TLG 4139 081 :: SEVERIANUS :: De caeco et Zacchaeo (olim sub auctore Joanne Chrysostomo) SEVERIANUS Scr. Eccl. De caeco et Zacchaeo (olim sub auctore Joanne Chrysostomo) Citation: Volume — page — (line) | ||
59.599(18t) | Εἰς τὸν τυφλὸν, ὃν ὁ Χριστὸς ἐθεράπευσεν, καὶ εἰς τὸν Ζακχαῖον, καὶ περὶ κρίσεως, καὶ ἐλεημοσύνης, | |
19t | ὁμιλία. | |
---|---|---|
20 | Πολλαὶ καὶ διάφοροι τῶν ἁγίων Γραφῶν αἱ διδασκα‐ λίαι, μία δὲ χάρις ἡ πᾶσιν ἐπιλάμπουσα, καὶ μία πηγὴ διδασκαλίας τὸ Πνεῦμα τῆς ἀληθείας. Καὶ ὅσα νόμος διαγορεύει, καὶ ὅσα προφῆται διδάσκουσιν, ὅσα ἀπόστο‐ λοι κηρύττουσιν, ὅσα τὸ Εὐαγγέλιον τῆς εὐσεβείας ὑπ‐ | |
25 | αγορεύει, ἀπὸ μιᾶς ὥσπερ τινὸς εὐθαλοῦς πηγῆς καὶ γονίμου περιέρχεται, τοῦ Πνεύματος τοῦ ἁγίου· καὶ οὐκ ἔστιν οὔτε εἰπεῖν τι σεμνὸν, οὔτε νοῆσαι δεξιὸν, οὔτε πρᾶξαι θαυμαστὸν, μὴ τοῦ ἁγίου Πνεύματος ἐπιβεβαιοῦν‐ τος τὰ λεγόμενα, καὶ τὰ νοούμενα, καὶ τὰ πραττόμενα. | |
30 | Κἂν γάρ τις τῇ ἀνθρωπίνῃ σοφίᾳ κομᾷ, καὶ λογισμοῖς ἀνθρωπίνοις ὠχυρωμένην ἔχῃ τὴν ψυχὴν, τὸν λόγον δὲ τοῦ Θεοῦ ἀποσείηται, εἰς οὐδέν ἐστι, καὶ εἰς οὐδὲν λο‐ γισθήσεται. Διὰ τοῦτό φησιν ὁ προφήτης· Τὸν λόγον τοῦ Κυρίου ἀπεποιήσαντο. Σοφία τίς ἐστιν ἐν αὐτοῖς; | |
35 | Ἡμῖν τοίνυν ἄνθη τῆς ἀληθείας αἱ Γραφαὶ τῆς εὐσε‐ βείας· καὶ πολλὰ μὲν τὰ ἄνθη, εἷς δὲ ὁ λειμὼν ὁ τὰ ἄνθη τρέφων· πολλοὶ τῆς διδασκαλίας οἱ λαμπτῆρες, εἷς δὲ ὁ φωστὴρ ὁ ἀληθινός· πολλοὶ οἱ ἀστέρες, εἷς δὲ ὁ οὐρανὸς ὁ φέρων τοὺς ἀστέρας· πολλοὶ οἱ κλάδοι, μία δὲ | |
40 | ἡ ῥίζα· πολλοὶ οἱ δάκτυλοι, μία δὲ ἡ χεὶρ, ἡ διὰ τῶν δακτύλων γράφουσα· πολλαὶ αἱ χορδαὶ, μία ἡ κιθάρα τοῦ Πνεύματος· πολλαὶ διδασκαλίαι, μία ἡ πηγὴ τῆς εὐσεβείας. Ἀλλὰ θαυμάζω πῶς ὁ τυφλὸς οὗτος, οὐ νόμον ἀναγνοὺς, οὐ προφήτας διελθὼν, οὐκ Εὐαγγελίοις ἐν‐ | |
45 | τυχὼν, οὐκ ἀποστόλοις βεβαιωθεὶς, ἐπεκαλεῖτο τὸν Σωτῆρα τῆς οἰκουμένης, λέγων, Ἰησοῦ, υἱὲ Δαυῒδ, ἐλέησόν με. Πόθεν ἔμαθες ταῦτα καλεῖν, μὴ μαθὼν ὃ ἐπικαλῇ; Οὐκ ἀνέγνως βίβλους, τῶν ὄψεων ἀπ‐ εστερημένος· οὐκ ἐσχόλασας διδασκαλίαις, μίαν ἔχων | |
59.599(50) | ὑπόθεσιν τῆς ζωῆς, τὴν αἴτησιν, μᾶλλον δὲ τὸ προσαι‐ | |
τεῖν· πόθεν οὖν ἔγνως τὸν φωστῆρα τοῦ κόσμου, ὃν οὔτε | Column end | |
59.600(18) | ἐν οὐρανοῖς ἐθεάσω, οὔτε ἐπὶ γῆς, τῶν ὄψεων ἐστερημέ‐ νος; Ἀλλ’ ἀληθῶς ἐπὶ τούτῳ ἐπληροῦτο τὸ ὑπὸ τοῦ | |
20 | Δαυῒδ εἰρημένον· Κύριος σοφοῖ τοὺς τυφλούς. Ὄχλος πολὺς ἦν περὶ τὸν Ἰησοῦν, καὶ ὁ τυφλὸς τὸν μὲν φωστῆρα τῆς ἀληθείας οὐκ ᾔδει, τῆς δὲ ἐνεργείας ᾔσθετο· ἥρπασε τῇ διαθέσει, ὃ μὴ παρέλαβεν ἡ ὄψις. Τί, φησὶ, βούλεται ὁ ὄχλος; λέγουσιν αὐτῷ, Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. | |
25 | Ὢ τοῦ θαύματος! ἄλλα διδάσκεται, καὶ ἄλλα κηρύττει· ἀκούει Ἰησοῦν Ναζωραῖον, οὐ καλεῖ δὲ αὐτὸν Ἰησοῦν Να‐ ζωραῖον, ἀλλ’ Ἰησοῦν υἱὸν Δαυΐδ. Οἱ βλέποντες τὰ ἐξ ὑπονοίας ἔλεγον, ὁ δὲ τυφλὸς τὰ ἐξ ἀληθείας ἐκήρυτ‐ τεν. Ἰησοῦ, υἱὲ Δαυῒδ, ἐλέησόν με. Τοίνυν ἕκαστος | |
30 | τὴν φωνὴν ἰδιοποιούμενος, ῥήξῃ ἀπὸ τῆς καρδίας ἐξομο‐ λόγησιν, καὶ ἕκαστος ὑπὲρ ἑαυτοῦ ταύτην εἴπῃ τὴν φω‐ νὴν, Υἱὲ Δαυῒδ, ἐλέησόν με. Καὶ ὥσπερ, ἀδελφοὶ, ἐπει‐ δὰν εἰς πένθος πολλοὶ ἀπέλθωσι, καὶ ἴδωσι σκήνωμα προκείμενον, καὶ δακρυόμενον ὑπὸ τῶν ἰδίων, πάντες | |
35 | δακρύουσιν, οἱ μὲν συνδιατιθέμενοι τῷ πένθει, οἱ δὲ τὰ ἑαυτῶν ἐρευνῶντες πράγματα· καὶ κλαίει πολλάκις γυνὴ καὶ ὀδύρεται, ἀλλ’ οὖν οὐ τὸν προκείμενον (ἀλλό‐ τριος γὰρ), ἀλλὰ τὸν ἑαυτῆς τὸν προαπελθόντα, καὶ γίνεται ἡ ἀλλοτρία ὑπόθεσις ἰδίων κακῶν ὑπόμνησις· | |
40 | οὕτως ὑμῶν ἕκαστος, ἀδελφοὶ, ὅταν τὰ παρὰ τῶν ἁγίων κηρυττόμενα μανθάνῃ, ἰδιοποιείτω τὴν λέξιν, ὑπὲρ τῶν ἰδίων τραυμάτων λέγων, Υἱὲ Δαυῒδ, ἐλέησόν με· καὶ λεγέτω καὶ νῦν ἕκαστος ἀπὸ τῶν ἰδίων κακῶν διεγειρό‐ μενος, ὁ μὲν, ὅτι τυφλός ἐστι τὴν διάνοιαν, ὁ δὲ, ὅτι | |
45 | κωφὴν ἔχει τὴν ψυχήν· ἄλλος, ὅτι χωλὸν ἔχει τὸν λογι‐ σμὸν, ἕτερος, ὅτι λεπρὰν ἔχει τὴν γνώμην. Τὰ γὰρ πάθη, | |
ἃ ἐθεράπευσεν ἐπὶ τῶν σωμάτων ὁ Χριστὸς, ταῦτα καὶ | 599 | |
59.601 | ἐπὶ τῶν ψυχῶν γίνεται καὶ δεῖται τῆς ἄνωθεν βοηθείας. Ἔστι τυφλὴ ψυχὴ, δεομένη ἀναβλέψεως, τυφλὴ ψυχὴ, ἡ νόμου θαυμάσια μὴ βλέπουσα, τυφλὴ ψυχὴ, ἡ τὸν μέλ‐ λοντα αἰῶνα μὴ καθορῶσα, τυφλὴ ψυχὴ, ἡ τὸ σῶμα τοῦ | |
5 | Χριστοῦ βλέπουσα, τὴν δὲ θεότητα μὴ γνωρίζουσα. Ὅτι δὲ τυφλή ἐστιν ἡ ψυχὴ ἡ ἀγνοοῦσα τὰ περὶ Θεοῦ, μαρ‐ τυρεῖ Ἡσαΐας λέγων· Καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ Θεοῦ. Πῶς ἐτυφλώθησαν; Εἴδετε γὰρ, φησὶ, πλεο‐ νάκις, καὶ οὐκ ἐφυλάξασθε· ἀνεῳγμένα τὰ ὦτα, καὶ | |
10 | οὐκ ἠκούσατε. Καὶ τίς τυφλὸς, ἀλλ’ ἢ οἱ παῖδές μου; καὶ τίς κωφὸς, ἀλλ’ ἢ οἱ κυριεύοντες αὐτῶν; Καὶ ὁ Σωτὴρ βουλόμενος δεῖξαι τύφλωσιν διανοίας, Φα‐ ρισαίους τυφλώττοντας περὶ τὴν ἀλήθειαν ἐλέγχει λέγων· Ἐάσατε αὐτοὺς, ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν· τυφλὸς | |
15 | δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθρον ἐμπε‐ σοῦνται. Κωφὴ δέ ἐστιν ἡ ψυχὴ ἡ νόμου μὴ ὑπακούουσα, ἡ τὴν Δεσποτικὴν φωνὴν παραγραφομένη, κωφὴ οὐκ ἐκ φύσεως, ἀλλ’ ἐκ προαιρέσεως. Διὰ τοῦτο ἔλεγεν ὁ Σω‐ τήρ· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω· οὐχ ὅτι τινὲς | |
20 | τῶν παρόντων οὐκ εἶχον ὦτα· (πῶς γὰρ ἂν ἐσχόλαζον τῇ διδασκαλίᾳ, τὸ ὄργανον τῆς ἀκοῆς οὐκ ἔχοντες;) ἀλλὰ δείκνυσι σαφῶς, ὅτι τὸ μὲν φαινόμενον οὖς πρὸς ἀκοὴν δεδημιούργηται, ἡ δὲ τῆς ψυχῆς αἴσθησις πρὸς τὴν ἀκοὴν τοῦ θείου νόμου οὐ συναρμόζεται. Οὐδὲν οὖν | |
25 | ὄφελος τῆς ἔξωθεν ἀκοῆς, ἀποκεκωφωμένης τῆς ἔσωθεν διανοίας. Λεπρός τίς ἐστι τῇ ψυχῇ, οὐχ ὁ τὸ σῶμα ἀμαυ‐ ρούμενος, ἀλλ’ ὁ τὴν ψυχὴν σκοτιζόμενος. Τί γάρ ἐστι λέπρα ἐν σώματι, ἀλλ’ ἢ διπλοῦν χρῶμα; Τί ἐστι λέπρα ἐν ψυχῇ; Διπλοῦς διαλογισμός. Οὐαὶ ἁμαρτωλῷ ἐπιβαί‐ | |
30 | νοντι ἐπὶ δύο τρίβους! Ὅταν τις ποτὲ μὲν πιστεύῃ, ποτὲ δὲ ἀπιστῇ, καὶ ποτὲ μὲν πρὸς ἐλεημοσύνην ῥέπῃ, ποτὲ δὲ πρὸς ἀπανθρωπίαν, λεπρός ἐστι τὴν ψυχὴν, οὐκ ἔχων χρῶμα ὑγιὲς, ἀλλὰ μεριζόμενος τὴν διάνοιαν· καὶ ὥσπερ μερίζει λέπρα τὸ σῶμα, οὕτω μερίζει λογισμὸς | |
35 | πονηρὸς τὴν διάνοιαν. Ἕκαστος οὖν ὑπὲρ τῶν ἑαυτοῦ τραυμάτων βοήσῃ, καὶ ἐπικαλέσηται Ἰησοῦν τὸν ἰατρὸν ψυχῶν καὶ σωμάτων, καθὼς ἐβόα ὁ τυφλός· Υἱὲ Δαυῒδ, ἐλέησόν με. Καὶ οἱ μὲν προάγοντες, ἐπετίμων· ἀλλ’ οὐκ ἐμποδίζεται ἡ παῤῥησία διὰ τῶν κωλυόντων. Οἶδεν | |
40 | ἡ πίστις πρὸς πάντα μάχεσθαι, καὶ πάντα νικᾷν. Ἐπ‐ ετίμων ἄνθρωποι, καὶ ὁ πιστὸς οὐχ ὑποστέλλεται, ἀλλ’ ἀκολουθεῖ τῷ Δεσπότῃ, εἰδὼς, ὅτι καλὴ ἡ ὑπὲρ εὐσεβείας ἀναίδεια. βʹ. Εἰ γὰρ ὑπὲρ χρημάτων ἀναιδεῖς πολλοὶ, ὑπὲρ σω‐ | |
45 | τηρίας ψυχῆς οὐ κάλλιστον τὴν καλὴν ἀναίδειαν ἐνδύσα‐ σθαι; Κελεύει αὐτὸν ὁ Ἰησοῦς ἀχθῆναι. Ἔστησε τὸν Κύριον Ἰησοῦν ἡ φωνὴ τοῦ μετὰ πίστεως ἐπικαλου‐ μένου· ἐκέλευσε πρὸς αὐτὸν ἀχθῆναι τὸν ἐγγίσαντα αὐτῷ τῇ πίστει πρότερον, καὶ πλησιάσαι τῷ σώματι. Ἐκέ‐ | |
59.601(50) | λευσεν αὐτὸν ἀχθῆναι, καί φησι, Τί σοι θέλεις ποιήσω, Οὐκ ἀργῶς ἐρωτᾷ· ἠδύνατο γὰρ καὶ καθημένῳ τὴν ἴασιν πέμψαι, ἀλλ’ Ἰουδαῖοι οἱ τὴν ἀλήθειαν συκο‐ φαντοῦντες, ἠδύναντο εἰπεῖν, ὡς ἐπὶ τοῦ ἐκ γενετῆς τυφλοῦ, Οὐκ ἔστιν οὗτος, ἀλλ’ ὅμοιος αὐτοῦ. Καλεῖ οὖν | |
55 | εἰς μέσον τῶν ἀγνωμόνων τὸ θέατρον τὸν εὐεργετούμε‐ νον, ἵνα πρῶτον δείξῃ τὸ πήρωμα τῆς φύσεως, καὶ τότε γνωρίσῃ τὴν αὐθεντίαν τῆς χάριτος. Τί σοι θέλεις ποιήσω; Ἐρωτᾷ ἐκεῖνον, διδάσκει δὲ τοὺς παρόντας. Ὁ δὲ, Κύριε, φησὶν, ἵνα ἀναβλέψω. Βλέπε, ὅσα λαμ‐ | |
60 | βάνει ἐνέχυρα παρὰ τοῦ τὴν θεραπείαν δεχομένου, ἵνα ἀποκλείσῃ τὴν συκοφαντίαν τῶν πονηρευομένων. Λέγει οὖν, Πορεύου, ἡ πίστις σου ἔσωσέ σε. Ὁρᾷς, πῶς τὸ προειρημένον ἡμῖν κατὰ τὴν προτεραίαν δι’ αὐτῶν δεί‐ κνυται τῶν ἔργων; καὶ ὅτι ἄπρατοι αἱ εὐεργεσίαι, καὶ | |
65 | πωλοῦνται τῇ πίστει; Οὐ δίδωσιν ἀργυρίου τὰς εὐεργε‐ σίας Ἰησοῦς, πωλεῖ δὲ αὐτὰς τῇ πίστει. Ἐὰν μὴ κατα‐ βάλῃς πίστιν, οὐ δέχῃ τὴν εὐεργεσίαν· ἡ χάρις ἥπλωται, ἡ δὲ πίστις προέρχεται. Καὶ ὥσπερ πηγὴ μία, ἀντλοῦσι δὲ ἐκ τῆς πηγῆς οἱ μὲν μικροῖς ἀγγείοις, οἱ δὲ μείζοσι, | |
70 | καὶ ὁ μὲν ὀλίγον ἀρύεται ὕδωρ, ὁ δὲ πολὺ, οὐ τῆς πηγῆς μεριζούσης τὰ μέτρα, ἀλλ’ ἑκάστου πρὸς τὸ οἰκεῖον ἀγ‐ γεῖον ἀρυομένου· οὕτως ἡ χάρις ἥπλωται ὡς πηγὴ, ἡ πρόθεσις δὲ τοῦ προσερχομένου ἀγγεῖον καὶ σκεῦος γίνε‐ ται τῆς χάριτος. Ἐὰν οὖν προσαγάγῃς πίστιν ὀλίγην | |
75 | ὡς σκεῦος μικρὸν, μικρὰν ἀντλεῖς τὴν χάριν· ἐὰν δὲ μεγάλην προσαγάγῃς τὴν διάνοιαν, μεγάλην ἀντλεῖς τὴν εὐεργεσίαν. Διὰ τοῦτο ὁ Σωτὴρ λέγει, Πιστεύεις, ὅτι | |
δύναμαι τοῦτο ποιῆσαι; Ὁ δὲ, Ναὶ, Κύριε· καὶ ὁ | Column end | |
59.602 | Σωτὴρ, Κατὰ τὴν πίστιν σου γενηθήτω σοι. Ἐντεῦ‐ θεν ὁ Ἀπόστολος παρακελεύεται Κορινθίοις λέγων· Πλα‐ τύνθητε ὑμεῖς, ἵνα δείξῃ, ὅτι τῇ πλατυνομένῃ διανοίᾳ πλατυτέρα ἡ χάρις ἐπεισέρχεται· καὶ ὁ προφήτης, | |
5 | Ἄνοιξον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. Οὐδὲν παρὰ τῇ εὐεργεσίᾳ τὸ κώλυμα, ἀλλὰ παρὰ τῇ ἡμετέρᾳ ῥᾳθυμίᾳ. Φωστὴρ τῆς δικαιοσύνης ἀνέτειλεν Ἰησοῦς, ἥπλωται πανταχοῦ ἡ ἀκτὶς νοητοῦ ἡλίου· καὶ ὁ μὲν ἐλάττονος ἀπολαύει τῆς χάριτος, ὁ δὲ μείζονος, οὐ τῆς | |
10 | χάριτος μεριζούσης, ἀλλὰ τῆς διανοίας τὸ μέτρον ὑπο‐ βαλλούσης. Ὥσπερ γὰρ εἷς ἥλιος εἰς πᾶσαν τὴν γῆν, καὶ μία ἀκτὶς, καὶ μία αὐγὴ, οὐ πᾶς δὲ ὁ κόσμος ὁμοίως πεφώτισται, ἀλλ’ ὁ μὲν λαμπρὸν ἔχει τὸ φῶς, ὁ δὲ ἔλατ‐ τον, ὁ δὲ μεῖζον, καὶ ὁ μὲν στενὸν, ὁ δὲ πλατύτερον, οὐ | |
15 | τοῦ ἡλίου μερίζοντος τούτῳ τῷ οἴκῳ τὸ μεῖζον, κἀκείνῳ τὸ ἔλαττον, ἀλλὰ πρὸς τὰς θυρίδας, ἃς ἠνέῳξαν οἱ οἰκο‐ δομοῦντες, χώραν λαμβανούσης τῆς ἀκτῖνος, καὶ οὕτως εἰσχεομένης· οὕτως ἐπειδὴ θυρίδες ἡμῶν τῆς ψυχῆς οἱ λογισμοὶ, ὅταν πλατυτέρους ἀνοίξῃς τοὺς λογισμοὺς, | |
20 | πλατυτέραν δέχῃ τὴν εὐεργεσίαν· ὅταν στενώσῃς τὴν διάνοιαν, στενοῖς τὴν χάριν. Ἀνακάλυψόν σου τὸν λογι‐ σμὸν, ἵνα δέξῃ τὴν αὐγήν. Διὰ τοῦτό φησιν ὁ Παῦλος περὶ ἑαυτοῦ, Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσ‐ ώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμεθα, μεταμορφού‐ | |
25 | μενοι ἀπὸ δόξης εἰς δόξαν. Εἷς τυφλὸς ἐθεραπεύθη διὰ τῆς ἱστορίας, καὶ πολλῶν ὀφθαλμοὶ διανοίγονται διὰ τῆς διδασκαλίας. Κατὰ τὴν πίστιν σου γενηθήτω σοι. Ὁ δὲ τυφλὸς, φησὶν, Ἠκολούθει δοξάζων τὸν Θεὸν, καὶ οὐ κωλύει ὁ Ἰησοῦς. Ἐνταῦθα ἀναγκαῖον θεωρῆσαι, | |
30 | ὅτε τὸν δαιμονιῶντα ἐθεράπευσε, παρεκλήθη ὑπὸ τοῦ τὴν εὐεργεσίαν δεξαμένου, ὥστε ἀκολουθεῖν τῷ Ἰησοῦ· ἐβούλετο γὰρ, φησὶν, ἀκολουθεῖν. Ὁ δὲ Σωτὴρ κωλύει καὶ λέγει· Ὕπαγε εἰς τὸν οἶκόν σου, καὶ διάγγελλε, ὅσα ἐποίησέ σοι ὁ Θεός. Τίνος ἕνεκεν τὸν μὲν | |
35 | θελήσαντα ἀκολουθῆσαι κωλύει, τὸν δὲ οὐ κωλύει; διὰ τί τούτῳ μὲν ἐπιτρέπει τὴν ἀκολούθησιν, ἐκείνῳ δὲ οὐκ ἐπιτρέπει; Κἀκείνῳ χρησίμως, καὶ τούτῳ συμφερόντως. Τὸν μὲν ἀκολουθεῖν οὐ συνεχώρει δι’ ἑτέραν αἰτίαν, ἐπειδὴ δαιμονιῶν ἦν· τοῦ δὲ δαιμονιῶντος καὶ ἡ λέξις | |
40 | καὶ ἡ γλῶσσα διέστραπτο. Ἀποστέλλει οὖν αὐτὸν κήρυκα, ἵνα ἐκ τῆς καταστάσεως κηρύξῃ τὸν εὐεργέτην. Ξένον γὰρ ἦν θέαμα ἰδεῖν τόν ποτε μὴ καθεστηκότα, καθεστη‐ κότας κηρύττειν λόγους. Ποιεῖ οὖν αὐτὸ τὸ ὄργανον τοῦ εὐεργετηθέντος κήρυκα τοῦ σώσαντος. Καὶ βλέπε τὸ | |
45 | θαυμαστὸν, βλέπε τὴν τοῦ Σωτῆρος ταπεινοφροσύνην, βλέπε τοῦ δαιμονιῶντος τὴν εὐγνωμοσύνην. Ὁ μὲν Σω‐ τὴρ λέγει· Πορεύου, καὶ ἀνάγγελλε, ὅσα ἐποίησέ σοι ὁ Θεός. Οὐ λέγει, Ὅσα ἐποίησά σοι ἐγὼ, ἀλλὰ τα‐ πεινοφρονῶν τῇ τοῦ Θεοῦ προσηγορίᾳ ἐπιγράφει. Ὁ δὲ | |
59.602(50) | δαιμονιῶν περιῄει κηρύττων, ὅσα ἐποίησεν αὐτῷ ὁ Θεὸς Ἰησοῦς. Τὸν μὲν οὖν ἀποστέλλει κηρύττειν, ἵνα ἀπὸ τῆς καταστάσεως δείξῃ τὸ μέγεθος τῆς εὐεργεσίας· τὸν δὲ τυφλὸν ἐπιτρέπει ἀκολουθεῖν. Διὰ τί· Ἐπειδὴ εἰς Ἱερο‐ σόλυμα ἀνῄει ἐπιτελέσων τὸ μέγα μυστήριον, καὶ τὴν | |
55 | ὑπὲρ τοῦ κόσμου οἰκονομίαν ἀναδεξόμενος, καὶ σταυρὸς ἔμελλεν ἀκολουθεῖν, καὶ ὕβρις, καὶ πάντα τὰ ὑπὸ τῶν θεομάχων καινοτομηθέντα· διὰ τοῦτο ποιεῖ ἀκολουθεῖν τὸν τυφλὸν, ἵνα πρόσφατον ἔχωσι τὴν μνήμην τοῦ θαύ‐ ματος, ἵνα ἡ μνήμη τῆς ἰάσεως στηρίξῃ τὴν διάνοιαν | |
60 | τῶν μελλόντων διολισθαίνειν. Ποιεῖ ἀκολουθεῖν τὸν τυ‐ φλὸν, ἵνα μή τις ἀρνήσηται τὴν θαυματουργίαν, ἐπειδὴ ἔμελλε σαλεύεσθαι ὡς ἐν χειμῶνι τῶν ἀποστόλων ἡ διά‐ νοια, καὶ τῶν ὁρώντων ἡ κατάστασις ἔμελλε χειμάζε‐ σθαι, ὁρώντων τὸν Μονογενῆ τοῦ Θεοῦ ἐπὶ σταυροῦ. Ἵνα | |
65 | οὖν μὴ πρὸς τὸ πάθος βλέποντες ὀκλάσωσι, συγχωρεῖ τῷ τυφλῷ ἀκολουθεῖν, ἵνα πρόσφατον ἔχοντες τὴν μνή‐ μην τῆς εὐεργεσίας, ἀσάλευτον ἔχωσι τὸν λογισμὸν τῆς ἀληθείας. γʹ. Πολλὰ γὰρ τοιαῦτα ποιεῖ ὁ Χριστὸς, ἐπειδὴ ἦλθε τὴν | |
70 | ὑπὲρ τῶν ἀνθρώπων οἰκονομίαν ἀναδέξασθαι. Καὶ ἵνα μή τις αὐτὸν ὑπολάβῃ δι’ ἀσθένειαν πάσχειν, καὶ οὐ διὰ φιλανθρωπίαν ὑπομένειν, πρὶν εἰσέλθῃ εἰς Ἱεροσόλυμα, βλέπει συκῆν. Καὶ ἀπῆλθε, φησὶ, ζητῶν παρ’ αὐτῆς καρπὸν, καὶ οὐχ εὗρεν. Ὡς δὲ οὐχ εὗρεν, ἐπετίμησε | |
75 | λέγων· Μηδέποτε ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. Τί ἥμαρτεν ἡ συκῆ; μὴ γὰρ ἐξουσίᾳ λογικῇ ἔχει | |
τὴν καρποφορίαν; οὐχ ὅτε βούλεται ὁ κτίστης, παρέχει | 601 | |
59.603 | ἐνέργειαν τῇ καρποφορίᾳ; Εἶτα οὔτε ὁ καιρὸς ἦν τῶν σύκων· τοῦτο γὰρ ἐπιμαρτύρεται τὸ Εὐαγγέλιον. Τίς δὲ οὕτω τῶν κοινῶν ἀνθρώπων, μήτι γε ὁ Θεὸς, ἐν ἀκαίρῳ καιρῷ καρπὸν ἀπαιτεῖ; τοὺς καιροὺς οὐ σὺ ἔπηξας, ὁ | |
5 | δημιουργός; οὐ σὺ ἔδωκας καιροὺς καὶ χρόνους τῇ καρ‐ ποφορίᾳ; Τί τοίνυν ἀπαιτεῖς παρὰ τὸν καιρὸν, ὃν ἔτα‐ ξας; Εἰ δὲ καὶ καιρὸς ἦν σύκων, μὴ ἤνεγκε δὲ ἡ συκῆ καρπὸν, ἔγκλημα ἦν τῆς φύσεως; μὴ, ὅτε βούλεται, προσφέρει; οὐχ, ὅτε κελεύεται, προσάγει καρποφορίας; | |
10 | Τίνος οὖν ἕνεκεν ἐπιτιμᾷ τῇ συκῇ; Ἐπειδὴ ἔμελλε τὸ πάθος ὑφίστασθαι, ἵνα μὴ νομίσωσιν αὐτὸν δι’ ἀσθένειαν πάσχειν, ἐν τῷ ἀψύχῳ ἐνδείκνυται τὴν δύναμιν, ἵνα δείξῃ, ὅτι πάντας ἠδύνατο ξηρᾶναι τοὺς ἀντιλέγοντας, πάντας ἀφανίσαι τοὺς θεομάχους. Ἀλλ’ ἐπειδὴ οὐκ ἦλθε | |
15 | κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι, ὡς αὐτὸς ἔφησε, τὴν μὲν δύναμιν ἐνδείκνυται ἐπὶ τῆς ἀψύχου, τὴν δὲ φιλανθρω‐ πίαν ταμιεύεται τοῖς ἀνθρώποις. Οὕτω καὶ ἐνταῦθα συνεχώρει τῷ τυφλῷ ἀκολουθεῖν, ἵνα νεάζουσα ἡ μνήμη διαλύσῃ τὸ σκάνδαλον, ἵνα ἔχωσι τὴν θαυματουργίαν | |
20 | ἀπαστράπτουσαν. Ἀλλὰ διεδέξατο τὸ θαῦμα ἕτε‐ ρον· μετὰ γὰρ τὴν ἀνάβλεψιν τοῦ τυφλοῦ, ἀνέβλεψεν ἄλλος τυφλὸς τὴν ψυχήν. Τίς οὗτος; Ὁ ἀρχιτελώνης ὁ τυφλώττων περὶ τὰ χρήματα, ὁ τῇ πλεονεξίᾳ τυφλὴν τὴν ψυχὴν ἔχων· οὐδὲν γὰρ οὕτως ἀποτυφλοῖ τὴν ψυχὴν, | |
25 | ὡς τὰ χρήματα. Διὰ τοῦτό φησι Μωϋσῆς· Δῶρα γὰρ ἀποτυφλοῖ ὀφθαλμοὺς ἀνθρώπων, καὶ λυμαίνεται ῥήματα δίκαια. Ἦλθεν ὁ ἀρχιτελώνης, καὶ παρῄει ὁ Ἰησοῦς, ὁ πᾶσαν ἁμαρτίαν διαλύων, ὁ πᾶσαν κακίαν ἀφανίζων, ὁ μεταβάλλων τὸ σκότος εἰς φῶς, καὶ τὰ σκο‐ | |
30 | λιὰ εἰς εὐθεῖαν ἄγων. Ὁ Ζακχαῖος βραχὺς ἦν τὴν ἡλι‐ κίαν, ἐκτεταμένος δὲ τὸν πόθον· βραχὺς τὸ σῶμα, μέ‐ γας δὲ τὸ φρόνημα· ἐζήτει γὰρ τὸν Ἰησοῦν ἰδεῖν, καὶ οὐκ ἠδύνατο διὰ τὸ βραχὺ τῆς ἡλικίας· καὶ προλαβὼν, μη‐ χανῇ πορίζεται τὸ ἐλλεῖπον τῆς ἡλικίας· ἀνατρέχει γὰρ | |
35 | ἐπὶ συκομορέαν, καὶ παριόντα τὸν Ἰησοῦν ἑώρα. Ἀλλ’ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, περὶ οὗ φησιν ὁ Παῦλος, «Ὁ εἰδὼς ἐκ περισσοῦ ποιεῖν ὧν αἰτούμεθα ἢ νοοῦμεν,» οὐ τοσοῦτον αὐτῷ ἔδωκεν, ὅσον ἐπόθησεν, ἀλλ’ ὑπὲρ ὃ προσεδόκησεν. Ὁ μὲν γὰρ ἰδεῖν μόνον ἐπόθησεν, ὁ δὲ καὶ | |
40 | τῆς δεξιώσεως αὐτὸν ἠξίωσε. Καί φησι πρὸς αὐτὸν ὁ θεα‐ σάμενος αὐτοῦ τὴν διάνοιαν (πρὶν γὰρ ἀναβῇ εἰς τὴν συκῆν, οἶδεν αὐτοῦ τὴν διάνοιαν)· Ζακχαῖε, σπεύσας κατάβηθι. Καλὸς ἰξευτὴς ὁ Σωτὴρ, ἀπὸ δένδρου ψυχὴν καταφέρων. Ζακχαῖε, σπεύσας κατάβηθι. Ἐξέτεινεν | |
45 | αὐτῷ τὸν κάλαμον τοῦ λόγου, περιέθηκε τὸν ἰξὸν τῆς ἀγάπης, ἔλαβεν αὐτὸν ἀπὸ τῶν πτερύγων τῆς διανοίας, καὶ συνάγει αὐτὸν ὑπὸ τὴν ἑαυτοῦ Ἐκκλησίαν. Καὶ ὅρα, τί ποιεῖ. Ἵνα δὲ μὴ νομίσῃς τὸ ῥῆμα εἶναι τὸ βιασάμε‐ νον, ἀλλ’ ὅτι ὁ λόγος τοῦ Θεοῦ ὡς ἰξευτής ἐστι, λέγει ὁ | |
59.603(50) | μακάριος Ζαχαρίας· Καὶ ἔδειξέ μοι Κύριος ἄγγος ἰξευ‐ τοῦ, καὶ εἶπέ μοι· Οὐ μὴ παρέλθω τὸν λαόν μου, ἕως ἂν, φησὶν, ἰξεύσω αὐτόν. Οὕτως ἀλήθεια μεμαρτυρη‐ μένη, ὅτι ὁ λόγος τοῦ Θεοῦ ἰξός ἐστι, τῇ ἀγάπῃ ὡς ἰξῷ τὰς ψυχὰς περιπλέκων· καὶ ὥσπερ ἐκείνη ἡ κόλλα οὐ | |
55 | δύναται λοιπὸν τὸ κατεχόμενον διαστῆσαι τοῦ κατέχον‐ τος, οὕτω καὶ αἱ ψυχαὶ αἱ τῷ Σωτῆρι ἡνωμέναι κολλῶν‐ ται ὥσπερ τῇ κόλλῃ τοῦ ἰξευτοῦ. Διὰ τοῦτο ὁ πιασθεὶς καλὸς νεοσσὸς Δαυῒδ ἔλεγεν· Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου· καὶ πάλιν ὁ Ἀπόστολος, Ὁ δὲ κολλώμε‐ | |
60 | νος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν. Ἰξεύει τὸν Ζακχαῖον, καὶ κατάγει αὐτὸν ἀπὸ τοῦ δένδρου, καὶ εἰσάγει ἑαυτὸν εἰς τὴν σκηνὴν αὐτοῦ, ἣν ποτὲ μὲν αὐτὸς ταῖς ἁμαρ‐ τίαις ἐγνόφωσε, σήμερον δὲ ὁ φωστὴρ τῆς εὐσεβείας κατηύγασεν. Ὡς οὖν εἰσῆλθεν ὁ Σωτὴρ, ὑπεδέξατο αὐτὸν | |
65 | ὁ τελώνης χαίρων. Ὢ τῆς πολλῆς ἀγαθότητος τοῦ Δε‐ σπότου! ὁ ἀναμάρτητος μετὰ ἁμαρτωλῶν, ἡ πηγὴ τῆς δικαιοσύνης μετὰ τῆς ὕλης τῆς ἀδικίας· ὕλη γὰρ ἀδικίας, πλεονεξία. Εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ τελώνου, οὐ τῷ γνόφῳ τῆς πλεονεξίας ὑβριζόμενος, ἀλλὰ τῇ αὐγῇ τῆς | |
70 | δικαιοσύνης τὴν πλεονεξίαν ἀφανίζων. Καὶ ὅρα τὸ θαυ‐ μαστόν· Εὐθέως ὁ Ζακχαῖος στὰς πρὸ τοῦ προθύρου λέ‐ γει· Κύριε, τὰ ἡμίση τῶν ὑπαρχόντων μοι δίδωμι τοῖς πτωχοῖς. Οὐδέπω ἐδιδάχθης, καὶ ὑπακούεις; οὐδέπω ἔμαθες, καὶ ἐφύλαξας; Οὐδὲν εἶπεν ὁ Σωτὴρ, οὐδὲν ἐδί‐ | |
75 | δαξεν, οὐ περὶ ἐλεημοσύνης ὑπέθετο, οὐ φιλοπτωχείαν ὑπηγόρευσε τότε, ἀλλ’ ἐσιώπα, καὶ ἠρέμα κατηύγαζε· | |
καὶ ὥσπερ ἥλιος εἰσχεόμενος διὰ τῶν ἀκτίνων εἰς οἶκον, | Column end | |
59.604 | οὐ ῥήματι φωτίζει, ἀλλ’ αὐτῇ τῇ ἐνεργείᾳ καταλάμπει· οὕτω καὶ ὁ Σωτὴρ εἰσελθὼν, ταῖς ἀκτῖσι τῆς δικαιοσύνης τὸν δρόμον τῆς ἀδικίας ἐξώρισε· Τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, ὥς φησιν ὁ εὐαγγελιστής. Κύριε, τὰ | |
5 | ἡμίση τῶν ὑπαρχόντων μοι δίδωμι τοῖς πτωχοῖς. Καλῶς μερίζει τὴν πλεονεξίαν, τέμνει τὴν ἀδικίαν. Τὰ ἡμίση τῶν ὑπαρχόντων μοι. Πᾶν ὁλόκληρον ἰσχυρὸν, τεμνόμενον δὲ ἀσθενές. Τὰ ἡμίση τῶν ὑπαρχόν‐ των μοι. Ὢ τῆς καλῆς φωνῆς, νικώσης τὴν φύσιν, μᾶλ‐ | |
10 | λον δὲ νικώσης τὴν συνήθειαν! δευτέρα γὰρ φύσις ἡ συνήθεια. Ἐξώρισε τὴν ἀπληστίαν, ἐπέγνω τὴν ἀλή‐ θειαν. Τὰ ἡμίση τῶν ὑπαρχόντων μοι δίδωμι τοῖς πτωχοῖς, καὶ εἴ τινός τι ἠδίκησα ἢ ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. Ἐνταῦθα προσέχειν ἀκριβῶς | |
15 | χρὴ, ὅτι ὁ πλοῦτος τοῦ Ζακχαίου οὐκ ἦν ἐξ ἀδικίας μό‐ νον, ἀλλὰ καὶ ἐκ πατρικῆς περιουσίας· εἰ γὰρ ἦν ἐξ ἀδικίας, πῶς τετραπλασίονα ἠδύνατο ἀποδοῦναι, ἃ ἔλαβε; Διὰ τί γὰρ λέγει, Εἴ τινός τι ἠδίκησα, ἀποδίδωμι τε‐ τραπλοῦν; Εἰ καὶ τῇ παρανομίᾳ συνέζησεν, ἀλλὰ καὶ | |
20 | τὸν νόμον ἐγνώριζεν· κελεύει γὰρ ὁ νόμος τὸν κλέπτην εἰς τετραπλάσιον ἀποδιδόναι τὴν κλοπήν. Ἐάν τις, φησὶ, κλέψῃ πρόβατον, καὶ γνωρισθῇ, ἀποδῷ τέσσαρα πρό‐ βατα. Τετραπλασιάζει τὴν τιμωρίαν ὁ Θεὸς, μᾶλλον δὲ τὴν ζημίαν, ἵνα κἂν ὁ νόμος μὴ φοβήσῃ, ἡ ζημία δυσ‐ | |
25 | ωπήσῃ· πολλοὶ γὰρ πολλάκις νόμον μὴ αἰδούμενοι, ζημίαν αἰδοῦνται. Ἑαυτὸν τοίνυν καταδικάζει, οὐκ ἐκδεχόμενος τὴν ψῆφον τοῦ νόμου, ἀλλ’ αὐτὸς ἐφ’ ἑαυτὸν νόμος γενό‐ μενος· Δικαίῳ γὰρ νόμος οὐ κεῖται. Ὁ Σωτὴρ ταύτην δεξάμενος τὴν φωνὴν, φησί· Σήμερον σωτηρία τῷ οἴκῳ | |
30 | τούτῳ γέγονεν. Αὐτὸς ἑαυτὸν ἐδικαίωσεν, οὐκ ἐπειδὴ Χριστὸν ἁπλῶς εἶδεν, ἀλλ’ ἐπειδὴ τοῖς Χριστοῦ ὑπήκουσε νόμοις. Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ γέγονεν, ὅτι καὶ οὗτος υἱὸς Ἀβραάμ ἐστι. Πρὶν ποιῆσαι τὰ ἔργα τοῦ Ἀβραὰμ, οὐ καλεῖ αὐτὸν υἱὸν Ἀβραὰμ, ἀλλὰ | |
35 | Ζακχαῖον ψιλῇ τῇ προσηγορίᾳ καλεῖ· ὅτε μέντοι ἐπλή‐ ρωσε τὰ ἔργα τοῦ πατριάρχου, φιλοπτωχείαν ἐπαγγει‐ λάμενος, καὶ τῆς ἀδικίας τὴν ἀλλοτρίωσιν, τότε λέγει, Καὶ οὗτος υἱὸς Ἀβραάμ ἐστι. δʹ. Καὶ ἡμεῖς τοίνυν, ἀδελφοὶ, εἰ καὶ Χριστιανοί ἐσμεν, | |
40 | καὶ λεγόμεθα, οὐδὲν οὕτως ἡμᾶς δείκνυσι Χριστια‐ νοὺς, ὡς τὸ ἔργον τῆς ἀληθείας. Μὴ τοίνυν ὑβρίσω‐ μεν τοῖς ἔργοις τὴν προσηγορίαν, ἀλλὰ σεμνύνωμεν τοῖς ἔργοις τὴν πίστιν. Ἐκλήθημεν υἱοὶ Ἀβραὰμ διὰ πίστεως, κληθῶμεν υἱοὶ Ἀβραὰμ διὰ τῶν ἀγαθῶν | |
45 | ἔργων. Ὃ γὰρ ἔφθην εἰπὼν, οὐχ ἡ τοῦ σώματος εὐγέ‐ νεια ζητεῖται, ἀλλ’ ἡ τῶν τρόπων ἀκολουθία. Διὰ τοῦτο Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ οἱ πατριάρχαι πάντες ἠρνήσαντο τὴν συναγωγὴν, ἐπειδὴ τῶν πατέρων τὴν πίστιν οὐκ ἐκληρονόμησαν· ἠρνήσατο Ἀβραὰμ οἰ‐ | |
59.604(50) | κείους, ἐπειδὴ οὐκ ἠκολούθησαν τῇ πίστει· ἠρνήσατο αὐτοὺς καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ οἱ πατριάρχαι πάντες· τὸν γὰρ ἀρνησάμενον Θεὸν καὶ ἡ φύσις ἀρνεῖται. Καὶ τίς μαρτυρήσει λόγος, ὅτι Ἀβραὰμ Ἰουδαίους ἠρνή‐ σατο, ἵνα μὴ δόξωμεν ὡς ἐπὶ ἐχθρῶν θρασύνεσθαι, ἀλλ’ | |
55 | ὡς ἡμαρτηκότας ἐλέγχειν; Λέγει ὁ μακάριος Ἱερεμίας ἐκ προσώπου τοῦ λαοῦ· Κύριε, ἐλέησον ἡμᾶς· ἐγενήθη τὸ ὄρος καὶ ἡ πόλις, ἣν εὐλόγησαν οἱ πατέρες ἡμῶν, πυρίκαυστος· σὺ, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς· σὺ, | |
60 | Κύριε, φεῖσαι ἡμῶν. Ἐπειδὴ, φησὶν, ἐκεῖνοι, ἐφ’ οἷς σεμνυνόμεθα, ἠλλοτριώθησαν ἡμῶν, καὶ ἠρνήσαντο ἡμῶν τὸ γένος, σὺ ἐλέησον ἡμᾶς ὁ πάντας φιλανθρωπίᾳ νικῶν. Ἐλέησον ἡμᾶς, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς. Εἰ γὰρ ᾠκειοῦτο τὰ ἡμέτερα, οὐκ ἂν ἐπρέσβευσεν ὑπὲρ τῶν | |
65 | ἰδίων τέκνων. Ὑπὲρ Σοδομιτῶν ἐπρέσβευσε, καὶ ἠκούετο· καὶ ὑπὲρ τῶν ἰδίων πρεσβεύων οὐκ ἠκούετο; Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς. Ἀρνεῖται Ἀβραὰμ τοὺς ἀλλοτρίους τοῖς τρόποις, οἰκειοῦται δὲ, ὡς ἔφην, τοὺς ἀλλοτρίους μὲν τοῦ γένους, οἰκείους δὲ τῆς εὐσεβείας. Διὰ τοῦτο ἡ | |
70 | Γραφὴ βουλομένη δεῖξαι τοῖς Ἰουδαίοις, ὅτι ὧν τις τοὺς τρόπους αἱρεῖται, τούτων καὶ τὴν προσηγορίαν δέχεται, λέγει· Ὁ πατήρ σου Ἀμοῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία, ἡ ἀδελφή σου Σοδομῖτις. Βλέπε πῶς τὴν συγγένειαν ἀπὸ τῶν τρόπων κατασκευάζει. Ἐπειδὴ τὰ | |
75 | τῶν Σοδομιτῶν ἐφρόνησεν, ἤκουσεν ἀδελφὴ Σοδόμων, ἤκουσε θυγάτηρ Χαναναίων· καὶ οὕτως ἐδείκνυτο οὐ τὸ γένος δικαιῶν, ἀλλὰ τὸ ἦθος σεμνύνων. Ἐγὼ δὲ νομίζω, | |
ὅτι ὁ Χαναναῖος καὶ ὁ Ἀμοῤῥαῖος ἀρνεῖται τὴν | 603 | |
59.605 | συγγένειαν· καὶ ὅταν ἴδῃ τοὺς θεομάχους, καὶ τοὺς ἀλλο‐ τρίους τῆς εὐσεβείας προσχωροῦντας αὐτῷ, ἀρνεῖται, καὶ οὐ δέχεται ὁ Χαναναῖος κληθῆναι πατὴρ τῶν ἀσεβῶν. Διὰ τί ἀρνεῖται; Ἐὰν ἐπιτρίψῃς Χαναναίῳ, καὶ εἴπῃς, | |
5 | ὅτι Ὁ πατήρ σου Χαναναῖος, καὶ ἐρεῖ· Οὗτός μου υἱὸς ἀρνησάμενος τὴν πίστιν τῶν πατέρων; Ἐγὼ οὐκ εἰμὶ ἄπιστος, εἰ καὶ Χαναναῖος· μαρτυρήσει γάρ μου τὴν πίστιν ἡ Χαναναία βοῶσα, Υἱὲ Δαυῒδ, ἐλέησόν με. Μὴ καλείσθωσαν δὲ υἱοὶ Χαναναίων· οὐ γὰρ ἐφύλαξαν τὴν | |
10 | πίστιν τῆς Χαναναίας· κληθήτωσαν υἱοὶ λίθων καὶ ξύλων, οἱ λέγοντες τῷ λίθῳ, Πατήρ μου εἶ σὺ, καὶ τῷ ξύλῳ, ὅτι Σύ με ἐγέννησας. Ἐγὼ δὲ νομίζω καὶ τοὺς λίθους ἀρνεῖσθαι, καὶ τὰ ξύλα ἀπαγορεύειν τὴν οἰκειότητα τῶν ἀπίστων. Δύναται καὶ λίθος ἀρνεῖσθαι καὶ λέγειν· Οὐκ | |
15 | ἔστι μου τέκνον ὁ υἱὸς τῆς ἀσεβείας· οὐκ ἔστι μου τέκνον ὁ υἱὸς τῆς ἀδικίας· ἐγὼ γὰρ, εἰ καὶ λίθος εἰμὶ, ἤκουσα τῆς Γραφῆς λεγούσης· Δύναται ὁ Θεὸς καὶ ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Εἶτα, Ναὶ, φησὶν, προσωποποιῇ ἐκ προσώπου τοῦ λίθου, καὶ | |
20 | λίθος λαλεῖ; Ἄκουε τοῦ προφήτου λέγοντος, ὅτι Λίθος ἐκ τοίχου φθέγξεται αὐτὰ, καὶ κάνθαρος ἐκ ξύλου λαλήσει. Κἂν ὑμεῖς σιωπήσητε, οἱ λίθοι κεκράξονται. Τί οὖν κληθῇ τὸ γένος τῶν ἀπίστων, εἰ μήτε υἱοὶ Ἀβραὰμ, μήτε Χαναναῖοι διὰ τὴν Χαναναίαν (ἤμβλυνε | |
25 | γὰρ αὐτῶν τὴν ἀπιστίαν ἡ αὐγὴ τῆς πίστεως τῆς Χανα‐ ναίας), μήτε υἱοὶ τῶν λίθων; Ἀρνοῦνται γὰρ καὶ οἱ λίθοι τὴν οἰκειότητα. Τί ὄνομα τοῖς ἀπίστοις· Ἱερεμίας αὐτοῖς ὄνομα ἔθετο· Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος. | |
30 | Φοβηθῶμεν τοίνυν καὶ ἡμεῖς, ἀδελφοί. Σεμνύνει σε ἡ τοῦ Χριστοῦ εὐγένεια; Φοβείτω σε ἡ τοῦ Χριστοῦ δικαιο‐ κρισία. Περὶ ἐλεημοσύνης χθὲς ἐκηρύττετο, ὅτι δεῖ πάντα δεύτερα τίθεσθαι ἐλεημοσύνης, ὅτι δεῖ πάντων προτιμᾷν τὴν ψυχήν. Ἐθαύμασα καὶ ἑτέραν ἀγνωμοσύνην, ὅτι πῶς | |
35 | οἱ τέκνα μὴ ἔχοντες, υἱοποιητοὺς λαμβάνουσι· καὶ ὁ μὲν πατροποιεῖται, ὁ δὲ ἀδελφοποιεῖται. Υἱοποιῇ τὸν ἀλλό‐ τριον, καὶ φεύγεις τὸν Δεσπότην; Υἱοποίησαι τὸν ἀντι‐ διδόντα σοι τὸν μισθόν· γένηταί σοι Χριστὸς υἱός. Φοβε‐ ρὸν, φησὶ, τὸ ῥῆμα. Βλέπε τί λέγεις· μὴ προφάσει τοῦ | |
40 | λόγου ἐκτραπῇς τοῦ λόγου, μὴ εἰς ἀλογίαν κατενεχθῇς. Υἱὸν καλεῖς ἀνθρώπου τὸν Χριστόν; Ἐγὼ δὲ οὐ μόνον υἱὸν καλῶ, ἀλλὰ καὶ ἀδελφὸν, οὐκ ἀπ’ ἐμαυτοῦ, ἀλλὰ ταῖς αὐτοῦ φωναῖς ἀκολουθῶν. Λέγουσιν αὐτῷ ποτε, Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ζητοῦσί σε. Λέγει ὁ | |
45 | Σωτὴρ, Τίς ἐστι μήτηρ μου, ἢ τίνες εἰσὶν ἀδελφοί μου; Ὃς ἂν ποιῇ τὸ θέλημα τοῦ Πατρός μου, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν. Εἰ δὲ μήτηρ αὐτοῦ, ἄρα υἱὸς τῆς μητρὸς ὁ τῇ προσηγορίᾳ τιμήσας τὴν δικαιοσύνην. Γενέσθω τοίνυν πᾶσα ψυχὴ | |
59.605(50) | μήτηρ Χριστοῦ κατὰ διάθεσιν. Πῶς μήτηρ Χριστοῦ; Πᾶσα ψυχὴ ὠδίνει ἐν αὐτῇ τὸν Χριστόν· ἐὰν δὲ μὴ μεταμορφωθῇ τῇ εὐσεβείᾳ, μήτηρ Χριστοῦ καλεῖσθαι οὐ δύναται. Ὅταν λάβῃς λόγον Χριστοῦ, καὶ πλάσῃς αὐτὸν ἐν τῇ διανοίᾳ σου· καὶ ὥσπερ ἐν μήτρᾳ τῷ λογισμῷ | |
55 | μεταμορφώσῃς, καλῇ μήτηρ αὐτοῦ. Καὶ ἵνα μάθῃς, ὅτι ἐν ἑκάστῳ Χριστὸς μορφοῦται, καὶ μήτηρ Χριστοῦ γί‐ νεται, λέγω δὴ τοῦ λόγου τοῦ Χριστοῦ, ἑκάστου ἡμῶν ἡ ψυχὴ, λέγει Παῦλος· Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Εἰργάσω δικαιο‐ | |
60 | σύνην; Ἐμόρφωσας ἐν τῇ ψυχῇ Χριστόν. Ἐπέδωκας ἐλεημοσύνην. Ἐμόρφωσας τὸν χαρακτῆρα τῆς ἀλη‐ θείας· οὐχ ὅτι καθ’ ἕκαστον Χριστὸς μορφοῦται· Χρι‐ στὸν γὰρ καλεῖ τὸν λόγον τῆς εὐσεβείας, δι’ οὗ τὸν χαρακτῆρα τῆς ἀληθείας ἀναλαμβάνομεν. Ἐπέδωκας | |
65 | ἐλεημοσύνην; Ἐμόρφωσας Χριστόν. Ἐποίησας δικαιο‐ σύνην; Ἐμορφώθη ὁ χαρακτὴρ τῆς ἀληθείας. Δεῖ οὖν προσέχειν πῶς χρὴ ἀδελφοποιῆσαι τὸν Χριστόν. Λάβε αὐτὸν κοινωνὸν τῶν σῶν πραγμάτων. Οὐ θέλεις αὐτῷ | |
χαρίσασθαι πάντα; Κἂν τὰ ἡμίση δὸς αὐτῷ ὡς ὁ | Column end | |
59.606 | Ζακχαῖος. Αὐτῷ γὰρ, φησὶν, ἔδωκεν ὁ Ζακχαῖος, οὐ τοῖς πτωχοῖς. Ἀλλ’ ἄκουε, ὅτι Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ. Πτωχοῖς διδοὺς, Χριστῷ δέδωκας. Οὐκ οἶδας, ὅτι τὰ δοθέντα εἰς ἑαυτὸν ἀναλαμβάνει; οὐκ οἶδας, πῶς | |
5 | φοβερόν σοι κριτήριον ἐνέγραψε λέγων· Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ παλιγγενεσίᾳ, στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων· καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν, Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην | |
10 | ὑμῖν βασιλείαν, ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν; εʹ. Βλέπε, πῶς ὁ διὰ τῶν πτωχῶν δανειζόμενος, ὁμολογεῖ τὸ χρέος. Ἐδίψησα, καὶ ἐποτίσατέ με· γυμνὸς ἤμην, καὶ περιεβάλετέ με. Οὐκοῦν τῷ μὲν φαινομένῳ σχήματι | |
15 | γυμνὸν ἐνδύεις, τῇ δὲ ἀληθείᾳ Χριστὸν περιβάλλεις. Ἔνδυσον Χριστὸν, ἵνα ἐνδύσῃ σε ἐν ἡμέρᾳ κρίσεως· σκέπασον αὐτὸν, ἵνα σκεπάσῃ σε ἐν ἡμέρᾳ ὀργῆς· ἄκουε τοῦ Δαυῒδ λέγοντος· Ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ. Χρεία σκέπης· καταλαμβάνει τὸ πῦρ | |
20 | ἐκεῖνο τὸ φοβερὸν, ἡ γέεννα ἡ ἀπαραίτητος· καὶ ἐὰν μὴ ἡ Χριστοῦ χεὶρ σκεπάσῃ, τὸ πῦρ τὸ ἀλλότριον γνωρί‐ σει. Οἶδεν ἐπιλαβέσθαι ἀλλοτρίων, οἶδε τιμᾷν ἁγίους, αἰδεῖται τὴν εὐσέβειαν, ἐπιλαμβάνεται τῆς ἀσεβείας. Ἐκεῖ οὐ πλοῦτος, οὐ χρήματα πείθει, οὐκ ἐξουσία, οὐ | |
25 | δυναστεία· πάντα ἐξ ἰσοτιμίας παρίσταται τῷ βήματι τοῦ Χριστοῦ. Κἂν γὰρ αἱ διαφοραὶ ὦσι περὶ τοὺς ἀν‐ θρώπους, ἀλλὰ πρὸς τὸν Δεσπότην ὁμότιμα πάντα, κἂν πολλὴν ἔχῃ τὴν διαφοράν. Ἀγγέλου καὶ ἀνθρώπου πόση διαφορά; Πολλὴ, καὶ οὐχ ἡ τυχοῦσα. Ἡλίου καὶ σελήνης | |
30 | καὶ ἀστέρων πόση διαφορά; Ἀλλ’ εἰς τὸν νόμον τῆς προσκυνήσεως ὁμοῦ καλεῖται. Πόση διαφορὰ βοτάνης καὶ ἀγγέλων καὶ ζώων; Τὰ μὲν ἀθάνατα, τὰ δὲ θνητά· ἀλλ’ ἕκαστον ἐν τῷ ζυγῷ τῆς δουλείας ἐπιγινώσκει τὴν δεσποτείαν. Διὰ τοῦτο καὶ Δαυῒδ τὰ διῃρημένα τῇ τάξει | |
35 | συνάπτει τῇ συμφωνίᾳ, λέγων, Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις, αἰ‐ νεῖτε αὐτὸν, πάντες ἄγγελοι αὐτοῦ, πᾶσαι αἱ δυνά‐ μεις αὐτοῦ, ἥλιος καὶ σελήνη. Εἰ γὰρ καὶ ὑποβέβηκε τῇ τάξει, ἀλλ’ ἥνωται τῇ δουλείᾳ· καὶ ὥσπερ, ἀδελφοὶ, | |
40 | τὰ ἐν τῷ κόσμῳ ἀξιώματα διῄρηται μὲν πρὸς ἑαυτὰ, ἥνωται δὲ πρὸς τὸν ζυγὸν τῆς δουλείας (πάντες γὰρ ὑποκύπτουσι τῷ Βασιλεῖ, πάντες τρέμουσι τὴν ἐξουσίαν· καὶ ἡ μὲν διαφορὰ περὶ τὰ ἀξιώματα, ἡ δὲ συμφωνία παρὰ τοῖς δούλοις)· οὕτω κἀκεῖ πάντες οἱ ἄνθρωποι | |
45 | ἴσοι, μόνοι δὲ ἄνισοι οἱ ὑπερέχοντες, οἱ τῇ εὐσεβείᾳ διαλάμποντες. Διὰ τοῦτο καλῶς ἔλεγεν ὁ Δανιὴλ, Ἐθεώ‐ ρουν ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ ὡς Παλαιὸς ἡμερῶν ἐκαθέζετο. Ἐνταῦθα πρόσεχε ἀκριβῶς, παρα‐ καλῶ, πῶς τὸν κριτὴν τῆς ἀληθείας ἱστορεῖ ὡς ἐν εἰκόνι | |
59.606(50) | σωματικῇ. Ἐπειδὴ γὰρ ὁ Θεὸς ἀσώματός ἐστι τὴν φύ‐ σιν, ὡς ἐν εἰκόνι τοῖς αἰσθητοῖς διαγράφει τὰ νοητά. Φησὶ γοῦν, Ὡς Παλαιὸς ἡμερῶν, οὐ χρόνῳ πεπαλαιω‐ μένος, ἀλλὰ τῇ ἀρχαιότητι τετιμημένος· Ἡ στολὴ αὐτοῦ ὡς χιὼν λευκὴ, ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ | |
55 | ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρὸς, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. Ποταμὸς πυρὸς ἑλκόμενος ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες παρειστήκεισαν αὐτῷ, καὶ μύριαι μυριάδες λειτουργοῦσιν αὐτῷ. Ὢ φοβεροῦ κριτηρίου! ὢ μνήμης ἱκανῆς φοβῆσαι τοὺς | |
60 | ἀγνώμονας! Εἰ ἀκουόμενα οὕτω φοβερὰ, θεωρούμενα πόσῳ φοβερώτερα; Καὶ ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ βίβλοι ἀνεῴχθησαν, καὶ θρόνοι ἐτέθησαν. Θρόνοι, τίνων; Ἦ δῆλον ὅτι τῶν ἁγίων ἀποστόλων, πρὸς οὓς ἔλεγεν ὁ Σωτήρ· Ὅταν ἔλθῃ ὁ | |
65 | Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα | |
φυλὰς τοῦ Ἰσραήλ. Βίβλοι ἠνεῴχθησαν. Βί‐ | 605 | |
59.607 | βλοι, αἷς ἐγγέγραπται τὰ φαῦλα, αἷς ἐγγέγραπται τὰ ἀγαθὰ, ἐν αἷς ἀναγέγραπται ὁ ἑκάστου βίος. Βιβλίον δὲ καλεῖ, οὐκ ἐπειδὴ δέρμα ἐστὶ παρὰ Θεῷ καὶ γράμματα· ἀλλ’ ἐπειδὴ παρὰ σοὶ τὸ βιβλίον μνήμης ἐστὶν ὄργανον, | |
5 | τὴν τοῦ Θεοῦ μνήμην ἱστορεῖ ὡς ἐν βιβλίῳ· βιβλίου γὰρ Θεὸς οὐ χρῄζει· βίβλος γὰρ Θεῷ ἡ μνήμη. Οὐκ, ἐπειδὴ ἡμεῖς οἱ ἄνθρωποι ἀναγινώσκοντες προφήτας, ἀποστό‐ λους, Εὐαγγέλια, ἐν καρδίᾳ οὐ περιφέρομεν τὴν μνήμην ἄνευ βιβλίου, ὁ Θεὸς βιβλίου δεῖται· βιβλίου οὐ δεῖται ἡ | |
10 | πηγὴ τῆς μνήμης. Ἐκεῖ γράφεται τὰ ἐνάρετα ἔργα, ἐκεῖ γράφεται τὰ φαῦλα. Μὴ φοβηθῇς τὸ πρόκριμα· κἂν καταγραφῇ σου τὰ ἔργα τὰ πονηρὰ, δύναται ἐξαλειφθῆ‐ ναι διὰ τῶν ἔργων τῶν ἀγαθῶν· ὥσπερ πάλιν ἐὰν γρα‐ φῇ τινος τὸ ὄνομα δι’ εὐσέβειαν, ἀρνήσηται δὲ τοῖς τρό‐ | |
15 | ποις, πρόκριμα οὐ ποιεῖ τὸ γραφῆναι· ἀπαλείφεται γάρ. Ἵνα δὲ μάθῃς, ὅτι ἀπαλείφεται ὁ δι’ εὐσέβειαν γραφεὶς, καὶ διὰ ῥᾳθυμίαν ἐκβληθεὶς, λέγει Δαυῒδ περὶ Ἰουδαίων τῶν ποτε γραφέντων, καὶ ὕστερον ἐξαλειφθέντων· Ἐξ‐ αλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ δικαίων | |
20 | μὴ γραφήτωσαν. Ὥσπερ ἐξαλείφονται οἱ ἄπιστοι, οὕτω γράφονται οἱ πιστοί. Ἄκουε Παύλου λέγοντος· Ἀσπά‐ ζεσθε τοὺς ἠγαπημένους ἡμῖν ἀδελφοὺς, καὶ τὸν σύζυ‐ γον Μετὰ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς. Φοβηθῶμεν τὴν βίβλον | |
25 | ἐκείνην· φοβήθητι, μὴ καταγραφῇ σου τὰ ἁμαρτήματα· ἐννόει, πῶς διατίθεσαι ἐπὶ κριτοῦ, ἐὰν ἀνεῳχθῇ κατὰ σοῦ τὰ ὑπομνήματα ἐπὶ ἄρχοντος, ἐλέγχοντά σου τὴν ἀδικίαν, στηλιτεύοντά σου τὴν μανίαν· ἐννόησον, ὅσος φόβος, ὅσος τρόμος, πῶς κλονεῖται τὰ μέλη, πῶς ἀνα‐ | |
30 | βράσσεται πάντα τὰ ἐντὸς, ἀνθρώπου δικάζοντος. Εἰ δὲ ἀνθρώπου δικάζοντος τοσοῦτος φόβος, τίς δυνήσεται τὸν φόβον ἐκεῖνον ἱστορῆσαι, καθ’ ὃν μέλλει κρίνειν τὴν οἰκουμένην ὁ πάντων Δεσπότης; Ταῦτα λέγομεν, οὐχ ἵνα φοβήσωμεν, ἀλλ’ ἵνα σωφρονίσωμεν. Μὴ προτιμάσθω | |
35 | τοῦ Χριστοῦ χρήματα· μὴ προτιμάσθω τοῦ Θεοῦ ἀδικία καὶ πλεονεξία. Ἤκουσας τῶν προειρημένων, ὅτι μέχρι τοῦ τάφου ἡ εὐπραγία; Ταῦτα ἡμῖν χθὲς ἐγυμνάζετο. Τί ἀναμένεις τὸν τάφον τέλος γενέσθαι σοι τοῦ βίου; Ἀνάμεινον τὸν τάφον τέλος γενέσθαι σοι τῆς ζωῆς, ἵνα | |
40 | διὰ τῆς παρούσης εἰς τὴν μέλλουσαν διαπορθμευθῇς· ἀγάπησον ἔργα δικαιοσύνης· τάφος ἐστὶν, ἐν ᾧ διαλυό‐ μεθα, τάφος ἐν ᾧ ἀφανίζεται τὸ γήϊνον σκεῦος. Φύγω‐ μεν τὴν μέλλουσαν κρίσιν, ἀδελφοὶ, δέομαι. Ταῦτα πά‐ σχοντας δεῖ λέγειν, καὶ πάσχοντας ἀκούειν· ἀναλάβω‐ | |
45 | μεν πόθον δικαιοσύνης. Βλέπε, πῶς βοᾷ ὁ προφήτης· Οἴμοι ἐγὼ εἰς τὴν ἡμέραν τοῦ Κυρίου, ὅτι ἐγγὺς ἡ ἡμέρα Κυρίου. Εἰ προφήτης μεμνημένος τῆς ἡμέρας τρέμει, ἡμεῖς οἱ ὑπεύθυνοι μυρίοις ἁμαρτήμασιν, ἄνευ φόβου μνημονεύσομεν; Δυσωπήσωμεν τὸν κριτὴν διὰ | |
59.607(50) | μετανοίας, ἐξαλείψωμεν ἡμῶν τὰ ἁμαρτήματα, φοβη‐ θῶμεν ἐκείνην τὴν φοβερὰν φωνὴν τὴν λέγουσαν, Ὃς ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων (οὐχ ὁ λόγῳ δὲ ἀρνούμενος, ἀλλ’ ὁ τοῖς τρόποις ἀρνούμενος, ἀρνεῖται), ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου. | |
55 | Ὃς ἂν ἐξομολογήσειεν ἐμὲ, ὁμολογήσω κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου. Εἰ τὰ ῥήματα ἐξεταζό‐ μενα, φοβερὰ, τὰ πράγματα ὁρώμενα, οὐ μᾶλλον φοβε‐ ρώτερα; Ἐννόησον, ἀδελφὲ, τὸν κριτὴν τῆς οἰκουμένης καθήμενον, ἀγγέλους παρεστῶτας, ἀρχαγγέλους δορυ‐ | |
60 | φοροῦντας, τὰ Χερουβὶμ δοξάζοντα, τὰς ὑπερκοσμίους δυνάμεις, τὰς ὑπερουρανίους στρατιὰς, καὶ ἐν τούτοις πᾶσι πατριάρχας, προφήτας, ἀποστόλους, εὐαγγελιστὰς, μάρτυρας, καὶ τοὺς ἐν τῷ κόσμῳ βασιλεῖς, ἄρχοντας, κριτὰς, δυνάστας, πλουσίους, πένητας, ἰδιώτας, σοφοὺς, | |
65 | πάντας τούτους πρὸ τοῦ βήματος ἑστῶτας, καὶ | |
ἐπὶ τοσούτων μαρτύρων οὐρανίων καὶ ἐπιγείων λέγοντα | Column end | |
59.608 | τὸν κριτὴν, καὶ ἀρνούμενον τοὺς ἀλλοτρίους ἐπὶ τοῦ Πα‐ τρός· Ἀρνήσομαι γὰρ αὐτὸν, φησὶ, τὸν ἀρνούμενόν με, ἔμπροσθεν τοῦ Πατρός μου. ϛʹ. Ἐννόησον αὐτὸν λέγοντα· Πάτερ, οὗτός μου τὴν | |
5 | πίστιν ἐξουθένησεν, οὗτός μου τοὺς ἰδίους ἐδίωξεν, οὗτός μου τὴν Ἐκκλησίαν ὕβρισεν, οὗτός μου τοὺς ἰδίους ἐστη‐ λίτευσεν, οὗτός μου τὸν λόγον διέπτυσεν, οὗτός μου τὸ κήρυγμα κατεπάτησε. Λέγει δὲ ταῦτα, οὐκ ἀγνοοῦντα τὸν Πατέρα διδάσκων, ἀλλὰ τῇ κατηγορίᾳ τὸν ἐχθρὸν | |
10 | στηλιτεύων. Ἐννόησον λέγοντα τὸν κριτὴν, ὅταν καλέσῃ τοὺς ἐνδόξους τῆς γῆς δεδεμένους χειροπέδαις (Τοῦ δῆσαι γὰρ, φησὶ, τοὺς ἄρχοντας αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς), παρεστῶ‐ τας μετὰ φόβου τοὺς κρινομένους, τοὺς δυνάστας, καὶ | |
15 | τὸν Σωτῆρα λέγοντα· Οὗτοί μου τὸν λόγον τῆς ἀληθείας διέπτυσαν, οὗτοί μου τὸν νόμον παρεγράψαντο, οὗτοί μου τὸ δόγμα ἠκύρωσαν, οὗτοι τοὺς ἀποστόλους ἐκόλασαν, οὗτοι τοὺς μάρτυρας ἐβασάνισαν. Ταῦτα λέγει καὶ ἐννόη‐ σον, Βασιλέως φθεγγομένου, πῶς οἱ παρεστῶτες ἄγγελοι | |
20 | νεύουσι φοβερὸν, ἀπειλοῦσι φρικτὸν, τῷ βλέμματι ἤδη τὸν ἁμαρτωλὸν ἀναλίσκοντες· ἐννόησον τοὺς ἀγγέλους ἀγανακτοῦντας, ἀρχαγγέλους κινουμένους, τὰς δυνάμεις σαλευομένας, τὸν Πατέρα ἀγανακτοῦντα, τὸ Πνεῦμα τὸ ἅγιον ὀργιζόμενον, ἐκεῖνον μετὰ μεγάλης αἰσχύνης | |
25 | ἐκβαλλόμενον, ἐκβαλλόμενον δὲ οὐ τῆς σωτηρίας μόνον, ἀλλὰ καὶ εἰς κατάκρισιν ἐξοριζόμενον. Ἀλλὰ γὰρ οὐ φοβερὸν τὸ μὴ σωθῆναι μόνον, μηδὲ βασιλεῦσαι, ἀλλὰ καὶ τῷ πυρὶ παραδοθῆναι. Ὃς δ’ ἂν ἐξομολογήσῃ ἐν ἐμοὶ, ὁμολογήσω ἐν αὐτῷ. Ἐννόησον, πόση δόξα, πόσον | |
30 | καύχημα, πόσος στέφανος, ὅταν εἴπῃ ὁ κριτής· Οὗτός μου τὸν λόγον ἐτήρησεν, οὗτός μου τὴν πίστιν ἐκήρυξεν, οὗτός μου τὸν λόγον ἐβεβαίωσεν, οὗτός μου τὸν πτωχὸν οὐ παρεῖδεν, οὗτος τὴν πλεονεξίαν ἐπάτησε, καὶ τὴν δικαιοσύνην προετίμησεν, οὗτος κατεγέλασε τοῦ κόσμου | |
35 | ὡς μὴ ὄντος, καὶ ἠγάπησε τὸν μέλλοντα κόσμον, οὗτός μου τὴν βασιλείαν διεπόρθμευσεν· οὗτός μου τὸν λόγον ἐτίμησε· τίμησον αὐτὸν, Πάτερ. Ὅταν δὲ ταῦτα λέγω‐ μεν ἠθοποιοῦντες, οὐ μερίζομεν τὴν ἀξίαν, οὔτε λύομεν τὴν ἐξουσίαν, ἀλλὰ τῷ σχήματι τῆς κατηγορίας δείκνυ‐ | |
40 | ται ἡ ἀγανάκτησις τοῦ Κριτοῦ· καὶ γίνεται ταῦτα πάντα εἰς σωτηρίαν μὲν τῶν ὁμολογούντων, εἰς κατάκρισιν δὲ τῶν ἀπιστούντων. Τὸ δὲ πάντων φοβερώτερον, ὅταν ἐννοήσῃς ἑστῶτα μὲν τὸν Μιχαὴλ καὶ Γαβριὴλ, καὶ πάσας τὰς ἀγγελικὰς στρατιὰς, καθεζομένους δὲ τοὺς υἱοὺς | |
45 | Ζεβεδαίου, καθεζόμενον Παῦλον καὶ Πέτρον, τοὺς ἐξ ἀνθρώπων, ἀγγέλους δὲ φόβῳ παρεστῶτας, καὶ ἀνθρώ‐ πους παῤῥησίᾳ καθεζομένους. Ἐννόησον παρεστῶτας ἀγγέλους καὶ τοὺς ἁλιεῖς καὶ τοὺς τελώνας καθεζομένους, καὶ εἴπωμεν καὶ ἡμεῖς μετ’ αὐτῶν. Ὡς πολὺ τὸ πλῆ‐ | |
59.608(50) | θος τῆς χρηστότητός σου, Κύριε! Κάθηται Ζακχαῖος, κάθηται Παῦλος καὶ Πέτρος, καὶ παρέστηκεν ὁ Μιχαήλ. Οὐκ ὀνόματα ξένα λέγομεν, ἀλλὰ τοῖς γεγραμμένοις στοιχοῦμεν· οὐ γὰρ ἀγγέλων ὀνόματα μεμαθήκαμεν, ἀλλὰ τοῖς γεγραμμένοις ἀκολουθοῦμεν. Οὐδεὶς φθόνος, | |
55 | οὐδεὶς ζῆλος· οὐ γάρ ἐστι γήϊνα πράγματα· οὐ λυποῦνται ἄγγελοι διότι μὲν αὐτοὶ ἑστήκασιν, ἄνθρωποι δὲ καθ‐ έζονται· κοινωνοὶ γάρ εἰσι τῆς δόξης τῶν ἁγίων. Ἄκουε τοῦ Κυρίου λέγοντος· Ἀμὴν λέγω ὑμῖν, ὅτι χαρά ἐστιν ἐνώπιον πάντων τῶν ἀγγέλων ἐφ’ ἑνὶ ἁμαρτωλῷ | |
60 | μετανοοῦντι. Ἀγαπήσωμεν οὖν τὴν δόξαν τοῦ Χριστοῦ, τὴν δὲ δόξαν τὴν παρερχομένην ὡς ὄναρ διαπτύσωμεν. Εἴρηται γὰρ καὶ χθὲς ὑμῖν, πῶς ὁ προφήτης τὴν δόξαν τοῦ κόσμου ἐνύπνιον ἐκάλεσεν. Ἔσται γὰρ, φησὶν, ὁ πλοῦτος τῶν ἀσεβῶν ὡς ἐνύπνιον. Οὐδὲν γὰρ διαφέρει | |
65 | φαντασμάτων ἡ παροῦσα κατάστασις. Ὁ χθὲς ἐν ὑγείᾳ, σήμερον ἐν νόσῳ· ὁ χθὲς ἐν ἐξουσίᾳ, σήμερον ἐν ταπει‐ νώσει· ὁ χθὲς ἐν πλούτῳ, σήμερον ἐν πενίᾳ· ὁ χθὲς ἐν ὑπερηφανίᾳ, σήμερον ἐν ἐξουθενώσει. Πάντα σα‐ λεύεται, πάντα μεταβάλλεται· καὶ οὐ λέγω τὰ ἀνθρώπινα | |
70 | μόνον, ἀλλὰ καὶ Ὁ οὐρανὸς, φησὶ, καὶ ἡ γῆ παρελεύ‐ | 607 |
59.609 | σονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Διὰ τοῦτο μακάριοι οἱ Χριστιανοὶ, οἱ καὶ ἐν τῇ ἀξίᾳ ταπεινοφρο‐ νοῦντες. Ἐταπεινοφρόνησας ἐν τῇ ἀξίᾳ; Ἡ ταπεινο‐ φροσύνη οὐδέν σε ἀδικεῖ· τοιοῦτον γὰρ εὑρίσκει, οἷος | |
5 | ὀφείλεις γενέσθαι. Ἐὰν προλαβὼν ταπεινώσῃς σεαυτὸν πρὸ τῆς ταπεινώσεως, οὐδὲν ξένον καινοτομήσει κατὰ σοῦ ἡ ταπείνωσις, ἀλλ’ ἑτοιμασθεὶς τὴν διάνοιαν παρα‐ σκευάζῃ πρὸς τὴν μάχην. Καλῶς οὖν ἔλεγεν ὁ Δαυΐδ, Ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην. Φύγωμεν οὖν ἀλα‐ | |
10 | ζονείαν, φύγωμεν κενοδοξίαν, ἀγαπήσωμεν Χριστὸν, καὶ | |
διὰ Χριστὸν πένητας, ἵνα ὁ πάντας πλουτίζων, ὁ πάντας | Column end | |
59.610 | ἐλεῶν, χαρίζηται πλῆθος τῇ Ἐκκλησίᾳ, ὥστε κομᾷν ἐν εὐσεβείᾳ, ὥστε ἔχειν τὸν γεωργὸν τῆς δικαιοσύνης, τὸν χθὲς ἀπολειφθέντα δι’ ἑτέραν οἰκονομίαν, μεθ’ ἡμῶν δὲ ὄντα διὰ τὴν πνευματικὴν ἐπιστασίαν. Οὐ γὰρ ἦν ὁ λαὸς | |
5 | Ἰουδαῖος, ἵνα εἴπω, ὅτι ἦν ὁ λαὸς ὡς πρόβατα μὴ ἔχοντα ποιμένα· ἀλλ’ ἀποστολικὸς ἦν, ἔχων εὐαγγελικὸν ποιμένα λέγοντα, Εἰ καὶ τῷ σώματι ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως· ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν | |
10 | καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 609 |