TLG 4139 049 :: SEVERIANUS :: Fragmenta in epistulam ii ad Timotheum (in catenis)

SEVERIANUS Scr. Eccl.
(Gabalensis: A.D. 4)

Fragmenta in epistulam ii ad Timotheum (in catenis)

Source: Staab, K. (ed.), Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt. Münster: Aschendorff, 1933: 342–344.

Citation: Page — (line)

342

(1t)

2 Tim 1,1
1 Ἐν μὲν τῇ προτέρᾳ ἐπιστολῇ μέλλων ἐκκλησιαστικοὺς κανόνας παραδιδόναι, εἶπε κατ’ ἐπιτα‐ γήν, ἐν δὲ τῇ δευτέρᾳ κατ
5ἐπαγγελίαν ἔφη· ἡ γὰρ ἀπο‐ στολὴ ἡ μὲν κατ’ ἐπιταγὴν τοῦ θεοῦ διατάττει τὰ συμφέ‐ ροντα, ἡ δὲ τοῖς ἀκούουσι ἐπαγ‐ γελίαν ζωῆς, οὐ τῆς νῦν ἀλλὰ
10τῆς ἀϊδίου, τῆς ἐν Χριστῷ Ἰησοῦ.

342,col2

Ἐν τῇ πρώτῃ ἐπιστολῇ κατ’ ἐπιταγὴν λέγει μέλλων διατάτ‐ τειν, ἐν δὲ τῇ δευτέρᾳ ἐπιστολῇ κατ’ ἐπαγγελίαν· ἡ γὰρ
5ἀποστολὴ διατάττει μέν, ἐπ’ ἐλπίδι δὲ τοῦ τυχεῖν αἰωνίου ζωῆς τοὺς ὑπακούοντας.

342

(11t)

2 Tim 1,3
11Οὐ τὸ ἀπαράλειπτον λέγει τοῦ βίου, ἀλλὰ τῆς εἰς θεὸν πίστεως.
12t2 Tim 1,8—10
12 Ἐπειδὴ ὁ κατὰ τῶν εὐαγγελιζο‐ μένων πειρασμὸς ἐκκοπὴν ἐποίει τῷ εὐαγγελίῳ, διὰ τοῦτό φησιν·
15συγκακοπάθησον τῷ εὐαγ‐ γελί. ἐπήγαγε δέ· κατὰ δύναμιν θεο, ἐπειδὴ αὐτὸ τὸ κακοπαθεῖν τῆς τοῦ θεοῦ δεῖται βοηθείας, τοῦ καταργήσαν‐
20τος μὲν τὸν θάνατον, φω‐ τίσαντος δὲ ζωὴν καὶ ἀφ‐ θαρσίαν διὰ τοῦ εὐαγγε‐ λίου. ἦν καὶ ἐπὶ τοῦ Ἀδὰμ ζωὴ καὶ ἐπὶ τῶν μετ’ αὐτόν, ἀλλὰ τῷ
25θανάτῳ τῆς παρακοῆς ἐζοφώθη. ἐφωτίσθη οὖν νῦν τῇ ἀναστάσει τοῦ Χριστοῦ· ἐζοφώθη τῷ θανά‐ τῳ, φωτίζεται διὰ τοῦ Χριστοῦ.

342,col2

(12)

Καὶ πῶς οἷόν τε πειράζεσθαι τὸ εὐαγγέλιον; ὡς ἐπειράζοντο οἱ κηρύττοντες. ἀλλ’ ἐπειδὴ ὁ κατὰ
15τῶν εὐαγγελιζομένων πειρασμὸς ἐγκοπὴν ἐποίει τῷ εὐαγγελίῳ, διὰ τοῦτο ταῦτά φησιν. —Φωτί‐ σαντος δὲ ζωήν. τὸ ὂν φωτί‐ ζεται. ἐπειδὴ τοίνυν ἐδόθη μὲν
20πρὸ τῆς παρακοῆς τοῦ Ἀδὰμ ἡ ζωή, θανάτῳ δὲ ἐζοφώθη, πάλιν τῇ ἀναστάσει τοῦ σωτῆρος ἡ ζωὴ φωτίζεται.

342

(29t)

2 Tim 1,12
29Ποίαν παραθήκην; τὴν ὑγιῆ διδασκαλίαν ἐδίδαξεν αὐτόν.342

343

(1t)

2 Tim 2,4
1 Ἐπειδὴ προεῖπεν, οὐ δεῖ τὸν στρατευόμενον ἐμπλέκεσθαι τῆς τοῦ βίου πραγματείας, ἐζητεῖτο δὲ λοιπὸν πῶς μὴ ἐμπλεκό‐ μενος ἔχει τὰ πρὸς τὴν χρείαν. ἐνέφηνεν ὅτι ἀπὸ τοῦ εὐαγγελίου δεῖ ζῆν.
5t2 Tim 2,17
5 Πάθος ἐστὶν ἡ γάγγραινα, κατασήπων καὶ εὐχερῶς κατα‐ τρέχων τοῖς σώμασιν.
7t2 Tim 4,1
7 Οὐχ ὡς καταγινώσκων ῥᾳθυμοῦντος μαρτύρεται, ἀλλ’ ἵνα ἐν τῇ μαρτυρίᾳ φυλάξῃ αὐτῷ δι’ ὅλου τὴν ἑαυτοῦ πρόθεσιν. διαμαρτύρο‐ μαι ἐνώπιον τοῦ θεοῦ καὶ τοῦ κυρίου Ἰησοῦ
10Χριστο, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτο, ἀντὶ τοῦ ἵνα ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου, ἔχω ἀπολογίαν ὅτι ἐγὼ εἶπον. ταῦτα δὲ λέγει, ἵνα παρρησίαν αὐτῷ δῷ πρὸς τὸ κηρύττειν τὸν λόγον.
15t2 Tim 4,2
15 Βούλεται γὰρ διὰ τούτου τοῦ παραγγέλματος κατὰ πάντα καιρὸν τοῖς μαθητευομένοις ἐφίστασθαι τὸν διδάσκαλον τοῦ μὲν εὐκαίρως δηλοῦντος τὴν μετὰ τὴν ἁμαρτίαν ὑπόμνησιν· τότε γὰρ δοκεῖ πῶς εὔκαιρον εἶναι τὸ διελέγξαι τὸν ἁμαρτήσαντα. ἐπειδὴ δὲ τῆς προφυλακτι‐ κῆς ἔξω τοῦτο βοηθείας καθέστηκε, τὸ ἀναμένειν ἁμαρτεῖν πρῶτον
20τὸν ἄνθρωπον, εἴθ’ οὕτως ἐλέγχειν αὐτὸν καὶ πρὸς τὴν μετάνοιαν ἐπι‐ στρέφειν ἐπιδιορθούμενος τὸν λόγον φησίν, οὐ μόνον εὐκαίρως ἀλλὰ καὶ ἀκαίρως, ἵνα ᾖ τὸ ἀκαίρως τὸ πρὶν τὴν ἁμαρτίαν εἰς ἔργον ἐλθεῖν. περιττὸν γὰρ καὶ οὐκ ἐπὶ καιροῦ νομίζεται τοῖς πολλοῖς τὸ τοῖς μήπω διαμαρτοῦσι προσδιαλέγεσθαι. τοῦτο δὲ τὸ περιττὸν καὶ ἄκαιρον
25τοῖς εἰδόσι διακρίνειν λίαν ἐστὶν ἀναγκαῖον καὶ εὔκαιρον. καὶ τῷ σωφρονοῦντι γὰρ διαλεκτέον περὶ πορνείας, ἵνα μὴ τοῖς τοῦ πάθους λίνοις ἐμπέσοι, καὶ τῷ τὴν αὐτάρκειαν τιμῶντι καὶ τὸ ἶσον, καὶ δίκαιον
τοὺς περὶ πλεονεξίας καὶ φιλαργυρίας λόγους διεξιέναι προσήκει, μή343

344

πως ἀφυλάκτως τῆς ῥίζης τῶν κακῶν βλάστημα παραδέχηται. ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία. Παῦλος ὁ ἀπόστολος διωρίσατο.
4t2 Tim 4,5
4Ἡ τῆς διακονίας πληροφορία τὸ πλῆρες καὶ ἀνελλειπὲς
5ὑποφαίνει τῶν λόγων ὅσα τῆς ἀρχιερωσύνης καθέστηκεν ἴδια, καὶ τὸ πανταχόθεν τὰς τοῦ λογικοῦ ποιμνίου χρείας ἀναπληροῦν ὡς πᾶσι τοῖς μέλεσιν ἀρτίως ἔχειν ἔν τε ἱερεῦσι καὶ λειτουργοῖς· εἰς γὰρ τὸ ἀνοικοδο‐ μεῖν καὶ φυγεύειν ἐτάχθησαν οἱ τὸ τῆς ἐπισκοπῆς ἀξίωμα κληρωσά‐ μενοι, καὶ εἰ κακοπαθεῖν διὰ τοῦτο συμβαίη. διὸ καὶ ἐν τοῖς
10εἰρημένοις τὴν κακοπάθειαν τοῦ ἔργου προέταξεν ὁ ἀπόστολος· ἔφη γάρ· κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστο.
12t2 Tim 4,6
12Σπένδομαι.〉 Ἀντὶ τοῦ ἀναιροῦμαι, σφάζομαι ὥστε ῥάναι τὸ
αἷμά μου τῇ γῇ.344