TLG 4139 067 :: SEVERIANUS :: De tribus pueris (olim sub auctore Joanne Chrysostomo) SEVERIANUS Scr. Eccl. De tribus pueris (olim sub auctore Joanne Chrysostomo) Citation: Volume — page — (line) | ||
56.593(45t) | Εἰς τοὺς τρεῖς παῖδας, καὶ εἰς τὴν Βαβυλωνίαν κάμινον, Λόγος. | |
46 | αʹ. Καινὸν, ὡς ἀληθῶς, καὶ μέγιστον εὐσεβείας θέατρον ἡ τῶν τριῶν παίδων συνεστήσατο χορεία, ἐν Βαβυλῶνι μὲν τὸν ἀγῶνα τὸν καλὸν ἠγωνισμένη, κατὰ πᾶσαν δὲ τὴν οἰκουμένην συγκροτοῦσα τὸ θαῦμα τοῦ μαρτυρίου. Οὐ | |
---|---|---|
56.593(50) | γὰρ περιγράφεται τόπῳ ἡ τῶν ἁγίων δόξα, οὐδὲ περιο‐ ρίζεται χρόνοις ἡ τῶν δικαίων μνήμη· Εἰς μνημόσυνον γὰρ αἰώνιον ἔσται δίκαιος. Ὅθεν εἰ καὶ ἐν τοῖς πα‐ λαιοτάτοις χρόνοις ἐτελειώθη τὸ μαρτύριον, ἀλλ’ εἰς πάντα τὸν αἰῶνα τῆς ὑπομονῆς ᾄδεται τὸ στρατήγημα. | |
55 | Οἴδαμεν διὰ τῶν ἀναγνωσμάτων τὰ πράγματα, οἴδαμεν διὰ τῆς μνήμης τὴν ἱστορίαν, οἴδαμεν ὡς ἐν εἰκόνι τῷ | |
λόγῳ καὶ τοῦ τυράννου τὴν παρανομίαν, καὶ τῶν ἁγίων | Column end | |
56.594(45) | τὴν ὁμολογίαν, καὶ φλεγομένην μὲν τῷ πυρὶ τὴν κάμι‐ νον, ἀντιλάμπουσαν δὲ τῷ θυμῷ τοῦ τυράννου, καὶ τῇ ἀπειλῇ τοῦ πυρὸς ἄσβεστον τὴν τῶν μαρτύρων ὁμολο‐ γίαν ἐπιδεικνυμένην· μᾶλλον δὲ τί τὸ κωλύον ἄνωθεν ἀναλαβόντας τῶν θεοφιλῶν ὡς ἀληθῶς καὶ τρισμακαρίων | |
56.594(50) | τοὺς ἀγῶνας εἰπεῖν; Ναβουχοδονόσορ ὁ βασιλεὺς, μᾶλλον δὲ ὁ τύραννος (τοῦτο γὰρ οἰκεῖον ὄνομα τῷ παρανόμῳ), ἐκράτει μὲν τῆς Βαβυλωνίας· ἦν δὲ καὶ τῇ ψυχῇ βάρβαρος, καὶ τὸν τρόπον ἀνήμερος. Οὗτος ἀδικίᾳ πολλῇ καὶ πλούτῳ καὶ ἀσεβείᾳ μεθύων ἠγνόησε μὲν τὴν | |
55 | ἑαυτοῦ φύσιν, καὶ οὐδὲ ἄνθρωπον ἑαυτὸν ὑπονοήσας, ὡς Θεὸς προσκυνεῖσθαι προσεδόκησεν. Ἔθρεψαν δὲ αὐτῷ | |
τὴν ὑπέρογκον ἀλαζονείαν ἥ τε σύντροφος αὐτοῦ μανία, | 593 | |
56.595 | καὶ ἡ τοῦ Θεοῦ μακροθυμία, φέρουσα μὲν ἀνεξικάκως τοὺς ἀσεβοῦντας, συγχωροῦσα δὲ πάντα γενέσθαι πρὸς γυμνασίαν τῶν εὐσεβούντων. Ἐποίησε δὲ ὁ παράνομος εἰκόνα χρυσῆν, τουτέστιν ἀνδριάντα χρυσοῦν, καὶ τοὺς | |
5 | κατ’ εἰκόνα Θεοῦ γενομένους προσκυνεῖν ἠνάγκαζεν ἣν ἐποίησεν εἰκόνα. Πολλῇ δὲ τῇ φιλοτιμίᾳ χρησάμενος, ὕψος μὲν αὐτῇ δίδωσι πηχῶν ἑξήκοντα, εὖρος δὲ πηχῶν ἕξ· εὐάρμοστον δὲ καὶ εὔρυθμον τὸ ἄγαλμα κατα‐ σκευάζει, ἵνα ἢ τῷ μεγέθει, ἢ τῷ κάλλει τῆς συνθέσεως | |
10 | ἐκνικήσῃ τὸ ψεῦδος, βιασάμενον τὴν ἀλήθειαν. Ἔστιλβε μὲν οὖν ἡ τέχνη, ἔλαμπεν ὁ χρυσὸς, ὁ κήρυξ ἐβόα, ὁ τύραννος ἠπείλει, ἡ κάμινος ἐφλέγετο, καὶ πρὸς τούτοις πᾶσι τὰ λεγόμενα τῆς μουσικῆς ὄργανα τοὺς ἄφρονας δεινῶς εἰς ἀθεΐαν ἐξεβάκχευε, καὶ ὅλως πάντων ἔκλεπτε | |
15 | τῶν ὁρώντων τὴν ἔννοιαν ἡ φαντασία τῶν ὁρωμένων. Ἀλλ’ οὐκ ἔμελλε καὶ τῶν ἁγίων ἐπικρατέστερον εἶναι τὸ τῆς ἀσεβείας πρόσταγμα· πάντων δὲ, ὡς εἰπεῖν, ὥσπερ ὑπό τινος χειμάῤῥου τοῦ σφοδροῦ τῆς ἀπάτης ῥεύμα‐ τος εἰς τὸν τῆς εἰδωλολατρείας κρημνὸν κατασυρομέ‐ | |
20 | νων, οἱ τρεῖς οὗτοι καὶ καλοὶ νεανίαι ὥσπερ ἐπί τινα πέτραν τὴν εὐσέβειαν πιστῶς ἑαυτοὺς ἐπερείσαντες, οὐχ ὑπεσύρησαν [ἴς. ὑπεσυρήσαντο] τῷ ῥεύματι τῆς ἀδι‐ κίας. Ἔπρεπε γὰρ λέγειν αὐτοῖς· Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Ἐν τῷ ὀρ‐ | |
25 | γισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ’ ἡμᾶς, ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς. Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀν‐ υπόστατον. Ἀλλ’ οὔτε τῷ ῥεύματι κατεποντίσθησαν, οὔτε τοῖς βρόχοις ἑάλωσαν, ἀλλὰ καλῶς δραμόντες εἰς | |
30 | εὐσέβειαν, καὶ ὑψηλῷ τῷ πτερῷ τῆς πίστεως κεχρημέ‐ νοι διεσώζοντο, κατὰ τὸν παροιμιαστὴν, Ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. Καὶ μονον‐ ουχὶ τὰ τοῦ διαβόλου δίκτυα κατὰ πάσης ἡπλωμένα τῆς ἀνθρωπότητος ὁρῶντες, τὴν εὐσεβῆ φωνὴν ἐδευτέρουν | |
35 | κατὰ τοῦ ὑμνογράφου λέγοντες· Πεσοῦνται ἐν ἀμφι‐ βλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί. Καὶ οὐκ ἀπέβλεψαν εἰς τὴν ἑαυτῶν βραχύτητα οἱ τρεῖς αἰχμάλωτοι, καὶ ὑπὸ τοσούτων ἐλαυνόμενοι, ἀλλ’ ᾔδεισαν ἀκριβῶς, ὅτι καὶ ὁ βραχύτατος τῆς εὐσεβείας σπινθὴρ ἱκανός ἐστιν ἅπασαν | |
40 | τὴν ἀσέβειαν καταφλέξαι καὶ ἀφανίσαι. Διὰ τοῦτο καίτοι τρεῖς ὄντες, ἀλλήλοις ἐστερεοῦντο καὶ συνεσφίγγοντο. ᾜδεισαν γὰρ, ὅτι Στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπά‐ γουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. Ἐμέμνηντο τοῦ πατριάρχου Ἀβραὰμ, ὅτι μόνος | |
45 | ὣν ἐν πάσῃ τῇ γῇ προσκυνητὴς τοῦ Θεοῦ, οὐκ ἠκολούθησε τῷ πλήθει τῶν ἀσεβούντων, ἀλλὰ νόμος ἦν αὐτῷ εὐσε‐ βείας καὶ δικαιοσύνης ἔπαθλον· ὅθεν εἰκότως ἐξ αὐτοῦ τε οἷον ἔκ τινος ῥίζης ἀγαθῆς ἐβλάστησαν οὗτοι οἱ τῆς εὐσεβείας καρποί. Ἐξ αὐτοῦ γὰρ καὶ πατριάρχαι, καὶ | |
56.595(50) | ὁ νομοθέτης Μωϋσῆς, καὶ οἱ προφῆται, καὶ πάντες οἱ θεολόγοι· ἐξ αὐτοῦ δὲ προηγουμένως καὶ τὸ σωτήριον ἐκεῖνο καὶ ἀθάνατον τῆς δικαιοσύνης ἄνθος, ἡ τοῦ Σωτῆ‐ ρος ἀνανθρώπησις· ἐξ ἐκείνης καὶ οἱ τρεῖς παῖδες οὗτοι οὐκ ἠρνήσαντο τὴν εὐγένειαν· ἐμέμνηντο καὶ τοῦ Λὼτ | |
55 | παροικοῦντος μὲν ἐν Σοδόμοις, μακρὰν δὲ τοῖς τρόποις ἀπῳκισμένου· ἐλάμβανον ἐν νῷ καὶ τὸν Ἰωσὴφ μόνον ἐν Αἰγύπτῳ σωφροσύνης ἀντιποιούμενον, καὶ εὐσεβείας ὄντα φροντιστήριον. Ὅθεν καὶ οὗτοι ἐν τοσαύταις μυ‐ ριάσιν ἀπειλημμένοι τοὺς πολλοὺς μὲν ὁρῶντες ἐλογί‐ | |
60 | ζοντο, ὅτι Πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εὑρίσκοντες αὐτήν· πρὸς ἑαυτοὺς δὲ πάλιν βλέποντες καὶ τὴν κάμινον, ἐμέμνηντο καὶ τῆς σοφίας ὧδέ που λεγούσης, ὅτι Ὥσπερ δοκιμάζεται ἐν καμίνῳ χρυσὸς, οὕτως ἐκλέγεται καρ‐ | |
65 | δίας ὁ Θεός. Διὰ τοῦτο οὔτε σάλπιγξ αὐτοὺς τὸ πολεμικὸν ἠχοῦσα μέλος ἐφόβησεν, οὔτε λύρα τὰς ἀκοὰς θέλγουσα τοὺς τόνους τῆς εὐσεβείας διέλυσεν, οὔτε μὴν ἡ λοιπὴ πᾶσα συμφωνία τῆς μουσικῆς τὴν καλὴν καὶ ἐναρμόνιον τῆς εὐσεβείας συμφωνίαν διέλυσεν, | |
70 | ἀλλ’ ἀντέστησαν τῇ καλῇ συμφωνίᾳ τὴν καλὴν ὁμολο‐ γίαν. Ὁ δὲ κακόφρων ἐκεῖνος καὶ δυσσεβὴς τύραννος, ὡς | |
προηγγέλθησαν οἱ περὶ τὸν Ἀνανίαν ἀπειθοῦντες τῷ | Column end | |
56.596 | προστάγματι τῆς ἀνομίας, διαβολικῷ τύφῳ τὴν ψυχὴν πεπιεσμένος, καὶ αὐτὴν, ὡς εἰπεῖν, τοῦ ἄρχοντος τῆς κακίας τὴν ὄψιν ἀναλαβὼν, προσκαλεσάμενος αὐτούς φη‐ σιν· Εἰ ἀληθῶς, Σιδρὰχ, Μισὰχ, καὶ Ἀβδεναγὼ, τοῖς | |
5 | θεοῖς μου οὐ λατρεύετε, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησα οὐ προσκυνεῖτε; Ἐνόμισε σχῆμα εἶναι τὴν εὐσέβειαν, καὶ ἐρωτᾷ εἰ ἀληθῶς βασιλικοῖς προστάγμα‐ σιν ἀντιπίπτειν τολμῶσιν οἱ τὴν εὐσέβειαν ἐπαγγελλό‐ μενοι· ἔμελλε δὲ παρ’ αὐτῆς τῆς πείρας διδάσκεσθαι, | |
10 | ὅτι οἱ τοῦ Θεοῦ ἄνθρωποι οὐ μόνον τοῦ τυράννου τὰς ἀπειλὰς διαπτύουσιν, ἀλλὰ καὶ αὐτοῦ τοῦ πυρὸς τὴν ἀκμὴν τῇ δυνάμει τῆς εὐσεβείας καταπατήσουσι. Νῦν οὖν ὡς ἂν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύ‐ ριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου, | |
15 | καὶ συμφωνίας, καὶ παντὸς γένους μουσικῶν, πί‐ πτοντες προσκυνεῖτε τῇ εἰκόνι χρυσῇ, ᾗ ἔστησα. βʹ. Καλῶς ἡρμήνευσε τὴν τῶν δαιμόνων προσκύνησιν, Πεσόντες προσκυνεῖτε. Ἀμήχανον τοὺς δαίμονας προσκυνοῦντας μὴ πεσεῖν μὲν εἰς ὄλεθρον, ἐκπεσεῖν δὲ | |
20 | τῆς ἀληθείας. Ἐὰν δὲ μὴ, φησὶ, προσκυνήσητε, αὐ‐ τῇ τῇ ὥρᾳ ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. Πάντως εἰ κάμινός ἐστι, δῆλον ὅτι πῦρ ἐστιν· εἰ δὲ πῦρ ἐστιν, δῆλον καὶ καιομένη· ἀλλὰ με‐ γαλύνει καὶ πλατύνει τὴν ἀπειλὴν, ἵνα κάμψῃ τὴν γνώ‐ | |
25 | μην τῆς εὐσεβείας· Αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. Καὶ φορητὰ μὲν μέχρι τούτου τὰ τῆς ἀλαζονείας· ὅρα δὲ τί μετὰ ταῦτα προστίθησιν· Καὶ τίς ἐστι θεὸς, ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου; Ἄλλος οὗτος Φαραώ· καὶ | |
30 | γὰρ ἐκεῖνος πρὸς τὸν Μωϋσῆν φησι· Τίς ἐστι θεὸς, οὗ ἐπακούσομαι; Οὐκ οἶδα, φησὶν ὁ δυσσεβὴς, τὸν Κύ‐ ριον, καὶ τὸν λαὸν οὐκ ἐξαποστελῶ. Ὢ τῆς πολλῆς τῶν ἀνθρώπων ἀλαζονείας! ὢ τῆς μεγάλης τοῦ Θεοῦ μακροθυμίας! Φθέγγεται ἄνθρωπος, καὶ ἀνέχεται Θεός· | |
35 | λαλεῖ ὁ πηλὸς, καὶ μακροθυμεῖ ὁ πλαστουργός· φθέγ‐ γεται γλῶσσα σαρκίνη, καὶ σπλαγχνίζεται ὁ τῶν ἀσωμά‐ των ἀγγέλων Δεσπότης. Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Εὔκαιρον ἐπὶ τούτου μνησθῆναι τοῦ Ἡσαΐου λέγοντος, | |
40 | Τί ἀλαζονεύεται γῆ καὶ σποδός; Θέλεις θαυμάσαι Θεοῦ μακροθυμίαν; Ἐννόησον τὴν εἰς σὲ γενομένην ὕβριν· πῶς ἀφόρητός σοι εἶναι νενόμισται. Ὑβρίζεταί τις πολλάκις ὑπὸ οἰκέτου, καὶ εὐθέως τῆς ἐλευθερίας τὴν ὕβριν προβαλλόμενος, δίκην ἀπαιτεῖ τοῦ τολμήματος, | |
45 | ἀπαραιτήτῳ θανάτῳ κολάζων τὸν ὑβρίζοντα· ὑβρίζεται πάλιν τις ὑπὸ εὐτελοῦς καὶ ἰδιώτου, αὐτὸς ἐν ταῖς τοῦ κόσμου πολιτείαις ἐξεταζόμενος· καὶ εὐθέως ὑπὸ τῆς ὕβρεως δακνόμενος ἐπὶ τιμωρίαν σπεύδει, εἰς μὲν τὴν κοινὴν φύσιν καὶ τὸ πάντων ἰσότιμον οὐκ ἀφορῶν, εἰς | |
56.596(50) | δὲ τὴν περικειμένην ἀξίαν ἀποβλέπων, ἧς περιαιρε‐ θείσης μίαν ἔστιν ἰδεῖν τὴν τοῦ γένους ἰσοτιμίαν, ὅτι πάντες ἐκ γῆς ἐπλάσθημεν, καὶ εἰς γῆν διαλυόμεθα· μία δὲ ἡ ὁδὸς ἡ εἰς τὸν βίον, ἔξοδός τε ἴση. Ἐκ πηλοῦ, φησὶ, διήρτησαι σὺ, ὡς κἀγώ. Ἀλλ’ ὁ μὲν πηλὸς τοιαύτην | |
55 | ἀπαιτεῖ παρὰ τῶν ὁμοτίμων τὴν ὑπεροχήν· ὁ δὲ Θεὸς πάντων ὑπερέχων, καὶ φύσει, καὶ νόμῳ, καὶ τοσοῦτον ἀνώτερος ὢν, ὅσον ὑψηλότερον δεῖ νοεῖν τὸν ποιητὴν τῶν ποιημάτων, βλασφημούμενος καὶ ἐξουθενούμενος παρὰ τῶν ἀγνωμόνων, οὐ παροξύνεται μέν· ἀπαθὴς | |
60 | γάρ· τιμωρεῖται δὲ μικρὸν ὕστερον τοὺς ἐπιμένοντας τῇ ἀφροσύνῃ, διότι δικαστής ἐστιν ἀληθείας καὶ κριτὴς ἀδυσώπητος. Ἵνα μὴ ἀθρόως ἅπαντες οἱ ἁμαρτάνοντες ἐξολοθρεύωνται, ὑπερτίθεται τὴν τιμωρίαν, καὶ προσ‐ φέρει τὴν ἀνεξικακίαν, ἵνα ἐφελκύσηται πρὸς μετά‐ | |
65 | νοιαν. Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Ἐτόλ‐ μησεν εἰπεῖν ἄνθρωπος σάρκα περικείμενος. Τίς ἐστι θεὸς, ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου; Οἱ δὲ τρισμακάριοι παῖδες τούτων ἀκούσαντες οὐκ ἐξανέστη‐ σαν ἐν τῇ βλασφημίᾳ· σύντροφοι γὰρ ἦσαν καὶ αὐτοὶ τῆς | |
70 | Θεοῦ μακροθυμίας· ἀλλὰ πρὸς τὰ τῆς ἀπιστίας ῥήματα πίστεως φωνὴν ἀναλαβόντες ἀντεφθέγγοντο τῷ τυράννῳ, νόμῳ τὴν ἀνομίαν ἐκλύοντες, καὶ ἐλευθερίᾳ δικαιοσύνης τὴν ἀπειλὴν τῆς ἀδικίας ἐκνικῶντες, Γνωστόν σοι ἔστω, βασιλεῦ, λέγοντες, ὅτι τοῖς θεοῖς σου οὐ λα‐ | |
75 | τρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ | 595 |
56.597 | προσκυνοῦμεν. Παῦσαι τῆς ἀνοίας, ἄνθρωπε· αἰδέσθητι τὴν ἐφύβριστον τῆς εἰκόνος προσκύνησιν. Εἰ γὰρ σὺ τὴν εἰκόνα ἔστησας, πῶς προσκυνεῖς οἷς ἐποίησας; τίνες τίνων ὀφείλουσιν εἶναι δημιουργοί; ἄνθρωποι Θεοῦ, ἢ | |
5 | Θεὸς ἀνθρώπων; Εἰ γὰρ ἀληθῶς θεοὶ, αὐτοῖς ἁρμόττει τὸ τῆς δημιουργίας ἀξίωμα· ἀλλ’ ὅπερ πολλάκις ἔφθη‐ μεν εἰπόντες, εἰ τέχνη μὴ προσῆν τοῖς ἀνθρώποις, Ἕλ‐ ληνες θεοὺς οὐκ ἂν εἶχον· μᾶλλον δὲ κἀκείνῳ προσχῶ‐ μεν, ὅτι εἴ τις αἴσθησις ἦν τοῖς εἰδώλοις, αὐτοῖς ἔπρεπε | |
10 | προσκυνεῖν τοὺς ἀνθρώπους τοὺς ἐργαζομένους αὐτά. Νόμοι γὰρ φύσεως, τὸ ποίημα προσκυνεῖν τὸν πεποιη‐ κότα, οὐ τὸν δημιουργὸν ὑποκύπτειν τῇ ἑαυτοῦ δημιουρ‐ γίᾳ. Διὰ τοῦτο ἡμεῖς οἱ σύντροφοι τῆς εὐσεβείας θείῳ νόμῳ ἑπόμενοι, Τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ | |
15 | εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας, οὐ προσκυνοῦμεν· ἀλλ’ ἔστιν ὁ Θεὸς ἐν οὐρανῷ, ὃς ἐξελεῖται ἡμᾶς ἐκ τῶν χει‐ ρῶν σου. Εἶτα ἵνα μὴ δόξωσιν ἢ τὸν Θεὸν πειράζειν, ἢ ἐλπίδι τοῦ ῥυσθήσεσθαι καταθαῤῥεῖν τοῦ πυρὸς, εὐθέως ἐπάγουσι· Καὶ ἐὰν μὴ, τουτέστι, κἂν μὴ ῥύσηται, ἀλλὰ | |
20 | συγχωρήσῃ κατακαῦσαι τὰ σώματα ἡμῶν τῷ πυρὶ, οὐδὲ οὕτως ἀφιστάμεθα τῆς εὐσεβείας· οὐ γὰρ ἐπὶ μισθῷ θεοσεβοῦμεν, ἀλλ’ εὐγνωμόνως τὴν ἀλήθειαν ὁμολο‐ γοῦμεν. Ὡς δὲ ταύτης ἤκουσε τῆς πίστεως τὴν ἐπαγ‐ γελίαν, πυροῦται μᾶλλον ὁ τύραννος, καὶ κελεύει τὴν | |
25 | κάμινον ἑπταπλασίως ἐξαφθῆναι· ἔδει γὰρ τὸ ἀργύριον τὸ δοκιμώτατον ἑπταπλασίως καθαρθῆναι· Τὰ γὰρ λό‐ για Κυρίου λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον δο‐ κίμιον τῇ γῇ, καὶ κεκαθαρισμένον ἑπταπλασίως· διὸ ἑπταπλασίως ἡ κάμινος ἐξεκαύθη, ἵνα ἑπταπλασίως | |
30 | οἱ ἅγιοι καθαρθῶσιν. Ὅτι δὲ ἀργύριον κέκληνται οἱ τοῦ Θεοῦ ἄνθρωποι, μνημόνευε τῆς Σοφίας λεγούσης· Ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου· καὶ τοῦ προφήτου Ἱερεμίου ἄκουσον, λέγοντος περὶ τῶν ἀποδο‐ κιμαζομένων ἀπὸ τῆς εὐσεβείας· Ἀργύριον ἀποδεδοκι‐ | |
35 | μασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμασεν αὐ‐ τοὺς ὁ Θεός. Εἰ δὲ οἱ ἀτελεῖς ἀργύριον ἀδόκιμον, οἱ δὲ τετελειωμένοι δηλονότι ἀργύριόν εἰσι δοκιμώτατον· ὅσον γὰρ ἡ κάμινος ἐξήπτετο, τοσοῦτον ὁ τοῦ μαρτυρίου πό‐ θος ἐλαμπρύνετο. Εἰσελθόντες γὰρ οἱ ἅγιοι τρεῖς οὗτοι | |
40 | παῖδες μετὰ πίστεως κατεπάτουν τὴν φλόγα, λεπτὸν ἀέρα καὶ ἔνδροσον ἐν αὐταῖς μέσαις ταῖς ἀκμαῖς τοῦ πυρὸς ἀναπνέοντες. Ὁ γὰρ πάντα ποιῶν καὶ μετασκευά‐ ζων ἤμβλυνε τοῦ πυρὸς τὴν θερμότητα, καὶ τὴν καυστι‐ κὴν αὐτοῦ ἐνέργειαν περιέκοψεν, ἐπαληθευούσης τῷ θαύ‐ | |
45 | ματι τῆς ὑμνῳδίας ἐκείνης· Φωνὴ Κυρίου διακόπτον‐ τος φλόγα πυρός. Κεκοίμιστο μὲν τὸ πῦρ ἔνδον ἠρε‐ μοῦν, οἱ δὲ ἅγιοι παῖδες ἐχόρευον, μονονουχὶ τῆς ἐπαγ‐ γελίας ἐκείνης ἀπολαύοντες, ἣν διὰ τοῦ προφήτου ὁ Θεὸς Ἡσαΐου ἐπαγγέλλεται πάσῃ ψυχῇ εὐσεβείας γεμούσῃ | |
56.597(50) | καὶ πίστεως, ὅτι Κἂν διαβαίνῃς, φησὶ, διὰ πυρὸς, μετὰ σοῦ εἰμι, καὶ φλὸξ οὐ κατακαύσει σε. Καὶ ἦν ἰδεῖν τὴν ἐπαγγελίαν δι’ ἔργων προχωροῦσαν. Οὐ γὰρ ἥψατο τῶν μελῶν τῶν ἁγίων τὸ πῦρ· οὐκ ἔφλεξεν ὀφθαλ‐ μοὺς, τοὺς ὀρθῶς βλέποντας πρὸς εὐσέβειαν, καὶ διὰ τῆς | |
55 | εὐκοσμίας τῶν ὁρωμένων τὸν κοσμοποιὸν ἐπιγνόντας· οὐκ ἠδίκησεν ἀκοὰς τὰς θείου νόμου πεπληρωμένας· οὐ προσῆλθε τῷ στόματι, οὐδὲ τῶν χειλέων ἥψατο, τὰς ὑμνῳδοὺς αὐτῶν καὶ ὑμνογράφους γλώσσας δυσωπού‐ μενον. Ἕκαστον τῶν ἁγίων μέλος εἶχε τὸ ἑαυτοῦ φυλα‐ | |
60 | κτήριον· αἱ χεῖρες τὴν τῶν εὐχῶν ἔκστασιν, καὶ τὴν τῆς ἐλεημοσύνης μετάδοσιν· τὰ στήθη τὴν ἐνοικοῦσαν αὐτοῖς δύναμιν τῆς εὐσεβείας· κοιλία καὶ τὰ ὑπογάστρια μέλη τὴν τῆς σωφροσύνης ἄσκησιν· οἱ πόδες τὸν τῆς ἀρετῆς δρόμον. Καὶ τί δεῖ τὰ καθ’ ἕκαστον λέγοντα διατρίβειν; | |
65 | Οὐδὲ γὰρ τριχῶν κατετόλμησε τὸ πῦρ, διὰ τὸ μᾶλλον αὐτὰς εὐσεβείᾳ κεκαλύφθαι τιάρας· ἐφείσατο δὲ ἄρα καὶ τῆς ἐσθῆτος διὰ τὴν τῶν ἁγίων εὐσχημοσύνην. Τί οὖν; Ἐπὶ τούτοις παρακελεύεται ὁ Θεὸς τῶν Χαλδαίων ἐπιλα‐ βέσθαι τὸ πῦρ, καὶ ἵνα μὴ μαγείαν νομίσαντες ἀμαυ‐ | |
70 | ροῦσθαι τοῦ πυρὸς τὴν ἐνέργειαν, ἀμβλύνωσι τὴν δόξαν τῶν μαρτύρων, καὶ συκοφαντήσωσι τὸ θαῦμα τῆς ἀλη‐ θείας, διὰ τοῦτο οἱ μὲν ἔνδον ἠρέμουν, τὸ δὲ πῦρ ἔξω τοὺς Χαλδαίους προσενέμετο, ἵνα ἀσφαλῶς πείσῃ τοὺς ὁρῶν‐ τας, ὅτι ἐπὶ τῶν ἁγίων οὐ τὴν ἑαυτοῦ φύσιν ἠγνόησεν, | |
75 | ἀλλὰ τὴν εὐσέβειαν ἐτίμησεν· ὥσπερ οἱ λέοντες ἐπὶ τοῦ λάκκου τὸν Δανιήλ. Οὕτως ἐντεῦθεν ἀγγελικὴν χορείαν ἀληθῶς συνεστήσαντο, καὶ τὸν Θεὸν ὕμνουν οἱ τρισμακά‐ | |
ριοι παῖδες, καὶ πᾶσαν τὴν κτίσιν, τήν τε ὑπερκόσμιον, | Column end | |
56.598 | καὶ τὴν ἐν ὀφθαλμοῖς θεωρουμένην, εἰς ἕνα χορὸν ὑμ‐ νῳδίας συνήγαγον. γʹ. Ἀναγκαῖον δὲ μηδ’ ἐκεῖνο παραλιπεῖν ἀνεξέταστον, τίνος ἕνεκεν μὴ πᾶσαν ὁμοίως ἐμήνυσαν τὴν κτίσιν, | |
5 | ἀλλὰ κατὰ μέρος ἐξέθεντο τὴν δημιουργίαν. Ἤρκει γοῦν εἰπεῖν ὅσον εἰς ἀλήθειαν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Θεόν· ἀλλ’ ἐπειδὴ ἐν χώρᾳ τῶν ἀσε‐ βῶν τὸ μέγα τοῦτο θέατρον τῆς εὐσεβείας συνεκροτεῖτο, ἔδει παιδευθῆναι τοὺς Βαβυλωνίους, τίνα μέν εἰσι τὰ | |
10 | ποιήματα, τίς δὲ ὁ ποιητὴς τῶν ἁπάντων. Καὶ ἄρχονται μὲν ἀπὸ ἀγγέλων, καταλήγουσι δὲ εἰς ἀνθρώπους. Ἐνο‐ μίσθησαν ἄγγελοι θεοί· καὶ παρ’ Ἕλλησι μυθεύεται, ὅτι Τούτους, φησὶν, οὓς προσκυνοῦμεν θεοὺς, ἄγγελοί εἰσι τοῦ μεγάλου Θεοῦ. Ἵνα γὰρ παιδευθῶσιν οἱ ἄφρονες, | |
15 | ὅτι οὐ τῶν προσκυνουμένων, ἀλλὰ τῶν προσκυνούντων εἰσὶν οἱ ἄγγελοι, διὰ τοῦτο βοῶσιν· Εὐλογεῖτε, ἄγγελοι Κυρίου, τὸν Κύριον. Προσεκυνήθη ἥλιος καὶ σελήνη καὶ πᾶς ὁ τῶν ἀστέρων χορός. Διὰ τοῦτο καὶ τούτους παραλαμβάνουσιν εἰς τὴν τῶν ὕμνων προσκύνησιν. Εὐ‐ | |
20 | λογεῖτε, φησὶν, ἥλιος, καὶ σελήνη· εὐλογεῖτε, ἄστρα τοῦ οὐρανοῦ, τὸν Κύριον. Εἶτα μετὰ ταῦτα, Πᾶς ὄμ‐ βρος καὶ δρόσος τὸν Κύριον. Τί οὖν βούλεται τὸ, Πᾶς ὄμβρος καὶ δρόσος, καὶ πάντα τὰ πνεύματα, καλὸν ἂν εἴη σκοπῆσαι. Γίνονται πολλάκις ἀνομβρίαι καὶ πνευ‐ | |
25 | μάτων βίαι ἄκαιροι· φιλοῦσι δὲ ἀεὶ οἱ τοῦ ψεύδους εὑ‐ ρέται, καὶ τῇ ματαιότητι χαίροντες, ὕλῃ τινὶ καὶ κακίᾳ ἀταξίας πάντα ἐπιγράφειν, οὐκ εἰδότες ὅτι οὐδὲν ἀδέ‐ σποτον, οὐδὲ ματαίως γεγενημένον, ἀλλ’ ὅτι ταῦτα πάντα οἰκονομεῖ ὁ Θεὸς, καὶ πρὸς παιδείαν ἀνθρώπων καὶ πρὸς | |
30 | ἀποφυγὴν ἀσεβείας. Ἡ μὲν γὰρ εὐταξία τῶν ποιημάτων τὸν Δημιουργὸν εἴωθε κηρύττειν, ἡ δὲ ἀταξία τὴν προσ‐ κύνησιν τῶν κτισμάτων ἀπαιτεῖ. Εἰ γὰρ ἦν θεῖόν τι καὶ σεβάσμιον ὁ ὄμβρος, ἢ τὰ πνεύματα, οὐκ ἂν ἠτάκτουν· τὸ γὰρ θεῖον ἀταξίαν οὐκ ἐπιδέχεται. Διὰ τοῦτο λέγουσι· | |
35 | Πᾶς ὄμβρος, καὶ δρόσος, καὶ πάντα τὰ πνεύματα τὸν Κύριον. Προσεκυνήθησαν καὶ ὄμβροι, καὶ ἄνεμοι, οἱ μὲν ὡς τροφεῖς, οἱ δὲ ὡς γεωργοὶ τῆς γῆς τῶν καρπῶν· προσεκυνήθη δὲ ἡ γῆ, καὶ οἱ ταύτης καρποὶ διαφόροις δαίμοσι προσεκληρώθησαν· τὴν μὲν ἄμπελον εἰπόντες | |
40 | δῶρον Διονύσου, τὴν δὲ ἐλαίαν τῆς Ἀθηνᾶς· καὶ ἄλλῳ ἄλλοι καρποί. Καὶ τοῦτο ὁ αὐτὸς λόγος τῆς ἀληθείας ἀσφαλιζόμενός φησιν, Εὐλογεῖτε, πάντα τὰ φυόμενα ἐν τῇ γῇ, τὸν Κύριον. Αὐτὸς γάρ ἐστι πάντων τῶν φυέντων καὶ τῶν φυομένων Δημιουργὸς καὶ Δεσπό‐ | |
45 | της. Εἶτα μετὰ τοῦτο, ὄρη καὶ βουνοί. Ἆρ’ οὖν ἐκτός εἰσι τὰ ὄρη καὶ οἱ βουνοί; Οὐδαμῶς· ἀλλ’ ἐπειδὴ ἐν τοῖς βου‐ νοῖς τὰ τῶν δαιμόνων μιαρὰ κατεσκεύαστο, κἀκεῖ τὰ ἀγάλματα προσεκυνεῖτο, διὰ τοῦτό φησιν· Εὐλογεῖτε, ὄρη καὶ βουνοὶ, τὸν Κύριον. Ἀλλ’ ὅμως μνημονεύσας | |
56.598(50) | τῶν βουνῶν, μέμνηται καὶ τῶν πηγῶν καὶ ποταμῶν καὶ θαλάσσης· καὶ γὰρ καὶ αὐταὶ ἐθεοποιήθησαν· καὶ Νύμφας ἐκάλεσαν τὰς πηγὰς, Ποσειδῶνα τὴν θάλασσαν, Σειρῆνάς τινας καὶ Νηρηΐδας· ὅτι δὲ καὶ ποταμοὶ προσεκυνήθη‐ σαν, μαρτυρεῖ τὰ ἐν Αἰγύπτῳ μέχρι τῆς δεῦρο· ἔθυον τῇ | |
55 | ἀναβάσει τοῦ Νείλου, οὐ Θεὸν αὐτὸν ἐπὶ τῇ φύσει θαυμά‐ ζοντες, ἀλλ’ αὐτὸ τὸ ὕδωρ ὡς θεὸν θεραπεύοντες. Διὰ τοῦτο καὶ ποταμοὺς καὶ πηγὰς καὶ θάλασσαν εἰς τὴν ὑμνῳδίαν καλοῦσιν. Εἶτα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ κτήνη· οὐδὲ γὰρ ταῦτα θεοποιίας ἐκτός· καὶ γὰρ ἀετὸς | |
60 | προσεκυνεῖτο, καὶ ἱέραξ· καὶ τὰ θηρία καὶ τὰ κτήνη καὶ τῇ τῶν θεῶν προσηγορίᾳ τετιμήκασιν Αἰγύπτιοι· καὶ τοσοῦτον ἴσχυσεν ἡ πλάνη, ὅτι καὶ ἀπὸ τῶν προσ‐ κυνουμένων ζώων καὶ τὰς πόλεις ὠνόμασαν· καὶ λέγεται παρ’ αὐτοῖς Κυνῶν καὶ Προβάτων καὶ Λύκων καὶ Λεόν‐ | |
65 | των. Ἀλλὰ μετὰ ταῦτα πάντα παράγεται λοιπὸν τὸ ἀνθρώπινον γένος. Εὐλογεῖτε, φησὶν, υἱοὶ τῶν ἀνθρώ‐ πων, τὸν Κύριον. Τελευταῖον τάσσεται τὸ ἀνθρώπινον γένος, οὐ κατὰ τὴν ἀξίαν, ἀλλὰ διὰ τὴν δημιουργίαν. Εὐλογεῖτε, Ἰσραὴλ, τὸν Κύριον. Ὅπερ ἦν τῶν ἐπὶ | |
70 | τῆς γῆς ἀνθρώπων ἐξαίρετον γένος, τοῦτο τοίνυν παρ‐ άγει, καὶ τὸ τηνικαῦτα ἐν τῷ ἔθνει πολλὰς ἐκτίθεται διαφορὰς, καὶ παράγει τοὺς ἱερέας τοῦ Κυρίου εἰς ἔλεγ‐ | |
χον τῶν ἱερέων τῶν ψευδωνύμων θεῶν. Εἶτά φησι· Δοῦ‐ | 597 | |
56.599 | λοι Κυρίου. Εἶτα ἵνα μὴ δόξωσιν οἱ προελθόντες ταύτης τῆς χορείας ἀλλότριοι εἶναι, μετὰ τῶν ζώντων αὐτοὺς ἀριθμοῦσι παρὰ τῷ Θεῷ, λέγοντες· Εὐλογεῖτε, πνεύ‐ ματα καὶ ψυχαὶ τῶν δικαίων, τὸν Κύριον· εἶτα, | |
5 | Ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, τὸν Κύριον. Διὰ τί ὁσίων καὶ ταπεινῶν μέμνηται; Ἵνα δείξῃ, ὅτι Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάττεται, τοῖς δὲ ταπεινοῖς χάριν δί‐ δωσι, τοὺς ἀλαζόνας ἔξω τῆς καμίνου κατέφλεγε, τοὺς ὁσίους καὶ ταπεινοὺς ἐν μέσῳ τοῦ πυρὸς διεφύλαξεν. Διὸ | |
10 | καὶ συνεχόρευσε τοῖς ἁγίοις τὸ πῦρ· μετὰ γὰρ πάντων καὶ αὐτὸ ὑμνεῖν προσετάχθη τὸν Δημιουργόν· Εὐλο‐ γεῖτε, πῦρ καὶ καῦμα, τὸν Κύριον· ἵνα παιδεύωνται οἱ Βαβυλώνιοι μάγοι, παρ’ οἷς τιμᾶται τὸ πῦρ, ὅτι τοῦτο οὐκ ἔστι τῶν προσκυνουμένων, ἀλλὰ τῶν προσκυνούν‐ | |
15 | των. Ἀλλ’ ὅμως ἐπὶ τὸ τελευταῖον ἐλθόντες καταπαύσω‐ μεν τὸν λόγον. Εὐλογεῖτε, φησὶν, Ἀνανία, Ἀζαρία, Μισαὴλ, τὸν Κύριον. Τίς ἦν χρεία τοσούτων ταγμάτων ἠριθμημένων τῷ τελευταίῳ αὐτοὺς ὀνόματι προστεθῆναι; αὐτοὶ γὰρ οὐκ ἦσαν ἐν τοῖς υἱοῖς Ἰσραὴλ εὐλογήσαντες; | |
20 | αὐτοὶ οὐκ ἦσαν τοῖς δούλοις τοῦ Κυρίου συνηριθμημέ‐ νοι, ὅτε ἔλεγον, Εὐλογεῖτε, δοῦλοι Κυρίου, τὸν Κύ‐ ριον; ἢ ὅτε, Ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, οὐ | |
ἐν τοῖς ὁσίοις ἠριθμημένοι; τί οὖν βούλεται τὸ ἐκ προσ‐ | Column end | |
56.600 | θήκης, Εὐλογεῖτε, Ἀνανία, Ἀζαρία, Μισαὴλ, τὸν Κύριον; Ἀλλ’ ἐπειδὴ ὑπερφυὲς ἦν θαῦμα, ἐπειδὴ παρὰ φύσιν ἀνθρωπίνην (ἐν σώματι γὰρ τὴν κάμινον εἰσελ‐ θόντες κατεπάτησαν), ἵνα μή τις τῶν πεπλανημένων διὰ | |
5 | τὸ ξένον τοῦ θαύματος θεοὺς αὐτοὺς προσειπεῖν τολμήσειε, καὶ προσκυνεῖν οὕτω μᾶλλον δικαίως, ἢ τὸ πῦρ, τοὺς τοῦ πυρὸς περιγεγονότας, ἵνα μηδὲν τοιοῦτο πάθωσιν οἱ βλέποντες, διὰ τοῦτο μηνύουσι τὴν ἑαυτῶν δουλείαν, καὶ ὁμολογοῦσι τὴν προσκύνησιν, λέγοντες, Εὐλογεῖτε, | |
10 | Ἀνανία, Ἀζαρία, Μισαὴλ, τὸν Κύριον. Λέγεται δὲ, ὅτι τὸν Δανιὴλ ὁ Θεὸς διὰ τοῦτο οὐ συνεχώρησεν εἰς τὸ μαρτύριον τοῦτο παραληφθῆναι. Ἐπειδὴ γὰρ τὸ ὄναρ τοῦ βασιλέως ἡρμήνευσε, καὶ ὡς θεὸς ὑπ’ αὐτοῦ τοῦ βασιλέως προσεκυνήθη, καὶ ἐκλήθη Βαλτασὰρ τῷ ὀνόματι | |
15 | τοῦ θεοῦ τοῦ παρὰ Πέρσαις, ἵνα μὴ νομισθῇ διὰ τὸ ἐνεγκάμενον αὐτῷ ὄνομα τοῦ Βαλτασὰρ πεπαῦσθαι τοῦ πυρὸς τὴν ἐνέργειαν, οἰκονομεῖ Θεὸς μὴ προαχθῆναι τὸν Δανιὴλ εἰς μέσον, ἵνα ἀκέραιον ᾖ τῆς εὐσεβείας τὸ θαῦμα. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον· εἴη δ’ ἡμᾶς, εὐχαῖς καὶ | |
20 | πρεσβείαις τῶν μαρτυρησάντων, τὸν αὐτὸν ζῆλον ἀνα‐ λαβόντας, τῶν αὐτῶν ἐπαίνων ἀξιωθῆναι, καὶ τῆς αὐτῆς βασιλείας τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς | |
αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 599 |