TLG 4139 050 :: SEVERIANUS :: Fragmenta in epistulam ad Titum (in catenis) SEVERIANUS Scr. Eccl. Fragmenta in epistulam ad Titum (in catenis) Citation: Page — (line) | ||
14t | Tit 1,12—13a | |
---|---|---|
14 | Ἐπειδὴ ὁ ποιητὴς ὁ εἰρηκὼς τὸ Κρῆτες ἀεὶ ψεῦσται, κακὰ | |
15 | θηρία, γαστέρες ἀργαί, ἐπιλαμβανόμενος αὐτῶν εἶπεν ὡς κακῶς δεικνύντων τάφον Διὸς τὸν οὐκ ὄντα, ἐχρήσατο δὲ τῷ αὐτῷ στίχῳ Παῦλος, ἴνα μὴ νομισθῇ τῷ ποιητῇ συντρέχειν καὶ τῷ λεγομένῳ Διῒ μαρτυρεῖν ἀθανασίαν, ἐπήγαγεν· ἡ μαρτυρία αὕτη ἀληθής ἐστιν. ἐκεῖνος ἐψεύσατο τῷ Διῒ συνηγορῶν, ἐγὼ δὲ ἀληθεύω λέγων | |
20 | ὅτι οἱ Κρῆτες ἀεὶ ψεῦσταί εἰσιν καὶ γαστέρες ἀργαί. αὕτη ἡ μαρτυρία ἀληθής, οὐκ ἐκείνη. | |
22t | Tit 1,13b | |
22 | Ἐπειδὴ πολλάκις ἐπαινῶν ἐπιείκειαν ἐκδιδάσκει, εὗρεν δὲ τοὺς Κρῆτας χρείαν ἔχοντας ὥσπερ κέντρου τῆς ἐπιπλήξεως, διὰ τοῦτο εἶπεν ὅτι ἀποτόμως ἔλεγχε. | |
25t | Tit 1,15—16 | |
25 | Πάντα μὲν καθαρὰ τοῖς καθαροῖς. ὁ θεὸς πάντα | |
καθαρὰ ἐποίησεν· εἰ δὲ ἀκάθαρτά ἐστιν, ἡ κατηγορία τοῦ δημιουρ‐ | 344 | |
345 | γήσαντος ἅπτεται. καὶ τοῦτό ἐστι τὸ θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. | |
3t | Tit 2,3 | |
3 | Ἔδειξεν ὅτι εἰς κλῆρον τὰς γυναῖκας καλεῖ· οὐ γὰρ ἂν ἱερο‐ πρεπεῖς εἶπεν. | |
5t | Tit 2,7 | |
5 | Τὸ τῆς ἀδιαφορίας ἐπὶ τοῦ νοῦ ἔλαβεν, τὸ δὲ τῆς σεμνότη‐ τος ἐπὶ τοῦ ἔργου, ἵνα μὴ μόνον ἔργου ἀπέχῃ φθαρτοῦ ἀλλὰ καὶ | |
νοήματος. | 345 |