὐχ ἑκόντας μηδὲ τῆς ἐλαχίστης ἀδακρυτὶ κλη‐ ρούχους εἶναι δύνασθαι. πρὸς ταῦτα δυσχεράνασα λίαν ἡ βασι‐ λὶς ἐπίβουλον ἐκάλει τὸν σύμβουλον, καὶ ὅλαις παλάμαις πόῤῥω που τῶν ὀφθαλμῶν ἐώθει τὸν ἄνθρωπον. αὕτη σκανδάλων ἀρχὴ
5καὶ κατάστασις πρώτη κατὰ τοῦ πατριάρχου τῇ βασιλίδι καθί‐ σταται. (Δ.) Ἀφ’ οὗ γὰρ τὸ τῆς ζηλοτυπίας αὐτὴν κατέσχε πά‐ θος, ὃ κατὰ τοῦ βασιλέως Καντακουζηνοῦ καὶ τῆς βασιλίδος Εἰρήνης εἰς τὸ δαψιλέστερον ἔθρεψεν, οὐδ’ ἄκροις ὠσὶν οὐδαμῆ ποτ’ ἠνείχετο λόγον ἀκούειν ὑπὲρ ἐκείνων συμβατικόν. ἀλλ’ ἦν
10αὐτῇ διάπυρος ἔρως καὶ ξένον ἐντρύφημα, λοιδορίας ἁπάσας καὶ βλασφημίας ἀσέμνους κατ’ ἐκείνων καὶ λέγειν ἀεὶ, καὶ λεγόντων ἄλλων ἀκούειν. τοῦτο περιφανῆ καὶ κατάδηλον πέπραχε πᾶσιν ἐν βραχεῖ τῆς ὅλης κακίας τὴν ῥίζαν, ὅθεν καὶ ἡ τῆς ἐμφυλίου μά‐ χης ἐβλάστησε πρόφασις, καὶ ὅπως εἰς τέλος παρέμεινε δαπανῶσα
15καὶ φθείρουσα τὰ Ῥωμαίων πράγματα. ἦν δ’ ἡ τῆς βασιλίδος Ἄννης ζηλότυπος καὶ χαιρέκακος γνώμη, καθάπερ ἡμῖν ἐν τοῖς ἀνωτέρω πολλάκις εἴρηται λόγοις· ἧς τὴν Ῥωμαίων ἠλλάξατο προδήλως εὐδαιμονίαν αὕτη, καὶ δι’ ἣν τῶν ὅλων προδότις πραγμάτων ἐγένετο. (Ε.) Οὐ τοσοῦτον δ’ οἶμαι νεμεσῴη ἄν τις
20αὐτῇ, μὴ δυνηθείσῃ διαβλέψαι καὶ διακρῖναι τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος, γυναικί τε οὔσῃ καὶ ἀλλοφύλου τροφῆς καὶ διαί‐ της ἡλικιώτιδι, καὶ ἅμα μὴ δυναμένῃ παντάπασιν ἀνανῆψαι τοῦ τῆς ζηλοτυπίας πάθους, ὅσον αὐτῷ τε πατριάρχῃ καὶ συγκλήτῳ
πάσῃ καὶ γερουσίᾳ τοσαύτῃ, τῇ παραλόγῳ ταύτῃ καθάπερ ἀν‐

2

.

762

δράποδα πειθομένοις ἐξουσίᾳ, κύβον τ’ ἀναῤῥῖψαι τοσοῦτον καὶ πρὸς ἕνα λαθόντας ἐθελοντὰς ῥιφῆναι κίνδυνον, καὶ κοινὸν ἀλλήλοις γενέσθαι δυστύχημα καὶ ναυάγιον. ἀλλὰ ταῦτα μὲν ἐν τούτοις ἦν· καὶ ἡ τῶν τῆς βασιλίδος Ἄννης κατὰ τοῦ πατριάρ‐
5χου σκανδάλων πρόφασις ἐκ τοιούτων σπινθήρων ἀναῤῥιπίζεσθαι πρὸς αἰθερίας φλόγας ἔσχε τὴν ἀρχήν. εʹ. Ὁ δὲ Καντακουζηνὸς, ἀπογνοὺς τὴν ἐντεῦθεν εἰρήνην, ἑτέρας ἐπεχείρησε τέμνειν αὔλακας ἐννοιῶν τε καὶ πράξεων. καὶ πρῶτον μὲν σπεύσας εἷλε Σηλυβρίαν καθ’ ὁμολογίαν, ἐν ᾗ καὶ
10πύργον εἰς ἀκροπόλεως ἀσφάλειαν ᾠκοδομήσατο πάνυ τοι ὀχυρόν. ἔπειτ’ ἀπιὼν εἰς Ὀρεστιάδα καὶ συνηθροικὼς τούς τε κατὰ Θρᾴ‐ κην ἐπισκόπους, καὶ ὅσοι φυγάδες ἐκ Βυζαντίου γενόμενοι συμ‐ παρῆσαν αὐτῷ, βασιλικὴν περιτίθησι τῇ κεφαλῇ ταινίαν, κατὰ τὸ πάλαι κεκρατηκὸς τοῖς βασιλεῦσιν ἔθος, τῇ τοιαύτῃ πανη‐
15γύρει διακονησαμένου τοῦ τῶν Ἱεροσολύμων πατριάρχου. ἔτυχε γὰρ καὶ αὐτὸς μετὰ τῶν ἐκ Βυζαντίου φυγάδων ἐκεῖ τηνικαῦτα παρών. ἔπειτα κραταιότερον ἐπέθετο Βυζάντιον ἑλεῖν ταῖς κρύφα συσκευαῖς καὶ ἐπιβουλαῖς. (Β.) Διὸ καὶ τὸν τῆς Βιθυνίας σα‐ τράπην Ὑρκανὸν, μεγίσταις δωρεαῖς τε καὶ ὑποσχέσεσι τῆς βασι‐
20λίδος Ἄννης ὁρῶν ὑποκλίνειν σκεπτόμενον, καὶ ἅμα συννοῶν, ὡς τὰ μέγιστα σφῆλαι δύναται πᾶσαν ἣν ἂν οὗτος ἐπιβάληται δρᾷν κατὰ Βυζαντίων ἐγχείρησιν, γείτων τε ὢν ἐγγύτατος καὶ τῇ δυνάμει τοὺς κατ’ αὐτὸν ἤδη Περσικοὺς ὑπεραίρων σατράπας,
τῶν ἀναγκαίων ἐνόμισεν, ἀγαγέσθαι γαμβρὸν ἐπὶ τῇ θυγατρὶ

2

.

763

Μαρίᾳ, πάλαι τοῦτο ζητοῦντα σὺν σφοδρῷ καὶ φλέγοντι τῷ πόθῳ, καὶ πρὸς τοὺς ἐσχάτους ἐλάσαι κινδύνους, εἰ μὴ τῆς ἐρω‐ μένης ἐπιτυχὴς γένοιτο, σφοδρῶς ἀπειλοῦντα. οὐ γὰρ ἦν που τῶν εἰκότων, ὡς ποῤῥωτάτω που διαιτώμενον, πάνυ τοι νέας οὔσης
5καὶ εὐπροσώπου τῆς κόρης καὶ γένους εὐδαίμονος, ἐραστὴν ἐκ μόνης γενέσθαι τῆς ἀκοῆς, ἄνδρα παρηβηκότα καὶ βάρβαρον. κἀπειδὴ τοὺς περὶ ψυχῆς ἑώρα τὸν Καντακουζηνὸν ἀγῶνας τέως σταδιοδρομοῦντα, καιρὸν ἔχειν ᾠήθη, κραταιότερον ἐπιθέσθαι τῇ ζητήσει. διὸ καὶ νῦν μὲν ταῖς τῆς συμμαχίας ὑποσαίνων ἐλ‐
10πίσι, νῦν δὲ ταῖς ἀπειλαῖς περιδεᾶ καθιστῶν (ἦν γὰρ εἰς πλοῦτον ἐληλακὼς βαθὺν καὶ σφόδρα πολυτελῆ, καὶ μεγάλην ἔχων ἀρχὴν ἐν Ἀσίᾳ, καὶ πολλὴν περιβεβλημένος δύναμιν ὅπλων καὶ στρα‐ τῶν Περσικῶν) οὐκ εἰς μακράν γε ἐτετυχήκει τοῦ ποθουμένου, καὶ τὰς τῆς βασιλίδος Ἄννης σπονδὰς εὐθὺς ἀπείπατο. καὶ ἦν
15ἐντεῦθεν φοβερός τις καὶ ἄμαχος Καντακουζηνός. (Γ.) Ἀχθε‐ σθεῖσά γε μὴν ἡ βασιλὶς Ἄννα τῷ γεγονότι καὶ ἀπογνοῦσα τῶν ἐκεῖθεν ἐλπίδων ἐφ’ ἑτέρας ἐτρέπετο· καὶ δῶρα τὴν ταχίστην δα‐ ψιλέστερα πέμψασα τοῖς περὶ Φιλαδελφίαν σατράπαις Κᾶρας καὶ Λυδοὺς συνήθροισε, καὶ Ἴωνας, καὶ ὅσοι τῶν ἱππέων ἦσαν ἐκεῖ‐
20θεν ἐπίλεκτοι Περσῶν. καὶ τὸ ἔαρ ἐν τούτοις ἐτελεύτα. (Δ.) Ἄρτι δὲ τοῦ ἡλίου τὰς θερινὰς ποιουμένου τροπὰς, τὸν Ἑλλήσπον‐ τον ἡ Περσικὴ διαπεραιωσαμένη δύναμις αὕτη, εἰς ἓξ χιλιάδας ἔγγιστά που τὸν ἀριθμὸν ἀναφέρουσα, λείαν Μυσῶν τὰ ἐκεῖ‐
θεν ἄχρι καὶ ἐς Βυζάντιον ἐπιπορευομένη πάντα πεποίηται, μη‐

2

.

764

δὲν διακρίνουσα, ὁποτέρας εἴη τὰ ἐν ποσὶν αὐθεντίας· ἀλλ’ ὁμοῦ πάντα κέρδους ἕνεκα λογιζομένη χρήματα. ἐπεὶ δὲ ξύν γε τῷ πάντ’ ἀριθμὸν ὑπερβαίνοντι πλήθει τῶν αἰχμαλώτων καὶ τῶν λαφύρων ἐκείνων πρὸ τῶν τοῦ Βυζαντίου τειχῶν ἰόντες ηὐλίσαντο, πολ‐
5λῆς τῆς δεξιώσεως καὶ φιλοφροσύνης ἠξίωνται πρὸς τῆς βασιλίδος Ἄννης, μηδαμῆ τῶν πρασσομένων αἰσθάνεσθαι βουλομένης, μηδ’ οἶκτον γοῦν τινα βραχὺν λαμβανούσης ὁπωσοῦν τοῦ μεγά‐ λου πάθους ἐκείνου καὶ τῆς κοινῆς τῶν αἰχμαλώτων κραυγῆς, ἣ μέχρι τῶν αἰθερίων ἁψίδων ἀναφερομένη μικροῦ πᾶσαν ἐξέ‐
10πληττεν ἀκοὴν Βυζαντίων καὶ πάντας ἠνάγκαζεν ὀφθαλμοὺς ἀφιέναι δακρύων πηγάς· καὶ μάλισθ’ ὅτε δίκην ὁρμαθῶν ἁλύσεσι δεδεμένους ἐκ τῶν τραχήλων κομίζοντες τοὺς ἀθλίους οἱ βάρβα‐ ροι παρὰ τὰς τῆς πόλεως πύλας συχναῖς ταῖς μάστιξιν ἔπαιον, ἔπληττον, ἐτίτρωσκον, πολυταλάντου πράσεως ἕνεκα. ἐφ’ οἷς
15ἀμείλικτος ἔμενε τὸ παράπαν αὐτὴ, καὶ ὥσπερ ἐπεντρυφῶσα τοῖς γινομένοις. ἅτε γὰρ οἶμαι ἀλλόφυλος οὖσα, καὶ ἅμα τὴν τῆς γνώμης ἕξιν σκληροτέραν ἐκ φύσεως ἐσχηκυῖα, πᾶσιν ὁμοίως ἤχθετο Ῥωμαίοις καὶ κατὰ πάσης ἄρδην ἐχώρει τύχης. (Ε.) Ἐπεὶ δ’ ἐκείνων ζητούντων τοὺς ἐπὶ τοὺς πολεμίους ἄξοντας, καὶ ἡγε‐
20μόνας ἐσομένους τῆς ὁδοῦ καὶ τῆς μάχης, στρατιώτας Ῥωμαίων πολλή τις ἦν ἀπορία καὶ σπάνις, καὶ οὐδ’ εἰς τὴν τοῦ Βυζαντίου φρουρὰν ἀρκέσειν ᾤοντο τοὺς ἐν ὅπλοις τηνικαῦτα παρόντας,
ἀναστρέψαντες πάντα τε ἐδῄωσαν τὰ τοῦ Βυζαντίου προάστεια

2

.

765

μέχρι Σηλυβρίας, κἀκεῖ σπεισάμενοι τῷ Καντακουζηνῷ καὶ δῶρα πρὸς ἐκείνου λαβόντες, ὁπόσα εἰκὸς, διεπεραιώθησαν οἴκαδε, μήτε μηδὲν ὧν χάριν ἐκλήθησαν καὶ πᾶν τοὐναντίον δράσαντες. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον. (ϛʹ.) Πρό γε μὴν τοῦ
5ἐνιαυτοῦ τούτου, κατ’ αὐτὰς τοῦ Ὠρίωνος τὰς ἐπιτολὰς, ἤρξατο φαίνεσθαι Ξιφίας ἐν οὐρανῷ, περὶ τὴν κεφαλὴν τῆς Ἑλίκης τὰ πρῶτα· ἐκεῖθεν ἐπὶ τὸν ζωδιακὸν ὁσημέραι ποιούμενος τὴν πο‐ ρείαν ἧκε περὶ τὰ τέλη τοῦ λέοντος, ὅπη καὶ τὰς ἡλίου πορείας ἔτυχε τηνικαῦτα γίγνεσθαι, κἀκεῖ διελύθη. καὶ εἶναι Ῥωμαίων
10καὶ τοῦτο τοῖς πράγμασιν ἔδοξεν ἥκιστα πάνυ χρηστὸς οἰωνός. ϛʹ. Τοῖς δ’ ἐκ Γεννούας ὑπὸ Τούζου τοῦ νέου δουκὸς ἐξω‐ σθεῖσιν ἐκείνοις Λατίνοις διὰ τὸ τοῦ τρόπου τυραννικώτερον, ὡς εἰρήκειμεν, ἐπειδὴ πλούτῳ καὶ δόξῃ τῶν πολλῶν διαφέρειν ἐνῆν, ἄδοξόν τι καὶ ἀγεννὲς ἐδόκει, πλανήτην ἐπὶ μακρὸν οὑτωσὶ
15βίον τρίβειν ἀπόλιδάς τε καὶ ἀνεστίους. ὅθεν τριήρεις κατα‐ σκευάσαντες ἐγγύς που τριάκοντα ἐς Χίον τὴν νῆσον ἐξαίφνης κατέπλευσαν, μηδαμῆ τῶν Χίων τὸν τοιοῦτον προεγνωκότων ἐπί‐ πλουν. ἦ γὰρ ἂν ἐς τὸ δαψιλέστερον ἐσκομισάμενοι τἀπιτήδεια δυσάλωτοί πως ἢ μᾶλλον ἀνάλωτοι τὸ παράπαν ὄντες ἐτύγχα‐
20νον. δῆλον δέ· καὶ γὰρ ἕως τὰ προστυχόντα σφίσιν ἐνῆν εἰς ἀπο‐ τροπὴν τοῦ λιμοῦ, θαῤῥαλεώτερον τοῖς πολεμίοις ἀνθίσταντο, καὶ συχνὰ τῶν πυλῶν ἐπεκθέοντες συχνοὺς τῶν Λατίνων ἐτί‐
τρωσκόν τε καὶ ἔκτεινον. (Β.) Τῆς δὲ πολιορκίας ἐκτεινομένης

2

.

766

διὰ γῆς καὶ θαλάττης, καὶ πάσης ἐντεῦθεν ἀποκλεισθείσης ἔξω‐ θεν σιτοπομπίας καὶ πάσης ὅπλων ἐπικουρίας, τά τε χρειώδη πάντα ἐπέλιπε καὶ ὁ λιμὸς ὑφέρπων ἐντὸς ἠνδραποδίζετό τε καὶ ψυχὰς ὁμοῦ τοῖς σώμασιν ἐδαπάνα, μαστίζων τε καὶ περιε‐
5λαύνων ἐς τὸ ἀμήχανον. ὅθεν ἀπογνόντες οἱ Χῖοι παρέδοσαν ἑαυτοὺς ὑποσπόνδους τοῖς πολεμίοις. τοῦ δὴ τοιούτου δυστυχή‐ ματος ἔργον καὶ Φωκαεῖς, οἱ πρὸς τῇ παραλίᾳ τῆς Ἰωνίας οἰ‐ κοῦντες, γεγένηνται, καταπλευσάντων σφίσι τῶν πολεμίων εὐθὺς μετὰ τὴν τῶν Χίων ἅλωσιν. καὶ τὸ θέρος ἐν τούτοις ἐτελεύτα.
10(Γ.) Φθινοπώρου δ’ ἐπιγενομένου βασιλικὰς τριήρεις κατα‐ σκευασάμενος ὁ Φακεωλάτος εἰς ἐκδίκησιν δῆθεν τῶν Χίων ἐξέ‐ πλευσε, τῶν πάνυ μὲν πλουσίων ὑπάρχων, τύχης δ’ οὖν οὐκ ἐν‐ δόξου, ἀλλ’ ὁποίας καὶ πρὶν ὁ Ἀπόκαυκος· δραστήριος δ’ ὅμως, καὶ δεινὸς ὁμιλῆσαι ποικίλοις πράγμασιν. ἐπεὶ τοίνυν παραπλέων
15τὸν τοῦ Αἰγαίου αὐχένα τριήρους μιᾶς ἀναγομένης πολεμίας ἐπιτυχὼν, καὶ ἅμα μεγίστης ὁλκάδος ὁμοεθνοῦς, πρὸ τοῦ Τε‐ νεδίου λιμένος ἐπ’ ἀγκυρῶν σαλευούσης, ὁπλισάμενος διεναυμά‐ χησέ τε καὶ εἷλεν ἄμφω, πολλοὺς μὲν τῶν πολεμίων ἐν τῇ ναυ‐ μαχίᾳ κτείνας, ἔστι δ’ οὓς καὶ αὐτὸς τῶν οἰκείων ἀποβαλών·
20τοῦτ’ αἰσχύνην τε καὶ ζημίαν σφῶν αὐτῶν οἱ ἐν τοῖς Γαλάτου νο‐ μίσαντες ἐπέσχον τὴν ἐκεῖθεν ἐς Βυζάντιον σιτοπομπίαν εὐ‐ θὺς, οὐκ ἄλλοθέν ποθεν οὖσαν τὴν τοιάνδε τοῖς Βυζαντίοις ἐμ‐ πορίαν εἰδότες, ἢ παρὰ σφίσι κεῖσθαι, εὖ τε ἔχειν τοῦ ζῇν καὶ
λιμῷ διακινδυνεύειν τεθνάναι. οὐ μὴν ἀλλ’ ἐπὶ τούτοις καὶ ἕτερα

2

.

767

προσενεγκεῖν ἠπείλουν δεινά. ὧν οὐ φέρειν τὸ βίαιον οἱ Βυζάν‐ τιοι δυνάμενοι τάς τε ναῦς ἐπηγγείλαντο ἀποδοῦναι καὶ πᾶσαν συνεκτῖσαι ζημίαν, ὁπόσα τῶν πραγμάτων ἔν τε τῇ ναυμαχίᾳ καὶ μετὰ τὴν ναυμαχίαν ἐστέρηνται. καὶ ἐπὶ τούτοις αἱ τοιαῦται προὔ‐
5βησαν σπονδαί. (Δ.) Ἦν δ’ ὅμως περιδεὴς ὁ Φακεωλάτος, καὶ φόβοις μάλα συνισχημένος μακροῖς, ἀπειλὰς κατ’ αὐτοῦ διακη‐ ρυττόντων συχνὰ τῶν Λατίνων τὰς παλαμναιοτάτας· ὡς ἀναγ‐ κασθέντα φρουρὰν περὶ αὐτὸν ἔχειν ὁπλιτικὴν, ὁπότε τῆς οἰκίας ἐξιέναι βούλοιτο, καὶ ὁπόσους καὶ ὅποι τοὺς περιπάτους ποιοῖτο.
10καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον· καὶ τὸ φθινόπωρον ἐν τούτοις ἐτελεύτα. ζʹ. Ἠρεμεῖν δ’ οὐκ ἐνῆν οὐδαμῆ τῆς ὀργῆς ἐκείνης τὴν βασι‐ λίδα, οὐδ’ ὀψὲ τοῦ χρόνου μαλάττειν ὁπωστιοῦν καὶ σβεννύειν τὴν φλόγα, ἣν ἡ τοῦ πατριάρχου βουλὴ πρὸς τὴν ἐκείνης ἀνῆψε
15ψυχὴν, παραινοῦντος καὶ πείθειν (ὡς εἴρηται πρὸ βραχέος) ἐπι‐ χειροῦντος, σπείσασθαι Καντακουζηνῷ, καὶ βεβαίαν εἰρήνην συνθέσθαι, πρὶν ἐς ἐσχατιὰς ὀλέθρου τὰ Ῥωμαίων ἐληλυθέναι πράγματα, ἐκείνου μὲν ἐπιεικῶς αὐξομένου, ἡμῶν δ’ ὑποῤῥεόν‐ των ἡσυχῆ καὶ μαραινομένων ἀεὶ, καὶ ἐς τὸ μὴ εἶναι κινδυνευόν‐
20των ἄρδην χωρεῖν. ταύτῃ τοι καὶ μελέτας ἤθροιζεν ἐν τῇ ψυχῇ συχνὰς ἐπὶ συχνὰς, καὶ ἄλλας δήπουθεν ἐπ’ ἄλλας, περὶ τοῦ πῶς καὶ τίνι τρόπῳ ῥᾷστα καθελεῖ τοῦ θρόνου τὸν πατριάρχην·
καὶ ἦν οὐδεμίαν τῶν ἄλλων εὑρεῖν ἀνυσιμωτέραν, ἢ τοὺς περὶ

2

.

768

τὸν Παλαμᾶν οἰκειώσασθαί τε καὶ σφᾶς κατ’ ἐκείνου λαμπρῶς ἐς τὸ κραταιότερον ἀνθοπλίσαι, πολλὴν ἐκ πολλοῦ κατ’ ἐκείνου τρέφοντας ἐν τῇ ψυχῇ τὴν βλάπτουσαν ὁρμὴν διὰ τὴν τοῦ τό‐ μου κατάλυσιν. (Β.) Ἐπεὶ δ’ ἔτυχεν ἐν μιᾷ τῶν ἐντὸς βασιλείων
5εἱρκτῇ δέσμιον ἐκ πολλοῦ κατέχουσα Παλαμᾶν, ὡς μὲν ἔμοιγε οἴεσθαι ἦν, διὰ τὴν ἐς Καντακουζηνὸν ἐκείνου φιλίαν· ὡς δὲ τὰ πρὸς ἐκείνης ἅμα καὶ τοῦ υἱέως ἐδήλου πεμφθέντα βασιλικῶς ἐνσεσημασμένα γράμματα πρὸς τοὺς ἐν τῷ Ἄθῳ τῷ ὄρει μονά‐ ζοντας ἄνδρας, διὰ τὴν τῶν δογμάτων καινοτομίαν, ἣν ἐς τὴν
10τοῦ θεοῦ παρεισενεγκὼν αὐτὸς ἐκκλησίαν κυκεῶνος καὶ ζάλης ἐπλήρωσε ταύτην μακροῦ· πρὸς ἅπαν ἤδη τὴν γνώμην περιφα‐ νῶς μετήνεγκε τὸ ἀντίπαλον, καὶ συνεργῷ κατὰ τοῦ πατριάρχου κέχρηται τούτῳ, καὶ πᾶσαν εὐμένειαν τούτῳ χαρίζεται, τήν τε περὶ τὰ δόγματα γνώμην ἐκείνου κυροῦσα καὶ ταῖς ἐκείνου λαμ‐
15πρῶς ἀγομένη βουλαῖς, καθάπερ ὁλκάδος ἱστίον, ὁπότε βίαιός τις καὶ ῥαγδαῖος ἀνέμου καταῤῥεύσειε δρόμος, ἄνωθέν ποθεν ἐξ ἀρκτικῶν ἀκροτήτων καταῤῥαγείς. (Γ.) Διόπερ, ὥσπερ πύλης πόλεως ἀνεῳγυίας ἤδη τοῖς πολεμίοις περιφανῶς, δογμάτων καὶ νόμων ἀνέδην εἰσεχέοντο κλύδωνες, καὶ παῤῥησίαν αὖθις εἶχον
20εἰσαγωγαὶ καινοφωνιῶν, καὶ θόρυβος ἀνὰ πᾶσαν ἐφοίτα τὴν πό‐ λιν, ἀντιφθεγγομένων ἐπισκόπων καὶ πρεσβυτέρων, καὶ ὅσοι βα‐ θείας διὰ φρενὸς ἐκαρποῦντο τὰς τῆς σοφίας αὔλακας. καὶ μά‐ χαι διὰ ταῦτα καὶ ἔριδες ἀνεφύοντο συνεχεῖς κατ’ ἀλλήλων καὶ
δι’ ἀλλήλων· καὶ ἡ ὑπερηφανία τῆς κακίας ἐπὶ μέγιστον ὕψους

2

.

769

ἀνῆγε τὴν κεφαλήν. (Δ.) Τούτων δ’ οὕτως ἐχόντων, πολλὰ περὶ τῆς ἐμῆς σιωπῆς ἡ βασιλὶς ὑπῆρχεν ἀμφισβητοῦσα, καὶ τῆς ἐμῆς διὰ μελέτης ἐποιεῖτο πειρᾶσθαι γνώμης. καί με καὶ μὴ βου‐ λόμενον αὖθις κριτὴν προσκαλεῖται, καὶ οἷόν τινα γνώμονα τῶν
5αὐτῆς τε καὶ τοῦ πατριάρχου περὶ τοῦ Παλαμᾶ φιλονεικιῶν· δυοῖν ἐν νῷ ἔχουσα θάτερον πεπραχέναι· εἰ μὲν γὰρ ὁμόφρων ἐκείνῃ κατὰ τοῦ πατριάρχου γενοίμην, ἵλεώ τε ταύτης τυχεῖν καὶ βα‐ σιλικῶν ἀπολελαυκέναι χαρίτων, μακρὸν τὸ φιλότιμον κεκτημέ‐ νων· εἰ δ’ οὖν, ἀνανεώσασθαι νῦν καὶ τὴν τῷ χρόνῳ παρεῤῥυη‐
10κυῖαν ἤδη διὰ τὸν Γαλάτην ἐκεῖνον μῆνιν· ἣν πάλαι καθάπερ βωμὸν ἐγκαθιδρύσασα τοῖς τῆς ψυχῆς συνετήρει θαλάμοις, καὶ πάνθ’ ὁμοῦ τὰ χαλεπώτατα καθ’ ἡμῶν δεδρακέναι. (Β.) Προσε‐ ληλυθότας οὖν καὶ καθίσαντας προσειποῦσα καὶ ἁπαλωτέροις τὰ πρῶτα πρὸς ἡμᾶς χρησαμένη τοῖς λόγοις τὰς τοῦ Παλαμᾶ προε‐
15κόμιζε καινοφωνίας. καὶ ἐπειδὴ πειθομένους οὐχ εὕρισκεν, ἀλλ’ ἰσχυρῶς τῶν πατρίων ἀντεχομένους ὅρων καὶ νόμων, καὶ ὅσα τῶν συνοδικῶν εἰσι παραδόσεων ἔγγραφα παραγγέλματα, καὶ ἅμα κἀκεῖνα τοῦ θείου προφέροντας Παύλου· εἴ τις εὐαγγελίζοιτο (λέ‐ γοντος) ὑπερόρια τῆς ἐκείνου διδασκαλίας, εἶναι ἀνάθεμα, κἂν
20ᾖ τῶν οὐρανίων τις ἀγγέλων· μηδὲ γὰρ εἶναι πρὸς ἡμῶν, ἄλλο τι θεοῦ προτιμᾷν· (παραπλήσιον γὰρ ἂν εἴη τουτὶ, ὥσπερ ἂν εἴ τις τῇ ἀριστερᾷ χειρὶ τὴν δεξιὰν ἀποκόπτειν ἐβούλετο·) ἀλλὰ πάντα
κάτω ῥιπτοῦντας πρὸς αὐτὸν μόνον βλέπειν· ἀγριαίνουσα ἤδη

2

.

770

καθ’ ἡμῶν ἑωρᾶτο, καὶ πολὺν ὠδίνουσα τὸν θυμὸν, καὶ μά‐ λισθ’ ὅτι καὶ τοὺς παρακαθημένους ὑπηχοῦντας εἶχε καὶ σφό‐ δρα ἐπικροτοῦντας κολακικώτερον τρόπον. διὸ καὶ κακῶς μὲν ἀφίει, κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλεν, ἔγγραφον τὴν ἐμὴν ἀπαι‐
5τοῦσα γνώμην ἐν τῷ αὐτίκα, ὡς ἂν βεβαιότερον ἀντιλέγειν ἔχοιεν οἱ ταύτης ὁμόφρονες. (ϛʹ.) Καὶ τοῦτ’ ἔστιν, ὃ καὶ τὴν ἐμὴν πρὸς ἀνάγκας ἴσως ἀντιῤῥήσεων ἤνεγκε γλῶτταν, ἐνίοτε καὶ ἐνια‐ χοῦ μάλα τοι σφόδρα γενναίως ἐπὶ τῷ θεμελίῳ τῆς δεδομένης εὐ‐ σεβείας ἵστασθαι παραινοῦντος τοὺς προσιόντας, καὶ μηδ’ ἄχρι
10στιγμῆς ταῖς τηνικαῦτ’ ἐπιπολαζούσαις καινοφωνίαις ἐγκλίνειν, μεμνημένους τῶν εὐαγγελικῶν τε καὶ ἀποστολικῶν παραινέσεων· καὶ ὅσα ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος, ἐς τὰς ὁμοίας ἐμπεπτω‐ κὼς περιστάσεις τῆς ἐκκλησίας, διέξεισιν· „ἡμεῖς (λέγων) οἱ καὶ μέχρι τῆς τυχούσης κεραίας καὶ γραμμῆς τοῦ πνεύματος τὴν ἀκρί‐
15βειαν ἕλκοντες οὔποτε δεξόμεθα (οὐ γὰρ ὅσιον) οὐδὲ τὰς ἐλα‐ χίστας πράξεις εἰκῆ σπουδασθῆναι τοῖς ἀναγράψασι, καὶ μέχρι τοῦ παρόντος μνήμῃ διασωθῆναι· ἀλλ’ ἵν’ ἡμεῖς ἔχωμεν ὑπομνή‐ ματα καὶ παιδεύματα τῆς τῶν ὁμοίων, εἴ ποτε συμπέσοι καιρὸς, διασκέψεως· ὥστε τὰ μὲν φεύγειν, τὰ δ’ αἱρεῖσθαι, οἷον κα‐
20νόσι τισὶ καὶ τύποις, τοῖς προλαβοῦσιν ἑπόμενοι παραδείγμασι·“ καὶ ὅσα ὁμοίως ὁ μέγας Βασίλειος ἐν τῷ περὶ πίστεως ἔφασκε λόγῳ, φείδεσθαι παραινῶν καὶ τῶν ὀνομάτων ἢ ῥημάτων ἐκείνων,
ἃ λέξεσι μὲν οὐκ ἐμφέρεται τῇ θείᾳ γραφῇ, διάνοιάν γε μὴν αὐ‐

2

.

771

τὴν ἐκείνην τὴν ἐγκειμένην τῇ γραφῇ διασώζει. (Ζ.) Ὥσπερ δ’ οὐ πάνυ τοι ῥᾴδιον εἶναι δοκεῖ δύνασθαι συνορᾷν ἀσφαλῶς τὸ δί‐ καιον, εἴ τις ἐν λιμένι καὶ γαλήνῃ καθήμενος ἡσυχῆ τῶν ἐν πε‐ λάγει κύμασι καὶ πνεύμασι προσταλαιπωρούντων ἀγρίοις τοὺς πό‐
5νους ἐξετάζειν ἐθέλοι, οὐδ’ αὖ τὸ βίαιον τοῦ χειμερίου ψύχους, εἴ τις ὥρᾳ θέρους βούλοιτο κρίνειν ὁποῖον καὶ ὅσον· οὕτω καὶ εἴ τις ἀγώνων τοιούτων ἄπειρος ὢν, ἔπειτ’ ἐξ ἡσυχίας ὁρμώμενος κρίνει τοὺς ἀγῶσι μακροῖς ἐναθλοῦντας ὑπὲρ τῆς ἀληθείας. πρό‐ χειρον γὰρ ἔχει πρὸς λοιδορίας τὴν γλῶτταν, ὅτι μὴ πέπεικέ τις
10δρῶν καὶ λέγων, μηδὲ τὸ πᾶν τῆς νίκης ἐξείργασται· πρὸς τὴν παροῦσαν ἡσυχίαν καὶ οὐ πρὸς τὴν τότε βίαν παραμετρῶν τῶν πραγμάτων καὶ λόγων τὰ τέλη, ὡς ἔοικεν· οὐκ εἰδέναι δυνάμε‐ νος, ὡς οὐ τὴν αὐτὴν ἔχει τάξιν καὶ δύναμιν ἀγῶνος καὶ ἡσυχίας καιρὸς, καὶ χειμῶνος καὶ θέρους, καὶ πρός γε ἔτι λιμένος καὶ
15διαποντίου κλύδωνος. εὔδηλον γὰρ δήπου τοῖς ὅλοις, ὡς ἀμει‐ βομένης τῆς τῶν ἀγώνων ὥρας συναναιρεῖται καὶ ἡ τῆς ἀπο‐ βάσεως ἀκριβὴς μαρτυρία καὶ τὸ προσῆκον τοῖς πράγμασι δί‐ καιον. ὁ δ’ αὐτός μοι δοκεῖ καὶ τὸ στεφανοῦσθαι τοὺς πάλαι τῆς ἀληθείας μάρτυρας ἀναιρεῖν, ὅτι πάντα τὸν τῆς ἀθλήσεως ἀνύ‐
20σαντες δίαυλον οὔτε πεπείκασι τοὺς τυράννους, οὔτε μὴ πεί‐ σαντες οὐκ ἀνεῖλον τὰς σφῶν κεφαλὰς, οὐδὲ τοῦ παρόντος βιαίως ἐξήνεγκαν βίου. τούτων δ’ οὕτως ἐχόντων, οὔκουν οὐδ’ ἐμὲ λοι‐
δορίας ὑπεύθυνον ἡγεῖσθαι δίκαιον, ὅτι καλῶς εἰπὼν ἥκιστα

2

.

772

πέπεικα τὸ τῆς γνώμης ἐκείνης ἀντίθετον· ἀλλ’ ἐκείνῃ μέμφεσθαι δίκαιον μᾶλλον, ὅτι μοι καλῶς εἰπόντι ἥκιστα πέπεισται. τῶν μὲν γὰρ λόγων ἐγὼ κύριος· τῶν δὲ πράξεων ἡ δυναστεύουσα χείρ. πάσης δ’ ὑπέρτερον λοιδορίας τίθησι τὸ μὴ κατὰ γνώμην
5ἅμα καὶ πρὸς τὸ βέλτιστον φερομένην ὁρμὴν ἀπαντῶν. οὐ γὰρ πὺξ ἐνάλλεσθαι κατὰ τῶν τῆς ἀληθείας ἐχθρῶν ὁ τῆς εἰρήνης παραινεῖ λόγος· ἀλλ’ ἡμέρῳ τε ἤθει καὶ πραείαις γλώττης ἀγ‐ κάλαις αὐτοῖς προσιέναι. (Η.) Οὐ μέμφεσθαι τοίνυν, ὅτι μὴ θαυμάζειν ἄξιον μᾶλλον, ὅτι παρὸν ἡμῖν ἐκ τοῦ ῥᾴστου σιγώσης
10γλώττης βασιλικὴν εὐμένειαν πρίασθαι, μακρὸν τὸ φιλότιμον τῶν χαρίτων ὑπισχνουμένην, οὔτε κλονουμένην διάνοιαν ἐκτησάμεθα, καὶ ἅμα τῶν ὅρων τῆς εἰθισμένης ἐς τὰ χρήσιμα τάξεως ἔνδον ἐμείναμεν, ἀκήρατον συντηροῦντες τὸ φρόνημα τῆς ψυχῆς. οὐ γὰρ τοσοῦτον ἀνθρώποις ἀρέσκειν ἐκρίναμεν δεῖν, ὅσον τῷ τῶν
15ἀδήλων ἐπόπτῃ θεῷ. οἱ μὲν γὰρ τῶν δρωμένων ἐς τοὐμφανὲς κα‐ θίστανται μάρτυρες μόνων, οὓς καὶ παραλογίσασθαι ἔξεστιν ἐνίοτε, εἴ τις τοὺς τῆς κακίας καρποὺς τοῖς τῆς ἀρετῆς ὑποτί‐ θησι σχήμασί τε καὶ χρώμασι. θεὸς δ’ ἐν αὐτοῖς πρὸ τῶν ἔργων τοῖς τῆς καρδίας κινήμασιν ἐρείδει τὰ τῆς ἐξετάσεως ἴχνη, καὶ τὸ
20βῆμα τῆς δίκης ἐν αὐταῖς συγκροτεῖ τῶν λογισμῶν ταῖς ἀρχαῖς· ἔνθα χώραν οὐκ ἔχει σχῆμα καὶ χρῶμα καλύπτειν, εἴ τι κακίας ἐκεῖ παραφύεσθαι βούλοιτο βλάστημα. (Θ.) Τούτων δ’ οὕτω συμβεβηκότων, οἴκοι λοιπὸν καθημένοις τὴν καταψηφισθεῖσαν ἡμῶν ἐξορίαν νύκτωρ καὶ μεθ’ ἡμέραν ἐπῄει καραδοκεῖν. καὶ τάχ’
25ἂν εἰς ἔργον τὰ καθ’ ἡμῶν μελετώμενα προὔβαινεν, εἰ μὴ Καν‐

2

.

773

τακουζηνῷ μεταξὺ Βυζάντιον ἑλεῖν ἐγίγνετο· ὃ δὴ καὶ λέξων εἰμὶ σαφέστερον. ηʹ. Ἐπεὶ γὰρ, ὡς ἔφθημεν εἰρηκότες, ἔνοπλον ἔχειν φρου‐ ρὰν συγκεχώρηται τῷ Φακεωλάτῳ, τὴν τῶν Λατίνων διὰ τὴν
5προγεγονυῖαν σκανδάλου πρόφασιν δεδιότι αὐθάδειαν, προσε‐ ληλυθέναι συνέβη τινὰς τουτωὶ, οἷς λάθρα ἐσεφοίτα γράμματα ἐκ Καντακουζηνοῦ, μηχανήσασθαί τινα τρόπον, ὃς ἂν ῥᾳδίαν ποιήσηταί οἱ τὴν ἐς Βυζάντιον εἴσοδον· οἷς ἐπαγγελίαι μακραὶ συνεπλέκοντο χρημάτων ἅμα καὶ τιμῶν· τούτοις οὖν προσεληλυ‐
10θόσι καὶ προσεταιρισαμένοις αὐτὸν, καὶ ἀνακαλύψασι τὴν τῶν μελετωμένων δύναμιν, συνάρασθαί σφισι καὶ αὐτὸς ἐπηγγέλλετο πάσῃ χειρὶ καὶ σπουδῇ. (Β.) Καὶ δὴ λοιπὸν ἑτέραν πλείω τῇ προτέρᾳ δυνάμει προσειληφὼς (ἐν ἐξουσίᾳ γὰρ ἦν αὐτῷ, πρὸς τῆς βασιλίδος πρότερον τὸ συγκεχωρηκὸς εἰληφότι, διὰ τὴν προει‐
15λημμένην τῶν Λατίνων πρόφασιν, ὁπόσην ἂν εὐποροίη φρουρὰν ἑαυτῷ πορίζεσθαι) ὅλος τῶν ἔργων ἐγίγνετο. παρὰ γὰρ ἑκόντων τῶν συνειδότων ταξιάρχου καὶ στρατηγοῦ φροντίδα λαβὼν ἠξίου μὴ περὶ ὅσα διατριβὴν ἔχει χρόνιον τρίβειν τὴν σπουδὴν, ἀλλ’ εἰς τὸ τοῦ ἔργου κεφάλαιον ἐμβαλεῖν, καὶ ἐν βραχεῖ μετὰ τῆς
20ἐνούσης ἰσχύος τὸν ὅλον ἀναῤῥῖψαι κίνδυνον· καὶ μάλιστα νῦν, ἐρημίας ἀντιπάλων ὅπλων μακρᾶς ἐπιπολαζούσης ἤδη τῇ πόλει. μηνύει τοίνυν τῷ βασιλεῖ Καντακουζηνῷ τὴν ὅλην τῆς ἐγχειρή‐ σεως πρόθεσιν, οὐ πάνυ τοι πόῤῥω τοῦ Βυζαντίου τὰς διατριβὰς
ποιουμένῳ· καὶ ἅμα κελεύει, σπουδῇ παρελάσαντα σὺν ἐπιλέκτοις

2

.

774

ὀλίγοις ἱππεῦσιν, ὡς μὴ κατάφωρον τοῖς ἀντιθέτοις τὸ δρᾶμα γένοιτο, περὶ τὰ τείχη τῆς πόλεως ἐς ῥητήν τινα ἑσπέραν ἡσύχοις ποσὶν ἐφεδρεύειν, καραδοκοῦντα τὴν ἔνδοθεν ἀναμόχλευσιν τῶν πυλῶν. (Γ.) Ἄρτι δὲ περὶ πρώτην φυλακὴν τῆς νυκτὸς γενομέ‐
5νης, ἐν ᾧ τῆς ὥρας μάλιστα τῶν τε ἀνθρώπων οἱ πλεῖστοι, τὰς ἑσπερίους σβεννύοντες δᾷδας, τῇ τῶν ὕπνων ἡγεμονίᾳ τὸ τῶν βλεφάρων ἐκδιδόασι στάδιον, καὶ πᾶσαι τῆς πόλεως αἱ ὁδοὶ παν‐ τὸς ἐρημίαν ἔχουσιν ὄχλου, μεταπέμπεται τούς τε συνειδότας τῶν Βυζαντίων ἱππέων καὶ ἅμα τῶν συγγενῶν τοὺς οἰκειοτάτους,
10καὶ ἐπὶ τούτοις τὴν πεζικὴν ἐκείνην φάλαγγα, ἣν εἰς φυλάκων καὶ φρουρῶν εἰρήκειμεν εἶναι τάξιν αὐτῷ· ξὺν οἷς ἅπασι, πλείους τῶν ἑκατὸν γενομένοις, ἐς πύλην ἀπιὼν, ἣ χρυσεία καλεῖται, ταύτην τε ἀνεμόχλευσε καὶ ἅμα ἐκεῖθεν ἀρξάμενος πάσας ὁμοίως ἀνεπέτασε, διϊὼν ἄχρι τῶν βασιλείων ἐγγύς. (Δ.) Τοῦ μέντοι
15τείχους ἐντὸς γενόμενος καὶ ὁ βασιλεὺς μετὰ τῶν οἰκείων ὅπλων, αἵματος ἐμφυλίου παντάπασι καθαράν τε καὶ ἀμιγῆ τῆς προνοίας τὴν εἴσοδον διατηρησάσης, ἠρέμα τε καὶ ξύν γε ἀνηκούσῃ τάξει παρῄει μέχρι καὶ ἐς τὰς βασιλείους πύλας, αὐγαζούσης ἤδη τῆς ἕω. κἀπειδὴ κεκλεισμένας τε εὗρεν αὐτὰς καὶ ἅμα ἐπὶ τῶν ἐπάλ‐
20ξεων φρουρὰν ἐθεᾶτο καὶ ὅπλα πολέμια, ἐπὶ πόδα τε ἀνεχώρει καὶ ἀνεζεύγνυε, καὶ ἀντὶ χάρακος ἄλλου καὶ στρατοπέδου ἐς τοὺς ἄντικρυ τῶν βασιλείων ὑψορόφους οἴκους σκηνῶσαί τε ἐξ αὐτο‐
σχεδίου κέκρικε δεῖν τηνικαῦτα καὶ ὅ,τι χρὴ ποιεῖν διασκέψασθαι.

2

.

775

ἦγε δ’ ὁ φεβρουάριος τηνικαῦτα τρίτην ἡμέραν τοῦ ϛωνε ἔτους. καὶ ὁ μὲν βασιλεὺς Καντακουζηνὸς ἐν τούτοις ἦν. (Ε.) Ἡ δὲ βασιλὶς Ἄννα, τῆς ἀκροπόλεως ταύτης ἐντὸς συγκλεισθεῖσα, καὶ πρὸ ὀφθαλμῶν ὁρῶσα τὴν ἑαυτῆς σπουδὴν τελευτῶσαν εἰς ἀπρα‐
5ξίαν, οὐδ’ οὕτω μεταμανθάνειν ἔγνω τὸ δέον ὀψὲ γοῦν, καὶ ταῦτα μήθ’ ὅπλων εὐπορίαν ἐντὸς κεκτημένη, μήτε στρατιωτῶν πλῆθος εἰς φρουρὰν ἀποχρῶν· ἀλλὰ πέμπουσα κρύφα τόν τε δῆ‐ μον ἠρέθιζε τῶν Βυζαντίων κατὰ τοῦ βασιλέως, μεγάλων ἐλπί‐ δων τὰς σφῶν ἐμπιπλῶν ἀκοάς· καὶ ἅμα Λατινικὰς στρατιωτῶν
10ἐκ Γαλάτου μετεπέμπετο φάλαγγας, καὶ ὅσα ἐς βελῶν καὶ μη‐ χανημάτων ἀντιπάλων ἀρκέσουσι χρείαν. ζητοῦντί γε μὴν τῷ βασιλεῖ Καντακουζηνῷ, διδόναι τὴν ἀκρόπολιν μετ’ εἰρήνης ἑκοῦσαν, εἰ βούλοιτο κοινωνεῖν τε τῆς βασιλείας αὐτῷ καὶ μετὰ τὴν ἧτταν, καὶ ἡγεῖσθαι μετὰ τοῦ υἱέως ἐν ἅπασιν, ὁπόσα τι‐
15μὴν σὺν αἰδοῖ τε καὶ κόσμῳ φέρει σφίσι βασιλικῶς, ἔν τε εὐφη‐ μίαις καὶ ἀναστάσεσι καὶ καθέδραις καὶ ὅσα μετὰ τοῦ πρέποντος ἕποιτο λόγου (τοιαύτην καὶ γὰρ εἶναι τούτῳ τὴν τῆς γνώμης ἐξ ἀρχῆς πρόθεσιν) καὶ μὴ μάτην οὕτω τρίβειν τὸν χρόνον, καὶ τὸν ἐκ τῆς ἁλώσεως περιμένειν πρόδηλον κίνδυνον· ἡ δὲ τὴν ἀπὸ
20Σκυθῶν εἰπεῖν ἀντεδίδου ῥῆσιν, ὕβρεσί τε πλύνειν τοὺς ἀγγελια‐ φόρους ἐκέλευεν ἐκ τοῦ τείχους καὶ μηδ’ ἄκροις ὠσὶ προσίεσθαι τὰ λεγόμενα. (ϛʹ.) Ἄρτι δὲ τῆς ἑσπέρας ἐληλυθυίας, καὶ περὶ
λύχνων ἁφὰς τῶν ἀνθρώπων ἀσχολουμένων, κατέπλευσαν ἐς αἰ‐

2

.

776

γιαλὸν δύο ταχυναυτοῦσαι τριήρεις ἐκ τῶν Γαλάτου, πλήρεις στρατιωτῶν τε καὶ ὅπλων Λατινικῶν, δυοῖν θάτερον ἐν νῷ δια‐ πράξασθαι ἔχουσαι, ἢ τῇ βασιλίδι συμμάχους ἔσεσθαι, τοῦ πληρώματος ὅλου παρεισελθόντος ἐντὸς, ἢ παισί τε καὶ χρήμα‐
5σιν ὁμοῦ συναρπάσαντας ἀπάγειν αὐτήν. ἀλλὰ τὸν ἐπίπλουν αἰ‐ σθόμενοι σφῶν οἱ περὶ τὸν Καντακουζηνὸν σφᾶς τε ἀπήλασαν τὴν ταχίστην, τόξα πολλὰ περιστήσαντες, καὶ τὴν ἀκρόπολιν ἔξωθεν τέως ἐν φυλακῇ ἐποιοῦντο, τὴν ἱκανὴν ἐπενεγκόντες στρα‐ τιάν. (Ζ.) Οἱ μὲν οὖν ἄλλοι πάντες, πολιορκεῖν ἐς τὴν ὑστεραίαν
10αἱρούμενοι, καὶ τὴν τῆς νίκης κρίσιν τοῖς ὅπλοις ἐπιτρέπειν, οὐ μάλα γέ τοι ἀρεστὰ τῷ βασιλεῖ Καντακουζηνῷ προθυμεῖσθαι ἐδόκουν. ἀλλὰ τὸν αὐτῷ συνήθη τρόπον κἀνταῦθα τηροῦντι, καὶ χωρὶς αἵματος ἐμφυλίου τὰ κατὰ γνώμην τελεῖν οἰομένῳ βέλτιον εἶναι, καὶ δευτέραν καὶ τρίτην ἐπῄει πέμπειν πρεσβείαν, καὶ ἀνα‐
15μιμνήσκειν τὰ πρότερα, ὅθεν τε ἤρξατο καὶ ὅποι πεπόρευται, καὶ ὅπως ἐς τοιοῦτον ταυτὶ κατηνέχθη τὸ πέρας, ἐς ὁποῖον αὐτὸς ἀεὶ προὔλεγέ τε καὶ διεμαρτύρετο, κρύφα τε καὶ ἐς προὖπτον, καὶ γράφων καὶ πρεσβευόμενος. προσκαλεσάμενος οὖν τὸν τῶν Φι‐ λίππων ἀρχιθύτην, καὶ ὅσοι ξύν γε αὐτῷ πρὸ δυοῖν που τοῖν
20ἐνιαυτοῖν πρέσβεις πρὸς τῆς βασιλίδος Ἄννης ἐπέμφθησαν ἐς Δι‐ δυμότειχον ὄντι αὐτῷ, διεξῄει τοιάδε. (Η.) „Πάλαι μὲν ὁ κύ‐ ριος, ἀγανακτῶν ἐπὶ τῷ ἠγαπημένῳ τῶν Ἰουδαίων λαῷ, οὓς πρό‐ τερον διὰ Μωσέως τὸν νόμον διδοὺς διεμαρτύρετο, λέγων· πρόσ‐
εχε οὐρανὲ καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός

2

.

777

μου· τοὺς αὐτοὺς κἀπὶ τοῖς ἐλέγχοις τῶν ὕστερον παραβάσεων διεμαρτύρατο, διὰ Ἡσαΐου λέγων· ἄκουε οὐρανὲ, καὶ ἐνωτίζου ἡ γῆ· υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν· καὶ τὰ ἑξῆς. τὸν αὐτὸν δὴ τρόπον καὶ αὐτὸς ἐγὼ τήμερον, ὑμᾶς προσ‐
5καλεσάμενος μάρτυρας τῶν πάλαι μοι πρὸς ὑμᾶς λεχθέντων καὶ δι’ ὑμῶν πρὸς Ἄνναν τὴν βασιλίδα, ἀναμνῆσαι τῶν εἰρημέ‐ νων ἀρτίως ἔκρινα δεῖν, καὶ πρέσβεις ὑμᾶς ἐμοὶ πρὸς ἐκείνης τότε πεμφθέντας πρέσβεις τοὺς αὐτοὺς ἐκείνῃ πρὸς ἐμοῦ νῦν ἤδη πεμ‐ φθῆναι. ἴστε πάντως, ὅτε πρεσβεύσοντες ἥκετε, ὅσα ὑμῖν εἶπον
10ἀπαγγεῖλαι τῇ βασιλίδι· ὡς ὁ θεὸς, δίκαιος ὢν, καὶ δίκαια κρί‐ νειν οἶδε, καὶ σὺν δίκῃ τὰς τῶν πραγμάτων ἀποβάσεις ποιεῖσθαι· ὃ τοίνυν σύνηθες τῷ θεῷ ποιεῖν τοῖς τε ἀδικοῦσιν ὁμοῦ καὶ ἀδι‐ κουμένοις, τοῦτο καὶ νῦν ἐλπίζω κἀπὶ τοῖς νῦν ὄψεσθαι πρά‐ γμασι. καὶ τί δεῖ πρὸς εἰδότας πάντα διεξιέναι καθ’ ἕκαστα; ἴστε
15γὰρ ὡς, οὐ μάντις ὢν, προὔλεγον τὴν τῶν ἐμῶν ἐπιβούλων φθο‐ ρὰν καὶ τὴν ἐμὴν ἐς Βυζάντιον ταύτην εἴσοδον· ἀλλὰ πρὸς τὸν τῆς δίκης ἔφορον καὶ ἀκοίμητον ὀφθαλμὸν ἀφορῶν, κἀκείνῳ προσαναρτῶν τὰς ἐμοὶ πρὸς ὑμῶν ἐπενηνεγμένας ἀδίκως ἐπιεικῶς συμφορὰς, ἤλπιζόν τε καὶ προὔλεγον τὰς ἐκβάσεις ἐν ὑμῖν ἀκροα‐
20ταῖς. διὰ δὴ ταῦτά μοι καὶ ἀξιοχρεώτερον ἔδοξεν, ὑμᾶς καὶ οὐχ ἑτέρους διαμαρτύρασθαι καὶ πρέσβεις εἰσπέμψαι τῇ βασιλίδι, ἵνα συνείραντες τὰ πρότερα τοῖς παροῦσι καὶ τά γε προειρημένα
μετὰ τῶν ἐκβάσεων παραινέσητε τοὺς τῆς δίκης αἰδεῖσθαι θρό‐

2

.

778

νους, καὶ μὴ περαιτέρω θεομαχεῖν, καὶ θεοῦ κρίσιν δικαίαν πει‐ ρᾶσθαι συγχεῖν, καὶ τοῖς ἀδυνάτοις οὑτωσὶ προδήλως ἐπιχειρεῖν, ἐπ’ ὀλέθρῳ τῶν τε παίδων καὶ ἑαυτῆς. ἐγὼ γὰρ τῆς αὐτῆς ἔχο‐ μαι γνώμης ἀεί· καὶ δυνάμενος ὅπλοις καὶ δυνάμεσιν ὁμοῦ τῇ
5ἀκροπόλει χειρώσασθαι τοὺς ἔνδον ἅπαντας ἐν βραχεῖ τὴν θέ‐ λησιν οὐκ ἔχω συνᾴδουσαν.“ (Θ.) Ταῦτ’ εἰπὼν προὔπεμπεν αὐ‐ τούς. οἱ δὲ ἀπελθόντες καὶ πάντα συνείραντές τε καὶ ἀπαγγεί‐ λαντες ἄνωθεν καὶ ἐξ ἀρχῆς Ἄννῃ τῇ βασιλίδι ἤνυσαν οὐδὲν πλέον, ἢ ὅτι πρὸς πλείονα κακίαν ἀναφλεχθεῖσαν ἰδόντες κατε‐
10πλάγησάν τε καὶ ἀνεχώρησαν. ἐπεὶ δὲ ταῦθ’ ὁ βασιλεὺς ἠκηκόει, καὶ ὡς τῆς αὐτῆς ἀεὶ σκληρότητος ἡ βασιλὶς ἔχεται ἔγνω, καὶ τὴν αὐτὴν οἱ ταύτης λόγοι μετὰ τῆς γνώμης τηροῦσι βαρύτητα, καὶ οὐδὲν τῶν προτέρων ἀτυχημάτων παρέσχεν αὐτῇ τὸ λυσιτελοῦν ἀπλανῶς ἰδεῖν, ὥρμησε μὲν τὰ πρῶτα πολέμου νόμῳ καὶ πολιορ‐
15κίᾳ δοῦναι τὴν τοῦ πράγματος ἔκβασιν· ἔπειτα ἐπέσχεν αὖθις, καὶ πρὸς τὴν ἀμείνονα τῆς πραότητος τύχην τὸ τῶν πρακτέων ἀνετίθετο βούλευμα. (Ι.) Ἀλλ’ οὐκ ἤρεσκε τοῦτο τοῖς ἀμφ’ αὐ‐ τὸν στρατιώταις καὶ στρατηγοῖς. ὅθεν τῆς ὑστεραίας ἐπιούσης ἐν παραβύστῳ κατὰ σφᾶς αὐτοὺς αὐτοὶ ποιοῦνται συνθήκας,
20αἰφνίδιον ἐπιθέσθαι τῇ ἀκροπόλει, πρὶν αἰσθέσθαι τὸν βασιλέα. καὶ δὴ μικρὸν ὕστερον ἢ κατὰ μεσημβρίας εἶναι τὸν ἥλιον, τῶν σημείων ἀρθέντων, κύκλῳ περιστάντες οἱ μὲν τοῖς ἑκηβόλοις ἐχρῶντο βέλεσιν· οἱ δ’ ἐν χεροῖν ἀνειλημμένοι πῦρ καὶ φρυγάνων
φακέλλους ὑφῆψαν τὴν πρὸς τῷ τεμένει τῶν Βλαχερνῶν τῆς

2

.

779

ἀκροπόλεως πύλην· καὶ ἅμα εἰσέῤῥει τὸ πλῆθος τῶν ὁπλιτῶν. κἀπειδὴ τὸ παράλιον οὕτω τῆς ἀκροπόλεως μέρος ἑάλω, καὶ οἱ στρατιῶται τὰς τῶν οἰκητόρων οὐσίας διήρπασαν, οὐ λήγειν ἔτι τῆς βλαπτούσης ἐκείνης ὁρμῆς ἐνενόουν· ἀλλ’ ἔμελλον ἤδη πει‐
5ρᾶσθαι καὶ τῶν ἀνωτέρω τῆς ἀκροπόλεως μερῶν καὶ ὅλον ἐκεῖσε λαμπρῶς τὸ πολέμιον πῦρ ἐνεγκεῖν. καὶ τάχ’ ἂν ἁλώσεως ἔργον ὁμοῦ καὶ πυρὸς κἀκεῖνα ἐγίγνετο παραχρῆμα, εἰ μὴ κεκώλυκε πέμψας ὁ βασιλεὺς τὸ τῆς ὁρμῆς ὑπερβάλλον. καὶ ταῦτα μὲν τῇδέ πη ἔσχεν. (ΙΑ.) Ἡ δὲ βασιλὶς Ἄννα ἐν τοῖς μεγίστοις τῶν φό‐
10βων τὴν νύκτα πᾶσαν ἐκείνην διήνεγκεν. ἅμα δ’ ἕω προσκαλεσα‐ μένη τοὺς ἀμφ’ αὐτὴν περὶ τῶν πρακτέων συνδιεσκέπτετο· καὶ κοινῷ συνεδόκει ψηφίσματι, πέμψασθαι δεξιὰν, οὐκ ἐπὶ τοῖς ἡμαρτημένοις συγγνώμην ζητεῖν (σμικροπρεπὲς γὰρ ἐκείνῃ νενόμι‐ σται τοῦτο καὶ ἥκιστα εὔδαιμον, σκληρότητι καὶ ὀφρύϊ συντετη‐
15κυίας γνώμης) ἀλλ’ ἐπαγγελίας ἐνόρκους περὶ μεγάλων καὶ ξένων πραγμάτων, ὑπερηφανίᾳ κεκομψευμένας μακρᾷ, ὁπόσαι ξύν γε τοῖς ἀωρίαν μακρὰν ἐπισυρομένοις ζητήμασιν ἄλλοις καὶ τὸ μὲν μοναρχεῖν ἀπῄτουν, τὸ δὲ συνάρχειν ἀπελέγοντο. καὶ ἵνα μὴ ἐν μικροῖς μακρὸν ἀναλίσκωμεν λόγον, ἀστοχήσασα τῶν ἀκαίρων
20ἐκείνων ἐλπίδων, καὶ δείσασα μὴ, ἐπὶ ξυροῦ τῶν πραγμάτων αἰω‐ ρουμένων αὐτῇ, καὶ ἄκοντος τοῦ Καντακουζηνοῦ παραπόληται πρὸς τῶν ἄλλων, ὅσοι πρὸς αὐτῆς ἐπεπόνθεισαν τὰ ἀνήκεστα, πρὸς τὰς φιλανθρώπους νένευκε τοῦ βασιλέως συμβάσεις, συνάρ‐
χειν ἅμα καὶ προεδρεύειν.

2

.

780

θʹ. Καὶ ἀνοιχθέντων ἤδη τῶν βασιλείων, ἐξεχέοντο κατὰ πλῆθος οἱ δέσμιοι, ὅσοι τε τῶν εὖ γεγονότων καὶ ὅσοι τῶν ἄλ‐ λως ἐχόντων. μόνῳ δ’ Ἰωάννῃ τῷ πατριάρχῃ, τῆς ἀξίας τέως ἐξωσθέντι, ἐξιέναι οὐκ ἐνῆν· περὶ οὗ καὶ διαλαβεῖν ὀφείλοντας
5ἔνια, πρὶν ἐνταυθοῖ κατεληλυθέναι τοῦ λόγου, καὶ ἄκοντας ἡμᾶς ὁ τῶν ἄλλων σφόδρα παρέσυρεν εἱρμός. (Β.) Ἐξότου γὰρ Ἄννα ἡ βασιλὶς τὴν ἑαυτῆς πρὸς Καντακουζηνὸν ἐξεπολέμωσε γνώμην, συνεργῷ τε ἅμα καὶ πιστοτάτῳ ἐκέχρητο τῷ πατριάρχῃ τούτῳ συμβούλῳ πρὸς ἃ πάντα κρύφα τε καὶ ἐς τοὐμφανὲς δρώμενα
10ἦν· καὶ νῦν μὲν αὕτη τῆς ἐκείνου γνώμης ὁλοσχερῶς ἐξήρτητο, νῦν δὲ τῆς ἑαυτῆς ἐξαρτώμενον εἶχεν ἐκεῖνον· καὶ συνελόντι φά‐ ναι, φρόνημα ἓν ἀμφοτέροις ἦν ἐν ἅπασι, τοῖς τε ἄλλοις δη‐ λαδὴ καὶ οἷς ὁ Παλαμᾶς ἐδογμάτιζε καινοτέροις καὶ ἀήθεσι πάνυ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ. καὶ δεῖγμα τοῦ λόγου σαφὲς, ἃ τοῖς
15τὸν ἡσύχιον ἐν Ἄθῳ τῷ ὄρει βίον ἀσκοῦσιν ἔπεμπεν αὕτη γράμ‐ ματα ξύν γε τῷ πατριάρχῃ κατὰ τοῦ Παλαμᾶ· τά τε οἰκεῖα ταύτης φημὶ καὶ ὅσα ὁ ταύτης υἱὸς Ἰωάννης ὁ βασιλεὺς ὑπ’ αὐ‐ τῆς προσταττόμενος ἔγραφεν· οἷς τά τε ἄλλα ἐνεγέγραπτο καὶ δὴ καὶ ὡς ἥκιστα χρῆναι νομίζειν, εἱρκταῖς καὶ φρουραῖς ἐνέχε‐
20σθαι Παλαμᾶν διά γε δὴ τὸ Καντακουζηνῷ τὴν γνώμην τίθε‐ σθαι, ὅτι μὴ διὰ τὸ ξὺν οὐδενὶ κόσμῳ περιϊόντα θεοτήτων ἀκτίστων διδάσκειν ἀπειράκις ἀπείρων ἑσμὸν, κατ’ ἀλλήλων διϊ‐ σταμένων (εἶναι γάρ φησι τὰς μὲν ὑπερκειμένας καὶ νοητάς· τὰς
δ’ ὑφειμένας καὶ ὁρατὰς) καὶ τοιοῦτα ἄττα βλασφημοῦντα συγ‐

2

.

781

χεῖν καὶ ταράττειν τὴν τοῦ θεοῦ ἐκκλησίαν. (Γ.) Διετέλει γε μὴν ἡ τοιαύτη παρ’ ἀμφοτέροις ἀκμάζουσα σύμπνοια καὶ ὁμοφροσύνη, τῷ τε πατριάρχῃ δηλαδὴ καὶ τῇ βασιλίδι, πρὶν δι’ ἀκριβοῦς γε τῆς πείρας ἀπογνόντα τὸν πατριάρχην τῆς τῶν κοινῶν σωτηρίας
5πραγμάτων ἄρξασθαι παραινεῖν αὐτῇ τὰ συνοίσοντα, καὶ βου‐ λευτὴν καθίστασθαι περὶ ξυναλλαγῶν καὶ σπονδῶν πρὸς τὸν Καντακουζηνόν. ἀφ’ οὗ δὲ τοιαύτην ἔγνω συμφέρον βαδίζειν ὁδὸν, παραχρῆμα καθ’ ἑαυτοῦ καὶ τὴν βασιλίδα ἐξέμηνε. καὶ τοῦτ’ ἦν ἀρχὴ καὶ κατάλυσις πρώτη συμπνοίας τε καὶ ὁμοφροσύ‐
10νης ἐκείνης, καὶ νόσημα, μήτε μάλαγμα μηδὲν μήτε καταδέ‐ σμους οὐδένας παραδεχόμενον. πᾶσαν μὲν οὖν ἐκεῖθεν ἡ βασιλὶς ἐπίνοιαν στρέφουσα κατὰ τῆς τοῦ πατριάρχου καθαιρέσεως, καὶ πάντας ἐφ’ ἑαυτῆς κυλίουσά τε καὶ ἀνακυκλοῦσα λογισμοὺς, οὐ‐ δὲν ἀνυσιμώτερον εὕρισκεν ἐς τὴν τοιαύτην πρόθεσιν, πλὴν τοῦ
15δογμάτων ἐκείνων, ὧν ἐξ ὅλης ἀπεωθεῖτο πρότερον τῆς ψυχῆς, καὶ ἀθέσμων φωνῶν τοῖς περὶ τὸν Παλαμᾶν κοινωνήσασα φί‐ λους ἑαυτῇ καταστήσασθαι, καὶ συμμάχοις σφίσι χρήσασθαι θερμοτέροις κατ’ αὐτοῦ. (Δ.) Πρῶτον μὲν οὖν ἀπρόϊτον ὡς ἐν εἱρκτῇ τῷ οἴκῳ συγκεκλεῖσθαι τοῦτον ἐπέταττεν· ἔπειτα συνό‐
20δους ἐπισκόπων νύκτωρ καὶ μεθ’ ἡμέραν ἤθροιζέ τε καὶ ὥπλιζε κατ’ αὐτοῦ. τὴν γοῦν ὑστεραίαν ὁρισαμένη ποτὲ πρὸς τὴν ἐκεί‐ νου καθαίρεσιν ἀθροισθῆναι τοὺς ἐπισκόπους ἐπέσχεν ἡ νὺξ ἐκείνη, φλεγμονὴν τῷ λαιμῷ δεινὴν ἐπενεγκοῦσα, θάνατον ἀπει‐
λοῦσαν πάνυ τοι σφόδρα αἰφνίδιον. καὶ ἦσαν ἐντεῦθεν ἄχρι τριῶν

2

.

782

ἡμερῶν οἱ τοῦ θανάτου φόβοι κυκλοῦντες καὶ τὸ τῆς ψυχῆς τα‐ ράττοντες λογιζόμενον. τὸ γὰρ τοῦ θεοῦ μακρόθυμον ἐπεῖχεν ἔτι τὰ τῆς τελευταίας ὀργῆς βέλη καὶ τὸν τῆς γυναικὸς ἀνεβάλλετο ὄλεθρον, πλὴν ὅσον τὴν ἀπειλὴν ἐν τοιούτοις ἀῤῥωστήμασί τε
5καὶ πράγμασιν ἀμυδρῶς ἐζωγράφει, μεταμελείας καιρὸν μαινο‐ μένῃ ψυχῇ παρεχόμενον. ἐπεὶ δὲ ἡ τετάρτη ῥᾴονά τε ἐπεπράχει καὶ ὑπερσχεῖν παρεσκεύασε, τοὺς προτέρους αὖθις ἀνεκαλεῖτο κατὰ τοῦ πατριάρχου τρόπους, καὶ ἐς τὰ πρότερα ἐπαλινδρόμει βουλεύματα. ἓξ μεταξὺ παρεῤῥύησαν ἡμέραι, καὶ τὴν ὑστεραίαν
10αὖθις ὁρισαμένη τοὺς ἐπισκόπους ἐπὶ τοῖς ὁμοίοις ἐπέταττεν αὖθις ἀθροίζεσθαι. (Ε.) Ἄρτι δὲ τοῦ ἡλίου τῆς γῆς ὑπερκύ‐ ψαντος, σπουδῇ ταχύνας ἧκεν αὐτῇ μοναδικὸν καὶ ἡσύχιον ἄγων βίον ἀνὴρ, ᾧ σύνηθες φοιτῶντι συχνότερον ἀκούειν τὰς μυστι‐ κὰς τῶν λογισμῶν ἐξαγορεύσεις αὐτῆς. καὶ δέλτον ἐγχειρίζων
15ἔλεγεν αὐτῇ, πρὸ τῶν θυρῶν εὑρεῖν αὐτομάτως ἐξιόντα αὐτὸν ὀρθριαίτερον, ἀγνοῶν ὅστις ὁ ῥίψας εἴη, καὶ ὅτου χάριν. τά γε μὴν ἐγγεγραμμένα εἶχε πρῶτον μὲν ὅρκους φρικώδεις κατὰ τοῦ πνευματικοῦ ἐκείνου ἀνδρὸς καὶ κολάσεων δεινῶν ἀπειλὰς, ὅσαι ψυχῇ καὶ σώματι μακρὰν ἐπιφέρουσι καὶ ἀφόρητον τὴν δριμύτη‐
20τα, εἰ βουληθείη διὰ δειλίαν, ἢ δι’ οἱονδήτινα τρόπον, συστεῖ‐ λαι καὶ ἥκιστα ἐθελῆσαι δοῦναι τῇ βασιλίδι τὴν δέλτον. ἔπειτα ἔστρεφε τὸ τοῦ λόγου πρόσωπον ἐς τὴν βασιλίδα· καὶ ἦν ἡ τῶν λεγομένων δύναμις τοιαύτη. „εἰ μὴ παύσῃ μαχομένη καὶ πόλεμον ἐγείρουσα κατὰ τῶν ἱερῶν τῆς ἐκκλησίας δογμάτων, οὐκ ἂν φθά‐
25νοις φθείρουσα τὴν σὴν αὐθεντίαν καὶ τὸν τῆς οἰκείας δόξης

2

.

783

ὄλεθρον αὐτὴ ἑαυτῇ δημιουργοῦσα καὶ ἐξυφαίνουσα.“ τούτων αὐ‐ τήκοος ἡ βασιλὶς γεγονυῖα ἐχαλέπηνέ τε καὶ ὀξύτερον ἀνεβόησε, λοιδορουμένη σφόδρα τἀνδρὶ, καὶ ἀπειλοῦσα τὰ μέγιστα τῶν δει‐ νῶν, εἰ τῶν βασιλείων ἔνδον ὀφθείη τοῦ λοιποῦ. κἄπειτα διαῤ‐
5ῥήξασα τὴν δέλτον ξὺν πολλῷ τῷ θυμῷ τὸν προκείμενον ᾔει κατὰ τοῦ πατριάρχου σκοπόν· καὶ συνεκάλει τοὺς ἐπισκόπους, καὶ ὅσοι τῆς τοῦ Παλαμᾶ φατρίας ὑπῆρχον, λῆρον ἡγησαμένη τὰ ἠκουσμένα. (ϛʹ.) Ὅθεν ἀπεκλείοντο μὲν αἱ πύλαι τῶν βασιλείων ἅπασιν, ὅσοι τῷ πατριάρχῃ συνηγοροῦντες εἶεν· ἀπεκλείετο δ’ ὁ
10πατριάρχης αὐτὸς παῤῥησίας ἁπάσης καὶ τῆς ἐς τὴν σύνοδον ἐκείνην τῶν ἐπισκόπων ἀπαντήσεως. καὶ οὕτως ἐρήμῃ χρησάμενοι δίκῃ καθαίρεσιν ἔγγραφον ἐποιήσαντο κατ’ αὐτοῦ, δι’ οὐδὲν ἕτερον αἴτιον, ἢ ὅτι τὸν Παλαμᾶν ὁμοῦ ταῖς αὐτοῦ καινοφωνίαις ἀναθέματι καθυπέβαλλε, καὶ τὸν ὑπὲρ ἐκείνου κατέλυε τόμον
15ὑστερογενέσιν ἑτέροις τόμοις. ἐκείνην μὲν οὖν τὴν ἡμέραν ἐν τού‐ τοις ἡ βασιλὶς ἀνηλωκυῖα περὶ δύσιν ἡλίου τρυφῶσαν παρετίθει τράπεζαν καὶ χλιδῶντα συμπόσια τοῖς ἐς τὴν τοῦ πατριάρχου κα‐ θαίρεσιν ἀγωνισαμένοις· καὶ γέλωτές τινες οὐ μάλα εὐσχήμονες καὶ χαρμόσυνα διηγήματα πανταχόθεν τὴν εὐωχίαν ἐκείνην συνε‐
20κρότουν τε καὶ ἐθώπευον. ἄρτι δὲ περὶ τὰς τῶν ὀρνίθων ᾠδὰς τῆς νυκτὸς γενομένης ἐκείνης, πάντα ἐς τοὐναντίον τὰ τῆς χα‐ ρᾶς ἐκείνης ἀντέστραπται. ἑσπέρας γὰρ ηὐλίσατο ἀγαλλίασις, καὶ εἰς τὸ πρωῒ κλαυθμός. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον.
(Ζ.) Τῷ δὲ βασιλεῖ Καντακουζηνῷ, τῶν βασιλείων ἐντὸς γενο‐

2

.

784

μένῳ, προσήκων τόπος ἥκιστα ἦν εἰς καταμονήν· καὶ ταῦτα μήπω μηδὲ τῆς συζύγου παρούσης, ἀλλ’ ἐν Διδυμοτείχῳ διατριβούσης ἔτι. οἷς μὲν γὰρ ἁρμόττουσαν ἔχειν ἐνῆν οἰκήμασι δίαιταν βασι‐ λεῖ, ταῦτα προκατέχουσαν οὐκ ἐξέστησεν Ἄνναν τὴν βασιλίδα
5ξύν γε τῷ παιδὶ καὶ βασιλεῖ Ἰωάννῃ, οὐδ’ ἐμποδὼν ἐγεγόνει τὴν προτέραν σφᾶς ἐν τούτοις ἔχειν ἀνάπαυσιν· ἀλλ’ ὥσπερ σφίσι τῶν βασιλικῶν πρωτείων ἐξεκεχωρήκει λαμπρῶς ἔν τε καθέδραις καὶ εὐφημίαις, οὕτω κἀν ταῖς οἰκήσεσιν ἐπεπράχει. αὐτὸς δ’ ἐν τοῖς περὶ τὸν Ἀλεξίου τοῦ πάλαι μέγιστον τρίκλινον ἐρειπίοις μᾶλ‐
10λον ἢ οἰκήμασιν εἰπεῖν δέδωκε φέρων οἰκεῖν ἑαυτόν. (Η.) Ἰωάν‐ νην γε μὴν τὸν πατριάρχην, δέσμιον τηνικαῦτα παρόντα τοῖς βασιλείοις εὑρὼν, οὐδὲ μιᾶς ἠξίωσε προσαγορεύσεως. διώκτην γὰρ αὐτοῦ καταστάντα, καὶ θερμὸν ἐξ ἀρχῆς πολέμιον, οὔτ’ εὖ τι δρᾷν εἶχε, τῆς καρδίας ἥκιστα προθυμουμένης ὁμαλὸν πρυ‐
15τανεύειν οὐδέν· οὔτ’ αὖ τοῖς αὐτοῦ κακοῖς κακὰ προστιθέναι κέ‐ κρικεν ἕτερα δεῖν· πλὴν ὅτι ταῖς τοῦ Παλαμᾶ πειθόμενος εἰση‐ γήσεσι τῇ τε τῆς ἐπισκοπῆς καθαιρέσει προσεπῆγε καθαίρεσιν καὶ ἅμα ἐν τῇ τοῦ θείου Βασιλείου μονῇ προστεταχὼς ἀπενεχθῆ‐ ναι τέως ἐς Διδυμότειχον ἐκεῖθεν ἐξόριστον μετ’ ὀλίγον αὐτὸν
20ἐπεπόμφει. (Θ.) Καὶ ταυτὶ μὲν, ἰδίας καὶ πολυτελεστέρας δεό‐ μενα πραγματείας, κεφαλαιώδως πως ἡμεῖς καὶ σφόδρα τοι πε‐ φεισμένως οὑτωσὶ διεξεληλύθειμεν, πλείσταις ἄλλαις διεξιέναι λόγοις ἀφθονωτέροις τὰς ὑποθέσεις γλώτταις παραχωροῦντες,
καὶ ἄλλοτ’ ἄλλαις ἀεὶ πανταχόθεν εἰς ἕνα τινὰ συγκεκροτημένον

2

.

785

ἐχούσαις δρόμον τὸ πέρας· οἷς ἐντυγχάνειν τέ ἐστι ῥᾷστα τοῖς βουλομένοις καὶ ἅμα τὸ πολύχουν τε καὶ ποικίλον τῶν ὑποθέ‐ σεων ἀκριβέστερον ἐκμανθάνειν. τούτων δ’ οὕτως ἐχόντων, ἐξέ‐ σται λοιπὸν ἐπανιοῦσι τῶν τῆς ἱστορίας ἡμῖν ἐκείνων ἔχεσθαι πά‐
5λιν ὁμοίως εἱρμῶν, κἀκεῖθεν τῆς τῶν ἑξῆς ἀφηγήσεως ἄρχεσθαι, τὰ πλείω συντομίας εἵνεκα τῶν μεταξὺ, καὶ ὅσα πλείστοις ἄλλοις ἰδίᾳ τε καὶ δημοσίᾳ ἐστὶν εἰρημένα, παραλιμπάνοντας. ιʹ. Ἐπεὶ γὰρ τοῖς περὶ τὸν Παλαμᾶν τὸ σπουδαζόμενον ἅπαν ἦν, ἀεὶ συνιστᾷν καὶ ἐποικοδομεῖν τὰς σφῶν αὐτῶν καινοφωνίας,
10πόῤῥωθέν τε καὶ ἐγγύθεν, ἔπειθ’ ὑποῤῥέοντα μὲν πρὸς τὸ ἀδο‐ ξότερον τὰ τῶν Βυζαντίων ἑώρων πράγματα, τὰ δὲ τοῦ Καντα‐ κουζηνοῦ πρὸς τὸ ἐπικρατέστερον ἀνιόντα, Ἄνναν μὲν ἐς προὖ‐ πτον αὐτοὶ καὶ λαμπρῶς ἐθώπευον τὴν βασιλίδα, διά τε τῶν αὐτῇ προσῳκειωμένων ἀρχόντων καὶ ὅσον τὴν βασίλειον ἐπλήρου
15γυναικωνῖτιν πλῆθος, ἵνα δὴ συναγωνιζομένην ἔχοιέν σφισιν αὐ‐ τὴν ἅμα τοῖς ἀμφ’ αὐτὴν ἅπασιν· εἶχον γὰρ εὐφυῶς ὑποδρα‐ μεῖν καὶ ἀναμοχλεῦσαι ῥᾷστα γνώμας ἀνθρώπων, τοῦ πονηροῦ παραθήγοντος πνεύματος· λάθρα δὲ γραφαῖς καὶ πολυτρόποις μηχαναῖς τῷ Καντακουζηνῷ συνεκρότουν, πόῤῥωθεν καὶ αὐτὸν
20ἐς τὰς οἰκείας καινοφωνίας μεθέλκοντές τε καὶ ἁρμοζόμενοι. διὸ καὶ τοῖς προδιδοῦσιν αὐτοὶ συνήργουν τὰ κράτιστα ἐς τὴν τοῦ Καντακουζηνοῦ πρὸς Βυζάντιον εἴσοδον. καὶ οὑτωσὶ λοιπὸν ἐξαν‐ δραποδισαμένοις ἐκείνου τὴν γνώμην ἅπασαν μικρόν τι τὸ κω‐
λύον ἅπαν ἐνομίζετο, καὶ μόγις μέγα, φέρειν καὶ ἄγειν Καντα‐

2

.

786

κουζηνὸν εἰς ἅπαν τὸ σφίσι βουλόμενον, ἀφ’ οὗ τὸ βασίλειον ἐς τὸ ἐντελὲς περιεζῶσθαι ξυνεῤῥύη κράτος. (Β.) Δόξαν οὖν ἐς τοὺς ἰδίους τῷ Παλαμᾷ τρόπους ἀνυσιμώτατον δυοῖν πεπραχέ‐ ναι θάτερον· ἢ ἑαυτὸν, εἰ δυνηθείη, τοῖς πατριαρχικοῖς ἐγκα‐
5θιδρῦσαι θρόνοις, ἢ γοῦν τῆς φατρίας τό γε δεύτερον ἕνα ὁντι‐ νοῦν· ἐπειδήπερ αὐτῷ μὲν ἥκιστα κατὰ σκοπὸν ἐχώρει τὸ πρᾶγμα, ἀντεισενεγκεῖν Ἰσίδωρον ἐξεγένετο, ὃς Μονεμβασίας μὲν ἐψήφιστο πρότερον· ἔπειτα διὰ τὸ ταῖς τοῦ Παλαμᾶ καὶ αὐτὸν ἁλίσκεσθαι καινοφωνίαις καθῄρηταί τε καὶ τῆς ἱερᾶς ἀφώρισται κοινωνίας·
10δι’ ὃν δὴ καὶ πατριαρχεύσαντα νῦν τὸ τῆς ἐκκλησίας εὐθὺς ἐῤ‐ ῥάγη σύστημα. (Γ.) Καὶ πρῶτον μὲν τῶν ἐπισκόπων οἱ πλείους ἐς τὸ τῶν θείων ἀποστόλων ἀθροισθέντες τέμενος, δεύτερον δ’ ἐς τὴν Στεφάνου τοῦ θείου πρωτομάρτυρος μονὴν, αὐτόν τε Ἰσί‐ δωρον καὶ ὅσοι ὁμόφρονες εἶεν ἀναθέματι κανονικῷ καθυπέ‐
15βαλλον, καὶ ἅμα τὴν ψῆφον ὑπογραφαῖς ἰδίαις κυρώσαντες παῤ‐ ῥησίᾳ σφίσιν ἐπεπόμφεισαν. ἐφ’ οἷς ἀχθεσθέντες σφόδρα τὸν βασιλέως θυμὸν ὀξύνουσι κατ’ αὐτῶν. κἀντεῦθεν τοῖς μὲν παρα‐ θεωρεῖσθαι ξυνέβαινε, κἀξ ἐνδόξων ἀδόξοις καθίστασθαι, κἀξ εὐπόρων αὖ αἰφνίδιον ἀπόροις· τοῖς δ’ ὑπερορίοις γίνεσθαι τῆς
20μεγάλης πόλεως, οἷς μὲν ἑκοῦσιν, οἷς δ’ οὔ. (Δ.) Καὶ τὰ ἐπὶ τούτοις ἔστι διηγουμένων ἑτέρων ἀκούειν πλατύτερον· ὅπως μὲν ἄλλος ἄλλοθι διεσπάρησαν ἅπαντες, καὶ ἀπεῤῥίφησαν μετὰ τῆς παῤῥησίας καὶ τῶν ἐλέγχων· ὅπως δ’ αὖ τῶν πανταχῆ θαλάσσης
τε καὶ γῆς ὀρθοδόξων ἐς Βυζάντιον συχνὰ ἐσεφοίτα γράμματα,

2

.

787

ζήλου θείου μεστὰ, περιφανεῖ παραπεμπόντων ἀναθέματι Παλα‐ μᾶν ὁμοῦ καὶ Ἰσίδωρον, καὶ ὅσοι ὁμόφρονες ἔκ τε Ἀντιοχέων φημὶ καὶ Ἀλεξανδρέων καὶ ἅμα Τραπεζουντίων ἐπισκόπων καὶ πρεσβυτέρων· ἔκ τε Κυπρίων ὁμοῦ καὶ Ῥοδίων καὶ ὀρθοδόξων
5προσοίκων· ἔκ τε Μυσῶν καὶ Τριβαλλῶν, καὶ ὅσοι τοῖς τῶν θείων πατέρων ὅροις ἐμμένειν μακρῷ παρειλήφεσαν ἐθισμῷ, καὶ μηδέν τι νεώτερον δέχεσθαι παρ’ οὐδενὸς τῶν ἁπάντων, κἂν ἀγ‐ γέλων τις ἐξ οὐρανοῦ κομίζῃ. ιαʹ. Ἡμεῖς δ’ ἐς τοσοῦτον ἥκομεν τοῦ παρενεχθῆναι λαθεῖν
10τῷ πολυειδεῖ καὶ ποικίλῳ τῶν ὑποθέσεων, ὥσθ’ ἃ παρεῖται δο‐ κεῖν εἶναι τὰ καιριώτερα. τὰ δέ ἐστιν, ὅπως τε ἑκάτερος ἑκατέρῳ χορηγῷ καὶ ταμίᾳ τοῦ ἀξιώματος ἐχρήσατο· Καντακουζηνῷ μὲν Ἰσίδωρος τῆς πατριαρχίας, Καντακουζηνὸς δ’ Ἰσιδώρῳ τῆς βα‐ σιλείας τὸ δεύτερον. ἡ γὰρ ἐν Διδυμοτείχῳ πρὶν ἀναγόρευσις τὸ
15τέλειον ἔχειν ἥκιστα ἐδόκει τοῖς Παλαμίταις. (Β.) Γεγονέναι δὲ τὰ τοιαῦτα συμπέπτωκε κατὰ τὸν ἐν Βλαχέρναις θεῖον νεών. τὸ γὰρ θαῦμα τῆς οἰκουμένης ἐκεῖνο, τὸ μέγα λέγω καὶ περιβόητον τῆς τοῦ θεοῦ Σοφίας τέμενος, ἀφ’ οὗ τὸ μέρος ἐκεῖνο καθῄρη‐ ται, πρὸς τὸ ἀχρεῖον φεῦ ἀπενεχθὲν, μακράν τινα τὴν ἀωρίαν
20εἶχε τοιαύταις ἑορταῖς διακονεῖσθαι καὶ πανηγύρεσιν. μὴ οὖν πρὸς τοσοῦτον οὗτος ἀποχρῶν πλῆθος πνιγηρόν τι χωρίον ἐδό‐ κει καὶ ἀτερπές. τοῦ γὰρ δημοσίου βήματος ἐκείνου μῆκος ἀνά‐
λογον ἔχειν ἀπαιτουμένου τῷ τε ὕψει καὶ πλάτει, ἐφ’ οὗ τοὺς

2

.

788

βασιλικοὺς ἔδει τεθῆναι θρόνους, ἐχρῆν ἑκατέρωθεν τὴν προσή‐ κουσαν ἔχειν εὐρυχωρίαν καὶ τοὺς τοῦ θεραπευτικοῦ τάγματος, ὁπότε δεήσειεν· ὡς εἶναι βραχὺ λοιπὸν τὸ λειπόμενον τοῦ νεὼ πρὸς ὑποδοχὴν διαφόρων ὄχλων. ὅμως ἐφαμίλλου τῷ μεγίστῳ
5θείῳ ἐκείνῳ τεμένει τῶν πάντων ὄντος οὐδενὸς, ὁ δεύτερος ἐξ ἀνάγκης ἔδοξε πλοῦς εἰς τὴν χρείαν αὐτός. (Γ.) Καὶ ἦσαν οἱ τοὺς βασιλικοὺς τηνικαῦτα θρόνους πληροῦντες ἐκείνους δυοῖν τε βασιλέων ὁμωνύμων ὁμοφροσύνη καὶ ἅμα βασιλίδες τρεῖς, Ἄννα τε καὶ Εἰρήνη ἡ Καντακουζηνὴ μετὰ τῆς θυγατρὸς Ἑλέ‐
10νης. τούτων δ’ οὕτω τετελεσμένων, περὶ δεκάτην ὥραν που τῆς πρώτης καὶ εἰκοστῆς τοῦ μαΐου ἵππων εὐθὺς ἐπιβάντες, ὡς εἶ‐ χον, μετὰ τῶν βασιλικῶν ἐνδυμάτων ἐκείνων ἧκον ἐς τὸ παλά‐ τιον. κἀκεῖ τὴν συνήθη πεποιηκότες ἐμφάνειαν ἀφ’ ὑψηλοῦ τοῦ βήματος εἶτα κατῄεσαν, καὶ τράπεζαν παρετίθεσαν, ἐπὶ πέντε
15θρόνων αὖθις καθίσαντες. (Δ.) Τοσαύτῃ δὲ πενίᾳ κατείχετο τὰ βασίλεια τηνικαῦτα, ὥστ’ οὐδὲν ἦν τῶν τρυβλίων καὶ ἐκπωμάτων ἐκεῖ χρυσοῦν ἢ ἀργυροῦν· ἀλλ’ ἔνια μὲν καττιτέρινα, τὰ δ’ ἄλλα πάντα κεραμεᾶ καὶ ὀστράκινα. ἐξ ὧν ἔξεστι συνιέναι τοῖς ὅσοι μὴ ἀδαεῖς τῶν τοιούτων καὶ περὶ τῶν ἄλλως ὀφειλομένων, ὁπόσα
20μὴ κατὰ τὸ εἰκὸς τελεῖσθαι ξυνέβαινε, τῷ τῆς ἐνδείας βιαίῳ τῶν τότε τυραννουμένων πραγμάτων καὶ λόγων καὶ ἐγχειρημάτων. ἐῶ γὰρ λέγειν, ὅτι καὶ τὰ βασιλικὰ τῆς ἑορτῆς ἐκείνης διαδήματά τε καὶ περιβλήματα, ὡς ἐπὶ τὸ πλεῖστον, χρυσοῦ μὲν εἶχον τὴν φαν‐
τασίαν καὶ λίθων δῆθεν πολυτιμήτων· τὰ δ’ ἦν ἐκεῖνα μὲν

2

.

789

ἀπὸ σκύτους, ὁπόσα χρυσὸς ἐπιχρώζει πρὸς τὴν τῶν σκυτέων ἐνίοτε χρείαν· ταῦτα δ’ ἐξ ὑέλων, παντοδαπὴν ἐχόντων χροιὰν πρὸς τὸ διαυγές. ἦσαν δ’ οὗ καὶ σποράδην εἰπεῖν εὐκοσμίαν ἔχον‐ τες ἀληθεύουσαν λίθοι πολυτελεῖς καὶ μαργάρων στιλπνότης,
5οὐκ ἀπατῶσα τὰς ὄψεις· οὕτως ἔῤῥει καὶ σφόδρα ἔσβη καὶ κα‐ τηνέχθη τὰ τῆς ἀρχαίας ἐκείνης εὐδαιμονίας τε καὶ λαμπρότητος τῶν Ῥωμαϊκῶν πραγμάτων· ὡς νῦν γε μηδ’ ἄνευ αἰσχύνης ἔχειν ἡμᾶς ἐκτιθέναι τὴν τῶν τοιούτων ἀφήγησιν. (Ε.) Αἰτίαι δ’ ἦσαν τῆς τοιαύτης καταφορᾶς τε καὶ κακοδαιμονίας· πρώτη μὲν, ἡ
10τῶν ἐμφυλίων στάσεων φορά τε καὶ σύγχυσις· ᾗ ῥᾴστη μὲν ἡ τῶν ὄντων ἦν χρηματικῶν εἰσόδων ἀνατροπή· ῥᾴστη δ’ ἡ τῆς οὐκ οὔσης δαπάνης εὕρεσις καὶ ἐπίνοια· δευτέρα δὲ καὶ τελευταία, τὸ φιλάργυρόν τε καὶ χρυσομανὲς τῆς γνώμης τῆς τε βασιλίδος Ἄννης καὶ Ἀλεξίου τοῦ Ἀποκαύκου· οἷς ἡ τοῦ στρατεύεσθαι
15χρεία κατὰ τοῦ Καντακουζηνοῦ, πρόφασιν παρασχοῦσα πλουτεῖν κακοτρόπως, ὅλαις ἐξαντλεῖν ἐπινενόηται χερσὶ τὰ ἐκ πολλοῦ τοῖς βασιλικοῖς ταμιείοις ἐντεθησαυρισμένα πολυτελῆ κειμήλια. προσ‐ ποιούμενοι γὰρ ἑτέροις πιπράσκειν τὰ μὲν αὐτῶν αὐτοὶ κατ’ ἐκλογὴν ἐσφετερίζοντο λάθρα· τὰ δ’ αὐτοὶ ἑαυτοῖς ἐπίπρασκον,
20πάνυ τοι εὔωνον, καὶ ὁποία βουλομένοις σφίσιν ἦν, τὴν πρᾶσιν ποιούμενοι. ἦν δ’ ὅμως καὶ ἐξεπίτηδες τὸ γινόμενον, ὡς αὐτοῖς ἐνίοτε ἐκλαλούμενον ἦν· ἵν’ εἰ τύχοι παρειληφὼς τὴν βασίλειον ἀρχὴν ἐς Βυζάντιον εἰσεληλυθὼς ὁ Καντακουζηνὸς, μὴ εἶναί οἱ
χρημάτων εὐπορίαν, δι’ ὧν τοῖς ἡγεμόσιν ἰσχὺς κατ’ ἐχθρῶν

2

.

790

περιγίνεται καὶ κόσμος τῇ ἀρχῇ δημιουργεῖται· ἀναλογίαν γὰρ ἔχειν βίῳ παντὶ τὰ χρήματα, καὶ μάλιστα πάντων ταῖς ἡγεμονι‐ καῖς ἀρχαῖς, ὁποίαν δήπου τοῖς πᾶσι ζώοις ἡ τῶν νευρῶν σύμ‐ πηξίς τε καὶ ἁρμονία. (ϛʹ.) Ὅθεν ἐλθόντι τῷ Καντακουζηνῷ
5πάντ’ ἦν παντάπασι κεκενωμένα τὰ βασιλέων ταμιεῖα· καὶ πλὴν ἀέρος καὶ κόνεως καὶ τῶν Ἐπικουρείων εἰπεῖν ἀτόμων, εὕρηται πλέον οὐδὲν ἐν αὐτοῖς. δέον οὖν ζητῆσαι καὶ λαβεῖν ἃ μὲν ἐκ τῆς βασιλίδος Ἄννης εἰς τὰς τῶν βασιλικῶν ἐνεργειῶν ἀναγκαίας δα‐ πάνας· ἃ δ’ ἐκ τῶν τὰ δημόσια κατεδηδοκότων, κἀκεῖθεν πορι‐
10σαμένων τὴν τοῦ πλουτεῖν εὐπορίαν, κἀκ πενήτων πάνυ τοι γε‐ γονότων ἐξαίφνης πλουσίων· ὁ δὲ σιωπῇ παρέδραμεν ἅπαντα· εἴθ’, ὡς ἐμοὶ δοκεῖ, τῇ συμφυεῖ καὶ συντρόφῳ πραότητι κἀν‐ ταῦθα χρώμενος· εἴθ’, ὡς ὁ τῶν πλείστων ἐκράτει λόγος, δει‐ λίας τε συνισχημένος τρόποις ἐξ ὁμοφυοῦς τινος ἀφελείας καὶ
15ἅμα δεδιὼς ἀδόκητόν τινα στάσιν, ἔτι τεταραγμένων αὐτῷ τῶν πραγμάτων καὶ ἀνωμάλων ὄντων. (Ζ.) Τοσοῦτον γὰρ ἀπέ‐ σχετο τοῦ μηδενὶ δι’ ὄχλου γενέσθαι τῶν ὅσοις, τῷ καιρῷ πρὸς ἁρπαγὴν χρησαμένοις συμμάχῳ, διανείμασθαι ξυνεπεπτώκει τά τε αὐτοῦ καὶ τὰ τῶν ἀκολουθησάντων αὐτῷ πράγματα, οἰκίας
20τε καὶ ἀγροὺς δηλαδὴ, καὶ ὅσα χρυσὸς καὶ μάργαρος καὶ λίθοι πολυτελεῖς συνοικοδομοῦσι καὶ συνυφαίνουσιν· ὥστε καὶ ὀφείλων ἀποδοῦναι πρὸς τῶν ἡρπακότων ἀνειληφότα μὲν τὸ οἰκεῖον ἅπαν πρότερον τοῖς μυρίους ὑπομεμενηκόσι δι’ αὐτὸν κινδύνους, προσ‐
αποδοῦναι δ’ αὖ καὶ τὰ τοῖς πόνοις ἀνάλογα ἔπαθλά σφισιν, ὁ

2

.

791

δὲ οὐδ’, ὅποι καταλύσειεν ἐκείνων ἕκαστος ἑσπέρας, ἦν πεφρον‐ τικώς· ἀλλὰ καὶ ἀπαιτοῦσιν ἐπετίμα, καὶ καταβοῶσιν ἤχθετο, καὶ διανυκτερεύοντας ἐν τοῖς ὑπαίθροις καὶ πλανωμένους ἐς ἀλ‐ λοτρίας θύρας ὑπερεώρα, ὑπόδειγμα τιθεὶς, ὡς ἔφασκε, σφίσιν
5αὐτὸς ἑαυτὸν διὰ τῆς τῶν παθημάτων ταὐτότητος, ὥσπερ τις βραβευτὴς καὶ ζυγοστάτης μέσος ἱστάμενος καὶ νέμων ἐπίσης ἑαυτῷ τε καὶ τοῖς ἄλλοις τὴν τοῦ βίου ῥοπὴν καὶ τὴν τῶν ὕβρεων πρόφασιν· ῥίζοθεν οὕτως ἐκτέμνων καὶ ἀποφράττων κακῶς τὰς τὸ δίκαιον σοφιζομένας τῆς κρίσεως γλώττας. ἀλλὰ περὶ μὲν τοῦ
10εὖ τε καὶ ὡς ἑτέρως τὰ τοιαῦτα τῷ Καντακουζηνῷ ἐψηφίσθαι τε καὶ πεπράχθαι κρίνειν παρίημι τοῖς τῇδε τῇ ἱστορίᾳ κατὰ τὸ εἰκὸς ἐντυγχάνουσι, καὶ συνάπτειν εὐφυῶς δυναμένοις ταῖς ἀρ‐ χαῖς τῶν πραγμάτων τὰ τέλη, καὶ παρεξετάζειν, ὥσπερ ἐφ’ ἑνός τινος σώματος, τὴν ἀλληλουχίαν καὶ συστοιχίαν τῶν κατὰ μέρος
15καὶ καθ’ ἕκαστα πεπραγμένων τε καὶ λελεγμένων. ἐγὼ δ’ ἐκεῖσε ἐπάνειμι. (Η.) Ἑβδόμη γὰρ μετὰ τὴν ἀναγόρευσιν καὶ στεφηφο‐ ρίαν ἐκείνην ἡμέρα παρῆν· καὶ ὁ αὐτὸς ἐν Βλαχέρναις εἶχε θεῖος ναὸς μετὰ τοῦ βήματος καὶ τῶν δίφρων ἐκείνων τούς τε βα‐ σιλέας ὁμοῦ καὶ τὰς βασιλίδας· καὶ τὰ νόμιμα τῆς τῶν νέων βασι‐
20λέων προετελεῖτο συζυγίας, Ἰωάννου φημὶ καὶ Ἑλένης, τοῦ μὲν ἑξκαιδεκαέτους ὄντος, τῆς δὲ δυοῖν ὑποβεβηκυίας ἐτῶν ἐκείνου. ιβʹ. Ἐπεὶ δὲ στρατὸς καὶ δῆμος ἅπας ἤσχαλλέ τε καὶ τὰ
μέλλοντα μᾶλλον ἢ τὰ παρόντα ἐδεδίει δικαιωτήρια, διὰ τὸ ἐκ‐

2

.

792

κεκόφθαι καὶ ἀφωρίσθαι τῆς τῶν Χριστιανῶν κοινωνίας πρὸς τοῦ πατριαρχεύσαντος Ἰωάννου, τῆς ἐμφυλίου στάσεως ἄρτι καθι‐ σταμένης, εἴ τίς τε Καντακουζηνὸν ὡς βασιλέα καὶ εἴ τις Πα‐ λαμᾶν μετὰ τῆς φατρίας εἰς κοινωνίαν προσίεσθαι βούλοιτο, ἔγ‐
5γραφον ὁ πατριαρχεύων τέως Ἰσίδωρος, ἐπ’ ἄμβωνος ἀναβεβη‐ κὼς, διεξῆλθε συγχώρησιν, ἣ καὶ ἦν τῶν ἁπάντων οὐδεὶς ᾧ ἤρεσκέ τε καὶ προσεδέδεκτο· ἀλλ’ ὑπηνέμια παντάπασιν ἐδόκει, καὶ ἀμυδρότερα πάσης σκιᾶς, καὶ χλεύης καὶ μυκτῆρος ἄξια μα‐ κροῦ, καὶ μικροῦ δέω λέγειν, ἦν οὐδεὶς ᾧ μὴ γέλως τὰ λεγόμενα
10ἦν, καὶ ὅμοια ὥσπερ ἂν εἴ τις ἄμφω τὰς ὄψεις τελέως ἀφῃρη‐ μένος τοὺς τῶν ὀφθαλμῶν τὸν ἕτερον πεπηρωμένους ἰατρεύειν ὑπισχνεῖτο. τοῖς γε μὴν σεμνοτέροις ταῦτα δὴ τὰ τοῦ εὐαγγελίου διὰ γλώττης ἦν, „ἔξελε (φάσκουσι) πρῶτον, ὑποκριτὰ, τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ
15ἀδελφοῦ σου“· καὶ αὖ ἐπὶ τούτοις ὁπόσα γε τούτοις ὁμόστοιχα. „δέον γὰρ αὐτὸν (ἔφασκον) συγγνώμην ἑαυτῷ τὴν μείζω ζητεῖν ἐπὶ διπλοῖς καὶ πολλαπλοῖς τοῖς ἐγκλήμασιν, ὁ δὲ τοὺς οὐδὲν αὐ‐ τοῦ δεομένους ἀναιδῶς οὑτωσὶ θεραπεύειν ἠξίου, τοὺς μὴ πάνυ λεπροὺς, εἰπεῖν, ὁ πάνυ λεπρὸς, καὶ τοὺς μικρᾶς δεομένους κα‐
20θάρσεως ὁ ῥύπου καὶ πηλοῦ μεστὸς, κατὰ τοὺς χοίρους, οἳ τῷ βορβόρῳ ἐγκαλινδοῦνται.“ τοιούτοις μὲν δὴ καὶ μείζοσι τούτων αἱ πολλαὶ καὶ διάφοροι γλῶσσαι τῶν τηνικαῦτα παρόντων ἐκεῖ πρὸς αὐτὸν ἐπετόξευον σκώμμασι· καὶ σύνδυο καὶ σύντρεις ἐκ διαστή‐ ματος ἀθροιζόμενοι διηπόρουν ἀλλήλοις τά γε τοιαῦτα κοινού‐
25μενοι καὶ τὴν ἀναίδειαν λοιδοροῦντες ἐκείνου λάθρα καὶ ὑπ’

2

.

793

ὀδόντα. (Β.) Ἦσαν δ’ οἳ καὶ ἐκκεκαλυμμένως ἐς προὖπτον ἐλοι‐ δοροῦντο τἀνδρὶ, μηδὲν ὑγιὲς μήτε δρῶντι, μήτε λαλοῦντι, μήτ’ ἐν τῷ τότε παρόντι τῆς ὥρας, μήτ’ ἐς τοὐπιὸν τοῦ χρόνου. μετὰ γὰρ βραχύν τινα χρόνον, διὰ τὸ τῆς αὐτοῦ ῥαγῆναι κοινωνίας
5τοὺς πλείους τῶν ἐπισκόπων καὶ πρεσβυτέρων, πλῆθος ἀγοραῖον ἑαυτῷ θιασώτας ἀθροίσας τοιούτων τὴν ἐκκλησίαν ἀντὶ τῶν ῥαγέντων ἐνέπλησεν, ἐπισκόπους σχεδιάσας καὶ πρεσβυτέρους ἑτέ‐ ρους, ὥσπερ οἱ μῦθοι πάλαι τοὺς σπαρτοὺς καὶ αὐθημερινοὺς γίγαντας, καὶ οὕτω κατὰ τῆς εὐσεβείας ἀμαθῶν λογίων ὁπλίσας
10πλεῖστα συνέδρια. (Γ.) Ἔπειτα θεραπεύειν ἠξίου λυπούμενον τῆς τῶν πατριαρχικῶν ἀποτυχίας θρόνων τὸν Παλαμᾶν, διδάσκαλόν τε ὄντα τοῦ θιάσου καὶ τῆς φατρίας καί οἱ τῶν ἀξιωμάτων αἴ‐ τιον· καὶ τοῦτον ἐπίσκοπον χειροτονεῖ Θεσσαλονικέων· οἷ καὶ ἀπιόντα μήτε τινὸς τετυχηκέναι ξενίας πρὸς τῶν ἐκεῖ ξυμπέ‐
15πτωκε πολιτῶν, καὶ ἅμα τὴν ἀπὸ Σκυθῶν πόῤῥωθεν εἰληφότα ῥῆσιν, εἰπεῖν, καθάπερ τι Κυλώνειον ἄγος ἐξ αὐτῶν εὐθὺς ἐπα‐ νιέναι ἐληλαμένον τῶν τῆς πόλεως ἀγρῶν καὶ προαστείων, πρὶν ἐν‐ τὸς γενέσθαι πυλῶν καὶ πρὶν ἐγγὺς ἐληλυθέναι τείχους. (Δ.) Ἀλλὰ ταυτὶ μὲν ἑτέροις καταλελοιπότας ἡμᾶς, οἳ πραγματείαν εἰς μῆ‐
20κος ἰδίαν πεποίηνται πάνθ’ ὁπόσα τοῖς ἐκκλησιαστικοῖς συμβέ‐ βηκε τότε δόγμασιν, χρεὼν, ἃ τῇ ἱστορίᾳ κεφαλαιώδως πως εἰ‐ ρῆσθαι προσῆκον, ἤδη διεξιέναι κατὰ τὸν ἄνω που παραλελειμ‐
μένον εἱρμόν.

2

.

795

αʹ. Τῶν μὲν οὖν Θρᾳκικῶν πόλεων οὐδεμία, πλὴν τῆς πα‐ ραλίου Μηδείας, ἐλέλειπτο, τοῦ μὴ ἐς ὑποταγὴν καταστῆναι τῷ Καντακουζηνῷ μετὰ τὴν ἐς Βυζάντιον εἴσοδόν τε καὶ τὸ τῆς αὐτοκρατορικῆς ἀναγορεύσεως ἐντελές. ἐν δὲ Μακεδονίᾳ, τῶν
5ἄλλων ὑπηκουσῶν τῷ τῶν Τριβαλλῶν ἡγεμόνι, Βέῤῥοια μὲν καὶ αὐτὴ μετ’ ὀλίγον τῶν ὑπηκόων αὐτοῦ ἐγεγόνει, συμμαχίας ἄνευ ἐπὶ μακρὸν ἀντέχειν οὐ δυναμένη πρὸς βαρβαρικὴν καὶ ἐπίμονον μάχην, φυγάδος ἐκεῖθεν μεταξὺ γενομένου τοῦ τηνικαῦτα ἐπιτρο‐ πεύοντος Μανουὴλ, τοῦ τοῦ βασιλέως υἱοῦ. Θεσσαλονίκῃ δ’ οὐκ
10ἤρεσκεν οὐδενὶ προσρυῆναι, μήτε τῷ Καντακουζηνῷ, μήτε μὴν
τῷ τῶν Τριβαλλῶν ἡγεμόνι. (Β.) Στάσις γὰρ ἐκ πολλοῦ κατεῖ‐

2

.

796

χεν αὐτήν· καὶ Ζηλωτῶν οὑτωσί πως ὠνομασμένων ἄθροισμα τῶν ἄλλων ἐπρώτευε· καὶ ἦν πρὸς οὐδεμίαν τῶν πολιτειῶν τὴν μίμησιν ἀναφέρουσα. οὔτε γὰρ ἀριστοκρατική τις ἦν, ὁποίαν τοῖς πάλαι Λυκοῦργος Λακεδαιμονίοις ἀνύειν προσετετάχει· οὔτε
5τις δημοκρατικὴ, καθάπερ τῶν Ἀθηναίων ἡ πρώτη τε καὶ ἣν ἐκ τετραφύλων εἰς δεκαφύλους ἐπεπράχει Κλεισθένης· οὔθ’ ἥν τε Ζάλευκος τοῖς Ἐπιζεφυρίοις Λοκροῖς ἐβράβευσε καὶ ἣν τοῖς ἐν Σικελίᾳ Χαρώνδας ὁ Καταναῖος· οὔτε τις ὑπὸ δυοῖν ἢ πλειό‐ νων εἰς ἕν τι κραθεῖσα καινότερον εἶδος, ὁποῖαί τινες ἦσαν ἥ τε
10Κυπρίων καὶ ἣν ἐν τῇ πάλαι Ῥώμῃ τὸν δῆμον, κατὰ τῶν ὑπατι‐ κῶν ἀνδρῶν στασιάσαντας, καταστήσασθαι λέγεται· ἀλλ’ ὀχλο‐ κρατία ξένη τις καὶ οἵαν φέροι ἂν καὶ ἄγοι τὸ αὐτόματον. θρα‐ σύτεροι γάρ τινες, εἰς αὐτοχειροτόνητον αὐθεντίας ἄθροισμα συλ‐ λεγέντες, πᾶσαν ἐκεῖ κατατρέχουσιν ἡλικίαν, τῆς τε πόλεως ἐκ‐
15δημαγωγοῦντες τὸν ὄχλον πρὸς τὸ βουλόμενον καὶ τῶν πλουτούν‐ των ἀφαιρούμενοι τὰς οὐσίας, τρυφῶντές τε αὐτοὶ καὶ μηδενὶ τῶν ἔξωθεν ὑπεῖξαι κελεύοντες ἡγεμόνων, ἀλλὰ τοῦτ’ εἶναι κα‐ νόνα καὶ νόμον τοῖς ἄλλοις, ὅπερ ἂν ἐκείνοις δόξειεν. (Γ.) Ἥ γε μὴν Θρᾳκικὴ Μήδεια, ἣ δυτικωτέραν τε ἔχει Βυζαντίου τὴν θέ‐
20σιν καὶ πρὸς τῷ ἄκρῳ τοῦ Εὐξείνου κειμένη πόντου σταδίους ἐντεῦθεν ἀπέχει μικρόν τι τετρακοσίων ἐπέκεινα, πρὸς ὀλίγον ἀπο‐ στατήσασα, καὶ καθ’ ἑαυτὴν γενομένη, πολλὰ μὲν ἔδρασε κατὰ
Βυζαντίων δεινὰ, πλεῖστα δ’ ἐπεπόνθει· τέλος δὲ πολιορκηθεῖσα

2

.

797

προὔδωκεν ἑαυτὴν Καντακουζηνῷ καθ’ ὁμολογίαν. καὶ ταῦτα μὲν τῇδέ πη ἔσχε. (Δ.) Σεβαστοκράτορες δ’ ἐπὶ τούτοις ὑπὸ τοῦ βασιλέως οἱ δύο τῆς βασιλίδος Εἰρήνης κεχειροτόνηνται ἀδελφοὶ, Ἰωάννης καὶ Μανουὴλ, καὶ τοῖς τῷ τοιούτῳ προσήκουσιν ἀξιώ‐
5ματι παρασήμοις, ἔν τε καλύπτραις καὶ ὑποδήμασιν ἅμα, κε‐ κόσμηνται. ὧν ἅτερος, ὁ Ἰωάννης, ὀλίγῳ ὕστερον ἐς τὸ τῶν Ἐπιβατῶν ἀπιὼν φρούριον τῇ Ἀλεξίου τοῦ Ἀποκαύκου θυγατρὶ συνεζύγη· ᾗ συνῳκήκει πρότερον ὁ Παλαιολόγος Ἀνδρόνικος, ὃν πνιγῆναι κατὰ τὸν περὶ Διδυμότειχον καὶ Ἀδριανούπολιν ποταμὸν
10ἀνωτέρω που δεδηλώκαμεν. βραχὺν δ’ ἐκεῖ διατετριφότα χρόνον ἔπειθ’ ἑκόντα προὔπεμπε τὸν Ἰωάννην σύν γε τῇ νέᾳ συζύγῳ λαμπρῶς ἡ πενθερὰ ἐς τὸ τῆς Τραϊανουπόλεως ἔγγιστα φρούριον, τὴν τῶν Ἀδήλων λέγω μονήν. ἔνθα τὰς τῶν οἰκήσεων ἐπαύλεις καὶ τοὺς ἀγροὺς ἐκ πολλοῦ πρὸς Καντακουζηνοῦ κεκλήρωται τοῦ
15βασιλέως. ἐδεδίει γὰρ ἐκείνη, μὴ χειρωσάμενος ἐκεῖνος τὸ τῶν Ἐπιβατῶν φρούριον μετὰ τῶν χρημάτων ἐκεῖθεν ἐξόριστον ταύ‐ την ποιήσηται. (Ε.) Κατὰ τοῦτον μέντοι τὸν χρόνον νόσημα τοῖς ἀνθρώποις ἐνέσκηψε βαρὺ καὶ λοιμῶδες, ἀρξάμενον ἀπὸ Σκυθῶν καὶ Μαιώτιδος καὶ τῶν τοῦ Τανάϊδος ἐκβολῶν ἦρος
20ἄρτι καθισταμένου, καὶ διήρκεσεν ἅπαντα τὸν ἐνιαυτὸν ἐκεῖνον, μεταβαῖνον καὶ διαφθεῖρον ὡσαύτως μόνην ἐς τἀκριβὲς τὴν παρά‐ λιον οἰκουμένην, πόλεις ὁμοῦ καὶ χώρας, τάς τε ἡμετέρας καὶ ὅσαι κατὰ τὸ συνεχὲς διήκουσιν ἄχρι Γαδείρων τε καὶ στηλῶν Ἡρακλείων. δευτέρου δ’ ἐπιόντος ἔτους μετέβη καὶ ἐς τὰς τοῦ
25Αἰγαίου νήσους. ἔπειτα καὶ Ῥοδίων ἥψατο, καὶ Κυπρίων ὁμοίως,

2

.

798

καὶ ὅσοι τὰς ἄλλας νέμονται νήσους. ἐπενέμετο δὲ τὸ πάθος ἐπί‐ σης ἄνδρας καὶ γυναῖκας, πλουσίους καὶ πένητας, γηραιοὺς καὶ νέους, καὶ ἁπλῶς εἰπεῖν, οὐδεμιᾶς οὔθ’ ἡλικίας οὔτε τύχης ἐφεί‐ δετο. ἐκενοῦντο δ’ οἰκίαι πλεῖσται καθάπαξ τῶν οἰκητόρων ἁπάν‐
5των μιᾶς ἡμέρας, ἢ καὶ δυοῖν ἐνίοτε, μηδενὸς μηδενὶ βοηθεῖν δυναμένου, μήτε δὴ τῶν γειτονούντων, μήτε μὴν τῶν κατὰ γέ‐ νος καὶ καθ’ αἷμα προσηκόντων οὐδενός. οὐ μόνους γε μὴν ἀν‐ θρώπους τὸ πάθος οὑτωσὶ διετέλει μαστίζον· ἀλλὰ καὶ εἴ τι κατ’ οἶκον ὡς τὰ πολλὰ τοῖς ἀνθρώποις ἐκείνοις συνέζη τε καὶ συνῴ‐
10κει τῶν ἄλλων ζώων· κύνας φημὶ καὶ ἵππους καὶ ὀρνίθων παντοῖα γένη, καὶ εἴ τινες ἐν τοῖς τῶν οἴκων τοίχοις οἰκοῦντες ἔτυχον μύες. σημεῖα δὲ τοῦ τοιοῦδε νοσήματος ἦν ἐξανθοῦντα, καὶ τοῦ ἀθρόου πρόδρομα θανάτου ἐκείνου, ὀγκώδης τε ἔκφυσίς τις περὶ τὰς ἀρχὰς τῶν μηρῶν καὶ τῶν βραχιόνων καὶ ἅμα αἱ‐
15ματώδης φθόη· ἃ τοὺς συσχεθέντας αὐθημερὸν ἐνίοτε, κα‐ θημένους ἢ βαδίζοντας, τοῦ παρόντος ἀπῆγε τάχιστα βίου. ὅτε δὴ καὶ Ἀνδρόνικος, ὁ τῶν υἱέων τοῦ βασιλέως νεώτερος, ἐτεθνήκει. βʹ. Τῶν μέντοι πραγμάτων ἐν τούτοις ὄντων, ἔδοξε τῷ Ἀσὰν Ἰωάννῃ, τοῖς περὶ τὴν Ἀδριανούπολιν χωρίοις ἄρτι τὰς
20διατριβὰς ποιουμένῳ, τὸν ἀδελφιδοῦν ἰδίᾳ παρειληφότι Ματ‐ θαῖον (ὃς καθ’ ἡλικίαν προὔχων τῶν βασιλέως παίδων τῶν τε ἐν Θρᾴκῃ πόλεων τὴν ἐπιτροπὴν πρὸς τοῦ πατρὸς καὶ βασιλέως ἐκληρώσατο τηνικαῦτα, καί οἱ συμβέβηκεν ἐν ταὐτῷ ξυνιέναι τῷ
θείῳ, καὶ κυνηγεσίοις χρήσασθαι τοῖς αὐτοῖς) ὧν αἱ καρδίας αὔ‐

2

.

799

λακες θαλαμεύουσι λογισμῶν ἐκείνῳ κοινώσασθαι· καὶ ἀρξάμενος ἔλεξε τοιάδε. (Β.) „Εἰ μὲν τύχην“, φησὶν, „τινὰ καὶ τυραννοῦσαν πεπρωμένην τοῖς ἀνθρώποις τὰ πράγματα πρυτανεύειν οἴεσθαι ἔπεισί σοι, ἢ τῷ αὐτομάτῳ δεδωκυῖαν τὴν τῶν πραγμάτων ὀθό‐
5νην ἀτέκμαρτόν τινα καὶ ἀκυβέρνητον φέρεσθαι πλοῦν, σιωπᾷν τε ἄμεινον καὶ τὸν τῆς πεπρωμένης ἄδηλον περιμένειν μίτον. εἰ δὲ προαιρέσει καὶ βουλῇ τὰ ἐφ’ ἡμῖν ὡς ἐπὶ τὸ πλεῖστον διοικεῖ‐ σθαι δέδοται, τοῦ χάριν, παρὸν ἡμᾶς ἐκ τοῦ ῥᾴστου καρποῦ‐ σθαι τὸ ζῇν ἀκινδύνως, ἐθελοντὰς ἡμῖν αὐτοῖς παντοδαπῶν
10περιπλέκειν δίκτυα φόβων; οἶσθα γὰρ, ὡς μυρίους ἐν τῇ ὑπερο‐ ρίᾳ διηντλήκαμεν μόχθους μετὰ μακρῶν καὶ παντοδαπῶν τῶν κινδύνων, ὁπόσοι θανάτου γείτονες ἐπεφύκεσαν, τῷ σῷ πατρὶ περιποιούμενοι τὸ ἀκίνδυνον· ὡς δεύτερα εἶναι τὰ Διοσκούρων ἐγκώμια, καὶ εἴ τινες Ὀρέσται καὶ Πυλάδαι τὸν μακρὸν ἐμπεπλη‐
15κότες αἰῶνα φιλαδελφίας ὑποδειγμάτων, εἴ τις τὰ ἡμέτερα τοῖς ἐκείνων ἀντεξετάζειν ἐθέλει. καὶ ἦν ἡ τοὺς τοιούτους ἀεὶ κατὰ τοῦ σοῦ μηχανωμένη πατρὸς διωγμοὺς καὶ θανάτους Ἄννα ἡ βα‐ σιλὶς, πρόσωπον ἀληθείας ἔχουσαν οὐδ’ ἡντινοῦν προβάλλεσθαι δυναμένη πρόφασιν κατ’ αὐτοῦ. παρ’ ἧς ἐγώ τε καὶ οὑμὸς ἀδελ‐
20φὸς Μανουὴλ πολλὰς ἐδεξάμεθα λάθρα μεθ’ ὅρκων παντοίων γραφὰς, ἡμῖν τε κτημάτων ὁμοῦ καὶ χρημάτων προσόδους ἐπαγ‐ γελλομένης καὶ ἅμα τοῖς καθειργμένοις γονεῦσιν ἐλεύθερον ἥλιον. ἀλλ’ ἡμεῖς γε, τοὺς τῆς δίκης σέβειν ἐθέλοντες θρόνους, ἐν ἀσα‐ λεύτοις ἔχειν ὅροις ἐρηρεισμένους τοὺς πόδας ἐκρίναμεν δεῖν, καὶ
25μὴ διὰ φαυλότερον ἀγαθὸν διηνεκεῖς τινας τῷ συνειδότι μάστι‐

2

.

800

γας προξενεῖν. τὸ γὰρ διὰ τὴν ἐμαυτοῦ σωτηρίαν σε μετὰ τοῦ σοῦ προδιδόναι πατρὸς (ἐῶ γὰρ τὴν ἄλλην ἐνταῦθα λέγειν συγγέ‐ νειαν, ᾗ τῶν κινδύνων ξυμμετέχειν τε καὶ παραπολαύειν ξυνέβαι‐ νεν) ὅμοιον ἦν, ὥσπερ ἂν εἰ ἐμαυτὸν ἀντ’ ἐμαυτοῦ προεδίδουν,
5καὶ τοὐμὸν ἑκὼν παρεῖχον αἷμα κατὰ γῆς κενοῦσθαι διὰ τοὐμὸν εἰπεῖν αἷμα. οὕτως εἰς αἰνίγματος λόγον τὴν ἐντεῦθεν ἀνέφερον ἔννοιαν, καὶ λύσιν οὐχ εὕρισκον οὐδεμίαν, ὥστε καθ’ ἕν γέ τι παραλογίσασθαι τὰς τῶν τότε λογισμῶν κρηπῖδας. ἃ γοῦν οὑτωσί πως ἐφυλαξάμην αὐτὸς ἐν τῷ τότε παρόντι μὴ δρᾷν, νῦν τὸν πα‐
10τέρα τὸν σὸν κατὰ σοῦ καὶ τῆς σῆς ὁμοῦ συγγενείας ἁπάσης ὁρῶ δεδρακότα· ναὶ μὴν καὶ κατὰ πάντων, ἁπλῶς εἰπεῖν, ὁπόσοις τοὺς μακροὺς ἐκείνους τετύχηκεν ἄθλους δραμεῖν, στρατιώταις καὶ στρατηγοῖς, οἷς μὲν τοὺς ὑπερορίους ἐκείνους, οἷς δὲ τοὺς κατ’ οἶκον, καὶ οἷς τὰς ἐν δεσμωτηρίοις κακώσεις. οὐ γὰρ ἁ‐
15πλοῦν ὑπῆρχεν ὃ τοῖς ταλαιπώροις τότε ξυνηνέχθη πάθος, οὐ δ’ ἐπὶ βραχύν τινα τὸν χρόνον, ὅτι μὴ παντοδαπὸν καὶ ποικίλον, κἀπὶ μακροῖς ἐντεταμένον τοῦ χρόνου τοῖς ὅροις. οὕτω χαλεπὰ μὲν, οἷς ἐθελοντὰς ἡμεῖς ἑαυτοὺς καθήκαμεν πάθεσι τότε· χαλε‐ πώτερα δ’ οἷς ἄκοντες νῦν πρὸς τοῦ σοῦ πατρὸς ὑπεβλήθημεν
20ἀναξίως ἡμῶν. ὑπὲρ γὰρ ἐλευθερίας εὐδαίμονος τρέχοντες δου‐ λείαν ἐλάθομεν ἀλλαξάμενοι κακοδαίμονα τῶν μακρῶν ἐκείνων πόνων καὶ δρόμων. οὓς γὰρ ὡς ἐπιβούλους σφοδροὺς τῆς ἡμετέ‐ ρας ἐφεύγομεν ζωῆς, τούτους δεσπότας μάλα τοι ἄσμενος ἡμῖν ὁ σὸς ἐκεχειροτονήκει πατήρ· ὥσπερ ἂν εἰ ἐπίτηδες οὕτω τοὺς
25πολλοὺς ἡμεῖς ὑπεμένομεν πόνους, ἵνα τὰ τῶν διωκόντων ξίφη

2

.

801

θᾶττον ἢ κατὰ τὴν ἐκείνων βούλησιν τοῖς ἡμετέροις λαιμοῖς προσαράξωμεν, καὶ ἵνα παρὰ τοσοῦτον πικρότερα τῶν διωγμῶν τὰ τῶν ἀμοιβῶν καρπωσώμεθα τέλη, παρόσον τότε μὲν ἐλπίδες εὐδαίμονες ἡμῶν τὸ ἡδόμενον ἔβοσκον· νῦν δὲ καὶ τὰς τῶν ἐλπί‐
5δων γλυκείας αὔρας ὁ σὸς ἡμῶν ἐκ τοῦ προφανοῦς ἀφῄρηται πα‐ τήρ. εἶναι γὰρ τῶν ἁπάντων οἶμαι μηδένα, ὃς ἂν ἐνέχυρα παρέ‐ χεσθαι δύναιτο, μὴ θάνατον εἶναι ταχύπουν εὐθὺς τὰ πάντων ἡμῶν ἐπιτίμια πρὸς τῆς βασιλίδος Ἄννης, οἷς δήπουθεν ἐξέσται ζῇν μετά γε τὴν τοῦ σοῦ πατρὸς ἀπαλλαγήν. φέρε τοίνυν, ἕως
10ἡμῶν αὐτῶν ἡμεῖς ἐσμεν κύριοι, γενναῖόν τι δρᾶσαι προθυμή‐ θητι, ταῖς ἐμαῖς ὑπὲρ σοῦ καὶ ἡμῶν πειθόμενος συμβουλαῖς, ἵν’ οὑτωσί πως τὸν αἰσχρὸν καὶ ἀκλεᾶ κίνδυνον ἀποκρούσασθαι δυ‐ νηθῶμεν. μέρος γὰρ τῆς ὅλης ἀρχῆς ὑφελόμενος οἰκείαν σαυτῷ περιποιήσασθαι προθυμήθητι βασιλείαν, ζῶντι μὲν ὑπήκουσαν
15τῷ σῷ πατρὶ, τελευτῶντι δὲ, ἰδιότροπον ἐσομένην σοι τοῦ ζῇν καταφύγιον ἀσφαλές. δυοῖν γὰρ ἐντεῦθεν ἡμῖν ἔσται θάτερον, ἢ τὴν σώζουσαν ἐκ τἀσφαλοῦς κατακτήσασθαι τύχην, ἢ τῶν τοῦ παρόντος ἀπηλλάχθαι τὴν ταχίστην βίου δυσχερῶν· οἷς συνεζη‐ κέναι, μόνοις εἶναι φορητὸν ἐκείνοις οἶμαι, οἷς οὐκ ἄχαρι φαίνε‐
20ται οὐδὲ σφόδρα κακόδαιμον, μάρτυρας τῆς αἰσχύνης διὰ βίου τὰς τοῦ ἡλίου κεκτῆσθαι αὐγάς.“ ἀλλ’ ὁ μὲν Ἀσὰν Ἰωάννης τοιάν‐ δε τινὰ διεξῄει τὴν συμβουλὴν πρὸς τὸν ἀδελφιδοῦν Ματθαῖον, ἑαυτῷ τε κἀκείνῳ καὶ συγγενέσι καὶ φίλοις προμνώμενος τὸ ἀκίνδυ‐
νον. (Γ.) Πρὸς ὃν ὁ ἀδελφιδοῦς Ματθαῖος ἠμείβετο τάδε. „κἀγὼ

2

.

802

τοῖς αὐτοῖς ἀεὶ περιστοιχίζομαι φόβοις νύκτωρ καὶ μεθ’ ἡμέραν, ὦ βέλτιστε· καὶ ὥσπερ τῶν Περσῶν ἐκείνων αἱ ναυτικαὶ δυνάμεις Ἐρέτριαν πάλαι καὶ Ἀρτεμίσιον περιεληλυθυῖαι συνεῖχον, οὕτω τὴν ἐμὴν καρδίαν παντοδαποὶ κυκλοῦσιν ἀεὶ χοροὶ λογισμῶν,
5ὥσπερ νῆσον φορτίδες τινὲς καὶ τριήρεις, φόβων γέμουσαι καὶ φροντίδων μακρῶν, αἳ τῆς μελλούσης ἡμῖν, ὥσπερ ἐξ ἐφόδου λῃστρικῆς, κατάγουσαι φέρουσι μνήμας προφανοῦς κακοδαιμο‐ νίας. ἐξ ὧν ὠδῖνας μὲν ἔχειν ἔνεστι, καὶ τὰς ἐντεῦθεν ὑπομένειν ἀλγηδόνας· τίκτειν δ’ ἥκιστα ἔνεστι, καὶ ἀποσκευάζεσθαί πως
10τὸ λυποῦν, ὑφορωμένῳ τοὺς πατρίους τῆς γενέσεως νόμους, οἳ μηδ’ ἐς τὰ προφανῆ συγχωροῦσι δίκαια πατράσιν υἱέας ἀντινομο‐ θετεῖν. καί σοι πολλάκις ἐγὼ τὸ ἀπόῤῥητον βουληθεὶς ἐξειπεῖν τὴν μαιευσομένην ὅμως οὐκ εἶχον γλῶτταν. ἀρχομένη γὰρ πρὸς φῶς ἐξάγειν τὸ τῆς καρδίας ἔμβρυον τοὺς τόνους εὐθὺς παρε‐
15λύετο τῆς ὁρμῆς, καθάπερ ὑπὸ νάρκης τινὸς ἐνδυναστευούσης σφοδρῶς πεδουμένη, τῆς τοῦ πατρὸς αἰδοῦς δηλαδή· καί μοι τὰ τῆς γνώμης ἐς τὸ μηδὲν αὖθις ἐχώρει, καὶ κατεστρέφετο ῥᾷ‐ στα. εἰ οὖν περὶ ἄλλων ὁτωνδήποτε πραγμάτων ὁ λόγος ἦν, καὶ ἥκιστα περὶ τὸ ζῇν ὁ πᾶς ἡμῖν ἐκινδυνεύετο φόβος, παρὰ τοσοῦτον
20ἠμέλησα ἂν, παρόσον μὴ ὅτι τῶν πολλῶν οὐδὲν αὐτὸς διαφέρειν οἴομαι, ἀλλ’ εἰ καὶ σύνεσιν εἶχον ἐκ φύσεως οὑτωσὶ κεχορηγημέ‐ νην, ὡς διὰ μέγεθος αἰθερίων ψαύειν δοκεῖν ἀντύγων, καὶ οὐ‐ ρανίαις τισὶ ξενοδοχεῖσθαι σκηναῖς, ῥᾷστα ἂν ἔγωγε φέρων ὑπέ‐
ζευξα ταύτην τοῖς τῶν τοῦ πατρὸς βουλημάτων ποσί. νῦν δ’ οὖν,

2

.

803

ἵνα καὶ αὐτὸς πλατυτέρῳ χρήσωμαι λόγῳ, σοῦ καθάπερ τινὰ θύ‐ ραν ἡμῖν ἀνοίξαντος, ὃς καὶ δευτέραν μοι σώζεις τάξιν πατρὸς, ἐπειδὴ πᾶσι φίλον ἀνθρώποις τὸ ζῇν, καὶ πολλοὶ πολλάκις, ὑπὸ τῶν ἀθρόων περιστάντων κινδύνων, τὴν βασίλειον, ὥσπερ τινὰ
5φρουρὰν, περιεζώσαντο δύναμιν, ἄκοντες μὲν, ἀναγκαίως δὲ, οὔκουν αἰτιώμενος ἔμοιγέ τις ξὺν δίκῃ πάντως αἰτιῷτο ἂν, εἰ καὶ αὐτὸς, ὑπὸ τῶν ὁμοίων ἐλαυνόμενος φόβων, ἐς τὴν τῶν ἐρυθρῶν ὑποδημάτων ἀντίληψιν καταφεύγοιμι. ὅμοιον γὰρ ἂν ποιοίη τις ἐνταυθοῖ, τὰ τοιαῦτ’ εὐλαβούμενος, ὥσπερ ἂν εἰ χειμῶνι μεγί‐
10στῳ περιπεσὼν ἐν πελάγει μέσῳ καὶ κύμασιν, ἐν οἷς τῆς ὁλκάδος συμβὰν οὑτωσί πως ῥαγείσης ἐξὸν αὐτῷ σανίδος ἐπειλημμένον τινὸς διαποντίους μὲν ἔχειν κινδύνους, ἔχειν δ’ ὅμως ὁμοῦ καὶ τὰς ἐλπίδας τοῦ ζῇν αἰωρουμένας, ὥσπερ ἀπὸ λεπτοῦ τινος καὶ ἀραχνώδους ὑφάσματος, ὁ δ’ ἀφειδῶν παντάπασιν ἑαυτοῦ πυ‐
15θμέσιν ὑποβρυχίοις ὑδάτων ἐθελοντὴς ἑαυτὸν παραπέμπῃ. τοῦτο δὲ παραπληξίας ἔγγιστ’ ἂν εἶναι δόξειε τοῖς ὅσοι καλῶς τὰ τοιαῦτα βούλονται κρίνειν. τὰ γὰρ ἐξ ἀφανοῦς τινος ἀνάγκης ἐπιόντα δεινὰ συγγνώμην σαφῆ τοῖς πάσχουσι νέμει. οἷς δ’ ἀπὸ γνώμης ἰδίας εἰς τὰς τῶν δεινῶν ἐμπίπτειν ἕπεται λαβυρίνθους, μεγάλη
20τις χορηγεῖται νέμεσις, παρ’ οἷς σχολὴ τὰ τοιαῦτα φιλοτιμότερον σκέπτεσθαι. ἐγὼ δ’ ἵνα τι καὶ βαθύτερον φθέγξωμαι, οὐδὲ τῆς πατρικῆς ὑπερόριον γνώμης ὂν εὑρίσκω τουτί. αὐτὸς γάρ μοι τοὺς τοιούτους προεζωγράφησε τρόπους ἐν ἑαυτῷ, ὁπότε συνελαθεὶς
καὶ αὐτὸς ὑπὸ τῶν περιστάντων κινδύνων εἰς τοῦτο προήχθη

2

.

804

τὸ σχῆμα τῆς βασιλείας, ὥσπερ εἰς ἀσφαλείας ἀκρόπολιν· ὡς νῦν γε δυοῖν θάτερον ἐλπίζειν ἔσεσθαί μοι πρὸς τοῦ πατρὸς ἕψε‐ ται· ἢ γὰρ, ὡς μιμησάμενον τὴν ἐν ἀπόροις εὐπορίαν αὐτοῦ, τὸν υἱὸν ἐπαινέσειεν ἄν πως ἐμέ· ἢ εἰ λοιδορεῖσθαί μοι ἐπιχειροίη,
5λάθοι ἂν αὐτὸς ἑαυτῷ περιφανῶς λοιδορούμενος ἢ ἐμοί· ὡς μηδ’ ἔχειν παρ’ οὐδέσιν Ἑλλανοδίκαις τὸ συγκεχωρηκὸς ἐμοὶ τῆς ἐγ‐ χειρήσεως ἐπεξιέναι.“ (Δ.) Ταῦτ’ εἰπὼν καὶ αὐτὸς τὸν μὲν θεῖον ξυνδιαφέρειν παρήγγειλε τὴν ἐγχείρησιν, καὶ τοῖς ἑκασταχοῦ στρατιώταις ὁμιλεῖν τὰ εἰκότα· αὐτὸς δὲ τὴν τῆς Ὀρεστιάδος
10κατειληφὼς ἀκρόπολιν ὅλην ἐκεῖθεν ὠχύρου τὴν πόλιν, καὶ πρὸς ἔργα παρεσκευάζετο, ἐκδημαγωγῶν τε καὶ μαλακοῖς τισι λόγοις ἐξιδιούμενος τὰ στρατόπεδα. γʹ. Ταῦτ’ οὐκ ἦν ἀκούοντι ἠρεμεῖν τῷ πατρὶ, ἀλλ’ ἀθυ‐ μίαις ἐνασχολεῖν, καὶ συντήκειν συχνὰ τὸ θυμούμενον τῆς ψυ‐
15χῆς, πάλαι διανειμαμένῳ τοῖς μὲν υἱέσι τὰς ἀνελευθέρους τοῦ βίου τύχας, τῷ δὲ γαμβρῷ Παλαιολόγῳ τὰς τοῦ βασιλείου κρά‐ τους διαδοχάς. διὸ καὶ αὐθημερὸν ἐξιέναι πάνυ τοι προθυμού‐ μενος, ὅμως ἐπεῖχεν ἔτι, καὶ ἐνεκαρτέρει τῷ τῆς γνώμης βουλευ‐ τηρίῳ. καὶ μέντοι καὶ ἥκιστα μάλα τοι ἀρεστὸν ἐδόκει, δυοῖν
20ἕν γέ τοι δρᾷν ἐκ τοῦ παραχρῆμα. οὔτε γὰρ ἄνευ ὅπλων ἐκ Βυ‐ ζαντίου πρὸς γνώμην ἰέναι ἐθάῤῥει, ταῖς τῆς φιλοτιμίας ἄρτι δια‐ νηχομένην ἀκμαῖς· οὔτε μεθ’ ὅπλων αὖ ἐκεῖ διαβαίνειν καὶ στρα‐ τοπέδων. ἐκμῆναι γὰρ ἂν οὑτωσὶ μᾶλλον πρὸς αἰθερίους φλόγας
ὡς ἐν σποδιᾷ καθευδούσας ἔτι τὰς ἐν τῇ ψυχῇ τοῦ νεανίσκου κι‐

2

.

805

νήσεις, ὑπὸ δυοῖν ὀχληθείσας παθῶν, φιλοτιμίας ὁμοῦ καὶ δει‐ λίας. (Β.) Καὶ μὲν δὴ λοιπὸν ἐκπέμπειν ἐδόκει βέλτιον Εἰρήνην τὴν βασιλίδα, βαθείαις τε χρωμένην ταῖς τῆς συνέσεως αὔλαξι καὶ ἅμα οἰκονομικὴν ἐς τὰ μάλιστα οὖσαν ἔκ τε πείρας καὶ φύ‐
5σεως, καὶ μαλακωτέρους τινὰς ξὺν τῷ πιθανῷ, καὶ ὅλως εἰπεῖν μητρικοὺς τῷ παιδὶ κομίζειν εἰδυῖαν λόγους. ἐξιούσης τοίνυν αὐ‐ τῆς, ἐπειδὴ περὶ Πάμφιλον ἐγεγόνει τὴν πόλιν, πρὸς ἀπάντη‐ σιν αὐτὸς ἐπορεύετο μάλα τεθαῤῥηκὼς τῆς μητρὸς, καὶ ἅμα ἐπει‐ γόμενος κατὰ τὴν πορείαν, πρὶν ἐς Ὀρεστιάδα ἀφικέσθαι τὴν μη‐
10τέρα, ἔξω που προκατειληφέναι, καὶ τὸν τῆς ἀφίξεως πόῤῥωθεν πυθέσθαι σκοπόν. ἡ δὲ τοὺς ἐκείνου σοφῶς παρακρουσαμένη δρόμους ἔλαθεν ἐντὸς Ὀρεστιάδος παρεισπεσοῦσα, πρὶν αἰσθέ‐ σθαι τὸν υἱόν. (Γ.) Ἐπεὶ δὲ παρὰ τὴν ὁδὸν ὁ Ματθαῖος ἠκηκόει τὸ δρᾶμα, καὶ βαθυτέραις ἔγνω σαφῶς τῆς μητρὸς κατασοφι‐
15σθεὶς ἐπινοίαις, ἐς τὴν ὑστεραίαν καὶ αὐτὸς τῇ Ὀρεστιάδι ἐπιδε‐ δήμηκε, καὶ τῇ τε μητρὶ τὴν προσήκουσαν ἀπεδίδου προσκύνη‐ σιν καὶ ἅμα πρὸς ἅπαν τὸ κελευόμενον ὑπισχνεῖτο παρέχειν ὑπεί‐ κοντα ἑαυτὸν, εἰ δέος ἅπαν ἐξέλοιτο τῆς ἐκείνου ψυχῆς, μήτηρ τε οὖσα καὶ ψυχὴν καλῶς εἰδυῖα θεραπεύειν ἀμφιῤῥεπῶς ταλαν‐
20τευομένην ὑπὸ δειλίας, καὶ φόβῳ τινασσομένην τοῦ μέλλοντος γνώμην υἱοῦ φιλομήτορος συνιστᾷν. ἡ δὲ μάλα βασιλικῶς προσ‐ ειποῦσα καὶ μετά τινος ἐπιεικοῦς μεγαλοπρεπείας δεξιωσαμένη τὸν υἱὸν τάδε διέξεισιν. (Δ.) „Ἐγὼ (φησὶν) ὦ παῖ, τὴν παροι‐
μίαν, τὴν ἀεί τι Λιβύη, φάσκουσαν, φέρει καινὸν, ἐπαινῶ μὲν,

2

.

806

οὐ τελέως δέ· διότι μὴ τέλειον ἔχει τὸ τῆς ἀποφάνσεως δόγμα καὶ ψήφισμα. περὶ γὰρ ὅλης γῆς καὶ θαλάττης ἀποπεφάνθαι προσῆκον, ἡ δὲ περὶ μόνης Λιβύης τὸ δόγμα ἐξήνεγκε, μικροῦ τινος μέρους οὔσης αὐτῆς, καὶ βιαίαν ἐχούσης τὴν μίμησιν πρὸς
5τὴν τῆς ὅλης γῆς ἀριστοκρατίαν. Λιβύης μὲν γὰρ ἡ καινότης ζώων τε μόναις τερατομόρφοις ἰδέαις ὁρίζεται καὶ πρός γε ἔτι τῶν ἐκεῖθεν διὰ μῆκος ὁδοῦ σπανίως παρακομιζομένων ἐς τὰ ἡμέ‐ τερα ἤθη πραγμάτων ἄλλων, ἰδιοτροπίαν τινὰ κεκτημένων, ὁπόσα ξενίζοντα φύεται παρὰ τῇ σκληρᾷ καὶ ἀνημέρῳ ἐκείνῃ γῇ. τῆς δὲ
10πάσης γῆς ἡ καινότης μαρασμῷ καὶ χλόῃ καὶ χαρᾷ καὶ λύπῃ μερίζει τὸν βίον διηνεκῶς, καὶ δόξῃ καὶ ἀδοξίᾳ, καὶ νόσῳ καὶ ὑγιείᾳ, καὶ θανάτῳ καὶ ζωῇ, καὶ ἁπλῶς εἰπεῖν, ἀρετῇ καὶ κακίᾳ, καὶ τροπαῖς καὶ ἀλλοιώσεσι παντοίαις τε καὶ μέτρον ἅπαν ἐλαυ‐ νούσαις. καὶ θαῦμα μὲν, πῶς ταῖς καινοποιΐαις ταύταις ἄμφω
15κεκτῆσθαι δοκεῖ, καὶ παίζει τὰς τῶν ἀνθρώπων γνώμας, καὶ τοῖς μὲν ἀνθεῖν ἀεὶ δοκεῖ, καὶ τοὺς τῆς τύχης πόδας ἕκαστον ἐπ’ ἀσφαλοῦς ἐρείδειν· τοῖς δὲ μηδὲν κεκτῆσθαι βέβαιον μηδ’ ἀσφα‐ λές. βραχεῖα γάρ τις ὥρα πολλάκις καὶ μία ῥοπὴ διαστήματος χρονικοῦ μεταβάλλει πρὸς τοὐναντίον ἅπαν, καὶ ῥίπτει πολλὰ τῶν
20ἑστάναι δοκούντων εἰς ἔδαφος· καὶ αὖ πρὸς ὑπερήφανον ἐνίοτε τύχην ἀνάγει τὰ ἀφανῆ. Θαῦμα δὲ, πῶς ἀμιγὲς οὐδὲν οὐδ’ αὐ‐ τοτελὲς τῶν ἁπάντων εὑρίσκεται παντάπασιν οὐδαμῆ, οὔθ’ ἃ τῶν ἀγαθῶν, οὔθ’ ἃ τῶν φαύλων εἶναι νομίζουσιν ἄνθρωποι·
ἀλλὰ τὰ ἀλλήλων διηνεκῶς πολέμια καὶ μαχόμενα σύντροφόν

2

.

807

πως ἔχει τὴν βλάστην, καὶ μίαν δήπου τινὰ τὴν εἰς φῶς προ‐ ενεγκοῦσαν μητέρα προΐσχεται· καὶ τὰ τὴν ἄσπονδον ἔχθραν πρὸς ἄλληλα κεκτημένα ξένας τινὰς ἐν ἀνθρώπου θύει ψυχῇ τὰς σπονδάς· καὶ οὔτε βίον ἄλυπον ὄντα παρ’ οὐδενὶ τῶν ἁπάντων
5ὁρῶμεν, οὔτε λύπην παντάπασιν ἀτερπῆ· ἀλλ’ εἶναι συμβαίνει καὶ λύπην αἰτίαν χαρᾶς, καὶ αὖ μητέρα λύπης χαράν. ταῦτα μὲν εἶναι συμφυᾶ πως, καὶ ἐγκατῳκοδομημένα τοῖς πράγμασιν, ἡ πεῖρα ξυγχωρεῖ συνιέναι ταῖς συνετωτέραις ψυχαῖς· τὸ δὲ μεγέθη καὶ σμικρότητας τούτοις διδόναι, τοῦτο δ’ οἶμαι δήπουθεν ὡς
10τὰ πολλὰ τῶν ἐφ’ ἡμῖν ὑπάρχειν ἕν. Ὃς γὰρ μεγάλοις ἐφίεται πραγμάτων ὕδασιν ἐγκυβιστᾷν, ἀνάγκη τούτῳ καὶ μεγάλους ὑφί‐ στασθαι τῶν κινδύνων τοὺς κλύδωνας· ᾧ δὲ βραχυτέροις ἐνδιαι‐ τᾶσθαι νομίζεται ἀποχρῶν, τούτῳ δὲ καὶ μετριωτέραις κεχρῆ‐ σθαι ταῖς λύπαις τοῦ βίου χρεών. βασιλεία τοίνυν ἐν τοῖς τοῦ
15βίου πράγμασι μέγιστον εἶναι χρῆμα νομίζεται τύχης καὶ, ἵν’ εἴπω, τὸ κράτιστον τῆς εὐδαιμονίας ὕψος. τὸ δὲ μικροῖς τισιν ὀβολοῖς ὁρίζεσθαί τῳ τοῦ βίου τὴν εὐπορίαν, καὶ τριβωνοφορεῖν, καὶ ἱκανὸν εἶναι ὃ τῇ φύσει τὸ ἀναγκαῖον μόνον χαρίζεται, τοῦτο δὲ κακόδαιμον φαίνεται, καὶ τούτων ἑνὸς, οἷς ὁ πλεῖστος ὄχλος
20καταρᾶται. ᾧ δ’ ἑκατέροις τοῖς βίοις ἐν πείρᾳ γενέσθαι τετύχη‐ κεν, ἄρχεσθαι μᾶλλον οὗτος ἢ βασιλεύειν ἕλοιτ’ ἂν οἶμαι μάλα προθύμως, καὶ πένητα μᾶλλον τρίβειν βίον, ἢ ὃς μυρίαις περι‐ στοιχίζεται δόξαις καὶ χρήμασιν· εἰ δ’ οὖν, λεγέτω τις παρελθὼν,
πῶς Ἀλέξανδρος ἐκεῖνος ὁ μέγας, ὁ μέχρις Ἰνδῶν τὰ τῆς Εὐρώ‐

2

.

808

πης διαβιβάσας ὅπλα, τὸν εὐτελῆ τοῦ Διογένους πίθον καὶ τὴν διεῤῥωγυῖαν ἀμπέχεσθαι μᾶλλον ἐσθῆτα ποθεῖν ὡμολόγει, ἢ τὴν τῆς ὅλης Ἀσίας τε καὶ Εὐρώπης ἔχειν ἀρχὴν, καὶ τὸν Βαβυλώ‐ νιον ἐκεῖνον περιβεβλῆσθαι πλοῦτον· ὅθεν καὶ τὸ πολὺ τῆς ῥᾳ‐
5στώνης χεθὲν Δαρείῳ καὶ Πέρσαις ὄνειρον ἔδειξεν εἶναι σαφῶς τὰς δοκούσας εὐδαίμονας τύχας τοῦ βίου. οὐδὲν γὰρ οὕτω μεστὸν ὑποψίας καὶ ἀπιστίας, ὡς βασιλεία καὶ δυναστεύουσα χείρ. ᾧ μὲν γὰρ βασιλεύεσθαί πως τετύχηκεν, ἕνα μόνον οὗτος δέδιε, τὸν βασιλέα· φαίην δ’ ἂν, οὐδ’ αὐτὸν, εἰ τὰ δίκαια φυλάττειν,
10ὅστις ποτ’ ἂν ᾖ, ἐθέλει, καὶ τὴν λαχοῦσαν μοῖραν στέργειν τοῦ βίου. ᾧ δὲ βασιλεύειν ἔξεστιν, οὗτος μετὰ τῶν ἐμφανῶν ἐχθρῶν πλείους ἔχει καὶ τοὺς κρύφα τὰς πλείους συσκευάζοντας τῶν ἐπι‐ βουλῶν. οὐκ ὀκνήσω δ’ εἰπεῖν, ὡς καὶ αὐτοὺς ἀεὶ δέδιεν, ὁπό‐ σοι φυλάκων ἔχουσι τάξιν αὐτῷ, καὶ περίεστι τρέμειν ἀεὶ, καὶ
15Ταντάλειον, τὸ δὴ λεγόμενον, βόσκειν βίον. Ταῦτ’ ἐννοῶν, φίλ‐ τατε, πείθου μητρὸς εὐνοούσης βουλαῖς, καὶ μὴ γνώμαις ἑτέρων συμφέρεσθαι δίδου, οἳ πρὸς ἓν δὴ μόνον τὸ οἰκεῖον σκοποῦντες συνοῖσον προσωπείῳ τινὶ κέχρηνταί σοι, μέχρις ἂν τὸ βουλόμενόν σφισι κατωρθωκότες αὐτοῖς, ἔπειτα καὶ σοὶ τὴν τοῦ βίου σχεδιά‐
20σωσιν ἐπιβούλως ἀπαλλαγήν· μηδὲ παραπλήσια τίθει τοῖς διώκταις ἡμῶν τὰ ἡμέτερα. παρόσον γὰρ ἐκείνων καὶ ἡμῶν τὸ συνάγον εἰς ὁμόνοιαν ἦν τῶν ἁπάντων μετὰ τὴν ζάλην οὐδὲν μεταξὺ, παρὰ τοσοῦτον ἡμῶν τε καὶ σοῦ τὸ τὴν τοῦ αἵματος ἕνωσιν διϊστῶν
τῶν ἁπάντων ἔστιν οὐδὲν μεταξύ. τί γὰρ ἂν εἴη τὸ πεῖσαι δυνά‐

2

.

809

μενον σπλάγχνα φύσεως ὑπ’ ἀλλήλων τε καὶ δι’ ἀλλήλων ῥήγνυ‐ σθαι· ὧν τὴν ἀπόῤῥητον σύμπηξιν μόνος οἶδεν ὁ ξυνδήσας ἀλύ‐ τοις τισὶ καὶ ἀδαμαντίνοις δεσμοῖς; ἢ τί τῶν ὑφ’ ἡλίῳ καὶ ἀέρι πάντων ἡδὺ γένοιτ’ ἂν τοῖς γονεῦσιν ἡμῖν, σοῦ μὴ παρόντος; ὡς
5νῦν γε τοῦτ’ ἔστιν ὅ με μάλιστα ζῶσαν μετὰ τοῦ σοῦ κατάγει πα‐ τρὸς εἰς πυθμένας ᾅδου, ὅτι σύ γε ἡμῶν ἕνεκα τοιούτους ἔθρε‐ ψας ἐν σεαυτῷ λογισμούς. τί δ’ ἄλλο τῶν πάντων εἴη θανάτου παντὸς γονεῦσι πικρότερον, ἢ τέκνων καταστροφὴ, καὶ τέκνων ἀγαθῶν· ὧν ἡ μνήμη καὶ μόνη τούτοις δημιουργεῖ πνοὴν καὶ
10τὸ θάλλειν ἐκ περιουσίας χαρίζεται τῇ ψυχῇ; ἀνάμεινον δ’ εἰ βούλει μικρὸν, μέχρις ἂν καὶ αὐτὸς τέκνων γένῃ πατήρ· καὶ τότε διὰ τῆς πείρας εἴσῃ καλῶς, ὁπόσην οἱ τεκόντες τοῦ φίλτρου τὴν φλόγα βόσκουσιν ἐν μέσοις τοῖς σπλάγχνοις ὑπὲρ τῶν τέκνων. νῦν γὰρ οὐκ ἔχω, τίσι χρησαμένη λόγοις πείθειν ἄν σε δυναίμην τε‐
15λέως, πρὶν εἰς τὴν τῶν λεγομένων σε πεῖραν ἀφῖχθαι. Μὴ δὴ παρίδῃς δάκρυα μητρὸς, μηδὲ μόχθον ἐν λήθῃ ποιήσῃς τοσαύ‐ της ὁδοιπορίας, ὁπόσην ἐγὼ διανύσαι καὶ συντεμεῖν τάχιον ἢ κατὰ πάντα εὔζωνον ἄνδρα προτεθύμημαι διὰ σὲ, ἵνα δήπου μὴ σεαυτὸν ἀτεκμάρτοις περιβάλῃς κινδύνοις, καὶ καπνὸν φεύγων
20εἰς πῦρ ἐμπέσῃς, καὶ σκιὰν φυλαττόμενος ὑποψίας, ἐν ἀδήλῳ μέλλοντος φόβου καλινδουμένην, εἰς κρημνοὺς ἀποτόμους περι‐ φανῶς συνωθήσῃς σαυτὸν ἑκοντὶ (ὃ τοῦ ἀκουσίου πάθους ἐστὶ μακρῷ χαλεπώτερον, ὁποῖον καὶ ἡμῖν τὸν ἑξαέτη χρόνον ἐξεγέ‐
νετο πάσχειν ἐκεῖνον ἐλαυνομένοις, ὥς γε οἶσθα) καὶ ὃν διέφυγον

2

.

810

τότε θάνατον, τούτου σὺν σοὶ διὰ σέ πως παραπολαῦσαί μοι γένηται. οἷς μὲν γὰρ ἀκουσίοις ἔπεισι τὰ δεινὰ, συγγνώμη τις εἴωθεν οἴκτῳ συγκεκραμένη συνεξακολουθεῖν. οἷς δ’ ἐξ ἰδίας ἀβουλίας συμβαίνει πηγὰς ἀνορύττειν κακῶν ἑαυτοῖς, τοσοῦτον
5νεμεσᾶσθαί σφισιν εἰκὸς, ὅσον οὐδὲ τοὺς ἐλεήσοντας καταλιμπά‐ νουσιν ἑαυτοῖς ξύν γε λόγῳ τῷ πρέποντι. Εἰ δέ μοι πολλὰ τῶν πάλαι πρὸς μέσον ἄγεις ὑποδειγμάτων, ὁπόσα πρὸς τοὺς ὁμοίους σε φόβους ἐνάγουσι, καὶ ξύν γε τοῖς ἄλλοις, ὅτι καὶ Μάρκιον ἐκεῖνον, τὸν τῇ πάλαι στρατηγήσαντα Ῥώμῃ ποτὲ, ἐς τοσόνδε
10τὰ μητρὸς ἔσφηλε δάκρυα, ὡς μυρίαις ὑφ’ ὧν στεφανοῦσθαι ἐχρῆν καλυφθέντα λίθων βολαῖς θανεῖν δυστυχῶς, ἀλλὰ τἀληθῆ περί γε τἀνδρὸς ἐκείνου μαθὼν τὴν ἀμείνω κρίσιν ἕλοιο ἄν. πάσης γὰρ ἐκεῖνος ἀποκλείσας ἑαυτὸν ἀπολογίας, καὶ θύραν οὐ‐ δεμίαν συγγνώμης ταῖς ἐπιούσαις καταλελοιπὼς ἐλπίσιν, αὐτὸν
15ἑαυτῷ κατήγορον ἐκ τοῦ σύνεγγυς εἶχε, καὶ πολλὰ ταῖς τοῦ συν‐ ειδότος σκηναῖς αὐλιζόμενά οἱ παραπέπηγε κέντρα. τὰς γὰρ πλεί‐ στας Ῥωμαίων χώρας καὶ πόλεις θᾶττον ἢ λόγος ἀφελόμενος τὰς μὲν τοῖς ἐναντίοις ἐχαρίσατο, τὰς δ’ ἐξηνδραποδίσατο καὶ κατέσκαψε χεῖρον ἢ τὰς Θήβας Ἀλέξανδρος. καὶ διὰ τοῦτο Μάρ‐
20κιος εὔελπις ἥκιστα ἦν, οὐδὲ πάροδον ὅλως εἰς πίστιν εἶχον ταῖς Ῥωμαίων ψυχαῖς αἱ Μαρκίου συνθέσεις· οἵ τε Ῥωμαίων αὖ πο‐ λέμιοι φρικώδεσιν ὅρκοις αὐτὸν προκατειληφότες, ἔπειτα μέγαν ἐξ ἀσθενοῦς ταῖς οἰκείαις ξυμμεμαχηκότες δυνάμεσιν ἐπεπράχεσαν·
ἃς βραχύ τι παρακρούσασθαι διὰ τὰ μητρὸς δόξας δάκρυα ἔλα‐

2

.

811

θεν εἰς τοὺς ἐσχάτους ὀλέθρους ὠλισθηκώς. σὺ δ’ οὔτε βλάβην τοῖς Ῥωμαίων οὐδεμίαν παρέσχες πράγμασιν, οὔθ’ ὅρκοις οὐδέσι δέσμιον σεαυτὸν προκατέστησας. ταῦτα γὰρ ἅπαντα προκατειλη‐ φυῖα λαμπρῶς ἡ τῆς ἐμῆς ἀφίξεως ἀνεχαίτισεν αὕτη σπουδή· ὡς
5εἶναί σοι μηδὲν ἐμποδὼν τῶν ἁπάντων ταῖς μητρικαῖς παραινέ‐ σεσι πείθεσθαι. Ἔπειθ’ ὁρᾷς καὶ εἰς ὅσον μὲν βραχύτητος ἡ Ῥωμαίων ἀρχὴ συνεστάλη, εἰς ὅσον δὲ πενίας τὰ Ῥωμαίων ἐῤ‐ ῥύη πράγματα· ὡς μηδὲ λέγειν θαῤῥεῖν φειδοῖ τῆς τῶν ἀκουσομέ‐ νων αἰδοῦς. ὅμως ἐξ ἑνός γέ του δηλώσω σοι τρόπου. ἴσασι μὲν
10γὰρ τῶν Ῥωμαίων καὶ βαρβάρων οἱ πλεῖστοι τὸν πλοῦτον πρὸ τῆς συγχύσεως καὶ τῶν διωγμῶν ἐκείνων, ὁπόσος τοῖς σοῖς γο‐ νεῦσιν ὑπῆρχεν ἡμῖν, ἔν τε χρυσῷ καὶ ἀργύρῳ καὶ λίθων καὶ μαργάρων πολυτελείᾳ, ἔν τε ποίμναις καὶ βουκολίοις καὶ μυριάσι παντοίων θρεμμάτων καὶ βοσκημάτων. ἴσασι δὲ καὶ τῶν παρε‐
15στώτων οἱ πλείους τὸ τῶν ἡμετέρων πλῆθος ἀποθηκῶν, αἳ τοῖς ἐκ γῆς παντοδαποῖς γεννήμασιν ὑπερεξεχέοντο, καὶ τὰ ταμιεῖα ἐκεῖνα, ὁπόσα βρίθοντα κομιδῇ τοῖς ἐτησίοις καρποῖς τε καὶ θη‐ σαυροῖς ἐστενοχωροῦντο. τῆς δὲ καθ’ ἡμέραν ἑκάστην τραπέζης τὴν ἀφθονίαν καὶ πολυτέλειαν, ἀλλὰ καὶ ταύτην, ὅσοι μετεῖχον
20ἐκείνης καὶ παραπέλαυον, ἴσασιν ἅπαντες, τά τε ἄλλα καὶ ὡς οὐδ’ ἄχρι καὶ ἐς τὸ τοῦ δεκάτου μέρος ἐκείνης ἀνήκειν τὰ τῆς βα‐ σιλικῆς ἡμῖν τραπέζης δύναται τήμερον. οὕτως ἀσθενῶς ἔσχε, καὶ ἐς τοσοῦτον ἔῤῥει καὶ κατενήνεκται δυστυχίας τὰ Ῥωμαίων πράγματα προφανῶς· ὡς ἐξεῖναι σκοπεῖν σε, γλυκύτατε, τί κα‐
25ταλελοιπὼς τῷ πατρὶ καὶ τοῖς γε ἀμφ’ αὐτὸν ὁμοῦ καὶ σὺν αὐτῷ,

2

.

812

τί ποτ’ ἂν λάβοις αὐτὸς ἰδίᾳ πρὸς εὐπορίαν σοί τε καὶ τοῖς γε ἀμφὶ σὲ στρατιώταις. Οὔτε γὰρ ἄνευ ὅπλων καὶ στρατιωτικῶν δυνάμεων δυνατὸν βασιλείαν συνίστασθαι, καὶ μάλιστα τὴν ἐκ νεωτερισμοῦ· οὔτε χρημάτων ἄνευ, τό γε μεῖζον εἰπεῖν, ὅπλα
5καὶ στρατιωτικὰς εἰκὸς ἀθροίζεσθαι δυνάμεις. στρατιωτῶν γὰρ ἄνευ ἐνίοτε μεγάλα καὶ καθ’ αὑτὸν ἰσχύοντα πάντες ἴσασι τὸν χρυσὸν, καὶ πάσης ἑλεπόλεως μείζω. πρὶν γὰρ αἰσθέσθαι τοὺς πλείους, εὑρίσκεται πολλάκις ῥᾳδίως προδεδομένη τοῖς πολεμίοις ἡ πόλις διὰ χρυσόν. οἶσθα δ’ αὖ καὶ ὅσος ἐκ τῶν στρατοπέδων
10τοῖς ἄγουσιν ὄχλος μετὰ κινδύνων ἕπεται, μήτε πολέμων παρόν‐ των, μήτε μισθῶν διδομένων αὐτοῖς. οἷς γὰρ ὁρίζεσθαι τὸν βίον ἐν τῷ μισθοῦ στρατεύεσθαι ἔπεισι, τούτοις ἀνάγκη καὶ τὸν μὲν πόλεμον πολλῷ τῆς εἰρήνης ἡγεῖσθαι βελτίω, τὴν δ’ εἰρήνην πολ‐ λῷ χαλεπώτερον τοῦ πολέμου χρῆμα. ὁ μὲν γὰρ πόλεμος σὺν
15τῷ μισθῷ καὶ βιαίας ἁρπαγῆς καθίσταταί σφισιν αἴτιος, ἀφ’ ὧν ἀφθονία τραπέζης ἀμόχθου προτίθεται· εἰρήνη δὲ τοὐναντίον ἄφθονος καὶ τῶν ὄντων δαπάνη καθίσταται. σὺ δ’ ἀμφοτέρων ἐστερημένος ἐν τῷ αὐτίκα οὐκ ἂν φθάνοις φθείρων σεαυτὸν, ἢ βασίλειον σεαυτῷ περιποιούμενος κράτος. Ἢν γοῦν ἐμοὶ πείθε‐
20σθαι θέλῃς, τῇ μᾶλλον ἢ σὺ σαυτὸν ποθούσῃ μητρὶ, ἐμοὶ τὰ σὰ προσανάθου, βραχὺ περιμείνας, ἕως ἂν τὴν ταχίστην ἐς τὸν σὸν ἐπανιοῦσα πατέρα, ξὺν τῷ ἄφοβον εἶναί σε, καὶ τὰ τῆς
εὐπορίας ἐκεῖθεν ἐν μεγάλῃ σοι ποιήσωμαι προμηθείᾳ.“ (Ε.) Ταῦτ’

2

.

813

εἰποῦσα καὶ τὴν τοῦ υἱοῦ μαλάξασα γνώμην ἡ βασιλὶς Εἰρήνη, καὶ σφόδρα τοῖς οἰκείοις πειθόμενον δείξασα λόγοις, καὶ τἄλλα πάνθ’, ὁπόσα ἐπὶ τούτοις χρεὼν, οὐ μάλα συχναῖς ταῖς ἡμέραις καλῶς διαπραξαμένη, τάχιστα ἐς Βυζάντιον ἐπανῄει· κἀνταῦθα
5τὴν τοῦ υἱέως μεμαθηκυῖα τελευτὴν Ἀνδρονίκου λίαν ἐφ’ ἱκα‐ ναῖς ἐπένθησεν ἡμέραις. καὶ ταῦτα μὲν τῇδέ πη ἐφέρετο. δʹ. Μετὰ δὲ τὰς τοῦ Ἀρκτούρου ἐπιτολὰς ἄρας ἐκ Βυζαν‐ τίου ὁ βασιλεὺς ἧκεν ἐς Διδυμότειχον, συμβιβάσων καὶ ἀποκα‐ ταστήσων οὓς ἡ βασιλὶς, ὡς εἴρηται, Εἰρήνη θορύβους ἔφθη
10κατευνάσασα. καὶ πρῶτον μὲν ἐκεῖθεν τὸν πατριάρχην ἐκβεβλη‐ κὼς Ἰωάννην ἐν τοῖς Βυζαντίου ἀρχείοις δέσμιον ἐπεπόμφει φρουρεῖσθαι, ἵνα μὴ τοῖς ἐκεῖ νεωτερισμοῖς συναράμενος καὶ αὐ‐ τὸς μεγίστης καὶ δυσεφίκτου τοῖς δημοσίοις γένηται πράγμασι βλάβης αἴτιος. ὃς καὶ μικρὸν ἐπιβιοὺς ἐνταῦθα ἐτελεύτησε,
15πέντε καὶ ἑξήκοντα γεγονὼς ἐγγὺς ἔτη· πατριαρχεύσας μὲν περί που τὰ τεσσαρεσκαίδεκα· ζήσας δὲ μετὰ τὴν καθαίρεσιν μῆνας δέκα. ἦν δὲ ὁ ἀνὴρ τὴν μὲν ἡλικίαν οὐ πάνυ εὐμήκης· τὴν δὲ τοῦ προσώπου ἰδέαν πάνυ εὐσχήμων· τήν τε γλῶτταν ἀκώλυτον ἔχων ἐν τῷ λέγειν· καὶ κανόνων ἐκκλησιαστικῶν καὶ νόμων, ὅσοι
20κατὰ τὰς δίκας ἰχνηλατοῦσι τὰς ἀναφυομένας ἐν τοῖς πολιτικοῖς πράγμασιν ὑποθέσεων, πάνυ τοι ἠσκημένος ἐκ νέου. τῆς γε μὴν Ἑλληνικῆς παιδείας οὐ πάνυ τοι σφόδρα μετέσχε, πλὴν ἢ ὅσον ἄκρῳ δακτύλῳ γεύσασθαι. ἀνεπλήρου δ’ ὅμως τὸ ἐκεῖθεν ἐλλιπὲς
ἡ τῆς φύσεως ὀξύτης. οὕτω γὰρ εὐφυής τε καὶ μνήμων ἦν, ὡς

2

.

814

δύνασθαι λέγειν ἀπὸ στόματος, ὅσα ποτὲ προανεγνώκει, μέχρι καὶ ἐς διάστημα δυοῖν καὶ τριῶν ἀσφαλῶς ὡρῶν. διὰ δὴ τοῦτο κἀκ τῶν θείων γραφῶν ἐρανιζόμενος τὰ ταῖς ἑκάσταις τῶν ἑορτῶν ἐς διδασκαλίαν τοῖς ἠθροισμένοις ὄχλοις κατάλληλα δημοσίᾳ
5διῄει πάντ’ ἀπὸ στόματος ἀποτάδην, ὥσπερ ἀπὸ βιβλίου, μη‐ δαμῆ ποτε μήτε γλώττης ἐνιαχοῦ διὰ λήθην ἀκροσφαλοῦς γινο‐ μένης, μήτε τῆς διανοίας ὑστεριζούσης κατὰ τὴν τῶν λεγομένων πρόοδον· ἀλλ’, ὥσπερ ἐν ἁρμονίᾳ καὶ λύρᾳ, συνηχούντων ἐς τὸ πάνυ τοι εὐφυὲς καὶ ἀπεξεσμένον ἀμφοῖν. (Β.) Τούτων δ’
10οὕτως ἐχόντων, ἰδίᾳ παρειληφὼς ὁ βασιλεὺς ἐκεῖ τὸν υἱὸν, λόγων τε πειθοῖ καὶ πατρικῶν ἀβύσσοις παραινέσεων, λογισμῶν τε ἐκεί‐ νων ὑπέρτερον, ὁπόσοι πλήρεις τῶν μελλόντων ἦσαν φόβων, ἔπραττε καὶ ἅμα τῆς Ῥωμαίων ἡγεμονίας ἀποτεμόμενος μέρος ἡγεῖσθαι διὰ βίου παρεῖχεν, οἱονεί τινα σατραπικὴν καὶ αὐτόνο‐
15μον ἡγεμονίαν, πρός τε τὸ ἀσφαλῶς καὶ βεβαίως καὶ ἅμα τῶν ὑποπτευομένων φόβων ὡς ποῤῥωτάτω ζῶντα διατελεῖν. τὸ δὲ ἦν, μῆκος μὲν, ὅσον τὸ ἐκ Διδυμοτείχου πρὸς ἄνεμον ζέφυρον ἀπο‐ κλῖνον, ἄχρι που τῶν τῆς Χριστουπόλεως ἔγγιστα προαστείων· εὖρος δ’, ὅσον τὸ ἐκ θαλάττης εἰς Ξάνθειαν ἀνιὸν τὸ πολίχνιον,
20καὶ ὅσα μικρὸν ἐπέκεινα κεῖται χωρία. παρασήμοις γε μὴν τοῦ μεγέθους συμβόλοις κεχρῆσθαι ἐπέτρεπεν, ὅσα βασιλείας μέν εἰ‐ σιν ἥττω, ἀξιωμάτων δ’ ἁπάντων ἄλλων ἐπέκεινα· παρήγγελλέ τε, καθάπερ εἰκόνα καὶ ἀφορμήν τινα μείζονος εἶναι νομίζειν
τοῦτ’ ἐξουσίας. (Γ.) „Σοὶ μὲν γὰρ εὐφυῶς,“ φησὶν, „ἄρχοντι, καὶ

2

.

815

ξύν γε τῇ προσηκούσῃ προνοίᾳ ταυτὶ τὰ μέτρια τῶν ὑπηκόων διοικοῦντι πράγματα, ἐξέσται δήπου καὶ μείζονός ποθ’ ἡγεμονίας ἐπειλημμένῳ πρὸς τὸ ἄμεινον ἄγειν· καὶ ἅμα οἷς ἀφορᾷν περι‐ γίνεται πρὸς σὲ, καὶ τοῖς γε σοῖς ὁπώσποτε φιλοῦσιν ἐγκαλλωπί‐
5ζεσθαι προτερήμασι, καὶ τούτοις δ’ αὖ βεβαίας λελείψεται κτᾶ‐ σθαι προσδοκίας ἐπὶ σοὶ, ὅσαι τῆς ἀγαθῆς φλεβὸς ἀποῤῥέουσαι βίον προμνῶνταί σφισιν εὐδαίμονα. οὐδεμία γὰρ ἐῤῥᾳθυμημένη καὶ ἀνανταγώνιστος ἀρετὴ λαμπρῶν ἀξιοῦται γερῶν, ὁπόσα περι‐ φανεῖς βραβεύει στεφάνους. ἐπεὶ καὶ σύνεσιν ἀνδρὸς καὶ γνώμην
10ἡγεμονικὴν οὔτ’ ὄψις, οὔτε μαντικοί τινες τρίποδες, εἴ τινες εἶεν χρηστηριαζόμενοι, τοῖς πολλοῖς οὑτωσὶ προσημαίνειν δύναν‐ ται, ὡς ἡ ἐπὶ τῆς χρείας καὶ τῶν καιρῶν ἀναλάμπουσα πεῖρα τῶν τε λόγων καὶ πράξεων. πολλοῖς γὰρ ἐξ ἀπειρίας ὁ φανταστικὸς νοῦς μεγάλας ὑποτίθησι πλάττων εὐτυχίας τε καὶ μακαριότητας,
15καθάπερ αἱ ζωγράφων χεῖρες τοὺς τύπους τοῖς χρώμασι, παί‐ ζουσαι κατὰ τὸ βουλόμενον τῆς ψυχῆς. ἡ δ’ ἐκ τῶν πραγμάτων πεῖρα, οἷον ἔμψυχος διδάσκαλος καθισταμένη, μέγαν ἐντίθησι νοῦν, καὶ σωφρονέστερον εἰς ἁρμονίαν προδείκνυσι βίου τὸν ἄν‐ θρωπον. Ἐγὼ δέ σε καὶ φραγμὸν οἱονεί τινα τίθημι τῆς ἡμετέρας
20ἀρχῆς καὶ ἐπικρατείας, ὡς ἐξεῖναί σοι, δίκην προβλῆτος ἀναδε‐ δειγμένῳ, τὰς οἷον ἐξ ἀχανοῦς πελάγους τῶν Τριβαλλῶν τρικυ‐ μίας σεαυτῷ μὲν ἀφορμὰς λαμπρῶν διδόναι τροπαίων, τοῖς δ’ ἡμετέροις ἀσφάλειαν πράγμασιν. ἐξ ὧν περιέσται σοι μάλιστα καὶ
ὁ πολὺς τῶν ἐπαίνων ἑσμὸς ἐκ τοῦ κοινοῦ τῶν Ῥωμαίων γένους,

2

.

816

κοινὸν τοῖς ὅλοις χαριζομένῳ τουτὶ τἀγαθόν. τῷ ὄντι γὰρ ἡ τῶν ἡγεμονικῶν εὐγένεια πράξεων ἐν τῇ ὑπηκόων γνώμῃ τὸ τί‐ μιον ἔχει. εὖ γὰρ πάσχοντες ἰσοθέους διδόασί σφισι τιμάς· κα‐ κοπραγοῦντες δὲ δρᾷν οὐκ ὀκνοῦσι πᾶν τοὐναντίον, ταῖς παντο‐
5δαπαῖς τοῦ βίου τύχαις ῥᾷστα συναλλοιούμενοι. Οὐκ ἀγνοῶ δ’ ἔγωγε, ὡς ἐγκαλεῖν τὸ τῆς χάριτος ἔχεις ἡμῖν ἄχαρι, καὶ ὡς στα‐ λαγμόν σοι παρέχοντες εὐφροσύνης ὅλα σοι πελάγη συμφορῶν ἐπαντλοῦμεν. ἐκεῖνα γάρ σοι παρέχομεν ἔχειν χωρία, ὁπόσα διη‐ νεκῶς τὸ πολέμιον ἐπιβόσκεται πῦρ, καὶ ὅσα οὐχ ἧττον τῶν μεθ’
10ἡμέραν καὶ νύκτωρ δῃούντων ἐστὶν ἐθνῶν, ἢ ἡ ἡμετέρα. ἃ γὰρ ἀεὶ κατατρέχοντες ἀτριβῆ τινα πράττουσιν ἐρημίαν ἐκ μὲν θα‐ λάττης αἱ λῃστρικαὶ τῶν ἐξ Ἀσίας δυνάμεις Περσῶν, ἐκ δ’ ἠπείρου τῶν Τριβαλλῶν αἱ φανεραὶ καὶ λανθάνουσαι κατὰ τὸ συνεχὲς ἐκδρομαὶ καὶ στρατοπεδεῖαι, ταῦτά σοι κλῆρον παρεσχη‐
15κέναι γέγονεν ἡγεμονίας ἡμᾶς, ἄπαυστον μάχην μᾶλλον εἰπεῖν καὶ κίνδυνον ὑπὲρ κεφαλῆς αἰωρούμενον, οἱονεί τινα λίθον Ταντά‐ λειον, ἢ διανομὴν προμηθῆ. καὶ δίκαια μὲν πάντως ἔσται σοι τὰ λεγόμενα, ἢν ταῦτα προφέρειν ἐθέλῃς ἡμῖν, οὐ μάλα γε μὴν ἰάσιμα. οὐδὲ γὰρ, καίπερ ἐθέλουσι καὶ πολλὰ σκεπτομένοις, ἡμῖν
20παρέσται μέρος σοι πλὴν τοῦ δοθέντος ἕτερον ἀντιδιδόναι. Ὁρᾷς γὰρ ὡς εἰς στενὸν κομιδῇ τὰ Ῥωμαίων ἐλήλαται πράγματα, καὶ ἄβατός τις μικροῦ καὶ θηριώδης ἡμῖν ἀντὶ πάντων ἡ τῆς Θρᾴκης
ἥπλωται μόνη γῆ· πόλεις δ’ ὀλίγαι περὶ αὐτὴν γένους διασώ‐

2

.

817

ζουσι λείψανα μόλις Ῥωμαϊκοῦ, δίχα προαστείων καὶ αὗται καὶ τῶν ὀφειλομένων προθύρων εἰς εὐκοσμίαν πολιτικὴν, καὶ πρός γε μακροῖς τισιν ὅροις καὶ διαστήμασιν ἀοικήτοις ἀλλήλων διε‐ στηκυῖαι· καθάπερ ἐν μακρῷ πεδίῳ καὶ παμπληθεῖ καλάμῃ μετὰ
5θέρος καὶ δρέπανον σποράδες ἅμα καὶ εὐαρίθμητοι στάχυες. ἐῶ γὰρ τὴν τῶν ἔνδον ἀριθμεῖν τραγῳδίαν, ἣν ἡ κατ’ ἀλλήλων πολύχους ἐπήνεγκε στάσις· ὡς εἰδώλοις γέ τισιν ἐοικέναι μᾶλλον οἰκητόρων, ἢ οἰκήτορσιν. οὕτω δυστυχῶς ἔχει τὰ καθ’ ἡμᾶς πράγματα νῦν, καὶ οὕτως ἡ τῶν ἐμῶν διωκτῶν ἐμφύλιος καὶ δυσ‐
10παραμύθητος στάσις οὐ μόνον μεγίστας τοῖς φαυλοτέροις παρέ‐ σχεν ἀρχὰς εἰς ἐθισμὸν ἀταξίας ὁμοῦ καὶ τραχύτητος, ἀλλὰ πάνυ τοι σφόδρα καὶ τὴν τῶν ἀλλοφύλων ἐχθρῶν καθ’ ἡμῶν ἐπέῤ‐ ῥωσε δύναμιν. Ἢ πόθεν ἄλλοθεν μέγας καθ’ ἡμῶν ὁ Τριβαλλὸς ἐγεγόνει· ὃς καθάπερ ποταμὸς πλημμυρήσας, καὶ μακροῖς δια‐
15στήμασι τοὺς οἰκείους ὑπερβὰς ὅρους, τὰ μὲν τῆς Ῥωμαίων ἡγε‐ μονίας παμπληθέσιν ἤδη ῥοθίοις κατέκλυσε, τὰ δ’ ἀπειλεῖ κατα‐ κλύσειν; δυσαριθμήτοις γὰρ διαστήμασι γῆς ἡμῶν ἀφιστάμενος τοσαύτην εἴληφε τόλμαν καὶ δύναμιν, ὡς καὶ τὴν ἡμετέραν ἤδη συνεχῶς κατατρέχειν τὰ τούτου στρατόπεδα, καὶ μηδενὸς κω‐
20λύοντος ἐξ ἐφόδου ληΐζεσθαι, καὶ τὸν τῶν ἐπιδορατίδων ψόφον ἐς τὰς ἡμετέρας ἔχειν τέως ἀκοὰς παραπέμπειν· καὶ ταῦτα μηδὲν μηδαμῆ τι πλέον γενναιότητος γνώρισμα πρός γε τὸ νικᾷν παρε‐ χόμενος, ἢ τὰς Ῥωμαίων τύχας οἰκείαν τιθέμενος εὐβουλίαν καὶ
δύναμιν. Ἔπειτα τίνα με οἴει ψυχὴν ἔχειν, ὦ φίλτατε, ἢ ποίοις

2

.

818

ὀδυνῶν ἄνθραξι πυρπολεῖσθαι τὴν τῶν πατρικῶν σπλάγχνων σύμπηξιν, ὁπότε σε θορυβούμενον οὕτω καὶ τὴν ψυχὴν ὑπὸ τῶν μελλόντων θραυόμενον φόβων ὁρῶν κατὰ βούλησιν ἀναψύχειν ἥκιστα δύναμαι· ἀλλ’ ὥσπερ πολλοῖς τισι κεκυκλωμένος ἀντιπά‐
5λοις ξίφεσιν, ἀνθέλκουσί τε καὶ ἀντιπερισπῶσιν ἑκάστοις πρὸς ἑαυτὰ, πρὸς οὐδὲν τῶν ἁπάντων ἀποκλίνειν ἔχω μετά τινος εὐ‐ φυοῦς λογισμοῦ, οἷος ἂν ἐφόδια εἴη κεκτῆσθαι ἱκανὸς ἐς χωρίον κατάγειν εὐλίμενον, καὶ τοιούτων θορύβους κυμάτων δυνάμενον ἀποκρούεσθαι; πρὸς μὲν γὰρ τὰς τοῦ μακαρίτου βασιλέως ἐκεί‐
10νου καὶ φίλου κατὰ τὸ εἰκὸς ἐντολὰς ἀποβλέπων τῷ ἐκείνου παιδὶ τὸν βασίλειον ἀναγκάζομαι περιποιεῖσθαι κλῆρον· πρὸς δ’ αὖ τὰς ἐνόρκους ἐπαγγελίας, ἃς τοῖς ξύν γε ἐμοὶ διωκομένοις καὶ κινδυνεύουσιν ἔπραττον ὑπ’ ἀνάγκης ἐγὼ, τὸν περὶ ψυχῆς ἀγω‐ νιζόμενος πολύμοχθον ἐκεῖνον δίαυλον, καὶ καταφεύγων ὡς εἰς
15φρουρὰν ἀναγκαίαν τὴν τῶν βασιλικῶν συμβόλων ἀντίληψιν, αὖ‐ θις ἀναγκάζομαί σφισι διανέμειν τὰ λειπόμενα τῶν βασιλικῶν χω‐ ρίων, οὐ μάλα σὺν ἡδονῇ. Ταῦτ’ οὖν ἐννοοῦντί σοι, φίλτατε, φέρειν γενναίως εἰκὸς, εἴ τι μὴ κατὰ βούλησιν εἴη παρακομιζόμε‐ νον ὑπὸ τῶν ἀεὶ τοῖς ἀνθρωπίνοις ἐφεδρευόντων πράγμασιν ἐπα‐
20χθῶν. μὴ γὰρ νῦν πρῶτον ἄρχεσθαι οἴου διὰ σὲ τὴν τοῦ βίου δυσέφικτον ταύτην δυσχέρειαν. ἀλλ’ ἀεὶ περιχορεύει τἀνθρώπινα πάνθ’ ὁμοίως, καὶ πάσης ἐπίσης κατορχεῖται τύχης καὶ ἡλικίας. τὸ μὲν οὖν λύπης ἄθικτον διανύσαι τὸν βίον, τοῦτο δ’ ἀδύνατον εἶναι νόμιζε, καὶ τῆς ἀνθρωπίνης ὡς ποῤῥωτάτω φύσεως· τὸ δὲ
25τἀπιόντα διηνεκῶς ἐξ ἀδήλου δεινὰ πειρᾶσθαι φέρειν γενναίως,

2

.

819

τὴν τῶν ναυτιλλομένων μιμούμενον κυβερνητικὴν, τοῦτο δ’ ἀν‐ δράσι προσῆκον νοῦν ἔχουσι, καὶ μάλιστα τοῖς ἀρχαῖς πολιτικαῖς ἀσχολοῦσι τὸν ἅπαντα βίον. ἀγαπητὸν γὰρ ἂν εἴη τὰ τῆς λύπης ἐπίσης ἀνακεκρᾶσθαι τοῖς εὐφραίνουσι, καὶ μὴ πλεονεκτεῖν τὰ
5χείρω. ὁρῶ μὲν γὰρ, ὡς πολύχουν μὲν ἀεὶ τὸ δυστυχὲς ἐπιῤῥεῖ τοῖς ἡμετέροις καθάπερ ἐκ λόχου δεινῶς ἐπιτιθέμενον πράγμασι· τὸ δ’ εὔδαιμον σφόδρα τοι σπάνιον· καὶ τοῦτο δ’ οὐ μόνιμον, ἀλλὰ δίκην ἄνθους τάχιστα μαραινόμενον· οἶμαι, τοῦ θεοῦ παί‐ δευμα τοῦθ’ ἡμῖν δραστικώτατον μάλα ἐπάγοντος, ἵνα μὴ μέγα
10φρονῶμεν, ὑπέρτερα τῆς τοῦ θνητοῦ φύσεως ἀναλογιζόμενοι. διὰ δὴ τοῦτο καὶ Αἰσώπῳ πάλαι τῷ Φρυγὶ τὸν θεὸν οὐχ ὕδατι νομίζειν ἐπῄει τὴν γῆν, ἀλλὰ δάκρυσι, φυράσαντα πλάσαι τὸν ἄν‐ θρωπον.“ (Δ.) Ταῦτ’ εἰπὼν ὁ βασιλεὺς τὸν μὲν υἱὸν ἀφῆκεν ἐπὶ τὸν δοθέντα γίνεσθαι κλῆρον· αὐτὸς δὲ ταχὺ τὰ ἐκεῖθεν, ὡς
15ἐδύνατο, καθιστάμενος πράγματα τὴν ἐς Βυζάντιον ἐπορεύετο. εʹ. Ἐμοὶ δ’ ἐνταυθοῖ γενομένῳ τῆς ἱστορίας ἀνακεφαλαιώ‐ σασθαι ἔπεισιν, ὅσα μοι διὰ τὸ τῶν πολλῶν παρεῖται ἐπίφθονον, οἷς προὔργου τοὺς γείτονας γίνεται μέμφεσθαι, περὶ σφῶν αὐτῶν ἀφηγουμένους τὰ βέλτιστα· βασκανίαν εἰδότι πᾶσιν ἀγαθοῖς ἐπι‐
20φυομένην, ἣ τὴν φύσιν ἀντιστρατευομένην ἔχει ταῖς ἀληθείαις διηνεκῶς. ἄλλως τε καὶ τῆς κακίας ἐν σπαργάνοις ἔτι καὶ γάλαξι κρυπτομένης, καὶ τὴν ἀγαθὴν τῶν πραγμάτων προσδοκίαν τέως προβαλλομένων, ἄφυκτον ἥκιστα εἶχεν ἑπομένην ἐνταῦθα τῶν
λόγων τὴν χρείαν ὁ χρόνος. νῦν δ’ ἐπειδὴ τά τε τῶν ὠδίνων ἐῤ‐

2

.

820

ῥάγη καὶ λαμπρὸν ἐγείρουσι τὸν πυρσὸν οἱ τῶν ἐναντίων σπιν‐ θῆρες πραγμάτων κατὰ τῆς ἀληθείας, καὶ δέος μὴ τοῦ μέλλον‐ τος ἀνθρώποις ἅπασιν ἐν ἀδήλῳ κειμένου, τῆς κάτω ζωῆς ἡμῶν τελευτῇ μεταξὺ χρησαμένων, πρὶν καλῶς ξυννενοηκέναι τοὺς λό‐
5γους τῆς συμφορᾶς, ἀγνοῆται τοῖς ἐσομένοις τἀμὰ, ὅπως τε προσηνέχθημεν τοῖς τῆς ἐκκλησίας οὕτω ταραττομένης πράγμασι καὶ ὅπως τῷ βασιλεῖ προσιόντες ὅσον τὸν ζῆλον ἐνεδειξάμεθα, ἀναγκαῖον ἡμῖν ἐψήφισται, βραχέα τῶν πολλῶν συνελόντας εἰ‐ πεῖν. (Β.) Ἄρχουσι μὲν γὰρ τὰ ἥδιστα λέγειν ὑπηκόους εἶναι
10ἀκίνδυνον, πρὸς δὲ τὸ τραχὺ καὶ ἀντίξουν, καὶ ἥκιστα κατὰ γνώμην, θήγειν τὴν γλῶτταν, δυσπρόσοδον μὲν εὑρίσκειν ἀκο‐ λουθεῖν τὴν ἀκρόασιν, πρόχειρον δ’ εἰς λοιδορίας τὴν δεσπόζου‐ σαν γλῶτταν καθ’ ἑαυτοῦ, καὶ πρός γε προχειροτέραν εἰς τιμω‐ ρίας τὴν χεῖρα, δοκεῖ μοι παρ’ οὐδενὸς ἀγνοεῖσθαι. διό μοι διεξ‐
15ιέναι βουλομένῳ τὴν παῤῥησίαν καὶ τὸ θέατρον ἐκείνου τοῦ ζή‐ λου δεδιέναι περίεστι, μὴ πολλοστημόριον τῆς ὅλης λέγων ἀλη‐ θείας μηδὲ πολλοστημόριον ψεύδους δόξω καταλιμπάνειν. ὑφο‐ ρώμενος οὖν καὶ τοὺς τὴν ἀλήθειαν ἐνίοτε τραχεῖαν δύσηχον ἡγου‐ μένους, ὁπότε τι γενναῖον ἔχοι πρὸς ὄγκον ἡ τῆς ἀρετῆς ἐπίδειξις,
20καὶ μάλισθ’ ὁπότε περὶ ἑαυτοῦ τις ἀφηγεῖσθαι τὰ λῴονα βού‐ λοιτο, καὶ εἰ μυρίων ἔχοι θεασαμένων μάρτυρας ὀφθαλμοὺς, ἑκὼν ἀφωνίᾳ τὰ πλεῖστα παρίημι. (Γ.) Ἐμοὶ γὰρ λαμπρὰν ἐσχηκότι
φιλίαν ἐκ πολλοῦ πρὸς βασιλέα, καὶ πρὶν ἐς τὰς βασιλείους ἀνα‐

2

.

821

βεβηκέναι τύχας, διά τε τοὺς τῆς πραότητος τρόπους καὶ ὅσα τἀνδρὶ προσῆν ἐκ φύσεως ἕτερα τὰ χρηστὰ, ἐλπίδων ἔχειν ἐν τῇ ψυχῇ λειμῶνας εἰπεῖν ἀγαθοὺς ξυνέβαινε μάλιστα πάντων, λύσειν αὐτὸν αὐτίκα τῆς βασιλικῆς ἐξουσίας ἐπειλημμένον τὴν τῆς εὐσε‐
5βείας οἰομένῳ πολιορκίαν, ἣν οἱ τῆς ἀντικειμένης φατρίας Τελ‐ χῖνες πονήρως ἀνέφλεγον· καὶ τοῦτό μοι τῶν μοχθούντων λογι‐ σμῶν ἐγίγνετο κατάλυμα τερπνὸν, καὶ φροντίδων ὀλισθαίνειν εἰς ἀπόγνωσιν κινδυνευουσῶν πρᾶός τις καὶ γέμων εὐφροσύνης ζέφυρος· οἰομένῳ, καθάπερ τὸ ἔαρ ἐλευθερίαν τῶν χειμερίων
10νεφῶν ταῖς ἡλιακαῖς ἀκτῖσι παρέχεται, οὕτως ἐλευθερίαν τῆς κατεχούσης ὑπὲρ τῶν θείων δογμάτων λύπης εὑρήσειν κἀμέ. (Δ.) Ἐπεὶ δ’ ὡς ποῤῥωτάτω τῆς ἐμῆς ἤδη ἀπόδημον γνώμης ἑώρων αὐτὸν, καὶ τὸ τῶν εὐγενῶν ἐκείνων ἐλπίδων ἀνθοῦν ἐν‐ διαίτημα μαραινόμενόν τε καὶ τῇ τῆς ἐναντίας μοίρας κακίᾳ
15παραχωροῦν τε καὶ καθάπαξ ἡττώμενον, βέλτιστον ἔδοξεν εἶναί μοι, τὰς τῶν ζητήσεων ἄλλας ἄλλοις παρακεχωρηκότι περιφανῶς, ὁπόσαι τὴν τῶν ἀναγκαίων πορίζειν ἔχουσιν ἔνδειαν, ἐπὶ τὸ προ‐ μηθὲς ὁμόσε τῆς τοῦ φίλου κεχωρηκέναι ψυχῆς. στρατόπεδα γὰρ, ὡς εἰπεῖν, λογισμῶν παντοδαπῶν καὶ ποικίλων, ὑφ’ ἡγεμόνι τῷ
20ζήλῳ τοῦ κρείττονος ἐν ἐμοὶ διηνεκῶς συγκροτούμενα, θανάτου γέμουσαν εἶναι τὴν ἐνταυθοῖ σιωπὴν ὑπετίθεντο, σώματος μὲν ἴσως ἥκιστα, ψυχῆς γε μὴν καὶ μάλα μάλιστα. μηδὲ γὰρ ἀφε‐ στάναι δειλίας, αἰσχίστου νοσήματος, τὸ τὸν τοῦ ζήλου θησαυρὸν
ἀφωνίᾳ μακρᾷ θαλαμεύειν, μηδ’ αὖ ἀγνοεῖν ἡμᾶς, τὸν ἐν τῷ

2

.

822

τῆς δειλίας σκότῳ κρυπτόμενον πόθον τῶν ἀγαθῶν ἥκιστα δύ‐ νασθαι συνιδεῖν τὴν τῆς θεοῦ παῤῥησίας ἀλήθειαν. ᾧ γὰρ προ‐ φάσεις δῆθεν εὐλόγους ὑπὲρ δειλίας πλάττειν εἴη ἐθέλοντι, τὸν ἀκοίμητον οἰομένῳ λανθάνειν ὀφθαλμὸν τοῦ θεοῦ, λέληθε προ‐
5φανῶς αὐτὸς ἑαυτὸν ἀπολλὺς καὶ καθ’ ἑαυτοῦ στρατευόμενος ἄντικρυς. τοσοῦτον γὰρ διαφέρειν ἐς τὴν τοῦ κρείττονος μοῖραν οἴομαι τὴν παῤῥησίαν ἐνταῦθα τῆς σιωπῆς, ὅσῳ τῶν ἐκ γῆς φυομένων ὁπόσα πρὸς τὸ αἰθέριον μετεωρίζει φῶς τοὺς καρποὺς τῶν ἐν τοῖς κόλποις τῆς μητρὸς γῆς ταμιευομένων. ἐκεῖνοι μὲν
10γὰρ καὶ πρὸ γεύσεως ὄσφρησίν τε καὶ ὀφθαλμὸν ἑστιῶσι λαμ‐ πρῶς, καὶ χαρίζονταί γε ἁφῇ, καὶ τέρψεως σχεδὸν ἁπάσης ἁπά‐ σαις αἰσθήσεσι γίνονται ἄγαλμα· τούτων δὲ οὐκ εὐπρόσοδον οἱ πλεῖστοι ταῖς αἰσθήσεσιν, οὐδ’ ἱλαράν τε καὶ ἄλυπον παραχρῆμα προσάγουσι τοῖς χρῄζουσι τὴν ἑαυτῶν φορὰν, ἀλλ’ ὅλην ὅλης ὡς
15τὰ πολλὰ δριμύτητός τε καὶ δυσωδίας σφόδρα ἀπόζουσαν. ἄλλως τε καὶ οἷς μὴ εἶναι παῤῥησίαν ὁμοῦ τοῖς καιροῖς ἕπεται, τού‐ τοις δήπου καὶ εὐπροφάσιστόν τινα χώραν ἀπολογίας εἰς ἀπόδρα‐ σιν λείπεσθαι, βραχεῖς τινας πάντως ἢ μηδένας εἶναι τοὺς ἀντε‐ ροῦντας οἶμαι. μήτε γὰρ παῤῥησίαν, ἧς θεμέλιος ἄσειστος προει‐
20ληφυῖα γίνεται φιλία, τῶν προσηκόντων πόῤῥω καιρῶν, μήτε καιροὺς παῤῥησίας τοιαύτης ἄνευ ἐντελές τι δύνασθαι δρᾷν. εἶναι γὰρ καὶ παῤῥησίαν φιλίας χωρὶς ἀμαυρόν· καὶ αὖ καιρὸν,
ἀμφοῖν ἐκείνοιν λειπόμενον, περαίνειν μὴ δύνασθαι τῶν δεόντων

2

.

823

μηδέν. ἡμῖν δ’, οἷς τὸ θαῤῥεῖν ἐκ πολυετοῦς ἐκείνῳ συντέθρα‐ πται φιλίας καὶ ὁμιλίας, ἄτοπον εἶναι ἐδόκει, σιωπῇ καθυφεῖ‐ σθαι τοὺς τῶν ἀναγκαίων ἐς τὴν χρείαν καιρούς. (Ε.) Ὅθεν ὁμιλίας ἕνεκα καὶ νῦν συχνὰ καλοῦντι τῷ βασιλεῖ συχνὰ καὶ
5αὐτῷ μοι φοιτᾷν ἐς αὐτὸν περιῆν, δι’ οὐδέν τι τῶν πάντων ἕτε‐ ρον ἐμὲ τῆς προθυμίας εἰς τὴν σπουδὴν ἐγειρούσης, εἰ χρὴ τὸ τῆς καρδίας ἀνακαλύπτειν ἀπόῤῥητον ἐνταυθοῖ καὶ μὴ παρα‐ κρούεσθαι τὴν ἀλήθειαν, ἢ τοῦ μὴ καθυφεῖναι, οἷς ἂν δι’ ἐφέ‐ σεως εἴη, πατέρων ὅρια κινοῦσιν, ἐκτόπους ἀντεισάγειν καινο‐
10φωνίας, ἀλλ’ ἐμμένειν τοῖς δεδομένοις δόγμασι παραινεῖν ἀσφα‐ λῶς. καὶ ἦν οὐδὲν, ὃ μὴ ποιῶν καὶ λέγων ὑπῆρχον ἐγὼ, παντο‐ δαπὸς γιγνόμενος, καὶ πάντα κάλων κινῶν, νῦν μὲν τὸν κολακι‐ κώτερον τρόπον καὶ λόγοις καὶ γράμμασι πρὸς αὐτὸν ἐνδεικνύμε‐ νος, ἵν’ οὑτωσί πως τὸ ἦθος πρότερον τιθασσεύσας αὐτοῦ πρὸς
15τὸ βουλόμενον σχοίην πειθόμενον· νῦν δ’ ἐλέγχων καὶ ψυχῆς αὐτῷ νωθρότητα ὀνειδίζων, καὶ ὅσα Ῥωμαίους δεινὰ καταλήψε‐ ται προλέγων διὰ τὰ τοιαῦτα τῆς ἐκκλησίας ναυάγια. „οἷς μὲν γὰρ τῶν εὖ κειμένων πατρίων (ἔφασκον) νομίμων οὐδεμία τολμᾶ‐ ται παράβασις, εὔδρομον μὲν τὴν τοῦ βίου φορὰν πρὸς εὐδαι‐
20μονίαν, εὐέλπιδα δὲ τὴν τῶν ἐπηγγελμένων τοῖς δικαίοις ἐς τὸ μέλλον ἀποκατάστασιν εἶναι· οἷς δὲ τοῖς εὖ κειμένοις οὐχ ἕπεται δόγμασιν ἕπεσθαι τῶν πατέρων, τούτοις δ’ ἀνήκεστα μὲν τὰ τοῦ
βίου περιχωρεῖν παλαίσματα, καὶ μάλα ταῖς προαιρέσεσιν ἐναν‐

2

.

824

τία τῶν πραττομένων τὰ τέλη· ἀνηκέστους δὲ καὶ δυσέλπιδας μᾶλλον τὰς μετὰ τὸν βίον καταγωγὰς ἀπαντᾷν.“ (ϛʹ.) Ἄρτι δὲ καὶ τὴν ἀντικειμένην φατρίαν ξυνενόουν ἐγκειμένην ἑτέρωθεν, λά‐ θρα τε καὶ προφανῶς αὐτὸν διεγείροντας, ἐξορίας με δρᾷν τὴν
5ταχίστην ὑπεύθυνον. ἐδεδίεσαν γὰρ, οἶμαι, μὴ τῷ τοῦ ἡμετέρου ζήλου πυρὶ, καθάπερ σίδηρος, ὀψέ ποτε μαλαχθεὶς εὐπαθέστε‐ ρος γένηται πρὸς πειθὼ, καὶ ὅλην μεταβαλὼν τὴν τῶν δικτύων ἐπίβουλον θήραν ἀνασοβήσῃ. διὸ καὶ ἐς τὸ παραβολώτερον μᾶλ‐ λον ἐκεῖθεν τὸν ἐμὸν καὶ αὐτὸς ἀνεχάλκευον τρόπον, καὶ ἀφειδέ‐
10στερον ἤδη τοῖς πρὸς αὐτὸν ἐλέγχοις ἐχρώμην, δυοῖν ἕνεκα· ἢ γὰρ αἰδεσθέντα παύσειν τὸ τοῦ κατὰ τῆς ἐκκλησίας πολέμου βίαιον, ἢ κἀμὲ τοῦ Βυζαντίου τάχιστα ποιεῖν ἠναγκάσθαι ἐξόρι‐ στον. μηδὲ γὰρ ἀνεκτὸν εἶναί μοι, τὴν τῶν δογμάτων καινοτο‐ μίαν ὀφθαλμοῖς ὁρᾷν εὐσεβεῖν αἱρουμένοις. ἀλλ’ ἦν ἄρα τὰ λεγό‐
15μενα μάταιος ὄχλος, καὶ ἐπόνουν ἀνήνυτα. οὔτε γὰρ οὐδὲ βραχὺ τῆς προθέσεως ἐκείνης ἐκεῖνος ἐνδοῦναι προῄρηται· αἰσχύνην γὰρ ἐνόμιζεν εἶναί οἱ τὴν τοῦ τρόπου μετάθεσιν, καὶ τὴν τῆς δόξης μεταβολὴν, ᾗ τὴν ἰσχὺν αὐτὸς ἐξ ἀρχῆς χαρισάμενος τῆς ὅλης μάλιστα πάντων ἔδοξεν ὑποθέσεως αἴτιος· οὔτ’ ἐμοί τι δεινὸν
20ἐπάγειν, πάνυ τοι λοιδοροῦντί τε καὶ χλευάζοντι, οὔτ’ οἴκοθεν αὐτὸς βεβούλευται, οὔτε ξυνωθούντων ἄλλων παρενήνεκται. ἀλλ’ ἦν ἀπὸ τοῦ ἴσου μοι διαλεγόμενος, μετὰ τῆς συνήθους πραότητος ἀεὶ, ὥσπερ οἱ μὴ δυνάμενοι τοὺς ἐναντίους ἀμύνεσθαι· τὴν μί‐
μησιν, οἶμαι, πρὸς Ἀδριανὸν εὐστόχως ἀνάγων τὸν αὐτοκράτορα,

2

.

825

ὃς αὐτῷ φιλονείκως ποτὲ διαφερομένου Φαβωρίνου τοῦ φιλοσό‐ φου, ἐξὸν ἀποκτείνειν, ὁ δὲ οὐδαμῆ παρωξύνετο, ἀλλ’ ἐνεκαρ‐ τέρει τῷ μειλιχίῳ τοῦ ἤθους, ἀπὸ τοῦ ἴσου διαφερόμενος. διὸ κἀνταῦθα μᾶλλον ὁ βασιλεὺς ἐθαυμάζετο πρὸς τῶν παρόντων
5διὰ τὸ τοῦ ἤθους ἥμερον, ἤπερ ἐγὼ διὰ τὸ τοῦ ζήλου θυμοειδές. (Ζ.) Τούτων δ’ οὕτως ἐχόντων, καὶ οὕτω χωρούσης τῆς τῶν πραγμάτων τύχης, οὐδ’ οὕτως ἦν ἡσυχῆ καθήμενον φέρειν ἐμέ· ἀλλ’ ἐδυσφόρουν καὶ ἤσχαλλον, καὶ μέσης ἥπτετό μου τῆς καρδίας τὸ πάθος· καὶ καιρὸν τῆς ἐμῆς ἐζήτουν προθέσεως
10ἄξιόν τι, πρὶν ὑπὸ λύπης παθεῖν, δεδρακέναι. τοῦ δὲ χρόνου χω‐ ροῦντος ἐς τὸ τοῦ φθινοπώρου πέρας, ἐπειδὴ τῷ βασιλεῖ διὰ Ματθαῖον τὸν υἱὸν, ὡς εἴρηται, διὰ σπουδῆς ἀφικνεῖσθαι ἐς Δι‐ δυμότειχον ἦν, ἵνα δὴ λυπούμενον ἐκεῖνον παραμυθούμενος τὰς τῆς βασιλίδος Εἰρήνης ἐπαγγελίας εἰς ἔργον ἀγάγῃ, τοῦτον ἐγὼ
15τὸν καιρὸν ἀγαθὸν ἡγησάμενος ἕρμαιον, καὶ τοῖς σκοπουμένοις ἐπιεικῶς μοι προσήκοντα, πρόσειμι κατ’ ἰδίαν Εἰρήνῃ τῇ βασιλίδι, καὶ ἅμα τοῦ τε ζήλου δῆλον τίθημι τὸ φλέγον καὶ τούς γε ὑπὲρ εὐσεβείας ἄνθρακας ἀνακαλύπτω τῆς ἐμῆς καρδίας, κἀπὶ νέῳ καὶ ἀκμάζοντι τῷ τοῦ παιδὸς τὴν καρδίαν τέως ἠσχολημένην πέν‐
20θει τῆς ἐκείνου τελευτῆς αἰτιώτατον ἔφασκον εἶναι τὴν τῶν δογμάτων κατάλυσιν· ἧς ὁ ἐκείνου πατὴρ ἐνδιαίτημα βέβαιον πε‐ πραχὼς τὴν καρδίαν μεγίστην τοῖς κακοῖς ἐδεδώκει ῥοπὴν εἰς τὴν τῆς κακίας ἐπίδοσιν. ταῦτ’ εἰπὼν καὶ πλείω τοῖς εἰρημένοις
ἀκόλουθα παρενείρας ἐκ τῆς γραφῆς ῥᾷον ἢ κατὰ τὰς ἐλπίδας

2

.

826

αὐτὴν ἐπεπείκειν. ἀγχίνους γὰρ οὖσα γυνὴ, καὶ δεισαμένη μὴ πένθος ἐπὶ πένθει προσλάβῃ παροξυνομένου θεοῦ, ξυνῆκεν εὐ‐ θὺς καὶ κράτιστος ἦν τοῦ λοιποῦ τοῖς ἐμοῖς συνήγορος λόγοις, ἥκιστά τε ἐκεῖθεν ἔληγε λοιδοροῦσα καὶ σκληροτέροις τοὺς τῆς
5ἐκκλησίας λύκους βάλλουσα σκώμμασιν. ἐντεῦθεν τοὐμὸν ἐν πά‐ σαις ἔκειτο γλώσσαις ὄνομα, πρᾶγμα τετελεκότος μικροῦ τοῖς ὅλοις ἀπογνωσθὲν καὶ ἥκιστα, πρὶν εἰς ἔργον ἐλθεῖν, ἐλπιζό‐ μενον. τοῦτο ταῖς ὀδυνωμέναις ὑπὲρ τῆς ἐκκλησίας ψυχαῖς ἡδείας ἀναπνοῆς τινος ἔδοξεν ἔαρ καὶ γλυκὺς θησαυρὸς εὐφροσύνης,
10καὶ οὐδὲ πόῤῥω χρηστῶν τινων ἦν ἐλπίδων, οὐδ’ ἔτι μέγα πεῖ‐ σαι καὶ βασιλέα λοιπὸν, συμμαχούσης ἤδη τῇ ἀληθείᾳ καὶ βα‐ σιλίδος. (Η.) Ταῦτ’ οὐκ ἦν ἀνεκτὰ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· ἀλλὰ θόρυβος σφᾶς ἠγκαλίζετο· καὶ μυρίων θανάτων ἦν φορτικώτερον. διὸ καὶ πρὸς ἓν ἀθροιζόμενοι σύστημα πάντες,
15ὁπόσοι τῆς πονηρᾶς φατρίας τὰς τῶν ἐν Βυζαντίῳ φροντιστη‐ ρίων διέλαχον προεδρίας, καὶ πρό γε τούτων ὁ τὸν πατριαρχι‐ κὸν ἔχων Ἰσίδωρος θρόνον, προσῄεσαν Εἰρήνῃ τῇ βασιλίδι, πολ‐ λὴν ἐμοῦ δρῶντες τῇ γλώττῃ καταδρομὴν, καὶ πολλὰς καταχέον‐ τες λοιδορίας, καὶ τὴν ἐμὴν ἀποσείεσθαι πείθειν ἐπιχειροῦντες
20ὁλοσχερῶς ὁμιλίαν. ἐπεὶ δὲ πολλὰ μογήσαντες ἤνυσαν μὲν οὐ‐ δὲν, ἠλαύνοντο δ’ οὐκ ἄνευ μέμψεων ἐκεῖθεν μακρῶν, γράμματα ἐς βασιλέα τὴν τῶν ἀποβάντων ἔχοντα δήλωσιν πέμπουσιν,
ἀξιοῦντες ἀφέμενον ὅσα οἱ ἀνὰ χεῖρας ἔτυχεν ὄντα δημοσίων

2

.

827

φροντίδων γέμοντα πράγματα ἐς Βυζάντιον τάχιστα ἀφικνεῖ‐ σθαι, σφῶν βοηθήσοντα δόξῃ, κινδυνευούσῃ τὰ καίρια, καὶ ὅσα ἐπὶ τούτοις ἀκόλουθα ἦν τῷ σκοπῷ· τά τε ἄλλα δηλαδὴ καὶ ὅσοις τὰς παλαμναιοτάτας ἐμοὶ προσάπτειν αἰτίας ἀπεῖναι οὐκ ἦν.
5(Θ.) Ὧι δὴ καὶ πρὸς τὴν ἀκοὴν εὐθὺς διαταραχθέντι μικρά τε τῶν ὅσα οἱ ἀνὰ χεῖρας ἦν τηνικαῦτα πεφροντικότι τάχιστα ἐς Βυζάντιον ἐδόκει τῶν ἀναγκαίων πορεύεσθαι, οὐ τοσοῦτον συ‐ στάσεως ἕνεκα τῶν καινοφωνιῶν, ὅσον τοῦ μὴ θορύβους ἐντεῦ‐ θεν ἐπιχωριάζειν τῇ μεγίστῃ πόλει τῶν Βυζαντίων. ἀφιγμένῳ δ’
10ἔργον ἦν οὐδὲν οὐδενὸς προϊστάμενον, ἢ ξύν γε τῷ πατριάρχῃ διάλεξιν πρός με πεποιημένοις πείθειν πειρᾶσθαι, μακρᾷ τινι θύοντα σιωπῇ, μηδαμῆ ταῖς τῆς ἀτόπου φάλαγγος καινοφωνίαις συχνὰ διαλοιδορούμενον μακρὰν παρέχειν ῥοπὴν, οἷς αὐτοὺς δια‐ σύρειν καὶ ὅλαις ταράττειν γλώτταις καὶ χείλεσιν ἐλευθέροις
15ἔρως μακρός. (Ι.) Ὡς δὲ πολλῶν ἐκεῖ ῥυέντων ἀντιπάλων λό‐ γων μάταια λέγων καὶ βλασφημῶν ὁ πατριάρχης ὑφ’ ἡμῶν ἠλέγχετο προφανῶς, οὐ μόνον ὅτι πλῆθος θεοτήτων ἀπειράκις ἀπείρως ὑφειμένων τῆς θείας οὐσίας, ἀκτίστων μὲν, ὁρατῶν δὲ καὶ ἀνουσίων, δοξάζειν ἐδόκει ξύν γε τῷ Παλαμᾷ, ἀλλὰ κἀξ ὧν
20ἰδίᾳ τοὺς μὲν εἰωθότας ἐπ’ ἐκκλησίας ἄνωθεν τριαδικοὺς τῶν ἁγίων ᾄδεσθαι ὕμνους ἐς τἀφανὲς ἐῤῥίφθαι κατεδίκαζεν, ἐξου‐ σίαν βουλομένοις πυρὶ καὶ θαλάττῃ χαρίζεσθαι παρεχόμενος· αὐ‐ τὸς δ’ οἰκείους ἄρτι πεποιηκὼς, ἀτόπου φάναι γαστρὸς ἔκγονα
βλάσφημα, τούτους ἀντ’ ἐκείνων προσέταξεν ᾄδεσθαι· ἐν οἷς

2

.

828

τά τε ἄλλα γράφων ἦν καὶ ὡς οὐ τὴν οὐσίαν χρεὼν, ἀλλ’ ἀνού‐ σιόν τινα καθ’ αὑτὴν λέγειν ἐνέργειαν εἶναι κυρίως θεόν· θέσει δὲ καὶ τὴν οὐσίαν, συγχωροῦντος ἴσως τοῦ ἀνθρωπίνου πόθου κατὰ τὸ ἀνάλογον, ὥσπερ καὶ ἄνθρωποι κατὰ χάριν υἱοὶ κα‐
5λοῦνται θεοῦ καὶ θεοί· καὶ τὸ τοῦ συμπεράσματος σκοπιμώτα‐ τον, μὴ τὴν οὐσίαν, ἀλλὰ τὴν τῆς οὐσίας ἐκείνην ἀπεῤῥωγυῖαν ἐνέργειαν ἐκ τῆς παρθένου καὶ θεοτόκου σεσαρκῶσθαι Μαρίας· ἀμέθεκτον γὰρ εἶναι καὶ ἀνεπίστροφον τελέως τῶν κατὰ γῆν τὴν οὐσίαν ἐκείνην, ἐν τοῖς ἄνω που τόποις ὁριζομένην· πολλῶν οὖν
10ἐκεῖ ῥυέντων, ὡς εἴρηται, καὶ ποικίλων ἐξ ἀντιπάλου λόγων, καὶ μικροῦ τῆς ὅλης ἐκείνης ἐνταυθοῖ καινοτομηθείσης νυκτὸς, ἐπεὶ μὴ τὰ τῆς ὑποθέσεως ἄλλως ἠρεμήσειν ὁ βασιλεὺς ξυνενόει, Ἰσι‐ δώρου μὲν ἐκείνου τοὺς νέους κανόνας ἀφανείας δοθῆναι προσε‐ τετάχει πυρί· παῤῥησιάζεσθαι δ’ αὖθις τοὺς εἰωθότας ἐκ πα‐
15λαιοῦ. τούτων δ’ οὕτω συντεταγμένων καὶ συμπεφωνημένων, τράπεζα πολυτελὴς ἡμῖν παρεκομίζετο, σημεῖον ὁμοφροσύνης. καὶ συνεστιασθέντες οὕτω τοῖς βασιλεῦσιν ἀνέστημεν, ἐλπίσαντες ἐς τὴν ὑστεραίαν καὶ βασιλικοῖς κυριωθήσεσθαι γράμμασι τὰ συμφωνηθέντα, ὡς μὴ ἀμφίβολα τὰ γιγνόμενα εἴη ταῖς ἁπαν‐
20ταχῆ θαλάττης καὶ γῆς ὑπὲρ τῶν πατρίων τῆς εὐσεβείας δογμά‐ των ἀντεχομέναις θεοῦ ἐκκλησίαις. (ΙΑ.) Ἀλλ’ οὐκ εἰς μακρὰν τὰ τῆς συμφωνίας ἐκείνης οὐδὲ πᾶσιν ἤρεσκε τοῖς ἐκ τῆς ἀντι‐ κειμένης φατρίας βέβαια παραμένειν· ἀλλ’ ἀνάγκην προσῆγον
τῷ βασιλεῖ, μετάπεμπτον καὶ Παλαμᾶν ἐς τὴν τῶν δεδογμένων

2

.

829

ποιεῖσθαι βουλὴν, μὴ θόρυβον, ὡς περιφρονούμενος, ἐπιὼν ἀνα‐ φλέξῃ, τὴν τοῦ μύθου τοῦ Ἀττικοῦ μιμούμενος Ἔριν ἐκείνην, ἣν τῷ τερατώδει τοῦ μήλου μεγίστην πάλαι φασὶν ὑφάψαι στά‐ σεως φλόγα καὶ μάχην τῷ τῶν θεῶν συνεδρίῳ, ὅτι μὴ ἐς τὴν
5κοινὴν ἐκείνην τῶν τῆς Θέτιδος γάμων τράπεζαν ἐσεκλήθη καὶ αὕτη. διὰ δὴ ταῦτα μετάπεμπτος ἐκ Διδυμοτείχου καὶ Παλαμᾶς ἐς Βυζάντιον τάχιστα γίνεται. καὶ ἵνα τἀν μέσῳ τοῦ φορτικοῦ χάριν παρέλθω, πρὸς τοὺς κατ’ ἐμοῦ καὶ αὐτὸς ὁμοίως, μᾶλλον δ’ εἰπεῖν οἰκειότερον κατὰ τῶν τῆς ἐκκλησίας δογμάτων, πολέ‐
10μους ὁπλίζεται. καὶ ἐπειδὴ τὸν ἀγῶνα θυμοῦ καὶ κενοδοξίας πνέων εἰσῄει μακρᾶς, ἐμοῦ μηδένα πάρεδρον ἔχοντος σύμμαχον, πλὴν μόνου θεοῦ, καθάπερ καὶ ἐς τοὺς πρότριτα διαλόγους, αὐ‐ τὸς πρός γε τοῖς ἄλλοις καὶ αὐτὸν βασιλέα, τὸ τῆς ἰσχύος κεφά‐ λαιον, κράτιστον εἶχε σύμμαχον. ἃ μὲν οὖν ἐμοί τε κἀκείνοις ἐν
15προοιμίοις λελάληται, μηδεμιᾶς ἐς τὴν παροῦσαν ἀφήγησιν ἔχοντα χρείας ἀνάγκην, σιωπῇ παρατρέχειν κεκρίκαμεν δεῖν. τὰ δ’ ἐφε‐ ξῆς εἶχεν οὕτω. (ΙΒ.) Μὴ χρείαν ἔφασκον ἔγωγε εἶναι δευτέρων ἔτι διαλόγων καὶ κρότων ἀπὸ γλώττης μαχίμων ἐμοὶ, εἰ βέβαιοι μένουσιν αἱ τῆς προτέρας ἐκείνης διαλέξεως καταστάσεις. εἰ δ’
20ἐκεῖνα παντάπασι λέλυται καὶ ἐς τοὺς λήθης ἔῤῥιπται ῥύακας, οὐδ’ οὕτω μοι πάλιν δευτέρων δεῖ συζητήσεών τε καὶ ἀποδείξεων. εἰ γὰρ ἃ πρὸ βραχέος βασιλεῖ τε καὶ πατριάρχῃ δέδοκται, νῦν
ἀραχνίων λέλυται τρόπον, πῶς ἂν οἷα καὶ Παλαμᾷ περὶ τῶν

2

.

830

αὐτῶν πεπράξεται, πιστά τε καὶ ἀναμφισβητήτως ἡμῖν ἔχοντα φανείη, εἰ ἄρα καὶ αὐτός μοι ξυμφωνεῖν ἐπαγγέλλοιτο, πρὸς ἃ δὴ καὶ πειθομένοις ὑμῖν ἐχρώμην, τῷ μεγέθει τῆς ἀξίας πλεῖστον ὑμῶν λειπόμενος, καὶ ἅμα τῇ τῶν τρόπων αἰδοῖ καὶ σεμνότητι
5πολὺ τὸ ἐνδεές τε καὶ ὑφειμένον ἐκ πολλῶν πολλάκις ἐνδεδειχώς; (ΙΓ.) Πρὸς ἅπερ ὁ Παλαμᾶς, „οὐδ’ ἐμοὶ“, φησὶ, „διαλέξεων δεῖ καὶ κριτηρίων ἄλλων, ἅπαξ εἰληφότι τὰ πρὸς δικαίωσιν καὶ ἀσφά‐ λειαν ἔγγραφα τῶν ἐμοὶ λαληθέντων ὁπώσποτε πρὸς Ἰωάννου τοῦ πατριάρχου καὶ τῶν τότε συνεδρευόντων ἐπισκόπων ἐκείνῳ
10ψηφίσματα.“ πρὸς ἅπερ ἐμοὶ τοιάνδε ποιεῖσθαι τὴν ὑποφορὰν ξυνέπιπτεν. „εἰ μὲν δὴ καὶ μέχρι καὶ ἐς τέλος ὑπὸ τοῦ δεδρακότος ἐκείνου τὸ κῦρος εἶχεν ἐκεῖνα, καὶ μὴ οὐκ εἰς μακρὰν ἑτέροις δια‐ σέσεισταί τε κἀκ βάθρων ἀναμεμόχλευται στεῤῥοτέροις γράμμασι καὶ ψηφίσμασι, σοὶ μὲν ἴσως, εἰ καὶ μὴ τῇ ἀληθείᾳ, τὸ παρά‐
15παν εἶχε τὸ εὔλογον. εἰ δ’ αὐτῷ γε δήπου τῷ δεδρακότι, μετὰ πλειόνων ἢ πρότερον αὖθις τῶν ἐπισκόπων συσκεψαμένῳ, καὶ τὸ ἐν τοῖς ψηφίσμασιν ἐκείνοις πολύχουν τῆς ἀτοπίας σαφῶς ξυνεω‐ ρακότι, πάσαις ῥοπαῖς τῆς ψυχῆς γράμματι γράμμα, καὶ ψηφί‐ σματι ψήφισμα, περιεσκεμμένοις τε καὶ νομίμοις τὰ λίαν ἀπερί‐
20σκεπτά τε καὶ μηδαμῆ ποτε νόμιμα, τελέως ἀνέτρεπέ τε καὶ ἅμα συγγνώμην τῆς ἀγνοίας ἐξ ἡμῶν τε καὶ ὅσοι τῆς ὀρθῆς οὐκ ἐξέστη‐ σαν δόξης ὁμοίως οὐκ ἠμέλει ζητῶν, ποῦ δίκαιον τὸ τῆς ἀληθείας παραδραμόντας φῶς τῷ τῆς κακίας ἑκόντας πλανᾶσθαι σκότῳ;“
(ΙΔ.) „Ἀλλ’ ἔμοιγε τὰ πρὶν βεβαιότερα τῶν ὑστέρων δοκεῖ γραμ‐

2

.

831

μάτων εἶναι,“ φησὶν ὁ βασιλεὺς, τὸν λόγον διαδεξάμενος καὶ σύμ‐ μαχος τῷ Παλαμᾷ θερμὸς ἀποροῦντι γινόμενος. „εἰ γὰρ ἃ κατέ‐ λυσα, φησὶν ὁ ἀπόστολος, πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυ‐ τὸν συνίστημι.“ πρὸς ὃν ἐμοὶ τοιάδε, πρὶν εἰς ἑτέρας ἐμβεβλη‐
5κέναι τῶν ἀντιῤῥήσεων, ἀνθιστᾷν τετύχηκε τοῖς λεχθεῖσιν ἐπι‐ χειρήματα· „εἰ παραβάτην αὑτὸν ἐθέλοι τις κρίνειν, ὦ βασιλεῦ, ἅτε θραυόμενον αὐτὸν ὑφ’ αὑτοῦ, πολλὴν ἐμοὶ καὶ οὕτω φημὶ τὸ εἰκὸς παρέχει τὴν συμμαχίαν. συγκαταλύονται γὰρ αὐτῷ μετὰ τῶν ὕστερον ἑνί γέ τῳ τρόπῳ καὶ τὰ πρὶν ἐκεῖνα ψηφίσματα, εἰ
10μὴ τυραννοίη τὴν ἀλήθειαν ἀντιπνέον ἁμηγέπη τὸ ψεῦδος, ἀλλὰ πηγὴ δικαιοσύνης ἐπιχωριάζουσα λαμπρῶς τὸ δέον χορηγοίη ταῖς τὰ τοιαῦτα κρίνειν καὶ ῥυθμίζειν προθυμουμέναις γλώτταις· καὶ μακρῶν διὰ ταῦτ’ ἐν βραχεῖ πραγμάτων ἀπηλλαγμένοις νέα τήμερον συγκροτείσθω δικαστήρια περὶ τῶν τοῦ Παλαμᾶ παμ‐
15πόλλων τε καὶ ποικίλων ἐξ ὑπαρχῆς καινοφωνιῶν. εἰ δὲ πολύτρο‐ πον τὸ τῆς λήθης καὶ τῆς ἀγνοίας νόσημα, ταῖς τῶν ἀνθρώπων ἐνδυναστεῦον διανοίαις, παρέλκοι τὸν ἡγεμόνα λογισμὸν ὡς τὰ πολλὰ πρὸς ἀπάτης κρημνοὺς ἐκ προοιμίων· τοῦ δὲ χρόνου μετὰ τῆς πείρας τὰ πεπραγμένα γυμνάζοντος, τὸ ἀληθείας ἀνακα‐
20θαίρεται κράτος καὶ τὰ νέφη τοῦ ψεύδους καὶ τῆς ἀπάτης ἐκ μέσου λαμπρῶς ἐλαύνεται, οὐκ ἂν εἴη τῶν ἀπεικότων τουτὶ καὶ ἅμα τῶν εἰθισμένων ὡς ποῤῥωτάτω βαδίζον τρόπων, εἰ καὶ πα‐ τριάρχην τἀληθὲς ἠγνοηκότα πρότερον, διὰ τὴν τῆς σαφηνείας τῶν γεγραμμένων ἐπίκρυψιν, ἐπιοῦσα μετὰ τῆς ἁρμοττούσης πεί‐
25ρας ἡ τὰ δρώμενα ξὺν χρόνῳ γυμνάζουσα γνῶσις ἐπηνώρθου τε

2

.

832

καὶ οἷς ἐμμένειν χρεὼν ἐδίδασκε δόγμασί τε καὶ γράμμασιν. ἔπειτα εἰ τοῖς προτέροις καθάπαξ τῶν ὅσα πράττεται πᾶσι τὴν τοῦ δι‐ καίου δίδως ῥοπὴν, ὅρα μὴ καθ’ ἑαυτοῦ τὴν ψῆφον ἐγείρῃς τῶν νόμων τῶν σῶν, καὶ ταῖς ἰδίαις δίκαις γένῃ περιπετὴς ἐν βρα‐
5χεῖ. οἱ γὰρ ἐκεῖνα τὰ πρῶτα τοῦ Παλαμᾶ βεβαιώσαντες ἐπίσκο‐ ποι γράμματα, οὗτοι καὶ κατὰ πάντων Ῥωμαίων ἐγγράφους ἐξή‐ νεγκαν τόμους καὶ πολύτροπά τινα τὰ ψηφίσματα· δι’ ὧν τῷ αἰωνίῳ πυρὶ παρέπεμψαν, εἴ τινες εἶεν, οἷς πρὸς βουλήσεως εἴη τὸν Καντακουζηνόν σε βασιλέα τε δέχεσθαι καὶ Χριστιανὸν ἀπο‐
10καλεῖν· ἐν ὑστέροις δ’ ἀκόντων αὐτῶν ἐγκρατῆ γεγονότα τῶν βασιλείων σκήπτρων καὶ θρόνων ὅλαις ἀνηγόρευον βασιλέα φω‐ ναῖς, μικρὰ τῶν οἰκείων ἐκείνων ἀρῶν φροντίσαντες. εἰ οὖν τὰ πρότερα, κατὰ τὰς σὰς δίκας, τῶν ἐπισκόπων ψηφίσματα κἀν‐ ταῦθα κρατοίη καὶ βεβαιότερα τῶν ὑστέρων εἴη, ἐγὼ μὲν οὐκ ἂν
15εἴποιμι· σὺ δ’ αὐτὸς ἀῤῥεπῶς δίδαξον, ὅπη χωρεῖ τὰ τῆς κατα‐ δίκης περιφανῶς. δυοῖν γὰρ ἕποιτ’ ἂν θάτερον, εἰ πηγὴ δικαιο‐ σύνης πρυτανεύει τοὺς τῆς δίκης ῥύακας. ἢ γὰρ κἀνταῦθα προ‐ τιμότερ’ ἂν θείημεν τὰ πρῶτα, κατὰ τὴν σὴν ἐπ’ ἐκείνοις κρίσιν· καὶ βεβαιοῦται λοιπὸν ὁ κατὰ Ῥωμαίων ἐκφωνούμενος ἐκεῖθεν
20ἀναθεματισμὸς διὰ σὲ, καὶ ἅμα λύεταί σοι τὸ τῆς βασιλείας ἰσχυ‐ ρὸν ἐν βραχεῖ σὺν τῇ εὐσεβείᾳ· ἢ τῶν προτέρων ἀθετουμένων, διὰ τὸ τῆς συναρπαγῆς καὶ τῆς ἀπάτης ἔγκλημα, σοὶ μὲν κυροῦ‐ ται τὸ τῆς βασιλείας κράτος ἐς τὸ ἀθῶον μετὰ τῆς εὐσεβείας·
λύονται δ’ αἱ τοῦ Παλαμᾶ καινοφωνίαι, καθάπερ ὁ τῆς Χαλά‐

2

.

833

νης πύργος· συνάπτεται δὲ τὰ διεστῶτα τῆς ἐκκλησίας μέρη πρὸς ὁμόνοιαν καὶ εἰρήνην. εἰ δ’ αὐθεντικῶς οὑτωσὶν ἐκεῖ μὲν τὴν νίκην τοῖς προτέροις δίδως, ἐνταυθοῖ δὲ τοῖς ὑστέροις, τυραννὶς τὸ πρᾶγμα καὶ κανόνας πάντας ὑπερβαῖνον θείους καὶ ἀνθρωπί‐
5νους. καὶ εἰ φοβερόν σοι τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος νο‐ μίζεται, ὥρα σοι λοιπὸν ἐκλογίζεσθαι τοὺς ἐντεῦθεν φόβους, ὁποῖοι καὶ ὅσοι, παῖδάς τε ἔχοντι καὶ πλείστην συγγένειαν, καὶ πρό γε πάντων ψυχὴν καὶ σῶμα· ὧν τῇ μὲν τὰ ἐκεῖ δεδίττεται κολαστήρια, τῷ δὲ μυρίοις ὑποκεῖσθαι καὶ ποικίλοις συμπίπτει
10νοσήμασι.“ (ΙΕ.) Τῶν δὲ παρακαθημένων κολάκων ἑνός τινος τὴν ἐμὴν τῷ ἀγκῶνι πλευρὰν συμπιλήσαντός τε καὶ ἀντειπόν‐ τος, ὡς τὰ ἥδιστα λέγειν χρεὼν βασιλεῦσι, μακρῷ κινηθεὶς καὶ ὑπερζέσας τῷ ζήλῳ κολακείαν τε ἐνεκάλουν ἐκείνῳ καὶ σμικρο‐ λογίαν ψυχῆς, καὶ ὅσα τούτοις ἕποιτ’ ἄν. σιγῆς τοίνυν γενομέ‐
15νης ἐν τούτοις, καὶ μηδὲν ἔχων ὁ Παλαμᾶς ἀντιφθέγγεσθαι, μαρτυρίας ἠξίου συγχωρηθῆναι παράγειν γραφικὰς εἰς ἐκδίκησιν τῶν αὐτοῦ καινοφωνιῶν. ἐμοῦ δ’ ἀποτρεπομένου καὶ τὴν τῆς τοιαύτης ὁμοιότητα πρὸς Ἄρειον καὶ Σαβέλλιον καὶ Νεστόριον, καὶ ὅσοι τὰς οἰκείας αἱρέσεις ἐκ τῶν θείων γραφῶν κακοτρόπως
20συνιστᾷν ἐπεχείρουν, ἀνάγοντος, ὁ σύλλογος ἡμῶν διελύετο. ἐπεὶ δ’ ἐκεῖθεν μακρὸν ἐπιπολάζοντα βλέπειν ἐπῄει μοι τὸν τῆς κακο‐
δοξίας θόρυβον, ὥραν δ’ ἀνύειν τὸ *** μὴ τὴν ἔμπρακτόν σφισι

2

.

834

παρέχειν ἐδύνατο συμμαχίαν. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρό‐ πον· καὶ ὁ χειμὼν ἐν τούτοις ἐτελεύτα. ϛʹ. Ἄρτι δὲ τοῦ ἡλίου περὶ τροπὰς γενομένου τὰς ἰσημερι‐ νὰς, καὶ τοῦ κριοῦ τοῖς μακροῖς κέρασι τὰς τοῦ ἐνιαυτοῦ θύρας
5ἐς τὸ τῆς ἡμέρας εὖρος λαμπρῶς διανοίγοντος, πρέσβεις πρὸς τὸν Τριβαλλὸν ὁ βασιλεὺς ἀπεστάλκει, τοὺς ὅρκους καὶ τὰς συν‐ θήκας ἀναμνήσοντας καὶ τὴν ἐκεῖθεν ἐλέγξοντας παρέκβασιν. ἐπεὶ δ’ ἐκεῖνος φρόνημα μέγιστον ἐκ τῶν συνεχῶν τροπαίων ἀνει‐ ληφὼς ἄπρακτον ἀπιέναι εὐθὺς ἐκέλευε τὴν πρεσβείαν, ἄρας ὁ
10βασιλεὺς ἐξῄει τοῦ Βυζαντίου, μεσοῦντος ἤδη τοῦ ἦρος, στρατο‐ λογήσων τε ἐκ τῆς Θρᾴκης τὴν ἐνυπάρχουσαν δύναμιν κατ’ ἐκεί‐ νου καὶ τὸν φίλον Ἀμοὺρ ἐξ Ἀσίας μεταπεμψόμενος μετὰ δυ‐ νάμεων Περσικῶν. ὁ μὲν οὖν βασιλεὺς ἑβδομαῖος ἐς Διδυμότει‐ χον ἀφικνεῖται. (Β.) Τῷ δ’ Ἀμοὺρ ἠθροικότι πλεῖστον ὅμιλον
15πεζικῶν τε καὶ ἱππικῶν δυνάμεων ἔδοξε, πρὶν ἐς Θρᾴκην καὶ Μακεδονίαν διαβαίνειν, ἄκοντι διαπράξασθαι καὶ πρόῤῥιζον ἐξε‐ λεῖν, εἰ δύναιτο, τὸ ἐν Σμύρνῃ φρούριον τῶν Λατίνων, ὡς μὴ ὀρφανὴν ἀπιόντος αὐτοῦ καταλελειμμένην τὴν πάτριον γῆν συχνὰ κατατρέχοντες οὗτοι ληΐζωνταί τε καὶ τὰ ἔσχατα δρῶντες φαί‐
20νωνται τῶν δεινῶν. τὴν γὰρ Λατινικὴν ὀφρὺν οὐδέποτ’ ἠρεμή‐ σειν ἤλπισεν ἐν ὅροις μεῖναι, καιρὸν ἐξιέναι καὶ κατατρέχειν ἔχου‐ σαν. ὅθεν προσελάσας προὐκαλεῖτο πρὸς πόλεμον. οἱ δὲ παρα‐
χρῆμα τὰς πανοπλίας ἀναλαβόντες εἰς μάχην ἐξῄεσαν, οὐχ ἧττον

2

.

835

τῇ δυνάμει θαῤῥοῦντες, ἢ τῇ τῶν ὅπλων λαμπρότητι. ἐπεὶ δὲ πολύς τε καὶ πανταχόθεν ὁ τῶν Περσικῶν δυνάμεων ἔῤῥει πόλε‐ μος, καὶ ἀντιβλέπειν οὐ μάλα ἐδύναντο, ἐπὶ πόδα τε ἀνεχώρουν αἰσχρῶς καὶ τὰς πύλας ἀσφαλισάμενοι τοῦ φρουρίου τοῖς ἑκη‐
5βόλοις ἐκ τῶν τειχῶν ἐμάχοντο βέλεσι· δι’ ὧν καιρίαν πληγέν‐ τος Ἀμοὺρ, ἐκ τοῦ παραχρῆμα νεκρῷ γενέσθαι ξυμπέπτωκεν. ὃν οἱ προσήκοντες ἀνειληφότες τῆς τε μάχης ἀπέχεσθαι τοῖς στρατιώταις παρεκελεύοντο καὶ αὐτὸν ἐς τὰ οἴκοι φοράδην ἀπῆ‐ γον. (Γ.) Τούτου δ’ οὕτω κεχωρηκότος, ἐν λύπαις εἶναι τῷ
10βασιλεῖ ξυνέβαινε, τῆς τε προσδοκωμένης ἐκεῖθεν Περσικῆς λε‐ λειμμένῳ συμμαχίας καὶ ἅμα φίλου μεγίστην αὐτῷ διὰ βίου τηρήσαντος εὔνοιαν ἐστερημένῳ. ἓν μὲν δὴ τοῦτο τῆς κατὰ Τρι‐ βαλλῶν ἐκστρατείας ἐμποδὼν ἐγεγόνει τῷ βασιλεῖ. δεύτερον δὲ, τὸ κατὰ τῶν νεφρῶν ἐνσκῆψαν αὐτῷ περὶ τὰς θερινὰς τοῦ ἡλίου
15τροπὰς νόσημα, τάς τε ἀλγηδόνας δριμείας ἐπάγον αὐτῷ καὶ τὴν τοῦ βαδίζειν ὑποκλέπτον ἐλευθερίαν τε καὶ ῥᾳστώνην, καὶ ἅμα τὰς τῶν ἰατρῶν ἐπαγγελίας οὐ μάλα τοι πρὸς τὸ εὔελπι κα‐ θαρῶς ἀθροίζεσθαι συγχωροῦν ἐκ τοῦ σύνεγγυς. καὶ τρίτον ἐπὶ τούτοις, ἡ τῶν ἐν τοῖς Γαλάτου Λατίνων κατὰ Βυζαντίων ἐξ
20οὐδεμιᾶς προφάσεως ἐπανάστασις, ἣ μετὰ τὰς Ὠρίωνος ἐπιτο‐ λὰς εὐθὺς πεποίηται τὰς ἀρχάς· περὶ ἧς μικρὸν ὕστερον προϊόν‐ τες ἐροῦμεν πλατυτέρᾳ τῇ γλώττῃ. νῦν δ’ ἐκεῖνο ἐπαναλήψομαι. ζʹ. Ἄρτι τοῦ ἡλίου τὰς θερινὰς τροπὰς παραλλάττοντος, Περσική τις δύναμις, ἐξ αὐτονόμου καὶ λῃστρικῆς ἄλλη ἄλλο‐
25θεν ἠθροισμένη τροφῆς καὶ διαίτης, ἐς Θρᾴκην ἐξ Ἀσίας πε‐

2

.

836

ποίηται τὴν διάβασιν. καὶ ἐπειδήπερ ὁπόσα θαλάττης ἐγγὺς ὑπῆρχε χωρία πᾶσι καθάπαξ ἀοίκητον εἶναι συνέβαινεν ἐρημίαν διά γε τὰς συνεχεῖς τῶν ἐχθρῶν ἐφόδους, εἰς δύο σχίζεται μοί‐ ρας· καὶ τῶν μὲν ἱππέων ἡ φάλαγξ, εἰς διακοσίους καὶ χιλίους
5τὸν ἀριθμὸν ἀναφέρουσα, ἐπὶ τὰ ὅσα περὶ Βιζύνην εἰσὶ χωρία τοὺς δρόμους ὅλαις ἤλαυνε ταῖς ἡνίαις· ἡ δὲ πεζικὴ δύναμις, ἐκ δὶς ἑπτακοσίων εὐζώνων ἀνδρῶν συγκειμένη καὶ αὕτη, δυτικωτέ‐ ραν πεποίηται τὴν ὁρμήν. συνέβαινε γὰρ αὐτῇ τήν τε Ῥοδόπην τὸ ὄρος, καὶ ὅσαι περὶ Διδυμότειχον οὖσαι τυγχάνουσι πόλεις,
10ἐξ ὑπερδεξίων ἀφεμένῃ τὴν ἔφοδον ἐφ’ ὅσα ἐπέκεινα κεῖται χω‐ ρία ποιεῖσθαι· ὧν Ματθαίῳ τῷ τοῦ βασιλέως υἱῷ τὴν ἐπιτρο‐ πὴν, ὡς ἀνωτέρω διείληπται, κεκτημένῳ οὐ μάλα τοι ἀνεκτὸν ἐνομίσθη κατ’ ἐξουσίαν ἀπονητὶ ποιήσασθαι τὴν τῆς λείας ἐκεῖ‐ θεν ἐᾶσαι τοὺς Πέρσας ἀπαγωγήν. ῥᾴδιον δ’ ἥκιστα ὂν ἐκ μόνης
15τῆς Γρατιανουπόλεως, ἐν ᾗ τουτονὶ τηνικαῦτα παρεῖναι ξυνέ‐ βαινε, στρατὸν τοῖς βαρβάροις ἀντίπαλον παραχρῆμα συναγα‐ γεῖν, ἐκ τῶν ἐνόντων τριακοσίους ἱππέας ἀνειληφὼς, καὶ πεζικήν τινα φάλαγγα, μεγάλην ἐβράβευσε δι’ ἀβάτων χωρίων τῷ δρόμῳ τὴν ταχύτητα, μὴ λάθῃ φυγοῦσα μετὰ τῆς λείας ἡ λῃστρικὴ δύ‐
20ναμις. τόπου τοιγαροῦν ἐντυχὼν ἐπιτηδειότητι, δι’ οὗ τὴν ἀνα‐ στροφὴν οἱ βάρβαροι δρᾷν ἐνομίζοντο, τήν τε ἐφεδρείαν ἐνταῦθα πεποίηται καὶ τῶν εὐζώνων ἐνίους προὔπεμπεν εἰς κατασκοπήν· ἀφ’ ὧν περὶ τὴν λείαν ἀσχολεῖσθαι πόῤῥω που τῆς στρατοπεδείας ἔτι τοὺς βαρβάρους ἀκούων ἀριστοποιεῖσθαι μετρίως ἐπέτρεπε
25τοὺς στρατιώτας. ἐπεὶ δέ σφισιν οὐκ ἦν εὐμαρὲς ὕδατος εὐπορεῖν,

2

.

837

ὅθεν ὑδρευσαμένους τὴν ἀνάγκην ἔσται παραμυθεῖσθαι τῆς φύ‐ σεως, ὅσην ἥ τε τοῦ δρόμου ταλαιπωρία καὶ τὸ φλέγον τῆς ὥρας ἤνεγκεν, αὐτοὶ μὲν περὶ τὴν τῶν ὅπλων ἐγίνοντο χρείαν, τὸ πολὺ τῆς ἡμέρας ἄσιτοι διακαρτερήσαντες· Ματθαῖος δὲ στρατηγῶν
5εἰς τάξεις διῄρει τὴν δύναμιν· καὶ τοὺς μὲν ἱππέας ἔς τε τὸ δε‐ ξιὸν καὶ λαιὸν διαμερισάμενος κέρας ὑφ’ ἡγεμόσι τοῖς ἀρίστοις ἐς τὰ τῶν ἄκρων τὸ πεζὸν παρενέβαλε μέσα, ταξιάρχοις καὶ αὐτὸ παραδοὺς οἷς τὰ πολέμια κρατίστοις εἶναι τετύχηκεν· αὐτὸς δὲ τῶν ἱππέων ἐνίους ἔχων περιῄει, πρὸς εὐψυχίαν καὶ ῥώμης ἐπί‐
10δειξιν διεγείρων τὰς φάλαγγας. (Β.) Τῆς δ’ ἡμέρας ἐς τὸ πλέον ἢ κατὰ μεσημβρίαν εἶναι τὸν ἥλιον γενομένης, οἱ βάρβαροι πολ‐ λὴν ἐπαγόμενοι πόῤῥωθεν παρεδείκνυντο λείαν. ἐγγύτερον δ’ ἤδη γενόμενοι κατεπλάγησαν μὲν τὴν τῶν Ῥωμαίων θεασάμενοι στρατιὰν, τῇ τῶν ὅπλων λαμπρότητι διαλάμπουσαν· κατεφρό‐
15νησαν δ’ αὖ, οὐ πάνυ πολλὴν ξυννενοηκότες οὖσαν αὐτήν. ἔδοξεν οὖν ἄμεινον, τὴν λείαν ὀπίσω διαλιπόντας μικρὸν, ἀθρόους ὑφ’ ἑνὸς ἱσταμένους αὐτοὺς τὴν τῶν Ῥωμαίων εὐρώστως ἔφοδον διακαρτερεῖν. διὸ τοὺς ἐλαφροτάτους τοξότας πρότερον σφῶν αὐ‐ τῶν ἐς τὴν οὐραγίαν θέντες παραγγέλλουσι νῦν μὲν ἐπικεῖσθαι,
20νῦν δ’ ἀποχωρεῖν ἐκ μεταβολῆς καὶ φυγομαχεῖν, κατὰ τό σφισιν ὡς τὰ πολλὰ εἰωθὸς, καὶ συχνὰ τοῦτο δρῶντας ἐξαπατᾷν καὶ ἐπιταράττειν τὴν τῶν Ῥωμαίων τάξιν. (Γ.) Τῶν μέντοι Ῥω‐ μαίων σοβαρῶς ἐπιόντων, καὶ τῶν σαλπιγκτῶν ἀνακρουομένων τὸ ἐνυάλιον, ἐπηλάλαξάν τε εὐθὺς οἱ Πέρσαι καὶ μετὰ μακροῦ
25τινος θράσους αὐτοῖς συνεῤῥήγνυντο, συνασπισμός τις τὰ πρῶτα

2

.

838

δόξαντες βαρὺς καὶ παράταξις μάλα δυσπρόσοδος· ὡς εὐθὺς ἐξ ἀρχῆς τὸ μὲν συνεχὲς τῆς πεζικῆς τῶν Ῥωμαίων διακόπτεσθαι φάλαγγος· καὶ ἅμα τὸ εὐώνυμον τῶν ἱππέων, πιεζόμενον ἔξωθεν ὑπὸ τῶν ἐλαφρῶν ἐκείνων τουρτῶν, τὰς ψυχὰς θορυβεῖσθαι.
5Ματθαῖος δ’ ὁ στρατηγὸς περιϊὼν λόγοις τε ἀνεῤῥώννυε πρὸς τὸ εὐθαρσέστερον τοὺς οἰκείους καὶ τοῖς θλιβομένοις ἀεὶ προσιὼν παρεβοήθει μέρεσιν. ἔπειτα μείζονος δεομένην τῆς βοηθείας τὴν στρατιὰν ξυννενοηκὼς ἐς τὸ τῆς τόλμης παραβολώτερον ἑαυτὸν μετεσκεύασε, καὶ πρὸς μέσους ἐμβάλλει τοὺς πολεμίους ξύν γε
10τοῖς ἀμφ’ αὐτὸν, νεανικώτερον τρόπον μᾶλλον ἢ προμηθέστε‐ ρον· καὶ ὅλην εὐθὺς ἐκλόνησέ τε καὶ διέσεισε τὴν ἐκείνων φά‐ λαγγα, τοὺς μὲν κατὰ μέτωπον ἀπαντῶντας γενναίως καταβάλ‐ λων τε καὶ συμπατῶν· τοὺς δ’ ἄλλους πρὸς ἄνανδρον κατακλείων ἀμηχανίαν· ὡς ἐντεῦθεν ἀναῤῥωσθέντας Ῥωμαίους εὐτολμότερον
15ἐς τοὺς κινδύνους τέως παραβάλλεσθαι, καὶ τοὺς κατὰ πρόσωπον ἅπαντας διωθεῖσθαί τε καὶ φονεύειν εὐρώστως. ἀλλὰ πολλούς τι‐ νας καὶ συνεχεῖς διεξελαύνων ἐν τῇ μάχῃ τοὺς δρόμους ὁ στρα‐ τηγὸς Ματθαῖος, καὶ πλεῖστα τῶν πιπτόντων πολεμίων σώματα συμπατῶν, ἔλαθε τοῦ ἵππου πεσόντος ἐς γῆν ἐκριφεὶς καὶ ἀπὸ
20γῆς μαχόμενος τοῖς ἐπιοῦσιν. ἔνθα δὴ πολὺς ὁ ἀγὼν ἑκατέρωθεν συνέστη, τῶν μὲν πολεμίων ἀποκτείνειν ἐπειγομένων, τῶν δὲ Ῥω‐ μαίων ἀντεχομένων μάλα γενναίως καὶ τὰς ἑαυτῶν ὑπὲρ τοῦ στρατηγοῦ προδιδόντων ψυχάς· ἕως ἵππου παρενεχθέντος ἐπι‐ βὰς κατὰ κράτος ἤλαυνε κόπτων τοὺς πολεμίους· ὡς μηδὲ λε‐
25λεῖφθαι, ὃς γοῦν ἀπαγγελεῖ τῇ Ἀσίᾳ τὸ πάθος. (Δ.) Τοῦτο

2

.

839

Ῥωμαίοις ἔδοξεν ἀγαθὸς οἰωνὸς καὶ μακρῶν ἐλπίδων προοίμιον. τὸ μὲν γὰρ ἐπιοῦσαν δέξασθαι, πρὶν ἢ προσδοκῆσαι, καὶ ἀπο‐ κρούσασθαι τὴν τῶν πολεμίων ἔφοδον, μακρῷ τινι κραταιότερον, ἢ πολεμίων χώραν αὐτόν τινα καταδραμόντα στήσασθαι τρό‐
5παιον. οἷς γὰρ ἐς ὑπερορίους ἐκστρατείας παρασκευάζεσθαι με‐ μελέτηται, τούτοις δὴ καὶ περιττῶς τε μάλα καὶ σοβαρῶς ὁπλί‐ ζεσθαι ἀναγκαῖον, καὶ πάντα πρὸς τὸ ἀνενδεὲς καὶ φιλοτιμότερον ἐκ πολλοῦ τοῦ χρόνου τελεῖν, ἅτ’ ἐν ἀλλοτρίᾳ γῇ ποιεῖσθαι μέλ‐ λουσι τὰς ὑπαίθρους στρατοπεδείας· οἷς καὶ εἰ νικῷεν, μέτριος
10μέν τις ἕπεται ἔπαινος, θαῦμα δ’ οὔ, τῶν παραδόξων οὐδενὸς πεπραγμένου, ἀλλ’ ἑνὸς τῶν ὅσα τῶν προσδοκωμένων ἦν. οἷς δ’ οἴκοι καθημένοις ἀπροσδοκήτοις τὸ πολέμιον ἔπεισι πῦρ, θαυ‐ μαστὸν, εἰ μὴ ζημιωθεῖεν τὸ ζῇν. εἰ δὲ γενναίως καὶ εὐθαρσῶς ἀνταγωνισαμένοις μετὰ πάνυ μικρᾶς καὶ τῆς προστυχούσης δυ‐
15νάμεως γένοιτο ἀποκρούσασθαι, τοῦτο δ’ ἤδη καὶ θαυμάζεσθαι ἄξιον. εἰ δὲ καὶ οὕτω κατατροπώσασθαι γένοιτο, ὡς μηδὲ πυρ‐ φόρον λελεῖφθαι, τὸ δὴ λεγόμενον, τοῦτο δ’ ἐκείνων μακρῷ τινι βέλτιον. (Ε.) Καὶ ἡ μὲν πεζικὴ τῶν Περσῶν ἐκείνη δύναμις ἐς τοῦτο τύχης ἐλήλαται καὶ ἠφάνισται. τῆς δ’ ἱππικῆς κατόπιν ὁ
20βασιλεὺς ἐξ Ὀρεστιάδος τὴν δίωξιν κατεσπουδασμένην μετὰ χι‐ λίων ἱππέων πεποιηκὼς, ἐπειδήπερ ἀσυντάκτοις ἐκ τῆς λείας ἀναζευγνύουσιν ἐντετύχηκε, τοὺς μὲν τριακοσίους ἀπηντηκότας εὐτόλμως ἔργον ἀπέφηνε ξίφους· οἷς δὲ πόῤῥωθεν αἰσθέσθαι ξυνηνέχθη τῆς μάχης, τούτοις δὲ φυγῇ τὴν σωτηρίαν δίχα τῆς
25λείας πορίζεσθαι ἐξεγένετο σποράσι καὶ ἀσυντάκτοις.

2

.

841

αʹ. Τοῦ μέντοι βασιλέως ἐν τοῖς τοιούτοις ἀσχολουμένου, μάχην κατὰ Βυζαντίου τοῖς ἐν Γαλάτου Λατίνοις πεποιηκέναι συμπέπτωκεν, αἰτίαν μὲν ἐμφανῆ τινα καὶ εὐπρόσωπον ἥκιστα ἔχουσιν ἐγκαλεῖν οὐδεμίαν· δεδιόσι δ’ αὔξησιν ἴσως τοῦ τῶν
5Βυζαντίων ναυτικοῦ κἀντεῦθεν καὶ τῶν κατὰ σφᾶς ἀθροιζομέ‐ νων ἐξ ἐμπορίας φόρων ὕφεσιν. (Β.) Αὐτοὶ γὰρ ἐξ ἀρχῆς ὀλίγα τινὰ καὶ φαῦλα περὶ τὸν τόπον οἰκήματα συγχωρηθέντες συστή‐ σασθαι, ἔπειτα ἔλαθον τοῦ χρόνου χωροῦντος ἐπὶ μέγα δόξης τε καὶ δυνάμεως ἀναβάντες. τῶν γὰρ βασιλέων, συμβὰν οὑτωσί
10πως, στασιαζόντων κατ’ ἀλλήλων ὑπὲρ τῆς ἀρχῆς, καὶ τῶν Ῥω‐ μαϊκῶν ἐντεῦθεν πραγμάτων ταραττομένων καὶ σφόδρα πονή‐ ρως διατιθεμένων, οὗτοι λάθρα καὶ δολίως ὑπερχόμενοι νῦν μὲν τούσδε, νῦν δὲ τούσδε, καὶ ὑπισχνούμενοι συμμαχίαν παρέχειν καὶ ὅπλων καὶ ὁπλιτῶν εὐπορίαν ἔκ τε γῆς καὶ θαλάττης, ἔλα‐
15θον μὴ μόνον τὴν τῶν Βυζαντίων εὐπορίαν καὶ μικροῦ πᾶσαν
τὴν ἐκ θαλάττης πρόσοδον παρελόμενοι, ἀλλὰ καὶ ὅσα τῶν δη‐

2

.

842

μοσίων πολυειδῶς ἔχοντα πραγμάτων ποικίλον πορίζει τοῖς ἀρ‐ χικοῖς πρυτανείοις τὸν πλοῦτον· ὡς ἐντεῦθεν τὴν μὲν ἐκείνων ἐκ τῶν φόρων ἐπέτειον γίνεσθαι πρόσοδον διακοσίων ἔγγιστα χιλιά‐ δων, τὴν δὲ Βυζαντίων βίᾳ καὶ μόλις τριάκοντα. διὰ δὴ ταῦτα
5μεγαλαυχούμενοί τε καὶ τῆς τῶν Βυζαντίων ἀσθενείας ἡμέραν ἐξ ἡμέρας κατορχούμενοι οἰκίας τε διωρόφους καὶ τριωρόφους ἀνίστασαν, καὶ πλείονος αὖ ἐπειλημμένοι πρὸς τὸ ἄναντες τό‐ που πύργους τε ᾠκοδόμουν δυσανταγώνιστον κεκτημένους τὸ ὕψος καὶ ἅμα τείχη καὶ περιβόλους μακρὰν τὴν εὐρυχωρίαν ἔχον‐
10τας ἄλλους ἐπ’ ἄλλοις συχνοὺς περιήλαυνον· καὶ πρός γε ἔτι τάφρους καὶ ὀχυρώματα ἐπ’ αὐτοῖς καὶ ὅσα πολεμίοις δυσεπι‐ χείρητον ἀπειλοῦσι τὴν πάροδον ὤρυττον. (Γ.) Ἄρτι δὲ καὶ ναυ‐ τικὸν συνίστασθαι βουληθέντος τοῦ βασιλέως Καντακουζηνοῦ διὰ τὰς συχνὰς τῶν Περσικῶν δυνάμεων ἐφόδους κἀκ τῆς Ἀσίας
15ἐς Θρᾴκην νύκτωρ καὶ μεθ’ ἡμέραν διαβάσεις, καὶ ἅμα τοὺς ἐκ θαλάττης οἰκονομικώτερον τρόπον κουφίσαντος φόρους βουλομέ‐ νοις καταίρειν εἰς τὸν τῶν Βυζαντίων λιμένα, ὃ μάλιστα τοῖς Λατίνοις ἦν ἀεὶ βοηθοῦν καὶ κραταιότερον αὐτοῖς τὸ δύνασθαι διηνεκῶς ἐργαζόμενον, ὑπόνοιαν ἔσχον μάλα θρασεῖαν, καὶ ἔδει‐
20σαν μὴ θαλαττοκρατησάντων Ῥωμαίων ὑποῤῥυεῖσα ἡ αὐτῶν δύναμις μετὰ τῆς τοῦ κέρδους εὐπορίας αὐξήσῃ τάχιστα Ῥω‐ μαίους. ὃ δὲ μάλιστα ἐκ τοῦ παραχρῆμα καὶ σύνεγγυς ἔθραυε τὴν ἐκείνων ψυχὴν, ἡ τῆς Χίου πρόφασις ἦν. ἐδεδίεσαν γὰρ, μὴ
πρὸ βραχέος ἔτι τῶν ὁμοφύλων ἐπιβούλως ἀφελομένων κατα‐

2

.

843

πλεύσας ὁ τῶν Ῥωμαίων στόλος αὖθις αὐτὴν ἀφέληται, πρὶν εἰληφέναι τὸν εἰς συντήρησιν κραταιοτέραν ἀρκέσαντα χρόνον αὐτῇ. ὅθεν αἰτίας καθ’ ἡμέραν μάχης ῥάπτοντες ἦσαν ἄλλας ἐπ’ ἄλλαις, οὐδὲν κεκτημένας ἰσχυρὸν καὶ εὐπρόσωπον, φόνους τε
5Βυζαντίων ἐργαζόμενοι, κρύφα μὲν τὸ πρῶτον, ἐκκεκαλυμμένως δ’ ἔπειτα καὶ πλὴν σκηνῆς καὶ προσωπείου. (Δ.) Τούτων δ’ οὕτω δρωμένων, ἐθελοκωφεῖν ἐδόκουν Βυζάντιοι· τοῦτο μὲν καὶ εἰρηνεύειν ἐθέλοντες· τοῦτο δὲ καὶ τὴν σφῶν αὐτῶν ξυννοοῦντες ἀσθένειαν, πολυειδῆ τινα καὶ ποικίλην τοῦ χρόνου τούτοις ἐπε‐
10νεγκόντος, ἐκ τοῦ περιφρονητικῶς διατίθεσθαι τοὺς κατὰ διαδο‐ χὴν τῶν ἀρχικῶν ἐπειλημμένους ἐκ παλαιοῦ ἐς ὅσα πολιτικήν τε καὶ οἰκονομικὴν ἔχει πρόνοιαν τῶν ὑπηκόων ὁμοῦ καὶ τῶν δημο‐ σίων πραγμάτων· οὐκ οἶδ’ ὅντινα τρόπον ἐκείνοις ἥκιστα βουλο‐ μένοις εἰδέναι, ὡς τοὺς βεβαίως καὶ ἀσφαλῶς βιοῦν ἐθέλοντας,
15καὶ φοβεροὺς μὲν εἶναι τοῖς ἐχθροῖς, ποθεινοὺς δὲ τοῖς φίλοις ἀεὶ, οὐχ ὅταν ἐν ὀφθαλμοῖς ἔρχηται τὰ δεινὰ παρασκευάζεσθαι χρεὼν, ὅτ’ ὄνησιν οὐδεμίαν ἔχει τὸ σπούδασμα, ἀλλὰ πόῤῥω‐ θεν ἀεὶ μελετᾷν, τίνα τε χρὴ προορᾶσθαι καὶ τίνα φυλάττεσθαι, καὶ αὖ τίνα προσίεσθαι καὶ οἰκειοῦσθαι πρὸς παρασκευὴν, ὧν
20μήπω μὲν πάρεστιν ἡ χρεία, μέλλει δὲ τοῦ χρόνου ῥέοντος καὶ παντοδαπὰς καὶ παντοίας πλέκοντος τοῖς ἀνθρώποις τὰς τύχας· οὐδὲ συνιέναι παντάπασι, τίνι καὶ ὅσῳ δικαιοσύνη πρὸς ἀδικίαν συγκρινομένη διαφέρει, χρηματικῶν τε αὖ προσόδων προμήθεια
καὶ ὅπλων κτῆσις πρὸς ἀμέλειαν τούτων· ἔτι τε πολιτειῶν εὐ‐

2

.

844

νομίαι καὶ κανόνες ἀῤῥεπεῖς δικαστηρίων ὁμοῦ καὶ βουλευτη‐ ρίων πρὸς ἀστάθμητον καὶ συγκεχυμένον βίον. ὅμοιον γὰρ ἂν εἴη, ὥσπερ ἂν εἴ τις παραβάλλειν βούλοιτο καὶ θεωρεῖν, ὅσον ἐν πελάγει διαφέρει καλῶς οἰακιζομένη ναῦς τῆς ἄνευ οἰάκων καὶ
5πόῤῥω παντὸς προμηθοῦς τοῖς πολλοῖς ἐκείνοις καὶ ἀνημέροις κύμασιν ἐπιπηδώσης· οἷς πολλῷ δήπου βέλτιον ἂν ἦν οἴκοι καθη‐ μένους ἀδοξεῖν καὶ μισεῖν παῤῥησίαν ὁμοῦ καὶ πολιτικὴν εὐγέ‐ νειαν, ἢ τοσούτοις κινδύνοις παραβάλλεσθαι καὶ τοσαύτῃ δια‐ κυβεύειν ἀφροσύνῃ τὸ ζῇν. (Ε.) Ὃ μὲν οὖν Ῥωμαίους ἔχειν, ἄρ‐
10χοντας ὀφείλοντας εἶναι, ἐχρῆν, τοῦτο Λατίνοις προσγέγονε πα‐ ρελομένοις καὶ μεταθεῖσιν ἐντεῦθεν ἐκεῖσε διὰ πρόνοιαν οἰκονο‐ μικὴν καὶ σεσοφισμένην σπουδήν. ἅπαντα γὰρ παρεσκεύασταί σφισι λαμπρῶς, σῖτος καὶ ὅπλα καὶ χρήματα καὶ ναυτικὴ δύ‐ ναμις τῆς τῶν Βυζαντίων διηνεκῶς ὑπερέχουσα. (ϛʹ.) Ὅθεν
15ἐπεὶ καὶ νῦν οὐδὲν αὐτοῖς ἐμποδὼν ἐνομίζετο θαλαττοκρατεῖν βουληθεῖσι, καὶ δεκατευτήριον ἴδιον ἑαυτοῖς καταστήσασθαι τὸν αὐχένα τοῦ Πόντου, πρὸς φανερωτέραν ἤδη παρασπόνδησιν καὶ ἀθέτησιν τῶν πάλαι γενομένων σφίσιν ἐς τοὺς Ῥωμαίων βασι‐ λεῖς ὅρκων καὶ νόμων ἐξεῤῥάγησαν· καί τι μονῆρες ἀκάτιον λῃ‐
20στρικῶν ὁπλιτῶν ἐμπλήσαντές τε νυκτὸς καὶ πρὸς Ἱερὸν καὶ αὐχένα τὸν διαπόντιον ἀναπλεύσαντες μίαν τινὰ Ῥωμαϊκὴν ἁλιάδα κατέσχον, πολλῶν ἐκεῖ τηνικαῦτα δικτύοις χρωμένων ἐς ἰχθύων ἄγραν, καὶ ξίφους ἔργον τοὺς πλείστους ἐπεποιήκεσαν.
(Ζ.) Ἄρτι δ’ ἡλίου ἐς ἀνατολὰς ἐληλυθότος, καὶ τὸ τῆς νυκτὸς

2

.

845

ἐκείνης ἀνόσιον ἀδίκημα τοῖς Βυζαντίοις ἑρμηνεύσαντος, λύπης μὲν ἄξιον ἐνομίσθη, μάχης δὲ καὶ πολέμων ἥκιστα. αἰσθόμενοι δ’ ὅμως, ὡς οἱ Λατῖνοι τειχήρεις γενόμενοι, καὶ τὴν ἐς Βυζάν‐ τιον ἐκείνην συνήθη τε καὶ διηνεκῆ διάβασιν κοιμίσαντες, ἐφ’
5ὅλας ἡμέρας τρεῖς που καὶ τέτταρας πρὸς ὅπλα λεληθότως πα‐ ρεσκευάζοντο καὶ τριήρεσι καὶ μεγίσταις ναυσὶ τὸ οἰκεῖον τέως περιέφραττον ἐπίνειον, τὰς τοῦ Βυζαντίου πύλας καὶ οὗτοι συγ‐ κλείσαντες ἐκάθηντο μετέωροι, πρὸς τὴν ἀδηλίαν τοῦ μέλλον‐ τος ἀποβλέποντες. (Η.) Ἀμφιβολίας δὲ μεταξὺ καὶ διχοστασίας
10ἐν τῇ τῶν Λατίνων βουλῇ γενομένης, ἅτε οὐκ ἐθελόντων, οἷς ἐξ ἐμπορίας καὶ ναυτικοῦ βίου τὸ πλουτεῖν περιῆν, ἀφεμένους ἐν τῇ τῆς εἰρήνης ἀνέσει πωλεῖν τε καὶ ἀγοράζειν, καὶ τῆς οὕτω τρυφώσης ἀσχολίας ἐς τὴν κερδαίνουσαν πήραν ὁλοσχερῶς ἐκκε‐ νοῦν τὸ φιλότιμον, ὅπλοις καὶ μάχαις ἐνδιατρίβειν, ἐξ ὧν τἀ‐
15ναντιώτατα τοῖς προειρημένοις ἅπαντα περιέσεσθαι δέος, πενίαν δηλαδὴ καὶ ἀδοξίαν καὶ τὸν περὶ τὸ ζῇν κίνδυνον καὶ, εἰ χρὴ τἀ‐ ληθέστερον φάναι, τοῦ θεοῦ μηνίσαντος ἴσως διὰ τὴν οὕτω προ‐ φανῆ παρασπόνδησιν καὶ πρὸς τοὺς εὐεργέτας ἀχαριστίαν, τὸν τοῦ γένους ὄλεθρον παντελῆ, ἧκον μετὰ συχνάς τινας ἡμέρας
20ἐς Εἰρήνην τὴν βασιλίδα πρέσβεις ἐκεῖθεν, πὴ μὲν ἑαυτοὺς μεμ‐ φόμενοι, πὴ δὲ πλανωμένας καὶ ἀνιδρύτους αἰτίας προβαλλόμε‐ νοι καὶ ζητοῦντες ὅπως ποθ’ ἑαυτοὺς ἀθωοῦν. τοῦ γὰρ βασι‐ λέως ἀποδημοῦντος, ὡς ἔφημεν, καὶ περὶ Διδυμότειχον διατρί‐ βοντος, ἐς Εἰρήνην τὴν βασιλίδα τὴν τῶν ἐν Βυζαντίῳ δημο‐
25σίων πραγμάτων διοίκησιν καὶ φροντίδα προενηνέχθαι ξυμπέ‐

2

.

846

πτωκεν. (Θ.) Ἐπεὶ οὖν ἐς αὐτὴν ἧκον οἱ πρέσβεις, τάχ’ ἂν λα‐ βόντες ἀπῄεσαν τὴν συγχώρησιν καὶ ἀνάληψιν καὶ ἀνανέωσιν τοῦ πρὶν φιλικοῦ καθήκοντος, εἰ μὴ καὶ τὰ τῶν νεωτεριζόντων ὄχλων ἐκεῖ προσετίθεσαν ζητήματα. τὰ δὲ ἦσαν, λῦσαι τὴν τοῦ
5ναυτικοῦ παρασκευὴν Βυζαντίους, καὶ ὅσα τῆς ὁμοίας ἐξήρτη‐ ται ἀπονοίας. ὧν αὐτήκοος ἡ βασιλὶς Εἰρήνη γεγονυῖα περιμεῖ‐ ναι ἐκέλευσε, μέχρις ἂν διὰ γραμμάτων δηλώσασα τῷ βασιλεῖ τὰ τῆς ὑποθέσεως, ἐκεῖθεν τὸ κῦρος δέξηται τῶν πραχθησομένων. (Ι.) Ὅθεν δὴ καὶ ἐκκλησίαν συνέλεξεν ἐς τὴν ὑστεραίαν. καὶ
10ἐπειδὴ παρῆσαν ἅπαντες, ὅσοι τε τῶν συγκλητικῶν καὶ ὅσοι τοῦ Βυζαντίων δήμου συνετώτεροι εἶναι ἐδόκουν, ἐβουλεύετο καὶ τὴν ἑκάστου γνώμην ἐζήτει μαθεῖν, ὁπότερον βούλοιντο, μάχῃ τὴν τῶν πραγμάτων ἐπιτρέπειν κρίσιν, ἢ θεμένους τὰ ὅπλα τὴν προ‐ τέραν ἄγειν εἰρήνην. καὶ ἦν οὐδεὶς, ὃς μὴ σφοδρότερον κατεσπου‐
15δασμένην ἔφαινε γνώμης ὁρμὴν ἐς τὸ μάχεσθαι. ἐκ πολλοῦ γὰρ πολλῶν ἕνεκα τοῖς Λατίνοις ἀχθόμενοι, καὶ ζητοῦντες καιρὸν ἀμύνασθαι, καὶ ἅμα οἰόμενοι ῥᾳδίως ἀφανιεῖν αὐτοὺς καὶ συν‐ τρίψειν ὀστράκου δίκην, ἐβόων ἅπαντες ἀπολεγόμενοι τὰς σπον‐ δὰς, καὶ δύσηχός τις καὶ πολύμορφος ἀκοσμία ῥημάτων ἦν.
20 βʹ. Ταῦτα μαθόντες οἱ Λατῖνοι, ἐπεὶ διὰ μελέτης εἶχον ἐκ πλείστου τὸ πρᾶγμα καὶ πρὸς δημόσιον εἶδον ἤδη ῥυεῖσαν τὴν κακίαν φῶς, παραχρῆμα συνεσκευασμένους ἔδειξαν καὶ προητοι‐ μασμένους σφᾶς αὐτοὺς εἰς ἔργα πολέμου. τριήρεις γὰρ ἐς μά‐
χην εὐθὺς ὀκτὼ καὶ μονήρεις παμπόλλους προὔφαινον, ὅπλα τε

2

.

847

καὶ βέλη παντοῖα. καὶ μέντοι καὶ τεσσάρων ἐντὸς ἡμερῶν κατα‐ πλεύσαντες ὅλῃ δυνάμει κατὰ Βυζαντίων, ὄντων ἀπαρασκεύων ἔτι, πᾶσαν ἐμπιπρῶσι τὴν παραλίαν, πάνυ τοι σφόδρα μεστὴν οὖσαν ξύλων παντοίων καὶ οἰκιῶν, ὅσαι τὰς ἐμπορικὰς ὑποδέ‐
5χονται χρείας. ἐμπιπρῶσι δὲ καὶ τῶν Βυζαντίων νεῶν ὅσαι κα‐ τιοῦσαι νεωστὶ μετὰ τὰς ἐμπορίας ἔτυχον ἔτι ἐπ’ ἀγκυρῶν σα‐ λεύουσαι καὶ ὅσαι ἐς γῆν εἱλκυσμέναι ἦσαν· καὶ πρό γε τούτων ὅσαι τῶν τριήρων κελεύσει τοῦ βασιλέως ἄρτι ἐναυπηγοῦντο. κατεσκευάζοντο μὲν γάρ· οὔπω δ’ εἰς θάλασσαν ἔφθησαν κα‐
10θελκυσθεῖσαι. (Β.) Πέντε δὲ τῶν μεγίστων οὐσῶν, ὅσαι καιναὶ συγκατασκευάζονται, αἱ μὲν τρεῖς σὺν ἑτέραις μονήρεσιν οὐκ ὀλίγαις, ἐπεὶ ἀπηρτισμέναι ἐς τὸ ἀνενδεὲς ἔτυχον οὖσαι, νύκτωρ καθελκυσθεῖσαι πρὸς τῶν ναυάρχων διὰ τὴν τοῦ πολεμίου πυρὸς ἔννοιαν ἀνήχθησαν περὶ τὰς τοῦ ποταμοῦ ἐκβολὰς, ἔνθα καὶ
15τοῦ πορθμοῦ τὸ πέρας ἐστίν. ἐκεῖ γὰρ ἐξ ἀντιπεριστάσεως τῶν δύο περάτων τοῦ τε ποταμοῦ καὶ τοῦ θαλαττίου κόλπου πολλὴ συσσωρευομένη ψάμμος τε καὶ ἰλὺς ἑκατέρωθεν καὶ ἀποθινοῦσα τὸ στόμα, καὶ μόλις στενήν τινα καὶ δυσέμβολον ἀφιεῖσα διέ‐ χειαν βάθους, ὅσην δὴ καταῤῥέων ὁ ποταμὸς ἐξ ἀνάγκης ῥήγνυ‐
20σιν, ἑκατέρωθεν τὸ πᾶν εὖρος ἄβατον οὐ μόνον μεγάλαις κατα‐ λείπει τριήρεσιν, ἀλλὰ καὶ ὅσα δίκροτ’ ἂν εἴη καὶ κενὰ τῶν πλοίων, διὰ τὴν τοῦ ἐπιπολάζοντος ὕδατος βραχύτητα, καὶ ταῦτα δυσπόρευτον οἶμαι ἂν τὴν δίοδον ἔχοι ὡς τὰ πολλά. αἱ δ’
ἕτεραι δύο μετὰ καὶ τῶν ἐγκαινιζομένων ἐκ παλαιότητος ἐπὶ τὸ

2

.

848

βέλτιον πολεμίου πυρὸς ἔργον ὁμοῦ τοῖς φλεγομένοις ἅπασιν ἐκείνῃ γεγένηνται τῇ ἡμέρᾳ. (Γ.) Μηδὲν δ’ οὖν οἱ πολέμιοι μελ‐ λήσαντες, ἐπεί γε ἀδείας ἁπάσης, ὁπόσης ἐβούλοντο, σφόδρα ἀπέλαυον, ἀπονητὶ διαβάντες ἐμπιπρῶσι καὶ τὴν πέραν ἅπασαν
5ὁμοίως παράλιον. πνεῦμα δὲ κατὰ τύχην ἀπ’ ἄρκτου ῥεῦσαν σφοδρότερον πολλοῦ μὲν καὶ ταχέος ἐνέπλησε τὴν τῶν Βυζαν‐ τίων πόλιν καπνοῦ, πλείονος δὲ τὴν καρδίαν τῆς λύπης, ὅσην αἰσχύνης θ’ ὁμοῦ καὶ ζημίας προΐσχουσιν αὔλακες. καὶ ἦν ἰδεῖν αὐθημερὸν τὸν ἔξω πάντα κόσμον τῆς πόλεως ἐν βραχεῖ μαραινό‐
10μενόν τε καὶ δάκρυα προκαλούμενον συνετῶν ὀφθαλμῶν. (Δ.) Οὐ μόνον δὲ, ἀλλὰ καὶ χαρακώματα πλεῖστα καὶ σανίδας παντοίας προετοιμασάμενοι πόῤῥωθεν, ἐν τούτῳ τοῦ χρόνου τὰ τείχη τῶν προτέρων παρεκβαλόντες ὅρων, πολλοῦ τινος ἐδράξαντο τόπου πρὸς τῶν μετεωροτέρων· ὃν δὴ στύλοις πυκνοῖς καὶ πολυπλόκοις
15διασταυρώσαντές τε καὶ παρεκτείναντες ἐς τρίγωνον σχῆμα, καὶ ἐπ’ αὐτοῖς σανίδας ἐλάσαντές τε καὶ προσηλώσαντες δίκην ἐπάλ‐ ξεων καὶ αἰθερίων περιπάτων, εἶτα σπουδῇ καὶ πολυχειρίᾳ πᾶ‐ σαν τὴν κύκλῳ περιταφρεύουσι χώραν, ἄνδρες ὁμοῦ καὶ γυναῖ‐ κες, ὅλας νύκτας ἀΰπνους διατελοῦντες καὶ μηδὲν τῶν ἡμερῶν
20διαφερούσας δεικνύντες ἐς τὴν κατεσπουδασμένην ἐργασίαν ἐκεί‐ νην. (Ε.) Ἐν τούτῳ συχναὶ προσβολαὶ κατὰ τῶν πυλῶν τῆς πό‐ λεως ἐγίνοντο, καὶ μάλιστα κατὰ τῶν εἰρημένων νεῶν, ἃς, ὡς εἰρήκειμεν, οἱ ναύαρχοι καθελκύσαντες εἰς ἀσφάλειαν ἤγαγόν τε
καὶ φρουρὰν περὶ αὐτὰς ἔστησαν. ἀμυνομένων δ’ εὐρώστως τῶν

2

.

849

Βυζαντίων, ἐξεκρούοντο πανταχόθεν καὶ ἀπῄεσαν τραύματα πλεῖστα λαβόντες· πλὴν ὅτι θαλαττοκρατήσαντες, ὡς ἐβούλοντό τε καὶ πάλαι ἐμηχανῶντο, οὐ μόνον πάσας ἐχειροῦντο τὰς ἐξ Ἑλλησπόντου καταίρειν ἐς Βυζάντιον ἐπειγομένας φορτηγοὺς νῆας,
5ἀλλὰ καὶ ὅσαι τὴν σιτοπομπίαν ἐκόμιζον ἐκ τοῦ Εὐξείνου, πάσας ἐπίσης εἶργον τοῦ εἴσπλου καὶ ἐξηνδραποδίζοντο· ὡς ἐντεῦθεν σπάνιν ἐγγενέσθαι τῇ πόλει σίτου καὶ τῶν ἄλλως ἐχόντων ἐπι‐ τηδείων. (ϛʹ.) Ἡ δὲ βασιλὶς Εἰρήνη, τοῦ πράγματος αἰφνιδίου συμπεπτωκότος αὐτῇ καὶ τῶν προσόδων ἀποκεκλεισμένων παν‐
10ταχόθεν, στρατιώτας μὲν ὀλίγους ἐκ τῶν παρατυχόντων δοῦσα τῷ υἱῷ Μανουὴλ, ἐπιτρόπῳ τηνικαῦτά γε ὄντι τῶν Βυζαντίων, περιϊέναι τὴν πόλιν ἐκέλευε καὶ παραθαῤῥύνειν ὡς ἔξεστι τὸν ὄχλον εἰς ἄμυναν· πειρᾶσθαι δὲ διαπεραιούμενον καὶ κατὰ τῆς τῶν πολεμίων πόλεως, ἀπροσδοκήτους καὶ αἰφνιδίους ποιούμε‐
15νον τὰς ἐφόδους. ὃ δὴ νύκτωρ καὶ μεθ’ ἡμέραν ποιῶν ἐκεῖνος ἔκαεν ὅσα τείχους ἐκτὸς ἦσαν αὐτοῖς προαύλια καὶ οἰκήματα πρὸς καταγωγὴν τῶν ἐξ ἐμπορίας. αὕτη δὲ συχνὰ τῶν Βυζαντίων τοὺς προέχοντας μεταπεμπομένη λόγοις ὁμοῦ καὶ χρησταῖς ἐλπίσιν εὐθυμοτέρους καθίστα, καὶ ἐβεβαίου τὸ πρόθυμον σφῶν, καὶ
20ῥᾴους τὴν ψυχὴν εἰργάζετο πρὸς τὸν πόλεμον. (Ζ.) Ἤδη δὲ κἀκ βασιλέως ἔξωθεν ᾔεσαν στρατιῶται σποράδες ἄλλοι ἄλλοθεν ἐς Βυζάντιον καὶ λόγοι παραμυθούμενοι Βυζαντίους καὶ παρα‐ κελευόμενοι, μὴ πεπτωκὸς ὅλως κτήσασθαι φρόνημα πρὸς τὴν
ἀπροσδοκήτως ἐπενεχθεῖσαν ταυτηνὶ συμφοράν· μηδὲ γὰρ ἀνέξε‐

2

.

850

σθαι τὸν τῆς δίκης ἔφορον ὀφθαλμὸν ἐς τέλος καθευδῆσαι, καὶ τοσαύτην σιγῇ παρελθεῖν ἀδικίαν. καὶ ταῦτα μὲν τῇδέ πη ἔσχε· καὶ τὸ θέρος ἐν τούτοις ἐτελεύτα. γʹ. Φθινοπώρου δ’ ἀρχομένου, ἐπεὶ μὴ κατὰ τὰς ἐλπίδας
5ἐχώρει Λατίνοις τὸ πρᾶγμα· ἐνόμιζον γὰρ, μηδ’ εἰς ὅλην πεντε‐ καίδεκα ἡμερῶν ἀρκέσειν τοὺς Βυζαντίους περίοδον, γενομένους τειχήρεις καὶ τῶν ἔξωθεν εἰωθότων ἐπιτηδείων παρακομίζεσθαι ἀποκεκλεισμένους, ἀλλὰ ἀπογνώσειν αὐτίκα μάλα, καὶ πρώτους δεήσεσθαι σπονδῶν, καὶ ἀνακαλέσασθαι σφᾶς ἐς τὴν πρὶν φι‐
10λίαν· ἐπεὶ οὖν αὐτούς τε ἑώρων οὐκ ἐπιστρεφομένους καὶ αὖ τὴν βασιλίδα Εἰρήνην τοῖς Βυζαντίοις ὁμόφρονα γινομένην κατ’ ἐκείνων τελέως, καὶ ὁπλίτας συνιστῶσαν, καὶ ἀμυντήρια περὶ τοὺς πύργους ἱστῶσαν, ἔς τε τὰς πετροβόλους μηχανὰς ὅλῃ σπουδῇ διανισταμένην, ὅσαι βάρη πέμπουσι λίθων ἐγγύς τε καὶ
15πόῤῥω, δι’ ὧν οἵ τε σφῶν πολέμιοι συνετρίβοντο οἴκοι καὶ ὅσαι τῶν μεγίστων ὁλκάδων προτειχίσματος δίκην σφίσι προὐβέβληντο, ἐς τἀναντία τῶν λογισμῶν τὰς αὔλακας ἔτεμνον ἤδη, χρόνιον ἔσεσθαι τὸν πόλεμον οἰηθέντες. διὸ καὶ πρεσβείας πέμπουσι παν‐ ταχῆ, συμμαχίαν αἰτοῦντες, ὅθεν φιλία σφίσι προσεδοκᾶτο καὶ
20ὁμοφροσύνη πρὸς τοὖργον. (Β.) Ὅ γε μὴν τῶν Βυζαντίων κύ‐ κλος καὶ ὁ τοῦ τείχους περίβολος, μέγιστος ὢν καὶ μεγίστης δεό‐ μενος φυλακῆς, ἀνάλογον οὐκ εἶχε στρατόν. ὅμως πολλῆς γενομέ‐ νης ἐξ ἁπάντων προθυμίας, ὅπλα πάντα πρὸς ἀγορὰν ἐξεφέροντο
καὶ ἵπποι πάντες. τέκτονές τε αὖ καὶ σκυτοτόμοι καὶ χαλκεῖς καὶ

2

.

851

χαλκοτύποι πάντες ἐν ὅπλοις ἦσαν. ἐῶ λέγειν χυτρέας καὶ σκαπα‐ νέας, ὅσοι μισθοῦ στρατεύεσθαι τέως ἀρξάμενοι κώπης ἥπτοντο ἤδη καὶ θαλάττης ἐπειρῶντο. ἀλλὰ καὶ δοῦλοι πρὸς τῶν δεσπο‐ τῶν ὡπλίζοντό τε καὶ τὴν δεξιὰν εἰς τόξων καὶ βελῶν ἐῤῥυθμί‐
5ζοντο χρείαν, τῆς ἀπροσδοκήτου περιστάσεως πάντας εἰς μίαν συνελαυνούσης προθυμίαν. (Γ.) Οἱ δὲ Λατῖνοι μετεπέμψαντο μὲν ἐκ Χίου τριήρη μίαν καὶ ὁπλίτας συχνούς. ἧκον δ’ αὐτοῖς καὶ ὅσαι κατ’ ἐμπορίαν ἔκδημοι τούτοις τῶν μεγίστων ἦσαν ὁλκάδες. καὶ ἦν εὐοπλότατος ὄχλος σφίσι πολὺς ἤδη καὶ ἄφθονα τὰ ἐπι‐
10τήδεια, καὶ πολέμου φάναι λαμπρὸν ἐργαστήριον ἡ τούτων ἐδό‐ κει πόλις· ὥστε θαῤῥήσαντες ἤδη μὴ μόνον τοὺς ἔξωθεν ἐκ με‐ τεώρου βάλλειν ἐπιχειροῦντας σφᾶς ἀποκρούεσθαι εὐχερῶς, ἀλλὰ καὶ κατὰ θάλατταν, δύο μὲν τῶν μεγίστων ὁλκάδων ἀπολεξάμε‐ νοι, πετροβόλα καὶ αὐτοί σφισιν ἐπέστησαν μηχανήματα, δι’
15ὧν ἔβαλλον τὰς ἡμετέρας πετροβόλους μηχανάς· ἐς δὲ τὴν τού‐ των μείζω καὶ τρίτην, κεραίας καὶ δοκοὺς μεγάλους, τοὺς μὲν ὀρθίους, τοὺς δ’ ἐγκαρσίους καὶ ἀγχωμάλους, ἀπὸ μέσης τῆς νεὼς ἐς τὴν πρώραν καταθέμενοι, πρὸς τὸ ὑψηλότερον προϊούσας ὁμαλῶς ἀεὶ καὶ τὸ πλέον ἐχούσας μετέωρον μέχρι πολλοῦ τοῦ
20ἀέρος, ὥστε καὶ ὑπὲρ τὰ τείχη τῶν Βυζαντίων ἐπαίρεσθαι, σα‐ νίσι τε πυκναῖς περισφίγξαντες καὶ κύκλῳ πολὺν τὸν τῶν μεγί‐ στων ἀσπίδων φραγμὸν περιθέμενοι, καὶ πολλοὺς ὁπόσοι τῶν μάλιστα ἐπιλεκτῶν ὁπλιτῶν ἦσαν ἐμβαλόντες, ταύτην ὁμοῦ ταῖς
παρασπιζούσαις ἐννέα τριήρεσιν τῷ τείχει προσήγαγον, πῦρ καὶ

2

.

852

ξίφη πάντα, ὅσα τε ἀγχέμαχα καὶ ὅσα τῶν ἑκηβόλων, καὶ πάντα φάναι σκεύη θανάτου μεθ’ ἑαυτῶν ἄγοντες. (Δ.) Τῆς οὖν προσβολῆς γενομένης μάλα βαρείας καὶ δόξαν ἐχούσης ἀναν‐ ταγώνιστον, εὐρώστως ὅμως ἠμύνοντο οἱ Βυζάντιοι ἔκ τε τῶν
5ἔνδον τειχῶν κἀκ τῶν ὑψηλοτέρων οἰκιῶν· καὶ ἁπλῶς εἰπεῖν, ἔσωθέν τε καὶ ἔξωθεν, καὶ ἐκ τῶν ἐπάλξεων αὐτῶν, ἐφ’ ὧν οἵ τε ἱστοὶ καὶ αἱ κλίμακες τῶν Λατίνων ἀπῃώρηντο· ὡς γίνεσθαι τὴν μάχην ἡρωϊκήν τινα, κατὰ στόμα καὶ ἐκ χειρῶν ἁπάσης ἀφει‐ δοῦσαν ζωῆς. καὶ ἦν ἰδεῖν νιφάδεσσι μὲν χειμερίῃσιν ἐοικὸς τῶν
10τε χερμαδίων λίθων τὸ πλῆθος καὶ τῶν βελῶν φερομένων κατὰ τῆς Λατινικῆς ἐκείνης φάλαγγος, συχνοὺς δ’ ἐπὶ συχνοῖς πίπτον‐ τας, καὶ ἄλλους ἐπ’ ἄλλοις ἀμοιβαδὸν ἀγομένους καὶ φερομένους συχνὰ, ἀντὶ μὲν ζώντων νεκροὺς, ἀντὶ δὲ νεκρῶν ζῶντας· τὰς δ’ ἀσπίδας ἐκείνας καὶ τοὺς θυρεοὺς ἀρασσομένους τε καὶ συν‐
15τριβομένους ὑπὸ Βυζαντίων συχνὰ, καθάπερ σκεύη κεραμέως. καὶ ὁ μὲν τῶν ἱσταμένων ἔτι Λατίνων, ὅθεν δήποθεν τὸν πε‐ σόντα δραξάμενος καὶ μικρὸν ἀφελκύσας, εὐθὺς καὶ αὐτὸς πε‐ σὼν ἐδεῖτο τοῦ ἀφελκύσοντος· ὁ δ’ ἤδη μέλλων ἑλκύειν ἐπὶ τοῦ καταστρώματος κατεῤῥήγνυτο, καὶ πρηνὴς ἐφ’ ὃν εἷλκεν ἔπι‐
20πτεν· ὁ δ’ ἀνθιστάμενος βραχύν τινα χρόνον ἐπετύγχανε μὲν οὐδενὸς ὧν ἐφίετο καὶ ἐφ’ ἅπερ ἔσπευδεν· ἐλείπετο δ’ οὐδενὸς τῶν, ὅσα ῥᾷστον ἐπάγουσιν ᾅδην. καὶ ἦν ὁ ἀγὼν πολυειδὴς καὶ πολύμορφος, καὶ πολλή τις ἑκατέρωθεν ἡ φιλοτιμία καὶ τὸ εὔ‐
τολμον, οὐχ ὅστις περισωθείη, ἀλλ’ ὅστις ὑπὲρ τοῦ καλοῦ θα‐

2

.

853

νεῖται, πλείστους καταβαλὼν πολεμίους. (Ε.) Ἐπεὶ δὲ τῆς ἡμέ‐ ρας κλινούσης ἤδη, καὶ τῶν πολεμίων ἀπεγνωκότων, διὰ τὸ ἐπι‐ λελοιπέναι τούς τε κατ’ ἐκλογὴν ἐκείνους ὁπλίτας σχεδὸν ἅπαντας αὐτοῖς βέλεσι καὶ αὐταῖς ἀσπίσι καὶ ὅσα προτειχίσματα ἦσαν
5αὐτοῖς καὶ φραγμοὶ, καὶ δεισάντων, μὴ καὶ εἰσπηδήσαντες οἱ Βυζάντιοι καὶ αὐτὴν μὲν αὔτανδρον ἕλωσι τὴν ὁλκάδα, τῶν δ’ ἐν ταῖς τριήρεσι τραυματίας τοὺς πλείστους ἐργάσωνται, τά τε πρυμνήσια εἵλκυσαν καὶ τὰς τριήρεις εἰς συμμαχίαν τῆς ἀπα‐ γωγῆς συγκαλέσαντες, σφόδρα ἡττημένοι καὶ δεδακρυμένοι ἀπῄε‐
10σαν μὲν, ἥκιστά γε μὴν τῷ οἰκείῳ προσέσχον ἐκ τοῦ εὐθέος λι‐ μένι· ἀλλὰ μέχρις ἡλίου δύντος πελάγιοι, τὰς οἰκείας ἀνακω‐ χεύσαντες ναῦς, τοὺς οἰκείους συνέστελλον νεκροὺς καὶ τραυ‐ ματίας ἀνελάμβανόν τε καὶ ἐθεράπευον. ἑσπέρας δ’, ὅτ’ οὐκέτι ῥᾴδιον ἦν τοῖς ἐντὸς φρουρίου παραχρῆμα τὴν τῶν οἰκείων αἰ‐
15σθέσθαι φθορὰν, καὶ θόρυβόν σφισι γενέσθαι τινὰ, καὶ κραυ‐ γὴν μανιώδη παρεισπεσοῦσαν εἰς τὸ φρούριον ταρᾶξαι καὶ δει‐ λίαν ταῖς ψυχαῖς τῶν λειπομένων ἀνδρῶν ἐμποιῆσαι, ἔξω τῶν οἰ‐ κείων ὅρων κατήχθησαν· καὶ θάψαντες ἐκεῖ τοὺς νεκροὺς ἡσυχῆ τῷ οἰκείῳ προσέσχον ἤδη λιμένι, δειλίᾳ τε πολλῇ τὰς ψυχὰς τοῦ
20λοιποῦ γινόμενοι δέσμιοι καὶ πάνυ τοι σφόδρα δι’ ἐφέσεως μάλα μακρᾶς τὴν τῆς μάχης ἀπαλλαγὴν τιθέμενοί τε ἅμα καὶ προσδο‐ κῶντες. (ϛʹ.) Ἀλλ’ ὀψὲ τὰς ἐλπίδας ἀπάτην οὔσας μεμαθηκό‐ τες ἔπεμπον μὲν πρεσβείαν ὑπὲρ εἰρήνης ἐς βασιλέα, συνῆγον δ’ οὖν καὶ συμμάχους ὁπλίτας ἔκ τε τῶν οἰκείων καὶ τῶν ὅθεν
25δήποτε φίλων καὶ συγγενῶν· καὶ ἀποτυγχάνοντες τῆς εἰρήνης

2

.

854

εἰς χρονιώτερον ἤδη παρεσκευάζοντο πόλεμον, χρήματά τε ἀπα‐ ριθμούμενοι καὶ συνεισφέροντες· οὐδὲ λόγους ὅμως συνήθους ὀφρύος ἀφιέναι ἠμέλουν μεστούς. δʹ. Ἄρτι δὲ τοῦ φθινοπώρου μεσοῦντος ἀφικνεῖται καὶ βα‐
5σιλεὺς ἐς Βυζάντιον, στρατόν τε ἐπαγόμενος ἠπειρώτην καὶ ἅμα ναυπηγήσιμα ξύλα παραγγέλλων, τὰ μὲν ἐξ ὄρους ἤδη τμη‐ θέντα, τὰ δ’ ἔτι τεμνόμενα, φέρειν· καὶ ἠθροίζετο ναυπη‐ γῶν καὶ τεκτόνων πλῆθος ἅπαν ἐς τὸ περὶ τὸν τοῦ Βυζαντίου ἱππόδρομον νεώριον. ὀψὲ γὰρ ἔγνωσαν κακῶς βουλευσάμενοι Βυ‐
10ζάντιοι περὶ τὴν ἔξω τειχῶν συσκευὴν τῶν νεῶν· καὶ ἡ τοῦ φθά‐ σαντος πάθους ἀπειλὴ συνετωτέρους ἐπεποιήκει πρὸς τὴν τῶν δρωμένων ἑξῆς ἐπανόρθωσιν. (Β.) Τῇ δ’ ὑστεραίᾳ τοὺς Βυ‐ ζαντίους ἐς ἐκκλησίαν καλέσας ἀνεμίμνησκεν, ὅτι „τῶν ἐνεστώ‐ των δεινῶν τούτων ὑμεῖς πάντως ὑμῖν αὐτοῖς αἴτιοι, καὶ οὐκ ἄλ‐
15λος τῶν πάντων οὐδείς. μέμνησθε γὰρ, ὅπως τὸν πέρυσι χρόνον ἐνταυθοῖ συνεληλυθότες ἐπηγγείλασθε πάντες, χρήματά τε καὶ ὅπλα συνεισενεγκεῖν οἴκοθεν, διὰ τὴν τῶν βασιλικῶν πρυτανείων σπάνιν, πρὸς κατασκευὴν καὶ σύστασιν ναυτικῆς δυνάμεως· ἵνα τε τοῖς μὲν φίλοις ὦμεν ποθεινοὶ, τοῖς δ’ ἐχθροῖς φοβεροί· ἔπειτ’
20οἴκαδε πᾶσιν ἀναχωρήσασιν οὐκ ἐμέλησεν οὐδενὶ περὶ οὐδενὸς ὧν ἐπηγγείλασθε δρᾷν ἐπὶ τῷ σφῶν αὐτῶν ὠφελίμῳ· ἀλλ’ αὖ‐ ραί τινες τοὺς ὑμετέρους λόγους ἀέρος κόλποις ἀδήλοις ἐξαπίνης διεμερίσαντο. νῦν οὖν πρὸ ὀφθαλμῶν κείμενα βλέποντες ἃ
προὐξένησεν ἡμῖν ἡ τότ’ ἀμέλεια σκέψασθε, τί δεῖ δρᾷν, ἐπὶ

2

.

855

ξυροῦ λοιπὸν τῶν κακῶν ἱσταμένων καὶ ὑπὲρ κεφαλῆς ἡμῖν αἰω‐ ρουμένων ἐς τὸ βίαιόν τε καὶ ἄφυκτον. ὁρᾶτε γὰρ, ὡς ἐν ταῖς ἐπιθαλαττίοις πόλεσι, καὶ μάλιστα πασῶν τῇ βασιλίδι ταύτῃ τῶν πόλεων, ἂν τὸ θαλαττοκρατεῖν ἀφέληταί τις τῶν πολεμίων,
5τὸν περὶ τοῦ ζῇν εὐθὺς ἐπεκρέμασε κίνδυνον, ἢν μή τις ἐθέλῃ προφανῶς ἐλευθέρου βίου βαρυδαίμονα καὶ Ταντάλειον οἷον ἀλ‐ λάξασθαι, καὶ ζημιωθῆναι μὲν χρημάτων καὶ οἰκιῶν, ζημιω‐ θῆναι δὲ γυναικῶν καὶ παίδων αὐτῶν. δυοῖν γὰρ ἕψεται θά‐ τερον, ἢ τῆς κεφαλῆς ἢ τῶν τοιούτων στέρεσθαι ζῶντα καὶ
10πολλαπλοῦν τὸν τῆς πικρίας κρατῆρα κιρνᾷν νύκτωρ ἅμα καὶ μεθ’ ἡμέραν αὐτὸς ἑαυτῷ. φέρε οὖν τὸν ὑμέτερον ἐμοὶ δηλοῦν μὴ κατοκνήσητε τρόπον, ἵνα γνῶ καὶ αὐτὸς, εἰ τῆς προτέρας κατέγνωτε ἀμελείας. ἀνάλογον γάρ ἐστιν, ὡς καθάπερ ποιμένι παντὶ, εἰ μὴ τὰ πρόβατα ἕπεσθαι βούλοιτο, ἀλλ’ ἀντιβαίνοι καὶ
15τὴν ἐναντίαν ὁδεύειν ἐθέλοι, οὐκ ἄδηλον ἂν εἴη, ὡς ὅσον οὐκ ἤδη τεθνήξεται, κρημνοῖς καὶ φάραγξι καὶ λύκοις περιπεσόντα, οὕτω καὶ βασιλεῦσι καὶ ἡγεμόσιν ἀνδρῶν, ἢν μὴ σύνδρομα ᾖ τὰ τῶν ὑπηκόων, ἀλλ’ ἀντιβαίνῃ καὶ ἀντιπράττῃ, οὐ πόῤῥω γ’ ἂν εἶεν ὀλέθρου καὶ δεινῶν τῶν ἐσχάτων.“ (Γ.) Τούτων αὐτήκοοι
20γεγονότες Βυζάντιοι οὐκέτι πλείω συνείρειν εἴων τὸν βασιλέα· ἀλλ’ ἀναστάντες μιᾷ φωνῇ πάντες ἀπείπαντο μὲν τὴν τῶν Λα‐ τίνων εἰρήνην, κατέγνωσαν δ’ ἑαυτοὺς τῆς πρὶν ἀμελείας, ἐπαγ‐ γελίας τε ἔδοσαν, ἐθελοντὰς συνεισφέρειν εἰς ἐράνου φορὰν τὰ
προσόντα, καὶ παῖδας αὐτοὺς εἰ δέοι χρημάτων ἀλλάττεσθαι

2

.

856

κοινῆς ὠφελείας ἕνεκα. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον, καὶ ἀπηλλάττοντο εἰς τὰ ἴδια ἕκαστοι. πολλὴ δέ τις ἐντεῦθεν ἐφαίνετο περὶ τὴν ὅπλισιν ἡ φιλοτιμία, καὶ ὀξεῖά τις ἦν ἡ σπουδὴ περί τε κατασκευὴν νεῶν καὶ πετροβόλων μηχανημάτων μεγά‐
5λων τε καὶ μικρῶν καὶ μισθοφορικοῦ στρατοῦ, ὅσοι τε ἐς τὰς ναυτικὰς δυνάμεις καὶ ὅσοι ἐς τὰς πεζικὰς ἀρκέσουσι φάλαγγας. ὅθεν χρημάτων οὐκ ὄντων εἰς τὴν δαπάνην, ἐπράττετο πρὸς Βυ‐ ζαντίων, ἔνια μὲν παρ’ ἑκόντων, τὰ δὲ πλεῖστα παρὰ σφόδρα ἀκόντων. ἐξεπέμποντο δὲ καὶ οἱ τὰς Θρᾳκικὰς ἀργυρολογήσοντες
10πόλεις καὶ χώρας τῆς κοινῆς καὶ ἀναγκαίας ταυτησὶ χρείας εἵ‐ νεκα. (Δ.) Ἐνίας γε μὴν οἱ Λατῖνοι τῶν ὅσαι προτειχίσματος δίκην ὁλκάδες τὸν οἰκεῖον ἐπλήρουν λιμένα καταγνυμένας τε καὶ δυομένας ὁρῶντες ὑπὸ τῶν Βυζαντίων πετροβόλων μηχανη‐ μάτων τάχιστα πάσας ἐκεῖθεν ὡς ποῤῥωτάτω μετήνεγκαν· καὶ
15ἦν λοιπὸν τὰ ἐν τῷ λιμένι τείχη σφῶν βοηθείας καὶ σκέπης παν‐ τάπασιν ἔρημα. ὅθεν ἔπεμπον μὲν ἐν Γεννούᾳ, ἔπεμπον δ’ ἐν Ῥόδῳ τοὺς ἢ βοήθειαν ἐκεῖθεν ἄξοντας ἢ τοὺς τὴν εἰρήνην πρεσβεύσοντας. Γέννουα μὲν οὖν ἰδίους ἔχουσα θορύβους καὶ γείτονας μάχας ἀπείπατο πέμπειν βοήθειαν. Ῥόδιοι δ’ ἐκπέμ‐
20πουσιν εὐθὺς μίαν τριήρη μετὰ τῶν τὴν εἰρήνην πρεσβευσόν‐ των· οἳ πολλὰ μὲν εἰπόντες, ἐπεὶ ἐληλύθασι, πολλὰ δ’ ἀκη‐ κοότες, τῶν σπουδαζομένων ἤνυσαν οὐδὲν, ἅτε οὐκ ἐπαγγειλά‐ μενοι μήτε τοῦ ληφθέντος ἐν τῇ μάχῃ τόπου τῶν προτέρων ὁρίων ἐπέκεινα μήτε τῆς γενομένης ἄλλης ὑπὸ σφῶν ζημίας
25ἀπόδοσιν. ὅθεν καὶ ἀπῄεσαν αὖθις ἐς Ῥόδον ἄπρακτοι· πλὴν

2

.

857

ὅτι πολλὰ τῶν πολυτελῶν κειμηλίων καὶ χρημάτων οἱ ἐν τοῖς Γα‐ λάτου ἐνθέμενοι τῇ Ῥοδίᾳ τριήρει ἐς Ῥόδον δι’ αὐτῶν ἔπεμπον, δεδιότες περὶ τοῦ μέλλοντος. ἦσαν δ’ οἳ καὶ γυναῖκας καὶ παῖδας ἐξέθεντο διὰ τὸ τοῦ μέλλοντος ἄδηλον. (Ε.) Ἐπεί γε μὴν αἵ
5τε ἐν Βυζαντίῳ καὶ ἀλλαχῆ ναυπηγούμεναι τριήρεις συνεσκευά‐ σθησαν ἤδη τῷ βασιλεῖ, μεγάλαι μὲν ἐννέα, μονήρεις δὲ καὶ διήρεις πλείους, πολλοὶ δὲ καὶ τῶν ἐν Βυζαντίῳ πλουσίων φιλο‐ τιμότερον εἰς τοὖργον διατεθέντες λέμβους στρατιώτιδας καὶ ἀκάτια συνεσκευάσαντό τε καὶ ἐξώπλισαν ἐξ οἰκείας δαπάνης,
10μετάπεμπτοι γίνονται καὶ ὅσαι κατ’ ἄλλας τῶν ὑπηκόων ἦσαν πόλεων· ὧν αἱ μὲν καιροῦ λαμβανόμεναι νύκτωρ ἀπῄεσαν ἐς τὸν τῶν Βυζαντίων λιμένα, μόλις λανθάνουσαι τὰς Λατινικὰς τριήρεις, αἳ διηνεκῶς ἐπιτηροῦσαι καὶ παραφυλάττουσαι πόῤῥω‐ θεν ἐκώλυον τὸν εἴσπλουν ἐκείνων, αἴθριοι διανυκτερεύουσαι
15τὸν χειμέριον χρόνον ἐκεῖνον. ἐνταῦθα γὰρ τὸ ναυτικὸν ἐκεῖνο πε‐ λάγιον ἀεὶ δειπνοποιεῖσθαί τε καὶ ἀριστοποιεῖσθαι καὶ καθεύδειν οἱ τριηράρχαι ἠνάγκαζον· ὡς συμβαίνειν ἐντεῦθεν, πολιορκεῖ‐ σθαι μὲν Βυζαντίους ἐκ θαλάττης ὑπὸ Λατίνων, πολιορκεῖσθαι δ’ αὖ ἐξ ἠπείρου Λατίνους ὑπὸ Ῥωμαίων, καὶ εἶναι δεσμίους ἐξ
20ἑκατέρων ἑκατέρους καὶ ὑπ’ ἀλλήλων ἀλλήλους. εʹ. Ἄρτι δὲ τοῦ ἔαρος ἐπιλάμποντος, καὶ τῶν τε ἀγρίων πνευμάτων τὴν χειμερίαν ἐκείνην αὐλητικὴν τρεψαμένων ἐς τὸ καθεύδειν, καὶ μακρᾶς ὁμοῦ τῆς γαλήνης ἐπιχωριαζούσης τοῖς κύμασιν, ἐπεὶ πάντα ἦν ἔκ τε γῆς καὶ θαλάττης ἀπηρτισμένα
25καὶ οὐδὲν τῶν ἐς μάχην ἀνηκόντων ἐπιτηδείων τοῖς Βυζαντίοις

2

.

858

ἐλείπετο, παρεσκευάζοντο πρὸς ἀναγωγὴν ἑκατέρωθεν αἱ τριή‐ ρεις, ἔκ τε τῶν ἐντὸς Βυζαντίου φημὶ νεωρίων καὶ ἔτι οὗπερ ἔφθημεν εἰρηκότες ναυστάθμου, πρὸς ὃν ἐξ αὐτοσχεδίου βια‐ σθεῖσι τοῖς ναυάρχοις ἐν ἀρχαῖς τῆς μάχης καταπεφευγέναι ξυμ‐
5πέπτωκε, παρὰ τὰς τοῦ ποταμοῦ δηλαδὴ ἐκβολὰς, ἔνθα καὶ τὸ τοῦ θαλαττίου κέρως ἀναπαύεται ἄκρον. αἱ μὲν οὖν ἐκ Βυζαν‐ τίου περὶ δείλην ὀψίαν ἐκπλεύσασαι, δέον καιρόν τινα δοῦναι γυμνασίᾳ μικρᾷ γοῦν, καὶ ἀνθαμιλλήσασθαι πρότερον πρὸς ἀλ‐ λήλας, καὶ πεῖραν τῆς εἰρεσίας ποιήσασθαι καθ’ ἑαυτάς· μηδὲ
10γὰρ εἶναι πάντας ἐν συνηθείᾳ θαλάττης καὶ κώπης, ἀλλ’ ἀπό‐ ζοντας τοὺς πλείους δενδροτομίας τε καὶ σκαπάνης· αἱ δὲ μικρὸν προβᾶσαι σχάζουσι τὰς κώπας, οὐ μάλα σὺν τάξει καὶ κόσμῳ στρατηγικῷ, ἀλλ’ ἐν ἀκοσμίᾳ τὸ πλεῖστον, καὶ ἑτεροζυγοῦσαν τὴν εἰρεσίαν ποιούμεναι, καὶ τοῦ εὐθέος παραγομένην. (Β.) Ἐπεὶ
15δὲ καὶ νὺξ παρῆν ἤδη καὶ αὗται παρὰ τὸν αἰγιαλὸν ἦσαν ὁρ‐ μοῦσαι πρὸ τῶν ἑῴων τοῦ Βυζαντίου τειχῶν, ἐπῄει ἐξ ἀπογείων πνευμάτων θόρυβος ταῖς ναυσὶ καὶ διαταράττειν ἐδόκει μικρόν. περὶ δὲ δευτέραν φυλακὴν τῆς νυκτὸς ἧκεν ὅλῃ σπουδῇ πρὸς αὐτὰς ἡ πρὸς κατασκοπὴν ἐκπεμφθεῖσα πρὸ βραχέος ταχυναυ‐
20τοῦσα τριήρης, Λατινικὴν ὁλκάδα μεγίστην ἀγγέλλουσα πλήρε‐ σιν ἱστίοις ἐξ Ἑλλησπόντου ἀναγομένην· καὶ ἅμα οἱ ναύαρχοι πολλῷ τῷ θαῤῥοῦντι τοῖς τε ναύταις καὶ ἐπιβάταις, τοῖς μὲν
ἐπὶ τὴν εἰρεσίαν, τοῖς δ’ ἐπὶ τὰ ὅπλα χωρεῖν ἐσήμαινον τῇ σάλ‐

2

.

859

πιγγι. σπουδαιότερον μὲν οὖν τὸν ἔκπλουν ποιησάμενοι τάχιστα τὴν ὁλκάδα περιεκύκλουν, καὶ τὴν ὀθόνην καθέλκειν ἐκέλευον. ἡ δ’ οὐχ ὑπήκουε τὰ πρῶτα, ἀλλὰ μάχης ἥπτετο καὶ πολέμου. ἐπεὶ δὲ τά γε βέλη κατὰ πλῆθος πανταχόθεν ἐπῄεσάν σφισι, καὶ
5περιῆν τοῖς ὁπλίταις εἰσπηδῶσι φονεύειν σφᾶς, ἐνέδοσάν τε ἄκον‐ τες καὶ χεῖρας ὤρεγον εἰς οἶκτον παρακαλοῦντες. ἀλλ’ ὤναντο τῆς παρακλήσεως οὐδέν· ἐπεὶ φθάσαντες ἔνιοι τῶν ναυτῶν ἐκ τῆς τριήρους τήν τε ὁλκάδα ὑφάπτουσι καὶ τοὺς ἔνδον ἅπαν‐ τας ἐμπιπρῶσι, καὶ ἡ φλὸξ ἤρετο πελάγιος ἐπὶ πολλῇ τῇ νυκτί.
10(Γ.) Τούτων δ’ ἀσχολουμένων περὶ ταῦτα, κατὰ σφᾶς αὐτοὺς ἐβουλεύοντο οἱ Λατῖνοι, πολλὴν τρικυμίαν ἔχοντες λογισμῶν καὶ τοὺς ἐσχάτους κινδύνους σφῶν αὐτῶν μονονοὺ πρὸ ὀφθαλ‐ μῶν ἱσταμένους ὁρῶντες. οἱ μὲν οὖν ἄλλοι πάντες ἀσφαλέστερον εἶναι ἐψηφίζοντο, καταλιπόντας τὴν θάλατταν φυλάττειν τὸ
15φρούριον· μηδὲ γὰρ δύνασθαι δι’ ὀλιγανδρίαν πρὸς δύο μερίζε‐ σθαι μάχας, ὁμοῦ κατὰ σφῶν ἐπιούσας ἔκ τε γῆς καὶ θαλάτ‐ της· θᾶττον μεντἂν ἑκατέρων ἀποτυχεῖν, ἢ μιᾶς τινος εὐμε‐ νοῦς πειραθῆναι. μόνος δ’ ὁ ναύαρχος μετὰ σταθεροῦ καὶ γεν‐ ναίου τοῦ τῆς ψυχῆς παραστήματος ταῖς πάντων ἀντέλεγε ψή‐
20φοις. κατασκέψασθαι γὰρ ἔφασκε καὶ καταγνῶναι τοῦ Ῥωμαϊκοῦ στόλου πολλὴν ἀπειρίαν, ἀναγομένου τε καὶ καταίροντος τῇ προ‐ τεραίᾳ μὴ κατὰ νόμους στρατηγικοὺς, καὶ οὐ πόῤῥω διὰ ταῦτα χρηστῶν εἶναι ἐλπίδων. τῆς γοῦν πλείονος μοίρας, μᾶλλον δὲ τοῦ παντὸς κράτους ἐν τῇ θαλάττῃ κειμένου, εἶναι ἔφασκε δεῖν
25ἐνταῦθα, εἰ μὴ τὴν πᾶσαν, τὴν γοῦν πλείονα θεῖναι σπουδήν.

2

.

860

(Δ.) Ὅθεν μεγάλας μὲν ἐννέα τριήρεις, μονήρεις δὲ πλείστας, ἐπιλέκτων ἐμπλήσας ὁπλομάχων ναυτῶν, καὶ τριηράρχους ἐπι‐ στήσας τοὺς μάλα ἀρίστους, καὶ μικρὸν τοῦ λιμένος προβὰς, ἵστατο περιμένων ἐν τάξει τὸν τῶν Βυζαντίων ἐπίπλουν, δυοῖν
5ἔχων ἐν νῷ διαπράξασθαι θάτερον· εἰ μὲν κατὰ νόμους ὁρῴη στρατηγικοὺς ἐπιόντας ἐπ’ αὐτὸν, πρύμναν τε κρούσασθαι καὶ τῶν νεῶν ἐκπηδήσαντας ἐντὸς γενέσθαι τοῦ φρουρίου πλησίον ἑστῶτος· εἰ δ’ οὖν, ὁμόσε χωρεῖν ἐς τοὺς πολεμίους. ϛʹ. Ἐπεὶ δ’ ἡμέρας γενομένης ὁμιχλῶδές τι καταῤῥέον ἐκ πε‐
10λάγους πνεῦμα τὸ θαῤῥεῖν ἀφῄρει τοὺς Βυζαντίους, ἐνθαρσέστε‐ ρος ὁ τῶν Λατίνων ἐγίγνετο ναύαρχος. συνῄεσαν δ’ ὅμως ἔξωθεν μὲν αἱ πεζικαὶ τῶν Ῥωμαίων φάλαγγες μετὰ πολλῶν καὶ μεγά‐ λων θυρεῶν καὶ παντοδαπῶν φρυγάνων, ὅσα τροφὴ τῷ πυρὶ καθίσταται πρόχειρος· προὐφαίνετο δὲ καὶ ὁ στόλος ἤδη κάμ‐
15πτων τὴν τοῦ Βυζαντίου βορείαν ἄκραν, ἔνθα πύργοι τε δύο ἀνῳκοδόμηνται λίθων λευκῶν καὶ ἀπεξεσμένων ἐς τὸ τῆς ἁρμο‐ νίας εὐφυὲς, καὶ ἅμα Δημητρίου τοῦ μάρτυρος ἵδρυται ἱερόν. ἔδοξε δ’ αὐτοῖς ἐπίμοχθος ἡ καμπὴ διὰ τὰς ἐκεῖ γινομένας ἀεὶ θαλαττίους ἕλικάς τε καὶ οἷόν τινας λαβυρίνθους, κατὰ τὴν
20παρ’ Ἕλλησιν ᾀδομένην Σκύλλαν καὶ Χάρυβδιν, ἣν ἐκεῖνοι κατὰ τὸν πορθμὸν εἶναί φασιν, ὃς μεταξὺ τοῦ τε Ἰταλικοῦ Ῥηγίου καὶ τῆς Σικελικῆς κεῖται Μεσήνης. ἔσφηλε δ’ αὐτοὺς ἐς τὰ μάλιστα
τότε καὶ τὸ μὴ ἀνάλογον ἔχειν ἐν τοῖς τῶν νεῶν κοιλώμασι κάτω

2

.

861

τὴν ψάμμον· ὅπερ εἴωθε τοῖς ἐπὶ θάλατταν ἀεὶ ναυστολοῦσιν ἔρεισμα γίνεσθαί τε καὶ εἶναι τοῦ πλοῦ καὶ θεμέλιος κράτιστος. (Β.) Δέον οὖν κατὰ μέτωπον στήσαντας τοὺς τριηράρχους τὰς ναῦς ἀντιπρώρους ταῖς τῶν πολεμίων ναυσὶ καὶ ἀπὸ μόνης τῆς
5πρώτης ἐκπλῆξαι θέας αὐτοὺς, οἱ δὲ τῆς προσηκούσης ἐκπεπτω‐ κότες γνώσεως, μίαν παρὰ μίαν κάμπτοντες τὴν ἄκραν ἐκείνην ὑπέφαινον. πρώτη μὲν οὖν ἡ ναυαρχὶς ἐδείκνυτο, σχολῇ κα‐ τιοῦσα καὶ βιαζομένη μάλα πλησίον τὸν πλοῦν ποιεῖσθαι τῆς γῆς· καὶ μετ’ ἐκείνην ἀπ’ οὐρᾶς ἑτέραν δίκην ὁρμαθοῦ καὶ σει‐
10ρᾶς ἐχομένας ἀλλήλων ἐς μῆκος· πρύμναν τε πρώρας ἄλλης ἐχο‐ μένην καὶ οὕτως ἀμοιβαδὸν ἁπάσας καὶ παραλλὰξ ἑτέραν ἑτέ‐ ρας ἐξηρτημένας καὶ στοιχηδόν πως πλεούσας, ἕως προσέσχον τῷ αἰγιαλῷ τῷ ἐκ διαμέτρου καὶ κατ’ εὐθεῖαν τοῦ Λατινικοῦ κειμένῳ φρουρίου, ἀπέχουσαι τῆς γῆς ἡμιπλέθρου μεῖον. εἰ μὲν
15οὖν κἀνταῦθα γενόμεναι τὰς πρώρας ἐπὶ μετώπου τοῖς Λατίνοις ἵστασαν, περιμένουσαι τὴν ὥραν τῆς προσβολῆς, εὖ ἂν οἶμαι εἶχεν· ἢ τό γε βέλτιον, εἰ μὴ διακόψασαι τὸν παράλιον ἐκεῖνον πλοῦν προὐχώρουν ὁμοίως ἄχρι τῆς ἐσχατιᾶς τοῦ πορθμοῦ, ὅπη δηλαδὴ καὶ τὰς ἄλλας εἰρήκειμεν ἵστασθαι, κἀκεῖθεν ὁμοῦ ταῖς
20ἄλλαις ἐπαναστρέψασαι τὸν ἐπίπλουν ἐν τάξει κατὰ τῶν πολε‐ μίων ἐποιοῦντο, καὶ οὕτως εὖ ἂν οἶμαι εἶχεν. νῦν δὲ ἀλλ’ ἑτέραν ὁ δαίμων ἔδωκεν ἔννοιαν καὶ δειλίαν· καὶ μετήνεγκεν ἀθρόον
καὶ περιέστησεν ἐς τοὐναντίον τὰς τῶν καυχημάτων καὶ ἀπειλῶν

2

.

862

ἀποβάσεις ἡ τύχη. (Γ.) Δέον γὰρ ἡρωϊκῶς κατὰ τὰς ἐπαγγελίας ἀγωνίσασθαι, οἱ δ’ ὑπότρομοι γενόμενοι, μηδενὸς ἀντιπράτ‐ τοντος, μήτε ξίφους γυμνωθέντος, μήτε βέλους ἐπ’ αὐτοὺς ἀκροβολισθέντος, ἔφευγον ἅπαντες, τῶν καταστρωμάτων ἐξαί‐
5φνης σύνδυό τε καὶ σύντρεις ἐκπηδῶντες ξὺν οὐδενὶ κόσμῳ κατὰ τῆς ὑποκειμένης θαλάττης· ὧν οἱ μὲν διανήχεσθαι εἰδότες, ῥί‐ πτοντες τὰ ὅπλα, μόλις ἐς γῆν ἐξέπιπτον· οἱ δὲ πλείους τῷ βάρει τῶν ὅπλων κατεδύοντο. καὶ ἦν ἰδεῖν θέαμα ἐλεεινὸν, ἀσπαίροντας ἐν τῷ βυθῷ τοὺς φοβεροὺς καὶ μετεώρους ἐκείνους ὁπλίτας, δί‐
10κην ἰχθύων καὶ καρκίνων, καὶ ἀλλήλων ἐχομένους ἀπρὶξ καὶ ἀναδῦναι μὴ δυναμένους, ἀλλὰ ταμιευομένους ἐς τὴν ὑστεραίαν ὑπὸ τῆς τύχης ἑστιάτορας αὐτοὺς τοῖς ἑαυτῶν δαιτυμόσιν ἔσε‐ σθαι ἰχθύσιν. οὕτως ἀνάνδρους τὸ ἀδικεῖν ποιεῖ τοὺς ἀνδρείους, καὶ παίγνιον δυστυχὲς τὰ ἡρωϊκὰ δεικνύει φρονήματα τὸ θεοῦ
15κατεπαίρεσθαι. (Δ.) Ἐπεὶ γὰρ πρὸ τῆς μάχης, νύκτωρ καὶ μεθ’ ἡμέραν ἀεὶ στρατευόμενοι πολλῷ τῷ τῆς γλώττης ὑβρίζοντι κατὰ τῶν Βυζαντίων χηρῶν καὶ ὀρφανῶν, πάντων πολεμίων ἔδρων οὗτοι τὰ χείριστα, καὶ προφάσει διὰ τὰς ναῦς σανίδων καὶ στυπτίων ὅλας ἀνέτρεπον οἰκίας, καὶ ὅλας οὐσίας ἠνδραπο‐
20δίζοντο, κἀν τοῖς τοιούτοις προανηλώκεσαν τῆς ἀρεϊκῆς ἀνδρείας τὸν ὄγκον ἐκεῖνον, ἔλαθον κύμασι καὶ βυθοῖς θαλαττίοις νῦν ἐν‐ ταυθοῖ τὰς γενναίας θάψαντες ἐλπίδας ἀθρόον καὶ τοῦ ἠπει‐ ρωτικοῦ τὸν ὑγρὸν καὶ ὑποβρύχιον ἀλλαξάμενοι βίον. τῷ γὰρ
ἡμαρτηκότι τοῦ συνειδότος βρίθοντας ἔχοντες λογισμοὺς, καὶ

2

.

863

ἀναμιμνησκόμενοι δεήσεων ἐκείνων ὀρφανικῶν, ὡς ἔοικε, καὶ δα‐ κρύων ἐλεεινῶν, ὥσπερ μεθυούσας εἶχον τὰς χεῖρας πρὸς ὅπλα καὶ ἀκροσφαλεῖς πρὸς κινήσεις τοὺς πόδας, καὶ ἅμα τεθραυσμέ‐ νην τὴν διάνοιαν ἐς τὰς πρὸς τὸ κρεῖττον ἐλπίδας, ἔργοις τοῖς
5τηνικαῦτα μανθάνοντες, ὅτε μηδέν σφισιν ὄφελος ἦν, μὴ εἶναι χρεὼν ἐν τοῖς ὅπλοις τὰς χρηστὰς ἀνέχειν ἐλπίδας, ἢν μὴ παρῇ τὸ δίκαιον μετὰ τῆς τοῦ εὐσεβεῖν εὐθύτητος. μόνοις γὰρ τοῖς σὺν δίκῃ δρωμένοις τὸ δυνάμενον τῆς ψυχῆς ἀσφαλῶς ἐρείδεταί τε καὶ τὸ θάῤῥος ἐν περιστάσεσιν ἀκλόνητον ἔχει. καὶ γὰρ εἰ κατὰ
10τῶν ἀλλοτρίων τὰ τοιαῦτα γινόμενα τῶν ἀδικημάτων εὐθύνεται πρὸς τοῦ κοινοῦ δεσπότου θεοῦ, πολλῷ μᾶλλον εἰ ὁμόφυλον εἴη τὸ ἀδικούμενον. (Ε.) Τὸ δὲ ξένον ἐκεῖνο θέαμα βλέπων ὁ τῶν Λατίνων ναύαρχος πόῤῥωθεν τὸ μὲν πρῶτον διηπορεῖτο καθ’ ἑαυτὸν, καί τινα ἐνόμιζεν εἶναι ὑπόκρισιν καὶ δραματουργίαν·
15ἔπειτα ἔγνω θεομηνίαν εἶναι τὸ πρᾶγμα σαφῆ· καὶ ἡσυχῆ παρα‐ κελευσάμενος ἐρέττειν τὸ τῆς ἡγεμονίδος πλήρωμα προῄει πα‐ ραγγείλας ἕπεσθαι καὶ τὰς ἄλλας τριήρεις κατόπιν. ἐπεὶ δ’ ἐλ‐ θὼν κενὰς τὰς Ῥωμαϊκὰς τὸ παράπαν εὗρε τριήρεις, ἀναδησά‐ μενος εἷλκέ τε πάσας ἠρέμα καὶ ὑπέστρεφεν ἄγων ἐς τὸ τῶν Λατί‐
20νων ἐπίνειον· πλὴν ὅσαι διήρεις τε καὶ μονήρεις καὶ λέμβοι πλή‐ θους ἕνεκα διαδρᾶσαι τὴν ἅλωσιν ὑπερόριοι τῶν κινδύνων ἐγέ‐ νοντο. (ϛʹ.) Τούτων δ’ ἐς τοῦτο τύχης κατενεχθεισῶν, ἐφαί‐ νοντο ἐπιπλέουσαι ἤδη καὶ ὅσαι παρὰ τὰς ἐκβολὰς, ὡς εἰρήκει‐
μεν, ἵσταντο πάλαι τοῦ ποταμοῦ τριήρεις μέγισται μὲν τρεῖς,

2

.

864

μείους δὲ παμπληθεῖς. ἐπεὶ δὲ κατὰ μέσην γενόμεναι τὴν πορείαν ἐρήμους ἀνδρῶν ἑλκομένας εἶδον ὑπὸ τῶν πολεμίων τὰς ὁμοφύ‐ λους νῆας, ἔστησαν ὥσπερ τινὶ νάρκῃ πεδηθεῖσαι καὶ μὴ δυνά‐ μεναι μήτε πρόσω μήτ’ ὀπίσω ποιεῖσθαι τὸν πλοῦν, ἕως τοῖς
5ὁμοίοις ταῖς ἄλλαις περιέπιπτον καὶ αὗται κακοῖς. ἦν γὰρ ἰδεῖν εὐθὺς καὶ τούτων ἅπαν τὸ πλήρωμα, τριηράρχους ὁμοῦ καὶ ναύτας, κατὰ κεφαλῆς ἐς θάλατταν πίπτοντας τὸν ὅμοιον τοῖς προπεπονθόσι τρόπον, πρὶν ἢ γεγυμνωμένον θεάσασθαι ξίφος καὶ πρὶν πολεμίας αἰσθέσθαι τινὸς ἀπειλούσης βοῆς. (Ζ.) Διε‐
10νείματο δ’ ὁμοίως τὸ τῆς δειλίας ἐκείνης δεινὸν καὶ ὅσοι παρὰ τὸν αἰγιαλὸν καὶ τοὺς πύργους ἦσαν ἑστῶτες. μεστὰ γὰρ ἦν ἅπαντα ὄχλων παντοδαπῶν, οὐ μόνον τά τ’ ἔνδον πυλῶν καὶ ὅσα τῶν ἐκτὸς, ἀλλὰ καὶ τὸ κατὰ τὰς ἐπάλξεις πλῆθος ἀνδρῶν ἀριθμὸν πάντα νικῶν ἦν· ὧν οὔτε σαλπιγκτὴς ἦν τις, οὔτε τι
15κύμβαλον, οὔτ’ οὐδὲν ὁπόσα εἴωθεν ἐν πολέμοις εὐθαρσοῦς πα‐ ραστήματος γίνεσθαι παρακλητικὰ, λήθης μακρᾶς τινος τῶν ἐν τούτοις χρησίμων, οὐκ οἶδ’ ὁπόθεν καὶ ὅπως, ἐπιπλανηθείσης τέως καὶ διανεμηθείσης τὰς Ῥωμαίων ψυχάς. ἀλλὰ πλὴν τοῦ ἀναπνεῖν ἄντικρυς εἶναι πάντες ἐδόκουν νεκροί· συνωθούμενοί
20γε μὴν ὑπ’ ἀλλήλων ἐν τῇ πρὸς τὰ ἔνδον φυγῇ συνέπιπτόν τε καὶ συνεπάτουν ἀλλήλους, καὶ ταῦτα καὶ αὐτῶν τῶν πολεμίων ἑστηκότων, καὶ θεωμένων ἀτενῶς, καὶ σφόδρα πρὸς τὸ τοῦ δρά‐ ματος ἐκπεπληγμένων παράδοξον· ὥστε καὶ δέον σκιρτᾷν ἐκεί‐ νους ὑπὸ τῆς μεγάλης εὐτυχίας ἐκείνης, τῶν δὲ καὶ ἠλέουν ἔνιοι
25τοὺς πάσχοντας, καὶ στῆναι παρεκελεύοντο, καὶ σφᾶς αὐτοὺς

2

.

865

οἰκτείρειν τῆς δαιμονιώδους ἐβόων ταυτησὶ συμφορᾶς, καὶ μὴ μάτην οὕτω προδιδόναι θανάτῳ, διώκοντος μηδενός. οὕτως ἀνυ‐ πέρβλητον τὸ τῆς συμφορᾶς ἐκείνης πάθος, καὶ μηδὲν καταλε‐ λοιπὸς τῶν ἐφ’ ὁμοίοις πάλαι παραδειγμάτων, ἁμιλλᾶσθαι ῥᾳ‐
5δίως τούτῳ παρατιθέμενον. ζʹ. Ἀλλὰ γὰρ εἰς τοῦτο τύχης τὸν στόλον συνελαθέντα βλέ‐ ποντες οἱ πόῤῥωθεν πολιορκεῖν ἀφ’ ὑψηλοῦ τὸ τῶν Λατίνων φρούριον ἐκπεμφθέντες στρατιῶται Βυζαντίων τε καὶ ὅσοι κατὰ συμμαχίαν ἐκλήθησαν Θρᾷκες ἅμα καὶ Πέρσαι, χιλιάδες οὐ
10μείους τῶν τριῶν, τοῖς ὁμοίοις καὶ οὗτοι δεινοῖς περιέπιπτον, καὶ θυρεοὺς ἐκείνους καὶ ὅπλα καὶ μηχανήματα καταλιμπάνοντες ἔφευγον σποράδες τε καὶ ἀσύντακτοι, μηδενὸς ὄντος τοῦ πολέ‐ μιόν τι καὶ ἄγριον γρύζοντος· καὶ οὐ πρότερον ἔστησαν, πρὶν σπουδῇ τὸν ποταμὸν διαβάντες ἐλευθέριόν τι ἀνεπεπνεύκεσαν
15ἤδη. (Β.) Τῆς μέντοι θεομηνίας ταυτησὶ τὰς αἰτίας ἄλλοι ἄλ‐ λας ἐτίθεντό τε καὶ ἐψηφίζοντο. ἐγὼ δ’ ἑτέροις ταύτας ἀπαρι‐ θμεῖν ἀφεὶς τὸν λόγον ἐφ’ ἕτερα τρέψομαι· τοῦτο μόνον προσ‐ θεὶς, ὡς εἰ θρασύτερον ἴσως οἱ Λατῖνοι τότε διετίθεντο, καὶ τῷ παρὰ προσδοκίαν πᾶσαν μεγίστῳ ἐπαρθέντες εὐτυχήματι του‐
20τωὶ Βυζαντίους φεύγοντας καὶ ὑπ’ ἀλλήλων ἀκλεῶς καταπα‐ τουμένους ἄχρι πυλῶν ἐδίωκον, ὀλίγου ἂν ἐδέησε πλῆθος ἐκεῖ διαφθαρῆναι παντοίων καὶ παντοδαπῶν ἀνθρώπων. ἀλλ’ ἐπέσχε κύριος τὸν θυμὸν αὐτοῦ, καὶ μέτρια σφᾶς εὐθὺς ἐπεπείκει φρο‐
νεῖν, καὶ μὴ τὰς ἀλλοτρίας τύχας ἴδια νομίζειν ἑαυτῶν εὐτυχή‐

2

.

866

ματα, μηδὲν ἐς τὸ παράλογον τοῦτο τρόπαιον ὅλως ἔνοπλον εἰσε‐ νεγκόντων ἔργον ἢ συνετὸν μηχάνημα, ἀλλ’ ἄθυρμα σαθρὸν θεοῦ τὴν ἀνθρωπίνην δεικνύντος σπουδὴν καὶ γέλωτα σαφῆ τὴν τῶν μεγαλοφρονεῖν ἐφ’ ἑαυτοῖς οὐκ ὀκνούντων ὀφρύν. διὸ καὶ
5πέμψαντες εὐθὺς ἐς βασιλέα τὴν προτέραν αὖθις ὁμοίως ἐζή‐ τουν εἰρήνην, εἰ καὶ μὴ ἐφ’ ὁμοίαις ταῖς συμφωνίαις. (Γ.) Ἀλλ’ οὔπω τέτταρες ὅλαι παρῆλθον ἐκεῖθεν ἡμέραι, καὶ κατέπλευσεν ἐς τὸ τοῦ Γαλάτου φρούριον ἐκ Γεννούας ταχυναυτοῦσα μία τριήρης, πρέσβεις ἄγουσα τοὺς πάντα τελέσοντας ἀσμένως, ἃ
10πρὸς βουλήσεως εἴη Βυζαντίοις. καταλῦσαι μὲν, ὅσον δηλαδὴ τοὺς οἰκείους παρεκβαλόντες ὅρους οἱ Λατῖνοι παρακατέσχον τοῦ τῶν Ῥωμαίων τόπου· ἀποδοῦναι δὲ καὶ ἣν ἐπήγαγον Βυζαντίοις ζημίαν ἐς τὸ ἀνενδεές· καὶ ἅμα προσθέντας χρήματα τυχεῖν τῆς προτέρας εἰρήνης ὑπὲρ τὰς ρ χιλιάδας· καὶ ὅρκους ἔπειτα
15δοῦναι φρικωδεστάτους ὑπὲρ τοῦ μηκέτι πρὸς τοὺς ὁμοίους ἀπε‐ νεχθῆναι νεωτερισμούς· ἀλλὰ μεμνημένους τῶν παρ’ ἐλπίδα συμπεπτωκότων σφίσι μετριωτέρους εἶναι τοῦ λοιποῦ. ἐπεὶ δ’ ἐλθοῦσι κἀκείνοις τὸ μέγα τοῦτο καὶ παρὰ πᾶσαν ἔγνωσται προσ‐ δοκίαν τῶν ὁμοφύλων εὐτύχημα, μέσοις τε γεγονέναι δυοῖν ξυνε‐
20πεπτώκει καὶ τὴν αἰσχρὰν ἐκείνην εἰρήνην παρασκευάσαι ποιή‐ σασθαι, ὁποίαν καὶ Πελοποννησίους ἐπὶ Ἀνταλκίδου πάλαι πρὸς Πέρσας συνθέσθαι ἀκούομεν, δέει τῆς ναυτικῆς τῶν Ἀθηναίων δυνάμεως ἐν τοῖς τότε χρόνοις περιφανῶς θαλαττοκρατούντων.
(Δ.) Τούτων δ’ οὕτω ξυνηνεγμένων, οὐκ ἔκρινε δεῖν ὁ βασιλεὺς,

2

.

867

ἀναπεπτωκὼς διὰ τύχης ἀγνωμοσύνην, ἀπογνώσει δοῦναι τῶν λογισμῶν τὰς ἡνίας καὶ τὸ τῆς γνώμης κράτος, ἅτ’ εἰς ἀπο‐ ριῶν ἐσχατιὰς τῶν πραγμάτων ἐληλαμένων. ὅ,τε γὰρ ναυτικὸς στόλος, χρήματα πάντα μικροῦ συνελὼν, ὑπ’ ἐχθροῖς ἐγεγόνει·
5ἥ τ’ ἐλπὶς τῶν ἐτησίων προσόδων, εἰ μὴ τὸ πᾶν, ἀλλ’ οὖν τὸ
πλεῖστον ἐκκέκοπται μέρος.

2

.

869

αʹ. Ἄλλου μὲν ἴσως ἄν τινος ἦν, τοσούτῳ πελάγει συμφορᾶς ἀδοκήτου συνειλημμένου, τὴν ταχίστην ἀπειρηκέναι· βασιλεύοντι δ’ ἀπαγορεύειν ἐν τοῖς τοιούτοις οὐ μάλα ἐνῆν. ἀλλ’ ὥσπερ ἐν ταῖς παρατάξεσι τῶν πολέμων ὁ στρατηγὸς τὰ πεπονηκότα καὶ
5τρεπόμενα μέρη τῆς φάλαγγος τοῖς ἀνακλητικοῖς τῶν σαλπίγγων οὐκ ἐᾷ διαῤῥήγνυσθαί τε καὶ τελέως ἑκόντας τοῖς πολεμίοις παρα‐ σχομένους τὰ κράτη τῆς νίκης ἀπαγορεύειν, οὕτω καὶ οὗτος οὐκ εἰς ἀπογνώσεις ἔβλεψε καὶ ῥᾳστώνην αἰσχύνης μεστήν· ἀλλὰ νῦν
μὲν ἕτερα ἐφ’ ἑτέροις ἐπινοῶν διετέλει τῶν ἐπιχειρημάτων· νῦν

2

.

870

δὲ τάς τε νενεουλκημένας ἐκ παλαιοῦ τῶν νεῶν καθελκύσας ἐπε‐ σκεύαζέ τε καὶ μετεσκεύαζε πρὸς τὴν ἐνεστῶσαν χρείαν· ἄλλας τε καινὰς κατεσκεύαζε πλείους καὶ μείζους τῶν πρὶν, ξύλων ναυ‐ πηγησίμων συχνῶς ἐξ ὄρους κομιζομένων ὅλῃ σπουδῇ. ἐπεὶ δὲ
5καὶ χρημάτων ἐν τούτοις ἔδει, οἵ τε συνήθεις φόροι πρὸς αὔξην ἀνήγοντο καὶ ἅμα καινοί τινες ἐφ’ ἑτέροις ἕτεροι ἐπενοοῦντο, τῆς ἀνάγκης τὴν εὐπορίαν τῶν εἰς ταῦτα ἐνθυμημάτων ῥᾷστα ἐφευρισκούσης. (Β.) Ἐν τούτοις δ’ ὄντων τῶν πραγμάτων νόσῳ βαρείᾳ καὶ ὁ πατριάρχης Ἰσίδωρος ἁλίσκεται. ἡ δὲ ἦν γαστρὸς
10κένωσις διηνεκὴς ἅμα καὶ πολυήμερος, πάσης χειρὸς καὶ τέχνης ἰατρικῆς ἀπρακτούσης ἐνταῦθα. καίτοι τήν γε ἀρχὴν οὐ μάλα θρασυτέραν αὕτη τὴν ἔφοδον ἔδειξεν· ἀλλ’ ἠρέμα καὶ κατὰ μι‐ κρὸν καὶ βάδην εἰπεῖν ἐπιχωριάζειν ἐδόκει, ὥσπερ παίζουσα τὰς τῶν πολλῶν ἐλπίδας. ἦν γὰρ ἀπὸ λύπης ἐσχηκυῖα τὰς ἀφορμὰς
15(ὁ πολὺς τέως ἐκράτει λόγος), ἥτις ἐκ σιωπωμένης αἰσχύνης εἶχε τὴν πρόφασιν. ἦν γὰρ τοῖς οἰκείοις ὀνείροις προσέχων ὁ ἄνθρω‐ πος· καὶ τοῦτ’ ἔργον ἔχων ἁπάντων προϊστάμενον καὶ λόγων καὶ πραγμάτων ἐνθουσιασμὸν ὠνόμαζε· καὶ τούτοις διηνεκῶς ἐγ‐ καλλωπιζόμενος ἐψεύδετο μὲν προφανῶς, οὐκ ᾐσχύνετο δέ·
20ἀλλ’ ἦν ὡσαύτως τῷ τε βασιλεῖ καὶ τοῖς ἄλλοις οἱονεὶ προφητείας τινὰς καὶ θεοπτείας ἄνωθεν ἀπαγγέλλων· μεθ’ ὧν ἦν καὶ ἡ τοῦ πέραν Γαλατικοῦ φρουρίου καταστροφὴ, ἣν προδεδεῖχθαι διε‐ τείνετο τουτωὶ πρὸς θεοῦ βεβαίως καὶ ἀσφαλῶς· ὡς θαῤῥήσαντα
καὶ τὸν βασιλέα ἐπὶ τὴν μάχην ταχῦναι, πρὶν τελέως τὴν τοῦ

2

.

871

στόλου παρασκευὴν ἐξαρτύσαι. ἐπεὶ οὖν αἴτιος τῷ γε μείζονι μέ‐ ρει τῆς μεγίστης ἀπωλείας ἐκείνης ἔδοξεν οὗτος γενέσθαι τέως Ῥωμαίοις καὶ ὠνειδίζετο πρὸς ἁπάντων, οὐκ εἶχεν ἑστῶσιν ὀφθαλμοῖς ὁρᾷν οὔτε μὴν αὐτὸν βασιλέα, οὔτε τῶν ἄλλων ὅσοι
5ξυνέσεως ἦσαν μέτοχοι· ἀλλὰ κατεδύετο πρὸς πυθμένας ἰδίας αἰσχύνης. καὶ οὕτω λοιπὸν νοσήσας ἐπὶ μακρὸν, καὶ οὕτω δα‐ πανηθείσης τῆς ἔνδον οὐσίας αὐτοῦ, τῆς παρούσης μετέστη ζωῆς. (Γ.) Ἔπειτα ψῆφον προτιθεμένων ἄλλων, ὃς ἂν μετ’ ἐκεῖνον τοῦ θρόνου διάδοχος γένηται, πολλή τις ἦν σπουδὴ καὶ διάπυ‐
10ρος τοῖς τοῦ Παλαμᾶ θιασώταις, μηδένα ποτὲ προβληθῆναι, ὃς μὴ πλήκτης καὶ πάροινος εἴη καὶ πάσης καὶ παντοίας παι‐ δείας ἐς τοσοῦτον ἄμοιρος, ὅσον οἱ ἀπὸ σκαπάνης ὁμοῦ καὶ δι‐ κέλλης ὀψὲ τῆς ὥρας ἀπαλλάττοντες ζάκοτόν τι καὶ θηριῶδες ἦθος οἴκαδε φέρουσιν· ἵν’ ἐνταῦθα ῥᾷστον εἴη σφίσι διωκτῶν
15ἁπάντων αὐτὸν καταστῆσαι βαρύτατον κατὰ τῶν εὐσεβεῖν αἱρου‐ μένων καὶ τῆς τοῦ Παλαμᾶ κοινωνίας ἀπέχεσθαι πᾶσαν σπου‐ δὴν ποιουμένων. ἄλλων οὖν ἄλλους προβαλλομένων, μεταπέμ‐ ψασθαι πείθουσιν οὗτοι τῶν τοῦ Παλαμᾶ φίλων ἐξ Ἄθωνος ἕνα, τοὔνομα Κάλλιστον· ᾧ πρὸς ἀπήνειαν ἐξ ἀνοίας ἅμα καὶ
20ἀπονοίας ἡρμόσθαι τὴν φύσιν πάντων μάλιστα ξυνεβεβήκει, καὶ εἶναι μηδὲν μηδαμῶς τῷ σκοπῷ καὶ τῇ σπουδῇ τῶν προσκεκλη‐ κότων ἀπᾴδοντα. (Δ.) Πρίν γε μὴν τοῦτον ἰέναι, ἰδίᾳ ἐμὲ καὶ συχνὰ παραλαμβάνουσιν ἐπῄει βασιλεῖ τε καὶ βασιλίδι θωπείαις
παντοίαις περιϊέναι· καὶ χρημάτων ἐπαγγελίαις καὶ χορηγίαις

2

.

872

ἀφθόνοις τῶν γε ἄλλων καὶ ἃ τῶν ἐν βίῳ καλῶν καὶ τιμίων ψυ‐ χαῖς ἂν εἴη φιλοδόξοις κατ’ ἔφεσιν πειρᾶσθαί με πείθειν καὶ ἄγειν ἐς τό σφισι βουλόμενον· ὧν τὰ μὲν ἤδη ἐχορηγεῖτο, τὰ δ’ ἔμελλεν. ᾤοντο γὰρ δι’ ἑνὸς ἐμοῦ γε εὐθὺς, εἴ τινές ποτ’ ἄρ’
5εἶεν, καὶ ὅπη διαιτῷντο, πάντας ἑτέρους, ὁπόσοι ἀνθίστανται πρὸς ὁπόσα τῷ Παλαμᾷ βλασφημεῖται καινὰ καὶ ἔκφυλα δό‐ γματα, προσάξεσθαι. ἀλλ’ ἦσαν ἄρα πάντως ἄνθρακες οἱ τῶν ἐλπίδων ἐκείνοις θησαυροί. τὸ γὰρ ἀνενδεὲς ἐμὲ τῶν ἀναγκαίων καὶ ἡ τἀληθοῦς ἐκλογὴ λήρους ἔπειθ’ ἡγεῖσθαι τὰ λεγόμενα.
10(Ε.) Ὃ δ’ ἁπάντων μάλιστα τὴν ἐλπίζουσαν γνώμην ἐστήρικτο καὶ ἀνακεκρᾶσθαί σφισι δι’ αὐτό τινα ἡδονὴν ταῖς ἐλπίσιν ἐποίει, τὸ τῆς πατριαρχείας ἀξίωμα ἦν· ὃ δώσειν αὐτίκα μάλα μοι ἐπηγ‐ γέλλοντο, τῆς χρείας διωθουμένης σφοδρότερον καὶ τοῦ και‐ ροῦ προκαλουμένου τὸν προστησόμενον ἀπαραίτητα. ἤκουόν γε
15μὴν ἐξ ἐμοῦ τἀναντιώτατα πάντα. πρῶτον μὲν γὰρ καθηπτόμην ὁμαλῶς πως αὐτῶν περὶ ὧν ἡμῖν ὑπισχνοῦντο, πῶς οὐκ ὀκνοῦσι τοῖς αὐτοῖς ἐγχειροῦντες, ἃ πολλάκις εἰποῦσι καὶ ἀποτυχοῦσιν ἀκριβῶς ἐγνωκέναι ξυμπέπτωκεν, ὡς πηλοῦ καὶ κόνεως οὐδὲν ἐμοὶ διαφέρειν δοκεῖ τὰ τοιαῦτα, καὶ ταῦτα νῦν, ὅτε πίστεως
20ἄρνησις ἀπαιτεῖται. ὡς γὰρ ἐν κακοῖς εὐτυχεῖν δυστύχημα μέ‐ γιστον, οὕτως ἐν κακοῖς ἀδοξεῖν τῶν εὐτυχημάτων τὸ κράτι‐ στον. ἔπειτα ἔλεγον, ὡς βασιλεῦσιν οὖσι χρεὼν μὴ τὰ καθή‐
κοντα νόμιμα ἑκοντὶ παραδιάγειν ὁμοῦ καὶ τῶν ἱερῶν τῆς τοῦ

2

.

873

θεοῦ ἐκκλησίας κιγκλίδων ἐλαύνειν ἤθει τοιούτῳ, ἥκιστά τινος φειδοῦς ἢ κολάσεως μεσιτευούσης καὶ ὑφαιρούσης τὴν τοῦ κρά‐ τους ἀσέλγειαν· ἀλλ’ ἰατροῖς μᾶλλον γίγνεσθαι πάνυ προθύμως καὶ ἅμα κολασταῖς τῶν ἀθέσμων σάλων καὶ ἐκτροπῶν, εἴ γε
5βουλομένοις εὐσεβεῖν εἴη. τὸ μὲν γὰρ ἄξιον θρήνων μακρῶν καὶ ἐς τὸ μέλλον μνήμης ἐκ τῶν ὀψιγόνων πρὸς ἀπέχθειάν τε καὶ ὕβριν ἀνατρεχούσης ὁλοσχερῶς (ἐῶ γὰρ ὡς ἐγνωσμένης ἤδη με‐ μνῆσθαι τῆς ἀϊδίου φλογὸς ἐκείνης, ἣ τοῖς οὕτω βιοῦσιν ἠπεί‐ ληται)· τὸ δ’ ὑμνούσας γλώσσας ἀπαιτεῖ τῶν τε νῦν ὄντων τῶν
10τε γενησομένων ἀνθρώπων εὐσεβῶν καὶ ἅμα ψυχῆς ἀκήρατον εὐφροσύνην, ἣν μὴ τελευτῶσιν αἰῶσιν ἀκούομεν ἀπονενεμῆσθαι. (ϛʹ.) Οὕτω τοίνυν ἡμῶν ἀπογνοὺς, ἐπεὶ τὸν ἤδη ῥηθέντα ἐξ Ἄθω‐ νος ὄρους ἥκοντα ἤδη τεθέαται, εὐθὺς καὶ μὴ πάνυ τοι σφόδρα προθυμουμένων τῶν ἐπισκόπων τῆς τέως σωζομένης ἐπαρχίας,
15εἰς πατριάρχην προβάλλεται, δι’ οὐδὲν ἕτερον ἐπισπεύσας τὴν αὐτοῦ προβολὴν, ἢ ὅτι πρὸς διωγμὸν ἄριστα ὁ ἀνὴρ ἐπεφύκει καὶ ὄργανον ἦν πρὸς τιμωρίας ἀπανθρώπους καὶ θηριώδεις δη‐ μοσίων ἁπάντων ἀπανθρωπότερον. πάσης γὰρ ὢν παιδείας ἀξύνε‐ τος μάλα τοι ἐχώρει πρὸς τὸ κολάζειν καὶ ὑβρίζειν ἀσέμνως
20καὶ πρός γε ἔτι χειρὶ καὶ βακτηρίᾳ πλήττειν, ἀσχέτῳ θυμῷ, καὶ λόγοις αἰσχροῖς καὶ σφόδρα ἀπᾴδουσι ᾧ περιέκειτο σχήματι, καὶ οὗτινος ἥδετο εἶναι τρόφιμος ὄρους, καὶ ἧστινος πνευματι‐
κῆς πολιτείας. οὐ μόνον δὲ, ἀλλὰ καὶ οὓς ἐκόλαζε καὶ οὓς ἐδίω‐

2

.

874

κεν εὐσεβεῖς, δέον ἐλεεῖν λιμῷ καὶ δίψῃ θνήσκοντας καὶ πάσῃ ταλαιπωρίᾳ, ὁ δὲ καὶ ἀτάφους ἐῤῥίφθαι ἐκέλευε. καὶ ἦν ἔγκλημα ἕτερον αὖθις τουτὶ πρὸς τιμωρίας ἔτι λοιπὸν τὰς ὁμοίας, οἷς τῇ γῇ κρύπτειν ἔργον ἦν τοὺς τοιούτους, καμπτομένοις τῇ τῆς φύ‐
5σεως ὁμοιότητι. ἐς τοσοῦτον κατὰ τῆς εὐσεβείας ηὐξήθη τότε τὰ χείρω. ἠλαύνοντο γὰρ ἀφειδῶς, οἱ τοῖς ὅροις ἐμμένειν φιλονει‐ κοῦντες τῆς πατρίου νομοθεσίας, οἰκιῶν, πόλεων, ἱερῶν, ἀγώ‐ γιμοι δεσμωτηρίοις ἤγοντο εὐχερῶς· ἀπειλαὶ τοῖς ἄλλοις ἐκηρύτ‐ τοντο μείζους τῶν ἔργων, ὅσοι δέει τοῦ μὴ τὰ ἀνήκεστα πάσχειν
10ἤθους χρώμασι πολυειδέσι δῆθεν κοινωνικοῦ τὴν εὐσέβειαν ἔκρυ‐ πτον. (Ζ.) Καὶ ἦν ταῦτα ἐφόδια τῆς τοῦ βασιλέως γνώμης, κρύπτεσθαι βουλομένης, ἀρεστά. δυοῖν γὰρ ὄντοιν, δι’ ὧν οὓς ἂν βούλοιντο προσάγεσθαι ἐγχειροῦσι τῶν ἡγεμόνων οἱ πλείους, ὃ μὲν ἐπιεικείας εἶχε σημεῖον, ἑαυτῷ ἔνεμε· λέγω δὴ τὸ πείθειν·
15ὃ δ’ ἀπηνείας, τῷ πατριάρχῃ καὶ τοῖς περὶ τὸν Παλαμᾶν ἐνεδί‐ δου, καθάπερ ἀνέμοις ὁλκάδος ὀθόνην. λανθάνειν γὰρ τοὺς πλεί‐ στους πειρώμενος, οὔτ’ αὐτὸς ὁλοσχερῶς ἔδρα ταυτὶ, οὔτε δη‐ μοσίοις γραφαῖς παρεῖχε τοὐνδόσιμον. ὅτι δὲ δρῶσιν αὐτοῖς οὐκ ἀνθίστατο, ἄντικρυς ἀνομοθέτητόν τινα νόμον ἐς τὸ δρᾷν ἀδεῶς
20ἐχαρίζετό σφισιν· ὥσπερ καὶ οἱ λαχάνων ἐν χρείᾳ γινόμενοι ῥύα‐ κα ἄνωθέν ποθεν ἐπαντλοῦσι ὕδατος ἐξ ἀφανοῦς. ἔλεγε γὰρ, ὡς ὅτε τὰ ἴσα φθέγγωνται ἥ τε τοῦ ἄρχοντος βούλησις καὶ ἡ τῶν
ἐκ τύχης δρωμένων χρεία, μετὰ τοῦ εὖ ξυγκειμένου πρὸς τὴν τοῦ

2

.

875

ἄρχοντος βούλησιν, τότε συμφέρεσθαι καὶ τὸν ἄρχοντα χρὴ τοῖς οὑτωσὶ φερομένοις· ὅταν δ’ ἕτερον μὲν τὰ πράγματα δρόμον βα‐ δίζῃ, ἕτερον δ’ ἡ τοῦ ἡγεμόνος βούλησις, τότε χρὴ τἀν μέσῳ κἀκεῖνον παρατρέχοντα τῇ τῆς αὐθεντικῆς βουλήσεως χρείᾳ μᾶλ‐
5λον ἢ τῷ τῶν κειμένων κανόνων ἔθει συμφέρεσθαι. τὸ μὲν γὰρ ἡγεμονίας, τὸ δὲ δουλείας εἶναι σημεῖον· ἄτοπον οὖν δουλεύειν ἑκόντα, ᾧ τὰ τῆς ἡγεμονίας ἀνεῖται σκῆπτρα. διὰ δὴ ταῦτα, μικρὰ τῶν ἄλλων φροντίσας, ἐπέραινε ὅσα αὐτῷ τε καὶ Παλαμᾷ πρὸς βουλήσεως ἦν. μία γὰρ ἦν αὐτῷ καὶ τοῖς ἀμφὶ τὸν Παλα‐
10μᾶν ἡ βούλησις. (Η.) Δεδιὼς δ’ ὅμως καὶ τὰς τῶν πλείστων λοιδορίας, αἳ κἀν ταῖς ἀγοραῖς ἀνέδην ἐκαλινδοῦντο, τὸ τυραν‐ νικὸν καὶ βίαιον ἐγκαλοῦσαι τῆς πίστεως, βέλτιον ἐνόμισεν εἶναί οἱ, καὶ σύνοδον συγκροτῆσαι διὰ τῶν ἐπὶ Θρᾴκης ἐπισκόπων προϊόντος τοῦ χρόνου, καὶ δεῖξαι ἐς προὖπτον τὰ καινοφανῆ τοῦ
15Παλαμᾶ μὴ αἰσχρῶς ἔχειν δόγματα· ὡς ἂν εἰς πολλοὺς χεομένης καὶ διασκιδναμένης τῆς τῶν τοιούτων ἐγκλημάτων λοιδορίας, ἢ ἀπιστῆται παντάπασι ἡ καινοτομία τῆς πίστεως, ἢ τό γε δεύτε‐ ρον ἧττον λυπῇ, μὴ πρὸς ἕνα αὐτὸν ἀεὶ κινουμένων τῶν ὅλων γλωσσῶν, ἀλλ’ ἐς πλείστους ἤδη μεριζομένων. ἀλλὰ τοῦτό γε
20ἠνία τὸν Παλαμᾶν, ἥκιστα παῤῥησιάζεσθαι τοὺς τῆς αὐτοῦ κα‐ κίας ἐλέγχους βουλόμενον, ἀλλ’ ἐπιβουλαῖς ἀεὶ καὶ διαβολαῖς ἀφθόγγοις τὰ τῶν διωγμῶν ἐκείνων εἴδη δι’ ἄλλων, καὶ μάλιστα
τῶν ἐν ἐξουσίαις, κρύφα ἐπιτελεῖν. διὸ καὶ προφασισάμενος ἄλλα

2

.

876

ἐπ’ ἄλλοις ᾤχετο φεύγων, νῦν μὲν εἰς Λῆμνον, νῦν δ’ ἐκεῖθεν εἰς Θεσσαλονίκην· περὶ ὧν πλατύτερον εἰρήσεται προϊοῦσιν. τέως δ’ ἐκεῖνο ἐπαναλήψομαι. (Θ.) Πρὶν γὰρ ὅλους μετὰ τὴν χειρο‐ τονίαν τρεῖς παριέναι μῆνας, τῶν ἐπισκόπων συνέβη ῥαγῆναι
5τοὺς πλείστους τῆς πατριαρχικῆς κοινωνίας, ὅσοι διομνύμενοι εἰσήγγελον εἶναι σαφῆ Μασσαλιανὸν αὐτὸν καὶ τῶν ἐν Ἄθωνι ὄρει πρὸ ἐτῶν οὐ μάλα συχνῶν φανερῶς ἁλόντων ἕνα· περὶ ὧν ἀνωτέρω που τῆς ἱστορίας καὶ ἡμεῖς εἰρηκότες ἐσμέν. ἐπεὶ δὲ καὶ αὐτὸς ἀνθιστάμενος εἰσῆγεν, ἐξ ἀντιπάλου ῥέων, διωμοσίαν καὶ
10ἀντεγκλήματα κατὰ τούτων ἑκάστου, τὸν μὲν τυμβωρυχίας διώ‐ κων, τὸν δὲ πορνείας, τὸν δὲ Βογομίλων αἱρέσεως, τὸν δὲ τοῦ τὴν ἱερωσύνην ὤνιον διδόναι καὶ ἀπεμπολεῖν εἰς ἄνδρας μάλα τοι σφόδρα αἰσχίστους, καὶ ἄλλους ἄλλων, καὶ γέγονε σχίσμα μέχρι καὶ ἐς πολύν τινα χρόνον, μέσος ὁ βασιλεὺς καταστὰς ἔπεισεν
15ἀλλήλοις ἀφεῖναι τἀγκλήματα, λάθρα καθυφέντας ἃς κατ’ ἀλλή‐ λων γραφὰς καὶ λοιδορίας ἐξήνεγκαν φανερῶς, ἵνα μὴ προσθήκη καὶ τοῦτο γένηται τοῖς κατ’ αὐτῶν ἐπενηνεγμένοις περὶ πίστεως παρ’ ἡμῶν ἐγκλήμασιν. οὕτω τοίνυν ἐν κακοῖς κακῶς καὶ αἰ‐ σχρῶς ἀλλήλοις σπεισάμενοι ξυνῄεσαν ἀλλήλοις λοιπὸν, ἡμέραν
20ἐξ ἡμέρας ἐπιβουλὰς καθ’ ἡμῶν ἄλλας ἐπ’ ἄλλας συῤῥάπτοντές τε καὶ ξυντιθέμενοι. βʹ. Ἄρτι δὲ τῶν φθινοπωρίνων τοῦ ἡλίου τροπῶν ἐν προ‐ θύροις αὐλιζομένων τοῦ ἔτους, τριήρεσι καὶ μονήρεσιν ἄρας ἐκ
Βυζαντίου ὁ βασιλεὺς Καντακουζηνὸς ὁμοῦ τῷ ἐπὶ θυγατρὶ

2

.

877

γαμβρῷ Παλαιολόγῳ τῷ βασιλεῖ ἀπῄει ἐς Θεσσαλονίκην, ἄρχειν ἐκεῖ καταστήσων αὐτόν. καὶ τηνικαῦτα κατέπλευσαν ἐς Βυζάν‐ τιον Βενετικαὶ τριήρεις τρεῖς καὶ τριάκοντα κατὰ τοῦ Γαλατικοῦ φρουρίου τῶν Γεννουϊτῶν, μάχης τε ἀρξάντων αὐτῶν ἐκ πολλοῦ
5καὶ ἀπειλούντων σφίσιν ἀπώλειαν. τοῖς γάρ τοι Γεννουΐταις του‐ τοισὶν, ἐπαρθεῖσι τῷ κατὰ Βυζαντίων ἐκείνῳ σαθρῷ προτερή‐ ματι τῆς ἀδόξου ναυμαχίας ἐκείνης, οὐκέτι καθεκτοῖς εἶναι τὴν γνώμην ἐνῆν· ἀλλ’ ὀνειροπολεῖν ἐπῄει τὴν τῆς ὅλης θαλάσσης ἡγεμονίαν. καὶ διασφετεριζόμενοι πρῶτον τὸν Εὔξεινον πόντον,
10διὰ τὰ ἐκεῖθεν κέρδη, οὐ μόνον Βυζαντίοις ἐπέταττον ἡγεμονι‐ κῶς ἤδη καὶ πολλῷ τῷ θράσει ῥέοντες, ἀπέχεσθαι τῆς Μαιώτι‐ δος καὶ Τανάϊδος, ἔτι τε Χερσῶνος καὶ ὅσα τῶν Σκυθῶν ὑπὲρ τὸν Ἴστρον παραλίας ἐστὶ χωρία περιπλέοντας ἐμπορεύεσθαι, πλὴν ἢ ὅπη ἂν ἐξ αὐτῶν τὸ ἐνδόσιμον εἴη· ἀλλὰ καὶ Βενετικοὺς
15αὐτοὺς τῆς ἐκεῖθεν ἀπήλαυνον ἐμπορίας, μελέτην ἔχοντες ὅσον οὐδέπω καὶ τριήρεσι συχναῖς τὸν αὐχένα τοῦ Πόντου συγκλειθέν‐ τες κατὰ τὸ τοῦ Σαράπιδος ἱερὸν καταστῆσαι δεκαδευτήριον τυραννικὸν καὶ βίαιον, εἴ τινες εἶεν βουλόμενοι τὸν Εὔξεινον πόντον εἰσπλεῖν τε καὶ ἐκπλεῖν. (Β.) Τοῦτο καὶ πάντας μὲν ἠρέ‐
20θισε πρὸς ταραχὴν λογισμῶν, οἷς θαλάττιος ἅπας ἐστὶν ὁ βίος· πάντων δὲ μάλιστα Βενετικοὺς, χρήμασί τε καὶ ναυσὶ μακροῖς τισι μέτροις πλεονεκτοῦντας. ἐλπίσαντες οὖν καὶ βασιλέα σύμ‐
μαχον ἕξειν καὶ κοινωνὸν εἰς τοὖργον, ἅτε διὰ τὴν ἧτταν ἐκείνην

2

.

878

καὶ τὴν ἐκ τῆς ἥττης αἰσχύνην ἠρεθισμένον καὶ αὐτὸν πρὸς ὀρ‐ γὴν κατ’ αὐτῶν, ἧκον (ὡς ἔφημεν) ὅπλα καὶ τριήρεις ἄγοντες κατὰ σφῶν. ἐπεὶ δ’ οὔθ’ ὁ βασιλεὺς παρῆν, οὔτε τῷ καιρῷ συμμάχῳ χρῆσθαι ἐνῆν (εἶναι γὰρ περὶ τὰς τοῦ Ἀρκτούρου συν‐
5έβαινε τοῦτον ἐπιτολὰς, ὅθ’ ὑετοί τε καταῤῥήγνυνται μάλιστα πλεῖστοι καὶ ψύχος ἀταμίευτον ἤδη προτρέχον λυπεῖ τοὺς ἐν τοῖς ὑπαίθροις διανυκτερεύοντας ἐν θαλάττῃ καὶ ὅπλοις), ἡμέραις βρα‐ χέσι διέγνωσταί σφισιν ἐγκαρτερήσασι, πεῖραν ἀκροβολισμῶν πο‐ λεμικῶν δόντας καὶ λαβόντας, οἴκαδε ἀποπλεῖν· καὶ μάλιστα
10ὅτι καὶ τριήρεις ἑτέρας ἐπύθοντο ἀναχθείσας ἤδη ἐκ Γεννούας κατά τε Εὐβοίας καὶ Κρήτης καὶ ὅσαι Βενετικοῖς ὑπήκουον τότε. τεσσαρεσκαίδεκα γὰρ οὐσῶν τῶν Γεννουϊτικῶν, ἃς ἀνιοῦσαι τῶν Βενετικῶν αἱ τριήρεις συνέκλεισαν ἐν Αὐλίδι καὶ Ὠρεῷ τοῖς κόλ‐ ποις τοῖς ἐγγὺς Εὐβοίας, αἱ μὲν δέκα ἑάλωσαν αὔτανδροι· αἱ δὲ
15τέτταρες λαθοῦσαι τὸν κίνδυνον ἔφυγον. αὗται τοίνυν αἱ τέττα‐ ρες, ἀδείας λαβόμεναι διὰ τὴν τῶν Βενετικῶν ἐκστρατείαν, πολ‐ λὴν ἐνεποίουν ταῖς Βενετικαῖς νήσοις τὴν βλάβην. διὸ δὴ σπουδῇ πολλῇ καὶ προθυμίᾳ ἀπέπλευσαν πρὸς ἐκδίκησίν τε καὶ ἄμυναν. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον. (Γ.) Ἄρτι δὲ τοῦ ἡλίου
20μετὰ τροπὰς ὄντος χειμερινὰς καὶ τῶν ἀνταρκτικῶν ἀπηλλαγμέ‐ νου γειτονημάτων, ἐπανῆκεν ὁ βασιλεὺς ἐκ Θεσσαλονίκης, ἔν‐ θους ὅλος ὑφ’ ἡδονῆς. ἀπηλλάχθαι γὰρ ἤδη νενόμισταί οἱ φό‐
βων ἀποῤῥήτων, καὶ ἀπηρτῆσθαι καθάπαξ ἤδη πάσης ὑποψίας,

2

.

879

ἐκ ποδῶν γενομένου τοῦ τὴν διαδοχὴν τῆς βασιλείας τοῖς υἱέσιν ἀδεῶς αὐτὸν παραπέμπειν κωλύοντος. καὶ τοῖς πράγμασιν εἶναι νομίσας εἰρήνην τε καὶ ἀσφάλειαν, τοῦ λοιποῦ πρὸς ἣν ἐπὶ νοῦν εἶχε τῶν ἐπισκόπων συστήσασθαι σύνοδον, ὑπὲρ τῶν τοῦ Πα‐
5λαμᾶ δογμάτων, ὅλος ἠσχόλητο. ἧκε γὰρ ἤδη καὶ ὁ Παλαμᾶς ἐκ Θεσσαλονίκης ἐς Βυζάντιον, παντοίαις ἀνεπτερωμένος ἐλπίσι, ῥᾷστα καὶ ξὺν οὐδενὶ πόνῳ τὰ κατὰ βούλησιν αὐτῷ ἐπαγγειλαμέ‐ νου ἐπιτελεῖν, καὶ εἰ μυρία τῶν δημοσίων εἴη πραγμάτων ἀνθέλ‐ κοντα κύματα. (Δ.) Ἤδη δὲ τῆς ἡμέρας ἐνεστηκυίας, ἐν ᾗ ἔδει
10τῶν τῇ μεγάλῃ τοῦ θεοῦ ἐκκλησίᾳ ὑπηρετουμένων ἕνα, ἐπ’ ἄμ‐ βωνος ἀναβάντα, τῶν μὲν εὐσεβῶν βασιλέων καὶ πατριαρχῶν ἀνακηρύττειν τὰς μνήμας, τῶν δ’ ἀσεβῶν ἀναθέματι παραπέμ‐ πειν καὶ ἀραῖς αἰωνίοις, γέγονέ τι τεράστιον ἀπροσδόκητον. σε‐ σίγηται γὰρ κατὰ λήθην παρασυρὲν οὑτωσί πως τοῦ τε νέου βα‐
15σιλέως Ἀνδρονίκου τοὔνομα καὶ ἅμα τὸ τοῦ πατριάρχου Ἰσιδώ‐ ρου. ὃ καὶ σαφῶς οἰωνὸς ἔδοξεν εἶναι τοῖς ξυνετῶς στοχαζομένοις τῶν γενομένων καὶ φερομένων ἄλλοτ’ ἄλλως πραγμάτων. μηδὲ γὰρ εἶναι θεῷ (φασὶ) δεδογμένον, ὡς ἔοικεν, ἐπ’ ἐκκλησίας ὑμνεῖ‐ σθαι μήτε τὸν βασιλέα, πρῶτον τὴν τοῦ Παλαμᾶ πολύθεον
20πλάνην μετεωρίσαντα πρὸς ὑπερθέσεις καὶ ἀνεξέταστον λελοι‐ πότα καὶ ἀδιόρθωτον, μήτε τὸν Ἰσίδωρον, πρῶτον εἰσενεγκόντα τοῖς πατριαρχικοῖς θώκοις αὐτὴν καὶ δημοσίᾳ ἀνακηρύξαντα
λόγοις ἅμα καὶ πράγμασιν· ὥς γε καὶ ἡμῖν ἀνωτέρω που τῆς

2

.

880

ἱστορίας ἐν τοῖς καθήκουσι διείληπται τόποις. ἐπεὶ δ’ ἐς τὴν ὑστεραίαν ἀκουσθὲν Ἄννῃ τῇ βασιλίδι καὶ συζύγῳ ἐκείνου, πρὸς λύπην ἀφόρητόν τε ἔδοξε καὶ οὐ μάλα ἀνύποπτον, δίκαιον εἶναι τῷ βασιλεῖ νενόμισται Καντακουζηνῷ, τὴν ἐφεξῆς κυριακὴν ἡμέ‐
5ραν ἀθροισθῆναί τε τὸν λαὸν αὖθις καὶ μόνην τὴν τοῦ ὀνόμα‐ τος ἐκείνου γενέσθαι ἀνάῤῥησιν. καὶ ταῦτα μὲν τῇδέ πη ἔσχε· καὶ ὁ χειμὼν ἐν τούτοις ἐτελεύτα. (Ε.) Ἄρτι δὲ τοῦ ἡλίου τοὺς ἠρινοὺς ἀμείβοντος κύκλους, καὶ τῇ γῇ ἐκ τῆς νέας χλόης εὐανθῆ καὶ ποικίλον τοῖς χρώμασι ἱστουργοῦντος χιτῶνα, καὶ δένδρα
10πάντα πρὸς ἀναβίωσίν τε καὶ παντοίων γένεσιν καρπῶν ἀφθόγ‐ γοις σάλπιγξι προσκαλουμένου, κατέπλευσαν ἐς τοὺς τοῦ Βυζαν‐ τίου λιμένας Βενετικαὶ τριήρεις τέσσαρες καὶ δέκα. αἳ δὴ τὸν τοῦ Εὐξείνου πόντου διαζώσαντες αὐχένα τὰς ἐκ Μαιώτιδός τε καὶ Χερσῶνος καὶ τῶν ἐκεῖθεν κατιούσας χωρίων ἐξ ἐμπορίας Γαλα‐
15τικὰς τριήρεις τῶν Γεννουϊτῶν ξυνελάμβανον. ἄσπονδον γὰρ ἐπ’ ἀλλήλους τέως τὴν μάχην θεμένους οὐκ ἦν ἠρεμεῖν, οὐ νύκτωρ, οὐ μεθ’ ἡμέραν, οὐδ’ ἐπὶ βραχὺ τῆς ὥρας· ἀλλὰ πάντας τό‐ πους καὶ λιμένας διερευνᾷν, καὶ πᾶσι τρόποις ἐπιχειρεῖν, ὅθεν ἂν εἴη τὴν ἀλλήλων δρῶντας φθορὰν ὑπερτέρους τοῦ λοιποῦ κα‐
20θίστασθαι. εἰληφόσι δὲ καὶ συμμαχίας ἐκ Κατελάνων καὶ Βυ‐ ζαντίων, ἐγκοτούντων σφίσι καὶ αὐτῶν διὰ τὰ φθάσαντα πταί‐ σματα, εὐπετέστερον τῆς μάχης ἥπτοντο καὶ τοῦ πολέμου, κατὰ πάντων ἅμα χωρίων καὶ λιμένων καὶ πόλεων, καὶ ὅποιπερ
ἂν εἶεν Γεννουϊτῶν γένος, ἀσχέτως ὁρμώμενοι.

2

.

881

γʹ. Ἐπεὶ δ’ ἡ παρασκευὴ τῶν ὅπλων μέγαν τε ἔσεσθαι τὸν πόλεμον ἐπαγγέλλεται, καὶ ἐς πλείονα διαρκέσοντα χρόνον, τοὺς δ’ ἐπαίνους, ἢ τοὐναντίον, οὐκ ἀρχόμενα καρποῦται τὰ πρά‐ γματα· τελευτῶσι δ’ ἐς τὰ μάλιστα τὸ κράτος ἕπεται τῆς κρί‐
5σεως, φέρε μικρὸν ἐπισχόντες ἐνταῦθα τοῦ λόγου τὸν δρόμον ἐφ’ ἕτερα τρέψωμεν, οἷς τὰ μάλιστα παρηκολουθηκότες ἐς τέλος, ξύν γε ταῖς προσηκούσαις ἐπιστασίαις, ἀκριβῆ τὴν πεῖραν εἰλή‐ φαμεν, ὥστ’ ἔχειν ὀψιγόνοις ἀσφαλῆ καὶ βέβαια τὰ τῆς διηγή‐ σεως παραπέμπειν. εἴπερ γάρ τι τῶν ἁπάντων ἕτερον, καὶ τοῦτο
10δ’ ἐς τὰ μάλιστα πάντων εἰδέναι τετύχηκέ μοι, τῆς χρονικῆς ἀεὶ διδασκούσης με τῶν ἐν βίῳ περιόδου πραγμάτων, πεπεισμένον ἅμα καὶ δεδογμένον εἶναι τοῖς ἅπασιν, ἀληθείας ἔχεσθαι δεῖν πρό γε πάντων τὴν ἱστορίαν, ἡγεμονικόν τι κράτος εἰληφυῖαν ἀρχῆθεν, ἄπονον διδασκαλίαν ἀνοίγειν τοῖς ἀεὶ ἐπιοῦσιν ἀνδρά‐
15σιν, ὥσπερ ἐξ ἀρχετύπων τῶν φθασάντων, τά τ’ ὠφέλιμα καρ‐ ποῦσθαι περιφανῶς καὶ ὅσα φαυλιζομένας ἐκληρώσατο κῆρας καὶ τύχας ἁπάντων ὁλοσχερῶς ἀπέχεσθαι, οἷς ἂν πρὸς βουλή‐ σεως ᾖ βίων αἱρεῖσθαι τοὺς κρείττους· εἶναι δὲ τοὺς τῆς ἐκκλη‐ σίας χειμῶνας καὶ κλύδωνας, οὓς ἡ τῶν ἀρχόντων ἁπλότης καὶ
20ἡ τοῦ ἄρχειν ἀπειρία τοῖς ἀθλίοις προὐξένησε Ῥωμαίοις, ξυν‐ απαχθέντων ταῖς τοῦ Παλαμᾶ καινοφωνίαις καὶ ἀσεβέσι δόγμασι· καθάπερ τὰ κοῦφα τῶν σκευῶν, ἐπειδὰν ποταμίοις ξυναπαχθέν‐ τα ῥοθίοις πρὸς ἀδήλους καὶ ἀτεκμάρτους ἐσχατιὰς καταφέρη‐
ται, ῥαχίαις καὶ πέτραις ἄλλοτ’ ἄλλαις ῥηγνύμενα. περὶ ὧν πολ‐

2

.

882

λοί μοι πολλάκις προσεληλυθότες τῶν ἀρετῇ καὶ συνέσει καὶ καθαρότητι βίου καὶ πίστεως ὀρθοδόξου διαλαμπόντων δεύτερα τίθεσθαι τἄλλα με ξυνώθησαν ἅπαντα κινδυνευούσης τῆς εὐ‐ σεβείας· ἐχεμυθεῖν γὰρ ἴσως ἐνίοτε πρὸς τἄλλα, διὰ φιλίαν
5χαριζομένους ἐνίους τοὺς γράφοντας ἄφθογγον γλώττης πάροδον, ἀνεπίφθονον εἶναι δοθήσεσθαι ἂν ἴσως πρὸς ἐνίων, ὅσοι φιλίαις τοιαύταις ἡττῶνται καὶ ἄλλως ἀστόργως ἔχειν πεφύκασι πρὸς λοιδορίαν· οὗ δὲ θεὸς τὸ κινδυνευόμενον, τἄλλα παρατρέχον‐ τας πρὸς αὐτὸν μόνον βλέπειν, πάτριον εἶναι δόγμα τε καὶ πα‐
10ράγγελμα. (Β.) Τοῦ γάρ τοι βασιλέως τεττάρων ἤδη ἐτῶν ἐπαγ‐ γελίαις μετεωρίζοντος, οἷς ἐνετύγχανε ὁμιλῶν, ὡς βούλοιτο κα‐ θολικὴν σύνοδον συγκροτῆσαι, ἐν ᾗ, κατὰ τὸ κρατῆσαν πάτριον ἔθος, παρεῖναι δοκεῖ καὶ τοὺς ἑκάστοθεν τῆς οἰκουμένης πα‐ τριάρχας καὶ ἐπισκόπους, μετέωρον ἦν τὸ πλῆθος ἐλπίσι χρη‐
15σταῖς αἰωρούμενον. ἄρτι δ’ ἐπιδημήσας ἐκ Θεσσαλονίκης ὁ Πα‐ λαμᾶς, ὡς εἴρηται, ἕτερα ἀνθ’ ἑτέρων ξυνετίθει τε καὶ ξυνέῤ‐ ῥαπτε σκέμματα. ὡς γὰρ ἔριον, καὶ εἴ τι τῶν κουφοτέρων, ἀστα‐ τεῖ καὶ ῥᾳδίως ἀνέμῳ παντὶ συμφέρεται, οὕτω καὶ οὗτος καθά‐ παξ ἁλόντα τῇ δυσσεβείᾳ ἦγέ τε καὶ ἔφερε μάλα ῥᾳδίως τὸν βα‐
20σιλέα πρὸς τὸ βουλόμενον. εἰδὼς οὖν, ὡς καθάπερ νυκτερίσι καὶ γλαυξὶ βλαβερὰν τὴν τοῦ ἡλίου λαμπάδα συμβαίνει γίγνεσθαι, καὶ τῆς τῶν ὀφθαλμῶν ἀσθενείας αὐτῶν ἀταλαίπωρον ἔλεγχον,
οὕτω καὶ τὴν τῶν δογμάτων αὐτοῦ σαθρότητα μᾶλλον ἂν βλά‐

2

.

883

ψειεν ἢ ὠφελήσειε κρίσις δημοτελὴς καὶ θεατρικὴ πανήγυρις, συνεβούλευε βέλτιον εἶναι διωγμοῖς καὶ κολάσεσιν ἄλλαις ἐξανα‐ λῶσαι τοὺς ἀντιπαραταττομένους, προφάσεσί τισι χρησάμενον, οἵαις πάλαι καὶ Ἰουλιανὸς καὶ ὅσοι κατ’ ἐκεῖνον. πᾶς γὰρ ὁ τὰ
5φαῦλα πράσσων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ φανερωθῇ τὰ τῆς κακίας ἔργα αὐτοῦ. (Γ.) Τῷ δὲ, τὸ μὲν ἄντικρυς οὑτωσὶ καὶ ἀπαρακαλύπτως τῶν μακρῶν ἐκείνων ἐπαγ‐ γελιῶν καταψεύσασθαι, οὐκ ἀνεύθυνον εἶναι ταῖς τῶν πλείστων ἐδόκει γνώμαις, οὐδὲ λοιδορεῖν εἰωθυίαις γλώσσαις ἀνάλωτον·
10τὸ δὲ σκιάν τινα σχεδιάσαντας συνόδου πρότερον, προφάσεσιν ἔπειτα παντοδαπαῖς, ὁποῖαι τοῖς δυναστεύουσι ῥᾷστα καὶ κατὰ βούλησιν φέρονται, κολάζειν, τοῦτο δὲ τὴν ὕβρεως ἀκόλαστον κίνησιν θραύειν, οἶμαι, καὶ ἀμβλυτέραν ποιεῖν. ἐκ δὴ τοιούτων ἀρχῶν καὶ σπερμάτων πονηρῶν ἀρξαμένοις πονηρὰ ξυνηνέχθη
15γίγνεσθαι κατὰ τὸ εἰκὸς τὰ γεώργια, καὶ ὠδίνουσιν ὄρος, κατὰ τὴν παροιμίαν, τεκεῖν ἐξεγένετο μῦν. κἀπειδὴ Θρᾴκης ἐπέκεινα πλείων οὐκ ἦν ἐπαρχία Ῥωμαίοις, μόνους τοὺς Θρᾳκικοὺς εὐθὺς μεταπέμπεται ἐπισκόπους, καὶ τούτων οὐχ ἅπαντας, ἀλλ’ ὅσους καὶ οἵους συλλήπτορας τῆς βουλήσεως ἤλπισεν ἕξειν, οὐ πλείους
20ἀριθμῷ τῶν δύο καὶ εἴκοσιν ὄντας· καὶ τούτων δὲ τοὺς πλείους ἀντὶ τῶν ἐξωσθέντων ἀδίκως ὁσίων ἐκείνων ἀνδρῶν ξυνέβαινεν εἶναι, καὶ τὰ χειρόγραφα τῆς ἀσεβείας δόντας τῷ Παλαμᾷ· ὧν
οἱ μὲν τῶν ἐξ ἀρότρου καὶ σκαπάνης ὑπῆρχον ἀπαλλαττόντων ὀψὲ

2

.

884

τῆς ἡμέρας καὶ μόλις συλλαβίζειν εἰδότων τὰ τῶν γραμμάτων στοιχεῖα· οἱ δὲ τῶν χθὲς καὶ πρώην ἱεροσύλων, κἀν χαμαιτυ‐ πείοις καλινδουμένων ὡς τὰ πολλὰ, καὶ μηδὲν πλέον προεισενεγ‐ κόντων εἰς τὸν βαθμὸν, πλὴν τοῦ αἱρεσιώτας εἶναι συντίθεσθαι
5τῷ δυσσεβεῖ Παλαμᾷ. δʹ. Τούτων δ’ οὕτως ἐχόντων, προσεληλυθὼς ἰδίᾳ τῷ βα‐ σιλεῖ τήν τε οὖσαν ἡμῖν ἐκ παλαιοῦ φιλίαν ἐκ προοιμίων διῄειν ἐγὼ, καὶ ὅσην τὴν πρόνοιαν ὑπὲρ τῆς αὐτοῦ ποιοῦμαι τιμῆς καὶ ψυχῆς, καὶ εἴ τι πρὸς διαμονὴν καὶ σύστασιν εἴη βίου καὶ παί‐
10δων αὐτοῦ. ἔπειτα πρὸς ἐλέγχους ἐχώρησα τοὺς συνήθεις, ὑπέρ τε τῆς κοινῆς τῶν ἐκκλησιῶν εἰρήνης καὶ εὐσεβείας ἀγωνιζόμενος, ἐν ὅροις μένειν τοῖς πατρίοις αὐτὸν, καὶ μὴ πηδᾷν ὑπὲρ τὰ ἐσκαμμένα, μηδ’ οὕτως ἀμαθέσι καὶ ἀσέμνοις ἀνδράσι τὰ τῆς θεολογίας προδιδόναι μυστήρια, τὰ ἅγια τοῖς κυσὶ, καὶ τοὺς
15μαργαρίτας τοῖς χοίροις. (Β.) Τά τε οὖν ἐκ τῆς θείας γραφῆς καὶ τὰ ἡμέτερα συνείρων, „τί δρᾷσ“, ἔφασκον, „πῆ φρενῶν εἶ; τί σφηκίας ἐγείρεις κατὰ τῆς πίστεως; τί τοὺς μηδὲ τὰ ἐν ποσὶν εἰδότας θεολογεῖν παρασκευάζεις; τί τὸν Χαλάνης οἰκοδομεῖν ἐπείγῃ, τὰ πρὸς ἀπαρτισμὸν οὐκ ἔχων; τί πρὸς οὐρανὸν ἀνί‐
20πτασθαι, πεζὸς ὤν; τί χειροτονεῖς κατὰ τῶν ἁπλουστέρων ψυ‐ χῶν θεολόγους αὐθημερὸν, καὶ ποιεῖς λογίων ἀμαθῶν τυραννι‐
κὰ συνέδρια; τί τοῖς ἀραχνίοις ἐνδεσμεῖν προθυμεῖς τοὺς ἀσθε‐

2

.

885

νεστέρους, ὡς δή τι μέγα καὶ βασιλικὸν ἔργον δρῶν; τί σχεδιά‐ ζεις διαλεκτικῶν πιθήκων ἀνάδοσιν, καθάπερ οἱ μῦθοι πάλαι τοὺς γίγαντας; τί τῆς σῆς κολάσεως ἐκπυρσεύεις τὴν φλόγα; τί τοῖς παισὶ γεωργεῖς στεναγμῶν καὶ πένθους ἀστάχυας; τί κλῆρον
5ἑκὼν αὐτοῖς καταλείπεις τὴν τοῦ προπάτορος ἀράν; τί τριβόλους καὶ κακίας ἄκανθαν βιάζῃ τὴν γῆν αὐτοῖς ἀνατέλλειν, καὶ δα‐ κρύων ἅλμην τηλικαύτην; τί δυστυχίας καὶ λύπας, ἐξὸν εὐθυ‐ μίαν καὶ δόξαν; μνήσθητι ὅτι θνητὸς εἶ καὶ θνητὴν ἔλαχες φύ‐ σιν. φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος. Εἰπὲ πῶς ἄλ‐
10λαι μὲν αἱ τεττάρων ἤδη ἐτῶν ἐπαγγελίαι, ἕτερα δ’ αὖ τὰ τέλη; καθολικὴν μὲν γὰρ πεποιηκέναι σύνοδον τὰ τῆς σῆς ἐπαγγελίας ἦν, πατριαρχῶν ἁπάντων καὶ ἐπισκόπων κληθέντων· νῦν δ’ οὐδὲ μερικοῦ τινος ἴχνη διασώζουσαν σχεδιάζεις βουλευτηρίου. καὶ πρὶν μὲν ἐλπίδων ἴχνη διορθώσεως τῶν τοῦ Παλαμᾶ καινοφω‐
15νιῶν ἔβοσκον τὰς ἐκείνων ψυχάς· νῦν δὲ τυραννικὸν ὁρῶ σε βῆ‐ μα παρασκευάζοντα σὸν ἐν γωνίᾳ, καθάπερ ἐν σπηλαίῳ λῃστῶν. πῶς γὰρ εἴη ἂν σύνοδος, τῶν θείων τῆς ἐκκλησίας κανόνων καὶ θεσμῶν ὑπερόριος οὖσα; κανόνας γὰρ ἐκ μεταφορᾶς καλεῖσθαι ξυμπέπτωκε τοῦ τεκτονικοῦ καὶ κοινοῦ κανόνος. ὥσπερ οὖν τῷ
20τεκτονικῷ κανόνι πλατυτέραν ἔχειν τὴν χρείαν ἀνάγκη, κατὰ πᾶσαν γῆν τε καὶ θάλασσαν, καὶ ὅπηπερ ἂν εἶεν ἐνοικοῦντες ἄν‐
θρωποι· ταῖς δὲ τῶν ἀνθρώπων ἡγεμονίαις μερικάς τινας καὶ

2

.

886

οἷον σπερματικὰς καὶ διαφόρους εἰπεῖν· οὕτω καὶ τοῖς τῆς ἐκκλη‐ σίας κανόσι καὶ τοῖς πολιτικοῖς νόμοις καθολικωτέραν ἔχειν ἀνάγκη τὴν χρείαν, καὶ ἄρχειν τῶν ἀρχόντων, καὶ ἡγεῖσθαι τῶν ἡγεμόνων. σὲ δὲ τοὐναντίον δρᾷν ἐθέλοντα βλέπων δέδια μὴ
5ἐναντιούμενά σοι τὰ δρώμενα γένηται, καὶ τοῦ σκοποῦ παντάπα‐ σιν ἀντίπαλα. ἐπεὶ καὶ οἰκοδόμος καὶ τέκτων, ἂν μὴ καθέτῳ καὶ στάθμῃ καὶ τοῖς τοιούτοις χρῶντες κανόσιν, οὐκ εἰς μακρὰν τὴν καθαίρεσιν ἴδοι ἂν τῶν δρωμένων, τοῦ τῆς ἁρμονίας κράτους οὐδαμῆ τὴν ἐπίστασιν τῶν ἔργων ἰθύναντος. ἐπεὶ τοίνυν καὶ σὺ
10τοῖς τῆς ἐκκλησίας κανόσιν οὐχ ἕπῃ, ἴσθι καταλυθησόμενος ὑπὸ τῆς ἐκκλησίας, ἢ μᾶλλον ὑπὸ τοῦ τῆς ἐκκλησίας ἡγουμένου θεοῦ, καὶ εἰ μὴ αὐτίκα μάλα, ἀλλ’ οὖν οὐδ’ εἰς μάλα μακράν. Οἶσθα γὰρ ὡς σὺ πρῶτος ἄνωθεν προστάτης γενόμενος τῆς τοῦ Παλαμᾶ δυσσεβείας ὁμοῦ τῇ μητρὶ τοῦ τοσούτου θορύβου τῇ ἐκκλησίᾳ
15κατέστης αἴτιος. διὸ καὶ μηνίσαντος τοῦ θεοῦ, τῆς εὐδαιμονίας καὶ δόξης ἐκείνης γυμνὸς κατελείφθης αἰφνίδιον, καὶ γέγονας εὐ‐ θὺς ὑπερόριος πατρίδος ἅμα καὶ γένους. καὶ ἡ μὲν σὴ μήτηρ αἰ‐ σχίστην ἔτισε τοῦ βίου τελευτὴν, λιμῷ καὶ ψύχει δαπανηθεῖσα καί σου τοῦ φιλτάτου τὴν στέρησιν πικρὸν ἐντάφιον ἐνεγκαμένη·
20σὺ δὲ πολλοὺς καὶ ποικίλους ἀναμετρήσας βίου πλάνους κατά τε Θρᾴκην καὶ Μακεδονίαν καὶ Τριβαλλοὺς, Περσικοῖς ἔπειτα καὶ σατραπικοῖς ὑπ’ ἀνάγκης ἔθεσί τε καὶ δόγμασι κεκοινώνηκας, ὡς
καὶ τοσοῦτον περὶ τὸ γένος ἀγνώμονα καταστῆναι καὶ οἴκτου

2

.

887

παντὸς ἀλλότριον, ἐγκαταλειφθέντα σε πρὸς θεοῦ, ὥστε καὶ τοὺς τῶν αἰχμαλώτων Ῥωμαίων νεκροὺς καὶ τῶν ἔτι κλαυθμυ‐ ριζόντων βρεφῶν τὰ σώματα συμπατεῖν, καὶ ἀναλγήτως ἐπιβα‐ τεύειν, καὶ μηδὲ τὴν τὰ πάντα βόσκουσαν ἡλίου φλόγα αἰδεῖ‐
5σθαι, μηδὲ τοὺς αἰθερίους τοῦ θεοῦ κεραυνοβόλους πρηστῆρας, ὡς τὸ εἰκὸς, δειλιᾷν. ἐπιλείψει με διηγούμενον τὸ τῆς χρονικῆς περιόδου τάχος πάντα καθ’ ἕνα, ὅσα δι’ ἀνάγκην σε πεπραχέ‐ ναι καὶ ὅσα πεπονθέναι ξυνεῤῥυήκει, δεινὰ καὶ κατάρας ὁμότι‐ μα, διὰ τοὺς μυρίους χειμῶνας καὶ κλύδωνας, ὧν πρόξενος αὐ‐
10τὸς ξύν γε τῇ μητρὶ κατέστης τῇ τοῦ θεοῦ ἐκκλησίᾳ. Ἄννῃ δὲ τῇ βασιλίδι τί τῶν πάντων ἕτερον ἢ τὰ τοιαῦτα τῆς βασιλείας καθέστηκεν αἴτια ἐκπεσεῖν; ἴσασι γὰρ ἅπαντες, ὡς ὁμοῦ τε τὴν τοῦ Παλαμᾶ δυσσέβειαν ἐστήριξε καὶ αὐθημερὸν τὴν αὐθεντίαν ἀπολώλεκε, τῆς δίκης μὴ ἀνασχομένης ἐνταῦθα μακροθυμεῖν καὶ
15ὑπερτίθεσθαι παντάπασιν. Ἔπειτα τῆς βασιλικῆς ἐξουσίας καὶ πρὸς σὲ μετενεχθείσης ὀψὲ, ἐπειδὴ τῆς τοῦ θεοῦ παιδείας ἐκλα‐ θόμενος καὶ αὐτὸς, καὶ τῶν Παλαμικῶν ἐκείνων αὖθις ἀντεχό‐ μενος δογμάτων, πᾶσαν ἄδειαν ἐδίδους αὐτῷ τοὺς μὲν ἐξωθεῖν τῶν ἐπισκοπικῶν καὶ πάσης ἐξουσίας θρόνων ἀδίκως καὶ ξύν γε
20οὐδενὶ λόγῳ, τοὺς δ’ ἀντεισάγειν, τὰ χειρόγραφα τῆς ἀσεβείας ἀπαιτουμένους ὁμοῦ καὶ διδόντας πρότερον· οἶσθα ὡς φίλος ὢν ἔγωγε προέλεγόν σοι καὶ διεμαρτυρόμην ἀεὶ, ὡς οὐκ ἀτιμώρη‐ τος ἀπαλλάξεις θεοῦ ἀχθομένου, ἀλλὰ λυπηθήσῃ περὶ τὰ φίλ‐
τατα, ζημιωθεὶς τῶν παίδων ἕνα τῶν σῶν; οὐδὲ γὰρ ἀπεικὸς

2

.

888

ἐκ τῶν φθασάντων ἀκριβῆ με τῶν ἔμπροσθεν γίνεσθαι εἰκαστὴν, ἅτε καὶ ἀκριβῶς, ὅσον τῆς ἀσεβείας τὸ μέγεθός ἐστιν, εἰδότα. βραχὺς παρελήλυθε χρόνος καὶ πεῖραν τὰ προειρημένα εἰλήφει· καὶ ὁ νεώτερός σοι τῶν παίδων μικρὰ νοσήσας ἀπῆλθε. Καὶ ἵνα
5τἀν μέσῳ παρέλθω, τῆς ὁμοίας ἐχόμενα ἀληθείας, οἶσθα πά‐ λιν, ὡς ἰδίᾳ καὶ δημοσίᾳ σοι παραινῶν οὐκ ἠρέμησα, τῆς τοι‐ αύτης ἀπέχεσθαι δυσσεβείας, ἵνα μὴ χείρων ὁ βίος ἀεί σοι γίνη‐ ται. οὕτω πρὸς σὲ φιλικῶς διεκείμην, καὶ οὕτω κηδόμενος διε‐ τέλουν. σὺ δὲ οὐκ ἠμέλεις τἀναντιώτατα δρῶν καὶ μελέτας ἄλ‐
10λας ἐπ’ ἄλλαις συντιθεὶς κατὰ τῆς εὐσεβείας, ὡς ἔξω Γαδείρων καὶ Ἀτλαντικοῦ πελάγους βεβυθισμένων τῶν ἐκ θεοῦ σοι κατὰ πόδας γινομένων μαστίγων τε καὶ ἀνταποδόσεων. Τρόπος γὰρ καὶ τοῦτο προνοίας ἐστὶ θεοῦ, κωλύειν τοὺς ἁμαρτάνοντας μυ‐ ρίαις ἐνταῦθα πληγαῖς, πρὶν κυρωθῆναι τὸν τῆς μελλούσης ἀϊ‐
15δίου κολάσεως κλῆρον ἐκεῖνον. ἱεροσυλία γὰρ καὶ πορνεία καὶ ἀνδροφόνων ἔργα διαβόητον πρὸς ἁπάντων τὴν ὕβριν εἰλήφει, τῶν τε δρώντων ἅμα καὶ πασχόντων, καὶ πᾶσιν ἄλλοις, οἷς ἀκουστὸν ἐξείη ἂν γίνεσθαι· καὶ οὐκ ἀκόλαστον ἔχειν τοῖς δρῶ‐ σιν ἕπεται παντάπασι τὸ συνειδός. πλήττει γὰρ ὡς τὰ πολλὰ
20ξίφους δίκην αὐτὸ τὰ τῶν ἔργων αἰσχρὰ, αἰδοῖ τῶν ἀνθρωπί‐ νων ὄψεων καὶ τῶν ἀκοιμήτων τοῦ θεοῦ ὀφθαλμῶν· καὶ ἴσμεν πολλοὺς ἐκ μεταμελείας βελτίους τῶν ἀεὶ σωφρονούντων φανέν‐
τας· τὰ δὲ τῶν δυσσεβῶν αἱρέσεων ἐγκλήματα, μέγιστα πάντων

2

.

889

ἁμαρτημάτων ὄντα, κεκαλυμμένον ἔσχε πως τὸ τῆς κακίας χρῶ‐ μα, καὶ ἄδηλον ὡς τὰ πολλὰ τοῖς πολλοῖς καὶ δυστέκμαρτον, καὶ δυσθεράπευτον, ἅτε γραφικῶν προφερομένων ῥήσεων κἀκεῖ‐ θεν, ἐκ τῆς ἐναντίας δηλαδὴ μερίδος, εἰ καὶ μὴ ὁμοίως οἷς τὸ
5εὐσεβεῖν ἕδραιον μεμένηκεν ἐπὶ ταῖς τῶν πατρίων θεμελίων κρη‐ πῖσι. Διὸ τῶν ἁλισκομένων ἐνίους ἀφίησιν ὁ θεὸς τῇ κακίᾳ συμ‐ φθείρειν, εἴτε διὰ παιδείαν ἄλλων, εἴτε καὶ διὰ τὸ ἀσύνετον ἔχειν καρδίαν καὶ ἥκιστα διορθοῦσθαι δύνασθαι, εἴτε καὶ δι’ ἀμφότερα. οὐ γὰρ ἴσμεν τὰ τοῦ θεοῦ κρίνειν ἀνεξερεύνητα κρί‐
10ματα. οἷς δ’ εὐμενῶς ἔχει διὰ παλαιοτέρων χρηστότητα πράξεων, ἢ δι’ ἑτεράττα ὁπόσα τῇ ἐκείνου σοφῇ προνοίᾳ ἀνήρτηται, τού‐ τους δ’ ἐμποδίοις παντοδαποῖς καὶ ποικίλοις ἀφιστᾷν ἐπείγεται, ὡς εἰρήκειμεν, τῆς σφαλλομένης ἐκείνης ὁρμῆς, μεῖζον ἢ κατὰ πατέρα φιλότεκνον πρᾶγμα ποιῶν. Ὃ δὴ κἀπὶ σοῦ ξυννενόηκα
15δρῶντα μὲν ἐκεῖνον, σὲ δὲ παιδείας ἐκείνης τὸ παράπαν οὐκ αἰ‐ σθανόμενον. ὃ δὴ καὶ μέσην μοι τέμνει τὴν καρδίαν, ἀφόρητον τὴν ὀδύνην ἐπάγον, δεδιότι μὴ κρατῆρες ὀργῆς ἐκεῖθεν ἀκαθέ‐ κτου, κατὰ σοῦ καὶ παίδων τῶν σῶν κενωθέντες, ὄλεθρον ἐξα‐ πίνης δράσωσι παντελῆ. Μὴ δὴ τοὺς τῶν κολάκων λόγους, ὅτι
20τῷ τῆς γλώττης μέλιτι καταγοητεύουσι τὰ τῆς ἀκοῆς πρόθυρα, τῶν ἐμῶν προτιμᾷν βούλου. οἱ μὲν γὰρ ὠδίνουσι πόνον καὶ λύ‐ πας μακράς· οἱ δ’ ἐμοὶ κύουσιν ἀληθευούσης εὐφροσύνης καρ‐
πούς. λόγοι μὲν γὰρ σοφῶν ὡς βούκεντρα, φησί τις τῶν πά‐

2

.

890

λαι σοφῶν· ἀλλ’ οὗτοι σαφῶς εἰσὶν, οἳ τὰς εὐδαίμονας γεωρ‐ γοῦσι τύχας.“ (Γ.) Ἐμοὶ μὲν οὖν ταῦτα εἰπόντι ὑγιὲς οὐδὲν ἐξ ἐκείνου πυθέσθαι γεγένηταί τι ξύνδρομον τοῖς ῥηθεῖσιν, ἀλλὰ σκολιά τινα ῥήματα, διανοίας καθάπερ ἀρνησαμένης θεσμοὺς
5καὶ νόμους δικαιοσύνης καὶ ἀληθείας. ἐπεὶ οὖν εἰς πῦρ τε ἔδοξα ξαίνειν καὶ δικτύῳ θηρεύειν ἀνέμους, τάχιστα ἐκεῖθεν ἀπήλ‐ λαγμαι, μηδὲν πλέον ἀνύσας, ἢ τοὺς ἐκείνου θυμοὺς παροξύνας κατὰ τοῦ τὰ ὑγιαίνοντα τούτῳ φάρμακα προσάγοντος ἐμοῦ. ἰδοὺ γὰρ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκε διδύμους καὶ
10τριπλᾶς τὰς κατ’ ἐμοῦ μελέτας. εἶτα δεδιὼς, μὴ οὐκ ἔχων ὅπως καὶ ὅθεν ἀρξάμενος ἀμύνεσθαί με τὸν αὐτοῦ Προμηθέα δόξῃ τὸν ἑαυτοῦ θεραπεύειν θυμὸν (οὔτε γὰρ χωρίοις καὶ ἀμπελῶσι καὶ ὕλαις πολυειδέσι προσηλῶσθαι βεβούλημαι πώποτε, οὔθ’ ὅσας τε καὶ οἵας βασιλεῖς χορηγοῦσι τιμάς τε καὶ δόξας τῆς ἐμῆς
15ἐλευθερίας ἀλλάξασθαι ἠνεσχόμην, οὐ μὴν οὐδὲ πλούτου δή τι‐ νος τὴν ἀρετὴν ἀμείψασθαι τῶν λόγων· ταῦτα γάρ εἰσι δι’ ὧν ἀμύνονται βασιλεῖς τῶν ὑπηκόων οἷς ἔχθονται, ζημιοῦντες ἐκ τοῦ ῥᾴστου), ἐς τὴν αὐτῷ μελετωμένην λοιπὸν ἀνήρτησε τὰ ἡμέ‐ τερα σύνοδον λῃστρικήν. (Δ.) Καὶ ἐπειδήπερ εἰς τελείαν ὁ
20ἀνὴρ ἐξεῤῥάγη τέως κακίαν, καὶ μάταια τὰ τῶν ἀγαθῶν ἡμῖν ἐλπίδων ἤδη ἐδόκει, ἀπράκτῳ μοι λοιπὸν ἐς τὰ οἴκοι περιειστή‐ κει γίγνεσθαι, τῶν λόγων ἀπεγνωκότι. γενομένοις δ’ ἐπ’ ἐμαυ‐
τοῦ συχνοῖς καὶ ἀλλεπαλλήλοις περιαντλεῖσθαί με κύμασι λογι‐

2

.

891

σμῶν ξυνεῤῥύηκεν, οἷα κατὰ τῶν θερμοτέρων ψυχῶν τὰ τῆς ἐκ‐ κλησίας τίκτει ναυάγια, ἅτε φάρμακον ἐξ ἀνθρώπων, ταχεῖαν τὴν λύσιν ἐπαγγελλόμενον, ἥκιστα δυναμένῳ λαβεῖν ἐπὶ νοῦν. ὅθεν ὁμόσε χωρεῖν ἐς τὸν δι’ ἀθλήσεως ἔγνωκα θάνατον, τῆς
5τοῦ καιροῦ περιστάσεως εἰς τοῦτ’ ἀνάγκης ἡμᾶς περιελαυνούσης· ἵνα καὶ πλείους ὑπάρχοντες ἕτεροι, οἷς μακρὸν καὶ διάπυρον ζῆλον ἐν σπλάγχνων κυοφορούμενον ἔτι μυχῷ περιθάλπουσιν, οὔ‐ πω καιρὸν πρὸς ἐπίδειξιν ἐξεγένετο σχοῦσι παῤῥησιάσασθαι τὴν ἀλήθειαν, νῦν γοῦν ὥσπερ ἐμφανεῖ καὶ δημοσίῳ ἐμοὶ χρησάμε‐
10νοι παραδείγματι, πρὸς ἴσον καὶ αὐτοὶ τῆς εὐσεβείας σφᾶς αὐ‐ τοὺς ἐπιῤῥώσαντες σταδιοδρομήσωσι δίαυλον. κἀκ δὴ προοιμίων λοιπὸν, τῶν ἱερῶν καὶ μοναδικῶν ἀνδρῶν καὶ συνήθων μετα‐ πεμψάμενος, τὸ σκέμμα τούτῳ κοινοῦμαι· καὶ ἅμα τήν τε στο‐ λὴν ὑπ’ αὐτοῦ πρὸς τὸ μοναδικὸν καὶ αὐτὸς, ὡς εἴωθε γίνεσθαι,
15τέως ἤμειψα σχῆμα· καὶ τοῦ λοιποῦ γε ἐπηγγειλάμην, ἢν μὴ ὁ παρὼν ἡμᾶς ἀπαγάγῃ τοῦ βίου καιρὸς, καὶ τὴν δίαιταν ὡς εἰκὸς μεταθεῖναι, τὴν τῶν βασιλείων ματαίαν διατριβήν τε ἅμα καὶ παῤῥησίαν ὁλοσχερῶς ἀποτιναξάμενον. καὶ ταῦτα μὲν ἐς τόδε ἐκε‐ χωρήκει.
20 εʹ. Ἄρτι δὲ καὶ τῆς ἡμέρας ἐνεστηκυίας, ἐν ᾗ πρὸς τοὺς ὑπὲρ εὐσεβείας ἀγῶνας ἐχρῆν ἡμᾶς καθαρῶς ἀποδύεσθαι, πρωΐας ἔτι οὔσης, πρὶν τὰς τῶν ἡλιακῶν εἰς γῆν ἐκχυθῆναι λαμπάδων αὐγὰς, μικρὸν τοῦ δωματίου προκύψας ὁρῶ κατὰ πλῆθος ἰόν‐ τας ἡμῖν ἄνδρας λογάδας, καὶ τούτων τοὺς πλείους ἀσκήσει μο‐
25ναδικῇ διαλάμποντας· οἳ τῶν οἰκείων ἐκ πολλοῦ διωχθέντες,

2

.

892

καὶ ἄλλος ἄλλοθι διασπαρέντες, στενὸν καὶ ἀπαράκλητον ἔβο‐ σκον βίον, καὶ τοῦτον ἥκιστα φόβων ἀπηλλαγμένον· ἀλλ’ οἱ μὲν τὰ ἴχνη ὧν τε ἐπεπόνθεισαν δεινῶν καὶ ὧν ἐν ἐπαγγελίαις ἡ πεῖ‐ ρα τέως ἐτίθετο περιφέροντες ἦσαν ἐν τῇ ψυχῇ· οἱ δὲ καὶ τὴν
5ἀκοὴν ἔναυλον ἔχοντες τῶν καθ’ ἡμέραν λοιδοριῶν τε καὶ ἀπει‐ λῶν. ἦσαν δ’ οἳ καὶ μᾶλλον ἢ τριακοντούτη διηνυκότες ἄσκησιν, ἐν οἰκίσκοις βραχέσιν ἐγκεκλεισμένοι παντάπασι, τεθνήκασι μὲν τῷ πλείονι μέρει τοῦ βίου, ἧκον δ’ ὅμως ἤδη καὶ τὸ λεῖπον τεθνηξόμενοι καὶ τέλει μαρτυρικῷ τὸν ὅλον κοσμήσοντες βίον.
10ὧν ἐνίους φοράδην ἐσκομιζομένους ὑφ’ ἑτέρων ἰδὼν διὰ γῆρας βαθὺ ἐδάκρυσά τε καὶ τοῦ ζήλου τεθαύμακα τὸ σφοδρόν. (Β.) Ἐπὶ τούτοις καὶ ὁ τῶν Ἐφεσίων διέπρεπεν ἀρχιθύτης· ἀνὴρ πρεσβύτης μὲν, ὀγδοηκοστὸν γὰρ ἤδη παρήλλαττεν ἔτος τῆς ἡλι‐ κίας, ἐῤῥωμένος δὲ τὰς φρένας καὶ τὰ αἰσθητήρια πάντα, καὶ
15μάλα μᾶλλον ἢ κατὰ νεανίσκον. ἐπήνθει δ’ αὐτῷ καὶ κόσμιον εἶδος καὶ γλώττης εὔστροφος ἠχὼ καὶ φιλοσοφία συναυξηθεῖ‐ σα αὐτῷ, ὅση τε καθ’ Ἕλληνας καὶ ὅση τῆς θείας αὐλῆς. (Γ.) Καὶ ἅμα παρῆν, ᾧ τὰ περὶ τὸ ὄρος τὸ Γάνος χωρία ἐπιτέ‐ τραπται διέπειν πνευματικῶς καὶ τὸν ἐκεῖ ποιμαίνειν ἀρχιερατι‐
20κῶς κλῆρον καὶ λαὸν τοῦ θεοῦ, πολιὰν μὲν ἐπαγόμενος τρίχα, πο‐ λιὸν δὲ φρόνημα· καὶ ὅσον τὸν ἔξω φαινόμενον ἄνθρωπον εἶχε ξυντετηκότα, τοσοῦτον ἀνθοῦντα τὸν μὴ φαινόμενον. ὑπερό‐
ριος γὰρ τῆς ἐπισκοπῆς, διὰ τὸ μισεῖν πονηρῶν ἐκκλησίας καὶ

2

.

893

λοιμῶν ξυναυλίας, ἐκ πολλοῦ γεγονὼς, πάσῃ τῶν ἀναγκαίων αὐ‐ θαιρέτῳ στενοχωρίᾳ δαπανῶν διετέλει τὴν ἑαυτοῦ ζωήν. (Δ.) Τῶν γε μὴν ἑτέρων ἐπισκόπων ὅσοι τὸν ἴσον ᾔεσαν ζῆλον καὶ τρόπον οὐδενί γε ἐς τόδε ξυμπέπτωκεν ἐλλελεῖφθαι. ταῖς γὰρ σφῶν ἐκκλη‐
5σίαις παρεισφθαρέντων, ὁπόσοι ἀγύρται καὶ βαναυσώδεις καὶ ἄν‐ δρες ἄντικρυς αἱμάτων, ἔξω στῆναι πέπρακται σφᾶς προμηθείας ἁπάσης ὡς ποῤῥωτάτω. ὧν δή που τὰ σώματα, μὴ ἐγκαρτερῆσαι τῇ σπάνει τῶν ἀναγκαίων δεδυνημένα, καὶ ὅσαι ταύτῃ δυσπραγίαι καθάπερ ὁμοφυεῖς τινες τύχαι καὶ κῆρες ἕπονται, πάσης σκληρότη‐
10τος ἐφόδια λαμπρῶς ἐφελκόμεναι, καὶ ἄλλ’ ἐπ’ ἄλλοις ἀντλοῦσαι κακίας πολυειδῆ καὶ πολύτροπα ῥόθια, πρὸς τὰς αἰωνίους ἐκεί‐ νας καὶ μακαρίας σκηνὰς μετῳκίσθησαν. παρῆν δ’ οὖν ἀντὶ πολ‐ λῶν κἀκ τῆς Ἀντιοχείας ἐπαρχίας ὁ Τύρου ἐπίσκοπος· ἀνὴρ συνετὸς καὶ πολὺν ἐκ φύσεως τρέφων τὸν ἐς τὰ δίκαια ζῆλον,
15κἀπὶ τῶν τῆς εὐσεβείας κρηπίδων μάλα ἀκλινὴς αὐτός τε ἱστάμε‐ νος καὶ ἄλλους ἐπιῤῥωννύειν ὢν ἱκανός. οὗτος ἐν χεροῖν ἔχων τὰ πάλαι τῷ τὴν Ἀντιόχειαν πατριαρχικῶς διέποντι γεγονότα ψηφίσματα καὶ γράμματα κατὰ τῆς τοῦ Παλαμᾶ δυσσεβείας, καὶ ἅμα ἀπὸ στόματος ἤδη τὴν ἐκείνου κηρύττων γνώμην καὶ
20θέλησιν, αὐθαιρέτῳ καὶ αὐτὸς ἠκολούθει προθέσει ψυχῆς τοῖς θείοις ἀνδράσιν, οὓς ἐξ ἑωθινῆς πρὸς τὴν ἡμετέραν οἰκίαν ἔφθημεν εἰρηκότες ἀθροίζεσθαι. (Ε.) Συνῄεσαν δὲ καὶ τῶν ἐλ‐ λογίμων ἀνδρῶν καὶ σοφῶν οὐκ ὀλίγοι, πεφραγμένοι καλῶς τοῖς
ἐκ τῶν θείων ὅπλοις γραφῶν κἀκ τῶν φαινομένων ἠθῶν εὐθὺς

2

.

894

οὐδαμῆ τοὺς ὑπὲρ εὐσεβείας καπηλεύσειν ἐοικότες ἀγῶνας· Δε‐ ξιός τε, ὃς λόγῳ καὶ ἀρετῇ τὸν βίον ἀεὶ κοσμῶν ἔδειξε καὶ νῦν ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσιν οὐδαμῆ ψευδομένην ἔχων τὴν κλῆ‐ σιν, καὶ ἅμα Ἀθανάσιος, ἀθανασίας πλήρεις ἔχων τοὺς λογι‐
5σμούς. (ϛʹ.) Ἐπὶ τούτοις καὶ ὁ τῶν ἐμῶν εἰσῄει χορὸς μαθη‐ τῶν, καὶ οἵτινες ἔτι σφίσιν ἐφοίτησαν, τὸν αὐτὸν ἀγωνισόμε‐ νοι τῷ διδασκάλῳ δρόμον. ὧν τὸ πρὸς τοὺς ὑπὲρ εὐσεβείας κιν‐ δύνους πρόθυμόν τε καὶ εὐγενὲς καὶ τὴν ἔμπρακτον εὐδοκίμη‐ σιν ἱκανῶς δεδειχέναι δοκῶ μοι τοὺς ἐν ἐκείνῳ τῷ μαρτυρικῷ
10σταδίῳ περιφανεῖς ἀγῶνας καὶ τὰ ἐπιπεπαῤῥησιασμένα τῆς γλώτ‐ της σεμνὰ παλαίσματα. (Ζ.) Καὶ ἵνα τοὺς ἄλλους ἐάσω, οὓς οὔπω καὶ τήμερον ἐς ὄψιν ἰέναι περιειστήκει μοι, παμπόλλους τε ὄντας καὶ πάντας ἀλλήλοις ἁμιλλωμένους τὴν ἀρετὴν καὶ τὸν βίον, καὶ τῆς ἔνδον κατὰ θεὸν ἀγαλματοφορουμένης προ‐
15θέσεως αὐτάγγελον κήρυκα τὴν τοῦ ἤθους εὐσχημοσύνην αὐτο‐ μάτως φάναι προβαλλομένους τοῖς ὅσοι ξύν γε συνέσει καὶ περινοίᾳ σοφῇ θεωροῦσιν· ἐπεὶ τὰ τῆς ὥρας ἤδη ἐνειστήκει, ἐν ᾗ καὶ τὴν ἐς τὰ βασίλεια ἐνδημίαν ἡμῶν γίγνεσθαι ἔδει, οἱ μὲν προὔ‐ χοντες ἀρετῇ καὶ συνέσει τοῖς ἄλλοις τὰ παρακλητικὰ τοῦ ἀγῶ‐
20νος περιεσάλπιζον, ὥσπερ ἐν στρατοπέδῳ. (Η.) Ἐγὼ δὲ περι‐ βλεψάμενος ἅπαντας „ἡ μὲν προθυμία τῶν συνεληλυθότων“, ἔφην, „οὐκ ἀγεννής· ἡ δὲ παράταξις ἀσθενὴς, τὴν τοῦ βασι‐
λέως καὶ χεῖρα καὶ γνώμην μάλα ἀντίπαλον ἔχουσα. βαρύτερον

2

.

895

δ’ οἶμαι τῶν πάντων ἕτερον εἶναι οὐδὲν τοῖς ὑπηκόοις, ἢ πολέ‐ μιον κεκτῆσθαι σφίσιν αὐτοῖς τὸν τὴν αὐτοκράτορα περιζωννύ‐ μενον δύναμιν βασιλέα. ἴστε γὰρ ὡς μὴ μόνον αὐτὸς ἑαυτὸν, ὅτι μὴ καὶ οἷς τὰς παλαμναιοτάτας ἐγκαλεῖν ὀφείλομεν ἡμεῖς
5δυσσεβείας, ἡμῖν χειροτονεῖ δικαστάς· καὶ ἅμα ταῖς ἔξωθεν ἀπειλαῖς ἡμῶν κατασείειν πειρᾶται τὸ φρόνημα καὶ τὸ εὐγενὲς προαναστέλλειν παράστημα τῆς ψυχῆς. καὶ στρατηγοῖς γὰρ ἀγα‐ θοῖς καὶ κυβερνήταις εὖ τὰ θαλάττια ἠσκημένοις, ἢν μήτε ξύμ‐ μαχος ὁ καιρὸς καὶ τὰ πνεύματα ᾖ καὶ ἅμα τοῖς σφῶν ἐναργῶς
10ἀντιπράττῃ σοφίσμασι, μάταιος ἀμφοῖν ἡ σπουδή. καί μοι ἐπὶ γλώττης εἴη τὸ Λεωνίδῃ πάλαι τῷ Σπαρτιάτῃ ῥηθὲν πρὸς τοὺς ξύν γε αὐτῷ στρατευσαμένους κατὰ Περσῶν· ὁπότε δηλαδὴ ἐς τὰ περὶ Θετταλίαν Τέμπη γενόμενος, καὶ τὰς ἐκεῖ δυσχωρίας καὶ τὰ ἔνεδρα προειληφὼς, ἐκάθητο ἐνεδρεύων τε ἅμα καὶ περι‐
15μένων κωλύειν τὰ Περσῶν ὅπλα καὶ τὴν Ξέρξου πρὸς Ἑλλάδα διάβασιν. ἐπειδὴ γὰρ κατὰ ποταμοὺς τὰ τῶν πολεμίων ἐκεῖνος ἑώρα στρατόπεδα ἐπιῤῥέοντα, ἐς προὖπτον προὐτρέπετό τε καὶ ἀνεῤῥώννυε θάνατον τοὺς οἰκείους· καὶ „δεῦτε ἀριστήσωμεν ἄν‐ δρεσ“, ἔλεγεν, „ἵνα ἐν ᾅδου δειπνήσωμεν“· ὅτε δὴ καὶ τριακόσιοι
20ὄντες αὐτοὶ, μυρίους ἀνελόντες, αὐθήμερον εὐκλεῶς καὶ αὐτοὶ κατεκόπησαν. τοῦτ’ οὖν ἐκεῖνο καὶ αὐτὸς ὑπαλλάξας μικρὸν, δεῦτε, πρὸς τοὺς παρόντας ἔφασκον, ἀδελφοὶ, τὸν ἔσχατον ἀσπασμὸν ἀποδῶμεν ἀλλήλοις, ἵνα ἐν ᾅδου δειπνήσωμεν· ἢ
μᾶλλον ἐν παραδείσου ξύν γε θεῷ τὸν ἀθλητικὸν ἐρείσωμεν πό‐

2

.

896

δα, ὅπη τὸ μέλι τῆς ἡδονῆς ἀκήρατον εἶναι καὶ ἀδιάδοχον δεδι‐ δάγμεθα. οὐδὲ γὰρ οὐδὲ ἀπαθὲς ἡμῖν ἀπαλλάξειν οἶμαι τὸ ζῇν ἄχρι καὶ ἐς τὴν ὑστεραίαν.“ (Θ.) Ἀπιόντας γε μὴν συχνοὶ τῶν οἰκιῶν ἐκπηδῶντες, ἄνδρες ὁμοῦ καὶ γυναῖκες, εὐφήμοις προὔ‐
5πεμπον ἡμᾶς ταῖς φωναῖς. ἦσαν δ’ οἳ καὶ πάντας φόβους ἀπο‐ σεισάμενοι, θαῤῥοῦντες εἵποντο, θαμὰ περιτρέχοντες ἔνθεν καὶ ἔνθεν, σύνδυο καὶ σύντρεις· ἔστι δ’ οὗ καὶ κατὰ πλῆθος, καὶ πλείους ἀεὶ ποιοῦντες ἡμῶν· παραπλήσιον ὥσπερ ἂν εἴ τις ποτα‐ μῶν τῶν μεγίστων, ἐξ ὄρους ὑψίστου ῥηγνύμενος, οὐ τοιοῦτος
10μὲν ὑπάρχων ἐκ πηγῶν εὐθὺς, ἐς δὲ τὸ κάταντες ἰὼν, καὶ ἄλλοις ἔτι χειμάῤῥοις καὶ ῥύαξι τὸ ῥεῦμα κοινούμενος, ἐπὶ τοσοῦτον αὔξει μεγέθους, ὡς καὶ ναυσίπορον ὡς τὰ πολλὰ καθίστασθαι. οὕτω κατάδηλος ἅπασιν ἀναμὶξ καὶ νέοις καὶ γέρουσι, καὶ ἀν‐ δράσι καὶ γυναιξὶν, ἡ τοῦ παλαμναίου δόγματος ὑπῆρξε κακία.
15 ϛʹ. Ἄρτι δὲ περὶ ὥραν τῆς ἡμέρας καθισταμένην δευτέραν ἐντὸς καὶ ἡμεῖς τῶν βασιλείων γιγνόμεθα· καί τινες τῶν πελεκυ‐ φόρων ὁμοῦ καὶ ῥαβδούχων, τῆς ἐνδοτέρας τοῦ βασιλέως ἐθάδες ὄντες, ἡμᾶς θεασάμενοι πόῤῥωθεν, σπουδῇ πρὸς ἡμᾶς ἀφίκον‐ το, τήν τε πρόοδον ἀναστέλλοντες καὶ αὐτοῦ περὶ τὴν αὔλειον
20περιμένοντας ἡσυχάζειν κελεύοντες· ἀσχολεῖσθαι γὰρ ἤδη τὸν βα‐ σιλέα περὶ θεραπείαν τινὰ κατεσπουδασμένην τῶν Ναζιραίων ἐκείνων καὶ νέων δογματιστῶν, ὅσοι τε περὶ σφᾶς ἐπίσκοποι καὶ
ὅσοι πρεσβύτεροι, καὶ πᾶσαν ἁπλῶς εἰπεῖν ἐκείνην ἡλικίαν· εἶναι

2

.

897

δὲ τὰ τῆς θεραπείας ἐκείνης οὐκ ἀμβροσίαν καὶ νέκταρ οὐρά‐ νιον· ἦ γὰρ ἄν τινες ἦσαν ἀναίμονες καὶ αὐτοὶ, καὶ ἀθάνατοι ἐκαλοῦντο· ἀλλ’ εὐωχίαι, καὶ τράπεζαι πολυτελεῖς, καὶ ἀνθο‐ σμίαι, καὶ ἀκρατοποσίας φάναι ἀγῶνες· πρὶν ὑπὲρ τὸν ὁρίζοντα
5γενέσθαι τὰς τοῦ ἡλίου αὐγὰς, παρασκευασθεῖσαί τε καὶ καρυ‐ κευθεῖσαι λίαν ἐπιμελῶς καὶ ἀνενδεῶς, καὶ ὡς τοῖς οὕτω γαστρι‐ ζομένοις ἁγίοις ἐκ βασιλέως ἥρμοττε πρὸς ἡδονήν· ἵνα τὴν σφί‐ σιν εἰωθυῖαν ἐντεῦθεν, ὡς ἔοικεν, εἴη ἀνειληφόσι τοῦ ἡγεμο‐ νικοῦ κάθαρσιν, εὐπλαστότερον οὕτω περ ἐπὶ θεοπτείας ἀνατυ‐
10πουμένου, θαῤῥαλεώτερόν τε καὶ ἀδεέστερον, ὡς ἀπὸ σκήπτρου, θεμιστεύειν καὶ ἀποδισκεύειν τοὺς λόγους τοῖς ἐφημέροις ἡμῖν, ἥκιστα δυναμένοις ἀπὸ κοιλίας φωνεῖν, ἀλλὰ μόναις ἐγκεκυφόσι καὶ οἱονεὶ προσπεπατταλευμένοις ταῖς πατρίοις βίβλοις, καὶ ταῖς ἐκεῖθεν ἐξηρτημένοις εἶναι, καθάπερ ἀδαμαντίναις ἀεὶ σειραῖς,
15νομοθεσίαις δογματικαῖς. (Β.) Καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον· καὶ ἡμεῖς ἄλλος ἄλλοθι τῆς βασιλείου ἐκείνης αὐλῆς, κατὰ συζυγίας τινὰς καὶ δεκάδας, ἐκ διαστήματος ἠρέμα καὶ βάδην σκιδνάμενοι περιπάτῳ ἐχρώμεθα, καθάπερ οἱ ἐν Ἀκα‐ δημίᾳ πάλαι Σωκρατικοί· πλὴν ἢ ὅτι τὰ θεῖα τῆς ἐκκλησίας ἡμῖν
20ἐπὶ στόματος ἦσαν δόγματα. ἦσαν δ’ οἳ καὶ ὡς ἔτυχεν ἐπ’ αὐ‐ τοσχεδίου ἐκάθηντο, οὐκ ἐπὶ ποταμοὺς Βαβυλῶνος, πρὸς Ἀσ‐ συρίαν πόῤῥω πατρίδος αἰχμάλωτοι ἀπαγόμενοι· ἀλλ’ ἐπὶ γῆς
ἀλλοτρίας, εἰπεῖν, ἀλλοτρίοις δόγμασι χρῆσθαι καὶ προσκυνεῖν

2

.

898

ἀναγκασθησόμενοι. διὸ καὶ αὐτοῦ περιμένοντες τὸ πολὺ διετε‐ τελέκειμεν τῆς ἡμέρας ὕπαιθροι, ἅμα τῷ ἡλίῳ καὶ ταῖς θεριναῖς ἐκείναις ἀκμαῖς τῆς αἰθερίας καμίνου φλεγόμενοι, ἔνδον τῶν θεωρητικῶν ἐκείνων εὐωχουμένων ἀνδρῶν μυστικώτερον. (Γ.) Ἄρ‐
5τι δὲ τοῦ ἡλίου περὶ σταθερὰν ἀκριβῶς γενομένου τὴν μεσημ‐ βρίαν, ἐπὶ τὸν Ἀλεξίῳ πάλαι τῷ βασιλεῖ δομηθέντα μετῄεσαν τρίκλινον· ἔνθα δὴ προκειμένων τῶν βάθρων, οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι συνῄεσαν ἅμα τῷ βασιλεῖ, συνδιασκεψόμενοι, πρὶν ἡμᾶς εἰσιέναι, τὰ πάλαι πολλάκις μελετηθέντα τε καὶ συ‐
10σκευασθέντα βουλεύματα καθ’ ἡμῶν, πῶς ἂν ἐπὶ καιροῦ νῦν εἰς πέρας ἄγειν εἴη αὐτοῖς εὐπετῶς τε καὶ ὡς ἂν τοῖς παροῦσιν ἀκροαταῖς ἀγνοηθείη, λαθόντα ὅτι ξὺν δόλῳ πέπρακταί τε καὶ δεδραματούργηται πολυετεῖ. εἰσῄειμεν δ’ οὖν ὀψὲ καὶ ἡμεῖς, τῶν θυρωρῶν καλεσάντων. καὶ ὁ βασιλεὺς εὐθὺς τῷ εὐαγγελίῳ
15παρακειμένῳ προσκύνησιν ἀπονείμας βραχεῖαν, ἡμῶν γε εἵνεκα, πολλὰ πολλάκις τὰς τῆς θείας καὶ οἰκουμενικῆς ἕκτης συνόδου προτεθῆναι πράξεις ἀπαιτούντων, κατὰ τὴν ἐκεῖ τοῦ τότε βασι‐ λέως κατάστασιν, καὶ τοὺς ὅρκους γενέσθαι καὶ νῦν ἐφ’ ἡμῶν· ἔπειτα αὐτός τε ἐκάθισε καὶ ἅμα ὁμοῦ τοῖς ἄλλοις καθεσθῆναι
20προὐτρέψατο καὶ ἡμᾶς. (Δ.) Λέγειν δ’ ἀρξάμενος παρεμίγνυ τοῖς λεγομένοις καὶ ὅρκους διεσπασμένους τινὰς καὶ αἰνιγματώ‐ δεις, ἐπαρώμενός πως ἑαυτῷ καὶ τέκνοις ὄλεθρον, εἰ τῷ ἑνὶ μέ‐
ρει πρόσθοιτο τὴν γνώμην ὁποσονοῦν. καὶ ἦν, ὡς ἔδειξεν ἐπὶ

2

.

899

τῶν ἔργων, διλήμματα τὰ φθεγγόμενα· καὶ πῶς μὲν οὔ· τῷ Παλαμᾷ τὰ ἴσα πνέων ἐξ ἀρχῆς, καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν προὐργιαιτέραν τῶν ἀνὰ χεῖρας ποιούμενος δημοσίων τὴν αὐτοῦ ὁμιλίαν, καὶ ταῦτα συῤῥάπτων καθ’ ἡμῶν καὶ συσκευάζων δί‐
5κτυα, κἀμοὶ λογικῶς μαχόμενος ἰδίᾳ καὶ δημοσίᾳ βιαιότερον ἢ κατ’ αὐτὸν εἰπεῖν Παλαμᾶν; εἰ οὖν τὸ ἡμέτερον ἔβλεψε μέρος ἐκεῖνος, ᾧ τὴν γνώμην ἥκισθ’ ὑπισχνοῖτο προστίθεσθαι, εὐώρ‐ κησε μέν· ἀπολωλέναι δ’ ὅμως πέπραχε τὴν ἑαυτοῦ ψυχὴν, εἰς Ἡρώδην τὸν πάλαι τὴν μίμησιν ἄντικρυς ἀνενεγκὼν, ὃς προφη‐
10τοκτόνου πρόβλημα κακίας τὸν ὅρκον πεποίηται. εἰ δὲ πρὸς οὐδέ‐ τερον βλέπειν ἐνῆν τοῖν μεροῖν τὴν τοῦ ὅρκου διάνοιαν, ἀλλ’ ἰσόῤῥοπα ἐπ’ ἀμφοῖν τὰ τῆς γνώμης ἐκρέματο τάλαντα, τοῖς δ’ ὀμωμοσμένοις ἥκισθ’ ὕστερον ἐνέμεινεν, ὡς ἔργοις ἔδειξεν αὐ‐ τοῖς, καπηλεύσας ἐπὶ θεάτρου τοσούτου τὴν δίκην, τὰς τῆς
15ἐπιορκίας οὐκ ἄν ποτε λοιδορίας ἐκφύγοι, ἑαυτὸν ἐπίορκον αὐ‐ θαίρετον πεπραχώς. (Ε.) Ἑαυτοῦ γὰρ τὴν τοῦ Παλαμᾶ λογι‐ ζόμενος ἧτταν, ἔπειτ’ ἰδὼν, ὡς οὐκ ᾤετο, κατὰ κράτος τοῖς ἡμετέροις ἡττώμενον λόγοις, πρύμναν τε ἐν μέσῃ πορείᾳ ἐκρού‐ σατο καὶ ῥίψας τὴν ἀλωπεκῆν εὐθὺς τὴν ἀρκτικὴν μετενέδυ,
20καὶ ἄλλος ὅλος ἐξ ἄλλου καθίστατο, μηκέτι καθεκτὸς εἶναι δυ‐ νάμενος, ἀλλὰ βοῶν καὶ ἀπειλῶν, εἰ μὴ σιγῴημεν· μηδὲ γὰρ ἀνέχεσθαι τῶν οἴκων ἐντὸς τῶν αὐτοῦ, λέγειν μὲν βουλομένων
ἡμῶν, αὐτοῦ δ’ ἀκούειν ἥκιστα δεχομένου· καθάπερ αὐτὸς ἐκ‐

2

.

900

λαθόμενος ἑαυτοῦ καὶ τῶν ὅρκων ἐκείνων, καὶ μήτε τοῦ ξυνόν‐ τος πλήθους τὸ συνειδὸς μήτε τὰς τῆς γνώμης κρίσεις ὅλως αἰδεσθεὶς ἐκείνων, ἐφ’ οἷς ἡλίσκετο μάλα ἐπ’ αὐτοφώρῳ ψευ‐ δόμενός τε καὶ ἀδικῶν. ὃ μὲν γὰρ ἦν, οὐκ ἦν· ὃ δ’ οὐκ ἦν,
5ἦν· ἀντὶ μὲν βασιλέως, τύραννος ἀκραιφνής· ἀντὶ δὲ δικαστοῦ, κατήγορος καὶ διώκτης ἡμῶν ἀπροφάσιστος. οὕτως ἐγκαταλει‐ φθεὶς ἀπὸ τῆς τοῦ θεοῦ δεξιᾶς ὁ ταλαίπωρος ἐξέστη τε ἑαυτοῦ καὶ τοῖς ὁρῶσιν ἄθυρμα λαμπρὸν ἐγίνετο πρός τε τοῦ τρόπου πρός τε τῶν λόγων καὶ ἅμα τοῦ μειρακιώδους ἤθους ἐκείνου.
10 ζʹ. Ἀλλ’ ἐπειδήπερ οἱ πλείους, φιλιστοροῦσαν καὶ φιλήκοον κεκτημένοι ψυχὴν, πρόσω ἰέναι ἡμᾶς οὐκ ἐῶσι, πρὶν ἐς εὐρύτε‐ ρον τὴν τῶν ἐκεῖ παραθεῖναι λαληθέντων τε καὶ πραχθέντων ἀφήγησιν, ὑπόδειγμα τῷ βίῳ χρηστὸν ἀθλητικῆς ἐνστάσεως, καὶ οἷς ὑπὲρ τῶν θείων ἔνεστι δογμάτων ζώπυρον καιροῦ καλέ‐
15σαντος ἀγωνίσασθαι· φέρε, τὰς τῆς κεφαλῆς ἀλγηδόνας ἐν δευ‐ τέρῳ τῆς τῶν φιλαρέτων ἀνδρῶν ἐφέσεως θέμενοι λέγωμεν, ὁπόσον οὕτως ἔχουσιν ἐφικτὸν ἂν εἴη. εἰ γὰρ ὑγιῶς ἔχουσιν οὐκ ἄν ποτε γένοιτο λέγειν ἀθρόον ἅπαντα συνελόντας, σχολῇ γ’ ἂν εἴη δήπου, καὶ χρόνῳ καὶ κεφαλῆς ἀλγηδόσι τοσαύταις, καὶ
20ἅμα ταῖς νῦν παρεισπεσούσαις διὰ τὴν τῶν δογμάτων καινοτο‐ μίαν λύπαις δαπανωμένοις, λέγειν ἅπαντα κατ’ ἴχνος ἰόντας·
ὅτε γάρ μοι πρὸς εὐρωστίαν εὖ πεφυκέναι ἐνῆν τὴν τῶν αἰσθητη‐

2

.

901

ρίων ἀκμὴν, οὐχ ὁ νῦν καιρός· ὅτε δ’ ὁ νῦν καιρὸς, οὐκ ἐκεί‐ νως ἔχειν συμβαίνει. (Β.) Καὶ εἰ μὴ τετυφῶσθαι δοκοίην ἐνίοις, ἔξεστι τὸ πεφυκὸς τἀληθοῦς ξυνορᾷν κἀκ τῶν ἀγώνων, οὓς διηντλήκαμεν, ἐκ Καλαβρίας ἤδη πρῶτον ἐπιδεδημηκότος κἀ‐
5μοὶ πρὸς ἔριν συμπλακέντος Βαρλαὰμ ἐκείνου· ὃς πολλὴν ἐπα‐ γόμενος κατὰ τῆς κοινῆς τῶν Ῥωμαίων σοφίας ὀφρὺν τότε πρῶ‐ τον ᾔσθετο μάτην ἀκούων σοφὸς, τὰς τῆς σοφίας κέδρους ἐκεί‐ νης ἐξαίφνης ἀφαιρεθείς· καθάπερ πεύκη καὶ κυπάριττος, ὁπότε σφᾶς ἀπογυμνοῖ τῆς κόμης ὑλοτόμου βρίθουσα παλάμη. ἃ πάντα
10καὶ γραφῇ δεδωκότες στήλην τῆς ἐκείνου κακίας τῷ χρόνῳ παρέσχομεν. ἐῶ λέγειν οὓς ἐν ταῖς ἱστορίαις τῶν γιγνομένων, ἃς καὶ αὐτὰς γραφῇ παρεπέμψαμεν ἐς τὸ μονιμώτερον, κατεβαλό‐ μεθα πόνους, καὶ οὓς ἐν τοῖς ἀντιῤῥητικοῖς τε καὶ στηλιτευτι‐ κοῖς, ἄλλοτ’ ἄλλοθεν ἀναφυομένων παντοδαπῶς ἀντιπάλων τῆς
15ἀληθείας· καὶ πρός γε ὅσους ἐν ἐξηγήσεσι τῶν ἐς τὸ γριφωδέστε‐ ρον τοῖς παλαιοῖς εἰρημένων ἐνεδειξάμεθα. (Γ.) Διὰ δὴ τῶν τοιούτων πόνων οἱ τοῦ τὰ πάντα μαραίνοντος ὀδόντες χρόνου παρατρώγουσι προσιόντες ἠρέμα καὶ κατὰ μικρὸν, καὶ τὸ ὑγιαῖ‐ νον τοῦ σώματος ὑπορύπτουσιν, ἔχοντες ὁμοῦ καὶ τὴν τῆς ἁρ‐
20μονίας δανείστριαν φύσιν συνέκδημον φορολόγον, ἀναφυομένην ὀψὲ καὶ αὐτὴν δραστικώτερον καὶ βιαίως δάνειον ἀπαιτοῦσαν·
καὶ νῦν μὲν τὰς τῶν ὀμμάτων αὐγὰς ἀμβλύνουσαν, νῦν δὲ τὴν

2

.

902

συνδετικὴν τῶν τε χειρῶν καὶ γονάτων ἀναλυτικὴν ἁρμονίαν κα‐ θίζουσαν ἔφεδρον· καὶ ταῦτα μὲν ὅτε μᾶλλον, εἴπερ ποτ’, ἐχρῆν τήν τ’ οἰκείαν εἰς τὸ ἀκμαιότατον ἔχειν δύναμιν καὶ ἅμα, εἴ τις ἦν μηχανὴ, κἀκ τῶν ἔξωθεν ὁπόθεν δήποτε προσκτᾶσθαι
5ζητεῖν. οὐ γὰρ
Κουρῆτές τ’ ἐπίκουροι καὶ Αἰτωλοὶ μενεχάρμαι γέροντί μοι πολεμοῦσιν ἤδη πρόσφατον πόλεμον, καὶ μέχρις αἵ‐ ματος ὁρωμένου σαλεύοντα τὸ τοῦ δρόμου φιλότιμον· ἀλλ’ ἐπέ‐ θεντό μοι δράκοντες ἐξ ἀφανοῦς, καὶ κραταιοὶ ἐζήτησαν τὴν
10ψυχήν μου, τὰς φονευτρίας χεῖρας ἐν σκοτομήνῃ βάλλοντες καὶ ἀναίμακτα παρέχειν ἐπειγόμενοι τραύματα· ὃ καὶ μᾶλλον χαλε‐ πωτέρας ἐμοὶ προξενεῖ τὰς ὀδύνας. ἀναίμακτα γὰρ κἀμοῦ κατ’ ἐκείνων τελοῦντος τὰ τρόπαια, δυσδιάγνωστον τοῖς τῶν ἔξωθεν ὁρώντων πολλοῖς συμβαίνει τὴν κρίσιν καθίστασθαι, καὶ μάλα
15τοι εὐδιάβολον τοῖς ἡμῶν διώκταις. τοῖς μὲν γὰρ οὐκ εἰδόσιν οἰ‐ κονομεῖν ἐν κρίσει τοὺς λόγους, λῆρος ἅπαν νενόμισται πίστεως καὶ δογμάτων μυστήριον· οἷς δ’ εἰδέναι πρόσεστι, καὶ ἀλλάττε‐ σθαι δι’ ἀνάγκην συμβαίνει. πειράσομαι δ’ οὖν ὅμως ὅσον ἐφι‐ κτὸν, ὡς εἴρηται, τὴν τῶν φιλοθέων ἐκείνων ἀνδρῶν ἐκπεραί‐
20νειν αἴτησιν, ἡγεμόνας τῆς ἐμῆς προστησάμενος γλώττης τὰς περὶ θεὸν ἐλπίδας· ὑπὲρ οὗ καὶ τὴν ἀθλητικὴν ταυτηνὶ διαπλέο‐ μεν θάλασσαν. (Δ.) Ἀξιῶ δ’ ἔγωγε, μηδένα τῶν ἐντυγχανόν‐
των πρόχειρον εἰς τὰς καθ’ ἡμῶν λοιδορίας ἔχειν τὴν γλῶτταν, εἰ

2

.

903

παρ’ ὅλην μικροῦ τὴν ἱστορίαν, ὅσα μὲν φύσει τε καὶ προαιρέσει προσῆν ἐγκλήματα τῷ βασιλεῖ, σιγῇ κρύψαντες, ἐπαίνοις τὸ πλεῖον διὰ φιλίαν ἐχαρισάμεθα, καὶ ἅμα διὰ τὸ σύνεργον καὶ συλ‐ λήπτορα τῶν τῆς εὐσεβείας ἔχειν ἀγώνων αὐτὸν, βασιλέα τε
5ὄντα καὶ τὸ πᾶν ἐν τῇ χειρὶ τῆς νίκης καρπούμενον διὰ τὴν ἀρ‐ χήν· νῦν δ’ ἀνακαλυπτήρια παρὰ πᾶσαν προαίρεσιν θύειν, ὡς εἰπεῖν, ἥκιστα πάντων ὀκνοῦμεν. πρῶτον μὲν γὰρ αἰδοῖ τῶν συνόντων τῇ ἀκροάσει καὶ ἡμῖν ἀγωνιζομένοις, ὑπὲρ τοὺς τετρα‐ κοσίους που πάντως ὄντων, ἀνδρῶν εὐγενῶν ἀναμὶξ καὶ τῶν
10ἄλλως ἐχόντων, καὶ ἅμα βασιλίδων, καὶ ὅσαι συνῄεσαν ἄλλαι τῆς φήμης δημαγωγούσης, γένους καὶ αὐταὶ καθ’ ἕτερον λόγον τὰ πρῶτα φέρουσαι, λαλεῖν τὴν ἀλήθειαν εἶναι χρεὼν, μὴ προφα‐ νῶς αὐτοὶ ἑαυτοῖς καταγνώσεως οὐ μάλα τοι ἐλαχίστης αἴτιοι καθιστῶμεν καὶ τὰ τῆς ἐκείνων χλεύης ἑκόντες ἐφ’ ἑαυτοὺς ἑλ‐
15κύσωμεν δίκτυα. δεύτερον δὲ κἀπὶ μὲν τῶν ἄλλων ἁπάντων, εἰ φιλίᾳ τις χαρίζεσθαι θέλων, ἔπειτ’ ἐνίοτε καὶ ἐνιαχοῦ ψευδόμε‐ νος φαίνοιτο, συγχωροίη ἂν οἶμαί τις ἴσως, ὅστις ὁμοίαις ἐμ‐ πέπτωκε τύχαις καὶ πείραις· οὗ δὲ θεὸς τὸ κινδυνευόμενον, εἰ ἐγκαλύπτεσθαί τις ὁπώσποτε βούλοιτο, πάντων οἶμαι ταῖς γλώτ‐
20ταις ἠκονημέναις ἐξ αὐτομάτου πρὸς τὰς αὐτοῦ λοιδορίας ἐν‐ τυγχάνειν· καὶ ὁ πάντα τἄλλα ἐπιεικέστατος, εἰ μὴ λάλος ἐν‐
ταῦθα βούλοιτο γίγνεσθαι καὶ γλώτταις ὅλαις τἀνδρὶ νεμεσᾷν,

2

.

904

ἀλλὰ φείδοιτο λοιδορίας ἡστινοσοῦν, θαυμάζοιμ’ ἂν αὐτὸς, εἰ μὴ ἐς ἀβύσσους αἰσχύνης καὶ πυθμένας γίνοιτο ὑποβρύχιος, ὅστις ποτὲ ἂν ᾖ, χαλεπὸν ἀεὶ γειτόνημα τὸν τοῦ συνειδότος κτησάμε‐ νος πέλεκυν. τοσούτου τοίνυν Ὀλύμπου δεινῶν ἐπισειομένων
5ἡμῖν, εἰ ψεύδεσθαι βουληθείημεν, ἐνταῦθα μάλα μᾶλλον ἀνάγκη, τἄλλα παρατρέχοντας, καὶ πρὸς θεὸν μόνον ὁρῶντας, λαλεῖν τὴν ἀλήθειαν. ἔπειτ’ οὐδὲ παράδοξον ἄλλως, ἐν τοῖς ἄλλοτ’ ἄλλως ῥέουσι καὶ φερομένοις πράγμασι, καὶ ἀόριστον ἀνύουσι πλοῦν, τὸν αὐτὸν νῦν μὲν τὸ ἐπιτυχὲς καρποῦσθαι, νῦν δ’ ἐν
10τῷ κλήρῳ τῶν ναυαγούντων ἀπροσδοκήτως ῥιπτεῖσθαι. τούτου δ’ οὕτως ἔχοντος, οὐκ ἂν δικαίως αἰτίαν φεροίμεθα, εἰ τῆς ἀληθείας καὶ ἡμεῖς ἐν τῇδε τῇ βίβλῳ τὴν βελτίστην εἰσάγοντες πρόνοιαν τοὺς αὐτοὺς νῦν μὲν τοῖς ἐπαίνοις ἐξαίρομεν, ὅπη μὴ τοὺς ἀκούοντας βλάπτεσθαι περιγίνοιτο· νῦν δὲ τἀναντιώτατα
15δρῶντες φαινοίμεθα. (Ε.) Ἔτι καὶ τοῦτο τοῖς εἰρημένοις προσ‐ κεῖσθαι χρεὼν ἐνταυθοῖ. οἶμαι γὰρ τῶν ἁπάντων οὐδένα δικαίως ἐμοὶ νεμεσᾷν, εἰ περὶ θεοῦ καὶ τῶν πατρίων τῆς ἀληθείας δογμά‐ των κινδυνευόντων ἀπὸ τοῦ ἴσου διαλεγοίμην τῷ βασιλεῖ, πάν‐ τας καθάπαξ ἀποκρουσάμενος κολακείας λόγους, καὶ μηδεμιᾷ
20τὸν τῆς διανοίας κάλαμον βάπτειν δειλίᾳ καὶ συστολῇ βουληθεὶς, μηδ’ ὑφεῖναι μηδαμῆ τοῦ τόνου μέχρι τελευτῆς αὐτῆς. κακοδαί‐ μονα γὰρ ἐγὼ τὸν τοιοῦτον καλεῖν οὐκ ἄν ποτ’ ὀκνήσαιμι, ὃς ἐν
δευτέρῳ τῶν ἐνυπνίων τοῦ βίου τὰ θεῖα τιθέμενος οὔτε τοὺς

2

.

905

τῆς δίκης αἰδεῖται θρόνους, οὔτε μὴν τοὺς αἰθερίους δέδιε θεοῦ πρηστῆρας. ἐν γὰρ τοῖς περὶ θεοῦ καὶ τῶν θείων δογμάτων ἀγῶ‐ σιν αὐτὸν μόνον ἡγεῖσθαι δεῖν βασιλέα, τοὺς δ’ ἄλλους ἐπίσης ὁμοδούλους ἅπαντας, πλουσίους ἀναμὶξ καὶ πένητας, βασιλεῖς
5τε καὶ ἰδιώτας, καὶ ὅσοις τοῦ θιάσου καὶ τῆς χορείας ἐκείνης με‐ τέχειν ὁπώσποτε συμπίπτει. ηʹ. Ἑβδόμην μὲν οὖν ἦγε καὶ εἰκοστὴν ὁ μάϊος μὴν, ἐν ᾗ συγκαλεῖν ἡμᾶς δεδογμένον γέγονε βασιλέα πρὸς ἣν ὠνόμαζε σύνο‐ δον. ἀρξάμενος δ’ ἄνωθεν διεξῄει, πῶς διαβόλῳ προὐργιαίτατον
10ἀεὶ πολεμεῖν ἀνθρώποις, ὥσπερ τινὰ κλῆρον εἰληφότι λαμπρὸν, ἀφ’ οὗ τῷ προπάτορι συμπλακεὶς ἐστήσατο τρόπαιον· καὶ δι’ αὐτό γέ τοι θεὸν ἐθελῆσαι τὴν ἀνθρωπείαν ἀναδεξάμενον φύσιν δι’ αὐτῆς ὁδοὺς ἡμῖν ἀγαθὰς ὑποδεῖξαι, δι’ ὧν ῥᾷστον ἂν εἴη τοῖς γε ἐθέλουσι τὸν ἀντίπαλον κατασείειν· εἶθ’ ὅπως καὶ ὁ διά‐
15βολος, ἑτέραν αὖθις τραπόμενος, εἰδωλολατρείαν εἰσήνεγκεν ὁμοῦ ταῖς ἄλλοτ’ ἄλλαις αἱρέσεσι, κατά τε τῆς τοῦ θεοῦ ἐκκλησίας καὶ τῶν δογμάτων αὐτῆς· ὅπως τε θεῖαι καὶ ἱεραὶ κατόπιν συγ‐ κροτούμεναι σύνοδοι τὰ τοιαῦτα τῆς ἐκκλησίας νοσήματα ἐθερά‐ πευον· καὶ ἐπὶ τούτοις ὅπως καὶ ἐφ’ ἡμῶν Βαρλαὰμ τὸν Λατι‐
20νόφρονα, τὸν ἐκ Καλαβρίας ὁρμώμενον, ἤνεγκεν ἐπὶ πονήρῳ τῆς ἡμετέρας εἰρήνης, ἄνδρα σοφὸν μὲν, ἐριστικὸν δέ τινα καὶ κενοδοξίας ἡλικιώτην· ὃς ἐπεὶ τὰ μὲν πρῶτα συμβεβληκὼς ἑτέ‐
ραν καὶ περὶ σοφίας ἠγωνισμένος ἐπίδειξιν ἥττηταί τε καὶ τῆς

2

.

906

νικώσης οὐ μάλα ἀσμένως ἐκείνοις παρακεχώρηκε, καθ’ ὧν εὐ‐ δοκιμεῖν ἐδόκει μάλιστα, δεύτερον πλοῦν τῶν δογμάτων τοῦ Πα‐ λαμᾶ συνεπλάκη, διθείας τε ἔγκλημα προστριβόμενος καὶ ὁπόσα τῷ τοιούτῳ ἐποικοδομεῖσθαι ἕπεται θεμελίῳ. καὶ ἵνα μὴ διατρί‐
5βωμεν ἐπὶ τοῖς οὕτω προδήλοις, ἐξέσται τοῖς βουλομένοις ἐκ τῶν τότ’ ἐπὶ τούτοις τομογραφηθέντων τῇ ἐκκλησίᾳ τοῦ θεοῦ καὶ τῷ τηνικαῦτα πατριαρχεύοντι ψηφισμάτων μανθάνειν τὸ καθε‐ στώς. ἐκείνου γε μὴν ὁπώσποτ’ ἀπιόντος, ἕτερός τις διαδεξά‐ μενος τὰς ἐκείνου κατὰ τοῦ Παλαμᾶ λοιδορίας, Ἀκίνδυνος ὄνομα,
10τὴν ὁμοίαν ἐκείνῳ καὶ αὐτὸς καταδίκην ὑφ’ ὑμῶν εἰλήφει τε καὶ ἠλάθη. νῦν δ’ ἀναστάντες, οὓς οὐκ οἶδα πῶς ὀνομάσας ὀρ‐ θῶς ἂν φάναι δόξω, τὰ αὐτὰ καὶ οὗτοι τῷ Βαρλαὰμ κατὰ τοῦ θείου φθέγγονται Παλαμᾶ. ὧν αἴτιον τὴν ἐμὴν ἔπεισιν οἴεσθαι πραότητα, ᾗ χρώμενος ἄχρι καὶ ἐς τὴν τήμερον διετέλεσα. ἀλλ’
15οὐ χαιρήσουσιν ἔτι διαγρηγορήσαντος ἐμοῦ καὶ τὴν ἐκ θεοῦ δεδο‐ μένην μοι χεῖρα καὶ κρίσιν ἔς γε τὸ τῆς εἰρήνης χρήσιμον ἀνειλη‐ φότος αὐθεντικῶς. δῆλον γὰρ εἶναι τοῖς ἅπασιν οἶμαι, μηδένα τῶν πάντων εἶναι, ᾧ πρό γε ἐμοῦ, βασιλέως ὄντος, τὰς τοιαύ‐ τας εὐθύνειν προσήκει δίκας· ἢ ποῦ τῇ βασιλείᾳ τὸ εὔδαιμον φυ‐
20λάττοιτο, τὸ κρίνειν οὐκ ἐχούσῃ τοὺς ὑπηκόους; ἢ τῷ ποτε
διοίσει δεσποτεία δουλείας, τῆς κρίσεως τῶν πραγμάτων οὐκ ἐφ’

2

.

907

ἑνὸς ἱσταμένης, τοῦ τὴν ἀρχὴν ἔχοντος καὶ δυναμένου μετ’ ἐξουσίας αὐτοκρατορικῆς τοὺς μὲν τῆς πλεονεξίας κωλύειν, τοῖς δὲ τὸ ἐνδέον ἐπανισοῦν. πολλοῦ μεντἂν ἦν ἀξία δικαστικὴ βα‐ σιλείας κεχωρισμένη, εἰ δικάζοντος ἄλλου τὸ κελευόμενον ποιεῖν
5ἐχρῆν βασιλέα. τούτου δ’ οὕτως ἔχοντος, ἐρέσθαι βούλομαι πρότερον ἐν βραχεῖ τουτουσὶ, δυοῖν θάτερον ἑλομένους ἁπλῶς ἀποκρίνασθαι. εἰ μὲν γὰρ τοῖς ἅπαξ δεδογμένοις κατὰ τοῦ Βαρ‐ λαὰμ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ στέργοιεν, μηδὲν πλέον ἐρίζοντες, ὁμοφρονοῦντες ἔστωσαν ἡμῖν τοῦ λοιποῦ, καὶ κοινῇ τὸν Βαρλαὰμ
10ἀναθέματι παραπέμπωμεν. εἰ δ’ οὖν τοὐναντίον πρόδηλον, καὶ ὡς ὁμόφρονας ἐκείνῳ λοιπὸν τῆς αὐτῆς ἐκείνῳ καταδίκης ἀξιοῦν καὶ αὐτοὺς ἡμῖν ἕψεται. καὶ εἰ μὴ σὺν δίκῃ ταῦτα λέγω, τὴν μέσην ἰὼν ἀπαρεγκλίτως ὁδὸν καὶ μηδαμῆ τῷ ἑνὶ προστιθέμενος μέρει, ὄλεθρον εἴη κύριος ἐπάγων ἐμοί τε καὶ παντὶ τῷ γένει
15τοὐμῷ προφανῆ· εἰ δ’ οὖν, ἐλεγχέτω τις παρελθὼν, εἴ τι τοῖς ἐμοῖς λεγομένοις εὑρίσκοι διεφθορὸς καὶ ἥκιστα τὴν τῆς ἐκκλη‐
σιαστικῆς ὁμονοίας ἐπισπεῦδον κατάστασιν.

2

.

909

αʹ. Ἐκείνῳ μὲν οὖν ἄλλα μεταξὺ παρενείραντι πλεῖστα, τὸν αὐτὸν ἐλαύνοντα δρόμον καὶ τρόπον, ἐνταυθοῖ που τὸν λόγον καταλελυκέναι συμπέπτωκεν, αὐθημερὸν βουλομένῳ τὴν ὅλην ὑπόθεσιν καταστήσασθαι. τοῦτο γὰρ εἶναι τῷ Παλαμᾷ καὶ αὐτῷ
5βασιλεῖ τὸ σκοπιμώτατον, ἐν βραχεῖ μακρῶν ἑαυτοὺς ἀπαλλάττειν ἐνθυμουμένοις πραγμάτων. σιωπῆς τοιγαροῦν γενομένης, καὶ τῶν ἑταίρων ἁπάντων ἀφορώντων εἰς ἐμὲ καὶ λέγειν προτρεπομένων, ἐπεὶ τὸ συγκεχωρηκὸς ἐξ ἑκατέρων ἐγὼ τῶν μερῶν εἰλήφειν, ἔλεξα τοιάδε. (Β.) „Ἐπειδήπερ, ὦ βασιλεῦ, καὶ πράξεως ἁπάσης καὶ
10λόγου παντὸς ἡγεῖται σκοπὸς (τούτου γὰρ ἐκτὸς καὶ λόγος ἅπας μάταιος καὶ πρᾶξις πᾶσα), πυθέσθαι πρότερον ἐχρῆν ἡμῶν τὸν τοῦ παρόντος συλλόγου σκοπόν· εἶτα τοὺς λόγους πρὸς ἐκεῖνον εἰσάγειν ἐκτεινομένους. καὶ τοξότας γὰρ ὁρῶμεν οὐ τοῦτο καὶ κυβερνήτας οὐ πρός γε τὸ τοξεύειν ἢ πλεῖν τὸν σκοπὸν ἔχοντας
15μόνον, οὐδὲ τοῦτο βουλομένους ἁπλῶς· ἀλλ’ οὗ ἕνεκα τό,τε τοξεύειν ὁ τοξότης καὶ τὸ πλεῖν ὁ κυβερνήτης ἐνεστήσαντο· ὡς ἐὰν μὴ τοῦτό γε ᾖ, μάταιος ἀμφοῖν ἡ σπουδή. τίς γὰρ ὄνησις μοχθεῖν εἰκῆ καὶ ναυαγίοις καὶ κύμασι χειμερίοις ὡς τὰ πολλὰ παραβάλλεσθαι, μή τινος ὠφελείας καὶ κέρδους τῷ σκοπῷ καὶ
20προθέσει προβεβλημένου; ὅμως ἐπειδήπερ ἔκ τινων ἰχνῶν τῆς σῆς ξυνήκαμεν δημηγορίας, ἐκ ποδῶν τὰ τῆς ἐκκλησίας γενέσθαι ναυάγια τὸν σκοπὸν τῆς παρούσης εἶναι σπουδῆς, πρὸς τοῦτ’
ἀνάγκη καὶ τοῦ ἡμετέρου λόγου τὸν σκοπὸν καὶ τὰς ἡνίας ἰθύ‐

2

.

910

νειν. ἐπειδὴ γὰρ οὐχ ἥκομεν ἐθελονταὶ, ἀλλ’ ἤχθημεν οὐ μάλα ἐθελονταὶ, καὶ ἡμᾶς ἀνάγκη τὸν τοῦ λόγου δρόμον ἰθύνειν, οὐ πρὸς ἃ τὸ βουλόμενον ἡμῖν ὑφηγεῖται, ἀλλὰ πρὸς ἅπερ ἡ τὸ κράτος ἔχουσα χεὶρ καὶ γλῶττα βιάζεται, καὶ δεικνύειν μέχρι ποῦ
5βασιλεῦσιν ὑπείκειν χρεὼν καὶ μέχρι ποῦ μὴ χρεών. Ὁ γάρ τοι σοφὸς Σολομῶν, τρία φήσας ὑπάρχειν, οἷς εὐόδως ἔνεστι πο‐ ρεύεσθαι, καὶ τὸ τέταρτον, ὃ καλῶς διαβαίνει, τοῦτ’ εἶναι βασι‐ λέα πρὸς ὑπηκόους δημηγοροῦντα ἀπεφήνατο. ὅσα γὰρ ἂν ἐθέ‐ λοι λέγειν καὶ οἷα καὶ ὅτε καὶ ὅπου καὶ πρὸς οἵους καὶ ὅσους,
10χρείας ἐφεστηκυίας ἡστινοσοῦν, εὐόδως ἅπαντ’ ἐξέσται βασιλεῖ μελετᾷν, ἐφ’ ὅσον τε καὶ ὅπως ἂν ἐθέλοι, πρὶν ἐφεστηκέναι τὴν χρείαν· τοσαῦτα δ’ αὖ τῆς χρείας ἐνστάσης καὶ τοιαῦτα λέξειεν, ὅσα δὴ μεμελέτηκε, κωλύειν μὲν ἥκιστα δυναμένου τῶν ἀκροα‐ τῶν οὐδενὸς, ἐπικροτούντων δὲ ἁπάντων τοῖς ὕμνοις ὁμοῦ καὶ
15οἷον ἁμιλλωμένων σπουδῇ πρὸς ἀλλήλους, ὃς ἂν παρελάσειε ταῖς κολακείαις τοὺς ἄλλους. τηνικαῦτα γὰρ καὶ εὐροώτερός τις αὐ‐ τὸς ἑαυτοῦ γίνεται καὶ τοὺς ἀντιλέγειν ἐθέλοντας, εἴ τινές ποτ’ ἄρ’ εἶεν, ὡς ἀμαθεῖς παρατρέχει· κἂν Σωκράτης ᾖ, κἂν Πλά‐ των, κἂν Πυθαγόρας, μηδὲν εἶναι τῶν πάντων οὐδὲν, ὅπερ
20ἂν ἐν Καρὸς εἶναι κωλύσῃ μοίρᾳ τετάχθαι τὸν δυστυχῆ· ὥστ’ εἰ μελετῴη τις τῶν τοιούτων πρὸ τῆς πείρας, μάταιά τε καὶ ἄπρακτ’ ἂν εἴη μεμελετηκὼς, τοῦ βασιλέως πρὸς ἕτερα τοῦ λό‐
γου τὸν δρόμον ἀνθέλκοντος· καὶ μικρὰ ἢ οὐδὲν ἀπεοικέναι δόξει

2

.

911

τῷ καθ’ ὑδάτων γράφειν πειρωμένῳ, ἢ δικτύῳ θηρεύειν ἀνέμων πνοάς. οὔτε γὰρ ὁ τοῦ λέγειν καιρὸς, ὧν μεμελέτηκεν, αὐτῷ παρέξει τὸ καίριον, οὔθ’ ἃ μεμελέτηκε λέγειν ἐθέλων μακρὰν ἑστήξει τοῦ ναυαγίου· ἀλλὰ πάσας ἐν ἀκαρεῖ τὰς κακοδαίμονας
5ἀναμετρήσει τύχας. Διὰ δὴ ταῦτα, καὶ πρός γε διὰ τὸ μὴ τοὺς πανταχόθεν τῆς οἰκουμένης ἐπισκόπους τῶν ὀρθοδόξων παρεῖναι, τῆς ζητήσεως οὔσης περὶ δογμάτων οὐδαμῆ τῇ τοῦ θεοῦ ἐκκλη‐ σίᾳ συνήθων, ἥκιστα πρὸς βουλήσεως εἶναι συνέβαινε, παριέναι ἡμᾶς ἐνταυθοῖ· ἀλλ’ οἴκοι καθημένους ἡσυχῆ τὸν ἅπαντα δια‐
10βιβάζειν βίον· χρεὼν γὰρ εἶναι, πρό γε τῶν ἄλλων ἁπάντων, ἐν τούτοις τὰ πάτρια ἔθη καὶ προνόμια σῶα καὶ ἀκλινῆ καθάπαξ τηρεῖσθαι, ὅπερ γέγραπται καὶ ὅπως πέπρακται· καθὰ καὶ ὁ πολὺς τὴν θεολογίαν φάσκει Γρηγόριος· „ἡμεῖς καὶ μέχρι τῆς τυχούσης κεραίας καὶ γραμμῆς τοῦ πνεύματος τὴν ἀκρίβειαν ἕλ‐
15κοντες οὔποτε δεξόμεθα (οὐδὲ γὰρ ὅσιον) οὐδὲ τὰς ἐλαχίστας πράξεις εἰκῆ σπουδασθῆναι τοῖς ἀναγράψασι, καὶ μέχρι τοῦ πα‐ ρόντος μνήμῃ διασωθῆναι· ἀλλ’ ἵν’ ἡμεῖς ἔχωμεν ὑπομνήματα καὶ παιδεύματα τῆς τῶν ὁμοίων, εἴ ποτε συμπέσοι καιρὸς, δια‐ σκέψεως.“ Ἀλλὰ καὶ ἡ βίβλος τῶν πράξεων τῆς θείας καὶ οἰ‐
20κουμενικῆς ἕκτης συνόδου, περὶ τῆς βραδυτῆτος τῶν δυτικῶν ἐπισκόπων ἀπολογουμένη, τὴν τῶν ἐκ Βρεττανίας καὶ τῶν Ὠκεα‐
νείων ἐκείνων μερῶν, καὶ ὅσοι καθ’ ἕτερα τῆς Εὐρώπης ἐκείνων

2

.

912

κλίματα, συνδρομὴν ἐπισκόπων αἰτίαν τίθησιν· „ἀναγκαίου τοῖς ἅπασιν ὄντος, ἐξ ὅλης (φησὶ) τῆς κοινότητος, καὶ ἥκιστα μονο‐ μέρεως, τὰ τοιαῦτα τελεῖσθαι· ἵνα τὰ τῇ θείᾳ καὶ ἀποστολικῇ πίστει πραττόμενα πάντες γιγνώσκοντες ὁμοφωνῶσιν ἀλλήλοισ“.
5Καὶ ὁ θειότατος δ’ ὁμοίως Μάξιμος ἐν τῇ πρὸς Πύῤῥον δια‐ λέξει μὴ δύνασθαι καλεῖσθαι σύνοδόν φησι τὰ σημεῖα μὴ κε‐ κτημένην· οὔτε γὰρ κατὰ νόμους καὶ κανόνας γενέσθαι συνοδι‐ κοὺς καὶ θεσμοὺς ἐκκλησιαστικοὺς, οὔτε ἐπιστολὰς ἢ τοποτηρη‐ τὰς πρὸς τῶν ἄλλων πεμφθῆναι πατριαρχῶν· καὶ διὰ τοῦτο
10σκανδάλων διχονοίας τὴν οἰκουμένην πληρῶσαι. Ὅμως ἐπειδὴ καὶ ἄκουσιν ἐληλυθόσι δέδωκας, ἥντινα δήπου καὶ ἐδεδώκεις, χώραν τοῦ λέγειν, χρεὼν, καθάπερ ἐν ταῖς ἱπποδρομίαις τοὺς δρόμους τε καὶ περιδρόμους καθαίρουσι τῶν ἁμιλλητηρίων ἵπ‐ πων, ξύλων καὶ λίθων καὶ τῶν τοιούτων ἅπαν δεικνύντες ἐλεύ‐
15θερον τοὔδαφος, οὕτω καὶ νῦν ἐφ’ ἡμῶν ἀρξαμένων λέγειν, ἐπηρείας ἁπάσης ἐλεύθερον εἶναι δεῖν αἰτῶ τῶν λόγων τὸν δίαυ‐ λον. ἀγάλματι γὰρ ἐοικέναι τινὶ καὶ τὸν λόγον συμβαίνει· καὶ ὥσπερ ἐκ κεφαλῆς ἐκεῖ τῆς πλάσεως ἀκωλύτου μέχρι ποδῶν ἐλη‐ λυθυίας, ὁρᾶται πρὸς τἀκριβὲς τὰ τῆς ἁρμονίας· καὶ θαυμά‐
20ζεται μὲν, εἰ καλῶς τῷ τεχνίτῃ πέπρακται· εἰ δ’ οὖν, αἰσχύνης ἀθλητὴς περιφανῶς ὁ πλάστης καθίσταται· οὕτω κἀνταῦθα τοῦ
λόγου μηδενὸς ἐφεδρεύοντος, μηδὲ τὸ συνεχὲς ἀνασοβοῦντος

2

.

913

ὥσπερ ἐκ λόχου μέχρι τελευτῆς αὐτῆς, ἐξέσται τοῖς παροῦσι κρί‐ νειν ὀρθῶς, εἴτε κατὰ λόγους ἡμῖν ὁ λόγος ἔδραμεν, εἴθ’ ὑπερ‐ όριος γέγονε τοῦ τῆς ἀληθείας σκοποῦ. Ἔπειτα, εἰ καὶ τοῦθ’ ἡμῖν ἐξείη μὴ σιωπῇ παρεληλυθέναι, τὰ τοῖς δικαίοις προσή‐
5κοντα βήμασι καὶ δόξωμεν ἀγνοεῖν, ἐπειδὴ σὺ σαυτῷ τὴν τοῦ κρίνειν ἐπιτετραφὼς ἐξουσίαν, ἃ τοῖς ἁπανταχῆ τῆς οἰκουμένης συνιοῦσιν ἐχρῆν τῶν ἐπισκόπων ὀρθοδόξοις, ὀμωμόκεις μὴ καπη‐ λεύειν τὰς δίκας, ἐχρῆν μὴ προειλημμένον γοῦν εἶναί σε τοῖς τοῦ κατηγορουμένου δικτύοις, μηδ’ αὐτοῦ σε πρόμαχον ἐκ πρώ‐
10της, ὅ φασι, γραμμῆς ἀπαρακαλύπτως καθιστάμενον, λέγειν ὁποῖα τοῦτόν γ’ ἐχρῆν· ἀλλὰ τοὺς τὰς κατηγορίας προβαλλομέ‐ νους πυθόμενον πρότερον, καὶ ἃς ὁ τἀγκλήματα ἔχων αὐτὸς ἀπο‐ λογίας καὶ λύσεις ἑκάστοις λέγων ἀντιτίθησιν, ἔπειτα τὴν σὴν ἐπάγειν σε κρίσιν, κατὰ τοὺς ἐν τούτοις κρατήσαντας πάλαι τῆς
15ἐκκλησίας κανόνας καὶ νόμους. ἀψινθίῳ γὰρ ἐοικέναι τὴν πρό‐ ληψιν ἔγωγε λέγω. ὡς γὰρ ἐκεῖνο, τῆς γλώττης ὁπώσποθ’ ἁψά‐ μενον, τοσοῦτον ἐσχεῖ τῇ γευστικῇ τὸ τῆς πικρίας δραστήριον, ὡς πολλοῦ τε ἅμα καιροῦ καὶ πολλῶν δεηθῆναι γλυκέων εἰς τὴν πρὶν τοῦ φυσικοῦ καθήκοντος ἀντίληψιν, οὕτω κἀν τοῖς δικα‐
20σταῖς τὴν πρόληψιν ἴσμεν ὡς τὰ πολλὰ δυναμένην. τῶν γὰρ δι‐ καζομένων ἑνός τινος προειληφότος τοῦ δικαστοῦ τὴν διάνοιαν
πιθαναῖς ταῖς προδιηγήσεσιν, οὕτω δευσοποιόν τε καὶ δυσαπό‐

2

.

914

νιπτον γίνεσθαι τὸ πάθος ἐκείνῳ συμβαίνειν, ὡς δυοῖν θάτερον γίνεσθαι κινδυνεύειν· ἢ τὸ τῆς ζημίας παράλογον ὑφίστασθαι τὸν ἐπιόντα καὶ κακούργων φεύγειν γραφὴν ἐνίοτε παραλόγως ἠναγκασμένον, ἢ πολλὰς ἀνατλάντα τρικυμίας ἀντιθέσεων καὶ
5πολλὰς καὶ διαφόρους εἰσενεγκόντα μαρτυρίας ἀξιοπίστων ἀν‐ δρῶν, εἰ τύχοι, ὀψὲ καὶ μάλα μόλις τῆς ἀληθείας ἐπιτυγχάνειν. Εἰ δ’ ἅπαξ προειληφότος ἐκεῖ τινος, τοιόνδε συμβαίνει τὸ νό‐ σημα γίνεσθαι, τί ἄν τις φαίη περὶ τοῦ Παλαμᾶ τουτουῒ καὶ τῆς τοῦ θιάσου φρατρίας, ὅλους ἐνιαυσίους χρόνους καὶ ὅλας
10ἡμέρας μηνῶν καὶ ὅλας ὥρας ἡμερῶν ἰδίᾳ σοι προσομιλούντων καὶ τὰ τοιαῦτα συνιστουργούντων καὶ ὑφαινόντων ἐς τὸ τοῦ σφό‐ δρα ἐπείγεσθαι ἐντελὲς, καὶ μηδὲ νῦν ἐν τοσούτῳ θεάτρῳ τὸ ἔθος ποιεῖν αἰδουμένων, ἀλλ’ ἐγειρομένων συχνὰ καὶ λάθρα σοι πρὸς οὖς κοινολογουμένων περὶ τῶν πρὶν κυρωθέντων (οἶμαι) πολ‐
15λάκις, μὴ λάθῃ τι διαῤῥυὲν τῆς μνήμης ἐπὶ καιροῦ νῦν, ὅτε μάλιστα ῥώμην ἐκείνοις πλείω χαρίζεσθαι δεῖ; τί τοίνυν ἄν τις ἡμῶν εἴποι πρῶτον; τί δ’ ἄν τις ὕστατον, ἐς τὸ πάνυ βραχύτα‐ τον περιϊσταμένης τῆς ὥρας, ἐν οὕτω δημοσίῳ σταδίῳ, πάσης ὑφαιρουμένης συνδιασκέψεως, ἐνταῦθα μᾶλλον, εἴπερ που, τὴν
20χρείαν ἐχούσης; προσκείσθω δ’ οὖν καὶ τουτὶ τοῖς ἄνω λεχθεῖσι, δι’ ἃ δηλαδὴ τὸν ἄκαιρον ἀγῶνα τοῦτον ἥκιστα πάντων ἡμῖν
πρὸς βουλήσεως ἦν εἰσιέναι. Ἐπὶ τούτοις ἔστω καὶ τὸ τῶν κα‐

2

.

915

νόνων καὶ νόμων δίκαιον, οἷς ὑπείκειν δέον δουλείας θ’ ἅμα καὶ δεσποτείας ἁπάσας, ἐν ἠπείρῳ πάσῃ καὶ θαλάσσῃ, τὸ ἀντί‐ στροφον ἐνταῦθα καὶ δρῶντα καὶ δημηγοροῦντα σαφῶς ἠκηκόει‐ μέν σε· καὶ ἔγνωμεν τοῦτ’ ἐκεῖνο, τὴν Λεσβίαν οἰκοδομὴν, ἣ
5τοῖς λίθοις τὴν τοῦ κανόνος προσάγουσα στάθμην, καὶ οὐκ ἐκείνῳ τοὺς λίθους, πάνυ σαθρὰς τοῖς χρωμένοις καὶ ἀβεβαίους παρεῖχε τὰς τοῦ μένειν ἐλπίδας ἄχρι καὶ ἐς τὴν ἐπιοῦσαν ἀκλόνη‐ τον. καὶ μαρτυροῦσι τῷ λόγῳ πᾶσαι πόλεις καὶ πολιτεῖαι, ὅσαι τε τοῖς παλαιοτέροις κανόσι καὶ νόμοις ἁρμοττόμεναι διηνεκὲς
10καρποῦνται τὸ εὔδαιμον καὶ ὅσαι τῆς ἀνομίας ἐξορχουμένης αὐ‐ τῶν διηνεκέσι καὶ ταχείαις φθείρονται μεταβολαῖς. Ἔπειτα καὶ μὴ μεταίρειν ὅρια πατέρων δόγματα καὶ τοῦθ’ ἱδρύειν τῆς τοῦ θεοῦ ἐκκλησίας. μηδὲ γὰρ εἶναι σφᾶς τοὺς εἰρηκότας μᾶλλον ἢ τὸ πνεῦμα τὸ ἅγιον. δῆλον δὲ ἐκ τῶν καθ’ ἕκαστον ἂν εἴη τοῦτό
15γε μάλιστα. Τῶν γάρ τοι προφητῶν λεγόντων ἔστιν εὐθὺς ἀκούειν, οὐχ ὅτι „τὰ καὶ τὰ φαμὲν ἡμεῖσ“· ἀλλὰ „τάδε λέγει κύ‐ ριος· καὶ τὰ καὶ τὰ προστάττει τὸ πνεῦμα τὸ ἅγιον.“ εἶτ’ ἐλθὼν ὁ γεννηθεὶς ἐκ παρθένου θεὸς λόγος „ἐγὼ (φησὶ) ἀπ’ ἐμαυτοῦ λαλῶ οὐδὲν, ἀλλ’ ὅσα πρὸς τοῦ πατρὸς ἠκηκόειν“· διδάσκων
20ἡμᾶς οὑτωσὶ, μὴ τοῖς ἑαυτῶν, ἀλλὰ τοῖς τῶν πατρίων κανόνων ἕπεσθαι δόγμασί τε καὶ ὅροις. καὶ ἀρξάμενος οὐκ ἀφ’ ἑαυτοῦ,
ἀλλ’ ἀπὸ Μωσέως καὶ πάντων τῶν προφητῶν, διηρμήνευεν αὐ‐

2

.

916

τοῖς τὰ περὶ ἑαυτοῦ. καὶ τῷ διαβόλῳ πάλιν, τοὺς λίθους ἄρτους ποιεῖν ἀναγκάζοντι καὶ τὰς τῆς γῆς ὑπισχνουμένῳ χαρίζεσθαι βα‐ σιλείας, οὐκ εἶπεν ὁ θεὸς, „ὕπαγε ὀπίσω μου, Σατανᾶ“· ἀλλὰ τὰς τῶν πατέρων προβάλλεται ῥήσεις, „γέγραπται,“ λέγων, „οὐκ
5ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωποσ“· καὶ δὶς καὶ τρὶς τὸ „γέγρα‐ πται“ τίθησι πρὸς ἀκριβῆ νουθεσίαν ἡμῶν, τοῖς τῶν πατρίων ὅρων κανόσιν ἕπεσθαι διὰ πάντων ἄντικρυς παραγγέλλων. καὶ περὶ τοῦ θείου δὲ ἐπαγγειλάμενος πνεύματος „ἐλθὼν (φησὶ) ὁ παρά‐ κλητος ἀφ’ ἑαυτοῦ λαλήσει οὐδὲν, ἀλλ’ ὅσα ἂν ἀκούσῃ.“ εἶτ’
10ἐλθὼν ὁ θεῖος ἀπόστολος Παῦλος „ἐγὼ παρέδωκα (φησὶ) τῶν ἐμῶν οὐδὲν ὑμῖν, ἀδελφοὶ, ἀλλ’ ὃ καὶ παρέλαβον ἀπὸ τοῦ Ἰη‐ σοῦ.“ καὶ πάλιν Τιμοθέῳ γράφων „σὺ δὲ μένε (φησὶν) ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης· τὰς δὲ βεβήλους καινοφωνίας παραιτοῦ.“ καὶ πάλιν· „εἴ τις ὑμῖν εὐαγγελίζεται (φησὶ Κολοσσαεῦσι) παρ’
15ὃ παρελάβετε, ἀνάθεμα ἔστω, καὶ ἂν ἄγγελος ἐξ οὐρανοῦ τις ᾖ, κἂν ἐγὼ Παῦλος.“ ὅρα ὁπόσην ἔχει τὴν ἰσχὺν τὰ τῶν πατρίων κανόνων ὅρια καὶ ὅσοις τισὶ τοῖς κλείθροις καὶ μοχλοῖς τοὺς ἀεὶ διαδόχους ἀσφαλίζεσθαι διαγέγονεν. εἶτ’ ἐλθόντες τῆς εὐσεβείας ἀθληταὶ καλῶς ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν
20τοὺς ἑαυτῶν ᾠκοδόμησαν ἀγῶνας καὶ τὰ μαρτυρικὰ παλαίσματα. Σὺ δ’ εἰ μὴ καὶ τὴν τῶν κανόνων δουλώσαις ἐλευθερίαν, νόμος αὐτοῖς ἐκείνοις γινόμενος, ἀνίσχυρον λείπεσθαί σοι φάσκεις τὴν
βασιλείαν, καὶ μηδὲν ἐνεῖναι ταύτῃ σεμνόν. εἰ γὰρ ἅπερ ἄλληλα

2

.

917

πέφυκε συνιστᾷν, ταῦτ’ ἀλλήλων φαῖμεν εἶναι φθαρτικὰ, οὐδὲν ἔτι τούτων λελείψεται τῆς οἰκείας οὐκ ἐξιστάμενον φύσεως· καὶ τοῖς τοῦτο συγχωροῦσιν ἄνω ποταμῶν συμβήσεται χωρεῖν τὰς πηγάς. οὐ γὰρ ᾧ τῶν πατρίων κανόνων καὶ γνωμῶν ἄρχειν βού‐
5λεταί τις, τὸ σεμνὸν τῇ βασιλείᾳ περιποιεῖ· ἀλλ’ ᾧ τοῖς πα‐ τρίοις κανόσι καὶ νόμοις ὑπείκειν ἐθέλει· οὐχ ἕως ἂν σωφρονεῖν τις ἐθέλοι, ἄλλως ἔχειν συγχωρεῖν οὐδαμῆ ποθ’ ἕλοιτ’ ἂν οὐ‐ δενί. οὐδὲ γὰρ ἐκεῖνοι τὴν ἰσχὺν καὶ τὸ κόσμιον ἀφαιροῦσι τὴν βασιλείαν, ἀλλ’ ἐκεῖνοι τοῦτ’ αὐτῇ βεβαιοῦσιν. εἰ γὰρ οὗτοι
10πολιτειῶν καὶ ἀρχῶν εὐνομεῖν βουλομένων κατάλυσις, σχολῇ γ’ ἂν ἄλλο τι τῶν πάντων γένοιτο σύστασις. Ἔπειτα καὶ τῶν ἄλ‐ λων ἁπάντων ἐξαιρουμένων, ἅ τ’ ἔφθημεν εἰρηκότες καὶ ἃ προϊ‐ οῦσιν εἰρήσεται, τίς ἂν τοιούτῳ δικαστηρίῳ πιστεύσειεν, ἔνθα κα‐ τὰ ταὐτὸν ὅρκοι τε ἅμα καὶ ὅρκων κατάλυσις γίνεται τῶν αὐτῶν,
15παραπλήσιον ὥσπερ ἂν εἴ τις, τῇ ἀριστερᾷ τὴν δεξιὰν ἀποκό‐ πτων χεῖρα, σώζειν μᾶλλον ἔλεγεν αὐτὴν οὑτωσί. Καὶ μὴν εἰδέ‐ ναι σε οἶμαι καὶ τοῦτο, καὶ διὰ μνήμης ἔχειν ἔτι χλοαζούσης, πολλὰ πολλάκις πρὸς σέ μου φαμένου, μὴ σὲ τὸν ἰατρεύσοντ’ εἶναι τὰ τῆς ἐκκλησίας τοιαῦτα νοσήματα. πῶς γὰρ, τὸν τού‐
20των αἴτιον ἀεὶ γιγνόμενον; ἀλλὰ μήπω τοῦτο· ἀλλ’ ἀναλαβὼν τὴν ἀρχὴν ἐφεξῆς ἀκριβέστερον τῶν παρόντων ἕνεκα διηγήσο‐ μαι· ἵν’ εὐπαρακολούθητος ἅπασιν ἡ διήγησις γένοιτο, σημει‐ ουμένοις ἕκαστα πρός γε τοὺς καθήκοντας τόπους.“ (Γ.) Ὁ δὲ
βασιλεὺς ἐχαλέπαινε καὶ διῴδει θυμούμενος ἐφ’ ἑαυτοῦ, καὶ συ‐

2

.

918

χνὰ στρεφόμενος ἐπὶ τοῦ βασιλικοῦ θρόνου, καὶ τοὺς πόδας ἀμοιβαδὸν νῦν μὲν ἐφαπλῶν, νῦν δὲ συναιρῶν καὶ συνάπτων. ἔστι δ’ οὗ καὶ σιγᾷν ἐκέλευέ με, ἐνιαχοῦ τὴν ἡμέραν ἡμᾶς ἐπι‐ λιμπάνουσαν προβαλλόμενος, μετά γε μὴν τῆς συνήθως ἐπιπο‐
5λαζούσης τῷ ἤθει πραότητος. ἔφθη γὰρ δημοσίᾳ προκαταλη‐ φθεὶς ταῖς τῶν ἐμῶν προκαταστάσεσι λόγων, μήτ’ αὐτὸν, μήτ’ ἄλλον τῶν πάντων οὐδένα, τοῖς ἐμοῖς ἐμποδὼν καταστῆναι λό‐ γοις ἐᾶσαι. συνεκρότει δ’ αὐτῷ τὴν πραότητα καὶ χορὸς οἰκείων τὰ μάλιστα, περὶ αὐτόν τε ἱστάμενος καὶ λαθραίοις μὲν θυ‐
10μοῖς ῥηματίσκιά τινα πέμποντες καθ’ ἡμῶν ἐνιαχοῦ καὶ σποράδην, αὐτοῦ δ’ ἀνυμνοῦντες προφανῶς τὸ μακρόθυμον. (Δ.) „Ἐπεὶ γὰρ ὁ Παλαμᾶς ἀεὶ τὸν Καλαβρὸν αἴτιον τῆς αὐτοῦ βλασφημίας εἶναι προβάλλεται Βαρλαὰμ καὶ σὲ τοῦτο πέπεικε λέγειν ἤδη, ἄκουε δή. φημὶ γὰρ, ὡς καθάπερ Γρηγορίῳ τῷ θεολόγῳ τοὺς
15Ἀρειανοὺς κατατρέχοντι, τὸν υἱὸν ὅμοιον ἁπλῶς τῷ πατρὶ λέ‐ γοντας εἶναι, καὶ ἅμα προστιθέντας πανούργως καὶ τὸ κατὰ τὰς γραφὰς λέγειν, τουτὶ τὸ κατὰ τὰς γραφὰς ὅμοιον φησὶ δέλεαρ τοῖς ἁπλουστέροις εἶναι, τῷ χαλκῷ τῆς ἀσεβείας περικείμενον· οὕτω καὶ Παλαμᾷ τουτωῒ δέλεαρ κατὰ τῶν ἁπλουστέρων εὕρηται
20τοὔνομα Βαρλαὰμ, μισουμένου διὰ τὴν τῶν Λατίνων θρησκείαν τῷ Ῥωμαίων δήμῳ παντὶ, ὅσοι πεῖραν ἔσχον αὐτοῦ. Εἶχε γὰρ τήνδε τὴν νόσον αὐτὸς καὶ πρὶν Βυζαντίοις ἐπιδεδημηκέναι τὸν
Βαρλαὰμ, καὶ ὁρᾷν ἐπ’ ἐμοῦ τε καὶ πλείστων ἄλλων διετείνετο

2

.

919

τήν γε τοῦ θεοῦ σωματικοῖς ὀφθαλμοῖς οὐσίαν· οὐ μόνον δ’ αὐ‐ τὸς, ἀλλὰ καὶ ὁ τούτου διδάσκαλος καὶ ὁμώνυμος Γρηγόριος ὁ Δριμύς. καὶ πολλὰς ἐπήγαγον αὐτοῖς ἐγὼ τὰς λοιδορίας, ἐκ τῶν θείων γραφῶν καταισχύνας τὴν ἄκαιρον καὶ ἀπαίδευτον γλῶτ‐
5ταν αὐτῶν, ὅσον ὁ τότε παρεῖχε καιρός. καὶ τοῦτο δῆλον πέ‐ πραχα σοφοῖς ἀνδράσιν ἐγὼ, τῷ τε μεγάλῳ φημὶ λογοθέτῃ καὶ ὅσοι μετὰ τῆς σοφίας καὶ ἀρχιερωσύνῃ τὴν ἑαυτῶν ἐκόσμησαν ἀρετήν. οἷς καὶ φρικῶδες εὐθὺς ἀκούσασι γέγονε, καὶ Μασσα‐ λιανῶν ἐκάλεσαν αἵρεσιν ταυτηνὶ, κἀμὲ τῶν τοιούτων ἀπέχεσθαι
10παρῄνεσαν ὁμιλιῶν προθέσεσιν ὅλαις ψυχῆς· εἶναι γὰρ παλαιάν τινα φήμην, ὡς μέλλον κατὰ τῆς τοῦ θεοῦ ἐκκλησίας ἔσεσθαί τινα μάλα μεγίστην αἵρεσιν, κἀκ πασῶν συμμιγῆ καὶ ποικίλην, ἣν διορθωθήσεσθαι παγκοσμίου μικροῦ συναχθείσης συνόδου, πάντων σχεδὸν συνιόντων ἐπισκόπων ἅμα καὶ πατριαρχῶν· καὶ
15ταύτην ὀγδόην τε εἶναι καὶ τελευταίαν ὁμοῦ. Τοῦ δὲ χρόνου ῥέοντος, ἐπιμῖξαι καὶ Βαρλαὰμ ἐγεγόνει Ῥωμαίοις, Καλαβρίας τῆς αὐτοῦ γενόμενον μετανάστην πατρίδος, καὶ γνωστὸν ἐνταῦ‐ θα γενέσθαι τοῖς ἄρχουσι, καὶ φιλίας οὐ πάνυ μικρᾶς πρὸς αὐ‐ τῶν ἠξιῶσθαι διὰ τὸ περιὸν τῆς σοφίας· καὶ σοὶ μάλιστα πάν‐
20των καὶ πρὸ πάντων γενέσθαι δεκτὸν, ἅτε φιλολογεῖν ἐξ ἀρχῆς αἱρουμένῳ, καὶ βίβλους πολλὰς καὶ παντοίας κτᾶσθαι φιλοτι‐ μουμένῳ, καὶ λέγειν τι καὶ ἀκούειν καινότερον ἐν σπουδῇ τιθε‐
μένῳ μεγίστῃ. Μετὰ δέ τινα χρόνον φήμη μακρὰ καὶ συνεχὴς,

2

.

920

διαθέουσα τὰς τῶν πολλῶν ἀκοὰς, ὀψὲ καὶ ὡς ἡμᾶς ἀφίκετο, δηλοῦσα τὸν Βαρλαὰμ, ἐν Θεσσαλονίκῃ λόγοις τισὶν ἐντυχόντα τοῦ Παλαμᾶ, ἐπιλαβέσθαι διαῤῥήδην γράφοντος αὐτοῦ καὶ λέ‐ γοντος, σωματικοῖς ὀφθαλμοῖς ὁρᾷν τοῦ θεοῦ τὴν οὐσίαν. ἴσα‐
5σιν ἅπαντες πάντως μαρτυροῦντα τοῦτ’ αὐτὸ καὶ ὃν ὁ Παλα‐ μᾶς εἰς δικαίωσιν ἑαυτοῦ προβάλλεται τόμον. Τοσούτων τοί‐ νυν ἐλέγχων οὑτωσὶ πρὸ ποδῶν ἱσταμένων ἐκ τοῦ προφανοῦς, καὶ πρὶν φανῆναι Βαρλαὰμ ἐν ὅροις Ἑλληνικοῖς δεικνύντων ἔχειν τὴν νόσον ἐνταῦθα τὸν Παλαμᾶν, τίς ὄνησις ἀληθὴς ταῖς τοῦ
10Παλαμᾶ περιέσται κατηγορίαις, ἐπὶ σαθρῷ θεμελίῳ συχνὰ κα‐ ταφεύγειν, τοὔνομα λέγω τοῦ Βαρλαάμ; πάντως διὰ τὸ τῆς θρησκείας μισηθῆναι καὶ διωχθῆναι τὸν ἄνθρωπον, ἐλπίσας ἔσε‐ σθαί τι καὶ τοῦτο βοήθημα καθ’ ἡμῶν, συνδιαβληθησομένων ἐκείνῳ. εὐπροσώπου γὰρ ἡ κακία προφάσεως εὐπορήσασα ῥᾳ‐
15δίως ἐπὶ τὸ ψεύδεσθαί τε καὶ διαβάλλειν καὶ πραγμάτων χειμῶ‐ νας ἐγείρειν χωρεῖ. Οἶμαι γὰρ ὡς εἰ πάνυ πολὺν ἐσκόπει χρόνον, πῶς ἂν ἐπαινέσειε μὲν τὸν οἰκεῖον ἐχθρὸν Βαρλαὰμ ὁ σεμνὸς οὑ‐ τοσὶ Παλαμᾶς, ἑαυτοῦ δ’ οὑτωσὶ φανερῶς τοὺς ἐλέγχους δείξειε τῆς δυσσεβείας ἄφυκτον ἔχειν καὶ ἄμαχον τὴν ἰσχὺν, οὐκ ἂν βελ‐
20τίω τε καὶ καθαρωτέραν ταύτης εἰληφέναι ποτὲ πρόφασιν. τὸ γὰρ πλεῖστα καμόντα ἀρχὴν εὐπρεπῆ ταῖς ἀπολογίαις τῶν κατ’ αὐτοῦ λεγομένων προθεῖναι, ἔπειτα μὴ δυνηθέντα, σαθρῷ ἐξ
ἀνάγκης ἐρείδεσθαι ψεύδει, ποῦ οὐκ ἂν ἀτόπου γλώττης ἤλασεν,

2

.

921

ἢ τίνος ἂν ἐφείσατο λοιδορίας κατὰ τῶν διωκόντων, εἰ σκιᾷ γοῦν τινι περιετύγχανεν ἀληθείας. οὐ γὰρ ὁ Βαρλαὰμ ἦν, ὡς ἐκ τῶν τοῦ Παλαμᾶ φαίνεται λόγων καὶ βίβλων, ὃς εἰσενεγκεῖν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ δοκεῖ τήν τε τῶν Μασσαλιανῶν δυσσεβῆ ταύτην
5αἵρεσιν καὶ ἅμα τὸ τῆς διθεΐας καὶ πολυθεΐας ἔγκλημα· ἀλλ’ ὁ Βαρλαὰμ ἦν μᾶλλον ὁ τοῦτον εἰσάγοντα δείξας. Ἀκούσας γὰρ (φησὶν) ὁ Βαρλαὰμ τῶν περὶ τὸν Παλαμᾶν λεγόντων τὰ καὶ τὰ, διθεΐας ἔγκλημα τουτοισὶ προσετρίψατο. ὁρᾷς ἐναργῆ τὴν μαρ‐ τυρίαν αὐτὸν καθ’ αὑτοῦ κομίζοντα, βέλτιον ἢ κατὰ πάντ’
10ἐχθρὸν καὶ πολέμιον. πρῶτον μὲν γὰρ αὐτοῦ κατηγορηκέναι τὸν Βαρλαὰμ, σωματικοῖς ὀφθαλμοῖς τοῦ θεοῦ τὴν οὐσίαν ὁρᾷν ἐγκαυχωμένου, φησὶ, τοῦτο δὴ τὸ τῶν Μασσαλιανῶν· εἶτα τὸ ἄφυκτον τῆς κατηγορίας ἐκφεύγειν πειρωμένῳ, καὶ διαιρέσει τῆς μιᾶς τρισυποστάτου χρωμένῳ θεότητος εἰς οὐσίαν καὶ χάριν, ἑτε‐
15ροφυᾶ μὲν, ἄκτιστον δὲ καὶ αὐτὴν, διθεΐας ἔγκλημα προστρί‐ ψασθαι. Καὶ τό γε μεῖζον, ὅτι τὰς τοιαύτας αὖθις αὐτὸς ἐκ δια‐ δοχῆς κατηγορίας ἀναλύειν πειρώμενος ἐκ τοῦ πονηροῦ θησαυ‐ ροῦ τῆς καρδίας αὐτοῦ ἐς τὸ πολλαπλάσιον ἐμφανίζει γράφων τὴν αὐτοῦ κακίαν, καὶ τοῖς οἰκείοις ἀεὶ πτεροῖς ἁλισκόμενος,
20ὥσπερ σειρᾶς τινος μιᾶς ἀρξαμένης ἐκεῖθεν καὶ ἀλλήλαις ἐξηρ‐ τημένας τὰς βλασφημίας ἐχούσης, μείζους καὶ χείρους ἀλλήλων ἀεί. Τὸ γὰρ ὄνομά τινος ἐνεργείας καθ’ αὑτὸ προστησάμενον,
οἱονεί τι γένος εἰς ἀπειράκις ἀπείρους διαιρεῖν ἀκτίστους θεότη‐

2

.

922

τας, πῶς μὲν ἰδίᾳ καὶ καθ’ αὑτὰς ἁπάσας ὑφισταμένας, πῶς δ’ ἀνυποστάτους, ποίας ἀτοπίας ἐκπέφευγεν ὑπερβολήν; οὕτω σαθρὸν ἡ τοῦ ψεύδους κακία, καὶ στῆναι μὴ δυναμένη διηνεκῶς ἑαυτῇ περιπίπτει. Τὰ δὲ τοιαῦτα τῆς ἐκκλησίας ναυάγια φεύγον‐
5τας ἡμᾶς, γαλήνῃ συνεζηκότας βίου μακρᾷ, μάλα ἄκοντας ἐπὶ θέατρα καὶ δικαστήριον καθέλκεις, καὶ ὡς δή τινας τῶν κακούρ‐ γων ἐπιτιμᾷς· οὐ μικρά· πλείω δ’ ἀπειλεῖς, καὶ συνελαύνεις πανταχόθεν συνιέναι μὲν τῶν δεόντων οὐδὲν, ἀπροφάσιστον δ’ ὡς ἐπὶ πᾶν εἰπεῖν τὴν πειθῶ τῇ τοῦ Παλαμᾶ πολυθεΐᾳ θύοντας
10ἐναγίζειν. ποία ταῦτα δέξαιτ’ ἂν ἀκούειν ψυχὴ, θεὸν ἕνα προσ‐ κυνεῖν εἰδυῖα, καὶ ταύτῃ συντραφεῖσα τῇ δόξῃ περιφανῶς; εἰς τοσαύτην γὰρ ἡμᾶς συνελαύνει δυσχωρίαν καὶ οὕτω δυσδιεξό‐ δευτον τὸ τῆς σῆς δημηγορίας ἀκροτελεύτιον, ὡς ἀφύκτοις ἅμ‐ μασιν ἐνδεσμεῖσθαι νομίζειν μᾶλλον ἡμᾶς σιωπᾷν, ἢ τὸν ἐπὶ μέ‐
15σης ἵστασθαι λίμνης μυθευόμενον ἐκεῖνον Τάνταλον· ὃν ἀϊδίῳ μὲν τῇ δίψῃ φλέγεσθαι λόγος, φοβεῖσθαι δ’ ἀεὶ τὸν ἀφόρητον φόρτον ἐκεῖνον τοῦ λίθου, καὶ πίνειν κύψαντα μὴ δυνάμενον. τοῦτο δ’ οὐ δικαστοῦ παρίστησιν ἦθος, ἀλλ’ ὄψιν ἔχει πικρῶς ἐφεδρεύοντος καὶ τὰ ξίφη τῆς ἐπιβουλῆς θήγοντος καθ’ ἡμῶν.
20Ὅμως οὐχ ἡμῖν γε τοσοῦτον μέλει τοῦ Βαρλαὰμ, ὅσον σοί γε χρεών· ὃς ἔπηλυν ὄντα τοσαύτην εἰς αὐτὸν ἐνεδείξω ξενίαν, καὶ
οὕτω λαμπρὰν τὴν δαψίλειαν αὐτῷ κατὰ πάντ’ ἐχαρίσω, ὡς

2

.

923

ἑτέρου μὴ δεῖσθαί σε μάρτυρος ἢ σαυτοῦ. ὥστ’ οὐκ ἐμοί σε χρεὼν ἐγκαλεῖν δι’ ἐκεῖνον καὶ τὴν ἐκείνου συνεχῶς προφέρειν αἰτίαν μᾶλλον ἢ σαυτῷ. οὐ γὰρ ἔγωγ’ ἂν αὐτὸς ὁ ταῖς ὑπερο‐ χαῖς εἰμι τῶν τιμῶν εἰς ἀγέρωχον ἐκεῖνον ἐγείρας ὀφρὺν καὶ με‐
5τέωρον φρόνημα· οὐδ’ ἔγωγ’ αὐτὸς ὁ μεγαλοῤῥήμονά σοι διδά‐ σκαλον, καὶ διὰ σοῦ τοῖς ἄλλοις αὐτὸν τοῦ θείου Διονυσίου χειροτονήσας, καὶ ἅμα διαπρύσιον ἑρμηνέα τῶν μυστικῶν τῆς ἐκκλησίας δογμάτων, καὶ ὅσα τῆς καθ’ ἡμᾶς θεολογίας εἰσὶ μυστήρια καὶ δι’ αὐτά γε ταῦτα καὶ τὰ τοιαῦτα, τὴν πάτριον
10γῆν ἐν δευτέρῳ θεῖναι τῆς ἀλλοδαπῆς ταυτησὶ αὐτὸν ἀναγκάσας· οὐδ’ ἔγωγ’ αὐτὸς ὁ καὶ κατὰ πάσης ἄλλης Ῥωμαίων σοφίας ἐν‐ τεῦθεν αὐτὸν μανῆναι πεπεικώς· ἀλλ’ ἔγωγ’ αὐτὸς ὁ τὰς κέδρους εἰμὶ τῆς ὀφρύος ἐκείνου συντρίψας περιφανῶς, καθάπερ ὅτε δρῦν καὶ κέδρον καὶ κυπάριττον ἀπογυμνοῖ τῆς κόμης ὑλοτόμου βρί‐
15θουσα παλάμη· ἔγωγ’ αὐτὸς ἐκεῖνός εἰμι ὁ τότε συστείλας καὶ ἀναχαιτίσας ἐκεῖνον, ἔν τε γαλήνῃ καρδίας καὶ ἅμα τῇ τῆς ἀσφαλοῦς ἐπιστήμης ἐπιεικείᾳ, καθάπερ παράλιος ψάμμος ἀγρι‐ ουμένην θάλασσαν· ἥτις ὁπόταν ὑβριστὴς καὶ ἀγέρωχος ἄνεμος, ἄνωθέν ποθεν ἐξ ἀρκτικῶν καταῤῥεύσας πηγῶν, αὐτῆς ἀναμο‐
20χλεύει τὰ κύματα, διεγείρεταί τε πρὸς ἀνήκεστον θράσος καὶ ἀπειλεῖ κατὰ τῆς ἠπείρου πόλεμον περιφανῆ· ἀλλ’ ἐπειδὰν ἀκούσῃ τῆς φωνῆς τῆς παραλίου ψάμμου, χείλεσιν ἀφθόγγοις ἀναγινωσκούσης τοὺς κανόνας τοῦ κτίσαντος, εὐθὺς ἀναχωρεῖ, προφανῆ δειλιῶσα θεοῦ προστάγματα καὶ ἀναχαιτίζουσα παύει
25θρασυνόμενον ῥόθιον. πῶς οὖν ἄν τις τῷ τοιούτῳ στέρξειεν,

2

.

924

ὅστις τὸν αὐτὸν ἐπὶ τοῖς αὐτοῖς νῦν μὲν ἐπαινεῖ, νῦν δὲ ψέγει; ὃν γὰρ εἰς αἰθέρα φάναι ἀνῆγες τέως, ὡς ἐν θεολογίαις κράτι‐ στον, μηδὲν εἰδότα δεικνύεις ἀρτίως. πῶς δ’ ἄν τις ἐμοὶ νεμε‐ σῴη, ἐκεῖνον καὶ τότε καὶ νῦν ἐπὶ τοῖς αὐτοῖς ἐπίσης λοιδοροῦντι,
5ἐφ’ οἷς ἡμῖν δηλαδὴ πεπολέμηκε; λέγω δὴ τῷ περὶ Ἕλληνα λό‐ γον καὶ τὴν θύραθεν παιδείαν χωλεύειν τὸν ἄνδρα τὰ κράτιστα. καὶ σοὶ μὲν γέγονε ὁ φίλος ζῶν, ἐχθρὸς τεθνηκὼς, καὶ ὁ τε‐ λέως τότε χρηστὸς πᾶν τοὐναντίον ἄρτι ὤν· ἐμοὶ δ’ ὥσπερ τότε ἐχθρὸς, οὕτως οὐκ ἄρτι ὢν φίλος. ὥστε σὺ μὲν ἀρτίως
10ἐκεῖνον λοιδορῶν φίλον λοιδορεῖς· ἐγὼ δὲ τῆς ἐμῆς καὶ νῦν φι‐ λίας τιθέμενος ὑπερόριον πρὸς τὸν οὐδαμῆ ποτε φίλον τοῦτο φαίνομαι δρῶν. ὃς οὖν ἐν πᾶσι τοὺς τῆς θεωρίας καὶ τῆς τῶν πραγμάτων πείρας θεμελίους ἀσαλεύτους ὁμοίως τηρεῖ, τοῦτον ἄρα πᾶς τις οἶμαι κρίνειεν ἂν λέγειν ὀρθῶς, κἀν τοῖς γε ἄλλοις
15ἅπασι, καὶ οἷς συντέθραπται δόγμασι τῆς πίστεως, βεβηκέναι καλῶς. Ἔπειτα πῶς τῆς ἐκείνου κρίσεως αὔταρκες πέρας τότ’ εἰ‐ ληφυίας, νῦν ἀνακρίνειν βιάζῃ, πλείοσιν ἄλλαις ἡμῖν βλασφη‐ μίαις ἁλισκομένου τοῦ Παλαμᾶ, ἃς ὁσημέραι γράφων ἐκεῖθεν προστίθησί τε καὶ ἐπιδείκνυται. οὐ γὰρ ἴσμεν ὄντος ἐκείνου νε‐
20κροῦ πυνθάνεσθαι ἅ τε ἔφασκε τότε καὶ ἃ νῦν. εἰ δ’ ἀναγκαῖον ὑμῖν ἐστι τοῦτο, ἔστι παρ’ Ἕλλησί τις σοφιστὴς νεκρικοὺς δια‐ λόγους ποιούμενος. ἐκεῖνος, εἰ βούλεσθε, κομιεῖ τὰ ἐκείνου λε‐
χθέντα τε καὶ λεγόμενα πάνυ καλῶς. ἡμῖν γὰρ ἀδύνατον σφό‐

2

.

925

δρα τουτί.“ (Ε.) Τοῦ μέντοι Παλαμᾶ παραφθεγξαμένου τι πρὸς ὀργὴν διὰ τὰς εἰρωνείας, εἰχόμην ἐγὼ τῶν ἑξῆς, οὐδὲ μικρὰ γοῦν παραβομβοῦντος ἐκείνου πεφροντικώς. „Φαίη δ’ ἄν τις ἴσως τἀληθοῦς φροντιστὴς παρελθὼν, μηδαμῆ τὸν Παλαμᾶν ἀπαλ‐
5λάττειν εἰκότως τῶν ἐγκλημάτων, εἰ Λατῖνος ὢν ἐκεῖνος οὐκ ὤκνησε παῤῥησίᾳ τῆς ἀσεβείας ἐλέγχους αὐτῷ παριστᾷν. Οὐ γὰρ ὅτι Λατῖνοι, τοῦ γένους ἀφιστάμεθα· ἀλλ’ ἐνίων χάριν ἐγκλη‐ μάτων· ὧν ἐν μέρει κειμένων, τἄλλα πάνθ’ ἥκιστ’ ἂν εἶεν ἡμῖν ἀκοινώνητοι. ἦ γὰρ ἂν καὶ τὴν ἔνσαρκον αὐτῶν δογματιζόντων
10οἰκονομίαν καὶ θάνατον καὶ ταφὴν καὶ ἀνάστασιν πρός γε τοῖς ἄλλοις τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν, ἡμῖν γε δήπου διὰ τὸ Λατί‐ νους εἶναι ὁμολογεῖν οὐκ ἐξείη. ἄπαγε. οὐδὲ γὰρ οὐδὲ Σισίνιον τὸν Ναυατιανὸν ἡ πρώτη παρεκρούσατο σύνοδος διὰ τὴν θρη‐ σκείαν, ἀλλὰ καὶ κράτιστον ἔσχεν ἐπίκουρον κατὰ τῆς Ἀρείου
15μανίας. καὶ Ὠριγένην δ’ ἀποσειόμενοι τῶν γε βίβλων τὰς πλεί‐ στους ἥκιστ’ ἀποσειόμεθ’ αὐτοῦ. μάρτυρες τῶν λεγομένων μάλα τοι ἀψευδεῖς αἱ κατὰ Κέλσου τοῦ καταράτου μάχαι καὶ ἀντιῤῥή‐ σεις καὶ τἄλλ’ ὁπόσα τοῖς θείοις πατράσι φιλοπονήσασι προσεί‐ ληπται βιβλία ἐκείνου τῶν τῆς θείας γραφῆς ἐξηγητικῶν. καὶ ἵνα
20σιωπήσω τὰ πλεῖστα, τὴν ἁγίαν τετάρτην καὶ οἰκουμενικὴν πα‐ ραινοῦσαν εὑρίσκομεν σύνοδον, καὶ ὁμοίως τὴν ἕκτην, μὴ πάνθ’ ὅσα φάσκειν ἐγγίνεται τοῖς αἱρετικοῖς φεύγειν ἡμᾶς εἶναι χρεών.
εἰ γὰρ ἕνα θεὸν ὁμολογούντων ἐκείνων ποιητὴν ἁπάντων ἡμεῖς

2

.

926

ἀποσχοίμεθα, τάχιστ’ ἂν τὴν τοῦ πυρὸς ἐφ’ ἑαυτοὺς ἑκόντες ἑλκύσαιμεν γέενναν. οὗ τί τῶν ἁπάντων χείριστον; καὶ τῶν ἀργύ‐ ρου δὲ καὶ τοῦ χρυσοῦ μεταλλευτῶν οὐχ ὁμιλητῶν ἡγεμόσι κα‐ θισταμένων, διὰ τὸ πάνυ τοι ἀγροικίζεσθαι, τοὖργον περὶ πλεί‐
5στου τούτοις καθίσταται. καὶ ἁλουργίδες δ’ ἔτι καὶ πορφύραι χρήσιμοι τοῖς βασιλεῦσίν εἰσιν· ἀλλ’ οὐδὲ μικρᾶς γοῦν τινος οἱ δρῶντες θέας ἐκείνων ἴσως τυγχάνουσιν οὗτοι, ἀλλ’ ἐνίοτε καὶ μισοῦνται διὰ τὸ τῆς ἐκεῖθεν ἀηδίας ἀπόζειν. οὔκουν οὔτ’ ἐκεῖ‐ νον ἄρα τῆς ἀληθοῦς ἀπάγει κατηγορίας τὰ τῆς θρησκείας, οὔτε
10τῷ Παλαμᾷ βοηθεῖ, οὐχ ἕως ἂν ἁλίσκοιτο τούτοις προφανῶς τοῖς ἐγκλήμασιν. Ἐκεῖνό γε μὴν ἐροίμην ἂν ἡδέως σε, πῶς τῶν Ἰωάννῃ τῷ πατριάρχῃ γραφέντων, περί τε τῶν τοῦ Παλαμᾶ καὶ Βαρλαὰμ καὶ τῆς ἐκκλησίας θορύβων, τὰ μὲν ἀρεστά σοι γίνε‐ ται, τὰ δ’ οὔ, πρός γε τὸ τῷ Παλαμᾷ βουλόμενον ἀνθέλκοντί
15τε καὶ μεθέλκοντι μετὰ πολλῆς τῆς ἀρχικῆς ἐξουσίας τὰς ψήφους. ἢ γὰρ ἅπασι στέργειν χρεὼν τοῖς ἐκείνῳ πατριαρχεύοντι πεπρα‐ γμένοις κατά γε τοὺς τῆς ἐκκλησίας θεσμοὺς, ἢ μηδὲν τῶν ἁπάν‐ των. ἀλλὰ τοῦ πρώτου κρατοῦντος, χώραν οὐκ ἔχει τὸ δεύτερον. Εἰ δὲ δεῖ μερίσαντας ἡμᾶς εἰς δύο τἀκείνῳ πραχθέντα περί γε
20τοῖν δυοῖν τούτοιν ἀνδροῖν ἑκατέρῳ ἑκάτερα δοῦναι, τῷ μὲν τὰ πρῶτα, τῷ δὲ τὰ δεύτερα, σκεπτέον ποτέροις τῆς κρίσεως αἱ βελτίους ἕψονται ψῆφοι. ἀεὶ γὰρ ἦν πατριάρχης ἐκεῖνος, ἄχρι ἧς ἡμέρας αἱ μέσαι φυλακαὶ τῆς νυκτὸς ἐγκρατῆ Βυζαντίου κα‐
τέστησάν σε, ἱερέας τε χειροτονῶν καὶ ἐπισκόπους καὶ τὰς τῶν

2

.

927

δικαστηρίων ψήφους ἐπισφραγίζων. ἐμοὶ δοκεῖ τοῖς δευτέροις. εἰ γὰρ καὶ πάλαι κείμενοι νόμοι πολιτειῶν λυόντων πολλάκις, δυοῖν θάτερον, ἢ κακοῦ τινος ἀπαντήσαντος δι’ αὐτοὺς, ἢ βελτιόνων δευτέρων φανέντων ἐκ τῆς τῶν πραγμάτων δεδοκιμασμένης πεί‐
5ρας καὶ τριβῆς, σχολῇ γ’ ἂν κωλύσειέ τις ἐφ’ ἑνὸς ἀνδρὸς λελῦ‐ σθαι τοῖς δευτέροις αὐτοῦ τὰ πρῶτα, κακοῦ τινος ἀπαντήσαντος ἐκ τῶν πρώτων, κἀκ συναρπαγῆς συμβὰν οὑτωσί πως ἴσως ἀπα‐ τηθέντος. εἰ δὲ καὶ λύσις δοκεῖ μὲν εἶναι τῶν πρώτων τὰ δεύτερα τἀνδρὸς ἐκείνου, οὐκ ἔστι δὲ, ἀλλ’ ἔχει τὴν προσήκουσαν ἀκο‐
10λούθησιν ἄμφω, εἴ τις μετὰ γνώμης βούλοιτο κρίνειν ἀπαθοῦς, ἦ που σαφὴς ἀδικία, ξὺν αὐθαδείᾳ λύειν καὶ κυροῦν, τοὺς μὲν ἐκείνου ταδὶ, τοὺς δὲ ἐκείνου ταδί. Ὧν συγχωρουμένων τοῖς ἄρ‐ χουσιν, οὐκ οἶδ’ ὅπη στήσεται καὶ ποῖ περιχωρήσει τὰ τῆς ἐκ‐ κλησίας δόγματα καὶ πρός γε τὰ τῆς πολιτείας πράγματα, πρὸ
15ποδῶν ἐναργῶς τῆς τῶν ὅλων φθορᾶς ἱσταμένης. οὐ γὰρ εἰς ἕνα τινὰ καὶ δύο τὰ τῆς ἐκκλησίας ἵστασθαι πέφυκεν, ἀλλὰ πάνθ’ ἑξῆς τὰ πρόσω λαμπρῶς ἐπιβόσκεται· καὶ νόμος οὗτος διὰ πάσης γράφεται γῆς, κακῶν ἀρχηγὸς τῶν μεγίστων. οὐ γὰρ ἔτ’ ἔθη καὶ νόμιμα προσήκοντ’ ἄρχουσί τε καὶ ἀρχομένοις ἔσται τηρού‐
20μενα οὐδ’ ὁ μὲν ἐπιτάξει, ὁ δ’ ὑπακούσεται· ἀλλ’ ἔσθ’ ὁμοῦ πάντα χρήματα, καὶ αὐτοῖς πρώτοις κομιεῖ τὴν βλάβην τοῖς ἀρ‐
ξαμένοις τε καὶ προδείξασιν. Εἰ μὴ διὰ γοῦν ἄλλο τι, διὰ γοῦν

2

.

928

τἀποβαίνοντα ἐκεῖθεν ἄτοπα, τηρεῖν ὑπάρχοντος ἀναγκαίου τὰ μήκει χρόνου βεβαιωθέντα καὶ γράμμασι κυρωθέντα νόμιμά τε καὶ δόγματα, στέργειν λοιπὸν καὶ ἡμῖν καὶ δέχεσθαι τοὺς κατὰ καιροὺς ἐπισκόπους καὶ βασιλέας, οἷς ὑπὲρ οἵων δή τινων ψηφί‐
5ζονται, καὶ οἷς οἵων δή τινων καταψηφίζονται· ὡς ὁμοίαν συνά‐ γεσθαι τὴν ἀνάγκην κἀνταῦθα, στέργεσθαι καὶ τοὺς κατὰ τοῦ Παλαμᾶ ψηφισθέντας τε καὶ γραφέντας διὰ τὰς ἄλλας αὐτοῦ βλασφημίας ἀναθεματισμοὺς Ἰωάννῃ τῷ πατριάρχῃ, ταῖς ἄλλαις ἐπίσης ἐκείνου χειροτονίαις καὶ πράξεσιν, αἳ μέχρι καὶ ἐς τὴν
10τήμερον κατὰ τὸ ἀκλινὲς διασώζονται. τούτου δ’ οὕτως ἔχοντος, εὖ ποιεῖν καὶ ἡμᾶς ἐξ ἀνάγκης ἕπεται, τὴν τοῦ Παλαμᾶ κοινω‐ νίαν ἀποσειομένους καθάπαξ καὶ ἀποτρέποντας.“ (ϛʹ.) Τοῦ δὲ βασιλέως τὴν μακρηγορίαν ἡμῖν ὀνειδίζοντός τε καὶ ἀνακόπτοντος, „ἔτι μικρὸν εἰπὼν ἀπαλλάξομαι“, ἔφην ἐγώ. καὶ ἀνενεγκὼν ἐκεῖσε
15τὸν λόγον, „ἢν ἐθέλῃς,“ ἔφην, „ὦ βασιλεῦ, μάλα τοι ῥᾴστη γέ‐ νοιτ’ ἂν ἡ τῆς εὐσεβοῦς εἰρήνης τῇ τοῦ θεοῦ ἐκκλησίᾳ πρὸς τὸ πρότερον τῆς ἁπλότητος ἴχνος ἀνάλυσις. τῆς γὰρ δυνάμεως τῇ βουλήσει καλῶς συντρεχούσης, μηδὲν ἂν ἔτ’ εἶναι μηδαμῆ μήτε πρὸς τὸ κάλλιστον, μήτε μὴν πρὸς τὸ χείριστον, ὃ γένοιτ’ ἂν
20ἐμποδών. καὶ Κωνσταντίνῳ ἐκείνῳ τῷ βασιλεῖ τριακοσίων ἐγγὺς ἐνιαυτῶν εἰδωλολατρίας ἐν βραχεῖ διορθώσασθαι ἐξεγένετο· καὶ τοὐναντίον αὖθις, Ἰουλιανοῦ πρὸς εἰδωλολατρίας νενευκότος,
μικροῦ πάντες ἦσαν αὖθις ὁμοίως ὑπήκοοι τὴν ταχίστην παλιν‐

2

.

929

δρομήσαντες· καὶ οὕτω γε προϊών τις ἀεὶ ῥᾳδίως τοῖς ἄρχουσιν ἑπόμενον ὄψεται τὸ ὑπήκοον, καθάπερ πνοαῖς ἀνέμων πίπτοντα φύλλα δρυὸς, καὶ εἴ τι τῶν οὕτω ῥᾳδίων καὶ κούφων. φέρε τοί‐ νυν, ἀπόδος, ὦ βασιλεῦ, τὴν πρὶν εὐκοσμίαν ἐκείνην τῇ τοῦ
5θεοῦ ἐκκλησίᾳ, ἣν αἱ τοῦ Παλαμᾶ διεσπάραξάν τε καὶ διεμερί‐ σαντο καινοφωνίαι, μυρίων ὅλην μικροῦ θορύβων τὴν οἰκου‐ μένην ἐμπεπληκυῖαι. Ῥᾷστον δ’ ἔσται σοι πάντως τουτὶ, φλογὶ πυρὸς τὴν ὅλην αὐτοῦ βίβλον βουληθέντι χαρίσασθαι, πασῶν ἀνα‐ μὶξ τῶν αἱρέσεων οὖσαν συμφόρημα. εἰ δὲ τῶν ἀμαθῶς ἐχόντων
10ἐνίους διαδιδράσκοι τὰ βλάσφημα, διά τε τὴν τῶν λέξεων σύγχυσιν καὶ τὸ τῆς φράσεως σκοτεινόν τε καὶ ὁμιχλῶδες, ἡμεῖς ἀναπτύ‐ ξαντες δείξομεν καθ’ ἕκαστά τε καὶ κατὰ πλῆθος. Τοιαῦτα γὰρ τὰ τῶν αἱρέσεων ἐπιτηδεύματα, ποικίλα τινὰ καὶ δυσδιάκριτα, καὶ πολλὴν τὴν ὁμοιότητα διασώζοντα πρὸς τὰς ἐν ὄρεσι λόχμας
15καὶ φάραγγας· ἵν’, ὡς ἐκεῖθεν οἱ λῃσταὶ τοῖς ἐν ἁπλότητι παρι‐ οῦσι καρδίας ἀπροόπτως ἐπιπηδῶσιν, οὕτως ὡς ἐκ σκότους οὗτοι τοῦ ξυμμιγοῦς καὶ γριφώδους τῶν ὁμωνύμων ἅμα καὶ πολυωνύ‐ μων λέξεων τὸ τῆς εὐσεβείας βάλλωσι ἁπλοῦν. ἐχρῆν ἂν ἴσως ἐξ ἀντιθέτου, τῆς εὐσεβείας ἁπλότητι κοσμούσης, πολυμιγῆ
20τινα καὶ ποικίλην τὴν ἀντίπαλον εἶναι κακίαν. Καὶ τοῦτο δῆλον τίθησιν εὐθὺς ὁ πολὺς ἐν θεολόγοις Γρηγόριος· „ἦν ὅτε ἤκμαζε τὰ ἡμέτερα (φάσκων) καὶ καλῶς εἶχεν· ἡνίκα τὸ μὲν περιττὸν
τοῦτο καὶ κατεγλωττισμένον τῆς θεολογίας καὶ ἔντεχνον οὐδὲ

2

.

930

πάροδον εἶχεν εἰς τὰς θείας αὐλάς· ἀλλὰ ταὐτὸν ἦν ψήφοις τε παίζειν, τὴν ὄψιν κλεπτούσαις τῷ τάχει τῆς μεταθέσεως, ἢ κατορχεῖσθαι τῶν θεατῶν παντοίοις καὶ ἀνδρογύνοις λυγίσμασι, καὶ περὶ θεοῦ λέγειν τι καὶ ἀκούειν περίεργον· τὸ δ’ ἁπλοῦν τε
5καὶ εὐγενὲς εὐσέβεια ἐνομίζετο. ἀφ’ οὗ δὲ Σέξτοι καὶ Πύῤῥω‐ νες καὶ ἡ ἀντίθετος γλῶσσα, ὥσπερ τι νόσημα δεινὸν καὶ κα‐ κόηθες, ταῖς ἐκκλησίαις ἡμῶν εἰσεφθάρη, καὶ ἡ φλυαρία παί‐ δευσις ἔδοξε, καὶ ὅ φησι περὶ Ἀθηναίων ἡ βίβλος τῶν πράξεων, εἰς οὐδὲν ἄλλο εὐκαιροῦμεν, ἢ λέγειν τι καὶ ἀκούειν καινότερον,
10ὢ τίς Ἱερεμίας ὀδύρεται τὴν ἡμετέραν σύγχυσιν καὶ σκοτόμαιναν, ὁ μόνος εἰδὼς ἐξισοῦν θρήνους πάθεσιν;“ ὅρα ὅπως τὴν πρὶν ὁ μέγας τῶν θείων μακαρίζων δογμάτων ἁπλότητα θρήνων ἄξιον μακρῶν τὸ περιττὸν καὶ ποικίλον ἥγηται τῆς θεολογίας, ἅτε χει‐ μώνων καὶ ναυαγίων αἴτιον τῇ τοῦ θεοῦ γινόμενον ἐκκλησίᾳ. Οἷς
15γὰρ ἀναγκαίοις εἶναι γέγονε, πρὸς τοῦ δημιουργοῦ τῆς φύσεως ἁπλᾶ καὶ τοῖς πᾶσιν εὐπόριστα δεδόσθαι ταῦτα συμπέπτωκεν· ἵνα μὴ δυσχεροῦς τῆς ἀναγκαίας τῇ φύσει χρείας καθισταμένης, ὄλεθρος τοῖς οὖσι κατόπιν ἀκολουθῇ. καὶ πρῶτον ἐπὶ τῶν σω‐ ματικωτέρων τὸν λόγον γυμνάσαντες ἐκ τῶν τῇ αἰσθήσει γνω‐
20ριμωτέρων, ὡς διὰ βαθμίδος τινὸς, ἀναγάγωμεν εὐπαρακολου‐ θητότερόν τινα τρόπον ἐπὶ τὰ θεῖα τῆς ἐκκλησίας δόγματα. οἶ‐
μαι γὰρ, ὡς τὸ μέγα τοῦτο στοιχεῖον, τὸν ἀέρα, τὸν ἄφθονον

2

.

931

πάσης φύσεως πλοῦτον, διὰ τοῦτο πᾶσι προὔθηκεν ὁ θεὸς ὄρεσι καὶ σπηλαίοις καὶ νήσοις καὶ ἠπείροις, ἄχρις αἰθέρος καὶ οὐρα‐ νίων ἀντύγων, ἁπλοῦν καὶ ἀποίκιλον, ἵνα μηδὲν μηδαμῆ τῶν εἰς χρείαν ἰόντων τὴν τοῦ ζῇν αἰτίαν καθ’ οἱονδήτινα ζημιοῖτο
5τρόπον· καὶ οὐδὲν ἁπλῶς τῶν ἐν κόσμῳ τούτου γέγονεν ἄμοιρον, πλὴν ἢ ὃ παντάπασιν ἐστέρηται τῆς γενέσεως. Ἔπειτα τὸ τῆς αἰθερίας ἐκείνης λαμπάδος φῶς ἀρίθμει μοι δεύτερον ἀναγκαῖον· τὴν οὐρανίου λέγω πέπλου πορφύραν, τὴν τἀπίγεια πάντα βό‐ σκουσαν ἡλίου φλόγα. πᾶσι γὰρ καὶ οὗτος ἰδίᾳ καὶ δημοσίᾳ τοῖς
10βουλομένοις ἀεὶ δῶρον ἄσυλον πρόκειται, πλουσίοις ἐπίσης καὶ πένησιν, ἄρχουσι καὶ ἀρχομένοις· καὶ οὐδὲν ἐπὶ γῆς ἀμέτοχον τῶν ἐκείνου γέγονεν ἀγαθῶν, πλὴν ἢ ὃ μὴ μετέσχε τοῦ εἶναι. Ἐπὶ τούτοις καὶ τρίτον ὅρα μοι ἀναγκαῖον τῇ φύσει, τὴν ὑγρὰν τῶν ὑδάτων οὐσίαν, ἄπειρον καὶ αὐτὴν κεχυμένην ἀέρι καὶ γῇ καὶ
15πᾶσι τόποις ἐμφανέσι καὶ ἀφανέσι. μαρτυροῦσί μοι τῷ λόγῳ πο‐ ταμοὶ καὶ λίμναι καὶ πηγαὶ καὶ ὅση τοῖς ἐγκάτοις ἔνεστι τῆς γῆς ὑδάτων φύσις. ἀλλὰ γὰρ, ἵνα μὴ λάθωμεν εἰς μῆκος λόγου παρενεχθέντες, τοῖς τῶν μεγίστων τοῦ κόσμου στοιχείων ἡδίστοις καθ’ ἕκαστα λόγοις ἐνδιατρίβοντες, ἐς τὸ πρότερον ἴχνος τὸν
20λόγον φέρε ἐπανακάμψωμεν. Τὸν γὰρ αὐτόν μοι τρόπον ὅρα κἀν‐ ταῦθα περὶ τῆς πίστεως. ὡς γὰρ τῶν εἰρημένων οὐδὲν οὐδαμῆ ποικίλον καὶ πολυσχιδὲς ἀποπέφανται, ὡς τὸ μὲν τῶν μερῶν ἐφ’
ἑκάστου τούτων μετέχεσθαι, τὸ δ’ οὔ· καὶ τὸ μὲν ὑπὸ τοῦδε

2

.

932

μὲν, ὑπ’ ἐκείνου δ’ οὔ· ἀλλὰ πάντα πάσης ἐπίσης τῆς τούτων μετέχειν δέδεικται φύσεως, κατὰ τὴν ἰδίαν ἕκαστα δύναμίν τε καὶ βούλησιν· οὕτω καὶ ὁ τῆς πίστεως λόγος, ἁπλοῦς καὶ ἀποί‐ κιλος, πᾶσιν ἐπίσης πλουσίοις καὶ πένησι δέδοται, ἄρχουσί τε
5καὶ ἀρχομένοις. Οὐ γὰρ ἄλλο μὲν τὸ βασιλέων καὶ ἡγεμόνων εἶ‐ ναι βάπτισμα νόμος, ἄλλο δὲ τὸ σκαπανέων καὶ ἁλιέων· οὐδ’ ἐκείνου μὲν τόδε, ἐκεῖνο δὲ τοῦδε· ἀλλ’ ἓν καὶ ταὐτὸν καὶ πᾶσι καὶ ἀεί. „ἐν ἑνὶ γὰρ (φησὶν ὁ ἀπόστολος) πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν αὐτοῦ, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες,
10εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι· καὶ πάντες εἰς ἓν πνεῦμα ἐβαπτί‐ σθημεν“· ὡς ἂν μηδαμῆ μηδενὶ τῶν πιστῶν τὸ ζωτικὸν ὡς ἀλη‐ θῶς τῆς ψυχῆς ζημιοῦσθαι ἐξῇ, μήτε καθ’ οἱονδήτινα χρόνον, μήτε καθ’ οἱονδήτινα τρόπον. Καὶ ὥσπερ ἐκεῖ, κατὰ μὲν τὸ τῆς ἀναγκαίας χρείας ἀνάλογον, καὶ ἡ τῶν ἀναγκαίων στοιχείων ζυ‐
15γοστατεῖται χορηγία, πολύχους ὁμοῦ καὶ ἀνενδεής· τὰ δ’ ἄλλ’ ὁπός’ ἐνδεχομένην ἔσχε τὴν χρείαν, καὶ ἥκιστα πᾶσιν ἐπίσης ἐπά‐ γουσαν τὴν ἀνάγκην, σπανιώτερά πως καὶ ἄλλα ἄλλοις προσώποις καὶ ἄλλα ἄλλοις μερίζεται τόποις, τῆς πρὸς ἀλλήλους ἕνεκα φυ‐ σικῆς ἑνώσεώς τε καὶ σχέσεως, οὕτω κἀνταῦθά μοι σκόπει τὰς
20ποικίλας τῶν ἀρετῶν ἰδέας ἄλλας ἄλλως ἄλλοις, ἐπὶ τῶν συστοί‐ χων ἴσως καὶ ἀντιθέτων ἐλαττωμάτων, μεριζομένου τοῦ κτίσαν‐ τος. ὥσπερ γὰρ εἰ ὁ πάντων ἐκεῖ προμηθεὺς τὰ τοῦ βίου τερπνὰ διανέμειν ἐπίσης ἅπασιν ἅπαντ’ ἐδίδου τῇ φύσει, ἀνέραστος ἦν
δήπου γε καὶ ἀταλαίπωρος ἡ τούτων ζήτησις, μηδενὸς μηδενὶ

2

.

933

κατὰ μηδένα γέ τινα χρῆσθαι δεομένου τὸν τρόπον, καὶ ῥᾷστα δὴ τοὐντεῦθεν τῆς φιλαλληλίας ὑποτέμνεσθαι συνέβαινε τοὺς λόγους· ἐπειδὴ δ’ ἔδει κοινωνὸν τὸν ἄνθρωπον εἶναι διὰ τὸ τῆς ἀγάπης χρήσιμον καὶ ἀνακέκραται λοιπὸν τοῖς λυπηροῖς τὰ ἡδέα, λυπεῖ
5μὲν τῷ ἐνδεῖ, τέρπει δ’ αὖ ἐν προθύροις οἰκίζων τὴν ἐλπίδα τῆς εὐπορίας, διδοῦσαν παλάμην ἀντίπαλον τῇ πλεονεξίᾳ τοῦ ἐν‐ δεοῦς· καὶ ζητεῖ μὲν οὗτος, δίδωσι δ’ ἐκεῖνος· καὶ τοὐναντίον αὖθις καὶ διὰ πάντα ἑκάτερον· καὶ νόμος τοῦτο γίνεται φιλίας καὶ δεσμὸς ἀλλήλοις ἄφυκτα ἰσχύων· καὶ τοῦτ’ ἔστιν ὃ γῇ μὲν
10πλωτὴν ἐργάζεται θάλασσαν καὶ ταύτην αὖθις ἐκείνῃ βάσιμον· καὶ Τάναϊς μὲν δι’ αὐτό γέ τοι τοῦτο δρόμον ποιούμενος ὑπερό‐ ριον ἐπιῤῥεῖ τῇ Ἑλλάδι, καὶ Ἴστρος ἐπ’ Αἴγυπτον ἔρχεται, καὶ Μαιώτιδι Νεῖλος κοινοῦται τὸ ῥεῦμα· οὕτω κἀνταῦθα δίδοσθαί φησι ὁ θεῖος ἀπόστολος παρὰ τοῦ πνεύματος ἄλλῳ μὲν λόγον
15σοφίας, ἄλλῳ δ’ ἑρμηνείαν γλωσσῶν, ἄλλῳ δὲ προφητείαν, καὶ ἄλλῳ μὲν ἰαμάτων χαρίσματα, ἄλλῳ δ’ ἐνεργήματα δυνάμεων· καὶ ἄλλοις μὲν ἄλλα, καὶ ἑτέροις ἕτερα· ἐν οἷς ἐνίοτε καὶ ἐπιστῆ‐ μαι καὶ τέχναι τὸ κράτος ἔχουσι· ὡς μήτ’ εἰς ὀφρὺν ἐκφέροιτο διὰ τὸ ἀνενδεὲς τὸ τῆς εἰκόνος ἀρχέτυπον ἐνθυμούμενός τις, μήτ’
20εἰς ἀπογνώσεως ὀλισθαίνοι βυθοὺς, ἀχορήγητον ἔχων τὴν φύσιν παντὸς ἀγαθοῦ καὶ μηδαμῆ παρ’ οὐδενὸς εἰς οἱανδήτινα χρείαν κατὰ μηδένα καλούμενος χρόνον· ὡς γίνεσθαι δῆλον ἐκ τούτων ἁπάντων, τήν τε τῶν ἀναγκαίων φύσιν εἶναι μίαν καὶ ἅμα πᾶσιν
ὁμοίαν τὴν κτῆσιν· τὴν δέ γε τῶν ἐνδεχομένων οὔτε μίαν, οὔτε

2

.

934

πᾶσιν ἐπίσης ὁμοίαν ἀεὶ, ἀλλ’ ἄλλοτ’ ἄλλως καὶ ἄλλοις ἄλλως ἔχουσαν· τὴν μὲν οὖν τῶν εὐσεβῶν πίστιν πάτριον τοῖς ἀναγ‐ καίοις ἀποδιδόναι, τὴν δὲ τῶν δογμάτων σοφίαν τῷ τῆς πίστεως ἐποικοδομεῖν θεμελίῳ, καθόσον καὶ ὅπου καὶ ὅτε καὶ οἷς ἂν ἐν‐
5δέχοιτο. ἄνευ μὲν γὰρ τῆς ἁπλότητος τῆς ἐκ τοῦ θείου βαπτίσμα‐ τος πίστεως, Χριστιανὸν ἀδύνατον εἶναι· σοφίας δ’ ἄνευ δο‐ γμάτων, οὐδὲν κωλύει. „Ἦ γὰρ οὐδὲν ἂν ἦν τῆς πίστεως ἡμῶν ἀδικώτερον, εἰ πρὸς τοὺς σοφοὺς ἔπιπτε μόνον“, φησὶν ὁ θεῖος Γρηγόριος. τοὺς γὰρ τοιούτους λαβυρίνθους, κατ’ ἐκεῖνον τὸν
10ὄφιν, καὶ ὁ τῶν αἱρετικῶν ὑποδυόμενος θίασος, καὶ εἰς διδασκάλους ἕνεκα κενοδοξίας μετασχηματιζόμενοι, συναρπάζουσι κακουργίαις ῥημάτων διανοίας ἀπειροκάλους, ἐκ τῶν ἐντεῦθεν ὑποδειγμάτων λυμαινόμενοι τὴν ἀλήθειαν καὶ τὸ τῆς θεολογίας καταῤῥυπαίνον‐ τες, ὡς ὁ μέγας ἔφη Βασίλειος. καὶ τοῦτον εἶναί φημι καὶ ὃν ὁ
15θεῖος πεφόβηται φόβον ἀπόστολος, „μήπως (φάσκων) φθαρῇ τὰ νοήματα ἡμῶν ἀπὸ τῆς ἁπλότητος τῆς ἐν Χριστῷ“. „εἰ γὰρ αὐτὸς ὁ Σατανᾶς μετασχηματίζεται“, φησὶν, „οὐ μέγα εἰ καὶ οἱ διάκο‐ νοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης.“ Ἃ μὲν οὖν εἰκὸς ἦν εἰπόντας περὶ τῆς πίστεως, δεῖξαι ὅσον τὸ ἀναγ‐
20καῖον, δίχα προσθήκης καὶ ἀφαιρέσεως στέργειν αὐτῇ, καὶ ὅσον αὖθις τῶν δογμάτων τὸ ἐνδεχόμενον, καὶ ὡς ἅπασι μὲν ἀνάγκη Χριστιανοῖς τὴν δέουσαν εἰδέναι τῆς πίστεως προσκύνησιν, οὐ
πᾶσι δ’ ὁμοῦ καὶ τὴν τῶν δογμάτων ὁμοίαν σοφίαν καὶ τὸ θεο‐

2

.

935

λογεῖν, οὐ μὴν οὐδ’ ἀεὶ, οὐδ’ ἄνευ κοινῆς συνόδου τῶν πανταχῆ τῆς οἰκουμένης ἐπισκόπων· καὶ ὡς πρὶν ἢ φανῆναι τὸν Καλα‐ βρὸν Βαρλαὰμ, θησαυρὸς τῶν τοιούτων ἦν καινοφωνιῶν ἡ τοῦ Παλαμᾶ καὶ γλῶττα καὶ χεὶρ, εἴρηται· μετρίως μὲν νῦν, διὰ
5τὴν τῶν ἀντιθέτων ὀχλοκρατίαν· εἰρήσεται δ’ ἑξῆς πλατύτερόν τε καὶ καθαρώτερον, εἰ πᾶσα δυναστεύουσα χεὶρ ἀπείη. Δυοῖν οὖν ὁπότερον ἂν βούλοιτο Παλαμᾶς αἱρείσθω· ἢ τῶν ἀκαίρων καὶ μηδὲν αὐτῷ προσηκουσῶν προφάσεων ἀφιστάμενος δεχέσθω παραπλησίως ἡμῖν τὴν τῆς εὐσεβοῦς ἁπλότητα πίστεως, πάσας
10πρότερον τὰς αὐτοῦ πυρὶ παραδεδωκὼς βλασφημίας· ἢ τῆς αὐ‐ τοῦ κοινωνίας ἀφισταμένους ἡμᾶς ἐνοχλείτω μηδέν. οὐ γὰρ νό‐ μος ἐκκλησίας, οὔτ’ αὐτῷ, μηδαμῶς εὐσεβεῖν αἱρουμένῳ, βίαιον ἐπιφέρειν οὐδὲν, οὔθ’ ἡμῖν εὐσεβοῦσιν· ἢν μή τις βούλοιτο τυ‐ ραννεῖν. τί γὰρ κενοδοξίας ἐνταῦθα δεῖ, τῇ ψυχῇ μαχομένης
15καὶ τῷ αἰωνίῳ παραπεμπούσης πυρί; ἢ τίς φρονήσει καὶ νῷ διοι‐ κῶν ἑαυτὸν, ἔπειτα τὸ σκεῦος τοῦ πνεύματος ὁρῶν τὸν ἀπόστο‐ λον λέγοντα, ὡς οὐδέν εἰμι καὶ ὡς οὔπω κατειληφέναι λογίζομαι ἐμαυτὸν, οὐχ ὑποπτήσσει καὶ ὑποπίπτει, ἵνα καὶ σύνεσιν ἔχειν δόξῃ, καὶ ἅμα τῆς ὀρθῆς οὐκ ἀπόσχηται πίστεως; καὶ τῶν ἀστα‐
20χύων γὰρ τοὺς πίπτοντας μᾶλλον ἀγαπωμένους ἴσμεν τοῖς γεωρ‐ γοῖς, ἢ τοὺς ἀκλινῶς ἱσταμένους. ἐφόδιον γὰρ ταῖς τῶν σχημά‐ των ἐναλλαγαῖς, ἐκεῖ μὲν τὸ βρίθεσθαι τοῖς καρποῖς, ἐνταῦθα
δὲ τῆς κουφότητος τὸ κακόδαιμον. εἶεν.“

2

.

936

βʹ. Ἀλλὰ γὰρ ἐμοὶ μὲν (ὡς ἐν κεφαλαίῳ φάναι) τοιάδε, πρὸς βασιλέα καὶ τοὺς ἐκείνου λόγους τὰς ἀποκρίσεις εὐθύνοντι, διει‐ λέχθαι συμπέπτωκεν. ὁ δὲ τὸ μέσος εἶναι κατὰ τὰ ὀμωμοσμένα πόῤῥω που θέμενος ὅλος τῆς τοῦ Παλαμᾶ γνώμης ἅμα καὶ γλώτ‐
5της αὖθις ἀντιποιούμενος ἦν. τοῖς γὰρ ἐκείνου τοσοῦτο παρείχετο λόγοις τἀγώνισμα, ὅσον οὐδ’ ἂν εἰπεῖν ἔχω θαῤῥούντως τοῖς ἰδίοις, εἴπερ αὐτὸς ἄντικρυς ὁ τοῖς ἐγκλήμασί τε ἐνεχόμενος καὶ τὰς εὐθύνας ὑπῆρχε διδούς. διὸ καὶ τοῖς ἐμοῖς ἀχθομένῳ λόγοις ἐῴκει κομιδῇ, τὴν ἑτέραν καὶ οὐδαμῆ τὴν ἐκείνου βαδίζειν αἱρου‐
10μένῳ, ὥσπερ ἂν εἰ μόνοις τοῖς ἐκείνου βουλεύμασι πέπρωται κύ‐ κλῳ περιῤῥεῖν τὰς τῆς δικαιοσύνης πηγάς. ἐμοὶ γὰρ μάλα τοι δεδογμένον ἐπῄει γίγνεσθαι σκοποῦ προτεθέντος ἐκ προοιμίων, ἐκεῖνα λέγειν, ὅθεν ἂν τὰ τῶν σκανδάλων αἴτια τῆς ἐκκλησίας ἐξαιρεθῆναί τε ῥᾷστα καὶ ξὺν οὐδενί ποτε γένοιτο πόνῳ. ὁ δὲ
15ὥσπερ ὠδίνων, καὶ περιστρέφων ἅπαντα τὸν σκοπὸν ἐξ ἀρχῆς εἰς ἅπερ ἦν τῷ Παλαμᾷ πρὸς βουλήσεως, ἐκεῖ κἀμὲ τὰς τῶν λόγων προσηνάγκαζεν ἀνθέλκειν ἡνίας. (Β.) Ὅθεν ἐξὸν ἐμὲ παῤῥη‐ σιαστικώτερον τοῖς ἐλέγχοις κεχρῆσθαι, εἰ Παλαμᾶς αὐτός μοι τὰς ἀντιῤῥήσεις εἰσῆγεν, ἔγωγε ὑφιέμην, οὐ μάλα ἑκὼν ἀνάγκῃ
20δουλεύων. καὶ πῶς γὰρ οὔ· ᾧ καὶ δι’ εὐλάβειαν βασιλικὴν ὑφει‐ μένως πως προενηνεγμένῳ τοὺς λόγους, ὑπὲρ τοῦ μηδὲν ἀπηχὲς εἰπεῖν σκοπουμένῳ, πολλαί μοί τινες καὶ βαρεῖαι γεγόνασιν ἐκεῖ‐
θεν ἀπέχθειαι καὶ πρὸς τὸν τοῦ λόγου δρόμον ἐφόδια φθαρτικὰ,

2

.

937

τὸ τοῦ ἤθους ἐλεύθερον φυλάττειν ἀδούλωτον εἰθισμένῳ, καὶ μάλιστα νῦν ὀφείλοντι, περί γε θεοῦ καὶ τῶν τῆς ἐκκλησίας ἐκείνου δογμάτων τοῦ ἀγῶνος ὄντος ἡμῖν; (Γ.) Ὡς ἂν ἡ συμ‐ φωνία διηνεκὴς τοῦ πρώτου σκοποῦ τοῖς ἄλλοτ’ ἄλλως μεταξὺ
5παραπλεκομένοις πράγμασιν ἐπίσης ἀκήρατος μένῃ, ἦν ὠθισμός τις καὶ βία παρ’ ἑκατέροις ἡμῖν, ὁποία κἀν τοῖς ὁπλομάχοις ἀγῶσι ὡς τὰ πολλὰ καθίσταται, βιαζομένων ἑκατέρων τῶν στρα‐ τοπέδων, πρὶν συῤῥαγῆναι τὰς τάξεις, περὶ τοῦ ποτέροις ἂν προκατειλῆφθαι γένοιτο τὸν ὑπερέχοντα τόπον, ὡς ἐνταῦθα τοῦ
10παντὸς ἀγῶνος τὰς τῆς νίκης στρέφοντος ἐλπίδας, κἀν τούτῳ τὰς ἀδήλους τοῦ πολέμου προκατατιθεμένου τύχας ὡς τὰ πολλά. (Δ.) Ὁ μὲν γὰρ πρῶτον τοὺς τῆς σηπίας με τρόπους ἔλεγε μι‐ μεῖσθαι· καθάπερ γὰρ ἐκείνην, μηχανωμένην δρασμὸν, τὸ μέ‐ λαν ἐμεῖν κατὰ τῆς τῶν ἁλιέων σαγήνης, οὕτως ἔφασκε κἀμὲ,
15πρὸς ἕτερα μεθαρμόζειν κατὰ τὸ λεληθὸς τὸν ὅλον σκοπὸν τοῦ ἀγῶνος ἀεὶ πειρώμενον, κατ’ ἐκείνου μηχανᾶσθαι ξενηλασίαν φάναι τινὰ, καὶ τοῦ Θαβωρίου φωτὸς ἀπελαύνειν πανούργως, αὐτάρκη πρόφασιν ἐς τὴν προκειμένην ὑπόθεσιν ἔχειν οἰομένου τουτί. δεύτερον ἐνεκάλει μοι, κακῶς εἰσάγειν τὸ περὶ τοῦ μὴ
20δεῖν θεολογεῖν κεφάλαιον, τῶν ἁγίων ἄνω καὶ κάτω διαῤῥήδην θεολογούντων· οἷς καὶ τὸν Παλαμᾶν ὑποδείγμασι χρώμενον τὰς νέας ἔλεγε γράφειν θεολογίας, ὑπὲρ ὧν τὸ οἰκεῖον αἷμα διδόναι
καὶ μάλα προθύμως ὁ ἀῤῥεπὴς κριτὴς διετείνετο· ἃς καὶ καυ‐

2

.

938

θῆναι λέγοντος μᾶλλον ἐμοῦ, καθήπτοντο μάλα σφοδρῶς καὶ παῤῥησίᾳ Παλαμᾶς καὶ Ἡρακλείους, σύν γε τῷ πατριάρχῃ, τότε λέγοντες καυθήσεσθαι σφᾶς, ὅτε καὶ τὸ τοῦ Χριστοῦ εὐαγγέλιον, εἰς ταὐτότητος λόγον φεῦ τὴν ἀμφοτέρων τιθέντες ἁρμονίαν. καὶ
5ἔτι καὶ τρίτον ἔγκλημα τουτὶ προσῆγεν ἐμοὶ, λέγω δὴ τὸ τῆς ἐμῆς ὁμιλίας πρὸς βασιλέα σκληρὸν καὶ οὐκ ἐνδιδόμενον οὐδαμῆ· μηδὲ γὰρ εἶναι σοφῶν βασιλεῦσιν ὁμιλεῖν οὑτωσί. (Ε.) Περὶ οὗ καὶ βραχέα εἰπὼν ἀπήλλαγμαι, οὐ μόνον τοὺς τῶν ἁγίων πάλαι πρὸς βασιλέας εἰς μέσον ἀγαγὼν διαλόγους, ἀλλὰ καὶ τῶν
10ἔξω σοφῶν ἐνίους, Σόλωνος πρὸς Κροῖσόν φημι τῶν Λυδῶν βασιλέα, καὶ Πλάτωνος πρὸς Διονύσιον, τὸν τῆς Σικελίας, καὶ πλείους ἄλλους, ὧν οὐ χρεία μεμνῆσθαι τανῦν. πῶς γὰρ ἂν μι‐ γείη τὰ ἄμικτα, σοφία λέγω καὶ κολακεία; εἰ γὰρ σοφὸς, οὐ κόλαξ· εἰ δὲ κόλαξ, οὐ σοφός. ὅταν δὲ καὶ περὶ τοῦ θεοῦ τὰ
15τῆς διαλέξεως ᾖ, τότ’ οὐδ’ εὐσεβὴς ὁ κόλαξ. ἄλλως τε καὶ τῆς σοφίας, εἰ πρὸς ἀνθρωπίνην ἅπασαν συγκρίνοιτο εὐγένειαν, τοσοῦ‐ το διαφερούσης ὅσον ὀβολοῦ λυχνίτης, τοσοῦτο διαφέρειν χρεὼν καὶ τὴν τῶν σοφῶν ὁμιλίαν, συγκρινομένην πρὸς ἀνδραποδώδη καὶ ἀγεννῆ κολακείαν. ἦ πολλὴ μεντἂν ἀλογία γε εἴη, καὶ πα‐
20ραπλήσιον, ὥσπερ ἂν εἰ ἐνεκάλει τις Ἀχιλλεῖ μὴ βουλομένῳ Θερ‐ σίτην εἶναι, ἢ τῷ λέοντι μὴ τὴν ἀλωπεκῆν ἀλλαττομένῳ τῆς
λεοντῆς. (ϛʹ.) Περὶ δὲ τοῦ τῆς σηπίας μέλανος καὶ πάνυ τεθαύ‐

2

.

939

μακα, πῶς οἷς ἐγκαλεῖσθαι ἐκεῖνον ἐχρῆν, τὰ μὲν προφανῆ πα‐ ρατρέχοντα, τὰ δ’ ἀφανῆ καὶ πόῤῥω μνήμης ἐς μέσον ἄγοντα, ταῦθ’ ἡμῖν αὐτὸς ἐγκαλεῖν οὐκ ὀκνεῖ, καὶ ταῦτα καὶ περὶ αὐτῶν ἐν ἑτέρῳ που τὰ εἰκότα προδιαλαβοῦσι. „ὅμως ἐπείπερ οὐ διαλεί‐
5πεισ“, ἔφην, „περὶ τὸ Θαβώριον ἀναστρεφόμενος καὶ πᾶσαν εἰς τοῦτο φέρων ὑπόθεσιν, οὐκ ἔχων (ὡς ἔοικεν) ὁρμητήριον ἕτερον, ἢ μὴ ἔχων ἀσφαλέστερον, ἐγώ σου καὶ ταύτην λῦσαι πειράσομαι τὴν ἀνάγκην, οὐ πάνυ προσῆκον ἡμῖν. τί γὰρ ἔδει νεκρικῶν ἡμῖν διαλόγων τήμερον, μυρίας ἄλλας καινοφωνίας προκομίζουσι,
10ὁποίας ἐκεῖθεν ἀεὶ καὶ γράφων καὶ λέγων ὁ Παλαμᾶς ἁλίσκεται;“ (Ζ.) Λέγειν τοίνυν ἀρξάμενος τὸ συνεχὲς ὑπ’ ἐκείνου διεκοπτό‐ μην τῶν λόγων, δειλιῶντος οἶμαι τὸ τῶν ἐλέγχων ἄμαχόν τε καὶ δυσεκβίαστον, ὅτι λύσιν τῶν ἤδη προτεινομένων αὐτὸς οὐκ εἶχεν ἀνανταγώνιστον.
15 γʹ. Ὅμως ὑμῖν οὐκ ὀκνήσω διεξιέναι τὰ καιριώτερα κατὰ τὸ συνεχὲς ἐν τῷ ἄρτι, τό,τε διάπυρον τῆς ὑμῶν ἀκροάσεως παρα‐ κρούεσθαι δυσωπούμενος καὶ ἅμα ἐπιῤῥαπίζειν αὐτοῦ βουλόμενος τὸ νομίζειν ἐκεῖθεν ἔχειν, εἰς ἅπερ ἐνεχόμενος ἐγκαλεῖται, βοή‐ θημα γοῦν τι μικρόν. (Β.) Ἔφασκον γὰρ μήτε τοῖς τότ’ ἐκεί‐
20νου χρείαν ζητήσεως, μήτε τοῖς νῦν. ἃ γὰρ ταῖς ἀεὶ παροιμίαις ὄνειδον ἔχει περιφανῆ κομιδῇ, ταῦθ’ ὁ Παλαμᾶς οὐκ αἰσχύνεται δρῶν. τὸ γὰρ „ἄμας ἀπαιτούμενον ἀρνεῖσθαι σκάφασ“ πάλαι
μὲν ταῖς παροιμίαις ἐπαίζετο· νῦν δὲ τούτῳ καὶ σφόδρα σπουδά‐

2

.

940

ζεται. ἐγκαλουμένῳ γὰρ, ἄκτιστον λέγοντι βλέπειν φῶς καὶ θεὸν σωματικοῖς ὀφθαλμοῖς, ἔπειτ’ ἀπόδειξιν ἐναργῆ κεκτημένῳ μηδα‐ μῆ μηδενὸς τῶν ἁγίων, ἐπικουρίαν ἔδοξεν ἔσεσθαί οἵ τινα, εἰ ὥσπερ εἰς καταφυγὴν ὀχυρὰν ἀνεχώρησε πρὸς Θαβὼρ τὸ ὄρος
5καὶ τὸ φῶς ἐκεῖνο. καὶ εἰ μέν τινα προεκόμιζεν ἐνταῦθα γοῦν τῶν ἁγίων, ταὐτὸν ἐκείνῳ φάσκοντ’ εἶναι τουτὶ τῷ ἐν Θαβωρίῳ, συγ‐ γνώμη τις ἂν ἴσως ἦν, εἰ καὶ μηδὲν ὀνήσειν ἔμελλεν αὐτῷ ψευ‐ δομένῳ τὴν πρώτην ὑπόθεσιν. νῦν δ’ οὐδεὶς εὑρίσκεται τῶν ἁγίων λέγων ἃ αὐτὸς τερατεύεται. θέσιν δ’ ἑαυτοῦ ποιούμενος ταύτην
10αὐτὸς ψευδῆ καὶ ἀσύστατον οὕτως ἄνεισιν εἰς τὸ ὄρος, πρὶν καθαρθῆναι καὶ γλῶτταν καὶ διάνοιαν. (Γ.) Ἐκ πολλοῦ γὰρ εἰκονομαχίαν νοσῶν ὁ ἀνὴρ, ὡς ὑπὸ πολλῶν πολλάκις καὶ τοῦτο μεμαρτύρηται μὲν, σεσίγηται δὲ μὴ προσιεμένου τοῦ βασιλέως, αἰνιγματωδῶς πως τοῖς αὐτοῦ ποιήμασιν ἐπισπείρει τὸ νόσημα.
15οἱ γὰρ εἰκονομάχοι μεταβεβλῆσθαι τὴν τοῦ κυρίου σάρκα κατὰ τὴν μεταμόρφωσιν ἔλεγον ἐπὶ φῶς ἄφθαρτόν τε καὶ ἄκτιστον θεότητα. δῆλον δὲ ἐκ τῶν τότ’ ἀγωνισαμένων κατὰ τῆς αἱρέσεως θεοφόρων καὶ θεολόγων ἀνδρῶν. ὧν ἕνα Θεόδωρον τὸν Γραπτὸν προχειρισάμενοι διὰ τὸ σύντομον, ὃς Εὐσεβίῳ τῶν τότε λογίων
20τῷ πρώτῳ συμπλακεὶς εἰς διάλεξιν τάδε φησὶ, δείξομεν ἐν βραχεῖ. (Δ.) Πρῶτον μὲν οὖν εἰσάγει λέγοντα ἐκεῖνον, ὡς τὸ σῶμα τοῦ Χριστοῦ μεταμεμόρφωται καὶ ἀπηθανάτισται καὶ ἄφθαρτόν
ἐστι, καὶ ἡ τοῦ δούλου μορφὴ ἐν τοιούτοις γενομένη ἐξ ὅλων

2

.

941

ὅλη μεταβέβληται ἐπὶ φῶς ἄῤῥητον καὶ ἀνεκδιήγητον, αὐτῷ τῷ θεῷ λόγῳ πρέπον. εἶτα ἐλέγχει αὐτὸν λέγων· „ἀλλὰ κατακομ‐ ψεύεται Εὐσέβιος, ἐπὶ φῶς ἄῤῥητον καὶ ἀνεκδιήγητον καὶ τῷ θεῷ λόγῳ πρέπον τὴν τοῦ κυρίου σάρκα μεταβεβλῆσθαι. καὶ τί
5ἂν εἴη τοῦτο τὸ φῶς, ζητεῖν ἐπάναγκες. οὐ γάρ πω σαφῶς ὅ, τι ἐστὶν ὁ γεννάδας ὑπέδειξε νῦν, ὅτι μὴ τῷ θεῷ λόγῳ πρέπον προσθείς· εἰς ὕστερον δὲ ἐρεῖ ἐκδηλότερον. ὅμως πρὸς τὰ δεδο‐ γμένα αὐτῷ ἐν τῷ παρόντι τὸν λόγον ἡμεῖς ἐξετάσωμεν. τί οὖν ἐστιν; ἆρα οὐσία τις καὶ ἐνυπόστατον καθ’ αὑτὸ ὑφεστὼς καὶ
10μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν; ἢ ποιότης ἀσώματος καὶ ἀνούσιος, ἐν ἄλλῳ τὸ εἶναι οὐκ ἐν ἑαυτῇ θεωρούμενον ἔχουσα; ἀλλ’ εἰ μὲν οὐσία ἐστὶ, πότερον ἀγγελική; ἐπεὶ καὶ ἄγγελος φῶς καὶ τοῦ πρώτου καὶ ἀνωτάτω φωτὸς μαρμαρυγὴ καὶ ἀπόλαμψις. ἀλλ’ οὐκ ἂν τοῦτο εἴποι.“ καὶ μετ’ ὀλίγον· „εἰ θεία οὐσία, πῶς
15εἰς τοῦτο μετῴχετο; εἰ μὲν ἐν ἰδίᾳ ὑποστάσει καθ’ ἑαυτὴν θεω‐ ρουμένη μετελθοῦσα, καὶ οἷον ἄλλο καὶ εἰδικὸν ἀποτεμομένη πρόσωπον, εἰς τὴν τοῦ λόγου διαπρέπον ἐμφέρειαν, μηδεμιᾷ τῶν ἐν τῇ τριάδι νοουμένων συμπαρυποστᾶσα καὶ συμφυεῖσα, τετρὰς σαφῶς αὐτῷ ἡ τριὰς ἀποτετέλεσται. καὶ ὁρᾶτε, ὡς φι‐
20λότιμος περὶ τὴν θείαν οὐσίαν Εὐσέβιος, ἀφθονίᾳ ὑποστάσεως πληθύνων καὶ αὔξων τὰ ἀπλήθυντα καὶ ἀμείωτα καὶ πάσης τῆς
ὁπωσοῦν ὑφέσεως καὶ πλεονασμοῦ παντάπασιν ἀνεπίδεκτα. εἰ δ’

2

.

942

εἰς τὴν τοῦ λόγου συγχεθεῖσα καὶ ὥσπερ συνουσιωθεῖσα παρῆλθεν ὑπόστασιν, μετὰ πλείονος τῆς εὐγνωμοσύνης προσθήκην καὶ αὔ‐ ξησιν τῇ τοῦ λόγου αὐτῇ δίδωσιν ὑποστάσει· ἥτις οὐκ ἄλλη πα‐ ρὰ τὴν τοῦ πατρὸς οὐσίαν τῇ φύσει ἐστὶ, τῷ χαρακτηριστικῷ
5δὲ τῆς ἰδιότητος μόνον κατὰ τὴν γέννησιν διαφέρουσα. οὕτω πρὸς τὴν ὑπερπλήρη καὶ ἀπροσδεᾶ καταδαψιλευόμενος φύσιν τὴν ἑαυτοῦ σαφῶς ἐκπομπεύει μανίαν, ὥστε σύνθεσιν ἐπὶ τῆς ὑπερη‐ πλωμένης καὶ πάσης ἁπλότητος ὑπερέκεινα οὐσίας ἐπινοεῖν, ἐξ ἧς καὶ πάθος ἐξ ἀνάγκης ἕψεται ἐπὶ τῆς μακαρίας καὶ ἀπαθοῦς
10θεότητος.“ καὶ μετ’ ὀλίγον· „ὑπόλοιπον δ’ οὖν ἐστι ζητεῖν, εἰ ποιότητα τοῦτο ἀσώματον ἢ ἀνούσιον εἶπε, τί συμβαίνει· οἷον ἀπόῤῥοιάν τινά τινος οὐσίας καὶ ἀπαύγασμα, εἰς ἣν ἡ μορφὴ ἐκείνη μεταβέβληται; ἀλλ’ οὐδὲν ἧττον ἡ πασῶν ἐσχάτη ὕβρις καὶ ἀτοπία τῷ θείῳ προστρίψεται σώματι. λωβήσαιτο γὰρ ἂν
15τὸν τοῦ εἶναι λόγον, καὶ ταύτῃ τὸ ἀνύπαρκτον εἰσαχθήσεται. ἄλ‐ λως τε οὐδ’ ἔνεστι ποιότητα ὑποκειμένου δίχα καθ’ ἑαυτὴν ὅτι ποτέ ἐστι διαδειχθῆναι, κἂν τῶν οὐσιωδῶν αὐτὴν εἴποι τις· ἣ καὶ εἰς οὐσίας μέρος ἀνάγεται. ὡς δ’ ἐπὶ παραδείγματος εἰπεῖν, οὐκ ἂν τὸ λογικόν που συσταίη ὑποκειμένου ἄνευ, ὅ ἐστι τὸ ζῶον, εἰ μὴ
20πρότερόν τις ὑπόθοιτο οὐσίαν ἔμψυχον αἰσθητικήν. ὡσαύτως καὶ εἰ τὸ θνητὸν, ἢ ἀθάνατον, ἤ τι τῶν τοιούτων. ἐν τίνι γὰρ ἂν σχοίη
τὴν ὕπαρξιν;“ καὶ ἀλλαχοῦ· „ὅτι μὲν γὰρ τὸ φθαρτὸν τοῦτο ἐν‐

2

.

943

δύσασθαι δεῖ ἀφθαρσίαν καὶ τὸ θνητὸν ἀθανασίαν, ὁ μέγας μυσταγωγεῖ ἀπόστολος. τὸ δὲ σῶμα ἀσωματότητα ἐνδύσασθαι, ἢ τὸ κτιστὸν γενέσθαι ἄκτιστον, ἢ τὸ περίγραπτον εἰς ἀπεριγρα‐ ψίαν μετατεθῆναι, οὔπω μέχρι καὶ τήμερον ἤκουσται.“ καὶ ἀλ‐
5λαχοῦ· „τὸ φύσει ἁπλοῦν οὔτε ὁρᾶσθαι, οὔτε εἰδοποιεῖσθαι, οὔτε πάσχειν τι καθ’ ὁντιναοῦν τρόπον πέφυκεν. ἀπαθὲς γὰρ καὶ ἄφθαρτον καὶ πάντη ἀκατάληπτον καὶ ἀπερίγραπτον· τοῦτο δὲ τί ἂν εἴη ἄλλο ἢ θεός;“ καὶ μετ’ ὀλίγον· „εἰ γὰρ ταὐτὸν εἶεν, οὐ δύο ἂν εἶεν, ἀλλὰ μία φύσις. ἡ γὰρ σύνθεσις τὸ διάφορον τῶν συντρε‐
10χόντων ᾄδει καὶ ἑτεροούσια εἶναι δηλοῖ.“ (Ε.) Ἐντεῦθεν ἐξεῖναι τοῖς βουλομένοις οἶμαι συνορᾷν, ὁμοῦ τῷ καταράτῳ Εὐσεβίῳ ἐκείνῳ καὶ Παλαμᾶν ἐλεγχόμενον, ἅτ’ ἐκείνῳ ταὐτὰ γράφοντα καὶ φρο‐ νοῦντα. ὅτι μὲν γὰρ καὶ θεῖαι τῶν ἁγίων εἰκόνες καὶ τοῖς περὶ τὸν Παλαμᾶν ἐῤῥιπτοῦντο πρὸς πῦρ, δῆλον μὲν τοῖς θεασαμένοις
15τε καὶ τὸ ἀπόῤῥητον ἐξειποῦσι καὶ ὅρκῳ βεβαιωσαμένοις τουτὶ πρὸς πολλούς· ὅτι δὲ φωραθέντες, καὶ δείσαντες τὴν τοῦ πλή‐ θους ὁρμὴν, καὶ μάλιστα διὰ τὸ ἐπεισπεσὸν ἕτερον νέφος τῶν ἐγκλημάτων αὐτοῖς, προσκυνεῖν ὑποκρίνονται καὶ αὐτοὶ, καὶ πρὸς τοὺς θείους συνεισιέναι ναοὺς, σιωπῇ καλύπτεσθαι ἐπεπράχεσαν.
20σιωπητέον καὶ ἡμῖν ἐν τῷ ἄρτι. (ϛʹ.) Δεικτέον δ’ οὖν τὴν συμ‐ φωνίαν ἀμφοῖν ἔκ τε τῶν σφίσιν ἀεὶ λεγομένων καὶ ἅμα τῶν τοῦ μεγάλου τοῦδε πατρὸς ἐλέγχων. ὁ μὲν γὰρ εἰκονομάχος Εὐ‐
σέβιος ὅλον ἐν τῇ μεταμορφώσει μεταβεβλῆσθαί φησι τὸ τοῦ

2

.

944

κυρίου σῶμα πρὸς φῶς ἕτερον, ἄφθαρτόν τε καὶ ἄκτιστον. ὁ δὲ Παλαμᾶς τοῖς μίαν ἄκτιστον θεότητα κηρύττουσι μεμφόμενος, καὶ θεμέλιον ἐκ τοῦ Θαβωρίου τούτου κατασκευάζων φωτὶ, ἄλλο τίθησιν εἶναι παρὰ τὴν οὐσίαν ἐκεῖνο τὸ φῶς, ἄκτιστόν τε καὶ
5ἄφθαρτον θεότητα μεταξὺ θεοῦ καὶ ἀγγέλων. φησὶ γὰρ οὑτωσὶ κατὰ λέξιν, παραφθείρων τῶν ἁγίων τοὺς λόγους· „ὁ τοίνυν λέ‐ γων τὴν λαμπρότητα τῆς θείας φύσεως, ἧς καὶ οἱ θεῷ λειτουρ‐ γοῦντες ἄγγελοι μετέχουσι, καθ’ ἣν καὶ οἱ δίκαιοι λάμψουσι ὡς ἥλιος, μήτ’ οὐσίαν εἶναι θείαν, μήτ’ ἀγγελικὴν, οὐ τίθησι με‐
10ταξὺ θεοῦ καὶ τῶν ἀγγέλων φῶς, ὃ μήτε θεός ἐστι μήτ’ ἄγγε‐ λος· ἐπεὶ καὶ Διονύσιος ὁ θεῖος τοὺς ἐν θεῷ τῶν ὄντων λόγους, ὧν ἄγγελοι καὶ ἄνθρωποι μετέχουσιν, οὐκ εἶναί φησιν οὐσίαν οὔτε θείαν οὔτε ἀγγελικήν.“ ὁρᾷς πῶς ἐπειγόμενος ἄκτιστόν τε καὶ ἄφθαρτον καὶ ἄλλην θεότητα δεῖξαι τόδε τὸ φῶς καὶ Διονύσιον
15διαβάλλει τὸν μέγαν, τἀκείνου παρεξηγούμενος· ὡς ἡμῖν γε πλα‐ τύτερον ἐν τοῖς κατ’ αὐτοῦ στηλιτευτικοῖς καὶ ἀντιῤῥητικοῖς δέ‐ δεικται λόγοις τρανότερον; σαφέστερον δὲ ἐν τῷ περὶ φωτὸς αὐ‐ τοῦ τίθησι λόγον. „οὐσία μὲν γὰρ θεοῦ (φησὶν) οὐκ ἔστι· καὶ γὰρ ἀνέπαφος ἐκείνη. ἄγγελος οὐκ ἔστι· δεσποτικοὺς γὰρ φέρει χα‐
20ρακτῆρας.“ (Ζ.) Καὶ οὐ μόνον δὲ τὸ τοῦ κυρίου σῶμα καὶ οὗτος γεγενῆσθαί φησιν ἄκτιστον, ἀλλὰ καὶ τὰ τῶν ἐναρέτων ἀνθρώ‐ πων· καὶ ὀνομαστὶ μὲν τὸν Μελχισεδὲκ τίθησιν ἄναρχόν τε γε‐
νέσθαι καὶ ἄκτιστον, ἀορίστως δὲ τοὺς κατὰ τὸν Παλαμᾶν ἅπαν‐

2

.

945

τας. παραθήσομαι δὲ καὶ αὐτὰς κατὰ τὸ ἀπαράλλακτον τὰς αὐτοῦ ῥήσεις· „πῶς οὐκ ἄκτιστος ἡ χάρις, δι’ ἣν καὶ οἱ μετέ‐ χοντες αὐτῆς ἄναρχοι καὶ ἄκτιστοι καὶ ἀτελεύτητοι καὶ ἀΐδιοι καὶ οὐράνιοι κατ’ αὐτὴν παρὰ τῶν πατέρων προσηγορεύθησαν;“
5(Η.) Ἃ μὲν οὖν δοκεῖ τῷ καταράτῳ καὶ Παλαμᾶς συμφωνεῖν Εὐσεβίῳ, ταῦτά ἐστιν. ἃ δ’ ἐπαύξων οὗτος τὰς ἐκείνου παρή‐ λασε βλασφημίας, κακίαν ἐπὶ κακίᾳ προσεπιδαψιλευσάμενος, εἶμι ἐρῶν. ὄνομα γὰρ θεὶς ἐνέργειαν τῷ φωτὶ γενικὸν, ἔπειτα διαιρεῖ πρὸς ἀπειράκις ἀπείρους θεότητας, ἀκτίστους τε ἅμα
10καὶ διαφόρους ἀλλήλων, δύναμιν δηλαδὴ καὶ σοφίαν καὶ ζωὴν καὶ βουλὴν καὶ ἀλήθειαν καὶ ὕπνον καὶ μέθην καὶ ὅσα τῇ τῶν ἀνθρώπων ἐφεύρηται ἀπορίᾳ κατὰ διαφόρους καιροὺς ὀνόματα· ὡς εἶναι θεότητας ταύτας κατ’ εἶδος, ἀτελεῖς μὲν καθ’ ἑαυτὰς καὶ δεομένας ἀλλήλων· συντιθεμένων δ’, ἐπιγίγνεσθαί σφισι
15τὴν τελειότητα. (Θ.) Ἐντεῦθεν καὶ εἰς τοσαύτην ἤλασε τὸ πρᾶγμα κακίαν, ὡς καὶ παῤῥησιασθῆναι τὰς τοιαύτας βλασφη‐ μίας ἐπὶ μέσης τῆς τῶν ἐπισκόπων ἐκείνων ἀτόπου φάλαγγος, παρόντων καὶ ἡμῶν, ὡς μὴ ὤφελε, καὶ ψήφῳ κοινῇ βασιλέως ὁμοῦ καὶ σύν γε πατριάρχου τῶν ἐπισκόπων ἐκείνων, ἄλλην μὲν
20τὴν οὐσίαν εἶναι θεότητα, ἄλλην δὲ, καὶ σφόδρα διάφορον, τὴν ἐνέργειαν· καὶ ἅμα μὴ τὴν οὐσίαν εἶναι τὴν ἁγιάζουσαν οὔτε τὸν ἡμῖν μεταλαμβανόμενον θεῖον ἄρτον. ἅπερ ἀκηκοότων ἡμῶν,
ὦ δίκη καὶ ἀνοχὴ θεοῦ, κατὰ ποταμοὺς ἐχώρει τὰ δάκρυα· κἄ‐

2

.

946

πειτα ἐφεξῆς δημοσίᾳ ῥαγεῖσαν ἔτι κακίαν ἄλλην ἰδόντες ἐπέ‐ σχομεν τοῦ δακρύειν, οἶμαι τῶν τοῦ ἐγκεφάλου ξηρανθέντων ὑγρῶν ὑπ’ ἐκπλήξεως· ἤδη γὰρ καὶ χεῖρας ἐπιβάλλειν ἤρξαντο μετ’ ὀργῆς ἀναστάντες ἅμα τῷ πατριάρχῃ καὶ οἱ ἐπίσκοποι καθ’
5ἡμῶν, μηδ’ ἀκούειν τά γε τοιαῦτα ἀνεχομένων. ἀλλὰ ταῦτα μὲν ὕστερον· νῦν δ’ ἐπαναληπτέον ἐκεῖθεν τὸν λόγον, ὅθεν εἰς ταῦτα ἐξέβημεν ἄκοντες, τῇ μνήμῃ συγχυθέντες τοῦ πάθους. (Ι.) Παρέσται δ’ ἐντεῦθεν τοῖς ἁπλῶς ἐθέλουσι κρίνειν, ἀναλε‐ γομένους ἕκαστα, ταῖς τε βλασφημίαις τοὺς ἐλέγχους τοῦ θείου
10καὶ μεγάλου πατρὸς ἐκείνου συμβάλλειν, καὶ αὖ τοῖς ἐλέγχοις τὰς βλασφημίας, καὶ παρ’ ἄλληλα συνορῶντες ἐπιψηφίζεσθαι, πῶς καὶ τὴν τῶν εἰκονομάχων ἐξαρχῆς κτησάμενος αἵρεσιν προσεπε‐ δαψιλεύσατο καὶ αὐτὸς τῇ αὐτοῦ κακίᾳ προσθήκας ἀτοπωτέρας. εἰ γὰρ δείξαιμεν αὐτῷ μαχόμενον ἄντικρυς τὸν μέγαν ἐκεῖνον δι‐
15δάσκαλον, καθ’ ἡσυχίαν ἡμῖν ᾗ βουλόμεθα ὁ τῆς ἀποδείξεως χωρήσει σκοπός. (ΙΑ.) Καὶ περὶ μὲν τοῦ φωτὸς βραχείας ἡμῖν δεήσει τῆς γλώττης. τοῦ γὰρ θείου ἐκείνου πατρὸς πυνθανομέ‐ νου σοφώτατά τε καὶ ὑψηλότατα, ὁπότερον αὐτὸς ἐθέλει ἀπο‐ κρινέσθω· εἴτ’ οὐσίαν εἶναι τουτὶ τὸ φῶς καὶ ἐνυπόστατον ἀπο‐
20φαίνοιτο, καθ’ αὑτὸ ὑφεστηκὸς καὶ μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν· ἢ ποιότητά τινα ἀνούσιον καὶ ἀσώματον, ἐν ἄλλῳ τὸ εἶναι ἔχουσαν καὶ οὐκ ἐν ἑαυτῷ θεωρούμενον. συναχθήσεται γὰρ
τριῶν ἕν γέ τι τὸ ἄτοπον. εἰ γὰρ οὐσίαν φαίη, ἢ ἄγγελος ἔσται,

2

.

947

καὶ διαλύεται τὸ ἄκτιστον αὐτοῦ μετὰ τῆς θεότητος· ἢ τετάρτη ὑπόστασις, καὶ τὸ ἄτοπον ὅσον ὁ θεῖος δείκνυσι πατὴρ καὶ διδά‐ σκαλος. εἰ δὲ ποιότητά τινα ἀνούσιον καὶ ἀπόῤῥοιαν ἄλλης οὐ‐ σίας, εἰσαχθήσεται τὸ ἀνύπαρκτον τῆς θεότητος. μᾶλλον δὲ
5ἀδύνατον εἶναί φησι, ὑποκειμένου δίχα καθ’ ἑαυτὴν συστῆναι ποιότητα· ὥσπερ οὐκ ἂν τὸ λογικὸν εἴπῃ τις, οὖσαν διαφορὰν οὐσιώδη τἀνθρώπου, μὴ τοῦ ζώου πρότερον ὑποκειμένου, ὅ ἐστιν οὐσία ἔμψυχος αἰσθητική· εἶναι γὰρ τὰ οὐσιώδη καὶ φυ‐ σικὰ τῆς οὐσίας καὶ φύσεως μέρη τὴν ἐπιστήμην ὁρίζεσθαι. εἰ δ’
10ἐπὶ τῶν συνθέτων, πολλῷ μᾶλλον ἐπὶ τῶν ἀμερῶν καὶ ἁπλῶν ἔσται, καὶ ἔτι μᾶλλον ἐπὶ θείας φύσεως, τὰ οὑτωσὶ λεγόμενα. δʹ. Οὕτω τοίνυν διὰ τούτων τοῖς εἰκονομάχοις συγκαταλυο‐ μένου τοῦ Παλαμᾶ πρὸς τοῦδε τοῦ σοφωτάτου καὶ θείου διδα‐ σκάλου, φέρε λύσωμεν καὶ ἡμεῖς τὴν ἐπιδαψιλευθεῖσαν τῷ ἀνο‐
15σίῳ προσθήκην, αὐτῷ πάλιν συμμάχῳ χρώμενοι τῷ ἁγίῳ καὶ οἷς ἄλλοις πολλοῖς τε καὶ εὐμηχάνοις κατὰ τῶν εἰκονομάχων ὅπλοις ἐχρήσατο· ἵνα πολλαχόθεν οὗτος μακροῖς τισι τῆς κακίας μέτροις καὶ τοὺς εἰκονομάχους φαίνηται νικῶν, καὶ ἅμα συνανα‐ φαίνηται μὴ παρέργως κἀκ τοῦ παρήκοντος εἰς τὸ Θαβώριον ἀεὶ
20καταφεύγων ὄρος, ἀλλὰ καὶ μετὰ μάλα πικρῶς ἐφεδρευούσης περινοίας. (Β.) Ἐξεταστέον οὖν ἐστιν ἡμῖν, πῶς ἄκτιστον γε‐ γονέναι λέγει τὸ τοῦ κυρίου σῶμα· καὶ ταῦτ’, ἐκκηρύκτων τῇ
ἐκκλησίᾳ περιφανῶς γενομένων, ὁπόσοι πάλαι τουτὶ παρελήρη‐

2

.

948

σαν· καὶ ἅμα, πῶς οἱ κατὰ τὸν Παλαμᾶν ἄκτιστοί τε καὶ ἄναρ‐ χοι γίνονται ἄνθρωποι. τῆς γὰρ ὁμοίας ἔχονται κακοδοξίας ἀπρὶξ καὶ ταυτὶ, λέγω δὴ τῆς τῶν εἰκονομάχων, ἣν ὡς ἀρχὴν καὶ θε‐ μέλιον κράτιστον τῆς ὅλης προὔθετο σαθρᾶς οἰκοδομῆς αὐτοῦ.
5(Γ.) Ἵνα γὰρ τὰς τῶν ἄλλων ἐν τῷ παρόντι παρεὶς ἀντιῤῥήσεις ἁγίων μόνῳ τῷ σοφῷ κἀνταῦθα καὶ θείῳ ἐκείνῳ χρήσωμαι δι‐ δασκάλῳ, τῷ καὶ τηνικαῦτα μὲν ἀντιστάντι πρὸς τὸν τῆς εἰκο‐ νομαχίας ἐκεῖνον πόλεμον, καὶ πολλὰ μὲν πεπονθότι, πολλὰ δ’ ἀντειπόντι, καὶ ὡς πύργον Χαλάνης διὰ τέλους ἄχρι καὶ τῶν ἀτό‐
10μων τὴν πλάνην καθῃρηκότι, καὶ νῦν ὁμοίως τοὺς τὰ ὅμοια νο‐ σοῦντας ἐκείνοις καθαιροῦντι· „ὅτι μὲν“, φησὶ, „τὸ φθαρτὸν τοῦ‐ το ἐνδύσασθαι δεῖ ἀφθαρσίαν καὶ τὸ θνητὸν ἀθανασίαν, ὁ μέγας μυσταγωγεῖ ἀπόστολος· τὸ δὲ σῶμα ἀσωματότητα ἐνδύσασθαι, ἢ τὸ κτιστὸν γενέσθαι ἄκτιστον, ἢ τὸ περίγραπτον εἰς ἀπερι‐
15γραψίαν μετατεθεῖσθαι, οὔπω καὶ τήμερον ἤκουσται.“ ἐντεῦθεν μανθάνειν ἡμῖν σαφῶς περιγίνεται, ὅτι τε τοῖς εἰκονομάχοις ταῦτα παραλελήρηται καὶ τῆς ἐκείνων ἐστὶ κακοδοξίας· καὶ νῦν ὁρᾶται περὶ τὴν αὐτὴν αὐτοῖς καὶ Παλαμᾶς βακχεύσας τράπεζαν καὶ ὅλον εἰς κόρον ἐκροφήσας τὸν τῆς κακοδοξίας ἐκείνης κρατῆρα.
20(Δ.) Ἀλλὰ μικρὸν ἐπισχόντες πυθέσθαι θελήσωμεν καὶ πῶς προϊὼν ὁ μέγας οὗτος διδάσκαλος σοφωτάτην ποιεῖ τὴν τῶν ῥη‐ θέντων εὐκρίνειαν. „πᾶν γὰρ,“ φησὶ, „τὸ μεταβαλλόμενον ἢ καθ’
αὑτὸ ἢ κατ’ οὐσίαν μεταβάλλεται· ὃ δὴ περὶ γένεσιν καὶ φθο‐

2

.

949

ρὰν θεωρεῖται· ἢ κατά τι τῶν ἐν αὐτῷ, καὶ τοῦτο διχῶς· ἢ κατὰ τὸ ποσὸν, καθ’ ὃ ἡ αὔξησις καὶ ἡ μείωσις δείκνυται· ἢ κατὰ τὸ ποιὸν, ἐξ οὗ ἐμφαίνεται ἡ ἀλλοίωσις· ἥ ἐστι μετασχηματισμὸς χαρακτῆρός τινος, ἢ κατά τι τῶν τοῦ ὑποκειμένου πράγματος
5ἐξαλλαγὴ, χωριστῶς ἢ ἀχωρίστως ἐπισυμβαίνουσα· ὅπερ ἀλλοῖον μὲν καὶ διάφορον τοῦ προτέρου δείκνυσιν, οὐ μὴν ἄλλο τι τὸ ἀλλοιούμενον ἀπεργάζεται. οὐ γὰρ οὐσιωδῶς μετέβαλεν· ἀλλ’ ἐκ τοιοῦδε τὸν αὐτὸν τοιόνδε κατὰ τὸ ποιὸν γενέσθαι πεποίηκε. τοῦτο δ’ οὐκ ἔστιν ἐξ ὅλων ὅλον μεταβεβλῆσθαι. τὸ γὰρ ὑπο‐
10κείμενον πάντως ὑπομένει σωζόμενον. εἰ δὲ κατὰ τὸ ποσὸν μετέ‐ βαλεν, αὔξησίν τινα ἢ μείωσιν ἐδέξατο καὶ παραλλαγὴν, κατὰ τὸν σωματικὸν ὄγκον μεγέθει διενέγκασα, ἥ ἐστι τοῦ γε ἤδη προ‐ ϋπάρχοντος καὶ εἰδοπεποιημένου ἐπίδοσις ἢ ὕφεσις. ἀλλ’ οὐδὲ ταῦτα ἄλλο τι παρὰ τὸ ἐξαρχῆς ὑπάρξαν ποιεῖ, ἀλλ’ ἐκ τοσοῦδε
15τὸν αὐτὸν τοσόνδε κατὰ τὸ πηλίκον γενέσθαι πεποίηκεν. οὐκοῦν οὐδὲ κατὰ τοῦτον τὸν τρόπον ἐξ ὅλων ὅλη μεταβέβληται ἡ μορ‐ φή. τί οὖν ἐστι; λείπεται λέγειν καθ’ αὑτὴν μεταβεβλῆσθαι. τοῦτο δὲ περὶ τὴν οὐσίαν αὐτὴν ἤδη τὴν μεταβολὴν ἐνδείκνυται, περὶ ἣν ἡ γένεσις καὶ ἡ φθορὰ θεωρεῖται. ἐπεὶ οὖν ὡμολόγηται
20ἡμῖν τὸ τοῦ Χριστοῦ σωματικὸν ὑπάρξαν εἶδος (καὶ τοῦτο οὐδ’ ἂν αὐτὸς οἶμαι ἀρνηθείη· δοκεῖ γὰρ εὐγνωμονεῖν ποσῶς περὶ τὴν
ἐξαρχῆς ὕπαρξιν· ἐπεὶ πόθεν αὐτῷ ἡ μεταβολὴ πορισθήσεται;)

2

.

950

μεταβέβληται δὲ κατ’ αὐτὸν ἐξ ὅλων ὅλη ἡ τοιαύτη μορφὴ, πᾶσα ἀνάγκη ἐκ γενέσεως εἰς φθορὰν, κἀκ τοῦ ὄντος εἰς τὸ μηδαμῆ εἶναι κεχωρηκέναι. εἰ τοίνυν κατ’ αὐτὸν ἐξ ὅλων ὅλη μεταβέβλη‐ ται, οὐδὲν ἄρα αὐτῆς ὑπολέλειπται· ἐκποδὼν οὖν τὸ σῶμα καὶ
5ἔφθαρται· καὶ οὔτε σῶμα, οὔτε μορφὴ, οὔτ’ ἄλλο τι λοιπόν ἐστιν. εἰς τοιοῦτον αὐτοὺς τῆς ἀτοπίας βόθρον καὶ ἀθεΐας ἡ σε‐ σοφισμένη καὶ ἀστειοτάτη τοῦ λόγου κατεκρήμνισε περιπέτεια.“ (Ε.) Καὶ ταῦτα μὲν τῇδέ πη γέγραπται τῷ ἁγίῳ, σοφώτατά τε καὶ ὑψηλότατα, τὸν τῆς εἰκονομαχίας προστάτην ἐξελέγχοντί τε
10καὶ καταλύοντι· ᾧ καὶ αὐτὸς εὐθὺς συνεξελέγχεταί τε καὶ συγ‐ καταλύεται ὁ σεμνὸς Παλαμᾶς, ἐκείνῳ ταὐτὰ καὶ γράφων καὶ φρονῶν, πὴ μὲν ἐκείνου τῆς γλώττης ἐξηρτημένος, οἷα δρυὸς ἐπειλημμένος κιττός· πὴ δὲ τὸ τοῖς διδαχθεῖσιν ἐμμένειν κατει‐ ρωνευόμενος, ὅποι προσθήκης δέοιτο, καὶ φιλοτιμίας ἀγώνισμα
15ποιούμενος κράτιστον, τὸν διδάσκαλον ὑπερσχεῖν. καὶ γὰρ ὑπ’ Εὐνομίου τοῦ καταράτου καὶ τὸ τῆς ἐνεργείας ὄνομα τῇ θείᾳ τριάδι πάλαι παρεισαχθὲν ἐπὶ πονήρῳ τῆς ἐκκλησίας περὶ πλεί‐ στου καὶ τοῖς εἰκονομάχοις ὕστερον ἐγεγόνει τοῖς οἰκείοις προσ‐ θεῖναι καὶ τοῦτο κακοῖς, καὶ ἅμα τῷ κατόπιν ἐκείνοις ἀκολου‐
20θοῦντι νῦν Παλαμᾷ· καθάπερ καὶ τὸν γύπα φασὶ τὸ ὄρνεον τὰ μὲν ὑγιαίνοντα τῶν σωμάτων παριέναι· ἃ δὲ νοσεῖ, ταῦτα δ’ ἀσμένως προσίεσθαι. (ϛʹ.) Διὸ προσεχῶς μὲν τὰ τοῦ θείου πά‐ λιν διδασκάλου προενεγκοῦσιν εἰς μέσον ῥήματα, οἷς κατ’ Εὐσε‐
βίου τοῦ δυσσεβοῦς τηνικαῦτα παρὼν ἐκεῖνος ἐχρήσατο, ἔπειτα

2

.

951

καὶ δι’ ὧν τοῖς θείοις ἐμέλησε πάλαι πατράσι, Βασιλείοις καὶ Γρηγορίοις φημὶ, τὸν ἀλιτήριον ἐκεῖνον τοῖς ἀντιῤῥητικοῖς κα‐ ταχῶσαι Εὐνόμιον, καὶ ἡμῖν ἀποχρήσειν οἶμαι μιᾷ πληγῇ καὶ κατὰ τῶν τούτου σπλάγχνων ἐλάσαι τὸ τῶν ἐλέγχων ἐκείνων ξί‐
5φος. (Ζ.) Εὑρίσκομεν οὖν ἐκεῖνον, παρεῖναι λέγοντα τοῖς ἅπασι τὸν θεὸν αὐτόν. οὐ γὰρ ἐνεργείᾳ ψιλῇ φησι κατά τινας τῶν πά‐ λαι, τὰ τοιαῦτα ληρωδησάντων, κενῶσαι μὲν τοὺς οὐρανοὺς λεγόντων τῆς ἑαυτοῦ ὑποστάσεως κατὰ τοὺς καιροὺς τῆς θείας σαρκώσεως, εἶναί τε οὐσιωδῶς σὺν ἡμῖν, ἐνεργείᾳ δὲ καὶ ἀξίᾳ
10μόνῃ πρὸς τὸν θεὸν καὶ πατέρα. ἐπεὶ ἕτερον οὐσίαν καὶ ἄλλο ἐνέργειαν, ὥσπερ ἐπὶ τῶν σωματικῶς θεωρουμένων, οὕτω δὲ κἀπὶ τοῦ θείου λόγου ἐτίθεντο, ὅπερ τοῖς εὐσεβέσιν ἀπείρηται. ἐπὶ γὰρ τῶν ἁπλῶν καὶ ἀσωμάτων ἐν οὐδενὶ διαφέρειν ἴσασιν. οὐ γὰρ διοριστέον ταῦτα ἀλλήλων, ἵνα μὴ σύνθετον τὸ ὑπὲρ πᾶσαν
15ἁπλότητα νοοῖτο. οὔτε γὰρ ἡ θεία οὐσία ἀνενέργητος εἴη ἄν ποτε, οὔτ’ ἀνούσιος ἡ ἐνέργεια. καὶ μετ’ ὀλίγα· „οὕτω γὰρ ἂν εὐσεβῶς νοηθείη ἡ μὲν θεία ἐνέργεια ἀΐδιος, μᾶλλον δ’ αὐτενέργεια, τῷ μὴ διωρίσθαι τῆς οὐσίας τὴν ἐνέργειαν, ἀλλὰ τὸν αὐτὸν λόγον ἐπιδέχεσθαι διὰ τὴν τῆς ἁπλῆς καὶ ἀσωμάτου φύσεως ἰδιότητα.“
20(Η.) Ὁρᾷς ὅπως τε κατ’ ἴχνος τῷ θείῳ καὶ οὗτος ἕπεται Βασι‐ λείῳ καὶ οἷον ἐφερμηνεύει τἀκείνου, καὶ ὅπως τοῖς κατ’ ἴχνος,
οἷς ἐκεῖνος ἐμάχετο, ἑπομένοις καὶ οὗτος ἐπίσης καθάπαξ μαχό‐

2

.

952

μενος φαίνεται; ὥστε ὁ τὸν ἕτερον λοιδορῶν καὶ θάτερον πάντως ὁμοίως λοιδορεῖ. λοιδορῶν οὖν ὁ Παλαμᾶς Θεόδωρον ἐκεῖνον τὸν μέγαν τῆς ἐκκλησίας προστάτην, ἅτε τοῖς εἰκονομάχοις οὕτω μα‐ χόμενον, ὁμοῦ καὶ τὸν μέγαν εὐθὺς λοιδορεῖ Βασίλειον· ὁ δὲ
5τοῖς θείοις τούτοις πατράσι μαχόμενος τοὺς ἑτεροδόξους ἐξ ἀνάγ‐ κης, οἷς οὗτοι μάχονται, φαίνεται φιλῶν. ἔστι μὲν οὖν κἀν‐ τεῦθεν δῆλον τό γε τοῖς τῆς εἰκονομαχίας προστάταις τὸν Πα‐ λαμᾶν ἐν ἅπασιν ἀεὶ καὶ συνεχῶς ἀκολουθεῖν, ὡς ἐξ ὁρμητηρίου ἀρξάμενον τοῦ Θαβωρίου φωτὸς ὁμοίως ἐκείνοις· καὶ τοῦτ’ ἔστι
10τὸ αἴτιον, ἀεὶ διὰ στόματος ἄγειν αὐτὸν τὸ Θαβώριον. (Θ.) Ἀλλ’ ἐκεῖνο μικροῦ με παρέδραμεν. εἰ γὰρ ὁ τῆς οὐσίας λόγος οὐδὲν ἕτερον ἢ πρᾶγμά ἐστιν αὐθύπαρκτον, μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν, ὡς ὅ,τε τῆς ἐπιστήμης διδάσκει λόγος καὶ ὁ θεῖος οὗτος διδάσκαλος ἔφθη προειρηκὼς, εἴη ἂν καὶ ὁ τῆς ἐνεργείας
15λόγος ὁ αὐτὸς, κἂν τοῖς ὀνόμασι διαφέρειν δοκῶσι, πρᾶγμα δη‐ λαδὴ αὐθύπαρκτον, μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν. οὕτω γὰρ ἂν καὶ ὁ τῆς ταὐτότητος σώζοιτο λόγος· καθὰ πάλιν ὁ αὐ‐ τὸς οὗτος ἔφησεν ἀλλαχοῦ· „εἰ ταὐτὸν εἶεν, οὐ δύο ἂν εἶεν, ἀλλὰ μία φύσις. ἡ γὰρ σύνθεσις τὸ διάφορον τῶν συντρεχόντων ᾄδει
20καὶ ἑτεροούσια εἶναι δηλοῖ.“ (Ι.) Ὅτι μὲν οὖν ἐνέργειαν καὶ δύ‐ ναμιν καὶ σοφίαν καὶ ζωὴν, καὶ ὅσα τοῖς ἀνθρώποις ἔπεισιν ὀνο‐ μάζειν τὸ θεῖον, τὰ τῶν διδασκάλων τῆς τοῦ θεοῦ ἐκκλησίας
δόγματα μὴ διαιρεῖν τῆς οὐσίας ἐπὶ θεοῦ συγχωρεῖ, οὔτε φῶς

2

.

953

ἄκτιστον ἄλλο παρὰ τὴν θείαν λέγειν οὐσίαν, οὔτε θεότητας τῆς μιᾶς ἐπέκεινα τρισυποστάτου φύσεως, οὔτ’ ἀσώματόν τε καὶ ἄκτιστον δύνασθαι γίνεσθαι τὸ τοῦ Χριστοῦ σῶμα, εἴρηται. εἰ δ’ ἐπὶ Χριστοῦ τοῦτ’ ἀδύνατον, τίς οὕτως εὐήθης ἂν εἴη, ὥστ’
5ἄνθρωπον γίνεσθαι λέγειν ἄκτιστόν τινα τῶν πάντων, ἀσώματόν τε καὶ ἄναρχον κατὰ τὸν τῆς φύσεως λόγον, καὶ ὅσα τοῖς ἀσεβέ‐ σιν αὐτονομουμένῃ γλώττῃ προῖκα ληρεῖν συγκεχώρηται. οἷς γὰρ ἐς ἀρετῆς προκόπτειν ἐγγίνεται λόγον, τούτοις οὐκ ἀκτίστοις γίνεσθαι πρόσεστι. πολλοῦ γε καὶ δεῖ. τοὐναντίον μεντἂν μᾶλ‐
10λον δεήσειε γενέσθαι κτιστοῖς ἐς τὸ πολλαπλάσιον, ὡς ἄλλοις τε πλείστοις ἐστὶ δεδογμένον καὶ δὴ καὶ Παύλῳ τῷ θείῳ· εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, ἀνακαινίζεσθαι τὴν πρὸς τὰ κρείττω ῥο‐ πὴν καὶ ἀντίληψιν τῶν καλῶν· ἣν δὴ κτίσιν καὶ ὁ θεῖος ἐπιζητεῖ Δαβὶδ, καρδίαν καθαρὰν ἐν αὐτῷ κτίζεσθαι, καὶ πνεῦμα τοῖς
15ἐγκάτοις εὐθὲς ἐγκαινίζεσθαι.

2

.

955

αʹ. Πολλῶν δ’ ἐπιῤῥεόντων, εἰ μαρτυρίας ἁγίων εἰσάγειν ἐθέ‐ λοιμεν, οὔθ’ αἱ τῆς κεφαλῆς ἀλγηδόνες ἐῶσι τανῦν διεξιέναι καθ’ ἕκαστα πάντα, οὔτ’ ἀνάγκη πᾶσα νῦν λέγειν ἀθρόον, ὁπόσα καὶ ταῖς ἄλλαις ἐκείναις λῃστρικαῖς συνόδοις ἀκούειν καὶ
5λέγειν συμπέπτωκεν. εἰρήσεται δὲ κατὰ χώραν γενομένοις ἑκά‐ στων ἅπαντα, προϊόντος ἡμῖν σύν γε θεῷ τοῦ λόγου. νῦν δὲ ἐκεῖσε ἐπάνειμι. (Β.) Ἐπεὶ γὰρ δεύτερον ὁ βασιλεὺς ἐκεῖ μοι προσῆγεν ἔγκλημα, τὴν τοῦ θεολογεῖν ἀπαγόρευσιν, τοὺς ἁγίους ἄνω καὶ κάτω διαῤῥήδην θεολογεῖν προβαλλόμενος, οἷς καὶ Πα‐
10λαμᾶν ὑποδείγματι χρώμενον τὰς νέας ταύτας ἔλεγε γράφειν θεο‐ λογίας, ὑπὲρ ὧν καὶ τὸ οἰκεῖον αἷμα διδόναι μάλα προθύμως ὁ ἀῤῥεπὴς κριτὴς ἰσχυρίζετο, φέρε καὶ πρὸς τοῦτ’ ἀπαντήσωμεν, ἔφην ἐγώ. (Γ.) „Ὅτι μὲν δεδιέναι ἡμᾶς δεῖν, καὶ μὴ ἐξεῖναι τοῖς
βουλομένοις θεολογεῖν, θείων πατέρων φασὶ θεσμοὶ καὶ κανόνες,

2

.

956

ἴσασι οἷς ἔθος αὐτοὺς μετιέναι. ὅτι δὲ καὶ μὴ περιεργάζεσθαι νόμους πατρίους, καὶ ἅπερ ἐκείνοις θέσθαι τῇ ἐκκλησίᾳ συμπέ‐ πτωκεν ὅρια μὴ κινεῖν, καὶ τοῦτο δόγμα καὶ νόμον ἐκείνων εἶναι, οἶμαι τὸν ἀντεροῦντα εἶναι μηδένα, πλὴν ἢ ὅστις τε βούλοιτο
5χλεύης ὑπεύθυνον προῖκα δρᾷν ἑαυτὸν ἀνθρωπίνης καὶ ὃς ἔνοχος εἶναι ταῖς ἐκείνων οὐ φρίττει ἀραῖς. ἦ πολλὴ μεντἂν ἀωρία, Πυθαγορείους μὲν πενταετηρικῇ μὲν γλώττης σιγῇ, μακροτέρᾳ δ’ αὖ πολλῷ συγκαταθέσει ψυχῆς, τὰ τοῦ διδάσκοντος δέχεσθαι δόγματα· ἡμᾶς δ’, οἷς εὐαγγελικῇ συντετράφθαι γέγονεν εὐσε‐
10βείᾳ, μὴ μάλα ἐθέλειν περιεργίας ἁπάσης ὡς ποῤῥωτάτω τοῖς πατρίοις ἐμμένειν κανόσι καὶ δόγμασι. ἡδέως δ’ ἄν ς’ ἐροίμην, εἰ πρὶν ἐκείνους θεολογῆσαι, ἔοικεν ἀνθρωπίνην αὐτοὺς συννε‐ νοηκέναι δύναμιν ὑπερβαίνειν καὶ θανάτου μείζω κίνδυνον ἀπει‐ λεῖν ἀθανάτου ψυχῆς τοῖς οὕτως αὐτομολοῦσι πρὸς τὴν ἐγχείρη‐
15σιν· καὶ νῦν δεῖ μᾶλλον πείθεσθαι μετὰ τὴν πεῖραν αὐτοῖς προσ‐ ταχθέν· εἰ δὲ πρὶν πειραθῆναι, δεῖ μᾶλλον ἡμᾶς, ἀμαθεῖς τινας ὄντας καὶ μάλα ἀξυνέτους, τῶν ὑπὲρ νοῦν φοβεῖσθαι τὴν πεῖραν, ὁμοίως ἐκείνοις, μακρῷ σοφωτέροις ἡμῶν καὶ πρὸ τῆς πείρας οὖσι, καὶ μὴ ἐπιπηδᾷν ἀδεῶς οὑτωσὶ τῇ θεολογίᾳ, καθά‐
20περ τῇ γε χλόῃ τὰ βοσκήματα. ἦ γὰρ ἂν ὅμοιον εἴη, ὥσπερ ἂν
εἰ δέκα τινὲς τῶν ἀπὸ γενέσεως τυφλῶν, ἐκκλησίαν ἀθροίσαντες,

2

.

957

περὶ χρωμάτων ἤριζον τῆς ἀνὰ χεῖρας κρόκης, ἕκαστος ἀλη‐ θεύειν οἰόμενος ἢ κατὰ πάντας. οἶμαι ἂν πάντα τινὰ τῶν ὁρών‐ των θρήνου καὶ γέλωτος εἰληφέναι σπονδὰς ἐν ψυχῇ, καὶ Δημο‐ κρίτους ἅμα καὶ Ἡρακλείτους δοκεῖν ἐνταῦθα συνημμένους. τίς
5γὰρ οὐκ ἂν ἐκείνους ἐθρήνησε, τῆς τῶν ὀμμάτων οὕτως ἀπηρτη‐ μένους αὐγῆς τὸν ἅπαντα βίον; τίς δ’ οὐκ ἂν τὸ Σαρδόνιον ἐπε‐ γέλασε, περὶ ὧν οὐκ ἴσασι διαπληκτιζομένους ἄρτι ὁρῶν; ὅμως εἰ δοκεῖ, τῆς ἐπιπλήξεως μικρὸν καθυφέντες θεωρήσωμεν, ἅ τε πρὸς ἀπαγόρευσιν ἡμῖν τοῦ θεολογεῖν ἐπιτάττουσι καὶ ἃ θεολογεῖν
10καὶ πῆ καὶ ὅπως δὴ συμπέπτωκεν· ὡς ἂν κἀνταῦθα ῥυθμός τις ᾖ καὶ θεμέλιος εὐταξίας ὁ τὰ τῆς γλώττης περιζωννύμενος σκῆ‐ πτρα, καὶ μὴ τοὐναντίον κανὼν μὲν εὐβουλίας ἀκανόνιστος ᾖ φιλοτιμία, θεσμὸς δ’ εὐκαιρίας, ἄθεσμος ἀκαιρία. ὅπη γὰρ φιλοτιμία τρόφιμος ἀβουλίας, διὰ μυχῶν ἀκαιρίας δραμοῦσα,
15τῶν ὅρων καταχορεύει τῆς εὐταξίας, ἐκεῖ καὶ πέρας ἀκολουθεῖν ταῖς τῶν πράξεων ἐπιβουλαῖς ἀντιστρατευόμενον, καὶ μάλα γέ τοι τῶν εἰκότων. πρῶτος μὲν οὖν ὁ πολὺς ἐν θεολογίαις Γρηγόριος τοσοῦτον ἀποδειλιᾷ πρὸς θεολογίαν τὴν γλῶτταν κινεῖν, ὅσον τὴν χεῖρα πρὸς φλόγα πυρός· ὡς καὶ πολλοὺς εἰς παραίτησιν
20λόγους προβάλλεσθαι, ἐν οἷς οὔθ’ ἑαυτὸν ἐγχειρεῖν τοῖς περὶ θεοῦ προχείρως δίδωσι λόγοις, οὔθ’ ᾧ θρασέως ἐγχειρεῖν ἂν γέ‐ νοιτο ἀποδέχεσθαι. „οὔτε γὰρ ἐπαινετὸσ“, φησὶ, „ὁ πόθος· ἀλλὰ
καὶ φοβερὸν τὸ ἐγχείρημα.“ εἰσάγει δὲ καὶ Ὀζᾶν ἐκεῖνον, ὃς τῆς

2

.

958

κιβωτοῦ πάλαι μόνον ψαῦσαι τολμήσας ἀπώλετο, φυλάσσοντος θεοῦ, φησὶ, τῇ κιβωτῷ τὸ σεβάσμιον· καὶ ἅμα μηδὲ τῶν τοί‐ χων τοῦ ἱεροῦ ψαῦσαι τοῖς πολλοῖς ὂν ἀσφαλὲς, ἑτέρων φησὶν ἐδέησε τοίχων, τῶν ἔξωθεν. καὶ πάλιν· „ἀκούεις γέννησιν· τὸ
5πῶς μὴ περιεργάζου. ἀκούεις ὅτι πνεῦμα τὸ προϊὸν ἐκ τοῦ πα‐ τρός· τὸ πῶς μὴ πολυπραγμόνει. εἰ δὲ πολυπραγμονεῖς υἱοῦ γέν‐ νησιν καὶ πνεύματος πρόοδον, κἀγὼ σοῦ πολυπραγμονῶ τὸ κρᾶμα ψυχῆς καὶ σώματος. πῶς εἶ χοῦς καὶ εἰκὼν θεοῦ; τί τὸ κινοῦν σε, ἢ τί τὸ κινούμενον; πῶς τὸ αὐτὸ καὶ κινεῖ καὶ κινεῖται; πῶς
10αἴσθησις ἐνταῦθα μένει καὶ τὸ ἐκτὸς ἐπισπᾶται; πῶς ὁ νοῦς ἐν σοὶ μένει καὶ γεννᾷ λόγον ἐν ἄλλῳ νοΐ; πῶς λόγῳ νόημα διαδί‐ δοται; εἰ σαυτὸν οὐκ ἔγνως, ὅστις εἶ ὁ περὶ τούτων διαλεγόμε‐ νος, εἰ ταῦτα οὐ κατέλαβες, ὧν καὶ ἡ αἴσθησις μάρτυς, πῶς θεὸν ἀκριβῶς, ὅπερ τε καὶ ὅσον ἐστὶν, εἰδέναι ὑπολαμβάνεις;
15πολλῆς τοῦτο τῆς ἀλογίας.“ καὶ πάλιν· „τὸ τάχος ἔστω σοι μέχρι τῆς ὁμολογίας, εἴ ποτε ταύτην ἀπαιτηθείης· τὸ δ’ ὑπὲρ ταύ‐ την, εἶναι δειλότερον. ἐκεῖ μὲν γὰρ ἡ βραδυτὴς, ἐνταῦθα δὲ ἡ ταχυτὴς ἔχει τὸν κίνδυνον.“ εἰ δέ τις ἐνίστασθαι βούλοιτο, λεγέτω μοι παρελθὼν, τί βουλόμενος οὐκ ὀλιγάκις ὁ μέγας οὗτος διδά‐
20σκαλος οὑτωσί πως τοὺς ἑαυτοῦ σχηματίζει λόγους τοῖς τἀναν‐
τία προφέρουσι, καὶ νῦν μὲν ὄντα γεγέννηκε καὶ συλλογιζομένοις,

2

.

959

νῦν μὲν κτίσμα τὸν υἱὸν, νῦν δὲ θελήσεως υἱόν. πρὸς γὰρ τὰς ἀτόπους ἐπιεικῶς καὶ πέρα τῆς φύσεως ἐρωτήσεις ἐκτόπους ἐπι‐ εικῶς κἀκεῖνος τὰς ἀποκρίσεις εἰσάγει, καί φησι· „πάλιν οἱ σωμα‐ τικοὶ τὰ σωματικά. περὶ γὰρ ἐμὲ καὶ σὲ ταῦτα.“ καὶ πάλιν, „θέ‐
5λων σε,“ φησὶν, „ὁ σὸς πατὴρ γεγέννηκεν, ἢ μὴ θέλων;“ καὶ αὖ‐ θις· „ὁ χρόνος ἐν χρόνῳ, ἢ οὐκ ἐν χρόνῳ;“ καὶ τὰ ἑξῆς παρίημι λέγειν, οἷς ὁπλίζει τὰς γλώσσας ἡμῶν, ὁπότε καὶ ἡμῖν βουλομένοις εἴη τὰς ἐκτόπους τῶν ἀντιθέτων ἀναλύειν ἔριδας. ταῦτα δ’ οὐ βουλομένου θεολογεῖν ἐστιν, ἀλλὰ καὶ σφόδρα τι φεύγοντος, καὶ
10νουθετοῦντος ἡμᾶς, οὐ λόγοις μόνον, οὐδ’ ἔργοις μόνον, ἀλλὰ καὶ πράξεσιν εὐλόγοις καὶ λόγοις ἐμπράκτοις.“ (Δ.) Ἐγὼ δὲ πολλὰ λέγειν ἔχων ἐκ τῶν τοῦ μεγάλου τοῦδε πατρὸς καὶ διδα‐ σκάλου τῆς ἐκκλησίας εἰς τὴν τῶν ἔμοιγε εἰρημένων ἀπόδειξιν, ὁπόσα γοῦν μοι κἀκεῖ λελάληται, λέγω δὴ περὶ τοῦ μήτε θεολο‐
15γεῖν, μήτε περιεργάζεσθαι μήτε τοὺς ταῦτ’ ἐπιτάττοντας, μήθ’ ὧν ἕνεκα ἐπιτάττουσιν, ἱκανὰ καὶ ταῦθ’ ἥγημαι πρός τε τὴν τῆς ἐμῆς ἀληθείας ἔνδειξιν πρός τε τὴν τῶν ἀντιθέτων ἀναίρε‐ σιν. οὐ γὰρ ἀσυνέτοις νῦν ὁμιλοῦμεν, ἵνα πλειόνων δεοίμεθα λόγων. ἄλλως τε καὶ ᾧ τὸ ἱκανὸν οὐχ ἱκανὸν, οὐδὲν ἱκανόν· ᾧ
20δὲ καὶ τὸ μικρὸν ἱκανὸν, πάντ’ οἶμαι γένοιτ’ ἂν ἱκανά. ἰτέον οὖν ἐστι κἀπὶ τοὺς ἄλλους ἡμῖν, ἵν’ ἐξ ἑκάστων βραχέα ἐρανισά‐ μενοι, οἷς ἂν μήθ’ ὑφιέναι τοῦ μάχεσθαι μήτ’ αὖ συνιέναι ῥᾳ‐
δίως ἐξῇ, τούτων τὰ στόματα ῥᾳδίως ἡμεῖς ἀποῤῥάψωμεν. φησὶ

2

.

960

τοίνυν καὶ ὁ πολὺς τὰ θεῖα Βασίλειος· „ἀρκέσθητι λέγειν ὡς ἐδι‐ δάχθης· καὶ μή μοι τὰ σοφὰ ταῦτα λέγε, ὅτι ἀγέννητόν ἐστιν, ἢ γεννητόν· καὶ εἰ μὲν ἀγέννητον, πατήρ· εἰ δὲ γεννητὸν, υἱός· εἰ δὲ μηδέτερον τούτων, κτίσμα. ἐγὼ γὰρ μετὰ τοῦ πατρὸς οἶδα,
5οὐ μὴν δὲ πατέρα, τὸ πνεῦμα· καὶ μετὰ τοῦ υἱοῦ παρέλαβον, οὐχ υἱὸν δ’ ὠνομασμένον.“ καὶ πάλιν· „ἀκολουθότερον ἦν, διὰ τὸ γεγεννῆσθαι τὸν υἱὸν, γέννημα προσαγορευθῆναι καὶ οὐχ υἱόν· ἀλλ’ οὐκ εἴρηται. διὸ χρὴ τὸν πρὸ ὀφθαλμῶν ἔχοντα τὸ τοῦ Χριστοῦ δικαστήριον καὶ εἰδότα ὅσος ὁ κίνδυνος ἀφελεῖν τι
10ἢ προσθεῖναι τοῖς παραδεδομένοις ὑπὸ τοῦ πνεύματος, μὴ παρ’ ἑαυτοῦ φιλοτιμεῖσθαι καινοτομεῖν· ἀλλὰ τοῖς προκατηγγελμένοις παρὰ τῶν ἁγίων ἐφησυχάζειν.“ καὶ πάλιν· „πίστιν δὲ ἡμεῖς οὔτε παρ’ ἄλλων γραφομένην ἡμῖν νεωτέρων παραδεχόμεθα, οὔτ’ αὐτοὶ τὰ τῆς ἡμετέρας διανοίας γεννήματα παραδιδόναι τολμῶ‐
15μεν, ἵνα μὴ ἀνθρώπινα ποιήσωμεν τὰ τῆς εὐσεβείας ῥήματα· ἀλλ’ ἃ παρὰ τῶν ἁγίων πατέρων δεδιδάγμεθα, ταῦτα τοῖς ἐρω‐ τῶσι διαγγέλλομεν.“ καὶ πάλιν· „ὅτι τὸ τῆς θεολογίας μυστήριον τὴν ἐκ τῆς ἀβασανίστου πίστεως ζητεῖ συγκατάθεσιν, πιστεῦσαι δεῖ (φησὶν) ὅτι ἔστι θεὸς, καὶ μὴ ζητῆσαι μηδὲ ζυγομαχῆσαι τί
20ἐστιν.“ ὁρᾷς καὶ τὸν μέγαν τοῦτον διδάσκαλον, ὅσην τοῖς τοιού‐ τοις ἀποδίδωσι τὴν αἰδὼ, καὶ αὐτός τε ὁμολογεῖ μὴ τολμᾷν μήτε
τὰ θεῖα περιεργάζεσθαι, μήθ’ ἕτερόν τι νεώτερον δέχεσθαι,

2

.

961

μήτ’ αὐτοὺς παρεισάγειν· ἀλλ’ ἐμμένειν ἁπλῶς τοῖς δοθεῖσι περὶ πίστεώς τε καὶ θεολογίας δόγμασι τῶν πρὸ αὐτοῦ διδασκά‐ λων τῆς ἐκκλησίας αὐτός τε ἐπαγγέλλεται καὶ ἡμῖν ἐγκελεύεται; τίς οὖν οὕτως ἀνόητος ἔσται, ὡς τοιοῦτον κανόνα καὶ στάθμην
5τῆς ἐκκλησίας ταπεινώσει τοσαύτῃ χρώμενον βλέπων, ἔπειτα παρὰ φαῦλον θέμενος, εἰς ἀνδραποδώδη θελήσειεν ἀποτρέχειν ἤθη, καὶ πλὴν τῆς ὀψοποιητικῆς τε καὶ κραιπαλώσης ὀφρύος, καὶ τοῦ πρὸς ἀργύριον ὅλον ἀπασχολεῖν τὸ τοῦ νοῦ φανταζόμενον, πλέον εἰδότας ἀνθρώπους οὐδὲν, καὶ τῆς εὐνομίας τὴν ἀνομίαν
10ποιεῖσθαι κανόνα; Ἀλλ’ ἵνα καὶ τὰ πλεῖστα τούτου παραδραμὼν ἐφ’ ἑτέραν ἔλθω μεγάλην τῆς ἐκκλησίας σάλπιγγα, φησὶ καὶ ὁ θεῖος ἐν ταπεινώσει καρδίας Χρυσόστομος· „τὰ γεγραμμένα δέ‐ χομαι· τὰ μὴ γεγραμμένα οὐκ ἐπιζητῶ. τὰ παραδεδομένα ἀσπά‐ ζομαι· τὰ μὴ παραδεδομένα οὐ πολυπραγμονῶ.“ καὶ πάλιν· „σο‐
15φός τισ“, φησὶ, „παραινεῖ λόγος, χαλεπώτερά σου μὴ ἐπιζήτει, καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε. ἃ προσετάγη σοι, ταῦτα διανοοῦ.“ καὶ πάλιν· „ἀρκεῖ πρὸς εὐσέβειαν εἰδέναι ὅτι ἔστι θεὸς, καὶ μη‐ δὲν πλέον ζητεῖν.“ καὶ πάλιν· „ἐὰν προσέλθῃ σοι“, φησὶ, „Μανι‐ χαῖος, λέγων τὴν ὕλην προϋπάρχειν, κἂν Μαρκίων, κἂν Ἑλλή‐
20νων παῖδες, λέγε πρὸς αὐτούς· ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς οὐρανὸν καὶ τὴν γῆν. ἀλλ’ οὐ πιστεύοι τῇ γραφῇ; ἀποστράφητι λοιπὸν αὐτὸν, ὡς μαινόμενον καὶ ἐξεστηκότα.“ καὶ πάλιν· „οὐ παύσῃ, ὦ ἄνθρωπε, τὰ περιττὰ ζητῶν; περιττὸν γὰρ τοιαῦτα εἰκῆ πολυ‐
πραγμονεῖν. οὐδὲν τῆς ἀμαθίας ταύτης σοφώτερόν ἐστιν· ἐν

2

.

962

οἷς οἱ μὲν ἐπαγγελλόμενοι μηδὲν εἰδέναι σοφώτατοι πάντων εἰ‐ σίν.“ ἀλλὰ γὰρ ἐπιλείψει χρόνος ὅλος, κομίζειν θελήσαντα καὶ τοῦ μεγάλου τούτου φωστῆρος τῆς ἐκκλησίας, ὁπόσα θεολογεῖν τε ἀποτρέπει καὶ μόνην ἀσπάζεσθαι τῶν δογμάτων ὁμοῦ καὶ τῆς
5πίστεως ἁπλότητα. ἀλλ’ ὅρα δή μοι καὶ τὸν μέγαν τῆς ἐκκλησίας ἀθλητὴν καὶ διδάσκαλον Ἀθανάσιον, μὴ ἀνέχεσθαι φάσκοντα τῶν κατὰ τῆς πίστεως ἐπιχειρούντων καινοτομεῖν, κἂν τὰς ἀπὸ τῶν γραφῶν λέξεις φθέγγωνται. „οὐ γὰρ ὀρθῇ διανοίᾳ, ἀλλ’ ὡς ἔνδυμα προβάτων τὰ ῥήματα περιβαλλόμενοι, ἔνδον τὰ Ἀρείου
10φρονοῦσιν, ὡς τῶν αἱρέσεων ἡγεμὼν διάβολος. καὶ γὰρ κἀκεῖνος ἐλάλει μὲν τὰ ἐκ τῶν γραφῶν, ἐφιμώθη δὲ παρὰ τοῦ σωτῆρος.“ ἀκούεις καὶ τούτου ταὐτὰ τοῖς προειλημμένοις διδάσκοντος. ἀλλὰ μηδὲ τὸν ἀσκητικώτατον παραδράμωμεν Ἰσαὰκ, παῦσαι λέγοντα θεολογεῖν, οὐ μόνον μετ’ ἀλλοτρίων τῆς πίστεως, ἀλλὰ καὶ μετὰ
15τῶν οἰκείων αὐτῆς· μηδὲ τὸν πολὺν Ἰωάννην, τὸν τῆς ἀσκητι‐ κῆς ὑποστάτην κλίμακος· ὃς τὸ αἴτιον ἐφεξῆς οἱονεὶ τῆς ἐκείνου ῥήσεως ἀποδίδωσι οὑτωσίν· „οὐ γὰρ ἐγκληθησόμεθα“, φησὶν, „ἐν ἐξόδῳ ψυχῆς, ὅτι οὐ τεθεολογήκαμεν, ἀλλ’ ὅτι ἀδιαλείπτως οὐ πεπενθήκαμεν.“ καὶ τί δεῖ βίβλων ἁμάξας ὅλας ἁγίων κομίζειν
20ὑμῖν, οἷς ἐξ ὀνύχων ἐστὶ γινώσκειν τὸν λέοντα; βαδιοῦμαι δ’ ἐφ’ ἕτερα. οὐ γὰρ εἶπον μὲν οἱ διδάσκαλοι ταυτὶ, οὐκ ἠσφαλίσαντο
δὲ τοῖς προσήκουσι μοχλοῖς καὶ κλείθροις· οὐδ’ ἠσφαλίσαντο

2

.

963

μὲν, οὐ περιήλασαν δ’ ἐπ’ ἐκείνοις ἔτι πύργους φάναι καὶ ἡμι‐ πύργια, καὶ ἀφύκτοις συνέσφιγξαν ἀραῖς καὶ ἀναθέμασι. μετὰ γὰρ τό γε τοὺς εὐαγγελιζομένους ἕτερα μακρῷ καθυποβαλεῖν ὁ θεῖος ἀπόστολος ἀναθέματι καὶ τάδε φησὶν, εἰς μαρτύριον βε‐
5βαιότερον συμβιβάζων τὰ πάλαι τοῖς νῦν. „γέγραπται γὰρ,“ φησὶ, „ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά.“ ἐῶ γὰρ τὰς τῶν θείων καταλέγειν τούτοις συνόδων οἰκουμενικὰς πράξεις, ὅσοις καθ’ ἕκαστον ἀναθέμασι τοὺς ἐκείνως ἔχοντας βάλλουσιν. ἀλλ’ ἵν’ ὡς
10ἐν κεφαλαίῳ συνελὼν εἴπω· „πάντα,“ φασὶ, „τὰ παρὰ τὴν ἐκκλη‐ σιαστικὴν παράδοσίν τε καὶ ὑποτύπωσιν τῶν ἁγίων πατέρων και‐ νοτομηθέντα τε καὶ πραχθέντα ἢ πραχθησόμενα, ἀνάθεμα ἔστω.“ βʹ. Ἐπὶ τούτοις ἀνέκοψέ μοι τοῦ λόγου τὸν δρόμον ὁ βασι‐ λεύς· καὶ λέγειν αὐτὸς ἐθέλων διχῆ καὶ τριχῆ τὴν γνώμην ἐσχί‐
15ζετο. ἐβούλετο μὲν γὰρ τὰ τῷ Παλαμᾷ περαίνειν ἐπηγγελμένα, καθ’ ἡσυχίαν δηλαδὴ καθημένῳ τοῖς ἄλλοις ὁμοῦ, καὶ προσω‐ πεῖον αὐτοῦ παρ’ ὅλον αὐτὸς καθίστασθαι τὸν ἀγῶνα λόγοις ἅμα καὶ πράγμασιν· ἐβούλετο δ’ αὖ καὶ φιλοτιμίας ἐπίδειξίν τινα τῷ συλλόγῳ παρέχειν ποικίλον, μνημόσυνον ἑαυτῷ μηχα‐
20νώμενος δῆθεν αἰώνιον καὶ γέμον καυχήματος ἐμβριθοῦς. ἔπειτα τὴν τοῦ ἀγῶνος διάθεσιν βλέπων οὐ κατὰ γνώμην ἐκβεβηκυῖαν αὐτῷ (οὐ γὰρ εἶχεν ἐκ πείρας ἰσχὺν ἀπαντᾷν εἰς τὰς προτεθείσας
τῶν θείων πατέρων χρήσεις· οὔτ’ αὖ λογισμῶν αὐτοχθόνων καρ‐

2

.

964

πός τις ὑπῆρχεν αὐτῷ, ἵν’ ὅλην ἐκ περιουσίας ἑαυτῷ τὴν τοῦ συνειδότος πιστεύων ἡγεμονίαν μὴ ῥᾷστα ταῖς τῶν ἔξωθεν αἰ‐ φνιδίως ἐπεισρεόντων ἀπροσδοκήτων παρέχῃ παθῶν ἐμβολαῖς τὸ τῶν λογισμῶν περιτρέπεσθαι βουλευτήριον) ἐπὶ πόδα τε ἀνεχώ‐
5ρει καὶ συνεστέλλετο παραχρῆμα. πολλῶν οὖν ἀνελίξας ἐν βραχεῖ λογισμῶν λαβυρίνθους, καὶ πολλῶν ἠθῶν ἐπιπλανηθῆναι χρώ‐ ματα δοὺς τῷ προσώπῳ κατὰ τὸ συμβεβηκὸς, καὶ μικράττα φθεγξάμενος, ὅσα τοῖς τοῦ λόγου προοιμίοις ἀρκέσειν εἰς κεφα‐ λὴν ἐδόκει, τῷ Παλαμᾷ λοιπὸν τὴν τῶν ἐμοὶ προτεθέντων ἀπάν‐
10τησιν παρεχώρει. (Β.) Τῷ δὲ καὶ αὐτῷ παρὰ προσδοκίαν τοῖς τοιούτοις ἐμπεπτωκότι (οὐ γὰρ ἦν ἐν μελέταις δεήσεσθαι λόγων οὐδὲ μικρῶν εἰς ἀπάντησιν· κατορθώσειν γὰρ ᾤετο πάντ’ ἐν βραχεῖ βασιλικῆς δυνάμει χειρὸς καὶ χείλεσιν ἀφθόγγοις, ὡς μη‐ δὲν εἰς τὴν ὑστεραίαν ὑπολειφθῆναι φροντίδος λείψανον ἡμετέ‐
15ρας) διηπορεῖτο καθ’ ἑαυτὸν, αἰσχυνόμενος γλώσσῃ κωφῇ παρα‐ θέσθαι τὸ πρᾶγμα, καὶ φωραθῆναι γυμνὸς τῶν τῷ καιρῷ προσ‐ φυῶν νοημάτων. (Γ.) Ὀλιγομαθὴς γὰρ οὗτος ὢν, ὅταν ἰδίᾳ τοῖς προστυχοῦσιν ὁμιλῇ, ἢ δι’ ἀμαθίαν οὐκ ἔχουσιν ἀντιφθέγ‐ γεσθαι, ἢ διὰ φιλίαν ἐλέγχειν συστελλομένοις, ἢ τό γε μεῖζον
20δεδιόσι μὴ τῆς αὐτοῦ πρὸς βασιλέα διαβολῆς ἀγώνισμα γένοιντο (ταὐτὸν γάρ ἐστι Παλαμᾷ τε ἀντειπεῖν κἀκ τοῦ προφανοῦς δια‐ λοιδορεῖσθαι καὶ βασιλεῖ), ἐπαινεῖσθαι ἔδοξεν ἐνίοις ἐνιαχοῦ. ἐς δ’
ὑπαίθρους ἀντιλογίας καὶ ἀντιθέσεις, κατ’ ἔνστασιν ἀντιπαράστα‐

2

.

965

σιν ἐχούσας, εἰσαγόμενον πρόσωπον, ἀθαρσέστατός ἐστιν ἐπιεικῶς ὁ ἀνὴρ καὶ κομιδῇ ψοφοδεής· καὶ τὸ συνεχὲς ἀεὶ τῶν αὐτῷ λεγο‐ μένων καὶ γραφομένων συγχέων καὶ φθείρων ἐξ ἀμαθίας ἡμιτελῆ τινα καὶ ἡμίεργα φαίνεται κῶλα καὶ κόμματα συνυφαίνειν ταῖς τῶν
5λόγων ἐννοίαις· ὡς αἰνιγματώδεις εἶναι δοκεῖν αὐτοὺς καὶ ἀμφιβίους καὶ ἀμφιῤῥεπεῖς, καὶ οἷα τὰ βουγενῆ ἀνδρόπρωρα τοῖς θύραθεν λέλεκται φιλοσόφοις. οὐ μόνον δ’ ἐκ τοῦ γε τὴν τῶν λόγων ἀλ‐ ληλουχίαν αὐτὸν διασπᾷν ἀσαφῆ καὶ ἀδιανόητον τοῖς ἀκούουσι τίθησι τὴν διάνοιαν, ἀλλ’ ὡς ἐπὶ τὸ πλεῖστον καὶ τοῦθ’ ἁλίσκε‐
10ται δρῶν ἐξεπίτηδες, ταῖς τῶν λέξεων ὁμωνύμοις καὶ διλήμματον νοῦν καλυπτούσαις χρώμενος· ἵνα κλέπτης ὢν ἀνασοβῇ τὴν σαγήνην τῆς ἀληθείας, ἐντεῦθεν ἐκεῖσε μετάγων τὸν νοῦν, κἀκεῖ‐ θεν ἐνταῦθα. καὶ ὥσπερ τοὺς τοῦ Πλάτωνος διαλόγους (ὡς ἔφη τις) ἄνω καὶ κάτω παιδικοὶ καθυβρίζουσιν ἔρωτες, οὕτω καὶ
15τούτου τοὺς λόγους ὁμωνυμίας ἐκτόπου καθυβρίζουσι σμήνη, νῦν μὲν ἄκοντος, ἀμαθίας ἀνακιρναμένης τῇ κακονοίᾳ· νῦν δ’ ἑκόν‐ τος, πλάνης εἵνεκα τῶν ἀκουόντων, κρυπτούσης μὲν τὴν τῶν λόγων κακίαν, βλαπτούσης δ’ ἔτι μᾶλλον, διὰ τὸ ἀμφιῤῥεπὲς τῶν λέξεων καὶ διπρόσωπον, οἷς ἂν μὴ σὺν ἐπιστήμῃ διεξιέναι
20ἐξῇ. τῷ γὰρ τῆς λέξεως οὗτοι παραπλησίῳ συναρπαζόμενοι ῥᾷ‐ στα τῷ τῆς πλάνης ἀγκίστρῳ περιπείρονται, ἀντὶ τοῦ προσήκον‐
τος τῷ μὴ προσήκοντι τοῦ σημαινομένου προστρέχοντες ἐξ

2

.

966

ἀγνοίας, καθάπερ καὶ στρουθοὶ καὶ ἰχθύες ῥᾷστα ταῖς τῶν θη‐ ρευτῶν ἁλίσκονται παγίσιν, ὁρῶντες μὲν τὸν δόλον, οὐ συνο‐ ρῶντες δὲ τὴν ἔνδον μηχανὴν, καὶ τῷ μὲν δόλῳ προσφύονται, τῇ ὑποκειμένῃ δὲ συνέχονται μηχανῇ. διὰ δὴ ταῦτα καὶ γέλωτα
5ὀφλισκάνων μειδιᾷν μὲν τῷ προσώπῳ δοκεῖ καὶ αὐτὸς, δεινὸν δ’ ἐν καρδίᾳ καὶ παντὸς ἡγεῖται θανάτου μεῖζον· καὶ τὴν ἧτταν ἐξ ἀληθείας καρπούμενος διαπρίεται ὑπ’ ὀργῆς· καὶ ἀμύνεσθαι βουλόμενος μὲν, οὐ δυνάμενος δὲ, καθάπερ εἰς ἀσπίδα καὶ τεῖ‐ χος καταφεύγει τὸν βασιλέα, μάλα θρασεῖαν καὶ διαβάλλουσαν
10ἐπαγόμενος γλῶτταν· καὶ οὑτωσί πως, οἱονεί τινι πανοπλίᾳ, τῇ βασιλικῇ καταχρώμενος αὐθεντίᾳ, τοῖς νικῶσιν ἀντιπεριϊστᾷν τὴν ἧτταν δοκεῖ· καθάπερ τὰ βρέφη, ἅπερ ὁπότε ταῖς τῶν γο‐ νέων χερσὶν ἀνεχόμενα τοῖς οἱοισδήτισιν ἀστείου χάριν ἀνδρά‐ σιν ἐπιῤῥιπτεῖται, χαίρει τε καὶ οἷον ἐπαγάλλεται τῇ νίκῃ, καὶ
15τὰς χεῖρας ἐπικροτεῖ. τὸν γὰρ αὐτὸν καὶ οὗτος τρόπον ποιῶν ὡς ἐφ’ ὁμολογουμέναις ταῖς νίκαις σκιρτᾷ, καὶ οὐκ αἰδεῖται νη‐ πιώδη μνηστευόμενος ἑαυτῷ καυχήματα, καὶ οἷα κἂν παῖς δρα‐ χμῆς ἐκ τῆς ὀρχήστρας ἢ ὀβολοῦ πρίασθαι αἰσχυνθείη. γράμ‐ μασι γὰρ σχεδὸν παντάπασιν ἀνομίλητον εὑρίσκων αὐτὸν ἄλλας
20τε τίθησι συσκευάζων διαβολὰς καὶ ῥᾷστα δεδίττεται, βασιλείας προφασιζόμενος κίνδυνον, εἰ ἐπικρατέστερά πως τὰ τῶν ἀντιθέ‐ των λογικὰ προβλήματα γένοιτο· καὶ οὕτω κατεπᾴδων καὶ παρεξ‐ άγων τὰ ὦτα διηνεκῶς ῥᾷστα πρὸς τὸ βουλόμενον ἔχει συν‐ εφελκόμενον· κἄπειτα μετὰ γαύρου καὶ μετεώρου περιϊὼν τοῦ
25ἤθους καὶ τοῦ φρονήματος ὅλην ἐπὶ τῆς ὀφρύος οἴεται φέρειν

2

.

967

τὴν Πιερίαν. (Δ.) Νῦν οὖν ἐπὶ τοσούτου θεάτρου πρὸς βασι‐ λέως μικρὸν εἰς τὴν καθ’ ἑαυτὸν ἀπάντησιν ἀφεθεὶς παρὰ το‐ σοῦτον ἧκε στενοχωρίας, ὥστε καὶ ἃ πολλάκις κἀν ταῖς ἀγυιαῖς κἀν ταῖς πλατείαις ἦν μεγαληγορῶν, λέληθε τέως αὐτὸν, καὶ
5ἀκροσφαλῆ τινα καὶ παραπεποδισμένην προὔτεινε γλῶτταν. οὐκ ἔχων γὰρ ἐκ τοῦ ῥᾴστου προχειροτέραν τοῖς λόγοις ἀρχὴν παρα‐ σχεῖν τὸν εἰωθότα καὶ νῦν ἐδόκει βαδίζειν δρόμον, κἀκεῖνον αὖθις τῆς ἀπορίας ποιεῖσθαι προκάλυμμα, καθάπερ οἱ κοχλίαι τὰ ὄστρακα καὶ τοὺς εἰωθότας καὶ ἀεὶ φερομένους οἰκίσκους. ὃ
10δὲ ἦν τὸ Θαβώριον ὄρος, ᾧ καὶ πάσας πανταχοῦ τῶν οἰκείων λόγων παρεκβάσεις ἐξεπίτηδες καὶ τὴν πλείστην ὡς ἐπὶ τὸ πλεῖ‐ στον τούτῳ δίδωσι τῷ μέρει τὴν διατριβήν. (Ε.) „Ἐγὼ γὰρ (φησὶ) τῶν πατέρων ἀκούων, τὸ ἐν ὄρει τῷ Θαβωρίῳ φῶς τοῦ σωτῆρος λεγόντων ἄκτιστόν τε καὶ, παρὰ τὴν τοῦ θεοῦ οὐσίαν,
15ἄλλην θεότητα καὶ ἐνέργειαν, οὐκ ἄν ποτε φαίην ταὐτὸν ἐνέρ‐ γειαν καὶ οὐσίαν θεοῦ, οὐδὲ τὸν υἱὸν καὶ λόγον τοῦ θεοῦ, σο‐ φίαν καὶ δύναμιν καὶ ἁγιασμὸν καὶ ζωὴν καὶ ἀλήθειαν καὶ βουλήν. ταὐτὸν γὰρ ἂν εἴη λέγειν θεὸν ἀνενέργητον καὶ ἄσοφον καὶ ἀδύναμον καὶ ἀβούλητον καὶ ἄζων καὶ ἁπλῶς πάντων ἐστε‐
20ρημένον. εἰ γὰρ μὴ τὴν ἐνέργειαν φαίημεν διαφέρειν τῆς οὐσίας ἐκεῖ τοῦ θεοῦ, καὶ ἄλλην τινὰ καθ’ ἑαυτὴν εἶναι θεότητα ταύ‐ την, ἥτις ἐστὶ σοφία καὶ φῶς καὶ ζωὴ καὶ δύναμις καὶ ἁγια‐
σμὸς καὶ ὅσα ἡ θεία γραφὴ τὸν θεὸν ὀνομάζει, λείπεται θεὸν

2

.

968

ἀνενέργητον οἴεσθαι σέβειν ἡμᾶς, καὶ ὅσα γε εἰρηκότες ἔφθημεν. ἢ πῶς ἂν εἴη κοινὴ τῶν τριῶν ὑποστάσεων, μὴ καθ’ αὑτὴν ἀνυ‐ πόστατος οὖσα, θεότης ἑτέρα φύσεως καὶ ὑποστάσεων ἐκείνων; ἢ πῶς ἄλλως ἂν εἴη κοινὴ θεοῦ καὶ ἀνθρώπων ἐνέργεια, ἄκτι‐
5στός τε καὶ οὐσιώδης καὶ φυσική; οὐ γὰρ θέμις τὴν οὐσίαν οἴεσθαι τοῦ θεοῦ πρὸς τὰ γήϊνα κατιέναι καὶ σοφίζειν καὶ ἁγιά‐ ζειν καὶ ζωοποιεῖν (ἄπαγε· βλάσφημον γὰρ καὶ δαιμόνων εὕρεμα σκοτεινόν), ἀλλ’ ἀφ’ ἑκάστης ἕκαστα γίνεσθαι τῶν ἀκτίστων τού‐ των ἐνεργειῶν· ὧν οἱ μετέχοντες ἄκτιστοί τε γίνονται καὶ ἄ‐
10κτιστα πράγματα, ὅσα τε νῦν καὶ ὅσα τοῖς προφήταις ἐφάνη θαυμάσια· ὧν καὶ βάτος, ἡ καινομένη μὲν, οὐ δαπανωμένη δέ· καὶ τὸ πύρινον ἅρμα τοῦ Ἠλίου, καὶ ὁ τὸν Ἰσραὴλ ὁδηγῶν πύρινος στῦλος ἐκεῖνος· καὶ ὁ τὰς ρπ χιλιάδας τῶν Ἀσσυρίων ἐν ῥιπῇ θανατώσας ἄγγελος· προσθήσω δ’ ἔτι καὶ τὴν ἀνθρώπινον
15ἀφεῖσαν φθέγμα τοῦ Βαλαὰμ ὄνον, καὶ ὅσα τοιαῦτα κατὰ και‐ ροὺς ἐγεγόνει θαύματα. οὐ γὰρ μετέχει τῆς οὐσίας οὐδαμῆ τῶν ἐν κόσμῳ κτισμάτων οὐδὲν τοῦ θεοῦ. τάχιστα γὰρ ἂν φθαρείη τὰ πάντα, πρὶν ἢ φθῆναι μετασχεῖν. φθαρτικὴ γὰρ ἐκείνη καὶ ἀναλωτικὴ τοῖς ἐγγίζειν ἐπειγομένοις ἐστί. σύμφωνα τοιγαροῦν
20τοῖς πατράσι λέγοντί μοι καὶ γράφοντι μικρὰ φροντίζειν ἔπεισι τῶν ἐγκαλούντων, ἅπαξ θεσμοθετηθὲν καὶ ἐπιψηφισθὲν, τῇ τοῦ
Βαρλαὰμ καταλέγεσθαι μοίρᾳ, καὶ ἀποψηφίζεσθαι σφᾶς κατ’

2

.

969

ἐκεῖνον, ὁπόσοι μου κατηγορεῖν οὐκ ὀκνοῦσιν ἀεὶ, καὶ πολυθεΐαν καταψηφίζεσθαι, καὶ τἄλλα ὅσα σφίσιν ἠρίθμηταί τε καὶ συλ‐ λελόγισται κατ’ ἐμοῦ. ἢ οὐκ ἴσασι, ὡς ὅτε ἐμοῦ πολυθεΐαν οὗτοι καταψηφίζονται, μονοθεΐαν ἐγὼ καταψηφίζομαι σφῶν καὶ γίνε‐
5ταί σφισιν ἡ κατηγορία τοῦ ἐγκλήματος μείζων. οὐ γὰρ Ἰουδαίων καὶ Περσῶν εἰμι παῖς, ἵνα καὶ μονοθεΐτης ἀκούω, καθάπερ οἱ τάλανες οὗτοι. εἰ δέ που ταῖς λέξεσι οὗτοι μόναις προσχόν‐ τες ἥκιστα ταῖς διανοίαις συμβιβάζειν ἴσασιν αὐτὰς, τί τοῦτο τῇ ἀληθείᾳ λυμαίνεται, τῆς τῶν λόγων ἐννοίας ὑγιαινούσης;“
10(ϛʹ.) Ταῦτ’ ἔλεγε· καὶ ἅμα, οἷς ἀεὶ μὴ στέργειν προὔθετο καὶ οἷς τὴν ἔργῳ παρέχεται μάχην καὶ ἀνθίσταται κομιδῇ τῶν λόγων αὐτοῦ πανταχῆ, τούτων μέρος ἀπειληφὼς προεκόμιζε. ταῖς γὰρ τῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου πράξεσι προὔργου ποι‐ ούμενος μάχεσθαί τε καὶ ἀντιπράττειν, ὡς προϊοῦσι δειχθήσε‐
15ται, διαφθείρας τὸν νοῦν, ἐκ τοῦ μηδαμῆ συνιέναι δύνασθαι, διὰ τὰς ἐμφύτους κῆρας τῆς τε κακοηθείας καὶ ἀμαθίας, ὅμοιον ποιῶν τοῖς Ἐπικουρείοις· ὡς γὰρ ἐκεῖνοι, τῇ σφετέρᾳ δυνάμει τὸ τοῦ ἡλίου παραμετροῦντες φαινόμενον, ποδιαῖον τὸν ἥλιον ἀπε‐ φαίνοντο εἶναι, οὕτω καὶ οὗτος τὴν ἀμβλύτητα τῆς ἑαυτοῦ δια‐
20νοίας ταῖς τῶν ἁγίων προσνέμει γραφαῖς· καὶ ὥσπερ ἀσυμφώ‐ νους τῇ διανοίᾳ τὰς λέξεις τοῖς οἰκείοις συντίθησι λόγοις αὐτὸς, οὕτω καὶ τῶν ἁγίων οἴεται τὰς γραφὰς, καὶ οὕτω ταύτας παρεξ‐
ηγεῖται. ἦν δ’, ὃ τῆς ἁγίας ἕκτης συνόδου μόνον ἀπειληφὼς

2

.

970

προὔτεινε, τὸ, τὴν ἄκτιστον ἐνέργειαν ἄκτιστον οὐσίαν χαρακτη‐ ρίζειν· κἀκ τῶν τοῦ θείου Βασιλείου τὸ, ἐκ τῶν ἐνεργειῶν γνωρίζομεν τὸν θεόν· ἡ γὰρ οὐσία αὐτοῦ μένει ἀμέθεκτος. γʹ. Ταῦτα δ’ οὐχ ὅτι τὸν νοῦν εἰδέναι δυνάμενος ἔλεγεν,
5ὡς δειχθήσεται προϊοῦσιν ἡμῖν (μηδὲ γὰρ ἀνελέγκτους ἡμῖν οἴεσθε παραδραμεῖσθαι κἀκείνας ὁπόσας ἠκηκόειτε βλασφημίας αὐτοῦ. αἱ μὲν γὰρ καὶ προκαταλέλυνται μικρὸν ἀνωτέρω, λόγοις θ’ ἡμετέροις καὶ γραφικαῖς μαρτυρίαις· αἱ δὲ προϊοῦσιν ἡμῖν ἱστὸς ἀράχνης σύν γε θεῷ φανήσονται) οὐχ ὅτι τοίνυν οἶδεν ἐκεῖνα
10προὔτεινεν. ἀλλ’ ὁρῶν ὡπλισμένους ἡμᾶς καὶ σφόδρα τοι πε‐ φραγμένους ἀφθόνοις ταῖς θείαις γραφαῖς, δεδιὼς μὴ ἀπὸ πρώ‐ της, ὅ φασι, γραμμῆς κληροῦχος τῆς ἥττης γένηται, πρὶν εἰς ἐξέτασιν μείζω καὶ τελειοτέραν ἐληλυθέναι, συμφέρειν ἔδοξεν αὐ‐ τῷ, μετεωρίσαντι τὰς τῶν πολλῶν ἀκοὰς, δεῖξαι καὶ ἑαυτὸν
15τὰς θείας συνόδους ὁμοῦ τοῖς ἁγίοις πατράσι συναιρομένας ταῖς βλασφημίαις αὐτοῦ κεκτημένον, δέλεαρ τοῦτο τοῖς ἁπλουστέ‐ ροις προτείνων, τῷ χαλκῷ τῆς ἀσεβείας αὐτοῦ περικείμενον. (Β.) Ἐπεὶ καὶ ὅταν συχνὰ ἐπιφέρῃ, κατὰ τοὺς θείους λέγειν πατέρας, τυφλὸν καὶ ἀσαφὲς τοῦτ’ ἐπιφέρων, μήθ’ οἵτινές
20εἰσιν οἱ λέγοντες, μήθ’ ἃ λέγουσιν ἀποσαφῶν, οὐκ ἄλλους ἐν νῷ ἔχειν οἶμαι πατέρας αὐτὸν, ἢ ἑαυτὸν καὶ ὅσοι κατ’ αὐτὸν κα‐
κόδοξοι πάλαι γεγένηνται. πλὴν γὰρ αὐτοῦ οὔθ’ εὕρηταί ποθ’

2

.

971

οὕτω γραφόμενά τε καὶ νοούμενά τῳ τῶν ἁπάντων ἑτέρῳ μέχρι καὶ ἐς τὴν τήμερον οὐδενὶ οὔτε πρὸς αὐτοῦ, οὔτε πρὸς ἡμῶν, οὔτε πρὸς ἑτέρου τῶν ἁπάντων οὐδενός. ἦ γὰρ ἂν ἐτίθει τε καὶ τὰς ἁπάντων ἀκοὰς περιηύλει, λαλίστερος ἑαυτοῦ γιγνόμενος, καὶ
5περιεκρότει πλέον ἢ θαλάττης ὑβριζούσης φλοῖσβοι παραλίους πέτρας. (Γ.) Ὅτι γὰρ ἀνωτέρω μικρὸν πρὸς τοῦ σοφωτάτου δέδεικται πατρὸς ἐκείνου τοῦ Γραπτοῦ Θεοδώρου, ὅτε τὰς τοῦ μεγάλου φωστῆρος τῆς ἐκκλησίας Βασιλείου ῥήσεις διερμηνεύων προκεκόμισταί μοι, ἐπὶ τῆς ἁπλῆς καὶ ἀσωμάτου λέγων φύσεως
10τὸν αὐτὸν ἐπιδέχεσθαι λόγον τὴν ἐνέργειαν τῇ οὐσίᾳ· (πρᾶγμα γὰρ αὐθύπαρκτον, μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν, ὁπότε‐ ρον ἂν ἐθέλοι τις, ἀπεφήνατο) δῆλον παντί που. ὅτι δὲ καὶ τοῦτ’ ἐκείνῳ κατὰ ταὐτὸν κομιδῇ λαμπρῶς συναποδείκνυται, δῆ‐ λον ἂν εἴη καὶ τοῦτο τοῖς βουλομένοις. τὸ γὰρ ἄκτιστον ἐνέρ‐
15γειαν ἄκτιστον οὐσίαν χαρακτηρίζειν, εἰπόντα, μήτε μὴν διαφο‐ ρὰν ἀκτίστου πρὸς ἄκτιστον (πῶς γὰρ, ὃ τοῖς πᾶσι ὁμοῦ πατρά‐ σιν ἀπείρηται, μηδὲν τῆς θείας καὶ τρισυποστάτου φύσεως ἕτερον ἄκτιστον εἶναι διαῤῥήδην ὁμολογοῦσι) μήθ’ ὅτι ἕτερον θατέρου θάτερον, τὴν πρὸς ἐκεῖνα δεικνύντος ἐστὶ συμφυΐαν τε καὶ ταὐ‐
20τότητα. μηδὲ γὰρ ἄν ποτε φύσιν ἔχειν, ἐν τοῖς οὕτως ἀναγκαίοις διαφωνεῖν τοὺς ἁγίους. ὡς γὰρ ἐκεῖ λόγων ταὐτότης, οὕτως ἐν‐
ταῦθα τὸ χαρακτηρίζειν εἰς ἕνωσιν ἄγει τὰ τῇ λέξει δύο δοκοῦν‐

2

.

972

τα. τὸ γὰρ χαρακτηρίζειν τῷ δηλοῦν ταὐτόν ἐστιν· ὡς ἂν εἰ ἔλε‐ γεν· ἡ ἄκτιστος ἐνέργεια, ἐπεὶ τῆς ἁπλῆς καὶ ἀσωμάτου λέγεται φύσεως, αὐτὴν τὴν ἄκτιστον οὐσίαν χαρακτηρίζει, καὶ δηλοῖ, καὶ παρίστησι. καὶ ἅμα βεβαιοῖ μοι τὸν λόγον ὁ χαρακτὴρ καὶ ἡ
5ἀπαράλλακτος τοῦ πατρὸς εἰκὼν, ὁ υἱός. (Δ.) Εἰ δὲ βούλε‐ σθε, καὶ μαρτυρίας ἐγὼ προενεγκεῖν οὐκ ὀκνήσω μυρίας διαφόρων πατέρων, ἃς κατὰ τῶν ὁμοίων τῇ δόξῃ τἀνδρὶ τουτωῒ καλῶς ποιοῦντες ἐκεῖνοι πάλαι γεγράφασιν. αὐτίκα τοίνυν ὁ μέγας φησὶν Ἀθανάσιος· „οὐκ ἀμφίβολον, ὅτι αὐτός ἐστιν ἡ τοῦ πα‐
10τρὸς ζῶσα βουλὴ καὶ ἐνούσιος ἐνέργεια, καὶ λόγος ἀληθινός.“ καὶ πάλιν· „ἑνὸς ὄντος υἱοῦ, τοῦ ζῶντος λόγου, μίαν εἶναι δεῖ τε‐ λείαν καὶ πλήρη τὴν ἁγιαστικὴν καὶ φωτιστικὴν ζωὴν, οὖσαν ἐνέργειαν αὐτοῦ καὶ δωρεὰν, ἥτις ἐκ πατρὸς ἐκπορεύεται.“ καὶ πάλιν· „ἀλλ’ οἱ ἀσεβεῖς οὐ θέλουσι λόγον καὶ βουλὴν ζῶσαν εἶναι
15τὸν υἱὸν, περὶ δὲ τὸν θεὸν βούλησιν καὶ φρόνησιν καὶ σοφίαν, ὡς ἕξιν συμβαίνουσαν καὶ ἀποσυμβαίνουσαν.“ (Ε.) Καὶ ὁμοίως ὁ θεῖός φησι Κύριλλος· „εἰ ὁ υἱός ἐστιν ἡ ζῶσα καὶ οὐσιώδης ἐνέργεια καὶ δύναμις καὶ σοφία τοῦ πατρὸς, ἐνέργεια πάντως καὶ τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον.“ καὶ πάλιν· „οὐκ ἀλλότριόν ἐστι
20τῆς θείας οὐσίας τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ’ ἐνέργεια φυσική τε καὶ οὐσιώδης καὶ ἐνυπόστατος.“ (ϛʹ.) Ὁρᾷς μαρτυρίας κο‐ μιδῇ σαφεστάτας, καὶ πᾶσι γνωρίμους αὐτόθεν, καὶ μηδὲν μήτ’
αἰνιγματῶδες μήτε γρῖφον ἐχούσας, ἀλλ’ ἐμφανῶς καὶ διαῤῥή‐

2

.

973

δην ἀπαγγελλούσας ἡμῖν, ἐπὶ τῆς ἁπλῆς καὶ θείας φύσεως τῇ οὐσίᾳ ταὐτὴν τὴν ἐνέργειαν εἶναι, καὶ οἷον αὐτοενέργειαν τὴν οὐσίαν, ὡς ἀνωτέρω που δέδεικται διαρκέστερον. ὁρᾷς δ’ ὡς καὶ ἀσεβεῖς προφανῶς τοὺς μὴ ταῦτα βουλομένους ἀποκαλοῦσι
5οἱ θεῖοι πατέρες, καὶ ὅσα ἐπὶ τούτοις ἔτι φασίν. ἄλλως τε καὶ τὸ τὸν υἱὸν καὶ τὸ πνεῦμα τοῦ πατρὸς ἐνέργειαν φάσκειν τοὺς ἁγίους, τί δηλούντων ἐστὶν ἕτερον, ἢ τὸ τῆς οὐσίας καὶ ἐνερ‐ γείας ταὐτόν; (Ζ.) Εἰ γὰρ τῇ τῶν λέξεων δοίημεν προφορᾷ καθάπαξ ἕπεσθαι τὰς ἐννοίας, καθάπερ ἐπὶ τῶν συνθέτων, οὕτω
10κἀπὶ θεοῦ, οὐ διπλοῦν ἔσται μόνον τὸ ἁπλοῦν, ἐξ οὐσίας δη‐ λαδὴ καὶ ἐνεργείας συγκείμενον, ἀλλὰ καὶ σφόδρα γέ τοι πολλα‐ πλοῦν. τί γὰρ ἂν φαίη τις, τῶν ἁγίων ἀκούων λεγόντων, ἕνα θεὸν, μίαν ἀρχὴν αἰώνιον, ἄκτιστον, ἀγένητον, μίαν οὐσίαν, μίαν θεότητα, μίαν δύναμιν, μίαν θέλησιν, μίαν ἐνέργειαν,
15μίαν ἐξουσίαν, μίαν κυριότητα, μίαν βασιλείαν, ἐν τρισὶ τε‐ λείαις ὑποστάσεσι γνωριζομένην μιᾷ προσκυνήσει; μὴ πολλα‐ πλοῦν καὶ ποικίλον καὶ πολυσύνθετον λέγουσι τὸν θεόν; ἄπαγε· πῶς γὰρ, οἷς καὶ πᾶσαν ὥραν καὶ καιρὸν ἐμέλησε, σφίσι τε αὐ‐ τοῖς καὶ ἅμα ἀλλήλοις ὁμόφωνα λέγειν ἀεὶ, καὶ μὴ μᾶλλον μηδ’
20ἧττον ἀντίφωνον περὶ τῶν τοιούτων μηδὲν μηδαμῆ μηδεπώποτε φθέγξασθαι; ἁπλοῦν γάρ φασιν εἶναι τὸ θεῖον καὶ ἀσύνθετον· τὸ δ’ ἐκ πολλῶν καὶ διαφόρων συγκείμενον, σύνθετον. εἰ γὰρ
τὸ ἄκτιστον, φασὶ, καὶ ἄναρχον καὶ ἀσώματον καὶ ἀθάνατον

2

.

974

καὶ αἰώνιον καὶ ἀγαθὸν καὶ δημιουργικὸν καὶ τὰ τοιαῦτα οὐ‐ σιώδεις διαφορὰς εἴποιμεν ἐπὶ θεοῦ, τὸ ἐκ τοσούτων συγκείμενον οὐχ ἁπλοῦν ἔσται, ἀλλὰ σύνθετον· ὅπερ ἐσχάτης ἀσεβείας ἐστίν. ὁρᾷς; (Η.) Εἰ δ’ οὕτως ἐπὶ τούτων, πῶς δ’ οὐκ ἂν κἀπὶ
5δυάδος ὁμοίως νοηθείη διπλόη τις καὶ διαφορὰ τῆς ὑποκειμένης οὐσίας πρὸς τὴν ἐνέργειαν, ἐκεῖ διάφορον κατὰ τὸν Παλαμᾶν οὖσαν; ἡ γὰρ δυὰς οὐχ ἓν, οὐδ’ ἁπλοῦν, οὐδ’ ἄναρχον, οὐδ’ ἄπειρον, ἀλλὰ σύνθετον ἐκπεπερασμένον. (Θ.) Πρὸς γὰρ τοῖς ἄλλοις καὶ ὁ θεῖος τάδε περὶ τῶν τοιούτων διέξεισι Μάξιμος. „ἡ
10δυὰς οὔτ’ ἄπειρος, οὔτ’ ἄναρχος, οὔτ’ ἀκίνητος, οὔτε μὴν ἀρ‐ χὴ καθόλου τινὸς εἶναι δυνήσεται.“ καὶ πάλιν· „οὐδεὶς δὲ, μεμοι‐ ραμένος ὁπωσοῦν τοῦ λογίζεσθαι, εἴποι ἂν ἄπειρον εἶναι, ᾧ ἐξ ἀϊδίου συνθεωρεῖταί τι ἢ συνεπιθεωρεῖται κατ’ οὐσίαν διάφορον.“ καὶ μετ’ ὀλίγον· „καθ’ ὃν γὰρ εἴποιμεν λόγον ἢ τρόπον δύνα‐
15σθαί τι ἕτερον αὐτῷ κατ’ οὐσίαν διάφορον παραβάλλεσθαι, τὸν ὅλον τῆς ὅλης ἀπειρίας αὐτῷ συναφαιροίμεθα λόγον. εἰ δ’ ἄπει‐ ρον εἶναι οὐ δύναται, ᾧ ἐξ ἀϊδίου συνυπάρχει ἕτερόν τι κατ’ οὐσίαν διάφορον, ἄπειρον εἶναι οὐδαμῶς ἐνδέχεται δυάδα.“ καὶ ἀλλαχοῦ· „οὐδὲν τῶν ὄντων ἄναρχον, ᾧ ἕτερον συνεπινοεῖται,
20οὐδ’ ἀπερίγραπτον, οὗ τι ἕτερον προεπινοεῖσθαι δύναται.“ εἰ δέ τις μὴ ῥᾳθυμοτέραν πως ἔσχε τάξιν περί γε τὰ τοιαῦτα, ἀνα‐
γνώτω καὶ τῆς περὶ θεολογίας ἑκατοντάδος τουτουῒ τοῦ ἀνδρὸς

2

.

975

κεφάλαια γ, δ, ε, ϛ, πολλὴν τοῖς ῥηθεῖσι διασώζοντα τὴν συμ‐ φωνίαν. (Ι.) Εἰ οὖν μήτε προεπινοεῖσθαι μήτε συνεπινοεῖσθαι τῇ θείᾳ δύναταί τι ἕτερον οὐσίᾳ, πῶς ἕτερον καὶ διάφορον οὖσα κατὰ τὸν Παλαμᾶν ἡ ἐνέργεια θεότης ἄκτιστος ἂν εἴη, παντὸς
5τοῦ μετὰ τὴν οὐσίαν ἐκείνην συναριθμουμένου τοῖς κτίσμασιν; δʹ. Ὅτι δὲ μὲ, καὶ πλείω προθυμούμενον λέγειν, ἥκιστα συνεχώρουν αἱ συνήθεις τῆς κεφαλῆς ἀλγηδόνες (ἡ γὰρ τῶν σπλάγχνων δριμύτης, αὔξην εἰληφυῖα μακρὰν ἐκ τῶν λογισμῶν ἀγώνων ἐκείνων, καὶ ἅμα τοῦ τῆς ὥρας καύματος, καὶ πρός γε
10τῆς πανημερίου νηστείας, καὶ ἄκοντα μάλα συνώθει σιγᾷν· οὐ γὰρ ἐξ ἑωθινοῦ ταῖς Συβαριτικαῖς ἐκείναις τραπέζαις καὶ ἡμεῖς κατὰ τοὺς παλαμναίους ἐνησχολήμεθα, οὐδ’ ὅσα Διονύσου πε‐ ριχορεύουσι θίασοι διατριβὴν παρέχειν ἐγνώκειμεν, ἀλλὰ παννύχιοί τε καὶ πανημέριοι φροντίδες καὶ θείων κινδυνευόντων μελέται
15δογμάτων τὴν ἡμῶν ἀπησχόλουν τότε ψυχήν) διὸ καὶ τὸν λόγον οἱ σὺν ἐμοὶ λογάδες ἄνδρες ἐκεῖνοι διαδεξάμενοι, ὧν τὸν βίον ἔφθημεν εἰρηκότες ἀρετὴν ὁμοῦ καὶ σοφίαν κοσμεῖν, ἄριστά τε καὶ τελεώτατα διειλέχθησαν, καὶ μάλα γενναίαν τὴν ὑπὲρ τῆς ἀληθείας ἔνδειξιν ἐνεδείξαντο. ῥᾴδιον δ’ ἔσται κἀκεῖνα μανθά‐
20νειν τοῖς βουλομένοις ἐξ ὧν κἀκείνοις γεγένηται ὑπομνήματα. οὐδὲ γὰρ σιγῇ κρύψαντες οὐδ’ αὐτοὶ λήθης ἀφῆκαν κληροῦσθαι βυθούς· ἀλλ’ ὅσον ὁ τοῦ διωγμοῦ καιρὸς καὶ αὐτοῖς ὁμοίως
ἡμῖν συγκεχώρηκε, γραφῇ τὰ τοιαῦτα παρέπεμψαν, καὶ, ὅσον

2

.

976

ἐφικτὸν, τὰ τῆς ἐκκλησίας ἐξετραγῴδησαν ἕκαστος πάθη, μή‐ που καὐτοῖς ὀψιγόνοις αἱ τῶν ἀντιθέτων πλεονεκτήσασαί πως διαβολαὶ τὰς ἀπειροκάλους λυμήνωνται διανοίας, οὐ σιδήρῳ καὶ πυρὶ καὶ ὅπλοις βαρβαρικοῖς, ἀλλὰ τῇ τῆς πολυμιγοῦς αἱρέσεως
5ἐκείνης κακίᾳ, θάνατον ἀθάνατον τῇ ἀθανάτῳ ψυχῇ προξενή‐ σασαι. (Β.) Ἄρτι δὲ καὶ νὺξ ἐπιοῦσα ἠρέμα καὶ κατὰ βραχὺ τὰς ἡλιακὰς αὐγὰς ἐπεβόσκετο, καὶ τὰ τῆς ἡμέρας συνέστελλε κράσπεδα, καὶ τῶν ἀνθρωπίνων ὀφθαλμῶν τὸ καθαρῶς ἐν οἴ‐ κοις βλέπειν ἀφῃρεῖτο, καὶ λαμπάδες πυρὸς εἰσεφέροντο, φῶτα
10κτιστὰ κομίζουσαι· καὶ ἅμα ἀνεγινώσκοντο πάλιν, ἃ κατὰ τοῦ Βαρλαὰμ ἐκείνου τοῦ Καλαβροῦ περὶ τοῦ θείου φωτὸς ἐψήφισται πάλαι πολύν τινα χρόνον, κατὰ τὴν σφετέραν ἀεὶ συνήθειαν. μηδὲ γὰρ ἄλλην ἔχοντες ἀποστροφὴν οὐδαμῆ, μηδὲ προκάλυμμα τῆς σφετέρας ἥττης οὐδὲν, περὶ τὸ ὄρος ἐκεῖνο διηνεκῶς ἐξ ἀνάγ‐
15κης εἱλοῦνται, καὶ συχνὴν παρ’ ἐκεῖνο κακούργως ποιοῦνται τὴν ἀναχώρησιν, μὴ λάθῃ ῥοθίοις ἴσως παρενεχθέντα σιγῆς τὰ σφίσιν ἀεὶ τιθηνούμενά τε καὶ γαλακτοφορούμενα τῆς εἰκονομαχίας ὄργια. (Γ.) Σιγῆς οὖν ἡμῶν καταψηφισθείσης, καὶ τῶν ἐκεῖ ῥηθέντων τὰ πλείω κατὰ τὸ σφίσι βουλόμενον ἐξηγουμένων αὐτῶν, καὶ ἣν
20ὁ ἐκ Δαμάσκου φησὶ Ἰωάννης ὑπερτελῆ καὶ προτέλειον δόξαν, ἐκείνων ὑφειμένην ἀποδεικνύντων εἶναι θεότητα, τῆς θείας ἑτέ‐ ραν οὐσίας, καὶ ἄκτιστον μὲν καθ’ ἑαυτὴν, διαφέρουσαν δ’ ἀπει‐
ράκις ἀπείρως, καὶ ἠλλοτριωμένην ἐκείνης παντάπασι, καὶ ἀνού‐

2

.

977

σιον, ἐτόλμησέ τις τῶν ἡμετέρων, „ὦ ἥλιε,“ περιπαθῶς ἀναβοῆ‐ σαι καὶ „τί ἄν τις (φάναι) φαίη περὶ τοῦ σαρκωθέντος λόγου θεοῦ, ἐπεὶ γὰρ ὑπὲρ ταύτην οὐ δύναταί τι ὑπάρχειν (πῶς γὰρ, ὑπερτελῆ καὶ προτέλειον οὖσαν; τῆς γὰρ ὑπερτελοῦς οὐδὲν τε‐
5λεώτερον) ἔοικεν αὐτὸν ὑποβεβηκότα καὶ τῆς ὑφειμένης ταύτης εἶναι καὶ τῶν κτισμάτων πολλῶν. καὶ λύεται μὲν εὐθὺς τὸ μέγα τῆς ἐνσάρκου οἰκονομίας μυστήριον, καὶ ἅμα πάντα συλλήβδην εἰπεῖν ἐκκλησίας δόγματα· καὶ οὐδὲ ποιητὴν τοῦ παντὸς ἔχει τις ἂν ἔτι δοξάζειν ἕτερον, πλὴν τῆς νεωστὶ ψηφισθείσης καὶ δο‐
10γματισθείσης ταύτης ἀνουσίου καὶ ὑφειμένης θεότητος. καὶ μα‐ ταία λοιπὸν ἡ μέχρι νῦν ὀρθοδόξων εὐσέβεια, καὶ δῆμος ἁγίων ἔφθαρταί πως, μὴ συνέντων ἃ κηρύττει Παλαμᾶς. τῆς ἀνοχῆς σου Χριστέ!“ ταῦτ’ εἶπε· καὶ πάνυ σφοδρῶς ἐπιτιμηθεὶς ἔπτηξέ τε καὶ σεσιώπηκεν. ἤκουσε γὰρ, μὴ θεμιτὸν ἐν βασιλείοις εἶναι,
15βασιλικοῖς βουλήμασί τε καὶ δόγμασιν ἀντιλέγειν, ὃς τὸν ἐς τὴν ὑστεραίαν ἥλιον ἀπαθὴς θεάσασθαι βούλοιτο. καὶ πολλῶν δ’ ἄλ‐ λων ἐπὶ τούτοις ἐκεῖ λαληθέντων ἐκείνοις κατ’ ἔφεσιν ἡγεμονικὴν, ὁ σύλλογος διελύετο, τριταίους αὖθις προσταχθὲν ἐς τὴν ὁμοίαν ἐκκλησίαν δεῖν ἀθροισθῆναι ἡμᾶς. ἀλλ’ ἐκεῖνο μικροῦ με παρέ‐
20δραμε. (Δ.) Πρὶν γὰρ δεδυκέναι τὸν ἥλιον, ἠρέμα καὶ κατ’ ὀλί‐ γους ὁ δῆμός τε ὑπεξῄεσαν καὶ ἅμα ἐπὶ τούτοις καὶ σὺν τούτοις,
ὅσον τῆς πόλεως ὄψις ὑπῆρχε, σύνδυο καὶ σύντρεις λεληθότως

2

.

978

ὑπεξιόντες, ἀνεχώρουν οἴκαδε· οἳ δὴ καὶ τρανῇ τῇ φωνῇ, διϊόν‐ τες τε καὶ περιϊόντες, ἐκήρυττον ἅ τ’ εἶδον ἅ τ’ ἤκουσαν· ὡς ἀκουστὴν ἐν βραχεῖ καὶ θεατρικὴν γενέσθαι πάσῃ τῇ πόλει τὴν μετ’ αἰσχύνης ἧτταν τοῦ Παλαμᾶ, καὶ οἵτινες εἶεν ὁμόδοξοι
5τουτωῒ, καὶ ἅμα τὰς αἰτίας, δι’ ἃς ἡττήθη τε καὶ ᾐσχύνθη. ὅθεν τῶν οἰκιῶν ἐκθέοντες, ὡς ἔτυχον ἕκαστοι, φύρδην εἰπεῖν, ἄνδρες, γυναῖκες, ὁμοῦ καὶ παισὶ, τάς τε παρόδους καὶ τὰς τριόδους συχνοὶ καὶ σποράδην καὶ ἀναμὶξ διελάγχανον, ἄλλοι κατ’ ἄλλα μέρη τῶν ὁδῶν συνιστάμενοι, καὶ ἐποπτεύοντες καὶ
10ἀνερευνῶντες ὅστις εἴη ὁ Παλαμᾶς, ἐφιέμενοι τοὺς ὀδόντας ἐμ‐ πῆξαι τῷ ταλαιπώρῳ, ὅτι τὰ πάτρια τῆς τοῦ θεοῦ ἐκκλησίας καταλύειν τολμῴη δόγματα· καὶ ἅμα συχνοῖς ἀναθέμασι καθυ‐ πέβαλλον, ὥσπερ ἀπὸ συνθήματος ἅπαντες· ὡς ἐκεῖνον, δεί‐ σαντα μὴ διασπαραχθῇ περιφανῶς οὑτωσὶ, συσταλῆναί τε τὴν
15ταχίστην καὶ ἀποκρύψασθαι. τῶν δ’ ἄλλων, ὅστις ἔγνωσται σαφῶς τῆς ἐκείνου φατρίας ὢν, χωρὶς πληγῶν οὐδεὶς ἀπηλλάτ‐ τετο, πλὴν ὅστις ὑπόκρισιν ἑτέρου προσώπου λαμβάνων ὁμοίως τοῖς ἄλλοις ἀναθέματι καὶ ἀραῖς Παλαμᾶν καὶ αὐτὸς καθυπέ‐ βαλλε. καὶ μὲν δὴ κατόπιν ἡμᾶς ἐπιόντας τοῖς ὕμνοις ἐγέραιρόν
20τε καὶ ἐστεφάνουν, ὡς τῆς πατρίου δόξης καὶ εὐσεβείας ἀθλη‐ τὰς καὶ προβόλους καὶ ῥᾷστα δὴ τὸ ζῇν ἑτοίμους προΐεσθαι λαμπρῶς ὑπὲρ τῶν κειμένων ἄνωθεν τῆς τοῦ θεοῦ ἐκκλησίας δογμάτων. (Ε.) Καὶ ὁ μὲν τῆς πρώτης ἡμῖν ἡμέρας ἐκείνης πλοῦς οὕτω καλῶς καὶ σὺν ἀσφαλείᾳ διήνυσται, τῆς τοῦ θεοῦ
25δεξιᾶς οἰακιζούσης τὴν τῶν ἡμετέρων ἀγώνων ὁλκάδα καὶ κῦμα

2

.

979

πᾶν ἀντιβαῖνον ἰσχυρῶς ἀποτρεπομένης. πολλαῖς γὰρ χειμώνων ἀντιπνοίαις περιτυχόντες, ἀρχοντικῶν τε καὶ ἡγεμονικῶν, πολ‐ λαῖς δ’ ἐμπεπτωκότες πειρατῶν εἰπεῖν ἐφεδρείαις, πρεσβυτέρων, ἐπισκόπων τε καὶ τῶν τοιούτων (ἐῶ γὰρ τῶν γε παραβομβούν‐
5των κολάκων τὸ πλῆθος) ὑπερέσχομεν ξύν γε θεῷ, κινδύνου παντὸς καταπεπλευκότες ὑπέρτεροι. εἰ δὲ μὴ καὶ τοὺς ἀνθιστα‐ μένους αἰσθέσθαι πεπείκαμεν, καὶ ἀνανῆψαι, καθάπερ ἐκ μέθης μεγάλης, τῆς πλάνης, καινὸν οὐδέν. κύριοι γὰρ ἡμεῖς οὐ τῆς τῶν ἀλλοτρίων γνώμης, ἀλλὰ τῆς πρὸς τὸ τοῦ ζήλου καλὸν ὁρ‐
10μῆς καὶ τῶν ὑπὲρ τῆς ἀληθείας λόγων· τῶν δ’ ἐντεῦθεν ἀπο‐ βαινόντων, μόνη καθάπαξ ἡ δυναστεύουσα κρίσις ἅμα καὶ χείρ. ταύτην δ’ εἰς ἀντίπαλον τῆς ἀληθείας μοῖραν ἀποῤῥαγεῖσαν ὁλο‐ σχερῶς, καὶ τῷ χρόνῳ βεβαιωθεῖσαν, σιδηρᾶν τινα καταστῆναι ξυμπέπτωκε καὶ ἀνεπίστροφον ὅλως εἰς τὴν τοῦ κρείττονος φύ‐
15σιν. οὐ γὰρ δικαιοσύνης ἄσκησις, οὐδ’ ἐπιστήμης κανόνες, ἀνε‐ χάλκευσάν τε καὶ οὕτως ἐσφυρηλάτησαν, ἀλλ’ ἐριννύες κακοδαί‐ μονες καὶ πονηρῶν Τελχίνων θίασος. τὰ μὲν γὰρ ἀπὸ δικαίας ἀρχόμενα ῥίζης καὶ εὐπαγοῦς μονιμώτερον καὶ τὸ ἄνθος φυλάτ‐ τει, καὶ οὐ ῥᾷστα θορυβούμενον ὑφ’ ἡλιακοῦ τινος καύσωνος·
20τὰ δ’ ἀσθενῆ καὶ ἀδόκιμον ἔχοντα τοῦ καλοῦ τὴν ἀρχὴν ἐν μέσῃ τῇ ἀναδρομῇ μαραινομένην ὡς τὰ πολλὰ τὴν τῆς ἀρετῆς ἀκμὴν καταλείπει. διότι ἐκεῖ μὲν αὐτοφυεῖς τινες καὶ αὐτόχθονες τοῦ
καλοῦ συνοικοῦντες τρόποι πρόδρομον κήρυκα τὴν τοῦ ἄνθους

2

.

980

αὐτάρκη παρέχονται βλάστην, ἐκ τῆς προφανοῦς οἱονεὶ μαντικῆς τἀφανοῦς τὴν εὐγένειαν ἐμφανίζοντες. ἐνταῦθα δ’ ἀχορήγητον ἔχουσαι ῥίζαν ἀγαθῶν πηγῶν ἀφθονίας, αἱ τοῦ ψεύδους αὔλα‐ κες, βραχὺ φανεῖσαι, λοιπὸν ἀπεκρύψαντο. τὸ γὰρ ἀπ’ εὐνοίας
5καὶ δικαίου πηγαζόμενον ζήλου, εἰ μὴ προσηκόντων ἐπιτυχὲς κα‐ τασταίη, ἀδικεῖται μὲν οὐκ αὐτό· ἀλλ’ ὃς τὰς τῆς δίκης μὲν λαχὼν διευθύνειν πλάστιγγας, ἔπειτα τῆς τοῦ προσήκοντος ἀποῤ‐ ῥαγεὶς φαντασίας, οὐκ ἐνέμεινεν οἷς ἔστερξεν. εʹ. Ὁ μέντοι Παλαμᾶς περίφοβον ὅλην ἐκείνην τὴν νύκτα
10διενεγκὼν, καὶ μάλιστα πεφροντισμένην, ἅμα ἕω ἀπῄει ἐς τὰ βασίλεια, ὑβριοπαθῶν καὶ μανίας μεστός· καὶ τῷ βασιλεῖ πα‐ ραστὰς γλώττης ἀσελγείᾳ τὸ μαινόμενον ἐδημοσίευε τῆς ψυχῆς, τά τε χθὲς αὐτῷ συμπεσόντα περιπαθῶς ἀφηγούμενος καὶ πρὸς πάντας θυμοὺς ἐκριπίζων αὐτοῦ καθ’ ἡμῶν τὴν ψυχήν· καθά‐
15περ θαλάττης πρόσωπον, ὁπότε βαρὺς καὶ μαινόμενος ἀπαρκτίας ἐνσκήψειεν ἐπ’ αὐτὴν, αἰτίους ἡμᾶς ὁμόσε προφασιζόμενος γε‐ γενῆσθαι τῆς τῶν Βυζαντίων ἐκείνης φορᾶς κατ’ αὐτοῦ. (Β.) Καὶ „εἰ μὴ διαναστῆναι βούλοιο πρὸς ἐκδίκησιν,“ φησὶ, „κατὰ τῆς βασιλείας αὐτῆς αὐτίκα μάλα τὸν κίνδυνον ἥξειν προσδόκα. οἶσθα
20γὰρ, οἶσθα σαφῶς, ὡς ἅπερ ἐμοὶ νενόμισται περὶ πίστεως καὶ δογμάτων, ταῦτα πάντως καὶ σοί. ἐῶ γὰρ λέγειν λοιδοριῶν καὶ χλευασμῶν, εἰρωνείας μεστῶν, ὁπόσοι πολλοὶ καὶ ποικίλοι παρὰ τὰς ἀγυιὰς καὶ πλατείας ἀκρατῶς καλινδοῦνται, μακρὰν ἡμῖν
τὴν ἀσέβειαν ἐγκαλοῦντες, καὶ τῆς ὅλης πίστεως ἐμφανῆ παρα‐

2

.

981

σπόνδησιν. οὐ γάρ ἐστιν, οὐκ ἔστιν, ἐμοὶ μαχομένους σοί γ’ εὐ‐ νοεῖν· οὐδ’ αὖ τοῖς ἐμοῖς ἀντιλέγοντας δόγμασιν ἅμα συναί‐ ρεσθαι σοί. σὺ δ’ εἰ μὴ πρὶν, ἀλλὰ νῦν ὀψὲ γοῦν ὀρθῶς τῶν ἐμῶν βουλευμάτων ἐκείνων μεμνήσῃ. ἢ οὐδὲ λόγων ἐγώ σοι προὔ‐
5λεγον οὐδὲ μικρῶν γοῦν μεταδιδόναι χρή σφισι καὶ παῤῥησίας; ἢ πόθεν ἄλλοθεν παμπληθὲς κεκίνηται καθ’ ἡμῶν, καὶ τίς εἰς τοσαύτην καὶ τοιαύτην κακίαν ἐξέμηνε τὴν ταχίστην, μὴ μόνον ὁπόσον τοῦ δήμου, ἀλλ’ ἤδη καὶ ὅσον ὄψιν ἔχει τιμῆς τε καὶ γένους εὐκλεεστέρου; οὐδαμόθεν ἄλλοθεν, ἢ τῆς τοῦ Γρηγορίου
10μακρηγορίας ἐκείνης, οὐδὲν γαληνὸν οὐδὲ λεῖον ἐχούσης, ἀλλὰ πολὺ μὲν καὶ ποικίλον, καὶ οἷον εἰπεῖν ἀκανθῶδες ὅλον, τῆς περινοίας τὸ ὑφέρπον ἀπεμφαινούσης· δημοτερποῦς δ’ ἄλλως, καὶ πρός γε τὸ δημαγωγικώτερον εὖ συγκειμένης, καὶ συνανα‐ χρωννυμένης ἠρέμα πρὸς τὴν πλὴν ἡμῶν τῶν ἄλλων θέλησιν. ἢ
15πῶς οὐκ ἂν εἰς θάρσος ἐπῆρτο περιφανῶς, οὐδὲν ἀντιβαῖνον καὶ βίαιον φάσκοντά σε θεώμενος, οὐδὲ δρῶντα μηδὲν κατὰ τῆς παῤῥησίας καὶ τῶν ἐλέγχων ἐκείνων, καὶ ὅσα μεταξὺ χαριεν‐ τίσματα προὔφερε, κοινῇ κατειρωνευόμενος ἅπαντας καὶ σκώ‐ πτων εἰς ἀμαθίαν, καὶ μηδὲν ἐκ τοῦ ἥττονος φάσκων, ἀλλ’ ὅλον
20τὸν λόγον κατατείνων δόλιχον ἀδεῶς κἀπὶ γλώττης συχνὰ πα‐ ρεισκυκλῶν ἐκ τοῦ μείζονος τὸ πάτριον σέβας τῆς πίστεως, καὶ τὸ
μὴ χρῆναι κινεῖν πατέρων ὅρια, μηδ’ εὐαγγελίζεσθαι τῶν κυρω‐

2

.

982

θέντων καὶ παραληφθέντων ἕτερα, ἀλλ’ ἐκείνοις μόνοις ἐμμένειν καὶ στέργειν τὸν ἅπαντα χρόνον, οἷς τε ἔμαθέ τις καὶ ἐπιστώθη πρὸς τῶν ἀποστολικῶν κανόνων καὶ θεσμῶν. καὶ τί δεῖ πάντ’ ἐκεῖνα λέγειν καθ’ ἕκαστα; ἴσασι γὰρ ἅπαντες, ὁπόσοι τοῦ θεά‐
5τρου γεγόνασιν ἐκείνου μεστοὶ, πῶς ἐκείνην σχεδὸν ἀνάλωσε τὴν ἡμέραν, ἐν ἁπλότητι λόγων ὑποκαθημένην τε καὶ ὑφέρπουσαν οἱονεὶ προλοχίζων καὶ παραμιγνὺς περίνοιαν, καὶ τὰ μὲν οἰκεῖα ἐξαίρων, τῶν κειμένων ὅρων δῆθεν ἐξιόντα οὐδαμῆ, πασῶν δὲ καὶ παντοίων γεμούσας ἐκτόπων ἐπιεικῶς ἀποφαίνων βλασφημιῶν
10τὰς ἐμὰς συγγραφάς· ὡς πάνθ’ ὁμοῦ λαμπρῶς ἐκδημαγωγηθῆ‐ ναι τὰ πλήθη· παροξυνθῆναι δ’ ἅπαντας καθ’ ἡμῶν, ὅσοι τε τῶν εὐπατριδῶν καὶ ὅσοι τῶν ἄλλως ἐχόντων. ἀλλ’ ἄγε δὴ, με‐ ταπεμψάμενος πάντας ἀγορανόμους ὁμοῦ καὶ δημάρχους, κέλευε μαστιγίας ἐκείνους ἅπαντας ἀποδεῖξαι ταχέως, καὶ τῶν ἱματίων
15γυμνοὺς, καὶ ἅμα πάσαις καὶ παντοδαπαῖς ἐγκεκλεισμένους εἱρ‐ κταῖς, ὅσοι τοῦ σύρφακος ὄχλου τυχόντες οὐκ αἰδοῦνται τοῖς ὑπὲρ δύναμιν ἐγχειροῦντες, ἵνα μονότροπός τις ἅπασι γένηται φόβος· ὥστε τῆς ἀγοραίου καὶ θεατρικῆς παῤῥησίας τὴν ταχί‐ στην ἀποσχομένους πρὸς τὴν ὡρισμένην ἕκαστον ἐπείγεσθαι τοῦ
20βίου τελευτὴν οὑτωσί. κἄπειτά σοι δεδογμένον ἔστω, καὶ προὐρ‐ γιαίτατον ἁπάντων μάλιστα, συνέδριον ἅμα τῷ πατριάρχῃ τή‐ μερον πάντων ἐνταῦθα γενέσθαι τῶν ἐπισκόπων. ἅπασι γὰρ ἐπὶ ξυροῦ τὰ τῆς καταδίκης ἐπίσης ἵσταται, συλλειτουργοῖς καὶ ὁμό‐ φροσιν ἅπασιν οὖσιν ἡμῖν· καὶ χρὴ πᾶσιν ἐπίσης φροντίζειν ὑπὲρ
25σφῶν αὐτῶν. εἰ δέ τινες, εὐλαβείας προφάσει, τῆς ἡμῶν ὁμο‐

2

.

983

νοίας ἀποῤῥήγνυσθαι πάνυ τολμῷεν, τάχιστ’ ἂν σοῦ βουλομέ‐ νου τῆς σφετέρας αἴσθοιντο κακοβουλίας. οὔτε γὰρ ἐκείνους ἕξουσιν οὓς εἵλοντο φίλους, καὶ ἅμα οὓς ἔχουσιν, ἀπολωλεκέναι σφίσι δεήσει· μᾶλλον δ’ ὧν ἔχουσιν ἐπισκοπῶν στερήσονται, καὶ
5ἅμα τῶν προσδοκωμένων ἀπὸ σοῦ λημμάτων ἥκιστα ἐπιτεύξον‐ ται· καὶ πρός γε ὧν ἀποτυγχάνουσι οὗτοι βλέποντες ἀντιλαμβα‐ νομένους ἑτέρους, ἀποπνιγήσονται ῥᾷστα τοῖς ἐκτόποις νέφεσι τῶν λογισμῶν· καὶ ἢ μεταμεληθέντες ἐμπειρίας τοῖς ἄλλοις ὑπόδειγμα πρὸς τὸ βέλτιον ἔσονται· ἢ τῇ κακοβουλίᾳ στοιχή‐
10σαντες, ἥνπερ εἵλοντο, ταύτῃ καὶ συμφθαρήσονται, γεγονότες εἰς ἀβάτους ἐρημίας ἐξόριστοι. ταύτην ἔγωγε μόνην ὁρῶ τὴν ὁδὸν, ἐπιῤῥῶσαι μὲν ἱκανὴν τὰ ἡμέτερα, τὰ δὲ τῶν ἀντιθέτων ῥᾳδίως κατενεγκεῖν. εἰ γὰρ ἀνίσχυροι τήμερον ὑφ’ ἡμῶν οὑτωσὶ καθιστάμενοι παρανόμων γράφονται ἡμᾶς, εἰ χώραν ἕξουσι τοῖς
15προβαλλομένοις ἐγκλήμασι καὶ θρόνων καὶ τιμῶν ἀπελαύνειν ἡμᾶς, ποῦ οὐκ ἂν αἰσχύνης ἐλάσειε τὰ ἡμέτερα, ποῦ δ’ οὐκ ἂν ὀφρύος καὶ τύφου τὰ σφέτερα αὐτῶν; ἦ πολλὴ μεντἂν εἴη ῥᾳ‐ θυμία, καὶ θανάτου φάναι γείτων κομιδῇ, περιορᾷν καθημένους ἡμᾶς οὑτωσὶ ἀργοὺς, καὶ τὰ μέγιστα περὶ ἐλαχίστου τιθέντας,
20μὴ πρὶν ἢ πᾶν τι παθεῖν, ἀντιπεριάγειν ἐκείνοις ὅλῃ δυνάμει τἀγκλήματα καὶ τοὺς ἐντεῦθεν κινδύνους, ἡμᾶς δὲ καθῆσθαι κριτὰς ἐκείνων καὶ ἄρχοντας, καὶ ὅπερ ἂν ἡμῖν δόξειε, τοῦτ’
εἶναι σφίσι νόμον καὶ δόγμα, καὶ πᾶν ὅτιπερ ἂν ἡμῖν αὐτοῖς ἐπι‐

2

.

984

κλώσειε πεπρωμένη καὶ τύχη, τοῦτ’ εἶναι στεῤῥὰν τῶν σφίσι πραγμάτων κρηπῖδα καὶ ἀμετάκλωστον βίου παντὸς ἐφόδιον.“ (Γ.) Καὶ ταῦτα μὲν οὕτως εἴρηται τῷ θαυμαστῷ Παλαμᾷ· καὶ οὐκ εἴρηται μὲν, οὐ πέπρακται δ’ εὐθύς· οὐδὲ πέπρακται μὲν
5εὐθὺς, οὐχ ὡς συντέτακται δέ· ἀλλὰ καὶ πέπρακται μὲν αὐθη‐ μερὸν, τελεώτερον δ’ ἢ καθ’ ἅπαν τὸ σύνθημα. οὕτως ὀξύῤῥο‐ πον δείκνυσιν εἰς ἔργα τὸν βασιλέα τῆς τοῦ Παλαμᾶ τιμῆς ὁ πόθος, καὶ πάντων ἔργων ἔμπροσθεν τὰ τῆς ἐκείνου γνώμης τί‐ θεται δόγματα. τὰ μὲν γὰρ ἔπραττε παραχρῆμα, τὰ δ’ ἐπηγγεί‐
10λατο παραχρῆμα. (Δ.) Ἦν τότε ἰδεῖν παντοδαπῶν ἀνθρώπων μεριζομένας τὰς γνώμας, καὶ τῶν μὲν θαρσαλεωτέρων μάλιστα νῦν γινομένων, καὶ πλείονα πῆξιν τῇ πρὸς θεὸν ἐλπίδι καὶ πίστει παρεχομένων, καὶ πρὸς ἀθλητικοὺς ὁπλιζομένων τὴν γνώμην ἀγῶ‐ νας καὶ μαρτυρικὰ παλαίσματα· τοὺς δ’ ὑπ’ ὀδόντα τῇ θηριωδίᾳ
15λοιδορουμένους τῶν διωκτῶν· τοὺς δ’ ὑπεπτηχότας ὑπὸ φρίκης καὶ δέους τῶν τε παρόντων καὶ φαινομένων δεινῶν, τῶν θ’ ὑποπτευομένων μὲν, μείζω δ’ ἢ κατὰ τὰ φαινόμενα τὸν θόρυβον τῇ ψυχῇ προαναφωνούντων· καὶ νῦν μὲν καταδυομένους καὶ κρυπτομένους· νῦν δ’ ἀναδυομένους, ὡς ἐξ ᾅδου πυλῶν, καὶ
20φαινομένους οἷς ἐθάῤῥουν, καὶ στεναγμοῖς ἀφθόγγοις ὁμοῦ καὶ δάκρυσι κλεπτομένοις ὑποδηλοῦντας τὴν ἄδηλον κάμινον τῆς ψυχῆς. εἶεν.
ϛʹ. Οὕτω γε μὴν τουτωνὶ γιγνομένων, καὶ οὕτω πανηγυρί‐

2

.

985

ζοντος διωγμοῦ τῆς πόλεως θέατρον γενομένης ἁπάσης, ἧκεν ἡ τρίτη τῆς προθεσμίας ἡμέρα, καθ’ ἣν ἐχρῆν τὴν δευτέραν συν‐ ιόντας αὖθις ἡμᾶς ἐκτελεῖν ἐκκλησίαν· καὶ πάλιν εἰς τὴν ἐμὴν οἰκίαν τὸ καθ’ ἡμᾶς ἠθροίζετο μέρος, κατὰ τὴν ἤδη ῥηθεῖσαν
5εἰκόνα τῆς πρώτης ἐκείνης ἡμέρας. ἐμοὶ μὲν οὖν ἅπαν ἀπηγορευ‐ κότι τὸ εὔελπι, δι’ ἅ μοι δεδήλωται, καὶ μηκέτι μηδὲν τὸ ἁμιλ‐ λώμενον λείπεσθαι πρὸς τοσαύτην ἐξ ἀντιπάλου ῥαγεῖσαν κακίαν σαφῶς ἐγνωκότι, καὶ ἅμα ῥοπὴν εἰληφυίας ἐκ τῶν παρόντων ἀγώ‐ νων καὶ λογισμῶν ἐπιπονώτερον ἤδη πολλῷ τῆς ἐμῆς συνορῶντι
10κατορχουμένας κεφαλῆς τὰς συνήθεις ὀδύνας αὐτῆς, βέλτιον ἔδο‐ ξεν, ἐῤῥῶσθαι φράσαντα συνόδους καὶ παῤῥησίας τοιαύτας οἴ‐ κοι καθῆσθαι, κἄν τι δέῃ παθεῖν, οἴκοι τοῦτο παθεῖν· ἵν’ εἰ μή τι τὸν ἅπαντα βίον οὐ μὴ τεθέαται οἶκος πρὸς ἀρετὴν διακεί‐ μενον εὖ, ἀλλ’ οὖν τοῖς ἐμοῖς τελευταίοις βαπτόμενος αἵμασιν
15ὀψὲ γοῦν μίαν ταύτην γνοίη με κεκτημένον ἀρετὴν πολλοῦ τινος ἀξίαν, τὸ μὴ πολλοῦ τινος ἄξιον νομίζειν τὸ ζῇν. (Β.) Διὸ τοῖς ἄλ‐ λοις ἀνάγκην προσῆγον μὴ βραδύνειν, ἀλλὰ τοῖς ἐμοῖς βοηθοῦντας νοσήμασιν ἀπιέναι προθύμως, οὐκ εἰς ἐλέγχους καὶ διαλέξεις ἀλη‐ θείας ζητουμένης· ἀπειρηκέναι γὰρ καὶ αὐτὴν ἤδη καὶ πρὸς αἰθε‐
20ρίους ἀποπτῆναι θαλάμους, ἀφανείᾳ κεκαλυμμένην μακρᾷ· ἀλλ’ εἰς σφαγὴν καὶ μαρτυρικὰ παλαίσματα καὶ θανάτου μακροῦ δει‐ νότερα δεσμωτήρια. τοιαύτην γὰρ καθ’ ἡμῶν ἐξενηνέχθαι χθὲς καὶ πρότριτα, δεσμοῖς ἀδαμαντίνοις τισὶ καὶ ἀῤῥήκτοις κεκυρωμένην,
ψῆφον πρὸς τῶν ἀντιπάλων καὶ τῆς ἐξουσίας ἀρχόντων. τῶν γὰρ

2

.

986

μετριωτέρων, ἃ τοῖς ἐξωτερικοῖς καὶ τὸ πλεῖστον δημοτικοῖς κατε‐ ψήφισται, τὰ μὲν ἤδη πέπρακται, τὰ δ’ ἔτι πράττεται, τὰ δὲ καὶ πραχθήσεται. καὶ τούτων οὐδὲν οὐδένα πάντων ὑμῶν ἀγνοεῖν οἴομαι, θορύβου τοσούτου τὴν πόλιν περιηχήσαντος ἅπασαν.
5χρεὼν οὖν, μὴ φιλοψυχοῦντας, ἀλλ’ ἐῤῥωμένους, ὁμόσε πρὸς τοὺς τοιούτους χωρεῖν ἀγῶνας. θνητῆς γὰρ λαχοῦσι φύσεως ἢν μὴ νῦν θανεῖν ἐξῇ, διὰ γοῦν τὸ τῆς φύσεως ὄφλημα τεθνήξε‐ σθαι πάντως ἕψεται προϊοῦσι· καὶ δεῖ μὴ τὸν ἀκλεᾶ πρὸ τοῦ μετ’ εὐκλείας περιμεῖναι θάνατον. (Γ.) Μιᾷ δ’ ἀπειρηκότων
10φωνῇ, μὴ ἐθέλειν χωρεῖν ἐς βασιλείους προκλήσεις καὶ οὕτω βαρ‐ βαρικὰ συνέδρια πλὴν ἐμοῦ, δείσας ἐγὼ μὴ πρόφασιν τοῦτ’ εἰ‐ ληφόσιν ἐκείνοις, οἷς πάντα λίθον κινεῖν καθ’ ἡμῶν περίεστιν, ἐρήμην καθ’ ἡμῶν εὐχερῶς καταδιαιτᾷν ἐπιγένηται, μάλα μό‐ λις τῆς καθέδρας ἐξαναστὰς ἅμα πᾶσιν ἐκείνοις ἀπῄειν ἐκεῖσε
15ἀποθανούμενος, καὶ τῇ ἐκεῖ τελευτῇ συμπαραπέμψων τὰ πολυε‐ τῆ μου τῆς κεφαλῆς νοσήματα. (Δ.) Ἄρτι δὲ περί που τὰ μέ‐ σα γενομένοις τῆς βασιλείου αὐλῆς ἀπήντησέ τις ἡμῖν τῶν πά‐ νυ τῷ βασιλεῖ προσῳκειωμένων, καὶ μόνον ἁπάντων ἔμεγε ἀπει‐ ληφὼς προσῆγε τῷ βασιλεῖ. κοινολογήσασθαι γὰρ ἔλεγε βούλε‐
20σθαί μοι τῶν αὐτῷ γε ἀποῤῥήτων ἔστιν ἅ. προσεληλυθότι μοι γοῦν τυχεῖν προσγεγένηται μὲν, παρὰ δόξαν μὲν ἐμοὶ, σφίσι δ’ ἐξεπίτηδες σφόδρα, τινὸς τῶν πάνυ μοι φίλων ἐκ παλαιοῦ,
διὰ βασιλικῆς κἀκείνου προκλήσεως ἐκεῖσε τηνικαῦτα παρόντος

2

.

987

ἐμοῦ γε εἵνεκα. ὧν μεταξὺ καθεσθέντι μοι λέγειν ἤρξαντο κατὰ συνεκδοχὴν καὶ ἀμοιβαδὸν, παρὰ θατέρου ἅτερος τὰς τῶν λό‐ γων ἀφορμὰς πορίζοντές τε καὶ ποριζόμενοι, καὶ πείθειν ἐπιχει‐ ροῦντες, πρῶτον μὲν χρημάτων ἐπαγγελίαις ἀφθόνοις, καὶ ὅ μοι
5πρὸς βουλήσεως εἴη ἂν ἕτερον ἅπαν. ἐπεὶ δ’ ἐντεῦθεν τῶν σκο‐ πουμένων ἠλαύνοντο, μηδὲ τὴν πρώτην ἀκοὴν ἐμοῦ γε προσιε‐ μένου μηδὲ μικρὸν γοῦν, τὸν δεύτερον πλοῦν διαλέγεσθαι ἐπε‐ χείρησαν. (Ε.) Καὶ ἦν ἡ τῆς διαλέξεως εἰσαγωγή· ὅτι τε τῆς θεότητος ὄνομα δεύτερόν ἐστι τῆς θείας οὐσίας καὶ ταῖς ἀκτί‐
10στοις ἐνεργείαις κυρίως μᾶλλον ἁρμόττει· καὶ ὅτι τῶν τοιούτων ἀκτίστων ἐνεργειῶν πολλὴ καὶ ἄπειρος ἐκ τῆς θείας οὐσίας ἐστὶν ἡ διαφορὰ, κἀκ τῶν ἐνεργειῶν γινώσκομεν τὸν θεόν· καὶ ὡς ὁ μέγας φησὶ Βασίλειος, „ἐκ μὲν τῶν ἐνεργειῶν γνωρίζειν λέγομεν τὸν θεὸν ἡμῶν, τῇ δ’ οὐσίᾳ αὐτοῦ προσεγγίζειν οὐχ ὑπισχνού‐
15μεθα. αἱ μὲν γὰρ ἐνέργειαι αὐτοῦ πρὸς ἡμᾶς καταβαίνουσιν· ἡ δ’ οὐσία αὐτοῦ μένει ἀπρόσιτος.“ ταῦτα καὶ τὰ παραπλήσια λέ‐ γοντες ἐπῆγον οἰκείας παρεξηγήσεις καὶ συλλογισμοὺς ἐκτόπους καὶ ἀνοσίους καὶ μαινομένους· ὡς ἐπειδὴ πρὸς ἡμᾶς αἱ ἐνέργειαι καταβαίνουσι, κἀκ τούτων γνωρίζομεν τὸν θεὸν, ἄκτιστοι ἄρα
20εἰσὶ θεότητες· καὶ ὅσοι μὴ συμφωνοῦσιν ἡμῖν, βλασφήμους ἑαυ‐ τοὺς καθιστῶσι περιφανῶς. (ϛʹ.) Ἐμοὶ δὲ καὶ ἀσθενῶς ἔχοντι,
καὶ μόνῳ τῶν ἄλλων ἀπειλημμένῳ συμμάχων ἀπροσδοκήτως ἐνε‐

2

.

988

δρευόντων δικτύων ἐντὸς, τί ἔδει ποιεῖν ἕτερον, ἢ βραχυλογίᾳ χρησαμένῳ, εἰ δυναίμην, ἀπαλλάττεσθαι τὴν ταχίστην; οὐ γὰρ φυγομαχεῖν εὐθὺς ἐχρῆν, καὶ ταῦτα πρόφασιν ἱκανὴν κεκτημέ‐ νους ἀποφυγῆς τήν τε νόσον καὶ ἅμα τὴν μόνωσιν. ἦ γὰρ ἂν
5κατὰ νώτου κείσεσθαι ἔμελλον, δειλίας γραφόμενοι καὶ λειπο‐ ταξίου δίκην ἐπάγοντες. πρὸς μὲν οὖν τὸ τῆς θεότητος ὄνομα, μὴ τῇ οὐσίᾳ μᾶλλον ἢ ταῖς ἐνεργείαις ἁρμόττειν κυρίως καὶ πρώ‐ τως, πρώτην ποιουμένῳ καὶ τὴν ἀπάντησιν, ἤρκεσε παραχρῆμα πρὸς λύσιν τὸ τοῦ θείου πατρὸς ἐκεῖνο γεγονὸς ἀνὰ στόμα· „θεοῦ
10δὲ ὅταν εἴπω, λέγω πατρὸς, υἱοῦ, καὶ ἁγίου πνεύματος, οὔτε ὑπὲρ ταῦτα τῆς θεότητος χεομένης, ἵνα μὴ δῆμον θεῶν εἰσαγά‐ γωμεν, οὔτε ἐντὸς τούτων ὁριζομένης, ἵνα μὴ πενίαν θεότητος κατακριθῶμεν.“ καὶ πάλιν· „θεοῦ δὲ ὅταν εἴπω, ἑνὶ φωτὶ περια‐ στράφθητε καὶ τρισίν· ἑνὶ μὲν κατὰ τὸν τῆς οὐσίας λόγον, εἴτ’
15οὖν θεότητος· τρισὶ κατὰ τὰς ἰδιότητας, εἴτ’ οὖν ὑποστάσεις, εἴ τινι φίλον καλεῖν, ἢ πρόσωπα. οὐδὲν γὰρ περὶ τῶν ὀνομάτων ζυγομαχήσομεν, ἕως ἂν πρὸς τὴν αὐτὴν ἔννοιαν αἱ συλλαβαὶ φέ‐ ρωσι. διαιρεῖται γὰρ ἀδιαιρέτως, ἵνα οὕτως εἴπω, καὶ συνάπτε‐ ται διῃρημένως. ἓν γὰρ ἐν τρισὶν ἡ θεότης, καὶ τὰ τρία ἓν, τὰ
20ἐν οἷς ἡ θεότης, ἢ τό γε ἀκριβέστερον εἰπεῖν, ἃ ἡ θεότης· τὰς δὲ ὑπερβολὰς καὶ ἐλλείψεις ἐλλείψωμεν.“ καὶ ὁ Νυσσαέων δ’
ὁμοίως φάσκει Γρηγόριος· „εἰ τὸ ΘΕΟΣ ὄνομα οὐσίας σημαν‐

2

.

989

τικόν ἐστι, μίαν οὐσίαν ὁμολογοῦντες τῆς ἁγίας τριάδος ἕνα θεὸν εἰκότως δογματίζομεν, ἐπειδὴ μιᾶς οὐσίας ἓν ὄνομα τὸ ΘΕΟΣ ἐστι.“ καὶ πάλιν· „ἔστι τοίνυν ἰδίωμα τῆς ἀϊδίου οὐσίας, ἧς ἐστι πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, τὸ πάντα ἐποπτεύειν
5καὶ θεωρεῖν καὶ γινώσκειν, οὐ μόνον τὰ ἔργῳ γινόμενα, ἀλλὰ καὶ τὰ τῷ νῷ λαμβανόμενα· ὅπερ μόνης ἐστὶν ἐκείνης τῆς οὐ‐ σίας. ἐντεῦθεν εἰλημμένον τὸ ΘΕΟΣ ὄνομα, κυρίως λεγόμενον, σημαίνει τὴν οὐσίαν ἐκείνην, ἣ δεσπόζει πάντων ὡς ἀληθῶς.“ καὶ πάλιν· „μιᾶς τοιγαροῦν ὑπαρχούσης τῆς οὐσίας, ἧς ἐστι πατὴρ
10καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, καὶ ἑνὸς τοῦ παραδηλοῦντος αὐτὴν ὀνόματος, φημὶ δὴ τοῦ ΘΕΟΣ, εἷς θεὸς ἔσται κυρίως καὶ ἀκο‐ λουθότερον τῷ λόγῳ τῆς οὐσίας.“ (Ζ.) Ταῦτα μὲν δὴ οὖν, καὶ ὅσα ἄλλα τῶν θείων πατέρων ἐκ τοῦ προχείρου τέως ἐπῄει τῇ μνήμῃ, τὴν ὁμοίαν ἀκολουθίαν ἀεὶ διασώζοντα, καθόσον ἐφι‐
15κτὸν, προενεγκόντες ἐκείνῃ τῇ διαλέξει περὶ τοῦ τῆς θεότητος ὀνό‐ ματος ἐξ αὐτοσχεδίου δεδώκαμεν. καὶ ἅμα ὠνείδιζον ἔγωγε σφί‐ σιν, ὅτι τῶν θείων πατέρων τῇ θείᾳ οὐσίᾳ τὸ τῆς θεότητος ὄνομα διαῤῥήδην διδόντων, αὐτοὶ παρεξηγούμενοι προδήλως ἐκείνους συκοφαντοῦσιν. ὄνομα γὰρ κύριον ἢ μὴ ὑπάρχειν ὅλως τῇ θείᾳ
20φασὶν οὐσίᾳ, ἢ ἡμῖν γε μὴ ὑπάρχειν· ὃ δ’ οὖν σφίσι δογματι‐ σθὲν ἐκ τῶν τιμιωτέρων ἡμῖν ἐκδέδοται, στέργειν καὶ ἡμᾶς εἶναι ἀνάγκην, καὶ μηδαμῆ περαιτέρω προβαίνειν, μηδὲ πολυπραγμο‐
νεῖν. εἰ δέ που καὶ δι’ οἰκονομίαν τινὰ ἐνίοις ἐνίοτε καὶ ἐνιαχοῦ

2

.

990

παρέφθεγκταί τι, δόξαν ἴσως ἐναντιολογίας παρέχον, μὴ νόμον εἶναι τὸ σπάνιόν τε καὶ δυσδιάγνωστον. (Η.) Περὶ δ’ ὧν αὖ‐ θις τὸν μέγαν εἰσῆγον ἐκεῖνοι Βασίλειον, λέγοντα γινώσκειν ἐκ τῶν ἐνεργειῶν ἡμᾶς τὸν θεόν· ἀλλὰ μὴν ἀκτίστους ἐκεῖνος ἥκιστα
5φάσκει θεότητας εἶναι τὰς τοιαύτας ἐνεργείας, ἔγωγε ἔφασκον. ἢ γοῦν μὴ δι’ ἑαυτῶν ἀναγινώσκειν ὅλως ἀπεφαινόμην αὐτοὺς, ἢ ἀναγινώσκοντας μὴ γινώσκειν ὅλως ἃ ἀναγινώσκουσιν. εἰπὼν γὰρ ὁ θεῖος πατὴρ, ἐκ τῶν ἐνεργειῶν γινώσκειν ἡμᾶς τὸν θεὸν, ἐν τῇ αὐτῇ παρακατιὼν ἐπιστολῇ ἑαυτὸν αὐτὸς ἐξηγεῖται, φάσκων·
10„οἱ μαθηταὶ πότε αὐτὸν προσεκύνησαν; οὐχ ὅτε τὴν κτίσιν αὐτῷ εἶδον ὑποτεταγμένην; ἀπὸ γὰρ θαλάσσης καὶ ἀνέμων ὑπακου‐ σάντων αὐτῷ ἐγνώρισαν αὐτοῦ τὴν θεότητα. οὐκοῦν ἀπὸ μὲν τῶν ἐνεργειῶν ἡ γνῶσις· ἀπὸ δὲ τῆς γνώσεως ἡ προσκύνησισ“. „καὶ ἅμα ὁρᾶτε,“ ἔφασκον, „ἐνεργείας τὰ θαύματα λέγοντα τὸν θεῖον
15διδάσκαλον. πῶς οὖν θάλασσαν καὶ ἀνέμους καὶ τὰ τοιαῦτα θεό‐ τητας ἀκτίστους φατὲ, καὶ τοὺς θείους πρηστῆρας οὐ φρίττετε; ἔπειτα οὐδέ τοι τὸν τῶν ὄντων γινώσκομεν αἴτιον· κἀκ τῆς δια‐ φορᾶς τῶν ὄντων τὴν τοῦ ὄντος διδασκόμεθα σοφίαν, τὸν υἱόν· καὶ ἐκ τῆς τῶν ὄντων φυσικῆς κινήσεως τὴν ἐνυπόστατον τοῦ
20ὄντος μανθάνομεν ζωὴν, τὴν τῶν ὄντων ζωοποιὸν δύναμιν, τὸ πνεῦμα τὸ ἅγιον.“ (Θ.) Ὁ βασιλεὺς δ’ εὐθὺς ἀνίσταται, γέμων ὀργῆς καὶ θυμοῦ· καὶ βραχὺ προβὰς τοῦ θαλάμου τὸ ποιητέον
ἐκοινολογεῖτο κρύφα τῷ τε Παλαμᾷ καὶ τοῖς ἐπισκόποις· εἶναι

2

.

991

γὰρ ἀνίσχυρον ἐνταυθοῖ τὴν ἐκ λόγων πειθώ. καὶ ῥᾴονα πάν‐ των ἄλλων εὕρισκε τρόπον οὐδένα, τὴν ταχίστην ἀποσκευάσα‐ σθαι πάντας ἡμᾶς, ἢ καθ’ ἃς ὁ Παλαμᾶς τε αὐτῷ προεζωγρά‐ φησεν ὑποθήκας καὶ αὐτὸς ἤδη πείρᾳ μεμάθηκεν ἀκριβῶς. αἱ
5δὲ ἦσαν ἀποψηφίζεσθαι κομιδῇ τὴν διὰ γραφικῶν ἀποδείξεων ἤδη διάλεξιν· ἥκιστα γὰρ εἶναί σφισιν ἐντεῦθεν τὰς ἀποβάσεις λυσιτελούσας· θᾶττον γὰρ ἂν παθεῖν ὑφ’ ἡμῶν αὐτοὺς, ἃ δρᾷν καθ’ ἡμῶν ἐμελέτησαν, ἢ δρᾷν ἃ παθεῖν ἡμᾶς ἐμελέτησαν. συνέ‐ θεντο δ’ ἐξῶσαι τοῦ συνεδρίου καὶ τὸν Τύρου ἐπίσκοπον, τοῦ τῶν
10Ἀντιοχέων πατριάρχου τὰ δίκαια φέροντα· εἰ δ’ ἐπιμένων ἐνίσται‐ το, προβαλλόμενος τὴν ἐκείνου κατὰ τοῦ Παλαμᾶ καθαίρεσίν τε καὶ ἀποκήρυξιν, κἀκεῖνον αὐτῷ συγκαθελεῖν εὐθὺς καὶ τῆς ἡμῶν ἐκτεμεῖν ἐκκλησίας. (Ι.) Ὅθεν ἔδοξεν, ὕβρεσι καὶ διαβολαῖς ἀπο‐ σκευασαμένοις πρότερον ἡμᾶς ἐκπληκτικώτερον τρόπον, καθ’ ἡσυ‐
15χίαν ψηφίζεσθαί τε καὶ δογματίζειν τὰ τοιαῦθ’ ἅπαντα κατὰ βού‐ λησιν, μηκέτ’ ὄντος ὃς ἀντιστήσεται μηδενός· εἶναι γὰρ ὡς τὰ πολ‐ λὰ πολλάκις ἔφασκον τὰ τῶν δρωμένων θρασύτερα πολλῷ τῶν πρα‐ οτέρων ἀνυσιμώτερα. ταῦτα πολὺν ἐνέσταξεν ἵμερον ταῖς τῶν ἐπι‐ σκόπων ψυχαῖς, ἐξ ἁμάξης ἀναίδην παῤῥησιάζεσθαι καθ’ ἡμῶν.
20καὶ τί γὰρ μοχθηροτέραις ψυχαῖς, ἀμαθίᾳ συντεθραμμέναις παντὸς ἀγαθοῦ, ῥᾷον ἄλλο τῶν ἄλλων ἕτερον, ἢ πρὸς ἀτόπους ὁρμὰς προτροπή; δείσαντες γὰρ, μὴ πρὸς τῶν θείων γραφῶν
ἀσεβεῖς ἐξελεγχθῶσιν, ἀσέβειαν δρῶσι πάνυ πανηγυρικὴν ὁμοῦ

2

.

992

καὶ θεατρικήν· ὅμοιον, ὥσπερ ἂν εἴ τις ἐν πελάγει νηχόμενος, εἶτα ψεκάδας ἰδὼν καὶ βροχῆς ἀμυδρὰ προοίμια, ὕφαλος κατε‐ δύετο πρὸς τὸ πέλαγος, μὴ διάβροχος ὑπὸ τῶν ἀερίων ψεκάδων ἐκείνων γένηται. (ΙΑ.) Ὁ μὲν γὰρ Παλαμᾶς, παρεγκλίνας μι‐
5κρὸν, ἐξενολόγει καὶ συνήθροιζε τῶν περιβομβεῖν καὶ παραβομ‐ βεῖν καὶ παραφθέγγεσθαι δυναμένων οἷς ἐνετύγχανεν· οἱ δ’ ἠκόνουν τὰς ἀτόπους καθ’ ἡμῶν γλώττας. ζʹ. Εἰσκεκληκότες γὰρ καὶ ἡμᾶς ὀψὲ μετ’ ὀργῆς, βίαιοι κα‐ θάπαξ καὶ τἀνόσια πάντα γίνονται τολμηροὶ καθ’ ἡμῶν· καὶ
10τῆς τοῦ θεοῦ ἐκκλησίας προστάται καὶ οἱ ποιμαίνειν λαχόντες τὸν τοῦ θεοῦ διαφθείρουσιν ἀμπελῶνα· καὶ ὅσα κατὰ τῶν τοι‐ ούτων ἡ θεία ἐτραγῴδησε πάλαι γραφή. (Β.) Καὶ πρῶτον μὲν ὁ βασιλεὺς, ὑπὸ δειλίας ἐλαυνόμενος ἐκείνης, ἣν ὁ Παλαμᾶς πρότριτα ταῖς τῆς ἑαυτοῦ ψυχῆς ἐνέσπειρεν αὔλαξι, τὰς παλα‐
15μναιοτάτας ὕβρεις καὶ ἀπειλὰς καθ’ ἡμῶν ἐξετόξευεν, οὐκ Ἀτλαν‐ τικοῦ κληρουχίας πελάγους, καὶ γῆς ποιήσειν ἔξω τῆς οἰκουμένης (Ξέρξου γὰρ ταῦτα καὶ τῆς ἐκείνου βαρβαρικῆς ἀπονοίας καὶ τρυφῆς ἦν) ἄλλα δ’ ἐκείνων μείζω καὶ σφόδρα ἀπᾴδοντα, ὡς εἰρήσεται προϊόντος τοῦ λόγου. τῶν γὰρ ἀνίσων καὶ ἀνομοίων ἀρ‐
20χῶν τε καὶ προαιρέσεων, ἄνισά τε καὶ ἀνόμοια πάντως εἶναι εἰκὸς καὶ τὰ τῶν πραττομένων ἑκατέρωθεν λήγοντα. οὐδὲ γὰρ πάτριον ἐκεῖνος ἐξώμνυτο σέβας, οὐδὲ θρησκείαν θρησκείας ἠλλάττετο,
οὐδ’ ἐθῶν καὶ δογμάτων ἔθη καὶ δόγματα, παλαιῶν καινότερα

2

.

993

καὶ νεότακτα· οὐδ’ ὅρκους ἐπάτει θρησκευομένου θεοῦ. (Γ.) Εἰ δέ τις ἐνίσταιτο, Ξέρξην θαυμάζων ἐκεῖνον, ὅτι γῆς καὶ θαλάσ‐ σης ἦρχε πάνυ τοι πλείστης, καὶ στρατὸν ἐπήγετο μυριάριθμον, ὧν ἡμεῖς παντάπασιν ἐστερήμεθα· ἀλλὰ θεοτήτων καὶ θεῶν
5ἀπείρων τε καὶ ἀκτίστων ἥκιστα εἶχε στρατόπεδα· ἀλλὰ πάντ’ ἦσαν αὐτῷ κτιστὰ καὶ θνητὰ κατ’ αὐτόν. ὃ δὴ καὶ αὐτὸς ἑαυτῷ μεμαρτύρηκε, νῦν μὲν γελῶν, νῦν δὲ δακρύων· τὸ μὲν ὅτι πλεί‐ στης ἠπείρου καὶ θαλάττης καὶ στρατοπέδων ἄρχει παμπόλλων· τὸ δὲ ὅτι, θνητῶν καὶ προσκαίρων ὑπαρχόντων, οὐδεὶς ὑπὲρ τὰ
10ἑκατὸν ἔσται φαινόμενος ἔτη, οὔτ’ αὐτὸς, οὔτ’ οὐδεὶς οὐδαμῆ τῶν αὐτῷ ἑπομένων. οὐ γὰρ ἦν πω τότε Παλαμᾶς, οὐδὲ τῷ πολλῷ συνῆν ἐκείνῳ βασιλεῖ παραπλήσιος ἐν τοσούτοις στρατεύ‐ μασιν οὐδεὶς Παλαμᾷ τουτωῒ, τεχνητὴν κτίζων ἀθανασίαν καὶ ἀκτισίαν, καθάπερ τοὺς κεραυνοὺς καὶ πρηστῆρας ἐκ γῆς οἱ
15Κύκλωπες πάλαι κατὰ τοὺς μύθους τῷ Διΐ· ἐνταῦθα δὲ τοὺς τοιούτους φόβους ὑπερορίους εἶναι, καὶ λήθης καλύπτεσθαι μάλα πυθμέσιν ὑποβρυχίοις, ἅ τ’ ἀκτίστων ἅμα καὶ ἀθανάτων τῶν τ’ ἐχόντων ἅμα καὶ τῶν ἐκ τῶν ὑπαρχόντων. εἶεν. (Δ.) Ἀρξα‐ μένων δ’ ἑξῆς καὶ τῶν ἐπισκόπων λαλεῖν, ἦν ἀκούειν νῦν μὲν
20δικτύων καὶ θαλάσσης ἀπόζοντας λόγους· νῦν δὲ σκαπάνης τινὸς καὶ δικέλλης ἀξίους· νῦν δ’ οὐδὲν καμινιαίας αἰθάλης ἀπεοικό‐
τας, τῷ ἀμαυρῷ τε καὶ δυσήχῳ καὶ ἀνάρθρῳ τῆς λαλιᾶς. καὶ

2

.

994

συνελόντι φάναι, πλὴν τῶν ἐπισκοπικῶν ἐνδυμάτων οὐδὲν ὑγιὲς ὁρᾷν καὶ ἀκούειν τέως ἦν ἐκεῖ. (Ε.) Βουληθέντων δὲ καὶ ἡμῶν ἀντιφθέγξασθαί τι μικρὸν, κραυγαῖς ἀσήμοις τε καὶ ἀνάρ‐ θροις καὶ συνεχεῖ πατάγῳ χειρῶν ἐξεπίτηδες ἡμᾶς τε ὑπερεφώνουν
5ἐκεῖνοι καὶ σιωπᾷν κατηνάγκαζον, καθάπερ ἀγριουμένης θα‐ λάττης μεμηνότα κύματα τοὺς ἀνὰ τὸν αἰγιαλὸν ὁμιλοῦντας ἠρέ‐ μα. ἐῶ γὰρ λέγειν, ὅτι παρ’ οὐδὲν ἐληλύθεσαν ἡμᾶς διαῤῥῆξαι, καθάπερ αἱ Βάκχαι πάλαι Πενθέα, φασὶν ἀττικίζοντες μῦθοι. ἀλλ’ ἡμῶν γε ἐπιμενόντων ἔτι, καὶ μικράν τινα λόγου ζητούν‐
10των χώραν ἡμῖν ἐγγενέσθαι, οὔτ’ ἤκουεν οὔτε προσεῖχεν οὐδείς. (ϛʹ.) Ὀψὲ δ’ ἐνιδὼν βλοσυρόν τι καὶ ἀπηγριωμένον ὁ βασιλεὺς πρὸς ἡμᾶς, „χαρίεν,“ ἔφη, „τουτὶ, κατεσπουδασμένους ἐθέλειν ποιεῖσθαι λόγους τῆς ἐμῆς οἰκίας ἐντὸς, οὐχ ἑκόντος ἐμοῦ, τοὺς τῆς ἐμῆς θελήσεως ἐχθίστους, καὶ οὓς οὐκ ἔχω πῶς ὀνομάσας.“
15ταῦτ’ ἔλεγεν ὁ ἀῤῥεπὴς ἐκεῖνος κριτὴς, ὁ τὴν μέσην καὶ ἀπαρέγ‐ κλιτον καὶ οὐδαμῆ ποθ’ ἑτεροῤῥεπῆ βαδίζειν ὀμωμοκώς. (Ζ.) Ἐγὼ τοίνυν, καὶ πάλαι μὲν περιαλγὴς ὢν ἐκ τῆς κεφαλῆς, ἤδη δὲ καὶ λύπῃ λύπην προσειλήφειν, ἐκ τοῦ μηδὲ τριτημόριον πρὸς τῶν ἀντιθέτων ἐμοὶ καταλελεῖφθαι τοῦ χοροῦ τῶν ἐμῶν φοιτητῶν.
20ἰδόντες γὰρ ἐκεῖνοι τῇ προτεραίᾳ πλείστους μὲν ἐμὲ περιϊσταμέ‐ νους ἐκείνων, πλείστους δ’ ἔγγιστα καθημένους ἐμοῦ, ζηλοτυπίᾳ
βαρείᾳ τὸν οἰκεῖον καθ’ ἡμῶν ἀνεχάλκευσάν τε καὶ ἀνεπύρσευσαν

2

.

995

φθόνον ἐς τὸ πάντη ἀκμαιότερον, καὶ τῶν τε οἰκείων ἐκείνοις ἠπείλησαν δήμευσιν καὶ ἀγώγιμον εἰς εἱρκτὴν τοὐπιτίμιον εἶναι, εἴ τις ἁλοίη τὸ δεύτερον ἔτι συνέδριον ἐμοὶ συμπαρών. διὸ καὶ ὅσοι τὰς ψυχὰς ἀσθενέστεροι πρὸς τοιούτους ἦσαν ἀγῶνας καὶ
5πείρας, ἠρέμα τῆς ἐμῆς ἐγγύτητος ἀπηλλάττοντο· οἱ δ’ ἔτι παρέ‐ μενον τῇ προτέρᾳ σιγῇ, ὡς ἑκάστῳ προαιρέσεώς τε καὶ γνώμης ἐνῆν. (Η.) Ταῦτα τοίνυν ὁρῶν ἐγὼ, καὶ ἅμα τὸν βασιλέα πολυ‐ τρόπως ἐπ’ αὐτοφώρῳ μαχόμενον ἡμῖν συνορῶν, καὶ πρός γε ἔτι φόνου πνέοντας τοὺς ἐπισκόπους καθ’ ἡμῶν, ἀναστὰς ἐξῄειν τοῦ
10βήματος καὶ ἅμα ἑώρων συνεξιόντας ἅπαν τὸ μέρος ἐμοί. καὶ θροῦς ἐγεγόνει πολὺς, τοῦ μὲν βασιλέως κατέχειν ἐγκελευομένου τοῖς πελεκυφόροις, καὶ μὴ ἐᾷν ἀπιέναι ἡμᾶς· ἡμῶν δὲ αἱρουμέ‐ νων θάνατον μᾶλλον, ἢ τὸ λῃστρικὸν ἐκεῖνο συνέδριον ἑστῶσιν ὁρᾷν ὀφθαλμοῖς. ὀψὲ δ’ ὁ σεμνὸς Παλαμᾶς, αὑτῷ λογισάμενος
15εἶναι καθ’ ἡδονὴν τὴν ἡμῶν ἀπουσίαν, ἀφιέναι παρῄνει τῷ βα‐ σιλεῖ. ῥᾷον γὰρ εἶναί σφισιν ἔλεγεν ἐντεῦθεν ἡμᾶς τε φυγοδικίας γράφεσθαι καὶ σφᾶς ταχίστην ἐπιτιθέναι ταῖς καθ’ ἡμῶν οὕτω ψήφοις τὴν τελευτὴν, ἢ παρόντων καὶ ἀντιλεγόντων ἡμῶν. (Θ.) Διὸ καὶ, ἀπιόντων ἡμῶν, ὕμνοις οἱ περὶ Παλαμᾶν πάνυ
20παμπόλλοις ἐγέραιρον τὸν βασιλέα, ἐξ οὐρίας ἐκείνοις τὰ κατὰ βούλησιν παρεχόμενον πλεῖν· καὶ τοιαύταις κολακείαις τὸ τῆς ψυχῆς ἐκείνου κατέψων ἡδόμενον. ὡς γὰρ ἐς τὰς ἱπποδρομίας
ῥᾳδίαν ταῖς τῶν ἵππων δίδωσιν ἁμίλλαις τὰ τῶν πεδίων ἱππή‐

2

.

996

λατα, οὕτως ἀνειμένας εἴωθε παρέχειν καὶ αὐτὸς κομιδῇ τοῖς κόλαξι τὰς ἀκοὰς ἀεί. εἶτα καθ’ αὑτοὺς αὐτοὶ καὶ λέγοντες καὶ δρῶντες ἐπέραινον ὅσα τὸ βουλόμενόν σφισιν ἐπήγγελλε τῆς
ψυχῆς.

2

.

998

αʹ. Καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον, καὶ οὕτω τὰ τῆς δευτέρας καθέδρας ἠνύετο. ὁ μέντοι βασιλεὺς καθ’ ἑαυτὸν τῇ ὑστεραίᾳ γενόμενος, καὶ συνιδὼν, ὡς οὐκ εὔοδά σφισι τὰ τῆς καθ’ ἡμῶν ἔσται ἐπιβουλῆς, εἰ μὴ παροῦσιν ἡμῖν ἐπιθεῖεν τὰ
5ψηφιζόμενα, δύο παρῆλθον ἡμέραι, καὶ μετάπεμπτον ἔσχεν ἐμὲ, καὶ ταῖς εἰωθυίαις αὖθις θωπείαις τε καὶ τῶν βασιλικῶν ἐκείνων δωρεῶν ἐπειρᾶτο παραφέρειν ἐπαγγελίαις· οὐκ οἶδα, εἴθ’ ἑκὼν ἐπιλανθανόμενος, εἴτ’ ἄκων ἀπατώμενός τε καὶ συναρπάζειν ἐπι‐ χειρῶν. ἃ γὰρ οὐ δὶς καὶ τρὶς μόνον, ἀλλ’ ἑπτάκις εἰπεῖν ἑπτὰ
10διελὼν καὶ εἰπὼν, καὶ ἀποτυχὼν, ταῦτα παρεισκυκλῶν ἀεὶ καὶ ἐς ταὐτὰ παλινδρομῶν, ἕτερά τε καὶ διάφορα πρὸς διαφόρους, καὶ οὐ πρὸς ἕνα ἐμὲ τὰ αὐτὰ, λέγειν ᾤετο. (Β.) Ὅμως ταῦτα λέγων προσενεκάλει τὰ πρότριτα γεγονόθ’ ἡμῖν, ἡμῶν καθα‐ πτόμενος, μὴ συνιέντων δῆθεν τῆς σπουδῆς ἐκείνης καὶ τοῦ σκο‐
15ποῦ, πρὸς εἰρήνην ἀστασίαστον οἰκονομικῶς σχηματίζοντος καὶ
ποικίλλοντος τούς τε λόγους καὶ διὰ κύκλου τινὸς, ἀδήλου τοῖς

2

.

999

πλείστοις, περιϊόντος καὶ περιάγοντος, καὶ τὰς διαφόρους τῶν πλείστων μετεωρίζοντος γνώμας. κἀκείνῳ μὲν, ταῦτα καὶ τὰ τοιαῦτα λέγοντι, τὰς εἰωθυίας καὶ μείζους τῶν ἀντιῤῥήσεων ἀν‐ τεπῆγον αὐτός. καὶ πολλὴν ἰδίᾳ διατετριφότες ἐν τούτοις ἡμέραν
5ἐπ’ ἀτελέστοις αὖθις διελύθημεν ταῖς ἐλπίσι. ὅμως ἠξίου πάλιν καὶ ἐπηγγέλλετο, συνεληλυθόσιν αὖθις ἡμῖν διδόναι τὴν τοῦ λέγειν ἅπασαν ἄδειαν, ὡς εἰκὸς, καὶ μὴ συνηγορεῖν ὁμοίως ἔτι τῷ Παλαμᾷ, μηδὲ τοῖς ἐκείνου πᾶσαν διδόναι ῥοπήν. (Γ.) Ἓξ παρῆλθον ἐκεῖθεν ἡμέραι, μέχρις ἂν ἐς αὐτάρκη παρασκευὴν τὰ
10ἐκείνων ἀπαρτισθῇ καθ’ ἡμῶν δίκτυα. ὧν γὰρ ἐν τοῖς δυσὶν ἐκείνοις ἀπετύγχανον συνεδρίοις, ταῦτ’ ἐπανορθοῦντες (ὡς ᾤοντο) νῦν πρὸς τὸ σφίσι βέλτιον, θαῤῥαλεώτερον ἤδη τὸ τοῦ ἀγῶνος ἀνεκαλοῦντο στάδιον. καὶ πάλιν εἶχεν ἡμᾶς τὸ συνέδριον ἐκεῖνο καὶ τὸ βασίλειον βῆμα.
15 βʹ. Βέλτιον δ’ ἔδοξεν ἡμῖν, ἐκ πρώτης εἰπεῖν ἀφετηρίας ἀποκρουομένοις τὰς τῶν ἐφεδρευόντων ἐκείνων ἐπιβουλὰς, παῤ‐ ῥησίᾳ τὸ τῆς καθολικῆς ἀναγνῶναι πίστεως ἱερὸν σύμβολον, ἐς κοινὴν καὶ συνήθη τοῖς ὀρθοδόξοις ὁμολογίαν. (Β.) Οὗ δὴ γε‐ νομένου, τῶν τοῦ Παλαμᾶ βλασφήμων δογμάτων τὰ γνωριμώ‐
20τερα τοῖς πολλοῖς, ὑφ’ ἡμῶν ἐκλεγέντα, πρὸς τοῦ ἡμετέρου μέ‐ ρους ἀνεγινώσκετο παῤῥησίᾳ, παρακειμένων ἅμα καὶ τῶν αὐτοῦ συγγραμμάτων, καὶ τὸ ἀπαράλλακτον ἅπαν περιφανῶς μαρτυ‐ ρούντων. ὅθεν οὐκ ἦν αὐτῷ πρὸς οὐδὲν ἀναδύεσθαι τῶν ἐγκε‐
κλημένων, καίτοι πολλάκις μὲν ἐπιχειρήσαντι, πολλάκις δ’ ἐπι‐

2

.

1000

σχεθέντι, ἐμποδὼν τῶν αὐτοῦ συγγραμμάτων ἐκ τοῦ προφανοῦς ἱσταμένων καὶ ἐπιστομιζόντων λαμπρῶς. καὶ τὰ μὲν πλεῖστα διὰ μῆκος καὶ κόρον παρεῖται. τῆς γὰρ αὐτῆς κἀκεῖνα ποιό‐ τητος ἦν. ὥσπερ γὰρ ἐπὶ θαλάττης πικρᾶς οὐ τόδε μὲν τῶν
5μερῶν ἀπωθεῖται τὴν γεῦσιν, ἐκεῖνο δ’ οὔ· ἀλλὰ πάνθ’ ὁμοῦ τὴν αὐτὴν παρέχει τοῖς γευομένοις ποιότητα· οὕτω καὶ πάντ’ ἐκεῖνα τἀνδρὸς τουτουῒ συγγράμματα τῶν αὐτῶν ἐκπέφανται βλασφημιῶν ἐχόμενα. διαφορὰν μὲν γὰρ ἴσως εὗρεν ἄν τις κατὰ τὸ μᾶλλον καὶ ἧττον τοῦ βλασφημεῖν· κακίας δ’ οὐδὲν οὐδαμῆ
10τῶν μερῶν ἐξιστάμενον. (Γ.) Ἦν γε μὴν τοιαδὶ τὰ προκομι‐ σθέντα, καὶ οὕτως ἔχοντα. *** (Δ.) Τούτων ἔνια μὲν κἀν τῷ πρώτῳ τῆς ἡμέρας βήματι, προκομισθέντα πρὸς ἐμοῦ, περι‐ φανῆ τὴν ἀντίῤῥησιν ἔσχηκεν, ὡς ἀνωτέρω μοι γέγραπται· τῶν δ’ ἄλλων ἔνια καὶ αὐτὸς ὡμολόγει κατὰ τὴν λέξιν ἡμαρτῆσθαι
15αὐτῷ, καὶ διορθοῦσθαι ὑπισχνεῖτο· κατὰ μέντοι τὸν νοῦν πάντ’ ἔχειν ὑγιῶς διετείνετο. ἀποδεικνύειν δ’ ἀρξάμενος οὐκ εἶχεν ἁγίων οὐδένα σύμμαχον, ὅτι μὴ συγχέων καὶ παραφθείρων καὶ ἅμα πα‐ ρεξηγούμενος, καὶ οἷον αὐτὸς ἑαυτῷ μαχόμενος. ὁ γὰρ τῷ οἰκείῳ νῷ τὰς οἰκείας λέξεις μὴ τιθέναι συμφώνους δυνάμενος ἄκων αὐτὸς
20ἑαυτῷ μάχεται· ὁ δ’ ἑαυτῷ μαχόμενος σχολῇ μεντἂν ἑτέρῳ συμ‐
φωνοίη τῶν πάντων, σχολῇ δ’ ἂν ἀπόσχοιτο πάσαις ἁγίων γραφαῖς

2

.

1001

διαφέρεσθαι, πὼς μὲν δι’ ἀμαθίαν, πὼς δὲ δι’ ἀγνωμοσύ‐ νην καὶ μοχθηρίαν ψυχῆς. λόγος μὲν γὰρ ἀνθρώποις ἅπα‐ σι δίδοται· τρόπος δ’ ἀγαθὸς οὐ πᾶσιν, οὐ μὴν οὐδὲ τὸν λόγον εὖ διοικοῦσα σύνεσις. ὅθεν ἀποκρουόμενος πανταχόθεν
5καὶ ἐπιστομιζόμενος καὶ μὴ ἔχων μηδαμῆ βεβαίαν ἀποστρο‐ φὴν ἐπὶ τὸ Θαβώριον αὖθις ἐποιεῖτο τὴν ἀναχώρησιν, Βαρ‐ λαὰμ καὶ βίον αὐτοῦ προφασιζόμενος, καὶ ὅσα τισὶν ἀραχνίοις ὑφαίνεσθαι προσεῴκει. ὅθεν καὶ λίαν εὐχεροῦς καὶ προδή‐ λου τυγχάνοντα τῆς ἀναλύσεως μόνον εἶχε τὸν βασιλέα λαμ‐
10πρῶς ὑπερείδοντα, κατὰ τὸ μηδαμῆ προσῆκον, μηδὲ καλύπτειν τὴν ἀδικίαν ἰσχῦον, τοσούτου παρόντος πλήθους ἀνδρῶν. (Ε.) Ἐγὼ μὲν οὖν βραχύ τι ὑπειπὼν, ἔπειτα πὼς μὲν διὰ τὴν εἰρημένην ἀδικίαν, πὼς δὲ διὰ τὰς τῆς κεφαλῆς ἀλγηδόνας, τοῖς σοφοῖς ἐκείνοις συμμάχοις ἀφῆκα διαγωνίζεσθαι. ἐπιῤῥαπί‐
15ζειν δ’ ὅμως καὶ οὑτωσί πως τοῦ Παλαμᾶ τὴν ὀφρὺν σκεψα‐ μένῳ ἕνα τῶν ἐμῶν εἰσάγειν ἐπῄει μοι φοιτητῶν ἀντ’ ἐμοῦ πρὸς τὴν ἐκείνου πάλην, ἵνα μᾶλλον αἰσχύνοιτο. τὸ γὰρ ἄντικρυς πρὸς ἐκεῖνον ἐμὲ διαλέγεσθαι καὶ τὴν ἀκαιρίαν ἐκείνου φιλονει‐ κεῖν ἐκείνῳ μὲν εἶχε τιμὴν, ἐμοὶ δὲ καὶ μάλα πάντων ἥκιστα.
20τοσαύτην τοίνυν ἔδοξε πᾶσι τοῖς τότε παροῦσιν αἰσχύνην ὁ Πα‐ λαμᾶς ὠφληκέναι καὶ κωμικήν τινα χλεύην, ὑπ’ ἐκείνου τοῦ νεα‐ νίου κατὰ κράτος ἡττώμενος, ὅσην λεγόντων ἐστὶν ἀκούειν ἁπάν‐ των. κοινὸν γὰρ τοῖς ὅλοις ἀφήγημα γέγονε Παλαμᾶς ἐκεῖθεν
καὶ γελοῖον τοῖς ὅλοις ἐντρύφημα. (ϛʹ.) Ἀλλὰ νὺξ ἐπὶ τούτοις

2

.

1002

ἰοῦσα τῶν οἴκοι μεμνῆσθαι καὶ μάλιστα πάντων τοὺς ἡμετέρους ἠνάγκαζε, νήστεις τ’ ὄντας καὶ πόῤῥω που βαδίζειν ἄλλον ἄλ‐ λοθι τῆς πόλεως ὀφείλοντας, προμηθείας ἁπάσης ἐρήμους, κα‐ θάπερ ἀπόλιδάς τε καὶ ἀνεστίους τινὰς γεγονότας ὑπὸ τοῦ διω‐
5γμοῦ τουτουΐ. μετὰ γὰρ τὰς ἀποψηφίσεις καὶ παντελεῖς καταδίκας καὶ τιμωρίας, τά τε δικαστήρια καὶ τὰ τῶν ἐξετάσεων βήματα συνιστᾷν ἐπῄει τοῖς ἀῤῥεπέσι τούτοις κριταῖς, τοῖς καὶ ἀκαπή‐ λευτον ὀμωμοκόσι φυλάττειν τὸ συνειδός. τριῶν οὖν μόνων, ἠναγ‐ κασμένως καὶ τούτων καὶ μάλα μόλις, ἐκ τῶν τῆς διπλῆς δεκά‐
10δος κεφαλαίων τὴν ἐξέτασιν εἰληχότων, κἀν τοῖς τρισὶ δημοσίαν τὴν ἧτταν εἰληφότος τοῦ Παλαμᾶ, ἐς τὴν ἐπιοῦσαν τὰ ἐφεξῆς παρεπέμπετο ψῆφον. καὶ ταῦτα μὲν, ἐς τοῦτο τύχης ἐλάσαντα, τοὺς ἐλέγχους ἐκείνου τἀνδρὸς καὶ τὸν σύλλογον ἔλυσεν. γʹ. Οὐκ ἦν δὲ ἠρεμεῖν οὐδαμῆ Παλαμᾶν ἐπὶ τούτοις, οὐδὲ
15τὸν τῦφον μετριάζειν ἐκεῖνον, ὡς ποῤῥωτάτω τὴν λῆξιν ἢ κατὰ τὰ προσδοκώμενα τῶν μελετηθέντων οὑτωσὶ σχεδιασάντων. κενο‐ δοξία γὰρ, ἀποτυγχάνουσα τῆς ἐφέσεως, μεμηνυίας τινὸς ἀναι‐ δείας γίνεται μήτηρ, καὶ πᾶσαν ψυχῆς ἐλευθερίαν ἀνδραποδί‐ ζεται, καὶ ὅλους ἀναμοχλεύει θεμελίους ἀγάπης. ναὶ μὴν οὐδ’
20αὐτῷ τὰ τοιαῦτ’ ἔδοξεν ἀρεστὰ βασιλεῖ, ἔρεισμα κράτιστον ἐπαγ‐ γειλαμένῳ καὶ τεῖχος εἶναι μὴ ῥᾷστα μηδέσι ῥηγνύμενον παρ’ ὅλον αὐτῷ καθίστασθαι ἀγῶνα. ὅθεν Εὐρίπου δίκην ἅπαντ’ εὐ‐
θὺς ἐκεῖνα ἀνετρέπετο, καὶ κρατῆρες ὅρκων ἐκείνων ἀνεκίρναντό

2

.

1003

τε καὶ συνεχέοντο, καὶ εἰρηναίων ἐπαγγελιῶν ἐκείνων ἐπατοῦντο θεσμοὶ καὶ συμβόλαια. καὶ πάλιν βουλαὶ καὶ μελέται παλίνστρο‐ φοι διενυκτέρευόν τε καὶ κύβων δίκην ἀνεῤῥίπτοντο. οὕτω μὲν οὖν ἡγεμόνες ἐκεῖνοι, τῶν ἐφεξῆς συνεδρίων τὰς καθ’ ἡμῶν εἰ‐
5ληφότες μελέτας καὶ συσκευὰς, ὁποίας καὶ ὅσας ἱκανὰς ᾤοντ’ εἶναι, τήν τ’ οἰκείαν ἀποτρίψασθαι δειλίαν καὶ ἅμα ἡμᾶς τὴν ταχίστην ἀποσκευάσασθαι, πρὸς βάραθρον ἀφανείας ὠσάμενοι, ἐκκλησίαν ἐκήρυττον, δίκης ὄνομα χρηστὸν ἀναθέμενοι γνώμαις ἀδίκοις καὶ ἀνοσίοις (Β.) Καὶ παρῆμεν ἡμεῖς, πὼς μὲν οὐ
10σφόδρα ἑκόντες, πὼς δὲ καὶ σφόδρα τουτί· ἄκοντες μὲν, ἐπεὶ μὴ λέληθεν ἡμᾶς τὰ καθ’ ἡμῶν, ἅ τε τὴν μελέτην ἔμπρακτον ἔσχεν καὶ ἃ τὴν πρᾶξιν ἐν προθύροις ἔτι σφίσιν αὐλιζομένην ἐταμιεύετο, καὶ μάταιον εἰς τοὐμφανὲς τὴν ἡμῶν παρεῖχεν εἰσα‐ γωγήν· ἑκόντες, ὅτι πρὸς θεὸν βλέποντες, καὶ τὸν τοιοῦτον τῆς
15ἀθλήσεως ὑπ’ ἀθλοθέτῃ τρέχοντες ἐκείνῳ δίαυλον, τὰς ἀγαθὰς οὐκ ἐφεύγομεν τοῦ μέλλοντος ἐλπίδας, εἰ καὶ τὸ τῆς εὐσεβείας κράτος, ἔτεσι πλείστοις καὶ βίβλοις ἁγίων μακραῖς κυρωθὲν, ὁ παρὼν οὐκ ἠγκαλίζετο χρόνος· ἀλλὰ καὶ αὐτὴν τὴν τοῦ λέγειν ἅπασαν ἄδειαν ἡμῶν τε ἀφαιρούμενος καὶ τοῖς δρᾷν εὐχερῶς
20τὰ κατὰ βούλησιν ἔχουσιν ἔκτοπα χαριζόμενος τὰ τῆς ἀληθείας ἀνάκτορα πᾶσιν ὅπλοις καθαιρεῖν τε καὶ λύειν ἠπείγετο, μήτ’ ἀκοῆς μήτε γνώμης οὐδεμιᾶς μήτε νέμεσιν θείαν μήτ’ ἀνθρώπων
προσδεχομένης αἰδώ. (Γ.) Τοῦ μέντοι βήματος οὕτω συγκρο‐

2

.

1004

τηθέντος, εἰδώς τε ἅμα καὶ ἰδὼν μεγάλῳ στρατηγουμένους θυμῷ τὸν βασιλέα καθ’ ἡμῶν προοιμιάζεσθαι θέλοντα λόγους τὴν πρώτην, ὅσον ἐφικτὸν, ἀνέστελλον ἔφοδον ἔγωγ’ αὐτὸς, ἐπὶ τὸ προκείμενον καὶ τὸ πρότερον ἴχνος τοῦ λόγου (φάσκων) ἐπανέλ‐
5θωμεν, ὡς ἂν ὁ λόγος καθ’ εἱρμὸν ὁδεύων λήξεσιν ἐντύχοι χρη‐ σταῖς. οὐ γὰρ ἂν φθάνοιμεν ἄλλως κρημνοῖς καὶ φάραγξι καὶ σκοπέλοις ἀτόποις εἰπεῖν περιπίπτοντες, καὶ πλάνους ἀντλοῦντες τῶν Ὀδυσσέως χαλεπωτέρους· καὶ οὐ τέλος θορύβων ἡμῖν ὁ παρὼν ἔσται καιρὸς ἐγγυώμενος, ἀλλ’ ἀρχὰς θορύβων ἐφ’ ἑτέ‐
10ροις ἑτέρων, κἀπὶ διωγμοῖς διωγμῶν. ταῦτα παρὰ τὴν πρόθεσιν τῆς ψυχῆς ἀκηκοότι τῷ βασιλεῖ, οὐ προθύμως μὲν οὐδ’ ἀνεπα‐ χθέσιν ἤθεσιν, ἐνδιδόναι δ’ οὖν ἐξεγένετο βραχύ τι, καὶ ὅσον ἀφοσιώσασθαι τὴν τῶν παρόντων ὑπόνοιάν τε καὶ νέμεσιν. (Δ.) Ὅθεν εἰσιὼν ὁ ἀναγινώσκων ἀρχὴν ἐποιεῖτο κεφαλαίων τὸ
15τέταρτον. τὰ γὰρ τρία τῇ προτεραίᾳ ἀνέγνωσταί τε καὶ κατέ‐ γνωσται, μὴ δυνηθέντος τοῦ γεγραφότος καὶ βεβλασφημηκότος ἰατρεύειν οὐδὲν οὐδαμῆ, οὐ μᾶλλόν γε ἢ λίθοις ὀπτικὴν προσααρ‐ μόττειν δύναμιν. μόλις οὖν καὶ μετὰ μάλα μακροῦ τοῦ τῆς ψυ‐ χῆς ἀκουσίου λαληθῆναι συγχωρηθέντων ἑνὸς καὶ δυοῖν κεφα‐
20λαίων, ὁ Παλαμᾶς αἰσχυνόμενος αὖθις ἐπὶ μετρίοις οὐκ ἤνεγ‐ κεν, ἅτε μᾶλλον ἤδη συνορῶν καὶ τῶν φίλων ἐπισκόπων ἐνίους ταραττομένους πρός γε τὸ ὑπερβάλλον τῶν ἐκτόπων ἐκείνων βλασ‐
φημιῶν, καὶ θορυβεῖν ἐπιχειρούντων ἐκεῖνο τὸ βῆμα, καὶ ἀπο‐

2

.

1005

σκώπτειν πεπαῤῥησιασμένῃ καὶ ἀπαρακαλύπτῳ τῇ γλώσσῃ, μηδὲ δύνασθαι λεγόντων φέρειν τὰς τῶν ἀρχόντων καὶ ἀρχομένων λοι‐ δορίας, διὰ τὸ συσκιάζειν τοσούτους πειρᾶσθαι βλασφημιῶν θη‐ σαυροὺς, κἀκ τῶν ἀλλοτρίων κακῶν ἴδιον ὄλεθρον καρποῦσθαι
5ψυχῆς· ὥστε καὶ πάνυ τοι ἐλαχίστου ἐδέησεν ἐκπολεμωθῆναι κατ’ ἀλλήλων ἐκείνους, ἔριδος ἐξ ἀλλήλων μεριζομένων ἀλλήλοις ἐγγινομένης καὶ ἀναῤῥιπιζομένης ἀεὶ πρὸς τὸ μεῖζον, καὶ οὔσης λοιπὸν αὐτάρκους, ἡμῶν σιωπώντων, ἀπονητὶ πρὸς εὐδίαν τοὺς τῆς ἐκκλησίας κατευνασθῆναι χειμῶνας. (Ε.) Οὐ γὰρ ἔχων οὐ‐
10δὲν ὑγιὲς ἀντιλέγειν ὁ Παλαμᾶς ἤχθετο, νῦν μὲν πρὸς ἐκείνους θυμομαχῶν καὶ βιαζόμενος ἀνήνυτα· νῦν δ’ ὀνειδίζων τῷ βα‐ σιλεῖ, καὶ φανερῶς προδοσίαν ἐγκαλῶν, παρὰ τὰς συνθήκας ὅλως ἐνδεδωκότι τοῖς ἐγκαλοῦσιν· ὥστε καὶ τοὺς παρόντας ἐρε‐ θίζειν οἷς διεξίασι κατ’ αὐτοῦ. ὅθεν καὶ συχνὰ στρεφόμενος ἐπὶ
15τῆς καθέδρας οἷς μὲν διελοιδορεῖτο θρασύτερον μᾶλλον ἢ πικρό‐ τερον, καὶ πικρότερον μᾶλλον ἢ κατὰ τὴν οἰκείαν λῆξιν ἕκαστον· οἷς δ’ ἠπείλει κολάσεις πικροτέρας μᾶλλον ἢ ἐδύνατο· νῦν δὲ ἐμήνυε κρύφα τῷ βασιλεῖ πρὸς οὖς διὰ τῶν θαλαμηπόλων τὴν ἀπόῤῥητον φλεγμονὴν τῆς ψυχῆς. (ϛʹ.) Ὁ δὲ (καὶ γὰρ οὐδὲ
20πρότερον τελέως ἀπείχετο συμμαχῶν αὐτῷ σποράδην κἀκ συ‐ χνῶν τῶν διαστημάτων ἀκροβολίζων καὶ ξιφῶν ὀξυτέρους λόγους καθ’ ἡμῶν καὶ ὑπὲρ αὐτοῦ) ἀλλὰ νῦν ἁπάσας πύλας ἀναπετά‐ σας ἐκείνης τῆς σκηνῆς καὶ τοῦ δράματος πρὸς ἐμφανοῦς κακίας
καθ’ ἡμῶν ἐξεῤῥάγη πυρσὸν, οὐ θυραῖόν τινα τουτονὶ οὐδ’ ἔπη‐

2

.

1006

λυν ἢ νέηλυν καὶ ἐπεισόδιον τέως ἀνειληφὼς, ἀλλ’ ἐγχώριόν τε καὶ ἐγκείμενον, καὶ ὅλον πάθεσιν ἐμφύτοις συμπεφυρμένον, κἀκ μέ‐ σης ἐκπυρσευόμενον νῦν τῆς καρδίας, καθάπερ τοὺς τοῦ Σικελι‐ κοῦ πυρὸς ἀναφυσωμένους κρατῆρας ἐκ τῶν ὑποχθονίων τυφώ‐
5νων ἀκούομεν, καὶ τῷ φίλῳ Παλαμᾷ, καθάπερ θεῷ τινι, προ‐ θυμούμενον σπένδειν, οὐ μόνον ὅσα γῆ καὶ θάλασσα βαλαντίοις καὶ τραπέζαις ἀναθήματα γεωργεῖ· οὐδ’ ὅσα παραπλήσιον ἔχει πρὸς ἡδονὴν, ἀλλ’ ἐναγίζειν ἤδη καὶ τὰς ἡμετέρας ὕβρεις τε καὶ τὰς καταδίκας καὶ τοὺς πολυτρόπους θανάτους αὐτῷ. ὠσάμενος
10οὖν τοὺς ἡμετέρους λόγους, ὡς φόρτιον ἀβούλητον καὶ σφόδρα μισούμενον, καὶ τὸ πρόσωπον ἀποστρέψας πρὸς τοὺς ἀμφὶ τὸν Παλαμᾶν ὁ ἀῤῥεπὴς διαμένειν ὀμωμοκὼς δικαστὴς, ὅλην τε ἐδίδου σφίσι τὴν ἀκοὴν μετὰ τῆς καρδίας καὶ ὅλα τὰ κατὰ βούλησιν ἐπέτρεπε λέγειν τε καὶ ἀναγινώσκειν πλατείᾳ τε καὶ
15ἀπηγκωνισμένῃ τῇ γλώττῃ, μηδεμίαν ὑφορωμένους ἐν οὐδενὶ πρὸς οὐδένων ἀντιφατικὴν καὶ ἀντίπαλον ἔφοδον λόγων. ἤδη γὰρ καὶ τοῖς τῶν ἐπισκόπων ταραττομένοις τὰ ἔσχατα τῶν κακῶν ἀπειλήσας φρίττειν ἐπεπράχει καὶ τρέμειν σιγῇ. (Ζ.) Ἀναγι‐ νωσκομένων τοίνυν παρεκβολῶν γραφικῶν, αἱ μὲν ἐπ’ ἄλλον
20ἠλέγχοντο τοῖς συνετωτέροις φερόμεναι νοῦν, καὶ οὐδαμῆ κατὰ τὴν σφῶν παραφερομένην ἐξήγησιν· αἱ δ’ εἰσήγοντο παρακεκομ‐ μέναι τε καὶ ἀνεστραμμέναι παντοδαπῶς. ἃ γὰρ τοῖς ὑγιαίνουσι
δόγμασιν ἀναγκαῖα, ταῦτα τῷ ἐκείνων ἀχρεῖα ἐδόκει σκοπῷ· ἃ

2

.

1007

δ’ ἐκείνοις ἀναγκαῖα, ταῦτα κῆρες ἐπισφαλεῖς καὶ νοσήματα τοῖς ὑγιαίνουσι μέγιστα δόγμασιν ἦν. δι’ ὃ καὶ ὧν τὴν κτῆσιν συνε‐ φιλοτιμοῦντο καὶ ἐπεδείκνυντο, τούτων τὴν ὑγιαίνουσαν χρῆσιν ἐς τὸ νοσῶδες ἤλαυνον ἀδεῶς. (Η.) Ὅσα μὲν οὖν τηνικαῦτα
5παρηνομήθη, καὶ ὅσα μυσαρῶν ἐκείνων δογμάτων κεκύρωται, ἐροῦμεν ἕκαστα προϊόντες πλουσιωτέρᾳ τῇ γλώττῃ. κατὰ σχολὴν γὰρ ἡμῖν γενομένοις, καὶ ἀδείας ἐπειλημμένοις ξύν γε θεῷ τῆς ὀφειλομένης, ἐξέσται ῥᾳδίως ἐκτιθέναι μὲν ἐκεῖνα καθ’ ἓν, ἐπά‐ γειν δ’ ἑξῆς καὶ ὅσαι προσήκουσιν ἀντιῤῥήσεις κατὰ συζυγίαν καὶ
10συστοιχίαν ἀμοιβαδὸν, ὑπὸ μάρτυσι καὶ στάθμαις ἀπαραγρά‐ πτοις ταῖς τῶν ἁγίων φωναῖς· ὡς ἂν εἴη τοῖς ὀψιγόνοις ὅπλα μὲν κατὰ τῆς σφῶν ἀσεβείας ταυτὶ, προτειχίσματα δὲ καὶ θυρεοί τινες πολεμουμένης εὐσεβείας. ἐμοὶ γὰρ νύκτωρ καὶ μεθ’ ἡμέραν ἐπισείουσι μὲν τὴν τῆς τελευτῆς ἀπειλὴν αἱ συνεχεῖς τῆς κεφαλῆς
15ἀλγηδόνες, λύπας δ’ ἐπάγουσιν οἱ τῆς τοῦ θεοῦ ἐκκλησίας πο‐ λεμουμένης ἀεὶ πρὸς τὸ κραταιότερον κλύδωνες, θανάτων πολλῷ πικροτέρας. ἐῶ λέγειν τὰς τῶν Παλαμιτῶν ἐπιβουλάς τε καὶ πο‐ λυτρόπους ἐφεδρείας, αἵ μοι καὶ αὐταὶ τὰς ἀνδροφόνους ἐπι‐ σείουσι χεῖρας, τοῦ ἡμετέρου νύκτωρ καὶ μεθ’ ἡμέραν διψώσας
20αἵματος· καὶ δέος μὴ, πρὶν ἡμᾶς (οἷς ἀκριβῶς εἰδέναι τὰ τοιαῦτ’ ἐγεγόνει, αὐτόπταις καὶ αὐτηκόοις καὶ αὐτοπαθέσιν αὐτοῖς ἡμῖν
γεγονόσι) παραδοῦναι ταυτὶ, τὸν βίον γένηται μεταθεῖναι, κἀν‐

2

.

1008

τεῦθεν τὸ κράτος τῆς ἀληθείας ἀμαυρωθὲν ἀπορίας παράσχῃ μακρὰς, οἷς ἀναζητεῖν ποτ’ ἐξείη τὰ ἴχνη τῆς εὐθείας τῶν θείων δογμάτων ὁδοῦ, τριβόλων καὶ ἀκανθῶν καὶ ζιζανίων ἐκτόπων καὶ πολυτρόπων ἐπιφυέντων, καὶ δυσείκαστα πάνυ τοι σφόδρα
5πεποιηκότων ἴσως τῆς πάλαι εὐδαιμονίας τὰ ὑπομνήματα. οὐ γὰρ μόνοις ἡμῖν τὰς ἀνδροφόνους ὁπλίζουσι χεῖρας αὐτῶν· ἀλλὰ καὶ τῶν ἱερῶν βίβλων μεγάλας ἀφαιροῦσιν ἀποτομίας, ὅλας δυάδας καὶ τετράδας φύλλων χαρτῴων ὀξείαις μαχαίραις ἐκτέ‐ μνοντες, κἀκεῖνα τῶν θείων ἀποῤῥηγνύντες γραφῶν, ἃ μὴ πα‐
10ραφέρειν ταῖς παρανομουμέναις ἐξηγήσεσι πρὸς τὸ βουλόμενον δύνανται τῆς ψυχῆς, ἰσχυρὰν καὶ δυσεκβίαστον τὴν ἀντίπαλον ἰσχὺν κεκτημένα. τοῖς μὲν γὰρ κεφαλὰς ἀνθρώπων ἀφαιρεῖν οὐ φρίττουσιν οὐδὲ μόγις μέγα ἄν ποτε φανείη γραφῶν κεφαλὰς ἀφαιρεῖν εὐσεβῶν. (Θ.) Ἀλλ’ ἐκεῖσε ἐπάνειμι, τῶν αὐθημερὸν
15ἐκεῖ παρανομηθέντων ἑνός που καὶ δυοῖν εἰς ἔνδειξιν μνησθησό‐ μενος, ἐξ ὀνύχων φάναι τὸν λέοντα, κἀκ τοῦ κρασπέδου τὸ ὕφασμα. ἐπειδὴ γὰρ ἡμῖν μὲν τὸ λέγειν οὐκ ἔτι ἐνῆν, τὸ δὲ σιω‐ πᾷν ἐνῆν, καταψηφισθὲν οὑτωσί· ἐκείνοις τὸ μὲν σιγᾷν οὐκ ἐνῆν, τὸ δὲ λαλεῖν ἀνέδην καὶ μάλα ἐνῆν ἐκ διαμέτρου τὰ κατὰ
20βούλησιν ἅπαντα· πολὺς κατέσχε τὸ βῆμα σάλος ἐκεῖνο καὶ θό‐ ρυβος, καὶ οἷος ἂν γένοιτο νηῒ, πνευμάτων ἀγρίων τὸ πέλαγος συγκυκώντων, καὶ βροντῶν αἰθερίων τὸν πέριξ ἀέρα κρατούν‐
των, καὶ πᾶσαν ἐπικλυζόντων ἀκοὴν καὶ σύνεσιν λαλιᾶς. οὐ γὰρ

2

.

1009

μόνον ἐκ τῆς πολυγλώσσου κραυγῆς ἐκείνης καὶ τρικυμίας καὶ τῆς τῶν λεγομένων ἀκοσμίας· ἀλλὰ καὶ ὁ τῶν χειρῶν πάταγος πλείονα τὸν θόρυβον ἐνεποίει τῷ συνεδρίῳ, οὐ παροδικῶς πως συνενεχθεὶς, κατὰ τὰς ἀπροσδοκήτους ἐπιούσας ὁπώσποτε τύ‐
5χας, ἀλλὰ καὶ μάλα γέ τοι ἐξεπίτηδες· ἵνα μηδὲν τῶν παρανό‐ μως ἐκεῖ δογματιζομένων, κατὰ τὸ πρόσφατόν τε καὶ ἄηθες τῇ τοῦ θεοῦ ἐκκλησίᾳ, ἡμῖν ἠκουσμένον γένοιτο, μηδὲ μικρά τις ἀντιλογίας ἐκεῖ πρὸς ἡμῶν τολμηθείη ῥοπή. ὅμως εἰ καὶ μὴ πάντων ἐν ἀκηράτῳ γεγόναμεν ἀκοῇ, ἀλλ’ οὖν ἀπέχρησε, τῶν
10γε πλειόνων ἀκηκοόσιν, ὡς ἔχειν εἰκάζειν ἐντεῦθεν καὶ τῶν μὴ σαφῶς ἠκουσμένων τὴν φύσιν. οὐδὲ γὰρ οὐδ’ ἐκείνων τελέως ἀνηκόους ἡμᾶς γενέσθαι ξυμπέπτωκεν. τὰ γὰρ ὑστερόφωνα τῆς συνεχοῦς ἑκάστων ἐκείνων ἠχοῦς, τῶν πέριξ τῆς βασιλικῆς ἐκεί‐ νης οἰκίας ἐκπηδῶντα σφαιρῶν καὶ ἡμισφαιρίων, καί τινων
15ἰχνῶν ἐκεῖθεν ἀποσυλῶντα μιμήσεις, φιλανθρώπως εἰπεῖν ἡμᾶς ἐδεξιοῦτό τε καὶ ἐξένιζε, τὸ λυπούμενον τῆς ψυχῆς ἡμῶν οὑτωσὶ κολακεύοντα. (Ι.) Εἰς τοσαύτην γε μὴν τὸ πρᾶγμα κακίαν ἤλασε τότε, καὶ τοσαύτην εὗρον τὴν εὐκαιρίαν βλασφημίαι με‐ ταξὺ τῆς ἀτόπου καὶ ἀμαθοῦς τῶν ἐπισκόπων ἐκείνης φάλαγγος,
20ὡς καὶ ψήφῳ κοινῇ βασιλέως ἅμα καὶ πατριάρχου, ξύν γε πᾶσιν αὐτοῖς, δεδιόσι τὴν ἀρχοντικὴν ἐξουσίαν τοῖς πλείστοις, κυρω‐ θῆναι μὲν, θεότητα λέγεσθαί πως καὶ τὴν οὐσίαν· κυρίως δὲ
θεότητα ἄκτιστον καὶ σφόδρα διάφορον τῆς θείας οὐσίας, τὴν

2

.

1010

ἐνέργειαν, ἀνούσιόν τινα καθ’ αὑτὴν οὖσαν· μεριζομένην δ’ ὅμως εἰς διαφόρους καὶ μερικωτέρας ἀκτίστους ἐνεργείας, δύ‐ ναμιν δηλαδὴ καὶ σοφίαν καὶ ζωὴν καὶ ἀλήθειαν καὶ φῶς καὶ κρίσιν καὶ μέθην καὶ ὕπνον καὶ ὅσα ταῖς τῶν ἀνθρώπων
5ἐφεύρηταί πως ἀπορίαις ὀνόματα. καὶ ἅμα κατόπιν κεκύρωται, μὴ τὴν οὐσίαν εἶναι, τὴν τὸν ἡμῖν μεταλαμβανόμενον ἁγιάζου‐ σαν ἄρτον, οὐ μὴν οὐδ’ ὃ βαπτιζόμεθα θεῖον βάπτισμα, ἀλλ’ ἄκτιστόν τινα χάριν καὶ ἐνέργειαν, τῆς θείας οὐσίας ἑτέραν καὶ πάντη διάφορον. οὕτω τοῦ συνεδρίου καὶ τοῦ βήματος ὁ δαίμων
10ἀσελγῶς ἐκείνου κατωρχήσατο. (ΙΑ.) Ταῦτα ὁρώντων τοίνυν καὶ ἀκουόντων ἡμῶν, ὢ δίκη καὶ ἀνοχὴ θεοῦ, κατὰ ποταμοὺς ἐχώρει τὰ δάκρυα, σιωπῇ κυπτόντων εἰς γῆν. περιττὸς γὰρ ὑπὲρ τοῦ τὰ δέοντα ποιεῖν λόγος ἅπας, ὅτε ᾖ τῶν ἀκουόντων πρὸς τὸ χεῖρον ὁμόνοια. ἤδη δὲ καὶ πόῤῥω νυκτῶν ἦν τὸ τῆς ὥρας, καὶ
15πρὸ μικροῦ τινος δᾷδες εἰσῄεσαν ἡμμέναι, ὅτε καὶ χεῖρας ἐπι‐ βάλλειν ἤρξαντο μετ’ ὀργῆς βαθείας ἀναπηδήσαντες σύν γε τῷ πατριάρχῃ οἱ ἐπίσκοποι καθ’ ἡμῶν, μηδ’ ἀκούειν τά γε τοιαῦτα ἀνασχομένων, ἀλλὰ μόνοις στεναγμοῖς ἀφθόγγοις τοὺς ἀκάπνους καπνοὺς ἀναπεμπόντων τῆς ψυχῆς, τοῦ καιροῦ μὴ διδόντος ἄλ‐
20λως ἡμῖν θεραπεύειν τοῦ ζήλου τὴν φλόγα καὶ τὴν τῶν σπλάγ‐ χνων ὀδύνην ἀπογυμνοῦν, ἐν τοιαύταις τύχαις οὖσι, καὶ τοιού‐ τοις ἐξαίφνης θηρσὶ περιπεπτωκόσι, καὶ μηδενὸς ἡμῖν ἡμέρου καὶ
φιλανθρώπου παρ’ οὐδένων οὔτε νῦν ἀπαντῶντος, οὔτ’ ἔπειτ’

2

.

1011

ἐλπιζομένου. καὶ τί γὰρ ἂν ὑγιὲς ἔδει δρᾷν ἀμαθέσιν ἀνδράσιν, ἐς κρίσιν θείων ἐληλυθόσι δογμάτων, ἀπὸ κώπης καὶ χύτρας τοῖς πλείοσιν ἀναχθεῖσιν ἐς τὸ ἐπισκοπεῖον σχεδὸν εἰπεῖν αὐθη‐ μερὸν, καὶ παντοδαπῆς καὶ μακρᾶς ἀναπλάσεως καὶ τυπώσεως
5σφόδρα δεομένοις, πρὸς φαντασίαν σκιᾶς γοῦν τινος παιδευτι‐ κῆς; πολλοῦ γὰρ εἰπεῖν δεῖ, πρὸς ἀναθεώρησιν μούσης τινὸς ἐλλογίμου· εἶναι γὰρ τῶν χαλεπωτάτων, ἔμφυτον μοχθηρίαν ἐπὶ πλεῖστον λανθάνειν, περιστελλομένην τοῖς παρὰ φύσιν σχημα‐ τισμοῖς τοῦ βελτίονος. τὸ γὰρ παρὰ φύσιν, βίαιον ὂν, διηνε‐
10κῶς ἐνοχλεῖται τῇ φύσει, μὴ δυναμένῃ πολύν τινα χρόνον τῆς ἐλευθερίας τὸ συμφυὲς ζημιοῦσθαι, ἀλλὰ δυσανασχετούσῃ καὶ ἀναζωπυρούσῃ τὸ ἦθος, μέχρις ἂν εἰς τὸν ἔμφυτον ἐθισμὸν τῆς κακίας ἐκείνης παλινδρομήσῃ. (ΙΒ.) Καὶ πρῶτον μὲν τοῖς δυ‐ σὶν ἐκείνοις ἀρχιερεῦσιν ἡμῶν, καθάπερ θῆρες, ἐπεισπεσόντες,
15ἤθεσιν ἀγρίοις καὶ λόγοις ἀσέμνοις τε καὶ μεμηνόσι, κατεῤῥή‐ γνυον τὰς ἐσθῆτας καὶ κατέσπων τὰ τῆς ἀρχιερωσύνης σημεῖα, οἷς συνανεσπῶντο καὶ τρίχες τῆς ὑπήνης τῶν ταλαιπώρων ἐκεί‐ νων· οὐκ ἐξεπίτηδες μὲν, ἐγίγνετο δ’ οὖν τῇ ῥύμῃ τῆς ἀκαθέ‐ κτου βίας ἐκείνης, τῇ σκέψει καιρὸν οὐ παρεχομένης, ἐν σκότει
20προσέχειν ἅ τέ σφισιν ἐδρᾶτο καὶ ἃ τοῖς δρωμένοις ἐπηκολού‐ θει. τοὺς γὰρ δᾳδούχους μετὰ τῶν ἑσπερίων φώτων ἐκείνων
ὀπίσω κατὰ νώτου λιπόντες διὰ σπουδὴν, καὶ ταῖς ἑαυτῶν σκι‐

2

.

1012

αῖς τοὺς κολαζομένους συγκρύπτοντες, ἔλαθον τἀνόσια λῃστρι‐ κώτερον ἢ ἐβούλοντο δράσαντες τρόπον. τυφλὸν γὰρ θυμὸς ἅπας. ἂν δὲ καὶ τῶν ἀγροίκων καὶ ἀμαθῶν ὁ θυμούμενος ᾖ, βαβαὶ καθ’ ὧν ὁρμᾶται, φλογὸς ἁπάσης ὀξύτερον κεχυμένος, ἣ
5τὰ πρόσω πάντα σφοδρότερον ἐλπίδος ἁπάσης ἐπινεμομένη καὶ κατεσθίουσα δαπανᾷ καὶ κακῶς διατίθησιν. (ΙΓ.) Ἔπειτα τῶν ἐμῶν χειρῶν τοὺς ἐμοὺς βιαίως ἀφήρπαζον μαθητὰς, οἳ μέχρι τέλους ἐμοὶ παραμείναντες συνεμάχουν ἐν τῷ σταδίῳ ἐκείνῳ, καὶ τοῖς ἄθλοις τῶν διαλέξεων ἐκείνων συνηγωνίζοντο, καθάπερ σκύ‐
10λακες εὐγενεῖς, ὧν τὸ ὑλακτικὸν ἐγκαίρως γινόμενον καὶ ὁ μέγας ὑμνῶν Χρυσόστομος, διὰ τὸ τῶν ζώων εὐνοϊκὸν, καὶ θεὸν ἀπο‐ δέχεσθαι φάσκει τοὺς ὑπὲρ τῆς εὐσεβείας ὑλακτοῦντας ἀνθρώ‐ πους καθ’ ὁμοιότητα τῶν κυνῶν. τούτων δὲ τοὺς μὲν δεσμωτη‐ ρίοις τοῖς πικροτέροις παρέπεμψαν· τοῖς δ’ ἠπείλησαν τὰ δει‐
15νότατα, εἰ μὴ τὴν ἐμὴν ὁμιλίαν ἑκόντες ἐξομόσαιντο τέλεον. οἱ γὰρ πλείους, ὡς εἴρηται, δείσαντες ἐκείνας αἳ τῇ προτεραίᾳ σφίσι κολάσεις ἠπείληνται, τὴν ἐμήν τε ἀπείπαντο φθάσαντες συνδιαίτησιν παραχρῆμα καὶ ᾤχοντο διασπαρέντες ἄλλος ἄλ‐ λοθι τῶν τῆς ἀφανείας μυχῶν· ὅτε δηλαδὴ καὶ ὁ τῆς Τύρου
20διαληφθεὶς ἐπίσκοπος, εἷς τῶν τῆς Ἀντιοχέων ἐπαρχίας ἐπισκό‐ πων ὑπάρχων, ἰταμώτερον τότε διωχθεὶς ἐκεῖθεν τάς τε συνό‐ δους ἐκείνας ἀπείπατο τοῦ λοιποῦ καὶ τῇ οἰκίᾳ συσπειραθεὶς
τὸν ἡσύχιον καὶ ἄκων ἤνυε βίον ἐκεῖθεν. εἶεν. (ΙΔ.) Ἔμοιγε

2

.

1013

μέντοι τέως εἰπόντες μὲν οὐδὲν ἀγεννὲς οὐδ’ ἄκοσμον ἀφῆκαν οἴκαδε ἀπιέναι ξύν γε τοῖς δυσὶν ἐκείνοις ἀρχιερεῦσι, καὶ οὓς τῶν ἐλλογίμων ἀνδρῶν λογάδας ἔφημεν συναθλεῖν ἐς τέλος ἡμῖν. δʹ. Μετὰ δ’ ἡμέρας ἔστιν ἃς πέμψαντες οἴκοι καθεῖρξαν καὶ
5ἡμᾶς, οὐ πενταετηρικήν τινα σιωπὴν ἡμῖν ἐπιτάξαντες, κατὰ τὴν τῶν Πυθαγορείων ἐκείνων, ἀλλ’ ἀΐδιόν τινα καὶ εὖ μάλα ἀτερ‐ πῆ, οὐ διὰ τὸ βίαιον καὶ ἀκούσιον μόνον, ἀλλὰ καὶ διὰ τὴν ἔτι προσθήκην τοῦ μήτε γράφειν, μήτε βλέπειν, μήτ’ ἀκούειν μη‐ δενὸς τῶν ἁπάντων. μηδὲ γὰρ μόνων τῶν γνωρίμων καὶ φίλων,
10οὐδ’ αὖ τῶν γνησίων καὶ γειτόνων ἡμᾶς ἐγύμνωσαν, ἀλλὰ καὶ παντὸς θεράποντός τε καὶ ὑπηρέτου, οὓς ὡς τὰ πολλὰ βακτη‐ ρίαν τῷ γήρᾳ γίγνεσθαι εἴωθεν. οὕτως ἀπηνῶς καὶ αὐτοχειρίᾳ ταῖς ἡμετέραις ψυχαῖς ἐκεῖνοι ἐπεπήδησαν, καὶ οὕτω θηριωδῶς ταῖς ἡμετέραις ἐχρήσαντο συμφοραῖς, μᾶλλον δ’ αὐτοί γε αὐτό‐
15χρημα συμφορῶν γινόμενοι πλοῦτος ἡμῖν, οἱ ποιμένες τότε τῆς ἐκκλησίας εἶναι καυχώμενοι. οἱ δὲ παιδευταὶ τῶν κακῶν κεραυνοὶ ῥᾳθυμεῖν καὶ καθεύδειν ἐῴκεσαν. ἦ γὰρ ἂν αἰθερίας πληγῆς πει‐ ραθέντες, καὶ τῆς τῶν οἰκείων λόγων καὶ πράξεων παρανοίας καὶ ἀσελγείας αἰσθόμενοι, βελτίους ὀψὲ γοῦν ἑαυτῶν ἐγίγνοντο.
20καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον. (Β.) Ἐμοὶ δ’ ἄχθε‐ σθαι καὶ δακρύειν ἂν περιῆν, τὴν ὀξεῖαν ὁρῶντι φορὰν τῆς κα‐
κίας εὐδρομοῦσαν ἀεὶ, καὶ κόρον οὐδένα τῆς ἐς τὰ καίρια τὴν

2

.

1014

τοῦ θεοῦ ἐκκλησίαν βλαπτούσης ὁρμῆς μεμνημένην λαμβάνειν, εἰ μὴ λόγοι τῶν πάλαι σοφῶν ἀνέψυχον ἡμῶν τὸ τῆς ψυχῆς ἐμ‐ παθὲς, τὴν τῶν πραγμάτων ἀστάθμητον χύσιν ἡμῖν προβαλλό‐ μενοι. ὅσα γὰρ τῶν πραγμάτων μὴ κανόνες καὶ νόμων στάθμαι
5χειροτονοῦσιν, ἀλλὰ τύχαι καὶ δυναστεύουσαι χεῖρες, ταῦτα καὶ τὸν δρόμον ἀνώμαλον ἔχει διηνεκῶς, καὶ οἷον ἀμπώτιδες εἰκο‐ νίζουσι καὶ πλήμμυραι θαλάττης, καὶ ὅσαι μεταβολαὶ τῶν ἐν‐ τεῦθεν Εὐρίπων· οἷς οὔτε τὸ χαίρειν ἄκλαυστον συγχωρεῖται μέ‐ νειν ἐς μῆκος ἀεὶ, οὔτε τῷ λυπεῖσθαι καθάπαξ ἄμικτον ἔχειν
10ἀεὶ τὸ χαῖρον· ἀλλὰ μέμικται πάντα. κἀκ τοῦ τοιούτου πλάνου καὶ κύβου, τοῖς διαφόροις ἐντρέχοντος βίοις, ἔστιν ἐφιστῶντας τὴν διάνοιαν τοὺς συνετωτέρους μανθάνειν, ὥσπερ ἐκ στοιχείων καὶ συλλαβῶν, ἔστιν ἃ τῶν ἐγκεκρυμμένων τοῖς πράγμασι μυ‐ στηρίων, καὶ μὴ θορυβεῖσθαι καὶ ξενοπαθεῖν πρὸς τὴν τῶν φαι‐
15νομένων ἀήθειαν, ἀλλὰ κἀν μέσαις ταῖς συμφοραῖς, καὶ μάλι‐ στα ταῖς κατὰ θεὸν, τῷ τῆς γνώμης ἑστῶτι βεβαίως ἐγκαρτε‐ ρεῖν. αἰνίγματι γὰρ ἐοικότες οἱ τῶν ἀνθρώπων βίοι δι’ ἑτέρων ἕτερα συντελοῦσί τε καὶ διακονοῦνται τῇ πάντα σοφῶς οἰκονο‐ μούσῃ προνοίᾳ, τὴν ἡμῶν λανθάνοντα σύνεσιν. καὶ νῦν μὲν ἀλ‐
20λήλοις ἐχθρὰ καὶ πολέμια φαίνεται· νῦν δὲ πρὸς ἕνωσίν τινα καὶ συγγενικὴν ἁρμονίαν δοκεῖ συμπλέκεσθαι, κἂν ᾖ πολλὰ τὰ με‐ ταξὺ χρονικὰ διαστήματα. (Γ.) Ἀλλὰ ταῦτα καθολικὸν εἴρη‐
ται τρόπον. συντελεῖ δ’ ὅμως κατὰ τὰ νῦν καὶ ἡμῖν ὁμοίως συμ‐

2

.

1015

βαίνοντα. οὐ γὰρ ἔκφυλα πάντη τῆς τῶν ἀνθρώπων πάσχομεν φύσεως· ἀλλ’ ἔχει τὴν ἀναφορὰν καὶ ταυτὶ πρὸς παλαιοτέρων πραγμάτων ὁμοιότητα καὶ συγγένειαν. καὶ ἵνα τοὺς τῶν μαρτύ‐ ρων ἐκείνων πλουσίους ἄθλους καὶ τῶν καιρῶν ἐκείνων τὴν ζάλην
5ἐάσω· Βασίλειοι καὶ Γρηγόριοι καὶ πλείονες ἕτεροι τῶν τῆς ἐκκλησίας φωστήρων, ὅσοι τοιαύταις ἐνέτυχον περιστάσεσιν, οὐ διαλείπουσι πανταχῆ τῶν σφετέρων βιβλίων τὴν τῶν τότε και‐ ρῶν ἀφηγούμενοι τραγῳδίαν, καὶ τοὺς φλεγμαίνοντας διωγμοὺς ἐκείνους, οὓς οἱ πονηροὶ τετράρχαι καὶ δυνάσται τῶν καιρῶν
10καὶ πραγμάτων ἐκείνων ἐπῆγον σφίσιν ὁμοῦ τῇ εὐσεβείᾳ· ὡς ἀδελφὰ τοῖς νῦν ἐκεῖνα δοκεῖν, εἴ τις ἑκατέροις ἑκάτερα παρα‐ βάλλειν οὐ μάλα ὀκνεῖ· ὧν ἕνα κἀνταῦθά μοι παραθεῖναι δέδο‐ κται πρὸς παράκλησιν καὶ ζῆλον εὐψυχίας καὶ μίμησιν τοῦ βελ‐ τίονος. (Δ.) Φησὶ τοίνυν ὁ μέγας Βασίλειος ἐν τοῖς πρὸς Ἀμ‐
15φιλόχιον τά τε ἄλλα καὶ δὴ καὶ ὅσα νῦν ἡμεῖς ἐράνου δίκην εἰληφότες ἐκεῖθεν ἐνταυθοῖ παρεθήκαμεν. „Ὁ σάλος γὰρ (φησὶ) τῶν ἐκκλησιῶν οὗτος τίνος οὐκ ἔστι θαλασσίου κλύδωνος ἀγριώ‐ τερος; ἐν ᾧ πᾶν μὲν ὅριον πατέρων κεκίνηται, πᾶς δὲ θεμέλιος, καὶ εἴ τι ὀχύρωμα δογμάτων, διασαλεύεται· κλονεῖται δὲ πάντα
20καὶ κατασείεται. Αἱ δ’ ἐκ τῶν ἀρχόντων τοῦ κόσμου τούτου ἐπα‐ γόμεναι ταραχαὶ ποίας οὐχὶ θυέλλης καὶ καταιγίδος βαρύτερον
τοὺς λαοὺς ἀνατρέπουσι; κατηφὴς δέ τις ὄντως καὶ στυγνὴ σκο‐

2

.

1016

τομήνη τὰς ἐκκλησίας ἐπέχει. Διὸ πάντες ὁμοίως, καθ’ ὃν ἂν ἕκαστος δύνηται τρόπον, τὰς φονικὰς χεῖρας ἀλλήλοις ἀντεπι‐ φέρουσι. τραχεῖα δέ τις κραυγὴ τῶν ἐξ ἀντιλογίας παρατριβομέ‐ νων ἀλλήλοις καὶ βοὴ ἄσημος καὶ δύσκριτος ἦχος ἐκ τῶν ἀσι‐
5γήτων θορύβων πᾶσαν ἤδη σχεδὸν ἐκκλησίαν πεπλήρωκεν, ἐπὶ ὑπερβολὰς καὶ ἐλλείψεις τὸ εὐθὲς δόγμα τῆς εὐσεβείας παρατρε‐ πόντων. Εἷς δὲ ὅρος φιλίας τὸ καθ’ ἡδονὴν εἰπεῖν, καὶ ἔχθρας ἀρκοῦσα πρόφασις τὸ μὴ συμβῆναι ταῖς δόξαις. πάσης δὲ συνω‐ μοσίας πιστότερον πρὸς κοινωνίαν στάσεως ἡ τοῦ σφάλματος
10ὁμοιότης. θεολόγος δὲ πᾶς, καὶ ὁ μυρίαις κηλῖσι τὴν ψυχὴν στιγματίας. Τοιγαροῦν αὐτοχειροτόνητοι τὰς προστασίας τῶν ἐκκλησιῶν διαλαγχάνουσι, τὴν οἰκονομίαν τοῦ ἁγίου πνεύματος παρωσάμενοι· καὶ παντελῶς ἤδη τῶν εὐαγγελικῶν θεσμῶν ἐξ ἀκοσμίας συγκεχυμένων, ἀμύθητος ὠθισμὸς ἐπὶ τὰς προεδρίας
15ἐστίν. Ἐμὲ δὲ καὶ τὸ προφητικὸν ἐκεῖνο κατέχει λόγιον, ὅτι ὁ συν‐ ιὼν σιωπήσεται· διότι ὁ καιρὸς πονηρός ἐστιν, ἐν ᾧ οἱ μὲν ὑποσκελίζονται νῦν, οἱ δὲ ἐνάλλονται τῷ πεσόντι, ἄλλοι δὲ ἐπι‐ κροτοῦσιν· ὁ δὲ τῷ ὀκλάσαντι χεῖρα ὀρέγων ἐκ συμπαθείας οὐκ ἔστι. Τῆς γὰρ ἀγάπης ψυγείσης, ἀνῄρηται μὲν ἀδελφῶν σύμ‐
20πνοια· ὁμονοίας δὲ ἀγνοεῖται καὶ τοὔνομα· ἀνῄρηνται ἀγαπητικαὶ νουθεσίαι· οὐδαμοῦ σπλάγχνον χρηστόν· οὐδαμοῦ δάκρυον
συμπαθές. Ἐντεῦθεν ἀσύγγνωστοι μὲν καὶ πικροὶ κάθηνται τῶν

2

.

1017

ἀποτυγχανόντων ἐξετασταὶ, ἀγνώμονες δὲ καὶ δυσμενεῖς τῶν κα‐ τορθουμένων κριταί.“ καὶ ἀλλαχοῦ· „Γνώριμα τὰ θλίβοντα ἡμᾶς, κἂν ἡμεῖς μὴ λέγωμεν. εἰς πᾶσαν γὰρ τὴν οἰκουμένην ἐκκέχυται. καταπεφρόνηται τὰ τῶν πατέρων δόγματα· ἀποστολικαὶ παρα‐
5δόσεις ἐξουθένηνται· νεωτέρων ἀνθρώπων ἐφευρήματα ταῖς ἐκ‐ κλησίαις ἐμπολιτεύεται. τεχνολογοῦσι λοιπὸν, οὐ θεολογοῦσιν, οἱ ἄνθρωποι. Ποιμένες ἀπελαύνονται· ἀντεισάγονται δὲ λύκοι βαρεῖς, διασπῶντες τὸ ποίμνιον τοῦ Χριστοῦ. οἶκοι εὐκτήριοι ἔρημοι τῶν ἐκκλησιαζόντων· αἱ ἐρημίαι πλήρεις τῶν ὀδυρομέ‐
10νων.“ καὶ ἀλλαχοῦ· „Οἱ ἀνταποδιδόντες μοι πονηρὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου τῆς εἰς αὐτοὺς διαβάλλουσί με νῦν ἐπ’ ἐκείνοις, εἰς ἃ αὐτοὶ εὑρίσκονται ἐγγράφους ὁμολο‐ γίας ἐκτιθέμενοι.“ καὶ πάλιν· „Ἤνοιξαν στόματά τινες κατὰ τῶν ὁμοδούλων ἀφειδῶς· λαλεῖται τὸ ψεῦδος ἀφόβως· ἡ ἀλήθεια
15συγκεκάλυπται. καὶ οἱ μὲν κατηγορούμενοι καταδικάζονται ἀκρί‐ τως· οἱ δὲ κατηγοροῦντες πιστεύονται ἀνεξετάστως. ὅθεν ἀκού‐ σας, ὅτι πολλαὶ κατ’ ἐμοῦ περιφέρονται ἐπιστολαὶ, στίζου‐ σαι ἡμᾶς καὶ στηλιτεύουσαι καὶ κατηγοροῦσαι ἐπὶ πράγμασι, ὧν τὴν ἀπολογίαν ἑτοίμην ἔχομεν ἐπὶ τοῦ δικαστηρίου τῆς ἀλη‐
20θείας, ὥρμησα μὲν σιωπῆσαι, ὃ καὶ ἐποίησα. τρίτον γὰρ ἤδη
τοῦτο ἔτος ἐστὶν, ἐν ᾧ τυπτόμενος ὑπὸ τῶν διαβολῶν φέρω

2

.

1018

τὰς τῆς κατηγορίας μάστιγας, ἀρκούμενος ὅτι ἔχω κύριον, τὸν τῶν κρυπτῶν γνώστην καὶ μάρτυρα τῆς συκοφαντίας· ἐπεὶ δὲ ὁρῶ, ὅτι πολλοὶ τὴν σιωπὴν ἡμῶν εἰς βεβαίωσιν τῶν διαβολῶν παρεδέξαντο, καὶ οὐ διὰ μακροθυμίαν ἐνόμισαν ἡμᾶς σιωπᾷν,
5ἀλλὰ διὰ τὸ μὴ ἔχειν στόμα διᾶραι πρὸς τὴν ἀλήθειαν, τούτου ἕνεκα ἐπειράθην ἐπιστεῖλαι ὑμῖν, παρακαλῶν τὴν ἐν Χριστῷ ἀγάπην ὑμῶν, ὥστε τὰς ἐξ ἑνὸς μέρους γινομένας διαβολὰς μὴ πάντη παραδέχεσθαι ὡς ἀληθεῖς· διότι, καθὼς γέγραπται, οὐ‐ δένα κρίνει ὁ νόμος, ἐὰν μὴ πρῶτον ἀκούσῃ καὶ γνῷ τί ποιεῖ.“
10καὶ ἀλλαχοῦ· „Εἰ γὰρ καὶ τὰ ἄλλα ἡμῶν στεναγμῶν ἄξια, ἀλλ’ ἔγωγε τοῦτο τολμῶ καυχᾶσθαι ἐν κυρίῳ, ὅτι οὐδέποτε πεπλανη‐ μένας ἔσχον τὰς περὶ τοῦ θεοῦ ὑπολήψεις, ἢ ἑτέρως φρονῶν με‐ τέμαθον ὕστερον· ἀλλ’ ἣν ἐκ παιδὸς ἔλαβον ἔννοιαν περὶ θεοῦ παρὰ τῆς μακαρίας μητρός μου καὶ τῆς μάμμης μου Μακρί‐
15νης, ταύτην αὐξηθεῖσαν ἔσχον ἐν ἐμαυτῷ.“ καὶ πάλιν· „Ἐγὼ πρὸς τὴν ἐπάλληλον τῶν ἐχθρῶν ἡμῶν καὶ ποικίλην καθ’ ἡμῶν ἐπιχείρησιν ἀποβλέπων σιωπᾷν δ’ ᾤμην δεῖν, καὶ δέχεσθαι καθ’ ἡσυχίαν τὰ ἐπαγόμενα, μηδ’ ἀνταίρειν τοῖς καθωπλισμέ‐ νοις τῷ ψεύδει, τῷ πονηρῷ τούτῳ ὅπλῳ. ἔδοξαν γάρ μοι πα‐
20ραπλήσιόν τι ποιεῖν τῷ Αἰσωπείῳ μύθῳ οἱ τὸ ἀπροφάσιστον καθ’ ἡμῶν ἀναλαβόντες μῖσος. ὡς γὰρ ἐκεῖνος ἐγκλήματά τινα
τῷ ἀρνίῳ τὸν λύκον προσφέρειν ἐποίησεν, αἰσχυνόμενον δῆθεν

2

.

1019

τὸ δοκεῖν ἄνευ δικαίας προφάσεως ἀναιρεῖν τὸν μηδὲν προλυπή‐ σαντα· τοῦ δ’ ἀρνὸς πᾶσαν τὴν ἐκ συκοφαντίας ἐπαγομένην αἰ‐ τίαν εὐχερῶς διαλύοντος, μηδὲν μᾶλλον ὑφίεσθαι τῆς ὁρμῆς τὸν λύκον· ἀλλὰ τοῖς μὲν δικαίοις ἡττᾶσθαι, τοῖς δ’ ὀδοῦσι νικᾷν·
5οὕτως οἷς τὸ καθ’ ἡμῶν μῖσος ὥς τι τῶν ἀγαθῶν ἐσπουδάσθη, ἐρυθριῶντες τάχα τῷ δοκεῖν ἄνευ αἰτίας μισεῖν, αἰτίας πλάσ‐ σουσι καθ’ ἡμῶν καὶ ἐγκλήματα, καὶ οὐδενὶ τῶν λεγομένων μέ‐ χρι παντὸς ἐπιμένουσιν. ἀλλὰ νῦν μὲν τοῦτο, μετ’ ὀλίγον δ’ ἄλλο, καὶ αὖθις ἕτερον τῆς καθ’ ἡμῶν δυσμενείας τὸ αἴτιον λέ‐
10γουσι.“ καὶ πάλιν· „Οὐκοῦν καὶ τοῦτο ἡμῖν ἐγκαλοῦσι, τὸ τὰ ἐπιλεγόμενα τῇ θείᾳ φύσει ὀνόματα μοναδικῶς ἐξαγγέλλειν. ἀλλ’ ἕτοιμος ἡμῖν πρὸς τοῦτο καὶ σαφὴς ὁ λόγος. ὁ γὰρ καταγινώ‐ σκων τῶν μίαν λεγόντων θεότητα ἐξ ἀνάγκης τῷ πολλὰς λέ‐ γοντι, ἢ τῷ μηδεμίαν, συνθήσεται. οὐ γάρ ἐστι δυνατὸν, ἕτε‐
15ρόν τι παρὰ τὸ εἰρημένον ἐπινοῆσαι. Εἰ οὖν τὸ εἰς πλῆθος ἐκ‐ τείνειν τὸν ἀριθμὸν τῶν θεοτήτων, μόνων τῶν τὴν πολύθεον πλάνην νενοσηκότων ἐστὶ, τὸ δὲ καθόλως ἀρνεῖσθαι τὴν θεότητα, τῶν ἀθέων ἂν εἴη, τίς λόγος ἐστὶν ὁ διαβάλλων ἡμᾶς ἐπὶ τὸ μίαν ὁμολογεῖν τὴν θεότητα;“ καὶ μετ’ ὀλίγον· „πάντα τὰ θεο‐
20πρεπῆ νοήματά τε καὶ ὀνόματα ὁμοτίμως ἔχουσι πρὸς ἄλληλα, τῷ μηδὲν παρὰ τὴν τοῦ ὑποκειμένου διαφωνεῖν σημασίαν. οὐ
γὰρ ἐπ’ ἄλλο τι ὑποκείμενον χειραγωγεῖ τὴν διάνοιαν τοῦ ἀγα‐

2

.

1020

θοῦ ἡ προσηγορία, ἐφ’ ἕτερον δὲ ἡ τοῦ σοφοῦ καὶ ἡ τοῦ δυνα‐ τοῦ καὶ ἡ τοῦ δικαίου· ἀλλ’ ὅσαπερ ἂν εἴπῃς ὀνόματα, ἓν διὰ πάντων ἐστὶ τὸ σημαινόμενον· κἂν θεὸν εἴπῃς, τὸν αὐτὸν ἐνε‐ δείξω, ὃν διὰ τῶν λοιπῶν ὀνομάτων ἐνόησας. Καταμανθανό‐
5μενα γὰρ καὶ συγκρινόμενα πρὸς ἄλληλα τὰ ὀνόματα διὰ τῆς ἐν ἑκάστοις ἐνθεωρουμένης ἐμφάσεως εὑρεθήσεται μηδὲν τῆς τοῦ θεοῦ προσηγορίας ἔλαττον ἔχοντα. τεκμήριον δὲ, ὅτι τούτῳ μὲν τῷ ὀνόματι πολλὰ καὶ τῶν καταδεεστέρων ἐπονομάζεται, καὶ ἐπὶ τῶν ἀπεμφαινόντων ὁμοίως λεγομένῳ. Τὸ δὲ τοῦ ἁγίου ὄνομα
10καὶ τοῦ ἀφθάρτου καὶ τοῦ εὐθέος καὶ τοῦ ἀγαθοῦ οὐδαμοῦ κοινοποιούμενον πρὸς τὰ μὴ δέοντα παρὰ τῆς γραφῆς ἐδιδάχθη‐ μεν.“ (Ε.) Ἐμοὶ δὲ καὶ πλείους εἰς τὴν τῶν λεγομένων ἀπόδειξιν ὡρμημένῳ παράγειν ἁγίους ῥᾷον ἔδοξεν εἶναι, πρότερον δι’ ἑνὸς τουτουῒ τὴν τῶν πάλαι πρὸς τὰ παρόντα συγγένειαν διευκρινή‐
15σαντας, ἔπειτα ἐπενεγκεῖν καὶ τὰς τῶν ἄλλων μαρτυρίας διὰ τοὺς ἀμφιβόλους καὶ σμικρογνώμονας. ἐπεὶ κἀκ τούτου νῦν μέ‐ τριά τινά μοι δίκην ἐράνου συνῆκται, καὶ ὅσον ἀφοσιώσασθαι πρὸς τὴν ζήτησιν καὶ χρείαν τῆς νῦν ὑποθέσεως. ἐξέσται γὰρ, ὅτῳ ἂν ᾖ βουλομένῳ, τοῖς εἰρημένοις παρατιθέντας ἓν ἑνὶ καὶ
20πλείοσι πλείω τῶν καθ’ ἡμᾶς ἀκήρατον εὑρίσκειν τὴν συμφωνίαν τοῦ νῦν διωγμοῦ πρὸς τὸν τότε· καὶ μανθάνειν σαφέστερον, ὡς
ἃ διΐστησι χρόνος, ταῦτα χρόνος ἐπαναλαμβάνων αὖθις συνί‐

2

.

1021

στησι· καὶ ἃ ῥοῦς χειμερίων φάναι πραγμάτων συγχεῖ, πραγμά‐ των αὖθις συνάπτει παλίῤῥοια· καὶ ἃ βίων πολυπλόκων λαβύ‐ ρινθοι διασπείρουσι πρὸς λήθης μυχοὺς καὶ κρυπτῆρας, ἀντί‐ στροφοι πάλιν λαβύρινθοι βίων πρὸς τὰ συγγενῆ καὶ ὁμόφυλα
5τῶν πάλαι τῷ χρόνῳ γεγενημένων ἀναφέρουσιν ὕστερον ἴχνη, οἷον ἀνακαλυπτήρια ταῖς ἀλλήλων διὰ μακροῦ τοῦ μέσου συμ‐ φυΐαις καὶ ὁμοιότησι θύοντες. εʹ. Μετὰ γὰρ τὸν ἡμέτερον διωγμὸν ἐκεῖνον εὐθὺς καὶ φό‐ βους ἅπαντας οἱ διῶκται ψυχῆς ἀποσκευασάμενοι, καθάπερ ἐκ
10ναυαγίου καὶ κλύδωνος παρ’ ἐλπίδας ἀνασωθέντες ἁπάσας, ἀνε‐ πεπνεύκεσαν τέως ἡδύ τι καὶ ἐλευθέριον· καὶ συχνότερον νύκτωρ καὶ μεθ’ ἡμέραν ἤδη λοιπὸν συνέδρια δρῶντες ὑπὸ βασιλεῖ καὶ ἰδίᾳ καὶ ἄνευ ἡμῶν πᾶν ποιεῖν καὶ λέγειν καθ’ ἡμῶν οὐκ ἠμέ‐ λουν. ἐν δὲ τοῖς τοιούτοις διημιλλήσαντο πρὸς ἀλλήλους τὰ πρῶ‐
15τα, ὅστις τε καθ’ ἡμῶν πλείους ἀφῆκε λοιδορίας ἀφηγούμενοι σὺν κρότῳ καὶ γέλωτι· καὶ ὅστις ἥττους μὲν, δριμυτέρας δέ· καὶ αὖ ὅστις ὕστερον μὲν, καιριώτερον δέ· καὶ μάλα γέ τοι σὺν ἀσελγαινούσῃ γνώμῃ καὶ βωμολοχούσῃ γλώττῃ, ἐφ’ οἷς ἐγκα‐ λύπτεσθαι ἔδει, τούτοις ἐγκαλλωπίζεσθαι οἱ θεομισεῖς οὐκ αἰδού‐
20μενοι, οὐδ’ ἐρυθριῶντες· ἀλλ’ ὅμοιον ποιοῦντές γ’ ἐκείνῳ τῷ Διοσκόρῳ, τῷ δυσσεβεῖ προέδρῳ τῆς Ἀλεξανδρείας· ὃς μετὰ τὸ πλείους τε ἄλλους καὶ Φλαβιανὸν πεφονευκέναι τὸν πατριάρχην
ἐν τῇ κατ’ Ἔφεσον ἀθροισθείσῃ πάλαι συνόδῳ τῶν ἐπισκόπων

2

.

1022

ἐνεκαλλωπίσατο κἀκεῖνος ἐκείνῳ τῷ φόνῳ, καθάπερ ἐπὶ μεγάλῳ τινὶ προτερήματι, τὸν πάλαι Νέρωνα μιμησάμενος, τοῖς οἰκείοις αὐλήμασί τε καὶ ὀρχήμασιν ἐγκαυχώμενον, ἃ ταῖς νυξὶν ἐπετέλει τῷ βασιλικῷ βήματι, ἐκεῖ καθημένων τῶν τῆς πάλαι Ῥώμης εὐ‐
5πατριδῶν καὶ συγκλητικῶν οὐ μάλα ἑκόντων. (Β.) Οὕτω τοί‐ νυν καὶ ἡ σεμνὴ τῶν ἐπισκόπων αὕτη φατρία, τοὺς ἡμῶν διω‐ γμοὺς ὀρχησαμένη, τῷ Παλαμᾷ καὶ ἀλλήλοις συνεχώρουν ἑξῆς τὰ τῆς ἀσεβείας ἐγκλήματα, προτερήματα μᾶλλον αὐτὰ προσει‐ πόντες καὶ δόγματα εὐσεβείας, τῆς ἀντιμισθίας εὐθὺς ἑπομένης
10αὐτοῖς ἀναλόγως καὶ τῶν ἐπάθλων, διὰ τῶν ἐκ βασιλικοῦ τρί‐ ποδος θεσπισμάτων. διανομαὶ ταῦτα χρημάτων καὶ κτημάτων πρόσοδοι καὶ ἱερῶν φροντιστηρίων πολυανθρώπων ἐκδόσεις πρὸς ἀνθρώπους ἀμαθεστάτους ὡς τὰ πολλὰ, καὶ πλὴν τοῦ χρη‐ ματίζεσθαι πλέον εἰδότας οὐδέν· παραπλησίως ὥσπερ τὰς φο‐
15νικὰς προγραφὰς τῶν πάλαι τῆς Ῥώμης εὐπατριδῶν καὶ συγκλη‐ τικῶν Σύλλας μὲν Κορνήλιος πρότερον, Ἀντώνιος δ’ ὕστερον, τυραννικώτερον τῇ ἐξουσίᾳ ἐπιπηδήσαντες· πλὴν ὅτι ἐκείνοις μὲν σωμάτων γίνεσθαι φονευταῖς ἐγεγόνει διὰ τὴν τῶν κτήσεων ἁρ‐ παγὴν καὶ διανομήν· τούτοις δὲ ψυχῶν ὁμοῦ καὶ σωμάτων ὄλε‐
20θρος ἅπας ἐπραγματεύετο· ψυχῶν μὲν τῶν ἰδίων, ὑπὲρ ὧν ἠπείγοντο· σωμάτων δὲ τῶν ἀλλοτρίων, καθ’ ὧν ἠπείγοντο. (Γ.) Ἔπειτα ψηφίζονται καθ’ ἡμῶν ἐφ’ ἑτέραις ἑτέρας διανομὰς κολάσεων ἀϊδίους· ὥσπερ ἐν ταῖς ἀρχαιρεσίαις τοῖς πάλαι Ῥω‐
μαίοις ἐδρᾶτο· πλὴν ὅτι ἐκείνοις μὲν ἀρχαιρεσιάζουσι, τιμαὶ

2

.

1023

καὶ βραβεῖα τοῖς ἀριστεύουσιν ἐψηφίζοντο· τούτοις δ’ ἀφορμαὶ καὶ σκέμματα κακίας, μὴ ὅτι κατὰ τῶν ζώντων, ἀλλ’ ἤδη καὶ αὐτῶν τῶν τεθνεώτων. καθαιροῦσι γὰρ κἀκείνους καὶ ἀναθεμα‐ τίζουσιν, ὑφ’ ὧν αὐτοὶ καθῃρέθησαν διὰ τὴν ἀσέβειαν τῶν και‐
5νοτομηθέντων δογμάτων, οὑτωσὶ τοὺς τῆς ἀσεβείας ἐλέγχους διαδρᾶναι νομίσαντες, μὴ πρὸς ἐπισκόπων δῆθεν, ἀλλ’ ὑπὸ καθῃρημένων καθαιρεθέντες· καὶ ταῦτα τῶν γε πλειόνων ὑπαρ‐ χόντων αὐτῶν, οἳ σὺν τῷ πατριάρχῃ τότε καὶ τοῖς ἐπισκόποις ἐκείνοις ἦσαν οἱ Παλαμᾶν τε αὐτὸν καθῃρηκότες καὶ ἀναθεματί‐
10σαντες καὶ ἅμα τοὺς ἀμφ’ αὐτόν· δι’ ἃ σήμερον ἑαυτοὺς ἀνα‐ θεματίζουσιν, ὑπερμαχοῦντες τοῦ Παλαμᾶ. ἐζήτουν γὰρ μᾶλ‐ λον ἁμαρτάνειν ἀνέγκλητα, ἢ τοῖς ἐπιτιμίοις ὑπείκοντας εὐσε‐ βεῖν, καὶ δι’ ἀπώλειαν μᾶλλον ψυχῆς σωματικῶς εὐπραγεῖν. (Δ.) Ὅμως οὐδ’ ἀπώλειαν ᾤοντ’ εἶναι ψυχῆς τὰ δρώμενα. πῶς
15γὰρ, οἳ τυραννικώτερον τρόπον τὸ αὐτεξούσιόν τε καὶ βουλόμε‐ νον τοῦ θεοῦ σφετερισάμενοι, τό γ’ εἰς αὐτοὺς ἧκον, αὐτὸν μὲν ἐν κόλποις δήπου τῶν οὐρανίων θαλάμων περιγράψαντες συνε‐ κάλυψαν, ἀνυπόστατον δέ τινα καὶ ἀνούσιον ἐθεοποίησαν ἐνέρ‐ γειαν, ταὐτὸν εἰπεῖν ἀθεΐαν· ἵν’ ἁμαρτάνωσιν ἀνέγκλητα, καὶ
20ἄφεσιν ἀλλήλοις ἁμαρτημάτων διδόναι τε καὶ ἀντιλαμβάνειν αὐ‐ τεξουσίως ἔχωσι, καθάπερ οἱ τὰ ἐν ἀγοραῖς ὄψα πιπράσκοντές τε καὶ ὠνούμενοι. εἰς τοῦτο γὰρ οἶμαι τείνειν καὶ ὃ πρὸς τοῖς
ἄλλοις ὑπὸ τοῦ Παλαμᾶ καὶ τοῦτο δογματιζόμενον βλασφημεῖ‐

2

.

1024

ται· ἀνάρχους δηλαδὴ τοὺς ἀνθρώπους καθίστασθαι καὶ ἀκτί‐ στους· ταὐτὸν δ’ εἰπεῖν ἐνυποστάτους καὶ ἐνουσίους θεοὺς, ἀπειράκις ἀπείρους, τῶν ἀπειράκις ἀπείρων (χρὴ γὰρ κατ’ ἐκεῖ‐ νον ἐνταῦθα καλεῖν) ἐνεργειῶν καὶ θεοτήτων, ἀκτίστων καὶ
5ἀνουσίων θεῶν, ταὐτὸν δ’ εἰπεῖν μηδένων. τῷ γὰρ ἀκτίστῳ καὶ ἀνυποστάτῳ τὸ μηδὲν μήτ’ εἶναι μήτε πιστεύεσθαι πᾶσιν ἀν‐ θρώποις δοκεῖ καὶ πιστεύεται, καὶ αὐτοῖς γε τοῖς βρέφεσιν, εἶναι ταὐτόν. οὐδεμία γὰρ (φησὶ) φύσις, ὅτι μὴ τόδε ἐστὶν, ἀλλ’ ὅτι τόδε. ἡ τοῦ ὄντος θέσις οὐχ ἡ τοῦ μὴ ὄντος ἀναίρεσις.
10(Ε.) Οὕτω μειρακιωδῶς ἐνεανιεύσαντο κατὰ τῆς εὐσεβείας, καὶ οὕτως ἀσύνετα καθ’ ἡμῶν εἰργάσαντό τε καὶ ἐβουλεύσαντο, ταῖς ἡμετέραις συμφοραῖς τὴν ἑαυτῶν ἑστιῶντες θηριωδίαν, καὶ πᾶν πονηρὸν ῥῆμα καθ’ ἡμῶν ψευδόμενοι συνέθεντο, καθ’ ὅσα καὶ οἷά σφισιν ὑπηγόρευε τὸ θυμούμενον τῆς ψυχῆς· καὶ ἀγορὰς
15καὶ θέατρα πάντ’ ἐμπεπλήκασι δι’ ἐμμίσθων κηρύκων, λαμπρὸν εἰς ἀνανταγώνιστον πίστωσιν τῶν ἀκουόντων ἐπιτηδεύσαντες τὸν ἡμέτερον συγκλεισμόν· ἵνα καθ’ ἡμῶν τε πλάττοντες ἐπιψηφί‐ ζωσιν ὁποῖα καὶ ὅσα βούλοιντο καὶ ἅμα πλείους τῶν ἀσυνέτως ἐχόντων μαθήσεως πρὸς τὴν σφετέραν αὐτῶν ἀσέβειαν προσε‐
20ταιρίζωνται, τοῦ παρὰ πόδας ἐλέγχου κατὰ διάμετρον ἱσταμέ‐ νου, μήτε θεὸν φοβούμενοι, μήτ’ ἀνθρώπους αἰδούμενοι, μήτ’ εἰς τὸ μέλλον εἶναι πιστεύοντές τινα τῶν ἐνταῦθα δρωμένων κρί‐
σιν, μήτε κατάστασιν ἀμοιβῆς ἀγαθῶν καὶ κακῶν, ὡς τὰ ἱερὰ

2

.

1025

διδάσκουσι λόγια. (ϛʹ.) Ἀλλὰ ταῦτα καὶ τὰ τοιαῦτα μακραῖς τισι βίβλοις καὶ κύρβεσιν ἀναγράψαντες καὶ τομογραφήσαντες οἰκειοχείροις ὑπογραφαῖς ἐβεβαίωσαν ἅμα βασιλεῖ τε καὶ πα‐ τριάρχῃ πάντες ἐπίσκοποι καὶ πρεσβύτεροι· οἱ μὲν καὶ χειρὶ καὶ
5γνώμῃ θελούσῃ· οἱ δὲ χειρὶ μὲν, γνώμῃ δ’ οὔ· καὶ τοὐναντίον αὖθις ἕτεροι. ἦσαν γὰρ οἳ γνώμῃ μὲν καὶ γλώττῃ δημοσίᾳ τὴν ὁμολογίαν παρέσχον, χειρὶ δ’ οὒ, τὴν μέλλουσαν φεύγοντες λοι‐ δορίαν. προὔκειντο γὰρ, οἷς μὲν ἂν μὴ συμφωνεῖν ἐξῇ, βασανι‐ στικαὶ ἀδοξίαι· οἷς δ’ ἐνῆν τὸ πείθεσθαι ῥᾴδιον, τούτοις δ’ ἀμοι‐
10βαὶ χρημάτων καὶ τιμῶν παντοδαπῶν. τούτοις πολλοὶ καὶ τῶν ἐμῶν ἑάλωσαν φίλων, κἀξ ἐναντίου μοι ἔστησαν, καὶ ἐξεβιά‐ ζοντο μᾶλλον αὐτοὶ προδιδόντες καὶ ζητοῦντες τὴν ψυχήν μου, καὶ δολιότητας ὅλην τὴν ἡμέραν μελετῶντες, καὶ γλῶτταν κινοῦν‐ τες ἀεὶ κατ’ ἐμοῦ. (Ζ.) Τούτων εἷς μοι καὶ ὁ καλὸς ἐγεγόνει
15Καβασίλας, τῶν φίλων ὁ βέλτιστος, πρᾶγμα, πρὶν γενέσθαι, μηδ’ εἰς ἐνθύμησιν ἧκον· ὃ καὶ σφόδρα τοι κομιδῇ τεθαύμακα, καὶ θαυμάζων οὐ παύομαι, πρός τε τὸ βαθὺ γῆρας ἀποβλέπων τἀνδρὸς καὶ τὴν διὰ βίου βαθεῖαν ἐγκράτειαν καὶ ἀκτημοσύνην. ἀλλὰ γὰρ ἦ σοφὸς ἦν ἐκεῖνος, ὃς πρῶτος ἐν γνώμῃ τόδ’ ἐβά‐
20στασε καὶ γλώττῃ διεμυθολόγησε, τὸν μακρὸν ἅπαντα φύειν τ’ ἄδηλα χρόνον καὶ τὰ φανέντα καλύπτειν. τἄλλα γὰρ ὢν καὶ φαι‐ νόμενος καὶ ὁ ἀνὴρ οὑτοσὶ καλὸς κἀγαθὸς ἔλαθε δόξης ἐρῶν
ἀνθρωπίνης καὶ κομιδῇ κολακείας ἡττώμενος. καὶ συγγνώμη

2

.

1026

τἀνδρὶ, δύσμαχον τυραννίδα ψυχῆς ἐνεγκεῖν οὐδαμῆ δυνηθέντι. καίτοι ἐχρῆν τοῦ σοφοῦ Διογένους πεισθῆναι τοῖς λόγοις· ὃς πυθομένου τινὸς, ὅπως ἄν τις ἔνδοξος τάχιστα γένοιτο καὶ ῥᾳ‐ δίως, ἀπεκρίνατο· εἰ δόξης καταφρονεῖν δυνηθείη. εἰ δέ τῳ
5δοκοίη, τὸ πάθος ἐθέλοντι θεραπεύειν καί τι τῆς μέμψεως ὑφαι‐ ρεῖν, μὴ διὰ δόξης ἔρωτα καταψηφίζεσθαι, πρὸς τοιοῦτον πτῶ‐ μα κατενηνέχθαι τὸν φίλον, ἀλλὰ τῷ μήτε θεμελίους στεῤῥοὺς ὑποστῆσαι τῇ γλώττῃ σοφίας τῆς θύραθεν, μήτε πεῖραν ἱερῶν εἰληφέναι δογμάτων, οὐκ ἔγωγε διοίσομαι. πολλῷ γὰρ μᾶλλον
10ἂν τοῦθ’ ἑλοίμην ἢ ἐκεῖνο· ὅτι τοῦτο μὲν, ἀκούσιον ὂν, ἐξαι‐ ρεῖται τοῦ τῆς κακίας ὑπερβάλλοντος τὸν φίλον, καὶ συγγνώμης ἰνδάλματα δίδωσιν ἀμωσγέπως αὐτῷ· ἐκεῖνο δ’ ἁπάσας αὐτό‐ χρημα συγγνώμης ἐλπίδας ἀνασοβεῖ, τοῦ ἑκουσίου τῆς γνώμης δίκην ἀχλύος αὐτὰς συνθολούσης. τῇ γάρ τοι φύσει καὶ τῷ πλου‐
15σίῳ τῆς γλώττης τεθαῤῥηκὼς ὁ ἀνὴρ ἐξ ἀρχῆς ταύτῃ τοὺς ἐν‐ τυγχάνοντας διὰ βίου κατέκλυζε, καὶ τροφῆς αὐτῆς ἐπιλανθανό‐ μενος. διὸ καὶ πάντας σοφίας ἐς τοῦτο συγκλείσας τοὺς ἔρωτας, καὶ τοῦτο μόνον ἱκανὸν ἡγησάμενος, τὸ χρυσοῦν ἀπονητὶ συγκο‐ μίζειν θέρος αὐτῷ τῶν ἐπαίνων πάντων, ἥκιστα διὰ φροντίδος
20πεποίηται σοφίᾳ καὶ δόγμασιν ἱεροῖς τὸν τῆς γλώττης κοσμῆσαι δρόμον. ἦ γὰρ ἂν τῶν δυοῖν οὐδενὸς ἐξέπιπτε χρόνων· ἀλλ’ ἀεὶ μὲν τὸ τῆς πολυλογίας, ὡς ἐπὶ πλεῖστον ἁμαρτάνον, διέφευ‐
γεν ἄν· νῦν δ’ εἰς τὸ τῆς ἀσεβείας οὐκ ἂν ἐνέπιπτε βάραθρον.

2

.

1027

(Η.) Τοιούτοις οἶμαι καὶ ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος ἀνδράσι περιτυχὼν, ἐν τῇ τῶν πνευματομάχων περιπεσοῦσιν αἱρέσει, „το‐ σοῦτον ὑμῶν,“ φησὶ, „περιέχομαι καὶ τοσοῦτον ὑμῶν αἰδοῦμαι τὴν εὔκοσμον ταύτην στολὴν καὶ τὸ χρῶμα τῆς ἐγκρατείας καὶ τὰ
5ἱερὰ ταῦτα συστήματα καὶ τὴν σεμνὴν παρθενίαν καὶ κάθαρσιν καὶ τὴν πάννυχον ψαλμῳδίαν καὶ τὸ φιλόπτωχον καὶ φιλάδελ‐ φον καὶ φιλόξενον, ὥστε καὶ ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ καὶ παθεῖν τι ὡς κατάκριτος δέχομαι· μόνον εἰ σταίητε μεθ’ ἡμῶν, καὶ κοινῇ τὴν τριάδα δοξάσαιμεν. περὶ γὰρ τῶν ἄλλων τί χρὴ
10καὶ λέγειν, σαφῶς τεθνηκότων; οὓς Χριστοῦ μόνου ἐγεῖραι, τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς κατὰ τὴν ἑαυτοῦ δύναμιν· οἳ κα‐ κῶς τῷ τόπῳ χωρίζονται, τῷ λόγῳ συνδεδεμένοι, καὶ τοσοῦτον πρὸς ἀλλήλους ζυγομαχοῦσιν, ὅσον ὀφθαλμοὶ διάστροφοι τὸ ἓν βλέποντες, καὶ οὐ τῇ ὄψει, τῇ θέσει δὲ στασιάζοντες· εἴ γε καὶ
15διαστροφὴν αὐτοῖς ἐγκλητέον, ἀλλὰ μὴ τύφλωσιν.“ (Θ.) Ἐγὼ δὲ καὶ ταῦτα καλῶς τε καὶ εὐφυῶς πρὸς τὴν παροῦσαν εὑρίσκων ὑπόθεσιν ἁρμοζόμενα καὶ πλέον ἔχω τι λέγειν αὐτός. ἀνῄρηται γὰρ ἀγάπη πᾶσα καὶ παραμυθία καὶ λόγος φίλων παρήγορος. οὐδαμοῦ σπλάγχνον ἀδελφικὸν, οὐδαμοῦ δάκρυον συμπαθές.
20ὅθεν καὶ ἀνεμνήσθην ἐκείνων τοῦ Σολομῶντος· ἀπέβλεψα γὰρ, ἐκεῖνός φησι, καὶ εἶδον ὑπὸ τὸν ἥλιον, ὅτι οὐ τοῖς κούφοις ὁ
δρόμος, οὐδὲ τοῖς δυνατοῖς ὁ πόλεμος· καί γε οὐ τοῖς σοφοῖς

2

.

1028

ἡ φρόνησις· καί γε οὐ τοῖς φίλοις τὸ εὔελπι· ἀλλὰ καιρὸς καὶ ἀπάντημα συμβήσεται πᾶσιν αὐτοῖς ἀπροσδόκητον ἐκ θεοῦ, πᾶ‐ σαν ὑπερβαῖνον σοφίαν καὶ δύναμιν ἀνθρωπίνην, καὶ πάντα φαυλίζον ἀνθρώπινον ὄγκον καὶ τῦφον. διὸ καὶ σιγᾷν ἔκρινα
5δεῖν, καὶ τῶν τοῦ βίου παιγνίων θαυμάζειν τὰς ἀγχιστρόφους μεταβολὰς, καὶ μηδένα πρὸ τελευτῆς μακαρίζειν. καὶ ὁ μὲν Δαρεῖος ἐκεῖνος ὑπὸ πληγῶν καὶ τραυμάτων ἐπιβούλων εἰς θά‐ νατον ἐλαυνόμενος, ἐπειδὴ διψήσας ᾔτησεν ὕδωρ, καὶ παρῆν οὐδεὶς ἐν ἐρήμῳ καὶ ἀβάτῳ διωκομένῳ γῇ, πλὴν ἑνός τινος ἀν‐
10δρὸς εὐτελοῦς, ὃς ὕδωρ τε ἐκόμισε βραχὺ καὶ ἀνέψυξε πρὸ τῆς τελευτῆς, βύθιον ἀνακλαυσάμενος καὶ δακρύσας, „τοῦτό μοι τε‐ λευταῖον,“ ἔφησε, „τῶν δυστυχημάτων, εὖ παθόντι μὴ δύνα‐ σθαι τὸ προσῆκον ἀμείψασθαι.“ ἐγὼ δ’ ἁπάντων ἀπόντων γνω‐ ρίμων, φίλων, οἰκείων, γειτόνων, ἐν ἀπαραμυθήτῳ καθείρξει
15μόνος καθήμενος μεῖζον εὑρίσκω καὶ τελευταῖον τῶν ἐμῶν δυσ‐ τυχημάτων τουτὶ, μὴ δύνασθαι παντάπασι, μὴ ὅτι τῷ ψυχροῦ ποτήριον παρασχόντι τό γε προσῆκον ἀμείβεσθαι, ἀλλὰ μηδ’ ἔχειν ὃς ἄν μοι τοῦτο διακονήσηται. φέρω τοίνυν ἀρκούμενος, ὅτι ἔχω κύριον, τὸν τῶν κρυπτῶν γνώστην, μάρτυρα τῆς ἀδικίας. ἀλλ’
20ἐκεῖσε ἐπάνειμι. ϛʹ. Οὐ γὰρ ἠρέμει τὸ βάρβαρον ἐκεῖνο καὶ φονικὸν τῆς γνώ‐
μης τῶν παλαμναίων ἐκείνων ἀνδρῶν· ἀλλ’ ἐξ οὐρίας ὠθοῦν τὴν

2

.

1029

ὀθόνην τῆς γνώμης τὸ τοῦ βασιλέως ἔχοντες πνεῦμα Σκύλλαν πελάγους καὶ Χάρυβδιν ἅπασαν κούφως διέπλεον, ἐμποδὼν οὐ‐ δενὸς τῶν ἁπάντων καθισταμένου. ὅθεν τὰ βλάσφημα δόγματα καὶ τὰς ἀνοσίους βίβλους ἐκείνας ἐς δημόσιον ἀνεγνωκότες ἄκου‐
5σμα, ταῖς ἡμῶν καὶ τῆς εὐσεβείας ὕβρεσιν ἀνακεκραμένα, πεί‐ θουσιν αὐτίκα μάλα τὸν βασιλέα τοῖς ἐκ τῶν σφετέρων ὀνείρων προφοιβασμοῖς, τὰ τῆς βασιλείας ἀναδησάμενον σύμβολα, τῷ τε πατριάρχῃ καὶ τοῖς Παλαμικοῖς ἐπισκόποις συλλειτουργῆσαί τε καὶ τῇ θείᾳ τραπέζῃ ταῦτ’ ἐπιθεῖναι χερσὶν ἰδίαις, νέον
10ἀνάθημα νέας θρησκείας νέοις θεοῖς καὶ θεότησιν ἀπειράκις ἀπείροις. ἦν δὲ τὸ μάλιστα συνωθῆσαν τὴν τῆς γνώμης εὐκολίαν αὐτοῦ πρὸς τήνδε τὴν πρᾶξιν οἱ δι’ ὀνείρων μαντικοὶ τρίποδες, πλείστην ὑπισχνούμενοι γῆς καὶ θαλάττης ἀρχὴν, τούτοις τοῖς τρόποις τὰ σφέτερα βεβαιώσαντι δόγματα. (Β.) Καὶ τοῦτο,
15κατὰ μὲν τὸ σφίσι δόξαν, λοιδορίαν εἶχεν ἡμῶν καὶ τῆς εὐσε‐ βείας· τῇ δ’ ἀληθείᾳ γνώμης ἐκείνων εἶχεν εἰκόνα καὶ στήλην ἀσεβείας τὰ γράμματα. ἐπεὶ γὰρ οἱ λόγοι νῦν μὲν εἰκόνες εἰσὶ τῶν πραγμάτων, ὅτε πρὸ τῶν πράξεων ἐν τοῖς τῆς διανοίας ἔτι θαλάμοις γυμνάζονται, καὶ τὰ τέλη ζωγραφοῦσιν ἐκεῖ πως αὐ‐
20τῶν· νῦν δ’ ἕτερον τρόπον καὶ εἰκόνες καθίστανται τῆς ψυχῆς, ὅτε μετὰ τὴν ἔνδον διάσκεψιν ἔργα γίνονται καὶ αὐτοὶ, ψυχῆς ἀπόζοντα ὡς εἰπεῖν, καὶ ὅπως ἕξεως ἔχει καὶ γνώμης αὐτὴ τοῖς
ἔξω διατυποῦντα· τὰς τῆς ἔνδον κακοδοξίας τε καὶ θηριωδίας

2

.

1030

εἰκόνας τοῖς ἔξω λοιπὸν καὶ τάδε πομπεύει τὰ γράμματα, μεσημ‐ βρινῆς ἀκτῖνος περιφανέστερον τὸ βδέλυγμα τῆς ἐσχάτης ὑπάρ‐ χειν ἐρημώσεως αὐτόχρημα. ἀλλὰ τοῦ γε θεομισοῦς ἀναθήμα‐ τος ἐκείνου τῇ ἱερᾷ τραπέζῃ ἐπιτεθέντος ἡ θεία μὲν οὐχ ἥψατο
5ψῆφος, εὐθὺς τὴν ἀνάλογον ἐπιφέρουσα τῇ τόλμῃ κόλασιν. (Γ.) Ἀλλ’ οἱ κύκλῳ περιϊστάμενοι τέως ἐπίσκοποι καὶ πρεσβύτε‐ ροι πάντες ἐβόησαν, οὐχ ἥνπερ ἐχρῆν ἐπιτίμησιν· ὅτι πῶς, ἄν‐ θρωπε, τῷ μόνῳ πάντων ποιητῇ θεῷ θεοτήτων ἐπενεγκεῖν δια‐ φόρων τετόλμηκας πλῆθος, καὶ ἥκιστα δέδιας κατὰ σαυτοῦ τε
10καὶ ἡμῶν καὶ Ῥωμαίων ἁπάντων προκαλούμενος τὴν ἄμαχον ἐκεί‐ νην ῥομφαίαν καὶ τοὺς τῶν κακῶν παιδευτὰς αἰθερίους κεραυ‐ νούς; τούτων μὲν οὖν οὐδὲν τῶν ἁπάντων οὔτ’ εἶπον, οὔθ’ ἧκεν αὐτοῖς οὐδὲν ἐπὶ νοῦν, ἃ καὶ τῆς ἀληθείας ἐγγύτερα ἦν· ἀλλὰ κόλακας ἕκαστοι λόγους προμελετήσαντες ὑπισχνοῦντο καὶ
15προὔφερον, ἃ φύσις δίκης περαίνειν οὐκ οἶδεν· ὅτι τοῖς μὲν πά‐ λαι βασιλεῦσι κοινόν τι καὶ πάτριον σπούδασμα ἦν, κομίζειν ἐν‐ ταῦθα χρυσῷ καὶ ἀργύρῳ καὶ λίθοις πολυτίμοις κεκοσμημένα σκεύη καὶ ἔπιπλα, καὶ τοιαῦτα ἄττα κειμήλια. σὺ δὲ προσή‐ νεγκας δῶρον ἔπηλυ, καὶ οὐδαμῆ ποτ’ ἐγχώριον τῇ τοῦ θεοῦ
20ἐκκλησίᾳ· ἀλλ’ οἷον τῶν ἐξ αἰῶνος κεκόμικεν οὐδεὶς οὐδέπω βα‐ σιλεύς. καὶ σοὶ πλατυσμὸν ὑπισχνούμεθα τῆς ἐξουσίας κατά τ’ Εὐρώπην καὶ Ἀσίαν, οἷον οὔπω τῶν πάλαι βασιλέων εὗρεν οὐ‐ δεὶς, οὐδὲ μείζονος ἀντιδόσεως τετύχηκε πρὸς θεοῦ, τοῦ τὸ
ἀνάλογον τῆς προσαγωγῆς ἀντιδιδόντος κατόπιν, καὶ διὰ τὸ τῆς

2

.

1031

ἀντιδόσεως πρόδηλον ἐμφανίζοντος πᾶσι τὴν μὴ φαινομένην ποιό‐ τητά τε καὶ δύναμιν αὐτῆς, πρός τε τὸ βέλτιστον καὶ τὸ χείρι‐ στον. (Δ.) Ἃ δὴ καὶ ἀκουσθέντα μὲν Βυζαντίοις, ὑπὲρ ὧν τὴν πρόῤῥησιν προεθέσπιζον, ἀκουσθέντα δὲ θεῷ, πρὸς ὃν ἡ
5προσαγωγὴ καὶ ἡ τῶν μελλόντων κρίσις ἀνετίθετο, ταχεῖαν εἰ‐ λήφει τὴν ἔκβασιν· οὐχ οἵαν αὐτοὶ κατὰ τὴν σφετέραν προε‐ θέσπιζον βούλησιν· ἀλλ’ οἵαν αἱ τῆς θείας δίκης ἀῤῥεπεῖς ἐπε‐ ψήφιζον πλάστιγγες, ὑπὸ μάρτυσι τοῖς εἰδόσι. βραχεῖαι γὰρ ἐκεῖθεν ἡμέραι, καὶ πυρὶ κατανηλωκότες πάσας οἰκίας, συλ‐
10λήβδην εἰπεῖν, ὅσαι Ῥωμαίοις πάλαι πολυτελῶς ᾠκοδόμηντο ἐφ’ ἑκάτερα τοῦ πορθμοῦ περί τε τὸ τεῖχος δηλαδὴ τῶν Βυζαντίων καὶ τὴν ἀντιπέρας ἤπειρον, πρὸς τοσαύτην τὰ Ῥωμαίων συνή‐ λασαν στενοχωρίαν πράγματα οἱ τὸ βραχύτατον τουτὶ κατοι‐ κοῦντες φρούριον Γεννουῗται, ὥστε πᾶσαν παράλιον ἠσφαλίσθαι
15πύλην τοῖς Βυζαντίοις· δεδιέναι δ’ ἤδη καὶ περὶ τῆς πόλεως αὐ‐ τῆς, μὴ δραμόντες ἐξαίφνης πυρὸς τὰς πύλας ἔργον ποιήσων‐ ταί τε καὶ εἰσελάσωσιν ἀσχέτῳ ῥύμῃ, ἢ κλίμαξιν ὀλίγαις χρη‐ σάμενοι διὰ τῶν τειχῶν εἰσπηδήσωσι. διὸ τάφροις βαθείαις διει‐ ληφότες ἔξωθεν ἅπαν τὸ πρὸς ἄρκτον τετραμμένον τῶν Βυζαν‐
20τίων πρὸς θάλατταν τεῖχος θαλάττης αὐτὰς ἐν βραχεῖ δεδεί‐ χασι πλήρεις, ὡς ἄβατον ἐντεῦθεν τοῖς πολεμίοις Λατίνοις ἐκ τοῦ σχεδὸν τὸ μέρος ἐκεῖνο γενέσθαι. (Ε.) Οὕτω τῆς τοῦ τό‐ μου προσαγωγῆς ταχεῖαν μὲν, ἀντίθετον δὲ τῇ τοῦ βασιλέως
παντάπασιν ὁρμῇ καὶ προθέσει, τὴν ἀντίδοσιν ὁ θεὸς παρέσχεν,

2

.

1032

ὑπὸ μάρτυσι, μὴ ὅτι τοῖς θωπεύουσιν ἐπισκόποις ἐκείνοις καὶ προθεσπίζουσιν ἃ τέρψιν αὐθημερὸν ταῖς ἀκοαῖς ἐβλάστησε μό‐ νην, καρπὸν δ’ οὐδένα τὸ παράπαν οὐδαμόθεν, ὅτι μὴ τὰ τῶν ἐπισκοπικῶν ἐπαγγελιῶν ἐκείνων καὶ προφοιβασμῶν παντάπασιν
5ἐναντιώτατα· ἀλλὰ καὶ πᾶσι τοῖς πέριξ ἔθνεσιν· ὡς μυκτηρι‐ σμὸν καὶ χλευασμὸν ἅπασι προκεῖσθαι τὰ καθ’ ἡμᾶς, καὶ παρά‐ στασιν ἅπαντας εἶναι νομίζειν ἀναμφισβήτητον τὸ τῆς ἐκβάσεως πέρας, ὅτι παρανομίας καὶ ἀσεβείας ὁ τόμος μεστός. πρὸς γὰρ τὸ τελευταῖον ἐκβὰν ἕκαστον τῶν πρὶν ὑπαρξάντων κρίνεται. τοῖς
10μὲν γὰρ ἐπισκόποις, οἰομένοις εἶναι τὸ τῆς προσαγωγῆς καὶ τοῦ δυσσεβοῦς ἐκείνου ἀναθήματος, τοῦ τόμου δηλαδὴ, τῆς βελ‐ τίονος μοίρας, προθεσπίζειν καὶ προαναφωνεῖν ἐπῄει καὶ κηρύτ‐ τειν τὰς βελτίους ἐκβάσεις περὶ τῆς τοῦ αὐτοκράτορος ἀρχῆς, ὅτι μέχρις Εὐφράτου καὶ Τίγρητος ἐκτενεῖ τοὺς ὅρους. ἐπεὶ δ’
15ἀνεκτὰ τῷ θεῷ τὸ παράπαν οὐκ ἦν τὰ τῆς προσενέξεως, ἀντέ‐ στραπται τὰ τῶν ἐλπίδων· καὶ ἀντ’ Εὐφράτου καὶ Τίγρητος, τῶν μεγίστων ἐκείνων ποταμῶν, τάφρους ὑδάτων μεστοὺς θα‐ λαττίων ὁ βασιλεὺς Καντακουζηνὸς τὰ τῶν Βυζαντίων τείχη προσκλύζειν ἀνώρυξέ τε καὶ ἐτεχνούργησε, τοῖς πολεμίοις ἐξ ἀπο‐
20ρίας μικρὸν ἐπιτείχισμα· ὡς εἶναι τοῖς συλλογίζεσθαι βουλομέ‐ νοις ῥᾴδιον καὶ σαφὲς τὸ συμπέρασμα· ὅτι κακὸν ἄρα καὶ δυσ‐ σεβὲς τὸ τῆς τομογραφίας ἐκείνων ἀνάθημα ὂν κακοδαιμονού‐ σης ἔτυχε καὶ τῆς ἐκβάσεως, καὶ πάνυ τοι σφόδρα ἐναντιωτάτης,
κἀκ διαμέτρου ταῖς σφῶν προῤῥήσεσι τὴν τῶν Ῥωμαίων ἐνεγκαμέ‐

2

.

1033

νης ἀπώλειαν. (ϛʹ.) Ἔξεστι μὲν οὖν ἐντεῦθεν, παρεξετάζοντας καὶ παρατιθέντας, τὴν τῶν παρόντων ὁρᾷν πρὸς τὰ πάλαι συγ‐ γένειαν. σάλος γὰρ καὶ νῦν κατέσχε τὴν τῶν ἐκκλησιῶν ἀκρόπο‐ λιν, θαλασσίου κλύδωνος παντὸς ἀγριώτερος. τὰ πατέρων ὅριά
5τε καὶ δόγματα κατασέσεισται. τῶν ἀρχόντων ὁ τῦφος μετὰ τῆς ἀμαθίας ταράττει δίκην θυέλλης ἅπαντα, πρὸς ὑπερβολὰς καὶ ἐλλείψεις τὰ τῆς εὐσεβείας παρασυρόντων δόγματα. τοῖς μὲν τῶν ἀνθισταμένων χεῖρες ἐπάγονται φονικαί· τοὺς δ’ ἐξορίαι καὶ διωγμοὶ παντοῖοι μερίζονται· τοὺς δ’ εἱρκταὶ συγκρύπτουσι κα‐
10ταχθόνιοι, αὐτοσχέδιοι τοῖς ἔτι ζῶσι δρώμενοι τάφοι. θεολο‐ γοῦσιν ἀδεῶς οἱ βάναυσοι, ἀγορὰς καὶ θέατρα πάντα τοιούτων φωνῶν ἐμπιπλῶντες. ποιμένες ἐλαύνονται· βαρεῖς δ’ ἀντεισά‐ γονται λύκοι κατὰ τῶν ποιμνίων. θεοτήτων ἀκτίστων ὁ ἀριθμὸς εἰς ἄπειρον ἐκτείνεται πλῆθος. λαλεῖται τὸ ψεῦδος ἀφόβως· ἡ
15ἀλήθεια συγκαλύπτεται. διαβάλλουσιν ἡμᾶς ἐφ’ οἷς αὐτοί γε ἐνέ‐ χονται ἐγκλήμασι. θεσμοὶ πατέρων πεπάτηνται. (Ζ.) Καὶ τί δεῖ καθ’ ἕκαστα πάντα διεξιέναι ζητεῖν, ἐξὸν τοὺς ἀναγινώσκον‐ τας παραβάλλειν τοῖς πράγμασι, καὶ συνάγειν ἐκ παραθέσεως τὴν τῶν πάλαι πρὸς τὰ νῦν ὁμοιότητα· φαίην δ’ ἂν καὶ μείζω
20τὴν νῦν εὑρίσκειν κακίαν, ἢ κατὰ τὰς θρυλλουμένας τῶν πάλαι· παρόσον τῆς τότε Ῥωμαίων ἀρχῆς εὐρυτέρας οὔσης ἐν ἠπείρῳ καὶ θαλάσσῃ, καὶ σοφῶν ἀνδρῶν πανταχῆ τῆς οἰκουμένης ἀκμαζόν‐
των, καὶ πάντων μὲν πατριαρχῶν σχεδὸν, καὶ ἐπισκόπων τῶν

2

.

1034

πλείστων, ἐχόντων μετὰ σοφίας ἀνάλογον καὶ τὴν ἐν δόγμασι πεῖραν, ὡς ἔχειν τοὺς διωκομένους πλατεῖαν τὴν χώραν, ἐκ τῆσδε τῆς πόλεως φεύγειν εἰς τὴν ἑτέραν, κἀκεῖθεν εἰς ἄλλην, καὶ αὖ‐ θις ἐκεῖθεν ἐντεῦθεν· καὶ δύνασθαι τοῦ μὲν ἑνὸς κινδυνεύοντος
5μέρους, τῶν δ’ ἄλλων ὑγιαινόντων ἔτι καὶ ἀνθισταμένων, ἐγεί‐ ρεσθαι τὸ πεπτωκός. νῦν δ’ ἐν μόνῳ τῷ Βυζαντίῳ σχεδὸν τῆς ἐξουσίας καθισταμένης ἁπάσης, πατριαρχικῶν δ’ ἐκκλησιῶν καὶ ἐπισκοπικῶν, ὀλίγου δέω λέγειν ἁπασῶν, γενομένων ὑφ’ ἡγεμόσι βαρβάροις, καὶ διὰ ταῦτα τῶν διωκόντων ὁμοῦ καὶ διωκομένων,
10ταὐτὸν δ’ εἰπεῖν λύκων ὁμοῦ καὶ ἀρνίων, ἐν μάνδρᾳ μιᾷ, τῷ Βυζαντίῳ φημὶ, συγκλεισθέντων, μετὰ πολλῆς ἀδείας τὸ τοῦ Χριστοῦ δαπανᾶται ποίμνιον, μηδενὸς μηδαμῆ μηδεμίαν κατα‐ φυγὴν ἀσφαλῆ κεκτημένου, μηδ’ ἐν ψυχῇ λαβεῖν ὁπωσοῦν δυ‐ ναμένου τὸ εὔελπι. καὶ γίνεται τὸ πρᾶγμα πολλῷ βιαιότερον νῦν,
15ἢ κατὰ τὸν Αἰσώπειον μῦθον ἐκεῖνον, ᾧ ἐπὶ καιροῦ Βασίλειος ὁ μέγας ἐχρήσατο παραδείγματι πρὸς παράστασιν τῆς θηριωδίας τῶν τότε διωκτῶν. (Η.) Ἐπεὶ δὲ καὶ τῆς δι’ ὀνείρων ἠναγκά‐ σμεθά πως μαντικῆς ὑπ’ αὐτῶν διὰ μνήμης ἐλθεῖν, δι’ ὧν εἰς τὰ μάλιστα τῆς τοῦ βασιλέως γνώμης τὴν εὐκολίαν ἐξέπληξάν τε
20ῥᾳδίως καὶ ὑπηγάγοντο, φέρε καὶ περὶ τούτων μέτρια λέξωμεν, καὶ ὅσα παρὰ τοῦ προτεθέντος ἀρτίως ἡμῖν εἰς ἀρχέτυπον ἀφη‐ γήσεως Βασιλείου τοῦ θείου ἐρανίσασθαι δυνηθείημεν ἄν. τοὺς γὰρ ἄλλους διὰ συντομίαν παρήκαμεν, ὅσοι τε τὴν τῶν τότε δει‐
νῶν τραγῳδίαν καὶ ὅσοι τὰς ἄλλοτ’ ἄλλως ἄλλας ἑξῆς ἀναφυεί‐

2

.

1035

σας ἐμπαθέστερον διεξίασι. φησὶ τοίνυν οὑτωσί πως ἐκεῖνος· „ἐγὼ διὰ τὴν ἐκ παιδός μοι πρὸς τὸ χωρίον τουτὶ συνήθειαν, βρα‐ χείας σχολῆς ἐκ τῶν κατεχουσῶν ἡμᾶς ἀσχολιῶν ἐπιτυχὼν, ἄ‐ σμενος ἦλθον ἐπὶ τὴν ἐσχατιὰν ταύτην. Τί οὖν χρὴ πρὸς ὀνείρους
5καταφεύγειν, καὶ ὀνειροσκόπους μισθοῦσθαι, κἀν ταῖς πανδή‐ μοις ἑστιάσεσιν ἡμᾶς ποιεῖσθαι παροίνιον διήγημα; Τὸ γὰρ τοῦ Σαβελλίου κακὸν, πάλαι μὲν κινηθὲν, κατασβεσθὲν δὲ παρὰ τῶν πατέρων, ἐπιχειροῦσι νῦν ἀνανεοῦσθαι οὗτοι, οἱ φόβῳ τῶν ἐλέγχων τοὺς καθ’ ἡμῶν ὀνείρους πλάττοντες. ἀλλ’ ὑμεῖς τὰς
10οἰνοβαρεῖς κεφαλὰς, ἃς ὁ ἐκ τῆς κραιπάλης ἀναφερόμενος ἀτμὸς εἶτα ἐγκυμαίνων καταφωτίζει, χαίρειν ἀφέντες παρὰ τῶν ἐγρη‐ γορότων ἡμῶν, καὶ διὰ τὸν τοῦ θεοῦ φόβον μὴ δυναμένων ἡσυ‐ χάζειν, τὴν βλάβην ὑμῶν ἀκούσατε.“ (Θ.) Ὁρᾷς καὶ διὰ τῆς τῶν ὀνείρων πλάνης ἐντεῦθεν εἰς ἐκείνην σαφῆ γινομένην τὴν ἐξο‐
15μοίωσιν· ἅτε τὴν ἡγεμονίαν τοῦ τὰ τοιαῦτα διδάσκοντος ὄντος ἑνὸς ἀεὶ, τοῦ διαβόλου φημί. τρυφῶντες γὰρ καὶ οὗτοι, καὶ λαμ‐ πρὸν ἀκρατοποσίας ἀγώνισμα τὸ τῆς ἁβρᾶς τραπέζης ἔδαφος ἔχοντες, παροίνιον ἀφήγημα τὰς αὐτῶν ἀναπλάττουσι θεοπτείας, καὶ τὴν τῶν μελλόντων ἐξερεύγονται πρόγνωσιν εὐπετῶς, καθά‐
20περ ἐγγάστριον πνεῦμα, ὑπὸ τῆς περὶ τὸν ἐγκέφαλον συναγομέ‐ νης οἰνηρᾶς ἀναδόσεως ναυαγούσης τῆς γλώττης καὶ πλημμελού‐
σης ἀναίδην. καὶ ἅμα θεολογίας ἄρχονται, τὸ θαῤῥεῖν ἔχοντες

2

.

1036

ἤδη προειλημμένον ἐκ τῆς τῶν ἰδίων ὀνείρων μαντικῆς, καὶ ἀντι‐ θέσεις καὶ λύσεις ἐρωτημάτων ἐπάγουσιν, ὁποίας ἂν αὐτοῖς εἴη βουλομένοις. „προβάλλουσι γὰρ (φησὶ) λόγους, οὐχ ἵνα τι χρή‐ σιμον λάβωσι παρ’ αὐτῶν, ἀλλ’ ὅπως, ἐὰν μὴ συμβαινούσας
5τῇ αὐτῶν ἐπιθυμίᾳ τὰς ἀποκρίσεις εὕρωσι, ταύτην ἀφορμὴν δι‐ καίαν ἔχειν δόξωσι τοῦ πολέμου καὶ τῆς κατὰ τῶν εὐσεβούντων
διαβολῆς.“ εἶεν.

2

.

1037

αʹ. Τούτων δ’ ὅμως οὕτως ἐχόντων, καὶ οὕτως ἡμῶν ἐπὶ μα‐ κρὸν, ὡς εἴρηται, φρουρουμένων πάνυ τοι ἀσφαλῶς, πάταγος ἐν μιᾷ τῶν ἡμερῶν μεταξὺ παρὰ τὰς ἡμετέρας ἠκούετο θύρας·
οὗ τὸ ἀπροσδόκητον ἔκπληξίν τινα καὶ θόρυβον ἐνέσταξε τῇ ψυ‐

2

.

1038

χῇ, τῆς συνεχείας ἐκείνης τῶν ἀεὶ προσιόντων παμπόλλων ἡμῖν λήθης ἤδη πυθμέσι κρυβείσης. διασαφησάντων δ’ ὅμως ἐκείνων οἵτινες εἶεν, αἵ τε θύραι πρὸς ἡμῶν ἀνεῴγνυντο κἀκεῖνοι εἰσῄε‐ σαν. ἀγγελιαφόροι δ’ ἦσαν οὗτοι· πρὸς μὲν βασιλέως, ἄνδρες
5τῆς συγκλήτου καὶ εὐγενῶν· πρὸς αὖ τοῦ πατριάρχου, ἐπίσκοποί τε καὶ τῶν ἄλλως ἐλλογίμων ἔνιοι. προσειπόντες οὖν τὰ εἰω‐ θότα καὶ καθεσθέντες ἤγγελλον τὰ ἐπιταχθέντα, λέγοντες ὡς „ἐκ μέσου γενομένων τῶν καινοτέρων ἐκείνων φωνῶν, δι’ ἃς τὴν ἐκκλησίαν ταρᾶξαι συμπέπτωκε, τομογραφίαι καὶ νέα κα‐
10τέστη ψηφίσματα πρὸς ἁπάντων ἡμῶν, τῶν τε ἐπισκόπων δη‐ λαδὴ καὶ συγκλητικῶν, ἅμα βασιλεῖ τε καὶ πατριάρχῃ, ἔχουσαι πρὸς ἀκρίβειαν ἄριστα ἡρμοσμένως· ὡς εἶναί σοι τὸ κωλύον οὐ‐ δὲν ἔτι, κοινωνοὺς ἔχειν ἡμᾶς τοῦ λοιποῦ καὶ ταὐτά σοι φρο‐ νοῦντας.“ (Β.) Πολλῶν οὖν μεταξὺ τηνικαῦτα ῥαγέντων λόγων
15καὶ ἀντιθέσεων, τέλος ἀπῃτήθησαν ἐμφανίζειν τά τε νέα ἐκεῖνα ψηφίσματα καὶ ἅμα τὸν ὀφειλόμενον τούτοις τοῦ Παλαμᾶ λί‐ βελλον, κατὰ τὴν τῶν θείων κανόνων ἔκδοσιν καὶ νομοθεσίαν. φησὶ γὰρ εὐθὺς ἡ πρὸς τῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου προενεχθεῖσα ψῆφος πρὸς τοὺς ὁμοίως ἔχοντας τούτοις, ὡς
20„οὐκ ἄλλοις ἡμᾶς πληροφορεῖτε ὑμεῖς, οἱ ἐπιστρέφειν πρὸς τὴν ἀλήθειαν λέγοντες, εἰ μὴ ἐγγράφους λιβέλλους τῆς πίστεως ὑμῶν ἀγάγητε καθ’ ἑτέραν σύνοδον, ἡμῶν ἔμπροσθεν ὀφείλοντες ἐπὶ
τῶν ἁγίων καὶ ἀχράντων τοῦ θεοῦ λογίων τούτους ἐπιδοῦναι.“ εἰ

2

.

1039

οὖν ἑπόμενοι καὶ ὑμεῖς ἐκείνῃ τῇ θείᾳ καὶ οἰκουμενικῇ τῶν πατέ‐ ρων συνόδῳ τὰ ὅμοια κἀπὶ τῷ Παλαμᾷ πεπράχατε, κἀπὶ τοῖς ὁμοίοις αὐτὸν ἐδέξασθε, ἔργοις ἡμῖν τὰ τῆς γνώμης ἐνδείξασθε, παῤῥησίᾳ τὰ γράμματα φέροντες· καὶ ὁμόφρων ὑμῖν ἔσομαι. εἰ
5δὲ διανομαὶ γερῶν καὶ βασιλικῆς τραπέζης τρυφὴ καὶ χρημά‐ των ἄφθονος χορηγία συνεχέστερον ἀντλουμένη τοῖς βαλαντίοις ὑμῶν καὶ τὸ χαῖρον τῆς ψυχῆς ἐντεῦθεν ἐφελκομένη, προσ‐ κείσθω δ’ ἅμα καὶ τῶν προσηκόντων ἀπειρία μετὰ τῆς ἀμαθίας, ῥᾳδίως ἐξόμνυσθαι τὰ πάτρια πέπεικε δόγματα καὶ τὴν τῶν
10καθεστώτων νομίμων φαυλίζειν εὐγένειαν, εἰδέναι χρεὼν, ὡς οὐδεὶς ἡμῖν οὐδαμῆ ποτε κοινωνίας ἐγγίνεται τρόπος. οὐχ ἧττον γὰρ ἂν ᾖ φωτὶ πρὸς σκότος, καὶ γαλήνῃ πρὸς διαποντίους κλύ‐ δωνας. (Γ.) Ἐκεῖνοι μὲν οὖν μὴ χρείαν εἶναι λιβέλλων ἔφασαν ἐνταυθοῖ, μηδὲ τοιούτων σφίσιν ἀπαίτησιν νῦν. νόμον γὰρ εἶναι
15λιβέλλων ἁπάντων στεῤῥότερον τὸ σφίσι δεδεγμένον τε καὶ δε‐ δογμένον. περὶ δ’ ὧν αὐτοῖς γέγραπται νέα ψηφίσματα, καὶ το‐ μογραφικῶν συνθημάτων, αὐτοὶ ἑαυτοῖς μὴ κεκομικόσιν ἐμέμ‐ φοντό τε καὶ ἐς τὴν τῆς λήθης αὐτόνομον τυραννίδα τὴν τοῦ συμβάντος διαμαρτίαν ἀνέφερον· ὃ διορθοῦν τὴν ὑστεραίαν
20σφόδρα ἐπηγγέλλοντο. (Δ.) Μηδὲ γὰρ εἶναι τῶν εἰκότων, πλὴν ἐκείνων, λόγους ὁμοῦ τῷ πληγέντι διαλυομένους ἀέρι κομίζειν, ἔφασκον ἔγωγε. μᾶλλον γὰρ ἂν ἐκεῖνά γε χρῆναι ποιεῖν ἐμφανῆ,
πρὶν ἢ ἐκείνους αὐτούς. ἐπεὶ καὶ τὰ θεῖα τοῖς ἀποστόλοις εὐαγ‐

2

.

1040

γέλια καὶ τῶν σοφῶν τῆς ἐκκλησίας μυσταγωγῶν αἱ διδασκα‐ λίαι καὶ τὰ ἱερὰ δόγματα γέγραπται μὲν, οὐκ ἐκδέδοται δέ· οὐδ’ ἐκδέδοται μὲν, σεσιώπηται δέ· ἀλλὰ καὶ διὰ πάσης τῆς οἰκου‐ μένης ἀεὶ κηρύττεται, καὶ τῶν γεγραφότων θανόντων ἀθάνατα
5μένει τὰ γράμματα, στήλης ἁπάσης καὶ ἀνδριάντων ἁπάντων μακρῷ μονιμώτερα, μὴ μόνον ζῶσαν καὶ ἔμπνουν τινὰ τοῖς χρω‐ μένοις παρεχόμενα τὴν ὠφέλειαν, ἀλλὰ καὶ τὴν τῶν γεγραφότων προαίρεσίν τε καὶ οἰκονομικὴν σύνεσιν διηνεκῶς εἰκονίζοντα, καὶ τὸ ἀθάνατον ἔμπρακτόν σφισι διδόντων. πέφυκε γὰρ ἀεὶ χειροῦ‐
10σθαι μετὰ ῥᾳστώνης τὰ αἰσθητὰ τὴν τῶν αἰσθητηρίων ἀντί‐ ληψιν, διὰ τὸ συγγενὲς καὶ οἰκεῖον, καὶ πεῖραν ἅμα καὶ γνωστι‐ κὴν ἐμπειρίαν συνάγεσθαι τὸ καίριον ἔχουσαν ἐκ τῆς ὁμιλίας ἀμφοῖν. νοῦς μὲν γὰρ δικαστὴς τῶν ἐν κόσμῳ πραγμάτων ὑπάρ‐ χων νῦν μὲν εἰς αἰθέρα νῦν δ’ εἰς γῆν ἐνεργεῖ, καὶ διὰ τῶν
15αἰσθητηρίων τὰς τῶν πραγμάτων ἀναγινώσκει ποιότητας· καὶ νῦν μὲν διὰ τῆς ἁφῆς ἐρωτᾷ καὶ μανθάνει σωμάτων τραχύτητας καὶ λειότητας, καὶ ὅσα τῷ τοιούτῳ πέφυκεν ὑποκεῖσθαι αἰσθη‐ τηρίῳ· καὶ αὖ διὰ τῆς ὀσφρήσεως ὅσα εὐώδη καὶ μή· καὶ νῦν μὲν διὰ τῆς ἀκοῆς τῶν ἐναρμονίων φωνῶν τὴν ἀντίληψιν ἴσχει·
20νῦν δὲ ταῖς διαφόροις διὰ τῶν ὄψεων βαφαῖς ὁμιλεῖ τῶν χρωμά‐ των· καὶ πρός γε ἔτι νῦν μὲν διὰ γλώττης, νῦν δὲ διὰ γραμ‐ μάτων, ἐφάπτεται τῶν ἀνθρωπίνων ἠθῶν καὶ τὰς τούτων ἀνα‐
γινώσκει ποιότητας. τούτων τοίνυν δυοῖν ὄντων ἡγεμονικωτέρων,

2

.

1041

ὅσα γε πρὸς τὸ διακονεῖσθαι τῷ τῆς ψυχῆς βελτίονι μέρει, νῦν μὲν θατέρῳ μᾶλλον ἐνίους τῶν πάλαι παρέχειν σοφῶν τὴν βελ‐ τίονα μοῖραν ἀκούομεν, νῦν δ’ ἐνίους θατέρῳ. ἡ μὲν γὰρ τῶν ἐνεστώτων ἀντιληπτικὴ καὶ παρόντων μόνον ἡ ὄψις ὑπάρχουσα
5δραστικωτέραν ὅμως ὡς τὰ πολλὰ τὴν τῶν ὑποκειμένων παρέ‐ χεται γνῶσιν· ἡ δ’ ἀκοὴ ἀμβλυτέραν μέν πως, πλατυτέραν δ’ ὅμως. τῶν τε γὰρ παρόντων εὐχερῶς ἀντιλαμβάνεται καὶ τῶν ἀπόντων ὡς παρόντων αἰσθάνεται, δαιμονίως τὰς τοπικὰς συνάπτουσα διαστάσεις. εἰ δέ τῳ μὴ φορτικὸς ὁ λόγος, αὕτη
10καὶ τῶν μελλόντων ἑρμηνεὺς ὁρᾶται τοῖς νῦν, εἴ τις Μωσῆς καὶ Δαβὶδ διὰ πνεύματος θείου τὴν τούτων ἀποθεσπίζει πρόγνωσιν. εἰ οὖν ἐν τοῖς ἄλλως ἔχουσι πράγμασιν οὕτω ταῦτ’ ἔχει, καὶ χρημάτων καὶ χωρίων κρίσεις αἱ πλείους αὐτοπροσώπους ἐπιζη‐ τοῦσιν ἐπιστασίας, καὶ χρόνου δέονται μακροτέρου πολλάκις, καὶ
15ὄψεως ἅμα καὶ ἀκοῆς ἐν ταὐτῷ τὰ κριτήρια διὰ τὴν ἀκρίβειαν τἀσφαλοῦς ἀπαιτοῦσι, πῶς οὐκ ἄν τις ἐνταῦθα τὸ τοῦ ὑπερβάλ‐ λοντος ὄφλημα τοῖς δόγμασιν ἐνεῖναι τῆς τοῦ θεοῦ ἐκκλησίας σταθμῷτο μετὰ πολλοῦ τοῦ κρείττονος; δοτέον οὖν καὶ ἡμῖν, καὶ μετὰ πολλῆς καὶ σφόδρα κατεσπουδασμένης ἐρεύνης ἐξετα‐
20στέον κἀπὶ μακροῖς νυχθημέροις τὰ νέα ταυτὶ γράμματα. τοὺς γὰρ τῶν λόγων καινοὺς καὶ κρίσεις καινὰς ἐπιφέρειν, φασὶν οἱ σοφοὶ, ἢν μὴ θεοῦ μεστός τις ὁ καινοτομῶν ᾖ, καὶ οἷος ὁ θεό‐
πτης ἐκεῖνος ὑπῆρχε Μωσῆς, ὁ τὰ μυρία τῶν Ἑβραίων στρατό‐

2

.

1042

πεδα διὰ τῶν ὑγρῶν τῆς θαλάσσης ἀβύσσων ὡς δι’ ἀνύδρων δια‐ βιβάσας, καὶ τοὐναντίον αὖ διὰ τῆς ἀνύδρου πέτρας ῥεῖν ὑδάτων θαλάσσας παρασκευάσας. θεοῦ γὰρ κελεύοντός τε καὶ συναιρο‐ μένου, καὶ νόμοι λύονται φύσεως. ἢν δέ τις τῶν ἀπὸ τρυφῆς
5καὶ τῆς ὀψὲ κραιπάλης ἕωθεν ἀνατελλόντων ᾖ, ἀνάγκη νοσήματα φύεσθαι μοχθηρὰ καὶ παντοδαπὰ, καὶ διαφόρων εἰσαγωγὰς αἱ‐ ρέσεων πρὸς τὴν καθεστῶσαν ἐκ παλαιοῦ πολιτείαν, καὶ ἀναλύ‐ σεις δογματικῆς ἁρμονίας, καὶ στάθμης ἁπάσης εὐνομουμένης. διόπερ οὐκ ἀταλαίπωρόν τινα καὶ μάλιστά τοι εὔωνον ἡγεῖσθαι
10χρεὼν τὴν τῆς ἀληθείας εὕρεσιν. οὐ γὰρ αὐτοσχέδια καὶ αὐτόμα‐ τα φύεσθαι, καθάπερ τὰς ἐν τοῖς ἄλσεσι βάτους, ἴσμεν τὰ χρή‐ σιμα· ἀλλὰ πόνοις παρέμιξε πλείστοις, καὶ κομιδῇ μακροῖς πε‐ ριετείχισε τοῖς ἱδρῶσιν, ὅτιπερ κεφάλαιον τῶν τῆς ψυχῆς ἀγα‐ θῶν. τί δ’ ἄλλο ψυχῇ τιμιώτερον ἀγαθὸν, ἢ πίστεως ἀκριβὴς
15ἀσφάλεια πρὸς θεόν; σώματος μὲν γὰρ νοσήματα παῖδας ἰατρῶν εἰσκαλοῦσι θεραπευτάς· κἂν μὴ εὐστοχεῖν τὸ σπούδασμα δόξῃ, τὸ βλάβος οὐ πάνυ τοι χαλεπὸν, οὐδὲ τοῦ παρόντος βίου μακρό‐ τερον· τὰ δὲ τῶν θείων δογμάτων ἀῤῥωστήματα οὐχ αἱμάτων ῥήγνυσι ῥύακας, ἀλλ’ αὐτῇ γε αὐτόχρημα τῇ πίστει παρέχει τὴν
20βλάβην, ἀναίμακτον μὲν, ἀλλὰ μάλα τοι σφόδρα καιρίαν καὶ ψυχῆς αἰώνιον καὶ ἀθάνατον πράττουσαν θάνατον, ἧς κόσμος
ἅπας οὐκ ἔστιν ἀντάξιος. διὸ παῤῥησιαστέον ἐστὶ τὰ τοιαῦτα,

2

.

1043

καὶ πρό γε τούτων τοὺς ἐκείνους λιβέλλους, τὰς τῶν ἐπταισμένων μετανοίας κομίζοντας, ἵνα μὴ χεῖρον τῇ ἐκκλησίᾳ τὸ σχίσμα γέ‐ νηται. εἰ δέ γε μὴ βούλοισθε, τίς ἔτι χρεία μαρτύρων; αὐτοὶ γὰρ αὑτοὺς ἀντὶ μυρίων ἑαυτοῖς ἐπ’ αὐτοφώρῳ κατηγόρων ἐστή‐
5σατε, παῤῥησίαν μισοῦντες καὶ φῶς ἀληθείας ἀποστρεφόμενοι. „πᾶς γὰρ ὁ τὰ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται,“ φησὶ, „πρὸς τὸ φῶς, ἵνα μὴ φανερωθῇ τὰ πονηρὰ ἔργα αὐτοῦ.“ (Ε.) Ἀλλ’ ἐγὼ μὲν ταῦτ’ εἶπον· οἱ δὲ τὰ μὲν νεογνὰ καὶ ἀρτι‐ γενῆ ψηφίσματα καὶ τὰς τομογραφίας ἐκείνας κομίζειν ὑπι‐
10σχνοῦντο· τούς γε μὴν ταῖς θείαις ἐκείναις καὶ οἰκουμενικαῖς τῶν πατέρων συνόδοις ἀπαιτουμένους λιβέλλους, καὶ τὸν ἐπὶ τοῖς ἐπταισμένοις μετάμελον, τοῦτο δὲ καὶ μάλα ἥκιστα ἤρεσκεν. ἀλλ’ ὅλαις ἀπηγόρευτο γνώμαις, μήτε γραφῇ τοιαῦθ’ ὅλως πρὸς τοῦ Παλαμᾶ δοθῆναι, μήθ’ ἡμῖν οὐδέσι μεταμελείας ἐφ’ οἷς
15ἡμαρτήκει τρόπους ἀγράφως γοῦν ἐπιδείξασθαι. καὶ πῶς γὰρ ἀρέσκειν ἔμελλέ σφισιν, ὁμόφροσιν οὖσι καὶ ἅμα τὴν ὁμοίαν ὑφορωμένοις ἀπαίτησιν καὶ αὐτοῖς; ὅθεν ἐκεῖνοι μὲν ἀναστάντες ἐπὶ τούτοις ἀπῄεσαν, τῷ τε βασιλεῖ καὶ πατριάρχῃ καὶ τοῖς λοι‐ ποῖς ἐπισκόποις τὰ εἰρημένα ἀπαγγελοῦντες· ἡμεῖς δὲ τὴν χθὲς
20καὶ πρώην καταδικασθεῖσαν ἡμῖν ἐρημίαν ἄγειν οἴκοι λελείμμεθα. βʹ. Τοῖς μὲν οὖν ἄλλοις ἐκείνοις ἀκούσασιν ἤρεσέ τε καὶ δέδοκται δοθῆναι τὰ γράμματα ἡμῖν ἐκεῖνα. Παλαμᾷ δὲ φορ‐
τικός τις καὶ παντὸς Ὀλύμπου βαρύτερος ὁ λόγος ἔδοξε καὶ μά‐

2

.

1044

λα ἀπᾴδων τῆς γνώμης. διὸ καὶ θυμοῦ τὸ ἦθος καὶ τὴν καρδίαν ὑποπλησθεὶς προσῄει τῷ βασιλεῖ, πάντα μᾶλλον ὑπισχνούμενος πάσχειν ἢ τουτοῒ συγχωρεῖν, καὶ τεθνάναι μᾶλλον αἱρεῖσθαι ἢ Γρηγορᾷ διδόναι τὰ γράμματα· μηδὲ γὰρ ἀνέξεσθαι (φησὶ) μὴ
5οὐ τὴν ταχίστην εἰς ἐγγράφους τε καὶ ἀγράφους τῶν τοιούτων ἰέναι ἀνατροπάς· καὶ φροῦδα τὰ τῶν πόνων ἡμῖν ἔσται λοιπόν· καὶ καπνὸν φεύγοντες εἰς πῦρ ἐμπεσούμεθα, τοῦτο δὴ τὸ τῆς παροιμίας· καὶ βραχύ τι δόξαντες ἀναπεπνευκέναι, τοῦτον ὁπώσ‐ ποτε ἀποσκευασάμενοι, μείζους καθ’ ἑαυτῶν ἑκόντες αὖθις
10ἡμεῖς ἐγεροῦμεν θαλάσσας καὶ κλύδωνας ἔριδος. (Β.) Ταῦτα δὴ καὶ τὰ τοιαῦτα βοῶν καὶ ἀποδυρόμενος ἔπειθεν ἅπαντας τά τε ἄλλα καὶ ἅμα τοῖς μὲν ἄλλοις σποράδην καὶ δι’ ἀδήλων πόρων δῆλα ποιεῖσθαι τὰ νέα ταυτὶ θεσπίσματά τε καὶ δόγματα, ὅσοι τῶν ἐγγύς τε καὶ πόῤῥω που γῆς καὶ θαλάσσης οἰκούντων
15εἰσίν· ὁποίους καὶ διὰ τὴν σύνοικον ἀλογίαν ἁλώσιμον ἐκ τοῦ ῥᾴστου θήραμα ταῖς τῆς θρησκείας παγίσιν ἤλπισεν ἔσεσθαι· ἐμοὶ δ’ ἀπηγόρευται μόνῳ παντάπασιν εἶναι μὴ ὅτι γε ἄψαυστον ὄψεσιν, ἀλλ’ οὐδ’ ἄχρι ψιλῆς ἐλθεῖν ἀκοῆς οὐδ’ ὁπωσοῦν οὐδ’ ἴχνος οὐδαμῆ ποτ’ οὐδὲν τῶν ἁπάντων ἐκεῖθεν. (Γ.) Ὧν ἕνεκα
20καὶ τὰς ἐμὰς ἐς πλέον προσεπαττάλευον ἔτι θύρας, μὴ λάθῃ τις αὖρα δι’ αἰθέρος τινὸς ἡμῖν εἰσκομίσασα φήμην ἐκεῖθέν τινα· καὶ φύλακας ἔθεσαν ἔμπροσθέν τε καὶ ὄπισθεν, κἀκ δεξιῶν κἀξ εὐωνύμων, τοὺς ἐμοὺς ἅπαντας γείτονας· οἱ μοναδικὸν ἐπαγγει‐
λάμενοι βίον ἀσκεῖν, καὶ ἀγαπᾷν τὸν πλησίον ὡς ἑαυτὸν ἕκαστος,

2

.

1045

καὶ τοῖς ἐν φυλακαῖς προσιέναι, καὶ λυπουμένους παραμυθεῖσθαι, καὶ ψυχροῦ διψῶντι διδόναι ποτήριον (ἐῶ τἄλλ’ ὅσα καὶ βαρ‐ βάροις ἔθνεσιν εἴθισται δρᾷν συμπαθῆ κοινῇ πρὸς ἅπαντας ὁμο‐ φύλους καὶ ξένους, φυσικῆς ἀγούσης ὁλκῆς ἐς τὸ καμπτόμενον
5τῆς ψυχῆς) οἱ δ’ οὕτω μοι καὶ θηρίων ἑαυτοὺς κατέστησαν πι‐ κροτέρους καὶ τῶν ἐπιταττόντων μακρῷ σκληροτέρους, ὥστε μυριάκις ἂν εἱλόμην θηρίοις ἐν ὄρεσιν ἀγρίοις συνεῖναι, ἢ τοιού‐ τοις ἀνδράσιν. οὕτω μοι καὶ τῶν ἀλλοφύλων ὠμότεροι κατέστη‐ σαν οἱ πλησίον· οἵτινες καὶ ἐς τοσοῦτο θηριωδίας ἐξέκλιναν, ὡς
10καὶ συκοφαντίαις ἐνίους τῶν τὴν αὔλειον τῆς οἰκίας ἡμῶν πα‐ ριόντων περιβαλεῖν, ἐκ μόνης ὑποψίας ἀτεκμάρτου, πλασάμε‐ νοι πρόσρησιν δῆθεν ἐκείνων ἡμῖν ἐγγενέσθαι ποτὲ, τὴν μηδαμῆ ποτε τολμηθεῖσαν. καὶ ταῦτα τίνες; οἱ φιλίας ἀπολελαυκότες μακρᾶς καὶ ποικίλης ἐξ ἡμῶν, ἐν διαφόροις καιρῶν περιστάσεσι,
15καὶ μηδὲν τῶν δεινῶν μηδεπώποτε πειραθέντες ὑφ’ ἡμῶν· πλὴν τοῦ κώλυμά σφισι πολλάκις καθίστασθαι τῆς τε καθ’ ὅλων τῶν ἱερῶν πραγμάτων δαπάνης καὶ τῆς ἑκάστων αἰσχροκερδίας. (Δ.) Ἐκ γὰρ πάνυ τοι νέας καὶ παιδικῆς ἡλικίας, ἐμαυτὸν ἐγκα‐ θιδρύσας τῇδε τῇ μονῇ, παρέμεινα μέχρι καὶ ἐς τὴν τήμερον,
20ἔτος ἀμείβων ἤδη τῆς ἡλικίας ἑξηκοστόν. καὶ πολλῶν μὲν ἐν μέ‐ σῳ πρόξενος ἐγενόμην τῷ τόπῳ καλῶν, συναιρομένου θεοῦ·
πολλοὺς δὲ καὶ τῷ τὴν μονὴν εὐθὺς ἀναδεξαμένῳ καὶ ἐγκαινίζοντι

2

.

1046

φιλοτίμῳ γνώμῃ καὶ χειρὶ σοφωτάτῳ ἐκείνῳ ἀνδρὶ συνηράμην, ἐς ὅσα τε χρείας ἐκείνῳ καὶ ἡμῖν ἔδει καὶ ὅσα τὸ τοῦ φίλτρου δυνάμενον ἡμῖν ὑπηγόρευε. δι’ ἅ μοι καὶ τὴν ἐπιτροπὴν καὶ τὴν τῶν τῆς μονῆς τιμιωτέρων καὶ ἀναγκαιοτέρων ἐπίσκεψιν πραγμά‐
5των ἐπίστευσε, καὶ τρόπον τινὰ διάδοχον ἑαυτοῦ κατέστησε τε‐ λευτῶν ἐκεῖνος ἐνταῦθα. καὶ νῦν οὓς μὲν εὗρον ἀσκουμένους ἐλ‐ θὼν ἐξ ἀρχῆς ἔγωγε ἐνταυθοῖ, πάντες ἐκ πολλοῦ τὸν βίον ἀπο‐ λιπόντες εἰσίν· οἳ δ’ εἰσὶ νῦν, πάντες εἰσὶν ἐμοῦ βουλομένου τὴν μονὴν ἄλλοτ’ ἄλλως οἰκήσαντες τήνδε. (Ε.) Διὰ δὴ ταῦτα
10κἀκεῖνα φιλίας ἡμῖν οἱ σεμνοὶ πατέρες καὶ ἀδελφοὶ καὶ πνευ‐ ματικῆς ἀγάπης ὀφείλοντες ἐκτίνειν σημεῖα, οἱ δ’ ὡς ταῦροι περιέσχον με, καιρὸν εἰληφότες, ὁποῖον ὡς ἔοικεν ἐπεζήτουν· καὶ ὡς ἐν ἀποκρύφοις οἰκοῦντες θῆρες ἔβρυξαν ἐπ’ ἐμὲ τοὺς ὀδόντας αὐτῶν, ἀντὶ ἀγαθῶν ἀνταποδόντες κακά. ἤνοιξαν ἐπ’ ἐμὲ τὸ
15στόμα αὐτῶν, ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν. ἠκόνησαν, ὡς ῥομφαίαν, τὰς γλώσσας αὐτῶν. εἶπον, τίς ὄψεται; δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτὸν, καὶ οὐδεὶς οὐ μὴ μνησθῇ τὸ ὄνομα αὐτοῦ ἔτι. νῦν γάρ μοι κατὰ καιρὸν καὶ τὰ τοῦ προφήτου λέγειν ἐπῄει. τὸν γὰρ ἅπαντα βίον
20αὐτὰ διϊόντι μοι πρότερον οὐχ οὕτω μαθεῖν ἀκριβῶς συνηνέχθη ταυτὶ πρὸς ἀκρίβειαν, ὡς ἀρτίως ἐκ πείρας αὐτῆς, ὁποίας ἐκεῖ‐ νος καὶ ὅσας ἔβοσκέ τε καὶ συνέθαλπε πικρῶς τὰς ἀθέλκτους λύ‐
πας ἐν ψυχῇ. μηδὲ γὰρ ἂν ἄλλως γινώσκειν δύνασθαι μηδένα

2

.

1047

τῶν ὄντων καὶ γινομένων τὰς φύσεις ἐς τἀκριβὲς, μὴ διὰ πάντων ἐλθόντα πραγμάτων ὡς δεῖ, πεῖραν τὴν ἑκάστῳ προσήκουσαν ἑαυτῷ ποριζόμενον. ἐντεῦθεν γὰρ οἶμαι καὶ τὰς ἀρχὰς εἰληφότας τῶν πάλαι, τῷ ὁμοίῳ τὸ ὅμοιον γίνεσθαι φάναι γνώριμον. εἰ
5μὴ γὰρ ἀπέβαλέ τις θανάτῳ γονέας, οὐκ ἂν ἀντίληψίς τις τοῦ πάθους προσήκουσα γίνοιτο τούτῳ, οὐδὲ γνῶσις ἀκίβδηλος, ὁρῶντι τὰ ὅμοια πεπονθότα τὸν γείτονα· ἀλλὰ μενεῖ πρὸς τὸ πάθος παρὰ τοσοῦτον ἀνάλγητος, παρόσον καὶ τοὺς ἐκ γενέ‐ σεως ὁρῶμεν τυφλοὺς ἀναισθήτως διακειμένους, εἴ τις αὐτοὺς
10ἐς χρωμάτων κρίσεις καλοίη. καὶ εἰ μὴ ἀλγηδόνας ὀδόντων ὑπέ‐ μεινέ τις, οὐκ ἂν ἄλλου πάσχοντος συναλγήσειε. καὶ εἰ μὴ ἐῤῥί‐ γωσέ τις περιτυχὼν ἀκμῇ χειμῶνος γυμνὸς, οὐκ ἄν ποτε ῥιγούν‐ των ἑτέρων αἴσθοιτο. χρῆναι γὰρ ἀνάμνησίν τινα γίνεσθαι καὶ ἀναφορὰν ἀφ’ ἑκάστων ὡς παρ’ ἀρχέτυπον τὸ προπεπονθός. εἰς
15δὴ τοιαῦτα πραγμάτων ναυάγια καὶ αὐτὸς ἐμπεσὼν τὰς ἐκείνου φωνὰς ἀφίημι, καιριωτέρας οὐκ ἔχων εὑρεῖν· καὶ ὁμοίως ἐπι‐ βοῶμαι θεὸν, ἐξελέσθαι με πονηρῶν καὶ γλώσσης δολίας καὶ συκοφαντίας ἀνθρώπων καὶ οὐ θηρίων. θηρία μὲν γὰρ αἷμα καὶ σάρκα ἐσθίει, οὗτοι δὲ μυελοὺς δαπανῶσι ψυχῶν.
20 γʹ. Ἀλλὰ γὰρ τούτων οὕτως ἐχόντων, συχναὶ παρῆλθον ἐκεῖθεν ἡμέραι, καὶ ὁ πατριάρχης ἧκεν ἡμῖν· οὐκ οἶδ’, εἴτ’ οἴ‐
κοθεν, εἴτε βασιλέως προστεταχότος· ἧκε δ’ οὖν· γράμμα μὲν

2

.

1048

οὐδὲν κομίζων ἡμῖν, ὧν ἀπῃτοῦμεν· προσηνῆ δέ τινα καὶ ἀστεῖα ἐπαγόμενος ἤθη, πειθοῦς ὡς ᾤετο δημιουργὰ, καὶ πλείστην ἔχον‐ τα τὴν αἰδὼ πρὸς ἡμᾶς, παρὰ τὴν αὐτοῦ λίαν ὑπάρχοντα φύ‐ σιν. οἷς συνύφαινέ πως καὶ προὐβάλλετο, διὰ τὸ ἀνυσιμώτερον
5τῆς βουλήσεως, καὶ τὸ μακρὸν καὶ δυσχερὲς τῆς οἴκοθεν ὁδοῦ, τὸ σῶμα καχεξίας τινὸς ἐνοχλούσης τηνικαῦτα. κἄπειτα πολλά μοι τἀγαθὰ ἐπηγγέλλετο, δέχεσθαι θελήσαντι τὴν τοῦ Παλαμᾶ κοινωνίαν ἀντιλογίας ἁπάσης ἐκτός. „τὰς γὰρ τοιαύτας ἀντιλο‐ γίας,“ ἔλεγεν, „Ὁμήρου καὶ Πλάτωνος εἶναι ἀκούω, τῶν σῶν δι‐
10δασκάλων· οἳ σοφοὶ μὲν ἦσαν, ἀλλὰ μὴ δεξάμενοι τὸν Χριστὸν ἀπεκηρύχθησαν ὡς αἱρετικοί. ὥσπερ οὖν ὕστερον ἐλθοῦσαι αἱ σύνοδοι τῶν ἁγίων πατέρων καὶ ἀποστόλων καὶ προφητῶν κατέ‐ λυσαν ἐκείνους, ἀγράμματοι ὄντες, οὕτω δὴ κἀγὼ ἀγράμματος ὢν τὴν σὴν καταλύσω σοφίαν· καὶ πληροῦται τὸ ῥηθὲν διὰ τοῦ
15προφήτου· ποῦ σοφὸς, ποῦ γραμματεύς;“ (Β.) Λόγων δὲ κἀν‐ ταῦθα τοῖς ἄλλοις ὁμοίων δαπανηθέντων, διελύθημεν ἐν κενοῖς, μηδενὸς ὧν ἐκεῖνος ἐβούλετο γενομένου, καὶ ὧν ἕνεκα κεκοπίακεν. οὐδὲ γὰρ πολλῶν ἡμῖν ἐδέησε λόγων πρὸς ἄνδρα βαναυσώδη καὶ ζάκοτον, καὶ τοῦ λέγειν ἁπλῶς προχειρότερον τὸ πλήττειν ἔχον‐
20τος καὶ γλώττῃ καὶ χειρί. διὸ τὰ τοῦ θείου πατρὸς Βασιλείου δανεισάμενος προὔτεινα καὶ αὐτὸς ἐν βραχεῖ, ὡς „ἕν γε τοῦτο τολμῶ καυχᾶσθαι ἐν κυρίῳ, ὅτι οὐδέποτε πεπλανημένας ἔσχον
τὰς περὶ θεοῦ ὑπολήψεις· ἀλλ’ ἣν ἐκ παιδὸς ἔλαβον ἔννοιαν περὶ

2

.

1049

θεοῦ παρὰ τῶν μακάρων γονέων μου καὶ τῶν θρεψαμένων ἐμὲ, ταύτην αὐξηθεῖσαν ἔσχον ἐν ἐμαυτῷ· πίστιν δὲ οὔτε παρ’ ἄλλων γραφομένην νεωτέρων παραδεχόμεθα, οὔτ’ αὐτοὶ τὰ τῆς ἡμετέ‐ ρας διανοίας γεννήματα παραδιδόναι τολμῶμεν, ἵνα μὴ ἀνθρώ‐
5πινα ποιήσωμεν τὰ τῆς εὐσεβείας ῥήματα· ἀλλ’ ἃ παρὰ τῶν ἁγίων πατέρων δεδιδάγμεθα, ταῦτα τοῖς ἐρωτῶσι διαγγέλλομεν.“ καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον. (Γ.) Ἐς δὲ τὴν ἐπιοῦ‐ σαν παρῆσαν αὖθις ἐκεῖθεν ἀπεσταλμένοι συχνοὶ τῶν τῆς ἐκκλη‐ σίας ἀρχόντων, καὶ μετ’ αὐτῶν εἷς τις τῶν ἐμῶν μαθητῶν, ἄν‐
10τικρυς ἄλλος τοῦδε· ὃς ἀφ’ οὗ τὸ μοναδικὸν ἐνδέδυται σχῆμα, ταὐτὸν ἐπεπόνθει καὶ οὗτος, ὅπερ ἐκεῖνος χερσὶν εἰληφὼς ἐκ τοῦ δείπνου τὸν σωτήριον ἄρτον. ὡς γὰρ εἰς ἐκεῖνον εὐθὺς τὸν διά‐ βολον εἰσελθεῖν ἐγεγόνει, παραπλησίως δὴ καὶ τἀνδρὶ τουτωῒ σαφῶς ὁ αὐτὸς ἐπεπήδησε διάβολος, εὐθὺς ἀμείψαντι τὸ σχῆμα.
15εἰς γὰρ κακότεχνον ψυχὴν χώραν οὐκ ἔχειν φασὶ καὶ χάριν θεοῦ. τοσοῦτον γὰρ ταῖς ἄλλαις καθ’ ἡμῶν ἐπιβουλαῖς καθάπαξ οὗτος ἐκεῖνον ὑπερβαλέσθαι πεφιλοτίμηται, ὡς μηδ’ ἐνταῦθα γενόμε‐ νον μόνον ἐᾶσαι τὴν πρόδοσιν Ἰούδαν ἐκεῖνον ἐγκαλεῖσθαι. ἀλλὰ γὰρ πλείστους καὶ οὗτοι κενώσαντες λόγους, τὸν ὅμοιον τρόπον
20τοῖς ἄλλοις, καὶ πλείστας τοῖς λεχθεῖσι τὰς ἀπειλὰς ἐπῳκοδομη‐ κότες ἀπῄεσαν ἄπρακτοι καὶ αὐτοί. (Δ.) Καὶ ἅμα συνῄεσαν αὖθις συχνότεραι τῶν προτέρων παραγγελίαι παμπληθὲς, παρι‐ οῦσαι τὰς πρὶν, ἐς τοὺς γείτονας φύλακας ἡμῶν· οὓς ἐπόπτας
ἡμῖν πικροτάτους ἐπέστησαν, πανόπτας δ’ εἰπεῖν οἰκειότερον,

2

.

1050

κατὰ τὸν ἀττικίζοντα μῦθον ἐκεῖνον· εἰ μὴ καὶ πολλῷ δεινοτέ‐ ρους τούτους εἴπῃ τις ἄν· ὅτι ἐκεῖ μὲν ἑνί τινι ὄντι πολλοὺς πα‐ ρέχουσιν ὀφθαλμούς· ἐνταῦθα δὲ πολλοί τινες ὄντες, καὶ διαφό‐ ρους καὶ πολυμόρφους τρέφοντες γνώμας, ἅμιλλαν ἔχουσιν ἐς
5τὸ πλείους ἄλλος ἄλλου φανῆναι τὰς ἐποπτικὰς κεκτημένος δυ‐ νάμεις. (Ε.) Μετὰ πολλὰς δ’ αὖθις ἡμέρας κατὰ δή τινα χρείαν ἐδέησε πατριάρχης ἰέναι ἐς τὴν καθ’ ἡμᾶς αὖθις ἱερὰν μάνδραν· καὶ αὐτοπροσώπως μὲν τέως ἡμῖν αὐτὸς οὐχ ὡμίλησε, δι’ ἀποστόλων δ’, ὅσα καὶ πρότερον εἶχε πεφροντισμένος, μηδὲ
10νῦν τὰ ζητούμενα γράμματά μοι κεκομικώς. καὶ πάλιν ἦμεν ἐν τοῖς αὐτοῖς. κἀκεῖνος ἀπῄει λοιπὸν, τὰς τοιαύτας ἐλπίδας εἶναι γρηγορούντων μανθάνων ἐνύπνια. δʹ. Ἐκεῖθεν αὖθις ἡμέραι παρίππευον πέντε καὶ δέκα, καὶ ὁ τῶν φίλων ἡμῖν βέλτιστος ἐκεῖνος ἧκε Καβασίλας, λαθραίων
15καὶ ποικίλων βουλευμάτων πατριαρχικῶν ὁμοῦ καὶ βασιλικῶν ἐπαγόμενος φόρτον, καὶ μηχαναῖς οἱονεί τισιν ἑλεπόλεσι πεφρα‐ γμένος ἐκεῖθεν παντοδαπαῖς, ἅτε συνετὸς καὶ πολυπράγμων ἀνὴρ καὶ ποικίλων ἴδρις πραγμάτων καὶ λόγων πολιτικῶν· σὺν δ’ αὐ‐ τῷ καὶ τῶν πατριαρχικῶν ἀρχόντων εἷς, τοῖς πανόπταις ἐκείνοις
20καὶ δεινοῖς ἡμῶν φύλαξιν ἀκώλυτον ἐπιτάττων τουτωῒ τὴν εἴσο‐ δον παρασχεῖν. καί μοι κατὰ τὸ εἰωθὸς προσειπὼν, εἶτα ἐκάθισε
κύψας τὸ πρόσωπον εἰς γῆν. ἐμοὶ μὲν οὖν ἐμπαθέστερον ἔδοξε

2

.

1051

τοῦτον διατεθῆναι, τὴν τῆς ἐμῆς οἰκίας εὐθὺς θεασάμενον συμ‐ φορὰν καὶ τὴν καινὴν τραγῳδίαν, καὶ διὰ τοῦτο καθ’ ἑαυτὸν γενόμενον ἐπὶ τούτου καθίσαι τοῦ σχήματος, ἡσυχῇ πάθος (ἐν‐ τὸς τὰς αἰσθήσεις εἰς τὰ τῆς ψυχῆς ἀπόῤῥητα στρέψαντα) καὶ
5τὰς τῆς τύχης ἐν νῷ συνορῶντα μεταβολάς· πῶς ὁ τὰ πλεῖστα φθεγξάμενος οἶκος ἄφθογγος ἐξαίφνης κατέστη; καὶ πῶς αἱ τῶν ἀεὶ προσιόντων ἄλλοτ’ ἄλλων σοφῶν συναυλίαι καὶ λογι‐ καὶ πανηγύρεις καὶ τὰ σεμνὰ τῶν ἀγώνων ἐκείνων παλαίσματα φροῦδα γέγονεν ἐν βραχεῖ; καὶ πῶς οἱ τῶν μαθηματικῶν πηγῶν
10ἀταμίευτοι ῥύακες νῦν ἀταμίευτα σιγῶσαν τὴν ἐρημίαν ἠλλάξαντο; καὶ πῶς οἱ τῶν πολλαχόθεν ἀποριῶν καὶ λύσεων τῆς ἀστροθεά‐ μονος σοφίας δίαυλοι νῦν ἐν τοῖς τῆς λήθης ἐκρύβησαν τάφοις; ἐμοὶ μὲν οὖν τοιαῦτ’ ἐδίδου τὸ σχῆμα τοῦ φίλου λογίζεσθαι, καὶ ὅσα πλείω τούτοις ἕπεται. (Β.) Διὸ καὶ λέγειν ἀρξάμενος
15ἔγωγε περὶ μὲν τῶν ἡμετέρων ἥκιστά σε, φίλων ἄριστε, χαλε‐ παίνειν ἔφασκον εἶναι χρεὼν, ἐπεὶ μηδὲν τῶν ἐν βίῳ χρηστῶν ἀμι‐ γὲς οὐδ’ ἄκρατον ἔχει τὸ χαῖρον· ἀλλὰ μέμικται πάντα πρὸς τοῦ Θεοῦ, καθάπερ χαλινῷ τινι τὴν διαμονὴν τοῦ φρονεῖν ἐν μέτροις κατέχοντος· εἶναι γὰρ παγχάλεπον, εὐροοῦντα ταῖς ἀμωσγέπως
20μακαριζομέναις τύχαις τοῦ βίου μένειν ἐν τῷ καθεστῶτι τοῦ ἤθους. περὶ δὲ σοῦ μοι θαυμάζειν ἔπεισι, πῶς τοσούτου χειμῶ‐ νος τὰ τῆς ἐκκλησίας ταράξαντος δόγματα, ἥκιστα γινώσκειν
τοῖς φίλοις ἡμῖν, οἷς τὰ μάλιστα θαῤῥεῖν ἐδόκεις, οὔπω δέδω‐

2

.

1052

κας ἡμῖν οὐδὲν ἀκριβές· ἀλλ’ ἀφῆκας παντοδαπαῖς πλανᾶσθαι φήμαις, καὶ ἀμφισβητεῖν, πότερον τοῖς ὅροις ἐκείνοις ἐμμένεις καὶ σὺ, καθάπερ ἡμεῖς· ἢ καθάπερ θυέλλης τῆς τοῖς δόγμασιν ἐνσκηψάσης νῦν καταιγίδος, καὶ ἄλλων ἄλλοθι φερομένων, κα‐
5θάπερ τῶν πλοίων τὰ ἀκυβέρνητα, φέρων καὶ σὺ σαυτὸν τοῖς ἐναντίοις ἐπέῤῥιψας, καὶ γλώττης ἀφειδῶς καθ’ ἡμῶν ὁμοίως ἔχεις ἐκείνοις. καίτοι γ’ ἀνάγκην ἥκιστ’ ἴσμεν οὐδεμίαν βίᾳ πε‐ ριοῦσαν, πείθειν τῇ θρησκείᾳ καὶ τὴν φιλίαν ὁμοῦ συνεξίστα‐ σθαι· ἐπεὶ καὶ Λιβάνιον, Ἕλληνα τὴν θρησκείαν ὄντα, Βασι‐
10λείῳ φίλον εἶναι ἐνῆν τῷ μεγάλῳ· καὶ τοιούτων ὁ βίος γέμει παραβολῶν. Ἔπειτ’, οὐδὲ θέλων, τῷ Παλαμᾷ προστίθεσθαι δυνηθείης ἄν. οἶσθα γὰρ ὡς Ἰωάννῃ τῷ πατριάρχῃ ζῶντι συ‐ χνὰ καὶ μετά γε πολλῆς τῆς αἰδοῦς προσιὼν, αὐτὸν μὲν τοῖς ἁγίοις συνέταττες ὅλαις προθέσεσι τῆς ψυχῆς· Παλαμᾶν δ’ ὁμοῦ
15βασιλεῖ Καντακουζηνῷ πάσαις ἔπλυνες ὕβρεσι νύκτωρ καὶ μεθ’ ἡμέραν, καὶ ἀσεβῶν ἀσεβεστέρους ἁπάντων ἐκάλεις· καί σφισι ταχὺν τὸν ἀφανισμὸν ἔσεσθαι προὔλεγες· ὡς ἥκιστα μάλα σοι περιΐστασθαι νῦν, τὴν πρὸς τἀναντία μεταβολὴν ἁρμόττουσαν εἶναι, συνέσεως οὕτω καὶ γήρως ἔχοντι, καὶ συνορᾷν δυναμένῳ
20τῆς αἰσχύνης τὸ μέγεθος. ποῖον γὰρ ἔτι χρόνον τῶν καθηκόντων ἀναμενεῖ τις σύμβουλον, ἐν τοιαύτῃ γεγονὼς ἡλικίᾳ; καὶ πάσαις μὲν γὰρ ἡλικίαις καὶ τύχαις ἀνάγκη φόβον εἶναι θανάτου, ἀγνω‐
σίᾳ μυστικῇ τοὺς κανόνας ἡμῖν τῆς ζωῆς τοῦ θεοῦ συγκαλύπτον‐

2

.

1053

τος, μάλιστα δὲ τοῖς τὸν ἔσχατον οὕτως ὅρον τῆς ἡλικίας σκηνο‐ βατοῦσιν· ὅτε μάλιστα καὶ τῆς ἀκμῆς ἐκείνης ἡ πανήγυρις ἤδη σβέννυται, καὶ τὸ τῶν μακρῶν ἐλπίδων ὡς τὰ πολλὰ παρατρέ‐ χει θέατρον. ὃ δὴ κἀπὶ νοῦν ἀεί μοι στρέφοντι τῶν ἀνδριαντο‐
5ποιῶν τε καὶ τῶν ζωγράφων ἐκείνους ἐπῄει θαυμάζειν, ὅσοι τῆς χρονικῆς περιόδου τὸ τάχος μιμεῖσθαι διὰ τῆς τέχνης ἐθέλοντες ἄνδρα ποιοῦσιν ὀπισθοφάλακρον μὲν ὡς ἐπίπαν, οὐ δ’ ἀναφα‐ λαντίαν· ἀλλὰ μέτωπον προϊσχόμενον λάσιον, καὶ κόμην ἐκεῖθεν μακρὰν καθειμένον. τἄλλα γὰρ ὄντες σοφοὶ μόνης λείπονται
10φωνῆς ἐνταυθοῖ, καὶ ταύτην ἥκιστα βαφαῖς ταῖς ἐκ χρωμάτων δύνανται μιμεῖσθαι. ὅθεν σιγῶσαν οὑτωσί πως ἱστᾶσι νομοθε‐ σίας εἰκόνα, καὶ ἀνεκλάλητον κήρυκα πᾶσιν ἀεὶ διανέμουσιν, οἷς ἐῤῥᾳθυμημένον τὸν βίον ἀνύειν οὐκ ἔστιν αἰδὼς, μονονουχὶ βοῶντες, ὡς κατόπιν ἰοῦσι τριχῶν οὐ παρέξει λαβὴν ὁ Καιρὸς,
15ἀλλ’ ὄλισθον καὶ ἀποτυχίαν τοῦ ποθουμένου μακρὰν, τῆς ἐμ‐ προσθίας ἤδη τοῦ χρόνου λαβῆς παρεῤῥυηκυίας, καὶ ὅλως ἀπη‐ γορευκυίας ἅπαν τὸ ἁμιλλώμενον. (Γ.) Ἐγὼ μὲν δὴ ταῦτ’ εἰ‐ πὼν ἐπεπαύμην. τῷ δ’ εὐθὺς ἀρχομένῳ λέγειν, ὧν ἡμῖν εἰκάζειν ἐκείνου ἐπῄει διὰ φιλίαν ἀρχαίαν, γνώρισμα τῶν ἁπάντων τοῖς
20λεγομένοις ὑπῆρχεν οὐδὲν, ὅ,τι μὴ πᾶν τοὐναντίον. καὶ γὰρ τὰ λεγόμενα πικρίαν ὑπέφαινεν οἰκουροῦσαν ἐν τῇ ψυχῇ, καὶ μάλα
τοι σφόδρα βαθεῖαν· οὐχ οἵαν ἐπισπείρουσι βίων τινῶν περι‐

2

.

1054

στάσεις, ἔξωθεν ἐπεισρέουσαι, καὶ πόλεων πραγματικαὶ συμφο‐ ραὶ, τὸ πεδίον νεμόμεναι τῆς ψυχῆς· ἀλλ’ οἵαν ἀδοξοῦντες βλα‐ στάνουσι λογισμοὶ, τὰ πρεσβύτερά τε καὶ πολυχρονιώτερα τῶν νοσημάτων ἐμφωλεύοντα πάλαι προκατέχοντες, ὧν πατὴρ καὶ
5δημιουργὸς τὸ τῆς φιλοτιμίας ἀστάθμητον. εἶναι γὰρ τὴν φιλο‐ τιμίαν μέγα τι ψυχῆς ἐμπύρευμα πρὸς τὰ καλὰ μὲν, ὅταν ἀκα‐ πήλευτον κομιδῇ τῆς κρίσεως ἐξάγῃ τὸν τόκον· ὅταν δὲ κενοδο‐ ξίαν κατασπῶσιν ἐφεδρεύουσαι κῆρες, ψυχῆς λεληθότα νοσή‐ ματα, τότε δὴ μακρός τις γίνεται τοῦ παρόντος λόγου λόγος, εἴ
10τις ἔξωθεν ἀπαθῶς συνορῴη· καὶ ὁ πρὶν θαυμαζόμενος ἐπὶ τῷ μὴ θαυμάζειν πλοῦτον καὶ τρυφὴν καὶ τύχης εὐγένειαν φαυλί‐ ζεται μᾶλλον ἐπὶ τῷ μὴ φαυλίζειν κενοδοξίαν, μηδὲ τὸ κακὸν ἡγούμενος ἄδοξον, ἀλλὰ τὸ ἄδοξον κακὸν, κατὰ τὰ ἀντίστροφά τε καὶ τὴν θέσιν ἐκ διαμέτρου λαχόντα. ἔλαθε γὰρ αὐτὸς ἑαυτὸν
15οἰκείῳ καὶ ἐγκαρδίῳ πυρὶ καταστρατηγούμενος, καθεύδοντι μὲν ἐπὶ μακρὸν ἐνίοτε χρόνον δι’ ἔνδειαν ὑπεκκαύματος, ἀναλάμ‐ ποντι δ’ ὀψὲ, καιροῦ καὶ τύχης οὐρίου τινὸς δραξαμένου πνεύ‐ ματος. ἐπεὶ καὶ εἴωθεν ὡς τὰ πολλὰ πολλάκις ἡ τῶν ἐπαίνων ἔκπτωσις πρὸς μανιῶδες ἦθος ἐρεθίζειν τὸν ἐραστὴν καὶ ζηλό‐
20τυπον, καὶ διὰ τῶν χρονικῶν ἐλέγχων ἐναργέστερον παριστᾷν, εἴδωλον ἀρετῆς καὶ οὐδαμῶς ἀρετὴν εἶναι τὸ μέχρι νῦν αὐτῷ διω‐ κόμενον, καθάπερ τὰ μυθευόμενα πάλαι περὶ νεφέλης ὁμοῦ καὶ
Ἰξίονος. ἀλλὰ ταῦτα μὲν σιγῆς ἐῤῥίφθω βυθοῖς. ἐπανιτέον δ’

2

.

1055

ἐκεῖσε. (Δ.) Πρὸς γὰρ λόγων κατάστασιν ὁ φίλος ἐντείνας, καὶ τὰ πρὶν ἐπικαλύμματα παρωσάμενος ἅπαντα, πᾶς τῶν ἐγκω‐ μίων ἐγίνετο καὶ θειασμῶν τῶν τοῦ Παλαμᾶ καὶ ὅσα ἐγγέγραπταί οἱ ταῖς βίβλοις. „πάντα γὰρ αὐτῷ μοι,“ φησὶ, „τεθέαται πρὸς
5ἀκρίβειαν, καὶ ἐξήτασται τελεώτατα· καὶ ὅλως οὐδὲν οὐδαμῆ συννενόηται, οὗ καθάπτεσθαι ἕξει τις τῶν ἁπάντων ὁπώσποτε καὶ ὁπωσοῦν, κἂν πάντα λίθον θέλῃ κινεῖν.“ καὶ ἅμα ταῖς τοι‐ αύταις ηὔχετο συναποθνήσκειν ὁμολογίαις, καὶ ὑπὲρ τούτων ἕτοιμος εἶναι μυρίας κακώσεις ὑφίστασθαι. (Ε.) Ἐγὼ δ’ ὑπο‐
10λαβὼν „ἠξίουν ἔνια πρὸς τὸ σαφέστερον ἀναπτύσσειν, μηκύνοντά πως τὴν ἔνδειξιν, ἵνα καὶ αὐτὸς τελεώτερον ἔχω γινώσκειν, εἰ ἀληθῶς ἀνέγνως ἐκείνου τὰς βίβλους, καὶ εἰ ἔγνως ἀναγνοὺς, καὶ ὁποῖόν τί σοι τὸ τῶν ἐπαινουμένων κεφάλαιον πέφυκε. καὶ στρα‐ τιώτης γὰρ οὐχ ἵππον ὅτι ἐξ ἵππου ζητεῖ, ἀλλ’ εἰ τῶν ἐπαινου‐
15μένων τις εἴη, καὶ ἅμα πρὸς τὴν χρείαν ἔργοις ἁρμόττων αὐτοῖς.“ ἅμα δ’ αὐτῷ παρεισῆγον καί τινας ῥήσεις τῶν ἐκείνου βλασφήμων βιβλίων ἐγώ. „Ἱκανὰ μὲν οὖν,“ φησὶ, „καὶ ταῦτα πεῖσαι, μήτε κτιστὴν ὑπάρχειν τὴν διδομένην καὶ λαμβανομένην τοῖς κεχαρι‐ τωμένοις τοῦ πνεύματος χάριν τε καὶ ἐνέργειαν (αὕτη γάρ ἐστι
20τὸ πνεῦμα τὸ ἅγιον) μήτε τὴν οὐσίαν εἶναι τοῦ πνεύματος.“ καὶ μετ’ ὀλίγον· „αὕτη γὰρ καθ’ ἑαυτὴν ἡ θεία μετεχομένη τε καὶ λαμβανομένη φύσις ἢ φυρμὸν πείσεται, ἢ τὴν παθητὴν ἐξανα‐
λώσει φύσιν, πρὶν ἂν ληφθῇ.“ ὁρᾷς πῶς τὴν ἔνσαρκον οἰκονο‐

2

.

1056

μίαν σαφῶς ἀναιρεῖ, καθὰ καὶ ἀνωτέρω που δεδείχαμεν; καὶ πάλιν· „τί ἔτι σύνθεσιν δέδοικας ἐπὶ τοῦ Θεοῦ, καὶ τῶν ἐνερ‐ γειῶν ἀκτίστων οὐσῶν τε καὶ λεγομένων; πολλῷ μᾶλλον δέδιθι, μὴ κτίσμα ποιήσῃς τὸν Θεὸν, τὰς αὐτοῦ φυσικὰς ἐνεργείας ἡγού‐
5μενος κτιστὰς, ὡς διαφόρους τῆς οὐσίας.“ καὶ πάλιν· „ἡμῖν δ’ οὐδεμία ποτ’ ἔσται λέξις ἀποχρῶσα πείθειν, τὰς ἐνεργείας τοῦ θείου πνεύματος, ἃς ὁ Προφήτης κεφαλαιωδῶς ἑπτὰ προσεῖπε, μετὰ τῶν κτισμάτων τάττειν. τῶν δὲ θείων καὶ φυσικῶν τοῦ Θεοῦ ἐνεργειῶν μία καὶ ἡ κρίσις. ἆρ’ οὖν καὶ αὕτη τῶν κτισμά‐
10των ἓν, καθὰ Ἀβραὰμ ἔφη· ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιή‐ σεις κρίσιν;“ καὶ πάλιν· „πῶς οὐκ ἄκτιστος ἡ χάρις, δι’ ἣν καὶ οἱ μετεσχηκότες αὐτῆς ἄναρχοι καὶ ἄκτιστοι καὶ ἀτελεύτητοι καὶ ἀΐδιοι;“ (ϛʹ.) Ἐμοῦ δὲ καὶ πλείους πολλῶν τῶν τοιούτων ἐκεί‐ νου βλασφημιῶν παρενείρειν ἐθέλοντος, ἀνέκοψε τὸν λόγον ὁ φί‐
15λος, καὶ μακροὺς τοῦ Παλαμᾶ διεξῆλθεν ἐπαίνους. ἔπειτα πρῶ‐ τον μὲν κἀκεῖνος ἀκτίστων ἐνεργειῶν εἶναι πλῆθος σαφῶς ὡμολό‐ γει τε καὶ ἐπῄνει, τῆς οὐσίας πάντη διωρισμένας. δεύτερον δ’, ὅτι πνεῦμα ἅγιόν τε καὶ ἄκτιστον οὐχ ἓν ἔλεγεν εἶναι, οὐδ’ ἑπτὰ μόνον (ὁποῖα καὶ τῷ Χριστῷ προείρηκεν Ἡσαΐας ἐπαναπαύσε‐
20σθαι) ἀλλ’ ἑβδομηκοντάκις ἑπτὰ, καὶ ὅσα πρὸς τούτοις δύναιτο ἄν τις τῇ διανοίᾳ περιλαμβάνειν, καὶ ἀπειράκις ἄπειρα· μεθ’
ὧν καὶ τὰς ἐπὶ τῶν ἀποστόλων πυρίνας φανείσας δώδεκα γλώσ‐

2

.

1057

σας τακτέον ἔλεγεν εἶναι καὶ τὴν ἐπὶ τοῦ Χριστοῦ βαπτιζομένου φανεῖσαν περιστεράν. ταῦτα γὰρ ποτὲ μὲν πνεύματα καλεῖν οἶδεν ἡ γραφὴ, ποτὲ δ’ ἐνεργείας ἀκτίστους καὶ χάριτας καὶ δυνά‐ μεις. καὶ ταύτας μὲν εἶναι τὰς τοῖς κτίσμασι μεθεκτὰς, καὶ
5πρὸς τούτοις ἀκτίστους γίνεσθαι τοὺς ἀνθρώπους, καὶ ἁγιάζε‐ σθαι τὰ ἁγιαζόμενα πάντα, τά τε ἄλλα καὶ τὸ θεῖον ἡμῶν βά‐ πτισμα, καὶ πρός γε ὁ θυόμενος καὶ μεταλαμβανόμενος ἡμῖν ἄρ‐ τος ἐν ταῖς θείαις μυσταγωγίαις· τὴν δὲ θείαν οὐσίαν παντάπα‐ σιν εἶναι ἀμέθεκτον ἅπασι. (Ζ.) Καὶ ἐπὶ τούτοις ὁ συμμαχικὸς
10εἰσήγετο πόλεμος μετὰ τῶν ὑποδειγμάτων· λέγω δὴ τὸν σύν γε αὐτῷ πρὸς τῆς πατριαρχικῆς γερουσίας ἐληλυθότα ἡμῖν, τῶν ἐλλογίμων εἶναι λεγόμενον καὶ αὐτόν. ὃς δὴ καὶ λέγειν παρεσκευα‐ κὼς ἑαυτὸν τὰ ἐνδέοντα δριμύτερον ἡμῖν ἀντέστησε καὶ ἦθος καὶ ὀφθαλμόν. πᾶσι γὰρ ἐξῆν ἤδη τὰς ἐμὰς πατεῖν καὶ περιφρο‐
15νεῖν τύχας, μεμονωμένου τε ἅμα καὶ παντοδαποῖς πανταχόθεν περιειλημμένου τοῖς δεσμοφύλαξι· καθάπερ καὶ δρυὸς πεσούσης πᾶσιν ἐξείη, ὥς φασιν, ἀνδράσι ξυλεύεσθαι· αἰδὼς δὲ πᾶσα καθ’ ὑγρῶν (ὡς ἔοικεν) ἐῤῥύη, καὶ ἄμπωτις ἀφελομένη κατε‐ βάπτισε. δριμύτερον οὖν ἐκείνῳ τὴν τοιαύτην διαδεξαμένῳ πά‐
20λην τὸν περὶ ἀμεθέκτου καὶ μεθεκτοῦ δι’ ὑποδείγματος ἐπῄει λόγον. „Καὶ δὴ καὶ καθάπερ,“ φησὶν, „ἐπὶ τοῦ ἡλίου, τῆς μὲν οὐσίας, ἀκινήτου μενούσης ἐν οὐρανῷ, μετέχειν οὐκ ἔχομεν·
τῆς δὲ φωτιστικῆς ἐνεργείας αὐτοῦ, πρὸς ἡμᾶς κατιούσης, μετέ‐

2

.

1058

χομεν· οὕτω κἀπὶ θεοῦ χρὴ νοεῖν. τῆς γὰρ οὐσίας αὐτοῦ καθη‐ μένης ἐν οὐρανῷ (ὃν θρόνον εἴρηκεν ἡ γραφὴ θεοῦ) μετέχειν οὐκ ἐφικνούμεθα· μετέχομεν δ’ οὖν τῆς ἐνεργείας αὐτοῦ καὶ τῆς βουλήσεως καὶ ζωῆς καὶ δυνάμεως καὶ ἰσχύος, ἄνευ οὐσίας
5πρὸς ἡμᾶς κατιούσης ἑκάστης καὶ ποιούσης ἀκτίστους· ἄλλης μὲν οὔσης, καὶ μακρὸν τὸ διάφορον ἐκ τῆς οὐσίας ἐχούσης· θεό‐ τητος δ’ οὔσης καὶ αὐτῆς, ἀκτίστου μὲν, ὑφειμένης δ’ οὖν.“ ταῦτα δ’ αὐτοῦ διεξιόντος, κῦμα καὶ σάλον εἶχε τὸ ἦθος αὐτοῦ· καὶ ἐνέκειτο μάλα σφοδρῶς, ἐκ τοῦ μείζονος ἀπαιτῶν, ὁπότερον
10ἂν ἑλοίμην αὐτὸς δυοῖν ὄντοιν πραγμάτοιν, ἀντιθέσεως καὶ συγ‐ καταθέσεως. (Η.) Ὑπολαβὼν γοῦν ἐγὼ πρὸς δύο τὴν παροι‐ μίαν μηδὲ τὸν Ἡρακλέα διδοῦσαν ἀκούω τὸ δύνασθαι πρὸς ἀν‐ τίπαλον ἔφασκον μάχην. „ἐγὼ δὲ καὶ μόνος ὢν ἐνταυθοῖ, καὶ δέσμιος, καὶ μηδὲ βραχὺ τὸ θαῤῥεῖν ἔχων ἐκ τοῦ καιροῦ, πρὸς
15δύο τὸν ἀγῶνα ποιεῖσθαι ἀναγκαζόμενος, τεθαῤῥηκυίας ὁπλίσαν‐ τας ἐν ταὐτῷ καὶ γλώττας καὶ γνώμας, ἐν ἀμαρτύρῳ σταδίῳ τὰ κατὰ βούλησιν ἅπαντα λέγειν ἀφόβως ἐχούσας καὶ ἀποφαίνεσθαι, καὶ διαβάλλειν πρὸς ἀπόντας ἀπιόντας, μήτ’ ἐμοῦ παρόντος, μήτ’ οὐδενὸς ἑτέρου τοῦ τὴν ἀλήθειαν ἀντ’ ἐμοῦ μαρτυρήσον‐
20τος, ἐν στενῷ κομιδῇ τὴν τῆς ἀμηχανίας ὁρῶ μοι περίστασιν ἑστηκυῖαν. ὄντος γὰρ ἑκατέρου κομιδῇ φορτικοῦ, τοῦ τε σιγῇ τὰς τῆς νῦν ἀκοῆς ἐνεγκεῖν τρικυμίας καὶ τοῦ παραχρῆμα τοὺς
τῆς ἀτοπίας ἐλέγχους κομίζειν ὑμῖν, οὓς τἀμὰ διαβάλλειν οὐδὲν

2

.

1059

τῶν ἁπάντων ἐπὶ τῆς ἐρημίας ταύτης κωλύσει, δύσεργός μοι καὶ μάλα δυσέμβολος ἡ ἐπιχείρησις πρὸς ἑκάτερον ἀναφαίνεται. ἀναι‐ μάκτου γὰρ οὔσης τῆς μάχης, καὶ τῶν λογικῶν ξιφῶν καὶ τραυ‐ μάτων τὰς ἀντερείσεις τῆς ἀσωμάτου ψυχῆς δεχομένης, εὐδιά‐
5βολα μὲν διὰ τὸ ἀφανὲς φανεῖται τὰ τροπαῖα, ἀγχίστροφος δ’ ἡ τῆς γλώττης διάθεσις, πρὸς τὴν τῆς γνώμης αἵρεσιν καπηλεύ‐ ουσα τὴν γνώμην τῆς κρίσεως. ἔπειτα οὐδ’ ἔχω πῶς ὀνομάσω τὴν παράταξιν ἐγὼ τοῦ τοιούτου πολέμου. οὔτε γὰρ μονομαχία τίς ἐστι, δύο καθ’ ἑνὸς ὁπλιζομένων γλωσσῶν· οὔτε μὴν στρα‐
10τευομένων καὶ βλεπόντων ἔξωθεν ἕστηκε πλῆθος, ἵν’ ἐμφανὲς ᾖ τῶν ἀγωνιζομένων τὸ στάδιον, ὥσπερ οἷον πολεμικαὶ περιτρέ‐ χουσι καὶ περιηχοῦσι σάλπιγγες, τὰ παρακλητικὰ συγκροτοῦσαι τῶν ἐν ὑπαίθροις πολέμων· ὡς ἀναγκάζεσθαί με λοιπὸν ἀμφί‐ στομον τὸ τῆς ἡμετέρας τιθέναι φάλαγγος πρόσωπον τήμερον·
15ἵν’ οὑτωσὶ πρὸς ἑκατέρας τὰς γλώττας ἐφικνῆταί πως καὶ τὰ ἡμέτερα, νῦν μὲν ἀθλοθέτην καὶ δικαστὴν ἀδέκαστον ἔχοντα τὸν ἀκοίμητον ὀφθαλμὸν τοῦ θεοῦ, ὑπὲρ οὗ τοὺς ἄθλους ἀνύω τού‐ τους· ὕστερον δὲ, καὶ τῶν ὅσοι μὴ πάρεισι νῦν οὐκ ὀλίγους· παραπομποῖς χρησάμενον τοῖς ἡμετέροις γράμμασιν, εἰ χρόνον
20ἡμῖν παράσχοι θεὸς βραχείας μέν τινος ζωῆς, ἐλευθέρας δ’ οὖν.“ (Θ.) „Τὸ μὲν οὖν τὰ ζητούμενα ὡς ὁμολογούμενα τίθεσθαι, πολ‐
λὴν,“ ἔφην, „ἀμαθίαν τοῦ δρῶντος κατηγορεῖ, καὶ ἅμα πολύν τε

2

.

1060

ὀφλισκάνει τὸν τῆς αἰσχύνης ἔλεγχον καὶ μεσημβρινῆς ἀκτῖνος περιφανέστερον. ἡλίου γὰρ τὴν μὲν οὐσίαν αὐτῷ οὐρανίῳ ἐγκα‐ θιδρύων ἐδάφει τὴν ἐνέργειαν αὐτοῦ κατιέναι συγχωρεῖς πρὸς ἡμᾶς, ἀνούσιον καθ’ ἑαυτὴν, οὐσίαν μὲν τὸν ἡλίου δίσκον ἀπο‐
5φαινόμενος· ἐνέργειαν δὲ ἀνούσιον, ἐκείνου τὸ φῶς. ἐχρῆν οὖν σοι δεικνύειν πρότερον μὲν, εἰ καὶ τοῖς σοφοῖς διδασκάλοις τῆς ἐκκλησίας, οἳ σὺν ἐπιστήμῃ λέγουσιν ἃ λέγουσι, νομίζεταί τε καὶ συνδοκεῖ τὰ τοιαῦτα· εἶναι δηλαδὴ τὸν μὲν δίσκον οὐσίαν ἡλίου· τὸ δὲ φῶς, ἀνούσιον ἐνέργειαν καὶ δύναμιν καὶ συμ‐
10βεβηκὸς εἰς ἡμᾶς ἐνεργοῦν ἰδίᾳ, καὶ χωρὶς ὑποκειμένης οὐσίας συγκατιούσης ἄχρις ἡμῶν· ἔπειτα δεικνύειν καὶ εἰ δυνατὸν, ἐκ τῶν αἰσθητῶν καὶ ὑλικῶν οὐσιῶν ἀκριβεῖς καταλήψεις δύνασθαι γίνεσθαι τῶν ἀσωμάτων καὶ νοητῶν, καὶ ἅμα τῆς τούτων ἁπάν‐ των ἐπέκεινα θείας οὐσίας, ἣν ὑπὲρ πᾶν ὄνομά τε καὶ νόημα
15τῶν ἁγίων ἀκούομεν εἶναι· τὰ δ’ ἐν τῷ παντὶ θεωρούμενα θαύ‐ ματα τῶν θεολογικῶν ὀνομάτων τὴν ὕλην διδόναι, δι’ ὧν σο‐ φὸν, δυνατὸν, ἀγαθὸν, ἅγιον, μακάριόν τε καὶ ἀΐδιον, κριτὴν καὶ σωτῆρα, καὶ τὰ τοιαῦτα, κατονομάζομεν· ἅπερ πάντα, ποιό‐ τητά τινα βραχεῖαν τοῦ θείου μύρου ἐνδεικνύντα, ἡ πᾶσα κτίσις,
20διὰ τῶν ἐνθεωρουμένων θαυμάτων, σκεύους τινὸς μυρεψικοῦ δίκην, ἐν ἑαυτῇ ἀπεμάξατο. καὶ ὁ ὑπὲρ πᾶν ὄνομα ὢν ἡμῖν
πολυώνυμος γίνεται, κατὰ τὰς τῶν εὐεργεσιῶν ποικιλίας ὀνομα‐

2

.

1061

ζόμενος· φῶς μὲν, ὅταν ἐξαφανίζῃ τῆς ἀγνοίας τὸν ζόφον· ζωὴ δ’, ὅταν ἀθανασίαν χαρίζηται. σὺ δ’ οὔθ’ ἣν παράγεις ἡμῖν ἐκ τῶν φαινομένων ἀπόδειξιν συνορᾷν ἔχεις, οὔθ’ ἃ βούλει γνωρί‐ ζειν ἡμῖν ὑπὲρ αἴσθησιν οἶδας. ἀλλὰ καὶ ταῦτα βλέπων ἀγνοεῖς·
5κἀκεῖνα, μὴ βλέπων, οὐκ ἄν ποτε γνοίης· πῶς γὰρ, δι’ ἀγνοίας ἄγνοιαν καὶ δι’ ἀπάτης ἀπάτην κατασκευάζειν πειρώμενος; ἡδέως δ’ ἄν σε ἐροίμην, πῶς τῶν ἁγίων διαῤῥήδην ταῦτα λεγόντων καὶ διδασκόντων διὰ παντὸς οὐ συνῆκας αὐτός; δυοῖν γὰρ ἕποιτ’ ἂν θάτερον· ἢ γὰρ οὐκ ἀναγνοὺς ὅλως ἀπὸ κοιλίας φωνεῖς τήμερον,
10καὶ ὡς παίζοντος σοῦ καταφρονοῦμεν· ἢ λοιπὸν ἀναγνόντι σοι δυοῖν αὖθις ἕπεται θάτερον· ἢ γὰρ οὐκ ἔγνως, ὃ τῶν ἀσυνέτων ἐστὶ τεκμήριον· ἢ γνοὺς ἑκὼν βλασφημεῖς, τῷ σῷ διδασκάλῳ πειθόμενος ἀπραγμόνως, ὡς ἔοικε, Παλαμᾷ. διὸ καὶ πᾶσαν αὐ‐ τῷ βλασφημίας ἔννοιαν ἐπιῤῥίπτων τὸν Ἐνδυμίωνος ὕπνον κα‐
15θεύδεις αὐτὸς, κουφοτέραν σοι διὰ τοῦτο τὴν δίκην, ἐνταῦθα μὲν τῆς τῶν ἀνθρώπων αἰσχύνης ποιεῖσθαι νομίζων, ἐς δὲ τὸ μέλλον τῆς ἀθανάτου κολάσεως· ὥσπερ ἂν εἰ τῆς ἐκείνου θε‐ λήσεως ἐξηρτῆσθαι τὰ πράγματα πέπρωται, καὶ τὸ μένειν ἀθά‐ νατον δύνασθαι δρᾷν τὸ κακόν· μὴ συνιεὶς, ὡς ῥᾷον ἀναλα‐
20βεῖν τὴν εὐσέβειαν ἅπερ ἠδίκηται, ἢ τὴν ἀσέβειαν ἔχειν ἅπερ ἠδίκησε. σὺ μὲν οὖν οὐκ οἶδ’ ὃ κρίνεις βέλτιον σαυτῷ καὶ κου‐
φότερον εἰς κακίαν, εἴτε τὴν ἀκούσιον ἄγνοιαν τῶν κακῶν, εἴτε

2

.

1062

τὸν τοῦ ἀκουσίου σχηματισμόν. Ἐγὼ δ’ οὐκ οἶδ’ αὖθις, ᾧ τὴν χείρω δίκην ἐπιῤῥίψω, τῆς τοῦ κακοῦ διανομῆς παραπλησίως ἐφ’ ἑκάτερον σχιζομένης. εἰ μὲν γὰρ ἀγνοῶν ἀμωσγέπως ἀπείχου θεο‐ λογίας, ἥττω σοι πάντως τῆς καταδίκης τὴν ψῆφον ὁ τῆς ἀλη‐
5θείας παρείχετο λόγος. οὐ γὰρ θέλων ἐνόσεις ἂν, ἀλλὰ νοσῶν ἤθελες ἄν. νῦν δ’ εἰς τὴν θατέρου χώραν καὶ τοῦτο παραδυό‐ μενον μείζω διὰ τὴν ἀναίδειαν τὴν τῆς κακίας κομίζεται ψῆφον. Καὶ ἵνα τὰ πλείω τῶν ἐνταῦθα λέγεσθαι ὀφειλόντων ἐάσω διὰ τὸ μῆκος, ἑνὸς καὶ δυοῖν μνησθήσομαι. ὁ θεῖος τοίνυν ἐκ Δα‐
10μασκοῦ τάδε φησὶν Ἰωάννης· „ὥσπερ ὁ ἥλιος εἷς μέν ἐστιν, ἔχει δὲ οὐσίας δύο, τοῦ τε φωτὸς, ὃ γεγένηται πρότερον, καὶ τοῦ τῇ κτίσει ἐφυστερίζοντος σώματος· δι’ ὅλου τε τοῦ σώματος τὸ φῶς ἀδιαιρέτως ἥνωται, καὶ τοῦ σώματος ἐφ’ ἑαυτοῦ μένοντος, πάσης τῆς γῆς ἐφαπλοῦται τοῖς πέρασιν· οὕτω καὶ ὁ Χριστὸς,
15φῶς ἐκ φωτὸς ἄναρχον ὂν καὶ ἀπρόσιτον, ἐν τῷ χρονικῷ καὶ κτιστῷ γενόμενος σώματι, εἷς ἐστι δικαιοσύνης ἥλιος.“ ὁρᾶς πῶς ἑνὸς ὀνόματος δύο φησὶ τὰς ὑποκειμένας οὐσίας ὑπάρχειν, τὴν μὲν σῶμα, τὴν δ’ ἀσώματον, ὥσπερ δὴ καὶ τὸν δικαιοσύνης ἥλιον Χριστόν· εἰκονίζων μὲν ἐκεῖθεν, ὅσον ἐφικτόν· ὀνομάζων
20δ’ ἀνὰ μέρος ἑκάτερά τ’ ἐκεῖνα καὶ τοῦτον, ἥλιον, κατὰ τοὺς τῆς
ὁμωνυμίας τρόπους· καὶ δεικνὺς διπλᾶς καὶ τὰς οὐσίας εἶναι

2

.

1063

κἀνταῦθα κἀκεῖ, καὶ οὐ τὸ μὲν οὐσίαν, τὸ δ’ οὔ· οὐδὲ τὸ μὲν ἀνυπόστατον ἐνέργειαν, τὸ δ’ ὑφιστάμενον μὲν, ἀνενέργητον δὲ καθ’ ἑαυτὸ, διϊσταμένης ἰδίᾳ τῆς ἐνεργείας ἀπείροις τοῖς τοπι‐ κοῖς διαστήμασιν. Ὅρα δὴ καὶ τὸν μέγαν ἐν θεολογίᾳ Γρηγό‐
5ριον, φάσκοντα, ὡς „τοῖς μὲν ἀϊδίοις αὐτός ἐστι φῶς ὁ θεὸς, καὶ οὐκ ἄλλος. Τί γὰρ ἔδει φωτὸς δευτέρου τοῖς τὸ μέγιστον ἔχουσι· τοῖς κάτω δὲ καὶ περὶ ἡμᾶς πρώτην ἐκλάμπει τὴν τοῦ φωτὸς τούτου δύναμιν. καὶ γὰρ ἔπρεπε τῷ μεγάλῳ φωτὶ τῆς δημιουργίας ἐκ φωτὸς ἄρξασθαι, ᾧ λύει τὸ σκότος καὶ τὴν ἐπέ‐
10χουσαν τέως ἀκοσμίαν καὶ ἀταξίαν· καὶ τοῦτο οὐκ ὀργανικὸν ἀπ’ ἀρχῆς ἀναδείξας, οὐδ’ ἡλιακὸν, ὡς ὁ ἐμὸς λόγος, ἀλλ’ ἀσώματον καὶ ἀνήλιον· ἔπειτα δὲ καὶ ἡλίῳ δοθὲν, καταφωτίζειν πᾶσαν τὴν οἰκουμένην. ἐπειδὴ γὰρ τοῖς ἄλλοις τὴν ὕλην προϋπο‐ στήσας εἰδοποίησεν ὕστερον, ἑκάστῳ τάξιν καὶ σχῆμα καὶ μέγε‐
15θος περιθεὶς, ἵνα θαυματουργήσῃ τι μεῖζον, ἐνταῦθα τῆς ὕλης τὸ εἶδος προὐστήσατο. εἶδος γὰρ ἡλίου τὸ φῶς. μετὰ δὲ τοῦτο τὴν ὕλην ἐπάγει, τὸν ὀφθαλμὸν τῆς ἡμέρας δημιουργήσας τοῦ‐ τον τὸν ἥλιον.“ ἰδοὺ καὶ οὗτος ἕτερον φάσκει τὸ φῶς τοῦ ἡλίου, καὶ πρὸ τοῦ ἡλιακοῦ μὲν σκεύους καθ’ ἑαυτὸ ὑφιστάμενον, ἔπειτα
20δὲ καὶ ἡλίῳ δοθέν· ἥλιον μὲν ὀνομάζων τὸ σκεῦος, τὸ δὲ φῶς
εἶδος αὐθυπόστατον τοῦ ἡλίου, εἴτ’ οὖν οὐσίαν ἀσώματον καὶ

2

.

1064

ψυχὴν ἐκείνου τοῦ σώματος. οὐ γὰρ ἂν ἐνήργει καθ’ ἑαυτὸ, μὴ ὂν αὐθυπόστατον· οὐδ’ ἂν αὐθυπόστατον ἦν, μὴ ὂν οὐσία. ὡς γὰρ πᾶσαν οὐσίαν αὐθυπόστατον εἶναι ὁρίζονται πρᾶγμα, οὕτω δὴ καὶ ἅπαν αὐθυπόστατον πρᾶγμα, οὐσίαν. ἐπεὶ οὖν τὸ
5εἶδος ἐνταυθοῖ τοῦ ἡλίου, εἴτ’ οὖν τὸ φῶς, ὁ ἅγιος καὶ πρὸ τῆς ὕλης (δηλαδὴ τοῦ σκεύους) δείκνυσιν ἔχειν ἔνεργον τὴν φωτι‐ στικὴν ὑπόστασιν καὶ ὕπαρξιν οἴκοθεν, μηδαμῆ τῆς ὕλης ταύτης δεηθὲν, τὴν δ’ ὕλην μᾶλλον τοῦ φωτιστικοῦ δεηθεῖσαν εἴδους, ἵν’, ὡς εἰπεῖν, οὐσιωθῇ ψυχωθεῖσα· μᾶλλον ἂν εἴη τουτὶ τὸ φω‐
10τιστικὸν εἶδος ἡ οὐσία, ἢ τὸ ἡλιακὸν σκεῦος ἐκεῖνο, ὃ ὕλην εἶ‐ ναί φησιν, οἷον ἀνείδεόν τε καὶ ἀνυπόστατον. εἶναι τοίνυν διὰ ταῦτα δεῖ καὶ τὸ θεῖον οὐσίαν αὐθυπόστατον καὶ ἀνενδεᾶ παν‐ τάπασι. τὸ γὰρ ἄλλου δεόμενον ὕστερον εἶναι πέφυκεν οὗ δεῖ‐ ται, κἀκείνῳ δουλεύειν ἐξ ἀνάγκης, οὗ ἐστιν ἐνδεές. καὶ δεήσε‐
15ται λοιπὸν θατέρου θάτερον. τῇ δὲ κυρίως ἀρχῇ γνήσιον τὸ ἀνενδεὲς, καὶ κυρίως εἶναι ἀνάγκη, καὶ πρότερον τοῦ ἐνδεοῦς. δεῖ γὰρ τὴν ἀρχὴν αὐτὸ τοῦτο εἶναι μόνον, ἀρχὴν, καὶ μὴ δεῖσθαι μηδενός. Φησὶ γὰρ καὶ ὁ θεῖος Μάξιμος· „μόνη ἁπλῆ καὶ μονοει‐ δὴς καὶ ἀνενδεὴς καὶ ἄτρεπτος ἡ δημιουργικὴ τῶν ὅλων οὐσία
20τῆς ἁγίας Τριάδος. πᾶσα δὲ κτίσις σύνθετός ἐστιν ἐξ οὐσίας καὶ
συμβεβηκότος καὶ ἐπιδεὴς ἀεὶ τῆς θείας προνοίας, ὡς οὐκ ἐλευ‐

2

.

1065

θέρα τροπῆς. χρὴ οὖν μήτε συμβεβηκὸς ἐπὶ θεοῦ λέγειν, μήτε ποιότητα. τῶν γὰρ συνθέτων ταῦτα, πάντα δ’ ὅσα ἔχει θεὸς, φύσει ἔχει καὶ οὐκ ἐπίκτητα.“ εἴτ’ οὖν οὐσίαν εἴποιμεν τὴν ἐνέρ‐ γειαν ταύτην ἐπὶ θεοῦ, τῆς οὐσίας ἐκείνης διάφορον, εἴτε ποιό‐
5τητα συμβεβηκυῖαν οὐσιωδῶς κατὰ σὲ, τὸ σφαλερὸν ἀνίατον. οὔτε γὰρ δύο οὐσίας δύναταί τις τῶν εὐσεβῶν θεϊκὰς ὀνομάσαι, καὶ δύο ποιητικὰς ἀρχὰς (ὡς ἄνω που δεδειχότες ἔφθημεν ἐν πολλαῖς διδασκάλων ἁγίαις γραφαῖς) οὔτε τῆς θείας οὐσίας ἐκεί‐ νης ποιότης ποτὲ νοηθῆναι δύναται διάφορος, ἢ καὶ οὐσιώδης.
10τὸ γὰρ οὐσιῶδες, μέρος οὐσίας φασὶν οἵ τε τῆς ἐκκλησίας σοφοὶ διδάσκαλοι, ὡς ἀνωτέρω δέδεικται, καὶ οἱ θύραθεν τῆς ἐπιστή‐ μης τῶν λόγων εὑρεταὶ καὶ κανόνες καὶ στάθμαι. οὗ γὰρ ἀφαι‐ ρεθέντος κολοβοῦται τὸ ὅλον, μέρος ἀνάγκη τοῦτ’ εἶναι τοῦ ὅλου. εἰ οὖν ἡ ἐνέργεια αὐτὴ μέρος ἐστὶ τῆς οὐσίας κατὰ σὲ, ὡς
15οὐσιώδης, εἰπὲ πῶς ἄλλο παρὰ τὴν οὐσίαν, ἢ πῶς μέρος τοῦ ἀμεροῦς; εἰ δὲ ποιότης διάφορος, πῶς χωρὶς ὑποκειμένου δύνα‐ ται νοηθῆναι ἢ φανῆναι; οὐδὲ γὰρ ἄνευ ὑποκειμένου σχοίη ποτ’ ἂν ὕπαρξιν· τὸ δὲ μὴ ὑπάρχον πῶς θεός; ὁρᾷς πῶς διὰ τῆς ἐνεργείας ταύτης εἰς ἀθεΐαν ὁ Παλαμᾶς ἐλαύνει τοὺς νῦν
20ἀμαθεῖς τῆς ἐκκλησίας προστάτας; Ἔπειτα πῶς διάφορον; „οὐ‐ δὲν γὰρ,“ φησὶ, „τῶν εἶναι λεγομένων τὸ σύνολον ἔχει τὸ κυρίως
εἶναι. οὐκοῦν οὐδὲν τῷ θεῷ τὸ παράπαν ἐξ ἀϊδίου συνθεωρεῖται

2

.

1066

κατ’ οὐσίαν διάφορον, οὐκ αἰὼν, οὐ χρόνος, οὐδέ τι τῶν τού‐ τοις ἐνδιαιτωμένων. οὐ γὰρ συμβαίνουσιν ἀλλήλοις ποτὲ τὸ κυ‐ ρίως εἶναι καὶ οὐ κυρίως.“ καὶ πάλιν· „ἐπὶ θεοῦ τὸ ὢν καὶ τὸ ἀγαθὸς καὶ τὸ θεὸς καὶ τὸ δημιουργὸς καὶ τὸ ὑπερούσιος καὶ
5τὸ ἄπειρος καὶ τὸ ἀθάνατος καὶ τὰ τοιαῦτα οὐ λέγομεν οὐσιώ‐ δεις διαφορὰς, ἵνα μὴ σύνθετον αὐτὸν ἐκ τούτων δογματίσωμεν, ἀλλὰ προσηγορίας τινῶν μὲν ἐμφατικὰς τῶν θεωρουμένων περὶ αὐτὸν, οὐδενὸς δὲ τῶν κατὰ τὴν οὐσίαν αὐτοῦ καὶ φύσιν δηλω‐ τικάς. τινὰ μὲν γὰρ πρέποντα τῇ θείᾳ φύσει σημαίνουσιν, οὐκ
10αὐτὴν δὲ τὴν φύσιν μηνύουσιν, ὅπερ ἴδιον τῶν οὐσιωδέων καὶ συστατικῶν διαφορῶν.“ καὶ πάλιν· „πᾶσα οὐσία, τὸν ἴδιον ὅρον ἑαυτῇ συνεισάγουσα, τουτέστιν ὁριζομένη, ἀρχὴ πέφυκεν εἶναι τῆς ἐπιθεωρουμένης αὐτῇ κατὰ δύναμιν κινήσεως, πᾶσα δὲ οὐ‐ σιώδης πρὸς ἐνέργειαν κίνησις μεσότης ἐστὶ μετεπινοουμένη μὲν
15τῆς οὐσίας, προεπινοουμένη δὲ τῆς ἐνεργείας. καὶ πᾶσα ἐνέργεια, τῷ καθ’ ἑαυτὴν λόγῳ φυσικῶς περιγραφομένη, τέλος ἐστὶ τῆς πρὸ αὐτῆς κατ’ ἐπίνοιαν θεωρουμένης οὐσιώδους κινήσεως. ὁ δὲ θεὸς οὔτε ἀρχή ἐστιν, οὔτε μεσότης, οὔτε τέλος. ταῦτα γὰρ τῶν χρόνῳ διαιρετῶν εἰσι γνωρίσματα· εἴποι δ’ ἄν τις, ὅτι καὶ τῶν
20αἰῶνι συνορωμένων. ὁ γὰρ χρόνος, μετρουμένην ἔχων τὴν κίνη‐

2

.

1067

σιν, ἀριθμῷ περιγράφεται· ὁ δὲ αἰὼν, συνεπινοουμένην ἔχων τῇ ὑπάρξει τὴν πότε κατηγορίαν, πάσχει διάστασιν, ὡς ἀρ‐ χὴν τοῦ εἶναι λαβών. εἰ δὲ χρόνος καὶ αἰὼν οὐκ ἄναρχα, πολλῷ μᾶλλον τὰ ἐν τούτοις περιεχόμενα. ὁ θεὸς τοίνυν, οὔτε οὐσία
5ὢν, ἵνα μὴ ἀρχὴ νομισθείη· οὔτε δύναμις, ἵνα μὴ μεσότης· οὔτε ἐνέργεια, ἵνα μὴ τέλος· ἔστιν οὐσιοποιὸς καὶ ὑπερούσιος ὀν‐ τότης, καὶ δυναμοποιὸς καὶ ὑπερδύναμος πανσθένεια, καὶ πάσης ἐνεργείας δραστικὴ καὶ ἀτελεύτητος ἕξις καὶ, συντόμως εἰπεῖν, πά‐ σης οὐσίας καὶ δυνάμεως καὶ ἐνεργείας ἀρχῆς τε καὶ μεσότητος
10καὶ τέλους ποιητική.“ ὁρᾷς ὅπως οὔτε κατ’ οὐσίαν διάφορον, οὔτε καθ’ οἷον δή τινα τρόπον, ποιότητα συγχωροῦσιν οἱ θεῖοι πατέρες ἐπὶ τῆς θείας δογματίζειν ἐκείνης οὐσίας; „ὥσπερ γὰρ ἡ μονὰς οὐκ ἂν,“ φησὶ, „τμηθείη εἰς μονάδας δύο (ἡ γὰρ εἰς ταῦτα διαιρουμένη οὐκ ἂν εἴη μονὰς, ἀλλὰ δυάς), οὕτω ἡ ἑνὰς, κατὰ
15τὴν ἄκραν ἕνωσιν, οὐκ ἂν εἰς δύο διαιρεθείη φύσεις. οὐ γὰρ ἁπλοῦς ἔσται, φησὶν, ὁ τῶν ὅλων θεὸς ἔτι τὴν φύσιν, εἴπερ ἐστὶν ἑτέρα παρ’ αὐτὸν ἡ ἐν αὐτῷ ζωή. εἴη δ’ ἂν καὶ μείζων αὐ‐ τοῦ, καὶ ἐν ἀμείνοσιν ἀσυγκρίτως, ὁ ὡς οὐκ ἔχοντι δοὺς τὴν ζωὴν, εἴπερ ὅλως ἁλοίη λαβών.“ Ἀλλ’ ὁ ὑμέτερος διδάσκαλος
20Παλαμᾶς (δεῖ γὰρ ἐκείνῳ περιγράφειν τὰς τῶν τοιούτων αἰτίας
κακῶν, οὐ μόνοις ὑμῖν ἐκείνῳ μαθητευθεῖσιν ἐγκαλεῖν) οὐ μεθ’

2

.

1068

ὑποστολῆς τινος, οὐδ’ αἰνιγματωδῶς πως, ἀλλ’ ἀναιδῶς καὶ διαῤῥήδην, κυρίως θεότητας δογματίζει τὴν ἐνέργειαν, καὶ ἅμα ζωὴν καὶ σοφίαν καὶ βούλησιν καὶ φρόνησιν καὶ ἰσχὺν, καὶ τὰ τοιαῦτα, καὶ ἀσυγκρίτως ἀμείνω τῆς οὐσίας ἕκαστα, διάφορά
5τε ὄντα τῆς οὐσίας καὶ ἀλλήλων. περὶ ὧν καὶ ὁ θεῖος ἔφθη προ‐ ειρηκὼς Ἀθανάσιος· „ὡς οἱ ἀσεβεῖς οὐ θέλουσι λόγον καὶ σοφίαν καὶ βουλὴν ζῶσαν εἶναι τὸν υἱὸν, περὶ δὲ τὸν θεὸν φρόνησιν καὶ βούλησιν καὶ σοφίαν, ὡς ἕξιν συμβαίνουσαν καὶ ἀποσυμβαί‐ νουσαν.“ καὶ αὖθις ὁ μέγας ἔφησε Μάξιμος· „μὴ ἕξεις καὶ ἐπι‐
10τηδειότητας ζητήσῃς ἐπὶ τῆς ἁπλῆς καὶ ἀπείρου οὐσίας τῆς ἁγίας τριάδος, ἵνα μὴ σύνθετον αὐτὴν δογματίσῃς, ὥσπερ τὰ κτίσμα‐ τα. πάντα γὰρ ὅσα ἔχει ὁ θεὸς, φύσει ἔχει καὶ οὐκ ἐπίκτητα.“ καὶ πάλιν· „ὁ θεὸς οὐ ποιοτήτων, ἀλλ’ οὐσιῶν πεποιωμένων, ἐστὶ δημιουργός.“ ὁρᾷς ὡς ἕξεις καὶ διαθέσεις καὶ ποιότητας πάσας
15ἀλλοτριοῦσι παντάπασι τῆς θείας οὐσίας, διὰ τὸ μὴ εἶναι καθ’ ἑαυτὴν οὐδεμίαν συνθέσεως ἄνευ. ἀλλ’ ὁ σὸς Παλαμᾶς οὐ βού‐ λεται τοῦτο, οὐδὲ δύναται γινώσκειν, ὡς τὰ ἑκτὰ πάντα καὶ αἱ ἕξεις αὐταὶ ληπταὶ τοῖς ἔχουσι ποιήμασίν εἰσι, δεκτικοῖς οὖσι τῶν ἔξωθεν ἐπιγινομένων. καὶ εἰ μὴ λάβοι τις, οὐδ’ ἕξει. „τί γὰρ
20ἔχεις,“ φησὶν, „ὃ οὐκ ἔλαβες;“ ὥσθ’ ὃ ἔχει τις, ἀλλότριόν τέ ἐστι
καὶ ἐπείσακτον· ὥσπερ καὶ τὰ ἔξωθεν οὑτωσί πως ἐπεισιόντα ταῦ‐

2

.

1069

τα νοήματα τύποι γίνονται καὶ αὐτὰ καὶ παθήματα ταῖς ὑπο‐ κειμέναις ψυχαῖς, παθηταῖς οὔσαις φύσει. ἐπὶ θεοῦ δὲ τὸ ἔχειν τὰ πρὸς ἡμᾶς ὀνομαζόμενα τίμιά τε καὶ ἀγαθὰ, καταχρηστικῶς λέγεται, οὐ κυρίως. ἀπαθὴς γάρ. ἢ λεγέτω μοί τις παρελθών·
5πόθεν καὶ παρὰ τίνος ἔχει λαβὼν πρεσβυτέρου καὶ μείζονος, ἢ τελειοτέρου; ἦν μὲν γὰρ αὐτὸς ἀεὶ φύσει πάντα τἀγαθά· πα‐ ρωνόμασται δ’ αὐτὰ πρὸς τῶν ἀνθρώπων ὕστερον, ἀφ’ οὗ πρὸς ἔννοιαν τῶν ἐνταῦθα καλῶν καὶ τιμίων ἐληλύθεσαν, καὶ διαιρεῖν ἐκ τῆς χείρονος ἔγνωσαν μοίρας. καὶ οὐρανὸς γὰρ, σφαιρικός τε
10καὶ ἀεικίνητος καὶ πρὶν ἀνθρώπους εἶναι ὑπάρχων, ὅμως ἔγνω‐ σται καὶ προσωνόμασται πρὸς ἀνθρώπων ὕστερον, ἃ πρότερον αὐ‐ τὸς ἦν. „οἰκτίρμων γὰρ,“ φησὶ, „καὶ ἐλεήμων ὁ κύριος, μακρό‐ θυμος καὶ πολυέλεος.“ τί τοίνυν; ταῦτα λέγουσιν ἐνεργείας ἔχειν τὴν σημασίαν, ἢ φύσεως; οὐκ ἄν τις ἄλλο τι παρὰ τὴν ἐνέργειαν
15εἴποι. πότε τοίνυν ἐνεργήσας τοὺς οἰκτιρμοὺς ὁ θεὸς καὶ τὸν ἔλεον ἔσχεν ἐκ τῆς ἐνεργείας τοὔνομα; ἆρα πρὸ τῆς ἀνθρωπί‐ νης ζωῆς; καὶ τίς ὁ τοῦ ἐλέους δεόμενος; ἀλλὰ μετὰ τὴν ἁμαρ‐ τίαν πάντως· ἡ δ’ ἁμαρτία μετὰ τὸν ἄνθρωπον. οὐκοῦν μετὰ τὸν ἄνθρωπον καὶ ἡ τοῦ ἐλεεῖν ἐνέργεια καὶ τοῦ ἐλέου τὸ ὄνομα.
20Καὶ ὁμοίως ὁ μέγας φησὶν Ἀθανάσιος· „οὐχ αἱ λέξεις τὴν φύσιν
παραιροῦνται· ἀλλὰ μᾶλλον ἡ φύσις τὰς λέξεις εἰς ἑαυτὴν ἕλ‐

2

.

1070

κουσα μεταβάλλει. καὶ γὰρ οὐ πρότεραι τῶν οὐσιῶν αἱ λέξεις· ἀλλ’ αἱ οὐσίαι πρῶτον, καὶ δεύτεραι τούτων αἱ λέξεις. ὁ γὰρ θεὸς, ἁπλοῦς ὢν καὶ ἀσύνθετος φύσει, ἁπλῶς καὶ μονοειδῶς τὰ φύσει πάντα πέφυκεν εἶναι καλὰ ὑπὲρ νοῦν καὶ λόγον ἀνθρώ‐
5πινον. τὰ δ’ ἐν κόσμῳ καλὰ θέσει καὶ οὐ κυρίως εἰσὶ, καὶ εἰ‐ κόνες ἀμυδραὶ τῶν ἐκείνου καλῶν. ἡμεῖς δ’ ὑστερογενεῖς ὄντες ὑστερογενῆ καὶ τὰ ἀγαθὰ διδασκόμεθα ὄντα διὰ τῆς πείρας· κἀντεῦθεν καὶ πρὸς θεὸν τὰ τοιαῦτα ἀνάγοντες ἐκ πάντων αὐ‐ τὸν παρονομάζομεν, ἅ ἐστιν αὐτὸς φύσει καὶ οὐχ ὡς ἐξ αὐτῶν
10ὁμοίως ἡμῖν συγκείμενος. ὀνόματα γάρ εἰσι ταῦτα καὶ νοήματα τῶν ἡμετέρων ψυχικῶν ὠδίνων, ὅσαι πολυπραγμονεῖν τολμῶσι θεὸν, ἐν προθύροις αὐλιζομένων τοῦ ἀδύτου, καὶ οὐδὲν μὲν τῶν ἐκείνου ἐξαγγέλλειν ἐχουσῶν, τὰ δ’ οἰκεῖα πάθη περὶ αὐτὸν καὶ τὰς ἀπορίας τε καὶ διαπτώσεις μηνυουσῶν ἑαυτῶν, οὐδὲ σαφῶς,
15ἀλλὰ δι’ ἐνδείξεων καὶ ταῦτα, καὶ τοῖς ἐπαΐειν καὶ τούτων δυνα‐ μένοις. ἀλλ’ ὁ ὑμέτερος διδάσκαλος Παλαμᾶς πάντα τὰ θεο‐ πρεπῆ ὀνόματά τε καὶ νοήματα θεότητας ἀκτίστους νομίζει, διῃ‐ ρημένας ἀλλήλων καὶ ἀτελεῖς καθ’ ἑαυτὰς, αἷς συνάπτει καὶ τὴν κρίσιν τοῦ θεοῦ καὶ τὴν αἰδεσιμότητα αὐτοῦ, καὶ μυρίας καὶ
20ὅσας δείξομεν, εἰς μέσον προαγαγόντες αὐτὰς τὰς ῥήσεις αὐτοῦ
(καθὰ καὶ ἀνωτέρω που πεποιήκαμεν ὀλιγάκις τε καὶ μετρίως)

2

.

1071

μὴ συνιεὶς τῶν ἁγίων λεγόντων· „πιστεύομεν εἰς ἕνα θεὸν, μίαν ἀρχὴν ἄναρχον, ἄκτιστον, καὶ τὰ ἑξῆς, μίαν ἐξουσίαν, μίαν κυριότητα, μίαν βασιλείαν, ἐν τρισὶ τελείαις ὑποστάσεσι γνωρι‐ ζομένην τε καὶ προσκυνουμένην μιᾷ προσκυνήσει.“ ἰδοὺ γὰρ τὰς
5πολλὰς ὑφ’ ἡμῶν ἀναγομένας τῷ θεῷ προσωνυμίας ὁ πολὺς Ἰωάννης ἑνὶ συνέκλεισε καὶ μοναδικῷ συμπεράσματι. εἰ γὰρ ταὐ‐ τὸν κατά τι φύσει καὶ ἄκτιστον ἔχει τὸ πλῆθος τῶν Παλαμικῶν ἀκτίστων θεοτήτων, οὐ πλῆθος ἂν εἴη τὸ πλῆθος, ἀλλὰ μονάς· καὶ λέληθεν ἆρα ταὐτὸν τῇ οὐσίᾳ φάσκων αὐτὰς, καὶ μὴ νοῶν
10ὑγιῶς ἅ φησιν ὑγιῶς. τὸ γὰρ ταὐτὸν, οὐχ ἕτερον, οὐδὲ πλῆθος τῇ φύσει τε καὶ οὐσίᾳ. εἰ δὲ χάριτι, καθάπερ καὶ τοὺς ἀνθρώ‐ πους νομοθετεῖ, λέληθεν ἆρα ταὐτὸν τοῖς ἀνθρώποις φάσκων τὸ πλῆθος τῶν ἀκτίστων τούτων θεοτήτων· καὶ γίνεταί οἱ τὸ ἄκτιστον οὐκ ἄκτιστον, ἀλλὰ κτιστόν. ἑνίζονται γὰρ τὰ πολλὰ
15τῷ ταὐτῷ τῆς ὑπάρξεως, φύσιν ἐχόντων ἀλλήλοις τῶν μὴ ἑτέρων ἀεὶ συνεῖναι κατὰ τὸ συμφυὲς καὶ ὁμότιμον, μὴ παρούσης τῆς ἑτερότητος. πῶς γὰρ ἂν μιγείη τὰ ἐκ διαμέτρου κληρωσάμενα τὴν ἀντίθεσιν, καὶ ἀεὶ μαχόμενα κατ’ αὐτό γε τουτὶ τὸ τῆς ἑτε‐ ρότητος μέρος; οὐ γὰρ ἂν φθάνει θάτερον θατέρῳ, θᾶττον λό‐
20γου παντὸς, λαμπρὸν τὸν τοῦ θανάτου κιρνῶν κρατῆρα. ὁ
γοῦν παρὰ τὴν θείαν οὐσίαν ἄλλας νομοθετῶν ἀκτίστους θεότη‐

2

.

1072

τας καὶ ἐνεργείας τὸ ἑνιαῖον διέφθαρκε τῆς τοῦ πάντων δημιουρ‐ γοῦ θεότητος· μηδὲ γὰρ εἶναι τῶν δυναμένων, εἰς ταὐτότητα φυσικὴν τὴν ἑτερότητα συνιέναι τῶν θεοτήτων. οὐκ ἄρα θεότης ἄκτιστος, ἑτέρα παρὰ τὴν θείαν καὶ μόνην τρισυπόστατον οὐ‐
5σίαν, οὔτ’ ἔσται, κἂν πάντες διαῤῥαγῶσι φάσκοντες Παλαμῖ‐ ται· οὐδὲ θεῶν πλῆθος Ἑλληνικόν. ὁ γὰρ τὰ θεῖα πολὺς Ἰωάν‐ νης, „εἰ πολλοὺς,“ φησὶν, „ἐροῦμεν θεοὺς, ἀνάγκῃ διαφορὰ ἐν αὐτοῖς. ὁ μὲν κατὰ πάντα τέλειος, οὗτος ἂν εἴη κατὰ πάντα μό‐ νος θεός· πᾶς δὲ ὁ τοῦ τελείου λειπόμενος, ἢ κατὰ ἀγαθότητα,
10ἢ κατὰ σοφίαν, ἢ κατὰ δύναμιν, ἢ ὅλως κατά τι, οὐκ ἂν εἴη θεός. πῶς δὲ καὶ πολλοῖς οὖσι τὸ ἀπερίγραπτον φυλαχθήσεται; ἔνθα γὰρ ἂν εἴη ὁ εἷς, οὐκ ἂν εἴη ὁ ἕτερος. δεῖ δὲ τὸν θεὸν ἀπε‐ ρίγραπτον εἶναι καὶ πάντα πληροῦντα.“ σκεπτέον οὖν κἀντεῦ‐ θεν, ὅπως ἑνὸς θεοῦ παντάπασιν ἀναίσθητος καὶ πάσης ἀσύνε‐
15τος θείας γραφῆς ὁ Παλαμᾶς ἐμεμενήκει διηνεκῶς, διάφορον οὐσίαν καὶ ἐνέργειαν ἐς τοὐμφανὲς δογματίζων, καὶ μὴ μόνον μίαν δεικνὺς ἑτερότητα, ἀλλὰ καὶ ἀπείρους· καὶ μὴ μόνον ἀπεί‐ ρους, ἀλλὰ καὶ ἀκτίστους· καὶ μὴ μόνον ἀκτίστους, ἀλλὰ καὶ μείζους καὶ ἐλάττους. ὁ δὲ μείζους καὶ ἐλάττους δογματίζων ἀ‐
20κτίστους θεότητας πάντως διάστημά τι νοεῖ μεταξύ. τοῦτο δ’
ἄπειρον ὁ τῆς μεσότητος εἶναι οὐ δίδωσι λόγος· μηδὲ γὰρ πε‐

2

.

1073

φυκέναι τὴν ἀπειρίαν βαθμοῖς καὶ μέτροις τισὶ διακόπτεσθαι. πῶς γὰρ ἂν (φησὶν ὁ θεῖος Γρηγόριος) μετρηθείη τὸ ἄπειρον, ἵν’ ὃ τῶν περατουμένων ἐστὶ, τοῦτο πάθῃ θεότης, βαθμοῖς με‐ τρουμένη καὶ ὑποβάσεσι;“ (Ι.) Ἐμὲ δὲ καὶ πλείους μαρτυρίας
5ἑτέρας ἔχοντα φέρειν ἁγίων, περί γε τοῦ μήτε ἐνέργειαν, μήτε τινὰ ποιότητα, μήτε τι τῶν πάντων ἐξ ἀϊδίου συνεῖναι διάφορον δύνασθαι τῇ θείᾳ οὐσίᾳ, καὶ ἅμα τοῖς τῷ Καβασίλᾳ προτεθεῖσι κενοφωνήμασιν ἐπιφέρειν τὰς τῶν ἁγίων ἀντιλογίας βουλόμενον, ἐπέσχεν ἐπαγγειλάμενος τὴν ἐκείνων ἀντίῤῥησιν μάλα ἀσμένως
10ἀκούσεσθαι μετ’ ὀλίγον. αὐτὸς δ’ ἐν σπουδῇ μεγίστῃ πεποίηται, πρότερον παρεισενεγκεῖν τὴν συνήθη καὶ κοινὴν καταφυγὴν αὐτῶν ἐν οὐ καιρῷ, τὸ ἐν Θαβωρίῳ λέγω φῶς, ἐνέργειαν ἄκτιστον καὶ θεότητα πρὸς τῶν ἁγίων ὀνομαζόμενον. „φῶς γὰρ,“ ἔλεγεν, „ἡ παραδειχθεῖσα θεότης, φησὶν ὁ θεῖος Γρηγόριος, ἐπὶ τοῦ ὄρους.
15καὶ ὁ Μελῳδὸς αὖθις τὰς τοιαύτας ἐνεργείας βολίδας γράφει θεότητος. ἀκτίστου γοῦν οὔσης τῆς θείας οὐσίας, ἄκτιστοι καὶ αἱ βολίδες ἐκεῖναι, παρὰ τὴν οὐσίαν ἄλλο τι οὖσαι. τὸ γὰρ ἄλλο παρὰ τὴν οὐσίαν οὐκ ἐκείνη, ἀλλ’ ἐκείνης. εἰ γὰρ ταὐτὸν ἦν, μεθεκτὴ ἂν ἦν καὶ οὐσία ὁμοῦ ταῖς ἐνεργείαις, καὶ διαφορά τις
20οὐκ ἄν ποτ’ ἦν οὐδεμία· τοῦτο δ’ ἀδύνατον. ἀμέθεκτος γὰρ
τοῖς κτίσμασιν ἅπασι πέφυκεν ἡ οὐσία· καὶ δαιμόνων εὕρημα

2

.

1074

σκοτεινῶν, ἄλλως λέγειν τε καὶ πιστεύειν τοῖς λέγουσι. διὰ γὰρ τοῦτο καὶ τὴν οὐσίαν τῆς ἐνεργείας διάφορον εἶναί φαμεν, ἐκ‐ ποδὼν γινομένης ἁπάσης ταὐτότητος.“ Καὶ ἅμα παρεισῆγεν ἔνια τῶν Παλαμικῶν δογμάτων ἀπὸ γλώττης καὶ μνήμης, σποράδην
5μέν· παρῆγε δ’ οὖν, ὁλόκληρον τὴν διάνοιαν σώζοντα καὶ ὡς ἔχουσιν ἐπὶ λέξεως ἀκριβῶς. „κοινὸν γὰρ,“ φησὶ, „δόγμα τῶν ἔξωθεν καὶ τῶν καθ’ ἡμᾶς φιλοσόφων, ἐπὶ ἁπλῆς καὶ ἀσωμάτου φύσεως τὸν αὐτὸν ἐπιδέχεσθαι λόγον τὴν ἐνέργειαν τῇ οὐσίᾳ. τὰ δὲ τὸν αὐτὸν λόγον ἐπιδεχόμενα δύο ἐστὶ, καὶ οὐχ ἕν. καὶ εἰ δύο,
10πῶς χωρὶς ἡστινοσοῦν πρὸς ἄλληλα διαφορᾶς; ἆρ’ οὖν οὐ διενή‐ νοχε τὸ θεᾶσθαι τοῦ θεοποιοῦν; ἢ καὶ θεοποιεῖ πάνθ’ ὅσα θεᾶ‐ ται θεός; ἐπεὶ δὲ διενήνοχε, μή τι τούτων ἐστὶ κτιστόν;“ εἶτα ἐπανελάμβανε καθ’ ἕκαστα τὸ προγνωστικὸν, τὸ δημιουργὸν, τὴν πρὸς τὸ ἐνεργεῖν ἑτοιμότητα, καὶ τἄλλα. „ὡς γὰρ ὁ νοῦς,“ φησὶ,
15„τὰς ἐπιστήμας προσλαμβάνων σύνθετος οὐ γίνεται, τὸν αὐτὸν τρόπον, καὶ πολλῷ μᾶλλον, τὸ προγνωστικὸν καὶ πάσας ἁπλῶς τὰς τοιαύτας δυνάμεις τε καὶ ἐνεργείας φυσικῶς ἡ θεία φύσις ἔχουσα σύνθετος οὐκ ἔστι.“ καὶ λέγειν φανερῶς τοὺς ἁγίους ἔφα‐ σκε μὲν, οὐ παρήγαγε δ’ οὔτ’ εἰς ὄψιν οὔτ’ εἰς ἀκοὴν γραφικὰς οὐ‐
20δενὸς μαρτυρίας. καὶ πάλιν· „ὡς γὰρ ἐκ θεοῦ πατρὸς θεὸς ὢν καὶ ὁ υἱὸς, οὐκ ἄλλος μὲν καθὸ θεὸς ἄκτιστός ἐστιν, ἄλλος δὲ καθὸ
υἱός· καὶ καθὸ μὲν ἄκτιστος θεὸς, ἴσος κατὰ πάντα τῷ πατρί·

2

.

1075

καθὸ δὲ υἱὸς, μείζονα ὡς αἴτιον ἔχων τὸν πατέρα, δεύτερος ὑπάρχει τοῦ πατρὸς, οὐ δεύτερος θεὸς, ἄπαγε, ἀλλὰ δεύτερος τῇ τάξει· καθάπερ ὁ μέγας φησὶ Βασίλειος· οὕτω καὶ ἐκ θεότη‐ τος ἀκτίστου τῆς οὐσίας θεότης ἄκτιστος ἡ ἐνέργεια· οὐκ ἄλλη
5μὲν, καθὸ θεότης ἄκτιστος· ἄλλη δὲ κατ’ ἐνέργειαν· τῷ μὲν ἀκτίστῳ, τῆς οὐσίας μηδὲν διαφέρουσα, μηδὲ διαιρουμένη ὅλως· ὡς δ’ αἰτίαν ἑαυτῆς ὑπερκειμένην ἔχουσα. εἶεν.“ (ΙΑ.) Πρὸς δὲ ταῦτα παρελθὼν ἔγωγε, „ὡς ἡδὺς εἶ, ὦ λῷστε,“ ἔφασκον, „καὶ νῦν μᾶλλον εἴπερ ποτὲ, καὶ σὺ μᾶλλον εἴπερ τις ἁπάντων, ἔμοιγε
10τήμερον καὶ πολλῷ μᾶλλον ἡδίων, ἢ εἴ μοι τὰ Λυδῶν καὶ Μή‐ δων παρεῖχες χρήματα. πάρεργον γὰρ ὂν τὸ συμπεπτωκὸς, ὅμως, εἰ μή τῳ δὴ τῶν πάντων ἄλλῳ, καὶ τοῦτο δὲ τῶν πάνυ τοι καλ‐ λίστων ἔμοιγε δοκεῖ. χρόνιον γάρ μοι λέλυκας ζήτημα, βέλτιστε, λίαν ἀπονητί· καὶ τὸ τοῦ πράγματος χαρίεν, ὅτι καὶ μάλα ἄκων
15μάλα ἑκόντι· καὶ συμβέβηκεν ἀμφοῖν, σὲ μὲν εὐεργέτην ἄκοντα γίνεσθαι, καθ’ οὗ τὰ ὅπλα ἐξῆγες· ἐμὲ δ’ εὖ πάσχειν ὑπ’ ἀν‐ δρῶν πολεμίων, ὧν οὐκ ἄν ποτε προσεδόκησα· ἐμοὶ γὰρ ἔργον ἦν ἔν γε τῷ παρόντι, τά τ’ ἄλλα δεῖξαι βεβλασφημηκότας ἔτι καὶ ἅμα παντάπασιν ἀρνουμένους τὴν ἔνσαρκον τοῦ θεοῦ λόγου οἰκο‐
20νομίαν, ὃ τῶν αἱρέσεων καὶ βλασφημιῶν κορωνὶς ἐπεφύκει. πάν‐ τας γὰρ ἐν ταὐτῷ συλλαβὸν προφήτας, ἀποστόλους, μάρτυρας,
διδασκάλους, ὁμοῦ ταῖς ἁγίαις συνόδοις ἁπάσαις, περιφανῶς

2

.

1076

ἐξηπατημένους δείκνυσι τουτί. σὺ δ’ οὐκ οἶδ’ εἴτ’ ἐπίτηδες, ἑτέ‐ ρου χάριν ὅτου δὴ, εἴτ’ ἐκ τοῦ παρήκοντος, οἷα δὴ τὸ αὐτό‐ ματον πάμπολλα φέρει μετὰ μυστηρίων τε καὶ λόγων ὑπὲρ λό‐ γον, ὅμως εὐπρεπεστέραν πολλῷ μοι τὴν ἀνθολκὴν ἐπεπράχεις
5αὐτὸς, ἢ κατὰ πᾶσαν ἀγωγὴν καὶ κατεσπουδασμένην πρόνοιαν ἐμήν. ἃ γὰρ προὔργου παντὸς ἐποιούμην πάλαι πολύν τινα χρό‐ νον ἐπ’ αὐτοφώρῳ κατασχεῖν ἐκεῖνον ὁμολογοῦντα δημοσίαις γλώτ‐ ταις, ἃ λαθραίαις φήμαις ἄλλοτ’ ἄλλοτ’ ἄλλως καταγγέλλων ἁλίσκεται πανταχῆ, λέγω δὴ τὸ λέγειν αὐτὸν, ὡς πάντες εἰς τὴν αὐτοῦ
10συμμαχίαν ποταμηδὸν ἀπαντῶσι σοφοὶ, ὅσοι τε τῶν ἡμετέρων καὶ ὅσοι τῶν ἔξωθεν, ταῦτα φέρων προὔθηκας ἡμῖν παῤῥησίᾳ τήμερον, προσδοκίας ἁπάσης ὑπερβαλόμενος· τοῦτο δὲ τὸ τῆς παροιμίας· κατὰ σαυτοῦ Βελλεροφόντης.“ Τρία γὰρ ἦν, οἷς μά‐ λιστα κεχρημένος ἁπάντων αὐτὸς παρακρούεται τοὺς πολλοὺς
15ἀεί. ἓν μὲν, ὅτι καταφυγὴν ἀεὶ τὸ Θαβώριον ὄρος ποιεῖται, τὴν ἐκεῖθεν θαυματουργηθεῖσαν ἔλλαμψίν τε καὶ θείαν χάριν καπη‐ λεύων καὶ διαβάλλων ἀεὶ, καὶ τοῖς ἀνδροφόνοις ποιῶν παρα‐ πλήσια, οἵ γε λόχμας ὑποδυόμενοι τοῖς τῶν παριόντων ἀπερι‐ σκέπτως τρυφῶσιν αἵμασιν· ἢ μᾶλλον ὁπόσα κατὰ τὰς μάχας
20ἡττώμενοι δρῶσιν οἱ βάρβαροι, τοῖς ἡμετέροις ἱεροῖς καὶ τεμέ‐ νεσι καταφεύγοντες, καὶ ἀντὶ θυρεῶν καὶ τάφρων καταχρώμενοι
ταῖς ἁγίαις εἰκόσι. τοῦτο δ’, εἴ τις μὴ πάρεργον τοῖς ἀνωτέρω

2

.

1077

λεχθεῖσιν ἡμῖν ἐντετυχηκὼς εἴη, ἔργον εἰκονομάχων εὑρήσει τὸ σπουδαιότατον· λέγω δὴ τὸ τῇ γε τοῦ σωτῆρος μεταμορφώσει καταφυγῇ κεχρῆσθαι προχείρῳ τῆς ἀτόπου κακίας αὐτοῦ. καὶ πάντα λοιπὸν διεξήλθομεν ἤδη καὶ ἐπ’ αὐτῶν ἀποτάδην, ὡς
5ἀνωτέρω που γέγραπται καθ’ ἕκαστα ἡμῖν· καὶ οἷς ἔστι βουλο‐ μένοις, ἔξεστιν ἐπιέναι. Δεύτερον δ’ αὐτῷ κακουργίας μηχά‐ νημα κατὰ τῶν ἀπειροκάλων, ἢ μᾶλλον κατὰ τῆς ἰδίας ψυχῆς, ἐξεύρηται· κουρέων δίκην, παμπόλλους ἀνὰ πᾶν ἔτος συνάγειν εἰς τὸ κουρεῖον αὐτοῦ, ὁπόσοι πρὸς τὸ ξέειν καὶ τέμνειν πεφύ‐
10κασιν ἔχοντες εὐφυῶς, καὶ γραμμάτων γράμματα, καὶ φύλλα φύλλων ἀλλάττεσθαι, ἵνα, τῶν ἀντιῤῥήσεων αὐτοῖς προβαλλο‐ μένων, ὡς διαβάλλοντας παρὰ φαῦλον ἐκ τοῦ ῥᾴστου ποιῆται τοὺς ἀντιλέγοντας· ὡς ἀπαγορεύειν τοὺς διώκοντας, ὁμοίως τοῖς τοξεύουσιν ἐς ἀνθρώπους ὑπὸ δειλίας φυγομαχοῦντας, καὶ μηδὲ
15βραχύ τι μόριον ὥρας στῆναι γοῦν ἐφ’ ἑνὸς δυναμένους. περὶ δὲ τῶν τοιούτων καὶ ὁμοίως δρώντων αἱρετικῶς καὶ ὁ μέγας διέξ‐ εισιν Ἀθανάσιος τοῖς ἐπισκόποις Αἰγύπτου καὶ Λιβύης ἐπι‐ στέλλων. „κατ’ ἐνιαυτὸν γὰρ,“ φησὶν, „ὡς οἱ τὰς διαθήκας γράφοντες, συνερχόμενοι καὶ αὐτοὶ, προσποιοῦνται περὶ πίστεως
20γράφειν. ἵνα κἂν τούτῳ γέλωτα μᾶλλον ὀφλήσωσι καὶ αἰσχύνων‐ ται, ὅτι μὴ παρ’ ἑτέρων, ἀλλὰ παρ’ αὐτῶν ἐκβάλλεται. εἰ γὰρ
ἐθάῤῥουν οἷς ἔγραφον προτέροις, οὐκ ἂν δεύτερα γράφειν ἐζή‐

2

.

1078

τουν, οὐδ’ αὖ πάλιν ἔγραφον νῦν, ἀφέντες ἅπερ ἔγραψαν· πάν‐ τως τοῦτο μελετήσαντες, ὅτι πάλιν ἀλλάξουσιν ἐὰν ὀλίγος πα‐ ρέλθῃ χρόνος, καὶ πρόφασιν λάβωσι τοῦ συνήθως τισὶν ἐπιβου‐ λεύειν. τότε γὰρ, ὅταν ἐπιβουλεύωσι, μάλιστα προσποιοῦνται
5περὶ πίστεως γράφειν, ἵν’ ὡς Πιλάτος ἐνίψατο τὰς χεῖρας, οὕτω καὶ οὗτοι γράφοντες ἀποκτείνωσι τοὺς εἰς Χριστὸν εὐσεβοῦντας. καὶ ἵν’, ὡς περὶ πίστεως ὁρίζοντες, δόξωσιν (ὡς πολλάκις εἶ‐ πον) φεύγειν τὸ τῆς ἑτεροδοξίας ἔγκλημα. ἀλλ’ οὔτε λαθεῖν οὔτε φυγεῖν δυνήσονται. ἕως γὰρ ἑαυτοῖς ἀπολογοῦνται, ἑαυτῶν ἀεὶ
10κατήγοροι γίνονται· καὶ δικαίως γε. οὐ γὰρ τοῖς ἐλέγχουσιν αὐ‐ τοὺς ἀποκρίνονται· ἀλλ’ ἑαυτοὺς, ὡς βούλονται, πείθουσι. πότε οὖν, τοῦ ὑπευθύνου κρίνοντος ἑαυτὸν, λύσις γίνεται τοῦ ἐγκλήματος; διὰ τοῦτο γοῦν ἀεὶ γράφουσι, καὶ ἀεὶ τὰ ἴδια με‐ ταποιοῦντες ἄδηλον ἔχουσι τὴν πίστιν, μᾶλλον δὲ φανερὰν
15ἔχουσι τὴν ἀπιστίαν καὶ τὴν κακοφροσύνην.“ ὁρᾶτε πῶς ὁ μέγας τῆς ἀληθείας ἀγωνιστὴς Ἀθανάσιος σαφέστατα πάνυ παρέστησεν ἡμῖν, ὡς τὰ νῦν πρὸς τοῦ Παλαμᾶ γιγνόμενα τῶν πάλαι γενο‐ μένων τῆς κακίας εἰκόνων καὶ ἀρχετύπων μακρὰν ἀποσώζουσι μίμησιν. ἐῶ γὰρ νῦν λέγειν, οὓς ἐπὶ κακοῖς κακοὺς προσέθηκεν
20Ὀλύμπους οὗτος. διὰ δὴ ταῦτα καὶ χαίρω νῦν, εἴπερ ποτὲ, μᾶλ‐ λον ἐγὼ, καὶ ἡδίους μοι νῦν μᾶλλον ὑμεῖς εἴπερ ποτὲ φαίνεσθε,
ἄφυκτόν μοι τὸ πάλαι ζητούμενον θήραμα νῦν παραθέντες, ὡς

2

.

1079

μηκέτι μὴ δεῖσθαι μηδ’ ὅλως μήτ’ ἐμὲ μαρτύρων· μήτ’ ἐκεῖνον ἔχειν ἔτι ἀρνεῖσθαι, μήθ’ ἡμᾶς τἀκείνου διὰ μνήμης ἄγοντας, καὶ γινομένους μάρτυρας ἀπαραγράπτους τῶν ἐκείνου βλασφη‐ μιῶν· ὡς ἐξεῖναι κἀμὲ τῶν ἐλέγχων ἤδη μὴ πρὸς ἀνέδραστα καὶ
5ἀστατοῦντα σημεῖα τὴν τοξικὴν μετὰ τῶν βελῶν ἀναλοῦν, μηδὲ τυφλὰ παρέχειν τὰ τραύματα τῷ ἐχθρῷ, ἀλλὰ σαφῆ καὶ ἀναμ‐ φισβήτητον ἔχοντα τὴν ἀλήθειαν. Καὶ τρίτον, ὅτι συχνὰ ταῖς τῶν αὐτοῦ λόγων αὔλαξιν ἐντίθησι καὶ διασπείρει, κηρύττων εἶ‐ ναι πολλοὺς τοὺς αὐτῷ συμφωνοῦντας, ἐπὶ σοφίᾳ καὶ θαυμαζο‐
10μένους, ὡς εἴρηται, ὅσοι τε τῶν ἡμετέρων καὶ ὅσοι τῶν θύ‐ ραθεν. ὧν ἑκάστων τοὔνομα ἢ σιγῇ παντελεῖ παραπέμπει, μήθ’ ὁποῖοί τινες, μήθ’ ἅ φασι, διασαφῶν οὐδέν· ἢ λέγει μὲν ἐνίων ὀνόματα σωρηδόν· ἃ δ’ εἰσὶν ἃ λέγουσιν ἐκεῖνοι, καὶ οἷα, τὸ παράπαν οὐδὲν οὔτε προτίθησιν, οὔτ’ ἐπιτίθησιν, ὅσα γ’ εἰδέ‐
15ναι ἐμέ, ἵνα διὰ μὲν τῶν ὀνομάτων τὰς τῶν ἀκροωμένων ἀναρ‐ τῶν καὶ ἀνασοβῶν ἀκοὰς ῥᾷστα καὶ ἀπονητὶ πρὸς τὸ βουλό‐ μενον πειθομένους ἔχῃ (τοῦ γε καινοφωνεῖν δοκεῖν τοῖς πολλοῖς ἀπεωσμένου δῆθεν παντάπασι) διὰ δὲ τῆς τῶν ῥητῶν ἐκείνων σιγῆς διαδιδράσκῃ τὸν ἔλεγχον, ἅτ’ ἐκείνοις ἥκιστ’ ἀπᾴδοντα
20λέγων αὐτός. καὶ ποιεῖ διπλοῦν ἀνθ’ ἁπλοῦ κακὸν, αὐτός τε βλασφημῶν ἀνέγκλητα καὶ ἅμα κἀκείνους διαβάλλων, καὶ φέ‐
ρων εἰς μέσον ὁμοίως αὐτῷ βλασφημοῦντας.

2

.

1080

αʹ. Ἀλλ’ ἡμεῖς γε οὐκ αὐτὸν μιμησόμεθα, οὐδὲ τὰς τῆς κα‐ κίας ζηλώσομεν μηχανὰς, οὔκουν οὐχ ἕως γ’ ἂν ἐν τῷ τοῦ φρο‐ νεῖν ἡμᾶς καθεστῶτι φυλάττουσαν ἔχωμεν τὴν τοῦ μόνου θεοῦ δεξιάν. τῶν γὰρ ἐναντίων ἀρχῶν ἐναντίας καὶ τὰς ἀποβάσεις εἶ‐
5ναι τῶν εἰκότων παντί που δῆλον. πάσης γὰρ ὢν αὐτὸς ἀσύνετος Μούσης Ἑλληνικῆς καὶ πάσης ἐπιστημονικῆς μαθήσεως (ἧς οἱ μὲν θύραθεν ἔφθησαν παραδόντες σοφοὶ, τῶν τε θείων προστά‐ ται δογμάτων τῆς ἐκκλησίας ἐκεῖθεν παρειληφότες τήν τε γλῶτ‐
ταν ὥπλισαν ἀσφαλῶς καὶ ἅμα κατ’ ἐκλογὴν τὸ μὲν ἐξεταστι‐

2

.

1081

κόν τε καὶ θεωρητικὸν ἐδέξαντο, ὅσον δ’ εἰς δαίμονας φέρει καὶ ἀπωλείας βυθὸν διέπτυσαν, ἐκ τοῦ χείρονος τὸ κρεῖττον καταμα‐ θόντες, καὶ τὴν ἐκείνων ἀσθένειαν ἰσχὺν τοῦ εὐσεβοῦς ποιησάμε‐ νοι λόγου) ἀνέδραστον οὗτος ἔσχε λοιπὸν τὴν βάσιν τῆς γλώττης,
5καὶ ἀπαγεῖς τὰς τοῦ λόγου κρηπῖδας, ἐν ὠμῷ τῷ τόκῳ φάναι τὰς τῆς γαστρὸς ἀναλύσας ὠδῖνας, καὶ τὸ κύημα τῶν πρώτων ἐξαμ‐ βλώσας τοῦ λόγου στοιχείων. διὸ καὶ νοῶν οὐ νοεῖ, καὶ βλέπων οὐ βλέπει, καὶ τὴν ἐγκειμένην ταῖς λέξεσι βουλόμενος μὲν, οὐ δυ‐ νάμενος δὲ, συναρμόττειν διάνοιαν ἐκεῖνο σαφῶς ἐπεπόνθει τὸ
10τοῦ Ἰκάρου. τά τε γὰρ ἄλλα διαπορθμεύουσι ταῖς ἡμῶν ἀκοαῖς τὸν μακρὸν δολιχεύοντες χρόνον οἱ μῦθοι, καὶ δὴ καὶ Ἰκάρου τι‐ νὸς ὑπομνήματα ἔχομεν ἐξ αὐτῶν· ὡς ἐπιθυμήσειεν ὁ μάταιος πτερῶν, ἐπεὶ μὴ ἐβούλετο μήτε γῆν ἐκεῖνος ἔτι πατεῖν· ὁ δὲ καὶ φύσεως ὑπερόρια διὰ θράσους πλεονεξίαν ἤδη ἐπόθει, καὶ ἦν
15ταῦτα ἐφόδια τἀνδρὶ σφαλερὰ καὶ πρόσω ἢ ὥστε σωφρονοῦντος εἶναι δοκεῖν. τῆς ὁμοίας εἶναι κακοβουλίας δοκῶ μοι, καὶ ὅπερ ὁ βαρυδαίμων ἄνθρωπος οὗτος ἐπεπόνθει τὰ νῦν. λέληθε γὰρ τοῖς ὑπὲρ δύναμιν καὶ αὐτὸς ἑαυτὸν ἐξαρτήσας (λέγω δὴ ταῖς τῶν γραφῶν διανοίαις, τῶν τε ἡμετέρων σοφῶν καὶ τῶν θύραθεν)
20κἄπειτα, διὰ ξενίζοντα κρότον ἀμαθῶν ἀκοῶν, ἐνίας τῶν Ἑλ‐ ληνίδων ἐρανισάμενος λέξεων, αἷς περὶ τὰ σφέτερα αὐτῶν ἐκεῖ‐
νοι κέχρηνται δόγματα, καὶ τοῖς θείοις ἀναιδῶς παραμιγνὺς καὶ

2

.

1082

ὑποσπείρων αὐτὸς δόγμασιν, ἔλαθε κατὰ τῆς τοῦ θεοῦ ἐκκλη‐ σίας σφοδρὸν ἀναῤῥιπίσας κυκεῶνα καὶ θόρυβον καὶ μετάμελον ὀψέ ποτε λαμβάνειν ὀφείλων, ἐφ’ οἷς ἁμαρτάνων οὐκ ᾔσθετο. ὁ δ’ ἐξεμάνη κατὰ τῶν διορθοῦν πειρωμένων ἡμῶν, καὶ δρᾷ λοι‐
5πὸν ἀκρατῶς μείζω μὲν ἢ κατὰ θηρίου μανίαν παντὸς, ἥττω δ’ ἢ κατὰ βούλησιν τὴν αὐτοῦ· καὶ τοῖς μὲν ἄρχουσιν ὑπέρχεται, ποριζόμενος ἰσχὺν ἑαυτῷ, τὴν δ’ εὐσέβειαν ἀδικεῖ· κἀκείνων μὲν τὴν εὐμένειαν πραγματεύεται, τὴν δὲ τοῦ θεοῦ διωθεῖται· καὶ οὗ μὲν ἡττᾶται, δεινῶς φεύγει· καθ’ ὃ δὲ ὑπερέχειν νομίζει,
10πρὸς τοῦτο συχνὰ καταφεύγει. ἀληθείας γὰρ σὺν παῤῥησίᾳ δι‐ κάζειν ζητούσης, ἡττώμενος φεύγει· μοχθηρίᾳ δὲ γνώμης εὐδο‐ κιμῶν πρὸς διαβολὰς, ταύτης ἀντέχεται. δικαιοσύνης γὰρ καὶ ἀληθείας κρινούσης, ἣν μὲν ἔφευγε, πολλάκις δίκην ἥλω· ἣν δ’ ἐδίωκεν, οὐχ εἷλεν. (Β.) Ἐγὼ μὲν οὖν (εἰρήσεται γὰρ τἀλη‐
15θὲς) τὴν ἀρχὴν ἐδεδίειν, μὴ πάντα διαστρέφων ὁ σὸς Παλαμᾶς διαβάλῃ κἀμὲ, βουληθέντα κατὰ καιρὸν ἐνταυθοῖ τοῖς οἰκείοις καὶ συντρόφοις χρήσασθαι ὅπλοις, λέγω δὴ ταῖς τῶν θύραθεν πρὸς τὰς διαλέξεις ἐπιστήμαις, ὡς καὶ τέχναις καὶ μαρτυρίαις, ἐκεῖθεν ἡμῖν τὴν ἰσχὺν περιγίνεσθαι φάσκων τῶν ἀποδειγμάτων.
20ἐπεὶ δ’ ἄοπλος οἴκοθεν ὑπάρχων αὐτὸς ἐκ τούτων ἑαυτὸν ὁπλί‐ ζειν πειρᾶται κατὰ τῆς ἀληθείας, πολλῷ μᾶλλον ἡμᾶς ἐς τὸ κρά‐
τιστον ταῦθ’ ὑπὲρ τῆς ἀληθείας ἀγωνιζομένους ὁπλίζουσι, τοὺς

2

.

1083

μάλα συνήθεις τε καὶ ἡλικιώτας. ἐπιγνωσόμεθα γὰρ ἡμεῖς τὴν τῆς ἡμῶν γλώττης μᾶλλον συγγένειαν καὶ τὸ ἦθος, ἢ αὐτὸς νό‐ θος νόθοις χρώμενος τούτοις. διὰ γοῦν ἕν γε τοιοῦτο, καὶ πρός γε διὰ τὴν τῶν ἡμετέρων θεολόγων καὶ διδασκάλων τῆς ἐκκλη‐
5σίας παραίνεσιν, οὐκ ὀκνήσομεν οὐδ’ ἡμεῖς οὑτωσί πως ὁπλίσα‐ σθαι κατὰ τῶν τοιχωρυχούντων καὶ βωμολοχούντων ταυτὶ καὶ εἰς ἀλλοκότους διανοίας καὶ πλάνας ἐξ ἀμαθίας παραγόντων. εἰ οὖν καὶ ὑμῖν συνδοκεῖ, βραχέα σκεψάμενοι περὶ τῶν τοιούτων πρῶτον, καὶ ὅσα τῇ προκειμένῃ προσήκοντ’ ἂν εἴη ἐφόδια, ἔπειτ’
10ἐς τὸν προκείμενον ἀγῶνα χωρήσωμεν. ῥᾴοσι γὰρ ἂν εἴη χωρεῖν ἐς τὰ πρόσω, τὰς τῶν ὑποθέσεων ἀρχὰς καὶ προκαταστάσεις ἀνενδεεῖς πηγνυμένοις, ἢ ῥᾳθυμούσας. (Γ.) Διονυσίου τοίνυν ἐκείνου τοῦ πάνυ μεμνήσομαι πρῶτον, διττὴν εἶναι τὴν τῶν θεο‐ λόγων παράδοσιν λέγοντος, τὴν μὲν ἀπόῤῥητον καὶ μυστικὴν,
15τὴν δὲ φιλόσοφον καὶ ἀποδεικτικήν· καὶ „συμπλέκεται τῷ ῥητῷ τὸ ἄῤῥητον· καὶ τὸ μὲν πείθει καὶ καταδεῖται τῶν λεγομένων τὴν ἀλήθειαν· τὸ δὲ δρᾷ καὶ ἐνιδρύει τῷ θεῷ ταῖς ἀδιδάκτοις μυσταγωγίαις.“ Περὶ δὲ τοῦ ἀγενήτου λέγων ὁ μέγας κατ’ Ἀρεια‐ νῶν ὁ Ἀθανάσιος, „ἐρωτησάτωσαν,“ φάσκει, „τοὺς Ἕλληνας, ἵνα
20ἀκούσαντες πόσα σημαινόμενα ἡ λέξις ἔχει μάθωσιν ὅτι οὐδὲ
περὶ ὧν λέγουσιν ἐπίστανται καλῶς ἐρωτᾷν.“ καὶ πολὺν ἑξῆς ὁ

2

.

1084

θεῖος ἐκεῖνος ἀνὴρ ποιεῖται λόγον, ᾧ τοῖς ἐθέλουσιν ἐντυχεῖν ἐξέ‐ σται μαθεῖν τελεώτερον. ἡμῖν γὰρ ἥκιστ’ ἐν τῷ παρόντι σχολὴν ἄγουσι, διὰ τὴν ἐς τὰ πρόσω σπουδὴν, βραχέα τῶν θείων ἐκεί‐ νων ἀνδρῶν ἐνταυθοῖ προτιθέναι δέδοκται, καὶ ὅσα πρὸς τὸν
5σκοπὸν ἀφοσιοῦσθαι χρεών· τὰ δ’ ἑξῆς τοῖς βουλομένοις παρή‐ καμεν, ἐξουσίας ἀφθόνου διηνεκῶς ἠνεῳγμένης ἅπασι. συνῳδὰ τοιγαροῦν καὶ ὁ μέγας ἐκείνοις Βασίλειος φάσκει, ὡς „ἡ τῆς δια‐ λεκτικῆς δύναμις τεῖχός ἐστι τοῖς δόγμασιν, οὐκ ἐῶσα αὐτὰ εὐ‐ διάρπαστα εἶναι καὶ εὐάλωτα τοῖς βουλομένοις.“ τὰ παραπλήσια
10δὲ καὶ ὁ θεῖος διέξεισι τούτοις Χρυσόστομος, „πρὸς μὲν βίου,“ λέγων, „κατάστασιν ἀρίστην βίος ἕτερος εἰς τὸν ἴσον ἂν ἐναγάγοι ζῆλον. ὅταν δὲ περὶ δόγματα νοσῇ ἡ ψυχὴ τὰ νόθα, πολλὴ τοῦ λόγου ἐνταῦθα ἡ χρεία, οὐ πρὸς τὴν τῶν οἰκείων ἀσφάλειαν μό‐ νον, ἀλλὰ καὶ πρὸς τοὺς ἔξωθεν πολέμους. εἰ μὲν γάρ τις ἔχει
15τὴν μάχαιραν τοῦ πνεύματος καὶ θυρεὸν πίστεως τοιοῦτον, ὡς δύνασθαι θαυματουργεῖν κἀκ τῶν τεραστίων τὸ τῶν ἀναισχύν‐ των ἐμφράττειν στόμα, οὐδὲν ἂν δέοιτο τῆς ἀπὸ τοῦ λόγου βοη‐ θείας· μᾶλλον δὲ οὐδὲ τότε ἄχρηστος ἡ τούτου φύσις.“ ἀλλὰ καὶ ὁ θαυμάσιος τάδε διέξεισι Μάξιμος. „δίχα λογικῆς,“ φησὶ, „δυ‐
20νάμεως ἐπιστημονικὴ γνῶσις οὐκ ἔστι· καὶ γνώσεως χωρὶς οὐ συνίσταται πίστις, ἀφ’ ἧς τὸ καλὸν γέννημα πρόεισιν ἡ ἐλπίς.“ καὶ ἐπὶ τούτοις ὁ θεῖος ἐκ Δαμάσκου φησὶ Ἰωάννης· „ὡς εἰ καὶ
παρὰ τῶν ἔξωθεν χρήσιμόν τι καρπώσασθαι δυνηθείημεν, οὐ

2

.

1085

τῶν ἀπηγορευμένων ἐστί. γενώμεθα δόκιμοι τραπεζῖται, τὸ μὲν γνήσιον καὶ καθαρὸν χρυσίον σωρεύοντες, τὸ δὲ κίβδηλον παραι‐ τούμενοι. λάβωμεν λόγους καλλίστους· θεοὺς δὲ γελοίους καὶ μύθους ἀλλοτρίους τοῖς κυσὶν ἀποῤῥίψωμεν. πλείστην γὰρ ἐξ
5αὐτῶν κατ’ αὐτῶν ἰσχὺν κτήσασθαι δυνηθείημεν.“ Καὶ τί δεῖ μέτροις ἀριθμητικοῖς πειρᾶσθαι συγκλείειν τὰ καὶ αὐτοὺς σχε‐ δὸν ἀριθμητικοὺς παραιτούμενα νόμους; ὅσα τε δηλαδὴ διεξί‐ ασιν, οὓς διελάβομεν καὶ ὧν ἐμνήσθημεν, ἕτερα· καὶ ὅσαπερ οὐδαμῆ διελάβομεν. οἷς γὰρ οὐκ ἀπέχρησε τὰ κεκομισμένα, τού‐
10τοις οὐδ’ ὅλας βίβλων ἁμάξας κομίζων τις σύνεσιν κομιεῖσθαι παρασκευάσει· ἢ μᾶλλον, ᾧ μὴ σύνεσιν ἀπέχρησε τοῖς λογι‐ σμοῖς ἐνθεῖναι, ἄφυκτον ἀνάγκην εἶναι τοὺς Ἑλλάδι χρωμένους φωνῇ, καὶ τοῖς τῶν συλλαβῶν καὶ στοιχείων ταύτης εὑρεταῖς ἀναφέρειν τὴν μίμησιν, καὶ τάς γε τῶν ἀμφισβητουμένων ἀνα‐
15τιθέναι κρίσεις καὶ λύσεις, καθάπερ στάθμαις καὶ κανόσι τέκτο‐ νες καὶ λιθουργοὶ, τῷ ποτ’ ἂν τῶν πάντων οὗτος ἑτέρῳ πεισθείη; οἶμαι τῶν πάντων ἥκιστ’ ἄν ποτ’ οὐδενί. τὸν γὰρ τοῖς θείοις ἐκκλησίας φωστῆρσι τοῦτο δρῶσιν οὐχ ἑπόμενον λόγοις οὐδείς ποτε πείσειεν ἂν, οὐ βαρβάρων, οὐχ Ἑλλήνων, οὐκ ἀγγέλων,
20οὐκ ἀνθρώπων, οὐκ ἀσόφων, οὐ σοφῶν τῶν ὄντων οὐδενός.
πάρεστι τοίνυν σκοποῦσιν ὀρθῶς, οἷς ἐμπάθειά τις ἀχλύος δίκην

2

.

1086

ἥκιστα ἐνοχλεῖ τῇ ψυχῇ, μηδὲ νοῦ βραδυτὴς τὸ θαῤῥοῦν ἀμβλύ‐ νει τῆς γνώμης, ἀδεκάστους φέρειν τὰς ψήφους. (Δ.) Καὶ πρῶτον μὲν δὴ κείσθω ζήτημα τουτὶ ταῖς παρούσαις χρείαις· εἰ ἐπὶ τῆς ἁπλῆς καὶ ἀσωμάτου φύσεως (λέγω δὴ τοῦ θεοῦ) δια‐
5φορὰν ἡντινοῦν δογματίζειν οὐσίας καὶ ἐνεργείας ἐξείη· ὡς τὴν μὲν οὐσίαν ἀμέθεκτον εἶναι κτίσμασιν ἅπασι κομιδῇ („αὐτὴ γὰρ καθ’ αὑτὴν,“ φησὶν, „ἡ θεία μετεχομένη τε καὶ λαμβανομένη φύσις ἢ φυρμὸν πείσεται, ἢ τὴν παθητὴν ἐξαναλώσει φύσιν, πρὶν ἂν ληφθῇ· οὐδεὶς γὰρ, φησὶν, ὄψεται τὸ πρόσωπόν μου,
10καὶ ζήσεται“) τὴν δ’ ἐνέργειαν μόνην ἅπασι κτίσμασι γίνεσθαι μεθεκτὴν, μόνῳ μὲν τῷ ἀκτίστῳ μηδὲν ἐκείνης διαφέρουσαν· ὡς δ’ αἰτίαν ὑπερκειμένην ἔχουσαν ἐκείνην, τούτῳ δὲ διαφέρουσαν· εἶναι δὲ τὴν ἐνέργειαν εἰς εἴδη διαιρουμένην, σοφίαν, δύναμιν, ζωὴν, ἀλήθειαν, βούλησιν, ἁγιασμὸν, καὶ ὅσα μυρία τοῖς ἐντυγ‐
15χάνουσι ταῖς αὐτοῦ διαιρέσεσιν ἔξεστι διαγινώσκειν σαφέστερον, ὄψεσιν ἄγουσιν οἰκείαις εἰς πίστιν ἑαυτοὺς ἀκριβῆ. (Ε.) Ἐπειδὴ τοίνυν ἐκ τῶν ἁγίων ἡμῶν διδασκάλων οὔθ’ ὁ ὑμέτερος ἔγνω πει‐ σθῆναι διδάσκαλος Παλαμᾶς, οὔθ’ ὑμεῖς ἐκείνῳ πειθόμενοι, διαμαρτίας (ὡς ἔοικε) λέξεων καταγνόντες, φέρε τούς τε ἄλλους
20μιμησόμεθα καὶ ἡμεῖς θείους πατέρας, ὡς εἴρηται, καὶ δὴ καὶ Ἰουστῖνον τὸν θεῖον καὶ σοφώτατον ἄνδρα, καὶ μέγαν τῆς εὐσε‐
βείας μάρτυρα καὶ ἀθλητήν. εἶναι γὰρ τῶν ἐκείνου βιβλίων καὶ

2

.

1087

λόγων καὶ τὸν περὶ μοναρχίας λόγον, ἐν ᾧ πλείστας παράγει τὰς μαρτυρίας ἐξ Ἑλλήνων φιλοσόφων, ποιητῶν τε καὶ ῥητόρων, οἷς ὁμολογεῖν εἶναι συνηνέχθη μὴ δύο, μηδὲ πολλοὺς, ἀλλ’ ἕνα θεόν. εἰκὸς γὰρ ᾠήθη τοῖς πλείστοις ἀξιοπιστοτέρους εἶναι τὰς
5τῶν ἐχθρῶν μαρτυρίας. καὶ τὸν τοιοῦτον καὶ ἡμεῖς τήμερον τρό‐ πον ἐκ τῆς τῶν θύραθεν ἐπιστήμης τὰς μαρτυρίας ἀγάγωμεν κατὰ τὴν ὑπόσχεσιν, τὴν σφῶν παρωσάμενοι θρησκείαν. μηδὲ γὰρ εἶναι τῆς θρησκείας τὴν ἐπιστήμην, μηδὲ βλάβην ἐκεῖθεν ὑφο‐ ρᾶσθαι μηδ’ ἡντινοῦν, οὐ μᾶλλόν γε ἢ τῶν τροφίμων τὰ πλείω
10κομιζομένους ἐκ βαρβάρων καὶ ἀλλοφύλων γενῶν· αἷς ἐπενεγκεῖν ἀξιώσομεν αὖθις τὰς τῶν ἁγίων, ὁπόσας καὶ οἵας ἐπίτηδες ἐτα‐ μιευσάμεθα τράπεζαν· καὶ δεῖξαι σύμφωνον μὲν ἐκείνους ᾄδοντας μέλος καὶ ἐναρμόνιον, κἀν ταῖς τῶν λέξεων σημασίαις· τὸν δ’ ὑμέτερον Παλαμᾶν μήτε τούτοις μήτ’ ἐκείνοις συνᾴδοντα, ἀλλ’
15ὅμοιον πάσχοντα, καθάπερ ἂν εἴ τις νοσώδης τὴν φύσιν καὶ χαῦνος ὑπάρχων ἀνὴρ χρείας ἡστινοσοῦν, εἰληφὼς ὁτουδήποτε μάχαιραν τῆς οἰκείας δυνάμεως ὑπερτέραν, ἔπειτα μὴ δυνάμενος ἄλλοθεν, ἐκ τῶν οἰκείων σαρκῶν ὠμοβόρον ἑαυτῷ παρετίθει τράπεζαν, αὐτὸς ἑαυτὸν ἑστιῶν μοχθηρῶς, κἀκ τοιούτων φιλο‐
20φρονούμενος πόνων, ἑστιάτωρ καὶ δαιτυμὼν ἐν ταὐτῷ γινόμενος αὐτὸς ἑαυτῷ, ὥς γε εἴρηταί τε καὶ εἰρήσεται. ὑπὲρ γὰρ ὧν ἠπεί‐ γετο, τούτων ἐκπέπτωκε· καθ’ ὧν δ’ ἐπόνει, τούτοις δ’ ἔλαθεν
ἄθυρμα γεγονὼς προφανές· ἀμφοῖν, οἰήσεως ἅμα καὶ ἀμαθίας,

2

.

1088

ἑκατέροιν ἐκείνοιν αὐτῷ γενομένοιν αἰτίοιν. (ϛʹ.) Πλωτίνου τοί‐ νυν ἀκουσώμεθα πρώτως, περὶ οὐσίας καὶ ἐνεργείας θεοῦ τάδε διεξιόντος. „εἰ ὑποθοῖτό τις (φησὶν) ἑλέσθαι τὸν θεὸν ἀλλάξα‐ σθαι τὴν ἑαυτοῦ φύσιν, μήτ’ ἂν ἄλλο τι γενέσθαι βουληθῆναι,
5μήτ’ ἂν ἑαυτῷ μέμψασθαι, ὡς ὑπ’ ἀνάγκης τοῦτο ἦν. ἔστι γὰρ ὄντως ἡ ἀγαθοῦ φύσις θέλησις αὐτοῦ· ὅτι μηδὲν ἦν ἄλλο, ἵνα πρὸς ἐκεῖνο λεχθῇ. εἰ μὲν οὖν εἴη τις ἐνέργεια ἐν αὐτῷ, καὶ τῇ ἐνεργείᾳ θείημεν αὐτὸν, οὐδ’ ἂν διὰ τοῦτο εἴη ἕτερος αὐτοῦ, καὶ οὐκ αὐτὸς αὐτοῦ κύριος, ἀφ’ οὗ ἡ ἐνέργεια· ὅτι μὴ ἕτερον ἐνέρ‐
10γεια καὶ αὐτός. ἐπεὶ γὰρ οὐσία καὶ ἐνέργεια ἐκεῖ ἐλέγετο, δύο πως ὄντα, ἐκ τῆς ἐνεργείας ἐδίδου τὴν ἔννοιαν τοῦ κυρίου· τοῦ‐ το δ’ ἦν τῇ οὐσίᾳ ταὐτόν. διὰ τοῦτο καὶ οὐ χωρὶς ἐγένετο τὸ κύριον εἶναι, ἀλλ’ αὐτὸ ἑαυτοῦ κύριον ἐλέγετο. οὐ γὰρ δύο ὡς ἓν, ἀλλ’ ἕν. ἢ γὰρ ἐνέργεια μόνον, ἢ οὐδ’ ὅλως ἐνέργεια. εἰ δ’
15οὐσίαν ἄνευ ἐνεργείας τις λέγοι, ἐλλιπὴς ἡ ἀρχὴ καὶ ἀτελὴς ἡ τελειοτάτη πασῶν ἔσται. καὶ εἰ προσθείη ἐνέργειαν, οὐχ ἓν τηρεῖ, ἀλλ’ ἠλάττωσε τῇ προσθήκῃ. εἰ οὖν τελειότερον ἡ ἐνέργεια τῆς οὐσίας, τελειότερον δὲ τὸ πρῶτον, πρῶτον ἂν ἐνέργεια εἴη. ἐνέργεια δὲ, οὐ δουλεύουσα οὐσίᾳ, καθαρῶς ἐστιν ἐλευθέρα.
20καὶ οὕτως αὐτὸς παρ’ αὑτοῦ ὁ θεὸς, εἴτ’ οὐσίαν εἴποις, εἴτ’
ἐνέργειαν. οὐ γὰρ δύο, ἀλλ’ ἕν. πῶς γὰρ ἂν εἴη βούλησις ἐξ οὐ‐

2

.

1089

σίας ἀνενεργήτου; οὐχ ἕτερον ἄρα τῆς οὐσίας οὐδέν. φύσις οὖν ἁπλῆ, καὶ ἐνέργεια μία, καὶ οὐδὲ τὸ δυνάμει ἔχουσα ἄλλο, ἄλλο δὲ τὸ ἐνεργεῖν, πῶς οὐκ ἐλευθέρα; οὐδὲ γὰρ πεφυκέναι λέγοιτ’ ἂν ἐνεργεῖν, ἄλλης οὔσης τῆς οὐσίας, καὶ τῆς ἐνεργείας ἄλλης.“
5(Ζ.) Φησὶ δὲ καὶ Ἀριστοτέλης, ὅτι „τὸ ἐξ ἀνάγκης ὂν κατ’ ἐνέρ‐ γειάν ἐστι καὶ ἀΐδιον καὶ χωρὶς δυνάμεως, εἴτουν αὐτοενέργεια καὶ πρώτη οὐσία.“ καὶ ἀλλαχοῦ· „ἕκαστον τῶν ὄντων, ὧν ἔργον τί ἐστιν, ἤτοι ἐνέργεια, ἕνεκα τοῦ ἔργου αὐτοῦ ἐστι. θεοῦ δ’ ἐνέργειά ἐστιν ἀθανασία, ὅπερ ἐστὶ ταὐτὸν εἰπεῖν ζωὴ ἀΐδιος·
10ὥστε ἀνάγκη τὸν θεὸν κίνησιν ἀΐδιον ὑπάρχειν, εἴτουν ἐνέργειαν.“ Ὁρᾷς τὰς μαρτυρίας, σὺν ἐπιστήμης εὐροίᾳ προενεχθείσας, καὶ ὅσην αὐτόχρημα τοῖς περὶ θεοῦ λεγομένοις πρὸς τῶν σοφῶν δι‐ δασκάλων ἡμῶν καὶ φωστήρων τῆς ἐκκλησίας τὴν συμφωνίαν ἔχουσιν· ὡς ταὐτὸν ἐπὶ θεοῦ σαφῶς οὐσία τε καὶ ἐνέργεια, μηδὲν
15οὐδαμῶς διαφέροντα· καθάπερ καὶ ἡμῖν ἀνωτέρω λαβοῦσιν εἰς μῆκος ἐκτέθειται· Ἀθανασίου φημὶ, Βασιλείου, Κυρίλλου, καὶ Θεοδώρου, τοῦ τὴν Εἰκονομαχίαν ἐλάσαντος σοφωτάτοις ἐκ μέ‐ σου λόγοις, ὡς Ἀθηναῖοι πάλαι τὸ Κυλώνιον ἅγος ἐξ Ἀθηνῶν. τότε μὲν γὰρ ἐγὼ τῶν ἁγίων ἐκείνων βίβλους σχὼν ἀνὰ χεῖρας
20ὑπ’ ὄψιν ἦγον λαμπρὰν τὰ λεγόμενα· ἐνταυθοῖ δ’ οὐ παρέθηκα, περιττὸν ἡγησάμενος πανταχοῦ τὴν ὁμοίαν ἔκθεσιν δρᾷν. εἶναι
γὰρ τοῖς βουληθεῖσι ῥᾴδιον, ἀναδραμοῦσι μικρὸν τῆς ἡμῶν ταυ‐

2

.

1090

τησὶ διάστημα συγγραφῆς, ἐντυχεῖν· εἰς πλάτος ἡμῖν εἰρημένου αὐτοῖς, ἔνθα λαληθέντα τε καὶ πραχθέντα παρὰ τὴν λῃστρικὴν ἡμῖν ἐκείνην ἐκτέθειται σύνοδον. ἀλλ’ ἐπιλείψει με (εἶπον) τὰ παραπλήσια κομίζειν ὁ χρόνος ἐθέλοντα. (Η.) Ὅμως καὶ ἐπεὶ
5τὴν εἰκόνα θεοῦ φασιν οἱ θεῖοι πατέρες τὸν νοῦν, πολλαχῆ δὲ καὶ νοῦν καλοῦσιν αὐτὸν, καὶ πρό γε τῶν θεοπρεπῶν ὀνομάτων ἐμάθομεν εἶναι τὸ ἓν καὶ τὸ ὂν καὶ τὸν νοῦν καὶ τὴν βούλησιν, φέρε σκεψώμεθα, τί καὶ περὶ τούτων τεχνολογοῦσιν οἱ τῆς ἡμε‐ τέρας γλώττης ἐπιστήμονες ἁρμοσταὶ καὶ παιδευταί. ἐς γὰρ τὴν
10αὐτὴν ἀγάγοι ἂν καὶ ταῦθ’ ἡμᾶς ἐπιστημονικὴν τεχνολογίαν καὶ γνῶσιν, οἷς ἔφθημεν περί γε οὐσίας ἐκείνης, μοναδικοῦ τε καὶ ἑνιαίου. φησὶ τοίνυν εὐθὺς ὁ Πλωτῖνος αὖθις· „τὴν τοῦ παντὸς διάθεσιν εἴ τις ὀνομάζει πρόνοιαν, οὕτω νοείτω· ὅτι ἐστὶ πρὸ τοῦδε νοῦς τοῦ παντὸς ἑστὼς, ἀφ’ οὗ καὶ καθ’ ὃν πᾶν τόδε. εἰ
15μὲν οὖν νοῦς πρὸ πάντων καὶ ἀρχὴ ὁ τοιοῦτος νοῦς, οὐκ ἂν εἴη ὡς ἔτυχε.“ καὶ αὖθίς φησιν, ὡς „ἁπλῆ ἐστιν ἡ τοῦ νοῦ οὐσία, καὶ οὐκ ἄλλο νόησις, καὶ ἄλλο νοῦς. οἱ γὰρ λέγοντες ἄλλως προστι‐ θέασιν αὐτῇ, ὥσπερ ὀφθαλμοῖς τὸ ὁρᾷν. ἐατέον οὖν ἐπὶ τῆς ἁπλῆς φύσεως, τἄλλα μηδεμιᾶς ἐπικουρίας δεομένης. ὃ γὰρ ἂν
20προσθῇς, ἠλάττωσε τῇ προσθήκῃ τὴν οὐδενὸς δεομένην.“ καὶ
πολλὰ πολλαχῆ περὶ τούτου διεξελθὼν ἐπιφέρει καὶ Πλάτωνα,

2

.

1091

βεβαιοῦντα τὸν λόγον αὐτοῦ. „νοῦς γὰρ,“ φησὶ, „μὴ νοῶν ἀνόη‐ τος ἂν εἴη.“ καὶ Ἀριστοτέλης δ’ ὁμοίως· „τέλειος,“ φησὶ, „νοῦς αὐτοφυής ἐστιν ἐνέργεια, καὶ ταὐτόν ἐστιν ἐπ’ αὐτοῦ, ταὐτὸν καὶ ἐνέργεια· ἢ οὐ μεταβάλλει, ἄλλο τι ὢν τὴν οὐσίαν καὶ ἄλλο
5τὴν ἐνέργειαν.“ ἀλλὰ ταῦτα μὲν ἐκεῖνοι. (Θ.) Ἴδωμεν δὲ καὶ τῶν σοφῶν καὶ ἁγίων διδασκάλων τῆς ἐκκλησίας τὴν συμφωνίαν. „ὁ θεὸς οὔτε νοῶν λέγεται κυρίως, οὔτε νοούμενος, ἵνα μὴ σύν‐ θετος λογισθῇ. τό,τε γὰρ νοοῦν συνεπιθεωρουμένην ἔχει τὴν τοῦ νοεῖν δύναμιν, τό,τε νοούμενον τὴν τοῦ νοεῖσθαι. ἀλλ’ οὐδὲ
10νόησις· ἡ γὰρ νόησις ἔχει φυσικῶς ὑποκειμένην δεκτικὴν αὐτῆς οὐσίαν. λοιπὸν οὖν, ὑπὲρ ταῦτα πάντα· εἰ μή που νόησιν αὐ‐ τὸν εἴποιμεν αὐτὸ κατ’ οὐσίαν. καὶ ὅλον νόησιν, καὶ μόνον νόη‐ σιν, καὶ νόησιν ὑπὲρ νόησιν.“ καὶ ἀλλαχοῦ· „ἡ αὐτοϋπεραγαθό‐ της, νοῦς οὖσα καὶ ὅλη ἐνέργεια, εἰς ἑαυτὴν ἐστραμμένη, ἐνερ‐
15γείᾳ δ’, οὐ δυνάμει, πρότερον οὖσα ἀφροσύνη, εἶτα νοῦς ἐνερ‐ γείᾳ γινομένη. ὅθεν καί ἐστι νοῦς μόνον καθαρὸς, οὐκ ἐπείσα‐ κτον ἔχων τὸ φρονεῖν, ἀλλὰ παρ’ ἑαυτοῦ πάντα νοεῖ. εἰ γὰρ ἡ μὲν οὐσία αὐτοῦ ἄλλο ἐστὶν, ἃ δὲ νοεῖ ἕτερα αὐτοῦ, αὐτὸς ἀνόητος ἔσται, ἤγουν ἡ οὐσία αὐτοῦ.“ (Ι.) Καὶ ταῦτα μὲν ἐξ
20αὐτοσχεδίου τέως ἡμῖν εἴρηται. σχολῆς δέ μοι προσγενομένης,

2

.

1092

εἰρήσεται κἀκ τῶν ἄλλων σοφῶν καὶ θείων τῆς ἐκκλησίας ἡμῶν διδασκάλων κατὰ πλῆθος τὰ παραπλήσια. ἔξεστι δ’ οὖν ὅμως κἀκ τούτων ἐπιγνῶναι τῆς συμφωνίας τὸ κράτιστον, ὡς ἐπὶ τῆς ἁπλῆς καὶ θείας οὐσίας ταὐτὸν εἶναι πρὸς πάντων ὁμοῦ μαρτυ‐
5ρεῖται, τῶν τε θύραθεν καὶ τῶν καθ’ ἡμᾶς σοφωτάτων ἀνδρῶν, οὐσία τε καὶ ἐνέργεια. ἐπεὶ τοίνυν ἐς τὸ ἀναμφίλεκτόν τε καὶ ἀναντίῤῥητον ἐπιεικῶς ἡμῖν δέδεικται τὸ ἀδιαίρετόν τε καὶ ἀδιά‐ φορον τῆς οὐσίας καὶ ἐνεργείας ἐπὶ τῆς θείας καὶ ἁπλῆς φύσεως πανταχόθεν, φέρε κἀκ τῆς μονάδος καὶ τοῦ ἑνὸς καὶ τοῦ ἀγαθοῦ
10τὴν τῆς οὐσίας καὶ ἐνεργείας ταὐτότητα δείξωμεν αὖθις ὁμοίως. „πάντα τὰ ὄντα τῷ ἑνί ἐστιν ὄντα,“ φησὶν, „ὅσα τε πρώτως ἐστὶν ὄντα καὶ ὅσα ὁπωσοῦν λέγεται ἐν τοῖς οὖσιν εἶναι. τί γὰρ ἂν καὶ εἴη, εἰ μὴ ἓν εἴη; ἐπείπερ ἀφαιρεθέντος τοῦ ἑνὸς, οὐκ ἔστιν ἐκεῖνα· οὔτε γὰρ στρατὸς, οὔτε χορὸς, εἰ μή ἐστι τὸ ἕν. καὶ δὴ
15καὶ τὰ τῶν φυτῶν καὶ ζώων σώματα, εἰ φεύγει τὸ ἓν εἰς πλῆθος θρυπτόμενα, τὴν οὐσίαν αὐτῶν ἣν εἶχεν ἀπώλεσεν, οὐκ ἔτι ὄντα ἃ ἦν. ὅστις δ’ οἴεται τὰ ὄντα τύχῃ καὶ τῷ αὐτομάτῳ διοικεῖ‐ σθαι, καὶ σωματικαῖς συνέχεσθαι αἰτίαις, οὗτος πόῤῥω ἀπελή‐ λαται θεοῦ καὶ ἐννοίας ἑνός. εἴπερ δεῖ τι αὐταρκέστατον εἶναι,
20τὸ ἓν εἶναι δεῖ. τόπος δὲ οὐδεὶς αὐτοῦ. οὐ γὰρ δεῖται ἱδρύσεως, ὡς αὑτὸ φέρειν μὴ δυνάμενον· τό,τε ἱδρυθησόμενον ἄψυχον,
καὶ ὄγκος πίπτων, ἐὰν μήπω ἱδρυθῇ. ἐνδεὲς γὰρ, καὶ τόπον

2

.

1093

ζητοῦν. ἀρχὴ δὲ οὐκ ἐνδεὲς τῶν μετ’ αὐτό. ἡ δὲ πάντων ἀρχὴ ἀνενδεὲς ἁπάντων. ὅ,τι γὰρ ἐνδεὲς, ἐφιέμενον ἀρχῆς, ἐστὶν ἐν‐ δεές. εἰ οὖν τὸ ἓν ἐνδεὲς, τῷ ζητεῖν δηλονότι μὴ εἶναι ἕν· ὥστε ἐνδεὲς ἔσται τοῦ φθεροῦντος. ὥστε τῷ ἑνὶ οὐδὲν ἀγαθόν ἐστιν·
5οὐδὲ βούλησις τοίνυν οὐδενός· ἀλλ’ ἔστιν ὑπὲρ ἀγαθὸν, καὶ αὐτὸ οὐχ ἑαυτῷ τοῖς δ’ ἄλλοις ἀγαθὸν, εἴ τι αὐτοῦ δύναται μεταλαμ‐ βάνειν· οὐδὲ νόησις, ἵνα μὴ ἑτερότης, οὐδὲ κίνησις. πρὸ γὰρ κινήσεως καὶ πρὸ νοήσεως. ἢ νοήσεως δεήσεται, ἵνα γνῷ ἑαυτὸν ὁ αὐτάρκης ἑαυτῷ. νόησις γὰρ οὐ νοεῖ, ἀλλ’ αἰτία τοῦ νοεῖν
10ἄλλῳ. τὸ δ’ αἴτιον οὐ ταὐτὸν τῷ αἰτιατῷ. τὸ δὲ πάντων αἴτιον οὐδέν ἐστιν ἐκείνων. οὐ τοίνυν οὐδ’ ἀγαθὸν λεκτέον τοῦτο ὃ πα‐ ρέχει, ἀλλ’ ἄλλως τἀγαθὸν ὑπὲρ τὰ ἄλλα ἀγαθά.“ (ΙΑ.) Τὰ δ’ αὐτὰ ὁ Πλατωνικὸς διέξεισι Πρόκλος περὶ τοῦ ἑνὸς καὶ τοῦ ἀγαθοῦ· καὶ ὁ τοῖς θεολογικοῖς ἐντυγχάνων ἐκείνου εἴσεται σα‐
15φῶς τὴν συμφωνίαν. ἐμοὶ γὰρ οὐ σχολάζειν αἱ τῆς κεφαλῆς ἐῶ‐ σιν ἀλγηδόνες ἐν τούτοις. εἴσεται δ’ ἐν ταὐτῷ καὶ τὴν Πλάτωνος περὶ τὰ τοιαῦτα δόξαν ἐξ αὐτοῦ, εἴπερ αὐτὸς τῷ γε πλείονι μέ‐ ρει τἀκείνου φθέγγεται πάντα. Δεικτέον δ’ ὅμως ἐκ μέρους τὰ πλείω. φησὶν οὖν· „πᾶν τὸ γινόμενον ἐν μεθέξει τοῦ ἑνὸς γίνε‐
20ται ἕν. αὐτὸ μὲν γὰρ οὐχ ἕν ἐστι. καθὸ δὲ πέπονθε τὴν μετοχὴν
τοῦ ἑνὸς, ἕν ἐστιν. εἰ γὰρ γίνοιτο ἓν, ἃ μή ἐστιν ἓν καθ’ ἑαυτὰ,

2

.

1094

συνιόντα δήπου καὶ κοινωνοῦντα ἀλλήλοις, γίνεται ἓν καὶ ὑπο‐ μένει τὴν τοῦ ἑνὸς παρουσίαν, οὐκ ὄντα ὅπερ ἕν. μετέχει ἄρα τοῦ ἑνὸς ταύτῃ, ᾗ πάσχει τὸ ἓν γενέσθαι. εἰ μὲν γὰρ ἤδη ἐστὶν ἓν, οὐ γίνεται ἕν. τὸ γὰρ ὂν οὐ γίνεται ὃ ἤδη ἐστίν. εἰ δὲ γί‐
5νεται, τῷ μὴ ἓν εἶναι πρότερον, ἕξει τὸ ἓν, ἐγγενομένου τινὸς ἐν αὐτοῖς ἑνός. βʹ. Ἐγὼ μὲν οὖν ταῦτα εἰπὼν ᾤμην λόγου ἀπηλλάχθαι· μηδὲ γὰρ δεῖσθαι πλειόνων ἔτι καὶ σαφεστέρων μαρτυριῶν, εἰς παράστασιν τῆς ἑνιαίας ἐκείνης καὶ μοναδικῆς καὶ θείας ἁπλότη‐
10τος, καὶ ὅσα δεικνῦσιν ἕτερα περὶ θεοῦ τῶν πάλαι σοφῶν οἱ λό‐ γοι, ὑπεράγαθον αὐτὸν καλοῦντες, καὶ τόπον ὑπὲρ τόπον, καὶ νόησιν ὑπὲρ νόησιν, καὶ κίνησιν ὑπὲρ κίνησιν, τοῖς ἁγίοις ὁμοίως, ἅτε ὑφ’ ἑνὶ καὶ τῷ αὐτῷ τούτοις κανόνι τυπούμενοι τῆς τεχνικῆς παιδείας καὶ ἐπιστήμης, κοινῇ τοῖς πᾶσι πρὸς τοῦ θεοῦ βραβευ‐
15θείσης, ὁπόσοι διαλέκτῳ κέχρηνται τῇ αὐτῇ. (Β.) Οἱ δ’ οὐκ ἀφίσταντό μου, τὴν συμφωνίαν κἀκ τῶν ἱερῶν ἀπαιτοῦντες ὄψε‐ σιν αὐταῖς ἀναλαμβάνειν βιβλίων. οὐ γὰρ ἐνέτυχον οὐδαμῆ πω οὔθ’ ἱεραῖς, οὔτε τισὶ τῶν θύραθεν περὶ ὅτων δήποτε βίβλων φιλοπονώτερον, ἵν’ εἴη καὶ ἡμῖν, πρὸς εἰδότας γε ποιουμένοις
20τὸν λόγον, τὰ τῶν πόνων κουφότερα· ἀλλ’ ἃ πρὸς τοῦ διδασκά‐
λου Παλαμᾶ συνέβαινέ σφισιν ἄκροις ἀκούειν ὠσὶ, ταῦτ’ ἐδέ‐

2

.

1095

χοντο καὶ ἐπίστευον λίαν ἀπονητὶ, ἀταλαίπωρον ἀπιστίαν πίστεως ἀλλαττόμενοι, δι’ ἀκαιρίαν νοῦ, μᾶλλον δὲ διὰ γνώμης καίριον μοχθηρίαν, ἀσέβειαν παρά γε τοῦ μὴ εἰδότος οἱ μὴ εἰδότες λαμβά‐ νοντες. ταύτῃ τοι καὶ παραχρῆμα παράγειν ἐπῄει μοι Διονυσίου τοῦ
5Ἀρειοπαγίτου ταυτί. „Ἓν μέν ἐστι τὸ ὄντως ὂν καὶ καλὸν καὶ ἀγα‐ θὸν καὶ σοφὸν, οὗ πάντες οἱ ἑνοειδεῖς ἐφίενται· μετέχουσι δ’ αὐτοῦ οὐχ ἑνιαίως, καίτοι ἑνὸς καὶ ταὐτοῦ ὄντος· ἀλλ’ ὡς ἑκάστῳ τὰ θεῖα διανέμει ζυγὰ, κατὰ τὴν ἑκάστου ἐπιτηδειότητα.“ καὶ πάλιν· „ὥσπερ ἓν μὲν ἡ μονὰς, πρὸ πάντων δέ ἐστι τῶν ἀριθμῶν, καὶ
10αἰτία ἐστὶ παντὸς ἀριθμοῦ καὶ οὐκ ἔστιν ἀριθμὸς, ἀλλ’ ἀρχὴ ἀριθμῶν, καὶ τὰ ἑξῆς· οὕτω καὶ ὁ θεὸς ἓν λέγεται, οὐ μόνον ὡς μόνος καὶ ἐξῃρημένος πάντων τῶν ὄντων κατὰ πάντα, καὶ ὡς ἁπλοῦς καὶ ἀμερὴς καὶ ἀδιαίρετος καὶ ἀπαθὴς, ἀλλὰ καὶ ὡς πρὸ πάντων τῶν ὄντων, καὶ ὡς πάντων αἴτιος· ἓν γὰρ τὸ πάν‐
15των τῶν ὄντων αἴτιον, καὶ ἑνικῶς ἓν, ἤτοι ἰδικῶς, ἐξαιρέτως, καὶ πρὸ πάντων· τὰ πάντα δ’ ἐξ αὐτοῦ καὶ μετ’ αὐτό· καὶ ὡς ὑπὸ πάντων τῶν ὄντων μετεχόμενος κατὰ τὴν ἑκάστου ἐπιτη‐ δειότητα. τὸ γὰρ πάντη ἀμέτοχον αὐτοῦ πάντη μὴ ὄν ἐστι. καὶ τῷ εἶναι τὸ ἓν, πάντα ἐστὶ τὰ ὄντα. καὶ οὐκ ἔστι τὸ πάντων
20αἴτιον ἓν, ἓν τῶν πάντων, ἀλλ’ ὑπὲρ πᾶν ἓν, καὶ παντὸς ἑνὸς καὶ πλήθους ὥσπερ ποιητικὸν, οὕτω καὶ ὁριστικόν. καὶ ὡς ἡ
μονὰς πρὸ παντὸς ἀριθμοῦ πεπληθυσμένου, καὶ πάντα ἐν ἑαυτῷ

2

.

1096

τὸ ἓν καὶ τὰ ἐναντία ἑνοειδῶς καὶ ἀσυγχύτως προείληφε.“ καὶ πά‐ λιν ὁ αὐτός φησιν· „ἐπὶ θεοῦ ταὐτόν ἐστι τὸ καλὸν τῷ ἀγαθῷ· τοῦ καλοῦ γὰρ καὶ ἀγαθοῦ πάντα ἐφίεται. καλὸν δὲ καὶ κάλλος οὐ διαιρετέον ἐπὶ τῆς ἐν ἑνὶ τὰ ὅλα συνειληφυίας αἰτίας. ταῦτα
5γὰρ ἐπὶ μὲν τῶν ὄντων ἁπάντων, εἰς μετέχοντα καὶ μετοχὰς διαιροῦντες, καλὸν λέγομεν τὸ κάλλους μετέχον· κάλλος δὲ τὴν μετοχὴν τῆς καλλοποιοῦ τῶν ὄντων αἰτίας. ὁ δὲ θεὸς ταῦτα λέ‐ γεται, ὡς αἴτιος τούτων. ἐκ θεοῦ γὰρ καὶ ἐν θεῷ καὶ αὐτὸ τὸ εἶναι, καὶ αἱ τῶν ὄντων πάντων ἀρχαὶ, καὶ τὰ ὄντα πάντα, καὶ
10τὰ ἀλλήλοις ἐναντία· καὶ τοῦτο ἀσχέτως καὶ ἐξαιρέτως καὶ συν‐ ειλημμένως καὶ ἑνιαίως. καὶ γὰρ ἐν μονάδι πᾶς ἀριθμὸς ἑνοει‐ δῶς προϋφέστηκε, καὶ ἔχει πάντα ἀριθμὸν ἡ μονὰς ἐν ἑαυτῇ μο‐ ναχῶς, ὡς αἰτία παντὸς ἀριθμοῦ· καὶ πᾶς ἀριθμὸς ἥνωται μὲν ἐν τῇ μονάδι· καθ’ ὅσον δὲ τῆς μονάδος πρόεισι, κατὰ τοσοῦ‐
15τον διακρίνεται καὶ πληθύνεται· ὡς καὶ ἐν κέντρῳ πᾶσαι αἱ τοῦ κύκλου γραμμαὶ κατὰ μίαν ἕνωσιν συνυφεστήκασι, καὶ πάσας ἔχει τὸ κέντρον τὰς εὐθείας ἑνοειδῶς. ἀλλὰ καὶ ἐν τῇ ὅλῃ τῶν ὅλων φύσει πάντες οἱ λόγοι τῆς καθ’ ἕκαστον φύσεως συνει‐ λημμένοι εἰσὶ κατὰ μίαν ἀσύγχυτον ἕνωσιν, καὶ ἐν τῇ ψυχῇ μο‐
20νοειδῶς αἱ τῶν κατὰ μέρος πάντων προνοητικαὶ τοῦ ὅλου σώμα‐ τος δυνάμεις. οὐδὲν οὖν ἄτοπον, ἐξ ἀμυδρῶν εἰκόνων ἐπὶ τὸ
πάντων αἴτιον ἀναβάντας ὑπερκοσμίοις ὀφθαλμοῖς θεωρῆσαι

2

.

1097

πάντα ἐν τῷ πάντων αἰτίῳ μονοειδῶς καὶ ἡνωμένως. εἰ δὲ καὶ ὁ καθ’ ἡμᾶς ἥλιος τὰς τῶν αἰσθητῶν οὐσίας καὶ ποιότητας, καί‐ τοι πολλὰς καὶ διαφόρους οὔσας, εἷς αὐτὸς ὢν, καὶ μονοειδὲς ἐπιλάμπων φῶς, ζωοῖ καὶ τρέφει, πολλῷ μᾶλλον ἐν τῷ καὶ αὐ‐
5τοῦ τοῦ ἡλίου καὶ πάντων τῶν ὄντων αἰτίῳ προϋφεστάναι τὰ πάντων τῶν ὄντων παραδείγματα κατὰ μίαν ὑπερούσιον ἕνωσιν, συγχωρητέον· καθάπερ ἡ φωνὴ μία καὶ ἡ αὐτὴ πρὸς πολλῶν ἀκοῶν ὡς μία μετέχεται.“ (Γ.) Ἐπεὶ δὲ καὶ περὶ τόπου διαλα‐ βεῖν ἡμᾶς ἐν ἐκείνοις συμπέπτωκεν, ἅτε καὶ αὐτοῦ συνεκτικῶς τε
10καὶ ἑνοειδῶς τὰ ἐν αὐτῷ περιέχοντος ἅπαντα, καὶ τὰ διάφορα εἶ‐ ναι δοκοῦντα, ἀναγκαῖον καὶ τούτου τὴν τῶν θείων τῆς ἐκκλη‐ σίας διδασκάλων, καθάπερ τι τῶν ἀναγκαίων χρεῶν, συμφωνίαν ἀποπιμπλάναι. „ὁ θεὸς ἄϋλος ὢν, καὶ ἀπερίγραπτος, ἐν τόπῳ οὐκ ἔστιν. αὐτὸς γὰρ ἑαυτοῦ τόπος ἐστὶν, ὁ τὰ πάντα πληρῶν καὶ
15ὑπὲρ τὰ πάντα ὢν, κἂν αὐτὸς συνέχων τὰ πάντα. ἰστέον δὲ ὅτι τὸ θεῖον ἀμερές ἐστιν, ὅλον ὁλικῶς πανταχοῦ ὂν, καὶ οὐ μέρος ἐν μέρει σωματικῶς διαιρούμενον, ἀλλ’ ὅλον ἐν πᾶσι καὶ ὅλον ὑπὲρ τὸ πᾶν. ὁ δ’ ἄγγελος σωματικῶς μὲν ἐν τόπῳ οὐ περιέχε‐ ται, ὥστε τυποῦσθαι καὶ σχηματίζεσθαι· ὅμως λέγεται εἶναι ἐν
20τόπῳ, διὰ τὸ παρεῖναι νοητῶς που καὶ ἐνεργῶν κατὰ τὴν ἑαυτοῦ
φύσιν, καὶ μὴ εἶναι ἀλλαχοῦ.“ (Δ.) Ἐγὼ δ’ ἐκ πολλῶν πολλὰ

2

.

1098

συνείρειν δυνάμενος ὅμοια μόνοις ἀρκεῖσθαι κέκρικα τοῖς Διο‐ νυσίου τοῦ Ἀρειοπαγίτου, πλήρη πεπαιδευμένοις ὄντα ἀνδράσι. περὶ γάρ τοι τῶν ἀπαιδεύτων λόγος ἡμῖν οὐδένων οὐδείς. λῆρος γάρ σφισι λόγος ἅπας καὶ μοῦσα παιδευτικὴ καὶ ἤθους ῥυ‐
5θμὸς καὶ (οὐδ’ ἐλαχίστου δέω λέγειν) εὐσέβεια πᾶσα καὶ κανό‐ νες ἐκκλησίας εὐνομουμένης. ὅμως τε περὶ βουλήσεως καὶ δυνά‐ μεως καὶ ζωῆς καὶ σοφίας καὶ τῶν τοιούτων ἐπ’ ἐκείνοις μὲν παμπληθὲς διεξῆλθον· ὑμῖν δ’ ἐνταυθοῖ προτιθέναι, φορτικὸν ἐμοί γε φαίνεται καὶ οὐδ’ ἄλλως ἀναγκαῖον. τὴν γὰρ ἐν τού‐
10τοις ἀνάγκην καὶ καιρῶν δεῖσθαι πολεμίων ἀνάγκη, ὅτε δὴ μα‐ χίμου (φάναι) κόνεως ἀναῤῥιπιζομένης ἐν μέσῳ μάλα σφοδρῶς ἀναφλεγόμενον τὸ θερμὸν τῆς ψυχῆς ἀκάθεκτον ἔχει τὴν οἴκοθεν ὁρμὴν, ἐπὶ ξυροῦ τῶν κινδύνων αἰωρουμένων· τῆς δ’ ἀκμῆς ἐκείνης παρελθούσης, καὶ τοῦ μαχίμου θώρακος καὶ τῶν ὅπλων
15ἐκείνων ῥιφέντων, ἐς τοὐναντίον χωρεῖ καὶ τὰ τῆς σπουδῆς, μα‐ ραινομένου τοῦ ὑπεκκαύματος καὶ τῆς ἀφορμῆς τοῦ πολέμου κατὰ μικρὸν ἀπιούσης ἐς λήθην, μετά γε τῆς τῶν ὅπλων ἀπαλ‐ λαγῆς. διὸ καὶ ἡμῖν ἐῤῥᾳθυμημένως πως ἤδη τῇ πρὸς ὑμᾶς διη‐ γήσει μετὰ τὴν ζάλην ἐκείνην χρωμένοις ἐνεῖναι συγγνώμην οὐ‐
20δὲν ἀπεικός· ἐξεῖναι γὰρ, κἀκ τῶν εἰρημένων, συνεῖναι ὑμᾶς τὴν τῶν σοφῶν ἑκατέρων συμφωνίαν, τῶν τε ἡμετέρων δηλαδὴ καὶ τῶν θύραθεν, ὅπως ταὐτὰ καὶ φρονοῦσι καὶ φθέγγονται περὶ
τῆς θείας ἁπλότητος, εἶναι παγχάλεπον καὶ σφόδρα τῶν ἀδυνά‐

2

.

1099

των, σύνθεσιν ἐννοεῖν ἢ διαφορὰν, πλὴν ὀνομάτων μόνον, οὐ‐ σίας τε καὶ βουλήσεως καὶ δυνάμεως καὶ ζωῆς καὶ σοφίας, καὶ ἁπλῶς ἐνεργείας ἁπάσης. ὥσπερ γὰρ ἐπίσης δίδωσιν ὁ θεὸς εὐ‐ σεβέσι καὶ ἀσεβέσιν, Ἕλλησί τε καὶ βαρβάροις, καὶ συλλήβδην
5πᾶσιν ἔθνεσιν εἰπεῖν, οὐρανὸν καὶ γῆν, ἀέρα τε καὶ ὑετὸν, ἥλιόν τε καὶ σελήνην, καὶ τἀναγκαῖα πάντα· οὕτω καὶ τοὺς τῶν ἀναγ‐ καίων τεχνῶν κανόνας ἐπίσης παρέχεται πᾶσιν, ὁμοφύλοις καὶ ἀλλοφύλοις. οὐ γὰρ ἄλλη μὲν ἡ τεκτονικὴ παρ’ Ἕλλησι στάθμη, παρὰ Σκύθαις δ’ ἄλλη· καὶ Μήδοις καὶ Πέρσαις ὁμοίως. οὐ
10μὴν οὐδὲ τοῦ γεωργεῖν καὶ κυνηγετεῖν, καὶ τῶν τοιούτων, δια‐ φορά. ἀλλὰ τῆς θρησκείας διαφερούσης, τὰ τῆς τέχνης ἔχει συνάφειαν. οὕτω δὲ κἀπὶ τῆς λεξικῆς ἐπιστήμης ἐστὶν ὁρᾷν. ὅσοι μὲν γὰρ τῇ αὐτῇ κέχρηνται διαλέκτῳ, τῇ τῶν πρώτων εὐ‐ δοκιμησάντων ὁμογενῶν ἐπιστήμῃ καὶ τέχνῃ τούτους κεχρῆσθαι
15χρεὼν, Φοίνικας λέγω καὶ Πέρσας καὶ Ἀσσυρίους. καὶ ἵνα τοὺς ἄλλους παρέλθωμεν, καὶ ὁπόσοι τῇ Ἑλλάδι κέχρηνται γλώσσῃ, ἀνάγκη καὶ τούτοις τῇ τῶν ἀρχηγῶν τῆς εὑρέσεως χρῆσθαι με‐ θόδῳ καὶ τέχνῃ, καθάπερ στάθμῃ τινὶ, εἰ μὴ βούλοιτό τις πλείω σολοικίζειν ἢ φθέγγεσθαι. ὃ δὴ καὶ Ἰουλιανῷ τῷ δυσσεβεῖ λη‐
20φθὲν ἐπὶ νοῦν ἐμποδὼν τοῖς εὐσεβοῦσι στῆναι πέπεικεν, Ἑλλη‐ νικοῖς ῥυθμίζεσθαι λόγοις τὴν γλῶτταν. μόνον τῆς ἐκλογῆς ὑγιῶς ἀνθεκτέον ἐκεῖθεν, καὶ κατὰ τὴν ἐμμελῆ τε καὶ ἐναρμόνιον τῶν
ἁγίων ἡμῶν συμφωνίαν. ἦ γὰρ οὐκ ἂν φθάνοι ταράττων τὰ πά‐

2

.

1100

τρια τῆς ἐκκλησίας ἱερὰ δόγματα, δι’ ἀμαθίαν ἢ μοχθηρίαν ἀτόπου γνώμης καὶ προαιρέσεως, κακῶς ἐκλαμβάνων καὶ δια‐ στρέφων τὸν ἐγκείμενον ταῖς λέξεσι νοῦν, ὁμοίως τῷ σῷ Παλαμᾷ καὶ ὑμῖν, ἐκείνῳ ταὐτὰ φθεγγομένοις ἀρτίως τά τε ἄλλα καὶ
5τρεῖς ὁμολογοῦσι φύσεις ἐπὶ τοῦ Σωτῆρος μεταμορφώσεως, μίαν μὲν τῆς ἀνθρωπότητος, δύο δὲ ταῖν δυεῖν θεοτήτων, τῆς τε ἀφανοῦς καὶ τῆς παραδειχθείσης ἀκτίστου δευτέρας θεότητος καθ’ ὑμᾶς· ὧν τὴν μὲν ἀμέθεκτον πᾶσι πάντη φατὲ, τὴν δὲ με‐ θεκτήν· ὡς ἀναγκάζεσθαι πάλιν ἡμᾶς, καὶ τούτων τὴν ἀτοπίαν
10ἐλέγχειν. (Ε.) Καὶ πρῶτόν γε τὸν περὶ μεθέξεως λόγον ἐνεγκόν‐ τες εἰς μέσον ἴδωμεν πῶς ὁ σὸς Παλαμᾶς ἐκ τῶν γραφῶν ποιεῖ‐ ται τὴν ἐκλογὴν τῶν τε ἡμετέρων καὶ θύραθεν. ὡς γὰρ πολλοὶ μὲν, φησὶ, κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί, οὕτω καὶ πολλῶν τὴν τῶν γραφῶν ἐκλογὴν ποιουμένων, τἀσφαλὲς ὀλίγοις πρόσεστι.
15μέμνημαι γὰρ τῶν Ἑλλήνων ἐνίους πὴ μὲν ὅμοια τοῖς ἡμῶν φθεγγομένους ἁγίοις, ὧν ἡμῖν ἔνια παρειληφόσιν ἐς τὴν τῶν ἁγίων ἅμιλλαν συνεισενεγκεῖν ἐγεγόνει, πὴ δ’ ἀνόμοιά τε καὶ ἐναν‐ τία· ἀφ’ ὧν τοῖς περὶ Παλαμᾶν ἐκλέγεσθαι τὰ κατὰ γνώμην πέ‐ πρωται, κανθάροις ἴσα, οἷς μισεῖν μὲν πέφυκεν ὅσα εὐώδη, ὅσα
20δ’ ἀπόζει μακρᾶς δυσωδίας, ταῦτα δ’ ἀσμένως προσίεσθαι. (ϛʹ.) Φησὶ τοίνυν ὁ Πλατωνικὸς Πρόκλος ἐν τοῖς αὐτοῦ θεολο‐
γικοῖς· „πᾶν τὸ μετέχον τοῦ μετεχομένου καταδεέστερον· καὶ

2

.

1101

τὸ μετεχόμενον, τοῦ ἀμεθέκτου. τὸ γὰρ μετέχον, ἀτελὲς μὲν ὂν πρὸ τῆς μεθέξεως, τέλειον δὲ τῇ μεθέξει γινόμενον, δεύτερόν ἐστι πάντως τοῦ μετεχομένου, καθὸ τέλειόν ἐστι μετασχόν. ᾗ γὰρ ἀτελὲς ἦν, ταύτῃ τοῦ μετασχεθέντος, ὃ ποιεῖ τέλειον αὐτὸ,
5καταδεέστερον. τὸ δὲ μετεχόμενόν τινος ὂν, καὶ οὐ πάντων, τοῦ πάντων ὄντος, καὶ οὔ τινος, πάλιν ὑφειμένην ἔλαχεν ὕπαρξιν. τὸ μὲν γὰρ τῷ πάντων αἰτίῳ συγγενέστερον, τὸ δὲ ἧττον συγγενές. ἡγεῖται ἄρα τὸ μὲν ἀμέθεκτον τῶν μετεχομένων· ταῦτα δὲ, τῶν μετεχόντων. ὡς γὰρ, συνελόντι φάναι, τὸ μέν ἐστιν ἓν πρὸ
10τῶν πολλῶν· τὸ δὲ μετεχόμενον ἐν τοῖς πολλοῖς ἓν ἅμα καὶ οὐχ ἕν· τὸ δὲ μετέχον πᾶν οὐχ ἓν ἅμα καὶ ἕν.“ σκεπτέον ἐνταῦθα πρὸς θεοῦ, πῶς πολλῶν τῶν τοῦ Ἕλληνος ὄντων δογμάτων περὶ θεοῦ, ὧν τὰ πλείω τοῦ νοσεῖν πως ἀπήλλακται, ὅδε τῷ μάλα νοσοῦντι προσετετήκει μέρει, ὃ κἂν αὐτῷ παρόντι τῷ Ἕλληνι με‐
15τάμελον ἐχορήγει, τἀτόπημα δημοσιευόμενον βλέποντι· ἢ πῶς οὐκ ἂν ᾐδέσθη τὸν ἔλεγχον αὐτόθεν αἰσχύνοντα, βλέπων ὡς αὐ‐ τὸς ἑαυτῷ μάχοιτο, τἀναντία τοῖς πρότερον ἐνταυθοῖ δογματί‐ ζων; τρεῖς μὲν γὰρ ἐνταῦθα τάξεις ποιεῖται· μίαν μὲν τὴν τοῦ ἀμεθέκτου καὶ ὑπερκειμένου θεοῦ, δευτέραν δὲ τὴν τοῦ μεθεκτοῦ
20γένους, καὶ τρίτην τῶν μετεχόντων. καὶ ἡγεῖται τοσοῦτον ὑπερ‐

2

.

1102

κεῖσθαι τῶν μεθεκτῶν τὸ ἀμέθεκτον, ὅσον ταῦτα τῶν μετε‐ χόντων. πρόσθεν δ’ ἐδείκνυ πᾶν τοὐναντίον. τὸ γὰρ ἓν ἔλεγεν εἶναι πάντων ἀρχὴν καὶ πάντη μετεχόμενον ὑπὸ τοῦ πλήθους, τουτέστιν ὑπὸ πάντων. πῶς γὰρ ἂν ὑπὲρ τὰ πάντα ἦν καὶ πάν‐
5των αἴτιον τῶν ὄντων, εἴπερ τὸ ἀσχέτῳ τε καὶ ἀμεθέκτῳ πρὸς ταῦτ’ εἶναι προσῆν αὐτῷ; τοῦ γὰρ τὰ πάντα πληροῦντος καὶ ἐν πᾶσιν ὄντος, πῶς οὐ μεθέξει πάντα; ἀλλ’ ἔοικε δεδιότι, μὴ καὶ τὸ θεῖον ὑπὸ τῶν πασχόντων, καθάπερ τὰ σώματα, μερισθῇ. οὐδὲ γὰρ ἔφθη μαθὼν, ὡς ὁ θεὸς ἁπλοῦς ὢν πανταχῆ ἐστιν ὁλι‐
10κῶς, καὶ οὐδαμοῦ· καὶ μετέχεται μὲν ὑφ’ ἁπάντων, ἀμεθέκτως δέ· καὶ μερίζεται μὲν, ἀμερίστως δέ· κατὰ τὴν εἰκόνα τῆς ἡμε‐ τέρας ψυχῆς, ἁπλῆς οἷον οὐσίας καὶ αὐτῆς. καὶ γὰρ καὶ αὕτη πανταχοῦ τοῦ σώματος ὅλη ὁλικῶς ὑπάρχουσα μετέχεται μὲν ὑφ’ ἑκάστου τῶν τοῦ σώματος μερῶν, ἀμεθέκτως δέ. οὐδὲ γὰρ
15οὐδὲν ἰδίᾳ τούτων οὐδαμῆ γίνεσθαι πέφυκε ψυχή· πλὴν ἕκαστον τῶν τοῦ σώματος μερῶν, ὡς ἔχει φύσεως ἅμα καὶ θέσεως, ὑπό γε τῆς κινούσης ὁμοῦ καὶ ζωούσης ἐνεργεῖται ψυχῆς· ὥστε καὶ εἰ ἦν ἐν τραχήλῳ ἢ ἐν χειρὶ κατασκευὴ στόματος, λάλος ἂν (οἶ‐ μαι) ἦν καὶ ἡ χεὶρ καὶ ὁ τράχηλος. εἰ οὖν οὕτω τοῦτο, πολλῷ
20ἂν μᾶλλον ὑπὸ πάντων μετέχοιτο θεὸς, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν. καὶ ἐν ἑκάστῳ γὰρ τῶν πάντων γινόμενος ὅλος
ἐστί· καὶ ὅλος μένει καθ’ ἑαυτὸν καὶ ἐν πᾶσι καὶ πρὸ τῶν πάν‐

2

.

1103

των· καὶ ὅλος μεθεκτὸς ὁ αὐτὸς καὶ ὅλος ἀμέθεκτος. (Ζ.) Ἀλλὰ τοῦτον ὁ Χριστιανὸς ἐμιμήσατο Παλαμᾶς ἀμαθῶς τε καὶ κακο‐ τρόπως, καὶ μιμησάμενος οὐκ ἠνέσχετο μέχρι μιμήσεως εἶναι τἀγώνισμα· ἀλλὰ φιλότιμος ὢν ἐν κακοῖς ἐκείνου μὲν ἐξ ἀμαθίας
5διέφθαρκε τὴν λέξιν, αὐτὸς δὲ τῇ κακίᾳ κακίαν προστίθησι δια‐ νοίας. ἐκεῖνος μὲν γὰρ οὐδαμῆ δογματίζων ἀκτίστων θεοτήτων ἡλώκει πλῆθος· μηδὲ γὰρ ἐγχωρεῖν ἐνεργεῖ τῇ φύσει· ὁ δ’ ἀμέ‐ θεκτόν τε καὶ ὑπερκείμενον ἔφησεν εἶναι πρῶτον θεόν· δευτέρᾳ δ’ ἔπειτα δίδωσι τάξει τὸ τῶν μεθεκτῶν καὶ ὑφειμένων θεοτήτων
10πλῆθος· τρίτην δὲ χώραν ἔνειμε τοῖς τε ἀνθρώποις καὶ ὅσα ὑπὸ τὴν αἴσθησιν ἐνάρετα πράγματα, καθὰ πολλάκις εἴρηταί τε καὶ εἰρήσεται ἡμῖν· καὶ ἅμα ἄναρχά τε καὶ ἄκτιστα εἶναι ὡρί‐ σατο, μετὰ πολλῆς τῆς αὐθεντίας ποιησάμενος τὴν προσθήκην. οὕτω ὁ φιλότιμος ἀνὴρ γίνεται χορηγὸς τῶν μήτ’ ὄντων μήτ’
15ἐσομένων, ἀναρχίαν καὶ ἀκτισίαν ἐπευωνίζων οὕτως ἀφθόνῳ χειρὶ τοῖς κτίσμασι, καὶ τὰς μὲν ὡς ὕδωρ σπείρων, τὰς δ’ ὡς ἄμμον διασκορπίζων. θαυμάσειε δ’ ἄν τις, πῶς ἃ μὲν μήτ’ ἔχει μήθ’ ἕξει δίδωσιν, ὥσπερ αὐτοματίζων τῶν μήτ’ ὄντων μήτ’ ἐσομέ‐ νων τὴν γένεσιν· τῶν δὲ χρημάτων τὰ μὲν ὡς ἄμμον θησαυ‐
20ρίζει, τῶν θείων εἰκόνων ἀσελγῶς ἀφαιρούμενος, τὰ δ’ ὅθεν οὔτ’ ἔσπειρεν οὔτε διεσκόρπισεν, ἀπονητὶ συνάγει, τοῦ βασιλι‐
κοῦ κελεύοντος τρίποδος. ἀλλ’ ἀναίσχυντον ἡ ἀμαθία, καὶ φι‐

2

.

1104

λεῖ γε ὡς τὰ πολλὰ τὸ τῆς φύσεως ἐλλιπὲς τῇ θρασύτητι διασώ‐ ζειν βιάζεσθαι· καθάπερ οἱ χωλεύοντες τὸ λεῖπον τοῦ ποδὸς ξυ‐ λίνῳ διασώζουσιν ἐνίοτε. ἀλλ’ ὁ περὶ τοῦ ἀκτίστου λόγος εἰς ἑτέ‐ ραν ἡμῖν τεταμιεύσθω τράπεζαν· περὶ δ’ ἀμεθέκτου τῶν ἁγίων
5ὅ,τι φασὶν ἀκουσώμεθα. (Η.) Διονύσιος τοίνυν ὁ Ἀρειοπαγίτης τάδε διέξεισι. „μεθεκτὸς μὲν ὁ θεὸς, κατὰ τὰς μεταδόσεις αὐτοῦ· ἀμέθεκτος δὲ, κατὰ τὸ μηδὲν μετέχον αὐτῆς τῆς οὐσίας αὐτοῦ, ἢ τῆς ζωῆς αὐτοῦ, ἢ τῆς σοφίας αὐτοῦ, ἤ τινος τῶν τοιούτων, ἅπερ ἔχει πάντα καθ’ ὑπεροχὴν καὶ ἐξαιρέτως.“ καὶ πάλιν· „ἓν
10μέν ἐστι τὸ ὄντως ὂν καὶ καλὸν καὶ ἀγαθὸν καὶ σοφὸν, οὗ πάντες οἱ ἑνοειδεῖς ἐφίενται· μετέχουσι δ’ αὐτοῦ οὐχ ἑνιαίως, καίτοι ἑνὸς καὶ ταὐτοῦ ὄντος, ἀλλ’ ὡς ἑκάστῳ τὰ θεῖα διανέμει ζυγὰ κατὰ τὴν ἑκάστου ἐπιτηδειότητα· καθὰ καὶ πάσας ἔχειν ἔφαμεν τοῦ κύκλου τὰς γραμμὰς τὸ κέντρον ἑνοειδῶς.“ ἐπιστῆσαι δ’ ἄξιον
15ἐνταυθοῖ, πῶς ὁ μέγας Διονύσιος οὕτω λόγῳ βραχεῖ πᾶσαν πα‐ λαμναίαν κακόνοιαν, ὡς ἀράχνης ἱστὸν, διαλέλυκε. διαιρῶν γὰρ τῆς οὐσίας ὁ Παλαμᾶς σοφίαν καὶ δύναμιν καὶ ἀγαθότητα καὶ ζωὴν, καὶ ὅσα φησὶν ἐνεργείας τε καὶ ἀκτίστους θεότητας, τὴν μὲν οὐσίαν ἀμέθεκτον εἶναι τὸ παράπαν ὁρίζεται, ἰδιαζόντως γε
20μὴν αὐτὰς μεθεκτὰς, καὶ τοσαύτην ἐχούσας ἰδιότροπον ἑκάστην ἰσχὺν, ὡς δύνασθαι καὶ τοὺς ἀνθρώπους ἀκτίστους θεοὺς ἀπερ‐
γάζεσθαι καὶ ἀνάρχους. Διονύσιος ὁ τὰ θεῖα σοφὸς συνελὼν

2

.

1105

ἀμεθέκτους καὶ ταύτας ὁμοῦ τῇ οὐσίᾳ φησὶ, ἅτε μηδὲν τὸ διά‐ φορον μηδαμῆ κεκτημένας, πλήν γε δὴ τοῦ ὀνόματος μόνου. δυοῖν οὖν ἀνάγκη θάτερον. ἢ γὰρ οὐ παραδέχεται Διονύσιον ὁ παράφρων οὑτοσί· ἢ τῆς ἐκείνου σοφῆς διανοίας ἀσύνετος μένει
5καθάπαξ· ἢ καὶ ἀμφοῖν ὁ ταλαίπωρος ἔνοχος εἶναι δοκεῖ. ἔπειτα μήτε νοῶν, μήτε δεχόμενος, οὐκ ἐρυθριᾷ διαβάλλων ἑτέρους καὶ τὰ οἰκεῖα μετάγων σκώμματα κατ’ ἐκείνων, οἳ τελέως ἅμα καὶ ἀπρὶξ ἔχονται τῶν ἐκείνου. ἀπηναισχύντησε γὰρ ὁ μεμη‐ νὼς, καὶ ὄψις πόρνης καὶ μοιχαλίδος ἐγένετό οἱ, ἣ ὅτε πράξῃ
10(φησὶ Σολομὼν) ἀπονιψαμένη οὐδὲν ἄτοπον πεπραχέναι φησίν. (Θ.) „Ἀλλὰ γὰρ οὐκ ἄν ποτε δεξαίμην ἐγὼ (φησὶ) μεθεκτὴν ὅλως τὴν θείαν ὑπάρχειν οὐσίαν, οὐχ ἕως ἂν ἐν τοῖς ζῶσίν εἰμι καὶ τοῖς ἀέρος πνέουσι. τάχιστα γὰρ ἂν ἐξαναλώσῃ τὴν μετασχεῖν ἐθέλουσαν φύσιν, πρὶν ἂν μετάσχῃ. οὐδεὶς γὰρ ὄψεται τὸ πρόσω‐
15πόν μου, καὶ ζήσεται, φησὶν ἡ θεία γραφή.“ ἰοὺ ἰοὺ τῆς εὐη‐ θείας καὶ τῶν σεμνῶν λογαρίων, μᾶλλον δὲ τῆς ἀσέμνου βωμο‐ λοχίας! εἶτα ἐλάνθανεν ἡμᾶς ὕθλων ὑπάρχων μεστὸς, καὶ μύθων Ἑλληνικῶν, καὶ οὐδὲ τούτων σοφῶν, ἀλλ’ οἵους φασὶ τὰ γραΐδια παρὰ τὰς ἐπ’ ἀλέα λέσχας. εἰς γὰρ τὰς Διὸς καὶ Σεμέλης ψευδεῖς
20καὶ μυθώδεις μετήνεγκεν ὁ ταλαίπωρος τὴν σμικρόνοιαν κοινονοίας

2

.

1106

καὶ θείου φωτὸς ἐπιδημίας· οὗ γενομένου, θνητὴν οὖσαν καὶ οὐρανίου Διὸς ἐνεγκεῖν οὐδαμῆ δυνηθεῖσαν λαμπρότητα, μηδ’ αἰθερίων κεραυνῶν ἐνδημίαν, ἀναλωθῆναι τὴν δυστυχῆ. οὕτω σμικροπρεπῶς τε καὶ ἀγεννῶς τὰς εὐγενεῖς τῶν ἁγίων ἐν‐
5νοίας καὶ λέξεις ἐξ ἀμαθίας ὁ Παλαμᾶς ἐκλαμβάνων καὶ δια‐ στρέφων τὰ θεῖα τῆς ἐκκλησίας ἐμόλυνε δόγματα, ὥσπερ ἀπο‐ σειομένης τῆς σφῶν ἐπιστήμης τὴν αὐτοῦ κακοήθειαν· καθάπερ τὰ τῶν ῥόδων εὔοσμα καὶ εὐανθῆ τὴν μαραίνουσαν αὐτὰ καὶ πρὸ τοῦ χρόνου χεῖρα. τοιοῦτον οἱ σεμνοὶ τῆς νῦν ἐκκλησίας ποι‐
10μένες νέον διδάσκαλον τῶν θείων δογμάτων προὐστήσαντο, τυ‐ φλὸν τυφλῷ ὁδηγόν. ὅτι δ’ οὐχ ἁπλῷ τινι λόγῳ πρὸς ταῦτα χρώμενος φαίνεται, ἀλλ’ ὀξεῖαν καὶ σφόδρα γε κατεσπουδασμέ‐ νην ἔχει τὴν πρόθεσιν τῆς ψυχῆς, καὶ ταὐτὸν ἀεὶ τοῖς γυψὶ καὶ κανθάροις ποιεῖ, τὰ ὑγιαίνοντα καὶ ὅσα εὐώδη παριὼν, τῶν τε
15λέξεων καὶ ἐννοιῶν τοῖς νοσοῦσί τε καὶ ὅσα μακρᾶς δυσωδίας ἀπόζει, προστέτηκε, καὶ ἅμα διαστρέφων οὐ μάλα αἰδεῖται τὰ πλεῖστα (τοῦτο δὲ καὶ γυπῶν καὶ κανθάρων ὑπέρτερον) δῆλον ἐντεῦθεν. ἐν γὰρ Τιμαίῳ Πλάτων θεολογεῖν ἑλόμενος θεὸν ὑπερκείμενον τίθησι πρῶτον, ταῖς ὑφειμέναις ἐγκελευόμενον ἑαυ‐
20τοῦ δυνάμεσι καὶ θεότησι τῶν παρ’ Ἕλλησι σεβομένων δαιμόνων, τὰ ὄντα πάντα κατ’ εἶδος ἕκαστα δημιουργεῖν, καὶ πάντων ἐμ‐
πλῆσαι κτισμάτων οὐρανόν τε καὶ γῆν, καὶ ὅσον ἐν μέσῳ σύγκρι‐

2

.

1107

μά τε καὶ σύστημα· „θεοὶ θεῶν,“ λέγων, „ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, ἃ δι’ ἐμοῦ γέγονε, τρέπεσθε κατὰ φύσιν ὑμεῖς ἐπὶ τὴν τῶν ζώων δημιουργίαν, μιμούμενοι τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμῶν γένεσιν, καὶ ἀπεργάζεσθε ζῶα, καὶ γεννᾶτε, τροφήν τε
5διδόντες αὐξάνετε· καὶ φθίνοντα πάλιν δέχεσθε.“ (Ι.) Ὁρᾶτε τίνων μαθητὴς ἐγεγόνει, καὶ οἷς ἠκολούθησε δόγμασι, καὶ ὅθεν ἀρυσάμενος ἐξηρεύξατο καὶ αὐτὸς ἀνατροπὴν θολερὰν κατὰ τῆς τοῦ θεοῦ ἐκκλησίας, ὅσα τὰ ὄντα κατ’ εἶδος, φάσκων τοσαύτας εἶναι καὶ τὰς ὑφειμένας τε καὶ ἀκτίστους θεότητας, οἷον ἰδέας
10Πλατωνικὰς, τῷ δημιουργῷ συνανάρχους μὲν καὶ συναϊδίους, ἑτεροφυεῖς δέ· καὶ ἄλλας ἄλλων γίνεσθαι ποιητικὰς ἀκτίστων καὶ κτιστῶν (τοῦτο δὴ τὸ τῆς αὐτοῦ συνηθείας προσθετικὸν) οἷον τῆς μὲν ζωῆς τὴν ζωὴν, τῆς δὲ σοφίας τὴν σοφίαν, τῆς δὲ δυ‐ νάμεως τὴν δύναμιν, καὶ τἄλλα ὁμοίως. ὃ γὰρ Πλάτωνι προστε‐
15θεικέναι οὐ γέγονε διὰ μνήμης, τοῦτο προσεξεῦρεν αὐτὸς, τὸ τῶν ἀκτίστων δηλαδὴ, ἐν τοῖς κακοῖς ἀεὶ φιλοτιμούμενος ἔχειν τῶν κακῶν τὰ πρωτεῖα, ἵν’ εἴη σαφέστατα κακῶν ἁπάντων ὁ κά‐ κιστος. οὐδὲ γὰρ οὐδ’ Ἑλλήνων οὐδέσι τετόλμηται πώποτε, δεύ‐ τερον ἄκτιστον ἐπὶ νοῦν εἰληφέναι, παρὰ τὴν τὰ πάντα κτίσασαν
20μίαν δύναμιν. πλείστους δ’ ἔχων παράγειν εἰς μαρτυρίαν ἐκεῖ‐ θεν παρίημι συντομίας ἐχόμενος. Πλούταρχος δ’ ὅμως ὁ ἐκ
Χαιρωνείας Νουμᾶν τὸν Πομπήλιον ἀναγράφων, ὃς Ῥωμαίων

2

.

1108

τοῖς πάλαι τὰ κράτιστα ἐνενομοθετήκει (καθὰ Σπαρτιάταις Λυ‐ κοῦργος, καὶ Λοκροῖς τοῖς Ἐπιζεφυρίοις Ζάλευκος, καὶ πρός γε Σικελιώταις Χαρώνδας ὁ Καταναῖος) τά τ’ ἄλλα σὺν δίκῃ πάσῃ καὶ εὐνομίᾳ τὴν τότε Ῥωμαϊκὴν συστησάμενον πολιτείαν καὶ
5τάδε περὶ αὐτοῦ καταλέγει. „ἔστι γὰρ,“ φησὶ, „καὶ τὰ περὶ τῶν ἀφιδρυμάτων νομοθετήματα παντάπασιν ἀδελφὰ τῶν Πυθαγό‐ ρου δογμάτων. οὔτε γὰρ ἐκεῖνος αἰσθητὸν ἢ παθητὸν ἐνόμιζε τὸ θεῖον, ἀόρατον δὲ καὶ ἄκτιστον, καὶ νοητὸν ὑπελάμβανεν εἶναι τὸ πρῶτον. οὗτος δὲ διεκώλυσεν ἀνθρωποειδῆ καὶ ζωόμορφον εἰ‐
10κόνα θεοῦ Ῥωμαίους νομίζειν, ὡς οὔθ’ ὅσιον ἀφομοιοῦν τὰ βελ‐ τίω τοῖς χείροσι, οὔτ’ ἐφάπτεσθαι θεοῦ δυνατὸν ἄλλως, ἢ νοή‐ σει.“ ἠκούσατε τριῶν ἐν ταὐτῷ θαυμασίων ἀνδρῶν ἐξ ἀλλοδαπῆς θρησκείας, ὁπόσην τῷ ἑνὶ καὶ μόνῳ θεῷ ἀκτίστῳ τὴν εὐλάβειαν ἀπονέμουσι, καὶ ὅπως οὐδὲν τῶν ἁπάντων ἄνευ αὐτοῦ δογματί‐
15ζουσιν ἄκτιστον, Πυθαγόρου λέγω, καὶ Πομπηλίου Νουμᾶ, καὶ τρίτου δὴ τοῦ τἀκείνων τοιαῦτα ἐπαινοῦντος δόγματα, Πλου‐ τάρχου τοῦ Χαιρωνέως. ὁ δὲ Παλαμᾶς, ἄναρχόν τε καὶ ἀβασί‐ λευτον ἑαυτὸν καταστήσας ἀνομοθέτητον, εἰς τὴν ὑπ’ οὐρανὸν ἐξήνεγκεν ἐξουσίαν, ἄκτιστα γίνεσθαι πάντα τά τ’ οὐράνια τά τε
20χθονοστιβῆ καὶ ὑδραῖα γένη. τῆς ἀναισθησίας τῶν ἑπομένων! (ΙΑ.) Ἔγνωτε πάντως πανταχόθεν καὶ πολυτρόπως, ὅπως οὔτε
τοῖς ἁγίων ἥκισθ’ ἕπεσθαι νομίζει δόγμασιν, οὔθ’ Ἑλλήνων τοῖς

2

.

1109

ὑγιῶς πως ἔχουσιν· οἷς καὶ τῶν ἡμετέρων ἁγίων πολλοὶ συν‐ ηνέχθησαν· ἀλλὰ τοῖς πάνυ τοι σφόδρα διεφθορόσι. καὶ θαῦμα, πῶς ἐκεῖ μὲν ὀξυδερκῶν ἀκολάστοις ὄψεσιν ἐπιβόσκεται τὰ νο‐ σοῦντα καὶ σεσηπότα κατὰ τοὺς γύπας, πρὸς δὲ τὰς τῶν ἡμετέ‐
5ρων ἁγίων γραφὰς ἐκτετύφλωται, μήτε βουλόμενος μήτε δυνά‐ μενος ὀρθῶς ἐνορᾷν. καί μοι δοκεῖ τὸ τῆς Λαμίας πάσχειν ἐκεί‐ νης τῆς μυθικῆς, ἥν φασιν οἴκοι μὲν οὖσαν ἀβλεψίᾳ συζῇν, οὐκ ἔχουσαν ὄψεις· ἐξιοῦσαν δὲ τῆς οἰκίας οὕτω βλεπούσας κτᾶ‐ σθαι τὰς ὄψεις ἐξαίφνης, ὡς ἅπαντα βλέπειν τὰ τῶν ἄλλων ἐς
10τἀκριβές. εἰ δ’ οὖν λεγέτω μοί τις παρελθὼν, πῶς, πάμπολλα λεγόντων διαῤῥήδην τῶν ἁγίων ἀκούων, περὶ τοῦ μὴ διάφορον τὴν ἐνέργειαν τῆς οὐσίας ὑπάρχειν ἐπὶ θεοῦ, καὶ μάλιστα τοῦ θείου Διονυσίου τά τε ἄλλα περὶ τῶν τοιούτων διεξιόντος, ὁπόσα εἰρήκειμεν, καὶ ὅτι οὐκ ἄλλο τἀγαθὸν εἶναι, φάσκοντος, καὶ
15ἄλλο τὸ ὂν, καὶ ἄλλο τὴν ζωὴν, ἢ τὴν σοφίαν, οὐδὲ πολλὰ τὰ αἴτια, καὶ ἄλλων ἄλλας παρακτικὰς θεότητας ὑπερεχούσας καὶ ὑφειμένας· ὁ δὲ τοῖς τοιούτοις ἅπασι κωφὸς καὶ τυφλὸς γεγο‐ νὼς τοῖς ἐναντίοις ἀσμένως προσετετήκει, τοῖς τε ἄλλοις καὶ μάλιστα Εὐνομίῳ τῷ δυσσεβεῖ, μὴ χρῆναι λέγοντι γνώμαις
20ἑτέρων πειθομένους ἑνοῦν τῇ οὐσίᾳ τὴν ἐνέργειαν περὶ θεοῦ, ἀλλὰ πάντη διαφέρουσαν εἶναι πιστεύειν, καὶ ἅμα ἀνούσιόν τε
καὶ ἀνυπόστατον. οἷς ἀνθιστάμενος ὁ Νυσσαέων θεῖος Γρηγό‐

2

.

1110

ριος, „τί ἂν,“ φησὶ, „λέγοι εἶναι καθ’ ἑαυτὴν τὴν ἐνέργειαν, τὴν οὔτ’ οὖσαν οὔτε χαρακτῆρα, οὔθ’ ὑπόστασιν; οὐκοῦν τοῦ ἀνυ‐ πάρκτου εἶπεν ὁμοίωμα. τὸ δὲ τῷ ἀνυπάρκτῳ ὅμοιον οὐδ’ αὐτὸ πάντως ἐστίν. αὕτη τῶν καινῶν δογμάτων ἡ τερατεία, τὸ πι‐
5στεύειν εἰς τὸ μὴ ὄν. τὸ γὰρ τῷ μὴ ὄντι ὅμοιον οὐκ ἔστι πάν‐ τως.“ τίς, πρὸς θεοῦ, τῶν ἁπάντων γένοιτ’ ἂν δραστικώτερος ἔλεγχος κατὰ τοῦ νέου τουτουῒ δυσσεβοῦς Εὐνομίου, τοῦ νῦν μὲν τοσαύτην ἐκκλησίαν πιστεύειν εἰς τὸ μὴ ὂν συνελαύνοντος, νῦν δ’ εἰς πολυθεΐαν, διὰ τὴν τῆς συνήθους αὐτῷ φιλοτιμίας προσ‐
10θήκην, ἵνα καὶ τὸν διδάσκαλον αὐτοῦ τῇ κακίᾳ κἀνταῦθα πα‐ ρέλθῃ; (ΙΒ.) Τῆς τοιαύτης οὖν ἔχεται παραπληξίας καὶ ὅ φησιν αὖθις αὐτὸς καὶ περὶ τῆς παραδειχθείσης ἐπὶ τοῦ ὄρους θεότητος. ἰδοὺ γὰρ κἀκεῖ διαστρέψας ἐξ ἀμαθίας, ἢ μᾶλλον κα‐ κοτροπίας, τὴν λέξιν πρὸς ἀλλόκοτον καὶ ἔκφυλον τῆς λέξεως ἔν‐
15νοιαν στρατόπεδον θεοτήτων διαφόρων πεποίηκε τὸ Θαβώριον ὄρος, ἁμιλλωμένων ἀλλήλαις ὑπερθέσεως καὶ ὑφέσεως ἕνεκα· μήπω μαθὼν ὡς τὸ παραδεικνύειν οὐ τὴν καθαρὰν καὶ ἀναμ‐ φίβολον δεῖξιν δηλοῖ, ἀλλὰ τὴν αἰνιγματώδη, καὶ ἣ διὰ τῶν φαινομένων τὰ μήπω φανέντα κηρύττει. δῆλον δὲ καὶ ἄλλοθεν
20μὲν πολλαχόθεν, οὐχ ἧττον δὲ κἀξ ὧν εἰρῆσθαι τῷ Μελῳδῷ καὶ
θείῳ ἐπῄει ἐκείνῳ ἀνδρὶ, „σύμβολα (φάσκοντι) τῆς ταφῆς σου

2

.

1111

παρέδειξας, τὰς ὁράσεις πληθύνας.“ καὶ αὖ ἐξ ὧν Γρηγορίῳ τῷ θεολόγῳ περὶ τοῦ Πάσχα λέλεκται· „ὅταν αὐτὸ πίνῃ καινὸν μεθ’ ἡμῶν ὁ λόγος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς, ἀποκαλύπτων καὶ δι‐ δάσκων, ἃ νῦν μετρίως παρέδειξε.“ καὶ πάλιν· „ἐγκαινίζεται δὲ
5καὶ ἡ σκηνὴ τοῦ μαρτυρίου, καὶ λίαν πολυτελῶς, ἣν θεὸς παρέ‐ δειξε, καὶ Μωσῆς ἐπήξατο, καὶ Βεσελεὴλ ἐτελείωσε.“ „καὶ ἄγγελοι δὲ,“ φησὶν ὁ Χρυσόστομος, „παρ’ ἀνθρώποις φανέντες, τὸ τῆς οἰκείας φύσεως ἀπαστράπτον φῶς παρήνοιξαν.“ ἡ γὰρ παρὰ πρό‐ θεσις κολαστικόν τινα δείκνυσι τρόπον ἐν τούτοις, ὥσπερ διὰ
10παραπετάσματος τὴν ἀλήθειαν κρυπτομένην συμβολικῶς ὑπεμ‐ φαίνουσα. εἶεν. γʹ. Ἐμοὶ δὲ καὶ μάλα ἐθέλοντι τῶν ἐκεῖ λαληθέντων πάντα διεξιέναι καθ’ ἕκαστα, τάς τε ἐκδρομὰς τῶν λόγων ἐκείνων καὶ τὰς ἀγχιστρόφους τῆς μάχης ἐκείνης μεταβολὰς, καὶ τὰς κατὰ
15στόμα τῶν ἀντιθέσεων ἀπαντήσεις· καὶ ὅπως, καθάπερ ἐν ἐρη‐ μίᾳ λυσσῶντες κύνες, κυκλώσαντες μονωθέντα με κατὰ ταὐτὸν, ὁ μὲν κατὰ τῶν ἐμῶν ὠθεῖν ἠπείγετο στέρνων τῆς ἀσεβείας τὸ ξίφος, ὁ δὲ τὰ τῶν ὀπισθίων μοι κράσπεδα σφόδρα ἐπιβούλως παρέσπα καὶ παρεῤῥήγνυ, καὶ πρὸς ἑαυτὸν μετὰ τῆς γλώττης
20ἑκάτερος ὅλον ἀνθεῖλκε τὸν νοῦν ἡμέτερον· καὶ συνελόντι φάναι, τοὺς συχνοὺς καὶ ἐπαλλήλους ἐκείνους ἱδρῶτας, οὓς ἀπαθῶς ὁ
τῶν ἀδήλων μόνος ἔβλεπεν ὀφθαλμὸς, διεξιέναι καθ’ ἕκαστα

2

.

1112

βουλομένῳ μοι αἱ τῆς κεφαλῆς ἀλγηδόνες οὐκ ἐνεδίδουν. διὸ παραιτεῖσθαι βουλόμενον δι’ αὐτό γε τοῦτο, καὶ πρός γε διὰ τὴν πάλαι τοῦ Καβασίλα φιλίαν ἐκείνην, ἐκπομπεύειν οὐ μάλα ἐθέ‐ λων, ὁπόσα κἀκείνῳ κατὰ τῶν πατρίων τηνικαῦτα ἐθῶν καὶ δο‐
5γμάτων τῆς ἐκκλησίας λελάληται δύσφημα δι’ ἀμαθίαν (οὐ γὰρ ἄν ποτε φαίην ἐγὼ, μοχθηρίαν ψυχῆς) ἐμποδὼν οἱ φίλοι μοι σφόδρα καθίσταντο. διὸ καὶ μικρὸν ἀναπνεύσας ἀνελάμβανον αὖθις ἐμαυτὸν, καὶ ἐς τὸ πρότερον ἴχνος τῆς διηγήσεως ἀνῆγον τὸν λόγον, ἐκεῖνα μεταξὺ παραλείπων, ὅσα τὸ πρότερον ἔτος
10ἡμῖν λεπτότερόν τε καὶ τεχνικώτερον ἐν τοῖς Ἀντιῤῥητικοῖς ἐκδέ‐ δοται, ἢ μᾶλλον ἃ τὴν τοῦ Παλαμᾶ στηλιτεύει κακίαν ἐς τἀκρι‐ βέστερον. (Β.) Πρῶτον μὲν οὖν ἀναλαβὼν ἐξεθέμην εἰς προὖ‐ πτον τῶν Παλαμικῶν δογμάτων ἐκεῖνα, ἃ τηνικαῦτα Καβασίλᾳ προενεγκεῖν εἰς αὐτοῦ συμμαχίαν συμπέπτωκεν· ἵν’, ὥσπερ οἱ
15τοξόται κατὰ σκοπὸν, καὶ ἡμῖν ἀσφαλῶς τοξεύειν προσγίγνηται. ἔχει δ’ οὕτως ἐν ταῖς διανοίαις καὶ λέξεσιν ἀμεταποίητα πάντα παντάπασιν. „ἑρμηνεύων ὁ προφήτης καὶ διακρίνων, τί τὸ πνεῦ‐ μα τοῦ θεοῦ τοῦτο, πνεῦμα, φησὶ, σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φό‐
20βου θεοῦ· ὥστε ταῦτ’ ἐστὶ τὸ πνεῦμα τοῦ θεοῦ. ἴδοις δ’ ἂν καὶ τὸν μέγαν ἐν θεολογίᾳ Γρηγόριον τοῦτ’ αὐτὸ τὸ πνεῦμα τὸ
ἅγιον εἶναι δεικνύντα τὰ ἑπτὰ πνεύματα ταῦτα, ὡς κἀν τῷ εἰς

2

.

1113

τὴν ἁγίαν πεντηκοστὴν λόγῳ αὐτοῦ παρέστησεν ἡμῖν· τοῦτο, λέγων, τὸ πνεῦμα τὸ ἅγιον ἐκηρύχθη μὲν, καὶ τὰ ἑξῆς.“ καὶ μετ’ ὀλίγον· „καὶ μὴν τὴν μίαν τῶν τοῦ πνεύματος ἐνεργειῶν ὁ κύριος ἐν εὐαγγελίοις κατὰ μὲν τὸν Λουκᾶν δάκτυλον θεοῦ, κατὰ δὲ
5τὸν Ματθαῖον πνεῦμα τοῦ θεοῦ καλεῖ. ἐν τίνι δὲ πνεύματι ὁ κύριος ἐκβάλλειν ἔφη τὰ δαιμόνια, εἰ μὴ ἐν τῷ ἁγίῳ πνεύματι; τὸ ἓν ἄρα τῶν κατὰ διαίρεσιν χαρισμάτων πνεῦμα ἅγιόν ἐστι. εἰ δὲ τὸ ἓν, καὶ τὰ ἄλλα πάντα.“ καὶ πάλιν· „ἱκανὰ μὲν,“ φησὶ, „καὶ ταῦτα πεῖσαι, μήτε κτιστὴν ὑπάρχειν τὴν διδομένην καὶ λαμ‐
10βανομένην τοῖς κεχαριτωμένοις τοῦ πνεύματος χάριν τε καὶ ἐνέρ‐ γειαν (αὕτη γάρ ἐστι τὸ πνεῦμα τὸ ἅγιον), μήτε τὴν οὐσίαν εἶ‐ ναι τοῦ πνεύματος. οὐδενὶ γὰρ ὁ θεὸς τὴν οἰκείαν οὐσίαν δίδωσι.“ καὶ μετ’ ὀλίγον· „ὁ τοίνυν λέγων τὴν λαμπρότητα τῆς θείας φύ‐ σεως, ἧς καὶ οἱ θεῷ λειτουργοῦντες ἄγγελοι μετέχουσι, καθ’ ἣν
15καὶ οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος, μήτ’ οὐσίαν εἶναι θείαν μήτ’ ἀγγελικὴν, οὐ τίθησι μεταξὺ θεοῦ καὶ τῶν ἀγγέλων φῶς, ὃ μήτε θεός ἐστι μήτ’ ἄγγελος. ἀλλ’ ὁ μέγας Διονύσιος τὰς προαιωνίους μετοχάς τε καὶ ἀρχὰς καὶ τοὺς ἐν θεῷ τῶν ὅλων λόγους καὶ προορισμοὺς, ὧν ἄγγελοί τε καὶ ἄνθρωποι μετέχου‐
20σιν, οὐκ εἶναί φησιν οὐσίαν, οὔτε θείαν οὔτ’ ἀγγελικήν· πλη‐ θυντικῶς δὲ προενεγκὼν ταύτην τὰς ἐλλάμψεις ἔδειξεν οὐκ οὐ‐
σίαν οὔσας θείαν. οὐδέποτε γὰρ ἐκείνη πληθυντικῶς προάγεται.

2

.

1114

ἀνάρχους δὲ καὶ ἀτελευτήτους προσειπὼν ἀκτίστους ὑπαρχού‐ σας ἔδειξε.“ καὶ πάλιν· „τί οὖν; σύνθεσιν δέδοικας ἐπὶ θεοῦ, καὶ τῶν ἐνεργειῶν ἀκτίστων οὐσῶν τε καὶ λεγομένων; πολλῷ μᾶλλον δέδιθι, μὴ κτίσμα ποιήσῃς τὸν θεὸν, τὰς αὐτοῦ φυσικὰς ἐνερ‐
5γείας ἡγούμενος κτιστάς· τί οὖν; οὐχὶ τὰ ὑποστατικὰ τῆς ἀνω‐ τάτω τριάδος, πολλὰ ὄντα, ἄκτιστά ἐστι; πῶς οὖν οὐ πολλοὶ θεοὶ, ἢ σύνθετος διὰ ταῦτα εἷς; ἢ σὺ κἀκεῖνα ἓν καὶ ταὐτὸν ἐρεῖς τῇ τοῦ θεοῦ οὐσίᾳ καὶ ἀδιάφορον παντάπασι, καθάπερ καὶ τὴν ἐνέργειαν;“ καὶ πάλιν· „ἡμῖν δ’ οὐδεμία ποτ’ ἔσται λέξις
10ἀποχρῶσα πείθειν, τὰς ἐνεργείας τοῦ θείου πνεύματος, ἃς ὁ προφήτης κεφαλαιωδῶς ἑπτὰ προσεῖπε, μετὰ τῶν κτισμάτων τάτ‐ τειν. τῶν δὲ θείων καὶ φυσικῶν ἐνεργειῶν τοῦ θεοῦ μία καὶ ἡ κρίσις, καθὰ Ἀβραὰμ ἔφη· ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιή‐ σεις κρίσιν; ἆρ’ οὖν καὶ αὕτη τῶν κτισμάτων ἕν; ἆρα οὖν καὶ
15τὴν ἑαυτοῦ κρίσιν ἄξει ὁ θεὸς εἰς κρίσιν;“ καὶ πάλιν· „πῶς οὐκ ἄκτιστος ἡ χάρις, δι’ ἣν καὶ οἱ μετεσχηκότες αὐτῆς ἄκτιστοι καὶ ἄναρχοι καὶ ἀτελεύτητοι καὶ ἀΐδιοι καὶ οὐράνιοι κατ’ αὐτὴν παρὰ τῶν πατέρων προσηγορεύθησαν;“ καὶ πάλιν· „ἀλλ’ ἐπεὶ πολλὰς καὶ διαφόρους ὑποστάσεις καὶ δυνάμεις καὶ ἐνεργείας ὁ θεὸς ἔχει,
20εἰ μὴ ἕν τι τὸ αἴτιον ἐν αὐταῖς, πολλαὶ καὶ διάφοροι ἔσονται ἀρχαὶ τῆς θεότητος.“ καὶ μετ’ ὀλίγον· „ὁ μὲν υἱὸς καὶ τὸ πνεῦμα
ἐκ τοῦ πατρός· αἱ δὲ δυνάμεις καὶ ἐνέργειαι ἐκ τῆς μιᾶς τρισυ‐

2

.

1115

ποστάτου φύσεως. καὶ γὰρ οὐχ ἡ οὐσία ἐκ τῆς σοφίας, ἀλλ’ ἡ σοφία ἐκ τῆς οὐσίας.“ καὶ πάλιν· „πῶς δὲ καὶ κτιστὸν, τὸ ἀπὸ καταβολῆς κόσμου μὴ ἐκτισμένον, ἀλλ’ ἡτοιμασμένον;“ καὶ πά‐ λιν· „ποῖος βάσκανος δαίμων τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τολμηρῶς
5ἐπεισήγαγεν, ὅτι ἡ οὐσία τοῦ θεοῦ, ἐνοικοῦσα τοῖς κτίσμασι, τοὺς καθαιρομένους καθαίρει, καὶ τοὺς ἁγιαζομένους ἁγιάζει;“ καὶ ἐπὶ τούτοις, περὶ τῆς θείας μεταλήψεως καὶ τοῦ θείου βαπτί‐ σματος, ὅσα καὶ ἀνωτέρω που δεδηλώκαμεν. (Γ.) Ἀλλὰ γὰρ ἡμεῖς ἐνταυθοῖ τὰ καιριώτερα τῶν ἀτόπων, ἃ τοῖς δυσὶν ἐκεί‐
10νοις ἀνδράσιν, ἐκ μόνων δυοῖν Παλαμικῶν ἀναλεξαμένοις λόγων, εἰς ἀντίπαλον προενεγκεῖν καθ’ ἡμῶν τηνικαῦτα συμπέπτωκε, κατὰ τὸ ἀπαράλλακτον ἐξεθήκαμεν ὡς ἐν κεφαλαίῳ. ὧν γὰρ ἔρ‐ γον καὶ μόνον ἀκούειν, ἦπου διεξιέναι καθ’ ἕκαστον ἐργωδέστα‐ τον ἅπαντα· καὶ οὐδὲ πολλοῦ ἂν δεῖν οἶμαι χρῆμα τουτὶ πονη‐
15ρὸν νομισθῆναι, καὶ ἴλιγγον ἐμποιοῦν ἀκοαῖς εὐσεβείᾳ συντε‐ θραμμέναις, καὶ μηδὲν μηδαμῆ τῶν πατρίων δογμάτων ἐκτὸς εἰθισμέναις ἀκούειν. ἔξεστι δ’, οἷς ἂν ὀρθῶς ἐξείη, σκοπεῖν κἀκ τούτων, ὡς εἰ μικρὸν μέρος δυοῖν τῶν ἐκείνου λόγων τοσαύτας ἔχει τὰς ἀτοπίας, καὶ ταῦτα ἐκ τοῦ παρήκοντος τοῖς θιασώταις
20ἐκείνου λεχθὲν, πόσας ἄν τις καὶ οἵας εἶναι λογίσαιτο πᾶσι τοῖς ἄλλοις, ὑπὲρ ἑξήκοντα οὖσι; πολύχους γὰρ ἐν κακοῖς ὁ ἀνὴρ,
καὶ τεχνικοῦ κανόνος ὡς ποῤῥωτάτω λεγεῶνας ὅλους δυνάμενος

2

.

1116

ἐξεμεῖν λογαρίων ἐξ αὐτομάτου. ὅμως ἱκανὰ καὶ ταυτὶ τοῖς τὸ συνειδὸς ἀδέκαστον τρέφουσι, δεῖξαι· (Δ.) Πρῶτον μὲν, ὅπως οὐχ ἓν εἶναι δογματίζει τὸ πνεῦμα τὸ ἅγιον, οὐ μεντἂν οὐδ’ ἑπτά τινων ἓν, ἀλλὰ τῶν γε ὑπὲρ τὰ ἑβδομηκοντάκις ἑπτά. Δεύ‐
5τερον δ’, ὅπως ἐν τούτοις οὐ φρίττει διαβάλλων τόν τε μέγαν ἐν θεολογίᾳ Γρηγόριον, καὶ ἅμα τῶν θείων εὐαγγελιστῶν Λουκᾶν καὶ Ματθαῖον, δάκτυλον θεοῦ μὴ τὸ πνεῦμα τὸ ἅγιον λέγοντας, ἀλλ’ ἕτερον τῆς οὐσίας καὶ μίαν τῶν ἀπείρων καὶ διαφόρων ἐνεργειῶν ἐνέργειαν. Τρίτον δ’, ὅπως μεταξὺ θεοῦ καὶ ἀγγέλων
10καινόν τι καὶ ἴδιον ἀκτίστων τίθησι γένος ἐνεργειῶν, λαμπρότητα θεοῦ καὶ φῶς ἄῤῥητον ὀνομάζων, ἐν οἷς καὶ τὸν μέγαν διαβάλ‐ λει Διονύσιον, συμφωνεῖν αὐτὸν αὑτῷ προβαλλόμενος, ἔς γε τὸ ἄναρχόν τε καὶ ἄκτιστον εἶναι γένος τουτί. Τέταρτον δ’, ὅπως ὅτῳ ποτ’ ἀνθρώπων ἀκτίστῳ γε ἐκ τοῦ σχεδὸν ἐθέλοντι γίνεσθαι
15καὶ ἀνάρχῳ ῥᾷστον καὶ ὡς ἐπὶ πρανοῦς εἰπεῖν, ἐξ ἀφθόνων καὶ ἀποῤῥήτων πηγῶν ἀψοφητὶ καταφερομένου τοῦ τῆς τοσαύτης χορηγίας ῥεύματος. Πέμπτον, ὅτι τὸ ἡτοιμασμένον ἄκτιστον δογματίζει, ὡς ἐντεῦθεν ἀνάγκην εἶναι καὶ, ὃ τῷ διαβόλῳ ἡτοί‐ μασε πῦρ ὁ θεὸς, ἄκτιστον εἶναι. Καὶ ἅμα ἕκτον, ὅπως οὐ μό‐
20νον τὰς ἀκτίστους ταύτας ἐνεργείας πολλὰς καὶ διαφόρους εἶναί φησιν, ἀλλὰ καὶ τὰς τρεῖς τῆς θείας φύσεως ὑποστάσεις πολλὰς
καὶ διαφόρους εἶναι νομοθετεῖ· καὶ μικρόν τι συγχέας τὸν λόγον

2

.

1117

ὑποστάσεις μὲν ὀνομάζει τὰς πολλὰς ἐκείνας καὶ ἀπείρους ἐνερ‐ γείας, καὶ τοὔμπαλιν πολλὰς τὰς ὑποστάσεις, ἃς ἄχρι καὶ τή‐ μερον δόγμα πάτριον τρεῖς γε καὶ μόνας ἅπασιν ἀκούειν καὶ σέ‐ βειν ἅπασιν ὀρθοδόξοις ἐνῆν. Ἕβδομον, ὅπως καὶ περὶ τῆς
5ἁγίας μεταλήψεως καὶ τοῦ θείου βαπτίσματος τἀνόσια τού‐ τοις λελάληται. (Ε.) Εἰρήσεται δέ γε καθ’ ἕκαστον, εἰ μὴ πάντα, τὰ γοῦν πλείω, μεθ’ ὧν ἀντιῤῥήσεων τούτοις καθήκει, οὐχ ὅσας καὶ οἵας αὐτοῖς ἀντεστήσαμεν τότε, σὺν ᾠδῇ μυρία τῶν θείων λογίων ἀγωνιστικώτερον ἐπιόντες, ὁπόσα ὁ τῶν διδα‐
10σκάλων τῆς ἐκκλησίας πάλαι ὕμνησε χορὸς, ἀλλ’ ἃ κατὰ τὸ ἐπι‐ τρέχον ἡ μνήμη σχεδιάζουσα ἡμῶν χορηγήσει τῇ γλώττῃ· οὔκουν δι’ ἔνδειαν ἀφορμῶν ἀντιπάλων (τοῦτο γὰρ οὐδέ του τῶν ἐναν‐ τίων λέγειν τολμῶντος, οἶμαι, δεήσει ποτέ) πῶς γάρ; ἀφθο‐ νίας μακρᾶς προκειμένης ἡμῖν, ὁπόσην ἐμοὶ τῶν ἁγίων βίβλοι
15κατὰ τὸ δαψιλὲς ἐπαντλοῦσι. τῶν μὲν γὰρ ἄλλων ἐνίοις, πρὸς λόγων ἀγῶνας ἰοῦσιν, ἐξ ἀποριῶν ἀπορίας ἐνίοτε ἀντλεῖν περιγίνε‐ ται, ὃ καίριον εἴποιεν ἥκιστα ἔχουσιν· ἐμὲ δ’ ἐξ ἀπορίας μακρᾶς εἰς ἀπορίαν μακρὰν καινόν τινα καὶ παράδοξον περιΐστησι τρόπον τὸ τῶν περιόντων ὅπλων πλῆθος, καὶ βελῶν καὶ τόξων καὶ δο‐
20ράτων (φάναι) παντοδαπῶν, εἰς ἄμυναν τῶν τῆς ἀληθείας
ἐχθρῶν. ἀπορεῖν γὰρ ἔμοιγε φαίη τις ἂν ἴσως νῦν περιεῖναι, οὐχ

2

.

1118

ὁποίων ἂν εὐποροίην ἀφορμῶν ἐς τὴν τοῦ λέγειν παρασκευήν· ἀλλ’ ὁπόσας ἂν ἁγίων καὶ οἵας ἂν παραλιπὼν συμμαχίδας γρα‐ φὰς, μέρους λαβόμενος βραχυτάτου καὶ ἀποχρῶντος πρὸς ἔν‐ δειξιν τῆς τῶν ἐχθρῶν ἀῤῥωστίας, ἀπαλλαγῆναι γένοιτ’ ἂν ἐν
5βραχεῖ.

2

.

1119

αʹ. Ἐμοὶ δ’ ὃ κἀν τοῖς πρόσθεν πολλάκις δεδρακέναι γέγονε, μετρίων διὰ μῆκος ἁπτομένῳ, καὶ ὅσοις ἀφοσιοῦσθαι τὸ τῆς ἀληθείας κράτος ἐνῆν, τοῦτο δὲ κἀνταῦθα δρᾷν οὐκ ἔγωγ’ ἂν ὀκνήσαιμι. τί γὰρ δεῖ πανοπλίας ἐνταῦθα καὶ σπουδῆς πολεμι‐
5κῆς, τῆς τῶν ἀγώνων παραῤῥυείσης ὥρας, καὶ μαρανθέντος τοῦ ὑπεκκαύματος, καὶ τῶν τότε ἀντιβαινόντων καὶ τὸ θυμούμενον τῆς ψυχῆς ἀναπτόντων, οὐκ ἐνὸν εἶναι μηδενὸς ἐν τῷ νῦν εἶναι. ἄλλως τε κἀπειδὴ τῶν γε πλειόνων ἔφθημεν ἀνωτέρω μνησθέντες
μάλα γε ἀποχρώντως, ὡς ἔμοιγε φαίνεται, περιττόν μοι δοκεῖ

2

.

1120

καὶ τῶν περιέργων οὐ μάλα τὸν πόδα κεκτημένον ἐλεύθερον, περὶ τῶν αὐτῶν ταὐτὰ στρέφοντας ἀεὶ τὴν ἀκοὴν ἀποκναίειν. οὐδὲ γὰρ οὐδ’ ὡς ἐκείνοις δήπου τότε πλεῖστα μὲν εἴρηται, τυφλὰ δὲ πάντα καὶ ἄγονα καὶ πρὸς τὸν αὐτὸν τῆς ἀτοπίας ἄγοντα πάντα
5κρημνὸν, οὕτω πολλῆς ἐνταυθοῖ κἀμοὶ δεήσει τῆς συμμαχίας. ἀλλ’ ὥσπερ ἐν τῷ τοῦ ἀγῶνος ἐκείνου καιρῷ διὰ βραχέων εἰς τὸν ἐκείνων ἐκείνους ὠθήσας κρημνὸν ἀπήλλαγμαι, οὕτω καὶ πολλῷ μᾶλλον ἡσυχίας οὔσης, νῦν μετριώτερον ἢ κατὰ τὴν τότ’ ἀνάγκην μνησθέντος, οὐκ ἂν εἴη φάναι οὐδενὶ τῶν ἁπάντων,
10ὡς οὐχ ἱκανῶς τῆς προθυμίας καὶ βουλήσεως ἔσχον ἐγὼ, κἀν τοῖς ἔργοις αὐτοῖς αἰσθέσθαι σαφῶς τοὺς ἐντυγχάνοντας ἐπεπείκειν. ἃ γὰρ ἡμῖν τε πρόσθεν εἴρηται καὶ ὁρᾷν τοῖς βουλομένοις πρό‐ κειται, ἦπου πολλή τις ἂν εἴη ἄνοια, λέγειν ὁμοίως ἀεὶ τὰ αὐ‐ τά. ὅσον γὰρ τοῖς ἀντιθέτοις ἐκείνοις δεῖ τῶν ἀεὶ παραλλάξεων,
15δι’ ἀῤῥωστίαν τῶν ἀεὶ λεγομένων αὐτοῖς, τοσοῦτον ἡμῖν, δι’ εὐρωστίαν τῶν εἰρημένων, δεῖ πρὸς τὰ ἑξῆς σιωπᾷν. παραπλη‐ σίως ὥσπερ, οἷς μὲν ἐν ἡλίῳ καὶ φωτὶ δρᾷν ἔνεστιν ἃ δρῶσι, τούτοις δήπουθεν οὐδὲ μαρτύρων ἄν ποτ’ οὐδένων δεήσοι, αὐ‐ τῶν ἐξ αὐτομάτου (φάναι) τῶν πραγμάτων τὴν ἀλήθειαν μαρ‐
20τυρούντων· οἷς δ’ ἐν σκότῳ καὶ νυκτὸς ἀδήλοις ἔνεστι βυθοῖς ἐγκυβιστᾷν τοὺς τῆς σπουδῆς θεμελίους, τούτοις οὐκ ἔστιν ὀρ‐
θῶς συνορᾷν οὔθ’ ὅθεν ἄρχεται, οὔθ’ ὅπη τελευτᾷ τῶν δρω‐

2

.

1121

μένων ἡ βάσις. (Β.) Καὶ πρῶτόν γε δὴ λεκτέον ἡμῖν ἐστι περὶ τῶν πνευμάτων, ὧν ὁ προφήτης ἐπὶ τὸν κύριον ἡμῶν καὶ σω‐ τῆρα Χριστὸν ἀναπαύσεσθαι ἔφησεν· ἐπειδὴ καὶ ὁ τῶν φίλων βέλτιστος ἡμῖν Καβασίλας τοῦτο πρῶτον ἡμῖν ὡς ἰσχυρὸν ἐπε‐
5πράχει τῶν λόγων ἐκείνων πρόβλημα. ταῦτα τοίνυν ἑπτὰ ὄντα ἄκτιστά τε καὶ ἅγια πνεύματα δεδογμάτικεν ἅπαντα εἶναι καθά‐ παξ ὁ Παλαμᾶς, καὶ οἱ θιασῶται. ἦν οὖν ἐκ πρώτης ἐπιβολῆς προαγαγόντας εἰς μέσον ἡμᾶς αὐτὴν τοῦ σωτῆρος τὴν ῥῆσιν, ἣν τοῖς ἀποστόλοις εἰρήκει, μηδενὸς τὸ παράπαν ἑτέρου δεήσεσθαι
10πρὸς πειθὼ τῶν ἀκροωμένων, λέγω δὴ τὴν, „πορευθέντες μαθη‐ τεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.“ οὐ πληθυντικῶς γὰρ ἐνταῦθα πνεύματα δέδωκε λέγειν· ἢ πῶς ἂν τὸ τρισυπόστα‐ τον τῇ θείᾳ φυλάττοιτο φύσει, πολλῶν καὶ οὐχ ἑνὸς τοῦ πνεύ‐
15ματος ὄντος; ἀλλ’ ἐπειδὴ τὸ πάνυ βραχυλογεῖν ὁ πολὺς τοῖς Λάκωσιν ἐκλήρωσε χρόνος ὡς τὰ πολλὰ, τοῖς δὲ φιλολογωτέροις δεῖ πλειόνων ἐνταῦθα μαρτυριῶν εἰς ἀκριβεστέραν τῶν ἐναν‐ τίων καθαίρεσιν, φέρε καὶ ἡμεῖς τὰ τοῦ πόθου τοῖς φίλοις ἀπο‐ δῶμεν ἀκροαταῖς, ὄκνων ἐκλαθόμενοι πάντων. Μάξιμος τοίνυν
20ὁ θεῖος τάδε περὶ τῶν ἑπτὰ διέξεισι πνευμάτων, ταὐτὸν δ’ εἰ‐ πεῖν, ἀρετῶν. „καὶ ἐπαναπαύσεται,“ φησὶν, „ἐπ’ αὐτὸν ἑπτὰ πνεύματα· πνεῦμα σοφίας, πνεῦμα συνέσεως, πνεῦμα γνώσεως,
πνεῦμα ἐπιστήμης, πνεῦμα βουλῆς, πνεῦμα ἰσχύος, πνεῦμα φό‐

2

.

1122

βου θεοῦ. ἔστι δὲ ἴδιον τῶν πνευματικῶν τούτων χαρισμάτων· φόβου μὲν, ἡ ἀποχὴ τῶν κακῶν· ἰσχύος δὲ, ἡ πρᾶξις τῶν ἀγα‐ θῶν· βουλῆς δὲ, ἡ τῶν ἀντικειμένων διάκρισις· ἐπιστήμης δὲ, ἡ τῶν καθηκόντων ἀνόθευτος εἴδησις· γνώσεως δὲ, ἡ κατὰ ἐνέρ‐
5γειαν τῶν ἐν ταῖς ἀρεταῖς θείων λόγων περίληψις· συνέσεως δὲ, ἡ πρὸς τὰ γνωσθέντα διόλου τῆς ψυχῆς συνδιάθεσις· σο‐ φίας δὲ, ἡ πρὸς τὸν θεὸν ἀδιάγνωστος ἕνωσις· καθ’ ἣν τοῖς ἀξίοις ἡ ἔφεσις, ἀπόλαυσις γίνεται, μεθέξει ποιοῦσα θεὸν τὸν μετέχοντα, καὶ τῆς θείας αὐτὸν ὑποφήτην καθιστῶσα μακαριό‐
10τητος, κατὰ τὴν ἀένναον πρὸς τοὺς δεομένους τῶν θείων μυστη‐ ρίων ἀνεκπόμπευτον προβολὴν καὶ διέξοδον.“ ἐξηγούμενος δ’ αὐ‐ τὸς τὰ αὐτά φησι· „τὸ πρὸς ἡμᾶς κατ’ ἐνέργειαν πρῶτον ἀγαθὸν, ὅπερ ἐστὶν ὁ φόβος, τελευταῖον ἀπηριθμήσατο τῆς γραφῆς ὁ λό‐ γος, καὶ σοφίας ἀρχήν· ἀφ’ οὗ κινούμενοι πρὸς τὸ τῆς σοφίας
15τέλος, τὴν σύνεσιν, ἀναβαίνομεν· μεθ’ ἣν προσεχεῖς αὐτῷ γι‐ νόμενοι τῷ θεῷ, μόνην τὴν σοφίαν τῆς πρὸς αὐτὸν ἑνώσεως με‐ σιτεύουσαν ἔχοντες· οὐ γάρ ἐστι δυνατὸν ἐπιλαβέσθαι σοφίας, τὸν μὴ πρότερον διὰ τοῦ φόβου καὶ τῶν διὰ μέσου λοιπῶν χα‐ ρισμάτων τήν τε λήμην τῆς ἀγνοίας καὶ τὸν τῆς κακίας κονιορ‐
20τὸν ἑαυτῷ παντελῶς ἀποσεισάμενον. διὰ τοῦτο θεῷ μὲν προσεχῆ

2

.

1123

τὴν σοφίαν, ἡμῖν δὲ τὸν φόβον, ἡ γραφικὴ τάξις διέθηκεν, ἵν’ ἡμεῖς εὐταξίας μάθωμεν ὅρον καὶ νόμον.“ ὁρᾷς ὡς ἀρετὰς καὶ οὐχ ἅγια ταῦτα τίθησι πνεύματα. (Γ.) Περὶ δὴ τῶν τοιούτων ὁμοίως καὶ ὁ μέγας ἔφησε πάλαι Χρυσόστομος τά τ’ ἄλλα καί·
5„ὅταν τις ἔχῃ χάρισμα ἀγάπης, λέγεται ὅτι πνεῦμα ἀγάπης ἔχει· ὅταν λάβῃ χάρισμα μαρτυρίου, λέγεται πνεῦμα δυνάμεως ἔχειν, τουτέστι χάρισμα. ἐπεὶ γὰρ τὸ δωρούμενον τὸ πνεῦμα τὸ ἅγιόν ἐστι, καλεῖται δὲ καὶ τὸ δῶρον ὁμωνύμως τῷ διδόντι, ἐὰν ᾖ τις πρᾶος καὶ ταπεινὸς τὴν καρδίαν, δῶρον ἔλαβε τῆς πραότητος,
10καί ἐστι θεοῦ χάρισμα.“ καὶ πάλιν· „ὅπου δεῖ μαθεῖν τὰ βάθη, καλεῖται πνεῦμα ἀποκαλύψεως. ὅπου δεῖ ἀγάπην ἔχειν, καλεῖται πνεῦμα ἀγάπης. ὅπου δεῖ σαφῆ λαλῆσαι τὸν διδάσκαλον, καλεῖ‐ ται πνεῦμα σοφίας. ὅπου δεῖ λαλῆσαι τὸν ἀκροατὴν συνετῶς, κα‐ λεῖται πνεῦμα συνέσεως.“ καὶ τί δεῖ πάντα καταλέγειν, τοῦ παν‐
15τὸς λόγου τὰ ἴσα διεξιόντος τοῖς βουλομένοις ὁρᾷν; λεγέτω γάρ τις ἐμοὶ πρὸς θεοῦ παρελθὼν, εἰ πλείονος τῷ σκέμματι δεῖ σα‐ φηνείας, ὥστε μαθεῖν, τὸ μὲν πνεῦμα τὸ ἅγιον εἶναι ἓν, τὴν ἄκτιστον δηλαδὴ καὶ μίαν φύσιν τοῦ θεοῦ· ἃ δὲ τοῖς κτίσμασι χαρίσματα δίδοται, ἀρετὰς καὶ δῶρα διάφορα, καὶ ποιήματα
20αὐτοῦ, πνεύματα μὲν καλούμενα καὶ ταῦθ’ ὁμωνύμως τῷ πα‐ ρέχοντι πνεύματι, οὐχ ἅγια δέ· καθ’ ἃ ὁ μέγας τούτοις συνᾴδει
Βασίλειος, „εἴρηταί τισι,“ φάσκων, „ὅτι αἱ ἑπτὰ γυναῖκες (αἱ τῷ

2

.

1124

προφήτῃ λεγόμεναι Ἡσαΐᾳ· ἐπιλήψονται ἑπτὰ γυναῖκες ἀνθρώ‐ που ἑνὸς, λέγουσαι, τὸ ὄνομά σου κεκλήσθω ἐφ’ ἡμᾶς) ἑπτὰ πνεύματά εἰσιν, ἃ μικρὸν ὕστερον ὁ αὐτὸς οὗτος προφήτης κα‐ ταριθμεῖσθαι μέλλει, ὡς ἐπαναπαυόμενα ἐπὶ τὸν ἐκ ῥίζης Ἰεσσαὶ
5ἐξανθεῖν μέλλοντα· πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βου‐ λῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου θεοῦ. ἅπερ διὰ τὸ πάντας ἐκκλῖναι, καὶ ἅμα ἀχρειωθῆναι, οὐκ ἔχοντα ᾧ ἐπαναπαύσεται ἀγαπητῶς, τοῦ κατὰ τὸν κύριον ἀν‐ θρώπου λαβόμενα, ποιεῖ τὰ ἀναγεγραμμένα. ἀργεῖ γὰρ τὸ πνεῦ‐
10μα τῆς γνώσεως καὶ τῆς εὐσεβείας ἐν καιροῖς, ὅτε οὐκ ἔστιν ὁ συνιὼν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν θεόν· καὶ οἱονεὶ ὄνειδός ἐστι ταῖς ἀρεταῖς τὸ μηδένα εἶναι τὸν ἀντεχόμενον αὐτῶν, ἀλλ’ οἱονεὶ χηρεύειν αὐτὰς, ἀπορίᾳ τῆς ὑποδεχομένης αὐτὰς ψυχῆς. τὸ γὰρ μηδένα δυνηθῆναι ἑλεῖν τῷ οἰκείῳ κάλλει, ἀλλ’ ἐναπομεῖναι τῇ
15ἐρημίᾳ, ὥσπερ καὶ τῶν ἀρετῶν δοκεῖ καθάπτεσθαι. ὁ δ’ ἐν ἑαυτῷ πᾶν εἶδος ἀρετῆς κατὰ τὴν ἄκραν τελείωσιν ἐπιδεικνύναι μέλλων ἀφαιρεῖ τὸν ὀνειδισμὸν ἀπ’ αὐτῶν.“ ἰδοὺ καὶ οὗτος οὐχ ἅγια πνεύματα λέγει ταυτὶ, ἀλλ’ ἀρετὰς ἀνθρωπίνας ἐπαναπαυό‐ μενα Χριστῷ κατὰ τὸ ἀνθρώπινον. (Δ.) Καὶ ὁ μέγας δ’ αὖθις
20Ἀθανάσιος, πρὸς Σεραπίωνα τὸν ἐπίσκοπον περὶ τοῦ ἁγίου πνεύ‐
ματος γράφων καὶ τοὺς Πνευματομάχους ἐλέγχων, ἐν τῷ προ‐

2

.

1125

φήτῃ φάσκοντας Ἀμὼς ἀκούειν λέγοντος τοῦ θεοῦ, ὅτι ἰδοὺ ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα· „εἴπατε,“ φησὶν, „εἴπου τῆς θείας γραφῆς εὑρίσκεται τὸ πνεῦμα τὸ ἅγιον εἰρημένον ἁπλῶς πνεῦμα, χωρὶς προσθήκης τοῦ λέγεσθαι τοῦ θεοῦ, ἢ τοῦ πα‐
5τρὸς, ἢ ὅτι ἐμοῦ, ἢ ὅτι αὐτοῦ τοῦ Χριστοῦ καὶ τοῦ υἱοῦ, ἢ παρ’ ἐμοῦ (ὅ ἐστι παρὰ τοῦ θεοῦ) ἢ μετὰ τοῦ ἄρθρου· ἵνα μὴ ἁπλῶς λέγηται πνεῦμα, ἀλλὰ τὸ πνεῦμα, ἢ αὐτὸ τοῦτο, τὸ πνεῦ‐ μα τὸ ἅγιον, ἢ Παράκλητος, ἢ ἀληθείας· ὅ ἐστι τοῦ υἱοῦ, τοῦ λέγοντος· ἐγώ εἰμι ἡ ἀλήθεια· ἵνα ἀκούσαντες ἁπλῶς πνεῦμα
10ὑπονοήσητε εἶναι τὸ πνεῦμα τὸ ἅγιον;“ ἀλλ’ ὁ μέγας ἐν προοι‐ μίοις ταῦτ’ εἰπὼν, καὶ προκαταστήσας τὸν λόγον, πολὺς ἐῤῥύη παρ’ ὅλον τὸν λόγον, τὰς ἐκ τῆς θείας γραφῆς εἰς πλάτος ἐκτι‐ θέμενος μαρτυρίας, ὡς ἐξεῖναι μανθάνειν τοὺς βουλομένους ἐκεῖ‐ θεν ἀρκούντως, ὡς ἕν ἐστι, καὶ οὐ πολλὰ, τὸ πνεῦμα τὸ ἅγιον,
15οὐχ ὡς Παλαμᾶς φησι πάντας Πνευματομάχους ὑπερβαλλόμενος· οὐδ’ ἐκ πολλῶν ἓν, ὡς αὐτὸς καὶ τοῦτο προστίθησι, τῇ κακίᾳ κακίαν προσεξευρὼν καὶ ἐπιδαψιλευόμενος. ὅμως διὰ τοὺς ἀσθε‐ νεστέρους ἔνια τῷ παρόντι συντάγματι καὶ ἡμῖν ἐρανισαμένοις ἐκεῖθεν ἐκτέθειται. „ὥσπερ γέννημα μονογενὲς ὁ υἱός ἐστιν, οὕτω
20καὶ τὸ πνεῦμα παρὰ τοῦ υἱοῦ διδόμενον καὶ πεμπόμενον καὶ αὐ‐ τὸ ἓν, καὶ οὐ πολλὰ, οὐδὲ ἐκ πολλῶν ἓν, ἀλλὰ μόνον αὐτὸ τὸ
πνεῦμα. ἑνὸς γὰρ ὄντος τοῦ υἱοῦ, τοῦ ζῶντος λόγου, μίαν εἶ‐

2

.

1126

ναι δεῖ τελείαν καὶ πλήρη τὴν ἁγιαστικὴν καὶ φωτιστικὴν ζωὴν, οὖσαν ἐνέργειαν αὐτοῦ καὶ δωρεὰν, ἥτις ἐκ πατρὸς λέγεται ἐκπο‐ ρεύεσθαι.“ ἐντεῦθεν ἔχειν οἶμαι πάντα τινὰ συνιέναι τὴν τῶν πα‐ λαμναίων ἀνατροπὴν, καὶ μὴ πλειόνων ἔτι ῥημάτων δεήσεσθαι
5πρὸς ἀκραιφνῆ μαρτυρίαν. ὅμως ἐπείπερ καὶ οὕτως ἓν ὂν τὸ πνεῦμα τὸ ἅγιον πολλοῖς καὶ διαφόροις αὐτὸ τοῖς ὀνόμασι κέ‐ κληκεν ἡ γραφὴ, βραχέα καὶ περὶ τούτου λεκτέον. „εἰ ὁ υἱὸς, ἐπεὶ ἐκ τοῦ θεοῦ ἐστιν, ἴδιος τῆς οὐσίας αὐτοῦ ἐστιν, ἀνάγκη καὶ τὸ πνεῦμα, ἐκ τοῦ θεοῦ λεγόμενον, ἴδιον εἶναι κατ’ οὐσίαν
10τοῦ υἱοῦ. ἀμέλει τοῦ Κυρίου ὄντος υἱοῦ αὐτὸ τὸ πνεῦμα εἴρηται πνεῦμα υἱοθεσίας.“ καὶ πάλιν· „τοῦ υἱοῦ ὄντος σοφίας καὶ ἀλη‐ θείας, γέγραπται τὸ πνεῦμα εἶναι σοφίας καὶ ἀληθείας.“ πάλιν· „ὁ μὲν υἱὸς δύναμίς ἐστι θεοῦ καὶ κύριος τῆς δόξης, τὸ δὲ πνεῦ‐ μα λέγεται πνεῦμα δυνάμεως καὶ πνεῦμα τῆς δόξης.“ (Ε.) Ἐγὼ
15δὲ μεταξὺ λέγων ἐμνήσθην καὶ Γρηγορίου, τοῦ μεγάλου τῆς ἐκκλησίας φωστῆρος, τὰ ὅμοια τούτῳ διεξιόντος. ὅθεν οὐκ ἔμοιγε δέδοκται, μὴ οὐ κἀκείνου τινὰ μαρτυρίαν ἐνταῦθα συνειληφέ‐ ναι. λέγει γὰρ οὑτωσίν. „ἐγὼ φρίττω, τὸν πλοῦτον ἐννοῶν τῶν κλήσεων, καὶ καθ’ ὅσων ἀναισχυντοῦσιν ὀνομάτων οἱ τῷ πνεύ‐
20ματι ἀντιπίπτοντες. πνεῦμα θεοῦ λέγεται, πνεῦμα Χριστοῦ,

2

.

1127

πνεῦμα Κυρίου, πνεῦμα υἱοθεσίας, ἀληθείας, ἐλευθερίας, πνεῦ‐ μα σοφίας, συνέσεως, βουλῆς, ἰσχύος, γνώσεως, εὐσεβείας, φό‐ βου θεοῦ. καὶ γὰρ ποιητικὸν τούτων ἁπάντων, πάντα τῇ οὐσίᾳ πληροῦν· μετεχόμενον, οὐ μετέχον· συνέχον, οὐ συνεχόμενον·
5δάκτυλος θεοῦ, πῦρ ὡς θεός· σοφώτατον, καὶ πολύτροπον ταῖς ἐνεργείαις.“ καὶ τί δεῖ πλείους κἀνταῦθα λόγων ἡμᾶς ἀνελίττειν φάλαγγας, μνήμης εἵνεκά γε καὶ ταυτὶ τὰ μέτρια παρειληφότας ἐκεῖθεν; ἐξὸν, ὅτῳ μὴ ταυτὶ πρὸς ἔνδειξιν ἤρκεσεν, οὐ μόνον ἑπτὰ τοῦ θείου πνεύματος ἀπονητὶ λαμβάνειν ἐκεῖθεν ὀνόματα,
10ὅτι μὴ καὶ πλεονάκις τε καὶ πεντεκαιδεκάκις ταῦτα, καὶ εἰ δεῖ κατ’ αὐτόν γε φάναι τὸν νέον διδάσκαλον Παλαμᾶν, ἀπειράκις ἄπειρα, ἅπερ ἄκτιστά τε καὶ ἅγια πάντα δεδογμάτικε πνεύματα· πρᾶγμα τῶν ἐξ αἰῶνος οὐδενὶ, μηδ’ ἐς ψιλὴν γοῦν ἐπίνοιαν ἀνα‐ ληφθὲν, μὴ ὅτι γε τῶν εὐσεβεῖν αἱρουμένων· ἀλλ’ οὐδ’ Ἑλλή‐
15νων ἢ βαρβάρων, ἢ ὅσοι φύσεως γοῦν ἄγονται θεσμῷ. σκοπεῖν οὖν ἄξιον, ὡς ἓν τοῖς ἁγίοις ὁμολογεῖται τὸ πνεῦμα τὸ ἅγιον, καὶ οὐ πολλὰ, οὐδ’ ἐκ πολλῶν ἓν, ὡς Παλαμᾷ καὶ τοῖς αὐτοῦ θιασώταις κηρύττεται νῦν, οὐδ’ ἔστιν ἄκτιστον οὐδὲν τῶν ἁπάν‐ των, ὡς ἡμῖν πολλαχῆ τῶν θείων δέδεικταί τε σοφῶν διδασκά‐
20λων καὶ ἔτι δειχθήσεται προϊοῦσι τρανότερον. (ϛʹ.) Δεύτερον
δ’ ἐπὶ τούτοις σκεπτέον ἐστὶν, ὅτι τε ποιήματα τοῦ θείου πνεύ‐

2

.

1128

ματος τῷ πολλῷ διδασκάλῳ ταῦτ’ εἴρηται Γρηγορίῳ (ποιητικὸν γὰρ τούτων ἔφησε πάντων) ἃ Παλαμᾶς ἀκτίστους λέγων θεότη‐ τας αὐτὸν (ὡς εἴρηται) διαβάλλει τρανῶς καὶ ὀνομαστὶ, καὶ ὅτι πρὸς τοῖς πολλοῖς τούτοις ὀνόμασι καὶ δάκτυλον τὸ θεῖον
5ἔφησεν ὁ θεῖος ἀνὴρ ὀνομάζεσθαι πνεῦμα. ὃ καὶ βουλόμενον τοῖς προτέροις ἐνδιατρίβειν ἔτι βιαίως ἀπάγει με πρὸς ἑαυτὸ λαμ‐ πρῶς ἐφελκόμενον. δεῖ τοίνυν τὴν ῥῆσιν ἐκείνην τὴν βλάσφημον τοῦ ἀνδρὸς εἰς μέσον αὖθις κομίζειν, ἀναμνήσεως εἵνεκα. μικροῦ γὰρ κἀμὲ διαφυγεῖν ἐδέησεν, ἀπασχολησάσης τῆς τούτου λήθης
10ἐφ’ ἕτερα. ἔχει δ’ οὕτως. „τὴν μίαν τῶν τοῦ πνεύματος ἐνεργειῶν ὁ κύριος ἐν εὐαγγελίοις κατὰ μὲν τὸν Λουκᾶν δάκτυλον θεοῦ, κατὰ δὲ τὸν Ματθαῖον πνεῦμα τοῦ θεοῦ καλεῖται. ἐν τίνι δὲ πνεύματι ὁ κύριος ἐκβάλλειν ἔφη τὰ δαιμόνια, εἰ μὴ ἐν τῷ ἁγίῳ πνεύματι; τὸ ἓν ἄρα τῶν κατὰ διαίρεσιν χαρισμάτων πνεῦμα
15ἅγιόν ἐστιν· εἰ δὲ τὸ ἓν, καὶ τὰ ἄλλα πάντα.“ ὁρᾶτε τὴν κηφη‐ νώδη τοῦ δυσσεβοῦς διάνοιαν, οἵας ἐξηγήσεις τοῖς θείοις ἐπάγει ῥήμασι· καὶ ὅπως συλλογίζεσθαι πειρώμενος ὁ ἀμαθὴς ἐκ ψευ‐ δῶν τε καὶ ἀσεβῶν προτάσεων ψευδές τε καὶ ἀσεβὲς συνάγει συμ‐ πέρασμα. παρὰ γὰρ οὐδὲν λογισάμενος τῶν ἁγίων ἁπάντων, ἃς
20ἠκηκόειτε νῦν, ἐξηγήσεις δάκτυλον εἶναι προτίθησι μίαν αὐτὸς
τῶν πολλῶν ἐκείνων ἐνεργειῶν, ἃς ἀκτίστους αὐτὸς πεποίηκε

2

.

1129

τήμερον, διαβάλλων ὁμοῦ Λουκᾶν καὶ Ματθαῖον τοὺς τοῦ Χρι‐ στοῦ μαθητὰς, καὶ ἅμα αὐτὸν τὸν Χριστόν. αὐτοῦ γάρ ἐστιν ἡ τοιαύτη φωνή. ἔπειτα συμπεραίνει τὴν ἀκόλουθον ὁ μάταιος ἀτο‐ πίαν, „τὸ ἓν ἄρα (λέγων) τῶν κατὰ διαίρεσιν χαρισμάτων πνεῦμα
5ἅγιόν ἐστι. εἰ δὲ τὸ ἓν, καὶ τὰ ἄλλα πάντα πνεύματά εἰσιν ἅγια.“ καὶ μὴν εἴπερ ἐχρῆν κατὰ τέχνην συλλογίζεσθαι τὰ ὑπὲρ τὴν τέ‐ χνην, οὕτω πάντως λέγειν ἐχρῆν· ἐπεὶ τὸ πνεῦμα τὸ ἅγιον δά‐ κτυλος ὠνομάσθη θεοῦ μεταφορικῶς, ὁ δὲ δάκτυλος τῷ λοιπῷ καὶ ὅλῳ σώματι πέφυκεν ὁμούσιος, ἐξ ἀνάγκης ὁμούσιον ἄρα
10καὶ τὸ πνεῦμα τὸ ἅγιον, οὗ δάκτυλος εἴρηται, δηλαδὴ τῷ θεῷ. ἀλλ’ ἀμαθὴς ὑπάρχων ἐκεῖνος, καὶ συλλογίζεσθαι οὐκ εἰδὼς, ἔδοξεν, ἐν οὐκ εἰδόσι τοιαῦτα βλασφημῶν καὶ συλλογιζόμενος, τῶν εἰδότων πολλῷ γε δήπου πιθανώτερος εἶναι, μήτ’ αὐτὸς, ὡς ἔοικε, μήθ’ οἱ ἑπόμενοι μήπω καὶ τήμερον αὐτήκοοι τοῦ εὐαγ‐
15γελίου γενόμενοι, λέγοντος· ὡς ὁ εἰς τὸ πνεῦμα τὸ ἅγιον βλασφημῶν ἀσυγχώρητόν τε καὶ ἄφυκτον ἕξει τὴν κόλασιν. ἆρ’ οὖν οὐ τοῦ ἐναντίου πνεύματος σαφῶς ἡ ἐνέργεια, ἣν ὁ ἀσεβὴς ἐνεργεῖται; ἆρ’ οὐχὶ καὶ Ἰουδαίων ἐστὶν ἀσεβέστερος; ὃ γὰρ ὡς ὕβρεων ἐσχάτην προὔφερον τέως ἐκεῖνοι Χριστοῦ, ἐν Βεελζεβοὺλ
20ἐκβάλλειν λέγοντες αὐτὸν τὰ δαιμόνια, καὶ οὐκ ἐν δακτύλῳ θεοῦ, εἴτουν ἐν πνεύματι θεοῦ, τοῦθ’ οὗτος ὑμῶν τῇ ἐκκλησίᾳ χαρί‐ ζεται τήμερον, ὡς ἥδιστον ἀνάθημα· φεῦ τῆς τῶν ἑπομένων
εὐηθείας· μᾶλλον δὲ, βαβαὶ τῆς ἀνοχῆς σοῦ, Χριστέ! (Ζ.) „Ἀλ‐

2

.

1130

λὰ τὸ ποιεῖν,“ φησὶ, „καὶ ἐνεργεῖν τῶν πολλαχῶς λεγομένων ἐστίν. οὐ γὰρ τὸ κτίζειν σημαίνει μόνον, ἀλλὰ πρὸς πολλοῖς ἑτέ‐ ροις καὶ τὸ φυσικῶς ἐνεργεῖν· ὡς καὶ τὸν ἥλιόν φαμεν ποιητικὸν τῆς ἡμέρας, ἅτε φυσικῶς αὐτὴν ἐκτελοῦντα, οὕτω καὶ τὸ πνεῦ‐
5μα τῆς ἀληθείας, καὶ τὰ τούτῳ συναπηριθμημένα, διατελοῦ‐ σιν ἄκτιστα, ἐπεὶ ποιεῖ καὶ ἐνεργεῖ ταῦτα τὸ πνεῦμα τὸ ἅγιον, ὡς ἐμφύτους ἐνεργείας.“ ἀκούετε γραϊδίων φληνάφων, αὐτόχρημα φάναι, ληρήματα. Πνευματομάχος γὰρ ὑπάρχων σαφὴς, ἔπειτα φεύγειν πειρώμενος τοὔνομα, γίνεται χείρων ἔτι μᾶλλον ἐκείνων
10μακροῖς τισι μέτροις· καὶ κακὸν ποιῶν ἑαυτὸν ἀλλοπρόσαλλον, ἵνα δῆθεν λανθάνῃ διαδιδράσκων τοὺς τῆς κακίας ἐλέγχους, ὁ δὲ λέληθε μᾶλλον αὐτὸς ἑαυτὸν ἁλισκόμενος πανταχόθεν. οἱ γὰρ τῆς αὐτοῦ κακίας πατέρες Πνευματομάχοι, ποίημα λέγοντες εἶναι τὸ πνεῦμα, καθάπερ Ἄρειος τὸν υἱὸν, ἀκολούθως καὶ κτίσμα
15τοῦτ’ ἐξ ἀνάγκης ἔφασκον· ἅτε μὴ δυναμένης μήτε τῆς τεχνι‐ κῆς μεθόδου, μήτε φυσικῆς τῶν ἀνθρώπων γνώσεως, ἄκτιστον ποίημα λέγειν ποτέ. ὁ δὲ μηδὲν αἰσχυνόμενος ἄκτιστον ποίημα τετόλμηκεν ἤδη νομοθετεῖν ἐν ταῖς ἐσχάταις ταύταις ἡμέραις. ἐχρῆν οὖν καὶ ἡμᾶς ἐνταυθοῖ σιωπῇ τὰ τοιαῦτα μισήσαντάς τε
20καὶ τὰ ὦτα βύσαντας φυγεῖν ἀπὸ ἀκοῆς πονηρᾶς. ἀλλ’ ἐπεὶ,
διὰ τοῦ ἀνέλεγκτα ψεύδεσθαι τοῦτον ἀνόσιόν τε καὶ αὐτοχειροτό‐

2

.

1131

νητον δίκαιον, αἵ τε ἀρχαὶ καὶ ἐξουσίαι καὶ οἱ τοῦ αἰῶνος του‐ τουῒ κοσμοκράτορες χορηγοῦσιν αὐτῷ δι’ ἀμαθίαν τρόπαιον τοῦ‐ το κατὰ τῆς ἀληθείας ἐγείρειν εἰς πλάνην τῶν ἁπλουστέρων· ἀνάγκη καὶ ἡμᾶς ἐνταυθοῖ γρηγορεῖν τε ἅμα καὶ τὸ τῆς ἀλη‐
5θείας ἀναλαμβάνοντες ξίφος παῤῥησίᾳ κατὰ τοῦ ψεύδους ἐλαύ‐ νειν, τό γε ἡμῖν ἐφικτὸν, ὅπλα καὶ τεῖχος ἀκροπόλεως ἰσχυρὸν τὰς ἡμετέρας τοῖς ὀρθοδόξοις γραφὰς παρεχόμενοι, ἢ μᾶλλον τὰς τῶν θείων γραφῶν μαρτυρίας, ἵνα μὴ ἀκοῇ σκοτεινῇ τε καὶ ἀλαμπεῖ κατακολουθήσαντες εἰς βάραθρον ἑαυτοὺς συνωθήσω‐
10σιν ἀπωλείας. ἐπεὶ γὰρ τοσαύτας αὐτῷ καὶ τοιαύτας ἐγὼ συμφο‐ ρήσας πρότερον μὲν διά τε τῶν στηλιτευτικῶν ἐκείνων καὶ ἀν‐ τιῤῥητικῶν, καὶ αὖ δι’ ὧν ἠκηκόειτε νῦν, οὐκ ἐμπέπληκα, οὐδέ γε συνιέναι πέπεικα, ἄκτιστον ἥκιστα πάντων εἶναι ποίημα· φέρε λοιπὸν σαφεστέρων τινῶν, καὶ αὐτοῖς γνωρίμων εἰπεῖν σκαπα‐
15νεῦσιν, ἁψώμεθα λόγων. ἔνδηλον γὰρ δήπου τοῖς ὅλοις, ὡς τὸ τῆς πίστεως ἡμῶν ἱερὸν σύμβολον, ἐν ἡμέραις πάσαις καὶ νυξὶν, ὁμολογίᾳ πᾶσιν ὀρθοδόξοις κοινῇ περιᾴδεται πάντη διηνεκὲς, ἐν κώμαις ἅμα καὶ πόλεσι καὶ σπηλαίοις καὶ ὄρεσι καὶ, συλλήβδην εἰπεῖν, ἐν πάσῃ γε τῇ γῇ καὶ ὅπη τῆς ὑγρᾶς οὐσίας διήκει τὸ
20ῥᾴδιον. ἔχει δὲ οὕτως· „πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντο‐ κράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀο‐
ράτων, καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν, τὸν υἱὸν τοῦ θεοῦ

2

.

1132

τὸν μονογενῆ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρὶ, δι’ οὗ τὰ πάντα ἐγένετο.“ ὁρᾶτε πῶς ἄνωθεν καὶ ἐξ ἀρχῆς τοῖς θείοις ἀναιρεῖται πατράσι διαῤῥήδην τὸ, ποίημα εἶναι τὸν δι’ οὗ τὰ πάντα πεποίηται. γεννηθέντα γάρ φησιν, οὐ ποιηθέντα.
5(Η.) Ἀλλὰ καὶ ὁ μέγας Ἀθανάσιος ἐν τῇ πρὸς Σεραπίωνα πρώτῃ τάδε διέξεισιν ἐπιστολῇ· „ἐν τούτῳ,“ φάσκων, (τῷ πνεύματι δη‐ λαδὴ) „τὴν κτίσιν ὁ λόγος δοξάζει θεοποιῶν, καὶ υἱοποιῶν δὲ προσάγει τῷ πατρί· τὸ δὲ συνδοξάζον τῷ λόγῳ τὴν κτίσιν οὐκ ἂν εἴη αὐτὸ τῶν κτισμάτων.“ καὶ μετ’ ὀλίγα· „ὁ γὰρ πατὴρ διὰ
10τοῦ λόγου ἐν πνεύματι ἁγίῳ τὰ πάντα ποιεῖ, καὶ οὕτως ἡ ἑνότης τῆς ἁγίας τριάδος σώζεται.“ καὶ πάλιν· „εἰ τὰ ποιήματα βουλήσει καὶ εὐδοκίᾳ ὑπέστη καὶ ἡ κτίσις πᾶσα θελήματι γέγονεν, ἐκτός ἐστιν οὗτος τῶν βουλήσει γεγονότων, καὶ μᾶλλον οὗτός ἐστιν ἡ ζῶσα βουλὴ τοῦ πατρὸς, ἐν ᾗ τὰ πάντα γέγονε.“ καὶ πάλιν· „εἰ
15ἐν χειρὶ θεοῦ τὰ ποιήματα εἰργάσθη (γέγραπται γὰρ ὅτι διὰ τοῦ λόγου πάντα γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν), εὔδηλον ὡς οὐκ ἂν εἴη ὁ υἱὸς ἔργον· ἀλλ’ αὐτός ἐστιν ἡ χεὶρ τοῦ θεοῦ καὶ σοφία.“ καὶ τί δεῖ περὶ τὰ αὐτὰ διηνεκῶς ἀνειλουμένους τὰς ὑμῶν ἀκοὰς ἀποκναίειν; παριστᾷν ἱκανῶς τῶν λεχθέντων ἐχόν‐
20των, ὡς διῄρηταί τε πανταχοῦ τῆς γραφῆς τὰ ποιήματα τῆς ποιούσης οὐσίας· καὶ ὡς κτίσματα εἴη ποιήματα πάντως· καὶ
ὡς τοὺς θείους διαβάλλει πατέρας, δέει μὲν τῶν οἰκείων ἐλέγ‐

2

.

1133

χων τὰ ἐκείνοις λεχθέντα σιγῇ παριὼν, σκιωδῶς δ’ ἐνίων ἐνιαχοῦ προσεμβάλλων γυμνά πως ὀνόματα, ἵνα δι’ αὐτῶν συναρπάζῃ δῆθεν τῶν ἁπλουστέρων τὰς ἀκοάς. δῆλον δ’ ἔσται μᾶλλον ἐξ ὧν ὀνομαστί τε ἐμνήσθη καὶ ὧν τὰς ῥήσεις ἐκτέθειται, παρα‐
5σπῶν τὴν αὐτῶν ὁλοκληρίαν, καὶ ἄλλα ἄλλως ἄλλοσε δεικνὺς καὶ διασπείρων τεμάχια, καὶ ἀνελευθέρῳ πανταχοῦ χρώμενος ἀναι‐ δείᾳ, ὅπη ἂν καὶ ὅθεν οἴηται τὸ βουλόμενον εὐχερέστερον ἀνύ‐ σειν τῆς γνώμης, ὡς ἐκείνους τε προφανῶς διαβάλλοι καὶ ὡς οὐκ οἶδ’ ὁπότερον, εἴτ’ ἐξ ἀμαθίας μᾶλλον ἢ κακοηθείας δέδρακέ
10τε καὶ δρᾷ τουτοῒ, εἴτε τοῦτο μὲν οὐχὶ, διὰ δὲ κακοήθειαν καὶ μάλα μόνην μάλιστα ψυχῆς· εἰ δὲ καὶ ἐξ ἀμφοῖν, ὡς ἡ τῶν πολλῶν μακρὰ κεκράτηκε φήμη, ἥκιστ’ ἔγωγε διοίσομαι. πολλα‐ χοῦ γὰρ (ὡς ἐπὶ τὸ πλεῖστον εἰπεῖν) ἡλώκει τε καὶ ἁλισκόμενος ὁρᾶται μάλα περιπετὴς καθιστάμενος ἑκατέροις, ὥστε ὁπότερον
15ἄν τις βούλοιτο προφέρειν κατ’ αὐτοῦ, δεξιὸν ὑποκείμενον, οἶ‐ μαι, εὑρήσει τὸν ἄνθρωπον καὶ μάλα γέ τοι δεκτικόν. καὶ εἰ‐ κότερον τουτί. ὃς γὰρ ἂν οἰήσεως ἀωρίᾳ τὴν ἡγεμονίαν τῆς γνώ‐ μης πιστεύσας ἐπὶ τὰς τῶν θείων δογμάτων θύρας ἄνευ ἐπι‐ στήμης, ὡς δέδεικται, λεξικῆς ἀφίκηται, αὐτὸς ἑαυτὸν πεπεικὼς
20ὡς γνοίη καλῶς, ἑαυτόν τε ἔσφηλε τὰ μέγιστα καὶ σύν γε αὐτῷ
πολλοῖς πολλῶν κακῶν ἑτέροις γίνεται τὰ ἐς ψυχὴν αἰτιώτατος.

2

.

1134

(Θ.) Τούτων οὕτως ἐχόντων, ὑπόλοιπόν ἐστι διδάξαι τὸν ἄνδρα καὶ τῆς τοῦ ἑτοιμάζειν τε καὶ κρίνειν λέξεως τὸ σημαινόμενον. ὁ μὲν γὰρ, ὥσπερ τὸ ποιούμενον καὶ τὸ κτιζόμενον ἀποίητόν τε καὶ ἄκτιστον ἥγηται, οὕτω καὶ τὸ ἑτοιμαζόμενον καὶ τὴν κρίσιν
5ἄκτιστα εἶναι σημαίνειν ἡγεῖται, ἅττα ποτ’ ἂν εἴη τὰ ἑτοιμαζό‐ μενα καὶ κρινόμενα. ὁ μέγας τοίνυν φησὶν εὐθὺς Ἀθανάσιος· ὡς „οἱ ἀσεβεῖς οὐ θέλουσι λόγον μὲν καὶ βουλὴν ζῶσαν εἶναι τὸν υἱὸν, περὶ δὲ τὸν θεὸν βούλησιν καὶ φρόνησιν καὶ σοφίαν, ὡς ἕξιν συμ‐ βαίνουσαν· πειθέσθωσαν οὖν Σολομῶντι λέγοντι· ὁ θεὸς τῇ σοφίᾳ
10ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει. οὕτως ἐν ψαλμοῖς· πάνθ’ ὅσα ἠθέλησεν, ἐποίησεν. εἰ δὲ βούλησις τοῦ θεοῦ ἡ σοφία ἐστὶ καὶ ἡ φρόνησις, ὁ δὲ υἱός ἐστιν ἡ σοφία, ὅρα μὴ ὁ λέγων βουλήσει τὸν υἱὸν, ἴσον λέγῃ τὴν σοφίαν ἐν σοφίᾳ γεγονέναι, καὶ τὸν υἱὸν ἐν υἱῷ πεποιῆσθαι, καὶ διὰ τοῦ λόγου
15τὸν λόγον ἐκτίσθαι.“ ὁρᾶτε πῶς εἰς ταὐτὸν συνάγει τὴν σημασίαν τοῦ θεμελιοῦν καὶ ποιεῖν καὶ κτίζειν τῇ σημασίᾳ τοῦ ἑτοιμά‐ ζειν. ἀλλὰ καὶ Δαβὶδ, ἡ τοῦ θείου πνεύματος ἔμψυχος κιθάρα καὶ μοῦσα ἁρμονικὴ, „ἑτοιμάζων ὄρη,“ φησὶν, „ἐν τῇ ἰσχύι αὐτοῦ.“ καὶ πάλιν· „σὺ ἡτοίμασας εὐθύτητας· κρίσιν καὶ δικαιοσύνην ἐν
20Ἰακὼβ σὺ ἐποίησας.“ ἰδοὺ καὶ οὗτος ταὐτοσήμαντον ἔδειξεν εἶναι
τὴν ποίησιν τῇ ἑτοιμασίᾳ. οὔτε γὰρ οὐρανοὺς ἀκτίστους, οὔτ’

2

.

1135

ὄρη γῆς ἄκτιστα κύριος ἔκτισε. ναὶ μὴν οὐδ’ εὐθύτης, οὐδὲ κρίσις, οὐδέ τι τῶν πάντων, ὅσα τε πεποίηκε καὶ ἃ ἡτοίμασεν, ἄκτιστον οὐδὲν οὔτ’ ἔφησέ τις, οὔτε φήσειέ ποτε, πλὴν εἰ μὴ μαίνοιτό τις. ἀκούομεν δὲ κἀν τοῖς εὐαγγελίοις, πῦρ ἡτοιμασμέ‐
5νον εἶναι τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. εἰ οὖν ἄκτιστον κἀκεῖνο κατὰ τὸν Παλαμᾶν, καὶ θεὸς ἄκτιστός τε καὶ ἄναρχος εἴη ἂν αὐτὸ, καὶ ἔσται διὰ ταῦτα θεὸς καὶ ὁ διάβολος ἄκτιστός τε καὶ ἄναρχος, θεωθεὶς τῷ ἀκτίστῳ κλήρῳ αὐτοῦ τῷ πυρί· καὶ γενήσεται τὰ τῆς ὀφειλομένης αὐτῷ κολάσεως, ὧν κατὰ τῆς ἀν‐
10θρωπίνης ἁπάσης ἔδρασε φύσεως ἐξ αἰῶνος, ἔπαθλον τοῦτο. καὶ γὰρ τὸ κράτιστον καὶ τοῦθ’, ὡς ἔοικεν, ἐστὶν ὃ παρὰ πάντα μοχθεῖ τὸν χρόνον ὁ Παλαμᾶς, ἵνα θεὸν τὸν διάβολον καταστη‐ σάμενος ἅμα αὐτῷ καὶ τοῦ πυρὸς κληροῦχος ἐκείνου γένοιτο τοῦ ἀκτίστου, καὶ οὐκ ἔτι φοβοῖτο τὴν κρίσιν τοῦ πάντων δημιουρ‐
15γοῦ καὶ θεοῦ, πρόξενον οὖσαν τοσούτου καλοῦ κατ’ αὐτόν. ἀλλὰ γὰρ ἐλάθομεν δρῶντες ἐν πίθῳ τὴν κεραμείαν, ἕτερον τρόπον οὕτω γηρῶντα παιδεύοντές τε καὶ ἀσκοῦντες ἄνθρωπον τὴν τῶν λέξεων σημασίαν καὶ τέχνην, ἃ πεντεκαιδεκέτην μανθάνειν ἐχρῆν· καὶ δέος, μὴ οἱ φιλοσκώμμονες αἴσθωνταί τε ἡμᾶς περὶ τὰ τοι‐
20αῦτα ἀσχολουμένους καὶ οὐ ῥᾷστα καταγελᾷν ἡμᾶς γε ἀπόσχων‐ ται. διὸ δὴ τῶν τοιούτων ἀπαλλάττεσθαι τάχιον χρὴ, μὴ ἀσθε‐ νέστερα γένηταί πως εἰς τοὔμπροσθεν τὰ τῆς σπουδαιοτέρας ἡμῶν
ἀσχολίας, ἀνακεραννύμενα πολλαῖς τε καὶ πολλάκις ταῖς ἐκείνου

2

.

1136

τἀνδρὸς μειρακιώδεσι παιδείαις, καὶ τοσοῦτον οἴκοθεν ζημιού‐ μενα, ὅσον τῆς ἐκεῖθεν μεταλαμβάνει φαυλότητος. (Ι.) Καὶ μὲν δὴ λοιπόν ἐστιν ἡμᾶς ἀναδραμόντας ἐκεῖσε δεικνύειν περί τε τῆς θείας μεταλήψεως καὶ ἅμα τοῦ θείου βαπτίσματος. „μέμνη‐
5σθε γὰρ (σφίσιν ἔφην) εἰπόντες, ὅσα καὶ περὶ τουτωνὶ τῷ ὑμῶν ἑταίρῳ νενομοθέτηται Παλαμᾷ καὶ πρός γε Ἡρακλείας τῷ τού‐ του θερμῷ θιασώτῃ· ὡς δαιμόνων εἴη σκοτεινῶν εὕρημα, μὴ τὴν διάφορον τῆς οὐσίας ἐνέργειαν, ἀλλὰ τὴν θείαν εἶναι νομί‐ ζειν οὐσίαν αὐτὴν τὴν ἁγιάζουσαν ταῦτα. μήτε γὰρ τὴν θείαν
10πεφυκέναι βαδίζειν οὐσίαν ἐς ὅσα ὑφ’ ἥλιον, μήθ’ ὅσιον αὖθις εἶναι πιστεύειν, αἷμα καὶ σῶμα τόν τ’ οἶνον γίνεσθαι καὶ τὸν ἄρτον ποτὲ τοῦ Χριστοῦ· τύπον γὰρ ταῦτ’ εἶναι ἐκείνου, καὶ οὐκ ἐκεῖνον αὐτόχρημα.“ μακρὸς δ’ ἂν εἴη χρόνος μηκύνειν, ἃ περὶ τῶν τοιούτων αὐτοί τε ἔφασαν καὶ τοῖς γε σφετέροις συνέθε‐
15σαν γράμμασι· καὶ ἅμα οὐχ ὅσιον ὁσίων ἀνδρῶν ἀκοὰς ἐμπιπλᾷν ἀσεβείας τοσαύτης· ἐξὸν ἑνί γε τῷ τρόπῳ ταυτὶ προεμένους ἐκεῖ‐ να διεξιέναι, ἃ ἂν λέγων οἴομαι τοῖς τὰ ὅσια βουλομένοις λαμ‐ πρῶς χαριεῖσθαι. (ΙΑ.) Ὁ τοίνυν ἐκ Δαμασκοῦ φησιν εὐθὺς Ἰωάννης, ὅτι „καθάπερ ἐπὶ τοῦ βαπτίσματος, ἐπειδὴ ἔθος τοῖς
20ἀνθρώποις ὕδατι λούεσθαι καὶ ἐλαίῳ χρίεσθαι, συνέζευξε τῷ ἐλαίῳ καὶ ὕδατι τὴν χάριν τοῦ πνεύματος [ὁ θεὸς], καὶ ἐποίησεν
αὐτὰ λουτρὸν ἀναγεννήσεως, οὕτως ἐπεὶ ἔθος τοῖς ἀνθρώποις

2

.

1137

ἐσθίειν ἄρτον, ὕδωρ τε καὶ οἶνον πίνειν, συνέζευξεν αὐτοῖς τὴν αὐτοῦ θεότητα, καὶ πεποίηκεν αὐτὰ σῶμα καὶ αἷμα αὐτοῦ, ἵνα διὰ τῶν συνήθων καὶ κατὰ φύσιν ἐν τοῖς ὑπὲρ φύσιν γενώμεθα. σῶμά ἐστιν ἀληθῶς ἡνωμένον θεότητι τὸ ἐκ τῆς ἁγίας παρθένου
5σῶμα· οὐχ ὅτι αὐτὸ τὸ ἀναληφθὲν σῶμα ἐξ οὐρανοῦ κατέρχεται, ἀλλ’ ὅτι αὐτὸς ὁ ἄρτος καὶ ὁ οἶνος μεταποιεῖται εἰς σῶμα καὶ αἷμα Χριστοῦ. εἰ δὲ τὸν τρόπον ἐπιζητεῖς πῶς γίνεται, ἀρκεῖ σοι ἀκοῦσαι ὅτι διὰ πνεύματος ἁγίου.“ (ΙΒ.) Ἀκούετε, πῶς οὐκ ἐνέργειαν ἀνούσιόν τε καὶ διάφορόν φησι τῆς θείας οὐσίας ὁ μέ‐
10γας τῆς ἐκκλησίας φωστὴρ, ἀλλ’ αὐτήν γε τὴν θείαν οὐσίαν τοῦ πνεύματος· οὐδὲ τύπον γινόμενον σώματος ἐκείνου τοῦ σωτηρίου τὸν ἄρτον, ἀλλ’ αὐτό γε ἐκεῖνο, καὶ οὐκ ἄλλο ἐκείνου. καὶ τό γε μεῖζον, ὡς οὐχ ἁπλῶς οὑτωσὶ παρῆλθεν εἰπὼν ἐν βραχεῖ, ἀλλ’ ὅλον ποιεῖται λόγον, καὶ λίαν πεφροντισμένον, καὶ σύν γε μακραῖς
15ἐπιεικῶς ἀποδείξεσι φυσικαῖς τε καὶ γραφικαῖς. πολλὴ γάρ τις τότ’ ἦν ἡ θάλασσα τῶν τῆς ἐκκλησίας πολέμων, καὶ ὁ τῶν κυ‐ μάτων ἐκείνων ὄγκος σφόδρα γε ᾤδει πρὸς τῶν Εἰκονομάχων πάνυ σφοδρῶς ἀναῤῥιπιζόμενος, περί γε δὴ τῶν εἰρημένων, καὶ πρός γε τοῦ ἐν Θαβωρίῳ φωτός· ἐξ ὧν ἀφορμὰς οὐχ ὁσίας ἀνα‐
20πλάττοντες τόν τε τῆς εἰκονομαχίας ἠρέθιζον θόρυβον καὶ τὴν ἔνσαρκον τοῦ κυρίου διέβαλλον παρουσίαν· ὡς ἀνωτέρω που διε‐
λάβομεν καὶ ἡμεῖς, οὐκ ἐῤῥᾳθυμημένον τινὰ μηκύναντες λόγον·

2

.

1138

ὅτε δὴ καὶ πάσας μὲν ἀρχὰς, πάσας δ’ ἐξουσίας, οἱ τῆς νόσου ταύτης ὑπηρέται διενενέμηντο, καὶ πᾶσα πάντων ἅμιλλα πρὸς τὸν ὅμοιον τῆς κακίας ταύτης ἐτέτακτο δρόμον, καὶ σχεδὸν ὁ τῶν τηνικαῦτα βίος ἀνθρώπων, διὰ τρυφὴν καὶ βλακείαν, εἰς
5τὴν τῶν βασιλικῶν θεσπισμάτων ἔκλινε κολακείαν, καὶ πάνυ βρα‐ χεῖς τινες ἦσαν, ὧν ἐλεύθερον τῆς ψυχῆς ὑπῆρχε τὸ φρόνημα, καὶ ἔζει τὸ τῆς καρδίας πῦρ, μεθ’ οὗ καὶ πρὸς τὸ πολέμιον ἐκεῖνο γενναίως ἀντεστρατεύοντο πῦρ, καὶ τοῖς λόγοις τοῦ σοφοῦ τοῦδ’ ἀνδρὸς συνεμάχουν ἐκ τῶν ἐνόντων, οἱ μὲν λόγοις, οἱ δ’ ἔργοις,
10οἱ δὲ δι’ ἑκατέρων. ὧν εἷς καὶ Θεόδωρος ἦν, ὁ πολλὴν μὲν τὴν ἐκ λόγων σοφίαν, πολλὴν δὲ τὴν τοῦ σώματος καρτερίαν πρὸς τὰς τῶν πολεμίων ἐκείνων πληγὰς ἐνδειξάμενος, καὶ δι’ αὐτῶν τοῖς πατρίοις τὸ βέβαιον καὶ ἀσάλευτον χαρισάμενος δόγμασι τὸ νεμόμενον ἔπαυσε τῆς κακίας ἐκείνης. καὶ μὲν δὴ πολλῶν ὄντων,
15ἃ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ καταλελοίπει συγγράμματα, πλήρη σο‐ φίας ἐπιστημονικῆς καὶ ἅμα δ’ εὐσεβείας σεμνῶς πανηγυριζού‐ σης, ὁ μέγας οὗτος διδάσκαλος, ἔνια μὲν καὶ ἡμῖν εἰς τὴν ἀνω‐ τέρω που χρείαν μεγίστην παρέσχετο συμμαχίαν· καὶ νῦν δ’ αὖ‐ θις κατὰ γνώμην ἂν εἴη καὶ οὐ μάλα γέ τοι ἀηδὲς ἐμοὶ, τῶν
20ἐκείνου βίβλων, ὡς ἐξ ἱερᾶς τινος ὁπλοθήκης, τὸ καίριον καὶ τῇ παρούσῃ χρείᾳ πάλιν ἀνειληφέναι ξίφος. προτίθησι γὰρ ἐκεῖ τὰ τῶν προέδρων τῆς εἰκονομαχίας ἐναγώνια ῥήματα πρότερον,
ἔχοντα οὕτως. (ΙΓ.) „Προγνοὺς,“ φησὶν, „ὁ Χριστὸς τὸν θάνα‐

2

.

1139

τον αὐτοῦ ἠθέλησε τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις παραδοῦναι, δι’ οὗ ἠράσθη πράγματος, τύπον εἰς σῶμα αὐτοῦ· ἵνα διὰ τῆς ἱερατικῆς ἀναγωγῆς λάβωμεν ὡς κυρίως καὶ ἀληθῶς σῶμα αὐτοῦ.“ εἶτα ἐπιφέρει τὴν ἐκείνην οὗτος καθαίρεσιν οὑτωσί.
5„ἡμεῖς δὲ,“ φησὶν, „οὔτε εἰκόνα οὔτε τύπον τοῦ σώματος ἐκεί‐ νου ταῦτα λέγομεν, εἰ καὶ συμβολικῶς ἐπιτελεῖται, ἀλλ’ αὐτὸ τὸ σῶμα τοῦ Χριστοῦ τὸ τεθεωμένον. τοῦτο καὶ τοῖς μαθη‐ ταῖς αὐτοῦ παρεδίδου, λάβετε, φάγετε τὸ σῶμά μου, λέγων, οὐχὶ τὴν εἰκόνα τοῦ σώματός μου. ὡς γὰρ ἐκ τῆς παρθένου τὴν
10σάρκα διὰ τοῦ πνεύματος τοῦ ἁγίου ἑαυτῷ ὑπεστήσατο· εἰ χρὴ δὲ κἀκ τῶν καθ’ ἡμᾶς τοῦτο δηλῶσαι, ὡς ὁ ἄρτος καὶ ὁ οἶ‐ νος καὶ τὸ ὕδωρ φυσικῶς εἰς σῶμα καὶ αἷμα τοῦ ἐσθίοντος καὶ πίνοντος μεταβάλλεται, καὶ οὐκ ἂν εἴπομεν ἕτερον σῶμα γίνε‐ σθαι παρὰ τὸ πρότερον, οὕτω δὴ καὶ ταῦτα ὑπερφυῶς ἐπικλή‐
15σει τοῦ ἱερατεύοντος, ἐπιφοιτήσει τε τοῦ ἁγίου πνεύματος, εἰς σῶμα καὶ αἷμα Χριστοῦ μεταβάλλεται.“ ἰδοὺ καὶ ὁ μέγας οὗτος διδάσκαλος ταὐτὰ τῷ ἁγίῳ ἐκείνῳ φθέγγεται πατρὶ, καὶ πολλῷ πλέον, ἢ Παλαμᾶς τοῖς ἀτοπωτάτοις ἐκείνοις Εἰκονομά‐ χοις. ἁλίσκεται γὰρ κἀνταῦθα καὶ τούτους ἐς τὴν ὁμοίαν κα‐
20κίαν ὑπερβαλόμενος, εἴ τις τὰ ἀμφοῖν παράλληλα θέμενος συν‐ ορῴη ἐγκλήματα· μάλα εἰκότως. τὰ γὰρ θεῖα δόγματα, κανόσι
πατέρων ὀρθῶς ῥυθμιζόμενα, παραλύειν οὐκ οἶδεν οὔθ’ ἣν

2

.

1140

ἅπαξ ἥρμοσται συμφωνίαν πρὸς ἑαυτὰ, οὔθ’ ἣν αὖ πρὸς τὰ ὁμό‐ στιχα. τὸ δὲ κακὸν, οὐδέσι κανόσιν ἑπόμενον, συμφωνεῖν οὐκ οἶδεν οὐδέσιν· ἀλλὰ μάχεται μὲν τῷ φύσει καλῷ, μάχεται δ’ οἷς ἔναγχος γέγηθε συμφωνῶν, μάχεται δ’ ἐπίσης καὶ ἑαυτῷ. οὕ‐
5τως ἐμμανῆ τε καὶ ἄτοπον ἔσχε τὴν ἕξιν ἀεὶ τὰ κακά. (ΙΔ.) Προσ‐ οιστέον δ’ ὑμῖν καὶ ἃ Γρηγορίῳ τῷ Νυσσαέων εἴρηται πρότερον, ἵνα γνῶτε τὴν τοῦ καλοῦ συμφωνίαν ἑκασταχόθεν καὶ πολλα‐ χόθεν ὁμοίως ἔχουσαν. „ὁ ἄρτος,“ φησὶν, „ἄρτος ἐστὶ τέως κοι‐ νός· ἀλλ’ ὅταν αὐτὸν τὸ μυστήριον ἱερουργήσῃ, σῶμα Χριστοῦ
10λέγεταί τε καὶ γίνεται.“ ἦ που μακρά τις ἂν εἴη σχολῆς ἀωρία, μὴ τοῖς οὕτω λεχθεῖσιν ἀρκουμένους πλείω ζητεῖν εἰς ἐκλογὴν τοῦ καλοῦ τε καὶ χείρονος ἔτι. ὁρᾶτε γὰρ ὑμεῖς, ὅπως ἀμογητὶ, καὶ κατὰ τὸ αὐτόματον εἰπεῖν, ἀναῤῥήγνυται πανταχόθεν τὰ τῆς πονηρᾶς τοῦ ἀνδρὸς ἑορτῆς ἀνακαλυπτήρια, καὶ δέδεικται σα‐
15φῶς πάσαις μὲν αἱρέσεσιν ἔνοχος ὢν, πάσας δ’ ὑπερβάλλων ἑκα‐ σταχοῦ, πάσας δ’ εἰς ἀναίρεσιν τῆς ἐνσάρκου θείας συνάπτων οἰκονομίας· ὡς ἀνωτέρω τε πολλάκις ἡμῖν δέδεικται καὶ πολλῷ πρότερον ἐν τοῖς ἡμῶν Ἀντιῤῥητικοῖς. πηγὴ δ’ ἁπάντων κακῶν τουτωνὶ καὶ θεμέλιος ἀμαθία καὶ οἴησις, οἷς φάρμακον οὐκ
20ἔστιν εὑρεῖν τῶν ἁπάντων οὐδὲν οὐδαμῆ· οὐδ’ ἁλώσιμα ταῦτα τέχνῃ γένοιτ’ ἂν οὐδενί γε τῷ τρόπῳ τῶν πάντων τινί. ἦ γὰρ ἂν
ᾔδει καὶ αὐτὸς, ἀκούων τῶν ἱερῶν καὶ σοφῶν διδασκάλων τῆς

2

.

1141

ἐκκλησίας, μὴ εἶναι διαφορὰν οὐσίας καὶ ἐνεργείας ἐφ’ ἁπλῆς καὶ ἀσωμάτου φύσεως, καὶ μάλιστα πάντων τῆς θείας ἐκείνης καὶ ὑπὲρ νοῦν, μηδ’ ἐς τοσαύτην ἥκειν διαίρεσιν, ὡς τὴν μὲν ἀμέθεκτον εἶναι παντάπασι κτίσμασιν ἅπασι καὶ ἄνω που περιγε‐
5γραμμένην, τὴν δ’ ἐνέργειαν ἐς τὰ περίγεια κατιοῦσαν ἀνούσιον σάρκα τε δύνασθαι φορέσαι μεθ’ ἱλαρότητος καὶ αὐτήν τε μέ‐ νουσαν ἄκτιστον ἄφλεκτόν τε διατηρεῖν τὴν ἀνθρωπότητα, καὶ πρός γε μεταδιδόναι καὶ τῆς οἰκείας ἀκτιστότητος αὐτῇ· ὃ τῇ θείᾳ οὐσίᾳ ἐνεῖναι οὐ συγκεχώρηταί οἱ. φθείρεσθαι γάρ φησι τὴν
10σάρκα, πρὶν αὐτῆς μετασχεῖν. τῆς γοῦν ἁγίας παρθένου μηδα‐ μῆ φλεχθείσης μηδ’ ἀναλωθείσης τῷ πυρὶ τῆς θείας οὐσίας, συνάγεται κατ’ αὐτὸν, μὴ τὴν θείαν οὐσίαν ἐξ αὐτῆς σεσαρκῶ‐ σθαι τοῦ λόγου, ἐνέργειαν δ’ οὖν, ἄκτιστον οὖσαν μὲν καὶ αὐ‐ τὴν, ἀνούσιον δὲ καὶ ὑφειμένον πως καὶ μὴ πάνυ τοι φλέγον τὸ
15πῦρ κεκτημένην. οὐ γάρ ποτ’ οὔτε του τῶν ἄλλων ἁγίων, οὔτ’ οὖν Ἀθανασίου τοῦ θείου ἀκήκοε βοῶντος τοῖς Μανιχαίοις· „εἴ‐ πατε, οἱ ἐφευρεταὶ τοῦ καινοῦ καθ’ ὑμᾶς εὐαγγελίου, πόθεν ὑμῖν κατηγγέλη, σάρκα ἄκτιστον λέγειν, ὥστε ἢ τὴν θεότητα τοῦ λόγου εἰς μετάπτωσιν σαρκὸς φαντάζεσθαι, ἢ τὴν οἰκονο‐
20μίαν τοῦ πάθους καὶ τοῦ θανάτου καὶ τῆς ἀναστάσεως, δόκησιν
νομίζειν καὶ φαντασίαν. ἄκτιστος μὲν γὰρ πέφηνε μόνη ἡ ἁγία

2

.

1142

τριὰς τῆς θεότητος, ἀΐδιός τε καὶ ἄτρεπτος καὶ ἀναλλοίωτος.“ καὶ μετ’ ὀλίγα· „τὸ γὰρ ἄκτιστον τῇ φύσει λέγεται ἄκτιστον, μήτε αὔ‐ ξησιν μήτ’ ἐλάττωσιν ἐπιδεχόμενον.“ καὶ πάλιν· „τίς γὰρ ἀκούων ἄκτιστον τὸ τοῦ κυρίου σῶμα, ἑαυτὸν δὲ ποιηθέντα καὶ κτισθέντα
5εἰδὼς, οὐκ ἐννοήσει, ψευδεῖς μὲν εἶναι τὰς θείας γραφὰς, ἑαυτὸν δὲ μὴ ἔχειν πρὸς τὸν Χριστὸν κοινωνίαν.“ καὶ μετ’ ὀλίγα· „ἄκτιστος γὰρ ὕπαρξις μόνη ἡ τῆς θεότητος νοεῖται· ὥστε καὶ τὴν ἄκτιστον παθητὴν λέγειν ἀσεβὲς, καὶ τὴν παθητὴν ἄκτιστον ὀνομάζειν.“ καὶ πάλιν· „ὅλως ἐν τοῖς ποιήμασι τὸ λεγόμενον ἄκτιστον τὸ
10μηδέπω ὑπάρξαν λέγεται, ὅτι μὴ γέγονε.“ καὶ ἀλλαχοῦ· „οὐχ ὡς αἱρετικοί φασιν, ὅτι ἐνέργεια παρὰ τοῦ πνεύματος ἐγένετό τις ἐν τῇ παρθένῳ, τοῦ τελεσθῆναι τὴν σάρκωσιν.“ (ΙΕ.) Τὰ δ’ αὐτὰ περὶ ἀκτίστου καὶ ὁ Νυσσαεὺς πρὸς Εὐνόμιον φάσκει Γρηγόριος· „μόνη τῆς κτίσεως ὑπέρκειται ἡ θεία τε καὶ ἄκτιστος φύσις τοῦ
15θεοῦ.“ καὶ πάλιν· „ἄκτιστον, πλὴν θείας φύσεως, οὐδέν.“ ὁρᾶτε πῶς ὑπὸ τῶν ἁγίων περιφανῶς ἀναιροῦνται Μανιχαῖοί τε καὶ Ἀπολλινάριος, Ἄρειός τε καὶ Εὐνόμιος, οἱ ταὐτὰ τῷ Παλαμᾷ πάντες φθεγγόμενοι· ὡς νῦν γε καὶ αὐτὸς ἐκείνοις ταὐτὰ φθεγ‐ γόμενος ὑπὸ τῶν αὐτῶν ἐκείνοις συναναιρεῖται ξιφῶν. ὅτι δὲ καὶ
20Εἰκονομάχος ὢν πεφώραται μὲν καὶ πρότερον ἐκ πολλῶν, ὡς ἐδείξαμεν, οὐχ ἧττον δὲ κἀκ τούτων, ἀκούσατε καὶ Θεοδώρου
τοῦ μεγάλου καὶ σοφοῦ τῆς ἐκκλησίας ἐκείνου κήρυκος, τηνι‐

2

.

1143

καῦτα παρόντος καὶ πολεμοῦντος συχνὰ τοῖς Εἰκονομάχοις, ἅτε ἐν χερσὶ τῆς μάχης καθισταμένης. „τὸ μὲν φθαρτὸν τοῦτο,“ φη‐ σὶν, „ἐνδύσασθαι δεῖν ἀφθαρσίαν, καὶ τὸ θνητὸν ἀθανασίαν, ὁ μέγας μυσταγωγεῖ ἀπόστολος· τὸ δὲ σῶμα ἀσωματότητα ἐνδύσα‐
5σθαι, ἢ τὸ κτιστὸν γενέσθαι ἄκτιστον, ἢ τὸ περίγραπτον εἰς ἀπεριγραψίαν μετατεθεῖσθαι, οὔπω μέχρι καὶ τήμερον ἤκουσται.“ καὶ πάλιν· „εἰς θεότητος φύσιν οὐκ ἄν τι τῶν γεννητῶν καὶ τε‐ λούντων ἐν κτίσμασι μετασταίη ἄν ποτε, κἂν μυριάκις βλασφη‐ μοῦντες οἱ Εἰκονομάχοι φαίνωνται.“ καὶ πάλιν· „τί οὖν, φθείρει
10ἡ ἀφθαρσία, καὶ ἡ ἀθανασία ἀπόλλυσιν; ἀλλ’ οὐκ ἔστι λόγον ἔχον τοῦτό γε.“ ἀκούετε πῶς καὶ Εἰκονομάχοις ταὐτὰ φθεγγόμενος Παλαμᾶς, ὁ τῆς νῦν ἐκκλησίας διδάσκαλος, τοῖς αὐτοῖς βάλλε‐ ται βέλεσι πρὸς τοῦ στρατηγοῦντος γενναίως ὑπὲρ τῆς εὐσεβείας πατρὸς καὶ διδασκάλου τῆς ἐκκλησίας. καὶ ταῦτα μὲν τοῦτον
15ἔσχε τὸν τρόπον· καὶ οὕτω σύν γε θεῷ τοὺς λόγους ἠνύσαμεν, τούς τε νῦν ὑμῖν προστεθέντας καὶ οὓς μεταξὺ μὲν τότε τοῦ ἀγῶνος ἐνεστηκότος καὶ τῆς χρείας ἀναγκαζούσης διῄειμεν, νῦν δὲ διὰ μῆκος παρελίπομεν. βʹ. Ἐκείνοις μὲν δι’ ἀπεχθείας καὶ βάρους μακροῦ τὰ λεγό‐
20μενα ἧκε, καὶ ἐς πολὺν τὸ θυμούμενον τῆς ψυχῆς ἐξεῤῥάγη σφίσι πυρσόν· καὶ ὥσπερ ἐμμανεῖς γενόμενοι δυοῖν ἔφασκον εἶναι θά‐
τερον ἐξ ἀνάγκης· ἢ γὰρ, ἁγίους ὄντας, μὴ λέγειν τοιαῦτα· ἢ

2

.

1144

λέγοντας, ἁγίους οὐκ ἂν εἶναι· οὐδὲ γὰρ ἄν ποτε φαῖμεν ἡμεῖς, οὔτε τὰ διειλημμένα πνεύματα, οὔκουν οὐδὲ τὰς τοῖς κτίσμασι διδομένας χάριτάς τε καὶ ἐνεργείας ἐκ τοῦ παντὸς αἰῶνος, ὡς οὐκ εἶεν κατὰ τὸ ἀναμφίλεκτον ἄκτιστα. εἰ γὰρ καὶ θεὸν διδόναι
5κτιστὰ συγχωροίημεν, τί ἂν εἴη τὸ τῆς θείας ὑπεροχῆς ἐξαίρετον; τοῦτο γὰρ καὶ ἀνθρώποις ἔξεστι ποιεῖν ἀεὶ, καὶ διδόναι οἷς ἄν τις ἐθέλοι ὁπόσα ἂν τῶν προσκαίρων καὶ ὅσα τῶν κτισμάτων ἐθέ‐ λοι. θεὸς οὖν ἄκτιστος ἄκτιστα διδοίη ἂν κατὰ τὸ εἰκός. εἰ δέ τις ἄλλως ἐθέλοι λέγειν, ἀπόβλητος ἂν εἴη ἡμῖν ἐκ παντός γε τρό‐
10που, κἂν οὐρανοῦ βοῶσι βρονταὶ, κἂν στοιχεῖα πάντα φωνήεντα καταστάντα λέγῃ ταυτί. (Β.) Ἐμοῦ δὲ τῶν ἁγίων προκομίζειν ἐπιχειροῦντος τὰς βίβλους, ἐκεῖνοι μηδὲ μικρὸν γοῦν ἀνασχόμενοι ἐξανέστησαν, πολλὴν ἐμοῦ καταχέοντες χλεύην καὶ πλεῖστά τε λέγοντες ἕτερα καὶ „ὡς ἀσύνετα δρᾷς κατὰ σεαυτοῦ, βασιλικοῖς
15ἀντιπράττων προστάγμασιν, ἐξὸν ἐνδόντα βραχὺ μείζονος ἢ κατὰ τὴν πρὶν ἀπολαύειν εὐμένειαν, ἔκ τε βασιλέων καὶ βασιλίδων, καὶ ἅμα πρὸς πάντων, ὅσοι τε τῶν συγκλητικῶν καὶ ὅσοι τῶν ἄλλως ἐχόντων αἰδοῦς καὶ τιμῆς. καὶ μὲν δὴ κεφάλαιον, ἔφασαν, ἔστω σοι τοῦτο τῶν λόγων, ὡς ἐπιμένων ταύτῃ τῇ σκληρότητι
20πολλῶν μὲν στερήσῃ τῶν ἀγαθῶν, πολλῶν δὲ πειραθήσῃ τῶν λυπηρῶν· καὶ ἅμα τῶν μὲν σῶν λόγων ὅσοι ἐπ’ ἐκκλησίας ἐν
ταῖς τῶν ἁγίων ἀναγινώσκονται μνήμαις, πῦρ δαπανήσει πολέ‐

2

.

1145

μιον καὶ ἀντίθετον ἅπαντας ἐν βραχεῖ, προστάττοντος βασιλέως· σὺ δ’ ἄταφος θανὼν ἔξω που ῥιφήσῃ τῆς πόλεως.“ (Γ.) Ἐγὼ δ’ ὑπολαβὼν Διοκλητιανοῦ καὶ τῶν ἐκείνου καιρῶν ἔφασκον εἶ‐ ναι ταυτὶ τὰ ῥήματα· καὶ μὴ, τὰ μέγιστα χαριζόμενοι τῶν κα‐
5λῶν, συγχεῖτε τὴν χάριν ἐν τῷ τῆς ἀπειλῆς σχήματι. τοὺς γὰρ μαρτύρων ἐμοὶ στεφάνους ὑπισχνούμενοι χορηγεῖν κακίστοις ὀνό‐ μασι τὰ βέλτιστα δοκεῖτε συγχεῖν· καὶ ὑμεῖς μὲν ὧν βασιλεὺς κύ‐ ριος, ἀπειλεῖτε· ἐγὼ δ’ ὧν ἐγὼ κύριος σύν γε θεῷ καὶ πάνυ φυ‐ λάττειν, ἀγωνιοῦμαι καὶ μέχρι θανάτου στήσομαι, τὸ φρόνημα
10τηρῶν ἀδούλωτον. εὐσεβεῖν μὲν γὰρ ἀνάγκη, ζῇν δ’ οὐκ ἀνάγκη· καὶ θνήσκειν μὲν ὑπὲρ εὐσεβείας ἀνάγκη, θάπτεσθαι δ’ οὐκ ἂν ἀνάγκη. κἀκεῖνοι μὲν ἐν τούτοις ἀπῄεσαν. (Δ.) Ἐμοὶ δὲ πάλιν κλεῖθρα καὶ μοχλοὶ θυρῶν ἐπήγοντο, καὶ τῶν προτέρων πικρό‐ τεροι φύλακες. καίτοι γε ἐβουλόμην γ’ ἂν ἐπ’ αὐτῶν καὶ θάτε‐
15ρον μέρος τῆς σφῶν ἀπειλῆς τῇ προσηκούσῃ παραπέμψαι χλεύῃ, καὶ δεῖξαι κἀνταῦθα δαψιλέστερον, ὅσον τῆς ἀπονοίας τὸ ἄγνω‐ μόν τε καὶ εὔηθες. οἱ δὲ, ὡς ἔοικε, τὴν ἑαυτῶν αὐτοὶ κατα‐ γνόντες αἰσχύνην, κωφοὶ τοῖς λεχθησομένοις ἀπιόντες ᾤχοντο. εἶναι γὰρ Παλαμίταις τὸ σκοπιμώτατον, παῦσαι μὲν τὰς ἑορτὰς
20τοῦ θεοῦ, τὴν ἔνσαρκον οἰκονομίαν μηδαμῶς αὐτοῦ προσιεμέ‐ νοις· παῦσαι δὲ καὶ τοὔνομα τοῖς λόγοις τούτοις τοὐμὸν μετὰ
τῆς ἐμῆς ἐμφαινόμενον εὐσεβείας. εἰ οὖν τοῦτο διδοίη τις, οὐκ

2

.

1146

ἂν φθάνοι τὰς Μωσέως καὶ Δαβὶδ καὶ πάσας Ἰουδαϊκὰς διαγρά‐ φων βίβλους, ἅτε χρόνοις ὕστερον ἐκκηρύκτου καταστάντος τοῦ Ἰουδαίων ἔθνους ἡμῖν. καί μοι θαυμάζειν περίεστι, πῶς Νεστό‐ ριον μὲν καὶ Εἰκονομάχους τἄλλα ζηλοῦσιν αὐτοῖς, ᾧ μάλιστά
5γε ἐχρῆν ὁπωσοῦν ἐχομένῳ φιλαυτίᾳ, ἐν τούτῳ μάλιστα ζηλοῦν οὐ γεγένηται νῦν. τὴν γὰρ τοῦ θεοῦ λόγου συγχέοντες ἐνανθρώ‐ πησιν ἐκεῖνοι, καὶ τὰς θείας ἐκ μέσου ποιοῦντες εἰκόνας, ὅσα μουσουργοὶ καὶ λογογράφοι τῇ ἐκκλησίᾳ καταλελοίπασιν ᾄσματα καὶ λόγους, τούτων δ’ οὐδὲν οὐδαμῆ συνεξώθησαν· ἀλλ’ ᾖδον
10καὶ ἐτησίοις ἐγέραιρον πανηγύρεσιν. οὗτοι δὲ, τό σφισιν εἰωθὸς κἀνταῦθα ποιεῖν οὐδαμῆ γε ὀκνοῦντες, καὶ ταύτῃ κἀκείνους τῇ κακίᾳ φιλονεικοῦσι νικῆσαι. αἰσχύνη γὰρ τοῦτο, καὶ μάλα ἀπό‐ βλητον εἶναι νομίζεται Παλαμᾷ, καθ’ ὁπόσα τοῖς ἀρχηγοῖς τῶν αἱρέσεων εὕρηται σπέρμα δυσσεβείας ἀρκεῖσθαι, εἰ μὴ καὶ τὴν
15παρ’ ἑαυτοῦ συνεισφέροι κακίαν ἐπὶ κακίᾳ. ἐνεργὸν γὰρ ἀεὶ τὸ φιλότιμον ὁ ἀνὴρ ἐνδείκνυται, πανταχῆ πάντας κακοὺς ἐν κακοῖς
ὑπερβάλλων.

3

.

3

(t1)

ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ
t2ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ
t3ΛΟΓΟΥ ΚΔ ΤΟ ΤΕΛΟΣ.
5ἤδη δὲ τοῦ φθινοπώρου λήγοντος, καὶ τῆς ἑορτῆς ἐπιστάσης ἣ τοῖς ἐμοῖς δεσμοφύλαξιν ἐτήσιος τῇ πανάγνῳ τελεῖται μη‐ τρὶ τοῦ θεοῦ, καὶ μὲν δὴ πολλῶν καὶ παντοδαπῶν ἀνδρῶν ἀναμὶξ εἰσιόντων ἅμα καὶ ἐξιόντων ἐς τὸ ἱερόν, ἔλαθέ τις τῶν οὐκ ἀγενῶν καὶ πάλαι φοιτητῶν καὶ ἐς τὰ μάλιστα φί‐
10λων ἐμοὶ περὶ δευτέραν ἤδη φυλακὴν τῆς νυκτὸς διὰ θυρί‐ δος τινὸς εἰς τὴν ἐμὴν παρεισρυεὶς οἰκίαν· ἔτυχε γάρ πως
κἀκείνην ἀσέληνον εἶναι τὴν νύκτα, ἅτε καθ’ ἓν ζώδιον, δη‐

3

.

4

λαδὴ τὸν τοξότην, τῶν δυοῖν διατριβόντων φωστήρων τηνι‐ καῦτα, καὶ μόλις που πεντεκαίδεκα μοίρας ἀφισταμένων ἀλ‐ λήλων, μετὰ σύνοδον ἤδη τῆς σελήνης φευγούσης τὸν ἥλιον, καὶ μήπω μηδ’ αὐτῆς μηδ’ ἐπὶ βραχὺ δυναμένης βραχείας
5γοῦν τῇ καθ’ ἡμᾶς οἰκουμένῃ χορηγεῖν τῶν οἰκείων αὐγῶν τὰς λαμπάδας. ἐγὼ γοῦν ἀήθους καὶ ξένου τινὸς αἰσθόμενος ἐντεῦθεν πατάγου τὰ μὲν πρῶτα διὰ τὴν ἀωρίαν ἐξεπεπλήγ‐ μην· εἶτα φωτὸς κομισθέντος καὶ ἰδὼν οὐδ’ οὕτως οὐδέπω τῶν γνωρίμων ἐντὸς ἐνόμιζον εἶναι τινά, μακρῶν διὰ τὴν ἐκ‐
10δημίαν ἤδη που παραρρυέντων ἐτῶν, καὶ αὐτὰ σχεδὸν τῶν χαρακτήρων τῆς ὄψεως αὐτοῦ τὰ σημεῖα τῆς ἐμῆς ἀφῃρημέ‐ νων μνήμης. ἀλλ’ ἐκεῖνος ἐπεί τε ἴδοι καὶ ἀναγνοίη βεβαίως ἐμέ, βύθιόν τι καὶ σφόδρα περιπαθὲς ἀνῴμωξεν, οἷον ἄθρουν τινὰ καὶ ὁμιχλώδη καπνὸν καμινιαίας αἰθάλης τῆς
15ἔνδον ἐπιεικῶς ὀδυνωμένης ψυχῆς ἀναπέμπων τοῦ στόματος· καὶ ἅμα περιχυθεὶς καὶ περιβαλών με οὐκέθ’ ἑαυτὸν τοῦ δα‐ κρύειν κατέχειν ἐδύνατο, οὐδ’ ἀπάγειν ῥᾳδίως ἐκεῖνα δήπου λέγειν ὅσα γνώμη δίδωσιν ἐκ λύπης καὶ χαρᾶς ἀνακεραννυ‐ μένη καὶ ζυγομαχοῦσα καί πως μεταχρωννυμένη τὴν τῆς
20ἕξεως βαφὴν τῆς ψυχῆς. ἔπειτ’ ἀνασχὼν εἰς ὕψος τὰς χεῖρας “εὐχαριστῶ σοι, πάντων” ἔλεγε “θεός, ὅτι με, πρὶν ἢ θανεῖν, θεατὴν ἐδεδώκεις γενέσθαι τοῦ ποθουμένου, ὃν ἐγὼ μέχρι
καὶ ἐς τόδε τῶν ἐν βίῳ πάντων ἡδέων ἐπίπροσθεν διετετε‐

3

.

5

λέκειν ποιούμενος· ὡς νῦν γε καὶ τῷ τῆς ἡδονῆς ὑπερβάλ‐ λοντι κινδυνεύω δοκεῖν ἐκλαθέσθαι πως καὶ ἐμαυτοῦ, μηδ’ ἀκριβῶς εἰδέναι εἴτε καθεύδοντος τὸ τοσοῦτον χρῆμα τῆς ἡδονῆς περιγίνεται, εἴτε ἐγρηγορότι. οὕτω μοι σφοδρὸν τὸ
5πάθος καὶ ἐπιεικῶς ἄτοπον ἐνέστακται τῇ ψυχῇ, καί μοι μα‐ κρῷ τινὶ βέλτιον εἶναι δοκεῖ, πάσας τὰς τέως μακρὰς περιό‐ δους γῆς καὶ θαλάττης ἀφεμένῳ, καὶ τὰς οὕτως ἀτεκμάρτους πλάνας τοῦ βίου, αἵ με μακροῦ τινὸς περιαντλοῦσι χρόνου μόχθοις ἀνηνύτοις λατρεύοντα, νῦν ἐνταυθοῖ, σεβασμία μοι
10κεφαλή, παρὰ τοὺς πόδας τοὺς σοὺς τὸν ταλαίπωρον κάμψειν βίον.” πολλά τε οὖν ἐκείνου τοιαῦτα λέγοντος, καὶ ἅμα δα‐ κρύων ἀναρρηγνύντος ἐξ ὀφθαλμῶν ῥύακας, ἀτενέστερον κἀγὼ τὰς ὄψεις ἀπερεισάμενος ἐς αὐτόν, ἠρέμα καὶ κατ’ ὀλίγον ἀναγνωρισμάτων ἴχνη τινὰ συνέλεγον ἤδη καὶ αὐτὸς εἰς τὴν
15ἐμαυτοῦ διάνοιαν, ὥστε καὶ τελέως ὅστις εἴη ἀναγνοὺς ὀψὲ δακρύων καὶ αὐτὸς ἐπεπλήσμην τοὺς ὀφθαλμούς, ξυμμιγῆ πως τῷ λυποῦντι τὴν τέρψιν καρπούμενος· φιλεῖ γὰρ κἀκ τῆς ἡδονῆς ἐνίοτε θερμὸν ἀναρρήγνυσθαι δάκρυον, τοῦ τῆς ἀθυμίας καπνοῦ διαλυομένου τε καὶ ὠθουμένου τῇ τῆς ἐναν‐
20τίας ἕξεως ἀντιπαθείᾳ, καθάπερ διὰ σωλήνων τῶν ὄψεων τῆς φύσεως τὴν ἅλμην κενούσης τῆς λύπης, καὶ τὸ βά‐ ρος ἀποτινασσομένης ἐκεῖνο καθάπερ τινὰς νόθους καὶ πα‐
ρεγγράπτους κῆρας καὶ νόσημα ἔπηλυ λογισμῶν. ἦν γε μὴν

3

.

6

τῶν Καλλιστράτου παίδων ὁ πρεσβύτερος· Ἀγαθάγγελος ὄνομα τἀνδρί. χρόνῳ γε μὴν ἑαυτοὺς ἀνειληφότες ἑκάτεροι, ἑκατέροις τῶν οἰκείων ἐχρώμεθα διδασκάλοις διηγημάτων, τά τε ἄλλα καὶ ὅσας τῶν ἀδήλων συμπτωμάτων αἱ τύχαι κεκο‐
5μίκασι τῇ γε τοῦ θεοῦ ἐκκλησίᾳ καὶ ἅμα τοῖς πολιτικοῖς πρά‐ γμασι τὰς συμφοράς, τοῦ θεοῦ συγκεχωρηκότος διὰ τὴν τῶν πατρίων τῆς εὐσεβείας δογμάτων ἀθέτησιν, ἣν οὐδὲ σὲ λελη‐ θέναι δοκεῖ μοι, ἔγωγε ἔφασκον· ἔτι γὰρ ἐνταυθοῖ παρεῖναί σε μέμνημαι, καὶ εἰδέναι σαφῶς Παλαμᾶν κύοντα μὲν ἔτ’ ἐν
10γαστρὶ μοχθηρά, καὶ ὠδίνοντα τὰ τῆς πολυθεΐας ἅμα καὶ ἀθεΐας δόγματα, ἔστι δ’ οὗ καὶ ἐξερευγόμενον ταῦτά τε καὶ ὅσα τοῖς πάλαι σποράδην καὶ κατὰ διαφόρους τοὺς χρόνους αἱρέσεως εὕρηται πολυειδῆ κακίας ὑπομνήματα. ἃ καὶ μι‐ κρὸν ὕστερον γεγέννηκέ τε ἐς προῦπτον καὶ ἔθρεψε, μαιευσα‐
15μένων τῶν τηνικαῦτα δυναμένων ἄγειν καὶ φέρειν τὰ πρά‐ γματα. διὸ καὶ καθῄρηται μὲν τὸ μέγα καὶ περιβόητον τέ‐ μενος, συγκαθῄρηται δ’ ἅμα αὐτῷ καὶ τὸ θεῖον ἐκεῖνο θυ‐ σιαστήριον, τοῦ θεοῦ ζωγραφοῦντος ἐν αὐτοῖς τὴν ὀργὴν ἣν διὰ τὸ τῆς ἀσεβείας ταύτης ἔσχεν ἀθέμιτον. ἐπεὶ δὲ τὸ μὲν
20καλὸν ποιεῖν προϊοῦσιν ἀπῆν, τὸ δὲ κακὸν ἀπεῖναι οὐκ ἦν, ἀνατρέπεται καὶ συγχεῖται διηνεκῶς τὰ Ῥωμαίων ὁρῶν πρά‐
γματα, καὶ τὸ γενόμενον τῆς θείας ὀργῆς οὐκ ἔγνωκεν ἀπρα‐

3

.

7

κτεῖν οὐδαμῇ. διὰ δὴ ταῦτα καὶ δέσμιοι τήμερον ἡμεῖς, ἀν‐ θιστάμενοι τῇ ῥύμῃ τῆς ἀσεβείας, ὅσον ἐφικτόν. Ταῦτα τοίνυν καὶ τὰ τοιαῦτα διεξεληλυθότων ἡμῶν, ἔπειτ’ ἐκείνου πυθέσθαι τῆς ἐγγὺς εἰκοσαετοῦς ἐκδημίας τὸν
5τρόπον ἐζήτουν ἐγώ, ὅπως τε ἔσχε καὶ ὅπως αὐτὸς ἐβίω, καὶ ὅπῃ τὴν δίαιταν ὁ μεταξὺ καὶ οἵαν αὐτῷ παρέσχετο χρόνος. οἶσθα γάρ, ἔλεγον, ὡς ἱστορίας ἐμοὶ συγγράφοντι βίβλους μακρά τις οὖσα τυγχάνει καὶ μάλα πεφροντισμένη σπουδή, πεῖραν ξυνειλοχέναι παντοίων πραγμάτων, ὅσην ὅ τε χρόνος
10ἡμῖν ἀκριβέστερον σκοπουμένοις ἀεὶ παρέχεται, καὶ ὅση ἐκ τῆς τῶν ἄλλοθεν ἄλλοτ’ ἄλλως ἡμῖν ὁμιλίας εἵνεκα προσιόντων ἀσχολίας ἀεὶ περιγίνεται, διηγήματα προτιθείσης ὅσα τ’ ἐξ ἀκοῆς καὶ ὅσα δι’ ὄψεων παρειληφὼς τῷ φανταστικῷ τῆς ψυ‐ χῆς ἐνετύπωσεν ἕκαστος πίνακι. ὑπερφυῶς γὰρ καὶ Διογέ‐
15νης ἐκεῖνος ὁ κυνικὸς εἰρηκέναι δοκεῖ μοι, σχολαζόντων ἀσχο‐ λίαν ὧν ἄν τις ἐφίεται λίαν πραγμάτων τοὺς ἔρωτας εἶναι· μικρὰ γὰρ ἢ οὐδὲν τῶν ἔξω θορύβων ἀνθέλκειν ἐχόντων, σχολῇ γ’ ἂν ἄλλως φανείη τὸ κινούμενον ἀπρακτοῦν τῆς ψυ‐ χῆς. ἐμοὶ δ’ ἣν τῶν ἔξω θεάτρων σχολὴν ὁ τῶν ἐμῶν Προ‐
20μηθεὺς παρέσχετο λόγων, διπλοῦ καὶ τριπλοῦ τινὸς ἔρωτος ἀσχολίαν ὅπως ποτ’ ἐξεγένετο δρᾶν, νῦν μὲν τοῖς ἀεὶ προ‐ σιοῦσιν ἄλλοτ’ ἄλλοις, ὁπόσα τῷ καιρῷ καὶ τῇ χρείᾳ προσή‐
κειν δοκεῖ, διὰ γλώττης οὐ μάλα ὀκνεῖν ὁμιλοῦντι, νῦν δὲ

3

.

8

διὰ γραμμάτων, οἷς ἡμᾶς καὶ πόρρωθεν φιλεῖν προθυμίας ἐμπύρευμα ἔνεστι, δεξιοῦσθαι τὸν ὅμοιον τρόπον, καὶ τρίτον, ὁπόσα τῷ τῆς ἱστορίας ξυντείνει συλλέγειν σκοπῷ· ἥδεται γάρ πως ἡ ψυχὴ καὶ χειραγωγὸν ἐπὶ τὰ κάλλιστα τῶν τῆς
5ἱστορίας πραγμάτων ἔξωθεν ἔμπρακτον λόγον δανειζομένη, πλὴν εἰ μὴ δύσμαχος κόρου τινὸς αὐτὸν ἐνοχλεῖ τυραννίς, ἣ τἀναντιώτατα μέν πως ἔχει τῇ τῶν Σειρήνων ἐκείνων ᾠδῇ, πρὸς δὲ τὴν ὁμοίαν ἐκείνῃ φέρει ζημίαν λανθάνουσα, ἐπει‐ δήπερ ἐκείνη μὲν τῇ τῆς ἐμμελοῦς ἁρμονίας ἁβρότητι κα‐
10τακηλοῦσά τε καὶ γοητεύουσα τὰς ἀκοάς, δέσμιον, ὃς τίς ποτ’ ἄρ’ ἦν ὁ τῆς ᾠδῆς ἐκείνης κατατρυφῶν, πρὸς τὰς τοῦ θα‐ νάτου συνώθει πύλας, μηδὲν μᾶλλον ἐκ τοῦ μέλους τῇ ψυχῇ προκατατιθεμένη λυσιτελὲς ἢ βραχύ τι κέρδος ἀκοῆς ἀκολά‐ στου, ζημίας μεγίστης πρόξενον. ὁ δὲ παιδείας ἡλικιώτης
15λόγος ὠφελεῖ μὲν νεαρὸν καὶ χλοάζον εἰπεῖν τὸ ἐπαγωγὸν κεκτημένος, ἕως ἂν καὶ τὴν συμμετρίαν πάρεδρον ἔχῃ καὶ πρὸς βραχύτητα τὸ τοῦ δρόμου συστέλλῃ στάδιον· ἐπὰν δὲ τῇʹ τοῦ κόρου πλεονεξίᾳ τὰς θύρας ἀναπετάσῃ, πολέμιος εὐ‐ θὺς καὶ αὐτὸς ἑαυτῷ φωρᾶται γιγνόμενος, καὶ ἅμα ἀηδίας
20μακρᾶς τὸ τῆς ψυχῆς ἡδόμενον ἐμπιπλῶν, καὶ ὅλην ἐκείνην ἀναμοχλεύων καὶ ἀνατρέπων τὴν χάριν. ἡδέως γοῦν ἔγωγ’
ἀκούσαιμ’ ἄν, νῦν μᾶλλον, εἴπερ ποτέ, σχολὴν ἄγων ἀπράγ‐

3

.

9

μονα κομιδῇ καὶ ἀθόρυβον, ἅττα ποτ’ ἂν αὐτὸς ἐμοὶ προτι‐ θέναι βούλοιο ὧν ἡ μακρά σοι περίοδος ἐχαρίσατο γῆς ὁμοῦ καὶ θαλάσσης· οὐδὲν γὰρ οὕτως εὐφραίνειν οἶδεν οὐδένα τῶν πάντων, καθάπερ ἐκεῖνα πρὸς τὸ φιλητικὸν τῆς ψυχῆς οἴκο‐
5θέν τε κἀκ φύσεως τὴν ῥοπὴν ἐκτήσατο· δημόσιον γάρ τινα βάσανον τἀν κόσμῳ τοῖς πᾶσι προκεῖσθαι γίνεται πράγματα, καθάπερ εἴδους ἄνευ ὕλην τὸ αὐτόνομον τῆς τῶν ἀνθρώπων διαθέσεως προκαλουμένων, οἷόν τινα δημιουργὸν καὶ τεχνίτην πρὸς τὴν αὐτῆς εἰδοποίησιν καὶ μορφήν, ἵνα δὴ τοῦ βελτίο‐
10νος ἢ τοῦ χείρονος σχῇ τὴν ἐπωνυμίαν, καὶ πάσης βροντῆς μεγαλοφωνότεροι τῆς τῶν χρωμένων γένωνται κήρυκες διαθέ‐ σεως αὐτόθεν τὰ πράγματα. εἰ μὲν οὖν καὶ ἄλλοις εἴη πρὸς τρόπου τὰ τῆς ἡμετέρας ἕξεως τῆσδε, εἰδεῖεν ἂν οἵ τινές ποτ’ ἄρ’ εἶεν ἐκεῖνοι· εἰ δ’ οὖν, ἀλλ’ ἔμοιγε καὶ σφόδρα γέ τι
15κατὰ γνώμην ὁπόσα τῆς τοιᾶσδε μαθήσεως ἔχεται. Καὶ μὲν δὴ ταῦτα διεξιόντος ἐμοῦ, τοιάδε κἀκεῖνος ἀρξά‐ μενος διεξῄει. πάντα μὲν χαλεπὸν ἂν εἴη, φησί, διηγεῖσθαι καθ’ ἕκαστον ὡς ἔσχε τἀμά· ὡς δ’ οὖν ἐν κεφαλαίῳ διεξιέναι τὰ πλείω, τοῦτο δ’ οὐκ ἄν ποτ’ ἀπαγορεύσαιμ’ αὐτός, ὡς μάλα
20ὂν οὐδὲν ἐργῶδες. οἶσθα γάρ, εἴπερ τις ἁπάντων, δι’ ὅσης ἐγὼ τῆς ἐφέσεως ἦγον πολύν τινα πάλαι χρόνον ταυτησὶ τῆς
ἐμῆς ἔκδημος γεγενῆσθαι πατρίδος, ἱστορίας τε ἕνεκα πραγμά‐

3

.

10

των παντοδαπῶν καὶ ἅμα πόλεων καὶ λιμένων, καὶ οἵαν ἕκα‐ στα τούτων ἔχει τὴν θέσιν πρός τε ἄλληλα καὶ ὅλον τὸ σχῆμα τῆς γῆς, ἅτε τῇ τῆς ἀστρονομικῆς ἐπιστήμης χρείᾳ μεγίστην παρεχόμενα τὴν συντέλειαν. ὃ δέ με πάντων μάλιστα ἐπε‐
5πείκει τὸν ἔκπλουν ἐπιταχῦναι, τά τε τῆς ἐκκλησίας ναυάγια ἦν, καὶ ὅσα τοῖς πολιτικοῖς ἐπεφύη τηνικαῦτα νοσήματα πρά‐ γμασι τούτων γε ἕνεκα. οἷς γὰρ τότε μάλιστα πάντων σώ‐ ζειν ἐνῆν τὰ τῆς πολιτείας πράγματα, ταῦτα τότε μάλιστα πάντων ἠλαύνετο καὶ σφόδρα δυστυχῶς διέκειτο, λέγω δὴ
10τὰ τῆς εὐσεβείας πράγματα· δόγματα γὰρ ἀλλαττομένης τη‐ νικαῦτα ἐκείνης, τὰ Παλαμικὰ δηλαδὴ τῶν πατρίων, πονη‐ ρῶς εἶχε τὸ σῶμα τῆς πολιτείας, καὶ πᾶσαν ἔφραζε χαίρειν ἐλπίδα χρηστήν· τὸ γὰρ φορτικὸν καὶ ἀμαθὲς τῶν ἡγεμονι‐ κῶν ἀνδρῶν αὐτήν τε ἐκαπήλευσεν ἀσελγῶς τὴν ἀλήθειαν,
15καὶ ἀπαραίτητος ἵστατο κολαστὴς τῆς μόνης σώζειν δυναμέ‐ νης τότε τὸ γένος ἐλπίδος. ὅθεν ζωγραφουμένην ἐν τύποις ἔτι τὴν θείαν βλέπων ὀργήν, καὶ οἷον ἐν σπαργάνοις ἔτι καὶ γάλαξι κρυπτομένην, γῆν ἀλλάττεσθαι γῆς ἐνόμισα δεῖν, πρὶν ἐν ὅπλοις ὑπαίθροις στρατευομένης κατὰ τῶν ἀδικούντων
20αὐτῆς πειραθῆναι κραταιότερον· χρόνου [γὰρ] ἀεὶ στοχάζε‐ σθαι δεῖν ὅτῳ νοῦς συνοικεῖ σωφρονῶν, καὶ μὴ καιρῷ καὶ τύχαις προσομιλεῖν ἀβέβαιον κεκτημένοις θεμέλιον, καὶ μάλισθ’
ὅτε ψυχῆς ἀθανάτου θάνατος ἀθάνατος οἰκονομοῖτο, μηδὲ τῷ

3

.

11

παρόντι συνεῖναι ζητεῖν ἡδεῖ, ἀλλὰ τὸ μέλλον πραγματεύεσθαι χρήσιμον, μηδὲ διὰ φόβον τοῖς παροῦσιν ἡττᾶσθαι ψεύδεσιν, ἀλλὰ διὰ τὴν τἀληθοῦς προβολὴν τοῦ κακοῦ κολάζειν τὴν πρόφασιν, οὐδὲ τὸ μίσους ἄξιον εἰς τὴν χώραν εἰσάγειν τοῦ
5πόθου, ἀλλ’ ἀντὶ τοῦ βλάπτοντος τὴν τῶν ὠφελίμων ἀνθαι‐ ρεῖσθαι συνοίκησιν. Ἄρτι τοίνυν τὰς ἠρινὰς τοῦ ἡλίου τροπὰς παραλλάτ‐ τοντος νεὼς ἐπιτυχὼν ναυστολίας ὡρμημένης ἐπ’ Αἴγυπτον, ἄσμενος εὐθὺς αὐτῇ φέρων ἐμαυτὸν ἐνεβίβασα. καὶ μὲν δὴ
10ἄραντος ἐς τὴν ὑστεραίαν ἐκ Βυζαντίων λιμένων ἑβδομαῖοι τοῖς Ῥοδίων προσέσχομεν λιμέσιν, ἔνθα συχνὰς διατετριφό‐ τες ἡμέρας οὐρίων πνοῶν ἀπορίᾳ περιῄειμέν τε τὴν νῆσον, καὶ περιεργότερον ἅττα ἦν θέας ἄξια ἐθεώμεθα. κολοσσοῦ μὲν οὖν ἐκείνου μνημεῖον οὐδέν τι ἐλέλειπτο, οὐ μέντ’ ἂν
15οὐδ’ εἴ ποτε γέγονεν ὅστις ποτ’ ἄρ’ ἦν ἐκεῖνος, εἰκασίαν ἐδί‐ δου τινά· οὔτε γὰρ χαλκοῦ μόριον οὐδέν, οὐ μὴν οὐδ’ εἴ τινες εἶεν ἐκ λίθων ἐκείνῳ κρηπῖδες, ἐλέλειπτο λείψανον πάν‐ των οὐδέν. πόλεων δὲ τῶν πάλαι αἳ μὲν σεισμοῖς ἐκτριβεῖ‐ σαι κατέδυσαν, ὧν ἡ καλλίστη Ῥόδος ἦν ἡ τῇ νήσῳ ὁμώνυ‐
20μος, καὶ σημεῖα τούτων ἐδείκνυσαν ἡμῖν οἱ ἐγχώριοι· αἳ δ’ ἔτι σωζόμεναί τε διαμένουσι καὶ λαμπραὶ λαμπρῶς ἑστηκυῖαι
εἰσί. τούτων δ’ εἶναι κατ’ ἐμαυτὸν ἐνενόουν ἐκ σημείων τι‐

3

.

12

νῶν Λίνδον Ἰηλυσσόν τε καὶ ἀργινόεντα Κάμειρον, ὧν ἡ τοῦ Μελησιγενοῦς Ὁμήρου μέμνηται Καλλιόπη. πρόσοικοι δ’ ἦσαν τῇ νήσῳ, τὸ πλεῖστον εἰπεῖν, ὁμόφυλοί τε ἡμῖν καὶ τὴν πίστιν ὀρθόδοξοι, καὶ ταύτῃ δὴ τῇ καθ’ ἡμᾶς Ἑλλάδι χρώμενοι
5φωνῇ· παῖδες γάρ εἰσι τῶν οὐ πάνυ πρὸ μακροῦ τεθνηκό‐ των ἐκείνων ἀνδρῶν, οἳ πλεῖστα μὲν ἠγωνίσαντο, Λατίνοις μαχόμενοι τριήρεσί τε καὶ ὅπλοις παμπόλλοις τὴν ἔφοδον ἐπ’ αὐτοὺς ποιουμένοις, ἡττήθησαν δὲ δι’ ὀλιγότητα καὶ ὑπετά‐ γησαν ἄκοντες. ὧν ἔνιοι κἀν γήραι ζῶσιν ἔτι βαθεῖ, τῆς
10πρίν τε εὐδαιμονίας ἀεὶ μεμνημένοι, καὶ διήγημα ταῦτα τοῖς παριοῦσι τῶν ξένων ἡδὺ προτιθέντες, οἳ καὶ δυστυχεῖν μέν πως ἔλεγον ὅτι ζυγὸν ἐλευθερίας ἠλλάξαντο δούλειον, εὐτυ‐ χεῖν δ’ ἄλλως, πολεμίων μὲν ἥκιστα ἔξωθεν ἐνοχλεῖν μὴ δυ‐ ναμένων τὴν νῆσον ἔτι, ἅτε τῶν τῆς νήσου κρατούντων ἐν
15ὅπλοις ζῆν εἰωθότων, καὶ ὅσα εἰς πόλεμον ἐπεφύκει ἐπιτη‐ δεύματα, καὶ ἅμα εὐνομίας ἐν ἀγοραῖς καὶ δίκαις ἐπιπολα‐ ζούσης τῇ νήσῳ, πλεονεξίας ἀπούσης ὡς τὰ πολλά, καὶ πρὸς τούτοις εὖ ἐχόντων κράσεως ἀέρων λαχόντων τὴν νῆσον, ἔτι τε λιμένων καὶ νεωρίων παγκάλην ἐχόντων τὴν θέσιν, καὶ
20πάντας μετὰ ῥαστώνης ὑποδεχομένων τοὺς ὁθενδήποτε χρείας ἐμπορικῆς καταίροντας ἕνεκα, ὡς γίνεσθαι διὰ ταῦτα τὴν τῶν ὠνίων χρείαν ἀφθονωτέραν πλουσίοις καὶ πένησι, καὶ
βίον ἀταλαίπωρον ἄγειν τοὺς προσοικοῦντας ἐντεῦθεν. εἰ δὲ

3

.

13

διὰ ταῦτα καὶ χρυσόν ποτε Ῥοδίοις ὗσαι νεφέλας κατέχει λόγος τοῖς τῶν Ἑλληνικῶν μύθων ἀπορρήτοις ἐνδιαιτώμενος, ἐγὼ μὲν οὐκ ἄν ποτ’ εἰδείην, τοιούτων ὑπολήψεων ἀμείνω κτησάμενος ἄνωθεν γνώμην, λεγέτω δ’ ὅστις ἄμεινον εἰδείη
5ἂν ἐμοῦ. Εἶεν. ἦρος δ’ ἤδη χωροῦντος, ἐν ᾧ καὶ πλειάδες ἄρ‐ χονται κήρυκές τε καὶ πρόδρομοι γίνεσθαι τῆς ἡμέρας, οὐ‐ ρίοις κἀκεῖθεν χρησάμενοι πνεύμασιν ἀνήχθημεν, ὡς πεμπ‐ ταίους ἡμᾶς ἐς μεγάλην τε καὶ λίαν εὐδαίμονα ἀφικέσθαι
10πόλιν, τὴν Ἀλεξάνδρειάν φημι, πεντακισχιλίους σταδίους ἀπέ‐ χουσαν Ῥόδου, κειμένην δ’ ἐν δεξιᾷ, εἴ τις ἐς τὸ Ἡρακλεω‐ τικὸν καταίρειν ἐθέλοι στόμα τοῦ Νείλου. μέγιστος γὰρ ὢν ποταμῶν ὁ Νεῖλος, καὶ ὅλην ἄρδων ἐκ μέσου τὴν Αἴγυπτον μόνος αὐτός, ὁλόκληρος κάτεισι ζωννύων αὐτὴν ἄνωθέν ποθεν
15ἀρξάμενος, ἄχρι καὶ εἰς Βαβυλῶνα τὴν περὶ τὸ Δέλτα κα‐ λούμενον οὕτωσι πως κειμένην. ἐκεῖθεν δ’ ἐννέα μεριζόμε‐ νος στόμασιν εἰς τὴν Αἰγυπτίαν ἐκδίδοται θάλασσαν, ὧν ἄλλως μὲν τἆλλα, τὸ δὲ πρὸς δύσιν καὶ ζέφυρον ἄνεμον Ἡρακλεωτικὸν ὀνομάζεται. τούτου τοίνυν νοτιωτέρα μικρὸν
20ἡ περιβόητος Ἀλεξανδρέων αὕτη κεῖται μακρόπολις. ἣν καὶ αὐτὴν θεασάμενος ὅσον ἐξῆν, καὶ τῶν ἀξιολογωτέρων κατα‐
τρυφήσας αὐτῆς θεαμάτων ὡς ἡμῖν γε ἐχρῆν, ἔπειτ’ ἐξῄειν

3

.

14

ἐκεῖθεν, μετά γε τὰς Ὠρίωνός τε καὶ κυνὸς ἐπιτολάς, θεάσα‐ σθαι ζητῶν καὶ τὰς ᾀδομένας πυραμίδας ἐκείνας, καὶ εἴ τις εἴη πόλις κατ’ Αἴγυπτον ἑκατοντάπυλοι λεγομένη Θῆβαι, καὶ ἅμα τοῖς τῶν Αἰγυπτίων ἱερογραμματεῦσι μάλα ἐθέλων
5συμμῖξαι. μεγάλης γάρ, ὡς οἶσθ’, αὐτοὺς ἡμῖν θιασώτας εἶναι σοφίας βίβλοι παρέπεμψαν παλαιαί. ἀλλ’ ἦσαν ἄρα ταυτὶ γρηγορούντων ἐνύπνια, μόνοις σωζόμενα τοῖς ὀνόμασιν, ὅσα παρὰ τὸν βίον ἀεὶ καλινδούμενα γένεσιν ἔρωτος βόσκει διὰ τῶν ὤτων ἐνσπειρομένην τοῖς μικρογνώμοσι λογισμοῖς.
10 Τοῦ μέντοι φθινοπώρου μεσοῦντος ἤδη ἀφῖγμαι καὶ ἐς θέαν τῶν ἐν Παλαιστίνῃ τόπων καὶ πόλεων, ὅσαι τῶν σωτη‐ ρίων ποδῶν τὰς τρίβους ἐδέξαντο. καὶ μὲν δὴ κἀνταῦθα τὸν ἔρωτα καθ’ ὅσον ἐξῆν ἀφοσιωσάμενος τῆς ψυχῆς, εἶτα ἀπῄ‐ ειν μετὰ χειμερινὰς τοῦ ἡλίου τροπάς. καὶ δὴ λοιπὸν ἐν
15δεξιᾷ καὶ πρὸς ἕω τὰ τῆς εὐδαίμονος Ἀραβίας ὄρη λιπών, ἐς τὰς μεσογείους τῆς κοίλης Συρίας ἐνέβαλον πόλεις, καὶ μετὰ πλείους κἀκεῖ περιόδους ἧκον ἐς Δαμασκόν, πολλῶν ὑπερέχουσαν τῶν ἐκεῖ πόλεων τά τε ἄλλα καὶ πολυανθρω‐ πίᾳ καὶ ἀγορῶν ἰσονομίᾳ καὶ πολιτικῆς καταστάσεως εὐκοσμίᾳ,
20καὶ πρός γε συνέσει τῶν οἰκητόρων βαθείᾳ τινὶ καὶ γεγυμ‐ νασμένῃ καλῶς πρὸς τὰ κάλλιστα, ὡς μὴ μάλα τι πλεῖστον ἐνδεῖν τῆς μεγάλης ἐκείνης Ἀλεξανδρέων πόλεως. εἰ γὰρ μὴ
δι’ ἄλλο γέ τι, διὰ γοῦν ἕν γέ τι, τὸ τὴν εὐσέβειαν ἐκεῖ

3

.

15

πλατυτέραν κεκτῆσθαι τὴν παρρησίαν, ἔχει μὲν εὐλαβῶς συγ‐ κρύπτειν εἴ τι ἧττον ἔτυχεν ἐκείνης ἔχουσα, ἔχει δὲ καὶ θεα‐ τρικωτέραν ἀπὸ τοῦ μείζονος πρὸς ἐκείνην ἤδη ποιεῖσθαι τὴν τοῦ σχήματος ἕξιν. ὅπλων γὰρ ἕνεκα καὶ πολεμικῶν ἐπιτη‐
5δευμάτων καὶ ἡγεμονικῆς πολιτείας ἠθῶν, καὶ ὅσα περὶ ἀγο‐ ρανόμους ἔχει καὶ δικασπόλους, προέχειν τὴν Ἀλεξάνδρειαν δοίη τις ἄν· συνέσεως δὲ καὶ μαθήσεως ἄλλης δι’ ἣν τὸ κοινωνικὸν ἐς Ἕλληνας ἀναφέρειν μᾶλλον Ἀλεξανδρέων, καὶ ἅμα διὰ τὸ τῆς εὐσεβείας εἱλικρινέστερον μακροῖς τοῖς μέ‐
10τροις ὑπερέχειν Ἀλεξανδρείας ἅπαντες ἂν συγχωρήσαιεν Δα‐ μασκόν. διὰ δὴ ταῦτα καὶ τριετίαν ὅλην αὐτῇ τε καὶ ταῖς πέριξ πόλεσιν ἡδέως εἱλόμην ἐνδιατρίβειν, ἄλλως τε καὶ σχο‐ λὴν πολέμων ἀλλοφύλων καὶ φόβων τοιούτων ἄδειαν ἐχούσης τῆς γῆς ἐκείνης.
15 Ἐκεῖθεν ἀφικόμην ἐς τὰς παραλίους τῆς Φοινίκης πό‐ λεις. καὶ ὅλον ἔτος ἓν καὶ τῇ τούτων ἀνηλωκὼς ἱστορίᾳ, εἶτα ἀπῄειν εἰς Ἀντιόχειαν, πόλιν μεγίστην Συρίας, ἣν Ἀντίοχος ἔκτισεν ὁ Σελεύκου τοῦ μετ’ Ἀλέξανδρον ἄρξαντος μὴ μόνον Συρίας ἐκείνης ἀλλὰ καὶ Βαβυλῶνος τῆς Σεμιράμιδος, καὶ
20πρός γε Ἀσσυρίων καὶ Περσῶν καὶ Μήδων, καὶ ὅσα Σούσων καὶ Ἐκβατάνων ἐπέκεινα. ταύτην ἔγωγ’ ἀκούων ἐκ παλαιοῦ
τὸ σωτήριον κήρυγμα πρώτην αὐτὴν πρὸς τῶν ἱερῶν δεδεγ‐

3

.

16

μένην ἀποστόλων, λίαν ἀσμένως εἶδον ἔτι σημεῖα ψυχῶν εἰς εὐσέβειαν θερμοτέρων. ταύτῃ τοι καὶ ἐθαύμασα μᾶλλον αὐ‐ τὴν δι’ αὐτό γε τουτὶ ἢ διὰ τἆλλα, ὁπόσα τῇ πόλει περίεστι τὰ καλά. τῆς γὰρ ἀλλοφύλου θρησκείας συμπεφυρμένως
5ἐπιπολαζούσης ἐκεῖ πανταχόθεν καὶ πανταχῇ, ἅτε τῆς Ἀρά‐ βων ἐπικρατείας ἐξ Αἰγύπτου, μᾶλλον δ’ ἐκ Κυρήνης καὶ Πενταπόλεως καὶ τῶν γε ἔτι τούτου προσωτέρω διηκούσης ἄχρι καὶ ἐς τὰ τῆς Ἀντιοχείας ἐπέκεινα, συμβαίνει καὶ τῆς Ἀραβικῆς θρησκείας δείγματα πανταχῇ τῆς γῆς ὑπάρχειν
10ἐκείνης. διὸ καὶ ἀντεχομένους ἐκεῖ κομιδῇ τῶν Ἀντιοχέων αὐτὸς ὁρῶν τοὺς εὐσεβῶς ἑλομένους ζῆν ὑπὲρ τῶν πατρίων τῆς εὐσεβείας δογμάτων ἄχρι θανάτου δεῆσαν, διὰ μακροῦ τοῦ θαύματος ἐποιούμην τέως ἐγὼ τὸ ἐκείνων πρᾶγμα, καὶ ἐς τὴν πάλαι μνήμην ἀνῆγον εὐθὺς ἐκείνην τὸν νοῦν.
15 Εἶεν. ἀλλὰ μετὰ βραχὺ κἀκεῖθεν ἀπάρας ἀπῄειν ἄχρι καὶ εἰς Ἰσσόν, ἔνθα τοὺς Κιλικίους αὐλῶνας τῶν Ταυρικῶν παραψαύειν ὀρῶν σχεδὸν εἰπεῖν ἐκ φύσεως συνηνέχθη· ἐς τοσοῦτο γὰρ βραχύτητος ὁ μεταξὺ συστέλλεται χῶρος ἐκεῖ ἔκ τε θαλάττης καὶ ὀρῶν ἐκείνων ὥστε καὶ πύλαι τοῖς πάλαι
20προσηγορεύθησαν Ἰσσικαί τε ἅμα καὶ Συριακαί. καὶ πόλις δ’ ἔστιν Ἀντιοχείας ἀρχαιοτέρα παρακειμένη, ξύν γε πλείσταις ἑτέραις Ἀλεξάνδρεια καλουμένη. ταύτην γὰρ Ἀλέξανδρος
ἀνήγειρε πρώτην ἄγαλμα νίκης εἰπεῖν, ἣν αὐτόθι Δαρεῖον

3

.

17

τὸν Πέρσην ἐνίκησε πρῶτον, ἐκ Βαβυλωνίας καὶ τῶν γε ἀνω‐ τέρω τόπων μυρίαν μὲν ἵππον ἐλάσαντα, πάντα δ’ Ἀσίας ὅπλα συγκινήσαντα μέχρις αὐτοῦ. σπεύδων γάρ, πρὶν Ἀλέξαν‐ δρον διαβῆναι, τὰς τῶν εἰρημένων στενῶν ἀποκλεῖσαι παρό‐
5δους τῷ πλήθει τῆς στρατιᾶς ἐκείνης, ἔλαθε καθ’ ἑαυτοῦ μᾶλλον ἢ κατ’ Ἀλεξάνδρου τὸν ὄλεθρον μεμηχανημένος· πλῆ‐ θος γὰρ δυσαρίθμητον στρατιᾶς ἐπαγόμενος, καὶ ὀφείλων ἐν ὑπτίοις καὶ ἀναπεπταμένοις πεδίοις τὰς πολεμικὰς διατάττειν φάλαγγας, καὶ ταῦτα γυναῖκας ἅμα καὶ παῖδας ἄγων καὶ ὅλον
10αὐτοῦ τὸν βασίλειον οἶκον κατὰ δή τι πάτριον ἔθος, ὃ δὲ τἀναντία πάντ’ ἐδεδράκει. μηδὲ γὰρ ἐχούσης τῆς τοσαύτης ἐκείνης ἵππου ῥύμῃ πολλῇ φερομένης ῥᾳδίως προχωρεῖν τε καὶ ἀναχωρεῖν ἐν στενοῖς καὶ τάς γε ἀναστροφὰς καὶ συ‐ στροφὰς καὶ ἀγχιστρόφους περιφορὰς καὶ διεξόδους ποιεῖσθαι,
15συνεπάτουν ἀλλήλους αὐτοὶ ὑπ’ ἀλλήλων συμποδιζόμενοι, καὶ περιέπιπτον ἑαυτοῖς αὐτοί, κακῶς βουλευσάμενοι. ἀλλὰ τού‐
των μὲν ἅλις.

3

.

18

(t1)

ΤΟΥ ΑΥΤΟΥ ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΛΟΓΟΣ Δʹ
t2Η ΚΕʹ ΤΗΣ ΟΛΗΣ ΑΥΤΟΥ ΡΩΜΑΙΚΗΣ
t3ΙΣΤΟΡΙΑΣ.
4Ἐμοὶ δὲ προσωτέρω προάγειν βουλομένῳ δυοῖν ἕνεκα,
5ὅπως τε μάθοιμι μέχρι πόσου τῆς ἀλλοτρίας ἐκείνης γῆς καὶ δι’ ὅσων ἐθνῶν ἐκείνων διήκει σωζόμενον τὸ Χριστιανῶν ἔτι γένος, καὶ ὅπως ἐν μέσοις τοῖς ἀσεβέσιν ἔτι τῶν πατρίων ἔχεται δογμάτων τῆς εὐσεβείας κατὰ τὸν σφίσι ἁπλούστερόν τε καὶ ἀληθέστερον τρόπον, καὶ ἅμα θεάσασθαι εἴ τί που τῆς
10ἀρχαίας σοφίας ἐκείνης περίεστι λείψανα Χαλδαίοις καὶ Πέρ‐ σαις, ἐμποδὼν οἱ τῶν Ἱεραπολιτῶν γεγένηνται κοσμιώτεροι, ἐπεί τοί γε μέχρι καὶ ἐς ἐκείνους προεληλύθειν ἐγώ, διακο‐ σίους ὁμοῦ καὶ χιλίους ἐγγύς που σταδίους θαλάττης ἀπέχον‐ τας. οὐ γὰρ εὔοδα ἔσεσθαι ὑπισχνοῦντό μοι ἔτι τὰ πρό‐
15σθεν διὰ τὸ τῶν προσοικούντων ἀλλόγλωσσον· οὐ μὴν οὐδ’ εἰ εὔοδα ἦν ἐντεῦθεν, ἥκιστ’ οὖν ὅμως περιλείπεσθαι Χαλ‐ δαϊκῇ τε γῇ καὶ Περσικῇ σοφίας ὅλως ἐκείνης ἴχνη τε καὶ
γνωρίσματα. ἐξ ὅτου γὰρ τὸ Σκυθικὸν ἐπιρρεῦσαν γένος καὶ

3

.

19

ἐκχυθὲν ἄνωθέν ποθεν ἐξ ἀρκτικῶν πηγῶν καθάπερ ἀχανοῦς τινὸς ὕδωρ πελάγους, Πέρσας τε ἐδουλώσατο καὶ Μήδους καὶ πᾶσαν εἰπεῖν ταυτηνὶ τὴν Ἀσίαν ἄχρις Ἰνδῶν τε ἐκείνων πρὸς ἕω καὶ ἄχρις Ἀράβων τουτωνὶ πρὸς νότον, οὐ μόνον τὰ πλείω
5τῶν ἐγχωρίων ἠθῶν ἐκείνων ἔσβη καὶ ἐτεθνήκει, ἀλλὰ καὶ αὐτὰ τῶν ἐθνῶν ἐκείνων τὰ τοπικὰ διαστήματά τε καὶ ὅρια συγκέχυται καὶ παντάπασίν ἐστι δυσείκαστα νῦν. γίνεσθαι δέ μοι μάλιστα νῦν, εἴπερ ποτ’, ἀξύμφορον ἔφασκον τὴν ἐκεῖσε πάροδον διὰ τὰς ἄρτι κατεσχηκυίας καὶ Σκύθας αὐτοὺς
10κατ’ ἀλλήλων ἔριδάς τε καὶ στάσεις περὶ πρωτείων, τοῦ σφῶν ἀρχηγοῦ καὶ ἡγεμόνος πρὸ μικροῦ τεθνηκότος. ταῦτ’ οὖν ἔγωγ’ ἀκηκοώς, καὶ ἅμα συνορῶν τῆς ὁμοίας συγχύσεως τὸ νεμόμενον καὶ ἐπ’ Ἄραβας τουτουσὶ προχωροῦν, τελευτήσαν‐ τος νεωστὶ καὶ τοῦ Αἰγυπτίου Φαραὼ καὶ τῶν υἱέων περὶ
15τῆς ἀρχῆς ἐν ἀλλήλοις στασιαζόντων, καὶ πεφυρμένων παν‐ ταχῇ τῶν τῆς Αἰγύπτου καὶ Ἀραβίας πραγμάτων, τάχιστα ἀνεχώρουν ἐκεῖθεν ὀπίσω ἀπιὼν ἐς Κιλικίαν, θέσεως ἔχου‐ σαν εὐφυῶς, πλείστην τε ἅμα καὶ λίαν οὖσαν εὐδαίμονα χώ‐ ραν, ἔνθα δὴ καὶ πολλαῖς ἐνέτυχον καὶ ἄλλαις πλησιοχώροις
20ἀλλήλαις πόλεσιν ἀγαθαῖς, τῇ Ταρσῷ δὲ μάλιστα πασῶν, ᾗ καὶ πατριάρχῃ τῷ Ἀντιοχείας ἐνδιαιτᾶσθαι τὰ πολλὰ περιγί‐ νεται. τά τε γὰρ ἄλλα περίεστιν αὐτῇ τἀγαθά, καὶ Κύδνος
ὁ ποταμὸς ἡσυχῇ παραρρέων, ἐν ᾧ καὶ Ἀλέξανδρόν φασιν

3

.

20

ἐκεῖνον τὸν μέγαν, εἰς ἐπιθυμίαν ἐκ μόνης τῆς θέας ἐληλυ‐ θότα, λούσασθαι. Ἐκεῖνον δ’ ἔτι καὶ πλείω τοιαῦτα συνείρειν βουλόμενον ἔγωγε ἐπισχών, καὶ τὸ τῆς διηγήσεως τεμὼν συνεχές, ἀναλα‐
5βεῖν τὸν λόγον ἐκέλευον αὖθις καὶ ἀνερωτῶντί μοι ἀποκρίνε‐ σθαι πατριαρχῶν τε πέρι καὶ ἐπισκόπων, ὅσοι διέπειν καὶ διοικεῖν τὰς ἐπαρχίας ἐκείνας τὸν ἱερώτερον ἔλαχον τρόπον. καὶ ἐμεμφόμην ἐπιεικῶς τῆς λήθης τὸν ἄνδρα, ὅτι τῶν μὴ πάνυ τι ἀναγκαίων ἔμοιγ’ ἀκούειν ἐν φροντίδι ποιησάμενος
10τῇ μεγίστῃ διεξιέναι, ὧν ἡμῖν ἐς τὰ μάλισθ’ ὑπῆρχε μανθά‐ νειν ἀνάγκη, καὶ ὧν εὐσεβείας ἕνεκα ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας ἀκούειν ἥδιον ἔδοξεν ἄν μοι ἢ Κροίσου τοῦ Λυδοῦ χρυσῶν μοι χοίνικας παρεχομένου, τούτων δ’ αὐτὸς τὴν μνή‐ μην λήθης μακροῖς πυθμέσιν ἐκάλυψεν, ὥσπερ ἂν εἰ μὴ αὐ‐
15τὸς ἦν ὁ προοίμια τῶν σφετέρων πεπραχὼς διηγήσεων τὰ τῆς ἐκκλησίας ναυάγια, ὅτι τῶν πατρίων νομίμων τῆς εὐσεβείας ἐπίπροσθεν τὰ τοῦ Παλαμᾶ καινά τε καὶ ἔκθεσμα παρεισρέ‐ οντα πεφώρακε δόγματα, καὶ ταύτην ἐπιεικῶς αἰτίαν τιθέμε‐ νος τῆς τε τῶν πολιτικῶν ἐπὶ τὸ χεῖρον πραγμάτων ἀνατρο‐
20πῆς καὶ ἅμα τῆς ἐντεῦθεν ἀκουσίου φυγῆς ἑαυτοῦ. καὶ τίνα γὰρ ἄλλην ἐχρῆν σε συναγαγεῖν ἱστορίαν, βέλτιστε φί‐ λων, ἔφασκον, Ἀγαθάγγελε; τίνα δ’ ἄλλην κρείττω καὶ τι‐
μιωτέραν ταύτης ᾠήθης ἐμοὶ κομιεῖν ἀφήγησιν ἔξωθεν, καὶ

3

.

21

ἅμα τῶν ὀρθοδόξων τοῖς ἐνταυθοῖ πατριώταις ἡδονῆς τῆς βελτίστης ἐφόδια, λίαν ἐφιεμένοις ἅπασι μαθεῖν ὅπως κἀκεί‐ νους ἡ φήμη τῶν ὧδε συμφορῶν τῆς τοῦ θεοῦ διέθηκεν ἐκ‐ κλησίας, γραφαῖς τερατώδεσι τῶν ἐνταῦθα δυναστευόντων
5τοὺς πανταχῇ τῆς οἰκουμένης εὐσεβεῖς ἐπειγομένων ἐξαπα‐ τᾶν, καὶ φιλονεικούντων τὴν πανταχόθεν ἑταιρείαν τε καὶ ὁμολογίαν τῆς τοιαύτης κακίας οἷόν τι καρποῦσθαι τρόπαιον. Ταῦτ’ ἐμοῦ γε διεξιόντος, ὑπολαβὼν ὁ Ἀγαθάγγελος, ἐμοὶ δὲ βέλτιον, ἔφησε, δέδοκται, θεία μοι κεφαλή, τελευτῶν‐
10τός μοι τοῦδε τοῦ λόγου διεξελθεῖν εὐθὺς ἀπολαβόντι χωρὶς ἐκεῖνα, μηδενὸς τοῦ συγχεῖν δυναμένου σφίσιν ὅλως συνυπακουο‐ μένου, ὅπως ποτ’ ἐπὶ νοῦν εἰληφότι διεστάναι τῶν καθόλου καὶ κοσμικῶν ἁπλῶς εἰπεῖν τὰ τῆς ἐκκλησιαστικῆς ἱστορίας, καὶ ἰδίαν μὲν εἶναι ταυτηνὶ πραγματείαν ἰδίαν δ’ ἐκείνην, καὶ
15ἄλλων ἑκατέραν ὡς τὰ πολλὰ καὶ οὐ τῶν αὐτῶν. ἐπεὶ δὲ σὺ διπλοῦν ἀνθ’ ἁπλοῦ τὸν πόνον ἀναδέχεσθαι εἵλου, καὶ ἃ τὸν αὐτὸν ἐν ἑκατέροις συμπίπτει γίνεσθαι χρόνον βίβλῳ μιᾷ συντιθέναι σοι δέδοκται, οὐκ ἂν οὐδ’ αὐτὸς οὐδαμῇ γε ὀκνή‐ σαιμι τὰ τῆς αὐτῆς ἐν ταὐτῷ περιόδου διεξιέναι συλλήβδην,
20ἐπεὶ καὶ τρόπον ἕτερον πρότερον (εἰρήσεται γὰρ τἀληθές)
ἐδεδίειν μάλα αὐτὸς ἐκείνως διεξιέναι, καὶ μιγνύων τοῖς τοι‐

3

.

22

οῖσδε τὰ μὴ τοιάδε τὴν σὴν ἀκοὴν ἀποκναίειν, καὶ ταῦτα νῦν οὕτω λύπης ἔχοντος ἄλλως, ὅτε μάλιστα πάντων ἅπαντ’ ἐκεῖνα μνήμης ἁπάσης ὄπισθε ποιεῖσθαι οὐκ ἔστιν ὅθεν οὒ καὶ ὅπως οὒ βεβούλημαι, οἷς βάρους ἐνέστακται πρόφασις
5ὁπωσοῦν καὶ ὁθενοῦν. νῦν δ’ ἐπειδὴ σοί γε τοῦθ’ ἥδιον ἐκείνου πολλῷ μανθάνω δοκεῖν, ἄσμενος κἀγὼ λοιπὸν αὐτίκα μάλα τὴν σὴν τῆς ἐμῆς ἀνθαιρήσομαι βούλησιν. καὶ τί γὰρ ἄλλο τῶν ἄλλων δόξειεν αὖ εὐδαιμονέστερον ἔμοιγε νῦν ἢ σοί γε τὰ τοιαῦτα χαρίζεσθαι τῶν διηγημάτων, ὧν ἐμοὶ μὲν
10ῥᾷον οὐδέν, σοὶ δὲ βέλτιον οὐδέν. Ἀλλὰ γὰρ ὁ ἑταῖρος ἡμῖν Ἀγαθάγγελος τοιαῦτα μὲν ὑπὲρ ὧν σεσιώπηκεν ἀπολελόγηται, τοιαῦτα δὲ ὑπὲρ ὧν φθέγ‐ ξαιτ’ ἂν εἰς τοὐπιὸν τῆς διηγήσεως ἐπηγγέλλετο, τῶν μὲν προτέρων σμικρὰ ἐπαναλαμβάνειν διὰ τὸ ἤδη εἰρῆσθαι τὰ
15πλείω, τοῖς δ’ ἐπιοῦσι τῶν ἀναγκαίων μηδὲν ὑπισχνούμενος παραλείπειν. ἐντυχεῖν μὲν οὖν ἔλεγε καὶ τῶν μερικωτέρων ἐπισκόπων ὅσοι καθ’ ἃς αὐτὸς περιῄει κώμας καὶ πόλεις ἐτύγχανον ὄντες, ἐντυχεῖν δὲ μάλιστα δὴ πατριάρχαις αὐτοῖς, Γρηγορίῳ τε δηλαδὴ τῷ Ἀλεξανδρείας καὶ Ἰγνατίῳ Ἀντιο‐
20χείας, καὶ τρίτῳ ὃς πρὶν ἢ Λάζαρον τῆτες ἐκεῖσε ἀφῖχθαι, τὸν πατριαρχικὸν Ἱεροσολύμων διεῖπε θρόνον· τὸ γάρ τοί γε
ὄνομα ἐλελήθει με τοῦ ἀνδρός. ἐντυχεῖν δ’ οὖν ἐν διαφόροις

3

.

23

ἄλλοτ’ ἄλλῳ τοῖς τόποις, ἔνθα καὶ τὴν δίαιταν ἕκαστος ἔτυχε τηνικαῦτα ποιούμενος. καὶ τὰ μὲν πρῶτά φησιν ἐπιτωθά‐ ζειν ἐκείνους καὶ διαλοιδορεῖσθαί οἱ, καὶ οἷον εἰρωνευομέ‐ νοις ἐοικέναι καὶ ἀποσειομένοις ὁλοσχερῶς τὴν αὐτοῦ συν‐
5διαίτησιν, ἰδίᾳ μὲν ἕκαστον, ἐπ’ ἴσης δ’ ὥσπερ ἐκ κοινοῦ συν‐ θήματος ἅπαντας διὰ τὸν τοῦ πατρίου δόγματος ἐντεῦθεν ῥαγέντα κλύδωνα. οὕτως ὀξέως ἐπέδραμεν ἡ φήμη ῥυεῖσα, καθάπερ ἀγρίου πνοή τις ἀνέμου, Αἴγυπτόν τε καὶ Συρίαν καὶ Κιλικίαν καὶ πᾶσαν εἰπεῖν οἰκουμένην, ὅπου περ ἂν Χριστιανῶν
10λάχοιεν δῆμοι τὴν οἴκησιν ἔχοντες, τῶν τοῦ Παλαμᾶ παρα‐ νόμων καὶ νόθων δογμάτων, καὶ οὕτως, ἀνώνυμος ὢν ὁ τα‐ λαίπωρος πρότερον, διαβόητος ἐπὶ κακίᾳ γέγονεν ὕστερον· ποιεῖν γάρ φησι περιβοήτους οὐ δεξιὰν πρᾶξιν μόνον, ἀλλὰ καὶ κακίαν νικῶσαν πονηρῶν εὐδοκίμησιν. ἐπεὶ δ’ ἀναλαμ‐
15βάνων ἄνωθεν ἐκεῖνος ἕκαστα διῄει ἑκάστοις ἑκασταχοῦ, τά τε ἄλλα καὶ ὡς τὴν αὐτὴν καὶ αὐτὸς εἴη περιθάλπων γνώμην αὐτοῖς εὐσεβείας ἕνεκα, καὶ ὡς διὰ τὸν τοιοῦτον ζῆλον φυ‐ γὰς τῆς πατρίδος γένοιτο, καὶ ὡς ὁ τοιοῦτος ἐντεῦθεν ἐλαύ‐ νων τρόπος ἐς τοὺς ἀήθεις αὐτῷ πλανᾶσθαι δράσειε τόπους,
20—ἐπεὶ οὖν ταῦτά τε καὶ ἄλλα ἄλλοις ὁμοίως διετέλει λέγων, ὁπόσα κοινῇ καὶ καθ’ ἕκαστα βέβαιον ἅπασιν εὐσεβείας αὐ‐ τὸν ἐγνώριζεν ἀθλητήν, ἦν οὐδεὶς οὔθ’ ᾧ μὴ τῆς πρὶν αἰφνι‐
δίου σκληρότητος μετέμελεν, οὔθ’ ὃς οὐκ ἠσπάζετό τε καὶ

3

.

24

ἀντεφιλοτιμεῖτό οἱ καὶ τὰ πιστὰ τῆς περὶ τὸ σέβας ἀληθοῦς ὁμονοίας περιφανῶς ἀντεδίδου, ὡς τηνικαῦτα καὶ τὸν Ἀντιο‐ χείας ἔγγραφον ἑαυτοῦ προενεγκεῖν τόμον, ὁμολογίαν μὲν τῆς ὀρθοδόξου καὶ κοινῆς ἡμῶν ἔχοντα πίστεως, ἐκτέμνοντα δὲ
5Παλαμᾶν τῆς τοῦ θεοῦ ἐκκλησίας ὡς νόθα καὶ βέβηλα πα‐ ρεισάγοντα δόγματα, τόμον ἐκεῖνον δηλαδὴ ὃν ἐν Βυζαντίῳ συνετετάχει παρὼν καὶ ἀκούων καὶ συναγωνιζόμενος Ἰωάννῃ τῷ πατριάρχῃ καὶ τοῖς γε ἀμφ’ αὐτὸν ἐπισκόποις, τὸ ἰσχύειν ἔχουσι τέως ἔκ τε τῆς ἀληθείας ἔκ τε τοῦ μὴ παρεῖναι τὸν
10ἀντιβαίνοντα Καντακουζηνόν, ὅτε δὴ καὶ πρῶτον ἐπιφυεῖσαν τῷ καθαρῷ ληίῳ τὴν νόσον ἐκείνην ἐξ αὐτῆς ἔδοξε τέμνειν, ὡς ἔλεγε, βλάστης. τοῦτόν φησιν ἀνελίττειν τε ἐκεῖνον, καὶ ἅμα τὰς ὑπογραφὰς τῆς ὁμοφροσύνης δεικνύειν τῶν ὅσοι τῆς ἐπαρχίας ἐκείνου τυγχάνουσιν ὄντες ἐπίσκοποι καὶ πρεσ‐
15βύτεροι, καὶ ὅσοι τῶν ἄλλως λογάδων τὰς γνώμας ἦσαν συγ‐ κείμενοι. τούτοις ὁμόφρονος καὶ τοῦ τῆς Ἀλεξανδρείας ἔλεγε πεπειρᾶσθαι προέδρου σύν γε τοῖς ὑπ’ αὐτῷ παντάπασιν ἐπι‐ σκόποις, καὶ ἅμα τοῦ τηνικαῦτα τὴν τῶν Ἱεροσολύμων ἐκ‐ κλησίαν διέποντος. καὶ ἁπλῶς ἔφασκεν εἶναι μηδένα ᾧ τὸ
20ἐπιτιμᾶν Βυζαντίοις τῆς ἐν τοῖς οὕτως ἀκινήτοις εὐκολίας οὐκ ἦν ἀνὰ στόμα. τὸν δ’ Ἀλεξανδρείας καὶ τῆς φυσικῆς ἐθαύμαζε μάλα συνέσεως, βεβηκὸς ἐχούσης τὸ ἐμβριθές, καὶ
οὔτε πρὸς ἀωρίαν φιλοτιμίας ῥᾳδίως ἐλαυνόμενον, οὔτε μὴν

3

.

25

πρὸς ἰδιωτικὴν ἀφωνίαν ἐξ ἀμαθίας μακρᾶς συστελλόμενον, ἀλλὰ πρακτικαῖς ὁρμαῖς ἐς τὸ πάνυ τι ἐμμελὲς εὐφυῶς πως ἀναρρωννύμενον. τά τ’ οὖν ἄλλα τἀνδρὸς ἐθαύμαζε μεμνημένος ἐκείνου, καὶ ὅτι τὸ οἴεσθαι εἰδέναι πολλοῖς καὶ τῶν οὐδὲν αἰ‐
5σχυνόντων πρός γε τὸ εἰδέναι γίνεσθαι ἐμποδὼν ἔλεγε, καὶ τοῦτ’ εἶναι πάντως ὃ μικρὸν εἶναι δοκοῦν μεγάλα καὶ πόλεις καὶ οἴκους δύναται βλάπτειν, ὡς ἐκ βραχέος σπινθῆρος ἀρχόμε‐ νον, οὗ τὸ νεμόμενον οὐκ ἄν ποτε σταίη τῆς ἀεὶ νεωτερι‐ ζούσης φλογὸς κινουμένης, ὁπότε τραπέζης ῥαστώνην ἡ τῆς
10ὕλης δίδωσι πολυτέλεια. ἐντεῦθεν ὅρια ῥιπτοῦνται πατρίων κανόνων, πατοῦνται θεσμά, καὶ οὐκ ἔστιν οὐδὲν τῶν καλῶν ὃ δύναται μένειν ἑστώς, καὶ αὖ οὐκ ἔστιν οὐδὲν τῶν κακῶν ὃ μὴ δύναται τὴν ἀλήθειαν ἐξορχεῖσθαι. μοναρχία μὲν οὖν οἰήσεως αὐτονομίᾳ στρατηγουμένη καὶ γνώμης ὀρέξεσι δημα‐
15γωγουμένη τί μὲν ἂν τῶν ὑγιαινόντων ἐργάσαιτο, τίνος δ’ ἀπόσχοιτ’ ἂν τῶν ἐρεθιζόντων ἐπὶ τὰ χείρω; πολλοῦ μέντ’ ἂν δεήσειε σώζεσθαι τὴν πολιτείαν ἐκείνην, καὶ μὴ καθάπερ ἀκυβέρνητον πλοῖον διαποντίοις χειμῶσι πρὸς τοὺς ἐσχάτους κινδύνους ἐλαύνεσθαι, τοῦτο δὴ τὸ τῆς Βυζαντίων ἴδιον ἄνω‐
20θεν ὡς τὰ πολλὰ πολιτείας. καὶ οὐκ ὀνειδίζω λέγων τὰς τύ‐
χας ἁπλῶς, ἀλλ’ ὅτι διὰ τοῦτο καὶ πλείους σκοποῦντες ἄνω‐

3

.

26

θεν εὑρίσκομεν ἐκεῖσε, μὴ μόνον τῶν δημοσίων πραγμάτων, ὅτι μὴ πολλῷ γε δήπου μάλιστα τῆς εὐσεβοῦς ἐκκλησίας τὰ ὀλισθήματα. ἢ γὰρ ἐκεῖ τὴν γένεσιν ἴσχει τὰ χείρω, κἀκεῖ‐ θεν ὡς ἐπὶ πρανοῦς ἐπιρρέοντα πονηρῶν ἐς τὰ μάλιστα πρα‐
5γμάτων καὶ τὰς ἄλλας ῥᾳδίως ἐμπίμπλησι πόλεις· ἢ καὶ ἄλλοθέν ποθεν σκιωδῶς ἐπεισκωμάσαντα τὴν πῆξιν αὐτόθι μονιμωτέραν λαμβάνει καὶ δημόσιον τὸν χρωματισμὸν ἀνα‐ δείκνυσι τῆς κακίας. διό μοι θαυμάζειν περίεστιν, οὐκ εἰ γέγονέ τι παράλογον, ἀλλ’ εἰ μὴ πᾶν ἐκεῖ τὸ γινόμενόν ἐστι
10παράλογον. ἡμεῖς δ’ ἐνταυθοῖ μήτε περισσὰ τὸ παράπαν ζη‐ τοῦντες σοφίζεσθαι κατά γε τὴν περιττὴν καὶ εὔτεχνον ταύ‐ την σοφίαν, μήθ’ ἑαυτοὺς τῶν θείων μᾶλλον δικαιοῦν πατρίων διαπληκτιζομένους ἐν διαλέξεσιν ἄμετρα τὸν καινότερον τρό‐ πον, ἀλλὰ τοῖς μὲν ἄνωθεν εὖ γεγραμμένοις ἐμμένοντες δόγ‐
15μασι, τὰ δὲ σιγηθέντ’ ἀναξαίνειν μηδαμῇ μηδαμῶς ἀξιοῦντες μηδ’ ἀναλύειν ἀκαίροις πειρᾶσθαι συλλογισμοῖς, ἡμεῖς τε οἱ ποιμαίνειν ἐνθάδε λαχόντες πνευματικῶς τὸν μακρὸν ὁδεύο‐ μεν βίον, καὶ τὸ πνευματικὸν ἡμῶν ὁμοίως ἄγομεν ποίμνιον ὑπὸ κυβερνήτῃ τῷ μόνῳ πάντων δημιουργῷ καὶ θεῷ, πολυ‐
20θεΐας δὲ καὶ ἀθεΐας Παλαμικάς, μᾶλλον δ’ ἐνσάρκου οἰκονο‐ μίας ἀθέτησιν, ταὐτὸν δ’ εἰπεῖν ἐκκλησίας ἁπάσης καθάπαξ
ἀνατροπὴν οὔτ’ ἐδεξάμεθα οὔτε μὴν δεξαίμεθ’ ἄν ποτε, κἂν

3

.

27

ἐχθροὶ μυρίοι μυρίων ἔμπροσθεν ἱστῶσι θανάτων σκεύη καὶ μηχανήματα, ἀλλὰ καὶ αὐτὸν Παλαμᾶν, καὶ ὅσοι ταὐτὰ φρονοῦ‐ σιν αὐτῷ, μετὰ τῶν αὐτοῦ τοιούτων δογμάτων, ὧν καὶ ἡμεῖς ὅπως ποτ’ ἐν θέᾳ κατέστημεν, τῷ αἰωνίῳ παραπέμπομεν ἀνα‐
5θέματί τε καὶ πυρί. τούτων δ’ ἀκριβῆ τὴν παράστασιν ἔχεις τε καὶ ἕξεις αὐτός, διιὼν τὰς ἐνταῦθα πόλεις καὶ χώρας Αἰγύπτου καὶ Ἀραβίας Φοινίκης τε καὶ Συρίας, καὶ ὅσα περὶ ταύτας οἰκοῦσι γένη Χριστιανῶν, ὅπως ἐν μέσῳ τῶν ἀσεβῶν καὶ ἀκάθαρτα χείλη ἐχόντων οἰκοῦντες, καὶ ἀλλο‐
10τρίοις δουλεύοντες ὅπλοις, ὅμως τῇ τῶν ὧδε στοιχοῦντες ἐπι‐ σκόπων διδασκαλίᾳ τὸ πάτριον σέβας ἀεὶ τοῖς ἱεροῖς νέμουσι δόγμασι. μηκύνοιμεν δ’ ἂν εἰ λέγειν ἐθέλοιμεν ἅπαντα ἐφεξῆς ὅσα τε ὁ θεῖος ἐκεῖνος ἀνὴρ ἐπ’ ἐμοῦ διεξῄει, καὶ ὅσα ἄλλοι ἄλλως ἀλλαχῇ καὶ πανταχῇ, τῆς ὁμοίας ἐχόμενα τάξεώς τε
15καὶ εὐλαβείας. Ἑξαετίαν δ’ οὖν ὅμως ἡμεῖς ἐν ἐκείνοις διατετριφότες τοῖς τόποις, ἔπειτα πλήρεσι τοῖς ἱστίοις ἀναχθέντες ἐκ Κιλικίας δευτεραῖοι ἐς Κύπρον τὴν νῆσον κατήχθημεν, ἔνθα δὴ καὶ πολὺν διατρίβειν ἐγνώκειν ἔγωγε χρόνον διά τε τἆλλα τῶν
20τῆς νήσου καλῶν καὶ τήν γε ἔννομόν τε καὶ φιλόξενον πολι‐ τείαν, καὶ μάλιστα πάντων διὰ τὴν τοῦ σοφοῦ ἐκείνου ἀν‐
δρὸς ὁμιλίαν, Γεωργίου φημὶ τοῦ Λαπίθου, ᾧ οὐκ εὐθὺς

3

.

28

ἀποβὰς τῆς νεὼς ἐντετυχήκειν αὐθημερόν· οὐ γὰρ πλησίον ἐκεῖ που τὴν οἴκησιν εἶχεν, ἀλλὰ δυοῖν ἡμέραιν τοῦ λιμένος ἀπέχουσαν εἰς ὃν ἡμεῖς τηνικαῦτα ἐσεπεπλεύκειμεν. Ῥόδου μὲν γὰρ ἐκείνης τῆς νήσου μείζων ἐστὶν ἡ Κύπρος, καὶ ἅμα
5οὐ κατ’ ἐκείνην ἀλλ’ ἐπιμήκης τὸ σχῆμα· μεταξὺ δ’ αὐτῆς ὄρος ἑστήκει, τὴν κορυφὴν ἐς ὕψος ἀνάγον μακρόν. Ὄλυμπος καλεῖται τὸ ὄρος, ἐξ οὗ καὶ πηγαὶ ποταμῶν ἀποβλύζουσι τρεῖς, ὧν ὁ μείζων καλούμενος Λάπιθος κάτεισι τέμνων καὶ περιρρέων τὴν Λευκωσίαν οὑτωσὶ καλουμένην χώραν, καὶ
10ἀποπτύων τὸ ῥεῖθρον παρὰ τὴν ἐς ἄρκτον βλέπουσαν θά‐ λασσαν. τούτου παρὰ τὰς ὄχθας ἔτυχεν ἔχων ἐκεῖνος τὴν οἴκησιν, διὸ καὶ Λαπίθης ἔκ γε τοῦ ποταμοῦ καὶ αὐτὸς ὅπως ποτὲ παρωνόμασται. γνοίη δ’ ἄν τις εὐθὺς κἀκ μόνης τῆς περιφανείας τε καὶ τοῦ μεγέθους τῶν οἰκιῶν καὶ ἐπαύλεων
15τοῦ ἀνδρός, καὶ πρὶν εἰς ὄψιν ἰέναι αὐτοῦ, μὴ τῶν ἀγενῶν εἶναι καὶ τῶν πολλῶν ἕνα, ὅτι μὴ τῶν πάνυ τι λίαν ἐνδόξων καὶ πρώτων τῆς νήσου· γνοίη δ’ ἂν μᾶλλον ἐκ τοῦ τρόπου καὶ τῆς ἄλλης τοῦ βίου σεμνότητος. ἑορταὶ γὰρ καὶ πανη‐ γύρεις ἱεραὶ τὴν οἰκίαν ἐκείνην ἐκόσμουν, καὶ χορηγίαι τῶν
20δεομένων δαψιλεῖς. τῶν γε μὴν συχνὰ περιαγομένων ἐκεῖ Χριστιανῶν αἰχμαλώτων μεγίστην ἐποιεῖτο προμήθειαν, αὐ‐ τός τε παρέχων ἀφθόνως τὰ μείζω καὶ τελεώτερα τῆς τού‐
των ἐλευθερίας, καὶ ἅμα τοὺς ἄλλους ὀτρύνων διδασκαλίας

3

.

29

τῶν θείων γραφῶν. ἔργον γὰρ αὐτοῦ σπουδαιότατον μάλι‐ στα πάντων ἱεραῖς ἐκκλησίαις ἀθροιζομένους Χριστιανοὺς διδάσκειν τά τε ἄλλα τῆς εὐσεβείας νόμιμα, καὶ πρός γε φροντίδα ποιεῖσθαι τῶν δεομένων μεγίστην, ὡς εἶναι δι’ ἐκεῖ‐
5νον πᾶσαν ἐκείνην τὴν νῆσον ἐλέου καὶ πίστεως στάδιον, καὶ μάλιστα πάντων αἰχμαλώτων ἐλευθερίαν. εἰσί γε μὴν καὶ αἱ τοῦ ῥηγὸς περὶ τοὺς τόπους ἐκείνους ἐπαύλεις καὶ δίαι‐ ται, καὶ αἱ τῶν οἴκων ἐκείνου λαμπρότητες πάνυ καλαὶ διὰ τὸ χαριέστερον εἶναι τῆς νήσου τὸ μέρος ἐκεῖνο ἀέρος
10τε ἕνεκα καὶ ἅμα θέσεως ἄλλης καὶ ῥαθυμίας τῶν τόπων. διὸ κἀκ τοῦ σχεδὸν ἐσεφοίτα θαμὰ παρ’ αὐτὸν ὁ Λαπίθης Γεώργιος, καὶ σφόδρα κομιδῇ πολλῆς ἀπέλαυε τῆς ῥηγι‐ κῆς αἰδοῦς καὶ τιμῆς διά τε τὴν ἄλλην σεμνότητα, καὶ ἣν ἐκέκτητο μάλιστα πάντων σοφίαν, ἐπεὶ καὶ αὐτὸς οὐ μετρίως
15τῆς Λατίνων μετέσχε φιλοσοφίας ὁ ῥήξ, καὶ δι’ αὐτό γε τουτὶ πολλοὺς μὲν ἀμφ’ αὑτὸν τοὺς Λατίνων εἶχε σοφοὺς ἀεί, ἤρα δὲ μᾶλλον τῆς Γεωργίου μούσης καὶ ὁμιλίας· σοφοὶ γάρ, φησί, τύραννοι σοφῶν συνουσίᾳ. ἔχων οὖν αὐτὸν ἔχειν ἐπέ‐ πειστο καὶ σοφίαν κατὰ ταὐτὸν ἑκατέραν, τήν τε Ἑλλήνων
20φημὶ καὶ Λατίνων· δεξιὸς γὰρ ἐν τοῖς μάλιστα καὶ καθ’ ἑκατέραν σοφίαν καὶ γλῶτταν ὁ Γεώργιος ἦν. ταύτῃ τοι καὶ
ἡδέως αὐτοῦ ἤκουσε διαλεγομένου συχνὰ τοῖς Λατίνων σο‐

3

.

30

φοῖς ἐπ’ αὐτοῦ, καὶ τοῖς τῶν συλλογισμῶν ἀποδεικτικοῖς βέ‐ λεσιν ἐς τὰ κράτιστα βάλλοντός τε καὶ νικῶντος αὐτούς, καὶ μάλισθ’ ὅτε περὶ δογμάτων πατρίων τῆς θρησκείας ἦν ὁ ἀγών· τηνικαῦτα γὰρ πολὺς κατὰ σφῶν ταῖς τῶν θείων
5γραφῶν ἀποδείξεσι ῥέων ἰχθύας ἀφώνους ἄντικρυς ἔφαινεν. ὥστε καὶ χαλεπαίνειν ἐνίοτ’ ἐν τούτοις ὡρμημένον τὸν ῥῆγα ἔθελγεν αὖθις αὐτὸν τῇ τῶν λόγων σειρῆνι καὶ ταῖς τῆς ἀληθείας ἀναντιρρήτοις στροφαῖς καὶ περιστροφαῖς. τοιαύ‐ ταις δή τισι μεθόδοις τὸ χαλεπαῖνόν τε ἀνέστελλεν ἐμμελῶς
10τῆς ῥηγικῆς ἐκείνης ψυχῆς, καὶ τὸ εὐθυμοῦν ἀντεισῆγεν ἐπι‐ εικῶς. καὶ ἦν ἁπλῶς εἰπεῖν οὐδεὶς τῶν ἁπάντων ὃς οὐ λο‐ γικοῦ παντὸς ἀγῶνος μεθ’ ὑπερβολῆς αὐτῷ τὰ τῆς νίκης πα‐ ρεῖχε τρόπαια, οὔθ’ ὅς τις οὐ μάλα ἀξύνετος Ἑλληνικῆς μού‐ σης ἦν, οὔθ’ ὅστις Λατινικῆς φιλοσοφίας οὐ μάλα τι ἀδαής.
15εἶχόν γε μὴν ἔγωγε τοῦ ἀνδρὸς ἐκείνου τὴν φήμην καὶ πρὶν ἐντεῦθεν ἐκπλεῦσαι, μὴ μόνον ταῖς γραφαῖς ἐντυγχάνων ἐκεί‐ νου πολλάκις ὡδί, ἃς ἐκεῖθεν ἐκεῖνος σοὶ τῶν τε γραμμάτων καὶ ἅμα τοῦ φιλικοῦ καθήκοντος ἀμειβόμενος ἔπεμπεν, ἀλλὰ καὶ ἀκούων ἐπαίνους αὐτοῦ γε μακροὺς ἀπὸ στόματος τῶν
20ὅσοι ἀφιγμένοι ἐκεῖθεν ὑπῆρχον ἐπὶ τὸ πλεῖστον. καὶ ἦν ἐπὶ μετρίας ἐμοὶ τὸ ἐκείνου συστελλόμενον θαῦμα. νῦν δ’ ἐπειδή γε ἐς Κύπρον ἀφιγμένος παρ’ ἐκείνῳ κατέλυον, διὰ μάλα τι
σφόδρα μακρᾶς τῆς σπουδῆς τὴν ἐμὴν διὰ σὲ τιθεμένῳ ξε‐

3

.

31

νίαν, ἔγνων τε καὶ πεπείραμαι τοῦ ἀνδρὸς τελεώτερον, αὐταῖς ἀκοαῖς καὶ αὐταῖς ὄψεσι ζῶσαν εἰπεῖν καὶ ἔμπνουν τὴν φή‐ μην ἐκείνην ἰδὼν καὶ βεβαιωσάμενος ἐμαυτῷ, καὶ τὰ τῆς ἀληθείας ἐνέχυρα πάνυ παρειληφὼς ἐναργῆ, μονονουχὶ τὴν
5φήμην ἐλεγχούσης καὶ διαρρήδην ἀποφαινούσης μακρῷ τοῦ δέοντος ἐνδεᾶ. μάλιστα δ’ ἁπάντων τὴν γνώμην ἐθαύμαζον ἔγωγε καὶ τὸ τῆς φιλίας τοῦ ἀνδρὸς τῆς πρὸς σέ. οὕτω γὰρ ἐρωτικῶς εἶχε τῶν σῶν συγγραφῶν καὶ βιβλίων ὅσον οὐδ’ ἀξίως οἷός τ’ ἂν εἴην ἔγωγ’ εἰπεῖν. ἀεὶ γὰρ ἐπιὼν αὐτῶν
10ὁπόσα ζητοῦντι παρέσχεν ὁ χρόνος αὐτῷ, πολλῆς ἀεὶ καὶ τῆς ἡδονῆς ἐνεπίμπλατο, καὶ πολλὴν περιέφαινε τὰ ἤθη τὴν ἔν‐ δον βακχείαν αὐτοῦ τῆς ψυχῆς. ὥσπερ ἔνθους γὰρ ἦν ὑφ’ ἡδονῆς γιγνόμενος, καὶ ἐπικροτῶν καθ’ ἕκαστα, καὶ οἷον εἰ‐ πεῖν ἐπιλανθανόμενος οὗ γῆς εἴη. ἐδόκει γὰρ ἐνίοτε σοί γε
15προσομιλεῖν καὶ σοί γε συνεῖναι αὐτῷ, καὶ σοῦ γε ἀκούειν, ἅττα ποτ’ ἦν ἐκεῖνα, τῇ γλώττῃ διεξιόντος αὐτῇ, καὶ μάλισθ’ ὅτ’ ἀνὰ χεῖρας ἔχειν ἐπῄει διάλογον ἐκεῖνον ὃν διὰ Βαρλαὰμ ἐποιήσω τὸν Καλαβρόν. καὶ ἦν διὰ μάλα μακρᾶς καὶ οὐχ ἧσσον εἰπεῖν κομιδῇ κατεσπουδασμένης αὐτῷ τῆς φροντίδος
20μὴ μόνον αὐτόν γε ἐφ’ ἑαυτοῦ θαυμάζειν τὰ σά, ἀλλὰ καὶ διαλεγόμενον ἀεὶ τοῖς Λατίνοις ἀνὰ στόμα τἀγκώμια διὰ θαύ‐ ματος ἄγειν τὰ σά, ἐπί τε δὴ ῥηγὸς αὐτοῦ, καὶ ὅπῃ ἂν ἄλ‐
λοθι τύχοι τὰς ἄλλοτ’ ἄλλως παραπιπτούσας ὁμιλίας καὶ

3

.

32

διαλέξεις ποιούμενος. ὥστε καὶ Κύπρον μικροῦ πᾶσαν εἰς ὕμνον τὸν σὸν ἀνηρτήσατο καὶ κήρυκας πέπραχε σούς, πρὶν ἐκείνους ἰδεῖν τι τῶν σῶν. οὕτω γε μὴν καὶ τῆς γε σῆς ἐπε‐ θύμει θέας καὶ ὁμιλίας τυχεῖν, καὶ οὕτω τῶν τοιούτων ὅλος
5ἐγίγνετο λογισμῶν νύκτωρ καὶ μεθ’ ἡμέραν, ὥστε καὶ ηὔχετο μὴ πρότερον μήτ’ ἐκεῖνον μήτε σὲ θανεῖν πρὶν ἐς Βυζαντίον ἐκεῖνον ἀφῖχθαι, πάλαι τοῦτο βουληθέντα καὶ μελετήσαντα, μόνης ἕνεκα θέας καὶ ὁμιλίας τῆς σῆς. οὕτως ἀποίητα ἦν καὶ εἱλικρινῆ τὸ παράπαν ἀεὶ τὰ ἐκείνου πρὸς σέ, καὶ οὐδὲν οὐδαμῇ
10πεπλασμένον ἦθος ἐνεκεκάλυπτο τοῖς ἐκείνου γράμμασι πώποτε, ὅσα σοι τῶν σῶν μακρῶν ἐκείνων ἐγκωμίων ἀεὶ διετέλει πέμ‐ πων μεστά. ἐκόμισε δέ μοι καὶ ὅσα τῆς ἀστρονομικῆς ἐπιστή‐ μης αὐτῷ ἐπεπόμφεις αὐτὸς κατὰ διαφόρους ἄλλοτ’ ἄλλους τοὺς χρόνους, καὶ ἦν δι’ ἐκπλήξεως ἄγων ὅπως ἐκείνου χάριν πό‐
15νων τοὺς πλείους καὶ μάλιστα δυσχερεῖς τῶν τοιούτων ὑποθέ‐ σεων ἐν ὀλίγαις συνέκλεισε συλλαβαῖς. καὶ μὲν δὴ οὐδὲ τὴν Πτολεμαίου ἀποτελεσματικὴν τετράβιβλον περὶ ἐλάσσονος ἐποιεῖτο σπουδῆς ἐκεῖνος, ἀλλὰ ταύτην τε καὶ ὅσα περὶ τῶν ὁμοίων τοῖς Πτολεμαίου παλαιοτέροις ἅμα καὶ νεωτέροις ἔτι
20περίεστι γεγραμμένα, καὶ ὅσα πάλαι Χαλδαίοις καὶ Πέρσαις πεποίηται, πάνυ τι πάντα φιλοπονώτερον μετῄει. καὶ ὁπόσα μὲν ὑπὲρ τὰ ἐσκαμμένα τοῖς εὐσεβέσι νόμοις καὶ ὑπερόριον
τείνει πόδα, ταῦτα δ’ ἀπεσείετό τε καὶ διέπτυεν ὡς ἄχρηστα

3

.

33

τοῖς εὐσεβεῖν ἐθέλουσιν· ὅσα δ’ εἰς τοὺς δημιουργικοὺς τῶν ὄντων ὑγιῶς ἐπορεύετο λόγους, ταῦτα δ’ ἀσμένως παντάπασι μάλα προσίετο. κἀκεῖνα δὲ τοῦ μὴ κλονεῖσθαι ἕνεκα τοῖς περὶ τὰ τοιαῦτα κομψοῖς τῶν ἐκεῖ Λατίνων, ξύν γε αὐτῷ
5ῥηγί, οὐκ ἐρραθυμημένην τινὰ τὴν σπουδὴν τῷ τοιῷδε διδόν‐ των μέρει τῆς τέχνης, ἅτε ἀγχοῦ τῶν Αἰγυπτίων Ἀράβων ὄντων, καὶ συχνὰ καὶ διαπόντιον ἐς τὸν ῥῆγα τὴν ἄφιξιν ποιουμένων λογικῆς τε ὁμιλίας ἕνεκα καὶ ἅμα φιλοτιμίας, μα‐ κρὸν ἐπισυρομένης τὸ ἐπιδεικτικὸν Ἀράβων ἐκείνων, ὧν τὸν
10ἅπαντα βίον ἀπασχολεῖ, εἴ τί που τῆς πάλαι Χαλδαϊκῆς ἐπι‐ στήμης ἐλλέλειπται σωζόμενον ἔτι σημεῖον. ἔφασκον γὰρ ὡς ἐπεὶ τὰ ὑπὸ γένεσιν πάντα καὶ φθίσιν τῇ τῶν οὐρανίων ποιό‐ τητι καὶ κινήσει πάσχειν τε καὶ εἰδοποιεῖσθαι πρὸς τοῦ δη‐ μιουργήσαντος ὥριστο, καὶ τοῖς ἐκείνων συσχηματισμοῖς τε
15καὶ ταῖς πρὸς τἀπίγεια συνοικειώσεσι τὸ ῥέον τῆς ὑλικῆς ποιό‐ τητος οἷον νομοθετεῖταί τε καὶ ῥυθμίζεται, ἀνάγκη μὴ θάτε‐ ρον μὲν εἰδέναι περὶ παντὸς ποιεῖσθαι, θάτερον δ’ οὔ. ἦ γὰρ ἂν χωλὸν βαδίσειε τρίβον τῆς ἐπιστήμης ὃς ἂν μήτε τῷ θεω‐ ρητικῷ συνάπτειν ἐθέλῃ τὸ πρακτικὸν μήτ’ αὖ θατέρῳ θά‐
20τερον. τῆς γάρ τοι φιλοσοφίας ἐν τοῖς δυσὶ τούτοις εἴδεσι θεωρουμένης, σχολῇ γ’ ἂν τοὺς λόγους γνοίη τῶν ὄντων,
πολλοῦ δ’ ἂν δεῖν κατὰ τὸ ἐντελὲς κληθῆναι σοφόν, ᾧ μὴ

3

.

34

ἄμφω καθ’ ὁπόσα δεῖ μετιέναι ἔπεισι τὰ τῆς φιλοσοφίας μυ‐ στήρια. Ἀλλὰ τούτων μὲν ἅλις. ἐμοὶ δ’ ὡς τὰ πολλὰ σχολὴν ἄγων, ἢ καὶ ἀσχολίας ὑπέρτερον ἐκεῖνος πρᾶγμα ποιούμενος
5θεραπεύειν ἐμὲ διὰ σέ, ἐδείκνυ περιιὼν καὶ περιηγούμενος ὁπόσα τῇ νήσῳ περίεστιν ἄξια θέας, τά τε ἄλλα καὶ ὅσα ἐν θεάτροις, ἐν ἀγοραῖς, ἐν δικαστηρίοις, τὸ ἐν νομίσμασι καὶ χαράγμασι τὸν ἅπαντα χρόνον ὡσαύτως ἔχον καὶ μηδαμῇ μηδ’ ὁπωσοῦν τρεπόμενον, καὶ ὅπως ἐν σταθμοῖς καὶ μέτροις
10πλάστιγξιν εἴη διδόμενά τε καὶ λαμβανόμενα εἴδη καθάπαξ ὠνίων ἅπαντα, οὐχ ὡς τῶν πιπρασκόντων ἕκαστος βούλοιτ’ ἄν, ἀλλ’ ὡς τὰ τῆς πολιτείας ἀρχαῖα κελεύουσι δόγματα, οὐδ’ ὡς τῆς τῶν εὐτυχεστέρων πλεονεξίας τὸ λίχνον παρα‐ κερδαίνειν ἐθέλει, ἀλλ’ ὡς οἱ σωτῆρες τῆς ἄνωθεν εὐταξίας
15προστάττουσι νόμοι τὸν ἅπαντα χρόνον. οὐδ’ ὁ πλούτῳ προύχων, οὐδ’ ᾧ καθ’ ἡλικίαν προβεβηκέναι ξυνέβη, τὸ πλέον ἕξειν ἐν τούτοις οἷός τ’ ἂν εἴη ἐκεῖ τῶν ἡσσόνων κατ’ ἄμφω. ταχὺ μέντ’ ἂν ἀφαιρεθείη, εἰ μὴ τῆς κεφαλῆς, ἀλλ’ οὖν ὁπόσα τῶν τοῦ σώματος μελῶν κατὰ τὸ τοῦ ἁμαρτηθέντος
20ἀνάλογον οἱ νόμοι τῆς πολιτείας κελεύουσιν, ὅστις αὐτοὺς καπηλεύειν ὁπωσοῦν τολμῴη. καὶ τοῦτ’ ἐστίν, ἔλεγεν ἐκεῖνος
ἐμοὶ βεβαιῶν, ὃ σωζόμενον μὲν συνίστησι καὶ συνέχει πολι‐

3

.

35

τείας καὶ πόλεις καὶ ἠπείρους καὶ νήσους καὶ ἰδίᾳ καὶ δη‐ μοσίᾳ, ἀνατρεπόμενον δ’ αὖ ὀξείαις συνανατρέπει ῥοπαῖς τά τε κοινὰ καὶ καθ’ ἕκαστα τῶν πραγμάτων ὅσα πόλεσί τε καὶ πολιτείαις ἐγκαλινδεῖται παρανομούμενα, μηδαμῇ τοῖς παρανό‐
5μοις συνεῖναι φύσιν ἐχούσης τῆς ἑδραίας διαμονῆς καὶ κρηπῖ‐ δος, ἀλλ’ ἐν οὐ μακρῷ τῷ χρόνῳ ῥᾷστα σαλευομένης καὶ διαλυο‐ μένης ἁπάσης προνοίας συνδετικῆς, ὥσπερ ἁρμονίας ῥηγνυμένων τῶν χορδῶν. τῆς γὰρ καθόλου πολιτείας ὑγιαινούσης, ἀνάγκη δήπου καὶ τὰ μέρη καλῶς ἀπαλλάττειν συνεξομοιούμενα τῷ
10ὅλῳ, καθάπερ οὖν τοὐναντίον νοσούσης καὶ αὐτὰ συννοσεῖν, ὡς εἰς ἀρχέτυπον τὴν μίμησιν ἀναφέροντα καὶ μάρτυρα βε‐ βαιωτὴν τῆς κακίας προενηνεγμένα τὴν πολιτικὴν ἀρχὴν καὶ κατάστασιν. δίκαιος τοίνυν ὁ κύριος ὤν, καὶ δικαιοσύνας ὡς τὸ εἰκὸς ἀγαπῶν, ὑψοῖ μᾶλλον ἔθνη ἃ μὴ νόμον μὲν ἔχει,
15φύσει δὲ τὰ τοῦ νόμου ποιεῖ κατὰ τὸν θεῖον ἀπόστολον, μισεῖ δὲ οἳ ζῆν μὲν ᾕρηνταί τε καὶ ἐπηγγείλαντο κατὰ τοὺς τῆς εὐσε‐ βείας θεσμοὺς καὶ νόμους, ἔργοις δ’ αὐτοῖς καταψευδομένους τῶν ἐπαγγελιῶν καὶ ἀποσειομένους πάντα δικαιοσύνης κανόνα καὶ στάθμην. ὁ γὰρ δικαιοσύνην μὲν ἀποστρεφόμενος, ἀδικίας
20δ’ ἀνθαιρούμενος κλήρους, καὶ μήτε τοὺς θείους αἰδούμενος νόμους, περιφρονῶν δ’ ἀνθρώπινον ἅπασαν τύχην, οὗτος
ἀφώρισε μὲν ἑκών γε εἶναι θεοῦ τοῦ τῆς δίκης ἔχοντος τοὺς

3

.

36

θρόνους σαφῶς ἑαυτόν, συνῳκείωσε δ’ ἅμα τῷ διαβόλῳ. διὸ καὶ πλεονεκτεῖ μὲν κατὰ τῆς χώρας ἐκείνης τὰ χείρω, ᾗ τὰ τοιάδε γεωργεῖται κακά, μειονεκτεῖ δ’ ἑπομένως τὰ κρείττω· καὶ γίνεται παντελὴς ἐκεῖ καλῶν ἐρημία, καὶ κατορχεῖται λοι‐
5πὸν καὶ ὁ διάβολος ἄρδην αὐτῆς εὐσεβείας, πρὸς ἄρνησιν τοὺς αὐτῷ πειθομένους συχνὰ ἐρεθίζων. οἷα δὴ κἀπὶ τὴν Βυ‐ ζαντίων γενέσθαι ξυμπέπτωκε πολιτείαν· μισήσασα γὰρ ἀλή‐ θειαν ἐκείνη καὶ πολιτικῆς ἀρχῆς δικαιοσύνην, οἰκειωσαμένη δ’ ἀδικίαν καὶ ψεῦδος, ὅλαις παλάμαις τὰς ἑαυτῆς πρὸς ἀσέβειαν
10ἀνεπέτασε πύλας. κἀπειδὴ τῷ διαβόλῳ σώματος ἐπὶ τούτοις ἔδει καὶ ὀργάνου μάλα αὐτῷ προσήκοντος νῦν, εὑρίσκει Πα‐ λαμᾶν, ἀνδράριον, ὡς ἀκήκοα μέν, ἐντελέστερον δ’ ἐκ τῆς αὐτοῦ μεμαθήκειν γραφῆς, εὐτελὲς μὲν ἄλλως καὶ πλὴν τοῦ κενοδοξεῖν καὶ δι’ αὐτό γέ τοι τοῦτο κακοδοξεῖν πλέον εἰδὸς
15οὐδὲν ὑγιές· καὶ τούτῳ συμμαχεῖν πεπεικὼς τοὺς ἐν ἐξουσίᾳ, πάντα συλλήβδην εἰπεῖν, ὁπόσα κατ’ ἄλλους ἄλλα καιροὺς ταῖς τοῦ θεοῦ ἐκκλησίαις βέβηλά τε καὶ νόθα παρεισεφθάρη δόγματα, πρὸς ἕνα τουτονὶ συνήλασε χρόνον, καὶ πολύχουν κομιδῇ τὸ πονηρὸν ἐσκέδασε κατὰ τῆς ἐκκλησίας Χριστοῦ τὸ
20γεώργιον. οὐ γὰρ πολυθεΐαν μόνον ἐδίδαξεν ὁ ταλαίπωρος, ἀλλὰ καὶ ἀθεΐαν προστέθεικεν, ἀρειανισμόν θ’ ἅμα καὶ εἰκο‐ νομαχίαν καὶ καθάπαξ ἄρνησιν οἰκονομίας ἐνσάρκου τοῦ υἱοῦ
καὶ λόγου τοῦ θεοῦ. καὶ τί δεῖ καθ’ ἕκαστα λέγειν, ἐξὸν ἐκ

3

.

37

τῶν ἱερῶν βίβλων τῶν θείων πατέρων ἐλέγχειν κατ’ ἴχνος ἐπιόντας ἅπαντα; Καὶ μὲν δὴ τοιαῦτ’ ἐπ’ ἐμοῦ συνείροντος τοῦ σοφοῦ καὶ θεοφιλοῦς ἐκείνου ἀνδρός, καὶ βίβλους δ’ ἐνίοτε προ‐
5κομίζοντος ἅς τε αὐτὸς φιλοπόνως ἐκ πάσης ἐρανισάμενος θείας γραφῆς ὅπλα τοῖς ἐκεῖ καλῶς εὐσεβεῖν αἱρουμένοις χα‐ ρίζεται, καὶ ἃς ἕτεροι τῶν ἐκεῖ προσοικούντων ἐλλογίμων ἀν‐ δρῶν ὀρθοδόξων ἐκδεδώκασι, ταῖς τοῦ Παλαμᾶ κακοδοξίαις περιφανῶς ἀντιλέγοντες, λόγος ἐς τὰς τῶν Κυπρίων ἐμπέπ‐
10τωκεν ἀκοὰς ὡς λάθοι νύκτωρ παρεισελθὼν ἐς Βυζάντιον ὁ βασιλεὺς Καντακουζηνός, καὶ τὴν αὐτοκράτορος ἕλοι βασι‐ λείαν συνεργίαις καὶ δολεραῖς τοῦ Παλαμᾶ προκαταστάσεσιν, ὅρκους φρικώδεις ἐχέγγυα πρότερον αὐτῷ παρασχόμενος, βε‐ βαιοῦν καὶ κυροῦν τὴν αὐτοῦ πολυθεΐαν καὶ ὅσα τῶν βεβή‐
15λων αὐτοῦ καινοφωνιῶν εἰσερρύη κατὰ τῆς τοῦ θεοῦ ἐκκλη‐ σίας, ταὐτὸν δ’ εἰπεῖν, εἰς θεὸν ὀμωμοκὼς ὃν ἐξόμνυσθαι ἐπηγγέλλετο. τοῦτο σφοδρῶς τὸν σοφὸν ἐκεῖνον ἠνίασεν ἄν‐ δρα, Γεώργιον τὸν Λαπίθην, οὐχ ὅτι τὴν βασιλείαν ἕλοι Καν‐ τακουζηνός, ἀλλ’ ὅτι τοιούτοις ὅρκοις προκατείληπτο, δέσμιος
20ταῖς τοῦ Παλαμᾶ γεγονὼς δυσσεβείαις, ὅθεν τὰς γενναίας ἐκείνας ἐλπίδας οὑτωσὶ ζημιούμενος αἳ τὸ ἡδόμενον ἔβοσκον ἐκ πολλοῦ τῆς ψυχῆς, ἤσχαλλεν, ἐδυσφόρει, θόρυβον εἶχε καὶ
σάλον παντοδαπὸν ἐν ψυχῇ. ἤλπιζε γὰρ συνεκπλεύσειν ἐκεῖ‐

3

.

38

θεν ἐπανιόντι μοι μέχρι καὶ ἐς Βυζάντιον τῆς σῆς ἕνεκα θέας καὶ ὁμιλίας, ὡς ἔφθημεν εἰρηκότες, δι’ ἔρωτα σοφίας μείζονος, ἴσως δὲ καὶ ἄλλης πρὸς τούτοις χρείας καὶ θέας ὁπόσα τὴν Βυζαντίων κεκτῆσθαι πόλιν συμβαίνει τῶν ἄλλων
5ἐξαίρετα. νῦν δ’ ἐν ἀκαρεῖ τἀναντία νικῶντα θεώμενος πε‐ ριαλγὴς ἦν, καὶ ἐδάκρυε μὲν τὴν εὐσέβειαν ἐς οὕτω περιφα‐ νῶς συνελαθεῖσαν ἐκριπισθέντα κίνδυνον τρόποις τοῦ θεοῦ συγχωρήσαντος ἀπορρήτοις, ἐδάκρυε δ’ ἄλλως καὶ τὸν σὸν ὑφορώμενος θάνατον, τὸ τοῦ σοῦ κατὰ θεὸν ζήλου διάπυρον
10ἐννοῶν, καὶ ὅσην τὴν ἔνστασιν ὑπὲρ τῶν πατρίων ἐνδείκνυ‐ σθαι μέλλεις δογμάτων ἄχρι θανάτου. Καὶ τί δεῖ πάντα διεξιέναι καθ’ ἕκαστα, ὅσα τῆς νή‐ σου δυοῖν οὐχ ἧττον ἐτῶν τεθεάμεθα, ὁπόσα πόλεσί τε καὶ λιμέσι καὶ ὅσα δὴ ταῖς ἄλλαις πρόσεστι χώραις ἐκεῖ τὰ χρή‐
15σιμα, τῶν ἔμπροσθεν ἀνθελκόντων ἡμᾶς οὐ μικρῶν ὑπαρχόν‐ των. διὸ τούτων ἀποσχόμενος ἐπανόδου μεμνήσομαι. Ἄρτι τοίνυν τοῦ ἡλίου περὶ τροπὰς γενομένου τὰς θε‐ ρινάς, ἐπειδή γε ἀπαίρειν ἔμελλον, ἄχρι λιμένος ἐκεῖνός με προύπεμπεν ὁ καλὸς Γεώργιος, δακρύων τε καὶ μέσην εἰπεῖν
20τεμνόμενος τὴν καρδίαν τᾠμῷ χωρισμῷ, ὥστε καὶ τῆς ἡμᾶς ἀγούσης ὁλκάδος, ἐπειδή γε ἀνεπέτασε τὰ ἱστία, οὔρια ἐφι‐
είσης ἐπὶ τὸ πέλαγος, θεώμενος ἵστατο μέχρι πολλοῦ με,

3

.

39

πολλὰ καταχέων τὰ δάκρυα, ἕως ἀπεκρύψαμεν ἐκείνην τὴν γῆν, τῆς ὄψεως ἠρέμα καὶ κατὰ μικρὸν ἐνδιδούσης ἐν τοῖς μακροῖς διαστήμασιν. εὐπλοίας δ’ ἡμῖν γενομένης ἐναταῖοι ἐς Κρήτην ἀφίγμεθα, νῆσον πολυανθρωποτάτην καὶ μείζω
5μὲν πολλῷ τῆς Κύπρου, ἐπιμήκη δ’ ὁμοίως ἐκείνῃ καὶ ταύ‐ την ὑπάρχουσαν, ὡς εἶναι μῆκος μὲν σταδίων αὐτὴν οὐχ ἧττον ὀκτακοσίων ἅμα καὶ δισχιλίων, πλάτος δὲ πολλῷ τοῦ ἡμίσεος ἥττω. ἔχων δ’ ἐκ πολλοῦ διὰ μακρᾶς τῆς ἐφέσεως ἔγωγε τὸν ἐν Κρήτῃ λαβύρινθον θεάσασθαι, ἐπειδὴ πολὺ
10τοῦ λιμένος οὗ καθωρμίσθημεν ἀφεστήκοι, ἔδοξέ μοι καιρὸν ἔχοντι νῦν ἀποβάντι θεάσασθαι καὶ αὐτόν, Κνωσσοῦ μεσο‐ γείου πόλεως ἔγγιστα ὄντα. ἔστι δ’ ὁ λαβύρινθος σπήλαιον πολυχωρητότατον τεχνητόν. ἐπεὶ γὰρ ἔτυχε λίθος οὐ πάνυ σκλη‐ ρὸς τὴν οὐσίαν ὑπάρχων ὁ τόπος, ἔδωκε πολλὴν τὴν ῥαστώ‐
15νην λαξεύειν ἐφ’ ὁπόσον ἄν τις ἐθέλοι. διὸ καὶ θύραν μίαν ὁ τεχνίτης ἀνοίξας, ἔπειτα λαξεύων, προῄει μέχρι πολλοῦ κατὰ τὸ ἴσον εὐρύνων ἅμα τά τ’ εὐώνυμα καὶ δεξιὰ πλευρά, ἠφίει δ’ ἐν μέσῳ κατὰ συχνὰ διαστήματα στύλους ξεστούς, ἀνέ‐ χοντας τὴν ἐπὶ τὸν ὄροφον γῆν, μερίζων δ’ ἐποίει διαφό‐
20ρους οἰκίας καὶ προαύλια καὶ κρήνας. δέδεικται δέ μοι πρὸς τῶν ἐγχωρίων, λαμπάδας φωτὸς ἐν χεροῖν ἐχόντων πολλάς. Μίνω τοίνυν φασὶν ἐκεῖνον τὸν πάλαι τῆς Κρήτης ἄρξαν‐
τα, ὥς γε οἶσθα, πλείστην κτησάμενον δύναμιν ναυτικὴν τὰ

3

.

40

κύκλῳ δουλώσασθαι τῶν ἐθνῶν, ὅσα τε Κυκλάδας ᾤκει τότε τὰς νήσους, καὶ ὅσα ἐς μεσόγειον ἥκει Βοιωτίας καὶ Ἀττι‐ κῆς. ὕστερον δ’ ἐκ διαδοχῆς μακροτέρας ἐς Μινώταυρον τῆς ἀρχῆς περιενεχθείσης, ἄνδρα τοὺς τρόπους ὠμόν, φόρους
5τε ἄλλους ἄλλοις ἐπενεγκεῖν, καὶ δὴ καὶ ὁπόσοι τότε ᾤκουν τὴν Ἀττικήν, δὶς ἑπτὰ παῖδας ἐκεῖσε ἀπάγειν τῶν εὐγενῶν κατ’ ἐνιαυτὸν ἐς λήθης φρούριον τὸν λαβύρινθον. τοῦ κλή‐ ρου τοίνυν καὶ ἐς Θησέα περιενεχθέντος, Αἰγεὺς μὲν ὁ πα‐ τὴρ οὐκ ἠφίει, τηνικαῦτα τῆς Ἀττικῆς ὢν ἡγεμών, ὃ δὲ λα‐
10θὼν ἀπῄει, μάλα ἑκὼν τοῖς δὶς ἑπτὰ συναρίθμιον ἑαυτὸν καταστήσας, ὡς διὰ τοῦτο ὅπως ποτὲ καὶ τὸν Αἰγέα κατὰ θαλάττης ἐκείνης ὑφέντα ἑαυτὸν τελευτῆσαι τὸν βίον, καὶ τὸ πέλαγος Αἰγαῖον ἐκεῖθεν κληθῆναι. ἐπεί γε μὴν ἡ Μινωταύ‐ ρου θυγάτηρ Ἀριάδνη Θησέα θεάσαιτό τε καὶ ἐρασθείη τοῦ
15κάλλους, ὑποθεῖναι λαθραίας αὐτῷ τὰς τῆς ἐλευθερίας μεθό‐ δους, αἷς χρησαμένῳ ῥᾴστην τε γενέσθαι Θησεῖ τὴν λαβυρίν‐ θου διέξοδον, καὶ ἅμα Μινώταυρον μὲν ἐκεῖνον πεφονευκότι ἐς τὴν πάτριον αὐτίκα γῆν διαπόντιον γενέσθαι φυγάδα ξύν γε Ἀριάδνῃ καὶ τοῖς ἐξ Ἀττικῆς ἠιθέοις παισὶ, καὶ οἰκιστὴν
20ὀλίγῳ ὕστερον γενέσθαι καὶ τῆς Ἀθηναίων περιβοήτου πό‐ λεως, μεμερισμένως πρὶν ἐν κώμαις οἰκούντων τὴν Ἀτ‐ τικήν.
Ἐμοὶ δὲ μετὰ τὴν θέαν ἐκείνην καὶ ἐς τὰς ἄλλας πε‐

3

.

41

ριιέναι τῆς νήσου κώμας καὶ πολιτείας καὶ πόλεις γεγένηται. καὶ μὲν δὴ καὶ ἐθεώμην τὸ πᾶν ἐκεῖ γένος τῆς νήσου, Ῥω‐ μαίους ὄντας, ὀλίγῳ δέω λέγειν, καὶ τὴν τῆς πατρίου πί‐ στεως εὐσέβειαν βεβαίαν ἐκ διαδοχῆς ἀεὶ κεκτημένους· καί
5μοι βουλομένῳ γε ἦν πλείονα χρόνον ἐκεῖ διατετριφέναι πλείο‐ νος ἕνεκα καὶ τελεωτέρας τῶν ἐκεῖ πραγμάτων ἱστορίας. ἀλλ’ ἀνεσόβει μοι τὴν βούλησιν ὁ τηνικαῦτα μελετώμενος θόρυβος τῶν τε ὅπλων καὶ τῶν ἐκεῖ στρατιωτικῶν δυνάμεων. ἦν γὰρ ἡ νῆσος ἐκ πολλοῦ συμφοραῖς ἐντετυχηκυῖα, δι’ ἃς
10Λατινικοῖς ὅπλοις δουλεύσασα τῷ τῆς Βενετίας ὑπέκυψε δη‐ μοσίῳ προστάγματι. ἄρτι τοίνυν φήμης χεθείσης ἐπὶ πᾶσαν ἤπειρόν τε καὶ νῆσον ὡς οἱ τὸ Γαλατώνυμον οἰκοῦντες φρού‐ ριον ἀστυγείτονες Γεννουῖται, παρασπονδήσαντές τε καὶ ἐπα‐ ναστάντες τοῖς Βυζαντίοις, σφᾶς τε ναυμαχήσαντες νενικήκασι
15καὶ ἅμα θαλάσσης ὅλης ἡγεμονίαν ὠνειροπόλησαν, ὡς μηκέτι μήτε καθεκτοὺς εἶναι μήτε μὴν οὐδ’ ὁμοφύλοις ἔτι μένειν ἐνσπόνδους ἐθέλειν, ἀλλὰ σκληρὰν καὶ οἷον εἰπεῖν ἡγεμονι‐ κὴν τὴν ὀφρὺν κατὰ πάντων ὅσοι θαλάττιον βόσκουσι βίον ἐπανατείνασθαι, ταραχθῆναί τε οὖν πολλοὺς διὰ ταῦτα καὶ
20πάντων μάλιστα Βενετικούς, μεγάλας μὲν ἐξαρτύειν ἐν βρα‐ χεῖ ναυτικὰς δυναμένους δυνάμεις, μέγα δὲ διὰ τοῦτο φρο‐ νεῖν ἔχοντας, ἔπειτα παρὰ δόξαν ὑπ’ ἐκείνων ἤδη κωλυομέ‐
νους ἐς τὸν ἄνω τόπον καὶ τὴν Μαιῶτιν καὶ τὰς ἐκβολὰς

3

.

42

τοῦ Τανάιδος ἀναπλεῖν καὶ περιπλεῖν κατ’ ἐξουσίαν ὡς πρό‐ τερον. ὅθεν αὐτοί τε τὰς οἰκείας ἤθροιζον δυνάμεις, τριήρεις τε πλείους τῶν τέως οὐσῶν κατεσκεύαζον καὶ τὰς ἐκ πολλοῦ νενεωλκημένας καθελκύσαντες πανταχόθεν ἐπεσκεύαζον, καὶ
5ἅμα τὰς συμμαχίδας καὶ ὑπηκόους πόλεις καὶ νήσους ἐς τὸν κοινὸν ἐκάλουν ἀγῶνα, ὅπλα καὶ τριήρεις καὶ στρατιώ‐ τας ναυμάχους συνεισφερούσας κατὰ τὴν ἐνοῦσαν ἑκάστῃ δύ‐ ναμιν. συνεκάλεσαν δ’ οὖν καὶ τῶν πόρρωθεν, ἁβροῖς μὲν καὶ ἤδη μισθώμασιν, ἁβροτέραις δ’ ἐς τὸ μέλλον ἐπαγγελί‐
10αις, ἄλλους τε καὶ Κατελάνους, οἳ ᾤκηνται κάτω παρὰ τὴν Γαλλικὴν θάλασσαν, ὅπῃ τῶν Πυρηναίων ὀρῶν οἱ πόδες ἄγχιστα λήγουσιν, ἐς τόλμαν πολεμικήν, ὅση τε ἠπειρωτικὴ καὶ ὅση θαλάττιος, τῶν πρωτείων οὐδέσι Λατίνων παρα‐ χωροῦντας.
15 Ἐπεὶ γοῦν διὰ ταῦτα καὶ Κρήτη θόρυβον εἶχε καὶ ὡς εἰπεῖν ἐσείετο πᾶσα, παρασκευαζομένη πρὸς ὅπλα συμμαχικά τε καὶ ὅσα τῶν πολεμικῶν ἐφόδων εἰσὶν ἀποτρεπτικά, μετέ‐ βαινον ἐκεῖθεν ἀρχομένου τοῦ ἦρος, καὶ ἀφεὶς εὐώνυμα Σαλα‐ μῖνα τὴν νῆσον, ἔνθα Θεμιστοκλέα τὸν Νεοκλέους ἐκεῖνον πάλαι
20φασὶ τὴν τῶν Περσῶν ἐκείνην ναυτικὴν καταβαπτίσαι δύναμιν, νήσους τε ἃς Κυκλάδας φασὶ παραλλάξας, κατέπλευσα ἐς Εὔβοιαν τὴν νῆσον, ὑπήκοον οὖσαν Βενετικοῖς ἐτῶν ἤδη μα‐
κρῶν. καί με βουλόμενον πλείονα χρόνον ἐνδιατρῖψαι ταύτῃ

3

.

43

ἡ τῶν Εὐβοέων ἀνέστειλεν ἀσχολία, πολλή τις οὖσα καὶ αὕτη καὶ μάλα γέ τι κατεσπουδασμένη πρὸς ὅπλων καὶ μάχης πα‐ ρασκευήν· μέλλειν γὰρ ὅσον οὐδέπω λόγος ἦν πολεμίας ἐκ Γεννούας ἐπ’ αὐτοὺς καταπλεύσειν τριήρεις. ὅθεν ἐν βρα‐
5χεῖ τὴν νῆσον ἐκείνην ἐλθὼν καὶ περισκοπήσας ἅπασαν, καὶ τὰς ἐκείνης ὅσον ἐξῆν ἱστορήσας πόλεις, ἧκον ἐπὶ τὸ Ἀρτεμίσιον, βόρειον ἄκρον Εὐβοίας. κἀκεῖθεν αὖθις ἀνάγεσθαι βουλόμε‐ νον ἐπέσχεν ἐξαίφνης ἡ τῶν πολεμίων καταπλεύσασα δύνα‐ μις. τριήρεις γὰρ Γεννουιτικαὶ τεσσαρεσκαίδεκα λήγοντος θέ‐
10ρους ὤφθησαν τὴν ταχίστην ἐς Ὠρωπὸν καὶ Αὐλίδα καταί‐ ρουσαι. μεταξὺ γὰρ ταῖν δυοῖν ταύταιν νοτιωτέραν τὴν θέ‐ σιν ἐχουσῶν τῶν πόλεων ἔστιν ἐπιμήκης λιμήν, πᾶσαν ἀνέ‐ μων χλευάζων βίαιον κίνησιν, ἐς ὃν ἀρτίως ἐσέπλευσαν οἱ πολέμιοι. καὶ ἅμα ἐς τὴν ὑστεραίαν τέσσαρες καὶ τριάκοντα
15τριήρεις Βενετικαί, τὰς πολεμίας ἐκείνας ἐκ πολλοῦ ναυλο‐ χοῦσαι, ἐπέπλευσάν τε καὶ τὸ τοῦ λιμένος ἔφραξαν στόμα. τῶν οὖν Γεννουιτικῶν νεῶν ὡς ἐν δικτύῳ παρὰ δόξαν ἤδη συγκλεισθεισῶν, αἱ μὲν τέσσαρες εὐθὺς ἀναπετάσασαι τὰ ἱστία, καὶ καθάπερ ἐν κύβοις τοῦ προφανοῦς τὸν ἀμφιβαλ‐
20λόμενον ἀνθελόμεναί τε καὶ ἀναρρίψασαι κίνδυνον, ἔλαθον οὑτωσὶ τὸ πολέμιον διαδρᾶσαι ξίφος· τάς γε μὴν ἐπιλοί‐ πους, πλὴν ὀλίγων ἀνδρῶν ἐς τὴν χέρσον ἐκπεπηδηκότων, αὐ‐
τάνδρους ἁπάσας εἷλον πρὶν ἄρξαι χειρῶν καὶ ναυμαχίας.

3

.

44

καὶ ταῦτα μὲν τῇδέ πῃ ἔσχεν ἐκεῖ κατ’ ἐκεῖνον τὸν χρόνον· ὅ γε μὴν τοῦ Βενετικοῦ στόλου ναύαρχος, ἐς τοῦτο τύχης ἐληλυθότων αὐτῷ τῶν πραγμάτων, τά τε περὶ τὴν Εὔβοιαν ὡς ἐνῆν διῳκήσατο, καὶ ἅμα πλήρεσιν ἱστίοις λύσας ἐξ Εὐ‐
5βοίας ἀνήχθη εὐθὺ Βυζαντίου ποιούμενος τὴν πορείαν. ἐπεὶ δὲ μεταξὺ γεγένηταί οἱ μαθεῖν ἐν Θεσσαλονίκῃ διατρίβειν τὸν βασιλέα, τέσσαρας τῶν νεῶν ἀπολεξάμενος καὶ τῶν μάλιστά οἱ πιστοτάτων ἑνὶ παραδούς, πρεσβεύσοντα πέμπει πρὸς βα‐ σιλέα περὶ συμμαχίας κατὰ τῶν κοινῶν ἐχθρῶν. αὐτὸς δ’
10ἐς Βυζάντιον ἤλαυνε, καρτερήσων τὴν τοῦ βασιλέως ἄφιξιν. Αὐτὸς δ’ ἂν εἰδείης βέλτιον ἐμοῦ τὰ ἑξῆς, αὐτός τε παρὼν γινομένοις καὶ βλέπων, καὶ σφόδρα διὰ σπουδῆς τὰ τοιαῦτα συγγράφειν ἔχων. ἐγὼ γὰρ τοὺς ἐν θαλάττῃ τέως δεδιὼς θορύβους κατὰ χώραν μένειν ἔκρινα δεῖν ἐν καιρῷ.
15ὅτε δὴ καὶ τὰς Γεννουιτικὰς ἐκείνας τέσσαρας τριήρεις πα‐ λινδρομούσας ἐθεασάμην, αἳ διαφυγεῖν ἐδυνήθησαν, ὡς εἰρή‐ κειμεν, τὴν πρὸ βραχέος ἐκεῖνον κίνδυνον, μίαν τε κατὰ τὸ λεληθὸς τῶν παράλων ἑλούσας πλουσιωτάτην Εὐβοίας πόλιν, καὶ ἐξανδραποδισαμένους ἐκ τοῦ αἰφνιδίου, καὶ ἀπεληλυθυίας
20εὐθὺς μεθ’ ὧν ἀπώλεσαν πρότερον στρατιωτῶν, μὴ προαι‐ σθέσθαι δυνηθέντων τῶν Εὐβοέων, ἀλλὰ τὸν Ἐνδυμίωνος τέως εἰπεῖν καθευδόντων ὕπνον διά γε τὸ ἔναγχος ἐκεῖνο
προτέρημα.

3

.

45

Οὐ πολὺς μεταξὺ παρερρύη χρόνος, καὶ τὰς Βενετικὰς ἐκείνας ἐθεώμην τέτταρας καὶ τριάκοντα τριήρεις οἴκαδε κα‐ τιούσας ἀπράκτους ἐκ Βυζαντίου διὰ τὸ ἐν Θεσσαλονίκῃ τη‐ νικαῦτα διατρίβειν τὸν βασιλέα. ἐπεὶ δὲ καὶ ὁ μὲν χειμὼν
5ἐν τούτοις παρῄει καὶ αἱ κατὰ τὸ ἔαρ ἡλίου λαμπάδες ἀνήπτοντο, τεσσαρεσκαίδεκα τριήρεις αὖθις ἐκ Βενετίας ἐς Βυζάντιον ὅλαις ἀνέβαινον κώπαις καὶ ὅλαις ὁρμαῖς τῆς ψυ‐ χῆς, ἐφ’ ᾧ τὸν τοῦ Πόντου προκατειληφυίας αὐχένα τὰς Γεννουιτικὰς ναυλοχεῖν ὁλκάδας, αἳ τὴν σιτοπομπίαν ἄνωθεν
10ἐκ τοῦ Εὐξείνου καὶ τῶν Σκυθικῶν παραλίων ἐσκομίζειν ἔμελλον τοῖς ἐν Γαλάτου. τῶν γε μὴν ἑξῆς αὐτὸς ἂν εἰδείης αὖθις ἐνταῦθα παρὼν καὶ ὁρῶν ἀκριβῶς τὴν ἀπόβασιν. ἐμοὶ γὰρ ἀμυδραῖς τισὶν ἀκοαῖς μεμαθηκέναι συμπέπτωκεν, ἐκεῖ διατρίβοντι, τά τε ἄλλα καὶ ὡς μικροῦ πᾶσαν τὴν τοῦ Γα‐
15λατικοῦ φρουρίου δύναμιν, ἄνω μὲν παρὰ τὸν Εὔξεινον πόντον ἀποκλεισθεῖσαν, ἄρτι δὲ κατιοῦσαν, ἕλοιεν, κατὰ μὲν τὸν αὐχένα τοῦ Πόντου τὴν πλείω κατιοῦσαν διά γε δὴ τὸ μὴ προαι‐ σθέσθαι, τὴν δὲ λοιπὴν μείνασαν διεσπασμένως, ὅπῃ δὴ καὶ τύχοι ὁρμοῦσα ἑκάστη σποράδην κατὰ τὰ τοῦ Πόντου ἐπί‐
20νεια, παραπλέοντες ὕστερον. ἐπεὶ δὲ καὶ σύμμαχον ἤδη σχοῖεν τὸν βασιλέα Βενετικοί, ἔκ τε γῆς καὶ θαλάττης πλεί‐ στην εἰσενεγκάμενον δύναμιν, καὶ ἅμα τριήρεις προσέλθοιεν
σφίσιν ἐκ νήσου τῆς Κρήτης ὀκτὼ συμμαχίδες, καὶ πρὸς

3

.

46

τούτοις ὁλκάδες συσκευασθεῖεν ἓξ τῶν πάνυ μεγίστων, μη‐ χανὰς παντοδαπὰς καὶ ὁπλίτας ἀρίστους φέρουσαι πλείστους, καίριον ἤδη νομισθῆναι τοῖς ἅπασι πάσαις ὁμοῦ δυνάμεσι προσελάσαντας κυκλώσασθαι τὸ φρούριον αὐθημερόν. καὶ
5τούτων οὑτωσὶ πεπραγμένων ἀνυσθῆναι σφίσι μηδὲν ἠκηκό‐ ειμεν, ὡς ἀπογνόντα λοιπὸν τὸν τῆς ναυτικῆς τῶν Βενετικῶν δυνάμεως ναύαρχον τοῦ μὲν πολέμου διάδοχον ἀφεῖναι τὸν βασιλέα, αὐτὸν δὲ μαθόντα ἤδη καὶ τριήρεις ἐκ Γεννούας ἑξήκοντα παρὰ πᾶσαν ἀναγομένας ἐλπίδα, ὅλαις ἀναχωρεῖν
10πορείαις. Καὶ ἃ μὲν ἀμυδρῶς αὐτὸς ἠκηκόειν, ἔκδημος ὢν τῆς πατρίδος, ταῦτ’ ἐστίν· αὐτὸς δ’ ἄν μοι λέγοις τἀληθέστερά τε καὶ βεβαιότερα τῶν ἐνταυθοῖ πεπραγμένων ἐκείνων, τῆς ἀφηγήσεως προϊούσης, προστιθεὶς ἐν ταὐτῷ καὶ τὰ τῶν πε‐
15πραγμένων αἴτια. νῦν δ’ ὧν αὐτὸς αὐτόπτης ἑξῆς ἐγενόμην ἐκεῖ παρών, εἶμι ἐρῶν αὐτὸς αὐτίκα τὸν λεπτότερον καὶ καθ’ ἕκαστα τρόπον. ἐπαναληπτέον τοίνυν τὸν λόγον ὅπῃ τὸ πρό‐ τερον ἴχνος ἐλίπομεν, ἵνα τὸ τῆς ἱστορίας συναφὲς τὴν τοῦ σαφοῦς ῥαστώνην εὐφυᾶ παρέχῃ τοῖς ἐντυγχάνουσιν.
20 Ἔτυχον μὲν ἐγὼ διατρίβων περὶ τὰ κοῖλα τῆς Εὐβοίας καὶ Κάρυστον πόλιν λήγοντος ἤδη τοῦ θέρους, καὶ τηνικαῦτα
ξυνέβαινε καταπλεῖν ἐς Ὠρεόν, πόλιν Εὐβοίας εὐλίμενον, τὰς

3

.

47

πεντεκαίδεκα Βενετικὰς ἐκείνας τριήρεις, ἃς ἐκ Βυζαντίων λιμένων ἔφθημεν δεδηλωκότες ἐπανιούσας· τὰς γὰρ ὀκτὼ Κρητικὰς διαστάσας αὐτόθεν οἴχεσθαι ἀπιούσας ἐς Κρήτην φυλακῆς ἕνεκα τῶν ἰδίων. καὶ ἅμα συχναὶ καὶ βαρεῖαι κα‐
5τέπληττον ἀγγελίαι τὴν νῆσον, ἐγγύτατα εἶναι πολεμίας ἑξή‐ κοντα ναῦς. σπεύσας οὖν ὁ τῶν Βενετικῶν ναύαρχος τὰ μὲν πληρώματα πάντα τῶν οἰκείων νεῶν ἐξεῖλεν εὐθύς, αὐτὰς δὲ κενὰς ἐν τῷ λιμένι καλωδίοις προσηρτημένας κατέδυσεν, ὡς μὴ ἁλώσιμοι τοῖς πολεμίοις εὐθὺς ἐπιπλεύσασι γένοιντο.
10ἔπειθ’, ὅσον τάχος, πάντας τε Εὐβοέας πρὸς ὁπλιτικὴν ἠρέ‐ θιζεν ἀκμήν, καὶ ἅμα δ’ ἐπρεσβεύετο πρὸς τοὺς ἐν Ἀθήναις καὶ Θήβαις Λατίνους, τριακοσίων ἱππέων ἐπιλέκτων αἰτῶν συμμαχίαν. τήν γε μὴν πόλιν νύκτα τε καὶ ἡμέραν οὐκ ἠμέλησε πᾶσαν ὁπλίζων πολυτελῶς καὶ πάσης ἀφειδῶν δα‐
15πάνης καὶ πάντα προστιθεὶς καὶ περιτιθεὶς ὀχυρώματα. δύο μεταξὺ παρερρυήκεσαν ἡμέραι, καὶ ὤφθησαν αἱ πολέμιαι νῆες ἐκεῖναι, περὶ δείλην που τὴν ὀψίαν, ἐπιπλέουσαι κατὰ τῆς Εὐβοίας. καὶ τὴν μὲν ἑσπέραν ἐκείνην, γαλήνης οὔσης, ἐν τῷ πελάγει μετέωροι δειπνοποιησάμεναι καὶ τὸ ποιητέον
20σκεψάμεναι, ἕωθεν εὐθὺς εἰς μάχιμον τάξιν ἠθροίζοντο. καὶ μὲν δὴ καταπεφραγμέναι πᾶσιν ὅπλοις, προσελάσασαι ἐς τὸν Ὠρεοῦ λιμένα ἐκεῖναι καταπληκτικῶς ἐσέπλευσαν, τά τε σημεῖα τῆς μάχης ᾐρμένα ἔχουσαι, καὶ τὰς πολεμικὰς ἀνα‐
κρουόμεναι σάλπιγγάς τε καὶ σύριγγας, καὶ ὅσα τῶν τοιούτων

3

.

48

ὀργάνων ἐρεθίζει πρὸς εὐψυχίαν πολεμικὴν τῶν ἀνδρῶν τὴν ὁρμήν. ἐπεὶ δὲ ναυμαχίας ἀγῶνες ἥκιστα ἦσαν (οὐ γὰρ ἦσαν αἱ ἀνταγωνιζόμεναι νῆες), τοξότας ὅσους ἐχρῆν κατα‐ λιπόντες ἐν ταῖς ναυσὶ φυλακῆς τε ἕνεκα καὶ τοῦ βάλλοντας
5ἀνείργειν καὶ ἀντιπερισπᾶν ἐκεῖ τοὺς ἐπὶ τῶν ἐπάλξεων, οἱ λοιποὶ πάντες ἐπὶ τὴν γῆν ἀπέβαινον, κυκλώσασθαι τὴν πό‐ λιν βουλόμενοι, κλίμακάς τε ἐπαγόμενοι πλείστας, καὶ ἅμα αἱρήσειν αὐτίκα μάλα τὴν πόλιν ἐλπίζοντες διά τε τὸ πλῆ‐ θος καὶ τὴν τόλμην τῶν ὁπλιτῶν. περιστρατοπεδεύσαντες οὖν
10ἐπολιόρκουν, τόξοις τε βάλλοντες ἑκηβόλοις καὶ κλίμακας τῷ τείχει προσάγοντες, καὶ ἅμα διὰ τὴν πολυχειρίαν εὐθὺ τοῦ τείχους διώρυχας πόρρωθεν δρῶντες, ἵνα δυοῖν θάτερον ἢ διὰ τῆς τῶν κλιμάκων ἐκείνων ἀναδρομῆς ἢ διὰ τῆς τῶν ὑπονόμων ὑποδρομῆς τουτωνὶ λάθωσιν εἰς τὴν πόλιν παρεισ‐
15πεσόντες. ἐπεὶ δὲ μηχαναῖς μηχανὰς ὁ τῶν Βενετικῶν ἐκεῖ‐ νος ναύαρχός τε καὶ ἡγεμὼν ἔνδοθεν ἀνθιστάναι οὐκ ἠμέλει, συνέβαινεν εἶναι τοὺς ἔξωθεν τῶν πολεμίων ἀγῶνας ἀπράκ‐ τους. πρῶτον μὲν γὰρ βάρεσι λίθων ἐκ τῶν ἐπάλξεων καὶ βέλεσι παντοδαποῖς τραυματίας ἀπέφαινε σφᾶς καὶ ἀπεσό‐
20βει· ὅπῃ δ’ ἑώρα καὶ ὑπενόει κλίμαξι βάσιμον εἶναι τὸ τεῖχος, ὕψος ἱκανὸν εὐθὺς προσετίθει, τήν τε τῶν ἐπάλξεων συνάπτων διέχειαν, καὶ ταύταις ἀνδρόμηκες οἰκοδόμημα προσ‐ τιθεὶς πρὸς ὀξὺ καὶ λεπτὸν ἀπολῆγον, ὡς καὶ ἀναβᾶσι τοῖς
πολεμίοις δύσεργόν τε καὶ μάλα ἐπικίνδυνον εἶναι τὴν τῶν

3

.

49

ποδῶν βάσιν. πρός γε μὴν τὸν ὑποχθόνιον ἐκεῖνον ὑπόνομον, στοχασάμενος ὅπου τοῦ τείχους διεκπεσεῖται προχωροῦν τὸ τῆς διώρυχος τέλος, τάφρον κατώρυξεν ἔνδον αὐτὸς ἐγκαρ‐ σίαν, τὸ βάθος πολλαπλασίαν ἢ κατὰ τὴν ἐκείνων, ὡς ὀψὲ
5τοῦ τείχους ἐντὸς παρεισπίπτοντας σφᾶς βόθρῳ καὶ θανά‐ του πυθμέσιν ἐντυγχάνειν ἀπροσδοκήτους· καταφερομένοις γὰρ ἐκείνοις βάρη λίθων ἄνωθεν αὐτοὶ μὲν παμπληθεῖς εὐθὺς ἐπιρρίπτοντες ἀφύκτοις θανάτου δικτύοις παραχρῆμα ἐδίδουν. συχνῶν δ’ ἐπὶ τούτοις ἡμερῶν παρερρυηκυιῶν,
10ἀφῖκτο καὶ ἡ τῶν Ἀθηναίων ἤδη καὶ Θηβαίων συμμαχία, ἐπίλεκτοι μὲν ἱππεῖς τριακόσιοι, πεζοὶ δ’ ἐθελονταὶ πλείους ἢ κατ’ αὐτούς. καὶ ἅμα τῆς φήμης εἰς ὅλην χεθείσης τὴν νῆσον, συνέτρεχον πανταχόθεν πολλοί, τὸ προστυχὸν ἕκαστος ἀνὰ χεῖρας ἔχοντες ὅπλον. ὅ γε μὴν τῶν Βενετικῶν στρατη‐
15γὸς καὶ ναύαρχος νυκτὸς μὲν ἐνέδρας ἐν ταῖς πρὸ τῆς πό‐ λεως χαράδραις ὑπέσπειρεν, ἅμα δ’ ἕῳ ἐξῆγε τὴν δύναμιν ἐμφανῶς, ὁπλίτας πελταστὰς τοξότας τε καὶ λογχοφόρους, καὶ ὅσους τηνικαῦτα τῶν ἐκεῖ πολιτῶν εὑρεῖν ἱππέας εὐπό‐ ρησεν, ὡς γίνεσθαι μὲν αὐτῷ τὴν στρατεύσιμον ἅπασαν ἡλι‐
20κίαν οὐχ ἥσσω πεντακισχιλίων ἀνδρῶν ἐπιλέκτων. προσγε‐ νομένης δ’ ἄρτι καὶ τῆς Ἀθηναίων καὶ Θηβαίων συμμαχικῆς δυνάμεως ἐθάρρησεν εἰς χεῖράς τε καὶ ὁμόσε τοῖς πολεμίοις
ἰέναι οὐχ ἧσσον ἢ διπλασίοις οὖσιν αὐτοῦ, βέλτιον οἰόμενος

3

.

50

εἰ δύνατον αὐθημερὸν αὐτῷ τοῦ παντὸς πολέμου τὸ τέλος κριθήσεσθαι, ἢ πολύν τινα τρίβεσθαι χρόνον τῇ μάχῃ, τῶν πολεμίων δηούντων νυκτὸς καὶ ἡμέρας τὴν χώραν. ὅθεν ἐκτάξας τὸν στρατὸν καὶ μερίσας εἰς φάλαγγας, καὶ τοῖς μὲν
5Ἀθηναίοις καὶ Θηβαίοις τὸ λαιὸν κέρας δούς, αὐτὸς δ’ ἔχων τὸ δεξιόν, ἦγεν ἐπὶ τὸ τῶν πολεμίων στρατόπεδον, πρὸς συμ‐ πλοκὴν προκαλούμενος σφᾶς. ἀναπηδήσαντες οὖν εὐθὺς ἐπὶ τὰ ὅπλα κἀκεῖνοι, καὶ μικροῦ κενὰς ἀπολιπόντες τὰς ναῦς, εὐρώστως μὲν ἀπήντων ἐν ταῖς ἀρχαῖς· ἔπειτ’ ἐπιρρυείσης
10τῆς ἵππου γενναίως, καὶ ἅμα τῆς πεζικῆς φάλαγγος παντα‐ χόθεν ἐπιχυθείσης βοῇ καὶ ἀλαλαγμῷ, μὴ δυνάμενοι φέρειν ἐπὶ πόδα ἀνεχώρουν, καταπατούμενοί τε καὶ τιτρωσκόμενοι. νυκτὸς δ’ ἐπὶ τούτοις γενομένης καὶ τῆς μάχης διαλυθείσης, ἐπὶ τὰς οἰκείας ἐνέβαινον ναῦς, οὐχ ὅσοι ἧκον, οὐδὲ μεθ’
15ὁμοίου τοῦ σχήματος, ἀλλὰ μάλα γέ τι ἀντιστρόφως· εἶναι μὲν γὰρ τοὺς ἐν τῇ πολεμίᾳ ἐκείνῃ γῇ πεπτωκότας οὐχ ἧτ‐ τον πεντακοσίων, τραυματίας δ’ αὖ οὐχ ἧττον ἢ τοσούτους γεγενῆσθαι. ὡς καὶ ἀναγκασθέντας ἔτι νυκτὸς οὔσης πλημ‐ μελῶς ἐκπλεῦσαι, λειπομένας ἐρετῶν ἐνίας παρέλκοντες ναῦς.
20τάχιστα δ’ ὁ ναύαρχος ἐκεῖνος καὶ στρατηγὸς τοῦ Βενετικοῦ στόλου δύο τῶν οἰκείων ἑλκύσας νεῶν ἐκ τῶν θαλαττίων ὑδάτων, τὰς μᾶλλον τῶν ἄλλων ταχυναυτούσας, καὶ ὡς ἐνῆν ἐκ τοῦ σχεδὸν καθοπλίσας, τὴν μὲν ἐς τὴν τῶν Βενετικῶν
ἀριστοκρατικὴν ἀπέστειλεν ἐξουσίαν, φράσουσαν τὰ πεπραγ‐

3

.

51

μένα, τὴν δ’ ἐς Βυζάντιον, δηλώσουσάν τε τὰ αὐτὰ τοῖς ἐν‐ ταῦθα Βενετικοῖς, καὶ ἅμα κατασκεψομένην τοὺς πολεμίους ὅπῃ πορεύοιντο. Ταύτῃ δὴ τῇ νηὶ καὶ αὐτὸς ἐμαυτὸν ἐμβιβάσας ἧκον
5ἄχρι τοῦ Ἑλλησπόντου· αὐτόθι γὰρ ὁρμισαμένη καὶ τὰς κώπας σχάσασα παρὰ τὸν τῶν Τενεδίων λιμένα ἡ φέρουσα ἡμᾶς ἐκείνη ναῦς τὸν τῶν πολεμίων ἠκηκόει στόλον ἐς Χίον κατάραντα, ἐπιμελείας τε ἕνεκα τῶν πεπληγότων, καὶ ἅμα ὅσον δύναιντ’ ἂν τοὺς τῶν τετελευτηκότων ἐν τῇ μάχῃ τό‐
10πους ἐκλέξασθαι, ὁπόθεν ῥᾷον ἂν εἴη σφίσι. διὸ τὰς μὲν ἀγγελίας τῆς νίκης εὐζώνῳ τινὶ δεδωκυῖα ἀνδρὶ πέπομφεν ἐς Βυζάντιον, αὐτὴ δ’ ἀναζεύξασα τὴν ταχίστην ᾤχετο ἐς Εὔβοιαν ἀπιοῦσα. ἐμοὶ δὲ τέτταρας ἡμέρας ἐκεῖ περιμείναντι θεά‐ σασθαι προσεγίνετο Τροίας ἐκείνης σκιώδη μνήματα, ἧς πο‐
15λὺς Ὁμήρῳ τῷ πάνυ λόγος, ὅτι μυρίανδροι στόλοι δι’ Ἑλέ‐ νην ἐκείνην ἐπ’ αὐτὴν καταπλεύσαντες πολλούς τε ἀπώλεσαν τῶν οἰκείων ἥρωας καὶ αὐτὴν μετὰ δέκα ἔτη τελέως ἐξηνδρα‐ ποδίσαντο. ἐθεασάμην δ’ ὁμοῦ καὶ Σκαμάνδρου ποταμοῦ τὰς ἐκβολάς, ὃς Ἴδης ἀποβλύζει τοῦ ὄρους, οὐχ ὡς Ὅμηρος
20ἐν Ἰλιάδι καόμενον γράφει τὰς ὄχθας ὑπὸ Ἡφαίστου δι’ Ἀχιλλέα τὸν Θέτιδος, καθ’ ὅσον ἐκεῖνο αὐτονομουμένῃ μυ‐ θεύεται γλώττῃ, ἀλλὰ κρίνα καὶ λόχμας καὶ χλόας περὶ αὐ‐
τὸν ὡραῖα πάντα καὶ τὴν Ὁμήρου γλῶτταν ἐλέγχειν ἱκανά.

3

.

52

Εἶεν. ἐγὼ δ’ ἐς τὴν ὑστεραίαν ὁλκάδος ἀναγομένης τυχὼν ἐς Βυζάντιον οἴκαδε ἀφικομένην, οὐδὲν νομισμάτων ἐπιφερόμενος δέκα χρυσῶν ἐπέκεινα (πάντα γάρ μοι κατὰ τὰς περιόδους ἐκείνας ἀνάλωται)—δόξαν οὖν ἐμοὶ ταῖς καθ’
5ἕκαστα χρείαις ἀναγκαιότερα τὰ καθ’ ἕκαστα καὶ λεπτότερα μέρη τῶν νομισμάτων ὑπάρχειν, τῶν τοιούτων εὐθὺς ἠλλα‐ ξάμην ἐκεῖνα. καὶ προσεληλυθὼς ἐς τὴν ὑστεραίαν τοῖς τὰ ὤνια πιπράσκουσιν, εὗρον ἐκπεπτωκὸς τὸ ἐν χερσὶν ἐκεῖνό μοι χάραγμα, καὶ ἐς τοσαύτην κατενεχθὲν ἡμέρᾳ μιᾷ τὴν
10ὕφεσιν ὡς τὴν τῶν δέκα μοι νομισμάτων ἐκείνων ποσότητα καταβῆναι μέχρις ὀκτώ. καί μοι πρὸς οὖς παρεληλυθώς τις τῶν πάλαι συνήθων, αὐθημερὸν ἐκέλευεν ἐξαντλεῖν ἅπαν τὸ κέρμα ἐς τὰ τῆς χρείας ἀναγκαιότερα, μὴ καθ’ ἡμέρας ἀεὶ τῶν τοιούτων, ὡς ὁρᾷς, ἀστατούντων εὐρίπου δίκην, καταστῇ
15σοι ταυτὶ κεκτημένῳ κεκτῆσθαι μηδὲν ἐν βραχεῖ. καὶ μέντοι καὶ ἐθαύμασα, νὴ τὸν φίλιον, ὅπως ἀνέχεται τὰς οἰκείας ἀκτῖνας ὁ ἥλιος ἐπιλάμπων τῇδε τῇ γῇ. ποιεῖ δ’, ὡς ἔοικε, μακροθυμίας τρόπους φωναῖς ἀφθόγγοις διδάσκων ἡμᾶς ὁ λόγου μηδαμῇ μετασχών, τοὺς λόγῳ μὲν τιμηθέντας πρὸς
20τοῦ κοινοῦ δημιουργοῦ, νομίμοις δ’ ἀεὶ ῥυθμιζομένους ἐκεῖ‐ θεν παραγγελίαις, ἐπαΐοντάς γε μὴν οὐδενὸς οὐδαμῇ ποθ’ ὧν ἁπάντων ἐχρῆν.
Ἀλλὰ πρῶτον ἔμοιγε τοῦτο λογισμῶν ἁλμυρῶν ἐγεγό‐

3

.

53

νει ναυάγιον μετὰ τὴν μακρὰν ἐκείνην ἐληλυθότι θάλασσαν, δεύτερον δ’ ἡ τῶν πατρίων τῆς τοῦ θεοῦ ἐκκλησίας δογμάτων κατάλυσις, δι’ ἣν ἀρχομένην ἔτι καθάπερ ὀψιγενὲς ἐν ληίῳ ζιζάνιον φύεσθαι, καὶ ἅμα σοῦ προαγορεύοντος ἀκούων μέλ‐
5λειν δι’ ἔκτισιν ἁμαρτιῶν συγχωρεῖν τὸν θεὸν κατὰ τῆς ἡμῶν εὐσεβείας διωγμόν, καὶ ξυννενοηκὼς αὐτὸς ἐμαυτὸν οὐ δυνη‐ σόμενος οἴσειν, φυγὰς ἐθελοντὴς γεγένημαι τῆς ἐμῆς ταυ‐ τησὶ πατρίδος ἐφ’ ὅλην ἤδη εἰκοσαετίαν. εἴθε δ’ ἔτι προσε‐ τίθετο καὶ πλείων χρόνος τῇ φυγῇ. ἀλλ’ ἐχρῆν, ὡς ἔοικε,
10θαλάσσας θαλασσῶν ἀλλάξασθαι βιαιοτέρας πολλῷ τῶν ὑπε‐ ρορίων. πλείστους γὰρ ἐν ἀλλοτρίᾳ τόπους διελθόντι καὶ πλείστην περαιωσαμένῳ θάλασσαν, τοιαύταις οὔπω καὶ νῦν ἐντετυχηκέναι θαλάσσαις ξυνεπεπτώκει μοι, ὅτε μᾶλλον καὶ ὅπῃ μᾶλλον ἀναπνεύσειν ᾠήθην ἐπανιών. πᾶσα μὲν γὰρ
15ἐκείνη θάλαττα καὶ κλύδων ἅπας ἐκεῖ σώματος ἠπείλει θά‐ νατον, οὗ τὴν ἔφοδον καὶ φύσεως ἀθάνατος ψῆφος ἐνομοθέ‐ τησε πρότερον· οἱ δὲ τῶν θείων δογμάτων χειμῶνες καὶ κλύδωνες ἀθανάτου ψυχῆς ἐπαγγέλλονται θάνατον, ἥκιστα πέρας οὐδὲν οὐδαμῇ ποτ’ ἐνεγκεῖν δυνάμενον. καίτοι οὐδὲ
20πόρρωθεν οὐδ’ αὐτὸς τῶν τοιούτων κυμάτων τελέως ἀνήκοος ἦν. ἀλλά μέ τις ὑπέσαινεν ὅμως ἐλπίς, μεμνημένον τῆς πρὸς σὲ
τοῦ βασιλέως φιλίας καὶ τῶν νύκτωρ καὶ μεθ’ ἡμέραν ὁμι‐

3

.

54

λιῶν ἐκείνων, ὁποίας ἐκ πόθου καὶ φλεγομένης ψυχῆς ἐποιεῖτο πρὸς σέ, καὶ πρὶν ἐς τὸν βασίλειον αὐτὸν ἀναχθῆναι θρόνον, καὶ ὅπως τῆς σῆς ἐξήρτητο μὲν καὶ γλώττης καὶ γραφῆς, ἀφθο‐ νωτέρους δ’ αὐτὸς τοὺς ἐντεῦθεν ἐτρύγα καρπούς, ὡς εἶναι
5μηδένα τῶν πάντων ὅτῳ ποτ’ ἂν οἰηθῆναι ἐνῆν ἐγγενέσθαι τῷ ἤθει τροπὴν ἐκείνου τινά, μᾶλλον μὲν οὖν καὶ συνεπιδι‐ δόναι ταῖς τοῦ χρόνου τύχαις. νῦν δ’ ἐληλυθὼς καὶ μαθὼν ὡς ἐκ διαμέτρου τὰ πράγματα σταίη, καὶ ἀμοιβάς σοι διδοίη τῶν πόνων καὶ φίλτρων οἵας σοὶ μὲν ὑπὲρ εὐσεβείας ἀθ‐
10λοῦντι φέρειν ἐχρῆν, ἐκείνῳ δ’ ἐπιφέρειν οὐ μάλα ἐχρῆν (οὔτε γάρ οἱ διώκτῃ γενέσθαι τῆς εὐσεβείας ἐχρῆν, οὔθ’ ὅπως ποτὲ γενομένῳ κατὰ σοῦ κινῆσαι τὴν γνώμην ὅλως ἐχρῆν), σὲ μὲν ἐμακάρισα τῆς καρτερίας, αὐτῷ δ’ ἠχθέσθην σφόδρα γε τῆς ἀπονοίας. μᾶλλον δ’ ἐδάκρυσα τῆς ἀπωλείας
15τὸν ἄνθρωπον. καὶ μέντοι καὶ ἐθαύμασα, καὶ θαυμάζων οὐ παύσομαι, πῶς τοσοῦτον ὁ ταλαίπωρος ἐλάνθανε χρόνον ἀγρίους οὕτω θῆρας κακίας ἐν τῇ λόχμῃ βόσκων τῆς ψυχῆς. εἰ μὲν οὖν ἱεροῖς τισὶ καὶ ἀπορρήτοις εἴη λόγοις ἐνδιαιτώμε‐ νον τὸ πρᾶγμα, θαυμάζοιμι μέντ’ ἂν ἀεὶ σιωπῶν, ζήτησιν δ’
20οὐδεμίαν οὐδαμῇ ποτὲ λύσεως προενέγκοιμ’ ἂν οὐδενί. ἀλλ’ ἀντὶ πάντων τὰ τῆς σῆς ἀρκέσει μοι θεωρίας πρὸς θεραπείαν
φάρμακα, καὶ εἴ τιν’ ἄλλοσε φέρουσαν βούλοιο κοινὴν ὁμι‐

3

.

55

λίαν. εἰ δ’ εἴη τις παρὰ σοὶ ταμιευομένη σχολαστική τις ἐπίνοια, μὴ κατόκνει κἀμοὶ κοινοῦσθαι, φιλότης, καὶ φάρμα‐ κον ἐμοὶ μὲν ἀπορίας μακρᾶς ἐπάγειν τῇ διανοίᾳ νοσούσῃ τὸ μέρος τουτί, σοὶ δ’ ἀναπνοήν τινα τῶν τῆς λύπης Ὀλύμπων,
5ἥν σου τῇ ψυχῇ προσήνεγκαν οἱ τῶν πατρίων δογμάτων χει‐ μῶνες καὶ οἱ τῶν πονηρῶν ἀρχόντων ἀντίπρῳροι κλύδωνες. φέρειν γάρ τι παραμύθιον οἶδεν ἐξαγγέλλειν τὰς ὅπως ποτ’ ἐπιούσας ἐξ ἀφανοῦς τραγῳδίας, καθάπερ καπνοῦ τῆς ὀδύνης ἀφιπταμένης διὰ τῆς γλώττης.
10 Ἐγὼ δ’ ὑπολαβών, περὶ μὲν λύπης, ἔφην ἐνταῦθα, φί‐ λων ἄριστε Ἀγαθάγγελε, οὐδὲ πολλοῦ μοι πρὸς σὲ δεήσειν οἶμαι λόγου. τοσοῦτο γάρ μοι περίεστι λύπης ὅσον δήπου χαρᾶς. χαίρειν μὲν γάρ μοι περίεστιν ἤδη πρὸς τὰς αἰω‐ νίους ἀμοιβὰς ἀφορῶντι, αἳ τοῖς ὑπὲρ εὐσεβείας ἠγωνισμέ‐
15νοις ἀπόκεινται, ὃ μέγιστον εἰς παραμυθίαν τοῖς λυπουμένοις ἐφόδιον. λυποῦμαι δ’ οὖν μᾶλλον ὁρῶν τὸν σάλον τῆς ἐκ‐ κλησίας καὶ τὸ τῶν διωκόντων ἀρχόντων ἀνάλγητον, μηδε‐ μίαν ἐχόντων φροντίδα ψυχῆς, μηδ’ ὀψὲ γοῦν ἐν νῷ λαβεῖν ἐθελόντων ὡς ἔστι τις θεόθεν τῶν βεβιωμένων τίσις. μάλι‐
20στα δ’ ἁπάντων τὸ τοῦ φίλου Καντακουζηνοῦ με δάκνον ἕστηκεν ἐγγύθεν πρᾶγμα περιφανῶς, ὅτι μοι τὴν φιλίαν ἀκήρατον διασώζοντι πρὸς αὐτόν, καὶ τὰ βέλτιστα συμβου‐
λεύοντι, φείδεσθαι μὲν ψυχῆς τῆς αὐτοῦ φείδεσθαι δὲ παί‐

3

.

56

δων ἀξιοῦντι, καὶ εἴ τις εἴη τῶν καθ’ αἷμα προσηκόντων αὐτῷ, ὀργῆς θείας διαδοχὴν ἀφιέντα πᾶσιν αὐτοῖς προφανῶς, ὃ δέ με τῶν ἐχθίστων ἐνόμισεν ἕνα δι’ ἅ με μᾶλλον ὡς εὐεργέτην φιλεῖν ἐχρῆν. καὶ ὅτε μᾶλλον εἶχε, τῶν σκήπτρων ἐπειλημμένος
5καὶ δυνάμενος, εἴπερ ἐβούλετο, τὴν φύσιν δεικνύναι ἐν τῷ καλλίστῳ τῆς γνώμης κειμένην, ὃ δ’ ἀνεκάλυψε δέσμιον ὄνθ’ ἑαυτὸν τοῖς ἐκ διαμέτρου κακοῖς, σκηνὴν τὰ πρὶν καὶ δρᾶμα ἐφήμερον ὄντα δείξας ἅπαντ’ ἐκεῖν’ ἐν βραχεῖ. διό μοι θαυ‐ μάζειν περίεστι τοὺς σοφοὺς οἵ φασιν ἐκεῖνον περὶ φίλους
10ἑδραῖον καὶ μόνιμον εἶναι δύνασθαι, ᾧ μὴ φιλοδοξίᾳ λατρεύ‐ ειν ἔνεστι· τῷ γάρ τοι φιλοδοξοῦντι φίλῳ εἶναι πάντως ἕποιτ’ ἂν αὐτοῦ γε ἀνθρώπου, ὅτι μὴ τῆς ἀνθρωπίνης δό‐ ξης, ἧς ἕνεκα πάντα δρᾷ καὶ πᾶσιν ἐγχειρεῖ, καὶ χρόνου στοχάζεται καὶ τύχαις ὁμιλεῖ παντοδαπαῖς καὶ ῥᾷστα τοῖς
15τῶν ὡρῶν συμμεθίσταται κύβοις χαμαιλέοντος τρόπον, παν‐ ταχόθεν τῆς γνώμης αὐτῷ πραγματευομένης εὐκαιρίαν εἰπεῖν κακοδαιμονίας καὶ τοῦ τὰ ἑαυτοῦ πιστὰ τοῖς πᾶσιν ἄπιστα δεικνύναι. γίνεται γὰρ ῥᾷστα μὲν ἐχθρὸς οἷς ἐδόκει φίλος, ῥᾷστα δ’ ἐπίβουλος οἷς ἔναγχος ἐδόκει σύμβουλος. οὗ χεῖ‐
20ρον μὲν οὐδὲν ἐν βίῳ ῥᾴδιον οἶμαι εὑρεῖν, καθάπερ αὖ ἐκ διαμέτρου τοῦ καλοῦ τε καὶ μονίμου βέλτιον οὐδέν. τούτοις
δ’ ἅπασιν ἐπιστατοῦσι μὲν μυστικοί τινες λόγοι προνοίας,

3

.

57

τεκμαίρεσθαι δ’ οὖν καὶ ἡμῖν ὅπως ποτὲ τὰ γινόμενα δίδω‐ σιν ὡς πλοῦτος καὶ δόξα καὶ αὐτόνομος ἐξουσία σαφέστερον ἀνθρώπου δηλοῦσι γνώμην καὶ φύσιν ἢ πενία καὶ ὑπεξού‐ σιος δίαιτα. δεσμῷ γὰρ ἀδοξίαν ἀκούσιον ἐοικέναι, μὴ κατὰ
5γνώμην ἐῶντι κινεῖσθαι. διὸ καὶ λανθάνειν ὡς τὰ πολλὰ μὴ τοὺς πόρρω πέφυκε μόνον, ὅτι μὴ καὶ οἷς πολύν τινα συ‐ νεῖναι γέγονε χρόνον, τὰ ἤθη τῶν πλείστων ὥσπερ χρώμασι τοῖς ἔξωθεν ἐπιτηδεύμασι τὸ τῆς γνώμης βάπτοντα πρόσω‐ πον. ὡς ἐντεῦθεν ἐξεῖναι διδάσκεσθαι, οἷς συνῴκισεν ἡ φύ‐
10σις σύνεσιν, μηδένα μακαρίζειν πρὶν ἂν εἰς τέλος ἀφίκηται καὶ τέλος κάμψῃ βίου, μηδ’ αὖ διὰ τοὺς πρὶν ἁμαρτάνειν ἐν βίῳ νοσήμασι καὶ διαφόροις πάθεσι κολαζομένους μέμφεσθαι τῇ προνοίᾳ. οἶδε γὰρ ὁ πάντα πρὸς τὸ βέλτιον μετασκευά‐ ζων θεὸς τὸ καθάπερ ἐν σποδιᾷ τῇ γνώμῃ κείμενον πῦρ
15τῆς φιλοδοξίας, ὡς ἐὰν δράξηταί τινος ῥώμης κινούσης οἷα πνοῆς, πολλὴν ἀνεγείρει φλόγα κακίας. οὐ μέντ’ ἂν οὖν εἴη τῶν ἀπεικότων, εἰ ἁπάντων καθάπαξ εἰπεῖν κἀπὶ τῷδε τἀνδρὶ πλανηθέντων πεπλανήμεθα καὶ ἡμεῖς, τοῦ πρὸς κακίαν οὐ μάλα ἑτοίμου μηδαμῇ πρὸς ὑπόνοιαν εὐχερῶς κινουμένου.
20θαυμαστὸν δ’ ἂν δήπου μᾶλλον εἴη πῶς τοσοῦτον χρόνον ἀντέσχε νόθοις μὲν δουλεύων ἤθεσι, τὰ δ’ οἰκεῖα συγκρύπτων,
πρᾶγμα δυσμαχώτατον καὶ σφόδρα γέ τι δυσκαρτέρητον. εἰ

3

.

58

μὲν γὰρ μὴ καλὸς τὴν φύσιν ἦν, τὰ δ’ οὖν πλείω τῶν κα‐ λῶν ἐς τοὐμφανὲς ἐπιτηδεύων ἐλάνθανε, θαυμάζω τῆς καρ‐ τερίας τὸν ἄνθρωπον. εἰ δὲ τότε μὲν τοιοῦτος οἷος ἐφαίνετο τὴν ἕξιν τῆς φύσεως ἦν αὐτός, ἡ δὲ τῆς τύχης μεταβολὴ
5ῥᾷσθ’ οὕτω καὶ ταύτην μεταβεβλήκει, παρὰ τοσοῦτον ἐπαι‐ νεῖν οὐκ ἔχω τὸ σαθρὸν τῆς τοιαύτης ἕξεως, παρ’ ὅσον ψέ‐ γειν οὐκ ἔχω τὰ πρίν. τοιαῦτα γὰρ ἐκεῖνα οἷα πᾶς τις ἂν ἠγάπησε καὶ τεθαύμακεν, ὃ δὴ καὶ ἡμεῖς πεποιήκαμέν τε καὶ τῇ παρούσῃ φιλοτίμως δεδώκαμεν ἱστορίᾳ· τοιαῦτα δὲ τὰ
10μετὰ τὴν τῆς βασιλείας ἀντίληψιν οἷα πᾶς τις εὐσεβῶς ζῆν ᾑρημένος μισήσει ἄν. θεῷ δὲ πάντως μελήσει περὶ τῆς αὐ‐ τοῦ ἐκκλησίας, ᾧ τά τε τῆς εὐσεβείας ἀνεῖται σκῆπτρα καὶ τὰ τῆς ἐκδικήσεως μάλα τι ῥᾴδια ἐπεφύκει. ἐμοὶ γὰρ περιτ‐ τὸν εἶναι δοκεῖ τὰ πᾶσι δῆλα διεξιέναι. εἴρηται δ’ ὅμως
15καὶ ἡμῖν ἐν τοῖς ἀντιρρητικοῖς ὅσα πρὶν ἐπειλῆφθαι γέγονε τῆς βασιλείας Καντακουζηνόν. ἐν δέ γε τοῖς ἑξῆς αὖθις ἔνια τῶν ἐφεξῆς τῇ ἱστορίᾳ ταύτῃ παρέσχομεν ὡς ἐν διηγήσεως τρόπῳ, καὶ οὐ σφόδρα γέ τι ἀγωνιστικῶς· οὐ γὰρ ἄδειαν παρεῖχέ μοι τὰ καθ’ ἡμᾶς ναυάγια. ἢν δὲ θεὸς ἐθέλῃ ζῶσιν
20ἡμῖν τὸν τῆς αἰθρίας ἀναλάμψαι καιρὸν καὶ δοῦναι παρρη‐ σίαν πλατεῖαν τῇ γλώττῃ, λελείψεταί μοι λιπεῖν τῶν πάντων
οἶμαι ἄρρητον οὐδέν. νῦν δ’ εἴγε βούλοιο σὺ παρέχειν ἡμῖν

3

.

59

ἀφορμὰς ὁμιλίας ὥσπερ ὅσα τῆς ἐκδημίας τῆς σῆς ἀναγκαῖα τῇ φύσει τῆς ἱστορίας ποθοῦσι παρέσχες πατριαρχῶν τε πέρι καὶ ἐπισκόπων τῶν πανταχῇ τὴν ὀρθόδοξον τηρούντων πίστιν καὶ ἅμα γυμνῇ διδασκόντων τῇ κεφαλῇ τὰ τῆς εὐσεβείας ἐν
5μέσοις ἔθνεσι δόγματα, οὕτω καὶ νῦν μετὰ τὴν ἐς τὰ οἴκοι ἐπάνοδον, ὅσα δήπουθεν ἠκηκόεις ἐνταῦθα πρὸς τῶν πολλῶν ἀναμὶξ καὶ ἰδίᾳ περί τε τῆς γενομένης παρὰ τῶν τῆς εὐσεβείας διωκτῶν λῃστρικῆς καθ’ ἡμῶν συνόδου, καὶ ὅσα περὶ τῶν θείων δογμάτων τῆς ἐκκλησίας ἐνστάντες ἡμεῖς ἐπεπόνθειμεν, καὶ
10ὅπως διαθέσεως ἔχουσιν ἡμῶν γε εἵνεκα τὰ διάφορα τῶν πλείστων ἤθη, ὅσοι τε τῶν εὐπατριδῶν καὶ ὅσοι τῶν ἄλλως τύχης τε καὶ γένους καὶ συνέσεως ἐχόντων, οὐδ’ ἂν οὐδ’ αὐτός γε ὀκνήσαιμι τὰ εἰκότα σοι ἀποκρίνεσθαι, ἀλλὰ μὴν ἀρρωστίας καὶ ἀθυμίας ἁπάσης ὑπέρτερον πρᾶγμα θείην ἂν
15ἔγωγε τὴν σὴν ἀκοήν. ἀφ’ οὗ γὰρ τὰς ἡμετέρας πᾶσιν ἀπέ‐ κλεισαν θύρας οἱ τῆς εὐσεβείας καὶ ἡμῶν δήμιοι, οὐ δεδύ‐ νημαί τι σαφὲς περὶ τῶν τοιούτων μαθεῖν οὐδὲν οὐδαμῇ πω μέχρι καὶ τήμερον, καὶ γίνεταί μοι διὰ πλείστης ἐφέσεως ἡ τούτων μάλα γέ τι γνῶσις. ἀναλαβὼν οὖν μοι λέγε ταῦτα
20πάντα καθ’ ἕκαστον, προστιθεὶς καὶ τὸν καιρὸν ὁμοῦ καθ’ ὅν τε αὐτὸς ἐς Βυζάντιον ἧκες, καὶ πρός γε ἔτι καθ’ ὃν
ἕκαστα τούτων ἀκήκοας, ὡς ἂν καθ’ εἱρμὸν ἐκεῖθεν κατιού‐

3

.

60

σης τῆς διηγήσεως εὐπαρακολούθητος καὶ ἡμῖν ἡ τῶν τοιού‐ των ἐγγίγνοιτο μάθησις ἑκατέρωθεν ἑκατέροις. Ὁ μὲν δὴ χρόνος καθ’ ὃν ἐπανιὼν κατέπλευσα, φησίν, ἐς Βυζάντιον, μετὰ κυνὸς ὑπῆρχεν ἐπιτολάς, λήγοντος ἤδη
5τοῦ θέρους. εὐθὺς οὖν ἀποβὰς τῆς νεὼς οἴκαδε ἀφικόμην, καὶ οἰκουρῶν διετετελέκειν ἡλίους ἑξῆς πεντεκαίδεκα, ἀναλαμ‐ βάνων τε ἐμαυτόν, καὶ τὴν ἐκ θαλάττης ἠρέμα καὶ κατὰ μι‐ κρὸν ἀποτριβόμενος ἀηδίαν. καὶ μὲν δὴ τῶν ἡμερῶν μεταξὺ τουτωνὶ προσιόντων ἄλλοτ’ ἄλλων φίλων καὶ ὁμιλούντων ἡμῖν
10ἀκριβῶς ἀκηκοέναι μοι γέγονεν ἅπαντα, τήν τ’ ὀνομαζομένην οὑτωσί πως σύνοδον, ὅπως τε ἐσχεδίασται, καὶ ὅσα πέπρακ‐ ται παρανόμως ἐκεῖ πρὸς τῶν προέδρων τῶν Παλαμᾷ συμ‐ μαχούντων καὶ ἀνακεκαλυμμένως ἐπιορκούντων, ἔτι τε ὅπως τὸ μὲν τῆς πολυθεΐας ἠκύρωται δόγμα, τὸ δὲ τῆς ἐνσάρκου
15μυστήριον οἰκονομίας ἀνῄρηται. καὶ πρός γε τοῖς ἄλλοις, ἃ μηδ’ ἀκοῇ σωφρονεῖν δι’ εὐσέβειαν προαιρουμένῃ διδόναι χρεών, κἀκεῖνα δηλαδὴ ὅσα βαρβαρικῶς τε καὶ θηριωδῶς εἴργασται πρὸς τῶν ποιμαίνειν λαχόντων τὴν ἐκκλησίαν, περὶ ὧν ὁ κύριος ἔφη “ποιμένες ἠφρονεύσαντο, ποιμένες διέφθει‐
20ραν τὸν ἀμπελῶνά μου.” καὶ ἅμα τὸν ἐπὶ τούτοις φρικω‐ δέστατον καὶ παντοδαπὸν διωγμόν, κἄπειτα ὅπως τε διη‐ νέχθησαν ἔνιοι κατ’ ἐνίων ἐπίσκοποι, καὶ σχεδὸν ἅπαντες καθ’
ἁπάντων, ὥσπερ ἐκ μεταμέλου τὸ μέγεθος τῶν σφετέρων ἀτο‐

3

.

61

πημάτων ἐκπεπληγμένοι τε, καὶ οὐδὲ φέρειν καθάπαξ ἀνεχό‐ μενοι τὰς πάντων διὰ ταῦτα πανταχόθεν ὕβρεις καὶ ἀπεχ‐ θείας· καὶ ὅπως ὁ βασιλεὺς μεταξὺ παρεμπεσὼν τοὺς μὲν θωπείαις καὶ χρημάτων διανομαῖς τοὺς δ’ ἀπειλαῖς ὑπηγά‐
5γετό τε καὶ τῷ Παλαμᾷ συμμάχους εἶναι πέπεικεν ἀεί, καὶ τόμους τίθεσθαι καινούς, τῆς αὐτοῦ βεβαιωτὰς δυσσεβείας. τῶν μὲν οὖν ἄλλων ἁπάντων πέρι ζητεῖν καὶ διερευνᾶσθαι βούλεσθαι, ἅτε σχολῆς δεόμενα πλείονος, ἑτέροις ἔγνωκα δεῖν ταμιεύεσθαι χρόνοις· αὐτὸς δὲ μόνοις δυσὶ τουτοισὶ τὴν
10πᾶσαν τοῦ πόθου σπουδὴν περιέκλεισα, τήν τε κάθειρξιν τὴν σὴν μαθεῖν, δηλαδὴ πῶς ἐς τὸ βιαιότερον ἢ κατὰ τοὺς ἄλ‐ λους ἐξενηνέχθαι τοῖς ἄρχουσιν εἴη ἐψηφισμένον, καὶ ἅμα τί ἂν εἴη τὰ τοῖς καινοῖς πρὸς τῶν ἐπισκόπων καὶ βασιλέων ἐγγεγραμμένα τόμοις, καὶ ὅτου χάριν αὐτοὶ καθ’ αὑτοὺς συν‐
15τεθεικότες αὐτοὺς αὐτοὶ καὶ κατέχουσι παρ’ ἑαυτοῖς, ἀνέκπυ‐ στα τἄνδον σιωπῆς μυχοῖς καλύπτοντες καὶ ὑμῖν ἐμφανί‐ ζειν οὐ μάλα τολμῶντες. Περὶ μὲν σοῦ πολλοὶ πολλάκις ἐκ πολλῶν ἐλέχθησαν λόγοι, διάφοροι μὲν εἶναι δοκοῦντες, πρὸς δ’ ἕνα πάντες
20βλέποντες σκοπόν, τἀγκώμια τὰ σὰ δηλαδή, ὡς ἐκείνων ἑκά‐ στῳ διαθέσεως ἔχειν πρὸς σὲ συνέβαινε, καὶ ἅμα σχολαστι‐
κῆς πρός γε τὰ δρώμενα διανοίας. οἷς γε μὴν ἐς τὰ μάλιστα

3

.

62

φοιτῶσι Παλαμᾷ τε καὶ Κοκκίνῳ τῷ Ἡρακλείας ἐπισκόπῳ παρὰ τούτων μαθεῖν ἐναργέστερον ἐξεγένετο, εἴη ἂν ταδί, ἓν μὲν ὅτι Ῥωμαϊκὴν ἱστορίαν τῶν γινομένων ἁπάντων συγγρά‐ φοντί σοι σφόδρα φιλότιμον τόγε εἰς σὲ ἧκον, εἰκός, μᾶλλον
5δ’ οὐκ εἰκὸς ἀλλ’ ἀνάγκη, καὶ περὶ τῶν ἐκκλησιαστικῶν συγ‐ γράφειν πολέμων. τίς γὰρ τῶν μηδὲν μηδαμῇ προσηκόντων σοι δημοσίων πραγμάτων, φαίην δ’ ἂν καὶ οἰκουμενικῶν, αὐθαιρέτους μόχθους ἀναδεχόμενον βλέπων σε δόξης ἕνεκα διὰ γῆς πλανωμένης καὶ τὸ ἴχνος ἐπὶ σαθροῦ τινὸς καὶ νό‐
10θου φάναι κλέους ἐρειδούσης, ἵνα δηλαδὴ μεστὸν σεαυτοῦ τὸν ἐφεξῆς καταλίπῃς αἰῶνα, ὑποψίας ἀθῷον ἀφεῖναι ἀνά‐ σχοιτο, καὶ μηδὲ πᾶσαν ἐνταῦθα μᾶλλον ἰσχὺν καταθεῖναί σε σπουδάσαι λογίσαιτο λόγων τῶν σῶν, ἵνα καὶ τοὺς κλύδωνας τῶν πατρίων δογμάτων, ὅσον ἐφικτόν, διὰ πάσης δημοσιεύσῃ
15τῆς οἰκουμένης, καὶ ἅμα τοὺς σοὺς ὑπὲρ τούτων ἀγῶνας ἐν‐ δείξῃ, καὶ οὓς ἀεὶ πρὸς τῶν κακοδόξων κινδύνους ἐφίστασαι, παντοδαπῶν ἀπόζοντας θανάτων. ἓν μὲν δὴ οὖν τοῦτο φασὶν αἴτιον τοῦ γε δὴ τῶν ἄλλων μᾶλλον κατὰ σοῦ κινεῖσθαι τοὺς ἀντιθέτους, καὶ τοιούτων σοι διηνεκῶς συσκευάζειν θανάτων
20κρατῆρας, δεύτερον δ’ ὅτι τῶν ἄλλων ἀφρόντιδα βίον καὶ ἄμοχθον οἴκοι διατριβόντων, οὐκ ἠμέλεις ζήλου σὺ καὶ θο‐
ρύβου παντὸς ἐμπιπλῶν τὰ βασίλεια, νῦν μέν, οὓς εὐγέ‐

3

.

63

νειαι καὶ χρόνου τύχαι περιοδικαὶ κοσμοῦσιν, ἔχεσθαι μὲν λαμπρῶς ἀεὶ τῶν πατρίων διδάσκων ἐθῶν καὶ νόμων, ἀπέ‐ χεσθαι δὲ τῶν ἀθέσμων τοῦ Παλαμᾶ καινοφωνιῶν, νῦν δ’ αὐτὸν ἐλέγχων ἰδίᾳ τε καὶ δημοσίᾳ τὸν βασιλέα, καὶ νῦν μὲν
5ὁμοῦ τῷ πατριαρχεύσαντι πρὶν Ἰσιδώρῳ, νῦν δ’ ὁμοῦ τῷ δυσσεβεῖ Παλαμᾷ, καὶ νῦν μὲν Ἰουλιανῷ παραβάλλων καὶ Μαξιμιανῷ, νῦν δ’ εἰκονομάχοις καὶ τοῖς τοιούτοις διώκταις. κἄπειτ’ οὐχ ὅπως οὐ τοῖς τοιούτοις ἠρκέσθης, ἀλλὰ καὐτῷ μακρῷ συνεδρίῳ τῆς ἀτόπου φάλαγγος τῶν ποιμένων ἐκείνων
10πεπαρρησιασμένῃ καὶ ἀπαρακαλύπτῳ τῇ γλώττῃ παρεισκυκ‐ λῶν οὐκ ἀνίεις καὶ ἐπαναλαμβάνων αὐτά τε ταῦτα, καὶ ὅσα τούτων παρενείρων μείζω, καὶ προσονειδίζων μάλα γε πι‐ κρῶς, καὶ κατὰ σαυτοῦ συχνὰ ποιῶν μανικώτερον, καὶ ταῦτ’, εἴπερ τις ἕτερος, εἰδὼς αὐτόν, ὡς εἴπερ καὶ αὐτῆμαρ κατα‐
15πέψει, ἀλλά γε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ. Τρίτον ὅτι χλευάζων αὐτοὺς πρὸς ἀπειλῆς ἀνήνεγκας σχῆμα, λόγοις ἀντιρρητικοῖς καταλύειν τὸν τόμον, ὃν αὐτοὶ νεωστὶ καὶ λάθρᾳ συνθεῖναι τετολμήκεσαν κατὰ τῆς εὐσεβείας, ἐπαγ‐ γειλάμενος. καὶ τέταρτον ὅτι μακρὸν ἤδη χρόνον τὴν θύρα‐
20θεν πᾶσαν σοφίαν διδάσκοντι πλείστους καὶ παντοδαποὺς πανταχόθεν συνέβη σοι κτήσασθαι φοιτητάς, μὴ μόνον ὅσοι τῶν ἐν δόξῃ γεγένηνται παῖδες, ἀλλὰ καὶ ὅσοι τῶν
ἄλλως μὲν τύχης καὶ βίου καὶ σχήματος ἐχόντων εἰσί, φύ‐

3

.

64

σεως δ’ εὖ καὶ συνέσεως ἐπεφύκεσαν ἔχοντες· δι’ ὧν καὶ τοὺς σφῶν ἐφειλκύσω γονέας, καὶ ἅμα φάναι πάσας καὶ ὁλο‐ κλήρους οἰκίας ὀφείλειν τέ σοι χάριτας, καὶ σοὶ προσέχειν ὅσα καὶ πατρὶ καὶ συγγενεῖ καὶ φίλῳ καὶ τῶν πρώτων καλῶν
5ὁδηγῷ, καὶ γίνεσθαι διὰ ταῦτα σοι τοὔνομα γνώριμόν τε καὶ θαυμαζόμενον σχεδὸν πανταχῇ, καὶ πείθειν ἱκανὸν ἀλα‐ λήτοις φάναι φωναῖς, ὁμοδοξεῖν σοι πανταχόθεν ἐκείνους ἅπαντας αὐτόθεν ἀβασανίστῳ συγκαταθέσει τῆς γνώμης εὐ‐ θύς, καθάπερ τοὺς Πυθαγορείους πάλαι φασὶν ἐκείνους τοῖς
10τοῦ διδασκάλου ψηφίσμασί τε καὶ δόγμασιν. ἀλλὰ κἀν τῇ μεγίστῃ τῇδε τῶν πόλεων τούσδε μὲν τῶν σῶν φοιτητῶν τοὺς δικαστηρικοὺς κοσμεῖν καὶ διεξάγειν πίνακας, τούσδε δὲ τὰ βουλευτήρια τῆς συγκλητικῆς ἐργασίας, τοὺς δὲ τὰς ὑπερορίους πρεσβείας, καὶ τοὺς μὲν τήνδε τοὺς δὲ τήνδε τῶν εὖ κειμένων
15τάξεων ἔχειν, καὶ χρείαν πληροῦν τὴν βελτίστην ἑκάστους ἑκασταχοῦ, ὡς ἐντεῦθεν ῥᾷστα καὶ ξὺν οὐδενὶ πόνῳ δύνασθαι φέρειν ἅπαντας, ὥσπερ ἀπὸ τῶν ὤτων δεδεμένους, ἐς τὸ σοί γε βουλόμενον. καὶ εἶναι τοὺς μὲν πλείστους ἐς τὸ συμφα‐ νὲς Παλαμᾷ καὶ τοῖς ἀμφ’ αὐτὸν χαλεπαίνοντας ὡς πορρωτάτω
20που τῆς ἀληθείας καὶ τῶν πατρίων ἐλαύνουσι δογμάτων καὶ νόμων, τοὺς δ’ ὑπ’ ὀδόντα κατὰ τὸ λεληθὸς διαλοιδορουμένους σφίσι. καὶ ἁπλῶς εἰπεῖν ἐλλελεῖφθαι μηδένα σχεδὸν ᾧ μὴ κε‐
κινῆσθαι καὶ διασεσεῖσθαι τὴν γνώμην ξυνερρυήκει πρὸς τὴν

3

.

65

παροῦσαν ὑπόθεσιν διὰ σέ. καὶ φοβεῖσθαι μὲν διὰ ταῦτα καὶ στάσιν δημοτικήν, σοὶ μὲν οὐδαμῇ προσήκουσαν, οὐ μᾶλ‐ λόν γε ἢ τοὺς λιθίνους τε καὶ χαλκοῦς ἀνδριάντας οἴκοθεν κεκινῆσθαι πρὸς ὅπλα καὶ μάχας φαίη τις ἄν, σφίσι δὲ
5μάλα δήπουθεν προσήκουσαν φοβεῖσθαι. οἷς γὰρ ἔργα κα‐ κίας ἔπεισι δρᾶν, τούτοις δήμιος γίνεται καὶ ἀπαραίτητος κολαστὴς ὁ τοῦ συνειδότος πέλεκυς, ἐγγύθεν ἑστὼς καὶ μα‐ στίζων συχνὰ τὴν ψυχὴν καὶ φόβους ἅπαντας τῷ φαντα‐ στικῷ προτιθείς, ὡς ὑποπτεύειν καὶ τὰ ἀνύποπτα καὶ οὗ οὐκ
10ἦν φόβος οὐδείς, καθὰ τοὺς ἐρημίαις τε καὶ φάραγξιν ἐν ἀφεγγεῖ τε καὶ βαθείᾳ νυκτὶ πλανωμένους πάσχειν συμβαίνει· βάτον γὰρ καὶ πέτραν καὶ φύλλον δρυὸς αὔρᾳ λεπτῇ κινού‐ μενον λῃστῶν καὶ θηρίων ἐφόδους ἡγοῦνται καὶ φρίττουσι, δειλίας ἁπάσης αὐτοῖς περικεχυμένης ἁπανταχόθεν ψευδοῦς.
15εἰσὶ δ’ οἳ καὶ τοῦτ’ εἶναι φάσκουσιν αἴτιον τοῦ γε μὴ πλείω τῶν τριῶν ἐκείνων θελῆσαι ποιῆσαι συνέδρια σφᾶς, μηδ’ ἐξετάσει δοῦναι κανονικῇ τἀγκλήματα τούτου, ἵνα μὴ τοῖς ἅπασιν ἐμφανῆ καὶ σαφέστερα καταστήσαντες κατὰ σφῶν αὐτῶν ἀναστήσωσι, καὶ οὓς πεφόβηνται φόβους πρίν, πάν‐
20των φανῶσιν αὐτόχρημα νῦν αὐτουργοί, καθ’ ἑαυτῶν αὐτοὶ καθιστάμενοι. ἔτι δὲ καὶ τοῦ μὴ πᾶσιν ἐπ’ ἴσης δι’ ὄχλου γενέσθαι τοῖς ἀντιθέτοις αὐτοὺς τοῦτ’ εἶναι φάσκουσιν αἴτιον,
ἵνα δὴ μὴ φωραθῶσιν ἅπαντας κεκτημένοι σχεδὸν πολεμίους

3

.

66

ταῖς ἀτόποις καινοφωνίαις αὐτῶν. τέταρτον μὲν οὖν αἴτιον τοῦ σὲ βαρύτερα πρὸς τῶν δυσσεβῶν ὑφίστασθαι τοῦτο φα‐ σίν· προστιθέασι δὲ καὶ πέμπτον ἐπὶ τούτοις, ὅτι προειρη‐ κότων ἐκείνων ἐκ τῆς τῶν συνήθων ὀνείρων Πυθίας καὶ τοῦ
5σφῶν τοιούτου μαντικοῦ τρίποδος, ὡς εἰ τοῖς σφῶν βουλή‐ μασι πειθόμενος ὁ βασιλεὺς θείη παρελθὼν ἐπὶ τῆς μυστικῆς τοῦ θυσιαστηρίου τραπέζης τὸν σφέτερον τόμον, λήψεται πάντ’ ἐν βραχεῖ τά τε ἑῷα τῆς γῆς καὶ τὰ ἑσπέρια, καὶ πά‐ σης ἄρξει σχεδὸν θαλάσσης ἅμα καὶ γῆς, ἐμφανῶς τἀναντιώ‐
10τατα μάλιστ’ εἰρήκεις αὐτός, κατὰ τὴν εὐαγγελικὴν φωνὴν τὸν λόγον προενεγκών, ὡς ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρη‐ μώσεως ἑστὼς ἐν τόπῳ ἁγίῳ, ἐρημώσεως βδέλυγμα φάσκων τὸν τόμον, γινώσκετε ὅτι ἤγγικεν ἡ ἐρήμωσις τῶν Ῥωμαϊκῶν πραγμάτων, καὶ εἴ τις εἴη περίχωρος. βλέποντας οὖν εὐθὺς
15κατὰ πόδας εἰπεῖν ἀπαντήσαντα τοῦ τε σφετέρου ψεύδους τὸν ἔλεγχον καὶ ἅμα τῆς σῆς ἀληθείας τὸ κράτος, ἕπεται κατα‐ δύεσθαι ὑπ’ αἰσχύνης αὐτούς, οὐκ ἔχοντας ὅλως ἑστῶσιν ὁρᾶν ὀφθαλμοῖς οὐδένας ἀνθρώπων, οὔτε στόμα μετά γε τῆς πρὶν ἀναιδείας ἐκείνης φθεγγόμενον. διὸ καὶ “δεῦτε καὶ ἐξολοθρεύ‐
20σωμεν αὐτόν” λέγοντες, σιγώσας ὁπλίζουσι δεξιὰς κατὰ σοῦ, δυοῖν θάτερον συσκευάζοντες, ἢ τῇ λύπῃ δαπανηθέντα σε, μετά γε τῶν συνήθων πόνων τῆς κεφαλῆς καὶ τῆς ἄλλως νῦν
ἐπενεχθείσης σοι καχεξίας, βίᾳ τελευτῆσαι τὸν βίον, ἢ λάθρᾳ

3

.

67

σφῶν παρεισπεσόντες ἔνιοι, μακρᾶς ἐρημίας ἐπιχωριαζούσης κατὰ τὸν οἶκον τὸν σόν, διὰ βρόχου θάνατον ἐπενεγκεῖν σοι πρὶν τῶν ἁπάντων αἴσθεσθαί τινα. ὃ καὶ Παῦλον τὸν πα‐ τριάρχην πάλαι φασὶ πεπονθέναι πρὸς τῶν ὁμοίων αὐτοῖς
5κακοδόξων, καὶ πλείους ἄλλους πρό γε δήπουθεν αὐτοῦ καὶ μετ’ αὐτόν. εἶναι γάρ φασι τουτὶ βιαιότερον καὶ σφόδρα τάχιον τῆς τοῦ κωνείου κύλικος, οὗ Σωκράτην πάλαι πιεῖν Ἀθηναίων καταψηφισάμενοι παῖδες, ὁρώντων τῶν φίλων, τῆς παρούσης ἀπήλλαξαν ζωῆς. καὶ τοῦτ’ εἶναι φάσκουσιν οἱ
10πλείους ὃ τὴν τοσαύτην ἐρημίαν ἐπάγειν σοι σφᾶς προση‐ νάγκασεν, ἵνα δρῶσιν ἀδεῶς ἃ δρᾶν τοιούτοις δεῖ φονευταῖς. φέρε τοίνυν, εἴ τί σοι πρὸς βουλήσεως εἴη τῶν φίλων ἐνίοις ἐνιαχοῦ μηνύειν ἀπόρρητον, ἐμοὶ προσανάθου πρὶν τοῖς τῶν τοιούτων θανάτων ἁλῶναι δικτύοις· ἐγὼ γάρ σοι καὶ Πυ‐
15λάδης ἔσομαι πιστός, ἐγὼ καὶ φύλαξ ὧν ἀνέκπυστα φυλάτ‐ τειν χρή. δυοῖν γὰρ ἔσται μοι θάτερον· ἢ γὰρ σοὶ κἀγὼ συντεθνήξομαι, καὶ τάφος ἔσεται κοινὸς ἀμφοῖν ὁ παρὼν οἶκος ἡμῖν, ἢ κατὰ τὸ λεληθὸς προαναστειλάντων με τῶν φο‐ νευτῶν καὶ φυγάδα ποιησαμένων με, πᾶσαν ἂν διέλθοιμι
20γῆν τε καὶ θάλασσαν, ἡλίῳ καὶ ἀστράσιν ἀπαγγέλλων τὴν ἀδικίαν ταυτηνί, καὶ τὴν ἀγνώμονα μαστίζων τῇ γλώττῃ τῶν σῶν φονευτῶν δεξιάν, καὶ τραγῳδίαν θεατρικὴν τά τε τῆς
ἐκκλησίας καὶ τὰ σὰ πανταχῇ τιθέμενος διηγήματα.

3

.

68

(t1)

ΤΟΥ ΑΥΤΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ
t2ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΛΟΓΟΣ Κϛ.
3 Περὶ μὲν οὖν δὴ ὧν ἐξεγένετό μοι μαθεῖν τοῖς ἐχθροῖς τουτοισὶ μεμηχανημένων ἐπιβουλῶν κατὰ σοῦ, καὶ δι’ ἃ μά‐
5λιστα πάντων ἐπὶ σὲ τὸ ἀντίπαλον ἅπαν ὁλοσχερέστερον ὥρ‐ μηται μέρος, φόνου πνέον καὶ ποικίλων θανάτων μελέτας ἔχον, ταῦτα ἐστί. περὶ δὲ τοῦ καλουμένου τοῖς Παλαμίταις τόμου, καὶ ὅσα τούτῳ καὶ οἷα ἐγγέγραπται δόγματα, εἰ πάντα μοι διεξιέναι βουλομένῳ γε εἴη, πολλοῦ μέντ’ ἂν οἶμαι
10δεήσειν τοῦ χρόνου, πολλῆς δ’ αὖ τῆς σχολῆς, ἣ ἂν ἀπηλλαγ‐ μένη παντάπασιν εἴη πραγμάτων καὶ ἀωρίας ἁπάσης. φασὶ γὰρ οἷς διεξιόντων ἐκείνων ἀκηκοέναι τετύχηκε, μηδὲν μη‐ δαμῇ μήθ’ ὑγιὲς μήτ’ ἀληθείας ἐχόμενον εἶναι ἐκεῖ, μήτε μὴν οὐδέν, οὔθ’ ἃ λελάληται μήθ’ ἃ πέπρακται, μεμνῆσθαι
15μηδενὸς καθά τε λελάληται καὶ καθὰ πέπρακται, ἀλλ’ ὥσ‐ περ ἂν εἰ οἱ τὰς Ἀτλαντίδας οἰκοῦντες νήσους, αἵτινές ποτ’
ἄρ’ εἶεν ἐκεῖναι, πολλὴν παρεχόμεναι τὴν αὐτονομίαν τῇ

3

.

69

γλώττῃ τῶν ἀνέλεγκτα ψεύδεσθαι περὶ τῶν ἐκεῖ βουλομένων, οὔτ’ ἰδόντες οὔτ’ ἀκούσαντες τῶν ἐνταυθοῖ μηδέν, παρελθόν‐ τες οὖν εἰδέναι διετείνοντο βέλτιον ἡμῶν περὶ τῶν ἐνταῦθα καὶ διεμυθολόγουν τερατώδη τινὰ καὶ ἀλλόκοτα διηγήματα,
5οὕτω καὶ οἱ περὶ τὸν Παλαμᾶν ἐπεπράχεσαν καὶ τοιαῦτα τῷ οἰκείῳ ξυνέθεσαν τόμῳ. ἃ γὰρ ἐβούλοντο γενέσθαι μέν, οὐ γεγένηνται δέ, καὶ ἃ λέγειν ἐβούλοντο μέν, οὐ δεδύνηνται δέ, τῶν παραχρῆμα ἐλέγχων τοῖς μὲν ἐντυγχάνοντες ἤδη τοὺς δ’ ὑποπτεύοντές γ’ ἔτι, ταῦτα δὴ μετὰ πολλῆς ἐξέθεντο τῆς
10αὐθαδείας ἐκεῖ, τῇ τοῦ καιροῦ ῥοπῇ τὸ ἀνέλεγκτα ψεύδε‐ σθαι μάλα τεθαρρηκότες, καὶ τό γε παρὰ σφίσιν αὐτοῖς ἀνέκ‐ φορα ἔχειν αὐτὰ καὶ ἡμῖν ἀθέατα. φασὶ δ’ οὖν Παλαμᾶν τά τε ἄλλα πρὸς ἀπάτην δρᾶν τῶν ἁπλουστέρων, καὶ θερα‐ πείας δῆθεν τῶν σκανδαλιζομένων κατ’ αὐτοῦ ἐπισκόπων. καὶ
15μὲν δὴ καὶ τῶν αὐτῷ βλασφημηθέντων ἔνια κόπτοντά τε καὶ ξέοντα, ξυντιθέναι νῦν ἐν ἄλλαις λέξεσι τὸν βλασφημοῦντα νοῦν τοῖς νέοις τόμοις αὐτοῦ, ἅτ’ οὐκ εἰδέναι τῶν ἐπισκόπων ἐχόντων πλέον οὐδὲν ἢ ὅτι ἔξεσται ἃ κακῶς τέθειται, οἷα δ’ ἃ μὲν ἔξεσται οἷα δ’ αὖ ἃ τέθειται τὴν δύναμίν ἐστι, τούτων δ’ οὔτ’
20ἐπαΐειν ὅλως οὔτε φροντίζειν. προφέρειν γὰρ καὶ γραφικὰς λέγε‐ ται μαρτυρίας, οὐχ ὡς ἔχουσιν ὑγιείας, ἀλλὰ παραφθείροντα πῇ μὲν ταῖς ἐντομαῖς καὶ παραλλάξεσι, πῇ δὲ ταῖς παρεξαγω‐
γαῖς ὁμοῦ τε καὶ παρεξηγήσεσιν. ὧν, εἰ βουληθείης, οὐκ ἂν

3

.

70

ἔγωγ’ ὀκνήσαιμι σχολὴν ἄγοντι νῦν προφέρειν ἔνια καὶ προ‐ τιθέναι σοι βραχείας τινὸς ἀντιρρήσεως πρόφασιν. Τῷ μὲν δὴ τόμῳ ἐκείνῳ τῆς ἀντιθέτου δυνάμεως, Ἀγα‐ θάγγελε, νῦν ἀωρίαν εἶναι μακρὰν ἀντιλέγειν, σκοπῶν ἀκρι‐
5βῶς οὐδ’ αὐτὸς ἀρνηθείης ἄν· πολλοὶ γὰρ ἡμᾶς ἐλλοχῶσι πολέμιοι, τὰς κύκλῳ παρόδους ἀκριβῶς κατέχοντες, καὶ πολ‐ λοὶ τῆς ἡμετέρας γλώττης ἐπίβουλοι κάθηνται, ἔφεδροί τινες εἰπεῖν φρουροὶ καὶ ἡμεροσκόποι, ἴνδαλμά τι ζητοῦντες προ‐ φάσεως οἱασοῦν εἰληφέναι, ἵν’ ἡμᾶς ἀναιδέστερον ὑβρίσαντες
10ὁμοῦ καὶ τῆς παρούσης ζωῆς ἀπαλλάξωσι, καὶ δόξωσι λα‐ τρείαν προσάγειν τοῖς νῦν ἡγεμόσι. κἀμοὶ μὲν θανάτου μέ‐ λει οὐδ’ ὁτιοῦν· συμφυὴς γάρ, καὶ εἰ μὴ τήμερον, ἀλλ’ αὔριον ἴσως ἀδήλοις ποσὶν ἐπικείσεται. τῶν δ’ οὖν διωκόν‐ των φειδοῖ, μὴ πρόφασιν ἡμᾶς ποιούμενοι τὴν θείαν αὐτοὶ
15καθ’ αὑτῶν ὀργὴν ἐρεθίζωσι, τούτων δ’ οὖν ἕνεκα σιγᾶν ἀνάγκη, καὶ μάλισθ’ ὅτι μηδ’ ἀνὰ χεῖρας ἔχειν ἡμᾶς ξυνε‐ πεπτώκει τὸν τόμον ἐκεῖνον, ἵνα πάντως βέβαια καὶ μὴ κωφὰ τὰ προβαλλόμενα ᾖ. ἐπειδὰν δ’ ὁ τῆς αἰθρίας ἀναλάμψῃ και‐ ρὸς καὶ ἡ προσήκουσα τῇ γλώττῃ παρρησία προσγένηται ξύν γε
20θεῷ, τότε δὴ κἀγὼ μετὰ σχολῆς ἀναλαβὼν θρηνήσω τὸν νε‐ κρόν μου, καὶ τότε κλαύσομαι πικρῶς ἐπὶ τὸ σύντριμμα τοῦ γένους μου, καταδέσμοις φάναι καὶ φαρμάκοις ἰατρικοῖς τισὶ
τὴν τοῦ τοσούτου πάθους ὡς οἷόν τε πειρώμενος φλεγμονὴν

3

.

71

θεραπεύειν. περί γε μὴν τῶν νῦν ἐπισκόπων, οὐ χρή σε θαυ‐ μάζειν ὅτι μηδὲ τὰς πρώτας ἀρχὰς τῶν στοιχείων οἱ πλείους ἴσασιν ὑγιῶς συντιθέναι, τοῖς πολλοῖς γοῦν τῶν βρεφῶν καὶ νηπίων ἐπ’ ἴσης, ἀλλ’ ἀγροικότερον τρόπον τὰ τῶν θείων
5δογμάτων ... τὴν πᾶσαν κενοῦσι σπουδήν. οὐδὲ μεταπείθειν πειρᾶσθαι μηδένα, μηδὲ συναναμίγνυσθαι τούτων οὐδέσι μηδ’ ὁτιοῦν· μεστοὶ γὰρ ἅπαντες ὑποψίας. καὶ ὅσον ἐς τὸ καλὸν κἀγαθὸν τυφλῶς τε ἔχουσι καὶ ἀμαθῶς, τοσοῦτο δολιότητός τε καὶ φθόνου μεστοί. καὶ ῥᾷστα παριόντες διαβαλοῦσί σε
10πρὸς τοὺς ἡγεμόνας. πολλοῦ γὰρ εἶναι δεῖν τῇ τούτων πα‐ ραβαλεῖν κακίᾳ πᾶσαν παλαιῶν τε καὶ νέων ἀνδρῶν κακοτρό‐ πων κακίαν. εἰ δὲ μὴ ῥᾴδιον ἐκ πρώτης συνορᾶν ὁμιλίας μηδὲ τοῦ τῷ κριτικῷ τῆς ψυχῆς ταμιευομένου δικαστηρίου τὰς ψήφους ἀνακύπτειν εὐθὺς ἐλευθερίας καὶ ἀδεκάστους,
15ἀλλ’ οὖν διὰ τῆς τοῦ χρόνου πείρας ἔξεστιν ἴχνη λαμβάνειν τινά, τῆς φύσεως οἷον ἀναδιδούσης ἀμυδρὰς εἰκασίας, οὐκ ἐκ προνοίας μέν, ἐκ τοῦ παρήκοντος δ’ οὖν, ἐν οἷς ἐνίοτε καὶ ἡ γλῶττα λανθάνουσα προδότις ἀκούσιος γίνεται τῶν τῆς ψυ‐ χῆς ἀπορρήτων ἀρρωστημάτων, θυμοῦ τινὸς ἐρεθίζοντος ἴσως
20καθάπερ πνεύματος τὴν ψυχήν, ἢ πραγματικῆς οἵας δή τινος ἔξωθεν ἐπιρροῆς καὶ ἀδοκήτου φορᾶς. ὁπόσαι γὰρ τῶν σω‐ ματικῶν χρωμάτων τε καὶ σχημάτων αἱ παραλλάξεις εἰσὶ
τοῖς ἀνθρώποις, τοσαῦται καὶ τῶν ψυχικῶν ἕξεων αἱ δια‐

3

.

72

φοραί. καὶ τοῦτ’ εἰς ἀπειρίας ἴδοις ἂν ἐκτεῖνον τοὺς δρό‐ μους πελάγη, στάσιν ἀληθῶς οὐ δυνάμενον οὐδαμῇ ποτὲ γνώσεως ἔχειν. πᾶσάν τε γὰρ ὑπερβαίνει σχολαστικὴν ἀν‐ θρώπων σοφῶν ἐπίνοιαν, καὶ πάσας ἄρδην ἐπιστημονικὰς καὶ
5τεχνικὰς μεθόδους μακρὸν καὶ ἡδύ τι γελώσῃ περιφανῶς ὑπο‐ τίθησι χλεύῃ. ἦ γὰρ ἂν οὐδ’ ἐλαχίστου σφίσιν ἔδει διερευ‐ νᾶν ὅστις ἂν εἴη λόγος τῶν τῆς ψυχῆς βραβευτὴς ἀσφαλὴς ἀπορρήτων. οὐδ’ ἂν οὐδέσιν ἔδει τοῦ λοιποῦ τῶν ἔξωθεν ἠθῶν καὶ χρωμάτων, ἀφθόγγοις ταυτὶ φωναῖς ἀναδιδασκόν‐
10των, ἀμυδρῶς μὲν πρότερον τελεωτικῶς δ’ αὖ προχωρούσης τῆς πείρας, ὡς εὐχερέστερόν πως ἔχειν ἤδη κἀπὶ τὰς πρώ‐ τας αἰτίας καὶ διαλήψεις ὅπως ποτὲ τῶν τῆς ψυχῆς χρω‐ μάτων καὶ διαθέσεων παραπέμπειν, κἀπί τι γνώριμον ἠρέ‐ μα καὶ κατὰ μικρὸν ἀεὶ ἀναφέρειν τὸν τῆς συνεχοῦς εἰκα‐
15σίας εἱρμόν, καὶ ἐπερείδειν τοῖς πρώτοις ἴχνεσι τὰς κατόπιν ἐφόδους τῶν ἀναλογισμῶν. ὁρῶν γὰρ ὡς κἀκ τῶν οἰκείων οὐδὲν οὐδαμῇ οὐδενί ποτε οὐδ’ αὐτοί γε ἐγκαλλωπίζεσθαι ἔχοντες ἐπὶ τἀφανὲς καταφεύγουσι τῶν ὀνείρων, τοῖς τὰς τραγῳδίας γράφουσιν ἥκοντες ἐς ταὐτόν, οἷς αἱ καταστροφαὶ
20καὶ ἐσχατιαὶ τῶν δραμάτων θεοῦ τινὸς ἐκ μηχανῆς προσδέον‐ ται, μὴ δυναμένοις ῥᾳδίως ψευδῶν καὶ παραλόγων προτά‐
σεων ὑποθέσεων εὐφυὲς ἐπάγειν τέλος. καὶ οὗτοι γὰρ τὰ

3

.

73

πέρατα τῶν ψευδῶν ἐξ ὀνείρων προρρήσεων εἰς τοὐναντίον ὁρῶντες ἰόντα, τὸ τῶν ὀνείρων αὖ αἰτιῶνται ἀμφισβητήσι‐ μον. ἡδέως δ’ ἂν ἔγωγ’ ἐροίμην αὐτούς, πῶς τοῖς αὐτῶν ἔργοις ἐναντιοῦται θεός, καὶ τὰς τῶν προρρήσεων ἐκείνων
5ἐλπίδας ἀεὶ στρέφει πρὸς τἀναντία, καὶ μάλισθ’ ὅτε τῇ σφῶν δυσσεβείᾳ καθ’ ἡμῶν τὸ κράτος ἡ βασιλεία παρέχει τρανό‐ τερον· τότε γὰρ καὶ ζημίαι προσγίνονται, βασιλεῦσι μὲν περὶ τὰ φίλτατα, Ῥωμαίοις δὲ κοινῇ περὶ τὰς πόλεις καὶ τὰ δημόσιά τε καὶ καθ’ ἕκαστα πράγματα, καὶ ναυαγίων οἷον
10ἐμπίπλαται πάντα καὶ κινδύνων παντοδαπῶν· ἐχρῆν γὰρ εὐδαιμονίαν ἀποδιδόναι σφίσι πραγμάτων καὶ πλάτος ἀρχῆς, ἅτ’ ἐκδικηταῖς τῶν πατρίων ἐθῶν καὶ δογμάτων καθισταμέ‐ νοις καὶ κολασταῖς τῶν ἀνόμων, καὶ μὴ μᾶλλον παρὰ τοσοῦτον αὔξειν τὰ χείρω παρ’ ὅσον αὔξην αὐτοὶ τοῖς καθ’ ἡμῶν παρέχουσι
15διωγμοῖς. δυοῖν γὰρ ἕποιτ’ ἂν θάτερον, ἢ τὸν θεὸν ἄδικον εἶναι νομίζειν ἐναντιούμενον τοῖς, ὡς αὐτοί γε δήπου φαῖεν ἄν, ὑπερμαχοῦσι τῶν θείων δογμάτων, ἢ δίκαιον ὄντα, σφί‐ σιν ἄδικα δρῶσι περιφανῶς ἀντιπράττοντα, πράττειν καλῶς, ἵνα τοῖς ἀσυνέτοις ἐγγίνηται σύνεσις καὶ τῶν καθ’ ὑμῶν αὐ‐
20τοῖς πραττομένων μετάνοια. ἀλλ’ ὁ νοῦς αὐτῶν εἰς ἀπόνοιαν ἐμπεσὼν ἐκτετύφλωται, καὶ σύνεσιν πᾶσαν καθάπαξ ἀπεί‐ παντο.
Ἀλλὰ γὰρ ἐπειδή περ οὔπω καὶ τήμερον τοῖς τοῦ Πα‐

3

.

74

λαμᾶ δυσσεβέσιν ἐντετύχηκας γράμμασιν ἔκδημος σύγε ὤν, ἑνὸς ἐγὼ καὶ δυοῖν τῶν ἐκείνου νῦν ἐκ τοῦ σχεδὸν μνησθεὶς ἀπαλλάξομαι, ἵν’ ὡς ἐκ κρασπέδου τὸ ὕφασμα, γνοίης ἂν καὶ αὐτὸς ὅπως ἐκ μοχθηροτέρων ἐκεῖνος προλήψεων, σπερματι‐
5κῶς ἐγκειμένων ταῖς ἐκτετυφωμέναις αὐτοῦ διανοίαις, δῆμον τοσαύτης κακίας ὁ κάκιστος ἐξηρεύξατο. ἐπεὶ γὰρ μετὰ πολ‐ λούς τινας δρόμους βίᾳ καὶ μόλις τῆς ἐς Θεσσαλονίκην εἰσό‐ δου τετύχηκεν, ἐῶ λέγειν ὁπόσα θεόθεν ἐδείχθη σημεῖα τὴν εἴσοδον αὐτόχρημα τούτου χλευάζοντα καὶ ἀποτρεπόμενα·
10ἔστι γὰρ ἁπάντων διηγουμένων ἀκούειν συχνά· ἐς δὲ τὸ θεῖον τέμενος τὴν ἱερὰν σὺν ἄλλοις ἱερεῦσι τελοῦντος θυσίαν, κατὰ γῆς κενωθῆναι συνέβη τὰ δῶρα τοῦ θείου κρατῆρος. πάντων οὖν καταπεπληγμένων ἐπὶ τῷ γεγονότι, μὴ θορυβεῖ‐ σθαι παρῄνει, εἰ γὰρ τὸ τοῦ Χριστοῦ, φάσκων, τότε χεθὲν
15αἷμα τοῖς Ἰουδαίοις καταπεπάτηται, καινὸν οὐκ ἂν εἴη τὸ ὑπὸ τῶν ἀνθρώπων ἁγιαζόμενον τοῦτο πάσχειν ταὐτὰ κατὰ σύμβασιν οὑτωσίν. ὁρᾷς οἵας προλήψεις ἔχων ἐκ πολλοῦ πε‐ φώραται κἀν τούτῳ· οὐ γὰρ δὴ σῶμα γίνεσθαι καὶ αἷμα Χριστοῦ κατ’ ἀλήθειαν οἴεται τὸ διὰ τῶν θείων τῆς ἱερουρ‐
20γίας εὐχῶν ἁγιαζόμενον, ἀλλ’ ὥσπερ ὑφειμένον εἶναι λέγει θεὸν τὸν υἱὸν καὶ τῆς τοῦ πατρὸς οὐσίας ἕτερον ἐν πολλοῖς τῶν αὐτοῦ συγγραμμάτων, οὕτως ἔτι τοῦ ἱεροῦ σώματος
ἐκείνου τοῦθ’ ὑφειμένον καὶ πολλῷ διάφορον ἐκείνου, καὶ

3

.

75

μὴ εἶναι δήπουθεν καινὸν εἰ περιφρονοῖτο τοῦθ’ ὑφ’ ἡμῶν ὡς ἐκεῖνο πάλαι τοῖς φονευταῖς Ἰουδαίοις ἐκείνου. ἓν μὲν δὴ τοῦθ’ ἱκανὸν ἐπὶ τὰς πρώτας αἰτίας καὶ διαλήψεις τῶν ἀφανῶν ἀρρωστημάτων τῆς ἐκείνου ψυχῆς ἀναφέρειν σου
5τὴν διάνοιαν καὶ ἐπερείδειν ὡς ἐπὶ θεμελίῳ τὰς κατόπιν ἐφόδους τῶν ἀναλογισμῶν· δεύτερον δ’ ὅτι πολυθεΐαν ἐγκα‐ λούμενος, μηδὲ γὰρ Ἰουδαῖος ἔφασκεν εἶναι μηδὲ τῶν Ἰσμαη‐ λιτῶν εἷς, ἵν’ ἕνα σέβῃ θεόν. ἐγὼ δὲ καὶ πλείω καὶ μείζω συνείρειν ἐθέλων τῆς αὐτῆς ἐχόμενα κακίας, καὶ δεικνύειν
10καὶ ἀναπτύσσειν ὁπόσους τῆς ἀσεβείας ταμιεύει τὰ βραχέα ταυτὶ θησαυρούς, δυοῖν ἕνεκα παρίημι, ἑνὸς μὲν ὅτι σοφὸς ὢν καὶ αὐτὸς ξυνῆκας ἀκούσας εὐθύς, γνώσῃ δ’ αὖ τελεώτε‐ ρον ταῖς ἐκείνου βίβλοις ἐντετυχηκώς, δευτέρου δ’ ὅτι και‐ ρὸν ἀπιέναι σε οἴκαδ’ ἀρτίως ἁρμόττοντα οἴομαι εἶναι, πρὶν
15τοὺς κύκλῳ πανόπτας αἰσθέσθαι καὶ τοὺς πικροὺς τῆς ἐμῆς δεσμοφύλακας τύχης. Καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον, καὶ ὁ καλὸς Ἀγαθάγγελος τοσαῦτ’ εἰπὼν καὶ ἀκούσας ἀπῄει νύκτωρ, μηδενὸς τῶν ἐμῶν διωκτῶν αἰσθομένου. χρόνον δ’ ἐκεῖθεν
20ἑξαμηνιαῖον ἀνὰ τὴν πόλιν ταυτηνὶ διατετριφώς, καὶ Βυ‐ ζαντίων τοῖς προύχουσιν ἐπί τε σοφίᾳ καὶ δόξῃ συναναμιγ‐
νύμενός τε καὶ ὁμιλῶν εὐφυῶς, καὶ τοῖς πρὶν ἠκουσμένοις τὰ

3

.

76

πλείω κατὰ τὸ συνεχὲς ἠθροικώς, ἧκεν αὖθις ὡς πρότερον ἡμῖν τὰ λειπόμενα ἀπαγγέλλων ἑξῆς. ἦσαν δὲ τοιαδί. Τοῦ Γαλατωνύμου, φησί, φρουρίου γῆς καὶ θαλάττης ἀποκλεισθέντος, καὶ τῶν ὁλκάδων αἳ τὴν σιτοπομπίαν αὐτῷ
5ἐκόμιζον ἐκ τῆς ἄνωθεν θαλάττης, ἀφῃρημένου πρὸς τῶν Βε‐ νετικῶν, ὡς εἴρηται, τεσσαρεσκαίδεκα μακρῶν ἐκείνων νεῶν ἔτει πρότερον ἑνί, κἀκεῖθεν ἔπειτα τὴν τοιαύτην μάχην δια‐ δεξαμένου τοῦ βασίλεως, καὶ τριήρεσι μὲν ἐκ θαλάσσης δέκα, στρατιωτικαῖς δ’ ἐξ ἠπείρου δυνάμεσι μαχομένου, σπάνις μακρὰ
10τῶν ἐπιτηδείων τοὺς ἔνδον κατεῖχε Λατίνους. διὸ πρεσβεύεται πρὸς αὐτοὺς ἐλεήσας ὁ βασιλεύς, δι’ ὅρκων σφᾶς ἀζημίους βε‐ βαιῶν ἀφιέναι, εἴτ’ αὐτόθι καθῆσθαι βούλοιντο, εἴτ’ οὖν πορεύ‐ εσθαι ὅπῃ βούλοιντο, καθαιρεθέντος πρότερον τοῦ τὸ φρούριον τειχίζοντος νεοπαγοῦς περιβόλου. πρὸς ἃ τερατευσαμένους ἐκεί‐
15νους τά τε ἄλλα τῆς εἰωθυίας καὶ νῦν ὀφρύος ἀποκρίνασθαι, καὶ μὲν δὴ καὶ ὅτι, εἰ μὲν ἑνὶ θεῷ τῷ τοῦ παντὸς ἐλάτρευες ποιητῇ δηλαδή, ἦν ἂν ὡρισμένῃ μνήμῃ τὰς τῶν ὅρκων ἀσφαλείας ἐγ‐ κλείοντας, ἀφρόντιδα βίον ἐν ἀτειχίστῳ διάγειν χωρίῳ. νῦν δ’ οὐκ εἰδόσι τίνι τῶν ἀπείρων οἷς λατρεύεις θεοῖς τὰς τῆς
20πίστεως νέμεις ἐγγύας, δεδιέναι μὴ συναρπασθεῖσιν ἔπειτα τὰς ἀκοὰς διά τε τῆς ὁμωνυμίας καὶ τῆς τοῦ μόνου θεοῦ προσηγορίας, ἐς τὴν τῆς ἀπειρίας ἐκείνης ἀνάχυσιν καταδύν‐
τας, ἀπείροις περιαντλεῖσθαι γένηται ναυαγίοις ἡμῶν αὐταῖς

3

.

77

ψυχαῖς καὶ αὐτοῖς σώμασι. ταῦτ’ ἀκούων ὁ βασιλεὺς και‐ ρίαν, φησίν, ἐνόμιζε δέχεσθαι κατὰ τῆς καρδίας πληγήν, καὶ μεμελέτηκεν ἀντ’ ἄλλου φαρμάκου, τόν τε Ἀλεξανδρείας πα‐ τριάρχην καὶ ἅμα τὸν τῆς Ἀντιοχείας δώροις περιελθὼν καὶ
5πόρρωθεν, ἐνδημήσαντας πείθειν ἐνταυθοῖ συνθέσθαι τοῖς νέοις καὶ παρανόμοις τόμοις, καὶ ὑπογράψαντας εἶναι καὶ αὐ‐ τοὺς τοῦ λοιποῦ γε ὁμόφρονας, ἐς τὸ τῶν τρόπων ἐκείνων ἀπιδὼν καὶ θαρρήσας ἁπλοῦν καὶ τὸ τῶν γραφικῶν μεθόδων ἀποίκιλον, καὶ καθολικὴν ἐνταῦθα τὸ μερικὸν ἐκεῖνο καὶ λῃ‐
10στρικὸν ὀνομάζειν ἔχειν ἤδη συνέδριον σύνοδον, καὶ οὕτω τοῦ λοιποῦ τῶν ὀνειδιζόντων καταφρονεῖν ὡς ἀφρόνων, καὶ μη‐ δαμῇ καταπλήττεσθαι. οὕτω τῇ ἑαυτοῦ πιστεύων εὐθύνειν ἅπαντα γνώσει, παντάπασιν ἀμελῶν ὁρᾶται προνοίας θεοῦ. Ἤδη δὲ τοῦ φθινοπώρου περὶ τὰς τοῦ ἀρκτούρου ἐπι‐
15τολὰς γενομένου, φήμης ῥυείσης ὡς Βενετικαὶ τριήρεις ὑπὲρ τὰς ἑκατὸν τὸν Ἰόνιον παραλλάξασαι κόλπον, καὶ τὸ Ἀδρια‐ τικὸν ἐν δεξιᾷ καταλελοιπυῖαι πέλαγος, τὰς Κερκυραίων καὶ Ζακυνθίων καὶ Πελοποννησίων παραπλέουσι πόλεις, ξενολο‐ γοῦσαί τε καὶ τῶν ἐκεῖθεν ἀκμὴν τῆς ἡλικίας, ὁπόση στρα‐
20τεύσιμος εἴη, μισθοῦ στρατεύεσθαι πείθουσαι μάλα τι βρίθον‐ τος (μεγέθει γὰρ εἶναι μεγίστας ἐκείνας τὰς ναῦς, καὶ πλη‐
ρώματος δεῖσθαι μείζονος ἢ τριακοσίων ἑκάστην ἀνδρῶν),

3

.

78

αἱ προφυλακίδες τριήρεις τῆς ναυτικῆς τῶν Γεννουϊτῶν δυ‐ νάμεως πυθόμεναι τὴν ταχίστην ἧκον ἀγγέλλουσαι, καὶ ἅμα ὀτρύνουσαι μηδὲν μελλήσαντας Χίου αὐθημερόν τε ἀπαλ‐ λάττεσθαι καὶ ὅλαις κώπαις εὐθὺ Βυζαντίου ἐλαύνειν· εἶναι
5γὰρ βέλτιον ἐκεῖ τὴν τῶν πολεμίων ἔφοδον περιμένειν, ὅπῃ δὴ καὶ τὸ Γαλατώνυμον φρούριον εἴη ἂν πολλήν τινα καὶ παν‐ τοδαπὴν παρέχον ὠφέλειαν. ἄραντες οὖν εὐθὺς ἐκεῖθεν ἑξή‐ κοντα ταῖς πάσαις ναυσὶν ἀφίκοντο πρῶτον ἄχρι καὶ ἐς τὸ τοῦ Ἑλλησποντίου στόμα πορθμοῦ, καὶ αὐτόθεν ἐς Τένεδον
10καθωρμίσαντο. ἔνθα συχνὰς διατετελεκότες ἡμέρας, πολέ‐ μιον ἔφηναν οὐδαμῇ τὸ παράπαν οὐδ’ ἔνοπλον ἔργον οὐδέν, ἀλλ’ ἀγορὰν αἰτήσαντες καὶ λαβόντες μετ’ εἰρήνης ἐκεῖθεν ἀπήλλαξαν. καὶ τοῦτο ποιοῦντες ἠρέμα τὰς ἐν θαλάττῃ Ῥω‐ μαϊκὰς παρέπλεον πόλεις ἁπάσας, ἄχρι καὶ ἐς τὴν Πείρινθον
15τὴν καὶ Ἡράκλειαν καλουμένην. ἐνταυθοῖ δ’ οὐκ εὐμενοῦς οὐδὲ φιλανθρώπου τῆς ἀγορᾶς τῶν ἐπιτηδείων τυχόντες, ἔστησαν ἀλύοντές τε καὶ μαθεῖν περιμένοντες ἐκ τοῦ Γαλα‐ τωνύμου φρουρίου, εἰ τὴν ὑποδοχὴν ἀξίαν τοῦ στόλου πα‐ ρεσκευάσαντο· φθάσαντες γὰρ ἐκεῖ τριήρεις προύπεμψαν
20δέκα. μεταξὺ δὲ λάχανα παρεξιόντες ξυνέλεγον καὶ βοτάνην ἔνιοι τῆς ναυτικῆς δυνάμεως ἐκ τῆς χώρας, ἡμερήσιον ἐντεῦ‐ θεν τῇ γαστρὶ μνηστεύοντες τράπεζαν· μακρῷ γάρ τινι καὶ
πολυημέρῳ δαπανώμενοι διετέλουν λιμῷ. οἵ γε μὴν Ἡρα‐

3

.

79

κλεῶται, καθάπερ θεηλάτῳ πληγέντες ἀγνοίᾳ τὸν νοῦν, ἀντ’ ἄλλης ξενίας ἐνέδραν ἐκεῖ προλοχίζουσι πρὸ τοῦ στόλου νυ‐ κτός, ἅμα δ’ ἕῳ συχνοὺς οὑτωσὶ τῶν Λατίνων συνειληφότες ἀπέκτειναν. τοῦτο πρὸς ὀξεῖαν σφᾶς ἠρέθισεν ὀργήν, καί
5τοι καὶ βουλομένους μάχης ἀπέχεσθαι πάσης, ἄχρις ἀφικο‐ μένους ἐς Βυζάντιον περὶ εἰρήνης πρεσβεύσασθαι, καὶ πᾶσι τρόποις ἐπαγγελιῶν καὶ πάσαις δόσεσι χρημάτων περιελη‐ λυθέναι τὸν βασιλέα, καὶ πεῖσαι τὰς τῶν Βενετικῶν σπονδὰς ἀπειπάμενον ἀνθελέσθαι τὰς σφῶν. ὅθεν ἐπὶ πολλὰς τὰς
10ὥρας γνωσιμαχήσασι καθ’ ἑαυτοὺς καὶ μάλα γέ τι ἀνεκτὰ ἐδόκει σιωπήσαντας τὸ συμβὰν παρεληλυθέναι ἀτόπημα, καὶ μάλιστα τῆς ναυτικῆς καὶ πολυμιγοῦς ἀναρχίας ἐκριπιζούσης καὶ ἀναφλεγούσης τὸν πόλεμον. διόπερ ἐς τὴν ὑστεραίαν ἕωθεν οἱ ναύαρχοι τὰ πολεμικὰ τῶν σημείων ἐνεκελεύοντο
15δὴ τοῖς σαλπιγκταῖς ἀνακρούεσθαι, καὶ οὕτως εἰς ἄμυναν ἔνοπλοι πάντες ἐκπηδήσαντες περιεστρατοπέδευσαν τὴν πόλιν. καὶ ἅμα τὰς πύλας ἀναμοχλεύσαντες πάσας, ἐν ὥραις εἷλον δυσὶ μεστὴν οὖσαν οὐ μόνον τῶν πάλαι οἰκητόρων αὐτῆς, ἀλλὰ καὶ ὅσοι τὰς ἔξω κώμας τῆς Θρᾴκης διὰ συχνὰς τῶν
20ἐθνῶν ἐφόδους λιπόντες ἐν τοῖς αὐτῆς μετῳκίσθησαν, πλοῦ‐ τον παντοδαπὸν ἐκεῖ συμφορήσαντες. καὶ μὲν δὴ καὶ εἰσε‐ χέοντο πάντες ἁπανταχόθεν Λατῖνοι, καὶ πᾶσαν ἠνδραποδί‐ ζοντο ἡλικίαν ἐλεεινῶς, ὅση μὴ δρασμῷ τὴν σωτηρίαν ἔφθη
πορίσασθαι. τηνικαῦτα δ’ ἀπῆν ὁ τῆς πόλεως ἐπισκοπικῶς

3

.

80

προΐστασθαι λαχὼν Κόκκινος· οὕτω γὰρ ἐκαλεῖτο διὰ τὸ πυρῶδες καὶ ἄγριον τῆς ὄψεως ὁ ποιμενικὸς πατήρ. ἔτυχε γὰρ ἐν Βυζαντίῳ, ταῖς μὲν τοῦ Παλαμᾶ καινοφωνίαις πάσῃ γνώμῃ καὶ σπουδῇ συμμαχῶν, τοῦ δὲ ποιμνίου μικρὰ φρον‐
5τίζων, καὶ τὸν μὲν κατὰ τῆς εὐσεβείας ἀναρριπίζων ἐνταυ‐ θοῖ διωγμόν, τῷ δὲ βασιλεῖ προφοιβαζόμενος ἐξ ὀνείρων, κἀκ τοῦ τοιούτου μαντικοῦ τρίποδος ὑπισχνούμενος τὰ μεγάλα τε καὶ ἀπόρρητα, κλήρους ἀρχῆς δηλαδὴ καινοτέρους, καὶ πάσας ἑῴας καὶ ἑσπερίου λήξεως ἐπικράτειαν ἄμοχθον αὐτίκα μάλα
10τι ἑψομένην τῷ διωγμῷ. ἀλλὰ γὰρ ἐπειδὴ πρὸς πᾶν τοὐ‐ ναντίον ἐχώρει τὸ τοῦ Κοκκίνου μάντευμα, πολλὴν παρεῖχε τὴν ἀπορίαν τῷ βασιλεῖ, καὶ ἃ χθὲς καὶ πρότριτα προσίετό τε καὶ σφόδρα ἀσμένως ἐπίστευε, νῦν ἐς ἀμφιβόλους ἔρριπ‐ τεν ἐννοίας, καὶ τρικυμίαν εἶχε λογισμῶν, καὶ ἀπεσείετο τοὺς
15λήρους ἐκείνους, καὶ πολλαῖς ἐπειρᾶτο μέμψεσι βαπτίζειν τοὺς οὕτως ἐπ’ αὐτοφώρῳ ψεύδεσθαι οὐκ ἐρυθριῶντας. ἀλλ’ ἐγγύθεν αὖθις ὁ τὰς μαντείας εἰσάγων ἑστώς, καὶ παρεξη‐ γούμενος τὴν ἀλήθειαν, ἔπειθε πάλιν τὴν αὐθεντικὴν ὑποτρέ‐ χων ἁπλότητα, καὶ τοὐναντίου πνεύματος ἐνέργειαν ἔφασκεν
20εἶναι, ἵνα τὸν ὑπὲρ εὐσεβείας σβέσῃ θυμόν, καπηλεύσας τὸν δρόμον τοῦ διωγμοῦ. εἶναι δὲ καὶ δοκιμήν τινα τοῦτ’ ἔφα‐
σκεν αὐτῷ θεοῦ, καὶ τῆς μελλούσης ἴσως εὐδαιμονίας γίνε‐

3

.

81

σθαί οἱ προοίμιον, ἵνα μὴ τῇ τῆς χαρᾶς ἐκείνης ὑπερβολῇ πρὸς οἴησιν ἀρθῇ σου, φησί, τὸ φρόνημα, καὶ τῶν ἐπηγγελ‐ μένων σὺ τότε μᾶλλον ἐκπέσῃς, καὶ ἡμεῖς τῶν μεγάλων ψευ‐ σθῶμεν ἐλπίδων· οὓς γὰρ ἂν ὁ θεὸς ἀνάγειν ἐθέλοι πρὸς
5μειζόνων πραγμάτων ἐπιστασίαν, δοκιμωτέρους ποιεῖ, προ‐ γυμνάζων διὰ σμικρῶν τινῶν περιστάσεων. ἀλλ’ ἐκεῖνος μὲν τοιαῦτα τῆς ἀληθείας κατεψεύδετο, καὶ οὕτω τῆς εὐσεβείας ἀναιδῶς κατωρχεῖτο, τοῦ δὲ ποιμνίου σπαραττομένου μάλα πικρῶς ὑπὸ τῶν πολεμίων ἐκεῖ καὶ ἀφειδῶς ὑπὲρ χρημάτων
10πάντων καὶ παντοδαπῶν αἰκιζομένου νύκτωρ καὶ μεθ’ ἡμέ‐ ραν ἠμέλει, καὶ δεύτερα πάντ’ ἐνόμιζε τῆς ἐς τὸν τῆς πίστεως διωγμὸν σπουδῆς, καὶ οὐδὲ τὸν προφανῆ τοῦτον ἔλεγχον προ‐ φανῶς ᾐδεῖτο· ὃ γὰρ ὁ μέγας πάλαι πεποίηκε Κωνσταντῖ‐ νος (τοὺς γὰρ νεωτερίζοντας τότε τῶν Ἰουδαίων, καὶ τὸν ἐν
15Ἱεροσολύμοις ἀνανεοῦσθαι νεὼν ἐγχειροῦντας, συνειληφώς, καὶ σφῶν τὰ ὦτα λωβησάμενος, μαστιγοφόρους περιάγειν τε καὶ μαστίζειν παρέσχε τὸ τῆς γνώμης ἀκόλαστον μετὰ τῆς σαρκός, μὴ καὶ πλείοσιν ἄλλοις στήλη κακίας ὁ νεωτερι‐ σμὸς αὐτῶν καταστῇ), τοῦτο πέπραχεν ὁ θεὸς ἐνταυθοῖ,
20τὸν ἀσεβῆ ποιμένα τῆς πόλεως ἐλέγχων ἐκείνης καὶ τὰς τούτων φαυλίζων προρρήσεις, καὶ ἐκπομπεύων τοὺς τῶν μακρῶν ὀνείρων ἐκείνων λήρους ἐν μέσῃ γῇ τε καὶ θα‐ λάσσῃ, στήλης ἁπάσης ὑπέρτερον. ὡς γὰρ Ἰουδαίους Κων‐
σταντῖνος ἐκείνους κατ’ ἐκεῖνο τὸ μέρος ἐλωβήσατο ᾧ πάντων

3

.

82

μάλιστ’ ἀκούειν καὶ συνιέναι προσῆκε τῶν τοῦ σωτῆρος προρ‐ ρήσεων, τὸν μὲν παντελῆ τῆς οἰκοδομῆς ἐκείνης ὄλεθρον προει‐ πόντος, τὴν δ’ ἀναβίωσιν οὐδαμῇ γε προσθέντος, οὕτω νῦν ὁ θεὸς ἐνταυθοῖ πρῶτον αὐτὸν τὸν τὰς μαντείας ὑπέκκαυμα
5τῆς τοῦ διωγμοῦ φλογὸς παρεισάγοντα κατὰ τῆς εὐσεβείας τῷ βασιλεῖ χλευάζων, καὶ τῆς ὀνειροσκοπικῆς αὐτοῦ λαμπρῶς ἀναμοχλεύων τοὺς τρίποδας, τοῦ ποιμνίου πέπραχεν ἀλλότριον, ἀνάξια δρῶντα ποιμαντικῆς ἁπάσης καὶ θεοῦ, μονονουχὶ τῶν πραγμάτων βοώντων αὐτῶν ὡς ἐχρῆν μὲν ὑπὸ βασιλέως
10τῆς ποιμαντικῆς ἐξωθεῖσθαι τὸν ἀσεβῆ ποιμένα, ἐπεὶ δ’ ἀντὶ τοῦ κολάζειν ὃ δὲ καὶ στεφανίτην ἀνέδειξε, κοινὸν ἀμφοῖν ἐπάγει λοιπὸν ὁ θεὸς τῆς ζημίας τὴν δίκην, μηλόβοτον μὲν καταστήσας τὴν πόλιν, τὸν δὲ λαὸν φεῦ πανταχῇ διασπείρας τῆς οἰκουμένης, ἵν’ αἴσθωνται πάντες ὁμοῦ τε τῶν ἐλέγχων
15τῆς ἀσεβείας, καὶ οἷα τῶν πονηρῶν σπερμάτων εἰσὶ τὰ γεώρ‐ για, ἢ μᾶλλον τὰ τῶν μελλόντων δεινῶν προοίμια. Μετὰ μέντοι τὴν παντελῆ τῆς Ἡρακλείας ἐρήμωσιν καὶ ἀπώλειαν ἀφικέσθαι ἔδοξε Λατίνοις καὶ στῆναι πάσαις ὁμοῦ ταῖς ναυσὶ παρὰ τὸ τοῦ Εὐξείνου πόντου στόμα καὶ
20τοὺς ἐκεῖσε λιμένας, οὐ πάνυ πολλῷ τινὶ διαστήματι τοῦ Γαλατωνύμου φρουρίου ἀπέχοντας, κἀκεῖθεν περὶ σπονδῶν πρὸς βασιλέα πρεσβεύεσθαι. καὶ μέντοι καὶ ἐληλυθόσι προσετέ‐
θησαν σφίσι καὶ ἕτεραι τριήρεις πέντε, ἄλλους τε ἔχου‐

3

.

83

σαι κατ’ ἐκλογὴν ἄνδρας τῶν τοῦ φρουρίου τὰ πρῶτα φε‐ ρόντων οἰκητόρων, καὶ οὓς ὠνόμαζον τέως λευκοφόρους, ὥσπερ τοὺς τῷ Ἀλεξάνδρῳ πάλαι τῷ Μακεδόνι κατ’ ἐκλογὴν παρασπίζοντας ἐκείνους λευκάσπιδας. ὥσπερ γὰρ ἐκεῖνοι διὰ
5τὸ τῶν ἀσπίδων χρῶμα, οὕτω νῦν οὗτοι διὰ τὴν τῶν ἐνδυ‐ μάτων λευκότητα λευκοφόροι καλεῖσθαι ἐνόμισαν, καὶ εἶναι ἐπίσημοι διὰ τὴν τῆς ψυχῆς ἀνδρίαν, ἣν ἐπηγγείλαντο φιλο‐ τίμως ἐνδείξασθαι κατὰ τὴν ἐνεστῶσαν μάχην ἄχρι θανάτου, ἑνὶ πάντες ὅρκῳ δημοσίῳ προκαταδήσαντες ἑαυτοὺς ἀφειδῆ‐
10σαι τελέως τοῦ σώματος. ἦσαν δ’ οὗτοι πεντακόσιοι τὸν ἀριθμόν. ἀλλὰ γὰρ ὁ τῶν Γεννουιτῶν στόλος ἐς πέντε καὶ ἑξήκοντα τριήρεις ἀνηγμένος, ἐπρεσβεύοντο μετὰ παρρησίας ἤδη πρὸς βασιλέα, τά τε ἄλλα τῇ πρεσβείᾳ ἐγγοητεύοντες εἰς πειθώ, καὶ μάλιστα πάντων τὴν τῶν Βενετικῶν νεῶν πλάνην,
15καὶ τὸν μεταξὺ διὰ τοὺς ἐπενεχθέντας κλύδωνας μερισμὸν καὶ ἀποστροφὴν ἐς τὰ οἴκοι. τοῦ μέντοι βασιλέως τὴν ἐκεί‐ νων βεβαίως ἄφιξιν προσδοκῶντος, καὶ ἀποστρεφομένου προθέσεσιν ὅλαις ψυχῆς τὴν πρεσβείαν, ἀποτυχόντες πέμπουσι παρὰ τὰς τῷ Εὐξείνῳ προβεβλημένας πόντῳ παραθαλασσίους
20πόλεις Ῥωμαίων τριήρεις δέκα, αἳ δὴ καὶ δυοῖν ἡμέραιν ἀγωνισάμεναι Σωζόπολιν εἷλον, βαθύπλουτόν τε καὶ πολυάν‐ θρωπον πόλιν Ῥωμαίων, πλεῖον ἢ χιλίους σταδίους ἀπέχου‐
σαν τοῦ Πόντου αὐχένος. ὁ δὲ βασιλεὺς τάφρους τε ἀνώ‐

3

.

84

ρυττε κύκλῳ περὶ πᾶν τὸ παράλιον τεῖχος τῆς βασιλίδος τῶν πόλεων, τάς τε τῶν τειχῶν ἐπάλξεις ἐς ὕψος ἀνῆγε καὶ ὠχύ‐ ρου, ξυλίνους ἐποικοδομῶν καὶ περιστέφων πύργους καὶ ἡμι‐ πύργια. οἱ δὲ Γεννουῖται νῦν μὲν ἠπείλουν, νῦν δ’ ἐπρεσβεύ‐
5οντο περὶ σπονδῶν. ἐπεὶ δ’ ἐλπίδας ἐξ ἐλπίδων στρεφόν‐ των ὁ χρόνος ἐτρίβετο καὶ τὰ ἐπιτήδεια ἐπέλιπε σφίσιν, εἰς ἀνάγκην ᾔεσαν σπείσασθαι τοῖς τὴν Βιθυνίαν ἔχουσι Πέρσαις. πρεσβεύονται τοίνυν πρὸς τὸν ἡγεμόνα σφῶν, καὶ δῶρα τὰ μὲν πέμπουσι τὰ δ’ ἐπαγγέλλονται, συμμάχους εἶναι σφίσι
10παρακαλοῦντες διηνεκεῖς, καὶ φόρους ἐτησίους λαμβάνειν πο‐ λυταλάντους καὶ παντοδαπούς. Τούτων δ’ οὕτω γιγνομένων, λῦπαι μακραὶ τὴν ψυχὴν ἐδαπάνων τοῦ βασιλέως, τὴν ἀπουσίαν ἐς πολὺν παρατείνου‐ σαν χρόνον ὁρῶντος τῶν Βενετικῶν νεῶν. ἵνα γὰρ ἐς τὸ
15πρότερον ἴχνος τοῦ λόγου ἐπανακάμψωμεν, κατέπλευσαν μὲν ἐκεῖναι πρῶτον ἐς Κρήτην ἀπαθεῖς ἠθροισμέναι τοῦ φθινο‐ πώρου μεσοῦντος, τριάκοντα μέν, ὡς φασί, τῶν Κατελάνων, ἑβδομήκοντα δὲ τῶν Βενετικῶν· ἔνθα καὶ πλείστας ἡμέρας διατετρίφασι, τὰ ἐπιτήδεια ἱκανῶς ἐσκομιζόμεναι. ἔπειτ’
20εὐπλοίας γενομένης ἀνήχθησαν, καὶ μήπω δυοῖν ἡμερῶν ἀνύ‐ σασαι πλοῦν χειμῶνι δεινῷ κατὰ τὸ Ἰκάριον περιεπεπτώκε‐ σαν πέλαγος, τῶν ἀπ’ ἄρκτου ῥεόντων πνευμάτων σφοδροτέ‐
ρων ἤδη κατὰ τοῦ Αἰγαίου χεθέντων πελάγους. κἀντεῦθεν

3

.

85

ἀλλήλων διαζευχθεῖσαι κατὰ πλείω καὶ ἥττω γε μέρη, αἳ μὲν ἐς Κρήτην παλινδρομοῦσιν, αἳ δὲ τῇ Εὐβοίᾳ προσώκειλαν, αἳ δὲ τῶν Κυκλάδων ἥψαντο νήσων. ἔνιαι δὲ καὶ ἀπώλοντο, βράχεσι καὶ τεναγώδεσι τόποις νυκτὸς προσρηγνύμεναι. ἐπεὶ
5δ’ ἐς Βενετίαν σφίσιν ἐπανιέναι οὐκ ἦν (τὸ γὰρ ἅπαξ ἐκεῖ τῇ βουλῇ κυρωθὲν ἄλυτα νόμου ἰσχύοντα εἶναι συμβαίνει, εἶναι δ’ αὐτοῖς ἐκεῖθεν προστεταγμένον δυοῖν θάτερον, ἢ νι‐ κητὰς ἐπανιέναι τῶν πολεμίων, ἢ πολεμίοις ἅμα πάντας ἐκεῖ σφαγῆναι χερσί, τῷ δ’ ἄλλως ἐπανιόντι θάνατον εἶναι τὸν
10αἴσχιστον τοὐπιτίμιον, ἁπάσης προφάσεως λίαν ὑπέρτερον), εἰς ἀνάγκας ᾔεσαν ἅπασαι τὰς αὐτάς, εὐθὺ Βυζαντίου ἐλαύ‐ νειν ἑκασταχόθεν ἁπάσας ἐν ὁμοίᾳ τῇ γνώμῃ. συνέβη τοίνυν συχνῶν ἡμερῶν σποράδας ἠθροῖσθαι τριήρεις ἐκ τούτων δύο καὶ ὀγδοήκοντα, αἳ δὴ καὶ μετὰ βραχὺ κατέπλευσαν ἐς Τέ‐
15νεδον μάλα μόλις· χειμῶνι γὰρ περιέτυχον αὖθις, μετρίῳ μέν, ἐνέτυχον δ’ οὖν. ἡμέρας δ’ ἐκεῖ συχνὰς περιμείναντες τοῦ χειμερίου κλύδωνος, ὅσον ἐφικτόν, ἑαυτὰς ἀνελάμβανον. νοτίων δ’ ἔπειτα πνοαῖς ἐξ οὐρίας γενομένων ἀνήχθησαν ἕω‐ θεν. περὶ δὲ δείλην ὀψίαν ἀντιπνοίας γενομένης σφίσιν ἐκ
20πρῴρας, ἐς μίαν τῶν ἐν Χερρονήσῳ πόλεων προσωρμίσθη‐ σαν, καλουμένην Σηστόν. κἀκεῖθεν αὖθις μετὰ πολλὰς τὰς ἡμέρας ἐξέπλευσαν, νότου μαλακοῦ μὲν τὴν ἀρχὴν γενομένου,
τραχυνθέντος δ’ ἐς τὴν ὑστεραίαν τοσοῦτον ὥστε μόλις ἐδυ‐

3

.

86

νήθησαν ταῖς τῆς Προποντίδος προσεληλυθέναι νήσοις, δυοῖν δέουσαι ἑβδομήκοντα, τοῦ χρόνου τηνικαῦτα τὰς τοῦ χειμῶ‐ νος ἐσχατιὰς παραθέοντος, καὶ μέλλοντος ὅσον οὐδέπω τὰς τῆς ἠρινῆς ἰσημερίας ἀνίσχειν τροπάς. κἀπειδὴ λιμὴν ταῖς
5νήσοις ἐκείναις οὐκ ἦν οὐδαμῇ τοσούτῳ στόλῳ προσήκων, με‐ τέωροι νυχθημέροις δυσὶν ἐπ’ ἀγκυρῶν ἐσάλευον ἅπασαι πάνυ τι πλημμελῶς, τοῦ τε κύματος κάτωθεν ἀνοιδοῦντος, καὶ τοῦ πνεύματος οὐδαμῇ πω λήξεως μεμνημένου. ἦ γὰρ ἂν ἐνῆν καὶ Γεννουίταις ἐπὶ σφᾶς ἐξαίφνης πλευσεῖσθαι, πάλαι τοῦτο
10μελετηθὲν αὐτοῖς καὶ παρασκευασθὲν κεκοπωμένοις ἐπεισπε‐ σεῖν κατὰ τὸν ἀνάπλουν. καὶ ταῦτα μὲν τῇδέ πῃ ἔσχεν· ἀλλ’ ἐπειδήπερ οὐκ ἦν ἐς πλέον οὐδ’ ἐνταυθοῖ καθημένοις θαλάττῃ καὶ κύμασι μάχεσθαι καὶ πνεύματι τραχυνομένῳ διηνεκῶς, ἄραντες ἐκεῖθεν τριταῖοι περὶ δείλην ὀψίαν κατῄε‐
15σαν ἠρέμα καὶ μοχθηρῶς ἐς τὸν τῶν Βυζαντίων λιμένα. καὶ ἅμα τριήρεις ἐντεῦθεν ὀκτὼ ἀναχθεῖσαι Ῥωμαϊκαὶ συν‐ διέφερον τὴν καταγωγὴν καὶ συνεκρότουν, προάγουσαι καὶ χειραγωγοῦσαι. ἀλλὰ πρὶν ἅψασθαι γῆς, ἐπιπλέουσιν ἐξ‐ αίφνης αὐταῖς αἱ Γεννουιτικαὶ τριήρεις, ἐφεδρεύουσαι πάλαι
20πολύν τινα χρόνον. καὶ πρῶτα μὲν τριήρεις ταχυναυτούσας σύνδυο καὶ σύντρεις ἐκ διαστήματος ἐς πρύμναν ἐκείνων προύπεμψαν, κἄπειτα ἐσπουδασμένην τινὰ καὶ μάλα τι σφό‐ δρα κατόπιν ὀξεῖαν αἱ πᾶσαι τὴν ἔφοδον ἐποιοῦντο, ὡς ἐς
ἀνάγκας ἰέναι Βενετικούς, καίπερ οὕτω κεκοπωμένους καὶ ἐν

3

.

87

οὕτω ἀστατούσῃ θαλάττῃ διὰ τὸν τότε κλύδωνα, συνάψαι τὴν μάχην αὐτόθι. στρέψαντας οὖν ἐπὶ σφᾶς ἤδη τοὺς πο‐ λεμίους οἱ Γεννουῖται τὰς πρῴρας ἰδόντες πρύμνας τε ἐκρού‐ σαντο εὐθύς, καὶ ἀμεταστρεπτὶ παρὰ τὸν αὐχένα τοῦ Πόν‐
5του καὶ τοὺς συνήθεις λιμένας κατέφευγον. οἳ δ’ ἐπέκειντο διώκοντές τε καὶ βάλλοντες κατὰ νώτου. τέτταρας αὐτοῦ παρὰ τὸν λιμένα διὰ τὸν κλύδωνα μικρόν τι ῥαγείσας ἐν ταῖς ἐκεῖ προβλῆσι τῶν πετρῶν καταλελοιπότες τριήρεις. καὶ ξύν γε αὐταῖς αἱ Ῥωμαϊκαὶ συνεξέθεον ἐκεῖναι, τὸν ἐκείνων θυμὸν
10ἀναζωπυροῦσαί τε καὶ ἀναφλέγουσαι πρὸς τὸν πόλεμον. καὶ μὲν δὴ τετύχηκε συρραγῆναι σφᾶς κατ’ ἀλλήλων ὅπῃ κίονες διπλοῖ σχῆμα τάφου τινὸς ἀνέχοντες ἵστανται. ἐκεῖ γὰρ ἐπ’ ἀλλήλους μάλα τι καταπληκτικῶς καὶ εὐρώστως ὁρμήσαντες ἐναυμάχουν, καὶ μάλιστα πάντων ἔνθεν μὲν οἱ Κατελάνοι,
15ἐκεῖθεν δ’ οἱ πεντακόσιοι λευχείμονες ἐκεῖνοι, συχνὰ ἐπεκθέον‐ τες ἐκ τῶν ἰδίων ἐς τὰς ἀντιπάλους ἑκάτεροι ναῦς, καὶ νῦν μὲν ἐντεῦθεν ἐκεῖσε νῦν δ’ ἐκεῖθεν ἐνταῦθα περιειλούμενοι, καὶ ἀγχιστρόφους τελοῦντες τὰς ἐκδρομὰς καὶ καταδρομάς, καὶ ἀφειδῶς ὑπ’ ἀλλήλων ῥηγνύμενοί τε καὶ ῥηγνύντες, καὶ
20τῶν ἰδίων αἱμάτων τε καὶ σαρκῶν ὡς ἀλλοτρίων ἀφειδοῦντες ὠμῶς καὶ θηριωδῶς. καὶ εἰ μὴ νὺξ ἐν βραχεῖ διέκοψεν ἐπιοῦσα τὴν ναυμαχίαν ἐκείνην, τάχ’ ἂν ὑπ’ ἀλλήλων καὶ τῆς θαλάττης
ἐκεῖ διεφθείροντο πάντες· διελύθησαν γὰρ οὐ μάλα ἑκόντες

3

.

88

ἑκατέρων ἑκάτεροι περὶ δευτέραν μόγις που καὶ τρίτην ὥραν τῆς νυκτός. Τῆς δ’ ὑστεραίας ἐπιούσης καὶ τὰ τῆς ἑσπέρας ἐκείνης ἀνακαλυπτούσης ἔργα, ὤφθησαν αἱ μὲν Βενετικαὶ τριήρεις ἄνω
5που περὶ τὸν Θεραπέαν λεγόμενον οὑτωσί πως λιμένα, πλη‐ σίον τοῦ ἱεροῦ τοῦ Σαράπιδος, ὁρμοῦσαι, αἱ δ’ αὖ Γεννουι‐ τικαὶ πρὸς ἕω παρὰ τὰς ὄχθας τῆς Χαλκηδονίας μετέωροι σαλεύουσαι, μικρὸν ἐνδοτέρω τῆς ψάμμου. τὸ γὰρ ἑσπέριον πεφόβηνται μᾶλλον μέρος ἢ τὸ πρὸς ἕω διά γε τὸ Ῥωμαίοις
10μὲν ἐνταῦθα πολεμίους εἶναι, βαρβάροις δ’ ἐνσπόνδους ἐκεῖ καὶ συμμάχους, ὅσον ἐφικτόν, ἐπιρρωννύουσιν ἔξωθεν καὶ ἐπικροτοῦσι φωναῖς συχνοτέραις καὶ ἀσήμοις οἷον κλαγγαῖς, καὶ μάλισθ’ ὅτι καὶ πλῆθος Ῥωμαίων πρὸ δείλης ἑώας τε‐ θέανται μάλα συχνὰ κατὰ ποταμοὺς ἐπιρρέον ἐξ ἠπείρου
15πρὸς θάλασσαν βοηθείας τε ἕνεκα τῶν Βενετικῶν, καὶ ἅμα τῶν ἐκ ναυαγίου λαφύρων. συνεπεπτώκει δ’ οὐ μικρῶς τοῖς στρατεύμασιν ἑκατέροις ζημιωθῆναι. Γεννουιτικαὶ μὲν γὰρ ἀπώλοντο δύο καὶ εἴκοσι νῆες, Βενετικαὶ δ’ ὀκτωκαίδεκα, ὧν αἱ πλείους ἦσαν τῶν Κατελάνων κραταιότερον ἀγωνισα‐
20μένων ἢ κατὰ πάντας. κατὰ στόμα γὰρ τοῖς πολεμίοις, ὡς εἴρηται, ἐπεισπίπτοντες, ναυάρχῳ ναύαρχος καὶ ναύτῃ ναύ‐ της, καὶ συστάδην ὡς ἐπὶ ξηρᾶς μαχόμενοι, πολὺν εἰργά‐
σαντο φόνον τῶν πολεμίων, ὡς καταδῦναι μὲν καὶ νῆας ἐνίας

3

.

89

αὐτάνδρους ὑπὸ βρίθους τῶν ἀλλήλοις ἐπιπηδώντων ἀπροό‐ πτως ἐν σκότει καὶ νυκτί. ἦσαν δ’ αἳ καὶ ἀπειρίᾳ καὶ ἀγ‐ νοίᾳ χωρίων ἐς βράχη συνερρήγνυντό τε καὶ εἰς γῆν τοὺς ἄνδρας ἐρρίπτουν, ὠθοῦντος τοῦ κύματος, ὡς καὶ ἐς τὴν ὑστε‐
5ραίαν ὁρᾶσθαι τῶν Κατελάνων πολλοὺς πλανωμένους ἐν τῇ Ῥωμαίων γῇ, καὶ μὴ συνιέντας γλώττης Ἑλληνικῆς, μήθ’ ὅπῃ γῆς εἰσί, μήθ’ ὅπῃ χρὴ πορευομένους τὴν σωτηρίαν πο‐ ρίζεσθαι. ἦσαν δ’ οἳ κἀκ τῶν τραυμάτων λειποψυχοῦντες ἔπιπτον. οἳ δ’ ἡμιθνῆτες ἔπιπτον κατὰ τῆς ψάμμου, οἳ δ’
10ἐκπεπνευκότες ἤδη τελέως ἀναμὶξ ἑκατέρων τῶν στρατευμά‐ των. ἐκβρασσομένων γὰρ τῶν νεῶν ὑπὸ τοῦ κύματος ἔξω παρὰ τὴν γῆν ἐξέπιπτον μὲν καὶ αὐτοί, τῆς δὲ συμπλοκῆς οὐκ ἠμέλουν, ἀλλ’ ὅπλοις ἀντετίθουν ὅπλα καὶ φάλαγξι φά‐ λαγγας πεζικάς, ὡς γίνεσθαι διπλοῦν ἐκεῖνον συμβαίνειν τὸν
15πόλεμον, ναυμαχίαν τε καὶ πεζομαχίαν κατὰ ταὐτόν. τραυ‐ ματίαι δ’ ὅσοι βαδίζειν ἐδύναντο, ἄλλος ἄλλῳ ἡγεμόσι χρη‐ σάμενοι τῆς ὁδοῦ, δι’ ὅλης ἡμέρας ἐντὸς ἐγένοντο Βυζαντίου. καὶ ψυχαγωγίας ἔτυχον, ὁπόσον ἐφικτόν. τό γε μὴν παρὰ τὸν αἰγιαλὸν ἐπιρρεῦσαν ἕωθεν ἠπειρωτικόν, ὡς εἴρηται,
20πλῆθος ὀλίγους μὲν εἶχε τοὺς στρατιώτας, τὸ δὲ πλεῖστον ἐξ ἁπάσης τέχνης ἦν ξυμμιγές, ὅση τε βαναυσώδης καὶ ὅση
τῇ γεωργίᾳ προσετετήκει· καὶ ἦν ἁπάντων ἐκείνων οὐδεὶς

3

.

90

ᾧ μὴ προσεγεγόνει κέρδος οἴκαδ’ ἐπανιόντι, τῶν θαλαττίων κυμάτων ἐς γῆν ὅπλα καὶ βέλη παντοδαπὰ καὶ ἀσπίδας καὶ κράνη, καὶ τὰς κενεμβατούσας ἐν τῷ πελάγει τριήρεις ἀναμὶξ ἑκατέρων τῶν στρατευμάτων, ἐρήμους μὲν παντάπασιν οὔσας
5ναυμάχων ἀνδρῶν καὶ κώπης πάσης καὶ ταρσῶν, μεστὰς δὲ χρημάτων πολυτελῶν καὶ νεκρῶν πλουσίοις συμπεφυρμένων αἵμασι. Μετὰ μέντοι τὴν ναυμαχίαν ἐκείνην νόσου κοινῆς δια‐ νεμηθείσης τὸ πλεῖστον τῆς ναυτικῆς ἑκατέρας δυνάμεως, ἀπο‐
10θνήσκειν ἐπῄει μάλα συχνοὺς ἑκατέρωθεν, ὡς εἰς ἀνάγκην ἰέναι βουλεύσασθαι ἑκατέρους ἃ ἐδόκει λυσιτελεῖν. ἐδόκει δὲ Βενετικοῖς μὲν τὸν ἴδιον μεταστῆσαι στόλον, καίτοι βουλομέ‐ νους ἐκεῖ τὰς ἐκ Πόντου κατιούσας στρογγύλας τῶν πολεμίων ὁλκάδας αἱρεῖν, αἳ παρεκόμιζον ἔκ τε Σκυθῶν καὶ Τανάιδος
15τἀπιτήδεια. ἀλλ’ ἀνθεῖλκε σφᾶς οὐ μόνον τὸ τοὺς νοσοῦντας αὐτῶν ἀνακτᾶσθαι βούλεσθαι, ἀλλὰ καὶ τῶν ἐπιτηδείων ἡ σπά‐ νις πολλὴ καὶ ποικίλη καθ’ ἡμέραν ἑκάστην ἀπαιτουμένη. διὸ λύσαντες τὰ πρυμνήσια ἐκεῖθεν παρὰ τὸν εἴσπλουν τοῦ τῶν Βυζαντίων λιμένος ἔστησαν καταχθέντες, τοῦ πρὸς ἕω βλέ‐
20ποντος, τὰς πολεμίας ἑστώσας εὐώνυμα ναῦς παραπλεύσαν‐ τες παρὰ τοὺς αἰγιαλοὺς τῆς Χαλκηδονίας γῆς τῶν βαρβάρων.
στενοχωρούμενοι γὰρ κἀκεῖνοι τῇ τῶν ἐπιτηδείων ὁμοίως

3

.

91

σπάνει, καὶ ἅμα νοσοῦντας ὁρῶντες ὁπόσοις τῶν ἀρίστων ἀνδρῶν μὴ πολεμίου ξίφους τετύχηκεν ἔργον γενέσθαι, τοῖς τῶν βαρβάρων προσωρμίζοντο λιμέσιν ἐνσπόνδοις οὖσιν, ὡς εἴρηται, τροφῶν τε εἵνεκα καὶ πλείστων ἄλλων καὶ με‐
5γάλων καὶ παντοδαπῶν ἐλπίδων, καὶ πρός γε ἔτι θάπτειν ἐν ἀλλοτρίᾳ πόρρω που τῆς οἰκείας γῆς τοὺς οἰκείους νε‐ κρούς, μὴ τῶν γαμετῶν καὶ τέκνων αἰσθανομένων. τοσοῦ‐ τον γὰρ τὴν τῶν πολεμίων κατεπλάγησαν τόλμαν ὥστ’ οὐκ ἀρκεῖν ἐνόμισαν βαρβάρους ἐκ τοῦ σχεδὸν τὰ μέγιστα βοη‐
10θοῦντας ἔχοντες, ἀλλὰ καὶ τὰς τῶν οἰκείων μεγίστας ὁλκά‐ δας ἀναγκαῖον ἔδοξεν ἀγαγόντας στιχηδὸν κατὰ μέτωπον πα‐ ραστήσασθαι δίκην πύργων καὶ τειχῶν, στρατιώτας παμπόλ‐ λους ἐχούσας, ἐπί τε τῶν καταστρωμάτων καὶ ἄνω παρὰ τὰ τῶν ἱστῶν ἀκρωτήρια λίθων παρεσκευασμένους ἔχοντας σω‐
15ροὺς ἐς τὸ ἐπιρρίπτειν τοῖς πολεμίοις καὶ τὸν ἐπίπλουν ἀνείρ‐ γειν αὐτῶν. νῆας δ’ ἔχοντες τὸν ἀριθμὸν ἐλάττους ἢ κατὰ τὰς πολεμίας, καὶ τούτων τὰς πλείους ἐρήμους στρατιω‐ τῶν, τῇ τε ναυμαχίᾳ καὶ τῇ κατόπιν τῆς ναυμαχίας νόσῳ φθαρέντων, εἰς ἀνάγκας ᾔεσαν καὶ αὐτοὶ μισθοφορικὸν ἀθροί‐
20ζειν ἐξ ἀλλοδαπῆς καὶ στρατιώτας ἐκ τῶν Βιθυνῶν κατα‐ γράφειν βαρβάρων, ἐνδιδόντος τοῦ σφῶν ἡγεμόνος Ὑρκανοῦ παμπόλλων ἕνεκα χρημάτων. μισθωσάμενοι τοίνυν ὑπὲρ χι‐
λίους ἐκεῖθεν ψιλοὺς διεῖλον, καὶ τοὺς μὲν παραβοηθεῖν δεῆ‐

3

.

92

σαν ἐκτάξαντες ἀνὰ τὸν ἑῷον εἶχον αἰγιαλόν, τοὺς δὲ πέμ‐ ψαντες τὸ τοῦ Γαλάτου φρουρεῖν προσετετάχεισαν πολίχνιον ἔνδοθέν τε καὶ ἔξωθεν, καὶ ἅμα συχνὰς ἐκδρομὰς καὶ κατα‐ δρομὰς ποιουμένους ληΐζεσθαι τὰ τῶν Βυζαντίων προάστεια,
5καὶ σφᾶς ἀντιπερισπᾶν ἐς οἰκεῖα πάθη, καὶ μὴ διδόναι σχο‐ λὴν μήθ’ ὡς τὰ πολλὰ τοῖς Βενετικοῖς συμμαχεῖν, μήτ’ ἔχειν ῥᾳδίως ἔξωθεν τἀπιτήδεια ἐσκομίζεσθαι. Ὃ δὴ καὶ μάλιστα πάντων μακρὰν ἐνεποίησε Βυζαν‐ τίοις τὴν βλάβην. ὑπὲρ γὰρ τὰς ὀκτωκαίδεκα χιλιάδας πα‐
10ρεισενεχθέντος τῇ πόλει στρατοῦ ναυτικοῦ, πολλῶν ἐς ἡμέ‐ ραν ἑκάστην τροφῶν δεομένου, μὴ μόνον ἅπανθ’ ἑξῆς ἐν βραχεῖ σπανίζειν ἐξεγένετο τἀπιτήδεια Βυζαντίοις, ἁπάντων σχεδὸν ἐκ πολλοῦ πανταχόθεν ἀποκλεισθεῖσι διὰ τὰς μάχας, τῶν τε ἄλλων ὁπόσα τραπέζης ἀναγκαίας εἰσὶ προσφορήματα,
15καὶ ὅσα ὁ γείτων πορθμὸς τοῖς ἁλιεῦσι παρεῖχε τὰ χρήσιμα ἐς ἡμέραν ἑκάστην τὸν ἅπαντα χρόνον, ἀλλ’ ἤδη καὶ ὁ σῖτος ἡμερῶν ὀλίγων ἐς τὸ διπλάσιον ἀνήγετο τοῦ χθὲς καὶ πρώην τιμήματος. ὅθεν εἰς ἀπορίας ἐνέπιπτον μάλα μακρὰς οἵ τε τῶν Βενετικῶν ἡγεμόνες, ἀκουσίου δαπανώσης τὸν χρόνον
20ἀπραγμοσύνης αὐτῶν, ἅτε ἐφιεμένων μέν, οὐκ ἐχόντων δ’ ὅθεν ἐγχειροῖεν ἂν τοὺς πολεμίους ἀμύνεσθαι, ἀσφαλῶς οὑ‐ τωσὶ πεφραγμένους ἔκ τε γῆς καὶ θαλάττης, ὡς εἴρηται. καὶ
μάλιστα πάντων τὴν τοῦ βασιλέως ψυχὴν αἱ τῶν λογισμῶν

3

.

93

περιέκλυζον τρικυμίαι, συχνὰ τῶν καθ’ αὑτὸν πραγμάτων ἀνακυκλοῦντος τοὺς κύβους, οἷς πρόσωπον μὲν ἐλπίδων ὑπο‐ τείνειν ἔπεισι χρηστόν, τοὐναντίον δ’ ἅπαν ὡς ἐπίπαν ἔπειτα περαίνειν, ὥσπερ ἐξεπίτηδες πᾶσαν ἐπίνοιαν αὐτοῦ καὶ σπου‐
5δὴν παίζοντάς τε καὶ ἀνατρέποντας. καὶ τό γε δήπου μεῖζον, ὅτι τοσούτοις καὶ τηλικούτοις περιαντλουμένῳ χειμῶσιν ἀπεῖ‐ ναι οὐκ ἦν οὐδὲ τὰς τῶν υἱέων αὐτῷ συμφορὰς τηνικαῦτα, ἀλλ’ ἐστασίαζον ἤδη καὶ αὐτοὶ περὶ τῆς ἀρχῆς, καὶ ταῦθ’ οὕτω ναυαγούσης τε κἀπὶ σαθροῦ τοὺς πόδας ἐρειδούσης καὶ
10ἐς τὸ πάνυ τι λίαν βραχύτατον πάνυ τι λίαν ἐλαυνομένης, ὅτε δήπου μᾶλλον ἐχρῆν τῷ πατρὶ καὶ βασιλεῖ κατὰ πᾶν ἐφικτὸν συναίρεσθαι σφᾶς, κοινῇ καὶ καθ’ ἕκαστα, καθάπαξ ἅπαν ἴδιον βυθοῖς παραπέμψαντας λήθης. ὅ τε γὰρ Παλαιο‐ λόγος κἀπὶ τῇ θυγατρὶ γαμβρὸς Ἰωάννης, ὡς πάλαι πατρό‐
15θεν τὴν ἀρχὴν αὐτῷ προσήκουσαν ἔχων, ἀντείχετο ταύτης ὁλοσχερῶς, καὶ οὐδὲν οὐδενὶ τῆς διαδοχῆς παρεχώρει· ὅ τε Ματθαῖος υἱὸς ὢν καὶ αὐτός, ἐνέκειτο μάλα σφοδρῶς καὶ αὐτὸς ἀπαιτῶν, ὡς νῦν γε καὶ αὐτῷ προσηκούσης πατρόθεν, μεταπεσόντων ἤδη μεταξὺ τῶν σκήπτρων κατὰ τὰς ἀεὶ φε‐
20ρομένας οὑτωσὶ τῶν πραγμάτων τύχας, καὶ πρὸς ἄλλοτ’ ἄλ‐ λους συχνὰ μεταρριπτουμένας, καὶ παραλλάξεσιν ἀτεκμάρτοις οὕτω καὶ ἀπορρήτοις οἰακιζούσας τὸν βίον, καὶ νῦν μὲν τούτῳ
νῦν δ’ ἐκείνῳ παρεχομένας τὴν τῶν οἰκείων εὐμένειαν ὀφ‐

3

.

94

θαλμῶν, καὶ τοὐναντίον αὖθις καὶ διὰ παντὸς ἑκάτερον, καὶ νόμον γίνεσθαι τοῦτον ἀνομοθέτητον εἰπεῖν, ἐπιφυεῖσαν τοῖς πράγμασιν ἄνωθεν καρπωσάμενον βλαστήν, καὶ μὴ ῥᾷστα δυναμένην ἀναίμακτον προΐεσθαι τὴν μεταβολήν, οὐδ’ ἄνευ
5τὸ πλεῖστον εἰπεῖν τοῦ βιαίου. δεδιέναι γοῦν καὶ τὰς ἐφε‐ δρευούσας τοῖς τοιούτοις κῆρας, ὅσαι θανάτων παντοίων με‐ στὰς ὑποτείνουσι χεῖρας· καὶ χρῆναι διὰ ταῦτα, πρὶν με‐ ταστῆναι τὸν δίκην ἰσθμοῦ τοὺς ἑκατέρωθεν ἀναχαιτίζοντα κλύδωνας, τοὺς ἑκατέρων ὁρισθῆναι θεσμούς.
10 Τοσαύτην τοίνυν κατ’ αὐτοῦ ῥαγεῖσαν κυμάτων ἐπαγω‐ γὴν ἐν ταὐτῷ συνορῶν ὁ βασιλεὺς οὕτω στενῷ κομιδῇ τῷ καιρῷ, ἤσχαλλέ τε καὶ ἐδυσφόρει, καὶ μακραῖς ἐβάλλετο καὶ πολυτρόποις τὴν ψυχὴν ὀδύναις. μὴ ἔχων δ’ ὅπῃ βλέψας παρήγορον ἄν τινα δέξαιτο λόγον, ἔστενέ πως καὶ αὑτόν, καὶ
15οἷον ἀπολεγομένῳ ἐῴκει τὸ ζῆν. ἐχεμυθῶν γὰρ ἦν ἀεί, καὶ οὐδενί ποτε τῶν ἁπάντων ἐβούλετο κοινοῦσθαι τῶν τῆς ψυ‐ χῆς ἀπορρήτων οὐδὲν οὐδαμῇ· πάντων γὰρ καθάπαξ ἀπο‐ δοκιμάζειν εἴωθεν ἀεὶ τὰ βουλεύματα, καὶ πρὶν ἀκοῦσαι. οὕτω τοίνυν ὁρῶσαν τὴν βασιλίδα τὸν σύζυγον ἔχοντα λύπης,
20φάσκειν ἐπῄει τοιαδὶ πρὸς αὐτόν. “ὅτι μὲν οὐκ ἀθεεὶ τὰς συμφορὰς ἐπιέναι τοῖς ἀνθρώποις ἔστι, καθάπερ δήπουθεν
οὐδὲ τὰς εὐπραγίας, ἀγνοεῖν οἶμαι τῶν πάντων οὐδένα, οἷς

3

.

95

νοῦ μέτεστι καὶ διανοίας, τῶν ἀεὶ γιγνομένων στοχαζομένοις ὀρθῶς. δίκαιον δ’ εἶναι τὸν θεὸν καὶ δίκαια δρῶντας ἀν‐ θρώπους φιλεῖν, καὶ τοῦτο δ’ οἶμαι τοῖς ἅπασι γνώριμον εἶναι οἷς τὸν νοῦν τῆς ψυχῆς οἴαξι πηδαλιουχεῖσθαι ξυνερ‐
5ρυήκει συνέσεως. τὸ γοῦν ἕωθέν τινα τὴν πρόσω φάναι πο‐ ρείαν βαδίζειν ἁπάσῃ σπουδῇ προθέμενον τοσοῦτον ὄπισθεν ἑσπέρας ὁρᾶσθαι καθήμενον ὅσον ἔμπροσθεν ἐχρῆν, τοῦτο δὲ καὶ οἷς ὀλίγος ἐμπέφυκε νοῦς, γνοίη ἂν θεοῦ πάντως εἶναι, μήτε μὴν τοῖς τοῦ βαδίζοντος τρόποις ἀρεσκομένου, καὶ ἅμα
10τοῖς τούτῳ δρωμένοις ἅπασιν ἐμφανῶς μαχομένου, καὶ ἐς τὰ πάνυ τῶν προοιμίων ἐναντιώτατα πέρατα τὴν σπουδὴν ἀντιπεριάγοντος. μέμνημαι τοίνυν οὐχ ἅπαξ, οὐδὲ δίς που καὶ τρὶς μόνον, ἀλλὰ καὶ μάλα δήπου γε πολλάκις ἀμφοῖν ἡμῖν εἰπόντος τοῦ Γρηγορᾶ κατὰ τὰς ἐνταυθοῖ πολλάκις ἰδια‐
15ζούσας μακρὰς καὶ πολυειδεῖς ἡμῶν ὁμιλίας (οἶσθα δὲ καὶ αὐτός) τὰς βίβλους εἶναι τοῦ Παλαμᾶ δυσσεβείας πλή‐ ρεις μακρᾶς· ἃς δεχομένοις ἡμῖν, καὶ πολλὴν καὶ παντο‐ δαπὴν τὴν εὐμένειαν σφίσι παρεχομένοις, ἔφασκέ τε καὶ ὑπισχνεῖτο μηδενὶ τῶν ἡμῖν γε δρωμένων δημοσίων εὐδρομίαν
20ἀκολουθήσειν πρὸς τοῦ δικαίου θεοῦ, ἀλλ’ ἀνατρέπεσθαί τε πάντα καὶ φθείρεσθαι προφανῶς, καθάπερ κεραυνοῖς αἰθε‐ ρίοις τὰ λήια. εἰ δέ που καὶ δόξειε τῶν ἡμετέρων ἔργων
ἓν ὁποιονοῦν ὁπῃοῦν εὐτυχεῖν ἐκ προοιμίων, ἀλλ’ οὖν οὐκ

3

.

96

εἰς μακρὰν ἐκεῖ πικρὸν ἐπιφύεσθαι καὶ μάλα πολύχουν ἐν τοῖς πέρασι τὸ γεώργιον. τοῦτο δὲ καὐταῖς πανδήμοις σφο‐ δρότερον ἠκηκόειμεν φάμενον, οὐ δισταγμοῦ τινὸς μέρος πα‐ ραμιγνύντα τῷ ἤθει, ὁποῖος τοῖς δεδιόσιν ἕπεται τὴν τοῦ
5μέλλοντος ἀδηλίαν ὡς τὰ πολλά. καὶ οἶσθά γε ὡς ἠχθόμεθα τῆς παρρησίας τἀνδρί· ὃ δ’ οὐκ ἐνεδίδου λέγων. σκεπτέον οὖν μὴ θεοῦ μαχομένου διὰ τὸ δόγμα πονῶμεν ἀνήνυτα.” Ταῦτα τοίνυν καὶ τὰ τοιαῦτα διεξιούσης ἐκείνης, “ὦ γύναι” φησὶν ὁ βασιλεύς, “οὐ πάντα καθάπαξ χρεὼν ἀνατι‐
10θέναι θεῷ. εἶναι γάρ τινα καὶ τύχην τύραννον, κατὰ τὸ αὐτόματον ἐπιοῦσαν τοῖς τῶν ἀνθρώπων πράγμασι, κἀκ τοῦ προσεχοῦς αὐτὴν μᾶλλον τἀνθρώπεια διοικοῦσαν ἢ τὸν θεόν, ἐνέργειαν μὲν καλουμένην ἄκτιστον, δεσποτικοὺς δὲ χαρακτῆ‐ ρας φέρουσάν τε καὶ δεσποτικῶς τοῖς πράγμασιν ἐπιστρα‐
15τεύουσαν κατὰ τὴν τοῦ αὐτομάτου φοράν τε καὶ κίνησιν. εἰ δ’ οὖν, λόγον ἐγώ σοι καὶ μάλα εἰδυίᾳ ἐρῶ, τῆς ἐμῆς ἀλη‐ θείας μάρτυρά τε καὶ βεβαιωτήν. οἶσθα γὰρ ὁποίαις καὶ ὅσαις ἠπειγόμην ἐξευμενίζειν τὸν θεὸν χρημάτων δόσεσιν, ἃς ἀφθόνοις παλάμαις ἐξήντλουν ἱερεῦσι καὶ μονοτρόποις, καὶ
20ὅσοι σπηλαίοις ἐνδιαιτῶνται καὶ ὄρεσι, καὶ ὅσοι τῶν ἄλλως πενίᾳ καὶ νόσῳ συζώντων ὑπῆρχον, καὶ πῇ μὲν δημοσίᾳ, πῇ δὲ βλέποντος ἁπάντων οὐδενός. ὤνησαν δ’ ἡμῖν οὐδέν, ἀλλ’
αὔραις, ὥς γε ἔοικεν, ἐκεῖνα πάντ’ ἐκπεπονήκαμεν, καὶ περι‐

3

.

97

έστη ἡμῖν ἐκεῖνα παθεῖν ἃ μηδὲ τοῖς σφόδρα ἀνδροφόνοις διὰ βίου πεπονθέναι ξυμπέπτωκεν. ἀφ’ οὗ δ’ ὁμόφρων γεγένη‐ μαι Παλαμᾷ, καὶ βασιλεὺς εὐθὺς κεκράτηκα.” ἣ δ’ ὑπολα‐ βοῦσα τοιάδ’ ἀντέφησεν αὖθις. “ἐγὼ δέ” φησιν “ἐκ τῶν
5ἡμετέρων καὶ ἀνθρωπίνων βραχέα σοι φθέγξομαι. Εἰπὲ γάρ μοι· εἴ τις τῶν ἡμετέρων δούλων ἀμπελῶνος εἰπεῖν ἢ τῶν ἄλλως ἐχόντων ἡμῖν κτημάτων ἑνὸς οὑτινοσοῦν ἐπιμελητὴς ὑφ’ ἡμῶν καταστάς, ἔπειτα τὴν μὲν δεσποτείαν ἡμῶν ἀφῃρεῖτο περιφανῶς, πολλοστημόριον δὲ τῶν ἐκεῖθεν παρεί‐
10χετο φέρων ἡμῖν καρπῶν, οὐ μᾶλλόν γ’ ἂν ἐμεμισήκειμεν ἐκεῖνον ἢ ἠγαπήκειμεν; τοῦτ’ αὐτὸ νομίζειν ἔπεισί μοι καὶ περί γε τοῦ μόνου θεοῦ. εἰ γὰρ πλούτου καὶ δόξης το‐ σαύτης ἡμεῖς ἀπολαύοντες πρὸς θεοῦ, ἔπειτα τὴν αὐτοῦ δε‐ σποτείαν πολυθεΐαν ἑκόντες ἤ τινι τῶν ἁπάντων ἑτέρᾳ παρ’
15αὐτὸν ἐνεργείᾳ, ἐξευμενίζειν ἐκεῖνον νομίζοιμεν πολλοστημό‐ ριον χρημάτων τῶν αὐτοῦ προσάγοντες αὐτῷ, θᾶττον μέντ’ ἂν μισήσειεν ἢ ἀγαπήσειεν ἡμᾶς, ὅτι τὸ μεῖζον ἀφαιροῦντες τοὔλαττον παρέχομεν, ἢ μᾶλλον τὸ πᾶν ἀφαιροῦντες τὸ μη‐ δὲν παρέχομεν. εἴη δ’ ἂν κἀκ τῶν ἡμετέρων ἔτι πραγμάτων
20ἐναργέστερα τὰ λεγόμενα. οἶσθα γὰρ ὡς πρὶν ἢ ταῖς τοῦ Παλαμᾶ προστεθῆναι καινοφωνίαις ἡμᾶς, σφόδρα γε ἐξ οὐ‐
ρίας ἡμῖν τὰ τῆς εὐδαιμονίας ἔπλει, καὶ οὐδὲν ἀντέπνει τῶν

3

.

98

δεινῶν ἀντίπρῳρον, ἀλλὰ καὶ ὑπ’ ἄλλων τέως βασιλευόμενοι πλείω τῶν βασιλευόντων ἡμεῖς τὴν ἰσχὺν ἐκαρπούμεθα, καὶ τὸ τῆς βασιλικῆς ἐκείνης δόξης κλέος πλεῖον ἡμῖν ἢ τοῖς ἔχουσι περιῆν· ἐκείνων γὰρ ἐνομίζετο καὶ ἡμῶν ἦν. ἀφ’ οὗ
5δὲ τοῖς ἀμφὶ τὸν Παλαμᾶν φέροντες συμμαχεῖν ἡμᾶς αὐτοὺς ἐδεδώκειμεν, κατὰ πόσας ἡ τίσις εὐθὺς ἠκολούθει· πᾶσαν μὲν γὰρ εὐθὺς κακοδαιμονίαν συλλήβδην εἰπεῖν διηντλήκαμεν, πᾶσαν δ’ ἐκείνην τὴν δόξαν μετὰ τοῦ πλούτου παντὸς ἡμῖν ἀποβεβληκέναι ξυμπέπτωκε, καθάπερ τοῖς διαγρηγορήσασι τὰ
10ἐν τοῖς ὕπνοις ὀνείρατα. καὶ τὸ τῆς βασιλείας δ’ ὀψὲ περι‐ ζωσαμένοις κράτος ἕπεται δυστυχεῖν ἡμῖν ἀνακράτος, οἶμαι, διὰ τὸ μὴ τὴν βασιλικὴν ἰσχὺν εἰς διόρθωσιν ἀλλ’ εἰς διωγ‐ μὸν ἐκκενοῦν τῶν ὑπὲρ τῆς πατρίου λεγόντων πίστεως. ταῦτα δ’ οὐ σοὶ λέγουσα ὀνειδίζω τὰς τύχας, ἀλλὰ τὰς ἐμὰς ἀπο‐
15κλαίομαι συμφοράς. οὐ γὰρ ἄλλος ἐμοῦ γε σύ. τά τε γὰρ ἄλλα καὶ τῶν αὐτῶν ἐσμὲν ἄμφω γεννήτορες παίδων· καὶ εἰ μὴ πλέον, ἀλλ’ ἐπ’ ἴσης γοῦν σοι τὴν καρδίαν ἐμπίπρασθαί με κἀπὶ ταῖς νῦν αὐτῶν περιστάσεσι, πάντως οὐκ ἂν οὐδ’ αὐτὸς ἀρνηθείης. εἰ δ’ οὖν, λεγέτω μοί τις παρελθών, τίνος ἑτέρου
20τῶν πάντων ἕνεκα, τοσούτου κατέχοντος ἤδη ψύχους τήν τε γῆν καὶ τὸν περιέχοντα τοῦτον ἀέρα, καὶ τοσούτου χειμῶνος
αὖθις τοῖς καθ’ ἡμᾶς περικεχυμένου πράγμασιν, οὖσα γυνὴ

3

.

99

τὸν ἐντεῦθεν ἐς Ὀρεστιάδα καὶ Διδυμότειχον ἀναδέχομαι μόχθον, παύειν ἐπειγομένη τῶν κοινῶν ἡμῖν παίδων τὰς πε‐ ριστάσεις, καὶ εἴ τινές ποτ’ ἄρ’ εἶεν καὶ ὅσοι κυκεῶνας καὶ κλύδωνας.”
5 Ἀλλὰ τὸν περὶ τούτων εἰς δάκρυα καταλελυκότες λόγον τέως ἀνέστησαν, καὶ ἡ μὲν βασιλὶς ἁπάσῃ σπουδῇ παρεσκευά‐ ζετο πρὸς τὴν ἔξοδον, ὁ δὲ βασιλεὺς πέμψας ἠξίου τὸν ἡγε‐ μόνα Βιθυνίας καὶ γαμβρὸν Ὑρκανὸν μὴ βοηθεῖν Γεννουίταις. καὶ ἅμα περὶ τῶν αὐτῶν ἠξίου πέμψας καὶ ὁ τοῦ Βενετικοῦ
10ναύαρχος στόλου, καὶ δῶρα τὰ μὲν ἐδίδου τὰ δ’ ὑπισχνεῖτο. ὃ δ’ ἐλπίσι μετεωρίζων διῆγε κεναῖς, δύ’ ἐν νῷ ἔχων ταυτί, ἓν μὲν χρήματα λαμβάνειν ἐξ ἀμφοῖν τοῖν μεροῖν, δεύτερον δ’ ὅτι τουτωνὶ μαχομένων ἀλλήλοις ἀφοβίαν ἔχειν συνέβαινε τὴν αὐτοῦ δύναμιν περαιουμένην ληΐζεσθαι Θρᾴκην καὶ
15Μακεδονίαν, καὶ ὅσαπερ εἴη σκάφη καὶ ναυτικαὶ φορτίδες, φέρουσαί τε καὶ ἄγουσαι κατὰ νόμους ἐμπορικοὺς τἀπιτήδεια καὶ ὧν ἐν χρείᾳ καθίστανται νῆσοί τε καὶ πόλεις παράλιαι, τοῦτ’ ἐκεῖνο σχεδὸν ὃ καὶ Φαρνάβαζος ἐκεῖνος ὁ Δαρείου παραθαλάττιος ἔπραττε στρατηγός, τῶν Ἑλλήνων πάλαι κατ’
20ἀλλήλων μαχομένων. ἀλλὰ γὰρ ἐπειδὴ καὶ τὸ συμβὰν ἐμε‐ μαθήκει μεταξὺ κατ’ αὐτοῦ πλημμέλημα νεωστὶ πρὸς τῶν τοῦ βασιλέως υἱέων, ἀνεπήδησέ τε εὐθὺς ὑπ’ ὀργῆς καὶ
ἠπείλησε τὸν σατραπικὸν καὶ βαρβαρικώτερον τρόπον. εἶχε

3

.

100

δ’ οὑτωσὶ τὸ συμβάν. πρεσβείαν ὁ τῶν Τριβαλλῶν πρὸ βραχέος ἡγεμὼν ἐπεπόμφει, πρὸς γάμου ζητῶν κοινωνίαν συ‐ νάψαι τὴν ἑαυτοῦ θυγατέρα τῶν τοῦ Ὑρκανοῦ τούτου παίδων ἑνί, ἵνα συγγενικῆς σχέσεως τὰς μεταξὺ σπονδὰς ἐρειδούσης
5μονιμώτερον τῇ τῶν Τριβαλλῶν ἐντεῦθεν εἴη χώρᾳ τὸ ἄφο‐ βον. ἐς τοσοῦτο γὰρ ὁ βάρβαρος οὗτος ἤρθη δυνάμεως Ὑρ‐ κανός, ὡς μὴ μόνον Μακεδονίαν καὶ Θρᾴκην καὶ τοὺς ἐν Θρᾴκῃ ληΐζεσθαι Ῥωμαίους καὶ Μυσοὺς ἀδεῶς, ἤδη δὲ καὶ Τριβαλλοῖς μακρὸν ἐνέβαλε δέος, πολέμιον κἀπὶ τῆς χώρας
10ἐκείνων ἐκπέμπων στρατόν, καὶ πλείστην ἐκεῖθεν ἐπαγόμενος, ὁπότε βούλοιτο, λείαν. τὴν δὴ τοιαύτην ἀσμένως ὁ βάρβα‐ ρος δεδεγμένος πρεσβείαν, δεξιάν τε ἐπεπόμφει σπονδῶν, καὶ ἅμα τοὺς τὸ κῆδος βεβαιώσοντας πρέσβεις. καὶ μὲν δὴ τού‐ τοις ἐνεδρεύσας ἐπανιοῦσι μετὰ Τριβαλλικῶν πρέσβεων καὶ
15δώρων συχνῶν, περί που τὰς τοῦ Ῥαιδεστοῦ παρόδους, ὁ τοῦ βασιλέως ἐπὶ θυγατρὶ γαμβρός, ὁ τοῦ τῶν Αἰτωλῶν καὶ Ἀκαρ‐ νάνων ἄρξαντος Κόντου πάλαι παῖς, τὰ μὲν δῶρα ἐκεῖνα λῃ‐ στρικώτερον διήρπασε τρόπον, τῶν δὲ πρέσβεων οὓς μὲν ἀπέ‐ κτεινεν ἐξ ἐφόδου, οὓς δ’ ἐζώγρησε. καὶ ἦν αὖθις καὶ τοῦτο
20προσθήκη δεινὴ τῇ τῶν ταλαιπώρων τύχῃ Ῥωμαίων. ὡς γὰρ χειμῶνος ἐν θαλάσσῃ κυμάτων ἀλλεπαλλήλων πλῆθος, οὕτως ἄλλο ἐπ’ ἄλλοις ἀεὶ κἀνταῦθα συμπίπτει δυστύχημα· καὶ πρὶν
τὰ πρῶτα δυνηθῆναι θεραπεύειν ὁπωσοῦν, ὁ τῆς ἁμαρτίας

3

.

101

δαίμων ἐπαντλεῖ τὰ δεύτερα, κἀπὶ τούτοις αὖ ἀεὶ τὰ μείζω καὶ μηδαμῇ προσδοκώμενα. ναὶ μὴν καὶ ὅσα τῶν παρεσκευασ‐ μένων βέβαιόν τε καὶ ἀναμφίλεκτον ἔχειν δοκεῖ πως τὸ εὔ‐ δαιμον, καὶ οἷς οὐδεὶς οὐδ’ ὁθενοῦν οὐδ’ ὁτιοῦν ἔχει μέμφεσθαι,
5ἕωθεν ἐς ἑσπέραν ἀνατρεπόμενα πάντα κεῖται, καὶ ἐς τοὐναντίον περιχωρεῖ, καὶ ῥᾷστα τῷ τῆς ἁμαρτίας περιτρέπει δαίμονι, ἐξ αὐτῶν ἀπηρτισμένα τελέως εἰπεῖν ἁρπαζόμενα τῶν χειρῶν. καὶ ἀεὶ πλείους καὶ κρείττους κεκτημένοι πολλαχόθεν τὰς ἀφορμὰς τῶν μαχίμων παρασκευῶν, ἥττους ἐν τοῖς καιρίοις
10ἑκάστοτε μακρῷ τῶν πολεμίων ἐξαίφνης φαινόμεθα· καὶ ἀεὶ γέμοντες ἐλπίδων χρηστῶν, ἀεὶ μακρῶν οὐκ εἰς μακρὰν ἀπο‐ γνώσεων τοὺς ἐν τέλει τρυγῶμεν καρπούς. ὃ καὶ μακρᾶς περιίστησί μοι τὰς ἀπορίας, καὶ πολλοῖς καὶ μάλα ἀτόποις περικλύζει τοῖς ἐντεῦθεν κύμασιν, ὡς μηδὲ τὴν γλῶτταν ἔτι
15πρόσω δύνασθαι κινεῖν, χείροσιν ἀεὶ διηγήμασιν ἐντυγχάνου‐ σαν. καὶ ἢν μὴ σύ μοι λύσαις, Ἀσκληπιός τις καὶ Ἱππο‐ κράτης οὑτωσί πως καμνούσῃ φανεὶς διανοίᾳ, οὐκ ἂν ἐμοὶ τῶν ἐφεξῆς ἐνείη λέγειν οὐδαμῇ, ἀλλ’ ἐνταῦθα δή με τῶν ἀποριῶν αἱ φάραγγές τε καὶ τὰ ἔνεδρα φάναι τὸν οὕτω τα‐
20λαίπωρον κάμψαι βιάσονται δρόμον τῶν λόγων, πρὶν τῶν
δεινῶν ἐπιθεῖναι τὰ μείζω. ἄγε δὴ οὖν, ἄγε, φίλη μοι κε‐

3

.

102

φαλή, τὸ δοκοῦν περὶ ὧν ἂν ἐροίμην, ἀπόκριναι σὺ πρὸς θεοῦ. εἰπὲ πῶς πολλῶν καὶ παντοδαπῶν κατ’ ἄλλοτ’ ἄλλους καιροὺς ἁμαρτόντων ἀρχόντων καὶ ἡγεμόνων, οὐ τοσαῦτα καὶ τὸ ὑπή‐ κοον ὅσα νῦν πεπονθέναι συμπέπτωκε, μικρὰ δ’ οὖν ἢ οὐδέν.
5ἔπειτα πῶς τῶν ἀρχόντων ἐξουσίᾳ τὰ χείριστα δρώντων, αὐ‐ τῶν μὲν τοῖς πλείοσιν ἥκιστα πάσχειν συμβαίνει, σφόδρα δ’ οὖν τοῖς ὑπηκόοις, καὶ ταῦθ’ ὡς τὰ πολλὰ τοῖς πλείοσι τὴν τῶν ἀρχόντων ἐκείνων βδελυττομένοις μὲν κακίαν, διὰ δὲ φόβον φρίττουσί τε καὶ καταδυομένοις.
10 Καὶ τίς θεοῦ κρίματα δύναιτ’ ἂν ἐρευνᾶν, Ἀγαθάγγελε φίλτατε; εἰ μὲν γὰρ ἀλλήλοις ἦν ἀλλήλων γνώριμα, καὶ πᾶσι πάντων ἴσως, ὁπόσα ψυχαῖς ἀπόρρητα θαλαμεύεται, εἶχεν ἂν ὅπως ποτέ τις μεθ’ ὁποιασδηποτοῦν τῆς γνώμης τὰ ἑκάστῳ γινόμενα εἰδὼς ἀκαπήλευτον ἐκφέρειν κρίσιν. νῦν δ’ ὁρῶμεν
15ὡς οὐδ’ αὐτός τις ἕκαστος δύναιτ’ ἂν ἑαυτῷ συνορᾶν ἁμαρ‐ τάνοντι, ὅτι τε μάλιστα πάντων περὶ ἑαυτὸν ἐκτετύφλωται μάλιστα πάντων ἑαυτῷ φιλούμενον, καὶ ὅθ’ ἥκιστα οἶδεν εἰ τοῦ χρόνου ῥέοντος ἡ κακία ποσὶν ἀδήλοις ἐπιδραμοῦσα δα‐ πανήσει, κύβων δίκην μεταθεῖσα σύνεσιν αὐτῷ, καὶ τοὐναν‐
20τίον αὖθις ἥγε τῇ κακίᾳ μαχομένη φύσις τἀγαθοῦ. εἰ δὲ τοῦθ’ οὕτω, πολλοῦ μέντ’ ἂν δεήσειε τὰ ἑτέρων ἑτέρους εἰδέναι
ποτέ. θεῷ γὰρ μόνῳ τοῦτ’ ἀπρόϊτον τετήρηταί γε καὶ τετα‐

3

.

103

μίευται. ἀνθρώπων δ’ ὃς ἂν δρῴη τἀγαθά, πνέοντα βίον εἰρήνης εἶναί οἱ ὑπεσχημένον ἐκεῖθεν βιοῦν, ὃς δ’ οὖν τἀναντία, τούτῳ δ’ αὖ τἀναντία. εἶναι δ’ οὐ πάνυ τι ἐλαχίστον οὐδ’ ἀγεννῆ τινὰ τὴν μεταξὺ διαφοράν, ἣν ἀγαθά τε ἔχει πρὸς ἀγαθὰ καὶ ἣν αὖ
5κακία πρὸς κακίαν. ἀγαθῶν μὲν γὰρ ἁπάντων κράτιστόν τε καὶ πρώτιστον ἔγνωμεν εἶναι τὴν πρὸς θεὸν εὐσέβειάν τε καὶ ἀκαπήλευτον πίστιν. “ἀγαπήσεις” γάρ φησι “κύριον τὸν θεόν σου ἐξ ὅλης ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας σου,” καὶ πάλιν “κύριον τὸν θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύ‐
10σεις.” τὸ γὰρ ἄλλῳ τῳ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτί‐ σαντα λατρεύειν ἐστί. γνώριμον δ’ ἂν εἴη σοι πάντως ἡ τῶν τοιούτων ἀγαθῶν ἐκ τῶν βαθμῶν ἑξῆς καὶ ὑποβάσεων τῆς ἀπαριθμήσεως διαφορά. κακῶν δ’ αὖ ἁπάντων ἂν εἴη κάκι‐ στον ἐκ διαμέτρου πάντως ὁ θεοῦ χωρισμός, οὗ σημεῖον καὶ
15γνώρισμα προφανὲς ἡ τῶν πατρίων κανόνων καὶ νόμων ἀθέ‐ τησις, ἣν προσθέσεσί τε γίνεσθαι καὶ ὑφαιρέσεσι τοῖς θεομά‐ χοις συμπίπτει, καὶ ἅμα ταῖς ἀναιδέσιν ἐπιορκίαις. οὐδὲ γὰρ ἂν ἐπιορκῆσαί ποτε γένοιτο θεόν, ὅτῳ ἂν εὐσεβεῖς περὶ θεοῦ τὰς ὑπολήψεις ἐν καρδίᾳ περιθάλπειν ἐνείη. μάθοις δ’ ἂν
20ἀκριβῶς, Ἰουδαίων ἐξετάζων τοὺς πάλαι, οἷς τὸ τοῦ θεοῦ σέβας εἰς ἀλλοτρίους μετατιθεμένοις θεοὺς δούλοις εὐθὺς καθίστασθαι τῶν περιοίκων συνέπιπτεν ἐθνῶν, ὧν εὐσεβοῦν‐
τες ἦσαν δεσπόται, ἡγεμόνος δ’ αὖθις εὐσεβοῦς καθισταμένου,

3

.

104

καὶ τῶν ἐναντίων αὖθις ὑπερτέροις γίνεσθαι καθίστατο. καὶ ἵνα τοὺς πάλαι καταλίπωμεν, ὅρα μοι Κωνσταντῖνον τὸν μέ‐ γαν ἐν βασιλεῦσιν, ᾧ τὸ τῶν ψευδωνύμων σέβας εἰς τὸν ἀληθῆ μετενεγκόντι θεὸν πλείονος ἢ κατὰ πάντας τοὺς πρὸ
5αὐτοῦ βασιλέας ἄρξαι γέγονε γῆς. ἀλλὰ τοῖς μετ’ ἐκεῖνον εὐθὺς ἄρξασί τε καὶ ἀρξαμένοις τὰς αἱρέσεις κατὰ τῶν θείων δογμάτων εἰσάγειν τῆς πίστεως, καὶ θεὸν ἐπιορκεῖν ὃν ἄκροις ἔφασκον σέβειν τοῖς χείλεσιν, εὐθὺς καὶ τὸ τῆς ἀρχῆς ἐκείνης ὑπὸ τῶν ἐχθρῶν ἠρέμα καὶ κατὰ μικρὸν ζημιοῦσθαι συνέ‐
10βαινε μέγεθος. Ἀλλ’ ὁ μακρὸς ἐπιλείψει με χρόνος παλαιῶν τε καὶ νέων ὑποδειγμάτων μεμνῆσθαι πρὸς τὴν τῶν εἰρημένων ἀλή‐ θειαν θέλοντα. τοῦτο δ’ οὐ πάνυ τι συγχωρεῖν τὴν τῆς ἱστο‐ ρίας ἁπλότητα. διὸ τοῖς ῥηθεῖσιν ἐκεῖνο μόνον προσθεὶς
15ἀπαλλάξομαι. μαθεῖν γὰρ ἐζητήκεις καὶ ὅπως τῶν προσεχῶς τῆς κακίας αἰτίων ἀρχόντων ἥκιστα πασχόντων ἐνίοτε, μόνον πολυτρόποις δαπανᾶται πάθεσι τὸ ὑπήκοον, μικρὰν ἴσως ἢ μηδεμίαν ἑτέραν συνεισενεγκάμενον τὸ παράπαν πλὴν τοῦ συνειδέναι καὶ συμπαρανομεῖν διὰ φόβον. φαίνεται τοίνυν
20ὥς γε τῶν πάλαι βίβλων αἱ πλείους οὐ μικρὰς συνιέναι πα‐ ρέσχον τὰς ἀφορμάς, καὶ ἅμα ἡ χρόνιος ἡμῶν ὅπως ποτὲ πέπεικεν ἐμπειρία, ὡς οἷς τῶν ἡγεμόνων μήτε πᾶν τὸ τῆς
αἰτίας ἄντικρυς ἀνεῖται ἐς κακίαν ἐνδόσιμον, ταῖς τε συμφο‐

3

.

105

ραῖς τῶν ὑπηκόων κηδεμονικῶς καμπτομένοις ἐν ταπεινώσει γίνεται καρδίας τούτοις ἐπικαλεῖσθαι τὸν κύριον, τούτους δή‐ πουθεν οἰκτείρων ἐνταυθοῖ κατὰ τὸ τῆς αἰτίας δίδωσι πάσ‐ χειν ἀνάλογον, ἵν’ ἐς τὸ μέλλον σχῇ κουφοτέραν τὴν κόλα‐
5σιν. εἰ δ’ αἴτιος μὲν τῆς ὅλης εἴη κακίας καθάπαξ αὐτός, δι’ ἣν ἐς φθορὰν ὁλοσχερῆ τὸ ὑπήκοον καταφέρεται, ἔπειτ’ αὐτὸς ἀνάλγητός τε μένων καὶ ἥκιστα ταῖς τοιαύταις συμφο‐ ραῖς μήτε καμπτόμενος, μήτε μὴν οὐδ’ ἄχρι τοῦ φαινομένου συμπάσχειν ὁρώμενος σχήματος, ἔπειτα μακρὸν ἐξ ἀπονοίας
10καὶ τῦφον ἐν ψυχῇ περιθάλπει, δικαίωμα τοῦ μὴ δῆθεν αὐ‐ τὸν ἁμαρτεῖν τὸ μὴ πάσχειν οἰόμενος, τούτῳ πάντας ἐκεῖ τοὺς τῆς δίκης λαμπρῶς ταμιεύει πρηστῆρας. μηδὲ γὰρ εἶναι τὴν ἐνταῦθα κόλασιν ἀποχρῶσαν οὕτω μεγάλοις καὶ παρανομωτά‐ τοις πταίσμασιν ἀσεβείας, ἧς τὰς δίκας αὐτός θ’ ὑπὲρ ἑαυ‐
15τοῦ ὀφλισκάνει, καὶ ἅμα ὑπὲρ τοῦ τῶν ὑπηκόων δι’ αὐτὸν ἀπολωλότος πλήθους· ποιμένος γὰρ ἀνειλημμένος τόπον, μὴ μόνον οὐ πεποίηται τὴν ἁρμόττουσαν τῷ ποιμνίῳ πρόνοιαν, ἀλλὰ καὶ φθορᾶς αὐτῷ προσεπεδαψιλεύσατο τρόπους, λύκος ἀντὶ προστάτου καὶ ποιμένος φανείς. ἔπειτα οὐδ’ ἡμῖν ἀν‐
20θρώποις οὖσιν ἀνεῖται τὴν ἐν ὁτουδηποτοῦν ἑτέρου κρυπτο‐ μένην καρδίᾳ κακίαν ἢ ἀρετὴν πλὴν ὅσον ἐκ τῶν ἔξωθεν
σχημάτων καὶ χρωμάτων τοῦ τε ἤθους καὶ τῶν λόγων εἰκα‐

3

.

106

σίας θηρᾶσθαι τινὰς ἀμυδρῶς. γνοίης δ’ οὖν ὁμῶς κἀντεῦ‐ θεν, εἰ τὰ πλείω διὰ συντομίαν καὶ τουτωνὶ παρέντες τοῦ ἄρχοντος διεξέλθοιμεν ἔνια. ἔσται γὰρ ἐκ τῶν ἔξωθεν ση‐ μείων γνώριμος τοῖς συνετωτέροις καὶ τουτουὶ τῆς ψυχῆς ἡ
5διάθεσις, καὶ ὡς σφαλεραὶ μὲν περὶ θεοῦ τῇ τούτου καρδίᾳ θαλαμεύονται ἔννοιαι, καὶ κηλίδων οὐ μάλ’ ἀξίων τοῖς τῆς εὐσεβείας δόγμασι τὸ λογιζόμενον ἐμπίπλαται τῆς ψυχῆς. καὶ τοῦτ’ ἂν εἴη τοῦ μηδὲν τῶν αὐτῷ πραττομένων εὐοδοῦσθαι τὸ αἴτιον, ἥκιστ’ ἀνεχομένου θεοῦ μὴ θεατρίζειν τὴν ἐν τοῖς
10τῆς καρδίας θαλάμοις κεκρυμμένην κακίαν διὰ τῶν ἔξωθεν πραγμάτων. ἔχει δὲ οὕτως. Ὁ Πισσαῖος Νικόλαος, ὁ τῶν τεσσαρεσκαίδεκα Βενετι‐ κῶν νεῶν ναύαρχος ἐκείνων, ἃς καταπεπλευκέναι πέρυσιν ἔφα‐ μεν κατὰ τοῦ Γαλατωνύμου φρουρίου, ἐπειδὴ καὶ βασιλέα
15σύμμαχον λάβοι καὶ ὁμόφρονα τοῖς Βενετικοῖς κατὰ τῶν Γεννουιτῶν, ὅρκους φρικώδεις δοὺς καὶ λαβών, ἔπειτ’ αὐτὸς μὲν ὅλος τῶν ἐνεστώτων τηνικαῦτα γινόμενος ἔργων τὸν βα‐ σιλέα πρὸς μὲν τὴν μάχην ἐκείνην ἀργῶς διακείμενον ἔβλεπε, πρὸς δ’ ἕτερα τὴν ὅλην σπουδὴν περισπώμενον, τὰ καθ’ ἡμῶν
20ἐκεῖνα δηλαδὴ λῃστρικὰ συνέδρια, βιαιότερόν πως ἐνέκειτο διεγείρων εἰς τοὖργον. πάντων γὰρ ἔλεγεν ἥκιστα δεῖν καρτε‐
ρεῖν ἐνταυθοῖ, τῶν πολεμικῶν οὐκ ἀνεχομένων ὅλως πραγμά‐

3

.

107

των οὐδ’ ἐς μικρὸν ὑπερτίθεσθαι, ἀλλ’ ἐν τῷ παραχρῆμα τὴν ἔμπρακτον ἀπαιτούντων ὀξύτητα. δὶς δ’ οὖν καὶ τρὶς καὶ πολλά‐ κις ὁμοίας αὐτῷ παρεῖχε τὰς ἀποκρίσεις ὁ βασιλεύς, μετὰ μάλα τι γαύρου καὶ ἀναμφισβητησίμου τοῦ ἤθους, “μεῖνον” λέγων
5“μικρόν με καταβαλεῖν τοὺς δογματικοὺς ἐχθροὺς τῆς ἐμῆς προαιρέσεως ἐπειγόμενον. κἄπειτ’ ἀναστὰς ὡς νοσσιὰν τὸ πολέμιον τουτοῒ καταλήψομαι φρούριον, ῥᾷον ἢ κατὰ πᾶσαν ὑμῶν προσδοκίαν.” ἔπειτα κατεσπουδασμένην τινὰ καὶ σχέ‐ διον δι’ ἐκεῖνον δῆθεν τὴν ἡμετέραν ποιεῖσθαι θέλων ἀπαλ‐
10λαγήν, στραφεὶς πρὸς τοὺς ἡμῶν ἀσκητικοὺς ἐκείνους ἄνδρας, οἳ τοῖς τῆς μακρᾶς ἀρετῆς καὶ πολυετοῦς ἀσκήσεως ἴχνεσι τὸ αἰδέσιμον λίαν ἐκόσμουν τῆς πολιᾶς, ἔφασκε τοιαδί. “τοσοῦτο βέλτιον αἱροῦμαι” φησὶν “τὰς ὑμῶν ἀράς, ὅσον μισῶ τὰς εὐχάς· τοσοῦτο δ’ αὖ ἀπαναίνομαι τὰς Παλαμικὰς ἀράς, ὅσον ἀσπά‐
15ζομαι τὰς εὐχάς.” ἔπειτ’ ἐκεῖνα τὰ λῃστρικὰ πεπραχὼς ἐξ αὐτοσχεδίου, ἃ μακρᾶς τινὸς δεῖται σχολῆς ἀφηγεῖσθαι, πρὸς τὸν Λατινικὸν ἐξῄει πόλεμον, μακράν τινα σφόδρα καὶ ὡς εἰπεῖν ὑπερνέφελον ἐπαγόμενος τὴν ὀφρύν, ὅτι τοιούτοις ἐφο‐ δίοις καθώπλισεν ἑαυτόν. εἰ δὲ καὶ τὰ τῶν αἰθερίων κεραυνῶν
20ἀμυντήρια τηνικαῦτα καθεύδειν προῄρηνται, τρίβον τῇ ὀργῇ φιλανθρώπως ὁδοποιοῦντος τοῦ κτίσαντος, ἀλλ’ ὁ ἐφεξῆς ἐκεῖ‐ θεν οὐκ ἔληγε χρόνος νύκτωρ καὶ μεθ’ ἡμέραν ἀεὶ διὰ τῶν ἔργων ἐλέγχων περιφανῶς, καὶ πάσας αὐτόχρημα πανηγυρι‐
κῆς βοῆς ἐμπιπλῶν ἀκοάς, καὶ ἐξαγγέλλων τὰς ἐκ πολλοῦ τῇ

3

.

108

καρδίᾳ τἀνδρὸς ἐντεθησαυρισμένας δυσσεβεῖς περὶ θεοῦ καὶ τῶν θείων δογμάτων ἐννοίας καὶ τοὺς τῆς ἀπονοίας ἐκείνης γεννήτορας τύφους. Ἔτι καὶ τοῦτο προσθήσω τοῖς εἰρημένοις, ἀκόλουθον εἰς
5παράστασιν τῆς γνώμης ὑπάρχον καὶ τοῦτο τἀνδρός. ἔστι δὲ τῶν πολλῶν ἓν ἃ φειδοῖ παρήκαμεν αὐτοῦ. Εἰρήνη γὰρ ἡ βασιλὶς καὶ σύζυγος αὐτοῦ πολλὰς ἐπήνεγκεν ἐμοὶ παρακλή‐ σεις, εὐχαριστήριον ὡς ἐξ αὐτῆς ἐκθεῖναι λόγον τῇ πανάγνῳ μητρὶ τοῦ θεοῦ, ἅτε τὴν σφῶν βασιλικὴν ἐς Βυζάντιον εἴσο‐
10δον καὶ λῆξιν τῆς ἐπικινδύνου καὶ μακρᾶς ἐκείνης πλάνης ἐν μνήμῃ μιᾷ τῶν αὐτῆς ἑορτῶν γενομένην, καὶ οὐκ ἄλλοθεν εἶναι ὁμολογεῖν ταυτηνὶ τὴν ἐπικουρίαν πλὴν αὐτῆς. φιλοτι‐ μότερον τοίνυν ἐμοῦ τὸν τοιοῦτον ἐκδεδωκότος λόγον διὰ τὴν τῆς βασιλίδος ἔφεσιν, αὐτὸς θεασάμενος ἀντὶ τοῦ ἀγαπῆσαι
15μεμίσηκε μάλα τι μᾶλλον, ὅτι μὴ τῇ αὐτοῦ συνέσει καὶ στρατη‐ γίᾳ τοῦ τροπαίου τὸ πᾶν ἀνῆπτεν, ἀλλὰ τῇ μητρὶ τοῦ θεοῦ, ὥσπερ ἂν εἰ νεκρὸν ὑπάρχοντα κεκόμικε, φησίν, αὐτὸν ἐκείνη μετὰ ξυλίνου τινὸς κραββάτου. πρὸς ταῦτ’ ἐγὼ μὲν ἐξεπε‐ πλήγμην, καὶ τὴν αὐτοῦ κατ’ ἐμαυτὸν κακοήθειαν ἐμεμψάμην·
20ἡ δὲ βασιλὶς Εἰρήνη λόγοις μὲν σκληροτέροις τοῖς πρὸς αὐ‐ τόν, ἔργοις δὲ τοῖς ἐφεξῆς ἔφηνεν ὅσον τῆς εὐηθείας καὶ αὐτὴ τοῦ συζύγου κατέγνω. διὰ γὰρ μεγάλης ἔχουσα σπου‐
δῆς λαμπρὰν τῇ θεοτόκῳ καὶ πολυτελῆ πανήγυριν ἑορτάζειν

3

.

109

κατὰ περίοδον τῆς ἡμέρας ἐτήσιον, ἀπέσχετο τοῦ λοιποῦ καὶ σεσίγηκεν, οὐ καλὰ μαντευομένη περὶ τἀνδρός, οὐδ’ ἑσπέρας ἀπαντήσειν στοχαζομένη τὸν δρόμον τοῦ βίου χρηστὸν αὐτῷ καὶ παισί. καὶ μὲν δὴ τοῦτ’ ἦν ὃ τήν τε πρόθεσιν καὶ προ‐
5θυμίαν ἔσβεσε τῆς βασιλίδος τότε, καὶ τὴν ἑορτὴν ἐκείνην πέπραχεν ἀνέορτον πρὶν εἰς ἡλικίαν ἐληλυθέναι, ῥίζαις αὐ‐ ταῖς ἐκτεμόν, καὶ λήθης πυθμέσι μετὰ τοῦ πανηγυρίζοντος ἐκείνου καταχῶσαν λόγου. Ἐμοὶ δὲ πλεῖστα διεξιέναι ἔχοντι παραπλήσια, σιγῇ δ’
10οὖν παρεληλυθέναι κέκριται δεῖν, αἰδοῖ τῆς πάλαι τοῦ ἀνδρὸς φιλίας. ἀποχρῆναι γὰρ οἶμαι κἀκ τούτων ἀνιέναι συνετοῖς ἀνδράσι, καὶ μάλιστα σοί, διὰ τῶν ἔξω τοιούτων ἰχνηλατοῦντι σημείων ἐπὶ τὰς πρώτας αἰτίας καὶ διαλήψεις τῶν τῆς ψυχῆς τοῦ ἀνδρὸς ἕξεων καὶ διαθέσεων, καὶ ἠρέμα καὶ κατὰ μικρὸν
15ἀεὶ σκοπουμένῳ τε καὶ ἀναλαμβάνοντι τὸν τῆς συνεχοῦς εἰ‐ κασίας εἱρμόν, τοῖς πρώτοις ἐναρμόττειν ἴχνεσι τὰς κατόπιν τὰς ἐκ λογισμῶν ἐφόδους, κἀκ ποίας εὐθὺς εἰδέναι ῥίζης τὸ πονηρὸν ἐκεῖνο βλαστάνει γεώργιον, κἀκ ποίας χεῖται πηγῆς τὰ τοσαῦτα κατὰ τῶν θείων τῆς ἐκκλησίας δογμάτων ναυά‐
20για, καὶ ὅθεν ἔτι πολύχουν οὕτω καὶ ἄφθονον κατὰ τῆς Ῥω‐ μαίων τύχης ῥεῖ τὸ κακόδαιμον, καθ’ ὅσον ἐφικτὸν ἀν‐ θρώποις· τὸ γὰρ ἄκρως ἀληθὲς μόνῳ θεῷ τεταμίευται. ὥστε
σε χρεὼν ὁρῶντα πλείστους οὐ μεγάλα μὲν ἐς προῦπτον

3

.

110

ἁμαρτάνοντας, μεγάλα δ’ οὖν ἐς προῦπτον πάσχοντας, μήτ’ ἀπορεῖν μήτε γνωσιμαχεῖν ἐς πλεῖστον, ἀλλὰ τῷ μόνῳ θεῷ παραπέμπειν τὴν κρίσιν, τῷ τὰς πρώτας αἰτίας γινώσκοντι τῆς τὰς ἐννοίας ἐχούσης ψυχῆς περὶ θεοῦ τε καὶ τῶν θείων
5δογμάτων πάνυ τι σφαλεράς, καὶ ἥκιστ’ ἐς πλεῖστον ἀνεχο‐ μένῳ τὴν τῶν πλείστων ἐν τούτοις καλύπτειν σιγήν, τῶν τε ἄλλων καὶ ὅσοι τοῖς ἐπισκοπικοῖς ἐνιδρύονται θρόνοις, οἳ συνευδοκεῖν ἑκοντὶ ταῖς ἀρχαῖς καὶ ἐξουσίαις οὐκ ὀκνοῦσι τοῦ παρόντος αἰῶνος, πῇ μὲν ματαίας ἕνεκα δόξης καὶ τύχης, πῇ
10δὲ προσκαίρων οἵων δὴ τινῶν φόβων. ἑκόντες γὰρ ἑκάτεροι τὰ μέγιστα λανθάνουσι βλάπτοντες κοινῇ τε καὶ καθ’ ἕκαστα ἑαυτούς, τῆς αἰωνίου δόξης τὴν αἰώνιον ἀλλαττόμενοι κόλα‐ σιν. ἦ γὰρ ἂν καθάπαξ ἅπαντες, ἢ τό γε δεύτερον οἱ πλεί‐ ους, ὑπὲρ τῆς πατρίου πίστεως ἐς μίαν ἀθλητικὴν παραταξά‐
15μενοι φάλαγγα δυοῖν τε τῶν καλλίστων ἐτύγχανον, καὶ ἅμα δυοῖν τῶν κακίστων ἀπείχοντο. τήν τε γὰρ ἑαυτῶν ἀίδιον ἐκαρποῦντο ὠφέλειαν, καὶ ἅμα τὸν βασιλέα μακάριον ἔδρων, τοῖς πατρίοις πείθοντες ὅροις ἐμμένειν καὶ δόγμασι. μηδὲ γὰρ δυνάμενος καθάπαξ ἅπασιν αὐτὸς ἀνθίστασθαι, καὶ ἄκων
20γοῦν τοῖς τῆς ὁμοφροσύνης εὐσεβέσιν ὅροις συνηλαύνετ’ ἄν, καθὰ καὶ πλείστοις ἄλλοις ἀλλαχῇ πολλαχῇ συμπεπτωκὸς κατ’
ἄλλοτ’ ἄλλους τοὺς χρόνους, νῦν μὲν ἐνίοις ἐνιαχοῦ, νῦν δὲ

3

.

111

πλείστοις, τὸ πλεῖστον εἰπεῖν εἰς σωτηρίαν ἀπέχρησε. καὶ οὕ‐ τως οὔτε τῆς αἰωνίου δόξης ὑπερόριοι ἐγίγνοντ’ ἄν, καὶ ἅμα τῆς αἰωνίου κολάσεως ὑπερόριοι μάλα τι εὐπρεπῶς ἐγίγνοντ’ ἄν. κἀντεῦθεν τήν τ’ οἰκείαν συνέβαινεν ἂν χώραν ἀζήμιον
5ἔχειν ἀεί, καὶ ἅμα τὴν ἀλλοτρίαν προσκτᾶσθαι, καὶ δουλοῦ‐ σθαι μὲν οὐδέσιν ἔθνεσιν οὐδέποτε, δεσπότας δ’ ἄλλοτ’ ἄλλων γίγνεσθαι κατὰ μικρὸν ἐθνῶν ἀεί, τῆς θείας ἀεὶ δεξιᾶς εὐ‐ μενῶς φυλαττούσης τὸν ἴδιον κλῆρον, εὐθυνούσης πρὸς εὐκλη‐ ρίαν πλάτος καὶ μέγεθος.
10 Ἀλλ’ ἔγωγέ σοι, φίλη μοι κεφαλή, τὰ παραπλήσια ἐπει‐ πὼν βεβαιώσω τὰ εἰρημένα σαφέστερον, ἐκ πάνυ πολλῶν ὧν μοι τετύχηκε πρὸ βραχέος ἀκηκοέναι καὶ ὧν εἰληφέναι δι’ ὄψεων, πάνυ βραχέα σὴν ἐκλεξάμενος χάριν. οἶσθα δὴ πάν‐ τως καὶ Συμεὼν ἐκεῖνον, ᾧ τὸ νομοφύλακος προσεγεγόνει
15ἀξίωμα ἐν τῇ τῶν πραγμάτων ζάλῃ, ὃς τοῖς Παλαμίταις καὶ στόμα καὶ γλῶττα καὶ νόμος ἦν, καὶ στρατηγὸς τῇ παρα‐ νόμῳ φάναι καθίστατο φάλαγγι, ἅτε μᾶλλον ἐλλόγιμος ἢ κατ’ ἐκεῖνον ὑπάρχων τὸν θίασον. πένης δ’ ἄλλως ὢν καὶ λιμῷ τὸν βίον στρατηγούμενος, κολακείᾳ τοὺς ἐν δόξῃ μετῄει παν‐
20τοδαπῇ, βίον πρόφασιν ἐπιτηδεύων καὶ ζωῆς πορισμὸν ἑαυτῷ καὶ παισὶ καὶ συζύγῳ καὶ ὅλῃ φάναι συλλήβδην οἰκίᾳ. καίπερ οὖν εἰδὼς ὡς ὀλέθριόν τε καὶ μυσαρὰν τὰ τοῦ Παλαμᾶ κε‐
κλήρωται δόγματα μοῖραν, ὅμως δόξης ἕνεκα καὶ πλούτου

3

.

112

δή τινος προσκαίρου τοῖς Παλαμικοῖς συνευδοκῶν ἦν δόγμασιν, ὡς οἶσθα μᾶλλον αὐτός, καὶ μάλα τι λίαν ἡττώμενά τε καὶ ὑποκείμενα παρεδείκνυ τὰ ἤθη. διὸ καὶ ὧν ἤρα μάλιστα, μά‐ λιστα πάντων αὐτὸς ἀπέλαυσε μὲν συνεχῶς, ἐνεπίμπλατο δ’
5οὐδαμῶς. ἀλλ’ ἐπεὶ πρὸ βραχέος ἐν ἐσχάταις ἐγεγόνει τοῦ βίου πνοαῖς, ἐννέα λοιπὸν ἡμέραις τῇ τε νόσῳ καὶ τοῖς λογισ‐ μοῖς τυραννούμενος ἔκειτο, ὅτε δὴ καὶ μεταξὺ πολλάκις οἷον ἔνθους ἐν ὡριαίοις τισὶ καθιστάμενος διαστήμασιν, ὑποψι‐ θυρίζων τε ἐφαίνετο πρὸς ἀέρα, καὶ σφόδρα δήπου δίκας ὧν
10ἐπεπράχει βιαίως ἀπαιτουμένῳ ἐῴκει. καὶ μὲν δὴ τά τ’ ἄλλα λέγων ἦν, καὶ ὡς ἄκων τῆς αἱρέσεως ἥττηται ταυτησί. τέλος δ’ ἑαυτὸν ἀνειληφὼς καὶ οἷον ἀναπεπνευκὼς ἐλευθέριον, ὅσα τῶν Παλαμικῶν δογμάτων τε καὶ βιβλίων παρὰ τὸν οἶκον ἔτυχεν ἔχων, ὅλαις ἐζητήκει προθέσεσι τῆς ψυχῆς, καὶ εἰλη‐
15φὼς εἰς φλόγα παραχρῆμα χερσὶν οἰκείαις καθῆκε προσενεχ‐ θέντος πυρός, καὶ τοιαδὶ πεπαρρησιασμένῃ τῇ γλώττῃ φθεγ‐ γόμενος. “ἐγώ” φησιν “ἐς τἀκριβὲς εἰδὼς ὁπόσης καὶ οἵας γέμει ταυτὶ τὰ βιβλία τῆς ἀσεβείας, ὅμως πῶς μὲν θηρώμε‐ νος δόξαν πῶς δὲ καὶ δεδιὼς τὰς αὐθεντικὰς ἀπειλάς, καὶ
20ἅμα τὴν σύνοικον παραμυθεῖσθαι πενίαν ἐπιτηδεύων, ἔλαθον παρὰ πᾶσαν δήπου πεπραχὼς τὴν ἐμαυτοῦ συνείδησιν, καὶ τοῖς οὕτω μοχθηρίας ἔχουσι δόγμασιν ὑποκεκυφώς. πρὸς
γοῦν θεοῦ, τὴν παροῦσαν ἐμὴν ἐξαγόρευσιν οἱ παρόντες ἀκούον‐

3

.

113

τες, ὑπὲρ τῆς ἐμῆς τῷ θεῷ ταλαιπώρου ψυχῆς συνεύξασθαι προθυμήθητε, δέομαι.” καὶ οὕτω τοῖς τοιούτοις ἀνὴρ ἐκεῖνος συναπέψυξε ῥήμασιν. ὅθεν ἐπὶ πολλαῖς ἡμέραις ἀνὰ πᾶσαν διεσκεδάσθη τὸ πρᾶγμα τὴν πόλιν, καὶ σφόδρα διατεθρύλλη‐
5ται, ἕως καὶ εἰς βασιλικὰς ἰὸν ἀκοὰς σιωπᾶσθαι προστέτακται. καί μοι ἐπιεικῶς ἔδοξεν ἱκανὸν εἰς διόρθωσιν τῆς τοῦ Παλαμᾶ δυσσεβείας εἶναι τουτί, εἰ μὴ ἐμποδὼν αἱ τοῦ βασιλέως κα‐ τέστησαν ἀπειλαί, ἢ μᾶλλον εἰ ζώσας εἶχον ἐπίσκοποι τὰς ψυχὰς καὶ μὴ τεθνηκυίας τῷ δέει τῆς ἀγροικίας, καὶ ἥκιστα
10διὰ δόξαν καὶ τρυφὴν συνευδοκεῖν ταῖς ἀρχαῖς ἐβούλοντο τοῦ παρόντος αἰῶνος. Ἓν μὲν δὴ τοῦτο τοῖς σοῖς ἐκείνοις ἀκόλουθον λόγοις συνεβαλόμην ἔγωγε πρότριτα γεγονός· δεύτερον δέ, τὸ ἔθνος τῶν Ῥὼς οἶσθα ὡς πολυανθρωπότατόν τέ ἐστι καὶ τόπον εὐ‐
15δαίμονα λίαν οἰκοῦν. πλοῦτον γὰρ ἐκεῖθεν ἴσχει παντοδαπόν, καὶ συλλήβδην εἰπεῖν, οὐδενὸς ἀχορήγητόν ἐστι τῶν ὅσα πρὸς ἄφθονον χάριν ὁρᾷ τῶν ἐπιτηδείων. καὶ πρός γε νόμοις ὀρθοδοξίας οὐδαμῇ σαλευομένοις ἕπεται κατά γε τὸν ἁπλού‐ στερον καὶ ἀπράγμονα τρόπον, ἐξ ὅτου περ αὐτὴν τὰς εὐχὰς
20ἀνειλήφει. ἔτυχε δ’ οὖν κἀν τούτοις τοῖς χρόνοις τὸν ἐπισκο‐ πικὸν ἐκείνοις θρόνον κοσμῶν καὶ τὴν ψυχικὴν τοῦ ἔθνους ἐπι‐ στασίαν ἀνειλημμένος ἀνὴρ συνετός, ὡς οἶσθα, καὶ τῶν θείων
κανόνων καὶ νόμων ἐξ ἔτι νέου πεῖραν ἐκ τῆσδε τῆς μεγίστης

3

.

114

τῶν πόλεων ἠθροικὼς ἀκριβῆ. καὶ ἵνα συνελὼν εἴπω, τοὺς νέους κἀκείνῳ πεπόμφασι τόμους οἱ τῆς Παλαμικῆς θιασῶ‐ ται φατρίας, εἰς τὸν οἰκεῖον τῆς ἑαυτῶν ἀπωλείας κρημνὸν ἐκκαλούμενοι καὶ αὐτόν, σφίσι ποιεῖν εἰωθὸς τουτοῒ πρὸς
5ἁπάσας πόλεις καὶ χώρας. ὃ δ’ ἀναγνούς, καὶ ἰδὼν τῶν βλασφημιῶν ἐκείνων τὸ σμῆνος καὶ τὴν Ἑλληνικὴν πολυθεΐαν ἁπασῶν ἐκεῖ προεδρεύουσαν πάνυ δεσποτικῶς, κατὰ γῆς τε ἔρριψεν εὐθύς, καὶ τὰ ὦτα φραξάμενος ἀπὸ ἀκοῆς πονηρᾶς ἀπεπήδησε τάχιστα. καὶ λοιδορίας μάλα μακρὰς γεγραφὼς
10μετὰ τῶν εἰκότων ἐκ τῆς θείας γραφῆς ἐλέγχων καὶ ἀποδεί‐ ξεων, ἐπεπόμφει ξύν γε τῷ πατριάρχῃ τοῖς ἐπισκόποις, πολυ‐ θέους τε καὶ ἀθέους τούτους ἀποκαλῶν καὶ σφόδρα ἀναιδεῖς τῶν πατρίων ἀθετητὰς καὶ διώκτας δογμάτων, καὶ ἅμα τοῖς προσήκουσιν ἀναθέμασιν ὑποβάλλων.
15 Καὶ τὰ μὲν ἐκ Ῥωσίας γράμματα τοῦτον ἔσχε τὸν τρό‐ πον, καὶ οὕτω τοὺς κακοσχόλους τούτους ἐξήλεγξε μέν, οὐκ ἐμάλαξε δέ. τεθαύμακα δ’ ἔγωγε πῶς τἆλλά γε ἀμαθεῖς ὑπάρ‐ χοντες οὗτοι τοῦτο φρονίμως οἰκονομοῦσι, πρὶν ἔκπυστον φθῆναι γενέσθαι, πάσαις ἀπειλαῖς αὐθεντικαῖς συστέλλοντες
20καὶ φόβοις, καὶ τάφῳ φάναι σιγῆς ἐν βραχεῖ συγχωννύντες, οἶμαι, τὸν πονηρὸν οἰκονόμον ἐκεῖνον μιμούμενοι, οὗ τὴν ἐν χρήμασι μεμηχανημένην οἰκονομίαν ἐν εὐαγγελίοις ὁ κύριος
ἐπαινῶν, εἶτα τῷ αἰωνίῳ παραπέμπει πυρί.

3

.

115

Ἐβουλόμην καὶ τρίτον προσθεῖναι διήγημα, τῶν εἰρη‐ μένων οὐχ ἧττον εἰς ἔλεγχον τῆς τῶνδε τῶν ἀνδρῶν ἀσεβείας. ἀλλά σε πρὸς τὴν ἀκοὴν ἀηδῶς θεώμενος ἔχοντα, τὸν νοῦν ἔκ τε ἀκοῆς εἰς τὰς ἀκοὰς τοῦ λοιποῦ μεταφέρειν ἔγνωκα
5δεῖν, ἵνα τι τῆς σῆς ἀπολαύσαιμι γλώττης, πρὶν τῶν δημίων ἐνίους φυλάκων ἐληλυθότας ἐπιταράξαι καὶ διακόψαι τὴν ἡσύχιον ὁμιλίαν ἡμῶν ταυτηνὶ καὶ ἀπ’ ἀλλήλων ἡμᾶς δια‐ στῆσαι. Πάνυ καλῶς τε ἐμῆς ἐστοχάσω γνώμης καὶ διανοίας
10διὰ τῶν ἔξωθεν ἠθῶν, καλὲ Ἀγαθάγγελε. διὸ τὰ τῶν ἄλλων εὐφήμως θεατρίζων ἐγκλήματα, τὰ καθ’ ἑαυτὸν ὅρα καὶ γνῶθι σαυτόν. τοῖς γὰρ κακοῖς ἀρκεῖ τὸ κακοῖς εἶναι, καὶ τὴν δίκην ἔχουσιν αὐτόθεν ἀποχρῶσαν. ἄλλως τε καὶ κηλῖ‐ δας οἶδά τινας ἐναποματτομένην ἐντεῦθεν τὴν ἀκοήν, καί τι
15νέφος ἀθροίζουσαν τῇ ψυχῇ δυνάμενόν πως ἐπιθολοῦν καὶ ἀμβλύνειν μὲν τὸ καθαρὸν καὶ ἄυπνον ἐκεῖνο τοῦ νοῦ, ἐξυ‐ πνίζειν δὲ τὸ τῆς ψυχῆς ἐμπαθές. ὅσῳ γὰρ δύσεργόν τε καὶ δυσκατόρθωτον πέφυκε τἀγαθόν, ἄυπνον τὸν διάβολον ἔχον πολέμιον, νύκτωρ καὶ μεθ’ ἡμέραν τὴν τῶν λογισμῶν ἐπιβοσ‐
20κόμενον χώραν καὶ μεθαρμόζοντα πρὸς τὸ χεῖρον ἀεὶ τὴν τῶν χρηστοτέρων ἕξεων ἰδέαν, τοσούτῳ ῥᾳδίαν τῆς κακίας ἡ κτῆσις ἔχει τὴν πάροδον καὶ οἷον κατὰ πρανοῦς φερομένην,
ἅτε σπερματικάς τινας καὶ οἰκογενεῖς κῆρας ἐχούσης τῆς ἀν‐

3

.

116

θρωπίνης ἐκείνης ψυχῆς ἐν τῇ πρὸς τὴν σάρκα κοινωνίᾳ ταύτης οἱονεὶ κοιμωμένας. διὰ γὰρ τοῦτο κἀγὼ τῶν τοιού‐ των ἀποσχόμενος ἀφηγήσεων, καὶ μάλα τι πλείστας ἔχων δι‐ εξιέναι, σιγῇ παρέσχον τὴν γλῶτταν. φέρε τοίνυν τῶν δημο‐
5σίων πραγμάτων ἐχόμενος, ὅπου τὸ πρότερον ἴχνος τοῦ λό‐ γου σὺ καταλέλοιπας, λέγε κατὰ τὸ συνεχὲς ἡμῖν, ἀναμιμνησ‐ κόμενος τῶν εἱρμῶν ἐκείνης τῆς ἀφηγήσεως, μάλα σοι πρό‐ θυμον ὑπέχειν βεβουλημένοις τὴν ἀκοήν. Εὖ μὲν λέγεις, ὦ φίλη μοι κεφαλή, συγγινώσκειν δ’ οὖν
10σε δεῖ, καὶ μὴ πάνυ μοι μέμφεσθαι. οὐ γὰρ βουλόμενος λοιδορεῖν, ἀλλ’ ἱστορίας εἶναι καὶ ταυτὶ συμμαχίαν ἡγούμε‐ νος τὴν βελτίστην, ἐγὼ διεξῄειν σοι μήπω πυθέσθαι μηδ’ ὁθενοῦν ἐσχηκότι καινότερα ὄντα. μέμνημαι γάρ σου πολλά‐ κις εἰπόντος ὅτι καθάπερ ἐν ἁρμονίᾳ πολυμιγέων ἕνωσις γί‐
15νεται καὶ δίχα φρονεόντων συμφρόνησις, καὶ ὥσπερ ὁμοίως ἐν ταῖς οἰκοδομίαις λίθοι τε καὶ ξύλα καὶ πηλὸς καὶ χάλιξ καὶ τοιαύτη τις ἄλλη πολυειδής τις συμφόρησις ἥκει πρὸς τοὖργον, οὕτω κἀνταῦθα τῇ ἱστορίᾳ πάντων δεῖν τῶν τοιού‐ των· μίαν γάρ τινα τοῖς μετιοῦσι γίνεσθαι τὴν ὠφέλειαν ἐξ
20ἀμφοῖν, τὰ μὲν ἀγαθὰ μιμουμένοις διὰ τὸν πόθον τῶν ὕμνων, τὰ δὲ χείρω φυλαττομένοις διὰ τὴν πρὸς τὰς λοιδορίας ἀπέχ‐ θειαν.
Ἀλλὰ μετιτέον ἡμῖν ἐστὶ λοιπὸν ἐς Ὑρκανὸν τὸν τῶν

3

.

117

Βιθυνῶν ἡγεμόνα βαρβάρων· ἐκεῖ γὰρ ἡμῖν ὁ τῆς ἀφηγή‐ σεως ἐκείνης εἱρμὸς καταλέλειπται. τὰ γὰρ κατὰ τῶν πρέσ‐ βεων ξυμπεπτωκότα αὐτοῦ πυθομένῳ ἐκείνῳ ἥκιστ’ ἀποχρῆ‐ ναι ἔδοξε μέχρι τῆς ἀπειλῆς ἑστήξειν τὰ τῆς ἀμύνης, ἀλλὰ
5σατραπικὰς μὲν προύπεμπε τὰς ἀπειλὰς καὶ μάλα ἀτόπους, βαρβαρικώτερα δὲ καὶ μάλα ἀτοπώτερα ταῖς ἀπειλαῖς προσ‐ ετίθει τὰ πράγματα. καὶ μὲν δὴ τῶν μὲν υἱέων προστετα‐ χὼς τὸν πρῶτον δι’ Ἑλλησπόντου κατὰ τῶν ἐπὶ Θρᾴκης Ῥω‐ μαϊκῶν περαιοῦσθαι χωρίων, αὐτὸς ἐκ τῶν ὑψηλοτέρων τῆς
10Βιθυνίας πόλεων κατῄει, πολλὴν ἐπαγόμενος λόγχην ἐπὶ τὰ τῆς Χαλκηδονίας ἱππήλατα γῆς, παρὰ τὸν αἰγιαλὸν ὅπῃ τη‐ νικαῦτα καὶ τὸν Γεννουιτικὸν συνέβαινεν ἵστασθαι στόλον δι’ οὓς ἔφθημεν τρόπους εἰπόντες. κἀκεῖθεν ὡς ἀπὸ δίφρου δεσ‐ ποτικοῦ τούς τε πρέσβεις μετὰ τῶν χρημάτων ἀπῄτει, καὶ
15ἀπειλὰς τῶν προτέρων μείζους πολλῷ προσετίθει, αὐτίκα μάλα κατὰ τῆς Βυζαντίων πόλεως διαπεραιοῦσθαι ὑπισχνού‐ μενος, εἰ μὴ λάβοι μετὰ πάνυ μακροῦ τοῦ ὑπερβάλλοντος ἅπαντα. τοὺς μὲν δὴ οὖν ζῶντας τῶν πρέσβεων, καὶ ὅσα τῶν χρημάτων ἀνερευνώμενα ξυνελέγετο πρὸς τῶν διανειμαμέ‐
20νων, .... ὁ βάρβαρος ἀεὶ τὰ λείποντα σφοδρῶς τε καὶ λίαν ὑπερηφανῶς ἐνέκειτο ἀπαιτῶν, καὶ ἀεὶ λαμβάνων ἀεὶ ζη‐ τῶν ἦν, τὰ ψευδῆ προστιθεὶς καὶ προφασιζόμενος. τέλος δὲ στρατιὰν ἑτέραν τῶν υἱέων τὸν δεύτερον εἰληφότα διαπεραι‐
οῦσθαι προσέταττε τὸν τοῦ Πόντου αὐχένα διὰ Γεννουιτικῶν

3

.

118

νεῶν, καὶ ξυμμῖξαι κατὰ Θρᾴκην τἀδελφῷ, ὡς ὁμοῦ γενομέ‐ νων τῶν στρατευμάτων ἀμφοῖν τά τε πρὸ ποδῶν πάντα δηῶ‐ σαι, καὶ ἅμα ἐξ ἐφόδου καὶ ἐς τὴν Μυσῶν ἐσβαλεῖν χώραν. ὃ δὴ τάχιστα πρόσταγμα πεπραχότες ἐκεῖνοι, ἡμερῶν μεταξὺ
5μικρῶν ἐπανῄεσαν ὑπὲρ ἀριθμὸν ἐλαύνοντες, οὐ Μυσῶν λείαν μόνον, ἀλλὰ τὴν πλείω Ῥωμαϊκήν, μᾶλλον δ’ εἰ χρὴ τἀληθὲς εἰπεῖν, τὴν πᾶσαν Ῥωμαϊκήν· ἄποικοι γὰρ κἀκεῖνοι Ῥωμαίων ὑπῆρχον, διὰ πενίαν πρὸ ἐτῶν οὐ μάλα μακρῶν ἐκεῖ μετοικήσαντες. διὰ γὰρ τὸ καὶ τὰς ἐκεῖ πόλεις εἶναι τῶν πρὶν
10βεβασιλευκότων Παλαιολόγων οἰκοδομὰς καὶ ὅρια τῆς τότε Ῥωμαίων ἡγεμονίας, ἔπειτα Μυσοῖς τισὶν ἡλωκυίας ὑπείκειν ἀρτίως, συμβαίνει καὶ κύκλῳ περὶ αὐτὰς τοὺς ἐντεῦθεν ἐκεῖ διὰ πενίαν ἑκόντας, ὡς εἴρηται, μεθισταμένους ἐκ τοῦ σύνεγγυς αὐτόθι κληροῦσθαι τὴν δίαιταν. ἄρτι τοίνυν μέχρι μὲν ἐς
15τάσδε τὰς πόλεις τῆς βαρβαρικῆς γενομένης ἐφόδου, περαι‐ τέρω δ’ οὐ δυνηθείσης διὰ τὴν τῶν τῆς γῆς ἐκείνης ἀρχόντων πρόνοιαν, πάντας συνεπεπτώκει Ῥωμαίους μὲν εἶναι τοὺς ἀπαχθέντας ἐκεῖθεν, Μυσοὺς δ’ ὀνομάζεσθαι διὰ τὸ Μυσοῖς ἐκ πολλοῦ καὶ αὐτοὺς ὑπηκόους γενέσθαι. τὴν μέντοι λείαν
20εἰς Ἀσίαν οἱ βάρβαροι πέμψαντες πᾶσαν ἐκείνην, οὐ πρότε‐ ρον αὐτοί τε ἐντεῦθεν ἀπαλλάττειν ἤθελον, πρὶν ταῖς ἐν Χερρονήσῳ πόλεσιν ἐπιθεῖναι φόρους, καὶ τοὺς μὲν ἤδη λα‐
βεῖν, τοὺς δ’ ἐτήσιον ἀναγκάσαι σφίσι διδόναι συνθέσθαι

3

.

119

δασμόν, ὡς καὶ Θρᾴκης ἤδη καταστᾶσι δεσπόταις. ἀλλὰ πρὸς μὲν βαρβάρων τοιοῦτος ἐπιπολαίως ἄρτι διέσπαρται λό‐ γος ὥσπερ προαναφώνησις καὶ προμάντευμα, οὔπω μέντοι τὸ κῦρος ἔσχεν, οὐ μάλα τι ἐθελόντων ἑκόντων συνθέσθαι Ῥω‐
5μαίων. διὸ οὐδ’ αὐτοῖς γε ἀπαλλάττειν ἐκεῖθεν γεγένηται πρὸς βουλήσεως, ἀλλ’ ἐκάθηντο ἀναπόσπαστα δηοῦντες ἅπα‐
σαν Θρᾴκην νύκτωρ καὶ μεθ’ ἡμέραν ἀεί.

3

.

120

(t1)

ΤΟΥ ΑΥΤΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ
t2ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΛΟΓΟΣ ΚΖ.
3 Τούτων δ’ οὕτως ἐχόντων, κἀνταῦθα· τῆς διηγήσεως ἥκοντος τοῦ Ἀγαθαγγέλου, φροντίδες ἕτεραί μοι τὸ λογιζόμε‐
5νον ἀνθέλκουσαι τῆς ψυχῆς ἀπησχόλησαν οὐ μάλα τι ἀγεννεῖς· τὰς γάρ τοι πολλαχόθεν ἐμοὶ τῶν νοσημάτων ἄλλοτ’ ἄλλας παρεισρυείσας κῆρας καὶ τύχας ἐς πάνυ τι μοχθηρὰν συμ‐ μαχίαν τῶν τῆς κεφαλῆς ἀλγηδόνων ἰούσας ὁρῶντι διά τε τὸ τῆς καθείρξεως ἐπιεικῶς ἰταμὸν ὁμοῦ καὶ παντάπασιν ἀπα‐
10ράκλητον, καὶ ἅμα τὸ τῆς ἐλευθερίας ἢ μικρᾶς γοῦν τινὸς ἀνέσεως δύσελπι (τὸ γὰρ θηριῶδες οὔτ’ ἔληγε τῶν διωκτῶν οὐδαμῇ καὶ πρός γε πλείω τὴν τοῦ αὔξειν νύκτωρ καὶ μεθ’ ἡμέραν ὁλκὴν ἀνῃρεῖτο), δέος ἐμοὶ τῶν πάνυ μεγίστων πε‐ ρικεχύσθαι ξυνέβαινεν, ἀναπολοῦντι μὴ ὃν αὐτοὶ καθ’ ἡμῶν
15ἀεὶ μηχανῶνται θάνατον ἐπιγένηται, πρὶν ἡμᾶς αἰσθέσθαι,
καθάπερ ἐκ λόχου λῃστής. ἤδη τοιγαροῦν τῆς τότε νυκτὸς

3

.

121

περὶ τρίτην γενομένης φυλακήν, ἐν ᾧ τῆς ὥρας ἑκασταχόθεν οἱ τῶν φροντιστηρίων ἀνθαμιλλώμενοι κώδωνες, καὶ συχνὰ τὸν ὑπὲρ κεφαλῆς θορυβοῦντες ἀέρα, τοὺς τὸν μονήρη βίον ἀνῃρημένους ἐς τοὺς κοινούς τε ἀθροίζουσιν ὕμνους καὶ τάς
5γε πρὸς θεὸν κατὰ τὸ σφίσιν εἰωθὸς ἀεὶ δοξολογίας, τὸν Ἀγαθάγγελον αὖθις ἀψοφητὶ διὰ τῆς θυρίδος ἔγωγε ἐνεχεί‐ ρουν προπέμπειν, καθάπερ Νῶε πάλαι φασὶν ἐκεῖνον ἐκ κι‐ βωτοῦ τὴν περιστεράν, μαθεῖν εἰ ὁ τῆς τοῦ θεοῦ ἐκκλησίας λωφᾶν ἐπεχείρει κατακλυσμός. εἰ δ’ οὖν, δύο ταυτὶ τουτωῒ
10προσανατίθεσθαι τῶν ἀναγκαιοτάτων ἐδόκει μοι, πρῶτον μὲν προσιόντα τῷ δεῖνι τῶν ἱερῶν ἀνδρῶν καὶ συνήθων ἐμοὶ κο‐ μίζειν ἐκεῖθεν μερίδα τῆς θείας σαρκὸς τοῦ σωτῆρος Χρισ‐ τοῦ καὶ θεοῦ ἡμῶν καὶ ἅμα ἀντιδώρου τεμάχια πλείω. ἃ γὰρ ἔχειν ἐμοὶ περιῆν, ἐκ πολλοῦ δεδαπανῆσθαι συμπέπτωκε·
15καὶ νῦν ἐπεί μοι, καθάπερ κηρίον μέλιτται, πανταχόθεν τοῖς τοὐμοῦ θανάτου δημιουργοῖς κραταιότερον ἐπιτίθεσθαι δέ‐ δοκται, ἀναγκαῖον, εἴ πέρ ποτε, νῦν μάλιστα δέδοκται κἀμοὶ προσεχέστερον ἀνθοπλίζεσθαι καὶ ταῦτα δὴ πρὸς ἁγιασμὸν καὶ μετάληψιν ἐκ τοῦ σύνεγγυς ἔχειν, ἀντ’ ἄλλης εἰπεῖν
20ἀκροπόλεως καὶ κράνους καὶ τόξων καὶ θώρακος. πρῶτον μὲν οὖν δὴ τοῦτο προσανεθέμην Ἀγαθαγγέλῳ, δεύτερον δὲ τῶν φίλων ἑκάστοις ἰδίᾳ καὶ ἡσυχῇ προσιόντ’ ἀξιοῦν τῆς
ἐμῆς ὑπερεύχεσθαι ταλαιπώρου ψυχῆς· οὐ γάρ, οἶμαί γε,

3

.

122

ἔφασκον ἔτι με ζῶντα θεάσασθαι σφᾶς· θεάσονται δ’ ἴσως ἐξαίφνης συρόμενον τὸν ἐμὸν τοῖς διώκταις νεκρὸν καὶ βρῶμα κυσὶ καὶ ὀρνέοις τῆς πόλεως ἔξω ῥιπτόμενον· τοῦτο γὰρ ἐκ πάνυ πολλοῦ κεκύρωταί τε καὶ ὥρισται σφίσι, πρᾶγμα, εἰ
5καὶ μὴ τὸν ἴσον τρόπον, ἀλλ’ οὖν εὐκταιότατον μάλα γε ἑκα‐ τέροις ὄν, ἐμοὶ μὲν ὡς ἐλπίδων ἀρχὴ στεφανηφορουσῶν ταὐτὰ τοῖς ὑπὲρ εὐσεβείας ἠγωνισμένοις πάλαι ἐκείνοις ὑφισταμέ‐ νῳ, σφίσι δ’ ὡς πέρας τῶν ἐφ’ ἡμᾶς ἐκείνων καὶ δρόμων καὶ μόχθων, τὰς ἐμὰς διηνεκῶς δεδιόσι γραφάς.
10 Πρὸς ταῦτα περιαλγής τε καὶ ἔνδακρυς Ἀγαθάγγελος γεγονὼς ἐφ’ ἱκανὸν σεσιώπηκέ τε καὶ ἐκεκύφει· εἶτ’ ἀνενεγ‐ κὼν καὶ τὴν ἡμετέραν τέως ἀπαλλαγὴν ὑπερθέμενος, εἰ ἐξείη μὴ τοῦ τὰ θεῖα ἱερουργοῦντος μυστήρια παρόντος χερσὶν ἰδίαις ὁντινοῦν μεταλαμβάνειν ἤρετο. ἀκηκοὼς δ’ ὡς Βασι‐
15λείῳ τῷ θείῳ καὶ τῶν ἄλλων οὐκ ὀλίγοις τουτὶ συγκεχώρηται τῶν ἁγίων, ἅτε καὶ τοῖς ἔν γε ταῖς ἐρήμοις ἄμικτον πάλαι βίον ἀσκοῦσι ποιεῖν εἰωθός, καὶ ὅσοι ἐν τοῖς τῶν διωγμῶν καιροῖς ἑαυτοὺς ὄρεσί τε καὶ σπηλαίοις ἄλλοι ἄλλοις συνέκρυ‐ πτον, πέπεισταί τε ῥᾷστα καὶ δεύτερον ἠρώτα τουτί, εἰ
20ἐξείη δηλαδὴ τῶν ἑτεροδόξων ἐνίοις συνεύχεσθαι καὶ βίας
ἐπειγούσης πρὸς τῶν τοιούτων ἐνίοτε καὶ ἐνιαχοῦ τῶν θείων

3

.

123

μετέχειν μυστηρίων, ὁμοίως κἀνταῦθα κἀκεῖ τῶν αὐτῶν λε‐ γομένων εὐχῶν. ἐγὼ δὲ τὸν θεῖον εὐθὺς παρήγαγον ἐκ Δα‐ μασκοῦ Ἰωάννην αὐτῷ, φυλάττεσθαι παραινοῦντα μήτε λαμ‐ βάνειν αἱρετικῶν μετάληψιν μήτε διδόναι· μὴ δότε γὰρ τὰ
5ἅγια τοῖς κυσίν, ὁ κύριος ἔφησε, μηδὲ ῥίπτετε τοὺς μαργα‐ ρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, ἵνα μὴ μέτοχοι τῆς κα‐ κοδοξίας καὶ τῆς αὐτῶν γενώμεθα κατακρίσεως· εἰ γὰρ ἕνω‐ σίς ἐστι πρὸς Χριστόν, καὶ πρὸς ἀλλήλους πάντως· καὶ πᾶ‐ σιν τοῖς ἡμῖν συμμεταλαμβάνουσι κατὰ προαίρεσιν ἑνούμεθα,
10καὶ πάντες ἓν σῶμα ἐσμέν, ὅτι ἐκ τοῦ ἑνὸς ἄρτου μεταλαμ‐ βάνομεν, ὡς ὁ θεῖος ἀπόστολος ἔφησε. τῆς οὖν προαιρέσεως ἐνταυθοῖ μαχομένης καὶ ἀλλήλων ἡμᾶς διιστώσης τῆς τῶν δογμάτων ἕνεκα καινοτομίας, πῶς ἂν μίαν σχοίημεν τὸν Χρι‐ στὸν κεφαλήν, ἢ πῶς ἂν ἀλλήλοις συνευξαίμεθα; τίς γάρ,
15φησί, μερὶς πιστῷ μετὰ ἀπίστου; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; ἢ τίς συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἀκούεις δὲ καὶ τοῦ θεοῦ διὰ τῆς προφητικῆς φθεγγομένου γλώττης, ὡς ἐὰν προφέρητέ μοι σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμα ἔσται μοι· τῷ γὰρ ἁμαρτωλῷ εἶπεν ὁ θεὸς “ἵνα τί σὺ ἐκ‐
20διηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου;” οὐ γὰρ τὰ γινόμενα χρὴ σκοπεῖν μόνον, ἀλλὰ καὶ τὴν αἰτίαν τῶν γινομένων ἐπιζητεῖν, ὁ χρυ‐
σορρήμων ἔφησεν Ἰωάννης. τὸ μὲν γὰρ κατὰ γνώμην γινό‐

3

.

124

μενον τοῦ θεοῦ, κἂν φαῦλον εἶναι δοκῇ, πάντων ἐστὶν ἄρι‐ στον· τὸ δὲ παρὰ γνώμην καὶ μὴ δοκοῦν ἐκείνῳ, κἂν ἄρι‐ στον εἶναι νομίζηται, πάντων ἐστὶ φαυλότατον καὶ παρανο‐ μώτατον. κἂν φονεύσῃ τις κατὰ γνώμην τοῦ θεοῦ, φιλαν‐
5θρωπίας πάσης βελτίων ὁ φόνος· κἂν φείσηταί τις παρὰ τὸ δοκοῦν ἐκείνῳ, φόνου παντὸς ἀνοσιωτέρα γένοιτ’ ἂν ἡ φειδώ. οὐ γὰρ ἡ φύσις τῶν πραγμάτων ἀλλ’ αἱ τοῦ θεοῦ ψῆφοι καλὰ καὶ φαῦλα ταῦτ’ εἶναι ποιοῦσιν. ὥσπερ δ’ ἐκ‐ είνοις, φησίν, ἐγκαλοῦμεν ὅτι παρανομοῦσιν, οὕτω καὶ πολλῷ
10μᾶλλον ὑμῖν ὅτι τοῖς παρανομοῦσι συνέρχεσθε. καὶ οὐχὶ τοῖς συντρέχουσι μόνον, ἀλλὰ καὶ τοῖς κυρίοις μὲν οὖσι κω‐ λῦσαι, μὴ βουλομένοις δέ. εἰ γὰρ εἰς θέατρον οὐκ ἐπιτρέ‐ πομεν ἀπελθεῖν, πολλῷ μᾶλλον ἐπὶ συναγωγῆς τοῦτο χρὴ ποιεῖν· μείζων γὰρ παρανομία ἐκείνης αὕτη, ὅτι ἐκεῖ μὲν
15ἁμαρτία τὸ γινόμενον, ἐνταῦθα δ’ ἀσέβεια.” ὁρᾷς ὡς καὶ τὸ χρηστὸν ἐνίοτε δόξαν εἶναι κακὸν ὑπὸ τοῦ θείου τοῦδε ἀν‐ δρὸς ἀπεδείχθη, καὶ ὅσην ἐντεῦθεν ἐκεῖνος τὴν ἐπιτίμησιν τῇ τῶν ἑτεροδόξων κοινωνίᾳ προσάπτει; ἃ γάρ τις δεσπότου προστάττοντος δρᾶν ἥκιστα δρᾷ, τούτων τιμωρίαν τίννυ‐
20σιν εἰκότως αὐτὸς ὁ μὴ δρῶν, καὶ εἰ μὴ κακὸν ἀπαντῴη τὸ πέρας· καὶ τοὐναντίον αὖθις· οὐ γὰρ τοῖς τῶν δρωμένων
πέρασιν εἰκὸς ἀκολουθεῖν τὴν τοῦ κρίνοντος ἀπόφασιν, ἀλλ’

3

.

125

εἰ τοῖς δεσποτικοῖς ὁ δρῶν ἠκολούθησε δόγμασι. δεσπόται δ’ ἂν εἶεν ἡγεμόνων μὲν καὶ ἀρχόντων νόμοι καὶ στάθμαι κανόνων, ὑπηκόων δὲ καὶ συρφετώδους πλήθους ἡγεμόνες καὶ ἄρχοντες, ὡς ἐκ πηγῆς τῶν νόμων ἔχειν τὸ κρίνειν ὀρθῶς
5ὀφείλοντες. πολλὰ μὲν οὖν τῶν δρωμένων καθ’ ἑαυτὰ θεω‐ ρούμενα λέληθε τὴν τῆς κρίσεως κλέπτοντα βάσανον καὶ πρὸς αἰθερίους ἐξαίφνης ἐν οὐκ εἰδόσιν ἀνέδραμεν ὕμνους, προ‐ σειληφότα δὲ καὶ τὴν μεθ’ ἧς γεγένηται πρόφασιν μυρίων ἀρῶν ὑπεύθυνα ἀποπέφανται. ἀλλὰ προσθετέον μοι τουτουὶ
10τοῦ θείου ἀνδρὸς καὶ τὰ τούτοις ἀκόλουθα. “τί ποιεῖς”, φη‐ σίν, “ἄνθρωπε; παρεβάθη νόμος, καὶ οὐκ ἐπιτιμᾷς, οὐδὲ γίνῃ χαλεπὸς τιμωρὸς τῶν τοῦ θεοῦ νόμων, ἀλλὰ κοινωνεῖς; καὶ ποίαν σχοίης ἂν συγγνώμην; μὴ γὰρ ὁ θεὸς ἐκδίκων χρῄζει; μὴ γὰρ βοηθούντων δεῖται; ἀλλ’ ὑπηρέτην αὐτοῦ γενέσθαι
15σε βούλεται, ἵνα κἀντεῦθεν τὸ φιλόδοξον δείξῃς.” καὶ ὁ μέ‐ γας δ’ ὁμοίως φησὶν Ἀθανάσιος ὡς οὐ μόνον τὸ μὴ θῦσαι λίβανον δείκνυσι μάρτυρας ἀλλὰ καὶ τὸ μὴ τὴν πίστιν ἀρνή‐ σασθαι· καὶ οὐχ οἱ κλίναντες εἰς εἴδωλα μόνον κατεκρίθη‐ σαν ὡς ἀλλότριοι, ἀλλὰ καὶ οἱ προδεδωκότες τὴν ἀλήθειαν.
20Ἀβραὰμ γὰρ ὁ πατριάρχης οὐκ ἀναιρεθεὶς ἐστεφανώθη, ἀλλ’ ὅτι πιστὸς γέγονε τῷ θεῷ· οἵ τε ἄλλοι ἅγιοι πατέρες καὶ οἱ
σὺν αὐτοῖς, περὶ ὧν ἁπάντων ὁ Παῦλος φησὶν ἐπιλείψειν

3

.

126

τὸν χρόνον αὐτὸν διηγούμενον, οὐχ αἵματος ἐκχυθέντος ἐτε‐ λειώθησαν ἀλλὰ διὰ πίστεως, καὶ μέχρι νῦν θαυμάζονται, ὅτι καὶ θάνατον ὑπομένειν ἦσαν ἕτοιμοι διὰ τὴν ἐς θεὸν εὐ‐ σέβειαν.” ὁρᾷς ὡς ἐν τοῖς μικροῖς μᾶλλον τὰ μέγιστα δεί‐
5κνυται τῶν καλῶν, καὶ μάλα μᾶλλον ἐν τοῖς μάλιστ’ ἐλαχί‐ στοις ἐνίοτε ἢ τοῖς μεγίστοις; ὡς γὰρ ἐν τοῖς βασιλικοῖς νο‐ μίσμασι καὶ ὁ μικρόν τι παραχαράττων ὅλον ἀχρεῖον ποιεῖ, οὕτω καὶ ὁ τῶν θείων κανόνων τοὐλάχιστον ἀνατρεπόμενον περιορῶν τῷ παντὶ λυμαίνεται.
10 Εἰ δὲ καὶ τῶν ἱερῶν ἔξω περιβόλων ὠθούμενοι καὶ πρὸς ἔκφυλα μὲν ἐντεῦθεν φιλανθρωπότερα δ’ οὖν τῶν ὁμο‐ φύλων γένη φυγάδες ἔνιοι τῶν εὐσεβούντων γινόμενοι ἐκεῖ‐ θεν τὰς οἰκείας εὐχὰς ἀναφέρουσι τῷ θεῷ, καινὸν οὐδέν· πολλοὶ γὰρ τῶν πάλαι θαυμαζομένων τῆς τοῦ θεοῦ ἐκκλη‐
15σίας ἀνδρῶν τοιούτοις πολλάκις συντετυχήκασι τοῖς δεινοῖς, ἵν’ ὡς χρυσὸς ἐν χωνευτηρίῳ δοκιμασθέντες τοῖς τ’ ἐφεξῆς ὑπόδειγμα γένωνται κράτιστον ἀρετῆς, καὶ ἅμα μειζόνων αὐτοὶ πρὸς θεοῦ καὶ τῶν ἀντιδόσεων τύχωσιν, αὐτοῦ τοῦ θεοῦ προοδοποιοῦντος καὶ τὰ τῶν διωκομένων ὑπὲρ αὐτοῦ
20κατευθύνοντος διαβήματα, καὶ τῶν ὁμοφύλων τοὺς ἀλλοφύ‐ λους πραοτέρους ἐν τοῖς τοιούτοις δρῶντος καιροῖς, καθά‐ περ ἔστιν ἃ τῶν σφόδρα ἀγρίων καὶ ἀνημέρων θηρίων ἐπὶ Δανιὴλ καὶ τῶν ἄλλων, τοῦ θηριώδους τηνικαῦτα τὸ προση‐
νὲς ἀλλάττεσθαι ῥᾷστα παρασκευάζοντος. ἐπεὶ γὰρ παντα‐

3

.

127

χοῦ παρεῖναι τὸν θεὸν μεμαθήκαμέν τε καὶ πεπιστεύκαμεν, κἀν παντὶ τόπῳ τῆς αὐτοῦ δεσποτείας ὁ Δαβὶδ αὐτὸν εὐλο‐ γεῖν ἐπιτρέπει, βέλτιον ἐν ὑπαίθροις καὶ ἐρημίαις καὶ ὄρεσιν ἀκίβδηλον θεῷ προσάγειν τὸν ὕμνον ἢ δυσσεβῶν κοινωνίᾳ
5χρωμένους χρυσῷ κεκοσμημένοις καὶ πλακῶν στιλπνότητι προ‐ σέχειν τεμένεσιν· ἀκούεις γὰρ καὶ τοῦ θείου φάσκοντος Γρηγορίου τοῖς τότε διώκταις αὐτοῦ· σὺ δέ μοι περιείχου τῶν τοίχων καὶ τῶν πλακῶν καὶ τῆς κεκοσμημένης ψηφῖδος καὶ τῶν μακρῶν δρόμων καὶ περιδρόμων, καὶ χρυσῷ κατελάμ‐
10που καὶ περιελάμπου, ἀγνοῶν ὅτι κρείσσων ὕπαιθρος πίστις πολυτελοῦς ἀσεβείας, καὶ πλείους θεῷ τρεῖς συνημμένοι ἐν ὀνόματι κυρίου πολλῶν ἀρνουμένων θεότητα. καὶ Ἠλίας δ’ ἔφευγε τὰς τῆς Ἰεζάβελ ἀπειλάς, καὶ τὰς τοῦ Σαοὺλ ὁ Δα‐ βίδ, καὶ ὅπῃ τύχοιεν ἐπεκαλοῦντο τὸν κύριον. καὶ οἱ μάρ‐
15τυρες τῆς ἀληθείας ἐκεῖνοι διωκόμενοι μὲν ἔφευγον καὶ λαν‐ θάνοντες ἐκαρτέρουν, εὑρισκόμενοι δὲ ἐμαρτύρουν. ἥκιστα οὖν σε χρεὼν τοῖς σμικρολόγοις ἐκείνοις συμφέρεσθαι τὴν διάνοιαν, οἳ δειλίᾳ τινὶ μεταξὺ τῶν δεινῶν τὴν ψυχὴν συν‐ θολούμενοι θαυμάζουσιν ὅπως ὁδὸς μὲν ἀσεβῶς ἐν τοῖς τοι‐
20ούτοις καιροῖς εὐοδοῦται, οἷς δὲ τὸν ὑπὲρ εὐσεβείας σταδιο‐ δρομεῖν ἐξεγένετο δίαυλον, τούτοις δ’ ὑβρίζεσθαι περιφρονεῖ‐ σθαι συκοφαντεῖσθαι χλευάζεσθαι καὶ καθάπαξ εἰπεῖν πᾶν
πονηρὸν ἀκούειν ῥῆμα μακρόν τινα καὶ ἀτέκμαρτον συγχω‐

3

.

128

ρεῖται δρόμον τοῦ χρόνου, τοῦ θεοῦ μὴ ταχεῖαν ἐπάγειν ἐθέλοντος τὴν ἐκδίκησιν, ἀλλ’ ἐῶντος παντὶ τὸ νόμισμα δια‐ κωδωνίζεσθαι τρόπῳ, ἀλλ’ ἀναλογιζόμενον ἐπὶ σαυτοῦ τὰ πάλαι γενόμενα, καὶ θεοφιλῶς ἀνιχνεύοντά τε καὶ ἀναλεγόμε‐
5νον ἕκαστα, σαυτῷ τε καὶ πολλοῖς ἑτέροις ἐντεῦθεν μεγίστην παρέχειν ὠφέλειαν. ἀκούεις γὰρ τοῦ μεγάλου τῶν τοιούτων ἰατῶν χρυσορρήμονος λέγοντος ὡς ἐν προοιμίοις τοῦ κηρύγ‐ ματος Στέφανος ὁ ὑπὲρ τοὺς ποταμοὺς ῥέων καὶ πάντας ἐπι‐ στομίζων, οὐδὲ πολὺν ποιήσας ἐν τῷ κηρύγματι χρόνον,
10ἀθρόον ἡρπάγη καὶ ὡς βλάσφημος κατεδικάζετό τε καὶ κατε‐ λύετο· καὶ Ἰάκωβος δ’ ἐν ἀρχῇ καὶ αὐτὸς ἐξ αὐτῆς ὡς εἰπεῖν τῆς βαλβῖδος ἀνεσπάσθη καὶ ἀποτμηθεὶς εἰς χάριν τῶν Ἰουδαίων ὑφ’ Ἡρώδου τὸν βίον κατέλυσε στῦλος καὶ ἑδραί‐ ωμα τηλικοῦτον τῆς ἀληθείας. μὴ οὖν θαυμάσῃς εἰ μὴ ἐκ
15προοιμίων μηδ’ εὐθέως ἐκδικεῖται παρὰ θεοῦ τὰ λυποῦντα· ἔθος γὰρ αὐτῷ μὴ ἐν ἀρχῇ τὰ δεινὰ λύειν, ἀλλ’ ὅταν αὐ‐ ξηθῇ καὶ παρὰ τῶν πλειόνων ἀπογνωσθῇ. ἀκούεις δ’ ὅπως καὶ ὁ μὲν Ἄβελ δίκαιος ὢν ἐφονεύθη ταχύ, ὁ δὲ Κάϊν ἔζη μακρόν, ἵν’ ἐλέγχηται πλέον ἡ τούτου κακία· καὶ αὖ ὁ
20μὲν πρόδρομος Ἰωάννης τὴν κεφαλὴν ἀφῃρεῖτο, ὁ δ’ ἀνελὼν Ἡρώδης ἔζη ταμιευόμενος εἰς καιρὸν ἐκδικήσεως, ἵνα δηλαδὴ
σκωληκόβρωτος ἐνταῦθα γενόμενος καὶ ἀποψύξας πικρῶς πρὸς

3

.

129

τὸν ἀκοίμητον ἐκεῖνον οὑτωσὶ παραπεμφθείη ὁ ταλαίπωρος σκώληκα. δι’ ὧν γάρ, φησίν, ἐπιβουλεύουσιν, ἑαυτοῖς μᾶλ‐ λον ἢ ἑτέροις τὰ βάραθρα ἀνορύττουσιν· οἱ μὲν γὰρ ἐπι‐ βουλευόμενοι τὴν οἰκουμένην ἐραστὰς ἔχουσιν ἐπαινέτας ἀνα‐
5κηρύττοντας στεφανοῦντας, τοὺς εἰδότας τοὺς οὐκ εἰδότας, τοὺς ἀπὸ τῶν πραγμάτων, τοὺς ἐκ τῆς φήμης τὰ ἐκείνων μανθάνοντας, τοὺς συναλγοῦντας, τοὺς συναγωνιζομένους, τοὺς τὰ χρηστὰ συνευχομένους αὐτοῖς πάντας, οἱ δ’ ἐπι‐ βουλεύοντες τοὺς μισοῦντας μὲν πλείστους, πολλῷ δὲ πλείους
10τοὺς κατηγοροῦντας, τοὺς διαβάλλοντας, τοὺς ἐλέγχοντας, τοὺς αἰσχύνοντας, τοὺς ἐπαρωμένους μυρία. καὶ ταῦτα μὲν ἐνταῦθα· τὰ δ’ ἐκεῖ ποῖος παραστήσει λόγος, ἢ τῶν διωκόν‐ των ἀσεβῶν τὴν κόλασιν, ἢ τῶν διωκομένων εὐσεβῶν τὴν ἀπόλαυσιν;
15 Ταῦτα οὖν ἐννοῶν, φίλτατε Ἀγαθάγγελε, καὶ τοιούτοις ὕδασι τὴν ψυχὴν ἀρδευόμενος, μὴ σιγῇ δειλιώσῃ τὰ τῆς σῆς χαρίζεσθαι γλώττης προπύλαια θέλε· ἀλλ’ εὐγενῆ τῆς ἀλη‐ θείας προστάτην σαυτὸν καθιστάμενος, καὶ τοῖς προσιοῦσιν ἀγαθὸς γινόμενος σύμβολος, οὕτω διηνεκῶς τὰ τῆς σῆς ψυχῆς
20ἐγκαίνιζε χρώματα πρὸς τὸ βέλτιον. εἶεν· καὶ μὲν δὴ ὥρα καὶ σὲ ἀπιέναι λοιπὸν πρὶν ἐς ἑωθινὰς τοὺς οὐρανίους κατα‐ στῆναι κύκλους αὐγάς, τῶν ἀνατεθειμένων μηδενὸς ἐπιλελησ‐
μένον.

3

.

130

Ἀγαθαγγέλου μὲν δὴ ἀπιόντος ἐν τούτοις, μόνῳ τὴν συνήθη βόσκειν αὖθις οἴκοι κατελείπετο ἐρημίαν ἐμοί, μηδε‐ νός, ὁπόσα παραμυθεῖται νόσῳ καὶ ἀθυμίᾳ δαπανώμενον ἄν‐ θρωπον, μήτ’ ἤδη παρόντος ἡμῖν μήτε μὴν ὅπως ποτὲ προσ‐
5δοκωμένου μετὰ τὴν ὑστεραίαν ἤγουν τὴν μετ’ ἐκείνην καὶ ἑξῆς καὶ ὁμοίως ἀεί, πλήν γε δὴ τοῦ πανταχῇ παρόντος ἀεὶ καὶ πάντων κηδομένου μόνου θεοῦ, ὃς τηνικαῦτα μετρίαν μοι τοῦ νοσήματος ἄνεσιν πεπραχὼς τοῦ συνήθους, συνήθως αὐ‐ τοσχεδίοις ὑπομνήμασι δοῦναι τὴν τῶν γινομένων παρεσκεύα‐
10κεν ἱστορίαν, κατὰ τὸ πρὶν ἡμῖν εἰωθός, ὅτ’ ἐλευθερίαν μα‐ κρὰν τοῖς ἡμετέροις ἐμπολιτεύεσθαι βουλήμασιν ἦν, εἰ καὶ μὴ τελέως ἤδη καὶ ὡς ἐχρῆν, ἀλλ’ οὖν ὁπόσον ἡμῖν ἐν με‐ σότητι συνειλημμένοις μεγίστων δεινῶν καὶ φόβων πολυτρό‐ πων τὴν παντοδύναμον κεχορηγηκέναι γέγονε δεξιάν, συνεφαπ‐
15τομένην ὅπως ποτὲ καὶ συνεπικουφίζουσάν μοι τοὺς πόνους. εἴωθε γὰρ ὁ κραταιὸς ἐμοὶ βοηθὸς ὥσπερ τέρατα φαίνεσθαι τοῖς πολλοῖς τὰ ἡμετέρα δρᾶν, κἀκ τῶν ἐναντίων τἀναντία παραδόξως περαίνειν ἐπὶ τὸ τῶν βελτίστων πάνυ τι ἀπροσ‐ δόκητον, καὶ τοὺς ἀεὶ τῶν τῆς κοσμικῆς περιόδου πραγ‐
20μάτων ἄλλοτ’ ἄλλους κυκεῶνας καὶ κλύδωνας εἰς ἀλκυονίτι‐ δας οἷον εἰπεῖν ἐμοὶ νηνεμίας μεταποιεῖν. ἔστι γάρ τι ζῶον ἀέρι καὶ θαλάττῃ μερίζον τὸν βίον ὄνομα ἀλκυών. αὕτη
πρὸς παίδων ἐπειγομένη γονάς, ἐπ’ αὐτὰς τὴν καλιὰν τὰς

3

.

131

παραλίους πήγνυσι ψάμμους ἐν χειμῶνι μέσῳ καὶ κυμάτων ἀκμαζούσαις βίαις. ταύτην τοσαύτης ἀπολαύειν ὁμολογοῦσι τῆς ἄνωθεν προμηθείας οἱ πεῖραν τοῦ παραδόξου λαμβάνον‐ τες, ὥστε τῆς θαλάττης μακρὰ τοῖς ἀπ’ ἄρκτων ὑβρίζουσι
5πνεύμασι καὶ πάνυ μαστιζομένης, καὶ καιρὸν ἐχούσης ἤδη τοῖς κύμασιν ἁμιλλᾶσθαι πρὸς Ὀλύμπους καὶ Καυκάσους καὶ εἴ τι τῶν ἐπιγείων ὀρῶν ἐστὶν ὑψηλότερον, εἰς τοὐναν‐ τίον χωρεῖ τὰ τοῦ πράγματος, καί τι παράδοξον ὑπὸ τῆς προ‐ νοίας ὁρᾶται γιγνόμενον· ἀτρεμεῖ γὰρ ἡ τῶν πνευμάτων
10ἀγριότης ἐκείνων, ἀτρεμεῖ δ’ ὁ τῶν κυμάτων ὑβρίζων ὄγκος, δεσποτικοῖς ἀπορρήτως δεσμοῖς χαλινούμενος, μέχρις ἂν πτε‐ ροφυήσῃ τε καὶ εἰς νόμιμον τὰ νεογνὰ τῆς ἀλκυόνος ἀφίκη‐ ται πτῆσιν ἐκτόκια. τῶν παραπλησίων τοίνυν κἀμὲ πρὸς τῆς τοῦ θεοῦ δεξιᾶς τηνικαῦτα συνέβη πειρᾶσθαι· τῶν γάρ
15τοι διωκόντων, κύκλῳ περὶ τὸν δέσμιον ἐν Χριστῷ κομιδῇ συχνὰ περιτρεχόντων ἐμὲ καὶ νύκτωρ τε καὶ μεθ’ ἡμέραν ἐνεδρευόντων, καὶ πᾶσαν ἐπ’ ἐμὲ κινούντων γνώμης τε καὶ γλώττης μανίαν, ὠρυομένων δίκην καὶ ὑλακτούντων θηρῶν, καὶ μήτε μηδένα μηδαμῇ τῶν ἀνθρώπων μηδὲν μηδαμῇ τῶν
20ἐπιτηδείων εἰσκομίζειν ὁθενδήποτε συγχωρούντων, μήτε μη‐ δὲν τῶν ὅσα τὴν τοῦ γράφειν παρέχεται χρείαν ἐώντων μήτ’ ἔνδον ἡμῖν συνοικεῖν μήτ’ ἔξωθεν εἰσιέναι παρ’ ὁτουοῦν,
ἐλάθομεν ἀπορρήτῳ θεοῦ προνοίᾳ μικροῦ τὴν ὅλην τῶν γενο‐

3

.

132

μένων γραφῇ παραπέμψαντες ἱστορίαν ἐν μικρῷ καιροῦ δια‐ στήματι, μήτε μακρὰ τῶν ἀναγκαίων παραλιπόντες, μήτε μακρὰ τῶν οἱοισδή τισιν εἶναι δοκούντων παραμίξαντες περιτ‐ τῶν, ἀλλ’ ἁπλούστερον παντάπασι τῷ τῆς ἀφηγήσεως τρόπον
5χρησάμενοι σχήματι. καίτοι ἐχρῆν ἡμᾶς ἐπιστατικώτερον δήπουθεν, ὡς ἐμέ γε οἴεσθαι, τὰ τῆς δογματικῆς ὑποθέσεως καὶ ὅσα τοῖς λῃστικοῖς συμπέπτωκε συνεδρίοις ἐπεξεργάζε‐ σθαί τε καὶ πολλαπλασιάζειν ἀμωσγέπως τὰς τῶν ἐννοιῶν ἀγχιστρόφους μεθόδους, ἀνακυκλοῦντας ἅμα καὶ παρεισκυκ‐
10λοῦντας συχνά, καὶ πῇ μὲν τῶν ἐναντίων εὐρώστως ἀπο‐ κρούεσθαι καὶ ἀνασοβεῖν τὰ τοξεύματα, πῇ δὲ καιριωτέραν ἐγγοητεύειν καὶ μάλα γέ τοι ἀσφαλῆ ταῖς ἡμετέραις κατ’ ἐκείνων βολαῖς τὴν περίνοιαν· δεῖν γὰρ κατὰ τοὺς στρα‐ τηγοὺς ἐνταυθοῖ καὶ ἡμᾶς οὐχ ὅπως πρὸ ὀφθαλμῶν ἔχειν
15τοὺς ὀφθαλμούς, ἀλλὰ κἀπὶ τῶν μεταφρένων ὅπῃ τε βάλλειν εὐχερέστερόν πως τῷ ἐχθρῷ, καὶ ὅπῃ μάλιστα τὴν ὅλην καθ’ ἡμῶν ἐπίνοιαν ὁ πολέμιος ἐκχεῖν ἐπείγεται. ἀλλ’ οὔτ’ οὐδεὶς ἐμοὶ τηνικαῦτα παρῆν οἷς εἴωθε πρὶν ταῖς τῶν γραμ‐ μάτων ἡμῖν ὑπηρετεῖσθαι ὑπαγορεύσεσιν, οὔτε μὴν οὐδεὶς τὸ
20παράπαν οἷς ἐχρῆν τῶν δογματικῶν τούτων ἀγώνων τε καὶ βουλευμάτων ἐμοὶ συναίρεσθαι, καὶ μάλιστα νῦν ὀφθαλμοὺς καὶ ὅλην ἀλγοῦσι κεφαλὴν καὶ ὅλην ἀνιωμένοις καρδίαν· ἐῶ γὰρ λέγειν ὡς διὰ τὸ αἰφνίδιον τῆς εἱρκτῆς οὐδ’ εὐφυᾶ τινὰ χάρτην ἔχειν ἐμοὶ τηνικαῦτα τετύχηκεν εἴς τε ἀποχρῶσαν
25ὑποδοχὴν συλλαβῶν καὶ γραφῶν πολυπλόκων τε καὶ παντοδα‐

3

.

133

πῶν, καὶ ἅμα ἁρμονίαν τοῖς δογματικοῖς προσήκουσαν ἀγω‐ νίσμασιν· ὥστε καὶ τοσούτων περιρρεόντων ῥοθίων ἡμῖν σφοδρόν τε οἰδούντων καὶ μάλα ἀντίπρωρον ἡμῖν ἐπενηνεγ‐ μένων τὴν κίνησιν, ἐς ἀνάγκας ἐλαύνεσθαι ἦν οὐδὲ μικρά
5τινα ἁπλῶς φράσαντας σιγῇ τε τὴν γλῶτταν κατακλεῖσαι ἑξῆς, καὶ τὸν Ἐνδυμίωνος ἐξ ἀπογνώσεως ὕπνον καθεύδειν. ἀλλὰ τοῦτ’ ἴσως ἦν ἄν πως εὐπρεπές, εἰ μηδέν τι πρᾶγμα ἦν δή‐ που διαβάλλεσθαι πρὸς τῶν κακοδόξων τὴν ἡμετέραν εὐ‐ σέβειαν, ἀναιδῶς οὑτωσὶ τὴν σφετέραν περιτρεπόντων κακίαν
10ἡμῖν, καὶ ἄλλως εἰ περὶ σῶμα γήινον ἦν τὸ τέλος τῆς μάχης ὁρᾶν καὶ ἥκιστα τόν γε περὶ τῆς ἀθανάτου ψυχῆς ἀγωνίζε‐ σθαι δρόμον. ὅπου δὲ τῶν τε ἐλπίδων τὸ πέρας κατὰ τὰς ἐλπίδας οὐκ ἂν ἀπαντῴη, καὶ τὴν φυγὴν τοῦ κακῶς παθεῖν ἐφόδιον τοῦ κακῶς παθεῖν περιγίνεται, μάταιος μὲν ἡ τῶν
15ἐλπίδων πρόφασις, μάταιος δ’ ἡ πρὸς τὸ πονεῖν ῥαθυμία. διὸ τῷ μόνῳ θεῷ τοῦ τῶν εὐγενῶν ἐλπίδων γέμοντος σκάφους τοὺς οἴακας θαρρήσαντες, ὑπὲρ οὗ καὶ τὸν πλοῦν ἀνύομεν τόνδε, καὶ μόνην αὐτῷ τὴν χεῖρα μετὰ τῆς γραφίδος χρή‐ σαντες, εὐχερέστερον ἢ κατὰ πᾶσαν προσδοκίαν τὸ πλεῖον ἐν
20βραχεῖ τῆς ὅλης σπουδῆς τελεσθὲν τεθεάμεθα, κἄπειτα μηδὲν μηδαμῇ πολυπραγμονήσαντες, ἔχειν ὡς ἔσχεν ἀφήκαμεν, καὶ ταῦτα, καθάπερ τῶν ἀγαλμάτων τὰ κάλλιστα, οὕτω δὴ καὶ
τοὺς δι’ ἀκριβείας λόγους δευτέρᾳ καὶ τρίτῃ χειρὶ χρῆναι

3

.

134

καθίστασθαι τῶν βελτιόνων σοφῶν παραινούντων. ἀλλ’ ἡμῖν γε δὴ μήθ’ ὅλως ὅλον ἔχουσι καιρὸν ἐς δέον, ὥς γε ἔφαμεν, μήτε μὴν οὐδὲ βραχύ τι μέρος ὥρας ἀκλόνητον μηδὲ τῇ πρώτῃ γοῦν χειρὶ κατὰ τὸ τῆς γνώμης βουλόμενον χρήσα‐
5σθαι (πῶς γὰρ οἷς τοσούτοις κεκυκλῶσθαι Κύκλωψιν ἐνῆν, καὶ οἷς μάλα μᾶλλον ἢ Ταντάλειον φάναι λίθον ἐξῆν ἀεὶ περιφανῶς δεδιέναι τοὺς ἀεὶ πρὸ θυρῶν ἐφεδρεύοντάς τε καὶ ἅπαντ’ ἀεὶ τἀμὰ δεινῶς τε καὶ ἰταμῶς ἀνιχνεύοντας;) σχολῆ γ’ ἂν ἄχρι καὶ ἐς τρίτην ἰέναι χειρὸς αὐτονομουμένην ζήτη‐
10σιν εἴη. διὸ καὶ στέργειν ὅπως ποτὲ ἠναγκάσμεθα τῇ πρώτῃ καὶ ὡς ἔτυχεν ἐχούσῃ χειρὶ τοῦ τὰ ἡμέτερα πηδαλιουχοῦν‐ τος θεοῦ. Τεσσαρακονθημέρου δ’ ἤδη τὸν μεταξὺ τῆς ἐκδημίας Ἀγαθαγγέλου διαμετρούσης χρόνον, ἡνίκ’ ὀψὲ τῆς τελευταίας
15ἡμέρας γένοιτο, ψόφου τινὸς κατὰ τὸν ὀπισθόδομον αἰσθέσ‐ θαι μοι γίνεται, τῆς γε τηνικαῦτα νυκτὸς ἐκ προοιμίων ἀφέγγους ὑπαρχούσης· μετὰ γὰρ πανσέληνον τέως ἐς τὸ περίγειον τοῦ ἑαυτῆς ἡ σελήνη ἐληλυθυῖα ἐκ κέντρου τὸ δεύ‐ τερον, καὶ κατὰ τετράγωνον τῷ ἡλίῳ γινομένη σχηματισμόν,
20οὐ μάλα ἀκρονύκτους τῇ γῇ παρέχειν ἐβούλετο τὰς αὐγάς. καὶ ἅμα σπουδῇ παριὼν ἐγώ, καὶ τὴν συνήθη πυλίδα ἀνα‐ πετάσας, ἡσυχῇ τὸν Ἀγαθάγγελον ἐδεχόμην, ἃ ἐπιτέτραπται πάντ’ ἐς δέον καὶ κατὰ τὸ ἀνάλογον πεπραχότα καὶ εἰρηκότα
καὶ κεκομικότα. ἔτι τοίνυν ὑπό γε τοῦ μόχθου καὶ τῶν

3

.

135

ἐπιπολαζόντων τηνικαῦτα φόβων τεθορυβημένον ἐκεῖνον τὸ τῆς ψυχῆς λογιζόμενον διαναπαύειν ἐθέλων ἐγώ, καὶ καιρὸν εἰς ἀνάψυξιν παρέχειν ὁντιναοῦν, “Ἰσμηνίᾳ μέν” ἔφην “ἐκείνῳ, φίλτατε Ἀγαθάγγελε, καθ’ ἑαυτὸν γινομένῳ πολλάκις λέγειν
5ἐπῄει ‘νῦν ταῖς μούσαις ᾄσω καὶ ἐμαυτῷ·‘ καὶ ἦν ἡ ᾠδὴ χαριστήριός τις· ἐμοὶ δὲ καθ’ αὑτὸν γενομένῳ μετὰ τὴν σὴν ἐκδημίαν, ὁπόσα τῶν τ’ ἐκκλησιαστικῶν ὁμοῦ καὶ δημοσίων πραγμάτων τῷ χρόνῳ γένοιτο, ὅσον εἰκός, καὶ ἡμᾶς ἐν δέκα λόγοις ἀναγράψαι γέγονε καὶ τῇ συνήθει δοῦναι τῆς ὅλης
10Ῥωμαϊκῆς ἱστορίας βίβλῳ, ἐκλεξαμένους τὰ καιριώτερα ὧν τε μετὰ τὴν ἐμὴν δὶς αὐτὸς ἐπιδεδημηκὼς ἀφηγήσω κάθειρξιν, καὶ ὧν βραχύ τι πρότερον, πρὶν ἢ καθειρχθῆναι, παθεῖν ἡμᾶς ὑπὲρ τῶν θείων συνηνέχθη δογμάτων· ποία γὰρ ἂν ἄλλη τις εἴη σχολάζουσιν ἁρμόττουσα μᾶλλον αὐτῆς ἀσχολία σο‐
15φοῖς; λέγω δὲ τὴν ἐς τοιούτους λόγους κίνησιν τοῦ νοῦ. τοῖς μὲν γὰρ κατὰ βίον μοχθοῦσιν ἀμφισβητησίμου κέρδους καὶ συλλογῆς χρημάτων φροντίδες ἀπασχολοῦσαι τὸ νοερὸν τῆς ψυχῆς ὑποσαίνουσί τε καὶ κοῦφον τὸ τῶν ἀεὶ παρόντων ἀλ‐ γηδόνων ἐπίπονον διὰ τῶν ἐν τούτοις ὅπως ποτὲ δρῶσιν αἰω‐
20ρουμένων ἐλπίδων, καθάπερ δήπου καὶ τὰς τῶν Σειρήνων, αἵτινές ποτ’ ἄρ’ εἶεν ἐκεῖναι, προτάττειν ᾠδὰς ἀκούομεν πά‐ λαι, αἳ τῇ τῆς ἐμμελοῦς ἡδονῆς ἐμβριθείᾳ τὰς ἀκοὰς γοη‐ τεύουσαί τε καὶ θέλγουσαι, δέσμιον οἷον εἰπεῖν, ὅστις ποτ’ ἦν ὁ τοῦ μέλους ἐκείνου κατατρυφῶν, πρὸς τὰς τοῦ θανάτου
25συνώθουν κρηπῖδας, βραχείας ἡδονῆς ζημίαν μακρὰν ἀλλατ‐
τόμενον. ἡ δὲ πρὸς λόγους ἀσχολία αὐτόθεν ἔχει τὸ τοῦ

3

.

136

κέρδους χρήσιμον συμπαρομαρτοῦν ἀεὶ καὶ ζῶσι καὶ τελευ‐ τῶσιν ἐκείνοις, οἷς ἂν ἐς δέον σφῆς καρποῦσθαι συμβαίνοι· συμφυὲς γάρ τι χρῆμα λόγος λογικῇ καθέστηκε ψυχῇ, τῆς αὐτῆς ἀθανασίας ἐμπολιτευομένης ἀμφοῖν καὶ συναπτούσης
5μάλα τοι προσφυῶς εἰς ταὐτόν, ὁπότε μὴ μεταβάλλειν ἐθέ‐ λοι τὰς ἁρμοττούσας θάτερον τούτων τῆς συμφωνίας συνθή‐ κας καὶ τὸν εὐγενῆ τῆς φιλίας ἁρμοστὴν καὶ ἡνίοχον ἀπο‐ σείεσθαι, καθάπερ τοῦ δίφρου πάλαι τὸν Ἀργεῖον Μυρτίλον ὁ Πέλοψ ἐκεῖνος ὁ Λυδὸς ὁ θρασύς, ἀναίδην οὑτωσί πως
10τοὺς τῆς δίκης ἀτιμάζων θρόνους. ἐμοὶ μὲν οὖν καθ’ ἑαυ‐ τόν, ὡς εἴρηται, γενομένῳ μετὰ τὴν σὴν ἐκδημίαν τούσδε συνθεῖναι τοὺς δέκα συνέδραμε λόγους, τοῖς προστυχοῦσι χάρταις κατεσπουδασμένως τε καὶ σφόδρα γε περιδεῶς διὰ τοὺς δαψιλῶς περιρρέοντάς τε καὶ περικυκλοῦντας φόβους
15ἡμᾶς κομιδῇ· καὶ τοῖς ἄλλοις τῶν ἐμῶν τῆς Ῥωμαϊκῆς ἱστο‐ ρίας συντέταχα λόγοις, ὡς τὸ τηνικαῦτα ξυνεχώρει τῆς ὥρας στενόν. σὸν δ’ οὖν ἔργον ἂν εἴη τοῦ λοιποῦ λαβόντα κομί‐ σαι καὶ διαδοῦναι μὴ μόνον τοῖς φίλοις ἡμῶν, ὁπόσοι τὸν αὐτὸν ἡμῖν ὑπὲρ εὐσεβείας ἔτι παραμένουσι τρέχοντες δίαυ‐
20λον, ἀλλὰ καὶ πολλὰ τὸ ἓν πεποιηκότα παραπλησίαις τε με‐ τεγγραφαῖς καὶ μέχρι τῆς τυχούσης κεραίας καὶ γραμμῆς ὁμοίως τοῖς πρωτοτύποις ἔχοντα, διαπέμψαι καὶ ὅπῃ τοῖς οἰκουμένης ἡμέτεροι φίλοι τυγχάνουσιν ὄντες, καὶ πρός γε μὴν ἔτι ὅπῃ περ ἂν εἴη γε κατ’ ἄλλους ἀλλαχῇ που τόπους ὀρθο‐
25δόξων προσοικοῦντα γένη χριστιανῶν, ὁμοίους ἀεὶ τοὺς τῆς
εὐσεβείας ἄνωθεν ὅρους ἐν γνώμης ἁπλότητι διασώζοντα. βού‐

3

.

137

λομαι γὰρ τὴν τῶν διωκτῶν εἰδέναι τούτων ἀπόνοιαν πάντας ἁπανταχῇ, διαβαλλόντων ἡμᾶς πανταχῇ, καὶ ἅμα τὴν τῆς ἡμετέρας ὁμολογίαν εὐσεβείας καὶ πίστεως. ἣ καὶ αὐτή μοι τοῖς παροῦσιν ἐντέτακται λόγοις, κατὰ λέξιν ἔχουσα οὑτωσί.
5 Πιστεύω εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐ‐ ρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων· καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα,
10ὁμοούσιον τῷ πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο, τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, καὶ ἐνανθρωπήσαντα, σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα
15καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς, καὶ ἀνελ‐ θόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ πα‐ τρός, καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νε‐ κρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος· καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ πατρὸς ἐκπο‐
20ρευόμενον, τὸ σὺν πατρὶ καὶ υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν· εἰς μίαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν. ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. προσδοκῶ ἀνάστασιν νεκρῶν
καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος· ἀμήν. ἔτι δέχομαι καὶ ὁλο‐

3

.

138

ψύχως στέργω καὶ ἀσπάζομαι τὰς ἁγίας καὶ σεπτὰς καὶ οἰ‐ κουμενικὰς ἑπτὰ συνόδους, καὶ τὰς τοπικὰς ἑτέρας ἃς ἐδέξατο καὶ στέργει ἡ ἁγία τοῦ θεοῦ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία· καὶ οὓς ἐδέξαντο αὗται, δέχομαι καὶ αὐτός, οὓς δὲ ἀπεβά‐
5λοντο, ἀποβάλλομαι, μηδεμίαν προσθήκην ἐπὶ τοῖς ὁρισθεῖσι παρ’ αὐτῶν ἢ αὐτὸς προστιθεὶς ἢ παρ’ ἄλλων γενομένην, ὡς αὗται αἱ θεῖαι θεσπίζουσι σύνοδοι, δεχόμενος ὅλως· μήτε ἔλλειψίν τινα καὶ ἀφαίρεσιν ἢ αὐτὸς ἀφαιρῶν ἐγὼ ἢ ἀφαιροῦντος ἀνεχόμενος ἄλλου μέχρι κεραίας καὶ γραμμῆς.
10 Ταύτην τὴν ἔγγραφόν μου ὁμολογίαν ἐπὶ πληροφορίᾳ τῆς ὀρθῆς καὶ ἀπαρεγκλίτου εὐσεβείας μου καὶ πίστεως δί‐ δωμι ἁπλῆν σαφῆ ἀποίκιλον εὔληπτον καὶ τοῖς πᾶσι ῥᾳδίως γνωριζομένην, οὐδὲν ἀλλοιώσας οὐδὲ μεταφράσας τῶν ἐν τῷ θείῳ καὶ ἱερῷ συμβόλῳ τῆς πίστεως, οὐδὲ θεολογίας καὶ
15δόγματα παρεγγράψας ἀσαφῆ τοῖς πλείστοις καὶ ἀσύνετα καὶ ἑρμηνείας δεόμενα, ὡς καὶ καινοφωνίας ἐντεῦθεν εἰρημένας λανθάνειν μεταξὺ καὶ παρατρέχειν τοὺς ἀκούοντας, ἀλλ’ αὐτὰ ἐκεῖνα ἁπλῶς ἐκτιθέμενος τὰ παραδοθέντα μοι ἄνωθεν ἱερὰ ῥήματα ὡς παρεδόθησαν, καὶ αὐτὰς τὰς γνησίας τῶν θεσ‐
20πεσίων πατέρων φωνὰς γυμνὰς καὶ ἀπαρακαλύπτους προφέ‐
ρων. ὧν τῇ μελέτῃ καὶ ὁμολογίᾳ διὰ παντὸς ἐμμένων τοῦ

3

.

139

βίου ἀξιωθείην τὴν ἡμετέραν τῷ θεῷ παραδοῦναι ψυχήν· πρεσβείαις τῆς πανυπεράγνου αὐτοῦ μητρὸς καὶ πάντων τῶν ἁγίων. ἀμήν. περὶ δὲ τοῦ Καλαβροῦ Βαρλαὰμ καὶ τοῦ Ἀκιν‐ δύνου πλέον τι λέγειν οὐκ ἔχων ἐν τῷ παρόντι τοῦτο μόνον
5φημί, ὅτι στέργω ὅσον τότε διέγνω περὶ αὐτῶν ἑκατέρου καὶ ἐψηφίσατο ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία. Ἅ γε μὴν κατὰ τὰς ἐμὰς ἐντολὰς ἐκεκομίκεις ἡμῖν ζωο‐ ποιὰ ταυτὶ καὶ φρικτὰ μυστήρια, ζῶντι μὲν παρέσται μοι συνεχέστερον τούτων μετέχοντι ψυχῆς ὁμοῦ καὶ σώματος
10ἁγιασμὸς καὶ κράτιστον κατὰ πάντων δεινῶν φυλακτήριον, τῆς δ’ ἐνεστώσης μεθισταμένῳ ζωῆς μέγιστον αὖθις ἐφόδιον αἰωνίου ζωῆς καὶ τῶν ἐμῶν ἄθλων μαρτύριον ἀκραιφνές, οὓς ὑπὲρ τούτων ἠγώνισμαί τε καὶ ἀγωνίζομαι, ταῦτα βεβαίως διατεινόμενος εἶναι τὸ τοῦ δι’ ἡμᾶς σαρκωθέντος λόγου θεοῦ
15σῶμα καὶ αἷμα, καὶ οὐχὶ τύπον ἐκείνων ἢ καὶ ἀνουσίου τινὸς ἀποτέλεσμα ἐνεργείας, ἣν φαντασιωδῶς πως σεσαρκῶσθαι καὶ οὐχὶ μίαν τῶν τριῶν τῆς μόνης ἀκτίστου καὶ μακαρίας ἐκείνης οὐσίας θεοῦ λόγου ὑπόστασιν, τοῖς ἐμοῖς διαρρήδην βοῶσι διώκταις αἰδὼς οὐκ ἔπεισιν οὐδ’ αἰθερίων φόβος κε‐
20ραυνῶν. διὰ δὴ ταῦτα καὶ συνέκδημος τοῖς θείοις τουτοισὶ καὶ φρικτοῖς μυστηρίοις γενέσθαι βούλομαι τὴν πρὸς τὸν
ἀληθῶς σαρκωθέντα θεὸν λόγον πορείαν στελλόμενος, ὅπῃ καὶ

3

.

140

τρανότερα τὰ τῆς ἀληθοῦς ἀνακαλυπτήρια περὶ πάντων παν‐ τάπασι γνώσεως ἔσται. σοὶ δ’ ἐατέον παντάπασιν καὶ μὴ διὰ σπουδῆς μηδαμῇ περιστεῖλαι τὸν ἐμὸν γενέσθω νεκρόν, ὁρῶντι κυσὶ καὶ ὀρνέοις δαπάνην ῥιπτόμενον, ὥς γε τοῖς ἐμοῖς δη‐
5μίοις ἐκ πολλοῦ κεκύρωται ψηφισθέν· εἰ γὰρ πλείστων ἁγίων ἑκόντων ἐρρίφη τὰ σώματα, καὶ ταῦτα τῶν γε πλειό‐ νων πρὶν ἢ τῆς συμφυοῦς χωρισθῆναι ψυχῆς, ὅτε δὴ μάλι‐ στα καὶ δριμυτέραις ἕπεται διαπερονᾶσθαι ταῖς ἀλγηδόσι, πολλῷ δήπου μᾶλλον ἡμᾶς μυρίοις ἁμαρτήμασι βρίθοντας
10ὑπομένειν χρεών, καὶ ταῦτ’ εἰς ἀναίσθητον σῶμα καὶ νεκρὸν τῶν δεινῶν περιαντλουμένων. ἡδοναὶ γὰρ καὶ λῦπαι καὶ ὀργαὶ καὶ φόβοι, καὶ ὅσαι τῶν ἐπιθυμιῶν διαθέσεις, ἢ ψυχὴν ὑποκείμενον μόνην ἕξουσι καθ’ αὑτὴν ἢ ψυχὴν χρωμένην σώματι, σῶμα δ’ ἄνευ ψυχῆς καθ’ αὑτό, τοῦτο δ’ οὔποτ’ ἂν οὐδαμῇ·
15πρότερον γὰρ ἄν τις ἐγκαλέσειε ξύλοις ἀψύχοις καὶ λίθοις χαρᾶς ἐντήκεσθαι καὶ λύπης αἴσθησιν καὶ τῶν τοιούτων, ἢ σώμασιν ἀνθρωπίνοις ἀπαλλαγεῖσι ψυχῆς. γίνεσθαι δ’ οὖν ὅμως πρὸς θεοῦ τοῖς μὲν δρῶσιν ἀκούομεν ἔλεγχον τὰ τοιαδὶ κακίας καὶ ἅμα φλογὸς ἐκεῖ κολαζούσης ἑτοιμασίαν, οἷς δ’
20ὑπομένειν ὅπως ποτὲ προθυμία, τούτοις δ’ ἀπαλλαγὴν ἐγκλη‐ μάτων ψυχῆς· μηδὲ γὰρ ἄλλο τι βούλεσθαι τὴν θηριώδη ταυτηνὶ καθ’ ἡμῶν κατοχὴν τοῖς ἐμοῖς δημίοις ἢ τοῦ παρόν‐ τος ἐπίτομον βίου ἀπαλλαγήν. ὃ γὰρ Ἰουδαίοις ἐκείνοις ἐπέ‐ πρακτο πάλαι, ἔργοις μὲν καὶ πάσαις γνώμης ὁρμαῖς τὸν Χρι‐
25στοῦ συσκευάσασι θάνατον, λόγῳ δ’ εὐλαβουμένοις δῆθεν
ψιλῷ χωρεῖν εἰς πραιτώριον ὀψιαίτερον, τοῦτ’ ἄντικρυς ἴδοι

3

.

141

τις ἂν κἀπ’ ἐμοῦ συσκευάζοντας τουτουσὶ τοὺς ἐμοὺς Ἰου‐ δαίους· δεδιότες γὰρ ἴσως τοὺς ἀνθρωπίνους ἐλέγχους, σί‐ δηρον μὲν οὐκ ἐπάγειν ταχὺν οὐδαμῇ κατά γε τοῦ ’μοῦ συγ‐ χωροῦσιν ἐμφανῶς αὐχένος, μὴ λάθωσιν ἀνδροφόνων ἐς
5προῦπτον ὄφλοντες δίκην, βίαιον δ’ ἄλλως μοι τουτονὶ διὰ παντὸς συσκευάζουσι χρόνου τὸν θάνατον, εἰς ἀπροφάσιστον δῆθεν αὐτῶν κακίαν διατυποῦντες αὐτὸν οὑτωσί· τὸ γάρ τοι μεῖζον δημιουργοῦντες τοὔλαττον εἰρωνεύονται. σὺ δ’ ἀλλὰ καὶ τελευταίαν ταυτηνὶ μὴ κατοκνήσῃς καταθεῖναί μοι χάριν·
10λαβὼν γὰρ τὸ ἄγγος τουτί, νεαρὸν ἐκ τοῦ φρέατος ὕδωρ κομίσαι μοι προθυμήθητι, ἕως ἔτι νεαροὺς καὶ ἀκμάζοντας ἡ νὺξ ληνοβατοῦσα κίρνησι τοὺς ὕπνους τοῖς ἐμοῖς δεσμο‐ φύλαξι· τῇδε γὰρ κἀμοὶ τῇ ὥρᾳ ποιεῖν εἰωθὸς ὡς ἐπὶ τὸ πλεῖστον μετὰ πεντεκαίδεκα καὶ πλείους μεταξὺ τὰς ἡμέρας.
15ὃ δὲ νῦν ὁρᾷς, εἴκοσι πρότερον ἡμέρας κομίζων νυκτός, ἔλα‐ θον διὰ σκότους λίθῳ τινὶ τὸν πόδα πληγείς, καὶ ἀλγηδόσιν ἐκεῖθεν ἐς τόδε χρησάμενος οὐ βραχέσιν, ὡς μὴ δυνηθῆναι πρᾶξαι τοῦ λοιποῦ τὰ εἰθισμένα. διὸ καὶ σέσηπέ τε, ὡς ὁρᾶς, καὶ ὄδωδεν· ἑστὼς γὰρ καὶ ἄλλως νοσεῖ τὸ ὕδωρ,
20καθάπερ δὴ καὶ τἆλλα πάνθ’ ὁπόσα γε τὴν γένεσιν ἐς τὸ κι‐ νεῖσθαι πρὸς τοῦ πεποιηκότος εἰλήφει θεοῦ, μάλιστα δὲ νῦν ὁπότε τοῦ καύματος εἴη τὸ ἀκμαιότατον· μετὰ γὰρ τὰς τοῦ Ὠρίωνος ἐπιτολὰς τοὺς οὐρανίους ἀνελίττων ἀρτίως κύκλους ὁ τῶν αἰθερίων λαμπάδων βραβευτὴς καὶ ταμίας ἥλιος μάλα
25ξηρόν τε καὶ ἄνικμον τῷ περιόντι τῆς θέρμης οὐ μόνον ποιεῖ

3

.

142

τὸν ἀέρα, ἀλλὰ καὶ ὅσα τῆς τοῦ ἀέρος τοῦδε μεταλαμβάνει ποιότητος. διὰ γὰρ τοῦτο καὶ τῇ θείᾳ προνοίᾳ ἐμέλησε τὰς τῶν χρόνων καρπῷ ποιότητας ὑγροτέρας ἅμα καὶ ψυχροτέ‐ ρας ἐκ διαδοχῆς ἀναλόγου ποιεῖν εἰς ἀντίπαλον τοῦ ἡλιακοῦ
5πυρὸς ἐκείνου κατάστασιν. Ἀλλὰ τούτων μὲν ἅλις· σοὶ δ’ ἔνια τῶν ὅσα τῷ βίῳ τελεῖται, καίριον, εἴπερ ποτέ, ἂν εἴη νῦν ἡμῖν προτιθέναι καινότερα διηγήματα· πάντων γὰρ ἡμᾶς τῶν τοιούτων ἐν ἀγνοίᾳ πέπραχεν εἶναι τὰ τῆς καθείρξεως ταυτησίν. εἰ‐
10κάζειν δ’ οὖν ὅπως ποθ’ ἡμῖν παρέχεται τὰ τῆς ἡλικιώτιδος πάλαι πείρας ἄλλοτ’ ἄλλα φύειν ἀεὶ τὸν χρόνον· φύσις γὰρ ὥσπερ τοῖς αἰθερίοις δρόμοις ὡσαύτως ἔχειν ἀεί, καὶ μετα‐ βολαῖς κεχρῆσθαι μυρίαις καὶ ἀτεκμάρτοις καὶ μηδὲν μηδαμῇ βέβαιον ἔχειν, ᾧ μὴ συνεχοῦς τινὸς καὶ παντοδαπῆς δεήσει
15τῆς γλώττης καὶ ἀποχρώσης πορθμείου δίκην ἄλλοτ’ ἄλλῃ παραπέμπειν ἀκοῇ. ὁρᾷς δ’ ὡς καὶ αὐτοῖς γε ἡμῖν ἀνίας οὐ μάλα τι μέτριον ἤνεγκε τῇ ψυχῇ τὸν τοῦ ἐπαχθοῦς φόρτον τὰ φθάσαντα τῶν ἡμῖν συμβεβηκότων, καὶ δεῖ ψυχαγωγίας ἔξωθεν ἱκανῆς ἐξ ἀντιπάλων ῥαγείσης διηγημάτων. οἶσθα
20γὰρ ὡς καὶ Πυθαγόρας ἐκεῖνος ὁ Σάμιος λύρας ἕωθεν καὶ ᾠδῶν μουσικῶν νενουθέτηκεν ἅπτεσθαι, ὁπόσαι γε ἱκαναὶ τὸ
τῶν λογισμῶν τηνικαῦτα κοιμίζειν κυμαῖνον ἐκ τῶν τοῦ ὕπνου

3

.

143

νυκτερινῶν ἀθυρμάτων καθιστάμενον ῥόθιον, καὶ μεθαρμότ‐ τειν ῥᾳδίως ἐπὶ τὸ εὔθυμον ὁπόσα ἡ τῶν ὀνείρων αὐτονομία παίζουσα δραστικώτερον ἐνίοτε κατὰ τῆς γαλήνης τῶν λογισ‐ μῶν ἀφίησιν ἀπαρκτίου δίκην μακροῦ τινός, ὅτε δὴ καὶ
5μάλα ἀταμίευτος τοῖς αἰσθητηρίοις ὁ ὕπνος ἐντρέχων ἥκιστα τὸ πρὸς ἄμυναν τέως ἔχειν δυνάμενον σφίσιν ἐῴη ἄν. διὸ καὶ ἡμῖν ἥδιστον ἂν γένοιτο ἄκουσμα τῶν ἔξω πραγμάτων ἔνια διηγήσεως ὑπόθεσιν νῦν κομίζοντος σοῦ γε. ἐπεὶ γὰρ κακῶν, εἴπερ ποτέ, νῦν ὁ βίος ἐμπέπλησται ὀργιζομένου θεοῦ
10διὰ τὴν τῶν θείων δογμάτων ἀθέτησιν, δυοῖν ἔσται θάτερον πάντως· ἢ γὰρ φίλων ἡμῖν ἀπαγγελεῖς συμφοράς, καὶ δα‐ κρύσω μὲν ὡς εἰκὸς ἕτερον τρόπον ἐγώ, τῇ δὲ κοινωνίᾳ τοῦ πάθους ἐκείνους προσαγορεύσω καὶ πόρρωθεν, ἀφθόγγοις τε λαλιαῖς ὡς εἰπεῖν προσφθεγγόμενος, καὶ οἴκτῳ τὸν οἶκτον
15ἀντιδιδοὺς καὶ συνηδόμενος σφίσι, καὶ θαυμάζων τῆς καρ‐ τερίας τοὺς ἄνδρας, ἢ συμφορὰς διωκτῶν ἀκουσόμεθα, καὶ βελτίους λοιπὸν καὶ ὑπὲρ αὐτῶν τὰς ἐλπίδας ληψόμεθα. σύ‐ νεσιν γὰρ οἶμαι καὶ σφᾶς ὀψὲ γοῦν εἰληφότας διορθωθῆναι, ἔργοις ἤδη βλέποντας προφανεῖς φυομένους τοὺς τῶν οἰκείων
20ἀτοπημάτων ἐλέγχους, καὶ τῶν ἐν μυχοῖς διωγμῶν καὶ σκότῳ βαθεῖ κοιμωμένων προτάσεων ἀληθῶν τὸ συμπέρασμα ἀνα‐ τέλλον. Καὶ μὴν ἕτοιμος ἔγωγε, βέλτιστε, λέγειν ὅσα δὴ καὶ
οἷα βούλοιο ἂν ἐπιτάττειν αὐτός.

3

.

144

Οὐκοῦν ἁρμόττουσαν ἀρχὴν ἀναθεῖναι δεῖ τῷ λόγῳ πρότερον, φίλτατε Ἀγαθάγγελε· ἣν οὐκ ἄλλως ἁλώσιμον ἔσεσθαι οἶμαι ἢ ἐς τὸ πρότερον ἴχνος τῶν λόγων ἐκείνων ἀναπόμπιμον πεπραχότας τὴν μνήμην, καὶ δίκην σειρᾶς τὰς
5τῆς γλώττης ἐκεῖθεν κρηπῖδας ἀνάψαντας, ἀσφαλῆ τὰ τῆς ἀναλήψεως ἤδη ἐφόδια ἐς τὴν τῶν ἑξῆς κεκτῆσθαι διήγησιν ἐν βραχεῖ. εἶναι δ’ ἀναγκαῖον πυθέσθαι πρῶτον ἡμᾶς ὅτι ποτὲ μετὰ τὴν ναυμαχίαν ἐκείνην ἀντικαθήμενοι καὶ ἀντεφεδρεύον‐ τες ἑκατέροις ἑκάτεροι τῶν Λατίνων οἱ στόλοι τότε πεπράχασι·
10δεύτερον δ’ ὅτι ποτὲ καὶ ἡ βασιλὶς Εἰρήνη τετέλεκεν ἀπιοῦσά τε ἐς Ὀρεστιάδα καὶ Διδυμότειχον, καὶ τὰς μεταξὺ τῆς φι‐ λαρχίας τῶν παίδων ἔριδας ἐπειγομένη κοιμίσαι, πρὶν εἰς αἱμάτων χύσεις τὸ κατ’ ἀλλήλων ἐκβῆναι μαινόμενον· καὶ τρίτον ὁποίας καὶ καθ’ ἡμῶν τὰς μελέτας ὁ τῶν διωκτῶν
15ἱστουργεῖ καὶ συρράπτει θίασος. Ἐμὲ δ’ εὖ σοι λέγοντι, θεία μοι κεφαλή, ἀντιλέγειν μὲν ἥκιστα πάντων, πείθεσθαι δὲ μάλιστα πάντων χρεών. καί σοι ἐρῶν ἔρχομαι εἰ μὴ πάντα δὴ τὰ μεταξὺ καθ’ ἕκα‐ στα, ἀλλ’ οὖν ἀπολέξας τὰ καιριώτερα.
20 Ὁ γάρ τοι τοῦ Βενετικοῦ στόλου ναύαρχος ἥκιστ’ ἔχων ὅτι πράξειεν ἀφ’ οὗ παρὰ πᾶσαν ἐνέτυχε προσδοκίαν ἤδη μετὰ τὴν ναυμαχίαν τοῖς Γεννουίταις τῷ τῶν Βιθυνῶν σπεισαμέ‐
νοις ἡγεμόνι Περσῶν Ὑρκανῷ, πρὸς μόνην ταυτηνὶ τελευταίαν

3

.

145

ἐξ ἀπογνώσεως ἐληλυθόσι καταφυγὴν πολεμίοις πάνυ τι δυ‐ σαντίβλεπτον καὶ οἷον ἀνανταγώνιστον, κἀκεῖθεν ἤδη μετὰ μακρᾶς τῆς ἀδείας μισθοφορικὴν ἐξ Ἀσίας διαβιβάζουσι δύ‐ ναμιν, ὁπόση ἂν εἴη μάλισθ’ ἱκανὴ συμμαχεῖν τε καὶ πόρ‐
5ρωθεν ἀποκρούεσθαι καὶ ἀνασοβεῖν πολεμίων ἁπάντων ἔφο‐ δον, πλήρεσιν ἀπέπλευσε τοῖς ἱστίοις ἐς Βενετίαν, ἐπαγγειλά‐ μενος μετὰ πλείονος ἐπανήξειν ὀψὲ τῆς δυνάμεως. κατέλειπε δ’ ὅμως συνθήκας τοῖς Γεννουίταις τὸν βασιλέα ποιεῖν και‐ ρικάς, ἕως ἂν ἑκατέροις τοῖς μέρεσι διαναπαύσασιν ἑαυτούς,
10καὶ διαρκέστερα τἀπιτήδεια εἰσκομισαμένοις, ἀνδρικώτερον πρὸς τὸν ἐφεξῆς ἀπαντᾶν προσγένηται πόλεμον. ἐνταυθοῖ δέ μοι γενομένῳ τοῦ λόγου ἥκιστ’ εὔοδα τὰ ἑξῆς εἴη ἄν, βουλο‐ μένῳ κατά γε τὴν σὴν τὸν λόγον συστέλλειν ἐς τὸ βραχύτε‐ ρον βούλησιν. εἰ μὴ γὰρ ἄνωθεν ἠργμένοις τὰς τῶν λεχθη‐
15σομένων αἰτίας προστιθέναι γένοιθ’ ἡμῖν, οὐκ ἄν ποτε γένοιτο γνώριμον οὐδέσι τῶν ἀκουόντων οὐδέν, πλὴν ὅτι ἀμεινόνων γε τῶν ἀποριῶν ἐσόμεθα πρόξενοι, ἡμίεργόν τινα καὶ ἡμι‐ τελῆ τῇ διηγήσει τὴν τῆς γλώττης παρεχόμενοι χρείαν. Ἐβουλόμην σε ἔγωγε, καλὲ Ἀγαθάγγελε, πάνυ τι πλεῖστον
20ἐμοὶ συνεῖναι τὸν χρόνον καὶ ὁμιλεῖν ἐνταυθοῖ, καὶ μακρὰν παρ’ ἑκατέρων ἑκατέρους ἐντεῦθεν ἡμᾶς τὴν παραμυθίαν μετὰ τοῦ ὠφελίμου καρποῦσθαι, χρείας χρείαν ἀντιδιδόντας ἀλλήλους ἀλλήλοις καὶ αὖ παρ’ ἀλλήλων ἀλλήλους ἀντιλαμβάνοντας ὡς
εἰκός, μέχρις ἄν, εἰ καὶ ἡμῖν ἐξείη ζῆν, ὁ τῆς αἰθρίας ἐπι‐

3

.

146

λάμψῃ καιρός, καὶ δῷ παρρησίαν τῇ γλώττῃ ξύν γε θεῷ, καὶ δοθῇ μοι λόγος κατὰ τὸν θεῖον ἀπόστολον ἐν ἀνοίξει τοῦ στόματος μου παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγε‐ λίου ὑπὲρ οὗ πρεσβεύω ἐν δεσμοῖς, ἵνα ἐν αὐτῷ παρρησιάσω
5ὡς δεῖ με λαλῆσαι. ἐπεὶ δ’ ἄλλοτ’ ἄλλα τὰς ἐμὰς νύκτωρ καὶ μεθ’ ἡμέραν σμήνη διωκτῶν περιστοιχίζουσι θύρας, θη‐ ρῶν χαλεπώτεροι πάντων εἰπεῖν, ὡς δεδιότας μηδ’ ἔχειν ἡμᾶς μήτε φωνὴν γοῦν ἐλευθέραν χαρίσασθαι μήτε σέ γ’ ἐμοὶ μήτ’ αὖ τοὐναντίον σοί γε ἐμέ, πλὴν ἢ μάλα μόλις τον‐
10θορύζοντας ἑκάτερον ἑκατέρου ἀκούειν, στέργειν δ’ οὖν τέως ἀνάγκη τῇ καταψηφισθείσῃ μονώσει καθάπαξ ἁπασῶν ἐν στερήσει καθημένους ἀνθρωπίνων προσρήσεων, παραπλησίως εἰπεῖν τοῖς αἰωνίως ἐν ᾅδου καθεύδουσιν. ὅμως αὐτῷ θαρρήσαντες ἤδη τῷ μόνῳ θεῷ, ὑπὲρ οὗ καὶ τουτοισὶν ἐγκαρ‐
15τεροῦμεν τοῖς ἄθλοις, φέρε δέος ἅπαν κονιορτοῦ δίκην ἀπο‐ τριψώμεθα· καὶ τρεῖς λοιπὸν τῶν ἡμερῶν καὶ τέτταρας, εἰ δέοι, σύ γε δήπου περιμείνας ἐνταυθοῖ, μακροτέραν τε καὶ ὅσον ἐφικτὸν ἀνενδεᾶ τὴν τῆς ἀφηγήσεως τράπεζαν ἡμῖν ταυτηνὶ παρατίθει. καὶ τῶν ὀρνέων γὰρ τοὺς κύκνους φασὶ
20τῆς σφῶν αὐτῶν αἰσθομένους ἤδη τελευτῆς, μακρότερόν τι καὶ λιγυρώτερον τηνικαῦτα μᾶλλον ἢ κατὰ πάντα ᾄδειν τὸν βίον. ἐπεὶ οὖν καὶ ἡμῖν περὶ τοὺς ἐσχάτους ἤδη κινδύνους σκηνοβατεῖν περιέστηκεν, ὡς εἰρήκειμεν, οὐκ ἄν που τῶν ἀπεικότων εἴη μακροτέροις διηγήμασι μακροτέραν ἐκτείναν‐
25τας ἀκοὴν τελευταίοις ἀφοσιώσασθαι ἀσπασμοῖς. ἄρτος δ’

3

.

147

ἡμῖν ὁ κατεσκληκὼς οὑτοσὶν εἰς τροφὴν ἀποχρήσει, καὶ ὃ νῦν εἰσκεκομίκεις αὐτὸς ἐξ ἐκείνου τοῦ φρέατος ὕδωρ εἰς πόσιν, Τροφῆς μὲν δὴ καὶ πόσεως, θεία μοι κεφαλή, πάνυ τι ἐλαχίστου ἢ μᾶλλον τοῦ μηδενὸς ἄν μοι δεήσειν οἶμαι τὰ
5νῦν, τῆς σῆς ὁμιλίας ὡς ἐπίπαν εἰπεῖν ἀποχρώσης ἐμοί, καὶ ῥᾷστά με πειθούσης ἔρωτας ἐρώτων ἀλλάττεσθαι, δυοῖν ὁπο‐ τέρου βούλοιτό τις ἕνεκα, εἴθ’ ὅτι γέννημα ὢν ὁ λόγος ἀθά‐ νατον ἀθανάτου νοῦ μονιμωτέρας τῇ τῶν ἐραστῶν ἀκοῇ πα‐ ρέχεται καὶ ἡδίους τὰς τῶν ἐρωμένων ἐπαγγελίας, εἴθ’ ὅτι
10καὶ διὰ τὸν σὸν πόθον περὶ πλείονος καὶ τοῦ παντὸς τὴν σὴν ἐφίεμαι ποιεῖσθαι ὁμιλίαν. Ἀλλὰ τούτων μὲν ἅλις, ὦ βέλτιστε Ἀγαθάγγελε· σὺ δὲ τῆς προκειμένης ἔχου προθέσεως. Καὶ δὴ λοιπὸν ἐπανιτέον ἐκεῖσε. οἶσθα, ὦ βελτίστη
15μοι κεφαλή, ὅπως μετὰ τὴν μοχθηρὰν ἐκείνην καὶ κακῶς τοῖς διώκταις σχεδιασθεῖσαν καθ’ ὑμῶν λῃστικὴν ἐκείνην σύνοδον ἧκον αὐθημερὸν ἐκ Θεσσαλονίκης ἀγγελίαι τῷ βασιλεῖ Καν‐ τακουζηνῷ πάνυ τι σφόδρα δειναί, καὶ αὐτῶν ὡς εἰπεῖν τῶν τῆς ψυχῆς ἁπτόμεναι μυελῶν, καθάπερ ἔπαθλα τοῦ ἀγῶνος
20ἐκείνου κατάλληλα τοῦ ἀθλοθέτου θεοῦ προσδεικνύντος πρὸς ἔλεγχον τῆς κακίας καὶ ἀναιδείας ἐκείνης, διδάσκοντος μόνον
οὐ διαρρήδην καὶ μετρίαν ταύτην κατὰ πόδας ἐνταῦθα παι‐

3

.

148

δείαν ἐπάγοντος εἰς ἐπιστροφὴν τῶν ἐκεῖ παρανομηθέντων, καὶ πύλας οὑτωσί πως ἀνοίγοντος μετανοίας. Φασὶ γὰρ τὸν Παλαιολόγον, ὡς ὑποπτεύσειεν ἐπιβουλὴν καθ’ ἑαυτοῦ πρὸς τῶν γυναικαδέλφων καὶ τοῦ πενθεροῦ καὶ γνώμης
5ἐκείνων ἀλλοίωσιν καὶ τροπὴν πολλαχόθεν πολύτροπον, ἀνενεγκεῖν τε εὐθὺς πρὸς ὁμοίους φόβους τὴν μνήμην ὁμοίων ἐπιβουλῶν, αἳ ταῖς ἀρχαῖς ἀπροόπτως ὡς τὰ πολλὰ καὶ πολυτρόπως ἐν‐ σκήπτουσαι κηλῖδας καὶ κῆρας αἱμάτων καὶ φόνων μεστὰς ἐπιφέρουσι τοῖς μὴ πάνυ προσέχειν ἐθέλουσι ταῖς πολυτρό‐
10ποις τύχαις καὶ γνώμαις τῶν ἀνθρώπων. ὅθεν διανέστη τε καὶ τὴν γνώμην εὐθὺς ἐπὶ ζήτησιν ἠκόνησε τοῦ προσήκοντος ἄνωθεν κλήρου τῆς βασιλείας καὶ τοῦ γε βιοῦν ἀδεέστερον δύνασθαι ἢ καθ’ ἃς μηχανᾶσθαι δύναιντ’ ἄν τινες ἐπιβου‐ λάς· βέλτιον γὰρ ἔφησεν εἶναι θαλάσσης ἐπιούσης ἐν τῷ
15παρόντι φορὰν ἐκκλῖναι ἢ ῥαθυμήσαντα συναπαχθῆναι τῇ βίᾳ τοῦ ῥεύματος. χρόνον οὖν τινὰ τῷ Κράλῃ Σερβίας ἐπι‐ τιθεμένῳ καὶ ἀπειλοῦντι μεγίστους αὐτῷ περιστήσειν κινδύ‐ νους, εἰ μὴ κήδους ἕνεκα πρὸς συγγενῆ φιλίαν αὐτῷ συνα‐ φθείη κρατίστῳ καὶ πρὸς τὰς περιεστηκυίας αὐτῷ συμφορὰς
20ἐσομένῳ συμμάχῳ, πέμπει δεξιὰν ὀψὲ καὶ μόλις ἤδη διὰ ταυτί, καὶ κυροῦται πρὸς ἀμφοῖν δόντα οἱ τὸν Παλαιολόγον, εἰ ῥᾴδιον εἴη, ὅμηρα τὴν ἑαυτοῦ γυναῖκα Ἑλένην διὰ τὰς ἐκ
γένους ταύτης ἐπιβουλάς, ἀγαγέσθαι τὴν τοῦ Κράλη γυναι‐

3

.

149

καδέλφην, νέαν τε οὖσαν ἔτι κἀκείνην καὶ ἅμα ἀδελφὴν τοῦ τῶν Μυσῶν ἡγεμόνος Ἀλεξάνδρου. ταῦτα τῷ Καντακουζηνῷ μαθόντι τῷ βασιλεῖ θανάτου φάναι πολλῷ πικροτέρους κα‐ θῆκε φόβους τοῖς λογισμοῖς· καὶ παραλαβὼν Ἄνναν τὴν
5ἐκείνου μητέρα, τηρουμένην τέως ἐν Βυζαντίῳ, ἐς τὴν τῶν ὁδηγῶν ἀπῄει μονήν, κἀκεῖ τῆς θείας εἰκόνος ἔμπροσθεν αὐτίκα μάλα δώσειν ὑπισχνεῖται τῷ ταύτης μὲν υἱῷ, γαμ‐ βρῷ δὲ αὐτοῦ, τὸν ἅπαντα κλῆρον τῆς βασιλείας, ἀφεμένῳ μὲν τὰς τοῦ Κράλη συνθήκας ἐκείνας, ἐληλυθότι δ’ ἐς Βυ‐
10ζάντιον εὐθὺς παρὰ τὴν νόμιμον σύζυγον, αὐτὸς δὲ δυοῖν θάτερον, ἢ τῷ Βυζαντίῳ διὰ βίου ἐνδιατρίβων βασιλικῶς καὶ αὐτὸς τὰ μέχρι Σηλυμβρίας ἐντεῦθεν διοικεῖν πράγματα κατὰ γνώμην τοῦ γαμβροῦ, ἢ τὸν ἡσύχιον ἑλόμενος καὶ ἀπράγμονα βίον οἴκοι καθῆσθαι. καὶ ἅμα ἔγγραφον ταῖν χεροῖν αὐτῆς
15ἐνετίθει τὴν γνώμην φρικωδεστάτοις ὅρκοις ἠσφαλισμένην τε καὶ ἀπαραλόγιστον τὴν ὑπέραγνον θεομήτορα προβαλλομένοις ἐγγυητήν. ἣ δ’ εὐθὺς ἀπιστεῖν οὐδαμῇ ἔχουσα τά τε τῶν οὕτως ἐχόντων ἐγγράφων ὅρκων βιβλία εἰλήφει, καὶ ἅμα ὅλῃ σπουδῇ κατέπλευσεν ἐς Θεσσαλονίκην, κἀκεῖ τῷ υἱῷ τὰ εἰ‐
20κότα ὡμιληκυῖα καὶ τοὺς φρικώδεις ἐκείνους ἐμφανίσασα ὅρ‐ κους, τῶν τοῦ Κράλη συνθηκῶν τελέως ἀποσχέσθαι πέπει‐ κεν εὐθύς.
Τούτων δ’ οὕτω γενομένων ἧκεν ὁ Παλαιολόγος ἄχρι

3

.

150

καὶ ἐς Διδυμότειχον· κἀκεῖθεν πρὸς τὸν πενθερὸν διαπρεσ‐ βευσάμενος Καντακουζηνόν, καὶ ὡς ἐμμένοι μαθὼν τοῖς ὀμωμοσμένοις, ἥκει λοιπὸν καὶ αὐτὸς ἐς Βυζάντιον, πάντας ἀπεσκευασμένος φόβους καὶ ὑποψίας ἁπάσας. καὶ πλέον ἢ
5τριακονθήμερον τῇ τοῦ πενθεροῦ συνδιατετριφὼς ὁμιλίᾳ μετ’ εἰρήνης κατηφείᾳ τινὶ κεκραμένης διὰ τὸ τῶν ἠλπισμένων οὐκ εὔελπι τὴν ἐς Διδυμότειχον αὖθις ἀπῄει, καὶ τὴν σύζυγον Ἑλένην ἅμα αὐτῷ ἐπαγόμενος, σὺν ἐκείνῳ μᾶλλον αἱρουμέ‐ νην θνήσκειν ἢ τοῖς γονεῦσι συζῆν. ταυτὶ μὲν οὖν εἶχεν
10οὕτω, καὶ τὸ φθινόπωρον τὰς τοῦ ἀρκτούρου προύφαινεν ἄρτι ἐπιτολάς. βραχὺς ὁ χρόνος, καὶ αὖθις παρ’ ἑκατέρων ἑκατέ‐ ροις λαθραῖα ἐξηχεῖτο βουλεύματα πάνυ τῶν δεδογμένων ἀν‐ τίστροφα. καὶ ἄπεισι τὴν ταχίστην καθέξων Ματθαῖος τῶν Καντακουζηνοῦ υἱέων ὁ πρῶτος Ὀρεστιάδα, σταδίους οὐ μεῖον
15πρὸς ἄρκτους διέχουσαν ἑβδομήκοντα καὶ διακοσίους. κἀν‐ τεῦθεν τὰ σκάνδαλα ηὖξεν ἐρεθιζόμενα νύκτωρ καὶ μεθ’ ἡμέ‐ ραν ἀεί, καὶ πρὸς ἐμφανῆ τὰ πράγματα προύβη κακίαν καὶ ἄσπονδον ἤδη μάχην. καὶ ἅμα οἱ τῶν Θρᾳκικῶν οἰκήτορες πόλεων Παλαιολόγῳ τῷ βασιλεῖ προσεχώρουν ἐθελονταί, κρα‐
20ταιότερόν τε τῶν πραγμάτων ἐρεθίζοντες ἅπτεσθαι καὶ τοῦ πατρῴου κλήρου τῆς βασιλείας ἀντιποιεῖσθαι, ῥαθυμεῖν ὁπω‐ σοῦν, εἴπερ ποτέ, νῦν μᾶλλον οὐ μάλα προσήκοντος. Διὰ δὴ ταῦτα δείσας περὶ τῆς ἀρχῆς Καντακουζηνὸς
ὁ βασιλεὺς λόγων τ’ ἐκείνων καὶ συνθηκῶν ἐξελάθετο, καὶ

3

.

151

οἷον αὐλητικῆς τινὸς ἀθύρματα παιζούσης τὴν ἀκοὴν ἅπαν‐ τας ἡγησάμενος ὅρκους, τῶν ἀντιπάλων ἔργων καθάπαξ ὅλην ἀντίληψιν ἐποιεῖτο. πρῶτον μὲν οὖν πέμψας ἐς Ὑρκανὸν τὸν γαμβρὸν καὶ σατράπην τῶν ἐν Βιθυνίᾳ βαρβάρων, καὶ ἅμα
5ἐς τοὺς γείτονας Γεννουίτας, ὅρκους καινοτέρους αὖθις παρέ‐ σχε τῶν πρὶν ἰσχυροτέρους, ταὐτὸν ἀμφοῖν διὰ βίου πνεῖν ἐπαγγελλομένους καθ’ ὧν αὐτοὶ βούλοιντο καὶ οἷς ἄχθοιντο, εἰ βοηθοῖεν καὶ αὐτοὶ κατὰ τοῦ γαμβροῦ Παλαιολόγου· ἀκρό‐ πολιν γὰρ ἥγηται κραταιοτέραν τὴν ἐς ἐκείνους καταφυγὴν
10ἀμυντηρίων ἁπάντων θείων καὶ ἀνθρωπίνων, καὶ μηχάνημα ἐκ πολλοῦ εἰθισμένον αὐτῷ κατά τε τῶν ταλαιπώρων Θρᾳ‐ κῶν καὶ ᾧ προσερρύησαν βασιλεῖ, ἀνὰ στόμα συχνὰ τὸ γρα‐ φικὸν περιᾴδων ἐκεῖνο “λοιπὸν καλέσω τὰ ἔθνη, κἀκεῖνά με δοξάσουσι.” καὶ ἅμα οἱ ἐξ Ἀσίας Ῥωμαϊκαῖς ἐπὶ Θρᾴκης
15διαβιβάζοντες τοὺς βαρβάρους ναυσὶν ἔμπρακτόν τε καὶ πάνυ τι κατεσπουδασμένον τὸ τοῦ βασιλικοῦ δόγματος προύφαινον βίαιον. Κατελάνων δ’ αὖθις ἀμφὶ πεντακοσίους, ὅσοις τὸν ἐκ τῆς ναυμαχίας ἐκείνης φυγεῖν ἐξεγένετο κίνδυνον, γυμνοὺς καὶ προσαίτας περιιόντας τοῦ ἄστεος πανταχῇ, πρὸς φυλακὴν
20ὁ βασιλεὺς Καντακουζηνὸς ἀθροίσας τοῦ σώματος ὥπλιζέ τε καὶ ἐσίτιζε μάλα τι σφόδρα πεφροντισμένως, τῶν ὁμοφύλων ἤδη Ῥωμαίων ἀπιστουμένων καὶ ἐν ἐχθρῶν ταττομένων
χορείᾳ.

3

.

152

Τούτων δ’ οὕτως ἐχόντων ἔδοξεν Εἰρήνῃ τῇ βασιλίδι ἔς τε Ὀρεστιάδα καὶ Διδυμότειχον διαβάσῃ διαλλάξαι τοὺς νέους ἀλλήλοις, εἰ δυνηθείη, βαθείαις τισὶν ὑποψίαις ἐπ’ ἀλλήλους χρωμένους, οὐδαμῇ τὸ ἔνσπονδον σύνοικον κεκτημέ‐
5ναις, Ματθαῖον δηλαδὴ τὸν υἱὸν καὶ τόν γε ἐπὶ θυγατρὶ γαμβρὸν Παλαιολόγον τὸν βασιλέα, συμπαρειληφυῖα πρός γε τοῖς ἄλλοις καὶ τῶν ἀρχιερέων δύο συνεκδήμους μαρτυρίας ἕνεκα, καὶ ἅμα Ἄγγελον, ᾧ καθολικῷ τηνικαῦτα συμπέπτω‐ κεν εἶναι κριτῇ· ὃς τῆς πατρίδος ἐντεῦθεν ἐξιέναι μέλλοντος
10ἐμοῦ πάνυ τι νέος ἦν καὶ οὔπω οἶμαι ἔφηβος, εὐγενῆ δ’ ὅμως ὑπεζωγράφει τὴν ἐς λόγους ἐκεῖθεν φύσιν, καὶ μάλα ἐπαγγελλομένην πρὸς πᾶσαν ἀρετῆς ἰδέαν εὐφυᾶ τὸν ἄνδρα τὰ συντομώτατα καταστήσειν. πάντας γὰρ ὅσοι τῶν ἅμα αὐτῷ τῆς σῆς σοφίας ἦσαν τέως ἀκροαταί, καὶ τῶν τῆς σῆς
15διδασκαλίας ἐκείνης κρατήρων φοιτῶντες ἀπήλαυον, μακροῖς παρήλαυνε τοῖς μέτροις δρόμῳ τε γλώττης καὶ διανοίας ὀξύ‐ τητι. νῦν δὲ τῆς μακρᾶς ἐκείνης ἀποδημίας ἀνειληφὼς ἐμαυ‐ τόν, τῆς φυσικῆς ἐκείνης ἐπαγγελίας ἀμείνω περὶ τὸν ἄνδρα βλέπω τὴν βλάστην καὶ προοιμίων ἐκείνων πολλῷ τὰ νῦν
20συμπεράσματα κραταιότερα. διὸ καὶ βασιλικῆς ἐγγύτητός τε καὶ εὐμενείας οὐδενὸς τῶν περιλάμπρων ἀνδρῶν ἐνδεέστερον μετέχοντα βλέπων τὸν ἄνδρα γέγηθα· ἤδη γὰρ δι’ ἀρετῆς περιουσίαν κἀν μέσοις τοῖς βασιλείοις πεπαρρησιασμένῃ τῇ γλώττῃ διέπειν τοὺς τῆς εὐθυδικίας τέτακται νόμους καὶ
25τῶν δημοσίων πραγμάτων οἰκονομεῖν ἐν κρίσει τοὺς λόγους

3

.

153

καὶ τὰ ψηφίσματα· οἷς ἀρρεπεῖς τὸν ἅπαντα χρόνον καὶ πάντῃ ἀκαπηλεύτους τὰς τῆς δίκης ἐπάγων πλάστιγγας θαῦμα τῷ βίῳ γίνεται μεῖζον ἢ κατὰ πάντα δίκαιον Ἀριστεί‐ δην, καὶ πᾶσιν ἁπλῶς περιλάλημα καθίσταται κράτιστον, οὐχ
5ὁμοφύλοις μόνον, ἀλλ’ ἤδη καὶ ἐς τὰ περίοικα τῶν ἐθνῶν ἡ φήμη διέδραμεν, ἀκήρατον φέρουσα τὸ σεμνὸν τῆς αἰδοῦς. διὰ δὴ ταῦτα καὶ συνέκδημον ἡ βασιλὶς ἐς Διδυμότειχον ἑαυτῇ γενέσθαι τῶν καθ’ αὑτὸν προτετίμηκεν, ὡς αὐτήκοος καὶ αὐτόπτης ἐκεῖ γενόμενος καὶ αὐτὸς τῶν τε δὴ λεχθησο‐
10μένων καὶ πραχθησομένων γένοιτο καὶ μάρτυς ἀπαράγραπτος. ἐκεῖσε τοίνυν ἡ βασιλὶς γενομένη πάντ’ ἔλεγεν οἷς τε ἐμφω‐ λεύειν ὑπενόει τὴν τοῦ πείθειν ἰσχύν, καὶ οἷς οὐκ ἐφεδρεύ‐ ειν εἶχε σκυθρωπὸν οὐδέν, τῶν ἐπιτιμήσεων ἥμερόν τινα τρό‐ πον ἐνδεικνυμένη τῷ νέῳ τὴν ἡλικίαν βασιλεῖ, μητρικὴν
15εἰσάγουσά πως αὐτῷ τὴν παραίνεσιν. τὰ δὲ ἦν, ὡς ἐν κε‐ φαλαίῳ φάναι, παραχωρεῖν τὸν γαμβρὸν καὶ βασιλέα Παλαιο‐ λόγον ἑκόντα Ματθαίῳ τῷ γυναικαδέλφῳ τὴν ἐξ Ὀρεστιάδος ἄχρι Βιζύης μετά γε τῶν ἑκατέρωθεν χωρίων καὶ πόλεων γῆν αὐτονόμῳ νέμεσθαι δεσποτείᾳ, αὐτὸν δ’ ἔχειν τὴν ἐκ
20Διδυμοτείχου μέχρι Θεσσαλονίκης, τὸν δὲ κοινὸν ἀμφοῖν πατέρα Καντακουζηνὸν τὸν βασιλέα τὰ λειπόμενα μετὰ
τῆς βασιλευούσης τῶν πόλεων μέχρι τελευτῆς, ὅτε καὶ αὐτῶν

3

.

154

κληρονόμον ἐντελῆ καὶ διάδοχον μέλλει σε καταλείψειν. χρεὼν δ’ εἶναι σε πάντως ἔλεγεν, ὅσα καὶ πατρὶ καὶ τῇ τῶν πραγ‐ μάτων ἐγγεγηρακότι πείρᾳ, πιστεύειν αὐτῷ τά τε ἄλλα καὶ τὴν τοῦ βασιλικοῦ βίου κυβερνητικήν, ὡς ἂν ἀκύμονάς σοι
5τὰς τούτου παρέχοι φροντίδας, τούς τε τῆς βασιλείας αὐτὸς ἀναδεχόμενος κλύδωνας, καὶ πρὶν τῶν ἐκεῖθεν ἰλίγγων σε γεύσασθαι, πρὸς τὸ ἀγχώμαλον ἄγων ὅσον ἐφικτόν. μηδὲ γὰρ ἄν ποτε τὸν σὸν βουληθῆναι κίνδυνον, εἰς υἱέως κλῆρον αὐτῷ καταστάντος διὰ τοῦ κήδους. πῶς γάρ, ὃς πολέμιος
10ὢν καὶ πολεμίαν ἔχων αὐτῷ μητέρα, ἔπειτά γε καὶ πολέμου νόμοις αὐτᾷ ληφθεὶς μέν, περισωθεὶς δὲ παραδόξως, καὶ κληρονόμος τῆς βασιλείας πρὸ τῶν γνησίων αὐτοῦ παίδων ἐγγραφεὶς αὐτῷ. ἄπαγε, μὴ σύ γε τοιαῦθ’ ὑπονόει. ἔπειτα σε χρεὼν καὶ τούς τε τῆς σῆς μητρὸς καὶ ἅμα τοὺς σοὺς
15αὐτοῦ μεγάλους ἐκείνους ὅρκους αἰδεῖσθαι, οὓς τηνικαῦθ’ ἡμῖν ἐγγράφους παρέσχεσθε, μὴ πολέμιον χεῖρα μηδ’ ἔνοπλον ἔργον ἐνδείξασθαί ποτε καθ’ ἡμῶν, ἀλλ’ ὥσπερ ἡγεμονικόν τι πρόσταγμα πᾶν τὸ τοῦ πενθεροῦ νομίζειν βούλημα μέχρι παντὸς [νενόμισται], καὶ ὡς πρὸς ἀρχέτυπον ὄντως εἰκόνος βα‐
20σιλικῆς τοὺς σοὺς ἀπευθύνειν τρόπους εἰς τὸν ἐκείνου βίον καὶ λόγον.” Ταῦτα τῆς βασιλίδος Εἰρήνης εἰπούσης Παλαιολόγῳ
τῷ βασιλεῖ καὶ γαμβρῷ, τοιάδε καὶ αὐτὸς ἀμείβετο πρὸς αὐ‐

3

.

155

τήν. “πολλὰ τῶν πραγμάτων, ὦ μῆτερ, ἐν προοιμίοις ὁμα‐ λῶς ὁρώμενά τε καὶ ἀμελούμενα δέον περίεργόν τινα καὶ πε‐ φροντισμένην λαμβάνειν ἐξέτασιν, σφόδρα μακροὺς ἐπεκρέμασε τοὺς κινδύνους οἷς μὴ προειδέναι ἐπῄει δι’ ἁπλότητα τρόπων,
5ἀράχνης τινὸς μιμούμενα τρόπον, ἣ τό τε χρῶμα καὶ ὕφασ‐ μα καὶ τὴν κίνησιν ἀερώδη τὰ πάντ’ ἔχουσα, λανθάνει τὰ τῶν βραχέων ἐμπίπτοντα ζώων ῥᾷστα θηρεύουσα. κἀγὼ τοι‐ γαροῦν εἰ μὲν ἠρεμήσοντα ᾔδειν Ματθαῖον τὸν ἐμὸν ἀδελ‐ φόν, καὶ μὴ πρόφασιν τὸ τῆς δεσποτείας αὐτόνομον ἐσχη‐
10κότα τὴν ἐμὴν καιροφυλακήσειν σφαγήν, τοῦ παντὸς ἂν τὸ τῆς εἰρήνης ἐτιμησάμην ἐνταῦθα τερπνόν, καὶ παντὸς ἅμα καὶ λόγου καὶ πράξεως τὴν ἀπράγμονα σιωπὴν ἐποιησάμην ἐπίπροσθεν μάλα τι ἄσμενος. νῦν δέ με ταράττει σφοδρῶς ὁπόσα σφετεριζόμενος ἑαυτῷ τῆς βασιλείας περιτίθησι σύμ‐
15βολα, ὅσα τοῖς ὅρκοις ἐκείνοις σιωπηθέντα παρρησιάζεται νῦν, ἠρέμα καὶ κατὰ μικρὸν ἐφ’ ἑτέροις ἕτερα διηνεκῶς προσ‐ τιθέμενα καὶ τὴν ἐμὴν ἀναίρεσιν μόνον οὐ τραγῳδοῦντα πρὸ θυρῶν τῶν ἐμῶν, δέον, εἰ μὲν δίκαια ταυτί, τοῖς ὅρκοις ἐκεί‐ νοις τότ’ ἐγγραφῆναι, οὓς ἀρτίως προφέρεις δεξιῶς ἐμοὶ τὴν
20κατάλυσιν ὀνειδίζουσα· εἰ δὲ τοὺς νόμους αἰδούμενος τότε σεσίγηκε, πῶς οὐ νῦν μᾶλλον αἰδεῖται τοὺς ὅρκους τε λύων ἐκείνους περιφανῶς, καὶ ἃ τοῖς νόμοις κωλύεται, μετ’ ἐξου‐
σίας οὐ μάλα τι προσηκούσης ἁρπάζων ἀρτίως. καὶ ταῦτα

3

.

156

δρᾷ τοῦ πατρὸς συγχωροῦντος ἅπασι· τῷ γὰρ ἀεὶ βλέποντα μὴ κωλύειν καὶ ὡς αὐτὸς αὐτόχρημα δρῶν ἁλίσκεται, καὶ τὸν ἐμὸν ἐς προῦπτον ὁ κοινὸς πατὴρ εἶναι ὀμωμοκὼς δη‐ μιουργεῖ θάνατον. ἐφ’ ἃ γὰρ τὸν παῖδα σχήματι σιωπῆς
5συγχωρεῖ, τὴν διὰ γλώττης προτροπὴν τῇ διὰ τῶν ἔργων νε‐ νίκηκεν, ἐκείνῳ μὲν ἠπατηκώς, τούτῳ δ’ ἐπιπεσὼν διὰ τὴν ἐκ τοῦ λεληθέναι εὐστοχίαν, κἀκείνῳ μὲν τὸ τῆς ἀνθρωπί‐ νης ἐπιτιμήσεως φεύγων προφανές, τούτῳ δ’ ἐγκαίρως τὴν τοῦ δράματος ἀνακαλύπτων σκηνὴν καὶ τὴν πάλαι κρυπτομέ‐
10νην βουλὴν ὀψὲ προδεικνύς. ἐπεὶ γὰρ πολλὰ τῶν τῆς κα‐ κίας εἰδῶν λεχθέντα μέν, ἐπιεικῶς δ’ ἄτοπα δόξαντα τὴν θύ‐ ραν ἀνασοβεῖ τῆς γενέσεως, πράττεται ῥᾷστα λοιπὸν σιωπῇ καὶ πρὶν λεχθῆναι τῷ δρῶντι καὶ πρὶν ἐνθυμηθῆναι τὸν πάσχοντα, καὶ φθάνει τὴν γνῶσιν ἡ πεῖρα λίαν ὠκύπους
15φανεῖσα καθ’ οὗ τολμᾶται τὰ χείριστα. καὶ διδάσκαλον ἔσχε τὸν ἅπαντα χρόνον ἡ τῶν πραγμάτων φύσις, ἐπὶ πολλῶν τῶν ὁμοίων περιφανῶς τὴν ἀναίρεσιν ἀναγράφοντα βλέπουσα καὶ φυλάττεσθαι πᾶσι πᾶσαν ἄντικρυς ἀφιέντα φωνήν, καὶ νέοις ἐπ’ ἴσης καὶ πρεσβυτέροις. ἀκούομεν οὖν
20καὶ πατέρων ἐνίους ἀνδροφόνον ὁπλίσαντας δεξιὰν κατὰ τῶν υἱέων, καὶ πλείους ἔτι τῶν ἀδελφῶν τὸ ξίφος καθ’ αἵματος βαπτίσαντας συγγενοῦς· καὶ κατὰ λαιμοῦ πικρῶς ὀρχησα‐
μένους ὁμοφυοῦς, καὶ μάλισθ’ ὅτε περὶ βασιλείας εἴη τἀγώ‐

3

.

157

νισμα, ἔνθα καὶ τυραννικῆς εἶναι τὸ πρᾶγμα λέγεται νομοθε‐ σίας αὐτοχειροτόνητον καὶ ἀνομοθέτητον δίκαιον. οὐκ ἔγωγε τοίνυν αὐτὸς ὁ τῆς υἱοθεσίας παραβαίνων τοὺς νόμους· οὐκ ἔγωγ’ ἐκεῖνος ὁ τοὺς φρικώδεις ἐκείνους ὅρκους πατῶν· ἀλλ’
5ὁ πατὴρ ἐμοῦ καὶ τῆς ἐμῆς ὑπάρχειν προμηθεὺς ὀμωμοκὼς ζωῆς. τί τοίνυν ἀδικῶ, ζῇν ἐφιέμενος ἕως ἂν καὶ τῷ κρείτ‐ τονι συνδοκῇ καὶ συγχωρῆται τῷ πλάσαντι; οὐ γὰρ τοὺς ἐφιεμένους ζῆν ἀσφαλῶς οἱ νόμοι κολάζουσιν, ἀλλ’ οἷς τυραν‐ νικὴν ὠμότητα σχήματι φιλίας ἀναμίξασιν ἐπιορκεῖν ὁμοῦ καὶ
10φθείρειν ἐμέλησεν οὓς ἀγαπᾶν ὀμωμόκεσαν· ἐκεῖνο μὲν γὰρ ἀκώλυτον ἔχει τὴν τῆς βουλήσεως ἔφεσιν, τοῦτο δ’ οὐκ ἀθῶον τὴν γνώμην ἐγκλήματος. ὡς ὤφελον τότε γε θνήσκειν, καὶ τοὐμὸν αἷμα τοῖς ὑμῶν ἐπιβατηρίοις εἴθε ἐθύετο τέως, καὶ βραχεῖα κόνις τοὐμὸν ἐκάλυπτεν ἄθλιον σῶμα, πρὶν ἐς τοι‐
15αύτας τεταμιεῦσθαι τύχας· τοῦ γὰρ ἅπαξ θανεῖν ἀκλεῶς τὸ φυλάξαι βασιλείας ἀταλαίπωρον δόξαν πολλῷ χαλεπώτερον· τοῦτο μὲν γὰρ πολύτροποι βόσκουσι κίνδυνοι θανάτων μυ‐ ρίων μεστοί, νύκτωρ καὶ μεθ’ ἡμέραν περιτρέχοντές τε καὶ προοδεύοντες καὶ δίκην ἀγρίων κυμάτων ἀεὶ συμπνίγοντες,
20ἐκεῖνο δ’ ἀνάλγητον ἔχει τὸ ἀκλεὲς πρὸς ἅπαντα βίον ἀναισ‐ θητοῦν. ὡς νῦν γε καὶ εἴ μοι τελεσιουργὸν τὴν εὐχὴν ἤλπι‐ ζον ἔσεσθαι, ἥδιστ’ ἂν ηὐξάμην χανεῖν μοι τὴν γῆν μᾶλλον ἢ τὰς ἐμὰς ἀναγκάζεσθαι νῦν ἐπὶ σοῦ συμφορὰς ἀφηγεῖσθαι·
ἀναμέμικται γὰρ ταυτί πως καὶ συμπέφυρται τοῖς ἐγκλήμασι

3

.

158

τοῦ ’μοῦ πενθεροῦ, ὡς ἀνέφικτον εἶναι διελόντ’ ἀφηγεῖσθαι, καὶ δέος μὴ αὐτῷ προστρίβειν δόξω τὸν ὄνειδον ἐξεπίτηδες· εἶναι γὰρ ἐγνωσμένον μὴ ὅτι Ῥωμαίοις ἅπασιν, ἀλλὰ καὶ τῶν ἐθνῶν τὰ πλείω λόγῳ μεγάλου παρεῖχον θαύματος, ὁρῶντες
5εἰς οἷον αὐτὸν ἀνύψωσε κλέος ὁ μακαρίτης ἐκεῖνος βασιλεύς, ὁ τὸν ἄθλιον ἐμὲ γεγεννηκώς. τοὔνομα μὲν γὰρ ἐκεῖνος εἶχε τῆς βασιλείας, τῆς δ’ ἐξουσίας συλλήβδην οὗτος ἁπάσης εἰπεῖν μετά γε τῆς αὐτοῦ κατετρύφα μητρός. καὶ ἦν ἐπὶ τούτοις ἐκείνῳ τὸ σκοπιμώτατον φυλακῆς ἕνεκα τῆς εἰς τὴν
10βασιλείαν διαδοχῆς καὶ διαμονῆς τῆς ἐμῆς. ἀλλ’ ἐπεὶ τῇ φύσει τὸ χρεὼν ἐκτίσας ἀπῄει, βρέφος ἐμὲ ταῖς χερσὶ τῆς μητρὸς λελοιπώς, ἴσασιν ἅπαντες ὅσας τε αὐτὸς ἐμοὶ μετὰ τῆς ταλαίνης μητρὸς ἐπήνεγκε συμφορὰς καὶ ὅσας αὖθις αὐ‐ τὸς κατ’ αὐτὸν ἐπεπόνθει, πέντε βασιλέων σειρὰν καὶ διαδο‐
15χὴν εἰς ἑαυτὸν μεταστῆσαι πειρώμενος, πρᾶγμα πρὶν γενέσθαι μηδ’ ἐλπισθέν. ἐκλαθόμενος γὰρ εὐθὺς τὰς τοῦ ’μοῦ πατρὸς συνθήκας ἐκείνας, ἣν ἐκ πολλοῦ βασιλείαν ὠνειροπόλει, ταύ‐ της ἐμέμνητο μόνης, ὃν ἐκ πολλοῦ ζητῶν, ἤδη καιροῦ λαβό‐ μενος. καὶ ταυτὶ μὲν ἔγωγε τότ’ ἀκούων πρὸς τῶν συνετωτέ‐
20ρων πιστεύειν οὐκ εἶχον· νῦν δ’ ἃ τότε ῥοθίοις ἀνεκέκρατο στοχασμῶν εἰς φῶς χωροῦντα σαφῶς ἐνορῶν, ὡς εἰρήσεται προϊόντι μοι καθαρώτερον, πείθομαι κἀκεῖνα τῆς ἀληθείας ἔχεσθαι τῆς αὐτῆς, καὶ γινώσκω τοῦ πάλαι φυτοῦ τὴν ῥίζαν,
ὀψὲ γευσάμενος τοῦ καρποῦ. οὐ γὰρ ἔχω νοεῖν τῶν ἁπάντων

3

.

159

ἕτερον οὐδὲν οὐδαμῇ ὅτι πότ’ ἂν εἴη τὸ μεταθεῖναι πεῖσαν κατὰ τῆς ἐμῆς τὴν τούτου γνώμην κεφαλῆς. εἰ μὲν γὰρ τότ’ ἐδύνατο μὲν οὐκ ἐβούλετο δέ, πῶς νῦν μὴ δυνάμενος βούλε‐ ται; εἰ δὲ καὶ τότε καὶ νῦν τῆς αὐτῆς ἐστὶ γνώμης, διὰ τί
5πρεσβύτερα μὲν τὰ τῆς κακίας σπέρματα, νεήλυδας δ’ ἀπο‐ φαίνειν ἐπείγεται τὰς τῶν ἀφορμῶν τερατομόρφους εὑρέσεις, καὶ φύρει τὴν φυσικὴν τῶν πραγμάτων θέσιν, ἐπὶ τὸ ἀνακό‐ λουθον τρέπων τὴν ἁρμονίαν καὶ ἄνω ποταμῶν χωρεῖν τὰς πηγὰς βιαζόμενος. εἰ γὰρ μὴ λάλον τὴν γλῶτταν αὐτῷ τῆς
10φύσεως παρασχούσης, ἀνεκλάλητον ἐκ τοῦ γε ῥᾴστου τὴν με‐ λέτην ἔκρυπτεν ἐν ἀπορρήτοις μυχοῖς τῆς καρδίας, ἀλλ’ οὖν ἐβόα τὰ πράγματα καὶ πᾶσαν ἀκοὴν περιήχει βροντῆς ἁπά‐ σης τρανότερον· ἃ μᾶλλον ἀδέκαστον ἔχει τὴν ψῆφον τῆς μαρτυρίας καὶ παντάπασιν ἀκαπήλευτον. ἢ φρασάτω μοί τις
15παρελθών, τί τῶν ἁπάντων αὐτὸν ἠρέθισεν ἕτερον ἐς λήθην μὲν ἐληλυθέναι θεοῦ, φιλίας δ’ ἐνέχυρα τόσα καὶ τόσα πα‐ ρασχεῖν ἐκ πάνυ πολλοῦ τῷ βαρβάρῳ καὶ ἀσεβεῖ τῆς Λυδίας σατράπῃ, καὶ ὁρκῶσαι μὲν ἐκεῖνον ὑπὲρ αὐτοῦ κινδυνεύειν ἄχρι θανάτου, ὀμνύναι δ’ αὐτὸν ἐκείνῳ τὰ ἴσα; ἢ πάντως
20ὃ ἔργοις ἀναντιρρήτοις ἔδειξεν ὕστερον τοῦ ’μοῦ πατρὸς καὶ
βασιλέως θανόντος εὐθύς. τῶν γὰρ ὑπηκόων τὴν ἐγχείρησιν

3

.

160

οὐ προσιεμένων αὐτοῦ, προβὰς ἐκεῖθεν τυραννικὴν ποιεῖται τὴν ἀναγόρευσιν ἑαυτοῦ· κἄπειτ’ ἀποτυγχάνοντα καὶ οὕτως τὸν Ἰξίονος ἄτοπον ἔρωτα βλέπων (ἅπαντες γὰρ ἀφίσταντο τῆς αὐτοῦ τυραννίδος) προσεκαλεῖτο λοιπὸν οὐ τὸν τῆς δίκης
5προστάτην θεόν, ἀλλὰ τὸν τῆς ἀδίκου μανίας βάρβαρον σύμ‐ μαχον, τὰς ἐκδήμους ἐκείνας ἀγωνιεῖσθαι μέλλων λῃστείας κατὰ χριστιανῶν, ὅτι τῶν πολλῶν βασιλέων ἐμὲ προσεκαλοῦντο διάδοχον. καὶ θέρους μὲν ἐγκαθεζόμενον ἔχων τὸν βάρβαρον καὶ πολέμιον ἐκεῖνον στρατὸν ἔκειρε τὴν τῶν Θρᾳκικῶν πόλεων
10γῆν, χειμῶνος δὲ καὶ αὐτὰς ἠρήμου τὰς πόλεις, τὰ πέριξ ἅπαντα ληϊζόμενός τε καὶ ἀνδραποδιζόμενος ἄχρι πυλῶν, ὑφ’ ὧν, ὦ γῆ καὶ ἥλιε, οὐδὲν προηδίκητο. καὶ τὸ τῆς τρα‐ γῳδίας βαρύτατον, ὅτι τῶν αἰχμαλώτων ἐλεεινῶς ἀγομένων σχίζοντες τὰς γαστέρας οἱ βάρβαροι τάς τε χεῖρας ἑαυτῶν
15καὶ τοὺς πόδας εἰσῆγον ἀλέας μετρίας εἵνεκα, τὸ τιμιώτατον κτῆμα θεοῦ τὸν ἄνθρωπον φθείροντες ὥσπερ ἐν παιδιᾶς σχή‐ ματι. ὃ δ’ οὔτε ἐκάμπτετο βλέπων τὴν τῶν ὁμοφύλων ἐλεει‐ νὴν τραγῳδίαν ἐκείνην, οὔτ’ εἰκόνα γοῦν τινὸς βραχείας φει‐ δοῦς ἐνετύπωσεν ὅλως τῷ τῆς ψυχῆς συνειδότι, ἀλλ’ ἡμι‐
20θνῆτας ἔτι καὶ ἀσπαίροντας ἔφιππος καὶ αὐτὸς ἐπιὼν καὶ συμπατῶν, τὴν τῶν λίθων ἀναλγησίαν ἐνταῦθά πως ἐφιλονεί‐ κει μιμεῖσθαι, τὸ τῆς καρδίας, ὡς ἔοικε, θηριῶδες ἀσκῶν
καὶ γυμνάζων, μὴ λάθῃ τὴν ἕξιν ὀψὲ διαφθεῖραν τῆς φύ‐

3

.

161

σεως. τοῦτ’ ἐκεῖνο σχεδόν, ὀκνῶ γὰρ ἐκείνου λέγειν, ἐπέκεινα τοῦ τῶν Φεραίων πάλαι τυράννου, ὃς τραγῳδοῦ τινὸς ἐμμε‐ λῶς ἐπ’ αὐτοῦ Τρωϊκὰς συμφορὰς ἐπιόντος, ἐπειδὴ πρὸς τὸ πάθος ᾔσθετο χαυνούμενος τὴν ψυχὴν καθάπερ ἐλαίῳ σίδη‐
5ρος, ἀνεπήδησέ τε εὐθὺς καὶ τὸν τραγῳδὸν ἰταμῶς ἐλοιδόρη‐ σεν ὅτι δὴ τὴν ἕξιν αὐτοῦ τῆς ψυχῆς ἐμάλαξεν ὁπωσοῦν με‐ ταθείς, αἰσχρὸν εἶναι φήσας εἰ τοσούτους ἀποσφάττων ἀεὶ πολίτας, τοῖς τῆς Ἑκάβης καὶ Πολυξένης δακρύων θρήνοις ὀφθείη. τοιοῦτον ἡ δυστυχὴς μεγαλόπολις καθ’ ἑαυτῆς ἐξέ‐
10θρεψεν ἄνθρωπον, καὶ ταῦτ’ εἰδυῖα πόρρωθεν ᾀδόμενον ἐσχά‐ την ἀπώλειαν αὐτῆς θ’ ἅμα καὶ εὐσεβείας ὑπάρχειν αὐτῆς τὸ κ στοιχεῖον διπλούμενον· ὥστε καὶ εἴ τις παρασυρεῖσαν τὴν ἐμὴν ἐγκαλεῖν ἔχοι μητέρα παραπλήσι’ ἄττα πεπραχυῖαν τῷ τηνικαῦτα καιρῷ, οὐκ ἐκείνην ἀλλ’ αὐτὸν αἰτιᾶσθαι χρεών·
15ὃ μὲν γὰρ τὰ ἀλλότρια ζητῶν παρηνόμει, ἣ δ’ ἠμύνετο ἐπίοντα, τηρεῖν ἐπειγομένη τοῖς ὀρφανοῖς τέκνοις τὸ ζῆν, κα‐ θάπερ τρυγὼν τοὺς ἑαυτῆς νυκτοφυλακοῦσα διέπει νεοττοὺς ἀλλοφύλων ἐπιόντων ὀρνέων νυκτός. εἰ δὲ καὶ οἷς περὶ τὰ τοιαῦτα συνετώτερον ἔπεισι κρίνειν πείθεσθαι δίκαιον εἴη,
20ταῦτ’ εἶναι διατειναίμην ἔγωγ’ ἂν ἃ τὸν θεὸν εἰς ἀνάγ‐ κας ἐπενεγκεῖν κατ’ αὐτῆς ἠρέθισε τὸ μέγα πάθος ἐκεῖνο, τὴν τῆς βασιλικῆς ἐξουσίας φημὶ ζημίαν, οὐκ ἀνεχομέ‐
νου βλέπειν οὐδ’ ἀκούσιον μύσος τοῖς ἐκλεκτοῖς προστριβόμενον.

3

.

162

Ἀλλ’ ἓν μὲν δὴ τοῦτο δέδειχε σαφῶς τὴν πάλαι κρυπ‐ τομένην ἐν τῇ τούτου ψυχῇ κατὰ τῆς πατρίου μοι βασιλείας μελέτην, καθάπερ σπινθῆρα πυρὸς ἐκ σποδιᾶς ἀναλάμψασα φλὸξ πνεύματος ὁθενδηποτοῦν ἐρεθίσαντος· δεύτερον δέ,
5ἐπειδὴ καὶ Ὑρκανὸν τὸν τῆς Βιθυνίας ἑώρα σατράπην βαρ‐ βάρων ἁπάντων, ὁπόσοι τὴν ἄχρι θαλάττης Ἀσίαν κεκλήρων‐ ται, πόλεων τῆς μεγίστης ἔγγιστα ποιούμενον τὰς διατριβάς, ὡς πεντεκαίδεκά που σταδίων εἶναι τὸ μεταξύ, πέμψας τὴν θυγατέρα τοὺς ἀλλοφύλους ἐκείνους μνηστεύει γάμους αὐτῷ,
10ἵν’ ἐκ τοῦ σχεδὸν τελεώτερον τὸ τῶν χριστιανῶν ἐκτρίψῃ γένος, δι’ αὐτοῦ μᾶλλον ἢ κατ’ ἐκεῖνον τὸν τῶν Λυδῶν σα‐ τράπην πόρρω που γῆς καὶ θαλάττης οἰκοῦντα. καὶ τί χρὴ τὰς ἐν μέσῳ συνείρειν τύχας, καὶ ὅσα βαρβάρους κατὰ Ῥω‐ μαίων στρατολογῶν ἐποίει δεινά, ἐφ’ οἷς αὐτὸν ἐγκαλύπτε‐
15σθαι ἔδει διηνεκῶς ἐγκαυχώμενος, καὶ ὑπισχνούμενος ἀοίκη‐ τον τὴν Ῥωμαίων ἅπασαν γῆν ἐν βραχεῖ παντάπασι κατα‐ στήσειν. καὶ ἦν μὲν ὁ δρόμος ἅπας αὐτῷ κατ’ ἐμοῦ, ἡ δὲ βλάβη κατὰ πάντων χριστιανῶν· οὕτως οὐδὲ μικρὸν ἐφό‐ διον τὴν τοῦ θεοῦ νομίζων ἐπικουρίαν, οὐδ’ ἐς τὴν τῶν μελ‐
20λόντων μνήμην κολαστηρίων ἰὼν ὁπωσοῦν, ὅλον ἑαυτὸν τοῖς ἀσεβέσι προσένειμε. καὶ μὲν δὴ δεύτερον κείσθω καὶ τοῦτο δεῖγμα τῆς αὐτοῦ μελέτης, ἥν, ὡς εἰρήκειμεν, πάλαι πολύν
τινα χρόνον ἔβοσκεν ἐν τῇ ψυχῇ κατὰ τῆς πατρίου μοι βασι‐

3

.

163

λείας· τὸ γὰρ φύσει κακὸν ἀποτρίψασθαι χρόνῳ τὴν ἕξιν οὐκ ἄν ποτε δύναιτο, ἀλλὰ καὶ τὴν τοῦ καλοῦ προσποίησιν εὐχερῶς τοῖς πράγμασιν ἐλεγχόμενον ἀποσείεται, παλινδρο‐ μούσης τῆς φύσεως καὶ ἀναλαμβανούσης ἐκ τοῦ ῥᾴστου τὸ
5γνήσιον. ἐξὸν γὰρ θεῷ τὰ καθ’ αὑτὸν ἐπιτρέψαντα τὴν τῶν παίδων εὐδαιμονίαν ἡσυχῇ πραγματεύσασθαι, ῥᾴδιον, εἴπερ ἐβούλετο, ὄν, ὃ δὲ τοῖς ἀσεβέσιν ὡς εὐτυχεῖν δοκοῦσιν ἐς τὸ παρὸν μᾶλλον ἑαυτὸν ἀναθεὶς ἀΐδιον εἵλετο μοχθεῖν κατ’ ἐμοῦ· μηδὲ γὰρ ἄλλο τι μακαριζομένου γνώρισμα βίου γί‐
10νεσθαι τουτωὶ καὶ ἀληθευούσης εὐζωΐας ἢ κατά γε τὸ νῦν εὐτυχοῦντα δύνασθαι φθείρειν εὐσεβεῖς καὶ μηδὲν ἀδικοῦντας ἀνθρώπους, οὓς δι’ αὐτό γε τουτὶ νενόμικε δυστυχεῖν, ὅτι θεό‐ τητα σέβουσι τρισυπόστατον, φεύγοντες ἀθεΐαν ὁμοῦ καὶ πολυ‐ θεΐαν. δῆλον δέ· καὶ γὰρ ἐκείνοις σύνδρομον καὶ τὸν τοῦ Πα‐
15λαμᾶ κρίνας ὑπάρχειν θίασον, πονηροῖς ὀργάνοις μετὰ τῶν ἀσε‐ βῶν ἐκείνων καὶ τούτοις ἐχρήσατο κατ’ ἐμοῦ, ἵνα καὶ τοῦτο τῆς ἐκ πολλοῦ ταμιευομένης αὐτῷ κατ’ ἐμοῦ γνώρισμα γνώμης εἴη καὶ τῆς τῶν ὅρκων αὖθις συγχύσεως· διὰ γὰρ αὐτῶν ἁπάσης ἐπιορκίας ὁμοῦ καὶ διχοστασίας μάλα ῥᾳδίως τὴν πόλιν ἐκεῖνος
20ἐνέπλησεν. ὀξεῖς τε γὰρ εἰς κακίαν ὄντες οἱ ἄνδρες, καὶ ἅμα τῷ τοῦ σχήματος μέλανι μετὰ τῆς ἀσεβείας καὶ τὴν ἐς τὰ τοιαῦτα τῆς πονηρίας ἀποχρῶσαν φαρέτραν συγκρύπτοντες,
παντοδαπῶν καὶ πολυτρόπων γέμουσαν τῶν βελῶν, κἀκεῖνα

3

.

164

μὲν ἠρέμα καὶ σπουδῇ περαίνοντες, τὴν δέ γε τῆς ἐμῆς ὑπιόν‐ τες ἄλλως μητρὸς ἁπλουστέραν εὐμένειαν, ὑφάλων πετρῶν οὐδαμῇ πω μαθούσης συμπτώματα, καὶ δόλους μὲν αὐτῇ καὶ προδοσίας ῥάπτοντες ἡμέρας καὶ νυκτός, φιλίας δ’ αὖ ἑτέρω‐
5θεν δεικνύντες πρόσωπον, ἔλαθον ἀψοφητὶ τῷ τῶν διωκόντων προδεδωκότες βυθῷ, λῃστῶν ἀδικώτεροι πάντων τοῖς εὐεργέ‐ ταις φανέντες ἡμῖν. τὰ δὲ τοιαῦτα τῆς ἀπορρήτου προνοίας κρίματα ἐρευνᾶν, ὅπως οἱ τὰ δίκαια ζητοῦντες ἡμεῖς τοῖς ἀδίκοις ὑπὸ τῶν ἀδίκων δι’ ἕτερα προδεδόμεθα νῦν οὑτωσὶ
10πλημμελήματα, ἐγὼ μὲν οὐκ ἂν δυναίμην· ἔξεστι γὰρ τοῖς ἀπαθῶς ἐθέλουσι βλέπειν τὰ ἴσα παρὰ τὸν βίον ἀεὶ γιγνό‐ μενα μὲν κεκρυμμένην δ’ ἔχοντα τὴν τῆς ἀληθείας αἰτίαν ὡς τὰ πολλά. λεγέτω δ’ οὖν ὅμως καὶ ὁ προφήτης ἐκεῖνος, “ἵνα τί ὁδὸς ἀσεβῶν εὐοδοῦται” βοῶν ἐκ μέσης καὶ φλεγο‐
15μένης ψυχῆς· λεγέτω δ’ ἑξῆς καὶ ἡ μεγάλη τῆς εὐσεβείας ἐκείνης σάλπιγξ, ἵνα μὴ τοῖς ἐκδικεῖν ἐθέλουσι τὰ μὴ δίκαια πρόφασις τὰ τοιαῦτα κακίας ᾖ. “παραδίδονται” γάρ φησι “καὶ δίκαιοι πολλάκις εἰς χεῖρας ἀσεβῶν, οὐχ ἵν’ ἐκεῖνοι τι‐ μηθῶσιν, ἀλλ’ ἵν’ οὗτοι δοκιμασθῶσι· καὶ φαῦλοι μὲν ἐν
20θανάτῳ ἐξαισίῳ κατὰ τὸ γεγραμμένον, καταγελῶνται δ’ ὅμως τὸ παρὸν εὐσεβεῖς, ἕως ἡ χρηστότης τοῦ θεοῦ κρύπτεται καὶ τὰ μεγάλα ταμιεῖα τῶν ὕστερον ἑκατέροις ἀποκειμένων, ἡνίκα
λόγος καὶ πρᾶξις καὶ διανόημα τοῖς δικαίοις τοῦ θεοῦ σταθ‐

3

.

165

μοῖς ταλαντεύεται, ὅταν ἀναστῇ κρῖναι τὴν γῆν, τὴν βουλὴν καὶ τὰ ἔργα συνάγων, καὶ γυμνῶν τὰ ἐσφραγισμένα παρ’ αὐτῷ καὶ σωζόμενα.” εἰ δὲ μὴ πεφόνευκεν εὐθὺς χειρωσάμενος, τί τοῦτο; πρῶτον μὲν γὰρ οὐ χρεὼν ἀντὶ τῶν πεπραγμένων
5κακῶν τὰ μὴ πεπραγμένα προβάλλεσθαι· οὐ γάρ τις οἰκίαν ἐμπρήσας, ὅτι μὴ πόλιν ὅλην ἐνέπρησεν, ἀθῶος μένει τῆς κολάσεως. δεύτερον δέ, οὐ γὰρ μᾶλλον διὰ θάτερον φεύξεται θάτερον ἢ δι’ ἀμφότερον τιμωρίαν ὀφλήσει τὴν μείζω, οἷς τοῦτο μὲν αὐτὸς ἔδρασε νῦν, ἐκεῖνο δὲ θύραν ἄλλοις ἀνέῳ‐
10γεν, ἔργῳ διδάσκων τὰ μείζω καὶ καθ’ ὅλης τολμᾶσθαι τῆς πόλεως λεληθότως, εἴ τις προδιδόναι βούλοιτο· συγκεχώρηκε γὰρ τοὔλαττον, ἵνα αὐτὸς μὲν κερδάνῃ τὸ μεῖζον, ἡμῖν δὲ τοὺς μακροτέρους ἐπικρεμάσῃ κινδύνους. πολλῷ γὰρ ἥδιον ἅπαξ ἐμοί γε τότε θανεῖν, ἢ ζῶντα δουλεύειν ἑτέροις ἐν
15ἀδοξίᾳ διηνεκῶς καὶ πολυειδεῖς καθ’ ἡμῶν πλεκομένους ὁρᾶν τοὺς τοῦ θανάτου βρόχους· εἶναι γὰρ καὶ θανάτου ζωήν φασιν πικροτέραν, ὁπότε μυρίων αὕτη γέμει θανάτων, καὶ θάνατον αὖθις αὐθήμερον κρείττω ζωῆς, ἀδοξίαν καὶ λύπας αὐτῆς ἀφαιρούμενον καὶ συνθάπτοντα. λόγῳ μὲν γὰρ τετή‐
20ρηκε ζῶντας ἡμᾶς, ἵν’ αὐτῷ πιθανὴ τῆς φιλανθρωπίας ἡ πρόφασις ᾖ, καυχωμένῳ ταυτὶ διὰ κηρύκων τε καὶ ἐπιστο‐ λῶν πρὸς ἅπαν ἔθνος ὅσον ἐφικτὸν σὺν μάλα μακρᾷ τῇ
σπουδῇ καὶ δαπάνῃ, ἔργῳ δὲ τοὺς δεσπότας ἔχων ἐν ἀνδρα‐

3

.

166

πόδων μοίρᾳ, ὑπόθεσιν ἔχῃ καὶ τοῦτο καυχήσεως καὶ μάλα μακρᾶς ἐν τῷ βίῳ σοφίας αὐτοῦ καὶ στρατηγικῆς ἐμπειρίας, ὥσπερ οἱ ἐν ἱπποδρομίαις τὴν ἱππικήν, οὕτως αὐτός, ταῖς ἡμῶν δυσπραγίαις τὴν οἰκείαν ὀφρὺν ἐνδεικνύμενος. καί μοι
5τῶν λεγομένων μάρτυρας τὰ ἑξῆς ἀψευδεῖς. ἤγαγε γὰρ ἐπὶ θυγατρὶ γαμβρὸν ἄκοντα καὶ μάλα ἥκιστα τῆς ἐμῆς βουλο‐ μένης μητρὸς δι’ ἃς ἐκλαλεῖν οὐ θέμις αἰτίας, ὧν τὸ ἀπόρ‐ ρητον αὐτὸς ἑκὼν παρατρέχων εὐθὺ τῶν αὐτῷ σκοπουμένων ἐβάδιζε. τὰ δ’ ἦν ὅτι φρικώδεις ἡμῖν παρεσχηκὼς δημοσίᾳ
10πνεύσαντας ὅρκους εἶναί τε πατὴρ ἐμοὶ καὶ συμβασιλεύειν ἄχρις ἂν ἐς τὸν εἰκοστὸν ἐξ ἐφήβων ἴδῃ με παραγγέλλοντα χρόνον, μηδενὸς τῶν υἱέων αὐτοῦ τῇ βασιλείᾳ τολμήσαντος ὁπωσοῦν ἐπιτίθεσθαι, ὃ δ’ οὐκ εἰς μακρὰν ἐπέραινε τἀναν‐ τία, λῆρον ἅπαντας ἡγησάμενος ὅρκους ἐκείνους. καὶ μὲν δὴ
15καὶ Ἀτρέως ὄμματ’ εὐθὺς εἰληφώς, ἐμὲ μὲν ἐν καρός τε ἐτίθετο μοίρᾳ, καὶ ὥσπερ ὁλκάδι ἐφόλκιον ἕπεσθαί οἱ προ‐ σέταττε, τοῖς δ’ υἱέσιν ὅλαις ψήφοις ψυχῆς τὸν βασίλειον διένεμε κλῆρον, ὃν ἐς τὸ πάνυ βραχὺ πρὶν ἢ κατασχεῖν διὰ βαρβάρων, ἐς βαρβάρων ἤλασέ τε χεῖρας καὶ ἐλαύνειν
20ἔμελλε. διένεμε δ’ οὐκ ἐκκεκαλυμμένως, ὥστε καὶ ἐς δημό‐ σιον ῥυῆναι τὸν ἔλεγχον περιφάνειαν, αἰσχυνόμενος ἴσως τὴν ἔναγχος ὀφρὺν τῆς ἐς ἅπαν ἔθνος καυχήσεως, ἀλλὰ κρύφα
καὶ μὴ τολμῶντος, ὡς ᾤετ’ αὐτός, ἐμοῦ τὸ παράπαν αἰσθά‐

3

.

167

νεσθαι. οὔπω βραχύς τις προύβαινε χρόνος, καὶ ἀποστασίας τἀδελφοῦ μοι Ματθαίου συχνὰς ἡ φήμη φέρουσα πᾶσαν ἀκοὴν περιήχει λαμπρῶς. καὶ ἦν Ματθαίου μὲν τὸ δρᾶμα, τὸ δ’ ὅλον οἰκονομική τις πατρίου δόξης ἐπίνοια· διὰ γὰρ
5τῶν τοιούτων ἐκείνῳ νῦν μὲν τόδε νῦν δ’ ἕτερον εἰρήνης δῆ‐ θεν εἵνεκα συνεχωρεῖτο, καὶ πάνθ’ ἑξῆς ὁπόσα τῆς βασιλείας ἐπεφύκει σύμβολα πλὴν τῆς λιθοκολλήτου μόνης καλύπτρας. οὔπω γὰρ εἰς φῶς καὶ τουτὶ προεληλύθει τὸ σκέμμα, ἐν ἐπαγ‐ γελίαις δ’ οὖν ἐγαλακτοτροφεῖτο καὶ τοῦτο, καὶ ἤδη προύπεμπεν
10ἐς τὸ παρρησιαζόμενον. καὶ ἵνα τὰ πλείω τῶν μέσων ἀφε‐ λὼν ὑπομνήσω βραχέα καὶ περὶ τούτου, τίνα με ψυχὴν ἔχειν ᾠήθητε, ὁπότε μήπω με τοῦ δωματίου προβάντα, πά‐ σαις ἡνίαις ἐκεῖνος ἵππου καὶ θυμοῦ φερόμενος, πρὸ τῶν θυρῶν τῶν ἐμῶν ἀφ’ ὑψηλοῦ καθήμενος ὕβρεσιν ἔπλυνε μάλα
15μακραῖς, καὶ οἵαις κατὰ βοηλάτου χρήσασθαί τις αἰσχυνθείη ἄν. καὶ ἀρνηθείης πάντως οὐκ ἂν οὐδ’ αὐτή, δημοσίᾳ τοῦ πράγματος γεγονότος. οἶσθα γὰρ τὸν συνήθη καὶ ἐτήσιον τοῖς βασιλεῦσι δαφναῖον θρίαμβον, ὁπότε βασιλικοῖς μὲν ὑμεῖς αὐτὸν ἡτοιμάσατε διαδήμασι κοσμηθέντα δημοσίᾳ μοι συμπα‐
20νηγυρίζειν ἐκεῖνο τὸ θέατρον, ἐμοὶ δ’ οὐκ ἀνεχομένῳ τῆς ἐμῆς ἑκοντὶ προδότῃ γίνεσθαι βασιλείας ὁμοῦ καὶ ζωῆς, μηδὲ τοῦ δωματίου προβαίνειν προθυμουμένῳ διὰ τὴν λύπην (ὀκνῶ γὰρ
αἰσχύνην εἰπεῖν καὶ θεατρικὴν ἀτοπίαν), τὰ τοιαδὶ πεπονθέ‐

3

.

168

ναι συμπέπτωκε. καὶ δέον ἐς ἐκδίκησιν τῆς ὕβρεως τὸν κοι‐ νὸν διαναστῆναι πατέρα, ὃ δὲ καὶ μετόπισθεν ἔσχε κότον, ὄφρα τελέσῃ, κατὰ τοῦ μηδὲν ἀδικοῦντος ἐμοῦ. ἀλλὰ τί με δεῖ τὰ πᾶσι δῆλ’ ἀναμετρεῖν; ἐκεῖθεν γὰρ ἐκποδών με ποιεῖν
5βουλευσαμένῳ τῷ πενθερῷ τὴν ταχίστην με διαχρήσασθαι τούτου παρῄνουν οἱ τῆς Παλαμικῆς δόξης αἱρεσιῶται· τουτὶ γὰρ ἐν βραχεῖ τὴν ὅλην ἔχειν ἔφασκον ἀπαλλαγὴν τῆς τὴν ὅλην δι’ ἐμὲ ψυχὴν ἀσχολούσης αὐτῷ φροντίδος. καὶ τοὔγκλημα λύειν αὐτοὶ πρὸς θεὸν ὑπισχνοῦντο μεσῖται γιγνόμενοι. τοῦτ’
10ἔμοιγε βέλτιον ὂν οὐκ οἶδ’ ὅπως αὐτὸς οὐκ ἠθέλησε δρᾶν. ἐμοὶ μὲν γὰρ εἶχεν ἄν πως ἀπαλλαγὴν τῶν ἑξῆς τὸ πρᾶγμα δεινῶν, αὐτῷ δ’ ἀνθρώπων ἄν πως ἁπάντων ὄνειδον. διὸ καὶ τρόπον ξυννενοηκὼς εὐπρεπέστερον, ὑπερόριον πατρίδος καὶ βασιλικῶν ἐπαύλεων ἀπειληφὼς ἐς Θεσσαλονίκην ἀπή‐
15νεγκε τάχιστα, μητρὸς μὲν καὶ γυναικὸς ἔρημον, ὑπὸ φρουροῖς δὲ καὶ φύλαξιν ὡς νήπιον ἐκεῖ τὸν εἰκοσαετῆ καὶ παίδων ἤδη πατέρα με καταστάντα παιδαγωγεῖσθαι προστεταχὼς ἐν ἀδέσμῳ τέως εἱρκτῇ· καὶ οὕτω τὴν ἐμὴν ἀπουσίαν εὐπρό‐ σωπον εὐκαιρίαν οἷς ὤδινε πάλαι σκέμμασι νῦν ἐχαρίζετο.
20ἵνα γὰρ καὶ τέταρτον τοῦτο προσθῶ μοι τῷ λόγῳ δεῖγμα τῆς
δι’ ὅρκων ἀπατηλῶν αὐτῷ κατ’ ἐμοῦ συσκευαζομένης μελέ‐

3

.

169

της, ἐς τοιοῦτον πέρας καὶ οὕτω δυστυχὲς ἐμοὶ τῶν πατρίων ἐκείνων περιεληλυθότων ὅρκων, καὶ οὕτω με τραγικῶν περι‐ στοιχισάντων δικτύων καὶ ὅσαι θανάτου γείτονες ἐκ τοῦ προ‐ φανοῦς εἰσὶ συμφοραὶ πρὸς ἀπόγνωσιν πᾶσαν ἐλαύνουσαι
5βίου, τί ἔδει ποιεῖν; ἤσχαλλον κομιδῇ, ἠνιώμην, μέσην αὐτὴν ἐκοπτόμην ψυχήν, ἐμακάριζον τοὺς θανόντας μᾶλλον ἢ τοὺς ἐμοὶ παραπλήσιον ζῶντας, θεὸν ἐπεβοώμην μάρτυρά τε τῆς ἀδικίας καὶ ἅμα τιμωρὸν τῶν δεινῶν. ἀλλὰ καὶ οὕτως ἔχοντι ἥκει λαθραῖά μοι γράμματα πρὸς τοῦ Κράλη Σερβίας· οὐ
10γὰρ πόρρω που γῆς τὰς διατριβὰς αὐτῷ ποιεῖσθαι ξυνέβαι‐ νεν, ἵν’ αὐτῷ καὶ τὰ ἡμέτερα ἀγνοῆται ἐφέστια πάθη· πάντα γὰρ εἶχεν ἑλὼν ἐκ πολλοῦ τὰ μέχρι τειχῶν τῆς ἐχού‐ σης με τὸν ταλαίπωρον πόλεως τότε Θεσσαλονίκης. ἔλεγε δέ μοι τὰ γράμματα δυοῖν ὁπότερον ἂν ἐμοὶ βουλομένῳ γε
15εἴη ἀποκρίνασθαι, ἢ γυναικὸς διὰ τὰς μεταξὺ τύχας ἔρημον ἤδη με ὄντα τὴν ἐκείνου γυναικαδέλφην ἀγαγέσθαι τε γυ‐ ναῖκα καὶ σώζεσθαι μετὰ τῆς πόλεως, ἢ συναπαχθῆναι τῷ τῆς ἐκείνου θαλάττης κύματι, βιαιότερον ἐπιτίθεσθαι τῇ πό‐ λει μέλλοντος. κατ’ ἐμαυτὸν οὖν ἐμοὶ γενομένῳ καὶ ξυννε‐
20νοηκότι μὴ εἶναι μήτε βάρβαρον μήτ’ ἀσεβῆ τὸν δεξιὰν ἐμοὶ παρεχόμενον κινδυνεύοντι, ὁποῖοι τῷ πενθερῷ κατ’ ἐμοῦ συμ‐ μαχοῦσί τε καὶ συζῶσιν, ἀλλ’ εὐσεβῆ τε καὶ ὁμόδοξον, μέσῳ δυοῖν γεγονότι τὸ κουφότερον ἑλέσθαι συμπέπτωκεν. ἐκπύ‐
στου δὲ τοῦ πράγματος γεγονότος ᾤχοντο τὴν ταχίστην οἱ

3

.

170

φρουροί μου καὶ φύλακες ἀπαγγέλλοντες ἐς Βυζάντιον τὰ ξυμβάντα. ἃ δὴ καὶ ἀκηκοότι τοὐμῷ πενθερῷ καθεκτῷ εἶναι οὐκ ἦν ἐφικτόν· ἀλλὰ τὴν ἐμὴν παρειληφότι μητέρα ἐς τὰ τῆς θεομήτορος ἔδοξεν ἀφικνεῖσθαι ἀνάκτορα, ὥστε ὑπ’ ἐκείνῃ
5μάρτυρί τε καὶ ἐγγυητῇ τὰς ἐνόρκους ἐπαγγελίας παρεσχη‐ κότι μηκέτι δοκεῖν ἄπιστος αὖθις διὰ τὰς πολλάκις τῶν οἰ‐ κείων αὐτῷ γεγονυίας ἀθετήσεις ὅρκων. οὕτω τοίνυν ἐγγρά‐ φους εἰληφυῖα τοὺς φρικώδεις αὖθις ἐκείνους ὅρκους ἡ μή‐ τηρ ἡ ἐμὴ ἧκεν ἐκ Βυζαντίου ἐς Θεσσαλονίκην εὐαγγελιζο‐
10μένη μοι τἀγαθὰ ὡς, εἰ τὰς τοῦ Κράλη συνθήκας ἀφεμένῳ μοι γένηται πρὸς Βυζάντιον ἐκ Θεσσαλονίκης ἀφικνεῖσθαι, περὶ τὴν σύζυγον ἐξεῖναι παρακεχωρηκότα μοι τῆς βασιλικῆς ἐξουσίας τὸν πενθερὸν αὐτίκα, δυοῖν θάτερον, ἢ τῷ Βυζαν‐ τίῳ αὐτὸν βασιλικῶς ἐνδιατρίβοντα τὰ μέχρι Σηλυμβρίας
15ἐκεῖθεν διέπειν πράγματα, βουλομένου καὶ ἐνδιδόντος ἐμοῦ, ἢ τὸν ἡσύχιον ξὺν ἀπραγμοσύνῃ διάγειν βίον ἄχρι τελευτῆς οἴκοι καθήμενον. τούτοις ἐντυχὼν καὶ αὐτὸς τοῖς ὅρκοις ἐπεπείσμην· καὶ πῶς γὰρ οὔ; χριστιανὸς ὢν οὕτω φρίκης ἔχουσι καὶ οὕτω δι’ ὅρκων τοιούτων ἠσφαλισμένοις. ὅθεν
20καὶ ἄρας ἐκεῖθεν εὐθὺς ἐς Βυζάντιον ἀφικόμην, ἁπάσας ὑπο‐ ψίας κατόπιν ἀπεωσμένος. κἀπειδὴ μὴ κατὰ τὰς τῶν ὅρκων ἐπαγγελίας ἐντυγχάνειν μοι παρ’ ἐλπίδα τοῖς πράγμασι συ‐ νέπιπτε (τί γὰρ δεῖ με παντ’ εἰδυίᾳ διεξιέναι;) διὰ πάνυ βραχέος ἐς Διδυμότειχον ἐνταυθοῖ ξύν γε συζύγῳ πάλιν αὐ‐
25τὸς ἐπανῄειν. τάς γε μὴν ἑξῆς συσκευὰς καὶ μελέτας καὶ

3

.

171

πράξεις, ὅσαι παρ’ αὐτοῦ κατὰ τῆς ἐμῆς ξὺν ἁπάσῃ τελοῦν‐ ται σπουδῇ ταλαιπώρου ζωῆς ἐκεῖθεν, ἄμεινον σιωπᾶν. βουλομένῳ τοίνυν μοι ζῆν καὶ θνήσκειν ἀδίκως, οἶμαι καὶ τὸ ἀνεγκλήτῳ εἶναι πάντας συμφῆσαί μοι ἕπεσθαι. διὸ καὶ
5ἥκιστα φαίνεται εὔοδα πείθεσθαί με τοῖς παρὰ σοῦ λεγομέ‐ νοις. πάντα γὰρ ἂν ἔγωγε δρῴην προθύμως ὑπέρ γε ζωῆς τῆς ἐμῆς, καὶ εἰ μισθοῦ γε ἐξείη ἀμπελουργεῖν· ἥδιον γὰρ ἂν ἐν ἀπραγμοσύνῃ βίον ἰδιώτην ἀνύσαιμι καθ’ ὁποιανδή τινα γενόμενος γῆν, ὅθεν οὐδεὶς προσδοκᾶται μοι κίνδυνος
10ἔφεδρος, ἢ βασιλείαν ζητοῦντι πάτριον ἔχειν καὶ αὐτὸ ζη‐ μιοῦσθαι κινδυνεύειν τὸ ζῆν. οὕτω γὰρ ἂν ἐμοὶ τὸ βασι‐ λεύειν εἴη εὐκτόν, εἰ Ῥωμαίοις λυσιτελοίη· ἄλλως οὐκ ἂν δήπου. θεὸς δ’ εἴη κοινῇ Ῥωμαίοις μᾶλλον περαίνων τὸ εὔ‐ δαιμον ἢ μονοτρόπως ἐμοί.”
15 Ταῦτα μὲν οὖν εἰρηκότος ἐκείνου, καὶ πλέον ἀκούειν οὐδὲν ἐθελήσαντος, ἄπρακτος ἡ βασιλὶς Εἰρήνη ἐπάνεισιν εἰς Βυζάντιον. ἄρτι δὲ τοῦ χρόνου τὰς θερινὰς τοῦ ἡλίου τρο‐ πὰς παραλλάττοντος, καὶ τῶν Θρᾳκῶν ἐπὶ ἅλωνας καὶ σίτου μοχθούντων ἐσκομιδὰς ἄρας ἐκ Βυζαντίου ὁ βασιλεὺς Καν‐
20τακουζηνὸς τὴν βαρβαρικὴν ἐκείνην Ὑρκανοῦ τοῦ γαμβροῦ δύναμιν ἐπὶ μάχην ἦγε θατέρου γαμβροῦ Παλαιολόγου τοῦ βασιλέως. καὶ τηνικαῦτα κατέπλευσαν ἐς Βυζάντιον δυοκαί‐ δεκα τριήρεις Βενετικαί, αἳ δὴ καὶ βραχὺ τοῖς ἐνταῦθα λι‐
μέσιν ἐνδιατρίψασαι τὴν ταχίστην αὖθις ἀνήχθησαν, καὶ τά

3

.

172

τε δεξιὰ καὶ ἀριστερὰ τοῦ Εὐξείνου διανειμάμεναι Πόντου πλευρά, ὅσαις ἂν ἐντύχοιεν ναυσὶ Γεννουϊτικαῖς, ἐνεπίμπρα‐ σάν τε καὶ βύθοις παρεπέμπον διαποντίοις. Καὶ ταῦτα μὲν τῇδέ πῃ ἔσχε καὶ ὁ τῆς διηγήσεως
5Ἀγαθαγγέλῳ δρόμος ἐνταῦθα ἐπεραίνετο· καὶ τὸ θέρος ἔληγε τηνικαῦτα καὶ ἐτελεύτα. Ἐγὼ δὲ ὑπολαβὼν “ὦ καλὲ Ἀγαθάγγελε” ἔφην, “ὥρα σοι ἀπιέναι ἤδη πρὶν τὴν ἐπιοῦσαν ἡλίου φλόγ’ ἀνασχεῖν· προύργου γὰρ τοῖς ἐμοῖς εἶναι διώκταις συμβαίνει διὰ τετ‐
10τάρων ἢ τριῶν γε ἴσως ἡμερῶν τὸν ἐμὸν τουτονὶ περιτρέ‐ χουσιν οἶκον ῥινηλατούντων δίκην ἀκροᾶσθαι κυνῶν, καὶ δέος μὴ αἰσθομένων φωνῆς τινὸς ἔνδοθεν ἴχνους τὴν αὐτὴν ἡμῖν ἁλῷς θανάτου δίκην ὄφλων καὶ αὐτός. ἄπιθι τοίνυν, τὰ δ’ ἡμέτερα ὅποι κελεύοι θεὸς ἴτω· πάντα γὰρ τῆς ἐκείνου
15χειρὸς καὶ προνοίας ἐξῆπται. οἶσθα δ’ ὡς ἐγγύς που καὶ μόνον οὐ πρὸ θυρῶν καὶ ἡ τοὐπιόντος ἔτους ἀρχή, ἐν ᾗ καὶ χρεὼν εἰδέναι σε εἰθισμένον τοῖς ἄρχουσιν εἶναι διαλεκτικούς τινας ἄνδρας ἐκ περιόδου προπέμπειν ἡμῖν, ὁποίους ἐκ λα‐ τύπης καὶ θυμέλης καὶ συρίγγων καὶ τοῦ κόρδακος λαμβάνον‐
20τες θεολόγους ἡμῖν αὐθημερινοὺς αὐτοὶ σχεδιάζουσιν, ὥσπερ οἱ μῦθοι πάλαι τοὺς γίγαντας· δι’ ὧν ἐλλοχᾶν ἡμᾶς οὐ
παρὰ φαῦλον ποιοῦνται διὰ πολλῶν τε καὶ πολλαχόθεν καὶ

3

.

173

πολυτρόπων τῆς πείρας εἰδῶν, ἵνα δυοῖν θάτερον, ἢ λαθόν‐ τες ἴσως ὑποσκελίσωσί τε καὶ περιτρέψωσιν ἐς τὸ σφίσι βου‐ λόμενον, ἢ γοῦν αἴσθωνται ὁποτέρωθεν ἂν εἴη σφίσι τῷ τῆς ψυχῆς ἡδομένῳ χαρίσασθαι ῥᾷον· ἢ γὰρ κατεργασθέντας
5ἡμᾶς τῇ μακρᾷ καὶ ἀήθει ταύτῃ ταλαιπωρίᾳ ῥαγῆναι τοῦ ζῆν καὶ ἀπροφασίστου τυχεῖν οὗπερ ἐφίενται δράματος αὐτοί, ἢ τό γε δεύτερον, βιαίων ἡμᾶς θανάτων ἄθυρμα πεπραχόσιν ἐν ἀφανεῖ τοῖς ἔξω χωρίῳ, τῷ οἴκῳ τῳδί, τὸ ἄπραγμον σφί‐ σιν αὐτοῖς ἐν βραχεῖ τῶν ἡμετέρων εἵνεκα φροντίδων δόξαι
10παρασχεῖν. δι’ ἃ καὶ μελήσειν ἡμῶν οἶμαι θεῷ· διὰ φρον‐ τίδος δ’ οὖν εἶναι καὶ σοὶ βούλομαι ἀπιόντι, δυοῖν θάτερον δρᾶν· τοῦ γάρ τοι φθινοπώρου τοῦδε καὶ ἅμα τοῦ κατόπιν χειμῶνος τελευτησάντων εἰ μὲν ὅπως ποτὲ θανόντας ἡμᾶς πύθοιο, τῶν συντακτηρίων ἐκείνων μέμνησο λόγων ἡμῶν, καὶ
15τῶν γέ σοι ἐφικτῶν μήτ’ ἀμελητέον, μήτε δήπου τῶν ὀφει‐ λομένων ὅλως κατόπιν θετέον φροντίδων, εἰδὼς μὲν ὡς οὐδὲν τὸν ἀκίνητον ὀφθαλμὸν λεληθέναι μὴ ὅτι τῶν ἐς τοὐμφανὲς δρωμένων δύναται τὸ παράπαν οὐδέν, ἀλλ’ οὐδ’ ἴχνος γοῦν οὐδὲν τῶν ἀνθρωπίνων ἁπάντων καθάπαξ εἰπεῖν λογισμῶν,
20εἰδὼς δ’ αὖ καὶ τοῦ μέλλοντος ἐκείνου δικαστηρίου τὸ ἄφυκ‐ τόν τε καὶ ἀναπόδραστον ὅσον. εἰ δὲ τῇ κάτω ταύτῃ ζωῇ παραμένοντας ἔτι μανθάνεις ἡμᾶς, ὧν ἄλλων σοι μέλει, σοὶ δὲ πάντων ἐκείνων προτιμάσθω ταυτὶ σεσωσμένῳ καὶ σοὶ βοη‐ θοῦντος θεοῦ, δηλαδὴ πρὸς ἡμᾶς αὖθις ἐπανιέναι τά τε τῶν
25δημοσίων πραγμάτων, ὡς ἔσχε τε μεταξὺ καὶ ἔχοι, διηγησο‐
μένῳ, καὶ ἅμα τῆς θ’ ὁμολογίας ἐκείνης ἣν ἐπὶ τῆς λῃστευ‐

3

.

174

ούσης ἐκείνης ὁ Παλαμᾶς ἀνέγνω συνόδου, δεικνύειν δῆθεν ἐθέλων ὡς ἥκιστα νοσεῖ περὶ τὴν εὐσεβῆ πίστιν, καὶ πρός γε τῶν ἀτόπων ἐκείνων τόμων, εἰ μὴ πάντα φάναι συλλήβδην ἐς τὸ μηδὲν ἐλλείπειν, ἀλλ’ οὖν τὰ καιριώτερα τῶν μερῶν
5ἀπολεξαμένῳ κομιεῖν ἡμῖν. ἐφ’ ὅτῳ δέ, οὐδ’ αὐτὸν ἀγνοεῖν οἶμαι σέ· εἰ δ’ οὖν, γνώσῃ δ’ οὖν.” Τούτων δ’ οὕτω λεχθέντων ἡμῖν, ὁ μὲν Ἀγαθάγγελος ἀπῄει τὴν εἰωθυῖαν ἔνδακρύς τε καὶ μάλα τι πλείστους ἐν θαλάμοις ψυχῆς ἐπαγόμενος λύπης σωρούς, ἐγὼ δὲ οἴκοι λέ‐
10λειμμαι μόνος, ἀνθρώπων μὲν οὐδενὶ μόνῳ δὲ προσανέχων θεῷ ὅσον ἐφικτόν, εἰς ἐμαυτὸν γενόμενος ἤδη καὶ πρὸς ἔκδη‐ μόν τινα καὶ ὑψηλοτέραν θεωρίαν ἀναπετάσας τοῦ νοῦ τὸ πτερόν, καὶ τοῖς ἀπορρήτοις τῶν ὄντων ἐνδιατρίβειν ἀφιεὶς ἐν γαλήνῃ τινὶ λογισμῶν τὴν διάνοιαν. ἐπεὶ δὲ καὶ τοῦ ἔτους
15ἐκείνου τὸ πλεῖστον ἤδη παρῄει, ἐν ᾧ πολλοῖς τῶν ἔξωθεν ἐντετυχήκειμεν αὖ πειρασμῶν, ἔτι δ’ οὖν τῶν ἥκιστα πεσόντων ὤφθημεν ξύν γε θεῷ, ἔγνωμεν κἀκ τῶν ἤδη περιπταμένων ἡμῖν ὀρνέων καὶ ὅπῃ τοῦ ἦρος εἴημεν τηνικαῦτα. οὐ γὰρ πεπνιγότα τινὰ καὶ δύσηχον ἐδίδουν τὸν φθόγγον συνθλιβό‐
20μενά πως τὰ φωνητικὰ τῶν ὀργάνων ὑπὸ τοῦ κρύους αὐ‐ τοῖς, ἀλλὰ τὸν ἐλευθέριον ἤδη τρόπον ἐπανηγύριζέ τε καὶ αὐτά, καὶ τὸν ἀέρα ὑπερεφώνει, καὶ περιήχει τὰ ἄλση, καὶ τοῖς δένδρεσιν ἐπικαθήμενα πρὸς ἅμιλλαν ἐφθέγγοντο ἀναμὶξ
λιγυρόν τι καὶ εὔηχον καὶ οἷον εἰπεῖν ἐναρμόνιον· καὶ ἥδι‐

3

.

175

στον ἐγίγνετό πως ἔαρ ἡ ἐκείνων ᾠδή, ὡς καὶ τοὺς οἴκοι δή‐ πουθεν ἐγκεκλεισμένους ἀναδιδάσκειν δύνασθαι τὰ τερπνὰ τοῦ ἦρος ἐφόδια. καὶ ἦν ἡμῖν διὰ ταῦτα καὶ τὸ τῆς ψυχῆς ἐλπιζόμενον ἐς τὴν Ἀγαθαγγέλου παρουσίαν οἷον ἐπτερω‐
5μένον.

3

.

176

(t1)

ΤΟΥ ΑΥΤΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ
t2ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΛΟΓΟΣ ΚΗ.
3 Ἄρτι δὲ τοῦ χρόνου τὰς λευκανθείσας αὐτῷ τοῦ γήρως ἀποξέσαντος χειμερίας καὶ οἷον εἰπεῖν χιονώδεις τρίχας καὶ
5ἀνθηρὸν ἀνειληφότος ἐξ ὑπαρχῆς τὸ τῆς ἡλικίας πρόσωπον, καὶ τὰς ἡλιακὰς λαμπάδας ἀκμαιοτέρας ἐν μέσαις ἤδη ταῖς ἠριναῖς ἁπλώσαντος χάρισιν, ἧκεν αὖθις ἡμῖν ὁ καλὸς Ἀγα‐ θάγγελος περὶ μέσας που νύκτας ἡσύχῳ ποδί. καὶ προσειπὼν καὶ καθίσας καὶ ἀπαγγείλας μὲν αὐτὸς περὶ ἑκάστου τῶν φί‐
10λων ἡμῖν καὶ συνάθλων ὅσα εἰκός, μαθὼν δ’ αὖ ἐξ ἐμοῦ τά τε ἄλλα καὶ ὅτι τὰ καὶ μέχρι νῦν συμπαραμείναντά μοι τῆς θείας γραφῆς ἀφῄρηται βιβλία πάντα πρὸς τῶν διωκτῶν ἐξαίφνης ἐπεισπεσόντων, καὶ ὅτι διὰ τὴν τοῦ τηνικαῦτα χει‐ μῶνος ἀκμὴν ταλαιπώρως ἐπῄει μοι καὶ πάνυ χαλεπῶς ἀνύ‐
15σαι μεταξὺ τά τ’ ἄλλα, καὶ ὅτι κρυσταλλούμενον τὸ ὕδωρ
οὐκ ἦν ὡς τὰ πολλά μοι ῥᾴδιον ὅθεν παραμυθήσομαι πρὸς

3

.

177

τὸ τοῦ πόματος χλιαρώτερον, πλὴν ἢ ὅτε συμβὰν οὑτωσί πως ἡλίου τὴν τῶν νεφῶν διασχόντος συνέχειαν, καί τινας διὰ τῆς θυρίδος ἀφέντος ἀκτῖνας εἰς τὸν ἐμὸν τοῦτον οἰκίσκον, ἀμυδράν τινα τὴν ἀλέαν τέως τῷ ὕδατι παρειχόμην εἰς πό‐
5σιν ἐκείνῳ, ἀνῴμωξέ τε βύθιον ὁ ἀνήρ, καὶ ποταμοὺς δακρύων ἀφῆκε τῶν ὀφθαλμῶν. ἐγὼ δ’ ἐπέχειν βουλόμενος τό τε ἦθος ἀπήλλαττον εἰς τὸ χαριέστερον καὶ ἅμα τὴν ἐκείνου διάνοιαν ἀπησχόλουν ἐκεῖθεν εἰς ἕτερα, καὶ τὴν τῶν ἔξω πραγμάτων ἀπῄτουν ἀφήγησιν. ὅθεν ἐκεῖνος ἀρξάμενος ἄνωθεν οὑτωσὶ
10διηγεῖτο. Ὅπλα, φησίν, ἀράμενος ὁ βασιλεὺς Καντακουζηνὸς λή‐ γοντος ἤδη τοῦ πέρυσι θέρους Ματθαίῳ μὲν ἀπῄει τῷ παιδὶ συμμαχήσων, Παλαιολόγῳ δὲ μαχούμενος τῷ γαμβρῷ, Ῥω‐ μαίων μὲν οὐδ’ ἄχρι καὶ εἰς ἑξήκοντα ἐπαγόμενος στρατιώ‐
15τας, Κατελάνων δ’ οὖν καὶ βαρβάρων ὑπὲρ χιλίους. σύνοι‐ κον γάρ τινα κατὰ Ῥωμαίων ἔχων ὑποψίαν ἐκ πολλοῦ πρὸς ἀπέχθειαν ἀνεκλάλητον τοσοῦτον ἐμίσει καὶ ἀπεσείετο σφᾶς ὅσον ἐφίλει τε καὶ προσίετο βαρβάρους. τοσοῦτον δ’ αὖ ἐμισεῖτο σφίσιν ὅσον ἐφιλεῖτο βαρβάροις, ὅτι σχῆμα ποιμένος
20ἀνειληφώς, βαρβάροις λύκοις εἰς προνομὴν ἐτίθει ῥᾳδίαν τὸ ποίμνιον ἑκοντὶ μεθ’ ἡμέραν καὶ νύκτωρ ἀεί, ὡς μὴ μόνον ἐν χρῷ τὸ ἔριον κείρεσθαι, ἀλλὰ καὶ αὐτοῦ γε ἤδη γυμνοῦ‐
σθαι τοῦ δέρματος, μὴ μόνον αὐτῷ τὰς ἀεὶ καινοτέρας τῶν

3

.

178

ἐτησίων φόρων ἐκτιννύντας εἰσπράξεις, ἀλλὰ καὶ βαρβάροις αὐτοῖς διὰ τὰ μέχρι πυλῶν ἀμπελόφυτά τε καὶ σιτοσπόρα χωρία. καὶ οὓς μὲν κατ’ ἐξουσίαν ἀνδραποδιζομένους εἰς πλῆθος ἀπάγεσθαι πρὸς Ἀσίαν· οἷς δὲ διαδρᾶναι τὰ βαρ‐
5βάρων γένηταί τε δεσμὰ καὶ πρὸς ἱερὰ καταφυγεῖν τεμένη Βυζαντίων, τούτοις δὲ τὴν μείζω κόλασιν ἠρτῆσθαι ἐκδιδομέ‐ νοις τε καὶ πληγὰς προσόφλουσι μακράς, ὥσπερ ἐν δράμασι, τὸ παράδοξον τῆς σωτηρίας ἐκείνης ἀγόντων εἰς ἐγκλήματος λόγον τῶν ἡγεμόνων. κἀπειδή, πρὶν αὐτὸν ἐς Ὀρεστιάδα ἀφικέσθαι,
10ἔφθησαν οἱ ταύτης οἰκήτορες ἐκπολεμωθέντες κατὰ Ματθαίου περιεκάθηντό τε καταδιώξαντες ἐς ἀκρόπολιν καὶ ἐπολιόρκουν, τήν τε πορείαν ἐπετάχυνε, καὶ διὰ τῆς ἀκροπόλεως, τοῦ υἱέως ἀνεῳγότος, τὴν βαρβαρικὴν ἐκείνην εἰσενεγκὼν δύναμιν, καὶ ἅμα τῶν οἰκιῶν ἐνίας ἐμπρήσας καὶ ἐκφοβήσας, ῥᾷστα χει‐
15ροῦται τὴν πόλιν, καταπλαγέντων παραχρῆμα τῶν πολιτῶν, καὶ μήθ’ ὁπόσοι μήθ’ ὁπόθεν ἀκριβῶς προσβάλλουσιν οἱ πολέμιοι ξυνιέναι δυναμένων, ἀλλὰ καὶ πολλὰ τῶν ἥκιστα δρωμένων τηνικαῦτα ὑποπτεύειν ἀναγκαζομένων καθ’ ὁπόσα ὁ τῆς ψυχῆς αἰφνίδιος ὑπηγόρευε θόρυβος. τὰς μὲν οὖν ἐκεῖ συμφορὰς
20δακρύσαις ἂν ἀκούσας, ὁπόσαι τηνικαῦτα τοῖς ἁλοῦσι γεγέ‐ νηνται· ἀλλοφύλων γὰρ καὶ ἀσεβῶν οἷς ἡ ταλαίπωρος ἐκείνη πόλις ἡλώκει καθάπαξ ὄντων, ὥρα σοι τὸν τῶν κακῶν ἐν σεαυτῷ συνορᾶν κολοφῶνα.
Ταῦτα τοίνυν ὁρῶντι Παλαιολόγῳ τῷ βασιλεῖ, καὶ ἅμα

3

.

179

συχνὰς ἀκούοντί τε καὶ ὑφορωμένῳ κατὰ τῆς οἰκείας ζωῆς τὰς ἐπιβουλὰς συσκευαζομένας, τῶν ἀναγκαιοτάτων ἔδοξεν εἶναι πρὸς τὸν τῶν Τριβαλλῶν ἡγεμόνα Κράλην περὶ συμμα‐ χίας διαπρεσβεύεσθαι. ἐς γὰρ τοσοῦτ’ ἀσθενείας ῥυῆναι τὰ
5Ῥωμαίων συνερρυήκει πράγματα διὰ τὰς ἐμφυλίους μάχας, ὡς μηδ’ ἔχειν τοὺς ἄρχειν ἐθέλοντας μήτε σφίσιν αὐτοῖς μήθ’ οἳ σφίσιν ὑπείκουσιν ἐν τῷ ἀσφαλεῖ καθίστασθαι τοῦ ζῆν ἀδεῶς, ἐξωτερικῆς βοηθείας ἀπῳκισμένους. ὅθεν καὶ Καν‐ τακουζηνὸς ἐξ ἀντιπάλου τῆς ὁρμῆς πολλαπλασίω μὲν τῆς
10πρὶν ἐξ Ὑρκανοῦ βαρβαρικὴν μεταπέμπεται δύναμιν, πολλα‐ πλασίω δ’ αὖ καὶ αὐτῆς ἐκ τοῦ σύνεγγυς καὶ κατόπιν ἑτέραν παρασκευάζεσθαι παραγγέλλει, δυοῖν θάτερον, ἢ τῇ ἐκ Τρι‐ βαλλῶν συμμαχίᾳ κατὰ τὴν ὁδὸν ἐξαίφνης ἐπιτεθησομένους, τὰ ἔνεδρα προκατειληφότας καὶ τὰς παρόδους πρὶν ἐκείνους αἰ‐
15σθέσθαι, ἢ εἰ μὴ τοῦτο δυνηθεῖεν, ἀλλ’ ἅμα αὐτῷ φθῆναι προκαταλαβόντας Βυζάντιον ἐπ’ ὀλέθρῳ καὶ ἀνδραποδισμῷ παντελεῖ τε καὶ πάσης ἀμύνης ἀμείνονι. κἀπειδὴ χρημάτων ἐν τούτοις ἔδει, μηνύει τὰ ἱερὰ τῶν ἐν Βυζαντίῳ φροντιστη‐ ρίων ἁπάντων κειμήλια, ὅσα τε χρυσῷ καὶ ἀργύρῳ καὶ ὅσα
20λίθοις πολυτελέσι κεκόσμηται, πάνθ’ ἑξῆς ἀθροισθέντα συλ‐ λήβδην χρημάτων ἀλλάξασθαι. εὐπορίας οὖν ἐντεῦθεν αὐτῷ γενομένης καὶ διανομῆς ἐς βαρβάρους, ἐπιστέλλων αὖθις ἠπεί‐ λει περιφανῶς τὰ παγχάλεπα Βυζαντίοις τὰ δ’ αὖ, μὴ σφό‐
δρα Παλαιολόγον εἰσδέχεσθαι βούλεσθαι. “ἦ γὰρ οὐκ ἂν

3

.

180

φθάνοιτε” φησὶ “τοῖς βαρβάροις προδεδομένοι σύν τε αὐτάν‐ δρῳ πάντες ἁπάσῃ τῇ πόλει, μείζους καὶ ἥττους, ἐπισημοί τε καὶ ἄσημοι, ἄνδρες ὁμοῦ καὶ γυναῖκες καὶ ἡλικία πᾶσα. ἴστε γὰρ τοὺς παρὰ τὰς χρυσᾶς καλουμένας τῆς μεγάλης ταυτησὶ
5πόλεως πύλας διπλοῦς καὶ μεγίστους ἐκείνους πύργους ἐμὴν ἐκ πολλοῦ ξυμμιγῆ κεκτημένους ἐξ ἀλλοφύλων φρουρὰν καὶ κεφαλὴν εἰς ἀκρόπολιν ὄντας Βυζαντίων καιριωτάτην, ὡς εἶναί μοι πάνυ τι ῥᾴδιον θᾶττον ἢ λόγος βουληθέντι δι’ αὐ‐ τῶν ἐμπλῆσαι δισμυρίων οὐχ ἥττους Βυζάντιον ὁπλομάχων
10βαρβάρων καὶ πάντας ἄρδην ὑμᾶς ἡβηδὸν διαφθεῖραι, χεῖ‐ ρον ἢ κατὰ τὴν Ὀρεστιάδα ταυτηνί, ἣν τελέως μὲν οὐκ ἀνέ‐ τρεψα, μάτην δ’ οὖν ἱσταμένην ἀφῆκα, φιλανθρωπότερόν τι ποιῶν καὶ συνετώτερον ἢ φιλανθρωπότερον εἰπεῖν ἢ κατ’ ἐκεῖ‐ νον Ἀλέξανδρον τὸν Μακεδόνα. ἐκεῖνος μὲν γὰρ ἐκ θεμε‐
15λίων ἀνέτρεψε Θήβας, μηλόβοτον τῆς Ἑλλάδος καταστήσας τὸν ὀφθαλμόν· ἐγὼ δὲ μνημεῖον καταλέλοιπα συμφορῶν τὰ τῆς πόλεως τείχη κενωθείσης δι’ εὐήθειαν οἰκητόρων, πόλε‐ σιν ἄλλαις μόνον οὐχὶ δι’ ἐρήμων τῶν οἰκοπέδων βοῶντα μὴ δρᾶν τὰ αὐτά, ἵνα μὴ τοῖς αὐτοῖς περιπαρῶσι κακοῖς. θυ‐
20μὸς γὰρ βασιλέως ὀξύτητι φιλαρχίας ἐρεθιζόμενος πηδάλιον ἔχειν ἥκιστα δύναται.” ταῦτ’ ἔλεγε, καὶ τοῖς λόγοις ἡ τῶν ἔργων εἵπετο παρασκευή. πέμψας γὰρ βαρβάρῳ κρύφα μη‐
νύει τῷ Ὑρκανῷ δισμυρίους τὴν ταχίστην ὁπλίτας παρασκευά‐

3

.

181

σαι. ἐπίδοξον γὰρ ὑπάρχειν ἐσβάλλειν εἰς Θρᾴκην στρατὸν Τριβαλλῶν Παλαιολόγῳ τῷ βασιλεῖ συμμαχήσοντα. εἶναι δ’ οὖν ἀναγκαῖον κἀμέ φησι κατόπιν ξύν γε τῷ βαρβαρικῷ ἐπι‐ όντα στρατῷ διὰ τῶν χρυσέων τε εἰσιέναι πυλῶν εἰς Βυζάν‐
5τιον εὐθὺς καὶ πᾶσαν αὔτανδρον ἄρδην ἐκτρῖψαι τὴν πόλιν, ὡς εἰ μή γε ἐμέ, ἀλλ’ οὖν μήτ’ αὐτὸν βασιλεύειν ἔτι, μήτ’ οἷς βασιλεύεσθαι τοῦ λοιποῦ χρεὼν εἶναι· καὶ οἷς δ’ αὖ διαδρᾶναι τὸν κίνδυνον δήπουθεν γένοιτο, καὶ τούτοις δ’ εἶναι σοῖς ὑποχειρίοις.”
10 Τούτων δ’ οὕτω παρεσκευασμένων, οὐ πολλαῖς ὕστερον ἡμέραις ὀλίγους ὄντας ὁ Καντακουζηνὸς διὰ τῶν ἡμεροσκό‐ πων μεμαθηκὼς καὶ μόλις ἐς τετρακισχιλίους τὸν ἀριθμὸν τούς γε εἰς ξυμμαχίαν ἰόντας Τριβαλλῶν στρατιώτας Παλαιο‐ λόγῳ, μεταπέμπεται λάθρᾳ ξύν γε σπουδῇ τὴν βαρβαρικὴν
15τοῦ Ὑρκανοῦ δύναμιν ἐμπαράσκευόν τε καὶ μάλα τι εὔοπλον περὶ Λάμψακον ἐφεδρεύουσαν, ἄχρι καὶ ἐς δυοκαίδεκα χι‐ λιάδας. οἳ δὴ καὶ τὸν Ἑλλήσποντον διαβάντες πρὶν αἰθέ‐ σθαι Τριβαλλούς, ἅμα τῷ πλησίον ἐς Διδυμότειχον ἥκειν ἐπεισ‐ πίπτουσιν ἐξαίφνης ἀόπλοις, πρὶν τὸν ἐκ τῆς ὁδοῦ μόχθον
20γοῦν ἀποτινάξασθαι. καὶ τοὺς μὲν ἀπέκτειναν τοὺς δ’ ἐζώ‐ γρησαν, καὶ ἅμα πᾶσαν ἐκεῖθεν ἤλασαν λείαν ἵππων τε καὶ ἁρμάτων πολυτελῶν εἰς Ἀσίαν ἀπονητί. τῶν γὰρ Θρᾳκικῶν
τόπων παντάπασιν οὖσιν ἀήθεσι τοῖς Τριβαλλοῖς, καὶ ἅμα

3

.

182

ἀπείρως ἔχουσι τῶν βαρβαρικῶν ἐξαίφνης ἐφόδων, τοιαῦτα παρὰ πᾶσαν ἐλπίδα ξυνεπεπτώκει παθεῖν, Διδυμοτείχου στα‐ δίους οὐ μεῖον ἀπέχουσιν ἢ τριάκοντα. Ταῦτα πᾶσαν Παλαιολόγῳ συνέτριψε κίνησιν λογισμῶν
5ἀκουσθέντα, καὶ πᾶσαν ἀφῄρηται σώζουσαν προσδοκίαν. ἔτυχε γὰρ ταῖς ἀστυγείτοσι τηνικαῦτα πόλεσι χρείας ἡστινοσοῦν ἐν‐ διατρίβων ἄλλης ἕνεκα· τῇ δ’ ὑστεραίᾳ εἰς Διδυμότειχον ἐπανήκων νόσῳ τινὶ περιπίπτει διὰ τὴν λύπην. ἧς καὶ βραχὺ μετὰ μῆνα ῥαΐσας, ᾤχετο ἀπιὼν ἐς παράλιον πόλιν Αἶνον
10αὐτὴν καλουμένην. ᾗ καὶ αὐτῇ μικρὸν ἐνδιατετριφώς τινα χρόνον, ἄπεισι κἀκεῖθεν διαπόντιος ἐς Λῆμνον τὴν νῆσον, ἐν νῷ ἔχων ξυμμῖξαι παραπλεύσας καὶ πατριάρχῃ τῷ τῆς Ἀλε‐ ξανδρείας, πρὸ βραχέος καὶ αὐτῷ καταπεπλευκότι ἐς Ἄθω τὸ ὄρος. Γρηγόριον δὲ καὶ τοῦτον ὁμωνύμως ἐκείνῳ φασὶ κε‐
15κλῆσθαι τῷ πάνυ κοσμίως τοὺς πατριαρχικοὺς τῆς Ἀλεξαν‐ δρείας οἴακας ἰθύναντι πρότερον, οὗ τῆς σοφῆς ὁμιλίας ἀπο‐ λελαυκέναι κἀμοὶ τετύχηκεν ἱκανῶς, ὁπότε τῆς πατρίδος ἔκδη‐ μος γεγονὼς ἐγὼ περιῄειν Αἴγυπτόν τε καὶ Ἀραβίαν, ὥς γέ μοι καὶ πρότερον εἴρηται. ἐκείνου μέντοι μετά τινα τελευ‐
20τήσαντος χρόνον τοῦτον ἐτετυχήκει τοῦ θρόνου γενέσθαι διά‐ δοχον, νῦν δ’ ἀπεστάλθαι πρεσβείαν Ῥωμαίων κομίζοντα βα‐ σιλεῖ πρὸς τοῦ τῆς Αἰγύπτου καὶ Ἀραβίας ἡγεμόνος ἁπάσης. μετὰ μέντοι τὴν ἐκεῖθεν ἀκηκοὼς ἔξοδον τὰ Ῥωμαίων συγκε‐
χύσθαι πράγματα καὶ στασιάζειν ἐφ’ ἑαυτὰ περὶ τῆς ἀρχῆς,

3

.

183

διατριβήν τινα κέκρικε διδόναι δεῖν τῷ πλῷ μεταξύ, μέχρις ἂν ἐναργέστερον γνῷ ὁποτέρῳ δυοῖν μαχομένοιν τοῖν βασιλέ‐ οιν ἐς τἀσφαλὲς περιήκει τὰ τῆς ἀρχῆς, ὡς μὴ ἀβέβαιόν τε καὶ ἀνεμιαῖον τὸ τῆς πρεσβείας εἴη γιγνόμενον πέρας αὐτῷ.
5πρόσεσχε μὲν οὖν Κύπρῳ πρῶτον ἐξ Αἰγύπτου, ἔπειτ’ ἐς Κρήτην ἐκεῖθεν κατέπλευσε, πλεῖστον ἑκατέραις ταῖς νήσοις χρόνον ἐνδιατετριφὼς διὰ τὸ μήπω Ῥωμαίοις πεπαῦσθαι τὰς περὶ τῆς ἀρχῆς ἔριδας. Κόρου δ’ ἤδη ὑποπιμπλαμένῳ τῆς ἐν θαλάττῃ διαίτης,
10δέδοκταί οἱ Ῥωμαίων ὅροις ἔγγιστά που γενομένῳ δυοῖν ἕνεκα βέλτιον εἶναι, ἑνὸς μὲν ἵν’ ἐγγύθεν τὸ τῶν ὑποθέσεων ἔχοι μᾶλλον μανθάνειν ἀκίβδηλον, ἑτέρου δ’ ἵν’ ὅπως ποτὲ παυ‐ σαμένης τῆς ἔριδος, καὶ δυοῖν ἑνός τινος βασιλέοιν ἀθόρυβον ἑαυτῷ τὴν ἀρχὴν καταστήσαντος, αὐτίκα μάλα καὶ αὐτὸς ἐκ
15τοῦ σχεδὸν τὴν πρεσβείαν περαίνοι. ἄρτι τοίνυν τοῦ πέρυσι τελευτῶντος θέρους ἄρας ἐκ Κρήτης πλήρεσιν ἧκεν ἱστίοις ἐς Ἄθω τὸ ὄρος, ἐν μεθορίῳ φάναι δυοῖν ἀρχαῖν, Τριβαλῶν δηλαδὴ καὶ Ῥωμαίων. ὅθεν ἀκούοντι πάλαι Παλαιολόγῳ τῷ βασιλεῖ ὡς πανταχῇ καὶ νήσων καὶ ἠπείρων, καὶ ὅπῃ περ
20ἂν τύχοιεν ἄποικοι Ῥωμαίων διεσπαρμένως τε καὶ κατὰ κώ‐ μας καὶ πόλεις ὑπ’ ἀλλοφύλοις ἔθνεσι διαιτώμενοι, τὸ τούτου μόνου καὶ ἥκιστα Καντακουζηνοῦ ταῖς δημοσίᾳ σφίσι τελου‐ μέναις ἱεραῖς ὑμνῳδίαις συμπεριάγοιεν ὄνομα δι’ εὐφήμου τῆς
μνήμης κατὰ τὸ πάλαι κρατῆσαν ἔθος τῇ μητροπόλει τῶν

3

.

184

ὀρθοδόξων, δι’ ἐφέσεως ἦν ὁμιλῆσαι καὶ τῷδε τἀνδρί, καὶ τοῦτ’ αὐτὸ μαθόντι πρῶτον ἔπειτ’ ἐρέσθαι καὶ ὅτι βούλοιτο οἱ τὰ τῆς πρεσβείας, καὶ πρός γε ὅσα τοῖς τοιούτοις ἕποιτ’ ἄν, διὰ δὴ ταῦτά οἱ καὶ εἶναι συντεθειμένον ἀκήκοα τὸν Ἄθω
5παραπλεόντι καὶ παρὰ τὸν τοιοῦτον ὁδοῦ πάρεργον ἄνδρα ἀφῖχθαι. Τούτων δ’ οὕτω φερομένων ἥκει τις ἐκ Θεσσαλονίκης τά τε ἄλλα ἀγγέλλων, καὶ ὅτι βιαίως ἐκ πολλοῦ καὶ λίαν πι‐ κρῶς ἀπορραγῆναι μὲν κινδυνεύει τοῦ ζῆν Παλαμᾶς, οὐκ
10ἀπορρήγνυται δέ, ἀλλὰ κεῖται παρειμένος καὶ χείρω πάσχων μυρίων θανάτων. ἐξωγκῶσθαι γὰρ αὐτῷ τὴν γαστέρα φασὶ ἐς τὸ πάνυ τι ὑπερβάλλον, καὶ ἅμα παρεῖσθαι χεῖρας καὶ πόδας, ὡς μικρὰ ἢ μηδὲν πλὴν τοῦ ἀναπνεῖν διαφέρειν τῶν λίθων εἰς τὸ ἀκίνητον. ἐκφραγέντων δ’ αὐτῷ καὶ τῶν τῆς
15κοιλίας ἐντέρων, καὶ ἐς τὸ ἄνω ἐστραμμένων, διὰ τοῦ θώ‐ ρακος αὖθις κατὰ παλίρροιαν Εὐρίπου δίκην ἀναφέρειν ἐς τὸ στόμα καὶ ἀποπέμπειν ἐκεῖθεν ἀναγκαζομένην τὴν φύσιν τὸ τῆς γαστρὸς κοπρῶδες περίττωμα πᾶν, καὶ γίνεσθαι τέως ἀντὶ τῆς ἕδρας τῇ φύσει τὸ στόμα διακονούμενον ἐς τὰς τῆς
20γαστρὸς δυσώδεις κηλῖδας. Ὁρᾷς, ὦ φίλτατε Ἀγαθάγγελε, πῶς ἄνωθεν ἡ θεία τα‐ λαντεύει δίκη τὸ χρεὼν κἀπὶ τῷδε τἀνδρί, ἵνα τὸ τῆς ἀφα‐
νοῦς ψυχῆς δυσῶδες, ὡς ἔοικε, δῆλον κἀκ τῆς αἰσθήσεως

3

.

185

ἅπασι γένοιτο, καὶ δίκην τὸ ἀκόλαστον ἐκεῖνο καὶ βλάσφημον στόμα μετὰ τῆς γραφούσης παράσχοι χειρὸς ἐνταυθοῖ, πρὶν ἐς τὴν ἀΐδιον ἐκείνην ἀπενεχθῆναι κόλασιν, καὶ δῆλα κἀκ τῶν ἐνθένδε προοιμίων τὰ τῶν μήπω δήλων ἅπασι κακῶν
5ἐφόδια πρὸς δημόσιον φῶς καταστῇ τῷ βεβήλῳ τούτῳ μᾶλ‐ λον ἢ κατ’ ἐκεῖνον τὸν τῆς μανίας ἐπώνυμον Ἄρειον, ὃς τῶν τῆς γαστρὸς ἀπορρήτων τὴν κένωσιν κάτω διὰ τῆς ἕδρας παρέπεμψεν. ἐκεῖνος γὰρ κατὰ φύσιν ἡμαρτηκὼς καὶ διὰ τῶν κατὰ φύσιν μορίων ἐνταῦθα τὴν δίκην ἔτισεν, οὗτος δ’ ὑπερόρια
10πάσης φύσεώς τε καὶ ἐπιστήμης εἰς θεὸν βεβλασφημηκὼς τερα‐ τώδη τινὰ καὶ παρὰ φύσιν ὡς τὸ εἰκὸς καὶ μακροτέραν δί‐ δωσι τὴν δίκην. ὑφειμένον μὲν γὰρ κἀκεῖνος τὸν υἱὸν καὶ λόγον εἰπὼν τοῦ θεοῦ καὶ τῶν ἀσωμάτων ἀγγέλων ὑπέρτερόν τε καὶ δημιουργόν, σωματικοῖς ὅμως ὁρατὸν ὀφθαλμοῖς οὐ
15δεδύνηται φάναι. τὸν γὰρ ὑπὲρ τοὺς ἀγγέλους καὶ τῶν ἀγ‐ γέλων προαγωγέα, τῶν ἀγγέλων καὶ τῶν ψυχῶν τὸ ἔλαττον ἔχειν οὐκ εἶχε νοεῖν· φύσιν γὰρ εἶναι τοῖς ἀσωμάτοις ἅπα‐ σιν οἶδεν ἥκιστα πάντων σωματικοῖς ὀφθαλμοῖς ὁρατήν, πλὴν εἰ μὴ συγκαταβάσεως οἰκονομίᾳ χρώμενος διαφόρους ἐπιφα‐
20νείας σχηματίζει θεὸς κατά γε τοὺς τῆς ἀπορρήτου προνοίας τρόπους, ὡς οἵ τε θεῖοι τῆς ἐκκλησίας πατέρες ἄνω καὶ κάτω διαρρήδην βοῶσι, καὶ ἡμεῖς ἀνωτέρω πολλαχῇ τε καὶ πολλά‐
κις ἐκείνοις ἑπόμενοι διεξήλθομεν. οὗτος δὲ μετὰ τοῦ ὑφει‐

3

.

186

μένου καὶ ἀσώματον αὐτὸ καὶ ἀνούσιον λέγων φῶς, σωματι‐ κοῖς ὀφθαλμοῖς εἶναί φησιν ὁρατόν, πρᾶγμα μήτε τῇ φύσει μήτε τοῖς τῆς ἐπιστημονικῆς γνώσεως λόγοις χωρεῖσθαι δυ‐ νάμενον. κἀκεῖνος μὲν καὶ κτίσμα φήσας ὅμως ὁρατὸν οὐκ
5ἐτόλμησε φάναι, μήτε τῆς φύσεως μεμνημένος μήτε τῆς ἐπι‐ στήμης μηδαμῇ συγχωρούσης ἀσωμάτου κτίσματος οὐσίαν εἶναί ποτε φαινομένην σωματικοῖς ὀφθαλμοῖς. οὗτος δὲ καὶ ἄκτιστον λέγων, ὃ μᾶλλον ἐκείνου φεύγει τὴν ὅρασιν, ὁρατὸν ὁ πάντα ἄτοπος καὶ ἀμαθὴς ἀπεφήνατο· ὃ γὰρ ἄκτιστον, ἀόρα‐
10τον, οὐ μὴν ὃ κτιστὸν ... ὁρατόν· κτίσμα γὰρ ὄντες καὶ ἄγγε‐ λοι καὶ ψυχαὶ καὶ τά γε τοιαῦτα ἥκισθ’ ὁρᾶσθαι τῇ φύσει δύνανται. καὶ τό γε μεῖζον ὅτι καὶ ἀνούσιον ὁ ἀνόσιος ἐκεῖνο καθ’ αὑτὸ προσειπὼν τὸ φῶς οὐ ξυνῆκεν ὅτι μάλιστα πάν‐ των καὶ δι’ αὐτό γε τουτὶ πρὸς τὸ μὴ εἶναι χωροῦν ἀόρα‐
15τον ἔτι μάλιστα πάντων ἐστί. διὸ καὶ τὰ παρὰ φύσιν ἐκεῖνα καὶ τερατώδη πεπονθὼς καὶ αὐτὸς ἐνταυθοῖ, βιαίως ἀναπόμ‐ πιμον ἀπορρῆξαι βιάζεται μὲν τὴν δυσώδη ψυχὴν εἰς τὴν βίαιον ἐκείνην καὶ ἀπέραντον κόλασιν, οὐκ ἀπορρήγνυσι δὲ τοῦ θεοῦ προμηθουμένου καὶ καιρὸν ἴσως αὐτῷ μετανοίας
20διδόντος, ὡς ἂν εἰ μὴ μέχρι νῦν, ἀλλὰ νῦν γοῦν ἡμιθανῆ καὶ ἡμίτομον ὁρῶν ἑαυτόν, μᾶλλον δὲ τῷ πλείονι τοῦ σώμα‐ τος μέρει βιαίως καὶ διὰ μάλα μακρῶν ἤδη τῶν χρόνων ῥηγ‐ νύμενον, καὶ ὃ ζῇ πρὸς αἰσχύνην ζῶντα, καὶ τὸν τῆς αὐτοῦ
κακίας ἔλεγχον πᾶσι κατάδηλον παρεχόμενον, ὁ ταλαίπωρος

3

.

187

αἴσθοιτο πόσου χειμῶνος τὴν ἐκκλησίαν ἐμπέπληκεν. ὡς ἐκ τῶν τελευταίων ἐμφάσεων καὶ συμβόλων ἔχειν ἅπαντά τινα τεκμαίρεσθαι ἤδη τῆς τε ἀσεβείας ἑκατέρου τὸ ὑπερβάλλον ἧς ἀνὰ μέρος ἑκάτερος ἑκατέρῳ κεκοινωνήκεσαν ἐνταυθοῖ, καὶ
5ἅμα τῆς τεταμιευμένης ἑκατέρῳ φλογὸς ἐς τὸ μέλλον, ἣ κατὰ τὸ ἀνάλογον ἑκατέροις ἐκεῖ τεθησαύρισται. Ἀρείῳ μὲν γὰρ ἡ τῆς ἐνταῦθα κολάσεως ἔνδειξις πλέον εἶχε τοῦ κολάζοντος τὸ φειδόμενον, Παλαμᾷ δὲ πλέον τοῦ φειδομένου μακρῷ τὸ κολάζον. τῷ μὲν γὰρ ἡ τῶν σπλάγχνων κένωσις φθάσασα
10τὴν τοῦ δράματος αἴσθησιν ἄπρακτα μένειν τὰ τῆς ὀδύνης ἐπεπράχει βέλη, πρὸς τέως ἀναισθητοῦν ἐρειδόμενα σῶμα· τῷ δ’ ἡ μετ’ αἰσχύνης δριμύτης ἐκείνων τῶν πόνων, εἰς ὁμό‐ νοιαν τοῖς Ἰούδα κιρνῶσα παθήμασιν, ἐπ’ ἴσης ἐκείνῳ καὶ τὴν τῶν μελλόντων αἰωνίων δεινῶν προεζωγράφησεν ἕνωσιν.
15ὡς εἰκάζειν εἶναι ἐντεῦθεν, μᾶλλον δ’ οὐκ εἰκάζειν ἀλλ’ εἰδέ‐ ναι, μακρῷ τινὶ μείζω τεταμιεῦσθαι Παλαμᾷ τὴν κολάσουσαν ἔκτισιν ἢ κατὰ τὸν δυσσεβῆ τῆς μανίας ἐκεῖνον ἐπώνυμον Ἄρειον. Εὖ λέγεις. ἄρτι δὲ τὰς ἠρινὰς τοῦ ἡλίου τροπὰς πα‐
20ραλλάττοντος καὶ τοῦ Καντακουζηνοῦ τῇ Ὀρεστιάδι ἐνδιατρί‐ βοντος ἔτι, αἰφνίδιον ὁ Παλαιολόγος ἐπιφαίνεται περιπλέων τὸν περὶ τὸ Βυζάντιον πορθμὸν λέμβοις ὁμοῦ καὶ μονήρεσι καὶ
διήρεσιν ὀκτωκαίδεκα καὶ τριήρει μιᾷ· ὃ καὶ μακρὰν τῷ Καν‐

3

.

188

τακουζηνοῦ τὴν δειλίαν ἐνεποίησε μέρει. ἧκε γὰρ ἐλπίσας, ὡς φασί, ῥᾳδίαν αὐτῷ τὴν εἰς Βυζάντιον εἴσοδον ἔσεσθαι πρὸς τινῶν κρύφα διαμηνυσαμένων αὐτῷ πρὸ βραχέος τὸ τοῦ συν‐ θήματος δρᾶμα. ἐπεὶ δ’ ἡ βασιλὶς Εἰρήνη διανέστη τε πα‐
5ραχρῆμα καὶ δραστικώτερον ἢ κατὰ γυναικείαν φύσιν δια‐ νοησαμένη τὰς πανταχόθεν ὑποπτευομένας εἰσόδους τάχιστα ἠσφαλίσατό τε καὶ τῶν ὑποπτευομένων ἔτι προσώπων ἐντὸς Βυζαντίου τὰς ὁρμὰς ἀνέστειλε πάνυ ταχείαις χερσίν, ἄπρακ‐ τον αὐτὸν ἐν τρισὶν ἡμέραις ἀπελθεῖν ἐπεπράχει. δέκα με‐
10ταξὺ παρῆλθον ἡμέραι, καὶ ἄρας ὁ Καντακουζηνὸς ἐξ Ὀρε‐ στιάδος ἧκεν εἰς Βυζάντιον διὰ ταῦτα. καὶ ὕποπτον ἔχων ἐκ πολλοῦ τὸν πατριάρχην πολλῶν τε ἄλλων ἕνεκα καὶ τῆς πρὸς Παλαιολόγον μάλιστα φιλίας καὶ ὁμοφροσύνης, σοφὸν εἶναί οἱ νενόμισται πεῖραν καὶ νῦν εἰληφέναι τῆς γνώμης
15αὐτοῦ. πέμψας οὖν ἤρετο εἰ χρὴ ταῖς τῶν στρατιωτῶν καὶ τῶν ἄλλως ἐχόντων συγκλητικῶν εἴξαντα βίαις τήν τε ἀνα‐ γόρευσιν τοῦ υἱέως ἐνδοῦναι Ματθαίου γενέσθαι, καὶ ἅμα τῷ τοῦ γαμβροῦ Παλαιολόγου ἀμνημοσύνην. ὃ δ’ οὐδ’ ἄκροις ἠνέσχετο δέξασθαι τοῖς ὠσίν, ἀλλὰ τραχυτέροις τε ἀπεώσατο
20λόγοις, καὶ ἅμα ἐς τὴν ὑστεραίαν τοῦ πατριαρχείου ἐξίστα‐ ται· καὶ αὐτὸς μὲν ἐν τῇ τοῦ Ἀθανασίου καταλύει μονῇ, τὰ δὲ σκευοφόρα ἐς τὴν τοῦ ἁγίου Μάμαντος ἀπεφορτίζοντο μονήν, ἣν πρὸ τεττάρων ἐνιαυτῶν σφετερίζεται. βραχὺς ἐκεῖ‐
θεν ἐρρύη χρόνος, καὶ Ματθαῖος ὁ τοῦ Καντακουζηνοῦ υἱὸς

3

.

189

ἐπ’ ἀσπίδος βασιλεὺς ἐν παλατίῳ Ῥωμαίων ἀναγορευέται. καὶ τὸ ἔαρ ἐν τούτοις ἐτελεύτα. Τοῦ δὲ θέρους ἤδη μεσοῦντος πολλή τις ἑκατέρωθεν αὖ‐ θις συνεκροτήθη σπουδὴ τοῖς Λατίνοις πρὸς διαποντίων πο‐
5λέμων παρασκευάς. οἱ μὲν γὰρ Κατελάνοι ἐκ τε οἰκείων χρημάτων καὶ ὧν τηνικαῦτα Βενετικοὶ χαρίζονται σφίσι τετ‐ ταράκοντα τριήρεις ὁπλίζουσιν. εἰώθεσαν γὰρ ἐκ πολλοῦ Βενετικοὶ δι’ ὀλιγανδρίαν περὶ χρημάτων ἅπαν ἐνδείκνυσθαι σπούδασμα συλλογήν, ὧν ἕνεκα καὶ πολλὰ τῶν εὐτελεστέρων
10ἀδικημάτων ἑκοντὶ παρατρέχουσι τε καὶ φέρουσιν ὑπομένον‐ τες ἔκ τε ὁμοφύλων καὶ ἀλλοφύλων γενῶν ὑπέρ γε τοῦ μὴ πρὸς δημοσίας καὶ ὑπαιθρίους ῥυῆναι μάχας, μηδὲ πρόφασιν παρεισδῦναί τινα συγκεχωρηκέναι μεταξὺ διακόπτουσαν τὴν τῶν ἐξ ἐμπορίας παντοδαπῆς ἐτησίων κερδῶν συλλογήν. καὶ
15οὕτως ἀεὶ τοὔλαττον συγχωροῦντες καρποῦνται τὸ μεῖζον, ὡς γένος εἶναι Λατίνων σχεδὸν οὐδὲν ὃ τοσαύτην ἔχει χρη‐ μάτων ἐντεῦθεν δαψίλειαν. ὅταν δ’ εἰς ἐμφανῆ βιασθέντες ὁθενοῦν καταστῶσι τὴν μάχην, εὐθὺς ἀφειδούσῃ χειρὶ χρη‐ μάτων παμπόλλων ὠνοῦνται τὰς τῶν ἀστυγειτόνων τοῖς ἀντι‐
20πάλοις γνώμας καὶ ὅσοι περιόικοι, καὶ ῥᾷσθ’ οὑτωσὶ πρὸς συμμαχίαν μεθέλκουσιν ἑαυτῶν ὁπόσους τε καὶ οἵους ἂν ἐθέλοιεν. καὶ οὕτω μεγίσταις ἢ κατὰ πάντας ἄλλους τῶν νῦν δυνάμεσιν ναυστολοῦντες κατατροποῦνται τοὺς ἐναντίους. τὸν
δὴ τοιοῦτον καὶ νῦν τρόπον ᾠκειώσαντο μὲν Ῥωμαίους ἔχον‐

3

.

190

τας καὶ αὐτοὺς ἰδίας προφάσεις τῆς μάχης κατὰ Γεννουιτῶν, ὡς ἐν τοῖς ἀνωτέρω βίβλοις ἡμῖν πολλάκις τε καὶ πολυτρό‐ πως εἴρηται, ᾠκειώσαντο δὲ Κατελάνους ἔχοντας καὶ αὐτοὺς ἰδίας ὁμοίως τῆς μάχης προφάσεις κατὰ Γεννουϊτῶν, ὡς εἰ‐
5ρήσεται. Νῆσος γάρ ἐστι μεγάλη καὶ πολυάνθρωπος καλουμένη Σαρδώ, παρὰ τὸ Τυρρηνικὸν ἀνειμένη πέλαγος, ὄρη μὲν πλου‐ τοῦσα μακρὰ καὶ ἅμα ποταμοῖς ἀρδομένη παντοίοις, πόλεσι δὲ καὶ κώμαις εὐθηνουμένη πολλαῖς, ὁπόσαι τε μεσόγειοι καὶ
10ὁπόσαι παράλιοι· ἀκταί τε αὐτὴν καὶ λιμένες περιχορεύουσι καὶ κόλποι πολυειδεῖς. αὕτη πολύν τινα χρόνον ὑπὸ Κατε‐ λάνοις ἐτέλεσέ τε καὶ ἤδη τῷ πλείονι μέρει τελεῖ. νῦν δ’ ὀλίγῳ πρότερον δόλοις λαθραίοις φρούρια δύο κατέσχον οἱ Γεννουῖται αὐτόθι, πρὶν αἰσθέσθαι τοὺς ἐγχωρίους. τοῦτο
15Κατελάνοις γνωσθὲν οὔτε φορητὸν καὶ κομιδῇ νενόμισται βαρύ. διὸ καὶ οὕτω δυσμενῶς πρὸς ἐκείνους διακειμένοις, πρὸς τὴν ἑαυτῶν ἑτοίμοις συμμαχίαν ἐνέτυχον σφίσιν οἱ Βε‐ νετικοὶ κατὰ τὸ μάλα τι καίριον. Κἀπειδή περ, ὡς ἔφημεν, τετταράκοντα τριήρεις τοῖς
20Κατελάνοις δυνάμεως ἁπάσης ὁπλιτικῆς πεπλήρωνται, τῶν βελτίστων ἔδοξε διαβᾶσι πρότερον ἐκεῖνα σφίσιν αὐτοῖς ἐξ ἐφόδου τὰ φρούρια περιποιήσασθαι, ἅπερ ἐν Σαρδοῖ τῇ
νήσῳ πρὸς τῶν Γεννουϊτῶν, ὡς εἰρήκειμεν, ἐζημίωνται. τού‐

3

.

191

των δ’ οὕτω γινομένων καὶ ὁ Γεννουϊτικὸς στόλος, πέντε καὶ ἑξήκοντα τριήρεσι τὸ οἰκεῖον πληρῶν ἐπίνειον, τὸν ἐπίπλουν ἐκαραδόκει τῶν πολεμίων. ἐπεὶ δ’ ἠκηκόει τούτους ἐς τὴν Σαρδὼ καταπεπλευκέναι, πέμπουσιν ἐς κατασκοπὴν ταχυναυ‐
5τοῦσαν μίαν τριήρη· κἀπειδὴ τάχιστα ἐπανῆκε τεσσαράκοντα μόνας ἀπαγγέλλουσα τὰς τῶν ἐναντίων εἶναι τριήρεις (τὰς γὰρ τῶν Βενετικῶν τριάκοντα οὔπω τεθέαται, πρός τινι κόλπῳ τὴν ἐφεδρείαν ἐγγύς που τελούσας ἑτέρῳ, ὧν ὁ Νικόλαος ἦρχε Πισσαῖος), ἄραντες μετὰ πολλῆς τῆς ὀφρύος καὶ σεσοβημέ‐
10νου τοῦ ἤθους καὶ τοῦ φρονήματος, εὐθὺ τῶν πολεμίων ἐχώ‐ ρουν πολλοὶ πρὸς ὀλίγους. ἀλλὰ πρὶν ἀφικέσθαι, λαθὼν ἐκεῖνος ὁ τοῦ Βενετικοῦ στόλου ναύαρχος ἔφθη μιᾷ προειλη‐ φὼς ἡμέρᾳ τὸν Γεννουϊτικὸν στόλον, καταίρων τε ἐς τὸ Σαρδῷον καὶ αὐτὸς ἐπίνειον ἐκεῖνο, καὶ ξυμμιγνὺς τοῖς Κατελάνοις σὺν αἷς
15εἰρήκειμεν τριάκοντα τριήρεσι μεγάλαις τε καὶ μάλα γε λαμ‐ προῖς καὶ πολλοῖς τοῖς ὅπλοις βριθούσαις. κἀπειδήπερ εἰς τὴν ὑστεραίαν ἐπιόντες οἱ Γεννουῖται ἑβδομήκοντα παρὰ πᾶσαν ἐθεάσαντο προσδοκίαν τὰς τῶν ἐναντίων τριήρεις, ἐς πολλὴν ἐνέπιπτον ἤδη δειλίαν. καὶ πόρρωθεν ἐν μέσῳ πελάγει βρα‐
20χύ τι ἀνακωχεύσαντες, ὅπως ἂν διάθοιντο τὴν ναυμαχίαν ἐσκοποῦντο καθ’ ἑαυτούς. καὶ ἔδρων τὰ δεδογμένα εὐθύς. δεσμοῦσι μὲν γὰρ σειρᾶς δίκην ἀλλήλαις ἀλλήλας τὰς πλείους ἑαυτῶν τριήρεις ὑπὲρ τοῦ μὴ τῇ διεχείᾳ καὶ τῷ σκεδασμῷ διδόναι πάροδον ταῖς πολεμίαις ναυσί, μηδ’ ἔχειν ἐκ τοῦ
25ῥᾴστου φυγομαχεῖν τοὺς οἰκείους· ἐξαιροῦσι δ’ αὖ τῶν ἐρε‐

3

.

192

τικῶν ἐκ μέσων ἐνίας καθέδρας, ἵν’ ὡς ἐν ἐπιπέδῳ τὴν μά‐ χην ποιῶνται καὶ ἀκωλύτους τάς τε ἐξελάσεις καὶ ἐπελά‐ σεις καὶ τὰς παρόδους ἔχωσιν. Ἐν τούτοις δ’ ἀσχολουμένων αὐτῶν θόρυβος ἐξ ἀπο‐
5γείων πνευμάτων ἐξαίφνης ἐγείρεται, τοῖς μὲν Κατελάνοις ἅμα καὶ Βενετικοῖς ἀπὸ πρύμνης, τοῖς δὲ Γεννουίταις οὖσι πελα‐ γίοις ἀντίπρωρος. καὶ μὲν δὴ λοιπὸν τὰ τῶν ἐκεῖσε τηνι‐ καῦτα καταχθεισῶν ὁθενδήποτε μεγάλων τεττάρων ὁλκάδων ἱστία πετάσαντες οἵ τε Κατελάνοι καὶ Βενετικοὶ τοῖς πολε‐
10μίοις ἐχώρουν ὁμόσε, ἐξ οὐρίας ποιοῦντες τὸν πλοῦν· εἵπετο δ’ ὁμοῦ καὶ ὁ στόλος ἅπας, τοῖς πολεμικοῖς ὀργάνοις τερπό‐ μενοι καὶ τὰς τῶν ὁπλομάχων ψυχὰς πρὸς τὸ ἀκμαιότερον ἐρεθίζοντες. ὅθεν τὰς μὲν εὐθὺς ἐς βυθὸν κατέδυσαν ὥσπερ καταπατηθείσας ὑπὸ τῶν ὁλκάδων, τὰς δ’ ἐζώγρησαν. καὶ
15οὕτως ἐν βραχεῖ τρόπαιον σχεδὸν ἀναίμακτον ἔσχον, ὑπέρτε‐ ροι παντάπασιν τοῦ Γεννουϊτικοῦ γενόμενοι στόλου παντός, πλὴν ὅσαι φυγάδες ἔφθησαν γεγονυῖαι ταχυναυτοῦσαι τριή‐ ρεις ὀκτωκαίδεκα. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον, καὶ τὸ θέρος ἐν τούτοις ἐτελεύτᾳ.
20 Καὶ μὲν δὴ ἐς τοῦτο κατενεχθέντων τύχης τῶν κατὰ Γέννουαν πραγμάτων, καὶ μηδὲν ἔτι τῶν ταύτην οἰκούντων ἔνοπλον ἔργον δρᾶν δυναμένων, ἄρδην ἁπάντων σχεδόν, ὡς
εἴρηται, ἐφθαρμένων ἤδη καὶ ὅπλων καὶ ἀνδρῶν ὁπλομάχων

3

.

193

καὶ ὅσα τῶν ἐδωδίμων, καὶ δείσαντες μὴ τοῖς πολεμίοις ἐκ τοῦ ῥᾴστου καταστάντες ἁλώσιμοι τὸν ἐπάρατόν τε καὶ αἴσχιστον οἱ περιλειφθέντες ὀφλήσωσιν ὄλεθρον αὐταῖς γυναιξὶ καὶ παισὶ καὶ πόλει τῇ πάσῃ, κατ’ ἀλλήλων τε ἐστασίασαν, δια‐
5φόρων καὶ ποικίλων αὐτοῖς βουλευμάτων ἀναφυέντων καὶ σφόδρα ἀσυμφώνων ἀλλήλοις, καὶ ἅμα πάντα ἀνέτρεψαν ἐν βραχεῖ τὰ πάλαι τῆς πολιτείας ἑαυτῶν νόμιμα, τοῖς ἀστυ‐ γείτοσιν ἑαυτοὺς ἑκοντὶ παραδόντες ὑποχειρίους, τοῦ μείζονος κακοῦ τὸ κουφότερον ἀνθελόμενοι. ἀστυγείτονας δέ φημι οἳ
10τὰς ὑπὲρ κεφαλῆς αὐτῶν κατοικοῦντες ὕψιστα ὄρη τῶν Ἄλπεων καὶ ἠπειρωτικὸν ἀεὶ διάγοντες βίον, πάλαι πολύν τινα χρόνον μαχίμως σφίσι διέκειντο καὶ ἐπολέμουν καὶ ἐληί‐ ζοντο καθ’ ἃς ἐβούλοντο ὥρας αὐτοὺς αὐτοί. Μεδιόλανα δ’ αὐτοῖς ἡ τοῦ ῥηγὸς ἐστὶ κατοικία, πόλις ἀρχαία τε καὶ δυ‐
15σάλωτος πολεμίοις. ὃ δὲ μάλιστα πάντων φοβερὸν τοῖς πέριξ τὸ ἔθνος τοῦτο ποιεῖ, καὶ τὸν τούτου ῥῆγα μάλα τι δυσαν‐ τίβλεπτον καὶ ἀκαταγώνιστον, ὅτι ὁ τόπος ὄρεσι σχεδὸν παν‐ ταχόθεν ὑψηλοῖς καὶ δυσβάτοις τετειχισμένος ὑπὸ τῆς φύ‐ σεως ἄβατον ὡς τὰ πολλὰ πολεμίοις τὸν πλεῖστον χρόνον τε‐
20τήρηκεν ἑαυτόν, ὀλίγαις δυνάμεσι χρώμενος. ὃ γὰρ τοῖς ἄλλοις ἵππος τε μυρία καὶ στρατὸς παμπληθὴς μόλις ἀρκεῖ πρὸς ἀντιπάλων ἀνασοβήσεις, τούτοις ῥᾳδίως ὀλίγη δύναμις ἀρκεῖ διὰ τὴν τῶν πέριξ ὀρῶν φυσικὴν συμμαχίαν.
Τὸ δὴ τοιοῦτον ἔθνος τὴν τῶν γειτόνων Γεννουιτῶν

3

.

194

ὑφορώμενον ὀφρὺν καὶ κακότροπον εἰς ἐπιβουλὰς περίνοιαν καὶ πρὸς παρασπονδήσεις σφόδρα ἐπιρρεπές, ἔργον ἐπιμελὲς ἐποιεῖτο σφᾶς ταπεινοῦν τὸν ἐνόντα τρόπον ἀεί. νῦν δὲ καὶ καιροῦ λαβόμενον ἐνσπόνδους ὑποχειρίους ποιεῖται ῥᾳδίως.
5καὶ μὲν δὴ καὶ ἐς τὴν πόλιν Γέννουαν εἰσιὼν καὶ ἀναμφισ‐ βήτητος ἄρχων αὐτῆς ἀναγορευθείς, τὰ πλείω μέρη καθεῖλε τῶν κύκλῳ τειχῶν καὶ πύργων, μὴ καιροφυλακήσαντες ἴσως ὀψέ, τὸν εἰωθότα τρόπον σφίσιν ἀεί, κἀνταῦθα νεωτερίσωσιν οἱ ταύτης οἰκήτορες.
10 Καὶ ταῦτα μὲν τῇδέ πῃ ἔσχε, καὶ ἐς τοιοῦτον ἔληξε πέρας ὁ τῆς Γεννουϊτικῆς ὀφρύος ἄτοπος ὄγκος, καὶ ἡ θεόθεν ἠκολούθησεν ἀμοιβὴ τῶν ἀδίκων ἔργων ἐκείνων ὧν τε κατὰ Ῥωμαίων ἦρξάν τε καὶ κατεπράξαντο καὶ οἷς ἑτέροις προσε‐ δέχθησαν ὁμοίως ἅπασιν, ὅρκους ἅπαντας θείους κατόπιν
15ῥίψαντες, καὶ μήτε θείαν νέμεσιν θέμενοι πρὸ ὀφθαλμῶν μήτ’ ἀνθρώπων αἰδῶ. ὀνειροπολήσαντες γὰρ ἁπάσης θαλάσ‐ σης συλλήβδην ἡγεμονίαν ἄνωθεν ἐκ Τανάιδος καὶ Μαιώτι‐ δος ἄχρι Γαδείρων καὶ Ἡρακλείων στηλῶν, καὶ αὐτῆς ἐξε‐ πεπτώκεσαν ἐν βραχεῖ τῆς πατρίδος· καὶ τὸ κοινὸν ἀδίκως
20ἰδιοποιούμενοι, ἔλαθον καὶ τὸ ἴδιον ἐνδίκως τὴν ταχίστην ἀπολωλεκότες. τοῦτ’ ἐκεῖνο τὸ τῆς παροιμίας ἄντικρυς, ἡ κάμηλος ἐπιθυμήσασα κεράτων καὶ τὰ ὦτα προσαπώλεσε. μακρόθυμος μὲν γὰρ ὁ θεός, ἀλλὰ καὶ δίκαιος. καὶ δίδωσι
μὲν καιρὸν μετανοίας τοῖς ἁμαρτάνουσιν ἐς τοὺς τῆς δίκης

3

.

195

θρόνους· ἂν δὲ καὶ τὸν τῆς μετανοίας χρόνον καιρὸν κακίας θεάσηται ποιουμένους, χρῆται τῷ στύφοντι, πρὶν ὑπὸ τοῦ ἕλκους ἀναλωθῆναι τοὺς ταλαιπώρους, ἅπαν τὸ πλήρωμα τῆς οὐσίας ὁλοσχερῶς διανεμηθέντος.
5 Ἀλλὰ γὰρ ἐκείνων οὑτωσὶ φερομένων Καντακουζηνὸς ὁ βασιλεὺς πολύν τινα χρόνον ἐν τῇ τοῦ Ἀθανασίου μονῇ θεωρῶν ἀπρακτοῦντα τὸν Κάλλιστον, ὅτι βούλεταί οἱ πέμψας ἠρώτα τῆς πατριαρχικῆς διαίτης ἡ χρονία διάστασις. εἶναι γάρ φησι δῆλον τοῖς ἅπασιν ὡς τά τε πολιτικὰ καὶ δημόσια
10τῶν πραγμάτων ἀνθρώπινα ὄντα ἀνθρώπους, μετά γε θεόν, καὶ τοὺς ἐπόπτας ἔχουσι καὶ διοικητάς, ἅτε σύνθημα ὄντας ψυχῆς ὁμοίως καὶ σώματος. τῶν μὲν οὖν σωματικῶν τὴν διοίκησιν βασιλεῦσι ῥυθμίζειν καὶ διοικεῖν εἰς τὸ βέλτιον, τοῖς ἄνωθεν κεκρατηκόσι πολιτικοῖς ἑπομένους νόμοις, ὁ μα‐
15κρὸς παρέσχετο χρόνος, τῶν δ’ αὖ ψυχικῶν ἱερωτέροις ἀν‐ δράσι, τοῖς ἄνωθεν κεκρατηκόσι καὶ αὐτοὺς ἑπομένους κανόσι καὶ δόγμασι. καὶ οὕτως ἡ πολιτεία διοικουμένη πᾶσα πρὸς ὁμόνοιαν οἱανδηποτοῦν, καὶ ὥσπερ ἔμψυχον ἓν γινομένη σῶμα, τὸν πάντα διέξεισι χρόνον, ἐφόδια κεκτημένη πρός τε τὸ
20χεῖρον καὶ βέλτιον, καθ’ ὁπότερον ἡ τῶν κρατούντων τε καὶ οἰακοστροφούντων δύναμις ἔχει γνώμης καὶ διαθέσεως. εἰ γὰρ παρεξάγεσθαι θάτερον ἐρεθίζοιτο μέρος ῥοθίοις ὁπωσποτὲ καὶ ὁτεδήποτε βιαίοις ἐντυγχάνον, τὸν ἀβούλητον ὁθενδήποτε
τρόπον ἀντιφερομένοις, ὑπὸ θατέρου σωφρονίζοιτ’ ἂν ἴσως

3

.

196

ὑγιαίνοντός τε καὶ τοῖς βελτίοσι λογισμοῖς τὰς τοῦ καλοῦ κρηπῖδας ἔχοντος ἡδρασμένας. ἀνάγκη τοίνυν δυοῖν θάτε‐ ρον, ἢ πρὸς τὴν πατριαρχικὴν ἐπανεληλυθότα σε δίαιταν τὰ τῷ θρόνῳ ἀνήκοντα δρᾶν, ἢ παραιτησάμενον τὸ λειτούργημα,
5χώραν ἕτερον ἀντεισαγαγεῖν παρέχειν. ἢ τό γε τρίτον, τοῦ δράματος λόγον διδόντα, τὸ τῆς ἀπορίας λύειν ἀμφίδοξον. Πρὸς ταῦτα τόνδ’ εὐθὺς ὑποτρέχει νέφος θυμοῦ, καὶ ἀναστὰς ἀφορισμὸν μὲν ἐκφωνεῖ πρῶτον θεοῦ κατὰ παντὸς ᾧ πρὸς βουλήσεως ἄνποτε γένοιτο αὖθις τὴν ἐς τὸν πατριαρ‐
10χικὸν θρόνον ἐπάνοδον τὸ παράπαν αὐτῷ ὑποτίθεσθαι, εἶτα μακράν τινα τοῦ βασιλέως ποιεῖται καταδρομήν, ὅτι τὸ μὲν τῶν ὑπὸ χεῖρα χριστιανῶν γένος μισῶν ὡς ἐχθρούς, τὸ δὲ βάρβαρον οἰκειούμενος ὡς φιλτάτους, Ὑρκανῷ τῷ γαμβρῷ καὶ τοῖς ὑπ’ ἐκείνῳ βαρβάροις προδίδωσι προῖκα νύκτωρ καὶ
15μεθ’ ἡμέραν, καθάπερ ἀγελάρχης προβάτων δοράς, τὰς τού‐ των οὐσίας. καὶ τὰ τῆς ἐκεῖθεν ἀμοιβῆς ὅτι συχνὰ συχνοὺς τῶν ὑπ’ ἐκείνῳ βαρβάρων ἀεὶ μεταπέμπεται, πρόφασιν μὲν κατὰ μόνου τοῦ βασιλέως Παλαιολόγου, τὸ δ’ ἀληθὲς προσ‐ τιθέναι καὶ τὰ λειπόμενα τῆς τῶν Ῥωμαίων λείας αὔτανδρον
20προνομὴν ἐκείνοις, ὡς εἰς θηριώδη κρεωφαγίαν σφάγια αὐ‐ τοῖς σώμασι καὶ αὐταῖς ψυχαῖς. καὶ τῶν ἐχθρῶν κορεννυ‐ μένων τῆς θοίνης, καὶ ἀποσειομένων ἤδη τὸ τῆς ὠμότητος
τοῦ ἀνδρὸς ὑπερβάλλον, καὶ τὴν πρὸς τὸ ὁμόφυλον χλευα‐

3

.

197

ζόντων ἀγνωμοσύνην, αὐτὸς οὔτε κορέννυται οὔτ’ αἰδεῖται οὔτε ἐχθροὺς οὔτε φίλους οὔτε μὴν τὴν πάντα βόσκουσαν ἡλίου φλόγα. πρὸς τἀνάλγητον δ’ ἑαυτὸν τὸ παράπαν χαλ‐ κεύων ἀεί, καὶ τὰ μείζω προστίθησι τῶν κακῶν, καὶ αὐτουρ‐
5γοὺς τοὺς ἀθλίους τῶν οἰκείων γίνεσθαι συμφορῶν ἀναγκάζει, βιαίους μαστιγοφόρους σφοδρῶς ἐφιστῶν, ὡς ἂν τοῖς ἑαυτῶν αὐτοὶ καὶ πλοίοις ἅμα καὶ χερσὶν ἐκ τῆς πατρίου γῆς πρὸς τὴν ἀλλόφυλόν τε καὶ βάρβαρον αἰχμαλώτους διαπορθμεύοιεν τοὺς ἀδελφοὺς καὶ φίλους καὶ ὁμοφύλους καὶ συγγενεῖς, θρηνοῦντες
10αὐτοὶ θρηνοῦντας αὐτούς, γύναιά τε καὶ παιδάρια οἰκτρὰ πάν‐ τας ἀριθμοὺς ὑπερβαίνοντα, καὶ περιηγκωνισμένους ἄνδρας, καὶ ᾑμαγμένα λάφυρα, καὶ ἅμα βοὴν συμμιγῆ καὶ ὀλοφυρμὸν ἀμύ‐ θητον. φειδὼ δὲ πᾶσα καὶ ἀνθρωπίνων σπλάγχνων οἰκτιρμοὶ τοῦ ποιμαίνειν σφᾶς καὶ διοικεῖν λαχόντος βασιλέως ἐξερρυήκε‐
15σαν παντάπασιν, εἰς διαποντίους καταδύντες συλλήβδην πυθ‐ μένας εἰπεῖν. οὕτω δὲ μετὰ τῆς ἑαυτοῦ καὶ τὴν ἐμὴν ἁρ‐ πάζων καὶ ὑποτάττων διοίκησιν τῶν ψυχῶν, καὶ μίαν ποιῶν ὠμότητος τυραννίδα, ψυχῶν ὁμοῦ καὶ σωμάτων ἀπώλειαν, θαυμάζειν μοι ἔπεισι πῶς εἰρωνευόμενος πρός με ταῦτ’ οὐκ
20ἐρυθριᾷ, ἀλλ’ εἰς ἁρμονίαν δῆθεν παρακαλεῖ με Ῥωμαϊκῆς πολιτείας καὶ ἅμα σωματικῆς τε καὶ ψυχικῆς καταστάσεως, καὶ συγχέει τῆς ἀληθείας τὴν φύσιν, καὶ ἃ καταλύει τοῖς
ἔργοις ταῦτα γλώττῃ μεγαλορρημονεῖ διορθοῦσθαι, καὶ μα‐

3

.

198

χομένην ἔχων τῇ χειρὶ τὴν γλῶτταν αὐτὸς ἑτέρους ἁρμόττειν καὶ μεθαρμόττειν βρενθύεται πρὸς δικαιοσύνης ὁμόνοιαν. καὶ λέγειν βουλόμενος “ἐλθέ, μεθ’ ἡμῶν κοινώνησον αἵματος,” ὃ δ’ ἐπὶ θάτερα μετασχηματίζει τοὺς φθόγγους, λεληθέναι προσ‐
5ποιούμενος ὡς τὸ γλώττῃ μὲν τὰ δέοντα φθέγγεσθαι πάνυ τι ῥᾴδιον καὶ τοῦ βουλομένου παντός, τὸ δὲ πάντων ὧν λέ‐ γει δρᾶν τἀναντία, τοῦτο δὲ φύσεως ὄλισθος καὶ κακῶν ἁπάντων τὸ μέγιστον. τί δ’ ἂν ὑπηκόοις εἴη κακοδαιμονέ‐ στερον ἁπάντων ἕτερον ἢ δεσπότην ἔχειν ἐπίβουλον καὶ πο‐
10λέμιον; ὅταν δὲ καὶ τἀναντία καθάπαξ ὁ βασιλεύων ἐπείγη‐ ται δρᾶν τοῦ τὴν πνευματικὴν ἀνειλημμένου συνδιοικεῖν ἐπι‐ τροπὴν εἰς τὸ τῶν ὑπηκόων λυσιτελές, τότε δὲ καὶ μάλα τι σφόδρα περιφανῶς αὐτὸς αὐτόθεν καθίσταται χείρων παντὸς ἐμφυλίου πολέμου τοῖς πράγμασι.
15 Καὶ τὶ δεῖ τὰ πλείω καὶ πᾶσι δῆλα διεξιέναι; ἐπιλεί‐ ψει γὰρ ὁ χρόνος με διηγούμενον, εἰ πάντα δὴ τὰ παραπλή‐ σια λέγειν ἐθέλοιμι. ὅμως ἕν τι τῶν βραχυτέρων εἰπὼν ἀπαλλάξομαι. τοῦ γὰρ μεγίστου καὶ μάλα περιβοήτου τῆς τοῦ θεοῦ σοφίας νεὼ τὸ πρὸς ἕω ζημιωθέντος μέρος πρὸ
20δέκα ἐνιαυτῶν, ἀνεγήγερται πάλιν εὐθὺς μετὰ τὴν πτῶσιν, ὡς ἅπαντες ἴστε, πρὸς Ἄννης τῆς βασιλίδος μετὰ τοῦ υἱοῦ τηνικαῦτα βασιλευούσης, ἡ πᾶσαν προϊσχομένη δυσχέρειαν
μετὰ τῆς τοῦ βήματος ὀροφῆς, ἡ πεσοῦσα οὐρανία ἐκείνη καὶ

3

.

199

μεγίστη ἁψίς. τὸ δ’ ἑκατέρωθεν ὑπὲρ τὴν ἁψῖδα λειπόμε‐ νον τοῦ ἡμισφαιρίου τῆς ὀροφῆς βραχύτατον λεῖμμα ἔμελλε μὲν καὶ αὐτὸ βραχύτατον ὂν κατὰ σειράν, τῆς ὕλης ἐμπαρασ‐ κεύου κειμένης, ἐν βραχεῖ συντελεῖσθαι, κεκώλυκε δ’ οὑτοσί,
5τὸ βασίλειον κράτος ἐκείνης ὅπως ποτ’ εἰς ἑαυτὸν μεταστήσας ἐξαίφνης ἅμα καὶ ἀπροσδόκητα· καὶ μεμένηκεν ὁ θεῖος οὗ‐ τος οἶκος ἐκεῖθεν ἀμελούμενος τὸ παράπαν, κἀκ τῶν ὁρών‐ των ἁπάντων συχνὰ προκαλούμενος δάκρυα, μὴ μόνον Ῥω‐ μαίων ἀλλὰ καὶ πάντων σχεδὸν ἐθνικῶν καὶ ἀλλοφύλων ἀν‐
10θρώπων. τῆς δὲ φήμης τοῦ παγκοσμίου τοῦδε θεάματος εἰς τὰ τῆς οἰκουμένης διαβαινούσης πέρατα, ζήλου πλησθῆναι συμβαίνει θείου τὸν ἀρχηγὸν τῆς Ῥωσσίας. χώρα δ’ αὕτη μεγάλη καὶ πολυάνθρωπος, μεταξὺ τῶν ὑπερβορείων ἐκείνων κειμένη ὀρῶν, ἀφ’ ὧν Τάναΐς τε ῥήγνυται ποταμῶν ὁ μέγι‐
15στος, καὶ ὅσοι πρὸς τὴν Μαιώτιδά τε καὶ Κασπίαν μείζους τε καὶ ἥττους ποταμοὶ κατιόντες ποιοῦνται τὰς ἐκβολάς, ἐν δεξιᾷ μέν, εἴ τις ἀπ’ ἄρκτων εἰς ἡμᾶς ἀφικνοῖτο, ζέφυρον ἄνεμον ἀφιεῖσα καὶ γειτνιῶντα τὸν δυτικὸν Ὠκεανόν, παρὰ δὲ τὰ εὐώνυμα τούς τε ὑπερβορέους Σκύθας καὶ ὁπόσα τῶν
20ἀφηλιωτικῶν πνευμάτων τὴν γῆν ἐκείνην εἴωθεν ἐπιπνεῖν. δεῖ γὰρ καὶ ταῦτα διεξιέναι χωρογραφοῦντας, ἵνα πρὸς ἔλεγχον ᾖ τὰ πάνυ τι πόρρω τῆς οἰκουμένης ἔθνη τῶν ἐν κόλποις μὲν ἐχόντων ἡμῶν θεαμάτων τὰ κάλλιστα, ἀναισθητούντων δ’
ἁπάντων μάλιστα τῶν ἐπὶ γῆς ἐθνῶν. ὁ τοίνυν τῆς χώρας

3

.

200

ἀρχηγὸς ἐκείνης χιλιάδας ἡμῖν χρημάτων πέμψας ἐκεῖθεν ὅσας δῆτα καὶ ἐπεπόμφει, δι’ αὐτῶν ἠξίου τελεῖσθαι τὸ λεῖ‐ πον ἐκεῖνο μέρος τοῦ θείου νεώ, ἐπαγγελλόμενος ἔτι καὶ πλείω πέμπειν ἐκεῖθεν ἑξῆς κατὰ τὸ τῆς χρείας ἀνάλογον. ὁ δὲ
5βασιλεὺς ὑμῶν οὑτοσὶ καὶ θεοῦ καὶ ἀνθρώπων αἰδῶ καθυ‐ βρίσας, καὶ δίκης θείας θρόνους σεμνοὺς παριδών, ἀφῄρηται μὲν ἡμῶν ἐκεῖνα τὰ χρήματα, πέπομφε δ’ Ὑρκανῷ τῷ ἀσε‐ βεστάτῳ γαμβρῷ, προφανὴς ἱερόσυλος καθιστάμενος, καὶ δαί‐ μοσι θύων τὰ τίμια. ὅμως τί τοῦτο πρός γε τὰ ἡμῖν ἀνω‐
10τέρω λεχθέντα; οὐ γὰρ μεῖζον τοῦτ’ ἐκείνου γε τοῦ τοῖς αὐτοῖς βαρβάροις χριστιανοὺς προδιδόναι διηνεκῶς, καὶ κα‐ θάπερ ἱερεῖα διὰ τῶν φαινομένων τούτων προσάγειν τοῖς μὴ φαινομένοις δαίμοσι τὰς ἐκείνων ψυχάς. θέατρον τοίνυν ἀγγέλοις καὶ ἀνθρώποις ἐλεούμενον ὁ θεῖος οἶκος, τὸ μέγα
15τοῦτο θαῦμα τῆς οἰκουμένης ἐγκαταλέλειπται, καὶ μὴ ἔχων ὅποι τῆς οἰκουμένης πρεσβείαν πέμψας τὴν ἀδικίαν ἀπαγγε‐ λεῖ, νοσούσης ἁπάσης δι’ ἑνὸς ἀνδρὸς μοχθηρίαν, ἵσταται λοιπὸν ἐπὶ μέσου θεάτρου τῆς οἰκουμένης φωναῖς ἀφθόγγοις τῶν αἰτίων θρηνῶν τὴν ἀγνωμοσύνην. εἰς τοιοῦτον τοίνυν
20καὶ τηλικοῦτον βάθος κακῶν ἐμπεσόντι ποῖος ἀδαμάντινος λογισμὸς ἢ ποία λιθίνη ψυχὴ κοινωνεῖν τῶν αἰσχρῶν αὐτῷ βουληθείη ποτέ; Ταῦτα δὴ καὶ πλείω τούτων προειπών, καὶ ἐπειπὼν ἀνώμαλά τε καὶ ἀφελῆ καὶ ἀταμίευτον μὲν ἔχοντα τὴν τρα‐
25χύτητα μακροτέρων δὲ γέμοντα τῶν λοιδοριῶν, ἀπιέναι τοὺς

3

.

201

πρέσβεις διεκελεύσατο. καὶ μὲν δὴ τὰ πλείω διὰ τὴν ἄγαν τραχύτητα σιγῇ κρύψας ἔγωγε μόνα ταῦτα, καθ’ ὅσον ἔμοιγ’ ἐξῆν, τοῖς πρός σέ μού γε τούτοις ἐταμιευσάμην ὑπομνήμασι, μετρίως καὶ ὥσπερ ὕλης πρόφασιν ταῖς τῶν σῶν ἱστοριῶν
5βίβλοις ἀφοσιούμενος. σὺ δ’ ἀνειληφὼς τῇ σῇ Καλλιόπῃ κοσμήσαις ἂν ἐς τὸ εὐφραδέστερον εὐθυρρημονήσας. Τούτων δ’ ὅμως καὶ τῶν τοιούτων οὑτωσί πως εἰρημέ‐ νων ἐκείνῳ τἀνδρὶ πυθόμενος ὁ βασιλεὺς χείλεσι μὲν οὐκ ἐξήνεγκεν ὀργίλον οὐδὲν τῶν ἁπάντων, ἀλλ’ ἐπὶ τοῦ συνήθους
10ἔμεινεν ἤθους, ἐς δὲ τοὐπιὸν τοὺς ἐπισκόπους ἀθροίσας τοῦ πατριαρχικοῦ καθεῖλεν αὐτὸν βαθμοῦ. αἰτίας γὰρ εἰσενεγ‐ κόντων ἑτέρας καὶ διαφόρους τῶν ἐπισκόπων, τῶν μὲν τὴν προκατηγορηθεῖσαν αὐτῷ αἵρεσιν τῶν Μασσαλιανῶν, τῶν δὲ τὰς τῆς γλώττης ἀσέμνους καὶ διηνεκεῖς αἰσχρορρημοσύνας
15καὶ τοὺς ἀκαίρους καὶ μαινομένους θυμούς, καὶ ἄλλων ἄλλας, προτιμοτέρα πασῶν ἐδόκει τῷ βασιλεῖ τῶν ἀφορισμῶν ἡ ἐκ‐ φώνησις, ἣν κατὰ τοῦ βουλησομένου παντὸς ἐκπεφώνηκεν ἐς τὴν πατριαρχικὴν αὐτὸν ἀνακαλεῖσθαι πάλιν ἀξίαν. Καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον· ὀλίγαι δ’
20ἐκεῖθεν παρῆλθον ἡμέραι καὶ διάδοχος γίνεται τοῦ βαθμοῦ Φιλόθεος ὁ Κόκκινος, ἐκ τῆς κατὰ Πείρινθον Ἡρακλείας με‐ τατεθείς. τούς γε μὴν ὑπὲρ τοῦ νεὼ τῆς τοῦ θεοῦ σοφίας ἐλέγχους ἐκείνους ὁ Καντακουζηνὸς αἰσχυνθεὶς ἔρανον πρὸς
τῶν Βυζαντίων κελεύει συμφορηθῆναι κατ’ ἀξίαν ἑκάστων

3

.

202

τῶν τε μάλα πλουσίων καὶ μή, καὶ τῶν μᾶλλον ἐνδόξων καὶ μή, καὶ οὕτως ἐν τρισὶ μησὶ καὶ τὸ τῆς ὀροφῆς τοῦ νεὼ λειπόμενον ἐκτετέλεσται. Τίνα δ’ ἦν, ὦ καλὲ Ἀγαθάγγελε, ταῦθ’ ἃ διὰ κακίας
5μέγεθος, φειδοῖ τῶν ἀνδρῶν ἐκείνων, τῶν τε λεγόντων φημὶ καὶ τῶν ἀκουόντων, σιωπώσῃ παρέπεμψας γλώττῃ; μηδὲ γὰρ εἶναι δοκεῖ μοι τῶν μήπω γέ σοι λεχθέντων τὰ λεχθέντα μήτε μείζω μήτε μὴν ἀτοπώτερα. ὅμως ἐκλογὴν ποιησάμενος σύ γε κἀκεῖθεν μετρίαν, ἓν ἢ δύο τῶν κουφοτέρων ἀπαγγεῖλαί μοι
10προθυμήθητι, ὡς μὴ ἀποκναίειν μήτε μακρᾷ σιγῇ τὰς ἡμῶν ὑπονοίας μήτε μακροτέροις λόγοις τὰς ἡμῶν ἀκοάς. Καὶ μὲν δὴ πρῶτον ἔστω σοι, θεία μοι κεφαλή, πρὸς ἀκρόασιν τὸ περὶ τῶν βαρβάρων ἐκείνων, οἳ διηνεκῶς καὶ ὅτε βούλοιντο μετὰ πολλῆς κωμάζουσι τῆς ῥαστώνης εἰς τὰ βα‐
15σίλεια, μυσταγωγοὶ καὶ πρόεδροι τῆς ἀσεβοῦς θρησκείας ὄν‐ τες, καὶ βίον μέν, ὡς φασίν, ἄσκευόν τε καὶ ἄζυγα βόσκοντες, γαστρὶ δὲ πάντων μάλιστα δουλεύοντες καὶ ἀκρατοποσίας ἡττώ‐ μενοι, καὶ ὅσα τὸ τῆς ἐπιθυμίας ἀκόλαστον ἀναφλέγει. οὗτοι τοίνυν μελλούσης τῆς ἱερᾶς τελεῖσθαι μυσταγωγίας ἐν τῷ τῶν
20βασιλείων ἐκτὸς ἱερῷ τεμένει, χοροὺς ἱστῶντες ἐκεῖνοι παρὰ τὰς βασιλείους αὐλὰς ἀντᾴδουσί τε τὴν γυμνικὴν ἐκείνην ὀρ‐ χούμενοι ὄρχησιν, καὶ ἀσήμοις κλαγγαῖς τὰς τοῦ Μωάμεδ ἀναβοῶσιν ᾠδὰς καὶ τοὺς ὕμνους, δι’ ὧν καὶ ἀνθέλκουσιν
πρὸς τὴν ἑαυτῶν μᾶλλον ἀκρόασιν ἢ τὴν τῶν θείων εὐαγγε‐

3

.

203

λίων ποτὲ μὲν πάντας ἁπλῶς ποτὲ δ’ ἐνίους τῶν ἠθροισμέ‐ νων ἐκεῖ. τὸ δ’ αὐτὸ καὶ περὶ τὴν βασίλειον τράπεζαν δρῶ‐ σιν ὡς τὰ πολλὰ μετά γε δὴ κυμβάλων καὶ θυμελικῶν ὀργά‐ νων καὶ ᾀσμάτων, ὁπόσα τοῖς ἀσεβέσιν εἴθισται.
5 Ἓν μὲν δὴ τοῦτο σκιωδῶς εἰρήσθω μοι, δεύτερον δ’ ὅτι καὶ διὰ τὸ πολύμοχθόν τε καὶ πολυάσχολον τὰ τῶν βαρβά‐ ρων στρατόπεδα διαπεραιοῦσθαι συχνότερον πρὸς Εὐρώπην ἐκ Βιθυνίας ἀπηγορεύκασιν ἤδη, καὶ οὐκέτι καλοῦντι τῷ βα‐ σιλεῖ Καντακουζηνῷ προσέχειν ἔφασαν αὖθις τὸν νοῦν· ὅθεν
10ἀναγκάσθεντα τοῦτον λογάδας ἐκεῖθεν μισθώσασθαί τε καὶ ἅμα γυναιξί τε καὶ τέκνοις εἰς Εὐρώπην μετενεγκεῖν, ὁπό‐ σους ἀποχρήσειν ἔδοξεν εἰς ἐπιτείχισμα καὶ φόβητρον ἀντὶ γοργόνος ἄλλης τοῦ γαμβροῦ Παλαιολόγου, καὶ εἴ τις ἐκείνῳ βούλοιτο συμμαχεῖν ἐκ Τριβαλῶν καὶ Μυσῶν. καὶ αὐτοὺς
15τῶν ἐν Χερρονήσῳ πόλεων ἐνοικίζει τισίν, ὡς καὶ δούλοις διηνεκέσιν ἤδη κεχρῆσθαι παντάπασι τοῖς ἐκεῖ ταλαιπώροις Ῥωμαίοις, τῆς ἐφέσεως συνειληφότας ἐπίκουρον ἤδη καὶ τὸ τοῦ βασιλέως ἐνδόσιμον, ἀφ’ ὧν ὡς ἐξ ὁρμητηρίου λοιπὸν ἀσφα‐ λοῦς ἐξιόντες καὶ τὴν ἑξῆς ἀεὶ ληίζονταί τε καὶ ὑποποιοῦνται
20Θρᾴκην. ἤδη δὲ καὶ ὁ τοῦ Ὑρκανοῦ παῖς ὡς εἰς ἰδίαν ἀποι‐ κίαν καὶ πατρίαν γῆν διαβὰς τὸν Ἑλλήσποντον, συνοικεῖν ἐκεῖ τοῖς ὀλίγῳ πρότερον ἐληλυθόσιν ἔκρινε δεῖν ἐκείνοις βαρ‐
βάροις. τὰ δ’ ἑξῆς ὡς ἥκιστ’ ἄδηλα τῶν συνετῶν οὐδέσιν, εἰ

3

.

204

βούλοιο σύ, σιωπήσομαι· ἀποχρῆναι γὰρ οἶμαι καὶ τὴν τῶν σιωπωμένων συμβάλλειν ἐντεῦθεν ποιότητα λογικωτέραις εἰ‐ κασίαις τόν γε συνετὸν ἀκροατήν, εἰ καὶ φρικωδέστερα πέφυ‐ κεν ἴσως ὁπόσα ὁ Κάλλιστος Καντακουζηνὸν κατατρέχων ἐς
5τὸ πάνυ τραχύτατον ἐξηρεύξατο. Καὶ ὁ μὲν Ἀγαθάγγελος τοιαῦτα εἰπὼν καὶ ἀκούσας τὴν εἰωθυῖαν ἐπαλινδρόμει, λάθρᾳ καὶ καθ’ ἡσυχίαν οἴκαδε ἀπιών. καὶ ὁ χειμὼν ἐν τούτοις οὔπω μὲν τελέως ἔληγε δ’ οὖν.
10 Ἄρτι δὲ τῆς ὥρας ἐφεστηκυίας ἐν ᾗ ψυχαὶ ζωτικαὶ πρὸς ἀναβίωσιν πάσης ἀνίσχουσι γῆς, χλόην ἐνδεδυμέναι παν‐ τοδαπὴν καὶ παντοδαποῖς περιηνθισμένην τοῖς χρώμασι, Ματ‐ θαίῳ διάδημα περιτίθησιν αὐτοκρατορικὸν ὁ πατὴρ ἐν τῷ Βλαχερνῶν θείῳ τεμένει, Φιλοθέου τοῦ μετὰ Κάλλιστον νεω‐
15στὶ πατριάρχου κατὰ τὸ πάλαι κεκρατηκὸς ἔθος τῇ χρείᾳ κα‐ θυπουργήσαντος. σκοπὸς δ’ ἦν τῷ νέῳ τουτῳὶ διαδήματι ὥστε τὸν υἱὸν συνάρχειν μὲν τῷ πατρὶ διὰ βίου, τελευτήσαν‐ τος δ’ ἴσως αὐτοῦ διὰ γῆρας μόνον ἐκ διαδοχῆς τὸν υἱὸν αὐτοκρατορικῶς τὰ τῆς βασιλείας διέπειν σκῆπτρα. τοῦ γὰρ
20γαμβροῦ Παλαιολόγου πᾶσα παντάπασιν κατεψηφίστο λήθη, καὶ θύρα φιλικῆς ὁμονοίας τελέως ἐκέκλειστο. Ἡμέραι μεταξὺ παρερρύησαν οὐ μάλα συχναί, καὶ Ματ‐
θαῖος ὁ νέος οὑτοσὶ βασιλεὺς εἰς τὴν ἐγκλείουσαν ταύτην

3

.

205

ἐμὴν ἀφικνεῖται οἰκίαν, τοῦ πατρὸς βασιλέως κελεύσαντος μέ‐ σον γενόμενον πεῖσαι βαδίζειν ἡμᾶς αὖθις εἰς τὰ βασίλεια καὶ διδόναι μὲν τὰς εἰωθυίας τοῖς βασιλεῦσιν ἡμᾶς ὁμιλίας, ἀντιλαμβάνειν δ’ ἐκεῖθεν συχνὰς καὶ ποικίλας αὖ τὰς τῶν
5ἀντιδόσεων ἀμοιβάς. ἀλλ’ ἐμοῦ τὴν παράκλησιν ταυτηνὶ μη‐ δαμῇ μηδ’ ἐκ πρώτης προσηκαμένου φωνῆς, τὴν γλῶτταν εὐθὺς ἐκεῖνος ἑτέρωσε μετερρύθμιζε. καὶ “εἰ μὲν ἐφ’ ἡμῖν” φησὶν “εἶναι λογίζῃ τοῦ βίου τὰ πράγματα, καὶ τῇ γε ἡμε‐ τέρᾳ τὰς ἡνίας γνώμῃ παρέχεις τοῦ τοιῶσδε καὶ μὴ καὶ ἄλ‐
10λως κινεῖσθαι ταυτί, σκοπεῖν σε χρεὼν μὴ καὶ σεαυτόν, μεθ’ ὧν ἑτέρων ἀδικεῖς, λανθάνῃς ὁμοίως αὐτὸς ἀδικῶν, καὶ τῆς σῆς πολλοὺς ὁμιλίας μετὰ τῆς συμφυοῦς ἀποστερῶν ὠφε‐ λείας, καὶ σαυτὸν αὐτὸς φανῇς ὁμοῦ ζημιῶν, δόξης θείας ἅμα καὶ ἀνθρωπίνης ἔκ γε τοῦ προφανοῦς ἀποστερῶν ἑκοντί. τά
15τε γὰρ ἄλλα καὶ δὴ καὶ τὸν ἐμὸν ὁρῶ πατέρα καὶ βασιλέα, σύν γε μητρί μου τῇ βασιλίδι, πρὸς τοῦτο ὃ μεταξὺ συμ‐ πεπτωκέναι συμπέπτωκε μετάμελον σχόντας οὐ μάλα μικρὸν οὐδὲ πρὸς τὸ περιφρονούμενον ὑπορρέοντα. μέμνηνται γάρ σου σὺν θαύματι, καὶ διὰ στόματος οὐδαμῇ διαλείπουσιν
20ἰδίᾳ καὶ δημοσίᾳ φέρειν ἑκάτεροι τὰ σὰ καὶ ἀνακαλεῖσθαι συχνά, καὶ μάλιστα νῦν ὅτε συχνοῖς περιαντλεῖσθαι συμβαί‐ νει βιαίοις πραγμάτων κύμασι καὶ σάλῳ τύχης αὐτούς· καὶ οἷος σὺ δεομένους, εἴπερ ποθ’, ὁμιλητοῦ πρὸς παραμυθίαν,
ζεφύρου φάναι τινὸς ἡδονῆς αὐτουργοῦ, καὶ χορηγεῖν παρε‐

3

.

206

σκευασμένους χαιρούσῃ γνώμῃ χρήματα καὶ δόξαν σὺν ὅσαις προσήκουσι δεξιώσεις τιμαῖς συνοικοῦσαι παντοδαπαῖς, καὶ οἷαι σοὶ πρὸς βουλήσεως εἶεν ἄν. οὐ γὰρ ἀνεμέσητον μὴ ἐς τὸ δέον κεχρῆσθαί σε τῷ δέοντι. ἐξὸν γὰρ εὐδαιμονεῖν τε
5καὶ χαίρειν, σὺ δ’ ἐθελοντὴς ἀφανείᾳ καὶ λύπῃ συντήκεις σαυτόν, καὶ οὐδαμῇ γε ἐρρῶσθαι δίδως πρὸς τὸ νῆφον αὖθις τὸν σὸν λογισμόν. εἰ δὲ τύχη καὶ τὸ αὐτόματον ἄγει τὰ καθ’ ἡμᾶς καὶ τὴν ἡμῶν ἐξ ἀφανοῦς ἐπιτίθεται τυραν‐ νοῦσα θέλησιν, καὶ ἄκοντες δρῶμεν καὶ πάσχομεν ὑπ’
10ἀνάγκης ὁπόσα τῶν ἐκείνης ῥοθίων ὁ κλύδων ἐπάγει, σοὶ μὲν οὐκ ἐγκαλεῖν οὐδὲν ἔτι οὐδ’ ὅρους κινεῖν ὑπεζευγμένους ἀνάγ‐ καις βουλήσομαι τοῦ λοιποῦ, ἀλλ’ ὑπόψομαι καὶ φυλάξομαι τὴν ἀδράστειαν, τοὐντεῦθεν ὡς εἰκὸς ἀφοσιούμενος τόλμημα. πυθέσθαι δ’ οὖν ὅμως βούλομαι πρὸς τῆς σῆς σοφίας, ὦ
15βέλτιστε, τἀκριβές· εἰ γὰρ τοῦτο κρατεῖν με πείσειας, οὐκ ἂν φθάνοις βαθεῖάν μοι χαριζόμενος ἡδονήν, μακρὰς ἐν βραχεῖ τῆς ἐμῆς ἀποσφενδονῶν καὶ ἀπορραπίζων ψυχῆς ἀπο‐ ρίας, αἳ δὴ διὰ μακροῦ τὴν τῆς ἐμῆς διανοίας ἑστίαν σφο‐ δρῶς κατασχοῦσαι, νῦν μὲν ἐπ’ ἄπειρον αὔξουσι τοὺς τῶν
20ἐμῶν φροντίδων τε καὶ λογισμῶν ἀναριθμήτους ἀριθμούς, καὶ τάς γε δὴ συνθέσεις τε καὶ ἀντιθέσεις σφῶν καὶ διαθέ‐ σεις ἄλλοτ’ ἄλλως παρεισκυκλοῦσαι, νῦν δ’ ἐπ’ ἄπειρον τέμ‐
νουσί μοι καὶ διαιροῦσι τὸ μέγεθος τῆς αὐθαιρέτου λύπης,

3

.

207

ἣν αὐτὸς ἐμαυτῷ κατηγγύησα, λαθὼν οὐκ οἶδ’ ὅπως ἐμαυτὸν καὶ τουτὶ τὸ τῆς βασιλείας ὑποδεξάμενος σχῆμα, πῶς μὲν ἑκὼν τοῖς πατρίοις ὑποταττόμενος πόθοις, πῶς δ’ οὐ μάλα ἑκὼν διά γε τοὺς περιρρέοντάς τε καὶ περιστοιχίζοντας τέως ἡμᾶς
5κομιδῇ κυκεῶνας πραγμάτων, ὡς εἴρηται. εἰσὶ γάρ, εἰσὶν ἔνιοι, μᾶλλον δ’ οὐκ ἔνιοι, ὅτι μὴ πλὴν ἐνίων ἅπαντες Ῥω‐ μαίων δῆμοι, οἳ καὶ τοὐμῷ τὰς αἰτίας τῶν Ῥωμαϊκῶν συμ‐ φορῶν ἀναρτῶσι πατρί, ὅσαι χαλεπῶς ἀνερρώγεσαν νῦν. ἤδη δὲ καὶ εἰς δημόσιον ἐρρύη θεάτρον ἡ κατηγορία, καὶ ἔθνη
10πάντα βαρβάρων καὶ γένη παντοῖα μεστὰς μὲν ἀγυιὰς μεστὰς δ’ ἀγορὰς καὶ πλατείας τῆς φήμης ποιοῦσιν, ἐπιρρωννύντες αὐτὴν ἀεὶ καὶ πᾶσαν ἐπάγοντες λοιδορίαν, δικαίου πέρι καὶ ἀδίκου μηδὲν ἐξετάζειν εἰδότες, μηδ’ εἰς νοῦν βαλλόμενοι ὡς ἐξὸν τῷ πατρί μου, δι’ ἃς ἅπαντες ἴσασιν αἰτίας, Παλαιολό‐
15γον αὐτὸν ἀνελεῖν ὁμοῦ τῇ μητρί, ὃ δὲ καὶ γαμβρὸν ἐπὶ τῇ ἐμῇ προσείληφεν ἀδελφῇ καὶ ἡμῶν προτετίμηκε τῶν υἱέων. νῦν δ’ ἐπιβουλεύοντα βλέποντες ἐκεῖνον καὶ πᾶσαν μηχανὴν κινοῦντα καθ’ ἡμῶν, καὶ δέον μισεῖν, οἳ δ’ ἐκείνῳ μὲν προσ‐ τίθενται πάσῃ γλώσσῃ τε καὶ γνώμῃ, τὸν δ’ ἐμὸν ἀκρίτως
20μισοῦσι πατέρα, ὅτ’ ἀναγκαζόμενος εἰς βοήθειαν προσκαλεῖ‐ ται βαρβάρους, ἀμυνόμενος διὰ γαμβροῦ γαμβρὸν ἀλλοφύλου μὲν ὁμόφυλον εὐγνώμονος δ’ ἀγνώμονα, καὶ ἅμα ἐπεξιὼν κακονοίας καὶ ἀβουλίας τοῖς ὑπηκόοις. καὶ τῷδε τῷ τρόπῳ
τὴν θείαν ἀναιροῦντες οὐκ ἴσασι πρόνοιαν, καὶ τὴν ἐπιπο‐

3

.

208

ρευομένην τοῖς πράγμασιν ἀθετοῦντες ἀνάγκην τῆς τύχης. πάντων γὰρ ὡς εἰκὸς προεγνωσμένων θεῷ, καὶ πᾶσι πεπι‐ στευμένου μήπω μηδενί τῳ τρόπῳ τὴν θείαν ἐξεῖναι διαψευ‐ σθῆναι πρόνοιαν, ἐξ ἀνάγκης ἀκολουθεῖ καὶ πᾶν τὰ τῇ θείᾳ
5προεγνωσμένον προνοίᾳ πεπράξεσθαι καθὰ καὶ προέγνωσται. οἷς δ’ οὐχ οὕτω δόξης ἔχειν συμβαίνει, οὐκ ἂν φθάνοιεν οὗτοι πάντες ἐπ’ ἀβεβαίου καὶ πλανωμένης τιθέμενοι δόξης, ὡς ἔγωγε οἶμαι, τοὺς τῆς θείας θεμελίους προνοίας, ἐφ’ ὅσα τὸν πάντα χρόνον προβαίνει τε καὶ προβήσεται τοῦ βεβαιώ‐
10σοντος οὐκ ὄντος ἐρείσματος. οἷς γὰρ οὐκ ἔστιν ἐξ ἀνάγκης βεβαίαν κεκτῆσθαι τὴν ἔκβασιν ὁποῖά ποτ’ ἂν εἴη, ταῦτ’ ἀόριστα ὄντα εἰκότως ἂν οὐδὲ προγινώσκεσθαι δυνηθείη ποτέ. καὶ πάντες εὐθὺς καὶ συλλήβδην εἰπεῖν διαβέβληνται λόγοι προφητῶν ἱερῶν, καὶ εἴ τινες εἶεν ἐκ Δωδώνης ἅμα καὶ Δελ‐
15φικοῦ τρίποδος τοῖς φιλοπευστοῦσιν ὁπωσποτὲ τῶν ἀποβησο‐ μένων πέρι προθεσπίζοντες, οὐδαμῇ τῆς ἀοριστίας ἐχούσης ὅροις ἐπιστήμης ἐγκλείεσθαι. καὶ οὕτως ἐπ’ αὐτοφώρῳ τὴν θείαν ἁλίσκονται διαβάλλοντες πρόνοιαν· καὶ τὸ ἄτοπον ὁπόσον καὶ οἷον, πολλοῦ μέν τ’ ἂν δεήσειε μὴ καὶ τῶν ἀφε‐
20λεστέρων πᾶς τις, καὶ εἴ τις εἴη τῶν πάνυ βαναύσων καὶ ἀγο‐ ραίων, σαφῶς ἐννοεῖν. τούτου δ’ οὑτωσὶ πρὸς ἀτόπους ἐσχα‐ τίας τε καὶ φάραγγας ἐωσμένου, πολλὴ ἂν εἴη ῥαθυμία μὴ
ἀρρήκτοις νομίζειν ἀνάγκαις δεσμίους τὰς τῶν γινομένων τε

3

.

209

καὶ ἀεὶ γενησομένων ἐκβάσεις πορεύεσθαί τε καὶ ἀτεκμάρτοις ἀνθρώπῳ παντὶ δουλεύειν τύχαις. εἰ οὖν οὕτω ταῦτα καὶ τὸ ἐφ’ ἡμῖν ἐκ μέσου χωροῦν πρὸς ἀβύσσους κάτεισιν ἀνυπαρξίας πυθμένας, τίς μηχανὴ τὸν ἐμὸν ἐξαιρήσεται πατέρα μὴ δρᾶν τὰ
5πρὸς τῆς ἀναγκαίας κεκλωσμένα τύχης, καὶ οὕτω μὲν ὡρισμέ‐ νως προεγνωσμένα θεῷ, οὕτω δ’ ὡς προεγνῶσθαι συμπέπ‐ τωκε γινόμενα τῇ προνοίᾳ, οὕτω δ’ αὖ γινωσκόμενα καθάπερ ὥρισταί τε καὶ γίνεσθαι πέφυκε πρὸς τῆς ἄνω προνοίας, ταὐτὸν δ’ εἰπεῖν τῆς ἀναγκαίας ἀγόμενα τύχης. αὐτόματον
10γὰρ καὶ τύχην τὴν θείαν καλεῖσθαι πρόνοιαν ἀκώλυτον ἠκη‐ κόειν ὑπάρχειν μὴ μόνον τοῖς σοφωτέροις Ἑλλήνων παισίν, ἀλλὰ καὶ τῶν ἡμετέρων ἐνίοις. δέον οὖν ἐπαινεῖν ὅτι τῇ θείᾳ προνοίᾳ καὶ ὁ ἐμὸς ἀγόμενος πατήρ, καὶ ἀφύκτῳ δου‐ λεύων ἀνάγκῃ, βαρβάροις μὲν συγγενέσι δ’ οὖν καὶ φίλοις
15ἐπιτρέπει τὰς τῶν ἅπαξ ὑπὸ θεοῦ κατεψηφισμένων εἰς ὄλε‐ θρον σφαγὰς καὶ τὰ λάφυρα καὶ τὰς παντοίας καὶ πολυτρό‐ πους ἀπαγωγάς, οἳ δὲ καὶ ἄχθονται καὶ προσονειδίζουσι καὶ μισοῦσι, καὶ τὴν μὲν αὐτοῦ δι’ εὐχῆς τελοῦσι ποιοῦντες ἀπαλλαγήν, τὴν δὲ τοῦ γαμβροῦ Παλαιολόγου μάλα σφοδρῶς
20ἐφίενται καὶ ἀνακαλοῦνται ἀρχήν, καὶ τὰς αὐτοῦ καὶ αὐτοὶ συνεργοῦντες οὐκ ἀπολείπουσιν, ὅσον τὸ ἐφικτόν, ἐπιβουλὰς καθ’ ἡμῶν, καὶ ταῦτα διηνεκῶς ᾀδομένων ἐκ πάνυ πολλῶν καὶ παλαιοτέρων τῶν χρόνων ἀκούοντες τῶν τε ἄλλων κα‐ κῶν, καὶ ὡς πεπρωμένον εἴη τῷ ἔθνει τουτῳὶ χειρωθῆναι
25Ῥωμαίων ἅπασαν χώραν καὶ πόλιν, καὶ μέχρις αὐτῶν ἀγυιῶν

3

.

210

τε καὶ πλατειῶν καὶ στοῶν εἰσδραμεῖν τῆς Βυζαντίων μεγί‐ στης πόλεως.” Ματθαίου μὲν οὖν ἐκείνου τοιαῦτα συνείρειν ἐθέλοντος ἕτερα πλείω καὶ ἄλλα ἐπ’ ἄλλοις ὁμόστοιχα, διακόψας τοῦ
5λόγου τὸν δρόμον ἐγὼ τοιάδε φημὶ πρὸς αὐτόν. “σὺ δὲ βου‐ λόμενος τὴν θείαν συνιστᾶν πρόνοιαν, ὡς δοκεῖ σοι τὸ σχῆμα τοῦ λόγου, λέληθας ἀναιρῶν αὐτὴν καὶ τἀναντία δρῶν προ‐ φανῶς τῆς βουλήσεως, καὶ τὸν πατέρα τὸν σὸν ἀπαλλάττειν μακρῶν ἐπειγόμενος ἐγκλημάτων πεφώρασαι καὶ σαυτὸν αὐ‐
10τόχρημα τοῖς τῶν αὐτοῦ συγκαταδύων ἐγκλημάτων ὕδασί τε καὶ ῥοθίοις. μηδὲ γὰρ τὰς τῶν ὄντων τε καὶ γινομένων αἰ‐ τίας εἰδώς, μηδὲ τρόπους αἰτιατῶν διαιρεῖν ἐπιστάμενος, μηδὲ τούτων ἕκαστα τῷ προσήκοντι διανέμειν κανόνι, οὓς ἂν ἐθέλῃς ἐκφεύγειν κρημνούς, τούτοις ἐκ τοῦ ῥᾴστου καὶ μὴ
15θέλων ἐμπίπτεις. οὐ γὰρ παρὰ τοῦτο τοῖς δρῶσι γίνεται τὰ μοχθηρά τε καὶ ἀποτρόπαια, ὅτι πρὶν γενέσθαι προέγνωσται τῷ θεῷ, οὐδ’ αἰτία τῶν γινομένων κακῶν ἡ πρόγνωσις· ἀλλ’ ὅτι γενήσεσθαι ἤμελλε, διὰ τοῦτο προέγνωσται τῷ θεῷ. μᾶλλον δ’, εἰ τἀσφαλέστερα λέγειν χρεὼν ἐνταυθοῖ, ἔγνωσται
20θεῷ καὶ οὐδαμῇ προέγνωσται. ἐπ’ ἴσης γὰρ τοῖς ἐνεστῶσι θεὸς ὁρᾷ τὰ ἡμῖν μέλλοντα, ἐν τῷ τῆς ἰδίας ἁπλότητος ἱστα‐ μένῳ μένων τὸν πάντα αἰῶνα, κἀν τῷ μηδαμῇ ποτὲ παραλ‐ λάττοντι ἐνεστῶτι ἱστάμενος. καὶ ὁρῶν οὐ βίᾳ μεταρρυθμί‐
ζει τινὶ ὃ τὴν ἀρχὴν τοῖς ἀνθρωπίνοις θελήμασιν ἔδωκεν

3

.

211

αὐτεξούσιον. ὅμοιον γὰρ ἂν εἴη ὥσπερ ἂν εἴ τις βαδίζοντά τινα βλέπων ἐξαγγέλλοι τῇ γλώττῃ. τὸν μὲν λέγοντα ἀλη‐ θεύειν ἀνάγκη, οὐ μέντοι γε παρὰ τὸ ἀληθεύειν τὸν λέγοντα ὁ βαδίζων βαδίζει. ἀλλὰ τοὔμπαλιν διότι ὁ βαδίζων βαδί‐
5ζειν βεβούληται, ἀληθεύειν ἐξ ἀνάγκης συμβαίνει τὸν λέ‐ γοντα. καὶ δίδωσι μὲν τὴν αἰτίαν ὁ βαδίζων τοῦ γε τὸν λέγοντα ἀληθεύειν, τὴν δὲ τοῦ αἰτιατοῦ χώραν δεύτερος ἐπιὼν ὁ λόγος λαμβάνει. καὶ δοκεῖ μὲν κατὰ μετουσίαν τινὰ καὶ ὁ λόγος ὡς ἑπόμενον ἴνδαλμα τὴν τοῦ ἀληθεύειν ἔχειν ὅπως
10ποτ’ ἀνάγκην, οὐκ ἔχει δ’ οὖν· οὐδὲ γὰρ οὐδεμίαν ἀνάγκην οὔθ’ ὁ τοῦ λέγοντος λόγος οὔθ’ ὁ τοῦ βλέποντος ὀφθαλμὸς τῇ τοῦ βαδίζοντος ἐπήνεγκεν ἐλευθερίᾳ κατὰ τὴν τοῦ βαδί‐ ζειν ἀδέσποτον θέλησιν. καὶ εἰ δοκεῖ γυμναστέον αὖθις τὸν λόγον ἐφ’ ἑτέρου τινὸς ὑποδείγματος τελεώτερον, κείσθω γάρ
15τινα τήμερον τρίπηχυ ξύλον φέρε εἰπεῖν εἰς ῥάβδου χρείαν ἐξ αὐτοσχεδίου θελήσεως οἴκοθεν ἀποξέειν μεταποιοῦντα, μη‐ δενὸς τῶν ἁπάντων μηδὲν ἐπιτάττοντος ἔξωθεν ὅσοι παριόντες ὁρῶσιν. οὐκ ἂν οὖν οὐδ’ αὐτός, οἶμαι, ἀμφισβητήσειας μὴ κατ’ ἀθρόαν τοὺς παριόντας περίληψιν ὁρᾶν μὲν καὶ γινώ‐
20σκειν εὐθὺς ὁπόση καὶ οἵα μῆκος ἅμα καὶ πλάτος ἡ ῥάβδος, μηδεμίαν δ’ ἐπάγειν ἀνάγκην τῇ πράξει τὴν θέαν. εἰ οὖν καὶ θεὸς ὡς ἐνεστῶτα πάντ’ ἐπ’ ἴσης ὁρᾷ τά τε δὴ γινόμενα καὶ γενησόμενα, τί τις ἂν ἔχοι λέγειν ὡς ἡ τοῦ θεοῦ θεωρία καὶ
γνῶσις ἀνάγκην ἐπάγει τινὰ τοῖς ἐλεύθερον τελεῖσθαι καὶ

3

.

212

ἀδέσποτον πεφυκόσι τὸν τρόπον; ὥσπερ γὰρ οὐδὲ τῶν ἀνθρώ‐ πων οὐδεμία τις τῶν ἁπάντων, ὡς εἴρηται, ὄψις ἀνάγκην, οἷς ἂν ἐκ τοῦ παρήκοντος γινομένοις ὁρᾷ, μηδαμῇ ἐπάγει βιαίαν οὐδεμίαν, οὕτως οὐδ’ ἡ τοῦ θεοῦ εἴτε πρόγνωσιν λέγειν χρεὼν
5εἴτε γνῶσιν, οἷς ὁρᾷ γιγνομένοις, οὐ βίαιον ἐπάγει οὐδέσιν οὐδέν, οὐδ’ ἀνάγκη δουλοῖ τὴν ἅπαξ ὑπ’ αὐτοῦ δεδομένην ἐλευθερίαν τοῖς πράγμασιν. ἐπ’ ἴσης γὰρ ὁ θεὸς ὁρᾷ τὰ γινόμενά τε καὶ γενησόμενα, καὶ οὐδὲν μᾶλλον αὐτῷ παρὰ θάτερον θάτερον, ἐν τῇ ἁπλότητι μένων ἐπ’ ἴσης αὐτὸς τοῦ σφετέρου διηνεκῶς ἐνε‐
10στῶτος· καὶ ὁμοίως ἀεὶ τὸ δεδομένον ἑκάστοις ἐνδίδωσιν αὐτεξούσιον. διὸ καὶ οὐδὲν μᾶλλον, ὡς εἴρηται, φαίης ἂν τὸν θεὸν προορᾶν τε καὶ προγινώσκειν ἢ ὁρᾶν καὶ γινώσκειν, τοῦ χρονικοῦ παρῳχηκότος ἅμα καὶ μέλλοντος ἑνί γε τῷ τρόπῳ τελέως ἐντεῦθεν ἐξωθουμένου καὶ χώραν αὐτῷ προ‐
15σήκουσαν οὐδεμίαν οὐδαμῇ ἐφευρίσκοντος. Τί τοίνυν ἐς τὸ ἀθῶον αὐτὸς παρεξάγεις τὰ τοῦ πα‐ τρὸς ἐγκλήματα, σφαλερᾶς διανοίας εὔφημόν τινα τὴν ἀπο‐ στροφὴν ἀντιμηχανώμενος, καὶ λόγοις ἀπατηλοῖς πρὸς τὸ βου‐ λόμενον σπεύδεις μετατιθέναι ὧν τὴν κόλασιν ἔργοις ἐκεῖνος
20ὑφέξει τῷ βλέποντι καὶ κρινοῦντι θεῷ. φυγὰς γὰρ ἐθελοντὴς τοῦ θεοῦ γεγονώς, καὶ πόθῳ προσκαίρου τύχης καὶ δόξης τοῦ θείου φωτὸς ἐκείνου ἀπερρωγώς, παρ’ ὅσον ἐπίδοξον ὄνομα
διὰ γῆς ἐσπούδακε σπείρειν, παρὰ τοσοῦτον ἄδοξον στάχυν

3

.

213

ἀεὶ θερίζει, δι’ ἀβουλίαν ἀεὶ τοῦ βελτίονος ἀπορραπιζόμενος· καὶ ἃ διώκειν εἵλετο νομίσας εἶναι χρηστά, πάντων ἐκπέπ‐ τωκεν ἄρδην, ὑφ’ ἧς ἐλάτρευε διωκόμενος τύχης. καὶ ὅθεν εὐδαιμονέστατος πάντων ᾠήθη γίνεσθαι βασιλέων, ἐκεῖ‐
5θεν ἡ ἀντίπαλος παραδῦσα ῥύμη τῆς τύχης αὐτοῦ γυμ‐ νὸν παντὶ τῷ τοῦ βίου θεάτρῳ καὶ κόσμῳ προδείκνυσι μὴ μόνον τοῦ μόνου θεοῦ, ἀλλὰ καὶ ἧσπερ ἐσπούδακε δόξης προσκαίρου τυχεῖν. ἐπ’ οὐδεμιᾶς γὰρ βεβαίως ἑστήξει κρη‐ πῖδος κλῆρος δόξης οὐδεὶς ὅς τε θεοῦ ἀποπεφοίτηκε καὶ ὃν
10τὸ τῆς τύχης ἐχορήγησεν ἄστατον. δυοῖν γὰρ ἑπομένων τῇ τῆς προσκαίρου τύχης εὐκληρίᾳ κακῶν, ἢ καὶ ἄμφω περι‐ χεῖται τοῖς ἀθλίοις ἐναλλὰξ ὁπόσοι ταύτην ἀμφιέννυνται, ἢ δυοῖν θάτερον. ἢ γὰρ οἶδε τὸ τῆς τύχης ἄστατον, καὶ δε‐ διέναι τὴν αἰφνίδιον ἀνάγκη μεταβολὴν ἀεί, καὶ τῷ συνεχεῖ
15τοῦ δέους εὐδαιμονεῖν ἀσφαλῶς μηδαμῇ συγχωρεῖσθαι, καὶ παρούσης μὲν λυπεῖσθαι διὰ τὴν τῆς ἀποβολῆς ἐλπίδα, ῥυεί‐ σης δ’ αὖ λυπεῖσθαι διὰ τὴν ἐναπομένουσαν μνήμην καὶ τήν γε δὴ τῆς ἀναλήψεως ἀπόγνωσιν· ἢ οὐκ οἶδε, καὶ μὴ εἰδὼς οὐδ’ εὐδαίμων. παροῦσα μὲν γὰρ ἡδονὴν οὐκ ἔχει τουτῳῒ
20κεκτημένῳ· καὶ πῶς ἂν εἴη εὐδαίμων τὴν αἴσθησιν οὐκ ἔχων ὧν κεκτῆσθαι δοκεῖ; ἂν δ’ ὀψὲ καὶ τὸ τῆς φύσεως ἴδιον ἐπενέγκῃ, λέγω δὴ τὴν μεταβολὴν ἑαυτῆς, τῷ τῆς αἰφνιδίου ἐκπλήξεως ὑπερβάλλοντι συνανεῖλεν ἐνίοτε καὶ τὸ ζῆν. καὶ
προλέλοιπε μὲν αὐτὸν εὐθὺς ὃ προλιπεῖν μὲν οὐκ ἦν αὐτῷ

3

.

214

βουλομένῳ, καταλέλειπται δ’ αὐτὸς οὔθ’ ὡς καταλελεῖφθαι νενόμικεν οὔθ’ ὡς βιοῦν προῄρηται. τοιαῦτα γὰρ τὰ τῶν χρονικῶν πραγμάτων ἐγκύκλια παίγνια καὶ οἱ τῆς τύχης γέ‐ λωτες, σκιὰ μὴ κρατεῖσθαι πεφυκυῖα, καὶ ἀνούσιον ὄνομα
5ταῖς τῶν μικρολόγων καὶ μικροψύχων ἐπιπλανώμενον φαντα‐ σίαις. διὸ καὶ ῥᾷστα μυρίοις ἀναμοχλεύεται κύβοις μετα‐ βολῶν ἀτεκμάρτων. καὶ ὁ σφόδρα θέλων αὐτῇ παραμένειν τοῦ μένειν ἀσφαλὴς ἀποσφενδονᾶται ῥᾳδίως· ὁ δὲ ταύτης μὲν ἐθελοντὴς ἐκχωρῶν, θεῷ δὲ τῷ τῶν καλῶν ὡς ἀληθῶς
10χορηγῷ προσέχων τὸν νοῦν, εὐσταλὴς τὴν τοῦ βίου παρα‐ τρέχων θάλασσαν ἔφεδρον ἐπίβουλον οὐδὲ λῃστὴν φοβήσεται πάντων οὐδένα ποτέ. Καὶ ἵνα σε ἐς τὸ πρότερον ἴχνος ἐκείνου τοῦ ὑποδείγ‐ ματος αὖθις ἀναγαγὼν κατακλείσω τὸν λόγον, δεδειχὼς ὡς
15ἄνθρωποι τῶν ἀνθρωπίνων αἴτιοι γίνονται συμφορῶν καὶ οὐχ ὁ θεὸς οὐδ’ ἡ αὐτοῦ πρόγνωσις, οὐδ’ ἀνάγκη τις τυραννεῖ τοῦ βίου τοὺς οἴακας, ἀλλ’ ἑκούσιον θέλημα τοὺς κακοὺς εἰς κακὰ παραπέμπει, προσέχειν τοῖς λεγομένοις χρεών. καθά‐ περ γάρ, εἴ τις μοχθηροτέρᾳ μετὰ τοῦ πλείονος χρῷτο διαίτῃ
20καὶ ἀπᾴδουσαν τῷ γαστρὶ συμφοροίη τροφήν, ἀνάγκη νοσεῖν καὶ διαφόρους καὶ ἄλλας ἐπ’ ἄλλαις ἀλγηδόνας διηνεκῶς ὑπο‐ μένειν, καὶ τὸ αἴτιον πλὴν τῆς τοῦ πάσχοντος γνώμης καὶ
προαιρέσεως οὔτε τῇ τροφῇ προστρίψειεν ἄν τις δικαίως οὔτ’

3

.

215

ἀνθρώπων οὐδενί, οὐ μέντ’ ἂν οὐδὲ ταῖς τῶν ὁρώντων προρ‐ ρήσεσι καὶ προγνώσεσιν, εἴ τινες εἶεν ἰατροὶ καλῶς ἐκ τῆς ἀκαίρου τροφῆς ἐκείνης στοχαζόμενοι καὶ προαναφωνοῦντες τῷ μὲν τὴν ἀκόλουθον νόσον τῷ δὲ τὸν ἑπόμενον θάνατον,
5καὶ ἀνάγκην οὐδεμίαν ἐπήνεγκεν οὔτε τοῖς νοσήμασιν ἐκείνοις οὔτε τῷ θανάτῳ πρόρρησις καὶ πρόγνωσις τοῦ συνετῶς ὁρῶν‐ τος ἰατροῦ, οὕτως οὐδ’ ἡ τοῦ θεοῦ πρόγνωσις ἀνάγκῃ συνω‐ θεῖ τοὺς ἁμαρτάνοντας εἰς τὸ ἁμαρτάνειν, οὐδ’ ἁμαρτάνον‐ τας αὖ παντοίοις ἐκ παντοίων καὶ ποικίλοις ἐκ ποικίλων
10δεινοῖς περιπίπτειν ἀμοιβαδὸν καὶ οἷον πρὸς πάνυ δυσδιεξό‐ δευτον ἐκπονεῖσθαι λαβύρινθον τῶν τε ἐνταῦθα πραγμάτων καὶ τῶν διὰ τὰς ἐκεῖθεν ἡτοιμασμένας κολάσεις πληττομένων ἀεὶ λογισμῶν. ἀνάγκη μὲν γὰρ τὰ ἐσόμενα προγινώσκεσθαι τῷ τὰ πάνθ’ ὡς ἐνεστῶτα βλέποντι θεῷ, οὐκ ἀνάγκη δ’ αἰτίαν
15ἡγεῖσθαι κακῶν τὴν αὐτοῦ πρόγνωσιν. καὶ εἴ τι δ’ ἐν τοῖς τῶν ἀλόγων ζώων σπλάγχνοις ἰχνηλατοῦσι παῖδες Χαλδαίων, ἐπεὶ καὶ περὶ τοιούτων εἰρήκεις, καὶ εἴ τις δ’ αὖ ἐκ Δελφι‐ κοῦ τρίποδος ὁρμώμενος λόγος πρὸς μελλόντων ἔρρωται πρό‐ γνωσιν, στοχαστικαὶ καὶ ταῦτα δαιμόνων εἰσὶ προρρήσεις,
20ἀθροιζόντων τὸ μέλλον ἔκ γε τῆς τῶν ἐρωτώντων διαίτης καὶ τῆς τοῦ βίου αἱρέσεως. καὶ οὔτ’ ἀνάγκην εὐθὺς ἐπά‐ γουσι καὶ τοῖς πράγμασιν αἱ στοχαστικαὶ προρρήσεις αὗται,
οὔτε τὸ προσαγωγότερον τῆς τῶν δαιμόνων ἀπάτης μεταρρι‐

3

.

216

πίζειν δύναται πρὸς τὰ τῶν ἁμαρτιῶν ἀρρωστήματα στερ‐ ρῶς ἡδρασμένην ψυχὴν ἐν τῷ θείῳ φόβῳ καὶ τῷ τῆς ὑγιείας ταύτης μάλα ἀκραιφνεῖ. καὶ ὥσπερ οὐκ ἂν ἔδει τοῖς ἀνθρώ‐ ποις ἰατρικῆς, εἰ μὴ ἐνόσουν, οὕτως οὐδὲ μαντικῆς, εἰ μὴ ταῖς
5σφαλλομέναις ἐγκυβιστῶντες τύχαις ἡμάρτανον, καὶ δεδιότες ἐντεῦθεν τὸ μέλλον ἐρωτᾶν ἠναγκάζοντο τοὺς τὴν στοχαστι‐ κὴν διὰ μακρῶν ἀκριβώσαντας τῶν αἰώνων δαίμονας, ἀνθρώ‐ πων μὲν μᾶλλον, ἁπάντων δ’ εὐστόχους οὐ μάλα μᾶλλον· ἴδοις γὰρ ἂν κἀκείνους τὸ πλεῖστον ὡς ἐν μεταιχμίῳ ῥιπτοῦν‐
10τας τὸ μάντευμα. τά τε γὰρ ἄλλα καὶ τὸν Ἅλυν, φησί, δια‐ βὰς μεγάλην ἀρχὴν καταλύσεις, οὔθ’ ὁποίαν ἀποσαφῶν ἀμ‐ φοῖν, οὔθ’ ὅτι τῷ ἐρωτῶντι βέβαιον ἡ διάβασις, ἀλλ’ εἰ δια‐ βὰς τύχοι. καὶ μυρία τοιαῦτα τοῖς γε σχολάζειν οὐ μάλα ὀκνοῦσιν εὑρίσκοιτο ἄν.
15 Καὶ μή μοι λέγε προγόνων ἁμαρτίας δι’ ἃς τῶν κακῶν ἐκεῖθεν ἠργμένων ἥκιστα δύνασθαι τὸν εἱρμὼν ἀναλύειν ἐκεῖνον τοὺς ἀπογόνους, καὶ τὴν ἐκείνου τοῦ ῥεύματος ἀνα‐ στέλλειν φοράν τε καὶ δυναστεύουσαν αὐτοκρατορίαν. ἄπαγε· σκῆψις ταῦτα σαθρά. οὐ γὰρ ἄδικος ὁ θεός, ἵνα τὴν ἑτέ‐
20ρων ἔκτισιν ἑτέρωσε παραπέμπῃ καὶ ἄλλων ἄλλοις παρέχῃ κολάσεις ἁπλῶς. ἀλλ’ ὅμοιον ἂν εἴη ὥσπερ ἂν εἴ τις φλόγα πυρὸς κατασβέσαι πειρώμενος τἀναντία τοῖς ἔργοις ποιοίη, αὐτός τε ἀντ’ ἄλλων σβεστηρίων ἁπάντων φακέλλους φρυγά‐ νων ἐπιτιθεὶς καὶ ἀμφορέας ἐλαίου προσεπιφέρων κατὰ τὸ
25δαψιλέστερον, καὶ σφόδρα ἄλλους κατόπιν ἰόντας κινοίη τὰ

3

.

217

ὅμοια δρᾶν, καὶ ἀεὶ τοὺς ἑξῆς· ταχὺ μέντ’ ἂν εἰς ἀέρα βα‐ θὺν ἡ τῆς φλογὸς ἀναρριπισθείη κορυφή, ταχύτερον δ’ αὖ τὴν κύκλῳ γῆν περιδράμοι αἰθερίου τέως συνεφαπτομένου πνεύματος· οὐ γὰρ ἀνάγκη πῦρ ἐκ μιᾶς τινὸς ἀναστέλλειν
5οἰκίας, ἀλλ’ ἀνάγκη πόλιν ὅλην αὐταῖς οἰκίαις καὶ στοαῖς ἐμ‐ πιπρᾶν ἐκ τοῦ ῥᾴστου μετὰ τῶν συνοικούντων. οὕτω δὴ καὶ τοῖς ὀψιγόνοις, εἰ μήτε τὰ πατέρων ἐγκλήματα διορθοῦσθαι πειρῷντο, ἀλλὰ καὶ προσεπαντλεῖν ἀναγκάζοιεν ἄλλοθεν ἄλ‐ λους ἄλλα κατόπιν ἁμαρτήμασιν ἁμαρτήματα παλαιοῖς νέα
10καὶ μακροῖς μέτροις μείζω τε καὶ βαρύτερα, νοσεῖν ἀνάγκη, καὶ κατὰ τὸ ἀνάλογον τοῖς ἐσχάτοις δεινοῖς ἀεὶ περιπίπτειν, καὶ μηδ’ ἀναπνεῖν ἐλευθέριον δύνασθαι, ἀλλ’ ἐοικέναι πως ἐκείνοις οἳ περιπνευμονίᾳ καὶ ὑδέρῳ συνισχημένοι βαθεῖ βίους ὅλους ἑνὸς θανάτου ῥᾳδίως ἀλλάξαιντ’ ἄν.
15 Τί τοίνυν καὶ σὺ μετὰ τοῦ πατρὸς τοὺς τῶν οἰκείων ἁμαρτημάτων Ὀλύμπους καὶ Παρνασοὺς παρατρέχοντες, πᾶ‐ σιν ὀφθαλμοῖς ἐς τοὺς προγονικοὺς ὀρόβους ἐμβλέπετε, καὶ οὐκ ἀπάγειν οὐδ’ ἐπὶ βραχὺ τὸν νοῦν ἐκεῖθεν βεβούλησθε, οὐδ’ ἐπιστρέφειν ὀψὲ καὶ πρὸς ἑαυτούς. ἀρίθμει γάρ, εἰ
20βούλει, μικρὸν τῶν τῆς οἰήσεως ὑπανιεὶς ὀφρύων, τὰ νέα ταυτὶ καὶ ὑμέτερα, καὶ παρατίθει τοῖς τῶν προγόνων πα‐ λαιοτέροις ἅπασι· καὶ ὄψει τοσοῦτο βαρύτερα καὶ πολυει‐ δέστερα τὰ ὑμέτερα ὅσον ἡ στείρα καὶ παράλιος ψάμμος ἅπασα πρὸς ἓν ἀθροισθεῖσα βάρος μικροῦ τινὸς ὑπερέχει
25δίσκου, ὁποίοις πάλαι καὶ οἱ ἐν Ὀλυμπίοις ἐχρῶντο δισκεύ‐
οντες τε καὶ τὸ παγκράτιον ἐξασκούμενοι.

3

.

218

Εἰ δ’ αἰσχρὸν τὸ τὰ αἰσχρὰ διανοεῖσθαι, αἰσχρότερον πάντως δήπου πολλῷ τὸ τὰ αἴσχιστα καὶ δύνασθαι καὶ δρᾶν καὶ ἅμα πρὸς δημοσίους ἐκλαλεῖν ἀκοάς. εἰ δὲ τοῦθ’ οὕτως, ποῦ λοιπὸν οὐκ ἂν ἀναιδείας ἐλαύνοι, ἐφ’ οἷς ἐγκαλύπτονται
5καὶ τῶν βαναύσων οἱ δυστυχέστεροι, τούτοις τὸν σὸν ἐγκαλ‐ λωπίζεσθαι πατέρα, καὶ γυμνῇ βοᾶν τῇ κεφαλῇ Βυζαντίοις ὡς διὰ τὴν ὑμῶν ἀπέχθειαν, τῷ γαμβρῷ προστιθεμένων Πα‐ λαιολόγῳ καθ’ ἅπασαν γνώμην, πάσης μὲν ἀποκέκλεισθε νῦν μὴ μόνον προόδου καὶ τῆς τῶν ὑμετέρων κομιδῆς ἀσταχύων
10ἀλλὰ καὶ πάσης χρηστῆς προσδοκίας ἑξῆς, ὄψεσθε δ’ οὖν ἐν βραχεῖ καὶ τὸ μέγα καὶ περιβόητον ἄστυ Βυζάντιον τουτοῒ προδεδομένον ὁμοίως ὑπ’ ἐμοῦ τῷ τῶν βαρβάρων ἀρχηγῷ πρὸς βασίλειον οἴκησιν, Ὑρκανῷ τῷ γαμβρῷ σὺν ἅπασι τοῖς ὑπ’ αὐτῷ βαρβάροις. ὅθεν γυναικῶν μὲν καὶ παίδων ἀλλοτριώσεσθε τὴν
15ταχίστην, καὶ ἅμα χρημάτων καὶ οἰκιῶν, ὑμεῖς δὲ μαστιγίαι καὶ ἐν Καρὸς δουλεύσετε μοίρᾳ. τοῦτ’ ἐκεῖνο ὃ καὶ τῷ Λαέρτου πά‐ λαι Ὀδυσσεῖ ναυαγήσαντι ἐκπεπηδηκὼς ἐπηγγέλλετο Κύκλωψ ἐκεῖνος ὁ τοῦ Ὁμήρου, πύματον δηλαδὴ φυλάξειν ἑαυτῷ τράπε‐ ζαν αὐτὸν μετά γε δὴ τὴν τῶν ἀνδρῶν ἐκείνων ἐδωδήν, οὓς
20θηριῶδες καὶ ὠμοβόρον τηνικαῦτα ὁρῶντος αὐτοῦ πεποίηται δεῖπνον. τί τῆς ἐπαγγελίας ταύτης ἀθλιώτερον ἢ θηριωδέστε‐ ρον; εἰ οὖν αἴσχιστον τὸν ἐν ἐξουσίᾳ τὰ αἴσχιστα δρᾶν, ἦπου μανίας οὐ μάλα ἐλεύθερον λύκοις τὸ ἐμπιστευθὲν προτιθέναι
ποίμνιον εἰς βορὰν ἑκοντὶ τὸν ποιμένα. δέον γὰρ ὑπερμα‐

3

.

219

χεῖν καὶ πᾶσι τρόποις τὴν τοῦ ποιμνίου ζητεῖν εὐζωΐαν, ὃ δ’ εἰς κακοδαιμονίας ἀνυπερβλήτου μετεσκεύασε πρόφασιν τὴν ποιμαντικὴν δεσποτείαν, καὶ οὐδ’ αἰδεῖται τὰς τῆς ἀδί‐ κου ψυχῆς ἐκλαλῶν ἀπορρήτους ὠδῖνας, ἀλλὰ καὶ δόξης ὑπερ‐
5βολὴν ἑαυτοῦ τὰς Ῥωμαίων ἡγούμενος συμφορὰς δημοσιεύει καὶ ἐγκαυχᾶται. ὅμως καθάπερ οὐδὲν καινὸν οὐδ’ ἀνοίκειον ἀνδροφόνῳ μυρίους ἀνόμως ἀνθρώπους πεφονευκότι καὶ πορ‐ νείας ἁλῶναι, οὕτως οὐδὲν οὐδὲ τούτῳ καινόν, καθάπαξ τοῦ πεποιηκότος ἀπερρωγότι θεοῦ καὶ τὴν πάτριον ἐξομοσαμένῳ
10εὐσέβειαν καὶ τοῖς θείοις ἐμπεπαρῳνηκότι κανόσι καὶ νόμοις καὶ πᾶσιν ἱεροῖς ἀδεῶς ἐνυβρίσαντι μυστηρίοις, καὶ ἐν ἀλι‐ τηρίων μοίρᾳ γῆς καὶ θαλάττης ἁπανταχῇ τοὺς εὐσεβείᾳ συντεθραμμένους διασπείραντι, καὶ παντοίοις τοὺς λειπομέ‐ νους δεσμωτηρίοις ἐμβεβληκότι, καὶ τοῖς τοιούτοις ἐγκαλλω‐
15πίζεσθαι ἀδικήμασι, δίκην σειρᾶς ἐξημμένοις ἐκεῖθεν, καὶ τῷ τῆς ὁμοιότητος ῥιπισμῷ πρὸς τὴν τῆς πρώτης κακίας ῥίζαν ἀναπέμπουσι τὸ συγγενές. σὺ δέ μοι λέγε πρὸς ταῦτα τύχην αἰτίαν καὶ πεπρωμένην ἀνάγκῃ τὰ δρώμενα δρῶσαν. πῶς καὶ πόθεν, ἄνθρωπε; ὅμοιον γὰρ ἂν εἴη ὥσπερ ἂν εἴ τις μέσου
20χειμῶνος γυμνὸς ἐν ὑπαίθροις περινοστῶν αἰτίαν τοῦ ῥίγους ἐτίθει, ἥκιστα μὲν τὴν ἑαυτοῦ γνώμην καὶ θέλησιν, τὴν δ’ ἀνάγκην τῆς πεπρωμένης. ἦ γὰρ οὐχ ἡ ἑκάστου παντάπασιν αὐτοδέσποτος θέλησις ἑκάστῳ γίνεται Κλωθὼ καὶ πεπρωμένη,
σύστοιχον τῇ ῥίζῃ φύουσα τὸ γεώργιον; ἔπειτά με τῶν οὕτω

3

.

220

πλάνης ἐχόντων ὁμιλητὴν ἀξιοῖς νῦν προσεληλυθότα γενέσθαι, ὅτε καὶ μυριοπλάσιον δι’ εὐχῆς καθεστήκοι μοι μᾶλλον τῆς νῦν ἐχούσης τὴν ἐμοῦ καὶ ὑμῶν μεταξὺ τοπικὴν διάστασιν γίνεσθαι. ἀλλ’ ἄπιθι πρὸς θεοῦ, καὶ μή με πρὸς πλείους
5ἐρέθιζε λόγους· οὐδὲν γὰρ ἐξ ἐμοῦ σοι τῶν κατὰ γνώμην οὔτε λελέξεται οὔτε πεπράξεται. Ματθαῖος μὲν οὖν ὁ νέος ἐκεῖνος βασιλεύς, εἰπὼν μὲν ἃ μήπω πρὸς ἕτερον, ἀκηκοὼς δ’ ἃ μήπω πρὸς ἑτέρου, λύ‐ πης καὶ ἀθυμίας μεστὸς ἐγεγόνει μὴ κατὰ γνώμην τῆς ὁμι‐
10λίας κεχωρηκυίας αὐτῷ. καὶ ἐβούλετο μὲν ἔτι λέγειν τε καὶ ἀκούειν· ἀλλ’ ὁρῶν ἐμὲ μηδαμῇ μηδὲ μέχρι βραχέος ἐνδι‐ δόντα τὴν ἀκοὴν ἀπῄει, τὰς τοῦ πατρὸς ὁμοῦ καὶ τῆς μη‐ τρὸς ἀφαιρούμενος ἄρδην ἐλπίδας. διὸ καὶ ἀσφαλέστερά τε καὶ βιαιότερα καθ’ ἡμῶν τὰ τῆς εἱρκτῆς αὖθις ἐγίνετο, τοῦ
15παλαμικοῦ θιάσου βασκανίας εἵνεκα τὴν τῶν βασιλέων ὀργὴν ἐρεθίσαντός τε καὶ ἀναρριπίσαντος ἐς τὸ ἀκμαιότερον· καὶ ἠνύομεν αὖθις οὑτωσί πως τὸ λοιπὸν τοῦ βίου μηδαμῇ μη‐ δὲν μηδ’ ὁθενοῦν μήτ’ ἀκούειν μήθ’ ὁμιλεῖν ἔχοντες. Βραχεῖαι παρῆλθον ἐκεῖθεν ἡμέραι, καὶ μετὰ δύσιν
20ἡλίου δευτέρας ὥρας ἄρτι νυκτερινῆς ἀγομένης, καὶ τὰς ἑσπε‐ ρίους ἐμοῦ συνήθως ᾠδὰς ἀποδιδόντος Χριστῷ τῷ θεῷ περὶ τὸ τοῦ οἴκου ἐνδότερον, ἔνθα καὶ τὴν αὐτοῦ θείαν εἰκόνα
μετὰ τῆς αὐτοῦ πανάγνου μητρὸς πάλαι προεστησάμεθα,

3

.

221

κλόνος ἐξαίφνης ῥαγδαῖος καὶ τῶν πάλαι θαυμαζομένων ἐπὶ μεγέθει ἐνάμιλλος πᾶσαν ἐφ’ ἧς ἑστήκαμεν ἐτίναξε γῆν. καὶ τὰ μὲν ἔξω τέως ἠγνόουν πάθη, κεκλεισμένος ὤν, ὅσα τε Βυ‐ ζάντιον καὶ ὅσα τὰς ἄλλας συμπέπτωκε πόλεις παθεῖν· ὅλον
5δ’ οὖν ἐδόνησε καὶ συνετάραξε μάλα σφοδρῶς τὸν ἡμέτερον οἶκον, ὡς καὶ μέρη πλείω ῥαγέντα χεῖσθαι πρὸς τοὔδαφος ἔνθεν κἀκεῖθεν, καὶ τὰς μὲν ἡμετέρας βίβλους ἐξ ἕδρας ἀναρ‐ ρηγνυμένας ῥιπτεῖσθαι χαμαί. τό γε μὴν παρατεταμένον τῆς ὥρας καὶ ἡ κατὰ βραχὺ πρὸς τὸ βιαιότερον προκοπὴ τοῦ σει‐
10σμοῦ καὶ ἀπαγορεύειν ἤδη με τὸ ζῆν προσηνάγκαζεν, αὐτῷ τε ἐδάφει καὶ αὐτῇ συγκαταδύεσθαι προσδοκήσαντα τῇ οἰκίᾳ. ἐγὼ μὲν οὖν τέως οὐκ ἔχων ὅποι βλέψας τὴν θείαν ἐκείνην διαφυγεῖν ὀργήν, ἥ τε νῦν διὰ τὰς ἡμετέρας ἐπῄει κακίας καὶ ἣ μέλλουσα ταῖς φαινομέναις ταύταις ἀπειλαῖς ἐνεζωγρα‐
15φεῖτο, ἐς τὸ πεπηγὸς καὶ βεβαίως ἱστάμενον ἐρηρεισμένους τοὺς πόδας ἔχειν ἐφιλονείκουν μέν, ἀντέχειν δ’ οὐκ εἶχον πρὸς πάνυ ἀστατοῦσαν γῆν. καὶ ἦν πανταχόθεν ἐμοὶ στενὰ κομιδῇ τὰ τοῦ πράγματος. οὕτω γὰρ ἔχων τῶν ἔνδον κακῶς, οὐδ’ ἔξω προβαίνειν ὅλως ἦγον εἰς μνήμην, τοῦτο μὲν ὅτι δέσμιος
20ἦν καὶ τοὺς πρὸ θυρῶν ἐδεδίειν πανόπτας, τοῦτο δ’ ὅτι καὶ τὸ τῆς θείας ἀναπόδραστον ψήφου πάλαι γινώσκων ἦν ὡς οὐδεὶς ἀποδραίη, κἂν ἐν ὑπαίθροις χορεύων τύχῃ τίς, κἂν ἐν εἱρκτῇ συγκλείηται. τῆς γὰρ ἐκείνου βουλήσεως ἐξῆπται τὰ
πάντα, ὅσα τε φαίνεται καὶ ὅσα ἐν μυχοῖς θαλαμεύεται ἀπορ‐

3

.

222

ρήτοις· καὶ σώζοιτο μὲν ἂν πᾶς τις βουλομένου θεοῦ, καὶ εἰ μυρίας ὁρῴη κύκλῳ περιχεομένας ἐχθρῶν παγίδας καὶ πε‐ ριιπτάμενα βέλη, φθείροιτο δ’ αὖθις ἐκ τοῦ ῥᾴστου συγχω‐ ροῦντος ἐκείνου. ὅθεν τὰς χεῖρας ταῖς θείαις προσερείσας εἰ‐
5κόσιν ἐκείναις, ἐνεκαρτέρουν τῷ τῆς γῆς ἐκείνῳ τιναγμῷ συν‐ τινασσόμενος καὶ αὐτός, καὶ λογιζόμενος βέλτιον ἐνταυθοῖ μένοντά με τὸ τέλος ὑπομένειν τοῦ βίου, ἔνθα καὶ τοὺς ὑπὲρ εὐσεβείας ἄθλους ἐς τόδε ἠνύσαμεν, ἢ πρὸς ἀνθρωπίνας ἀπο‐ βλέπειν ἐπικουρίας.
10 Ἐπεὶ δ’ οὖν ὅμως θεοῦ προνοίᾳ σεσώσμεθα, ἐς τὴν ὑστε‐ ραίαν ἤδη καὶ τὰ τῶν ἄλλων ἠκούομεν πάθη. περὶ ὧν προϊ‐ όντες ἐροῦμεν πλατύτερον, ἐπεὶ καὶ πλατυτέρας ἐκεῖνα δεῖται
τῆς ἱστορίας.

3

.

223

(t1)

ΤΟΥ ΑΥΤΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ
t2ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΛΟΓΟΣ ΚΘ.
3 Ἄρτι δὲ τοῦ ἡλίου περὶ τροπὰς γενομένου τὰς φθινο‐ πωρινὰς ἧκεν αὖθις ἡμῖν ὁ καλὸς Ἀγαθάγγελος, λάθρᾳ κατὰ
5τὸ εἰωθὸς αὐτῷ μετὰ μέσας που νύκτας, ἐν ᾧ τῆς ὥρας μά‐ λιστά γε ἀλεκτρυόνες τάς τε πτέρυγας τινάσσειν ἄρχονται καὶ τὰς ἐμφύτους ἀνακρούεσθαι σάλπιγγας. καὶ προσειπὼν καὶ καθίσας πρῶτον μὲν ἐπυνθάνετο τὴν αἰτίαν τῆς παρ’ ἡμᾶς τοῦ βασιλέως ἀφίξεως, ἔπειτ’ ἀρξάμενος καὶ αὐτὸς περὶ
10τῶν ἔξω διῄει πραγμάτων ἡμῖν ὡς ἦρός τε καὶ θέρους ἔσχε μεταξύ. καὶ πρῶτον περὶ τοῦ γενομένου διῄει σεισμοῦ τά τε ἄλλα καὶ ὡς πολλαχῇ τὰ τῆς πόλεως Βυζαντίων κατενήνεκται τείχη, καὶ πολλαὶ τῶν οἰκιῶν τοὺς οἰκοῦντας κατέχωσαν. τῶν δ’ ἐν Χερρονήσῳ πόλεων αἳ μὲν κατέδυσαν αὔτανδροι διαρ‐
15ραγείσης ἐκεῖ καὶ σχισθείσης εὐθὺς τῆς γῆς πολλαχῇ· αἳ
δὲ τῶν κύκλῳ διαλυθέντων τειχῶν καὶ τῶν οἰκιῶν ταῖς

3

.

224

πλείσταις συμπεπτωκότων τοὺς μὲν τῶν οἰκητόρων θανάτῳ βιαίῳ παραπεμφθῆναι συμπέπτωκε, τοὺς δὲ τοῖς ἀστυγείτο‐ σιν ἐξ αὐτομάτου προδοθῆναι βαρβάροις αὐθημερόν. τοῦ γὰρ βασιλέως Καντακουζηνοῦ πρὸ ἐτῶν που δυοῖν, ὡς εἴρη‐
5ται, μίαν τῶν ὀχυρωτέρων ἐκεῖ πόλεων παρασχόντος αὐτοῖς οἰκητήριον, ὥστε ἔχειν αὐτοὺς ἐπιτείχισμα καὶ συμμαχίαν πρόχειρον κατὰ Παλαιολόγου τοῦ γαμβροῦ, κατὰ χώραν μέ‐ νειν αὐτοί γε οὐκ ἤνεγκαν τοῦ λοιποῦ, ἀλλὰ κατὰ βραχὺ παρεξιόντες ἀεί, καὶ ληϊζόμενοι τοὺς τῶν ἔγγιστα πόλεων
10ἀγροὺς ἐφεξῆς αὐτοῖς ἀνδράσι τε καὶ ἀχθοφόροις ζώοις καὶ ποιμνίοις ἅπασι, πᾶσαν ἐν βραχεῖ τὴν τῆς Χερρονήσου με‐ σόγειον ἱππήλατον σφίσιν αὐτοῖς ἀδεᾶ κατεστήσαντο καὶ στρα‐ τόπεδον ὕπαιθρον, οὐδὲν τῆς Ἀσιάτιδος γῆς καὶ πάλαι συνή‐ θους αὐτοῖς ἀπεοικέναι δοκοῦν. διὸ καὶ τὴν ἀπὸ τοῦ σεισ‐
15μοῦ συμφορὰν ἐκ τοῦ σύνεγγυς θεασάμενοι, τάχιστα εἰσεπή‐ δησαν καὶ μάλα ἀπονητὶ μετὰ τῶν οἰκιῶν κατειλήφασιν ὅσα μὴ κατεχώσθησαν πράγματα. καὶ τοῦ λοιποῦ κατὰ πλῆθος ἀεὶ παρεξιόντες ἐκεῖθεν καὶ πᾶσαν ἤδη τὴν μέχρι πυλῶν Βυ‐ ζαντίων ἐληΐσαντο τέλεον γῆν καὶ Ῥωμαίοις ἄβατον τὸ πα‐
20ράπαν εἰργάσαντο. φόρους τε ἐπέθεσαν ἁπάσαις ταῖς με‐ ταξὺ πόλεσι, δεκαδάρχους βαρβάρους καὶ ἐπιτρόπους αὐταῖς
ἐνοικίσαντες. ἀλλ’ οὐδ’ οὕτω τὴν κομιδὴν οἱ τάλανες Θρᾷκες

3

.

225

κερδᾶναι τοῦ θέρους δεδύνηνται, ἀλλ’ ἔμειναν αὖθις σχεδὸν ἅπαντες στάχυες δρεπάνης ἀπρόσιτοι διά τε τοὺς βαρεῖς ἐπι‐ στάτας καὶ τὰς ἀλλεπαλλήλους ἐναλλὰξ προλοχίσεις καὶ τὰς λῃστρικὰς ἐφόδους τῶν ἄλλοθεν ἄλλων βαρβάρων. διὸ καὶ
5ὅσοι Ῥωμαίων ἐκεῖθεν λαθεῖν τὰς βαρβαρικὰς ἐδυνήθησαν χεῖρας, μάλα προθύμους φυγάδας ἑαυτοὺς ἐπεπράχεσαν τῆς πατρίδος, καθ’ ὁπότερον τῶν τῆς γῆς μερῶν ἐκ τοῦ ῥᾴονος ἑκάστοις συμπέπτωκε φεύγειν, ἁπάσης μὲν ὀρφανοὺς ἀπο‐ σκευῆς καὶ αὐτῶν γε τῶν ἀναγκαίων, δακρύων δὲ μακρῶν
10ἀφορμὴν τοῖς ὁρῶσι καθισταμένους, ὧν τοῖς πλείοσιν ἥκιστα εὔδρομον δι’ ἔνδειαν ὂν ἐν ἀλλοτρίᾳ διασπαρῆναι γῇ, τῇ Βυ‐ ζαντίων βέλτιον ἔδοξε παραμεῖναι. καὶ οἳ μὲν εἰς δουλείαν τῶν ἐνταῦθα δυναμένων ἑαυτοὺς προσκεκυρώκεσαν ἄρτου βραχέος εἵνεκα, οἳ δὲ καὶ πήραν ἐναψάμενοι τὰς ἀγυιὰς πε‐
15ριίασι κατὰ πλῆθος χεῖρας ὀρέγοντες, εἴ τις κέρμα καὶ ὀβο‐ λὸν ἐμβάλοιτο πρὸς ἄρτου πορισμόν. εἰς τοσαύτην γε μὴν ἧκε δειλίαν τὰ Βυζαντίων, ὥστε καὶ εἴ τις τῶν ἀγοραίων ἀγριωτέραν δήπουθεν ἀφῇ φωνὴν τῷ παιδὶ ἐπιπλήττων ἴσως, ἢ γυνὴ τοὺς οἰκείους ἀνακαλουμένη σὺν δάκρυσιν αἰχμαλώ‐
20τους, τεθνάναι μικροῦ τῷ δέει συμβαίνει σφᾶς, ἐν ὑποψίᾳ γινομένους εὐθὺς μὴ οἱ βάρβαροι εἰσεπήδησαν τείχους ἐντός. ὅθεν ὑπερορίους ἔνιοι καὶ αὐτῶν περινοοῦσι πόλεις καὶ νή‐ σους, τὴν ἀλλοδαπὴν τῶν πατρίων ἀνθαιρούμενοι. οὕτω με‐ τέωροι κάθηνται καὶ πεφοβημένοι, καὶ τὸν οἰκεῖον ἔχουσι πρὸ
25ὀφθαλμῶν ὄλεθρον ἀεί, καὶ μάλιστ’ ὅτι καὶ τὰ πρότριτα

3

.

226

κατενεχθέντα μέρη τῶν κύκλῳ τειχῶν εἰς ἔδαφος ἁπάσης ἔξω κεῖται φροντίδος. Ἄρτι δὲ τῶν χειμερίων πνευμάτων εἰς γαλήνην ἐξ ἀγ‐ ριότητος μεταβεβλημένων, καὶ τῶν κυμάτων τέως τοῖς αἰγια‐
5λοῖς προσηνῶς σπενδομένων, καὶ τῆς ἠρινῆς ὥρας παρακαλού‐ σης οἱονεὶ τὰς τῆς ἡμέρας πύλας ἀνοίγειν τὸν ἥλιον καὶ πλεονεκτεῖν ἐς ἅμιλλαν τῆς κατόπιν νυκτός, ὅτε θαρρούντως ἤδη καὶ ὁλκάδες ἐκ λιμένων ἀνάγονται καὶ τριήρεις τοὺς ταρσοὺς ἐφοπλίζουσι καὶ ταῖς κώπαις ἑαυτὰς ἐπιτρέπουσιν,
10ἄρας ὁ βασιλεὺς Ἰωάννης ὁ Παλαιολόγος ἐκ Θεσσαλονίκης τριήρεσί τε καὶ διήρεσι τέτρασι καὶ μονήρεσι πλείοσιν, Λή‐ μνῳ μὲν πρῶτον προσέσχε τῇ νήσῳ, κἀκεῖθεν εἰς Σαμοθρᾴκην καὶ Ἴμβρον διέβη, κἀκεῖθεν εἰς Λέσβον ὁμοίως· καὶ τῇ ἑαυτοῦ παρουσίᾳ βεβαιώσας καὶ ἐπιρρώσας ἅπαντας εἰς τὴν
15ἑαυτοῦ πίστιν ἀμφιρρεπεῖς τὸ πρότερον ὄντας, τέλος τοῖς Τενεδίοις λιμέσιν ὁρμίζεται. ἔνθα δὴ καὶ μαθὼν ὡς ἐκ πολ‐ λοῦ τριήρεσιν ἕνδεκα παρασκευάζοιτο κατ’ αὐτοῦ βασιλεὺς ὁ καὶ πενθερός, ἐνταῦθα καὶ αὐτὸς τοῦ λοιποῦ καθῆσθαι κέ‐ κρικε δεῖν, καὶ ἁπάσαις ψήφοις ἅμα λογισμῶν καὶ ψυχῆς
20προθέσεσι τὸν ἐπίπλουν ἐκδέχεσθαι. Τούτων δ’ οὕτω χωρούντων, ἔδοξε καὶ Παλαμᾷ τῷ δυσσεβεῖ Πρόκλον τινά, πλασαμένῳ πρόφασιν, ἐς Βυζάντιον
ἀφικέσθαι πλείστων ἕνεκα, ἑνὸς μὲν ἵνα Καντακουζηνὸν ἐρε‐

3

.

227

θίσῃ τὸν βασιλέα τελείοις ὀλέθροις τοὺς τῆς εὐσεβείας προ‐ μάχους ἡμᾶς παραπέμψαι, δεύτερον δ’ ἵνα καὶ τὰς αὖθις αὐτῶν νεωστὶ γεγενημένας κατὰ τῆς εὐσεβείας ἑτέρας βίβλους τοῖς Βυζαντίοις προθείη διδασκαλίαν, ἀκόλουθον μὲν τῇ πρὶν
5ἐκείνῃ πολυθεΐᾳ τἀνδρός, καινοφανεστέραν δ’ οὖν εἰς κακίας ὑπερβολήν· καὶ τρίτον ἵνα καὶ βασιλεῖ Καντακουζηνῷ τὰς οἰκείας εὐχὰς φυλακτήριον κατὰ Παλαιολόγου χαρίσαιτο τοῦ γαμβροῦ, ἥδιστον καὶ μάλα γέ τοι ποθεινὸν ἐφόδιον αὐτῷ. ἐπεί γε μὴν καὶ ὁλκάδος ἔτυχεν ἐκ τῶν τῆς Θεσσαλονίκης
10λιμένων μελλούσης ἀνάγεσθαι, φέρων καὶ αὐτὸς ἑαυτὸν ἐς αὐτὴν ἐμβεβλήκει. καὶ μέχρι μὲν τῶν Ἑλλησποντίων πορθμῶν ἐξ οὐρίας ἦγεν αὐτοὺς πελάγιον κατὰ πρύμναν τὸ πνεῦμα φερόμενον· ἐνταῦθα δ’ αὐτοῦ λήξαντος καὶ οἷον εἰπεῖν νε‐ κρωθέντος ἐξαίφνης νηνεμία μακρὰ κατέσχε τὸ πέλαγος καὶ
15ἀκίνητον εἶχε τὴν ὁλκάδα τελέως ἐκείνην, ἐπ’ ἀγκύρας μιᾶς ἡμέραιν δυοῖν σαλεύουσαν. τῇ δὲ τρίτῃ προσελάσαντες ἐκ δυοῖν ποταμοῖν, Σκαμάνδρου τε καὶ Σιμόεντος, οἳ πόλεως Ἀσιάτιδος Δαρδάνου καταρρέουσιν ἐφ’ ἑκάτερα, πειρατικοῖς τισὶ λέμβοις οἱ βάρβαροι ταύτην αἱροῦσιν ἀναιμωτί. καὶ πρὸς
20αἰγιαλοὺς καθελκύσαντες ἐκείνους, ἔνθα καὶ τῶν Ὑρκανοῦ τοῦ σατράπου υἱέων τὸν πρεσβύτερον τηνικαῦτα συνηνέχθη παρεῖναι, τὸν τῆς ὁλκάδος ἅπαντα φόρτον ἐκείνου βλέποντος ἐξετίθεσάν τε καὶ ἐξεφόρουν. μεθ’ ὧν ἤδη καὶ Παλαμᾶς
ἐξήγετο· καὶ γνωσθεὶς ὅστις εἴη τὸν τρόπον καὶ τὴν ἀξίαν,

3

.

228

οὐ μόνον ἐκ τῆς δαψιλοῦς ἐκείνης ὑλαίας ἀποσκευῆς, ἀλλὰ κἀξ ὧν ἐν τοῖς κόλποις ἔκρυπτεν ἀργύρου τε καὶ χρυσοῦ νο‐ μισμάτων παμπόλλων, πολλοῖς εὐθὺς καὶ πρὸς τῶν βαρβά‐ ρων ἐβάλλετο τοῖς σκώμμασι καὶ πολλῆς τὰ ὦτα ἐμπέπλησται
5χλεύης, λεγόντων ὡς διδάσκειν ὀφείλων ἑτέρους, ἄνθρωπε, κατὰ τὴν τῶν σῶν διδασκάλων νομοθεσίαν τὸν ἄσκευόν τε καὶ ἄχαλκον βίον, ἔργοις αὐτοῖς αὐτὸς τήν τε τῆς σῆς ἀνακαλύπτεις ψυχῆς μοχθηρίαν καὶ ἅμα τἀναντία πείθεις τοὺς ἑπομένους σοι δρᾶν. ἄρτι δὲ καὶ τῶν βίβλων αὐτοῦ προκομιζομένων,
10ἠρώτα καθ’ ἕκαστον ὁ βάρβαρος ὅ τι τε εἴη καὶ ὅτου τὸ ἔρ‐ γον. καὶ οὕτω μανθάνων τὰ μὲν αὐτῷ Παλαμᾷ συγγρα‐ φέντα κατὰ μέσης παραχρῆμα κελεύει ῥιφῆναι θαλάσσης, οἶμαι, τῆς θείας ἀοράτως πρὸς τοῦτο κινούσης προνοίας, ἵνα μὴ σεσωσμένα πολλῆς τε καὶ νεωτέρας τῆς ἀσωτίας ἐμπλή‐
15σωσι τάς γε τῶν ἁπλουστέρων ψυχὰς καὶ αὐτά. τό γε μὴν θεῖον τοῦ Χριστοῦ εὐαγγέλιον μετὰ τοῦ Δαυϊτικοῦ ψαλτῆρος αἰδοῖ πολλῇ τοὺς οἰκείους τηρεῖν ἐνετέλλετο· εἰώθεσαν γὰρ καὶ Ἰσμαηλῖται τιμᾶν προφήτας τε ἅπαντας καὶ ἅμα τὸν σωτῆρα Χριστὸν ὡς ἕνα τῶν προφητῶν. τέλος δ’ αὐτὸν γυμ‐
20νωθῆναι μὲν τῶν οἰκείων προστεταχὼς ἱματίων ἕτερα δέ γε διερρωγότα μετενδῦναι, κυνοτρόφοις τισὶν αὐτὸν εἰς πρᾶσιν ἐδεδώκει τηρεῖν, τάς τε ἄλλας ἐγκελευσάμενος μάστιγας ἐπά‐ γειν αὐτῷ τιμήματος ἕνεκα πλείονος πρὸς ὠνήν, καὶ ἅμα τὸ
σοδομιτικὸν καὶ παρὰ φύσιν πάθος τῆς ἀρρενομανίας, οὐκ οἶδ’

3

.

229

ὁπότερον, εἴτ’ εἰωθὸς σφίσι ποιεῖν εἰς ἐμπαιγμὸν τῶν ἁλι‐ σκομένων χριστιανῶν, εἴτ’ ἐνδεδωκυίας τῆς θείας ἄνωθεν δί‐ κης ἐνταῦθα, μακροθυμεῖν ὡς ἐπίπαν οὐ μάλα ἀνασχομένης, ἣ τὸν ἀλιτήριον ὡς ἀρχηγὸν τῆς νῦν ἐπιπολαζούσης ἀσεβείας
5χερσὶ βαρβάρων παρέπεμψεν, ἵνα μὴ λάθῃ μηδὲ τοῖς ἀμα‐ θέστερον ἢ ἀμελέστερον περὶ τὰ θεῖα διακειμένοις τὸ τῆς αὐτοῦ γε αἱρέσεως αἴσχιστον, ἀλλ’ ὕβρις ὕβριν ἀμύνηται, καὶ τὸ τῇ αὐτοῦ κακίᾳ κεκαλυμμένον αἰσχρὸν τῷ τοῦ σαρκικοῦ καὶ φαινομένου πάθους αἰσχίστῳ θεατρικώτερον τουτονὶ δημο‐
10σιευθῇ τρόπον· καὶ ὁ θέλων ἐκ τοῦ τυραννεῖν τὴν εὐσέβειαν δοξασθῆναι ἤδη καὶ κατ’ αὐτό γε τὸ τῆς πολυθεΐας ἀτόπημα σαφῶς ἐξελήλεγκταί τε καὶ ἐστηλίτευται. καὶ διόπερ ὁμοφύ‐ λοις οὖσι τοῖς θιασώταις ἀρεστός τε ἐνομίσθη καὶ τῶν ὑπὲρ ἀξίαν ἄξιος γερῶν, τοῦτο τοῖς ἀλλοτρίοις τε καὶ βαρβάροις
15οὐδὲ μέχρι ψιλῆς ἀκοῆς ἀνεκτὸν ἐνομίσθη. εἰ γὰρ πρός γε τοῖς ἄλλοις αὐτῶν ἀτοπήμασι καὶ τὴν ἔνσαρκον ἀθετοῦσιν οἱ βάρβαροι θείαν οἰκονομίαν, ἀλλ’ ἕνα τῶν πάντων εἶναι ποιη‐ τὴν καὶ θεὸν οὐδ’ αὐτοί γε ἀρνοῦνται. ἀλλ’ ὁ Παλαμᾶς καὶ ἀμφοτέροις ξενηλασίαν ἀπότομόν τε καὶ μάλα θρασεῖαν
20κατεψηφίσατο, καὶ οἵαν οὐδεὶς οὐδ’ αὐτῶν ὁπόσοις διώκταις κατὰ τῆς εὐσεβείας τοὺς πρὶν αἰῶνας συνεπεπτώκει γενέσθαι· οὔτε γὰρ θεότητι λατρεύειν ἀφίησι τρισυποστάτῳ μιᾷ, οὐδὲ τὸν σαρκωθέντα λόγον υἱὸν εἶναι λέγει θεοῦ, ἀλλ’ ἀνούσιον
μέν τινα καὶ ἀνύπαρκτον ἐνέργειαν, πρὸς δ’ ἀκτίστους μυ‐

3

.

230

ρίας μεριζομένην θεότητας ἄλλας ἀλλήλων διαφερούσας, ὡς καὶ αὐτὸς ἐν ἄλλοις πλατύτερον γέγραφας στηλιτεύων αὐτόν. ὅθεν καὶ μείζω κἀνταῦθα πρὸ τῆς αἰωνίου καταδίκης ἐκείνης τὴν δίκην δίδωσιν οὑτοσὶν ὁ ταλαίπωρος ὧν ἐπὶ τοὺς ὑπὲρ
5εὐσεβείας ἠγωνισμένους ἠγώνισται, τοὺς μὲν διώξας καὶ ἄλ‐ λον ἄλλοθι διασπείρας, τοὺς δὲ καὶ αὐτῶν γυμνώσας ἀναίδην τῶν ἱερατικῶν συμβόλων. καὶ αὐτός τε γὰρ αἰσχρῶς τῶν ἱερατικῶν γυμνωθεὶς συμβόλων. καὶ πρός γε ἔτι πάσης κοι‐ νῶς ἐσθῆτος, ὁμοῦ καὶ τὰ αἴσχιστα ὑπ’ αὐτῶν ἐπεπόνθει
10βαρβάρων, οὓς τοσοῦτον αὐτὸς ἠγάπησεν ὥστε καὶ ἠγώνι‐ σται πάμπολλα πεῖσαι Καντακουζηνὸν κατὰ τοῦ γαμβροῦ Πα‐ λαιολόγου συλλήπτορας κτήσασθαι καὶ φίλους ἡγεῖσθαι διὰ βίου, καὶ τῆς ζωῆς φύλακας ἀθανάτους. διὸ καὶ τὴν ἀντι‐ μισθίαν ἀξίαν ἐκεῖθεν εἴληφε δεδωκὼς καὶ δέδωκεν εἰληφώς·
15αἰσχρῶς μὲν γὰρ καὶ ἀναξίως παντάπασιν εἰς τὸν ἱερατικὸν βαθμὸν ἀναβάς, ἀξίαν τοῖς ἱερώσασι τὴν ἀντιμισθίαν ἀπέ‐ δωκε τὴν ἀσέβειαν· ἀξίαν δ’ αὖ ὑπὸ τῶν βαρβάρων ἐκείνων αἴσχιστα καθαιρεθεὶς τὴν ἀντιμισθίαν κεκόμισται ὧν τοῖς Ῥωμαίοις ὀλέθριον τῷ βασιλεῖ προμεμνήστευται τὴν φιλίαν,
20ἵνα καὶ καθαιρέσει αἰσχρᾷ μὲν δικαίᾳ δ’ οὖν πολλῶν ἱερέων καὶ ἐπισκόπων καὶ πάσης εἰπεῖν εὐσεβοῦς ὁσιότητος καθαίρε‐ σις ἄδικος ἀντιταλαντεύηται, καὶ ἃ τοῖς σοφωτέροις ἔγνω‐ σται συνετῶς πρὸ τῶν ἔργων, ταῦτ’ ἐπὶ τῶν ἔργων φαίνηται
συμβαίνοντα σαφῶς.

3

.

231

Ἐπεί γε μὴν καὶ πρὸς Ὑρκανὸν ἀπηνέχθη, τὸν ἀρχηγὸν δηλαδὴ τῶν βαρβάρων, τὰ μὲν ἄλλα, ὅσα τε πρὸς τῶν ἐκεῖ τηνικαῦτα παρόντων ἠκηκόει τε καὶ λελάληκε καὶ συνυπήχθῃ καὶ ὡμολόγηκε φιλοζωΐας ἕνεκα, σιωπᾶν ἄμεινον. μαθὼν δ’
5οὖν ὅμως ἐκεῖνος ὡς αὐτός ἐστι δι’ ὃν πολυθεΐας τε ἔρως ἐν Ῥωμαίων ἤνθησεν ἄρχουσι καὶ ματαίας θρησκείας ἀγάλματα νέοις ἐμπολιτεύεσθαι γέγονεν ἔθεσι, κατεγίνωσκέ τε καὶ διε‐ τώθαζε μάλα ἐπεγγελῶν. προσέταττε δ’ οὖν ἀπαχθέντα πόρρω που τῆς σατραπικῆς οἰκίας διαλεχθῆναι περὶ τῆς νεο‐
10λέκτου ταυτησὶ τερατείας ἑνί τινι τῶν παρὰ βαρβάροις αὐτόθι σοφῶν ἐπ’ ἀκροάσει πολλῶν. καὶ ὅσα μὲν ἐκεῖ πρὸς ἡδονὴν τοῖς βαρβάροις ἐφθέγξατο, ἀφαίρεσιν δεδιὼς τῆς ζωῆς ταυ‐ τησί, περιττὸν ἀφηγεῖσθαι· ἃ δ’ οὖν ἀπολεξάμενοι πρὸς δημοσίας φέρουσιν ἀκοὰς οἱ ἐνταῦθα τῆς ἐκείνου θιασῶται
15κακίας, ἐγγράφως πρὸς ἐκείνου τούτοις πεμφθέντα, ἔστι τοιάδε. ἀπαιτούμενος γάρ φησι λόγον ἑρμηνέα τῆς καινοφανοῦς ταυ‐ τησὶ θρησκείας, ἀπολογεῖσθαι καιρὸν οὐκ ἔχειν εἰρήκει, πρό‐ φασιν λέγων ὡς οἱ προσκείμενοι τῷ μέρει τῶν ἀντιδίκων προκάθηνται καὶ κριταί, καὶ οὐκ ἔχειν ἀναγκαίως δεικνύειν
20εἰς τὰ παρ’ αὐτῶν ἀντιλεγόμενα τὰ δικαιώματα τῆς εὐσε‐ βείας. ἔπειτα καὶ παραδεδομένος εἰς αἰχμαλωσίαν αὐτοῖς οὐκ ἂν ἀποκρίναιτο, ἐπεὶ καὶ ὁ Χριστός, φησί, μετὰ τὸ πα‐ ραδοθῆναι οὐκ ἀπεκρίνατο. ταῦτ’ εἰσὶ τὰ συνήθη ψευδολο‐
γήματα τῆς ἀτόπου γλώσσης ἐκείνης· πῶς γὰρ ἂν ἐτόλμη‐

3

.

232

σεν, ἢ τίς ἂν ἔχοι χώρα καὶ χρεία βαρβάροις φέρειν ὑπό‐ δειγμα πρὸς πίστωσιν τῶν αὐτῷ λεγομένων τὰ τοῦ Χριστοῦ παθήματα. προσπαραγράφει δ’ ἑξῆς καὶ περὶ τῶν ἐκεῖ χρι‐ στιανῶν, ὅπως λαθόντες ἐξ ἀπειρίας ἐπαίνοις ἐξαίρουσι τοῦ‐
5τον, διότι, φασίν, ἀποκηρύττει τοὺς εἰς ὑπερκειμένας καὶ ὑφειμένας ἀπείρους θεότητας τὸν ἕνα θεὸν ἀσεβῶς διαιροῦν‐ τας. καὶ μὴ ἀποδέχεσθαι μέν φησι τὴν τῶν ἐπαίνων αἰτίαν ὡς αὐτῷ γε ἀλυσιτελῆ, ὅμως τοῦ καιροῦ τε καὶ τῆς χρείας ἕνεκα, τοῦ σιτίζεσθαι πρὸς αὐτῶν δηλαδή, σιωπᾶν ἐπαινού‐
10μενος ἀξίους κατάρας ἐπαίνους· τὸν γὰρ τῶν εὐσεβῶν ἔπαι‐ νον ἀπατηθέντες ἀνοικείως ἐδίδουν αὐτῷ, ἐπαρώμενοι μὲν αὐτοῦ τῇ πολυθεΐᾳ ἐκεῖνοι, ἀγνοοῦντες δ’ ὡς αὐτός ἐστιν ᾧ ἐπαρῶνται. οὕτω πολύπους τίς ἐστιν ὁ κατάρατος, καὶ τὸ χρῶμα τῆς γνώμης ἄστατος καὶ ἀβέβαιος· καὶ τοῖς ἄλλοτ’
15ἄλλοις καιροῖς τε καὶ πράγμασι προσφυόμενος πρὸς διάφορα καὶ μαχόμενα χρώματί τε καὶ σχήματι γνώμης καὶ γλώττης ῥᾳδίως μεθαρμόζεταί τε καὶ μετασχηματίζεται· καὶ τῇ τοῦ κυρίου παιδείᾳ νουθετεῖσθαι οὐκ οἶδεν, ἀλλ’ ὥσπερ ἂν εἴ τις τῶν ἀνδροφόνων, ἀγόμενος εἰς δεσμωτήριον ὥστε δείσαντα
20σωφρονεῖν τοῦ λοιποῦ καὶ λῃστείας ἀφίστασθαι πάσης, ὃ δ’ αὐτούς τε ἐφόνευε τοὺς ἀπάγοντας καὶ ὅτῳ ἂν ἀπαντῴη τῶν παριόντων, οὕτω καὶ οὗτος οὔτε κολαζόμενος φρίττει οὔθ’ ὑπὸ θεοῦ νουθετούμενος νουθετεῖται, ἀλλ’ ἀκόλαστος ἐν κο‐
λαστηρίῳ μένει τὴν γνώμην, ἀπαίδευτος δ’ ἐν παιδευτηρίῳ

3

.

233

θεοῦ, τῆς ὁμοίας ἀπονοίας ἐχόμενος ἀεί, καὶ πρόφασιν κα‐ κίας ποιούμενος ἃ πρὸς κακίας ἀποχὴν ὁ θεὸς αὐτῷ συγκε‐ χώρηκε παθεῖν. οὐδὲ γὰρ παύεσθαί πω τῆς κομπορρημοσύ‐ νης καὶ τῆς ματαίας ἐκείνης ἔγνωκεν οἰήσεως, ἀλλ’ αὐτοῦ τε
5Χριστοῦ καὶ τῶν ὑπὲρ ἡμῶν Χριστοῦ παθημάτων εἰκόνα φέρειν ἑαυτὸν καὶ τὴν ἑαυτοῦ πρὸς βαρβάρους αἰχμαλωσίαν βρεν‐ θύεται, ψευδηγορίαις, ὡς εἴωθε, διαστρέφων τὰ πράγματα καὶ ἐγκαλλωπιζόμενος ἐφ’ οἷς ἐγκαλύπτεσθαι ἔδει. οὕτως εἰς ἀσυνέτου καρδίαν χώραν οὐκ ἔχει μνήμη θεοῦ καὶ κατὰ θεὸν
10ἀρετή. διὸ καὶ ὡς ἐπὶ πλεῖστον ὁ θεὸς ἐμπαίζεσθαι τουτονὶ ἐγκεχώρηκε, καὶ ὑπὸ πάντων ὁμοίως μισεῖσθαι τὸ τῆς ἐρη‐ μώσεως βδέλυγμα. εἰς τοσοῦτον γάρ, καθάπερ κύβου στρα‐ φέντος, μεμίσηται καὶ πρὸς τῶν μάλα ποθούντων ἐντεῦθεν ἀρχόντων καὶ ὁμοφρόνων διὰ τὴν ἄθεσμον ἐκείνην καὶ σοδο‐
15μιτικὴν τῶν βαρβάρων μῖξιν, ὥστε καὶ ὑπὲρ οὗ πάντα προ‐ έσθαι χρήματα ὑπισχνοῦντο καὶ σφᾶς αὐτούς, εἰ δεήσειε, πέμπειν εἰς ᾅδην, νῦν οὐδ’ ὀβολοῦ ἀλλάξασθαι βούλονται τὴν ἐλευθερίαν. ὁποτέρωσε γὰρ ἂν νεύσειε τὸ ἀποβησόμενον, οὐκ ἐς τὸ εὔσχημον σφίσιν ἐνόμισαν σχήσειν τὸ πρᾶγμα. ἄν
20τε γὰρ βουληθῶσιν, ἔφασαν, σιγῇ καλύψαντες τοὔγκλημα τοῦ‐ τον ἱερατεύειν ἐνδοῦναι, καὶ λίθοι πάντες ἀναβοήσουσι τὴν τῆς ἀτοπίας ὑπερβολήν· ἄν τ’ ἀπρακτεῖν αὐτὸν ἀναπείσωσι καὶ τῆς ἱερουργίας ἀπέχεσθαι, κατήγορος αὐτῶν ἀναιδέστα‐
τος ἔσται λοιπὸν αὐτὸς ἐν πολλοῖς, καὶ ξίφους ἀκμαιοτέραν

3

.

234

παντὸς ἀντιστήσει γλῶτταν αὐτοῖς, καὶ Ὀλύμπου φανεῖται παντὸς ἐπαχθέστερος. ὅταν δὲ καὶ τὰ θεατρικὰ καὶ ἀγοραῖα σκώμματα πρὸς τὰς ἀγυιὰς παραρριπτούμενα ἐξακούωνται, τῆς γαστροκνημίας φημὶ καὶ τοῦ ἀνδρογύνου θεοῦ καὶ τοῦ
5μηροῦ τοῦ τὸ ἀτελὲς ὠδίνοντος κύημα, Διονύσου μὲν ἥκιστα οὐδὲ Σεμέλης Θηβαίας ἀμβλώματα, ἀλλὰ βαρβαρικῶν καὶ ἀσεβῶν σπερμάτων ἐκτόκια συγγενῆ καὶ οἷα διηνεκῶς ἐξ ἀσεβοῦς αὐτὸς διανοίας εἴωθε τίκτειν πονηρά τε καὶ ἀσεβῆ γεννήματα, μᾶλλον δ’ ἀτελῆ καὶ παρὰ φύσιν ἀμβλώματα,
10ποίας οὐκ ἂν ἀγχόνης χείρω δόξειεν ἅπασιν, οἷς διδασκάλῳ τούτῳ κεχρῆσθαι συμπέπτωκε. Καὶ περὶ μὲν τούτων αὐτὸς ἂν ἀκριβέστερον διαιτή‐ σειας τῇ σοφῇ σου καὶ ἔμφρονι διανοίᾳ καὶ κρίσει· ἐγὼ δὲ καὶ περὶ τῶν ἑξῆς ὁμοίων τε καὶ ὁμοίας ἐκ θεοῦ τυγχανόν‐
15των τῆς ἐκδικήσεως ἀφηγήσομαι. ὁ γὰρ πατριαρχεύσας μὲν ἐκεῖνος Κάλλιστος καθαιρεθεὶς δ’ αὖθις ὑφ’ ὧν τετίμηται, καὶ μὴ βουλόμενος τὰ τῆς ἀρχιερωσύνης οἴκοθεν ἀποθέσθαι σύμβολα, κεκινδύνευκεν ἄκων τὴν τούτων ἀφαίρεσιν ὑποσχεῖν καὶ ἅμα δεινῷ τινὶ ἐμβεβλῆσθαι δεσμωτηρίῳ, μὴ καὶ στάσιν
20ἴσως κατὰ τὴν ἐπιπολάσασαν φήμην ἐγείρῃ τῇ πόλει, θρα‐ σύτερόν τε καὶ ἀηδέστερον πρὸς τὸν ἐν ἡσυχίᾳ διακείμενος βίον. καὶ τάχα ἂν μὴ μαθὼν ἔφθη παθών, εἰ μὴ μαθὼν
ἔφθη φυγών. ἄρτι γὰρ τὸ σκέμμα βασιλεῖ τε καὶ πατριάρχῃ

3

.

235

κεκυρωμένον λανθάνουσα φήμη λαβοῦσα διέπιπτεν εἰς τὴν ἀγορὰν ἐξεπιπολῆς. ὅθεν μαθὼν καὶ αὐτός, καὶ δειλίᾳ μακρᾷ συσχεθείς, ᾤχετο λάθρᾳ ἀποδρὰς πρὸς τὸ τῶν Λατίνων ἀν‐ τιπέρας φρούριον· καὶ τῇ ἀλλοφύλῳ σκέπῃ καὶ δεσποτείᾳ
5ἑαυτὸν διὰ φιλοζωΐαν καθυποζεύξας, καὶ ἃ τοῖς ὑπὲρ εὐσε‐ βείας δεδιωγμένοις χθὲς καὶ πρότριτα εὐσεβέσιν ὠνείδιζε, ταῦτα παρὰ πόδας ἁλίσκεται καὶ αὐτὸς πεπονθώς. κατα‐ φεύγοντας γὰρ πρὸς τὸ τῆς Σοφίας ἱερὸν καὶ μέγιστον τοῦ θεοῦ τέμενος ἀποσπῶν παρανόμως αὐτὸς τοῖς δεσμωτηρίοις
10προύπεμπεν· εἰ δέ πού τις καὶ τοὺς διώκτας λαθὼν εἰς τὸ Λατινικὸν ἐκεῖνο κατέφυγε φρούριον, πολὺς αὐτὸς εὐθὺς ἦν κατὰ τῶν τοιούτων ῥέων καὶ ἀμέτρους ἐπαντλῶν λοιδορίας, καὶ λέγων ὡς οἱ τῷ Βαρλαὰμ ὄντι Λατίνῳ φίλοι καὶ νῦν τοῖς ὁμοφύλοις ἐκείνῳ γίνονται φίλοι, τῇ ἀλλοφύλῳ σκέπῃ
15καὶ δεσποτείᾳ χρώμενοι σωστικῷ λιμένι. οὕτω τὰ τῆς ἀσε‐ βείας ὄργανα μετὰ τῶν οἰκείων δογμάτων πρὸς μὲν βραχύν τινα χρόνον ἀντέσχε, καὶ λέληθεν ἐνίοτε τοὺς πολλοὺς ἐν σκότει κἀκ διαμέτρου τῆς ἀληθείας ἱστάμενα, τῷ χρόνῳ δὲ φωρᾶται τῷ τῆς ἀληθείας θεατριζόμενα φωτὶ καὶ ὑπ’ αὐτῶν
20ἐλεγχόμενα τῶν πραγμάτων, τοῖς οἰκείοις πτεροῖς ἁλίσκεταί τε καὶ ἑαυτοῖς περιπίπτει. μηδὲ γὰρ μηδενὸς διώκοντος ἄλλου, ὑφ’ ἑαυτῶν αὐτοὶ διώκονται μόνοι, καὶ πάσχουσιν οἴκοθεν ἅπερ ἔδρων κατὰ τῶν εὐσεβούντων αὐτοί, τῆς θείας κατὰ βραχὺ καὶ λεληθότως δίκης μετερχομένης καὶ ἐλαυνούσης αὐ‐
25τοὺς καὶ τῶν κορυβαντιώντων χείρους ποιούσης. πρὸς γὰρ

3

.

236

αὐτοῖς καὶ πλείους αὐτῶν ἕτεροι τὰ ὅμοια ἐπεπόνθεσαν, καὶ ὡς ἐμβρόντητοί τινες καὶ θεηλάτῳ μανίᾳ τινὶ πληγέντες οὐκ ἴσασιν ὅτι δρῷεν, ἀλλὰ περινοστοῦσιν οἱ δυσσεβεῖς καὶ ἐξά‐ γιστοι μεθυόντων ἢ μαινομένων δίκην καθ’ ἑαυτῶν βακχεύ‐
5οντές τε καὶ οἰστρηλατούμενοι καινόν τινα καὶ τερατώδη τρόπον. Ἐγὼ δέ, μηδαμῇ τοῦ καιροῦ συγχωροῦντός μοι τοῖς ὁμοίοις ἐνδιατρίβειν ἐς τὸ παρὸν ἀφηγήμασιν, ἐφ’ ἕτερα τρέ‐ ψομαι, πλατυτέραν ἐκείνης ταμιευσάμενος τὴν ἀφήγησιν ὡς
10εἰκὸς προϊών. ἄρτι γὰρ περὶ τροπὰς θερινὰς τοῦ ἡλίου ἐλη‐ λυθότος, ἕνδεκα ναυσὶν ἐκ Βυζαντίων λιμένων ὁ βασιλεὺς ἀναχθεὶς Καντακουζηνὸς ἑβδομαῖος ἐς Τένεδον ἀφικνεῖται, πολεμησείων ἐκεῖ τῷ γαμβρῷ Παλαιολόγῳ· ἤλπιζε γὰρ δυοῖν θάτερον, ἢ προδοσίᾳ τῶν ἔνδοθεν ἢ τῇ ἔξωθεν μάχῃ ἀφυ‐
15λάκτοις ἐκ τοῦ αἰφνιδίου ἐπεισπεσών, αὐτόν τε ἅμα καὶ τὸ τῆς Τενέδου καταλήψεσθαι φρούριον, καὶ ἀντ’ αὐτοῦ τὸν υἱὸν αὐτόθι καταλείψειν Ματθαῖον, τῷ πατρὶ τηνικαῦτα συμπλέ‐ οντα ὁμοῦ τῇ συζύγῳ. ἐπεὶ δὲ τῷ λιμένι τῶν Τενεδίων τὸν εἴσπλουν προαισθομένων ἐξ ἐφόδου ποιήσασθαι ἥκιστα ἔσχεν,
20ἐπὶ θάτερα λοιπὸν τῆς νήσου παραπλεύσας πάσαις μὲν τῇ γῇ ταῖς ναυσὶν ἀποβῆναι προσσχόντας ἥκιστα ἔκρινε δέον, δέει τοῦ μὴ τῷ πλείστῳ μέρει κενωθείσας τὰς ναῦς τῷ Παλαιο‐
λόγῳ τὴν γνώμην προστεθειμένας, ζημιωθῆναι μὴ μόνον τὸν

3

.

237

ἅπαντα στόλον μεθ’ ὧν ἀφίκοντο σκεμμάτων τε καὶ βουλευ‐ μάτων, ἀλλὰ καὶ σφῶν αὐτῶν αὐτοὺς γενέσθαι προδότας ἀπονητὶ τοῖς ἐχθροῖς. διὸ δὴ καὶ τέτταρσι μόναις ἐπέτρεψαν τὴν ἀπόβασιν, αἷς ἐθάρρουν τὰ μάλιστα. καὶ τοίνυν τῆς
5ἀποβάσεως γινομένης ἤδη καὶ ἡτοιμασμένων οἷς μὲν ἐπετέ‐ τακτο πῦρ τοῖς τῶν ἀσταχύων ἐνεῖναι δράγμασιν, οἷς δ’ ἐκ‐ ριζοῦν τὰς ἀμπέλους, οἷς δ’ ἀγώγιμον ἐκ τῆς νήσου τὸ ὕδωρ ἐς τὰς ναῦς κομίζειν, εὐθὺς ἐξεπήδα τῆς Τενεδίας ὁπλίσεως τὸ ἐρρωμενέστερον ἐκ τῶν τοῦ φρουρίου πυλῶν, πεζοί τε καὶ
10ἱππεῖς, καὶ μάχην στερρὰν παρὰ τὸν αἰγιαλὸν συστησάμενοι οὐδ’ ὑδρεύσασθαι τοὺς ναυτικοὺς εἴασαν, ἀλλ’ ἠνάγκασαν ἐν βραχεῖ τὰ πρυμνήσια τεμόντας ἀποπλεῖν. ὅθεν δὴ καὶ μικρὸν ἀποστάντες τῆς γῆς οἱ Βυζάντιοι τὰς ναῦς ἀνεκώχευον, τῇ δ’ ὑστεραίᾳ τὰς ἀγκύρας ἀναλαβόντες τριταῖοι ἐς Ἴμβρον
15τὴν νῆσον κατέπλευσαν, πολεμίαν ἡγούμενοι καὶ αὐτήν. κἀν‐ ταῦθα τὰ ὅμοια δράσαντές τε καὶ παθόντες πλήρεσι κώπαις κἀκεῖθεν ἀπῄεσαν εἰς Αἶνον τὴν πόλιν, Καντακουζηνῷ προσ‐ κειμένην. ἔνθα δὴ Ματθαῖον τὸν νέον βασιλέα καταλιπόντες σὺν τῇ συζύγῳ τάχιστα ἐπανῆκον δέκα ναυσὶν εἰς Βυζάντιον·
20τῆς γὰρ μιᾶς τὸ πλήρωμά φασιν ἐν δυσὶν ἀποβάσεσιν, αἷς πρὸς Τένεδόν τε καὶ Ἴμβρον πεποίηνται, πρὸς Παλαιολόγον ηὐτο‐ μοληκέναι τὸν βασιλέα. Ἐγὼ δ’ ὃ μικρῷ πρόσθεν ἐχρῆν ἀφηγήσασθαι βουληθεὶς
εἶτα ἐπέσχον, τὴν σὴν λυπῆσαι ψυχὴν φυλαττόμενος, λέξων

3

.

238

ἔρχομαι νῦν, τὰς τῶν φίλων καὶ συνάθλων τῶν σῶν δυσω‐ πούμενος ἐντολάς. Εὐλογία γὰρ ἡ τῷ ὄντι βασίλισσα, καὶ τὰς ἐπωνυμίας συμφώνους τῷ βίῳ λόγοις ἅμα κτησαμένη καὶ ἔργοις, πολλοὺς ὑπὲρ τῶν θείων δογμάτων τῆς ἐκκλησίας
5θορύβους καὶ διωγμοὺς καὶ ποικίλας ἐπαγωγὰς συμφορῶν ὑποστᾶσα, καὶ πρὸς οἷς εἶχεν ὁμοῦ τῷ γήρᾳ νοσήμασιν ἄλλοις πρότερον καὶ πλείοσιν ἔτι περιπεπτωκυῖα, καὶ τελέως οὕτω καὶ κατὰ βραχὺ τὸ σῶμα δαπανηθεῖσα, πρὸς τὴν ἀΐδιον ἐκεί‐ νην τέως μετέστη μακαριότητα. νῦν οὖν σε παρακαλοῦσιν οἱ
10φίλοι λόγοις ἐπιταφίοις ἐκείνην κοσμῆσαι, ἐπεὶ καὶ πολλὰ προφανῶς τῶν τῷ ἐκείνης προσιόντων τάφῳ νοσήματα τὴν ταχίστην ἐλαύνονται, τοῦ θεοῦ κἀντεῦθεν ἐλέγχοντος τὴν τῶν διωκόντων ἀπόνοιαν καὶ ἀσέβειαν. οἶσθα δὲ καὶ ἄλλως ὡς μετὰ χρόνον που ἑξκαιδέκατον τῷ Ἀνδρονίκου τοῦ βασιλέως
15ἐκείνου υἱῷ συζυγεῖσα μετὰ πολλῆς τῆς εὐκλείας καὶ δόξης, καὶ μόλις που δύο μόνους ἐνιαυτοὺς ἐκείνῳ τοῦ βίου συνα‐ πολελαυκυῖα, θανάτῳ τε τοῦτον εὐθὺς ἐζημίωται καὶ ἅμα τρι‐ βώνιον ὑποδῦσα τὸν ἅπαντα πλοῦτον διένειμε αἰχμαλώτοις καὶ πένησιν ἄλλοις, πλὴν ἢ ὅσον εἰς τὴν πολυτελῆ τοῦ θείου
20φροντιστηρίου κατασκευὴν ἐκείνου κεκένωκεν, ὃ περιβόητον μᾶλλον εἰς ἀρετὴν κατεστήσατο ἢ πρὸς κατασκευήν. δαψι‐ λέσι μὲν γὰρ καὶ πολυτελέσι δαπάναις ᾠκοδομήσατο, πλείους δὲ τῶν ἑκατὸν μοναζούσας κατ’ ἐκλογὴν ἐνασκεῖσθαι συνήθροισε
τούτῳ σεμνῶς. ἀλλ’ αὐταῖς καὶ αὐτὴ συνδιηκονεῖτό τε καὶ

3

.

239

ἀμφεπονεῖτο, χορηγοῦσα μὲν ἀφθόνῳ γνώμῃ τὰ κατὰ χρείαν διηνεκῶς ὡς κυρία, συναιρομένη δ’ ἐξ ἐφημερείας καὶ αὐτὴ τὸν πάσαις ἐκείναις ἀνάλογον τρόπον ὥσπερ ὁμόδουλος, ἄχρι τῶν ὀπτανείων καὶ εἴ τι τῶν χυδαιοτέρων ἐτύγχανεν ὂν καὶ
5συλλήβδην εἰπεῖν, ἀρχέτυπον ἀρετῆς ἁπάσης ἁπάσαις ἑαυ‐ τὴν προτιθεῖσα καὶ βίου σεμνοῦ μέχρι καὶ ἐς δεῦρο διήρκεσεν, ἑβδομηκοστὸν ἐγγύς που τῆς ἡλικίας ἄγουσα χρόνον. καὶ τί χρὴ πλείω διεξιέναι πρὸς σὲ πλέον τῶν ἄλλων τὰ ἐκείνης εἰδότα; μέμνημαι γὰρ καὶ πολλάκις σοῦ γε ἀκηκοὼς ἔστιν ἃ
10τῶν ἐκείνης ἀφηγουμένου καλῶν, καὶ ἐρεθίζοντος ἴσως εἰς ἕξιν ἀσκήσεως ἀγαθῆς τοὺς ἀκούοντας, ὡς βαθεῖάν τε ἐκέκ‐ τητο σύνεσιν ἡ γυνή, καὶ σιωπῶσα καὶ φθεγγομένη παραίνε‐ σις ἦν ἀεὶ τοῖς συνοῦσι, καὶ μέγα καὶ ἀπαράμιλλον τοῦ μο‐ ναδικοῦ παράδειγμα βίου, καὶ οἷον αἰθεροδρομούσης σεμνότη‐
15τος ἦθος αὐτόφυές τε καὶ αὐτοχάλκευτον, ἁπάσης τε πνευ‐ ματικῆς παιδείας κανὼν ἀκριβὴς καὶ δικαιοσύνης ζυγὸς ἀρρε‐ πής. ἔτι δὲ θυμοῦ κινήσεσιν ὀξυρρόποις καὶ αὐτονόμοις, καὶ εἰ τὰς αἰτίας εὐλόγους ἐκέκτητο, οὔτε χεὶρ αὐτῇ ποτ’ ὤφθη τῶν πάντων οὐδέσιν οὔτε γλῶττα διακονήσασα προπετής, ἀλλ’
20ἐν αὐτοῖς εὐθὺς ἀναιροῦσα τοῖς λογισμοῖς διετέλει τὰς ῥίζας ἐντὸς πρὸ τῆς βλάστης. τόν γε μὴν τῆς ἀργίας καιρὸν βίβλων ἱερῶν παρεῖχεν ἀεὶ ἀναγνώσεσι, καὶ πεῖραν ἐντεῦθεν ὑψηλῆς θεωρίας συνῆγε μακρὰν καὶ ποικίλην, ὁπόση τοῖς θείοις τῆς ἐκκλησίας δόγμασι καιροῦ καλοῦντος ἐγένετό οἱ σύμμαχος
25κράτιστος. ὥσπερ δ’ αὖ ἱερωσύνῃ τῇ ἀληθείᾳ τὴν γλῶτταν

3

.

240

τιμήσασα, ἀκάματον τὴν τῶν χειλέων ἀκρόπολιν ἔστησε φύ‐ λακα, ὡς μὴ λάθοι προκύψας ὀψέ ποτε λόγος μάλα μέν τις ἐπαγγελτικός, οὐ μάλα δέ τις τελεσιουργὸς καὶ ὠφέλιμος. καὶ τὰ πλείω λέγοις ἂν αὐτὸς καὶ ἀφηγοῖο πλατυτέρᾳ γλώττῃ τε
5καὶ βίβλοις μάλα γέ τι σφόδρα ἁρμοττούσαις. νῦν δέ σοι καὶ περὶ τῶν ἔξωθεν ἀπαγγελλομένων ἔνια διηγήσομαι, ὧν καὶ ὁ παρὼν τὰς ἡμῶν ἀκοὰς ἐνέπλησε χρόνος τῶν δυσχερῶν. Φήμη γὰρ ἀφίκετο πρότριτα ἐς Βυζάντιον ἐκ τῶν ἕω‐ θεν ἐπιδημησάντων Ἀντιοχέων, ὡς ὁρμῇ δαιμονίᾳ τινὶ συσχε‐
10θεὶς ὁ τῆς Αἰγύπτου καὶ Ἀραβίας δεσπότης, ὁπόσοι χριστια‐ νῶν οἰκοῦσι τὴν γῆν ἐκείνην, ἐξήνεγκε δόγμα πάντας ἡβηδὸν ἀνελεῖν, εἰ μὴ ἐς τὴν τῶν Ἀράβων θρησκείαν τὸ σέβας καὶ αὐτοὶ μεταθεῖεν, μηδὲ γὰρ εἶναι λέγων εἰκὸς ὑπὸ τὴν ἐμὴν ἐξουσίαν τελοῦντας τὴν ἐμὴν φαυλίζειν θρησκείαν. ἐνστάν‐
15των οὖν ἐκεῖ τηνικαῦτα παμπόλλων ὑπὲρ τῆς εὐσεβείας ἐρ‐ ρωμένως καὶ σὺν ζεούσῃ τῇ προθυμίᾳ γέγονε φόνος πολύς, ὡς φανῆναι τὸ πλῆθος τῶν ἀναιρεθέντων ὑπὲρ δισμυρίους, ἀρξαμένου μὲν ἐκ Παλαιστίνης πρῶτον τοῦ δεινοῦ, εἶτα δια‐ βάντος Κοίλην Συρίαν καὶ Φοινίκην πᾶσαν, καὶ ὅσαι τὴν
20Δαμασκὸν ἀστυγείτονες περιχορεύουσι πόλεις καὶ κῶμαι μέ‐ χρι Τύρου καὶ Σίδωνος, καὶ ὅση τὸ ὄρος τὸν Κάρμηλον περικλύζει θάλασσα. ἐν μεταμέλῳ δ’ αὖ τοῦ προστάξαντος
γεγονότος πέπαυται τὸ δεινόν.

3

.

241

Ταῦτα καὶ πλείω πρὸς τούτοις ἕτερα ὑπειπὼν ὁ καλὸς Ἀγαθάγγελος ᾤχετο ἀπιὼν περὶ μέσας που νύκτας, αὖθις τοὺς ἡμετέρους δημίους λαθὼν καὶ τοὺς θηριώδεις φύλακας, μόνον ἐμὲ καταλελοιπὼς τῇ στενῇ καὶ δεινῇ συνήθως ἐκείνῃ
5διαίτῃ χρώμενον. Ἄρτι δὲ τοῦ μὲν ἐφεστηκότος λήξαντος ἔτους, τοῦ δὲ ἑξῆς ἐνδημήσαντος, τὰ Ῥωμαίων ἐνόσει τοῦ εἰωθότος ἐπέ‐ κεινα πράγματα διά τε τὴν εἰωθυῖαν Περσῶν ἐπικράτειαν, ἣν ἤδη Καντακουζηνοῦ προδιδόντος ἄχρι πυλῶν ἐσχήκεσαν
10Βυζαντίων, ὡς οἰκείοις τέως χρώμενοί τε καὶ καταχρώμενοι μὴ πράγμασιν ἅπασι μόνον, ἀλλὰ καὶ γυναῖκας καὶ παῖδας ἀνδράσιν ὁμοῦ πρὸς πᾶν τὸ βουλόμενον ἄγοντές τε καὶ φέ‐ ροντες, οὐκ ἔξω πόλεων ὡς πρὶν περιθέοντές τε καὶ παρα‐ θέοντες, ἀλλ’ ἐνδὸν ἤδη ποιούμενοι τοὺς συνοικισμούς, καθ’
15ὁπόσον καὶ οἷον καὶ ὅπου καὶ ὅτε τὸ τῆς ψυχῆς ὀρεκτικὸν ὑπετίθετο σφίσιν ἐπιτροπεύοντες καὶ δεσποτικῶς ἐπιτάττοντες. Ἤδη δὲ τοῦ φθινοπώρου λήγοντος, περί που τὰ μέσα μιᾶς τῶν νυκτῶν ἀκοή τις αἰφνίδιος τὸ Βυζάντιον περιήχησεν ἅπαν, εἶναι τείχους ἐντὸς βασιλέα Παλαιολόγον τὸν νέον,
20συμμαχίας πάσης ἀλλοφύλου χωρὶς ἀφιγμένον τριταῖον ἐκ Τενέδου τῆς νήσου, μηδενὸς αἰσθομένου τὸν εἴσπλουν, μεγί‐ σταις μὲν τριήρεσι δυοῖν, μονήρεσι δ’ ἑκκαίδεκα διὰ τοῦ
πρὸς ἕω λιμένος καὶ νεωρίου εἰσελάσαντα, ὧν αἳ μὲν οἴκοθεν

3

.

242

ἦσαν αὐτῷ προνεναυπηγημέναι, αἳ δ’ ἐκ Τενέδου τε καὶ Λέσβου καὶ Λήμνου κατὰ μέρος ἠθροισμέναι, καὶ εἴ τινες εἶεν αὐτόνο‐ μον διαιτώμενοι βίον. ὅ γε μὴν Καντακουζηνὸς ἐν ἀκοῇ τοῦ γεγενημένου γενόμενος ἔξω μὲν τῶν βασιλείων οὐδαμῇ
5ἐξεληλυθέναι ἐγνώκει, δείσας τὴν τῶν Βυζαντίων ὁρμήν, ἠρε‐ θισμένων πάλαι σφοδρῶς κατ’ αὐτοῦ, τά τε ἄλλα ὁπόσα πολ‐ λάκις ἔφθην εἰπών, καὶ ὅτι τούς τε τῆς εὐσεβείας πατρίους καταπεπάτηκε νόμους, καὶ τὴν τῶν ἐναπολειφθέντων ἅμα Ῥωμαίων ἐλευθερίαν ἀφελόμενος δουλεύειν αὐτοὺς ἐδεδώκει
10βαρβάροις καὶ ἀσεβέσιν ἐχθροῖς. πέμψας δ’ οὖν τὴν ταχί‐ στην ἐντὸς βασιλείων οὐ μάλα ἑκόντας ἀθροίζει τοὺς τῆς συγκλήτου προύχοντας, ἵνα τε συμμάχοις χρῷτο καὶ αὐτοῖς μετὰ τῶν ἐκ πολλοῦ συνοικούντων αὐτῷ Κατελάνων, εἰς ἑκα‐ τὸν ἀνηγμένων τὸν ἀριθμόν, ὁπότε ἐπίοι σὺν ὅπλοις πολεμη‐
15σείων κύκλῳ τὰ βασίλεια τείχη Παλαιολόγος ὁ βασιλεύς, καὶ ἵνα μὴ ἐκείνῳ μᾶλλον κατ’ αὐτοῦ συμμαχεῖν ἀναγκασθῶσιν ἐλεύθεροι ὄντες. ἀλλὰ τοῦ θεοῦ μὴ συναιρομένου τὰ πάντα ἀντέστραπται. τῇ γὰρ ὑστεραίᾳ περιστρατοπεδεύσαντες ἅμα αὐτῷ πάντες Βυζάντιοι ἐρρωμένως ἐπολιόρκουν. καὶ πρὶν
20ὅλας δύο παρελθεῖν ἡμέρας, φρυγάνοις πολλοῖς πυρπολήσαν‐ τες τὴν πρὸς τὸν ἐν Βλαχέρναις θεῖον νεὼν ἀνοιγομένην πύ‐ λην τοῦ κάτω παλατίου, εἰσερρύησαν ἀσχέτῳ ῥύμῃ, καὶ τὸ Καστέλιον οὕτω λεγόμενον ἐξηνδραποδίσαντό τε καὶ διενεί‐
μαντο κατὰ σφᾶς ὡς ἐβούλοντο. τούτου δ’ οὕτω συνενεχ‐

3

.

243

θέντος, ἐπειδὴ βασιλείων ἐντὸς μύλος μὲν ἥκιστα ἦν, ἄλευρα δὲ καὶ ἄρτοι διὰ τὸ τῆς συμφορᾶς ἀδόκητον οὐ προῳκονόμηντο, ἥ τε καθ’ ἡμέραν δαπάνη τοῦ πλήθους ἔνδοθεν ἀπαραίτητον τὴν χορηγίαν ἀπῄτει, καὶ ἅμα ὁ γογγυσμὸς καὶ οἱ πρὸς ἀλ‐
5λήλους ψιθυρισμοὶ τῶν ἐντὸς πολυτρόπων ἐκείνων ἀνδρῶν καὶ αἱ κατὰ τοῦ Καντακουζηνοῦ λοιδορίαι πολλὴν ὤδινον τὴν κατ’ αὐτοῦ κίνησιν, εἰς ἀνάγκας ἤλασαν σπείσασθαι τῷ γαμ‐ βρῷ καὶ βασιλεῖ Παλαιολόγῳ, πρὶν ἢ παθεῖν τὰ ἀνήκεστα. βραχέων οὖν ἐντὸς ἡμερῶν οὑτωσὶ τῶν πραγμάτων ἐκείνων
10συνελαθέντων καὶ τῶν σπονδῶν ἐπὶ τῷ βασιλεύειν ἄμφω γε‐ γενημένων, ἀνυπόπτως ἤδη προσῄεσαν καὶ ὡμίλουν ἀλλήλοις τῶν βασιλείων οἴκων ἔνδον ἅμα καὶ ἔξω· διὸ καὶ σύγχυσίς τε καὶ θόρυβος ἠγείρετο σφόδρα ἄσημος κατὰ τὸ συνεχὲς πρὸς Βυζαντίων κατὰ πρόσωπόν τε καὶ ἀναιδῶς λοιδορούν‐
15των αὐτὸν Καντακουζηνὸν καὶ ἐπιπηδώντων αὐτῷ, καὶ ἐν ἐπαγγελίαις ὄντων κατὰ τῆς αὐτοῦ σφαγῆς τὰ ἴδια βάπτειν ξίφη, εἰ μὴ τὴν ταχίστην πρὸς τὸ μοναδικὸν τὴν βασίλειον ἀμείψῃ στολήν. ἔνθεν τοι καὶ μετ’ οὐ πολλὰς τὰς ἡμέρας ἐξῄει τοῦ παλατίου, τὸ μοναδικὸν ἠμφιεσμένος σχῆμα, ξύν γε
20τῇ ὁμοζύγῳ νυκτός, αὐτὸς μὲν Ἰωάσαφ μετονομασθείς, ἡ δ’ Εὐγενία, καὶ ὃ μὲν εἰς τὴν τῶν Μαγγάνων μονὴν μετοική‐ σας, ἣ δ’ εἰς τὴν τῆς Μάρθας οὑτωσὶ κεκλημένην. εἵπετο δ’ αὐτοῖς μὴ μόνον ἅπανθ’ ὅσα πρὸς τὸ ζῆν ἀναγκαῖα, ἀλλὰ
καὶ ὅσος τοῖς βασιλικοῖς ταμιείοις ἔτυχε τέως ἠθροισμένος

3

.

244

πλοῦτος, καθάπαξ ἅπας συλλήβδην εἰπεῖν ἀγώγιμος σφίσιν εἵπετο καὶ αὐτός, Παλαιολόγου τοῦ βασιλέως ἐνδόντος αἰδοῖ τοῦ κήδους. Ἀλλὰ λεκτέον ἡμῖν ἐν βραχεῖ καὶ ὅσα τηνικαῦτα συμ‐
5πέπτωκε πατριάρχῃ Φιλοθέῳ τῷ ἐπικεκλημένῳ Κοκκίνῳ· χρὴ γὰρ ἐνταῦθα μικρὸν ἀναδραμόντα τῷ λόγῳ δεῖξαι οἷς ἀκούειν ἔφεσις οἵα καὶ τούτῳ θεόθεν ἐκ τοῦ σχεδὸν ἐνέσκηψε παι‐ δεία πρὸς ἔλεγχον τῆς ἀκαίρου καὶ σφαλερᾶς καυχήσεως. ἔσχε γὰρ οὑτωσί. ἐγένετο κατὰ τὴν μονὴν ἣ τοῦ Κραταιοῦ
10ἐπικέκληται, λείψανον ἱερὸν ἐκ κεφαλῆς ἄχρι ποδῶν ἀνενδεῶς τῶν μελῶν ἁπάντων ἔχον εὑρῆσθαι πρὸς τῶν ἐκεῖ μοναζου‐ σῶν γυναικῶν. περὶ οὗ καὶ πολλή τις ἤκμασε τέως ὑπόλη‐ ψις τοῖς πολλοῖς, Ἀνδρέου τοῦ Κρήτης εἶναι, ὃς οὐκ ὀλίγοις τὴν ἐκκλησίαν ἐκόσμησεν ἱεροῖς μέλεσι. τοῦτο γὰρ κατορώ‐
15ρυκται μὲν τῷ ἐδάφει τοῦ θείου ἐκείνου νεώ, ἦν δ’ ἀφανείᾳ κεκαλυμμένον ἐκ παλαιοῦ καὶ οὐδενί πω γνώριμον ἄχρι τῆς τῶν νῦν χρονικῶν περιόδων ἡλικίας. ἄρτι δ’ οὐκ οἶδ’ ὁπότε‐ ρον εἰς τοὐμφανὲς ἐληλύθει, εἴτ’ ἐξ ἐπιπνοίας τινὸς θειοτέρας, εἴτε τινὸς χρείας ἐνστάσης ὀρύττειν ἐκεῖσε, εἴτ’ οὐκ οἶδ’ ὅν‐
20τινα τρόπον ἕτερον. οὐ γὰρ ὄψεσιν αὐταῖς μοι τετύχηκε γε‐ νομένῳ κατὰ τὸν τόπον θεάσασθαι, τοῦ τηνικαῦτα διωγμοῦ καὶ τοῦ τῆς ἐκκλησίας χειμῶνος ἐκείνου τὰς ἐμὰς ἐγκλείσαν‐
τος θύρας, ὡς μηδ’ ἐπὶ βραχὺ γοῦν εἰς ἐλεύθερον προκύπτειν

3

.

245

ἔχειν ἀέρα πνοῆς ἀκραιφνοῦς. ἀκοῇ δ’ ὅμως ὀλίγῳ ὕστερον παρειληφότι ἕνα καὶ αὐτὸν εἶναί με τῶν εἰδότων συμπέπτωκε, παμπόλλων ἤδη τὸ πρᾶγμα καὶ δημοσίᾳ θρυλλούντων. διὸ τῶν οὐδὲν οὐδαμῇ γε ἀπεικότων ἔδοξεν, οὐδὲ τοῦ καιροῦ
5καὶ τῆς χρείας ὡς πορρωτάτω, τῇ ἱστορίᾳ καὶ τοῦτό μοι συνυφανθῆναι, ἔλεγχον μὲν κομιδῇ προφανῆ κομίζον θεόθεν κατὰ τῆς τῶν διωκτῶν ἀπονοίας, παντάπασι δ’ ἀκίβδηλον τὸ τῶν διωκομένων ἡμῶν ἀποφαῖνον σύστημα. Φιλοθέῳ γὰρ τῷ Κοκκίνῳ τηνικαῦτα πατριαρχεύοντι
10ἔδοξεν, ὥσπερ ἕρμαιον τὸν καιρὸν ἡρπακότι, μηχανήσασθαί τι πρὸς σύστασιν τῆς σφετέρας αὐτῶν παλαμικῆς πολυθεΐας. πλήθους οὖν ἠθροισμένου παμπόλλου τῶν ἐν ἀγοραῖς καὶ τριόδοις καλινδουμένων, στὰς ἐφ’ ὑψηλοῦ “χρεὼν ὑμᾶς” φη‐ σίν, “ὦ ἄνδρες τε καὶ γυναῖκες καὶ τέκνα νήπια, μὴ θείας
15ἄνευ προνοίας οἴεσθαι τὴν τοῦ θείου τοῦδε λειψάνου τοῖς ἐνεστῶσι γενέσθαι καιροῖς ἐμφάνειαν, ἀλλ’ ἵνα τὸ πλείστοις διὰ τὴν τῶν ἀντιθέτων ἔριν ἀμφισβητήσιμον ἐμφανὲς καὶ σαφὲς καταστῇ, καὶ γνώριμον γένηται πᾶσι πῶς μὲν τὸ πολ‐ λάς τινας σέβειν ἡμᾶς ἐνεργείας ἀκτίστους καὶ ἀνουσίους, ἃς
20καὶ θεότητας ἀνουσιοϋφειμένας τῆς θείας καλοῦμεν οὐσίας καὶ διαφόρους αὐτῆς τε καὶ ἀλλήλων, ἀκίβδηλόν τέ ἐστι καὶ εὐσε‐ βές, ἡ δὲ τῶν ἀντιθέτων καθ’ ἡμῶν λοιδορία μάταιος καὶ
κατεγνωσμένη. ἔστι μὲν οὖν κἀντεῦθεν οὐκ ἄδηλον τὸ τῆς

3

.

246

θείας ψήφου καὶ τῆς αὐτῶν καταδίκης· αὐτοὶ μὲν γὰρ ἐν παραβύστῳ καὶ γωνίαις ἐρριμμένοι πάσης ἄξιον ὕβρεως ἀνύ‐ ουσι βίον καὶ λίαν ἠχρειωμένον, ἡμῖν δὲ παρρησίαν δίδωσιν ὁ θεός, καὶ σεμνύνεσθαι τά τε ἄλλα, καὶ μάλιστα τῇ τοῦ πα‐
5ρόντος διὰ μακρῶν ἤδη τῶν χρονικῶν περιόδων εὑρέσει θείου λειψάνου.” ταῦτα δὴ καὶ πλείω τὰ παραπλήσια διεξεληλυ‐ θώς, ἐκέλευσε ταῖς μοναζούσαις ὀλίγων ἐντὸς ἡμερῶν τῇ τῷ ἁγίῳ ἐκείνῳ λειψάνῳ ἁρμοττούσῃ ἐνθεῖναι θήκῃ κατὰ τὸν ἐν τοῖς τῆς μονῆς προπυλαίοις προπαρεσκευασμένον οἰκίσκον,
10κἄπειτα ἑξῆς ἑτοιμάσαι καὶ ὅσα πρὸς ἀπαρτισμὸν ἐνθρονισμοῦ συντελεῖ, βρώσιμά τε πρὸς τούτοις καὶ πόσιμα ὅσα πρὸς ὑποδοχὴν ἀρκέσει τῷ τε τῆς ἐκκλησίας ἅπαντι κλήρῳ καὶ ὅσοι τῶν ἐπισκόπων καὶ πρεσβυτέρων καὶ λαϊκῶν ἐπείσακτοι ἔσον‐ ται, ἅμα αὐτῷ τὴν ἱερουργίαν τελέσοντες. καὶ ταῦτα μὲν
15τῇδέ πῃ κεχώρηκεν, ἄρτι δὲ τῆς ἡμέρας ἐνστάσης ἐν ᾗ τὴν ὑστεραίαν ἔδει τὰ τῆς ἱερουργίας τελεῖσθαι, πάντα μὲν ἦν ταῖς μοναζούσαις ἐκείναις ἕωθεν ἐς ἑσπέραν πονούσαις ἀνεν‐ δεᾶ τὰ τῆς χρείας, τῷ δὲ ἁγίῳ καὶ τῷ τοῦ ἁγίου μόνῳ θεῷ παντάπασιν ἀνένδεκτόν τε καὶ ἥκιστα ἀνεκτὸν ὑπ’ ἀνδρῶν
20πολυθέων καὶ οὕτω δυσσεβείᾳ μακρᾷ αὐτῶν τε κραταιῶς
ἐχομένων καὶ ἑτέροις αἰτίων ἀεὶ γινομένων τὴν αὐτουργίαν

3

.

247

πεπρᾶχθαι τοῦ προκειμένου. διὸ καὶ τῆς νυκτὸς ἐκείνης περὶ τὰς ἀλεκτρυόνων ἤδη γενομένης ᾠδάς, φήμη τις ἡσυχῇ περιέ‐ θει τὴν πόλιν, ἔνδον τειχῶν τὸν βασιλέα Παλαιολόγον εἰσ‐ κεχωρηκέναι διὰ τῶν θαλαττίων τοῦ νεωρίου πυλῶν τῶν
5πρὸς ἕω ταχυναυτούσαις μονήρεσι καὶ διήρεσιν ἐκ Τενέδου καὶ Ἴμβρου καὶ τριήρει μιᾷ, δυοῖν νυχθημέροιν πρότερον ἐκ Τενέδου τὸν ἔκπλουν πεποιηκότα. θόρυβος οὖν διὰ τοῦτο κατέσχε τοὺς Βυζαντίους ἡδονῇ καὶ λύπῃ σύμμικτος, καὶ ὅσα ἐν τοῖς τοιούτοις συμβαίνειν εἴωθε, τῶν μὲν διὰ φόβον ἀσχε‐
10τῶς φευγόντων, τῶν δὲ διὰ κέρδος λαμπρῶς διωκόντων. πάν‐ των δὲ μάλιστα φόβος κατέσχε τὸν πατριάρχην Φιλόθεον οὐ πάνυ μικρὸς διὰ τὸ πάνυ τοῦ συμπτώματος ἀπρόοπτον καὶ αἰφνίδιον· καὶ γὰρ ὁ χθὲς βρενθυόμενος καθιεροῦν τὸν ναὸν εἰς βεβαίωσιν τῆς παλαμικῆς αἱρέσεως ἀνίερος τήμερον ὤφθη
15καὶ μάλα τι σφόδρα θεοῦ καὶ ἱερωσύνης ἀνάξιος. ὅθεν ἐπεὶ μὴ λελογισμένα πράττειν μηδὲ συνέσει προσήκοντα παρέχουσιν οἱ τοιοῦτοι καιροί, καὶ μάλισθ’ ὅτε καὶ θεή‐ λατός τις ἐλαύνοι πληγή, ἐξέστη καὶ οὗτος τοῦ καθεστῶτος εὐθὺς φρονήματος, καὶ ξυννενοηκὼς ἀνύποπτον μόνον εἶναι τὸν
20ἐπὶ θάτερα κρυπτῆρα μέρη τῆς τοῦ θεοῦ σοφίας λεγόμενον
φοῦρνον, ἔνθα καὶ ᾧ τοὺς τῷ θείῳ προσιόντας βαπτίσματι

3

.

248

χρίεσθαι μύρῳ νενόμισται, ἕψουσιν ἐν πενταετηρικαῖς περιόδοις ἢ καὶ πλείοσιν ἴσως καὶ ἥττοσιν ἐνίοτε κατὰ τὴν τῶν ἄλλοτ’ ἄλλων βούλησιν καὶ χρείαν πατριαρχῶν, ἐν τούτῳ φυγὼν ὑπότρομος καὶ περιδεὴς ὁ χθὲς διώκτης θρασὺς ἐπὶ πολλαῖς
5ἐκρύπτετο ταῖς ἡμέραις, ἠχρειωμένος καὶ μάλα ἀπαγορεύων τὸ ζῆν. Ἔξεστιν οὖν συλλογίζεσθαι πῶς τὰ χθὲς καὶ πρώην μετὰ σοβαροῦ τοῦ ἤθους δημοσιευθέντα τῷ Φιλοθέῳ μεγαλαυχή‐ ματα κατὰ τῶν ὀρθοδοξούντων καὶ τὰς τῆς βωμολοχούσης
10γλώττης εὐτραπελίας ἤλεγξεν οὐκ εἰς μακρὰν ὁ θεός, δικαίαν τὴν κρίσιν ἐπενεγκὼν τῷ περιφανῆ τὴν ἀδικίαν εἰς τὸ ὕψος λαλήσαντι, μᾶλλον δὲ λαλήσαντι μὲν καὶ τότε, λαλήσαντι δὲ καὶ πρότερον ἢ τότε καὶ μεθύστερον ἢ τότε, καὶ λα‐ λοῦντι διηνεκῶς αὐτῷ καὶ ὅσοι ἀμφ’ αὐτὸν καὶ σὺν αὐτῷ
15παλαμισταί. τίς δ’ οὐκ ἂν ἀπείποι βουλόμενος ἀριθ‐ μεῖν τοὺς περιφανεῖς κατ’ αὐτῶν ἀεὶ γινομένους θεόθεν ἐλέγ‐ χους ὥστε σύνεσιν σχεῖν εἰς ἐπιστροφήν; τίς δ’ οὐκ ἂν ἐκ‐ πληγείη βλέπων τὸ ἀκαμπὲς αὐτῶν καὶ ἀνεπίστροφον εἰς τὸ τὴν σφετέραν συνεῖναι πλάνην; καὶ ταῦτα μὲν τοῦτον ἔσχε
20τὸν τρόπον. Τῶν δ’ υἱέων Καντακουζηνοῦ Ματθαῖος μὲν ὁ βασιλεὺς διατρίβων ἔτυχε τηνικαῦτα ἐς ὅσα ἐπέκεινα Διδυμοτείχου τε
καὶ Ὀρεστιάδος, Μανουὴλ δ’ ὁ μετ’ ἐκεῖνον, δεσπότης τὸ

3

.

249

ἀξίωμα ὤν, ἐς Πελοπόννησον, πέμπτον ἔτος ἤδη τῶν ἐκεῖ Ῥωμαϊκῶν χωρίων καὶ πόλεων τὴν ἐπιτροπὴν διοικῶν. ὁ δ’ ἐπὶ θυγατρὶ γαμβρός, Κόντου Κεφαληνίας παῖς, Αἴνου τῆς πόλεως ἦν ἐπίτροπος, καὶ εἴ τι πέριξ ὑπῆρχε χωρίον βαρβα‐
5ρικῆς ἀθῶον ἔτι καταδρομῆς. τῶν δὲ γυναικαδέλφων σεβα‐ στοκρατόρων Ἰωάννης μὲν ἔτυχε τῷ Παλαιολόγῳ τέως συν‐ διαιτώμενος τῷ βασιλεῖ, τειχῶν Βυζαντίων ἐντός, ἅτερος δ’ ἦρχε Βιζύης ὁ Μανουὴλ ἐκ πολλοῦ τὴν ἐπιτροπὴν εἰληφὼς πρὸς τοῦ Καντακουζηνοῦ· αἱ λοιπαὶ δ’ ὑπέκυψαν Παλαιο‐
10λόγῳ τῷ βασιλεῖ ὁπόσαι μήπω βαρβάροις προδέδονται πόλεις. Μηνῶν δ’ ἐγγὺς δυοῖν μεταξὺ παρερρυηκότων ἧκεν ἐκ Τενέδου καὶ ὁ Κάλλιστος οὕτω λεγόμενος, πατριάρχης μὲν εἶναι συγχωρηθεὶς αὖθις πρὸς Παλαιολόγου τοῦ βασιλέως ἅτε ἐζηλωκώς, ὡς ἔδοξεν, ὑπὲρ αὐτοῦ, μὴ στεργόμενος δ’ οὖν,
15εἰ μὴ τὰ κατὰ βούλησιν δρῴη αὐτῷ. ὃ μὲν γὰρ ἐβούλετο πάντας, συλλήβδην εἰπεῖν, ἐπισκόπους καὶ πρεσβυτέρους τῆς ἐπισκοπικῆς καθελεῖν ἀξίας· βασιλεῖ δ’ οὐκ ἦν οὐδ’ ὁπω‐ σοῦν ἀνεκτὸν εἰ μὴ ἀλλήλοις ἀφῶσι τἀγκλήματα, συνιόν‐ τες εἰς ἕν. ὀψέ γε μὴν καὶ σφόδρα μόγις ἡ τοῦ βασιλέως
20φιλάνθρωπος νενίκηκε βούλησις. οὐ τελέως μὲν νενίκηκε δ’ οὖν. τοῖς μὲν γὰρ ἐπισκόποις καὶ ἄκων ὁ Κάλλιστος ἐσπεί‐ σατο, τῷ δὲ μετά γε αὐτὸν πατριαρχεύσαντι Κοκκίνῳ τῷ
Φιλοθέῳ λεγομένῳ τὸ παράπαν οὐδαμῇ, ἀλλὰ τοὺς αὐτοὺς

3

.

250

ἐπισκόπους συνηθροικὼς οἳ τοῦτον μὲν πέρυσι τῆς πατριαρ‐ χείας ἐξῶσαν ἐκεῖνον δ’ ἀνθείλοντο, δι’ αὐτῶν ἐκείνῳ τὴν ἐπε‐ ξέλευσιν εἴργασται. καὶ καθαιρεῖ μὲν αὐτὸν τῆς ἱερωσύνης ὁμοῦ τῇ τῆς ἀξίας ἐλπίδι, ἐπιτίθησιν δὲ καὶ ἀφορισθεὶς ὑπ’
5ἐκείνου πρὶν καὶ αὐτὸς ἀφορισμὸν ἐκ θεοῦ, μοιχόν τε ἀπο‐ καλῶν καὶ λῃστὴν καὶ ἅρπαγα τῆς μηδαμῇ προσηκούσης ἀξίας αὐτῷ. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον. Ἐγὼ δ’ ἐπὶ τούτοις τῷ βασιλεῖ προσεληλυθὼς καὶ ἀπει‐ ληφὼς ἰδίᾳ, καὶ ὅσα δήπουθεν ἐχρῆν ὡμιληκὼς ὑπὲρ τῶν
10θείων τῆς ἐκκλησίας δογμάτων, καὶ τὴν πρὸς τοῦ Καντακου‐ ζηνοῦ καὶ Παλαμᾶ καινοτομίαν τῆς εὐσεβείας γεγενημένην ἐκτραγῳδήσας, καὶ προσθεὶς ὡς ταῦτ’ ἐστὶν ἃ τὴν τοῦ θεοῦ κεκίνηκεν ὀργὴν κατὰ τοῦ Καντακουζηνοῦ ὡς αἰσχρῶς τῆς βασιλείας ῥιφῆναι καὶ πρὸς τῶν φαυλοτάτων ἐξουδενωθῆναι
15λαμπρῶς, ἔπειτα παρῄνουν ἀνειληφέναι πεσοῦσαν τὴν πά‐ τριον τῆς τοῦ θεοῦ ἐκκλησίας εὐπρέπειαν καὶ πρὸς τὸ ἀρ‐ χαῖον ἀναγαγεῖν ἀξίωμα, εἰ μὴ βούλοιτο καὶ αὐτὸς τοῖς ὁμοί‐ οις περιπίπτειν δεινοῖς. θεοῦ γὰρ διδόντος τὴν πατρῴαν αὐτῷ βασιλείαν ἀπονητί, χρῆναι καὶ αὐτὸν ἀποδιδόναι τὴν
20πάτριον εὐσέβειαν τῷ θεῷ, τοῦ πάνυ τι χαλεποῦ τὸ πάνυ τι ῥᾷστον ἀλλαξάμενον. ἐντεῦθεν γὰρ ἐξεῖναι τοῦ λοιποῦ συλλήπ‐ τορι τῇ ἄνωθεν κεχρῆσθαι δεξιᾷ πρὸς ἅπασαν πρᾶξιν ὁμοῦ
καὶ βουλήν. πρὸς δὴ ταῦτα καὶ τὰ τοιαῦτα βούλησιν μὲν

3

.

251

ἔχοντα πάνυ πολλὴν ἐγνωκὼς ἐγώ, ἔμπρακτόν γε μὴν ὁρμὴν ἥκιστα πάνυ πολλήν, πόνῳ πόνον αὖθις προσεθέμην, καὶ δὶς ἑξῆς καὶ τρὶς καὶ τετράκις αὐτῷ προσιὼν καὶ τὰ τοῖς προρ‐ ρηθεῖσιν ἀκόλουθα δεξιῶς ὁμιλῶν κατανεῦσαι πεποίηκα δυοῖν
5ὁπότερον ἕλοιτ’ ἂν διαπράξασθαι. εἰ μὲν οὐ διδόντων ἄδειαν τῇ τοιαύτῃ σχολῇ τῶν πραγμάτων ἔς γε τὸ ἱκανὸν ἀποχρῶ‐ σαν, προγράμματι γοῦν καὶ προστάξει δραστικωτέρᾳ βεβαιῶ‐ σαι μὲν τὴν τῶν γονέων τε καὶ προγόνων αὐτοῦ γε εὐσέβειαν καὶ ἐς τὴν πρὶν ἐκείνην θεοπρεπῆ κατάστασιν ἀνενεγκεῖν,
10ἀκυρῶσαι δὲ τὰς μετὰ τελευτὴν τοῦ πατρὸς αὐτοῦ παρεισφθα‐ ρείσας κηλῖδας καὶ κῆρας νεοφανεῖς καὶ τοῖς θείοις ἀποτρο‐ παίους δόγμασιν. εἰ δ’ ἀδείας ἐπειλημμένος τῆς προσηκού‐ σης ἐξετάσει τελεωτέρᾳ βουληθείη διδόναι τὰ τυραννικῶς ὁμοῦ καὶ βιαίως παρεισαχθέντα βλάσφημά τε καὶ νεοφανῆ τῇ τοῦ
15θεοῦ ἐκκλησίᾳ γράμματα πρός τε τοῦ Καντακουζηνοῦ καὶ τοῦ Παλαμᾶ, ἑτοίμως ἔχειν ἐμὲ κατὰ τὸ πάνυ τι ῥᾷστον δεικνύειν καθ’ ἕκαστα μηδὲν ὑγιὲς μηδαμῇ ἐπαγόμενα, ἀλλ’ ἐκπεφυκέναι καὶ συμπεφύρθαι ποικίλας αὐτοῖς καὶ πολυειδεῖς τὰς τερατομόρφους καινοτομίας τῶν ἐννοιῶν καὶ τῶν συλλα‐
20βῶν καὶ τῶν λέξεων καθ’ ὁπόσας τῶν ἁγίων ἐρανισάμενοι ῥήσεις παρέφθειράν τε καὶ παρακεκόφασι, τὴν ἑαυτῶν αὐ‐ τοῖς ἀνακεραννύντες πανταχόθεν ἅμα καὶ παντάπασι μοχ‐
θηρίαν.

3

.

252

Ταῦτα δὴ καὶ τοιαῦτ’ ἐμοῦ γε εἰρηκότος καὶ πεπεικό‐ τος, λάθρᾳ ἐξέπιπτεν εἰς ἀκοὰς ἀλλοτρίας καὶ ἀντιθέτους, καὶ πρὸς φθόνον καὶ φόβον ἠρέθιζεν ἥκιστα δὴ φορητόν. μά‐ λιστα δ’ οὖν ἁπάντων ἐξέπληξέ τε καὶ ἐξέμηνε Καντακουζη‐
5νὸν τὸν τῆς τοῦ θεοῦ ἐκκλησίας ὄλεθρον καὶ βεβαιωτὴν τῆς ὅλης κακίας διάπυρον. ὃς δήπου καὶ δείσας μὴ νῦν, ὁπότε μήτ’ αὐτὸς τυραννοίη μήθ’ ὁ αὐτοῦ μυσταγωγὸς παρείη Πα‐ λαμᾶς, ὑπέρσχῃ καὶ πέρας σχῇ τὰ βεβουλευμένα, λάθρᾳ σὺν πολλῇ τῇ σπουδῇ πεπομφὼς Ὑρκανῷ τῷ γαμβρῷ καὶ βαρ‐
10βάρῳ χρήματα πρὸς Βιθυνίαν τὴν ἐκείνου δεξιὰν καὶ γνώμην ἱκανῶς ἔχοντα ἐμπιπλᾶν, πέπεικεν ἐλεύθερον ἐς Βυζάντιον ἀποστεῖλαι Παλαμᾶν τὸν τῆς κακίας προστάτην, ἵνα, τὸν δεύτερον φάναι πλοῦν, συμμαχία τις τῷ πονηρῷ γοῦν αὐτὸς γίγνηται δόγματι. ὃ δὴ καὶ ἡμῖν ἔδοξε μᾶλλον ἢ ἐκείνῳ
15βέλτιον· πρὸς γὰρ παρόντα τῶν τῆς αἰσχύνης κινουμένων ἐλέγχων, οὐκ οὔσης ἤδη τῆς ἀμάχου συμμαχίας τοῦ Καντα‐ κουζηνοῦ, μᾶλλον δὲ τῆς τυραννικῆς καὶ λίαν ἀτόπου, οὐκ ἐλείπετ’ ἂν ἔτι πρόφασις ἀποφυγῆς οὐδ’ ἡτισοῦν τῷ τὴν γνώμην καὶ πάντα τρόπον διαστρόφῳ καὶ πάντα ἀτόπῳ.
20 Ἀλλ’ ἐπὶ τούτοις ἡ βασιλὶς Ἑλένη πρὸς Βυζάντιον ἐκ Τενέδου ἀφιγμένη τὴν εἰς τοῦτο ῥοπὴν ἀνεχαίτισε τοῦ συζύ‐ γου καὶ βασιλέως Παλαιολόγου, μήτ’ αὐτὴ μηδαμῇ βουλομένη
τῆς Καντακουζηνοῦ τοῦ πατρὸς αἰσχύνης σύν γε τῷ πρέποντι

3

.

253

ἀναθέματι καταστῆναί πως αὐτήκοος, μήτε μὴν τὰς ἐκείνου παρ’ αὐτὴν γινομένας λαθραίας μηνύσεις καὶ παρακλήσεις ἀτελεῖς παρακρούεσθαι δυναμένη. καὶ τοῦτ’ ἦν ὃ τὴν τῆς ἐκκλησίας καὶ τῶν θείων τέως δογμάτων ἔσβεσεν ἐπανόρθω‐
5σιν μετὰ τῆς ἐμῆς ἐς τοῦτο σπουδῆς, οἶμαι τοῦ θεοῦ τελεω‐ τέραν ἔτι γενέσθαι τὴν τῶν ὑπὲρ εὐσεβείας ἀθλούντων δοκι‐ μασίαν ἐπιψηφιζομένου. οὐ γὰρ τῶν ἀρξαμένων ἀθλεῖν οἱ στέφανοι καὶ τὰ ἔπαθλα, ἀλλὰ τῶν ἄχρι τέλους ἀνύειν προ‐ θυμουμένων ἅπαντα τὸν τοῦ δρόμου δίαυλον. διὸ καὶ πολ‐
10λάκις ἄλλων κοπιώντων ἄλλοι τοὺς ἐκείνων μόχθους ἀπονητὶ λαμβάνουσί τε καὶ ἀπολαύουσι, μήτ’ ἐκείνων ζημιουμένων τὰς ἀμοιβὰς πρὸς τοῦ ἀγωνοθετοῦντος θεοῦ διὰ τοῦ μεταξὺ τῶν ἀγώνων θανάτου, καὶ τῶν ὑστέρων κοινωνούντων τοῖς πρώτοις διὰ τὴν τῶν τρόπων ὁμοιότητα τῆς διανομῆς τῶν
15βραβείων, τὰ βάθη τῶν τοῦ θεοῦ κριμάτων οὐ δυναμένων ἐν τούτοις ἡμῶν ἐρευνᾶν. Εἰκάσειε δ’ ἄν τις ἴσως ὡς τοῖς ἀσεβέσι διώκταις ἡμῶν τουτοισὶ μετανοίας ἀνοίγων θύραν ὁ κοινὸς προμηθεὺς δί‐ δωσί τε διαμονῆς καιρὸν ἐνταυθοῖ, καὶ ὑπερτίθησιν ἑκατέ‐
20ροις ἑκάτερα, ἡμῖν τε τὴν θείαν ἐπικουρίαν κἀκείνοις τὴν δικαίαν ἐπεξέλευσιν. παιδεύει δ’ οὖν ὅμως συμφορὰς ἐπιφέ‐ ρων νῦν μὲν ἐξ ἀλλήλων ἀλλήλοις ἀλλεπαλλήλους, ἵνα μᾶλλον
τῆς ἑαυτῶν κακίας αἰσθάνοιντο (οὐ γὰρ κατὰ τοῦ ἀγαθοῦ

3

.

254

μόνον μέμηνε τὸ κακόν, ἀλλὰ καὶ ἑαυτῷ στασιάζει καὶ μά‐ χεται), νῦν δ’ ἐπιταράττων καὶ διασκεδάζων ἐξαίφνης ἄλλο‐ θεν ἄλλοθι καὶ ἀντιπερισπῶν τὸν ἅπαντα νοῦν τοῖς οἰκείοις προσέχειν παθήμασί τε καὶ ἀτοπήμασι, καὶ μὴ μόνοις ὁλο‐
5σχερῶς ἀεὶ τοῖς ἡμῶν ἐντρυφᾶν ἀδίκοις ὀνείδεσί τε καὶ διωγμοῖς. Ἐκεῖνο δὲ πῶς οὐκ ἄν τις θαυμάσαι τῆς θείας οἰκονομίας, ὅτι παρὰ τοσοῦτον Καντακουζηνῷ συγκεχώρηκε τὴν τοῦ μεγίστου τῆς τοῦ θεοῦ σοφίας νεὼ βραχεῖαν ἐκείνην οἰκοδομήν, τοῦ περὶ
10τὸν ὄροφον δηλαδὴ τεθραυσμένου μέρους, παρ’ ὅσον τήν γε πρὸς χιόνων καὶ ὄμβρων αἰθερίων ἀποτροπὴν ἀνασώσασθαι σκέ‐ πην. ὅσα δ’ οὖν τῶν ἐντὸς ὑπερλαμπρῶν ἱερῶν περιβόλων ἐκείνων καὶ θυσιαστηρίων ἁγίων παντάπασιν ἀνάλωται καὶ συντέτριπται, ταῦτα δ’ ἀσεβέσιν αὐτοῦ καὶ βεβήλοις ἀνεγη‐
15γέρθαι χερσὶν οὐδαμῇ συγκεχώρηται πρὸς θεοῦ, ἀλλ’ ἐν μέσῃ φάναι πορείᾳ τῆς ἐξουσίας ἐκπέπτωκεν ἀκλεῶς, χλεύην μα‐ κρὰν καταλελοιπὼς τῷ βίῳ καθ’ ἑαυτοῦ διὰ τὴν καινοτομίαν τῆς πίστεως. οὐδὲ γὰρ ἦν εἰκὸς τὰ πρὸς ἔλεγχον ἐμφανῆ τῆς αὐτοῦ καὶ τῶν ἀμφ’ αὐτὸν δυσσεβείας ἀπολωλότα δι’
20αὐτοῦ πάλιν ἀνανεοῦσθαι. Εἰ δ’ ὁ βρεφοκτόνος Ἡρώδης πάλαι πρὸς θεοῦ τὴν πε‐
ριφανῆ τε καὶ πολυδάπανον ἐκείνην οἰκοδομὴν τοῦ τῶν Ἱεροσο‐

3

.

255

λύμων νεὼ συγκεχώρηται, τοσούτων ἐφεστίων τε καὶ συγγενῶν αἱμάτων χεῖρας ἅμα καὶ γνώμην ὑπάρχων μεστός, ἀλλ’ ἔστιν εἰπεῖν ὡς τῆς πατρίου τούτῳ θρησκείας ἐν τῷ καλῷ τηνικαῦτα μενούσης ἔτι οὔτ’ αὐτὸς ἑαυτὸν αὐτῆς ἠλλοτρίωσεν, οὔθ’ ἑτέ‐
5ρους οὐδένας παρέπεισε τοῦτο παθεῖν. Καντακουζηνὸς δ’ οὑ‐ τοσὶν αὐτός τε ἐξωμόσατο φανερῶς τὴν πάτριον εὐσέβειαν, καὶ πλὴν ὀλίγων τοὺς ἄλλους ἠνάγκασεν ἅπαντας, τοὺς μὲν δωρεαῖς τε καὶ λήμμασι παραλόγοις, τοὺς δ’ ἀπειλαῖς καὶ κολάσεσι κακοτρόποις, εἰς τὸν ἴσον αὐτῷ κατενεχθῆναι κρημνόν.
10 Ἄξιον δ’ ἐνταυθοῖ γενομένους καὶ τό γε μῆκος καὶ πλάτος ἡμᾶς ἀφηγήσασθαι τῆς ὑπὸ τὴν κυρτὴν ἐντὸς ἐπιφά‐ νειαν τοῦ ὀρόφου τούτου γραφείσης ἀρτίως ἁγίας εἰκόνος τῆς ἐνυποστάτου σοφίας θεοῦ, τοῦ σωτῆρος λέγω Χριστοῦ. εἶναι γὰρ καὶ τοῦτο τοῖς ὀψιγόνοις ἐράσμιον οἶμαι ἀκρόαμα, κα‐
15θάπερ δὴ καὶ ἀνωτέρω που τῶν πρώτων τῆς ἱστορίας ταυ‐ τησὶν ἡμετέρων ἐκείνων λόγων καὶ βίβλων εὐθὺς ἐν προθύ‐ ροις τὸν ἐπὶ κίονος ἑστῶτα δεδηλωκότες ἔφιππον ἀνδριάντα χαλκοῦν εὖ ποιεῖν τοῖς συνετωτέροις ἐδόξαμεν, αὐτοί γε ἡμεῖς ἐκείνου γεγονότες αὐτόπται καὶ ταῖς οἰκείαις μετρήσαν‐
20τες τοῦτον χερσίν, ἐπὶ τὸ ῥᾷστον τέως συνενεχθέντος τοῦ πράγματος, ὡς ἐκεῖ που καθ’ ἕκαστα διειλήφαμεν. εἶναι γὰρ ἀξιοζήτητον οἶμαι, εἴ τις κάτωθεν μὲν εἰς ὕψος ὁρῴη, μὴ δύ‐
ναιτο δὲ τὴν ἀκριβῆ συμμετρίαν δι’ ὄψεως παραπέμπειν τῷ

3

.

256

νῷ, πεφυκυίας μὲν ὡς τὰ πολλὰ τοῖς μεταξὺ τῶν ὁρώντων καὶ ὁρωμένων τοπικοῖς διαστήμασιν ἀπατᾶσθαι, ἐφιεμένης δ’ ἄλλως ὁθενδήποτε καὶ ὁπωσδήποτε συλλέγειν τε τῆς ἀλη‐ θείας ἴχνη καὶ εἰκόνας ὁποιασοῦν καὶ τὰ τῆς τοιαύτης ἰα‐
5τρεύειν ἀπάτης νοσήματα. ἔστι γὰρ τὸ ἐκ κορυφῆς ἄχρι πώγωνος ἄκρου φημὶ τῆς ὑπήνης σπιθαμαὶ μῆκος μὲν ὀκτὼ καὶ εἴκοσι, πλάτος δὲ τεσσαρεσκαίδεκα, δακτύλων δ’ ὁ μὲν πρῶτος ὀκτὼ καὶ ἡμισείας τὸ μῆκος, οἱ δ’ ἄλλοι κατὰ τὸ ἀνάλογον· τῶν δ’ ὀφθαλμῶν ἀνὰ τριῶν ἑκάτερος, ἡ δὲ ῥὶς
10ἔγγιστα ὀκτώ. τούτων δ’ οὕτως καθάπερ στοιχείων δοθέν‐ των ἔξεστιν ἐντεῦθεν, ὁπόσοι χαριέστεροι τῶν ζωγράφων, καὶ τὴν τῶν ἄλλων μελῶν καὶ μερῶν καὶ ἅμα τῆς τοῦ παντὸς σώματος διαπλάσεως τῆς θείας ἐκείνης τοῦ σωτῆ‐ ρος εἰκόνος κατὰ τὸ τῆς συμμετρίας ἀνάλογον ὅση τίς ἐστιν
15εὐθὺς συλλογίζεσθαι μῆκος καὶ πλάτος. καὶ ταῦτα διῆλθον ἐμπειρίας ἕνεκα τῶν ἐντυγχανόντων, κράτιστον εἰδὼς ἐφόδιον εἴς γε τὴν τῶν ὄντων ἐπιστήμην καὶ εἴ τινες εἶεν αὐτοῖς ἐν‐ θεωρούμενοι λόγοι σοφοὶ τῆς προνοίας, καθὰ καὶ Ἀριστοτέ‐ λει δοκεῖ. φησὶ γὰρ ἐκεῖνος αἴσθησιν μὲν ἐμπειρίας εἶναι
20ποιητικήν, τὴν δ’ ἐμπειρίαν τῶν πρὸς ἐπιστήμην ἀρχῶν πα‐ ρεκτικὴν ἐκ διαδοχῆς καὶ συλλήπτριαν γίνεσθαι. ἐντεῦθεν γὰρ αἵ τε πολυειδεῖς ἐρρύησαν τῆς σοφίας πηγαί, καὶ οἱ πά‐
λαι τῆς ἐπιστήμης ἐφευρεταὶ τῶν τε αἰθερίων καὶ περιγείων

3

.

257

τὴν γνῶσιν ἠρύσαντο, καὶ τῆς γε τῶν ποικίλων καὶ παντοδα‐ πῶν πραγμάτων τε καὶ λόγων διδασκαλίας, ὅσον ἐφικτόν, τὰς ἀφορμὰς ἀνειλήφεσαν. εἶεν. ἐγὼ δ’ εἰς τὸν εἱρμὸν ἐπάνειμι τοῦ λόγου.
5 Ὁ γάρ τοι πατριαρχεύσας Κάλλιστος μετὰ τὴν αὑτοῦ καθαίρεσιν καὶ τὸν εἰς τὸ γαλατώνυμον φρούριον τῶν Λατί‐ νων λαθραῖον δρασμὸν ἐκεῖνον, καιροῦ μετὰ χρόνον τινὰ τυ‐ χὼν λάθρᾳ κἀκεῖθεν ἐξῄει καὶ ἐς Τένεδον κατεπεπλεύκει, Πα‐ λαιολόγῳ τῷ βασιλεῖ χαριζόμενός τε καὶ ἀντὶ δώρου παντὸς
10τὸ τῆς ἐν καρδίᾳ θαλαμευομένης σχέσεως κομίζων διάπυρον, τὸν ὑπὲρ αὐτοῦ δηλονότι ζῆλον ἔργοις αὐτοῖς, καὶ ἀφηγούμε‐ νος ὅπως ἐξὸν ἀπολαύειν τῆς πατριαρχικῆς ἐξουσίας καὶ ἅμα τῆς Καντακουζηνοῦ βασιλεύοντος εὐμενείας καὶ εὐεργέτιδος γνώμης, εἰ ἐβούλετο κοινωνεῖν αὐτῷ τῆς ὑπὲρ Ματθαίου τοῦ
15υἱοῦ βασιλικῆς ἀναρρήσεως, ὃ δὲ τὰ ἔσχατα πάσχειν εἵλετο, τῶν πατρῴων ἀντιποιούμενος αὐτοῦ δικαίων. καὶ εἰ μὴ λα‐ θραίᾳ φυγῇ τὴν σωτηρίαν ἐπόριζεν ἑαυτῷ, τάχιστα ἂν εἵρκτη ζοφώδης καὶ θανάτου βιαίου γείτων ἐδέχετο τοῦτον εὐθύς. καὶ ἵνα τἀν μέσῳ συντέμω, ὅλον ἐνιαυτὸν ἐκεῖ διηνυκότι τά
20τ’ ἄλλα [τε] αὐτῷ πάντ’ ἐδρᾶτο τὰ πατριάρχαις ἔθιμα, καὶ ἅμα γραφὰς οὐκ ἠμέλει πέμπων Βυζαντίοις, ὅσαι τὴν εἰς
αὐτὸν ἐξετραγῴδουν ἀδικίαν, καὶ μοιχὸν μὲν προφανῆ καλῶν

3

.

258

Φιλόθεον τὸν Κόκκινον, προδότας δὲ τῆς τῶν κανόνων καὶ νόμων ἐξουσίας τοὺς ἐπισκόπους καὶ θεοῦ καταφρονητάς, ὅτι ταῖς βασιλικαῖς ὑπείξαντες καὶ ἡττηθέντες ἀδίκοις δωρεαῖς συνέχεαν τά τε τῆς ἐκκλησίας πράγματα καὶ πρός γε δὴ τὰ
5τῆς ἐννόμου βασιλείας. καὶ ἐπὶ τούτοις ἀναθέματί τε αὐ‐ τοὺς καθυπέβαλε καὶ χωρισμῷ θεοῦ. ἃ δὴ συχνὰ καὶ δίκην βελῶν ἐκ Τενέδου πεμπόμενα βλέπων ὁ τῆς πατριαχικῆς ἐξουσίας ἄρτι ἐπειλημμένος Κόκκινος ἠγανάκτει τε καὶ ἀντι‐ μηχανώμενος οὐκ ἠμέλει τὰ ἴσα. συνάγων γὰρ τοὺς πλησιο‐
10χώρους ἐπισκόπους, καὶ ὅσοι Βυζαντίῳ ἐνδιατρίβοντες ἔτυ‐ χον ὁπωσδηποτοῦν, ψηφίσματα ἐξετίθει τε καὶ διέπεμπε παν‐ ταχῇ ἀναθέματί τε καὶ ἀφορισμῷ παραπέμποντα Κάλλιστον. ἔπεμπε δὲ μάλιστα τοῖς ἐν Ἄθῳ τῷ ὄρει μονάζουσι τὰ τοι‐ αῦτα ψηφίσματα, παραγγέλλων ἐπὶ τούτοις μηδ’ εἰ βουληθείη
15παρ’ ἐκείνους φοιτᾶν δέχεσθαι τοῦτον ἅτ’ ἐπ’ ἐγκλήμασι Μα‐ σαλιανικοῖς ἐννόμως καθαιρεθέντα καὶ οὐκ ἐμμένοντα ταῖς δίκαις, ἀλλ’ ἀρχιερατικῶς ἐπιτάττειν καὶ ἀναθεματίζειν καὶ ἀφορίζειν ἀναισχυντοῦντα. χρεὼν οὖν διὰ ταῦτά τε, καὶ ὡς ἤδη καὶ συνοδικοῖς ἀναθεματισμοῖς ὑποπεπτωκότα καὶ τῷ
20ἐκ θεοῦ χωρισμῷ, οἷα λύμην τοῦ ὄρους ἀποσοβεῖν. Ἐπεὶ δὲ τὰ πράγματα καθάπερ ὀστράκου μεταπεσόντος
νέαν ἔσχε μεταβολήν, καὶ τῷ μὲν Καλλίστῳ τῶν πατριαρχι‐

3

.

259

κῶν αὖθις κρατῆσαι συμβέβηκε θρόνων, τῷ δὲ Κοκκίνῳ Φι‐ λοθέῳ, πρὶν αἰσθέσθαι, λαμπρῶς ἐκεῖθεν ἀπερρῖφθαι πάσης ἱερωσύνης γυμνόν, ὡς εἰρήκειμεν, γράμματα ἐφοίτα αὐτῷ πρὸς τῶν τῷ ὄρει τῷ Ἄθωνι ἐνδιαιτωμένων μοναδικῶν ἀν‐
5δρῶν, Νίφωνος κατηγοροῦντά τινος τῶν ἐκεῖ μοναχῶν ἱερέως τοὐπίκλην Σκορπίου, ὃς προκεκατηγόρητο πρὸ βραχέος ἐπὶ τῇ τῶν Μασαλιανῶν καὶ Βογομίλων αἱρέσει, σκιωδῶς πως καὶ ἀμαρτύρως ἔτι. τούτῳ μέντοι φίλος ὢν ἐκ πολλοῦ Κάλλι‐ στος οὐδὲ νῦν πατριάρχης γενόμενος τῆς αὐτοῦ φιλίας ἀπέ‐
10σχετο, ἀλλὰ μία τις ἦν ἐν ἀμφοῖν ψυχή. διὸ καὶ ὠργίζετο τοῖς κατηγόροις, καὶ ἀραῖς ἐγγράφοις καὶ ἀφορισμοῖς καθυ‐ πέβαλε καὶ εἴ τις εἴη πιστεύων. ἐφ’ οἷς παροξυνθέντες ἐκεῖ‐ νοι, καὶ ἅμα τὸ θάρρος ἔχοντες ἐκ τῆς ἀληθείας, συνεληλύ‐ θεσαν ἐκ συνθήματος, ἐφ’ οὗπερ ἔθος ἦν κἀκείνοις ἀεὶ συ‐
15νιόντας ποιεῖσθαι τὰ τοιαδὶ τῶν σκεμμάτων. καὶ τόμος ἐκτί‐ θεται ταῖς ἁπάντων ἐκείνων μαρτυρίαις συνειλημμένος, τά τε ἄλλα δηλῶν καὶ ὅτι οὐ τῶν ἀπὸ τύχης καὶ τῶν ἐξ αὐτομά‐ του συμπίπτειν δοκούντων ἕν τι καὶ τὸ νῦν πεπραγμένον ὑπῆρχεν, ἵνα καὶ σιγῇ δεδωκώς τις ἀθόρυβον σχῇ συνειδὸς
20καὶ μηδαμῇ τὴν καρδίαν καθεύδειν καὶ ἠρεμεῖν βουλομένην ἀναμοχλεῦον, ἀλλὰ θεοῦ προφανῶς τοῦ τὰ κρύφια δῆλα
δρῶντος, ὁπότε βούλοιτο σύνεσιν ἐντιθέναι οἷς ἀσυνέτως ἔχειν

3

.

260

πρὸς τὴν ὑγιᾶ συμπέπτωκε θεογνωσίαν, ἵνα δηλαδὴ καὶ ὁ πρὸ βραχέος ἐκεῖνος πεμφθεὶς ὑπ’ αὐτῶν κατὰ τῶν ἐν τῷ ὄρει τούτῳ ἑαλωκότων ἐπ’ αὐτοφώρῳ Μασαλιανῶν καὶ Βο‐ γομίλων τόμος θεατρικώτερος γένηται, καὶ πᾶσι γνωσθῇ τῆς
5ἐφ’ οὕτω μέγα κακίας ἀναρριπισθείσης αἱρέσεως ἡ ῥίζα. Μοναχὸς γάρ τις τῶν τῷ Σκορπίῳ τούτῳ ὑπηρετουμέ‐ νων, τοὐπίκλην Βαρδάριος, θανάτου γείτονι κάτοχος ἤδη νόσῳ γενόμενος, ἔκειτο κάμνων καὶ μυρίαις ἀλγηδόσι τὸ σῶμα κεντούμενος ἅπαν. ἔπειτα ἐφ’ ὅλαις ἡμέραις εἴκοσι ἄσιτός
10τε καὶ ἄποτος διαμείνας ἄφωνος ἔκειτο, πνέων ὁσημέραι τὰ λοίσθια. οὐκ ἔθνησκε δέ, ἀλλὰ τό τε σῶμα ἐξώγκωτο καὶ μακρά τις ἐπεχύθη τῷ προσώπῳ μελάνωσις. ὀψὲ δὲ τῷ τοῦ πράγματος παραδόξῳ καταπλαγέντες οἱ τῆς μονῆς ἐκεῖ προε‐ δρεύοντες ἤροντο μή τι τῶν αὐτῷ πλημμεληθέντων ἀνεξαγό‐
15ρευτον ἐν θαλάμοις κρύπτει καρδίας, κἄπειτ’ αὐτοῦ κηδόμενος ὁ θεὸς οὐκ ἐᾷ τῷ αἰωνίῳ θανόντα δοθῆναι πυρί. ὃ δὲ συνεὶς καὶ μικρὸν διάρας τοὺς ὀφθαλμοὺς βύθιον ἀνῴμωξε, καὶ μόλις κινήσας τὴν γλῶτταν τοιάδε φησίν. “ἴστε τὴν πρὸ δυοκαί‐ δεκα ἐτῶν ἐνταυθοῖ γενομένην σύνοδον τῶν ἐν τῷ ὄρει τῷδε
20ἀνδρῶν. τότε τοίνυν ὑποπτευθέντος καὶ τοῦ Σκορπίου, ἐρω‐ τηθεὶς ἐγὼ εἰ σύνοιδα αὐτῷ κοινωνῷ γενομένῳ τοῖς τηνικαῦτα
ἁλοῦσι Μασαλιανοῖς καὶ Βογομίλοις ἐνταῦθα, ἔξαρνος ἐγε‐

3

.

261

νόμην καίπερ εἰδὼς ἀκριβῶς. ὅρκον τε ἐπέθηκα τῇ ἀπαγο‐ ρεύσει, καὶ ἀφωρισμένος ἐδεξάμην εἶναι ἀπὸ Χριστοῦ διὰ τὴν ἐκείνου φιλίαν ὁ τρισάθλιος, μήτε κολαστήρια δείσας θεοῦ, μήτ’ ἀνδρῶν πνευματικῶν παραινέσεις αἰδεσθείς.”
5ἀρξάμενος οὖν διεξῆλθε τὰς ὁμοῦ τῷ θιάσῳ τῶν Μασαλια‐ νῶν πεπραγμένας βεβήλους ἐκείνῳ καὶ μυσαρὰς ἐργασίας, ἃς ὥραν ἔχειν ἥκιστά μοι δοκεῖ καθ’ ἕκαστα λέγειν ἀρτίως ἐμέ, τῆς τῶν ἄλλων ἀνθελκούσης με βιαιότερον ἱστορίας. ἔξεστι γὰρ πάντα καθ’ ἕκαστον ἀναλέξασθαι, καὶ νοῦν καὶ σκοπὸν
10καὶ πρᾶξιν καὶ λόγον καὶ κακίας δύναμιν καὶ θεοῦ μακροθυ‐ μίαν καὶ εἴ τι τοιοῦτον, εἴ τις ἐπιέναι βούλοιτο τόν τε γενόμε‐ νον πρότερον ἐπὶ τῇ τῶν νέων Μασαλιανῶν ἐκείνων καὶ Βο‐ γομίλων εὑρέσει προφανῶς ἐλεγχθέντων ἐπὶ τοῦ θείου ὄρους καὶ τῶν μὲν κολασθέντων τῶν δ’ ἐξωσθέντων ἐκεῖθεν, καὶ
15ἅμα τὸν δεύτερον τοῦτον δὴ τὸν ἐπὶ τῷ ἐλεγμῷ τοῦ Σκορ‐ πίου παραδόξως ἐπισυμβάντα θαυματουργήσαντος τοῦ θεοῦ πρὸς τὴν τοῦ πρώτου βεβαίωσιν. ἐκτέθεινται γὰρ ἀμφότεροι ἐν τῷ τέλει τῆς παρούσης ἡμετέρας βίβλου, ἣ τὴν Ῥωμαϊκὴν διέξεισιν ἱστορίαν· οὐ γὰρ ἐκρίναμεν δέον εἰς ἑτέραν ἐκεί‐
20νους μεταποιῆσαι φράσιν, ἀλλ’ εἶναι κατὰ τὰς λέξεις καὶ τά γε κῶλα καὶ κόμματα καὶ τὰ ἤθη τῶν ἐννοιῶν ἀμεταποιή‐ τους, ὡς ἔσχον ἐκεῖθεν ἐληλυθότες, τοῦ ἀδιαβλήτου χάριν.
πλὴν ἓν μόνον σημειωτέον τουτί, ὡς ὑπὸ μάρτυσιν ἐκείνοις

3

.

262

τὴν ἐξαγόρευσιν ποιησάμενος ταυτηνὶ μετ’ ὀλίγον ἐξέπνευσεν, ὡς καὶ ψῆφον ἐξενηνέχθαι τέως οἷς ἐκεῖ συνετωτέροις εἶναι τετύχηκε, μὴ δι’ ἄλλο τι τὰς βιαίας γοῦν ταύτας καὶ τελευ‐ ταίας ταμιευθῆναι τἀνθρώπῳ πνοὰς πρὸς θεοῦ ἢ διὰ τὴν
5τῶν ῥηθέντων ἐξαγόρευσιν. ὅμως ἐπειδὴ καὶ ὁ δεύτερος οὗ‐ τος νεωστὶ γενόμενος τόμος ἐληλυθὼς ἐκ τοῦ ὄρους εἰς ἐπή‐ κοον Καλλίστῳ τε ἀνεγνώσθη τῷ πατριάρχῃ καὶ τοῖς ἀμφ’ αὐτὸν ἐπισκόποις, εἰς ὀργὴν αὖθις ἤγειρε τὸν πατριάρχην καὶ ἄπρακτος ἀπεπέμφθη, τῶν ἀμφ’ αὐτὸν ἐπισκόπων οὐδὲν
10εἰρηκότων, ἀλλὰ κωφοῖς ἐοικότων ἢ λίθοις ἀναισθήτοις, εἰ‐ πεῖν οἰκειότερον· οὕτω βοσκηματώδεις εἰσὶ καὶ παισὶν ἀθύ‐ ρουσι λίαν ἐπίχαρτοι προσηκόντως οἱ νῦν τῶν ἱερῶν καθή‐ μενοι δογμάτων κριταί. ἀλλὰ τούτων μὲν ἅλις, εἰρήσεται δὲ κατὰ χώραν ἰοῦσιν ὅσα ἐπηκολούθησε σφίσι. νῦν δ’ ἐκεῖνο
15ἐπαναλήψομαι. Ἀφίκετό τις ἐκ Λατίνων ἐπίσκοπος παρὰ βασιλέα, Ἰωάννην φημὶ τὸν Παλαιολόγον, φιλίας ἕνεκα προϋπαρχού‐ σης, σοφίας ἔμπειρος ὁπόση καὶ οἵα τὴν τῶν Λατίνων οἰκει‐ οῦται σχολὴν ἐν δογματικαῖς τῶν θείων γραμμάτων διατρι‐
20βαῖς. ἔφασκε δ’ ἐν ταῖς καθ’ ἡμέραν ὁμιλίαις τῷ τε βασι‐
λεῖ καὶ οἷς ἐνετύγχανε σοφωτέροις ἰδίᾳ καὶ δημοσίᾳ, πολύν

3

.

263

τινα γίνεσθαι λόγον παρὰ Λατίνοις περὶ τῆς βασιλίδος ταύ‐ της τῶν πόλεων καὶ ὅσοι τῶν οἰκητόρων παιδείας ἀντιποιοῦν‐ ται, τά τε ἄλλα καὶ ὅπως ἄνωθεν ἀεὶ ῥᾳδίως ἐξαπατᾶσθαι εἰώθεσαν καὶ ἄλλοτ’ ἄλλαις αἱρέσεσι καὶ δογμάτων καινοτο‐
5μίαις ἐκκλησιαστικῶν ὑπείκουσιν, ὡς φύλλα δένδρων ἀνέμοις μεταρριπιζόμενα πᾶσι. “καὶ νῦν δ’ οὐχ ἧττον Παλαμᾶν τινὰ ὄνομα νόθους καινοφωνίας εἰσαγαγεῖν ἠκηκόειμεν κατὰ τῶν θείων δογμάτων. εἶναι δ’ οὐ μόνον αἰσχρὰς τὰς τοιαύτας καινοφωνίας ἀλλὰ καὶ πολυειδεῖς καὶ μωρίᾳ συγκεκραμένας
10πολυειδεῖ. ὡς εἶναι, οἷς τούτῳ συνίστασθαι περιγίνεται, μα‐ κροῖς τισὶ μέτροις κατεγνῶσθαι μᾶλλον ἢ Σαβελλίῳ τε καὶ Ἀρείῳ καὶ ὅσοι κατ’ Εὐνόμιον καὶ Νεστόριον καὶ Ἀπολινά‐ ριον εἶεν συνηγοροῦντες. σύμφωνα μὲν γὰρ κἀκείνοις, ὡς ἔγνωσται, φθέγγεται, διαφόροις δ’ οὖν καὶ ἀτοπωτέροις ὑπερ‐
15βολαῖς παραλλάττοντα. καὶ τό γε παραλογώτατον· ὅπῃ τοῦ‐ τον μάλιστα πάντων ἐκείνων ἐχρῆν αἰσχύνεσθαι, ὧν ταῖς ὑπερβολαῖς τῶν βλασφημιῶν ὑπερέσχεν, ὃ δὲ καὶ πρὸς δι‐ καίωσιν ἑαυτοῦ καὶ φρούριον μάλα προβάλλεται ἰσχυρὸν ὅτι μὴ ὁμόφωνα καθάπαξ φθέγγεται σφίσι. καὶ ὅτι μὲν οὐχ
20ὁμόφωνα ταῦτ’ ἐκείνοις, βοᾷ, ὅτι δὲ χείρω κἀκείνων μακροῖς τισὶ μέτροις, σιγᾷ, παίζων, ὡς ἄν τις φαίη, ἐν οὐ παικτοῖς.
τοῦτον τοίνυν εἰς ὄψιν ἀφῖχθαί μοι βουλοίμην ἄν. εἰ οὖν

3

.

264

σοι καὶ ἡμῶν μέλοι, μὴ ἄχθεσθαι, σὺ δ’ ἀλλ’ ἐντελῆ μοι τὴν ζήτησιν δρᾶν προθυμήθητι.” Τὴν δὴ τοιαύτην ἔφεσιν τοῦ Λατίνου μηδὲν μελλή‐ σας ὁ βασιλεὺς ἐς τὴν ὑστεραίαν εὐθὺς ἐκπληροῖ, παρε‐
5σκευακὼς ὁμιλῆσαι τῷ Παλαμᾷ, καὶ ὧν λέγει αὐτὸν αὐτή‐ κοον γεγονέναι τὸν Λατῖνον. τῆς οὖν ὁμιλίας γενομένης μικρὸν διαστὰς καὶ ἀπολαβὼν ἰδίᾳ τὸν βασιλέα ὁ Λατῖ‐ νος πολλὰ μὲν ἀκούειν ἔφη λέγοντος Παλαμᾶ, μάτην δ’ οὖν καὶ ἄλλοθεν ἄλλα συμπεφυρμένα τε καὶ παρευρημένα,
10ὡς ἀπορεῖν ἡμᾶς ἀποφαίνεσθαι πότερον τῇ ποιότητι τούτων ἢ τῇ ποσότητι δοίη τις ἂν τὸ πρὸς κακίαν τρόπαιον. ἐζή‐ τησε δ’ οὖν ὅμως τοῦ Παλαμᾶ διαλεγομένου καὶ πρὸς ἐμὲ σιγῶν αὐτὸς γενέσθαι ἀκροατής. διὸ καὶ τῇ ὑστεραίᾳ καλῶν ἐκ βασιλέως ἥκει κἀμὲ τῶν ἐπ’ εὐγενείᾳ σεμνυνομένων ὁ μέ‐
15γας λογοθέτης, ἄρτι τῶν εἰωθότων τῆς κεφαλῆς νοσημάτων οὐ τελέως μὲν ἀπηλλαγμένον δ’ οὖν. κἀπειδὴ παρακρούε‐ σθαι οὐκ ἐνῆν, ἀναστὰς ἀπῄειν, ὅτου χάριν ἥκιστα πάντων οὔτ’ εἰδὼς οὔτε μὴν πολυπραγμονήσας μαθεῖν. προσετετάχει γὰρ ἡ βασιλὶς Ἑλένη μὴ προεγνῶσθαί μοι τὸ τῆς προσκλή‐
20σεως αἴτιον, ἵνα μὴ σὺν μελέτῃ δρῴην τὴν ἄφιξιν καί τις παρευδοκίμησις γένηται τῆς τοῦ Παλαμᾶ ἐπιδείξεως. διὰ
γὰρ τὸν ἑαυτῆς πατέρα Καντακουζηνὸν λίαν καὶ αὕτη τῷ

3

.

265

Παλαμᾷ προσέκειτο, καὶ ἀντέπραττεν ὡς τὰ πολλὰ τῇ τοῦ συ‐ ζύγου γνώμῃ πρὸς ὅσα τῇ θρησκείᾳ συντείνει. ἄρτι γε μὴν τὴν βασίλειον αὐλὴν εἰσιόντι μοι καὶ Παλαμᾶν ἐκεῖ πρὸς διαλέξεις ἔφεδρον εἶναι μαθεῖν ἐξεγένετο. οὕτω δ’ ἔχοντί μοι τῶν ἐκ
5κεφαλῆς ἀλγηδόνων ἔτι, καὶ οὕτως ἀπροσδοκήτως ἐμπεπηδη‐ κότος μοι τοῦ ἀγῶνος, πρῶτον μὲν ἔδοξε βέλτιον οἴκαδε τέως ἐπανιέναι με, μικρὰ τῶν μεμηχανημένων προσκλήσεων ἐκεί‐ νων φροντίσαντι· ἵνα δ’ οὖν μὴ δειλίας ὑπόνοιαν τοῖς φι‐ λοσκώμμοσι δῶμεν, ἐπερρώσαμέν τε αὖθις τὸν λογισμὸν καὶ
10ἀνελάβομεν ἑαυτούς, θεῷ τὸ πᾶν ἐπιτρέψαντες. Καὶ οὕτως εἰς αὐτὸν εἰσῄειν βασιλέα τῇ τε τῶν εὐγε‐ νῶν συνόντα παρουσίᾳ καὶ ἅμα τῆς βασιλίδος Ἑλένης, τῷ τοῦ συμβάντος σχεδίῳ παρηκολουθηκώς. τά γε μὴν ἐκεῖ λαλη‐ θέντα, ὁπόσα καὶ οἷα, καὶ ὅπως ὁ καιρὸς ἐσχεδίασε τὰ τοι‐
15αῦτα, δηλώσει τὰ ἐφεξῆς. γέγραπται μὲν γάρ μοι ταυτὶ λεπ‐ τοτέρᾳ τινὶ διηγήσει, ἐκδέδοται δ’ ὡς ἐξ ἑτέρου τῶν ἐκεῖ πα‐ ρόντων ἑνός, πρὸς ἐρωτήσαντά τινα δῆθεν διεξιόντος. ἔχει
δὲ οὑτωσίν.

3

.

266

(t1)

ΤΟΥ ΑΥΤΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ
t2ΡΩΜΑΙΚΗΣ ΜΕΝ ΙΣΤΟΡΙΑΣ ΛΟΓΟΣ Λ,
t3ΔΟΓΜΑΤΙΚΟΣ ΔΕ Α.
t4ΜΟΝΑΧΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΔΙΗΓΗΣΙΣ ΠΕΡΙ ΤΗΣ
t5ΔΙΑΛΕΞΕΩΣ ΗΝ ΕΠΟΙΗΣΑΤΟ ΠΡΟΣ ΤΟΝ ΠΑΛΑΜΑΝ ΕΝΩ‐
t6ΠΙΟΝ ΤΟΥ ΒΛΣΙΛΕΩΣ ΚΥΡ. ΙΩ. ΤΟΥ ΠΑΛΑΙΟΛΟΓΟΥ. ΕΙΣΑ‐
t7ΓΕΤΑΙ ΔΕ Η ΔΙΗΓΗΣΙΣ ΩΣ ΕΞ ΕΤΕΡΟΥ ΠΡΟΣΩΠΟΥ.
8 Ἀλλ’ ὦ φίλων ἄριστε Ἀγαθόνικε, σύ μοι πάντως μά‐ λιστα πάντων λέγοις ἂν καὶ ἀφηγοῖο τὴν χθὲς ἐπὶ τοῦ τὰ
10πάντα ἀρίστου βασιλέως γενομένην διάλεξιν Γρηγορᾷ τε καὶ Παλαμᾷ. Καὶ μάλα γὲ, ὦ φίλε Θεότιμε, εἴ σοι βουλομένῳ καὶ σχολὴ προσείη τὸ ἱκανὸν οὐδαμῇ ἀποσειομένη· ποικίλη γὰρ ὡς ἀληθῶς καὶ ἀκοῆς δεομένη λαμπρᾶς, καὶ ἣ ἔρρωται πρὸς
15θειοτέρων ἀντίληψιν ἐννοιῶν. πάντα μὲν οὖν σοι καθ’ ἓν τὰ ἐκεῖ λεχθέντα διεξιέναι ἴσως μὲν ἂν δυναίμην, ἴσως δ’ οὔ, λήθης ἐνίων παρασυρέντων βυθοῖς· τὰ δ’ οὖν ἀξιολογώτερα, καὶ ὧν σοι μᾶλλον ἀκοῦσαι χρεών, ταῦτα δ’ οὖν ὡς ἐν κε‐
φαλαίῳ μεμνήσομαί σοι.

3

.

267

Ἄρτι τῶν εἰωθότων τῆς κεφαλῆς νοσημάτων βραχύ τι ἀνενεγκόντα τὸν Γρηγορᾶν ἧκε καλῶν ἐκ βασιλέως ὁ μέγας λογοθέτης ὁτουδήποτε εἵνεκα· καὶ ἐπειδὴ παρακρούεσθαι οὐκ ἐνῆν, ἀναστὰς ἀπῄει, καὶ ἅμα εἱπόμην αὐτὸς ἀκουσόμενος.
5ἦν δὲ τὸ τῆς ὥρας ὀψὲ μετὰ δύσιν ἡλίου. καὶ προσεληλυ‐ θὼς ὁ Γρηγορᾶς, καὶ τὴν εἰωθυῖαν ἀποδεδωκὼς τῷ βασιλεῖ πρόσρησιν, εἶτα ἐκάθισεν. ἔτυχε δ’ εὐθὺς ἐκεῖ καὶ ὁ Παλα‐ μᾶς συνεισιών, οὐκ οἶδ’ ὁπότερον, εἴτε ἐκ προθεσμίας πάλαι μελετηθείσης ἔφεδρος ἐκεῖ που παρών, εἴτ’ ἀπὸ τύχης, ὡς
10εἴωθε γίνεσθαι τὰ πολλὰ τῶν ἐν κόσμῳ πραγμάτων. ὃς δὴ καὶ τὰ παλαιγενῆ προπετῶς, καὶ ὅσα λήθης μακρᾶς συνα‐ πήχθησαν ῥεύμασι, μηδαμῇ τῇ παρούσῃ προσήκοντα χρείᾳ προδιαλαβὼν καὶ τερατευσάμενος, ὡς εἰώθει, καὶ ὅσα πρὸς ἔπαινον ἐγκαλλωπισάμενος ἑαυτοῦ περί τε τῆς ἐν λαύρᾳ δια‐
15τριβῆς καὶ τῆς πρὸς Βαρλαὰμ διαλέξεως, καὶ τοιούτων δὴ τινῶν τὰς τῶν παρατυχόντων ἐμπεπληκὼς ἀκοάς, καὶ δείξας οἱονεὶ προβεβουλευμένον εἶναι καὶ ἐπίβουλον τὸν σκοπὸν τῆς τηνικαῦτα αὐτοῦ γε ἐπιδημίας πρὸς ἐπιδεικτικὴν φαντασίαν, εἶτα ἐσίγησε. καὶ ἵνα τἀν μέσῳ παρέλθω, καὶ ὅσα τοῖς ἔμ‐
20προσθεν ἀναγκαίοις γίγνοιντ’ ἂν ἐμποδών, πρὸς τὸ ἀπροσδό‐ κητον τουτοῒ καὶ αἰφνίδιον προοιμιασάμενος, καὶ προδιαλα‐
βὼν ὅσα εἰκός, καὶ ὁ Γρηγορᾶς ὅτι ἂν καὶ πρὸς αὐτοῦ εἴη

3

.

268

βουλομένῳ τῷ θειοτάτῳ βασιλεῖ λέγεσθαι ἐφεξῆς ἤρετο. καὶ ὁ βασιλεὺς “ἐμοὶ δ’ εἰ καὶ πρὸς ἄλλας ἄγειν” ἔφη “τὸν νοῦν ὑπο‐ θέσεις ἐνῆν, ἀλλ’ οὖν ὑμᾶς ὁρῶντι συνεληλυθότας νῦν ἐνταυθοῖ καιριώτερον εἶναι δοκεῖ πολλοστημόριόν τι περὶ ὧν ἔνιοι δια‐
5φωνοῦσιν ἐκκλησιαστικῶν δογμάτων μαθεῖν πρὸς ὑμῶν.” καὶ γὰρ ἀκούειν ἔφησεν ἔριδας οὐ μικρὰς φυομένας ἄλλοτ’ ἄλλως περὶ τόμων καὶ γραμμάτων, “ἃ προγεγέννηνται μέν” φησιν “οὐκ οἶδ’ ὅπως, ἀθετοῦνται δὲ πρὸς πολλῶν ἐλλογίμων, ἐπι‐ σφαλῆ τινὰ θεολογίας καινοφανοῦς ἐμπεριέχεσθαι τούτοις
10δεικνύειν δόγματα μάλα σφοδρῶς διατεινομένων. ἐβουλόμην μὲν οὖν παρρησίᾳ συνοδικῇ τὴν διόρθωσιν διαπράξασθαι· τῶν δὲ πραγμάτων οὐ συγχωρούντων ἔν γε τῷ παρόντι, βού‐ λομαι παρ’ ὑμῶν γοῦν ἐνταυθοῖ νῦν ὁπωσδηποτοῦν συνελη‐ λυθότων περὶ ἑνὸς οὑτινοσοῦν αὐτήκοος γεγονέναι. τὸν γὰρ
15τὰς θρυλλουμένας ἔριδας καὶ διαφωνίας ἀγείροντα τόμον ἐμοῦ διατριβόντος ἐν Θεσσαλονίκῃ συμπέπτωκε γεγενῆσθαι, ὡς μήθ’ ἃ λέγει γινώσκειν ἐμέ, μήθ’ ὅπως ἀληθείας ἢ ψεύ‐ δους ἔχει, εἴ τις ἀκριβῶς ἐξετάζειν βούλοιτο. δέδια δ’ οὖν μὴ κἀμοὶ προστριβείη κρίμα θεόθεν, ὅτι καὶ αὐτὸς τῇ βασι‐
20λευούσῃ τέως ἐπιδεδημηκὼς ἐν ὑστέροις, ἑτέρου τέως τὴν ἐξουσίαν ἔχοντος, ἄκων ὑπέγραψα, βιασθεὶς ὑπ’ αὐτοῦ (τὰς
γὰρ ἐν μέσῳ σιγῶ τύχας), οὐκ ἔχων ὅπως ἂν ἐκφύγοιμι τὸ

3

.

269

τῆς ὥρας βίαιον.” ὁ δὲ Γρηγορᾶς ὑπολαβὼν φησίν “ὣς ἐγὼ δ’ ἐκ πολλοῦ τὰ τῆς θεολογίας μυστήρια φέρειν διὰ χειλέων οὐ μάλα τολμῶν ἀλλὰ φρίττων καὶ ἀκοὴν καὶ διάνοιαν, ἀπε‐ πήδων εὐθὺς ὡς ἀπὸ πυρός. ὅπου γὰρ τοῖς μεγάλοις καὶ
5σφόδρα σοφοῖς διδασκάλοις ἐκείνης τῆς ἐκκλησίας ἀποσείε‐ σθαι τὴν ἐγχείρησιν ὁλοσχερῶς συνέβαινεν, ἦ που μανία σα‐ φὴς ἡμᾶς ἐγχειρεῖν τοῖς τοιούτοις, μηδὲ μικρὰ γοῦν τῶν ὅσα ἐκεῖνοι μαθεῖν πω δεδυνημένους. καὶ ἵνα τὸ κατ’ ἐμαυτὸν ἀναλαβὼν διηγήσωμαι τελεώτερον, ὅπως δηλαδὴ κἀμοὶ πρὸς
10τὴν τοιαύτην ἐξ ἀρχῆς ὑπόθεσιν διατεθῆναι συμπέπτωκεν, ἐπεὶ μετὰ τὸν τοῦ θειοτάτου καὶ μακαρίτου πατρός σου θά‐ νατον, τοῦ ἀοιδίμου φημὶ βασιλέως ἐκείνου, πρὸς ἐμφύλιον στάσιν τὰ Ῥωμαίων ἠγέρθη πράγματα καὶ ἅμα κατὰ τῶν θείων τῆς ἐκκλησίας δογμάτων τὰ χείριστα πρὸς κακίαν ἀνέρ‐
15ρωγε κύματα, καὶ ὥσπερ ἐν χειμῶνι καὶ νυκτὶ τὰ πάντα ζό‐ φος ἦν, ὡς μηδὲ ἄστροις, τὸ θρυλλούμενον, ὅποι φέροιτό τις δύνασθαι τεκμαίρεσθαι, καὶ πάντ’ ἄνω καὶ κάτω μεταπίπ‐ τοντα παρὰ τοσοῦτον ἐκ τοῦ σύνεγγυς ἐτίθει τε καὶ μάλα τῶν ἐλπιζομένων ἑκάστοις ἐποίει τὸ ἐπικίνδυνον παρ’ ὅσον
20πόρρω καὶ δύσελπι τἀσφαλές (ἐν γὰρ διχοστασίῃ φησὶν τὸν μὲν πάγκακον τυγχάνειν τιμῆς, τὸν δὲ καὶ ὁπωσοῦν μετέ‐ χοντα τοῦ βελτίονος θρήνων πάσχειν ἄξια καὶ τραγικῶν ἀπο‐ λαύειν τῶν συμφορῶν), τῶν κρατίστων εἶναί μοι τὸν ἡσύ‐
χιον ἔδοξεν βίον ἑλέσθαι, τῶν βασιλικῶν ἀφεμένῳ θεάτρων.

3

.

270

τοῦ γὰρ ἐρεθίζοντος καὶ μάχην ἐκεῖθεν ἀντίπαλον ἀνιστῶν‐ τος οὐκ ὄντος ἐν ὀφθαλμοῖς ἡμῶν ἀφανείᾳ κεκαλυμμένων, παύσεσθαι τὸ νεμόμενον τῆς καθ’ ἡμῶν κακίας ᾠήθην. ὅθεν ἐπειδὴ τοῖς ἄλλοις παραινοῦντί μοι τοὺς πειθομένους ἥκιστ’
5ἔχειν ἐνῆν, τὸ κατ’ ἐμαυτὸν ἐποίουν αὐτός. θόρυβον μὲν γὰρ ἐξ εἰρήνης ῥᾴδιον καὶ τοῖς φαυλοτάτοις καὶ βάναυσον ἄγουσι βίον ποιεῖν, ἐκ δὲ θορύβων εἰρήνην οὐδὲ τοῖς σφόδρα συνετοῖς μάλα τι εὔοδον. τὸ μὲν γὰρ αὐτονομίᾳ φύσεως ἄγεται, ἡ δὲ φύσις ἄτακτον καὶ ἀνώμαλον ὡμολόγηται εἶναι·
10τὸ δὲ παιδείᾳ καὶ συνέσει βεβουλευμένῃ καὶ σώφροσι λογι‐ σμοῖς οἰακίζεται. ὅθεν τὸ μὲν καὶ τὰς οὐκ οὔσας ἀναπλάττει προφάσεις, ἐφόδια πορίζον ταῖς μάχαις· τὸ δὲ καὶ τὰς οὔ‐ σας ἐκτέμνειν πειρᾶται, καθάπερ ἰατρὸς πρὸ τῆς βλάστης ἐν τῇ ῥίζῃ τὴν θεραπείαν τεχνώμενος. ἐπεὶ δὲ καὶ ἀφορισμῷ
15Παλαμᾶν μετὰ τῆς αὐτοῦ φρατρίας ἁπάσης καὶ χωρισμῷ θεοῦ καθυποβεβλῆσθαι συμβέβηκε δυοῖν πατριαρχῶν καὶ ὅλων ὁπό‐ σοι τηνικαῦτα παρῆσαν τῶν ἐπισκόπων, ἔτι μᾶλλον ἐμαυτῷ τὰ τῆς ἡσυχίας παρῄνουν καὶ ἐπεκύρουν, ταύτης μόνης τὸ ῥᾷστον ἐχούσης καὶ εὔλογον τῆς τῶν βεβήλων φρατρίας καὶ κοινωνίας
20ἐπιεικῶς ἀφιστᾶν. ἤδη δὲ καὶ διωγμὸν ἀνερρίπισεν ὁ τῆς
ἐκκλησίας χειμών, καὶ διωγμῶν τὸν φρικωδέστατον καὶ βα‐

3

.

271

ρύτατον, ὡς κἀντεῦθεν μὴ μόνον ἐξόριστον γεγονότα τὸν πα‐ τριάρχην βιαίῳ θανάτῳ τοῦ βίου περᾶσαι τὴν τελευτήν, ἀλλὰ καὶ τῶν ἐπισκόπων καὶ πρεσβυτέρων ὁπόσοι τὴν ἔνστασιν ἀκλόνητον ἔσχον ἐν τοῖς δεινοῖς, ἄλλος ἄλλοθι τῆς οἰκουμέ‐
5νης διωκόμενοι διεσπάρησαν. ἐῶ λέγειν οὓς ἐν εἱρκτῇ καὶ ζόφῳ θνήσκειν συνέβαινε, καὶ ὅσοι λιμῷ καὶ δίψει καὶ πάσῃ τῶν ἀναγκαίων στενοχωρίᾳ βιαίοις θανάτοις ἀπήλλαξαν. καὶ τό γε μεῖζον ὅτι μηδὲ ταφῆς, ὦ γῆ καὶ ἥλιε, πρὸς τῶν ἐπι‐ τηδείων τυγχάνειν συνεχωροῦντο, πλὴν ἢ ὅσοι κατὰ τὸ λελη‐
10θὸς κατωρύττοντο. ὧν οὐδὲ τούτων ἀπέσχοντο οἱ κυνὸς Λα‐ καίνης δίκην ῥινηλατοῦντες καὶ ἀνιχνεύοντες, ἀλλὰ καὶ τού‐ των ἐνίους ἀνώρυξαν. οὕτω διωγμῶν ἁπάντων βαρύτατος οὑτοσί. τί γὰρ ἀνύσειν ἔμελλον πλέον, εἰς ἀναίσθητον σῶμα τὴν τῆς ἀτόπου ψυχῆς ἀγνωμοσύνην ἐκχέοντες; θανεῖν γὰρ
15ἀνάγκη, ζῆν δ’ ἢ ταφῇ καλυφθῆναι, τούτων δ’ οὐδέτερον τέως ἀνάγκη. διὸ τὸ μὲν καὶ μὴ βουλομένων ἀνθρώπων ἡ φύσις τελεῖ, τὸ δ’ ἐν τῇ προαιρέσει κείμενον τῶν περιλειπο‐ μένων ἔλεγχος ὁποτέρου γίνεται δυοῖν, εἴτ’ ἀπονοίας εἴτε προνοίας. τῆς δὴ τοιαύτης περικλονήσεως ἔργον γινόμεθα καὶ
20ἡμεῖς, οὐ βουλόμενοι ταῖς ἀτόποις καινοφωνίαις ὑπείκειν Πα‐ λαμᾶ τουτουί· ὁπόσων γε μὴν καὶ τῶν δεινῶν πεπειράμεθα
διὰ ταῦτα, παραπέμπειν ἀκοαῖς ἀνθρωπίναις οὐ πάνυ τι

3

.

272

χρῆναι νομίζω, τοῦ τὰ κρυπτὰ ἐφορῶντος θεοῦ γινώσκοντος ἀκριβῶς. ὅμως ἐπεὶ θειοτέρᾳ βουλῇ τὸν πατρῷόν σοι τῆς μοναρχίας ἀνείληφας κλῆρον, ὦ βασιλεῦ, καὶ ἅμα ἡμᾶς ἀνε‐ πεπνεύκειμεν βραχὺ καὶ ὅσον μὴ τῇ συνεχείᾳ τῶν δεινῶν
5ἀπηγορευκότας προέσθαι τὸ ζῆν, καὶ αἱ τῶν ψηφισμάτων καὶ τομογραφιῶν ἐκείνων κηλῖδες καὶ κῆρες ἧκον ἡμῖν εἰς ὄψιν καὶ ἀκοήν, ἔγνωμεν ἤδη σαφῶς καὶ τὰς ἐκεῖ βλασφημίας, καὶ ὅσας τῶν θείων γραφῶν τὰς διαβολὰς καταχέουσι καὶ συκο‐ φαντίας. ἀναγκαῖον οὖν ἐκεῖνον ἤδη προενεχθῆναι τὸν τόμον
10εἰς μέσον, ἵνα μὴ μάτην καὶ εἰς κενὸν ὁ δρόμος ἡμῖν ὑπάρχῃ τοῦ λόγου μηδεμίαν ἔχων κρηπῖδα καὶ βάσιν.” Ὁ δὲ βασιλεὺς “οὐκ ἔργου τινὸς ἐντελοῦς ἐν τῷ ἄρτι ζητοῦμεν” ἔφη “κατάστασιν, ἀλλὰ γνώσεως οἱονεὶ τυπικῆς καὶ σκιώδους ἴχνη καὶ ὑπομνήματα. ἦ γὰρ ἂν ἐπισκόπων
15καὶ πατριαρχῶν ὁμοῦ καὶ πρεσβυτέρων συνήγομεν θέατρα, καὶ οὐκ ἐν παραβύστῳ καὶ γωνίᾳ τὸ πρᾶγμα ἡμῖν οὑτωσί πως ἐτελεῖτο. ἔσται δ’ οὖν ὅμως κἀκεῖνο κατὰ τὸν δέοντα χρό‐ νον.” ὑπολαβὼν οὖν ὁ Παλαμᾶς εἰς Βαρλαὰμ ἀνάγειν ἐπε‐ χείρει τὸν λόγον, καὶ δεικνύειν τὰ ζῶντα ἐκ τῶν νεκρῶν. ἐκ‐
20κέκρουσται δὲ πρὸς τοῦ Γρηγορᾶ, εἰς τὸ ἀφανὲς καταφεύγων, παρόν, ἃ πρὸ ὀφθαλμῶν, τούτοις κεχρῆσθαι πρὸς τὴν πα‐ ροῦσαν χρείαν. διὸ καὶ πρὸς ἑτέραν τραπόμενος τά τε ἄλλα
ἐπολυλόγησε, καὶ ἅμα κατέδραμεν εἴ τινες εἶεν οἱ τὴν θείαν

3

.

273

οὐσίαν καὶ τὴν θείαν ἐνέργειαν κατ’ οὐδὲν διαφέρειν λέγον‐ τες. περὶ οὗ μάλιστα καὶ τὸν Γρηγορᾶν ἠξίου τὸν λόγον ποιεῖσθαι. Καὶ ὁ Γρηγορᾶς πρὸς τὸν βασιλέα στραφεὶς “πολλῶν
5αἱρέσεων” ἔφησεν, “ὦ θειότατε βασιλεῦ, οὐσῶν, ἃς πάλαι τε‐ θνηκυίας ἀναβιῶναι πέπραχεν οὗτος ἀρτίως καὶ ἃς οὔπω φανείσας ἐξεῦρε, σύμμαχον ἔχων τὴν δυναστεύουσαν χεῖρα, ὁ τῆς πολυθεΐας οἶμαι λόγος ἀρκέσει τῇ παρούσῃ σκιαγρα‐ φίᾳ. θέλων γὰρ καταλῦσαι τὸ τῆς ἐνανθρωπήσεως τοῦ θεοῦ
10λόγου δόγμα, καὶ ἅμα πολυθεΐαν εἰσαγαγεῖν, ἐνέργειαν εἶναι κηρύττει θεότητα ὑφειμένην ἄκτιστον καὶ ἀνούσιον καὶ διά‐ φορον παντάπασι τῆς θείας ἐκείνης καὶ μακαρίας οὐσίας, καὶ σωματικοῖς ὀφθαλμοῖς ὁρατὴν καθ’ αὑτήν, ἐνεργοῦσαν μὲν τὰ πάντα αὐτήν, ἐνεργουμένην δ’ αὐτὴν ὑπὸ τῆς ὑπερκειμέ‐
15νης οὐσίας ἅμα, καὶ κινουμένην καθάπερ ὁποῖα τῶν ὀργάνων κινεῖ κινούμενα. εἶτα τὴν μίαν ἐνέργειαν εἰς πολλάς, μᾶλ‐ λον δ’ ἀπειράκις ἀπείρους διελών, ὡς γένος εἰς εἴδη διάφορα, γενικῷ μὲν ὀνόματι πάσας ἐνεργείας καλεῖ, ἰδίᾳ δ’ αὖ καὶ καθ’ ἕκαστα δύναμιν ζωὴν βασιλείαν σοφίαν ἐξουσίαν φῶς
20ἀλήθειαν. καὶ ἁπλῶς ὁπόσα θεοπρεπῆ τῶν ὀνομάτων καὶ νοημάτων, εἰ καὶ ἐκ διαφόρων ἀρχῶν λαμβάνει τὴν ἐτυμολο‐ γίαν ἕκαστον, ἀλλ’ οὖν ὁμοτίμως ἔχοντα πρὸς ἄλληλα τῷ μη‐
δέν τι παρὰ τὴν τοῦ ὑποκειμένου διαφωνεῖν σημασίαν, θεό‐

3

.

274

τητας πάντα καθάπαξ αὐτὸς καλεῖ διαφόρους καὶ ἀκτίστους. ἐγκαλούμενος οὖν πρὸς τῶν συνετωτέρων πολλάκις, ὡς ἅπερ πά‐ λαι Μάρκελλος ὁ Γαλάτης καὶ Φωτεινὸς καὶ Εὐνόμιος διαφόρως ἀλλήλοις εἰπόντες ἐπ’ ἴσης κατὰ τῆς εὐσεβείας ἐρράγησάν τε
5καὶ ἔπνευσαν, ταῦτα πάντα συλλήβδην κηρύττει νῦν οὑτοσὶ καθάπερ εἰς ἕνα συντήξας κρατῆρα κακίας, σκολιὰς ποιεῖται τὰς ἀποκρίσεις, ἐξ ἑτέρου πρὸς ἕτερον μεταβαίνων, καὶ πάν‐ τας δυσσεβεῖς νικῶν ταῖς ἐπὶ τὸ μεῖζον τοῦ κακοῦ προσθή‐ καις. καὶ δέον τοῦ ὑπερβάλλοντος ἕνεκα ἐγκαλύπτεσθαι, ὃ
10δὲ τοὐναντίον διαφυγῆς πορίζεται πρόφασιν τὴν πρὸς τὸ χεῖρον ταύτην παράλλαξιν, καὶ οὐδενὶ συμφωνεῖν διατείνεται, ὅμοιον ποιῶν ὥσπερ ἂν εἴ τις κλοπῆς ἐγκαλούμενος, ὃ δὲ τὸ μὲν κλέπτης εἶναι ἀπηγόρευεν, ἱερόσυλος δ’ εἶναι καὶ ἀνδροφόνος ἐτίθετο, μὴ εἰδὼς πολλαπλάσιον ἔχειν τὴν τιμωρίαν τὸν ἀν‐
15δροφόνον καὶ ἱερόσυλον ἢ τὸν ἰδιωτικὰ χρήματα κεκλοφότα. ὅμως εἰπάτω νῦν ποῦ τῆς ἱερᾶς τῶν ἁγίων γραφῆς εὑρίσκει ῥητῶς πολλὰς ἀκτίστους θεότητας καὶ διαφόρους τῆς θείας ἐκείνης οὐσίας, καθάπερ ἐγὼ νῦν κομίζω μάρτυρας τούτους ἓν μόνον τὸ ἄκτιστον τὴν θείαν καὶ τρισυπόστατον λέγοντας
20φύσιν, τὰ δ’ ἄλλα πάντα καὶ μετ’ αὐτὴν κτιστά. ἐξ ὧν αὐτό τε τοῦτο μαθεῖν ἔστιν ὅτι ἓν τὸ ἄκτιστον καὶ οὐ πολλά,
καὶ ἅμα ὅτι οὐσίαν καὶ οὐσιῶδες καὶ ἐνούσιον καὶ φύσιν καὶ

3

.

275

φυσικὸν καὶ ἔμφυτον ἐπὶ θεοῦ λεγόμενα ἁπλῆν ἔχει τὴν ση‐ μασίαν καὶ μοναδικὴν καὶ μηδὲν μηδαμῇ παραλλάττουσαν τῷ τῆς οὐσίας καὶ φύσεως λόγῳ πλὴν τῇ προφορᾷ τῆς λέ‐ ξεως. λέγεται μὲν γὰρ κἀν τοῖς συνθέτοις ταῦτα καὶ κτι‐
5στοῖς, ἀλλ’ οὐ κατὰ τὸν ἀναγκαῖον τὸν δ’ αὐτοῖς ἐνδεχόμενον τρόπον, ᾧ τὸ εἶναι καὶ μὴ εἶναι ἕπεται ἐνίοτε. καὶ πρῶτος μὲν ὁ μέγας φησὶν Ἀθανάσιος “ἄκτιστος πέφυκε μόνη ἡ ἁγία τριάς, ἀΐδιός τε καὶ ἄτρεπτος καὶ ἀναλλοίωτος.” καὶ αὖθις ὁ αὐτὸς “ἀκτίστῳ προσάγειν αὔξησιν ἀσεβές ἐστι.” καὶ ἔτι
10“τὸ γὰρ ἄκτιστον τῇ φύσει λέγεται ἄκτιστον, μήτε αὔξησιν μήτε ἐλάττωσιν ἐπιδεχόμενον.” καὶ μετ’ ὀλίγον “ἄκτιστος ὕπαρξις μόνη ἡ τῆς θεότητος νοεῖται.” καὶ ἔτι “ἄκτιστος μόνη πέφυκεν ἡ ἁγία τριὰς τῆς θεότητος.” “δεύτερον θεὸν οὔπω καὶ τήμερον ἀκηκόαμεν. ὅσα ἔχει ὁ πατήρ, ταῦτα καὶ
15ὁ υἱός, τὸ ὕψιστος, τὸ βασιλεύς, τὸ κύριος, τὸ παντοκράτωρ. ὁ γὰρ κατὰ φύσιν ταῦτα καὶ ἄκτιστος.” “ἄκτιστον καὶ ἀσώ‐ ματον καὶ φύσει ἀόρατον μόνον τὸ θεῖον ἐστί.” “μόνη τῆς κτίσεως ὑπέρκειται ἡ θεία τε καὶ ἄκτιστος φύσις τοῦ θεοῦ.” καὶ τῆς μὲν ἀκτίστου φύσεως τὴν ἁγίαν τριάδα διωρισάμεθα
20εἶναι, τῆς δὲ κτιστῆς πάντα ὅσα μετ’ ἐκείνην λέγεταί τε καὶ ἔστι καὶ ὀνομάζεται. ἀκτίστου πρὸς ἄκτιστον οὐκ ἄν τις ἐν‐ νοήσειε διαφοράν. μόνη δὲ ἡ ἄκτιστος φύσις ἡ ἐν πατρὶ καὶ
υἱῷ καὶ ἁγίῳ πνεύματι πιστευομένη κρείττων ἐστὶ πάσης

3

.

276

ὀνομαστικῆς σημασίας. ἄκτιστον δὲ πλὴν τῆς θείας φύσεως ἔστιν οὐδέν. ἀλλ’ εἰ θεός, πάντως καὶ ἄκτιστος· εἰ δὲ κτι‐ στός, οὐ θεός. ἐν τῇ ἀκτίστῳ φύσει νοεῖται τὰ θαυμαστὰ πράγματα καὶ ὀνόματα, ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα
5τὸ ἅγιον. πᾶν τὸ κτιστὸν ἔξω τῆς θείας φύσεως νοεῖν ἐπαι‐ δεύθημεν, μόνην δὲ τὴν ἄκτιστον φύσιν σεβάζεσθαί τε καὶ λατρεύειν ἧς χαρακτήρ ἐστι καὶ γνώρισμα τὸ μήτε ἄρχεσθαι τοῦ εἶναί ποτε μήτε παύεσθαι. πάντων ποιητὴς καὶ προνοη‐ τὴς καὶ συνοχεὺς ὁ θεός ἐστιν, ὁ μόνος ἄκτιστος, ὁ ἐν πα‐
10τρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι ὑμνουμενός τε καὶ δοξαζόμε‐ νος. πᾶν ὂν ἢ κτιστόν ἐστιν ἢ ἄκτιστον. καὶ εἰ μὲν κτι‐ στόν, ὑφ’ ἑτέρου πάντως ἐκτίσθη· εἰ δὲ ἄκτιστον, τοῦτ’ ἂν εἴη τὸ τὰ κτιστὰ κτίσαν. τοῦτο δὲ τί ἄλλο ἂν εἴη ἢ θεός; μία τριὰς ἀπαράλλακτος, τὰ δ’ ἄλλα ἐξ αὐτῆς παρηλλαγμένα.
15μόνη δὲ ἀΐδιος καὶ ἄκτιστος ἡ τριὰς καὶ ἀγέννητος. ἕν ἐστι τὸ ποιοῦν ἐν μιᾷ οὐσίᾳ τριάδος τελείας, τὰ δ’ ἄλλα γεννητὰ καὶ κτιστά. διὰ τοῦτο γὰρ καὶ αὐτοὶ οὐ προσκυνοῦμεν πᾶν τὸ ὑποβεβηκὸς τὴν οὐσίαν τοῦ θεοῦ. ἐρῶ γάρ σοι καὶ περὶ τοῦ πνεύματος ὅπερ καὶ περὶ τοῦ υἱοῦ ἔλεγον, ὅτι ὁ πλοῦτος
20τοῦ θεοῦ ἢ μείζων ἐστὶν ἢ ἴσος ἢ ἐλάττων. καὶ μείζων μὲν

3

.

277

οὐκ ἔστιν, οὐδὲν γὰρ τοῦ θεοῦ μεῖζον· ἐλάττων δὲ οὐκ ἔστιν, ἐπεὶ θήσεις αὐτὸν μετὰ τῶν κτισμάτων· τὸ γὰρ ἔλαττον τοῦ θεοῦ κτίσμα. τὸ ἄκτιστον καὶ κτίστην νοεῖσθαι ἑνὶ μόνῳ πρόσεστι τῷ θεῷ. τούτοις προσκείσθω καὶ τὸ τοῦ θείου Κο‐
5σμᾶ τοῦ σεμνοῦ μελῳδοῦ. ἀκουεσθῶμεν πάντες οἱ πιστοὶ συγ‐ καλουμένης ὑψηλῷ κηρύγματι τῆς ἀκτίστου καὶ ἐμφύτου σο‐ φίας θεοῦ. εἰρήσεται δὲ προϊοῦσιν ἡμῖν καὶ τὰ παραπλήσια. Ὁ δὲ Παλαμᾶς οὐκ ἔχων οὐδεμίαν προάγειν γραφικὴν μαρτυρίαν, οἴκοθεν ἐπεχείρει συλλογίζεσθαι τὰ ἀσυλλόγιστα,
10θέσεις καινοφανεῖς τιθέμενος ἑαυτοῦ. “καὶ τίς οὐκ οἶδε” φη‐ σίν “ὅτι ἓν ἄκτιστόν ἐστιν ὁ θεός. τοῦτο γοῦν ἐστὶν ὅ φη‐ σιν ὁ λέγων μηδὲν εἶναι ἄκτιστον πλὴν τῆς θείας φύσεως. εἰ δὲ μὴ οὕτω τοῦτο νοήσωμεν, λοιπὸν τὰς θείας ὑποστάσεις οὐκ ἐροῦμεν ἀκτίστους, ἐπεὶ μὴ ἔστι φύσις ἡ ὑπόστασις· καὶ
15γὰρ ἀπαιτούμενοι τί ἐστιν οὐσία, τὸν ἄνθρωπον δείκνυμεν τυχὸν ἢ τὸν λίθον, τηνικαῦτα τὴν οὐσίαν μετὰ τῶν φυσικῶν περὶ αὐτὴν πάντων συλλαμβάνοντες. καὶ γὰρ καὶ Ἀθανασίου τοῦ θείου λέγοντος ἀκούομεν, τὸ ἅγιον, τὸ ἀγαθόν, τὸ ἄκτιστον, τὸ ἀνερμήνευτον, τὸ ἀσώματον, τὸ ἄχρονον, τὸ ἀΐδιον, τὸ
20δημιουργικόν, τὸ δίκαιον, τὸ ἄναρχον, τὸ ἀτελεύτητον, τὸ ἀνε‐ ξιχνίαστον, τὸ ἄπειρον, τὸ ἄγνωστον, ἡ θέλησις, ἡ δύναμις, ἡ
πρόνοια, ἡ σοφία, ἡ ζωὴ καὶ τὰ τοιαῦτα, οὐχ ἕκαστον οὐσία

3

.

278

λέγεται ἀλλὰ περὶ τὴν οὐσίαν, ὡς ἐκ δύο καὶ πλειόνων ἐπὶ ἓν ἔχοντα τὴν ἀναφορὰν ἃ καὶ ἄθροισμα καὶ πλήρωμα θεό‐ τητος λέγεται. καὶ ἐπὶ τούτοις ἔφασκε λέγειν καὶ τὸν Δα‐ μασκηνὸν Ἰωάννην φανερῶς τῆς ἀκτίστου φύσεως τὴν ἄκτι‐
5στον διαφέρειν ταύτης ἐνέργειαν. καὶ τί δεῖ λέγειν ἅπανθ’ ἑξῆς ὁπόσα ἐφ’ ἑτέροις ἕτερα συνείρων ἐκεῖνος ἐπ’ ἴσης κα‐ τεψεύδετο πάντων ἁγίων, βωμολοχῶν ἄντικρυς καὶ διαβάλ‐ λων τὰς θείας γραφάς. ἓν μὲν οὖν ἔφησε πρὸς αὐτὸν ὁ Γρηγορᾶς. “κείσθω σοι τοῦτο λῆμμα πρὸς κατηγορίαν καὶ
10πρῶτον. ἑάλω γάρ σου ἡ σεμνότης ἐπ’ αὐτοφώρῳ, καλὲ Πα‐ λαμᾶ, μηδεμίαν ἔχουσα πρὸς τῆς θείας γραφῆς συμμαχίαν πρὸς τὸ δεῖξαι ὅτι οὐχ ἓν ἀλλὰ πολλὰ τὰ ἄκτιστα. ὃ δὴ κράτιστον ἐφόδιον παντὶ ὅτῳ ἂν πρὸς βουλήσεως ᾖ κατὰ σοῦ τοξεύειν, γραφικῆς ἐρήμου πάσης βοηθείας, ἑλομένου τὴν
15κατὰ τῆς εὐσεβείας παράταξιν. οὐ γὰρ ἂν εἶεν ἑαυταῖς αἱ γραφαὶ μαχόμεναι, εἴ τις μετ’ ἐπιστήμης ἁρμοττούσης αὐ‐ τὰς ὁρῴη· ὡς κατ’ αὐτό γε τοῦτο σαυτῷ κληροῦχον αἰσχύ‐ νης καθίστασθαί σε ἅτε μήτε μηδεμίαν ἀπόδειξιν ἔχοντα γραφικὴν ὑπέρ τε σαυτοῦ καὶ ἃ καινοφωνῶν ἐξ ἰδίας ἔπνευ‐
20σας γαστρός, μήτε μηδεμιᾷ χρώμενον ἐπιστημονικῇ μεθόδῳ, ἀλλ’ αὐτονομίᾳ τινὶ μεθυούσῃ φάναι καὶ ἀστατούσῃ φερόμε‐ νόν τε συχνὰ καὶ μεταρριπιζόμενον ἐξ ἀνεδράστου βάσεως
εἰς ἀνέδραστον βάσιν. ὅρους γὰρ καὶ κανόνας ἐπιστημονι‐

3

.

279

κῶν ἀποδείξεων ἐν τοῖς θεολογικοῖς δόγμασι τοὺς ἀποφαντι‐ κοὺς τῶν σοφῶν διδασκάλων τῆς ἐκκλησίας λόγους εἶναι κα‐ λῶς ἐδιδάχθημεν. ὁ τοίνυν μὴ τοῖς τοιούτοις ἑπόμενος ὅροις, ὅθεν ἕξει πιστώσασθαι ἔχειν εὐσέβειαν, οὐκ ἂν ἔχοι.
5 Καὶ πρῶτον μὲν τοῦτο τιθέσθω τῆς σῆς ἀσεβείας ἐν‐ δεικτικόν, δεύτερον δ’ ὅτι ἓν τὸ ἄκτιστον τὴν θείαν εἶναι φύ‐ σιν εἰπόντων ἡμῶν, καὶ πολλῶν πολλὰς ἁγίων γραφὰς ὀνό‐ μασί τε καὶ νοήμασιν ὁμοφώνους προενεγκόντων εἰς ἐναργῆ καὶ ἀναντίρρητον ἀπόδειξιν τῆς προτεθείσης σκέψεως, οὐ μό‐
10νον οὐδεμίαν αὐτὸς ἀντίθεσιν εὑρεῖν ἐδυνήθης, οὐδὲ δεῖξαι τῶν πάντων ἁγίων ὁντιναοῦν πλείω τοῦ ἑνὸς εἶναι τὰ ἄκτι‐ στα λέγοντα, ἀλλὰ καὶ τοὺς λέγοντας παραλογίζῃ καὶ ἀθετεῖς, καὶ τὴν ἀπολογίαν ὕπουλον προβάλλεις, ἐπειγόμενος μὲν λα‐ θεῖν, οὐ δυνάμενος δέ. καὶ γὰρ πρῶτον μὲν ἑάλως ἐνταῦθα
15μὴ μόνον ἐξ ὑποθέσεως ἀνυποστάτου λαμβάνων καὶ τιθεὶς οἴκοθεν αὐτός, ὅπερ ἀσθενείας ἐσχάτης ἐνδεικτικόν, ἀλλὰ καὶ μετὰ ἄρθρου τῆς ζητήσεως οὔσης δεῖξαι τὸ ἄκτιστον ὅτι ἔστιν ἕν, ἄρθρου χωρὶς αὐτὸς ἀνθυπήνεγκας, λέγων τίς οὐκ οἶδεν ὅτι ἓν ἄκτιστόν ἐστιν ὁ θεός. καὶ βεβαιοῖς διὰ τῆς σῆς
20τοιαύτης ἀποκρίσεως δυοῖν θάτερον, ἢ ὅτι πολλὰς καὶ ἀπεί‐
ρους καὶ ὑφειμένας καὶ διαφόρους δοξάζων θεότητας ἀκτί‐

3

.

280

στους ὥσπερ ἰδέαν τινὰ τὸ θεὸς εἶναι λέγεις ὄνομα ἄκτιστον καὶ θεότητα πρὸς διαφόρους θεότητας μεριζόμενον ἀπειράκις ἀπείρως ὑπερκειμένας καὶ ὑφειμένας, ὥσπερ τὸ καθόλου ζῶον εἰς διάφορα τὴν φύσιν εἴδη, λογικά τε καὶ ἄλογα, ἔνυδρά
5τε καὶ ἄνυδρα, χερσαῖά τε καὶ αἰθέρια, οὐκ εἰδὼς ὅτι τὸ θεῖον ἁπλοῦν ὂν καὶ ἀσώματον ἀμερὲς ἐξ ἀνάγκης ἐστί, καὶ οὐδὲ πολλὰ μογήσας τις δεῖξαι δυνηθείη ἂν οὔτ’ εἰς τὸ ὑφειμένον οὔτ’ εἰς τὸ ὑπερκείμενον μεριζομένην τὴν μόνην ἐκείνην ἄκτι‐ στον καὶ πάντῃ ἀμέριστον οὐσίαν τε καὶ θεότητα· ἢ τό γε
10δεύτερον, πολλῶν ὑπὸ σοῦ δοξαζομένων ἀκτίστων θεῶν καὶ θεοτήτων, ἕνα τῶν πολλῶν εἶναι λέγεις καὶ τὸν ἡμῖν δοξα‐ ζόμενον ποιητὴν τοῦ παντός. καὶ ἔστιν ἀμφοῖν οὐδέτερον ἀσεβείας ὑπερβολὴν παραλεῖπον. Τρίτον δὲ ὅτι καὶ τὰς θείας ὑποστάσεις ἀνουσίους εἶναι
15δοξάζων ἑάλως, ὥσπερ καὶ πολλάκις ἤδη πρότερον, ὡς γίνε‐ σθαί σοι τὰς ὑποστάσεις ἀνυποστάτους. τὸ γὰρ ἀνούσιον ἀνυπόστατον· καὶ λοιπὸν ὡς ὅταν καὶ τὰς ἀνουσίους ἐκεί‐ νας θεότητας εἰς ἄπειρον ἀριθμὸν θεοτήτων παραπέμπῃς ἀκτίστων, ὑποστάσεις εἶναι καὶ ταύτας δοξάζεις· καὶ ὃ
20πολλάκις ἑάλως γράφων, μὴ τρισυπόστατον εἶναι μόνον τὴν
θείαν φύσιν ἀλλὰ καὶ πολυυπόστατον, τοῦτο κἀνταῦθα τε‐

3

.

281

τόλμηκας, ὑποστάσεις μὲν ἀνουσίους θεότητας δ’ ἀνυποστάτους σέβων. Τέταρτον δὲ ὅτι καὶ τὸν ἄνθρωπον καὶ τὸν λίθον εἰς ὑπόδειγμα φέρων, καὶ ὁριζόμενος οὐσίαν εἶναι μετὰ τῶν φυ‐
5σικῶς περὶ αὐτὴν ὁρωμένων συλλαμβανομένην, ἑάλως ἔτι καὶ συμβεβηκότων σύλληψιν εἶναι νομίζων τὴν θείαν ἐκείνην οὐ‐ σίαν ὥσπερ ἐπὶ τοῦ προβληθέντος σοι λίθου, βάρος ψυχρό‐ τητα χρῶμα μῆκος πλάτος καὶ βάθος, καὶ ὅσα τοιαῦτα νοεῖν ἔχει τις, ἔχοντος. ὃ καὶ τοῦ προτέρου χεῖρον εἰς ἀτοπίαν.
10 Καὶ πέμπτον ἄτοπον, ὅτι καὶ βεβαιοῖς τὴν σὴν ἀμαθίαν καὶ πολυθεΐαν διὰ τῆς πρὸς τὸν μέγαν Ἀθανάσιον συκοφαν‐ τίας. ἐπὶ γὰρ ἓν ἐκεῖνος ἔχειν φησὶ τὴν ἀναφορὰν τὰ οὕτω πολλὰ τῶν ὀνομάτων ἐκείνων, εἴτουν τὴν οὐσίαν· σὺ δ’ οὐκ ᾔσθου κατὰ σεαυτοῦ κομίζων ὃν ὑπὲρ σεαυτοῦ κεκόμικας·
15οὕτως ἀμαθὴς εἶ καὶ μάλα ἀγροῖκος. εἶτα καὶ ἄθροισμα λέγει καὶ πλήρωμα θεότητος ταῦτα αὐτός, οὐ μὴν θεοτήτων τῆς οὐσίας διαφόρων κατὰ σὲ καὶ ἀλλήλων. πῶς γὰρ ὃς ἐπὶ ἓν αὐτὰ τὴν ἀναφορὰν ἔχειν φησί, δηλαδὴ τὴν οὐσίαν. Ἔστι κἀπὶ τούτοις ἕκτον ἄτοπον, ὅτι καὶ τὸν θεῖον συ‐
20κοφαντεῖς Δαμασκηνόν, ὡς προϊοῦσιν ἡμῖν εἰρήσεται καὶ αὐτὸ
πλατύτερον. δειχθήσεται γὰρ τὸ χαρακτηρίζειν τῷ διαφέρειν μὴ

3

.

282

εἶναι ταὐτόν, κἂν σὺ βοῶν διαρραγῇς, τὰ ἄμικτα μιγνὺς καὶ λέγειν τὸν θεῖον ἐκεῖνον αἰτιώμενος ἄνδρα τῆς ἀκτί‐ στου φύσεως διαφέρειν τὴν ἄκτιστον ταύτης ἐνέργειαν. οὐδὲ γὰρ οὐδεὶς τῶν ἁπάντων ἐν τοῖς ἐκείνου συγγράμμασιν οὐδὲ
5πολλὰ μογήσας οὔτε μόγις μέγα τι τῶν πάντων οὔτε μάλα μόλις γοῦν τῶν ἐλαχίστων οὐδὲν ὁμότροπον ἄν ποθ’ εὕροι τουτοισὶ τοῖς νῦν παρευρημένοις καὶ προτεθειμένοις τῷ κατα‐ ράτῳ σοὶ Παλαμᾷ καὶ δολερῷ συκοφάντῃ. δυοῖν γοῦν ἔπειτα θάτερον, ἢ γὰρ ἑκὼν βλασφημεῖς ἢ οὐχ ἑκὼν ἀγνοεῖς, ἀναλ‐
10φάβητος ὤν, ὡς ἔοικεν, ἔτι, καὶ τῶν πρώτων τῆς σοφίας στοιχείων πάνυ τι ἀδαής. ὧν τὸ μὲν ἀνίατον, τὸ δ’ ἡμιμό‐ χθηρον καὶ ἰάσιμον· ἢν οὖν καὶ αὐτὸς ἐθέλῃς, ἑλοῦ τὸ δεύ‐ τερον. δυοῖν γὰρ ὄψεσθαι θάτερον ἐλπίζω καὶ εὔχομαι, ἢ τὴν σὴν ἐπιστροφήν, εἰ βούλει, ἢ τὴν σὴν καταστροφήν, εἰ
15μὴ βούλει. τὸ μὲν γὰρ σὲ τῆς πολυετοῦς ἀπωλείας ἐξελεῖ‐ ται, τὸ δὲ καὶ τοὺς ἄλλους μὴ βλάπτεσθαι. πόθεν οὖν ἐπι‐ χειροίημεν ἂν μεταπείθειν ἄνδρα τοσοῦτον καὶ οὕτως ἡλι‐ κίας ἔχοντα; ἢ πάντως ὅθεν οὐκ ἀνέλπιστον ἂν εἴη τὸ σκέμμα πρὸς ὠφέλιμον τέλος, μηδὲ μάταιος γένοιτ’ ἂν ἡ σπουδή.
20βούλομαι δ’ οὖν ὅμως ἐντελεστέραν τοῦ λόγου ἀρχόμενος τὴν τῶν ῥηθησομένων ποιήσασθαί σοι προκατάστασιν, καὶ διδά‐ ξαι τὸν ἀμαθῆ σὲ ἐξ αὐτῶν ἀρχόμενος τῶν ἁπλῶν στοιχείων
καὶ φωνῶν, ὡς οἱ γραμματισταὶ τὰ μειράκια, ἵνα μὴ συνε‐

3

.

283

χῶς πρὸς τῶν πολλῶν καὶ αὐτὸς ἀκούῃς ἐκεῖνο δὴ τὸ τοῦ Πλάτωνος σκῶμμα, ὡς ἀμαθὴς εἶ, ὦ ἑταῖρε, καὶ οὐχ ἕπῃ· ἦ γὰρ ἂν οὐδ’ αὐτοῦ γε δὴ Βασιλείου τοῦ θείου παντάπασιν, ὡς ἔοικεν, ἀνήκοος μείνας τῇ ἐπιστήμῃ μετὰ τῆς εὐσεβείας
5οὕτω προσέκοπτες, ὁμιλητέον εἶναι λέγοντος ποιηταῖς καὶ λο‐ γοποιοῖς καὶ ῥήτορσι καὶ πᾶσιν ἀνθρώποις ὅθεν ἂν μέλλοι πρὸς τὴν τῆς ψυχῆς ἐπιμέλειαν ὠφέλειά τις ἔσεσθαι. ὥσπερ γὰρ οἱ δευσοποιοὶ προπαρασκευάσαντες θεραπείαις τισὶν ὅτι ποτ’ ἂν ᾖ τὸ δεξόμενον τὴν βαφήν, οὕτω τὸ ἄνθος ἐπάγου‐
10σιν, ἄν τε ἁλουργὸν ἄν τέ τι ἕτερον ᾖ, τὸν αὐτὸν δὴ καὶ ἡμεῖς τρόπον, εἰ μέλλοι ἀνέκπλυτος ἡμῖν ἡ τοῦ καλοῦ παρα‐ μένειν δόξα, τοῖς ἔξω δὴ τούτοις προτελεσθέντες τηνικαῦτα τῶν ἱερῶν καὶ ἀπορρήτων ἐπακουσόμεθα παιδευμάτων, καὶ οἷον ἐν ὕδατι τὸν ἥλιον ὁρᾶν ἐθισθέντες, οὕτως αὐτῷ προσ‐
15βαλοῦμεν τῷ φωτὶ τὰς ὄψεις. λέγεται δέ, φησί, καὶ Μω‐ σῆν ἐκεῖνον τὸν πάνυ, οὗ μέγιστόν ἐστιν ἐπὶ σοφίᾳ παρὰ πᾶσιν ἀνθρώποις ὄνομα, τοῖς Αἰγυπτίων μαθήμασιν ἐγγυμνα‐ σάμενον τὴν διάνοιαν οὕτω προσελθεῖν τῇ θεωρίᾳ τοῦ ὄντος· παραπλησίως δὲ τούτῳ κἀν τοῖς κάτω χρόνοις τὸν σοφὸν
20Δανιὴλ ἐπὶ Βαβυλῶνός φασι τὴν Χαλδαίων σοφίαν καταμα‐ θόντα τότε τῶν θείων ἅψασθαι παιδευμάτων. ἐπεὶ γοῦν ἃ πεντεκαιδεκέτη σε μαθεῖν ἐχρῆν οὐκ ἔμαθες, οὐδέ γε φρά‐
τορας ἑπτέτης ἔφυσας κατά γε τὸν ἐξ Ἀττικῆς σοφὸν εἰπεῖν,

3

.

284

ἀλλὰ τὸ τῆς παροιμίας ἀπὸ κώπης ἐπὶ τὸ βῆμα καὶ τὸ στρατήγιον ἐξαίφνης ἔδραμες, λέγω δὴ τὸ θεολογεῖν ἀνί‐ πτοις τε χερσὶ καὶ σαθρᾷ διανοίᾳ, φέρε κἂν ἐν γήρᾳ δι‐ δάχθητι παρ’ ἡμῶν τὰς στοιχειώδεις ταύτας καὶ πρώτας φω‐
5νὰς τῶν γραμμάτων, ὡς ἂν εὐμαθέστερος ἴσως γενόμενος τῆς θείας τέως αἴσθοιο γραφῆς, καὶ μηκέτι δι’ ὄχλου τῇ εὐσε‐ βείᾳ γίγνοιο, δημαγωγῶν ἃ τοῖς κάτω μᾶλλον ἢ τοῖς ἄνω πρέπει νεκροῖς. τὰ γὰρ ἐναντία τοῖς ἐναντίοις ὁρίζεσθαί τε καὶ διορθοῦσθαι νόμιμον, ἐπεὶ καὶ Χαρμίδης ὁ Λαρισσαῖος
10ἀκούσας διηγουμένου τινὸς ἐν ὕδατι ζέοντι ζώσας ἰδεῖν ἐγ‐ χέλυας, οὐκοῦν ἐν ψυχρῷ ταύτας ἑψήσωμεν ἔφησεν. ἧς οὖν καὶ αὐτὸς ἀσύνετος ἔμεινας πεντεκαιδεκέτης παιδείας, ταύτης ὑπὲρ τὰ ἑξήκοντα γεγονὼς ἀκροατὴν σεαυτὸν ἀποδεικνύναι μὴ ἀπαξίου τήμερον, τῶν ἁπλῶν δηλαδὴ καὶ ἀρχοειδῶν φω‐
15νῶν καὶ στοιχείων. ταῦτα δ’ ἂν πάντως εἴη τά τ’ ὀνόματα καὶ ῥήματα. πρῶτον γὰρ δεῖ θέσθαι, φασί, τί ὄνομα καὶ τί ῥῆμα, οἱονεί τινα στερρὸν θεμέλιον, ἔπειτα τί ἐστιν ἀπόφα‐ σις καὶ κατάφασις καὶ ἀπόφανσις καὶ λόγος, καὶ ὅσα ἐκ τῆς ἀνθρωπίνης ταύτης ἐπιπλοκῆς καὶ συνθέσεως τῶν τε ὀνομά‐
20των καὶ τῶν ῥημάτων ἀποτελοῦνται. σκιαὶ γὰρ οἱονεί τινές εἰσι τῶν πραγμάτων αἱ φωναί, πρὸς τὰς κινήσεις τῶν ὑφε‐
στώτων σχηματιζόμεναι καὶ ὀνόμασι καὶ ῥήμασι κεραννύμε‐

3

.

285

ναι· οὐδὲ γὰρ φύσει τοῖς πράγμασι τὰ ὀνόματα, ναὶ μὴν οὐδὲ φύσις, ἀλλὰ κατὰ συνθήκην καὶ συμφωνίαν ἀνδρῶν συ‐ νετῶν ἐπιγίγνονται τοῖς πράγμασιν αἱ σημαντικαὶ τῶν πραγμά‐ των προσηγορίαι κατὰ τὸν Νυσσαέα Γρηγόριον.
5 Δεῖ γὰρ ἔκ τε τῶν ἡμετέρων καὶ ἅμα τῶν θύραθεν σοφῶν, σύμφωνα φθεγγομένων ἐν ταῖς τῶν λόγων ἐπιστημο‐ νικαῖς ἀκριβείαις, τῷ ἀμαθεῖ τὴν προπαίδειάν σοι τῆς τοι‐ αύτης προσάγειν διδασκαλίας, ὡς ἂν οὕτω δυνηθείημεν ὀψὲ γοῦν καθικέσθαι τῆς σαθρᾶς καὶ ἀμαθεστάτης σου διανοίας.
10τεῖχος γὰρ ὁ μέγας εἶναί φησι Βασίλειος τοῖς δόγμασι τῆς τῶν θύραθεν ἐπιστήμης τὴν δύναμιν, οὐκ ἐῶσαν αὐτὰ τοῖς βουλομένοις εὐάλωτά τε καὶ εὐδιάρπαστα γίνεσθαι. καὶ αὖ‐ θις ὁ θεῖος Χρυσόστομος “ὅταν περὶ δόγματα” φησὶ “νοσῇ ἡ ψυχὴ τὰ νόθα, πολλὴ τοῦ λόγου ἐνταῦθα ἡ χρεία, οὐ πρὸς
15τὴν τῶν οἰκείων ἀσφάλειαν μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἔξω‐ θεν πολέμους.” καὶ αὖθις ὁ θεῖος Μάξιμος “δίχα λογικῆς δυνάμεως ἐπιστημονικὴ” φησὶ “γνῶσις οὐκ ἔστι, καὶ γνώσεως χωρὶς οὐ συνίσταται πίστις.” ὁρᾷς τὸ τῶν σῶν βλασφημιῶν αἴτιον, ἄνθρωπε· οὐδὲν γὰρ ἕτερον ἢ πάντως ἡ τούτων
20ἄγνοια, λέγω δὴ τὴν τῶν θύραθεν καὶ τῶν ἡμετέρων ἅμα σοφῶν καὶ θεολόγων ἀνδρῶν ἐπιστήμην. ἣν ἀγνοοῦντά σε
νῦν γοῦν διδαχθῆναι χρεὼν ἐνταυθοῖ παρ’ ἡμῶν.

3

.

286

Τούτων δ’ οὕτω λεγομένων τινὲς τῶν τῆς γερουσίας μάλιστα φίλων τῷ Παλαμᾷ καὶ ὁμοδόξων ὁμοῦ καὶ συναγω‐ νιστῶν ὑπεψιθύρισαν πρὸς οὖς τῷ Γρηγορᾷ μὴ σκώπτειν μηδ’ ἐς τοσοῦτον εἰρωνεύεσθαι πρὸς ἄνδρα ἐπίσκοπον καὶ
5πολιὸν τὴν τρίχα. κατὰ μικρὸν οὖν ὁ Γρηγορᾶς ἐπισχὼν καὶ ἀκούσας ἀνελάμβανεν αὖθις τὸν λόγον. καὶ δὴ “ἔστι μὲν οὖν” φησὶν “τὰ ἐν τῇ φωνῇ τῶν ἐν τῇ ψυχῇ παθημάτων σύμβολα, καὶ τὰ γραφόμενα τῶν ἐν τῇ φωνῇ, ἥτις δὴ κατὰ φύσιν ἄναρθρος οὖσα ἔναρθρος γίνεται θέσει, δι’ ὀνομάτων
10τε καὶ ῥημάτων ὀψιγόνοις παρευρημένων ἀνθρώποις. τὰ γὰρ πρῶτα κατὰ φύσιν, ἅτε ὄντα ἁπλᾶ, καὶ πρότερα δήπου τῶν κατ’ ἐπιτήδευσιν καὶ συνθέτων ὁ τῆς ἀληθείας δεδικαίωκεν εἶναι λόγος. πρότερα ἄρα τῶν ἐν τῇ φωνῇ σημαντικῶν ὀνο‐ μάτων ὁμοῦ καὶ ῥημάτων τὰ ἐν τῇ ψυχῇ παθήματα εἴτουν
15νοήματα. ἔμφυτα γὰρ νοήματα κἀξ αὐτοχθόνου πηγῆς ἀποῤ‐ ῥέοντα, ἐκεῖνα δ’ ὑστερογενῆ καὶ ἐπίκτητα. ὧν οὐκ ἂν ἀν‐ θρώποις ἐδέησεν, εἰ δύναμις ἐνῆν προφαίνειν ἀλλήλοις τὰ τῆς διανοίας κινήματα. “δέον γὰρ” ὁ μέγας φησὶν Διονύσιος “εἰδέναι κατὰ τὸν ὀρθὸν λόγον ὅτι στοιχείοις καὶ συλλαβαῖς
20καὶ λέξεσι καὶ γραφαῖς καὶ λόγοις χρώμεθα διὰ τὰς αἰσθή‐ σεις, ὡς ὅταν ἡμῶν ἡ ψυχὴ ταῖς νοεραῖς ἐνεργείαις ἐπὶ τὰ νοητὰ κινῆται, περιτταὶ μετὰ τῶν αἰσθητῶν αἱ αἰσθήσεις.”
διὰ γὰρ τὸ τῇ σαρκίνῃ περιβολῇ τὴν φύσιν ἡμῶν περιείργε‐

3

.

287

σθαι, φανερωθῆναι μὴ δυναμένων, ἀναγκαίως” ἔφη Γρηγό‐ ριος “καθάπερ σημείοις τοῖς πράγμασι τὰς ποιὰς τῶν ὀνο‐ μάτων θέσεις ἐπιβάλλοντες, δι’ ἐκείνων τὰς τοῦ νοῦ κινήσεις ἀλλήλοις δημοσιεύομεν. καὶ τούτου χάριν τῷ μέν τινι τῶν
5ὄντων ὄνομα οὐρανὸν ἐθέμεθα, ἑτέρῳ δὲ γῆν καὶ ἄλλῳ ἄλλο τι. καὶ τὸ πρός τι πῶς ἔχειν ἢ τὸ ἐνεργεῖν ἢ τὸ πάσχειν, ταῦτα πάντα ἰδιαζούσαις ἐπισημαινόμεθα ταῖς φωναῖς, ὡς ἂν μὴ ἀκοινώνητός τε καὶ ἄγνωστος ἡ τοῦ νοῦ κίνησις ἐν ἡμῖν μένοι. εἰς γὰρ γένεσιν ὁ θεὸς παράγων τὸν ἄνθρωπον
10νοῦν παρέσχε καὶ αἴσθησιν. ὧν ὁ μὲν νοῦς ταυτότητα σώ‐ ζων πρὸς τὰ ἐν κόσμῳ πράγματα φωνῆς οὐ δεῖται, ἀλλ’ ἄμε‐ σον τὴν τούτων κέκτηται γνῶσιν. ὡς γὰρ ἔχουσι φύσεως ταῦτα, νοεῖ τὸν ἐφικτόν γε τρόπον αὐτόθεν· ἡ δὲ χρεία κοινωνεῖν τῶν πραγμάτων ἀλλήλοις τοὺς ἀνθρώπους βιαζο‐
15μένη, καὶ τὰ τῆς ὀρεκτικῆς ψυχῆς ἐξαγγέλλειν ἀπόρρητα, με‐ σίτῃ νοήσεως καὶ πραγμάτων διέγνωκε χρήσασθαι τῇ αἰσθή‐ σει· αὕτη γὰρ τοῖς οἰκείοις ὀργάνοις τοὺς τῶν ἔξω πραγ‐ μάτων τύπους ἀναλαμβάνουσα καὶ οἷον βιβλίῳ τῷ φαντα‐ στικῷ τῆς ψυχῆς καταγράφουσα, εἰκόνας φησὶν ἀντὶ πρωτο‐
20τύπων, αὐτόθι ταύτας ἐγκαθιδρύει, σύμφωνα τοῖς νοήμασι τὰ πράγματα σπεύδουσα δρᾶν. διὸ καὶ φωνῆς ἐδεήθη δυνα‐ μένης ἐξομοιοῦσθαι μὲν τοῖς νοήμασιν ἐφαρμόζεσθαι δὲ τοῖς πράγμασι. τοῦτο δ’ οὐκ ἄλλως ῥᾴδιον ζώῳ γίνεται λογικῷ,
πλὴν δι’ ἐνάρθρου φωνῆς, ὑπὸ συνθήκης ἀνδρῶν εὐφυῶν

3

.

288

εἰδοποιηθείσης πρὸς ἄλλην καὶ ἄλλην θρησκείαν τε καὶ διά‐ λεκτον, ὡς συμβαίνειν ἐντεῦθεν μὴ παρὰ πᾶσιν ὡσαύτως ἔχειν αὐτήν, ἀλλ’ ἄλλην εἶναι παρ’ ἄλλοις ἀεί, καὶ οὕτω με‐ σῖτιν, ὡς ἔφην, ἀμφοῖν γινομένην τὴν τῆς ἐνάρθρου χρείαν
5φωνῆς, τὴν τοῦ ἀκούοντος τῇ τοῦ λέγοντος συνάπτειν εὐστό‐ χως διανοίᾳ κατὰ τὸ ἀνάλογον ἑκάστην ἑκάστῃ· μορφουμένη γὰρ αὕτη καὶ διαπλαττομένη ῥήμασί τε καὶ ὀνόμασι λόγος γίνεται σχήμασι ποικίλοις καὶ ἀρχαῖς καὶ πέρασιν ὁρίζων τὸ τῆς ὕλης ἀόριστόν τε καὶ ἄφετον, καὶ οὕτω τοῖς ἔξω τὴν
10ἔνδον ἑκάστου βούλησιν ἀπαγγέλλων. πλὴν οὐχ ὡς ἔτυχεν ἀτάκτως φέρεσθαι καὶ κατὰ τὴν ἑκάστων διάφορον θέλησιν ἡ σοφία κατόπιν ἐληλυθυῖα παρὰ θεοῦ τοῖς ἀνθρώποις ἀφῆ‐ κεν, ἀλλὰ νόμοις καὶ κανόσιν ὑπέζευξε ταύτην κατὰ τὰς παρ’ ἑκάστοις συνθήκας. ὧν ἐνίαις ἐνίοτε καὶ ἐνιαχοῦ μὴ μόνον
15κατὰ θρησκείαν τὰς σημασίας ἕπεται διαιρεῖν, ἀλλὰ καὶ καθ’ ὁμωνυμίας καὶ πολυωνυμίας. δυοῖν γὰρ θάτερον, ἢ διαφό‐ ροις ὀνόμασι τὰ αὐτὰ τοῖς τῇ αὐτῇ διαλέκτῳ χρωμένοις γνω‐ ρίζονται πράγματα, ἢ μιᾷ προσηγορίᾳ τὰ διάφορα τῶν πραγ‐ μάτων, ἢ τούτων μὲν οὐδετέροις ἕτερά γε μὴν ἑτέροις. τού‐
20των δ’ οὕτως ἐχόντων καὶ οὑτωσὶ προδιαληφθέντων ἀνακτέον ἂν εἴη τὴν γλῶτταν ἡμῖν εἰς τὸ πρότερον ἴχνος τοῦ λόγου. τὸ δέ ἐστι δεῖξαι τὴν τῶν πολλῶν ἐκείνων ὀνομάτων ὁμό‐
νοιάν τε καὶ συμφωνίαν καὶ πρὸς τὸ κυρίως ἓν ἀναφοράν,

3

.

289

δηλαδὴ τὴν θείαν ἐκείνην καὶ μακαρίαν οὐσίαν, καὶ μὴ κατ’ Εὐνόμιον ἐκεῖνον τὸν δυσσεβῆ, τὸ τῆς ἀγεννησίας ὄνομα θεό‐ τητος ὕπαρξιν λέγοντα, καὶ σέ, θεότητας ταῦθ’ ὑφειμένας ἡγεῖσθαι πάντα, διαφόρους τῆς οὐσίας καὶ ἀκτίστους, ἀνθρώ‐
5πων ὄντα εὑρήματα καὶ ποιήματα. αὐτίκα γὰρ πρὸς ἐκεῖνον ὁ μέγας φάσκει Βασίλειος “τὸ ἀγέννητος εἰ ὄνομα, οὐκ οὐ‐ σία· τῶν γὰρ οὐσιῶν σημαντικὰ τὰ ὀνόματα, οὐκ αὐτὰ οὐ‐ σίαι. εἰ δ’ αὐτὸ οὐσία τὸ ἀγέννητος, λεγέτωσαν τὸ ὄνομα αὐτῆς· οὐ γὰρ ἐκ τῶν οὐσιῶν ἀλλ’ ἐκ τῶν ὀνομάτων καὶ
10ἐκ τῶν ἐνεργειῶν γνωρίζομεν καὶ μάλιστα τὰ ἀσώματα.” ὁρᾷς ἐκ τοῦ παρήκοντος πῶς ἐκ τῶν σωματικῶς θεωρουμέ‐ νων ἐνεργειῶν φησίν, εἴτουν ἔργων καὶ ποιημάτων, γνωρίζειν ἡμᾶς τὰ ἀσώματα καὶ μὴ φαινόμενα; ἄκουε δ’ ἐπὶ τούτοις τί καὶ ὁ Νυσσαέων περὶ ὀνομάτων φάσκει Γρηγόριος. “ἡ
15θεία φύσις ὅτι ποτὲ κατ’ οὐσίαν ἐστί, μία ἐστὶν ἁπλῆ καὶ μο‐ νοειδὴς καὶ ἀσύνθετος καὶ ὑπὲρ τὴν αἰσθητικὴν ἡμῶν κατά‐ ληψιν. καὶ ἐπειδὴ μόνα τὰ γινωσκόμενα διὰ τῆς ὀνομαστι‐ κῆς σημειούμεθα κλήσεως, τὰ δ’ ὑπὲρ τὴν γνῶσιν ὄντα ση‐ μειωτικαῖς τισὶ προσηγορίαις διαλαβεῖν οὐχ οἷόν τε, πολλοῖς
20καὶ διαφόροις ὀνόμασιν, ὅπως ἂν ᾖ δυνατόν, ἀνακαλύψαι
βιαζόμεθα τὴν ἐγγινομένην ἡμῖν περὶ τοῦ θείου ὑπόνοιαν.”

3

.

290

διὸ κύριον αὐτόν, θεόν, δίκαιον, ἰσχυρόν, μακρόθυμον, ἀλη‐ θινόν, ἐλεήμονα, καὶ τὰ παραπλήσια, πολυωνύμως ἢ τό γε ἀκριβέστερον εἰπεῖν ἑτερωνύμως, κατονομάζομεν. τὰ δὲ τοι‐ αῦτα ὀνόματα θέσει πάντως εἰσὶ καὶ οὐ φύσει, ὡς ἡμεῖς
5προδεδείχαμεν. καὶ ὁ μέγας ἀλλαχῇ φησὶν Ἀθανάσιος ὅτι καὶ τὸ θεὸν εἶναι δεύτερόν ἐστι τῆς φύσεως. καὶ ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος ὅτι οὐ φύσις θεῷ ἡ ἁπλότης· τὸ μὲν γὰρ τὴν θεατικὴν αὐτοῦ παρίστησι δύναμιν, τὸ δὲ τὸ μὴ εἶναι σύνθετον. καὶ ἁπλῶς εἰπεῖν οὐδὲν τῶν ὀνομάτων ἐστὶν
10ὃ μὴ δεύτερόν ἐστι τῆς θείας φύσεως. περιγεγραμμένος γάρ τις ὅρος οὐσίας καὶ φύσεως γίνεται τοὔνομα, ἡ δ’ ἀπερίγρα‐ πτος ἐκείνη φύσις περιγραφαῖς ὀνομάτων δουλεύειν οὐ δύ‐ ναται. καὶ ἐν ἑτέρῳ δ’ ὁ θεῖος Νυσσαέων Γρηγόριος περὶ τῶν αὐτῶν ὀνομάτων οὕτω φησίν. “εἰ προϋφέστηκε τῶν
15ἐνεργειῶν ἡ οὐσία, νοοῦμεν δὲ τὰς ἐνεργείας δι’ ὧν αἰσθα‐ νόμεθα, ῥήμασι δὲ ὅπως ἂν ᾖ δυνατὸν ἐξαγγέλλομεν, τίς ἔτι καταλείπεται φόβος νεώτερα τῶν πραγμάτων τὰ ὀνόματα λέ‐ γειν; εἰ γὰρ μὴ πρότερον ἑρμηνεύομέν τι τῶν περὶ θεοῦ λε‐ γομένων πρὶν ἂν νοήσωμεν, νοῶμεν δὲ δι’ ὧν ἐκ τῶν ἐνερ‐
20γειῶν διδασκόμεθα, προϋφέστηκε δὲ τῆς ἐνεργείας ἡ δύνα‐ μις, ἡ δὲ δύναμις ἐξήρτηται τοῦ θείου θελήματος, τὸ δὲ
βούλημα ἐν τῇ ἐξουσίᾳ τῆς θείας ἀπόκειται φύσεως, ἆρ’ οὐ

3

.

291

σαφῶς διδασκόμεθα ὅτι ἐπιγίνονται τοῖς πράγμασιν αἱ σημαν‐ τικαὶ τῶν ὀνομάτων προσηγορίαι, καὶ ὥσπερ σκιαὶ τῶν πραγ‐ μάτων εἰσὶν αἱ φωναί, πρὸς τὰς κινήσεις τῶν ὑφεστώτων σχηματιζόμεναι; καὶ ὅτι ταῦτα οὕτως ἔχει, πείθει σαφῶς
5ἡ θεία γραφὴ διὰ τοῦ μεγάλου Δαβὶδ τοῦ καθάπερ διὰ τι‐ νῶν ἰδίων προσφυῶν ὀνομάτων τῶν ἐκ τῆς ἐνεργείας αὐτοῦ νοηθέντων τὴν θείαν φύσιν ἀνακαλοῦντος· “οἰκτίρμων” γάρ φησι “καὶ ἐλεήμων ὁ κύριος, μακρόθυμος καὶ πολυέλεος”. ταῦτα τοίνυν τί λέγουσιν, ἐνεργείας ἔχειν τὴν σημασίαν ἢ
10φύσεως; οὐκ ἄν τις ἄλλο παρὰ τὴν ἐνέργειαν εἴποι. πότε τοίνυν ἐνεργήσας τοὺς οἰκτιρμοὺς ὁ θεὸς καὶ τὸν ἔλεον, ἔσχεν ἐκ τῆς ἐνεργείας τὸ ὄνομα; ἆρα πρὸ τῆς ἀνθρωπίνης ζωῆς; καὶ τίς ἦν ὁ τοῦ ἐλέους δεόμενος; ἀλλὰ μετὰ τὴν ἁμαρτίαν πάντως. ἡ δ’ ἁμαρτία μετὰ τὸν ἄνθρωπον· οὐκοῦν μετὰ
15τὸν ἄνθρωπον καὶ ἡ τοῦ ἐλεεῖν ἐνέργεια καὶ τὸ τοῦ ἐλέου ὄνομα.” ὁρᾶς; διὰ γὰρ τοῦτο καὶ ὁμώνυμα γίνεται καὶ μεθ‐ αρμόζεται κατὰ τοὺς τῆς ἀνθρωπίνης βουλήσεως κανόνας καὶ νόμους. καὶ οὐκ ἐφ’ ἑνὸς ἀλλ’ ἐπὶ πλείστων τε καὶ δια‐ φόρων ὑποκειμένων ἕκαστον ἓν ὂν λέγεται ὄνομα, τὸ πλεῖστον
20εἰπεῖν. οἷον ἐπὶ ὑποδείγματος, περὶ βουλήσεως εὕροι τις ἂν τοὔνομα ποτὲ μὲν ἐπὶ τῆς ἀκτίστου φύσεως τοῦ υἱοῦ λαμβα‐ νόμενον, ποτὲ δ’ ἐπὶ τῶν κτισμάτων παρὰ τῶν ἁγίων, ὡς ὁ
μέγας Ἀθανάσιος κατὰ Ἀρειανῶν γράφων φησὶν ὡς οἱ ἀσε‐

3

.

292

βεῖς οὐ θέλουσι λόγον καὶ βουλὴν ζῶσαν εἶναι τὸν υἱόν, περὶ δὲ τὸν θεὸν βούλησιν καὶ φρόνησιν καὶ σοφίαν ὡς ἕξιν συμβαίνουσαν καὶ ἀποσυμβαίνουσαν. καὶ ὁμοίως Ἰωάννης ὁ ἐκ Δαμάσκου βούλησιν καὶ σοφίαν καὶ δύναμιν τὸν υἱὸν εἶ‐
5ναι λέγει τοῦ πατρός· οὐ χρὴ γὰρ λέγειν ἐπὶ θεοῦ ποιότητα, ἵνα μὴ σύνθετον αὐτὸν ποιήσωμεν ἐξ οὐσίας καὶ ποιότητος. καὶ πρός γε ὁ Νυσσαέων Γρηγόριος ὄντως σοφίαν καὶ βου‐ λὴν οὐδὲν ἕτερον εἶναι λέγει πλὴν τῆς τοῦ παντὸς προεπινοου‐ μένης σοφίας, ἐν ᾗ τὰ πάντα ἐγένετο καὶ διεκοσμήθη· Χρι‐
10στὸς γὰρ θεοῦ δύναμις καὶ θεοῦ σοφία. καὶ τοῦτο μὲν περὶ τοῦ ταὐτὸν εἶναι κατὰ τὸ σημαινόμενον οὐσίαν δύναμιν καὶ βούλησιν καὶ σοφίαν. ἐν ἄλλοις δ’ εὑρίσκεται λέγων ὁ θεῖος Μάξιμος ὡς ἡ θέλησις καὶ ἡ βούλησις οὐκ ἐστὶ ταὐτὸν τῇ οὐσίᾳ τοῦ θεοῦ. “ἡ μὲν γὰρ θέλησις καὶ ἄρχεται καὶ
15παύεται, ἡ δὲ οὐσία οὔτε ἄρχεται οὔτε παύεται. τὸ δ’ ἀρχόμενον καὶ παυόμενον τῷ μήτε ἀρχομένῳ μήτε παυο‐ μένῳ τὸ αὐτὸ εἶναι οὐ δύναται. εἰ γὰρ ταὐτὸν ἦν τῇ οὐ‐ σίᾳ τοῦ θεοῦ ἡ βούλησις, ἐχρῆν μιᾶς οὔσης τῆς οὐσίας μίαν εἶναι καὶ τὴν θέλησιν. ἀλλ’ ἡ γραφὴ πάντα φησίν, ὅσα
20ἠθέλησεν, ἐποίησε. πολλὰ οὖν ἠθέλησε καὶ οὐχ ἕν”. καὶ ὁμοίως ὁ θεῖος Κύριλλος “ἡ ἑνός” φησι “τῶν ὠνομασμένων, πα‐ τρὸς λέγω καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, δημιουργικὴ θέλη‐
σις, ἐφ’ ὅτῳ περ ἂν λέγοιτο γενέσθαι τυχόν, ἐνέργημα μὲν

3

.

293

αὐτοῦ ἐστί· πλὴν διὰ πάσης ἔρχεται τῆς θεότητος, καὶ τῆς ὑπὲρ τὴν κτίσιν οὐσίας ἐστὶν ἀποτέλεσμα”. ὁρᾷς πῶς ἡ τῶν ὀνομάτων καὶ ῥημάτων γνῶσις ἐπιστημονική, δι’ ὧν λόγοι καὶ ἀποφαντικὰ δόγματα πάντα πρὸς γένεσιν ἔρχονται, μεγάλης
5δεῖται τῆς περινοίας καὶ ἐξετάσεως; ὁμώνυμα γάρ ἐστι τὰ πολλά. καὶ διὰ τοῦτο πάντες οἱ τῶν αἱρετικῶν θίασοι, τού‐ τοις ἐγκαλυπτόμενοι, τοξεύουσι κατ’ ἄλλοτ’ ἄλλους καιροὺς ἀφανῶς τὴν εὐσέβειαν ὡς ἐκ λόχμης· ᾧ δὴ καὶ λέγων καὶ γράφων καὶ αὐτὸς κέχρησαι τολμήματι παντάπασι κατὰ τῶν
10θείων δογμάτων μάλιστα πάντων ἐκείνων, καὶ οὔτε τὴν τὰ πάντα βόσκουσαν ἡλίου φλόγα μάρτυρα τῆς πονηρίας ἔχων αἰσχύνῃ, οὔτε μὴν τὸν τοῦ ἡλίου δημιουργὸν οὔτ’ ἀνθρώπων οὐδένα. Καὶ ἵνα σε καὶ τὴν τῆς ἐνεργείας διδάξω φωνὴν οὖ‐
15σαν μᾶλλον τῶν ὁμωνύμων αὐτήν, καὶ λαμβανομένην καὶ ἐπ’ ἄλλων μὲν ἀλλὰ κἀπὶ τῆς θείας ἐκείνης καὶ μακαρίας οὐσίας καὶ φύσεως, ὅταν ἀπροσδιορίστως λέγηται, τοῦ θείου πρῶτον ἄκουε Μαξίμου. “ἡ αὐτοϋπεραγαθότης νοῦς οὖσα καὶ ὅλη ἐνέργεια εἰς ἑαυτὴν ἐστραμμένη ἐνέργειά ἐστιν, οὐ
20δυνάμει πρότερον οὖσα ἀφροσύνη, εἶτα νοῦς ἐνεργείᾳ γενο‐ μένη· ὅθεν καὶ νοῦς ἐστὶ μόνος καθαρός, οὐκ ἐπίκτητον ἔχων τὸ φρονεῖν, ἀλλὰ παρ’ ἑαυτοῦ πάντως νοεῖ. εἰ γὰρ ἡ
μὲν οὐσία αὐτοῦ ἄλλη ἐστίν, ἃ δὲ νοεῖ ἕτερα αὐτοῦ ἐστίν,

3

.

294

ἀνόητος ἔσται ἡ οὐσία αὐτοῦ· εἴ τι δὲ ἔχει, παρ’ ἑαυτοῦ ἔχει, οὐ παρ’ ἄλλου. εἰ δὲ παρ’ ἑαυτοῦ καὶ ἐξ ἑαυτοῦ νοεῖ, αὐτός ἐστιν ἃ νοεῖ. οὐκοῦν νοῦς ὢν ὄντως νοεῖ τὰ ὄντα ὡς ὤν”. ὁρᾷς πῶς ἐνέργειαν καὶ νοῦν καὶ νοεῖν καὶ φρονεῖν, εἴ‐
5τουν νόησιν καὶ φρόνησιν, ταὐτὸν τῇ οὐσίᾳ δείκνυσιν ὁ θεῖος οὗτος διδάσκαλος; ἄκουε δὲ λοιπὸν καὶ ἑτέραν τοῦ αὐτοῦ ῥῆσιν ὁμοίως ἔχουσαν. “οὐδὲν τῶν ὄντων τὸ σύνολον αὐτὸ καθ’ αὑτὸ ἁπλῆ τις οὐσία ἢ νόησις ἐστίν, ἵνα καὶ μονὰς ᾖ ἀδιαίρετος. τὸν δὲ θεὸν εἴτε οὐσίαν εἴποιμεν, οὐκ ἔχει φυ‐
10σικῶς συνεπινοουμένην τὴν τοῦ νοεῖσθαι δύναμιν, ἵνα μὴ ᾖ σύνθετος· εἴτε νόησιν, οὐκ ἔχει φυσικῶς δεκτικὴν τῆς νοή‐ σεως ὑποκειμένην οὐσίαν. ἀλλ’ αὐτὸ κατ’ οὐσίαν νόησίς ἐστιν ὁ θεός, καὶ ὅλος νόησις καὶ μόνον, καὶ αὐτὸ κατὰ τὴν νόησιν οὐσία, καὶ ὅλος οὐσία καὶ μόνον, καὶ ὑπὲρ οὐσίαν ὅλος, καὶ ὑπὲρ
15νόησιν ὅλος, διότι μονὰς ἀδιαίρετος καὶ ἀμερὴς καὶ ἁπλῆ.” καὶ ἀλλαχοῦ “μονὰς γάρ” φησιν “ἡ θεότης, καὶ οὐ δυάς, καὶ τριάς, ἀλλ’ οὐ πλῆθος, ὡς ἄναρχος ἀσώματός τε καὶ ἀστασίαστος. καὶ πάλιν “ἐκεῖνο γὰρ φύσει μονώτατον τέλειον, τὸ ἀσύνθε‐ τον καὶ ἀσκέδαστον καὶ φεῦγον ἐπ’ ἴσης τό τε καθ’ ὑπόστα‐
20σιν μοναδικὸν καὶ τὸ καθ’ ὕλην δυϊκὸν καὶ τὸ κατ’ οὐσίαν πληθυντικόν.” ὁρᾷς πῶς τὸ πληθυντικὴν νοεῖσθαι τὴν τῆς τριάδος ἐνταῦθα φωνήν, παντάπασιν ὁ θεῖος οὗτος ἀπαγο‐
ρεύει διδάσκαλος; μονὰς γάρ φησιν ἡ τριὰς καὶ οὐ πλῆθος,

3

.

295

καὶ πρός γε μονώτατον καὶ ἑνιαῖον καὶ οὐ πληθυντικόν. καὶ ἐπὶ τούτοις ἁπλοῦν καὶ οὐ μεριστόν. τὸ μὲν γὰρ τέλειον, τὸ δ’ ἀτελές. ὃ γὰρ αἴτιον πάντων, ἓν πάντως· καὶ ὃ τῶν πολλῶν καὶ συνθέτων αἴτιον, ἁπλοῦν πάντως καὶ ἀσύνθετον. εἰ γὰρ
5μὴ ἕν ἐστι, οὐδέν ἐστιν, ὁποτέρωθεν ὁρῴη τις ἄν. καὶ εἰ μὴ ἁπλοῦν, οὐδ’ ἐπέκεινα τῶν πολλῶν καὶ συνθέτων. εἰ δ’ ἁπλοῦν, πάντως καὶ ἀδιαίρετον ἅμα καὶ ἀμερές· τῶν γὰρ συνθέτων ἐστὶν ἡ διαίρεσις καὶ διάκρισις εἰς τὰ ἐξ ὧν συνῄ‐ ρηταί τε καὶ συντέθειται τὸ σύνθετον ἐκεῖνο καὶ ἡνωμένον.
10ὅσα γὰρ τὰ διακρινόμενα, τοσαῦτα τὸ ἡνωμένον ἀφ’ οὗ ταυτὶ διακρίνεται· καὶ ὅσα τὰ πολλά, τοσαῦτα τὸ ἓν ἀφ’ οὗ διίσταν‐ ται. τοῦ δ’ ἀδιαιρέτου καὶ ἀμεροῦς οὐκ ἔστι λαβεῖν μόριον οὐ‐ δέν, οὔτε πρότερον ἄλλων οὔθ’ ὕστερον ἄλλων. οὔτε μὴν ἀρχὴν οὔτε πέρας· ἄλλο γὰρ τὸ πέρας καὶ ἄλλο οὗ πέρας, καὶ αὖ
15ἕτερον ἀρχὴ καὶ ἕτερον οὗ ἀρχή. τοῦτο δὲ συνεχὲς καὶ σύν‐ θετον καὶ ὅλον ἐν σχέσει. ἃ πάντα ἀδύνατα ἐπὶ τῆς ἁπλῆς καὶ ἀσχέτου καὶ ἀμεροῦς ἐκείνης οὐσίας. εἰ δ’ ἐκ τῶν ἡμῖν γνωριμωτέρων τὰς ἐν ἡμῖν ἀρρήτους ὠδῖνας εἰς τὴν ἄρρητον, ἵν’ εἴπω, συναίσθησιν τῆς ὑπερηφάνου γνώσεως ἐκείνης ἀνά‐
20γεσθαι πειρώμεθα, θαυμάζειν ἥκιστα χρή· τοῦτο γὰρ ὡς τὰ

3

.

296

πολλὰ καὶ τοῖς θείοις πατράσιν ἀκώλυτον ἔσχε τὸ συγκε‐ χωρηκός. Ἔχων δ’ ἐγὼ καὶ ἕτερα πλεῖστα προενεγκεῖν σαφῆ καὶ ἀναμφιλέκτως δεικνύντα τῇ οὐσίᾳ ταὐτὸν εἶναι τὴν θείαν ἐνέρ‐
5γειαν καὶ ὅλην ἐνέργειαν καὶ αὐτοενέργειαν, παρίημι διὰ πλῆθος, ἀρκεῖν ἡγούμενος ταῦτα τῇ παρούσῃ σχεδίῳ σχολῇ· εἰρήσεται δ’ οὖν ἴσως κἀν τοῖς ἑξῆς, προϊόντος τοῦ περὶ τῆς τοιαύτης ἐνεργείας λόγου. νῦν δὲ δεικτέον ἐστὶ καὶ ὅπως μετὰ προσδιορισμοῦ φασὶν οἱ θεῖοι πατέρες καὶ τὸν υἱὸν
10καὶ τὸ ἅγιον πνεῦμα ἐνέργειαν καὶ αὐτοενέργειαν, ἑκάτερον προσηκόντως. καὶ περὶ μὲν τοῦ υἱοῦ ὁ θεῖος οὕτω φησὶν Ἀθανάσιος “οὐκ ἀμφίβολον ὅτι αὐτός ἐστιν ἡ τοῦ πατρὸς ζῶσα βουλὴ καὶ ἐνούσιος ἐνέργεια καὶ λόγος ἀληθινός.” περὶ δὲ τοῦ πνεύματος ὁ αὐτὸς οὕτω φησίν “ἑνὸς ὄντος τοῦ υἱοῦ
15τοῦ ζῶντος λόγου, μίαν εἶναι δεῖ τελείαν καὶ πλήρη τὴν ἁγιαστι‐ κὴν καὶ φωτιστικὴν ζωήν, οὖσαν ἐνέργειαν αὐτοῦ καὶ δωρεάν, ἥτις ἐκ πατρὸς λέγεται ἐκπορεύεσθαι.” Κύριλλος δ’ ὁμοίως καὶ αὐτός “καὶ ὁ υἱός ἐστι” φησὶν “ἡ ζῶσα καὶ οὐσιώδης ἐνέργεια καὶ δύναμις καὶ σοφία τοῦ πατρός. ἐνέργεια καὶ
20τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον”. ἐνέργεια λέγεται καὶ ἡ ἑκά‐ στῳ τῶν ὄντων ἐνοῦσα φυσικὴ δύναμις, ὡς τὸ θερμαντικὸν τῷ πυρὶ καὶ τὸ ψυκτικὸν τῇ χιόνι καὶ τὸ αἰσθητικὸν τῷ
ζώῳ, καὶ τῷ ἐνεργοῦντι τὸ ἐνεργητικόν. λέγεται καὶ τὸ τῆς

3

.

297

ἐνεργητικῆς δυνάμεως ἀποτέλεσμα ἐνέργεια καὶ ἔργον καὶ ἐνέργημα, ὡς ἔργα καὶ ἐνέργειαι θεοῦ γῆ καὶ οὐρανὸς καὶ τὰ ἐν τούτοις· φησὶ γὰρ ὁ θεῖος ἐκ Δαμασκοῦ Ἰωάννης ὡς ἡ ἐνέρ‐ γεια καὶ ἐνέργημα λέγεται, καὶ τοὐναντίον ἐνέργεια τὸ ἐνέργημα,
5ὡς καὶ τὸ κτίσμα κτίσις. καθ’ ὃ σημαινόμενον καὶ τὸν οἶκον ἐνέργειάν φαμεν τοῦ οἰκοδόμου, καὶ τοῦ ναυπηγοῦ τὴν ὁλκάδα. ἐνέργεια λέγεται καὶ ἡ πρὸς τὰ ἐνεργούμενα κίνησις, σχέσις τις οὖσα καὶ μεταξὺ θεωρουμένη τοῦ τε δημιουργοῦντος καὶ τῶν δημιουργουμένων, καθάπερ ἡ τοῦ οἰκοδόμου πρὸς τὸ οἰ‐
10κοδομούμενον καὶ τοῦ ναυπηγοῦ πρὸς τὸ πλοῖον. ἣ καὶ συμβεβηκὸς οὖσα καθ’ αὑτὴν συγκαταλήγει τῇ τῶν ἄκρων λήξει καὶ οὐκέτι ἐστὶν οὐδέν. περὶ ἧς καὶ ὁ θεολόγος ἔφη ὁ θεῖος Γρηγόριος ὡς ἐνεργηθήσεται καὶ οὐκ ἐνεργήσει, καὶ ὁμοῦ τῷ ἐνεργηθῆναι παύσεται, καθάπερ καὶ ἡ μεταξὺ τοῦ
15ὁρωμένου καὶ τοῦ ὁρῶντος ὅρασις καὶ ἡ μέσον τοῦ γευομέ‐ νου καὶ τοῦ γευστοῦ γεῦσις. καὶ ὁ Νυσσαέων δὲ θεῖος Γρη‐ γόριος μὴ δύνασθαί φησιν ἐνέργειαν ἀπεργαστικήν τινα πράγ‐ ματος αὐτὴν ἐφ’ ἑαυτῆς συστῆναι, μή τινος ὑποδεχομένου τῆς ἐνεργείας τὴν κίνησιν. ἀναγκαίαν γὰρ ἔχειν ταῦτα τὴν
20σχέσιν πρὸς ἄλληλα τήν τε ἐνεργητικὴν καὶ τὴν παθητικὴν δύναμιν. ὧν εἰ χωρισθείη τῷ λόγῳ τὸ ἕτερον, οὐκ ἂν
ἐφ’ ἑαυτοῦ συσταίη καὶ τὸ λειπόμενον· εἰ μὴ γὰρ καὶ τὸ

3

.

298

πάσχον εἴη, τὸ ἐνεργοῦν οὐκ ἔσται. ἐνέργεια λέγεται καὶ ἡ πρὸς φαντασίαν ἀντιδιῃρημένη ἀλήθεια κατὰ τὸν θεῖον Κύ‐ ριλλον, ὡς ἐνῴκησεν ὁ θεῖος λόγος ἐν τῇ πανάγνῳ θεοτόκῳ οὐ δοκήσει ἀλλ’ ἐνεργείᾳ εἴτουν ἀληθείᾳ. ἐνέργεια λέγε‐
5ται κατὰ τὸν θεῖον ἐκ Δαμάσκου Ἰωάννην καὶ τὸ πρῶτον ἐν ἡμῖν συνιστάμενον νόημα, καὶ ἔτι ἡ διὰ γλώττης τῶν νοου‐ μένων φανέρωσις. σύνηθες δ’ ἔτι, φησί, καὶ τῇ θείᾳ γραφῇ καὶ τὴν τοῦ θεοῦ παραχώρησιν λέγειν ἐνέργειαν. λέγεται καὶ πλάνης ἐνέργεια ὥσπερ καὶ δαιμόνων, καθὰ καὶ ὁ θεῖος Χρυ‐
10σόστομος ἐν ταῖς περὶ ἀκαταλήπτου λόγοις ὑπὲρ τῶν ἐνερ‐ γουμένων εὔχεσθαι παραινεῖ, τῶν δαιμονώντων δηλαδὴ καὶ μεμηνότων. καὶ Παῦλος δὲ “ἀνθ’ ὧν” φησὶ “τὴν ἀλήθειαν οὐκ ἐδέξαντο, πέμψει αὐτοῖς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦ‐ σαι αὐτούς.” ἀλλὰ καὶ τὴν τοῦ ζώου πᾶσαν οἰκονομίαν ἐνέρ‐
15γειαν οἱ ἅγιοι φασίν, εἴτουν τὰς ζωτικὰς δυνάμεις τάς τε νοερὰς καὶ αἰσθητικάς. Τοσούτων δή σοι προκειμένων σημαινομένων ἅπερ ἡ τῆς ἐνεργείας ὁμώνυμος οὖσα σημαίνει φωνή, πῶς παρατρέ‐ χων ἁπάντων τὴν γνῶσιν καταφεύγεις ἐφ’ ἅπερ οὐκ ἔστιν
20ἐν ταῖς γραφαῖς, καὶ λέγειν συκοφαντεῖς τὰς γραφὰς τὰ τοιάδε; ποῦ γὰρ διαφέρειν ὅλως φησὶν ὁ Δαμασκηνὸς Ἰωάν‐
νης τῆς ἀκτίστου φύσεως τὴν ἄκτιστον ταύτης ἐνέργειαν,

3

.

299

ὥσπερ σὺ διαβάλλεις ἀναίδην συκοφαντῶν; χαρακτηρίζειν μὲν γὰρ ἀκηκόαμεν, διαφέρειν δ’ οὐδαμῇ τὸν θεῖον ἄνδρα ἐκεῖνον εὑρίσκομεν λέγοντα. εἰ δὲ τὸ χαρακτηρίζειν αὐτὸς ἀντὶ τοῦ διαφέρειν λαμβάνεις, ὥρα σοι λοιπὸν καὶ χαρακτῆρα
5τοῦ πατρὸς τὸν υἱὸν τῆς γραφῆς ἀκούοντι λεγούσης, ἀνό‐ μοιον τὸν υἱὸν τῷ πατρὶ κηρύττειν καὶ ἀνούσιον καὶ σφόδρα διάφορον τὴν φύσιν. ἀλλ’ ὡς ἔοικε, τὸ φύσει κακὸν ὡς εἰ‐ πεῖν, καὶ τὰ τῆς διανοίας ἅπαξ καίρια νενοσηκὸς καὶ τῶν θείων ἐπισφαλῶς ἀπερρωγὸς διὰ ταῦτα δογμάτων, χρόνῳ τὴν
10ἕξιν οὐκ ἄν ποτ’ ἀποτρίψασθαι δύναιτο, ὅτι μὴ καὶ τὴν ἔσθ’ ὅτε τοῦ καλοῦ προσποίησιν τάχιστα ἀποσείεται, πράγμασιν αὐτοῖς ἐλεγχόμενον, παλινδρομούσης τῆς φύσεως καὶ ἀνα‐ λαμβανούσης ἐκ τοῦ ῥᾴστου τὸ γνήσιον. καὶ σύ γε μὴν ἐν μὲν τῷ γραφικὰς μαρτυρίας προσποιεῖσθαι κομίζειν, οὐχ
15ὑγιῶς δ’ οὖν, τὴν αὐτὸς σαυτοῦ γε ἀμαθίαν ἑκὼν ἐξελέγχεις, ἐν δὲ τῷ καὶ πρὸς ἐπισφαλῆ καὶ δυσσεβῆ διάνοιαν αὐτὰς διαστρέφειν τὴν οἰκείαν ἔτι θεατρίζεις κακόνοιαν. οὐκέτι γὰρ ἀνέλεγκτον ἐς τά γε τῆς ψυχῆς μυσήτρια καθευδήσειν ἐλπίζεται τὸ τῆς κακίας ἀπόρρητον ἄγος· ἐξερρύηκε γὰρ καὶ
20διαπεφοίτηκεν ἐς ἡλίου αὐγὰς καὶ ἅμα ἐς μυκτῆρα καὶ χλεύην θεάτρου μεστὴν κωμικοῦ. καὶ ἣν μὲν ἐδίωκες ἀπολώλεκας
δόξαν πρὸς ἀδοξίαν μετενεγκών· ἣν δ’ ἐκάλυπτες αἰσχύνην

3

.

300

αὐτὸς σαυτοῦ, ταύτης ἤδη τὰ ἀνακαλυπτήρια θύων ὥσπερ ἐν Διονυσίων πομπαῖς οὐκ αἰσθάνῃ. Ὁ δὲ Παλαμᾶς οὐδὲν πρὸς ταῦτα ἀποκρινάμενος ἑτέ‐ ραν ἐβάδισε, τοῦτο δὴ τὸ εἰωθὸς αὐτῷ. “εἶτα οὐχ ὁ μέγας”
5φησὶ “Βασίλειος ἐκ τῶν ἐνεργειῶν τοῦ θεοῦ φάσκει γνωρί‐ ζειν ἡμᾶς τὸν θεόν; αἱ γὰρ ἐνέργειαι αὐτοῦ, φησίν, πρὸς ἡμᾶς καταβαίνουσιν, ἡ δ’ οὐσία αὐτοῦ μένει ἀπρόσιτος. ταύ‐ τας οὖν τὰς ἐνεργείας ἔχει ὁ θεὸς ἄλλος ὢν ἄλλας οὔσας καὶ ἀκτίστους· αὗται γάρ εἰσιν αἱ πρόνοιαι, αἱ πρόοδοι, τὸ
10ἄπειρον, τὸ ἄτρεπτον, τὸ ἁπλοῦν, τὸ ἄναρχον, τὸ ἀτελεύτη‐ τον, ἡ σοφία, ἡ δύναμις καὶ τὰ τοιαῦτα, ἄλλα μὲν ὄντα παρὰ τὴν οὐσίαν, ἄκτιστα δέ· ἄλλο γὰρ τὸ ἔχον καὶ ἄλλο τὸ ἐχόμενον καὶ διάφορον.” Πρὸς ταῦτα ὁ Γρηγορᾶς ἀποκριθεὶς “ἴδιόν σοι τοῦτο”
15φησιν, “ὦ ἄνθρωπε, γνώρισμα, μηδὲν πρὸς ἔπος ἀποκρίνε‐ σθαι, ἀλλ’ ἀνθ’ ἑτέρων παρεισάγειν ἕτερα, ἡμιτελῆ τὰ ἀναγ‐ καιότερα καταλιμπάνοντα καὶ ἀσαφῆ καὶ ἀνεπεξέργαστα καὶ ἀμάρτυρα. ὅμως μικρὰ καὶ περὶ τῶν νῦν σοι λεχθέντων φθεγξάμενος ἀπαλλάξομαι. εἰ ἄλλο τὸ ἔχον καὶ ἄλλο τὸ
20ἐχόμενον καὶ διάφορον, καὶ τὸ μὲν ἔχον οὐσία τὸ δὲ ἐχόμε‐ νον οὐκ οὐσία κατὰ σέ, ἀνούσιον ἄρα τὸ ἐχόμενον. καὶ εἰ ἡ οὐσία θεός, τὸ ἀνούσιον ἄρα οὐ θεός, ἡ ἐνέργεια δηλαδή.
καὶ σύνεστι λοιπὸν ἐξ ἀιδίου τῇ θείᾳ καὶ ἀκτίστῳ οὐσίᾳ ἡ

3

.

301

ἀνούσιος αὕτη καὶ διάφορος ἐνέργεια. καὶ ἅμα δυὰς ἡ πάν‐ των ἀρχή σοι γίνεται, τὸ ἀτοπώτατον, ἑαυτῆς διαφέρουσα καὶ ἀιδίως ἑαυτῇ μαχομένη. ἀλλ’ ὁ θεῖος Μάξιμος “οὐ συν‐ θεωρεῖσθαι ἢ συνεπιθεωρεῖσθαι δύναταί τι” φησὶ “τῷ θεῷ
5κατ’ οὐσίαν διάφορον ἐξ ἀιδίου, οὐκ αἰών, οὐ χρόνος, οὐδέ τι τῶν τούτοις ἐνδιαιτωμένων· οὐ γὰρ συμβαίνουσιν ἀλλή‐ λοις πώποτε τὸ κυρίως εἶναι καὶ οὐ κυρίως”. καὶ πάλιν ἄπει‐ ρον εἶναι δυάδα οὐδαμῶς ἐνδέχεται· αἱ γὰρ κατ’ αὐτὴν μονάδες ἀλλήλαις κατὰ παράθεσιν συνυπάρχουσαι ἀλλήλας
10ὁρίζουσιν, εἰ δὲ τοῦτο, οὐδ’ ἄναρχον· ἀρχὴ γὰρ πάσης δυάδος μονάς. εἰ δὲ μὴ ἄναρχον, οὐδ’ ἀκίνητον· κινεῖται γὰρ τῷ ἀριθμῷ ἐκ μονάδων καθ’ ἕνωσιν, τὸ δὲ κινούμενον οὐκ ἀρχὴ ἀλλ’ ἐξ ἀρχῆς, δηλαδὴ τοῦ κινοῦντος. μονὰς δὲ μόνη κυρίως ἀκίνητος. πεπερασμέναι σοι ἄρα καὶ ὑπ’ ἀρχὴν αἱ
15θεότητες, ἄνθρωπε· καὶ εἰ τοῦτο, διαστήμασι τοπικοῖς τε καὶ χρονικοῖς δεδουλεύκασιν. κτίσμασιν ἄρα λατρεύων αὐτὸς ἐλελήθεις. ἔτι εἰ κατὰ σὲ ἕτερον οὐσία καὶ ἕτερον θεὸς ὁ τὴν οὐσίαν ἔχων καὶ διάφορος τῆς οἰκείας οὐσίας, ἔστιν ἄρα θεὸς ἀνούσιος καὶ οὐσία θεοῦ ἄθεος. φησὶ γὰρ καὶ ὁ Νυσ‐
20σαέων Γρηγόριος “εἰ τὸ ἀγαθὸν ὄν, τὸ πονηρὸν οὐκ ὄν· εἰ
δὲ τὸ πονηρὸν ὄν, τὸ ἀγαθὸν οὐκ ὄν, κατὰ τὸν τῶν ἀμέσων

3

.

302

ἐναντίων λόγον.” ὥστε πολυθεΐαν ἀγωνιζόμενος συνιστᾶν ἑάλως καὶ ἀθεΐαν νοσῶν, τὰ ἐκ διαμέτρου κακά· καὶ πέπ‐ τωκε διὰ βραχέων τὰ τῶν σῶν ἀκροπόλεων ὀχυρώματα, ἐφ’ οἷς ἐπεποίθεις. ἔτι μὴν ἐπειδή περ ἄλλο φῂς εἶναι τὸ ἔχον,
5ἄλλο δὲ τὸ ἑκτὸν καὶ διάφορον, φαίης ἂν καὶ ἄλλο μὲν ἐξ ἀνάγκης εἶναι τὸν θεόν, ἄλλο δὲ τὴν ὕπαρξιν αὐτοῦ· λέγε‐ ται γὰρ ὁ θεὸς καὶ οὐσίαν ἔχειν καὶ ὕπαρξιν. ἔσται ἄρα κατὰ σὲ θεὸς ἀνύπαρκτος καὶ ὕπαρξις θεοῦ ἄθεος. καὶ περὶ τῆς ἐνεργείας δ’ ὁμοίως λεκτέον καὶ ἐρωτητέον, εἰ ἡ ἐνέργεια
10ἔχει ἐνέργειαν ἄλλην. εἰ γὰρ ἔχει, δύο ἄρα· καὶ εἰ δύο, διάφορα πάντως· ἄλλο γὰρ δεῖν εἶναι ἔφης τοῦ ἐχομένου τὸ ἔχον. καὶ γίνεταί τις τερατόμορφος ἐνεργοενέργεια. εἰ δὲ μὴ τοῦτο, οὐκ ἂν εἴη τὴν ἐνέργειαν ἔχειν ἐνέργειαν. καὶ συμ‐ βήσεται τὴν τοιαύτην ἐνέργειαν ἀνενέργητον εἶναι. τὸ δ’
15ἀνενέργητον καὶ ἀνύπαρκτον καθ’ ἣν βωμολοχήσας προύθη‐ κας θέσιν τε καὶ πρότασιν αὐτός. τὸ γὰρ μὴ ἔχον, ἔφης, ἐνέργειαν οὔτ’ ἔστιν οὔτε τί ἐστιν. οὔτ’ ἔστι παντελῶς αὐ‐ τοῦ θέσις, καὶ ἀπόλωλέ σοι τὸ σπούδασμα δι’ ὀλίγου καὶ τῆς μοχθηρᾶς γεωργίας ὁ στάχυς, ἢ ἐς ἀνύπαρκτον ἡμᾶς δογμα‐
20τίζοντι πιστεύειν ἢ εἰς σύνθετον θεότητα. ἐναντιοῦται γάρ
σοι καὶ ὁ θεῖος Κύριλλος, ἄτοπον εἶναι φάσκων τὸ λέγειν

3

.

303

τοιαύτην ἔχειν τὸν θεὸν τὴν γνῶσιν ὁποίαν καὶ ἡμεῖς· εἰ γάρ [ὥσπερ] ἡμεῖς, ἕτερον μέν τι ἐστὶν ἑτέρα δέ τις παρ’ αὐτὸν ἡ ἐν αὐτῷ γνῶσις, σύνθετος ἔσται καὶ οὐχ ἁπλοῦς. ἔτι ἐπείπερ ἡ θέλησις τοῦ θεοῦ ἑκτὸν καὶ διάφορον κατὰ σὲ τῆς οὐσίας
5ἐστίν, ἔσονται ἄρα τρεῖς ἐπὶ Χριστοῦ θελήσεις, μία μὲν αὐ‐ τὸς ὁ υἱός, θέλησις ὢν τοῦ πατρὸς κατὰ τοὺς θείους πατέ‐ ρας, δευτέρα δ’ ἣν ὁ υἱὸς ἔχει διάφορον ἑαυτοῦ κατὰ σέ, καὶ τρίτη ἡ τῆς ἀνθρωπότητος. ὃ καὶ τῆς τῶν μονοθελιτῶν δυσσεβείας ἀτοπώτερον. ἐπεὶ δὲ καὶ ὁ μέγας Ἀθανάσιος
10ἀσεβεῖς διαρρήδην καλεῖ τοὺς μὴ δεχομένους βούλησιν αὐ‐ τὸν εἶναι τὸν υἱόν, ἀσεβὴς αὐτόχρημα καὶ κατὰ τοῦτο σὺ τὰ ἐκείνων φρονῶν. περὶ γὰρ τῆς ἀρχομένης καὶ παυομένης θελήσεως εἴρηται ἡμῖν ἀνωτέρω βραχύ, καὶ οὐ χρεία διεξ‐ ιέναι νῦν τῶν προκειμένων σαφῶς ἀνθελκόντων. ἔτι εἰ ἕτε‐
15ρον θεοῦ καὶ ἀλλήλων θεότης καὶ δύναμις καὶ σοφία καὶ ἁγιότης καὶ ἀγαθότης, καὶ διάφορον ἀεὶ ἕκαστον ἑκάστου, ζητητέον πῶς ἂν εἴη τοῦ θεοῦ ἕκαστον, εἰ διάφορον εἴη αὐ‐ τοῦ· καὶ πῶς ἓν ἑνὶ καὶ ἀλλήλοις ἄλληλα συμφωνήσει, διά‐ φορα ὄντα ἀλλήλων· καὶ πότερον πρότερον τούτοιν ἂν
20εἴη, δυαδικῶς οὕτω προερχομένων, θεὸς ἄκτιστός τε καὶ ὁρατὸς κατὰ σέ· καὶ ποῦ τὸ τῆς πολυθεΐας στήσεται ταυ‐
τησί, κατὰ συζυγίαν οὑτωσὶ προχωρούσης ἀεὶ μετὰ τοῦ

3

.

304

ἀτελοῦς. εἰ γὰρ ἀλλήλων ἄλληλα διαφέρει, ἐστέρηται πάν‐ τως ἀλλήλων ἄλληλα καθ’ ὃ διαφέρει, καὶ γίνεται δύνα‐ μις μὲν ἄσοφος σοφία δ’ ἀδύναμος, καὶ θεὸς ἄσοφος καὶ ἀδύναμος, καὶ ἀεὶ κατὰ τὸν ὅμοιον τρόπον ἐστερημένα πάν‐
5των ἅπαντα καὶ δεόμενα ἀλλήλων ἄλληλα. φησὶ γὰρ καὶ ὁ θεολόγος Γρηγόριος “τίς ἀτελοῦς θεότητος ὄνησις; μᾶλλον δὲ τίς θεότης ἡ μὴ τελεία; τελεία δὲ πῶς ᾗ λείπει τι πρὸς τε‐ λείωσιν; λείπει δὲ πάντως μὴ ἐχούσῃ τὸ ἅγιον. ἔχοι δ’ ἂν πῶς, μὴ τοῦτο ἔχουσα; εἰ γὰρ ἄλλη τις παρὰ τοῦτο ἡ ἁγιό‐
10της, καὶ εἴ τις αὕτη νοεῖται, λεγέτω, τίς”. καὶ ὁ μέγας Βα‐ σίλειος “εἰ φύσις αὐτῷ” φησὶν “ὁ ἁγιασμὸς ὡς πατρὶ καὶ υἱῷ, πῶς τρίτης ἐστὶ καὶ ἀλλοτρίας φύσεως;” καὶ πάλιν “ἀγαθὸν” φησὶ “τὸ πνεῦμα ὡς ἀγαθὸς ὁ πατὴρ καὶ ἀγαθὸς ὁ ἐκ τοῦ ἀγαθοῦ γεννηθείς, οὐσίαν ἔχων τὴν ἀγαθότητα.”
15ὁρᾷς πῶς οὐχ ἕτερον τῆς ἁπλῆς καὶ θείας οὐσίας ἁγιότης καὶ ἀγαθότης καὶ ἐνέργεια καὶ τὰ τοιαῦτα, ἀλλὰ ταὐτόν. ἑλοῦ τοίνυν, ὦ καινὲ θεολόγε, τῶν ἀσεβειῶν ὁποτέραν ἐθέ‐ λεις. ἀθεΐας γὰρ καὶ πολυθεΐας τὰ τοιαῦτα φέρει σοι κρη‐ μνόν, ὑπ’ ἀλλήλων ἐλεγχόμενα καὶ κατ’ ἀλλήλων στασιάζοντα.
20τὸ μὲν γὰρ ἄνισον ἐν τοῖς πολλοῖς ἐλέγχει τὸ διάφορον καὶ
ἀσύμβατον τῆς πολυθεΐας· ἡ δὲ πολυθεΐα συμφυᾶ τὴν δια‐

3

.

305

φορὰν πρὸς ἑαυτὴν στασιάζουσαν ἔχουσα, πρὸς τὸν ἀντίπα‐ λον τῆς ἀθεΐας ἀπροόπτως μεταβαίνειν κρημνὸν ἀναγκάζει, καὶ καπνὸν φεύγοντας ἐμπίπτειν εἰς πῦρ, τὸ τῆς παροιμίας. ἔπειτα πῶς τὸ ἄκτιστον καὶ πόθεν ἡ ἐνέργεια ἔσχεν; ἔξεστι
5γὰρ ἡμῖν καὶ τὸ ἄκτιστον αὐτὸ πρὸς ἑαυτὸ κατὰ τὴν σὴν ἐξετάζειν θέσιν· εἰ γὰρ αὐτόθεν εἴη τὸ ἄκτιστον ἄκτιστον, οὐκ ἂν εἴη ἄκτιστον· κτιστὸν ἄρα τὸ ἄκτιστον, καὶ κτιστὴ θεότης ἐξ ἀνάγκης ἡ ἄκτιστος ἐνέργεια· καὶ οὕτω σοι τὸ σοφὸν ἠλίθιον ἀναπέφανται. εἰ δ’ ἔξωθεν ἔχει τὸ ἄκτιστον εἶναι
10τὸ ἄκτιστον, καὶ διάφορον πάντως· εἰ γὰρ οὐκ ἔστι διαφορὰ πρὸς ἄκτιστον ἀκτίστου, οὐκ ἂν εἴη ἔχειν κατὰ σὲ ἄκτιστον. ἢ γοῦν ἀνύπαρκτόν σοι γίνεται τὸ ἄκτιστον τοῦτο, ἢ δυοῖν θάτερον, ἢ ἀκτιστόκτιστον ἢ ἀκτιστοάκτιστον καὶ πρὸς ἑαυτὸ στασιάζον ἀνάγκη λέγεσθαι. γνώριμον γάρ, οἷς καὶ ὁπωσοῦν
15λογικῆς μέτεστιν ἐπιστήμης, τῶν ὁμωνύμων εἶναι καὶ ἥκιστα ἁπλῆν τὴν τοῦ ἔχειν φωνήν, καὶ μὴ μόνον τῇ τῶν ἔξω σο‐ φῶν ἐπιστήμῃ δοκεῖν, ὅτι μὴ καὶ πᾶσιν ὁμοῦ τοῖς τῶν θείων τῆς ἐκκλησίας δογμάτων σοφοῖς διδασκάλοις. ὧν εἷς ἡμῖν εἰς διδασκαλίαν ἀποχρήσει τήμερον Ἰωάννης ὁ θεῖος ἐκ Δα‐
20μασκοῦ, ὃς ὀκταχῇ τὴν τοῦ ἔχειν ἡμῖν διαιρῶν σημασίαν, κατ’ οὐδένα γέ τινα τούτων τρόπον τῇ θείᾳ καὶ ἁπλουστάτῃ
ἐκείνῃ φύσει τὸ ἔχειν διδοὺς εὑρίσκεται. πῶς γὰρ οἱασοῦν

3

.

306

μεσιτευούσης ἀλλοτριώσεως, καὶ τοῦ ἔχοντος τὸ ἐχόμενον διι‐ στώσης μὲν οὑτωσί, συναγούσης δ’ ἄλλως τὸν νόθον τε καὶ ἐπίκτητον τρόπον. ἢ γὰρ ὡς οὐσίαν ἀνάγκη, φησί, τὸ ἐχόμε‐ νον τῇ ἐχούσῃ συνεῖναι οὐσίᾳ, καθάπερ ἱμάτιον καὶ χεῖρα
5καὶ ἀγρὸν καὶ τά γε τοιαῦτα, ἢ ὡς συμβεβηκός. καὶ τοῦτο διχῇ πως αὖ ὑποδιαιρούμενον, εἴς τε τὴν τῶν χωριστῶν δη‐ λαδὴ καὶ τῶν γε μηδαμῇ χωριζομένων δύναμιν. τὸ μὲν γὰρ ἐνδεχομένως ἔχειν λέγεται καὶ μή, καθ’ ὅ γε σημαινόμενον ἐνδέχεσθαί φαμεν βαδίζειν τὸ βαδιστικὸν καὶ τοὐναντίον αὖ μὴ
10βαδίζειν· τὸ δὲ καθ’ ἕξιν καὶ διάθεσιν ἔχειν λέγεται, ὡς μέλιτι δηλαδὴ συμπεφυκυῖαν γλυκύτητα καὶ χιόνι λευκότητα καὶ γνῶ‐ σιν ἀνθρωπίνῃ ψυχῇ. ὧν ἁπάντων ἓν ὁποιονοῦν ἔστω ὁποτέρω‐ θεν εἰληφὼς τῇ θείᾳ κυριωνυμεῖν καὶ ἁπλῇ βούλοιτο φύσει, ἴστω περιφανῶς ἁμαρτάνων· χρῆσιν γὰρ ἀνθρώποις ὑπάρχειν ὁ
15μέγας τὰ ὀνόματα φάσκει Βασίλειος πρὸς γνῶσιν καὶ διαίρε‐ σιν οὐσιῶν καὶ τῶν περὶ τὰς οὐσίας ἐπινοηθέντων πραγμά‐ των. ᾧ γε καὶ πάνυ τι δέδοται φορτικὸν καὶ ἀπόβλητον συμ‐ βεβηκός τι προσάγειν τῇ θείᾳ φύσει καὶ ἁπλουστάτῃ. τὸ γὰρ συμβεβηκός, φησίν, ἢ συμπέφυκεν, ἢ ἐνδέχεται ὑπάρχειν καὶ
20μὴ ὑπάρχειν. ἀλλ’ εἰ μὲν συμπέφυκεν, ἀνάγκη τῷ θεῷ καὶ οὐσίαν καὶ συμβεβηκὸς εἶναι· ἐξ ἀνάγκης γὰρ τὰ τοιαῦτα
συμβαίνει οἷς συμβέβηκεν. εἰ δ’ ἐνδεχόμενον, ἔσται καὶ ἀγέν‐

3

.

307

νητος ὁ γεννητὸς ποτὲ καὶ πάνθ’ ὁμοίως, ὅσα δήπουθεν ἀντί‐ κειται, γνῶσις καὶ μὴ γνῶσις, δύναμίς τε καὶ μὴ δύναμις, καὶ τά γε δήπου παραπλήσια τῶν ἀτόπων τῆς ἀσεβείας ῥη‐ μάτων. ὅτι δὲ καταχρηστικῶς τὸ ἔχειν ἐπὶ θεοῦ λέγεται,
5δείκνυσι νῦν καὶ ὁ θεῖος Χρυσόστομος, λέγων “ὅταν ἀκούσῃς ὅτι ὥσπερ ὁ πατὴρ ἐν ἑαυτῷ ζωὴν ἔχει, οὕτως ἔδωκε καὶ τῷ υἱῷ ζωὴν ἔχειν καὶ ἐξουσίαν ἔχειν, μὴ σύνθεσιν ὑπολάβῃς· μηδ’ ὅταν ἀκούσῃς ὅτι ἐν αὐτῷ ζωὴ ἦν, νομίσῃς ὅτι σύνθε‐ τος ἦν· προϊὼν γὰρ φησὶν ἐγώ εἰμι ἡ ζωή.” ὥστε σου βοσ‐
10κηματώδης ἡ σοφία κἀνταῦθα ἀναπέφανται, λέγουσα παρα‐ πλησίως καθάπερ ἐπὶ ἀνθρώπου καὶ λίθου, οὕτω καὶ τοῦ θεοῦ τὴν οὐσίαν μετὰ τῶν φυσικῶν περὶ αὐτὴν πάντων συλ‐ λαμβάνεσθαι τοῖς ὁρίζεσθαι θέλουσι· τὸ γὰρ ἐκ τοιούτων συγκείμενον ἀμερὲς οὐκ ἂν εἴη, οὐδ’ ἁπλοῦν, ἀλλὰ σύνθετον,
15κἀξ ὧν συντίθεται μεριζόμενον. ὁ δὲ τῇ ἀμερεῖ ἐκείνῃ καὶ θείᾳ φύσει προστιθέναι πειρώμενος, ᾗ φύσει πρόσεστι μήτ’ αὔξεσθαι μήτε μειοῦσθαι, λέληθε, τό γε ἧκον εἰς αὐτόν, ἐλατ‐ τῶν μὲν τῇ προσθήκῃ τὴν τῆς φύσεως δύναμιν, αὔξειν δ’ ἥκιστα πάντων δυνάμενος, ἣ μηδεμιᾶς οὔτ’ ἐδεήθη ποτὲ οὔτε
20δεήσεται προσθήκης ἢ ὑφαιρέσεως, οὐδενὸς ὄντος οὗ δεήσε‐ ταί ποτ’ αὐτὴ πληροῦσα τὰ πάντα καὶ μηδὲν ἐκτὸς ἐῶσα τὸ
παράπαν.

3

.

308

Εἰ δ’ ἐν ποιότητι ἀόγκῳ τε καὶ ἀμεγέθει μέρος οὐκ ἔξεστι λέγειν κυρίως, οὔτε μέγεθος οὐδὲν προστιθέναι ἢ ἀφαιρεῖν (οὐ γὰρ λέγομεν οὔτε μεγάλην οὔτε μικρὰν λευκό‐ τητα), πολλοῦ μέντ’ ἂν δεήσειε καὶ τοῦ παντὸς περὶ τῆς
5θείας οὐσίας τοιαῦτα νοεῖν καὶ λέγειν, ἣ μεγέθη μὲν καὶ μι‐ κρότητα πεποίηκέ τε καὶ ἀεὶ ποιεῖ, αὐτὴ δ’ ἐστὶ κατὰ φύσιν οὐδαμῇ μηδὲν ὧν πεποίηκέ τε καὶ ἀεὶ ποιεῖ. οὐδὲ πρόεισιν εἰς ὄγκον, οὐδ’ οὐ μὴ προχωρήσῃ ποτέ. τὸ γὰρ ὄγκῳ μεῖζον γινόμενον δυνάμει γίνεται ἔλαττον, καὶ τὸ δυνάμεως μεγέθει
10μέγιστον ὄγκου λείπεται παντός, ἵνα μέγιστον ὁμοίως ἀεὶ δια‐ μένῃ. καὶ γὰρ καὶ εἰ περὶ τῆς ἐν χιόνι βουληθείημεν λέγειν λευκότητος ὑποδείγματος ἕνεκεν, οὐ τὴν ἐν τῷ μέρει τῆς χιόνος λευκότητα μέρος ἂν φαίημεν τῆς ἐν πλείστῃ χιόνι λευ‐ κότητος, ἀλλὰ μέρους μὲν χιόνος λευκότητα, μέρος δὲ λευ‐
15κότητος ἥκιστα· ἄογκον γὰρ καὶ ἄποσον καθ’ αὑτὸ καὶ ἀμέ‐ γεθες ἡ λευκότης, ὡς δέδεικται. εἰ δὲ μηδὲ συμβεβηκὸς ἡ ἀνούσιος αὕτη συγχωρεῖταί σοι γίνεσθαι ἐνέργεια, ποῦ ταύ‐ την θετέον· λέγε καὶ νομοθέτει σύ. τῆς γὰρ τοῦ ὄντος φω‐ νῆς εἰς οὐσίαν καὶ συμβεβηκὸς διαιρουμένης, εἰ μήτ’ οὐσία
20μήτε συμβεβηκὸς εἴη, τῶν ὄντων οὐκ ἂν λέγοιτο. λείπεται ἄρα μὴ ὂν ἐξ ἀνάγκης λέγεσθαι. αὕτη τῶν καινῶν σου δογ‐
μάτων ἡ τερατεία, καλὲ Παλαμᾶ, τὸ πιστεύειν εἰς τὸ μὴ ὂν

3

.

309

καὶ ψιλοῖς λατρεύειν ὀνόμασιν, ὁποῖα καὶ τοὺς τῆς Πλατω‐ νικῆς στοᾶς καὶ Ἀκαδημίας φάσκοντας ἴσμεν περί τε γενῶν καὶ εἰδῶν, καὶ εἴ τινες εἶεν ἐκ τῶν ὕστερον ἄλλοτ’ ἄλλως αὐ‐ τοῖς ἠκολουθηκότων Βογομίλων καὶ Μανιχαίων καὶ Μασα‐
5λιανῶν καὶ Εὐνομιανῶν, οὓς καὶ εἰς μέγα παραπληξίας ἐλαύ‐ νειν ὁ μέγας φησὶ Βασίλειος ὥσπερ κοινότητά τινα λόγῳ μόνῳ θεωρητήν, ἐν οὐδεμίᾳ ὑποστάσει τὸ εἶναι ἔχουσαν, εἰς τὰ ὑποκείμενα θεωρεῖσθαι φάσκοντας τὸν θεόν. ἀλλ’ ἄκουε λοιπὸν τί φησιν αὖθις ὁ αὐτὸς μέγας Βασίλειος περὶ τῆς
10ἐνεργείας θεοῦ τῆς ἀκτίστου, ὡς ἐπὶ τῆς ἁπλῆς καὶ ἀσωμά‐ του φύσεως τὸν αὐτὸν λόγον ἐπιδέχεται ἡ ἐνέργεια τῇ οὐσίᾳ. Ἐπεὶ δ’ ὁ τῆς οὐσίας ὅρος καὶ λόγος (ταὐτὸν γὰρ ὅρος καὶ λόγος) πρᾶγμά ἐστιν αὐθύπαρκτον, μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν, εἴη ἂν πάντως καὶ ὁ τῆς ἐνεργείας λόγος ὁ
15αὐτός, κἂν τοῖς ὀνόμασι διαφέρωσι, πρᾶγμα αὐθύπαρκτον δη‐ λαδή, μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν. οὕτω γὰρ καὶ ὁ τῆς ταυτότητος σώζεται λόγος, ὡς καὶ ὁ τῆς ἀληθείας ὁμο‐ λογητὴς σοφώτατα μεμαρτύρηκε, Θεόδωρος ὁ Γραπτός, “οὕ‐ τως ἂν” φήσας “εὐσεβῶς νοηθείη ἡ μὲν θεία ἐνέργεια ἀίδιος,
20μᾶλλον δ’ αὐτενέργεια, τῷ μὴ διωρίσθαι τῆς οὐσίας τὴν ἐνέργειαν, ἀλλὰ τὸν αὐτὸν λόγον ἐπιδέχεσθαι διὰ τὴν τῆς
ἁπλῆς καὶ ἀσωμάτου φύσεως ἰδιότητα.” καὶ πάλιν “ἕτερον

3

.

310

οὐσίαν καὶ ἄλλο ἐνέργειαν τῶν πάλαι τινές, ὡς ἐπὶ τῶν σω‐ ματικῶς θεωρουμένων, οὕτω δὴ κἀπὶ τοῦ θείου λόγου ἐτί‐ θεντο. ὅπερ τοῖς εὐσεβέσιν ἀπείρηται. ἐπὶ γὰρ τῶν ἁπλῶν καὶ ἀσωμάτων ἐν οὐδενὶ διαφέρειν ἴσασιν· οὐ γὰρ διορι‐
5στέον ταῦτα ἀλλήλων, ἵνα μὴ σύνθετον τὸ ὑπὲρ πᾶσαν ἁπ‐ λότητα νοῆται. οὔτε γὰρ ἡ θεία οὐσία ἀνενέργητος εἴη ἄν ποτε, οὔτ’ ἀνούσιος ἡ ἐνέργεια.” ἀκούεις τῶν ἱερῶν διδασ‐ κάλων τῆς ἐκκλησίας παρὰ τοσοῦτον τῇ οὐσίᾳ τὴν ἐνέργειαν ἓν καὶ ταὐτὸν ἐπὶ θεοῦ δογματιζόντων, παρ’ ὅσον καὶ αὐτε‐
10νέργειαν καλοῦσι διὰ τὴν ἄκραν ταυτότητα, ὡς μηδ’ ἄχ‐ ρις ἐπινοίας παρακύπτειν ἐκεῖ δυναμένης διαφορᾶς οἱασοῦν. ἀκούεις δ’ ἔτι καὶ ὅπερ σοι ἀνωτέρω δεδηλώκαμεν· σὺ γὰρ ἔλεγες ἀνενέργητον τότ’ εἶναι τὴν θείαν μᾶλλον οὐ‐ σίαν ὅταν ἓν καὶ ταὐτὸν λέγηται ἄμφω, τότε δ’ ἐνεργῆ
15ὅταν ᾖ διῃρημένα, πρᾶγμα τερατωδέστατόν τε καὶ ἀμαθέ‐ στατον, καὶ μὴ πᾶσαν μόνον ἐκπλῆττον ἀκοὴν τῇ ἀβελτηρίᾳ, ὅτι μὴ καὶ τοὺς σοφοὺς τουτουσὶ διδασκάλους τῆς ἐκκλησίας συκοφαντοῦν ἀδεῶς· οὐ γὰρ διοριστέον ταῦτα φασὶν ἀλλή‐ λων ἐκεῖνοι, ἵνα τε μήτε σύνθετον τὸ ὑπὲρ πᾶσαν ἁπλότητα
20νοῆται, καὶ ἵνα μήθ’ ἡ οὐσία ἀνενέργητος εἴη ἄν ποτε μήτ’ ἀνούσιος ἡ ἐνέργεια.
Πρὸς ταῦτα ὁ Παλαμᾶς ἀντιλέγων κοινὸν μὲν ἔφησεν

3

.

311

εἶναι δόγμα τῶν τε ἔξωθεν καὶ τῶν καθ’ ἡμᾶς φιλοσόφων τουτί, καὶ οὐκ ἀντιλέγω· πλὴν τὰ τὸν αὐτὸν ἐπιδεχόμενα λόγον δύο ἐστὶ καὶ οὐχ ἕν. καὶ εἰ δύο, πῶς χωρὶς ἡστινοσ‐ οῦν πρὸς ἄλληλα διαφορᾶς; ἔστιν οὖν ἡ μὲν ταυτότης τοῦ
5λόγου κατὰ τὸ εἶναι ἄμφω, τήν τε οὐσίαν καὶ τὴν ἐνέργειαν, ἄκτιστα· ἡ δὲ διαφορὰ τὸ μὲν οὐσίαν τὸ δ’ ἀνούσιον, τὴν ἐνέργειαν δηλαδή. Ὁ δὲ Γρηγορᾶς ὅτι μέν, φησί, τὸ ἀνούσιον οὐκ ὄν, τὸ δ’ οὐκ ὂν οὐ θεός, δῆλον τοῖς ἅπασι πλὴν σοῦ. ὅτι δ’ οὐ‐
10δὲν ἔτι κωλύσει λοιπὸν συμπεραίνειν καὶ ἡμᾶς ἐπὶ τῆς συν‐ θέτου ἄρα φύσεως τὸν ἀντικείμενον δέχεσθαι λόγον τὴν ἐνέρ‐ γειαν τῇ οὐσίᾳ, καὶ εἶναι δυοῖν ἐξ ἀνάγκης θάτερον, ἢ τὴν μὲν οὐσίαν ἡμῶν ἄκτιστον τὴν δ’ ἐνέργειαν κτιστήν, ἢ τῆς οὐσίας οὔσης κτιστῆς εἶναι τὴν ἐνέργειν ἄκτιστον, δῆλον καὶ
15τοῦτο παντί που τὰ μάλιστα· ὡς γὰρ οἷς τὸ εἶναι ταὐτόν, καὶ ὁ λόγος ὁ αὐτός, οὕτως οἷς τὸ εἶναι διάφορον, καὶ ὁ λό‐ γος διάφορος. ἐπὶ γὰρ τῆς οὐσιώδους ὑπάρξεως τοὺς ἁγίους τούτους ἀκήκοας λέγοντας τὴν τοῦ λόγου ταυτότητα, εἴτουν τοῦ ὅρου, καὶ καθ’ ἕτερον πάντως οὐδέν. εἰ γὰρ κατὰ προ‐
20φορὰν καὶ ἐτυμολογίαν ἑκατέρας ἑκατέρα τὴν διαφορὰν ἐκτή‐ σατο λέξις, ἀλλ’ ἐπὶ τῆς ἁπλῆς καὶ ἀσυνθέτου φύσεως τὴν
αὐτὴν καὶ μίαν καὶ ἀπαράλλακτον ἔχουσι σημασίαν ἄμφω.

3

.

312

ἔπειτα εἰ τὴν ἐνέργειαν ἕτερον εἶναι λέγεις κἀπὶ θεοῦ καθάπερ ἐπὶ τῶν συνθέτων ἡμῶν, καὶ ἰδίως ἄκτιστον θεότητα, καὶ ἔστιν ἑκάτερον τούτων ὅπερ οὐκ ἔστιν ἑκάτερον, καὶ ἀεὶ θά‐ τερον παρὰ θάτερον ἀμοιβαδὸν τὴν διαφορὰν καὶ μάχην λαμ‐
5βάνον λόγοις καὶ πράγμασιν (ἀνάγκη γὰρ ἂν εἴη πᾶσα τὰ οὕτως ἀλλότρια τῇ φύσει καὶ σημασίᾳ μὴ ταὐτὸν εἶναι θα‐ τέρῳ θάτερον), ἔσται ἄρα, εἰ ἡ ἐνέργεια ἄκτιστος καὶ ἀνού‐ σιος, κτιστὴ ἡ οὐσία καὶ ἀνενέργητος, ὡς ἀνωτέρω γε ἠκηκόεις τῶν θείων κατ’ ἐπιστήμην τὰ ἐναντία τοῖς ἐναντίοις ὁριζο‐
10μένων ἀνδρῶν. εἰ δὲ καὶ τὸ τῆς ἐνεργείας ὄνομα γενικῶς κατὰ σὲ πάντων ἐπ’ ἴσης κατηγοροῖτο τῶν ὀνομάτων, δυνά‐ μεως λέγω, σοφίας ζωῆς φωτὸς θυμοῦ μακροθυμίας ὀργῆς ἀοργησίας καὶ τῶν τοιούτων, ὅσοις ἡ θεία κέχρηται γραφὴ θεοπρεπῶς καταφατικοῖς τε καὶ ἀποφατικοῖς καὶ ἀντικειμέ‐
15νοις ὀνόμασιν, ἐπιδραμεῖται λοιπὸν καὶ πᾶσι τούτοις ἐπ’ ἴσης, καὶ ὁμοίως ἀεὶ κατορχήσεται τῶν ὀνομάτων ἁπάντων τἀτό‐ πημα, καὶ στασιάσει πρὸς ἑαυτὸ τὸ τῆς ἐνεργείας ὄνομα, ταύτης δὴ τῆς ἰδιαζόντως κατὰ σὲ λεγομένης ἀκτίστου θεό‐ τητος. καθ’ ὃ γὰρ ἕκαστον ἑκάστου τῶν ἄλλων λείπεται πάν‐
20των, κατ’ ἐκεῖνο τῶν ἄλλων ἁπάντων ἠλάττωταί τε καὶ ἠλλο‐ τρίωται. καὶ ἓν εἶναι πάντως οὐσίαν ὁμολογεῖται καὶ φύσει
πᾶν ὃ λέγεται καὶ ὀνομάζεται θεοπρεπῶς ἡμῖν, καὶ ἔστι καὶ

3

.

313

ἦν καὶ ἔσται, θεὸς ἰσχυρὸς δίκαιος ἄκτιστος, ἀλήθεια σο‐ φία δύναμις ζωὴ φῶς ἐνέργεια καὶ τὰ τοιαῦτα. Ἐπεί γε μὴν ἐκ τῶν οἰκείων ῥημάτων τε καὶ γραμμάτων ἁλι‐ σκόμενον ὁ Παλαμᾶς ἑαυτὸν ἑώρα διηνεκῶς, “οὐκ ἐν ῥήμασι”
5φησίν, “οὐδ’ ἁπλῶς ἐν γράμμασιν, ἀλλ’ ἐν πράγμασιν ἡμῶν ἡ εὐσέβεια κατὰ τοὺς θεολόγους.” μικρὸν οὖν ἐπισχὼν ὁ Γρηγο‐ ρᾶς “ἰοὺ ἰοὺ” φησὶν “τῆς ἀβελτηρίας.” καὶ ἀπιδὼν πρὸς αὐτόν “εἶτα ἐλάνθανες ἡμᾶς” φησὶ “λασιόκωφός τις ὢν καὶ ἀνήκοος καὶ παντάπασι τῆς τῶν θείων γραφῶν διδασκαλικῆς
10ἑορτῆς τε καὶ πανηγύρεως, καὶ μετεγκεντρίζων ἐξ ἀμαθίας ἄλλοθεν ἄλλοθι τὸν ἅπαντα νοῦν καὶ σκοπὸν τῆς γραφῆς. τοῦτο γὰρ ὁ μέγας ἐν θεολογίᾳ φάσκει Γρηγόριος, τὰ Διονυ‐ σίῳ τῷ θείῳ λεχθέντα διαβεβαιούμενος, οἶμαι, καὶ συγχω‐ ρῶν καὶ αὐτὸς καὶ οἱονεὶ προτρεπόμενος οἰκονομικῷ τινὶ
15τρόπῳ καιροῦ καλοῦντος πρὸς τοὺς τῶν ὁμιλητῶν διαφόρους τὰς γνώμας καὶ γνώσεις κεχρῆσθαι, καὶ μικρὸν ἐνδιδόναι τοῖς διαφόροις τῶν προσιόντων ἤθεσι δι’ ἀνάγκην ἐνίοτε, ὥστε τὴν ἐν τοῖς καιρίοις τῆς πίστεως ὁμολογίαν, εἰ καὶ μὴ λέξεσιν, ἀλλά γε ταῖς ἐννοίαις φυλάττεσθαι ἀπαράβατον. ἐν οἷς ἐξεῖ‐
20ναί φησι τήνδε ἢ τήνδε τὴν λέξιν καὶ δι’ ἑτέρων ὁμοδυνάμων καὶ ἐκφαντικωτέρων λέξεων διασαφεῖν τὸν θεοπρεπῆ τρόπον. οὐ δεῖ δέ, φησὶν Ἀθανάσιος, τὰ κατ’ οἰκονομίαν γραφόμενα καὶ
γινόμενα δέχεσθαι κακοτρόπως καὶ πρὸς τὴν ἰδίαν ἕλκειν βούλη‐

3

.

314

σιν. καὶ γὰρ καὶ ἰατρὸς πολλάκις τὰ δοκοῦντά τισι μὴ εἶναι κα‐ τάλληλα, ταῦτα τοῖς ὑποκειμένοις τραύμασιν, ὡς οἶδεν αὐτός, ἐπιτίθησιν, οὐδὲν ἕτερον ἢ πρὸς τὴν ὑγείαν ἔχων τὸν σκοπόν. καὶ διδασκάλου δὲ φρονίμου τρόπος οὗτος, πρὸς τὰ τῶν διδα‐
5σκομένων ἤθη διατίθεσθαι καὶ λαλεῖν. ὀνόματα γοῦν καὶ ῥή‐ ματα, καὶ ὅσαι τῶν λέξεων διὰ φωνῶν ἁπλῶς καὶ γραμμά‐ των σημαντικαὶ τῶν ὑποκειμένων γίνονται πραγμάτων, ἐνίοτε μὲν καθ’ ὁμωνυμίαν ἐν διαφόροις ἀδιαφόρως παραλαμβάνον‐ ται πράγμασιν, ἐνίοτε δὲ κατ’ ἀντωνυμίαν ἐν μείζοσί τε καὶ
10ἐλάττοσιν ὁρωμένην, καὶ ὅσα ἄλλως τὸν ὅμοιον ἔχει τρόπον, ἐνίοτε δὲ καθ’ ὅσα συνώνυμόν πως τὴν σχετικὴν αἰτίαν κε‐ κλήρωται· καθ’ ἣν δήπουθεν καὶ τὸ ἴσον ἴσῳ συμβαίνει λέ‐ γεσθαι ἴσον, καὶ τὸν φίλον φίλῳ φίλον, καὶ ὁπόσα δήπου παραπλήσια, ὡς γίνεσθαι πολυσχιδῆ μὲν ἐν τοῖς μεριζομένοις
15πράγμασι τὴν αὐτῶν ἰδιοτροπίαν, ἐπὶ δὲ θεοῦ μονοειδῆ καὶ ἀμέριστον κατὰ τὴν τοῦ ἑνὸς ὑποκειμένου δήλωσιν, λέγω δὴ τὴν ἀμερῆ καὶ ἀσχημάτιστον καὶ ἀόρατον ἐκείνην, ἥτις ποτ’ ἐστίν, οὖσαν οὐσίαν· ἣν ψυχοτρόφον λειμῶνα καὶ ἀληθείας θάλαμον τις καλέσας οὐκ ἄν, οἶμαι, ἁμάρτοι. ἓν γὰρ οὖσα
20κυρίως, μένει διηνεκῶς ἐν τῷ ἑνί, μᾶλλον δ’ εἰπεῖν ἐν ἑαυτῇ· καὶ μεριστὰς πεφυκυίας τὰς ἡμετέρας νοήσεις, καὶ διάφορον τὴν περιολκὴν περὶ ἕκαστα τῶν πραγμάτων λαμβανούσας, εἰς
μίαν τινὰ καὶ ἀδιάκριτον καὶ ταύτας νόησιν συναιρεῖ, ὡς γί‐

3

.

315

νεσθαι καὶ τὸν τῶν ὀνομάτων ἐξ ἀνάγκης πολυσχιδῆ καὶ πο‐ λύτροπον μερισμόν, ὁποῖον ἡ τῶν διαφόρων πραγμάτων διάφο‐ ρος παραγωγὴ τελεσιουργεῖ, δυνάμεως λέγω καὶ ζωῆς καὶ ἐνεργείας καὶ φωτὸς καὶ σοφίας καὶ τῶν τοιούτων, μονοειδῆ
5καὶ αὐτὸν ἤδη καὶ μονότροπον ὡς ἀληθῶς δρόμον ἐν τῷ τῆς ἀληθείας ἐκείνῳ πεδίῳ θεόντα. περιγεγραμμένος γάρ τις ὅρος ἑκάστης οὐσίας ὑπάρχον ἕκαστον ὄνομα, καὶ μιᾶς ἰδιό‐ τητος ἐπειλημμένον, καὶ συστέλλον ὁπωσδηποτοῦν τὸ πρὸς ἀοριστίαν τέως αὐτῆς κεχυμένον, ἁπλῶς κατὰ τὸν ἀν‐
10θρώπινον νοῦν πειρᾶται μὲν κἀπὶ τῆς ὑπερηπλωμένης ἐκείνης θείας οὐσίας τὴν ἑαυτοῦ φυσικὴν ἀποφαίνεσθαι κί‐ νησιν καὶ τὸ τῆς ἐμφύτου δυνάμεως εἰωθός, λέγω δὴ τὸ δια‐ κρίνειν καὶ μερίζειν ἐς διαφόρους τὸ ἓν ἰδιοτροπίας, ἀλλ’ ἔφθη πρὶν δεδρακέναι παθόν. μερίζειν γὰρ ἐπειγόμενον ἐπ’ ἴσης
15τοῖς ἄλλοις καὶ τὴν ἀμέριστον ἐκείνην καὶ θείαν οὐσίαν, λέ‐ ληθε συσταλὲν ὑπ’ ἐκείνης καὶ πρὸς νοητὴν ὁμόνοιαν συνε‐ λάσαν τὸν κωλυόνυμόν τε καὶ πολυπράγμονα μερισμόν. κἀ‐ πειδὴ περιγραφαῖς ὀνομάτων ἡ θεία καὶ ὑπερηπλωμένη φύ‐ σις ἐκείνη δουλεύειν οὐκ οἶδεν, ἡ δὲ περιγραφὴ περιληπτική
20τις γίνεται τοῦ ὑποκειμένου γνῶσις, οὐκ ἄν ποτε γένοιτο γνωστὸν ὃ τῇ οὐσίᾳ πέφυκεν ἀπερίγραπτον· ἓν ἄρα καὶ ἄγνω‐ στον ἡ θεία φύσις ἐκείνη, καὶ ὑπὲρ πάντα λόγον καὶ ἔννοιαν,
καὶ πᾶσαν Παλαμικὴν ἀποσειομένη περιεργίαν. ὅ γε μὴν

3

.

316

γνωστὸν ἡμῖν δύναται γίνεσθαι τοῦ θεοῦ διὰ τῶν φαινομέ‐ νων αὐτοῦ καὶ πεποιημένων ἐνεργειῶν καὶ δυνάμεων, τοῦτο τοῖς ἐκ διαφόρων ἐτυμολογιῶν ὀνόμασιν ἀλλήλοις ἐπισημαι‐ νόμεθα ταῖς γνωμικαῖς ἐξ ἀνάγκης ἡμῶν κατὰ τὸ ἀνάλογον
5χρείαις, οὐκ ἀτάκτως δέ, καὶ ὡς ἑκάστῳ τὰ τῆς βουλήσεως ὑποτίθησι, δρῶντες, ἀλλὰ τοῖς τῶν θείων πατέρων ἑπόμενοι δόγμασιν ἄχρι καὶ τῆς τυχούσης γραμμῆς. πρῶτον μὲν γὰρ ὁ σωτὴρ ἐν εὐαγγελίοις μηδεμιᾶς καταφρονεῖν παραινεῖ κε‐ ραίας τῶν ἐν γράμμασι θείων αὐτοῦ προσταγμάτων καὶ ἐν‐
10τολῶν· ὧν οὐκ οἶδ’ ὁπότερον· ἢ γὰρ οὐκ ἀκήκοας ἔτι, καὶ ταῦτ’ ἐν ἐπισκόποις (φεῦ τῆς ἀτοπίας) τελῶν, ἢ ἀκούσας οὐκ ᾔσθου. ἔπειθ’ ὧν αὐτὸς διαβάλλεις τὸν νοῦν θεολόγων τῆς ἐκκλησίας ἀνδρῶν, ὁ μὲν ἐν θεολογίᾳ μέγας Γρηγόριος “ἡμεῖς δέ” φησιν “εἰ καὶ μέχρι τῆς τυχούσης κεραίας ἢ γραμ‐
15μῆς τοῦ πνεύματος τὴν ἀκρίβειαν ἕλκοντες, οὔποτε δεξόμεθα (οὐ γὰρ ὅσιον) οὐδὲ τὰς ἐλαχίστας πράξεις εἰκῇ σπουδασθῆ‐ ναι τοῖς ἀναγράψασι καὶ μέχρι τοῦ παρόντος μνήμῃ διασω‐ θῆναι, ἀλλ’ ἵν’ ἡμεῖς ἔχωμεν ὑπομνήματα καὶ παιδεύματα τῆς τῶν ὁμοίων εἴποτε συμπέσοι καιρὸς διασκέψεως, ὥστε
20τὰ μὲν φεύγειν τὰ δὲ αἱρεῖσθαι, οἷον κανόσι καὶ τύποις τοῖς προλαβοῦσιν ἑπόμενοι παραδείγμασιν.” ὁ δὲ μέγας Βασίλειος “χρή” φησι “τὸν πρὸ ὀφθαλμῶν ἔχοντα τὸ τοῦ Χριστοῦ δι‐
καστήριον, καὶ εἰδότα ὅσος ὁ κίνδυνος ἀφελεῖν τι ἢ προσθεῖ‐

3

.

317

ναι τοῖς παραδεδομένοις ὑπὸ τοῦ πνεύματος, μὴ παρ’ ἑαυτοῦ φιλοτιμεῖσθαι καινοτομεῖν, ἀλλὰ τοῖς προκατηγγελμένοις παρὰ τῶν ἁγίων ἐφησυχάζειν.” ὁ δὲ τὴν γλῶτταν χρυσοῦς καὶ αὐτὸς ὁμοίως “ἐν ταῖς θείαις” φησὶ “γραφαῖς ἰῶτα ἓν ἢ κε‐
5ραίαν μίαν παραδραμεῖν οὐκ ἀζήμιον, ὥστε πάντα διερευ‐ νᾶσθαι χρή.” ἀκήκοας δ’ οἶμαι πρὸ βραχέος ἐνταῦθα καὶ Γρηγορίου τοῦ Νύσσης “διὰ τὸ τῇ σαρκίνῃ” φάσκοντος “πε‐ ριβολῇ τὴν φύσιν ἡμῶν περιείργεσθαι φανερωθῆναι τῶν ἡμε‐ τέρων τοῦ νοῦ κινημάτων μὴ δυναμένων, ἀναγκαίως καθά‐
10περ σημεῖα τοῖς πράγμασι τὰς ποιὰς τῶν ὀνομάτων θέσεις ἐπιβάλλοντες, δι’ ἐκείνων τὰς τοῦ νοῦ κινήσεις ἀλλήλοις δη‐ μοσιεύομεν· καὶ τούτου χάριν τῷ μέν τινι τῶν ὄντων ὄνομα οὐρανὸν ἐθέμεθα, ἑτέρῳ δὲ γῆν καὶ ἄλλῳ ἄλλο τι. καὶ τὸ πρός τι πῶς ἔχειν ἢ τὸ ἐνεργεῖν ἢ τὸ πάσχειν, ταῦτα πάντα
15ἰδιαζούσαις ἐπισημαινόμεθα ταῖς φωναῖς, ὡς ἂν μὴ ἀκοινώ‐ νητός τε καὶ ἄγνωστος ἡ τοῦ νοῦ κίνησις ἐν ἡμῖν μένοι.” ἄλλως τε καὶ ἐπειδήπερ ἅπας ὁ τῶν ἀνθρώπων βίος φύσει καὶ νόμοις τοῖς διὰ ῥημάτων τε καὶ γραμμάτων οἰκονομεῖται καὶ διοικεῖται, καὶ ἡ μὲν φύσις ἄτακτον καὶ ἀνώμαλον, ὁ δὲ
20νόμος εὔρυθμόν τε καὶ τεταγμένον καὶ ὁμαλόν, εἰ σοὶ πεισ‐ θέντες ἀπρακτεῖν ἐάσαιμεν τὴν τῶν ῥημάτων καὶ γραμμάτων δύναμιν, οὐκ ἂν φθάνοιμεν κωφὸν καὶ μάταιον ἀποδεικνύντες
τὴν ἐγκόσμιον ταύτην καὶ θαυμασίαν ποίησιν τοῦ θεοῦ καὶ

3

.

318

θηριώδη δρῶντες τὸν βίον. τὸ γὰρ ἐντεῦθεν ῥυήσεται πρὸς μεταβολὴν καὶ ἀλλοίωσιν ἄλογον εὐθὺς καὶ φορὰν ἀκυβέρνη‐ τον ἅπαντα, καὶ χρεία βίου παντὸς οἰχήσεται πρὸς τὸ μάλα ἀνόνητον καὶ οὐδὲν ὑγιές. οὕτως ἐμβρόντητος καὶ παραπλὴξ
5τὴν διάνοιαν εἴη ἂν καὶ οὐδὲν ὑγιὲς ὁμοίως ὅ τε τοιαδὶ πα‐ ραινῶν καὶ ὁ πεπεῖσθαι δοκῶν. πολλῷ μέντ’ ἂν ἦν σοι σο‐ φώτερον τὸ λεχθέν σοι, εἰ τοῖς σοῖς μόνοις ῥήμασι καὶ γράμ‐ μασι περιεγέγραπτό σοι. τούτων γὰρ μόνων ἀφίσταται τή‐ μερον ἡ εὐσέβεια· καὶ δέον σοι λέγειν μὴ ἐν ῥήμασι μηδ’
10ἐν γράμμασι Παλαμικοῖς τὸ παράπαν εἶναι νομίζειν τὴν εὐ‐ σέβειαν, σὺ δ’ ἀορίστως ἐξήνεγκας, ἵνα δὴ τῶν τῆς εὐσεβείας δηλωτῶν ῥημάτων καὶ γραμμάτων ἀποστήσας τοὺς πειθομέ‐ νους ῥᾷστα τὸ τῆς σῆς ἀσεβείας ἔχῃς κιρνᾶν δηλητήριον. Ἡδέως δ’ ἂν ἀκούσαιμι παρὰ σοῦ καὶ τίνα ποτὲ λέγεις
15εἶναι τὰ πράγματα, ἐν οἷς τὴν εὐσέβειαν κεῖσθαι μετεωρίσας τῇ ἀντιθέσει, εἶτα σιγῇ παρέδραμες δεδηλωκὼς οὐδέν. τοῦτο δὴ τὸ τῆς ἀμαθίας τῆς σῆς εἰωθὸς προκάλυμμα εἰπὲ πρὸς τῶν σῶν ἀνουσίων καὶ ἀνυπάρκτων θεοτήτων. εἰ μὲν γὰρ τὴν θείαν καὶ τρισυπόστατον φύσιν, πῶς οὐ δεδήλωκας; ἀλλὰ
20τοῦτ’ εὐχῆς μὲν ἄξιον, ἐλπίδος δ’ οὐκ ἂν δήπου· πολλοῦ δὲ καὶ δεῖ· οὐ γὰρ δὴ σὸν ὀρθὰ περὶ θεοῦ φρονεῖν καὶ φθέγ‐ γεσθαι. ἀλλὰ πράγματα φῂς αὐτὸς τὰς ἀνουσίους σου ταύ‐
τας καὶ ἀπείρους θεότητας, αἷς μήτ’ ἤδη περίεστιν εἶναι μήτ’

3

.

319

ἔπειτά ποτ’ ἔσεσθαι· ὃ γὰρ ἀνούσιόν τε καὶ ἄκτιστον, τῶν μηδὲν ὅλως μηδαμῇ μηδαμῶς ὄντων ἐξ ἀνάγκης λέγοιτ’ ἄν. τοιαύτη τῶν σῶν δογμάτων ἡ τερατεία καὶ τὸ σὸν ἐνθύμιον, ὦ κακὴ κεφαλή, πείθειν πιστεύειν εἰς τὸ μηδέν. τῶν γάρ
5τοι θείων ῥημάτων καὶ γραμμάτων ἀνῃρημένων κατὰ τὴν σὴν παραίνεσιν, ἃ τὴν τῶν πραγμάτων δηλοῦσιν ἀλήθειαν, τίς ποθ’ ὁμολογία πίστεως καὶ πόθεν ἄν ποτε γένοιτο ἔτι; πόθεν δ’ ἂν καὶ τίς ποτε τοῖς εὐσεβεῖν ἐθέλουσι γένοιτο γνῶσις θεοῦ τοῦ πεποιηκότος ἡμᾶς; ἀλλὰ περὶ μὲν τούτων ἔτι πολλὰ λέ‐
10γειν ἔχοντι, τοῦ καιροῦ μὴ διδόντος, μετιτέον ἐφ’ ἕτερα. ἐκεῖ‐ νο δὲ πῶς νοεῖς, ὦ καινὲ θεολόγε, λέγων ἐκ τῶν ἐνεργειῶν γνωρίζειν ἡμᾶς τὸν θεόν. ἢ γὰρ οὐ συνῆκας ἀκούων ἐκ τῶν ἔργων τῶν φαινομένων τοῖς αἰσθητοῖς ὀφθαλμοῖς ἡμῶν τὸν ἡμῖν οὐ φαινόμενον γνωρίζειν ἡμᾶς θεόν; ἐνέργειαν γὰρ εἶναι
15καὶ τὰ ἀποτελέσματα δέδεικται μικρὸν ἡμῖν πρότερον. καὶ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων αὖθις ἀκούεις καὶ ἀλλαχοῦ τῆς γραφῆς λεγούσης θαυμάζεσθαι τὸν δημιουργόν, καὶ τοῦτ’ εἶναι τὸ τοὺς οὐρανοὺς διηγεῖσθαι τὴν δόξαν τοῦ θεοῦ. καὶ ὁ Δαμασκηνὸς ὁμοίως φησὶν Ἰωάννης “ὁ τῇ φύσει ἀόρατος
20θεὸς ὁρατὸς ταῖς ἐνεργείαις γίνεται, ἐκ τῆς τοῦ κόσμου συ‐ στάσεως καὶ κυβερνήσεως γινωσκόμενος.” ὅμως παρακατιὼν
εὑρήσεις τὸν μέγαν Βασίλειον καὶ αὐτὸν ἑρμηνεύοντα τὰ

3

.

320

ἑαυτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ· “ἐκ γὰρ θαλάσσης” φησὶ “καὶ ἀνέμων ὑπακουσάντων αὐτῷ ἐγνώρισαν αὐτοῦ τὴν θεότητα οἱ ἀπόστολοι. οὐκοῦν ἀπὸ μὲν τῶν ἐνεργειῶν ἡ γνῶσις, ἐκ δὲ τῆς γνώσεως ἡ προσκύνησις.” ὁρᾷς πῶς ἐκ τῶν ἐνεργηθέν‐
5των φησὶ θαυμάτων· ταύτας γάρ φησιν αὐτὸς εἶναι τὰς κα‐ τιούσας ἤτοι δεικνυμένας ἡμῖν ἐνεργείας. ἀλλὰ δυοῖν, ὡς ἔοικε, θάτερον δίδως νοεῖν. ἢ γὰρ ἐξ ἀκοῆς παροδικῆς εἰ‐ λήφεις τὴν ῥῆσιν, ἢ τῇ ἐπιστολῇ ἐντυχὼν οὐ συνῆκας· καὶ πάσχεις παραπλήσιον ὥσπερ ἂν εἴ τις ἐν μεσημβρίᾳ φωτὸς
10ἀκραιφνοῦς τοὺς ὀφθαλμοὺς ἀνασχὼν πρὸς τὸν ἥλιον, εἶτα δι’ ἀτονίαν ἀποστραφεὶς πρὸς τὴν γῆν, χρωμάτων εἴδωλα φαντάζοιτο πολυειδῶν τε καὶ διαφόρων, ἃ πάντα ψευδῆ τε ὄντα καὶ ἀνύπαρκτα ταῖς ἀρρωστούσαις ὄψεσι δοκοῦσιν εἶναι ἀληθῆ. ἢ μᾶλλον ὥσπερ οἱ μεθύοντες οὐ τὰ ὄντα κατὰ
15φύσιν ὁρῶσιν ἀλλ’ ἀνθ’ ἑτέρων ἕτερα δοκοῦσι, κυματουμένης τῆς ὄψεως ὑπὸ τῆς περὶ τὸν ἐγκέφαλον ὑγρότητος καὶ οἱονεὶ κο‐ λυμβώσης ἐς τὰ φαινόμενα πλημμελῶς, οὕτω δὴ καὶ αὐτὸς ἀμαθίᾳ πολλῇ στρατηγούμενος ἥκιστα ἔχεις νοεῖν ὡς ἔχει φύσεως τὰ τοῖς θείοις δεδογμένα πατράσι. τοῦτ’ ἐκεῖνο ὃ
20καὶ τοῖς ἀπὸ κώπης ἐπὶ βῆμα καὶ ἀπὸ σκαπάνης ἐπὶ τὸ θεολογεῖν αὐτομολοῦσι, πᾶν μὲν ὄνομα περὶ θεοῦ λεγόμενον
σωματικὴν παρέχει τὴν ἔννοιαν, πᾶν δὲ πρᾶγμα σωματικὴν

3

.

321

ἔχον περιγραφὴν θεότητάς τε ὀνομάζειν καὶ ἄκτιστα προσα‐ γορεύειν τολμᾶν ἀναπείθει. Ἐπὶ τούτοις ὁ μέγας λογοθέτης, σοφὸς ὢν ἀνὴρ καὶ τῶν λεγομένων συνιεὶς ἁπάντων μάλιστα ὅσοι παρῆσαν τέως ἐκεῖ
5τῶν ἐπὶ δόξῃ σεμνυνομένων, φησὶ πρὸς τὸν Παλαμᾶν ἔτι βοᾶν ὡρμημένον τὴν ἔκτοπον ἐκείνην καὶ ἀωρίᾳ μακρᾷ κεκρα‐ μένην παραδοξολογίαν, ὡς οὐδὲν ἕτερον βλέπω σε νῦν ἐπει‐ γόμενον, ἄνθρωπε, ἢ τῇ πολυλογίᾳ θηρᾶσθαι δόξαν ἀνδρῶν ἀμαθῶν μηχανώμενον καὶ μὴ δοκεῖν πρὸς τῶν ἀντιθέτων
10ἡττᾶσθαι. ἀλλὰ μὴν αὐτοί γε τῆς ἀληθείας οἱ λόγοι σαφεῖς καὶ ἀναμφισβήτητοί εἰσι, καὶ ἐφ’ ἑστίας ἔχουσι τὸ πιστόν. οὓς δὴ καὶ ἀκούεις πρὸς τοῦ Γρηγορᾶ φερομένους ὁμοῦ καὶ τῶν σοὶ λεγομένων αὐτόθεν τὸ σφαλερὸν ἔχοντας. οὐδὲ γὰρ οὐδ’ ἔχεις ἀνθυποφέρειν οὐδὲν ὑγιές, ἀλλὰ γραφικὰς κομί‐
15ζειν ἀπαιτούμενος μαρτυρίας, ῥητῶς ἀποφαινομένας αὐτό‐ χρημα πλεῖστα τὰ ἄκτιστα τῆς τρισυποστάτου διάφορα φύ‐ σεως, ἔπειτα μὴ δυνάμενος ὅλως εὑρεῖν μαρτυρίαν ἡντιναοῦν οὐδενὸς τῶν ἁγίων, παρὰ σαυτοῦ συνάγεις αὐτός, ὃ τῶν ἀτοπωτάτων ἐστίν. ἐκ γὰρ ἑτέρων ἑτέραις ἀεὶ περιπίπτων
20καινοφωνίαις σαφῆ τε καὶ ὑπερήφανον αὐτόθεν εὐθὺς τὴν δίκην τοῦ ἀδικεῖν ὀφλισκάνεις. ὁ γὰρ οἴκοθεν ἐπιχειρῶν τὰ κατὰ βούλησιν δογματίζειν, τοῦ κωλύειν ἰσχύοντος τηνικαῦτ’
ἐνδιδόντος ὁμοῦ καὶ παροξύνοντος, οὐκ ἂν φθάνοι τὴν εὐσεβῆ

3

.

322

πανταχόθεν καὶ πάτριον πίστιν αὐτόθεν ἐλαύνων. ἀλλ’ οὐ τοῦτο νῦν ἡμῖν ὁ σκοπός· ἀλλὰ βεβαιοῦντες τὰ τῶν θείων πατέρων καὶ διδασκάλων δόγματα πυθέσθαι ζητοῦμεν ὅθεν σοι τὰ καινοφανῆ κηρύγματα ταῦτα ἐξεύρηται, δι’ ὧν πολὺν
5ἤδη χρόνον ταράττεις τὴν τοῦ θεοῦ ἐκκλησίαν, σύμμαχον ἔχων τὴν τέως δυναστεύουσαν χεῖρα. βρέφος γὰρ ὢν ὁ θειότατος οὑτοσὶ βασιλεὺς ὁπότε κηρύττειν ἤρξω σὺ τὰ τοι‐ αῦτα, καὶ ἅμα συγχύσεως περὶ τὴν βασιλείαν ἑξῆς ἐνεχθεί‐ σης ὁθενδηποτοῦν καὶ ὁπωσδήποτε, καιρὸν οὐκ ἔσχεν ἀκη‐
10κοέναι καὶ διορθώσασθαι. σὺ δ’ ἀμεταβλήτως λήγειν οὐ βού‐ λει κακῶν. ἡ μὲν οὖν παροιμία φησὶ τὸν οἶνον οὐκ ἔχειν πηδάλιον· ἐγὼ δὲ τὴν σὴν ἀμαθίαν μᾶλλον ἢ τὸν οἶνον οὐκ ἔχουσαν ὁρῶ πηδάλιον τὴν τῶν σῶν οἰακίζειν τρικυμίαν δο‐ γμάτων δυνάμενον. ὃ τῶν ἐσχάτων ἐστὶ κακῶν. ὅταν γὰρ τὰ
15τοιαδὶ τῶν ἀδικημάτων ἀντὶ τοῦ κολάζεσθαι καὶ τὸ τιμᾶσθαι προσλάβῃ δι’ αὐτά γε ταυτί, ποῦ μὲν οὐκ ἂν ἀτοπίας ἐλάσειε, ποῦ δ’ ἂν τῆς ὑπερηφάνου σταίη φορᾶς καὶ κακίας κατὰ πρα‐ νοῦς οὑτωσὶ φερομένης; καὶ μή μοι λέγε καὶ τερατεύου νῦν ἐγκαυχώμενος ἐπί τε δυσηνίῳ γλώττης φορᾷ καὶ συμπεφυρ‐
20μένων λόγων ἀλόγῳ σωρείᾳ, μηδ’ ὄγκους μοι χάλκευε ῥημά‐ των ἀντιστρατευομένων οὑτωσὶ προφανῶς τῇ τε ἀληθείᾳ καὶ τῷ τοῦ παρόντος συλλόγου σκοπῷ· ἀλλ’ εἰ καὶ τὸ εὖ μετὰ
τοῦ εὐσεβοῦς τοῖς λεγομένοις προσείη σοι, τοῦτο δὲ καὶ πάνυ

3

.

323

τι σφόδρα σκοπεῖν σε χρεών· ὡς ἐὰν μὴ τοῦτο σφίσι παρῇ, τοὐναντίον ἐπὶ μανδραβόλου, φάναι κατὰ τὴν παροιμίαν, χω‐ ρεῖ σοι τὸ σπούδασμα, καὶ κολοφών σοι γίνεται κακῶν ὁ τῆς ἀκαίρου γλώττης λῆρος, καὶ τοσούτῳ μᾶλλον ὅσῳ μᾶλλον καὶ
5τῇ πολυλογίᾳ πολύχουν ἐπιπολάζειν τὸ τῆς ἀτοπίας ἐπεφύκει γεώργιον, καὶ πρός γε δήπουθεν αἱ τῶν ἀπράκτων ἤχων τε καὶ ψόφων διατριβαὶ καὶ σχολαί. ἀλλ’ ἡ τῶν θείων γραφῶν παραίνεσις μὴ μέταιρε φησὶν ὅρια ἃ ἔθεντο οἱ πατέρες σου, μηδὲ σοφίζου περιττά, ἀλλ’ ἃ προσετάγη σοι, ταῦτα δια‐
10νοοῦ· οὐ γὰρ ἔστι σοι τῶν κρυπτῶν χρεία. Ἐπὶ τούτοις ὁ μὲν Παλαμᾶς ἐσιώπησεν, ἀνέστη δέ τις τῶν μαθητευομένων αὐτῷ, μάλα τι ἀμαθὴς καὶ θρασὺς καὶ ἐμπαροινῶν μᾶλλον ἢ λέγων κατὰ τῆς ἀληθείας, ὥσπερ ἑωλο‐ κρασίας ἕωθεν αὐτῷ καταχεθείσης τινός. καὶ μὲν δὴ “περὶ
15δυνάμεων ἐγώ” φησι “διαλεχθῆναι τήμερον βούλομαι· καί μοι φρασάτω παρελθὼν ὁ βουλόμενος, διὰ τί παντοδύναμος ὁ θεὸς καλεῖται ἢ διὰ τὸ πάσας ἔχειν ἐν ἑαυτῷ τὰς δυνά‐ μεις. ἃς δὴ καλοῦμεν ἀκτίστους ἡμεῖς, καὶ διαφόρους ἀλ‐ λήλων καὶ τῆς οὐσίας αὐτῆς τοῦ θεοῦ.” ταῦτα παρὼν καὶ
20ἀκηκοώς τις τῶν τοῦ Γρηγορᾶ φοιτητῶν, ὃς ἠκολούθησε μὲν οἴκοθεν αὐτῷ, ἀρξαμένης δὲ τῆς διαλέξεως ἐπέμφθη κομίσων τὴν τῆς δογματικῆς πανοπλίας δέλτον, καὶ κομίσας παρῆν τῷ
συλλόγῳ λοιπὸν καὶ αὐτός, οὗτος οὖν παραλόγῳ τέως τῆς

3

.

324

ἀκοῆς ἀχθεσθεὶς καὶ διαναστάς, “καὶ μὴν” φησὶν “ἐχρῆν πα‐ σοδύναμον οὑτωσὶ κατὰ σὲ καλεῖν τὸν θεόν, καὶ μὴ παντο‐ δύναμον. ἡμῖν γὰρ ἐκ τοῦ τὰ πάνθ’ ὅσα βούληται δύνασθαι μέχρι νῦν ἐδόκει καλεῖσθαι παντοδύναμον τὸν θεόν, καὶ οὐχ
5ὡς σὺ φῄς.” ὑπολαβὼν δὲ ὁ Παλαμᾶς “ἀλλὰ κατὰ τροπὴν τοῦ ς” φησὶν “εἰς τ γίνεται παντοδύναμος, καθάπερ καὶ θά‐ λασσα θάλαττα.” γέλως οὖν ἐπὶ τούτοις ἤρθη πολύς, ὡς μηδ’ αὐτὸν Γρηγορᾶν κατέχειν ἑαυτὸν δύνασθαι, καίτοι πολ‐ λὰ πρὸς τὸ μὴ φανῆναι γελῶντα βουλόμενον καὶ ἅμα σιγᾶν
10διὰ τὰς τῆς κεφαλῆς ἀλγηδόνας ἐπιτηδεύοντα. ἀλλ’ ὁ Παλα‐ μᾶς διακόπτειν τὸν γέλωτα μηχανώμενος τῶν πρότερον εἴχετο λόγων, ἀναλαμβάνων αὖθις ἐκεῖθεν. “ὅτι δ’ ἄλλο τὸ ἔχον” φησὶ “καὶ ἄλλο τὸ ἐχόμενον, δῆλον κἀκ τοῦ ἁγίου Μαξίμου λέγοντος ‘ὁ μὲν θεὸς γινώσκει ἑαυτὸν ἐκ τῆς μακαρίας οὐ‐
15σίας αὐτοῦ, τὰ δ’ ὑπ’ αὐτοῦ γεγονότα ἐκ τῆς σοφίας αὐτοῦ, δι’ ἧς καὶ ἐν ᾗ τὰ πάντα ἐποίησεν.‘ ἄλλος οὖν ὁ θεός, καὶ ἄλλη ἡ σοφία αὐτοῦ δι’ ἧς καὶ ἐν ᾗ τὰ πάντα ἐποίησε, τῆς τοῦ θεοῦ οὐσίας πάντῃ διάφορός τε καὶ ἄκτιστος· ἄλλος γὰρ ὁ θεὸς ὁ ἔχων, καὶ ἄλλη ἡ σοφία αὐτοῦ ὡς ἑκτὸν καὶ ἀνούσιον.”
20πρὸς ταῦτα ὁ Γρηγορᾶς ὥσπερ ἔνθους γενόμενος ἀνεβόησεν “οὐκ ἀκούετε, πάντες οἱ τῆς ὀρθοδοξίας ἀντιποιούμενοι, προ‐ φανῶς ἀναιροῦντα τὴν εὐσεβῆ τοῦ Χριστοῦ ἐκκλησίαν ὁμοῦ
τοῖς εὐαγγελίοις καὶ πάσαις τῶν θείων πατέρων γραφαῖς, καὶ

3

.

325

λέγοντα τὸν υἱὸν καὶ λόγον τοῦ θεοῦ διάφορον τῆς πατρικῆς οὐσίας καὶ ὑφειμένον θεόν, καθάπερ Εὐνόμιός τε καὶ Ἄρειος ἐκεῖνος, καὶ ὅσοι τὰ τοιαῦτα πάλαι βεβλασφημήκεσαν; ἵνα γὰρ τὰς τῶν θείων διδασκάλων ἡμῶν ἐν τῷ παρόντι σιγήσω ῥή‐
5σεις, οὐκ ἀκούετε πάντες ἀεὶ τοῦ θείου λέγοντος εὐαγγελίου ‘πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν,‘ καὶ τοῦ Δαβὶδ πολλῷ προθεσπίσαντος πρότερον ‘πάντα ἐν σοφίᾳ ἐποίησας,‘ καὶ τοῦ Σολομῶντος αὖθις ‘ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρο‐
10νήσει.‘ τίς οὖν ἔτι χρεία λόγων εἰς ἀπόδειξιν τῆς παλαιγε‐ νοῦς αὐτοῦ κακοδοξίας, ἣν πάλαι ὠδίνησέ τε καὶ ἔτεκε καὶ ἀεὶ γράφων καὶ λέγων οὐ διαλείπει, κἀν ταῖς πλατείαις καὶ ἀγοραῖς διδάσκων κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν, καὶ τὰς ἀκοὰς διορύττων τῶν ἁπλουστέρων.”
15 Ὁ δὲ Παλαμᾶς τῶν ὀνομάτων καὶ ῥημάτων τὰς ἐννοίας καὶ κλίσεις μεθαρμόζων ἐβλασφήμει τὰ χείριστα. ἐπιτιμη‐ θεὶς δ’ ὡς ἀμαθὴς τὴν τῶν συνδέσμων διαστολὴν ἀντεισῆγε τοῦ μέν καὶ τοῦ δέ. “γινώσκει γάρ” φησὶν ἡ τοῦ θείου Μα‐ ξίμου ῥῆσις “ἑαυτὸν μὲν ὁ θεὸς ἐκ τῆς μακαρίας οὐσίας
20αὐτοῦ, τὰ δ’ ὑπ’ αὐτοῦ γεγονότα ἐκ τῆς σοφίας αὐτοῦ, δι’ ἧς καὶ ἐν ᾗ τὰ πάντα ἐποίησεν. ἔδει οὖν εἰπεῖν καθ’ ὑμᾶς
ὅτι καὶ ὁ υἱὸς ὁμοίως γινώσκει ἑαυτὸν ἐκ τῆς μακαρίας οὐ‐

3

.

326

σίας αὐτοῦ, ἵνα τὸ ὁμοφυὲς καὶ ὁμοούσιον δείξῃ· τούτου δ’ ἐκείνῳ σιωπηθέντος δείκνυται συμφωνῶν ἐμοί, καὶ οὐδαμῇ γε ὑμῖν.” Πολλῆς οὖν ἐνστάσεως ἐνταυθοῖ γενομένης τῶν ἑκατέ‐
5ρωθεν, ὥσπερ διαιτητὴς μεταξὺ γενόμενος ὁ Γρηγορᾶς, καὶ τὰς τῆς κεφαλῆς ἀλγηδόνας παρὰ φαῦλον τέως ποιησάμενος διὰ τὴν ἀνάγκην τῆς χρείας, “πρῶτον μὲν σκεπτέον” φησὶ “δυοῖν ὁπότερον ταῖς κοιναῖς τῆς ἐκκλησίας ἐννοίαις ἀκολου‐ θεῖ καὶ ταῖς ἄνωθεν κυρωθείσαις τῶν θείων δόξαις πατέρων,
10κατὰ τὸν μέγαν Βασίλειον χρῆναι φάσκοντα ἡμᾶς ἀπὸ τῶν κοινῶν ἐννοιῶν ὁρμωμένους περὶ θεοῦ τὰ ἐναντιούμενα, ὅσον ἐπὶ τῇ λέξει, ὁμολογεῖν μὴ νοεῖν. οἷον κατὰ τὰς κοινὰς ὑπο‐ λήψεις ἔστι τὴν θείαν φύσιν ἀγαθὴν καὶ ἀόργητον καὶ δι‐ καίαν ὁμολογεῖν. ἐὰν οὖν ὀργιζόμενον ἢ λυπούμενον ἢ με‐
15ταμελόμενον ἢ μὴ κατ’ ἀξίαν τινὶ χρώμενον ἡ γραφὴ λέγῃ, ζητεῖν προσήκει τὸ τῆς λέξεως βούλημα, καὶ μεριμνᾶν τίνα τρόπον ἀποκαταστῆσαι δυνηθῶμεν, οὐχὶ δὲ ἀνατρέπειν τὰς ἀξιολόγους περὶ θεοῦ ὑπολήψεις. καὶ οὕτως ἀπροσκόπτως ἐντευξόμεθα ταῖς γραφαῖς, ἀπὸ μὲν τῶν ἀσαφεστέρων μὴ
20βλαπτόμενοι, ἀπὸ δὲ τῶν εὐλήπτων ὠφελούμενοι. ἔστι μὲν οὖν συνδεδογμένον ἅπασιν ὀρθοδόξοις τὰ πάντα διὰ τοῦ υἱοῦ
καὶ λόγου τοῦ θεοῦ γεγενῆσθαι. ‘τῷ λόγῳ γάρ‘ φησι ‘κυρίου

3

.

327

οἱ οὐρανοὶ ἐστερεώθησαν.‘ καὶ κατὰ τὸν Νυσσαέα θεῖον Γρηγόριον ὄντως σοφία καὶ βουλὴ οὐδὲν ἕτερόν ἐστι πλὴν τῆς τοῦ παντὸς προεπινοουμένης σοφίας, ἐν ἧ τὰ πάντα ἐγέ‐ νετο καὶ διεκοσμήθη. Χριστὸς γὰρ θεοῦ δύναμις καὶ θεοῦ
5σοφία. καὶ πάλιν σοφία τοῦ θεοῦ καὶ πατρὸς κατὰ τὸν θεῖον Μάξιμον καὶ φρόνησις ὁ κύριος ἡμῶν ἐστὶν Ἰησοῦς Χριστός, ὁ καὶ τὰ καθόλου τῶν ὄντων συνέχων τῇ δυνάμει τῆς σο‐ φίας καὶ τὰ συμπληρωτικὰ τούτων μέρη περιέχων τῇ φρονήσει τῆς συνέσεως, ὡς πάντων φύσει δημιουργὸς καὶ προνοητής,
10καὶ εἰς ἓν ἄγων τὰ διεστῶτα δι’ ἑαυτοῦ. καὶ ὁ Δαμασκηνός φησιν Ἰωάννης ὁμοίως, ὅτι οὐκ ἔστι τῷ πατρὶ λόγος σοφία δύναμις θέλησις εἰ μὴ ὁ υἱός, ὅς ἐστιν ἡ μόνη δύναμις τοῦ πατρὸς ἡ προκαταρκτικὴ τῆς πάντων ποιήσεως. καὶ μυρίας ἔχοι τις ἂν μαρτυρίας προάγειν ταυτὶ συνιστάσας. καὶ πρῶ‐
15τον μὲν δὴ σκεπτέον ἂν εἴη τουτί, δεύτερον δὲ πῶς καὶ ὁ θεῖος Μάξιμος τοῖς κοινοῖς τῆς ἐκκλησίας ἕπεται δόγμασιν, εἰ μή τις ἐνταῦθα παρεξηγεῖσθαι βιάζοιτο. ἡ γὰρ διαστολὴ τῶν συνδέσμων ἐνταῦθα οὐ τὸν πατέρα καὶ τὸν υἱὸν δια‐ στέλλει, ἀλλ’ ἐκ τῶν κτισμάτων μάλιστα τὸν θεὸν διαιρῶν,
20συμπαραλαμβάνει καὶ συνάπτει τούτῳ καὶ τὸν υἱὸν εἰς τὴν τῶν κτισμάτων γνῶσιν, ἵνα μὴ δόξῃ χωρίζειν ὁ πατὴρ τὸν υἱὸν ἑαυτοῦ ἐν τῇ τούτων γνώσει, δι’ οὗ καὶ ἐν ᾧ πεποίηκεν
ἅπαντα ταῦτα. καὶ γὰρ καὶ ὅτε φησὶ τὸν θεὸν ὁ ἅγιος γι‐

3

.

328

νώσκειν ἑαυτὸν ἐκ τῆς μακαρίας οὐσίας αὐτοῦ, οὐκ ἀποστε‐ ρεῖ τὸν υἱὸν τῆς τοιαύτης γνώσεως. πῶς γάρ, ὁμοούσιον ὄντα τε καὶ τὴν αὐτὴν τῷ πατρὶ γνῶσιν ἔχοντα, ὡς καὶ αὐ‐ τὸς περὶ ἑαυτοῦ μαρτυρεῖ λέγων ‘καθὼς γινώσκει με ὁ πατήρ,
5κἀγὼ γινώσκω τὸν πατέρα.‘ καὶ ‘πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστι· καὶ ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.‘ διὰ τοῦτο ἐκεῖ μὲν ἐν τῇ τοῦ θεοῦ γνώσει διὰ τὴν φυσικὴν καὶ οὐσιώδη ταυτότητα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ πολυπραγμοσύνης οὐκ ἐδεήθη τινός· ἐν δὲ τῇ πρὸς τὰ κτίσματα γνώσει συμπαρει‐
10λήφει καὶ τὴν σοφίαν ὁ θεῖος οὗτος Μάξιμος, δι’ ἧς καὶ ἐν ᾗ ταυτὶ πεποίηκεν ἅπαντα, ἀναγκαίας οὔσης τῆς τοιαύτης ἐνταῦθα μνήμης διὰ τὰς ὑποστάσεις, ὥσπερ ἐκεῖ τῆς σιω‐ πῆς διὰ τὸ πᾶσιν ἐγνωσμένον ὑπάρχειν τὸ τῆς οὐσίας υἱοῦ καὶ πατρὸς ἀδιαίρετον καὶ ταυτόν. ἐναργέστερον δ’ ὅμως
15ἔτι καὶ ὁ θεῖος οὗτος Μάξιμος δείκνυσι προϊών, καὶ τῆς τεχ‐ νικῆς ἐνταυθοῖ μεμνημένος σοφίας, μή τις ἐξ ἀμαθίας ὁπωσ‐ ποτὲ πλανηθεὶς ἐκεῖθεν ἐξολισθήσῃ πρὸς δυσσεβεῖς λογισμούς, καὶ ἀντὶ τῆς ὄντως σοφίας τὴν ἐν τοῖς κτίσμασι τεχνικὴν δοξάσῃ σοφίαν, καθάπερ καὶ οὑτοσὶ Παλαμᾶς βεβλασφήμηκέ
20τε πρότερον πολλάκις, καὶ νῦν αὖθις ἐφ’ ἡμῶν οὐκ αἰδεῖται τολμῶν τὰ ἀτόλμητα. φησὶ γὰρ κατόπιν ὡς ἡ λογικὴ καὶ νοερὰ φύσις γινώσκει τὰ κτίσματα ἀναλήψει τῆς ἐν αὐτοῖς
θεωρουμένης τεχνικῆς σοφίας καὶ γνώσει τῶν ἐν αὐτοῖς φυ‐

3

.

329

σικῶν λόγων. ἥντινα δὴ τεχνικὴν σοφίαν παρακατιὼν αὖθις αὐτὸς ψιλὴν καὶ ἀνυπόστατον ἐν τῷ νῷ συνισταμένην φησίν, οὑτωσὶ κατὰ λέξιν διαγορεύων, ὅτι τὰ ὑπὸ θεοῦ γεγονότα γινώσκει τὸν θεὸν τῇ ἀναλήψει, ὡς εἴρηται, τῆς ἐν τοῖς γε‐
5γονόσι θεωρουμένης τεχνικῆς σοφίας, ἥτις ἐστὶ ψιλὴ καὶ ἀνυ‐ πόστατος ἐν τῷ νῷ συνισταμένη. καὶ ἀλλαχοῦ πάλιν αὐτὸς οὐκ ἐκ τῆς οὐσίας φησὶ τὸν θεὸν γινώσκομεν, ἀλλ’ ἐκ τῆς μεγαλουργίας καὶ προνοίας τῶν ὄντων· διὰ τούτων γὰρ ὡς δι’ ἐσόπτρων τὴν ἄπειρον ἀγαθότητα καὶ σοφίαν καὶ δύνα‐
10μιν κατανοοῦμεν.” ταῦτα διεξιὼν ὁ Γρηγορᾶς, “ὁρᾷς” ἔφη πρὸς τὸν Παλαμᾶν στραφείς “ὅπως δυοῖν προκειμένων ἐν‐ ταῦθα βλασφημιῶν ἐξ ἀνάγκης μιᾷ περιπίπτεις; ἢ γὰρ τὸν υἱὸν τοῦ θεοῦ, τὴν ὄντως σοφίαν δι’ ἧς καὶ ἐν ᾗ τὰ πάντα πεποίηκεν, ἀνούσιον λέγεις θεότητα, ἢ τὴν ἐν τοῖς κτίσμασι
15τεχνικὴν σοφίαν ἄκτιστον καὶ ταύτην καὶ ἅμα ἀνούσιον φά‐ σκεις θεότητα· ἣν ψιλὴν καὶ ἀνυπόστατον ἐν τῷ νῷ συνι‐ σταμένην τὸν θεῖον ἀκήκοας λέγοντα Μάξιμον. τοιαῦτα γάρ σου τὰ τῶν ἀτόπων καινοφωνιῶν αἰσχρά, καὶ οὕτω σχέτλια τὰ συμπεράσματα τῆς σῆς δυσσεβείας. ἔπειτα ζῆν τολμᾷς,
20καὶ ἀναιδέσιν ὀφθαλμοῖς τὴν οὐρανίαν βλέπειν λαμπάδα, τὸ σεμνὸν ἡλίου βλέφαρον, καὶ ἀνθρώποις νοῦν ἔχουσιν ὁμιλεῖν,
καὶ τοῦ αὐτοῦ συμμεταλαμβάνειν αὐτοῖς ἀέρος, ὑπόμνημα

3

.

330

τοσαύτης κακίας τῇ τοῦ Χριστοῦ γεγονὼς ἐκκλησίᾳ; σὺ δ’, εἰ βούλει, καινοφώνησον ἔτι, καθάπερ ἀκτίστων ἐσμὸν θεοτή‐ των, οὕτω καὶ τέχνην καινήν. ἔξεστι γάρ σοι τῇ συνήθει χρωμένῳ τῆς ἀμαθίας ἀναιδείᾳ πανταχῇ, καὶ τὸ συγκεχωρη‐
5κὸς μετὰ ῥαστώνης ἐκ σεαυτοῦ λαμβάνοντι, καὶ μηδαμῇ τα‐ μιευομένῳ τὰς παραλόγους τύχας καὶ τραγικάς, μηδ’ ἐπὶ ῥητοῖς τὸ τῆς γνώμης ἐῶντι καθεύδειν μεμηνός τε καὶ αὔ‐ θαδες. πᾶσα γὰρ ἐπιστήμη τῶν πάλαι καὶ σοφίας ἔμμουσος ἁρμονία τε καὶ ῥυθμὸς τὸ ἐνεργεῖν ἐξελάθετο τῆς σῆς ἀνου‐
10σίου ταύτης ἐνεργείας, δι’ ἧς ἀπονητὶ τὰς ἀκτίστους χαλκεύεις θεότητας, ἐξ αὐτομάτου φυείσης, ὥσπερ τὸ τῶν σπαρτῶν ἐκείνων γιγάντων αὐθήμερον γένος ἡμῖν ἀττικίζοντες ὑπογρά‐ φουσι μῦθοι, καινοτέρων ἀκουσμάτων φορὰν εἰκονίζοντες. ἐπεὶ δὲ ταῖς τῶν λόγων καινότησι καὶ νόμων δεῖ καινοτέρων,
15γράψον, εἰ βούλει, καὶ ψήφισμά τι καινόν, μὴ χρῆσθαι κατ’ ἐπιστήμην τοῖς λόγοις ἔτι. γενοῦ τοῖς νῦν καὶ αὐτὸς καιροῖς Ἰουλιανὸς αὐτοκράτωρ ἐπὶ κακίᾳ διαβεβοημένος, καὶ βαρβα‐ ρικώτερα μᾶλλον ἢ κατ’ ἐκεῖνον δεικνὺς τὰ τολμήματα. μᾶλ‐ λον δὲ καὶ γέγονας, καιροῦ τυχὼν πονηροῦ καὶ βίον ἑλόμενος
20κακοδαίμονα καὶ ἐπάρατον, ἀφ’ οὗ πολλαὶ μὲν κατὰ τῆς εὐ‐ σεβείας ἀνερρώγεσαν φάραγγες, πολλοὶ δὲ κακῶν ἐξερρύησαν ἀθέμιτοι ῥύακες. ἀλλ’ οὐκ εἰς τέλος, οἶμαι, χαιρήσεις, ἀλλ’
ἀποδώσει ταχὺ βασιλεὺς οὑτοσὶ τὴν πάτριον τῆς ἐκκλη‐

3

.

331

σίας εὔκλειαν τῷ δεδωκότι τούτῳ τὴν πατρῴαν βασιλείαν θεῷ.” Τούτοις ὁ Παλαμᾶς ἀχθόμενος καὶ ὑβριοπαθῶν ἀντελοι‐ δόρει τε καὶ παρὰ φαῦλον ἐποιεῖτο καὶ αὐτὸ τῆς καθέδρας τὸ
5εὔσχημον, ὥσπερ ἔξω γενόμενος ἑαυτοῦ. ὅθεν δὴ καὶ συχνὰ περιέστρεφεν ὅλον ἑαυτὸν τῇδε κἀκεῖσε ἐφ’ οὗπερ ἔτυχε τη‐ νικαῦτα δαπέδου καθήμενος, καὶ δυσκάθεκτός τις ἦν ὡς εἰ‐ πεῖν καὶ ἀκάθεκτος, καὶ μεμηνότων οὐδὲν διακείμενος ἄμει‐ νον. ἦν γὰρ ἰδεῖν αὐτὸν ὥσπερ ἐκλαθόμενον ἑαυτοῦ τε καὶ
10τοῦ καιροῦ καὶ τῶν θεατῶν, καὶ συχνὰ μεταφέροντα ταῖς χερσὶν αὐτοῦ τῶν ἱματίων τὰ κράσπεδα καὶ ἀναφέροντα καὶ καταφέροντα, καὶ πρός γε κνήμας τε γυμνοῦντα καὶ μηρούς, καί πως ἃ μὴ θέμις δείκνυσθαι θεατρικῶς οὑτωσὶ παραδει‐ κνύντα, δήπουθεν ὁδοῦ πάρεργον εἰπεῖν, οὐ τὸν νοῦν ἐφι‐
15στάνθ’, ὡς ἔοικεν, οὐδαμῇ τοῖς δρωμένοις. καὶ δύο κατὰ ταυτὸν ἐτολμᾶτο τἀνδρὶ τηνικαῦτα τὰ ἄτοπα, μήτε δεδιότι μήτ’ αἰσχυνομένῳ· στόματι μὲν γὰρ πρὸς θεὸν βλασφημῶν οὐδαμῇ ἐδεδίει, σχήματι δ’ ἀσέμνῳ τοῦ μεμηνότος ἐκείνου χρώμενος ἤθους ἐπὶ τοσούτων ὀφθαλμῶν οὐδαμῇ γε ᾐσχύ‐
20νετο. καὶ ὅπερ ἐπὶ τῆς Τροίας Ὀδυσσεὺς ἐκεῖνος πάλαι τὸν ἀκριτόμυθον τοῦ Ὁμήρου Θερσίτην χλευάζων ἠπείλησε δρᾶν, ἀποδύσειν εἵματα λέγω φίλα, τά τ’ αἰδῶ ἀμφικαλύπτει, τοῦτ’ ἐκεῖνος καθ’ ἑαυτοῦ δρῶν ἀτεχνῶς οὐκ ᾐσθάνετο. ταῦτα καὶ
μὴ πάνυ γελασείοντα τὸν Γρηγορᾶν γελάσαι πεποίηκε, καὶ

3

.

332

εἰρωνικόν τινα ὀφθαλμὸν αὐτῷ ἐπιρρίψαντα φάναι τοιαδί. “ἐγὼ δέ σε τῆς ἀμαθίας καὶ ἀναιδείας οἰκτείρων, ἄνθρωπε, βούλομαι καὶ νῦν, ὁπόσα τὴν τῆς σοφίας φωνὴν διαιρεῖ ση‐ μαινόμενα, προθεὶς κατὰ τοὺς τῆς ἐπιστήμης διδάξαι λόγους,
5ὡς ἂν μάθῃς ἐντεῦθεν εἰς ὅσον ἐλαύνει κακίας βωμολοχεῖν καὶ διαβάλλειν ἀναίδην τὰς θείας γραφάς. ἀκολουθητέον οὖν ἡμῖν ἐστὶ τῇ τῶν θείων πατέρων κἀνταῦθα διδασκαλίᾳ. νοεῖται μὲν γὰρ ἡ σοφία διχῶς κατὰ τὸ κτιστὸν καὶ τὸ ἄκτι‐ στον. καὶ κτιστὴ μὲν λέγεται σοφία ἥ τε ἐντεθειμένη πρὸς
10θεοῦ καὶ συναπειργασμένη τοῖς κτίσμασιν, ἵνα σοφά τε κατὰ τὸν μέγαν Ἀθανάσιον φαίνηται πᾶσι καὶ ἅμα τοῦ πεποιη‐ κότος ἄξια. καθ’ ὃ σημαινόμενον καὶ Δαβὶδ τούς τε οὐρα‐ νοὺς τὴν τοῦ θεοῦ διηγεῖσθαι δόξαν φησὶν ἀλαλήτοις φω‐ ναῖς, καὶ ἅμα πᾶσαν προτρέπεται κτίσιν εἰς ὕμνον θεοῦ,
15ὅση τῶν ἐμψύχων τε καὶ μή, καὶ ὅση τῶν αἰσθητικῶν καὶ μή. καὶ ἔτι ἣ τοῖς διδασκομένοις ἐντέχνως ἐκ προϋπαρχού‐ σης γίνεται γνώσεως. ἐν ᾗ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι ἔχοντας, δεκτικοὺς τῆς δημιουργοῦ τῶν ὅλων σοφίας ἡμᾶς οἱ θεῖοι πατέρες φάσκουσι γίνεσθαι τὸν ἑκάστοις ἐνόντα τρόπον.
20καὶ τὸ γνωστὸν τοῦ θεοῦ φανερὸν διὰ τῶν κτισμάτων. ἄκτι‐ στος δὲ σοφία ὁ υἱὸς καὶ λόγος τοῦ θεοῦ, δι’ ἧς καὶ ἐν ᾗ τὰ
πάντα γέγονε. πλὴν οὐχὶ τούτῳ λόγος ἢ υἱὸς ᾧ καὶ σοφία.

3

.

333

ἡ μὲν γὰρ υἱός καὶ λόγος φωνὴ μονότροπον ἔχει τὴν σημα‐ σίαν καὶ ἀναφορικὴν πρὸς τὸν πατέρα, ἡ δὲ τῆς σοφίας δι‐ πλῆν. λέγεται μὲν γὰρ καὶ καθ’ αὑτὸ σοφία καθολικωτέραν ἔχον τὴν ἔννοιαν, ὅτε ταὐτὸν εἴη σαφῶς τῇ οὐσίᾳ καὶ τοῦτ’
5εἴη τὸ εἶναι ταύτῃ ὃ τὸ σοφίαν εἶναι κατὰ τὸν τοῦ εἴδους εἴτουν τὸν τῆς φύσεως καθολικώτερον λόγον, ὅτε σοφία κα‐ λεῖται ὁ πατὴρ καὶ ὁ υἱὸς ὁμοίως ὥσπερ καὶ οὐσία ἑκάτερα. λέγεται δὲ σοφία καὶ ἡ ὑπόστασις ἐκ τοῦ καθολικωτέρου λαμ‐ βάνουσα τοὔνομα, ὥσπερ καὶ ἄνθρωπόν φαμεν εἰδικῶς καὶ
10καθόλου τὴν οὐσίαν καὶ φύσιν, εἴτουν καθ’ αὑτὸ καὶ κυρίως καὶ οὐδαμῇ πρὸς ἕτερον, ἔστι δ’ ὅτε καὶ τήνδε τὴν ὑπόστα‐ σιν, τὸν Πέτρον δηλαδή, τὸ εἰδικόν τε καὶ καθολικώτερον ὄνομα εἰς τὸ προσωπικὸν καὶ ἰδιάζον μεταφέροντες. οὐ γάρ ἐστιν ἰδιώτατον περικλειόμενον ἡ σοφία τινί, οὐδ’ ἀναφορι‐
15κὸν ὡς ὁ υἱὸς πρὸς τὸν πατέρα καὶ ὁ λόγος πρὸς τὸν οὗ λόγος ἐστὶ νοῦς· τὰ μὲν γὰρ οὐσιώδη καὶ φυσικὰ περιεκτι‐ κώτερά εἰσι καὶ ἄφετον ἔχει τὴν ἔννοιαν, τὰ δ’ ἀναφορικὰ πρὸς ἄλληλά τε ἐστί, καὶ τῇ μεταξὺ συνδεόμενα σχέσει ἄφε‐ τον ἔχειν οὐδαμῇ συγχωρεῖται τὴν σημασίαν. ὥσπερ οὖν
20οὐσία ὁ πατήρ, οὐσία ὁ υἱός, οὐσία τὸ πνεῦμα τὸ ἅγιον, οὕτως ἄρα καὶ σοφία ὁ πατήρ, σοφία ὁ υἱός, σοφία τὸ πνεῦμα τὸ ἅγιον· καὶ ὁμοῦ μία σοφία ὡς μία οὐσία, καὶ
οὐ τρεῖς σοφίαι ὥσπερ οὐδὲ τρεῖς οὐσίαι. ὅταν οὖν ὁ υἱὸς

3

.

334

λέγῃ “ἐγώ εἰμι ἡ σοφία,” καὶ αὖ ὁ ἀπόστολος “Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία,” ὡς ἐκ πατρὸς δυνάμεως ὄντος καὶ σοφίας νοεῖται, ὥσπερ φῶς ἐκ φωτὸς καὶ θεὸς ἐκ θεοῦ. ποῦ τοίνυν οὐκ ἂν ἀσεβείας ἐλαύνοι τὸν θεὸν ὑποκεῖσθαι λέγειν
5τῇ σοφίᾳ καθάπερ συμβεβηκότι, καὶ μὴ εἶναι μᾶλλον τὴν σοφίαν οὐσίαν, μηδὲ τὸν θεὸν εἶναι, ὥσπερ τὴν οὐσίαν αὐ‐ τοῦ, οὕτω καὶ τὴν σοφίαν αὐτοῦ, ἀλλ’ ἐν αὐτῷ ὡς ἐν ὑπο‐ κειμένῳ, καθάπερ τὴν τεχνικὴν ταυτηνὶ σοφίαν ἐν ἀνθρωπίνῃ ψυχῇ. τοῦτο γὰρ καὶ ὁ μέγας Ἀθανάσιος, κανόσι καὶ νό‐
10μοις ἐπιστημονικοῖς ἀληθείας ἑπόμενος, λίαν ἀπαγορεύει καὶ ἀσεβείας ἀποκληροῖ θιασώταις, περὶ τὸν θεὸν εἶναι φάσκουσι τὴν σοφίαν ὡς ἕξιν συμβαίνουσαν καὶ ἀποσυμβαίνουσαν, καὶ οὐδαμῇ γε σοφίαν αὐτόν. διπλῆς ἐνταῦθα τοιγαροῦν τῆς σοφίας οὔσης, τῆς μὲν δημιουργικῆς τε καὶ ἀρχικῆς καὶ
15ποιητικῆς τῆς δὲ δημιουργουμένης, καὶ τῆς μὲν σοφιζούσης τῆς δὲ σοφιζομένης, καὶ τῆς μὲν γεννωμένης τῆς δὲ ποιουμέ‐ νης, ἕπεται τῆς μὲν εἶναι γεννήτορα τὸν θεὸν καὶ πατέρα, τῆς δὲ ποιητὴν καὶ δημιουργόν, καὶ εἶναι διὰ ταῦτα καὶ τούτων τὴν μὲν οὐσίαν ἀίδιόν τε καὶ ἄτρεπτον καὶ ἀκίνητον
20(δεῖν γὰρ εἶναι παντάπασι τὴν τὰ πάντα πρώτως κινοῦσαν οὐσίαν ἀκίνητον καθ’ αὑτό τε ἅμα καὶ κατὰ συμβεβηκός),
τὴν δ’ ἀεὶ τρεπτὴν καὶ ἀλλοιωτὴν καὶ ἀεὶ κινουμένην κατὰ

3

.

335

τὰς εἰς γένεσιν καὶ οὐσίωσιν καὶ τάξιν ἀναλόγους προόδους τῶν καθ’ ἡμᾶς, καὶ νῦν μὲν ἐξ ὡρισμένης μονάδος εἰς πλή‐ θους ἀπειρίαν ἀνιοῦσαν ἀόριστον, νῦν δ’ ἐξ ὡρισμένης ὁλό‐ τητος κατ’ ἀντιπεπόνθησιν πρὸς ἀπειρίαν κατιοῦσαν ἀόριστον.
5γένους γάρ τινος ἐπέχειν καὶ ἰδέας τόπον καὶ τὴν τεχνικὴν ταύτην σοφίαν ἔφασαν οἱ πάλαι φιλοσοφήσαντες καὶ θεο‐ λογήσαντες. καὶ ὡς οὔτε τὸ γένος ἀπεῖναι δυνατὸν ὧν ἐστὶ γένος εἰδῶν καὶ ἀτόμων, οὔτ’ αὖ τὴν ἰδέαν οὖσαν οὐσίαν ὧν ἐστὶν ἰδέα πραγμάτων, οὕτως οὐδὲ τὴν τεχνικὴν σοφίαν χω‐
10ρὶς εἶναι τῶν καθ’ ἕκαστα ταύτης εἰδῶν καὶ ἀτόμων, οὐ μᾶλλόν γ’ ἂν ἢ τὰ ἐν σώμασι χρώματα, ἃ καὶ αὐτὰ μὴ εἶ‐ ναί ποτε καθ’ αὑτὰ ἴσμεν ἄνευ ὧν ἐστὶν ὑποκειμένων χρώ‐ ματα. πᾶσαι τοίνυν ἐπιστῆμαι καὶ τέχναι σοφαὶ τῆς τεχνικῆς ταύτης σοφίας ἐξήρτηνται, καθάπερ διάφορα ῥίζης μιᾶς βλα‐
15στήματα. καὶ ἔστιν ὥσπερ τούτων ἁπάντων αἴτιος καὶ προα‐ γωγεὺς ὁ θεός, οὕτω καὶ ταύτης ἀφ’ ἧς ἐκεῖνα. διόπερ ἐκεῖ μὲν ἡ σχετικὴ συνάφεια καὶ ἀναφορὰ χώραν ἔχει τὸ οἰκεῖον ἀξίωμα παντάπασιν ἀκαπήλευτον διασώζειν, ἅτε ὄν‐ των ὁμογενῶν ἀμφοῖν, τοῦ τε διαιρουμένου καὶ πρὸς ἃ
20διαιρεῖται· ἐνταῦθα δὲ μέχρι μόνης ἐνάρθρου καὶ σημαντι‐ κῆς φωνῆς αἰτιατὰ ὄντα αὐτὰ πρὸς τὸν αὐτῶν αἴτιον καὶ ποιητὴν τὴν ἀναφορὰν ἀπευθύνει. ὥστε διαβάλλειν μὲν ἥκι‐ στα πάντων ἐστί, θαυμάζειν δ’ οὖν ἄξιον μάλιστα πάντων
Μάξιμον ἐκεῖνον τὸν θεῖον τῆς εὐσεβείας διδάσκαλον, κάλλι‐

3

.

336

στα πάντων ἐνταῦθα περὶ σοφίας φιλοσοφήσαντα, καὶ διε‐ λόντα σαφῶς ἑκάτερα, τήν τε σοφίαν τὴν ἄκτιστον, δι’ ἧς καὶ ἐν ᾗ τὰ πάντα γέγονε, καὶ αὖ τὴν ὑπ’ αὐτῆς καὶ δι’ αὐτῆς συνυφανθεῖσαν καὶ συντεθεῖσαν οὐρανῷ καὶ γῇ καὶ πᾶσι
5τεχνικῶς τε καὶ σοφῶς τοῖς κτίσμασι, ψιλὴν καὶ ἀνυπόστα‐ τον φάμενον καθ’ αὑτὴν ἐπίνοιαν. Ἐπὶ δὴ τούτοις καὶ τοῖς τοιούτοις πολὺς ἐφεξῆς ὁ Γρη‐ γορᾶς ἐρρύη κατατρέχων Παλαμᾶν τε αὐτὸν καὶ τὰς αὐτοῦ βλασφημίας, ἀλλότριον ἐπιστήμης ἁπάσης δεικνὺς τῆς τε ἡμε‐
10τέρας καὶ θύραθεν. δι’ ἃ καὶ κακίας ὄργανον γεγονέναι ῥᾳ‐ δίως αὐτὸν ἐβεβαίου τε καὶ συνεπέραινε, τῆς ἀληθοῦς σοφίας εἰσάπαξ ἀπερρωγότα καὶ ἐκτετοπισμένον. ὅθεν ὁ βαρύστονος ἐκεῖνος καὶ ἀλιτήριος πληγεὶς τὴν καρδίαν καὶ οἷον ἐμβρόν‐ τητος γεγονὼς ἐβόα τε ἀσελγῶς, τὰ συνήθη φύρδην καὶ συγ‐
15κεχυμένως συνείρων, καὶ οἷον εἰπεῖν ἐμεμήνει τὸ κάθαρμα. διὸ καὶ ὁ βασιλεὺς οἱονεί πως αὐτοῦ φειδόμενος, πράως καὶ μετὰ σεμνοῦ μειδιάματος στραφεὶς πρὸς τὸν Γρηγορᾶν, ἡσυχῇ πως καὶ ὅσον μὴ ἐξακούεσθαι πρὸς τὸν Παλαμᾶν, παρῄνει τε καὶ συνεβούλευε πραοτέρως ἀντιδιδόναι τοὺς λόγους αὐτῷ,
20μή τι καὶ πάθῃ τῶν ἀδοκήτων. ὃ δ’ ‘ἔσται τοῦτ’‘ ἀποκρινάμε‐ νος ἐσιώπησε τοῦ λοιποῦ.
Ὅ γε μὴν Παλαμᾶς τὴν ἑαυτοῦ βουλόμενος ἔτι πολυ‐

3

.

337

θεΐαν συνιστᾶν, τοὺς μὲν προενηνεγμένους ἐλέγχους ἐκείνους αὐτῷ καὶ τὴν κατ’ αὐτοῦ χεθεῖσαν χλεύην ἐφ’ οἷς προύθετο πᾶσι τάχιστα ἐκλαθόμενος διὰ σκληρότητα καὶ ἀναλγησίαν, ὡς ἔοικε, γνώμης, ἑτέρας αὖθις εἰσῆγε λόγων προφάσεις, πα‐
5ραθαρρύνοντας ἔχων ὁποῖος αὐτὸς θιασώτας ἐκεῖ τὰ προσ‐ τυγχάνοντα λέγειν ἀεί, μὴ σιωπήσας δόξῃ νικᾶσθαι τοῖς πλεί‐ στοις, οἳ τὸ νικᾶν μόνῃ δὴ τῇ πολυλογίᾳ παραμετροῦσιν. ἰτα‐ μὸν γὰρ ἡ ἀμαθία καὶ σφόδρα τι ἀναιδές, καὶ φιλεῖ γε ὡς τὰ πολλὰ τὸ τῆς μαθήσεως ἐλλιπὲς θράσους ἀνασώζειν
10πλεονεξίᾳ, καὶ μάλισθ’ ὅταν ἀμαθέσιν ἀκροαταῖς ἐντυγχάνῃ. ἂν δὲ καὶ ἰταμοὺς ὁμοίως ἐξεπίτηδες ἐνίους ἔχῃ σπουδαστάς, ἀσήμοις ἐπικροτοῦντας κραυγαῖς καὶ τῇ τῆς ἀκοῆς ἀντιπατα‐ γοῦντας ἐλευθερίᾳ καὶ συγχέοντας τὸ τῆς ἀληθείας κριτήριον, ποῦ οὐκ ἂν τὸ δεινὸν αὐθαδείας προβαίη; διὸ καὶ βιβλίον
15ἐπὶ τούτοις ἀνεῳγὼς ὁ Παλαμᾶς ἀνεγίνωσκε ῥῆσιν ἄλλο λέγουσαν εἶναι τὸν ἐνεργοῦντα καὶ ἄλλο τὸ ἐνεργητικὸν καὶ ἄλλο τὴν ἐνέργειαν καὶ ἄλλο τὸ ἐνέργημα. εἶτα ἡρμήνευεν ἀπὸ γλώττης αὐτός, ἐνεργοῦντα μὲν εἶναι τὸν θεόν, ἐνερ‐ γητικὸν δὲ τὴν φύσιν, ἐνέργειαν δὲ τὴν ἄκτιστον αὐτοῦ
20θεότητα, ἄλλην οὖσαν τοῦ ἐνεργοῦντός τε καὶ κινοῦντος αὐ‐ τήν, ἐνέργημα δὲ τὸ ἀποτέλεσμα· εἶναι δ’ ἐνέργειαν καὶ ἐνεργεῖν τὸ αὐτό. καὶ ἐπὶ τούτοις ἠρώτα τί ἂν εἴη τὸ ἐνερ‐
γεῖν οἴεσθαι; ἦ οὐ ταὐτὸν τῷ δημιουργεῖν; ἆρ’ οὖν κτιστὸν

3

.

338

εἴποιμεν ἂν τὸ δημιουργεῖν ἐπὶ τοῦ θεοῦ; ἄπαγε τῆς ἀλο‐ γίας. εἶθ’ ἑξῆς ἄλλα ἐπ’ ἄλλοις προσετίθει, δεικνὺς τὸ δη‐ μιουργεῖν ἄλλο τε καὶ διάφορον τῆς οὐσίας καὶ ἄκτιστον καθ’ αὑτό. καὶ ἅμα ἐπολυλόγησε, πλεῖστα συνείρων ὁμοφυᾶ
5καὶ ὁμόστοιχα τοῖς προτέροις ἐκείνοις καὶ μέσοις βλασφή‐ μοις αὐτοῦ, ἵνα μὴ ἀλλοπρόσαλλός τις ᾖ καὶ ἀσύμφωνος ἑαυτῷ ὁ τῆς νέας Χαλάνης πύργος οἰκοδομούμενος, καὶ ὅσα τοῦ Σοδομιτικοῦ πυρὸς ἐδεῖτο πρὸς κάθαρσιν. ἀλλ’ ὁ Γρη‐ γορᾶς πρὸς αὐτὸν τὰ πλείω παρεὶς ἐκεῖνα φησίν. εἰ ἄλλο
10τὸ δημιουργεῖν καὶ ἄκτιστον κατὰ σέ, ἀεὶ ἄρα ἦν. καὶ συμ‐ βαίνει λοιπὸν ἐξ ἀνάγκης εἶναι τῷ δημιουργῷ συναΐδια τὰ δημιουργήματα· ἀεὶ γὰρ ὄντος τοῦ δημιουργοῦ καὶ ἀεὶ δη‐ μιουργοῦντος κατὰ σέ, ἀεὶ ἄρα ἦν καὶ ὁ κόσμος ὁμοῦ τῷ δημιουργῷ. ὅπερ ἄτοπον καὶ ἀσεβές. προνοεῖσθαι μὲν γὰρ
15τῶν ἅπαξ δημιουργηθέντων ὁ θεὸς λέγεται, καὶ συντηρεῖν καθ’ ὃν γεγόνασι λόγον αὐτά, δημιουργεῖν δ’ οὔ, μὴ δεομένων προσθήκης ὧν κατέπαυσεν ἔργων ἁπάντων τῇ ἑβδόμῃ ἡμέρᾳ. ἄλλως τε καὶ ἐπειδὴ ἐνεργεῖν ταὐτὸν καὶ αὐτὸς εἶναι ὁμο‐ λογεῖς, ἔστι δ’ ἡ ἐνέργεια κίνησις ἐνεργουμένη μᾶλλον ἢ ἐνερ‐
20γοῦσα (εἰ γὰρ ἐνέργεια ἔστι, φησὶν ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος. ἐνεργηθήσεται δηλονότι καὶ οὐκ ἐνεργήσει, καὶ ὁμοῦ τῷ ἐνεργηθῆναι παύσεται), πέπαυται ἄρα τὸ δημιουρ‐
γεῖν οὐρανὸν ἄλλον καὶ γῆν ἄλλην καὶ ἥλιον καὶ ἀστέρας καὶ

3

.

339

τά γε τοιαῦτα· καὶ εἰ πέπαυται, καὶ ἤρξατο πάντως. τὸ δ’ ἀρχόμενον καὶ παυόμενον τῷ μήτε ἀρχομένῳ μήτε παυο‐ μένῳ πῶς ἂν εἴη ταὐτόν; οὐκ ἄρα τὸ δημιουργεῖν συναΐδιον τῷ θεῷ. ὥσπερ γὰρ τοῦ πυρὸς φύσις μέν ἐστι τὸ καυστι‐
5κὸν ὡς τοῦ θεοῦ τὸ δημιουργικόν, ἐνέργεια δὲ τὸ καίειν, ὃ καὶ παρόντος μὲν τοῦ καίεσθαι δυναμένου δοκεῖ ἐνεργεῖν, ἀπόντος δ’ ἐκείνου καὶ τὸ καίειν ἄπεστιν, οὕτω κἀπὶ τοῦ δη‐ μιουργοῦντος φαίη τις ἄν, παρόντος μὲν τοῦ δημιουργεῖσθαι δεομένου χώραν ἴσως ἔχει καὶ τὸ δημιουργεῖν, ἐκείνου δ’
10ἀπόντος πέπαυται καὶ τὸ δημιουργεῖν. ἔπειτα τὴν ἐνέργειαν ταύτην ἐν τοῖς συνθέτοις κτίσμασι χρὴ νοεῖν κίνησιν οὖσαν ἐνεργουμένην, ὡς ὁ θεῖος ἐκ Δαμασκοῦ φησὶν Ἰωάννης. ἥτις καὶ σχέσις ἐστὶ συνθετικὴ τῶν ἄκρων, καὶ ἄνευ τῶν σχετῶν νοεῖσθαι μὴ δυναμένη· ἄκρα δέ φημι τό τε ἐνεργοῦν καὶ
15τὸ ἐνεργούμενον. ἡ δὲ κίνησις ἐν χρόνῳ τέ ἐστι καὶ τῇ τοῦ προτέρου καὶ ὑστέρου παρουσίᾳ διοικεῖται, ὅροις τοπικοῖς ὁμοῦ καὶ χρονικοῖς δουλώσασα τὴν ἐλευθερίαν. ταύτην δ’ ἀνατιθέναι θεῷ τῶν πάντων ἐστὶν ἀτοπώτατον. τὸ γὰρ ἐν‐ νόημα ἔργον ἦν ἐπὶ θεοῦ, ἀμέσως τοῦ βουλήματος πρὸς τὸ
20κατὰ πρόθεσιν τέλος μεθισταμένου. καὶ διάστημα χρονικὸν ἢ τοπικὸν ἐκεῖ παρεισάγειν ὁπωσοῦν ἐπινοίᾳ τινὶ τῶν πάντων
ἐστὶν ἀτοπώτατον καὶ ἀδύνατον. “ἡ γὰρ ὁρμὴ τῆς θείας

3

.

340

προαιρέσεως” φησὶν ὁ Νύσσης Γρηγόριος “ὅταν ἐθέλῃ πρᾶγμα γίνεται, καὶ οὐσιοῦται τὸ βούλημα εὐθὺς φύσις γινόμενον, τῆς παντοδυνάμου ἐξουσίας, ὅπερ ἂν σοφῶς τε καὶ τεχνικῶς ἐθελήσῃ, μὴ ἀνυπόστατον ποιούσης τὸ θέλημα.” τόπος γὰρ
5καὶ λόγος οὐδεὶς ὁρᾶται κατὰ τὸν θεῖον Κύριλλον μεταξὺ ποιητοῦ καὶ κτίσματος. ἐνέργεια δ’ ἐπὶ θεοῦ δέδεικται εἶναι ἡ τῶν μεγάλων καὶ θαυμασίων ἔργων αὐτοῦ πρὸς ἡμᾶς φα‐ νέρωσις. ταῦτα δ’ ἐστὶ ποιήματα κτιστά, καὶ οὐδαμῇ θεοὶ καὶ θεότητες ἄκτιστοι. ὧν οὐδεμία τις προηγήσατο κίνησις,
10ἣν ἐνέργειαν σύγε εἶναι ἀναπλάττεις νῦν καὶ θεότητα προσ‐ αγορεύεις ἄκτιστον καὶ τῆς θείας οὐσίας διάφορον. ἀνά‐ πλασμα ἄρα σῆς διανοίας ἡ σὴ θεότης ἐστίν, οἷον οὐδ’ ἂν οἱ τοὺς τραγελάφους πλάττοντες ἐννοήσαιεν. Πολλῆς γε μὴν ἐνστάσεως τῶν ἑκατέρωθεν γενομένης,
15καὶ λόγων συχνῶν κενωθέντων οἵους ὁ τῆς ἔριδος μίτος ὑφαί‐ νει, καὶ ἅμα θορύβου μακροῦ τῶν ἀμαθῶς ἐκείνων παρασπι‐ ζόντων τῷ Παλαμᾷ περιβομβήσαντος τὰς ἡμῶν ἀκοάς, ὡς μηδ’ ἐξακούεσθαι δύνασθαί τι τῶν λεγομένων, ἀνεχαίτισε τὸν δρόμον ὁ Γρηγορᾶς ἐκείνων τῶν ἐλέγχων, ἵνα μὴ καὶ πρό‐
20φασίς τις ὑπονοῆται τῶν τοῦ Παλαμᾶ καθίστασθαι βλα‐ σφημιῶν. παυσαμένων γὰρ τῶν ἐλέγχων φησίν, καὶ μηκέτι
τὸ ἀμαθὲς ἐρεθιζόντων ἐκείνου, παύσεσθαι καὶ τὸ πολέμιον

3

.

341

εὐθὺς καὶ ἀντίπαλον τῆς ἐκείνου βλασφήμου γλώττης καὶ ἀπεραντολογίας. “ἔχομεν δὲ καὶ τὴν μίμησιν εἰς τοὺς θείους” ἔφησεν “ἐκείνους φωστῆρας καὶ διδασκάλους τῆς ἐκκλησίας ἀνενεγκεῖν, κατ’ Εὐνομίου πάλαι φερομένους. τῆς γὰρ ἐκεί‐
5νου καταγνόντες ἀναλγησίας, Βασίλειος μὲν ὁ μέγας ‘ἐοίκα‐ μεν‘ φησὶ ‘διὰ τὴν πολλὴν τῆς ἀσεβείας ἐνάργειαν ἀπορεῖν λόγων, καὶ οὐκ ἔχειν πῶς τῆς ἀλογίας αὐτῶν καθαψόμεθα, ὥστε μοι δοκοῦσί τι κερδαίνειν παρὰ τὴν ἄγνοιαν. ὡς γὰρ τὰ μαλακὰ καὶ ὑπείκοντα τῶν σωμάτων τῷ μὴ ἔχειν ἀντέ‐
10ρεισιν οὐκ ἔστι γενναίαν τὴν πληγὴν ἐνεγκεῖν, οὕτως οὐδὲ τῶν προδήλων εἰς ἄνοιαν δυνατὸν ἐλέγχῳ νεανικῷ καθικέσθαι. λείπεται οὖν σιωπῇ τὸ βδελυκτὸν αὐτῶν τῆς ἀσεβείας παρα‐ δραμεῖν‘. Γρηγόριος δ’ αὖθις ὁ Νυσσαέων, κατ’ Εὐνομίου φερόμενος καὶ αὐτὸς καὶ τὸν αὐτὸν τἀδελφῷ σταδιοδρομῶν
15δίαυλον, ‘καλῶς ἂν ἔχοι‘ φησὶ ‘σιωπῇ μᾶλλον τὸν λόγον βδε‐ λύξασθαι καὶ βύσαντα τὰ ὦτα φυγεῖν ἀπὸ ἀκοῆς πονηρᾶς.‘ Ἐπὶ τούτοις ὁ βασιλεύς τε ἀνέστη καὶ ὁ σύλλογος διελέλυτο. εἰ δὲ καὶ ἕτερα πλείω μεταξὺ λαληθέντα παρὰ τοῦ Παλαμᾶ, σιγῆς ὑπάρχοντα καὶ οὐ μνήμης οὐδέποτ’ οὐδεμιᾶς ἄξια,
20σιγῇ παρεπέμφθησαν καὶ ταύτῃ τῇ διηγήσει, μεμφέσθω μη‐ δείς· περιττὰ γὰρ καὶ ἐπιβλαβῆ καὶ συμπεφυρμένα καὶ βλασφημίας παντοδαπῆς καὶ ποικίλης ἀνάμεστα, μᾶλλον δὲ
χείρω παντάπασιν ἢ ναυτιᾶν ὄντα, οὐδ’ ἀκοῆς γοῦν μικρᾶς

3

.

342

ἠξίωνται πρὸς τοῦ Γρηγορᾶ. διὰ τοῦτο καὶ αὐτὸς σιγῇ πα‐ ραπέμπειν ἔκρινα δεῖν, δυοῖν ἕνεκα, ἵνα δηλαδὴ μήθ’ ὅρια πατέρων ὑπερβαίνωμεν, μὴτε βλασφημίαις Παλαμικαῖς ἀκοαὶ καθαραὶ καταβλάπτωνται.
5 Εὖ γε, ὦ φίλων ἄριστε Ἀγαθόνικε. καί σοι τῆς διηγή‐ σεως μακρά τις κείσεται χάρις ἐν τοῖς τῆς ἐμῆς καρδίας θα‐ λάμοις. ἡδέως δ’ ἂν πυθοίμην καὶ ἥτις ἡ ψῆφος ἐπὶ τού‐ τοις εἴη τοῦ τε βασιλέως αὐτοῦ καὶ ἅμα τῆς τῶν ἐνδόξων γερουσίας ἐκείνης.
10 Ἀλλ’ οὐδὲ ταύτην ὀκνήσω σοι, βέλτιστε Θεότιμε, διη‐ γήσασθαι. κατέγνωκε μὲν τῶν μακρῶν τοῦ Παλαμᾶ καὶ ποικίλων βλασφημιῶν ὁ βασιλεὺς ὁπόσα εἰκός, ἐξέφηνε δ’ οὐδὲν οὐδαμῇ, ἀλλ’ ἄφθογγον τὸ παράπαν τὴν γλῶτταν εἶχε τετηρηκώς, δυοῖν ἕνεκα, ἑνὸς μὲν ὅτι οὔτ’ αὐτὸν Παλαμᾶν
15θεατρίζειν ἐβούλετο δημοσίᾳ καὶ λυπεῖν ἐκ τοῦ προφανοῦς, οὔτ’ αὖ δι’ αὐτοῦ Καντακουζηνόν, ὅλον τῆς τοῦ Παλαμᾶ περιφανῶς ἐξηρτημένον ἀγάπης καὶ σχέσεως, δευτέρου δ’ ὅτι καὶ τοιοῦτον ἐκ φύσεως ἔσχε τὸν τρόπον· οὔτε γὰρ ἐς τὸ λοιδορεῖν πρόχειρον τὴν γλῶτταν οὔτ’ ἐς τὸ κολάζειν
20ἔσχε τὴν χεῖρα, ἀλλ’ ἥμερον παντάπασι τὸ ἦθος φυλάτ‐ τει διηνεκῶς, αὐτοφυὲς ὡς εἰπεῖν καὶ αὐτοχάλκευτον ἔχων αὐτὸ πρὸς ἐπιείκειαν. διὰ δὴ τοῦτο κἀνταῦθα λοιδορεῖν οὔτ’
αὐτὸς ἄντικρυς βεβούληται Παλαμᾶν, οὔτ’ ἄλλον οὐδένα

3

.

343

τοῦτο δρᾶν συγκεχώρηκεν, ἀλλ’ αὐτός τε σιγώσῃ γλώσσῃ τὸ τῆς γνώμης κριτήριον εἰς ἕτερον ἐταμιεύσατο χρόνον, καὶ τοὺς ἄλλους τὰ ὅμοια παρῄνεσε δρᾶν. ἀλλ’ ὁ Παλαμᾶς οὐδαμῇ κατὰ τὸ εἰκὸς ἀλλ’ ἐκ διαμέτρου πρὸς τὸ ἐπισφαλὲς τῆς τοῦ
5βασιλέως καταστοχασάμενος καὶ καταψευσάμενος γνώμης, τοῖς φυσικοῖς τῆς ἀναιδείας κινήμασι καὶ ταῖς ἀταμιεύτοις καὶ ὀξυρρόποις ὁλοσχερῶς ὁρμαῖς ἐδεδώκει τὴν ὑστεραίαν, καθά‐ περ οἰστρηλατούμενος ταῦρος. καὶ ὅλας πλατείας καὶ ἀγυιὰς περιιὼν ἀμετροεπὴς ἐκολῴα, καὶ ὅλους ἐξήντλει ῥημάτων ὄγ‐
10κους. καὶ ὅσοις ἂν ἐντύχοι, πᾶσαν κατέκλυζεν ἀκοήν, ἐγκαυ‐ χώμενος ἀνεμιαῖα καὶ ψευδῆ καὶ ὅσα τῆς ἀτόπου φάλαγγος. καὶ οὐ μόνον οὐδὲν τῶν τῆς πόλεως ἦν αὐτῷ παρειμένον παρθενώνων τε καὶ τῶν ἄλλως ἐχόντων φροντιστηρίων, οἷς ἐγκατέσπειρε διιὼν τὰ συνήθη καὶ βέβηλα τῆς αἱρέσεως δόγ‐
15ματα, ἀλλὰ καὶ κατ’ οἴκους μείζους τε καὶ ἥττους μέχρι τῶν χαμαιτυπείων, καὶ εἴ τινες εἶεν κωθωνιζόμεναι γρᾶες, τοῦ τοιούτου θορύβου πάσας ἐμπέπληκεν ἀκοάς, ἕωθεν ἐς ἑσπέραν ἀμοιβαδὸν περιτρέχων ὅλῃ τε ψυχῆς προθυμίᾳ καὶ ποδῶν ὀξύτητι. καὶ ἔρρει λοιπὸν οὑτωσὶ διὰ τῶν ἀγυιῶν ἡ
20τῆς ἀναιδείας φήμη. καὶ οἷς μὲν ἀγροικίᾳ συνοικεῖν ἐνῆν, τούτοις καὶ τῇ φήμῃ συμφέρεσθαί πως ἐνῆν· οἷς δὲ ἐλλο‐ γίμοις οὖσι βασανίζειν ἐπῄει σὺν λόγῳ καὶ στάθμῃ τὴν ἀκοήν,
τούτων δ’ οὐδαμῇ προσίεσθαι τὰ λεγόμενα οὐδέσιν ἐνῆν,

3

.

344

ἥκιστα πείθεσθαι δυναμένων ὡς οὕτω παχύτητος ἔχουσαι βλα‐ σφημίαι τὴν βασιλέως διάνοιαν ἐλελήθεσαν. καὶ μὲν δὴ τῆς τοσαύτης ἀτοπίας ἐν ἀκοῇ γενομένῳ τῷ βασιλεῖ, μᾶλλον δὲ τῆς διαβολῆς καὶ συκοφαντίας ἣν κατὰ τῆς βασιλικῆς διεσκέδασε
5γνώμης ὁ ἀναιδὴς Παλαμᾶς, καὶ ἅμα ὁπόσα καταψεύσασθαι καὶ τῆς εὐγενοῦς γερουσίας οὐκ ὤκνησεν, οὐ μετρίως ἀχθε‐ σθῆναι συμπέπτωκε. δέον γὰρ Παλαμᾶν εὐχαριστεῖν πρός γε τοῖς ἄλλοις καὶ πρό γε τῶν ἄλλων τῷ βασιλεῖ τῆς μακρο‐ θυμίας καὶ προμηθείας τοῦ μὴ ἐκκήρυκτον γεγονέναι τῶν
10μακρῶν ἐκείνων ἕνεκα βλασφημιῶν, ὃ δὲ καὶ δι’ ὑποψίας ἐληλυθέναι πέπραχε τὸν εὐεργέτην ὁποτέρῳ δυοῖν, ἢ ὅτι μὴ συνῆκεν οὔθ’ ὁ βασιλεὺς οὔτε ἄλλων οὐδεὶς τῶν τῷ ἀνοσίῳ λαληθέντων κατὰ τῆς εὐσεβείας, ἢ συνιέντι περιπεφρόνηταί τε καὶ παρεῖται τὰ πλείστης, μᾶλλον δ’ ἁπάσης ἄξια φρον‐
15τίδος καὶ σπουδῆς. διὸ δὴ καὶ οὐ μόνον τοῦ ἀναιδοῦς τε καὶ ἀγεννοῦς ἤθους κατεγνῶσθαι γέγονε Παλαμᾶν, ἀλλ’ ἦσαν οἳ καὶ καταρᾶσθαι ἐξήγοντο μὴ τῇ ὥρᾳ μόνον ἐν ᾗ τετύχη‐ κεν αὐτὸν γεγεννῆσθαι, ἀλλὰ καὶ τοῖς αὐτὸν γεννήσασι καὶ θρεψαμένοις. ἐκ γὰρ ῥίζης, ὡς ἔοικεν, ἔλεγον, τῆς πατρῴου
20τὸ τοσοῦτον αὐτῷ τῆς δυσσεβείας ἐγκατέσκηψε νόσημα, κα‐ θάπερ τις ἄλλη κηλὶς ταῖς γοναῖς καὶ τροφαῖς ἐγκεκαλυμ‐
μένη· οὐ γὰρ ἂν ἐς βάθος οὕτω κακῶν ἐνέπιπτε τὸ γέννημα

3

.

345

καὶ ἀπορρὼξ ἐρινύων φάναι τὴν γνώμην καθίστατο. διὸ οὔτε ἐκείνους ἀθώους ἔφασκον ἄξιον μένειν τῆς καταδίκης, αἰτίους μὲν αὐτῷ τῆς ἐς τὸν βίον γενομένους παραγωγῆς αἰ‐ τίους δὲ τοῦ τῆς ἐκκλησίας δι’ αὐτὸν χειμῶνος, οὔτ’ αὐτὸν
5οὐδὲν ἐξαιρεῖσθαι τῆς καταδίκης, μεσιτεύοντος ἴσως τοῦ ἀβουλήτου διὰ τὰς σπερματικὰς ἐκ γενέσεως ἀρχὰς καὶ βιαίας δυνάμεις τῆς πατρικῆς πονηρίας, ζιζανίων δίκην ἐρανισθεί‐ σας ἐκεῖθεν καὶ προκαταβληθείσας εὐθὺς ἀφ’ ἑστίας ἐν τῇ συστάσει. ἀλλ’ ἑκατέροις ἑκάτεροι τῶν ἀρῶν καὶ λοιδοριῶν
10κοινωνήσουσί τε, καὶ ὀστράκῳ δουλεύσειν ἀμφοτέρους ὁμοῦ τῷ αὐτῷ συμπεσεῖται, τοῖς μὲν ὡς πονηρὸν ἐξενεγκοῦσι καὶ θρέψασι τόκον τῷ βίῳ, καὶ οὐκ εἰς Κιθαιρῶνα καὶ Χάρυ‐ βδιν, καὶ εἴ πού τις ἐκ μηχανῆς καινότερος ἐταμιεύετο θάνατος ἐν χαράδραις καὶ κύμασι γῆς καὶ θαλάττης, ῥίψασιν ἔκθε‐
15τον, εὐθὺς ἐκραγὲν τῆς ἀτόπου γαστρός, τῷ δὲ ὡς μήτ’ ἀβού‐ λητον τὴν ἐκείνων ποιησαμένῳ κακίαν, ἅτε λόγου μετασχόντι καὶ παιδείας ὁπωσοῦν, ἧς μετεῖναι τοῖς γονεῦσιν οὐ συμπέ‐ πτωκε, μήτε μηδὲν ἐπιεικέστερον οὐδενὸς διατεθέντι, εἴ τις πα‐ ραπλησίως ἐκείνοις ἐνόσει, μηδὲ κωφῇ γοῦν σιωπῇ τὸ κακὸν
20περιθάλπειν βεβουλημένῳ, ἀλλὰ πολλῷ τῷ μέτρῳ μοχθηροτέ‐ ροις δή τισι καὶ σφόδρα ἀναιδέσι λογισμοῖς παραδεδωκότι τὴν τῆς γνώμης ἡγεμονίαν. καὶ κακοῖς κακὰ παραμίξαντι
ἤθη καὶ δόγματα μακροῖς τισὶ διαστήμασι τήν τε πατρῴαν

3

.

346

παρελάσαι συνεπεπτώκει δυσσέβειαν, καὶ ἅμα ψυχαῖς εὐσε‐ βείας ἁπλότητι συντραφείσαις θανάσιμον ἀπὸ γλώττης κερά‐ σαι τὸ φάρμακον. πατέρας γὰρ μέχρι τούτου τιμᾶν προαι‐ ροῖτ’ ἄν τις εἰκότως, μέχρι πρὸς τὸ εὐσεβὲς τὰς τῆς τρο‐
5φῆς καὶ παιδείας πηγάς, καὶ ὅσα τοῖς ἑπομένοις ἐστὶ δι’ ἐφέσεως καὶ ῥαστώνης λαμβάνειν, ὁρᾷ προϊούσας· ἐπειδὰν δὲ πρὸς κακοδαιμονίαν τὸ ῥέον ἕρπειν τοῦ χρόνου δόξῃ, τῶν πάνυ τι προσηκόντων ἀλλοτριοῦσθαι νομίζοιτ’ ἄν, τῆς τοῦ καιροῦ περιστάσεως βιαζομένης τὸ φιλοῦν τῆς ψυχῆς ἐκ τοῦ
10συγγενοῦς κακοῦ πρὸς τἀλλότριον μετατιθέναι ἀγαθόν. καὶ μὲν δὴ δεῆσαν αὖθις ἐληλυθότα μέρος καὶ αὐτὸν γενέσθαι τῶν ἄλλων οἷς περὶ τὸν βασιλέα τέως συνέβαινε μείζοσί τε καὶ ἥττοσι τὴν ἀξίαν, ἦν σχεδὸν τῶν ἁπάντων οὐδεὶς ᾧ μὴ λοίδορος ὥπλισται γλῶσσα κατ’ αὐτοῦ, τὰς ἔναγχος βλασφη‐
15μίας ἐκείνας προβαλλομένη πρὸς ἔλεγχον νῦν ὑπ’ αὐτῷ μάρ‐ τυρι καὶ αὐτηκόῳ τῷ βασιλεῖ. ἦσαν δ’ οἳ καὶ μέχρι πρὸ ἐτῶν ἑπτακαίδεκα τὴν μνήμην ἀναπόμπιμον ἐποιοῦντο, ἃ πά‐ λαι δὴ καὶ δρᾶσαι καὶ παθεῖν αὐτὸν ἐξεγένετο, καὶ ἀναθέ‐ μασιν ἐγγράφοις καὶ χωρισμῷ θεοῦ καθυποβεβλῆσθαι πρὸς
20τῶν τότε πατριαρχῶν καὶ ἀρχιερατικῶν συνόδων. καὶ συνε‐ λόντι φάναι πολλή τις ἦν ἡ καταδρομὴ τῶν τήμερον ψήφων
τῆς εὐδαίμονος γερουσίας ἐκείνης ἐπὶ τοῦ νέου βασιλέως, ἃς

3

.

347

δὴ κατὰ τοῦ Παλαμᾶ τηνικαῦτα ἀπεφήναντο, ἄλλων ἄλλα λεγόντων, καὶ ἄλλων ἄλλοις ἁμιλλωμένων, καὶ ἄλλων ἄλλους παριόντων τῷ τῶν λοιδοριῶν ὑπερβάλλοντι. ἦσαν δ’ οἳ καὶ προδότην αὐτὸν ἐπεκάλουν αὐτοῦ βασιλέως καὶ ὅσοι τῷ βα‐
5σιλεῖ προσήκοντες εἶεν γένει καὶ δόξῃ· καὶ ὡς τό γε ἧκον εἰς αὐτὸν οὐκ ἀπέσχετο, τὴν ἡγημονίαν τῆς γνώμης ὑπήκοον ἅπαξ ἔργων καὶ λόγων ὁμοῦ πονηρῶν πεπραχώς, μὴ οὐ πάν‐ τας συλλήβδην βιαίῳ θανάτῳ δοῦναι. οὐ γὰρ ὅτι μὴ σιδη‐ ραῖς καὶ αὐτὸς κατὰ τοὺς ἀνδροφόνους ἐχρήσατο λόγχαις ἐκ
10τοῦ προφανοῦς, ὑποβεβηκός τι τὸ βάρος ἔχειν δόξῃ τῶν ἐγ‐ κλημάτων, ἀλλ’ ὅτι φιλίαν σχηματιζόμενος ὅλον δολερῶς ἐκένωσε τοῖς ἀδόλως φιλοῦσι τὸν τοῦ δηλητηρίου κρατῆρα, πρὶν τῆς ἐπιβουλῆς αἰσθέσθαι τοὺς πάσχοντας. καὶ οἱ μὲν γένει καὶ δόξῃ προύχοντες ἄνδρες ἐκεῖνοι οὕτω προσηνέχθη‐
15σαν τῷ μιαρῷ Παλαμᾷ, καὶ ταύτας ἐκείνῳ τὰς κρίσεις ἀπέ‐ τισαν· ὁ δὲ βασιλεὺς καὶ αὐτὸς σιγῇ τῶν κατὰ τοῦ Παλαμᾶ τοιούτων λοιδοριῶν αὐτήκοος γεγονώς, καὶ βουληθεὶς μέν πως τὴν τῆς ἐκδικήσεως προστεταχέναι κόλασιν κατ’ αὐτοῦ, φει‐ σάμενος δ’ οὖν διὰ τὴν ἔμφυτον ἐπιείκειαν, τέως μὲν τὴν
20ἀπὸ γλώττης καὶ τῶν ἔργων ὑπερέθετο ψῆφον, ἐπέμενε δ’ οὖν ὅμως ὑβριοπαθοῦντα ὁρῶν καὶ ἀχθόμενον Παλαμᾶν, καὶ οὔτε τοὺς λοιδοροῦντας ἀνέκοπτε τῆς ὁρμῆς, καὶ ἅμα τὸ χαῖ‐ ρον ὑπέφαινε τῆς ἑαυτοῦ ψυχῆς ἀμυδροῖς τισὶ μειδιάμασι,
καὶ διεκαρτέρησε μέχρι πολλοῦ τινὸς χρόνου διακούων ἡδέως

3

.

348

τῶν κατὰ τοῦ Παλαμᾶ λοιδοριῶν. καὶ ἦν ταῦτα ψῆφος ἢ ψήφου προαναφώνησίς τις καὶ διατύπωσις τῆς μελλούσης ἔτι κατὰ τοῦ Παλαμᾶ καταδίκης, ἐξενεχθεῖσα πρός τε τοῦ βα‐ σιλέως καὶ τῶν ἐνδόξων ἐκείνων ἀνδρῶν τῆς ἔναγχος διαλέ‐
5ξεως ἣν ἐποιήσατο πρὸς τὸν Γρηγορᾶν.

3

.

349

(t1)

ΤΟΥ ΑΥΤΟΥ ΜΟΝΑΧΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ
t2ΓΡΗΓΟΡΑ ΠΕΡΙ ΤΩΝ ΑΥΤΩΝ ΛΟΓΟΣ
t3ΔΕΥΤΕΡΟΣ ΔΟΓΜΑΤΙΚΟΣ.
4Τὰ μὲν δὴ μέχρι καὶ ἐς τόδε σοι εἰρημένα, φίλων ἄριστε
5Ἀγαθόνικε, δαψιλῆ μοι παρέσχον καὶ ὡς ἔγωγε ἐβουλόμην τὴν τέως τῶν ζητουμένων σύνεσιν, καὶ χάρις εἴη σοι πρὸς θεόν· ἐλλέλειπται δ’ οὖν σοι τῶν ἐκεῖ πρὸς τοῦ Παλαμᾶ λαληθέντων ἔνια, ὡς ἐνίων ἐκεῖ παρόντων ἀκήκοα φίλων, σαθρὰ μὲν καὶ πλείω τῆς ἀσεβείας τὴν ἀμαθίαν ἔχοντα, ἐλ‐
10λέλειπται δ’ οὖν, ῥηθῆναί σοι δέον καὶ ταῦτα πρὸς τὸ σαφέ‐ στερον ἀκούειν ἐφιεμένων ἡμῶν. ἀνατεθολῶσθαι γὰρ ἀεὶ τὰ τῆς αὐτοῦ δυσσεβείας φασί, τῇ συνήθει τῆς γλώττης ἀωρίᾳ πάσης ὡς πορρωτάτω βαδίζοντος ἀληθείας καὶ ἐπιστήμης, μάλιστα δ’ οὖν ἐν τούτοις, εἴτε διὰ δέος ἧς πείσεται μακρᾶς
15αἰσχύνης, εἴτε καὶ συμπῖπτον οὕτω διὰ τὸ τῆς ἐμφύτου μο‐ χθηρίας ἀλόγιστον ἔθος. καὶ ἵνα τὰ πλεῖστα δι’ ἀκαιρίαν
παρεὶς μετρίων μνησθῶ, ἓν μὲν καὶ πρῶτον ἐκεῖνο τῶν παρ‐

3

.

350

ειμένων φασί. θέλων γὰρ ἑαυτὸν ἀπολύσασθαι τῆς αὐτῷ πρὸς τοῦ Γρηγορᾶ προενηνεγμένης κατηγορίας, ὡς ἐκ πολλῶν καὶ διαφόρων θεοτήτων εἴτ’ οὖν ποιοτήτων συγκεῖσθαι λέ‐ γοντι τὸν θεόν, καὶ ἄντικρυς περιπίπτοντι τοῖς τῷ θείῳ Δα‐
5μασκηνῷ λεγομένοις, ὅτι τὸ θεῖον ἁπλοῦν ἐστι καὶ ἀσύνθε‐ τον, τὸ δὲ ἐκ πολλῶν καὶ διαφόρων συγκείμενον σύνθετόν ἐστι καὶ τὰ ἑξῆς, οὐ κατὰ τὴν θέσιν ἐκείνης τῆς ῥήσεως, ἀλλὰ διαφθείρας, ὡς εἴωθε, τοιάδ’ ἀπεκρίνατο. πᾶν τὸ συγ‐ κείμενον καὶ οὐσιώδεις διαφορὰς ἔχον σύνθετον ἐστίν· ὁ δὲ
10θεὸς οὔτε τῶν συγκειμένων ἐστὶν οὔτε τῶν οὐσιώδεις διαφο‐ ρὰς ἐχόντων. οὐσιώδης γάρ ἐστι διαφορὰ καθ’ ἣν διαφέρει οὐσία οὐσίας, ὥστε κατὰ πλειόνων εἰδῶν καὶ οὐσιῶν εἰσὶν αἱ διαφοραί· ἐπεὶ οὖν μία καὶ ἀμερὴς παντάπασιν ἡ τοῦ θεοῦ οὐσία, διὰ τοῦτο διαφορὰς οὐκ ἔχει οὐσιώδεις. μίαν
15μὲν δὴ τῶν ἐκείνου ταύτην προτίθημί σου τῇ διηγήσει πρό‐ φασιν ἐφεξῆς, δευτέραν δὲ τὴν Ἀθανασίου τοῦ θείου ῥῆ‐ σιν, ἣν εὐσεβεστάτην ἀναμφιβόλως οὖσαν εἰς πολυθεΐας αὐ‐ τὸς ὑπόθεσιν μετενήνοχεν. ἔφη γὰρ ἐν τῇ πρὸς Ἄρειον διαλέξει ὡς οὐχ ἕνεκεν κτιστῶν πραγμάτων ἔφη ὁ σωτὴρ
20“πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμὰ ἐστίν.” ἀλλ’ ὅσα ἀνῆκε τῇ θεότητι τοῦ πατρός, ταῦτα ἴδια ἔφη ὁ κύριος, οἷον τὸ ἄφθαρ‐ τον, τὸ ἄτρεπτον, τὸ ἀκατάληπτον, τὸ δυνατόν, τὸ προγνω‐ στικόν. καὶ ὅσα ἐστὶν ὁ πατήρ, ταῦτα ἴδια τοῦ υἱοῦ τυγ‐
χάνει.

3

.

351

Πρὸς γοῦν φιλίου, βέλτιστε Ἀγαθόνικε, μὴ ζημιοῦν ἀξίου με τὸν φίλον οὕτω βελτίστην ἀκρόασιν, σχήματι εὐλαβεῖ τὸ ῥάθυμον ὁπωσδηποτοῦν ὑποκοριζόμενος, ὡς κἀν πολλοῖς εἰώ‐ θεις ἐνίοτε δρᾶν. ὁρῶ γάρ σε πρὸς ἕτερα τρόπον τινὰ τὸν
5νοῦν περισπώμενον καὶ ὅσον εἰκάσαι λογισμῶν πολυπλόκων μεστὸν τὴν ὀφρύν. Ἐμὸν τουτὶ πάθος, ὦ φίλε Θεότιμε, καὶ πάνυ γε ἄχθο‐ μαι τῷ συμβεβηκότι· ἔοικα γάρ πως ἀγνοοῦντι πολλάκις καὶ οἷον οὐκ ἐπαΐοντι ὧν ἐνίοτε ὁμιλεῖν μοι προσγίνεται, λήθης
10ἐξορχουμένης ὡς τὰ πολλὰ κατὰ τοῦ φανταστικοῦ, ὃ καὶ βι‐ βλίον φασὶν οἱ σοφοὶ τῆς ψυχῆς. διὸ καὶ πρὸς τὰς σὰς ἔτι διεξιόντος παρασκευαζόμενος πεύσεις, ἀνελογιζόμην τε καὶ συνῆγον ὅσα δὴ τὴν μνήμην ἔτι περιέρρει κύκλῳ, καὶ ὁπόσα ταύτης αὖ παρερρυήκει πόρρω τοῦ βήματος, ἴσως μείζοσιν
15ἄλλοις παραχωροῦντα· καὶ τοῦτ’ ἦν ὅ μοι τὴν τοῦ ἤθους τέως ἐποίει παράλλαξιν. ὅθεν καὶ ἄλλης ἐξ ἄλλου φαντασίας ἡμῖν ὁπωσδηποτοῦν ἀθροισθείσης πρὸς ἔδαφος ἄρτι βαλβίδος φάναι μιᾶς, προσέσται σοι λοιπὸν ὁρᾶν τὸν τοῦ λόγου σκο‐ πὸν κατὰ σήν, ὡς οἶμαι, βούλησιν, ῥάθυμον μὲν ἠρεμίαν
20ἀπειπόντα παντάπασι νῦν ὡς καὶ πρότερον, κίνησιν δ’ αὖ τοὐναντίον πρόθυμον περιφανῶς ἀνθελόμενον. ἑκατέρας γὰρ γινομένης ἐν χρείᾳ τοῖς τε λόγοις καὶ πράγμασιν, ἑκατέρων
ὡς εἰκὸς τοῖς προσήκουσι χρόνοις μεμνήμεθα, καὶ ἀναλόγως

3

.

352

ἀμφοτέρας ἀναλεγόμεθα, κίνησιν μὲν ἅτε ἠρεμίας ἀπόφασίν τε καὶ ἔκστασιν οὖσαν, ἠρεμίαν δ’ αὖ κινήσεως εἶδος καὶ ἐν‐ τελέχειαν, ὁρίζουσάν τε καὶ περιγράφουσαν τὸ κεχυμένον ἐκεί‐ νης καὶ ἄφετον καὶ ἀόριστον. καὶ δεῖν ἑκατέροις κεχρῆσθαι
5κατὰ τὸν ἑκατέροις προσήκοντα λόγον καὶ τρόπον. γινώσκειν οὖν σε χρεὼν ὡς πολλά γε τοιαῦτα παρεῖται, μήτε λόγου μηδενὸς ἄξια ὄντα μήτε γέλωτα φεύγειν κωμικὸν δυνάμενα. αὐτίκα γὰρ περὶ τοῦ νῦν σοι προτεθέντος πρώτου ζητήματος ὁ Γρηγορᾶς μικρά τινα εἰπὼν ἀπήλλακται, περιττὸν ἡγησά‐
10μενος ἀμαθέσι παντάπασι λόγοις ἀποκρίσεις κατ’ ἐπιστήμην ἀντιδιδόναι ζητεῖν· μηδὲ γὰρ εἶναί φησι κοινωνίαν μηδε‐ μίαν ὥσπερ οὔτε φωτὶ πρὸς σκότος, οὕτως οὐδ’ ἐπιστήμῃ πρὸς ἀμαθίαν. ὅθεν καὶ διὰ τὴν τοιάνδε καὶ οὕτως ἔχου‐ σαν σύγχυσιν οὐδ’ ἔμοιγε ἀκριβῶς εἰληφέναι τὴν τῶν εἰρη‐
15μένων ἐκείνῳ τέως ἐπὶ τούτοις κατάληψιν ἐπιμελὲς ἐγεγόνει. σὴν δ’ ὅμως χάριν ἐρῶ τῶν ἐκείνου βραχέα, καὶ ὅσα ἐς τόδε παρέμεινε τῇ διανοίᾳ μου ὁπωσδηποτοῦν ἐπιτρέχοντα, οὐ τοῖς παραλόγοις λόγοις τοῦ Παλαμᾶ τὴν ἀφήγησιν χαριζόμε‐ νος, ἀλλὰ τὴν σὴν φιλίαν λυπεῖν οὐ βουλόμενος.
20 Ὁ γάρ τοι Γρηγορᾶς πρὸς τοὺς ἐκεῖ τηνικαῦτα παρόν‐ τας στραφείς, καὶ τούτοις ἐνερείσας τοὺς ὀφθαλμούς, “ἆρ’ οὐκ ἠλίθιος” φησὶ “καὶ παντάπασι νηπιώδης ἡ οὕτω γ’ εὐ‐ θὺς εἰρημένη πρότασις πρὸς τοῦ Παλαμᾶ τουτουΐ, ὡς πᾶν
τὸ συγκείμενον καὶ οὐσιώδεις διαφορὰς ἔχον σύνθετον ἐστίν;

3

.

353

οὐ τοῦτο γάρ, οὐδ’ οὕτως ὁ θεῖος ἐς Δαμασκοῦ φησὶν Ἰω‐ άννης, ἀλλὰ τὸ ἐκ πολλῶν καὶ διαφόρων συγκείμενον σύν‐ θετόν ἐστιν. ὁ δὲ Παλαμᾶς ἐξ ἀμαθίας ἅμα καὶ κακουργίας μικρὸν ὑπαλλάξας τὴν ἐπιστημονικὴν καὶ θεοπρεπῆ ῥῆσιν τοῦ
5ἁγίου, ὅλην ὁμοῦ καὶ τὴν ἔννοιαν συνδιέφθαρκεν. οὐδὲν γὰρ ἕτερον ἔοικεν εἶναι τὸ λεχθὲν ὑπ’ αὐτοῦ ἢ ὥσπερ ἂν εἴ τις λέγοι πᾶσαν χιόνα λευκότητα ἔχουσαν οὐσιώδη, χιόνα εἶναι λευκήν. τοῦτο δ’ εἶναι καὶ τοῦ ἐν ἀρχῇ αἰτεῖσθαι πολλῷ δήπου χεῖρον. εἶτα ἐπήγαγε τὸ θαυμαστὸν ἐκεῖνο
10συμπέρασμα, ὡς ὁ θεὸς οὔτε τῶν συγκειμένων ἐστὶν οὔτε τῶν οὐσιώδεις διαφορὰς ἐχόντων. ἐνταῦθα λεγέτω μοί τις πρὸς θεοῦ, ποίου σχήματος ὁ τοιοῦτος ἂν εἴη τερατώδης συλλογισμός, κἀκ ποίας καινοφανοῦς καὶ νεήλυδος ῥίζης ἐξέφυ. εἶτα ἐπήγαγε ξένην αὖθις καὶ ἀκατάσκευον κατασκευὴν ἑτέ‐
15ρου δῆθεν συλλογισμοῦ. ἐπεὶ γάρ, φησί, μία καὶ ἀμερὴς παντάπασιν ἡ τοῦ θεοῦ οὐσία, διὰ τοῦτο διαφορὰς οὐκ ἔχει οὐσιώδεις. οὐσιώδης γάρ ἐστι, φησί, διαφορὰ καθ’ ἣν δια‐ φέρει οὐσία οὐσίας. καὶ τὸ συμπέρασμα ὅτι κατὰ πλειόνων ἄρα εἰδῶν καὶ οὐσιῶν εἰσὶν αἱ διαφοραί. καὶ μὴν τὸ προ‐
20κείμενον ἦν αὐτῷ τοῦ ἐπενηνεγμένου ἑαυτὸν ἀπολύσασθαι ἐγκλήματος, καὶ δεῖξαι μηδαμῇ τοῖς τῷ ἁγίῳ περιπίπτοντα ἀπηγορευμένοις. ἀπαγορεύει γὰρ ὁ Δαμασκηνὸς μὴ λέγειν
εἶναι σύνθετον τὸ θεῖον, μηδ’ ἐκ πολλῶν καὶ διαφόρων συγ‐

3

.

354

κείμενον, ἃ ἦσαν τὸ ἄκτιστον, τὸ ἄναρχον, τὸ δημιουργικόν, τὸ ἀπερίγραπτον, καὶ ὅσα δήπουθεν οἱ ἀμφὶ τὸν Παλαμᾶν πολλά τε καὶ διάφορα τὰ ἄκτιστα ἐπὶ τῇ μόνῃ ἀκτίστῳ καὶ ἁπλῇ συναριθμοῦσιν οὐσίᾳ. ὃ δὲ λέληθεν ἑαυτὸν δυοῖν πε‐
5ριπίπτων ἀτόποις. οὔτε γὰρ οὐδὲν πρὸς ἔπος ἔοικε λέγειν, ἀλλ’ ἄλλην τρέχων ἄλλην ἐβάδισεν, οὔτε εἰ ἀντιλέγειν ἐβού‐ λετο, τὰς ὁμόσε προσηκούσας ἀντιθέσεις ἐπήνεγκεν, ἀλλ’ ὅμοιον ποιεῖ ὥσπερ ἂν εἰ τὴν πρὸς ἕω τῶν τε Αἰθιόπων καὶ Ἰνδῶν εἰπεῖν ἀπαιτούμενος οἴκησιν, ὃ δ’ ἐκ διαμέτρου τοὺς ἑσπε‐
10ρίους ἐπειρᾶτο δεικνύειν Κελτούς, καὶ ὅποι τὰ Βρετανῶν προσοικοῦσιν ἔθνη. ποῦ γὰρ ἢ ἀκόλουθος ἢ ἀντίθετος ἡ λύσις πρὸς τὸ προτεθέν, ὅτι τὸ ἐκ πολλῶν καὶ διαφόρων συγ‐ κείμενον σύνθετόν ἐστιν, ἣν αὐτὸς ἐπάγει, λέγω δὴ τὴν ἀνα‐ πόδεικτον ἀπόδειξιν καὶ τὴν ἀκατάσκευον κατασκευὴν καὶ
15τὸν ἀσυλλόγιστον συλλογισμόν, μᾶλλον δ’ ἄμεσόν τε καὶ διε‐ σπασμένον συμπέρασμα. ἐπεὶ γάρ φησι μία καὶ ἀμερὴς ἡ τοῦ θεοῦ οὐσία, κατὰ πλειόνων ἄρα εἰδῶν καὶ οὐσιῶν εἰσὶν αἱ διαφοραί. ἆρ’ οὐ Δημοκρίτου δεῖ τὰ τοιαῦτα, πάνυ γε‐ λῶντος τὴν τοῦ ἀνδρὸς ἀμαθίαν, ἢ μᾶλλον Ἡρακλείτου θρη‐
20νοῦντος τὴν αὐτοῦ γε ἀπόνοιαν; τοσαύτης γὰρ ἃ λέγει τῆς ἀλογίας γέμει, ὡς μήτε τῷ λέγοντι ξυνιέντι εἶναι ὧν λέγει, μήτε τοῖς ἀκούουσι ξυνιεῖσιν ὧν ἀκούουσιν. ἵνα γὰρ τἆλλα
σιγῇ παραδράμωμεν, τίνα κοινωνίαν ἐνταῦθα ἔχει τὰ νόθα

3

.

355

ταυτὶ καὶ διάφορα τῶν αὐτοῦ προτάσεων ἀμαθῆ συμπερά‐ σματα πρὸς τὰς προτεθείσας ῥήσεις τοῦ ἁγίου; ὃ δ’ ἐκεί‐ νας ζητούμενος ταυτὶ συνεπέρανε, παραπαιδαγωγῶν καὶ μεθ‐ αρμόττων ἀσεβῶς εἰς τὸν οἰκεῖον τῆς ἀμαθίας κρημνόν. βα‐
5βαὶ τῆς καινῆς ἐπιστήμης καὶ τῆς γε τῶν φρενῶν λεπτότη‐ τος. καίτοι εἰ ἀντιλέγειν ἐβούλετο ἄντικρυς, φιλονεικότερον μὲν ἴσως, ἐλλογιμώτερον δ’ οὖν, εἰ καὶ μὴ ὀρθῶς, εἶπεν ἂν καὶ αὐτὸς ἃ πολλάκις ἔνιοι τῆς μοχθηρᾶς αὐτοῦ φατρίας προύτειναν εἰς ἀντίθεσιν ῥήματα τοῦ ἁγίου αὐτοῦ κατὰ τῶν
10αὐτοῦ (δεδόχθω γὰρ ἄν, οἷς ἀσυνέτως μετιέναι ἔπεισι, ταῦτα ἀντίπαλα εἶναι ἀλλήλοις ἄλληλα), ἐκεῖνα δή φημι τὰ περὶ τῶν τοῦ Χριστοῦ δύο φύσεων τῷ ἁγίῳ λεχθέντα. τίνα δὴ ταῦτα; ἄνωθεν γὰρ ἀρξάμενος καὶ ἀποδείξεων ἐπιστημονικῶν καὶ θεοπρεπῶν τὸν λόγον ἐμπεπληκὼς ὁ θεῖος ἐκεῖνος Δα‐
15μασκηνὸς Ἰωάννης “εἶθ’ ἑνωθεισῶν” φησίν “ἀλλήλαις κατὰ ἀλή‐ θειαν τῶν δύο φύσεων εἰς μίαν ὑπόστασιν τοῦ υἱοῦ τοῦ θεοῦ, σώζεσθαι αὐτῶν τὴν οὐσιώδη διαφορὰν ὁριζόμεθα. τὸ γὰρ κτιστὸν μεμένηκε κτιστὸν καὶ τὸ ἄκτιστον ἄκτιστον, καὶ τὸ θνητὸν ἔμεινε θνητὸν καὶ τὸ ἀθάνατον ἀθάνατον,
20καὶ τὸ περιγραπτὸν περιγραπτὸν καὶ τὸ ἀπερίγραπτον ἀπε‐ ρίγραπτον, καὶ τὸ ὁρατὸν ὁρατὸν καὶ τὸ ἀόρατον ἀόρα‐ τον.” καὶ μετ’ ὀλίγα “ἴσμεν γάρ” φησίν, “ὥσπερ μίαν αὐτοῦ τὴν ὑπόστασιν, οὕτω καὶ τὴν τῶν φύσεων οὐσιώδη δια‐
φορὰν σώζεσθαι.” πῶς δὲ σωθείη διαφορά, μὴ σωζομέ‐

3

.

356

νων τῶν τὴν διαφορὰν ἐχόντων πρὸς ἄλληλα; ὁρᾷς ὡς οὐκ ἀπαγορεύει Ἰωάννης ὁ θεῖος ἐκ Δαμασκοῦ οὐδ’ ἐκεῖ κατ’ οὐ‐ δὲν τὸ παράπαν ἃ νῦν ἐπὶ τοῦδε συντίθεται; ἦ γὰρ ἂν ἦν αὐτὸς ἑαυτῷ μαχόμενος. ἀλλὰ τοῖς ἐκ τῶν τοιούτων διαφο‐
5ρῶν συγκεῖσθαι τὴν θείαν φάσκουσιν οὐσίαν ἐπιτιμᾷ, καὶ ἀνασοβεῖ μὴ λέγειν οὐσιώδεις διαφορὰς ἐπὶ θεοῦ, αἳ τὴν οὐ‐ σίαν συντιθέναι λέγονται ὡς ἐφ’ ἡμῖν, ἀλλ’ αἳ διαστέλλουσιν ἐκ τῶν κτιστῶν οὐσιῶν· τὸ γὰρ τῆς θείας οὐσίας ἑνιαῖον παντάπασι καὶ ἁπλοῦν πάσης καὶ παντοίας πάντῃ διαφορᾶς
10ἀνεπίδεκτον. ἡ γὰρ διαφορὰ φυσικῶς ἑπομένην ἔχουσα τὴν ἑτερότητα, πληθυντικὸν εὐθὺς ἀριθμὸν συνεισάγει· ὅπου δ’ ἀριθμὸς καὶ πλῆθος, ἁπλότης εἶναι οὐ συγχωρεῖται μοναδική. καθάπερ καὶ ὁ θεῖος Μάξιμος ἀμερές φησι τὸ θεῖον διότι καὶ ἄποσον. καὶ πάλιν πᾶσά φησι διαφορὰ τῆς ἄλλων πρὸς
15ἄλλα κατὰ τὸν τοῦ πῶς εἶναι λόγον ἀνομοιότητός τε καὶ ἑτε‐ ρότητος οὖσα δηλωτική, τὸ ποσὸν τῶν διαφερόντων πραγμά‐ των συνεισάγειν ἑαυτῇ πέφυκεν, εἴτ’ οὐσιῶν εἴτε ποιοτήτων εἴτ’ ἰδιοτήτων· τὰ μὲν γὰρ μὴ ἀλλήλοις πάντῃ ταὐτὰ ἕνα καὶ τὸν αὐτὸν τοῦ εἶναι οὐδαμῶς ἐπιδέχεται λόγον, τὰ δὲ
20πάντῃ ἀλλήλοις ταὐτὰ διαφορᾶς ἀνεπίδεκτα. καὶ γὰρ ἁπλοῦν ὡμολογηκὼς πρότερον εἶναι τὸ θεῖον, εἶτα τὸ πάντῃ φησὶν ἁπλοῦν διαφορᾶς εἶναι ἀνεπίδεκτον· διότι καὶ πάντῃ ταὐτὸν
ἑαυτῷ καὶ μοναδικὸν καὶ ὅλον ὅλως ἄσχετον, ὡς τὸ ἐν ποσῷ

3

.

357

γένος οὐκ ἔχον κατηγορούμενον, καὶ διὰ τοῦτο παντελῶς οὐκ ἀριθμούμενον οὐδὲ διαιρούμενον. Ὁρᾷς πῶς ὅπου διπλόη φύσεων καὶ ἀριθμός, ἐκεῖ καὶ τῆς διαφορᾶς χώραν ἐχούσης ἔστι καὶ διαίρεσις εὐθὺς καὶ
5μερισμός, ὅπου δ’ ἁπλότης μοναδική, ξένη τὸ παράπαν ἐκεῖ καὶ ἀφόρητός ἐστιν ἡ διαφορὰ καὶ ὁ μερισμός; ὥστε συλλο‐ γιστέον καὶ τὸν Δαμασκηνὸν Ἰωάννην μηδαμῇ μαχόμενον εἶ‐ ναι δοκεῖν αὐτὸν ἑαυτῷ, ὅτ’ ἐκεῖ μὲν λέγει τὸ ἄκτιστον καὶ ἀθάνατον καὶ τὰ τοιαῦτα μὴ εἶναι διαφορὰς οὐσιώδεις, ἐνταῦθα
10δὲ τὴν οὐσιώδη σώζεσθαι διαφορὰν ἐπὶ τῆς εἰς μίαν ὑπόστα‐ σιν ἑνώσεως τῶν δύο φύσεων τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ μένειν τό τε κτιστὸν κτιστὸν καὶ τὸ ἄκτιστον ἄκτιστον, καὶ ἔτι τὸ θνητὸν θνητὸν καὶ τὸ ἀθάνατον ἀθάνατον, καὶ τὰ τοιαῦτ’ ὁμοίως ἅπαντα· ἀλλὰ τὸ προσῆκον ἑκατέρᾳ διδόντα διδασκαλίᾳ,
15σύμφωνα φθέγγεσθαι καθάπαξ ἑαυτῷ καὶ τῇ ἀληθείᾳ. προσ‐ εκτέον δὲ καὶ τῷ θείῳ Μαξίμῳ τὸν Παλαμᾶν διὰ τῶν εἰ‐ ρημένων ἄντικρυς ἐλέγχοντι, τό τε ἁπλοῦν τῆς μιᾶς ἐξω‐ θοῦντα θεότητος, καὶ πολλὰς τὰς διαφορὰς καὶ συνθέσεις ταῖς αὐτοῦ χαριζόμενον θεότησι, μᾶλλον δ’ εἰπεῖν θεαῖς καὶ
20θεοῖς οἰκειότερον. Ἀλλ’ ἐπανακτέον τὸν λόγον. ἐπὶ μὲν γὰρ τῶν συνθέ‐ των ἡμῶν αἱ οὐσιώδεις διαφοραὶ διπλῆν ποιοῦσι καὶ τὴν
σημασίαν. τά τε γὰρ ὑπὸ τὸ ζῶον εἴδη συντιθέασιν εἰδο‐

3

.

358

ποιοῦσαι, καὶ πρός γε ἔτι τῶν ἑτεροφυῶν διαστέλλουσιν οὐσιῶν. ἐπὶ δὲ τῆς μακαρίας ἐκείνης καὶ ἑνιαίας οὐσίας θά‐ τερον μέν, τὸ τῆς συνθήκης, ἀπηγορευμένον τοῖς θείοις ἐνο‐ μίσθη πατράσι, θάτερον δέ, τὸ τῆς ἐκ πασῶν τῶν κτιστῶν
5διαστολῆς οὐσιῶν, καὶ σφόδρα συνδέδοκται· ἑνωθεισῶν γὰρ ἀλλήλαις φησὶ τῶν δύο φύσεων εἰς μίαν ὑπόστασιν τοῦ υἱοῦ τοῦ θεοῦ, σώζεσθαι αὐτῶν τὴν οὐσιώδη διαφορὰν ὁρίζοντα θεότητος καὶ ἀνθρωπότητος. Τὶ πρὸς ταῦτα φῄς, ὦ φίλε Θεότιμε; ἦ γὰρ οὐ λε‐
10ληθέναι δοκεῖ σοι σαφῶς ἑαυτὸν ὁ Παλαμᾶς βακχικώτερον κατὰ τοὺς μαινομένους τρόπον ταῖς θείαις γραφαῖς προσιών, καὶ μεθαρμόζων ἀμούσως καὶ πόρρω θέων βαλβίδος εἰπεῖν, πῶς μὲν ἑκὼν πῶς δ’ οὐχ ἑκών, καὶ μηδέσι συμφωνῶν, μήτε τοῖς οἰκείοις καὶ ὁμογνώμοσιν αὐτῷ τὴν δυσσέβειαν, μήτε
15τοῖς ἀντιθέτοις, μήθ’ ἑαυτῷ; εἰ δὲ βούλει, μικρὸν ἀναμείνας ἀκούσῃ καὶ ἃ μεταξὺ λέγων ὁ Γρηγορᾶς περὶ τῆς τοῦ Πα‐ λαμᾶ κακονοίας συνελογίσατό τε καὶ ἀπεφήνατο. ἐκεῖνα μὲν γάρ φησιν οὐ προσίεται, δεδιὼς τὸν αὐτόθεν κατ’ αὐτοῦ φυό‐ μενον ἔλεγχον ἐκ τοῦ εὐθέος, ἅτε σύνθεσιν αὐτὸς κατὰ τῆς
20θείας ἐπινοῶν καὶ λέγων οὐσίας· ταῦτα δ’ αὖ λήθης ἑκὼν παραπέμπει βυθοῖς, ἅτε καὶ αὐτοῖς ἐναντιούμενος ἄντικρυς καὶ λέγων καὶ γράφων. μεμενηκέναι γὰρ ὁ ἅγιος ἔφη τὸ
ἀόρατον ἀόρατον καὶ τὸ ἀπερίγραπτον ἀπερίγραπτον, καὶ τὸ

3

.

359

ἄκτιστον ὁμοίως καὶ τὸ ἄπειρον, καὶ οὕτω σώζεσθαι σαφῶς τὴν τῶν δύο φύσεων οὐσιώδη διαφοράν· ὃ δὲ μιγνύει τὰ ἄμικτα, φύρδην οὕτως συγχέων καὶ ἀνακεραννὺς κακοτρόπως καὶ ἀμαθῶς. οὔτε γὰρ τὸ ἀόρατον μένειν ἀόρατον δίδωσι
5κατὰ τὴν τοῦ ἀκτίστου τε καὶ ἀπείρου φύσιν καὶ ἰδιότητα, οὔτε τὸ ἀπερίγραπτον ἀπερίγραπτον· ἀλλ’ ἐν τῇ τοῦ περι‐ γραπτοῦ καὶ ὁρατοῦ φύσει ταῦτα παρὰ φύσιν ὁ μάταιος συν‐ ελαύνει. καὶ ἅμα τῇ τῶν κτισμάτων. πῶς γὰρ ἂν ἔτι δύ‐ ναιτο μένειν τὸ ἄκτιστον ἄκτιστον ὁρώμενόν τε καὶ περιγρα‐
10φόμενον σωματικοῖς ὀφθαλμοῖς, τὸ νοεροῖς, καὶ ταῦτα κεκα‐ θαρμένοις, οὐδ’ ὅλως δυνάμενον· ὡς γὰρ ἥ τε ἐπιστήμη καὶ ὁ ταύτῃ ἑπόμενος Νύσσης Γρηγόριος φάσκει, τὸ περιγε‐ γραμμένον ἄπειρον οὐ δύναται εἶναι· ὃ δὲ μὴ ἄπειρον, πε‐ περασμένον πάντως. πεπερασμένος ἄρα ὁ διάφορος τῆς θείας
15οὐσίας Παλαμίτης ἄκτιστος θεὸς καὶ ὁμοφυὴς τῷ ἀνάρχῳ καὶ ἀκτίστῳ γίνεται Παλαμᾷ. τὰ γὰρ τούτου τοῦτον ἐλέγχει γράμματα, ὡς δειχθήσεται ἑαυτόν τε καὶ εἴ τις βούλοιτό οἱ προσιέναι, πάντας ἄρδην ἀκτίστους δύνασθαι ποιεῖν ἰσχυρι‐ ζόμενος· οὕτως εὔωνον παντάπασι τὸ τῆς ἀκτιστότητος γέ‐
20γονε χρῆμα τῷ καταράτῳ, καὶ οἷον ἂν ἐξ ἀγορᾶς τις πρίαιτο δραχμῆς. Ἐκεῖνο δὲ πῶς ἄν τις κωφὸν παραδράμοι, τό, ἐπεὶ μία
καὶ ἀμερὴς ἡ τοῦ θεοῦ οὐσία, διὰ τοῦτο διαφορὰς οὐκ ἔχει

3

.

360

οὐσιώδεις. ἐχρῆν γὰρ αὐτῷ μὴ ἀνατρέπειν τοὺς ὅρους καὶ τοὺς ἐπιστημονικοὺς κανόνας τοῦ τε αἰτίου καὶ αἰτιατοῦ, μηδ’ ἀντιστρέφειν ἀμαθῶς οὑτωσί· ἐπὶ γὰρ τῶν ἰδίων τε καὶ ἴσων ἀλλήλοις τὰ τῆς ἀντιστροφῆς συγχωρεῖται, ὡς τοῦ γελαστικοῦ
5τοῦ ἀνθρώπου καὶ τοῦ χρεμετιστικοῦ τοῦ ἵππου, καὶ οὐκ ἔνθα τὸ μεῖζόν τε καὶ ἔλαττον ἢ τὸ πρῶτον καὶ δεύτερον θεωρεῖται. αἴτιον γὰρ κἀνταῦθα καὶ πρῶτον, οὐχ ὡς ἀμαθῶς αὐτός φησι, διότι ἀμερὴς ἡ οὐσία, διὰ τοῦτο διαφορὰς οὐκ ἔχει οὐσιώδεις· ἀλλὰ τοὐναντίον, εἰ καὶ τοῦτο δοίη τις ἐνταῦθα, διότι διαφορὰς
10οὐκ ἔχει οὐσιώδεις, διὰ τοῦτ’ ἴσως ἐστὶ καὶ ἀμερής. καί τοι ἐχρῆν κἀνταῦθα τεχνικῶς διελόντα πρότερον εἰπεῖν, ποτέρας τῶν οὐσιωδῶν διαφορῶν ἐνταῦθα λαμβάνει. τὰς μὲν γάρ φασιν εἶναι καθ’ ἃς ἄνωθεν κάτω τὰ γένη διαιρεῖται εἰς εἴδη καὶ ταῦτα εἰς ἄτομα, ἢ μᾶλλον εἰπεῖν τὰ ὅλα εἰς μέρη (ὅλον
15γὰρ ἑκάτερον, τό τε γένος καὶ τὸ εἶδος, καὶ ὅσα οὑτωσὶ πρὸς ἄλλα διαιρεῖται), τὰς δὲ καθ’ ἃς τὰ διαιρεθέντα εἰδοποι‐ εῖται. ὅμως ἐξ ἧς ἐπιφέρει γραφικῆς μαρτυρίας, δῆλον ὅπως ποτὲ καὶ τοῦτο ποιεῖ, ὅτι τὰς διαιρετικὰς καὶ ἄνωθεν ἐκ τῶν φύσει προτέρων εἰς τὸ κάτω μεριζομένας πλῆθος ὁμολογεῖ,
20ἄκων μὲν καὶ ἀμαθῶς κατὰ τὸ αὐτόματον εἰπεῖν, ποιεῖ δ’ οὖν. πληθύνεσθαι γὰρ τὸ τοῦ θείου φάσκει Μαξίμου τὸν θεὸν τὸ καθ’ ἕκαστον εἰς παραγωγὴν τῶν ὄντων βουλήματα ταῖς προνοητικαῖς προόδοις πολλαπλασιαζόμενον, μένειν δ’
ἀμερίστως ἕνα καθάπερ τὸν ἥλιον ἀκτῖνας πολλὰς προπέμ‐

3

.

361

ποντα, μένοντα δ’ ἐν τῇ ἑνότητι· τὸ γὰρ πληθύνεσθαι τὸν ἕνα θεὸν ταῖς προνοητικαῖς προόδοις, τουτέστι τοῖς τε ἐγκο‐ σμίοις καὶ ὑπερκοσμίοις θαύμασι, διαιρεῖσθαι καὶ μερί‐ ζεσθαί ἐστιν ἀναλόγως, συμμαρτυρεῖν κἀνταῦθά οἱ ψευδό‐
5μενος καὶ συκοφαντῶν τὸν θειότατον Μάξιμον. εἰς γὰρ ἕτερον τὴν ῥῆσιν μεταφέρει νοῦν, κακοτρόπως συγκυκῶν καὶ ἀναμοχλεύων. περὶ ἧς καὶ πλείω λέγειν καὶ ἐξετάζειν καὶ διδάσκειν κἀνταῦθα τὸν ἀμαθῆ βουλόμενος ἔγωγε προσήκοντα νῦν τὸν καιρὸν οὐχ ὁρῶ· ὅ τε γὰρ τῶν ἄλλων ἄνωθεν ἀν‐
10θέλκων εἱρμὸς οὐκ ἐᾷ διατρίβειν με, καὶ ἅμα πρὸς ἄτεχνόν τε καὶ κακότεχνον ψυχὴν οὐκ εἰσιέναι δύναιτ’ ἂν ῥᾳδίως οὔτε γοῦν βραχύ τι τῶν εὐλόγων μέρος οὔτε μὴν ἐν βραχυτάτῳ μέρει χρόνου. Ὅμως ἵν’ ἐκεῖθεν ἀναλάβωμεν ἐπανιόντες αὖθις τὸν
15λόγον, καὶ τῶν ἀτόμων οὐσιῶν ἑκάστη μία καὶ πρώτη καὶ ἀδιαίρετός ἐστι, καὶ κατ’ αὐτό γε τοῦτο καὶ ἀμερής. οὔτε γὰρ εἴδει οὔτε ἀριθμῷ εἶναι καθ’ αὑτὴν μεμαθήκαμεν οὐδεμίαν αὐτῶν· διὰ γὰρ τοῦτο καὶ ἀτόμους οὐσίας φαμὲν τὰ τοιάδε· ἀλλ’ οὐσιώδεις ὅμως ἔχουσι διαφορὰς ἐν τῷ οἰκείῳ ὅρῳ.
20οὐδὲ γὰρ οὐδὲν οὔτε τῶν ὁριζομένων οὔτε τῶν διαιρουμένων ἢ μεριζομένων ὑφ’ αὑτὸ τὰς οὐσιώδεις ἔχει διαφοράς, ἀλλ’ ἄνω‐ θεν κατιόντα δέχεται τὸν συντιθέντα ὁρισμόν, ἐκ γένους ὄντα
καὶ συστατικῶν διαφορῶν· ὁριζόμενοι γὰρ τὸν ἄνθρωπον οὐ

3

.

362

τὰς ἀτόμους καὶ φύσει δευτέρας οὐσίας κάτωθεν ἀνιχνεύοντες λέγομεν, φέρε εἰπεῖν ἐκεῖνο δὴ τὸ ῥηθὲν ὑφ’ Ὁμήρου “γυρὸς ἐν ὤμοισι, μελανόχροος, οὐλοκάρηνος,” καὶ εἴ τί που τοιονδὶ ταῖς καθ’ ἕκαστα καὶ μερικαῖς συμπέπτωκεν οὐσίαις· ἀλλὰ
5ζῶον εἶναί φαμεν λογικὸν θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτι‐ κόν, ἐκ τῶν ἄνωθεν καὶ φύσει πρώτων δηλοῦντες αὐτόν, ἐπεὶ μήδε φαμὲν ἄνθρωπον εἶναι διὰ τὸ ἔχειν ὑφ’ αὑτὸν Πλάτωνα καὶ Σωκράτην καὶ τὰς τοιαύτας, ὡς ἔφημεν, ἀτό‐ μους οὐσίας καὶ ἀμερεῖς, ἀλλ’ ὅτι διὰ τοῦ γένους τοῦ ζώου
10καὶ τῶν εἰρημένων συστατικῶν διαφορῶν εἰδοποιεῖται καὶ περιγράφεται καὶ εἰς ὡρισμένην καθίσταται φύσιν. ὁ δὲ Παλαμᾶς ἐξ ἀμαθίας μακρᾶς ἄνω ποταμῶν, τὸ τῆς παροι‐ μίας, χωρεῖν τὰς πηγὰς ἀναγκάζει, λέγων ὡς ἐπεὶ μία καὶ ἀμερὴς ἡ τοῦ θεοῦ οὐσία, διὰ τοῦτο διαφορὰς οὐκ ἔχει οὐ‐
15σιώδεις. καὶ μὴν τὸ ἐπεί σύνδεσμός ἐστι κατασκευαστικός, καὶ ὕπαρξιν καὶ τάξιν ἀκολουθήσεως αἰτιατικὴν δηλῶν, ἅτε συναπτικὸς τῶν ἑκατέρωθεν ἄκρων ὑπάρχων καὶ τὴν αἰτίαν ἔχων αὐτῶν. τούτῳ δ’ οὕτω δι’ ἀμαθίαν ἀνατεθόλωται τὰ εἰρημένα ὡς Κάλχαντός τινος δεῖσθαι μάντεως Ὁμηρικοῦ.
20ἀλλ’ οὐδ’ ἐκεῖνον οἶμαι δυνηθῆναι ἂν τῷ ἀνακολούθῳ τῆς θέσεως, εἰ παρῆν, τὴν λύσιν παρασχεῖν· πῶς γάρ, ἃ μηδ’ αὐτὸν λύειν οἶμαι δύνασθαι τὸν ἐξ ἰδίας γαστρὸς ἐρευ‐ γόμενον τὰ τοιάδε. ἃ γὰρ αἰτιώδει λόγῳ τίθενται, ταῦτα
δήπουθεν καὶ λόγῳ λύονται τοιῷδε, ἃ δὲ μή, ταῦτα δὲ μή.

3

.

363

Σκεπτέον οὖν ἂν εἴη καὶ τὴν ὑστέραν ταύτην ἀμαθίαν ἐπὶ τῇ προτέρᾳ αὐτοῦ· οὐδὲ γὰρ οἶδεν ὡς τῶν πρός τι ὂν τὸ αἴτιον ἅμα ἐστὶ τῷ αἰτιατῷ καὶ ἄνευ αὐτοῦ νοεῖσθαι οὐκ ἔχει, ἅτε σχετικήν τινα καὶ συνδετικὴν δύναμιν ταύτην πρὸς
5ἄλληλα τῶν ἄκρων ἐχόντων· οἷον ὡς ἐν ὑποδείγματι βρα‐ χεῖ, πολλαχῶς λεγομένου τοῦ αἰτίου, ποιητικόν ἐστιν αἴτιον, ὡς ὁ οἰκοδόμος τοῦ οἴκου· τελικόν, ὡς ἡ σκέπη δι’ ἣν ὁ οἶ‐ κος· ὑλικόν, ὡς λίθοι καὶ ξύλα ἐξ ὧν ὁ οἶκος· εἰδικόν, ὡς ἡ διατυπουμένη καὶ εἰδοποιουμένη μόρφωσις ἐν τῷ φαντα‐
10στικῷ τοῦ τεχνίτου· παραδειγματικόν, ὡς ἕτερος οἶκος πρὸς ὃν ἀφορῶν ὁ τεχνίτης τὸ ἀνὰ χεῖρας ἔργον τελεῖ· φυσι‐ κόν, ὡς ὁ πατὴρ τοῦ υἱοῦ. εἰσὶ καὶ ἀλλήλων αἴτια, ὡς τῆς εὐεξίας τὸ πονεῖν καὶ τοῦ πονεῖν ἡ εὐεξία. λέγουσι δ’ ἔνιοι τῶν σοφῶν καὶ τὴν τύχην κατὰ συμβεβηκὸς συναίτιον ἐνίοτε
15ἐν τοῖς κατὰ προαίρεσιν ἕνεκά του γινομένοις. τοσούτων τοί‐ νυν καὶ πλειόνων ὄντων τοῦ αἰτίου εἰδῶν, καὶ πάντων σαφῆ τὴν πρὸς ἄλληλα κεκτημένων συνάφειαν, λεγέτω μοι παρελ‐ θὼν ἐκεῖνος ὑπὸ ποίων τούτων ἀνάγει τὴν τῶν αὐτῷ γε νῦν εἰρημένην σχέσιν. τριῶν γὰρ τοὐλάχιστον ὅρων ἐν τοῖς συλ‐
20λογισμοῖς ἀεὶ λαμβανομένων, τὴν συνδετικὴν τῶν ἄκρων ἐξ ἀνάγκης ἔχειν ὁ μέσος αἰτίαν ὀφείλει. ἀλλ’ οὐχ οὕτω καὶ τῇ τοῦ Παλαμᾶ δοκεῖ ἀμαθίᾳ· ὅμοιον γὰρ τὸ παρ’ αὐτοῦ λεγόμενόν ἐστιν ὥσπερ ἂν εἴ τις ἔλεγεν ὅτι, ἐπείπερ ἡ χιὼν
λευκή ἐστι, διὰ τοῦτο οὐκ ἔστιν αἰσθητικόν· ὡς γὰρ ἐνταῦθα

3

.

364

συνάφειαν μεταξὺ σχετικὴν οὐδεμίαν ἡ λευκότης ἔχει πρὸς τὸ αἰσθητικόν, ἀναγκαίως ἐφελκομένην τὰ ἄκρα πρὸς ἑαυτήν (ἑτερογενὲς γὰρ ἑκάτερον ἑκατέρου), οὕτως οὐδ’ ἐκεῖ πρὸς τὸ τῆς οὐσίας ἀμερὲς τὸ ἥκιστ’ ἔχειν οὐσιώδεις διαφοράς. ἔπειτα
5καὶ τὴν θείαν οὐσίαν διαφέρειν φάσκοντες τῶν τε ἐγκοσμίων καὶ ὑπερκοσμίων πασῶν οὐσιῶν, οὐδαμῇ τῷ ταύτης ἀμερεῖ ἐνοχλοῦμεν· ταύτης γὰρ τὸ ἀμερὲς οὐ κατὰ τὰς ἐν κόσμῳ ταύτας ἀτόμους ἐστὶν οὐσίας (ἠλίθιον γὰρ καὶ νοεῖν καὶ λέ‐ γειν τουτί), ἀλλ’ ὅτι ἀσώματόν τε καὶ ἄογκον καὶ ἄναρχον
10καὶ ἀπερίγραπτον καὶ ὑπερούσιον καὶ πάντων ἥκιστα ὁρι‐ σμοῖς καὶ μερισμοῖς τεχνικοῖς ὑποπῖπτον, πλὴν εἰ μὴ διὰ τὴν τῷ θείῳ Βασιλείῳ συγκαταβατικώτερον μέν τινα τρόπον, ἐμ‐ φιλοσόφως δ’ οὖν καὶ κατ’ ἐπιστήμην ἐξενηνεγμένην ἀποφαν‐ τικὴν ῥῆσιν, ὡς ἐπὶ τῆς ἁπλῆς καὶ ἀσωμάτου φύσεως τὸν
15αὐτὸν ἡ οὐσία τῇ ἐνεργείᾳ δέχεται λόγον, φαίη τις ἂν ὁρι‐ ζόμενος ὡς πρᾶγμά γε εἴη αὐθύπαρκτον ἡ οὐσία μὴ δεόμε‐ νον ἑτέρου πρὸς σύστασιν. ἐκείνῃ γὰρ μόνῃ τῇ θείᾳ καὶ ἁπλουστάτῃ φύσει τὸν τοιοῦτον προσήκειν φαμὲν ὁρισμόν, ἑτέρᾳ δ’ οὐδεμιᾷ τῶν κτιστῶν ἁπασῶν. σύνθετοι γὰρ ἅπα‐
20σαι, πᾶν δὲ σύνθετον ἐκ διαφόρων ἔχει τὸ εἶναι· ὧν ἕκα‐ στα δεῖται ἀλλήλων. οὐκ ἂν οὖν ἀνενδεᾶ εἴη οὔτε τὰ μέρη οὔθ’ ὅλον ἐξ ἐνδεῶν συμπληρούμενον. σαφῆ γὰρ τὴν ἀπό‐
δειξιν ἔχει τοῦ πρὶν τῆς ἑκάστων ἐκείνων προσθήκης ἐνδεὲς

3

.

365

εἶναι. καὶ ἅμα ἀρχόμενον, οὐκ ἄρχον· ἡττᾶσθαι γὰρ ἀνάγκη οὗ δεῖται τὸ ἐνδεές. ᾧ δέ τι ἥττηται, τούτῳ καὶ δεδούλωται. ὃ δὲ δοῦλον, οὐκ ἂν εἴη κύριον οὐδ’ αὐθύπαρκτον. οὐκ ἄρα, πλὴν μόνης τῆς θείας οὐσίας, τῶν ἄλλων οὐδεμιᾷ τὸ κυρίως
5ἁρμόττει αὐθύπαρκτον. οὐσιῶν γὰρ πεποιωμένων εἶναι ποιη‐ τὴν τὸν θεὸν ὁ θεῖός τε ἀπεφήνατο Μάξιμος, καὶ ἡ φύσις αὐτὴ διδάσκαλος ταῖς συνέσει διαφερούσαις αἰσθήσεσι γίνε‐ ται. μόνη γάρ, φησίν, ἁπλῆ καὶ ἀνενδεὴς καὶ ἄτρεπτος ἡ δημιουργικὴ τῶν ὅλων οὐσία τῆς ἁγίας τριάδος. πᾶσα δὲ
10κτίσις σύνθετός ἐστιν ἐξ οὐσίας καὶ ποιότητος. πᾶσα δὲ ποιότης ὑποκειμένης πάντως οὐσίας ἐστί, περὶ ἣν καὶ θεω‐ ρεῖται καὶ λέγεται, τὸ καθ’ αὑτὴν εἶναι οὐδαμῶς ἔχουσα. διὸ καὶ δίχα ποιοτήτων ἀναλόγων ἑκάστοις οὐκ ἔστιν εὑρεῖν οὐδεμίαν οὐσίαν ὑφίστασθαι δυναμένην ἐν κόσμῳ. οἷον ὡς
15ἐπὶ ὑποδείγματος, εἴ τις ἀφέλοι, ἐνεργείᾳ μὲν οὐκ ἂν φαίην (ἀδύνατον γὰρ τουτί) ἐπινοίᾳ δ’ οὖν ὅμως, λίθου τινός, ἢ μᾶλλον εἰπεῖν, τὰς τῆς χιόνος ἐμφύτους ποιότητας, τήν τε λευκότητα δηλαδὴ καὶ ψυχρότητα καὶ ὑγρότητα καὶ εἴ τι τοιοῦτον, εἶναι τὸ λειπόμενον πάντως οὐδέν. ὃ δ’ οὐδὲν καθ’
20αὑτό, πῶς αὐθύπαρκτον; καὶ ἐπὶ τῶν ὄντων εὑρήσεις ἁπάν‐ των ὁμοίως ἀεὶ καὶ πασῶν οὐσιῶν τουτοΐ. Ἔχεις τοίνυν, ὦ φίλε Θεότιμε, διὰ βραχέων ὁρᾶν τοὺς
ἀκανονίστους καὶ πόρρω παντὸς κανόνος κανόνας τοῦ Παλαμᾶ,

3

.

366

καὶ τὰς ἀκαθέκτους καθέτους, καὶ τὴν ἀστάθμητον, ἵν’ οὕτως εἴπω, στάθμην τῆς Λεσβίας οἰκοδομῆς, τοὺς ἀσυλλογίστους λέγω συλλογισμούς, ὁποίους δι’ ἀμαθίαν πονηρῶν ἐξεμεῖ θη‐ σαυρῶν τῆς ἀτόπου γαστρὸς ἐκεῖνος, καὶ ὅπως κηλίδων μα‐
5κρῶν καὶ ἀκαίρων ἐμπέπληκεν, οὖσαν ἀνενδεᾶ τε καὶ ὑγιαί‐ νουσαν, τὴν εὐσέβειαν ὁ ταλαίπωρος, μάτην ἐκχέας κατὰ τὸν σοφὸν Σοφοκλέα τὴν ἄτοπον γλῶτταν αὐτοῦ κατ’ αὐτῆς. οὔτε γὰρ ἐλεύθερον ἑαυτὸν τῆς ἐπενηνεγμένης αὐτῷ κατηγορίας φυλάξαι δεδύνηται, καὶ ἅμα φανερὸν ἐπεπράχει πολλῇ μὲν
10συζῶντα τῇ ἀμαθίᾳ, πλείονι δὲ τῇ τῆς αἱρέσεως κακοδοξίᾳ. διόπερ ἀκούει δικαίως ἃ μὴ βεβούληται, φράσας ἀδίκως ὅσα βεβούληται, οὐ μόνον ὅτι βέβηλος καὶ δυσσεβής, ἀλλ’ ὅτι γε καὶ προῖκα βέβηλος καὶ δυσσεβής, καὶ πάντας δυσσεβεῖς τοῖς ἄγαν βεβήλοις νικῶν, καὶ πρεσβεῖον κακόδαιμον εἰς μοχθη‐
15ρῶν πραγμάτων ὑπερβολὴν ἐκτιννὺς ἑαυτῷ. Καὶ περὶ μὲν τοῦ πρώτου σοι προτεθέντος ζητήματος ἀπόχρη τὰ εἰρημένα· περί γε μὴν τοῦ δευτέρου, τῆς Ἀθα‐ νασίου λέγω τοῦ θείου ῥήσεως, οὑτωσί πως ἀπήντησεν αὖθις ὁ Γρηγορᾶς, ἐπεξεργαζόμενος μὲν αὐτῷ διὰ μαρτυριῶν γρα‐
20φικῶν, ἅμα δ’ ἀναπληρῶν καὶ τὰ ἐνδέοντα τῷ προτέρῳ ζη‐ τήματι. οἶσθα γάρ, ὦ φίλε Θεότιμε, ἐν τῇ πρὸς Ἄρειον διαλέξει φάσκοντα Ἀθανάσιον ὡς οὐχ ἕνεκεν κτιστῶν πραγ‐ μάτων ἔφη ὁ σωτὴρ “πάντα ὅσα ἔχει ὁ πατήρ, ἐμά ἐστιν,”
ἀλλ’ ὅσα ἀνῆκε τῇ θεότητι τοῦ πατρός, ταῦτα ἴδια ἔφη ὁ

3

.

367

κύριος, οἷον τὸ ἄφθαρτον, τὸ ἄτρεπτον, τὸ ἀκατάληπτον, τὸ δυνατόν, τὸ προγνωστικὸν καὶ ὅσα ἐστὶν ὁ πατήρ, ταῦτα ἴδια τοῦ υἱοῦ τυγχάνει. ἐνταῦθα τοίνυν ὁ Γρηγορᾶς τὸν μέγαν ἔφασκεν Ἀθανάσιον διὰ τῆς πληθυντικῆς ἀπαγορεύσεως, τῆς
5οὐχ ἕνεκεν κτιστῶν πραγμάτων, ἀναιρεῖν μὴ ὅτι οὐ κτιστά, ἀλλ’ ὅτι οὐδὲ πράγματα. εἰ δὲ μὴ καὶ τὴν θέσιν τῇ ἀρνήσει ἐπήνεγκεν, ἥκιστα τοῦτο καινόν. φησὶ γὰρ καὶ ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος εἶναι πολλὰ τῶν οὕτω λεγομένων, ἀρνη‐ τικῶς μὲν οὐ θετικῶς δέ. ὡς τὸ “οὐ γὰρ ἐκ μέτρου δίδωσιν
10ὁ θεὸς τὸ πνεῦμα.” οὔτε γὰρ δίδωσιν οὔτε μεμετρημένον· οὐ γὰρ μετρεῖται παρὰ θεοῦ θεός. καὶ οὕτως εὐθὺς ἀναι‐ ρεῖ προφανῶς ἐκείνους οἳ πολλά τε πράγματα καὶ ἅμα ἄκτι‐ στα οἴονται τὰ θεοπρεπῆ τε καὶ κατὰ τὴν προφορὰν πολλὰ τῶν ὀνομάτων· οὐχ ἕνεκεν γάρ, φησί, πραγμάτων πολλῶν
15ἔφη ὁ σωτὴρ ἐκεῖνα τὰ πάντα. ἀδύνατον γὰρ μὴ κτιστὰ εἶναι, ἃ πολλά τέ ἐστι καὶ πληθυντικῶς λέγεται. μονὰς γὰρ ἡ θεία φύσις εἴτουν ἡ ἁγία τριάς, καὶ ἓν καὶ οὐ πολλά, ὡς πολλάκις ἡμῖν ἀνωτέρω διὰ γραφικῶν συνεπεράνθη δείξεων. φησὶ γὰρ καὶ ὁ θεῖος ἐκ Δαμασκοῦ Ἰωάννης, ὡς εἰ πολλοὺς
20ἐροῦμεν θεούς, ἀνάγκη διαφορὰν ἐν τοῖς πολλοῖς θεωρεῖσθαι. εἰ δ’ οὐδεμία διαφορὰ ἐν αὐτοῖς, εἷς μᾶλλον καὶ οὐ πολλοί. οὐ γὰρ ἂν διέφερον ἀλλήλων τὰ διαφέροντα κατὰ τὸν θεῖον
Μάξιμον, εἰ μὴ τῶν λόγων οἷς γεγόνασιν ἐχόντων διαφοράν·

3

.

368

οὔτε γὰρ τὸ τέλειον οὔτε τὸ ἄπειρον οὔτε τὸ ἀπερίγραπτον ἐν τοῖς πολλοῖς φυλάττεσθαι δύναται. Ὁρᾷς πῶς, ὅπου διαφορᾶς ὁ λόγος ἔννοιαν παρεισάγει, ἕπεται μὲν εὐθὺς τὸ πλῆθος, ἐλαύνεται δὲ τὸ ἓν μετὰ τοῦ
5τελείου καὶ ἀπείρου καὶ ἀπεριγράπτου καὶ ὅσα τῆς θείας οὐ‐ σίας ἴδια, μᾶλλον δ’ ὅσα πέφυκέ τε καὶ ἔστιν ἡ θεῖα οὐσία; ὥσθ’ ὅπου τὸ κυρίως ἕν, ὁ θεὸς δηλαδή, χώρα τοῖς πολλοῖς καὶ διαφόροις οὐκ ἔστιν οὐδ’ ἡτισοῦν. οὐ γὰρ θέσιν τινὰ τὸ θεῖον ἐκεῖνο ἓν δηλοῖ, καθάπερ τὸ ἐν τοῖς κτίσμασι καταχρη‐
10στικῶς λεγόμενον καὶ ἐν τοῖς πολλοῖς θεωρούμενον ἕν. ὃ καὶ ἀρχὴν εἶναί φασι παντὸς ποσοῦ, καὶ πλὴν οὐσίαν οὐχ ὑφί‐ στασθαι καθ’ αὑτό, καὶ ἄνευ τοῦ ἑνὸς τούτου μὴ εἶναι πλῆ‐ θος. ἡ γὰρ μετάληψις τοῦ ἑνὸς καὶ τὸ εἶδος αὐτοῦ τὸ τῶν πολλῶν ὑφίστησι ποσόν. ὅθεν καὶ δεκὰς μία λέγεται, καὶ
15χιλιὰς καὶ μυριὰς καὶ τὰ ἔτι τούτων λεπτότερα, τετράς τε μία καὶ πεντὰς καὶ τὰ τοιαῦτα, καὶ ὅσα τῇ τοῦ εἴδους με‐ τοχῇ ταυτίζονταί τε καὶ πρὸς τὸ ἓν ἀναφέρονται. καὶ γὰρ τὸ πολλὰ τοῖς μέρεσιν ἓν τῷ ὅλῳ, καὶ τὸ πολλὰ τοῖς συμβε‐ βηκόσιν ἓν τῷ ὑποκειμένῳ, καὶ τὸ πολλὰ τοῖς εἴδεσιν ἓν τῷ
20γένει, καὶ τὸ πολλὰ ταῖς προόδοις ἓν τῇ ἀρχῇ. καὶ οὐ μό‐ νον ἐπὶ τῶν διωρισμένων, ἀλλὰ καὶ τὰ συνεχῆ πάντα μεγέθη, εἰ φεύγει τὸ ἕν, εἰς πλῆθος κατὰ ἀντιπεπόνθησιν θρυπτό‐
μενα, καὶ τὴν οὐσίαν ἣν εἶχεν ἀπόλλυσιν, οὐκέτι ὄντα ὃ ἦν.

3

.

369

καθ’ ὅσον γὰρ τὸ ἓν ἀπόλλυσιν, ἀλλάσσει καὶ τὸ εἶναι τμη‐ θέντα, διὰ τὸ εἶναι τὸ ἓν ἁπάντων στοιχείων ἑνωτικόν τε καὶ συλληπτικόν, ὁπόσα γένεσίς τε βόσκει καὶ φθορά. ἡ γὰρ ἑτερότης διαφορὰν τοῦ ὄντος εἰσάγουσα, πρὸς ἔννοιαν
5τοῦ μὴ ὄντος ῥᾳδίως ἐξίστησιν. οὐ μὴν τὸ θεῖον ἓν ἐκεῖνο τοιοῦτον· ποιητικὸν γὰρ τούτων συνθέτων ὄντων, ἁπλοῦν παντάπασιν ὂν ἐκεῖνο καὶ ὑπερκόσμιον. οὐδὲ θέσιν τοιάνδε δηλοῖ, ἀλλ’ ἄρσιν ἐκ τῶν πολλῶν, ὅσα τε αἰσθητὰ καὶ ὅσα νοητά. εἰ γὰρ τὸ κυρίως ὂν ἕν, ἔσται ἄρα καὶ τὸ ἓν κυρίως
10ὂν καὶ νοῦ παντὸς ἐπέκεινα. τοῦ δ’ ἑνὸς ἐπέκεινα τῶν πάντων οὐδέν. ὅθεν καὶ εἰκὼν ὁ νοῦς τοῦ ἑνὸς ἐκείνου λέγεται. εἶ‐ ναι γὰρ καὶ τὸν νοῦν φῶς ἄυπνον καὶ ζωὴν μένουσαν καὶ νόησιν οὐκ ἐνεργοῦσαν εἰς τὸ μέλλον, ἀλλ’ εἰς τὰ παρόντα ἀεὶ καὶ ὡσαύτως ἔχοντα, σύμφωνά τε ὄντα ἑαυτοῖς καὶ
15οὐδαμῇ ποτὲ μαχόμενα. πρὸς δὴ τὸ τοιοῦτον ἕν, τὸν θεὸν δηλαδή, πάντ’ ἐκεῖνα τὰ πολλὰ τῶν ὀνομάτων κατὰ τὸν θεῖον φέρονται Ἀθανάσιον, ἅ τε πρότερον ἐν ἄλλοις εἴρηκε λόγοις καὶ ἃ νῦν, τὸ ἄφθαρτον δηλαδή, τὸ ἄτρεπτον, τὸ ἀκατάληπτον, τὸ δυνατόν, τὸ προγνωστικόν, καὶ ὅσα ἐστὶν ὁ
20πατήρ. ἃ καὶ ἴδια καὶ τοῦ υἱοῦ φησὶν εἶναι, εἴτουν φυσικὰ καὶ οὐσιώδη, μᾶλλον δ’ εἰπεῖν αὐτὸν εἶναι τὸν υἱόν. ὅσα γὰρ προσεῖναι λέγεται τῷ πατρὶ φυσικῶς τε καὶ οὐσιωδῶς κατὰ
τὸν θεῖον Κύριλλον, ταῦτα πάντα ἐστὶν ὁ υἱός. τὸ ἄρα ἄφθαρ‐

3

.

370

τον καὶ ἄτρεπτον καὶ ἀκατάληπτον καὶ δυνατὸν καὶ προγνω‐ στικὸν καὶ ὅσα ἐστὶν ὁ πατήρ, ταῦτα πάντ’ ἐστὶν ὁ υἱός. εἰ γὰρ καὶ περιφραστικῶς καὶ κατὰ τήν γε ἡμετέραν λέγοιτο συνήθειαν, ἀλλ’ οὐ νόθα καὶ ἐπίκτητα τὰ τοῦ υἱοῦ ἴδια· ἓν
5γὰρ καὶ ταὐτὸν τῇ θείᾳ καὶ ἁπλουστάτῃ φύσει νοεῖται καὶ ἐστὶ καὶ λέγεται πάντα. ὅσα γὰρ ἀνήκει τῇ θεότητι, φησίν, ἑνικῶς καὶ μονοειδῶς, τῇ μιᾷ δηλαδὴ καὶ ἁπλῇ καὶ μόνῃ, ταῦτα κοινὰ καὶ φυσικὰ πατρὸς καὶ υἱοῦ καὶ ἓν καὶ ταὐ‐ τόν, ἐπεὶ καὶ θεότης μία, καθάπερ καὶ φύσις. συνηγορεῖ
10δὲ καὶ Κύριλλος ἐν θησαυροῖς Ἀθανασίῳ, ἴδιον υἱοῦ τὸ πνεῦμα λέγων. ὅρα δὲ καὶ πῶς ἐν τῇ προτάσει πληθυντικῶς εἰπὼν πάντα ὅσα ἔχει ὁ πατὴρ καὶ ὅσα ἀνῆκε τῇ θεότητι τοῦ πατρός, ἔπειτ’ εἰς ἓν ἀγαγὼν συνεπέρανεν, οὐχ ὅσα ἔχει ὁ πατήρ, ἀλλ’ ὅσα ἔστιν ὁ πατήρ. καὶ γὰρ ἀφελὼν τήν τε
15τοῦ ἔχειν περίφρασιν καὶ τὴν τῶν πολλῶν καὶ κτιστῶν πρα‐ γμάτων ὑπόνοιαν, οὐχ ὅσα εἰσὶν εἶπεν οὐδ’ ὅσα ἔχει ὁ πα‐ τήρ, ἀλλ’ ὅσα ἐστὶν ὀνομαζόμενος θεοπρεπῆ δηλαδὴ παρ’ ἡμῶν ὀνόματα, ἅτε καὶ τῆς θείας οὐ προσιεμένης ἐκείνης ἁπλότη‐ τος πληθυντικήν τινα ὅλως ἔννοιαν. ὁρᾷς πῶς ὁ μέγας Ἀθα‐
20νάσιος κατ’ ἐπιστήμην εἰς τὸ ἓν συνεπέρανε τὸ πληθυντικῶς εἰρημένον “πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν,” ἀπηγορευκὼς πρότερον μὴ περὶ πραγμάτων πολλῶν καὶ κτιστῶν οἴεσθαι
λέγειν ἐκείνην τὴν θείαν φωνήν. περὶ γὰρ ἑκτοῦ καὶ ἔχον‐

3

.

371

τος καὶ ταὐτοῦ καὶ ἑτέρου καὶ τῶν τοιούτων μέμνησαι καὶ αὐτὸς ὡς ἀνωτέρω βραχὺ κατὰ χώραν ἑκάστῳ προσήκουσαν τεχνικὴν ἀποδέδεικται. Ἀλλ’ εἰ βούλει, συνήγορος ἡμῖν καὶ ὁ θεῖος κεκλήσθω
5Βασίλειος, πάντα λέγων τὰ θεοπρεπῆ ὀνόματά τε καὶ νοή‐ ματα ὁμοτίμως ἔχει πρὸς ἄλληλα τῷ μηδὲν παρὰ τὴν τοῦ ὑποκειμένου διαφωνεῖν σημασίαν. ὅσα γὰρ ἄν, φησίν, εἴπῃς ἐπὶ θεοῦ ὀνόματα, καταφατικά τε δηλαδὴ καὶ ἀποφατικά, εἴτουν ἀπαγορευτικὰ καὶ ἀρνητικά, ἃ δὴ προσόντα τε καὶ μὴ
10προσόντα λέγεται πρὸς τῶν ἁγίων ἐνίοτε καὶ ἀλλαχοῦ, ἓν διὰ πάντων ἐστὶ τὸ σημαινόμενον, εἴτ’ ἀγαθὸν καὶ δίκαιον καὶ τὰ οὕτω λεγόμενα καταφατικά, εἰτ’ ἀθάνατον καὶ ἄφθαρ‐ τον καὶ τὰ οὕτω λεγόμενα ἀρνητικά. διὰ γὰρ ἐκείνων, ἃ προσεῖναι λέγονται, καταφάσκομεν, διὰ δὲ τούτων ἀπαγορεύο‐
15μεν ἃ μὴ πρόσεστιν, ὡς αὐτὸς ἐν τοῖς περὶ θεοῦ λεγομένοις φησὶν ὀνόμασι κατ’ Εὐνομίου φερόμενος. ὅθεν ὁ ἀνώνυμος πολυώνυμος ἡμῖν ἀποροῦσιν ὀνόματος τοῦ κυρίως ἁρμόττοντος γίνεται, πλείσταις διαφοραῖς ὀνομάτων ἀνακαλύψαι βιαζομέ‐ νοις τὴν περὶ τοῦ θείου ἡμῖν ἐγγινομένην ὑπόνοιαν. ὄνομα
20γὰρ σημαντικόν, ὁ Νυσσαέων φάσκει Γρηγόριος, τῆς θείας φύσεως οὐκ ἐμάθομεν· δήλωσιν δὲ προσηγορίας τοιαύτης δι’ ἧς ἐμπεριλαμβάνηται ἡ ἄφραστός τε καὶ ἀόρατος φύσις
ἢ οὐκ εἶναι καθόλου φαμέν, ἢ πάντως ἡμῖν ἄγνωστον εἶναι.

3

.

372

καὶ ἔοικε τὸ τῶν θεοπρεπῶν ὀνομάτων πλῆθος ταῖς ἐκ τῶν περάτων τοῦ κύκλου πρὸς τὸ κέντρον συναγομέναις εὐθείαις, μερισταῖς μὲν οὔσαις ἔξωθεν, τὸ δὲ κέντρον μερίσαι μὴ δυ‐ ναμέναις, ἀλλὰ μᾶλλον, ὅσον ἐφικτόν, ἐνιζομέναις. ἐν γὰρ
5τῇ θεωρίᾳ, φησί, τῆς νοερᾶς φύσεως, διὰ τὸ ὑπερκεῖσθαι τῆς αἰσθητῆς αὐτὴν καταλήψεως, στοχαστικῶς τῆς διανοίας ὀρεγομένης τῶν ἐκφευγόντων τὴν αἴσθησιν, ἄλλοι ἄλλως κι‐ νούμεθά τε περὶ τὸ ζητούμενον, καὶ κατὰ τὴν ἐγγινομένην ἑκάστῳ περὶ τὸ ὑποκείμενον διάνοιαν, ὅπως ἂν οἷόν τε ᾖ,
10τὸ νοηθὲν ἐξαγγέλλομεν. ὁ δ’ ἀμαθὴς Παλαμᾶς διὰ γνώμης ἀτόπου μοχθηροτέραν ἕξιν παρὰ φαῦλον τὰς τῶν ἁγίων ῥήσεις ποιησάμενος, τὴν τοῦ θεοῦ συνεκύκησεν ἐκκλησίαν, οὐκ οἶδ’ ὁπότερον, εἴτ’ ἄκων ἀγνοῶν τὴν ἐκείνων διάνοιαν, εἴθ’ ἑκὼν βλασφημῶν καὶ ἐν ὑποκειμένοις καὶ διαφόροις πράγμασι, τὰ
15διάφορα τῶν πολλῶν ἐκείνων θεοπρεπῶν ὀνομάτων ἀσεβῶς ἐκλαμβάνων, καὶ πολλὰς καὶ διαφόρους ἐντεῦθεν ἀκτίστους κηρύττων θεοὺς καὶ θεότητας. οὐδὲ γὰρ οὐδὲ Γρηγορίου τοῦ Νύσσης, ὡς ἔοικε, βοῶντος ἀκήκοεν, ὡς ὅταν μὴ μίαν εἶναι τὴν προσκυνουμένην φύσιν πιστεύσωσιν οἱ ἄνθρωποι, ἀλλ’
20εἰς διαφόρους θεότητας ταῖς ἐννοίαις ἀπενεχθῶσιν, οὐκ ἔστιν ὃ στήσει τὴν περὶ τὸ θεῖον ὑπόληψιν προϊοῦσαν διὰ τῆς κτίσεως, ἀλλὰ τὸ νομισθὲν ἐν τῇ κτίσει θεῖον ἀφορμὴ πρὸς
τὴν ἴσην ὑπόληψιν τῷ μετ’ ἐκεῖνο θεωρουμένῳ γενήσεται,

3

.

373

κἀκεῖνο τῷ ἐφεξῆς, καὶ διὰ πάντων ἡ τῆς ἀκολουθίας ταύ‐ της πλάνη διενεχθήσεται, τῆς πρώτης ἀπάτης διὰ τῶν πα‐ ρακειμένων μέχρι τῶν ἐσχάτων διεξιούσης· εἶτα ὡς ἂν μὴ τοῦτο, φησί, πάθοιμεν καὶ ἡμεῖς οἱ πρὸς τὴν ἀληθινὴν θεό‐
5τητα βλέπειν παρὰ τῆς γραφῆς διδασκόμενοι, πᾶν τὸ κτιστὸν ἔξω τῆς θείας φύσεως νοεῖν ἐπαιδεύθημεν, μόνην δὲ τὴν ἄκτιστον φύσιν λατρεύειν τε καὶ σεβάζεσθαι, ἧς χαρακτήρ ἐστι καὶ γνώρισμα τὸ μήτε ἄρχεσθαι τοῦ εἶναί ποτε μήτε παύεσθαι.
10 Ὁρᾷς τὸ τῶν πατρίων θεσμῶν καὶ ῥήσεων ἀναμφισβή‐ τητόν τε καὶ δυσαντίβλεπτον μετὰ πάσης εὐκρινείας ἅμα καὶ καθαρότητος προϊόν; μόνην γὰρ τὴν θείαν οὐσίαν καὶ φύσιν λατρεύειν τε καὶ σέβεσθαι παραινεῖ· ἃ δ’ ἀνούσιά τε καὶ πολλὰ καὶ τῆς θείας φύσεως ἐκτός, τούτων οὐδὲν οὐδαμῇ
15μήτε προσκυνεῖν μήτε σέβεσθαι. πολέμια γὰρ ἀλλήλοις καὶ πάνυ μαχόμενα τῷ τε μόνῳ τὰ πολλὰ καὶ τῇ οὐσίᾳ τὰ ἀνούσια. δυοῖν γὰρ ἀνάγκη περιπίπτειν θατέρᾳ, ἢ τῇ τῶν ἀσεβῶν ἀθεΐᾳ ἢ καὶ τῇ τῆς Ἑλλήνων πολυθεΐας ἀσεβεστέρᾳ κακίᾳ, μεταξὺ κειμένην παρατρέχοντας τὴν εὐσέβειαν. ὡς
20καὶ τοῦτο πολλάκις ἡμῖν ἀνωτέρω καὶ διαρκῶς ἀποδέδει‐ κται, τὴν μὲν τῶν Ἑλλήνων δηλαδὴ πολυθεΐαν βραχύν τε καὶ οὐκ ἄπειρον τὸν ἀριθμὸν κεκληρῶσθαι, τὴν δὲ τοῦ Παλαμᾶ
πέρας εὑρεῖν οὐδαμῇ ποτέ, οὐκ οἶδ’ ὁπότερον εἴποιμι ἂν

3

.

374

προσηκόντως, εἴτ’ οὐ βούλεσθαι εἴτ’ οὐ δύνασθαι· ἄμφω γὰρ αὐτῇ μεγάλην ἔχει χώραν ἅμα καὶ οὐχ ἅμα. ἃ γὰρ ἀμαθοῦς ὁμοῦ καὶ κακοτρόπου διανοίας ἀπορρεῖ, τούτων εἶ‐ ναι μηδὲν ὃ μὴ κακίας ἀπόζει μακρᾶς ἰδίᾳ καὶ κοινῇ.
5 Καὶ ταῦτα μὲν τῇδέ πῃ ἔσχε, καὶ τοῦτον εἰρῆσθαι τὸν τρόπον συμπέπτωκε τῷ Γρηγορᾷ περὶ τῶν δυοῖν ζητη‐
μάτων.

3

.

375

(t1)

ΛΟΓΟΣ ΔΟΓΜΑΤΙΚΟΣ Γ.
t2ΔΙΗΓΗΣΙΣ ΠΕΡΙ ΤΗΣ ΔΙΑΛΕΞΕΩΣ ΗΝ Ο ΓΡΗΓΟΡΑΣ ΜΟΝΑ‐
t3ΧΟΣ ΝΙΚΗΦΟΡΟΣ ΕΠΟΙΗΣΑΤΟ, ΑΡΞΑΜΕΝΟΣ ΜΕΝ ΑΠΟ
t4ΤΟΥ ΒΛΣΙΛΕΩΣ ΚΥΡΟΥ ΙΩΑΣΑΦ ΤΟΥ ΚΑΝΤΑΚΟΥΖΗΝΟΥ,
t5ΤΕΛΕΣΑΣ ΔΕ ΑΥΤΗΝ ΠΡΟΣ ΤΟΥΣ ΑΥΤΟΥ ΠΑΛΑΜΙΤΑΣ.
5 Εἶεν, ὦ φίλων ἄριστε Πρωταγόρα. τὰ μὲν δὴ μέχρι καὶ ἐς τόδε σοι εἰρημένα καὶ ἔγνων ἀκηκοὼς καὶ τῷ φαντα‐ στικῷ τῆς ἐμῆς ἀνάγραπτα ψυχῆς ἐπεπράχειν, μνήμης τε ἔαρ δημιουργῶν ὡς εἰπεῖν ἐμαυτῷ, καὶ ἅμα λήθης γῆρας οὑτωσί πως ἐπιτεχνώμενος. καί σοι χρεὼν εἰδέναι με χάριτας οὐ
10βραχείας, ὅτι μὴ καὶ μάλα πλουσίας ὁμολογοῦντα πρῶτον μὲν τοῖς διαλεκτικοῖς ἀγῶσι τοῦ Γρηγορᾶ, ὅτι πολεμουμένοις
τοῖς τῆς εὐσεβείας δόγμασι τό γε εἰς αὐτὸν ἧκον ἀνθοπλίζε‐

3

.

376

ται συμμαχῶν ἀεί, ἔπειτα καὶ μεγαλονοίᾳ τῇ σῇ εὐφυῶς τε ἀναλεξαμένῳ τὰ χρειωδέστερα τῶν ἐκείνῳ λεχθέντων καὶ τρά‐ πεζαν ἡμῖν ἡδίστην αὐτὰ παραθέντι μεγαλοψύχως καὶ δίχα φορτικοῦ τινὸς ἤθους παντός. σὺ δ’ εἰ βούλει, καὶ δευτέ‐
5ραν ἐμοὶ ταύτην ἔφεσιν πρὸς θεοῦ τελεῖν προθυμήθητι. ἀκήκοα γὰρ καὶ Ἰωάσαφ τὸν προβεβασιλευκότα Καντακουζη‐ νόν, ἀνιαθέντα λίαν ἐπὶ τῷ Γρηγορᾷ γραφαῖς καὶ ἱστορίαις μακραῖς δεδωκότι τὰ τῆς διαλέξεως ταυτησὶ καὶ ἀκοαῖς δη‐ μοσίαις ἐπ’ αἰσχύνῃ τοῖς ἀμφὶ Παλαμᾶν δεδωκότι, ταῦτ’
10ἄρα μέρη τινὰ τῶν γραφέντων ἀναλαβόντα, λογίων ἀμαθῶν οἴκοι συγκροτῆσαι συνέδρια συνεχῆ, καὶ θεολόγους ἀλόγους χειροτονῆσαι, παιδείαν ἐξαίφνης ἀπαιδαγώγητον ἐμφυσήσαντα σφίσι, καὶ διαλεκτικῶν ἀνάδοσιν αὐθημερὸν οὑτωσὶ μηχανη‐ σάμενον αὐτοσχέδιον, καὶ οὕτως εἰπόντα δὴ καὶ ἀκούσαντα
15λοιδορίας παμπόλλους κατὰ τῶν τοῦ Γρηγορᾶ ῥημάτων καὶ λόγων ἐκείνων, ταὐτὸν δ’ εἰπεῖν κατὰ τῆς εὐσεβείας ἄντικρυς αὐτῆς, ἔπειτα πλείοσι βιβλίοις αὐτὰ μετεγγράψαντα διανεῖ‐ μαι τοῖς αἱρεσιώταις, καὶ μυρμηκιὰν λοιδοριῶν ἐν γραφαῖς ἀσελγῶν τὴν ταχίστην προστεταχέναι γενέσθαι. ἑνὸς δ’ ἐκεῖ‐
20θεν καὶ ἡμίσεος ἐνιαυτοῦ τριβέντος, κενὸν καὶ ἀνήνυτον τὸ τῶν ἐλπίδων σφίσι θέρος ἐβλάστησε. καὶ τὰ τῆς παροιμίας ἀτεχνῶς ἑωρᾶτο· ὤδινε γάρ, φησίν, ὄρος καὶ ἔτεκε μῦν, καὶ
ἄνθρακες ἦσαν αὐτοῖς οἱ προσδοκώμενοι θησαυροί. καὶ ὅσαι

3

.

377

τοῦ τοιούτου κόμματος ἦσαν παροιμίαι, χώραν ἔσχον τηνι‐ καῦτ’ ἐκλαλεῖσθαι· μετὰ γὰρ τοσοῦτον, ὡς εἴρηται, χρόνον ὀφθέντα τὰ ἐκείνων δυσσεβῆ καὶ πλείω τῆς ἀσεβείας τὴν ἀμαθίαν κεκτημένα λογάρια, μᾶλλον δ’ εἰπεῖν ἀμβλωθρίδια,
5κατάγνωσιν μὲν τοῖς οἰκείοις, γέλωτα δὲ τοῖς ἡμετέροις ἐνε‐ ποίει μακρόν. διὸ καὶ βραχὺ φανέντα ὁμοῦ τῷ πληγέντι ἀέρι πρὸς τἀφανὲς ᾤχοντο ἀπιόντα. οὐ μὴν κόρος ἦν οὐδ’ οὕτω τῆς κατασχούσης τοὺς δυσσεβεῖς κακίας οὐδείς, ἀλλ’ ἑτέραν ἐφ’ ἑτέρᾳ τρίβον τοῖς λογισμοῖς ἐβάδιζον. καὶ πασῶν
10ὀψὲ βελτίστη σφίσιν αὕτη νενόμισται. λόγοις γὰρ φιλικοῖς διὰ μέσων φίλων ἀνδρῶν ἀξιοῖ Γρηγορᾶν Καντακουζηνὸς οἴ‐ καδε παρ’ αὐτὸν ἀφικέσθαι πρὸς ἀνάμνησίν τε καὶ ἀνανέω‐ σιν ἴσως τῆς προτέρας φιλίας ἐκείνης. καὶ ὃς νομίσας ἐπαγ‐ γελίαν ἐπανορθώσεως ἔχειν τὸ πρᾶγμα, αὐτός τε, ὡς φασίν,
15ἀφίκετο, καὶ σέ γε συνέκδημον ἦν ἐπαγόμενος. καὶ ἃ μὲν ἠκηκόειν αὐτὸς παρ’ ὁτωνδήποτε, ταῦτ’ ἐστίν· ἃ δ’ ἑξῆς ἐγεγόνει, καὶ ὅπως καὶ ὅθεν τὰ τῆς διαλέξεως αὖθις ἀρξά‐ μενα ὅπῃ συνεπεράνθη, ἡδέως ἂν παρὰ σοῦ πυθοίμην. Συνεληλυθότοιν ἀμφοῖν, ὦ φίλε Κλεόδημε, πρὸ δείλης
20ἑῴας ἐς τὸ μοναδικὸν τοῦ προβεβασιλευκότος Καντακουζηνοῦ φροντιστήριον, προσηνῆ μὲν καὶ ἠρέμα γλυκεῖαν ἔσχε τὴν ἀρχὴν τὰ τῆς ὁμιλίας, καὶ ὡς ἦν αὐτοῖς εἰωθὸς ἐκ πολλοῦ,
ταραχῆς δὲ τὰ ἑξῆς καὶ θορύβου πάντα μεστὰ ἐγεγόνει πα‐

3

.

378

λινδρομήσαντα. ἀρξαμένου γὰρ βασιλέως τοῦ Καντακουζη‐ νοῦ μεταξὺ τῆς ὁμιλίας τὸν Παλαμᾶν ἐπαινεῖν, τὸν λόγον εὐθὺς οἱ ἀμφ’ αὐτὸν μονάζοντες ἄνδρες καὶ πλήρεις σοφίας ἁπάσης εἶναι οἰόμενοι, αὐτόν τε ἐθαύμαζον Παλαμᾶν καὶ τὰ
5ἐκείνου δόγματα πλέον ἢ κατὰ βασιλέα Καντακουζηνὸν ἀνύ‐ μνουν, ὡς καλῶς μὲν λέγοι περὶ ἐνεργειῶν ὅτι τε ἄπειροι καὶ διάφοροι μὲν τῆς θείας οὐσίας ἄκτιστοι δὲ καὶ ἀνούσιοι, ὡς καλῶς δ’ αὖ καὶ περὶ τοῦ ἐν Θαβωρίῳ τῷ ὄρει γενομέ‐ νου πάλαι φωτὸς ἀποφαίνεται ὅτι τε ἄκτιστον κἀκεῖνο καὶ
10διάφορος τῆς Ἰησοῦ θεότητος ἄλλη θεότης. ἀπήντησεν εὐθὺς ὁ Γρηγορᾶς ὀνειδίζων πῶς ἂν εἴποιμι σφίσι καὶ καθαπτόμε‐ νος τῆς ἀωρίας, ὅτι μηδὲ μετὰ τὴν τοῦ κυρίου παιδείαν συνιέναι ἔχουσιν, οὐδ’ αἰδώς τις ἔπεισιν ὅτι μοναδικόν ἐστιν ὃ νῦν περίκεινται σχῆμα, ἀλλὰ περιφανῶς αὐτοῦ καταψεύ‐
15δονται, ἀπᾴδοντα μὲν αὐτῷ ἀπᾴδοντα δὲ τῷ καιρῷ φθεγγόμε‐ νοι καὶ παίζοντες ἐν οὐ παικτοῖς. τό τε γὰρ σχῆμα μὴ μό‐ νον θεολογεῖν οὐ προστάττει, ἀλλ’ οὐδὲ φθέγγεσθαι δίδωσιν ἔξω τῆς ὀφειλομένης πρὸς θεὸν ὑμνῳδίας, ἐργάζεσθαι μὲν οὖν ἀεὶ ταῖς χερσὶν ὅση δύναμις. καὶ ἅμα τῶν πάλαι θείων
20ἐπεισῆγε μαρτυρίας ἀνδρῶν, δυσωπητικωτέρας οὔσας ἐκείνας, οἱονεί τινι πολιᾷ τὸ αἰδέσιμον ἐσχηκυίας διὰ τὴν τῶν εἰπόν‐ των ἀρετήν τε καὶ ἀρχαιότητα. ἀκούομεν γάρ, φησί, καὶ Παύλου λέγοντος “αἱ χεῖρες αὗται διηκόνησαν ἐμοὶ καὶ τοῖς
σὺν ἐμοί.” πολυλογίαν δὲ καὶ ὁ τῆς μοναδικῆς πολιτείας δι‐

3

.

379

δάσκαλος Ἰωάννης κενοδοξίας καθέδραν εἶναι φησίν, ἀγνω‐ σίας τεκμήριον, εὐτραπελίας χειραγωγόν, ψεύδους ὑπουργόν, κατανύξεως ἀφανισμόν, καταλαλιᾶς θύραν, τῆς κατ’ ἀνθρώ‐ πων δηλαδὴ λοιδορίας, καὶ οὐδαμῇ τῆς κατὰ θεοῦ· τοῦτο
5γὰρ οὐδ’ ἐπὶ νοῦν τῷ θείῳ ἐκείνῳ ἀφίκετ’ ἀνδρί. ὁ γὰρ τὴν κατ’ ἀνθρώπων λοιδορίαν οὕτω κολάζων πῶς οὐκ ἂν ἐξεπέ‐ πληκτο καὶ πρὸς ἀφωνίαν κατηνέχθη, λοιδορίας ἀκούων κατὰ θεοῦ; λοιδορία γάρ ἐστι κατὰ θεοῦ πάντως ἡ τῶν ἀμα‐ θῶν ἄκαιρος θεολογία. καὶ τοῦτο δῆλον ἡμῖν ὁ Χρυσορρή‐
10μων αὐτίκα ποιήσει. ἐτίμησε γάρ σε ὁ θεός, φησίν, οὐχ ἵνα αὐτὸν ὑβρίζῃς· ὑβρίζει γὰρ αὐτὸν ὁ τὴν οὐσίαν αὐτοῦ πε‐ ριεργαζόμενος. τούτοις ἐκεῖνοι τὸ εἰωθὸς ἀντεισῆγον ἐκεῖνο· εἶτα ἐρρῶσθαι φράσομεν, φησί, τὰς θεολογικὰς τῶν ἁγίων βίβλους ὡς ἂν εἰ ἐπ’ οὐδενὶ χρησίμῳ τοῖς πεπονηκόσι γρα‐
15φείσας; χαίρειν δ’ ἐάσομεν τὸ θεῖον εὐαγγέλιον ὃ τὰς γρα‐ φὰς ἡμῖν ἐρευνᾶν παραινεῖ; Πρὸς ταῦτα ὁ Γρηγορᾶς οὑτωσί πως ἀπήντησεν. αἱρε‐ τικῶν μοι προφέρετε, ἄνθρωποι, ῥήματα. τίνων δὴ τούτων; ὧν τὴν ἄτοπον ἔρευνάν τε καὶ πολυπραγμοσύνην δημοσίᾳ τοῦ
20Χρυσορρήμονος ἐξελέγχοντος οὔπω γε ἠκηκόειτε, ὡς ἔοικεν. ἀκούσεσθε δὲ νῦν, καὶ εἰ μὴ πάνυ τι σφοδρῶς γε εἴη ὑμῖν
πρὸς βουλήσεως, τὰς τῶν αἱρετικῶν ἀντιθέσεις συχνά τε κἀκ

3

.

380

τοῦ σύνεγγυς ἀνατρέποντος. ἀνάγνωθί σου, φησίν, τὴν ὁμο‐ λογίαν, αἱρετικέ. ὅτε προσῆλθες βαπτισθῆναι, τί εἶπες; καὶ ἐπὶ μὲν τῶν φρικτῶν ἐκείνων μυστηρίων τὴν πίστιν προσή‐ γαγες, νῦν δὲ τοῦ θεοῦ πολυπραγμονεῖς τὴν οὐσίαν; ἀλλ’
5ὅρα τὶ πάλιν ὁ ἐχθρὸς ἀντιλέγει τῆς ἀληθείας· μὴ γὰρ ἀργοὺς ἡμῖν ὁ θεὸς δέδωκε λογισμούς; μὴ γὰρ ἁπλῶς εἰλή‐ φαμεν τοῦ νοῦ τὸ κριτήριον; δεῖ καὶ λογισμοῖς ἐρευνᾶν τὴν πίστιν, καὶ μὴ ἀνεξέταστον εἶναι τὴν εὐσέβειαν. ἀλλὰ χρεών, φησίν, ἐχθρὲ τῆς ἀληθείας, τῆς ἐξετάσεως ὅρον εἶναι τὰ
10θεῖα λόγια καὶ τοὺς παρ’ αὐτοῦ δοθέντας ἡμῖν τῆς εὐσεβείας κανόνας. σὺ δ’ ὑπερβαίνων βιάζῃ τὴν ἀλήθειαν. καὶ ὅρα πάλιν τίνας ὁ αἱρετικὸς ὑποφέρει λόγους. οὐχ εὑρίσκομεν, φησίν, τὴν πίστιν ἀσφαλῆ πανταχῇ. εὑρίσκομεν γὰρ τὸν Ἀδὰμ ἀπὸ τῆς πίστεως πεσόντα. ὅρα δὲ καὶ τοῦ Χρυσορρή‐
15μονος τὴν ἀνθυποφοράν. βλέπε, φησί, πάλιν τοῦ πονηροῦ δαίμονος τὰ ῥήματα τοῦ πάντα τολμῶντος. ἀλλ’ οὐχ ὁ πι‐ στεύων τῷ τυχόντι πιστός, ἀλλ’ ὁ θεῷ πιστεύων ἀληθῶς. μὴ γὰρ ἔδειξας ὅτι θεῷ πιστεύσας ἀπώλετο; διαβόλῳ πιστεύσας ἀπώλετο, θεῷ ἀπιστήσας ὠλίσθησε. τούτοις μὲν δὴ οὖν
20τοῖς ῥήμασι τὸν αἱρετικὸν ἐπεστόμισε τότε· μὴ μόνον δ’ οὖν, ἀλλὰ καὶ ὅσοι ἐκεῖθεν ἐς τόδε ταὐτὰ τοῖς αἱρετικοῖς ἐκείνοις προφέρουσιν ἕτεροι, τοῖς αὐτοῖς τοῦ Χρυσορρήμονος
ἅπαντες βέλεσι πλήττονται.

3

.

381

Τούτων δ’ οὕτω λεγομένων ἤρξαντό τινες τῆς ἐφεδρείας ἐπεισιέναι. σύνηθες γὰρ τουτὶ Καντακουζηνῷ προλοχίζειν ἐφεδρείας ἐν τοῖς τοιούτοις καὶ Τελχίνων τοιούτων ἐπιφέρειν ἐξ ἀφανοῦς στρατόπεδα, αὐτῷ μὲν συμμαχίαν, τοῖς δ’ ἀντι‐
5θέτοις ἔκπληξιν· ὧν ὁ πρῶτος καὶ μάλιστα πάντων ὁμόψυ‐ χός τε καὶ ὁμογνώμων καὶ πάντα στεργόμενος ἀνελάμβανεν εὐθὺς τὰ τοῦ ἐν Θαβωρίῳ τῷ ὄρει φωτὸς ἐκεῖνα, καὶ ἐλοι‐ δόρει τὸν ὑπὲρ Χριστοῦ καὶ τῶν θείων τῆς ἐκκλησίας δογ‐ μάτων μυρία παθόντα δεινὰ Θεόδωρον, ὃς πρὸς τῶν εἰκονο‐
10μάχων μετὰ πλείστας πρότερον καὶ διαφόρους κολάσεις κα‐ θάπερ ἀμνὸς κατὰ γῆς ἐκταθεὶς ἀκμαῖς σιδήρων ἐστίζετο γραφόμενος ἅπαν τὸ πρόσωπον, ἔμενε δὲ τὴν ψυχὴν ἀκλινής, ἕως εἰς ἐξορίαν ἀπενεχθεὶς τῷ ἀδεκάστῳ δέδωκεν αὐτὴν ἀθ‐ λοθέτη θεῷ. ἐλοιδόρει δ’ ἐκεῖνον ὅτι βοηθῶν ὀρθοδόξοις βι‐
15βλία κατὰ τῶν εἰκονομάχων ἀφῆκε τῷ βίῳ, τὴν ἐκείνων τότε ἐξελέγχοντα δυσσέβειαν, νῦν δὲ τὴν Παλαμικήν, ἐκ μιᾶς ἀρ‐ ξαμένων ἀμφοῖν προφάσεως, τοῦ ἐν Θαβωρίῳ λέγω τῷ ὄρει φωτός, ὡς δειχθήσεται πλατύτερον προϊόντος τοῦ λόγου. καὶ ποία τοῦτον, ἔφασκεν, οἶδεν ἐκκλησία; καὶ τίς αὐτοῦ ποτὲ
20μνήμην πεποίηται τῶν ἡμερῶν; καὶ πολλὰ τοιαῦτα συνείρων τὴν τῶν βλασφημιῶν ἐπήνεγκε κορωνίδα, ὅτι πάνθ’ ὅσα βι‐ βλία πεποιῆσθαι λέγεται κατὰ τῶν εἰκονομάχων αὐτῷ αἱρέ‐
σεων γέμει μακρῶν. καὶ εἰ μὲν ἕτεροί τινες ὑποβολιμαῖα πα‐

3

.

382

ρεισενέγκαντες τὸ αὐτοῦ γε ἐπέγραψαν ὄνομα, ἀνέγκλητος μὲν ἔσται αὐτός, τὰ δὲ βιβλία οὔ· εἰ δ’ αὐτοῦ τῷ ὄντι βεβαίως εἰσίν, ὁμοῦ τοῖς βιβλίοις ἄρα ἀπόβλητος καὶ αὐτὸς καὶ τοῖς ἄλλοις αἱρετικοῖς ἐναρίθμιος.
5 Τοσούτων οὖν καὶ οὕτω μεγέθους ἀσεβείας ἐχόντων λό‐ γων αὐτήκοος ὁ Γρηγορᾶς γεγονὼς σφόδρα τε ἐξεπλάγη καὶ ἄφωνος ἔμεινεν ἄχρι καὶ ἐς ὥρας μακρόν τι διάστημα. ἔπειτα θυμοῦ καὶ ζήλου θείου μεστὸς γεγονὼς τοιάδε, στρα‐ φεὶς πρὸς τὸν Καντακουζηνόν, φησί. τί μου τὸ γῆρας οὐκ
10ἐᾷς ἠρεμεῖν, ἀλλ’ ἐπιβουλεύεις ἀεί; τί με ταῖς σαῖς ἀεὶ με‐ ρίζων αἱρέσεσιν οὐκ ἐνάρκησας οὐδ’ ὀψὲ τῆς ἡλικίας τῆς σῆς καὶ τῆς νῦν βαρυδαίμονος τύχης; τί μ’ ἄλλοτ’ ἄλλοθεν ὡς ἐκ λόχμης καὶ δρυμοῦ προσβάλλων, οὐ τολμᾷς κατὰ μέτω‐ πον ἄντικρυς τὸν σὸν ἐπιφέρειν πόλεμον, ἀλλ’ οὐκ ἔστιν οὔθ’
15ὅθεν οὔθ’ ὅτε μὴ τὴν σήν μοι προσάγεις ἀτέκμαρτον πεῖ‐ ραν; τί κατὰ τῶν θείων δογμάτων ἄλλοτ’ ἄλλους ἐγείρεις Ὀλύμπους καὶ Παρνασοὺς βλασφημίας αὐτομαθοῦς καὶ ὀψι‐ μαθοῦς; τί κατὰ τῶν θείων πατέρων χαράδρας ἀνορύττεις ἀεὶ καινοτέρας καὶ μόνῃ τῇ σῇ παρευρημένας αὐτοθελεῖ ἐπι‐
20νοίᾳ; τίνα τοῦτον ἐξ αὐτοσχεδίου τῷ θείῳ ἐκείνῳ πατρὶ καὶ σοφῷ διδασκάλῳ τῆς ἐκκλησίας νέον ὁπλίζεις Ἀρχίλοχον ἢ
μᾶλλον Ἀρχιλόχου πίθηκον, ὃς πρὶν ἢ μαθεῖν ἄπονον οἴεται

3

.

383

εἰληφέναι ταμίαν σοφίας τὴν Ἡσιόδου δάφνην, καὶ μόνῃ θε‐ λήσει τὸ δογματίζειν ἁλώσιμον. ἢ οὐκ ἀκούεις, τί ταῦτ’ ἐπὶ σοῦ τὸ σχετλιώτατον τοῦτο καὶ μεμηνὸς ἀνδράριον ἐξηρεύ‐ ξατο; ἆρ’ ἀνεκτὰ ταῦτ’ ἀκοαῖς λόγῳ καὶ διανοίᾳ διοικουμέ‐
5ναις; φθέγξαι τι πρὸς ταῦτα, ἵνα γνῶμεν εἰ μὴ ὁμότροπον τρέφεις γοῦν ἐν τούτοις καὶ αὐτὸς τὸ τῆς γνώμης βουλόμε‐ νον. ἡ γὰρ σὴ σιωπὴ σφαλεροῦ συνειδότος ὑποψίαν ἀνει‐ ληφυῖα πολλάς, οἶμαι, ἐγερεῖ κατὰ σοῦ τὰς τῶν λοιδοριῶν τρικυμίας. ἦ γὰρ οὐκ αὐτὸς ἑαυτοῦ τε καὶ τοῦ σφετέρου
10θιάσου παντὸς ἄντικρυς καταμαρτυρεῖ καὶ τῶν ἀσεβειῶν ἐπιψηφίζεται τὴν μεγίστην; ὃν γὰρ πᾶσαι διαρρήδην τιμῶ‐ σιν εὐσεβῶν ἐκκλησίαι, καὶ ὃν ὑμνοῦσι λογογράφων καὶ μουσουργῶν ὁσίων χοροὶ κατὰ πᾶσαν χρόνου περίοδον, καὶ οὗ τοὺς ἄθλους καὶ τὰ σοφὰ παλαίσματα διὰ πάσης ἠχῆσαι
15γῆς διαγέγονε, τοῦτον οὗτος ἰσχυρίζεται μὴ εἰδέναι, ἀλλ’ εἰς τόδ’ ἡλικίας παντάπασιν ἀμφότερον διαμεῖναι, καὶ τυφλὸς τῶν γινομένων καὶ κωφὸς τῶν λεγομένων, ὅμοιον ὥσπερ ἂν εἰ καὶ περὶ τοῦ παγκοσμίου τοῦδε φωτός, τῆς ἡλιακῆς ἐκεί‐ νης λαμπάδος, ἀγνοεῖν διετείνετο εἴ τις εἴη τῶν ζώντων ἀπο‐
20λαύων αὐτοῦ. δυοῖν γὰρ ἕπεται θάτερον· ἢ γὰρ εἰωθὸς ὂν τοῖς αἱρεσιώταις αὐτοῦ καὶ νόμιμον συνάξεων ἀπέχεσθαι καὶ
πάσης ἱερᾶς ὑμνῳδίας ὡς τὰ πολλά, τῶν ἱερῶν διὰ τοῦτο

3

.

384

λογίων ἀμύητος καὶ αὐτὸς τὸ παράπαν διατετέλεκεν, ἢ συ‐ νιὼν μὲν ἐνίοτε τύχης ἐλαυνούσης τινός, ἔπειτα τοῖς ἄλλοις ἐκεῖ συμπαρὼν μέν, οὐχ ὁρῶν δὲ θεοτήτων ἀκτίστων σμῆ‐ νος ἀπείρων, πρόσχημα τὴν σύστασιν καὶ οὐχ ἑκουσίῳ δρᾷ
5διανοίᾳ καὶ γνώμῃ, τὸν προφανῆ τῆς κακίας ἔλεγχον δεδιώς· διὸ καὶ ὁρῶν οὐχ ὁρᾷ καὶ ἀκούων οὐκ ἀκούει. οὐδὲ τῶν λε‐ γομένων ὅλως ἐπαΐει, ὡς γίνεσθαι σαφὲς ἐπ’ αὐτοῦ τὸ λεγόμενον πρὸς τῆς γραφῆς “ἀκοῇ ἀκούσεται καὶ οὐ συνήσει, καὶ βλέπων οὐ μὴ ἴδῃ· ἐπαχύνθη γὰρ ἡ καρδία αὐτοῦ.”
10 Πολλῶν δ’ ὅμως ὄντων οἳ τὰ ἐκείνου λαμπρῶς ἐπ’ ἐκκλη‐ σίας ὑμνοῦσιν ἁπάσης, ὁπόσαι γῆν τε καὶ θάλασσαν διαλαχοῦ‐ σαι τὸ εὐσεβὲς ἐφαπλοῦσι κήρυγμα, καίριον εἶναι δοκεῖ μοι νῦν ἀπολεξαμένῳ πρὸς μέσον ἕνα που καὶ δύο παραγαγεῖν, καὶ δεῖξαι τουτωῒ τἀνδρί, καὶ εἴ τινες εἶεν τὸ ἠλίθιον αὐτῷ παρα‐
15πλήσιοι, ἐξ ὀνύχων τὸν λέοντα κἀκ τοῦ κρασπέδου τὸ ὕφα‐ σμα, τὰς τοῦ προκειμένου λέγω μάρτυρος ἀθλήσεις, ὅσας τε καὶ οἵας ὑπὲρ φύσιν, ἐν ὅροις μένων τῆς φύσεως, ἐκαρτέρησε πάσχων ἐκεῖνος, καὶ πρός γε τὸ μέγεθος τῆς σοφίας μεθ’ ἧς ἀντιλέγων τὰς τῶν εἰκονομάχων ἐνστάσεις ἀράχνης δίκην
20διέλυε. καὶ πρῶτος μὲν ὁ πάσας σχεδὸν τὰς τῶν ἐξόχων ἁγίων μνήμας δι’ αἰῶνος ἀκοαῖς εὐσεβῶν παραπέμψας, καὶ
πᾶσαν πανήγυριν τοῖς οἰκείοις λόγοις κοσμήσας τε καὶ πνευ‐

3

.

385

ματικῆς ἐμπεπληκὼς εὐφροσύνης, μεταφραστὴς Συμέων ἐκεῖνα λεγέτω, παρεληλυθὼς ἡμῖν ἐνταυθοῖ. μετὰ γὰρ τὸ τὰς πολ‐ λὰς ἐκείνας κολάσεις καὶ τιμωρίας διεξελθεῖν, ὁποίας καὶ ὅσας ἐκαρτέρησε πάσχων ὁ γενναῖος τότε Θεόδωρος, κἀκείνων
5ἐπιτροχάδην μέμνηται οὓς ἀντεπῆγε λόγους πανσόφους τοῖς τῶν εἰκονομάχων τότε σοφοῖς καὶ τυράννοις τρισὶν ἐφεξῆς τὴν διαδοχὴν κατ’ αὐτοῦ κληρουμένοις ἐν ἔτεσι πέντε καὶ εἴ‐ κοσι, λαμπρῶς παρρησιαζόμενος καὶ τὴν τῶν θείων διδάσκων εἰκόνων τιμήν, καὶ διασαφῶν τὰ τοῦ δόγματος, καὶ τὰ ἐκεί‐
10νων προβλήματα καθαιρῶν ἐν δυνάμει λόγου καὶ πνεύματος, ὡς θαυμάζειν μὲν τὸν βασιλέα, φησίν, θωπεύειν δ’ ἐπιχει‐ ρεῖν, ἄνδρα τοσοῦτον ἐπὶ σοφίᾳ ὑποποιήσασθαι προθυμούμε‐ νος, δι’ οὗ πολλῶν ἐν βραχεῖ περιέσεσθαι ἤλπισεν· ἔρωτι γὰρ ἁλῶναι βασιλέα φησὶν ὁμόφρονα τοῦτον ἔχειν, ἢ πάν‐
15τως ἄρχειν οὐδὲν αὐτῷ διαφερομένων. μάρτυρας δ’ εἶναί φησι τῆς αὐτοῦ σοφίας καὶ τῆς πρὸς τυράννους ἐνστάσεως ἃς ὑπὲρ εὐσεβείας ἐκεῖνος ἐξέθετο βίβλους, διασωζομένας ἀεὶ προνοίᾳ θεοῦ, πολύτιμον οἷς εὐσεβεῖν ἐστι θέλησις θησαυρόν. οὐ μόνον δὲ ἀλλὰ καὶ τάδε διέξεισι. τοῦ σώματος ἤδη κα‐
20ταξανθέντος, φησί, ταῖς μάστιξιν αἵματί τε τοὔδαφος ἐπιχρώ‐ σαντος, ὡς οὐδεμίαν αἴσθησιν αὐτὸς ὑπομείνας τῶν ἀλγει‐ νῶν, εἱστήκει γυμνὸς ἐν μέσῳ τοῦ βήματος, ὥσπερ τινὶ κό‐
σμῳ ταῖς πληγαῖς ἐγκαλλωπιζόμενος, καὶ θέατρον οὕτω καὶ

3

.

386

ἀγγέλοις καὶ ἀνθρώποις κατὰ Παῦλον γινόμενος. τίς δ’ ἀπα‐ ριθμεῖσθαι, φησί, δυνηθείη ἂν τὰς φυλακάς, τὰ ναυάγια, τὸν λιμόν, τὰς ἡλιακὰς ἐκκαύσεις, τὰς νυκτερινὰς ψύξεις, τὰς ἐπιβουλάς, τὰς ἐπαναστάσεις, τοὺς καθ’ ἡμέραν θανάτους, τὰς
5αὖθις ἐπὶ πληγαῖς πληγάς, τοὺς ῥαβδισμοὺς καὶ τὰ ἐπὶ κόρρης ῥαπίσματά τε καὶ στίγματα; τέλος δέ φησιν γήρᾳ καὶ νόσῳ, πρὸς δὲ καὶ κακοπαθείᾳ τῇ ἐκ φρουρᾶς πιεζόμενος ἐν αὐτῇ τῇ φρουρᾷ θεῷ τὴν ἑαυτοῦ ψυχὴν παρατίθησιν, ἄμωμον μὲν τῇ πράξει τὸν βίον ἄπταιστον δὲ τῇ εὐσεβείᾳ τὸν λόγον δια‐
10τηρήσας, καὶ ἀνεπίληστον τῆς αὐτοῦ μαρτυρίας μνήμην κα‐ ταλιπών. λέγεται δέ, φησί, καί τινα τῶν γερόντων κατ’ ἐκεῖνο καιροῦ πολλῷ τῆς εὐσεβείας ζήλῳ φερόμενον ὑπεριδεῖν μὲν καὶ βασιλικῆς ἀπειλῆς, ἀφειδῆσαι δὲ καὶ αὐτῆς τῆς ζωῆς, ἵνα πίστει τῷ τοῦ μακαρίου προσπεσὼν λειψάνῳ χάριτος
15ἐκεῖθεν μετάσχοι· καὶ εἷς τῶν ᾀδόντων γενόμενος καὶ αὐτὸς κατὰ τὸν τῆς ἐκδημίας ἐκείνου καιρόν, ἐβεβαιοῦτο μετὰ ταῦτα ὡς εἴη τότε φωνῆς ἄνωθεν ψαλλόντων ἡδίστης καὶ θαυμα‐ σίας ἀκούων, εἴτε τις ἀγγελικὴν ἐννοήσειε ταύτην, εἴτε τινὰ ἄλλην νεύματι θεοῦ γενομένην. θεῷ δῆλον ἂν εἴη, καὶ ὅσοις
20τὰ τοιαῦτα διορᾶν ἄξιον. καὶ κεῖσθαί φησι τὸ ἱερὸν τοῦ ἁγίου σῶμα θαύμασιν ἀφθόνοις διὰ παντὸς σεμνυνόμενον καὶ πᾶσι τοῖς προσιοῦσι παρέχον ῥῶσιν ψυχῆς, ῥῶσιν σώ‐
ματος, καὶ ἁπλῶς εἰπεῖν παθῶν παντοίων ἀπαλλαγὴν εἰς δό‐

3

.

387

ξαν θεοῦ τοῦ σωτῆρος Χριστοῦ. καὶ ταῦτα μὲν περὶ τῆς Θεοδώρου σοφίας καὶ τῶν θαυμάτων ὁ θεῖος διέξεισι μετα‐ φραστὴς ὡς ἐν τύπῳ εἰπεῖν καὶ σκιωδῶς πως τὴν δήλωσιν τοῖς μὴ συνιεῖσιν ἀφοσιώσασθαι. ὅ γε μὴν Θεοφάνης ὁ μέ‐
5γας τῆς ἐκκλησίας φωστὴρ καὶ αὐτὸς τοὺς καθ’ ἑκάστην καὶ πᾶσαν ἡμέραν τοῦ χρόνου παντὸς πάντως σχεδὸν ἁγίους, ὅσοι πρὸς αὐτοῦ θεῷ καθιερωθέντες δρόμοις ἀσκητικοῖς ὁμοῦ καὶ μαρτυρικοῖς ἀπήλλαξαν, μέλεσιν οἰκείοις αὑτοῦ σοφωτάτοις ὑμνήσας λαμπρῶς τε καὶ διαρκῶς, ὁ Θεοδώρῳ τῷ θείῳ ἐκείνῳ
10μάρτυρι καὶ σοφῷ διδασκάλῳ τῆς τοῦ θεοῦ ἐκκλησίας, ὡς εἴρη‐ ται, γενόμενος ἅπαντα ἀδελφὸς καὶ ψυχὴν καὶ σῶμα καὶ γνώ‐ μην καὶ ἄθλησιν καὶ συμπαρὼν καὶ συμπάσχων αὐτῷ, ἐπεὶ τοῖς μεγίστοις ἐκείνοις ἐκείνου συναπελθόντος ἄθλοις μόνος τῷ βίῳ περιελείφθη, ἀπελαθείσης ἤδη καὶ τῆς εἰκονομαχίας
15προνοίᾳ θεοῦ τοῖς τούτων ἀγῶσιν ἐπικαμφθέντος, κοσμεῖ καὶ τοῦτον τοῖς ἑαυτοῦ μέλεσιν, ἐκεῖνα περιᾴδων καὶ ἀριθμούμε‐ νος ὧν αὐτόπτης ἦν αὐτὸς καὶ συναθλῶν καὶ μάρτυς γινόμε‐ νος ἀξιόπιστος. Ἀλλὰ τῶν καλῶν εἶναί μοι κἀνταῦθα δοκεῖ βραχέα
20πρὸς ἔνδειξιν παραθεῖναι τῷ λόγῳ, καὶ τῶν τῷ ἁγίῳ ἐπενε‐ χθεισῶν τήμερον ὕβρεων πρὸς τοῦδε τοῦ δυσμενοῦς ὑπέρτε‐
ρον δεῖξαι παντάπασιν. φησὶ γὰρ πρὸς τὸν γενναῖον καὶ

3

.

388

θεῖον ἐκεῖνον καὶ πάνσοφον ἄνδρα ὁ γενναῖος ἐκεῖνος καὶ ὁμότροπος ἀθλητής “τὸν τίτλον τῆς σῆς ὄψεως ἰδόντα παρα‐ χωρεῖ τὰ χερουβὶμ τοῦ ξύλου τῆς ζωῆς, ἡ δὲ φλογίνη ῥομ‐ φαία εὐλαβῶς τὰ νῶτά σοι δίδωσι, πάνσοφε Θεόδωρε.” καὶ
5πάλιν “ὁ τίτλος πάλαι μὲν τῇ κορυφῇ ἐπέκειτο τοῦ βασιλέως Χριστοῦ, ἐγγεγραμμένος ξύλῳ τοῦ σταυροῦ· ὁ δὲ σὸς τίτ‐ λος, πάνσοφε, τῇ σῇ κεκόλαπται κεχαραγμένος ὄψει εὐκλεέ‐ στερον.” καὶ πάλιν “ὑψωθεὶς ἐπὶ σταυροῦ πάλαι Χριστὸς ἐκεντήθη τὴν πλευράν· σὺ δὲ τεθεὶς ἐν ξύλῳ καρτερῶς τὰς
10κεντήσεις ὑπέμεινας, ὥσπερ κριὸς ἐπίσημος, ἱερομύστα, σφα‐ γιζόμενος.” ἐγὼ δὲ πάμπολλα λέγειν ἔχων τοιαῦτα καὶ μείζω τούτων, οὐ βούλομαι τοῖς ἀκούειν ἥκιστα βουλομένοις δοκεῖν ἐπαχθής· οἷς γὰρ τὸ ἀρκοῦν οὐκ ἀρκεῖ, τούτοις ἀρκέσει τῶν πάντων οὐδέν, οὐδ’ ἂν εἴ τις νικήσας τὴν ἀνθρωπίνην φύσιν
15βροντώδη φθέγγηται. ὅπου γὰρ τοσούτων ὑπὲρ αὐτοῦ βοών‐ των διὰ πάσης τῆς οἰκουμένης ἀνὰ πᾶν ἔτος καὶ χρόνου παν‐ τὸς περίοδον, καὶ ὃν οὑτωσί πως ὑμνοῦσιν ἄνθρωποι μὲν ἀπὸ γῆς καὶ θαλάσσης καὶ πάσης ἑῴας καὶ ἑσπερίου λήξεως, καὶ ᾧ τὰ διὰ Χριστὸν ὑπὲρ εὐσεβείας στίγματα τὸ χερου‐
20βὶμ αἰδεσθὲν τοῦ ξύλου παραχωρεῖ τῆς ζωῆς, καὶ ᾧ τὰ νῶτα δίδωσιν ἡ φλογίνη ῥομφαία, τοῦτον οὐκ εἰδέναι φησὶν ὁ τα‐ λαίπωρος οὑτοσί, τίς ἂν γένοιτο μηχανὴ τῆς ἀμηχάνου καὶ
λιθίνης αὐτοῦ καθικέσθαι ψυχῆς δυναμένη; ἐμοὶ μὲν οὖν

3

.

389

πολλή τις καὶ ἀτέκμαρτος ἐνταυθοῖ περικέχυται ἀπορία, οὐχ ὅπλων ἀντιρρητικῶν ἀπουσίᾳ (μυρία γὰρ ἡμῖν ἀμυντήρια πρόκειται τὴν τοῦ λόγου κατάλυσιν ὑπισχνούμενα)· ἀλλ’ ἐπειδὴ τὸ γνῶναι νόμον κυρίου διανοίας ἐστὶν ἀγαθῆς, ᾧ
5πάντως διάνοια μὲν ἥκιστα πρόσεστιν ἀγαθή, μακρὰ δ’ ἀω‐ ρία τῶν αὐτοῦ λογισμῶν κατορχεῖται, τούτου νόμος οὐδεὶς οὐδὲ παιδεία κυρίου καθικέσθαι δυνήσεται ποτέ. εἰ γὰρ κατὰ μὲν τὴν νοερὰν ψυχὴν λεγόμεθα ἄνθρωποι, ζῶα δὲ κατὰ τὴν αἰσθητικήν, καὶ πρός γε ζῶντα κατὰ τὴν θρεπτι‐
10κήν, ᾧ μὴ κατὰ τοὺς τῆς νοερᾶς ψυχῆς κανόνας καὶ νόμους ἐξεγένετο ζῆν, ἐγὼ μὲν οὐκ ἂν εἴποιμι τίνι τοῦτον κλήρῳ προσνεμηθῆναι χρεών, λεγέτω δ’ ὅστις οὐ ῥάθυμον ἔχει γλῶτ‐ ταν ἀποφαντικοὺς περὶ τῶν πάνυ προδήλων ἀποδισκεύειν λό‐ γους. ὥστ’ εἰ κἀμοὶ φορτικόν τι δοκεῖ καὶ σφόδρα ἀνάξιον
15θρασεῖ καὶ νωθρῷ τὴν διάνοιαν ἀντιλέγειν ἀνδρί, οὐδέν, οἶμαι, καινὸν οὐδ’ ἐκστατικὸν τοῦ καθήκοντος εἴη ἄν, ἀλλὰ καὶ σφό‐ δρα τῶν προσηκόντων ὅρων ἐντός. Ὁ μὲν οὖν Γρηγορᾶς τοιαῦτα εἰπὼν καὶ οὑτωσὶ προοι‐ μιασάμενος, ἔπειτα μακροὺς ἐπὶ τούτοις διεξῆλθε λόγους,
20ἐλέγχων μὲν τὰ φρυγανώδη καὶ νέα τῶν ἀντιθέτων δόγματα, καὶ ταῖς ἀναμφιλέκτοις ἀποδείξεσι βάλλων κατὰ σκοπὸν ὡς ἀπὸ εὐκύκλου τόξου καὶ στερροῦ, ὑπερμαχῶν δὲ τῶν θείων
τῆς ἐκκλησίας δογμάτων, καὶ ὅσοι ταυτὶ καλῶς συνέθεντο

3

.

390

θεῖοι πατέρες, καὶ μάλιστα πάντων τοῦ θείου ἐκείνου ἀνδρός, Θεοδώρου φημὶ τοῦ γράπτου, εἰς ὃν ὁ θρασὺς ἐκεῖνος καὶ πόρρω παιδείας ἁπάσης βαδίζων ἐξύβρισεν ἄνθρωπος. ἐπεὶ δ’ ἐπὶ τὸ χεῖρον ἐκραγεῖσαν ἤδη τὴν τῆς βλασφημίας εἶδεν
5ὑπερβολήν, καὶ ἅμα θυμοῦ καὶ μανιώδους γλώττης οὐ πόρρω τὸ ἦθος ἐκείνων, ἀνέστη τε εὐθὺς καὶ ἀπῄει, χαίρειν φρά‐ σας αὐτοῖς πρὶν καὶ παραβολώτερόν τι ἀκοῦσαι καὶ παθεῖν ὑπὸ σφῶν παρὰ προσδοκίαν ὡς ἐν δικτύῳ μόνος περικλει‐ σθείς, τοῖς αἰθερίοις παραπλησίως πτηνοῖς, οἳ τὴν αἰθέριον
10ἐκείνην καὶ φυσικὴν ἐλευθερίαν ἀφέμενοι πρὸς δίκτυα καὶ βρόχους αὐτομολοῦσιν ἐθελονταί, σχεδίῳ καὶ φαντασιώδει πλάνῃ ἑαυτοὺς ἐπιρρίπτοντες δι’ ἁπλότητα, πρὶν αἰσθέσθαι τε καὶ σκέψασθαι καὶ πρὶν μαθεῖν ἃ χρὴ παθεῖν. Ἐξιών γε μὴν ἐκεῖθεν ἐνετύγχανε παρὰ τὴν ὁδὸν σπορά‐
15δην ἄλλοτ’ ἄλλοις τῆς Παλαμικῆς φατρίας, ἐπὶ τὸ τοῦ Καν‐ τακουζηνοῦ βαδίζουσι φροντιστήριον, ὑπ’ ἐκείνου πρὸ τῶν ἑωθι‐ νῶν αὐτῶν δι’ ἀποστόλων κρυφίως κληθεῖσι πρὸς διαλεκτικὴν σύνοδον πάλαι μελετηθεῖσαν κατὰ τοῦ Γρηγορᾶ, ἐπαγγελίας προ‐ ειληφόσιν ἐκεῖθεν παρ’ αὐτῷ τὴν ἡμέραν ἐκείνην διατελέσειν
20ἅπασαν. ἐθαύμαζον οὖν ἐκεῖνοι παρὰ προσδοκίαν αὐτὸν ἀπιόντα ὁρῶντες ἀρτίως τὸν Γρηγορᾶν, τοῦ ἡλίου τὰς πρωι‐ νὰς ἀνύοντος ἔτι πορείας. καὶ τοίνυν ἔνιοι τούτων κατόπιν
δραμόντες ἠρώτων τῆς οὕτω ταχείας ἐπανόδου τὴν αἰτίαν.

3

.

391

ἀρξαμένου δ’ ἐκείνου καθ’ ἕκαστα διηγεῖσθαι, ἔρως κατέσχεν αὐτοὺς ἕπεσθαί τε καὶ ἀντιλέγειν ὅσα εἰδέναι σφίσιν ἐπῄει τῇ κοινότητι τῆς φατρίας ὁμόλογα καὶ ὁμόστοιχα. ἐπεὶ δὲ καὶ παρὰ τὴν οἰκίαν ἤδη τῷ Γρηγορᾷ συνεληλύθεσαν, τὸ συνεχὲς
5ἐκείνης τῆς διαλέξεως πλατυτέρᾳ γλώττῃ διήνυον καὶ τὴν νόσον τῆς δυσσεβείας εἰς προῦπτον ἐξῆγον. καὶ ἦν ἰδεῖν τῆς νόσου χαλεπώτερον τὸ νοσεῖν ἐφίεσθαι. ἃ γὰρ ᾔδεσαν, οὐ καλῶς ᾔδεσαν, καὶ ἃ προύφερον, ἀπῆν αὐτῶν ἡ σὺν εὐκοσ‐ μίᾳ πρόοδος. τῶν γὰρ βιβλίων ἀνοιγομένων εὐθὺς ἃ πάλαι
10τοῖς θείοις πατράσιν ἐκτέθειται, ἠναγκασμένης τέχνης δεῖσθαι τὴν ἀλήθειαν οὐκ ἔτι ἐνῆν· αὐτόματος γὰρ ἐκ τοῦ ῥᾴστου πρὸς φῶς ἐβάδιζεν ὁ τοῦ ψεύδους ἔλεγχος. οἷς οὖν ἀνέ‐ λεγκτα ψεύδεσθαι ἥδιστον, τούτοις ἀψευδῶς ἐλέγχεσθαι ἔχθι‐ στόν τε καὶ Ὀλύμπων ἁπάντων βαρύτερον. δυσανασχετοῦντες
15ἐβόων παγγλωσσίᾳ κόρακες ὣς κατὰ Πίνδαρον, ἵνα μὴ λέγω δίκην κολοιῶν ἀσήμοις κραυγαῖς παταγούντων καὶ ὁμιχλώδη τινὰ τὸν ἀέρα τῇ ἀκοῇ καὶ πάνυ τι δύσηχον παρασκευαζόν‐ των. ἃ πάντα κατ’ ἐμαυτὸν ἀνακυκλῶν καὶ ἀνελίττων ἐγώ, καὶ διευθύνειν καὶ ἀναφέρειν ἐθέλων εἰς τὸν εἱρμὸν ἐκεῖνον
20καὶ συνάπτειν εἰς ἓν τὰς ἐκδρομὰς καὶ ἀναστροφὰς ἐκείνας καὶ ἀναλήψεις τῶν καθ’ ἕκαστα ἐπιχειρημάτων τε καὶ ἐργασιῶν, καὶ ὅσαι κατ’ ἔνστασιν ὑποφοραὶ καὶ ἀνθυποφοραὶ καὶ λύ‐
σεις ἐξ ἀνάγκης ἕπονται τουτοισί, λίαν ἐργῶδες ὁρῶ καὶ ἀνα‐

3

.

392

χωρῶ πρὸς ἐμαυτόν, τὸ τῆς σιωπῆς ἀσπαζόμενος ἄπραγμόν τε καὶ ἀνεπίφθονον. Μή μοι τοιαῦτα λέγε καὶ πρότεινε, φίλων ἄριστε Πρω‐ ταγόρα. μίαν γὰρ οὐδεμίαν οὐδετέρῳ φέρει τὴν ὄνησιν τὰ τῆς
5σιωπῆς. ἐμοί τε γὰρ ἐπιεικῶς ἀφόρητον τὴν ζημίαν κομίζει, καὶ ὅσοι λίχνον κατ’ ἐμὲ περὶ τὰ βελτίω τὴν ἀκοὴν ἐξέθρε‐ ψαν. σοὶ δ’ ὅσον ἀπειλεῖ τῆς ψυχῆς τὸ πρᾶγμα τὸν κίνδυ‐ νον, αὐτός τ’ ἂν εἰδείης ἐξετάσει καὶ βασάνῳ τελεωτέρᾳ δι‐ δούς, καὶ ἅμα συλλογιζόμενος πῶς μὲν τῶν ἀντιθέτων αἰσχυ‐
10νεῖς τὰς γλώττας λέξας τὰ καίρια, πῶς δὲ τῶν ἡμετέρων ἐπιρ‐ ρώσεις τὰς φρένας, ἀμφιρρεπεῖς ἐνίων ἐνιαχοῦ γινομένας δι’ ὀλιγομαθίαν ἴσως· οὐ γὰρ ἄν ποτε φαίην κἀγὼ κατ’ ἐνίους τὴν νόσον καλοῦντας ἀγκυρῶν ὀρφανήν τινα οἴησιν, εὐχερῶς ἐφ’ ἑκά‐ τερα ταλαντευομένην, ὁλκάσι παραπλησίως, ἃς ταραχώδεις ἀγ‐
15κάλαι θαλάττης ἀπολαβοῦσαι νυκτὸς ἀλιμένοις ἀκταῖς καὶ χω‐ ρίοις ἐπέρριψαν. ἔπειτα οὐδὲ φορτικός τις ἐγώ σοι φανοῦμαι, πάντα καθ’ ἕκαστα λέγειν ἐκεῖνα καὶ ἀπαράλλακτα τήμερον τὴν ἀνάμνησιν ἐπάγων· ἁπλῆς γάρ τινος ἀφηγήσεως ἀκροατὴς καὶ ἀπεριέργως γενέσθαι ἐφίεμαι, κατὰ τὸ ἐν Πυθοῖ λόγιον τοῦ
20ἄγαν αὐτός τε ἀεὶ φειδόμενος, καὶ οἷς ἀεὶ ξύνειμι φείδεσθαι παραινῶν. φέρε τοι νῦν τὰ τῆς γλώττης πρυμνήσια λύσας, εὐρυτέραις ὀθόναις δίδου τὸν πλοῦν, ἀκοαῖς χαιρούσαις ἐν‐
τυχών, κρηπῖδα στερρὰν ὑποβαλλομέναις τὸν τῶν λεχθησομέ‐

3

.

393

νων πόθον. ὃ δὴ κράτιστον ὁρμητήριον εἰς ἄγαλμα φιλοτι‐ μίας γλώττῃ σύν γε προθυμίᾳ λέγειν ἐθελούσῃ τε καὶ πρὸς τὰ ἐρρωμένα τῆς διηγήσεως ἀφορώσῃ καθίσταται. Ἐγὼ δέ σε τῆς τῶν λόγων οἰκονομίας καὶ τῆς τῶν τρό‐
5πων χρηστότητος πολλάκις θαυμάσας, ὦ φίλε Κλεόδημε, νῦν μᾶλλον ἢ πρότερον τὴν εἰς βραχὺ συνωθουμένην σοι τῶν λό‐ γων ἄγαμαι πειθώ. ταῦτ’ ἄρα καὶ μὴ λυπεῖν ἐθέλων ὃν θεραπεύειν εἱλόμην σέ, ἐρῶ μέν, μέτρια δ’ ἐκ πολλῶν, καὶ ὅσα ἀναγκαῖα τῇ χρείᾳ καὶ τῷ καιρῷ, σῆς τε ὠφελείας ἕνεκα
10καὶ ἅμα τῶν σοι παραπλησίως αἱρουμένων ἀκούειν ταυτί. εἰ δὲ κάλλους ἐκείνου γυμνώσας τὴν φράσιν παντὸς διά τε σὲ καὶ ὅσοι κατά σε, ἐστενωμένην καὶ ἁπλουστέραν προθείην σοι τὴν ἀφήγησιν, ἀναξίως μὲν τῆς τῷ Γρηγορᾷ καθηκούσης δόξης παν‐ τάπασι δρῶν, ἀναξίως δ’ εἴ τις εἴη κἀμοὶ σύντροφος γνώμη
15τε καὶ παιδεία, ὥρα σοι ἐννοεῖν τίνα ποτὲ καὶ ὅσην τὴν σὴν ἐν τοῖς τῆς ἐμῆς καρδίας τεθησαύρισμαι κόλποις φιλίαν. εἰ δὲ καὶ μὴ οὐ κατὰ τὸν σὸν ἀπαντῴη σκοπὸν ὁ λόγος, σὲ δ’ ἀνεμέσητον ἐμοὶ τὴν πρόθεσιν τῆς ψυχῆς σου φυλάττειν χρεών. τὸ μὲν γὰρ ὑπὸ τύχης ὡς τὰ πολλὰ τυραννεῖσθαι
20συμβαίνει, ἄλλοτ’ ἄλλα κεκτημένης καὶ ἀσύμφωνα τὰ ἐφό‐ δια· τὸ δέ, ἀλλὰ καὶ τοῦτο μόνην τὴν προθεσμίαν καὶ πρώ‐ την κίνησιν τῆς ψυχῆς ὡς ἐπὶ πλάστιγγος ἀρρεποῦς τε καὶ
θεοπρεποῦς ταλαντεύεσθαι ἀξιοῖ.

3

.

394

Περὶ μὲν οὖν τῶν ἄλλων ὅσα σοι ἐχρῆν ἀκοῦσαι, διεξ‐ εληλυθότος ἐμοῦ γε ἀκήκοας ἄνωθεν ἄχρι καὶ ἐς δεῦρο τὸν ἐφικτόν γε τρόπον· περί γε μὴν τῶν ἐν Θαβωρίῳ τῷ ὄρει πάλαι θαυματουργηθέντων εἰ λέγειν ἐπιχειροίην, πολλή μοί
5τις ξενοδοχεῖν ἀπειλεῖ δυσχέρεια, εὐθὺς πρὸ πυλῶν τὰς ἑαυ‐ τῆς ἐφαπλοῦσα παγίδας καὶ ὅσα δήπου τὰ τῆς κακίας ἔνεδρα. οὐχ ὅτι κατὰ τοὺς ὀρθοὺς τῆς φύσεως λόγους προσεῖναι τῇ ὑποθέσει συμπίπτει δυσχερές· καὶ πάνυ τι γάρ ἐστι ῥᾴδιον τὰς τῶν ἁγίων ἡμῖν προκομίσασι μαρτυρίας, δυσαντίβλεπτον
10ἔχουσας τἀληθές, ἀπηλλάχθαι πραγμάτων. ἀλλ’ οἱονεί τινες ἑαυτοὺς προλοχίσαντες ἡμῖν εὐθὺς ὁδοστάται δύο τινὲς πρὸ ποδῶν ἑτέρωθέν ποθεν, ἐξ ἀπροσδοκήτου τινὸς καὶ ζοφώδους χαράδρας, ἐξαίφνης ἐπιδραμόντες τό τε ἀνήνυτον ἐπισείουσι καὶ τὸ ἄπραγμον ἰσχυρῶς ἀφαιρεῖν ἐπαγγέλλονται. τό τε γὰρ περὶ
15θεοῦ λέγειν οὐσίας καὶ φύσεως, καὶ ὅρια κινεῖν διὰ τοῦτο πατέρων σιγῆς μὲν ἔχεσθαι προτρεπομένων ἐνταῦθα θεολο‐ γίας δ’ ἀπέχεσθαι, καὶ τό γε πρὸς ἰδιώτιδας ἐξάγειν ἀκοὰς τὰ τοιάδε, γέλωτα ἡγουμένας τὰ τίμια καὶ μηδὲν τοῦ κενο‐ δοξεῖν ὑπέρτερον τιθεμένας μηδὲ τοῦ τὰ ἐκ κοιλίας ἀνέδην
20λαλεῖν, καὶ κριτήριον αὔθαδες ποιεῖσθαι τὸ τῆς ἀμαθοῦς δια‐ νοίας καὶ γλώττης πάνυ τι ἀταμίευτον, ταῦτα δ’ ἔμοιγε πο‐ λὺν ὑπισχνεῖται τὸν κίνδυνον, μὴ ὅτι γε τῆς ψυχῆς, ἧς μηδὲν
τὸν πάντα κόσμον ἀντάξιον εἶναι τὰ θεῖά φησι παραγγέλ‐

3

.

395

ματα, ἀλλὰ καὶ τῆς ἡμῖν συντρόφου παιδείας καὶ εὐλαβείας ἐν τοῖς τοιούτοις· μηδὲ γὰρ εἶναι μηδέτερον ἀνδρῶν ἀσφα‐ λῶς τε καὶ ἀπραγμόνως ζῆν αἱρουμένων. ἥκιστα οὖν σε χρεών, ὦ φίλε Κλεόδημε, λογισμοὺς ἐπὶ σαυτοῦ κινεῖν πολὺ
5τὸ μεμφόμενον καθ’ ἡμῶν ὠδίνοντας, εἰ μὴ κατὰ τοὺς ἐκ φαρέτρας τὰ βέλη πέμποντας καὶ ἡμεῖς ἀπερισκέπτως τὰ προστυχόντα θαρροίημεν φθέγγεσθαί τε καὶ οἷον ἀποδισκεύ‐ οντες διδόναι τὰ ἅγια τοῖς κυσὶ καὶ τοὺς μαργαρίτας τοῖς χοίροις. τότε γάρ που τὴν σιγὴν ἀποσειομένους λέγειν ἴσως
10εἶναι χρεών, ὅτε μὴ μέλλοι τις ἄξια λέγειν σιγῆς, ἐκ τῆς τῶν πραγμάτων βιαίας ἀνθολκῆς καθελκόμενος. ὅτε δὲ μακρὰ τὸν λόγον καὶ ἀτέκμαρτα περικλύζειν ἐπαγγέλλεται κύματα καὶ πολυειδῆ καὶ διάφορον τῶν θορύβων ἐπάγειν τὴν ἅλμην, τότε δὴ πολλῷ τινὶ βέλτιον ἄφθογγον ἢ φθεγγόμενον κεκτῆ‐
15σθαι τὴν γλῶτταν. τὸ γὰρ αὐτὸ Θαβώριον ὄρος καθάπερ εἰκονομάχοις δέδοται πάλαι τῆς αἱρέσεως πρόφασις, οὕτω δὲ καὶ Παλαμᾷ τουτωὶ καὶ ὁπόση τις εἴη σύννομος αὐτῷ φα‐ τρία κοινοπραγοῦσα τὰ δυσσεβῆ καὶ παράνομα καὶ τῶν ἱερῶν τῆς ἐκκλησίας ἐξορχουμένη θεσμῶν, οἱονεί τινος ἀκράτου βα‐
20φῆς κατασχούσης εἰς βάθος αὐτοὺς τῆς κακίας. πλὴν εἰ μή τις ἀπαντῴη λέγων πολλοῖς ταυτηνὶ καὶ μοχθηροτέροις νο‐ σήμασιν ὑπερβάλλειν ἢ κατ’ ἐκείνην τὴν τῶν εἰκονομάχων αἵ‐
ρεσιν, καὶ πλείονος διὰ ταῦτα δεῖσθαι τῆς ἐξετάσεως ἐκείνων

3

.

396

ταυτὶ καὶ μακροτέρων πολλῷ τῶν ἐλέγχων ἢ κατ’ ἐκείνους. ἐκείνοις μὲν γὰρ ἑνὸς τουτουὶ καὶ μονοειδοῦς σκανδάλου τὸ πρᾶγμα γέγονε πρόφασις, δι’ ἣν κακῶς τῷ καλῷ προσκεκρου‐ κότες τῆς ἀληθείας ἑκόντες ἐξώσθησαν, πρὸς εἰκονομαχίαν
5ῥᾳδίως ἐκκυλισθέντες. οὗτοι δ’ οὐ μόνον μόνου τοῦ πάθους ἐκείνου μετέσχον τε ἅμα καὶ ὑπερέσχον, ὡς εἴρηται, ἀλλὰ καὶ κακίαν ἄλλην ἐπὶ κακίᾳ προσεπεδαψιλεύσαντο πολυειδῆ καὶ πολύμορφον. τίνα δὴ ταύτην; τὴν τῶν Εὐχιτῶν δηλαδὴ καὶ Μασαλιανῶν, ὧν τὸ τῆς γνώμης σαθρὸν καὶ ἀμφισβητήσι‐
10μον καὶ ἅμα τὸ τῆς πίστεως ἄπιστον οἱ θεῖοι τῆς ἐκκλησίας διδάσκαλοι πάλαι κατεγνωκότες ἡμᾶς ἀπέχεσθαι παρηγγυή‐ σαντο. τούτων γὰρ οἳ μὲν ἀσέμνῳ λογισμῷ καὶ γλώττης ἀκρασίᾳ αὐτὴν ὁρᾶν φασὶ τοῦ θεοῦ τὴν οὐσίαν, αὐτοῖς ὁμιλοῦσαν ἀμέσως ἅμα καὶ οὐχ ὃν ἐκείνη τρόπον καὶ
15ὅτε βούλεται, ἀλλ’ ὃν αὐτοί· οἳ δὲ τὸ τῆς θείας οὐσίας ἁπλοῦν τε καὶ μόνον ἄκτιστον ἀθετοῦντες παντάπασιν ἀπεί‐ ροις τε διαφόροις θεότησιν ἀκτίστοις κατατέμνουσιν. καὶ σιωπῶ τὰς ἀθεμίτους καὶ δαιμονιώδεις πράξεις αὐτῶν διά γε δή‐ που τὸ μὴ ὅτι γλώττῃ γε προφέρειν, ἀλλὰ καὶ ψιλῇ τινὶ
20ἐπινοίᾳ μεμνῆσθαι λίαν αἰσχρόν· λεκτέον δ’ ὅμως τὰ τοῦ θείου Μαξίμου περὶ αὐτῶν εἰρημένα, ἐξηγουμένου τὸν ἱερὸν
Διονύσιον. φησὶ γὰρ ὅτι τριετίαν μόνον ἄκρως ἀσκήσαντες,

3

.

397

ἀδιαφοροῦσιν ἐπὶ τοσοῦτον τὸν λοιπὸν τῆς ἑαυτῶν ζωῆς χρό‐ νον ὡς πᾶσαν ἀτοπίαν πράττειν ἀδεῶς, μοιχείαις ἀσελγείαις γαστριμαργίαις ἀλληλογαμίαις καὶ ἁπαξαπλῶς ἐν πάσαις ἀσωτίαις ἐγκυλινδούμενοι, τὰ τοιαῦτα πράττειν ἀπαθῶς τε‐
5ρατεύονται, ἀναισθήτως νοσοῦντες τὴν ἐμπάθειαν, καὶ ἀναλ‐ γήτως ὑφ’ ἑαυτῶν πάσχοντες καὶ τῶν ἐν αὐτοῖς οἰκούντων δαιμόνων, ὥσπερ οἱ φρενίτιδι κατεχόμενοι νόσῳ. Εὑρήσει δ’ ὁ βουλόμενος περὶ τούτων κἀν τῷ ὅρῳ τῶν πρακτικῶν τῆς ἁγίας καὶ οἰκουμενικῆς τρίτης συνόδου, καὶ
10ὁμοίως τῆς ἑβδόμης, ὅπως τε ἐκπομπεύουσι καὶ ἀναθεματίζουσι τὰς μυσαρὰς αὐτῶν ἐργασίας, καὶ ὅπως τοὺς αὐτοὺς Μασαλια‐ νούς τε καλοῦσι καὶ Μαρκιωνιστάς. ἀρκέσουσι δ’ ἔτι καὶ νῦν ἐς δήλωσιν ἄλλα τε πλεῖστα μαρτύρια καὶ σαφῆ, καὶ πρό γε πάντων οἱ ἐκ τοῦ Ἄθω τοῦ ὄρους καὶ δὶς καὶ τρὶς καὶ πολλάκις ἐληλυ‐
15θότες πεπαρρησιασμένοι καὶ ὕπαιθροι τόμοι, τὰ τούτων αἰσχρὰ καθ’ ἕκαστα παριστῶντες. ἀλλ’ εἰ μὲν τοῦτ’ ἦν ὁ τῆς ἡμῶν εὐσεβείας καὶ πίστεως ὅρος, εἰδέναι πῶς Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματι κυρίου ἠγαλλιάσαντο, καὶ εἰς τοῦτ’ ἀνάγκης ἦν τὸ περιιστάμενον τὰς ἐκεῖ θαυματοποιίας εἰδέναι καὶ ταύταις
20τῆς προσκυνήσεως νέμειν τὸ κράτιστον, πρῶτον μὲν σοφῶν ἀνδρῶν ἐδεῖτο πρὸς ἔρευναν τἀσφαλοῦς ἀκριβῆ, καὶ οὐδὲν ἂν ἦν ἀδικώτερον κατὰ τὸν εἰπόντα τῆς ἡμετέρας πίστεως,
εἰ τὸ πλέον εἶχον οἱ σοφοί, καὶ οὐκ ἐπ’ ἴσης τοῦ σώζεσθαι

3

.

398

πᾶσι μετῆν ὁμοφύλοις καὶ ὁμογνώμοσι τὴν εὐσέβειαν, εἴτε τῶν σκυτέων τις εἴη καὶ σκαπανέων καὶ εἴ τις τῶν σοφι‐ στῶν. δεύτερον δ’ εἴποιμι ἂν ὡς εἰ βίαιόν τι καὶ ἀνα‐ πόδραστον τὸ τῆς ἀνάγκης ἐνταυθοῖ περιίστατο τρόπαιον,
5περὶ πολλοῦ μέντ’ ἂν καὶ αὐτός, μᾶλλον δὲ τοῦ παντὸς ἐποι‐ ούμην τὸ λέγειν ἐνταῦθα, ἐμαυτοῦ τε προμηθούμενος, ὡς μὴ διαβαλλοίμην τοῖς φιλοσκώμμοσι, καὶ ἅμα τῶν ἀφελεστέρων, ὡς μὴ ῥᾳδίως ἐξαπατῷντο πρὸς τῶν ἀνοσίων τῆς ἀσεβείας προέδρων. νῦν δ’ ἐπειδὴ ματαίαν ἐπίδειξιν εἶναι τὸ πρᾶγμα
10κατανοεῖν ἡμῖν παραγίνεται, καὶ πολὺν μὲν ἀνόνητον δὲ καὶ εἰκῇ τὸν τῆς ἔριδος ἐντεῦθεν κονιορτὸν ἐγειρόμενον, σιγᾶν, ὡς εἴρηται, ἐβουλόμην ἂν μᾶλλον ἢ λέγειν, οὐ τὸ λέγειν ὡς ἀνόνητον κατὰ φύσιν ὑπάρχον ἀποσειόμενος, ἀλλ’ ὡς ἡμῖν ὑπάρχον ἀνόνητον ἄρτι, τὴν ἀωρίαν τέως τοῦ χρόνου καθά‐
15περ τινὰ κηλῖδα συμπεπτωκυῖαν ὁθενδηποτοῦν παρὰ τὸ εἰκὸς ἀναδεξαμένου· ἃ γὰρ ἐνδεχομένην οὐκ ἀναγκαίαν δὲ προ‐ βάλλονται ζήτησιν, ταῦτα πάντως οὐδ’ ἀναγκαίαν τινὰ τὴν ἀπόκρισιν ἀπαιτεῖ πανταχοῦ. ἀκούω γὰρ καὶ τοῦ μεγάλου Βασιλείου περιφρονοῦντος, ὁπότε πρὸς τῶν Ἀρειανῶν ἀπαι‐
20τοῖτο τὴν τοῦ “κύριος ἔκτισέ με” φωνὴν ἐξηγεῖσθαι, καὶ τῆς σιγῆς τὴν αἰτίαν φάσκοντος, μὴ εἶναι δηλαδὴ μηδεμίαν ἀνάγ‐
κην περὶ τοιαύτης λέγειν φωνῆς, καὶ ταῦτα διὰ παραβολῶν

3

.

399

καὶ σκοτεινῶν λόγων καὶ αἰνιγμάτων προενηνεγμένης, ὡς μη‐ δὲν ἀναμφισβήτητον εἶναι λαβεῖν ἐξ αὐτῆς τὸν ἀκούοντα. διὰ γοῦν ταῦτα κἀγὼ σιωπᾶν ἐβουλόμην αὐτὸς ἐνταυθοῖ. καὶ μὴ μόνον δι’ ἃ προαπηριθμησάμην, ὅτι μὴ καὶ ἄλλων δήπου
5πλείστων ἕνεκα. καὶ γὰρ ἔνιοι μὲν σαφηνείᾳ γλώττης ἔνιοι δ’ ἥκιστα κέχρηνται, καὶ εἰ μὴ ταῖς ἐννοίαις, ἀλλ’ οὖν τῇ γε λέξει καὶ τῷ τῆς φράσεως σχήματι διενηνέχθαι δοκοῦσιν ἐνιαχοῦ τοῖς ἀμαθῶς τε καὶ ἐριστικῶς ταῖς γραφαῖς ὁμι‐ λοῦσιν. καὶ ἄλλως μὲν οἷς τὰ περὶ τούτου πῶς μὲν ἐγκωμιά‐
10ζειν πῶς δ’ ἀναγωγικόν τινα λέγειν τρόπον καὶ ἀλληγοροῦν‐ τας διεξιέναι ἔπεισιν, ἄλλως δὲ τοῖς ἁπλῶς ἑρμηνεύειν καὶ ἐξηγεῖσθαι προελομένοις μόνας αὐτὰς τοῦ εὐαγγελίου τὰς ῥή‐ σεις φιλοτιμίας ἁπάσης ἐκτός, καὶ ἀνακαλύπτειν, ὅσον ἐφι‐ κτόν, τὸν ἐγκείμενον ταῖς λέξεσι νοῦν ἀκριβῶς, καὶ πλέον
15οὐδὲν περαιτέρω ζητεῖν· ἄλλως δὲ τοῖς νῦν ἐπὶ συγχύσει τῆς εὐσεβείας ἐπιφυεῖσιν ἀσεβέσιν, οἳ τὴν μίαν ἄκτιστον θεό‐ τητα πρὸς ἀπείρους καὶ διαφόρους τέμνουσι, καὶ ἅμα ὁρᾶν αἰσθητοῖς ὀφθαλμοῖς ἐγκαυχῶνται καὶ ὁμιλεῖν ἐξ οἴνου καὶ τρυφῆς Παλαμικῆς, ὃν ἀδύνατον ἰδεῖν μεμαθήκαμεν μήτ’ ἀν‐
20θρώπων μήτ’ ἀγγέλων οὐδένα· ἄλλως δ’ αὖθις τοῖς ἑπομέ‐ νοις βαναύσοις καὶ τριωβολιμαίοις γυναικαρίοις καὶ ἀνδρα‐
ρίοις. ὡς εἶναι πολλαπλοῦς καὶ πολυειδεῖς τοὺς ἐντεῦθεν

3

.

400

ἀποβλύζοντας τῆς θρησκείας ῥύακας, καὶ Πρώτεως τήμερον δεῖσθαί τινος, ἀλλοιοῦσθαι δυναμένου συχνὰ πρὸς τὰ διά‐ φορα τῶν ὁμιλούντων ἤθη καὶ ἅμα τάς τε γνώσεις καὶ διχο‐ στατούσας γνώμας.
5 Διὰ δὴ ταῦτα καὶ τὰ τοιαῦτα βαθείας σιγῆς ἀνθεῖλκον ἔρωτες τὸ τῆς ἐμῆς ψυχῆς λογιζόμενον, καὶ τοιούτους δή τι‐ νας ἐν ἐμαυτῷ τοὺς λογισμοὺς ἐξήσκουν ἐγώ, δεδιὼς μὴ μά‐ την ἀορίστῳ τε καὶ ἀστάτῳ στοιχείῳ τῷ ἀέρι δόξω δανείζειν λόγους αὐτίκα μάλα λυθησομένους. ἐπεὶ δὲ πανταχόθεν
10ἡμᾶς περιθέοντες νῦν οἱ τῆς εὐσεβείας ἀγωνισταὶ καὶ σφό‐ δρα τῆς πίστεως ἀντεχόμενοι πιθανωτέροις χρησάμενοι λόγοις ἐκθύμως τε ἀξιοῦσι καὶ ἀνάγκην τῇ ἀξιώσει ἐπάγουσι παν‐ τοδαπήν τινα καὶ πολὺ τὸ διάπυρον κεκτημένην, καὶ ἀρὰς προσεπιδαψιλεύουσι τῇ ἀνάγκῃ μὴ περιιδεῖν ἀναμοχλευομένην
15τὴν ἀλήθειαν, κινδυνεύοντας δὲ τοὺς πολλούς, τοὺς μὲν εἰς τὰ ἔσχατα τῆς κακίστης τῶν Μασαλιανῶν περιπίπτειν αἱρέ‐ σεως, τοὺς δ’ εἰς τὰ τῶν ἀκτιστιτῶν τε καὶ ἀνθρωπομορφι‐ τῶν βάραθρα, τοὺς δ’ εἰς ἀλλοκότους καὶ τερατώδεις ἄλλους κρημνούς, καὶ ἄκων ἐξάγομαι λέγειν ἃ μὴ προῄρημαι, τὴν
20τοῦ κρύψαντος τὸ δῶρον καθ’ ἕτερον τρόπον δεδιὼς καταδί‐ κην ἐκείνου, ἅτε στενοχωρῶν καὶ ἀδικῶν τὸ τῶν λόγων χρη‐ στὸν οὐ μάλα ἄκων, πλείοσι φαίνεσθαι χρηστὸν ἀφαιρούμε‐
νος διὰ τῆς σιγῆς. τρέποιτο δ’ εἰς τὰς τῶν αἰτίων κεφαλὰς

3

.

401

τὰ τῆς μέμψεως, ἐν οὐ καιρῷ βιασαμένων λέγειν τὰ τῇ φύ‐ σει μὲν καίρια, οὔπω δ’ οὔτε τοῖς καθεστηκόσι πράγμασιν ὄντα οὔτε τοῖς ἀκούουσι καίρια, ἐν γὰρ τῇ τῶν ἀκουόντων γνώμῃ τὴν νικῶσαν ἔχειν πεπείσμεθα ψῆφον ὡς τὰ πολλὰ
5κειμένην τὴν τῶν λεγόντων ἀλήθειαν. Βέλτιον μὲν οὖν ἦν ἂν ἐν τοῖς τοιούτοις σιγᾶν, ὡς διεί‐ ληπται· ἀλλ’ ὅτε δὴ καὶ τῆς σιγῆς οἱ καιροὶ τὴν τῶν λεγομέ‐ νων ξενοδοχοῦντες ἦσαν ἀσμένως φοράν, καὶ οὐ τὴν ἀναγκαίαν τοῦ λέγειν προύβαλλον πρόφασιν. ἔστι μὲν γὰρ καὶ σιγῆς
10καιρός, ἀλλ’ ὅτε δὴ σιγῆς δεομένοις ἀκροαταῖς ἐντυγχάνοι· ὅτε δ’ ἀξίοις καὶ πάνυ τι χρῄζουσι τότε δ’ οὖν καὶ τὸ ἐν‐ δεχόμενον εἰς τὴν τοῦ ἀναγκαίου μοῖραν σαφῶς ἀποκεκριμέ‐ νον, λέληθε τὴν τοῦ ἐνδεχομένου δύναμιν ἀπολωλεκός, ὑπὸ τῆς ἀνάγκης καταποθὲν ὡς εἰπεῖν. ἀθανάτου γὰρ τῆς ἡμετέ‐
15ρας οὔσης ψυχῆς καὶ ἀθανάτους ἐκδεχομένης τὰς τῶν πε‐ πραγμένων σαφῶς ἀμοιβὰς ἐξ ἀνάγκης, καὶ ἅμα μιᾶς ψυχῆς μὴ εἶναι τὸν πάντα κόσμον ἀντάξιον τῆς θείας λεγούσης γρα‐ φῆς, πῶς οὐκ ἀναγκαῖον ἐνταῦθα γίγνοιτ’ ἂν καὶ τὸ ἐνδεχό‐ μενον; εἰ γὰρ ἐφ’ ἡμῖν καὶ ἐνδεχόμενον τὸ σώζειν ἐστὶν
20αὐτὴν καὶ δόξης ἀιδίου προξένους αὐτῇ καθίστασθαι, καὶ αὖ τοὐναντίον φθείρειν καὶ κολάσει παραπέμπειν αἰωνίῳ, ἀλλ’ οὖν τῶν ἀναγκαίων καὶ τοῦτ’ ἂν εἴη μάλιστα μεταξὺ μὴ πα‐ ρατρέχειν κείμενον τὸ κατὰ φύσιν εἰπεῖν ἀναγκαῖον. ὅσον γὰρ τὸ φθείρειν τῶν ἀτοπωτάτων ἐστὶ καὶ παραλόγων, το‐
25σοῦτο τῶν ἀναγκαίων τὸ σώζειν. ἃ γοῦν ἀκούσαντες πολλά‐

3

.

402

κις καὶ ὧν πειραθέντες ἐμάθομεν εἶναι τῶν ἀγαθῶν, ταῦτα ποιεῖν τῶν ἀναγκαίων καθάπαξ κρίνομεν εἶναι. ἃ δὲ ποιεῖν τῶν ἀναγκαίων κρίνομεν εἶναι, τούτων ἀφίστασθαι ποίαν οὐκ ἀτοπίας ὑπερβολὴν παρελαύνοι. ὥστε τῶν χειρόνων ἀνθαι‐
5ρεῖσθαι τὰ βελτίω μαθοῦσιν εἶναι βέλτιον ἐξ ἀνάγκης, βελ‐ τίους καὶ ἑαυτῶν ἀναγκαζομένους γίνεσθαι ἕπεται, καὶ τοῦ δέοντος, ὅσον ἐφικτόν, ἐγγύτατα θεῖν ἀεί, τὴν ἀθάνατον ὄν‐ τως καὶ ἀναγκαίαν ὁδόν, ὡς ἐμέ γε οἴεσθαι. καὶ οἶμαί γε ὀρθοτέραν πάνυ τι οἴεσθαι. καὶ οὕτως ἐνδεχομένης καὶ ἐφ’
10ἡμῖν τῆς τῶν ἀγαθῶν προαιρέσεως οὔσης ἀναγκαῖον γίνεται τὸ συμπέρασμα, πρὸς ὃ πέφυκεν ἀνατρέχον μάλα τι προσ‐ ηκόντως, καὶ τὸ ἐν τοῖς τοιούτοις καίριον εἰς τὸ τῆς ἀλη‐ θείας μουσεῖον παιδαγωγούμενον ἀνευρίσκον. ἀλλὰ γὰρ εἰς τοῦτο τύχης ἡμᾶς τῆς τοῦ λέγειν τήμερον ἐλαυνούσης ἀνάγ‐
15κης, σκεπτέον τίνα δεῖ πρῶτον καὶ τίνα δεύτερον εἰπεῖν, καὶ
τίνα τάξιν εἰληφέναι δέον ἕκαστα τῶν ἑξῆς.

3

.

403

(t1)

ΤΟΥ ΑΥΤΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ
t2ΛΟΓΟΣ ΔΟΓΜΑΤΙΚΟΣ Δ.
3 Πρῶτον μὲν οὖν ἂν εἴη σκέψασθαι ἄξιον, ἔφησεν ὁ Γρη‐ γορᾶς, πότερον ταῖς κοιναῖς μᾶλλον ἐννοίαις τῆς ἐκκλησίας
5ἁρμόττει σέβειν ἕνα θεόν, εἴτουν μίαν ἐν τρισὶν ἄκτιστον θεότητα, καὶ ὅ φησιν ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος, φῶς ἓν ἀπρόσιτον καὶ ἀδιάδοχον τὸν θεόν, ἀειλαμπὲς τρίλαμπες, ἢ πλείστας μὲν θεότητας πλείω δὲ φῶτα κατά τινας τῆς ἀν‐ τιθέτου τῇ εὐσεβείᾳ φάλαγγος. ἐγὼ μὲν οἶμαι μηδένα τῶν
10εὐσεβέσι λογισμοῖς συντεθραμμένων πρὸς τοσαύτην ἑκόντα καταπεσεῖν ἀπόνοιαν, ὥστε πλείους μιᾶς ἑλέσθαι νομίζεσθαι δικαιοῦν θεότητας, κοινῇ τῶν τῆς εὐσεβοῦς ἐκκλησίας πατρίων δογμάτων ἀκούοντα διαρρήδην βοώντων, φῶς ἓν ἀδιάδοχον καὶ ἀπρόσιτον εἶναι τὸν θεόν, καὶ μὴ πολλὰ μηδὲ πέρα τῆς
15τριάδος, δεύτερον δὲ φῶς ἄγγελον μηδενὸς ἑτέρου μεταξὺ

3

.

404

μεσιτεύοντος, καὶ πάλιν ἕνα θεὸν εἶναι, διότι μία θεότης, ἀναγκαίαν αἰτίαν τοῦ σέβειν ἕνα θεὸν τὴν τῆς μιᾶς θεότητος πρώτην ὁμολογίαν τιθέντων, εἰ μή τις ἐν ἀθύρματος μοίρᾳ καὶ γέλωτος ἑκὼν ἑαυτοῦ προδότης τοῖς ἐν ἀγοραῖς καλινδου‐
5μένοις παιγνίοις καθίσταιτο ἐθελοκωφῶν. Τούτου γε μὴν ὁμολογηθέντος, δεύτερόν ἐστι πυθέσθαι ἄξιον εἰ δέοι παραδραμόντας τὴν κοινὴν αὖθις τῆς τοῦ θεοῦ ἐκκλησίας ἔννοιαν μεταξὺ καθάπερ λύχνον ἐπ’ ὄρους κειμένην, ἔπειτα ὁρατὴν εἶναι λέγειν τὴν μίαν ταύτην καὶ
10μόνην ἄκτιστον θεότητα, εἴτουν τὸ ἓν φῶς ἐκεῖνο τὸ ἀειλαμ‐ πὲς καὶ ἀπρόσιτον καὶ ἀδιάδοχον· κοινὸν γὰρ εἶναι δόγμα τῆς ἐκκλησίας καὶ τοῦτ’ εἰλήφειμεν πρός τε τοῦ θεοῦ καὶ σω‐ τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ φοιτητῶν, ἑωρα‐ κέναι θεὸν ὑπάρχειν ἀδύνατον ἅπασι, πλὴν διὰ συμβόλων
15καὶ τύπων σωματικῶν. “οὔτε γὰρ” φησὶν “εἶδε θεὸν οὔτ’ ἰδεῖν δύναται τῶν ἁπάντων οὐδείς.” ἅπερ ὁ εἰπὼν αὐτὸς ἐπισφραγίζων αὖθις θεῖος Παῦλος “εἴ τις εὐαγγελίζεται” φησὶ “παρὸ παρελάβετε, ἀνάθεμα ἔστω,” ταῦτα δὴ λέγων τὰ εἰρημένα, τὸ μίαν τε σέβειν ἄκτιστον θεότητα καὶ φῶς ἓν ἐν
20τρισὶν ὑποστάσεσι, καὶ ἅμα ταύτην ἀόρατον εἶναι ὁμολογεῖν, μὴ ὅτι ἀνθρώποις ἀλλὰ καὶ ἀγγέλοις αὐτοῖς. τίς γὰρ οὕτως ἠλίθιος καὶ μανίᾳ σύνοικος μακρᾷ ὥστε κτισμάτων ἀοράτων
ὄντων, ἀγγέλων φημὶ καὶ ψυχῶν καὶ δαιμόνων, λέγειν ἔπειτ’

3

.

405

ἀνθρώποις τολμᾶν ὁρατὴν εἶναι τὴν φύσιν τοῦ τῶν ἁπάντων δημιουργοῦ θεοῦ. μὴ οὖν ὅτι θρήνων καὶ δακρύων ἄξιον παμπόλλων πάτριον δόγμα τῆς ἐκκλησίας κινοῦντας τοῖς ἀπο‐ στολικοῖς ἐκείνης ἀναθέμασιν ἑαυτοὺς ἑκοντὶ παρέχειν, ἀλλὰ
5καὶ μανίας ὁμοῦ καὶ ἠλιθιότητος γέμει τοιαῦτα λογίζεσθαι. ἐπὶ γὰρ πᾶσαν διδασκαλίαν καὶ πᾶσαν μάθησιν ἐκ προϋ‐ παρχούσης γίνεσθαι φάσκουσι γνώσεως. δεῖ γὰρ μαρτυρίας ἐν τοῖς τοιούτοις ἐκείνας προβάλλειν εἰς προῦπτον καὶ σαφε‐ στέραν δήλωσιν τῶν ἀτελεστέρων, αἳ τῇ τῶν ἀνθρωπίνων
10αἰσθήσεων ἐκ πρώτης γενέσεως συνηθείᾳ κανόσιν ἀθανάτοις μαθήσεις ἡλικιώτιδες γίνονται, κἀντεῦθεν ἀμοιβαίοις ἴχνεσιν ἀναγομένους βαθμίδων δίκην ταῖς κατὰ μικρὸν ὑπαλλαγαῖς τῶν ἀναλόγων προσθέσεών τε καὶ ὑφαιρέσεων συμβιβάζειν καὶ τῷ τῆς ἐπιστήμης ἡλίῳ καθαρώτερον ἤδη προσάγειν,
15χρεὼν διδακτῆς οὔσης τῆς ἐπιστήμης προϋπάρχουσαν εἶναι λογίζεσθαι γνῶσιν τὴν τῶν αἰσθήσεων αὐτοδίδακτον πρώτην κατάληψιν, ἀφ’ ἧς ὡς ἐκ πρώτης ἀρχῆς καὶ πηγῆς οἱ πά‐ σης ἐπιστήμης ἀποβλύζουσι ῥύακες τῶν τε τοῖς αἰσθητοῖς καὶ διανοητοῖς καὶ νοητοῖς ἐνυπαρχόντων ὅρων καὶ λόγων. τὸ
20γὰρ βλέπειν ἡμᾶς καὶ ἀκούειν, καὶ νῦν μὲν γλυκέων καὶ πι‐ κρῶν αἰσθάνεσθαι διὰ τῆς γεύσεως νῦν δὲ τραχέων τε καὶ λείων διὰ τῆς ἁφῆς, καὶ ὅτι θερμὸν καὶ καυστικὸν τὸ πῦρ
καὶ ψυχρὸν ἡ χιὼν, κοιναί εἰσιν ἔννοιαι πάντα καὶ αὐτοδί‐

3

.

406

δακτα τοῖς αἰσθητηρίοις. οὐ γὰρ διδασκόμεθα παρ’ οὐδενὸς βλέπειν ἢ ἀκούειν, ἢ ὅτι καίει τὸ πῦρ καὶ ψυκτὸν ἡ χιὼν καὶ τὸ μέλι γλυκύ. αὐτόθεν γὰρ ἡ αἴσθησις τὰ μὲν προσίε‐ ται τὰ δ’ ἀποσείεται δίχα τινὸς ἐπεισάκτου γεωμετρικῆς ἀνάγ‐
5κης καὶ δίχα συλλογιστικῆς ἀποδείξεως οἱασδηποτοῦν, τοῦ δημιουργοῦ θεοῦ πανσόφως προοικονομήσαντός τε καὶ προϋ‐ ποθέντος τῇ φύσει σπερματικῶς οὑτωσὶ τὰς τοιαύτας ἀρχε‐ γόνους ῥίζας, ἐφόδιον κράτιστον ταῖς ἐπιστημονικαῖς ἑξῆς ἁπά‐ σαις μεθόδοις καὶ ἀποδείξεσιν, ἐξ ὧν οἱ ἀκαταμάχητοι καὶ
10δυσαντίβλεπτοι μάλιστα τῆς ἀληθείας περατοῦνται συλλογι‐ σμοί. δεῖν γὰρ εἶναι τὰς ἀρχὰς τῶν συλλογισμῶν αὐτοδιδάκ‐ τους καὶ αὐτόθεν ἐχούσας τὸ πιστὸν καὶ ἀναντίρρητον παν‐ ταχοῦ καὶ ὁμόλογον ἐξ ἁπάντων τὸ συγκεχωρηκός, ὡς ἂν ἐξ ὁρμητηρίου βεβαίου καὶ ἀσφαλοῦς ταῖς τῶν σοφῶν ἀπο‐
15δεικτικαῖς φωναῖς τε καὶ γλώτταις κινουμέναις ἀγώγιμον ὡς ὑφ’ ἡλίῳ καὶ φωτὶ μέχρι τοῦ προσήκοντος ἑκάστῳ συμπερά‐ σματος τὸ τῆς ἀληθείας εἴη πορευόμενον εὐγενές. Καὶ ἵν’ ὑποδείγμασι τρισὶ καὶ τέτρασι διαλευκανθείη τὰ εἰρημένα, προκείσθω νῦν διδάσκαλος ἡμῖν ὁ μέγας τῆς
20ἐκκλησίας φωστὴρ Διονύσιος, ἐκ τῶν τῇ αἰσθήσει γνωρίμων καὶ αὐτόθεν τὸ πιστὸν ἐχόντων καὶ ἅπασιν ὡμολογημένων τὸ
συγκεχωρηκὸς παριστῶν τὸ ζητούμενον. θέλων γὰρ διδάξαι

3

.

407

πανταχοῦ τὸν θεὸν εἶναί τε καὶ πᾶσι μεθεκτόν, ὡς ἐκείνῳ προσήκει, ταῖς κοιναῖς καὶ πᾶσι προδήλοις ἐννοίαις πρὸς τὴν τῶν ὑπὲρ αἴσθησιν κέχρηται δήλωσιν. “ὥσπερ γὰρ ἐν κέντρῳ” φησίν “πᾶσαι αἱ τοῦ κύκλου γραμμαὶ κατὰ μίαν ἕνωσιν συν‐
5υφεστήκασι, καὶ πάσας ἔχει τὸ κέντρον ἐν ἑαυτῷ τὰς εὐ‐ θείας ἑνοειδῶς ἡνωμένας πρός τε ἀλλήλας καὶ πρὸς τὴν μίαν ἀρχὴν ἀφ’ ἧς προῆλθον, οὕτως ἐκ θεοῦ καὶ ἐν θεῷ τὰ ὄντα πάντα συνειλημμένως καὶ ἑνιαίως εἰσί, καὶ τὰ ἀλλήλοις ἐναν‐ τία. καὶ πάλιν, ὥσπερ φωνὴ μία καὶ ἡ αὐτὴ πρὸς πολλῶν
10ἀκοῶν ὡς μία μετέχεται, οὕτω καὶ ὁ θεὸς εἷς ὢν καὶ ἀμε‐ ρὴς ὑπὸ τῶν μεριστῶν ἀμερίστως μετέχεται. καὶ πάλιν, ὥσπερ σφραγῖδος μιᾶς ἐκτυπώματα πολλὰ μετέχει, τῆς ἀρ‐ χετύπου σφραγῖδος ἐν ἑκάστῳ τῶν ἐκτυπωμάτων ὅλης καὶ τῆς αὐτῆς οὔσης καὶ ἐν οὐδενὶ κατ’ οὐδὲν μέρος, οὕτω καὶ
15τοῦ θεοῦ τὰ πάντα μετέχει. καὶ πάλιν, ὥσπερ ἐν τῇ ψυχῇ μονοειδῶς αἱ τῶν κατὰ μέρος πάντων προνοητικαὶ τοῦ ὅλου σώματος δυνάμεις, οὕτω κἀν τῷ θεῷ. οὐδὲν γὰρ ἄτοπον” φησίν “ἐξ ἀμυδρῶν εἰκόνων ἐπὶ τὸ πάντων αἴτιον ἀναβάντας ὑπερκοσμίοις ὀφθαλμοῖς θεωρῆσαι πάντα ἐν τῷ πάντων αἰτίῳ
20μονοειδῶς καὶ ἡνωμένως.” Ταῦτα εἰπών, ὁρᾶτε, φησὶν ὁ Γρηγορᾶς, πῶς ἐκ τῶν τῇ
αἰσθήσει γνωρίμων καὶ φανερῶν ὁ νοῦς ἀφανὴς ὢν ἁρπά‐

3

.

408

ζων τὸ βέβαιον, ῥᾳδίως ἐκ τῆς πρὸς τὴν τῶν θείων καὶ ὑπὲρ αἴσθησιν εὕρεσιν ἀνατρέχει, κἀκ τοῦ φύσει ἀμεροῦς ἐς τὸ μεριστὸν κατιὼν ἀμερῶς αὖθις πρὸς τὸ ἀμέριστον ἐκ τῶν μεριστῶν παλινδρομεῖ, μήτε τῶν τῆς ἑαυτοῦ φύσεως ἐξιστά‐
5μενος μυστηρίων, καὶ ἅμα τὰς ὑλικὰς ἐνεργείας εἰωθὼς πε‐ ριτίθεσθαί τε καὶ οἰκονομικῶς ἐκπληροῦν, ἀμοιβαίαις καὶ λε‐ ληθυίαις φάναι παραπλοκαῖς τε καὶ συμφυΐαις συνάγων πρὸς ἑαυτόν, καὶ ἀναλόγως τὸ ἑαυτοῦ φῶς πολλοῖς ἐνσπείρων ὑπο‐ κειμένοις, καὶ ὥσπερ πολλοῖς ἐφεξῆς κειμένοις κατόπτροις ἓν
10ἐμφανίζων πρόσωπον, καὶ τὸ κεχυμένον τῆς ὕλης ἄπειρον καὶ ἀόριστον οἰκείοις περασί τε καὶ σχήμασι μορφῶν καὶ συν‐ δέων καὶ συναρμόττων. καὶ ἡ πρὶν περιοδεύουσα τοὺς ἔνδον λογισμοὺς τῶν ἀπορρήτων καὶ θείων πραγμάτων ζήτησις, τῶν αἰσθητῶν ἤδη ἀναχωροῦσα τῇ τῷ νῷ προσηκούσῃ γνώσει
15ἀκολουθεῖ. ἐντεῦθεν γὰρ καὶ τὰς θείας καὶ νοερὰς προόδους ἐθέλοντες δηλοῦν οἱ θεῖοι πατέρες παραδείγματι φαινομένῳ ταῖς ἡλίου χρῶνται ἀκτῖσιν, αἳ τὴν ἐτυμολογίαν ἀπὸ τοῦ ἐκτείνεσθαι ἔχουσαι χέονται μὲν οὐκ ἐκχέονται δέ, ἀλλ’ ἐκ‐ τείνονται πέριξ κατὰ τὸ ἀνάλογον τῆς τῶν δεχομένων εὐρυ‐
20χωρίας. πληθύνεσθαι γὰρ ὁ θεῖος ἔφησε Μάξιμος τὸν θεὸν τῷ καθ’ ἕκαστον εἰς παραγωγὴν τῶν ὄντων βουλήματι, ταῖς
προνοητικαῖς προόδοις πολλαπλασιαζόμενον, μένειν δ’ ἀμε‐

3

.

409

ρίστως ἕνα καθάπερ τὸν ἥλιον ἀκτῖνας μὲν πολλὰς προπέμ‐ ποντα μένοντα δ’ ἐν τῇ ἑνότητι. ὅταν γὰρ ἐς τὴν προβλη‐ τικὴν ἀποσκοπῶμεν δύναμιν τοῦ ἡλίου, μονοειδὲς καὶ ἑνιαῖον τὸ τῶν ἀκτίνων καταλαμβάνομεν πλῆθος· ὅταν δ’ εἰς τὴν
5ἀστάθμητον καὶ μεριστὴν ποικιλίαν τῆς τοῦ κόσμου γενέσεως, τὰς ἀκτῖνας ἐκτεινομένας οἱονεί τινας χεῖρας ἐργατικὰς τό τε τῆς ἀριθμητικῆς ἐπιστήμης ἀναλισκομένης δι’ ἀπορίαν, τὸ ἓν εἰς ἀναρίθμητον πλῆθος σχιζόμενόν τε καὶ μεριζόμενον βλέ‐ πομεν. οὕτω δὴ κἀπὶ τῆς ψυχῆς καὶ τῶν ταύτης δυνάμεων
10καὶ ἡμεῖς τοιούτοις χρώμεθα παραδείγμασιν, ἐνίοτε μὲν τὸν ὅμοιον τρόπον, ἐνίοτε δὲ τὸν ἀντίστροφον· δυοῖν γὰρ ὀργά‐ νων ὄντων τῷ τῆς ψυχῆς ὀφθαλμῷ τῷ νῷ πρὸς γνῶσιν τῶν αἰσθητῶν πραγμάτων, τῆς τε αἰσθήσεως ἅμα καὶ διανοίας, ἐκ τούτων αὐτῷ τὴν ἐπιστήμην ἀεὶ συσκευαζομένην ὁρῶμεν
15κἀξ ἀτελοῦς διχονοίας εἰς ὁμόνοιαν συγγενῆ συνιοῦσαν, τῆς μὲν ἀναλήψεσιν ὁλοσχερεστέραις ἔξωθεν εἰσαγούσης τὰς πρώ‐ τας ἀρχάς, ἐκ τῆς τῶν αἰσθητῶν συμπεφορημένης τε καὶ διηνεκῶς μεταβαλλομένης πολυφωνίας, τῆς δὲ παραδεχομέ‐ νης τε καὶ παραπεμπούσης εἰς ἓν ἀκριβέστερον ἐπισκέψεως
20ἐργαστήριον τὸν νοῦν, καὶ ἀναχωνευούσης ἐκεῖ πρὸς ἐμπει‐ ρίας ὁμόνοιάν τε καὶ ἑνότητα. οἷς γὰρ ἑτερότης πάρεστι,
τούτων ἄπεστι σαφῶς ἡ ὁμόνοια· οἷς δὲ μή, τούτοις δὲ καὶ

3

.

410

τὰ τῆς ὁμονοίας ῥᾷστα ἐμφύεται. καὶ ὁ τοῦ ἡλιακοῦ παρα‐ δείγματος ξυνιεὶς εὐφυῶς τῆς κατ’ αἴσθησιν ἐξεκεχωρήκει συνηθείας εὐθύς, καὶ τὴν τῆς ὁράσεως προσεδρείαν εἰς τοὺς νοητοὺς ῥᾳδίως ὀφθαλμοὺς μετενήνοχεν, ἡγεμόνας τῆς τοιαύ‐
5της εὑρίσκων ὁδοῦ τοὺς ἁγίους, τοῖς μὲν αἰσθητοῖς ἐνεῖναι λέγοντας ἔκστασιν γίνεσθαι, θεῷ δ’ ἥκιστα πάντων παρόντι πανταχοῦ καὶ τὰ πάντα πληροῦντι καὶ μηδενὸς λειπομένου τόπου ὃς τὴν θείαν ἔκτασιν δέξασθαι ἂν ἐπινοηθείη. Ὅμοιον γὰρ ἠχοῦσιν αἱ λέξεις, οὐχ ὅμοιον δ’ ἔχουσι τὸ
10τῆς ἀναγωγῆς καὶ καταγωγῆς ὁρμητήριον, ἀλλ’ ἄλλως μὲν ἐπὶ θεοῦ ἄλλως δ’ ἐπ’ ἀνθρώπων τοῖς ὀρθῶς τε καὶ εὐσε‐ βῶς φρονοῦσι λαμβάνονται, καὶ ἄλλως μὲν ἐπὶ τῶν αἰσθη‐ τῶν ἄλλως δ’ ἐπὶ τῶν θείων καὶ νοητῶν. ἀνθρώπινα γὰρ ὁ θεῖος ἔφη Χρυσόστομος τὰ ῥήματα, ἀλλὰ θεῖα νοήματα δι’
15αὐτῶν. φεῦγε τὰ ἀπὸ τῆς λέξεως ὑποπαλλόμενα, καὶ νόει τὰ διὰ τῆς πίστεως θεωρούμενα. μὴ προλαβὼν ἁρπάσῃς τὸ ῥῆμα εἰς διαβολήν, ἀλλ’ ἀνάμεινον τὸ τέλος καὶ κρῖνον τὸ λεγόμενον. μὴ γίνου δικαστὴς δυσμενὴς ἀλλὰ συναγωνιστὴς εὐμενής. καὶ ταῦτα μὲν ὁ Χρυσορρήμων· ἡμεῖς δὲ καὶ ἐξ
20ἑτέρων ἔχομεν παριστᾶν τὸ λεγόμενον. καὶ γὰρ καὶ τὸ κα‐ θὼς ἐπὶ θεοῦ καὶ ἀνθρώπων λεγόμενον οὐχ ὁμοίαν ἔχειν διά‐
νοιαν ἡ θεία γραφὴ συγχωρεῖ. “καθὼς” γάρ φησιν “οἰκτεί‐

3

.

411

ρει πατὴρ υἱούς, ᾠκτείρησε κύριος τοὺς φοβουμένους αὐτόν.” καὶ εἰσὶν οἱ τοῦ κυρίου οἰκτιρμοὶ τῶν τοῦ ἀνθρώπου πατρι‐ κῶν οἰκτιρμῶν ἀπειροπλασίως ὑπέρτεροι. καὶ πάλιν “γίνεσθε τέλειοι καθὼς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστι.”
5πρὸς οὖν τοιαύτην ἐληλυθέναι τελειότητα πάντως ἀνθρώποις ἀδύνατον. καὶ πάλιν “καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς.” ἀλλ’ οὐχ ὁ αὐτὸς ἐπ’ ἀμφοῖν τῆς ἀποστολῆς ὁ τρόπος· ὃ μὲν γὰρ ὁμοούσιος ὢν τῷ πατρὶ ὡς ἐξ ἡλίου φῶς ἀπεστάλη, οὗτοι δ’ ὡς δοῦλοι πρὸς δεσπότου. καὶ τὸ τοῦ
10ἀποστόλου δὲ “γνώσομαι τότε καθὼς καὶ ἐπεγνώσθην·” πᾶσα γὰρ ἀνάγκη τοσοῦτον εἶναι τὸ ὑπερβάλλον μεταξὺ τῆς θείας γνώσεως καὶ τῆς ἀνθρωπίνης ὅσον καὶ τῆς θείας φύσεως πρὸς τὴν ἀνθρωπίνην. Οἷς οὖν πρὸς ὕβριν τρυφᾶν οἱ καιροὶ χαριζόμενοι νοῦν
15τε ἀλάστορα βρεφουργοῦσιν ἐν τῇ ψυχῇ, κἀκ τοῦ σαθρὰ φρονεῖν μεγάλα φρονεῖν χορηγοῦσι, κἀντεῦθεν πρὸς τὸ βου‐ λόμενον ἔπεισι διαστρέφειν καὶ ἀνελίττειν κακῶς τὴν τῶν ὀνομάτων τε καὶ ῥημάτων διάνοιαν, τούτους οὐ μέγα ἔργον τοῖς θείοις πατράσι τῆς θείας ἐλαύνειν αὐλῆς, καθάπερ
20Ἀθηναῖοι πάλαι τὸ Κυλώνειον ἄγος. προσθείην δ’ ἂν καὶ ξενηλασίαν ἐκείνην ἐγώ, ἣν τῶν Ὁμήρου πάλαι Πλάτων ἐπῶν κατεψήφισται, ὅσα δήπουθεν αἰσχροὶ καθυβρίζουσιν ἔρωτες
καὶ λέξεις ἀνθρωποπαθεῖς, ὁποῖαι τὸ τῆς ἐκείνου πόλεως

3

.

412

ἦθος κιβδηλεύειν ἔμελλον ἄν, σεμναῖς ἀσέμνως ἀκοαῖς ἐνο‐ χλοῦσαι. μᾶλλον δ’ εἰπεῖν οἰκειότερον, ὡς πρὶν τοὺς θεοκα‐ πήλους ἐκείνους ὁ κύριος ἐκ τοῦ ἱεροῦ. ὥσπερ γὰρ ἐπὶ τῶν φαινομένων πραγμάτων ἡ μὲν φύσις ἀνείδεον τρόπον τινα
5τὴν ὕλην παρέχει τοῖς ἀνθρώποις καὶ ὑπεναντίαν ὡς τὰ πολλὰ πρὸς τὸ χρήσιμον, ἐπειδήπερ ἡ μὲν φύσις τὸν αὐτὸν ἀεὶ συγκεχυμένον καὶ ἀδιάκριτον τρόπον τηρεῖ τῆς γενέσεως, ἃ δ’ ἀπαιτοῦσιν αἱ διηνεκεῖς καὶ διάφοροι τῶν ἀνθρώπων χρεῖαι, ταῦτα μεταβάλλει πάντα πολλαχῇ καὶ πολυτρόπως
10ὑπ’ αὐτῶν πρὸς τὸ χρήσιμον, οὕτω καὶ τά τ’ ὀνόματα καὶ ῥήματα διαγνοίη ἄν τις ἔχοντα, καὶ μάλισθ’ ὅσα ταῖς ὁμω‐ νυμίαις περιδινεῖται, καθάπερ ὕλη τις διάφορος ὑπὸ τῆς τέχ‐ νης παιδαγωγούμενά τε καὶ πρὸς τὸ χρήσιμον τοῖς καιροῖς καὶ ταῖς τῶν γραφόντων καὶ διαλεγομένων κατ’ οἰκονομίαν
15ὑποθέσεσι μεθαρμοζόμενά τε καὶ μεταλαμβανόμενα. καὶ τού‐ των ἡμῖν ἀρχιτέκτονες οἱ θεῖοι τῆς ἐκκλησίας διδάσκαλοι γί‐ νονται, εἰ βουλοίμεθα προγόνων φάναι χρηστῶν ἀπόγονοι χρηστοὶ καλεῖσθαι, μηδαμῇ τὰ ἐκείνων τοιχωρυχοῦντες καὶ παρασπῶντες καὶ σπαράττοντες κατὰ τοὺς ἀγνώμονας καὶ
20πατραλοίας παῖδας ἐκείνους, οὓς ἐξώλεις καὶ προώλεις ἐπα‐ ρῶνται πάντες ἀπόλλυσθαι. ὥσπερ δήπου καὶ Πέτρος ὁ θεῖος ἀπόστολος, διδάσκων μὴ διαστρέφειν τὰς θείας γραφὰς πρὸς κακίαν ἀντίρροπον, καὶ τάδε προστίθησιν. “ὡς ὁ ἀγα‐
πητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν αὐτῷ δοθεῖσαν σο‐

3

.

413

φίαν ἔγραψεν ὑμῖν, ὡς καὶ ἐν πάσαις ταῖς ἐπιστολαῖς λαλῶν ἐν αὐταῖς περὶ τούτων. ἐν αἷς ἔστι δυσνόητά τινα, ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι στρεβλοῦσιν, ὡς καὶ τὰς λοιπὰς γρα‐ φάς, πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν.”
5 Ὁρᾶτε πῶς δεῖ τοῖς τοιούτοις συνετῶν ὁμοῦ καὶ εὐγνω‐ μόνων καὶ οὐδαμῇ κακοδαιμόνων ἀκροατῶν, ὁποῖοι πρὸς ἀμαθίας ἄμουσον μουσεῖον φοιτᾶν εἰώθεσαν ἐκ παίδων καὶ ἐπαλέα λέσχην, ὅπου μηδαμῇ δικαιοσύνης γεωργεῖσθαι ἴσασι καρποί, μήτε μὴν οὐδ’ οἱ μετ’ ἀρετῆς εὐδοκιμεῖν ἱδρῶτες,
10ἀλλὰ κακίας τρόφιμοι φωναὶ καὶ γλῶτται, καὶ πρός γε πο‐ νηραί τε καὶ διάστροφοι διάνοιαι πρὸς τὴν ἰδίαν ὑπόληψιν τὰ τῶν θείων πατέρων διαστρέφουσαι ῥήματα· ὃ δὴ καὶ Παλαμᾶς τετόλμηκεν ἐφ’ ἡμῶν, μισθοφόρον ὄργανον ἀσε‐ βείας γενόμενος ἑκοντί. Ἐπεὶ δ’ ἐς τόδε τέλους εὔζωνον εἰ‐
15πεῖν καὶ μάλα γέ τι ῥᾴδιον τὸ τῆς διαλέξεως ἐκείνης ἐχώ‐ ρει προοίμιον, καὶ τὰς τῶν Παλαμιτῶν ἐκείνων ὁμολογίας διὰ τῶν θείων καὶ ἀφύκτων γραφῶν ἀναμφιλέκτους ἐκ πρώ‐ της φάναι γραμμῆς ὁ Γρηγορᾶς ἐχειροῦτο, καὶ μίαν ἔπειθεν ὁμολογεῖν εἶναι θεότητα ἄκτιστον καὶ φῶς ἓν ἀπρόσιτον καὶ
20ἀδιάδοχον, τὴν μακαρίαν καὶ τρισυπόστατον μόνην οὐσίαν, καὶ ταύτην μὴ μόνον ἀόρατον ἀλλὰ καὶ νοῦ καὶ λόγου παν‐ τὸς ὑπερτέραν παντάπασι, “σκεπτέον” ἔφησε “πόθεν κἀκ
ποίας αἰτίας ὁρμώμενος Παλαμᾶς δεύτερον ἐδογμάτισεν ἄκτι‐

3

.

414

στον εἶναι φῶς ὑπὲρ τοὺς ἀγγέλους μέν, ὑφειμένον δ’ οὖν ἀπειράκις τῆς μακαρίας ἐκείνης καὶ θείας οὐσίας· πόθεν δὲ καὶ ποίαν εἰλήφει τὴν πρόφασιν ἐκ τοῦ τοιοῦδε φωτὸς πλῆθος εἰσενεγκεῖν θεοτήτων ἀκτίστων καὶ ἀνουσίων, τῆς
5θείας οὐσίας διαφόρων πάντῃ καὶ ἑτερογενῶν. ἐγὼ γὰρ οὐκ οἶδ’ ὁπότερον εἴποιμι ἄν· ἢ γὰρ οὐκ ἀκήκοε διαρρήδην τῆς ἁγίας ἕκτης καὶ οἰκουμενικῆς συνόδου βοώσης τὰ ἐναντία, ἢ ἀκούσας οὐκ ᾔσθετο, ἢ αἰσθόμενος ἀπῳδόν τε ἔκρινε καὶ μη‐ δεμιᾶς τινὸς ὅλως ἀξίαν φροντίδος εὐλόγου. φασὶ γὰρ οἱ
10τὴν θείαν ἐκείνην σύνοδον συγκροτήσαντες θεῖοι πατέρες ὡς ἡμεῖς οὔτε τρεῖς τινὰς θεοὺς ἐπιστάμεθα οὔθ’ ὅλως πολλοὺς θεοὺς ἢ φύσεις ἢ οὐσίας ἢ θεότητας ἔγνωμεν ἢ γινώσκοντας οἴδαμεν, ἀλλὰ καὶ τὸν ἔχοντα ἢ φρονοῦντα ἢ γινώσκοντα τοῖς ἀναθέμασι βάλλομεν. τούτοις ἡ Παλαμικὴ φατρία
15ἐκείνη τοιάνδε τινὰ τὴν ἀντίθεσιν ἐπεισήνεγκε. τὸν μὲν τῆς ἕκτης συνόδου τοῦτον ἀναθεματισμὸν ὑπερθετέον ἐν τῷ παρ‐ όντι. δεῖ γὰρ ἀποκρίνασθαι ὡς οὐκ ἄλογός τις ἡμῖν ἐγε‐ γόνει πρόφασις πρὸς δευτέρας θεότητος ἔννοιάν τε καὶ πί‐ στιν, ἀλλὰ καὶ μάλα τι εὔλογος· δείξασι γὰρ ἡμῖν τὴν τῶν
20θείων γραφῶν δύναμιν ὅθεν ἡμῖν ἡ πρόφασις, αὐτόθεν αὐ‐ τομάτως πάντως ἑκάτερα ἕψεται, τῆς τε μέμψεως ἡ ἀπόφα‐ σις καὶ ἅμα ἡ τοῦ ἀναθεματισμοῦ ἀναχώρησις. οὐ γὰρ ἄλ‐
λοθεν ἀλλ’ ἢ ἐκ τοῦ ἐν Θαβωρίῳ πάλαι τῷ ὄρει περὶ τὸ τοῦ

3

.

415

κυρίου σῶμα γενομένου τε καὶ φανέντος φωτός, περὶ οὗ καὶ τὸν ἐν θεολογίᾳ μέγαν συνηνέχθη λέγειν Γρηγόριον λάμψαι τῇ μορφῆ καὶ τὴν θεότητα παραδεῖξαι, καὶ γυμνῶσαι τὸν ἐν τῇ σαρκὶ κρυπτόμενον. καὶ πάλιν· φῶς ἡ παραδειχθεῖσα θεότης
5ἐπὶ τοῦ ὄρους μικροῦ στερροτέρα καὶ ὄψεως· ὃ τότε μὲν ὡράθη τοῖς ἀποστόλοις, νῦν δὲ τοῖς ἀμφὶ τὸν Παλαμᾶν ἀεί, καὶ πρό γε τούτων ἄλλοις οὐκ ὀλίγοις, ὡς ἐξεῖναι λέγειν ἐν‐ τεῦθεν τὸ μὲν ἀόρατον τοῦ θεοῦ, τὸ δ’ ὁρατὸν μὲν ἄκτιστον δέ, καὶ τὸ μὲν ἀμέθεκτον τὸ δὲ μεθεκτόν, καὶ τὸ μὲν ὑπερ‐
10κείμενον τὸ δ’ ὑφειμένον. ἄτοπον γὰρ τὸν οὐράνιον χῶρον ἀπολιμπάνον ὅλον παρεῖναι τὸ θεῖον τοῖς ἐπιγείοις τούτοις, οὖσι ῥυπαροῖς τὸ πλεῖστον εἰπεῖν καὶ δυσώδεσι καὶ μεμο‐ λυσμένοις. ἢ πῶς ἂν ὕψιστος λέγοιτο θεὸς κατιὼν ἐκεῖθεν καὶ τοῖς ἐπιγείοις καὶ ἐφαμάρτοις συνδιατρίβων; ἀλλ’ εἶναι
15τὴν μὲν οὐσίαν αὐτοῦ ὑπερκειμένην θεότητα ἄκτιστον, ἀεὶ τοῖς οὐρανίοις θαλάμοις ἐνδιατρίβουσαν, καὶ διὰ τοῦτο μένουσαν ἀόρατον πάντῃ καὶ ἀμέθεκτον· τὰς δὲ ἐνεργείας αὐτῆς ὑφει‐ μένας θεότητας, διαφόρους τῆς οὐσίας, καὶ διὰ τοῦτ’ ἀνου‐ σίους καὶ ἅμα μεθεκτὰς καὶ ὁρατὰς ἡμῖν.
20 Πρὸς ταῦτα ὁ Γρηγορᾶς “καὶ πῶς ἄν τις” φησίν “ἐλεγ‐ χθείη μᾶλλον καὶ ἑαυτῷ μαχόμενος καὶ τῇ θεότητι; ἵνα τοῖς αὐτοῦ Γρηγορίου περὶ αὐτοῦ λέγων χρήσωμαι. εἰ γὰρ ἅπερ
αὐτὸς θεμελίων ὑπέθηκε τρόπον, ταῖς κοιναῖς καὶ εὐσεβέσι

3

.

416

τῆς ἐκκλησίας ἐννοίαις ἑπόμενος, ταῦθ’ ὥσπερ ἐν μεταμέλῳ γενόμενος γνώμης διορύττει καὶ ἀναιρεῖ, πῶς οὐ παραβάτην ἑαυτὸν δείκνυσι κατὰ τὸν θεῖον φάναι ἀπόστολον, καὶ ἅμα ἑαυτῷ μαχόμενον καὶ θεότητι; δέδεικται γὰρ αὐτὸς ἐν προοι‐
5μίοις διδάσκων ἡμᾶς φῶς ἓν ἀπρόσιτον εἶναι τὴν μόνην ἐκείνην ἄκτιστον τῆς μακαρίας τριάδος οὐσίαν τε καὶ θεό‐ τητα. ἀπρόσιτον δ’ εἰπὼν καὶ ἀόρατον δεδήλωκεν εἶναι μετὰ πολλοῦ τοῦ κρείττονος· τὰ δὲ μετ’ αὐτὸ πάντα φῶτα κτιστά. εἶεν δ’ ἂν ἄλλα τε μυρία, καὶ ὅσα μᾶλλον αὐτὸς τὴν ὁμώ‐
10νυμον φωνὴν τοῦ φωτὸς κατὰ τὴν εἰς πλείω σημαινόμενα ποιησάμενος ἔκτασιν ἐν τῷ περὶ βαπτίσματος ἐξέθετο λόγῳ. οὐ τοίνυν ἑαυτῷ μαχόμενος καὶ θεότητι φαινοιτ’ ἂν ὁ μέγας οὗτος διδάσκαλος; ἄπαγε. μαινομένης ταυτὶ διανοίας καὶ γλώττης εἰσὶ παρευρήματα κατὰ τοῦ ἁγίου, ἤθεσι χρηστο‐
15τέροις δολερῶς κρυπτόμενα· πολλὰ γὰρ ἐκεῖνος ἀπαριθμη‐ σάμενος λέγεσθαι φῶτα, ἓν τῶν πολλῶν εἶναι λέγει κἀκεῖνο τὸ φῶς, ἐν ᾧ μὴ δεδεῖχθαί φησιν ἀλλὰ παραδεδεῖχθαι τηνι‐ καῦτα τὴν θεότητα, τῆς παρά προθέσεως κολαζούσης τὸ αὔ‐ θαδες τῶν ἀτόπως τὰ θεῖα βωμολοχεῖν ὡρμημένων, ὡς καὶ
20ἡμῖν ἐν ἄλλοις εἴρηταί τε καὶ αὖ προϊοῦσι τρανότερον εἰρή‐ σεται κατὰ χώραν. παρίτω δ’ ὅμως ἐν βραχεῖ ὁ Χρυσορ‐
ρήμων ἡμῖν συμμαχῶν Ἰωάννης, εἴρηται λέγων πολλάκις ὡς

3

.

417

ἡ θεία φύσις οὐ φαίνεται ὡς ἔστιν, ἀλλ’ ὡς ἐπιμετρεῖ τῇ ὄψει ἢ τῇ ἀκοῇ τῆς θνητῆς φύσεως· καὶ ἵνα μὴ εἰς ὕβριν ἐκλάβῃς τὸ τὴν ἁγίαν καὶ προσκυνητὴν φύσιν πυρὸς ὄψει φα‐ νῆναι, ὤφθησαν γάρ φησι διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυ‐
5ρός, ἑρμηνεύει τὰ νέα τὰ διὰ Μωϋσέος πάλαι γενόμενα. λέγει γὰρ Μωϋσῆς “καὶ ἦν τὸ εἶδος τοῦ θεοῦ Ἰσραὴλ ἐν τῷ ὄρει Σινᾶ ὡς πῦρ καιόμενον·” ἀλλ’ ὅρα, φησί, καὶ τὴν λέ‐ ξιν ἐκείνην συμφωνοῦσαν ταύτῃ τῇ νέᾳ· οὐ γὰρ εἶπε πῦρ, ἀλλ’ ὡς πῦρ. καὶ ἐνταῦθα ὤφθησαν γλῶσσαι ὡσεὶ πυρός.
10καὶ ταῦτα μὲν ὁ Χρυσορρήμων ἐκ πολλῶν ἀπολεξαμένοις ἡμῖν ὀλίγα διέξεισιν· ὁρᾶτε δὲ πῶς βραχείας λέξεως προσ‐ θήκη τὸ αὔθαδες καὶ τολμηρὸν θεραπεύει τῆς ἐννοίας, καὶ ἀναστέλλει τὸ ἀχαλίνωτον, εἴ τινες εἶεν ὑπὲρ τὰ ἐσκαμμένα πηδᾶν ὡρμημένοι δι’ ἀμαθίαν ἢ δυστοπίαν κακοδαίμονος
15γνώμης. κἀνταῦθα τοιγαροῦν τῆς παρά προθέσεως προστε‐ θείσης, μεγίστη γέγονεν καὶ τῶν ἀτόπων ἐννοιῶν συστολή, καὶ διὰ τῆς βραχείας ταυτησὶ προσθήκης μεγίστην ἔσχε ῥοπὴν ἡ τῆς ἀληθοῦς ἐννοίας ἔνδειξις ὁμοῦ καὶ εὐγένεια, περιφανῶς ἀνατρέπουσα τὴν πολύγλωσσον ἀωρίαν οἷς οὐκ αἰδὼς τὰ
20θεῖα βοσκηματώδεσι βεβηλοῦν ἐννοίαις. εἰ δέ τῳ πρὸς βου‐ λήσεως εἴη ἐνταῦθα καὶ τοῦτ’ αὐτῶν ἐπισκώπτειν, ὅθ’ ὑπερ‐ τιμᾶν δοκοῦντες ἐκεῖνο τὸ φῶς ἀτιμάζουσι μᾶλλον ὑπὲρ τὸ
δέον, κεραννύντες καὶ συμμιγνύντες τοῖς ἐκ διαμέτρου πᾶσιν

3

.

418

ἐναντιώμασιν, ὁρατὸν ἄκτιστον λέγοντες καὶ μεθεκτὸν ἀπρόσι‐ τον καὶ ἄυλον καθ’ αὑτὸ μεριστὸν καὶ ὅσα τοιαῦτα, οὐκ ἔγωγε διοίσομαι, οὐδ’ ἑκών γε εἶναι τουτωῒ νεμεσῴην ἄν· ἀλλὰ καὶ τὸ ἀνεγκλήτῳ μένειν παντάπασι τό γ’ ἐμὸν μέρος
5ἀσμένως αὐτῷ κομιδῇ χαρισαίμην· καὶ οὗτοι γὰρ ἃ μηδὲ τοῖς κτίσμασιν οὐκ ἄν τις τολμῴη παρέχεσθαι, δαίμοσι δη‐ λαδὴ καὶ ψυχαῖς καὶ ἀγγέλοις, (ἀόρατος γὰρ καὶ τούτων ἁπάντων ἡ φύσις, εἰ μὴ διὰ συμβόλων καὶ τύπων σωματι‐ κῶν ἐνίοτε φαίνοιντο τὸν ἑκάστοις προσήκοντα τρόπον), τού‐
10τοις ἀσμένως συναριθμεῖσθαι τὰς οἰκείας θεότητας συνωθοῦσι τὰς ἀκτίστους καὶ ἀπροσίτους, καὶ μάλιστα πασῶν τὸ διει‐ λημμένον ἐκεῖνο φῶς. ὥσπερ γὰρ ἀνανδρίας ἑκατέρωθεν ἔλεγχον ἀμφοῖν ἄμφω κομίζει, τῷ τε μὴ θέλοντι θνήσκειν ὅτε δεῖ, καὶ τῷ θέλοντι πάλιν ὅτε μὴ δεῖ, οὕτω κἀν ταῖς
15θείαις τιμαῖς τὸ ὑπερβάλλον οὗ μὴ προσήκει, οὐ τιμὴν παρ‐ έχει θεῷ, σκοπὸν ὕβρεως τηνικαῦτα τῆς τοῦ εὐλαβοῦς προσποιήσεως συμπορευόμενόν τε καὶ συμπλέοντα κεκτημέ‐ νης. πολλοῦ μέντ’ ἂν δεήσειε μὴ καὶ πρὸς τὴν Ναυάτου μισανθρωπίαν ὠθεῖν τὴν μίμησιν, ὃς τὴν ἀρετὴν ἐς τὸ ὑπερ‐
20βάλλον τιμᾶν προσποιούμενος, ἔλαθε τὸ τοῦ θεοῦ φιλάνθρω‐ πον ἐξ αὐτῶν κρηπίδων ἄντικρυς ἀναιρῶν, τὴν ἐξ ἁμαρτίας μετάνοιαν οὐδαμῶς προσιέμενος, καὶ προσηγορίαν εὐλα‐
βείας ἐν ἀωρίᾳ προφάσεως ἑαυτῷ προμνώμενος, τὰ χείριστα

3

.

419

τῆς κακίας τοῖς ἠκολουθηκόσι προυξένησεν· οὕτω χείρι‐ στόν ἐστιν ὑπὲρ τὸ δέον ἄττειν καὶ πατρῶν ὅρια κινεῖν. ἀντι‐ φωνεῖν γὰρ ἀνάγκη τοῖς ἀφανέσι τῶν ὀρέξεων ἐνταῦθα πά‐ θεσι τὰ χειρὸς καὶ γλώττης ἐμφανῆ κινήματα, καὶ σφετέροις
5σφέτερα μέρεσι μέρη πολέμια καὶ ἀντίφθογγα τρέφειν αὐτόν τινα ἑαυτῷ, ἕως ἂν σαφῆ τὸν ἔλεγχον ὁ χρόνος ἐπικούρους εἰληφὼς τὰς ἀψευδεῖς τῆς δίκης πλάστιγγας εἰς ὕπαιθρον ἐξενέγκῃ θέατρον, καὶ οἰομένους τιμὴν κερδαίνειν ἐν τοῖς ὄφλουσιν αἰσχύνην εὑρισκομένους ἐνδείξηται. ὁποῖον δήπου
10πεπόνθασι καὶ οἱ τὴν τῶν ἀκτιστιτῶν αἵρεσιν ὑποστήσαντες· οἰόμενοι γὰρ τιμᾶν τὴν τοῦ Χριστοῦ σάρκα ἄκτιστον ταύτην ἐδογμάτισαν εἶναι, κἀντεῦθεν οὐ μικρὸν τῇ τοῦ Χριστοῦ ἐκ‐ κλησίᾳ παρεισήνεγκαν νόσημα καὶ ἀντὶ τιμῆς ἀτιμίαν πε‐ πράχασι· διὸ καὶ ἰδία τις αὕτη αἵρεσις ἀκτιστιτῶν ὠνο‐
15μάσθη τε καὶ ἀποκεκήρυκται πρὸς τῶν εὐσεβῶν. παραπλή‐ σιον δέ τι καὶ ὁ θεολόγος ἔφη Γρηγόριος πρὸς Εὐνόμιον, τὸ ὑπὲρ πᾶσαν, λέγων, οὐσίαν καὶ φύσιν τῷ μὲν πατρὶ δι‐ δούς, ὦ ἄνθρωπε, τὸν δ’ υἱὸν ἀποστερῶν καὶ τὰ δεύτερα νέμων αὐτῷ τῆς τιμῆς καὶ τῆς προσκυνήσεως, κἂν ταῖς συλ‐
20λαβαῖς χαρίζῃ τὸ ὅμοιον, τῷ πράγματι περικόπτεις τὴν θεό‐ τητα, καὶ μεταβαίνεις ἀπὸ τῆς τὸ ἴσον ἐχούσης ὁμωνυμίας ἐπὶ τὴν τὰ μὴ ἴσα συνδεούσαν. καὶ ἀλλαχοῦ “οὐ γὰρ θεὸς τὸ κτιζόμενον, οὐδὲ δεσποτικὸν τὸ ὁμόδουλον, κἂν τὰ πρῶτα
φέρηται δουλείας καὶ κτίσεως, καὶ τοῦτο μόνον φιλανθρω‐

3

.

420

πεύηται ὑβριζόμενον· ὁ γὰρ τῆς ὀφειλομένης ἀποστερῶν τι‐ μῆς οὐ μᾶλλον τιμᾷ τῷ δεδομένῳ ἢ ἀτιμάζει τῷ ὑφαιρου‐ μένῳ, κἂν προσποίησιν ἔχῃ τιμῆς τὸ γινόμενον.” Ὁρᾷς πῶς τὸ μὴ προσηκόντως τιμᾶν, ἀλλ’ ὑπερβαίνειν
5δοκεῖν τοὺς νενομισμένους ὅρους, ὕβρεως τίκτει καρπούς. ἡ γὰρ τοῦ ὑπερβάλλοντος παρενθήκη ἔλεγχος γίνεται τοῦ πρὶν ἐλλιποῦς καὶ οὐ μᾶλλον δίδωσιν ἢ ζημιοῖ, περιφανεστέραν ποιοῦσα τῆς ἀληθοῦς τιμῆς τὴν ὑφαίρεσιν ἢ τὴν πεπορισμέ‐ νην ταύτης ἐπίτασιν, ὡς κινδυνεύειν ἐν τῇ τοῦ δοκεῖν ἀφθο‐
10νίᾳ τὰ τῆς πτωχείας ὑπομένειν αἰσχρά. δυοῖν οὖν κἀνταῦθα θάτερον ἕπεται· ἢ γὰρ κακουργίας ἐγχείρημα φαίνεται εἶναι τουτί, δι’ ἀπάτην τῶν ἁπλουστέρων ἐπινενοημένον, ἢ δεισι‐ δαιμονίαν ὀνομαστέον τὸ τοῦ νοσήματος πάθος, ἔκγονον λό‐ γου διεψευσμένως ἔχοντος ὂν πρὸς τὸ ἀγαθόν, δειλίας δ’
15ἀορίστους καὶ ἀτεκμάρτους ταῖς μητράσι ψυχαῖς ἐντιθὲν καὶ φόβους ἐν οὐ καιρῷ φυομένους, θανάτου γείτονας καὶ οἵους οἱ ἐν ᾅδου μυθεύονται πέμπειν τοῖς ζῶσιν ἐν ὕπνοις, ἐκ δια‐ μέτρου μὲν καὶ ἀντιδιῃρημένην τῇ ἀθεΐᾳ τὴν τάξιν ἐσχηκός, γένος δ’ ὅμως ἐκείνῃ ταὐτὸν κεκτημένον, τὴν ἄγνοιαν δηλαδή.
20ὁμοίως γὰρ τῶν διαβεβλημένων ἐστὶ τό τ’ ἀκίνητον εἶναι πρὸς τὴν τοῦ θεοῦ τιμήν, καὶ αὖ τὸ κινεῖσθαι πρὸς αὐτὴν κα‐ θάπερ οὐ χρή· τὸ μὲν γὰρ πίστεως ἄμοιρον, τὸ δὲ καὶ δό‐
ξαν ἐμπαθῆ προσλαμβάνει, σμικρολογίαν μακρὰν τῷ θεῷ

3

.

421

προστρῖβον. καὶ ἔστιν ἐν ἀμφοτέροις ὅμοιον τὸ κακόν, κἂν ἀντίθετον ἐκληρώσατο τύχην ἀλλήλοις ἑκάτερον. Ἵνα δὲ κἀκ τῶν συνηθεστέρων τῇ φύσει καὶ οἷον εἰπεῖν κοι‐ νῶν τοῖς ἅπασιν ἐννοιῶν ὑποδείγματά τινα πρὸς σαφήνειαν ὁ
5λόγος εἰληφὼς τῶν τῷ ἁγίῳ ἠριθμημένων ἐκείνων φώτων ἓν καὶ τὸ φῶς ὂν ἐκεῖνο δείξῃ, καὶ τῆς ὁμοίας ποιότητος, εἰ καὶ τῇ λαμπρότητι παραλλάττειν ἔδοξε, φαίην ἂν ὡς πολλῶν ἐξ αἰῶ‐ νος ἀγαθῶν γεγονότων ἀνδρῶν καὶ θεοφιλῶν εἷς ἦν φέρε εἰ‐ πεῖν καὶ Μωσῆς ὁ μέγας ἐκεῖνος, δι’ οὗ τὰ μέγιστα τῶν
10θαυμάτων κατὰ τὴν Αἴγυπτον ὁ θεὸς ἐπεπράχει. οὐ μόνον δέ, ἀλλὰ καὶ θείῳ τὸ πρόσωπον αὐτοῦ φωτὶ κατελάμπρυνεν, ὡς μηδὲ τοὺς υἱοὺς Ἰσραήλ, κατὰ τὸν θεῖον φάναι ἀπό‐ στολον, ἀτενίσαι δύνασθαι εἰς τὸ πρόσωπον αὐτοῦ διὰ τὴν δόξαν τοῦ προσώπου τὴν τότ’ ἐκείνην ἐκεῖ φανεῖσαν.
15καὶ κάλυμμα ἔχειν ὁ θεῖος ἔφη Χρυσόστομος ἐπὶ τοῦ προσώπου τότε Μωσέα· καὶ τὸ αἴτιον, ἐπεὶ μὴ ἐδύναν‐ το, φησί, τὴν δόξαν ὑπενεγκεῖν τοῦ προσώπου αὐτοῦ. ὁρᾶτε πῶς καὶ τῆς τῶν ὁρώντων ὄψεως στερρότερον γέ‐ γονε καὶ τὸ φῶς ἐκεῖνο τὸ τοῦ Μωσέως πρόσωπον πάλαι
20λαμπρῦναν. φῶς οὖν καὶ Γρηγόριος ἓν ἐκεῖνο πρὸς τοῖς ἄλ‐ λοις καὶ τὸ φῶς ἐκεῖνο πρὸς τοῖς ἄλλοις φησὶν ᾧ τὸ Μω‐ σέως δοξάζεται πρόσωπον. καὶ πολλὰ τοιαῦτα συνείρας διά‐
φορα μὲν τὴν ποιότητα καὶ οὐ τὴν φύσιν, κἀκ τῶν ποιημά‐

3

.

422

των τὸν ποιητὴν ὑμνήσας, ὃν καὶ ἀδιάδοχον εἶπε φῶς καὶ κυρίως ἕν, ἔπειτα τοῖς ἄλλοις καὶ τὸ φῶς ἐκεῖνο συναριθμεῖ, ᾧ παρεδείχθη τυπικῶς ἡ θεότης, λαμπρότερον μὲν τὴν τῆς αἴγλης ποιότητα, τὴν δὲ φύσιν τηροῦν τοῖς ἄλλοις τὴν αὐτήν.
5καὶ τὸ τῆς ἀληθοῦς ἐννοίας ἐνταῦθα κράτος ἡ τοῦ ἄρθρου παρίστησι θέσις, τὴν θεότητα περιγράφουσα, καὶ τὸ ἄφετον καὶ ἀόριστον τῶν σημαινομένων πρὸς τὸ μοναδικὸν καὶ ἑνι‐ αῖον συστέλλουσά τε καὶ περισφίγγουσα. οὐ γὰρ θεότητας ἀπαριθμούμενος ὁ διδάσκαλος μίαν εἶπε θεότητα καὶ τὸ φῶς
10ἐκεῖνο, ἀλλὰ τοὐναντίον φώτων ἀριθμουμένων πολλῶν ἓν ἐκεῖνο τῶν πάντων εἴρηκεν εἶναι, τιμηθὲν μὲν ὑπὸ θεοῦ πλέον, ἵν’ οὕτως εἴπω, τῶν ἄλλων, οὐ μὴν δυνάμενον ἄκτι‐ στον γενέσθαι θεότητα, ἀλλ’ ἀκτίστου θεότητος παράδειξιν τυπικήν τε καὶ συμβολικήν, ὡς εἰρήσεται προϊοῦσιν ἡμῖν ἐμ‐
15φανέστερον. ὥσπερ οὖν πολλῶν ὄντων ἀνδρῶν ἀγαθῶν καὶ θεοφιλῶν προφητῶν ἕνα τῶν πάντων εἶναι καὶ Μωσέα εἰρή‐ κειμεν, τιμηθέντα μὲν πρὸς θεοῦ πλέον τῶν ἄλλων σχεδὸν τῇ τε λαμπρότητι τοῦ προσώπου καὶ τοῖς ἐν Αἰγύπτῳ θαύ‐ μασι, καὶ θεὸν γενόμενον Φαραώ, ἄκτιστον δ’ οὔ, οὕτω καὶ
20περὶ τοῦ φωτὸς νοητέον ἐκείνου. αἱ γὰρ τιμαὶ καὶ δόξαι καὶ λαμπρότητες ποιότητές τινες ἐπουσιώδεις οὖσαι καὶ συμ‐ βεβηκότων εἴδη, αὐταὶ μὲν ἀλλοίωσιν καὶ μεταβολὴν ὑπομέ‐
νειν πεφύκασιν, ἡ δ’ οὐσία τῶν τοιούτων ἀθῷος μένει πα‐

3

.

423

θῶν· ὑποβάθρα γάρ τις καὶ θεμέλιος γίνεται τούτοις ἅπασι, καὶ ταύτης ἄνευ ὑπόστασις ἐκείνοις οὐκ ἔστιν οὐδ’ ἡτισοῦν, οὐσιωδῶς γε μὴν αὐτοῖς καὶ αὕτη συναλλοιοῦσθαι ἥκιστα οἶδεν. εἰ δὲ δι’ ἀμαθίαν ἔνιοι καὶ ἔκστασιν λογικῆς ἐπιστή‐
5μης, δι’ ἧς οἱ θεῖοι πατέρες τὰς δογματικὰς συνεστήσαντο βίβλους, ἕπεσθαι ἥκιστα δύνανται, τί τοῦτο πρὸς τὴν ἀληθῆ γνῶσιν; οὐ γὰρ ἀτιμαστέον τὴν παίδευσιν δι’ αὐτούς, ἀλλὰ σκαιοὺς καὶ ἀπαιδεύτους ὑποληπτέον τοὺς οὕτως ἔχοντας ὁ μέγας φάσκει διδάσκαλος. πολλοῦ μὲν γὰρ ἂν δεήσειε τοὺς
10ὅρους ἐκείνους τῆς οἰκείας φυλάττειν φύσεως τά τε ἄλλα δήπουθεν, καὶ τό γε τὴν αὐτὴν καὶ μίαν μένουσαν τῷ ἀριθ‐ μῷ τὴν οὐσίαν τῶν ἐναντίων εἶναι δεκτικήν, εἰ ὧν ἀνυπο‐ στάτων ὄντων καθ’ αὑτὰ ὑπόστασις αὕτη γίνεται, τούτοις συμμεταβάλλοιτο τῆς οἰκείας ἐξισταμένη φύσεως. ἀνούσιοι
15μὲν γὰρ αἱ περὶ τὰ σώματα ποιότητες καὶ ἀσώματοι, αἰσθη‐ ταὶ δ’ οὖν, καὶ περὶ τὰ τῇ αἰσθήσει ὑποκείμενα σώματα τὴν ὑπόστασίν τε καὶ σύστασιν ἔχουσαι· πᾶν δὲ τὸ τῇ αἰσθή‐ σει ὑποβαλλόμενον ὁ θεῖος φάσκει Χρυσόστομος μηδ’ οὐσίαν εἶναι ἀγγέλου δύνασθαι λέγειν, ἀλλὰ σῶμα πάχος ἔχον καὶ
20τριχῇ διαστατόν. πῶς οὖν ἂν εἴη θεότης ἄκτιστος ἐκεῖνο τὸ φῶς, αἰσθήσει ὑποβαλλόμενον καὶ ὁρώμενον, ὡς ἅπαντες μὲν καὶ πρό γε πάντων ὑμεῖς μαρτυρεῖτε. ἢ πάντως καὶ ὑμῶν
σιωπώντων ἐξ ἀπορίας ὁ θεῖος ἑρμηνεύει Δαμασκηνὸς Ἰω‐

3

.

424

άννης, “ἐν τῷ Θαβὼρ” λέγων “τῷ ὄρει ἐλάμπρυνεν μὲν ἡλίου δίκην τὸ πρόσωπον ἑαυτοῦ ὁ Χριστός, ἵν’ ὡς θεὸς παραδείξῃ τοῖς μαθηταῖς τὴν τῆς οἰκείας θεότητος δύναμιν· ἀλλ’ ἐπειδὴ καὶ Μωσέως ἐλάμπρυνε πάλαι τὸ πρόσωπον ἔξωθεν, ἔλαθε
5νῦν τὸν διάβολον διὰ τῆς αἰσθητῶς δηλαδὴ κἀνταῦθα φα‐ νείσης λαμπρότητος.” ἰδοῦ καὶ οὗτος σῶμα καὶ αἰσθήσει ὑποβληθὲν καὶ ὁραθὲν τὸ λαμπρυνθὲν τοῦ Χριστοῦ φησὶ τη‐ νικαῦτα πρόσωπον. οὐ γὰρ φαντασία τὸ τῆς ἐνσάρκου μυ‐ στήριον οἰκονομίας ἦν· εἰ δὲ σῶμα, καὶ οὐσία πάντως κτι‐
10στή· τῇ γὰρ τῶν ἀκτιστιτῶν αἱρέσει περιφανῶς ἔρριπται τὴν τοῦ κυρίου σάρκα δοξάζειν ἄκτιστον· πῶς οὖν ἄκτιστος ἡ αἰσθητῶς φανεῖσα τηνικαῦτα λαμπρότης; καὶ τίς ὁ ταῦτα τολ‐ μῶν κηρύττειν πλὴν τῶν εἰκονομάχων μὲν ὕστερον, Μανι‐ χαίων δὲ καὶ Μασσαλιανῶν πρότερον, νῦν δὲ τῶν Παλαμιτῶν;
15ἦ γὰρ οὐκ ἀκούετε σαφέστατα τῶν ἁγίων λεγόντων, τὸ τῇ αἰ‐ σθήσει μὲν ὑποβαλλόμενον ὁρατόν, ὃ δ’ ἄκτιστον, μὴ ὅτι οὐχ ὁρατόν, ἀλλὰ καὶ νοῦν καὶ λόγον ὑπερβαῖνον; τοῦτο δὲ τί ἂν εἴη τῶν πάντων ἕτερον ἢ ὃ φῶς ἓν ἀπρόσιτον ἔστι καὶ μόνον ἓν κυρίως ὁ θεός. ὅμως, ἐπειδὴ κανόνι τε καὶ σταθμῷ
20ἄνω τὰς κοινὰς ἐκείνας καὶ ὡμολογημένας τοῖς πᾶσιν ἐννοίας προεβαλόμεθα, ὡς ἂν πρὸς ἐκεῖνα βλέποντες τὰς ἑξῆς τῶν λόγων διευθύνωμεν ἐργασίας καὶ τὰ ἐπιχειρήματα, ἀναληπτέον
ἡμῖν ἐστὶ καὶ ζητητέον πῶς ἐναντία ταῖς κοιναῖς καὶ ὡμολογη‐

3

.

425

μέναις ἐκείναις ἐννοίαις ἔνεστι περιφανῶς συμπεραίνειν. πάντα γὰρ οὖσα καὶ καλουμένη ἡ θεότης καλεῖται καὶ φῶς· εἰ οὖν φῶς ἓν ἀπρόσιτον καὶ ἀδιάδοχον ὁ θεὸς καὶ κυρίως ἓν καὶ μόνον ἄκτιστον, πῶς καὶ πόθεν εὕρηται νῦν τῇ Παλαμικῇ
5φατρίᾳ δεύτερον ἄκτιστον φῶς Θαβωρίῳ διάφορον τῆς θείας οὐσίας, τῶν τῷ θεολόγῳ Γρηγορίῳ ἀριθμηθέντων ἐκείνων φώτων πολλῶν ἓν ὄν; ὃ γὰρ τῶν πολλῶν ἓν ὄν, οὐχ ἓν κυ‐ ρίως· ὃ δὲ κυρίως ἓν καὶ ἀδιάδοχον, τῶν πολλῶν ἓν εἶναι οὐ δύναται. πῶς γὰρ ἂν ἄκτιστον ἔτ’ εἶναι δύναιτο, τοῖς
10ἄλλοις καὶ διαφόροις αὐτοῦ ποιήμασι συναριθμούμενον; ἢ πῶς τὸ ἀνούσιον τῇ οὐσίᾳ ταὐτόν; εἰ γὰρ ταὐτόν, οὐ διάφο‐ ρον, εἰ δὲ διάφορον, οὐ ταὐτόν· ἄμικτα γὰρ φύσει παντά‐ πασι ταῦτα, καὶ λίαν ἀσύμβατα καὶ οὐδέποτε σύμφωνα. ἐπὶ δὴ τούτοις αὖθις ἑτέραν ἀντεπῆγον ἀντίθεσιν, οὐ δυνηθέντας
15ἑαυτοὺς ἀπονίψασθαι τὸν σφίσιν ἐπενηνεγμένον ὑπὸ τῆς θείας καὶ οἰκουμενικῆς ἕκτης συνόδου ἀναθεματισμὸν αἰσθόμενοι. καὶ ἦν ἡ ἀντίθεσις ἔχουσα οὕτως. εἶτα οὐδὲ τὸν μέγαν δέχῃ, φασί, Διονύσιον λέγοντα “ὅταν ἄφθαρτοι καὶ ἀθάνατοι γε‐ νώμεθα καὶ τῆς χριστοειδοῦς καὶ μακαρίας ἐφικώμεθα λή‐
20ξεως, πάντοτε σὺν κυρίῳ κατὰ τὸ λόγιον ἐσόμεθα, τῆς μὲν
ὁρατῆς αὐτοῦ θεοφανείας ἐν πανάγνοις θεωρίαις ἀποπληρού‐

3

.

426

μενοι, φανοτάταις ἡμᾶς μαρμαρυγαῖς περιαυγαζούσης ὡς τοὺς μαθητὰς ἐν ἐκείνῃ τῇ θειοτάτῃ μεταμορφώσει, τῆς δὲ νοητῆς αὐτοῦ φωτοδοσίας ἐν ἀπαθεῖ καὶ ἀύλῳ τῷ νῷ μετέ‐ χοντες.”
5 Πρὸς ταῦτα ὁ Γρηγορᾶς, “καὶ μήν” φησι “πολλαχόθεν ὁρῶ τὴν τοῖς ὑμετέροις σπουδάσμασιν ἑπομένην αὐτόθεν ἀναί‐ ρεσιν· οὐ γὰρ σύνεσιν ὧν λέγετε λαβεῖν ἐδυνήθητε, πρὶν τὸν οὐδὸν ὑπερβῆναι τῶν οἰκείων χείλεων μάλα ὀφείλοντες. πρῶ‐ τον μὲν γὰρ τὸ τὴν ἐντελῆ σαφήνειαν τῶν προλεχθέντων ἔχον
10ἄνω λιπόντες, τὸ συνεχὲς ἡμίτομον ἐκεῖθεν ὑφελόμενοι προη‐ νέγκατε. μεμυήμεθα γάρ, ὁ θεῖός φησι Διονύσιος, νῦν μὲν ἀναλόγως ἡμῖν διὰ τῶν ἱερῶν παραπετασμάτων, τῆς τῶν λο‐ γίων καὶ τῶν ἱεραρχικῶν παραδόσεων φιλανθρωπίας αἰσθη‐ τοῖς τὰ νοητὰ καὶ τοῖς οὖσι τὰ ὑπερούσια περικαλυπτούσης,
15καὶ μορφὰς καὶ τύπους τοῖς ἀμορφώτοις τε καὶ ἀτυπώτοις περιτιθείσης, καὶ τὴν ὑπερφυᾶ καὶ ἀσχημάτιστον ἁπλότητα τῇ ποικιλίᾳ τῶν μεριστῶν συμβόλων πληθυνούσης τε καὶ δια‐ πλαττούσης. τούτων δ’ οὕτως ἐχόντων, μορφὰς καὶ τύπους καὶ μεριστὰ σύμβολα τις ἄν ποτ’ ἄκτιστα φαίη σωφρονῶν
20καὶ μανίας ὑπάρχων ἐλεύθερος; ὅμως καὶ ἡ τοῦ θείου Μα‐ ξίμου τὸ παρὸν χωρίον ἑρμηνεύοντος μαρτυρία τὴν ἐξ ἀμα‐ θίας παράνοιαν τῶν ἄλλως λεγόντων ἐλέγξει· εἶναι γάρ φησι ταῦτα ἐπὶ μὲν θεοῦ, ὅταν φαίνηται ὡς πῦρ καὶ ὡς γέρων
ἐν Δανιὴλ καὶ ὡς ἀνὴρ παλαίων τῷ Ἰακώβ, καὶ ὅσα τοι‐

3

.

427

αῦτα· ἐπὶ δ’ ἀγγέλων, ὅταν τὰ Χερουβὶμ ὡς θηριόμορφα καὶ ἄλλα ἐν τάξει ἀνδρῶν καὶ νεανίσκων φαίνωνται. καὶ πάλιν “σημειωτέον ὅτι τὸ θεῖον σῶμα τοῦ κυρίου ὁρατήν φησι θεοφάνειαν, νοητὴν δὲ ἥτις κατὰ νοῦν ἔσται μεθεκτή.” ὁρᾶτε
5πῶς ὁλοκλήρου τοῦ τῆς γραφῆς σώματος κειμένου, κτίσματα προδήλως εἶναι δείκνυνται μορφαὶ καὶ τύποι καὶ τὰ μεριστὰ καὶ πλασματώδη ταῦτα σύμβολα. πρῶτον μὲν οὖν τοῦτ’ ἄτοπον πεπραχότες ἐστέ, τὰς τῆς θείας γραφῆς ἡμιτόμους προφέροντες ῥήσεις· δεύτερον δ’ ὅτι τὰ καιριώτερα τῶν
10τοῦ Διονυσίου λόγων σιωπῇ κρύψαντες μέλλοντά φατε καὶ οὔπω δῆλα· τὸ γὰρ “ὅταν ἄφθαρτοι γενώμεθα καὶ ἀθά‐ νατοι” καὶ τὰ ἑξῆς οὔπω προσγέγονεν ὑμῖν, εἰ μὴ τὸν Ἐν‐ δυμίωνος ὕπνον καθεύδειν δοκεῖτε καὶ λελήθατε τὴν ὑμετέ‐ ραν κατάλυσιν ἀφ’ ἑστίας καθ’ ἑαυτῶν ἐπαγόμενοι. ἦ οὐδὲ
15τοῦ ἀποστόλου βοῶντος ἠκούσατε, ὡς καὶ ἡμεῖς ἐν ἑαυτοῖς στενάξομεν υἱοθεσίαν ἀπεκδεχόμενοι τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν· τῇ γὰρ ἐλπίδι ἐσώθημεν, ἐλπὶς δὲ βλεπο‐ μένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; εἰ δ’ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι’ ὑπομονῆς ἀπεκδεχόμεθα. εἰ
20οὖν τοῦτ’ εἴη τὸ τοῖς Παλαμίταις ὑμῖν ὁρώμενον φῶς, ὡς αὐτοὶ διατείνεσθε, καὶ τῷ μέλλοντι ταὐτὸν ἐκείνῳ φωτὶ ὃ
σωμάτων ἀφθάρτων κατὰ τὸν θεῖον εἰπεῖν Διονύσιον δεῖται

3

.

428

πρὸς θεωρίαν, περιττὸν ἄρα τὸ τοῦ θανάτου μυστήριον, πε‐ ριττὸν δὲ καὶ ὅ φησι Παῦλος ὁ θεῖος, δεῖν τὸ θνητὸν τοῦτο ἀθανασίαν ἐνδύσασθαι καὶ τὸ φθαρτὸν ἀφθαρσίαν, καὶ πρός γε τὸ ἐν ἐλπίσι μὴ βλεπομέναις κεῖσθαι τὴν υἱοθεσίαν ἡμῶν
5μετὰ τὴν τοῦ σώματος ἀπολύτρωσιν. εἰ γὰρ μετὰ τοῦ σω‐ ματικοῦ πάχους καὶ τῆς Παλαμικῆς κραιπάλης καὶ τρυφῆς ἐξείη καὶ τοῦ μέλλοντος ἐκείνου φωτὸς ἀπολαύειν ἐνταῦθα, τί δεῖ θανάτου πρὸς ἀθανασίαν ἐπηγγελμένην μετάγοντος καὶ ζωὴν ἀίδιόν τε καὶ ἄφθαρτον, εἰ οὐκ εἰς τὸ μέλλον, οὐδ’ εἰς
10ἃ τὰς μετὰ θάνατον ταμιεύει ἐλπίδας, ἀλλ’ ὅσα γέμει μὲν τρυφῆς καὶ σαρκικῶν ὀρέξεων, ἐρρῶσθαι δέ πως φράζει μετὰ τῶν σεμνῶν ἐλπίδων, καὶ εἴ τί που ταῖς τοιαύταις ἐπαγγε‐ λίαις ἐγκέκρυπται. μία μὲν οὖν αὕτη κατάλυσις αὐτόχρημα καθ’ ὑμῶν, οὐ πολλῶν δεηθεῖσα λόγων· δεύτερον δ’ ὅτι
15Διονύσιος θεοφάνειαν μέν φησιν ὁρατήν, οὐ θεότητα δ’ ἄκτι‐ στον ὁρατήν· πόρρω δ’ ἀλλήλων ἄλληλα, καὶ διεστηκότα μᾶλλον ἢ ὅσον ἐκ δυσμῶν ἀπέχουσιν ἀνατολαί· θεοφανείας μὲν γὰρ ἡμῖν ὁρατὰς διαφόρους καὶ πλείστας γεγονυίας παραδιδόασιν αἱ θεῖαι καὶ ἱεραὶ βίβλοι, καθὰ προϊόντες ἐς πλάτος ἐκθήσο‐
20μεν· θεότητα δ’ ἄκτιστον πλὴν τῆς τρισυποστάτου μιᾶς οὐ‐ σίας οὐδείς πω τὸ παράπαν ἑτέραν ἄχρι καὶ τήμερον οὔθ’ εὗ‐ ρεν οὔτε λελάληκεν, οὔτε μὴν οὐδ’ εἰς νοῦν βαλέσθαι τετόλμη‐
κεν εὐσεβείᾳ συντεθραμμένος πλὴν τῆς Παλαμικῆς φατρίας.

3

.

429

Δύο μὲν δὴ ταύτας ἠνέγκαμεν ταῖς ὑμῶν ἀντιθέσεσι λύσεις διὰ βραχέων, εἴη δ’ ἂν καὶ τρίτη, ἡ παρὰ τὴν λέξιν, λέγω δὴ τὴν ὥς, μονοσύλλαβον μὲν οὖσαν, ὁμώνυμον δὲ καὶ κατὰ πολλῶν λεγομένην σημαινομένων. ὧν τὰ μὲν πλείω
5γραμματισταῖς παραπεμπτέον, οἷς προυργιαίτερον τουτοΐ· ἡμῖν δ’ ἀπόχρη κατὰ τοὺς τῶν θείων ἐνταῦθα γραφῶν ἐκδέ‐ χεσθαι ἑρμηνέας, ποτὲ μὲν ὡς βεβαιωτικὴν δηλαδὴ καὶ τῆς ὑποκειμένης ἐννοίας ἐπίτασιν ἔχουσαν, ποτὲ δ’ ὡς ὁμοιωμα‐ τικὴν ἢ διστακτικὴν καὶ οὐ μάλα ἀναμφισβήτητον. ὧν ὑπο‐
10δείγματ’ ἂν εἴη ταῦτ’ ἐκ προχείρου παραστάντα τῇ μνήμῃ, τῆς μὲν βεβαιωτικῆς καὶ τῆς ὑποκειμένης ἐπίτασιν ἐχούσης ἐννοίας τὸ “ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ δόξαν ὡς μονογε‐ νοῦς παρὰ πατρός,” ἐν σαρκὶ μὲν κεκρυμμένην δηλονότι, ἀλλ’ ὡς τῷ ὄντι μονογενοῦς καὶ κυρίως υἱοῦ καὶ λόγου τοῦ θεοῦ διὰ
15τῶν παραδόξων ἔργων φαινομένου· τῆς δ’ ἑτέρας τὸ “ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος·” ἐνταῦθα γὰρ ὁμοιώσεως ἔσχε τρόπον, καὶ οὐ μάλα ἀναμφισβήτητον ἔμεινεν, οὐδ’ ἐκτὸς πα‐ ραλλάξεως. ὁποῖόν ἐστι καὶ τὸ προβληθὲν ἐν τῷ παρόντι θείου Διονυσίου ῥητόν, ὡς τοὺς μαθητὰς ἐν ἐκείνῃ τῇ θειο‐
20τάτῃ λέγοντος μεταμορφώσει· ὁμοιότητα γὰρ ἐνταῦθα καὶ οὐ ταυτότητα σημαίνει τὸ ῥῆμα, καὶ ἀπαραλλαξίαν ἔχειν οὐ δύναται· οὔτε γὰρ ὁμοφυᾶ ταυτὶ οὔθ’ ὁμογενῆ οὔθ’ ὁμοει‐
δῆ· οὐσίας μὲν γὰρ ἡ ταυτότης, ἡ δ’ ὁμοιότης ποιότητος·

3

.

430

ποῦ γὰρ ταυτότητος ἂν εἴη τόπος τοῖς ἐκ διαμέτρου συμφυᾶ τἀναντία κληρωσαμένοις; οἷς γὰρ ἔτι φθαρτῷ συνεῖναι βίῳ καὶ σώματι συνδεδράμηκε, καὶ οἷς μή, τούτοις οὐκ ἔστι καθὸ διεστήκασιν οὐδεμία ταυτότης. ὡς εἶναι τὸ ὥς οὐ ταυτότη‐
5τος ἐνταῦθα λόγον ἔχον, ἀλλ’ ὁμοιότητός τινος σκιαγραφίαν εἰπεῖν. καὶ γὰρ καὶ ὁ θεῖος Χρυσόστομος τὸ “ἔλαμψεν ὡς ὁ ἥλιος” ἐξηγούμενος, ἡ τῶν ἀφθάρτων σωμάτων δόξα, φη‐ σίν, οὐ τοσοῦτον ἀφίησι τὸ φῶς ὅσον τοῦτο τὸ σῶμα τὸ φθαρτόν, οὐδὲ τοιοῦτον οἷον καὶ θνητοῖς ὄμμασι γενέσθαι
10χωρητόν, ἀλλ’ ἀφθάρτων καὶ ἀθανάτων δεόμενον ὀφθαλμῶν πρὸς τὴν θέαν αὐτοῦ. ἀκούετε τοῦ μεγάλου φωστῆρος τῆς ἐκκλησίας, διδάσκοντος καὶ αὐτοῦ τοῖς ἄλλοις πατράσιν ὁμοίως, ὡς οὐκ ἄφθαρτον ἔλαβε σῶμα ὁ κύριος (τοῦτο γὰρ τῆς Μαρ‐ κίωνός ἐστι λέγειν αἱρέσεως), οὐδ’ ἄκτιστον αὐτὸ πεποίηκέ
15τε καὶ ἔκτισε (τοῦτο γὰρ τῆς τῶν εἰκονομάχων καὶ Μανι‐ χαίων ἐστὶ λέγειν μανίας), ἀλλ’ ἡ ἀναλλοίωτος φύσις, κατὰ τὸν θεῖον εἰπεῖν μελῳδόν, τῇ βροτείᾳ μιχθεῖσα τῆς ἐμφεροῦς ἀύλου θεότητος φῶς παραγυμνοῦσα τοῖς ἀποστόλοις ἀπορ‐ ρήτως ἐξέλαμψε, καὶ πάλιν ἀμυδροὺς θεϊκῆς αὐγῆς πα‐
20ρεγύμνου χαρακτῆρας. ὁρᾶτε πῶς οἱ τῆς εὐσεβοῦς ἐκκλη‐ σίας πάντες διδάσκαλοι σωματικῶς τε καὶ συμβολικῶς τὴν ἀμυδρὰν καὶ αἰνιγματώδη πανταχοῦ διὰ τῆς παρά προθέ‐
σεως ἐμφαίνουσι δήλωσιν. συμμαρτυρεῖ δ’ ἡμῖν καὶ ὁ μέ‐

3

.

431

γας ἀπόστολος Παῦλος, λέγων “νῦν μὲν δι’ ἐσόπτρου ἐν αἰ‐ νίγματι βλέπομεν, τότε δὲ πρόσωπον πρὸς πρόσωπον.” ὁρᾶτε δὲ πῶς καὶ οὗτος αἰνιγματώδη φάσκει τὴν ὁρατὴν θεοφάνειαν καὶ οὐκ ἄνευ συμβόλων καὶ τύπων. ἀκουστέον δὲ τί καὶ ὁ
5εὐαγγελιστὴς ἐνταῦθα Ἰωάννης φησίν· “ἀγαπητοί, νῦν τέκνα θεοῦ ἐσμέν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα· οἴδαμεν δὲ ὅτι, ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθὼς ἔστιν.” ἀκηκόατε πῶς ὁ συμπαρὼν μεταμορφουμένῳ τῷ κυρίῳ σαφῶς ὁμολογεῖ διαρρήδην μήπω πεφανερῶσθαι,
10σκιαγραφεῖσθαι δ’ ἐν ἐπαγγελίαις αἰνιγματώδεσι τὴν ἐς τὸ μέλλον καθαρωτέραν πρόσωπον πρὸς πρόσωπον μετὰ σαρκὸς ἐκείνου φανέρωσιν, ὅτε δήπουθεν τοῖς ἀξίοις ὀφθήσεσθαι φάσκοι μεθ’ ἧς ἀνέστη σαρκὸς κατὰ τὸ γεγραμμένον “οὗτος Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύ‐
15σεται πάλιν ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.” καὶ ταῦτα τίς καὶ ποῖος ὁ ταῦτα γράφων ἐστίν; ὁ καὶ πρὶν ἀποδύσασθαι τὸ θνητὸν τουτὶ καὶ φθαρτὸν τῆς σαρκός, μεγίστῃ συνοικῶν καθαρότητι. ἀλλ’ ὁ Παλαμᾶς ἀπὸ χλιδῆς καὶ πότου καὶ τρυφῆς ὀφθαλμοῖς αἰσθητοῖς ἐν‐
20ταυθοῖ διατείνεται βλέπειν οὐ τὴν ὁρατὴν αὐτοῦ θεοφάνειαν, ἀλλὰ τὴν ἄκτιστόν τε καὶ ἀγγέλοις ἄγνωστον θεότητα. τί
πρὸς ταῦτά φατε οἱ τῶν ἐκείνου προεστηκότες ὑμεῖς; ἢ οὐ

3

.

432

δακρύων ἄξιος πολλῶν μὲν ἐκεῖνος, πλειόνων δ’ οἳ καθάπερ δεσπότῃ πείθονται; ἆρ’ οὐκ ἀργαλέον, κατὰ τὸν φάμενον, πρᾶγμα ἐστίν, ὦ γῆ καὶ ἥλιε, δούλους γενέσθαι παραφρο‐ νοῦντος δεσπότου; εἰ δέ τις ἐξ ἀμαθίας κεκινημένος αὐτὸν
5ἑαυτῷ τὸν ἅγιον νῦν μὲν συμφωνεῖν νῦν δ’ ἐναντιοῦσθαι λέ‐ γοι, ὅτ’ ἄνω μὲν “ὃ ἑωράκαμεν” ἔλεγε “καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν,” καὶ “ὁ λόγος τῆς ζωῆς ἐφανερώθη ἡμῖν,” καὶ “ὃ ἑωράκαμεν καταγγέλλομεν ὑμῖν,” καὶ ὅσα περὶ τῆς ὁρα‐ τῆς τοῦ κυρίου θεοφανείας δίεισι τὸν ἀνθρωπικώτερον τρό‐
10πον, βραχὺ δ’ ἔπειτα παρακατιὼν ἕτερα μὲν διεξιέναι ἔδο‐ ξεν, ἐκείνοις δ’ οὖν παραπλήσια, οἷς “θεὸν οὐδεὶς ἑώρακε πώποτε” εὐαγγελιζόμενος ἀποφαίνεται, μὴ τοῦ ἁγίου διχό‐ νοιαν καταψηφιζέσθω, ἀλλ’ ἑαυτοῦ μᾶλλον ἀσθένειαν, ὅτι μὴ θεοπρεπῶς τὰ θεῖα διαιρεῖν δύναιτο, μήθ’ ὅσα μήθ’ ὅπως
15περὶ τῆς ὁρατῆς τοῦ κυρίου θεοφανείας οἱ ἅγιοι διαφόρως ἀπεφήναντο, μήθ’ ὅσα περὶ τῆς ἀκτίστου τε καὶ μακαρίας αὐτοῦ φύσεως, καθάπερ ἐν πολυφωνίᾳ μουσικῶν ὀργάνων, μίαν τοῦ τεχνίτου θεοῦ τὴν ἐναρμόνιον τέχνην καὶ δύναμιν ἐμπνέοντός τε καὶ ἐνηχοῦντος. συνήσει δ’, οἶμαι, καὶ εἰ λίαν
20εἴη νωθρὸς καὶ εὐήθης, τὴν γνώμην Διονυσίου καθαρώτερόν τε καὶ ἀποτάδην ἀκούων διεξίοντος ταυτί· καὶ τοῦτο γάρ, οἶμαι, φησί, τὴν θεολογίαν αἰνίττεσθαι, τὴν τῶν προφητῶν
δηλαδή, τὸ ἐκ τοῦ κρυφίου τὸν ὑπερούσιον εἰς τὴν καθ’ ἡμᾶς

3

.

433

ἐμφάνειαν ἀνθρωπικῶς οὐσιωθέντα προεληλυθέναι· κρύφιος δέ ἐστι καὶ μετὰ τὴν ἔκφανσιν, ἢ ἵνα τὸ θειότερον εἴπω, καὶ ἐν τῇ ἐκφάνσει· καὶ τοῦτο γὰρ τοῦ Ἰησοῦ κέκρυπται, καὶ οὐδενὶ λόγῳ οὔτε νῷ τὸ κατ’ αὐτὸν ἐξῆκται μυστήριον, ἀλλὰ
5καὶ λεγόμενον ἄρρητον μένει καὶ νοούμενον ἄγνωστον. καὶ μετ’ ὀλίγα “καὶ γάρ, ἵνα συνελόντες εἴπωμεν, οὐδὲ ἄνθρω‐ πος ἦν, οὐχ ὡς μὴ ἄνθρωπος, ἀλλ’ ὡς ἐξ ἀνθρώπων ἀν‐ θρώπων ἐπέκεινα καὶ ὑπὲρ ἄνθρωπον ἄνθρωπος ἀληθῶς γεγονώς, καὶ τὸ λοιπὸν οὐ κατὰ θεὸν τὰ θεῖα δράσας, οὐ
10κατὰ ἄνθρωπον τὰ ἀνθρώπινα, ἀλλ’ ἀνδρωθέντος θεοῦ και‐ νήν τινα τὴν θεανδρικὴν ἐνέργειαν ἡμῖν πεπολιτευμένος.” καὶ πάλιν “ἐν τούτῳ γίνεται πᾶς ὁ θεὸν γνῶναι καὶ ἰδεῖν ἀξιούμενος, αὐτῷ τῷ μὴ ὁρᾶν μηδὲ γινώσκειν ἀληθῶς ἐν τῷ ὑπὲρ ὅρασιν καὶ γνῶσιν γινόμενος.” ὁρᾶτε τὴν συμφω‐
15νίαν τῶν διδασκάλων τῆς εὐσεβείας; ἣν γὰρ Παῦλος ἔφησεν ὅρασιν ἐν αἰνίγματι νῦν δι’ ἐσόπτρου, ἐν δὲ τῷ μέλλοντι πρόσωπον πρὸς πρόσωπον, καὶ ὅπερ αὖθις Ἰωάννης, οὔπω πεφανερῶσθαι τὸν κύριον ἡμῖν, ὀφθήσεσθαι δ’ εἰς τὸ μέλ‐ λον ἀποθεμένοις τὸ τῆς σαρκὸς φθαρτόν, ταῦθ’ οὗτος ἀνθρω‐
20πικῶς φησὶν οὐσιωθέντα τὸν κύριον κρύφιον εἶναι καὶ ἐν τῇ ἐκφάνσει καὶ μετὰ τὴν ἔκφανσιν, καὶ τὸ κατ’ αὐτὸν μυστή‐
ριον μένειν λεγόμενον ἄρρητον καὶ νοούμενον ἄγνωστον. και‐

3

.

434

νὴν γάρ τινα τὴν θεανδρικὴν ἐνέργειαν ἡμῖν αὐτὸν πεπολι‐ τεῦσθαι φησί, καὶ ὑπὲρ ἄνθρωπον ἐνηργηκέναι τὰ ἀνθρώ‐ πινα· καὶ δηλοῖ παρθένος, φησίν, ὑπερφυῶς κύουσα, καὶ ὕδωρ ἄστατον ὑλικῶν καὶ γεηρῶν ποδῶν ἀνέχον βάρος καὶ
5μὴ ὑπεῖκον, ἀλλ’ ὑπερφυεῖ δυνάμει πρὸς τὸ ἀδιάχυτον συν‐ ιστάμενον. καὶ πάλιν “εἴ τις ἰδὼν θεὸν συνῆκεν ὃ εἶδεν, οὐκ αὐτὸν ἑώρακεν, ἀλλά τι τῶν αὐτοῦ τῶν ὄντων καὶ γι‐ νωσκομένων· αὐτὸς δὲ ὑπὲρ νοῦν καὶ οὐσίαν ὑπεριδρυμένος αὐτῷ τῷ καθόλου μὴ γινώσκεσθαι μηδ’ εἶναι καὶ ἔστιν
10ὑπερουσίως καὶ ὑπὲρ νοῦν γινώσκεται· καὶ ἡ κατὰ τὸ κρεῖτ‐ τον παντελὴς ἀγνωσία γνῶσίς ἐστι τοῦ ὑπὲρ πάντα τὰ γινω‐ σκόμενα.” Ὥστε καὶ οἱ ἀπόστολοι τὸ ἐν τῷ Θαβωρίῳ λάμψαν τότε θεασάμενοι φῶς οὔτε θεότητα εἶδον ἄκτιστον οὔτε θεόν,
15ἀλλά τι τῶν ὄντων καὶ γινωσκομένων. ὄντα δὲ καὶ γινωσκό‐ μενα πάντως, εἰ μὴ μεθύοι τις, οὐκ ἔξω τῶν κτισμάτων εἶ‐ ναι λογίσαιτ’ ἄν ποτε, τοῦτο μὲν καὶ ὡς πληθυντικῶς λεγό‐ μενα (ἓν γὰρ ὁ θεὸς καὶ ὑπὲρ τὰ ὄντα), τοῦτο δὲ καὶ ὡς γινωσκόμενα· ὃ μᾶλλον εἰς τὸ χαμερπὲς καὶ ταπεινὸν κα‐
20τάγει τὴν ἔννοιαν· καὶ ἄγγελοι μὲν γὰρ ὄντα μὲν καὶ κτίσματα εἰσίν, οὐ τῶν γινωσκομένων δ’ οὖν, ἅτε ὑπερκειμένης οὐσίας ὄντες ἢ καθ’ ἡμᾶς. ὥστε καὶ εἰ τὸ φῶς ἐκεῖνο τῶν ὄντων
ἦν καὶ γινωσκομένων καὶ ὁρατῶν, οὐκ αὐτὸ θεότης ἄκτιστος

3

.

435

ἦν· θεότης γὰρ ἀπείρηται παντάπασιν ὁρᾶσθαι καὶ ἀπη‐ γόρευται· ὃ γὰρ ὑπὲρ νοῦν καὶ οὐσίαν ὑπερίδρυται, πῶς ὀφθαλ‐ μοῖς ὑποπεσεῖται σωματικοῖς; ἢ πῶς καὶ ποίᾳ γλώττῃ γένοιτ’ ἄν ποτε ῥητόν, ἢ ποίαις ἀκοαῖς ἀκουστόν, οὗ γνῶσίς ἐστιν
5ἡ κατὰ τὸ κρεῖττον παντελὴς ἀγνωσία καὶ ὃ ὑπὲρ πάντα ἐστὶ τὰ γινωσκόμενα. ἐκ γὰρ τῶν γινωσκομένων δύναταί πως καὶ τὰ ὑπὲρ νοῦν καὶ αἴσθησιν νοεῖσθαι, ἄλλης ἐξ ἄλλου φαν‐ τασίας συλλεγομένης εἰς ἕν τι τῆς ἀληθείας ἴνδαλμα. ἄλλως δ’ οὐκ ἂν δήπου. ὥσθ’ ὁποτέρωθεν ἄν τις ὁρῴη σκεπτόμε‐
10νος, ὑπὲρ τὴν ἀνθρωπίνην εὑρήσει θεωρίαν τὴν διὰ τοῦ φα‐ νέντος ἐκείνου φωτὸς παραδειχθεῖσαν συμβολικῶς τε καὶ τυ‐ πικῶς θεότητα. οὐ γὰρ στοχασμῷ καὶ εἰκασίᾳ τινὶ φάσκο‐ μεν τὰ τοιάδε, ἵνα πως καὶ ἀπιστώμεθα· ἀλλ’ ὁ εὐαγγελι‐ στὴς ὁ τὴν θείαν ἐκείνην διηγούμενος μεταμόρφωσιν, αὐτὸς
15ἐκεῖνός φησι μὴ εἰδέναι τὸν Πέτρον ἃ λέγει, ἅτε ὑπὲρ τὴν ἐκείνου γνῶσιν ὑπάρχοντα καὶ αὐτὰ τὰ τῆς ἐκφάνσεως τοῦ μεταμορφουμένου τέως Χριστοῦ. κρύφιον γάρ φησι Διονύ‐ σιος αὐτὸν καὶ μετὰ τὴν ἔκφανσιν εἶναι, ἢ ἵνα τὸ θειότερον εἴπω, φησί, καὶ ἐν τῇ ἐκφάνσει· καὶ τοῦτο γὰρ τοῦ Ἰησοῦ
20κέκρυπται καὶ λεγόμενον ἄρρητον μένει καὶ νοούμενον ἄγνω‐ στον· ὃ δὲ καὶ ἀγγέλοις μένει καὶ νοούμενον ἄγνωστον, πῶς
ἀνθρώποις γνωσθείη ἄν; ἄλλως τε καὶ ὁ τῶν εὐαγγελίων

3

.

436

ἐξηγητὴς Χρυσορρήμων ἀτελεῖς ἔτ’ εἶναι τότε φάσκει καὶ τοὺς ἀποστόλους, καὶ οὔπω τῶν τοιούτων ἐφικνεῖσθαι ἰσχύον‐ τας, οὐδ’ ἐκ τῶν φαινομένων ἃ μὴ πέφυκε φαίνεσθαι βλέ‐ πειν. ὥσπερ οὖν οὐδ’ αἱ μετὰ ταῦτα ὀφθεῖσαι ὡσεὶ πυρὸς
5διαμεριζόμεναι γλῶσσαι οὐκ ἦσαν ἄκτιστα πνεύματα, ἀλλὰ τὸ δι’ αὐτῶν παραδεικνύμενον ἓν ἄκτιστον πνεῦμα ἅγιον, οὕ‐ τως οὐδ’ ἐκεῖνο τὸ φανὲν φῶς ἐν Θαβὼρ ἄκτιστον ἦν, ἄλλ’ ἡ δι’ ἐκείνου παραδειχθεῖσα θεότης. πόθεν οὖν ὁρατὴν εἶ‐ ναι θεότητα ἄκτιστον καὶ ἀνούσιον ἡ Παλαμικὴ μαθοῦσα
10φατρία ἐκεῖνο τὸ φῶς ἰσχυρίζεται, μιγνῦσά τε τὰ ἄμικτα καὶ δικτύῳ θηρεύειν ἐπιχειροῦσα τὸν ἄνεμον. ἄλλως τε καὶ εἰ τὸ ἡλιακὸν φῶς οὐσία ἐστὶ κατά τε τὸν Δαμασκηνὸν Ἰωάννην καὶ ὅσοι κατ’ ἐπιστήμην περὶ αὐτοῦ λέγουσιν, ἐκεῖνο δ’ ἦν καὶ τοῦ ἡλιακοῦ φωτὸς ὑπέρτερόν τε καὶ τιμιώτερον, πῶς καὶ πόθεν ἀνού‐
15σιον; πῶς δὲ καὶ ὁρατὸν ὃ καθ’ αὑτὸ ἀνούσιον; εἰ γὰρ ἀνούσιον μὲν ὁρατὸν δέ, χρῶμα ἂν ἴσως εἴη· καὶ εἰ χρῶμα, συμβεβηκὸς πάντως· καὶ εἰ συμβεβηκός, πῶς θεός; τὸ γὰρ συμβεβηκὸς οὐ μόνον οὐ θεὸς ἀλλ’ οὐδὲ ὄν. ὥστε ὁ τῷ μὴ ὄντι λα‐ τρεύων ἔλαθε καὶ ἄθεος ἐκ πολυθέου γινόμενος. καὶ εἰκό‐
20τως. παραπέπηγε γὰρ ἡ ἀθεΐα τῇ πολυθεΐᾳ, ὥσπερ ταῖς τῶν ἀρετῶν μεσότησιν αἱ καθ’ ὑπερβολήν τε καὶ ἔλλειψιν
κακίαι. ἔπειτα καὶ θεὸν μὲν ἀκούομεν λεγουσῶν τῶν γρα‐

3

.

437

φῶν Μωυσῇ φανῆναι καὶ Μανωέ, καὶ οἷς ἑτέροις ὀφθῆναι συμβολικῶς τε καὶ τυπικῶς λέγεται, οὐ μὴν θεότητα. δη‐ μοσιώτερον γὰρ καὶ κοινὸν τὸ τοῦ θεοῦ ὄνομα· θεοὶ γὰρ καὶ τῶν ἀνθρώπων οἱ δίκαιοι λέγονται, θεότητες δ’ οὔ. τε‐
5τήρηται γὰρ τὸ πλεῖστον εἰπεῖν τῇ θείᾳ τοῦτο γραφῇ μὴ λέ‐ γειν πληθυντικῶς θεότητας, ἀλλὰ μίαν ἄκτιστον καὶ τρισυ‐ πόστατον, καθάπερ καὶ φύσιν. καὶ οὕτω τουτὶ τετήρηταί τε καὶ ἀεὶ τοῖς εὐσεβέσι τηρεῖται, ὥστε καὶ θεὸν μὲν ἐκ παρ‐ θένου φησὶ γεννηθῆναι, θεότητα δ’ ἀπροσδιορίστως ἥκιστα
10πάντων· ἡ μὲν γὰρ θεότης ἐν τρισὶν ὑποστάσεσι λεγομένη νοεῖται, ἡ δὲ παρθένος μίαν τὴν τοῦ λόγου γεγέννηκεν ὑπό‐ στασιν. ὥστε σκεπτέον εἰς πόσην ἀτοπίαν ἐξ ἀμαθίας ὁμοῦ καὶ οἰήσεως τὸν Παλαμᾶν ἐκκεκυλίσθαι συμπέπτωκεν, ὡς πολλοῖς μὲν λατρεύειν θεοῖς, αἰσχύνεσθαι δ’ οὖν ἐκλαλεῖν,
15θεότητας δ’ ἀπειράκις ἀπείρους αὐτόν τε σέβειν καὶ ἄλλοις παραινεῖν, καὶ ὅσοις ἂν χρῷτο μὴ πειθομένοις, ἀποκηρύτ‐ τειν, καὶ τοῦτο δ’ ὡς μάλα ἀνέγκλητον ἐν ὑπαίθροις ἀναι‐ δῶς ἐκλαλεῖν καὶ δημοσίᾳ παρρησιάζεσθαι. Εἰ μὲν οὖν πρὸς ἁπάσης γραφῆς ἐλεγχόμενος ἥκιστα
20συνιέναι δύναιτο, οἰκτείρω τῆς ἀπονοίας τὸν ἄνθρωπον· εἰ δὲ συνίησι μέν, κενοδοξίας δ’ εἵνεκα ματαίας αὐτοχειροτόνη‐ τον ἑαυτῷ τὴν κακοδαίμονα τοῦ κακοῦ προεδρείαν κατεψή‐
φισται, πάσης ἔνοχον αὖθις ἀρᾶς ἡγοῦμαι τὴν ἐμπληξίαν,

3

.

438

ὅτι νοσῶν προφανῶς οὐ δεῖται φαρμάκων ἀλλ’ ἄντικρυς ἑκὼν ἀποποιεῖται καὶ ἀποσπεύδει τὴν ἰατρείαν, καὶ ποιεῖ πα‐ ραπλήσιον τῶν πενήτων ἐκείνοις οἳ διὰ κενοδοξίαν πλουτεῖν προσποιούμενοι πλείω τὴν πενίαν ἑαυτοῖς ἐπιδαψιλεύουσι·
5τῶν γὰρ τὰ καίρια νοσούντων καὶ οὗτος ὤν, ἔπειτα συγκα‐ λύπτων τὴν νόσον νοσεῖν ἀνθαιρεῖται διηνεκῶς καὶ θανάτου
γείτονα βίον ἀνύειν· οὗ τί τῶν πάντων ἀθλιώτερον;

3

.

439

(t1)

ΤΟΥ ΑΥΤΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ
t2ΔΟΓΜΑΤΙΚΟΣ ΛΟΓΟΣ Ε.
3 Περὶ μὲν οὖν τῆς ὁρατῆς τοῦ κυρίου θεοφανείας, καὶ ὡς ἄλλο θεότης ἄκτιστος καὶ ἄλλο θεοφάνεια, καὶ ὡς ἣ μὲν
5ἀόρατος ἣ δ’ ὁρατή, καὶ ὡς ἡ θεότης διὰ τοῦ ἐν Θαβωρίῳ τῷ ὄρει φωτὸς παρεδείχθη μὲν οὐκ ἐδείχθη δέ, καὶ ὡς ἀδύ‐ νατον μὴ μόνον τὰς θεανδρικὰς ἐνεργείας, ὡς ἐγένοντό τε καὶ γίνονται, ἀλλ’ οὐδὲ τὰ διὰ τῶν ἁγίων τελούμενα θαύ‐ ματα, δι’ ὧν καὶ αὐτῶν ὁ θεὸς παραγυμνοῦται καὶ παρα‐
10δείκνυται καὶ δι’ αὐτῶν ἡμῖν τὸν ἐφικτὸν γινώσκεται τρόπον παραγυμνούμενος, ἐῶ γὰρ λέγειν οὐρανὸν καὶ γῆν καὶ ὅσα ἐν μέσῳ, περὶ ὧν καὶ Σολομῶν φησὶν ἐκ μεγέθους καὶ καλ‐ λονῆς αὐτὸν θαυμάζεσθαι τὸν θεὸν παραγυμνούμενον, εἰ καὶ τὸ κατ’ αὐτὸν μυστήριον καὶ λεγόμενον ἄρρητον μένει
15καὶ νοούμενον ἄγνωστον, κατὰ τὸν θεῖον εἰπεῖν Διονύσιον,
καὶ ὡς οὐ χρὴ μιᾶς δοξάζειν πλείους ἀκτίστους θεότητας,

3

.

440

ἵνα μὴ τῷ τῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου καθυ‐ ποβληθείη ἀναθέματι, ὡς ἀνωτέρω περὶ τῶν οὕτως ἐχόντων διείληπται, περὶ μὲν οὖν τούτων καὶ τῶν τοιούτων ἱκανῶς ἡμῖν οἶμαι εἰρῆσθαι διὰ βραχέων. εἰ δέ τινες ἐριστικῶς
5ἐνίστασθαι, γλώττης ἀφειδοῦντες, βούλοιντο, κἄπειτα ῥή‐ σεις ἁγίων ὡς ἐν μεταιχμίῳ τὴν ἔννοιαν ἀμφιρρεπῆ κε‐ κτημένας καὶ οὐ πάνυ σαφῆ κομίζειν οὐκ ὀκνοῦσι, προ‐ σαγέτωσαν ταῖς κοιναῖς ἐκείναις ἐννοίαις τῆς θείας γρα‐ φῆς, αἳ καὶ ἡμῖν ἐν προοιμίοις προβέβληνται καθάπερ
10στάθμαι τινὲς καὶ γνώμονες καὶ κανόνες τὸ αὐτόπιστον ἑκα‐ τέρωθεν ἔχοντες ὡμολογημένον, διευθύνουσαί τε καὶ ἐπα‐ νάγουσαι οἷά τινες οἰακοστρόφοι καὶ εὐθυντῆρες νεῶν, οἳ τὴν ἑλίκην καὶ τὸν πόλον ἀποσκοποῦντες τὰ ναυτικὰ πλημ‐ μελήματα διορθοῦνται, πρὸς ἕνα πλοῦν ἐκ δεξιῶν τε καὶ εὐω‐
15νύμων σοφῶς οἰακίζοντές τε καὶ περιστρέφοντες· καὶ ἔσται σφίσιν εὑρημένα τὰ τῆς ἰατρείας αὐτίκα. Ἐπὶ τούτοις αὖθις καὶ τρίτην ἐκεῖνοι παρῆγον ἀντί‐ θεσιν, “ἀλλὰ καὶ τῆς θείας γραφῆς λεγούσης ἀκούομεν” λέγοντες, ‘μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν
20θεὸν ὄψονται.‘ καὶ πάλιν ‘οἱ ἄγγελοι αὐτῶν καθ’ ἡμέραν ὁρῶσι τὸ πρόσωπον τοῦ θεοῦ.” καὶ ἀλλαχοῦ ‘ὤφθη τῷ Ἀβραὰμ ὁ θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ·‘ ἰδεῖν δὲ καὶ Ἡσαΐας φησὶ τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου. καὶ αὖθις τῆς Μωσαϊκῆς ἀκούομεν ἱστορίας
25λεγούσης ‘ἐλάλησε κύριος τῷ Μωΰσῃ ἐνώπιος ἐνωπίῳ, ὡς

3

.

441

εἴ τις λαλήσει πρὸς φίλον αὐτοῦ.‘ καὶ αὐτὸς δ’ ἄντικρύς φη‐ σιν ὁ θεὸς ‘στόμα κατὰ στόμα λαλήσω αὐτῷ ἐν εἴδει καὶ οὐ δι’ αἰνιγμάτων.” Πρὸς ταῦτα ὁ Γρηγορᾶς ἀπήντησεν οὑτωσί πως. εἰ ἐμμέ‐
5νειν βούλοισθε ταῖς κοιναῖς ἐκείναις τῆς τοῦ θεοῦ ἐκκλησίας ἐννοίαις, ὡς μία παρὰ πᾶσιν ὁμολογεῖται θεότης ἄκτιστος, ἣ δὴ καὶ οὐσία καὶ φύσις καλεῖται καὶ ἓν φῶς ἀπρόσιτον καὶ ἀδιάδοχον ἀειλαμπὲς καὶ τριλαμπές, εἴη ἂν καὶ λόγος ἡμῖν καὶ διάλεξις· ἐν ἐλπίσι γὰρ κεῖσθαι προϊοῦσι τήν τε τῆς
10ἀληθείας εὕρεσιν καὶ τὴν τῆς κακίας ἀναίρεσιν· ἄλλως δ’ ἄμεινον σιωπᾷν. ἐπεὶ τοίνυν τὴν ἀρχὴν ταῖς κοιναῖς τῆς ἐκκλησίας ἐννοίαις καὶ τῶν δογμάτων ὡμολογήκατε, δέον τὰ ἑπόμενα δέχεσθαι· εἰ δ’ οὖν, ἑαυτοὺς ἀφ’ ἑστίας αὐτοὶ κα‐ ταλύετε· καὶ πῶς ἄλλων λεγόντων ἀνέξεσθε; ἢ ἐπὶ τίσιν
15ἐλπίσιν ἀναμφιβόλοις ὁ προσδιαλεγόμενος τὸν τοῦ λέγειν μόχθον ὑπομενεῖ; ἐπεὶ τοίνυν θεῖον τὸ δόγμα καὶ κοινὴ τῆς ἐκκλησίας ἔννοιά ἐστιν ὡς θεὸν οὐδεὶς ἑώρακε πώποτε οὔτ’ ἰδεῖν δύναταί τις οὔτ’ ἀγγέλων οὔτ’ ἀνθρώπων, εἰ μὲν εὐπο‐ ρήσαιμεν ἐκ τοῦ εὐθέος μαρτυριῶν γραφικῶν, οὐκέτι χώραν
20ἔχειν χρεὼν τὸ ἀμφισβητήσιμον· εἰ δὲ μὴ τοῦθ’ ἡμῖν ἀρ‐ τίως ἐκ τοῦ ῥᾴστου προσγίνοιτο διὰ τὸ γρῖφόν τε καὶ ὁμιχλῶ‐ δες τῆς γραφῆς, παραπετάσματι καλυπτομένης ἐνίοτε τῇ
ἀσαφείᾳ διά τε τοὺς βεβήλους κατὰ τρόπον οἰκονομίας, ᾗ

3

.

442

πολλάκις τὴν θείαν ὁρῶμεν γραφὴν κεχρημένην (χρῆται γὰρ κατὰ τὸν μέγαν Βασίλειον ἡ γραφὴ πολλάκις τῇ ἀσαφείᾳ, δυσθεώρητον κατασκευάζουσα τῶν δογμάτων τὸν νοῦν πρὸς τὸ τῶν ἐντυγχανόντων λυσιτελές), καὶ διὰ τὴν τῶν ἄλλως
5ἀκουόντων ἀγνωμοσύνην, ἀλλὰ τοῦ γε στερροῦ καὶ ἀναντιρ‐ ρήτου τῶν κοινῶν ἐννοιῶν οὐδὲ τὸ σμικρότατον γοῦν ἐξί‐ στασθαι χρή, ἀλλ’ ὁμολογεῖν μὲν μὴ νοεῖν, καθὰ καὶ ὁ μέ‐ γας παραινεῖ Βασίλειος, μὴ ἐξάγειν δὲ πρὸς βεβήλους ἀκοὰς τὸ τῶν θείων δογμάτων ὀστῶδες καὶ δυσθεώρητον τοῖς ἀτε‐
10λέσιν. ὁ θεὸς γάρ, ὡς ὁ θεῖος ἔφη Διονύσιος, τοῖς μὲν ἀτελέσι τέλειος εἶναι δοκεῖ, τοῖς δὲ τελείοις ἀτελής. οἱ μὲν γὰρ ἀτελεῖς εἰδέναι μὲν οἴονται, οὐκ ἴσασι δέ· τοῖς δὲ τελείοις οἴησις μὲν οὐκ ἔστι, γνῶσις δὲ τοῦ μὴ εἰδέναι πρόσεστιν αὐ‐ τόχρημα διδάσκουσα ταπεινοῦσθαι· ἐπίτασις γάρ φησι σο‐
15φίας ἐπίτασιν ποιεῖ ταπεινώσεως· οὐ γὰρ ἐκ τῆς θεότητος τὸ μέγεθος τοῦ ἀκαταλήπτου νοεῖν ἐκζητοῦσιν, ἀλλ’ ἐκ τῶν ποιημάτων τὸν ποιητὴν ἀνεξερεύνητον εἶναι μανθάνουσι, καθὰ καὶ ὁ μέγας διδάσκει Χρυσόστομος, “τὸ μὴ ἐφικνεῖσθαι” λέ‐ γων “μηδὲ δύνασθαι τῶν δημιουργηθέντων τὸν λόγον καταλα‐
20βεῖν μὴ γινέσθω ἡμῖν ἀπιστίας ὑπόθεσις, ἀλλὰ δοξολογίας ἀφορμή· ὅταν γὰρ ἀτονήσῃ ὁ λογισμὸς καὶ μὴ χωρήσῃ ἡ
διάνοια, ἐννόει τοῦ δεσπότου τοῦ σοῦ τὸ μέγεθος καὶ ἐξ αὐ‐

3

.

443

τοῦ τούτου, ὅτι τοσαύτη αὐτοῦ ἡ δύναμις ὡς μηδὲ τὸν λόγον ἡμᾶς μετὰ ἀκριβείας εἰδέναι τῶν ὑπ’ αὐτοῦ γενομένων. τοῦτο γὰρ διανοίας εὐγνώμονος, τοῦτο ψυχῆς νηφούσης.” Καὶ γὰρ ὁ θεὸς διὰ φιλανθρωπίαν οἰκονομικῶς τοῖς
5ἀνθρώποις ὡς νηπίοις πατὴρ συγκαταβαίνων διὰ τῶν ἐκδη‐ λοτέρων πρῶτον ἐμφανειῶν καὶ τοῖς οἷον βρέφεσι προσφυε‐ στέρων, οὕτως ἀνάγει διὰ λείας ὁδοῦ πρὸς ἕξιν τελεωτέραν. καὶ Μωσεῖ γάρ, ὁ θεῖος φάσκει Χρυσόστομος, διὰ φωτὸς ἡ τοῦ θεοῦ ἐπιφάνεια ἤρξατο ἐν τῇ βάτῳ· εἶτα διὰ νεφέλης
10αὐτῷ διαλέγεται ὁ θεός. τελειότερος δὲ γενόμενος καὶ ὑψηλό‐ τερος ἐν γνόφῳ τὸν θεὸν βλέπει. εἰσῆλθε γάρ φησιν Μωϋ‐ σῆς εἰς τὸν γνόφον οὗ ἦν ὁ θεός· τουτέστιν ἔγνω σαφῶς ὅτι σκοτεινὰ καὶ ἄγνωστα τὰ θεῖα καὶ πᾶσαν ὑπερβαίνοντα γνῶσιν ἀνθρωπίνην. καὶ ἀλλαχοῦ· τὸ “ὁ ἑωρακὼς ἐμὲ ἑώ‐
15ρακε τὸν πατέρα” ἀκούσαντες ἐδιδάχθημεν ὡς ἤδη τέλειοι μὴ προσδοκᾶν δι’ ὀφθαλμῶν ὄψεσθαι θεόν, ἀλλ’ εἰδέναι τὴν τοῦ θεοῦ ὅρασιν γνῶσιν οὖσαν καὶ νοερὰν κατάληψιν, οὐκ αἴσθησιν σωματικήν. οὐδὲν οὖν καινὸν εἰ τοῖς μαθηταῖς ἀτελέσιν οὖσιν ἔτι, καὶ τὰς ἐλπίδας ἀβεβαίους καὶ ἀσθενεῖς
20ἐπ’ αὐτῷ κεκτημένοις διὰ τὸ μὴ ὡς θεὸν ἀλλ’ ὡς ἄνθρωπον ὁρᾶν αὐτὸν διὰ φωτὸς φαινόμενον, πρὸς ἃ μὴ φαίνεσθαι δυνατόν, παρεσκεύαζεν ὁδῷ καὶ τάξει νοητῶς κατὰ δύνα‐
μιν ἀνιέναι. τὴν γὰρ σεβασμίαν μακαριότητα, κατὰ τὸν

3

.

444

θεῖον εἰπεῖν Διονύσιον, αἱ μυστικαὶ τῶν λογίων παραδόσεις καὶ ὡς φῶς ἀναπλάττουσι καὶ ζωὴν ἀποκαλοῦσιν. Ὅτι μὲν οὖν διὰ συμβόλων καὶ τύπων σωματικῶν οὐ μόνον ὁ θεὸς ὁμιλεῖ τοῖς ἀνθρώποις, ἀλλὰ καὶ οἱ ἄγγελοι
5κτίσμα ὄντες, εἴρηταί τε καὶ νῦν πάλιν διὰ βραχέων ἐροῦ‐ μεν. φησὶ γὰρ ὁ μέγας εὐθὺς Διονύσιος ὡς καὶ τὰς θείας ὁράσεις οἱ κλεινοὶ πατέρες ἡμῶν ἐμυοῦντο διὰ μέσων τῶν οὐρανίων δυνάμεων. καὶ τὴν ἱερὰν τοῦ νόμου θεσμο‐ θεσίαν δι’ ἀγγέλων εἰς ἡμᾶς προελθεῖν διδάσκει σαφῶς ἡ
10θεολογία ὡς τῆς θεωνυμικῆς τάξεως ἐκεῖνο νομοθετούσης, τὸ διὰ τῶν πρώτων τὰ δεύτερα πρὸς τὸ θεῖον ἀνάγεσθαι. καὶ τῇ παρθένῳ δὲ τὸ θεῖον μυστήριον ἄγγελος ἦν κομίσας ἀν‐ θρωπίνῳ τύπῳ καὶ σχήματι. καὶ τοῖς ποιμέσιν ἄγγελος κυ‐ ρίου τότε φησὶν ἐπέστη, καὶ δόξα κυρίου περιέλαμψεν αὐ‐
15τούς. καὶ τὸν δι’ ἀγγέλων λαλούμενον λόγον γίνεσθαι βέβαιον ἀκούομεν· τὰς γὰρ ἀΰλους ἱεραρχίας ὑλαίοις σχήμασι καὶ μορφωτικαῖς συνθέσεσι διαποικίλασα παραδέδωκεν ἡ Διονυ‐ σίου τοῦ θείου βίβλος· οὐ γὰρ δυνατόν φησι τῷ καθ’ ἡμᾶς νῷ πρὸς τὴν ἄυλον ἐκείνην ἀναταθῆναι τῶν οὐρανίων ἱεραρ‐
20χιῶν μίμησίν τε καὶ θεωρίαν, εἰ μὴ τῇ κατ’ αὐτὸν ὑλαίᾳ χειραγωγίᾳ χρήσαιτο. λειτουργικὰ γὰρ οἱ ἄγγελοι, φησίν, εἰσὶ πνεύματα, πρὸς διακονίαν ἀποστελλόμενα. καὶ τῷ Χρι‐
στῷ δὲ ἄγγελοι διηκόνουν, φησὶν ἡ γραφή. καὶ ἀγγέλους

3

.

445

αὖθις ἐνισχύειν αὐτῷ λέγεται ὡς ἀνθρώπῳ. καὶ πάλιν “ἠδυνάμην πλείους ἢ δώδεκα λεγεῶνας παραστῆσαι ἀγγέ‐ λων” φησίν. καὶ πολλὰ τοιαῦτα σωματοειδῶς εἰρημένα περὶ τῶν ἀσωμάτων δυνάμεων σωματικῶς φαινομένων ταῖς
5θείαις καὶ ἱεραῖς ἐμφέρεται βίβλοις οἰκονομικόν τινα τρόπον· ἅσπερ καὶ μορφωτικὰς δυνάμεων εἰκόνας καλεῖ Διονύσιος, ἀνθρωπομόρφους ἀναγράφων καὶ θηριομόρφους, λεόντων φημὶ καὶ βοῶν καὶ ἵππων καὶ ἀετῶν μορφὰς αὐτοῖς περιτι‐ θείς. ἐῶ λέγειν τὰς τῶν λίθων πολυχρωμάτους ἰδέας καὶ
10τἆλλα πάντα, ζώνας καὶ τροχοὺς καὶ ῥάβδους λέγω καὶ πε‐ λέκεις, δι’ ὧν εὑρίσκειν ἡμᾶς παραινεῖ τὴν τῶν τυπικῶν εἰ‐ κόνων ἀνακάθαρσιν, ὁποίαν καὶ ὅσην αὐτὸς ἑρμηνεύων ἐκτί‐ θησι. τῆς οὖν γραφῆς λεγούσης “μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται” τὴν κατὰ διάνοιαν
15ὄψιν ὁ θεῖος ἐξηγεῖται Χρυσόστομος. καὶ τὸ “οἱ ἄγγελοι δὲ αὐτῶν καθ’ ἡμέραν ὁρῶσι τὸ πρόσωπον τοῦ θεοῦ” τὴν αὐ‐ τήν, φησίν, ἔχει διάνοιαν· τὸν γὰρ αὐτὸν ἀνθρώποις τε ἐστὶν ἰδεῖν ἀδύνατον, καὶ αὖ μηδὲ τῶν ἀγγέλων τολμᾶν ἀτε‐ νίσαι τὰ τάγματα. καὶ δῆλον τοῦτο τίθησι Παῦλος λέγων
20“ἐφανερώθη ἐν σαρκί, ὤφθη ἀγγέλοις·” πρὸ γὰρ τῆς τοῦ κυρίου σαρκώσεως καὶ ἀγγέλοις ἀθέατος ἦν, ὡς καὶ ὁ θεῖος ἔφη Χρυσόστομος ὅτι αὐτὸ ὅπερ ἐστὶν ὁ θεός, οὐ προφῆται
οὐδ’ ἄγγελοι εἶδον, οὐδ’ ἀρχάγγελοι. εἰ γὰρ καὶ ὁμιλοῦσιν

3

.

446

ἀνθρώποις ἐκ προσώπου τοῦ θεοῦ καὶ ἄγγελοι, ἀλλ’ οὐδὲ προφήταις ἄηθες τουτὶ καὶ ἀνθρώποις οὖσι· ποτὲ μὲν γὰρ προστιθέντες φασὶ καὶ αὐτοὶ “τάδε λέγει κύριος,” ποτὲ δ’ ἐξ ἑαυτῶν ἁπλῶς. καὶ καινὸν οὐδὲν οὐδὲ πόρρω γραφικῆς συν‐
5ηθείας· καὶ γὰρ καὶ τὰ βασιλικὰ προστάγματα τῶν δημο‐ σίων ἐν ταῖς πόλεσι κηρύκων βοώντων, ὡς ἐξ αὐτοῦ δὴ τοῦ βασιλικοῦ λεγόμενα στόματος ἡμεῖς ἐκδεχόμεθα. καὶ ὁ μὲν προφήτης, ἄνθρωπος ὤν, ὡς ἐξ ἑαυτοῦ φησὶν “ἄκουσον λαός μου, καὶ λαλήσω σοι· Ἰσραὴλ καὶ διαμαρτύρομαί σοι· ὁ
10θεὸς ὁ θεός σου εἰμὶ ἐγώ.” οὐ γὰρ προσέθηκεν ὡς ἐν ἄλ‐ λοις “τάδε λέγει κύριος· καὶ εἶπεν ὁ θεὸς τὰ καὶ τά·” ὁ δὲ ἄγγελος ἐκ τῆς βάτου “ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ·” προείρηται γὰρ “ὤφθη αὐτῷ ἄγγελος κυρίου.” εἰ οὖν κατὰ τὸν θεῖον Χρυσόστομον,
15ὅσον τυφλοῦ καὶ βλέποντος τὸ μέσον, τοσοῦτόν ἐστιν ἀγγέ‐ λων καὶ ἀνθρώπων τὸ διάφορον, πῶς τῶν ἀγγέλων μὴ δυναμένων οὔθ’ ὁρᾶν τὴν οὐσίαν οὔτε νοεῖν τοῦ θεοῦ, εἴη ἂν δυνατὸν ἀνθρώποις τουτί; οἷς μηδ’ ἀγγέλων οὐσίαν μὴ ὅτι μὴ βλέπειν ἀλλ’ οὐδὲ νοεῖν δυνατόν· εἰ γὰρ κατὰ τὸν
20αὐτὸν Χρυσόστομον οὐσία οὐσίαν ὑπερκειμένην νοεῖν οὐ δύ‐ ναται, πολλοῦ μέντ’ ἂν δεήσειεν ἀνθρώπους ἀγγέλων βλέπειν οὐσίαν, ὑπερκειμένην τούτων ὅσον οἱ βλέποντες τῶν τυφλῶν. μὴ ταραττέτω τοίνυν ὑμῶν τὴν διάνοιαν, ὥστε τῶν κοινῶν
τῆς τοῦ θεοῦ ἐκκλησίας ἐννοιῶν ἐκλελῆσθαι, ὅσα κατά τινα

3

.

447

ἰδιοτροπίαν τῆς ἑβραΐδος ἔστι λεγόμενα διαλέκτου· οἷα τὰ ὑφ’ ἡμῶν ἐκεῖνα νῦν προβληθέντα καὶ ὅσα παραπλήσια, λέγω δὴ τὸ “ἐλάλησε κύριος πρὸς Μωσῆν ἐνώπιος ἐνωπίῳ, ὡς εἴ τις λαλήσει πρὸς ἑαυτοῦ φίλον, στόμα πρὸς στόμα ἐν εἴδει
5καὶ οὐ δι’ αἰνιγμάτων,” καὶ πάλιν “τὸ δὲ ὄρος τοῦ Σινᾶ ἐκα‐ πνίζετο διὰ τὸ καταβεβηκέναι ἐπ’ αὐτὸ τὸν θεὸν ἐν πυρί,” καὶ πάλιν “τὸ δὲ εἶδος τῆς δόξης κυρίου ὡς πῦρ φλέγον ἐπὶ κορυφῆς τοῦ ὄρους ἐναντίον τῶν υἱῶν Ἰσραήλ.” καὶ τοιαῦτα μυρία, ὁπόσα κτιστὰ ὄντα τῇ μὲν ἀκτίστῳ οὐσίᾳ τοῦ θεοῦ
10πάντων ἥκιστά ἐστιν ἁρμόττειν ὅσιον, πρός γε μὴν παιδευ‐ τικὴν τῶν χρωμένων οἰκονομίαν οὐ μάλα ἀχρήστως ἔχει, ναὶ μὴν οὐδ’ ὡς πορρωτάτω τοῦ ὠφελίμου κεῖται. καλεῖν δ’ οἶμαι τὰ λόγια τῶν προφητῶν ἐν εἴδει μὲν ὁμιλίαν θεοῦ καὶ ἀγγέλων πρὸς ἀνθρώπους τὴν αἰσθητὴν καὶ ἐγρηγορόσιν αὐ‐
15τοῖς φαινομένην, ὁποίας καὶ Ἀβραὰμ ἠξίωται πρότερον θεὸν οὐχ ὡς θεὸν ἰδών, ἀλλ’ ὡς ἄνθρωπον θρέψας· ὃς καὶ ἐπῃνέθη, φησί, σεβασθεὶς ὁπόσον κατέλαβε. καὶ μετὰ πλεί‐ στους ἄλλους ὕστερον Μανωέ· ὃς καὶ ἀπολωλέναι ἐβόα διότι θεὸν ἑώρακεν, ὡς οὐ χωρητῆς ἀνθρώποις οὔσης, φησίν, οὐδὲ
20φαντασίας θείας, μὴ ὅτι φύσεως. δι’ αἰνιγμάτων δ’ οὖν τὴν δι’ ὀνειράτων· ἀλαμπὴς γάρ τις αὕτη, καὶ οὐ πάνυ τι πρό‐ δηλος· καὶ γὰρ δι’ ἄλλων ἄλλα συμπλέκουσα καὶ συγκρύ‐ πτουσα, νέφει τινὶ καλυπτομένην ἀσαφείας παρέχει τὴν δήλω‐
σιν. ὧν καὶ πλεῖστοι μὲν ἕτεροι κήρυκες ἀψευδεῖς, ἀλλὰ

3

.

448

καὶ Δανιὴλ καὶ Ἰωσήφ, οἷς νυκτεριναί τινες ὄψεις καθεύδουσι μήπω γεγονότων ἀληθῆ παρεῖχον τὴν πρόγνωσιν. περὶ ὧν ἀμφοτέρων ὁ σοφώτατος ἀπορῶν θεολόγος Γρηγόριος αὐτὸς μὲν ὁμολογεῖ μὴ εἰδέναι, εἰδέναι δὲ τὸν τῶν προφητῶν θεόν,
5εἴτε φαντασία τις ἦν ἡμερινή, εἴτε νυκτὸς ἀψευδὴς ὄψις, εἴτε τοῦ ἡγεμονικοῦ τύπωσις συγγινομένη τοῖς μέλλουσιν ὡς πα‐ ροῦσι· πλὴν οὐδεὶς θεοῦ φύσιν εἶδε, φησίν, ἢ ἐξηγόρευσεν. οἷς τοίνυν τὰ τῶν κοινῶν ἐννοιῶν τῆς τοῦ θεοῦ ἐκκλησίας πέπηγεν ἄσειστα κατὰ γνώμην ἑστῶσαν καὶ ἀναμφίβολον,
10τούτοις καὶ σφόδρα τι ῥᾴδιον ἀόρατον καὶ μόνην ἄκτιστον δογματίζειν τοῦ θεοῦ τὴν οὐσίαν καὶ γνώμῃ καὶ ψυχῇ καὶ χειρὶ νύκτωρ τε καὶ μεθ’ ἡμέραν ἀεί, καὶ πάντα ταῦτα πρὸς κανόνα καὶ στάθμην ἀνάγειν ἐκεῖ. εἰ γὰρ καὶ Μωσῆς τὴν ἀόρατον οὐσίαν ὁρᾶν ἐδύνατο τοῦ θεοῦ, οὐκ ἂν ἁπάσῃ γνώμῃ
15καὶ ὅλης ψυχῆς προθυμίᾳ οὕτως ᾔτει δεόμενος ὕστερον καὶ λέγων “εἰ εὕρηκα χάριν ἐναντίον σου κύριε, ἐμφάνισόν μοι σεαυτὸν γνωστῶς ἴδω σε, ὅπως ἂν ὦ εὑρηκὼς χάριν ἐναν‐ τίον σου,” καὶ πάλιν “δεῖξόν μοι τὴν σεαυτοῦ δόξαν.” δῆ‐ λον γὰρ ὡς σωματικῶς βλέπων ἐπεθύμει καὶ τῆς θείας οὐ‐
20σίας θεατὴς γενέσθαι. τὸ δὲ ἦν ἀδύνατον· ἀπερίγραπτος καὶ ἀνείδεος ὁ θεός· “τὸ πρόσωπόν μου” γάρ φησιν “οὐκ
ὀφθήσεταί σοι· οὐδεὶς γάρ” φησιν “ὄψεται τὸ πρόσωπόν μου

3

.

449

καὶ ζήσεται. ἀλλ’ ὄψει τὰ ὀπίσθιά μου,” εἴτε τοὺς λόγους τῶν ὄντων λέγων, καὶ ὅσα μὲν ἐκεῖνον ἐκείνου γνωρίσματα κατὰ τὸν θεῖον Γρηγόριον, εἴτε τὴν διὰ σαρκὸς ἐπιφάνειαν, τὴν ἐκ παρθένου δηλονότι γέννησιν· περὶ ἧς καὶ ὁ ἀπόστο‐
5λός φησιν “ἐπεφάνη ἡ χάρις τοῦ θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις,” ἐπιφάνειαν ἐνταῦθα λέγων οὐ κατὰ τὴν πάλαι τῶν προφητῶν, ἀλλὰ τὴν νῦν τὴν διὰ σώματος ἀληθοῦς· τότε γὰρ διὰ σωματικῶν σχημάτων καὶ τυπικῶν φαντασμάτων ἀνα‐ λόγων τῇ τῶν ὁρώντων δυνάμει ἐγίγνοντο. διὰ γὰρ τοῦτο καὶ διά‐
10φοροί τε αἱ ὁράσεις καὶ πολυειδεῖς ἐφαίνοντο· καὶ γὰρ “ἐγώ” φησιν “ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην.” εἰ γὰρ αὐτήν, ὁ Χρυσορρήμων φησίν, ἑώρων τὴν τοῦ θεοῦ φύ‐ σιν, οὐκ ἂν διαφόρως ἐθεῶντο· ἁπλῆ γάρ τις καὶ ἀσχημάτι‐ στος καὶ ἀσύνθετος. εἶτα οὐκ ὤφθην ἀλλ’ ὡμοιώθην φησίν·
15οὐ γὰρ ἄλλος ὁ λέγων, ἀλλ’ αὐτὸς περὶ ἑαυτοῦ ἐστὶν ὁ θεός· ἡ γὰρ ὁμοίωσις ποιότητος ἔνδειξιν ἔχει καὶ οὐχὶ φύσεως, σχήματος λέγω καὶ χρώματος καὶ ὅσα τῇ ὄψει πέφυκεν ὑπο‐ κείμενα, καὶ ὅσα τῇ ἀκοῇ, λέγω δὴ τὸ τῆς λαλιᾶς ἦθος καὶ βούλημα. καὶ γὰρ καὶ ὁ τοῦ ἀνθρώπου νοῦς ἀσώματος ὢν
20αἰσθήσει οὐχ ὑπόκειται· ἀλλ’ ἐπειδὰν εἰς λαλιὰν ἔλθῃ καὶ λόγους ἐνάρθρους, τηνικαῦτα καὶ αἰσθήσει μὲν ὑποβάλλεται· καὶ τὸ τῆς οἰκείας βουλήσεως εἶδος καὶ ἦθος ἐνδείκνυται μὲν
σκιωδῶς καὶ σωματικῶς εἰπεῖν, τὴν δὲ φύσιν ἐνδείξασθαι

3

.

450

ἥκιστα ἔχει· σωματικοῖς γὰρ τοῦτ’ ἀδύνατον ὄμμασιν. εἰ δὲ νοῦ φύσιν ἰδεῖν αἰσθητῶς ἀδύνατον, πῶς θεὸν ἰδεῖν δυ‐ νατόν; ὅθεν καὶ διπλῆν ὁ θεὸς τὴν τῶν ὄντων εἴργασται φύσιν, διὰ τὸ καὶ τὴν ἀνθρώπου, δι’ ὃν τὰ ποιηθέντα πε‐
5ποίηται, ποίησιν εἶναι διπλῆν, ἔκ τε νοητοῦ καὶ αἰσθητοῦ συγκειμένην· καὶ εἰσὶν οἰκείως ὑποκείμενα τῷ μὲν νῷ τὰ νοητὰ τῇ δ’ αἰσθήσει τὰ φαινόμενα πάντα. ὧν οὐδὲν οὐδαμῇ ποτὲ ἄκτιστον· εἴρηται γὰρ ὡς οὐδὲν τῶν τῇ αἰσθήσει ὑπο‐ βαλλομένων ἀσώματον· ὃ δὲ μὴ ἀσώματον, πῶς ἄκτιστον;
10τίς γὰρ οὕτως ἄμοιρος αἰσθήσεώς τε καὶ νοῦ ὡς ἀγγέλων καὶ ψυχῶν καὶ τῶν τοιούτων ἀσωμάτων μὲν ὄντων κτιστῶν δέ, ἔπειθ’ ὅσα χρώμασι καὶ σχήμασι καὶ γλυκύτησι καὶ πι‐ κρότησι καὶ ὀσμαῖς ὑπόκειται καὶ ἀκοῇ καὶ ὄψει καὶ ἁφῇ κρίνεται, λέγειν ἄκτιστα. τί δ’ ἀπεοίκοι ἂν οὗτος τῶν μαι‐
15νομένων ἢ ἀναισθήτων; καὶ ἵν’ ἐκ τῶν καθ’ ἕκαστα φαινο‐ μένων τὸν λόγον γυμνάσωμεν, τὰ διὰ μέλανος ἢ δι’ ἄλλου του χρώματος γράμματα τῶν αἰσθήσεων μὲν ὑπόκεινται πάν‐ τως τῇ ὄψει· ἀλλ’ ἔχει καὶ νοῦν ἐγκείμενον καὶ κρυπτόμενον ἐν τῷ μέλανι, ἀπηγορευμένου καὶ ἀδυνάτου παντάπασιν ὄντος
20ὄψει τοῦτον ὑποτεθῆναι. ὅμως ἐπειδήπερ ὁ ἄνθρωπος διπλοῦς ἐκ ψυχῆς συνετέθη καὶ σώματος, καὶ ἀμφοτέρων ἐκείνων οἰ‐ κείως ἐπιλαμβάνεται, διὰ μὲν τῆς σωματικῆς καὶ φαινομένης
ὄψεως τῶν διὰ σώματος χαρακτήρων, διὰ δὲ τοῦ νοεροῦ καὶ

3

.

451

ἀφανοῦς τῆς ψυχῆς ὀφθαλμοῦ τῶν τοῖς γράμμασιν ἐκείνοις ἐγκειμένων νοημάτων. καὶ τὸν ἐξ οὐρανοῦ δὲ καὶ γῆς καὶ τῶν ἐν μέσῳ πάντων συγκείμενον κόσμον ὁμοίως ἐξ αἰῶνος ὁρῶντες καταλαμβάνουσιν ἄνθρωποι πῶς μὲν καθόλου πῶς
5δὲ κατὰ μέρος, κατὰ τὴν ἐνοῦσαν ἑκάστῳ φύσιν καὶ δύναμιν. κἀκ τῶν δυοῖν τούτων πᾶσι πάντων ἡ γνῶσις συνίσταται, τῆς τε δι’ ὄψεως αἰσθητικῆς καταλήψεως καὶ τῆς κατὰ τὸν νοῦν ἐνεργείας, ἀφανῶς μὲν κατὰ φύσιν αὐτῆς κινουμένης, ἐμφα‐ νιζομένης δ’ οὖν διὰ γραμμάτων αὖθις καὶ λαλιᾶς. ἥτις καὶ
10αὐτὴ μία οὖσα πρὸς πολλὰς μερίζεται ἀκοάς, διπλῆν τὴν ἐνέργειαν δρῶσα· ταῖς μὲν γὰρ ἀκοαῖς σωματικαῖς τισὶν οὔσαις τὸν σωματικὸν δι’ ἀέρος ἐνάρθρου δίδωσιν ἦχον, τῷ δὲ μὴ φαινομένῳ τῆς ψυχῆς νοερῷ τὸν ἐμφαινόμενον αὐτῇ καὶ ἐνσημαινόμενον παραπέμπει νοῦν. καὶ οὕτως ἡ τῶν πο‐
15λιτικῶν καὶ οἰκονομικῶν πραγμάτων καὶ τῶν ἐν βίῳ πάντων κατάληψις ὅσα γένεσις ἄγει καὶ φθορά, δι’ αἰσθήσεώς τε καὶ νοῦ, τῆς μὲν φαινομένης τοῦ δὲ κρυπτομένου, τὸν ἐφικτὸν ἡμῖν περιγίνεται τρόπον. διὰ δὴ ταῦτα καὶ ὁ θεὸς λόγος σὰρξ ἐγένετο, μείνας ὅπερ ἦν, νοητὸς καὶ ὑπὲρ νοῦν, προσ‐
20λαβὼν δ’ ὅπερ οὐκ ἦν καὶ γενόμενος διπλοῦς τὴν φύσιν ἀπόρ‐ ρητον τρόπον, ἵνα διὰ τῶν τῇ αἰσθήσει φαινομένων θαυμά‐ των τὴν μὴ φαινομένην παραγυμνοῖ καὶ παραδεικνύῃ θεό‐
τητα, καὶ οὕτως ἀπὸ τῶν κατ’ αἴσθησιν φαινομένων καὶ προσ‐

3

.

452

καίρων θαυμάτων ἀνιστᾷ τὴν ψυχὴν ἐμμελῶς καὶ εἰς τὴν ὑπὲρ αἴσθησιν ἀπευθύνῃ νοητήν τε καὶ μακαρίαν ἐκείνην ζωήν. ἐκ γὰρ μεγέθους καὶ καλλονῆς τῶν ἐξ ἀρχῆς ἐν τοῖς κτίσμασι φαινομένων ἀεὶ θαυμάτων ἀναλόγως ὁ δημιουργὸς
5ὁρᾶται· ἀνεννόητον γάρ, ὁ θεῖός φησι Διονύσιος, πάντῃ κατὰ τὴν οὐσίαν καὶ ἀκατάληπτον τὸ θεῖον, ἀλλ’ ἐκ τῶν αἰ‐ τιατῶν ὑμνητέον, διὸ καὶ τὸ θεῖον ἡμῖν βάπτισμα διπλοῖς οὖσι διπλοῦν ἐχαρίσθη, δι’ ὕδατος ὁμοῦ καὶ πνεύματος, ἵνα τῷ ὕδατι, τοὺς σαρκικοὺς ἡμῶν ἀεὶ ῥύπους καθαίρειν εἰω‐
10θότι, προσγενομένου καὶ τοῦ θείου πνεύματος ἀοράτως καὶ ἀφανῶς, ἅμα τῷ σώματι συγκαθαίρηται καὶ ἡ ψυχὴ νοερῶς τε καὶ ἀφανῶς. ὅτι δὲ συμπαραγίνεται τῷ ὕδατι ἁγιαζομένῳ καὶ τὸ πνεῦμα τὸ ἅγιον διὰ τῆς τῶν εὐχῶν ἐπικλήσεως, δῆ‐ λον ὁ θεῖος ἡμῖν ποιεῖται Χρυσόστομος, “τότε μὲν” λέγων
15“ἐπὶ Χριστοῦ διὰ τοῦτο ἐφάνη ἡ περιστερά, ἵνα ὥσπερ δακ‐ τύλῳ τινὶ δείξῃ τοῖς παροῦσι καὶ τῷ Ἰωάννῃ τὸν υἱὸν τοῦ θεοῦ· οὐ μόνον δέ, ἀλλ’ ἵνα καὶ σὺ μάθῃς ὅτι καὶ ἐπὶ σὲ βαπτιζόμενον τὸ πνεῦμα ἔρχεται. νῦν δ’ ἡμῖν αἰσθητῆς οὐ χρεία ὄψεως, τῆς πίστεως ἀντὶ πάντων ἀρκούσης· τὰ γὰρ
20σημεῖα οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις.” ὁρατὴν οὖν θεοφάνειαν οὐ μίαν ἔχομεν καὶ μόνην τὴν μεταμόρφωσιν λέ‐ γειν, οὐδ’ ἀριθμῷ συγκλειομένας· ἀλλ’ ἐν ὅσοις ὁ θεὸς ἐμ‐
φανίζεται διὰ συμβόλων θαύμασι μεγίστοις, πάσας θεοφα‐

3

.

453

νείας εἰκότως ἄν τις καλέσειεν ὁρατάς. ἀλλὰ καὶ τὸ θεῖον τοῦ Χριστοῦ σῶμα θεοφάνειαν Μάξιμος ὁρατὴν ἐπισημαίνε‐ ται λέγειν τὸν μέγαν Διονύσιον. καὶ γὰρ καὶ ἡ κατὰ σάρκα γέννησις ὁρατὴ θεοφάνεια ἦν, ὡς καὶ ὁ μέγας φάσκει Γρη‐
5γόριος, οὑτωσὶ λέγων “τὰ δὲ νῦν θεοφάνια ἡ πανήγυρις εἴ‐ τουν γενέθλια· λέγεται γὰρ ἀμφότερα· ὄνομα δὲ τῷ φα‐ νῆναι μὲν θεοφάνια, τῷ δὲ γεννᾶσθαι γενέθλια.” οὐ μόνον δέ, ἀλλὰ καὶ “ὁ ἀόρατος” φησὶν “ὁρᾶται καὶ ὁ ἄναρχος ἄρ‐ χεται,” καὶ ὅσα ἑξῆς φρικωδέστερα μέν εἰσι τοῦ τὴν σάρ‐
10κωσιν τοῦ κυρίου θεοφάνειαν ὁρατὴν ὀνομάζειν, ὁμόλογα δὲ τοῖς εὐαγγελικοῖς ῥήμασι τοῖς “ὁ λόγος σὰρξ ἐγένετο” ἀποφαινομένοις. οὐ μὴν ἄκτιστον διὰ τοῦτο θεότητα τὴν τοῦ κυρίου σάρκα φαμέν, ἀλλὰ τῇ προσηκούσῃ γνώσει νοῦν καὶ γλῶτταν ῥυθμίζοντες ἐκ τῶν ὁρατῶν θεοφανειῶν πρὸς τὴν
15τῶν ἀοράτων κατὰ δύναμιν ἀγόμεθα ἔννοιαν, καὶ κατὰ τὸν θεῖον εἰπεῖν Διονύσιον ἐπὶ τὴν ἁπλῆν καὶ ἡνωμένην τῶν νοη‐ τῶν θεαμάτων ἀλήθειαν ἀναλόγως ἀνατεινόμεθα.” ἀλλὰ καὶ ὁ μελῳδὸς τὴν σάρκωσιν ὑμνῶν τοῦ κυρίου, “θεοφανείας σου” φάσκει, “Χριστέ, τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης Ἡσαΐας
20φῶς ἰδὼν ἐκραύγαζεν.” καὶ ἁπλῶς τὰ ἐν πᾶσι καιροῖς γε‐ νόμενα καὶ γινόμενα θαύματα παλαιά τε καὶ νέα ὁραταὶ θεοφάνειαι λέγοιντ’ ἂν καὶ ἱερὰ παραπετάσματα. δηλώσει
δὲ περὶ τῶν τοιούτων καὶ ὁ θεῖος ἐκ Δαμάσκου Ἰωάννης·

3

.

454

“ἐπεὶ” γάρ φησι “διπλοῦς ὁ ἄνθρωπός ἐστι καὶ σύνθετος ἐκ ψυχῆς καὶ σώματος, διπλοῦς γέγονε καὶ ὁ Χριστὸς ἐκ θεό‐ τητος ἧς εἶχε καὶ ἧς ὕστερον προσειλήφει σαρκός, ὡς εἶναι τὴν αὐτὴν καὶ μίαν ὑπόστασιν τοῦ κυρίου κτιστὴν καὶ ἄκτι‐
5στον, ὁρατὴν καὶ ἀόρατον. διπλῆν οὖν δίδωσι καὶ τὴν κά‐ θαρσιν τῷ διπλῷ ἀνθρώπῳ δι’ ὕδατος καὶ πνεύματος. καὶ σωματικῷ εἴδει ὡσεὶ περιστερὰ κατεφοίτησε τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ τὸν κύριον· τὰ γὰρ ὁρατὰ σύμβολα τῶν νοουμέ‐ νων εἰσί. καὶ διπλῆν προσκύνησιν ἡμεῖς τῷ θεῷ προσάγο‐
10μεν, τῷ τε νῷ καὶ τοῖς σωματικοῖς ψάλλοντες χείλεσι. καὶ διπλῶς τῷ κυρίῳ ἑνούμεθα, τῶν τε μυστηρίων μετέχοντες καὶ τῆς τοῦ πνεύματος χάριτος· ἐπεὶ γὰρ ἔθος ἀνθρώποις ἐσθίειν ἄρτον ὕδωρ τε καὶ οἶνον πίνειν, συνέζευξεν αὐτοῖς τὴν αὑτοῦ θεότητα, καὶ πεποίηκεν αὐτὰ σῶμα καὶ αἷμα αὐ‐
15τοῦ, ἵνα διὰ τῶν συνήθων καὶ κατὰ φύσιν ἐν τοῖς ὑπὲρ φύ‐ σιν γινώμεθα. Ἀλλὰ καὶ ὁ θεῖος Μάξιμος, Διονύσιον ἑρμηνεύων, πα‐ ραπετάσματα λέγειν φησὶ Διονύσιον τὰ σωματικῶς ἐν τῇ λατρείᾳ τελούμενα τῆς χάριτος ἔθη ἐν τῇ ἐκκλησίᾳ, τουτέστι
20τὸ τοῦ βαπτίσματος, τῆς ἁγίας κοινωνίας καὶ τῶν λοιπῶν. καὶ τί δεῖ πλειόνων ἐνταῦθα λόγων; αὐτὸς γὰρ ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος καὶ αὐτὸ δὴ τὸ πάσχα τοῦ κυρίου τύπον
ἔφησεν εἶναι, μὴ ὅτι τῶν πάλαι προφητῶν ἐκεῖνα ὅσα τούτου

3

.

455

τύπους εἶναι καὶ σκιὰς αἱ θεῖαι γραφαὶ διειλήφασι. “μετα‐ ληψόμεθα” γάρ φησι “τοῦ πάσχα νῦν μὲν τυπικῶς ἔτι, καὶ εἰ τοῦ παλαιοῦ γυμνότερον· τὸ γὰρ νομικὸν πάσχα, τολμῶ καὶ λέγω, τύπου τύπος ἦν ἀμυδρότερος· μικρῷ δ’ ὕστερον
5τελεώτερον καὶ καθαρώτερον, ἡνίκα ἂν αὐτὸ πίνῃ καινὸν μεθ’ ἡμῶν ὁ λόγος ἐν τῇ βασιλείᾳ τοῦ πατρός, ἀποκαλύπτων καὶ διδάσκων ἃ νῦν μετρίως παρέδειξε.” τοσοῦτον τοίνυν ἔχον‐ τες περικείμενον νέφος μαρτύρων ἀπαραγράπτων καὶ οὕτω μεγίστων καὶ θεοσόφων ἀνδρῶν καὶ διδασκάλων τῆς τοῦ
10θεοῦ ἐκκλησίας, καὶ πάντων καθάπαξ λεγόντων ἅπανθ’ ὅσα διὰ φώτων ἀεὶ τελεῖται θεῖα τεράστια, θεοφανείας μὲν ὁρα‐ τάς, θεότητας δ’ ἀκτίστους, οὐδαμῶς που δίκαιον καὶ ἡμᾶς, τῇ δημώδει τῶν ἀμαθῶν καὶ ἀγοραίων συμφερομένους ὑπο‐ λήψει, θεότητα ὑφειμένην ἄκτιστον δογματίζειν καὶ διάφορον
15τῆς θείας οὐσίας τὸ πάλαι φανὲν ἐπὶ τοῦ κυριακοῦ προσώπου φῶς ἐν Θαβὼρ τῷ ὄρει, καὶ ὁμοδοξεῖν Μανιχαίοις καὶ Μα‐ σαλιανοῖς διὰ μόνην Παλαμικὴν ἀρέσκειαν μωρὰν καὶ παρά‐ νομον, μηδὲν νοητὸν ἡγουμένους ἀλλὰ νοητῶς κομιδῇ τὸν ἄλογον τρόπον τῇ αἰσθήσει μόνῃ πάντα χαριζομένους. καί‐
20τοι Ἄρειος ἐκεῖνος ὁ δυσσεβὴς κτίσμα μὲν ἔλεγε βλασφημῶν τὸν υἱὸν καὶ λόγον τοῦ θεοῦ, καὶ θεὸν ὑφειμένον· οὐ μὴν εἰς τοσαύτην ἧκεν ἀναισχυντίαν καὶ νηπιῶδες ψέλλισμα ὥστε
ἀνούσιον ὁρατὴν ὀνομάσαι θεότητα· μηδὲ γὰρ εἶναι κατ’

3

.

456

ἐπιστήμην μήτε θείαν μήτ’ ἀνθρωπίνην, μήτε λόγον ἔχειν οὐδένα λέγειν τι τῶν ὄντων ἀνούσιον ὁρατόν. καίτοι ἐκεῖνος μὲν κτιστὸν λέγων θεὸν ὅμως ὁρατὸν οὐκ ἐδυνήθη προσει‐ πεῖν· ὑπέρτερον γὰρ τῶν ἀγγελικῶν οὐσιῶν ἀποφηναμένῳ
5οὐ μέντ’ ἂν αὐτῷ δυνατὸν ἔπειτα ἦν, ἀοράτων ἐκείνων οὐ‐ σῶν, ὁρατὸν αὐτὸν δογματίσαι· Παλαμᾶς δὲ καὶ συλλογί‐ σασθαι τετόλμηκε τὰ ἀσυλλόγιστα, καὶ ἐξηρεύξατο τὰ ἀσύμ‐ βλητά τε καὶ ὡς ἐπίπαν ἀσύμφωνα, οὐ κατὰ ποιητικήν τινα τῶν θύραθεν ἄδειαν, ἀλλὰ κατὰ ἀνεπιστήμονα Παλαμικὴν
10αὐθάδειαν· οὔτε γὰρ οὐδενὶ τῶν θύραθεν σοφῶν πώποτ’ εἰς νοῦν τοιαύτη τις ἠνέχθη τερατεία, οὔτε μὴν βαρβάρων ἔψαυ‐ σέ τινος λογισμοῦ τηλικαύτη μωρία μέχρι καὶ τήμερον. λεί‐ πεται οὖν ἐνταυθοῖ γενομένοις καὶ ἡμῖν, σιωπῇ τὰ τοιαῦτα βδελυξαμένοις, ἀκοὴν παραδραμεῖν μανιώδη καὶ δυσσεβείας
15μεστήν. Περὶ μὲν οὖν τοῦ ὅτι φῶς ἓν ἄκτιστόν ἐστιν ἡ μία καὶ μα‐ καρία καὶ ποιητικὴ τῶν μετ’ αὐτὴν ἁπάντων θεότης ἡ τρισυπό‐ στατος, ἣν οὐδεὶς οὔτ’ εἶδεν οὔτ’ ἰδεῖν δύναται, τὰ δὲ μετ’ αὐτὴν πάντα κτιστά, καὶ ὅτι ὁρατὴ μὲν θεοφάνεια λέγεται τοῖς ἁγίοις
20ἥ τε σὰρξ τοῦ κυρίου καὶ τὸ ἐν τῷ Θαβωρίῳ πάλαι τῷ ὄρει περιλάμψαν τὸ τοῦ κυρίου πρόσωπον φῶς, οὐ μὴν ἄκτιστοι θεό‐
τητες, καὶ ὅτι δι’ αὐτῶν παρεδείχθη μὲν οὐκ ἐδείχθη δ’ οὖν

3

.

457

ἡ μόνη ἄκτιστος ἐκείνη θεότης, καὶ ὅτι Μανιχαίων καὶ Μα‐ σαλιανῶν τὸ δόγμα τουτί, καὶ οὐκ ἄλλου τούτων ὅσοι πρεσ‐ βύτεροι γεγόνασιν αἱρέσεων ἀρχηγοί, ὁρατὴν εἶναι λέγειν ὀφθαλμοῖς ἀνθρωπίνοις γυμνὴν τὴν ἄκτιστον θείαν οὐσίαν, ἣν
5καὶ ἀγγελικαῖς δυνάμεσι βλέπειν ἀδύνατον, εἴρηταί τε καὶ εἰρήσεται προϊοῦσι σαφέστερον. τὸ γὰρ τῆς πολυπλόκου ταύτης αἱρέσεως νόσημα Μάνης μὲν πρότερον ὁ τῶν Μανιχαίων πρόε‐ δρος ὠδίνησέ τε καὶ ἔτεκε, Μασαλιανοὶ δ’ ἐμαιεύσαντο, ἡ δὲ τῶν εἰκονομάχων εἰς ἀνήμερον ἡμέραν ἐξήνεγκεν ὕστερον τυ‐
10ραννίς· ἡ δὲ νῦν ἐπιπολάσασα Παλαμικὴ φατρία ἐπὶ μεί‐ ζονι λύμῃ τῆς εὐσεβείας, συμμάχῳ τῇ δυναστευούσῃ τέως χειρὶ χρησαμένη, μέχρις ἤδη καὶ τῆς αἰθερίας λήξεως αὐ‐ ξηθῆναι τὴν τῆς κακίας πέπραχε φλόγα. διὸ καὶ ἀναληπτέον τὸν εἱρμὸν ἡμῖν ἐκεῖθεν τοῦ λόγου, ὡς ἂν ἐντελέστερον ἔτι
15καὶ ἡ τῶν τοιούτων ἀφήγησις δέχηται τὸν χρωματισμόν· ἔλαθον γὰρ ἐγὼ συναπενεχθεὶς τῷ τοῦ ζήλου ῥεύματι, μὴ ἀνασχόμενος σιγῇ παρελθεῖν συκοφαντουμένων τῶν μεγάλων τῆς ἐκκλησίας καὶ θείων φωστήρων, Γρηγορίου τε καὶ Διο‐ νυσίου. διὸ τὸν περὶ τούτου λόγον πλατυτέρας δεόμενον ἐξετά‐
20σεως, βραχέα μὲν ἀρτίως, καὶ ὅσον τὴν προθυμίαν ἀφο‐ σιώσασθαι, διεξῆλθον· τὰ δὲ πλείω τοῖς ἔμπροσθεν ταμι‐ εύεσθαι κρίνας δίκαιον ἐκεῖσε ἐπάνειμι, τοῖς διδασκάλοις κἀν
τούτῳ πειθόμενος τουτοισί, τὰς οὕτω βεβήλους καινοφωνίας

3

.

458

τῶν λόγων καὶ τὴν πολλὴν φλυαρίαν, οἷς σχολὴν ἔπεισιν ἄγειν, ἐπιτάττουσι παραχωρεῖν τε καὶ ἀποτίθεσθαι. εἶναι γάρ φησι τὸ κινοῦν ἄσχετόν τινα θερμότητα χωρὶς λόγου καὶ ἐπιστήμης καὶ πίστεως πλοῦν ἀκυβέρνητον· τὸ γὰρ τῆς
5ἐπιστήμης πηδάλιον ἥκιστα ἔχειν αὐτοῖς προσγεγέννηται. Ἐμοὶ δὲ σκοπός τε καὶ πρόθεσις ἦν τῆς ψυχῆς, δι’ ἣν εἰρήκειμεν ἐξ ἀρχῆς αἰτίαν, πρόμαχον παρασχέσθαι γλῶτ‐ ταν, ὅσον ἐφικτόν, ἐκείνῳ τῷ σοφῷ Θεοδώρῳ καὶ μάρτυρι τῆς ἀληθείας, περιφανῶς συκοφαντουμένῳ νῦν πρὸς τῶν
10Παλαμιτῶν, καθάπερ πρὸς τῶν εἰκονομάχων τότε, οἷς καὶ μέχρι θανάτου τὴν οἰκείαν ἐκεῖνος ἀντέστησεν ἔνστασιν, τὸ μὲν σῶμα παντοίαις ὑπὲρ Χριστοῦ προδοὺς κολάσεσιν, τὴν δὲ φιλόσοφον ἐκείνην καὶ ἔντεχνον γλῶτταν κατὰ τῶν ἀντιθέτων ὁπλίσας δογμάτων· οἷς κἀγὼ τήμερον, τοῖς τῶν ἐκείνου λό‐
15γων ὅπλοις θαρρήσας, ἀνθίσταμαί τε καὶ ἀντιστήσομαι, καὶ τοὺς ὑπὲρ ἀληθείας ἀνακαινίζειν ἄθλους ἐκείνου τό γε εἰς ἐμὲ ἧκον οὐ κατοκνήσω κατὰ τῶν τὴν αἵρεσιν ἐκείνην ἀνακαι‐ νίζειν τολμώντων τήμερον, ἀλλὰ κατὰ τοὺς προμηθεστέρους τῶν ἰατρῶν καὶ αὐτὸς κολάζειν καὶ ἀναστέλλειν, τὸν ἐφικτόν
20γε τρόπον, πειράσομαι τῆς τῶν ἀντιθέτων γνώμης καὶ γλώτ‐ της τὸ ἀσελγὲς καὶ ἀστάθμητον, καθάπερ ἐκεῖνοι τῆς τῶν σω‐ μάτων εὐεξίας τοὺς παρανόμους ἀνασοβεῖν ἐγχειροῦσιν ὀλί‐
σθους, ἕως ἥ τε γλῶττα ἔρρωται σύν γε θεῷ καὶ τὴν ὥραν

3

.

459

ἀνθοῦσαν δίδωσιν ἐμοὶ δοκεῖν ἔτι κεκτῆσθαι τοὺς λογισμοὺς ὁ χρόνος, μήπως ἡ ζῶσα τῆς εὐσεβείας δύναμις, πολλαχόθεν κατ’ αὐτῆς ἀκμάζοντος τοῦ τῆς ἀσεβείας χειμῶνος, πρωϊαί‐ τερον καὶ τῆς ἐνίων ἴσως ὑπολήψεως καὶ δόξης τὸν ἄδικον
5μαρασμὸν ὑποστῇ, καθάπερ ἄνθος ἐν ἀγρῷ καὶ ῥόδον ἐν λειμῶνι. Πρῶτον οὖν ἐξεταστέον τί ἐστι μεταμόρφωσις, μᾶλλον δὲ τί ἐστι μορφὴ καὶ τί τὸ γένος αὐτῆς· οὕτω γὰρ ἂν καὶ τὰ εἰρημένα σαφέστερα γένοιτ’ ἄν. τῶν γὰρ ὁμωνύμων οὖσα
10ἡ φωνὴ ἐπὶ μὲν θεοῦ λεγομένη ταὐτὸν δύναται τῇ οὐσίᾳ, καθὰ καὶ τοῖς θείοις τῆς ἐκκλησίας φωστῆρσι νενομοθέτη‐ ταί τε καὶ παραδέδοται, ἐπί γε μὴν τῶν αἰσθητῶν μορφή ἐστι τὸ περὶ τὴν ἐπιφάνειαν ποιὸν τύπωμα, πρὸς ὃ βλέπον‐ τας εὔμορφόν τε λέγειν ἔνεστι καὶ δύσμορφον τὸ ὑποκείμενον
15ζῶον τυχόν. συμβεβηκὸς γάρ ἐστιν ἐν ὑποκειμένῳ τινὶ θεω‐ ρούμενον ἡ μορφή. γένος δ’ ἔχουσα τὴν ποιότητα τέταρτον κατὰ διαίρεσιν εἶδος εὑρίσκεται ταύτης. ἐπεὶ δὲ καὶ ἡ κί‐ νησις, συμβεβηκὸς οὖσα καὶ αὐτή, θεωρεῖται μὲν καὶ ἐν οὐσίᾳ καὶ ποσῷ καὶ τόπῳ, θεωρεῖται δὲ μᾶλλον κἀν τῇ ποιότητι
20τὸ πολυειδὲς ἐργαζομένη τῆς ἀλλοιώσεως, τὴν δ’ ἀλλοίωσιν ἐκστατικόν τι εἶναι τοῦ πρότερον ὄντος ὁρίζονται τῆς οὐσίας μενούσης, ἡδέως ἂν ἐροίμην ἔγωγε Παλαμᾶν καὶ τοὺς ἀμφ’ αὐτόν, τί ἂν εἶναι νοοίη τὴν μεταμόρφωσιν. οὐδὲν γὰρ ἡ
λέξις ἕτερον πάντως δηλοῖ ἢ μορφῆς ἀλλοίωσίν τε καὶ μετα‐

3

.

460

ποίησιν. εἰ μὲν οὖν τῆς οὐσίας λέγοι τῆς θείας, Μανιχαίων τὸ νόσημα δείξων ὁ λόγος ἔρχεται· καὶ τί ἂν ἀσεβέστερον εἴη τοῦ μετουσίωσιν λέγοντος τὴν ἐπὶ τοῦ Θαβωρίου ὄρους μεταμόρφωσιν τοῦ Χριστοῦ, καὶ δυοῖν τῶν ἀτοπωτάτων θά‐
5τερον πάντως εἰσάγοντος, ἢ τῆς θείας οὐσίας τὸ ἀναλλοίωτον δηλαδὴ καθαιροῦντος εἰς τὸ ὑφειμένον καὶ διάφορον ταύτης, ἢ διαιροῦντος ἐξ ἀμαθοῦς καὶ κακοτρόπου γνώμης εἰς δύο θεοτήτων ἀκτίστων διχοτομήματα τὴν μόνην ἄκτιστόν τε καὶ ἀμερῆ καὶ ἁπλῆν, καὶ τὴν μὲν λέγοντος ὁρατὴν τὴν δ’ ἀόρα‐
10τον, καὶ τὴν μὲν μεθεκτὴν τὴν δ’ ἀμέθεκτον, καὶ τὴν μὲν ὑφειμένην τὴν δ’ ὑπερκειμένην. ὃ καὶ τὴν τῶν εἰκονομάχων ὑπερβέβληκεν αἵρεσιν, ὡς εἰρήσεται χωροῦντι τῷ λόγῳ πλα‐ τύτερον. εἰ δ’ ἐξ ὅλων ὅλην μεταβεβλῆσθαι φάσκοι τὴν τοῦ δούλου μορφήν, κατ’ αὐτοὺς ἀκριβῶς εἰπεῖν τοὺς εἰκονομά‐
15χους, ἐπὶ φῶς ἄρρητόν τε καὶ ἄκτιστον καὶ θεότητα ξένην, καθὰ κἀν τοῖς περὶ φωτὸς διέξεισι λόγοις αὐτοῦ φωναῖς ἀν‐ θρωπίναις κεχρῆσθαι τὸ φῶς ἐκεῖνο, καυχώμενον πρὸς αὐ‐ τόν, καὶ “μὴ φοβοῦ” παρακελευόμενον, “μετά σου γάρ εἰμι,” τοῦ μέλλοντος ἀρραβῶνα φωτὸς παρεχόμενον, ζητητέον πῶς
20τὸ κτιστὸν μετακεχώρηκεν ἑαυτῷ πρὸς τὸ ἄκτιστον καὶ τὸ ἠργμένον πρὸς τὸ ἄναρχον καὶ τὸ χρονικὸν πρὸς τὸ ἄχρονον, καὶ πρὸς τὸ πεπερασμένον τὸ ἄπειρον. ὅτι μὲν γὰρ τὸ φθαρ‐
τὸν τοῦτο κατὰ τὸν θεῖον ἀπόστολον ἐνδύσεται ἀφθαρσίαν,

3

.

461

ἠκούσαμέν τε καὶ πεπιστεύκαμεν· τὸ δὲ κτιστὸν γενέσθαι ἄκτιστον ἢ τὸ σῶμα ἀσώματον οὔπω ἐς δεῦρο οὔτε τι τῶν λογικῶν ζώων εἴρηκεν οὔτ’ ἀκήκοεν οὐδὲν οὐδαμῇ, οὔτε κα‐ θάπαξ εἰπεῖν τῶν ἁπάντων κτισμάτων οὐδὲν οὐδαμῇ πω
5νενόηκεν. οὔτε μὴν οὐδ’ αὖ τὸ ἄκτιστόν τε καὶ ἄπειρον οὔτε κατ’ οὐδένα λόγον οὔτε κατ’ οὐδένα τρόπον ἐπιδέχεται τὴν οἱανδήποτε κίνησιν καὶ τροπὴν εἰς τὸ ὑφειμένον, οὐκ ἔχον οὔθ’ ὅπως τραπήσεται οὔθ’ ὅπου κινηθήσεται· τροπὴ γὰρ τοῦ κατὰ φύσιν ἀπείρου, κινεῖσθαι μὴ πεφυκότος, [ἤ τ’] ἀλ‐
10λοίωσις καὶ διαίρεσις εἴη ἄν, ὅπερ ἀδύνατον· πᾶσα γάρ, ὁ θεῖος ἔφησε Μάξιμος, φύσις τῷ οἰκείῳ λόγῳ διὰ παντὸς ἔχει τὸ τέλειον, νοητή τε καὶ αἰσθητή, εἴτ’ οὖν ἁπλῆ τε καὶ σύνθετος· ὧν γὰρ οἱ λόγοι παρὰ τῷ θεῷ ἅμα τῷ εἶναι τὸ τέλειον ἔσχον, τούτων ἡ κατὰ τοὺς οἰκείους λόγους παραγωγὴ
15καὶ οὐσίωσις προσθήκης πάσης καὶ ἐλλείψεως τῆς πρὸς τὸ εἶναι, ᾗπερ ὄντα τυγχάνει, παντελῶς ἐστὶν ἀνεπίδεκτος. εἰ δέ πού τις ἀλλοίωσις γένοιτό πῃ, οὐ μέντοι περὶ τὸν τῆς φύσεως ἀλλὰ περὶ τὸν τοῦ ἀλλοιουμένου γίνεται πράγματος τρόπον. ὁ μὲν γὰρ λόγος μεθαρμοζόμενος φθορὰν αὐτίκα
20παρέχει τῇ φύσει, ὁ δὲ τρόπος τοῦθ’ ὑπομένων θαυματο‐ ποιοῦ δυνάμεως ἔνδειξιν ἔχει· τοῦ γὰρ Αἰγυπτίου Νείλου τὸ ὕδωρ ὄψιν μὲν καὶ γεῦσιν πάλαι μεταμεμόρφωται καὶ ἠλλοίωται πρὸς αἵματος χρῶμα καὶ ἀηδίαν, τήν γε μὴν ὑγ‐
ράν τε καὶ ῥέουσαν ἥκιστα ἤρνηται φύσιν· καὶ ἡ Βαβυλώ‐

3

.

462

νιος ἐκείνη κάμινος τοῖς μὲν ὁσίοις παισὶ τὴν ἀναλωτικὴν μεθήρμοσται δύναμιν, οὐκ ἐχούσης τῆς ἀρετῆς φθορὰν ἀναδέ‐ χεσθαι ῥᾷστα καὶ ὁπωσοῦν, τὸ μέντοι φωτεινόν τε καὶ πυ‐ ρῶδες ἦθος καὶ τὸ τῆς φύσεως ἀνωφερὲς οὐ μεθήρμοστο·
5τοῖς γὰρ Βαβυλωνίοις τὸ κατὰ φύσιν ἔδειξε καυστικόν, φύ‐ σει δεκτικοῖς γεγονόσι διὰ τὸ τῆς κακίας ὑλῶδες. Καὶ ἵνα κατὰ ῥῆμα τὰ τῶν εἰκονομάχων εἰς μέσον προενεγκόντες, καὶ τοῖς τοῦ Παλαμᾶ παρεξετάσαντες, δείξω‐ μεν ὡς ἐς τὸ πάνυ τι ἀκριβὲς καὶ αὐτοῖς συμπεφώνηκε μέν,
10παρήλασε δ’ οὖν, τὸ παρ’ ἑαυτοῦ συγκεκραγώς, ὡς εἴωθεν, ἐπὶ τὰ αἴσχιστα μάλα φιλότιμον, ἀκούετε δή. μετὰ γὰρ πολ‐ λὰς κἀκεῖνοι τὰς ἄλλας αὐτῶν βλασφημίας καὶ τάδε βεβλασ‐ φημήκεσαν. ἐν ἀνθρώποις ἔτι, φασί, βιοτεύων ὁ θεὸς λόγος, τοῖς ἐκκρίτοις τῶν ἑαυτοῦ μαθητῶν προαρραβωνιζόμενος τὴν
15θέαν τῆς αὐτοῦ βασιλείας, μεταβαλὼν τὴν τοῦ δούλου μορ‐ φὴν ἐπὶ τοῦ ὄρους, ὑπὲρ τὴν ἀνθρωπείαν φύσιν ἐπιδέδεικται, ὥστε τὸ μὲν πρόσωπον αὐτοῦ ἀπήστραψεν ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ὡς τὸ φῶς. εἰ δὲ τότε ἡ ἐν σαρκὶ αὐτοῦ μορφὴ τοσαύτης ἔλαχε δυνάμεως πρὸς τῆς ἐνοικούσης ἐν
20αὐτῇ θεότητος μεταβληθεῖσα, τί χρὴ λέγειν μετὰ τὴν ἀνά‐ στασιν καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον καὶ τὴν ἐκ δεξιῶν τοῦ πατρὸς ἵδρυσιν, ὅτ’ ἐξ ὅλων ὅλη μεταβέβληται ἐπὶ φῶς ἄρρητον καὶ ἀνεκδιήγητον· μεταμεμόρφωται γὰρ καὶ ἀπη‐
θανάτισται καὶ ἄκτιστον γέγονε καὶ ἄφθαρτον.

3

.

463

Ἀκηκόατε τὴν ἐπὶ κακῷ συμφωνὴν τοῦ Παλαμᾶ περί τε τοῦ ἐν Θαβωρίῳ φωτός, ὅτι μεταμεμόρφωται πρὸς τὸ ἄκτιστον ἐκ τοῦ κτίσματος, καὶ ὅτι ἀρραβὼν τοῦ μέλλοντος οὑτωσὶ φωτὸς ἐγεγόνει. γνοίητε δ’ ἂν ἀκριβέστερον καὶ ὅσον
5τὸ τῆς κακίας ταυτησὶ μέγεθος, ἐπειδὰν καὶ τοὺς κατ’ αὐτῆς ἐλέγχους ὑφ’ ἡμῶν ἐκτεθέντας ἀκούσητε, ὁποίους καὶ ὅσους οἱ τότε σοφοὶ τῆς τοῦ θεοῦ ἐκκλησίας προστάται, λόγοις ἅμα καὶ ἔργοις ἐρρωμένως ἐνηθληκότες, συνεγράψαντό τε καὶ ἡμῖν τοῖς μετ’ ἐκείνους ἰοῦσι συμμαχίας προεμνηστεύσαντο κρα‐
10τίστης ὑπόμνημα. προῄδεσαν γὰρ ἐκεῖνοι, τῷ θείῳ φωτι‐ ζόμενοι πνεύματι, τὴν ἐν τῷ τέλει τῶν αἰώνων τῆς εἰκονομα‐ χίας ἀναβίωσιν ταυτηνί, ἣν Παλαμᾶς μὲν ὠδίνησέ τε καὶ ἔτεκεν, αἱ δὲ τηνικαῦτα ἡγεμονίαι καὶ ἐξουσίαι τοῦ παρόντος αἰῶνος καὶ σκότους ἐπὶ πονήρῳ τῶν πατρίων δογμάτων τῆς
15τοῦ θεοῦ ἐκκλησίας ἀνειληφυῖαι κακῶς ἐμαιεύσαντό τε καὶ ἐξέθρεψαν. ὧν εἷς προβληθεὶς ἐπὶ τοῦ παρόντος ἀρκέσει κάμ‐ νοντας ἡμᾶς ἀναρρῶσαι, καὶ ἅμα ἱκανῶς ἐν βραχεῖ παρα‐ στῆσαι τὸ τῆς κακίας νεμόμενον ἅπαν, μέχρι πόσου μὲν ἀτο‐ πίας ἐξώκειλε τότε μέχρι πόσου δὲ νῦν προήνεγκεν ηὐξηκὼς
20Παλαμᾶς, προσλαβὼν μὲν τὰς ἐκεῖθεν εὑρημένας ῥίζας, καὶ προσεπενεγκὼν τὰς οἴκοθεν ἐφευρημένας μιαρωτέρας προφά‐ σεις. Θεόδωρος γὰρ ὁ πολὺς μὲν τὴν σοφίαν πολὺς δὲ καὶ τὴν ἐμπεφυκυῖαν ἀρετήν τε καὶ σύνεσιν, πολλὴν τὴν σπου‐
δὴν ἐν τοῖς κατὰ τῶν εἰκονομάχων ἀγῶσιν ἐπιδειξάμενος ἐς

3

.

464

τὸ πάνυ τι κράτιστον, ὡς ἐν ταῖς ἀρχαῖς τῶν ἡμετέρων τῶν‐ δε λόγων ἡμῖν τὰ περὶ αὐτοῦ πλατύτερον εἴρηται, πάντων μάλιστα πλεῖστον ἀντεισενεγκὼν ὑπὲρ εὐσεβείας τὸν ζῆλον, καὶ ἀντιστήσας τοῖς τότε κατὰ τῶν θείων εἰκόνων μανεῖσι
5τυράννοις, ὑφ’ ὧν καὶ τὸ πρόσωπον γέγραπταί τε καὶ ἔστικ‐ ται καὶ τὴν ἐπωνυμίαν Γραπτὸς ἐκεῖθεν κληθεὶς ἀπηνέγκατο, πλείσταις μὲν καὶ ἄλλαις ἱεραῖς αὐτοῦ βίβλοις τὴν τοῦ θεοῦ ἐκκλησίαν κεκόσμηκε, μάλιστα δ’ αἷς κατὰ τῶν εἰκονομάχων ἐξέθετο, τοῖς συγγράμμασιν ἐντυγχάνων τοῦ τότε τὰ πρῶτα
10φέροντος ἐν λόγοις ἀσεβοῦς Εὐσεβίου· ἐν αἷς τά τε ἄλλα καὶ τάδε διέξεισι. κατακομψεύεται, φησίν, Εὐσέβιος ἐπὶ φῶς ἄρρητον καὶ ἀνεκδιήγητον καὶ τῷ θεῷ λόγῳ πρέπον τὴν τοῦ δούλου μεταβεβλῆσθαι μορφὴν ἐν τῷ ὄρει, φῶς ὅπερ ὀφθαλ‐ μὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου
15οὐκ ἀνέβη. καὶ ὁ μὲν Εὐσεβίου λόγος τοιοῦτος καὶ οὕτως ἔχων, καὶ τὸ πᾶν αὐτῷ ἐνταῦθα τῆς ἀσεβείας ἐξήρτηται· ὅποι δ’ αὐτῷ φέρει τὰ τῆς καινῆς ταύτης διδασκαλίας καὶ τοῦ δόγματος, ὡς ἔνι μάλιστα, συντομώτερον σκεψώμεθα, καὶ ὁποῖος δὴ καὶ ὅστις ὁ τῆς μεταβολῆς τρόπος, ἐπισκέψασθαι
20πειρασώμεθα. πᾶν τὸ μεταβαλλόμενον ἢ κατ’ οὐσίαν μετα‐ βάλλεται, ὃ δὴ περὶ γένεσιν καὶ φθορὰν θεωρεῖται, ἢ κατά τι τῶν ἐν αὐτῷ, καὶ τοῦτο διχῶς· ἢ γὰρ κατὰ ποσὸν μετα‐
βάλλεται, καθὸ ἡ αὔξησις καὶ ἡ μείωσις δείκνυται, ἢ κατὰ

3

.

465

τὸ ποιόν, ἐξ οὗ ἐμφαίνεται ἡ ἀλλοίωσις. εἰ μὲν οὖν κατὰ τὸ ποιὸν μεταβέβληται, κεκίνηται μὲν πρὸς ἀλλοίωσιν, ἢ δέ ἐστι μετασχηματισμὸς χαρακτῆρός τινος ἢ κατά τι τῶν τοῦ ὑποκειμένου πράγματος ἐξαλλαγή, χωριστῶς ἢ ἀχωρίστως
5ἐπισυμβαίνουσα. ἅπερ ἀλλοῖον μὲν καὶ διάφορον τοῦ προ‐ τέρου δείκνυσιν, οὐ μὴν δέ γε ἄλλο τι τὸ ἀλλοιούμενον ἀπερ‐ γάζεται· οὐ γὰρ οὐσιωδῶς μετέβαλεν, ἀλλ’ ἐκ τοιοῦδε τὸν αὐτὸν τοιόνδε κατὰ τὸ ποιὸν γενέσθαι πεποίηκε. τοῦτο δ’ οὐκ ἔστιν ἐξ ὅλων ὅλον μεταβεβλῆσθαι· τὸ γὰρ ὑποκείμε‐
10νον ὑπομένει πάντως σωζόμενον. εἰ δὲ κατὰ τὸ ποσόν, αὔ‐ ξησίν τινα ἢ μείωσιν ἐδέξατο. ἀλλ’ οὐδὲ ταῦτα ἄλλο τι παρὰ τὸ ἐξ ἀρχῆς ὑπάρξαν ποιεῖ, ἀλλ’ ἐκ τοσοῦδε τὸν αὐτὸν το‐ σόνδε κατὰ τὸ πηλίκον γενέσθαι πεποίηκεν. οὐκοῦν οὐδὲ κατὰ τοῦτον τὸν τρόπον ἐξ ὅλων ὅλη μεταβέβληται ἡ μορφή.
15λείπεται οὖν λέγειν καθ’ αὑτὴν μεταβεβλῆσθαι, περὶ τὴν οὐσίαν δηλαδή, ὡς ἀνάγκην εἶναι πᾶσαν ἐκ γενέσεως εἰς φθορὰν καὶ τοῦ ὄντος εἰς τὸ μηδαμῶς εἶναι κεχωρηκέναι. ἀλλὰ τὴν θνητότητα, φησίν, ἀπεδύσατο καὶ τὴν φθορὰν ἀπε‐ νίψατο. πρόσθες, εἰ βούλει, ὅτι καὶ εἰς τὸ ἀόρατον τὸ ὁρα‐
20τὸν μέτεισι καὶ εἰς τὸ ἄχρονον τὸ ὑπὸ χρόνου, καὶ τὸ κτι‐ στὸν εἰς τὸ ἄκτιστον, καὶ ὅσα ἄλλα τοιαῦτα ἀντίκειται. ἀλλ’ οὐ τὴν θνητότητα τις γράφει οὐδὲ τὴν μεταμόρφωσιν αὐτὴν καθ’ αὑτήν· οὐ γὰρ ἄνευ σώματος ἐφ’ ἑαυτήν ποτε θεω‐
ρηθήσεται, ἐπεὶ μηδὲ λευκότης ἢ μελανότης ὑποκειμένου

3

.

466

δίχα ὑποσταῖεν ἄν. ὡς γὰρ οὐ μεταβέβληται ἡ μορφὴ ἐκείνη καὶ τὸ εἶδος εἰς θεότητος φύσιν, ὡς οὗτος νομίζει, (καὶ γὰρ ἀμήχανον τοῦτο γενέσθαι) ἤδη καὶ πρόσθεν εἴρηται, καὶ μαρτυρεῖ ἡ ἀλήθεια αὐτὴ κἀκ τῶν ἀκριβῶς ἐπεσκεμμένων
5τὴν τῶν πραγμάτων φύσιν καὶ τῶν δογμάτων ἡμῶν τὴν ἀλή‐ θειαν τὸ ἀπλανὲς καὶ ἀνεπίληπτον. ἀλλὰ μεταμεμόρφωται, φησί, καὶ ἀπηθανάτισται καὶ ἄφθαρτον καὶ ἄκτιστον γέγο‐ νεν. εἶτα μεταμορφωθὲν καὶ ἀπαθανατισθὲν μεμένηκε σῶμα, ἢ οὔ; εἰ μὲν γὰρ μεμένηκε, μάταιος ὁ Εὐσεβίου ὁρᾶται λό‐
10γος καὶ οὐδὲν ἡμῖν πρᾶγμα ἔσται· εἰ δὲ οὐ μεμένηκεν, οὐδὲ μεταμεμόρφωται ἄρα, οὐδ’ ἀθανασίαν καὶ ἀφθαρσίαν ἐνδέ‐ δυται. οὐδὲ γὰρ εἶχεν εἰς ὃ μεταμορφωθήσεται, οὐδὲ ἦν ὃ τὴν ἀθανασίαν ἐνδύσεται, οὐκ ὄντος ἐν ᾧ ταῦτα θεωρηθήσε‐ ται. ἀλλ’ ἄτοπον καὶ τὸ ἐννοεῖν τοιαῦτα, μᾶλλον δ’ ἀδύνα‐
15τον. καὶ πάλιν, ἀπὸ τοῦ κατὰ τὴν μεταμόρφωσιν τρόπου ἀποσεμνύνων τὴν δουλικὴν μορφὴν πλέον ἢ καλῶς εἶχε, καὶ ταύτῃ τιμῶν ᾗ μηδὲ Χριστὸς τετίμηκε, καὶ τῆς μεταβολῆς ἐντεῦθεν κατάρξας, προϊὼν καὶ αὐτὴν τὴν μορφὴν καὶ τὸ εἶ‐ δος ἀπεσκευάσθαι λέγει καὶ μεταβεβλῆσθαι εἰς θεότητα, ὡς
20καὶ ἐν τοῖς μετέπειτα δηλώσει τὰ παρ’ αὐτοῦ ἐκτιθέμενα τη‐ λαυγέστερον, καὶ ἔτι μᾶλλον κατὰ πρόσβασιν ἀπὸ τοῦ τὴν θνητότητα ἀποδεδύσθαι καὶ τὴν φθορὰν ἀπονίψασθαι
καὶ εἰς τὴν τοῦ θεοῦ δόξαν μετεσκευάσθαι. ἀλλὰ τὸ μὲν

3

.

467

φθαρτὸν τοῦτο ἐνδύσασθαι δεῖν ἀφθαρσίαν καὶ τὸ θνητὸν ἀθανασίαν ὁ μέγας μυσταγωγεῖ ἀπόστολος· τὸ δὲ σῶμα ἀσωματότητα ἐνδύσασθαι ἢ τὸ κτιστὸν γενέσθαι ἄκτιστον ἢ τὸ περίγραπτον εἰς ἀπεριγραψίαν μετατεθήσεσθαι οὔπω μέ‐
5χρι καὶ σήμερον ἤκουσται. ἀλλ’ ἐπανακτέον τὸν λόγον, καὶ ζητητέον τὶ ἂν εἴη τοῦτο τὸ φῶς· οὐ γάρ πω σαφῶς ὅ τι ἔστιν ὁ γεννάδας ὑπέδειξε νῦν, ὅτι μὴ μόνον τῷ θεῷ λόγῳ πρέπον προσθείς, ἐσύστερον ἐρεῖν ἐκδηλότερον. ὅμως πρὸς τὰ δεδογμένα αὐτῷ ἐν τῷ παρόντι τὸν λόγον ἡμεῖς ἐξετάζο‐
10μεν. τί οὖν ἐστίν; ἆρα οὐσία τις καὶ ἐνυπόστατον καθ’ ἑαυτὸ ὑφεστὼς καὶ μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν, ἢ ποιό‐ της ἀσώματος καὶ ἀνούσιος, ἐν ἄλλῳ τὸ εἶναι ἔχουσα, οὐκ ἐν ἑαυτῇ θεωρούμενον; ἀλλ’ εἰ μὲν οὐσία ἐστί, πότερον ἀγ‐ γελική, ἐπεὶ καὶ ἄγγελος φῶς, καὶ τοῦ πρώτου καὶ ἀνωτάτω
15φωτὸς μαρμαρυγὴ καὶ ἀπόλαμψις; ἀλλ’ οὐκ ἂν τοῦτο εἴποι· οὐ γὰρ ἂν εἰκονισμοῦ καὶ γραφῆς γραφήν που διέφυγε· μάρ‐ τυρες ἀπαράγραπτοι τὰ ἱερὰ λόγια, ἡνίκα θεὸν τῶν ἄλλων διδάσκει προστάττοντα καὶ Μωσέα τὸν προσταττόμενον πράτ‐ τοντα τῶν χερουβὶμ ἐκείνων τὴν ποίησιν. εἰ καὶ οὗτος τὰς
20θείας φωνὰς ἀπαναίνεται. εἰ δὲ θεία οὐσία ἐστί, πῶς εἰς τοῦτο μετῴχετο; εἰ μὲν ἐν ἰδίᾳ ὑποστάσει καὶ καθ’ ἑαυτὴν μετελθοῦσα θεωρουμένη, καὶ οἷον ἄλλο καὶ εἰδικὸν ἀποτεμο‐ μένη πρόσωπον, καὶ πρὸς τὴν τοῦ λόγου διαπρέπον ἐμφέ‐ ρειαν, μηδεμιᾷ τῶν ἐν τῇ τριάδι νοουμένων συμπαρυποστᾶσα
25καὶ συμφυεῖσα, τετρὰς αὐτῷ σαφῶς ἡ τριὰς ἀποτετέλεσται, καὶ

3

.

468

ὁρᾶται ὡς φιλότιμος περὶ τὴν θείαν οὐσίαν Εὐσέβιος, ἀφθονίᾳ ὑποστάσεων πληθύνων καὶ αὔξων τὰ ἀπλήθυντα καὶ ἀμείωτα καὶ πάσης τῆς ὁπωσοῦν ὑφέσεως ἢ πλεονασμοῦ παντάπασιν ἀνεπίδεκτα. εἰ δὲ εἰς τὴν τοῦ λόγου συγχεθεῖσα καὶ οἷον συ‐
5νουσιωθεῖσα παρῆλθεν ὑπόστασιν, μετὰ πλείονος τῆς εὐγνω‐ μοσύνης προσθήκην καὶ αὔξησιν τῇ τοῦ λόγου αὐτῇ δίδωσιν ὑποστάσει· ἥτις οὐκ ἄλλη παρὰ τὴν τοῦ πατρὸς οὐσίαν καὶ φύσιν ἐστί, τῷ χαρακτηριστικῷ τῆς ἰδιότητος μόνον κατὰ τὴν γέννησιν διαφέρουσα. τοιαῦτα μὲν τὰ ἐκ τῶν ἐκείνου
10ἀρχῶν ἀναφανέντα ἔκτοπα καὶ παράλογα, εἰ τὸ φῶς ἐκεῖνο τὸ ἄρρητον οὐσίαν εἶναι λέγοι· ὑπόλοιπον δ’ οὖν ἐστὶ ζη‐ τεῖν, εἰ ποιότητα τοῦτο ἀσώματον ἢ ἀνούσιον εἶπε, τί συμ‐ βαίνει, οἷον ἀπόρροιάν τινος οὐσίας καὶ ἀπαύγασμα, εἰς ἣν ἡ μορφὴ ἐκείνη μεταβέβληται. ἀλλ’ οὐδὲν ἧττον ἡ πασῶν
15ἐσχάτη ὕβρις καὶ ἀτοπία τῷ θείῳ προστετρίψεται σώματι· λωβήσαιτο γὰρ ἂν τὸν τοῦ εἶναι λόγον· καὶ ταύτῃ τὸ ἀνύ‐ παρκτον εἰσαχθήσεται, ἄλλως τε οὐδὲ ἐνὸν ποιότητα ὑπο‐ κειμένου δίχα καθ’ ἑαυτὴν ὅ τι ποτέ ἐστι διαδειχθῆναι, κἂν τῶν οὐσιωδῶν αὐτὴν εἴποι τις, ἣ καὶ ἐς οὐσίας μέρος ἀνά‐
20γεται· ὡς ἐπὶ παραδείγματος εἰπεῖν, οὐκ ἂν τὸ λογικόν που συσταίη ὑποκειμένου ἄνευ, ὅ ἐστι τὸ ζῶον, εἰ μὴ πρότερόν τις ὑποθοῖτο οὐσίαν ἔμψυχον αἰσθητικήν. Ὅτι μὲν οὖν τοῖς εἰκονομάχοις ἡ μεταμόρφωσις τοῦ σω‐
τῆρος ἐπὶ τοῦ ὄρους οὐ μορφῆς ἀλλοίωσις ἐπὶ τὸ λαμπρότε‐

3

.

469

ρον ἐνομίσθη, ἀλλὰ τὸ μὲν σωτήριον σῶμα πρὸς τὸ ἄκτιστον μεταβεβλῆσθαι καὶ ἄφθαρτον, τὸ δὲ φανὲν τηνικαῦτα φῶς θεότης ἄκτιστος καὶ ἀνούσιος εἶναι, τότε μὲν ἐπὶ τοῦ ὄρους οἷον ἀρχῆς γενομένης τῇ ἀκτιστότητι τοῦ ἀνθρώπου καὶ ἀφ‐
5θαρσίᾳ ὡς ἐν ἀρραβῶνος τρόπῳ, μετὰ δὲ θάνατον καὶ πρὸς οὐρανοὺς ἀνάβασιν τελέως ἤδη γενέσθαι καὶ φύσει ἄκτιστον, καὶ ὅτι ἀρχὴ τῆς εἰκονομάχου αἱρέσεως ἐκείνοις ἡ τῆς μετα‐ μορφώσεως γέγονε πρόφασις, ἀκηκόατε, οὐκ οἴκοθεν ἐμοῦ διηγουμένου, ἀλλὰ τοῦ μεγάλου πατρὸς καὶ διδασκάλου τῆς
10τοῦ θεοῦ ἐκκλησίας, οὗ τὸ ἀξιόπιστον μηδ’ αὐτὸν οἶμαι παρα‐ λογίσασθαι τὸν διάβολον, μὴ οὐκ ἀληθῆ λέγειν, οὐχ ὅτι σοφίᾳ πάσῃ τῇ τε θύραθεν καὶ ὅση τῆς καθ’ ἡμᾶς εὐσεβείας ὁ μέγας κεκόσμηται, ἀλλ’ ὅτι καὶ ὅση κατὰ θεὸν ἀρετή, τελείως ἐξήσ‐ κησε πᾶσαν καὶ πρὸς τὸ ἀκρότατον ταύτης ἀφίκετο, ὡς
15πάντα προέσθαι ῥᾳδίως, μὴ ὅτι γε ὅσα τοῦ σώματος εἴη ἐκτός, ἀλλὰ καὶ αὐτό γε τὸ σῶμα τῆς θείας ἕνεκεν ἀγάπης εἰς τοὺς ὑπὲρ τῆς εὐσεβείας κινδύνους προδοῦναι προθύμως, ὡς ἀνωτέρω προέφημεν. ὅτι δὲ καὶ ἀσεβῶς τὰ σφίσι νομισθέντα νενόμισται, δῆλον καὶ τοῦτ’ ἐκ τῶν αὐτοῦ σοφῶν καὶ ἀναν‐
20τιρρήτων γέγονεν ἀποδείξεων. καίτοι διὰ τὰς περιεστηκυίας κἀμὲ πρὸς τῶν διωκτῶν συμφορὰς οὐδ’ ἔσχον ὅπως ὑπ’ αὐ‐ τῶν κλαπείσας τὰς ἐκείνου βίβλους παμπόλλους οὔσας ἀνει‐ ληφώς, ἐξ ὧν καὶ ὅθεν πολλάκις ἀναλαμβάνων πρότερον
ἐθεώρουν, προθεῖναι νῦν ἡμῖν τὰ πολλῷ τῶν εἰρημένων πλείω

3

.

470

τε καὶ ἐναργέστερα, ὡς πᾶσι γνωσθῆναι τελεώτερον τῆς τε ἀσεβείας ἐκείνων τὸ μέγεθος καὶ τοῦ θείου τοῦδε ἀνδρὸς τῆς σοφίας τὸ περιὸν καὶ τοῦ πρὸς εὐσεβείαν ζήλου τὸ σφό‐ δρα διάπυρον.
5 Τούτων ἐκεῖνοι τέως αὐτήκοοι γενόμενοι ἀντιλέγειν μὲν ἐκ τοῦ εὐθέος ἥκιστα εἶχον· οὐδ’ ἦν εὐπορία γραφικῶν ἀπο‐ δείξεων σφίσι. διὸ καὶ ἐς τὸν δεύτερον καταπεφεύγασι πλοῦν, καὶ κανόνα καὶ νόμον ἑαυτοῖς τὸν παράνομον προύφερον τό‐ μον ἐκεῖνον τὸν λῃστρικόν, καὶ τὰ περὶ τῆς τοῦ κυρίου με‐
10ταμορφώσεως ἐκεῖ τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσιν ἀσε‐ βῶς κυρωθέντα διὰ στόματος ἦγον· πρὸς οὓς ὁ Γρηγορᾶς “εἶτα οὐδὲ νοῦς τις ἔπεισι” φησὶν “ὑμῖν, ὀψὲ γοῦν αἰσθέσθαι ὡς μείζω τὰ δίκτυα πλέκετε νῦν κατὰ τῆς νέας εἰκονομαχίας τοῦ Παλαμᾶ δι’ ὧν εἰσάγετε νῦν, ὡς δειχθήσεται. ἔξεστι μὲν
15γὰρ καὶ ὑμῖν δήπου παρεξετάζουσιν ἐκ τῶνδε συνορᾶν ὡς καὶ αὐτὸς τὰ αὐτὰ τοῖς αὐτοῦ βλασφημεῖ, εἴ τι ὁρῴη τὰς τῆς κακίας ῥίζας αὐτὰς καὶ τὴν πρώτην βλάστην· ἔξεστι δ’ οὐχ ἧττον συνορᾶν καὶ ὅσην αὐτὸς πεποίηται τὴν προσθήκην, βλάστῃ βλάστην ἐφευρὼν καὶ ἀνομίαν ἐπενεγκὼν ἀνομίᾳ. ἢν
20δέ τι καὶ πρὸς ἐντελεστέραν ἀντίληψιν ἔτι λείπηται, ἐγὼ λοιπὸν” φησὶν “ἀναλαβὼν καὶ νῦν θρηνήσω τὸν νεκρόν μου· ἐγὼ καὶ κλαύσομαι πικρῶς ἐπὶ τὸ σύντριμμα τοῦ γένους μου, κατεπᾴδων καὶ προσεπάγων τὰ ἐκ τῶν θείων γραφῶν φάρ‐
μακα, καὶ ταῦτα προσάντη δυσχέρειαν ἔχων οὐ μάλα τι

3

.

471

σφόδρα ἠγνοημένην ὑμῖν. καὶ τοίνυν ἐπὶ τὴν τῆς μεταμορ‐ φώσεως πανήγυριν μέτειμι νῦν καὶ αὐτὸς δι’ ὑμᾶς, λογικῷ φραγγελίῳ τελεώτερον τὰς θεοκαπήλους ἐξελάσων κἀκεῖθεν βωμολοχίας τοῦ δυσσεβοῦς Παλαμᾶ, ἐπεὶ καὶ αὐτὸς τὴν αὐ‐
5τὴν ἑορτὴν ἐποιήσατο πρόφασιν τῆς αὐτοῦ κακίας, σκοτεινὸς περὶ τὸ φῶς ἐκεῖνο κατὰ τοὺς εἰκονομάχους, ὡς ἔφθημεν εἰρηκότες, γενόμενος καὶ αὐτός, καὶ ταῖς εἰωθυίαις αὐτῷ βω‐ μολοχίαις τε καὶ συκοφαντίαις ἐμβαλὼν καὶ αὐτό, καὶ ἅμα ὁπόσα περὶ αὐτοῦ τῶν ἁγίων οἱ πλείους εἰρήκεσαν, τὸν ἐνόντα
10διεφθαρκὼς νοῦν καὶ ἀνατετροφὼς ὁ νοῦν καὶ φρένας διά‐ στροφος καὶ πάντα πάντῃ διεφθορώς, καὶ παραπλήσιον δρῶν καὶ αὐτὸς τοῖς τε νυκτικόραξι καὶ νυκτερίσι καὶ ταῖς γλαυξίν· ὡς γὰρ ταυτὶ τὰ ὄρνεα τὸν μὲν τοῦ παντὸς ὀφθαλ‐ μόν, τὸν τοῦ οὐρανίου πέπλου λέγω λυχνίτην ἥλιον, ὄψεων
15ἀτονίᾳ βλέπειν ὅλως οὐ δυνάμενα τὸ μὲν φῶς ἡγεῖται σκότος τὸ δὲ σκότος φῶς, οὕτω δῆτα καὶ αὐτὸς τοὺς τῆς διανοίας τόνους κεκλασμένους ἔχων καὶ σφόδρα ἀδρανεῖς, καὶ διὰ σκότους ἰὼν ἀμαθίας, συλᾷ καὶ διαστρέφει πρὸς τὸ οἰκεῖον σκότος γραφῆς ἁπάσης αὐγήν, ἐπεὶ μὴ ἀντιβλέπειν ὅλως εἰς
20τὸ τῆς ἀληθείας φῶς ἡ νυκτερινοὺς ἄντικρυς ὀφθαλμοὺς κεκ‐ τημένη κακότροπος δύναται νυκτερίς. ἐγὼ μὲν οὖν τῶν πά‐ λαι βίβλων τῆς αὐτοῦ μεμνημένος κακίας, μικρὰ μικροῖς ἐδε‐ δώκειν ἐλέγχοις ἐνίοτε· ἐκ πολλοῦ γὰρ μιμητῇ γεγονότι τἀνδρὶ τῆς τῶν εἰκονομάχων αἱρέσεως λίθος αὐτῷ προσκόμ‐
25ματος ἐγεγόνει τὸ φῶς ἐκεῖνο· καὶ μάλα μὲν σκοτεινοὺς εὐ‐

3

.

472

θὺς καὶ αὐτὸς ἐξηρεύξατο λόγους περὶ φωτὸς ἐπιγράψας, μάλα δ’ ἡμῖν πολλὴν παρέσχε τὴν ὕλην ἐξ ἀντιρρόπου γράφουσιν ἐλέγχειν αὐτὸν τηνικαῦτά τε καὶ κατὰ διαστήματα διηνεκῶς ἐκεῖθεν καιρικά, ὡς εἶναι καὶ ταῦτα ἃ νῦν ἐφ’ ὑμῶν μοι
5διεξιέναι συμπέπτωκε, τῆς πάλαι κακίας αὐτοῦ μικρά τινα ὑπομνήματα. Ἀλλὰ φέρε καὶ νῦν τὸν παράνομον ἀνελίξαντες ἐκεῖ‐ νον τόμον, τὰς νέας ἡμῖν παρανάγνωτε βλασφημίας αὐ‐ τοῦ, ὁπόσας δὴ καὶ οἵας κἀν τῷδε περὶ τῆς τοῦ κυρίου διε‐
10ξεληλύθει μεταμορφώσεως, ἵνα καὶ ἄμφω σαφέστερον γνῶ‐ μεν, τίνα ποτ’ αὐτῷ καὶ ὁποίαν εἴργασται τὴν ἀλλοίωσιν ὁ πάντα κινῶν καὶ μεταβάλλων χρόνος, καὶ ὁποτέρῳ μέρει φέ‐ ρων ἐκεῖθεν προσένειμεν οὗτος αὐτόν, δυοῖν τε ὄντοιν ἀεὶ καὶ τῷ βίῳ δημοσίᾳ ἐμπολιτευομένοιν, τοῦ τε χείρονος, ᾧ
15πάλαι φέρων αὐτὸς ἑαυτὸν ἐθελοντὴν παρέσχετο λατρευτήν, καὶ αὖ τοῦ βελτίονος, οὗ φυγάδα καὶ δραπέτην ἔδειξεν ἐθε‐ λοντὴν ἐκεῖθεν ἑαυτόν. ἀλλὰ λεληθέναι μοι δοκεῖ καὶ ὁ χρό‐ νος αὐτὸς ἑαυτόν, τὴν ἑαυτοῦ μᾶλλον αὐτὸς περιτρέψας ἐν‐ ταῦθα φύσιν ἢ τὴν τοῦ Παλαμᾶ κακίαν. τῷ γὰρ καθάπαξ
20εἰς βάθος ἐμπεπτωκότι κακῶν παγχάλεπον εἶναι ῥᾳδίως πα‐ λινδρομεῖν ἐς τὸ πάνυ τι βέλτιον, εὐκτὸν δ’ ἂν ἦν εἰ καὶ βραχεῖαν τὴν ἐκ τοῦ χείρονος ἐποιεῖτο ἀνάδυσιν, ὁπόθεν ἐστὶ καὶ ὁτῳοῦν ἀρχομένῳ ἐλπὶς ὀψὲ γοῦν ἐς τὸν μεταξὺ τοῦ χείρονός τε καὶ βελτίονος χῶρον κατὰ μικρὰ καὶ συχνὰ ποι‐
25ουμένῳ κινήματα τὴν ἐπιστροφὴν ἀφικέσθαι. οὔτε γὰρ τῷ

3

.

473

κυρτῷ πρὸς τὸ κοῖλον ὁμόσε, οὔτε μὴν τῷ μέλανι πρὸς τὸ λευκὸν δραμεῖν εὐθὺς εὐχερὲς ἐν οἷς ἐπεφύκει, πρὶν τοῦ μέ‐ σου τυχεῖν, ἐκεῖ μὲν τοῦ εὐθέος, ἐνταυθοῖ δὲ τοῦ φαιοῦ. ἐκεῖ‐ θεν γὰρ ἔπειτα ῥοπῆς ἐπὶ τὸ βέλτιον ἀμοιβαδὸν ἀεὶ γινομέ‐
5νης ἀφίκοιτ’ ἄν τις ἴσως καὶ ἐς αὐτὸ τὸ τῆς ἀρετῆς ὁμαλὸν πεδίον καὶ τοὺς ἀνθεινοὺς αὐτῆς λειμῶνας, ἐρρωμένως συ‐ ναιρομένου θεοῦ. ἀναγνωστέον οὖν τὰ ἑξῆς, ὡς μὴ ἀτελὲς
τὸ ἡμέτερον καταλείποιτο στάδιον.

3

.

474

(t1)

ΤΟΥ ΑΥΤΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ
t2ΛΟΓΟΣ ΡΩΜΑΙΚΗΣ ΜΕΝ ΙΣΤΟΡΙΑΣ ΛΕʹ
t3ΔΟΓΜΑΤΙΚΟΣ ΔΕ ϛʹ.
4Ἐπὶ δὴ τούτοις καὶ τοῖς τοιούτοις τὸν παράνομον ἐκεῖ‐
5νον ἀνελίξαντες τόμον οἱ τῆς ἀντιθέτου φάλαγγος ἐκεῖνοι τάδε παρῆγον ἐς μέσον. Μετὰ ταῦτα, φησίν, ἐζητήθη δειχθῆναι παρὰ τῶν ἁγίων ὅτι τε ἄκτιστόν ἐστι τὸ φῶς τῆς τοῦ κυρίου μεταμορφώσεως καὶ ὅτι οὐκ ἔστιν οὐσία τοῦ θεοῦ· καὶ συνέθεντο πάντες
10γραμματεῖς καὶ ἀρχιερεῖς. προηνέχθη γὰρ ὁ τῆς θεολογίας ἐπώνυμος Γρηγόριος γράφων “οὐδεὶς ἔστη ἐν ὑποστήματι καὶ οὐσίᾳ κυρίου κατὰ τὸ γεγραμμένον· καὶ θεοῦ φύσιν εἶδεν ἢ ἐξηγόρευσε.” καὶ ὁ θεῖος Μάξιμος γράφων ἐν ἑβδό‐
μῳ κεφαλαίῳ τῆς πρώτης τῶν θεολογικῶν ἑκατοντάδος “ὁ

3

.

475

τοῖς οὖσι μὴ κατ’ οὐσίαν ὑπάρχων μεθεκτός, κατ’ ἄλλον δὲ τρόπον μετέχεσθαι τοῖς δυναμένοις βουλόμενος, τοῦ κατ’ οὐ‐ σίαν κρυφίου παντελῶς οὐκ ἐξίσταται.” καὶ ὁ θεῖος Χρυ‐ σορρήμων εἰς τὴν αὐτὴν ἑορτὴν γράφων “ἐν τῷ ὄρει” φησὶ
5“μεταμορφωθεὶς ὁ σωτὴρ μικρῶς πως ὡς δεσπότης ἔδειξε τοῖς ἑαυτοῦ μαθηταῖς τῆς ἀθεάτου θεϊκῆς αὐτοῦ βασιλείας τὴν δόξαν.” τουτέστι μικρὸν παρήνοιξε τὴν θεότητα, οὐχ ὅση τις ἦν, ἀλλ’ ὅσην ἐδύναντο φέρειν οἱ σωματικοὺς ὀφθαλμοὺς περιφέροντες. ἀλλὰ καὶ πάντες οἱ ἅγιοι ἔλλαμψιν λέγουσιν
10αὐτὸ καὶ λαμπρότητα καὶ χάριν καὶ θέωσιν καὶ θεότητα πα‐ ραδειχθεῖσαν μικροῦ στερροτέραν καὶ ὄψεως· καὶ φῶς ἀπρόσιτον καὶ φυσικὴν ἀκτῖνα τοῦ υἱοῦ ἔλεγον. Πρὸς ταῦτα ὁ Γρηγορᾶς ἀποκρίνεται οὑτωσί πως εἰ‐ πών. ἰδοῦ καὶ νῦν ὁ Παλαμᾶς, ὡς ὁρᾶτε, θέωσιν καὶ θεό‐
15τητα συμπεραίνει ἐνταῦθα τὸ φῶς τῆς μεταμορφώσεως, καὶ δυοῖν θάτερον, ἢ μετουσίωσιν τῆς τοῦ λόγου θεότητος καὶ μεταβολὴν πρὸς ὑφειμένον καὶ ἀνυπόστατον φῶς, ἢ τῆς τοῦ δούλου μορφῆς ἀλλοίωσιν, ὡς εἰρήκειμεν, εἰς ἄκτιστον φῶς καὶ δευτέραν τῆς πρώτης ἀνούσιον θεότητα. ἀλλ’ ὁ μὲν περὶ
20τούτου λόγος βραχύ τι ἀναβεβλήσθω μοι τέως· ἐκεῖνο δέ μοι θαυμάζειν ἔπεισι, πῶς ἕτερα μὲν ἐν ταῖς τῶν τοῦ τό‐ μου κεφαλαίων ἀρχαῖς ἐπαγγέλλεται, ἕτερα δ’ ἀποδεικνύ‐
ειν ἐπείγεται, καὶ αὖ ἑτέραν ἔχει διάνοιαν ἃ προκομί‐

3

.

476

ζει πρὸς ἑαυτοῦ συμμαχίαν ῥητά· ὡς γίνεσθαι τριπλῆν καὶ πολλαπλῆν τὴν ζάλην οἷς πρὸς βουλήσεως εἴη προσέχειν τὸν νοῦν, καὶ ἅμα διπλοῦν καὶ πολλαπλοῦν τῆς ἀμαθίας αὐτοῦ καὶ κακοτροπίας τὸν ἔλεγχον· ἔοικε γὰρ ὥσπερ αἰνίγματα
5συντιθέντι ὁτῳοῦν. διὸ καὶ σκοπεῖν ἔκρινα δεῖν, μήπου ἀπο‐ πειρᾶσθαι βούληται Παλαμᾶς, εἰ ἄρα γνώσομαι χαριεντιζο‐ μένου αὐτοῦ καὶ σφόδρα λέγοντος ἑαυτοῦ τἀναντία παντάπα‐ σιν, ὥσπερ ἂν εἰ ἀντωμοσίαν διαμειψάμενος ἔλεγεν ἄντικρυς, ὅτι ἃ προτείνω καὶ βούλομαι λέγειν, ταῦτα δῆτα οὐ βούλο‐
10μαι λέγειν, καὶ οἷς ἀπαγορεύω μὴ συμφωνεῖν κακοδόξοις, τούτοις ἐκ τοῦ προφανοῦς συμφωνῶ, παρὰ τοσοῦτον αὐτῶν διιστάμενος παρ’ ὅσον αὐτοὺς ἐν κακοῖς ὑπερβάλλω· τῆς γὰρ κακίας ἐπὶ τὸ φιλότιμον κινουμένης, οὐ μάλα βραχεῖαν τὴν παρενθήκην ἐπὶ τοῖς ἐκείνων βλασφήμοις ἐνεδειξάμην
15ἐγώ, ἵν’ οὑτωσὶ περιβόητον κτήσωμαι τοὔνομα· ποιεῖν γὰρ ἤκουσα περιβοήτους οὐ δεξιὰς πράξεις μόνον, ἀλλὰ καὶ κα‐ κίαν νικῶσαν πονηρῶν εὐδοκίμησιν. Οὕτως ἄστατος καὶ ἀβέβαιός ἐστι καὶ ἀνέδραστος ἐξ ἀμαθίας, ὡς μήθ’ ἃ νοεῖ δύνασθαι λέγειν, μήθ’ ἃ λέγει δύ‐
20νασθαι ξυννοεῖν, ἀλλὰ καὶ οἷς μὲν κοινωνεῖ βλασφημοῦσι, τούτους δοκεῖν ἀποσείεσθαι, οὓς δ’ ἀποσείεται, τούτοις δοκεῖν κοινωνεῖν, καὶ ἄμφω μὲν λοιδορεῖν ἀμφοῖν δὲ συμφωνεῖν. καὶ οὐκ οἶδ’ ὁπότερον μὲν τῶν κακῶν ἀποσείεται μάλιστα
πάντων, ὁποτέρῳ δ’ αὖ σπένδεται μάλιστα πάντων· πάντα

3

.

477

μὲν γὰρ ὅσα οἱ λεχθείη, μεστὰ κακῶν, πάντα δ’ ὅσα οἱ γνω‐ σθείη, γέμει νυκτός. βεβαίου δὲ καὶ ἀβεβαίου πέρι, οὔτε θάτερον οὔτ’ οὐδέτερον οὔτ’ ἀμφότερον εὕροι τις ἂν ἐρριμ‐ μένον ἢ ἀνειλημμένον ἐς τὸ ὁπωσδηποτοῦν σαφὲς τἀνδρί. οὕτω
5πρὸς ἄτοπόν τι καὶ τερατῶδες ὁ γεννάδας μεταπέπλασται χρῆμα· ἐκ μὲν γὰρ τοῦ ὁμοδοξεῖν τοῖς εἰκονομάχοις σπέν‐ δεται μὲν καὶ χαίρει τοῖς αὐτὸς αὐτοῖς· ἐκ δ’ αὖ τοῦ δε‐ διέναι μὴ καὶ τοῖς αὐτοῖς ἀναθέμασιν ἔνοχος γένηται ζῶν, ἐναλλάσσειν ἔνια ἐνίοτε δοκεῖ, πλὴν οὐκ ἐπὶ τὸ βέλτιον, ἀλλ’
10ἐπὶ τὸ μάλα γέ τι σφόδρα χείριστον· ὃ μὲν γὰρ ἐκεῖνοι περὶ τοῦ φωτὸς ἐκείνου τὴν εἰς ἄκτιστον μεταβολὴν τοῦ σώ‐ ματος βεβλασφημήκεσαν, τούτῳ καὶ αὐτὸς συμφωνεῖ, ὃ δ’ ἐκεῖνοι φύσιν ἥκιστ’ ἔχειν εἶναι ἐνόμισαν, τοῦτο δὲ προσέθηκε τολμήσας οὗτος, τὸ δευτέραν δηλαδὴ καὶ ὑφειμένην καὶ ἀνού‐
15σιον καὶ ἅμα ἄκτιστον θεότητα τὸ φῶς ὑπάρχειν ἐκεῖνο. ὥσθ’ ἃ μὲν ἐκείνοις συμφωνεῖ, πάντως ἐκείνων οὐκ ἀπολεί‐ πεται· ἃ δ’ ἐκεῖνοι μήπω φάναι τετολμήκεσαν, τούτοις δὲ νενίκηκεν αὐτοὺς εἰπὼν αὐτός. ἡδέως δ’ ἂν καὶ ἐρέσθαι βουλοίμην αὐτὸν εἰ δύναιτό τις τὰ τῶν εἰκονομάχων τιμῶν
20μὴ εἶναι εἰκονομάχος· ὅμοιον γὰρ ἂν εἴη ὥσπερ ἂν εἰ πα‐ ρελθὼν διετείνετό τις κιθαρῳδοὺς μὲν εἶναι, κιθάραν δ’ οὔ, καὶ οὐρανίους μὲν ἀστέρας, οὐρανὸν δ’ οὔ, καὶ γήινα μὲν
πράγματα, γῆν δ’ οὐδαμῇ. τί φῄς, ἄνθρωπε; δυοῖν γὰρ

3

.

478

πάντως νοεῖν δίδως ἡμῖν θάτερον· ἢ γὰρ μαίνῃ, ἢ πάντας μαινομένους εἶναι λογίζῃ. τοῦτο δ’ οὐχ ἡμῶν ἀλλὰ σοῦ γε τὸ πάθος, καθάπερ δήπουθεν καὶ εἰ μεθύων τις πάντα τινά, ὅτῳ ἂν συναντῴη, διπλοῦν τινὰ ἀνθ’ ἑνὸς ὁρᾶν ἐδόκει, οὐ
5τῶν ὁρωμένων ἂν τὸ τῆς ἀπάτης πάθος ἦν, ἀλλὰ τοῦ σφα‐ λερῶς ὁρῶντος· πάντες γὰρ ἂν μοναδικῶς ὑπῆρχον ἀριθ‐ μούμενοι καθ’ ἕκαστον ἐκεῖνοι. προύθετο μὲν γὰρ δεῖξαι ὃ τοῖς ἀρχιερεῦσιν ἐκείνοις καὶ γραμματεῦσιν αὐτὸς ζητηθῆ‐ ναι φησί· λέγω δὴ τοὺς ἁγίους παραγαγεῖν εἰς μέσον οἳ τὸ
10φανὲν ἐπὶ τῆς τοῦ κυρίου μεταμορφώσεως φῶς ἄκτιστον μὲν εἶναί φασιν, οὐκ οὐσίαν δὲ θεοῦ, ἀλλ’ ἀνούσιόν τε καὶ ἀνυ‐ πόστατον. εἶθ’ ὥσπερ ἐκλαθόμενος αὐτὸς ἑαυτοῦ, τὸ μὲν ζητούμενον, καὶ ᾧ πολλή τις περικέχυται ἀμφισβήτησις, καὶ περὶ ὃ τῆς ὅλης τῶν δογμάτων συγχύσεως ἡ πρόφασις ἕστηκε,
15τοῦτο μὲν παρέδραμε σιγῇ· περὶ οὗ δ’ οὐκ ἦν ἀμφισβήτη‐ σις οὐδεμία, καὶ ᾧ οὐδ’ ἂν αὐτὸς ὁ πάσης κακίας γεννήτωρ διάβολος τολμήσειεν ἀντειπεῖν, τούτῳ δὲ κομίζειν δῆθεν ἐπεί‐ γεται συστατικὰς μαρτυρίας, ἵνα τι λέγειν δόξῃ τισί. τίς γάρ ποτ’ εὐσεβῶς αἱρούμενος ζῆν εἶπέ ποτε ἢ λέγει, ἢ δύ‐
20ναιτ’ ἄν ποτ’ εἰπεῖν, ὡς ἔστη ἐν ὑποστήματι καὶ οὐσίᾳ θεοῦ, κἀκείνου τὴν φύσιν ἢ εἶδεν ἢ ἐξηγόρευσε, βοώντων ἁπάντων ἀκούων ταυτὶ μὴ ὅτι προφητῶν, ἀλλὰ καὶ οἷς ἐγγυτέρω
πολλῷ διδασκάλοις ἡμῶν γεγονέναι συμπέπτωκεν. οἳ τά τ’

3

.

479

ἄλλα φάσκουσι, καὶ μὲν δὴ καὶ ὡς εἴ τις ἔγνω θεὸν ἢ ἐγνω‐ κέναι μεμαρτύρηται, τοσοῦτον ἔγνω ὅσον ἄλλου μὴ τὸ ἴσον ἐλλαμφθέντος φανῆναι φωτοειδέστερος· καὶ τὸ ὑπερβάλλον τέλειον ἐνομίσθη οὐ τῇ ἀληθείᾳ, τῇ δὲ τοῦ πλησίον δυνάμει
5παραμετρούμενον. Ἀλλ’ ὁ Παλαμᾶς τῇ μὲν ἀληθείᾳ μαχόμενος, οὐ δυνά‐ μενος δ’ ἀντειπεῖν, οὐδ’ ἀποφυγὴν οὐκ ἔχων οὐδεμίαν οὐ‐ δαμῇ, πρὸς λαβυρινθώδεις εὐθὺς ὁρᾷ καταδύσεις, καὶ οὐδ’ αἰσθέσθαι δύναται ὅτι τοῦτ’ ἐστὶν ὃ μάλιστα πάντων ἐπ’
10αὐτοφώρῳ τοῦτον καταδικάζει, μηδὲν τῶν εὐλόγων ἔχοντα τοῖς αὐτῷ παρανομουμένοις χαρίζεσθαι. τὸ γὰρ λέγειν μὲν ἃ μηδεὶς ἐζήτησε πώποτε πρόδηλα ὄντα, σιγᾶν δ’ ἃ πρού‐ θετό τε καὶ ἐπηγγείλατο λέγειν αὐτὸς οὐδενὸς ἀναγκάζοντος, ὅμοιόν ἐστιν ὥσπερ ἂν εἴ τις μηδενὸς ἀγνοοῦντος παρελθὼν
15ἐπηγγέλλετο μὲν λέγειν τί ἔστι ἄνθρωπος, ἔπειτα λέγειν ἀρ‐ ξάμενος, ὃ μὲν ἐστὶν ἄνθρωπος εἰπεῖν οὐκ εἶχεν, ἃ δ’ οὔκ ἐστιν ἄνθρωπος, πάντα σωρηδὸν ἀπηρνεῖτο μὴ εἶναι, βοῦν καὶ ἵππον δηλαδὴ καὶ κύκνον καὶ κορώνην, καὶ ὁπόσα τὸν ὑγρὸν ἐν θαλάττῃ διάγει βίον. ἔπειτα καὶ βραχείας κομίζει ῥήσεις
20Μαξίμου τοῦ θείου, μηδ’ αὐτὰς λελοιπὼς ἀπαθεῖς μηδὲ τῆς αὐτῷ συνήθους ἄνευ παραφθορᾶς· πῶς γὰρ ἂν ὁ ἀνὴρ
ἀρνηθείη πάθος ἤδη παλαιωθὲν καὶ μήκει χρόνου βεβαιωθὲν

3

.

480

καὶ οἷον εἰς φύσιν τούτῳ μεταβληθέν; διελὼν γὰρ διχῇ τὸ συνεχὲς τῆς ἐννοίας, καὶ θάτερον ὑφελόμενος τμῆμα, ἡμίερ‐ γόν τινα καὶ ἀτελῆ τὴν τοῦ λόγου καταλέλοιπεν ἑκατέρωθεν ἑκατέρωθι φύσιν, οὐκ οἶδ’ ὁπότερον, εἴτ’ ἐξ ἀμαθίας ἡλικιώ‐
5τιδος, εἴτε βλάβην ὑπωπτευκὼς ἑαυτῷ. ὅμως αὐτὰ δήπου‐ θεν ἃ διῄρηται αὐτῷ, παραχθέντα μηνύσει τὸ δρᾶμα, τῆς διαιρέσεως ἐξωσθείσης. ἔχει γὰρ οὑτωσίν. “ὁ τοῖς οὖσι μὴ κατ’ οὐσίαν ὑπάρχων μεθεκτός, κατ’ ἄλλον δὲ τρόπον μετέ‐ χεσθαι τοῖς δυναμένοις βουλόμενος, τοῦ κατ’ οὐσίαν κρυφίου
10παντελῶς οὐκ ἐξίσταται.” ἐνταῦθά οἱ τὸ κατ’ οὐσίαν κρύφιον ἀκούσαντι ἀποχρῶν ἐνομίσθη μὴ πλέον ζητεῖν· λυσιτελεῖν γὰρ μᾶλλον ἔδοξε τουτί, μονωθὲν τῶν ἑξῆς, πρός γε τὸ ἀνού‐ σιον ἐλλελεῖφθαι τὸ τηνικαῦτα γενόμενον ἐκεῖνο φῶς ἐξαίφνης ἐν ὄρει τῷ Θαβωρίῳ πρὸς τοῦ σωτῆρος Χριστοῦ καὶ ἐκστὰν
15τοῦ κατ’ οὐσίαν κρυφίου ὄντος καὶ μηδόλως ἐξισταμένου, ἵν’ ὡς ἐξ ὁρμητηρίου δῆθεν τῆς τοῦ ἁγίου ταύτης γραφῆς δύο κηρύττῃ θεότητας ἀκτίστους καὶ διαφόρους ἀλλήλων. Ἔγνωτε, ὦ οὗτοι, κἀντεῦθεν, πῶς τῆς ὁμοίας ἔχεται κακοηθείας ὁ Παλαμᾶς πανταχῇ. δυοῖν γὰρ κἀνταῦθά οἱ
20γίνεται θάτερον· ἢ γὰρ δι’ ἀμαθίαν οὐδαμῇ συνίησι τῶν λεγομένων, ἢ συνιεὶς διὰ τρόπων ὅμως φαυλότητος τὴν Μα‐ ξίμου τοῦ θείου καπηλεύει διάνοιαν· ὁ μὲν γὰρ ἅγιος τὸν
τῆς ἐνταυθοῖ διειλημμένης αὐτῷ μεθέξεως τρόπον, καθ’ ὃν

3

.

481

θέλων, φησίν, ὁ θεὸς μετέχεται, αὐτῷ μόνῳ δείκνυσιν εἶναι καταληπτὸν τῷ θεῷ, τοῖς δ’ ἄλλοις πᾶσιν ἀνέκφαντον· ὁ δὲ Παλαμᾶς φαινομένην τοῦτον καλῶν ἐνέργειαν, τὴν τοῦ ἁγίου διαστρέφει διάνοιαν, κακομηχάνως μετοχετεύων εἰς ἃ μὴ
5δεῖ. ἐκεῖνο δὲ πῶς οὐκ ἀναιδές, τῷ μὲν Ἕλληνι Πρό‐ κλῳ, καὶ πάνθ’ ὁμοδόξῳ Πλάτωνος, ὁμοδοξεῖν μὲν καὶ ἀλ‐ λαχῇ πολλαχῇ, καθὰ καὶ πρόσθεν ἡμῖν κατὰ τῶν πρόσθεν αὐτοῦ βλασφημιῶν ἐν ταῖς προτέραις ἡμῶν ἀντιρρήσεσιν ἀπο‐ δέδεικται, ἔπειτα μηδὲ νῦν ἐπὶ τῆσδε τῆς ἐκείνου κοινωνίας
10ἐκλελῆσθαι ἐνταῦθα; λέγει γάρ που ταῖς αὐτοῦ καὶ Πρόκλος θεολογικαῖς ἐμφιλοσοφῶν ἀποδείξεσιν, ὅτι πᾶν τὸ μετέχον τοῦ μετεχομένου καταδεέστερον καὶ τὸ μετεχόμενον τοῦ ἀμε‐ θέκτου· τὸ γὰρ μετέχον πρὸ τῆς μεθέξεως ἀτελὲς ὄν, τέ‐ λειον δὲ τῇ μεθέξει γινόμενον, δεύτερόν ἐστι πάντως τοῦ με‐
15τεχομένου, καθὸ τέλειόν ἐστι μετασχόν· ὃ γὰρ ἀτελὲς ἦν, κατὰ τοῦτο τοῦ μετασχεθέντος, ὃ ποιεῖ τέλειον αὐτό, κατα‐ δεέστερον. τὸ δὲ μετεχόμενον, τινὸς ὂν καὶ οὐ πάντων, τοῦ πάντων ὄντος καὶ οὐ τινὸς πάλιν ὑφειμένην ἔλαχεν ὕπαρξιν· τὸ μὲν γὰρ τῷ πάντων αἰτίῳ συγγενέστερον, τὸ δὲ ἧττον συγ‐
20γενές. ἡγεῖται ἄρα τὸ μὲν ἀμέθεκτον τῶν μετεχομένων, ταῦτα δὲ τῶν μετεχόντων. Ὁρᾷς πῶς καὶ Πρόκλος ἐκεῖνος ὁ τοῖς εἰδώλοις προσ‐
κείμενος τρεῖς παραδίδωσι τάξεις, καὶ τῇ μὲν πρώτῃ τὸ ἀμέ‐

3

.

482

θεκτον ἀπονέμει καὶ τέλειον καὶ ἡγούμενον εἴτουν ὑπερκείμε‐ νον, τῇ δὲ δευτέρᾳ τὸ μετέχον καὶ μετεχόμενον καὶ τοῦ πρώ‐ του καταδεέστερον, καὶ ἅμα μέσον ἀτελοῦς καὶ τελείου, τῇ δὲ τρίτῃ τό τε ἀτελὲς καὶ μετέχον μέν, οὐ μετεχόμενον δέ.
5σκεπτέον οὖν καὶ ὅπως συμφώνως ἐκείνῳ καὶ Παλαμᾶς ὄντα διπλοῦν τὸν Χριστὸν κἀκ μόνων δυοῖν φύσεων, θεότητος λέγω καὶ ἀνθρωπότητος, σύνθετον, εἰς τριπλοῦν αὐτὸς αὐτὸν κατὰ τὸ Θαβώριον ἐδογμάτισεν ὄρος μεταπεπλάσθαι· μέσην γὰρ ἄλλην ἄκτιστον παρεμβαλὼν θεότητα, τὸ φῶς ἐκεῖνο,
10ὑφειμένην ἐκήρυξε καὶ αὐτὸς κατὰ Πρόκλον κεκτῆσθαι τὴν τάξιν μεταξὺ τελείου καὶ ἀτελοῦς, καὶ μετέχον καὶ μετεχόμε‐ νον εἶναι. καὶ τό γε εἰθισμένον αὐτῷ πλεονεκτεῖν πανταχῇ τοῖς κακοῖς, προσέθηκε κἀνταῦθα καὶ αὐτὸς οἴκοθεν τῷ ἀκτίστῳ καὶ ἀνουσίῳ τὸ ὁρατόν, ταῦτα δὴ τὰ ἀξύμβλητα.
15καὶ οὐκ αἰδεῖται συκοφαντῶν καὶ μάρτυρα παράγων τὸν σο‐ φώτατον ἐκεῖνον καὶ θεῖον Μάξιμον τοῖς βρεφικοῖς αὑτοῦ ψελλίσμασι καὶ βλασφήμοις παραληρήμασιν. οὐδὲ γὰρ οὐδ’ ἐκεῖνο συνῆκεν ἐκείνου λέγοντος αὖθις, ὡς πάντων τῶν ὄντων καὶ μετεχόντων καὶ μεθεκτῶν ἀπειράκις ἀπείρως
20ὑπερεξῄρηται ὁ θεός· εἰ γὰρ τὸ μεθεκτὸν ἐκεῖνο φῶς τὴν αὐτὴν τῷ μετέχοντι τάξιν ἔχει, καὶ ἀπειράκις ἀπείρως ὑφεῖται τὸν αὐτὸν τοῖς κτίσμασι τρόπον, ἔσται ἄρα δυοῖν
θάτερον· ἢ γὰρ κτίσμα καὶ αὐτὸ κατὰ ταὐτὸν τοῖς μετέχουσι

3

.

483

ποιήμασιν, ἢ τὰ μετέχοντα πάντα ποιήματα ἔσονται πάντως ἄκτιστα· ὡς γὰρ τὰ τοῦ αὐτοῦ διπλάσια ἴσα ἀλλήλοις ἀναμ‐ φιβόλως ἐστί, καὶ αὖ τὰ τοῦ αὐτοῦ γε ἡμίση ἴσα ὁμοίως ἀλλήλοις, ἔπειτ’ ἂν πάντως καὶ τὰ τοῦ αὐτοῦ ἀπειράκις ἀπείρως
5ὑφειμένα ἴσα ἀλλήλοις εἶναι καὶ ὁμότιμα καὶ ὁμοταγῆ κατά γε τὸ ἐκτίσθαι καὶ ὑφεῖσθαι· ὧν γὰρ ἀπειράκις ἀπείρως ὑπερ‐ εξῄρηται ὁ θεός, ταῦτα πάντ’ ἀπειράκις ἀπείρως ὑφεῖται τοῦ θεοῦ καὶ χώραν ἐπ’ ἴσης ἔχει τοῖς κτίσμασι τὴν αὐτήν· μετὰ γὰρ τῆς αὐτῆς ἐπιστήμης καὶ ὁ μέγας φάσκει Βασί‐
10λειος τὰ ἐν τῷ αὐτῷ μέτρῳ παρ’ ὁτουοῦν ὑπερεχόμενα ἴσα ἀλλήλοις εἶναι. Ἀλλὰ τούτων μὲν ἅλις· ἔχετε γὰρ μαθόντες τὴν αἰτίαν δι’ ἣν τὰ ἑξῆς τῆς τοῦ ἁγίου ῥήσεως σεσιγηκὼς ἡμιτελῆ καὶ τὸν ἐκείνου συγκαταλέλοιπε νοῦν. βουλόμενος γὰρ ἵνα τρι‐
15πλοῦν κατὰ σύνθεσιν ἐν τῷ Θαβωρίῳ πεποιηκὼς τὸν Χρι‐ στὸν συνάναρχόν τε καὶ συναΐδιον ἀποδείξῃ τῇ αὐτοῦ θεό‐ τητι καὶ τὸ περὶ αὐτὸν ἐκεῖνο τηνικαῦτα γενόμενον φῶς, ὡς εἶναι τῷ Χριστῷ δύο μὲν ἀκτίστους ἐκεῖθεν θεότητας τοῦ λοιποῦ, δύο δ’ ἀκολούθως ἀκτίστους θελήσεις, καὶ τρίτην τὴν
20ἀνθρωπότητα, ἔπειτ’ ἀπαγορεύοντα θεασάμενος τὸν θεῖον Μάξιμον ἐν ταὐτῷ, καὶ “τὸ θελήσει τοῦ πεποιηκότος γενό‐ μενον” λέγοντα “οὐκ ἂν εἴη ποτὲ τῷ θελήσαντι αὐτὸ γενέσθαι
συναΐδιον,” τριχῇ καὶ τετραχῇ τεμαχίσας, ὃ μὲν ἐδυνήθη

3

.

484

συκοφαντῆσαι καὶ διαστρέψαι μέρος, εἰλήφει, ὃ δ’ οὔ, τοῦτο δ’ οὔ. Καὶ τάδε μὲν τοιαύτην ἔσχε τὴν λύσιν· νῦν δὲ δεῖξαι πρόκειται, τί τὸ τὴν τῆς ἀθεάτου θεότητος παρανοῖξαι δόξαν
5ὧδε δηλοῖ· ἐντεῦθεν καὶ γὰρ ὡς ἐκ ῥίζης τινὸς πάλαι μὲν Εὐσεβίῳ τῷ τῶν εἰκονομάχων ἐκείνῳ προέδρῳ, νῦν δὲ Πα‐ λαμᾷ συνερρύηκε, τῆς ὁμοίας κακίας ἠργμένῳ, μακρᾶς τῆς πλάνης τὰς τῶν ἁπλουστέρων ἐμπεπληκέναι ἀκοάς, αὐτῷ τε παρανοίᾳ χρησαμένῳ μάλα τι ὀλεθρίῳ, καὶ ἅμα ἑαυτῷ
10τοὺς ἄλλους ὁμοίως χρῆσθαι βιαζομένῳ· ᾧ γὰρ τὴν γνώ‐ μην σκολιά τις παραφροσύνη χειρωσαμένη, καθάπερ τὴν Ἀθη‐ ναίων ἀκρόπολιν πάλαι Πεισίστρατος, τῶν λεγομένων αὐτόνο‐ μος γίνεται πρύτανις, τούτῳ δὴ μηδὲ μικρὰ φροντίζειν ἔστι μηδαμῇ μηδενός, μήτ’ αἰδοῖ τινὶ τὸ τῆς γλώττης συστέλλειν
15ἀκόλαστον, μήθ’ ὧν ἐξαπατᾷ φείδεσθαι μηδενός, ἄχρις ἂν εἰς τὸν αὐτῷ προσήκοντα μάλα τι πλείστους ἅμα αὐτῷ συγ‐ κατορύξῃ κρημνόν. ᾧ δ’ ὑγιαίνοντι συμβαίνει κεχρῆσθαι τῷ νῷ, οὐκ ἀωρίᾳ δίδωσιν οὑτοσὶ λογισμῶν ἑαυτόν· οὐδὲ δέος ἐξαπατηθέντα ποτὲ δι’ ἀκοὴν αὐτὸν οἱασδηποτοῦν λέξεως, δι’
20οἱονδήτινα τρόπον ἀνθρωποπρεπῶς ἐνίοτε λεχθείσης, ὀλισθαί‐ νειν περὶ τὴν πίστιν, ἄχρις ἂν ὁμολογοῦσαν ἔχῃ τὴν διάνοιαν τῷ τῆς ψυχῆς συνειδότι, μήθ’ ὁρᾶσθαι δύνασθαι σωματικοῖς
τὴν ἄκτιστον θεότητά ποτ’ ὀφθαλμοῖς, μήτ’ ἀλλοίωσιν μηδὲ

3

.

485

τροπήν ποθ’ ὑπομένειν ἡντινοῦν. εἰ γὰρ μὴ τοῦτ’ εἴη, κω‐ λύσει τῶν πάντων οὐδὲν πρὸς ἀσέβειαν ἔχειν ἐπιρρεπῶς ἀεὶ καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν κλονεῖσθαι καὶ περιτρέπεσθαι πάντα τινά, καθάπερ ἀνερμάτιστον σκάφος ἐφ’ ὑγρῶν ἀστα‐
5τούσης θαλάσσης κυμάτων ταλαντευόμενον ἐφ’ ἑκάτερα καὶ παντοίαις ἀνέμων πνοαῖς ἀγόμενόν τε καὶ φερόμενον πλημ‐ μελῶς. κατὰ γὰρ τὸν μέγαν Βασίλειον, εἴ τις ἀβασανίστως προσέχει τοῖς γράμμασι, πρὸς Ἑλληνικούς τε καὶ Ἰουδαϊκοὺς ὁμοῦ καὶ γραώδεις μύθους ἐκτραπήσεται, καὶ πτωχὸς παν‐
10τελῶς τῶν ἀξίων περὶ θεοῦ νοημάτων καταγηράσει. ἀλλὰ τῷ γε διπλοῦν τε καὶ σύνθετον ἀκριβῶς τὸν Χριστὸν ἐγνω‐ κότι μὲν ἐκ τῶν θεϊκῶν νῦν δ’ ἐκ τῶν ἀνθρωπίνων ... δηλούσης τὸ συναμφότερον, οὐ μέγα ἔργον τὰ μὲν ὑψηλὰ τῇ θεότητι νέμειν, τὰ δ’ ὑφειμένα τῇ ἀνθρωπότητι· καὶ ὅταν ἀκούῃ
15“σάρξ τε ὁ λόγος ἐγένετο” καὶ αὖθις “ὀλίγαι ῥανίδες αἵματος θεοῦ κόσμον ὅλον ὑγίασαν,” οὐ μεταβολὴν οὐδὲ τροπὴν ὅλως ὑπολήψεται τῆς θεότητος. οὐδ’ ὅτε θεοῦ υἱὸν ἀκούει τὸν ἄνθρωπον, θεῷ φυσικὴν ἐννοήσει τὴν κάτω γέννησιν. ναὶ μὴν οὐδὲ μεταμόρφωσιν ἀκούσας τοῖς τῶν εἰκονομάχων ὑπα‐
20χθήσεται λόγοις, ὥστε μεταβολὴν καὶ τροπὴν σαρκὸς εἰς ἄκτι‐ στον ἐννενοηκέναι θεότητα ἢ θεότητος μετουσίωσιν εἰς ὑφει‐ μένην καὶ ἀνυπόστατον ἄλλην καὶ ἀνούσιον θεότητα κατὰ τὸν
Παλαμᾶν. εἰ δὲ τοῦθ’ οὕτω, πολλῷ μᾶλλον οὐδ’ ὅτε δόξαν ἀκού‐

3

.

486

σῃ θεότητος μικρὸν παρανοιχθείσης ἢ παραδειχθείσης, πρὸς ἀτόπους ἐννοίας καὶ μάλα τῇ εὐσεβείᾳ ἀπᾳδούσας ἐξενεχθή‐ σεται, μηδαμῇ μηδὲ τῷ τῆς ἐπιστήμης φωτὶ ἁρμοττούσας. ὥστε καὶ σφόδρα θαυμάζειν ἐμοὶ περίεστι, πῶς καὶ πόθεν
5ὁ Παλαμᾶς εἰς τοιαύτας εὐθὺς ἐκτετόπισται βλασφημίας. οὐ γὰρ ἔχει λέγειν ὡς παραστατικὸν οὔτε τὸ παραδειχθῆναι οὔτε τὸ μικρῶς πως ἀνοιγῆναι θεότητα τοῦ θεότητος νοεῖν ἐκεῖνο τέως γεγενῆσθαι τὸ φῶς. λειπούσης μὲν γὰρ τῆς παρά προθέσεως καὶ τοῦ “μικρῶς πῶς ἔδειξε” καὶ τοῦ “μικρὸν
10παρήνοιξε” καὶ τῶν ὁμοίων, εἶχεν ἄν πως αὐτός τε καὶ τὸ τῶν εἰκονομάχων σμῆνος, εἰ καὶ μὴ δικαίως, ἀλλ’ οὖν εἶχέ τινα πρόφασιν ἴσως τῆς τοιαύτης αὐτῶν αἱρέσεως· νῦν δ’ οὐδεμία οἱ λείπεται πρόφασις. καὶ γὰρ τῇ διδασκαλίᾳ τῆς τῶν λέξεων ἐπιστήμης οἱ θεῖοι τῆς ἐκκλησίας πατέρες ἑπό‐
15μενοι, θεραπείας τοιαύτας τοῖς οὕτω τόλμης ἔχουσι διανοή‐ μασιν αὐτοί τε ἐπιφέρουσι καὶ ἡμᾶς παραινοῦσι. φασὶ γὰρ καὶ οἱ τῆς Ἑλλάδος σοφίας καὶ ἐπιστήμης ἐφευρεταὶ τά τε ἄλλα καὶ θεραπείαν εἶναι τῶν τοιούτων βραχεῖαν προσθή‐ κην· τὸ γὰρ οἷον καὶ μονονουχί καὶ ἴσως καὶ τὸ τῶν προ‐
20θέσεων πολύσημον καὶ διάφορον τοῖς λόγοις προσλαμβανό‐ μενον βραχεῖα μέν ἐστι προσθήκη τοῖς λόγοις, ἀλλὰ πάνυ τι σφόδρα τὸ τῆς ἐννοίας ἀκόλαστον καὶ φλεγμαῖνον λεαίνει, καθάπερ τὰ πρὸς τῶν Ἀσκληπιαδῶν τοῖς νοσοῦσιν ἐπαγόμενα
φάρμακα· καὶ μεσταὶ μὲν ἱεραὶ τῶν τοιούτων βίβλοι, με‐

3

.

487

σταὶ δ’ Ἀττικαί, μεστοὶ δ’ ὁπόσοι διὰ γλώττης ἐν παντὶ καιρῷ καὶ τόπῳ τοῖς ἀνθρώποις ἀνύονται δίαυλοι. τὸ μὲν γὰρ “ὁ παρὼν καιρός, ὦ Ἀθηναῖοι, μονονουχὶ λέγει φωνὴν ἀφιείς,” Δημοσθένους ὄν, καὶ αὖ τὸ “οἷον ἁλμυρὰν ἀκοὴν
5ἀποκλύσασθαι” Πλάτωνος, καὶ τὸ “μικροῦ δέω λέγειν,” καὶ ὅσα τοιαῦτα, συστέλλει πως τὸ αὔθαδες τῆς ἐννοίας, ὡς μήτ’ ἐκεῖ λαλητικὸν ζῶον οἴεσθαι τὸν καιρόν, μήτ’ ἐνταῦθα θα‐ λαττίας ἅλμης ἄντικρυς ἀπόζειν τὸν λόγον. καὶ ἵνα τἀν μέσῳ παρέντες εἰς τὸν προκείμενον ἀνέλθωμεν δρόμον, τῆς αὐτῆς
10καὶ οἱ θεῖοι πατέρες ἐχόμενοι γνώμης καὶ ἐπιστήμης, κἀπὶ τῆσδε τῆς ἑορτῆς, τοῦ μὲν γυμνῶς τε καὶ ἀπαρακαλύπτως εἰπεῖν ὀφθαλμοῖς ἀνθρωπίνοις τὴν ἄκτιστον ὁρᾶσθαι θεότητα παντάπασιν ἀπέσχοντο· καὶ οὐκ ἄν τις δείξειέ ποτε, κἂν σωφρονοίη κἂν μαίνοιτο, οὔτε γραφὴν οὔτε βίβλον, οὔθ’ ἱε‐
15ρὰν οὔθ’ ἑλληνίζουσαν, οὔτε σωφρονοῦσαν οὔτε μαινομένην, τοσαύτης ἀσεβείας μετεσχηκυῖαν ἄχρι καὶ ἐς δεῦρο· πῶς γάρ, οἳ καὶ ψυχὴν ἡμῖν ἡμετέραν ἀθέατον ἴσασιν οὖσαν καὶ φύσιν ἀγγελικήν, καὶ ὃ μὴ σῶμα, μηδ’ ἐν σώματι πᾶν; εἰ γὰρ οἱ ἅγιοι, φησὶν ὁ θεῖος Χρυσόστομος, καὶ πνεύματος
20ἁγίου ἠξιωμένοι, ὥσπερ καὶ ὁ ἀνὴρ τῶν ἐπιθυμιῶν θεασά‐ μενος ἀγγέλου παρουσίαν, οὐκ αὐτὴν τὴν οὐσίαν (πῶς γὰρ οἷόν τε ἀσώματον οὐσίαν ἰδεῖν;) ἀλλὰ μετασχηματισθεῖσαν
τὴν ἐνέργειαν, μικροῦ δεῖν καὶ αὐτὴν τὴν ψυχὴν ἀφῆκε, καὶ

3

.

488

ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ ἄπνους σχεδὸν ἔκειτο, τίς ἄν, κἂν σφόδρα μεμηνὼς ᾖ, καταδέξαιτο τὸ βλάσφημον; τὸ μὲν δὴ οὖν ἀπαρακαλύπτως καὶ γυμνῶς τοιαῦτα λέγειν καὶ νοεῖν οἱ θεῖοι πατέρες καὶ διδάσκαλοι τῆς εὐσεβείας ἥκιστα παντάπασιν
5ἔσχον· ὃ δὲ κατ’ οἰκονομίαν τινὰ παρὰ θεοῦ γεγονὸς λέγειν προήχθησαν, κολάζοντές πως κἀκεῖνο καὶ βραχείᾳ τινὶ θερα‐ πεύοντες προσθήκῃ τὸ ἐπίφθονον ἀπήγγειλαν, ὡς κἀνταῦθα τῆς γε δήπου τελείας ἐμφανείας καὶ δείξεως τὸν ἡμῶν ἀπά‐ γοντες νοῦν βραχείᾳ ταύτῃ, τῇ τῆς παρά προθέσεως δηλαδή,
10προσθήκῃ τῆς ἐς τὰ ἀδύνατα συνέστειλαν ὁρμῆς οὑτωσί πως τὸ αὔθαδες. ἵνα δὲ καὶ ὑποδείγμασιν ἑτέροις τὸν λόγον δια‐ λευκάνωμεν, ὁ μελῳδὸς ἐκεῖνος αὐτίκα παρίτω μοι, “σύμ‐ βολα” φάσκων “τῆς ταφῆς σου παρέδειξας πάλαι τὰς ὁρά‐ σεις πληθύνας.” μᾶλλον δ’ ἐκεῖνα παρίτω ἃ Γρηγορίῳ
15τῷ θεολόγῳ περὶ τοῦ πάσχα πεφιλοσόφηται· “ὅταν αὐτό” φησι “πίνῃ καινὸν μεθ’ ὑμῶν ἐν τῇ βασιλείᾳ τοῦ πατρός, ἀποκαλύπτων καὶ διδάσκων ἃ νῦν μετρίως παρέδειξεν.” ὁρᾷς πῶς ἡ παρά πρόθεσις παρακρούεται μὲν τὴν τε‐ λείαν τῆς ἀληθείας ἔνδειξιν, ἀντεισάγει δὲ τὴν σκιώδη καὶ
20ἀτελῆ. καὶ πάλιν ἐγκαινίζεται δὲ καὶ ἡ σκηνὴ τοῦ μαρτυ‐ ρίου καὶ λίαν πολυτελῶς, ἣν θεὸς παρέδειξε καὶ Μωσῆς ἐπήξατο καὶ Βεσελεὴλ ἐτελείωσε, τυπικῶς δηλαδὴ καὶ ἥκιστά πω κατ’ οὐσίαν· “ὅρα” γάρ φησι “ποιήσεις πάντα κατὰ τὸν
τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει.” καὶ ἄγγελοι δέ, φη‐

3

.

489

σὶν ὁ θεῖος Χρυσόστομος, παρ’ ἀνθρώποις φανέντες τὸ τῆς οἰκείας φύσεως ἀπαστράπτον φῶς παρήνοιξαν· ἡ γὰρ παρά πρόθεσις κολαστικόν τινα δείκνυσι τρόπον ἐν τούτοις τε καὶ τοῖς ὁμοίοις τούτοις, οἱονεὶ διὰ παραπετάσματος τὴν ἀλήθειαν
5κρυπτομένην συμβολικῶς ὑπεμφαίνουσα. διὸ καὶ παραδει‐ χθεῖσαν ἢ παρανοιχθεῖσαν ἀκούοντες θεότητα οὐκ αὐτὴν ἀμέσως νοοῦμεν δειχθεῖσαν τὴν ἄκτιστον οὐσίαν· ἀλλὰ διὰ τῆς παρά μᾶλλον προθέσεως ῥᾷστα παρακρουόμεθα τὴν τοι‐ αύτην ὑπόνοιαν καὶ τὸ ἄτοπον ἐντεῦθεν συστέλλομεν τοῦ
10τολμήματος, συγκαταβάσεως εἶναι ταῦτα καὶ οὐκ αὐτῆς δη‐ λωτικὰ τῆς οὐσίας· καθὰ καὶ ὁ θεῖος Χρυσόστομος ἑρμη‐ νεύων τὸ “ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην,” συγκατέβη φησί, καὶ οὐ τοῦτο ὅπερ ἦν ἐφάνη· ἐπειδὴ γάρ, φησίν, ἔμελλεν αὐτοῦ ὁ υἱὸς διὰ σαρκὸς φανή‐
15σεσθαι ἡμῖν, ἄνωθεν αὐτοὺς προεγύμναζεν ὁρᾶν τοῦ θεοῦ τὴν οὐσίαν ὡς αὐτοῖς δυνατόν. καὶ πάλιν “σάρκα” φησὶ “περιεβάλετο ὁ θεός, ἵνα μὴ γυμνῇ τῇ θεότητι προσβαλὼν πάντας ἀπολέσῃ, μηδενὸς δυναμένου τὴν ἀπρόσιτον ἐκείνου τοῦ φωτὸς προσβολὴν ἐνεγκεῖν.”
20 Τὰ δ’ αὐτὰ καὶ ὁ θεῖος διέξεισι Μάξιμος, “οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ τὸν θεὸν” λέγων “γινώσκομεν, ἀλλ’ ἐκ τῆς με‐
γαλουργίας τῶν ὄντων· διὰ γὰρ τούτων ὡς δι’ ἐσόπτρων

3

.

490

τὴν ἄπειρον ἀγαθότητα καὶ σοφίαν καὶ δύναμιν αὐτοῦ κατα‐ νοοῦμεν.” ὁρᾷς πῶς ἀνάγκῃ πειστέον ἡμῖν ἐστίν, ὡς δι’ ἐσόπ‐ τρου τοῦ προσλήμματος, συγκαταβάσει χρησάμενον τὸν θεάνθρωπον λόγον κἀπὶ τοῦ ὄρους ἐκείνου παραδειχθῆναι
5μέν, οὐ δειχθῆναι δέ, καὶ παραγυμνῶσαι μέν, οὐ γυμνῶσαι δὲ τὴν τῆς ἀκτίστου θεότητος οὐσίαν αὐτοῦ, οὐδ’ ἑτέραν τῆς οὐσίας αὐτοῦ θεότητα ἀνυπόστατόν τε καὶ ὁρατὴν καὶ ἄκτι‐ στον καὶ ὑφειμένην ἐκεῖ πεπραχέναι κατὰ τὴν τῶν ἀσεβούν‐ των παρανομίαν· ἀνθρωπίνης γὰρ μορφῆς ἀλλοίωσις ἡ με‐
10ταμόρφωσις ἦν, καὶ οὐ μετουσίωσις τῆς ἀναλλοιώτου θεότη‐ τος. καθὰ καὶ ὁ μελῳδὸς διέξεισι θεῖος Κοσμᾶς, “τὴν ἀν‐ θρωπίνην” λέγων “ἀμαυρωθεῖσαν ἐλάμπρυνας πάλαι φύσιν, καὶ ἀλλοιώσει τῆς μορφῆς σου ἐθεούργησας.” εἰ δ’ οὖν προσ‐ εκτέον τί περὶ τούτου καὶ ὁ θεῖος διέξεισι Χρυσορρήμων,
15“πορευθῶμεν” φησὶν “ἐπὶ τὸ ὄρος τῷ λόγῳ, ἔνθα μετεμορ‐ φώθη Χριστός. ἴδωμεν αὐτὸν λάμποντα ὥσπερ ἔλαμψε. καί τοι οὐδ’ οὕτω πᾶσαν ἡμῖν ἔδειξε τὴν τοῦ μέλλοντος αἰῶ‐ νος λαμπρότητα. ὅτι γὰρ συγκατάβασις ἦν τὸ φαινόμενον ἀλλ’ οὐκ ἐπίδειξις τοῦ πράγματος ἀκριβής, ἀπ’ αὐτῶν δῆλον
20τῶν τοῦ εὐαγγελίου ῥημάτων. τί γάρ φησιν; ἔλαμψεν ὡς ὁ ἥλιος. ἡ δὲ τῶν ἀφθάρτων σωμάτων δόξα οὐ τοσοῦτον ἀφίησι τὸ φῶς ὅσον τοῦτο τὸ σῶμα τὸ φθαρτόν, οὐδὲ τοιοῦ‐
τον οἷον καὶ θνητοῖς ὄμμασι γενέσθαι χωρητόν, ἀλλ’ ἀφθάρ‐

3

.

491

των καὶ ἀθανάτων δεόμενον ὀφθαλμῶν πρὸς τὴν θέαν αὐ‐ τοῦ.” ἀκούεις; οὐ γὰρ ἄφθαρτον ἔλαβεν ἐκ παρθένου σῶμα (τοῦτο γὰρ τῆς Μαρκίωνός ἐστι λέγειν αἱρέσεως), οὐδ’ ἄκτι‐ στον αὐτὸ πεποίηκέ τε καὶ ἔκτισεν ὁ θεῖος λόγος (τοῦτο γὰρ
5τῆς τῶν εἰκονομάχων ὑπάρχει λέγειν αἱρέσεως)· ἀλλ’ ἡ ἀναλλοίωτος φύσις, ὡς ὁ θεῖος αὖθίς φησι μελῳδός, τῇ βρο‐ τείᾳ μιχθεῖσα, τῆς ἐμφεροῦς ἀΰλου θεότητος φῶς παραγυ‐ μνοῦσα τοῖς ἀποστόλοις ἀπορρήτως ἐξέλαμψε. καὶ πάλιν, ἀμυδροὺς θεϊκῆς αὐγῆς παρεγύμνου χαρακτῆρας. ὁρᾷς πῶς
10πανταχῇ πάντες οἱ τῆς εὐσεβοῦς ἐκκλησίας διδάσκαλοι τὴν ἀμυδρὰν καὶ οὐ μάλα ἄμεσον διὰ τῆς παρά προθέσεως ἐμ‐ φαίνουσι δήλωσιν. εἰ δ’ οὖν, παρελθόντες ὁμοῦ πάντες οἱ τῆς Παλαμικῆς θιασῶται φατρίας δεικνύτωσαν ποῦ τῆς γρα‐ φῆς εὑρίσκεται λέγων τις τῶν ἁπάντων ἁγίων ἄκτιστον ἄλλην
15ἀνούσιον καὶ ὑφειμένην φανῆναι τότε θεότητα. ἀλλ’ οὐδὲ πολλὰ μογήσαντες δεῖξαί ποτ’ ἂν δυνηθεῖεν οὔτ’ ἐς τὸ ὑφει‐ μένον οὔτ’ εἰς τὸ ὑπερκείμενον μεριζομένην τὴν μόνην ἐκείνην ἄκτιστον καὶ ἀμέριστον οὐσίαν τε καὶ θεότητα. ὅ γε μὴν θεῖος Μάξιμος καὶ σύμβολον καὶ τύπον εἶναι τὸ φῶς ἐκεῖνο
20καὶ δραματούργημα λέγει· “οἶμαι” γάρ φησι “τοὺς καθόλου δύο τῆς θεολογίας τρόπους μυστικῶς ὑφηγεῖσθαι τὰ ἐπὶ τοῦ ὄρους κατὰ τὴν μεταμόρφωσιν θεοπρεπῆ δραματουργήματα, τόν τε προηγούμενόν φημι καὶ ἁπλοῦν καὶ ἀναίτιον, καὶ τὸν
ἑπόμενον τούτῳ καὶ σύνθετον καὶ διὰ καταφάσεως μεγαλο‐

3

.

492

πρεπῶς ἐκ τῶν αἰτιατῶν ὑπογράφοντα.” καὶ πάλιν “σκοπή‐ σωμεν δὲ εἰ μὴ καλῶς ἑκατέρῳ τῶν εἰρημένων τρόπων κατὰ τὴν θείαν ἐκείνην τοῦ κυρίου μεταμόρφωσιν καὶ σοφῶς ἐνυ‐ πάρχοι τὸ σύμβολον· ἔδει γὰρ αὐτόν, καθ’ ἡμᾶς ἀτρέπτως
5κτισθῆναι δι’ ἄμετρον φιλανθρωπίαν καταδεξάμενον, ἑαυτοῦ γενέσθαι τύπον καὶ σύμβολον, καὶ παραδεῖξαι ἐξ ἑαυτοῦ συμβολικῶς ἑαυτόν, καὶ δι’ αὑτοῦ φαινομένου πρὸς ἑαυτὸν ἀφανῶς πάντῃ κρυπτόμενον χειραγωγῆσαι τὴν ἅπασαν κτί‐ σιν.” καὶ πάλιν “ἐπεὶ μηδὲ χωρεῖσθαι τῇ κτίσει τὸ ἄκτι‐
10στον πέφυκε, μηδὲ περινοεῖσθαι τοῖς πεπερασμένοις τὸ ἄπει‐ ρον.” καὶ πάλιν “τὴν μὲν ἀκτινοφανῶς ἐκλάμπουσαν τοῦ προσώπου πανόλβιον αἴγλην, ὡς πᾶσαν ὀφθαλμῶν νικῶσαν ἐνέργειαν, τῆς ὑπὲρ νοῦν καὶ αἴσθησιν καὶ οὐσίαν καὶ γνῶ‐ σιν θεότητος αὐτοῦ σύμβολον εἶναι ἐδιδάσκοντο· τὰ δὲ λευ‐
15κανθέντα ἱμάτια τῶν ῥημάτων τῆς ἁγίας γραφῆς φέρειν σύμ‐ βολον ὡς τηνικαῦτα λαμπρῶν καὶ τρανῶν καὶ σαφῶν αὐτοῖς γενομένων, καὶ παντὸς γριφώδους αἰνίγματος καὶ συμβολικοῦ σκιάσματος χωρὶς νοουμένων, καὶ τὸν ἐν αὐτοῖς ὄντα τε καὶ καλυπτόμενον παραδηλούντων λόγον, ὁπηνίκα τὴν τελείαν καὶ
20ὀρθὴν περὶ θεοῦ γνῶσιν ἔλαβον.” καὶ πάλιν “εἴρηται τοίνυν ἀνωτέρω ὅτι διὰ μὲν τῆς γενομένης ἐπὶ τοῦ ὄρους τοῦ προσ‐ ώπου τοῦ κυρίου φωτοειδοῦς λαμπρότητος πρὸς τὴν πᾶσι
καθόλου τοῖς οὖσιν ἄληπτον τοῦ θεοῦ μυστικῶς οἱ τρισμα‐

3

.

493

κάριοι ἀπόστολοι κατὰ τὸ ἄρρητόν τε καὶ ἄγνωστον ἐχειραγω‐ γοῦντο δύναμίν τε καὶ δόξαν, τῆς ἀφανοῦς κρυφιότητος τὸ φανὲν αὐτοῖς ὑπὲρ τὴν αἴσθησιν φῶς σύμβολον εἶναι μανθά‐ νοντες.” ὁρᾷς πῶς καὶ οὗτος τῆς μὴ φαινομένης ἀκτίστου
5θείας οὐσίας τοῦ θεανθρώπου λόγου τύπον καὶ σύμβολον, καὶ οὐκ ἄκτιστον ἄλλην ἀνυπόστατον φάσκει θεότητα, τὸ τη‐ νικαῦτα φαινόμενον φῶς ἐν Θαβὼρ ἐπ’ αὐτοῦ, καὶ παράδειξιν, οὐ δεῖξιν; μηδὲ γὰρ εἶναι δυνατὸν ὁραθῆναι τοῖς κτίσμασι τὸ ἄκτιστον μηδὲ τοῖς πεπερασμένοις τὸ ἄπειρον λέγει. δη‐
10λοῖ δ’ ἐναργέστερον ἔτι καὶ ὁ μέγας τῆς ἐκκλησίας τοῦτο φωστὴρ Κύριλλος· “πεπρᾶχθαι γάρ φαμεν τὴν τοῦ κυρίου” λέγει “μεταμόρφωσιν, οὐ δήπου τὸ σχῆμα τὸ ἀνθρώπινον ἀποβαλόντος τοῦ σώματος, ἀλλὰ δόξης τινὸς φωτοειδοῦς πε‐ ριστελλούσης αὐτό· μείναντος γὰρ τοῦ σώματος ἐπὶ τοῦ σχή‐
15ματος, ἐπὶ τὸ ἐνδοξότερον οἱ χαρακτῆρες διὰ φωτοειδοῦς χρώματος διεχρώννυντο.” εἰ οὖν κατὰ τὰς τῶν ἁγίων γρα‐ φὰς τύπος καὶ σύμβολον ἀκτίστου θεότητος ἦν κἀκεῖνο τὸ φῶς, ἕτερον ἐκείνης ἦν καὶ οὐκ ἐκείνη, οὐδ’ ἄκτιστος θεότης εἴτουν οὐσία. ὡς γὰρ τὸ ἕτερον παρὰ τὴν δύναμιν κατὰ τὸν
20Νυσσαέα Γρηγόριον δύναμις οὐκ ἔστιν, οὕτω καὶ τὸ ἕτερον παρὰ τὴν μόνην ἄκτιστον οὐσίαν θεότης ἄκτιστος οὐκ ἔστιν· εἰ γὰρ ἄλλη, καὶ ἄκτιστος καὶ ἀνούσιος καὶ ἀνυπόστατος.
ἀνύπαρκτος ἄρα, καὶ τὸ σέβας ἀθεΐα σαφής. οὕτως ἐκ μὲν

3

.

494

πολυθεΐας Παλαμικῆς εἰς ἀθεΐαν Παλαμικὴν ἡ ἀνούσιος αὕτη καὶ ἀνυπόστατος νέα τοῦ Παλαμᾶ θεότης εἰς τὸ τοῦ Πα‐ λαμᾶ βάραθρον τοὺς ἁπλουστέρους ἐφέλκεται. καὶ ἵνα τε‐ λεωτέραν ἔτι τὴν περὶ τοῦ φωτὸς ἐκείνου διδασκαλίαν ἐπι‐
5γνῷς, ἀκούετε τοῦ Χρυσορρήμονος αὖθις Ἰωάννου. ἐν γὰρ τῷ κατὰ τὴν τοῦ σωτῆρος ἀνάληψιν λόγῳ τάδε διέξεισι. “θαῦμα” φησὶ “τοῖς ἀποστόλοις καὶ ἔκστασις καὶ θροῦς ἐγέ‐ νετο. θνητοὶ γὰρ τὴν φύσιν ὄντες, καὶ ἀσυνήθεις τοιούτων θεωριῶν, ἐξέστησαν τῇ διανοίᾳ. ἀλλ’ ἐρεῖ τις ὅτι προϊδόν‐
10τες ἦσαν καὶ τὴν μεταμόρφωσιν ὅ τε Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης. προεῖδον μὲν ἐκεῖ μεταμορφωθέντα τὸν κύριον καὶ νεφέλην σκιάσασαν αὐτόν· ἀλλ’ οὐκ εἶδον τὴν νεφέλην εἰς ἀέρα ἁρπασθεῖσαν καὶ εἰς οὐρανοὺς τὸν δεσπότην ἀνα‐ λαμβάνουσαν. θαῦμα ἐκεῖνο, θαῦμα καὶ τοῦτο· ἀλλὰ θαῦμα
15θαύματος φοβερώτερον, τοῦτο ἐκείνου ὑψηλότερον, κἂν ἑνὸς θεοῦ ἡ δύναμις καὶ τὸ μυστήριον ὑπῆρχε. τότε Μωσῆς καὶ Ἡλίας ὤφθησαν τοῖς περὶ τὸν Πέτρον μετ’ αὐτοῦ συλλαλοῦν‐ τες· νῦν δὲ θρόνος Χερουβικός, τουτέστιν ἀόρατος δύναμις τῇ νεφέλῃ καλυπτομένη, ἀθρόον ἐπιστᾶσα τὸν δεσπότην τοῖς
20δούλοις ὁμιλοῦντα ἀφήρπασε. τότε Πέτρος μετὰ παρρησίας ἀπεκρίνατο ‘κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· ποιήσωμεν τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν Ἡλίᾳ‘. νυνὶ
δ’ οὐδὲ φθέγξασθαί τις ἐδυνήθη τῶν μαθητῶν, οὐδὲ τὸ

3

.

495

στόμα διανοῖξαι, ἀλλὰ φόβῳ μεγίστῳ καταπλαγέντες ἐξέ‐ στησαν”. Ἐνταῦθα καὶ εἰ βασκανίᾳ κάτοχός τις εἴη, καὶ εἰ μα‐ κρᾶς εὐηθείας μεστός, πάντας ἄν μοι δοκεῖ τῆς γνώμης ἐμοὶ
5κοινωνεῖν, μεταθεμένους τὸ ἄγνωμόν τε καὶ δύσερι πρός γε τὸ μήτε πλείονος μήτε μείζονος μήτ’ ἐναργεστέρας δεῖσθαι μαρτυρίας, ὅτι τῶν τοῦ Χριστοῦ θαυμάτων ἓν καὶ τὸ ἐν Θαβωρίῳ δειχθῆναι φῶς. ὅμως δυοῖν ἐνταυθοῖ διειλημμέ‐ νων μεγάλων τοῦ Χριστοῦ θαυμάτων, ἢ καὶ δυοῖν ἐχρῆν Πα‐
10λαμᾶ τὴν λατρευτικὴν ἀπονέμειν προσκύνησιν ὡς ἀκτίστοις θεότησιν, ἵνα μεῖζον καὶ φανερώτερον ᾖ τὸ νεμόμενον τῆς αὐτοῦ κακίας, ἢ θατέρῳ, τῷ μείζονι δηλαδὴ καὶ ὑψηλοτέρῳ. εἰ δὲ τοῦτο μηδεὶς μηδαμῇ πω τετόλμηκεν οὐδ’ εἰς νοῦν εἰ‐ ληφέναι τρόφιμος εὐσεβείας καὶ ἅμα παιδείας εὐσχήμονος
15ἔχων ἡλικιῶτιν διάνοιαν, ποῦ δίκαιον τοῖς τε εἰκονομάχοις ἐκείνοις καὶ ἅμα τῇ νέᾳ ταύτῃ τοῦ Παλαμᾶ φάλαγγι προσ‐ έχειν τὸν νοῦν ὁπωσοῦν; οἷς πάντα μὲν ἀδεῶς τολμᾶται λέγειν τὰ χείριστα, πάντων δ’ οὖν μάλιστα θεϊκὴν ἀπονέμειν λατρείαν τῷ τοῦ ἐν Θαβωρίῳ θαύματος φωτί, καὶ ἀνούσιον
20αὐτὸ νομίζειν θεότητα ὑφειμένην καὶ ἀνυπόστατον. ἐμὲ μὲν γὰρ ἐνταυθοῖ Παλαμᾶς εὑρήσει πολέμιον, καὶ γλώττῃ πάσῃ καὶ βίβλοις ὅλαις ἀεί, κἂν μὴ βούληται, σιγῶντα δ’ οὖν οὐδ’ ἐὰν βούληται. ἦ πολλοῦ μέντ’ ἂν δεήσειε βαρβαρικῆς ἀπο‐
νοίας εἶναι μεστῷ πολλοῦ δ’ ἂν πολυθεΐας ἔχειν τὸ ἧττον

3

.

496

Ἑλληνικῆς, ὅτῳ ἂν πάνθ’ ὅσα διὰ φώτων γίνεται θαύματα λατρεύειν εἴη διὰ φροντίδος. οὐδὲ γὰρ οὐδὲ σῶμά τί ἐστιν ἡ ἄκτιστος ἐκείνη τοῦ σωτῆρος οὐσία, ἵνα μέρος μὲν παρα‐ φανῇ μέρος δ’ οὔ· πῶς γάρ, ἀμερὴς οὖσα δύναμις καὶ κυ‐
5ρίως ἕν, ἀριθμοῦ παντὸς παντάπασιν ὑπέρτερον· οὔτε γὰρ ἐκείνη μερισμῷ τινὶ δυάδα γεγέννηκεν, οὔτ’ ἀριθμὸς οὐδεὶς ἐμέρισεν αὐτήν· ἀλλ’ ἓν οὖσα φύσει καὶ μονὰς ἀεί, μεμένη‐ κεν ἀεὶ μοναδική τε καὶ ἄτρεπτος καὶ ἀόρατος. φησὶ γὰρ καὶ ὁ θεῖος Χρυσόστομος ὡς εἰ αὐτὴν ἑώρων οἱ προφῆται
10τὴν φύσιν τοῦ θεοῦ, οὐκ ἂν διαφόρως ἐθεῶντο· ἁπλῆ γάρ τις ἐκείνη καὶ ἀσχημάτιστος καὶ ἀσύνθετος καὶ ἀπερίγραπτος καὶ ἀεὶ ὡσαύτως ἔχουσα. ἀλλ’ ἔδειξε φησὶ τῆς ἀθεάτου θεϊκῆς αὐτοῦ βασιλείας τὴν δόξαν. εἶτα οὐ τὸ ἐκκαλύψαι μείζω τὴν δύναμιν ἔχει τοῦ δεῖξαι· κεκαλυμμένου γάρ τινος
15δηλοῖ φανέρωσιν πράγματος· τὸ δὲ δεῖξαι λέξις ἐστὶ κἀν τοῖς φαινομένοις χρειώδης ἁπλῶς, ὥσπερ ἂν εἰ ἐν βαλαν‐ τίῳ καλυπτομένων μαργάρων μόνον δεικνύοι τις τὸ βαλάν‐ τιον· οὗτος γὰρ ἔδειξε μέν, οὐκ ἐξεκάλυψε δὲ τὸ ζητούμε‐ νον· ὡς καὶ ὁ μέγας διδάσκει Χρυσόστομος, λέγων ὅτι
20οὐκ ἐνέβη ὁ Ἰησοῦς εἰς τὸ πλοῖον, τὸ θαῦμα μεῖζον ἐργάσασ‐ θαι βουλόμενος καὶ ἅμα τὴν θεότητα αὐτοῖς ἐκκαλύψαι τρα‐
νότερον.

3

.

497

Ἐπιστῆσαι δ’ ἄξιον πῶς δύο θαυμάτων ἐνταῦθα διει‐ λημμένων, καὶ τοῦ μὲν παράδειξιν δηλοῦντος θεότητος τοῦ δ’ ἐκκάλυψιν, καὶ τῆς μὲν εἰληχυίας τὸ ἧττον τῆς δ’ ἐκκα‐ λύψεως τὸ μεῖζον, ἣ μὲν τὸ ἧττον ἔχειν ἔλαχε, ταύτῃ Πα‐
5λαμᾶς λατρευτικὴν νέμει προσκύνησιν, ἣ δὲ τὸ μεῖζον ἔλαχε, ταύτῃ δ’ οὖν οὐδ’ ἡντινοῦν. γελοῖον γὰρ ἂν εἴη τὸ μὲν ἔλατ‐ τον κατὰ δύναμιν μεγίστην καρποῦσθαι τιμήν, τὸ δ’ ὑπέρτε‐ ρον μηδὲ τὴν τοῦ ἥττονος· καὶ ὃ μὲν ἑαυτῷ ἥκιστ’ ἔχει, τοῦθ’ ἑτέροις ἐπαρκεῖν, ὃ δὲ μάλισθ’ ἑαυτῷ, τοῦθ’ ἑτέροις
10μηδαμῇ· καὶ ᾧ μὲν μηδ’ ἰσορροπεῖν ταῖς τῆς ἰσότητος πλά‐ στιγξι δύναμις εἴη, τούτῳ πάσης ὁλοσχερῶς συγχωρεῖν τῆς ὁλκῆς, ὃ δὲ πλείω τὴν τῆς ῥοπῆς ἐμβρίθειαν ἔχει πολλῷ, τοῦτο δ’ ἐκείνου κουφότερον ἡγεῖσθαι πολλῷ. εἰ δ’ εὐηθείας ταυτί, ἦ που πᾶσαν ὑπερήλασεν εὐήθειαν, ὃ τῇ ἐκκαλύψει
15μὴ συγχωρεῖται μηδ’ ἐγγὺς ἐλθεῖν, τούτῳ δὲ καὶ τὴν τῆς ἀκτίστου θεότητος προσνέμειν τιμήν. πῶς γὰρ ἄν ποτέ τι τῶν ἐν αἰσθητῷ φαινομένων εἴδει καὶ ὑποβαλλομένων αἰσθή‐ σει θεότης ἄκτιστος εἴη; ὅπου μηδὲ τὴν τῶν ἀσωμάτων ἀγ‐ γέλων φύσιν ἀνθρωπίνοις ὑποπεσεῖν δυνατὸν ὀφθαλμοῖς, ὡς
20ἄνω καὶ κάτω δέδεικταί τε καὶ αὐτοδίδακτόν ἐστιν ἀνθρω‐ πίνῃ συνέσει πάσῃ. δηλώσει δ’ οὖν καὶ ὁ μέγας αὖθις δι‐ δάσκαλος ἡμῖν Χρυσορρήμων, μὴ μόνον ὅτι μὴ ἦν ἐκεῖνο τὸ φῶς θεότης ἄκτιστός τε καὶ ἀνούσιος, ἀλλ’ οὐδ’ ἀσώματον·
φησὶ γὰρ ὑμνῶν οὑτωσί πως οὗτος αὐτό “εἰ καὶ σωματικώ‐

3

.

498

τερον ὁ σωτὴρ τοῦτ’ ἐδείκνυ τὸ φῶς, ἀλλ’ οὖν πολλὴν ἐπιθυμίαν τὸ πρᾶγμα εἶχε.” καὶ πάλιν “εἰ δ’ ἀμυδράν τινα τῶν μελλόντων ὁ Πέτρος ἰδὼν εἰκόνα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι ἔφη, τί ἄν τις εἴπῃ ὅταν αὐτὴ τῶν πραγμάτων ἡ ἀλή‐
5θεια παραγένηται;” καὶ πάλιν “ἐθεασάμεθα” φησὶ “τὴν δό‐ ξαν αὐτοῦ, οὐκ ἂν θεασάμενοι εἰ μὴ διὰ τοῦ συντρόφου σώ‐ ματος ἡμῖν ὤφθη.” καὶ πάλιν “ἂν θέλωμεν, καὶ ἡμεῖς ὀψό‐ μεθα τὸν Χριστόν, οὐχ οὕτως ὡς οἱ ἀπόστολοι τότε, ἀλλὰ πολλῷ λαμπρότερον· οὐ γὰρ οὕτως ὕστερον ἥξει.”
10 Εἰ οὖν λαμπρὸν μὲν ὁ Χριστὸς ἐνταῦθα τὸ φῶς ἐκεῖνο δέδειχε, λαμπρότερον δ’ οὖν ἐς τὸ μέλλον τοῖς ἁγίοις δείξει ἀνδράσι, πιστευτέον ἀνάγκη τῷ Χρυσορρήμονι σωματικώτερον εἶναι τὸ φῶς ἐκεῖνο σαφῶς παραινοῦντι, καὶ ἀληθείας ἀμυ‐ δρὰν εἰκόνα καὶ οὐκ αὐτὴν τὴν ἀλήθειαν. εἰ δ’ οὖν, ἀνάγκη
15λοιπὸν καὶ τὴν νῦν ὑφειμένην καὶ ἀνούσιον ταύτην τοῦ Πα‐ λαμᾶ θεότητα πρὸς τὸ λαμπρότερόν τε καὶ ὑπερκείμενον ἀπαλλάξαι, καὶ γενέσθαι τὸ μὲν ἄκτιστον ἀκτιστότερον τὸ δ’ ἀνούσιον ἀνουσιώτερον, καὶ ἅμα τὸ ὁρατὸν ὁρατότερον, εἰ χρὴ καὶ τοιαῦθ’ ὅλως ἐνθυμεῖσθαι γοῦν ἢ καὶ γλώττῃ προ‐
20φέρειν. σκεπτέον δὲ ὅμως τί ἂν εἴη τουτὶ ὃ φανταζόμενος μὲν ἀγνοεῖ, ἀγνοῶν δὲ βλασφημεῖ, βλασφημῶν δ’ ἀπατᾷ τοὺς πολλούς· πολλῷ γὰρ ἡμῖν πρεπωδέστερον τοιαῦτ’ ἐρευνᾶν
ἢ Σωκράτην ἐκεῖνον τὸν Σωφρονίσκου, ὅστις εἴη σοφὸς Ἀθή‐

3

.

499

νησι μᾶλλον αὐτοῦ ζητοῦντα, περιιέναι δικαστὰς καὶ ῥήτορας καὶ ποιητὰς τραγῳδιῶν καὶ διθυράμβων καὶ πρὸς τούτοις χειροτέχνας παντοδαπούς, ὡς ἐνταῦθα ἐπ’ αὐτοφώρῳ κατα‐ ληψόμενον τὴν ἀλήθειαν. φασὶ τοίνυν, οἷς λόγῳ καὶ ἔργῳ
5μεθοδικὴν ἐμπειρίαν ἀσκήσεως ἑαυτοῖς δεδωκέναι συμπέπτω‐ κεν, ὡς ἀρχὴ πλάνης νοῦ κενοδοξία, ἐξ ἧς κινούμενος ὁ νοῦς ἐν σχήμασι καὶ μορφαῖς περιγράφει τὸ θεῖον· καὶ πάλιν “μακάριος ὁ νοῦς ὃς κατὰ τὸν καιρὸν τῆς προσευχῆς τελείαν ἀμορφίαν ἐκτήσατο.” καὶ πάλιν “μὴ ζήτει παντελῶς μορφήν
10τινα ἢ σχῆμα ἢ χρῶμα δέχεσθαι ἐν τῷ τῆς προσευχῆς και‐ ρῷ.” καὶ πάλιν “μὴ πόθει ἀγγέλους ἰδεῖν ἢ δυνάμεις ἢ Χρι‐ στὸν αἰσθητῶς, ἵνα μὴ τέλεον φρενήρης γένῃ, λύκον ἀντὶ ποιμένος δεχόμενος καὶ προσκυνῶν τοῖς αἰσχροῖς δαίμοσιν. ὅτι γὰρ πᾶν τὸ ἐν σχήματι φαινόμενον τῷ νῷ εἴτε ὡς φῶς
15εἴτε ὡς πῦρ ἐκ τῆς τοῦ ἐχθροῦ κακοτεχνίας γίνεται, ὁ θεσπέ‐ σιος Παῦλος σαφῶς διδάσκει, εἰς ἄγγελον φωτὸς αὐτὸν λέ‐ γων μετασχηματίζεσθαι. οὐ δεῖ οὖν ἐπὶ ταύτῃ τῇ ἐλπίδι τινὰ τὸν ἀσκητικὸν μετιέναι βίον, ἵνα μὴ ὁ Σατανᾶς ἑτοίμην εὕρῃ τὴν ψυχὴν ἐντεῦθεν εἰς ἁρπαγήν.” καὶ τί δεῖ πλείους
20ἐνταῦθ’ ἀνελίττειν βίβλους ἁγίων ἀνδρῶν, ὁπόσοι σύν γε σο‐ φίᾳ καὶ νόμοις ἀσκήσεως τὸν ἑαυτῶν ἐκεκοσμήκεσαν βίον, οἷς συνέσεως μέτεστιν ἅπασιν, ἐξὸν ἀρκεῖσθαι μόνοις τούτοις οἳ θεραπευταὶ τῆς ἐνεστώσης χρείας ἡμῖν ἐν τῷ παρόντι
προβέβληνται. ὅτι μὲν γὰρ αἱ φαινόμεναι τοῖς ἁγίοις ἐνίοτε

3

.

500

μορφώσεις καὶ οἱ σχηματισμοὶ δι’ ἀγγέλων τελοῦνται θεοῦ, πάνυ γέ τι ἱκανῶς ἀποδεδεῖχθαι οἴομαι· μηδὲ γὰρ εἶναι δυνατὸν ἀμέσως γενέσθαι τῷ ποτὲ θεότητος ἐπιφάνειαν καθ’
αὑτήν.

3

.

501

(t1)

ΤΟΥ ΑΥΤΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ
t2ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΛΟΓΟΣ Λϛ.
3 Ἐμοὶ δ’ ἀρχομένῳ τῆς ἱστορίας τὸ σκοπιμώτατον ἦν τὴν τῶν δημοσίων πραγμάτων τοῖς ἔπειτ’ ἀνθρώποις γρά‐
5φοντι παραπέμπειν διήγησίν τε καὶ δήλωσιν· ἀλλ’ ὥσπερ τις ἄγριος ἄνεμος ἐξ ἀρκτώων καταρραγεὶς πηγῶν, πρὶν ἡμᾶς αἰσθέσθαι καὶ πρὶν παρεσκευάσθαι πρὸς τὴν ἀπάντησιν, ἐξαί‐ φνης συνεκύκησέ τε καὶ συνετάραξε τῆς ἡμετέρας καὶ συνή‐ θους ἐκείνης γαλήνης τοὔδαφος, τοὺς κατὰ τῆς τοῦ θεοῦ ἐκ‐
10κλησίας ἐπενεγκὼν χειμῶνας καὶ κλύδωνας. κἀπειδήπερ διὰ τάδ’ ἀναγκαῖον ἅπαξ προελομένῳ διεξιέναι πάνθ’ ὅσα περ ἂν καὶ οἷά γε εἴη τὰ τέως παρεκπεσόντα τῆς ἐκκλησιαστικῆς ὑποθέσεως ναυάγια, καὶ οἵτινες εἶεν καὶ ὅπως καὶ μέχρι πό‐
σου καὶ μεθ’ οἵας τῆς προθυμίας τοῖς τῶν χειμώνων ἐκείνων

3

.

502

ἐνεκαρτέρησαν κύμασι συνείρειν καὶ συνυφαίνειν τῷ τῆς ἱστορίας σώματι ταυτησί, καὶ συνάπτειν ἑκατέροις ἑκάτερα ἅτε συναίτια γινόμενα ἀλλήλοις, ὡς δειχθήσεται προϊοῦσιν ἡμῖν, καὶ ὑφ’ ἑαυτῶν ἀλλήλοις συμπλεκόμενα, καὶ οὐδαμῇ
5τῆς πρὸς ἄλληλα συμφυΐας τε καὶ ἀλληλουχίας διασπασθῆ‐ ναι δυνάμενα, πολυειδῆ καὶ διπλῆν ἀνθ’ ἁπλῆς καὶ μονοει‐ δοῦς ἐλάθομεν δρῶντες τὴν ἱστορίαν δημοσίων πραγμάτων καὶ ἅμα ἐκκλησιαστικῶν, παρὰ πᾶσάν τε προσδοκίαν καὶ παρὰ πᾶσαν τὴν ἐξ ἀρχῆς ἡμῶν πρόθεσιν συμβὰν οὑτωσί πως ἐν
10μέσῃ φάναι πορείᾳ, ὡς ἀναγκάζεσθαι ἡμᾶς συνεχεῖς τὰς ἐκ‐ δρομάς τε καὶ ἀνελίξεις καὶ ἐπαναλήψεις τῶν λόγων ποιεῖσ‐ θαι καὶ ἐφαρμόττειν καὶ συντιθέναι, καὶ παραπομπὰς παμ‐ πόλλους πολλαχῇ ποιεῖσθαι καὶ ἀναμνήσεις καὶ περιόδους πολυτρόπους, νῦν μὲν διὰ μακροῦ τοῦ μεταξύ, νῦν δ’ ἐκ τοῦ
15σύνεγγυς. ἀνεμέσητον οὖν εἶναι χρεὼν τὸ καθ’ ἡμᾶς εἰς τοῦτ’ ἀνάγκης συνελαθέντας τῇ τῶν ἐξ ἀνάγκης ἄλλοτ’ ἄλλως ἐχόντων πραγμάτων φορᾷ. ὑπὸ γὰρ δυοῖν ἐναντίοιν, ψυχαῖς δηλαδὴ καὶ σώμασι, χρωμένων ἀνθρώπων αὐτὰ διοικούμενα, πῶς μὲν ὑπὸ φύσεως καὶ αὐτὰ πῶς δ’ ὑπὸ νόμων καὶ ἐθῶν
20ῥυθμιζόμενα, ἀνάγκη διαφόρους γίνεσθαι τοὺς βίους διαφό‐ ρων ὄντων τῶν τε διοικούντων καὶ διοικουμένων τῶν τε ῥυθ‐ μιζόντων καὶ ῥυθμιζομένων, ὡς εἴρηται, καὶ ἐξαλλάττεσθαι πῶς μὲν διὰ μακρῶν πῶς δὲ διὰ συχνῶν τῶν μεταξὺ χρονι‐ κῶν περιόδων, καὶ πῶς μὲν μετριωτέραν καρπουμένων φαυ‐
25λότητα, πῶς δ’ εἰς μείζω τὴν ἀμετρίαν ἐκφερομένων ἢ κατ’

3

.

503

ἐκεῖνα, καὶ πῶς μὲν ὑπὸ τῶν αὐτῶν πῶς δ’ οὐχ ὑπὸ τῶν αὐτῶν, νῦν μὲν τὰ αὐτὰ διὰ βίου πλημμελούντων ἢ σωφρο‐ νούντων, πῶς δ’ οὐδαμῇ τὰ αὐτὰ ὅτι μὴ διάφορα καὶ πο‐ λυειδῆ καὶ πολυτροπώτατα. ὃ γοῦν πολλάκις ἡμεῖς δεδρακότες
5οὐ τῶν ἀτόπων οὐδὲν οὐδαμῇ ποτὲ δρᾶν οὔτ’ ἐνομίσαμεν οὔτ’ ἐνομίσθημεν, τοῦτ’ αὐτὸ καὶ νῦν τε καὶ ἔπειτα δρῶντες, φλαῦ‐ ρον οὐδὲν οὔτε δρῴημεν ἄν ποτε οὔτε δρᾶν ποτὲ νομισθείη‐ μεν ἄν. ἢ πολλὴ μέντ’ ἂν εἴη νέμεσις πολλὴν πανταχόθεν ἡμῖν τὴν χλεύην ἐπισωρεύουσα, τῷ μεγίστῳ μέρει ζημιοῦν
10αἱρουμένοις διὰ ῥαστώνην τοὺς ὅσοι τὸ πρὸς θεὸν ἀκήρατον ἔτι σέβας τηροῦντες ἔχουσι λίαν ἐρωτικῶς τῆς ἐς τὰ δόγματα χρείας τε καὶ ζητήσεως. ἦ που σχετλιώτερον μέχρι θανά‐ του τοῖς ἐντεῦθεν ἐνηθληκότας δεινοῖς ἡμᾶς ὑπὲρ εὐσεβείας περιβλέπτοις πράξεσιν ἰδίᾳ τε καὶ δημοσίᾳ, ἔπειτα ῥαστώνης
15δοῦναι γαστρί, σιωπῶντας καὶ ὥσπερ ἀωρίαν κατεγνωκότας, ὅσα πάσης ὥρας πέφυκε καὶ πάσης ἄξια σπουδῆς. δι’ ἃ δὴ καὶ ἐπανιτέον ὅθεν ἡμῖν πρὸ βραχέος ὁ λόγος καὶ ὅπῃ τὸν δρόμον ἀνεπεπαύκει. Τοῦ γὰρ χειμῶνος ἐκείνου πάνυ σκληροῦ γενομένου διὰ
20τὸ πάνυ τι πλείστην καὶ ἐπὶ πλεῖστον καταρραγεῖσαν χιόνα πᾶσαν σχεδὸν ἑαυτῆς οἰκίαν ἐμπλῆσαι, ἐπὶ πλέον ὁ βασιλεὺς τῇ Τενέδῳ ἐνδιατέτριφε, τά τε ἄλλα διοικῶν, καὶ πάντων μάλιστα τὴν εἰς τὸ ἔπειτα τοῦ βασιλέως γυναικαδέλφου Ματθαίου φυλακὴν ἐν φροντίδι μεγίστῃ ποιούμενος. ἔδοξεν
25οὖν ἀπενεχθέντα εἰς Μιτυλήνην ἐκεῖ παρὰ Καταλούζῳ φυ‐

3

.

504

λάττεσθαι τῷ Λατίνῳ, ὃς ἐπ’ ἀδελφῇ γαμβρὸς ὑπάρχων τῷ βασιλεῖ πάσης ἐπετρόπευε Λέσβου τῆς νήσου. οὗ γενομένου ἀπῄει μὲν καὶ ἐς Φώκαιαν αὖθις διὰ τὸν τοῦ Ὑρκανοῦ παῖδα ὁ βασιλεύς, ἐπανῆκε δ’ οὐδὲν ὧν ἐβούλετο πεπραχώς. καὶ ὁ
5χειμὼν ἐν τούτοις ἐτελεύτα. ἐπανεληλυθότος δ’ ἐς Βυζάντιον αὖθις τοῦ βασιλέως ἐκεῖθεν, ἦρος ἤδη ἀρχομένου, κατῄει καὶ ὁ βάρβαρος Ὑρκανὸς ἐκ τῶν ὑψηλοτέρων τῆς Βιθυνίας μερῶν ἄχρι τῶν παραλίων τῆς Χαλκηδονίας ἠπείρου, καὶ ὡμίλησεν ἐκεῖθεν τῷ βασιλεῖ καὶ ἐκοινολογήσατο περὶ τοῦ
10υἱέως αὖθις, οὐκ αὐτοπροσώπως ἀλλὰ δι’ ἀκατίων καὶ πρέσ‐ βεων ἀπὸ βραχέος πάνυ τοῦ διαστήματος, ἐγγυτέρω γενομέ‐ νου τοῦ βασιλέως διὰ ῥαστώνην τῆς χρείας, καὶ μετὰ τῶν οἰκείων ἐπάνω τοῦ πύργου τὴν σκηνὴν πηξαμένου, ὃς ἐν μέσῳ τῆς μεταξὺ θαλάττης ἐκ παλαιοῦ πεπηγὼς Ἄρκλα καλεῖται
15πρὸς Βυζαντίων. ὅσα μὲν οὖν καὶ οἷα ἦν ἅπερ σφίσιν εἴ‐ ρηταί τε καὶ ἐπήγγελται τηνικαῦτα διὰ τῶν μεταξὺ πρέσβεων, ἡμέρας ἀνηλωκόσιν ἐνταῦθα τρεῖς, καὶ οἵας πρὸς ἀλλήλους τάς τε δεξιώσεις καὶ φιλοφροσύνας πεποίηνται, οὐκ ἀναγκαῖον διεξιέναι καθ’ ἕκαστα· τὸ δ’ οὖν τῆς ἐνταῦθ’ ὁμιλίας συμ‐
20πέρασμα ἦν, ὅτι δεδώκασιν ἀλλήλοις ἐγγύας ἐπὶ θυγατρὶ γενέσθαι γαμβρὸν τῷ βασιλεῖ τὸν ἐλευθερωθησόμενον τοῦ Ὑρκανοῦ παῖδα, καὶ ἅμα εἶναι διηνεκεῖς καὶ ἀλύτους σπον‐ δὰς μεταξὺ Ῥωμαίων τε καὶ βαρβάρων. κἀπὶ τούτοις χρή‐
ματα εἰληφὼς ὁ βασιλεὺς οὐκ ὀλίγα πρός τε τοῦ Ὑρκανοῦ

3

.

505

καὶ ἅμα πρὸς Βυζαντίων, ἔρανον πεπραχότων κοινῇ, πλή‐ ρεσιν ἱστίοις ἄρας κατέπλευσεν αὖθις ἐς Φώκαιαν. καὶ χρή‐ ματα δοὺς τῷ Καλοθέτῳ μέχρι τῶν ἑκατὸν χιλιάδων ἔγγιστα, καὶ ἅμα ἀξιωμάτων τοῦτον κοσμήσας λαμπρότησιν, ὀψὲ καὶ
5μόλις εἰλήφει τὸν ζητούμενον παῖδα τοῦ Ὑρκανοῦ, καὶ ἐπαν‐ ῄει χαίρων ἐς τὸ Βυζάντιον. καὶ ἦν τηνικαῦτα τὸ ἔτος ἐν ταῖς ἀκμαῖς τοῦ θέρους, ὅτε δὴ περὶ ἅλωνας καὶ σίτου κο‐ μιδὴν ἀνάγκη συνήλαυνεν ἀσχολεῖσθαι πάντας οἷς ἔργον οἱ πόνοι γῆς, εἰρήνης ἄρτι παντοδαπῆς περιχορευούσης τὰ Ῥω‐
10μαίων πράγματα. καὶ μέχρι μὲν ἐς Βυζάντιον ὁ πλοῦς ἦν ἐπανιόντι τῷ βασιλεῖ, μία τριήρης, ἡ βασιλικὴ ναυαρχίς, ἐκόμισεν ἄμφω, τόν τε βασιλέα καὶ τὸν Ὑρκανοῦ παῖδα· αἳ δ’ ἄλλαι τριήρεις περιπλέουσαί τε καὶ παραπλέουσαι ἐν ᾠδαῖς ἦσαν πάνυ χαιρούσαις, τὴν ἐπηγγελμένην πρὸς τοῦ
15τῶν βαρβάρων ἡγεμόνος εἰρήνην οὐκέτ’ ἐν ἐλπίδων σκιαῖς καθεύδουσαν βλέπουσαι, ἀλλ’ εἰς φῶς προεληλυθυῖαν ἤδη κατάστασιν πρακτικὴν ἀπορρήτοις προνοίαις τοῦ φιλανθρώ‐ που θεοῦ. οἵας μὲν οὖν τὰς βασιλικὰς φιλοφροσύνας καὶ δεξιώσεις ἐν εὐωχίαις καὶ ὅσον τὸ μεγαλοπρεπὲς ἐν ταῖς τῶν
20ἐνδυμάτων συχναῖς ἀλλαγαῖς ἐνεδείξατο πρὸς τὸν τοῦ Ὑρκα‐ νοῦ παῖδα, γαμβρὸν αὐτὸν ἀποκαλῶν καὶ υἱόν, καὶ ὅσα ἐπὶ τούτοις φιλεῖ τὸ ἀνθρώπινον καὶ δημόσιον ἔθος καὶ λέγειν καὶ δρᾶν, περιττόν μοι διεξιέναι δοκεῖ· γνώριμα γὰρ ἂν εἴη πᾶσι καὶ σιωπώμενα, τῶν κοινῶν ἐννοιῶν καὶ τῶν συντρό‐
25φων ἐθισμῶν τὴν τῆς ἐνταῦθα γνώσεως ὕλην ἄφθονον χορη‐

3

.

506

γούντων αὐτόθεν ἑκάστοις, ἐκ τῶν τοῦ βίου πολυειδῶν πραγ‐ μάτων διδασκομένοις ἀεί, καὶ ἀναλεγομένοις τὴν τῶν ἑκά‐ στων ἐμπειρίαν εἰς ἓν ἠθροισμένον συνέσεως ἔμπρακτον σύ‐ στημα. ὅσα δ’ ἄρτι καταπεπλευκότων ἐς Βυζάντιον τετίμηκε
5τοῦτον ὁ βασιλεύς, θεωμένων τῶν Βυζαντίων καὶ ὅσοι ἐξ ἀλλοδαπῶν παρῆσαν χωρῶν καὶ πόλεων, παρέλκον καὶ ταῦτα διεξιέναι μοι νενόμισται· εἶδον γὰρ ἅπαντες ὡς ἔφιππος ἔφιππον ὁ βασιλεὺς τὸν βάρβαρον εἰσήνεγκε τὰς βασιλείους αὐλάς, ὃ δὴ μόνοις ἐφεῖται μετὰ βασιλέα βασιλέων παισί τε
10καὶ ἀδελφοῖς· πλὴν ὅτι αἰσθόμενος ὁ βάρβαρος τὸ τῆς τι‐ μῆς ὑπερβάλλον, καὶ οἷον αἰδεσθείς, τὸ ἀκούσιον τῆς εἰσα‐ γωγῆς εὐθὺς ἐκ τῶν βασιλείων πυλῶν ἐνεδείκνυτο, ἀντιτείνων καὶ ἀνθέλκων τὴν καθέλκουσαν ἐκ χειρὸς χεῖρα τοῦ βασι‐ λέως, καὶ ἐπέχων τὰς ἡνίας οὗπερ αὐτὸς ἐπωχεῖτο ἵππου,
15καὶ γλώττῃ πάσῃ δεόμενος ἀφεθῆναι. ὅμως οὕτω δυσανασ‐ χετῶν καὶ ἀχθόμενος καὶ οἷον ἀφηνιάζων ἧκε μέχρι καὶ ἐς τὸ μέσον τῆς βασιλικῆς αὐλῆς. ἐνταῦθα δὲ καὶ μὴ πάνυ τι βουλομένου τοῦ βασιλέως ἀπεπήδησέ τε τοῦ ἵππου πρὸς γῆν, καὶ τὰς ἡνίας τοῦ βασιλικοῦ χειρωσάμενος ἵππου ἴθυνεν
20ἄχρι τοῦ βασιλικοῦ πεζευτηρίου. ἔπειτα συνεισῄει τῷ βα‐ σιλεῖ πρὸς τοὺς βασιλικοὺς θαλάμους· ἔνθα δὴ καὶ τὴν βα‐ σιλίδα Ἑλένην ἰδὼν δουλικῷ τε αὐτῇ τὴν προσκύνησιν ἀπέ‐ τισε σχήματι, καὶ ἅμα τοιάδε ἐφθέγξατο ῥήματα. “ἐγώ”
φησι “διὰ τρόπους οὓς ὁ τῶν ὅλων οἶδε δημιουργὸς καὶ δε‐

3

.

507

σπότης, ἐξαίφνης ἐγεγόνειν αἰχμάλωτος, ἐκ μέσης ἑστίας εἰ‐ πεῖν καὶ πατρίδος αὐτῆς ἁρπαγείς, καὶ τὰ μέγιστα ἐπεπόν‐ θειν φεῦ τῶν δεινῶν. ἐπεὶ δὲ πολλοὺς οὑμὸς αὐθέντης οὗτος καὶ βασιλεὺς καὶ μάλα τι πολυτρόπους ὑπὲρ τῆς ἐμῆς ἐλευ‐
5θερίας κατεβάλετο πόνους καὶ δρόμους, καὶ χειμώνων ὑπέ‐ μεινεν ψύξεις μακρῶν καὶ θέρους καύσωνας δυσκαρτέρητον ἐν μέσῃ θαλάττῃ φέροντας κάμινον, καὶ οὕτω με τῶν δεσμῶν τῆς αἰχμαλωσίας ἐξείλετο, ἄξιον μὲν εἰς ἀμοιβὴν ἀποχρῶσαν οὐκ ἄν ποτε σχοίην (ὑπὲρ γὰρ ἐμὲ τοῦτό γε), τὸ δ’ οὖν εἰς
10δύναμιν ἧκον ἐμήν, οὐκ ἂν δυναίμην ἀρνεῖσθαι μὴ οὐχ ἅπαν τελεῖν τὸ εἰκὸς καθ’ ἅπαντας τρόπους ὁρμῆς καὶ θελήσεως διὰ παντός μοι τοῦ βίου.” ταῦτα δὴ καὶ τοιαῦτα φθεγξάμε‐ νος, καὶ ἀκούσας ὁπόσα χρεών, πρὸς τὴν αὐτῷ γε ἀπολεχθεῖ‐ σαν ἀπῄει σκηνήν, οὐκ ἔξω τῶν βασιλείων ἀλλὰ τῆς βασιλι‐
15κῆς ἑστίας ἐγγύς. τὰς δ’ ἐπὶ τούτοις τῶν ἐνδυμάτων συχνὰς καὶ λαμπρὰς ἀλλαγάς, καὶ τὰ ποικίλα χαρίσματα νῦν μὲν τῆς βασιλίδος νῦν δὲ τοῦ βασιλέως νῦν δὲ τῶν ἐνδόξων καὶ εὐγενῶν τῆς βασιλείας ἀνδρῶν, καὶ ταῦτα τῶν ἥκιστα ἀναγ‐ καίων μοι λέγειν δοκεῖ, ναὶ μὴν καὶ ὅσα περὶ λουτρῶν ἀνα‐
20παύσεις καὶ τραπεζῶν πολυτέλειαν πέφυκεν· ἃ πάντα πᾶσι γινωσκόμενα σιγᾶν παραινεῖ. Ἐκεῖνο δ’ ἄξιον μᾶλλον θαυμάσαι. ποῖον δὴ τοῦτο; τὴν τοῦ βασιλέως φημὶ μεγαλοψυχίαν, πῶς μεταξὺ τῶν τοι‐
ούτων τέρψεων βραχὺ νοσῆσαν τὸ διετὲς αὐτοῦ βρέφος καὶ

3

.

508

τεθνηκὸς οὐκ ἐσάλευσε τῶν αὐτοῦ φρενῶν τὰς κρηπῖδας, οὐδ’ ἀθυμίαν ἀνήκεστον εὐθυμίας ἀλλάξασθαι προσκαίρου παρέ‐ πεισεν· ἀλλ’ αὐτοσχέδιον ξενηλασίαν μηχανησάμενος αὐθη‐ μερὸν θρηνούντων ἅμα καὶ θρηνουσῶν, ἐπὶ τῆς προτέρας
5αὖθις κατέστησε θυμηδίας τὰ πράγματα, καὶ προσκαλεσάμε‐ νος μετὰ τρίτην ἐκεῖθεν ἡμέραν τὸν νέον μνηστῆρα τὸν βάρ‐ βαρον κατά τι κρατῆσαν ἔθος ἐκ παλαιοῦ, τὴν μνηστευομέ‐ νην ἔδειξεν αὐτῷ κόρην πρὸς δέκατον ἄρτι προβαίνουσαν ἔτος. τούτων δ’ οὕτω διῳκημένων, ἐπειδὴ τὴν ἐς τὸν Ἀστα‐
10κηνὸν κόλπον ὁ βασιλεὺς ἀκήκοε κάθοδον ἐκ Νικαίας τοῦ Ὑρκανοῦ, ἐξέπλευσεν εὐθὺς σύν γε τῷ τοῦ Ὑρκανοῦ παιδί, καὶ ἧκε δευτεραῖος ἐκεῖσε καὶ οὗτος, ἀποδιδοὺς τῷ πατρὶ τὸν παῖδα καὶ ἅμα ἀξιῶν τὰ σύμβολα τῆς διαδοχῆς τῆς τῶν Βιθυνῶν ἀρχῆς τήμερον αὐτῷ ἐγχειρίσαι· δίκαιον γὰρ εἶ‐
15ναι καὶ ὡς τῶν ἄλλων παίδων μᾶλλον αὐτῷ ἀγαπωμένῳ, καὶ ὡς μνηστῆρι τῆς βασιλέως θυγατρός, καὶ ὡς ἀξίῳ τῆς ἀρχῆς διά τε τὸ ἀνδρεῖον τῆς γνώμης καὶ ῥωμαλέον τοῦ σώ‐ ματος καὶ πρός γε τὸ τῆς φρονήσεως δραστικόν. τοῦτο δὴ οὖν καὶ πάλαι βεβουλημένῳ τε καὶ βεβουλευμένῳ τῷ Ὑρκανῷ,
20ἐπεὶ καὶ τὸν τοῦ βασιλέως συμπέπτωκε τέως ἐρεθισμὸν συν‐ εργὸν τῇ ἐκείνου ταύτῃ βουλήσει γενέσθαι, ῥᾷστα λοιπὸν καὶ τὰ τῆς αἰτήσεως πεπρᾶχθαι ἔδοξεν. ὅθεν καὶ στρατιω‐ τῶν Βυζαντίων συχνοί τινες, καὶ ἅμα τῶν εὐγενῶν ἀνδρῶν οὐκ ὀλίγοι, τοῖς βαρβάρων ἀναμὶξ στρατιώταις τὸν τοῦ Ὑρ‐
25κανοῦ προύπεμψαν παῖδα, σύν γε κυμβάλοις καὶ τυμπάνοις καὶ

3

.

509

ἐπισήμῳ καὶ ἀρχικῇ σημαίᾳ, μέχρι πόλεως τε καὶ ἑστίας τῶν ἐν Βιθυνίᾳ περιβλέπτων τε καὶ ἐνδόξων μιᾶς· Νίκαια ταυτησὶ τὸ ἐπώνυμον· ἔνθα δὴ πάντες συνῄεσαν Βιθυνοί, ὅσοι τε τῶν βαρβάρων καὶ ὁμοφύλων αὐτῷ, καὶ ὅσοι μιξο‐
5βάρβαροι, καὶ πρός γε ὅσους τῶν ὁμοφύλων ὄντας ἡμῖν ὅπως ποτὲ τοῖς βαρβάροις ἡ τύχη δουλεύειν ἠνάγκασε, δῶρα φέ‐ ροντες παντοδαπά, πρόβατα καὶ βόας καὶ ἔπιπλα καὶ τοιαῦτα ἄττα πάμπολλά τε καὶ πολυειδῆ. ὀλίγαις δ’ ὕστερον ἡμέ‐ ραις οἱ προπέμψαντες ἐπανῆκον Βυζάντιοι μεθ’ ὧν προσῆκεν
10ἐκεῖθεν χαρίτων καὶ δώρων. Καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον, καὶ τὸ θέρος ἐν τούτοις ἐτελεύτα, ξηρὸν ἐς τοσοῦτον γενόμενον καὶ αὐχμῶ‐ δες καὶ παντάπασιν ἄνικμον ὡς καὶ ἀπογνώσεως ἤδη παρα‐ σχέσθαι τοῖς ἀμπελουργοῖς ὑπονοίας· ἔσεσθαι γὰρ οἴνου
15μακράν τινα σπάνιν καὶ ἀφορίαν ᾤοντο. τὸ δ’ ἐς πᾶν ἀπέβη τοὐναντίον, ὡς ἀνωμολογημένον ἅπασι γεγενῆσθαι θαῦμα ἐπὶ θαύματι τοῦτο παρὰ τοῦ κρείττονος. πρῶτον μὲν γὰρ ἦν ἐκεῖνο θαῦμα θεῖον καὶ μέγιστον, ἐν καιροῖς τοιούτοις, ὅτε τὸ ἀκμαιότατον τῆς βαρβαρικῆς ἰσχύος τὴν Ῥωμαίων πάλαι
20πολύν τινα χρόνον ἐπιβοσκόμενον γῆν, μικροῦ καὶ αὐτὰς Βυ‐ ζαντίων τὰς πύλας ἐγκέκλεικεν, ὡς ἀοίκητον εἶναι καὶ ἄβατον ἐρημίαν τὰ ἔξω πυλῶν ἅπαντα, ἔπειτα νεύσει θεοῦ παράδοξόν τινα καὶ ἀπροσδόκητον ἐξαίφνης ἐκ τῆς τοῦ παιδὸς Ὑρκανοῦ
κατασχέσεως Ῥωμαίοις ἐλευθερίαν γενέσθαι, ὡς πᾶσι βάσι‐

3

.

510

μόν τε καὶ ἥμερον ἐν βραχεῖ τὴν πρὶν ἀγρίαν ἐκείνην καὶ λῃστῶν γέμουσαν Θρᾴκην. δεύτερον δ’ ὅτι τοῦ θέρους ἀνί‐ κμου πάνυ τι λίαν φανέντος, τοσοῦτον οἴνου ταῖς ἀμπέλοις πλῆθος καρποφορῆσαι συμπέπτωκεν ὡς μηδ’ ἀποχρῶντα τοῖς
5πολλοῖς ὑπάρχειν εἰς ὑποδοχὴν ἀγγεῖα· διπλάσια γὰρ καὶ τριπλάσια τοῖς πλείστοις ἢ κατὰ τὴν πέρυσι γέγονε γεωργίαν, ἔστι δ’ οἷς καὶ ἐς τὸ τετραπλάσιον ἀνήχθη, ὡς κοινὴν ἅπαν‐ τας δόξαν κἀξ ὅλης εὐχαριστίαν ψυχῆς τῷ τὰ μέγιστά τε καὶ παράδοξα τοῖς ἐς τὰ τῆς ἀπογνώσεως ἔσχατα ἐρριμμέ‐
10νοις ἀπροσδόκητόν τινα καὶ πάνυ τι θαυμασίαν παρεχομένῳ τὴν ἔγερσιν, κἀκ τῶν ἀβύσσων τῆς γῆς ἀνυψοῦντι, κἀκ πηλοῦ ἰλύος ἀνάγοντι καὶ ἐπὶ πέτραν ἀτίνακτον τοὺς πόδας ἱστῶντι τῶν λογισμῶν. Εἶεν. ἄρτι δ’ ἀρχομένου τοῦ φθινοπώρου διατριβῆς
15εἵνεκά τινος καὶ ψυχαγωγίας μετρίας ἄχρι Σηλυμβρίας ἐξε‐ ληλυθότι τῷ βασιλεῖ πρόσεισιν ἐκ Βιζύης Μανουὴλ ὁ Ἀσὰν τὸ τοῦ δεσπότου ἀξίωμα περικείμενος, ὃ πρὸ δυοῖν ἐτῶν εἰ‐ λήφει πρὸς Ματθαίου τότε βασιλεύοντός τε καὶ κατὰ Θρᾴ‐ κην ὁμιλοῦντος αὐτῷ συμμαχοῦντι κατὰ τῶν Βυζαντίων.
20ἧκε δὲ τὸν τράχηλον δεδεμένος οἴκοθεν καὶ τυχεῖν συμπα‐ θείας δεόμενος ἅτε ἐπταικὼς οὐ μικρὰ διὰ τὰς τῶν τριῶν ἤδη ἐτῶν ἐπιδρομὰς καὶ καταδρομὰς καὶ λεηλασίας, ἃς ἐκ Βιζύης ὁρμώμενος ἐνεποίει τοῖς προαστείοις τῶν Βυζαντίων,
κάων καὶ ληϊζόμενος ἀγροὺς καὶ γεωργίας ἁπάσας αὐτῶν,

3

.

511

καὶ προσδοκῶν καὶ μηχανώμενος οἷον δή τινα Παλαιολόγου κίνδυνον τοῦ βασιλέως. ἐπεὶ δὲ τὰ τοιαῦτα δεῖται χρημάτων εἰς ἐπίμονον μάχην καὶ πολυχρόνιον, ὃ δὲ καὶ πολυχρόνιον, τοῦτο καὶ πολυδάπανον, ἃ δ’ ἐξ ἐπιδρομῆς αὐτῷ καὶ λαφύ‐
5ρων ἠθροίζετο καθ’ ἡμέραν, μόλις εἰς αὐθημερινὴν ἐξήρκει τοῖς στρατιώταις δαπάνην, χορηγεῖν δ’ οὐκ εἶχεν αὐτὸς ἐξ ἀφθόνων οἴκοθεν πηγῶν, ἔλαθε, πρὶν ὧν ἐπολέμει καὶ ὧν ἐφίετο κινδύνους ἰδεῖν, κινδυνεύων αὐτὸς καὶ πρὸς πενίαν ἀκαταγώνιστον καταρρέων ὁσημέραι. διὰ δὴ ταῦτα τῷ βα‐
10σιλεῖ προσεληλυθώς, καὶ ἧς ἐδεῖτο συγγνώμης τυχών, καὶ ἅμα τὴν ἐπιτροπὴν καὶ διοίκησιν τῆς Βιζύης ἔχειν ὡς πρό‐ τερον τὸ ἐνδόσιμον ἤδη καὶ πρὸς τοῦ βασιλέως αὖθις εἰλη‐ φώς, ἐκεῖσε ἐπανῄει χαίρων καὶ ἀγαλλόμενος ὅτι φροντίδων καὶ φόβων νύκτωρ καὶ μεθ’ ἡμέραν τὴν αὐτοῦ ψυχὴν σπα‐
15ραττόντων ἀπήλλακτο. Ἡμῖν δ’ ἐν ὀγδόῳ καὶ εἰκοστῷ τῆς παρούσης Ῥωμαϊ‐ κῆς ἱστορίας περὶ τῆς παρὰ τὰ ὑπερβόρεια μέρη τῆς οἰκου‐ μένης κειμένης Ῥωσσίας ἔνια διεξεληλυθόσι, καὶ ὅσα τῇ ἐνεστώσῃ χρείᾳ περισπούδαστα ἦν τηνικαῦτα, διὰ πολλῶν
20αὖθις ἤδη τῶν μεταξὺ παλινδρομεῖν ἀναγκαῖον γίνεται, καὶ συνείρειν τοῖς εἰρημένοις ἐκείνοις ἐκεῖ ἃ μεταξὺ λελάληταί τε καὶ γεγένηται· οὕτω γὰρ ἑκάστων ἑκάστοις κατὰ τὴν δέουσαν ἁρμοζομένων ἀναδρομήν, οὐκ ἄν ποτ’ ἀπᾴδειν ἐθελήσειεν οὐδὲ μάχεσθαι οὔτε μέρη μέρεσιν οὔθ’ ὅλα μέρεσιν οὔθ’ ὅλοις ἃ
25τῶν ἄλλων πέφυκεν εἶναι μέρη, ἀλλ’ εὔρυθμόν τινα καὶ μάλα

3

.

512

τι ἔμμουσον οἶμαι φανήσεσθαι τὸ τῶν ὑποθέσεων συμμιγὲς καὶ πολύπλοκον, εἰς ἕνα τῆς ἱστορίας εἱρμὸν ἀναγόμενον. εἴρη‐ ται τοίνυν ἡμῖν ἀνωτέρω ὡς ἔθνος ἐστὶ πολυανθρωπότατον ἡ Ῥωσία, καὶ ἡ πρὸς αὐτῶν οἰκουμένη γῆ μῆκος καὶ πλάτος
5οὐ πάνυ τι σφόδρα ῥᾳδίως ἀριθμεῖσθαι ἐθέλουσα, καὶ πλοῦ‐ τον ἐτήσιον ἀεὶ γεωργοῦσα καὶ καρπουμένη πάνυ μακρὸν καὶ πολύχουν· ἄσημός τε γὰρ χορηγεῖται πλεῖστος ἐκεῖθεν, μεταλλευόμενος ἐκ τῶν ἐγχωρίων, καὶ ἅμα τῆς γῆς ἐκείνης πολλῷ τῷ ψύχει κρυσταλλουμένης διὰ τὴν ἀποχὴν τοῦ ἡλίου,
10ζώων, ὡς τὸ εἰκός, πηγεσιμάλλων ὑπὸ τῆς φύσεως γίνεται πλῆθος, ὧν θηρευομένων αἱ σισύραι πρὸς τῶν ἐκεῖ κατοι‐ κούντων διὰ πάσης ἄλλης πεμπόμεναι χώρας καὶ πόλεως πολλὰ πορίζονται σφίσι τὰ κέρδη. καὶ μὴν κἀκ τῶν ἐξ ὠκεα‐ νοῦ γειτονοῦντος θηρευομένων ἰχθύων ἔστιν ἃ τῶν ὀστῶν
15τέρψιν χρειώδη παρέχονται σατράπαις καὶ ἄρχουσι καὶ βα‐ σιλεῦσι καὶ πᾶσι μικροῦ τοῖς ἐνδόξοις κατὰ τὸν βίον καὶ πε‐ ριβλέπτοις ἀνθρώποις. ἐῶ λέγειν ὅσα πρὸς τούτοις ξενίζοντα δαψιλέστερον ἐκεῖθεν ἐκείνοις οὑτωσὶ παρέχει τὸν πλοῦτον. τοῦτο τοίνυν τὸ ἔθνος ἀφ’ οὗ τῇ εὐσεβεῖ προσερρύη θρησκείᾳ
20καὶ τὸ τῶν χριστιανῶν θεῖον ἐδέξατο βάπτισμα, ὑφ’ ἑνὶ τυ‐ ποῦσθαι τέτακται καθάπαξ ἀρχιερεῖ, κατὰ τὸ ἀνάλογον τῶν ἑκάστοις ἑκασταχῇ προσηκόντων εἰς ἐπισκοπὰς διαφόρους καὶ μείζους καὶ ἥττους διανειμαμένῳ τὴν τοῦ παντὸς ἔθνους ἐκ‐
κλησιαστικὴν διοίκησιν· καὶ εἶναι τὸν πρῶτον τοῦτον ἀρχιε‐

3

.

513

ρέα τῷ τῆς Κωνσταντινουπόλεως ὑπείκοντα θρόνῳ, καὶ ὑπὸ τούτου τὰ νόμιμα δέχεσθαι τῆς ἀρχῆς τῆς πνευματικῆς· εἶ‐ ναι δ’ αὐτὸν καὶ νῦν μὲν ἐκ τῶν τῇδε φύντων ὁμοῦ καὶ τρα‐ φέντων, ἀμοιβαδὸν τὴν ἐκεῖ προεδρίαν ἀεὶ διαδεχομένων, μετὰ
5τὸν προτέρου θάνατον παραλλάξ, ὡς ἂν τὸ τοῖν δυοῖν γενοῖν συναφὲς οὑτωσὶ βεβαιούμενον καὶ κυρούμενον βεβαιοτέραν ἐς τὸ ἀκήρατόν τε καὶ ἀκραιφνὲς καὶ τὴν τῆς πίστεως σύμ‐ πνοιαν ἔχῃ φυλάττειν ἀεὶ καὶ μονιμωτέραν τὴν οὐσίαν καὶ δύ‐ ναμιν. καὶ ἵνα τἀν μέσῳ παρέλθω, τῆς ἐνεστώσης ἡμᾶς ἀν‐
10τιπερισπώσης ἅμα καὶ ἀνθελκούσης χρείας, ἦν πρὸ ἐτῶν ἤδη συχνῶν ἐκ τῶν καθ’ ἡμᾶς Ναζιραίων ἐκεῖσε πεμφθεὶς ἐπί‐ σκοπος, συνετὸς ἀνὴρ καὶ θεοφιλής, Θεόγνωστος τοὔνομα· καὶ ἦν ἀποκεκληρωμένον ἐκ πολλοῦ τοῦ παρῳχηκότος ἐκείνῳ τῷ ἔθνει τέμενος ἱερὸν εἰς μητρόπολιν Κύγεβον οὑτωσί πως
15καλούμενον, ὃ δὴ πρὸ βραχέος ἐπιδραμόντων Σκυθῶν τῶν βορειοτέρων ἐρημία κατὰ τὴν παροιμίαν κατέστη Σκυθῶν, ὡς μηκέθ’ ἱκανὸν εἰς προεδρίαν καὶ θρόνον ἄξιον εἶναι τοῦ τῆς καθολικῆς ἐπισκόπου Ῥωσίας. διὸ καὶ μεταθέσ‐ θαι τὸ σχῆμα τῆς μητροπόλεως ἀνάγκη γεγένηται πρὸς
20ἕτερόν τινα τῇ παρούσῃ προσήκοντα χρείᾳ τόπον. τὸ γὰρ ἔθνος ἅπαν ἐκεῖνο τῶν Ῥώς, πολυανθρωπότατόν τε ὂν καὶ πολλούς τινας τόπους καὶ διαφόρους ἐκ παλαιοτέρων τῶν χρόνων νεμόμενον, εἰς τρεῖς που καὶ τέτταρας ἔφθη διαι‐ ρεθὲν τὰς ἀρχὰς καὶ ἡγεμονίας ἐκ πολλοῦ. τοῦ δὲ θείου τῆς
25εὐσεβείας κηρύγματος ἐν ὑστέροις καιροῖς ἐπιδεδημηκότος
ἐκεῖ, τὰ πλείω μὲν αὐτῶν αὐτοῦ γε ἐδράξαντο μέρη, ἅμα

3

.

514

μὲν θειοτέρου πρὸς τὸ θερμότερον ἑαυτοὺς ἐμπλήσαντες ζή‐ λου, ἅμα δὲ καὶ τὸ θεῖον ἀπραγμόνως δεξάμενοι βάπτισμα· ἔνια δ’ ἐνιαχοῦ καὶ σποράδην τῆς προτέρας ἔμειναν ἔτι κα‐ κίας ἐχόμενα. τῶν οὖν τριῶν τῇ εὐσεβείᾳ προστιθεμένων
5ἄνωθέν τε καὶ ἐξ ἀρχῆς ἡγεμονιῶν ἐκεῖ τετύχηκέ πως ἡ ῥη‐ θεῖσα μητρόπολις, τὸ Κύγεβον δηλαδή, τῇ τοῦ ἑνὸς ἡγεμονίᾳ παροικοῦσα καὶ πλησιόχωρος οὖσα ᾧ τὸ τῶν Λιτβῶν ὑπή‐ κοον ἅπαν ὑπάρχει γένος, πολυανθρωπότατόν τε ὂν καὶ μα‐ χιμώτατον, πυρσολατροῦν δὲ κατὰ τὸν σφῶν ἡγεμόνα· ὃ δὴ
10καὶ τὴν μετάθεσιν τῆς οἰκήσεως εἰς τὸ βέλτιον τὴν μητρόπο‐ λιν ἠρέθισε γεγενῆσθαι τέως διὰ τὸ τῆς θρησκείας ἀλλόκο‐ τον, οὐκ οἶδα εἴτ’ ὀλίγῳ πρότερον ἢ καθ’ ἡμᾶς, εἴτε μακρῷ τινὶ πρότερον ἢ καθ’ ἡμᾶς. ὅμως, εἴθ’ οὕτως εἴτ’ ἐκείνως, εὕρηταί τις ἑτέρα πόλις ἐκεῖθεν ὡς πορρωτάτω κειμένη, ἧς
15τὴν ἡγεμονίαν ἀνὴρ εὐσεβὴς περιεζώννυτό τε καὶ σεμνῶς τὴν ἀρχὴν διεκόσμει, μέγα πρὸς ἀντιδιαστολὴν ἑτέρου κεκλημένη παρὰ τῶν ἐγχωρίων ἐκεῖ Βολοντίμοιρον. ἐν ᾧ δὴ καὶ τὴν οἴκησιν ἑαυτοῦ τηνικαῦτα καὶ αὐτός τε Θεόγνωστος ὁ ἐπίσκο‐ πος ἔχειν ἔκρινε τοῦ λοιποῦ, καὶ ἅμα ἀσμένως, ᾧ τὰ τῆς
20ἡγεμονίας ἐκείνης ἀνεῖται τῆς γῆς, προσίετό τε καὶ ἥδετο κο‐ μιδῇ, τιμὴν ἑαυτῷ τὴν τοῦ πράγματος ἡγούμενος περιπέτειαν, καὶ δόξαν τῆς οἰκείας ἀρχῆς οὐ πάνυ τι δήπου τῶν ἐρριμ‐ μένων καὶ φαύλων· οὐ γὰρ ὡς ἄνθρωπον ἐκ γῆς τὸν ἐπί‐
σκοπον ἑώρα, ἀλλ’ ὡς ἄγγελόν τινα τῶν οὐρανίων ἄρτι κα‐

3

.

515

ταπτάντα ἀντύγων. καὶ γὰρ καὶ ὁπότε τὴν ἱερὰν αὐτὸν ἔδει μυσταγωγίαν τελεῖν τῷ θεῷ, τοῖς οἰκείοις ὁ ῥὴξ οὑτοσὶ χεί‐ λεσι κύπτων ἐκείνου κατεφίλει τὰ ἴχνη καὶ ἁβροτέραις ἠμεί‐ βετο δωρεαῖς τε καὶ χάρισιν, ὡς ἐντεῦθεν καὶ τῶν ἄλλων
5ὁρώντων ὁπόσοι ὑπήκοοι, ἐμιμοῦντό τε καὶ τὴν καλὴν πρὸς ἀλλήλους ἤριζον ἔριν. καὶ ἦν οὐδεὶς ὡς εἰπεῖν ὃς οὐ τῶν ἀμφ’ αὐτὸν ἁπάντων ἄλλων τῷ βουλομένῳ τῆς γνώμης ἐς τὴν τοῦ βελτίονος μοῖραν ὑπερέχειν ἔσπευδέ τε καὶ κρατεῖν ᾤετο· καὶ πάντας αὖ τοὺς ἄλλους, εἰ μὴ ἀλλήλων, ἀλλ’ ἑαυτοῦ γε
10τοὺς ἄλλους καθάπαξ τὸ ἧττον ἔχειν ἐφρόνει τε καὶ ἐλογίζετο ἕκαστος. καὶ εἰ μὴ περιφανέστερον ἐδόκει τε καὶ ἦν ἑκάστῳ τὸ εὐσεβὲς πρὸς θεὸν ἢ κατὰ πάντας ὅσοι γείτονες ἦσαν ὁμό‐ φυλοι, ἁπάντων ἐκείνων καθάπαξ ἡττᾶσθαι ἐνόμιζεν. οὕτω φιλόθεον ἄνωθεν καὶ ἐξ ἀρχῆς τὸ ἔθνος ὑπῆρχεν ἐκεῖνο, καὶ
15οὕτω τι πλείστην παρεῖχε τὴν αἰδῶ τῷ τῆς Κωνσταντινουπό‐ λεως θρόνῳ μέχρι καὶ ἐς τὴν Καντακουζηνοῦ βασιλείαν. ἀφ’ οὗ δὲ τήν τε βασιλείαν ὁμοῦ καὶ τὴν ἐκκλησίαν αὐτὸς ὡς μὴ ὤφελε τετυράννηκε, τά τε δόγματα τοῦ δέοντος ἐξέστησέ τε καὶ πρὸς αἱρέσεις πολυπλόκους μεθηρμόσατο, καὶ πατριάρ‐
20χας οὓς αὐτοῦ τῇ κακοδοξίᾳ προσῆκε προυβάλετο (ἃ δὴ καὶ λέγειν μὲν διὰ πάνυ βραχέων ἐνταῦθα ἥκιστά μοι περίεστι, λελέξεται δ’ οὖν προϊόντος τοῦ λόγου τῆς ἱστορίας, εἰ καὶ μὴ ἀποτάδην καὶ ἀποχρώντως ἀλλ’ ὅσον τῆς ἑξῆς ῥηγνυμένης
ἐκεῖθεν διαστροφῆς τὰς πρώτας αἰτίας εἰδέναι), τούτων δὲ

3

.

516

οὕτως ἐχόντων, ἀκριβῶς μὲν οὐκ ἔχω λέγειν εἴτ’ αὐτὸς πρῶ‐ τος τὴν τῆς μητροπόλεως ἐκείνης μετάθεσιν ὁ Θεόγνωστος οἴκοθεν πέπραχεν, εἴτε καθεστηκότι καὶ αὐτὸς ἐχρήσατο ἐπε‐ ληλυθὼς τῷ πράγματι· ᾤκησε δ’ οὖν ὅμως καὶ αὐτὸς ἐπὶ
5τῆς μητροπόλεως καὶ τῆς ἐπαρχίας ἐκείνης, ἣ μέρος τῆς με‐ γάλης ἐστὶ Ῥωσίας, ἧς ὁ εὐσεβὴς ἐκεῖνος ῥὴξ ἡγεμὼν ἐτύγ‐ χανεν ὤν, καὶ ἦν ἐπιεικῆ βίον ἄγων ἐκεῖ, καὶ τοιοῦτον οἷον εἰκὸς ἐπισκόπῳ θεοφιλεῖ διάγειν, μονονουχὶ βοῶντα τὴν ἀρε‐ τὴν αὐτόθεν τῆς τοῦ βίου σεμνότητος, καὶ κοσμοῦντα μὲν τὴν
10εὐσέβειαν κοσμοῦντα δὲ τὴν μεγαλόπολιν ταύτην, ἐξ ἧς αὐτὸς ἔφυ τε καὶ τέθραπται, καὶ ἣ τοῦτον ἐκεῖσε πεπομφέναι προ‐ είλετο. ὡς καὶ ὑπὸ τῆς τοιαύτης τοῦ ἀνδρὸς ἀρετῆς αὐθόρ‐ μητοι πάντες τοῦ ἔθνους ἐκείνου ἄνδρες τε καὶ γυναῖκες καὶ νέοι καὶ γέροντες πρὸς τὸν τοῦ καλοῦ ζῆλον ἠγείροντο, καὶ
15πλέον αὐτῶν οἱ τούτων ἡγεμόνες, ἐξ ὧν καὶ ἐς Βυζάντιον χρήματα ἀπεστάλησαν ἀποχρῶντα πρὸς οἰκοδομίαν τοῦ πε‐ πτωκότος τηνικαῦτα μέρους τοῦ μεγίστου νεὼ τῆς ἁγίας τοῦ θεοῦ σοφίας· περὶ ὧν κἀν τῷ κηʹ τῆς ἱστορίας λόγῳ διεί‐ ληπταί μοι τά τε ἄλλα, καὶ ὡς καλῶς μὲν ἐκεῖθεν ἐπέμφθη‐
20σαν, οὐ καλῶς δ’ οὔτ’ ἐνταυθοῖ διῳκήθησαν οὔτ’ ἐκεῖσε τὴν φήμην ἀξίαν τοῖς πεπομφόσιν ἀντιπεπόμφασιν, ἀλλ’ εἰς οἰ‐ κεῖον ἄχαρι κέρδος βωμολοχήσαντες καὶ νειμάμενοι, πρόφα‐ σιν δεδώκασι τοῖς ἀκούουσιν αἰσχρὰν κομιδῇ καὶ σφόδρα
λοιδορίας ἁπάσας προσκαλουμένην, καὶ τἀναντία λογίζεσθαι

3

.

517

πείθουσαν τῶν προτέρων· ὅσῳ γὰρ πρὶν ἰσοθέους τιμὰς τοῖς τῆς Κωνσταντινουπόλεως θρόνοις παρεῖχον, τοσούτῳ χα‐ λεπωτάτην ἐξ ἀντιπάλου τὴν νέμεσιν ἀντεδίδουν. καὶ ὁ τρό‐ πος ὃς πρὶν τὴν τοῦ συνειδότος ἐκείνων χειραγωγῶν ἐκόσμει
5σεμνότητα πρὸς τὸ τῆς ἀκοῆς περίβλεπτον, ἐπιεικῶς ἐρρύη πρὸς τὸ περιφρονούμενον ἀρτίως, εἰ μὴ διὰ πάντων καὶ παν‐ τάπασιν, ἀλλὰ διὰ μὲν τῶν πλείστων καὶ ἁπλουστέρων ἐπ’ ἔλαττον ἅτε δὴ τῶν τοιούτων μικρὰ συνιέντων, διὰ δ’ ἐνίων ὡς ἐπὶ τὸ πλεῖστον ἅτε δὴ βασκάνῳ λογισμῷ καὶ κριτηρίῳ
10παρεχομένων καὶ οὐχ ὁμοζυγούσας τὰς πλάστιγγας συνορών‐ των τῆς τε προτέρας φήμης καὶ τῆς κατόπιν ἰούσης ὀψέ. ἀλλ’ ἐπαναληπτέον τὸν λόγον. ἔφθημεν γὰρ εἰπόντες τοὺς μὲν τρεῖς τῶν τῆς ὅλης Ῥωσίας ἡγεμόνων ὁμοῦ τοῖς σφῶν ὑπηκόοις ὀρθόδοξον ἔχειν σέβας καὶ ἡμῖν ὁμόφρονας εἶναι,
15τόν γε μὴν τέταρτον καὶ μάλα ἥκιστα· ὃς δὴ καὶ μεῖζον καὶ ἰσχυρότερον ἔχων κράτος κατά τε πλῆθος στρατιᾶς καὶ ὅπλων ἐμπειρίαν ἤδη καὶ τοῖς βορειοτέροις ἀνθίσταται Σκύθαις ἐκ πολλοῦ τοῦ κρείττονος, καὶ τῶν ἄλλων ἐτησίους διδόντων φό‐ ρους ἐκείνοις οὐδαμῇ ποτ’ αὐτός, ἅτ’ ὀχυρούς τινας τό‐
20πους οἰκῶν καὶ ἀγχιτέρμονας ἔχων Κελτοὺς καὶ Γαλάτας, οἳ παρὰ τὸν πρὸς ἄρκτους καὶ Θούλην τὴν νῆσον οἰκοῦσιν ὠκεα‐ νόν, ὅθεν ζέφυρός τε ἀναρρήγνυται καὶ ὅποι δύνων πορεύε‐ ται ἥλιος, μάχιμον ἔθνος ὡς τὰ πολλὰ καὶ οὐ πόρρω που γίνομαι λέγειν ἀνανταγώνιστον. ἀλλ’ ἔστιν ἀλλοτριόφρων τε
25καὶ τῷ ἡλίῳ τὸ τῆς λατρείας σέβας νέμων μέν, ὑπισχνούμε‐

3

.

518

νος δ’ ἐν τῷ ἄρτι καὶ ὁμόδοξος ἡμῖν κατὰ τὸ τῆς θρησκείας ἔσεσθαι σέβας, εἰ τῷ πρὸς αὐτοῦ πεμφθέντι πρεσβευτῇ Ῥω‐ μανῷ τὴν τῆς ὅλης Ῥωσίας ἐπισκοπὴν καὶ μητρόπολιν ἐγχει‐ ρίσαιμεν κατὰ τοὺς νενομισμένους τῆς ἐκκλησίας θεσμοὺς ἐκ
5διαδοχῆς τοῦ τετελευτηκότος ἀρτίως ἐκείνου Θεογνώστου. ἔστεργε γὰρ αὐτῷ καὶ προσέκειτο λίαν, τοῦτο μὲν καὶ ὡς ἐκ γυναικὸς συγγενεῖ τοῦ κηδεστοῦ ῥηγός, ὃς ὁμοροῦντα μὲν τε‐ τύχηκεν ἔχων αὐτόν, εὐσεβὴς δ’ ἦν οὑτοσὶ καὶ τοῖς θείοις προσκείμενος δόγμασι καθ’ ἡμᾶς, ὡς διὰ ταῦτα φίλον εἶναι
10κἀκεῖνον Ῥωμανῷ τουτῳΐ, καὶ ἡδέως αὐτοῦ ἀκούειν συχνὰ προσιόντος καὶ παραινοῦντος τὰ τῆς εὐσεβείας καὶ διδάσκον‐ τος τάς τε δὴ τῶν προφητῶν καὶ ἀποστόλων ῥήσεις, ὡς καὶ ἀνὰ στόμα φέρειν κἀκεῖνον αὐτάς. ἔστεργεν οὖν κἀκεῖνος Ῥω‐ μανῷ πῶς μὲν δι’ ἐκεῖνα πῶς δὲ διὰ ταῦτα, καὶ μάλιστα ὡς
15προτελεσθεὶς τὰ τῆς εὐσεβείας ὑπ’ αὐτοῦ δόγματα συχναῖς διδασκαλίαις καὶ παραινέσεσι· καὶ ἦν ἐγγὺς τοῦ καὶ τῷ θείῳ τελεσθῆναι βαπτίσματι. ἦν δ’ ὁ Ῥωμανὸς οὑτοσὶ τῶν εὐσεβείᾳ καὶ μοναδικῇ πολιτείᾳ καὶ εὐλαβείᾳ συντεθραμμέ‐ νων ἀνδρῶν, ἱερωμένος τε καὶ πεῖραν ἐξησκημένος τῆς τῶν
20ἱερῶν βίβλων ἀναγνώσεως ἱκανήν, πέντε που καὶ πεντήκοντα ἐτῶν ἡλικίαν ἄγων ἐγγύς, καὶ εἶδος ἔχων ἐκ φύσεως σεμνὸν κομιδῇ καὶ αἰδέσιμον. καὶ προύβαινεν ἂν εἰς πέρας τὸ πρᾶγμα χρηστὸν περὶ τὸ ἔθνος ἐκεῖνο τῆς θρησκείας ἕνεκα, εἰ ἐγί‐
γνετο τελέως κατὰ τὴν ζήτησιν τοῦ πεπομφότος ἐθνάρχου. ἀλλ’

3

.

519

ἀντέπραξεν ἡ μηδὲν τῶν χρηστῶν ἐῶσα Ῥωμαίους θεομηνία τελεῖν διὰ τὴν τῆς πολυθεΐας αἵρεσιν, ἣν οἱ τῆς ἐκκλησίας ἄρτι προεστηκότες ἀνόμως εἰσήνεγκαν. εὐθὺς γὰρ χειροτονη‐ θέντος ἐνταῦθα τοῦ Ῥωμανοῦ, ἀθρόον ἐπεφύη τις ἐκεῖθεν ἕτε‐
5ρος, τοὔνομ’ Ἀλέξιος, κατεσπουδασμένην ποιούμενος τὴν ἐς Βυζάντιον ἄφιξιν, ὁμοῦ τε σπαρεὶς καὶ ἀναδοθεὶς οὐκ ἐν‐ τεῦθεν, ἀλλὰ χρήμασιν ὤνιον πρὸς ἐνίων δῆθεν ἐκεῖθεν δε‐ ξάμενος τὴν ἀξίαν ἐπισκόπων, κατὰ τὸ τῶν σπαρτῶν καὶ αὐ‐ τὸς αὐθήμερον γιγάντων ἐκεῖνο γένος ὤφθη μητροπολίτης,
10ἀνὴρ μοχθηρὸς καὶ πανοῦργος καὶ ἔμπληκτος, πάσης τε ἀλ‐ λότριος εὐλαβοῦς καταστάσεως, καὶ ἅμα πολλοῖς ἐγκλήμασι καθαιρέσεως ἔνοχος ὤν, ὡς τὰ τῶν ἐγχωρίων ἐκεῖθεν ἐληλυ‐ θότα κατόπιν ἐσήμαινε γράμματα. ἀλλὰ χρημάτων πλῆθος κεκομικώς, καὶ δοὺς μὲν Καντακουζηνῷ τῷ τηνικαῦτα βασι‐
15λεύοντι, δοὺς δὲ καὶ τῷ τηνικαῦτα πατριαρχεύοντι, τοὔνομα Φιλοθέῳ, ὧν ἐφίεντο δώρων ἑκάτερος, ὧν ἐδεῖτο μετὰ ῥα‐ στώνης αὐτὸς ἀντελάμβανε. καὶ συνελόντι φάναι, ἅπαν ἔφραξε στόμα, καὶ πάσας ἐν τῷ ἀφανεῖ τεθνάναι κατηγορίας ἐκ τοῦ ῥᾴστου κατέπραξε, τὰς μὲν γνώμας σφῶν δουλωσάμε‐
20νος, τοὺς δὲ νόμους συλήσας καὶ πόρρω μνήμης κεῖσθαι πα‐ ρωσάμενος. ὅθεν καὶ μεμερίσθαι διὰ ταῦτα συμπέπτωκε τὴν τῆς ὅλης Ῥωσίας μητρόπολιν εἰς δύο μοίρας, εἴς τε Ῥωμα‐ νὸν καὶ Ἀλέξιον. καὶ εἴθε ἐνέμενεν ὡς τὴν πρώτην γοῦν ὁ
μερισμὸς ἐγεγόνει. ἀλλ’ ἀπιόντος Ῥωμανοῦ πρὸς ἣν ἔλαχε

3

.

520

μοῖραν, πλείω δεδωκὼς Ἀλέξιος χρήματα πλείω καὶ κρείττω καὶ τὴν μοῖραν αὖθις συγκυκήσας ἀνείληφε, ζημιώσας ἐν τοῖς καιρίοις τὸν Ῥωμανόν. διὸ καὶ αὖθις μετὰ βραχὺ πρὸς Βυ‐ ζάντιον ἐπανεληλυθέναι μεστὸν ἐλπίδων Ῥωμανὸν ἡ ἀνάγκη
5συνήλαυνεν, ἅτε καὶ μεταπεσεῖν αἰσθόμενον τά τε τῆς μοναρ‐ χίας ἐνταῦθα σκῆπτρα πρὸς Παλαιολόγον καὶ αὐτοὺς τῆς πατριαρχίας θρόνους αὖθις ἐς Κάλλιστον τοὔνομα. ἐληλυ‐ θότι δὴ οὖν βοηθεῖν, ὁπόση δύναμις, ἀδικουμένῳ τῶν πάνυ τι σφόδρα κρίνας εἶναι δικαίων ὁ πατριάρχης, ὁμοῦ τοῖς πα‐
10ρατετυχηκόσι τηνικαῦτα ἀρχιερεῦσι, τὰ ἐπὶ τούτοις παρε‐ σκευάζοντο γράμματα καὶ ψηφίσματα. ἀλλὰ πρὶν ἐς πέρας ἰέναι, πάρεστιν αὖθις Ἀλέξιος χρημάτων ἐπιφερόμενος πλεῖ‐ στα βαλάντια, δι’ ὧν τὴν τοῦ πατριάρχου χειρωσάμενος γνώ‐ μην τὰ πρῶτα, ὕλης γηγενοῦς ὑπερφυῶς ὀρέξεσιν ἡλικιῶτιν
15οὖσαν καὶ δεσμῶτιν οὐκ ἔξω φαυλότητος λογισμῶν, ἔπειτα περιῄει τοὺς ἄλλους ἀναλόγως διδοὺς καὶ δουλούμενος καθ’ ἕκαστον ἅπαντας. ἤδη δὲ καὶ τοῖς ἄρχουσι προσιών, καὶ παραβύων ἁβρότερα κέρματα, ῥᾷστα καὶ σφᾶς πρὸς τὸ βου‐ λόμενον εἷλκε, τὸ συγκεχωρηκὸς εἰληφότας ἤδη παρὰ τοῦ πα‐
20τριάρχου Καλλίστου, ὃς τῶν τῆς ἱερωσύνης κανόνων πρόμα‐ χος εἶναι ὀμωμοκώς, καὶ μὴ προδότης γίνεσθαι τῶν ταύτης θεσμῶν, μηδὲ τὴν ἄπρατον χάριν τοῦ πνεύματος ὤνιον ὡς ἐν ἀγορᾷ προτιθέναι τοῖς κατὰ Σίμωνα τὸν μάγον ζητοῦσιν, ἔπειτα αὐτός τε παραβάτης ὤφθη περιφανής, διακυβεύων τὰ
25τίμια, καὶ τοὺς ἄλλους προτρεπόμενος ἀπαρακαλύπτως ἐς τὴν
τοῦ κακοῦ κοινωνίαν. καὶ διὰ ταῦτα ἀπηνήνατο ἐς προῦπτον

3

.

521

τὰς πρὶν ὑποσχέσεις ἐκείνας αἳ περὶ τοῦ θείου βαπτίσματος ἦσαν αὐτῷ παρεσκευασμέναι σύν γε τοῖς ὑπηκόοις κομιδῇ παμπληθέσιν ὑπάρχουσιν· βέλτιον γὰρ ἔφησεν ἡλίῳ λατρεύ‐ ειν, κόσμον ὅλον φωτίζοντι καὶ ζωοῦντι καὶ περιθάλποντι, καὶ
5τῆς τοῦ πάντων εἰκόνος δημιουργοῦ σαφῆ τινὰ φέροντος ἴχνη καὶ σύμβολα, ἢ τῷ τῆς φιλαργυρίας δαίμονι, ᾧ τοὺς τῶν Ῥωμαίων ἀκούω νυνὶ πατριάρχας ἁλίσκεσθαι, εἰ χρὴ κατὰ τὸν τῶν αὐτῶν ἀποφήνασθαι διδάσκαλον, ὃς ὑπισχνουμένῳ τῷ διαβόλῳ δώσειν βασιλείας τε καὶ χρήματα γῆς ἁπάσης,
10εἰ βούλοιτο προσκυνεῖν καὶ λατρεύειν αὐτῷ, ἐπετίμησέ τε καὶ ἀπεκρούσατο μάλα σφοδρῶς· ὥσθ’ ὁ τούτοις ἐκθύμως ἐγκυ‐ βιστῶν, καὶ ἀντὶ τούτων αὐτὸν προϊέμενος ὃν εἵλετο δεσπό‐ την ἔχειν καὶ θεόν, ποίων μὲν κολάσεων ποίων δὲ πρηστή‐ ρων οὐκ ἄξιος εἴη ἄν, δεσπότου χρηστοῦ τε καὶ εὐεργέτου
15διάβολον ἀλλαττόμενος ἐχθρὸν καὶ πολέμιον, καὶ οὐδὲ τουτονὶ τὸν ὑπ’ ἐμοῦ τιμώμενον ἥλιον αἰδεῖται μάρτυρα τῆς ἀναι‐ δείας δρῶν ἑαυτοῦ, ὅτι τὸν καὶ αὐτοῦ δημιουργὸν γηίνοις ὅλῃ ψυχῆς προαιρέσει προΐεται χρήμασι. σαφῆ γὰρ εἶναι ταύ‐ την ἔγωγε τίθεμαι εἰδωλολατρίαν· τὸν μὲν γὰρ ἥλιον στοι‐
20χεῖον ἐξ ἀρχῆς εἶναι κατειλήφεσαν ἄνθρωποι συστατικὸν τῆς τῶν ἐν γῇ πάντων φύσεως· χρυσὸς δὲ καὶ ἄργυρος ἅπας γῆ πατουμένη καὶ τοῖς εὐφρονοῦσι πρὸς μηδὲν ἀγαθὸν χρη‐ σιμεύοντα· πῶς γὰρ ἃ μηδ’ εἰκόνος εἴδωλον ἡλίου σώζειν
δύναται; εἰ δὲ καὶ πρὸς ἀνιέρους καὶ βεβήλους πράξεις κα‐

3

.

522

ταδαπανᾷ τῆς φιλαργυρίας τοὺς τρόπους ὁ καὶ προΐστασθαι λαχών, καὶ λαλεῖ μὲν πρὸς ἀργύριον, χρημάτων δ’ ὤνιον τὸ τῆς ἱερωσύνης ποιεῖται ἀξίωμα, καὶ τούτων οὐ μικρῶν τινῶν καὶ βραχύτητι περικλειομένων ὄγκου καὶ ἀριθμοῦ πηλικότητι
5καὶ ποσότητι, ἀλλὰ καὶ τοὺς τοιούτους ὅρους ὑπερβαινόντων τε καὶ ὑπερεκτεινομένων, ποῦ οὐκ ἂν ἐλάσειεν ὕβρεώς τε καὶ ἀτοπίας ἡ ἀκρασία; τίνας δ’ οὐκ ἂν ὑπερβαίη Καυκάσους ὀρῶν καὶ Τανάιδος ἐκβολὰς καὶ Σκυθῶν ἀγριότητας ἡ φήμη βαδίζουσα τῆς αἰσχρότητος; ἢ τίς ἂν καὶ ὁποία ποτὲ συ‐
10σταίη πολιτεία βεβαίας τὰς τοῦ μένειν οὐκ ἐπίπαν αὐχοῦσα κρηπῖδας; τίνες δ’ ἂν οἰκιῶν καὶ πόλεων διοικήσεις εὐνομη‐ θεῖεν ὅπουπερ ἂν οἱ τῶν κανόνων καὶ νόμων προστάται, τῶν χρηστῶν ἀμελοῦντες ἠθῶν, παρευημερεῖσθαι δρῶσι τὰ τῆς δικαιοσύνης ἀνάκτορα, καὶ παρὰ φαῦλον τίθενται τὰ τῶν
15νομίμων κράτη, καὶ τὸ ψεῦδος προτιμῶσι τῆς ἀληθείας, καὶ νόμον τὴν ἀνομίαν ἡγοῦνται, καὶ ψῆφον δικαιοσύνης τὸ τὰς ψήφους τῆς δίκης αἰσχροποιεῖν· καὶ ἣν τῶν πολιτειῶν καὶ πόλεων σφῶν προφανῆ καὶ ὕπαιθρον κατάλυσιν νύκτωρ καὶ μεθ’ ἡμέραν οὐ λήγουσιν αὐτοὶ καθ’ ἑαυτῶν ἐργαζόμενοι,
20ταύτην ἕδραν καὶ στάσιν ἐπ’ ἴσης τοῖς οὐρανίοις πόλοις πρὸς ἀσφάλειαν τὸ ἀκίνητόν τε καὶ ἀναλλοίωτον ἔχειν οἴονται, κα‐ κῶς εἰδότες καὶ λίαν ἀμούσως, καὶ μηδὲν ἄμεινον ἢ ὥσπερ οἱ τυφλώττοντές τε καὶ μηδὲ τὰ ἐν ποσὶν ὅλως ὁρᾶν δυνά‐
μενοι· καὶ οὗτοι γὰρ κατόπιν ἑπομένους ὁρῶντες τοὺς τῆς το‐

3

.

523

σαύτης καὶ τηλικαύτης κακοτροπίας καὶ ἀτοπίας καρπούς, μᾶλ‐ λον δὲ πρὸ ὀφθαλμῶν κείμενα νύκτωρ καὶ μεθ’ ἡμέραν τὰ τῆς σφῶν κακίας ἐπίχειρα, οὐδαμῇ ἐπαΐουσιν, ἀλλ’ ἐπ’ ἴσης τοῖς μαινομένοις τὰς σφῶν αὐτῶν ἐσθίοντες σάρκας χαίρουσιν·
5ὥσπερ ἂν εἰ προσετίθεσαν κέρδεσι κέρδη καὶ κλήρῳ κλῆρον γῆς καὶ θαλάσσης, καὶ μὴ πᾶν τοὐναντίον ἔπασχον, ἄχρι πυλῶν καὶ αὐτῶν εἰπεῖν οἰκιῶν τῆς σφῶν ζημίας ἀεὶ προχωρούσης καὶ δίκην πυρὸς αὐξομένης κἀπὶ σφετέρῳ κακῷ νεμομένης τὰ πρόσω, καὶ μάλισθ’ ὅταν καλάμης κατὰ πρόσωπον ἱσταμένης
10λαμπρῶς ἐπιδράττηται τοῦ πυρὸς ἡ φορά. εἰ οὖν ἐμοῦ, φησί, κατηγορεῖν ἐθέλοι τις τοιαῦτα, πολλοῦ μέντ’ ἂν δεή‐ σειε τρισαθλίους αὐτοὺς καλεῖν, καὶ ταῦτα ποιμαίνειν λαχόν‐ τας καὶ ῥυθμίζειν οὐ ῥέουσαν ὕλην καὶ φθειρομένην ἀεί, ἀλλὰ τὸ μέγα κτῆμα καὶ τιμιώτατον καὶ θανάτου παντὸς
15ἀνώτερον, τὴν ἀνθρώπου ψυχὴν δηλαδή· ᾧ γὰρ εὐθυντῆρος καὶ κανόνος ἔχειν συμπέπτωκε τόπον, καὶ ὃς ἀρχέτυπον ἄλ‐ λων εἶναι πεπίστευται, οὗτος εἰ μὴ κατὰ τοὔνομα πολιτεύοιτο, μηδὲ τὸ προσῆκον ἀποδιδοίη τῇ τοῦ κανόνος καὶ τῆς εὐθύτη‐ τος ἀρετῇ ἀλλὰ πράγμασιν ἀνοσίοις ὄνομα περιτιθείη χρη‐
20στόν, δείκνυσιν ἐναργῶς μὴ τὸ χεῖρον ὑπὸ τοῦ κρείττονος εἶ‐ ναι ἀρχόμενον δεῖν, ἀλλὰ τό γε κρεῖττον ὑπὸ τοῦ χείρονος. σχετλιώτερον δ’ οἴομαι καὶ οὐ μάλα εὐσχήμονος εἶναι ὀλέ‐ θρου δήμοις τε καὶ οἴκοις, ἄρχουσί τε δὴ καὶ ἀρχομένοις,
νέοις καὶ γέρουσιν, ἀνδράσι τε καὶ γυναιξί, πλουσίοις τε καὶ

3

.

524

πένησι, καὶ πᾶσι σχεδὸν λογικοῖς καὶ ἀλόγοις, ὅταν τοῖς βελ‐ τίοσι νομοθετῶσιν οἱ κάκιστοι· οὐ γὰρ τὸ διεφθορὸς τῶν ὁρών‐ των κατευθυνθείη ἄν ποτε πρὸς εὐνομίαν, οὐδ’ εἴ τι νοσοίη τῆς πολιτείας, παρασκευασθείη πρὸς τὴν πρὶν εὐεξίαν παλινδρο‐
5μεῖν, ἀλλὰ πολλῷ τοὐναντίον γένοιτ’ ἄν, παραπαιδαγωγοῦντος τοῦ χοροστάτου καὶ διδασκάλου, καὶ χωλεύειν ποιοῦντος τοῦ καλοῦ καὶ τῆς ἀληθείας τὸν δρόμον. πρόξενος γὰρ αὐτὸς ἄντικρυς γίνεται νοσεῖν καὶ τὸ ὑγιαῖνον, καὶ ἐξ οὐρίας ἀεὶ καταβαίνειν πρὸς τὸ φθειρόμενον· καὶ ὃ τὴν ἐρημίαν ὡς
10ἐπίπαν ἐκτήσατο πάρεδρον, ἀντιφωνοῦντος αὐτῷ τοῦ βίου τοῖς λόγοις καὶ ᾗ τέτακται διοικήσει· ὥσπερ γὰρ δικαιοσύνη κοινωνίας ποιητικόν, οὕτως ἀκοινώνητον ἀδικία καὶ σύνοικον ἐρημίᾳ, θηριώδη ποιοῦσα τὸν βίον καὶ παντάπασιν ἄγριον. τὴν γάρ τοι πόλιν ἐξ οἰκιῶν συγκειμένην κοινωνικῆς εὐταξίας
15θεμέλιον εἶναι ἀνάγκη καὶ νόμων δικαίων ἐμπεφραγμένην δεσμοῖς· ᾧ γοῦν οἰκίας δι’ ἀμαθίαν τοῦ κρείττονος ἥκισθ’ ἁρμόττει προστασία, πολλοστοῦ τινὸς μέρους μακρᾶς πολι‐ τείας, πολλοῦ μέντ’ ἂν δεήσειε δεόντως πόλεως ὅλης προστῆ‐ ναι. ὡς γοῦν τῶν ἀνθρώπων ᾧ δίκη καὶ εὐνομία συντέθρα‐
20πται, τούτῳ καὶ τὸ βελτίστῳ τε εἶναι καὶ κατὰ τὸ βέλτιστον ἄρχειν προσγίνεται, οὕτως ᾧ μή, τούτῳ καὶ χειρίστῳ γίνεσθαι κατὰ τὸ ἀντίπαλον ἕπεται καὶ παγχάλεπον ἄρχειν ἀρχήν. ὄργανα γὰρ ἐκ φύσεως ἄνθρωπος ἔχων πρὸς ἀρετῶν ἐργα‐
σίαν πολυειδῶν, εἰ μὴ βούλοιτο δίκῃ τε καὶ εὐνομίᾳ διοικεῖσ‐

3

.

525

θαι καὶ διοικεῖν, παγχάλεπον καὶ ἐξίτηλον πόλιν πᾶσαν καὶ πολιτείαν καὶ οἰκίαν καὶ συλλήβδην ἅπαντα φάναι πράγματα δείξειεν ἂν ἐν βραχεῖ· καὶ οὐδὲν ἕτερον τούτῳ λελείψεται ἢ τοῖς τῆς ἀρετῆς ὀργάνοις κακῶς χρωμένῳ δίκην πυρὸς ἐμ‐
5πιπρᾶν καὶ ᾅδου μυχοῖς παραπέμπειν, καὶ εἴ τι σφίσι χθές που καὶ πρώην προσῆν ἐκείνοις τὸ εὔδαιμον. εἰ δ’ οὖν, φρασάτω μοί τις παρελθών, πόθεν ἄλλοθεν ἐς τοιάσδε κακοδαιμονιῶν ἐσχατιὰς τὰ μέγιστ’ ἐκεῖνα καὶ τηλικαῦτα κατενήνεκται σφίσι πράγματα. πάντως οὐδαμόθεν ἢ κατ’ αὐτῶν ἐξ αὐτῶν, οἴκο‐
10θεν οἴκαδε, τὸ λεγόμενον. ἥδιον γοῦν ἔγωγ’ ἂν πολλῷ μετὰ δικαιοσύνης καὶ εὐνομίας ἡλίου τε καὶ τοῦ τὸν ἥλιον πεποιη‐ κότος θεοῦ διατελοίην σαφὴς λατρευτής, ἢ διὰ φιλοχρημα‐ τίαν, αἰσχίστην νόσον αἰσχίστου τρόπου, μετὰ ἀνομίας καὶ ἀδικίας εἴην ἀνύων τὸν βίον, καὶ παντοδαποῖς τε καὶ ποικί‐
15λοις μιάσμασι καταβαπτίζων ὅ φασι ψυχῆς καθαρτήριον βάπτισμα. πῶς γὰρ καὶ τίς με βαπτίσει τηλικούτοις ἑαυτὸν ἐμπιπλὰς ἐφ’ ἡμέρᾳ πάσῃ καὶ νυκτὶ μολυσμοῖς, καὶ τοσοῦτον ὑπ’ ἐμοῦ καταγινωσκόμενος; οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι, φησί, παρὰ τῷ θεῷ, ἀλλὰ οἱ ποιηταὶ τοῦ νόμου δι‐
20καιωθήσονται· καὶ ἐν παντὶ ἔθνει ὁ φοβούμενος τὸν κύριον δεκτὸς αὐτῷ ἐστίν. οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ θεῷ, ἀλλὰ πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθή‐
σεται. καὶ θυμὸς καὶ ὀργὴ καὶ θλῖψις καὶ στενοχωρία ἐπὶ

3

.

526

πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, Ἰου‐ δαίου τε πρῶτον καὶ Ἕλληνος· δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.
5 Τοσαῦτα καὶ τοιαῦτα σὺν ὀργῇ καὶ ζήλῳ διεξελθὼν ὁ ῥὴξ ἐκεῖνος ἐνταῦθα τὸν λόγον κατέπαυσε, τὴν δὲ γνώμην εἶ‐ χεν ἠρεθισμένην πρὸς ἄμυναν ὑπὲρ ὧν προσῆκε τῷ Ῥωμανῷ. ἔξεστι δ’, οἷς τῇ ἀκοῇ σύνεσις ἀπαθὴς συνοικεῖ, κρίνειν εἰ προσήκοντος ἔχεται λόγου τὰ εἰρημένα· ἔξεστι δ’ αὖθις συλ‐
10λογίζεσθαι ἔτι καὶ εἰ χριστιανῶν παισὶν εὐσεβέσιν ἀνεκτὸν οὕτω γῆς καὶ θαλάττης ὡς πορρωτάτω τῆς αἰσχίστης ταυ‐ τησὶ κακίας τὴν φήμην δραμοῦσαν μέχρις Ὠκεανοῦ καὶ Σκυ‐ θῶν ἀφικνεῖσθαι, καὶ τοσοῦτον τὴν τῆς αἱρέσεως αὐξήσασαν βλάστην διαπεφοιτηκέναι πανταχῇ τῆς Ῥωμαίων ἐκκλησίας
15τὰς ὕβρεις κομίζουσαν, κρηπῖδας ἀφθόνων πηγῶν εἰληφυῖαν τὰς τῶν νῦν πατριαρχῶν τε καὶ ἐπισκόπων ἀτόπους καὶ παρα‐ νόμους πράξεις καὶ ἣν τετυραννηκότες δογμάτων ἐνέπλησαν πονηρῶν ἐκκλησίαν αὐτοί· οὐ γὰρ ἐν παραβύστῳ τὰ βέβηλα δρῶσιν οἱ ἀναιδεῖς, οὐδ’ εἰς ἀφεγγές που καταδύντες χωρίον,
20ἀλλ’ ἐν ὑπαίθρῳ καὶ θεάτρῳ πομπεύουσι πάσῃ τῇ οἰκουμένῃ τὴν σφῶν αὐτῶν ἐξάγιστον ἐθελονταὶ μοχθηρίαν αὐτοί. οὕ‐ τως ἐξόριστος παντάπασι καὶ κομιδῇ γε ἀλλότριος τῶν τῆς ἀρχαίας γέγονεν ἠθῶν πολιτείας ἡ δικαιοσύνη καὶ φρόνησις,
καὶ εἴ τι σεμνότητος καὶ εὐσχημοσύνης ἐνῆν ἀγαθόν, ὡς ἐξεῖ‐

3

.

527

ναι λέγειν νῦν ἐνταυθοῖ καὶ ἡμῖν ἃ πάλαι θεὸς διὰ τοῦ προ‐ φήτου φθέγγεται Ἰεζεκιὴλ περὶ Ἱερουσαλήμ. “εἰπὲ” γάρ φησι “πρὸς τὴν θυγατέρα τὴν ἀσύνετον Ἱερουσαλήμ· οὐχ ἥμαρ‐ τεν ἀδελφή σου Σόδομα κατὰ τὰ ἡμίσεια τῶν ἁμαρτιῶν σου,
5καὶ ἐδικαιώθη Σόδομα ἐκ σοῦ.” τουτέστι Σόδομα δίκαια ἐστὶ κατὰ σύγκρισιν σήν, ὡς ὁ θεῖος φάσκει Χρυσόστομος. ἔστι δὲ οὐκ ἄδηλον, οἶμαι, φρονίμων οὐδέσιν ἀνδρῶν ὡς εἰς τὴν μυθικὴν ἐκείνην ἔριν καὶ οὗτοι τὴν μίμησιν ἀναφέρον‐ τες, μεταξὺ τὴν διαίρεσιν ἀντὶ μήλου τῇ τοῦ ἔθνους ἐπαρ‐
10χίᾳ ἐκείνου παρέρριψαν, τὴν μὲν μίαν εἰς δύο διελόντες μη‐ τροπόλεις, τὰς δ’ ὑπ’ ἐκείνην ἐπισκοπὰς ἄλλοθεν ἄλλοθι με‐ ταθέντες, ὡς ἂν πρὸς ἀλλήλους οἱ ταύτας λαγχάνοντες πρό‐ φασιν ἔριδος ἔμμονον ἔχωσι, καὶ ἅμα ἀνάγκην ὡς εἰς μεῖζον ἰέναι κριτήριον τοὺς τῆς Κωνσταντινουπόλεως πατριάρχας,
15ἐγκλήματα μὲν κατ’ ἀλλήλων, ὑπὲρ δ’ ἑαυτῶν ἁδρὰ κομιδῇ κομίζοντες χρήματα, οὔτ’ ἐκεῖνοι φαύλην τινὰ καὶ ἄνανδρον σπουδὴν ὑπέρ γε τοῦ τὸν ἕτερον ἕτερος παριέναι δεικνύντες τοῖς ἐκεῖθεν κομιζομένοις τῶν δώρων πλήθεσιν ἐπ’ ἀναλήψει τῆς ἱερατείας καὶ τῆς τῶν ἐπισκοπῶν προεδρίας, οὔθ’ οὗτοι
20πρόνοιαν ἐρραθυμημένην καὶ ἀναπεπτωκυῖαν ἐν τούτοις ἄγον‐ τες πρός γε τὸ ἐρεθίζειν τε καὶ ἀναρριπίζειν εἰς ὅτι πλεῖστον τὴν φλόγα τῆς ἔριδος, ἀλλὰ πολλὴν καὶ διάφορον ἐπισωρεύ‐ οντες ὑπεκκαύματος ὕλην, μάλα ἀνύσιμον σφίσιν αἰσχροκερ‐
δείας ἐφόδιον γινομένην. ὅθεν καὶ ῥᾷστα περαίνοντες διετέ‐

3

.

528

λουν ἐφ’ οἷς ἐμισθοῦντο, συχνὰ μὲν καταλύοντές τε καὶ με‐ ταρριπτοῦντες ἔνθεν καὶ ἔνθεν ἃ χθὲς ἄλλως ᾠκοδομήθησαν, ἃ δὲ πρότριτα καθ’ ἕτερον διενείμαντο τρόπον, ὡς ἑτέρως μεταρρυθμίζοντες σήμερον καὶ ὡς ἑτέρως τὴν ὑστεραίαν, ὅπῃ
5τὰς ἡνίας ἕλκει τε καὶ ἀνθέλκει τῶν ἐκεῖθεν ἐνταῦθα συχνὰ πεμπομένων διχόθεν χρημάτων ἡ μᾶλλον θατέρου βρίθουσα δεξιά. καὶ τῶν τοιούτων ἀγώνων καὶ παλαισμάτων τῆς κακο‐ μηχάνου τε καὶ μυσαρᾶς ἔριδος ταυτησί, δίκην ἕλκους διη‐ νεκῶς ἠρέμα τὰ πρόσω νεμομένης καὶ προχωρούσης, ὅρον
10εἶναι συμβαίνει μηδένα, μηδὲ λῆξίν τινα τῶν ἀτόπων τε κερ‐
δῶν καὶ πονηρῶν λημμάτων.

3

.

529

(t1)

ΤΟΥ ΑΥΤΟΥ ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ
t2ΛΟΓΟΣ ΛΖ.
3 Ἐγὼ δὲ τῶν εἰρημένων πλείω καὶ μείζω συνείρειν ἔχων τῇ ἱστορίᾳ πρὸς ἐνίων οἳ καλῶς ἀκούειν ἴσασι διόρθωσιν
5(ἰατρὸν γὰρ τὴν ἱστορίαν τοῖς ὀψιγόνοις πεπείσμεθα γίνεσ‐ θαι, ἐπαινοῦσαν μὲν ὁπόσοι τἀγαθὸν ἐπαινοῦσί τε καὶ προ‐ σίενται, λοιδοροῦσαν δ’ ὅσοι τὸ κακὸν οὐ βούλονται λοιδο‐ ρεῖν) δέδια μὴ λάθω τοὐναντίον οὗ βούλομαι δρῶν. ἐγχω‐ ρεῖ γὰρ ὡς ἐν ἀπείρῳ πελάγει τῷ χρόνῳ πολυτρόπως καὶ
10ἀγχιστρόφως καὶ ὡς εἰπεῖν ἑλικοειδῶς ἀεὶ ῥεούσης τῆς φύ‐ σεως, καὶ ἄλλοτ’ ἄλλως περιπετοῦς ἑαυτῇ γινομένης διὰ τὴν ἀτέκμαρτον ἰδιοτροπίαν τῶν ἑκάστοτε φυομένων καὶ ἐπιφυο‐ μένων πολυειδῶς προσώπων καὶ πραγμάτων, ἐξελίττειν καὶ ἀνελίττειν ἔστιν οὗ καὶ ἔστιν ὅτε συγγένειαν ὁμοιοτήτων τινῶν
15περιαγομένην τε καὶ περαινομένην εἰς παράδοξόν τινα τὴν

3

.

530

ταυτότητα. ὡς εἶναι δέος ἐντεῦθεν μὴ οὐ πάντων εἰς μίμη‐ σιν τοῦ βελτίονος παραθήσειν ἑαυτοὺς δυναμένων δι’ ἔμφυ‐ τον ἔνιοι κακοτροπίαν ἐπὶ τοὐναντίον τῇ μιμήσει χρήσωνται, καὶ τὴν ἐν ἱστορίᾳ διαβολὴν τῶν κακῶν ἐπὶ σφετέρᾳ μιμή‐
5σωνται βλάβῃ, τὴν τῶν φθασάντων ἀναισχυντίαν καὶ τόλμαν οἷόν τι παράδειγμα προβαλλόμενοι. ὅθεν ἑνός τινος ἔτι μνη‐ σθεὶς ἀπαλλάξομαι, διὰ βραχέων μέντοι καὶ τοῦτον, καὶ δι’ ὅσων ἀποχρήσειεν ἂν τῷ τῆς ἱστορίας λόγῳ δεῖξαι πῶς τῆς Παλαμικῆς αἱρέσεως ἐπὶ λύμῃ τῶν ἱερῶν τῆς ἐκκλησίας δογ‐
10μάτων παραδύσης ἅπανθ’ ὁμοῦ συγκέχυται πράγματα, καὶ διέφθαρται τὸ τῆς ἐκκλησίας ἀρχαῖον ἦθος ἐκεῖνο, καὶ ἀνα‐ τέτραπται καὶ ἀπόλωλεν εἴ τι σεμνόν τε καὶ τίμιον τῆς ὅλης ἦν πολιτείας, συσταλείσης, οἶμαι, τῆς τοῦ θεοῦ δεξιᾶς ὅσον αἰσθέσθαι τοὺς τῆς κακίας ταύτης προστάτας καὶ ἀρχηγούς,
15καὶ πρὸς ἐπιστροφὴν ἐλθεῖν πρὶν εἰς καταστροφὴν κατελθεῖν, ἐνδιδόντος θεοῦ τοῦ διὰ Δαβὶδ παραινοῦντος μὴ διδόναι πρὸς σάλον τὸν πόδα, ἵνα μὴ νυστάξῃ μηδὲ ὑπνώσῃ ὁ φυλάσσων τὸν Ἰσραήλ. ὡς εἶναι κἀνταῦθα δέος μὴ πολλῷ κἀκείνων κακίοσιν οὖσι καὶ τοῖς τῆς ἐκκλησίας ταύτης προέδροις ἡ πάλαι
20κατὰ τῶν Ἰουδαίων ἀποφαντικὴ σὺν θυμῷ κατερράγη ψῆφος, λέγουσα “ἐὰν προσφέρητέ μοι σεμίδαλιν μάταιον, θυμίαμα βδέλυγμά μοι ἐστί· καὶ ἐὰν ἐκτείνητε τὰς χεῖρας ὑμῶν,
ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν· καὶ ἐὰν πληθύ‐

3

.

531

νητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις, καὶ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος.” ὧν γὰρ τὰς αὐτὰς εἶναι συμβαίνει πράξεις, τούτοις ἀνάγκη καὶ τὰς αὐτὰς ἐπιέναι θεόθεν εἰσπράξεις.
5 Διδάσκει δὲ καὶ ὁ θεῖος Χρυσόστομος τὴν εἰρημένην ἐνταῦθα ταυτότητα· καὶ γὰρ ἑρμηνεύων τὸ “Καϊάφας ἀρ‐ χιερεὺς ἦν τοῦ ἐνιαυτοῦ ἐκείνου,” καὶ τοῦτο τῆς Ἰουδαϊκῆς, φησίν, ἐγένετο πονηρίας· κατῄσχυναν γὰρ τὸ τῆς ἱερωσύνης ἀξίωμα ὠνητοὺς ποιήσαντες ἀρχιερέας. ἔμπροσθεν δὲ οὐχ οὕτως
10ἦν, ἀλλὰ τῇ τελευτῇ μόνῃ κατελύετο ἡ ἱερωσύνη τοῦ ἀρχιε‐ ρέως. τότε δὲ καὶ ζῶντες παρελύοντο τῆς τιμῆς. οὐδὲν οὖν καινὸν τῶν ὁμοίων ἐκείνοις κἀνταῦθα παθῶν εἰκόνας ὑπάρ‐ χειν ἐνυποστάτους, τῶν νῦν πατριαρχῶν εἰς τὴν αὐτὴν ἰόν‐ των πονηρίαν, ἵνα μὴ λέγω τὴν χείρω· κατῄσχυναν γὰρ τὸ
15τῆς ἱερωσύνης καὶ οὗτοι μᾶλλον ἐκείνων ἀξίωμα, ὠνητοὺς ποιοῦντες ἀρχιερεῖς, καὶ μειρακίων ἐφήβων καὶ ἀγενείων ἑσμὸν ἱερέας, οὔτε πω συλλαβίζειν δυναμένων οὐδὲ τὰ πρῶτα τῶν γραμμάτων στοιχεῖα, οὔτε βίον γοῦν ἐγγὺς καθαροῦ προ‐ εισενηνεγμένων, ἀλλ’ ἀρκουμένων τῷ τε βούλεσθαι καὶ τῷ
20τὴν Παλαμικήν, ταὐτὸν δ’ εἰπεῖν Μασαλιανικὴν καὶ πολύ‐ θεον αἵρεσιν προσκυνεῖν· τῆς γὰρ ἱερωσύνης εἰς ἀγοραίαν
πρᾶσιν καθάπαξ ῥιφείσης, ὁ τὰ πλείω διδοὺς τὴν νικῶσαν

3

.

532

ἐπ’ ὀλίγον λαμβάνει καὶ τῶν πρωτείων γίνεται κληρονόμος, μέχρις ἂν ὁ κατόπιν ἰὼν χρημάτων ἁβρότερον πεποιηκὼς τὸ βαλάντιον, τὴν νικῶσαν τῆς ἥττης ἀλλάξηται καὶ τῆς κρείτ‐ τονος χώρας ἐξ ἀμοιβῆς κληρονόμος αὐτὸς καταστῇ.
5 Ἐπεὶ δ’ ἑνὸς τῶν πολλῶν ὁτουοῦν ἐπηγγειλάμεθα μνη‐ σθέντες ἀπαλλάξασθαι, πέρας τῇ ἐπαγγελίᾳ παρασχεῖν ἀξιώ‐ σωμεν. τὴν τῶν Ἀλανῶν ἐπαρχίαν πρὸς ἄρκτους τὴν θέσιν ἔχουσαν, καὶ Σκυθῶν τῶν νομάδων ὅμορον οὖσαν, οἱ πολλοί τε ἴσασι καὶ μάλιστα οἷς ἐξ ἐμπορίας ὁ βίος ἀθροίζεται
10ἔθος. ταύτης ἐκ Κωνσταντινουπόλεως Τραπεζούντιός τις, ὄνομα Συμεών, ἀρχιερεὺς τῇ μητροπόλει χειροτονηθεὶς πρὸ ἐτῶν οὐ μικρῶν ἀπεστάλη. μετὰ δὲ χρόνον βραχὺν παρ’ ὁτουοῦν τῶν ἐκεῖ μοναζόντων πρὸς τοῖς ἄλλοις καὶ δωροδο‐ κίαν ἐγκέκληται χειροτονιῶν ἀθέσμων, τὸ τῆς ἱερωσύνης κα‐
15πηλεύων σεμνὸν καὶ προτιθεὶς βεβήλοις ὤνιον ἀνδράσι τὴν χάριν τοῦ πνεύματος. τῶν δὴ τοιούτων ἐγκλημάτων ἐπὶ Φι‐ λοθέου τοῦ μετὰ τὴν Καλλίστου καθαίρεσιν πατριαρχεύσαν‐ τος λαληθέντων, ἐπεὶ παρῆν καὶ Ἀλανίας αὐτός, τὸ ἀξιό‐ πιστον ἔχοντας ἐξ Ἀλανίας μάρτυρας προκαλούμενος, ὑπέρθε‐
20σιν καιρικὴν ἡ ψῆφος λαμβάνει. μετεώρου τοίνυν τῆς δίκης οὔσης, ἐξαίφνης ἔξωθεν εἰς τὸ Βυζάντιον εἰσπεπηδηκὼς Ἰω‐ άννης ὁ Παλαιολόγος τὴν πατρῴαν ἀνείληφε βασιλείαν, ἐκ‐
βεβληκὼς Καντακουζηνόν, ὥς που καὶ πρότερον ἡμῖν εἰρημέ‐

3

.

533

νον εἰς μῆκος ἐστί· καί οἱ ἐπηκολούθει ὁ πρὸς Φιλοθέου καθαιρεθεὶς τῆς τε πατριαρχείας καὶ τῆς ἱερωσύνης Κάλλι‐ στος, ὃς καὶ αὐτὸς καθάπερ ἐκ παρατάξεως ἀμυνόμενος αὐ‐ τόν τε καθαιρεῖ τῆς ἱερωσύνης Φιλόθεον καὶ τῶν πατριαρχικῶν
5ἀντ’ ἐκείνου καθίσταται θρόνων διάδοχος. ὅπως δ’ αὐτοῖς ἐσχεδίασται τὰ τοιαῦτα, καὶ οἷα συμπέπτωκεν ἕτερα μεταξύ, εἴρηταί τε μετρίως ἡμῖν καὶ εἰρήσεται πλείοσιν ἄλλοις τὴν ἱστορίαν ἴσως εἰς μῆκος μᾶλλον ἐκτετακόσιν ἡμῶν ἐνταυθοῖ. καὶ μὲν δὴ πρόσεισιν Ἀλανίας τῷ πάλιν πατριαρχεύσαντι
10τούτῳ Καλλίστῳ, λήθην τε ἀξιῶν γενέσθαι τῶν πρότριτα ἐπὶ Φιλοθέου ἐγκεκλημένων αὐτῷ, καὶ δῶρα πέμψειν ὑπισχνού‐ μενος ἀποχρῶντα ἐπιδεδημηκὼς ἐς Ἀλανίαν. τῷ οὖν Καλ‐ λίστῳ ἔχοντι τὰ ἐπηγγελμένα ἐν ἐλπίσιν ἤδη ἀναμφιλέκτοις, τάχιστα ἐπεραίνετό οἱ ἐφ’ οἷς ἐμισθώθη· καὶ ἦν αὐτῷ συλ‐
15λειτουργὸς ἡδὺς Ἀλανίας ἐν ἑορταῖς τε καὶ πανηγύρεσιν καὶ σύνεδρος ἐν τοῖς καθ’ ἡμέραν ψηφίσμασιν. ἐπεὶ δ’ ὃ μὲν ἀπῄει, τὰ δ’ ἐπηγγελμένα λήθης βυθοῖς παρεπέμπετο, αἰσ‐ θόμενος ὁ πρὶν ἐκεῖνος κατήγορος, Κάλλιστος ὄνομα, ἀφίκετο πάσῃ σπουδῇ βριθούσαις παλάμαις ἐκεῖθεν παρὰ τὸν ὁμώ‐
20νυμον καὶ ὁμότροπον Κάλλιστον, ἃς ἐκεκομίκει πρότερον Φι‐ λοθέῳ, καὶ νῦν κομίζων κατηγορίας κατὰ τοῦ Ἀλανίας, καὶ ἅμα τήν τε ἐκείνου ζητῶν καθαίρεσιν καὶ τὴν τοῦ θρόνου
μετάληψιν. τῇ οὖν παρολκῇ τῶν λημμάτων παρελκυσθεὶς ὁ

3

.

534

Κάλλιστος φυγοδικίας τε ἐκεῖνον ἀπόντα καταδικάζει, καὶ τὸν ὁμώνυμον Κάλλιστον εἰς τὸν τοῦ Συμεὼν θρόνον ἐκπέμ‐ πει χειροτονήσας. οὕτω γε μὴν εὐτυχῆ καὶ ταχεῖαν ὁ δεύ‐ τερος οὗτος τὴν ἐς Ἀλανίαν ἐπάνοδον ποιησάμενος, καὶ οὕ‐
5τως ὤνιον ἐκ τοῦ ῥᾴστου τὴν τοῦ προτέρου διαδεξάμενος ἀρχιερατικὴν καθέδραν, ἀτίμως ἐκεῖθεν ἐκπέμπει τὸν Συμεών. καὶ ὃς ἐς Βυζάντιον ἐπιδεδημηκὼς περιῄει πάντας ἐπιβοώμε‐ νος ἐπισκόπους καὶ πρεσβυτέρους, τὴν ἄδικον ἑαυτοῦ κατα‐ δίκην ἐκτραγῳδῶν, καὶ τὴν προφανῆ τῶν ἱερῶν κανόνων καὶ
10νόμων κατάλυσιν ἐγκαλῶν τῷ Καλλίστῳ. οὕτω δ’ ἐκπύστου γεγονότος τοῦ παρανόμου καὶ ἀνιέρου καὶ μυσαροῦ πράγμα‐ τος, οὐδὲ τῷ βασιλεῖ τετύχηκεν ἀνηκόῳ τούτου γενέσθαι οὐδ’ ἀφθόγγῳ πάντῃ μεῖναι τὴν γλῶτταν, ἀλλ’ ἐν θαύματι τὸ τόλ‐ μημα πεποίηται καὶ αὐτός. καὶ ἀναλογιζόμενος ἔλεγε πρὸς
15τὸν πατριάρχην “εἰ μὲν ἰσχυρὰ τὰ πρὶν ἦσαν ἐγκλήματα, διὰ τί ἀκηκοὼς οὐκ ἀπεκρούσω ἀλλὰ συλλειτουργὸν ἐπεποιήκεις; εἰ δὲ μὴ ἰσχυρά, διὰ τί καθαιρέσει σπευδούσῃ παρέπεμψας, καὶ τό γε παραλογώτατόν τε καὶ ἀτοπώτατον, μὴ παρόντα; εἰ δὲ καὶ καθαιρεῖν αὐτὸν ἐνῆν, ἀλλ’ οὐ τὸν αὐτοῦ κατήγο‐
20ρον χειροτονεῖν ἀντ’ αὐτοῦ κατ’ αὐτοῦ· ἢ δῆλον ὡς ἐκεῖνος μὲν τῆς ἐπισκοπικῆς ἀρχῆς ἐραστὴς γεγονὼς ζηλοτυπίας ἐκ‐ γόνους ψευδεῖς συνέρραψε δόλους, σὺ δ’ ἐραστὴς καὶ αὐτὸς
καταστὰς τῶν ἐκείνου χρημάτων ἀδικωτάτην καὶ μάλα ἀνο‐

3

.

535

μωτάτην εἰργάσω τὴν τούτου καθαίρεσιν, καὶ τὸ τοῦ Δαβὶδ εἰπεῖν, λάκκον ὤρυξας καὶ βόθρον ἀνέσκαψας, εἰς ὃν ἐμπε‐ σεῖσθαί σε ἄξιον κατὰ τοὺς τῶν ἱερῶν κανόνων καὶ νόμων θεσμούς, εἰ μὴ τὴν διόρθωσιν, εἰ ἐξείη σοι, δράσειας τὴν
5ταχίστην, καὶ ὁ τρώσας αὐτὸς καὶ τὴν ἴασιν ἁρμόττουσαν ἐπαγάγοις. ὁρᾷς γὰρ καὶ τὴν τῶν ἀρχιερέων ὁρμὴν κατὰ σοῦ κινουμένην βαρεῖαν, καὶ μακρὸν τὸν ὑπὲρ τῆς ὑποθέσεως θόρυβον ταῖς ἐμαῖς διηνεκῶς ἀκοαῖς ἐπαντλοῦσαν· οἷς καὶ προ‐ βαλέσθαι δίκαιόν τι πρὸς ἀντιπαράταξιν καὶ λῆξιν τῶν σοί γ’
10ἐγκεκλημένων. ἔχω μὲν τῶν πάντων οὐδὲν αὐτός, ἔχουσι δ’ αὐτοὶ μὴ μόνον τὸ παρὸν ἀλλὰ καὶ πόλλ’ ἕτερα πολυειδῆ τε καὶ ἡλίκα, ὧν ἕκαστον ἀποχρῆναί φασιν εἰς καθαίρεσιν σήν, ὁμοίως ἐπιβοσκομένων ἁπάντων τῆς τῶν ἱερῶν κανόνων χρείας τὴν ὥραν· ἅπερ δὴ καὶ πῶς ἂν εἴποιμι διαθρυλλού‐
15μενα πανταχῇ καὶ γλώττας χαιρεκάκων ἀνοίγοντα κατὰ τῆς σῆς κεφαλῆς, οὐ μικρῶς ἀποκνάει καὶ ἀνιᾷ μου τὸ λογιζόμε‐ νον τῆς ψυχῆς.” Πρὸς ταῦτα ὁ Κάλλιστος διαπορούμενός τε καὶ λίαν ἀχθόμενος ἐπὶ πλείοσι καθ’ αὑτόν, καὶ ὅσοι ἀμφ’ αὐτὸν οἰ‐
20κειότατοι, διεσκέπτετο νυχθημέροις τὸ ποιητέον, καὶ δυοῖν μέσος ἐγίγνετο λογισμῶν, χειμῶνα καὶ ζάλην οὐ πάνυ μικρὰν ἀνιστάντων κατὰ τῆς σκέψεως. ἔλεγε γὰρ ὡς δύο μητροπο‐
λίτας μιᾶς μητροπόλεως εἶναι μήτε τοῖς τῶν θείων πατέρων

3

.

536

κανόσι καὶ νόμοις συγκεχωρῆσθαι μήτε τῇ κοινῇ τῶν πολλῶν συνηθείᾳ προκατειλῆφθαι, ἀλλ’ εἶναι καθάπαξ ἀλλόκοτόν τι χρῆμα καὶ πάνυ τερατωδέστατον, τὴν τῶν πατρίων αἰσχρῶς ἀφαιρούμενον πρόνοιαν. εἰ οὖν τὸν ὁμώνυμον καθελόντες
5τῆς ἀξίας Κάλλιστον τὸν Συμεώνην ἀντεισαγάγωμεν αὖθις, ἀφίξεται τὴν ταχίστην καταβοῶν ἐκεῖνος καὶ κατατρέχων ἡμᾶς, καὶ ἀπαιτῶν ἅπερ ἡμῖν ἐδεδώκει δῶρα τῆς ἀρχιερατικῆς ἀξίας ἕνεκα πάντα, δι’ ὅσων αὐτὸς ἐπρίατο τὴν μητρόπολιν. ὃ δὴ πολλῶν ξιφῶν δριμυτέραν, μετὰ πάνυ μακρᾶς τῆς αἰ‐
10σχύνης, τῇ ἐμῇ κομίζει ψυχῇ τὴν ὀδύνην· οἱ γὰρ καὶ πρὶν εἰς ἐξέτασιν ἰέναι τὰς ἐμὰς δίκας καὶ πρὶν ἀνακαλυφθῆναι τὰ προτεινόμενα καθ’ ἡμῶν ἐγκλήματα πικρῶς ἡμῖν ἐμβάλ‐ λειν οὑτωσὶ τοὺς ὀδόντας ἀπειλοῦντες ἐπίσκοποι, καὶ οἱ μεί‐ ζους τῶν προτεινομένων ἔτι μελετῶντες ἐπιφέρειν λοιδορίας,
15ἀσέβειαν οὐχ ἁπλῆν τινὰ καὶ μονοειδῆ ἀλλὰ ποικίλην τε καὶ πολὺ προβαλλομένην τὸ ἀφόρητον, τίνος ἂν φείσαιντο γλώτ‐ της εἰς φῶς προηγμένων τῶν θρυλλουμένων μὲν ἀξίως, ἐν νέφεσι δ’ ἴσως καὶ δισταγμοῖς τισὶ κρυπτομένων ἔτι. ἐγὼ δ’ ἐκεῖνο τεθαύμακα τῶν σκαιῶν τε καὶ χαιρεκάκων, πῶς τὰ
20ἑαυτῶν αἰσχρὰ παρατρέχοντες τοῖς ἐμοῖς ἀτενὲς ἐνορῶσι καὶ ταῖς ἐμαῖς ἐπιγάννυνται λοιδορίαις, καὶ μάλιστα πάντων τὴν τῶν Μασσαλιανῶν μοι προσονειδίζοντες αἵρεσιν, συχνὰ καὶ
πολλάκις ἐνδιαβάλλοντές τε οὐ διαλείπουσι καὶ περὶ τὴν αὐ‐

3

.

537

τὴν ἀεὶ στρεφόμενοι καὶ περιειλούμενοι λοιδορίαν. ἐν γὰρ ταῖς τῆς ἐμῆς πατριαρχείας πάλαι ἀρχαῖς ἐπὶ τῆς Καντακου‐ ζηνοῦ βασιλείας, πρὶν ὅλον ἐξήκειν ἔτος, ὑβρίστριαν ὁπλί‐ σαντες γλῶτταν καὶ πάνυ βαρεῖαν κατὰ τῆς ἡμετέρας τύχης
5ἐπενεγκόντες ταύτην μοι τὴν Μασαλιανὴν ἐν πρώτοις ᾐτιά‐ σαντο αἵρεσιν· καὶ τάχα ἄν με τῶν πατριαρχικῶν τουτωνὶ τηνικαῦτα θρόνων σὺν ἀκοσμίᾳ ἐξώθουν, εἰ μὴ τοὺς κοινοὺς τῆς ἐμῆς τε καὶ σφῶν ἀρτιφανοῦς ἐκκλησίας πολεμίους αἰσ‐ θόμενοι βοηθοῦντες ἐξ ἀπονοίας ἀπέσχοντο. καὶ τοῦτο μὲν
10πρῶτον οἱ κακάρατοι καὶ κακόσχολοι κατὰ τῆς ἐμῆς ἐξώπλι‐ σαν κεφαλῆς· δεύτερον δ’ ἔτι καὶ πλείω συνείραντες ἕτερα τῇ τοιαύτῃ τῶν Μασαλιανῶν αὖθις αἱρέσει, καὶ μανικώτε‐ ρον κατ’ ἐμοῦ κινηθέντες, τῆς πατριαρχείας ἐξήλασαν τέλεον, ἵνα μὴ λέγω καὶ αὐτοῦ γε τοῦ ζῆν, τό γε εἰς αὐτοὺς ἧκον· ἡ
15γὰρ ἐμὴ πρὸς τὸ Γαλατώνυμον φρούριον τῶν Λατίνων τηνι‐ καῦτα λαθραία φυγὴ τὰς ἐμὰς ἐν τοῖς ζῶσι τετήρηκεν ἄχρι καὶ ἐς τόδε πνοάς. ἐπεὶ δὲ καὶ ἐς Τένεδον ἀφιγμένον με παρὰ βασιλέα τὸν Παλαιολόγον ἐμεμαθήκεσαν, οὐδ’ ἐνταῦθα ἠρέμησαν, ἀλλὰ δι’ ἐπιστολῶν καὶ κηρύκων ἀναθέμασι κα‐
20θυπέβαλον, καὶ αὐτὸ προκαταλαμβάνοντες τὸ ὄρος κἀκεῖθεν ἀπήλαυνον, καὶ ὡς Μασαλιανὸν ἐξεκήρυττον πανταχόθεν. τοῦ δὲ βασιλέως ἄρτι τὴν πατρῴαν ἀνειληφότος ἀρχήν, ὁμοῦ
συνεληλυθὼς ἐκεῖθεν κἀγὼ πολλῇ τινὶ πρὸς αὐτῶν τῇ ἀντι‐

3

.

538

στάσει ἐντετυχήκειν, τά τε ἄλλα καὶ ὡς Μασαλιανὸν ἀπο‐ τρεπομένων με. τοῦ δὲ βασιλέως ὅπως ποτὲ τὴν τοιαύτην κοιμίσαντος ἔριν καὶ στάσιν, ἧκον αὖθις ἐξ ὄρους τοῦ Ἄθω καὶ τῶν ἐκεῖ λογάδων καὶ μοναδικῶν ἀνδρῶν γράμματα, τὴν
5αὐτήν μοι μόνην αὖθις προσάπτοντες αἵρεσιν, τὴν τῶν Μα‐ σαλιανῶν δηλαδή, καὶ ἅπαξ καὶ δίς. ἃς δὴ καὶ ἄκροις ὠσὶν ἠνεσχόμην ἀκοῦσαι, ἀλλὰ τῇ πρὸς ἐμὲ τοῦ βασιλέως τεθαρ‐ ρηκὼς εὐμενείᾳ κακῶς τε καὶ ἀκόσμως ἐξέπεμψα. νῦν δὲ καὶ αὐτοῦ γε τοῦ βασιλέως τῇ τούτων βίᾳ παροξυνθέντος καὶ
10ὠθοῦντός με, τί δράσειν ἕτερον ἥκιστα ἔσχον οὐδὲν εἰς ἀπο‐ τροπὴν ἀποχρῶσαν, ἕως ἂν κατὰ γνώμην τἀμὰ διάθωμαι, πλὴν ἢ ἃ μηδένα αὐτῶν προσδοκῆσαι ᾠήθην. τὸ δέ ἐστιν, ἀναθέματι καὶ ἀφορισμῷ καθυποβαλεῖν αὐτούς, καὶ ἀντι‐ περισπάσαι τὴν σφῶν ἐπίνοιαν εἴς γε τὸ ὑπὲρ ἑαυτῶν αὐ‐
15τοὺς ἀγωνίζεσθαι, καὶ ἥκιστα καθ’ ἡμῶν. ταῦτα δὴ βουλευ‐ σαμένῳ καὶ εἰς ἔργον εὐθὺς ἤγετο. καὶ ἅμα ἕῳ τῇ ὑστε‐ ραίᾳ συνηθροικὼς ἱερέων ἐκκλησίαν καὶ ὅσοι τοῦ κλήρου καὶ ὅσον τοῦ δήμου πλησιόχωρόν τε καὶ πρόσοικον ὑπῆρχε τῷ περιωνύμῳ τῆς τοῦ θεοῦ σοφίας νεώ, χωρὶς προοιμίου τινὸς
20καὶ πόρρω πάσης αἰτιολογίας εὐλόγου, ἀφορισμόν τε ἐξεφώ‐ νησεν ἐπὶ μέσου στὰς τοῦ τοιούτου θεάτρου, καὶ ἀναθέματι καθυπέβαλεν ὅσοι τῶν ἐπισκόπων τῆς αὐτοῦ κοινωνίας ἐξέ‐
στησαν, τά τε ἄλλα κατηγοροῦντες αὐτοῦ καὶ πάντων μάλι‐

3

.

539

στα τὸ τῆς Μασαλιανῆς αἱρέσεως μυσαρόν. ἀλλ’ ἐκεῖνος μὲν τοιαῦτ’ εἰρηκώς τε ἅμα καὶ πεπραχὼς πόρρω κανόνος καὶ νόμου παντός, δέδειχεν ἔνοχον ἑαυτὸν ἀληθῆ τῷ ἐγκλή‐ ματι. τοῦτο γὰρ καὶ τοῖς ἐπισκόποις ἀκουσθὲν καὶ αὐτῷ
5βασιλεῖ δέδοκταί τε καὶ ἀποπέφανται. δέον γὰρ αὐτὸν θαρ‐ ρεῖν καὶ τῆς δίκης εὐθὺ χωρεῖν καὶ ζητεῖν τοὺς ἐλέγχους καὶ ὡς ψευδεῖς τὰς κατηγορίας ἐλέγχειν, εἴπερ αὐτῷ γε ἐνῆν, ὃ δ’ ἐμφανῶς φυγοδικήσας ἐπὶ τὰς ἀτόπους κατέφυγε λοιδο‐ ρίας, ὥσπερ εἰώθει, καὶ τοὺς οὐδὲν αὐτῷ συντελοῦντας ἀφο‐
10ρισμοὺς ὡς τῆς ἐνεστώσης αἰσχύνης προκάλυμμα καὶ πρόσ‐ καιρον ἀποφυγὴν τῆς ἀνάγκης. ἐπὶ δὴ τούτοις δεδογμένον ἐνίοις τῶν ἐπισκόπων κατέστη ταῖς ἀδίκοις ἐκείνου λοιδορίαις καὶ τοῖς ἀφορισμοῖς δικαίους ἀντιθεῖναι, καὶ καθαιρέσει τε‐ λείᾳ παραπέμψαι τὸν ἄσεμνον ἐκεῖνον καὶ τῇ ἀσελγείᾳ τῆς
15γλώττης ἀεὶ ἐγκαλλωπιζόμενον μᾶλλον ἢ αἰσχυνόμενον. ἀλλ’ ὅτι μὴ καὶ βασιλεῖ δεδογμένον τοῦτ’ ἦν ματαιότητι καὶ νη‐ πιώδει μωρίᾳ τὴν ἴσην ἀντίδοσιν δρᾶν, ἐν μετεώρῳ τὰ τῆς δίκης ἀποκέκριται μέχρι τῆς τῶν προκληθέντων ἐπισκόπων ἐνδημίας. ὅ γε μὴν πατριάρχης τὰς τῶν πλείστων δυσφήμους
20αἰσχυνόμενος ἀκοάς, οἴκοι τὸ παράπαν ἀπρόιτος ἔμεινε τοῦ λοιποῦ, ἀπειλαῖς παραπέμπων τὰ μέλλοντα πλείοσιν. ἐῶ γὰρ λέγειν ὅσα τῇ δυσηνίῳ ἑαυτοῦ γλώττῃ παραδεδωκὼς τὴν
διάνοιαν ἐξηρεύξατό τε καὶ λελοιδόρηκεν ἄσεμνα. γέγονε

3

.

540

δέ τις διαπορία τοῖς [τε] ἀκηκοόσι πῶς τἆλλα τῶν ἐγκλημά‐ των ἅπαντα ἐν δευτέρῳ θέμενος λόγῳ, τῷ τῆς Μασαλιανῆς αἱρέσεως ἐμπεφιλοχώρηκε μάλιστα καὶ περὶ πλείστου πε‐ ποίηκε. καὶ ἄλλοι μὲν ἄλλα, πάντων δ’ εἰς ἕνα σκοπὸν τὸ
5πέρας ἤθροιζεν ἡ συμφωνία ὅτι παλαιὸν αὐτῷ νόσημα ὂν τουτοΐ, καὶ πολλάκις αὐτοῦ κατηγορηθὲν καὶ παρὰ πολλῶν ἀλλοτρίων, νῦν ἄφυκτον ἔσχε τὴν δύναμιν ἡ κατηγορία, ὅτι ἐκ τῶν ἔνδον καὶ τῶν οἰκείων καὶ ἀφ’ ἑστίας ὁ τῆς κακίας ἐξελήλυθεν ἔλεγχος, ὡς ὁ τῶν ἐπισκόπων μεμαρτύρηκέ τε
10καὶ διεβεβαιώσατο λόγος τῷ βασιλεῖ· ἔφασαν γὰρ τά τε ἄλλα κατὰ τοῦ πατριάρχου οἱ τοῦ πατριάρχου, καὶ ὡς ὁ τὸ μοναδικὸν περικείμενος σχῆμα, Σκορπίος τοὐπώνυμον, οὗ πολὺς πολλάκις γέγονε λόγος τοῖς τε ἄλλοις καὶ μάλιστα τοῖς ἐν Ἄθῳ τῷ ὄρει τὴν ἄσκησιν διανύουσιν, καὶ οὗ χάριν δύο
15καὶ τρεῖς που τομογραφίαι καὶ ὕπαιθροι κατηγορίαι παρ’ ἐκείνων ἐν Κωνσταντινουπόλει τῷ τε πατριάρχῃ καὶ τοῖς ἐπισκόποις ἐπέμφθησαν, μηνύουσαι φρικώδη τε καὶ πλεῖστα μυσαρὰ καὶ μὴ μόνον χριστιανῶν ἀκοαῖς ἀποτρόπαια καὶ λίαν φευκτά, ἀλλὰ καὶ τοῖς βαρβάρων ἀθεωτάτοις κατάπτυ‐
20στα. οὗτος οὖν, φασίν, ὁπότ’ ἐκ Τριβαλλῶν, καὶ ὅθεν ἄλ‐ λοθεν τὰς ἀδήλους ποιεῖται χρονίας διατριβάς, ἐπιδημοίη τῇ Κωνσταντινουπόλει, μόνῳ Καλλίστῳ ὁμόστεγός τε καὶ ὁμο‐
δίαιτος γίνεται τῷ πατριάρχῃ, καὶ μυσταγωγὸς καὶ μύστης

3

.

541

ἀπορρήτων ὀργίων. ἔπειτ’ ἐκεῖθεν ἰὼν ἐν τῷ κήπῳ ἐνουρεῖ καθήμενος τῇ τῶν πρασιῶν χλόῃ καὶ πόᾳ, ὁπόσην καὶ οἵαν διὰ τὸ οἴκοθεν εὔοσμον ταῖς χύτραις ἐμβάλλουσιν οἱ τὰς τῶν ἐδεσμάτων ἑτοιμάζοντες τῇ τοῦ πατριάρχου τραπέζῃ ποικι‐
5λίας. καὶ ἡμῶν, φασί, τὴν αἰτίαν τοῦ τολμήματος ἐρομένων καὶ ἅπαξ καὶ δίς, οὐδὲν ἐκεῖνος ἔφη καινὸν εἶναι τουτί· καὶ γὰρ καὶ κύνες ἐνουροῦσιν αὐταῖς καὶ γαλαῖ, καὶ κόπρια ἐπιρ‐ ραίνουσι ζώων ἀλόγων τε καὶ ἀνθρώπων, εἰ τύχοι που· καὶ τὸ κωλῦον οὐδέν. καὶ ταῦτα μὲν ἐρόμενοι ἠκηκόεισαν, ὡς
10ἐκεῖνοι φασίν· ἃ δὲ ἰδόντες σιγῇ μὲν ἐπ’ ἐκείνου παραδόν‐ τες ἥκιστα ἤροντο, πεπεισμένοι λίαν ἀνόσιά τε καὶ βέβηλα εἶναι καὶ ἄντικρυς διαβολικῆς ἔργα διδασκαλίας, τοῖς δ’ ἐπι‐ σκόποις ἐμήνυσάν τε καὶ διεκωδώνισαν, ταῦτ’ ἄρρητα μὲν ἄμεινον κεῖσθαι· ἴσασι γὰρ οἱ τὰς τομογραφίας ἐκείνας
15ἀνεγνωκότες καὶ ἀποφηνάμενοι Μασαλιανῶν εἶναι τὰ τοιάδε τῶν μυσαρῶν ἐπιτηδευμάτων. μεμνήμεθα γὰρ ὡς καὶ ἐπὶ Ἰωάννου τοῦ πατριάρχου πρὸ ἐτῶν ἐγγὺς πεντεκαίδεκα τόμος ἡμῖν ἐξ ὄρους τοῦ Ἄθω κεκόμισται, ταῖς πάντων σχεδὸν τῶν ἐκεῖ λογάδων σεσημασμένος ὑπογραφαῖς, καὶ πρό γε πάντων
20καὶ μετὰ πάντων τοῦ τηνικαῦτα τὸ πρωτεῖον ἔχοντος Ἰσαάκ, καὶ ἅμα τοῦ ἀρχιερατεύοντος καὶ ἐπισκοποῦντος ἐκεῖ μετὰ τῆς τοῦ πνεύματος χάριτος θείου ἀνδρός, δηλῶν τῇ καθ’
ἡμᾶς ἱερᾷ συνόδῳ πάντας ἐκείνους ὀνομαστὶ καὶ καθ’ ἕκα‐

3

.

542

στον, ὅσοι προσωπεῖον εὐλαβείας ὑποδυόμενοι λελήθασι μὲν ἐκ πολλοῦ παραδύντες εἰς τοὺς ἱεροὺς ἐκείνους τοῦ ὄρους τό‐ πους, καὶ ὅσοι τῶν ἁπλουστέρων ἐκεῖ πολλοὺς εἰς τὴν οἰκείαν ταύτην παρασύραντες μυσαρὰν αἵρεσιν, ἐμφανεῖς δ’ ἐγεγό‐
5νεισαν τηνικαῦτα· καὶ πάντων εἰς ἕνα που τόπον ἐκεῖ συ‐ ναχθέντων, καὶ δημοσίᾳ τῆς κακίας ἐληλεγμένης, ὅσοι μὲν ὡμολογηκότες τὴν ἑαυτῶν ἐξωμόσαντο κακίαν, παρέμειναν ἔτι συγχωρηθέντες ὅπως ποτ’ ἐκείνῳ τῷ ὄρει, ὅσοι δ’ οὔ, πάντες ἐξώσθησαν ἄκοντές τε καὶ σὺν ἀκοσμίᾳ πάσῃ, πλὴν ἢ
10ὅσοι ἐλελήθεσαν σιωπῇ καλυφθέντες ὑπὸ τῶν συνειδότων. καὶ ἅμα κατόπιν ἐκ τῶν τοῦ ἁγίου ὄρους ἀνδρῶν ἐκείνων ἀνὰ πᾶσαν πόλιν καὶ νῆσον περιῄεσαν κήρυκες γράμματα ἐπαγόμενοι τήν τε μυσαρὰν αὐτῶν ἀνακαλύπτοντα αἵρεσιν καὶ τῆς αὐτῶν ἀφίστασθαι κελεύοντα ὁμιλίας καὶ κοινωνίας, δι’
15ὅσα τελοῦσιν ἄθεσμά τε καὶ ἔκφυλα καὶ πάσης ἀνοσιότητος πλήρη τερατουργήματα. πιστοῦνται μὲν οὖν αὐτῷ τὰ εἰρη‐ μένα τῇ τῶν Μασαλιανῶν αἱρέσει συνειλημμένῳ πρὸ πλεί‐ στων ἐτῶν· πιστοῦνται δ’ ἔτι μᾶλλον καὶ ἅπερ ὑπὲρ ἑαυ‐ τοῦ τοῖς ἰδίοις προφέρειν ἐξάγεται χείλεσιν οὗτος, ὡς εἶναι
20λοιπὸν ἀναπόδραστον δίκτυον καὶ παγίδα στερρὰν κατὰ τὴν παροιμίαν τὰ ἴδια χείλη. ἰσχυρίζεται γὰρ εἶναι πάντῃ ψευδῆ ἃ κατὰ διαφόρους φαίνεται κατηγορούμενος τοὺς καιροὺς τὰ
αὐτά, καὶ διατείνεται μᾶλλον ἐξ ἀντιθέσεως λέγων ὡς αὐτὸς

3

.

543

ἦν ὁ δημοσιεύσας καὶ θέατρον ἐξενηνοχὼς κατὰ τῶν ἐν τῷ Ἄθῳ τῷ ὄρει παρεισφθαρέντων ἐκ πολλοῦ Μασαλιανῶν, αὐτὸς ὁ ἐξελέγξας κατ’ εἶδος ὅσα ἐκείνοις ἀθέμιτα λάθρᾳ τελεῖται· ἐνίους μὲν γὰρ ἁλῶναι αὐτῷ φησὶν ἐπ’ αὐτοφώρῳ
5ταῖς ἰδίαις χερσὶ ῥιπτοῦντας ἐν κοπρώνι τὰς θείας τοῦ σω‐ τῆρος εἰκόνας αὐτοῦ τε καὶ τῶν ἁγίων αὐτοῦ, ἐνίους δ’ αὖ‐ θις καὶ πολλάκις ἕτερα τελοῦντας πῶς μὲν παραπλήσια πῶς δὲ μυσαρώτερά τε καὶ φρικωδέστερα, ὡς μηδὲ λέγειν καὶ γράφειν ἐνταῦθ’ ἡμᾶς δύνασθαι διὰ τὸ τῆς ἀτοπίας ὑπερ‐
10βάλλον. καὶ ταῦτα λέγων ἐπῆγεν οἱονεί τι συναγωγὸν ὑπεν‐ θύμημα, ὡς οὐκ ἂν ἐδημοσίευόν ποτ’ ἐγὼ τὴν τοσαύτην κα‐ κίαν, εἰ ἐμαυτῷ συνειδέναι ἐνῆν μοι τοῖς τοιούτοις τῶν Μα‐ σαλιανῶν συνειλημμένῳ τε καὶ ὁμόλογα φθεγγομένῳ ἐγκλή‐ μασι. ταῦτα δ’ αὐτὸς ὑπὲρ ἑαυτοῦ προτεινόμενος, ἐπὶ τὰ
15ἐρρωμένα μᾶλλον τοῦ ψεύδους βαδίζειν ἑκὼν ἐξηλέγχετο, συλ‐ λογιζόμενος ἃ μὴ πέπραχεν ἀνθ’ ὧν ἐπεπράχει, καὶ ἐλελή‐ θει καθ’ ἑαυτοῦ συρράπτων καὶ συσκευάζων οἷς αὐτὸς αὐ‐ τίκα περιστοιχίζεσθαι ἤμελλεν ἀφύκτοις καὶ ἰσχυροῖς δικτύ‐ οις. οἱ γὰρ κατηγοροῦντες αὐτοῦ τῶν τ’ ἐπισκόπων καὶ πρεσ‐
20βυτέρων τά τ’ ἄλλα προύφερον εἰς ἀπόδειξιν τοῦ ψεύδεσθαι προδήλως αὐτόν, καὶ οὐχ ἥκιστα τὴν μακράν τε καὶ ἄρρηκτον
τοῦ Σκορπίου φιλίαν, ὃν πολλαὶ μαρτυρίαι καὶ σφόδρα σα‐

3

.

544

φεῖς ἐκ πολλοῦ Μασαλιανὸν εἶναι κατεψηφίσαντό τε καὶ ἀεὶ καταψηφίζονται, πολὺ τὸ ἀναμφίλεκτον ἔχουσαι καὶ ἥκιστα νέφει συγκρύπτεσθαι δυνάμεναι πλάσματος οὐδενός. τῷ γὰρ τὴν αὐτοῦ φιλίαν ἐξ ἀρχῆς ἀναπόσπαστα κεκτημένῳ καὶ οἷον
5ἐν τοῖς τῆς καρδίας θαλάμοις ἀγαλματοφοροῦντι, τίς ἄν ποτε πιστεύσειεν ἄλλους ἐλέγχειν ἐγκαυχωμένῳ, καὶ οὐ μάλα μᾶλ‐ λον συμμύστην ἐκείνοις εἶναι καὶ κοινωνὸν ἀεὶ καταψηφίζοιτο προφανῆ; τέτταρας δὴ οὖν ταύτας ξυνειλοχέναι τοῖς κατη‐ γόροις προτάσεις, οὐκ ἄλλοθέν ποθεν ἀλλ’ ἐξ ὧν αὐτὸς ὑπὲρ
10ἑαυτοῦ προήνεγκε, τέως γεγένηται, πρῶτον μὲν ὅτι μυσαρω‐ τέραν καὶ αὐτὸς ἁπασῶν αἱρέσεων τὴν τῶν Μασαλιανῶν ἡγούμενος αἵρεσιν, ὡς φησὶ νῦν, καὶ συνειδὼς τῷ ὄρει τότε ἐπιπολάζουσαν, οὐκ ἀνεκάλυψεν οὔτε πρὸ τῶν ἄλλων οὔτε μετὰ τοὺς ἄλλους, οὔτε τότε οὔτε μετ’ ὀλίγον εὐθύς, καὶ
15ταῦτα τῶν πολλῶν εἷς ὢν καὶ αὐτὸς οἷς συμπαρεῖναι τηνι‐ καῦτα καὶ ἀκροᾶσθαι συνέβαινε. δεύτερον δὲ πῶς τότε μηδὲ συνηγορεῖν γοῦν βουληθεὶς τοῖς ὅπως ποτὲ ἀνακαλύψασιν ἄλλοις τοσαύτην κακίαν ἐκεῖ, ἀλλ’ οὕτω μακραῖς ἐτῶν περιό‐ δοις ὥσπερ τινὰ θησαυρὸν θαλαμεύων ἐν καρδίᾳ καὶ μέχρι
20νῦν περιθάλπων ἀνέκφορον τὴν κατ’ εἶδος προαγωγὴν καὶ σαφήνειαν, ἔπειτα νῦν ἐκπομπεύειν ἐθέλει, τοῦ τοῖς ἐλέγχοις πάλαι προσήκοντος χρόνου στάντος ἐκ διαμέτρου, καταφυγὴν
λεληθυῖαν οἰόμενος ἴσως θηρᾶσθαί τινα νῦν πρὸς ἀπαλλα‐

3

.

545

γήν. τρίτον δὲ πῶς πολὺν ἤδη χρόνον κατηγορούμενον τὸν Σκόρπιον ἐν ἀκμαῖς ἀεὶ πρακτικαῖς τῆς τοιαύτης αἱρέσεως εἶναι, καὶ πολλῶν ἐρχομένων γραμμάτων ἐκ τῶν τοῦ ὄρους τιμίων ἀνδρῶν προδήλως τὴν ἀρχαίαν καὶ μέχρι νῦν ἀνθοῦσαν
5ἐκείνου κακίαν ἐξελεγχόντων, αὐτὸς ἀεὶ περιέπων ἐγκαρτερεῖ, πρόμαχος ἄμαχος ἐκείνῳ γενόμενος καὶ στῦλος εἰπεῖν ἀδα‐ μάντινος, καὶ θαμὰ βοῶν, καὶ γῆν ἀναμιγνὺς οὐρανῷ, καὶ κατὰ τοὺς μαινομένους τὸ τῆς γνώμης ἱστάμενον ἐλαυνόμενος καὶ πάντας ἀναθέματι μακρῷ παραπέμπων, οὐχ οἳ τούτοις
10ἐνέχονται τοῖς ἐγκλήμασιν, ἀλλ’ οἳ τῷ Σκορπίῳ ἐνεχομένῳ προφέρειν ἥκιστ’ ὀκνοῦσι. καὶ τέταρτον ὅτι καὶ μέχρι νῦν ὁρᾶν ἰσχυρίζεται τὸν μόνον ἀναλλοίωτόν τε καὶ ἄκτιστον θεόν, φῶς ἕτερόν τε καὶ ἄκτιστον ἐκ μεταβολῆς πρὸς τὸ ὑφειμένον γινόμενον αὐτῷ τρυφῶντι καὶ βλακευομένῳ. ταῦτα δὴ πάντα,
15καὶ εἴ τι τούτων ἐπέκεινα, προτάσεις τινὰς ἐκτιθέντες ἀναμ‐ φιβόλους ἀναμφισβήτητον ὡς εἰκὸς ἐπῆγον καὶ τὸ συμπέ‐ ρασμα, λέγω δὴ τὸ Μασαλιανὸν ὑπάρχειν αὐτὸν ἐξ ἀρχῆς τε καὶ μέχρι τήμερον ἀναμφίλεκτον· εἶναι γὰρ ἀξίωμα τοῦτο πάλαι κυρωθὲν τοῖς τε θύραθεν καὶ ἡμετέροις τῶν διδασκά‐
20λων, ἐξ ἀληθῶν καὶ ἀναμφιλέκτων ὅρων καὶ προτάσεως ἀλη‐ θὲς ὁμοῦ καὶ ἀναντίρρητον ἐξ ἀνάγκης εἶναι καὶ τὸ συμπέ‐ ρασμα. καὶ τάχ’ ἂν ἐξωθεῖτο τῆς ἐπισκοπικῆς ἀξίας τότε,
εἰ μὴ δειλίᾳ καὶ φόβῳ συσχεθεὶς αὐτὸς ὑπερβάλλοντι τὴν μὲν

3

.

546

τῶν δυοῖν βασιλέων εὐμένειαν δεήσεσί τε καὶ δάκρυσι πλεί‐ στοις ἐπ’ ἀμφοῖν τοῖν καιροῖν ἐπορίζετο, τὴν δὲ τῶν ἀμφὶ τοὺς βασιλέας ἐπικουρίαν θωπείαις ἐξωνεῖτο καὶ ἀντιδόσεσι πολυτρόποις, ὡς εἶναι τοῦ λοιποῦ πρὸς τὰς βασιλικὰς καθά‐
5παξ βουλήσεις αὐτὸν οὐ πάνυ σκληρὸν καὶ θρασύν, οὐδ’ ἀν‐ τίτυπον ὡς τὸ πρότερον ἄλογόν τε καὶ ἀπροφάσιστον. Ἐγὼ δὲ μυρία καὶ μείζω τῶν εἰρημένων διεξιέναι ἔχων, ἃ τῆς σφῶν ἀτοπίας ἔλεγχον ἔχει σαφῆ, ἑκὼν παρίημι δυοῖν ἕνεκα, ἑνὸς μὲν ὅτι ταῖς τοιαύταις ἐνδιατρίβειν κηλῖσιν ἐθι‐
10σμὸν τῇ γλώττῃ προστρίβεται ἥκιστ’ ἀνδράσιν ἐπιεικέσι προ‐ σήκοντα, ἑτέρου δ’ ὅτι, ἃ τοῖς πολλοῖς ἐκ πολλοῦ πρόκειται γνώριμα, τούτων πειρᾶσθαι τὴν γνῶσιν τοῖς εἰδόσι παρέχειν ἀρτίως παρὰ τοσοῦτον τοῦ τέρπειν ἀφίσταται παρ’ ὅσον καὶ τὸ πιστεύεσθαι πρόχειρον ἔχει. ἃ γὰρ παρόντα προῖκα καὶ
15πόνων δίχα τὴν γνῶσιν παρέχεται, τούτοις ἐπιπολάζειν ὡς τὰ πολλὰ παρέπεται καὶ τἀηδές, εἴ τις κατόπιν διδάσκειν πειρῷτο. ἃ δ’ ὅμως βωμολοχοῦσι καὶ κατὰ τῶν ἐμῶν βίβλων ὑφαιρούμενοι λάθρᾳ, τίς ἂν καὶ αὐτὰ διεξιέναι καθ’ ἕκαστα δύναιτο; καὶ ταῦτα δρῶσιν αὐτοῖς καὶ ὑφ’ ἡμῶν ἐλεγχομέ‐
20νοις ἀεὶ αἰδώς τις οὐκ ἔπεισιν, ἀλλ’ ὕβρις ὕβριν ἔτεκε καὶ ἀσέβεια χαλεπωτέραν ἀσέβειαν. “ἀπηναισχύντησας” γάρ φη‐
σιν ἡ γραφὴ τοῖς τοιούτοις· “ὄψις πόρνης ἐγένετό σοι.” τί‐

3

.

547

νος οὖν ἂν οἱ τοιοῦτοι φείσαιντο καθ’ ἡμῶν λοιδορίας, τίνος δ’ ἂν κατὰ τῶν ἐμῶν ἀπόσχοιντο βιβλίων ἀναισχυντίας, οἳ τὰ τοιαῦτα διηνεκῶς κατὰ τῶν ἱερῶν τολμῶντες ἁλίσκονται γραφῶν, ἅτε μαχομένων κἀκείνων τῇ σφῶν αἱρέσει πειρώ‐
5μενοι. καὶ γὰρ κἀκείνους οἷον εἰπεῖν ἀπὸ δίφρου τυραννικῶς ἀμυνόμενοι διὰ ταῦτα, καὶ ὡς ἐν ἀθύρματος λόγῳ τιθέμενοι τὰ σεβάσμια, πάσαις ἀναίδην κατ’ αὐτῶν ἐχρήσαντό τε καὶ χρῶνται βωμολοχίαις· καὶ διασπῶντες ἔνθεν κἀκεῖθεν οὐ‐ δὲν ἄμεινον διατίθενται ἢ ὥσπερ τὰς βάκχας ἀκούομεν κατὰ
10τοῦ Πενθέως μανείσας. ἀλλ’ ἐκείναις μὲν ἀκούσιον πεπον‐ θυίαις τὴν τῆς μανίας αἰσχύνην, καὶ τὸ ἀνεγκλήτοις εἶναί τε καὶ ἅμα οἴκτου τυγχάνειν ἴσως κατόπιν ἀκολουθεῖ, τοῦ ἀβου‐ λήτου πρὸς ἑαυτό γε ἐφελκομένου τὰ τῶν ἀποβαινόντων ἐγ‐ κλήματα· τούτοις δ’ ἑκουσίοις δρῶσιν ἃ τοῖς μαινομένοις
15ἁρμόττει, κόλασιν ἀνήκεστον ἐκκαλεῖται καὶ σφόδρα περί‐ βλεπτον. κἀκείνων μὲν καὶ μάλα ἑκόντες ἐπιλανθάνονται ἄνθρωποι, μηδεμίαν οὐδένες ἐκεῖθεν ἀτέκμαρτον ὑφορώμενοι βλάβην· τούτων δὲ καὶ μάλα ἄκοντες μεμνῆσθαι ἅμα καὶ μισεῖν οἱ πλείους ἀναγκάζονται, τὸν ἐκείνων φυλαττόμενοι
20κίνδυνον καὶ πρὶν ἰέναι προαναστέλλοντες. καὶ γὰρ αὐτὰ δὴ ταῦτα καὶ κατὰ τῶν ἐμῶν ἔναγχος ἐπ’ αὐτοφώρῳ βίβλων
ἑάλωσαν ἐμπεπαρῳνηκότες οἱ ἀναιδεῖς, τὸ μὲν εὖ προσθήκῃ

3

.

548

τοῦ φ στοιχείου πρὸς τὸ φεῦ μεταστοιχειώσαντες, τὸ δὲ κα‐ λὸν αὖ ἑνὸς ἀλλοιώσει τοῦ λ στοιχείου μεταβεβληκότες εἰς τὸ κακὸν διὰ τῆς εἰς τὸ κ μεταβολῆς. καὶ πρός γε ἔτι τὴν περί πρόθεσιν, λέξιν οὖσαν ὅλην, παραξέσαντες καὶ πρὸς τὴν
5κατά μετενηνοχότες, ἀντὶ τοῦ περὶ τοῦ φωτός κατὰ τοῦ φω‐ τός μεθηρμόσαντο, ἀθύρουσι παιδαρίοις προσόμοια δρῶντες, καὶ ταῦτα τῶν ἐλέγχων ἐν ὀφθαλμοῖς προκειμένων διὰ τῆς ὅλης ἐννοίας τοῦ λόγου καὶ τῶν ἐπιχειρημάτων ὁμοῦ καὶ ἐρ‐ γασιῶν, καθ’ ὅσον εἰκός, καὶ μάλιστα τῶν γραφικῶν, καὶ
10πάνθ’ ὅσα τῷ λόγῳ πρόσεστι περὶ τοῦ τοιούτου φωτός. ἀλλὰ ταῦτα ποιοῦντες οὔτε βλάπτειν ἡμᾶς δύνανται, καὶ ἅμα τὴν σφετέραν καὶ ἄκοντες ὡς ἐπίπαν ὁμολογοῦσιν ἀσθένειαν μο‐ νονουχὶ βοῶντες, καὶ σφᾶς αὐτοὺς ἐκπομπεύοντες ὡς ἄλλως οὐκ ἔχοντες ἀντιβλέπειν πρὸς τὴν ἀλήθειαν. καὶ πάσχουσι
15παραπλήσια τῇ τοῦ Αἰσώπου καμήλῳ, ἣ δι’ ἀσθένειαν ἔμφυ‐ τον κεράτων ἀμυντηρίων ἐπιθυμήσασα, καὶ τῶν ἰδίων ὤτων ἐστέρηται. καί μοι λοιπὸν οἴεσθαι ἔπεισιν, ὡς ξίφει τὴν ἐμὴν ἀφελεῖν κεφαλὴν καὶ τῆς παρούσης ἀπαλλάξαι ζωῆς ἐν βραχεῖ ἐφιέμενοι μὲν οὐ δυνάμενοι δέ, τἀμά, τὸν δεύτερον
20πλοῦν, ὑποκλέπτοντες, μαχαίραις ἀποξέουσί τε καὶ ἀπαλλάτ‐ τουσι πρὸς τὸ σφίσι βουλόμενον, ἔστι δ’ ὅτε καὶ βυθοῖς ἀφα‐ νισμῶν πρυτανεύουσιν ὅσον τὸ κατ’ αὐτούς, εἰ καὶ ἄλλως,
τῆς θείας ἀντιπραττούσης δεξιᾶς, καιρίαν τε ἐπλήγησαν πολ‐

3

.

549

λάκις καὶ ἀεὶ πλήττονται καὶ λύκοι μάτην κεχηνότες δείκνυν‐ ται κατὰ τὴν παροιμίαν. οὕτως ἀναίδειαν πᾶσαν ἐνδέδυνται καὶ ἦθος ἰταμὸν καὶ οὐδαμῇ ποτὲ ὑπισχνούμενον τὴν διόρθω‐ σιν. δέον γὰρ αὐτοὺς καταδύεσθαι καὶ ἐρυθριᾶν, οἳ δὲ καὶ
5ἀναισχυντοῦσί γε, τὰ μείζω τε καὶ χαλεπώτερα κατὰ τῶν ἐμῶν, ὡς εἴρηται, νῦν τε δρῶντες καὶ δρᾶν ἀεὶ ἀπειλοῦντες ἔτι, μηδενὸς ἕνεκα πάντως ἑτέρου τῶν πάντων ἢ τοὺς ἐντεῦ‐ θεν ἐλέγχους ἀεὶ δεδιότες. ὡς ἀναγκάζεσθαι κἀμὲ παραι‐ νεῖν, οἷς μετιέναι ταύτας ἔπεισι φίλοις οὖσιν ἡμῶν μετὰ τὴν
10ἐμὴν τελευτήν, ζητεῖν καὶ παρατιθέναι τὰς τέως αὐτοῖς ἀνὰ χεῖρας ἑτέραις ὁμοίαις καὶ ὁμοίως ὑφ’ ἡμετέρων μετεγγρα‐ φείσαις ὀρθῶς φοιτητῶν, καὶ συνορᾶν οὑτωσὶ τἀληθές. τὸ γὰρ τοιοῦτον ἔγωγε δέος προκαθιστὰς καὶ πόρρωθεν προα‐ νασοβῶν, πολλαπλασίαις αὐτὰ διαφόρων μετεγγραφαῖς ἐδε‐
15δώκειν χειρῶν γράφειν ὀρθῶς ἠσκημένων, ἃ μὲν οἰκείοις ἀναλώμασιν, ἃ δὲ φίλοις αἰτησαμένοις εἰς πλοῦτον, φάναι κατ’ αὐτούς, ἱερόν τε καὶ ἄσυλον. Ἀλλ’ ἐν τοιούτοις ἀσχολουμένῳ τε καὶ μοχθοῦντι τῷ Παλαμᾷ τὸ τοῦ βίου πέρας ἐπῄει μάλα πικρόν τι καὶ αἴ‐
20σχιστον· τῷ γὰρ συνήθει περιπετὴς γεγονὼς ἰλεῷ, τῆς ἀνα‐ τροπῆς δηλαδὴ τῶν ἐν τῇ κοιλίᾳ σιτίων ἄνω διὰ τοῦ στόμα‐ τος, καὶ πρός γε μανιώδει φρενίτιδι, βιαίως οὕτω καὶ λίαν
πικρῶς ἀπερράγη τοῦ ζῆν. κἄπειτα οἱ αἱρεσιῶται καὶ οἱ

3

.

550

μάλιστα γνήσιοι καὶ οἰκότριβες, τῷ τε φιλοδοξοῦντι καθελ‐ κόμενοι τῆς γνώμης καὶ ἅμα τὸ αἴσχιστον τῆς τελευτῆς κα‐ λύπτειν σπεύδοντες, ἀντίπαλον τῷ συμβάντι φήμην ἀνὰ τὴν πόλιν Θεσσαλονίκην ἐξήνεγκάν τε καὶ περιήνεγκαν, ὡς ἰῷτο
5νοσήματα καὶ θεραπεύοι πυρέττοντας καὶ φυγαδεύοι πληγάς, καὶ τοιαῦτα ἄττα ἀλλοπρόσαλλά τε καὶ ἔκφυλα, ὡς ἂν τῷ τερατώδει τῆς φήμης ἀντιπερισπάσαιέν τε πρὸς τὸ τῆς ἐκ‐ πλήξεως μάλα καινότερον τὴν ἀκοήν, καὶ ἀπασχολήσαιεν πόρρω κομιδῇ τἀληθοῦς καὶ ὅποι τὸ τῆς φήμης φέροι πλα‐
10νώμενον. ἀλλὰ πάντα δὴ τὰ τοιαδὶ φροῦδά τε καὶ ἀνεμιαῖα τῷ τοῦ χρόνου βαδίζοντι ἐξηλέγχοντο· οὐ γὰρ τοῖς οὕτω προδήλοις τῶν ψευδῶν ἡ ἀλήθεια θωπεύεσθαι εἴωθεν· ἀλλ’ ὁ χρόνος ἀνιχνεύων ἅπανθ’ ὡς εἰκὸς ἔπεισί τε καὶ ἐπιτίθε‐ ται ἄλλοτ’ ἄλλως, καθάπερ ἐν δίφροις ἡνιοστροφῶν, τὰ τῶν
15λεγομένων τε καὶ πραττομένων πέρατα, καὶ παρὰ πᾶσαν δό‐ κησιν ἄλλοτ’ ἄλλως ἐν τῇ τοῦ βίου θαλάσσῃ στρέφων ἑκά‐ στῳ τοῦ σκάφους τοὺς οἴακας· καὶ οἷς ξυμπέπτωκεν ἄλλως ἐν ἄλλοις προσκροῦσαι θεῷ καιροῖς τε καὶ τόποις καὶ πράγμασι, τούτοις ἄλλως ἐν ἄλλαις πραγμάτων τύχαις ἐπιφέρει τὴν δί‐
20κην. ὅμως οἱ τῆς Παλαμικῆς αἱρέσεως θιασῶται τὸ τῆς τε‐ λευτῆς, ὡς εἴρηται, αἴσχιστον κρύπτειν ὡς δύναμις ἐπειγό‐ μενοι, συχνὰ παρεῖχον ἀργύρια τῶν ἐν ταῖς ἀγυιαῖς ἐρριμ‐ μένων πενήτων ἐνίοις, ὡς τὰ ἐκεῖθεν ἡμῖν ἀφικνούμενα δεδή‐
λωκε γράμματα, καὶ ἅμα προσιέναι τε ἔπειθον τῷ Παλα‐

3

.

551

μικῷ τάφῳ καὶ ὀνείρους ἐπιφημίζειν τερατώδεις τινὰς καὶ λίαν ἐφ’ οἷς ἐμισθοῦντο συνᾴδοντας. ἃ δ’ οἱ ἐκεῖθεν εἰς Βυ‐ ζάντιον ἀφικνούμενοι συχνότερον ἄνδρες ἄλλοτ’ ἄλλοι διη‐ γοῦντο, καὶ ἅμα τὰ ἑτέροις ἕτερα τῶν γραμμάτων, ἦσαν
5τοιάδε. μετὰ γὰρ τὸ λάθρᾳ τῶν ἡμετέρων, φασίν, ἐνίας ὑφελέσθαι βίβλους οἱ ἐν Βυζαντίῳ τῆς φάλαγγος ὄντες ἐκεί‐ νου, ἐπεὶ μὴ ἐδύναντο ἀντιλέγειν, ὡς εἴρηται, πρὸς τὴν συ‐ κίνην ἐπικουρίαν ἐξ ἀνάγκης τὸν δεύτερον ἔβλεψαν πλοῦν, καὶ τῷ Παλαμᾷ ἐς Θεσσαλονίκην αὐτὰ ἐπεπόμφεισαν, εἰς
10ἀμύνης τόλμαν αὐτὸν ἐρεθίζοντες, παραπλήσια δρῶντες οἷς ἀκατίῳ βραχεῖ μεγάλης ὁλκάδος ἐπισωρεύσασι φόρτον ἐς ὑποβρυχίους πυθμένας ὠθεῖν εὐθὺς ἐξεγένετο. τῇ γὰρ εἰ‐ θισμένῃ τῆς γνώμης φιλοδοξίᾳ καὶ νῦν ὁ Παλαμᾶς τὸ τῆς γλώττης χαριζόμενος βλασφημούμενον, καὶ ἅμα γλυκείας τι‐
15νὸς παραγεύων ἐλπίδος οἷς τὸν αἱρεσιώτην δῆμον πληροῦν τηνικαῦτα ξυνέπιπτεν, οὔτ’ ἀπηγόρευσεν οὔτ’ ἀνεβάλετο, ἀλλ’ εἰς μεῖζον μακρῷ τῆς σφετέρας δυνάμεως ἐμβεβληκὼς ἑαυ‐ τὸν ἀγώνισμα πέπονθε κατάρας ἄξια μακρᾶς, καὶ ὅσα λέγειν ἡμεῖς αἰδούμεθα τήμερον, μή τις ἡμᾶς τῷ πεπονθότι χαίρειν
20ὑποπτεύσειε, τοῦ ἤθους ἡμῶν ὁποῖός τις ἂν εἴη πάντῃ διε‐ στηκὼς καὶ καταψευδόμενος. τῷ γὰρ ἀγῶνι τουτωὶ συνδιη‐
μερεύων καὶ νύκτας ὅλας ἀγρύπνους διατελῶν, ὡς φασίν,

3

.

552

ἔλαθε, πρὶν ὁτιοῦν ἀπόνασθαι τῆς σπουδῆς, φρενίτιδι καὶ μανίᾳ κάτοχος, ὡς εἴρηται, γεγονὼς διὰ ξηρότητος ὑπερβολὴν ἐγκεφάλου. καὶ τὰ ἑξῆς λεγόντων ὁμοῦ καὶ γραφόντων ἑτέ‐ ρων ἔστιν ἀκούειν. οὐ γὰρ ὀνειδίζοντες μεμνήμεθα τῶν τοι‐
5ούτων ἡμεῖς νῦν· ἴσμεν γὰρ ὡς πονηροῖς τε καὶ ἀγαθοῖς ἐπ’ ἴσης ἔπεισι τὰ τοιαδί, οἷς μόνος οἶδε κρίμασι κύριος· ἀλλὰ τῶν τῆς ἱστορίας ἐγκειμένων νομίμων καὶ καθ’ ἕκαστα ζητούντων ἅπαντα, μετρίως ἡμεῖς καὶ τῶν τοιούτων ἁπτό‐ μεθα. ἃ πλατύτερον ἕτεροι διεξιέναι ἥκιστ’ ὀκνοῦσιν· ἀλλ’
10ἐκείνῳ τὴν αἰτίαν σαφῶς τῷ δαίμονι παραπέμπουσιν, ᾧ πο‐ νηρῷ γενομένῳ διὰ βουλήσεως μοχθηρίαν καθάπερ τις ἐφεῖ‐ ται κλῆρος ἀΐδιος, τῶν ἀλλοτ’ ἄλλως φυομένων τε καὶ ἐπι‐ φυομένων κατὰ τῆς τοῦ θεοῦ ἐκκλησίας ἡγεῖσθαί τε αἱρέσεων καὶ πάντα δρᾶν τὰ χαλεπώτατα κατ’
15ἐξουσίαν, καὶ ἅμα ἐρεθίζειν ἔς γε τὸ πλάττειν ἁγίους αὐθη‐ μερόν, καὶ ταῦτ’ ἐκείνους οἳ τὴν τῆς λατρείας ἡγεμονίαν ἐκείνῳ τε ἐκδεδώκασι, καὶ ἅπας αὐτοὺς καὶ βίος καὶ λόγος καὶ πρᾶξις τοῦ τῶν ὀρθοδόξων πάλαι διέγραψέ τε καὶ πε‐ ριεῖλε χοροῦ, ἵνα μὴ ὁπόσοις λέγω καὶ ὑφ’ ὅσων τῶν πα‐
20τριαρχῶν τε καὶ ἐπισκόπων φυομένης ἤδη τῆς αἱρέσεως ἀναθέμασιν ἐμπεσόντες τῷ αἰωνίῳ πυρὶ παρεπέμφθησαν. Καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον, ἐγὼ δ’ ἐκεῖνο
ἐπαναλήψομαι νῦν. οἱ γὰρ τὸ Γαλατώνυμον ἔχοντες φρούριον,

3

.

553

ἐξότου βραχείας ἐκείνης ἐξ ἀλόγου φορᾶς καὶ παραδόξου τύχης ἐδράξαντο ἀφορμῆς, τῆς τε δηλαδὴ τῶν δυοῖν Ἀνδρο‐ νίκων τῶν βασιλέων διαστάσεως, μᾶλλον δ’ ἀποστασίας τοῦ νέου πρὸς τὸν οἰκεῖον πάππον, καὶ αὖ τῆς δευτέρας, ἣν τε‐
5θνηκότων ἐκείνων κατὰ τοῦ νέου βασιλέως καὶ τῆς τοῦ νέου μητρὸς ὁ Καντακουζηνὸς κεκίνηκεν, παντοδαποῖς καὶ ποικί‐ λοις δόλοις ἐκείνους μὲν πρότερον, τούτους δ’ ὕστερον, ἐπαγ‐ γελίαις τε ἄλλοτ’ ἄλλαις περιιόντες, ὁποῖαι καὶ ὅσαι τοῖς τοι‐ ούτοις ἥρμοττον καιροῖς, βουλαῖς δηλαδὴ καὶ χρήμασιν ἀφ‐
10θονωτέροις καὶ συμμαχίαις ὁπλιτικαῖς καὶ τοιούτοις δή τισιν (ἐῶ γὰρ λέγειν καὶ οἵας ἐπὶ τούτοις λεληθότως δῆθεν ὑπέ‐ φαινον τὰς ἀπειλὰς καθ’ ὧν ἡ πειθὼ χώραν ἐνίοτε ῥᾳδίαν οὐχ εὕρισκε), καὶ νῦν μὲν θατέρῳ προστιθέμενοι μέρει καὶ πρὸς θάτερον αὖθις ταλαντευόμενοι, καὶ ἀεὶ θάτερον παρὰ
15θάτερον ἀμοιβαδὸν ἐξαπατῶντες, πῶς μὲν ἑκοντὶ πῶς δ’ οὐ μάλα ἑκοντί, τῆς τοῦ καιροῦ περιστάσεως πόρρω τοῦ δέοντος ἐλαυνούσης τὸν δρόμον τῶν ἀνηκόντων λόγων καὶ πράξεων, ἔλαθον τοὺς οἰκείους ὅρους ἐκ πάνυ τι εὐτελοῦς τε καὶ χα‐ μαιζήλου περιοχῆς ἐκτείναντές τε καὶ ὀχυρώσαντες πρῶτον
20μὲν ξυλίνοις τισὶ θριγκοῖς καὶ τάφροις βαθείαις, ἔπειτα τείχεσιν ὑψηλοῖς τε καὶ ὀχυροῖς καὶ δυσανταγωνίστοις. ἐν‐ τεῦθεν ὁρμώμενοι τοὺς τῆς οἰκείας πλεονεξίας ὅρους κατὰ
χώραν μένειν ἐᾶν οὐδαμῇ γε ἐγνώκεσαν, ἀλλ’ ἐφ’ ἑτέροις

3

.

554

ἕτερα ἐπενόουν καὶ προσετίθεσαν ξένα τε καὶ ὑπέρογκα. ὅθεν καὶ τῆς τρίτης ταυτησὶ λοιπὸν ἀφορμῆς δραξάμενοι, τῆς τοῦ Καντακουζηνοῦ φημὶ πρὸς Παλαιολόγον τὸν νέον περὶ μο‐ ναρχίας ἔριδος, τῷ νέῳ προσεληλύθεσαν ἐξορίστῳ τέως εἰ‐
5πεῖν, Τενέδῳ τηνικαῦτα τῇ νήσῳ ἐνδιατρίβοντι. καὶ ὅρκοις προκαταδήσαντές τε καὶ γράμματα πρὸς ἅπαν ἐκεῖθεν τὸ βουλόμενον εἰληφότες, λάθρᾳ ἐπέραινον ἐφ’ οἷς ἐμισθώθησαν τοῦ λοιποῦ προθυμίᾳ πάσῃ ψυχῆς καὶ ὅπλοις καὶ χρήμασιν ἀφειδοῦσιν. οὐ μόνον δὲ ἀλλὰ καὶ Λατῖνος ἕτερος σφίσιν
10ὁμόφυλός τε καὶ ὁμογνώμων, μίαν ἔχων τριήρη καὶ βίον πει‐ ρατικὸν μετιών, κἀκ τοιούτων πόρων πλουτῶν, ὥσπερ ἑρμαίῳ χρησάμενος καὶ αὐτὸς τῷ καιρῷ, ταῖς ὁμοίαις ἐπαγγελίαις τὴν γνώμην καὶ αὐτὸς χειροῦται τοῦ βασιλέως, Τενέδῳ τῇ νήσῳ προσσχών. ὅθεν καὶ μοναρχήσαντος τοῦ νέου τουτουῒ
15βασιλέως ἐντελῆ τὰ ὑπεσχημένα ἑκάτεροι ἀπειλήφεσαν, οἳ μὲν τὸν τοῦ φρουρίου περίβολον εἰς μῆκος καὶ πλάτος ὅσον πλεῖστον ἐξῆν ηὐξήκοτες πρός τε δύσιν καὶ ἄρκτον καὶ ἑώαν, ὃ δὲ γαμβρὸς ἐπ’ ἀδελφῆ τῷ βασιλεῖ καταστὰς καὶ ἅμα Λέσβον τὴν νῆσον εἰς προῖκα λαβών.
20 Τοιαῦτα καὶ οὕτω πολύτροπα διὰ βιαίας ἀνάγκας καὶ τύχας τοὺς ταλαιπώρους Βυζαντίους μᾶλλον δ’ ὁμοῦ Ῥω‐
μαίους ἅπαντας κατειλήφεσαν τὰ δεινά, ὥσπερ πηγῆς ἐξερ‐

3

.

555

ρυηκότα καὶ ἀποβλύσαντα θολερᾶς καὶ πικρᾶς τῆς τῶν τότε ἀρχόντων τυραννίδος, ἥν τε κατὰ τῆς βασιλείας καὶ ἣν κατὰ τῶν θείων δογμάτων ἐπήνεγκαν, χειμῶνα καὶ διωγμὸν τὸν βαρύτατον ἐγείραντες κατὰ παντὸς ἀγαθοῦ· δι’ ὃν καὶ θεός,
5οἶμαι, τὴν ἑαυτοῦ συνέστειλε πρόνοιαν. κἀντεῦθεν ἅπαν μὲν παιδείας ἐξελήλαται εἶδος καὶ ἀντέστραπται πρὸς τοὐναντίον ἀρετὴ καὶ εἴ τις ἔπαινος ἀγαθοῦ· καὶ ἐπεπόλασε κατὰ πάν‐ των σχεδὸν Ῥωμαίων, ὅσοι τῆς νέας εἰσὶ πολιτείας, ἤθη καινὰ καὶ ἀλλόκοτα καὶ οὐδαμῇ τῆς πρὶν βασιλικῆς ἐκείνης
10καὶ πολιτικῆς συνέσεως καὶ παιδείας καὶ εὐταξίας. τί δ’ ἄν τις φαίη καὶ περὶ τῶν ἐνδυμάτων, ὅσα κἀν τούτοις παρηνο‐ μήθη, καὶ ὅπως ἐκτετόπισται τοῦ γνωρίμου τε καὶ συνήθους πολιτεία, ὡς μηδὲ γινώσκεσθαι ἔτι ὅστις Ῥωμαίων καὶ ὅστις τῶν ἄλλως ἐχόντων γενῶν· οὔτε γὰρ Περσική τις ἄκρατος
15ἡ στολὴ γέγονεν ἤδη Ῥωμαίοις, οὔτε Λατινικὴ τελέως, οὔτε μήν τις Γοτθικὴ καθάπαξ, οὔτε εἴ τις Τριβαλλῶν καὶ ἅμα Μυσῶν καὶ Παιόνων· ἀλλ’ ἐκ πασῶν τὸ διὰ πασῶν εἰπεῖν τῆς μουσικῆς ἐκείνης ἁρμονίας καὶ ἀρετῆς ἐπὶ τῶν ἡμετέρων ἀντέστραπται χρόνων ἐς ἅπαν τοὐναντίον μῖγμα καὶ συμφό‐
20ρημα· καὶ ὁρῶμεν τῶν ἱερῶν περιβόλων εἴσω τοὺς τῶν φί‐ λων παῖδας τὴν μὲν κεφαλὴν ἐοικότας Λατίνοις, τὸ δὲ σῶμα πᾶν περσικῶς τε καὶ μηδικῶς ἐσταλμένον, καὶ τοὐναντίον ἐς
τὴν ὑστεραίαν τοὺς αὐτοὺς νῦν μὲν ἄλλως νῦν δ’ ἄλλως νῦν

3

.

556

δ’ οὐδετέρως, τρόπον δέ τινα τερατωδέστερον καὶ ἀλλόκοτον κατὰ τὴν ἑκάστων ἀδέσποτον βούλησιν, οἶμαι, τοῦ θεοῦ συγ‐ κεχωρηκότος εἰς τοῦτο κακίας ῥαγῆναι Ῥωμαίους ὥστε τὸν ἔνδον τῆς ψυχῆς χειμῶνα καὶ τὴν περὶ τὰ θεῖα τῆς ἐκκλη‐
5σίας δόγματα ποικίλην ζάλην καὶ ἀστασίαν διὰ τῶν ἔξω τοι‐ ούτων σχημάτων δηλοῦσθαι, καὶ σφῶν αὐτῶν αὐτοὺς αὐτόθεν εἶναι κατηγόρους, ἐκ πρώτης εὐθὺς ὄψεώς τε καὶ ἐντυχίας. καὶ ὥσπερ ἐπὶ θαλάττης, ἐπειδὰν τῶν σφετέρων ἀγκυρῶν ὀρφανισθεῖσα ναῦς ἐξωσθῇ πρὸς τὸ πέλαγος, μυρίας καὶ
10ἀτεκμάρτους ἀντλεῖ τὰς πλάνας καὶ τοὺς κινδύνους, οὕτω κἀν‐ ταῦθα ἑνὸς ἀτόπου δοθέντος, μυρία τὰ ἄτοπα ἠκολούθησε, πρῶτον μὲν ἡ τῶν μεγίστων ἐκ παλαιοῦ καὶ περιβλέπτων παλατίων καὶ ὅσοι τῶν τούτοις παραπλησίως ἐνδόξων οἴκων καθαίρεσις, καὶ ἅμα ἡ τῶν κιόνων καὶ τῶν ἐπιπέδων καὶ
15ποικίλων καὶ θαυμασίων μαρμάρων πιπρασκομένων διηνε‐ κὴς πρὸς τὸ Γαλατώνυμον φρούριον ἀπαγωγή, καὶ ἡ τῆς ἐν‐ τεῦθεν χάριτος ἐκεῖσε μετάθεσις, καὶ ὅσα κόσμον παρεῖχε τῇ μεγίστῃ ταύτῃ τῶν πόλεων καὶ περιβόητον τὴν λαμπρό‐ τητα· εἶτα τῶν ἱερῶν καὶ θείων νεῶν ὁπόσοι μεῖζον πολλῷ
20τῆς τῶν οἴκων ἐκείνων περιφανείας παρεῖχον τῇ πόλει τὸ κλέος. Τοῦ δ’ ἦρος ἀρχομένου ὁ τῶν Τριβαλλῶν ἀρχηγὸς ἐτε‐
θνήκει Κράλης Σερβίας, καὶ θόρυβον ἔσχε καὶ ζάλην ἐντεῦ‐

3

.

557

θεν ἐκεῖ τὰ πράγματα τῷ νέῳ τῆς ἀρχῆς διαδόχῳ, οὐ μόνον ἐκ τῶν τῆς χώρας ἐπιτρόπων αὐτοῦ καὶ τῶν πόλεων, ἀλλὰ καὶ Νικηφόρος ὁ κόντου Κεφαλληνίας υἱός, ὃν ὁ λόγος ἄνω που δέδειχε γαμβρὸν ἐπὶ θυγατρὶ καταστάντα καὶ συμπαρο‐
5μαρτοῦντα τῷ βασιλεῖ Καντακουζηνῷ πρὶν ἢ βασιλείας δρά‐ ξασθαι, ἔδραμεν εὐθὺς πρὸς Ἀκαρνᾶνας καὶ Αἰτωλούς· καὶ συλλήπτορας εἰληφὼς ἐκείνους, καὶ ἅμα τὸν τηνικαῦτα τῶν ἐκεῖ χωρῶν τε καὶ πόλεων ἀρχηγὸν Σίμωνα τὸν ἐπ’ ἀδελφῇ μὲν γαμβρόν, υἱὸν δὲ τοῦ τεθνηκότος Κράλη Σερβίας, ἐπέθετο
10ταῖς ἄχρι τόθ’ ὑπηκόοις τῷ Κράλη πόλεσι τῆς Θετταλίας, προσκαλουμένας μὲν αὐτὸν ἐκ πολλοῦ, νῦν δὲ καὶ προσχω‐ ρούσας ἑκοντί. καὶ παρεστήσατο τοῦτον τὸν τρόπον οὐκ ὀλί‐ γην ἀρχήν, προσερρυηκότων τέως εἰς συμμαχίαν καὶ τῶν γειτόνων αὐταῖς Ἀλβανῶν καὶ Ἰλλυριῶν.
15 Κατὰ δὲ τοῦτον τὸν χρόνον ἧκεν ἐκ Μυσῶν τῷ νέῳ βασιλεῖ Ἀνδρονίκῳ, τῷ τοῦ βασιλέως Ἰωάννου τοῦ Παλαιολό‐ γου παιδί, νύμφη Μαρία ἡ τοῦ βασιλέως Μυσῶν Ἀλεξάν‐ δρου θυγάτηρ, τὸν ἔνατον ἄρτι τῆς ἡλικίας ἀμείβοντι χρόνον ὁμῆλιξ οὖσα καὶ αὕτη σχεδόν. εἵπετο δ’ ἐκεῖθεν εὐθὺς καὶ
20Εἰρήνη ἡ τοῦ βασιλέως αὐτοῦ Ἰωάννου τοῦ Παλαιολόγου ἀδελφή, πάλαι μὲν νύμφη πεμφθεῖσα τῷ τοῦ ῥηθέντος Ἀλε‐ ξάνδρου παιδί, χηρεύσασα δὲ μετὰ παραδρομὴν ἐνιαυτῶν
ἄπαις· ἣ δὴ καὶ διῆγεν ἐκεῖ τὸν βίον ἑξῆς ἄχρι καὶ τήμε‐

3

.

558

ρον. ἑνὸς μὲν οὖν ἦσαν τέκνα πατρός, Ἀλεξάνδρου δηλαδὴ τοῦ τῶν Μυσῶν—βασιλέως, ὅ τε συζυγεὶς αὐτῇ πρότερον καὶ ἡ νῦν ἐκεῖθεν ἐλθοῦσα νύμφη τῷ ἀδελφιδῷ αὐτῆς Ἀνδρονίκῳ, μητρῶν δὲ δυοῖν· ζῶσαν γὰρ τὴν προτέραν ἐξώσας σύζυγον
5Ἀλέξανδρος ἀντεισήγαγεν ἄλλην ἐξ Ἰουδαίων, ἄρτι προσα‐ γαγὼν τῷ θείῳ ταύτην αὐτὸς βαπτίσματι, τοῦ κάλλους αὐτῆς, ὡς φασίν, ἐρασθείς. Καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον, καὶ τὸ ἔαρ ἐν τούτοις ἐτελεύτα· τοῦ δὲ θέρους ἀρχομένου συνεπεπτώκει τῶν
10υἱέων ἕνα τοῦ τῆς Βιθυνίας σατράπου Ὑρκανοῦ πειραταῖς ἁλῶναι, συμβὰν οὑτωσί, προσδοκίας ἁπάσης ἐπέκεινα, οἶμαι, τοῦ θεοῦ συγκεχωρηκότος, ἵνα μικρόν τι ἀναπεπνευκέναι Ῥω‐ μαίοις ἐγγένηται, καὶ μὴ τῇ τῶν πολυετῶν κακῶν ἀπειρηκέ‐ ναι συνεχείᾳ. γέγονε δὲ οὑτωσίν. ἔστι μετὰ τὸν Εὐξείνου
15πόντου αὐχένα θάλασσά τις βραχεῖα, μέτριον ἔχουσα τό τε μῆκος καὶ πλάτος, καὶ οἷον εἰπεῖν ἑκατέρῳ ἑκάτερον ἰσομέ‐ τρητον, μήκει πλάτος καὶ πλάτει μῆκος. ταύτης παρὰ τὰ εὐώνυμα καὶ πρὸς ἕω πλευρὰ κατιὸν ἐκ γῆς ἐπίμηκες ἀκρω‐ τήριον δίεισι μέχρι μέσης σχεδὸν αὐτῆς, ὥσπερ εἴς τινα
20σκέλη δύο μερίζον ἣν τέμνει θάλασσαν καὶ διαιροῦν ἐφ’ ἑκά‐ τερα, καὶ γινόμενον μὲν αὐτὸ καθάπερ ἰσθμὸς τοὺς ἑκατέρω‐ θεν κλύδωνας ἀνακόπτον καὶ θραῦον, ποιοῦν δ’ ἐκεῖνα καθά‐ περ δύο πορθμούς, καὶ τὴν αὐτὴν ἑκατέρωθεν ἀνὰ μέρος ἀμ‐
φοῖν ἐκείνοις ἐν ταυτῷ παρεχόμενον χρείαν· ἅπερ τοῖς ἐγ‐

3

.

559

χωρίοις κόλποι δυσὶν ὀνόμασιν διαφόροις εἰς εὐσύνοπτον σύνεσιν τοῖς ἀκούουσιν ὀνομάζονται, ὁ μὲν Δασκέλιος, ὁ δ’ Ἀστακηνός. τὸ δὴ τοιοῦτον μέρος τῆς Βιθυνίας εἰς κλῆρον πρὸς τοῦ πατρὸς Ὑρκανοῦ λαβὼν ὁ μετὰ τὸν πρεσβύτερον
5καθ’ ἡλικίαν τρίτος τῶν παίδων νῦν μὲν θαλάσσης πόρρω που τὰς διατριβὰς ἐποιεῖτο νῦν δ’ ἐγγυτέρω κατ’ ἐξουσίαν αὐτόνομον. τὰς γοῦν θερινὰς ἐκείνας τοῦ ἡλίου φλόγας ἀπο‐ σειόμενος τηνικαῦτα, μίαν τῶν ἐκεῖ που περὶ δίκτυά τε καὶ ἰχθύων ἄγραν ἀσχολουμένων ἁλιάδων προσκαλεσάμενος, εἰ‐
10σῄει τε καὶ ἠρέμα παρέπλει τὸ ἀκρωτήριον ἐκ θαλάττης εἰς θάλατταν, οἵας δηποτοῦν ἀναψύξεως ἕνεκα. ἔτυχε δ’ ἐν ταὐτῷ παρὰ τὰς ἐκεῖ που συνηρεφεῖς καὶ κατασκίους τοῖς δένδροις ἀκτὰς ἐλλοχῶσα πειρατική τις μονήρης, εἰωθυῖα κατ’ ἄλλοτ’ ἄλλους τόπους τῆς βαρβαρικῆς ἐκείνης παραλίου καὶ Ἀσιά‐
15τιδος γῆς τοῦτο ποιεῖν, κἀκ τῶν ἐκεῖθεν λαφύρων Περσικὰ κερδαίνειν ἐξ ἀδήλων χρήματα, κἀξ ἀλλοφύλων αἰχμαλώτων ἰδίαν πορίζεσθαι βίου διάρκειαν. αὕτη τοίνυν ἐξαίφνης ἐπει‐ σπεσοῦσα τῇ ἁλιάδι ἐκείνῃ κατά τινα τύχην ἀδόκητον εἰσε‐ πήδησέ τε καὶ εἷλεν, οὐκ ἄνευ μὲν τραυμάτων, εἷλε δ’ οὖν.
20καὶ γέγονεν αὐτῇ τὸ κατὰ τύχην ἀνέλπιστον πάρεργον μεῖζον ἔργου παντὸς καὶ πολυετοῦς. διὸ καὶ μαθοῦσα τὸ τῆς ἄγρας πολύτιμον ᾤχετο παραχρῆμα παρὰ τὴν Φώκαιαν οἴκαδε ἀπι‐ οῦσα, πόλιν Ἑλληνίδα μὲν τὸ ἀρχαῖον, νῦν δὲ βαρβάροις δι‐
δοῦσαν φόρους ὑπὲρ ἀφόβου καὶ ἀκινδύνου βίου τινός. κεῖ‐

3

.

560

ται γὰρ ἐν ἄκρᾳ κόλπου τινὸς θαλαττίου, μέχρι πλείστου τῆς Αἰολίδος γῆς προϊόντος, καὶ τῶν ὁρίων ἤδη σχεδὸν τῆς τῶν Λυδῶν παραψαύοντος χώρας. ταύτης ἐπιτροπεύει τῆς πόλεως, ὃν ἂν ὁ Ῥωμαίων ἕλοιτο βασιλεὺς καὶ ὃν ἐκ Βυ‐
5ζαντίων ἐκεῖσε πέμψειε, καθ’ ὃν ἂν καὶ ἐφ’ ὅσον κυρώσειε χρόνον. τὸ δὴ τοιοῦτον μαθόντι τῷ τοῦ ἑαλωκότος πατρὶ Ὑρκανῷ οὐ μάλα τι ἀνεκτὸν ἐνομίσθη, ἀλλ’ οἰκείου θανάτου μηδὲ βραχύ τι ἀπεοικός, ὅτι τὸν υἱὸν ἐζημίωται μέν, ὑφ’ ὧν δ’ οὐκ ᾐσθάνετο· εἰκασμοῖς γάρ τισι καὶ στοχασμοῖς διαφό‐
10ροις μερίζων τοὺς λογισμούς, μετέωρον παρεῖχεν ἀκοὴν τοῖς ἄλλοτ’ ἄλλα θρυλλοῦσι μέχρι πολλοῦ. ὀψὲ δὲ Φωκαέας εἶ‐ ναι πεπυσμένος τοὺς τὸν υἱὸν ἁρπάσαντας πειρατάς, καὶ τού‐ τους Ῥωμαίους μέν, ἐκ δ’ ἀλλοδαπῆς τινὸς καὶ μιξοβαρβάρου τῆς χώρας, καὶ μήτ’ ἐκ θαλάττης ἔχων μήτ’ ἐξ ἠπείρου τοὺς
15τὸν υἱὸν κεκτημένους ἀμύνασθαι, πρὸς μόνον ἔβλεψε τὸν βα‐ σιλέα, καὶ τούτῳ παρέχειν ὅλον ἑαυτὸν ἀσμένως ὑπισχνεῖτο φίλον τε ἀκραιφνῆ καὶ πρόθυμον ὑπηρέτην πρὸς ἅπαν τὸ κελευόμενον, καὶ χρημάτων ἄφθονον παροχέα τῶν ἀνηκόντων εἰς χρείαν, εἰ μόνον εὕροι λύσιν τοῦ δεινοῦ καὶ ζῶντα τὴν
20ταχίστην λάβοι τὸν παῖδα. μετεώρου γε μὴν τῆς τοιαύτης οὔσης ἀσχολίας, τεθνάναι τέως συνέβη καὶ τὸν πρεσβύτερον
τῶν Ὑρκανοῦ παίδων, ὃν καὶ διάδοχον ἐταμίευεν ἑαυτοῦ καὶ

3

.

561

τῶν κατ’ αὐτὸν μειζόνων τῆς σατραπείας πραγμάτων· ὃ καὶ μάλα μᾶλλον εἰς μείζους τε ἐξέκαυσε θρήνους Ὑρκανόν, καὶ ἅμα πρὸς θερμοτέρας ζητήσεις τοῦ ζῶντος ἔτι παιδὸς ἐν δε‐ σμοῖς. διὸ καὶ πέμπων διηνεκῶς οὐκ ἔληγε τοὺς διαναστήσον‐
5τας βασιλέα καὶ πρὸς τοὖργον σπουδαιότερον καταστήσοντας, χρήματά τε ἐπὶ τούτοις ἃ μὲν οἴκοθεν ἐδίδου, ἃ δ’ ἠφίει τῶν πρὶν ὀφλημάτων εἰς ἀναλωμάτων χρείαν, ὅσα ἱκανὰ τριήρεις πληρῶσαι καὶ ὁπλίσαι κατὰ Φωκέων. καὶ ἅμα προσετίθει καὶ ἐπηγγέλλετο ἔτι καὶ δέσμιον δώσειν αὐτῷ τὴν ταχίστην
10Ματθαῖον τὸν τῆς αὐτοῦ βασιλείας ἐχθρὸν καὶ πολέμιον, καὶ μακρῶν ἐν βραχεῖ θορύβων αὐτὸν ἀπαλλάξαι. καὶ δὴ πρῶ‐ τον μὲν ὁ βασιλεὺς τῷ τῶν Φωκέων ἐπιτροπεύοντι πρέσβεις ἔπεμπεν ὑπὲρ τούτου· ὃ δ’ ἐπαρθεὶς τῷ εὐτυχήματι λόγους ὑπέρφρονας ἀντέπεμπε, καὶ ᾔτει χρήματα καὶ ἀξιωμάτων
15ὄγκους ὑπὲρ τὴν ἑαυτοῦ τύχην. ἐπεὶ δὲ δὶς καὶ τρὶς καὶ πολλάκις τῆς τοιαύτης δοκιμασθείσης πείρας αὐτός τε καὶ εἰς ἀποστασίαν ἔβλεψε καὶ ἄπρακτον ἐδείκνυ τὴν τοῦ βασιλέως σπουδήν, τριήρεις ὁ βασιλεὺς ἐκ Βυζαντίου μεγίστας μὲν τρεῖς, μικρὰς δὲ διήρεις καὶ μονήρεις πλείους ἀθροίσας ἐκ
20Τενέδου τε καὶ Λέσβου καὶ Λήμνου, ἄρας κατέπλευσεν ἐς τὸν τῶν Φωκέων λιμένα. καὶ ὁ χειμὼν ἐν τούτοις ἐτελεύτα. ἄρτι δὲ τοῦ ἦρος ἀρχομένου παρεσκευάζετο πρὸς πολιορκίαν.
κἀπειδήπερ αὐτῷ ἥκιστα εὔοδον ἦν, εἰ μὴ τὸν τῆς ἔξω πρό‐

3

.

562

τερον χώρας, τὸν τῶν Λυδῶν ἡγεμόνα φημί, τῆς τῶν Φω‐ κέων φιλίας ἐκστήσας ἑαυτῷ καταστήσειε φίλον, πέμπει δε‐ ξιὰν αὐτῷ, καὶ οἰκειοῦται πρός τε φιλίαν καὶ συγγενείας ἐπαγγελίαν. καὶ θαρρήσας ἤδη περιστρατοπεδεύει τὴν πόλιν
5ἔκ τε γῆς καὶ θαλάττης, καὶ ῥήγνυσι πόλεμον ἰσχυρὸν κατὰ τοῦ ἀποστάτου. ἀρρώστως δ’ ἀμυνομένων ἔνδοθεν τῶν Φω‐ κέων, καὶ ἅμα νότου ταῖς ναυσὶν ἀντιπνεύσαντος κραταιότε‐ ρον, ἐγγὺς τῆς νίκης γενομένους ἀντέκρουσε τοὺς βασιλικούς. ἐπεὶ δὲ χρόνος ἐτρίβετο ἐπὶ τούτοις συχνός, καὶ ὁ βασιλεὺς
10ἐξιὼν ἀνυπόπτως ἤδη καὶ σὺν πολλῷ τῷ θάρρει μετὰ τῶν οἰκείων ὡς πρὸς φίλους καὶ ἑστιάτορας τοὺς βαρβάρους, συγκυνηγετῶν αὐτοῖς καὶ συνδιημερεύων ἀδεῶς διετέλει, καὶ ἐπηγγέλλετο μὴ πρότερον ἐκεῖθεν ἀπηλλάχθαι πρὶν λιμῷ κα‐ τατρίψας τὴν πόλιν βίᾳ καὶ ἄκουσαν παραστήσασθαι, σκέπ‐
15τεται καθ’ ἑαυτὸν ὁ βάρβαρος, ὁ τῆς Λυδίας λέγω σατρά‐ πης ἐκεῖνος, παρασπονδήσας ἀπονητὶ χειρώσασθαι βασιλέα συγκυνηγετοῦντα καὶ συνεστιώμενον, καὶ πολλῶν μὲν χρημά‐ των ἐν βραχεῖ πολλῶν δὲ πόλεων Ῥωμαϊκῶν γενέσθαι κύ‐ ριος, καὶ ἅμα μέγα πρὸς τούτοις κτήσασθαι κλέος ἔν τε ὁμο‐
20φύλοις καὶ ἀλλοφύλοις. ἀλλὰ τοῦ θεοῦ τὰ κρείττω περὶ τοῦ βασιλέως βουλευσαμένου λέληθεν ὁ βάρβαρος πρὶν δεδρα‐ κέναι πεπονθώς. μηνυθέντος γὰρ τῷ βασιλεῖ παρ’ ὁτουοῦν
τῶν βαρβάρων τοῦ πονηροῦ βουλεύματος, ἀγνοῶν ὁ βάρβα‐

3

.

563

ρος ἧκεν ἐς τὴν ὑστεραίαν ἕωθεν, μετὰ τῆς εἰωθυίας ἀστειό‐ τητος ἵππους τῷ βασιλεῖ κομίζων καὶ προσκαλούμενος ἐπὶ κυνηγεσίᾳ πάλιν καὶ χαρίτων μεστὰς εὐωχίας καὶ φιλικὰ συμπόσια, ἐξιόντα τῆς ἡγεμονίδος τριήρους. ὁ δὲ βασιλεὺς
5προσποιησάμενος ἔχειν τι μυστικώτερον βούλευμα προειπεῖν αὐτῷ τῆς τριήρους ἐντὸς πρότερον, ἔπειτα συνεξίεναι, ἐκάλει πρὸς ἑαυτόν· ὃ δ’ ὑπήκουε. καὶ εἰσιόντος ἐλύετο τὰ πρυμ‐ νήσια παραχρῆμα, καὶ ὤφθη μικρόν τι πρὸς πέλαγος εὐθὺς ἀναχωροῦσα ἡ ναῦς, ἐντὸς δικτύων ἔχουσα τὸν ἠπειρώτην
10ἐκεῖνον καὶ ἐπίορκον βάρβαρον. καὶ τῶν ἐλέγχων περιστάν‐ των ἐξαίφνης ὡμολόγει καὶ αὐτὸς τὴν ἀτοπίαν τῆς γνώμης καὶ ἀνεκάλυπτε τὰς τῆς καρδίας ἀπορρήτους ἐπιβουλάς. ἧκεν οὖν μεθ’ ἡμέρας ἡ τοῦ βαρβάρου σύζυγος, χρήματά τε ὑπὲρ τοῦ ἀνδρὸς κομίζουσα, καὶ ἅμα λέγουσα ὡς εἰ μὴ λάβοι τὸν
15σύζυγον, λήψεται ἀπιοῦσα ἕτερον ἐπὶ φυλακῇ τῆς ἡγεμονίας, μή πού τις τῶν πέριξ λῃστικῶς ἐπιδραμὼν καὶ ἐπιθέμενος ὀρφανῇ τῇ ἀρχῇ αὐτήν τε καὶ τὰ τέκνα δουλώσῃ. ὅπερ ἀκη‐ κοὼς ὁ βασιλεύς, καὶ ξυννενοηκὼς ὡς ὁπότερον ἂν τῶν τῇ γυναικὶ ῥηθέντων γένοιτο ἐπιζήμιόν τε καὶ ἀκλεᾶ τὴν κατὰ
20τοῦ σατράπου νίκην τοῦ βασιλέως τίθησι, τά τε κομισθέντα χρήματα τέως ἐλάμβανε, καὶ ἀντὶ τῶν ἔτι ὀφειλομένων ἑξῆς ὅμηρα τὰ ἐκείνης δέχεται τέκνα, καὶ οὕτως ἐλεύθερον ἀφίησι
τὸν ἄνδρα τῇ γυναικί.

3

.

564

Τοῦ δὴ τοιούτου στρατηγήματος εὐτυχῶς τε καὶ τραυ‐ μάτων δίχα τῷ βασιλεῖ γεγονότος ἕτερον ἐπιγίνεται μεῖζον, μᾶλλον δὲ τῶν αὐτῷ σπουδαζομένων τὸ μέγιστόν τε καὶ κρα‐ ταιότατον. καὶ τό γε βέλτιον καὶ θαυμαστότερον, ὅτι καὶ ξὺν
5οὐδενὶ πόνῳ. ἱσταμένου γὰρ ἤδη τοῦ θέρους, καὶ τῶν ἀστα‐ χύων προκαλουμένων τοὺς θεριστὰς καὶ ἀμαλλοδέτας, τετρα‐ κισχιλίους ἱππέας βαρβάρους ἀνειληφὼς πεμφθέντας παρὰ τοῦ Ὑρκανοῦ τοῦ γαμβροῦ Ματθαῖος ὁ βασιλεὺς ὁ τοῦ Καν‐ τακουζηνοῦ υἱός, καὶ εἴ τινες εἶεν τῇ αὐτοῦ βασιλίδι ὑπεί‐
10κοντες στρατιῶται Ῥωμαῖοι περὶ τὸ Βωλερόν, καὶ διαβὰς τὰς περὶ Χριστούπολιν ἐστενωμένας παρόδους, ἐληΐζετο τὰ ἐπέ‐ κεινα Φιλίππων ἄστεα, μᾶλλον δ’ ὅσα περίοικα τούτοις χω‐ ρία Ῥωμαίων μὲν ὄντα, ὑπήκοα δὲ Τριβαλλοῖς ἐκ πολλοῦ. ὃ προεγνωκότος τοῦ τὴν χώραν ἐκείνην τηνικαῦτα διέποντος
15Τριβαλλοῦ, καὶ ἀντιστάντος ἐν ὅπλοις, ἡττήθη κατὰ κράτος Ματθαῖος ὁ βασιλεύς, καὶ ἑάλω μὲν αὐτὸς ζῶν, ἑάλωσαν δὲ καὶ οἱ μετ’ αὐτοῦ σχεδὸν ἅπαντες, ὅσοι μὴ ξίφους ἔργον ἐν τῇ μάχῃ γεγένηνται. τοῦτο μαθὼν ὁ βασιλεὺς ἄρας ἐκ Λέ‐ σβου, ἔνθα τηνικαῦτα τὴν ναυτικὴν διανέπαυε δύναμιν καὶ
20τὰ πρὸς πολιορκίαν Φωκέων συντείνοντα ἡτοιμάζετό τε καὶ προηυτρέπιζε, πλήρεσιν ἱστίοις καταίρει ἐς τὰ πέριξ Ἀβδή‐ ρων ἐπίνεια· καὶ πρέσβεις ἐκεῖθεν πεπομφὼς τῷ τὸν Ματ‐
θαῖον κατέχοντι δέσμιον Τριβαλλῷ, καὶ φιλίαν δοὺς καὶ λα‐

3

.

565

βών, καὶ δώροις οὐ μικροῖς φιλοφρονησάμενος, εἴληφε. καὶ αὐτὸν μὲν δέσμιον πρὸς Τένεδον πέμπει τὴν νῆσον ὁμοῦ τῇ συζύγῳ, τὰ δὲ τέκνα φυλάττειν παρέχει τῷ ἐπ’ ἀδελφῇ γαμ‐ βρῷ Λατίνῳ, τῷ τηνικαῦτα Λέσβου τῆς νήσου ἐπιτροπεύοντι.
5ἔφθη γὰρ πολέμῳ προειληφὼς ὁ βασιλεὺς καὶ τὴν Γρατια‐ νοῦ πόλιν, ἐν ᾗ καὶ ἡ Ματθαίου μετὰ τῶν τέκνων ᾤκει γυνή. ὁπότε παρ’ αὐτῇ καὶ γράμματα εὕρηται Βυζαντίων πολλῶν, λάθρᾳ Ματθαίῳ πεμπόμενα πρὶν ἁλῶναι, δεικνύντα τὴν σφῶν πρὸς αὐτὸν εὔνοιαν καὶ στοργήν, καὶ ὅσα ἐπίβουλα κατὰ τοῦ
10Παλαιολόγου συνεσκευάζοντο. δι’ ἃ δὴ καὶ τὴν ἀνὰ χεῖρας ἄλλην σπουδὴν ὁ βασιλεὺς ὑπερθέμενος, τήν τε στολὴν ἤμειψε πρὸς τὸ ἰδιωτικώτερον, καὶ λαθὼν πάντας οἰκείους ἧκε σπεύ‐ σας εἰς Βυζάντιον μετὰ μιᾶς τριήρους. καὶ οὐκ ἔγνωσται Βυζαντίων οὐδενὶ πρὶν εἰσελθεῖν εἰς τὰ βασίλεια καὶ τὴν
15βασιλίδα ἀσπάσασθαι σὺν ἰδιωτικῷ τῷ σχήματι. ταῦτα μα‐ θὼν Ὑρκανὸς ὁ τῆς Βιθυνίας σατράπης βαρβάρων, πρεσβεί‐ αις αὐτὸν πυκνοτέραις ἐπιταχύνειν ἠνάγκαζε τὴν ἐπάνοδον ἐλευθερίας ἕνεκα τοῦ υἱέως, εἰ μὴ βούλοιτο σκανδάλων καὶ θορύβων αὖθις ἀρχὴν γεγονέναι κατὰ Ῥωμαίων τὴν αὐτοῦ
20βραδυτῆτα. σπεύσας οὖν ὁ βασιλεύς, καὶ ὡς ἐνῆν τοὺς ἐν Βυζαντίῳ θορύβους καταστησάμενος ἐς τὸ πάντῃ ἀνύποπτον
ἐντὸς ἡμερῶν τεσσαράκοντα, μετὰ μιᾶς τὴν ταχίστην ἀνήχθη

3

.

566

τριήρους. ἀλλὰ πρὶν ἀναχθῆναι, τὸν Ῥωμαϊκὸν ἐθεᾶτο στό‐ λον ἐς Βυζάντιον καταπλέοντα, οὐδαμῇ κατὰ γνώμην αὐτοῦ, ὅτι μὴ λειποτακτήσαντά τε καὶ πάντας δεσμοὺς προσταγῆς βασιλικῆς ἀπορρήξαντα, καὶ ἐς Βυζάντιον ἐκ Τενέδου παλιν‐
5δρομήσαντα δι’ ἀνάγκην, ὡς ἔφασκον, τῶν ἐπιτηδείων ἄρδην ἐπιλιπόντων ἁπάντων, καὶ μένειν οὐκ ἔτι κατὰ χώραν δυνα‐ μένης τῆς ναυτικῆς ἀναρχίας. ὀργισθεὶς οὖν τοῖς ναυάρχοις καὶ τὰ εἰκότα ἐπιτιμήσας διὰ βραχέων (τὸ γὰρ τῆς ὥρας στενὸν οὐ παρεῖχεν εὐρυχωρίαν τῷ πλείονι) τῆς προκειμένης
10εἴχετο σπουδῆς, τῇ βασιλικῇ ναυαρχίδι μονήρεις δύο μόνας ἐπαγόμενος συμπλεούσας. ἐπεὶ δ’ ἄχρι καὶ ἐς Προικόννησον ἦν ἀφιγμένος, ἔδοξεν ἐκεῖθεν δεξιὰν ἐξ ἐφόδου τῷ Ὑρκανῷ πεπομφέναι, τὴν ἐκείνου καρδίαν ἠρεθισμένην εἰς ὑποψίας σκανδάλων ἐξομαλίσουσαν, καὶ πράγμασιν οὐ λόγοις δείξουσαν
15τὸ τῆς βασιλικῆς γνώμης ἀκήρατον, ὡς δόλος οὐδεὶς μεσι‐ τεύει τοῖς πράγμασιν. μετὰ δὲ ταῦτα πλήρεσιν ἱστίοις ἐς Τένεδον πρῶτον ἀφῖκται, βουλευσόμενος ἐκεῖσε σχολῇ περί τε τοῦ παιδὸς Ὑρκανοῦ καὶ τῶν ὑπὲρ αὐτοῦ Φωκεῦσι δοθη‐ σομένων λύτρων, καὶ πρός γε περὶ τοῦ γυναικαδέλφου Ματ‐
20θαίου, ὃς φρουρούμενος μὲν ἦν τῇ τῶν Τενεδίων ἀκροπό‐ λει, διὰ δ’ αὐτὸν νεωτερισμός τις ἐξηχεῖτο λαθραῖος, καὶ ὅσα ἐπὶ τούτοις πράττειν χρεών.
Καὶ ταῦτα μὲν τῇδέ πῃ ἐφέρετο, καὶ τὸ μετόπωρον ἐν

3

.

567

τούτοις ἐτελεύτα· ἐγὼ δ’ ἐπανάληψιν μετρίαν, ἐνταυθοῖ τοῦ λόγου γενόμενος, ποιήσασθαι βούλομαι τῶν ἄνω που εἰρη‐ μένων ὑμῖν περὶ τῶν τοῦ Παλαμᾶ πρὸς ἡμᾶς διαλέξεων, ἵνα μὴ πόρρω που τῆς μνήμης τὸν εἱρμὸν ἐκεῖνον ἀφέντες, λά‐
5θωμεν ἀπολωλεκότες τὰ ἀναγκαιότατα τῆς δογματικῆς ὑπο‐
θέσεως.