TLG 4139 045 :: SEVERIANUS :: Fragmenta in epistulam ad Colossenses (in catenis) SEVERIANUS Scr. Eccl. Fragmenta in epistulam ad Colossenses (in catenis) Citation: Page — (line) | ||
Τὰ πολλὰ τῆς ἐπιστολῆς ταύτης δυσχερῆ ἔχει τὴν κατανόησιν διὰ | ||
τὸ πολλοὺς μὴ γινώσκειν τὴν ὑπό‐ | 314 | |
315 | θεσιν τοῦ γράμματος καὶ τὸν σκοπὸν τοῦ ἀποστόλου. ἡ δὲ ὑπόθεσίς ἐστιν αὕτη. | |
5 | Οἱ ἀπὸ Ἑλλήνων πιστεύσαντες εἶχον τοὺς ἔτι Ἕλληνας ἀφέλκοντας αὐτοὺς εἰς τὰς παρατηρήσεις τὰς Ἑλληνικάς, οἱ δὲ ἀπὸ Ἰουδαίων τοὺς Ἰουδαίους παρακελεύοντας | |
---|---|---|
10 | τὸν νόμον τηρεῖν, ὡς τῆς χάριτος ἀτελεστέρας οὔσης ἄνευ τοῦ νόμου. ὁ δὲ λόγος ἦν τοῖς Ἕλλησι πρὸς αὐτοὺς ὅτι δίκαιον καὶ ἀγγέλοις προσκυνεῖν, τοὺς θεοὺς αὐτῶν | |
15 | ἀγγέλους λέγοντες εἶναι· τὸν γὰρ θεὸν μέγαν ὄντα καὶ ἀνθρώποις ἀνέφικτον, διὰ τῶν ἀγγέλων τού‐ των ὥσπερ μεσιτῶν χορηγεῖν τὰς ἐνεργείας τοῖς δεομένοις. ἴσασι δέ, | |
20 | φασί, καὶ αἱ γραφαὶ τὴν τῶν ἀγγέ‐ λων ὠφέλειαν· καὶ γὰρ ὁ θεὸς ἔστησεν ὅρια ἐθνῶν κατ’ ἀριθ‐ μὸν ἀγγέλων θεοῦ, καὶ Μιχαὴλ ἄρχων τῶν Ἰουδαίων, καὶ ὁ ἄρχων | |
25 | τῆς Περσίδος ἕτερος ἄγγελος. καὶ πάλιν· ἰδοὺ ὁ ἄρχων τῶν Ἑλλήνων ἔρχεται, καὶ Ἰα‐ κώβ· ὁ ἄγγελος ὁ ῥυόμενός με, καὶ ἐν ταῖς Πράξεσι περὶ τοῦ | |
30 | ἀποστόλου Πέτρου· ὁ ἄγγελος αὐτοῦ, φασίν, ἔστιν, καὶ ὁ κύριος περὶ τῶν παιδίων· μὴ κωλύετε αὐτὰ ἔρχεσθαι πρός με, ὅτι οἱ ἄγγελοι | |
35 | αὐτῶν διὰ παντὸς βλέ‐ | |
316 | πουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρα‐ νοῖς. ἀπὸ γὰρ τούτων ἁπάντων ὧν οἱ μὲν ἐπίστευον οἱ δὲ ἠπί‐ | |
5 | στουν, συνήγοντο καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, φάσκοντες περιττὴν εἶναι τὴν διὰ τοῦ κυρίου Ἰησοῦ χάριν ἀρκούντων τῶν ἀγγέλων τῶν ἀπ’ αἰῶνος τοὺς πειθομένους προσάγειν | |
10 | τῷ θεῷ ἀτελὲς δὲ ἔλεγον πάσας τὰς παρατηρήσεις παρορᾶν τὰς παρὰ Ἰουδαίοις καὶ Ἕλλησιν πρὸς ταῦτα ὁ σκοπὸς τῶν ἀποστόλων τῆς ἐν χερσὶν ἐπιστολῆς. | |
314,col2(21) | Ἄξιον δὲ τὴν ὑπόθεσιν εἰπεῖν ἣν ἐκ τῆς ἐπιστολῆς εὕρομεν· ἑτέρως γὰρ παρὰ τοῖς πολλοῖς | |
315,col2 | νοεῖται πολλὰ τῆς πρὸς Κολοσσαεῖς διὰ τὸ τὴν ὑπόθεσιν μὴ πάνυ γινώσκεσθαι μηδὲ τὸν σκοπὸν τοῦ ἀποστόλου. | |
5 | Οἱ ἀπὸ Ἑλλήνων πιστεύσαντες εἶχον καὶ τοὺς ἔτι Ἕλληνας ἀν‐ θέλκειν εἰς τὰς παρατηρήσεις τὰς Ἑλληνικὰς βουλομένους, καὶ τῶν Ἰουδαίων τοὺς πιστεύσαντας πεί‐ | |
10 | θοντας τὸν νόμον τηρεῖν, ὡς τῆς χάριτος ἀτελεστέρας οὔσης ἄνευ τοῦ νόμου. πρὸς τούτοις καὶ Ἕλλη‐ νες καὶ Ἰουδαῖοι τοὺς Κολοσσαέας ἔπειθον ἀγγέλοις προσέχειν· Ἕλλη‐ | |
15 | νες μὲν τοὺς θεοὺς αὐτῶν λέγοντες ἀγγέλους εἶναι, ὅτι τε ὁ μὲν θεὸς ἀχώρητος καὶ μέγας, οὐκ ἐφικτὸς ἀνθρώποις, διὰ δὲ τῶν ἀγγέλων τούτων ὥσπερ μεσιτῶν χορηγεῖ τὰς | |
20 | εὐεργεσίας τοῖς δεχομένοις· οἱ δὲ Ἰουδαῖοι, ὅτι ὁ θεὸς ἔστησεν ὅρια ἐθνῶν κατ’ ἀριθμὸν ἀγγέλων θεοῦ· οὕτω καὶ Μιχαὴλ ἄρχων τῶν Ἰουδαίων, οὕτω καὶ ὁ ἄρχων | |
25 | Περσίδος ἀντέστη μοι. καὶ πάλιν· ἰδοὺ ὁ ἄρχων τῶν Ἑλλή‐ νων ἤρχετο, ὡς καὶ ὁ Ἰακώβ· ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ νεότητός μου, καὶ ἐν ταῖς | |
30 | καθόλου Πράξεσι περὶ Πέτρου· ἄγγελος αὐτοῦ ἐστιν, καὶ ὁ κύριος· ὁρᾶτε μὴ κατα‐ φρονήσητε ἑνὸς τῶν μι‐ κρῶν τούτων, ὅτι οἱ ἄγγε‐ | |
35 | λοι αὐτῶν τὸ πρόσωπον | 315 |
316,col2 | ὁρῶσι τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. ἀπὸ γὰρ τούτων ἁπάντων ὧν τοῖς μὲν ἐπίστευον τοῖς δὲ ἠπίστουν, συν‐ | |
5 | ῆγον καὶ Ἰουδαῖοι καὶ Ἕλληνες τὸ περιττὴν εἶναι τὴν διὰ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ χάριν ὄντων ἀγγέ‐ λων τῶν ἀπ’ αἰῶνος τοὺς πειθο‐ μένους προσαγόντων. ἀτελὲς δὲ | |
10 | καὶ τὸ τὰς παρατηρήσεις παρορᾶν τάς τε παρ’ Ἕλλησι καὶ παρὰ Ἰουδαίοις. πρὸς ταῦτα ὁ σκοπὸς τῷ Παύλῳ, καὶ ταῦτα διορθοῦται. διὰ τοῦτο καὶ ἀρχόμενός φησίν· | |
316(15t) | Kol 1,2 | |
15 | Ἐπισημήνασθαι χρὴ διότι ἐν ὀλίγοις στίχοις πολλάκις τοῦ Χριστοῦ μέμνηται· τοῦ γὰρ ἀθετουμένου συνεχῶς ποιεῖται τὴν μνήμην ἐντυπῶν ταῖς ψυχαῖς τὸν εἰς αὐτὸν πόθον. | |
18t | Kol 1,5—6 | |
18 | Ἤδη αὐτοὺς ὑποδείκνυσιν, ὅτι τὴν ἐλπίδα τὴν ἀποκειμέ‐ | |
20 | νην τῆς ἀναστάσεως καὶ τῆς βασιλείας οὐκ ἀγγέλων διοίκησις κατώρθωσεν, ἀλλ’ ἡ παρουσία τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Διὰ τοῦ εἰπεῖν τῷ λόγῳ τῆς | |
25 | ἀληθείας δείκνυσιν ὡς οὐκ ἀκίνδυνον παροφθῆναι τὸ εὐαγγέ‐ λιον ἀληθὲς ὂν καὶ ἀψευδές. Διὰ τοῦ προσθεῖναι καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ τὴν | |
30 | πίστιν αὐτῶν βεβαιοῖ· οὐ γὰρ | |
317 | μόνον φησὶν μέχρις ὑμῶν ἔφθασε τὸ εὐαγγέλιον, ἀλλ’ ἤδη καὶ εἰς πάντα τὸν κόσμον, ὅπερ σημεῖον τῆς τοῦ Χριστοῦ δυνάμεώς ἐστι | |
5 | τῆς ἐνεργούσης ἐν τῷ κηρύγματι. Οὐ γὰρ ἠμελήθη, ἀλλὰ καρπο‐ φορεῖ καὶ αὔξεται. | |
316,col2(18) | Τὴν ἐλπίδα δὲ τὴν ἀπο‐ κειμένην τῆς ἀναστάσεως καὶ | |
20 | τῆς βασιλείας οὐκ ἀγγέλων διοί‐ κησις κατώρθωσεν, ἀλλὰ Ἰησοῦ Χριστοῦ παρουσία. Καὶ τὸ εὐαγγέλιον δὲ τοῦ παρόντος εἰς ὑμᾶς, φησίν, | |
25 | οὐκ ἔστι ψεῦδος, ἵνα παροφθῇ· οὐδὲ εἰς μόνους ὑμᾶς ἔφθασεν, ἀλλ’ εἰς πάντας ἀνθρώπους. καὶ οὐκ ἔφθασε μέν, παρηκούσθη δέ, ἀλλ’ ἔστι καρποφορούμενον | |
30 | καὶ αὐξανόμενον. | 316 |
317(8t) | Kol 1,7 | |
8 | Συνίστησι τὸν Ἐπαφρᾶν ἕνα ὄντα τῶν ἁγίων καὶ κατηχήσοντα αὐτούς, ἵνα μᾶλλον αὐτοῦ τῇ διδασκαλίᾳ προσέχωσιν. | |
10t | Kol 1,9 | |
10 | Τί δὲ ἦν τὸ θέλημα τοῦ θεοῦ; τὸ ἐπιγνῶναι ὑμᾶς καὶ εἰδέναι ὅτι οὐ δι’ ἀγγέλων σωθῆναι ὑμᾶς δυνατὸν ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ. πῶς οὖν ἐπιγνωσόμεθα; ἐν σοφίᾳ πνευματικῇ, οὐ κοσμικῇ. | |
13t | Kol 1,11 | |
13 | Μάλιστα ἐπήγαγεν τῇ ὑπομονῇ τὴν μακροθυμίαν· ὑπο‐ μονὴ γὰρ ἄνευ μακροθυμίας οὐχ ἵσταται καὶ ἄνευ χαρᾶς ὑπομονὴ | |
15 | μισθὸν οὐκ ἔχει. δεῖ δὲ μάλιστα ἐν τούτοις καὶ χαρᾶς· οὐ γὰρ ὁ λυπού‐ μενος ἐπὶ ταῖς θλίψεσι ταῖς διὰ Χριστόν, ἀλλ’ ὁ χαίρων ἐπ’ αὐταῖς ὑπο‐ δέχεται παρὰ τοῦ θεοῦ τὸν μισθόν. τίς δὲ ὁ μισθός; ἡ υἱοθεσία, ἡ κληρονομία, ἡ μετ’ ἀγγέλων διαγωγή. | |
19t | Kol 1,13—14 | |
19 | Καὶ πρὸ τοῦ κατακλυσμοῦ καὶ | |
20 | μετὰ τὸν κατακλυσμόν, καὶ πρὸ τοῦ νόμου καὶ ἐν τῷ νόμῳ διηκό‐ νουν οἱ ἄγγελοι τῷ θεῷ πρὸς τὴν ὑμετέραν σωτηρίαν. ἀλλ’ οὐκ μετέστησεν ἡμᾶς ὁ θεὸς | |
25 | εἰς τὴν βασιλείαν αὐτοῦ, ἀλλὰ νῦν διὰ τοῦ κυρίου ἡμῶν, τοῦ | |
μονογενοῦς αὐτοῦ, ἡ βασιλεία | 317 | |
318 | αὐτοῦ ἡμῖν δεδώρηται. τὸ δὲ τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ, οὐχ ὅτι τῆς ἀγάπης τοῦ θεοῦ υἱός ἐστι ὁ Χριστός, ἀλλ’ ὥσπερ υἱοὶ τῆς | |
5 | ἀπειθείας τινὲς καὶ υἱοὶ γεέννης ἕτεροι καὶ υἱὸς ἀπω‐ λείας ὁ διάβολος καὶ ἄλλος υἱὸς τούτου ὠνομάσθη ᾧ προσέδραμε καὶ προσέθετο, οὐ φύσει ὢν υἱὸς | |
10 | ἀλλὰ τῇ τοῦ τρόπου οἰκειότητι, οὕτω καὶ ὁ σωτὴρ υἱὸς τῆς ἀγάπης τοῦ θεοῦ προσηγο‐ ρεύθη, ὅτι οὐ μόνον τῇ φύσει υἱὸς θεοῦ ἀλλὰ καὶ τῇ τῆς ἀγάπης | |
15 | γνησιότητι· ἀγαπᾶ γάρ, φησίν, τὸν υἱὸν ὁ πατήρ, καὶ πάντα δέδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας αὐτοῦ· ἢ ὅτι ἀγαπήσας ἡμᾶς ἔπαθεν ὑπὲρ | |
20 | ἡμῶν. οὕτω δὲ ἀναγνωστέον· εἰς τὴν βασιλείαν τῆς ἀγάπης τοῦ υἱοῦ αὐτοῦ. | |
317,col2(19) | Καὶ πρὸ τοῦ κατακλυσμοῦ καὶ | |
20 | μετὰ κατακλυσμόν, πρὸ τοῦ νόμου καὶ ἐν τῷ νόμῳ ᾖσαν ἄγγελοι ὑπηρετούμενοι τῷ θεῷ πρὸς τὴν ἡμετέραν σωτηρίαν, ἀλλ’ οὐδὲν κατώρθωσαν. νυνὶ δὲ ὁ θεὸς διὰ | |
25 | τῆς οἰκονομίας τοῦ κυρίου μετ‐ έστησεν ἡμᾶς εἰς τὴν βασι‐ λείαν αὐτοῦ. ὃν ἠγάπησεν· | |
318,col2 | ἀγγέλους μὲν γὰρ ὡς λειτουρ‐ γοὺς ἀγαπᾷ, Χριστὸν δὲ ὡς υἱόν. οὐκ ἤγαγεν οὖν ὑμᾶς εἰς τὴν τῶν ἀγγέλων, ἀλλ’ εἰς τὴν | |
5 | βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ. ὑπὸ τὸν κλη‐ ρονόμον ἐσμέν, οὐχ ὑπὸ τοὺς οἰκέτας. υἱὸν οὖν ἀγάπης λέγει, ἐπειδὴ ὡς υἱὸς ἀγαπᾶται, οὐκ | |
10 | ἐπειδὴ τῆς ἀγάπης τοῦ θεοῦ ἐστιν, οὐδὲ γὰρ οἱ υἱοὶ τῆς ἀπειθείας ταύτης υἱοὶ φύσει, οὐδὲ οἱ υἱοὶ τῆς γεέννης ταύτης τέκνα, οὐδὲ υἱὸς φύσει ἀπωλείας ὁ διά‐ | |
15 | βολος, οὐδὲ υἱὸς ἁμαρτίας ὁ ἀντικείμενος· οὕτως οὐδὲ τῆς ἀγάπης υἱὸς ὁ κύριος. ἀλλ’ ἐπειδή εἰσιν ἀγαπώμενοι δοῦλοι, ὁ δὲ υἱὸς ὡς υἱὸς ἀγαπᾶται, εἶπεν· | |
20 | τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ. —Ἢ οὕτως· μετέστησεν ἡμᾶς εἰς τὴν βασιλείαν τῆς ἀγά‐ πης τοῦ υἱοῦ αὐτοῦ. ἐπειδὴ ἀγαπήσας ἡμᾶς ὁ υἱὸς ἔπαθεν | |
25 | ὑπὲρ ἡμῶν, ἵνα τῆς βασιλείας αὐτοῦ καταξιώσῃ ἡμᾶς, διὰ τοῦτό φησιν· μετέστησεν ἡμᾶς εἰς τὴν βασιλείαν τοῦ υἱοῦ αὐτοῦ· τὸ γὰρ ἀπαράλλακτον ἔχων | |
30 | πρὸς τὸν γεγεννηκότα κατὰ τὸ ἀγα‐ πῆσαι καὶ εὐεργετῆσαι τοὺς ἁμαρ‐ | |
τωλούς, εἰκών ἐστι τοῦ πατρός. | 318 | |
319(1t) | Kol 1,15—17 | |
1 | Βούλεται εἰπεῖν ὅτι προῆν· εἰ γὰρ μὴ προῆν πάντων, πῶς τὰ πάντα ἐν αὐτῷ κτίζεται; ἐν αὐτῷ δὲ εἶπε κτίζεσθαι τὰ πάντα, | |
5 | ἵνα ἀποστάντες τοῦ ἐλπίζειν εἰς ἀγγέλους ἐλπίδα ἔχωμεν εἰς Χριστόν· τὸ δὲ ἐν αὐτῷ ἀντὶ τοῦ δι’ αὐτοῦ. ταῦτα δὲ εἴρηται πρὸς Ἰουδαίους, ἵνα μὴ ἐκ τότε | |
10 | νομίσωσιν εἶναι ἐξ οὗ γέγονεν ἐν σώματι μετ’ αὐτῶν. τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται. ἀντὶ τοῦ εἰς αὐτὸν ἀνατρέχει τῆς κτίσεως ἡ αἰτία· ἢ | |
15 | εἰς αὐτὸν εἶπεν, ὅτι οὐδὲν τῶν κτισθέντων ἔξω αὐτοῦ, ἀλλὰ πάντα ὑπ’ αὐτοῦ περιέχεται. καὶ τὰ πάντα ἐν αὐτῷ συνέστη‐ κεν· ἤτοι δι’ αὐτοῦ, ἢ ἀντὶ τοῦ | |
20 | ἐν βουλήσει αὐτοῦ καὶ δυνάμει διακρατεῖν τὰ πάντα κατὰ τὸ μυστήριον τὸ ἀποκεκρυμ‐ μένον ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι. | |
319,col2 | Ἵνα σοι δείξῃ ὅτι καὶ πρὸ πάντων ἐστίν, εἴρηκεν ὅτι καὶ πρωτότοκος πάσης κτίσε‐ ως γεγεννημένος. καὶ τῇ ἐπαγωγῇ | |
5 | πλέον τοῦτο δείκνυσιν, λέγων ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα. εἰ δὲ μὴ ἦν πρὸ πάντων, πῶς ἐν αὐτῷ τὰ πάντα ἐκτίζετο; ὥστε τὸ πρωτότοκος οὐ κυρίως εἴλη‐ | |
10 | πται, ἐπεὶ ἐναντίον ἐστὶ τῷ μο‐ νογενεῖ· φύσει γὰρ μὲν μο‐ νογενής ἐστιν ὁ μόνος πατρί, πρωτότοκος δὲ ὁ ἔχων ἄλλους ἀδελφοὺς ὧν ἐστι πρῶτος. καὶ | |
15 | ἑκάτερα λαμβάνεσθαι κυρίως οὐκ ἐγχωρεῖ. ἐν αὐτῷ δὲ εἶπεν ἐκτίσθαι τὰ πάντα, ἵνα ἀποστάντες τοῦ ἐλπίζειν εἰς ἀγγέλους, τὰς ἐλπίδας ἔχωμεν ἐν Χριστῷ. καὶ | |
20 | ταύτην ἔχει τὴν αἰτίαν τῆς θεολο‐ γίας ὁ Παῦλος καὶ τοῦ δημιουργὸν αὐτὸν δεῖξαι πάσης κτίσεως. τὸ δὲ ἐν αὐτῷ ἀντὶ τοῦ δι’ αὐτοῦ λέγεται. | |
319(25t) | Kol 1,18 | |
25 | Ὥσπερ πρωτότοκον πάσης κτίσεως ἔλεγεν αὐτὸν πρὸ τῆς κτίσεως ὄντα, οὕτως πρωτότοκον ἐκ νεκρῶν πρὸ τῶν ἄλλων νεκρῶν εἰς ἀφθαρσίαν ἀναστάντα. οὐ γὰρ ἄν τις εἴποι ὅτι ἀναστάντες οἱ νεκροὶ ἀδελφοὶ πάντες ἔσονται τοῦ Χριστοῦ, καὶ διὰ τοῦτο πρὸς τὸ τέλος εἴρηται· οἱ γὰρ πλείους ἁμαρτωλοὶ καὶ ἀσεβεῖς. ὥστε καὶ ἐν τῷ | |
30 | προκειμένῳ ὁ χρόνος παρέλκει ὡς καὶ ἐνταῦθα. Ἵνα γένηται ἐν πᾶσι πρωτεύων. ἐν πᾶσι, ποίοις; τοῖς κατ’ οἰκονομίαν· πρῶτος γὰρ ἐν ὑπακοῇ, πρῶτος ἐν τῷ βαπτί‐ | |
35 | σματι, πρῶτος ἐν πολιτείᾳ, πρῶτος | 319 |
320 | ἐν πάθει, πρῶτος ἐκ νεκρῶν, ὥστε εἰκότως ἐν πᾶσι πρωτεύειν, τοῖς ἑπομένοις ἀρχὴ γεγονώς. | |
319,col2(33) | Καὶ αὐτός ἐστιν ἡ κε‐ φαλὴ τοῦ σώματος, τῆς | |
35 | ἐκκλησίας. δημιουργὸς μὲν τῆς | |
320,col2 | κτίσεως, δημιουργὸς δὲ καὶ τῆς ἡμετέρας ἐπιστροφῆς. Ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων. εἰ γὰρ | |
5 | κεφαλὴ τῆς ἐκκλησίας καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν, καὶ ἐν πολιτείᾳ πρῶτος, καὶ ἐν παθήμασι πρῶτος, καὶ ἐν ὑπακοῇ πρῶτος, καὶ ἐν βαπτίσματι πρῶ‐ | |
10 | τος· ἐν πᾶσιν αὐτὸς πρωτεύει κατὰ τὴν οἰκονομίαν. | |
320(12t) | Kol 1,19—20 | |
12 | Τοῦτο τὴν ἀκολουθίαν ἔχει πρὸς τὸ αὐτός ἐστι κεφαλὴ τῆς ἐκκλησίας. πλήρωμα | |
15 | δὲ εἶπε τὴν ἐκκλησίαν, καλῶς καὶ ἤδη αὐτῷ εἴρηται διὰ τὸ πεπλη‐ ρῶσθαι αὐτὴν πνεύματος ἁγίου. φησὶ δὲ ὅτι ηὐδόκησεν ὁ Χριστὸς πᾶν τὸ πλήρωμα | |
20 | ἐν αὐτῷ κατοικεῖν καὶ οὕτω δι’ ἑαυτοῦ ἀποκαταλλάξαι καὶ ἑνωποιῆσαι τὰ πάντα εἰς ἑαυτόν. | |
320,col2(12) | Ἐν τῇ πρὸς Ἐφεσίους ἐδείκνυεν ὅτι πλήρωμα θεοῦ ἡ ἐκκλησία λέγεται. ηὐδόκησεν οὖν ὁ θεὸς τὸ | |
15 | πλήρωμα ἑαυτοῦ, τοῦτ’ ἔστι τὴν ἐκκλησίαν τὴν πεπληρωμένην αὐτοῦ, ἐν τῷ Χριστῷ οἷα ἐν κε‐ φαλῇ ἰδίᾳ οἰκῆσαι, τοῦτ’ ἔστιν αὐτῷ στοιχεῖν καὶ αὐτοῦ ἐξῆφθαι, | |
20 | ἀλλὰ μὴ ἀγγέλων—ηὐδόκησε γὰρ δι’ αὐτοῦ ἀποκαταλλά‐ ξαι πάντα, οὐ δι’ ἀγγέλων— καὶ γὰρ τὰ ὑπὲρ τοῦ κόσμου κατ‐ ορθώματα διὰ τοῦ Χριστοῦ. | |
320(25t) | Kol 1,21—22 | |
25 | Καὶ διὰ τοιούτου αὐτοὺς δι‐ δάσκει ὅτι οὐκ ἄγγελοι αὐτοὺς καταλλάξουσι τῷ θεῷ ἀλλ’ ὁ υἱός· φησὶ γάρ· ἀποκατήλλαξεν ἡμᾶς ἐν τῷ σώματι τῆς | |
30 | σαρκὸς αὐτοῦ. | 320 |
321(1t) | Kol 1,23 | |
1 | Οὐ μέχρις ὑμῶν μόνον ἔφθασε τὸ εὐαγγέλιον ἀλλὰ καὶ εἰς πᾶσαν τὴν οἰκουμένην· ἀλλ’ οὐδεὶς οὐδαμοῦ μετακεκίνηται, ἀλλὰ μένουσι πάντες ἑδραῖοι. διὸ καὶ τὰ νῦν ἀσφαλίζεσθε. | |
4t | Kol 1,24 | |
4 | Εἴ τι, φησίν, ὑστέρημα πρὸς τὸ παθεῖν, ἀλλ’ ἀναπληρῶ τὰ | |
5 | ὑπολειπόμενα τῶν θλίψεων διὰ τὸν Χριστόν, χαίρω πάσχων ὑπὲρ ὑμῶν. διὰ τί δὲ ὑπὲρ ὑμῶν; ὅτι διὰ τὸ κηρύττειν αὐτοῖς ἔπασχεν. Καὶ γὰρ εἰ ὁ Χριστός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος, τῆς ἐκκλησίας, αἱ διὰ τῶν ἐπανισταμένων τῷ λόγῳ τῆς ἀληθείας ἐπεγειρόμεναι θλίψεις τῇ ἐκκλησίᾳ, Χριστοῦ θλίψεις καὶ μάλα | |
10 | εἰκότως ὀνομάζονται, ὁ ταῖς θλίψεσι ταύταις ἐνευδοκιμῶν καὶ ἐναθλῶν οὐκ ἔξω σκοποῦ φήσειεν ἀνταναπληροῦν τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ. | |
13t | Kol 1,26—27 | |
13 | Μυστήριον μέν ἐστιν ἡ οἰκονομία καὶ ἡ ἐνανθρώπησις τοῦ Χριστοῦ, δόξα δὲ τοῦ μυστηρίου ἡ ἀνάστασις ἡ ἐκ νεκρῶν, | |
15 | πλοῦτος δὲ ὁ πολὺς ἔλεος ὁ ἐκ τῆς ἀφέσεως τοῦ βαπτίσματος, καὶ δωρεῖται τοῖς βαπτιζομένοις τὴν ἀναγέννησιν. τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου; μὴ πτωχοί, φησί, γέ‐ | |
20 | νησθε προστασίαις ἀγγέλων ὑπο‐ τρέχοντες. | |
321,col2(18) | Πλοῦτος ἡμῖν, φησί, Χριστὸς ἐδόθη. μὴ γενώμεθα πτωχοὶ εἰς | |
20 | ἀγγέλων προστασίας τραπέντες. | |
321(22t) | Kol 2,3 | |
22 | Εἰ ἐν τῷ Χριστῷ εἰσιν ἀπόκρυφοι τῆς γνώσεως θησαυροί, δῆλον ὡς οὐ δι’ ἀγγέλων μετασχεῖν αὐτῶν, ἀλλὰ δι’ αὐτοῦ τοῦ Χριστοῦ. | |
25t | Kol 2,6—7 | |
25 | Εἰ καὶ τὸ περιπατῆσαι τῷ ἐρριζῶσθαι ἐναντίον εἶναι δοκεῖ, | |
ἀλλ’ ἐν τῷ προκειμένῳ οὐκ ἐναντίον ἐστίν· δηλοῖ γὰρ ἡμῖν πᾶσι τὸ | 321 | |
322 | ἐρριζῶσθαι τὸ ἀσάλευτον τῆς πίστεως, τὸ δὲ ἐν Χριστῷ περιπατεῖν τὸ ἐναργῶς 〈τῇ〉 αὐτῇ πολιτείᾳ κατ’ ἴχνος βαδίζειν Χριστοῦ. | |
4t | Kol 2,9—10 | |
4 | Τὴν ἐκκλησίαν λέγει ἅτε δὴ | |
5 | πεπληρωμένην τῆς θεότητος τοῦ πατρός. ὁ δὲ νοῦς ἐστι τοιοῦτος· ἡ ἐκκλησία πλήρης ἐστίν, ἐν τῷ Χριστῷ δὲ κατοικεῖ σωματι‐ κῶς, τοῦτ’ ἔστιν ὡς σῶμα ἡνω‐ | |
10 | μένον κεφαλῇ, καὶ πανταχοῦ κε‐ φαλὴν τῆς ἐκκλησίας τὸν Χριστὸν λέγει. καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ἀντὶ τοῦ δι’ αὐτοῦ πεπληρωμένοι. πεπληρωμένοι δὲ τίνος; δηλονότι τοῦ | |
15 | ἁγίου πνεύματος. ὅς ἐστι κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας. οὐ μόνον, φησί, τῆς ἐκκλησίας ἐστὶ κεφαλή—τοῦτο γὰρ τῆς οἰκονομίας ἴδιον—ἀλλὰ καὶ πάσης ἀοράτου δυνάμεως, ἐπεὶ καὶ δημιουργὸς αὐτῆς ἐστιν. | |
322,col2 | Τὴν ἐκκλησίαν λέγει πεπληρω‐ μένην ὑπὸ τῆς θεότητος αὐτοῦ, καθὼς ἀλλαχοῦ φησιν· τοῦ τὰ πάντα ἐν πᾶσι πληρου‐ | |
5 | μένου. τὸ δὲ σωματικῶς ἐνταῦθα ὡς ἐν κεφαλῇ σῶμα. πῶς οὖν οὐκ ἐπήγαγεν· ἥτις ἐστὶν ἡ ἐκκλησία; | |
322(19t) | Kol 2,11 | |
19 | Τοῦτ’ ἔστι περιτεμὼν ἡμᾶς ἐκ τῆς ἁμαρτίας τῆς σαρκὸς διὰ τοῦ | |
20 | βαπτίσματος ἐζωοποίησεν ἑαυτῷ. ὥστε τὸ ἐν Χριστῷ βάπτισμα περιτομὴ πνευματική· περικόπτει γὰρ τῶν πιστευόντων τὰς ἁμαρτίας. | |
22t | Kol 2,12—13 | |
22 | Διὰ γὰρ τοῦ βαπτίσματος ἡ περιαίρεσις καὶ ἡ περιτομὴ τῶν ἁμαρτιῶν. συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε. οἱ βαπτιζόμενοι ἐν τῷ αἵματι τοῦ Χριστοῦ κοινωνεῖν | |
25 | αὐτῷ τοῦ θανάτου ὁμολογοῦσι διὰ τοῦ βαπτίσματος· κοινωνήσαντες δὲ αὐτῷ τοῦ θανάτου, ἀκολούθως καὶ τῆς ἀναστάσεως ἀπολαύσουσιν. ἔστι δὲ διπλοῦς ὁ τῆς ἀναστάσεως λόγος· ὁ μὲν γὰρ εἷς πνευματικός, ὁ δὲ ἕτερος σωματικός. ἀναστήσεται μὲν γὰρ πᾶσα σὰρξ ἀνθρώπων διὰ τὴν Χριστοῦ ἐκ νεκρῶν ἀνάστασιν, ἀλλ’ ὅσοι μὲν οὐκ ἐβαπτίσθησαν ἐν | |
30 | Χριστῷ, ἀλλ’ ἐναπέθανον αὐτῶν τῇ ἀπιστίᾳ, οὗτοι τῆς μὲν κοινῆς | |
ἀναστάσεως μεθέξουσιν, τῆς δὲ ἀπολυτρώσεως καὶ τῆς ἐπαγγελίας οὐκ | 322 | |
323 | ἀπολαύσουσιν. ὅσοι δὲ εἰς Χριστὸν ἐβαπτίσθησαν, οὗτοι καὶ πρὸ τῆς κοινῆς ἀναστάσεως ἑτέρας ἀναστάσεως δωρεὰν ἐκέρδαναν· ἤδη γὰρ ἀπὸ τοῦ θανάτου τῶν ἁμαρτιῶν ἐξανέστησαν. διὸ καὶ εἶπεν· ἐν ᾧ καὶ συνηγέρθητε, οὐκ «ἐν ᾧ συνεγερθήσεσθε». οἱ οὖν ἐγερθέντες ἀπὸ | |
5 | τοῦ θανάτου τῶν ἁμαρτιῶν πῶς ἔτι πολιτεύσονται ὡς πάλιν ἀποθανού‐ μενοι; οὐκοῦν μάτην ἀνέστησαν; εἰ δὲ ὡς ἀεὶ ζήσοντες, οὐκ ἄρα κατὰ σάρκα διαζῶσι ταῖς ἐπιθυμίαις τῆς σαρκὸς δουλεύοντες, ἀλλὰ κατὰ πνεῦμα πολιτεύσονται. σῶμα ἁμαρτίας καλεῖ τὰς πράξεις τὰς ἀτόπους· αὗται γὰρ διὰ σώματος τελοῦνται. περιτομὴ οὖν Χρι‐ | |
10 | στοῦ τὸ βάπτισμα· περιαιρεῖ γὰρ τὸ σῶμα τῆς ἁμαρτίας τὴν ἀκροβυστίαν. ὡς περιττὸν δὲ ἀκροβυστία Ἰουδαίῳ, οὕτως ἁμαρτία ψυχῇ καὶ σώματι. διόλου δὲ τῇ τροπῇ παρέμεινεν. ἀκροβυστίαν δὲ σαρκὸς τὴν ἁμαρτίαν λέγει. | |
14t | Kol 2,14—15 | |
14 | Ὅτε ἐδόθη ὁ νόμος ὁ καταρώ‐ | |
15 | μενος τοὺς παραβαίνοντας, πᾶς ὁ λαὸς Ἰσραὴλ ἑστὼς ἐβόα, καὶ συγκατετίθετο τοῖς λεγομένοις κα‐ ταδεχόμενος αὐτά, καὶ ἡ συγκα‐ τάθεσις ὥσπερ χειρόγραφον | |
20 | γέγονεν. τοῦτο οὖν τὸ χειρόγραφον, τὴν συγκατάθεσιν τὴν πρὸς τὸν νόμον, ἐξήλειψε τοῖς ἑαυτοῦ δόγμασιν ὁ Χριστός· ἐδογμά‐ τισε γὰρ κατὰ τῶν ἐπιτηρήσεων | |
25 | τοῦ νόμου, ὡς ἐπὶ τῶν βρωμάτων ὅτι οὐ τὰ εἰσερχόμενα ἀλλὰ τὰ ἐξερχόμενα κοινοῖ τὸν ἄνθρωπον, καὶ ἐπὶ τῆς τηρήσεως τοῦ σαββάτου, ὅτι ἐν τῷ σαββάτῳ ἐθερά‐ πευσεν· καὶ ἕτερα τοιαῦτα πολλά τις ἐπιτηρήσας εὑρήσει. προηγου‐ | |
30 | μένως οὖν τοῦ νόμου τὰς τιμωρίας τὰς κατὰ τῶν ἁμαρτωλῶν τοῖς δόγμασι τῆς ἁμαρτίας κατήργησεν, δοὺς ἄφεσιν ἁμαρτιῶν καὶ μετάνοιαν εἰς σωτηρίαν. ἐπειδὴ δὲ ἐν ταῖς κατάραις ὁ λαὸς ἔλεγε τὸ ἀμήν, ὥσπερ ὑπόγραφον χειρόγραφον ἐβλήθη. Ἀπεκδυσάμενος τὰς | |
35 | ἀρχὰς καὶ τὰς ἐξουσίας | |
ἐδειγμάτισεν ἐν παρρησίᾳ, | 323 | |
324 | θριαμβεύσας ἐν τῷ σταυ‐ ρῷ. ἐπειδὴ διὰ τῆς ἀπεκδύσεως καὶ τῆς ἀποθέσεως τῆς σαρκὸς τὰς ἐναντίας δυνάμεις καθεῖλεν, | |
5 | ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμά‐ τισεν ἐν παρρησίᾳ, θρι‐ αμβεύσας αὐτοὺς ἐν αὐτῷ. μέχρι γὰρ τοῦ σταυροῦ καὶ αὐτοῦ | |
10 | τοῦ θανάτου ἐλάνθανεν ὁ κύριος ἡμῶν ὅτι καὶ θεὸς ἦν καὶ θεοῦ υἱός, καὶ ταῖς μὲν θαυματουργί‐ αις ἔπληττεν, τῷ δὲ σώματι ἐκαλύπτετο· διὸ καὶ ἐπείρασεν αὐτὸν ὁ σατανᾶς, βουλόμενος μαθεῖν εἰ | |
15 | αὐτός ἐστιν ὁ ὑπὸ τῶν προφητῶν κηρυττόμενος, ἵνα εἰ μάθῃ ὅτι αὐτός ἐστιν, ἐμποδίσῃ τὴν οἰκονομίαν. ἀλλ’ οὐδὲν ἤνυεν ὁ πονηρός, οὐδὲ γὰρ ἠδυνήθη μαθεῖν· τέως οὖν ἐλάνθανεν ὁ Χριστός. ἐπειδὴ δὲ προσ‐ ηλώθη καὶ ἀπέθανε καὶ ἐτάφη καὶ ἀνέστη καὶ πάντα τὰ τῆς οἰκονομίας ἐπλήρωσεν, ἀπεξεδύσατο μὲν τὸ λανθάνειν, γυμνῇ δὲ τῇ κεφαλῇ ὁρᾶν | |
20 | τὴν θεότητα μετὰ τοῦ σώματος οὖσαν ἐδείκνυεν. πρῶτον μὲν οὖν ἦν ἔργον θεοῦ ἡ ἐκ νεκρῶν ἀνάστασις, εἶτα ἡ εἰς οὐρανοὺς ἄνοδος, ἔπειτα ἡ διὰ τῶν ὑπηρετῶν καὶ τῶν ἄλλων ἁγίων ἐν τῷ ὀνόματι αὐτοῦ ἐνέργεια. ἀπεκδυσάμενος οὖν τὸ λανθάνειν ἐν παρρησίᾳ τὰς ἐναντίας ἐδειγ‐ μάτισεν ἐξουσίας. καὶ τίς τούτων ὁ δειγματισμός; ὅτι ἀσθενέστεροι | |
25 | τῶν ἀνθρώπων γεγόνασιν, ὅτι πατοῦνται, ὅτι ὑπ’ αὐτῶν ἐμπαίζονται ἐν τῷ ὀνόματι τοῦ κυρίου. ἄλλοι δὲ τὸ ἀπεκδυσάμενος ἀντὶ τοῦ ἐκδύσας ἐξέλαβον. | |
323,col2(14) | Τὸ καθ’ ἡμῶν δὲ χειρόγρα‐ | |
15 | φον πῶς ἐξήλειψεν; ὅτε ἐδόθη ὁ νόμος ὁ καταρώμενος τοὺς πα‐ ραβαίνοντας, πᾶς ὁ λαὸς Ἰσραὴλ ἐπεβόησεν δεχόμενος καὶ συντιθέ‐ μενος· ὥσπερ οὖν χειρόγρα‐ | |
20 | φον ἡ συγκατάθεσις γέγονεν. τοῦτο οὖν τὸ χειρόγραφον ἐξήλειψε τοῖς δόγμασιν. ποί‐ οις; τοῖς ἀπαλλάττουσι μὲν τῆς κατὰ νόμον πολιτείας, παρέχουσι | |
25 | δὲ τὴν ἐν χάριτι πολιτείαν. | |
35 | Ἐπειδὴ ὑπὲρ ἡμῶν ἐπολιτεύ‐ σατο, τὴν παρακοὴν λύων καὶ τὴν | |
324,col2 | ἁμαρτίαν ἀναιρῶν, προσηνέχθη καὶ τὰς ἁμαρτίας ἡμῶν ἐβάστα‐ σεν. ταύτας δὲ ἀπολλὺς καθεῖλε τὴν δύναμιν τὴν διαβολικήν, ἀντὶ | |
5 | τοῦ εἰπεῖν ἐκδύσας τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμά‐ τισεν ἀπεκδυσάμενος, καὶ διὰ ταύτης τῆς ἐκδύσεως θριαμ‐ βεύσας καὶ παραδειγματίσας τὰς | |
10 | ἀντικειμένας δυνάμεις. ἐν ἑαυ‐ τῷ οὖν ἐκείνας ἀπεξεδύσατο, καὶ ἐκείνας ἐθριάμβευσεν δι’ ὧν ἔπα‐ θεν καὶ κατώρθωσεν. | |
324(28t) | Kol 2,16—18a | |
28 | Μὴ οὖν τις ὑμᾶς κρινέτω. διδάσκει ὅτι ὁ νόμος κατήργη‐ ται, ἐξαλείψαντος τὸ καθ’ ἡμῶν χειρόγραφον τοῦ Χριστοῦ. διδάσκει δὲ | |
30 | ὅτι καὶ ὁ πονηρὸς καταπέπτωκεν ἀπεκδυσαμένου τοῦ κυρίου καὶ παρα‐ δειγματίσαντος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας. παραγγέλλει λοιπὸν μηκέτι τούτοις ὑπακούειν τοῖς καταργηθεῖσι διὰ τῆς τοῦ Χριστοῦ ἐνεργείας· ὥστε μήτε Ἰουδαίοις, φησίν, ἀναπείθουσιν ὑμᾶς φυλάττειν τὰ ἐν τῷ νόμῳ ὑπάγεσθε. σκιὰ γὰρ ἦν ἐκεῖνα | |
35 | τοῦ σώματος τοῦ Χριστοῦ, ὅ ἐστιν ἡ ἐκκλησία. ἡ δὲ σκιὰ | |
προτρέχει μὲν τοῦ σώματος, ὑπό‐ | 324 | |
325 | στασιν δὲ δι’ ἑαυτῆς οὐκ ἔχει. διό φησιν· νόμῳ μὴ ὑπακούετε. ἀλλὰ μὴν μηδὲ Ἕλλησι μετάγουσιν ὑμᾶς εἰς τὸ προσκυνεῖν ἀγγέλοις ἢ | |
5 | τοῖς στοιχείοις τοῦ κόσμου τούτου· ἐμβατεύουσι γὰρ ἃ μὴ ἑωράκασιν ἀπ’ ἰδίου νοὸς καὶ ἀπ’ ἰδίου λογισμοῦ καθαιρόμενοι. τὸ οὖν μή τις ὑμᾶς κρινέτω περὶ Ἰουδαίων εἴρηται, τὸ δὲ μή τις ὑμᾶς καταβραβευέτω περὶ | |
10 | Ἑλλήνων. φησὶ δέ· μηδεὶς ὑμῖν ἐπιβουλευέτω νικῶσιν ἤδη καὶ κατα‐ γωνιζομένοις τὸν πονηρόν. | |
324,col2(36) | Ἅ ἐστι σκιὰ τῶν μελ‐ λόντων, τὸ δὲ σῶμα Χριστοῦ. | |
325,col2 | ὅτε ἐγένετο ταῦτα, φησί, σκιὰ ἦν τῶν μελλόντων· ἡ δὲ σκιὰ προτρέχει τοῦ σώματος. ἐπειδὴ τοίνυν ἡ σκιὰ τὰ νόμιμα, τί τὸ | |
5 | σῶμα; οὐ σκιὰ τὰ Χριστοῦ. ἐλθόντος οὖν τοῦ σώματος, περιττὴ ἡ σκιά. | |
325(12t) | Kol 2,18b | |
12 | Ποία ταπεινοφροσύνη; ἐν τῷ λέγειν ὅτι ἡμεῖς μὲν ταπεινοί ἐσμεν, ὁ δὲ θεὸς μέγας καὶ ὑπερ‐ | |
15 | βαίνων τὸ ὑφ’ ἡμῶν θεραπεύε‐ σθαι. ἐπεὶ οὖν μέχρις αὐτοῦ οὐ φθάνομεν, διὰ τῶν ἀγγέλων αὐτοῦ ἐξιλεούμεθα αὐτὸν καὶ προσαγό‐ μεθα αὐτῷ. καὶ ἀνωτέρω δὲ | |
20 | ἔλεγεν· ὅς ἐστι κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας, καὶ νῦν φησιν· διὰ τί ἐπὶ τὰ στοιχεῖα καὶ ἀγγέλους ἔρχεσθε, καταλελοιπότες τούτων τὴν κεφαλήν, ὅπερ ἐστὶν | |
25 | ὁ Χριστός; | |
325,col2(12) | Ἐπειδὴ ἔλεγον ὅτι ὁ θεὸς μέγας ἐστίν, ἀκατάληπτός ἐστιν, ἀόρατός ἐστιν, καὶ οὐ φθάνομεν | |
15 | ἐκεῖ. διὰ τοῦτο ἐπειδὴ οὐ χωροῦ‐ μεν τὸν μέγαν, διὰ τῶν ἀγγέλων προσαγόμεθα. καὶ ταύτην ταπει‐ νοφροσύνην φησίν. | |
325(26t) | Kol 2,19 | |
26 | Ἐντεῦθεν ἔδειξε τὸν σκοπὸν ὃν λέγομεν, ὅτι διὰ τὸ τινὰς παραινεῖν δι’ ἀγγέλων προσάγεσθαι, διὰ τοῦτο ἐκινήθη. δεῖ, φησί, τῆς κεφαλῆς ἔχεσθαι· κεφαλὴ γάρ ἐστι τοῦ παντὸς ὁ θεὸς λόγος. τί οὖν ἀφεὶς τὴν | |
κεφαλὴν κρατεῖς τὸ σῶμα; κἂν γὰρ ἁρμονίας ἔχῃ λόγον συναπτούσης | 325 | |
326 | δύο μέλη ἢ πλείονα τῶν ἀγγέλων ἡ δύναμις. ἀλλ’ οὖν ἀπὸ τῆς κεφαλῆς ἔρχεται εἰς πάντας ἡ ὠφέλεια, εἰς ἀγγέλους ὡς ἀγγέλους, εἰς ἀρχαγγέλους ὡς ἀρχαγγέλους, εἰς τὰ ὁρατὰ ὡς ὁρατά. θές μοι τὸν οὐρανὸν ἀντὶ κεφαλῆς εἶναι τῷ κόσμῳ, ἀντὶ ὀφθαλμῶν ἥλιον καὶ σελήνην, καὶ οὕτως | |
5 | ἕκαστον μέρος τοῦ κόσμου ἐν μελῶν τάξει συντιθείς, εὑρήσεις ἓν σῶμα τοῦ παντός. καὶ καθάπερ ψυχὴ ἐν σώματι καὶ σῶμα ψυχῆς, οὕτω τὰς ἀοράτους δυνάμεις ἐν τοῖς ὁρατοῖς. πάντων δὲ τούτων κυριωτέρα ἡ κεφαλή, ἀφ’ ἧς ἡ ὠφέλεια εἰς ὅλον ἔρχεται τὸ σῶμα, ἐπιχορηγουμένη δηλονότι ἀπὸ τῆς κεφαλῆς. | |
10t | Kol 2,20—22 | |
10 | Εἰ διὰ τοῦτο, φησίν, ἀποθνῄσκετε σὺν Χριστῷ, ὥστε μὴ τοῖς στοιχείοις τοῦ κόσμου τούτου προσκυνεῖν μήτε ἐμπολιτεύεσθαι, τί ἀνέχεσθε τῶν δογματιζόντων ὑμῖν κατὰ τὴν τοῦ κόσμου τούτου πολιτείαν ὡς κατ’ αὐτὴν ζῶντες; τί ὡς ζῶντες ἐν κόσμῳ δογ‐ ματίζεσθε· μὴ γεύσῃ, μὴ θίγῃς, μὴ ἅψῃ· ἅ ἐστι πάντα | |
15 | εἰς φθορὰν τῇ καταχρήσει; ταῦτα ὡς δόγματα Ἑλληνικὰ ἐκτί‐ θεται· παραγγέλλουσι γὰρ οὗτοι ἐν τῇ ἰδίᾳ πλάνῃ μηδὲ ἅπτεσθαι μηδὲ γεύεσθαι παντὸς ἐμψύχου. πάντα γὰρ ταῦτα ἐδόθη τοῖς ἀνθρώποις εἰς φθοράν, οἷον ἐπὶ τῷ φθείρειν αὐτὰ καὶ καταναλίσκειν ἐν τῇ ἀποχρήσει καὶ τῇ βίᾳ τοῦ βίου. μὴ οὖν ἅψῃ τῶν δοθέντων παρὰ τοῦ θεοῦ κατὰ | |
20 | τὰ αὐτῶν ἐντάλματα καὶ τὰς διδασκαλίας αὐτῶν. | |
21t | Kol 2,23 | |
21 | Ἀντὶ τοῦ ταῦτα φοβοῦ—λέγω δὴ τὸ μὴ ἅψῃ, μὴ γεύσῃ, μηδὲ θίγῃς—λόγον τινὰ ἔχειν δοκοῦντα, ἐπειδὴ ταπεινοφρονούντων ἐστὶ καὶ ἀφειδούντων σώματος τῷ ἐγκρατεύεσθαι ἀπὸ βρωμάτων καὶ μὴ τιμᾶν τῇ πλησμονῇ τὴν ἰδίαν σάρκα. ἀλλ’ εἰ καὶ τὸ τῆς ἐγκρατείας | |
25 | καλόν, ἀλλὰ τὸ δεύτερον ἀσεβές· οὐ γὰρ μόνον ὡς κρείττους γαστρὸς ἀπέχονται, ἀλλὰ καὶ ὡς οὐκ ὀφείλοντες ἀδικεῖν τὰ ἔμψυχα, ἃ ἐδόθη εἰς φθορὰν τῇ τοῦ βίου ἀποχρήσει, καὶ μᾶλλον τοῦ θεοῦ ἐλεήμονες παρὰ | |
τὰ ἄλογα εἶναι βούλονται. | 326 | |
327(1t) | Kol 3,3 | |
1 | Ἡ ζωὴ ἡμῶν κέκρυπται, ἀντὶ τοῦ ἡ μακαριότης τῆς αἰωνίου ζωῆς ἥτις πᾶσι φανερωθήσεται, ὅταν καὶ ἡ δόξα τοῦ Χριστοῦ φα‐ νερωθῇ ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ. | |
4t | Kol 3,5 | |
4 | Ὥσπερ πολλάκις σάρκα καλεῖ | |
5 | τὴν ἁμαρτίαν, οὕτω καὶ μέλη τῆς σαρκὸς νῦν καταριθμῶν πορ‐ νείαν λέγει καὶ ἀκαθαρσίαν καὶ τὰ ἑξῆς· ταῦτα γὰρ μέλη τῆς ἁμαρτίας. | |
13t | Kol 3,9—10 | |
13 | Παλαιὸν μὲν ἄνθρωπον λέγει τὸ φρόνημα τῆς ἁμαρτίας, | |
15 | μέλη δὲ τὰς πονηρὰς πράξεις· νέον δὲ ἄνθρωπον τὸ φρό‐ νημα τὸ πνευματικόν, καὶ μέλη αὐτοῦ τὰς ἀγαθὰς πράξεις. | |
327,col2(4) | Σάρκα καλεῖ τὴν ἁμαρτίαν, | |
5 | ἧς καὶ τὰ μέλη καταριθμεῖ. καὶ ἀριθμήσας τὸν ἐκ τούτων τῶν μελῶν συνεστῶτα ἄνθρωπον, πα‐ ρακελεύεται ἀπεκδύσασθαι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς | |
10 | πράξεσιν αὐτοῦ· ὥστε ὁ πα‐ λαιὸς ἄνθρωπός ἐστι τὸ φρό‐ νημα τὸ τῆς ἁμαρτίας, μέλη δὲ αὐτοῦ αἱ πράξεις τῶν ἁμαρτη‐ μάτων. καὶ ὥσπερ ἐστὶ παλαιὸς | |
15 | ἄνθρωπος, οὕτως ἐστὶ καὶ νέος τοῦτ’ ἔστι τὸ φρόνημα τὸ πνευ‐ ματικόν· καὶ μέλη αὐτοῦ αἱ ἀγαθαὶ πράξεις, ὡς καὶ ἀριθμεῖ λέγων χρηστότητα, μακροθυμίαν | |
20 | καὶ τὰ ἑξῆς. | |
327(21t) | Kol3,11 | |
21 | Τοῦτο ὅμοιόν ἐστι τῷ ἵνα ᾖ τὰ πάντα ἐν πᾶσιν. ὃ δέ φησιν τοιοῦτόν ἐστιν· ἵνα ἐν πᾶσι τοῖς φρονοῦσι τὰ τοῦ θεοῦ τὰ | |
25 | πάντα ὁ θεὸς ἐνεργῇ. ὅταν γὰρ τὰ τοῦ Χριστοῦ φρονῇς καὶ ποιῇς, αὐτός ἐστιν ὁ ποιῶν διὰ σοῦ καὶ ἔστιν ἐν σοί. | |
327,col2(21) | Ὅμοιόν ἐστιν· ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν· οὐκ οὐρανὸς ἐν οὐρανῷ, οὐδὲ γῆ ἐν γῇ. ἀλλ’ ὅ φησιν τοιοῦτόν ἐστιν· | |
25 | ὅταν τὰ τούτου φρονῇς καὶ ποιῇς, θεός ἐστιν ὁ ποιῶν διὰ σοῦ, καὶ αὐτός ἐστιν ἐν σοὶ τῷ ποιεῖν σε ἃ | |
ἐκείνῳ δοκεῖ. | 327 | |
328(1t) | Kol 3,14 | |
1 | Ἀγάπης μὴ προηγουμένης οὐδὲν τῶν δεόντων τελειοῦται· τότε γὰρ καὶ τοῦ κακῶς ποιεῖν ἀλλήλους ἀπεχόμεθα καὶ τοῦ εὖ ποιεῖν φροντίζομεν, ὅταν ἀλλήλους ἀγαπῶμεν. | |
4t | Kol 3,15 | |
4 | Μὴ οἱ πλανῶντες ὑμᾶς, φησί, | |
5 | καταβραβευέτωσαν, ἀλλ’ ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ὑμῖν εἰς τὸ ἡνῶσθαι Χριστῷ· καὶ εὐχάριστοι γίνεσθε. τίνι; δηλονότι τῷ καλέσαντι ὑμᾶς | |
10 | Χριστῷ, καὶ μὴ ἀγγέλοις ὑπο‐ τρέχητε. | |
328,col2(4) | Μὴ οἱ πλανῶντες καταβρα‐ | |
5 | βευέτωσαν, ἀλλ’ ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, τοῦτ’ ἔστι τῷ ἡνῶσθαι Χριστῷ καὶ τὰ αὐτοῦ φρονεῖν. εἶτα πάλιν προτροπή. | |
328(12t) | Kol 4,1 | |
12 | Τῶν δούλων ὑμῖν, φησί, μετ’ εὐνοίας ὑπηρετούντων, καὶ ὑμεῖς οἱ δεσπόται κατὰ τὸ δίκαιον καὶ τὸ ἶσον αὐτοὺς ἀμείβεσθε ἐν τῇ | |
προσηκούσῃ κηδεμονίᾳ. τὴν ἰσότητα οὖν κατὰ τὴν εὔνοιαν. | 328 |