TLG 4139 041 :: SEVERIANUS :: Fragmenta in epistulam ii ad Corinthios (in catenis) SEVERIANUS Scr. Eccl. Fragmenta in epistulam ii ad Corinthios (in catenis) Citation: Page — (line) | ||
278(1t) | 2 Kor 1,1 | |
1 | Καὶ τὸ πρότερον αὐτοῖς ἐγκα‐ λῶν οὐ μόνος ἐγκαλεῖ, καὶ νῦν καταλλαττόμενος οὐ μόνος γράφει, τῇ τοῦ ἁγίου Τιμοθέου προσ‐ | |
---|---|---|
5 | λήψει τὸ πρᾶγμα δεικνὺς ἀξιό‐ πιστον. κἀνταῦθα μὲν τὸ δι’ οὗ καὶ τῷ πατρὶ προσήκειν ἔδειξε λέγων διὰ θελήματος θεοῦ. | |
278,col2(1t) | 2 Kor 1,1—2 | |
1 | Ἐπειδὴ ἐν τῇ προτέρᾳ ἐπιστολῇ οὐ μόνος ἐνεκάλεσεν, καὶ νῦν παραμυθούμενος οὐ μόνος γράφει, ἀλλὰ τῇ τοῦ ἁγίου Τιμοθέου | |
5 | προσλήψει τὸ πρᾶγμα δείκνυσιν ἀξιόπιστον. ἐπειδὴ δέ φησιν ἀπὸ θεοῦ πατρὸς ἡμῶν, ἰστέον ὅτι ἐπὶ μὲν τῶν γεννητῶν καὶ θεὸς καὶ πατὴρ λέγεται, ἐπὶ δὲ τοῦ | |
10 | υἱοῦ μόνως πατήρ· τὸ γὰρ ὁ θεὸς μοῦ καὶ ὁ θεὸς ὑμῶν ἐν σαρκὶ ὢν ὁ Χριστὸς ἔλεγεν. | |
278(13t) | 2 Kor 1,3 | |
13 | Αὕτη ἡ δόξα ἣν δοξάζει καὶ ἐπονομασίαις ἐπονομάζει τὸν θεόν, | |
15 | ἤδη τὸ τῆς καταλλαγῆς προμηνύου‐ σιν. πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλή‐ σεως· ἐπὶ γὰρ τῶν γεννητῶν καὶ θεὸς καὶ πατὴρ λέγεται, ἐπὶ δὲ | |
20 | υἱοῦ μόνον πατὴρ ὁμολογεῖται. | |
278,col2(13) | Οἰκείως τοῖς θλιβομένοις ἀπ’ οἰκτιρμῶν θεοῦ καὶ παρα‐ | |
15 | κλήσεως ἄρχεται, χρηστὰς αὐ‐ τοῖς ὑποφαίνων ἐλπίδας· εἰ γὰρ πατὴρ οἰκτιρμῶν ὁ θεός, παρακαλέσειεν ἂν τοὺς δι’ αὐτὸν διωκομένους καὶ θλιβομένους. | |
278(21t) | 2 Kor 1,4 | |
21 | Παρακαλῶν ὁ θεὸς καὶ παραμυθούμενος οὐκ ἐπὶ μικροῦ τὴν παραμυθίαν ποιεῖται. Ταῦτα προανακηρύττει, ἐπειδὴ ἔμελλε τὸν κατακριθέντα δι’ ἁμαρτίαν ἀνακαλεῖσθαι διὰ τῆς παρακλήσεως. | |
25t | 2 Kor 1,6 | |
25 | Ἡ ἡμετέρα θλίψις ὑμῖν παραμυθία γίνεται· εἰ γὰρ οἱ ἀπόστολοι θλίβονται, πολλῷ μᾶλλον οἱ λοιποί. ἢ καὶ τοῦτό φησιν· εἰ καὶ θλιβόμεθα ὑπὸ τῶν ἀνθρώπων διὰ τὴν ὑμετέραν σωτηρίαν, τοῦτο πάσχομεν, ὅτι ὑμῖν κηρύττομεν τὸν Χριστόν. Ἐὰν παραμυθίας τύχωμεν παρὰ θεοῦ δι’ ὑμᾶς, ἵνα ἀρκέσωμεν | |
30 | πρὸς τὴν ὑμετέραν παράκλησιν, ὥστε προτρέπειν ὑμᾶς πάσχειν τὰ | |
αὐτὰ ἃ καὶ ἡμεῖς ὑπομένομεν παθήματα. | 278 | |
279(1t) | 2 Kor 1,7 | |
1 | Ἐλπίζω [ὅτι] τὰ αὐτά μοι ὑπομένοντας ὁμοίως παρὰ θεοῦ καὶ τῆς παρακλήσεως τεύξασθαι. | |
3t | 2 Kor 1,8 | |
3 | Οὐκ ἐπιδεικνύμενος διηγεῖται τὰς συμβάσας αὐτῷ ἐν τῇ Ἀσίᾳ θλίψεις, ἀλλὰ πρὸς ὑπομονὴν τῶν παθημάτων αὐτοὺς ἀλείφων. | |
5 | Ἀντὶ τοῦ ὥστε ἀπαγορεῦσαι ἡμᾶς καὶ τοῦ ζῆν. | |
6t | 2 Kor 1,9 | |
6 | Ἀπόκριμα λέγεται ἡ ἀπὸ τοῦ κρίματος ἀπόφασις. ὅσον οὖν τὸ ἐφ’ ἑαυτοῖς· τὴν γὰρ ἀπόφασιν τοῦ θανάτου ἐσχήκαμεν, δι’ οὗ σωφρονιζόμεθα μὴ πεποιθέναι ἐφ’ ἑαυτοῖς ἀλλ’ ἐπὶ τῷ σώζοντι θεῷ καὶ τοὺς ἑαυτοὺς ἀπαγορεύοντας. | |
10t | 2 Kor 1,11 | |
10 | Οὐχ ὡς φιλοσωματῶν διαφεύγειν εὔχεται τοὺς ἐπιβουλεύοντας, ἀλλ’ ἵνα ὑπηρετῇ τοῖς δοθεῖσιν αὐτῷ χαρίσμασιν, ὅπως ἐκ πολλῶν προσώπων τῶν νῦν καὶ διὰ πολλῶν τῶν ἐσομένων εὐχαριστη‐ θῇ τὸ κήρυγμα διασῶζον αὐτούς· εἰπὼν γὰρ διὰ πολλῶν τὴν διδαχὴν τῶν ἐσομένων ἀπέδειξεν. τὸ δὲ εὐχαριστηθῇ ὑπὲρ ὑμῶν | |
15 | ἀντὶ τοῦ ὑπὲρ ἧς καὶ αὐτοὶ τετυχήκαμεν δωρεᾶς. | |
16t | 2 Kor 1,12a | |
16 | Τοῦτο ἡμῶν τὸ καύχημά ἐστιν ὅτι μαρτυρεῖ ἡμῖν ἡ συνείδησις ἡμῶν ὅτι ὀρθῶς κηρύττομεν. | |
18t | 2 Kor 1,12b | |
18 | Καὶ μὴν τὴν σοφίαν τῶν ἔξωθεν ψυχικὴν εἶναι βούλεται, ἀλλὰ νῦν αἰνίττεται ὅτι οὐκ ἐχρήσατο λόγῳ κατὰ τοὺς ἔξω· ἐφ’ ᾧ τε λαβεῖν τι | |
20 | παρ’ αὐτῶν, οὐ σαρκικὴν ἔσχε τοῦ κηρύγματος τὴν αἰτίαν. | |
21t | 2 Kor 1,13—14 | |
21 | Οὐκ ἄλλα ἐδιδάξαμεν ὑμᾶς συνόντες ὑμῖν παρ’ ἃ νῦν ἐπιστέλλομεν, ἀλλὰ ταῦτα ἃ καὶ ἀναγινώσκετε ἀκαλλώπιστα ὄντα· ὅθεν καὶ ἐπιγινώσκετε ἡμῶν μὲν ἰδιώτην τὸν λόγον ὄντα, τοῦ θεοῦ δὲ τὴν | |
ἐνεργοῦσαν δύναμιν εἰς πίστιν. | 279 | |
280(2) | Καύχημα λέγει τοὺς Κοριν‐ θίους ὁ Παῦλος ἑαυτοῦ ἐφ’ οἷς κατώρθωσε κηρύξας· καύχημα | |
5 | δὲ τῶν Κορινθίων αὐτῶν ἐν ἡμέρᾳ Χριστοῦ ὡσανεὶ δόξαν ἐχόντων ἐφ’ οἷς ἐδέξαντο τὸ κήρυγμα. | |
280,col2 | Ἐλπίζω ὅτι ἐπιγνώ‐ σεσθε, ἐπειδὴ καὶ ἤδη ἀπὸ μέρους ἐπέγνωτε ὅτι ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου καύχη‐ | |
5 | μα ὑμῶν ἐσμεν καθὼς καὶ ὑμεῖς ἡμῶν· οἱ μὲν γὰρ ἐφ’ οἷς κατόρθωσιν κηρύξαντες σεμνύ‐ νονται, οἱ δὲ ἐφ’ οἷς ἐπίστευσαν τῷ κηρύγματι φιλοτιμοῦνται. | |
280(10t) | 2 Kor 1,17 | |
10 | Οὐ διά τι σαρκικὸν ἐλθεῖν ἐβουλευόμην ἀλλὰ διὰ τὸν θεόν· τὸ δὲ διὰ τὸν θεὸν βουλεύεσθαι παραγενέσθαι οὐκ ἐλαφρίας. | |
280,col2(10) | Βουλευόμενος ἐλθεῖν πρὸς ὑμᾶς κατεπαγγειλάμην ὑμῖν τοῦτο οὐχ ὑπὸ προπετείας καὶ ἐλαφρό‐ τητος· οὐδὲ γὰρ ὃ βουλεύομαι κατὰ σάρκα βουλεύομαι | |
15 | ἀλλὰ πνευματικά. πρέπει δὲ τὸν περὶ πνευματικῶν βουλευόμενον μηδαμοῦ διαψεύδεσθαι, ἵνα ᾖ παρ’ αὐτῷ τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ. | |
280(20t) | 2 Kor 1,18 | |
20 | Τὸ μὲν ἐλθεῖν ἢ μὴ οὐκ ἐν ἐμοί, τὸ δὲ προθέσθαι ἐν ἐμοί. εἰ μὲν οὖν ναὶ καὶ οὒ εἶχε τὸ κήρυγμα, δικαίως εἶχέ μου ἡ βουλὴ τῆς πρὸς ὑμᾶς ἀφίξεως ναὶ | |
25 | καὶ οὔ· εἰ δὲ ὁ λόγος ἀληθής, δι’ ὅλου καὶ τὸ τῆς βουλῆς ἀληθές. | |
280,col2(20) | Πιστεύω τῷ θεῷ ὅτι οὐδὲν ὧν ἐκηρύξαμεν ψεῦδός ἐστιν. | |
280(27t) | 2 Kor 1,19 | |
27 | Οὐδὲ γὰρ ὁ τοῦ θεοῦ υἱὸς ὁ κύριος ἡμῶν Ἰησοῦς ἐγένετο ψεύστης. | |
29t | 2 Kor 1,20—22 | |
29 | Διὰ τοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρὶ τὸ ἀμὴν ἀναπέμπομεν. | |
30 | τὴν δὲ εἰς Χριστὸν βεβαίωσιν διὰ τοῦ θεοῦ ἐλάβομεν. διὰ δὲ | |
τοῦ σφραγισάμενος ἡμᾶς ἐδήλωσεν ἡμῶν τὴν πρὸς τὸν θεὸν | 280 | |
281 | οἰκειότητα καὶ τὴν ἀπὸ τοῦ πονηροῦ ἀλλοτρίωσιν· καὶ γὰρ καὶ οἱ ποιμένες σφραγῖδα τοῖς ποιμνίοις ἐπιτιθέασιν τὰ ἴδια αὐτῶν ἀπὸ τῶν ἀλλοτρίων διακρίνοντες. εἰπὼν δὲ ἀρραβῶνα ἐνέφηνεν, ὅτι μικρόν τι ἐνέχυρον ἀπὸ τῆς γνώσεως εἰλήφαμεν, τὸ δὲ τέλειον ἡμῖν κεχρεώστηται· | |
5 | ὁ γὰρ ἀρραβὼν μέρος ἐξ ὅλου. | |
6t | 2 Kor 1,23—24 | |
6 | Ἐπειδὴ πολλὰ ἦν τὰ κατ’ αὐτῶν ἐγκλήματα, οὐκ ἠβούλετο ἀπελθὼν κατακρῖναι αὐτούς. Ἐλλειπῶς εἴρηται ὁ λόγος· θέλει γὰρ εἰπεῖν ὅτι ἠβουλόμην ἐλθεῖν πρὸς ὑμᾶς, ἀλλ’ οὐχ ὡς κύριός ἐστι καὶ διδάσκαλος τῆς ὑμετέρας | |
10 | πίστεως. Τὸ μὲν 〈πταῖ〉σαι ὑμᾶς ἐν ὑμῖν, τὸ δὲ διορθῶσαι πταίοντας 〈ἐν ἡμῖν〉, ἵνα συνεργοὶ τῆς κατὰ θεὸν χαρᾶς γενώμεθα. | |
281,col2(11) | Ἐν ὑμῖν τὸ πιστεῦσαι, ἐν ἡμῖν τὸ διορθοῦσθαι τοὺς πταίοντας, ἵνα συνεργοὶ γενώμεθα τῆς χάριτος τοῦ θεοῦ. χαρὰν δὲ τὴν | |
15 | κατὰ θεὸν λέγει· οὐ γὰρ ἂν αὐτοῖς εἰς κοσμικὴν χαρὰν συνήργησεν ὁ ἀπόστολος. | |
281(18) | Εἰπὼν τῇ πίστει, ἐνέφηνεν ὅτι τοῖς ἔργοις ἀπολιμπάνονται. διὸ ὡς ἄκαρπον ἔχουσι τὴν πίστιν καὶ ἔτι ἀτελὲς οὖσαν, συνεργὸν αὐτοῖς | |
20 | εἶναί φησιν. | |
21t | 2 Kor 2,1 | |
21 | Διὰ τοῦτο οὐκ ἦλθον, οὐχ ἵνα μὴ λυπήσω ὑμᾶς ἀλλ’ ἐμαυτόν, καὶ ἵνα μή τινας κατακρίνω ἐφ’ οἷς πράττουσιν. | |
23t | 2 Kor 2,2 | |
23 | Οὐκ ἐκ τῶν ὁμοίων ὑμεῖς λυπεῖτέ με κἀγὼ ὑμᾶς· ὑμεῖς μὲν γὰρ ἐξ ὧν ἁμαρτάνετε λυπεῖτέ με, ἐγὼ δὲ ἐξ ὧν ἐπιπλήττω λυπῶ ὑμᾶς. | |
25 | ἀλλὰ εὐφραίνει ὁ λυπούμενος—ἔοικε γὰρ αἰσθόμενος λυπεῖσθαι—· ὁ γὰρ μὴ λυπηθεὶς δῆλον ὡς οὐδ’ ἐφρόντισεν ἐγκληθείς. εἰ γὰρ καὶ λυπῶ ὑμᾶς, ἁρμόδιον πρᾶγμα ποιῶ, σύντεινον εἰς ἐμὴν εὐφροσύνην ἐπὶ τῇ ὑμετέρᾳ ὠφελείᾳ. | |
29t | 2 Kor 2,3 | |
29 | Τοῦτο ἔγραψα τὸ ὅτι φειδόμενος ὑμῶν οὐκ ἦλθον, | |
30 | ἐν τῷ τέλει τῆς ἐπιστολῆς ταύτης ἔνθα κεῖται μή πως ἐλθόντα με | 281 |
282 | ταπεινώσῃ ὁ θεός. καὶ διὰ τοῦτο ἔγραψα, ἵνα ἐν ἡδονῇ ὑμᾶς εὕρω διορθωθέντας ἵνα μὴ λυπῆσθε. οὐ τὸ ἐμαυτοῦ δὲ σκοπῶν τοῦτο εἶπον ἀλλὰ τὸ ὑμέτερον· οἶδα γὰρ ὅτι ἐὰν ἴδητέ με χαίροντα χαίρετε, καὶ ἐὰν εἰδῆτέ με ἀλγοῦντα ἀλγεῖτε. | |
5 | Ταῦτα ἔγραψα, ἵνα εἰ βούλεσθέ με ἐλθεῖν πρὸς ὑμᾶς, προδιορ‐ θώσησθε τὰ πταίσματα. | |
7t | 2 Kor 2,4 | |
7 | Δείξας ὅτι τὰ αὐτὰ πταίσματα ἴδια ποιεῖται, πένθη καὶ δάκρυα ἐνέφηνεν ἣν ἔχει πρὸς αὐτοὺς ἀγάπην. εἰπὼν ἔγραψα ὑμῖν, οὐχ ἵνα ἁπλῶς λυπηθῆτε, ἀλλ’ ἵνα διαδέξηται τὴν λύπην ἡ κατὰ θεὸν χαρά. | |
10t | 2 Kor 2,5 | |
10 | Εἴ τις ἐμὲ καὶ ἀγαπῶντα λελύπηκεν, οὐκ ἐμὲ μόνον λελύπηκεν ἀλλ’ ἀπὸ μέρους καὶ ὑμᾶς, ἵνα μὴ ἐπιβαρῶ λέγων καὶ τὸν Χριστόν· ἐσιώπησε δὲ τὸ εἰπεῖν «καὶ τὸν Χριστόν», ἵνα μὴ καὶ εἰπὼν βαρήσῃ. | |
14t | 2 Kor 2,6 | |
14 | Ἐπιτιμίαν λέγει τὴν κατάγνωσιν τὴν ἐκ τῶν πλειόνων. | |
15t | 2 Kor 2,7 | |
15 | Χαρίσασθαι αὐτῷ τοῦτο. | |
16t | 2 Kor 2,8—9 | |
16 | Ὑπηκούσατέ μοι εἰς τὸ κατακρῖναι, ὑπακούσατέ μοι καὶ εἰς τὸ ἀνακαλέσασθαι αὐτὸν κατακριθέντα. | |
18t | 2 Kor 2,10 | |
18 | Χαρίσασθε αὐτῷ, φησί, τοῦτο· γινώσκετε γὰρ ὅτι ὧν ὑμεῖς χαρίζεσθε τούτῳ κἀγὼ βούλομαι χαρίζεσθαι. διὰ δὲ τούτου | |
20 | δείκνυσιν ὅτι ἐκ διαθέσεως τῆς περὶ αὐτοὺς τὰ αὐτὰ αὐτοῖς φρονεῖν βούλεται. | |
22t | 2 Kor 2,12—13 | |
22 | Φαίνεται λυπηθεὶς πρὸς τοὺς ἐν Τρῳάδι, ὅτι μὴ περὶ πολλοῦ ἐποίησαν τὸν Τίτον μηδὲ κατέσχον αὐτὸν ἕως τῆς αὐτοῦ ἐπιδημίας, | |
ἀλλ’ ὡς χαῦνοι περὶ τὴν πίστιν εἴασαν ἀπελθεῖν. σωφρονίζων οὖν | 282 | |
283 | αὐτοὺς ὡς ἀναξίους παρέδραμεν καίτοιγε θύρας ἀνεῳγμένης καὶ οὐδενὸς ἀποκλείοντος τῷ κηρύγματι. ἤτοι καὶ διὰ τοῦτο παρέδραμεν ὡς ῥάδιον δυνάμενος διορθώσασθαι τὰ ἐκεῖ ὕστερον ἐπιδημῶν ὡς οὐδενὸς ὄντος τοῦ παρεμποδίζοντος. | |
5t | 2 Kor 2,14 | |
5 | Τοῦτ’ ἔστι τῷ δημοσιεύοντι ἡμῶν τὰς ὕβρεις καὶ τὰς περιστάσεις τὰς διὰ Χριστόν. μείζονα δὲ χάριν ὁμολογεῖ ἐφ’ οἷς θριαμβεύεσθαι καταξιοῦται διὰ Χριστόν. ταῦτα δὲ λέγει καὶ διὰ τοὺς Κορινθίους· ἐδεδίει γὰρ μήποτε ὀκλάσωσιν δι’ ἃς ὑπέμενον θλίψεις καὶ ἐκπέσωσι τῆς σωτηρίας. | |
10t | 2 Kor 2,15—16 | |
10 | Οἱ εἰδωλολάτραι ἐν θανάτῳ ὄντες τῷ νοητῷ διὰ τὴν οὖσαν ἐν αὐτοῖς ἀγνωσίαν καὶ πώρωσιν, καὶ δευτέρῳ περιπίπτουσι θανάτῳ μὴ παραδεχόμενοι τὸ εὐαγγελικὸν κήρυγμα· οἱ δὲ διὰ τῆς νομικῆς παιδεύ‐ σεως πρὸς τὰς ἀρχὰς ἐλθόντες τῆς γνώσεως τοῦ θεοῦ, γεγόνασι μέν πως ἐν ζωῇ, ὅμως ἐὰν πιστεύσωσι τῷ Χριστῷ, παραδέχονται τὴν | |
15 | ὀσμὴν τῆς γνώσεως τοῦ πατρὸς ἐκ ζωῆς εἰς ζωήν. [Μετ’ ὀλίγα ἄλλως ἑρμηνεύει τὴν περικοπὴν ταύτην.] Τὰ τοιαῦτα κατορθοῦντο Χριστοῦ εἶναι εὐωδία, οὐ τῶν τυχόντων ἀλλὰ τῶν γησίως δουλευόντων τῷ θεῷ. καὶ ὡς φορτικὰ μὲν οὐ λέγει ταῦτα περὶ ἑαυτοῦ, ἐξ ὧν δὲ ἐπάγων λέγει οὐ γάρ ἐσμεν | |
20 | ὡς οἱ πολλοί, ἐπέδειξεν ἑαυτόν. | |
21t | 2 Kor 2,17 | |
21 | Καπηλεύεσθαι λέγει τὸν λόγον ἤτοι παραμιγνύμενον περι‐ τομῇ καὶ τηρήσει σαββάτων ἢ διὰ τὸ πορισμὸν νομίζειν τινὰς | |
25 | τὴν εὐσέβειαν. λέγω δὲ ὅτι ἐξ εἰλικρινείας φθέγγομαι, καὶ αὐτὸ τοῦτο ἐκ θεοῦ ἔχειν φησί, καὶ οὐκ ἀπὸ οἰκείας δυνάμεως. λέγει δὲ καὶ ἄλλην διάνοιαν, ὅτι διὰ | |
30 | τοῦτο ἐξ εἰλικρινείας, ἐπειδὴ ἐκ θεοῦ λαλοῦμεν, οὐ παί‐ ζοντες τὰ πράγματα ἀλλὰ θεοῦ ἀποκάλυψιν κηρύττοντες. | |
283,col2(21) | Τοῦτο λέγει, ἐπειδὴ ἦσαν καὶ ψευδαπόστολοι πορισμὸν ἡγού‐ μενοι τὸν περὶ τῆς εὐσεβείας λόγον. εἶτα ἐπάγει ἐξ εἰλικρι‐ | |
25 | νείας, ἀντὶ τοῦ οὐ παίζομεν [φησί] τὰ πράγματα, ἀλλὰ τὴν ἐκ θεοῦ ἀποκάλυψιν κηρύττομεν οὐ καπηλεύοντες τὸν λόγον τοῦ θεοῦ. καπηλεύεται δὲ ὁ | |
30 | λόγος τοῦ θεοῦ παραμιγνύμενος περιτομῇ καὶ σαββάτῳ καὶ ἐν τῷ νομίζειν πορισμὸν εἶναι τὴν | |
εὐσέβειαν. | 283 | |
284(1t) | 2 Kor 3,1 | |
1 | Ἐντεῦθεν θέλει δεῖξαι ὅσον ὁ νόμος τῆς χάριτος ἀπολιμπάνεται, ἵνα μή τινες τῶν ἐκ περιτομῆς τῷ ἀξιώματι Μωϋσέως καὶ τῶν προφη‐ τῶν δυσωποῦντες τοὺς ἀπὸ τῶν ἐθνῶν εἰς τὴν τοῦ νόμου μετενέγκωσι τήρησιν. | |
5t | 2 Kor 3,2—3 | |
5 | Τοῦτ’ ἔστιν αὕτη ὑμῶν ἡ πίστις καὶ ὁ βίος ἐπιστολὴ πᾶσι γίνεται καὶ γνώρισμα τοῦ ἡμετέρου κηρύγματος. ἐγγεγραμμένη δὲ πνεύματι, λέγει, τῇ ἐνεργείᾳ τοῦ πνεύματος τοῦ ἁγίου. διὰ δὲ τοῦ εἰπεῖν πλαξὶ λιθίναις καὶ καρδίαις σαρκίναις τὴν ὑπεροχὴν τῆς χάριτος πρὸς τὸν νόμον δείκνυσιν, ὅσῳ καρδία τῆς ἀψύχου πλακὸς | |
10 | κρείττω. δείκνυσι δὲ καὶ ὅσον ἡ χάρις τοῦ πνεύματος ἀμείνω τοῦ νόμου καὶ τῆς διακονίας τῶν προφητῶν τὸ κήρυγμα τῶν ἀποστόλων ἀνώτερον. | |
12t | 2 Kor 3,5 | |
12 | Ἀφ’ ἑαυτῶν ἀντὶ τοῦ ἀπ’ ἀλλήλων. | |
13t | 2 Kor 3,6 | |
13 | Γράμμα λέγει τὸν νόμον, πνεῦμα δὲ τὴν χάριν· ὁ γὰρ νόμος προστάσσων μέν, οὐ βοηθῶν δέ, βαρεῖ καὶ θανατοῖ διὰ τῆς κολάσεως | |
15 | τοὺς μὴ δυνηθέντας αὐτὸν πληρῶσαι, τὸ δὲ πνεῦμα καθαρὸν ἀπὸ ἁμαρτίας ποιοῦν καὶ παρέχον τὰ χαρίσματα δηλονότι πρὸς ζωὴν ὁδηγεῖ. | |
17t | 2 Kor 3,7—9 | |
17 | Καὶ μὴν οὐκ ἐν πλαξὶν ἐγένετο ἡ δόξα ἀλλ’ ἐν προσώπῳ Μωϋσέως ὡς ἑξῆς αὐτός φησιν· | |
20 | διὰ τὴν δόξαν τοῦ προσ‐ ώπου αὐτοῦ τὴν καταργου‐ μένην. ἀλλ’ οὐ βουλόμενος πρὸς τὸν προφήτην Μωϋσέα εἰπεῖν, τὸν νόμον καλεῖ Μωϋσέα, καὶ πρὸς | |
25 | τοῦτον ποιεῖται τὸν λόγον δεικνὺς ἐλάττονα τὴν δοθεῖσαν τῷ Μωϋσεῖ χάριν τῆς ἀποστολικῆς χάριτος. Εἰ δὲ ἡ διακονία τοῦ θανάτου. | |
Μωϋσέα λέγει διακονίαν θα‐ | 284 | |
285 | νάτου, θάνατον καλῶν τὸν νόμον, ἐπειδὴ θάνατον προεξένησε παρακουσθείς. ἀλλ’ οὐκ ἀπὸ τούτου διαβέβληται ὁ νόμος· λέ‐ | |
5 | γονται γὰρ καὶ οἱ ἀπόστολοι ὀσμὴ θανάτου εἰς θάνατον. | |
8 | Διακονίαν δὲ πνεύματος λέγει τοὺς ἀποστόλους, καὶ διακο‐ | |
10 | νίαν θανάτου τὸν Μωϋσέα. ἀλλὰ φειδόμενος Μωϋσέως πλακῶν μέμνηται· Μωϋσῆς πλάκας κατ‐ ήγαγεν ἐξ ὄρους, ἀπόστολοι πνεῦμα τῷ κόσμῳ ἀποσταλέντες ἐκόμισαν. | |
284,col2(17) | Καὶ μὴν οὐκ ἐν πλαξὶν ἐγένετο ἡ δόξα ἀλλ’ ἐν προσώπῳ Μωϋσέως. καὶ βουλόμενος ὧδε | |
20 | καὶ πρὸς τὸν Μωϋσέα εἰπεῖν, διὰ τοῦ νόμου τὸν Μωϋσέα παραδηλοῖ. αὐτὸν δὲ τὸν νόμον διάκονον θανάτου λέγει, ἐπειδὴ ἐθανάτου ὁ νόμος τοὺς μὴ πληροῦντας | |
25 | αὐτόν. καὶ οὐχ ὡς διαβάλλων αὐτὸν τοῦτό φησιν, καὶ γὰρ καὶ τοὺς ἀποστόλους ὀσμὴν θανά‐ του εἶπεν διὰ τοὺς μὴ ὑπακούον‐ τας τῷ κηρύγματι. ὀσμὴ δὲ θα‐ | |
285,col2 | νάτου ἡ περὶ γεέννης ἀπειλὴ αἰώνιον ἐπάγουσα τοῖς ἀπίστοις θάνατον, καὶ ὀσμὴ ζωῆς τὸ κήρυγμα τῆς βασιλείας εἰς ζωὴν | |
5 | αἰώνιον διαπέμπον τοὺς ἑπομένους τῇ διδασκαλίᾳ. ἡ δὲ ὀσμὴ πρό‐ δρομός ἐστιν τοῦ πράγματος. Διάκονον κατακρίσεως καὶ θανάτου λέγει Μωϋσέα— | |
10 | κατέκρινε γὰρ ἐν τῷ νόμῳ τοὺς μὴ ὑπακούοντας—καὶ διακονίαν πνεύματος τοὺς ἀποστόλους· Μωϋσῆς γὰρ τὸν νόμον κατ‐ ήνεγκεν, οἱ δὲ ἀπόστολοι τὸ πνεύμα | |
15 | τῷ κόσμῳ διεκόμισαν. | |
285(16t) | 2 Kor 3,10 | |
16 | Τὸ δεδοξασμένον τοῦ νόμου γράμμα ἀνεξεταζόμενον πρὸς τὴν ὑπερβάλλουσαν δόξαν τοῦ πνεύματος οὐ δεδόξασται. οὐδ’ ἂν εἴποι τις δεδοξάσθαι ἐν τούτῳ τῷ λόγῳ τῆς συγκρίσεως τῆς πρὸς τὸ ὑπερέχον. | |
20t | 2 Kor 3,11 | |
20 | Ἔδειξεν ὅτι δεῖ παύσασθαι καὶ ἀργῆσαι τὸν νόμον, ἀντεισαχθεῖσαν δὲ τοῦ πνεύματος τὴν χάριν διαμεῖναι. | |
22t | 2 Kor 3,12—14 | |
22 | Ἔχοντες οὖν τοιαύτην ἐλπίδα. ἡ ἐλπὶς ἡ βλεπο‐ μένη οὐκ ἔστιν ἐλπίς· ἐδή‐ | |
25 | λωσε δὲ ὅτι μένει ἡ χάρις καὶ μετὰ τὴν ἀνάστασιν τὰς προσθήκας λαμβάνουσα πρὸς τὸ μὴ δύ‐ νασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ | |
30 | καταργουμένου· ὡς γὰρ οὐκ | 285 |
286 | ἠδύνατο τῇ δόξῃ ... προσέχειν, οὕτως οὐκ ἐδύναντο οὐδὲ τῷ τέλει τοῦ νόμου, τοῦτ’ ἔστιν ὅτι παυθήσεται ὁ νόμος. αὐτίκα φη‐ | |
5 | σίν· ἄχρι σήμερον ἔχουσι κάλυμμα. τὸ τέλος τοῦ νόμου, ὅταν ἀρθῇ τὸ κάλυμμα καὶ θεάσωνται τὴν δόξαν τοῦ πνεύ‐ ματος, ὅτι ἐν Χριστῷ κατ‐ | |
10 | αργεῖται, τοῦτ’ ἔστι διὰ τῆς εἰς αὐτὸν πίστεως. | |
285,col2(22) | Ποίαν ἐλπίδα; ὅτι οὐ καταργεῖται ἡ τοῦ πνεύματος χάρις ὥσπερ ὁ νόμος, ἀλλὰ μένει | |
25 | καὶ μετὰ τὴν ἀνάστασιν. Ἡμεῖς διὰ τὴν μακαρίαν ἐλπίδα τοῦ παραμένειν τοῦ πνεύ‐ ματος τὴν χάριν μετὰ παρρησίας διδάσκομεν, καὶ οὐ μιμούμεθα τὰ | |
30 | Μωϋσέως 〈ἐπιτά〉γματα, ὃς διὰ | |
286,col2 | τοῦ ἐπὶ πρόσωπον καλύμ‐ ματος ἐσήμανεν ὅτι οὐ δύνανται ἀτενίσαι καὶ συνιδεῖν Ἰουδαῖοι ὅτι τέλος λήψεται καὶ ἀργήσει ὁ | |
5 | νόμος. | |
8 | Μένει τὸ κάλυμμα μηδὲ ὄψιν δεικνύον ὅτι Χριστοῦ ἐλθόν‐ | |
10 | τος καταργεῖται ὁ νόμος. | |
286(12t) | 2 Kor 3,15—16 | |
12 | Ὥσπερ Μωϋσῆς λαλῶν μὲν Ἰουδαίοις εἶχε τὸ κάλυμμα, ὑπο‐ στρέφων δὲ πρὸς κύριον περιαιρεῖται αὐτό, καὶ νῦν Ἰουδαῖοι μετὰ τὸ ἀναγνῶναι τὸν νόμον καὶ ἀποδοῦναι τὴν βίβλον ἀποφέρουσιν | |
15 | τὸ κάλυμμα ὡς ὑποστρέψαντος Μωϋσέως πρὸς κύριον. ἐὰν οὖν ἀποστὰς ἔλθῃς πρὸς τὸ πνεῦμα, περιαιρεῖταί σου τὸ κάλυμμα ὥσπερ καὶ Μωϋσέως ὑποστρέφοντος πρὸς κύριον. | |
18t | 2 Kor 3,17 | |
18 | Ὁ καταξιωθεὶς πνεύματος κυρίου οὗτος ἠλευθηρώθη τῆς κατακρίσεως τοῦ νόμου· διὰ γὰρ τοῦ πνεύματος ἐνεργεῖται τὰ χαρίσ‐ | |
20 | ματα. καὶ ἡ δωρεὰ πρὸς τοὺς ἀξίους. | |
286,col2(21t) | 2 Kor 3,18 | |
21 | Ἡμεῖς, φησίν, οἱ ἀπόστολοι ἀνακεκαλυμμένῳ προσώπῳ ὁρώμεθα ὑπὸ τῶν ἀνθρώπων· εἰπὼν δὲ ἡμεῖς πάντες δείκνυσι κοινὴν τοῦ πνεύματος τὴν εὐεργεσίαν. καὶ Μωϋσέως μὲν ἡ δόξα ἀπρόσ‐ ιτος ἦν Ἰσραηλίταις, ἡμῶν δὲ ἡ δόξα τοῦ θεοῦ εὐπρόσιτός ἐστιν· | |
25 | στηρίσαντες γὰρ ἑαυτοὺς τῇ πίστει καὶ καθάραντες κατοπτριζό‐ μεθα τὴν δόξαν τοῦ θεοῦ, τοῦτ’ ἔστι καὶ ὁρῶμεν καὶ ἀπομασσόμεθα ὡς ἐν ἐσόπτρῳ ταῖς ψυχαῖς τὴν εἰκόνα τῆς δόξης τοῦ πνεύματος. ἀπὸ νομικῆς ἐπιστήμης εἰς πνευ‐ ματικὴν χάριν μεταμορφού‐ | |
30 | μεθα. ἢ οὕτως νοητέον· ἀπὸ τῆς δόξης τοῦ πνεύματος τῆς ἐνερ‐ | |
γουμένης ἐν ἡμῖν ἐρχόμεθα | 286 | |
287,col2 | δηλονότι εἰς δόξαν τῆς υἱοθεσίας. τὸ δὲ καθάπερ δηλοῖ ἅτε δὴ ἀπὸ κυρίου πνεύματος. ἐπιτηρητέον δὲ ὅτι κύριον τὸ | |
5 | πνεῦμα τὸ ἅγιον εἶπεν, οὐχὶ τὸν υἱὸν τοῦ θεοῦ. καὶ ὥσπερ ὁ μέν τις ὁρᾷ τὸ ἔσοπτρον ἐκεῖνο, ὁ δὲ δέχεται τοῦ ὁρῶντος τὸ ἴνδαλμα, οὕτω καὶ ἐπὶ τοῦ πνεύματος· οἱ | |
10 | γὰρ τὴν δόξαν τοῦ Χριστοῦ κατοπτριζόμενοι αὐτοὶ ἀπὸ τῆς δόξης ὁμοιότητά τινα ἀποφέρον‐ τες εἰς δόξαν, τοῦτ’ ἔστιν ἐπισπῶνται καὶ λαμβάνουσι δόξαν | |
15 | τῆς πνευματικῆς εἰκόνος. | |
286(30) | Μεταμορφούμεθα ἀπὸ νομικῆς ἐπιστήμης εἰς πνευματι‐ κὴν χάριν, καὶ ἀπὸ δόξης οὐ | |
287 | τῆς τοῦ νόμου ἀλλὰ τῆς τοῦ πνεύματος, εἰς δόξαν τὴν τῆς υἱοθεσίας· λουτροῦ γὰρ τυχόντες εἰς υἱοθεσίαν ἐρχόμεθα. | |
16t | 2 Kor 4,1 | |
16 | Τὴν τῆς χάριτος λέγει, οὐ τὴν τοῦ νόμου· διὰ γὰρ τὴν ὑπερβολὴν τῆς χάριτος τὰς θλίψεις πατοῦμεν. | |
18t | 2 Kor 4,2 | |
18 | Κρυπτά ἐστι τῆς αἰσχύνης τὰ φαῦλα καὶ τὰ αἰσχρὰ ἅπερ οἱ πράττοντες κρύπτειν σπουδάζουσι διὰ τὴν αἰσχύνην· οὐ γὰρ μετέχει | |
20 | παρρησίας τὰ φαῦλα, ἀλλ’ ἐν σκότει διαλανθάνει. | |
21t | 2 Kor 4,3 | |
21 | Κἂν ᾖ κεκαλυμμένον τὸ εὐαγγέλιον, τοῖς ἀπίστοις κεκάλυπται, οὐχ ὡς ἐν τῷ νόμῳ ἀπὸ παντὸς Ἰσραὴλ ἐκεκάλυπτο ἡ δόξα τοῦ προσώπου Μωϋσέως. | |
24t | 2 Kor 4,4 | |
24 | Ἐὰν μὲν ὁ θεὸς τοῦ αἰῶ‐ | |
25 | νος τούτου λέγηται συναπτο‐ μένης τῆς ἀναγνώσεως, καὶ τὸ ἐτύφλωσεν ἀκολουθίαν ἔχει. ἐὰν | |
δὲ ὁ θεὸς ἐτύφλωσε, καθ’ | 287 | |
288 | ὑπερβατόν, ὡς τὸ ἔδωκεν αὐ‐ τοῖς ὁ θεὸς πνεῦμα κατα‐ νύξεως, ὀφθαλμοὺς τοῦ 〈μὴ〉 βλέπειν, καὶ τὸ ἐγὼ | |
5 | ἐσκλήρυνα τὴν καρδίαν Φαραώ, κατὰ τὸν ἀποδοθέντα λόγον. | |
287,col2(24) | Ὥσπερ δὲ εἴρηται ἄρχων | |
25 | τοῦ αἰῶνος, οὐ φύσει ἄρχων ὤν, ἀλλ’ ὅτι οἱ ἀπατηθέντες ἄρχοντα ἑαυτῶν ἀνέδειξαν αὐτὸν ὑπακούοντες αὐτῷ, οὕτως καὶ ὁ | |
288,col2 | θεὸς τοῦ αἰῶνος τούτου προσηγόρευται, οὐχ ὡς ἀληθῶς ὢν θεός, ἀλλ’ ἀφ’ ὧν τὰ ἔθνη λέγουσι καὶ νομίζουσιν ὀνομαζό‐ | |
5 | μενος θεός, ὡς καὶ τῶν γαστρι‐ μάργων θεὸς ἡ κοιλία καλεῖται. | |
288(8t) | 2 Kor 4,5 | |
8u | Εἰ ἑαυτοὺς ἐκηρύξαμεν, | |
8v | φησίν, ἐνῆν ὑποπτεῦσαι ὅτι δο‐ | |
8 | λοῦμεν τὸν λόγον· εἰ δὲ Ἰησοῦν Χριστὸν καὶ τὴν | |
10 | ἐκείνου δόξαν, οὐδὲ εἷς δόλος ἐν τῷ κηρύγματι κατὰ τὸ λεγόμενον· ὁ ζητῶν τὴν ἑαυτοῦ δόξαν οὐκ ἔστιν ἀληθινός, ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐ‐ | |
15 | τόν, οὗτος ἀληθής ἐστιν. | |
288,col2(8) | Εἰ ἑαυτοὺς ἐκηρύσσο‐ μεν, ἦν ὑποπτεῦσαι ὅτι δολοῦ‐ | |
10 | μεν τὸν λόγον, εἰ δὲ Χριστὸν καὶ τὴν αὐτοῦ δόξαν κηρύσσομεν, οὐδὲ εἷς δόλος ἐν τῷ κηρύγματι. | |
288(18t) | 2 Kor 4,6 | |
18u | Ἐν προσώπῳ Ἰησοῦ | |
18v | Χριστοῦ, ἀντὶ τοῦ διὰ Ἰησοῦν | |
18 | Χριστόν, δι’ ἐκεῖνον. Πρὸς φωτισμὸν τῆς γνώσεως, | |
20 | ὅτι ἡ γνῶσις οὐ λογισμοῖς εὑρέθη, ἀλλὰ δι’ ἀποκαλύψεως ἐξετέθη. | |
288,col2(18) | Ἀντὶ τοῦ διὰ Ἰησοῦ Χριστοῦ ἔλαμψεν ἐν ταῖς καρδίαις | |
20 | ἡμῶν, καὶ ἡ γνῶσις οὐ λογισμοῖς εὑρέθη, ἀλλὰ δι’ ἀποκαλύψεως καὶ ἐλλάμψεως ἐγνωρίσθη· οὐ γὰρ ἄν ποτε τούτου ἐφικέσθαι ἠδυ‐ νήθη ἄνθρωπος σαρκίον περι‐ | |
25 | βεβλημένος. | |
288(26t) | 2 Kor 4,7—9 | |
26 | Δείκνυσι διὰ τούτων καὶ τῶν ἑξῆς, ὅτι οὐ συγχωρεῖ ὁ θεὸς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα. εἰ γὰρ καὶ θλιβόμεθα ὑπὸ τῶν διωκόντων, ἀλλ’ οὐχ οὕτω στενοχωρούμεθα ὡς μηδαμοῦ ἔχειν ἀποφυγὴν καὶ ἀπόκλισιν· πλατύνει γὰρ ὁ θεὸς τοῖς δι’ εὐσέβειαν θλιβο‐ | |
30 | μένοις, ὅθεν καὶ ὁ Δαυίδ φησιν· ἐν θλίψει ἐπλάτυνάς με. | |
31t | 2 Kor 4,10 | |
31 | Τὴν νέκρωσιν ἀεὶ περιφέρομεν τῷ κινδυνεύειν ἀεὶ διὰ | |
Χριστὸν κοινωνοὶ τῶν παθημάτων τοῦ Χριστοῦ ὄντες. | 288 | |
289(1t) | 2 Kor 4,11 | |
1 | Ὁ κύριος δι’ ἡμᾶς εἰς θάνατον παρεδόθη, ἡμεῖς δὲ ὑπὲρ ἑαυτῶν διὰ Ἰησοῦν, ἵνα κοινωνοὶ τῆς αὐτοῦ ζωῆς γενώμεθα. | |
3t | 2 Kor 4,12 | |
3 | Διὰ τὸ κήρυγμα οἱ ἀπόστολοι ἐκινδύνευον, ἐκήρυττον δὲ ἵνα ζήσωσιν οἱ πιστεύοντες, καὶ τοῦτό ἐστιν τὸ ἡ δὲ ζωὴ ἐν ὑμῖν. | |
5t | 2 Kor 4,13 | |
5 | Ἐπειδή, φησί, πνεῦμα δου‐ λείας ἐν τῷ νόμῳ, πνεῦμα δὲ υἱοθεσίας ἐν τῇ χάριτι. εἶπε δὲ ὅτι τὸ πνεῦμα τὸ αὐτὸ ἔχομεν ὃ καὶ εἶχεν ὁ | |
10 | Δαυίδ, προσέθηκε τῆς πίστεως τὸ αὐτὸ πνεῦμα, οὐ τῆς νομικῆς δουλείας. | |
289,col2(5) | Ἔχοντες, φησί, τὸ αὐτὸ πνεῦμα τῷ Δαυὶδ τῷ κατὰ πίστιν λαλήσαντι, καθὼς ἔφη· ἐπίστευσα, διὸ ἐλάλησα. εἶτα εἰπὼν πνεῦμα προσέθηκε | |
10 | τῆς πίστεως· τοῦτο γὰρ κοινὸν νέας καὶ παλαιᾶς μόνον, ἐπεὶ ἐν μὲν τῷ νόμῳ πνεῦμα ἦν δου‐ λείας, ἐν δὲ τῇ χάριτι πνεῦμα υἱοθεσίας. | |
289(15t) | 2 Kor 4,17—18 | |
15 | Εἰ θάνατοι καὶ κίνδυνοι καὶ πειρασμοὶ παρηκολούθουν, πῶς ἐλαφροτέρα ἡ θλίψις; πῶς παραυτίκα; καὶ γὰρ παρέμειναν αὐτῷ οἱ πειρασμοὶ καὶ εἰς γῆρας ἐλαύνοντο. πῶς οὖν ἐλαφρά ἐστιν ἡ θλίψις τῶν ἁγίων; ἢ δηλονότι ἀντεξαγομένη πρὸς τὴν δόξαν τοῦ μέλλοντος αἰῶνος καὶ πρὸς τὰ προκείμενα ἀγαθὰ τοῖς δικαίοις· πρὸς | |
20 | γὰρ ταῦτα καὶ βαρύτατοι πείρας μοι ἐλαφροὶ καταφαίνονται. καὶ οὐχ ἁπλῶς ἐλαφραὶ αἱ θλίψεις ἀλλὰ καθ’ ὑπερβολήν, αἵπερ θλίψεις πολὺ ὑστεροῦνται τοῦ μεγέθους τῆς δόξης· τὸ γὰρ μέγα σῶμα καὶ βαρύ ἐστιν. ἢ καὶ βάρος εἶπεν κατὰ μεταφορὰν τῶν σταθμίων· ἀντισταθμι‐ ζομένη γὰρ ταῖς θλίψεσιν ἡ δόξα βαρυτάτη πάνυ εὑρίσκεται. παραυ‐ | |
25 | τίκα δὲ λέγει τὸ πρόσκαιρον· κἂν γὰρ μακρὰν ᾖ τὸ θλίβον καὶ λυποῦν, ἀλλὰ πρόσκαιρον φαίνεται ὡς πρὸς τὸ τῆς δόξης ἀπέραντον. | |
27t | 2 Kor 5,1—2 | |
27 | Οἰκία σκήνους οὐ τὸ σκῆνος ἀλλ’ ἡ οἰκία· ἡ γὰρ | |
οἴκησις ἡ ἐνταῦθα παύεται, τὸ δὲ | 289 | |
290 | σκῆνος ἀνίσταται. καὶ οἰκίαν εἶπε τὴν διαγωγὴν τήν τε θνητὴν καὶ τὴν προσδοκωμένην. ἑξῆς μέντοι δείκνυσιν ὅτι οἰκητήριον | |
5 | λέγει τὴν φθορὰν καὶ τὴν ἀφθαρ‐ σίαν. | |
289,col2(27) | Οἰκίαν σκήνους λέγει τὸ σῶμα, ὅπερ, φησίν, ἐὰν καὶ δια‐ φθαρῇ ἐν πειρασμοῖς καὶ κινδύνοις | |
290,col2 | διὰ Χριστόν, ἀποθησόμεθα αὐτὸ ὡς οἰκίαν φθαρτὴν καὶ ἐν ἐσχάτῳ τῶν χειροποιήτων. εὑρήσομεν δὲ ἐν οὐρανοῖς ἑτέραν οἰκίαν | |
5 | ἣν παρέχει ὁ θεὸς ἄφθαρτον καὶ ἀχειροποίητον. διὰ δὲ τού‐ των τήν τε θνητὴν διαγωγὴν καὶ τὴν ἀθάνατον ἐμφαίνει. Διὰ τοῦ ἐπενδύσασθαι | |
10 | δείκνυσιν ὅτι ἡ φθαρτὴ σὰρξ ἀνίσταται καὶ τὴν ἀθάνατον ἐπεν‐ δύεται· ἡ γὰρ ἐπένδυσις λέγεται πρὸς ἑτέρῳ ἐνδύματι. οἰκίαν δὲ δύο λέγει, τὴν θνητὴν καὶ τὴν | |
15 | προσδοκωμένην· καὶ δύο οἰκη‐ τήρια, τὴν φθορὰν καὶ τὴν ἀφθαρσίαν, ὅτι τὸ μὲν ἀπολυό‐ μεθα, τὸ δὲ ἐπενδυόμεθα. οἰκη‐ τήριον δὲ λέγει τὸ ἐξ οὐρα‐ | |
20 | νοῦ τὴν ἐξ οὐρανῶν ἀφθαρσίαν, καθὸ οὐκ ἔστι χειροποιητὴ ἀλλὰ θεοῦ δωρεά. | |
290(23t) | 2 Kor 5,3 | |
23 | Πάντες μὲν δίκαιοι καὶ ἄδικοι ἐνδύονται τὴν ἀφθαρσίαν. ἐὰν μέντοι τις παραδοθῇ τῇ κολάσει, οὐδὲν διαφέρει γυμνοῦ. | |
25t | 2 Kor 5,4 | |
25 | Τὸ ἀκόλουθον θέλει· ἐφ’ ὃ ἐπενδύσασθαι θέλομεν τὴν ἀφθαρσίαν, ἀλλ’ οὐκ αὐτὸ τὸ σῶμα ἐκδύσασθαι εἰς φθοράν. διὸ καὶ ἐπήγαγεν· ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. | |
28t | 2 Kor 5,5 | |
28 | Εἰς αὐτὸ τοῦτο, δηλονότι εἰς τὸ ἀφθάρτους γενέσθαι. | |
29t | 2 Kor 5,6 | |
29 | Ἀντὶ τοῦ πεπεισμένοι ὅτι ἐπιδημοῦντες ἐν τῷ σώματι, | |
30 | τοῦτ’ ἔστιν ἐν σαρκὶ ἔτι διάγοντες ἐν τῷ κόσμῳ τούτῳ. | 290 |
291(1t) | 2 Kor 5,7 | |
1 | Διὰ πίστεως ἐλπίζομεν εἰς θεόν· οὐ γὰρ τὸ εἶδος αὐτοῦ ὁρατὸν ἡμῖν ἐστιν· τοῦτο δὲ πιστεύομεν ὅτι πρὸς αὐτὸν ἐκδημήσομεν, ὅτε αὐτὸν ὀψόμεθα καθ’ ὅσον ἀνθρώπῳ θεὸν ἰδεῖν δυνατόν. σωματι‐ κῶς γὰρ καὶ Μωϋσῆς εἶδεν, καὶ ἄγγελοι ὁρῶσιν καθὼς αὐτοῖς ὁρᾶν | |
5 | δυνατόν· θεὸν γὰρ οὐδεὶς ἑώρακεν πώποτε καὶ πᾶν κτίσμα τῆς τοῦ θεοῦ ἀπολιμπάνεται ὄψεως. | |
7t | 2 Kor 5,7—9 | |
7 | Ἐὰν ὧδε ᾖς εὐάρεστος, ἀναντιρρήτως ἐκεῖ εὐαρεστότερος εἶ, οὐκέτι ἀγωνιζόμενος ἀλλ’ ἔχων τὸ ἀσφαλὲς τῆς εὐαρεστήσεως. ἐγχωρεῖ δὲ τὸ διὰ πίστεως περιπατοῦμεν οὐ διὰ εἴδους καὶ περὶ | |
10 | τῆς οἰκονομίας τοῦ θεοῦ λόγου εἰρῆσθαι, ἐπειδὴ αὐτὸς οὐκ ἦν τῶν τεθεαμένων τὸν κύριον ἐν σαρκὶ πρὸ τοῦ πάθους. | |
12t | 2 Kor 5,12 | |
12 | Οἱ ἀρέσκοντες ἀνθρώποις καὶ μὴ δι’ αὐτὴν τὴν εὐλάβειαν καυχώ‐ μενοι δηλονότι διὰ πρόσωπον ἀνθρώπων καυχῶνται· ἡ γὰρ καρδία ὑπὸ θεοῦ κατοπτεύεται. | |
15t | 2 Kor 5,13 | |
15 | Ἔκστασιν καλεῖ τὸ καύχη‐ μα. καυχώμεθα ἵνα ἐκεῖνος δοξα‐ σθῇ, σιωπῶμεν τὴν καύχησιν— ὅπερ σωφρονεῖν λέγει—ἵνα ὑμᾶς διδάξωμεν μὴ καυχᾶσθαι. | |
20 | ἔκστασιν δὲ καλεῖ τὸ τὸν ὀφεί‐ λοντα φεύγειν τὸ καυχᾶσθαι ἀναγ‐ κάζεσθαι καυχᾶσθαι. | |
291,col2(15) | Ἔκστασιν λέγει τὸ καύχημα τὸ ἐπὶ τῇ πολιτείᾳ· ἐξεστη‐ κότων γὰρ τὸ καυχᾶσθαι, σωφρονούντων τὸ μετριάζειν. πολλάκις οὖν ἀναγκαζόμεθα ἐξ‐ | |
20 | ίστασθαι καὶ καυχᾶσθαι, ἵνα ὁ θεὸς δι’ ἡμῶν δοξασθῇ. σπου‐ δάζομεν δὲ σωφρονεῖν καὶ μετριά‐ ζειν, ἵνα καὶ ὑμᾶς διδάξωμεν μὴ καυχᾶσθαι. ἔκστασιν δὲ λέγει | |
25 | τὸ τὸν ὀφείλοντα [λέγειν τὸ] καυχᾶσθαι ἀναγκάζεσθαι εἰς τοῦτο | |
ἔρχεσθαι. | 291 | |
292(1t) | 2 Kor 5,14—15 | |
1 | Βουλόμενοι σιωπῆσαι ἀναγκα‐ ζόμεθα καυχᾶσθαι, συνεχόμε‐ νοι ὑπὸ τῆς Χριστοῦ ἀγάπης, ἵνα ἐκεῖνος δοξάζηται. Οἱ πάν‐ | |
5 | τες ἀπέθανον· τοὺς πιστοὺς λέγει καὶ διὰ τοῦ βαπτίσματος καὶ διὰ τῆς ζωῆς νεκρουμένους τῷ κόσμῳ. Καὶ μηκέτι ἑαυτοῖς ζῶσιν· καὶ γὰρ ἐγὼ εἰ ἐμαυτῷ | |
10 | ἔζων, οὐκ ἐκαυχώμην, ἐπεὶ δὲ Χριστῷ ζῶ, δι’ ἐκεῖνον καὶ σιωπῶ ἂν δέῃ πρὸς τὸ ὑμῶν συμφέρον, δι’ ἐκεῖνον καὶ καυχῶμαι, ἵνα ἐκεῖνος δοξασθῇ. | |
292,col2 | Εἴτε ἐξιστάμεθα, φησίν, εἴτε σωφρονοῦμεν ὑμῖν, πάντα διὰ τὴν ἀγάπην τοῦ Χριστοῦ πράττομεν. ἐπεὶ οὖν | |
5 | ὁ ὑπὲρ τινῶν ἀποθνήσκων τοὺς ἤδη κατακεκριμένους θανάτου ἀπαλλάττει, καὶ ὅσον τὸ ἐφ’ ἡμῖν ἀποθανόντες ἦμεν, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν. ἄρα οἱ | |
10 | πάντες ἀπέθανον ὅσον τῇ καταδίκῃ. τοὺς πιστοὺς δὲ λέγει οἵτινες διὰ τοῦ βαπτίσματος ἐνε‐ κρώθησαν τῷ κόσμῳ, μηκέτι ἑαυτοῖς ζῶντες ἀλλὰ τῷ | |
15 | Χριστῷ· καὶ γὰρ ἀποθανὼν ὑπὲρ πάντων Χριστὸς καὶ τὸ κοινὸν χρέως ἀποδούς, ἑαυτῷ ὀφειλέτην τὸν κόσμον κατέστησεν. | |
292(19t) | 2 Kor 5,16 | |
19 | Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν | |
20 | οὐδένα οἴδαμεν κατὰ σάρκα. ἐπειδὴ σαρκὸς ἡ περιτομὴ καὶ τόδε φάγε καὶ τόδε μὴ φάγῃς καὶ τὸ σάββατον, λέγει ὅτι ἡ μεῖς τῶν πιστῶν οὐδένα οἴδαμεν κατὰ | |
25 | σάρκα. ἀλλ’ ἐπειδὴ ὑπέκρουε τὸ τὸν κύριον περιτμηθῆναι καὶ τηρῆ‐ σαι σάββατον, λέγει τοῦτο εὐ‐ καίρως, ἵνα τοὺς ἐν νόμῳ ὠφε‐ λήσῃ. νῦν δὲ οὐδέπω τοῦτο ... | |
30 | ἔγνωμεν· οὐ γὰρ βούλεται ἡμᾶς ζῆν κατὰ νόμον. | |
292,col2(19) | Τοῦτο οὐ μόνον πρὸς τὸ | |
20 | νεκρῶσαι τὰς ἐπιθυμίας εἴρηται, ἀλλὰ μηδὲ πρὸς τὸ ὑπακούειν ἔτι τῷ νόμῳ· εἰ γὰρ καὶ περιετμήθη Χριστὸς καὶ γέγονεν ὑπὸ τὰς παρατηρήσεις τοῦ νόμου, ὅ ἐστιν | |
25 | εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. ὅτε γὰρ ἐν ἀνθρώποις ἦν, ὡς ἄνθρωπος ἐπολιτεύσατο πληρῶν τὸν νόμον | |
30 | τῷ βίῳ· ἀποθανὼν δὲ καὶ ἀναστὰς ἄφθαρτος κατήργησε τὰ τοῦ νό‐ μου, τῆς δὲ οὐρανίου πολιτείας ὑπέδειξε τὴν ὁδόν. διὸ καὶ οἱ βαπτιζόμενοι τὰς σωματικὰς πολι‐ | |
35 | τείας ὡς ἀποθανόντες νεκροῦσιν, | 292 |
293,col2 | τὴν δὲ ἐν οὐρανοῖς καθαρὰν διαγωγὴν μιμούμενοι συνάπτουσιν ἑαυτοὺς κατὰ τὴν καρδίαν θεῷ. | |
293(4t) | 2 Kor 5,17 | |
4 | Εἴ τις ἐν Χριστῷ ζῇ καὶ βαπτίζεται, οὗτος καινή ἐστι | |
5 | κτίσις, οὐκέτι κατὰ νόμον ζῶν ἀλλὰ κατὰ τὴν καινὴν χάριν τοῦ πνεύματος. εἴτε γὰρ εἴποις νόμον εἴτε χάριν, πάντα ἐκ θεοῦ· οὐδὲ γάρ φαμεν μὴ ἐκ θεοῦ εἶναι τὸν νόμον, εἰ καὶ ἔλαβε τέλος. | |
8t | 2 Kor 5,18 | |
8 | Τὸ κήρυγμα εἶναί φησι διακονίαν καταλλαγῆς, δι’ οὗ πιστεύοντες καταλλαγησόμεθα τῷ θεῷ. | |
10t | 2 Kor 5,19 | |
10 | Οὕτω νοητέον· ὅτι θεὸς ἦν κόσμον ἑαυτῷ καταλλάσ‐ σων ἐν Χριστῷ. οὕτως οὖν στικτέον· ὅτι θεὸς ἦν ἐν Χριστῷ κόσμον ἑαυτῷ καταλλάσσων, τοῦτ’ ἔστι διὰ Χριστοῦ. | |
13t | 2 Kor 5,20 | |
13 | Νῦν ἡμεῖς ἀντὶ τοῦ Χριστοῦ πρεσβεύομεν παρακαλοῦν‐ τος ὑμᾶς τοῦ θεοῦ δι’ ἡμῶν. εἶτα καὶ δείκνυσιν ὅτι λυπεῖται | |
15 | διὰ τοὺς τηροῦντας τὸν νόμον· ὑπὲρ Χριστοῦ γάρ, φησίν, οὐχ ὑπὲρ τοῦ νόμου. ὁ δὲ θεὸς δι’ ἡμῶν παρακαλεῖ ὡς διὰ Χριστοῦ, οὗ ἡμεῖς διάκονοι καὶ ὑπηρέται ἐσμέν. | |
18t | 2 Kor 5,21 | |
18 | Ἔδειξεν ἐντεῦθεν ὅπως λυπεῖται διὰ τοὺς τηρεῖν τὸν νόμον φιλονεικοῦντας· τηροῦντες γὰρ νόμον, φησίν, ἁμαρτωλοὶ γεγόναμεν. | |
20 | Χριστὸς ἁμαρτία γέγονεν, ἵνα ἡμᾶς τῆς ἁμαρτίας ἀπαλλάξῃ. θεὸς δὲ ταῦτα παρέσχεν· δέξασθε τὴν καταλλαγὴν ἀποστάντες τοῦ τὰ νόμιμα τηρεῖν. | |
23t | 2 Kor 6,1 | |
23 | Οὐ μόνον παρακαλεῖν ἐπέτρεπε τοῖς ἀποστόλοις ἀλλὰ καὶ συνεργεῖν καὶ συμπονεῖν αὐτοῖς πρὸς σωτηρίαν, ἵνα γνησίως τὴν | |
25 | παρὰ τοῦ θεοῦ δέξωνται χάριν. | 293 |
294(1t) | 2 Kor 6,4 | |
1 | Ὡς θεμέλιον ἀρραγῆ προκαταβάλλεται τὴν ὑπομονήν, ἧς ὑπούσης εὐχερές ἐστι πᾶσαν ἐπιθεῖναι ἐντολήν. | |
3t | 2 Kor 6,7 | |
3 | Ὅπλα δικαιοσύνης δεξιὰ τὸ ἔργων ἔχεσθαι ἀγαθῶν, ἀριστερὰ δὲ τὸ ἔργων ἀπέχεσθαι πονηρῶν, διὰ δὲ ἀμφοτέρων τούτων | |
5 | δικαιοσύνη κατορθοῦται· δῆλον γὰρ ὅτι ἐνὸς ἀπόντος τὸ ἕτερον ἀργὸν καθίσταται. | |
7t | 2 Kor 6,8 | |
7 | Διὰ δόξης μὲν τῶν δεχομένων τὸν λόγον καὶ θαυμαζόντων αὐτόν, ἀτιμίας δὲ τῶν ὑβριζόντων τοὺς πιστεύοντας· ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τῶν ἑξῆς. | |
10t | 2 Kor 6,11—13 | |
10 | Εἰπὼν οὐ στενοχωρεῖσθε ἐν ἡμῖν διδάσκει τοῦτο ἀντὶ τοῦ οὐ στενοχωροῦμεν ὑμᾶς τῇ σωτηρίῳ διδασκαλίᾳ οὐδὲ ἐλλείψει τῇ παρ’ ἡμῶν· ἡ γὰρ καρδία ἡμῶν πεπλάτυνται καὶ τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς διδασκαλίαν. καὶ ὑμεῖς οὖν ὡς κατ’ ἀντίδοσιν πλατύνατε ὑμῶν τὴν διάνοιαν καὶ καταδέξασθε τὴν διδασκαλίαν· οὐχ | |
15 | οὕτω γὰρ ἥπλωται ὑμῶν ἡ καρδία ὡς δέξασθαι τὰς παρ’ ἐμοῦ διδασκα‐ λίας. ὥστε στενοχωρεῖσθε δι’ ἑαυτοὺς οὐκ ὄντες πλειόνων παραγγελμά‐ των δεκτικοί. | |
18t | 2 Kor 7,9 | |
18 | Δέξασθε λέγοντας ἡμᾶς· ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. εἰ γὰρ σεσιωπήκειν, φησί, καὶ μὴ ἐπέπληξα, οὐκ ἐλυπεῖσθε· εἰ | |
20 | δὲ μὴ ἐλυπήθητε, ἐζημιώθητε ἂν μὴ μετανοοῦντες. Χαίρω, φησίν, ἐπὶ ταῖς θλίψεσιν ὑμῶν, ὅτι οὔκ εἰσι κοσμικαὶ ἀλλὰ πνευματικαί. μνημονεύει δὲ ἑξῆς τῶν διὰ Χριστὸν συμβάντων αὐτῷ ἐν τῇ Ἀσίᾳ. | |
24t | 2 Kor 7,12 | |
24 | Καὶ μὴν διὰ τοῦτο ἔγραψεν. ἀλλ’ ὡς ἔοικεν καὶ ὡς ἡ ἔκβασις | |
25 | ἔδειξεν, οὐ διὰ τοῦτο ἔγραφον, ἀλλὰ διὰ τὸ δειχθῆναι τὴν σπουδὴν | |
ὑμῶν καὶ τὴν ὑπακοήν· ὥστε ἑτέρου προφάσει ἕτερον κατενοήθη. | 294 | |
295(1t) | 2 Kor 7,13 | |
1 | Ἐν τούτῳ ἀναπέπαυται, ὅτι ὑπήκουον αὐτοῦ τῇ διδασκαλίᾳ. | |
2t | 2 Kor 8,2 | |
2 | Ἐν ᾧ, φησί, πάνυ θλίβονται διωκόμενοι, ἐν τούτῳ πλέον χαίρουσιν, καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν. μαρτυρεῖ δὲ τοῖς | |
5 | Μακεδόσιν ὁ ἀπόστολος ὅτι καὶ πτωχοὶ ὄντες δαψιλεῖς εἰς εὐποιΐαν ἐγένοντο, ἵνα καὶ οἱ Κορίνθιοι πρὸς καρποφορίαν διεγερθῶσιν. | |
7t | 2 Kor 8,6 | |
7 | Ἡ προθυμία Μακεδόνων ἡ εἰς τὴν εὐποιΐαν προετρέψατο ἡμᾶς εἰς τὸ παρακαλέσαι Τίτον ἐλθεῖν πρὸς ὑμᾶς, ἵνα καὶ ὑμᾶς εἰς καρποφορίαν προτρέψηται. διὰ δὲ τοῦτο εἶπε καὶ ταύτην, | |
10 | ἐπειδὴ εἶχον παρ’ αὐτοῦ τὴν χάριν τῆς διδασκαλίας. | |
11t | 2 Kor 8,8 | |
11 | Διὰ τῆς ἑτέρων λέγει τῶν Μακεδόνων. | |
12t | 2 Kor 8,18—20 | |
12 | Τοῦτο συναπτέον πρὸς τὸ συνεπέμψαμεν τὸν ἀδελφὸν οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ, ἵνα πολλῇ καὶ ἁδρᾷ τῇ παρὰ τῶν ἐξ ἐθνῶν εὐποιΐᾳ ἀρκέσωσιν ὑπηρετήσασθαι, περιστελλόμενοι | |
15 | καὶ φυλαττόμενοι, μή τις ἡμᾶς μωμήσηται ὡς ἐμποδίζοντας τῇ εὐποιΐᾳ τῇ εἰς τοὺς ἁγίους. Ἐνώπιον μὲν κυρίου καλὸν τὸ ὑπηρετεῖν τῇ εὐποιΐᾳ, ἐνώπιον δὲ ἀνθρώπων τὸ μὴ μωμηθῆναι καὶ διαβληθῆναι ἐν τῇ ἁδρότητι τῆς διακονίας. | |
20t | 2 Kor 10,2—6 | |
20 | Οὐχ ὡς οἱ στρατιῶται τοῦ κόσμου ὀψώνια λαμβάνουσιν, οὕτως καὶ ἡμεῖς ἐπὶ τῷ λαμβάνειν ὀψώνια κηρύττομεν. Καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή. ἐπειδὴ ᾔδειν ὅτι τινὲς λόγῳ πείθονται καὶ παραινέσει, οὐκ ἐβουλήθην εὐθὺς | |
25 | ἀποτομίᾳ χρήσασθαι ᾗ λογίζο‐ μαι ἐπί τινας, ἐπεὶ οὐκ ἐφαί‐ | |
νοντο οἱ λόγῳ μόνῳ ὑπακούοντες. | 295 | |
296 | πρῶτον δὲ λόγῳ ἐπέπληξα, ἵνα διδαχθῶσιν οἱ διὰ τούτου ἐπανορ‐ θούμενοι ἑαυτοὺς καὶ ἐλεγχθῶσιν οἱ μὴ ὑπακούοντες λόγῳ, χρῄζον‐ | |
5 | τες δὲ τῆς διὰ τῶν πραγμάτων ἀποτομίας. | |
295,col2(26) | Εἰδὼς ὅτι καὶ ἀκούοντές τινες πείθονται, οὐ βούλομαι ἤδη ἀπο‐ | |
296,col2 | τομίᾳ χρήσασθαι, ἀλλ’ ὅταν ὑπα‐ κούοντες φανῶσιν, ἵνα δειχθῶσιν, τίνες οἱ λόγῳ παιδευόμενοι καὶ τίνες οἱ ἐπιστροφίας δεόμενοι. | |
296(7t) | 2 Kor 10,7 | |
7 | Ἕκαστον ἀκριβῶς δοκιμάζετε τὸ κατ’ ἀξίαν τῆς ἀναστροφῆς τοῦ προσώπου. τοῦτο δὲ ὁρᾷ εἰς τοὺς ἀποστόλους· ἐπειδὴ γὰρ ἔμελλεν ἐλέγχειν τοὺς ἐκ περιτομῆς, ἐκεῖνοι δὲ προεβάλλοντο Πέτρον καὶ Ἰάκω‐ | |
10 | βον καὶ Ἰωάννην, ἀσφαλίσασθε, φησί, μή ποτε τὸ ἀξίωμα τῶν προσώ‐ πων μὴ ἐάσῃ ὑμᾶς τὸ ἀληθὲς συνιδεῖν. | |
12t | 2 Kor 10,12 | |
12 | Ταῦτα γράφομεν οὐ μιμούμενοι τοὺς συνιστῶντας ἑαυτούς— οὐ γὰρ καλὸν τοῦτο—· οὐ γὰρ νοοῦσιν ὅτι αὐτοὶ ἐν ἑαυτοῖς αὐτοὺς μετροῦσιν καὶ οὐκ ἄλλῳ δύνανται παρατίθεσθαι· ἄλλοις | |
15 | γὰρ συγκρινόμενοι οὐδέν εἰσιν. | |
16t | 2 Kor 10,14 | |
16 | Οὐχ ὡς εὐτελεῖς ἐπὶ μείζοσι καυχώμεθα ὑπὲρ τὸ ἑαυτῶν μέτρον· καὶ γὰρ ἕως ὑμῶν ἤλθομεν καὶ ἐκηρύξαμεν τὸν λόγον. | |
18t | 2 Kor 10,15—16 | |
18 | Ἐκεῖνοι τοῖς ἡμετέροις καυχῶνται καμάτοις, ἡμεῖς δὲ οὔ, ἀλλὰ κατὰ νόμον τὸν κανόνα καὶ τὸ μερισθὲν ἡμῖν μέτρον καυχώμεθα, | |
20 | ἐλπίζοντες αὐξηθείσης τῆς ὑμετέρας πίστεως καὶ ἐπέκεινα ὑμῶν εὐαγγελίσασθαι. κανόνα δὲ λέγει τὸ μέχρις αὐτῶν τέως ἀφικέσθαι. | |
23t | 2 Kor 10,17 | |
23 | Εἰ καὶ καυχώμεθα, ἀλλ’ οὐχ ὡς συνέσει οἰκείᾳ κατορθοῦντες ἀλλὰ τῇ χάριτι τοῦ πνεύματος. | |
25t | 2 Kor 11,2 | |
25 | Ἀπεθάνετε, φησί, τῷ νόμῳ, ἑτέρῳ ἀνδρὶ γεγόνατε, τῷ ἐκ νεκρῶν | |
ἀναστάντι. πῶς οὖν παρθένος ἁγνὴ πρότερον γαμουμένη; ἀλλὰ | 296 | |
297 | διὰ λουτροῦ παλιγγενεσίας ἀναγεννηθεῖσα καὶ εἰς ἕτερον βίον μετελθοῦσα, παρθένος ἁγνὴ δικαίως ὠνόμασται. | |
3t | 2 Kor 11,4 | |
3 | Τὸν Χριστιανισμὸν βεβαιοῖ ἡ εἰς Χριστὸν πίστις καὶ ἡ τοῦ πνεύ‐ ματος ἔλλαμψις. εἰ τοίνυν ταῦτα παρ’ ὑμῶν μὴ ἐλάβετε, καλῶς ἐζητεῖτε | |
5 | τοὺς ἔτι κατὰ νόμον ζῆν βουλομένους. | |
6t | 2 Kor 11,10—12 | |
6 | Οὐ Κορινθίους ὀνειδίζων τοῦτό φησιν, ἀλλὰ τοὺς ὡς ἐμπορίᾳ χρωμένους τῷ κηρύγματι ἐλέγχει. διό φησιν ὅτι οὐ παύομαι καυχώ‐ μενος, ὅτι οὐ πεποίηκα ἐμπορίαν τὸ κήρυγμα ὡς ἐκεῖνοι· οὐδὲ γὰρ ἔλαβόν τι παρ’ ὑμῶν οὐδὲ λαμβάνω, οὐχ ὡς μὴ ἀγαπῶν ὑμᾶς— | |
10 | ἀγαπῶ γάρ—ἀλλ’ ἵνα τῶν κατηγόρων ἐκκόψω τὴν πρόφασιν, ἵνα εἴτε ψευδῶς εἴτε ἀληθῶς καυχῶνται, φανερωθῶσιν ὡς καὶ ἡμεῖς πεφανερώμεθα. | |
13t | 2 Kor 12,2—5 | |
13 | Τοῦτο ἰσχυρὸν δεῖξαι ψυχὴν ἀθάνατον· εἰ γὰρ ᾔδει ὅτι θνητὴ ἦν, οὐκ ἂν ἀμφέβαλλεν, πότερον τὴν ὀπτασίαν ἐκτὸς σώματος εἶδεν | |
15 | ἢ ἐν σώματι. τὸ δὲ ἕως τρίτου οὐρανοῦ τοῦ διαστήματος ἔφη τὸ τρίτον· εἰ γὰρ ἦν ἕως τριῶν οὐρανῶν ἀνελθών, πάντως ἂν ἐκεῖ τὰ ἄρρητα ῥήματα ἤκουσεν καὶ οὐκ ἐν τῷ παραδείσῳ. καὶ μηδεὶς οἰέσθω τὸν παράδεισον εἶναι ὑπὲρ τὸν οὐρανόν· κατὰ γὰρ ἀνατολὰς πεφύτευται ἐπὶ τῆς γῆς ἐν τῷ τόπῳ τῷ Ἐδέμ, ὅθεν καὶ ὁ Ἀδὰμ | |
20 | ἐπλάσθη ὡς Μωϋσῆς ἱστορεῖ. ἀσθενείας δέ φησι τοὺς διωγμούς, οὐ σωματικὸν πάθος ὡς οἴονταί τινες. | |
21t | 2 Kor 12,7 | |
21 | Ὑποπτεύεται παρὰ πολλῶν ὡς ἄλγημα ἔχων περὶ τὴν κεφαλήν, τὸ δὲ ἀληθὲς τοὺς διωγμοὺς λέγει, ἐπειδὴ ἀπὸ διαβολικῆς ἐνεργείας ἐγίνοντο οἱ πειρασμοί. τὸν δὲ πειρασμὸν ὑπηρετούμενον τῷ διαβόλῳ | |
25 | ἄγγελον σατᾶν προσηγόρευσεν ἀπὸ μεταφορᾶς τῶν ἀγγέλων τῶν ὑπηρετουμένων θεῷ. τὸ δὲ ἐδόθη κατὰ συγχώρησιν θεοῦ νοητέον ὡς | |
καὶ ἐπὶ τοῦ Ἰώβ· οὐ γὰρ ὁ θεὸς δίδωσι κακά. | 297 | |
298(1t) | 2 Kor 12,9 | |
1 | Ἔχεις χάριν ἀποστολικήν, μὴ ζήτει ταύτην καὶ ἄνευ πειρασμῶν κατορθοῦν· ἡ γὰρ δύναμίς μου τελειοῦται ἐν διωγμοῖς καὶ θλίψεσιν. | |
3t | 2 Kor 12,13 | |
3 | Εἰ μὴ ἄρα μοι τοῦτο ἔχετε ἐγκαλεῖν, ὅτι οὐκ ἔλαβόν τι παρ’ ὑμῶν εἰς διατροφὴν ἀποναρκήσας πρὸς τὴν ἔνδειαν, ἐν ᾧ εἰ καὶ ἡμαρτηκέναι | |
5 | με νομίζετε, σύγγνωτέ μοι καὶ χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην ἣν ἠδικεῖσθαι παρ’ ἐμοῦ νομίζετε. | |
7t | 2 Kor 12,14 | |
7 | Τοῦτο μαρτύρεται αὐτοὺς πρὸς τὸ δεύτερον καὶ τρίτον γενέσθαι πρὸς αὐτοὺς διὰ τὸ κήρυγμα. | |
9t | 2 Kor 13,4 | |
9 | Ὥσπερ ὁ Χριστὸς εἴρηται ἁμαρτία καὶ κατάρα γεγονέναι, | |
10 | οὔτε ἁμαρτία ὢν οὔτε κατάρα, ἀλλὰ τὰ ἡμέτερα κακὰ ἰδιοποιήσατο, ἵνα ἡμᾶς ἀπ’ αὐτῶν ἐξέληται· οὕτω καὶ νῦν ἐξ ἀσθενείας οὐ τῆς ἑαυτοῦ λέγεται ἐσταυρῶσθαι, ἀλλ’ ἧς ἀνεδέξατο ὑπὲρ ἡμῶν, τὰ | |
ὑπὲρ ἡμῶν οἰκονομῶν. | 298 |