TLG 4139 046 :: SEVERIANUS :: Fragmenta in epistulam i ad Thessalonicenses (in catenis) SEVERIANUS Scr. Eccl. Fragmenta in epistulam i ad Thessalonicenses (in catenis) Citation: Page — (line) | ||
15t | 1 Thess: Prolog | |
---|---|---|
15 | Πολλοὺς ὑπέμειναν διωγμοὺς οἱ ἐν Θεσσαλονίκῃ Χριστιανοὶ οἱ ἀπὸ τῶν ἐθνῶν πιστεύσαντες ὑπὸ τῶν ἔτι Ἑλλήνων ὄντων, ἐφ’ οἷς αὐτοὺς παραμυθεῖται. μέμνηται δὲ καὶ τῆς τῶν νεκρῶν ἀναστάσεως παραμυθούμενος αὐτοὺς ἐν ταῖς τῶν οἰκείων ἀποβολαῖς. ἡ δὲ προ‐ τεταγμένη τοῦ προοιμίου εὐχαριστία τῷ θεῷ μαρτυρία ἐστὶ τῆς τῶν | |
20 | Θεσσαλονικέων εὐλαβείας. | |
21t | 1 Thess 1,3 | |
21 | Ἡ μὲν πίστις ἐγείρει πρὸς ἔργον τοῦ ἀγαθοῦ, ἡ δὲ ἀγάπη παραμένειν ποιεῖ τοῖς πόνοις, ἡ δὲ ἐλπὶς ὑπομένειν ποιεῖ μετὰ | |
25 | μακροθυμίας τοὺς ἀγωνιζομένους. | |
328,col2(21) | Καὶ ἡ μὲν πίστις ἐγείρει πρὸς καμάτους, ἡ δὲ ἀγάπη ἐπι‐ | |
μένειν ποιεῖ τοῖς πόνοις. | 328 | |
329(1t) | 1 Thess 1,4—5 | |
1 | Εἰδότες, φησίν, ἀδελφοὶ ἠγαπημένοι, ὅτι τὸ εὐαγ‐ γέλιον οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνῳ, ἀλλὰ καὶ ἐν δυνάμει. οὐ μόνον, φησίν, ἐκηρύξαμεν ὑμῖν τὸν λόγον, ἀλλὰ καὶ δυνάμεις καὶ θαυματουργίας ὑμῖν ἐπεδείξαμεν. | |
5t | 1 Thess 1,8 | |
5 | Ἀντὶ τοῦ διαδίδοται καὶ διαβεβόηται. | |
6t | 1 Thess 2,2 | |
6 | Οὐκ ἀφείλετο ἡμῶν, φησί, τὰ ἐν Φιλίπποις κακὰ τὴν εἰς Χριστὸν παρρησίαν, ἀλλ’ ἐλθόντες πρὸς ὑμᾶς ἀδεῶς ἐκηρύξαμεν τὸν λόγον. | |
8t | 1 Thess 2,4 | |
8 | Τὸ εὐαγγέλιον δι’ οὗ παρακαλοῦμεν τοὺς θλιβομένους, τοῦτ’ ἔστιν ἡ ἀνάστασις καὶ ἡ ἐν αὐτῇ μισθαποδοσία οὐ κατὰ πλάνην ἀλλὰ κατ’ | |
10 | ἀλήθειαν κηρύττεται. | |
11t | 1 Thess 2,7 | |
11 | Ἀντὶ τοῦ ἐπιβαρεῖς καὶ ἐπαχθεῖς διὰ τὸ ἀπαιτεῖν τιμὰς ἃς δεῖ τιμᾶσθαι ἀποστόλους Χριστοῦ. | |
13t | 1 Thess 3,3 | |
13 | Οὐκ εἶπεν τὸ μηδένα ὀκλάζειν, ἵνα μὴ δόξῃ κατηγορεῖν, ἀλλ’ ἔθηκε λέξιν τὴν μὴ δυναμένην ἐλεγκτικὴν εἶναι τῆς ἐνδόσεως σαί‐ | |
15 | νεσθαι εἰπὼν τὸ μηδένα ξενίζεσθαι. | |
16t | 1 Thess 4,15—17 | |
16 | Οὐκ αὐτὸς ἔμελλε περιλιμ‐ πάνεσθαι, φησίν, ἀλλὰ τὸ ἡμεῖς | |
ἢ ἀντὶ τοῦ τοσοῦτον ὀλίγοι καὶ | 329 | |
330 | εὐαρίθμητοι περιλειφθήσονται, οὐ φθάσουσι τοὺς κεκοιμημένους ἁγί‐ ους εἰς τὴν ἀπάντησιν τοῦ Χρι‐ στοῦ· εἰ γὰρ καὶ πάντες ἐγείρονται, | |
5 | ἀλλ’ οὐ πάντες ἀπαντήσουσι τῷ Χριστῷ ἀλλ’ οἱ δίκαιοι. δῆλον οὖν ὅτι ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ καὶ ζῶντές τινες καταλαμβάνονται. ἢ καὶ τοιοῦτόν ἐστιν ὅ φησιν· εἰ | |
10 | συνέβαινε νῦν τὸν Χριστὸν ἐλθεῖν, ἡμεῖς οἱ περιλιμπανόμενοι σήμερον οὐ μὴ φθάσωμεν ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ τοὺς κοιμηθέντας. στικτέον δὲ μετὰ τὸ οἱ περιλει‐ | |
15 | πόμενοι εἰς τὴν ἡμέραν τοῦ κυρίου οὐ μὴ φθάσω‐ μεν τοὺς κοιμηθέντας. Ἐν φωνῇ ἀρχαγγέλου. τὸ αὐτὸ λέγει καὶ ὁ κύριος· μέσης δὲ | |
20 | νυκτὸς φωνὴ ἐγένετο· ἰδοὺ ὁ νυμφίος ἔρχεται. Καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστή‐ σονται πρῶτον. τοῦτο πάλιν αὐτὸς ὁ κύριος λέγει ἐν τοῖς Εὐαγ‐ | |
25 | γελίοις, ὅθεν καὶ ὁ κύριος καὶ ὁ ἀπόστολος αἰνίττονται ὅτι νυκτὸς ἔσται ἡ παρουσία τοῦ κυρίου. Ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι, ἀντὶ τοῦ οἱ | |
329,col2(16) | περὶ ἡμᾶς δίκαιοι. Ζῶντας ἔτι τινὰς βούλεται καταλαμβάνεσθαι ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ, καὶ τοῦτο δηλοῦσθαι | |
330,col2 | ἐκ τοῦ ἡμεῖς οἱ περιλειπό‐ μενοι ἐν τῇ παρουσίᾳ τοῦ κυρίου. καὶ τοιοῦτόν ἐστιν ὅ φησιν ὁ σωτήρ· ὥσπερ γὰρ ἐν | |
5 | ταῖς ἡμέραις τοῦ Νῶε ἦσαν γαμοῦντες καὶ γαμισκό‐ μενοι, καὶ ἐξάπινα ἦλθεν ὁ κατακλυσμὸς καὶ ἔλαβε πάντας, οὕτως ἔσται ἡ | |
10 | παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. οὐκοῦν, φησίν, ζῶντες καταλαμβάνονταί τινες. Ἐν κελεύσματι καὶ ἐν φωνῇ ἀρχαγγέλου, καὶ οἱ | |
15 | νεκροὶ ἐν Χριστῷ ἀναστή‐ σονται. τοῦτο αὐτὸς ὁ κύριος λέγει ἐν τῷ Εὐαγγελίῳ· μέσης δὲ οὔσης νυκτός, φησί, φωνὴ ἐγένετο· ὁ νυμφίος ἔρχε‐ | |
20 | ται. ὅτι δὲ ζῶντες καταλαμβάνον‐ ται, οἳ καὶ ἀναλαμβάνονται μετὰ τῶν κοιμηθέντων, ὁ κύριος δηλοῖ ἐν τῷ Εὐαγγελίῳ λέγων· δύο ἔσονται ἐν κλίνῃ· ὁ εἷς | |
25 | παραληφθήσεται, καὶ ὁ εἷς ἀφεθήσεται. καὶ δύο ἔσονται ἀλήθουσαι· ἡ μία παραληφθήσεται, καὶ ἡ μία ἀφεθήσεται. καὶ ὁ κύριός | |
30 | τε καὶ ὁ Παῦλος αἰνίττονται ὅτι νυκτὸς ἔσται ἡ παρουσία. | |
330(31t) | 1 Thess 5,4—5 | |
31 | Ἡμέραν κυρίου τὴν παρουσίαν αὐτοῦ λέγει. κλέπτῃ δὲ παρείκασεν αὐτήν, ὅτι λανθάνουσα καὶ παρὰ προσδοκίαν ἔρχεται. ἐν | |
νυκτὶ δέ, ὅτι ἡ ἡμέρα ἐπιστᾶσα τὰ ἐν νυκτὶ φαῦλα ἀπελέγχει. | 330 | |
331(1t) | 1 Thess 5,6—8 | |
1 | Ἀλλ’ ἡ νύμφη καὶ τῷ τῶν ἀρετῶν κόσμῳ κοσμουμένη ψυχὴ τὸν τῆς ἡμέρας ὕπνον καθεύδουσα τὸν ἄμοιρον νυκτὸς τὸν τῇ ἐγρηγόρσει συνεζευγμένον, καὶ μάλα εἰκότως ἔλεγεν· ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου γρηγορεῖ. ταύτῃ τοι καὶ οὐ διέλαθεν αὐτὴν οὕτω | |
5 | καθεύδουσαν ἡ φωνὴ τοῦ νυμφίου· καὶ γὰρ τὴν θύραν κρούοντος ἤσθετο καὶ εἶπεν· φωνὴ ἀδελφιδοῦ μου κρούει ἐπὶ τὴν θύραν. | |
8t | 1 Thess 5,9 | |
8 | Ὅτι οὐκ ἐν τοῖς κατακρινομένοις, ἀλλ’ ἐν τοῖς σωζομένοις. | |
9t | 1 Thess 5,10 | |
9 | Διὰ τοῦτό φησιν· ὑπὲρ ἡμῶν ἀπέθανεν ὁ Χριστός, ἵνα | |
10 | εἴτε γρηγορῶμεν, τοῦτ’ ἔστι ζῶμεν, εἴτε καθεύδωμεν, τοῦτ’ ἔστιν εἴτε ἀποθάνωμεν—ἄλλως γὰρ ὧδε τὸ καθεύδειν καὶ οὐχ ὡς ἄνω ἐξέλαβεν—ἅμα σὺν αὐτῷ ζήσωμεν. οἱ γὰρ τὰ εἰρημένα ὅπλα κτησάμενοι συζήσουσι καὶ συμβασιλεύσουσι Χριστῷ. | |
14t | 1 Thess 5,19—21 | |
14 | Τότε σβέννυται τὸ πνεῦμα, ὅταν ἡ πολιτεία ἀναξία ᾖ τῆς | |
15 | πίστεως. Προφητείας μὴ ἐξουθενεῖτε. πάντα δοκιμάζετε. μήτε, φησίν, ἐνεδρεύητε τοῦ πνεύματος τὰς ἀποκρύψεις, μήτε πᾶσαν ἀπαγγελίαν ἀδοκιμάστως παραδέχεσθε. | |
18t | 1 Thess 5,23 | |
18 | Οὐδαμοῦ ἐπ’ ἀπίστου τὰ τρία τέθεικε, πνεῦμα ψυχὴ σῶμα, ἀλλ’ ἐπὶ μόνων τῶν πιστευόντων, ὧν ψυχὴ μὲν καὶ σῶμα τῆς φύσεως, | |
20 | τὸ δὲ πνεῦμα τῆς εὐεργεσίας, τοῦτ’ ἔστι τὸ χάρισμα τῶν πιστευόντων. καὶ οὐκ εἶπεν «ἄμεμπτα» τηρηθείη, ἵνα μὴ νομίσῃς ὅτι ὑπὲρ τῶν χαρι‐ σμάτων εὔχεται, ἀλλ’ ἀμέμπτως, τοῦτ’ ἔστιν ἡμῶν ἀμέμπτως διαγόν‐ | |
των καὶ διατηρούντων διὰ τῆς εὐσεβείας. | 331 |