TLG 4139 043 :: SEVERIANUS :: Fragmenta in epistulam ad Ephesios (in catenis) SEVERIANUS Scr. Eccl. Fragmenta in epistulam ad Ephesios (in catenis) Citation: Page — (line) | ||
18t | Eph: Prolog | |
---|---|---|
18 | Ὥσπερ τοῖς Ῥωμαίοις ἔγραφεν, ὅτε μηδέπω αὐτοὺς τεθέατο, οὕτω καὶ τοῖς Ἐφεσίοις, Ἰωάννου προλαβόντος καὶ τὸ κήρυγμα αὐτοῖς κατα‐ | |
20 | βαλλομένου, εὐκαίρως παραινῶν αὐτοῖς μὴ κρατεῖσθαι νόμῳ. ἐπειδὴ οἱ ἀπόστολοι ἐν Ἱεροσολύμοις διάγοντες διὰ τοὺς ἀπὸ τῆς περιτομῆς πιστεύ‐ σαντας ἐτήρουν νόμον, εἶτα ἐπειδὴ ἱκανῶς ὁ Ἰωάννης ἐθεολόγησε καὶ οὐδὲν ἐνέλιπε τῶν εἰς θεογνωσίαν κηρυγμάτων, ὡς ἦν ἀνθρώποις χωρητόν, ἐπὶ τὸ παραστῆσαι τῆς ἐνανθρωπήσεως τὴν οἰκονομίαν, ἔρχε‐ | |
25 | ται τὸ οἰκεῖον αὐτῇ μέγεθος καὶ διὰ ῥημάτων ἀξίως τῶν πραγμάτων | 304 |
305 | περιτιθεὶς καὶ τὸ δυσκολώτερον ἀναδεξάμενος· τὸ μὲν γὰρ τῆς θεότητος εἶχεν οἰκεῖον τὸ ἀξίωμα καὶ ὡμολογημένον, τὸ δὲ τῆς ἐνανθρωπήσεως κατὰ τὸ φαινόμενον ταπεινὸν ἀξίως διηγήσασθαι δυνάμεως ἦν πνευ‐ ματικῆς. | |
5t | Eph 1,1 | |
5 | Κἀνταῦθα τὸ διὰ καὶ τῷ θεῷ προσήκει κατὰ τὸν Παῦλον, καὶ οὐκ ἠλάττωται πατήρ. εἰκότως δὲ λέγει τὸ διὰ θελήματος θεοῦ, ἵνα δείξῃ ὅτι ὡς ἠθέλησεν ὁ θεὸς Ἰωάννην εἶναι ἀπόστολον οὕτως κἀμέ. τοῦτο δὲ γράφει, ἵνα ἀξιόπιστα ᾖ τὰ ὑπ’ αὐτοῦ λεγόμενα. | |
9t | Eph 1,2 | |
9 | Εἰ ἑκάτερον καταχρηστικῶς εἴρηται, καὶ τὸ πατὴρ καὶ τὸ | |
10 | κύριος, ὁμολογηθήσεται μείζων τοῦ πατρὸς ὁ υἱός, εἰ ὁ μὲν πατρὸς ἔχει ὄνομα, ὁ δὲ κυρίου. ἀλλ’ ὡμολόγηται τούτων τῶν ῥητῶν ἡ αἰτία· ἐπειδὴ γὰρ εἶπεν· πατρὸς ἡμῶν, πατὴρ δέ ἐστι τοῦ Χριστοῦ, ἵνα μὴ τὸ αὐτὸ ὄνομα καὶ ἐπὶ τοῦ μονογενοῦς καὶ ἐπὶ τῶν πιστῶν ᾖ κεί‐ μενον, ἢ τὸν υἱὸν καθελῇ παρὰ φύσιν, ἢ ἐκείνους ὑπὲρ φύσιν ἀναγάγῃ, | |
15 | εἰπὼν πατρὸς ἡμῶν καὶ δεικνὺς ὅτι χάριτι ἡ προσηγορία, ἐπήγαγεν· καὶ κυρίου Ἰησοῦ Χριστοῦ· οὐ γὰρ ἐνῆν κοινῇ φύσει τῆς προσ‐ ηγορίας οὔσης κοινὸν εἶναι καὶ τὸ ἀξίωμα. διὰ τί οὖν κύριος μὲν τούτων ὁ πατήρ, οὐχὶ δὲ καὶ αὐτὸς κύριος τοῦ υἱοῦ, εἴπερ καταχρηστικὸν ἦν τὸ τῆς προσηγορίας ἐφ’ ἑκατέρων; | |
20t | Eph 1,4 | |
20 | Εἰ τοίνυν ἐν Χριστῷ εἰς υἱοθεσίαν ὡρίσθησαν οἱ ἅγιοι, οὐ θετὸς ὁ υἱός, ἀλλὰ φύσει υἱός. | |
22t | Eph 1,5—6 | |
22 | Εἰ κατὰ τὸν νόμον ἡ θέλησις ἐνέργειά ἐστιν, τίς ἡ εὐδοκία ἡ ταύτης τῆς θελήσεως; οὐ γὰρ ἂν εἶπε «θέλησιν θελήματος». Εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ. προλαβὼν ἤδη | |
25 | εἶπον ὅτι κατακοσμεῖ τὸν ἑαυτοῦ λόγον τῷ ἀξιώματι τῆς οἰκονομίας. | 305 |
306(1t) | Eph 1,10 | |
1 | Ἐπειδὴ ἔπεσεν ὁ πλασθεὶς διὰ τῆς παρακοῆς, καὶ ἀσεβησάντων τῶν ἀνθρώπων ἀπηλλοτριώθη τὰ ἐπουράνια τῶν ἐπιγείων, ἐλθὼν ὁ Χριστὸς πάντα ἀνεκεφαλαιώσατο. καὶ τοῦτο μετὰ ταῦτα ἑτέρως φησὶν εἰπών· εἰρηνοποιήσας τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ | |
5 | ἐπὶ τῆς γῆς. αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν, τοὺς Ἰουδαίους καὶ τοὺς Ἕλληνας, διὰ τῆς εἰς Χριστὸν πίστεως. | |
8t | Eph 1,11 | |
8 | Φανερῶς ἐνταῦθα ἄλλο ἐνέργειαν λέγει καὶ ἄλλο βούλησιν. εἰπὼν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλήν, εἶπεν | |
10 | τοῦ θελήματος, ἵνα δείξῃ κεκριμένον τὸ θέλημα. ἅπερ ἄν τις ἀπὸ βουλῆς καλῆς ἐβεβαίωσεν, ταῦτα κρίσει ὥρισται, λέγων ἐχρήσατο ταῖς φωναῖς. | |
13t | Eph 1,13 | |
13 | Τῶν προεγνωσμένων, φησίν, ἐστὲ καὶ ὑμεῖς, οἰκειούμενοι Χριστῷ δι’ ὑπακοῆς καὶ τῆς ἐπὶ τῇ ἀκοῇ πίστεως καὶ τοῦ ἐπὶ τῇ πίστει σφρα‐ | |
15 | γισμοῦ, ὅς ἐστιν ὁμοίωσις πρὸς Χριστὸν διὰ τῆς τοῦ πνεύματος μετα‐ λήψεως. παρὰ τίνος δὲ ἤκουσαν τὸν λόγον τῆς ἀληθείας; ἢ παρὰ Ἰωάννου τοῦ εὐαγγελιστοῦ; ἐκεῖ γὰρ ἐκήρυττεν. διὸ καὶ ὑψηλότερον αὐτοῖς ὁ Παῦλος διαλέγεται ἐκ τῆς ἐκείνου διδασκαλίας κατηρτισμένοις. | |
19t | Eph 1,14.17—21 | |
19 | Ἡ ἀπολύτρωσις τῆς περιποιήσεώς ἐστιν· ἵνα γὰρ περιποιηθῶ‐ | |
20 | μεν καὶ οἰκειωθῶμεν τῷ θεῷ, ἀπολυτρούμεθα, μεμνημένοι δὲ τοῦ αἵμα‐ τος οὗ ἀπελυτρώθημεν καὶ τῆς οἰκονομίας πάσης. φανερὸν ὅτι θεὸν τὸ κατὰ σάρκα τοῦ Χριστοῦ λέγει· οὐδαμοῦ γὰρ ἐνταῦθα τοῦ τῆς θεότητος ἀξιώματος ἐμνημόνευσεν, ἀλλὰ τῆς καθ’ ἡμᾶς οἰκονομίας ἥτις ὡμολό‐ γηται τῆς σαρκὸς εἶναι. δόξαν δὲ πολλάκις ἡ γραφὴ λέγει αὐτὴν τοῦ | |
25 | θεοῦ τὴν οὐσίαν· ἐπειδὴ γὰρ ἀψηλάφητος καὶ ἀνέφικτος, δόξαν αὐτὴν ὠνόμασεν ἵνα μὴ λόγον ἀπαιτῇς ἀλλὰ προσκυνῇς. πρῶτος τὴν οὐσίαν τοῦ θεοῦ δόξαν λέγει Ἰεζεκιὴλ ἐν ὀπτασίαις θεασάμενος τὸν θεὸν καθεζόμενον, καὶ ἐπάγων· τοῦτο ὁμοίωμα τῆς δόξης κυρίου. | |
ὅπερ ἀλλαχοῦ ἑρμηνεύων ὁ θεός φησιν· ἐγὼ ὁράσεις ἐπλήθυνα | 306 | |
307 | καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην. ἣν οὖν εἶπε δόξαν ὁ Ἰεζεκιήλ, ταύτην ὁ θεός φησι τὸ ἐγώ. λέγει δὲ Παῦλος· ὃς ὢν ἀπαύγασμα τῆς δόξης—ποίας δόξης; —καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. κἀνταῦθα τοίνυν τὸ μὲν θεὸς τοῦ | |
5 | κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ τὴν σάρκα λέγει, τὸ δὲ πατὴρ τῆς δόξης κατὰ τὴν φύσιν. Καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. ἐν γὰρ τῷ αἰῶνι τούτῳ ὀνομάζομεν θρόνους, ἀρχάς, κυριότητας, ἐξουσίας, | |
10 | δυνάμεις, ἀγγέλους, ἀρχαγγέλους· ἐπειδὴ δὲ ἔστι μυρία τάγματα ἀοράτων δυνάμεων ἡμῖν ἄγνωστα καὶ διὰ τοῦτο ἀκατονόμαστα, μετὰ δὲ τὴν ἀνάστασιν ἔσται γνωστὰ καὶ λήψεται μετὰ τῆς γνώσεως καὶ τὴν παρ’ ἡμῶν προσηγορίαν, διὰ τοῦτο εἶπεν· καὶ ἐν τῷ μέλλοντι. | |
14t | Eph 1,22—23 | |
14 | Καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντων τῇ ἐκκλη‐ | |
15 | σίᾳ, ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. διὰ τούτου ἐδήλωσεν ὅτι πλήρωμα τοῦ θεοῦ λέγει τὸ σῶμα τοῦ Χριστοῦ, τοῦτ’ ἔστι τὴν ἐκκλη‐ σίαν. διὰ τί δὲ πλήρωμα; ἐπειδὴ πεπλήρωται θεοῦ· ὥσπερ γάρ, φησίν, ἐν πᾶσι τὰ πάντα πληροῖ, οὕτως καὶ ἐν τῇ ἐκκλησίᾳ | |
20 | πληροῦται κατὰ τὸ εἶναι αὐτὴν σῶμα τοῦ Χριστοῦ. Χριστοῦ οὖν σῶμα, πλήρωμα δὲ θεοῦ ἡ ἐκκλησία. Τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. ἔστι γὰρ ἐν οὐρανῷ, τοῦτ’ ἔστιν ἐνεργῶν οὐχ ὡς ἐν γῇ, καὶ ἔστιν ἐν γῇ, οὐχ ὡς ἐν οὐρανῷ ἐνεργῶν, καὶ ἐν ἀγγέλοις, ἐν ἡλίῳ, ἀλλ’ ἐν ἑκάστῳ κατὰ τὴν | |
25 | αὐτοῦ φύσιν· λέγει γὰρ ἀφ’ ὧν μεταλαμβάνομεν ἡ γραφὴ περὶ θεοῦ, οὐκ ἀφ’ ὧν αὐτός ἐστιν· τοῦτο γὰρ ἀκατάληπτόν ἐστιν. | |
27t | Eph 2,2—3 | |
27 | Κόσμος διττῶς λέγεται, καὶ ἡ σύστασις ἡ δημιουργικὴ καὶ τῶν ἀνθρώπων τὸ σύστημα τὸ πονηρόν. νυνὶ δὲ διεῖλε τοῖς ἀνόμοις τὰ πράγματα, αἰῶνα καλέσας τῶν ἀνθρώπων τὴν πονηρίαν καὶ τὴν | |
30 | ἁμαρτίαν, κόσμον δὲ τὴν σύστησιν τοῦ παντός, καθὼς καὶ ἐν τῇ πρὸς Γαλάτας λέγει· ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος | |
αἰῶνος πονηροῦ. τοῦτον τὸν νῦν αἰῶνα λέγει. τὴν οὖν κοινὴν | 307 | |
308 | ἀπόστασιν τῶν ἀνθρώπων καὶ πλάνην αἰῶνα ὠνόμασεν, ἧς μέρος ἦσαν ποτὲ καὶ οἱ νῦν πιστεύσαντες τῷ Χριστῷ. Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος. φανερῶς διὰ τούτου δείκνυσιν ὁ ἀπόστολος, ὅτι οὐκ | |
5 | ἀπ’ οὐρανοῦ ἄγγελος ἦν ὁ διάβολος, ἀλλ’ ἀέριόν τι πονηρὸν πνεῦμα. κἂν ὁ κύριος λέγῃ· εἶδον τὸν σατανᾶν ὡς ἀστραπὴν πεσόντα ἐκ τοῦ οὐρανοῦ, οὐχὶ τὸν τόπον δείκνυσιν ὅθεν ἔπεσεν, ἀλλ’ ἐπειδὴ ἄνωθεν ἡ ἀστραπὴ ὀξέως πίπτει, τὴν ὀξύτητα τῆς διαβολικῆς πτώσεως ἀστραπῇ παρέβαλε λέγων· ὡς ἀστραπὴ ἐξ οὐρανοῦ ὀξέως | |
10 | φέρεται, οὕτως εἶδον τὴν πτῶσιν αὐτοῦ ὀξεῖαν. Τοῦ νῦν ἐνεργοῦντος. ἐδήλωσεν ὅτι οὐ πάντοτε τὴν ἰσχὺν ὁ διάβολος ἔχει, ἀλλ’ ἡ ἀσθένεια τῶν ἀνθρώπων ἰσχὺς αὐτῷ γέγονεν. Ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν δια‐ νοιῶν. ἐκ τούτου δείκνυται ὅτι οὐκ ἀντίκειται ἡ σὰρξ τῇ ψυχῇ· | |
15 | συνεφώνει γὰρ εἰς τὴν ἁμαρτίαν. Καὶ ἦμεν τέκνα φύσει ὀργῆς. ὥσπερ υἱοὶ γεέννης, οὕτω καὶ τέκνα ὀργῆς. | |
18t | Eph 2,10 | |
18 | Ἐπειδὴ εἶπεν κτισθέντες, λέγει· ἡ κτίσις οἰκείωσίς ἐστιν. τὸ δὲ ἐπὶ ἔργοις ἀγαθοῖς ἐπήγαγεν, ἵνα λοιπὸν σαυτὸν οἰκοδομῇς. | |
20t | Eph 2,13 | |
20 | Οὐκ εἶπεν «ἐγγύτερον» τῶν πιστευσάντων ἀπὸ περιτομῆς, ἀλλ’ ἐγγύς. | |
22t | Eph 2,14—15a | |
22 | Τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, οὐ τὸν φραγμόν, ἀλλὰ τὸ μεσότοιχον. τίς δὲ ὁ φραγμός; ἀφελῶ τὸν | |
φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν, τοῦτ’ ἔστι τὴν | 308 | |
309 | ἀσφάλειαν τοῦ πνεύματος. τί δὲ τὸ μεσότοιχον; τὸ πρὸς τοὺς Ἕλληνας ἄμικτον· κεκώλυτο γὰρ Ἕλλησιν ἐπιμίγνυσθαι Ἰουδαίους, ἵνα μὴ οἱ Ἰουδαῖοι εἰς τὴν εἰδωλολατρείαν καταπέσωσιν, οἱ καὶ χωρὶς τούτου εἰδωλολατροῦντες. καὶ τοῦτό ἐστιν ὃ λέγει Δαυίδ· ὁ θεὸς | |
5 | κατοικίζει μονοτρόπους ἐν οἴκῳ. ἔδει γὰρ τὸ προζύμιον ἰσχυρὸν γενέσθαι, ἵν’ οὕτως τὸ ὅλον τοῦ κόσμου ζυμωθῇ. Τὸν νόμον τῶν ἐντολῶν τὸν νενομισμένον λέγει, ὡς ἀπὸ τῶν ἐντολῶν τῶν Μωϋσαϊκῶν. ἐν δόγμασι, τοῖς ἰδίοις, καταρ‐ γήσας, ὧν ἐστιν· οὐ τὰ εἰσπορευόμενα κοινοῖ τὸν ἄν‐ | |
10 | θρωπον—τοῦτο δὲ ἔλυεν τὸ τόδε φάγε, τόδε μὴ φάγῃς—, καὶ τὸ μὴ διδόναι βιβλίον ἀποστασίου—τοῦτο ὑπεναντίως εἶχε πρὸς τὸ κατὰ πᾶσαν αἰτίαν ἀφιέναι γυναῖκα—, καὶ τὸ ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς— ἐναντίον ἦν οἷς ἔδωκε Μωϋσῆς. καὶ ὅλως πολλὰ τοιαῦτα ἐστὶ δογ‐ | |
15 | ματικὰ οἷς τὸν νόμον τῶν ἐντολῶν κατήργησεν, οὐ τὰς ἐντολὰς ὡς ἀτόπους, ἀλλὰ τὸ ἔθος ὡς οὐκέτι χρησιμεῦον. αἱ γὰρ ἐντολαὶ τιμῶνται κἂν μὴ ἐνεργῶσιν, ὁ δὲ νόμος λοιπόν, τοῦτ’ ἔστι τὸ ὑπὸ νόμον τῶν ἐντολῶν καθ’ ἡμᾶς εἶναι ἔβλαπτε μετὰ τὴν χάριν. | |
19t | Eph 2,15b—17 | |
19 | Ἕλληνες μὲν γὰρ τῆς εἰδωλολατρείας ὡς ἀσεβείας, Ἰουδαῖοι δὲ | |
20 | τοῦ νόμου ὡς οὐκέτι χρησιμεύοντος ἀφιστάμενοι, εἰς ἑτέραν τινὰ και‐ νότητα εὐσεβείας ἀνοικοδομοῦνται. Ποιῶν εἰρήνην. ὁ γὰρ νόμος οὐ βούλεται εἰρήνην εἶναι. διὰ τί; ἵνα μὴ ἡ εἰρήνη ἡ σωματικὴ πόλεμον κατὰ τῆς εὐσεβείας ἐγείρῃ. Ἀμφοτέρους καταλλάξει τῷ θεῷ. ἐπειδὴ οἱ μὲν Ἕλληνες | |
25 | ἐπλανῶντο, οἱ δὲ Ἰουδαῖοι παραβεβήκεσαν. Ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ. πλάτος ἔχει τὸ νόημα ἐν συντομίᾳ ῥήματος· ἐπειδὴ γὰρ νόμος ἦν ὁ διιστῶν Ἰουδαίους Ἑλλήνων κατὰ τὸ προειρημένον, ἔμελλε δὲ παύεσθαι ὁ νόμος, οὐχ ἑτέρως δὲ ἐπαύσατο ἢ ἐπειδὴ ἐκ νεκρῶν ἀνέστη ὁ κύριος ᾧ ἔδει συναφθῆναι τὴν | |
30 | ἐκκλησίαν ἑτέρῳ ἀνδρὶ μετὰ νόμον, λέγει ὅτι ἐν τῇ σαρκὶ αὐτοῦ ἐκείνην | |
τὴν ἔχθραν ἀπέκτεινε παύσας τὸν νόμον. | 309 | |
310 | Καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς. τοῦτο δείκνυσιν ὅτι οὐκ ἀσεβῆ τὸν νόμον λέγει τὸν Μωϋσέως ὡς τὸ εἰδωλολατρεῖν· μακρὰν γάρ φησιν εἶναι τοὺς εἰδωλο‐ λάτρας, ἐγγὺς δὲ τοὺς Ἰουδαίους. τὸ δὲ ἐγγὺς καὶ μέρος εὐσεβείας | |
5 | δείκνυσι καὶ οὐ τέλειον· εἰ γὰρ εἶχον τὸ τέλειον, οὐκ ἦσαν ἐγγύς, ἀλλ’ ἐν αὐτῷ. εἰ δὲ πάλιν ἦσαν ἐναντίοι, οὐκ ἦσαν ἐγγύς, ἀλλὰ πόρρωθεν μετὰ τῶν Ἑλλήνων. | |
8t | Eph 3,2—3 | |
8 | Ἐνταῦθα βούλεται δεῖξαι, ὅτι οὐκ ἐπέρριψεν ὡς ἀλλοτρίοις καὶ ὑπ’ ἄλλων δεδιδαγμένοις, ἀλλ’ ὅτι ἐθνῶν κῆρυξ αἱρεθεὶς ἐχρεώστει καὶ τού‐ | |
10 | τοις τὸ δεῖγμα, καὶ ὅτι ὡς ὁ κύριος ἐδίδαξε τοὺς περὶ Ἰωάννην, οὕτω κἀμὲ κατ’ ἀποκάλυψιν. ᾐνίξατο δὲ ὅτι ἠδύνατο μὲν βαθύτερόν τι εἰπεῖν, συνεμετρήσατο δὲ τὴν διδασκαλίαν πρὸς ὅπερ ἐχώρουν. | |
13t | Eph 3,10 | |
13 | Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς. εἰκότως· εἰ γὰρ ἐν τῷ θεῷ ἐκέκρυπτο, ἠγνόουν πᾶσαι αἱ ἐξουσίαι. τὸν γὰρ νῦν οὐ τὸν τῆς | |
15 | χάριτος καιρὸν λέγει, ἀλλ’ ἀφ’ οὗ προφῆται ἤρξαντο ἀποκαλύπτειν τὰ ἐσόμενα. | |
17t | Eph 3,15 | |
17 | Ἐν οὐρανοῖς, φησίν, ἡ τῶν δικαίων διαγωγή, ἐπὶ γῆς δὲ ἡ πάν‐ των ἀνθρώπων· οὐ γάρ εἰσι τεταγμένοι ἐπὶ τῆς γῆς οἱ δίκαιοι μετὰ τῶν ζώντων, ἀλλ’ ἰδιάζει ὥσπερ γενεά τις ἐξαίρετος ἡ τῶν ἀνακειμένων τῷ | |
20 | θεῷ. καὶ λέγεται ἐπουράνιος μὲν ἡ γενεὰ τούτων ὡς καθαρά, ἡ δὲ τῶν λοιπῶν γηΐνη ὥσπερ ἐρρυπωμένη. ἐπισημαντέον δὲ ὅτι ἀφ’ ὧν ὁ ἀπόστολος δείκνυσι τὸ ὄνομα τοῦ πατρός, οὐκ ἀφ’ ἡμῶν ἀνῆλθεν ἄνω, ἀλλ’ ἄνωθεν ἦλθεν εἰς ἡμᾶς, δηλονότι ὡς φύσει ὂν καὶ οὐκ ὀνόματι μόνον· δεῖ γὰρ πάντως μετὰ τὸ φυσικὸν εἶναι τὸ καταχρηστικόν, καὶ | |
25 | τῶν φυσικῶν δὲ πρῶτον τὸ ἄνωθεν, εἶτα τὸ κάτωθεν. ἐπισημαντέον δὲ ὅτι πατριὰν εἶπεν ὡς ἐπὶ συγγενείας, οὐ φατρίαν· πανταχοῦ γὰρ ἡ θεία | |
γραφὴ πατριὰς τὰς συγγενείας λέγει. | 310 | |
311(1t) | Eph 3,18—19 | |
1 | Ἐσχημάτισεν ὥσπερ τυπικώτερον εἰς σταυροῦ τύπον· βάθος γὰρ καὶ ὕψος καὶ πλάτος καὶ μῆκος τί ἕτερον ἂν εἴη ἢ τοῦ σταυροῦ φύσις; διπλοῦν δέ που ἔοικε τὸν σταυρὸν λέγειν, οὐχ ἁπλῶς. ἀλλ’ ἐπειδὴ ἡ μὲν τοῦ κυρίου οἰκονομία θεότης ἐστὶν ἄνωθεν καὶ | |
5 | ἀνθρωπότης κάτωθεν, τὸ δὲ κήρυγμα τὸ ἀποστολικὸν διέτεινεν ἀπ’ ἄρκτου εἰς μεσημβρίαν καὶ ἀπ’ ἀνατολῆς εἰς δύσιν, συναγαγὼν καὶ τοῦ κυρίου τὴν οἰκονομίαν καὶ τῶν ἀποστόλων τὴν ὑπηρεσίαν, τὸ διπλοῦν τῆς οἰκονομίας ὡς ἐν διπλῷ τῷ σταυρῷ ἐπιδεικνύμενος οὕτως εἶπεν· οὐ γὰρ ἐνῆν αὐτὸν ἁπλῶς τοὺς τόπους εἰπεῖν, τὸ ἄνω καὶ τὸ κάτω, καὶ | |
10 | τὴν γραμμήν, τὸ πλάτος καὶ τὸ μῆκος. Ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ, τοῦτ’ ἔστι τὴν ἐκκλησίαν· πλήρωμα γὰρ τὴν ἐκκλησίαν λέγει. | |
13t | Eph 5,14 | |
13 | Τὸ ἔγειρε, ὁ καθεύδων, καὶ τὰ ἑξῆς οὐδαμοῦ τῆς παλαιᾶς ἢ τῆς καινῆς εὑρίσκομεν γεγραμμένον. τί οὖν ἐστιν; χάρισμα ἦν τότε καὶ | |
15 | προσευχῆς καὶ ψαλμῶν ὑποβάλλοντος τοῦ πνεύματος, καθὼς λέγει ἐν τῇ πρὸς Κορινθίους· ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, προσευχὴν ἔχει. τί οὖν ἐστιν; προσεύξομαι τῷ πνεύματι, προσ‐ εύξομαι καὶ τῷ νοΐ; ψαλῶ τῷ πνεύματι, ψαλῶ καὶ τῷ νοΐ; δῆλον οὖν ὅτι ἐν ἑνὶ τούτων τῶν πνευματικῶν ψαλμῶν ἤτοι | |
20 | προσευχῶν ἔκειτο τοῦτο ὃ ἐμνημόνευσεν. | |
21t | Eph 5,16 | |
21 | Ὁ ἐξαγοραζόμενος τὸν ἀλλότριον δοῦλον ἐξαγοράζεται καὶ κτᾶται αὐτόν. ἐπεὶ οὖν ὁ καιρὸς ὁ παρὼν δουλεύει τοῖς πονηροῖς, ἐξαγορά‐ σασθε αὐτόν, ὥστε καταχρήσασθαι αὐτῷ πρὸς εὐσέβειαν. | |
24t | Eph 5,29 | |
24 | Ἐπειδὴ προσήχθη ὁ ἀμνός, καὶ τὸ σῶμα αὐτοῦ ἐσθίομεν. φιλεῖ | |
25 | δὲ ἀναδίδοσθαι ἡ τροφὴ εἰς τὸ σῶμα τοῦ ἐσθίοντος—δηλονότι πνευ‐ | 311 |
312 | ματικῶς τὸ σῶμα αὐτοῦ ἐσθίομεν—. ἀναδίδοται ἡμῶν εἰς τὸ σῶμα καὶ οὕτως σὰρξ ἐκ τῆς σαρκός, καὶ ὀστοῦν ἐκ τῶν ὀστέων αὐτοῦ. | |
4t | Eph 5,32—33 | |
4 | Οὐ τὸ μυστήριον, ἀλλ’ ὁ θεός. τί οὖν ἐστιν ὃ λέγει; ὅτι αὕτη | |
5 | ἡ πλάσις τοῦ Ἀδὰμ καὶ τῆς Εὔας τῆς ἐξ αὐτοῦ καὶ ἡ συνάφεια τύπος γέγονε τοῦ Χριστοῦ καὶ τῆς ἐκκλησίας· δι’ ὅπερ φησίν· ὀστοῦν ἐκ τῶν ὀστέων αὐτοῦ ἐσμεν, καὶ σὰρξ ἐκ τῆς σαρκὸς αὐτοῦ, ὡς ἐκ τοῦ Ἀδὰμ ἦν ἡ Εὔα. τὸ οὖν ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν, τὸ τοῦ γάμου μυστήριον λέγει, ἀντὶ τοῦ τύπος | |
10 | ἐστὶν τὰ κατὰ τὸν γαμικὸν νόμον καὶ τὴν ἐξ ἀρχῆς δημιουργίαν τοῦ Χριστοῦ καὶ τῆς ἐκκλησίας. διὰ τοῦτο ἐπήγαγεν· πλὴν καὶ ὑμεῖς οἱ καθ’ ἕνα, ἵνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπᾷ ὡς ἑαυτόν. διὰ τί εἶπεν· οἱ καθ’ ἕνα; ἐπειδὴ τὰ κατὰ τὸν Ἀδὰμ ἦν τύπος τῆς ἐκκλησίας καὶ | |
15 | τοῦ Χριστοῦ. διὰ τοῦτο εἶπεν· καὶ ὑμεῖς οἱ καθ’ ἕκαστον ἀγαπᾶτε. τὸ μὲν γὰρ μυστήριον οὗ ἦν τύπος ὁ γάμος, γεγένηται καὶ ἀληθές ἐστιν, δεῖ δὲ καὶ τὸν τύπον αὐτὸν πληροῦσθαι, καὶ ἕκαστον ἀγαπᾶν τὴν ἑαυτοῦ γυναῖκα. | |
19t | Eph 6,17 | |
19 | Εἰ ἡ μάχαιρα ῥῆμα θεοῦ, πνεύματος δὲ ἡ μάχαιρα, | |
20 | θεὸς ἄρα τὸ πνεῦμα οὗ ἡ μάχαιρα. εἴ τε ῥῆμα θεοῦ τὸ πνεῦμα τὸ ἅγιον εἶπεν, δηλονότι ὡς λόγος ὁ υἱὸς τοῦ θεοῦ, οὕτως καὶ ῥῆμα τοῦ θεοῦ τὸ πνεῦμα. μάχαιραν δὲ τοῦ πνεύματος εἶπε τὴν τιμωρητικὴν ἐνέργειαν τοῦ πνεύματος. | |
24t | Eph 6,18 | |
24 | Προσευχόμενοι πνεύματι οὐχ ἁπλῶς εἶπεν, ἀλλ’ ἐπειδὴ | |
25 | καθὸ δεῖ προσεύξασθαι οὐκ οἴδαμεν, φησὶν ἀλλαχοῦ· αὐτὸ τὸ πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν, ἵνα αὗται αἱ αἰτήσεις ἡμῶν μηδὲν ἔχωσι σαρκικόν. πνευματικὰς δὲ αἰτήσεις ἔχομεν τῇ δυνάμει τοῦ | |
πνεύματος βοηθουμένας. | 312 | |
313(1t) | Eph 6,24 | |
1 | Τῆς φθορᾶς τις, φησίν, ἀπαλλαττόμενος τῆς ἀπὸ τοῦ διαβόλου, ἐν | |
ἀφθαρσίᾳ δέχεται τὴν χάριν τοῦ πνεύματος. | 313 |