TLG 4139 072 :: SEVERIANUS :: De caeco nato (olim sub auctore Joanne Chrysostomo)

SEVERIANUS Scr. Eccl.
(Gabalensis: A.D. 4)

De caeco nato (olim sub auctore Joanne Chrysostomo)

Citation: Volume — page — (line)

59

.

543

(1t)

Περὶ ζήλου καὶ εὐσεβείας, καὶ εἰς τὸν ἐκ γενετῆς τυφλόν.
2 αʹ. Πηγὴ φωτὸς ὁ τοῦ Θεοῦ λόγος· φωτὸς γὰρ γέμων, καὶ φωτὸς ἐκλάμπων, φωτίζει καὶ περιαστράπτει τὰς τῶν πιστῶν διανοίας. Αὐτὸς γὰρ ἐξ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ
5λάμπει, καὶ τοὺς ἀπολαύοντας αὐτοῦ καταυγάζει· καὶ οὐ μόνον φωτίζει τῶν πιστῶν τὴν διάνοιαν, ἀλλὰ καὶ ὄνομα φωτὸς χαρίζεται. Ἡ γὰρ θεία Γραφὴ τοὺς τῇ ἀγνοίᾳ συντρόφους ὄντας, καὶ τῇ ἀπιστίᾳ συζῶντας, δικαίως ὀνομάζει σκότος, μὴ δεχομένους τὴν λαμπάδα τῆς ἀλη‐
10θείας, ἵνα ὦσιν υἱοὶ φωτός. Διὰ τοῦτό φησι καὶ ὁ θεῖος ἀπόστολος Παῦλος· Οὐκ ἐσμὲν υἱοὶ νυκτὸς, οὐδὲ σκό‐ τους, ἀλλ’ υἱοὶ φωτὸς καὶ ἡμέρας. Καὶ ὡς ἀληθῶς υἱοὶ φωτός ἐσμεν οἱ τοῦ εὐαγγελικοῦ λόγου τοῦ λαληθέν‐ τος διὰ στόματος Θεοῦ· Ἐγὼ γάρ εἰμι, φησὶν ὁ Χριστὸς,
15τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ, οὐ μὴ περι‐ πατήσει ἐν τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς. Ἐκεῖνος γὰρ λόγος ἐστὶ φωτὸς, ὃς ἐὰν πιστευθῇ παρ’ ἡμῶν, υἱὸς φωτὸς παρασκευάζει γενέσθαι. Ὅθεν φησὶ καὶ ὁ Σωτήρ· Ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ
20φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. Ὡς γὰρ ἐπὶ τῶν σωμά‐ των τὸ αἰσθητὸν τὸ τοῦτο φῶς, οὕτως ἐπὶ τῶν ψυχῶν ὁ νοερὸς τοῦ Θεοῦ λόγος· καὶ ὅπερ ἐστὶν ἐν τῇ νυκτὶ τὸ σκότος, τοῦτο ἐν ταῖς πεπλανημέναις ψυχαῖς ἡ ἄγνοια. Διὰ τοῦτο καὶ ὁ μακάριος Δαυῒδ περὶ τῶν τοιούτων γρά‐
25φει, λέγων· Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν· ἐν σκότει διαπορεύονται. Οὕτως οὖν καὶ τὴν συναγωγὴν ὁ Θεὸς τὴν ἀγνοίᾳ βεβαπτισμένην, καὶ μὴ βουλομένην ἀνανεῦσαι πρὸς τὴν γνῶσιν τῆς πνευματικῆς διδασκαλίας, νύκτα καλεῖ, διὰ τὴν συζῶσαν αὐτῇ ἄγνοιαν. Ὅτε γὰρ τοῖς
30Ἰουδαίοις ὁ Θεὸς ἔλεγε διὰ τοῦ προφήτου· Νυκτὶ ὡμοίω‐ σα τὴν μητέρα ὑμῶν· καὶ ἑρμηνεύων ὁποίαν λέγει νύκτα ὁμοίαν σκότους, ἐπήγαγεν· Ὡμοιώθη ὁ λαός μου λαῷ μὴ ἔχοντι γνῶσιν. Διὰ τοῦτο Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν· ἐν νυκτὶ διαπορεύονται. Ἀλλ’ ἐκεῖνοι μὲν
35οὕτως· οἱ δὲ τῆς τοῦ Χριστοῦ διδασκαλίας δεξάμενοι τὸ φῶς, οἱ τοιοῦτοι φῶς ἀποτελοῦνται. Ἔστι γὰρ ὁ Θεὸς ἡμῶν φῶς· καὶ ὁ Λόγος αὐτοῦ ὁ ἐξ αὐτοῦ πρὸ αἰώνων ἀπαθῶς γεννηθεὶς, φῶς λέγεται· καὶ τὸ ἅγιον καὶ ὁμοού‐ σιον καὶ ζωαρχικὸν Πνεῦμα, φῶς. Φῶς, καὶ φῶς, καὶ
40φῶς· ἀλλ’ ἓν φῶς· καὶ ἡ ψυχὴ ἡ δεξαμένη τὸν λόγον, φῶς ὀνομάζεται. Ἀλλ’ ὁ μὲν Θεὸς φύσει τρισυπόστατον φῶς, ἡμεῖς δὲ κατὰ μετουσίαν ἐκείνου· καὶ πάλιν αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς φῶς, περὶ οὗ ὁ εὐαγγε‐ λιστὴς Ἰωάννης φησίν· Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ
45φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ἀλλὰ φῶς ὑπάρχων ἐκ φωτὸς ἀῤῥήτου, καὶ τὸν νόμον διαπέμπεται φωτὸς γέμοντα, κατὰ τὸν προφήτην τὸν λέ‐ γοντα· Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. Δεξαμένη τοίνυν ἡ ψυχὴ τῆς ἀληθείας

59

.

543

(50)

τὸν φωτεινὸν λόγον, καὶ αὐτὴ φῶς ἀποτελεῖται, καὶ ἀκούει παρὰ τοῦ Παύλου· Ἦτε γάρ ποτε σκότος, νυνὶ δὲ φῶς ἐν Κυρίῳ. Ὅταν δὲ δέξηται ἡ διάνοια τὸ φῶς τὸ εὐαγγελικὸν, καὶ κατὰ τὴν πίστιν φῶς ὀνομάζεται· ὡσαύ‐ τως δὲ καὶ κατὰ τὰ ἔργα. Λαμψάτω γὰρ, φησὶ, τὸ φῶς
55ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν οὐρανοῖς. Ἀνάγκη γὰρ τὸν δεξάμενον φῶς πίστεως ἐλθεῖν καὶ εἰς ἔργα φωτός. Οὐ μόνον δὲ εἶναι δεῖ τοῦ πι‐ στοῦ τὴν ψυχὴν φῶς, ἀλλὰ καὶ κατὰ τὰ ἔργα λάμπειν
60ἔμπροσθεν τῶν ἀνθρώπων· διὰ τοῦτο καὶ ὁ Σωτήρ φησι· Λαμψάτω φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ ὅρα τὸ θαυμαστόν· τὸ μὲν γὰρ ὑπὸ τοῦ Θεοῦ φῶς ἁπλοῦν ἐστιν, ἀκτῖνας δὲ
65διαφόρους ἔχει οὐ τῇ φύσει, ἀλλὰ ταῖς ἐνεργείαις· καὶ πέμπεται μὲν ἡ λάμπουσα τοῦ Θεοῦ διδασκαλία ἐπὶ πᾶσαν πιστὴν ψυχὴν, κατὰ τὸ εἰρημένον· Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς, ἵνα παρ’ αὐτῷ κατευθύνηται τὰ ἔργα ἡμῶν. Μία ἐστὶν ἡ λαμπρό‐
70της, ἀλλ’ ἐρχομένη πρὸς ἡμᾶς πολλὰς λαμπρότητας ἀπο‐ τελεῖ, λαμπρότητα ἐλεημοσύνης, λαμπρότητα σωφρο‐ σύνης, λαμπρότητα φιλοξενίας, λαμπρότητα φιλοστορ‐ γίας. Παρὰ μὲν τῷ Θεῷ μία λαμπρότης· αὕτη δὲ εἰς
ἡμᾶς πεμπομένη, ταῖς ἐνεργείαις διαφόρους ἀποτελεῖ τὰςColumn end

59

.

544

μαρμαρυγάς· τῷ μὲν χαριζομένη λαμπρότητα προφη‐ τείας, ἄλλῳ λαμπρότητα ἀποστολῆς, ἄλλῳ λαμπρότητα μαρτυρίου. Ἐκεῖ μὲν μία λαμπρότης· εἰς ἡμᾶς δὲ πολ‐ λαὶ, κατὰ τὸ εἰρημένον· Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ
5τῆς δυνάμεώς σου ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου. Διὰ τί οὖν Παῦλος ἀπαριθμεῖται, καὶ λέγει· Μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; Οὐχ ἁπλῶς οὕτω διαιρεῖ ὁ Παῦλος, ἀλλ’ ὡς εὑρίσκει ψυχὰς ἐπιτηδείας, οὐ κατὰ τὴν αὐθεντίαν με‐
10ρίζει, ἀλλὰ κατὰ τὴν ὁμολογίαν τῆς πίστεως· οὐχ ὅτι παρὰ τὸ βούλημα αὐτοῦ δίδωσιν, οὐδὲ παρὰ τὸ θέλημα, ἀλλ’ ὅτι τὸ θέλημα αὐτοῦ οὐκ ἔστιν ἄκριτον, ἀλλὰ κατὰ τὰ χαρίσματα τῶν δωρεῶν. Ὥσπερ γὰρ τὰ ἀνθηρὰ καὶ εὐβαφῆ τῆς βασιλικῆς ἐσθῆτος δέχεται μὲν ἀκτῖνα ἡλια‐
15κὴν, διαφόρους δὲ τὰς μαρμαρυγὰς ἀνατέλλει, καὶ οἷον ἂν εἴη τῆς βαφῆς τὸ κάλλος, τοιαύτην τὴν εὔχροιαν ἀπερ‐ γάζεται, καὶ ὥσπερ ὑπὸ τῆς προκειμένης βαφῆς μετα‐ βάπτεται καὶ τοῦ ἀέρος τὸ κάλλος εἰς χρυσὸν, ἢ εἰς πορ‐ φύραν, ἢ εἰς πράσινον, ἢ εἰς ἄλλο τι τῶν χρωμάτων, οὐ
20τῆς ἀκτῖνος μεριζομένης, ἀλλὸ τῆς ἐσθῆτος τὴν οἰκονο‐ μίαν τῆς ἀκτῖνος σχηματιζομένης τῷ φωτί· τοιούτοις ἀεὶ ἄνθεσι λάμπει τῆς Ἐκκλησίας τὸ κάλλος, βασιλικὴν ἔχουσα τὴν ἐσθῆτα, καὶ ἐστολισμένη οὐράνιον καὶ ποικί‐ λην στολήν· ὡς καὶ ὁ ψαλμῳδὸς λέγει· Θυγατέρες βα‐
25σιλέων ἐν τῇ τιμῇ σου· πάρεστι ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Πῶς πεποίκιλται; Ταῖς τοῦ ἁγίου Πνεύ‐ ματος δωρεαῖς, κατὰ τὴν Παύλου φωνὴν, Ἐνεργοῦντος τοῦ Θεοῦ σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι,
30καὶ Πνεύματος ἁγίου μερισμοῖς. Ἀλλὰ τί ὀνομάσω τοῦ Χριστοῦ τὴν Ἐκκλησίαν; Νύμφην ἐστολισμένην, βασι‐ λίδα κεκαλλωπισμένην, παράδεισον κομῶντα, λειμῶνα βρύοντα τὴν εὐκαρπίαν, καὶ εἴ τι ἕτερον ἂν εἴπω, τῆς ἀξίας ἔλαττον φθέγγομαι. Διὰ τοῦτο ὁ προφήτης Ἡσαΐας
35ἐκ προσώπου τῆς Ἐκκλησίας ἀναλαβὼν αὐτῆς τὴν φω‐ νὴν, ἔλεγεν· Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου. Καὶ ἐπειδὴ ἐν ὑποδείγματι ἦν, καὶ ὅλον τὸ κάλλος τῆς Ἐκκλησίας οὐκ ἠδύνατο φράσαι, διαφορὰν αὐτῷ περιτίθησι, λέγων·
40Ὡς νύμφην κατεκόσμησέ με κόσμῳ, καὶ ὡς νυμφίῳ πε‐ ριέθηκέ μοι μίτραν, καὶ ὡς γῆν αὔξουσαν τὰ γεννήματα αὐτῆς, καὶ ὡς κῆπον λαχάνων τὰ σπέρματα αὐτοῦ. Κῆ‐ πος γὰρ ὡς ἀληθῶς κεκλεισμένος καὶ παράδεισος ἡ Ἐκκλησία τοῦ Θεοῦ τοῦ ζῶντος· παράδεισον δὲ λέγω οὐ
45κατὰ τὸν ἀρχαῖον ἐκεῖνον, ἀλλὰ πολὺ ἐκείνου ἀνώτερον. Ἐκεῖ μὲν γὰρ ἐβασίλευσεν ὄφις, ἐνταῦθα δὲ βασιλεύει ὁ Χριστός. βʹ. Μὴ τῇ ἀξιοπιστίᾳ πρόσεχε τοῦ ὀνόματος, ἀλλὰ τῇ δυνάμει τοῦ πράγματος. Οὔτε γὰρ παράδεισός ἐστι θαυ‐

59

.

544

(50)

μαστὸς, ἐὰν μὴ ἔχῃ Θεοῦ ἐντολὴν τηρουμένην· οὔτε τὰ εὐτελῆ τῶν τόπων ὑβρίζεται, ἐὰν ἔχῃ Θεοῦ βασιλεύοντος τὸν νόμον. Τί βέλτιον; τί κρεῖττον; παράδεισος, ἢ κο‐ πρία; Ἀλλ’ ὅμως τὸν Ἀδὰμ διὰ τὴν παράβασιν παρά‐ δεισος οὐκ ὠφέλησεν· τὸν Ἰὼβ δὲ διὰ τὴν ὑπομονὴν κο‐
55πρία οὐκ ἔβλαψεν· ὁ Ἀδὰμ ἐν παραδείσῳ καταισχύνε‐ ται διὰ τὴν παρακοὴν, Ἰὼβ δὲ ἐπὶ τῆς κοπρίας στεφα‐ νοῦται διὰ τὴν ὑπομονήν. Οὐδαμοῦ γὰρ ἀξιοπιστία τῶν τόπων συμβάλλεται, μὴ συντρεχούσης τῆς ἀγαθῆς γνώ‐ μης· καὶ παραδείσου ὑψηλότερος ὁ οὐρανὸς, ἀλλὰ πίπτει
60ἐκεῖθεν ὁ διάβολος. Ἡ γῆ βαθεῖα, καὶ ὁ οὐρανὸς μετεω‐ ρίζεται· πίπτει ἐξ οὐρανοῦ ὁ διάβολος παραβὰς, κατὰ τὸ, Ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐ‐ ρανοῦ πεσόντα· ὑψοῦνται δὲ ἀπὸ γῆς πτωχοὶ, κατὰ τὸ, Ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ κοπρίας ἀνυψῶν
65πένητα. Ὁρᾷς ὡς οὐχ ἡ τῶν τόπων διαφορὰ χαρίζεται ἡμῖν τὰ πλεονεκτήματα, ἀλλὰ πανταχοῦ πίστις, καὶ ὑπομονὴ, καὶ ἐλπὶς τοὺς στεφάνους πλέκει τοῖς ἀξίοις; Οὐδὲν κοιτῶνος σεμνότερον, οὐδὲν θεάτρου γυμνότερον· τί ὠφέλησε τὴν ἀκόλαστον Αἰγυπτίαν ἡ ἐν κοιτῶνι μοι‐
70χεία; τί ἔβλαψε τὴν πρωτομάρτυρα Θέκλαν τὸ ἐν θεά‐ τρῳ γυμνὴν παλαίειν; Οὐχ ἡμάρτηκε γυμνουμένη, οὐχ
ὑβρίζεται ἡ ἁγία, ἀλλὰ στεφανοῦται. Καὶ ἡ μὲν ἐν τῷ543

59

.

545

θεάτρῳ στεφανοῦται, ἡ δὲ ἐν τῷ νυμφῶνι στηλιτεύεται. Τί ὠφέλησε τὰ εἴδωλα, καὶ ἡ τῶν μὴ ὄντων προσκύνη‐ σις; τὰ τῶν ναῶν μεγέθη λέγω· τί δὲ ἔβλαψε τοὺς μάρ‐ τυρας ἡ τῶν τάφων εὐτέλεια; οὐ κατῃσχύνθη ἡ πλάνη
5ἐν μεγέθει, καὶ ὑψώθη τὰ τῶν μαρτύρων ἐν ταπεινώσει; Οὕτως ἡ Ἐκκλησίᾳ Θεοῦ τοῦ ζῶντος παράδεισός ἐστι τρυφῆς. Ἐν τῷ παραδείσῳ ἐκείνῳ ὁ ὄφις ἐχόρευσε, καὶ ἠπάτα· ἐν τῷ παραδείσῳ τούτῳ λέγει ὁ Σωτήρ· Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων
10καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσει. Ἐν τῷ πα‐ ραδείσῳ ἐκλείσθη ἡ ὁδὸς τῆς ζωῆς τῷ Ἀδὰμ διὰ τὴν πα‐ ράβασιν· καὶ ἵνα δείξῃ ὁ Θεὸς, ὅτι οὐκ ἐμποδίζεται ἡ ἐνάρετος ψυχὴ, ἔξω τοῦ παραδείσου τὰ μείζονα λαμβάνει
15τῶν ἐν τῷ παραδείσῳ. Τῷ Ἀδὰμ ἀποκλείεται ὁ παράδει‐ σος, καὶ Πέτρος πιστεύεται τὰς κλεῖς τοῦ οὐρανοῦ· Ἀδὰμ ἐκβάλλεται τοῦ παραδείσου, καὶ Παῦλος ἁρπάζε‐ ται ἕως τρίτου οὐρανοῦ· τῷ Ἀδὰμ ἀποτειχίζεται τὸ ξύλον τῆς ζωῆς· εἶπε γὰρ ὁ Θεὸς, φησὶ, Μήποτε ἅψηται
20Ἀδὰμ τοῦ ξύλου τῆς ζωῆς. Ἐκεῖ ἡ ζωὴ κεκώλυται, καὶ τὸ ξύλον τῆς ζωῆς ἐκωλύθη παρὰ τοῦ παραβάντος· ὧδε ἐπάγη τὸ ξύλον τοῦ σταυροῦ, καὶ πάντες οἱ βουλόμενοι τρυγῶσι ζωὴν αἰώνιον. Ἐν τῷ παραδείσῳ μετὰ τὴν πα‐ ράβασιν κρύπτεται ὁ Ἀδὰμ τὸν Θεὸν, ὑπὸ τοῦ συνειδότος
25πληττόμενος· ἀνακαλεῖται αὐτὸν ὁ τὰ πάντα ζητῶν, καί φησιν· Ἀδὰμ, ποῦ εἶ; Οὐκ ᾔδεις γὰρ ποῦ ἐστιν; Ἀδὰμ, ποῦ εἶ; Ἐλέγχων αὐτοῦ τὴν παρανομίαν λέγει, Ποῦ εἶ; ἀντὶ τοῦ, Ἐν τίσιν εἶ; Μὴ ἰσοθεΐαν σοι ἤνεγ‐ κεν ἡ ἀπάτη τοῦ ὄφεως; εἶδες πῶς γεγύμνωσαι; Ποῦ
30εἶ; Τῆς φωνῆς σου ἤκουσα, καὶ ἐκρύβην. Ἐκεῖνος κρύ‐ πτεται ἐν παραδείσῳ· οἱ ἀπόστολοι λέγουσιν, Ἡμεῖς πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυ‐ ρίου κατοπτριζόμεθα, ἀπὸ δόξης εἰς δόξαν. Εἶδες παῤῥησίαν ἔξω τοῦ παραδείσου; εἶδες αἰσχύνην ἔσω τοῦ
35παραδείσου; Ἐν τῷ παραδείσῳ μετὰ τὴν παράβα‐ σιν ἐνέδυσεν ὁ Θεὸς τὸν Ἀδὰμ χιτῶνας δερματίνους. Ἴδωμεν τί ἐνδέδυται. Ἐκεῖνος ἐκεῖ χιτῶνα ἐνεδύσατο· ὧδε, Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθησαν, Χριστὸν ἐν‐ εδύσαντο. Ἐκεῖ ἀποκλεισθέντος τοῦ παραδείσου, τὰ
40Χερουβὶμ, καὶ ἡ στρεφομένη ῥομφαία κωλύουσα τὴν ὁδὸν τοῦ παραδείσου· καὶ ἦν ὥσπερ τεῖχος καὶ ἀποτείχι‐ σμα τῷ Ἀδὰμ, μὴ συγχωροῦν εἰσελθεῖν διὰ τὴν παρα‐ κοὴν τὴν ἐν παραδείσῳ μετὰ τὴν παράβασιν. Οὐκ εἰς κατηγορίαν λέγω τοῦ παραδείσου, ἀλλ’ ὅτι ἐκεῖνο τὸ
45θεοπρεπὲς χωρίον οὐδὲν ὠφέλησε τὸν μὴ μετὰ γνώμης ἀγαθῆς ἀναστρέφεσθαι βουληθέντα. Καὶ ἦν πυρὸς τεῖ‐ χος κυκλοῦν τὸν παράδεισον, καὶ μὴ συγχωροῦν τῷ πα‐ ραβάντι εἰσελθεῖν· ἵνα δείξῃ ὁ Θεὸς, ὅτι οὐ τὸ πῦρ πο‐ λέμιον ἦν αὐτῷ, ἀλλ’ ἡ παράβασις τὸν Ἀδὰμ ἐκώλυσε

59

.

545

(50)

τοῦ πυρὸς τὸ τεῖχος εἰσελθεῖν· καὶ Ἠλίαν ἅρμα πυρὸς ἥρπασεν εἰς τὸν οὐρανόν. Οὐ ψεύδεται ἡ Ἐκκλησία τοῦ Θεοῦ λέγουσα· Ἐνέδυσέ με ὁ Θεὸς ἱμάτιον σωτηρίου, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ, ὡς γῆν αὔξου‐ σαν τὰ γεννήματα αὐτῆς, καὶ ὡς μέγας τῆς ἀληθείας
55κῆπος. Οὗτος ὁ μέγας. παράδεισος, ἡ Ἐκκλησία ἡ οἰ‐ κουμενική. Χριστὸς βασιλεύει, καὶ νομοθετῶν πιστεύε‐ ται, εἰ μήπου τις εὑρεθῇ ἐν τῇ Ἐκκλησίᾳ αἱρετικὴν πλάνην νοσῶν, ὑπὸ τῆς τῶν ὄφεων διδασκαλίας, λέγω δὴ τῆς αἱρετικῆς πλάνης, καὶ ἐκβαλλόμενος ἐντεῦθεν, ὡς
60τοῦ παραδείσου Ἀδάμ. Ὥσπερ γὰρ ἐκεῖ ὁ πεισθεὶς τῇ τοῦ ὄφεως διδασκαλίᾳ ἐξωρίσθη τοῦ παραδείσου· οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ οἱ Παύλῳ μὴ πειθόμενοι, ὑπὸ Πέ‐ τρου μὴ διδασκόμενοι, ἀλλὰ ταῖς τῶν ὄφεων πειθόμενοι διδασκαλίαις, ἐκβάλλονται τούτου τοῦ παραδείσου. Πόθεν
65τοῦτο δῆλον; Λέγει ὁ Παῦλος· Ζηλῶ γὰρ ὑμᾶς ζῆλον Θεοῦ· ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Φοβοῦμαι δὲ μήπως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν, οὕτω φθαρῇ τὰ νοήμα‐ τα ὑμῶν. Ἀλλ’ οὐκ ἔχει χώραν ἐνταῦθα ὄφεως διδασκα‐
70λία, τοῦ μεγάλου ποιμένος τῇ βακτηρίᾳ τῆς πίστεως συντρίβοντος τὴν κεφαλὴν τῶν ὄφεων. Καὶ γὰρ ὡς ποι‐ μὴν ὁ θαυμάσιος ἡμῶν πατὴρ συντρίβει τὰς κεφαλὰς τῶν δρακόντων τῇ εὐαγγελικῇ πίστει καὶ τῇ εἰς Χριστὸν ἐλπίδι· καὶ ὡς ἄριστος φυτοκόμος καὶ κηπουρὸς, τρέφει
75μὲν τὰ φυτὰ τῆς Ἐκκλησίας, ἐκριζοῖ δὲ, εἴ τι νόθον σπέρμα καὶ βλάστημα· τὴν νόσον τῆς δυσσεβείας, τὴν πλάνην τὴν Ἑλληνικὴν ὡς ἀκάνθας πυρὶ παραδίδωσι·
τὴν δὲ αἱρετικὴν πλάνην ὡς ἄγρωστιν ἐκτίλας ἐκβάλλει,Column end

59

.

546

ζήλῳ ἐνδεδυμένος Θεοῦ, ὃν οἱ πολλοὶ ἀγνοοῦσιν. Εἰώθασι γάρ τινες κατασοφιστεύειν τῆς Ἐκκλησίας καὶ τῶν ἁγίων ποιμένων, ὥσπερ οὖν καὶ τούτου τοῦ θαυμασίου πατρός· καὶ πολλοὶ ἐν ἐπιεικείας σχήματι ἀργίαν εἰσ‐
5άγουσι, καὶ ζῆλον ὑβρίζουσι, καὶ Θεοῦ ἀκμάζοντα λόγον πειρῶνται ἀμβλύνειν. Ἔστι γὰρ εὑρεῖν τινα ἐν σχήματι ἐπιεικείας λέγοντα· Τί γὰρ κοινὸν ἔχομεν πρὸς τοὺς Ἕλληνας; θέλει σωθῆναι; σωθήτω. Ὁ ταῦτα λέγων οὐδέπω ἐτρώθη ζήλῳ εὐσεβείας· ὁ βλέπων ἀπολλύμενον,
10καὶ μὴ πενθῶν τὴν ἐκείνου ἀπώλειαν, καὶ ἰδίαν ζημίαν τιθέμενος, οὐκ οἶδε ζῆλον εὐσεβείας, οὐκ ἐτρώθη βέλε‐ σιν ἀληθείας. γʹ. Ὁ βλέπων οὖν ἀπολλύμενον, καὶ μὴ ζηλῶν ὥς πού φησι Παῦλος, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; οὐκ ἔστιν
15οὗτος μαθητὴς Παύλου. Ἀντιπαραβαλλέτω τοῦ Πατρὸς τὰ κατορθώματα, καὶ εὑρήσει αὐτὸν συνᾴδοντα ταῖς ἀποστολικαῖς φωναῖς· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Οἱ οὕτω φρονοῦντες, ἀδελφοί εἰσι τῶν ἀποστόλων. Δίκαιος γὰρ
20οὐκ ἐν οἷς ἁμαρτάνει μόνον ἀθυμεῖ, ἀλλὰ καὶ ἐν οἷς βλέπει ἄλλους ἁμαρτάνοντας, ὥς φησιν ὁ Δαυΐδ· Ἀθυ‐ μία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπα‐ νόντων τὸν νόμον σου. Εἴ τις ἐπὶ ταῖς ἄλλων ἁμαρ‐ τίαις ἀθυμεῖ, ζῆλον ἔχει εὐσεβείας. Ὁ γὰρ δίκαιος, ὅταν
25τὸν ἑαυτοῦ βίον διορθῶται, δακρύει καὶ πενθεῖ τοῦ τὴν ἁμαρτίαν ἐξαλεῖψαι τὴν ἑαυτοῦ· καὶ τότε τῆς ἁμαρτίας τῆς ἰδίας παυσάμενος, τὰς ἄλλων λοιπὸν πενθεῖ ἁμαρ‐ τίας, καθὼς καὶ Παῦλος· Μήπως ἐλθὼν πολλοὺς πενθήσω τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάν‐
30των. Παῦλος πενθεῖ τοὺς ἁμαρτήσαντας, καὶ μὴ μετα‐ νοήσαντας· Σαμουὴλ πενθεῖ τὸν Σαοὺλ, ὡς εἰπεῖν τὸν Θεόν· Ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαούλ; Βλέπεις ψυ‐ χὴν ἀπολλυμένην, καὶ οὐ πενθεῖς; Νεκρὸν ἐάν τις ἴδῃ προκομιζόμενον, καὶ μὴ δακρύσῃ, ὡς ἀπηνὴς καὶ σκλη‐
35ρὸς καὶ θηριώδης ἐλέγχεται· ψυχὴν ἐὰν ἴδῃς ἐν ἀσεβείᾳ βαπτιζομένην, καὶ αἰωνίῳ θανάτῳ καταδικαζομένην, καὶ τῇ ἀπιστίᾳ διαμένουσαν, οὐ δακρύεις, εἰπέ μοι, καὶ πενθεῖς; καὶ τοῦτο εὐλαβοῦς ψυχῆς; Πάντα μὲν οὖν τὰ ἄλλα ἁμαρτήματα δεῖ πενθεῖν τὸν εὖ φρονοῦντα, ἐξαι‐
40ρέτως δὲ, ὅταν ἴδῃ ψυχὴν ἐν ἀσεβείᾳ βεβαπτισμένην Ἑλληνισμοῦ. Ἐπὶ τῇ τοιαύτῃ ψυχῇ οὐ δεῖ μόνον πενθεῖν, ἀλλὰ καὶ πυροῦσθαι καὶ ἐμπιπρᾶσθαι τῷ ζήλῳ· ἵνα γέ‐ νηται Παύλου μαθητής. Διατρίβοντος γὰρ, φησὶ, Παύλου ἐν ταῖς Ἀθήναις, ἐνεπίπρατο αὐτοῦ τὸ πνεῦμα, θεω‐
45ροῦντος κατείδωλον οὖσαν τὴν πόλιν. Διὰ τί δὲ ταῦτα οἱ ἅγιοι φρονοῦσιν, ὥς που καὶ ὁ θαυμάσιος οὗτος πατὴρ ἔκδικος τῆς εὐσεβείας ἦν; Καθάπερ γάρ ἐστι βασιλεὺς ὁ ἐπὶ γῆς κατέχων τῆς ὑπ’ αὐτὸν οἰκουμένος, ἔχει δὲ ἐν ἑκάστῳ δικαστηρίῳ τοῦ παλατίου συνηγοροῦντας· οὕτως

59

.

546

(50)

ἔχει ὁ Θεὸς τοὺς πιστοὺς ποιμένας ἐκδίκους τῆς εὐσε‐ βείας. Πολλοὶ γὰρ πολλάκις διασύροντες τῶν Ἑλλήνων λέγουσιν, ὅταν ἀκούσωσι Χριστιανῶν λεγόντων αὐτοῖς, Διὰ τί βλασφημεῖτε; διὰ τί ἀσεβεῖτε; εὐθέως διασύρου‐ σιν· Ἴδε οἱ ἔκδικοι τοῦ Θεοῦ· οὐ δύναται ἑαυτὸν ἐκδικῆ‐
55σαι ὁ Θεός; Ἀλλ’ ἑαυτὸν οὐκ ἐκδικεῖ (οὐ γὰρ ὑβρίζει τὴν θεότητα), ἀλλὰ διὰ πιστῶν οἰκετῶν τοὺς ἀγνώμονας δούλους μαστίζει. Χρείαν ἔχει ἐκδίκων ὁ Θεός; Ναί· οὐκ ἐπειδὴ αὐτὸς ἀσθενεῖ, ἀλλ’ ἵνα σοὶ θύραν ζήλου ἀνοίξῃ. Εἰ γὰρ πάντα δι’ ἑαυτοῦ ἐποίει, ἀπεκλείετο ἡ ὁδὸς τῆς
60ζωῆς τῷ ζηλωτῇ. Οὐκ ἐθεομάχει ποτὲ Φαραὼ, καὶ ἦν ἐν ἀσεβείᾳ βεβυθισμένος· καὶ οὐδαμοῦ μάστιξ προσηνέχθη, ἕως ἂν ἔκυψε Μωϋσῆς ὁ πιστός; Οὐκ ἐκόμα ἡ πολύθεος πλάνη σὺν τοῖς ψευδέσιν ἱερεῦσι καὶ τοῖς ψευδοπροφή‐ ταις, καὶ οὐδαμοῦ παρὰ Θεοῦ πληγὴ, ἕως ἀνέκυψεν
65Ἠλίας ὁ ζηλωτής; Ἔκδικοί εἰσιν ὁμολογουμένως τοῦ Θεοῦ οἱ ἅγιοι. Διὸ καὶ Παῦλος λέγει· Ἐν ἑτοίμῳ ἔχο‐ μεν ἐκδικῆσαι πᾶσαν παρακοὴν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή. Ἔτι δὲ ἡ θαυμασία Δεβόῤῥα ἐν γυναιξὶν, ἡ γυναικὸς ἀσθένειαν ἔχουσα, καὶ ἀνδρείαν ἀρετῆς προφη‐
70τεύουσα, περὶ ἧς φησιν ἡ Γραφὴ, καὶ Ἀνέστη Δεβόῤῥα, μήτηρ ἐν τῷ Ἰσραὴλ, μήτηρ ἐγένετο τοῦ λαοῦ δι’ εὐσέ‐ βειαν, καὶ τοσοῦτον ἤκμαζεν, ὥστε καὶ τοὺς στρατηγοὺς πολέμου γενομένου τοὺς περὶ τὸν Βαρὰκ λέγειν τῇ γυ‐ ναικί· Ἐὰν μὴ σὺ ἔλθῃς εἰς πόλεμον μεθ’ ἡμῶν,
75ἡμεῖς οὐκ ἐρχόμεθα. Οὐ τῇ τῆς γυναικὸς ἐθάῤῥουν ἀν‐ δρείᾳ, ἀλλὰ τῇ τῆς προφητείας δυνάμει. Ἐξῆλθον πολ‐ λοὶ συνεργοὶ τῆς τοῦ Θεοῦ βουλῆς, καὶ ἐξέκοπτον τοὺς ἀλλοφύλους. Ἐκείνη οὖν ἡ μακαρία Δεβόῤῥα τὴν ἀλή‐ θειαν φέρουσα λέγει· Κύριε, οἱ ἀγαπῶντές σε, ὡς ἀνα‐
80τολὴ τοῦ ἡλίου· οἱ δὲ ἐχθροί σου, ὡς ἀπόσμηγμα λύχνου.545

59

.

547

Κύριε, οἱ ἀγαπῶντές σε, ὡς ἀνατολὴ τοῦ ἡλίου· ἐπειδὴ ὁ ἥλιος οὐδέποτε σβέννυται· οἱ δὲ ἐχθροί σου, ὡς ἀπό‐ σμηγμα λύχνου· λύχνος γὰρ καὶ πρόσκαιρον ἔχει φῶς, καὶ πάλιν σβέννυται. Εἶτα ἐπαινεῖ τὸν στρατηγὸν ὑπουρ‐
5γήσαντα τῇ τοῦ Θεοῦ βουλῇ, καὶ μετὰ ταῦτα κελεύει καταρᾶσθαι τοὺς κατοικοῦντας Μαζὼρ, ὅτι οὐκ ἐξῆλθον εἰς βοήθειαν Κυρίου. Βοηθείας ἄρα ἔχρῃζεν ὁ Θεός; Ναί. Δεῖ φανῆναι τοὺς βοηθοῦντας τῇ εὐσεβείᾳ. Οὕτως οὖν καὶ ὁ θαυμάσιος οὗτος πατὴρ οὐ Θεῷ ὡς ἀτονοῦντι
10βοηθεῖ, ἀλλ’ εἰς τοῦτο ταγεὶς ἐκδικεῖ τὴν εὐσέβειαν, τῷ σώματι μὲν ἐνδεικνύμενος πρὸς ἀπώλειαν, ἀλλὰ ψυχὰς ἐμβαλλόμενος πρὸς δυναστείαν. Τὰ γὰρ βέλη τοῦ δυνα‐ τοῦ ἠκονημένα. Καὶ μὴ θαυμάσῃς, εἰ οἱ ποιμένες Χρι‐ στοῦ καὶ διδάσκαλοι εὐσεβείας ἐκδικοῦσι τὴν ἀλήθειαν·
15ἀλλὰ κἂν μὴ ᾖ τις διδάσκαλος, μηδὲ διδασκαλικὸν θρόνον πεπιστευμένος, ἀλλὰ ἁπλῶς δεξάμενος Χριστοῦ λό‐ γον, καὶ ἐν μαθητοῦ τάξει τυγχάνων, ὀφείλει ζῆλον ἔχειν Θεοῦ, καὶ ἀμοιβὰς ἀποδιδόναι τῷ εὐεργέτῃ ἐν τῷ ἐλευθε‐ ροστομεῖν, καὶ ὑπὲρ τῆς ἀληθείας φθέγγεσθαι, καὶ κατὰ
20ἀσεβείας ἀγωνίζεσθαι, ἵνα ἀκούσῃ παρὰ τῆς ἁγίας Γρα‐ φῆς· Τέκνον, ἀγώνισαι ὑπὲρ τῆς ἀληθείας, Καὶ Κύριος ὁ Θεὸς πολεμήσει ὑπὲρ σοῦ. Οὐδὲν θαυμαστὸν, εἰ εὐ‐ σέβειαν ἐκδικοῦσιν ἅγιοι. Πολλάκις καλεῖ τι δι’ ἐπιεί‐ κειαν, ὡς Θεὸς ἀγαθὸς, καὶ οἱ προφῆται οὐ συγχωροῦσι
25τρωθῆναι τὴν εὐσέβειαν ἐκ τῆς τοῦ Θεοῦ ἐπιεικείας. Λέγει ὁ Θεὸς διὰ Μωϋσέως· Εἰπὸν τῷ Φαραὼ, Ἐξαπό‐ στειλον τὸν λαόν μου· εἰ δὲ οὐ βούλει, ἰδοὺ ἀποστελῶ τὰ σημεῖα, καὶ πατάξω σε. Ἐπλήγη Μωϋσῆς ἐπὶ τῷ ῥήματι, καὶ δίδοται ἔννοια τῷ εὐσεβεῖ, καί φησι· Μὴ
30νομίσῃς, ὅτι ἐξ ἰσοτιμίας ἔχει λαὸν αὐτὸς, καὶ λαὸν ὁ Θεός. Καὶ ἀγωνιάσας, μήποτε ἡ πολλὴ τοῦ Θεοῦ ἀγαθό‐ της καὶ ἐπιείκεια βλάψῃ αὐτὸν, καὶ νομίσῃ ἀντιπολιτεύε‐ σθαι Θεῷ, ἀκούσας, Ὁ λαός σου, καὶ, Ὁ λαός μου, ἀνα‐ φέρει τὸ κήρυγμα. Τάδε λέγει Κύριος ὁ Θεὸς τῶν
35Ἑβραίων· Ἐξαπόστειλον τὸν λαόν μου· εἰ δὲ μὴ βούλει, ἰδοὺ ἐγὼ ἐξαποστελῶ τὰ σημεῖα, καὶ πατάξω σε καὶ τοὺς θεράποντάς σου· ἵνα μάθῃς, ὅτι Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Ἡ γῆ ἤκουσε λαὸν καὶ λαὸν, καὶ οὐκ ἠκολούθησε τῷ λόγῳ, ἀλλὰ λέγει, Πᾶσα ἡ γῆ τοῦ
40Κυρίου ἐστίν. Εἰ γὰρ καὶ ἐπιεικείᾳ ἐχρήσατο ὁ Θεὸς, ἀλλ’ οὗτος οὐ προδίδωσι τὴν δεσποτικὴν αὐθεντίαν. Διὰ τοῦτο γὰρ καὶ ὁ Θεὸς οὕτως ἐλάλησεν, ἵνα γυμνωθῇ τοῦ εὐσεβοῦς ὁ ζῆλος. Ἀλλὰ καὶ φιλοῦσιν ἀεὶ πιστοὶ ὑπερ‐ βαίνειν τοῦ Θεοῦ τὰ ῥήματα· λέγει γὰρ ὁ Σωτὴρ τοῖς
45μαθηταῖς· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; Λέγει εἷς τῶν μαθητῶν αὐτοῦ· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ὁ ζῆλος τοῦ ἁγίου Πνεύματος καὶ ὑμᾶς διδασκέτω ζηλωτὰς εἶναι, καὶ ὑπὲρ εὐσεβείας πάσχειν, καὶ ἀγωνίζεσθαι ὑπὲρ δι‐

59

.

547

(50)

καιοσύνης τὸν καλὸν ἀγῶνα. δʹ. Ἄξιον γάρ ἐστι τὸ μιμητὰς εἶναι διδασκάλου ἀγα‐ θοὺς μαθητὰς, ὡς καὶ Παῦλος λέγει· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Θέλεις μαθεῖν, ὅτι καὶ ὁ ἁπλῶς μαθητὴς καὶ μαθητοῦ τάξιν ἔχων ὀφείλει
55ἔχειν ζῆλον εὐσεβείας; Ἄκουε πῶς ὁ Χριστὸς τὸν ἐκ γενετῆς τυφλὸν ἐθεράπευσε· μᾶλλον δὲ αὐτῆς ἐξ ἀρχῆς τῆς ἱστορίας ἀκούσωμεν. Μετὰ γὰρ πολλὰ τῷ εὐαγγε‐ λιστῇ εἰρημένα, οὕτως ἤρξατο λέγειν· Παράγων ὁ Ἰη‐ σοῦς εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. Καὶ ἠρώ‐
60τησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, καὶ τὰ ἑξῆς. Καὶ πτύσας, καὶ πηλὸν ποιήσας, Ἔχρισεν αὐτοῦ τοὺς ὀφθαλμοὺς, καὶ εἶπεν αὐτῷ· Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ· καὶ νιψάμενος ἀνέβλεψεν. Οἱ Ἰουδαῖοι ἔγνωσαν αὐτὸν, καὶ λέγουσιν· Οὐχ οὗτός
65ἐστιν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος τυφλὸς ὤν; Ἄλλοι ἔλεγον, Ναί· ἄλλοι, Οὒκ, ἀλλ’ ὅμοιος αὐτῷ ἐστιν. Ἐκεῖνος ἔλεγεν, ὅτι Ἐγώ εἰμι. Οἱ Φαρισαῖοι δὲ καὶ οἱ ἄρχοντες τῶν Ἰουδαίων ὁρῶντες, ὅτι τὸ θαῦμα πολ‐ λοὺς ἔχει ἑλκύσαι πρὸς τὸν Χριστὸν, δακνόμενοι ἐκ τοῦ
70ζήλου τῆς ἀσεβείας, καὶ πληττόμενοι τῷ κέντρῳ τῆς ἀληθείας, καλοῦσιν ἔσω τόν ποτε τυφλόν. Καὶ ἦν ἰδεῖν πονηρὸν θέατρον, εὐσεβείας ἐκδικουμένης, καὶ πονηρῶν δικαστῶν κρινόντων, καὶ μεγάλου συνηγόρου συναγωνι‐ ζομένου, καὶ Θεοῦ βραβεύοντος καὶ ἐφορῶντος. Καλοῦσι
75τόν ποτε τυφλὸν καὶ ἀναβλέψαντα Ἰουδαίων παῖδες, καὶ
ἱστῶσιν ἐν μέσῳ τοῦ συνεδρίου, καὶ λέγουσιν αὐτῷ·Column end

59

.

548

Εἰπὲ πῶς ἀνέβλεψας, καὶ τίς σου διήνοιξε τοὺς ὀφθαλ‐ μοὺς, καὶ τί σοι ἐποίησεν; Ταῦτα ἔλεγον, οὐχ ἵνα μά‐ θωσιν, ἀλλ’ ἵνα τῷ σχήματι τῆς ἐρωτήσεως φόβον ἐνέγκωσιν. Πολλάκις γὰρ τὸ σχῆμα τῆς ἐρωτήσεως δι‐
5δάσκαλος γίνεται τῷ ἐρωτωμένῳ ἀποκρίνασθαι, ἢ σιω‐ πῆσαι· ὡς ἄν τις εἴποι τινὶ μέλλοντι μαρτυρεῖν εἰς πρᾶγμα· Οἶδας τὴν ὑπόθεσιν; παρῆς; πόθεν οἶδας τὸ πρᾶγμα; καὶ τὸ σχῆμα αὐτὸν διδάσκει ἀρνήσασθαι. Οὕτω κἀκεῖνοι· Πῶς ἀνέβλεψας; τίς ἠνέῳξέ σου τοὺς ὀφθαλ‐
10μούς; Ὁ δὲ ἧττον φροντίσας τῆς ἀπειλῆς, εἴχετο μᾶλ‐ λον τῆς ἀληθείας, καί φησιν· Ἄνθρωπός τις, λεγό‐ μενος Ἰησοῦς, πηλὸν ποιήσας ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι· Ὕπαγε, νίψαι εἰς τὸ Σιλωάμ. Καὶ ἀπελθὼν ἐνιψάμην, καὶ ἀνέβλεψα. Οὐκ
15ᾔδει τὴν ἀλήθειαν, ἀλλὰ τὴν εὐεργεσίαν ἐγνώρισε· τοῦ εὐεργέτου τὸ ἀξίωμα οὔπω ᾔδει. Ἄνθρωπός τις πηλὸν ποιήσας ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς, καὶ βλέπω. Οὐκ ἐπίστευσαν οἱ Ἰουδαῖοι, ὅτι τυφλὸς ἦν, καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ
20τοῦ ἀναβλέψαντος. Ἡ παραγραφὴ τῆς κακίας εἰς ἀμφιβολίαν ἤνεγκε τὴν ἀλήθειαν. Καλοῦσι τοὺς γονεῖς τοῦ τυφλοῦ· ἡ κακία καθ’ ἑαυτῆς συνάγει τοὺς μάρτυ‐ ρας. Ἐκλήθησαν οἱ γονεῖς τοῦ τυφλοῦ. Πάλιν τὸ αὐτὸ σχῆμα τῆς ἐρωτήσεως· Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν
25ὑμεῖς λέγετε, ὅτι τυφλὸς ἐγεννήθη; Πῶς οὖν ἄρτι βλέπει; Ἐκεῖνοι τὸν τρόπον τῆς κακίας νοήσαντες, ὅτι ἀπειλὰς προσφέρουσιν, λέγουσιν αὐτοῖς· Ἴσμεν, ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν· καὶ ὅτι τυφλὸς ἐγεννήθη, οἴδαμεν· πῶς δὲ νῦν βλέπει, ἢ τίς ἤνοιξεν αὐτοῦ
30τοὺς ὀφθαλμοὺς, οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε· αὐτὸς τὰ περὶ ἑαυτοῦ λαλήσει. Καὶ ὅρα τοῦ Θεοῦ τὴν σοφίαν. Ἵνα μὴ παραγράφωνται αὐτοῦ τὴν φωνὴν τοῦ ἀναβλέψαντος, ἢ ὡς νέου ὄντος, ἢ ὡς οὐκ εἰδότος εἰπεῖν, ὡς ἐπὶ τῶν κοινῶν δικαστηρίων,
35ᾠκονόμησεν ὁ Θεὸς πρῶτον δειχθῆναι αὐτὸν τῆς ἐννόμου ἡλικίας. Ἡλικίαν ἔχει αὐτὸς, φησίν· αὐτὸν ἐρωτή‐ σατε· ἐπειδὴ οἱ ἀφήλικες συνηγόρων χρῄζουσιν, οἱ δὲ τελείαν φέροντες τὴν ἡλικίαν, αὐτοὶ ἑαυτῶν συνήγοροι γίνονται. Ἀπεκρίθησαν οἱ γονεῖς αὐτοῦ, καὶ εἶπον,
40ὅτι Οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν, καὶ ὅτι τυφλὸς ἐγεν‐ νήθη, οἴδαμεν. Ὡμολόγησαν οἱ γονεῖς, ἵνα μὴ ᾖ ἀμφι‐ βολία, ὅτι οὐκ ἦν τυφλός. Ἡλικίαν ἔχει, αὐτὸν ἐρω‐ τήσατε· αὐτὸς τὰ περὶ αὐτοῦ λαλήσει. Καλοῦσι πάλιν, φησὶν, αὐτὸν ἐκ δευτέρου, καὶ λέγουσιν αὐ‐
45τῷ· Τί ἐποίησέν σοι; πῶς ἠνέῳξέν σου τοὺς ὀφθαλμούς; Ἐκεῖνος λοιπὸν ἐνδυσάμενος Θεοῦ ζῆλον, διαπτύει τὴν ἐρώτησιν, καὶ ὡς ἀναξίους ἀποκρίσεως, οὐκ ἀξιοῖ λόγου, ἀλλὰ τί λέγει αὐτοῖς; Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκού‐ σατε· τί πάλιν θέλετέ μου ἀκούειν; μὴ καὶ ὑμεῖς

59

.

548

(50)

θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; Καὶ μιμεῖται τὴν Χριστοῦ διδασκαλίαν, ὁ μηδέπω ἀκούσας τὴν Χριστοῦ διδασκαλίαν. Οἱ γὰρ Ἰουδαῖοι ἐν τοῖς ἐγκαινίοις κυκλώ‐ σαντες τὸν Σωτῆρα ἐν τῇ στοᾷ Σολομῶντος, ἔλεγον αὐ‐ τῷ· Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; Εἰ σὺ εἶ ὁ
55Χριστὸς, εἰπὲ ἡμῖν παῤῥησίᾳ. Λέγει αὐτοῖς· Εἶπον ὑμῖν, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; Καὶ ὅρα συνηγόρου εὐσέβειαν. Ἐπειδὴ προσέσχεν τῇ κακίᾳ τῶν Ἰουδαίων, ὅτι πάντα ποιοῦσι, καὶ σχηματί‐ ζονται ἀπειλὴν, καὶ φόβον αὐτῷ ἐπισείειν ὑπὲρ τοῦ μὴ
60ὁμολογεῖν αὐτὸν διδάσκαλον, λέγει αὐτοῖς· Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν· μὴ καὶ ὑμεῖς θέλετε μαθηταὶ αὐτοῦ γενέσθαι; Τῷ εἰπεῖν, Μὴ καὶ ὑμεῖς; ἔδειξεν, ὅτι τὸ Ἐγὼ ὁμολογεῖ‐ ται. Ταύτην τὴν φωνὴν ἐχέτω πᾶς Χριστιανὸς ἀφ’ Ἑλ‐
65ληνισμοῦ καταγόμενος. Ὅταν γάρ σοι συντύχοι Ἕλλην ἀρχαίαν ἔχων συνήθειαν πλάνης, καὶ εἴποι σοι, ὅτι Χριστιανὸς ἐγένου, εἰπὲ αὐτῷ, Ναί· μὴ καὶ σὺ θέλεις γενέσθαι; Ὁ σκοπὸς τοίνυν τοῦ ἀναβλέψαντος καὶ ψυχῇ καὶ σώματι, τοιοῦτος ἦν. Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ
70ἠκούσατε· τί πάλιν θέλετέ μου ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; Ἀντὶ τοῦ, Τοσοῦτον ἀπέχετε τοῦ ἐμὲ μεταπεῖσαι, ὅτι καὶ ἐγὼ προσδοκῶ μᾶλλον ὑμᾶς μεταβληθέντας Χριστὸν αὐτὸν καθομολογῆσαι. Εἶτα τί πρὸς αὐτὸν οἱ Ἰουδαῖοι· Ἐλοι‐
75δόρησαν αὐτὸν, καὶ εἶπον· Σὺ εἶ μαθητὴς ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί. Ἡμεῖς οἴδα‐ μεν, ὅτι Μωϋσῇ ἐλάλησεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. Ἐννόησον τὸ πλῆθος τῶν ἀντι‐ λεγόντων, καὶ τὴν δύναμιν ἑνὸς τοῦ ἀνθεστηκότος. Καὶ
80οὐκ ἐσιώπησε πάλιν ὁ συνήγορος τῆς ἀληθείας, ἀλλ’547

59

.

549

ἵστατο, Ἐν γὰρ τούτῳ θαυμαστόν ἐστι, λέγων, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστὶν, καὶ ἠνέῳξέν μου τοὺς ὀφθαλμούς. Εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύ‐ νατο ποιεῖν οὐδέν. Εἰστήκει ἀγωνιζόμενος, καὶ ὁ Θεὸς
5ἐπόπτης καὶ βραβευτής· πολλοὶ δεινοὶ καθ’ ἑνὸς ἰσχυ‐ ροῦ, νέφος ἄπιστον πρὸς μίαν σταγόνα πίστεως. Ἀπὸ τοῦ αἰῶνος, φησὶν, οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. Εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. Ἐπειδὴ
10σεμνύνεσθε, φησὶ, τῇ Μωϋσέως διδασκαλίᾳ. Οὐ μνημονεύει μὲν Μωϋσέως τέως, ἵνα μὴ παροξύνῃ· λέγει δὲ, Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ τις ὀφθαλ‐ μοὺς τυφλοῦ γεγεννημένου, τουτέστιν, Τίς ἤνοιξεν ἄλλος προφήτης; οὐδὲ τὴν ὑπεροχὴν ὁρῶντες, οὐδὲ
15σύγκρισιν. Ὅσον δὲ οὗτος τῆς ἀληθείας ἀντείχετο, τοσοῦτον ἐκεῖνοι τῆς ἀναισχυντίας οὐκ ἐπαύοντο. Ἐπειδὴ ἀρνήσασθαι οὐκ ἐδύναντο, ἐσπούδασαν λοιπὸν καλύψαι, καί φασι· Δὸς δόξαν τῷ Θεῷ· οἴδαμεν ἡμεῖς, ὅτι ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν. Δόξα Υἱοῦ ἡ δόξα
20Πατρὸς, καὶ ἀμέριστος ἡ δόξα. Ἀγωνίζεται ἔχων τὸν καλὸν ἀγῶνα πρὸς Ἰουδαίους. Λέγουσιν αὐτῷ, Δὸς δόξαν τῷ Θεῷ. Ποίῳ; Τοῦ νόμου τοῦ ἡμετέρου; Καὶ δίκαιόν ἐστι ἄλλον εὐεργετῆσαι, καὶ ἄλλον δοξασθῆναι; Δὸς δόξαν τῷ Θεῷ. Ἄλλος εὐεργέτης, καὶ ἄλλῳ δῶ
25δόξαν; Ὡμολόγησαν, ὅτι πηλὸν ἐποίησεν Ἰησοῦς, καὶ ἔχρισεν αὐτοῦ τοὺς ὀφθαλμούς· ὁ ἀνοίξας ὁμολογεῖται, καὶ ἄλλῳ ἀνενέγκω τὴν δόξαν; Διὰ τί δὲ δῶ δόξαν τῷ Θεῷ; Ὅτι τὸ ἔργον τοῦτο τοῦ Θεοῦ ἐστιν. Ἴδε οὖν ἄκοντες ὁμολογεῖτε, ὅτι Θεὸς ὁ Χριστός. Δὸς δόξαν τῷ
30Θεῷ. Εἰ γὰρ τὸ ἔργον τοῦ Θεοῦ, καὶ ὀφείλεται αὐτῷ ἡ δόξα· ὁ ποιητὴς τοῦ ἔργου αὐτός ἐστι Θεός. Δὸς δόξαν τῷ Θεῷ. Ἡμεῖς οἴδαμεν, ὅτι ἄνθρωπος οὗτος ἁμαρ‐ τωλός ἐστιν. Ἀπεκρίθη αὐτοῖς ὁ ποτὲ τυφλός· Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν
35ἄρτι βλέπω. εʹ. Μέχρι τούτου ὡς ἐπαῤῥησιάσατο, ἐκέλευσαν αὐτὸν ἐκβληθῆναι ἔξω. Καὶ ἐξέβαλον αὐτὸν, φησὶν ὁ εὐαγγε‐ λιστὴς, ἔξω. Μακάριος ὁ ἀφορισθεὶς συναγωγῆς πονη‐ ρευομένων. Καὶ ὅρα τί γίνεται. Ἐπειδὴ ἠγωνίσατο τὸν
40καλὸν ἀγῶνα, καὶ συνηγόρησε Θεοῦ δόξῃ, καὶ τὸν Σω‐ τῆρα ὡμολόγησεν ἐνδόξως μετὰ πολλῆς τῆς παῤῥησίας· καὶ ἦν αὐτοῦ τὸ θέατρον πεπληρωμένον τῶν παλαισμά‐ των, ἐξεβλήθη ἔξω ὁ παλαιστὴς, μὴ λαβὼν τὸν στέφα‐ νον, καὶ ἀπαντᾷ αὐτῷ ἔξω ὁ βραβευτής. Ἤκουσε γὰρ,
45φησὶν, ὁ Ἰησοῦς, ὅτι ἐξέβαλον αὐτὸν ἔξω· καὶ εὑρὼν αὐτὸν λέγει αὐτῷ. Ὢ τῆς ῥήσεως τοῦ εὑρόντος αὐτόν· ὃν ἀπόλλυσιν ἡ πλάνη, εὑρίσκει ἡ ἀλήθεια. Διὰ τί δὲ αὐτῷ ἀπήντησεν; Εἶδεν ὁ Σωτὴρ ψυχὴν εὐγνωμοσύνης γέμουσαν· εἶδε ψυχὴν μηδέπω γνωσθεῖσαν ὑπὲρ Θεοῦ

59

.

549

(50)

λέγειν, ἀλλὰ νομίζουσαν ὑπὲρ προφήτου τινὸς πιστοῦ· ἐρωτᾶται γὰρ περὶ τοῦ Χριστοῦ. Καὶ τί λέγει περὶ αὐ‐ τοῦ; Ὅτι προφήτης ἐστίν. Ὁ δὲ Σωτὴρ τοῦτο εἶπεν· Εἰ προφήτην νομίζων, καὶ ἄνθρωπον ὑπονοῶν, οὕτως ἀγω‐ νίζεται, τί οὐ ποιήσει, ἐὰν μάθῃ τὴν δόξαν τῆς θεότητος;
55Εἰ ἄνθρωπον ὑπονοῶν, καὶ προφήτην ὀνομάζων τοσαύτην ἤνεγκεν ὑπὲρ ἀληθείας συνηγορίαν, καὶ ἀγῶνα τηλι‐ κοῦτον ἀνεδέξατο μηδέπω κατηχηθεὶς, ἀλλ’ ἀπὸ μόνης τῆς εὐεργεσίας φωτισθείς· ἐννόησον αὐτὸν, ὅτι εἰ ὑπὲρ ἀνθρώπου νομίζων συνηγορεῖν, οὐκ ἐξέστη τῆς ἀληθείας,
60ἐὰν μάθῃ εὐαγγελικῶς λέγειν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ ὁ Θεὸς ἦν ὁ Λόγος· τί ἔσται; Διὰ τοῦτο λοιπὸν αὐτὸν εἰς γνῶσιν διωρθώσατο, τὸν μὲν ἀγῶνα ὑποδεξάμενος, τὴν δὲ πίστιν αὐτῷ σφραγίσας. Ἀπαντᾷ αὐτῷ ὁ Σωτήρ· οὐκ ἐγνώριζε
65γὰρ τὸν χαρακτῆρα οὗτος. Ὅτε γὰρ ἀπέστειλεν αὐτὸν ἐν τῇ κολυμβήθρᾳ τοῦ Σιλωὰμ τοῦ νίψασθαι, τυφλὸν ἀπ‐ έστειλεν· ὡς δὲ ἐπανῆλθε βλέπων, τὸν μὲν Σωτῆρα οὐκ εἶδε τῷ πλήθει ὄντα ἀναμεμιγμένον, ἀλλὰ εὐθέως, πρὶν τοῦ Δεσπότην ἰδεῖν, εἰς τὸν ἀγῶνα κληθεὶς ἠγωνίσατο.
70Πηλὸν δὲ πρὸ τοῦ αὐτὸν νίψασθαι ἐποίησεν ὁ Δεσπότης, καὶ ἔχρισεν αὐτοῦ τοὺς ὀφθαλμοὺς, ἵνα ἀναπληρώσῃ τὸ λεῖπον. Ὅτε οὖν ἐξέβαλον αὐτὸν ἔξω, εὑρὼν αὐτὸν ὁ Χριστὸς, εἶπεν αὐτῷ· Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; Οὐ δεῖ γάρ σε ὡς προφήτῃ πιστεῦσαι ἀγωνιζο‐
75μένῳ, ἀλλ’ ὡς Υἱῷ τοῦ Θεοῦ. Ἐκεῖνος τὸ πρόσωπον μὴColumn end

59

.

550

γνωρίσας, τὴν φωνὴν ἀνεγνώρισε. Σὺ πιστεύεις, φησὶν, εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; Ἐπέγνω τὴν φωνὴν, καὶ μετὰ περιχαρείας ἐβόησε, Καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; Διὰ τί πιστεύεις σοι λέγοντι τῷ πιστῷ· Σὺ
5πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; Οἶδα ὅτι ὁ λόγος σου ἀληθής ἐστιν· ὅμως δὲ κἂν εἴπῃς μοι τὴν γνῶσιν, οὐκ ἀμφιβάλλω σοι πιστεῦσαι. Καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; Καὶ ὁ προγνώστης ἀντέφη· Καὶ ἑώρακας αὐτὸν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.
10Ὁ ἔσω συνηγορήσας, ἔξω διαλέγεται· Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; Ὁ δὲ πεφωτισμένος καὶ τὸ σῶμα καὶ τὴν διάνοιαν, ἔφησε· Καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· Καὶ ἑώρακας αὐτὸν, καὶ ὁ λαλῶν μετὰ
15σοῦ ἐκεῖνός ἐστιν. Ὁ δὲ ἔφη· Πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ. Ταῦτά μοι εἴρηται, ἵνα μάθητε πάντες καλῷ διδασκάλῳ ἕπεσθαι, καὶ ποιμένα ἀγαθὸν μιμεῖσθαι, καὶ ὑπὲρ ἀληθείας ἀγωνίζεσθαι· ὁ γὰρ ὑμῶν ἀγὼν συνεργείᾳ γίνεται τοῦ μεγάλου ποιμέ‐
20νος. Ἐθαυμάσατε, ὅτι τυφλὸς ἐγένετο συνήγορος τῆς ἀληθείας εὐεργετηθείς· ἐθαυμάσατε τὸν λῃστὴν τὸν πρὸ τῆς εὐεργεσίας συνηγορήσαντα τῷ Χριστῷ. Ἀεὶ γὰρ θεία ψυχὴ ἀλήθειαν ζηλοῦσα, διὰ τὴν ἑαυτῆς ἀξιοπι‐ στίαν ἀνοίγει πολλὰ στόματα συνηγοροῦντα τῇ ἀληθείᾳ.
25Ἐπὶ σταυροῦ ὁ Χριστὸς ἐκρέματο, καὶ δύο λῃσταὶ, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων, καὶ Ἰουδαῖοι φλυαροῦ‐ σιν, ἀρχιερεῖς βλασφημοῦσιν· Ἴδε ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ πάλιν, Εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν, καὶ
30πιστεύσωμεν αὐτῷ· καὶ πάλιν, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Ὡσαύτως καὶ ὁ συσταυ‐ ρωθεὶς λῃστὴς καὶ αὐτὸς ἐφλυάρει λέγων· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, σῶσον σεαυτὸν καὶ ἡμᾶς. Ὁ δὲ ἕτερος λῃστὴς οὐκ ἐλάλει οὐδὲν, τῇ σιωπῇ κολάζων τοὺς κατα‐
35δίκους. Ἐπεὶ οὖν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, οἱ νό‐ μον εἰδότες, μᾶλλον δὲ ἀγνοοῦντες, οἱ ὀφείλοντες ἀπὸ τῶν προφητικῶν ἀναγνωσμάτων Χριστὸν ὁμολογῆσαι, οὐχ ὡμολόγησαν· ἀνοίγει ὁ Θεὸς ἀπροσδόκητον στόμα ἐπὶ τοῦ σταυροῦ, συνηγοροῦν τῇ ἀληθείᾳ. Καὶ βλέπε τί
40ποιεῖ. Οὐδὲ πρῶτον ἀκούει φωνῆς Χριστοῦ, καὶ οὗτος συνηγορεῖ, καὶ τότε στεφανοῦται. Ἐσταυρώθησαν γὰρ, φησὶ, σὺν αὐτῷ δύο λῃσταὶ, εἷς ἐκ δεξιῶν, καὶ εἷς ἐξ εὐωνύμων· καὶ ἦν ὁ Σωτὴρ μέσος ὥσπερ ζυγὸς ἀληθείας, κουφίζων μὲν τὸν ὁμολογοῦντα, καταδικάζων
45δὲ τὸν βλασφημοῦντα. Καὶ ὅρα τὸ θαυμαστόν. Τῶν γραμματέων καὶ τῶν ἀρχιερέων βλασφημούντων τὸν Χριστὸν, καὶ λεγόντων· Εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν, καὶ πιστεύσωμεν αὐτῷ· καὶ τοῦ ἄλλου λῃστοῦ· Εἰ Υἱὸς

59

.

550

(50)

εἶ τοῦ Θεοῦ, σῶσον σεαυτὸν καὶ ἡμᾶς· οὐδὲν λέγει εἷς τῶν λῃστῶν ὁ εὐγνώμων. Οἱ γὰρ δύο λῃσταὶ εἰκόνες ἦσαν τοῦ λαοῦ τῶν Ἰουδαίων καὶ τοῦ ἡμετέρου. Ὁ μὲν γὰρ βλασφημεῖ, καὶ κατακρίνεται· ὁ δὲ πιστεύει, καὶ μετανοεῖ, καὶ σώζεται. Λέγει οὖν τῶν ἀγνωμόνων ὁ τῆς
55Ἰουδαϊκῆς λῃστείας ἀδελφὸς (λῃστικὸς γὰρ ἦσαν λαὸς οἱ ἀγνώμονες Ἰουδαῖοι, ὡς μαρτυρεῖ ὁ Σωτὴρ λέγων· Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν· καὶ ἡ μὲν τοῦ πρώτου προαίρεσις Ἰουδαϊκή· ἡ δὲ τοῦ δευτέρου
60Χριστιανικὴ, ἀπὸ κακῶν μὲν ὁρμωμένη, μετανοίᾳ δὲ τὴν σωτηρίαν ἁρπάζει)· λέγει οὖν ὁ ἀγνώμων λῃστὴς, καὶ Ἰουδαϊκὴν ἔχων προαίρεσιν· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, σῶσον σεαυτὸν καὶ ἡμᾶς, καταβὰς ἀπὸ τοῦ σταυροῦ· ὁ δὲ ἄλλος εὐγνώμων εὑρίσκεται, ὁ ἐν τῷ δικαστηρίῳ
65ὑπεύθυνος, ἐν τῷ σταυρῷ δικαστής· ἀλλὰ καὶ διδάσκων φόβον Θεοῦ. Ἡ γὰρ πρώτη φωνὴ τοῦ λῃστοῦ τῷ συλ‐ λῃστῇ λέγει· Οὐδὲ φοβῇ σὺ τὸν Θεὸν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; Καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν, ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν
70ἄτοπον ἔπραξε. Τί λέγεις; ὁ ἔξω κλέπτων, ὧδε κατα‐ δικάζεις; ὁ ἔξω φονεύων, ὧδε φόβον διδάσκεις; Οὐδὲ φοβῇ σὺ τὸν Θεόν; Μάθε τοῦ Χριστοῦ τὸν σταυρὸν, ἵνα ἡ φωνὴ γένηταί σοι εὐσεβείας διδάσκαλος. Ὅρα γὰρ τὸ θαυμαστόν· ὁ λῃστὴς λέγει τῷ συλλῃστῇ· Οὐδὲ
75φοβῇ σὺ τὸν Θεόν; Θεὸν αὐτὸν κηρύττει τὸν ἑκουσίως549

59

.

551

συνεσταυρωμένον αὐτοῖς, καὶ μακροθύμως ὑπὲρ τῆς ἀνθρωπότητος πάσχοντα. Καὶ ὅτι περὶ αὐτοῦ τοῦ Σω‐ τῆρος λέγει· Οὐδὲ φοβῇ σὺ τὸν Θεόν; ἐκ τῶν ἑξῆς μάνθανε· Οὐδὲ φοβῇ σὺ τὸν Θεὸν, ὅτι ἐν τῷ αὐτῷ
5κρίματι εἶ; Καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. Ταῦτα λέγω, ἵνα μάθητε ὑπὲρ εὐσεβείας κά‐ μνειν, καὶ ἐν οἰκίᾳ καὶ ἐν ἀγορᾷ τὸν ζῆλον ἐνδείκνυ‐ σθαι, καὶ ὑπὲρ Χριστοῦ ἀγωνίζεσθαι, ἵνα καὶ παρ’
10αὐτοῦ τὸν τῆς δικαιοσύνης λάβητε στέφανον, ὡς ὁ εὐ‐ γνώμων οὗτος λῃστής. Ἄκουε γὰρ αὐτοῦ πρὸς τὸν βλά‐ σφημον συλλῃστήν· Οὐδὲ φοβῇ σὺ τὸν Θεὸν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; Καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν, ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν
15ἄτοπον ἔπραξεν. Καὶ ἔλεγε τῷ Ἰησοῦ, Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Εἶδες συνηγορίαν ἀληθῆ; εἶδες πῶς αὐτὸν τὸν Χριστὸν Θεὸν ἀληθινὸν ὡμολόγησε; Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ὁμολογεῖ τὰ ἴδια κακὰ, καὶ συν‐
20ηγορεῖ τῷ Δεσπότῃ. Τοσαῦτα ἐβασανίσθης, λῃστὰ, ἐπὶ τοῦ ἡγεμόνος, ἵνα ὁμολογήσῃς τὰς λῃστείας, καὶ τοὺς φόνους, καὶ τὰς κλοπὰς, ἃς ἐποίησας, εἰ καὶ οὐχ ὡμο‐ λόγησας· καὶ ὧδε λέγεις ἐκτὸς βασάνων, Ἄξια ὧν ἐπράξαμεν, ἀπολαμβάνομεν; Διὰ μυρίων βασάνων
25μόλις ὡμολόγησας ἐπὶ τοῦ ἡγεμόνος· καὶ ὧδε μηδένα ἔχων τὸν ἀναγκάζοντα, εὐκόλως οὕτως ὁμολογεῖς; Ναὶ, φησίν· ἀλλ’ ἐκεῖ τῇ ὁμολογίᾳ ἀκολουθεῖ θάνατος, ὧδε τῇ ὁμολογίᾳ ἕπεται μετάνοια καὶ ζωή. Ἄξια γὰρ ἡμεῖς ὧν ἐπράξαμεν, ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον
30ἔπραξεν. Εἰ ἡμεῖς, φησὶ, δικαίως· οὗτος ἀδίκως. Ἡμεῖς γὰρ τοὺς ζῶντας ἐφονεύσαμεν, οὗτος τοὺς νεκροὺς ἤγει‐ ρεν· ἡμεῖς τὰ ἀλλότρια ἐσυλήσαμεν, οὗτος τὸν ἴδιον πλοῦ‐ τον τῇ οἰκουμένῃ δέδωκε. Μάχεται ὁ λῃστὴς τῷ συλλῃ‐ στῇ, καί φησι· Μέχρι τούτου τοῦ καιροῦ τοῦ κατὰ τὸν
35σταυρὸν ἀλλήλοις συνήλθομεν καὶ συνωδεύομεν, ἀλλὰ νῦν ἀπὸ τοῦ σταυροῦ σχίζεταί μοι ἡ ὁδός· ἐὰν θέλῃς συν‐ οδεῦσαί μοι πρὸς τὴν ζωὴν, ἐλθέ· εἰ δὲ μὴ, τὴν οἰκείαν πορεύου. Ἔνθεν, ὅτε σὺν σοὶ συνώδευον, τὴν πρώτην μετὰ σοῦ ἤμην· ἀλλὰ νῦν ὁ σταυρὸς ἔσχισεν αὐτὴν τὴν
40ὁδὸν τὴν δευτέραν εἰς δύο. Μετανοίᾳ σχίζεται ἡ ὁδὸς τῶν λῃστῶν. Καὶ ἦν ὁ ψαλμὸς καὶ τὸ τέλος τοῦ ψαλμοῦ τότε πληρούμενον· Γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. Ὅτε οὖν συνηγόρησεν ὁ λῃστὴς τῇ ἀληθείᾳ, στρέφεται πρὸς τὸν βασιλέα τῆς δόξης, καί φησι,
45Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν βασιλείᾳ σου. ϛʹ. Αἰσχυνέσθωσαν λοιπὸν οἱ Ἀρειανοὶ, καὶ ἀκουέτωσαν τί ὁ λῃστὴς λέγει· Κύριε, μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ὁ λῃστὴς βλέπει ἐσταυρωμένον, καὶ Κύριον ὁμολογεῖ· ὁ αἱρετικὸς ὁμολογεῖ σύνθρονον

59

.

551

(50)

τοῦ Πατρὸς, καὶ ὡς κτίσμα βλασφημεῖ. Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ἤθελόν τινα εἰπεῖν πρὸς τὸν λῃστήν· Μνησθείη σου ὁ Χριστὸς, τί ἄξιον ποιήσαντος; Ὅτι ἐφόνευσας; ὅτι ἐσύλησας; λέγεις γὰρ, Μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
55Ἀλλὰ μή τις νομιζέτω, ὅτι κατὰ χάριν μόνον ἔσωσε τὸν λῃστὴν ὁ Χριστὸς, ἀλλὰ κατὰ ὀφειλὴν ἐχρεωστεῖτο αὐτῷ. Ποῖον χρέος; φησίν· ὅτι ἐδικαιοπράγησεν; ἐλεημοσύνας ἔδωκεν; τὰ ἴδια ἐμέρισεν, ἐνήστευσεν, ἠγρύπνησεν; ἐποίησε πρᾶγμα, ὃ μηδεὶς ἄλλος; Ἀλλ’ ὅτι ἐπίστευσε
60τῷ Θεῷ; Καὶ προφῆται ἐπίστευσαν τῷ Θεῷ, καὶ πα‐ τριάρχαι ἐπίστευσαν, ὑμνογράφοι ἐπίστευσαν, ἀπόστο‐ λοι, κήρυκες, μάρτυρες· ἀλλ’ οὗτοι πάντες ἐν δόξῃ θεασάμενοι τὸν Θεὸν, οὗτος δὲ ἐν ὕβρει. Ἀλλὰ στῆσον μυρίους οἰκέτας δουλεύοντας δεσπότῃ, ὅτε ὁ δεσπότης
65ἐστὶν ἐν εὐπραγίᾳ καὶ τιμῇ· καὶ ἕνα δοῦλον ἐν καιρῷ πειρασμοῦ καὶ θλίψεως καὶ φυγῆς, οὐκ ἀναχωροῦντα τοῦ ἰδίου δεσπότου· ἐκείνους δὲ τοὺς μυρίους δούλους ἐν τῷ τοῦ πειρασμοῦ καιρῷ καὶ τῆς φυγῆς καταλιπόν‐ τας τὸν δεσπότην καὶ ὑποχωρήσαντας· ἆρά γε οὗτοι οἱ
70δοῦλοι οἱ ἐν εὐπραγίᾳ τὸν δεσπότην ἐν τῷ καιρῷ τοῦColumn end

59

.

552

πειρασμοῦ καταλιπόντες, ὅμοιοι εἶναι δύνανται τοῦ ἐν δυσπραγίᾳ τῷ δεσπότῃ ἀκολουθήσαντος; Οὐδαμῶς. Ἐπί‐ στευσε Πέτρος, ἀλλ’ ἰδὼν νεκροὺς ἐγείραντα, τὴν δόξαν αὐτοῦ θεασάμενος ἐπίστευσεν· ἐπίστευσε Παῦλος, ἀλλ’
5ἰδὼν φῶς οὐρανόθεν, καὶ τὰς μὲν σωματικὰς ὄψεις πη‐ ρώσαντα, τὰ δὲ ψυχικὰ ὄμματα φωτίσαντα· ἐπίστευσεν Ἀβραὰμ, ἀλλὰ θεασάμενος ὄψιν θεϊκήν· Ἡσαΐας ἐπί‐ στευσεν, ἀλλ’ ἰδὼν αὐτὸν καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ, καὶ τὰ Χερουβὶμ κύκλῳ αὐτοῦ. Ὅλοι εἶδον, ἀλλ’ ἐν
10δόξῃ· οὗτος δὲ ἐν ὕβρει· διὸ καὶ ἔκραζε, Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ἀπὸ τῶν κατ’ ἐμὲ ὀφείλετέ μοι εἰπεῖν· διὰ τί λέγεις; Ὅτι ἁμαρτωλός εἰμι, καὶ φονεύς· λῃστὴς μέχρι τῆς ὥρας ταύτης· πολλά μου τὰ κακὰ, ὁμολογῶ, ἀλλ’ ἔχω ἐν τῇ
15διανοίᾳ μου πίστιν κεκρυμμένην, ἣν οὐδεὶς οἶδεν, εἰ μὴ ὁ Δεσπότης μόνος ὁ σὺν ἐμοὶ πάσχων. Ἔξωθεν ἔχει ὁ Δεσπότης τὰ τοῦ πάθους φαινόμενα σύμβολα· καὶ ἐγὼ, φησὶν, οὐ προσέσχον τῇ φαινομένῃ ὕβρει, ἀλλὰ τὴν κε‐ κρυμμένην βασιλείαν δοξάζω. Οὕτω καὶ σὺ λέγε· Κύριε,
20μὴ ἴδῃς μου τὰς ἀδικίας τὰς φαινομένας, ἀλλὰ τὴν πίστιν τὴν κρυπτομένην, καὶ, Μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Διόλου μηδὲν μηδενὶ λα‐ λήσας Χριστὸς, ἀλλὰ σιωπήσας, καὶ μήτε τῷ Πιλάτῳ ἀποκριθεὶς, μήτε τινὶ ἄλλῃ ἀγνώμονι ψυχῇ τῶν Ἰου‐
25δαίων, ἀποκρίνεται τότε· καὶ ἐπειδὴ πολὺ βαρὺ ἦν καὶ ἄτοπον τὸ σιωπᾷν, ἀποκρίνεται λοιπὸν, καὶ λέγει τῷ λῃστῇ· Ἀμὴν, ἀμὴν, λέγω σοι· σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ὢ τοῦ εὐεργέτου χάρις! ἐπειδὴ βραδεῖαν ᾐτήσω τὴν χάριν, καὶ λέγεις, Μνήσθητί μου,
30Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Σὺ βραδεῖαν ᾔτησας, ἐγὼ ταχεῖαν δίδωμι τὴν χάριν· Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Εἶδες Θεοῦ σωτηρίαν; εἶδες Δεσπότου εὐεργεσίαν; εἶδες τὸν μέγαν τῆς ἀληθείας δικαστήν; Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.
35Πρὸ τούτου οὐδεὶς ἤκουσεν τῶν Ἰουδαίων ἢ τῶν πα‐ τριαρχῶν ἐπαγγελίαν παραδείσου, ἀφ’ οὗ ὁ Ἀδὰμ παρ‐ έβη, καὶ ἐξῆλθεν ἐξ αὐτοῦ· καίτοι μυρία ὁ Θεὸς ἐπηγ‐ γείλατο τοῖς ἀνθρώποις τοῖς πιστοῖς· καὶ οὐδενὶ ἐπηγ‐ γείλατο παράδεισον, ἢ τῷ λῃστῇ· οὐδαμοῦ φαίνεται τὸ
40στόμα τοῦ Θεοῦ ἐπαγγελλόμενον παράδεισον ἀνθρώπῳ μετὰ τὸ ἐκβληθῆναι τὸν Ἀδὰμ, ἢ τούτῳ πρῶτον τῷ λῃστῇ. Διὰ τί μηδενὶ τῶν πατριαρχῶν πρῶτον εἶπε περὶ παραδείσου, οὐδενὶ τῶν προφητῶν, οὐδενὶ τῶν ἀποστόλων; Ἀλλὰ τοῖς ἀρχαίοις ἐπηγγείλατο· Δώσω σοι γῆν ῥέου‐
45σαν γάλα καὶ μέλι· τοῖς ἀποστόλοις λέγει· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· παράδεισος οὐδαμοῦ· ἐν μέσῳ τηρεῖ τὸν παράδεισον εἰς ἐπαγγελίαν πρῶτον τῷ λῃστῇ. Ὅταν γὰρ εἴπῃ Παῦλος· Ἡρπάγην εἰς τὸν παράδεισον· ἀλλὰ μετὰ

59

.

552

(50)

τὸν λῃστὴν τοῦτο ἐγένετο. Διὰ τί οὖν πρῶτος εἰσῆλθεν ὁ μίαν ὁμοῦ φθεγξάμενος φωνήν; τί γάρ; πολλάκις ἔψαλλε; πολλάκις ἠγωνίσατο; πολλάκις ἐθεολόγησεν; Ἅπαξ, φησί· δίκαιος ὁ Θεός μου, ὁ βραβευτὴς τῆς σωτηρίας· ἐπειδὴ τὸν πρῶτον ἄνθρωπον Ἀδὰμ οὐ διὰ πολλὰς
55ἁμαρτίας ἐξέβαλε τοῦ παραδείσου, ἀλλὰ διὰ μίαν πα‐ ρακοήν· οὕτως ὁ τῆς δικαιοσύνης ζυγὸς πρῶτον εἰσελ‐ θεῖν ἐν παραδείσῳ τὸν λῃστὴν ἐπηγγείλατο, τὸν μὴ πολλά τινα ὁμολογήσαντα, ἀλλὰ μίαν ὁμολογίαν πίστεως προσενεγκόντα. Εἶπον τὸ ἁμάρτημα τοῦ Ἀδὰμ, ὅτι
60ἥψατο τοῦ ξύλου παρὰ τὴν ἐντολήν· τίς ἡ δικαιολογία τοῦ λῃστοῦ; Ὅτι ἥψατο τοῦ σταυροῦ μετὰ πίστεως, εἰσῆλθεν εἰς τὸν παράδεισον. Τί λοιπὸν γίνεται; Ἐπηγ‐ γείλατο μὲν τὴν σωτηρίαν ὁ Σωτήρ· καιρὸς δὲ οὐκ ἦν, οὐδὲ ἐνεδίδοτο τῷ λῃστῇ πιστεῦσαι καὶ φωτισθῆναι· ὁ
65Σωτὴρ γὰρ ἀπεφήνατο· Ἐὰν μήτις γεννηθῇ ἐξ ὕδα‐ τος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασι‐ λείαν τῶν οὐρανῶν. Οὐχ ηὕρισκεν εὐκαιρίαν ἢ παῤ‐ ῥησίαν ὁ λῃστὴς, οὐκ εἶχε καιρὸν βαπτισθῆναι· ἐν τῷ σταυρῷ γὰρ ἐκρέματο Εὑρίσκει τοιγαροῦν ὁ Σωτὴρ ἐν
70ἀπόροις πόρον. Ἐπειδὴ γὰρ ἐπίστευσε τῷ Σωτῆρι ὁ551

59

.

553

πεπαλαιωμένος ταῖς ἁμαρτίαις, καὶ ἔδει αὐτὸν καθαρι‐ σθῆναι, οἰκονομεῖ ὁ Χριστὸς μετὰ τὸ πάθος τὸν στρα‐ τιώτην νύξαι τῇ λόγχῃ τὴν πλευρὰν τοῦ Κυρίου, καὶ ἐκπηδᾷ αἷμα καὶ ὕδωρ· ἐκ γὰρ τῆς πλευρᾶς αὐτοῦ, φη‐
5σὶν ὁ Εὐαγγελιστὴς, Ἐξῆλθεν αἷμα καὶ ὕδωρ, ἐν ἀλη‐ θείᾳ τοῦ πεσόντος, εἰς τύπον τῶν μυστηρίων. Καὶ οὐκ ἐξῆλθε δὲ τὸ αἷμα καὶ τὸ ὕδωρ οὕτως ἁπλῶς ῥέον, ἀλλὰ ῥοίζῳ, ἵνα ῥαντίσῃ τὸ σῶμα τοῦ λῃστοῦ· τὸ γὰρ μετὰ ῥοίζου πεμπόμενον ῥαντίζει, τὸ δὲ ῥέον ἠρέμα
10ῥέει, καθὼς ἔρχεται. Ἀλλὰ μετὰ ῥοίζου ἐξῆλθεν τὸ αἷμα καὶ τὸ ὕδωρ ἐκ τῆς πλευρᾶς, ἵνα ῥαντίσας τὸν λῃστὴν βαπτίσῃ, ὡς καὶ ὁ Ἀπόστολος λέγει· Προσεληλύθαμεν Σιὼν ὄρει καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι
παρὰ τὸν Ἄβελ. Διὰ τί παρὰ τὸν Ἄβελ κρεῖττον λαλεῖColumn end

59

.

554

τὸ αἷμα τοῦ Χριστοῦ; Ἐπειδὴ τὸ αἷμα τοῦ Ἄβελ ἐν τῇ κορυφῇ τοῦ φονέως· τὸ δὲ αἷμα τοῦ Χριστοῦ καθα‐ ρίζει καὶ τοὺς φονευτὰς μετανοοῦντας. Μάθε οὖν τὸν ζῆλον τῆς ἀληθείας, καὶ ἀγάπησον τὴν ὑπὲρ Χριστοῦ
5παῤῥησίαν· ἀκολούθησον ἀληθεῖ Διδασκάλῳ ὑπὲρ ἀλη‐ θείας ἀγωνιζομένῳ, ἵνα οὕτως ἀκούσας παρὰ τοῦ ἀπο‐ στόλου Παύλου, Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ, καταξιωθῇς καὶ αὐτὸς τῶν στεφάνων τῆς δικαιοσύνης, καὶ ὧν ἡτοίμασεν αἰωνίων ἀγαθῶν τοῖς
10ἠγαπηκόσιν αὐτὸν Χριστὸς ὁ Θεὸς ἡμῶν· ὧν γένοιτο καὶ ἡμᾶς πάντας ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.553