TLG 4139 087 :: SEVERIANUS :: In illud: Quando ipsi subiciet omnia (olim sub auctore Joanne Chrysostomo)

SEVERIANUS Scr. Eccl.
(Gabalensis: A.D. 4)

In illud: Quando ipsi subiciet omnia (olim sub auctore Joanne Chrysostomo)

Source: Haidacher, S. (ed.), “Drei unedierte Chrysostomus–Texte einer Baseler Handschrift” [Zeitschrift für katholische Theologie 31] 1907: 150–167.

Citation: Page — (line)

150

Τοῦ ἐν ἁγίοις Ἰωάννου τοῦ Χρυσοστόμου· Εἰς τὸ ἀποστολικὸν ῥητόν· Ὅταν αὐτῷ ὑποταγῇ τὰ πάντα,
τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι150

151

αὐτῷ τὰ πάντα· καὶ εἰς τὸ Οὐδὲν ἀπ’ ἐμαυτοῦ ποιῶ· καὶ εἰς τριάδα καὶ ὅτι εἰς τιμὴν τῆς τριάδος τρεῖς πατριάρχαι, τρεῖς ἱερεῖς, τρεῖς βασιλεῖς, τρεῖς ἀρεταὶ μνημονεύονται.
5 Χθὲς ἡμῖν, ἀδελφοί, ὁ περὶ τῆς ἀτελευτήτου βα‐ σιλείας τοῦ Χριστοῦ λόγος ἐγένετο. Τοῦ ἡμετέρου λόγου ἐν ἀκμῇ μὲν γενομένου τῆς ἀκροάσεως, ἀρ‐ κοῦσαν δὲ δεδωκότος τοῖς ἀκροαταῖς τὴν ἀπόδειξιν— ἀρκοῦσαν δὲ λέγω οὐ πρὸς τὴν ἀξίαν τοῦ κηρυττο‐
10μένου, ἀλλὰ πρὸς τὴν δύναμιν τοῦ κηρύττοντος· οὐδὲν γὰρ ἔστι τοιοῦτον οὔτε ἐπὶ γῆς οὔτε ἐν οὐρανῷ, ὃ δύναται ἐπαξίως τὴν πολυΰμνητον ὑμνῆσαι τοῦ μονο‐ γενοῦς ἀξίαν· πολλὰ γὰρ τοῖς προφήταις προανα‐ πεφώνηται περὶ τῆς τοῦ κυρίου θεοφανείας, πολλὰ
15τῷ νόμῳ τεθέσπισται, πολλὰ τοῖς ἀποστόλοις κεκή‐ ρυκται, πολλὰ τοῖς εὐαγγελισταῖς διηγόρευται, καὶ τῆς ἀξίας οὐδεὶς ἐφικέσθαι δεδύνηται. Εἰ δὲ τοσοῦτοι τοῦ ἁγίου πνεύματος ποταμοὶ ἀένναα καὶ καθαρὰ τὰ ῥεῖθρα ἔχοντες ἐκένωσαν μὲν τὴν δύναμιν τὴν ἀνθρω‐
20πίνην, ἐπάξιον δὲ τῆς θείας δυνάμεως οὐδὲν ἐφθέγ‐ ξαντο, ποῦ φανήσεται βραχυτάτη λόγου ψεκὰς το‐ σαύτης ἀξίας λόγου προκειμένης; Οὐ δύναται θνητὴ γλῶσσα ἐπαξίως ἀθάνατον ἀνυμνεῖν φύσιν, οὐ χωρεῖ λόγος ἀνθρώπων τὸν κοσμοποιὸν ἐπαξίως ἀνυμνῆσαι
25τοῦ θεοῦ λόγον. Τί οὖν· Κηρύττομεν ὅσον ἰσχύομεν, ἐπειδὴ ὅσον ὀφείλομεν οὐκ ἐπαρκοῦμεν. Ἐπὶ μὲν οὖν τῶν ἄλλων ἀγώνων οἱ μὲν νικῶντες τοὺς στεφάνους κομίζονται, ἐπὶ δὲ τῶν περὶ θεολογίας πόνων οἱ ὁμο‐ λογοῦντες ἡττᾶσθαι τοὺς στεφάνους τῆς εὐγνωμο‐
30σύνης κομίζονται· ἡττηθῶμεν τοίνυν εἰπόντες καὶ μὴ κατακριθῶμεν σιωπήσαντες. Ἀλλ’ ἐπειδή, τὸ μὲν γὰρ ἀτελεύτητον, φησίν, ἐδείχθη τῆς βασιλείας, ὅτι παραδίδωσι τὴν βα‐
σιλείαν τῷ θεῷ καὶ πατρί, τουτέστι τὴν οἰκουμένην151

152

τήν ποτε βασιλευθεῖσαν τῇ ἁμαρτίᾳ, ὕστερον δὲ βασι‐ λευομένην ὑπὸ τῆς χάριτος, καταλέλειπται δὲ ἀνεξέ‐ ταστα τὸ Ὅταν ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι
5αὐτῷ τὰ πάντα, ἀναγκαῖον εἰπεῖν τὰ δυνατά, ἵνα μὴ ἡ ἡμετέρα σιωπὴ ὄλισθον κατασκευάσῃ τοῖς ἀγνώ‐ μοσιν. Εἰδέναι δὲ δεῖ πάντας ὑμᾶς, ἀδελφοί, ὅτι ἡμεῖς οὐχ ἑκόντες παραλελοίπαμεν, ἀλλ’ ὡς ἐντελῆ τὸν λόγον καὶ ἐξητασμένον παραδεδωκότες ἀπὸ τῶν προ‐
10λαβόντων ἐνομίσαμεν σεσαφηνῖσθαι καὶ τὸ ὑπολιμπα‐ νόμενον. Εἷς γὰρ σκοπὸς καὶ εἷς λόγος ὁ καὶ τὰ προλαβόντα λύων καὶ τὰ προκείμενα σαφηνίζων κατ’ οἰκονομίαν τῷ ἀποστόλῳ ταῦτα λελέχθαι· καὶ ὥςπερ ἐκεῖ τὸ παραδιδόναι τὴν βασιλείαν τῷ θεῷ καὶ πατρὶ
15πρὸς τὴν τοῦ κηρύγματος δύναμιν οὐ συμφωνεῖ, ἀλλ’ ἡ λέξις ἐπιπολαίως εἰσάγεται διὰ τὴν ἀσθένειαν τῶν τὴν πολύθεον πλάνην ἐπανῃρημένων—γάλα γὰρ ὑμᾶς ἐπότισα, οὐ βρῶμα—οὕτω καὶ νῦν τῷ αὐτῷ λόγῳ καὶ τοῦτο λέγεται. Πανταχοῦ γὰρ τῷ
20ἀποστόλῳ σκοπὸς δεῖξαι οὐδαμοῦ διαστασιάζουσαν τὴν θείαν φύσιν πρὸς ἑαυτὴν οὐδὲ τὸν υἱὸν ἀντιστα‐ τοῦντα τῷ πατρὶ κατὰ τὴν ἀσεβῆ τῶν Ἰουδαίων ὑπό‐ ληψιν· ἔλεγον γὰρ ὅτι Οὗτος οὐκ ἔστι παρὰ τοῦ θεο, ὅτι τὸ σάββατον οὐ τηρε. Μίαν οὖν
25εἰσάγει φύσιν ἀστασίαστον, μίαν ὁμόνοιαν, ἕνα λόγον, ἓν θέλημα, μίαν ἐξουσίαν, ἕνα θεὸν ἐν πᾶσιν, ἵνα τῆς πολυθέου πλάνης ἐκτέμῃ τὰ βλαστήματα. Ἀπεδεί‐ ξαμεν γάρ, ὡς μέμνηνται οἱ φιλόπονοι τῶν ἀκροατῶν, ὅτι ὁ αὐτὸς λόγος ὁ τῷ πατρὶ τὴν ἀξίαν προςμαρτυ‐
30ρήσας ταῖς αὐταῖς λέξεσι καὶ ταῖς συλλαβαῖς τὴν ἀξίαν κηρύττει τοῦ Χριστοῦ· καὶ ὥςπερ ἐκεῖ εἶπεν·
Ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν, οὕτως καὶ152

153

ἐπὶ τοῦ μονογενοῦς· Ἀλλὰ τὰ πάντα ἐν πᾶσι Χριστός. Τί οὖν βούλεται τὸ Ὑποταγήσεται; Φάρ‐ μακον κατασκευάζει τῆς ἑλληνικῆς νόσου· οὐ δόγμα ἐκκλησιαστικὸν εἰςάγει, ἀλλ’ ὑπόνοιαν ἑλληνικὴν ἐκ‐
5βάλλει. Εἰ δὲ δεῖ ἀπολύτῳ χρήσασθαι λόγῳ, ὑποταγὴν λέγει τοῦ Χριστοῦ γινομένην τὴν διὰ τῆς ἐκκλη‐ σίας· ὅταν γὰρ ἡ ἐκκλησία ὑποταγῇ μηδὲν νόθον ἔχουσα μηδὲ κίβδηλον, ἀλλ’ εἰλικρινῆ καὶ ἄνο‐ θον προςφέρουσα τῷ θεῷ τὴν διάθεσιν, τότε αὐτῷ
10γνησίως ὑποταγήσεται. Βεβιασμένον, φησί, τὸ ῥῆμα καὶ οὐχ ἱκανὸν πεῖσαι τὸν ἀγνώμονα. Οὐκοῦν ἵνα μάθῃς, ὅτι ὅσα τοιαῦτα ἀνατίθεται τῷ Χριστῷ, τῇ ἐκκλησίᾳ ἐπιθεωρεῖται τοῦ Χριστοῦ, αὐτόν σοι παραστήσω μάρτυρα τὸν δεσ‐
15πότην τῆς ἐκκλησίας· ἀλλὰ μικρὸν ἄνωθεν, ἵνα ᾖ σαφῆ τὰ λεγόμενα. Ἕως ἦν ἐν τῷ κόσμῳ τούτῳ κατὰ σάρκα Χριστὸς τὴν ἀνθρωπίνην οἰκονομίαν πληρῶν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας, ἐδιώκετο παρὰ Ἰου‐ δαίων καὶ περιηλαύνετο παρὰ τῶν ἐχθρῶν τῆς ἀλη‐
20θείας ὁ σωτὴρ τῆς οἰκουμένης καὶ ὑπὸ τῶν ἀπολαυ‐ όντων τῆς εὐεργεσίας ἡ πηγὴ τῆς εὐεργεσίας ἠγνω‐ μονεῖτο· ὅτε δὲ πᾶσαν ἐπλήρωσε τὴν οἰκονομίαν διὰ τοῦ πάθους, εἰς τοὺς οὐρανίους μετέστη χοροὺς τῷ μὲν σώματι μεθιστάμενος, τῇ δὲ ἀληθείᾳ τὰ πάντα
25πληρῶν· ἀναλαβὼν δὲ εἰς ὕψος ὅπερ ἐνεδύσατο σῶμα ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς οὐχ οἷόν τινα ξένην καὶ ἀλλοτρίαν δόξαν λαβών, ἀλλὰ τῷ θνητῷ σώματι τὴν τοσαύτην ἀξίαν περιτιθείς. Μετά γ’ οὖν τὴν ἀνάληψιν καὶ τῶν πα‐
30θῶν τὴν ἀπαλλαγήν, μετὰ τὴν ἀνάστασιν ἐκείνην τὴν πολυΰμνητον καὶ τὴν εἰς οὐρανοὺς μετάστασιν ὑπὸ πάσης στρατιᾶς προςκυνούμενος τῆς ὑπερουρανίου, πάσης αὐτῷ ἀγγελικῆς δορυφορίας παρεστώσης, οὔ‐
κουν οὔτε ἐν τοῖς θλιβομένοις ὢν οὔτε ἐν τοῖς διω‐153

154

κομένοις οὔτε ἐν τοῖς περιελαυνομένοις, ἐπειδὴ μεμη‐ νότα τὸν Παῦλον εἶδε κατὰ τῆς ἐκκλησίας, πολὺν πνέοντα τὸν θυμὸν κατὰ τῶν ἁγίων, φησὶ πρὸς αὐτὸν ὁ μηδαμοῦ διωκόμενος μετὰ τὸ πάθος, ἀλλ’ ἐν τιμῇ
5τοσαύτῃ καὶ δόξῃ θεϊκῇ διάγων· Σαοὺλ Σαούλ, τί με διώκεις; Καὶ μὴν οὐ σὲ διώκω· τὴν γὰρ ἐν οὐρανοῖς ἔχεις προεδρίαν. Τί με διώκεις; Οἰκειοῦται τῆς ἐκκλησίας τὰ πάθη. Σαοὺλ Σαούλ, τί με διώ‐ κεις; Ὁρᾷς, ὅτι ὁ διωγμὸς τῆς ἐκκλησίας ἐπιγρά‐
10φεται τῷ Χριστῷ τῇ κεφαλῇ τῆς ἐκκλησίας; Ὥςπερ οὖν διωκομένης τῆς ἐκκλησίας ἑαυτὸν λέγει διώκεσθαι, οὕτω καὶ νῦν ὁ Παῦλος ὑποταττομένης τῆς ἐκκλησίας τὸν Χριστὸν λέγει ὑποτάσσεσθαι. Λάβε μοι καὶ ἑτέραν ἀπόδειξιν τοῦ
15λόγου· ἐπὶ γὰρ δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα· οὐχ ὡς τῆς δεσποτικῆς φωνῆς προςδεομένης ἑτέρας μαρτυρίας, ἀλλ’ ἐπειδὴ Χριστὸς λαλῶν τοῖς μὲν πιστοῖς πιστός, τοῖς δὲ ἀπί‐ στοις ἀπίθανος τῇ μαρτυρίᾳ· οὐ τὴν δεσποτικὴν ὀχυ‐
20ροῦμεν φωνήν, ἀλλὰ τὴν αἱρετικὴν ἐπιστομίζομεν ἀγνωμοσύνην. Παῦλος οὗτος παρ’ αὐτοῦ τοῦ Χριστοῦ μαθών, ὅτι διωγμὸς ἐκκλησίας εἰς Χριστὸν ἀναφέ‐ ρεται, εἰδὼς λοιπόν, ὅτι δὴ πᾶν ὅπερ ἂν ἡ ἐκκλησία πάθῃ εἰς Χριστὸν τὴν ἀναφορὰν ἔχει, καὶ αὐτὸς
25ἀκολουθῶν τοῖς ἴχνεσι τῶν βασιλικῶν λόγων λέγει που ἐν μιᾷ τῶν ἐπιστολῶν· Ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστο. Ἔτι οὖν πάλιν Χριστὸς θλίβεται μετὰ τὸ ἀνελθεῖν εἰς οὐρανούς; Ἀλλ’ ὅρα τὸ ἐπαγόμενον· Ἀντανα‐
30πληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκίμου ὑπὲρ τοῦ σώματος αὐτο, ὅ ἐστιν ἡ ἐκκλησία. Ὁρᾷς, ὅπως οἰκει‐ οῦται τῆς ἐκκλησίας τὰ πάθη καὶ τὴν τιμὴν ὁ Χριστός; Ἐτίμησας ἐκκλησίαν; Χριστὸν ἐτίμησας. Ἐδίωξας
35ἐκκλησίαν; Εἰ καὶ μὴ τῇ ὄψει, ἀλλὰ τῇ προαιρέσει154

155

Χριστὸν ἐδίωξας. Ἐννόησον, ὅσος ὁ κίνδυνος τῶν τὴν ἐκκλησίαν λυπούντων, ὅσος ὁ στέφανος τῶν τὴν ἐκκλησίαν τιμώντων· ὁ ὑμᾶς ἀθετῶν ἐμὲ ἀθετε, φησὶν ὁ σωτήρ. Γνωρίζω τὴν φωνήν, ὦ δέσποτα, πα‐
5τρικῆς ἀκολουθίας ἐχομένην· καὶ γὰρ ὁ πατὴρ τοι‐ αῦτα περὶ τῶν ἀρχαίων αὐτοῦ προφητῶν ἐλάλει οἰκει‐ ούμενος τὴν ὕβριν τῶν δικαίων. Ὅτε γὰρ Ἀβιμέλεχ ὁ βασιλεὺς Φυλιστιεὶμ ἐλάμβανε τὴν Σάρραν τῷ Ἀβραὰμ οὖσαν γυναῖκα, λέγει αὐτῷ ὁ θεός· Ἀπόδος
10τῷ ἀνδρὶ τὴν γυναῖκα, ὅτι προφήτης ἐστὶ καὶ προςεύξεται ὑπὲρ σο. Ὁ δὲ ἀπολογού‐ μενός φησι· Κύριε, οὐκ ᾔδειν, ὅτι γυνὴ αὐτοῦ ἐστιν· ἐν καθαρᾷ καρδίᾳ τοῦτο ἐποίησα. Τί οὖν πρὸς αὐτὸν ὁ θεός; Κἀγὼ ᾔδειν, ὅτι ἐν κα‐
15θαρᾷ καρδίᾳ τοῦτο ἐποίησας· διὰ τοῦτο ἐφεισάμην σου τοῦ μὴ ἁμαρτάνειν εἰς ἐμ. Ἀποδέδεικται τοίνυν, ἀδελφοί, ὅτι πάντα τὰ τῇ ἐκ‐ κλησίᾳ ἐπιθεωρούμενα εἰς τὸν Χριστὸν τὴν ἀναφορὰν ἔχει. Λέγει τοίνυν ὁ ἀπόστολος· Ὑποταγήσεται ὁ υἱός,
20τουτέστιν ἡ ἐκκλησία τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα. Ἀλλ’ ἔστιν ἑτέρα ὁδὸς τῷ ἀγνωμονοῦντι. Τί γάρ; φησίν, ἡ ἐκκλησία γ’ οὖν οὐχ ὑποτέτακται, ἀλλὰ τότε ὑποταγήσεται μετὰ τὴν ἀνάστασιν; Ὁ αὐτός σοι καταλέγεται πρὸς τὴν ἀντιλογίαν ἔλεγχος, αἱρετικέ.
25Ὁ γὰρ Χριστός, εἰπέ μοι, οὐχ ὑποτέτακται νῦν κατὰ τὸν σὸν λόγον; Τὸ γὰρ Ὅταν ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε ὑποταγήσεται καιρὸν εἶχεν ἄν, εἰ ἐν τῷ παρόντι· οὐκ ἦν ὑποτεταγμένος· εἰ δὲ κατὰ τὸν σὸν λόγον, αἱρετικέ, πάντοτέ ἐστιν ἐν ὑποταγῇ
30καὶ οὐδέποτε ἀνθίσταται τῷ πατρί, περιττὸν τὸ Ὅταν ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε ὑπο‐ ταγήσεται· διὰ μυρίων λέξεων προφέρεις αὐτῷ τὴν
ὑποταγὴν καὶ εἰς ἕτερον καιρὸν ταμιεύῃ πάλιν δευ‐155

156

τέραν αὐτοῦ ὑποταγήν; Ἐὰν ἀκούσῃς τοῦ Χριστοῦ λέγοντος· Οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τοῦ πέμψαντός με, εὐθέως προφέ‐ ρεις τὸ κέρας τῆς ἀσεβείας καὶ λέγεις· Ὁρᾷς, ὡς
5ὑποτέτακται τῷ πατρί; Ἐὰν ἀκούσῃς αὐτοῦ λέγοντος· Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλ, ὁ πατήρ μοι ἐν‐ τολὴν ἔδωκε, τί εἴπω καὶ τί λαλήσω, εὐθέως ἐπιλαμβάνῃ τῆς λέξεως διϊσχυριζόμενος, ὡς αὐθεντίαν Χριστὸς οὐκ ἔχει, ἀλλ’ ὑποτέτακται. Ἐὰν ἀκούσῃς
10αὐτοῦ λέγοντος· Ἐγὼ οὐδένα κρίνω, ἔστιν ὁ ζητῶν καὶ κρίνων, εὐθὺς ἁρπάζεις διὰ τῆς λέξεως τὴν ὑποταγήν. Διὰ πάντων τοίνυν δεικνὺς αὐτὸν ὑπο‐ τεταγμένον, τίνος ἕνεκεν ἀγνωμονοῦσαν εἰςάγεις ὑπό‐ θεσιν καὶ λέγεις· Ἀκολουθῶ τῇ λέξει καὶ οὐ τῇ ἐν‐
15νοίᾳ, ὅτι τότε ὑποταγήσεται ὁ πάντοτε ὑποτεταγμένος; Τί οὖν βούλεται ἡ ἔννοια; Πανταχοῦ σκοπὸς τῷ ἀπο‐ στόλῳ τὴν πολύθεον ἀφανίσαι πλάνην καὶ τὴν στάσιν τῆς ἀστάτου φύσεως ἐκβαλεῖν καὶ τὴν ὑπόνοιαν τῶν κακῶς νοούντων ἐξορίζειν. Δείκνυσι τοίνυν ὑποταγὴν
20οὐ βεβιασμένην, οὐκ ἠναγκασμένην, οὐ δουλοπρε‐ ποῦσαν, ἀλλὰ τὴν ὁμόνοιαν τῆς ἀξίας ἁρμόζουσαν. Ἀλλὰ μηδέν σε, ἀδελφέ, ἐπιλάβῃ τῶν προειρη‐ μένων ὅτι π’ ἐμαυτοῦ τοῦτο οὐ λαλ, ἐντο‐ λήν μοι δέδωκεν ὁ πατήρ, τί εἴπω καὶ τί λα‐
25λήσω· φοβοῦμαι, μὴ τὰ κατὰ τῶν αἱρετικῶν ἀγωνι‐ στικῶς λεγόμενα εἰς δόγμα ἐκλάβῃς ἐκκλησιαστικὸν παραγραψάμενος τὴν ἔννοιαν τοῦ κηρύγματος. Ὥςπερ ὁ λόγος ἡμῖν τῇ προτέρᾳ διϊσχυρίζετο περὶ τῆς ἀπο‐ στολικῆς ἐννοίας ἀπολογούμενος, ὅτι οὐ πάντα δογ‐
30ματικῶς κηρύττουσιν οἱ ἀπόστολοι, ἀλλὰ τὰ μὲν δογματικῶς, τὰ δὲ οἰκονομικῶς ὑποτίθενται, οὕτως εὑρίσκω καὶ αὐτὴν τὴν πηγὴν τῆς ἀληθείας τὸν δεσπότην τῶν ἀποστόλων καὶ προφητῶν οὐ πρὸς
τὴν ἀξίαν τὴν ἑαυτοῦ δογματικῶς φθεγγόμενον, ἀλλ’156

157

οἰκονομικῶς πρὸς τὴν ἀσθένειαν τοῦ λαοῦ συγκα‐ τιόντα. Ἆρα γάρ, εἰπέ μοι ἀδελφέ, ὅταν λέγῃ ὁ τῆς ἀληθείας δεσπότης· Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτο, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής,
5ἀκολουθήσω τῇ λέξει· Ἀκολουθήσω τῷ ῥήματι; Ὑβρίσω τὴν ἀξίαν διὰ τὴν οἰκονομίαν; Ἀλλ’ οὐδὲ βουλομένῳ μοι ἀγνωμονεῖν συγχωρεῖ μοι ὁ δεσπότης· ἀποκλείσει γάρ μου τὴν κακὴν ἔννοιαν, ἐὰν κακῶς ἀκολουθήσω τῇ λέξει, κἀμοῦ τῆς φωνῆς ἐπιλαμβάνεται ὡς ἄλλως
10θεολογούσης τὰ ἅγια, ὡς ἁπλῶς συγχεούσης καὶ ὑβρι‐ ζούσης τὴν ἀξίαν· ἐπειδή, φησί, συγκατέβην τοῖς Ἰου‐ δαίοις καὶ εἶπον ὅτι Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτο, οὐκ ἔστιν ἡ μαρτυρία μου ἀληθής, ἥρπασας τὴν λέξιν εἰς βλασφημίαν; Οὐκ ἤκουσάς μου
15ἀλλαχοῦ λέγοντος· Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυ‐ το, ἡ μαρτυρία μου ἀληθής ἐστιν· Τί οὖν, ἀδελφοί; Ἐναντία ἑαυτῇ προφέρει ἡ ἀλήθεια; Μὴ γένοιτο· ἀλλ’ ἑτέρως μὲν πρὸς τοὺς συντρόφους τῆς ἀληθείας, ἑτέρως δὲ πρὸς τοὺς ἀπεσχοινισμένους τῆς
20ἀληθείας φθέγγεται οὐκ αὐτὴ μεταβαλλομένη, ἀλλὰ πρὸς τὰς προαιρέσεις ἁρμοζομένη. Διὰ τί οὖν λέγει Ἰουδαίοις· Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλ, ὁ πατήρ μοι ἐντολὴν δέδωκε, τί εἴπω καὶ τί λαλήσω; Ἐπειδὴ ἐνόμισαν αὐτὸν ἐχθρὸν εἶναι τῷ μωσαϊκῷ
25νόμῳ καὶ ὑπεναντία διατάττεσθαι τῷ πατρὶ τῷ διὰ τοῦ νόμου τὸ σάββατον τιμῶντι καὶ ἐδόκει εἰς ὄψιν ἀντιπολιτεύεσθαι ἡ νέα διαθήκη τῇ παλαιᾷ καταστάσει· βουλόμενος οὖν δεῖξαι, ὡς οὐκ ἀντιπολιτεύεται τῷ θεῷ οὐδὲ ἐναντίον κηρύττει τῷ νόμῳ, λέγει, Ἐγὼ ἀπ
30ἐμαυτοῦ οὐ λαλ, ὡς ὑμεῖς ὑπονοεῖτε, ἀλλ’ αὐτός μοι ἐντολὴν ἔδωκεν ὁ παρ’ ὑμῶν προςκυνού‐ μενος, μονονουχὶ διδάσκων αὐτούς, ὅτι ἐὰν αὐτὰ πα‐ ραγράψησθε, οὐ τὴν ἐμὴν διδασκαλίαν παραγράφεσθε,
ἀλλὰ τῷ παρ’ ὑμῖν ὁμολογουμένῳ θεῷ προςκρούετε·157

158

ἐπεί, ἀδελφοί, οὕτως οἰκτρῶς, οὕτως ταπεινῶς, οὕτως χαμαιπετῶς ἐκλαμβάνω τοῦ Χριστοῦ τὸν λόγον, ὡς ἐν δουλικῇ τάξει παραλαμβάνειν τὴν φωνὴν λέγουσαν· π’ ἐμαυτοῦ οὐδὲν ποι, ὁ πα‐
5τὴρ ἐντολάς μοι δέδωκε, τί εἴπω καὶ τί λα‐ λήσω· ἀλλ’ ὁρᾷς, εἰς ὅσον βάθος ἀσεβείας ἔρχομαι οὕτως ὑπολαμβάνων; Ποιῶ γὰρ αὐτὸν οὐ μόνον τοῦ πατρὸς κατώτερον, ἀλλὰ καὶ τῶν ἀποστόλων ἐλάτ‐ τονα· καὶ ὅπως, ἄκουε. Παῦλος λέγει· Περὶ δὲ τῶν
10παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι. Παῦλος ἄνευ ἐπιταγῆς φθέγγεται, ὁ Χριστὸς οὐδὲν λαλεῖν ἀφ’ ἑαυτοῦ δύναται; Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι. Παύλῳ ἐπιτρέπεις καὶ ἄνευ
15ἐπιταγῆς γνωμοδοτεῖν, Χριστὸν δὲ ἀποκλείεις ὑπὸ ζυγὸν δουλείας καὶ τῇ λέξει ἀκολουθεῖς τῇ λεγούσῃ· π’ ἐμαυτοῦ οὐδὲν λαλ; Εἶτα οὖν, ὡς ἔφθην εἰπών, ὅτι ἄλλως τοῖς συντρόφοις τῆς ἀληθείας δια‐ λέγεται, ἄλλως τοῖς ἀπεσχοινισμένοις, μὴ γὰρ Ἰουδαῖοι
20ὑπενόουν αὐτὸν εἶναι υἱὸν θεοῦ; Μὴ γὰρ Ἰουδαῖοι εἰς ἔννοιαν ἐλάμβανον θεὸν λόγον; Οὐκ ἤκουσας, οἷα περὶ αὐτοῦ φασιν; Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι τοῦ θεο, ὅτι τὸ σάββατον οὐ τηρε. Ἄνθρωπον θεοῦ οὐχ ὑπελάμβανον, καὶ ἀξίαν μονο‐
25γενοῦς ἐνενόουν; Ἔλεγον γ’ οὖν πάλιν οἱ αὐτοὶ περὶ τοῦ σωτῆρος· Οἴδαμεν, ὅτι οὗτος ἁμαρτωλός ἐστιν, ὅτι τὸ σάββατον οὐ τηρε· περὶ ἁμαρ‐ τωλοῦ δόξαν ἔχοντες καὶ περὶ ἀνθρώπου ἀπεσχοι‐ νισμένου ἀληθείας, ὅλως θεότητος κἂν εἰς τὴν τυχοῦσαν
30φαντασίαν ἐχώρουν; Πρὸς μὲν τοὺς οὕτω διακειμένους ὑποβαίνων τῇ φωνῇ καὶ διδάσκων αὐτούς, μὴ ἀντιλέγειν τῷ φαινο‐ μένῳ σχήματι νομιζομένῳ κατ’ αὐτοὺς διεστάναι τῆς τοῦ θεοῦ βουλῆς, ἔλεγεν· π’ ἐμαυτοῦ οὐ λαλ,
35αὐτός μοι ἐντολὴν δέδωκε, τί εἴπω καὶ τί158

159

λαλήσω· πρὸς δὲ τοὺς υἱοὺς τῆς πίστεως ὅρα πῶς ἀποτίθεται τὴν ὑποπίπτουσαν φωνήν, ἐνδύεται δὲ αὐ‐ θεντίαν τῆς θεϊκῆς ἀξίας καὶ λέγει· Ἠκούσατε, ὅτι ἐρρήθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσεις·
5ὁ ἰδὼν τὴν γυναῖκα τοῦ πλησίον εἰς τὸ ἐπι‐ θυμῆσαι ἤδη ἥμαρτεν· ἐγὼ δὲ λέγω. Ὁρᾶς, ὅπως ὅπου πιστός, γυμνὴ αὐθεντία, ὅπου ὕποπτος ἀκροατής, ἐσχηματισμένη πρὸς οἰκονομίαν ἡ διδασκαλία; Παιδὸς δὲ μικροῦ ἐν τῷ ὄχλῳ θλιβέντος εἶπεν· Ἐπιφύεται
10πάντοτε τῇ ἀκροάσει τοῦ θείου λόγου ταραχή. Ὁ γὰρ ἐχθρὸς τῶν ψυχῶν ὁ διάβολος, ἐπειδὴ βλέ‐ πει τὸν λόγον κατὰ τῆς ἑαυτοῦ πλάνης ἠκονημένα τὰ βέλη πέμποντα, συνεχῶς ἐπιθολοῖ τοὺς ἀκροατάς, ἵνα διαφεύγῃ τὸν ἔλεγχον τῆς ἀληθείας. Εὔτυχός τις νέος
15ἐθόλωσε τὴν Παύλου διδασκαλίαν καὶ ἐνταῦθά τις νέος ἐθόλωσε τοῦ λαοῦ τὴν ἀκρόασιν, ἵνα πλέον γυμνάσῃ τῶν ἀκροατῶν τὴν πρόθεσιν· ἡμεῖς δέ, ἀδελ‐ φοί, τῶν κυμάτων τὴν ζάλην φεύγοντες ἐπὶ τὸν εὔδιον λιμένα τῆς ἀληθείας τὸ σκάφος ὁρμήσωμεν. Οὐ γὰρ
20βούλομαι τὴν παρέκβασιν μηκύνουσαν ἐμποδίσαι τοῖς προκειμένοις. Ὅπου ὕποπτος ἀκροατής, ἐσχηματισμένη πρὸς οἰκονομίαν ἡ διδασκαλία, ὅπου ἀληθὴς σύντροφος τῆς εὐσεβείας, γυμνὴ ἡ αὐθεντία· πρὸς Ἰουδαίους
25λέγει· π’ ἐμαυτοῦ οὐδὲν λαλ· πρὸς τοὺς οἰκείους τῆς πίστεως· Ἠκούσατε, ὅτι ἐρρήθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσεις. Ἐγὼ δὲ λέγω. Τὸ Ἐγὼ τὴν αὐθεντίαν δείκνυσι τοῦ λαλοῦντος· παν‐ ταχοῦ γὰρ τὸ Ἐγὼ αὐθεντίαν μαρτυρεῖ τῷ λέγοντι,
30ὡς ὅταν λέγῃ· Ἐγώ εἰμι, ἐγώ εἰμι, καὶ ἕως ἂν καταγηράσητε, ἐγώ εἰμι. Καὶ πάλιν πρὸς Ἰου‐
δαίους λέγει· Οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα159

160

τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Ἡ γενομένη σήμερον τῶν εὐαγγελίων ἀνάγνωσις λύει τὴν ἀπορίαν τῆς αἱρετικῆς ὑπονοίας. Ὅτε γὰρ ὁ λεπρὸς αὐτῷ προςῆλθεν ἐκεῖνος ὁ τὸ σῶμα λεπρός,
5τὴν δὲ ψυχὴν λαμπρός, λέγει αὐτῷ· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Ἐνταῦθα ζή‐ τησον τὸν κανόνα τῶν αἱρετικῶν· ἐχρῆν τοίνυν ἀκό‐ λουθα τῆς ἑαυτοῦ φωνῆς εἰπεῖν· Οὐ θέλω ἐγώ, θέλει ὁ πατήρ, καθαρίσθητι· οὐκ ἦλθον γὰρ ποιῆσαι
10τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με· οὐκ ἤκουσάς μου λέγοντος· Οὐκ ἦλθον ποι‐ ῆσαι τὸ θέλημα τὸ ἐμόν; Εἰ τοίνυν βιάζει θέ‐ λημα ὑποκείμενον ἐξουσία—κατὰ τὸν τῶν ἀσεβῶν λόγον—διὰ τί δὲ αὐθεντίαν ἀπαιτεῖς παρὰ τοῦ ὑπο‐
15κειμένου τῇ τοῦ πατρὸς αὐθεντίᾳ; Ἀλλ’ οὐδὲν τού‐ των ὁ σωτὴρ εἶπε πρὸς τὸν γνησίως αὐτῷ προς‐ ελθόντα, ἀλλ’ ἀποδεξάμενος αὐτοῦ τὸ εἰλικρινὲς τῆς πίστεως εἰλικρινῆ καὶ γνησίαν αὐτῷ δίδωσι τὴν σω‐ τηρίαν· προςῆλθες ἐμοὶ πιστῶς, δέχου πιστῶς
20τὸ φάρμακον· θελήματι τῷ ἐμῷ ἐπιγράφεις τὴν εὐερ‐ γεσίαν, ἐκ τοῦ θελήματός μου κομίζου τὴν σωτηρίαν. Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι· θέλω, καθαρίσθητι. Μὴ ἕστηκε τοῖς αἱρετικοῖς τῆς ἀσεβείας ὅρος; Ὁρᾷς, ὅτι λόγῳ ὑπόκειται, ἐξ
25οἰκείου δὲ θελήματος αὐθεντεῖ; Ταῦτα δὲ ὅταν εἴπω, οὐκ ἀπεσχοινισμένον εἰςάγω τοῦ υἱοῦ τὸ θέλημα τοῦ πατρικοῦ θελήματος. Ὃ γὰρ ἐὰν εἴπῃς βούλημα τοῦ υἱοῦ, βούλημα λέγεις πατρός, καὶ ὅπερ ἂν λέγῃς βούλημα πατρός, αὐθεντίαν κηρύτ‐
30τεις υἱοῦ, καὶ ἐὰν εἴπῃς αὐθεντίαν τοῦ υἱοῦ, τὴν ἐξου‐ σίαν δηλοῖς τοῦ ἁγίου πνεύματος· μία γὰρ ἡ ἐξουσία, ἀμέριστος ἡ βασιλεία. Ἀλλὰ παρῆκας, φησί, τὸν περὶ πνεύματος λόγον· ἐγὼ γὰρ ἐκ τῆς ἀποστολικῆς φω‐
νῆς εὑρίσκω τὸ πνεῦμα ὑποτεταγμένον τῷ Χριστῷ·160

161

εἶπε γὰρ ὁ Παῦλος· Ὅταν δὲ εἴπ, ὅτι πάντα αὐτῷ ὑποτέτακται, δῆλον, ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα· εἰ δὲ ἐκτὸς τοῦ ὑπο‐ τάξαντος, οὐκοῦν τὸ πνεῦμα ὑποτέτακται; Μόνον γὰρ
5τὸν πατέρα εἶπε μὴ ὑποτετάχθαι τῷ Χριστῷ. Τὸ Πάντα τὴν κτίσιν δηλοῖ, οὐ τὴν ἄκτιστον φύσιν ὑβρίζει. Περὶ ὑποταγῆς ἐχθρῶν διαλέγεται· Ἔσχατος ἐχ‐ θρὸς καταργεῖται ὁ θάνατος. Τί οὖν ἐν τῇ τῶν ὑποτεταγμένων ἐχθρῶν χώρᾳ τιθεῖς τὸ πνεῦμα
10τὸ ἅγιον; Μὴ γὰρ ὑποταγὴν τῶν φίλων ὁ πατὴρ εἰς‐ ήγαγε; Μὴ γὰρ ὑποταγῆς ἀγγέλων ἐμνημόνευσε; Μὴ γὰρ ὑποταγῆς ἀρχαγγέλων ἥψατο; Ὑποταγῆς ἐχθρῶν. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Ἐν τοῖς ὑποτεταγμένοις ἐχθροῖς οὐκ ἔστι τὸ πνεῦμα τὸ ἅγιον.
15Εἰ ἡμεῖς οἱ πιστοὶ πιστεύοντες ἐν Χριστῷ συμβασι‐ λεύσομεν, τὸ δὲ πνεῦμα τὸ ἅγιον οὐδὲ τῆς αὐτῆς ἀξίας τεύξεται τοῖς ὑπηκόοις; Ἐν τῇ ἐπιφανείᾳ τοῦ σωτῆρος καθήσονται υἱοὶ Ζεβεδαίου, Ἰάκωβος καὶ Ἰωάννης, καὶ ὁ χορὸς τῶν ἀποστόλων ἐπὶ δώδεκα
20θρόνων, τὸ δὲ πνεῦμα ἔσται περὶ τὸ ὑποπόδιον μετὰ τῶν ὑποτεταγμένων; Ἀπόστητε τῆς ἀσεβείας. Περὶ τῆς κτίσεως ὁ λόγος, ἄνθρωπε, οὐ περὶ τῆς ἀκτίστου φύσεως, οὐ περὶ τῆς προςκυνητῆς ἀξίας. Καὶ ἵνα ἀκριβῆ λάβῃς καὶ ἐξητασμένον εὐσεβείας
25λόγον, ἐννόησον, ὡς ὁ μακάριος Δαυὶδ ὑμνοῦντα τὸν χορὸν τῆς κτίσεως εἰςάγων φησίν· Αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις καὶ τὰ ἑξῆς, ἄγγελοι, δυνάμεις, οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπε‐
30ράνω τῶν οὐρανῶν. Μὴ ἐμνημόνευσε πνεύματος; Μὴ τὴν ἄκτιστον φύσιν τῇ κτίσει συγκατηρίθμησεν; Οἱ τρεῖς παῖδες οἱ περὶ τὸν Ἀνανίαν ἐν τῇ καμίνῳ εἰς‐
ήγαγον καὶ αὐτοὶ τὴν χοροστασίαν τῆς κτίσεως,161

162

Ὑμνεῖτε, λέγοντες, ἄγγελοι κυρίου, οὐρανοὶ κυρίου, δυνάμεις κυρίου, ἥλιος καὶ σελήνη καὶ τὰ ἑξῆς. Μὴ τοῦ ἁγίου πνεύματος ἐμνήσθησαν; Μὴ τῇ κτίσει τὸν ἄκτιστον συγκατηρίθμησαν; Ὁ Παῦ‐
5λος πάλιν μερίζων τὰ ἀόρατα ἀπὸ τῶν ὁρωμένων λέγει που διδάσκων· Ὅτι ἐν Χριστῷ ἐκτίσθη τὰ πάντα τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, καὶ εὐθέως ἀριθμεῖται τὰ ἀόρατα λέγων· Εἴτε θρόνοι, εἴτε
10ἀρχα, εἴτε ἐξουσίαι, εἴτε κυριότητες. Ἐπειδὴ γὰρ τὰ μὲν ὁρώμενα ἅπαντα ὡμολογημένην ἔχει τὴν δουλείαν, ἐν δὲ τοῖς ἀοράτοις ἀγγέλοις καὶ δυνάμεσι καὶ πνεῦμα ἅγιον καὶ υἱὸς καὶ πατήρ, ἵνα μὴ ἀγνοίᾳ τῆς τῶν οὐρανῶν διακοσμήσεως ὑπὸ ζυγὸν δουλείας
15ἑλκύσῃς τὸ δεσποτικὸν ἀξίωμα τοῦ θείου πνεύματος, τὰ μὲν ὁρώμενα οὐ διαιρεῖ οὐδὲ λέγει· Εἴτε ἥλιος, εἴτε σελήνη, εἴτε ἄστρα, πάντα δοῦλα· ταῦτα γὰρ ὁμολογουμένην ἔχει τὴν κατάστασιν, ὅτι τὰ σύμπαντα δοῦλα σά· ἐπειδὴ ἐν τοῖς ἀοράτοις ἦσαν ἀρχαὶ καὶ
20ἄγγελοι, ἦν δὲ ἀόρατον καὶ τὸ προςκυνητὸν πνεῦμα, ἵνα μή τις αὐτὸ συμπεριλάβῃ τοῖς ἀοράτοις, ἀπαριθ‐ μεῖται τὰ πάντα ἄνω, ἵνα ἐκβάλῃ τοῦ οἰκετικοῦ τάγ‐ ματος τὸν κύριον, ἀπαριθμεῖται τὰ προςκυνοῦντα, ἵνα ἀφορίσῃ τὸ προςκυνούμενον, εἴτε θρόνοι, εἴτε
25ἀρχαί, εἴτε ἐξουσίαι· οὐκ εἶπεν· Εἴτε πνεῦμα. Ἀλλ’ ἔλθωμεν εἰς τὸ προκείμενον. Ἐὰν θέλῃς, κύριε, δύνασαί με καθαρίσαι. Εἶδεν ὁ λεπρὸς τὴν πηγάζουσαν εὐεργεσίαν, εἶδε βρύουσαν τὴν σωτη‐ ρίαν, εἶδε πολλοὺς κακῶς ἔχοντας καὶ δαιμονιζομένους
30περιεστοιχισμένους τὴν πηγὴν τῆς σωτηρίας καὶ ἀπο‐ τίθεται τὸν μερισμὸν τῆς διανοίας ὁ λεπρὸς μὲν τὸ σῶμα, καθαρὸς δὲ τῇ ψυχῇ· οὐ γὰρ μεμέριστο ἡ ψυχὴ
χρώμασι διαφόροις· ὥςπερ γὰρ ἀηδὴς ἡ λέπρα ἐν162

163

σώματι μερίζουσα τὴν χρόαν, οὕτω ἀηδὴς ἐν ψυχῇ διπλῆ καρδία μεριζομένη πρὸς πίστιν καὶ ἀπιστίαν· ὅσην φέρει ἀηδίαν ὄψει ἡ λέπρα ὀφθαλμοῖς ἀνθρώπων, τοσαύτην φέρει ἀηδίαν ὀφθαλμοῖς θεοῦ
5μεμερισμένη ψυχή· διὰ τοῦτό φησιν ἡ γραφή· Οὐαὶ καρδίᾳ δισσῇ καὶ ψυχῇ παρειμένῃ καὶ ἁμαρ‐ τωλῷ βαίνοντι ἐπὶ δύο τρίβους. Ἀλλ’ οὖν τοῦ προκειμένου πάλιν ἐχώμεθα. Θέλω, καθαρίσθητι. Ὦ τοῦ θαύματος. Θέλω, καθαρίσθητι. Ἔστιν,
10ἀδελφοί, ῥῆμα πολλάκις ἐξ αὐθεντίας, πολλάκις δὲ καὶ ἀπὸ ἀλαζονείας προφερόμενον· τὸ μὲν οὖν ἀπο‐ φθέγγεσθαι καὶ τοῦ τυχόντος, τὸ δὲ ἔργον ἀκολου‐ θῆσαι τῇ αὐθεντίᾳ μόνου τοῦ δυναμένου. Εἰ τοίνυν εἶπε· Θέλω, καὶ οὐκ ἠκολούθησε τὸ ἔργον, ἀλαζονεία
15ἦν· νῦν δὲ τῇ φωνῇ ἔργον ἠκολούθησε· καὶ τὸν λόγον μὴ δυςώπει, τὸ ἔργον αἰδέσθητι. Βλέπε, ὅση διαφορὰ ἀναμέσον παλαιοῦ νόμου καὶ καινῆς χάριτος πρὸς πᾶσαν κατάστασιν. Μωϋσῆς ἐκ τοῦ ὄρους κατελθὼν πρώτῃ νομοθεσίᾳ καὶ πρώτῳ
20νόμῳ κελεύει τοὺς λεπροὺς ἀφορίζεσθαι τῆς παρεμ‐ βολῆς· Χριστὸς κατελθὼν ἐκ τοῦ ὄρους λεπρὸν εὐθέως καθαίρει. Ὁ μὲν γὰρ τὰ πάθη ἐξορίζει, ὁ δὲ τὰ πάθη θεραπεύει. Ἀνῆλθε Χριστὸς εἰς ὄρος, ἀνῆλθε καὶ Μωϋσῆς· ὁ μὲν ἵνα λάβῃ, ὁ δὲ ἵνα δῷ νόμον. Ἀνῆλθε
25Μωϋσῆς καὶ εὗρε τὸ ὄρος πεπληρωμένον σαλπίγγων, νεφέλης, βροντῶν, ἀστραπῶν, θυέλλης, γνόφου, οὐκ ἐπειδὴ ταῦτα ἔπρεπε τῇ δόξῃ τοῦ ἐπιφανέντος, ἀλλ’ ἐπειδὴ ταῦτα ἐπαιδαγώγει τὸν λαὸν εἰς εὐλάβειαν· ἡ δὲ χάρις, ἀδελφοί, τοῦ Χριστοῦ ἀποτίθεται τὸν
30φόβον, ἐκβάλλει τὴν δουλείαν· οὐ γὰρ ἐλάβομεν πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ’ ἐλάβομεν πνεῦμα υἱοθεσίας. Καὶ Μωϋσῆς μὲν
δέδωκε δέκα ἐντολάς, Ἰησοῦς δὲ ὁ δεσπότης Μωϋ‐163

164

σέως ἐννέα μακαρισμούς. Ὅσοι τῶν γραφῶν ἔμπει‐ ροι, ἴσασι τὴν ἀψευδίαν τῶν εἰρημένων. Πρῶτος μακαρισμός· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύ‐ ματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐ‐
5ρανῶν. Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύ‐ νην, ὅτι αὐτοὶ χορτασθήσονται. Μακάριοι
10οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Μα‐ κάριοι οἱ καθαροὶ τῇ καρδί, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται. Μακάριοι οἱ εἰρηνοποιο, ὅτι αὐτοὶ υἱοὶ θεοῦ κληθήσονται. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιο‐
15σύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐ‐ ρανῶν. Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι καθ’ ὑμῶν πᾶν πονηρὸν ῥῆμα ψευδόμενοι. Διὰ τί οὖν ὁ νόμος ἔχει δέκα ἐντολάς, ἡ δὲ χάρις
20ἐννέα μακαρισμούς; Ὁ ἀριθμὸς τῶν δέκα ἐντολῶν ἰσάριθμός ἐστι ταῖς πληγαῖς ταῖς κατὰ τῶν Αἰγυπ‐ τίων· δέκα πληγαὶ κατὰ Αἰγυπτίων σωφρονίζουσαι τὴν ἀλαζονείαν, δέκα ἐντολαὶ τῷ λαῷ παιδεύουσαι τὴν ἀναισθησίαν· καὶ αὐτὸ δὲ τὸ στοιχεῖον, ἀδελφοί, δι’ οὗ
25ὁ ἀριθμὸς τῶν δέκα γράφεται, τὸ ἰῶτα λέγω, ῥάβδου ἔχει σχῆμα καὶ τύπον· ῥάβδος γὰρ ἦν παιδεύουσα καὶ Αἰ‐ γυπτίους καὶ τὸν λαόν. Ἰησοῦς δὲ ὁ κύριος ἡμῶν δίδωσιν ἐννέα μακαρισμοὺς ἀπὸ τριπλῆς τριάδος τρίπλοκον ἐργα‐ σάμενος τῶν μακαρισμῶν τὸν στέφανον· ἐπειδή, ἀδελφοί,
30ἡ προςκυνητὴ τριάς, τὸ βασιλικὸν ἀξίωμα, ἡ ἄχραντος φύσις, ἡ ἀδέσποτος δεσποτεία ἐν τῇ τριάδι τὴν δόξαν ἔχει, καὶ τὸ κήρυγμα τιμᾷ ὁ θεὸς ἐπὶ γῆς καὶ τῶν ἀρετῶν τὸν ἀριθμόν, ὅταν ἰσάριθμος ᾖ τῇ ἁγίᾳ τριάδι. Οἷόν τι λέγω· πολλοὶ πατριάρχαι· καὶ ὁ θεὸς τῶν
35πατριαρχῶν ἑαυτὸν λέγει θεόν· Ἐγὼ ὁ θεὸς Ἀβραὰμ164

165

καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ· οὐχ ὅτι Μωϋσέως οὐκ ἦν θεὸς ἢ ὅτι Ἰωσὴφ οὐκ ἦν θεός· πάντων γὰρ θεὸς τῶν ἐπικαλουμένων αὐτὸν ἐν ἀληθείᾳ· ἀλλὰ τιμᾷ ὥςπερ ἐν εἰκόνι τοῖς ἐπιγείοις τὰ οὐράνια.
5Τρεῖς πατριάρχαι εἰς τιμὴν τριάδος· τρεῖς ἀρεταὶ εἰς τιμὴν τριάδος· νυνὶ δὲ μένει τὰ τρία ταῦτα, πίστις, ἐλπίς, ἀγάπη. Εἰς τρία διῄρηται ἡ κτίσις, εἰς τάξιν ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. Εἰς τρία τέμ‐ νονται χρόνοι, εἰς τὰ παρεληλυθότα καὶ ἐνεστῶτα καὶ
10μέλλοντα. Καὶ ὥςπερ πολλοὶ πατριάρχαι, ἡ δὲ τριὰς ἤρκεσεν εἰς δοξολογίαν τοῦ πνεύματος, οὕτω πολλῶν ὄντων ἱερέων τριάδα ἱερέων ἐπιλέγεται· Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ καὶ Σα‐ μουήλ. Πολλοὶ βασιλεῖς, πολλοὶ ἱερεῖς, καὶ τρεῖς οἱ
15μνημονευόμενοι· Πλὴν γὰρ Δαυὶδ καὶ Ἐζεκίου καὶ Ἰωσίου, φησὶν ἡ γραφή, πάντες ἥμαρτον. Ἐν καμίνῳ τρεῖς παῖδες· μετὰ Χριστοῦ εἰς τὸ ὄρος Πέτρος, Ἰάκωβος καὶ Ἰωάννης. Πολλοὶ ἐν οὐρανῷ ἄγγελοι, καὶ τρεῖς ἐπιφαίνονται τῷ Ἀβραάμ. Πᾶσαι
20αἱ ἡμέραι θεοῦ, καὶ τρεῖς ὑπηρετοῦσι τῷ μυ‐ στηρίῳ Χριστοῦ· τρεῖς ποῖαι; Λάβε τὸν Ἰσαὰκ ὃν ἠγάπησας τὸν υἱόν σου τὸν μονογενῆ καὶ πορεύου εἰς ἓν τῶν ὀρέων· καὶ ἐπορεύθη Ἀβραὰμ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, ἵνα ὁμοῦ
25δείξῃ καὶ τὸ μυστήριον· Ὥσπερ γὰρ ἐκ θανάτου ζῶντα παρέλαβε τὸν Ἰσαάκ· καὶ ὅπως, ἄκουε. Ἀφ’ οὗπερ ἐκεῖνος εἰς θυσίαν παρελήφθη, τῷ πατρὶ ἀπέθανεν· οὐ γὰρ ἡ ἀπόβασις τοῦ ἔργου, ἀλλ’ ἡ πρόθεσις κυροῖ τὸ ἐπάγγελμα. Νενέκρωτο Ἰσαὰκ τῷ πατρὶ ὅσον εἰς
30τὴν πρόθεσιν· τρίτη ἡμέρα, καὶ ἀπεδόθη ζῶν εἰς τύπον τῆς ἀναστάσεως. Ἠδύνατο καὶ Ἰωνᾶς ποιῆσαι ἐν τῇ θαλάσσῃ πολλὰς ἡμέρας, ἀλλ’ οὐ ποιεῖ ἢ μόνον τὰς
τρεῖς, ἵνα δείξῃ τῆς ἀναστάσεως τὸ μυστήριον.165

166

Εἶτα, φησί, κἂν εὕρῃς που διῃρημένως τοιαύτας μαρτυρίας, πάλιν ὡς εἰκόνας ἀναλαμβάνεις τῆς τρι‐ άδος καὶ τῆς οἰκονομίας; Οὐ βούλει ταῦτα τὰ σημεῖα. Ἐὰν ἐγὼ λέγω, παραγράφου τὸν λόγον· εἰ δὲ θεῖον
5τὸ κήρυγμα, ἄκουε παρ’ ἐμοῦ. Ἀλλὰ καὶ ἄκουε μετ’ ἐμοῦ, ὅτι αἱ τρεῖς ἡμέραι ἑρμηνεύουσι τὸ πάθος τοῦ κυρίου. Ἐπεὶ περὶ τοῦ Ἀβραὰμ αὐτὸς ὁ σωτὴρ λέγει· Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε καὶ ἐχάρη.
10Ἡμέραν ποίαν; Τοῦ θανάτου. Ὁ γὰρ ἀμνὸς ὁ παρα‐ δοθεὶς ἀπὸ τοῦ δένδρου τῷ Ἀβραὰμ εἰκόνα εἶχε τοῦ ἀμνοῦ τοῦ θεοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσ‐ μου. Τὸ γὰρ εἰπεῖν· Εἶδε τὴν ἡμέραν, οὐδὲν ἄλλο ποιεῖ ἢ τὸ Εἶδε τὸν θάνατον. Πόθεν τοῦτο; Καὶ
15ἡμεῖς πολλάκις ἐπὶ τῶν ἀνθρώπων λέγομεν· ἔφθασεν αὐτοῦ ἡ ἡμέρα, ἀντὶ τοῦ, ἡ τελευτή. Ἀλλ’ οὐκ ἔστιν ἱκανὸς συνηθείας νόμος βεβαιῶσαι τὸ λεγόμενον. Τί οὖν; Ἐπὶ τὴν γραφὴν ἔλθωμεν. Λέγει που Δαυὶδ ὁ μακάριος· Παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν
20δίκαιον καὶ βρύξει ἐπ’ αὐτὸν τοὺς ὀδόντας αὐτο· ὁ δὲ κύριος ἐκγελάσεται αὐτόν, ὅτι προβλέπει, ὅτι ἥξει ἡ ἡμέρα αὐτο. Ἀλλὰ ταῦτα μὲν εἰς τὸν Ἀβραάμ· ἐπὶ δὲ τὸν Ἰωνᾶν ἐπα‐ νήξω. Πάλιν γὰρ αἱ τρεῖς ἡμέραι τοῦ Ἰωνᾶ τὸ πάθος
25ἑρμηνεύουσι τὸ σωτήριον. Τοῦτο πάλιν αὐτὸς ὁ σω‐ τὴρ βοᾷ· Ὥςπερ, φησίν, Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτω δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου ποιῆσαι ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ
30τρεῖς νύκτας. Ἀλλ’ ἓν πρὸς τοῖς προειρημένοις τῶν ἄλλων εἴπωμεν ἰσχυρότερον. Τῷ λαῷ
τῷ προτέρῳ τρία ἦν τάγματα, ἱερωσύνη, βασιλεία,166

167

προφητεία· ἐκτὸς οὖν τούτων τῶν τριῶν ἀρχῶν οὐκ ἦν ἄλ‐ λην ἰδεῖν ἀρχὴν ἐν Ἰουδαίοις· βασιλείαν, ἱερωσύνην, προ‐ φητείαν. Κέρας ἦν ἐλαίου, ἁγιασμοῦ. Ἓν ἦν τὸ χρίσμα, τρία δὲ τὰ δῶρα· ἓν τὸ κέρας, τρία τὰ χαρίσματα·
5ἔχριον γὰρ ἱερεῖς, βασιλεῖς, προφήτας. Ἀλλ’ ἐπειδή τινες ἀγνοοῦσι τὴν ὑπόθεσιν, ἵνα μὴ διὰ κενῆς ὁ λό‐ γος τρέχων ἑαυτὸν μὲν ἀναλίσκῃ, τὸν δὲ ἀκροατὴν μηδὲν ὠφελῇ, ἄκουσον συντόμως. Κέρας ἦν ὑπὸ τῶν προφητῶν κατεχόμενον, ἐχρίοντο δὲ ἀπὸ τοῦ κέρατος
10βασιλεῖς, προφῆται, ἱερεῖς, οὐ μεταβαλλομένου τοῦ χρίσματος, ἀλλὰ τῆς χάριτος διὰ τοῦ αὐτοῦ κέρατος παρεχομένης ἐχρίοντο βασιλεῖς, ἐχρίοντο ἱερεῖς, ἐχ‐ ρίοντο προφῆται· ἓν τὸ χρίσμα, τρία δῶρα. Διὰ τί δὲ ἐν κέρατι ἦν τὸ χρίσμα; Ἐπειδὴ εἰκόνα εἶχε Χρι‐
15στοῦ. Ἆρα οὐκ ἠδύνατο ἐν ἀργυρέῳ εἶναι σκεύει; Οὐκ ἠδύνατο ἐν χρυσῷ; Οὐκ ἠδύνατο ἐν ἄλλῃ τινὶ τῶν τιμιωτέρων ὑλῶν εἶναι τοσοῦτον δῶρον; Ἀλλ’ οὐκ ἐγένετο, ἀλλ’ ἐν κέρατι· ἐπειδήπερ, ὡς ἔφθην εἰπών, εἰκόνα εἶχε Χριστοῦ. Καὶ γὰρ ἐξανατελῶ κέρας
20τῷ Δαυίδ. Ὁ δὲ τῆς ἱερωσύνης καὶ τῆς βασιλείας καὶ τῆς προφητείας κύριος γένοιτο μετὰ πάντων ὑμῶν. Ἀρχὴν γὰρ λαβόντος τοῦ κεφαλαίου τοῦ εἰς τὸ κέρας θλιβέντων
τῶν ἀνθρώπων κατέπαυσεν.167