TLG 4139 047 :: SEVERIANUS :: Fragmenta in epistulam ii ad Thessalonicenses (in catenis)

SEVERIANUS Scr. Eccl.
(Gabalensis: A.D. 4)

Fragmenta in epistulam ii ad Thessalonicenses (in catenis)

Source: Staab, K. (ed.), Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt. Münster: Aschendorff, 1933: 332–336.

Citation: Page — (line)

332

(1t)

2 Thess: Prolog
1 Πάλιν ἐπὶ τοῖς διωγμοῖς οἷς ὑπέμενον οἱ Θεσσαλονικεῖς παρα‐ μυθεῖται αὐτούς, ἐξ αὐτοῦ τοῦ προοιμίου μνημονεύσας τῆς δικαίας καὶ μεγάλης ἀνταποδόσεως τοῦ Χριστοῦ τῆς τοὺς πονηροὺς ἀμυνομένης, τοὺς δὲ ἁγίους στεφανούσης. εἶτα ἐπειδὴ πολλὴ ζήτησις ἦν περὶ τῆς
5δευτέρας τοῦ Χριστοῦ παρουσίας τὸ πότε ἐλεύσεται, καὶ περὶ τούτου διορθοῦται τὰς ὑπολήψεις, ὥστε μὴ προλαμβάνεσθαι ἢ παραφέρεσθαι ταῖς ξέναις διδασκαλίαις. ὑποτίθεται καὶ τὸν τρόπον καὶ τὴν ἀκολουθίαν τῆς παρουσίας Χριστοῦ τῆς πάλιν ἐσομένης μετὰ τὴν τοῦ ἀντιχρίστου πλάνην.
10t2 Thess 1,3
10 Ἡ μετὰ δικαιοσύνης ἀγάπη τὸ μὴ μόνον ἀγαπᾶν ἀλλὰ καὶ ἀντα‐ γαπᾶσθαι.
12t2 Thess 1,6—8
12 Οὐκ ἀμφιβολίας ἐστὶ τὸ εἴπερ δίκαιον, ἀλλ’ ἐπιτάσεως καὶ ὁμολογίας· καὶ γὰρ ἐν ἤθει εἴρηται, ὡς πολλάκις φαμέν, ἡμέρας οὔσης· «εἴπερ ἡμέρα ἔστιν». Διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι τὸν
15θεόν, ἀντὶ τοῦ ἐπάγοντος τιμωρίαν τοῖς ἀσεβοῦσιν. Μετ’ ἀγγέλων δυνάμεως αὐτοῦ ἐν φλογὶ πυρός. τὸ φοβερὸν τῆς ἐνδόξου παρουσίας παρίστησι καὶ διὰ τούτων, καὶ δι’ ὧν ἐπάγει τοὺς ἠδικημένους παραθαρρύνων· μεγάλη γὰρ παραμυθία οὐ μόνον ὁ μισθὸς ὁ ὑπὲρ τῶν παθῶν ἀλλὰ καὶ ἡ κατὰ τῶν ἠδικηκότων αὐτοὺς γενομένη τιμωρία.
20t2 Thess 1,10
20Ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· ἡ γὰρ ἐνταῦθα πίστις προευτρεπίζει τὸν μισθὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. ποίᾳ; ἐν ᾗ ἥξει ὁ Χριστός.
23t2 Thess 2,1—4
23 Παραινεῖ αὐτοὺς μὴ θορυβεῖσθαι ἀκαίρως πρὸ τῆς ἐπιφανείας τοῦ κυρίου, μήτε εἰ προφῆται λέγοιεν εἶναι ἐν οἷς πνεῦμα πλάνης ἐστίν, μήτε
25εἰ λόγοι καὶ φῆμαι περὶ τοῦ κυρίου κατασπείροιντο, μήτε εἰ ἐπιστολήν τινες πλασάμενοι κομίζοιεν ὡς ἡμετέραν. ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς
ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ

333

ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα. μὴ προσδοκᾶτε, φησί, τὸν σωτῆρα πρὸ τοῦ πλάνου ὃν δεῖ πρότερον
5ἐλθεῖν, καθὼς ἔφην. ὑπὲρ πάν‐ τα θεὸν ἢ σέβασμα ὑπερ‐ αιρόμενον, οἷον ὑπὲρ πᾶσαν εἰδωλολατρείαν· ὥσπερ γὰρ αὐτὸς αὐτὴν συνεστήσατο, οὕτω καὶ
10αὐτὸς ἀνατρέψει αὐτὴν ἐλθών, καὶ πᾶσαν αἵρεσιν, ἣν ἀντέθηκε τῷ λόγῳ τῆς ἀληθείας, ἵνα καὶ κατὰ τοῦτο κατακριθῶσιν οἱ ἄνθρωποι, ὅτι τὰ εἴδωλα ἐφ’ οἷς ἐπλανήθη‐
15σαν, οὐκ αὐτοὶ καθεῖλον, ἀλλ’ ὁ πλανήσας. τὰς δὲ πλάνας ταύτας ἐξ ἀρχῆς συνεστήσατο ὁ διάβολος, ἀφιστῶν τοῦ θεοῦ κατὰ βραχὺ τοὺς ἀνθρώπους καὶ ἠρέμα τὴν
20ἑαυτοῦ προσκύνησιν ἀντεισάγων, ἵνα ὅταν μετὰ ταῦτα ἔλθῃ, πε‐ πλανημένους αὐτοὺς καὶ ἐκτὸς ὄντας τῆς τοῦ θεοῦ βοηθείας, εὐχερῶς ὑπαγάγηται ἑαυτῷ. περὶ
25δὲ τῆς ἐσομένης πλάνης τῶν ἀνθρώπων καὶ αὐτὸς ὁ σωτὴρ προεῖπεν ὅτι δυσχερὲς ἐλθόντα αὐτὸν εὑρεῖν τὴν πίστιν ἐπὶ τῆς γῆς. ὁ ἄνθρωπος τῆς ἁμαρ‐
30τίας, τοῦτ’ ἔστι ὁ ἀντίχριστος· ἥξει γὰρ εἰς Ἱεροσόλυμα ὡς ἀνοι‐ κοδομήσων τὸν ναόν, καὶ στήσε‐ ται ἐν τῷ ἁγίῳ τόπῳ θεὸν ἑαυτὸν ἀναγορεύων. ὁ ἀντικείμενος
35καὶ ὑπεραιρόμενος ὑπὲρ πάντα μὲν λεγόμενον θεόν, ἀντὶ τοῦ ὑπὲρ πᾶσαν εἰδωλολατρείαν· ὑπὲρ δὲ πᾶν
σέβασμα, ἀντὶ τοῦ πᾶσαν

334

αἵρεσιν ἣν ἀντέθηκε τῷ λόγῳ τῆς ἀληθείας. ὥσπερ ὑποσκευὴ ἁψῖδος, οὕτως αἱ αἱρέσεις παρὰ τοῖς λεγομένοις καὶ Ἰουδαίοις καὶ
5Ἕλλησι προπαρασκευή εἰσι τῷ διαβόλῳ. καὶ ὥσπερ ἁψῖδος σφιγχθείσης καὶ λαβούσης τὴν οἰκείαν κατασκευὴν ἡ ὑποσκευὴ λύεται, καὶ μένει μόνη ἡ ἁψὶς
10στερεά, οὕτως ὁ διάβολος τὰς αἱρέσεις τὰς πολλὰς καὶ τὰς τῆς πλάνης ὁδοὺς ἀντὶ ὑποσκευῆς ὑπέθηκεν ὥσπερ ἁψῖδά τινα τὴν ἑαυτοῦ προσκύνησιν ἐπισκευάσας.

333,col2

(6)

Διὰ τούτου δείκνυσιν ὅτι τὴν εἰδωλολατρίαν ἣν ὁ διάβολος συνεστήσατο, αὐτὸς ἐλθὼν ἀνα‐ τρέπει. καὶ πᾶσαν αἵρεσιν ἣν
10ἀντέθηκεν τῷ λόγῳ τῆς ἀληθείας, αὐτὸς ἐλθὼν παραλύει, ἵνα καὶ ἐν τούτῳ τὸ κρίμα ἔχωσιν οἱ ἄνθρωποι, ὅτι τὰ ἐφ’ οἷς ἐπλανή‐ θησαν οὐκ αὐτοὶ καθεῖλον, ἀλλ’ ὁ
15πλανῶν αὐτούς. ταύτας γὰρ τὰς πλάνας [ἃς] κατὰ μέρος συνερτή‐ σατο ὁ διάβολος ἀφιστῶν τοῦ θεοῦ καὶ ἡρέμα τὴν ἑαυτοῦ προσκύνησιν ἀντεισάγων, ἵν’ ὅταν μετὰ ταῦτα
20ἔλθῃ, προητοιμασμένα εὑρηκώς, καὶ πεπλανημένους τοὺς ἀνθρώ‐ πους καὶ ἐκτὸς ὄντας τοῦ θεοῦ τῆς βοηθείας, εὐχερῶς ἑαυτῷ δόξῃ κατορθοῦν τὸ σπουδαζόμε‐
25νον, τοῦτ’ ἔστι τὸ προσκυνηθῆναι
αὐτὸν παρὰ πάντων ἀνθρώπων.

334,col2

(2)

ὡς γὰρ ὑποσκευὴ ἁψῖδος, οὕτως αἱ αἱρέσεις αἵ τε παρ’ Ἕλλησι καὶ αἱ παρὰ τοῖς Χρι‐
5στιανοῖς τῷ διαβόλῳ. ὥσπερ δὲ ἁψῖδος σφιγγείσης καὶ λαβούσης τὴν οἰκείαν κατασκευὴν ἡ ὑπο‐ σκευὴ αἴρεται, μένει δὲ μόνη ἡ ἁψῖς στερρά, οὕτως ὁ διάβολος
10τὰς αἱρέσεις τὰς πολλὰς καὶ τὰς τῆς πλάνης ὁδοὺς ἀντὶ ὑποσκευῆς ὑπέθηκεν, ὥσπερ ἁψῖδα μεγίστην τὴν ἑαυτοῦ προσκύνησιν προκατα‐ σκευάζων, ἵν’ ὅταν ἔλθῃ ἐκδικῶν
15πάσας τὰς αἱρέσεις, καὶ αὐτὸς καταργῇ γυμνὴν τὴν ἑαυτοῦ προσκύνησιν εἰσάγων ἀνθρώπους.

334

(18t)

2 Thess 2,4
18 Κατὰ μίμησιν τοῦ σωτῆρος ἔρχεται ὁ σατανᾶς ἐν ἀνθρώπῳ ὁλοκλήρῳ.
20t2 Thess 2,6—8a
20 Κατέχει καὶ κωλύει τοῦ ἀνό‐ μου τὴν παρουσίαν τὸ πνεῦμα τὸ ἅγιον. ἐπειδὰν οὖν, φησί, τοῦτο διὰ τὴν τῶν ἀνθρώπων κακίαν ἐκ μέσου γένηται καὶ ἀποστῇ, τὸ τηνικαῦτα χώραν ἕξει ὁ ἄνομος ἀποκαλυφθῆναι καὶ ἐπαναστῆναι
25μηδενὸς κωλύοντος. ἔφη δὲ τοῦτο, ὅτι καὶ ἀρχὴν ἤδη εἴληφε τὸ μυστήριον τῆς ἀνομίας, ἐπειδὴ κατὰ τοὺς χρόνους τοὺς ἀποστολικοὺς καὶ σχίσματα καὶ αἱρέσεις γεγόνασιν, καὶ ἔκτοτε τὴν ἀπιστίαν τῶν ἀνθρώπων ὁ διάβολος διεπράττετο. τὸ γὰρ μυστήριον ἤδη ἐν‐ εργεῖται τῆς ἀσεβείας. καὶ γὰρ Μανιχαῖοι ἤδη εἶπον τὸν
30διάβολον θεὸν εἶναι τοῦ νόμου, καὶ Μαρκίων εἶπεν οὐ τὸν πατέρα εἶναι
τοῦ Χριστοῦ τὸν θεὸν τοῦ νόμου καὶ τὸν πάντων μείζονα λέγουσί τινες

335

σέβειν. λέγει δὲ καὶ Χριστὸν ἑαυτὸν εἶναι ὁ Μάνης, καὶ τὸν παράκλητον ἑαυτὸν εἶναι. μόνον τὸ κατέχον ἄρτι ἕως ἐκ μέσου γένηται, καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος. καὶ κατέχει καὶ κωλύει τοῦ ἀνόμου τὴν παρουσίαν τὸ πνεῦμα τὸ ἅγιον, ὡς καὶ ἤδη εἶπεν. καὶ
5νῦν τὸ κατέχον οἴδατε.

334,col2

(20)

Τὸ κατέχον φησὶ τὴν τοῦ ἁγίου πνεύματος χάριν.

335

(6t)

2 Thess 2,8b—9
6 Τοῦτο καὶ Ἡσαΐας προλαβὼν εἶπεν· μνημονεύσας γὰρ τοῦ ἐκ ῥίζης Ἰεσσαὶ ἐπήγαγεν· καὶ πατάξει τὴν γῆν τῷ λόγῳ
10τοῦ στόματος αὐτο, καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ τὸν ἀσεβ. τὸ δὲ πα‐ τάξειν αὐτὸν τὴν γῆν προεῖπε καὶ διὰ τοῦ ὑστέρου τῶν προφητῶν
15εἰρηκώς· ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις ἥλιος δικαιο‐ σύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτο. καὶ μετ’ ὀλίγα· ἰδοὺ ἀποστελῶ ὑμῖν
20Ἡλίαν τὸν Θεσβίτην, καὶ ἐπήγαγε· μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην.
24Καὶ καταργήσει τῇ ἐπι‐
25φανείᾳ τῆς παρουσίας αὐ‐ το. ἡ ζωὴ ἡμῶν ἐστιν ὁ Χριστός· ὅταν οὖν ὁ Χριστὸς φανερωθ, ἡ ζωὴ ἡμῶν, ἐξ ἀνάγκης καταργεῖ καὶ τὸν τοῦ
30θανάτου πρόξενον τὸν διάβολον. κατὰ μίμησιν δὲ τοῦ σωτῆρος ἔρχεται ὁ σατανᾶς ἐν ἀνθρώπῳ ὁλοκλήρῳ, οὗ ἐστιν ἡ παρου‐

336

σία κατ’ ἐνέργειαν τοῦ σατανᾶ πάσῃ δυνάμει, ση‐ μείοις καὶ τὰ ἑξῆς. κατὰ μίμη‐ σιν τῆς σωματικῆς ἐπιδημίας τοῦ·
5Χριστοῦ, τῆς ὑπὲρ ἡμῶν οἰκονο‐ μίας ἔρχεται ὁ σατανᾶς, καὶ ἐνεργεῖ ἐν ἀνθρώπῳ, καθὼς καὶ ἤδη εἶπον.

335,col2

(6)

Τοῦτό ἐστι τὸ καὶ πνεύ‐ ματι διὰ χειλέων ἀνελεῖ ἀσεβ, ὅπερ Ἡσαΐας φησίν· μνημονεύσας γὰρ τοῦ ἐκ τῆς
10ῥίζης Ἰεσσαὶ ἐπήγαγεν· καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτο, καὶ πνεύματι διὰ χειλέων ἀνε‐ λεῖ ἀσεβ. τὸ δὲ πατάσσειν τὴν
15γῆν προεῖπεν καὶ διὰ τοῦ ὑστέρου τῶν προφητῶν· εἰρηκὼς γάρ· ἀνατελεῖ ὑμῖν τοῖς φοβου‐ μένοις με ἥλιος δικαιοσύ‐ νης, καὶ μετ’ ὀλίγα· ἰδοὺ
20ἀποστέλλω ὑμῖν Ἡλίαν τὸν Θεσβίτην, τελευταῖον ἐπήγαγεν λόγον τὸ μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην. Καὶ καταργήσει τῇ ἐπι‐
25φανείᾳ τῆς παρουσίας αὐ‐ το. Ζωὴν ἡμῶν εἶπε τὸν Χριστὸν ὁ ἀπόστολος, καὶ ἐπήγα‐ γεν· ὅταν ἡ ζωὴ ὑμῶν φα‐ νερωθ. ζωῆς οὖν οὐρανόθεν
30φανερουμένης ἀδύνατον μὴ καταρ‐ γηθῆναι τὸν τοῦ θανάτου πρό‐ ξενον, οὗ ἐστιν ἡ παρουσία
κατ’ ἐνέργειαν τοῦ σαταν.

336,col2

τοῦτο ὤφειλεν πεῖσαι τοὺς Ἀπολι‐ ναρίδας καὶ τοὺς Ἀριανούς, ὅτι ὅλον ἄνθρωπον ἀνέλαβεν ὁ θεὸς λόγος. κατὰ γὰρ μίμησιν τῆς
5δικαιοσύνης καὶ τῆς ὑπὲρ ἡμῶν οἰκονομίας ἔρχεται ὁ σατανᾶς καὶ
ἐνεργήσει ἐν ἀνθρώπῳ.