TLG 4139 048 :: SEVERIANUS :: Fragmenta in epistulam i ad Timotheum (in catenis)

SEVERIANUS Scr. Eccl.
(Gabalensis: A.D. 4)

Fragmenta in epistulam i ad Timotheum (in catenis)

Source: Staab, K. (ed.), Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt. Münster: Aschendorff, 1933: 336–341.

Citation: Page — (line)

336

(8t)

1 Tim 1,1
8 Οὐ τέθεικεν ἐν ταῖς ἄλλαις ἐπιστολαῖς τὸ κατ’ ἐπιταγήν. διὰ τί νῦν τίθησιν; ἐπειδὴ ἔμελλε νομοθετεῖν τινα καὶ ἐκκλησιαστικοὺς
10κανόνας ἐκτίθεσθαι. προλαβὼν πείθει, ὅτι κατ’ ἐπιταγὴν θεοῦ μέλλει λέγειν.
12t1 Tim 1,8—9
12 Καὶ μὴν ἔχει ὁ νόμος τὰ πρακτέα, καὶ ἡ χάρις τὰ ἀπαγορευτέα, ἀλλ’ ἀπὸ τοῦ πλεονάζοντος ὠνόμασεν ἕκαστον, καὶ μάλιστα ὅτι ἐν τῇ χάριτί εἰσιν τοῦ σωτῆρος αἱ ἐντολαί—οὐ νόμοι—, ἀλλὰ τῇ προαιρέσει
15καταλιμπανόμεναι. ἅπερ ἐὰν μὴ γένηται, οὐ πάντως κατακέκριται ὁ μὴ πεποιηκώς, ὡσανεὶ τὸ τῆς παρθενίας κτῆμα καὶ εἴ τι τοιοῦτο ἕτερον.
17t1 Tim 2,5—6
17 Ἀλλ’ ἴσως ἐρεῖ τις· πῶς θεὸν εἶναι φῂς τὸν ἀποθανόντα τοῦ Παύλου σαφῶς εἰρηκότος ἐν οἷς γέγραφε πρὸς Τιμόθεον· ἄνθρωπος Ἰησοῦς Χριστός, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ
20πάντων. τί οὖν; οὐκ ἀκούεις αὐτοῦ λέγοντος ὡς ὁ κύριος τῆς δόξης ἐσταύρωται; καὶ ὅτι ἐξ Ἰούδα ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας ἀμήν; καὶ ὅτι Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας; εἷς γὰρ ἦν ἐξ ἀμφοῖν
25θεότητός τε καὶ ἀνθρωπότητος, τελείως ἐχουσῶν κατὰ τὸν ἴδιον λόγον τῶν φύσεων, ὁμοούσιος ὢν τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιος τοῖς ἀνθρώποις ἡμῖν ὁ αὐτὸς κατὰ τὴν ἀνθρωπότητα. καὶ γὰρ καὶ τὸν καθ’ ἡμᾶς ἄνθρωπον ἐκ ψυχῆς ὄντα καὶ σώματος καὶ τελοῦντος εἰς μίαν ὑπόστασιν, ζῶον εἶναί φαμεν θνητὸν λογικόν· ἀλλὰ κατὰ μὲν τὸ
30σῶμα θνητόν, κατὰ δὲ ψυχὴν λογικόν. πλὴν ὅλον τὸ ζῶον θνητὸν
προσηγόρευται καὶ ὅλον κέκληται λογικόν, καὶ οὔτε συγκέχυται τὰ ἐξ ὧν336

337

συντέθειται φυσικῶς, οὔτε μὴν εἰς δύο πρόσωπα διῄρηται. οὕτω καὶ ὁ Ἐμμανουὴλ ἐκ δύο φύσεων εἷς ὢν καὶ μία ὑπόστασις καὶ μία φύσις αὐτοῦ τοῦ λόγου σεσαρκωμένη οὔτε συνέχεε τὰ ἐξ ὧν ἡ ἀπόρρητος ἕνωσις γέγονεν, οὔτε μένων εἷς δίδωσι τῇ δυάδι παρείσδυσιν ἐξ ἧς ἡ
5διαίρεσις· τὸ γὰρ ἓν κυρίως οὐκ ἄν ποτε γένοιτο δύο, μεταστὰν δὲ εἰς δύο τοῦ ἓν εἶναι πάντως πεπαύσεται. εἷς τοίνυν ὑπάρχων Ἰησοῦς Χριστός, κἂν ἐκ μέρους ὀνομάσειέ τις καὶ ἄνθρωπον εἴποι, σεσαρκω‐ μένος νοεῖται θεός, καὶ ἔμπαλιν θεὸν καλέσειε, λόγος ἐνανθρωπήσας κατασημαίνεται. διὰ τοῦτο γὰρ εἰδότες αὐτὸν ἕνα καὶ ἀδιαίρετον,
10ἀναγκαίως κεχρήμεθα τῷ προδιορισμῷ λέγοντες ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, καὶ τὸν αὐτὸν παθητὸν τῇ σαρκὶ καὶ ἀπαθῆ τῇ θεότητι. κατὰ τὸ ὅμοιον δὲ σχῆμα κἀκεῖνο τὴν θεόπνευστον γραφὴν διεξϊοῦσαν ἰδεῖν· πῆ μὲν γὰρ παραδεδόσθαι λέγεται Χριστὸς ὑπὸ τοῦ πατρός, πῆ δὲ
15αὐτὸς ἑαυτὸν παραδεδωκέναι γέγραπται. καὶ Ῥωμαίοις δὲ ἐπιστέλλων ὁ Παῦλός φησι περὶ τοῦ πατρός· ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλὰ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. Τιμοθέῳ δὲ γράφει ταυτί· εἷς θεὸς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός, ὁ δοὺς
20ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων. καὶ θέα μοι τῆς γραφῆς τὸ ἀπεξεσμένον καὶ ἀκριβές. ἔνθα μὲν γὰρ ἔφησεν ἴδιον υἱὸν τοῦ θεοῦ καὶ πατρὸς τὸν Χριστόν, καὶ εἶπεν· ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, δηλῶν ἴδιον εἶναι τὸν τῆς αὐτῆς οὐσίας ὑπάρχοντα καὶ μὴ ἀλλότριον, ἔπειτά γε τὸ ὑφειμένον καὶ οἰκονομικὸν τὸ ὑπὲρ ἡμῶν
25πάντων παρέδωκεν αὐτόν. ἔνθα δὲ προηγήσατο τὸ οἰκονομικόν, καὶ εἶπεν· ἄνθρωπος Ἰησοῦς Χριστός. προσεπήνεγκε τὸ θεο‐ πρεπὲς καὶ οὐκ εἶπεν «ὁ παραδοθεὶς» ἀλλ’ ὁ δοὺς ἑαυτὸν ἀντί‐ λυτρον ὑπὲρ πάντων. Γαλάταις δὲ γράφων φησὶν οὕτως· ὃ δὲ νῦν ζῶ ἐν σαρκ, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ἀγα‐
30πήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμο. τί τοίνυν τὰ οὕτως ἐντεχνέστατα; καὶ μετὰ πάσης ἁρμονίας τῆς θεοπρεπεστάτης εἰρημένα παρατρέχοντες καὶ τῇ Ἰουδαικῇ τυφλώσει καὶ σμικρολογίᾳ προστετηκότες οἱ Νεστορίου παῖδες προσφέρουσι τὸ παραδεδόσθαι τὸν Χριστὸν ἢ ὑπὸ τοῦ πατρὸς ἐγηγέρθαι, καὶ πειρῶνται δι’
35αὐτῶν, ὡς αὐτοῖς δοκεῖ, μὴ θεὸν αὐτὸν ἀληθῆ δεικνύναι μετὰ τὸ γενέσθαι αὐτὸν ἄνθρωπον ἀληθῶς.
37t1 Tim 2,14—15
37Ἐπειδὴ αὕτη ἡ γυνὴ ἐν παραβάσει γέγονε, σωθήσεται
διὰ τῶν ἐσομένων αὐτῇ τέκνων καὶ τῶν ἐκγόνων οἳ κατορθώσουσι τὴν337

338

εὐσέβειαν. τί οὖν, ἂν μὴ γένωνται αὐτῇ παῖδες, ἢ γεννῶνται μέν, μὴ ἄρρενες δέ; ἀλλ’ εἰ καὶ τισὶ γίνονται, ἀλλὰ τῷ κοινῷ γένει γίνονται· δι’ ὧν καθολικῶς λέγεται ἡ παράβασις τῷ τῶν γυναικῶν γένει. εἰ γὰρ ἡ μία ταῖς πάσαις τοῦ κακοῦ αἰτία, πῶς οὐκ εἰκὸς τὰς πολλὰς διὰ τῆς τῶν
5εὐσεβῶν γενέσεως λῦσαι τὸ διὰ μιᾶς γυναικὸς ἐπαχθὲν αὐταῖς κακόν, δεδωκότος τοῦ Χριστοῦ τὴν ἀρχὴν τῆς λύσεως δι’ ἑαυτοῦ; σωθήσεται οὖν ἡ γυνὴ ἐκ τίνος; ἐκ τῆς παραβάσεως καὶ τῆς παρακοῆς· ὥστε δεῖ καὶ ἴδια ἔχειν κατορθώματα, ἵνα μὴ τῆς παρακοῆς συγχωρηθείσης τὰ ἄλλα ἁμαρτήματα καταδικάζῃ αὐτήν. οὐχ ἁπλῶς δὲ εἴρηται αὐτῷ·
10σωθήσεται διὰ τεκνογονίας, ἀλλ’ ἵνα αἱ μητέρες ἐπὶ τοῖς παισὶν ἔχουσαι τὸ σωθῆναι ἐν πάσῃ αὐτοὺς εὐσεβείᾳ καὶ δικαιο‐ σύνῃ ἀνατρέφωσιν. σωθῆναι δὲ διὰ τῆς τεκνογονίας. οὐ δι’
15ὧν παρέβη ἡ γυνὴ κρίνεται, ἀλλὰ δι’ ὧν μήτηρ γίνεται τῶν ὑπακου‐ όντων σωθήσεται, τοῦτ’ ἔστι κατὰ τὸν τῆς ὑπακοῆς λόγον, ἐπεὶ ἔχει ἄλλῃ ἴδια κατορθώματα δι’ ὧν
20σώζεται. τοῦτο δὲ λέγει, καθὼς ἔφθημεν εἰπόντες, ἵνα αἱ μητέρες ἀνατρέφωσι τὰ τέκνα ἐν εὐσεβείᾳ.

338,col2

(13)

Ἀπὸ τοῦ ὀνείδους τῆς παρα‐ βάσεως σωθήσεται διὰ τῆς
15τεκνογονίας. τοῦτο γάρ φησιν ὁ ἀπόστολος, οὐχ ἵνα ὀνειδίσῃ, ἀλλ’ ἵνα προτρέψηται εἰς εὐσέβειαν καὶ εἰς τὸ τὰ τέκνα ἀνατρέφειν ἐν πίστει.

338

(23t)

1 Tim 3,1
23 Οὐκ εἶπε τιμῆς, οὐκ εἶπε δορυφορίας, ἀλλὰ καλοῦ ἔργου,
25οἷον καλοῦ πόρου, καλοῦ καμάτου διὰ τὴν τῶν ἐκκλησιῶν προστα‐ σίαν. εἴ τις ἐπισκοπῆς ὀρέ‐ γεται, καλοῦ ἔργου ἐπιθυ‐ με. ὑπενέδωκεν οὐ τὸ τῆς
30ὀρέξεως ἀλλὰ τὸ τῆς ἐπιτηδεύσεως, ἵνα τις καταρτίσῃ ἑαυτὸν εἰς ἐπι‐ τηδειότητα ἐπισκοπῆς· μᾶλλον δὲ προτροπὴ βίου καλοῦ ἡ ἔνδοσις τῆς ὀρέξεως, καὶ ὥσπερ ἔφοδος
35γίνεται εἰς ἀγαθοεργίαν καὶ τὸν κάλλιστον βίον, ὥστε δόξας συγ‐ κεχωρηκέναι τὴν ἐπιθυμίαν δι’ ὧν ἐπιλέγει πλείονα προτρέπεται.

338,col2

(23)

Ὑπενέδωκεν τὸ τῆς ὀρέξεως, οὐ τὸ τῆς ἐπιτηδεύσεως, ἵνα
25καταρτίσῃ ἑαυτόν τις εἰς ἐπιτη‐ δειότητα ἐπισκοπῆς διὰ τῶν καλῶν ἔργων καὶ τῆς πίστεως. μᾶλλον οὖν προτροπή ἐστι καλοῦ βίου ἡ ἔνδοσις ὀρέξεως. ἡ δὲ ὄρεξις
30ὥσπερ εἴσοδος εἰς τὴν ἀγαθο‐ εργίαν ἐστὶν καὶ τὸν κάλλιστον βίον. τοσαῦτα ἐξαριθμεῖται ὅσα προσήκειν δεῖ τῷ ἐπισκόπῳ ἃ ἀρκεῖ ἀποτρέψασθαι μᾶλλον ὥστε
35δόξας συγκεχωρηκέναι τὴν ἐπιθυ‐ μίαν, δι’ ὧν καταλέγει ποταπὸν δεῖ εἶναι τὸν ἐπίσκοπον, πλέον ἀπο‐
τρέπει.338

339

(1t)

1 Tim 3,2—3
1 Διδασκαλικώτατα παραινεῖ κατὰ μέρος ἐπάγων τῆς ἀνεπιλήπτου πολιτείας τὰ εἴδη. Οὐκ ἐγκαλῶν πλήττειν, ἀλλ’ ὁ ἀλόγως κινούμενος· καταιδεῖ γὰρ δίκαιον ἔγκλημα, πλήττει δὲ ἄλογος μέμψις.
5t1 Tim 3,16
5 Ἀντὶ τοῦ ὤφθη μὲν ἐν σαρκί, ἐδικαιώθη δὲ ἐν πνεύματι πολι‐ τευσάμενος. εἰ γὰρ καὶ ἐν σαρκὶ ἦν, ἀλλ’ οὐ κατὰ σάρκα ἐπολιτεύετο, ἀλλ’ ὑπέταξε τῷ πνεύματι τὴν
10σάρκα, δικαιοσύνης ἡμῖν ὑπανοί‐ γων ὁδόν. ἢ καὶ τοῦτό φησιν ὅτι τοῦ πνεύματος σημεῖα ποιοῦντος, ἐδικαιοῦτο κατὰ τὴν ἡμετέραν ὁμολογίαν καὶ πίστιν ὁ Χριστός.
15ὤφθη ἀγγέλοις. τίς; ὁ σταυ‐ ρωθεὶς Χριστός. οὐ τοῦτο δέ φησιν ὅτι τὴν θεότητα αὐτοῦ οὐχ ὁρῶσιν οἱ ἄγγελοι· αὐτὸς γὰρ ὁ σωτὴρ ἔφη ὅτι οἱ ἄγγελοι
20ὁρῶσι τὸ πρόσωπον τοῦ ἐν οὐρανοῖς πατρός μου. ὅταν δὲ λέγῃ· θεὸν οὐδεὶς ἑώρακε πώποτε, δηλονότι οὐχ ἑώρακε καθώς ἐστιν, ἀλλὰ καθ’
25ὅσον δύνατον ἰδεῖν ἀγγέλῳ καὶ ἀνθρώπῳ. ἀόρατος οὖν ὁ θεὸς καὶ ἀγγέλοις καὶ ἀνθρώποις, ὤφθη δὲ διὰ τῆς οἰκονομίας.

339,col2

(5)

Ἡ ἐκκλησία ἡ ἐπὶ τῆς γῆς διὰ τῆς ὁμολογίας ἐδικαιώθη ἐν πνεύματι. ὅμοιόν ἐστι τοῦτο τῷ ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νική‐
10σῃς ἐν τῷ κρίνεσθαί σε· τοῦ γὰρ πνεύματος τὰ σημεῖα ποιοῦν‐ τος ἐδικαιοῦτο κατὰ τὴν ἡμετέραν ὁμολογίαν καὶ τὴν πίστιν τῶν πιστευόντων. ὁ ἐπὶ σωτηρίᾳ ἀν‐
15θρώπων ἐληλυθὼς ὤφθη ἀγ‐ γέλοις· ἔδειξε διὰ τούτου ὅτι ἀόρατός ἐστιν ἡ θεότης τοῦ μονο‐ γενοῦς καὶ ἀγγέλοις, ὤφθη δὲ αὐτοῖς διὰ τῆς σαρκός. ἀν‐
20ελήφθη ἐν δόξ· ἐπὶ νεφελῶν, φησίν.

339

(29t)

1 Tim 5,10
29Ἀντὶ τοῦ εἰ μὴ ἀπώσατο χηρεύουσα ἃ ἔσχε τέκνα.
30Εἰ ἐξενοδόχησεν· πιστοὺς δηλονότι καὶ ἐν γάμῳ καταλεγομένη. Εἰ ἁγίων πόδας ἔνιψεν. τοῦτο προσέθηκεν εἰς τὸ δεῖξαι
ὅτι καὶ μετ’ ἐπιμελείας αὐτοὺς ὑποδέχεσθαι χρή. δῆλον δὲ ὅτι καὶ τὰ339

340

κατὰ δύναμιν ἀπαιτῶν ταῦτα πάντα φησίν· οὐ γάρ ἐστιν τῆς τοὺς δύο ὀβολοὺς καταβαλούσης ἀπορωτέρα.
3t1 Tim 5,12
3 Ὅτι ἐπαγγειλάμεναι τῷ Χριστῷ μένειν οὕτως ὕστερον ἐγαμοῦντο. πρώτην δὲ λέγει πίστιν ἀντὶ τοῦ πρώτην ὑποταγήν, καὶ πάλαι
5πρώτην τὴν πρωτεύουσαν καὶ ἄκραν καὶ πάντων ἀνωτάτην αὐταῖς.
6t1 Tim 5,17
6 Διδασκαλία μέν ἐστιν ἡ διὰ τῶν λόγων τῆς γραφῆς ἁπλῆ παράδοσις καὶ ἡ τῶν ἐν τοῖς λόγοις νοημάτων ἐξήγησις, λόγος δὲ ὁ τὰ νοήματα παριστῶν.
9t1 Tim 5,24—25
9Ἐπειδὴ εἶπεν ἄνω· χεῖρας ταχέως μηδενὶ ἐπιτίθει,
10μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις, νῦν τὴν αἰτίαν λέγει δι’ ἣν εἶπεν ἐκεῖνο. οὐ πάντων φανερά ἐστι τὰ ἁμαρτήματα· πολλοὶ γὰρ καὶ κρύπτοντες ἁμαρτάνουσιν. λέγει οὖν· δοκίμαζε τῷ χρόνῳ· τὸ γὰρ σήμερον λαθεῖν δυνηθὲν αὔριον ἐλέγχεται καὶ τῶν ἁμαρτημάτων τὰ μὲν φανερά ἐστιν εἰς κρίσιν προάγοντα τὴν τῶν ἀνθρώπων—
15πάντες γὰρ ἴσασιν ὅτι ἁμαρτάνουσιν καὶ κρίνουσιν αὐτοὺς ἀναξίους—, τινὰ δὲ μετὰ ταῦτα φαίνεται καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύναται. ἐπειδὴ τοίνυν οὕτως ἔχει τὰ κατὰ τοὺς ἀνθρώπους, χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μή ποτε εὑρεθῇ εἰς τὸ λεληθὸς ἁμαρτάνων καὶ ἀναξίως προαχθῇ καὶ κοινωνήσῃς αὐτῷ τοῦ πταίσματος.
20 Ὡσαύτως καὶ τὰ καλὰ ἔργα πρόδηλά ἐστιν. ἐπὶ τῶν καλῶν ἔργων τοῦτο μόνον εἶπεν, ὅτι κρυβῆναι οὐ δύναται— οὐκ εἶπεν ὅτι λανθάνει—, ἐπὶ δὲ τῶν κακῶν ἔργων τινὰ μὲν πρόδηλά ἐστιν, τινὰ δὲ λανθάνει. διὰ τί; ὅτι τὸ καλὸν ταχέως τις οὐ κρύπτει· ὁ γὰρ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ὁ δὲ
25κακοποιῶν κρύπτει λανθάνειν βουλόμενος.
26t1 Tim 6,2
26 Ὁ εὐλαβὴς καὶ πιστὸς δεσπότης ταχέως ἔστησε λαμβάνειν τῆς τοῦ δούλου εὐεργεσίας καὶ εὐνοίας, καὶ ὢν χρηστός, εὐγνώμων πρὸς αὐτὸν
γίνεται.340

341

Εἰς τὸ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι, ἀντὶ τοῦ οἱ εὐαισθητοῦντες πρὸς τὸ ἀμείψασθαι.
3t1 Tim 6,5
3 Ὥσπερ ἐκ τῶν παρατρίψεων τοῦ τε λίθου καὶ τοῦ ξύλου πῦρ τίκτεται, οὕτως ἐκ τῆς συναγωγῆς τῶν φαύλων ἡ ἀσέβεια γεννᾶται.
5t1 Tim 6,13
5 Οὐχ ἁπλῶς εἴρηται τοῦ ζωοποιοῦντος, ἀλλ’ ἵνα ὑπο‐ μνήσῃ ὅτι ὁ ζωοποιῶν καὶ διδοὺς τὴν ἀναβίωσιν ἑκάστῳ, καὶ τὸν μισθὸν ἀποδώσει ἑκάστῳ ἄξιον
10κατὰ τὸν καιρὸν τῆς ἀναστάσεως, ἐπειδὴ τηρήσεως ἔμελλε παραγ‐ γέλλειν τῆς κατὰ τὴν πίστιν.

341,col2

(5)

Οὐχ ἁπλῶς δὲ ἔθηκε τὴν λέξιν· εἰ γὰρ τὰ πάντα ζωογο‐ νε, δηλονότι τοὺς ἀνθρώπους τοὺς εὐσεβεῖς ἀξιώσει καὶ τῆς ἀναστάσεως πρὸς τῇ κοινῇ ζωογο‐
10νήσει, καὶ τῶν ἀποθνησκόντων σωμάτων τὴν ἀναβίωσιν διδούς. μέλλων οὖν παραγγέλλειν ἐφ’ ᾧ τε τηρῆσαι τὴν ἐντολὴν ἄσπιλον, μνημονεύει τοῦ ζωογονοῦν‐
15τος, ἵνα ἡ ἐλπὶς τῆς ζωώσεως ἐκείνης προτρέψηται πρὸς εὐσέ‐ βειαν. ἐπισημαντέον δὲ ὅτι ζωο‐ γονοῦντος τὰ πάντα εἶπεν, οὐχ ἵνα καὶ τὰ ἄψυχα ζωογονεῖν
20αὐτὸν οἰηθῶμεν. τοιοῦτόν ἐστι καὶ τὸ πάντα δι’ αὐτοῦ ἐγένετο· οὐ γὰρ πάντως τὰ πάντα, ἀλλὰ περὶ ὧν ὁ λόγος.

341

(24t)

1 Tim 6,16
24Ὡς τῶν κτισμάτων κατὰ τὴν αὐτοῦ χάριν καὶ βούλημα μενόντων
25ἐν ἀθανασίᾳ καὶ ἀφθαρσίᾳ καὶ τῆς ἐξ αὐτοῦ μεθέξεως δεομένων, κἂν ἀθάνατον ἔλαχον φύσιν ὥσπερ οἱ ἄγγελοι, μόνου δὲ αὐτοῦ τοῦτο κυρίως ὑπάρχοντος, ἐπειδήπερ ἐστὶν αὐτοζωὴ καὶ τῶν ὄντων ἁπάντων σύστασις
καὶ χορηγία παντὸς ἀγαθοῦ.341