TLG 4139 044 :: SEVERIANUS :: Fragmenta in epistulam ad Philippenses (in catenis) SEVERIANUS Scr. Eccl. Fragmenta in epistulam ad Philippenses (in catenis) Citation: Page — (line) | ||
3t | Phil: Prolog | |
---|---|---|
3 | Ἐν ταύτῃ τῇ ἐπιστολῇ κληρικοῖς γράφει οὐ λαϊκοῖς· δι’ ὅπερ οὐδὲ πλειόνων ἐδεήθη ἠδικῶν, σπουδὴ δὲ αὐτῷ διὰ τῆς ἐπιστολῆς τὸ τῆς | |
5 | ταπεινοφροσύνης κατορθωθῆναι ἐν αὐτοῖς. δι’ αὐτῆς δὲ τῆς παραινέσεως δείκνυσιν αὐτῶν τὸ ἀκριβὲς τοῦ ἄλλου βίου. σπανίως γάρ τις καὶ ἁμαρτάνει καὶ φυσιοῦται· τὸ γὰρ τῆς φυσιώσεως ἅπτεται τῶν κάλλιστα βιούντων καὶ ὑπ’ αὐτοῦ τούτου ὡς τὰ πολλὰ ἐπαιρομένων. | |
9t | Phil 1,7 | |
9 | Πανταχοῦ καὶ διὰ πάντων δείκνυται οὐκ ἀνόνητά μου τὰ παθήματα | |
10 | οὐδὲ αἱ ἀπολογίαι. ἀπὸ τῆς ὑμετέρας πίστεως ἀπόδειξιν ποιοῦμαι τὴν ὑμετέραν ἔνστασιν. ἐάν τε γὰρ ἀπολογοῦμαι ἐγκαλούμενος διὰ τοὺς πιστεύοντας ὧν καὶ ὑμεῖς ἐστε, ἐάν τε βεβαιοῦν βούλομαι τὸ εὐαγγέλιόν τισιν, ἀπὸ τῆς ὑμετέρας ἐνστάσεως· ἐάν τε δεικνύναι ὅτι οὐκ ἀνονήτως ὑπομένω δεσμούς, ἀπὸ τῆς ὑμετέρας πίστεως. | |
15t | Phil 2,7 | |
15 | Καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. τὸ ὡς οὐχ ὁμοιώσεώς ἐστιν ἀλλ’ ἐπιτάσεως, οἷόν ἐστι τὸ ὡς ἀγαθὸς ὁ θεὸς τῷ Ἰσραήλ, καὶ ὡς ἠγάπησα τὸν νόμον σου, κύριε, ἀντὶ τοῦ πάνυ ἠγάπησα. | |
19t | Phil 2,16 | |
19 | Ἀντὶ τοῦ προσέχοντες τῷ λόγῳ τῆς ζωῆς. καὶ τῷ Τιμοθέῳ δὲ | |
20 | γράφει· ἔπεχε σεαυτῷ, ἀντὶ τοῦ πρόσεχε σεαυτῷ. | |
21t | Phil 3,8a | |
21 | Εἰ διὰ τὸν Χριστὸν ζημίαν ἡγεῖται, οὐκ ἦν κακά· ἦν γὰρ κέρδη. καὶ ἥγημαι εἶπεν· οὐ γὰρ ἦν ζημία, ἀλλὰ κατὰ παράθεσιν τῆς | |
ὑπερβολῆς τῶν κρειττόνων ἡγεῖται ζημίαν. | 313 | |
314(1t) | Phil 3,8b | |
1 | Τὸ σκύβαλον μέρος ἐστι καλάμης, ἡ δὲ καλάμη καὶ ὁ στάχυς ποτὲ ἀπὸ τοῦ σπόρου. τοῦτο οὖν τὰ σκύβαλον ποτὲ χρησιμώτατον εἰς τὸ τεχθῆναι τὸν σπόρον. ὥσπερ γὰρ ἀπὸ σπόρου ῥίζα καὶ καλάμη καὶ στάχυς, οὕτως ἀπὸ τῆς πίστεως τοῦ Ἀβραὰμ ὡσπερεὶ ἀπὸ σπόρου ἡ | |
5 | ἀπὸ τῶν ἐν νόμῳ, καὶ ἡ καλάμη τῶν προφητῶν καὶ ὁ στάχυς ἤδη τὸν Χριστὸν ἐν τῷ κρυπτῷ προκαταγγέλλων. ὁ δὲ τούτων θερισμὸς καὶ ὁ ἁλοητὸς ἐν τῇ πρώτῃ παρουσίᾳ τοῦ σωτῆρος, οὗ τὸ πτύον ἐν τῇ χειρὶ καὶ διακαθαριεῖ τὴν ἅλωνα. ὅτε λοιπὸν ἐπαύσατο μὲν ἡ καλάμη τοῦ νόμου, ὥσπερ δὲ σκύβαλον ἐχωρίσθη περιτομή, σαββάτων | |
10 | τήρησις καὶ τῶν ἄλλων, καὶ καθαρὸς ὁ τῆς πίστεως σῖτος ὁ ἐναποκεκρυμ‐ μένος τῇ προφητικῇ καλάμῃ ἀπετέθη ταῖς ἀποθήκαις τοῦ κοινοῦ δεσπότου. τοῦτο οὖν τὸ τοῦ σκυβάλου ὄνομα δείκνυσιν οἰκεῖον τὸν νόμον· καὶ ὥσπερ ἄνευ τοῦ σκυβάλου οὐχ οἷόν τε ἦν γενέσθαι σπόρον, οὕτως οὐδὲ ἄνευ τοῦ νόμου τὸ τέλειον τῆς χάριτος κατορθωθῆναι. | |
15t | Phil 3,13 | |
15 | Τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, οὐχ ὡς κακά, ἀλλ’ ὃ λέγει τοιοῦτόν ἐστιν· οὐκ ἀσχολοῦμαι εἰς τὸ ἀναμιμνήσκεσθαι τοὺς ἀγῶνάς μου τοὺς παρελθόντας, ἀλλ’ εἰς τὸ μεριμνᾶν, τί κατορθώσω εἰς τὰ ἑξῆς. | |
19t | Phil 4,2 | |
19 | Τινὲς δὲ Εὐοδίαν εἶναί φασι τὴν γυναῖκα τοῦ δεσμοφύλακος, | |
20 | Συντύχην δὲ τὸν ἄνδρα. | 314 |