TLG 4139 040 :: SEVERIANUS :: Fragmenta in epistulam i ad Corinthios (in catenis)

SEVERIANUS Scr. Eccl.
(Gabalensis: A.D. 4)

Fragmenta in epistulam i ad Corinthios (in catenis)

Source: Staab, K. (ed.), Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt. Münster: Aschendorff, 1933: 225–277.

Citation: Page — (line)

7t1 Kor 1,1—2
7 Τοῦτο οὐχ ἁπλῶς προέθηκεν, ἀλλ’ ἵνα δείξῃ ὅτι θεοῦ θέλημα τὸ πάντας ἀπὸ Χριστοῦ λέγεσθαι καὶ τὸ ἀποστόλους εἶναι. Ὁμοῦ μὲν ὡς γνώριμον τοῖς Κορινθίοις ἑαυτῷ συντάττει, καὶ τὸν
10τῦφον τῶν ἐπὶ λόγοις ἐπαιρομένων καταστέλλει. Τὴν κακῶς γεγενημένην συνάπτει διαίρεσιν, μίαν ἐκκλησίαν καὶ θεοῦ τούτους ἀποκαλῶν· προτίθησι δὲ ἐν Χριστῷ Ἰησο, οὐκ ἐν τῷ δεῖνι καὶ τῷ δεῖνι. Σκοπῆσαι δεῖ πῶς ἐν ὀλίγοις ῥητοῖς πολλάκις μέμνηται Χριστοῦ
15Ἰησο, ἐξ αὐτῶν τῶν προοιμίων διδάσκων ὡς ἀπ’ οὐδενὸς ἑτέρου ἢ ἀπὸ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὀνομάζεσθαι προσήκει, καὶ τὸ τραῦμα τὸ ἀπὸ τῶν μερισμῶν τῶν διαφόρων ἐπονομασιῶν τῇ συνεχεῖ τῆς μνήμης Ἰησοῦ Χριστοῦ θεραπεύων. Ἡγιασμένοις ἐν Χριστῷ Ἰησο. οὐκ ἄνθρωπός σε, φησίν, ἡγίασεν, ἀλλ’ ὁ θεὸς ἐν
20Χριστῷ. Εἰ γὰρ ἄνθρωπον, φησίν, ἐπικαλῇ, ἀπὸ τούτου καλοῦ· εἰ δὲ Ἰησοῦν Χριστόν, ἀπὸ τούτου ὀνομάζον ὃν ἐπικαλῇ. καλῶς δὲ τὸ σὺν πᾶσι τοῖς ἐπικαλουμένοις· οὐ γὰρ ὑμεῖς μόνοι, ἀλλὰ πάντες οἱ παντα‐ χοῦ πιστεύοντες Χριστὸν 〈ἐπι〉καλοῦσι, καὶ ἀπὸ τούτου ὀνομάζονται,
25οὐκ ἀπ’ ἀνθρώπων. μὴ τοίνυν μόνοι ξενίσητε ἀσεβῆ καινότητα225

226

ἐπεισάγοντες. καὶ οὐκ εἶπεν σὺν πᾶσι τοῖς καλοῦσι τὸ ὄνομα, ἀλλὰ τοῖς ἐπικαλουμένοις, θεὸν δεικνὺς τὸν υἱὸν τοῦ θεοῦ· θεὸν γάρ τις ἐπικαλεῖται. Ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν. εἰ πᾶς τόπος τὸν Ἰησοῦν Χριστὸν ἐπικαλούμενός ἐστιν, μιμεῖσθε τοὺς πολλούς,
5ἀλλὰ μὴ μόνοι ξένον τι ποιεῖτε παρὰ τοὺς ἄλλους. τὸ δὲ αὐτῶν τε καὶ ἡμῶν τῷ κυρίῳ συνήρμοσται, ἀντὶ τοῦ καὶ ἡμεῖς οἱ γράφοντες καὶ ὑμεῖς οἱ τῶν γραμμάτων ἀπολαύοντες, ἕνα Χριστὸν ἔχομεν Ἰησοῦν.
8t1 Kor 1,3—6
8 Παρ’ οὗ τὴν χάριν καὶ τὴν εἰρήνην ἔχετε, ἀπὸ τούτου ὀμομά‐ ζεσθε· αἱ γὰρ τούτων θέσεις παραλαμβάνουσαι καὶ πρὸ τῆς κατασκευῆς
10καὶ τῆς τῶν ἀγώνων γυμνασίας ἀπο...εισιν εἰς τὸ ζητούμενον. Καὶ τοῦτο οὐκ ἔλαττον εἰς τὴν τῶν προκειμένων ἐπανόρθωσιν· εἰ γὰρ ἡ χάρις ἀπὸ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ οὐκ ἀπ’ ἀνθρώπων, ἀπὸ τούτου, φησίν, ὀνομάζεσθαι προσήκει. Ἐπιμένει τῷ αὐτῷ. εἰ γὰρ παρ’ αὐτοῦ πλοῦτος, εἰ παρ’ αὐτοῦ
15γνῶσις, διὰ τί τοῦ μὲν ὡς διδασκάλου τὸ ὄνομα ἑαυτοῖς ἐπιτίθετε, τοῦ δὲ ὡς βαπτίσαντος, τοῦ δὲ ὡς προϊσταμένου, ἑτέρου ὡς παρέχοντος; διόπερ προϊών φησιν· τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες, εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; Ἐν παντὶ λόγ. ἐπειδὴ λόγος σοφίας ἐστὶ καὶ λόγος γνώσεως καὶ πολλοὶ λόγοι χαρι‐
20σμάτων, διὰ τοῦτό φησιν· ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. ἐπειδὴ καὶ τῆς γνώσεως διαφοραὶ πολλαί, καὶ πάσῃ γνώσει. Ἕλλησιν ἐγράφη τοῖς ὁμοῦ τὴν παλαιὰν καὶ τὴν καινὴν μὴ δεξαμένοις καὶ τὴν ἑκατέρωθεν γνῶσιν κτωμένοις· καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν.
25t1 Kor 1,8—9
25 Οἱ δεόμενοι βεβαιώσεως, ἀτελεῖς ἤδη. τοίνυν ἔδειξεν ὅτι δέονται διορθώσεως, εὐχαριστῶν μὲν ἐφ’ οἷς ἔλαβον, διορθούμενος δὲ ἐφ’ οἷς οὐκ ἐπλήρωσαν. Πιστὸς ὁ θεὸς δι’ οὗ ἐκλήθητε. ἐπειδὴ εἶπεν· ὁ θεὸς βεβαιώσει, ἐπήγαγεν· πιστὸς ὁ θεός—ἀληθὴς γὰρ ὁ θεὸς ὁ ταῦτα παρασχεῖν δυνάμενος—δι’ οὗ ἐκλήθητε εἰς
30κοινωνίαν τοῦ υἱοῦ αὐτο, οὐκ εἰς ἀνθρώπου κοινωνίαν, ἀλλ’ εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτο. διὰ τί καταλιπόντες τὸ ὀνομά‐ ζεσθαι ἀπὸ τοῦ υἱοῦ οὗ εἰς τὴν κοινωνίαν ἐκλήθητε, ἀπ’ ἀνθρώπων ὀνομάζεσθε; πάλιν δὲ τὸ δι’ οὗ ἐπὶ πατρὸς κεῖται, οὐ μόνον ἐπὶ υἱοῦ.
καὶ οὐ καθαίρεσις τῷ πατρί, ἐπειδὴ δι’ αὐτοῦ καλούμεθα εἰς κοινωνίαν226

227

τοῦ υἱοῦ αὐτοῦ· οὐδὲ γὰρ ἐν τῇ πρὸς Ῥωμαίους γέγραπται ὅτι δι’ αὐτοῦ καὶ ἐξ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα, ἤδη ὁ θεὸς διὰ μὲν τὸ ἐξ οὗ μείζων ἑαυτοῦ, διὰ δὲ τὸ δι’ οὗ ἐλάττων ἑαυτοῦ ὥσπερ οὖν ἐπὶ τοῦ αὐτοῦ κείμενα προσώπου οὐ ποιεῖ τὸν αὐτὸν ἑαυτοῦ
5ἐλάττονα καὶ μείζονα, οὕτως οὐδὲ τὸν υἱὸν ἐλαττοῖ τὸ δι’ οὗ ἐπ’ αὐτῷ λεγόμενον. Ὅτε εἰς αὐτὸν τὸν ἀγῶνα ἀπήντησεν ὥστε πεῖσαι μὴ ἀπ’ ἀνθρώ‐ πων ὀνομάζεσθαι αὐτούς, ἀπ’ αὐτῆς τῆς ἀρχῆς τῶν ἀγώνων τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ μέμνηται, ἀφ’ οὗ προσήκει πάντας
10καλεῖσθαι. οὐ περὶ δογμάτων δὲ τὸ νῦν λεγόμενον, οὐδὲ περὶ τούτου μέμφεται αὐτοῖς, ἀλλὰ περὶ οὗ προείπομεν καὶ τὰ ἑξῆς δείκνυσιν.
12t1 Kor 1,13. 17a
12 Μὴ συγκληρονόμους, φησίν, ἔχει Χριστὸς μεθ’ ὧν ἐμερίσατο ὑμᾶς πιστεύοντας; οὐ γὰρ εἶπεν «ἐμερίσθη Χριστός;» ἀλλὰ μὴ ἐμερί‐ σατο Χριστὸς μεθ’ ὑμῶν; καὶ τοῦτο ἡ ἐπαγωγὴ δείκνυσιν·
15λέγει γάρ· μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ἡμῶν; ὁ ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας ἀποθανὼν Χριστός, ἡμῶν δὲ οὐδείς. Ἀπὸ τούτου δείκνυσιν ὅτι τινὲς ἀπὸ τοῦ βαπτίσαντος αὐτοὺς ὀνομάζεσθαι ἐβούλοντο. τοῦτο τὸ καλὸν ὃ καὶ προσέταξεν ὁ σωτήρ, καὶ σωτηρίαν φέρει, ἐμοί, φησί, βάρος ἐγίνετο, εἰ ἐμέλλετε ἀπ’ ἐμοῦ τοῦ
20βαπτίσαντος καλεῖσθαι. πῶς δὲ νοήσομεν τὸ οὐκ ἀπέστειλέν με Χριστὸς βαπτίζειν ἀλλ’ εὐαγγελίζεσθαι; ἐπεὶ βαπτίζει μὲν καὶ ὁ μὴ ἀπόστολος, τὸ δὲ τῆς ἀποστολῆς ἀξίωμα εἶχον ὀλίγοι, καὶ ἄνευ τοῦ εὐαγγελισθῆναι [καὶ βαπτισθῆναι] οὐκ ἐνῆν βαπτισθῆναι, φησίν· εὐαγγελίσασθαι ἀπεστάλην· τοῦτο γὰρ τὸ προηγούμενον, οὐ τὸ
25βαπτίσαι. λείπει οὖν ἐνταῦθα τὸ προηγουμένως οὐκ ἀπεστάλην βαπτίσαι. οὕτως καὶ ἀλλαχοῦ ὅταν λέγῃ· μὴ τῶν βοῶν μέλει τῷ θε; οὐκ ἐπειδὴ οὐ μέλει· καὶ γὰρ ἐν τῷ νόμῳ περὶ βοῶν λέγει Μωϋσῆς, ἀληθῶς περὶ τῶν ὑπηρετουμένων τοῖς γεωργοῖς. φησὶ δὲ καὶ ὁ Δαυίδ· ἀν‐ θρώπους καὶ κτήνη σώσεις κύριε, ὡς ἐπλήθυνας τὸ
30ἔλεός σου ὁ θεός. λέγει δὲ καὶ Σολομῶν· οἰκτείρει δίκαιος ψυχὰς κτηνῶν αὐτο, πόσῳ δὲ μᾶλλον ὁ θεός; ἀλλ’ ὅ φησιν, τί ἐστιν; ὅτι προηγουμένως τῶν βοῶν οὐ μέλει τῷ θεῷ. καὶ ἐνταῦθα κατ’
ἔλλειψιν ὡς καὶ τὸ οὐκ ἀπέστειλέν με Χριστὸς βαπτίζειν.227

228

(1t)

1 Kor 1,17
1 Μεταβαίνων ἐφ’ ἕτερον ἔγκλημα καὶ ἐπ’ ἄλλην διόρθωσιν ἐρχό‐ μενος, οὐκ ἀποθέμενος τέλεον τὸ πρῶτον, προοιμίῳ κέχρηται τῷ δευτέρῳ· τὸ μὲν γὰρ οὐκ ἀπέστειλέν με Χριστὸς βαπτίζειν τοῦ πρώτου ἐγκλήματος ἦν, τοῦ ὅτι ἕκαστος ὑμῶν λέγει· ἐγὼ μέν
5εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλ, τὸ δὲ οὐκ ἐν σοφίᾳ λόγον ἀρχῆς ἑτέρας οἰκονομίας. τέθεικεν οὖν τὸ εὐαγγελίζεσθαι τέλος μὲν τοῦ πρώτου πράγματος, ἀρχὴν δὲ τοῦ δευτέρου. Ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστο. ἐὰν γὰρ τῇ τῶν ἀνθρώπων συνέσει καὶ τῇ παιδεύσει τὸ κήρυγμα ἐπιγράφηται, ἡ δύναμις τοῦ σταυροῦ οὐ δείκνυται.
10t1 Kor 1,18—20
10 Ὁ λόγος ὁ τοῦ σταυρο. οὐ τὸ ῥῆμα λέγει οὐδὲ τὴν προ‐ φοράν, ἀλλὰ τὴν δύναμιν· τὸ μὲν γὰρ ἔργον ἀσθενὲς εἶναι φαίνεται, ἡ δὲ αἰτία ζητουμένη μέγα μυστήριον δείκνυται. Τοῖς δὲ σωζο‐ μένοις ἡμῖν δύναμις θεοῦ ἐστιν. ἐπειδὴ τὸ Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία εἰς τὸν θεοῦ λόγον λαμβάνειν
15τινὲς βούλονται, ἐντεῦθεν παρατηρητέον ὅτι δύναμιν θεοῦ λέγει τοῦ σταυροῦ τὸν λόγον. Γέγραπται γάρ· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν. εἰ καὶ ἀξιόπιστος καθ’ ἑαυτὸν διδάσκων ὁ ἀπόστολος—Χριστὸν γὰρ εἶχεν ἐν ἑαυτῷ λαλοῦντα—ἀλλ’ οὖν κέχρηται καὶ τῇ μαρτυρίᾳ τῆς παλαιᾶς διαθήκης, ἰσχυροτέραν τὴν
20πληροφορίαν ἐργαζόμενος τῶν μαθητῶν. χρησάμενος δὲ τῇ μαρτυρίᾳ τῇ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, λοιπὸν ὡς ἐφ’ ὡμολογη‐ μένοις ἐπεξέρχεται λέγων· ποῦ σοφός; ποῦ γραμματεύς; σοφὸς Ἑλλήνων, γραμματεὺς δὲ τῶν Ἰουδαίων.
24t1 Kor 1,21
24Δύο σοφιῶν μέμνηται· μίας τῆς ἐν τοῖς δημιουργήμασι θεωρου‐
25μένης ἁρμονίας, ἑτέρας δὲ σοφίας καθ’ ἣν λογικοὶ ὄντες οἱ ἄνθρωποι συνετοὶ τυγχάνοντες. ἐπειδὴ τοίνυν, φησί, διὰ τῆς προσούσης ἡμῖν συνέσεως οὐκ ἔγνωμεν τὸν θεόν, οὔτε διὰ τῆς ἐν τοῖς δημιουργήμασι θεωρουμένης σοφίας, εὐδόκησεν ὁ θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. μέγα ἐστὶν ὃ
30λέγει, οὐ δεικνυόμενον τοῖς ἁπλῶς παρατρέχουσιν· τὸ γὰρ δυνατὸν τοῦ θεοῦ καὶ πάνσοφον δείκνυσιν οὕτως. τὸ μέγεθος καὶ τὸ κάλλος τοῦ
κόσμου, φησίν, ἀμέτρητον ὂν καὶ ἀνέφικτον, οὐκ ἔπεισεν ὑμᾶς ἐπιγνῶναι228

229

τὸν θεόν, ἀλλ’ ἀφέντες τὸν ποιήσαντα προσεκυνήσατε τούτοις δι’ ὧν ἐχρῆν ἐπιγνῶναι τὸν ποιητὴν αὐτῶν. δεικνὺς ὑμῖν ὁ θεὸς τῆς ἑαυτοῦ δυνάμεως τὴν ὑπερβολήν, οὓς οὐκ ἔπεισε κτίσις ἀλλὰ καὶ ἔπληξε, διὰ τῆς ὁμολογουμένης ἀσθενείας τοῦ σταυροῦ κόσμον ἐφώτισεν.
5t1 Kor 1,22—25
5 Δεικνὺς γὰρ τὴν ἀτοπίαν τῶν ἐν λογιότητι τεθαρσηκότων καὶ κοσμεῖν οἰομένων διὰ τῆς εὐγλωτ‐ τίας τὴν εὐσέβειαν, φησὶν ὅτι οὐ μόνον σοφίαν τοῖς Ἕλλησι
10ζητοῦσιν οὐ χρὴ ἀποκρίνεσθαι, ἀλλ’ οὐδὲ σημεῖα αἰτοῦσι τοῖς Ἰουδαίοις διδόναι. καὶ μὴν τὰ σημεῖα τοῦ πνεύματος, ἡ δὲ σοφία τῶν λόγων τῆς ἔξωθεν
15παιδείας. εἰ δὲ οὐδὲ τὰ τοῦ πνεύ‐ ματος θαύματα αἰτοῦσι προσῆκεν ἤπου τε τὰ τῆς ἔξωθεν σοφίας— οὐ γὰρ πειράζουσι διδόναι ἀλλὰ πιστῶς αἰτοῦσιν—, ὁ μέντοι λόγος
20ἐκβέβληται πάντη ὡς ἐπιβουλεύων τῇ δόξῃ τοῦ σταυροῦ. Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυ‐ ρωμένον καὶ τὰ ἑξῆς. δηλονότι Χριστὸν θεοῦ δύναμιν καὶ
25θεοῦ σοφίαν κατὰ τὸν τοῦ σταυροῦ λόγον φησίν, ὡς ἀνω‐ τέρω· ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυ‐ μένοις μωρία ἐστίν, τοῖς
30δὲ σωζομένοις ἡμῖν δύνα‐ μις θεοῦ ἐστιν. καὶ τὰ ἑξῆς δείκνυσι τοῦτο τρανότερον· μετὰ γὰρ τὸ φάναι· αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ
35Ἕλλησιν, Χριστὸν θεοῦ δύ‐ ναμιν καὶ θεοῦ σοφίαν, ἐπήγαγεν· διότι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀν‐
θρώπων ἐστίν, καὶ τὸ229

230

ἀσθενὲς τοῦ θεοῦ ἰσχυρό‐ τερον τῶν ἀνθρώπων ἐστίν. τίς δ’ ἂν εἴποι τὸν θεὸν λόγον τὸ ἀσθενὲς τοῦ θεοῦ εἰρῆσθαι,
5καὶ μωρὸν τοῦ θεοῦ περὶ ἐσταυρωμένου Χριστοῦ τὸ λεγό‐ μενον; θεὸς λόγος δυνατὸς ὡς ὁ πατήρ, οὐ δύναμις μέρος συμπλη‐ ρωματικὸν τῆς οὐσίας τῆς πατρι‐
10κῆς, ὁμοίως καὶ σοφός, ἐπειδὴ γὰρ ὅπερ οὐκ ἴσχυσεν ἡ ὁρωμένη κτίσις ἢ ἄγγελοι ἢ ἀρχάγγελοι κατιόντες οὐρανόθεν, πατριάρχαι καὶ προφῆται, νόμος ὁ διὰ
15Μωϋσέως, φωναὶ αἱ ἐκ μέσου τοῦ πυρὸς ἐνεχθεῖσαι πρὸς τὸν λαὸν διὰ τὸ μὴ συγχωρεῖν τὴν τῶν ἀγνωμονούντων προαίρεσιν, τοῦτο τοῦ σταυροῦ ἡ μωρία ἴσχυσεν.
20διὰ τοῦτο θεοῦ δύναμις καὶ θεοῦ σοφία Χριστὸς ἐσταυ‐ ρωμένος, πάσης τῆς οἰκονο‐ μίας ἀνυτικώτερος καὶ πάσης τῆς κτίσεως ἀξιοπιστότερος. καὶ τοῦτο
25δὲ δύναμις τοῦ οἰκονομήσαντος καὶ κατορθώσαντος, ἐν τῷ μηδενὶ σώσαντος τοὺς ἀνθρώπους καὶ εἰς τὴν εἰς αὐτὸν πίστιν ἀγαγόντος.

229,col2

(8)

Ἐπειδὴ Ἰουδαῖοι τοῦ θεοῦ τὸ πνεῦμα πειράζουσιν, ἀλλὰ τοῖς
10πιστεύουσιν χαρίζεσθαι, οὔτε μὴν Ἕλλησι τῇ λογιότητι κατακοσμεῖν οἰομένοις τὴν εὐσέβειαν ἀποκρί‐ νασθαι δεῖ, εἶτα διδάσκει πῶς δοκεῖ εἶναι μωρία τὸ κήρυγμα·
15ἐκεῖνοι μὲν γὰρ σημεῖα καὶ σοφίαν ζητοῦσιν, ἡμεῖς κη‐ ρύσσομεν Χριστὸν ἐσταυ‐ ρωμένον θεοῦ δύναμιν καὶ σοφίαν, καὶ παρὰ τοῦ ἐσταυρω‐
20μένου σωτηρίαν τοῖς πιστεύουσιν ἐπαγγελλόμεθα.

230,col2

(3)

Οὐ χρὴ τὸν θεὸν λόγον τὸ ἀσθενὲς τοῦ θεοῦ εἰρῆσθαι,
5ἀλλὰ τὸν σταυρὸν τοῦ Χριστοῦ· ὁ γὰρ λόγος δυνατὸς ὡς ὁ πατήρ, οὐ δύναμις ὡς μέρος συμπληρω‐ τικὸν τῆς οὐσίας τοῦ πατρός. οὕτω δὲ καὶ ὁ υἱὸς σοφὸς ὡς ὁ
10πατήρ. ἐπειδὴ δὲ ὃ οὐκ ἴσχυσαν ποιῆσαι ἄγγελοι, οὐ νόμος, οὐ προφῆται, διὰ τὸ συγχωρεῖν τὸν θεὸν τῇ τῶν ἀγνωμόνων προαι‐ ρέσει, τοῦτο ἡ δοκοῦσα τοῦ
15σταυροῦ μωρία ἴσχυσεν, θεοῦ δύναμις καὶ σοφία Χριστὸς ἐσταυρωμένος κηρύσσεται, ὡς ἰσχυρότερος καὶ ἀνυστικώτερος ὠφθεὶς καὶ τοὺς πιστεύοντας
20σώσας.

230

(29t)

1 Kor 1,26
29Τὸ κατὰ σάρκα προσέθηκεν ἀντιδιαστέλλων τῷ πνεύματι, καὶ
30τὰ ἑξῆς ὁμοίως κατὰ κοινοῦ ἀποδιδούς.
31t1 Kor 1,29
31 Ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον αὐτο, τοῦτ’ ἔστιν ἵνα μὴ τοῖς οἰκείοις πλεονεκτήμασιν ἐπιγράψωσι τὸ κατ‐ όρθωμα τοῦ κηρύγματος. σὰρξ δὲ εἶπεν καὶ οὐ ψυχή, ἐξευτελίζων τὰ ἀνθρώπινα καυχήματα. διὰ τί δὲ ἐνώπιον αὐτοῦ καὶ οὐκ ἐνώ‐
35πιον ἀνθρώπων; ὅτι τῇ ἐπὶ τῷ θεῷ καυχήσει ἀντετάττετο ἡ ἐπὶ τοῖς
ἡμετέροις πλεονεκτήμασι καύχησις· ἃ γὰρ ἐχρῆν ἐπιγράφειν θεῷ,230

231

ἐπέγραφον ἀνθρώποις. διὰ τοῦτο τὸ ἐνώπιον αὐτοῦ εἴρηκεν· καὶ γὰρ ἦν ἀσεβὴς ἡ καύχησις ἐνώπιον τοῦ πάντα ὁρῶντος γινομένη. ὅτι δὲ τὸ ἐνώπιον αὐτοῦ οὐκ ἐν τῇ παρουσίᾳ εἴρηκεν, αὕτη ἡ ὅλη ὑπόθεσις δείκνυσιν· δεῖ γὰρ τοῖς ἐπὶ λόγοις καυχωμένοις καὶ ἐπὶ τῷ
5βαπτίζειν 〈καυχᾶσθαι〉, καὶ ἐφ’ ἑτέροις τισὶν ποιεῖται τὸν λόγον.
6t1 Kor 1,30
6 Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε. πάντες ὁμοίως κατὰ τὸ σεσῶσθαί φασιν εἰρῆσθαι νῦν, οὐ κατὰ τὸν τῆς δημιουργίας λόγον, ὥς φησιν ἀλλαχοῦ· οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς ἀλλ’ ἐκ θεοῦ ἐγεννήθησαν. εἰ τοίνυν ἐξ αὐτο, πῶς
10καυχησώμεθα ἐν ἰδίοις πλεονεκτήμασιν; τὸ δὲ ἐν Χριστῷ Ἰησο, ὃς ἐγενήθη ἡμῖν σοφία καὶ ἁγιασμὸς καὶ ἀπολύτρω‐ σις· οὐκ ἀνθρώπων σοφία ἔσωσεν—ἐπλανᾶτο γάρ—ἀλλ’ αὐτὸς ἡμῖν σοφία γέγονεν εἰς θεογνωσίαν· οὐκ ἀνθρώπων σύνεσις ἥρπασεν, ἀλλὰ Ἰησοῦς σταυρωθείς. οὐκ ἄνθρωποι ἀπελυτρώσαντο, ὥστε τὸ
15καύχημα ἀπὸ τοῦ σώσαντος γενέσθω, μὴ ἀπὸ τῶν σωθέντων.
16t1 Kor 2,3—4
16 Ἐφοβούμην ἀεί, μὴ τῇ ἔξω‐ θεν παιδεύσει ἐπαρθῆτε, αὐτίκα οὐκ ἐχρησάμην τῇ πειθούσῃ σοφίᾳ. ἐν ἀσθενείᾳ δέ, λέγει, τῇ ἀπὸ
20τῶν διωγμῶν—τοῦτο γὰρ παν‐ ταχοῦ ἔθος αὐτῷ λέγειν—ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ τὸ ἀσθενὲς ἐξ ὧν ἐδιωκόμην. ἐπεδεικνύμην τὸν φό‐
25βον καὶ τὸν τρόμον τὸν περὶ ὑμῶν, πάντα ἤμην ταπεινός, ἵνα ὑμεῖς τούτῳ διδαχθῆτε καὶ μὴ ἐπαί‐ ρησθε. Ἐπειδὴ εἶπεν· ὁ λόγος μου, ἵνα μὴ δόξῃ τὸ ἐναντίον αὐτῷ
30παριστάν, τοῦτ’ ἔστι τὴν εὐγλωττίαν, λέγει· καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς σοφίας λόγοις, ἐπειδή ἐστι σοφία οὐ ῥημάτων ἀλλὰ γνώσεως θείας, πνεύματος καὶ δυνάμεως. ἐπειδὴ γὰρ καὶ
λόγον σοφίας χορηγεῖ, ποιεῖ δὲ καὶ θαύματα τὸ πνεῦμα τὸ ἅγιον, εἶπεν·231

232

ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως· τὸ γὰρ λεγόμενον οὔπω ἀπόδειξις, τὸ δὲ θαῦμα τὴν ἀπόδειξιν ἔχει.

231,col2

(21)

Δείκνυσιν ὅτι οὔτε δυναστείᾳ τινὶ ἀνθρωπίνῃ θαρσῶν ἐκήρυξεν· ἐν ἀσθενείᾳ γὰρ καὶ φόβῳ καὶ τρόμῳ καὶ ἐν τοῖς τοιούτοις
25ἦν ὡς ἐν διωγμοῖς ὢν καὶ θλίψεσιν.

232

(3t)

1 Kor 2,5
3 Ἐπειδὴ γὰρ μόνον λέγων οὐδὲν διήλαττε τῶν σοφίᾳ χρωμένων καὶ θαρσούντων ἑαυτῶν τῷ λόγῳ, δυνάμεις δὲ ποιῶν ἔδ〈ειξε〉 τοῦ θεοῦ τὴν
5ἰσχύν, κἀκεῖθεν τὸ κήρυγμα, καλῶς ἐπήγαγεν· ἀλλ’ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως, ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπου ἀλλ’ ἐν δυνάμει θεο.
8t1 Kor 2,6
8 Τοῦτ’ ἔστιν οὐκ ἐν τοῖς ἐλλογίμοις, ἀλλ’ ἐν τοῖς κατ’ εὐσέβειαν τελείοις. ἐν τοῖς τελείοις δὲ εἶπεν, οὐ μὴν πρὸς τοὺς τελείους,
10ὅτι ὁ μὲν πρὸς τοὺς τυχόντας λαλῶν καὶ ἀντίρρησιν πολλάκις ἐκδέχεται, ὁ δὲ τοῖς τελείοις καὶ εὐσεβέσι τὸν σωτήριον λόγον εἰσηγούμενος ὡς ἐναποτιθέμενος καὶ ἀποθησαυρίζων αὐτῶν ταῖς ψυχαῖς τοὺς λόγους [οὐ] λαλεῖ.
14t1 Kor 2,7—8
14Εἰ ἀπεκέκρυπτο, δῆλον ὅτι οὐ λογισμῶν ἦν τὸ ἐξευρεῖν αὐτήν,
15ἀλλ’ ἀληθῶς θεοῦ ἦν τὸ ἀποκαλύπτειν. ἡ δὲ ἀπόδειξις τοῦ μὴ νοῆσαι, ἀντὶ τοῦ εἰπεῖν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. ἄρχοντας δὲ λέγει τοὺς περὶ Πιλάτον καὶ Ἡρῴδην, κύριον δὲ τῆς δόξης τὸν σαρκωθέντα θεόν.
19t1 Kor 2,9
19Ἡ χρῆσις αὕτη τοῖς μὲν ῥητοῖς τούτοις ἐν τῇ παλαιᾷ οὐ φέρεται,
20ἑτέραις δὲ λέξεσι τὸ αὐτὸ σημαινούσαις· Ἡσαΐας γάρ φησιν· κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; καὶ τὴν γένεσιν αὐτοῦ τίς διηγήσεται; καὶ Μωϋσῆς· τὰ κρυπτὰ κυρίῳ τῷ θε. τὸ δὲ κρυπτὸν τοῦ θεο, δηλονότι καὶ ὀφθαλμὸν καὶ καρδίαν ἐλάνθανεν.
25 Οὐ χρὴ μέντοι νομίζειν ὅτι ἀκρίτως ὁ θεὸς τοῖς μὲν ἀπεκάλυψεν τὸ μυστήριον, τοὺς δὲ εἴασεν ἐν ἀγνοίᾳ ἀπολέσθαι, ἀλλ’ εἰδέναι δεῖ καὶ πεπεῖσθαι ὅτι τῇ προγνωστικῇ αὐτοῦ δυνάμει ἑκάστῳ τὸ κατ’ ἀξίαν πρὸς τὸ συμφέρον μετρήσας παρεῖχεν· προορᾷ γὰρ ἑκάστου τὴν προ‐
αίρεσιν καὶ πρὶν γενέσθαι αὐτόν.232

233

(1t)

1 Kor 2,10
1 Βάθη τοῦ θεοῦ εἶπεν τὰς βαθυτάτας αὐτοῦ καὶ διαλανθανούσας ἡμᾶς οἰκονομίας. Διὰ τούτων δείκνυσιν ὅτι ἐρευν, οὐχ ὡς ἀγνοοῦν ἀλλ’ ὡς ἐπιστάμενον. ἐπειδὴ δὲ οἱ μὲν πνεῦμα νῦν τὸν πατέρα εἰρῆσθαί
5φασιν, οἱ δὲ τὸν υἱόν, ῥητέον πρὸς ἑκάτερα. τὸν μὲν οὖν πατέρα ἀδύνατον εἰρῆσθαι· λέγει γάρ· ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεο, οὐδεὶς δὲ ἐξ αὐτοῦ ἐστιν· εἰ γὰρ περὶ θεοῦ εἴρητο, ἐκ τίνος ὁ θεός; τὸν δὲ υἱὸν ὑποπτεύεσθαι μὲν ἐγχωρεῖ, εἶναι δὲ αὐτὸν περὶ οὗ ὁ λόγος
10οὐχ οἷόν τε· τίς γὰρ ἂν εἴποι τὸν θεὸν λόγον ἐρευνᾶν, ἵνα μάθῃ τὰ τοῦ θεο; εἰ δὲ λέγοιεν διδάσκεσθαι τὸν υἱόν, πῶς ἀπὸ τῶν ἑξῆς οὐ συνεῖδον ὅτι ὡς ἀνθρώπου πνεῦμα τὰ ἐν αὐτῷ οἶδεν, οὕτως καὶ τὸ πνεῦμα τοῦ θεο. χωρὶς δὲ τούτου δι’ ὅλου τοῦ χωρίου τὸ πνεῦμα τὸ ἅγιον δείκνυται. Παρατηρητέον δὲ ὅτι τὸ μὲν
15πνεῦμα τὸ ἅγιον ἐκ θεοῦ φησιν εἶναι, τὸ δὲ ἀκάθαρτον οὐκ εἶπεν ἐκ τοῦ κόσμου ἀλλὰ τοῦ κόσμου· ὁ μὲν γὰρ παράκλητος οὐκ ἔστιν μέρος τοῦ θεοῦ, ὡς μέρος δὲ τῆς κτίσεως ὁ διάβολος κατὰ τὸ γεγενῆσθαι. τὸ δὲ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ θεο.
19t1 Kor 2,11—13
19Οὐχ ἵνα δείξῃ, ὡς ἐν ἡμῖν τὸ
20πνεῦμα ἡμῶν κρεῖττον ἡμῶν, οὕτως καὶ ἐν τῷ θεῷ τὸ πνεῦμα κρεῖττον αὐτοῦ, αὐτίκα εἰπών· τίς γὰρ ἀνθρώπων οἶδεν τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ
25πνεῦμα τὸ ἐν αὐτ; ἀλλὰ τί τὸ ἐν τοῦ θεο; τὸ μὲν γὰρ ἐν αὐτῷ μέρος συμπληρωματικὸν τοῦ ὅλου ἀνθρώπου, τὸ δὲ ἐξ αὐτοῦ τὸ αἴτιον δείκνυσιν. παρα‐
30τηρητέον δὲ ὅτι ὁ μὲν θεὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον δύο πρόσωπα, ἄνθρωπος δὲ καὶ τὸ πνεῦμα τὸ ἐν αὐτῷ οὐ δύο πρόσωπα ἀλλ’ εἷς ἄνθρωπος. δεικνὺς τοίνυν τὴν
35ἀκριβῆ τῆς κατὰ τὴν γνῶσιν233

234

πατρὸς καὶ πνεύματος ταυτότητα, τὴν γνῶσιν τοῦ ἐν ἡμῖν πνεύματος παρέβαλε τῇ γνώσει πατρὸς καὶ πνεύματος, ἵνα δειχθῇ, ὡς ἐν ἡμῖν
5ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ πνεύματι, τοῦτ’ ἔστι τῇ ψυχῇ καὶ τῷ νῷ, οὐκ ἔστι διαφωνία ἑνώσεως, ἀλλ’ οἴδαμεν ὃ οἴδαμεν, οὕτως καὶ ἐν πατρὶ καὶ ἁγίῳ πνεύματι οὐκ ἔστι
10διαφωνία γνώσεως ἀλλὰ ταυτότης. Ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν, πνεύματος δεδωκότος, τοῦ νοῦ κατειληφότος.
15 Ἃ καὶ λαλοῦμεν. πάλιν ἕτερον δείκνυσιν· οὐ μόνον φησίν, οὐχ εὑρίσκομεν ἐν λογισμοῖς τὰ ἀποκαλυφθέντα ἡμῖν, ἀλλὰ καὶ κηρύττομεν αὐτά, οὐ λόγοις καλλω‐
20πίζοντες ἀλλὰ τὰ πνευματικὰ τοῖς πνευματικοῖς συγκρί‐ νοντες, πνεύματος δυνάμει τὰς ἐκείνου ἀποκαλύψεις καὶ νοοῦντες καὶ ἐν τάξει κηρύττοντες. Πνευ‐
25ματικὰ πνευματικοῖς συγ‐ κρίνοντες· ὅταν γὰρ ἡ δευτέρα ἀποκάλυψις ἑρμηνεία ᾖ τοῦ προ‐ τέρου καὶ σαφήνεια, συγκρίνοντες οἱ δεχόμενοι τὰς ἀποκαλύψεις τὰ
30δεύτερα τοῖς πρώτοις, καὶ τὰ αὐτὰ εὑρίσκοντες πληροφορίαν μείζονα ἐλάμβανον τῆς ἀποκαλυφθείσης ἀληθείας.

233,col2

(20)

Ὁ μὲν θεὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον πρόσωπά ἐστιν δύο, ἄνθρωπος δὲ καὶ τὸ πνεῦμα τὸ ἐν αὐτῷ οὐ δύο πρόσωπα ἀλλ’ εἶς ἄνθρωπος. ἀλλὰ τοῦτο
25λέγει· ὥσπερ ἐν ἀνθρώπῳ οὐκ ἔστι διαφωνία γνώσεως, οὕτως καὶ ἐπὶ πατρὸς καὶ πνεύματος γνῶσις μία, ὥστε κατὰ τοῦτο οὐκ ἂν ὡς ἀγνοοῦν ἠρεύνησεν τὸ πνεῦμα. εἶτα
30πάλιν ἐπὶ μὲν τοῦ ἀνθρώπου εἶπεν τὸ πνεῦμα τὸ ἐν αὐτ, ἐπὶ δὲ τοῦ ἁγίου πνεύματος οὐκ εἶπεν τὸ ἐν τῷ θεῷ ἀλλὰ τὸ ἐκ τοῦ θεο. διαφορὰ δὲ πολλὴ τοῦ τε
35ἐν αὐτῷ καὶ τοῦ ἐκ τοῦ θεο·

234,col2

τὸ μὲν γὰρ ἐν αὐτῷ συμπληρω‐ τικόν ἐστι τοῦ ὅλου ἀνθρώπου, τὸ δὲ ἐξ αὐτοῦ τὸ αἴτιον δείκνυσιν.
15 Ἀκριβῶς τὸ μὲν πνεῦμα τὸ ἅγιον ἐκ τοῦ θεοῦ εἶπεν ὡς ζῶσαν καὶ ἐνυπόστατον οὐσίαν, τὸ δὲ ἀκάθαρτον τοῦ κόσμου ὡς συμπληρωτικὸν αὐτοῦ τῆς οὐσίας·
20μέρος γὰρ τῆς κτίσεως αὐτοῦ ὁ διάβολος κατὰ τὸ γεγενῆσθαι. ὅμως οὐχ εὑρίσκομεν λογισμοῖς τὰ ἀπο‐ καλυφθέντα ἡμῖν καλλωπίσαι, ἀλλὰ πνευματικοῖς πνευματικὰ
25συγκρίνομεν, ὅταν ἡ δευτέρα ἀποκάλυψις ἑρμηνεία καὶ σαφήνεια γένηται τοῦ πρώτου διδάγματος ἢ ὁράματος ἢ θαύματος· τὰ γὰρ δεύτερα τοῖς πρώτοις συγκρίνονται
30καὶ τὰ αὐτὰ εὑρίσκονται. πληρο‐ φορίαν μεγίστην λαμβάνομεν τῆς ἀληθείας ἐκ τῆς συμφωνίας. καὶ τοῦτο δὲ δηλοῖ τὸ συγκρίνον‐ τες ἐξ ἐναντίου, καὶ τοῦτο δια‐
35κρίνοντες καὶ χωρίζοντες· βέλτιον δὲ τὸ πρότερον.

234

(37t)

1 Kor 2,14—15
37 Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύ‐ ματος. ψυχικὸν λέγει τὸν
40στοιχοῦντα τοῖς οἰκείοις λογισμοῖς.234

235

Μωρία γὰρ αὐτῷ ἐστιν. τοσοῦτον τὸ βάθος τῆς πνευματι‐ κῆς ἀποκαλύψεως ὡς τοῖς σοφοῖς τοῦ κόσμου τούτου μωρίαν φαί‐
5νεσθαι· οὕτως ἀχώρητος αὐτοῖς ἡ τοῦ θεοῦ ἀποκάλυψις. Τοῦ γὰρ ἁγίου πνεύματος χάρις
9δύναμιν ἐπιδεικνυμένη ἤλεγχε τὸν
10τεχνικόν, οὐ τεχνικῶς ἀλλ’ ἰσχύϊ τῶν θαυμάτων.
20 Οἱ πνευματικοὶ οὐ λογι‐ σμοῖς τοὺς λογισμοὺς ἀνατρέπουσιν, ἀλλὰ τὸν παρὰ τοῦ θεοῦ δεχόμενοι νοῦν καὶ τὴν ἐκεῖθεν ἀποκάλυψιν διαλέγονται, ὥστε ὁ ἀντιτασσό‐
25μενος οὐ λογισμοὺς ἐλέγχει, ἀλλ’ ἐναντιοῦται τῇ τοῦ θεοῦ γνώσει. διὰ τοῦτό φησιν· τίς γὰρ ἔγνω νοῦν κυρίου, ὃς συμβιβά‐ σει αὐτόν; ἡμεῖς δὲ νοῦν
30Χριστοῦ ἔχομεν, τοῦτ’ ἔστι τὴν γνῶσιν.

234,col2

(37)

Ψυχικὸν δὲ λέγει τὸν στοι‐ χοῦντα τοῖς οἰκείοις λογισμοῖς ἢ τὸν νοσοῦντα τοῖς τῆς ψυχῆς λογι‐
40σμοῖς καὶ μὴ ἐρρωμένον περὶ τὴν

235,col2

γνῶσιν τῆς ἀληθείας, ὥσπερ καὶ σαρκικὸν λέγει τὸν νοσοῦντα περὶ τὰς σαρκικὰς ἐπιθυμίας καὶ ἡδονῶν δοῦλον. οὕτως οὖν ὁ
5ψυχικὸς οὐ δύναται δεκτικὸς εἶναι τῆς ἀληθείας, ἀλλ’ οὕτως κεκάκωται τὴν ψυχὴν ὡς μωρίαν ἡγεῖσθαι τὴν οἰκονομίαν τοῦ θεοῦ καὶ τὴν χάριν. καὶ οὐ δυνά‐
10μενος γνῶναι ὅτι πνευμα‐ τικῶς ἀνακρίνεται. ὁ ψυχι‐ κὸς ἄνθρωπος τεχνικοὺς ἐπιζη‐ τῶν λογισμοὺς ἐπὶ τοῦ σταυροῦ ὡς μωρὸν καὶ ἀπείθανον ἀπωθεῖ‐
15ται τὸ κήρυγμα, καὶ μὴ ἀποβλέπων πρὸς τὰς τοῦ πνεύματος θαυμα‐ τουργίας οὐδὲ νοῆσαι ἔτι δύναται, ὅτι πρὸς τὴν ἀλήθειαν ἀντιτάττεται ὑπὸ τῆς τοῦ πνεύματος δυνάμεως
20καὶ θαυματουργίας ἀπελεγχόμε‐ νος· τὸ γὰρ ἀνακρίνεται δηλοῖ τὸ ἀκριβῶς καὶ ἐξητασμένως ἀπελέγχεται. ὁ δὲ πνευματι‐ κός, ὁ τετυχηκὼς πνεύματος δι’
25ὧν ἐπιδείκνυσι σημείων, ἀπελέγχει μὲν πάντα τὰ παρὰ τοῖς ἄλλοις ἐλέγχοντα κακῶς, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀπελέγχεται. εἶτα καὶ πιστούμενος τὸν λόγον τὰ ἐκ τῆς
30παλαιᾶς παρατίθησι καί φησιν.

235

(32t)

1 Kor 2,16
32 Συμβιβάσει· διορθώσει. ἡμεῖς νοῦν ἔχομεν Χριστοῦ τοῦ θεοῦ ἡμῶν. εἰ δὲ τὸν νοῦν τοῦ θεοῦ οὐ καταλαμβάνουσιν ἄνθρωποι γνῶναι, οὐκοῦν οὐδὲ τὸν ἡμῶν τῶν ἐχόντων νοῦν καὶ σοφίαν θεοῦ.
35t1 Kor 3,1—3
35 Οἱ ἄπιστοι ταῖς θαυματουργίαις μᾶλλον ἕπονται· διὸ ὑμῖν λόγον εἶπον, οὐ μὴν τὴν τελείαν σοφίαν τὴν ἀποκεκρυμμένην, τὴν
περὶ τοῦ πάθους οἰκονομίαν ἣν τέλειοι μόνοι πιστεύοντες καταδέχονται.235

236

ἔτι τὴν περὶ τῶν ἠθικῶν διδασκαλίαν καὶ τὸ διὰ τῶν σημείων πιστεῦσαι τροπικῶς γάλα καλεῖ, βρῶμα δὲ τὴν τῶν θείων δογμάτων ἀπαγ‐ γελίαν. δύναται δὲ γάλα εἶναι καὶ τὰ ἐλαφρὰ παραγγέλματα, τὸ τιμᾶν πατέρα καὶ τὴν μητέρα, καὶ οὐ μοιχεύσεις καὶ τὰ ὅμοια, καὶ
5δεῦρο ἀκολούθει μοι. εἶτα εἰπών· σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε, τοῦτο λέγει τὰ ἐν ἀνθρώποις τιμᾶτε καὶ οὐ τὰ τοῦ θεοῦ ζητεῖτε.
8t1 Kor 3,5
8Ἀντὶ τοῦ ἴσοι κατὰ τὴν διακονίαν.
9t1 Kor 3,6—10
9Τὰ μὲν ὡς ἐπὶ γεωργίας εἴρηται αὐτῷ, τὰ δὲ ὡς ἐπὶ οἰκοδομῆς.
10αὐτὸς δὲ ἔφη πεφυτευκέναι καὶ τὴν ἀρχὴν δεδωκέναι καὶ θεμέλιον καταβεβληκέναι θεοῦ. Παρεγγυᾷ τοῖς μετ’ αὐτὸν οἰκοδομοῦσι τῷ θεμελίῳ, ὅπως μὴ παρέργου τὴν οἰκοδομὴν ποιήσωνται. θεμέλιον δὲ λέγει τὴν πίστιν καὶ τὸ κήρυγμα.
15t1 Kor 3,11—15
15 Οὐ τῆς κτίσεως λέγεται θεμέλιος ὁ Χριστός, ὡς ψευδόμενοι οἱ Ἀρειανοὶ διϊσχυρίζονται, ἀλλὰ τῆς πίστεως· ἐκηρύχθη γὰρ ὁ Χριστός, καὶ πᾶσα ἡ οἰκοδομὴ ἐπὶ τοῦτον γίνεται τὸν θεμέλιον. καὶ οἱ μὲν διδάσκοντες μίαν πίστιν κηρύττουσιν καὶ τὸν εὐαγγελικὸν βίον καταγ‐ γέλλουσιν, ἡμῶν δέ ἐστιν ἑαυτοὺς ἢ λίθους ποιεῖν τιμίους ἢ ξύλα
20ἢ χόρτον ἢ καλάμην. ὅταν οὖν εἴπῃ· ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομε, οὐ κατὰ τὸν βίον, ἀλλὰ κατὰ τί; θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον. ὁ διδάσκων τὸν Χριστὸν καταγγέλλει καὶ τὰ παραγγέλματα αὐτοῦ δίδωσιν· λοιπόν ἐστιν ἀφομοιωθῆναι ἢ χρυσῷ διὰ τὴν καθαρότητα, ἢ
25χόρτῳ διὰ τὴν ἀσθένειαν. ἐὰν οὖν παραγγείλῃ ὅτι ἕκαστος βλεπέτω καὶ τὰ ἑξῆς, πρὸς τοὺς βουλομένους ἐπονομάζεσθαι ἀπὸ τῶν βαπτιζόν‐ των ἢ διδασκόντων. Εἴ τινος τὸ ἔργον μένει ὃ ἐπῳκοδό‐ μησεν, ὁρᾷς ὅτι καλὸν οἰκοδομεῖ ὁ οἰκοδομῶν· ἐκεῖνο δὲ οὐ μένει κατὰ μεταβολὴν ἐνίοτε χείρονος προαιρέσεως. εἴ τινος τὸ ἔργον
30κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται,
οὕτως δὲ ὡς διὰ πυρός.236

237

ὑπερβατόν ἐστιν· οὕτως γὰρ ἀναγνωστέον· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, οὕ‐ τως δὲ ὡς διὰ πυρός, ἀντὶ
5τοῦ οὕτως κατακαυθήσεται καὶ ζημιωθήσεται ὡς διὰ πυρός, αὐτὸς μέντοι σωθήσεται· οὐ γὰρ παρ’ αὐτὸν γεγένηται ἡ ἐπὶ τὸ χεῖρον παρατροπή.

237,col2

Καθ’ ὑπερβατὸν εἴρηται, ἵνα ᾖ οὕτως· εἴ τινος τὸ ἔργον μένει, μισθὸν λήψεται, αὐτὸς δὲ σωθή‐ σεται. εἴ τινος τὸ ἔργον καυθή‐
5σεται, ζημιωθήσεται καὶ καυθή‐ σεται ὡς διὰ πυρός. πῶς δὲ αὐτὸς σωθήσεται, ἐὰν τὸ ἔργον αὐτοῦ κατακαῇ ὃ οἰκοδό‐ μησεν; οὕτως δὲ ὡς διὰ
10πυρὸς κρινομένου αὐτοῦ, μή τι παρέλιπε τῶν εἰς διόρθωσιν ἡκόν‐ των ἢ ὑπόμνησιν τῶν ἁμαρτανόν‐ των κατὰ τὸν Ἰεζεκιήλ.

237

(14t)

1 Kor 3,16—18
14Πάλιν μεταβαίνει ἐπὶ τοὺς
15θαρσοῦντας τῇ ἑαυτῶν σοφίᾳ. ὅτι δὲ ναοὺς μὲν τοῦ θεοῦ λέγει τοὺς πιστεύοντας, φθείρειν δὲ τὸν ναὸν τοῦ θεοῦ λέγει. τοὺς λόγοις θαρσοῦντας, τὰ ἑξῆς δηλώ‐
20σει. εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτ, γενέσθω μωρός. διὰ τί οὖν φθείρει τὸν ναὸν ὁ θαρσῶν τῇ ἔξωθεν σοφίᾳ; εἰ θεοῦ ναὸς
25εἶ, ἐκεῖνον ὀφείλεις ἔχειν διδά‐ σκοντα καὶ ἀποκαλύπτοντα· εἰ δὲ ἀφεὶς τὸν ἐνοικοῦντα τῇ σῇ συνέσει κέχρησαι, οὐκέτι ναὸν ποιεῖς τὸν ναὸν ἀλλὰ φθείρεις
30αὐτόν. εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν, τοῖς πλησσομέ‐ νοις καὶ βλαπτομένοις ὑπὸ τῆς ἔξωθεν παιδείας· διεστείλατο γὰρ εἰπὼν ἐν ὑμῖν.

237,col2

(14t)

Τοὺς κατηχθέντας καὶ δεξαμέ‐
14νους τὸν λόγον τῆς γνώσεως
15ἐν ἑαυτοῖς καὶ μὴ παρασαλευθέν‐ τας καὶ τὴν διδαχήν, τοῦ ἁγίου πνεύματος ναοὺς ὀνομάζει καὶ οἴκους ἀκινήτους τοῦ ἐνοική‐ σαντος πνεύματος· τοὺς δὲ πράξαν‐
20τάς τι τῆς τοῦ πνεύματος ἐνερ‐ γείας ἄξιον, τούτους πνευματι‐ κοὺς καλεῖ, ὥσπερ ῥητορικοὺς καὶ τεχνικούς φαμεν τοὺς τῆς τέχνης καὶ τῆς ῥητορικῆς ποιησαμένους
25ἐπίδειξιν. οἱ οὖν ἑτέραν διδασκα‐ λίαν ἐκ τῆς ἔξωθεν σοφίας παρα‐ δεχόμενοι, οὗτοι ἔφθειραν ἑαυτῶν τὸν λογισμὸν παραχαράττοντες τὴν πίστιν τὸν τοῦ πνεύματος
30ναόν. διὸ ἀπειλεῖ τούτους ὑπὸ θεοῦ διαφθαρήσεσθαι, ὅτι κατα‐ λιπόντες τὸν ἐνοικοῦντα διδάσκα‐ λον περὶ τὴν ἔξω σοφίαν ἐπλανή‐ θησαν ἱκανὴν οὖσαν πρὸς ἐφόδιον
35ἀπάτης.237

238,col2

Δι’ ὧν τὴν σοφίαν τοῦ κόσμου τούτου ἀπαγορεύει οὖσαν ἱκανὴν πρὸς ἀπάτην, διεστεί‐ λατο τοὺς πληττομένους τῷ ἐλέγχῳ.

238

(5t)

1 Kor 3,21—23
5 Παραγγείλας μὴ προσδέχεσθαι τὴν ἔξω σοφίαν, διδάσκει μήτε ἐπὶ σοφοῖς ἀνθρώποις καυχᾶσθαι· εὐτελὴς γὰρ αὕτη ἡ καύχησις ὅπου πάντα ἐστὶν ὑμῶν, καὶ οἱ ἀπόστολοι—διὰ γὰρ τοὺς ὠφελουμένους ἀπεστάλησαν—, καὶ ὁ κόσμος ὑμῶν δι’ οὓς γέγονε πρὸς ἀπόλαυσιν, καὶ ἡ ζωὴ ὑμῶν ὡς σωζομένων, καὶ ὁ θάνατος
10εἰ μὴ γὰρ ἦν τὰ τοῦ θανάτου φοβερά, οὐκ ἂν τὰ τῆς μελλούσης ζωῆς προετιμήθη—· κατὰ τὸν αὐτὸν γὰρ λόγον εἴρηται τὰ ἐνεστῶτα καὶ μέλλοντα· οἱ γὰρ τῶν ἐνεστώτων καταφρονοῦντες ὡς προσκαίρων τῶν μελλόντων ἐπιτυγχάνουσιν. πάντα οὖν τὰ προειρημένα ὑμῶν, ὅτι καὶ ὑμεῖς Χριστοῦ γεγόνατε, καὶ οἱ τῷ Χριστῷ προσοικειώμενοι
15ἀρέσκονται θεῷ. Πάντα ὑφ’ ὑμῶν. πῶς καὶ τίνα τρόπον; ὅτι καὶ ὑμεῖς Χριστοῦ γεγόνατε, καὶ ἵνα δείξῃ ὅτι οἱ τῷ Χριστῷ προσοικειώμενοι ἀρέσκονται θεῷ, ἐπήγαγεν· Χριστὸς δὲ θεο.
19t1 Kor 4,1
19Ἀρκεῖ μὲν ἡμῖν τὸ ὡς ὑπηρέτας Χριστοῦ τιμᾶσθαι, τὸ δὲ
20ἀφ’ ἡμῶν τινας ὀνομάζεσθαι φορτικόν.
21t1 Kor 4,2
21 Ὑμεῖς μὲν ὡς ὑπηρέτας θεοῦ ὁρᾶτε ἡμᾶς, τίς δὲ ὑπηρέτης πιστός, μὴ ὑμεῖς ζητεῖτε—τοῦτο γὰρ ἐν ὑμῖν κινδυνεύεται—καὶ οὔτε ἄξιον τοὺς διδασκάλους κρίνεσθαι ὑπὸ τῶν μαθητῶν. διὰ τί δὲ ταῦτά φησιν; ἐπειδὴ συνεῖδέν τινας μὲν τῶν διδασκάλων ἀναξίους
25τιμωμένους ὑπ’ αὐτῶν, τοὺς δὲ ἀξίους περιορωμένους, ὅθεν καὶ προεώρα σχίσματα ἐν αὐτοῖς ἐσόμενα. διὸ καὶ σφοδρότερον ἐγκαλεῖ σπεύδων καταστεῖλαι τὸ πάθος.
28t1 Kor 4,3
28 Ἵνα δὲ μὴ δόξῃ ὡς καταφρονηθεὶς ὑπερόπτως ταῦτα λέγειν, μονονουχὶ τοῦτο λέγει· μὴ νομίσητε ταῦτά με ὑπὲρ ἐμαυτοῦ ἀποστέλλειν·
30οὐ γὰρ οὕτω πολιτεύομαι ἵνα ὑφ’ ὑμῶν ἀνακριθ· ἀνάξιον γὰρ
τοῦτο ἡγοῦμαι ὡς πρὸς ὑμᾶς καὶ πάντα ἄνθρωπον. ἀνθρωπίνην238

239

δὲ ἡμέραν τὸν ἄνθρωπον καλεῖ, τὸ πρόσκαιρον καὶ ἐφήμερον τῆς τῶν ἀνθρώπων ζωῆς δηλῶν. εἶτα ἐπειδὴ μέγα δοκεῖ εἶναι τὸ εἰπεῖν οὐδὲν ἐμαυτῷ σύνοιδα, ἐπήγαγεν ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι· ἔστι γὰρ κατ’ ἄγνοιαν πταίσαντα μὴ πλήττεσθαι τὸ
5συνειδός. ἔπειτα οὐ τὸ μὴ ποιεῖν φαῦλον δικαιοῖ, ἀλλὰ τὸ κατορθοῦν ἀρετὴν τελειοῖ. εἰκὸς δὲ ὅτι καὶ μετριοπαθῶν εἶπεν τοῦτο· μὴ οὖν φρονεῖτε μείζονα ἢ καθ’ ὑμᾶς, ἀλλ’ ἀναμένετε τὸν κριτήν.
8t1 Kor 4,5
8 Δι’ ὅλου ἔχεται τοῦ σκοποῦ σωφρονίζων τοὺς βουλομένους ἀπὸ μὲν τοῦ δεῖνος ὀνομάζεσθαι, ἀπὸ δὲ τοῦ δεῖνος μὴ ὀνομάζεσθαι· τοῦτο
10γὰρ κρινόντων ἐστὶν τόν τε ἄξιον καὶ μὴ ἄξιον. μὴ οὖν φρονεῖτε μείζονα ἢ καθ’ ὑμᾶς, ἀλλ’ ἀναμένετε τὸν κριτήν· ὑμᾶς μὲν γὰρ καὶ πεπλασμένον ἦθος ἀπατᾶν ἐγχωρεῖ, τὸν δὲ φωτίζοντα τὰ κρυπτὰ τοῦ σκότους οὐκ ἄν τι τῶν κεκρυμμένων διαλάθοι. ταῦτα δὲ εἶπεν, ὡς ὅτι πολλὰ παρ’ αὐτοῖς κατ’ ἀπάτην ἐγίνετο καὶ ἀνάξιοι ἐτιμῶντο.
15 Οἱ τιμώμενοι οὐ πάντως ἦσαν καλοί, ἀλλ’ ἕως σχήματος ἐπεῖχον τὴν ἀρετήν, παρεωρῶντο δὲ οἱ φύσει καλοί· οὐ γὰρ ἂν ταῦτα εἶπεν.
17t1 Kor 4,6
17 Ἑαυτὸν καὶ Ἀπολλῶ παράγει σιωπήσας τὰ πρόσωπα τῶν ἀπαιτούντων τιμᾶσθαι καὶ ἀπ’ αὐτῶν ὀνομάζεσθαι τοὺς μαθητάς, ἵνα τύπον καὶ ἀκολουθίαν ἀφ’ ἡμῶν λάβητε μετρίως προσφέρεσθαι τοῖς
20διδασκάλοις. καὶ μὴ ὑπὲρ ἃ γέγραπται φρονεῖτε περὶ ἡμῶν, ἀλλὰ λογίζεσθε ἡμᾶς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεο, καὶ μὴ τοὺς μὲν τῶν διδασκάλων ἀτιμάζετε, τοὺς δὲ τιμᾶτε. Σαφέστερον ἐν τούτοις ἤλεγξεν αὐτῶν τὴν γνώμην· ὁ γὰρ ὀνομα‐
25ζόμενος ἀπὸ τοῦ δεῖνος, τὸν δεῖνα δὲ περιορῶν, ὑπὲρ ἐκείνου μὲν ἐφυσιοῦτο, κατ’ ἐκείνου δὲ εἶχεν τὴν φυσίωσιν.
27t1 Kor 4,7
27 Σὲ τὸν βουλόμενον ἀπὸ τοῦδε καλεῖσθαι ἢ τόνδε καταλιμπάνειν, τίς διακρίνει; οὐχὶ ἀναμένεις
30τὸν κριτήν; σὺ ὁ ὑπακούων ἀνα‐239

240

μένεις τὸν κριτήν, καὶ τὸν διδάσκα‐ λον τῇ σῇ κρίσει ὑποβάλλεις;

239,col2

(27)

Σὲ τὸν λαϊκὸν τίς διακρίνει ἐφ’ οἷς ἢ φρονεῖς ἢ πράττεις, ὅτι σὺ ἑτέρους διακρίνειν τολμᾷς, καὶ
30ταῦτα διδασκάλους; οὐχὶ ὁ κύριος;

240,col2

εἰ οὖν σὺ ὁ μαθητὴς τὸν κύριον ἀναμένεις κριτήν, πῶς τὸν δι‐ δάσκαλον τῇ σῇ ὑποβάλλεις κρίσει, τὸν μὲν ἄξιον λέγων, τὸν δὲ
5ἀνάξιον;

240

(6)

Διὰ τί νομίζεις ἔχειν πλεονέκτημα ὃ μήτε ἔχεις μήτε εἴληφας; λέγει δὲ τὴν ὑπερβάλλουσαν σύνεσιν δι’ ἧς καὶ δυνατὸν καὶ διδασκάλους κρίνειν καὶ δοκιμάζειν. Εἰ καὶ ἔλαβες τὴν σύνεσιν ἀπὸ θεοῦ, δεῖ τῷ θεῷ τῷ δεδωκότι αὐτὴν
10δόξαν προσάγειν, οὐ μὴν ἐπὶ σαυτῷ μέγα φρονεῖν καὶ ἐπαίρεσθαι ὡς οἰκεῖον προβαλλόμενον πλεονέκτημα.
12t1 Kor 4,8
12 Οὐχ ὅτι οὕτως εἶχε τὰ κατ’ αὐτούς, ἀλλὰ δείκνυσιν ὅτι οὕτω διέκειντο ψευδῆ περὶ ἑαυτῶν δοξάζοντες, καὶ ᾤοντο πάσης πεπληρῶσθαι γνώσεως ὡς λοιπὸν καὶ διδασκάλους κρίνειν. ἤδη προσκορῆ γέγονεν
15ὑμῖν τὰ χαρίσματα καὶ οὐκ ἀεὶ ποθητά. τὸ δὲ χωρὶς ἡμῶν δηλοῖ μηδέπω βασιλευσάντων ὑμεῖς ἔφθητε βασιλεῦσαι, τὸ δὲ καὶ ὄφελόν γε διὰ μέσου θεὶς τὴν περὶ αὐτοῦ διάθεσιν δείκνυσιν· εἶτα εἰπὼν ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν, ἐμφαίνει ὅτι τὰ ἐκείνων κατορθώματα ἴδια λογίζεται ἀγαθά. οὐκ ἀπεικὸς καὶ ὡς ἐν ἐρωτήσει
20ἀναγινώσκειν τὸ ἐβασιλεύσατε καὶ ἐπλουτήσατε, ἵνα ᾖ ἐν ἤθει τὰ εἰρημένα τῷ ἤδη κεκορασμένοι ἐστέ.
22t1 Kor 4,9
22 Ὡς ὁρῶ γάρ, ἐὰν ὑμεῖς ἐπλουτήσατε καὶ ἐβασιλεύσατε χωρὶς ἡμῶν, ἡμεῖς ἔσχατοι καὶ ἐπιθανάτιοι γεγόναμεν οἱ πάντα ὑποστάντες.
25 Ἀνθρώποις μέν, φησίν, ὡς ὁρῶσι τὰ ἡμέτερα κακά, ἀγγελι‐ κοῖς δὲ ὡς θαυμάζουσι τὰς ἡμετέρας ἐνστάσεις.
27t1 Kor 4,10
27 Ὅμοια καὶ ταῦτα. οἱ διδάσκοντες ὑμᾶς ἐν καταφρονήσει καὶ εὐτελείᾳ ὡς καὶ μωροὶ νομίζεσθαι τῷ κόσμῳ, ὑμεῖς δὲ οἱ διδασκόμενοι
ἐν πλούτῳ ἤδη καὶ τιμαῖς Χριστοῦ εἶναι βούλεσθε. ταῦτα δὲ λέγει240

241

(1t)

1 Kor 4,8—20
1δεικνὺς ὅτι ἐν τοῖς πνευματικοῖς χαρίσμασιν οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον.
3t1 Kor 4,11—13
3 Ἡμεῖς πάντα διὰ τὸν Χριστὸν ὑπομένομεν καὶ μέχρι νῦν ταπεινοῦμεν ἑαυτούς. καὶ πῶς δυνατὸν ὑμᾶς ἐν σαρκὶ ζῶντας προτι‐
5μᾶσθαι παρὰ θεῷ τῶν καμνόντων, τῶν διωκομένων, τῶν λοιδο‐ ρουμένων, τῶν κολαφιζομένων; παιδεύει δὲ διὰ πάντων τούτων πῶς δεῖ τὸν Χριστιανὸν εἶναι καὶ ταπεινοῦν ἑαυτόν. Ἀντὶ τοῦ ἀποψήγματα. ὥσπερ ἀποσαρώματα καὶ κόπρος ἐξ οἴκου ἀποκαθαρθέντος ληφθεῖσα γεγόναμεν, ἀπὸ πάντων εὐτελιζόμενοι, καί
10ἐσμεν πάντων ἀποκαθάρματα πᾶσιν ἀνθρώποις ὑποτιθέντες ἑαυτοὺς διὰ Χριστόν. περίψημα δὲ λέγεται τὸ σάβανον ὃ τοὺς ἱδρώτας τοῦ κάμνοντος ἀποψήχει καὶ ἀπομάσσεται τὴν κάκωσιν τὴν ἐπικειμένην.
13t1 Kor 4,14
13 Ἰσχυρῶς διὰ τῶν πρώτων καθαψάμενος διὰ τούτων παραμυθεῖται, ἵνα διὰ τῶν στυπτικῶν καὶ γλυκέων κεράσῃ τῆς σωτηρίας τὴν δύναμιν.
15ἐντρέπων, διατρέπων.
16t1 Kor 4,15
16 Εἰπὼν ἑαυτὸν πατέρα, ἐκείνους δὲ παιδαγωγοὺς ἀφ’ ὧν ἐκαλοῦντο, δείκνυσιν ὅτι γνησιωτέραν ἔχει τῶν ἄλλων περὶ αὐτοὺς διάθεσιν, καὶ ὡς ὑπὸ πατρὸς νουθετούμενοι ἀγανακτεῖν οὐκ ὀφείλουσιν.
19t1 Kor 4,16
19Ἐν τῷ μὴ ὑπερφρονεῖν τινων καὶ ἐπαίρεσθαι μιμηταί μου
20γίνεσθε, καὶ ἐν τῷ μὴ ἀπό τινος καλεῖσθαι ἀλλ’ ἀπὸ Χριστοῦ.
21t1 Kor 4,18—20
21 Ὁρᾷς ὅτι ἐκεῖνα τὰ λεγόμενα αὐτῷ, τὸ ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δυνατο, καὶ τὰ ἄλλα
πάντα, πρὸς τὸ πεφυσιῶσθαί τινας241

242

ἐλέγετο καὶ ἐπῆρθαι. Ἐλεύ‐ σομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος θελήσ, καὶ γνώσομαι οὐ τὸν λόγον
5τῶν πεφυσιωμένων ἀλλὰ τὴν δύναμιν. δι’ ὧν φησιν καὶ ἐλέγχει ἰσχυρῶς, καὶ μαρτυρεῖ αὐτὸς ἐπιτηδειότητα πρὸς ἐπανόρ‐ θωσιν τῷ τὴν παρουσίαν ἑαυτοῦ
10ἀπειλεῖν· ὡς γὰρ εἰ φανείη ταπει‐ νουμένων, ἐπαγγέλλεται τὴν παρου‐ σίαν, τῷ λόγῳ πρὸ τῆς παρουσίας διορθούμενος. πλὴν ἀλλὰ προσ‐ έθηκε τὸ ἐὰν ὁ κύριος θελή‐
15σ· ὑπὸ μὲν τῆς ἀγανακτήσεως ἠπείχθη εἰπεῖν ὅτι ἐλεύσομαι, ὑπὸ δὲ τῆς εὐλαβείας ὑπεμνήσθη προσθεῖναι τὴν καλλίστην προσθή‐ κην τὴν ἐὰν ὁ κύριος θέλῃ
20ἐνταῦθα δὲ ὃ πρότερον ἐπεσκια‐ σμένως ἔλεγεν ἵνα μὴ δόξῃ σφοδρῶς ἐλέγχειν, ἀνακαλύπτει· οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεο, δηλονότι τῷ εὐπαιδεύτῳ· οὐ γὰρ
25ἄνευ λόγου ἐδίδασκον οἱ ἀπόστολοι καὶ ἐκήρυττον.

241,col2

(21)

Δῆλον καὶ ἐκ τούτων ὅτι τὸ ἡ μεῖς ἀσθενεῖς, ὑμεῖς δὲ δυνατο, καὶ τὰ ἄλλα πρὸς πεφυσιῶσθαί τινας ἐλέγετο.

242,col2

(11)

Ἐπαγγέλλεται τὴν παρουσίαν αὐτοῦ, ὅπως ἐὰν φθάσωσιν ἑαυτοὺς διορθώσασθαι. διὰ μὲν οὖν τὴν ἀγανάκτησιν ἠναγκάσθη εἰπεῖν τὸ
15ἐλεύσομαι, διὰ δὲ τὴν εὐ‐ λάβειαν προσέθηκεν τὸ ἐὰν ὁ κύριος θελήσ.
20 Σαφέστερον καὶ ἐκ τούτων ἐγένετο ὅτι πρὸς τοὺς μεγαλαυ‐ χοῦντας ἐπὶ τῇ σοφίᾳ τοῦ κόσμου τούτου ἀγανακτεῖ· οὐ γὰρ τὸν κοινὸν βούλεται διαβάλλειν
25λόγον. τοῦτο δὲ καὶ αὐτοῖς εἰς πάντας ἐκήρυσσεν.

242

(27t)

1 Kor 4,21
27 Ἐπειδὴ διττή ἐστιν ἡ ἐπανόρθωσις, πῆ μὲν διὰ νουθεσίας τοῖς πειθηνίοις, πῆ δὲ διὰ βίας καὶ ἀνάγκης τοῖς σκληροτραχήλοις, φιλανθρώ‐ πως τούτων τὴν αἵρεσιν ἐπ’ αὐτοῖς πεποίηκεν, ὅπως 〈ἀναμετανοοῦντεσ〉
30ἑαυτοὺς διορθώσονται. ῥάβδον δὲ εἶπεν τὴν ἀναγκαστικὴν τοῦ πνεύ‐ ματος δύναμιν, ᾗ ἐχρήσατο Παῦλος κατὰ Ἐλύμα καὶ κατ’ αὐτοῦ τοῦ Παύλου ὁ θεός.
33t1 Kor 5,1—5
33Οὐκ ἐπειδὴ γυναῖκα τὸν εἰρη‐
μένον τρόπον εἶχεν ἐκεῖνος, ἀλλ’242

243

ὅτι ἐλλόγιμος ἦν, καὶ οὐχὶ ἐπένθουν ὅτι γυναῖκα τοῦ πατρὸς εἶχεν, ἀλλ’ ἐπεφυσίωντο ὅτι εὐπαίδευτος ἦν· τὸ γὰρ πένθος αὐτῶν ἢ ἐχώριζε
5τὸν πορνεύσαντα ἐπιμένοντα, ἢ τοῦ πράγματος τὴν ἀτοπίαν ἐξώρι‐ ζεν καὶ ἐπανῆγεν αὐτόν.
14Οὐχ ἁπλῶς ἐργασάμενον ἀλλὰ
15κατεργασάμενον· οὐ γὰρ συναρπασθεὶς ἔπεσεν, ἀλλ’ ἔργῳ ἐχρήσατο τῷ κακῷ. καὶ πνεύ‐ ματι δὲ παρεῖναι λέγει συνψη‐ φιζόμενος καὶ συνκατακρίνων—
20πνεῦμα δὲ τὸ χάρισμα λέγει— συναχθέντων σὺν τῇ δυνά‐ μει τοῦ Χριστο. οἱ φυσιού‐ μενοι ἐπὶ τῷ πορνεύσαντι διὰ τὴν ἐλλογιμότητα μέρος ἦσαν τοῦ
25παντός, πάντας δὲ πρὸς τὴν κατά‐ κρισιν τὴν ἐπὶ τῇ πορνείᾳ συν‐ αχθῆναι καλεῖ.

244

(7)

Τὸ πνεῦμα οὐ τὴν ψυχήν, ἀλλὰ τὸ χάρισμα ἔφασαν.

242,col2

(33)

Ἵνα μὴ δόξῃ παραλόγως κινεῖσθαι καὶ τὴν αἰτίαν τῆς ὀργῆς

243,col2

ἐπάγει, ὅτι οὐ μόνον πορνεία ἀλλὰ καὶ τοιαύτη ἀκούεται παρ’ ὑμῶν οἵα οὐδὲ ἐν τοῖς ἔθνεσιν. καὶ μέγα φρονεῖτε ὅτι
5τῇ σοφίᾳ τοῦ κόσμου κεκαλ‐ λώπισθε. δέον πενθεῖν ἐπ’ αὐτὸν ὅτι πορνείαν οὐδὲ τοῖς ἄλλοις συνήθη τετόλμηκεν· τοῦτο γὰρ τὸ πένθος ἢ ἐχώριζεν τὸν πορνεύ‐
10σαντα ἐπιμένοντα τῇ πορνείᾳ, ἢ αὐτὴν τὴν ἀτοπίαν ἐχώριζεν καὶ αὐτὸν ἐπανήγαγεν τὸν ἄνθρωπον, ἵνα τὸ πνεῦμα σωθ. Οὐκ ἀπεργασάμενον εἶπεν ἀλλὰ
15κατεργασάμενον, κἂν τούτῳ ἵνα ἐμφήνῃ ὅτι πολλῇ παραμονῇ χρησάμενος εἰργάσατο τὸ κακόν, καὶ οὐ συναρπαγεὶς ἥμαρτεν ἵνα σχῇ καὶ ἀπολογίαν. καὶ ἱκανὸς
20μὲν ἦν καὶ μόνος ὁ ἀπόστολος κατακρῖναι ἐκεῖνον, ἀλλὰ θέλει συμψήφους αὐτῷ γενέσθαι καὶ τοὺς Κορινθίους, ὅπως ἂν οὕτω καταρθεῖεν, χωρισθέντες τῆς τοῦ
25παρανόμου κοινωνίας, καὶ μάλιστα οἱ ἐπὶ παιδεύσει πεφυσημένοι. οὐχ ὡς ὑποβάλλων δὲ αὐτὸν τῇ τοῦ σατανᾶ ἐξουσίᾳ τοῦτο ποιεῖ— ἢ γὰρ ἂν ηὔφρανε τοῦτο ποιῶν τὸν
30σατανᾶν—ἀλλ’ ἐπειδὴ τῷ σατανᾷ εἰώθαμεν ἀνατιθέναι πάντα τὰ κατὰ τὸν βίον χαλεπά, οἷον νόσους, λύπας, πένθη, περιστάσεις ἑτέρας, ὡς καὶ αὐτὸς πού φησιν ὁ ἀπόστο‐
35λος· ἐδόθη μοι σκόλοψ σατᾶν, ἵνα με κολαφίζ. κατὰ τοῦτον δὴ τὸν τρόπον καὶ νῦν παραδοῦναι αὐτὸν κελεύει τῷ σαταν, τοῦτ’ ἔστι ταῖς τοῦ
40βίου δυσκολίαις.243

244,col2

Ταῖς τοῦ βίου κακώσεσι παρα‐ δίδωσιν· τοῦτο γάρ ἐστιν τὸ εἰς ὄλεθρον τῆς σαρκός, οὐκ εἰς ἀπώλειαν ψυχῆς, ἵνα ἐκ τῶν
5συμβαινόντων τῷ σώματι δι‐ εγερθεὶς μετανοήσῃ καὶ σωθῇ τὸ ἐν αὐτῷ πνεῦμα ὅπερ ἐστὶ τὸ χάρισμα· οὐ γὰρ ὧδε τὴν ψυχὴν λέγει ὡς τῆς σαρκὸς μὲν
10οὐκ ἀνισταμένης, τῆς δὲ ψυχῆς μόνης σωζομένης.

244

(12t)

1 Kor 5,6
12 Ὁρᾷς ὅτι ἐκαυχῶντο ἐπ’ ἐκείνῳ, οὐ τῇ ἀτοπίᾳ τοῦ πταίσματος προσέχοντες, ἀλλ’ ὑπὸ τῆς ἐλλογι‐
15μότητος αὐτοῦ φυσιούμενοι.

244,col2

(12)

Ἐκαυχῶντο γὰρ ἐπ’ αὐτῷ, οὐ τῷ πταίσματι αὐτοῦ προσέχοντες ἀλλὰ τῇ παιδείᾳ φυσώμενοι.
15 Κελεύει αὐτὸν ἐκβληθῆναι, ἵνα μὴ καὶ οἱ λοιποὶ συνόντες αὐτῷ πρὸς τὸ ἁμαρτεῖν ὁρμήσωσιν ἀναιδῶς.

244

(19t)

1 Kor 5,7
19Παλαιὰν ζύμην τὴν ἁμαρτίαν καλεῖ, ᾗ ὁ παλαιὸς συν‐
20εζυμώθη ἄνθρωπος. Τὸν τύπον μετάγει ἐπὶ τὴν ἀλήθειαν· τὰ γὰρ παρὰ Ἰουδαίοις ἄζυμα μὴ ἀναπεφυρμένα παλαιᾷ ζύμῃ τοὺς νέους ἀνθρώπους προεδήλου μὴ πεφυρμένους ταῖς ἁμαρτίαις τοῦ παλαιοῦ ἀνθρώπου. Ὁ παρὰ Ἰουδαίοις ἀμνὸς θυόμενος τὸ πάθος καὶ πόλον μυστήριον
25τῆς οἰκονομίας ἐδήλου τοῦ σταυροῦ. τὰ δὲ ἑξῆς φησιν, ἐπεὶ περιεργαστι‐ κώτερον πως ἡ ζύμη, ἁπλούστερον δὲ τὸ ἄζυμον.
27t1 Kor 5,8
27 Τῇ τροπῇ ἐνέμεινεν ὡσανεὶ ἔλεγεν· μὴ ἐν πονηρῷ βίῳ καὶ κακῷ, ἀλλ’ ἐν βίῳ μὴ ἔχοντι ἐπιμιξίαν τῆς παλαιᾶς ἐκείνης ζύμης·
τοῦτο γάρ ἐστιν ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.244

245

(1t)

1 Kor 5,9—10
1 Οὐκ ἐν ἄλλῃ, ἀλλ’ ἐν ταύτῃ ἔγραψεν. διὰ δὲ τοῦτο οὐ κωλύει τοῖς ἔξωθεν συνεῖναι, ἐπειδὴ εἰ πάντας ἐξετρέποντο τοὺς τοιούτους, ἐμποδίζεσθαι συνέβαινε τὸ κήρυγμα· τοιοῦτοι γὰρ πάντες ὡς εἰπεῖν ἐν τοῖς ἔθνεσιν οὓς συνέβαινεν ὠφελεῖσθαι ἐκ τῆς συνουσίας τῶν πιστευ‐
5σάντων. δηλοῖ οὖν τοῖς μὲν οἰκείοις ἁμαρτάνουσιν ἐπιπλήττειν, τοὺς δὲ πεπλανημένους παρακαλεῖν.
7t1 Kor 5,9. 13
7 Τὸ ἔγραψα οὐχ ἑτέρας ἐστὶν ἐπιστολῆς ἀλλὰ ταύτης, λέγει γάρ· νῦν δὲ ἔγραψα ὑμῖν. τὸ δὲ
10ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν, Μωϋσέως ἐστὶ φωνὴ ἣν δευτεροῖ Παῦλος.

245,col2

(7)

Μέμνηται ῥήσεως ἐν τῇ παλαιᾷ κειμένης, δεικνὺς ὅτι οὐ μόνον αὐτοὶ ὠφελοῦνται ὥσπερ λοιμοῦ
10τινος ἀπαλλαγέντες, ἀλλ’ οὔτε και‐ νοτομία τὸ τοιοῦτον, ἀλλ’ ὅτι καὶ τῷ νομοθέτῃ τοῦτο ἐδόκει, τὸ τοὺς τοιούτους ἐκτέμνεσθαι.

245

(14t)

1 Kor 5,12
14Εἰκότως τοῦτο εἶπεν· τῶν γὰρ οἰκείων γίνεται κριτής, οὐ τῶν
15ἀλλοτρίων. ὁ θεὸς δὲ πάντων κριτής, ἐπεὶ πάντων δεσπότης.
16t1 Kor 6,1
16 Ἐγκαλεῖ αὐτοῖς ὅτι ὄντων ἁγίων τῶν δυναμένων δικάζειν αὐτοῖς ὑπ’ ἀπίστων ἐκρίνοντο.
18t1 Kor 6,2
18 Ἄνω εἰπών· τοὺς ἔσω ὑμεῖς κρίνετε, τοὺς δὲ ἔξω ὁ θεὸς κρινε, νῦν τὸν πάντα κόσμον τῇ τῶν ἁγίων ὑποβάλλει κρίσει·
20ἐνταῦθα μὲν γὰρ τὸν βίον ἀνακρίνουσι τῶν πιστῶν πρὸς ἐπανόρθωσιν αὐτῶν, ἐκεῖ δὲ τοῦ κόσμου τὴν κρίσιν ἐμπιστεύονται, οὐ πρὸς ἐπανόρθω‐ σιν τῶν ἡμαρτηκότων τρόπων, ἀλλὰ πρὸς ἔλεγχον καὶ κατάκρισιν αὐτῶν. οἱ μὲν οὖν δώδεκα ἀπόστολοι τὰς δώδεκα φυλὰς κρινοῦσιν ὡς ἐξ Ἰουδαίων Ἰουδαίους ἐξ ὧν αὐτοῖς τοῖς προφήταις ἐπίστευσαν. εἰ δὲ ἠπίστησαν καὶ
25διὰ τοῦτο ἀπώσαντο τὸν Χριστόν. οἱ δὲ ἄλλοι ὅσιοι, τοῦτ’ ἔστι τὰ ἔθνη, κατακρινοῦσι τοὺς μὴ ἀποστάντας τῶν εἰδώλων καὶ πιστεύσαντας εἰς
τὸν ἀληθῆ θεόν. ὥστε οὐδεμία διαφωνία τοῦ εὐαγγελιστοῦ καὶ τοῦ245

246

ἀποστόλου—ἐν ἀμφοτέροις γὰρ ἐλάλει ὁ Χριστός—· γέγραπται γάρ· βασίλισσα νότου ἐγερθήσεται καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην, καὶ ἄνδρες Νινευῗται ἀναστήσονται καὶ κατα‐ κρινοῦσιν ὑμᾶς.
5t1 Kor 6,3
5 Οὐκ εἶπεν· καὶ ὑφ’ ὑμῶν κρίνεται ὁ κόσμος; νῦν δὲ ἀγγέλους οὐ τοὺς κατὰ φύσιν ἀγγέλους λέγει, ἀλλὰ τοὺς ὑπηρέτας ἱερέας, τοὺς διδα‐ σκάλους τοῦ λαοῦ, οὓς εἰκὸς ὑπὸ τῶν ἁγίων κρίνεσθαι ὡς παραδιδάσκον‐ τας περὶ τοῦ Χριστοῦ· εἰπὼν γὰρ μήτιγε βιωτικ; ἔδειξεν ὅτι οὐ περὶ τῶν φύσει ἀγγέλων εἴρηκεν, ἀλλὰ περὶ τῶν τάξιν ἀγγελικὴν ἐχόντων καὶ τὰ
10πνευματικὰ πραττόντων. εἰ δὲ κυρίως τοὺς ἀγγέλους εἶπεν, δηλονότι τοὺς ἀποστάντας καὶ ἐκπεπτωκότας τοῦ θεοῦ εἶπεν. ἐκλήθησαν μέντοι οἱ ἱερεῖς ἄγγελοι κατὰ τὸν Μαλαχίαν λέγοντα· χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόμα‐ τος αὐτο, ὅτι ἄγγελος κυρίου τῶν δυνάμεών ἐστιν.
15τούτους οὖν τοὺς ἱερέας κρίνομεν τοὺς πλανήσαντας τὸν λαόν, ὡσαύτως καὶ τοὺς αἱρεσιαρχήσαντας καὶ παρατρέψαντας τοῦ Χριστοῦ τὴν διδασκαλίαν.
18t1 Kor 6,4
18 Αἱρετώτερος τοῦ ἀπίστου ὁ τῆς ἐκκλησίας ἐλάχιστος. ὅμως δοκεῖ τοῦτο παραλελοιπέναι ὁ ἀπόστολος, ὅπερ ἐστιν σαφές, ὅτι τὰ μείζονα
20τῶν ἐγκλημάτων δεῖ τοῖς τελείοις φυλάττεσθαι.
21t1 Kor 6,7
21 Φαίνεσθε ἡττηθέντες τῷ διαβόλῳ οὐ μόνον τῷ κρίνεσθαι ἐπ’ ἀπίστων, ἀλλὰ καὶ αὐτῷ τῷ κρίματα ἔχειν μετ’ ἀλλήλων.
23t1 Kor 6,11
23 Μίαν τὴν ἐνέργειαν τῆς τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος εἶπεν ἐν τοῖς δικαίοις, τὸ ἓν τῆς οὐσίας διδάσκων.
25t1 Kor 6,12—13
25 Οὐ προσώπου λέγει, ἀλλὰ πράγματος ἀπὸ τοῦ 〈ὑπό τινοσ〉·
περὶ τούτων γὰρ ὁ λόγος· τὰ246

247

βρώματα τῇ κοιλί, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει.

246,col2

(25)

Οὐ περὶ προσώπου λέγει τὸ ὑπό τινος, ἀλλὰ περὶ πράγμα‐ τος ἀτόπου καὶ πάθους. περὶ δὲ

247,col2

ἑαυτοῦ λέγων τοὺς ἄλλους εἰς ἐγκράτειαν προτρέπει. εἰδὼς δὲ ὅτι τῆς πλεονεξίας αὐτῶν ἡ γαστὴρ αἰτία—οἱ γὰρ πολλοὶ
5πάντα τολμῶσιν διὰ τὰς τῆς γαστρὸς ἡδονάς—διδάσκει ὡς ἀσύμφορόν ἐστι δουλεύειν τῇ κοιλίᾳ.

247

(9)

Οἴδαμεν ὅτι τὰ βρώματα τῇ κοιλί. ἀφώρισται καὶ αὐτὴ
10τούτοις, ἀλλ’ ὅμως πρόσκαιρα ταῦτα καὶ καταπαύσει αὐτὰ ὁ θεός· μετὰ γὰρ τὴν ἀνάστασιν ἀθανασίας διδομένης περιττὴ τῶν βρωμάτων ἡ χρεία. τί οὖν περὶ τὰ πρόσκαιρα σπουδάζετε ἐξ ὧν πορνεῖαι καὶ ἡδοναὶ ἄτοποι;
13t1 Kor 6,14
13 Ὅτι τὰ βρώματα καὶ τὸ ἐσθίειν πρόσκαιρον δῆλον. τὸ μέντοι σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ κυρίῳ ἀφώρισται, καὶ ὁ κύριος
15τῷ σώματι· καὶ οὐκ ἂν εἴη τὸ σῶμα πρόσκαιρον, ἀλλ’ ἐγερθήσε‐ ται εἰς ἀειδιότητα κατὰ τὸν τύπον τοῦ Χριστοῦ.
17t1 Kor 6,15
17 Σῶμα καὶ μέλη λέγει Χριστο, τὸ σῶμα τῶν πιστευσάντων καὶ βαπτισθέντων.
19t1 Kor 6,16—19
19Ὅπερ ἄν τις ἁμάρτῃ πρὸς τὸ
20τρέφειν ἢ ἀμφιεννύναι τὸ σῶμα, ποιεῖ καὶ κατακοσμεῖν καὶ τὴν χρείαν αὐτῷ πληροῦν καὶ πρὸς τιμὴν τοῦ σώματος· ὁ μέντοι τῇ πόρνῃ κολλώμενος, ἓν σῶμα
25αὐτῇ ποιῶν τὸ ἴδιον σῶμα, ὑβρίζει αὐτὸ καὶ ἀτιμάζει.

247,col2

(19)

Τὰ ἱμάτια καὶ ὁ κόσμος
20ἐκτὸς τοῦ σώματός εἰσιν· διὸ καὶ ὁ ταῦτα ποιῶν ἔξω τοῦ σώματος ἁμαρτάνει, ἤτοι ὁ μὲν λοιδορῶν ἢ καὶ ψευδόμενος ἄλλους ζημιοῖ καὶ ἁρπάζει, καὶ τὴν
25ἑτέρου τις γυναῖκα μοιχᾶται, ὁ δὲ πορνεύων ἑαυτὸν ὑβρίζει οὐκ εἰς ἄλλον τινὰ διαβαινούσης τῆς ἀπὸ τοῦ πράγματος βλάβης. πᾶν οὖν ὃ ἐὰν ἁμαρτήσῃ ἄνθρωπος, ἥμαρ‐
30τεν μέν, οὐ μὴν εἰς τὸ αὐτοῦ σῶμα οὐδὲ τὴν ἑαυτοῦ ἠτίμωσε σάρκα
ὡς ὁ πορνεύσας.247

248

Καὶ μὴν καὶ ἀνδροφόνος τὴν χεῖρα μολύνων τῷ αἵματι εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει, καὶ ὁ λοίδορος τὴν γλώττην ὥσπερ αἱμάττων ταῖς λοιδορίαις, ἀλλ’ ὁ προνεύων, φησίν, ὅλον ἑαυτὸν βαπτίζει τῷ τῆς πορνείας βορβορῷ. ὁ τοίνυν Παῦλος τῇ τῶν πολλῶν ὑπονοίᾳ συν‐
5απεχρήσατο φήσας τἄλλα ἁμαρτήματα ἐκτὸς τοῦ σώματος εἶναι. ἕτεροι δέ φασι ταύτην ἔχειν τὸ ῥητὸν τὴν διάνοιαν, ὅτι ὁ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει, τοῦτ’ ἔστιν εἰς τὴν τοῦ ἰδίου σώματος σύστασιν καὶ εἰς αὐτήν, ὡς ἂν εἴποι τις, τὴν τοῦ ἀνθρώπου κατασκευὴν καὶ εἰς τὰς ἀρχὰς τῆς ἡμετέρας γενέσεως, ὡσανεὶ ἔλεγεν·
10παύσαιο οὕτως διὰ τῆς παρανόμου μίξεως ὑβρίζων εἰς τὸ τῆς φύσεως ἐργαστήριον ἐξ οὗ καὶ τὸ σὸν σῶμα βεβλάστηκεν. ἕτεροι δὲ ὡς σπουδὴ τῷ Παύλῳ, φασί, συγγνώμης κρεῖττον δεῖξαι τὸ τῆς πορνείας ἁμάρτημα. καὶ εἰπὼν ἀνωτέρω· οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν καὶ τὰ ἑξῆς, καὶ δείξας ἐκ τούτου ὡς ὁ πορνεύων
15περὶ τὰ μέλη τοῦ Χριστοῦ πλημμελεῖ, οὕτως ἐπιφέρει πᾶν ἁμάρτημα καὶ ἑξῆς· ὁ μὲν γὰρ λοίδορος ἢ ἅρπαξ ἢ πλεονέκτης εἰς ἄνθρωπον ἐπλημμέλησεν ὃν ἐλοιδόρησεν ἢ ἠδίκησεν, ὁ δὲ πορνεύσας εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει, ὅπερ ἐστὶ μέλη Χριστο. ἡνίκα γὰρ διὰ τῆς υἱοθεσίας τοῦ πνεύματος εἰς σῶμα τελεῖ τοῦ Χριστοῦ, οὐ
20πορνείαν μόνον ἀλλὰ καὶ ἀσέβειαν [ἂν] ἐγκληθήσεται ὡς τὰ μέλη τοῦ Χριστοῦ ποιῶν πόρνης μέλη, καὶ εἰς τὸ ἴδιον σῶμα ὡς εἰς ναὸν ὑβρίζων Χριστοῦ. διὸ καὶ ἐπάγει· ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ θεοῦ καὶ τὰ ἑξῆς; τὸ γὰρ τῆς πορνείας ἁμάρτημα περὶ
25τὸ σῶμα ὡς περὶ θεοῦ ναὸν ἁμαρτάνετε, καὶ φυγαδεύει τὸ πνεῦμα τὸ ἅγιον, οὐχ ὅτι τὰ λοιπὰ τῶν ἁμαρτημάτων ἀνεύθυνα—πάντα γὰρ ἔκπτωσιν ἔχει τῆς βασιλείας—ἀλλ’ ὅτι πρὸς τὸ προκείμενον ἐσπούδασε χαλεπωτέραν ἀποφῆναι τὴν πορνείαν ἁπάντων, πρόρριζον τὸ πάθος ἀνασπᾶσαι βουλόμενος ὡς ἀσεβέστερον παρὰ Κορινθίων ἁμαρτανόμε‐
30νον· ὅλως γάρ, φησίν, ἐν ὑμῖν ἀκούεται πορνεία καὶ τὰ ἑξῆς.
31t1 Kor 6,20
31 Ὁ πορνεύσας καὶ ἀσεβείας ἐστιν ὑπεύθυνος· τὸ γὰρ ἑαυτοῦ σῶμα ἐνυβρίσας τὸν ναὸν τοῦ ἁγίου πνεύματος ἐμόλυνεν. ταῦτα δὲ
λέγει, ἐπειδή τινες καταφρονήτως ἐπόρνευον, μικρόν τι πταῖσμα ἢ οὐδὲ248

249,col2

πταῖσμα ἡγούμενοι τὴν πορνείαν, μηδὲ Μωϋσέως ἐν τῇ δεκαλόγῳ αὐτοῦ μνημονεύσαντος. τιμὴ δὲ τὸ σωτήριον αἷμα τοῦ Χριστοῦ ὃ
5δέδωκεν λύτρον ὑπὲρ ἡμῶν. δο‐ ξάσατε οὖν τὸν θεὸν μὴ μόνον ἐν τῷ χαρίσματι ἀλλὰ καὶ ἐν τῷ σώματι, ἵνα καὶ φύσις καὶ προαίρεσις καὶ χάρισμα δοξάσῃ
10τὸν θεόν.

249

(3)

Δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν
5τῷ πνεύματι ὑμῶν. μὴ μόνον ἐν τῷ χαρίσματι ἀλλὰ καὶ ἐν τῷ σώματι, ἵνα καὶ φύσις καὶ προαίρε‐ σις καὶ χάρις διὰ συμφωνίας δοξάσῃ τὸν εὐεργέτην. ἄλλοι δὲ τὸ πνεῦ‐
10μα τὴν ψυχὴν ἐξειλήφασιν.
11t1 Kor 7,1
11 Ταῦτα τῷ κλήρῳ ἀντέγραψεν· παρ’ αὐτοῦ γὰρ καὶ ἐγράφετο τῷ ἀποστόλῳ. τὴν μὲν οὖν πορνείαν ἐκώλυσεν ὡς παράνομον, τὴν δὲ κοινωνίαν τοῦ γάμου ὡς εὐσεβῆ καὶ πορνείας ἀπαλλακτικὴν συνεχώρη‐ σεν, τὴν δὲ ἐγκράτειαν ὡς τελειοτέραν ἐπῄνεσεν.
15t1 Kor 7,2—4
15 Διδάσκει ὅτι οἱ συνεζευγμένοι γάμῳ μᾶλλον ἀλλήλων ἢ ἑαυτῶν δεσπόζουσιν. καλὸν ὀφείλημα τοῖς συνοικοῦσιν, ὅταν πρὸς τῇ ἄλλῃ συμφωνίᾳ ταύτην ὡς χρέως ἀλλήλοις ἀποδιδόναι γινώσκουσιν. οἰκονομι‐ κῶς δὲ τοσαύτῃ συγκαταβάσει ἐχρήσατο ὁ ἀπόστολος, ἵνα τὴν πορνείαν ἐκκόψῃ, τὴν κακίστην νόσον, διδάξας ὅτι οἱ συνεζευγμένοι γάμῳ μᾶλλον
20ἀλλήλων ἢ ἑαυτῶν δεσπόζουσιν.
21t1 Kor 7,5
21 Ἐπειδὴ ἀλλήλων εἶπεν εἶναι δούλους, ἀκολούθως λέγει ὅτι οὐ χρὴ ἀλλήλους ἀποστερεῖν ἑαυτῶν, εἰ μὴ ἄρα κατὰ συμφωνίαν εὐσεβῆ, ἵνα μήτε πορνείας ἀλλήλων αἴτιοι γένωνται, μηδὲ τὴν ἐπ’ ἀλλήλοις δεσποτείαν διαφθείρωσιν παρὰ γνώμην ἀλλήλων διϊστάμενοι.
25t1 Kor 7,6—7
25 Συγγινώσκων τῇ φύσει τοῦ σώματος λέγω ὡς χρὴ ὑμᾶς πάλιν συνελθεῖν, ἐπεὶ οὐ πάντως τοῦτο λέγω ἀποκλείων ὑμῶν τὴν ἐγκράτειαν· θέλω γὰρ πάντας ἐν ἐγκρατείᾳ εἶναι ὡς καὶ ἐμαυτόν.
28t1 Kor 7,8—9
28 Ταῖς χήραις καὶ τοῖς ἀγάμοις ἀνδράσι τοῖς μὴ παρθενίαν ἀσκήσασιν συμβουλεύει ἐγκρατεύεσθαι· εἰ δὲ ἡττῶντο τῆς σαρκός, γαμεῖν
30δείξας, ὅτι μέγα ἡ ἐγκράτεια. ὅμως συγχωρεῖ τὸν γάμον ὡς δεσμὸν καλόν.249

250

(1t)

1 Kor 7,10—11
1 Τὸ γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι οὐκ ἂν εἶπεν περὶ τῶν διὰ τὸ ἀποτάσσεσθαι καὶ ἀνακεῖσθαι τῷ Χριστῷ χωριζο‐
5μένων. Ἢ τῷ ἀνδρὶ καταλ‐ λαγήτω ἢ μενέτω ἄγαμος περὶ τῶν διά τινα μάχην διϊστα‐ μένων δείκνυται.

250,col2

Ἄνω περὶ χωρισμοῦ εἶπεν τοῦ διὰ ἐγκράτειαν, ὧδε περὶ τοῦ διὰ ἐρεσχελίας γινομένου. εἶτα εἶπεν· οὐκ ἐγὼ ἀλλ’ ὁ κύριος· ἔστι
5γάρ τι ὃ ἀφ’ ἑαυτοῦ λέγει ὁ ἀπόστο‐ λος, οὐχὶ πάντα δὲ ὁ κύριος δι’ ἑαυτοῦ. φησὶ δὲ ὅτι παραγγέλλω ὑμῖν ἤδη ἃ ὁ κύριος παρήγγειλεν ἐν τοῖς Εὐαγγελίοις περὶ τῶν γεγαμη‐
10κότων εἰπὼν ἃ ὁ θεὸς ἔζευξεν ἄνθρωπος μὴ χωριζέτω. σύμφωνα δὲ καὶ ταῦτα, τὸ ἐὰν δὲ καὶ χωρισθ, μενέτω ἄγα‐ μος τοῖς εἰρημένοις τῷ κυρίῳ
15ἐὰν ἀπολελυμένην τις γα‐ μήσ, μοιχᾶται κἀκείνη ἐὰν γαμηθῇ ἄλλ.

250

(18t)

1 Kor 7,12
18 Οὐχ ὡς ἀντινομοθετῶν λέγει· ἐγ, οὐχ ὁ κύριος, ἀλλ’ ὅτι τινὰ μὲν δι’ ἑαυτοῦ εἶπεν ὁ κύριος, τινὰ δὲ νῦν πρῶτον εἴρηται παρὰ τοῦ
20ἀποστόλου περὶ τῆς διαστάσεως τοῦ ἀπίστου, καὶ διδάσκει ὅτι οὐχ ἡ ἀπιστία κρατεῖ τῆς πίστεως, ἀλλ’ ἡ πίστις τοῦ συνόντος ἁγιάζει καὶ τὸν ἄπιστον.
23t1 Kor 7,13
23Οὐ τὸ λαμβάνειν ἄπιστόν φησιν, ἀλλὰ τὸ ἀνέχεσθαι ἀπίστου.
24t1 Kor 7,14
24Ἅγιά ἐστι τὰ τέκνα καθαρὰ καὶ οὐ μεμολυσμένα καὶ ὑπὸ τῆς
25ἀπιστίας· νικᾷ γὰρ ἐπ’ αὐτῶν ἡ πίστις τῶν γονέων ἤπερ ἡ ἀπιστία.
26t1 Kor 7,17
26 Τῷ μὲν ἐμέρισεν ὁ θεὸς τὸ σῶσαι, τῷ δὲ σωθῆναι, ἑκάστῳ ἀπονείμας τὸ ἐπάξιον αὐτοῦ. τὸ δὲ ἑκάστῳ ὡς ἐμέρισεν ὁ θεὸς οὐ τὸ ἔχειν ἄπιστόν
φησιν, ἀλλὰ τὸ ἀνέχεσθαι ἀπίστου.250

251,col2

(1t)

1 Kor 7,18—24
1 Οὐ δι’ ἑαυτὴν ἡ περιτομὴ καλή, ἀλλ’ ὅτι ἐντολὴ θεοῦ, καὶ ἡ ἀκροβυστία δημιουργία θεοῦ, οὐ μισθὸς τῶν ἀκροβύστων. εἶτά φησι περὶ τοῦ δούλου· μὴ σπουδάσῃς περὶ τὴν πρόσκαιρον ἐλευθερίαν,
5ἀλλ’ εἰ καὶ δύνασαι, μᾶλ‐ λον χρῆσαι τῇ δουλεί· μείζων γὰρ ὁ μισθός, ὅταν καὶ περὶ τὴν τῶν ἀνθρώπων δουλείαν ἠσχολημένος οὐκ ἀμελεῖ τοῦ
10εὐαρεστῆσαι θεῷ. ἕκαστος δὲ ἐν ᾧ ἐκλήθη μενέτω, καὶ δοῦλος ἐπὶ τῇ δουλείᾳ μὴ ἀχθό‐ μενος, καὶ ἐλεύθερος μὴ ἐπαιρό‐ μενος· οὐδεμία γὰρ παρὰ θεῷ
15διαφορά.
18 Ὁ πιστὸς δοῦλος οὐδὲν ἔλαττον ἔχει κατὰ τοῦτο τοῦ ἐλευθέρου·
20παρὰ γὰρ τῷ θεῷ καὶ δοῦλος ὡς ἐλεύθερος ὁρᾶται καὶ παρ’ αὐτῷ ἠλευθέρωται. τοῦτο γὰρ δηλοῖ τὸ ἀπελεύθερος κυρίου ἐστίν, τοῦτ’ ἔστι παρ’ αὐτοῦ ἠλευθέρωται
25τοῦ κυρίου, καὶ ὁ κληθεὶς ἐλεύθερος εἰς τὴν πίστιν οὐδὲν πλέον ἕξει τοῦ δούλου, ἀλλ’ ὁμοίως ἐκείνῳ δοῦλός ἐστιν Χριστο.
30 Ἀντὶ τοῦ μὴ διὰ τὰς χρείας δουλοπρεπῶς καὶ ἀνελευθέρως διάγετε θεραπεύοντες ἀνθρώπους, τὸν δὲ ἀληθῆ δεσπότην καταλιμπάνετε, οὗ τῷ αἵματι ἠγοράσθητε.

251

(5)

Οὐκ οἶδεν ἡ χάρις δουλείας καὶ δεσποτείας διαφοράν. μὴ φύγῃς τοίνυν ὡς ἀναξίαν τῆς πίστεως τὴν δουλείαν· οὐδενὸς γὰρ ἔλαττον ἔχεις τῶν ἐν πίστει διὰ
10τοῦτο. εἰ δέ σοι καὶ τοῦ τυχεῖν τῆς ἐλευθερίας εἴη δυνατόν, φρον‐ τὶς ἔστω σοι μᾶλλον ὅπως ἂν εἰς δέον χρήσασθαι δυνηθῇς πλείονα, ὡς ἐν ἐλευθερίᾳ τοῦ κακοῦ τὴν
15ἐπιμέλειαν ποιησάμενος. καὶ δεικνὺς ὅτι οὔτε ὁ ἐλεύθερος παρὰ Χριστῷ ἔχει πλέον διὰ τοῦτο, οὔτε μὴν ὁ δοῦλος ἐλαττοῦται, τούτου γε ἕνεκεν ἐπάγει· ὁ γὰρ ἐν κυρίῳ κλη‐
20θεὶς δοῦλος ἀπελεύθερος κυρίου ἐστίν· ὁμοίως ὁ ἐλευθερὸς κληθεὶς δοῦλός ἐστιν Χριστο.
33t1 Kor 7,25—26
33 Πῶς ἐν ἑτέροις λέγων· εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστο, νῦν λέγει· ἐπιταγὴν κυρίου οὐκ ἔχω;
35τίς δ’ ἂν δέξαιτο, εἴπερ λέγει ἃ μὴ ὁ κύριος αὐτῷ ἐπέταξεν; ἀλλὰ δῆλον ὡς οὐ τοῦτο λέγει ὅτι οὐκ ἐπιταγὴν περὶ παρθενίας διδάξαι, ἀλλ’ ὅτι
οὐκ ἔλαβεν παρὰ θεοῦ τὸ ἐπιτάξαι ὑμῖν παρθενεύειν, ἀλλὰ μᾶλλον251

252

γνώμην δοῦναι καὶ συμβουλεῦσαι ὡς καλὸν ἡ παρθενία καὶ χρήσιμον. διὸ καὶ ὡς συμβουλεύων φησὶ νομίζω καὶ καλὸν ὀνομάζει, καὶ τὴν αἵρεσιν τοῦ αἱρήσασθαι αὐτὴν ἐπὶ τοῖς ἀκούουσι τίθεται. ἀρέσκον δὲ τὸ πρᾶγμα θεῷ ὡς καὶ ὁ κύριος εἶπεν ὅτι
5εὐνούχισαν ἑαυτούς τινες διὰ τὴν βασιλείαν, εὐνουχι‐ σμὸν τὴν παρθενίαν καλῶν διὰ τὸ ἀνενέργητον. ἐπιταγὴν οὖν λέγει μὴ ἔχειν, ἀλλὰ τῇ γνώμῃ συνεχώρησε λέγων· ὁ δυνάμενος χωρεῖν χωρείτω. εἶτα εἰπὼν ἑαυτὸν πιστόν, ἐμφαίνει ὅτι καὶ πιστὰ λέγει καὶ ἄξια ἐπιτάγματος. τὸ δὲ νομίζω οὐ διστάζων λέγει ὅτι καλὸν ἡ
10παρθενία, ἀλλ’ ἀσφαλιζόμενος μὴ ἐπίταγμα νομισθῇ.
11t1 Kor 7,28
11 Ἔδειξεν ὅτι τὴν παρθενίαν εἰσάγει οὐ κατηγορίαν γάμου, ἀλλ’ ὅτι διὰ φειδῶ τῶν ἁγίων εἰσηγεῖται τὴν παρθενίαν, ὡς τὴν σάρκα
15ὠδίνων καὶ καμάτων πληροῦντος τοῦ γάμου.

252,col2

(11)

Ἔδειξεν ὅτι τὴν παρθενίαν εἰσάγει οὐ κατηγορίαν γάμου, ἀλλὰ τῶν βιωτικῶν φροντίζων ἀπαλλα‐ γήν. εἶτα εἰπὼν ἐγὼ δὲ ὑμῶν
15φείδομαι, φειδῶ τῶν ἁγίων εἰσηγεῖται τὴν παρθενίαν, οὐ κατη‐ γορίαν γάμου.
18t1 Kor 7,29—31

252

(18)

Ἄλλην αἰτίαν λέγει δι’ ἣν προτιμᾷ τὴν παρθενίαν, πανταχοῦ
20δεικνὺς ὅτι κατηγορεῖ γάμου τὴν ἁγιωσύνην προτιμῶν· ὅτι πρὸς τῷ τέλει ὁ κόσμος, καὶ δεῖ εἰδέναι ὅτι ἃ ἔχομεν οὐκ ἔχομεν—ἀφίεμεν γὰρ αὐτά—ἵνα καὶ οἱ ἔχοντες
25ὡς μὴ ἔχοντες. εἰ καλόν ἐστι τοῖς ἔχουσιν οὕτως ἔχειν ὡς μὴ ἔχουσιν, πῶς οὐ μᾶλλον τῇ παρθένῳ μηδὲ προσελθεῖν γάμῳ; καὶ οἱ χρώμενοι τῷ κόσμῳ
30τούτῳ ὡς μὴ καταχρώ‐ μενοι· τὴν ἄμετρον ἀπόλαυσιν ἐκβάλλει διὰ τούτου, τὴν μέντοι χρείαν καταλιμπάνει. τὸ παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου
35τούτου δείκνυσιν ὅτι οὐχ ὁ κόσμος παρέρχεται, ἀλλὰ τὸ σχῆμα τοῦ παρόντος βίου μετα‐

253

βάλλεται, ἡ φθορὰ εἰς ἀφθαρσίαν, αἱ πόλεις, τὰ τείχη, οἱ νόμοι, αἱ γεωργίαι, αἱ τέχναι· ταῦτα γὰρ ὥσπερ μορφή τις ἐπίκειται τῷ βίῳ
5τούτῳ ἥτις λαμβάνει μεταβολήν.

252,col2

(18)

Διὰ τούτου τὸ ὀλιγοχρόνιον τῶν ἀνθρώπων δηλοῖ, ἵνα εἰς
20μετάνοιαν χωρήσωσιν ὡς φθάσαν‐ τες τοῦ βίου τὸ τέλος τῶν προσκαί‐ ρων καταφρονήσαντες. εἰ δὲ καλόν ἐστι τοῖς ἔχουσιν οὕτως ἔχειν ὡς μὴ ἔχουσιν, πῶς οὐ βέλτιον ἡ
25παρθενία;
28 Τοῦτ’ ἔστι μήτε τὰ λυπηρὰ τοῦ βίου τούτου ὑμᾶς καταβαλλέ‐
30τω, μήτε τὰ δοκοῦντα χαρᾶς ἄξια ὑπερευφραινέτω· πάντα γὰρ τὰ ἐνταῦθα πρόσκαιρα καὶ οὐχ ἑστη‐ κότα.
36Σχῆμα καὶ μορφή τις ὥσπερ
τοῦ κόσμου πολιτεῖαι, νόμοι, γεωρ‐252

253,col2

γίαι, τέχναι, ἐμπορεῖαι, ὧν περισσὴ ἡ χρεία τῆς φθορᾶς μεταβληθείσης εἰς ἀφθαρσίαν· δείκνυσιν οὖν ὅτι οὐχ ὁ κόσμος παρέρχεται, ἀλλὰ τὸ
5παρὸν σχῆμα τοῦ κόσμου.

253

(6t)

1 Kor 7,32
6 Ἔδειξε διὰ τί εἶπε τὸ ἐγὼ δὲ ὑμῶν φείδομαι· ἵνα μὴ ἐν τοῖς μὴ μένουσι κενώσητε τὰς φροντίδας. καὶ τὰ ἑξῆς τοῦτο μᾶλ‐
10λον δείκνυσιν. Ἀπέδωκε τὴν αἰτίαν δι’ ἣν τοῦ γάμου προτιμοτέρα ἡ παρθε‐ νία· οὐ παρὰ τὴν κοίτην ἢ τὴν ἀποχὴν τῆς κοίτης, ἀλλὰ παρὰ τὸ
15τὸν γάμον γέμειν φροντίδων τὸ κατὰ θεὸν ἀσχολεῖν εἰς τὴν εὐ‐ σέβειαν τὸν νοῦν.

253,col2

(6)

Θέλω ὑμᾶς ἀμερίμνους εἶναι, ἵνα μὴ ἐν τοῖς μὴ μένουσι κενώσητε τὰς φροντίδας ταῖς βιω‐ τικαῖς περισπώμενοι χρείαις. διὸ
10καὶ τοῦ γάμου προτιμοτέρα ἡ παρθενία, οὐ διὰ τὴν ἀποχὴν τῆς κοίτης, ἀλλ’ ὅτι ἀπασχολεῖ τῆς εὐσεβείας τὸν νοῦν.

253

(18t)

1 Kor 7,36—38
18 Νομίζουσί τινες ὅτι αὐτόν τινα περὶ ἑαυτοῦ ἀσχημονεῖν λέγει, ἀντὶ τοῦ ἐπὶ τῇ ἑαυτοῦ παρθενίᾳ εἴ τις ἀσχημονεῖν νομίζοι. οὐκ ἔστι δὲ
20οὕτως. καὶ τὰ ἑξῆς δείκνυσιν· λέγει γάρ· ὥστε καὶ ὁ ἐκγαμίζων καλῶς ποιε, ὁ δὲ μὴ ἐκγαμίζων κρεῖσσον ποιε. οὐδεὶς δὲ ἑαυτὸν ἐκγαμίζει, ἀλλ’ ὑφ’ ἑτέρου δίδοται.
23t1 Kor 7,40
23 Τὸ τοῦ μακαρίου τούτου κρεῖτ‐ τον τὸ οὕτω μεῖναι· τὸ μὲν
25γὰρ σωματικῆς ἐστιν ἀναπαύσεως, τὸ δὲ τελειοτέρας εὐσεβείας.

253,col2

(23)

Πρὸς σύγκρισιν εἴρηται τοῦτο· μακαρία μὲν γάρ ἐστιν, ἐὰν γαμῆ‐
25ται καὶ ἔχῃ προστασίαν ἀνδρός, μακαριωτέρα δέ, ἐὰν πρὸς εὐσέ‐ βειαν ἀποβλέπουσα μὴ γαμῆται, ἀλλ’ ἀπασχολήσῃ ἑαυτὴν τῷ θεῷ.

253

(29t)

1 Kor 8,1—3
29Ἐπειδὴ οἱ Κορίνθιοι τὰ εἰδω‐
30λόθυτα ἤσθιον, λέγοντες ὅτι ἡμῖν
οὐκ ἔστιν εἰδωλόθυτον—ἁγιάζω253

254

γὰρ αὐτὰ τῇ ἐπονομασίᾳ τοῦ Χριστοῦ καὶ ἐσθίω—, δείκνυσιν αὐτὸς ὅτι οὐκ αὐτοὶ μόνοι ὡς σοφοὶ ἴσασι τοῦτο, καὶ λέγει· οἴ‐
5δαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. ὥστε ὃ οἴδατε οἶδα, ὃ δὲ πάσχετε οὐ πάσχω. Τοῦτο μέν, ὃ οἴδατε καὶ οἶδα, οὐ δεῖ σκοπεῖν· ὃ δὲ οἶδα, ὅτι δεῖ
10διὰ τὸν ἀσθενῆ μὴ ἐσθίειν, τοῦτο οὐκ οἴδατε ὑμεῖς, ἐγὼ δὲ οἶδα. τί οὖν φυσιοῦσθε ὑπὸ τῆς γνώσεως τῆς οὐ τοσοῦτον ἐχούσης ὅσον ἡ ἐμὴ γνῶσις; ἐπάγει γοῦν· εἰ δέ
15τις δοκεῖ εἰδέναι τι ἐν ὑμῖν, οὐδέπω ἔγνωκεν κα‐ θὼς δεῖ γνῶναι. αὐτίκα ὃ ἐγὼ οἶδα, σὺ οὐδέπω οἶδας. εἰ δέ τις ἀγαπᾷ τὸν θεόν, οὗτος
20ἔγνωσται ὑπ’ αὐτο. ἡμεῖς μὲν ὅπερ ὡς ἄνθρωποι οἰηθῶμεν εἰδέναι, οὐδέπω οὐδὲν οἴδαμεν. τί δέ ἐστι τὸ μακάριον; τὸ ἀγαπᾶν τὸν θεὸν καὶ γινώσκεσθαι ὑπ’
25αὐτοῦ, οὐκ ἐπειδὴ ἀγνοεῖ τοὺς μὴ ἀγαπῶντας, ἀλλ’ ὅτι οἰκειοῦται τοὺς ἀγαπῶντας· λαμβάνεται γὰρ τὸ τῆς γνώσεως καὶ ἐπὶ οἰκειώσεως, ὥσπερ τὸ τῆς ἀγνοίας καὶ ἐπὶ
30ἀλλοτριώσεως, οἷόν ἐστι τὸ ὑπὸ τοῦ κυρίου ῥηθὲν τὸ ἀπέλθετε, οὐδέποτε ἔγνων ὑμᾶς.

253,col2

(29)

Ἐπειδὴ οἱ Κορίνθιοι ἔλεγον·
30οὐδὲν εἴδωλόν ἐστιν, διὸ καὶ οὐ λογοῦμεν τὰ ἱερόθυτα μᾶλλον ἐν

254,col2

τῇ ὀνομασίᾳ τοῦ Χριστοῦ ἐσθίον‐ τες ἢ βλαπτόμεθα, δείκνυσιν ὅτι οὐκ αὐτοὶ μόνοι ὡς σοφοὶ ἴσασι τοῦτο ἀλλὰ καὶ ἄλλοι, ὅτι οὐκ ἔστι
5τι ἱερόθυτον· ὥστε ὃ μὲν οἴδατε οἶδα, ὃ δὲ πάσχετε οὐ πάσχω. ἡ μὲν οὖν τοιαύτη γνῶσις φυσιοῖ καὶ βλάπτει, ἐὰν τὸ ἑαυτῶν οἴδητε, οὐ μὴν καὶ τὸ ἄλλο ὅτι ἡ ἀγάπη
10οἰκοδομε, καὶ δεῖ γάρ σε διὰ τὴν ἀγάπην τοῦ ἀσθενοῦς ἀδελφοῦ μὴ ἐσθίειν ἐν εἰδωλείῳ, ἵνα μὴ ἐκεῖνος πληγῇ.
20 Οὐδὲν οἶδεν ὁ δοκῶν τι εἰδέναι ἐν ὑμῖν· οὐ γὰρ ἐγίγνωσκεν ἑτέρους βλάπτεσθαι τῇ τούτων γνώσει. Κἂν οἰηθῶμέν τι εἰδέναι, οὐ‐ δέπω ἴσμεν οὐδέν. τὸ δὲ μακάριον
25τὸ ἀγαπᾶν τὸν θεὸν καὶ γινώσκεσθαι ὑπ’ αὐτο, τοῦτ’ ἔστι τὸ οἰκειοῦσθαι αὐτῷ· οὐδένα γὰρ ἀγνοεῖ, ἀλλὰ τοὺς ἀσεβεῖς λέγεται ἀγνοεῖν.

254

(33t)

1 Kor 8,6
33 Προειπὼν οὐδεὶς θεὸς εἰ μὴ εἷς, ἵνα μὴ δόξῃ ἐκβάλλειν τῆς θεότητος τὸν υἱόν, ἐπήγαγεν ὁ πατήρ· καὶ γὰρ ἀληθῶς πατὴρ
35ἄλλος οὐκ ἔστιν εἰ μὴ εἷς. οὐκοῦν καὶ υἱὸς θεὸς ἄλλος οὐκ ἔστιν εἰ μὴ εἷς. εἰ δὲ ἑνὸς λεγομένου κυρίου τοῦ υἱοῦ, οὐχ ἥττω κύριος ὁ πατήρ,
δηλονότι καὶ ὡς ἑνὸς λεγομένου θεοῦ τοῦ πατρός. οὐκ ἐλάττω θεὸς254

255

οὐδὲ υἱός. τὸ δὲ ἐξ αὐτοῦ τὰ πάντα οὐ τὴν οὐσίαν δηλοῖ—οὐ γὰρ ἐκ τῆς οὐσίας τοῦ θεοῦ τὰ δημιουργήματα—ἀλλὰ τὸ ἐξ οὗ τὴν βουλὴν τοῦ πατρὸς δηλοῖ. εἶτα εἰπὼν καὶ ἡμεῖς εἰς αὐτόν, δίδωσιν ἡμῖν νοεῖν τὸ ἐλλεῖπον τῷ λόγῳ, τὸ ἀλλ’ ἡμῖν εἷς θεός, καὶ ἡμεῖς εἰς
5αὐτὸν ἐλπίζομεν. πάλιν δὲ λείπει τῷ λόγῳ τῷ καὶ ἡμεῖς δι’ αὐτοῦ—λείπει γὰρ τὸ κεκλήμεθα ἢ σεσώσμεθα—· οὐ γὰρ τοῦτο λέγει ὅτι δι’ αὐτοῦ ἡμεῖς ἐγενόμεθα—εἰπὼν γὰρ τὰ πάντα περιέλαβε τὸ καὶ ἡμεῖς—ἀλλὰ πάντα λέγει τὰ γενόμενα, ἡμεῖς δὲ τὰ οἰκονο‐ μηθέντα καὶ σωζόμενα.
17 Τὸ μὲν κατορθούμενον ὑμῖν οὐδέν, τὸ δὲ βλάπτον τοὺς ἀσθενε‐ στέρους μέγα.

255,col2

(10t)

1 Kor 8,10—12
10 Ποία; ὅτι εἷς ἐστιν ὁ θεὸς καὶ οὐδὲν εἴδωλον ἐν τῷ κόσμῳ. Ὁ οὐκ ἔχων ταύτην τὴν γνῶσιν ὅτι εἷς ὁ θεὸς καὶ οὐδὲν εἴδωλον ἐν τῷ κόσμῳ, νομίζων εἰδωλόθυτον ἐσθίειν πλήττεται. καὶ ἡ σὴ γνῶσις τὸν ἀσθενοῦντα βλάπτει· πολλοὶ γὰρ καὶ τῶν πεπιστευκότων οὔπω νενοήκασιν ὅτι οὐκ ἔστιν εἰδωλόθυτον, οὗτοι βλάπτονται ἐκ τοῦ
15ἐσθίοντος πιστοῦ. καὶ τὸ μὲν κατορθούμενον ἐκ τοῦ ἐσθίειν οὐ μέγα, τὸ δὲ βλάπτον τοὺς ἀσθενε‐ στέρους βαρύ.

255

(20t)

1 Kor 8,13—9,1
20 Οὐ λέγω ἵνα μὴ φάγω εἰδωλόθυτον, ἀλλ’ οὐδὲ κρέας, ἐὰν ἐπὶ τούτῳ σκανδαλίζηται ὁ ἀδελφός, ὅτι οὔτε ἐν οἷς ἔσχεν ἐξουσίαν, οἷον ἐν τῷ γραφῆναι παρ’ αὐτῶν, ἠνέσχετό τινα βαρῆσαι. διὰ πολλῶν δὲ τοῦτο κατασκευάζει, καὶ πρῶτον τοῦ ἰδίου ἀξιώματος μέμνηται, ἵνα δείξῃ τὰς αἰτίας ὅτι εὐλόγως ἐλάμβανεν, εἰ δ’ ἂν ἐβούλετο λαβεῖν,
25ὥσπερ καὶ τοῖς ἄλλοις ἐξ ὧν λαβεῖν ἔλαβον. κἀγώ, φησίν, ἀπόστολός εἰμι καὶ ἐξουσίαν ἐμαυτοῦ ἔχω καὶ οὐχ ὑπό τινα εἰμὶ τὸν ἀναγκάζοντά με καὶ κωλύοντα λαβεῖν· εἰ γὰρ καὶ ἔχουσιν οἱ ἄλλοι ἀπόστολοι πλείω τι παρ’ ἐμὲ τὸ μετὰ Χριστοῦ γενέσθαι, ἀλλ’ οὐδὲ τούτου ἐστέρημαι.
29t1 Kor 9,2
29Πρὸς τοὺς διερωτῶντάς με εἰ εἰμὶ ἀπόστολος, αὕτη μοί ἐστιν
30ἀπολογία, ἡ ὑμετέρα σφραγὶς καὶ διδασκαλία. Οὐκ ἐγὼ διατάττω ὡς ἀπόστολος; οὐκ ἐγὼ νομοθετῶ ταῖς ἐκκλησίαις; μὴ ὑφ’ ἑτέροις εἰμὶ διδασκάλοις; ἔχω γοῦν ἐξουσίαν, ἀλλ’
οὐ καταχρῶμαι αὐτῇ, ἵνα μὴ σκανδαλίσω ἐπ’ ἐμοί τινας ὀλιγοπίστους.255

256

(1t)

1 Kor 9,3
1Ἡ βεβαίωσις καὶ ἡ ἀπόδειξις.
2t1 Kor 9,4
2 Δείκνυσιν ὅτι τοῖς ὑπηρετουμένοις εἴτε θυσιαστηρίοις εἴτε εὐαγγε‐ λίοις ἐκ τούτων διαζῆν νενομοθέτηται.
4t1 Kor 9,5
4Γυναῖκα εἰπὼν καὶ προσθεὶς ἀδελφήν, τὸ πρέπον καὶ σῶ‐
5φρον καὶ καθαρὸν τῆς συνεκδημούσης ἐδήλωσεν, εἴτε σύζυγος ἦν εἴτε οὔ, δηλονότι ὅτι καὶ Πέτρῳ καὶ ἄλλοις συνεξεδήμησαν γυναῖκες τῆς διδασκαλίας αὐτῶν ὀρεγόμεναι. οὐ διαβάλλων δὲ ταῦτά φησιν—μὴ γένοιτο—ἀλλὰ τῆς αὐτοῦ περὶ τὸν βίον ἀκριβείας τὴν ὑπερβολὴν δεικνύει, δυσωπῶν τοὺς Κορινθίους μὴ ἀπαραφυλάκτως ζῆν, ἵνα μὴ
10ἑτέροις γίνωνται σκάνδαλον.
11t1 Kor 9,6
11 Ἢ μόνοις ἡμῖν ἀπηγόρευται πράττειν ταῦτα ἅπερ καὶ ἑτέροις; ἐνέθηκε δὲ ὡς συνεργὸν τὸν Βαρνάβαν, ἵνα μὴ δόξῃ μεγαφρονεῖν ὡς μόνος κατορθῶν.
14t1 Kor 9,8
14Μὴ ἐμὰ ῥήματα λέγω. οὐχὶ καὶ ὁ νόμος δὲ ταῦτα λέγει;
15t1 Kor 9,15
15 Οὐ διὰ ταῦτο δὲ ἔγραψα, φησίν, ἵνα τι παρ’ ὑμῶν ἀπενέγκωμαι, μὴ γένοιτο.
17t1 Kor 9,19
17 Οὐδὲν μέγα, εἰ εἰδωλόθυτον ἀπόσχῃ διὰ τὸν ἀδελφόν σου· κἀγὼ γὰρ ἐδούλωσα ἐμαυτὸν οἷς οὐχ ὑπόκειμαι, ἵνα ὠφελήσω πολλούς.
19t1 Kor 9,20
19Ἰουδαίους λέγει τοὺς φύσει ὄντας ἐκ τοῦ γένους τοῦ Ἰσραηλιτι‐
20κοῦ, ὑπὸ νόμον δὲ τοὺς μὴ ὄντας τοῦ γένους αὐτῶν, τῷ δὲ νόμῳ τῶν
Ἰουδαίων χρωμένους καὶ γεγονότας προσηλύτους.256

257

(1t)

1 Kor 9,21
1 Ἀνόμους λέγει τοὺς Ἕλληνας τοὺς μὴ ὄντας ὑπὸ τὸν Μωϋσέως νόμον. οὐκ εἶπεν δὲ τοῖς Ἕλλησιν ἐγενόμην ὡς Ἕλλην, ἐπειδὴ οὔτε ὑποκρίνεσθαι τὸν Ἑλληνισμὸν ἠνέχετο. ἀνόμους οὖν λέγει τοὺς ἀπ’ ἐθνῶν ἐπιστέψαντας.
5t1 Kor 9,22
5 Ἔδοξα τοῖς ἀπὸ Ἑλλήνων μὴ εἶναι ὑπὸ νόμον καὶ ἔφερον τὴν ὑπόληψιν, ἵνα ῥύσωμαι αὐτοὺς τῶν Ἰουδαϊκῶν. πᾶσιν οὖν ἐνεδίδου τὸ κατ’ ἀρχὴν συνυπάγων ἑαυτόν, ἵνα συνενεχθεὶς αὐτοῖς ὀλίγα πρὸς ἑαυτὸν αὐτοὺς ἐπισπάσηται· οὐ γὰρ τοῖς ἐν μηδενὶ συμφωνοῦσι συντί‐ θενται ποσῶς οἱ ἄνθρωποι, ἀλλὰ τοῖς ἐκ μέρους αὐτοῖς συντιθεμένοις.
10t1 Kor 9,23
10 Ἐπειδὴ καὶ τῷ εὐαγγελίῳ δοκεῖ μὴ κεχρῆσθαι νόμῳ, ἐμιμη‐ σάμην αὐτοῦ τὴν οἰκονομίαν, ὅπερ ἐκεῖνο βούλεται οἰκονομῶν, ἵνα κατ’ αὐτὸ τοῦτο αὐτῷ κοινωνήσω.

257,col2

(10)

Ἐπειδὴ καὶ τῷ εὐαγγελικῷ δοκεῖ χρῆσθαι νόμῳ, ἐμιμησάμην αὐτοῦ τὴν οἰκονομίαν· ὅπερ γὰρ ἐκεῖνο εἶπεν, τοῦτο οἰκονομῶ.

257

(15t)

1 Kor 9,24
15 Οὐ τοῦτο λέγει ὅτι εἷς ἐξ ἡμῶν πάντων προκρίνεται—ἢ γὰρ ἂν καὶ ἀπέγνωσαν ἑαυτῶν οἱ ἄνθρωποι εἰς τὸ δυσκατόρθωτον ἀποβλέπον‐ τες—ἀλλὰ δηλονότι ἡ εἰκὼν πρὸς τὰ εἰρημένα αὐτῷ ἔθνη εἴληπται. πάντες, φησίν, ὡς ἐν σταδίῳ τῷ βίῳ τούτῳ ἀγωνίζονται, Ἰουδαῖοι μὲν κατὰ νόμον, Ἕλληνες δὲ κατὰ πλάνην, εἷς δέ ἐστιν ὁ τῆς ἀληθείας
20λόγος, ὁ νικῶν καὶ λαμβάνων τὸ βραβεῖον. διὸ τρέχετε ἵνα μὴ σὺν τοῖς ἄλλοις ἀπολειφθῆτε.
22t1 Kor 9,25
22 Τί μέγα, φησίν, ἐὰν ἐγκρατεύσησθε σαρκὶ διὰ τὸν ἀδελφόν; πάντα δεῖ ἐγκρατεύεσθαι τὸν ἀγωνιζόμενον, ἀπὸ θυμοῦ, ἀπὸ δόξης καὶ ἀπὸ πάντων τῶν λοιπῶν· ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον
25λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον. Τοῦτο οὐχ ἁπλῶς εἶπεν, ἀλλὰ
〈διορθούμενοσ〉 τοὺς ἕνεκεν τοῦ257

258

γαστρίζεσθαι φιλοσοφεῖν προσποι‐ ουμένους, ὅτι τὸ εἰδωλόθυτον οὐκ ἔστιν εἰδωλόθυτον.

257,col2

(26)

Οὐχ ἁπλῶς τοῦτο εἶπεν ἀλλὰ διορθούμενος τοὺς ἕνεκεν τοῦ

258,col2

γαστρίζεσθαι ἀδιαφόρως ἐσθίειν τὰ ἱερόθυτα ἐν πίστει προσποιου‐ μένους.

258

(4t)

1 Kor 10,1—8
4Τοὺς ἐκ τῆς παλαιᾶς τύπους καὶ τὰς ἐκεῖθεν σκιὰς προεικονι‐
5ζούσας τὴν μέλλουσαν ἀλήθειαν εἰς μέσον ἄγει ὁ θεσπέσιος Παῦλος, ἵνα σωφρονίσῃ τοὺς Κορινθίους ἐκ τῆς τῶν παλαιῶν παραθέσεως. εἰ γάρ φησιν· οἱ εἰς τὸν Μωϋσῆν βαπτισθέντες, ὃς ἦν τύπος τοῦ Χριστοῦ, ἐν τῇ νεφέλῃ καὶ τῇ θαλάσσῃ καὶ φαγόντες τὸ μάννα, τὸ πνευματικὸν βρῶμα, καὶ πιόντες ἐκ τῆς πέτρας
10τὸ πνευματικὸν πόμα κατεστρώθησαν ἐν τῇ ἐρήμ, εἰς μέθας καὶ πορνείας καὶ εἰδωλολατρείας τραπέντες, ὅτι τὸν τύπον καὶ τὴν σκιὰν ὕβρισαν, τί οὐκ ἂν πάθοιεν οἱ εἰς αὐτὴν τὴν ἀλήθειαν ἁμαρτάνοντες;
14t1 Kor 10,9
14Ἐπειδὴ ἔλεγον· ἐμοὶ εἴδωλον
15οὐκ ἔστιν· εὐχαριστῶ γὰρ καὶ ἐσθίω, τοῦτο, φησίν, ἐκπειρά‐ σαι ἐστίν. ὃ γὰρ μὴ προσέταξεν Ἰησοῦς ὅταν ὡς πιστεύων αὐτῷ ποιῇς, ἐκπειράζεις μᾶλλον ἢ πι‐
20στεύεις.

258,col2

(14)

Τοῦτο φησι πρὸς τοὺς λέγον‐
15τας· ἐμοὶ οὐδὲν εἴδωλόν ἐστιν· εὐχαριστῶ γὰρ καὶ ἐσθίω, ὅπερ ἐστὶν ἐκπειράζειν. ἃ γὰρ μὴ προσ‐ έταξεν ὁ κύριος ὅταν ὡς πιστεύων αὐτῷ ποιῇς, ἐκπειράζεις μᾶλ‐
20λον ἢ πιστεύεις.

258

(21t)

1 Kor 10,11
21 Εἰς ὑμᾶς, φησί, κατήντησεν ἡ τοῦ Χριστοῦ ἐπιδημία, μεθ’ ἣν οὐκέτι ἔσται οὐκ ἐντολὴ οὐ νόμος οὐ προφῆται· τέλη γὰρ λέγει οὐ τὴν ἐσχάτην γενεὰν καθ’ ἣν συμπλήρωσις ἔσται τοῦ κόσμου, ἀλλὰ τὴν τελευ‐ ταίαν πολιτείαν τὴν ἐν Χριστῷ ἐφ’ ᾗ τῶν αἰώνων ἡ συμπλήρωσις
25ἀπαντήσει.
26t1 Kor 10,13
26 Οὐκ ηὔξατο μὴ πειρασθῆναι, ἐπειδὴ ἀνὴρ ἀπείραστος ἀδόκιμος, ἀλλ’ οὕτως πειράζεσθαι ὡς φέρειν.

258,col2

(26)

Ἐκ τούτου δηλοῖ ὅτι ὑπέμεινάν τινας ἀηδίας ἐκ τῶν πολιτῶν οἱ ἐν αὐτοῖς πιστεύσαντες. εἶτα οὐκ ηὔξατο αὐτοὺς μὴ πειρασθῆναι,
30ἐπειδὴ ἀνὴρ ἀπείραστος ἀδόκιμος,
ἀλλ’ οὕτω πειρασθῆναι ὡς φέρειν.258

259

(1t)

1 Kor 10,14
1 Ὁρᾷς ὅτι πάντα τὰ προειρημένα αὐτῷ τούτου ἕνεκα κατεσκευάζετο.

259,col2

Ἦλθεν ἐφ’ ᾧ κατεσκεύαζεν· πάντα γὰρ ὅσα προεῖπεν πρὸς τὸ ἀποστῆσαι αὐτοὺς τῆς εἰδωλο‐ λατρείας ἐλέγετο καὶ κατεσκευά‐
5ζετο.

259

(6t)

1 Kor 10,20
6 Μὴ πρὸς τὰ εἴδωλα αὐτῶν ἀποβλέπετε οὐδὲν ὄντα, ἀλλὰ πρὸς τὴν διάνοιαν καθ’ ἣν θύουσι δαιμονίοις καὶ οὐ θε· τὸ γὰρ γινόμενον ὥσπερ εἰς ἄρνησιν γίνεται τοῦ θεοῦ.
9t1 Kor 10,22
9Ἐπειδὴ γέγραπται ὁ θεὸς λέγων
10διὰ Μωϋσέως αὐτοῖς· παρεζή‐ λωσάν με ἐπ’ οὐ θεοῖς, παρώργισάν με ἐν τοῖς εἰ‐ δώλοις αὐτῶν, οἱ δὲ Κορίν‐ θιοι εἰδωλόθυτα ἤσθιον, διὰ τοῦτό
15φησιν· ἢ παραζηλοῦμεν τὸν κύριον;—ἀντὶ τοῦ παροξύνομεν αὐτόν; —μὴ ἰσχυρότεροι αὐτοῦ ἔσμεν; ἔδειξε διὰ τούτου, ὅτι οὐ θέλει ὁ κύριος εἰδωλόθυτα
20ἡμᾶς ἐσθίειν. μὴ τοίνυν, φησί, θέλε ἃ μὴ θέλει ὁ κύριος, ὡς ἰσχυρότερος αὐτοῦ καὶ συνετώ‐ τερος.

259,col2

(9)

Ἢ εἰς ζῆλον αὐτὸν κινοῦμεν
10καὶ παροξύνομεν; εἴρηται γὰρ παρὰ Μωϋσεῖ· αὐτοὶ παρεζήλω‐ σάν με ἐπ’ οὐ θεοῖς, παρ‐ ώργισάν με ἐν τοῖς εἰδώ‐ λοις αὐτῶν. ταῦτα δέ φησιν,
15ἐπειδὴ εἰδωλόθυτα οἱ Κορίνθιοι ἤσθιον.

259

(24t)

1 Kor 10,25
24Ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἀκριβολογουμένους μηκέτι τολμᾶν μήτε
25ὀψωνεῖν φόβῳ τοῦ μὴ ἀκοῦσαι «εἰδωλόθυτον ἠγόρασας», παραμυθεῖται τὸν φόβον. συνείδησιν δὲ λέγει οὐ τὴν τοῦ ἐγνωκότος ὅτι οὐδὲν εἴδωλον, ἀλλὰ τὴν τοῦ ἑωρακότος τὸν ἀγοράζοντα τὸ εἰδωλόθυτον καὶ νομίζοντος ὅτι ἔστι τι εἰδωλόθυτον.
29t1 Kor 10,26
29Ἃ ἐσθίετε τοῦ κυρίου ἐστίν, ἐπεὶ καὶ ἡ γῆ καὶ πάντα ὅσων
30πεπλήρωται.259

260

(1t)

1 Kor 10,31
1 Πάντα πεφυλαγμένως ποιεῖτε, ἵνα δοξάζωσι δι’ ὑμᾶς τὸν θεὸν καὶ μὴ σκανδαλίζωνται.
3t1 Kor 10,32
3 Μὴ αἴτιοι προσκόμματος γίνεσθε Ἰουδαίοις καὶ Ἕλλησιν ἐν τῷ μὴ προφάσει τῆς κακῆς ὑμῶν ἀναστροφῆς φεύγειν αὐτοὺς τὴν
5πίστιν, τῇ δὲ ἐκκλησίᾳ τοῦ θεοῦ ἐν τῷ τοὺς ὀλιγοπίστους μὴ σκανδαλίζεσθαι.
7t1 Kor 11,2
7 Ἐπαινεῖ νῦν καίπερ διεσφαλμένους, ἵνα κἂν τοῦ λοιποῦ πεισθῶσιν οἷς λέγει.
9t1 Kor 11,3
9Προτρεπόμενος μᾶλλον ἢ ἀπο‐
10δεχόμενος λέγει, ἵνα ἑξῆς τὴν παραίνεσιν βεβαιώσῃ ἐν αὐτοῖς· θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν, κεφαλὴ
15δὲ γυναικὸς ὁ ἀνήρ, κεφα‐ λὴ δὲ Χριστοῦ ὁ θεός. Εἰ ἀσεβῶς ἐκλαμβάνοι τις,
20κατὰ τὸν τῆς θεότητος λόγον, εἰ δὲ εὐσεβῶς, κατὰ τὸν τῆς οἰκονο‐ μίας· οὐ γὰρ περὶ τοῦ γεγενῆσθαι νῦν ὁ λόγος—ἰδοὺ γὰρ ὁ ἀνὴρ τὴν γυναῖκα οὐκ ἐποίησεν—οὐδὲ
25ἡ τάξις ᾗ ἐχρήσατο Παῦλος εἰς τοῦτο βλέπει, ἀλλ’ εἰς μόνην τὴν ὑποταγήν· οὐ διὰ τὴν τῆς φύσεως ἀλλοτρίωσιν—καὶ ὅλως οὐδὲ τοῦ μονογενοῦς ἡ θεότης λαμβάνεται
30νῦν, ἀλλ’ ἡ οἰκονομία ἐγγυτέρω ἔχουσα πρὸς τὸν ἄνδρα καὶ τὴν γυναῖκα κατὰ τὴν φύσιν.

260,col2

(9)

Ἐπειδὴ οἱ Ἀρείου λέγουσιν·
10ὥσπερ κεφαλὴ τοῦ ἀνδρὸς ὁ Χριστός, ἐπειδὴ ποιητὴς αὐ‐ τοῦ ἐστιν, οὕτω τοῦ Χριστοῦ ὁ θεὸς ὡς ποιητὴς αὐτοῦ, δο‐ κοῦσι τὰ ἑξῆς ἀγνοεῖν· τῆς γὰρ
15γυναικὸς κεφαλὴ ὁ ἀνήρ. καὶ οὔτε ποιητὴς αὐτῆς ἐστιν καὶ ὁμοούσιος αὐτῇ ἐστιν, καὶ κατὰ τὸν αὐτὸν λόγον εὑρισκόμεθα ὁμοούσιοι τῷ Χριστῷ. οὕτω πάντα
20πᾶσι ληροῦσιν. κεφαλὴ γὰρ ὧδε κατὰ τὸ ἀρχοντικὸν εἴρηται, οὐ κατὰ τὸ ποιητικόν· ὥστε ὁ ἔχων ἄρχοντα καὶ κεφαλὴν τὸν Χριστόν, ἐὰν ἁμαρτῇ, τὸν
25ἑαυτοῦ ἄρχοντα ὑβρίζει. κατὰ τοῦτον τὸν λόγον τῷ Χριστῷ ὑπο‐ τεταγμένοι τῷ θεῷ καὶ πατρὶ ὑπο‐ τετάγμεθα, ὅτι καὶ τοῦ Χριστοῦ
κεφαλὴ ὁ θεός.260

261

(1t)

1 Kor 11,4
1 Προφητεύειν λέγει τὸ τοὺς προφήτας ἑρμηνεύειν. ἤτοι ἐν τούτῳ ἡ διαφορὰ τῶν πάλαι προφητῶν καὶ τῶν νέων, ὅτι οἱ μὲν παλαιοὶ γενικώτερον ἐπροφήτευον περὶ ἐκπτώσεως Ἰουδαίων καὶ κλήσεως ἐθνῶν καὶ τῆς ἐνσάρκου ἐπιδημίας Χριστοῦ, οἱ δὲ ἰδικῶς ὡς ἐπὶ Ἀνανίου ὁ
5Πέτρος.
6t1 Kor 11,7
6 Ἐκ τούτων φαίνεται ὅτι οὔτε κατὰ τὴν ψυχὴν εἰκὼν θεοῦ ἄνθρωπος, οὔτε κατὰ τὸ σῶμα. εἰ γὰρ ἦν καθ’ ἕν τι τούτων, πάν‐
10τως ἂν καὶ ἡ γυνὴ εἰκὼν θεοῦ ἐκλήθη, καὶ αὐτὴ τὸν τύπον ἔχουσα τὸν τοῦ σώματος καὶ τὴν ψυχὴν ἔχουσα οἵαν καὶ ὁ ἀνήρ. εἰ δὲ τὴν αὐτὴν ἔχουσα ἡ γυνὴ τῷ
15ἀνδρὶ ψυχὴν καὶ σάρκα εἰκὼν οὐ λέγεται, δηλονότι κατὰ τὸ ἀρχι‐ κὸν εἰκὼν θεοῦ ὁ ἄνθρωπος. ὅτε μὲν γὰρ περὶ τῶν ἀλόγων ὁ λόγος, καὶ ἡ γυνὴ εἰκὼν θεο·
20ὅτε δὲ ἡ ἐξέτασις ἀνδρὸς πρὸς γυναῖκας, μόνος εἰκὼν ὁ ἀνήρ, διότι τὸ ἄρρεν καὶ θῆλυ ἐν ἀνθρώ‐ ποις πάντων κρατεῖ τῶν ἐν γῇ, τῶν ἐν θαλάσσῃ, τῶν ἐν ἀέρι,
25γυναικὸς δὲ ὁ ἀνήρ, ἀνδρὸς δὲ οὐδεὶς ἐπὶ τῆς γῆς. ὡς οὖν οὐδεὶς ἄρχει θεοῦ ἐν τοῖς οὖσιν, οὕτως οὐδὲ ἀνδρὸς ἐν τοῖς ἐπιγείοις. φύσιν δὲ νοοῦμεν ἡμεῖς τῶν πραγ‐
30μάτων αὐτῶν τὴν ἀλήθειαν.

261,col2

(6)

Εἰκών ἐστιν ὁ ἀνὴρ τοῦ θεο, οὐ κατὰ σῶμα ἢ ψυχήν, ἀλλὰ κατὰ τὸ ἀρχικόν· ἔχει γὰρ μετὰ τῶν ἄλλων ἐν ὑποταγῇ καὶ
10τὴν γυναῖκα, καὶ ὥσπερ οὐδεὶς ἄρχει θεοῦ ἐν τοῖς οὖσιν, οὕτως οὔτε ἀνδρὸς ἐν τοῖς ἐπιγείοις. ὥσπερ δὲ καλῶς ὑπακούων ὁ ἀνὴρ τῷ ἀρχηγέτῃ δόξα καὶ
15ἔπαινος θεοῦ ἐστιν, οὕτως καὶ ἡ γυνὴ δόξα τοῦ ἀνδρός ἐστιν καλῶς αὐτῷ ὑποτεταγμένη.

261

(31t)

1 Kor 11,10
31 Τὸ τραχὺ καὶ δύσεικτον τῶν γυναικῶν συνεωρακὼς ὁ ἀπόστολός φησιν, ὑπομιμνήσκων ὅτι καὶ ἀγγέλους ἐπέστησεν ἡμῖν ὁ θεός. τινὲς δὲ ἀγγέλους τοὺς ἱερέας τῆς ἐκκλησίας εἰρῆσθαί φασιν καὶ δι’
αὐτοὺς καλύπτεσθαι ὡς μὴ λαβούσας τοῦ ἄρχειν τὴν ἐλευθερίαν. τοῦτο261

262

δὲ ἴσως εἶπεν, ἐπειδὴ καὶ γυναῖκες προεφήτευον ἐκ πνεύματος ἁγίου. τοῦ δὲ πνεύματος ἐνεργοῦντος πᾶσα ἀνάγκη τοὺς λειτουργοὺς ἀγγέλους παρεῖναι, καὶ δεῖ διὰ τοῦτο κατακαλύπτεσθαι τὴν γυναῖκα.
4t1 Kor 11,14—15
4Οὐκ ἀπὸ τοῦ παλαιοῦ ἔθους ἀλλ’ ἀπὸ τοῦ κατ’ αὐτοὺς ἐδοκίμασε
5τοῦτο. καὶ οἱ κομῶντες τὸ παλαιὸν ἐκ μέρους ἀποκείροντες ἐπὶ πλεῖον ἢ ἔδει κομῶντες, γυναικὶ δὲ ἀεὶ τὸ κείρεσθαι ἀπεδοκιμάσθη.
7t1 Kor 11,19
7 Αἱρέσεις λέγει οὐ τὰς ἐν τοῖς δόγμασιν ἀλλὰ τὰς ἐν ἔθεσι καὶ τύποις.
9t1 Kor 11,20—21
9Ἐγκαλεῖ ὅτι συνερχόμενοι ὡς ἐπὶ κοινωνίᾳ τοῦ ἁγίου σώματος οὐκ
10ἀνέμενον ἀλλήλους, ἀλλά τινων διαπενίαν ἀσχολουμένων καὶ ὑστερούν‐ των προφθάνοντες οἱ εὔποροι οὐκ ἀνέμενον τοὺς ἄλλους, ἀλλ’ ὑπὸ γαστριμαργίας τοῦ μὲν κυριακοῦ δείπνου παρημέλουν, ἐπὶ δὲ τὰ ἴδια αὐτῶν δεῖπνα ἐπείγοντο, ἅπερ πολυτελῶς ἐποίουν ἐν τῇ ἐκκλησίᾳ ὥσπερ ἐλέγχοντες τῶν οὐκ ἐχόντων τὴν ἔνδειαν, διότι ἄλλων πεινώντων
15αὐτοὶ ἐμέθυον· φθάνοντες γὰρ τὴν κοινωνίαν ἀπήλαυον τῶν ἰδίων ὄψων.
16t1 Kor 12,1—2
16 Πνευματικὰ λέγει νῦν τὰς τοῦ ἁγίου πνεύματος ἐνεργείας ἃς ἑκάστῳ κατὰ τὴν ἀξίαν διερεῖ, οἷον τῷ μὲν εὐαγγελίζεσθαι, τῷ δὲ προφητεύειν, καὶ ἑτέρῳ ἕτερον. διὰ δὲ τοῦ εἰπεῖν πρὸς τὰ εἴδωλα ἀνήγεσθε δείκνυσι διαφορὰν προφητείας καὶ μαντείας μεγίστην. ἐν
20μὲν γὰρ τοῖς εἰδώλοις οὐ νήφουσιν οἱ κάτοχοι τῷ ἀκαθάρτῳ πνεύματι, ἀλλ’ ἀνάγονται ὑπ’ ἀκαθάρτου πνεύματος οὐκ αὐθαιρέτῳ γνώμῃ πορευόμενοι· τοῦτο γὰρ δηλοῖ διὰ τοῦ ἀνήγεσθε ἀπαγόμενοι. φησὶ γοῦν· τὴν μὲν τοῦ ἀκαθάρτου πνεύματος ἐξ ὧν ἐπάσχετε ἴστε ἐνέργειαν, τὰ δὲ τοῦ ἁγίου πνεύματος καθαρὰν ἔχει τὴν ἐνέργειαν. διὸ
25ὁ μὲν μάντις σκοτοῦται τὴν ψυχὴν καὶ οὐκ οἶδεν ὃ λέγει, τοῦ δὲ προφήτου ἡ ψυχὴ φωτεινοτέρα γίνεται καὶ μαθοῦσα ἃ οὐκ ᾔδει λέγει τὰ ἀποκαλυφθέντα αὐτῇ. ὁ οὖν δαίμων ὡς ἐχθρὸς σκοτεῖ τὴν ψυχήν, τὸ δὲ πνεῦμα ὡς εὐεργετικὸν φωτίζει προσερχόμενον τῇ ψυχῇ, ὅπερ
δεικνὺς ἐπάγει.262

263

(1t)

1 Kor 12,3
1 Πάντων γὰρ τὰ βλάσφημα εἰς Χριστὸν ὑπὸ τοῦ πονηροῦ ἐνεργεῖται τοῦ θολοῦντος τὴν ψυχήν. τοῦτο οὖν λέγει ἀσφαλιζόμενος τοὺς προσποι‐ ουμένους θεοφορεῖσθαι καὶ κατὰ Χριστοῦ λαλοῦντας. ἐπειδὴ δὲ καὶ ἡ λεγεὼν καὶ ἡ πυθομάντις ὠνόμαζον τὸν κύριον Ἰησοῦν, οὐ λέγομεν
5ὅτι ὁ τοῦτο λέγων τελείως λέγει—εἰσὶ γὰρ πολλοὶ κύριοι λεγόμενοι δίκαιοι—ἀλλὰ τὸ ὁμολογῆσαι τὴν ἐπὶ πάντων κυριότητα καὶ δεσποτείαν τοῦ Χριστοῦ. ἴσως δὲ ὅτι καὶ πειρώμενοι τοῦτο ἔλεγον ὡς ὁ διάβολος ἀναγαγὼν αὐτὸν εἰς τὸ ὄρος. διὸ οὔτε ὥσπερ ἀναξίων καὶ πειραζόντων καταδέχεται τὴν ἐξ αὐτῶν μαρτυρίαν.
10t1 Kor 12,8—10
10 Λόγος σοφίας τὸ καὶ νοῆσαι τὰ ἐν σοφίᾳ θεοῦ εἰρημένα ἐν προφήταις καὶ εὐαγγελισταῖς καὶ παραστῆσαι τοῖς ἀκούουσιν. λόγος γνώσεως ἡ ἀποκάλυψις τῶν λανθανόντων ἃ μανθάνει τις μὴ εἰδὼς ἐν πρώτοις παρὰ τῆς τῆς χάριτος καὶ λέγει. πίστις τὸ πιστεῦσαι μόνον τῷ κηρύγματι· οὐ γὰρ τὸ ἀκοῦσαι ἁπλῶς τοῦτο πίστις ἀλλὰ τὸ δέξασθαι
15πιστῶς τὰ εἰρημένα. διάκρισις πνευμάτων, ἐπειδὴ μεμίμηται ἡ μαντεία τὴν προφητείαν ἐν τῷ καὶ αὐτῇ δοκεῖν προλέγειν τὸ πνεῦμα τὸ ἅγιον, καὶ τούτων τὴν διάκρισιν δέδωκεν διὰ τὸ μὴ πλανᾶσθαι.
18t1 Kor 12,12
18 Τῷ ὅλῳ σώματι ἐκ πολλῶν συγκειμένῳ μελῶν ἀπεικονίζει τὸν Χριστόν, διὰ τοῦ Χριστοῦ τὴν ἐκκλησίαν δηλῶν· ἐπεὶ γὰρ ὁ
20Χριστὸς εἴρηται τῆς ἐκκλησίας κεφαλὴ καὶ ἡ ἐκκλησία σῶμα Χριστο, Χριστὸν δὲ ὠνόμασεν τὴν ἐκκλησίαν, ἀπὸ τοῦ κρείττονος τὸ ἔλαττον δηλῶν.
23t1 Kor 12,14
23 Τοῦτο λέγει, ἵνα μὴ τοὺς ταπεινοτέρους ἐν τῇ ἐκκλησίᾳ περιορῶσιν· κἂν γὰρ τῇ φύσει ἐλάττω τις ᾖ, ἀλλὰ τῷ κοινῷ τῆς ἐκκλησίας
25συμβάλλεται.
26t1 Kor 12,27
26 Οὐκ εἶπεν μέλη ἐκ μελῶν, ἀλλὰ μέλη πολλὰ ἐκ μέλους ἑνός· μέλος γὰρ ἡ κεφαλὴ τοῦ ὅλου σώματος.

263,col2

(26)

Οὐκ εἶπεν ἐκ μελῶν, ἀλλ’ ἐκ μέλους· ἓν γάρ ἐστιν μέλος ἡ κεφαλ, ὅς ἐστι Χριστός, ἡ
κεφαλὴ τῆς ἐκκλησίας.263

263,col3

(1t)

1 Ἐπειδὴ μελῶν μέμνηται καὶ σώματος, ἄρχεται ἀπὸ τοῦ τιμιωτέρου τῶν ἄλλων μελῶν τῶν μετὰ τὴν κεφαλήν, τῶν ἀποστό‐
5λων. προφήτας δὲ λέγει τοὺς ἐν τῇ ἐκκλησίᾳ, οὐ τοὺς ἐν νόμῳ. τρίτον διδασκάλους. μὴ θαυμάσῃς εἰ πρὸ τῶν τὰς ἰάσεις καὶ τὰς δυνάμεις ἐπιτελούντων
10τέθειται διδάσκαλος· τὰ γὰρ ση‐ μεῖα ἵνα πιστευθῇ ἡ γνῶσις, ἡ δὲ γνῶσις διὰ τῶν διδασκόντων παρ‐ ίσταται. ἀντιλήψεις. τοῦτο ἀλλαχοῦ λέγει· ὁ προϊστάμε‐
15νος ἐν σπουδ. κυβερνή‐ σεις· αἱ διοικήσεις αἱ ἐκκλησια‐ στικαί.

264,col2

Κεφαλὴ τῆς ἐκκλησίας Χρι‐ στός, μεθ’ ὃ μέλος δεύτερα μέλη φησὶ τοὺς ἀποστόλους. Οὐ τοὺς ἐν τῷ νόμῳ λέγει,
5ἀλλὰ τοὺς τῆς ἐκκλησίας.

264

(18t)

18 Διὰ τοῦτο δείκνυσιν ὅτι μέγα ἐφρόνουν ἐπὶ τῷ χαρίσματι τῶν
20γλωσσῶν, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις χαρίσμασιν. δείκνυσιν οὖν ὅτι τὸ μέγιστον ἡ ἀγάπη ἐστίν· ἐκεῖνα μὲν γὰρ χαρίσματά ἐστιν καὶ τοῖς ἀναξίοις διὰ τὴν οἰκοδομὴν τῆς
25ἐκκλησίας διδόμενα, τὸ δὲ τῆς ἀγάπης κατόρθωμα τοῦ εὐσεβοῦς. τοῦτο οὖν λέγει· ποθεῖτε τὰ χαρίσματα τὰ κρείττονα. καὶ ὁδὸν ὑμῖν δείκνυμι
30τὴν ἄγουσαν ὑμᾶς ἐπὶ τὴν τῶν κρειττόνων χαρισμάτων ἀπόλαυσιν, ὁδὸν δὲ τὴν ἀγάπην· ὁ γὰρ ἀγαπῶν νόμον πληροῖ. ὁ δὲ νόμον πληρῶν εὐδοκιμεῖ. ὁ δὲ
35εὐδοκιμῶν λαμβάνει χάρισμα πνευματικόν.

264,col2

(18)

Ἐπειδὴ ἑώρα αὐτοὺς ζηλοῦν‐ τας τοὺς ἔχοντας τὰ χαρίσματα,
20τὴν δὲ ἀγάπην οὐ θερμαίνοντας, διδάσκει ὡς κορυφαιότατον ἀγα‐ θὸν ἡ ἀγάπη· ἐκεῖνα γὰρ τὰ χαρίσματα ἐσθ’ ὅτε καὶ ἀναξίοις ἐδίδοτο διὰ τὴν οἰκοδομὴν τῆς
25ἐκκλησίας, τὸ δὲ τῆς ἀγάπης κατόρθωμα ἴδιόν ἐστι τοῦ εὐσε‐ βοῦς. ὁδὸν οὖν λέγει τὴν ἀγάπην τὴν ἄγουσαν ἡμᾶς ἐπὶ τὴν τῶν κρειττόνων ἀπόλαυσιν· τί γὰρ
30ἀνώτερον τοῦ χαρίσματος τῆς ἀγάπης τῆς πάντα πληρούσης
τὸν νόμον;264

265

Καὶ τίς γλῶσσα ἀγγέ‐ λων, παρ’ οἷς οὐ στῆθος, οὐ λάρυγξ, οὐ γλῶσσα, οὐ φωνή; ἀλλ’ ἐπειδή, ὡς λέγει Μωϋσῆς ἐν
5τῷ Δευτερονομίῳ, ἔστησεν ὁ θεὸς ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ— τότε δὲ δηλαδὴ ἔστησεν, ὅτε εἰς γλώσσας ἐμέρισεν τοὺς τὸν πύργον
10οἰκοδομεῖν ἐπιχειρήσαντας—· ἐπειδὴ γὰρ οὐκέτι ἀπὸ τῆς ὁμοφω‐ νίας ἐφυλάττοντο εἰς συμφωνίαν, ἀλλ’ ὥσπερ ἠλλοτριώθησαν ἀλλή‐ λων ταῖς τῆς γλώσσης ἐναλλαγαῖς,
15ἐτέθησαν ἄγγελοι, ἵνα ἕκαστος φυλάσσῃ ὃ ἐπιστεύθη ἔθνος, καὶ μηδὲν παραναλωθῇ καὶ ἀπόληται. διὰ τοῦτο ἀγγέλων γλώσσαις καλεῖ τὴν διαφορὰν τῶν γλωσσῶν.
20δεῖ δὲ εἰδέναι ὅτι ὥσπερ ἄρτον ἀγγέλων λέγει ὁ Δαυὶδ οὐχ ὡς ἐσθιόντων, οὕτως καὶ ἀγγέλων γλώσσας οὐχ ὡς λαλούντων· ἐκεῖνό τε γὰρ καὶ τοῦτο ὡς ὑπ‐
25ουργούντων τῇ τοῦ θεοῦ διατάξει. ἀνθρώπων μὲν οὖν γλῶσσα ἡ πεπαιδευμένη—ἐπείσακτος γὰρ αὕτη παρὰ τὴν φυσικὴν ἡ ἔν‐ τεχνος—, ἀγγέλων δὲ γλῶσ‐
30σα ἡ κατὰ φύσιν εἰς πολλὰ μερισθεῖσα. Γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. ἐντεῦ‐ θεν φαίνεται ὅτι ἀγγέλων λέγει
35τὴν ἐναλλαγὴν τῶν γλωσσῶν καὶ τὴν διαφοράν· ὁ γὰρ λαλῶν ἄλλαις γλώσσαις παρὰ τοῖς οὐκ εἰδόσιν αὐτὰς ὥσπερ κύμβαλόν ἐστι μόνον ἦχον ἀποτελοῦν, νόημα δὲ
40οὐδὲν ἐπιδεικνύμενον.

265,col2

Ἀνθρώπων γλῶσσαν λέγει τὴν ῥητορικήν, γραμματικήν, φι‐ λοσοφικήν, νοητικήν, συγγραφικήν, τεχνικήν, συζητητικήν. ποία δὲ
5γλῶσσα παρ’ ἀγγέλοις παρ’ οἷς οὐ στῆθος, οὐ φάρυγξ, οὐ φωνή, οὐκ ἄλλο τι σωματικόν; ἀγγέλων γλώσσας τὰς δια‐ φορὰς τῶν γλωσσῶν αἷς ἐπέστησαν
10οἱ ἄγγελοι κατὰ τὸ τῆς διασπορᾶς τῆς ἐπὶ τῆς πυργοποΐας, ἵνα ἕκαστος φυλάττῃ ὃ ἐπιστεύθη ἔθνος. ὥσπερ δὲ ἄρτον ἀγγέ‐ λων νοοῦμεν τὸν διὰ τῆς ἐπιταγῆς
15τῶν ἀγγέλων χορηγούμενον—οὐχ ὅτι οἱ ἄγγελοι ἤσθιον, ἀλλ’ ὅτι οἱ ἄγγελοι παρέχειν ἐπετάγησαν— οὕτως καὶ ἀγγέλων γλώσσας τὰς διαφορὰς τῶν γλωσσῶν αἷς
20ἐπέστησαν ἄγγελοι.
32 Χαλκοῦ δὲ ἦχον καὶ κυμβάλου ἀλαλαγμὸν τὰς διαφορὰς τῶν γλωσσῶν εἶπεν·
35ὅταν γὰρ οὐκ οἶδέν τις τὰ ἐν ἑτέρᾳ γλώσσῃ λαλούμενα, οὕτως ἔχει τὸν λαλοῦντα ὡς κύμβαλον ἄσημον ἀποτελοῦν, νόημα δὲ οὐκ
ἐμφαῖνον.265

266

(1t)

1 Kor 13,2
1 Μυστήριον λέγει πᾶν τὸ ἀγνοούμενον μέν, δυνάμει δὲ πνεύματος ἀποκαλυπτόμενον. ἓν μυστήριόν ἐστι τοῦτο, ὡς καὶ ἀλλαχοῦ λέγει· οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν τὸ μυστήριον τοῦτο καὶ πάλιν ἰδοὺ μυστήριον ὑμῖν λέγω.
5t1 Kor 13,4
5 Μετ’ ὀλίγα διδάσκει τί ἐστιν ἀγάπη, ὅπου λέγει· ἡ ἀγάπη μακροθυμεῖ καὶ τὰ ἑξῆς. διὸ ἄλλο ἐστὶ τὸ ἐλεεῖν καὶ ἕτερον τὸ ἀγαπᾶν, ὅμως καὶ τὸ δοῦναι τὴν οὐσίαν πτωχοῖς καὶ τὸ ἐκδοῦναι ἑαυτὸν εἰς μαρτύριον· ἐὰν μήπω τῆς ἀγάπης λόγῳ γίνηται, λανθάνει εἰς κενο‐ δοξίαν καὶ φιλοτιμίαν κενὴν ἐκπίπτον. διὸ εἰ καὶ μεταδώσομεν διὰ τὴν
10περὶ τὸν λαμβάνοντα ἀγάπην, ἢ διὰ τὴν περὶ τὸν ἐντειλάμενον θεὸν μεταδοτέον, καὶ εἰ μαρτυρήσομεν διὰ τὴν περὶ τὸν κύριον ἀγάπην, τοῦτο ἡμῖν ὑπομενετέον.
13t1 Kor 13,8
13 Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει, τοῦτ’ ἔστιν οὐδέποτε ἐξολισθαίνει εἰς ἁμάρτημα.
15t1 Kor 13,10
15 Ἡ ἐκ μέρους καταργεῖται τῆς ὁλοκλήρου γνώσεως δοθεί‐ σης· ὀλίγα γὰρ οἴδαμεν τῶν πλειόνων ἔτι λανθανόντων.
17t1 Kor 13,11—12
17 Ὥσπερ, φησίν, ὅτε ἤμην παῖς, νηπίου εἶχον τοὺς λογισμούς, παρελθὼν δὲ εἰς ἄνδρα τέλειον ἔσχον τὸν νοῦν, οὐκέτι ἁπλῶς εἰδὼς τὸν πατέρα ὅτι πατήρ, ἀλλὰ καὶ κατὰ τί πατήρ ἐστιν, οὕτω καὶ ὅτι γιγνώσκω
20νῦν ἐκ μέρους, τοῦτο ἐν καιρῷ τελείῳ μαθήσομαι. καὶ ὅπερ νῦν ὡς ἐν ἐσόπτρῳ ἀμυδρῶς, τοῦτο ἐν καιρῷ ἐναργῶς γνώσομαι. οὐκ εἶπεν δὲ «γνώσομαι τότε μυστήρια», ὅπερ ἀκόλουθον ἦν, ἀλλὰ ἐπιγνωσθή‐ σομαι· ὁ γὰρ ἐπιγνωσθεὶς παρὰ τοῦ θεοῦ καὶ οἰκειωθεὶς αὐτῷ, οὗτος καὶ τῆς αὐτοψίας τῶν μυστηρίων τυγχάνει.
25t1 Kor 13,13
25Μήπω ἀποκαλυφθείσης ἡμῖν πάσης γνώσεως, μένει ἡμῖν τὸ
πιστεύειν ὅτι ἀποκαλυφθήσεται ἡμῖν πᾶσα γνῶσις. καὶ πιστεύουσι μὲν266

267

(1t)

1 Kor 13,2—14,6
1εἰς τὸ ἐλπίζειν, ἐλπίζουσι δὲ ἀναγκαία ἡ ἀγάπη, ἵνα μὴ ἐκπέσωμεν τῆς ἐλπίδος. διὸ εἶπεν· μείζων τούτου ἡ ἀγάπη· διὰ γὰρ τῆς ἀγάπης πληροῦται ὁ νόμος.
4t1 Kor 14,1—5
4Ἐὰν γὰρ μὴ διερμηνεύῃ, μόνον
5δὲ λαλῇ γλώσσῃ καὶ τὴν δύναμιν μὴ σαφανίζῃ ὡς οὐκ ἔχων τοῦτο τὸ τῆς διερμηνείας χάρισμα, μυστήρια μὲν λαλεῖ—τὸ γὰρ πνεῦμα χορηγοῦν τὰς γλώσσας
10δηλονότι—καὶ μυστήρια φθέγγε‐ ται διὰ τῶν γλωσσῶν, οὐκ οἰκοδο‐ μεῖ δὲ τὴν ἐκκλησίαν οὐκ ἐπιστα‐ μένην ἃ λέγει. ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομε, ἐπιστά‐
15μενος ὅτι ἃ μὴ ἤδη ἐφθέγγετο ἐνόει· πνεύματος ἁγίου ἦν χάρις ἐν αὐτῷ καὶ ᾠκοδομεῖτο.
23 Ὥσπερ ὁ γλώσσαις λαλῶν καὶ διερμηνεύοι, οὐκ ἔλαττόν ἐστι τοῦ
25προφήτου.

267,col2

(4)

Ζηλοῦτε, φησί, πλείω τῶν
5ἄλλων χαρισμάτων τὴν προφη‐ τείαν. τοῦτο δὲ εἶπεν· πρὸς γὰρ τὴν πολιτείαν ἑκάστου ἐδίδοτο τὰ χαρίσματα, καὶ ἐν αὐτοῖς ἦν ὃ ἤθελον ζηλῶσαι καὶ λαβεῖν. ὅταν
10δὲ λαλῶσί τινες γλώσσαις, οὐδεὶς ἀκούων νοεῖ. ἀλλ’ ὅμως εἰ καὶ τὰ λαλούμενα ἄδηλα ἀνθρώποις, ἀλλ’ ὁ ἐν πνεύματι λαλῶν λαλεῖ μυστήρια—τὸ γὰρ πνεῦμα
15χορηγοῦν γλώσσαις μυστήρια φθέγγεται—, ὁ δὲ προφητεύων ὠφελεῖ τοὺς ἀκούοντας· κατάδηλα γὰρ αὐτοῖς λαλεῖ. Μείζων ἡ χάρις, ἐὰν ὁ λαλῶν
20γλώσσαις καὶ τὸ διερμηνεύειν λάβῃ· ἴσως γὰρ ὅτι ἀμφοτέρων οὐκ ἐτύγχανεν. Ὥσπερ ὁ γλώσσαις λαλῶν καὶ διερμηνεύει, οὐκ ἔλαττόν ἐστι τοῦ
25προφήτου.

267

(26t)

1 Kor 14,6
26 Τί ὑμᾶς ὠφελήσω, φησίν, ἐὰν μὴ δύνωμαι ὑμῖν λαλεῖν ἢ περὶ ὧν ἀπεκαλύφθη μοι παρὰ θεοῦ, ἢ περὶ ὧν αὐτὸς ἔγνων καὶ κατέλαβον, ἢ περὶ ὧν παρὰ προφήταις κατενόησα, ἢ περὶ ὧν ὑμῖν συμβουλεύειν ἔγνωκα ἢ διδάσκειν; ἐὰν περὶ τούτων λαλῶ, ὑμεῖς δὲ μὴ συνίετε, τί
30ὑμᾶς ὠφελήσω;267

268

(1t)

1 Kor 14,7
1 Σκοπεῖτε γάρ, φησίν, ὅτι καὶ ἐν τοῖς ἀψύχοις αὐλῷ καὶ κιθάρᾳ ἐὰν μὴ διαστέλλωνται οἱ φθόγγοι, συγχεῖται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον.
4t1 Kor 14,10
4Οὐδὲν ἄφωνον, δηλονότι γένος ἀνθρώπων.
5t1 Kor 14,12
5Πνευματικὰ λαλεῖ τὰ διάφορα χαρίσματα τοῦ ἁγίου πνεύματος.
6t1 Kor 14,13—14
14Ἐάν, φησί, λαλήσω γλώσσῃ
15τινὶ ἣν οὐκ οἶδα, μηδὲ εἰδὼς αὐτῆς τὴν δύναμιν, πέπεισμαι μὲν ὅτι νοῦν ἄκαρπον ἔχω οὐκ ἔχοντα τῶν εἰρημένων τὴν δύ‐ ναμιν.

268,col2

(6)

Προσευχέσθω ἵνα διπλῆς χάριτος τύχῃ, καὶ γλώσσαις λαλῇ καὶ ταύτας ἑρμηνεύῃ. τὸ δὲ προσεύχεσθαι γλώσσῃ πνεύ‐
10ματος μὲν ἁγίου ἐστὶν ἐνέργεια, τοῦ δὲ νοῦ ἀκαρπία γίνεται διὰ τὸ μηδένα δύνασθαι νοεῖν τὰ λεγόμενα ἢ ὠφελεῖσθαι. διό, φησίν, τοῦτο ποιητέον μοι, σαφηνί‐
15ζειν τὰ διὰ τοῦ πνεύματος χορη‐ γούμενά μοι πρὸς οἰκοδομὴν τῶν ἀκουόντων, ἵνα μὴ ὁ νοῦς ἄκαρπος ᾖ οὐκ ἔχων τῶν ῥημάτων τὴν δύναμιν.

268

(20t)

1 Kor 14,16
20 Διὰ τὸ μηδένα δύνασθαι ὠφελεῖσθαι ἢ συνιέναι τὰ λεγόμενα, ἐὰν εὐχαριστῶ γλώττῃ, οὐκ ἀποδίδωσί σοι ὁ ἀκροατὴς τὸ ἀμήν. ἰδιώτην δὲ λέγει ὥσπερ τὸν ἀστράτευτον τὸν μηδέπω βαπτισθέντα.
23t1 Kor 14,19
23Τῇ σαφηνείᾳ τοῦ νοῦ καὶ τῇ συνήθει γλώττῃ.
23t1 Kor 14,20
24Τέλειοι γίνεσθαι σπουδάζετε, νοεῖν τὰς γραφάς.268

269

(1t)

1 Kor 14,21—23
1 Ἐπισημήνασθαι χρὴ ὅτι ἀπαι‐ τούμενοι Ἰουδαῖοι, ὅπου ὁ θεὸς ἐν πολλαῖς αὐταῖς ἐλάλησε γλώσσαις κἀκεῖνοι ἠπείθησαν, οὐκ ἔχουσι
5δεῖξαι· ἡμεῖς δὲ δείκνυμεν ὅτι, ὅτε ἦλθε. τὸ πνεῦμα τὸ ἅγιον καὶ ἐμέρισεν γλώσσαις, οἱ Ἰουδαῖοι ἀπειθοῦντες ἔλεγον· γλεύκους μεμεστωμένοι εἰσίν. ὥστε
10αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπί‐ στοις ἀλλὰ τοῖς πιστεύου‐
15σιν. ὥστε οἰκοδομοῦσιν αἱ γλῶσ‐ σαι, ὅταν μάθῃ ὁ ἀκούων ὅτι ὁ λαλῶν λαλεῖ γλῶσσαν ἣν οὐκ οἶδεν, οὐ μὴν οἰκοδομὴν λαμβάνει τῆς ὠφελείας τῆς πνευματικῆς δι‐
20δαχῆς διὰ τὸ μὴ νοεῖσθαι μὴ προχωρούσης· ἡ μὲν γὰρ προφη‐ τεία μελλόντων, τοῖς δὲ περὶ τού‐ των λεγομένοις ὁ τυχὼν οὐ πιστεύει ἀλλ’ ὁ πιστός. ὁ δὲ ἄπι‐
25στος χρείαν ἔχει τοῦ οὐκ εἰδότος τὴν γλῶσσαν ᾗ κέχρηται, καὶ δεικνύντος ὅτι θεοῦ πνεῦμα ἐν αὐτῷ. ὥστε θαῦμα ἦν ἡ γλῶττα, ἡ δὲ προφητεία ἀπὸ τῆς ἐκβάσεως
30θαῦμα, οὐκ ἐν τῷ λέγεσθαι. διχῶς δὲ λέγεται ἀπιστία ἐν τῇ θείᾳ γραφῇ· καὶ ἡ ἀληθῶς ἀπιστία ἡ τῶν Ἑλλήνων, καὶ ἡ ὀλιγοπιστία ἡ τῶν εὐσεβῶν.
35 Ἄπιστον λέγει τὸν Ἕλληνα, ἰδιώτην δὲ τὸν μήπω βα‐

270

πτισθέντα, τὸν ἀστράτευτον· τότε γὰρ οὐκ ἐλέγοντο κατηχούμενοι ἢ ἀβάπτιστοι.

269,col2

Νόμον λέγει καὶ τὰ τῶν ἄλλων προφητῶν, ἐπειδὴ κατὰ νόμον ἐπολιτεύοντο. τὸ δὲ εἰρη‐ μένον τῷ Ἡσαΐᾳ τότε ἀπέβη ὅτε
5κατῆλθεν ἐπὶ τοὺς ἀποστόλους τὸ πνεῦμα, καὶ ἐλάλουν γλώσσαις καὶ ἐχλεύαζον Ἰουδαῖοι.
18 Δηλονότι ὠφελοῦσιν αἱ γλῶσ‐ σαι, ὅταν ὁ ἀκούων γνῶ ὅτι ὁ
20λαλῶν γλώσσῃ λαλεῖ ἣν οὐκ οἶδεν οὐδ’ ἔμαθεν παρ’ ἀνθρώπων, ὅμως οὐκ ὠφελεῖ τὸ πρᾶγμα τὸν ἀκροατὴν διὰ τὸ μὴ νοεῖσθαι. ἡ δὲ προφητεία τοῖς πιστοῖς
25δίδοται, ἥτις περὶ τῶν μελλόντων λαλεῖ οἷς οὐχ ὁ τυχὼν πιστεύει ἀλλ’ ὁ πιστός. τὸ δὲ σημεῖον δίδοται τοῖς ἀπίστοις, ἵνα πιστεύσῃ οἷς ὁρᾷ, ἡ δὲ προφητεία, ἵνα
30καταδέξηται τὸ ῥηθὲν καὶ εὐ‐ λογήσῃ τὸν κύριον. ἄπιστον δὲ λέγει τὸν Ἕλληνα, ἰδιώτην δὲ τὸν κατηχούμενον. ἔστι δὲ ὅπου
καὶ ὁ ὀλιγόπιστος καλεῖται ἄπιστος.269

270

(4t)

1 Kor 14,26
4Ἕκαστος δι’ ἧς ἔχει χάριτος παρὰ θεοῦ, διὰ ταύτης τὴν ἐκκλη‐
5σίαν οἰκοδομείτω.
6t1 Kor 14,28
6 Εἰπὼν σιγάτω ἐδίδαξεν ὅτι πνεύματι ἁγίῳ λαλῶν ὅτε θέλει λαλεῖ καὶ σιωπᾷ ὡς καὶ οἱ προφῆται, οὐ μὴν οἱ κατεχόμενοι πνεύματι ἀκαθάρτῳ· ἐκεῖνοι γὰρ καὶ ὅτε οὐ θέλουσι λαλοῦσι καὶ ἃ οὐκ ἴσασιν.
9t1 Kor 14,29—32
9Διὰ τούτων δείκνυσιν ὅτι ταῖς
10ψυχαῖς τὸ πνεῦμα τὸ ἅγιον ἀπ‐ εκάλυπτε τὰ μυστήρια, κἀκεῖναι φωτισθεῖσαι ἀπεκάλυπτον ἀνθρώ‐ ποις, οὐχ ὡς ἐν ταῖς μαντείαις οὐκ οἶδεν ὁ μάντις τί φθέγγεται.
15ἀπέδωκεν οὖν ἐκεῖνο τὸ πρῶτον ὃ ἔλεγεν, ὅτι ὅτε ἦτε ἔθνη πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἀνήγεσθε ἀπαγόμενοι. Προφῆται δὲ δύο ἢ τρεῖς
20λαλείτωσαν, οἱ ἄλλοι δὲ διακρινέτωσαν, οἱ ἔχοντες τὸ χάρισμα τῆς διακρίσεως τῶν πνευμάτων. Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθη‐
25μέν, ὁ πρῶτος σιγάτω, ὡς ἐν αὐτοῖς ὂν ποτὲ μὲν σιγᾶν, ποτὲ δὲ λέγειν. καὶ πνεύματα προφητῶν προφήταις ὑπο‐ τάσσεται. μὴ φοβηθῇς, φησίν,
30ἐὰν σιγήσῃς, ὡς ἀθετῶν τὸ πνεῦ‐ μα· οἶδεν γὰρ τὰ χαρίσματα ἀλλή‐ λοις ὑποτάσσεσθαι.

270,col2

(21)

Δηλονότι οἱ ἔχοντες χαρίσματα τῆς διακρίσεως τῶν πνευ‐ μάτων.
27 Μὴ φοβηθῇς ἐὰν σιωπήσῃς, ὡς ἀθετῶν τὸ πνεῦμα· οἶδεν γὰρ τὰ χαρίσματα ἀλλήλοις ὑποτάτ‐
30τεσθαι, ἵνα καὶ ἡ ἐκκλησία οἰκοδο‐ μὴν λάβοι καὶ ταραχὴ μὴ γίνεται
πάντων ὁμοῦ λαλούντων.270

271

(1t)

1 Kor 15,1—2
1 Οὐ ξένον, φησί, λέγω, ἀλλ’ ὅπερ ἐκήρυξα. καὶ οὐχὶ ἐγὼ μὲν ἐκήρυξα, ὑμεῖς δὲ οὐκ ἐδέξασθε, ἀλλ’ ὃ καὶ παρελάβετε. καὶ
5οὐχὶ μάταιον παρελάβετε καὶ ἀνόνητον, ἀλλ’ ἐν ᾧ σώζεσθε. μέλλων δὲ λέγειν ὅτι ἐγνώρισα ὑμῖν ὡς ὁ κύριος Ἰησοῦς ἀπέθανεν ὑπὲρ ἡμῶν, φησίν· τίνι δὲ λόγῳ
10τοῦτο τὸ εὐαγγέλιον, ἵνα πιστευθῇ ἡ ἀνάστασις· ἀπαρχὴ γὰρ Ἰησοῦς τῆς ἀναστάσεως ἀποθα‐ νὼν ὑπὲρ ἡμῶν. εἰ γὰρ μὴ ἔδει τὸν θάνατον ἀναιρεθῆναι, οὐκ ἂν
15ἐνηνθρώπησεν ὁ σωτήρ. ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε, ἀντὶ τοῦ πλὴν εἰ μὴ εἰκῇ ἐπιστεύ‐ σατε· ἐγὼ γὰρ λέγω ὅτι εἰ μὴ κατέχετε, φανερὸν ὅτι εἰκῇ ἐπι‐
20στεύσατε.

271,col2

(10)

λόγος τοῦ εὐαγγελίου, ἡ ἐκ νεκρῶν ἀνάστασις ἧς ἡ ἀρχὴ ἡ τοῦ Χριστοῦ· εἰ γὰρ μὴ ἠβούλετο τὸν θάνατον ἀναιρεθῆναι ὁ θεός, οὐκ ἂν ἐνηνθρώπησεν. εἰ οὖν μὴ
15κατέχετε ἃ ἠκούσατε ἀλλ’ ἀπο‐ βεβλήκατε, δῆλον ὡς εἰκῇ ἐπι‐ στεύσατε. τὸ δὲ ἐκτὸς ἀντὶ τοῦ πλήν.

271

(21t)

1 Kor 15,3
21 Τὸ ἐν πρώτοις εἶπεν ἀντὶ τοῦ πρὸ πάντων τοῦτο ὑμῖν παρέδωκα.

271,col2

(21)

Ἐν πρώτοις, πρὸ πάντων. οὐκ ἴδιον δὲ παρέδωκα ἐπιχείρημα ἀλλ’ ὃ παρέλαβον ἐκ τῶν γραφῶν. ἐπιστώθη δὲ αὐτοψίᾳ, ὅτι
25Χριστὸς ἀποθανὼν ἀνέστη καὶ ἐκάλεσεν αὐτὸν ἐξ οὐρανῶν.

271

(27t)

1 Kor 15,4
27Πῶς ἐτάφη, εἰ σάρκα οὐκ εἶχεν κατὰ τοὺς αἱρετικούς;
28t1 Kor 15,6
28Ἀντὶ τοῦ πλέον ἢ πεντακοσίοις.271

272

(1t)

1 Kor 15,8
1 Ἔκτρωμα δέ ἐστι τὸ πρὸ τοῦ διαμορφωθῆναι καὶ λαβεῖν τὸν προσήκοντα αὐτῷ χρόνον τὸν ἐν τῇ γαστρὶ ἐκβαλλόμενον, ὃ καὶ ζῆν
5οὐ δύναται. ἐπειδὴ τοίνυν ὡς ἐν γαστρὶ τὰ βρέφη πλάττεται, ἐν τῷ νόμῳ προεμορφοῦντο αἱ ψυχαὶ πρὸς εὐσέβειαν, ἀνεγεννῶντο δὲ ἐξ ὕδατος καὶ πνεύματος·
10ὁ δὲ Παῦλος ἐδίωκεν 〈τὴν ἐκκλη‐ σίαν〉 οὐ μορφούμενος ἐν νόμῳ εἰς τὸ τέλειον—ἐδίωκε γάρ—, διὰ τοῦτο ἔκτρωμα ἑαυτὸν ἐκάλεσεν, καὶ τοῦτο ἑξῆς ἐπιφέρει· διότι
15ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεο.

272,col2

Τὰ ἐκβαλλόμενα βρέφη πρὶν ἢ διαμορφωθῆναι ἐν τῇ γαστρὶ ἐκτρώματα καλεῖται. ἐπεὶ οὖν ἐν μὲν τῷ νόμῳ προεμορφοῦντο
5αἱ ψυχαὶ πρὸς εὐσέβειαν, ἀνεγεν‐ νῶντο δὲ ἐξ ὕδατος καὶ πνεύματος, ὁ δὲ Παῦλος ὡς οὐ μορφωθεὶς ἐν τῷ νόμῳ ἐδίωκε τὴν ἐκκλησίαν, διὰ τοῦτο ἑαυτὸν
10εἰκότως ἔκτρωμα ὀνομάζει.
17t1 Kor 15,9—10a
17 Ἐλάχιστος ἐν τοῖς ἀπο‐ στόλοις, ἐπειδὴ ἐκείνων μὴ διωξάντων ἀλλὰ πιστευσάντων ἐγὼ
20ἐδίωξα.
17 Κατὰ πρόγνωσιν θεοῦ διώκτης ὢν ἔτυχε τοσαύτης χάρι‐ τος, διὸ καὶ πλείω τῶν ἄλλων
20ἐκοπίασεν.

272

(21t)

1 Kor 15,10b
21 Οὐ μάτην ἔλαβον πολλὴν χάριν, ἀλλ’ ἐχρησάμην αὐτῇ ὑπὲρ τοῦ κηρύγματος, περισσοτέρον αὐτῶν πάντων κοπιάσας.

272,col2

(21)

Ἀντὶ τοῦ οὐ μάτην τὴν χάριν ἔλαβον· κεκοπίακα γάρ.

272

(25t)

1 Kor 15,12—13
25 Οὐκ ἐγχωρεῖ Χριστὸν μὲν ἀναστῆναι, τοὺς δὲ λοιποὺς μηκέτι· ἀλλ’ ὁμολογουμένως δι’ οὐδὲν Χριστὸς ἀπέθανε καὶ ἀνέστη, εἰ μὴ διὰ τὴν ἡμετέραν ἀνάστασιν.
28t1 Kor 15,14—18
28Εἰ μὴ ἐγήγερται, φησίν, ὁ Χριστός, μάτην ἐπιστεύσατε
ὅτι ἀφίενται ὑμῶν αἱ ἁμαρτίαι αὐτοῦ τοῦ ἀφιέντος μὴ ἐγηγερμένου.272

273

εἰ δὲ Χριστὸς ἐγήγερται, ὥσπερ οὖν καὶ ἐγήγερται, δηλονότι καὶ αἱ ἁμαρτίαι ἀφίενται, καὶ ἡ τῶν νεκρῶν ἀνάστασις ἔσται.
3t1 Kor 15,19
3 Διὰ τοῦτο ἐλεεινο, ὅτι τῆς ζωῆς ταύτης οὐ μετερχόμεθα τὰ ἀγαθά· εἰ γὰρ τῶν τῆς παρούσης ζωῆς ἀγαθῶν καταφρονοῦμεν καὶ ἑκόντες ἑαυτοὺς ταπεινοῦμεν
5ἐν πενίᾳ ἐν ἐγκρατείᾳ καὶ ἄλλοις ἐλπίζοντες ἄλλα τινά, πῶς οὐκ ἐσμὲν ἐλεεινοὶ τὰ ἐναντία ὧν εὐχόμεθα μετερχόμενοι; τὸ μόνον δὲ προσθεὶς ἔδειξε καὶ τῆς παρούσης ζωῆς ἀγαθὴν εἶναι τὴν εὐσέβειαν.
8t1 Kor 15,12—20
8 Ζητοῦμεν ποῖον θάνατον λέγουσιν ὑπομεμενηκέναι τὸν σωτῆρα, ἢ ποίαν ἀνάστασιν. εἰ μὲν γὰρ δοκήσει ἑκάτερα, εἰς δόκησιν ἡ πίστις τῶν
10Χριστιανῶν· εἰ δὲ ἀληθὴς ὁ θάνατος, ἀληθὴς δὲ καὶ ἡ ἀνάστασις αὐτοῦ. λεγέτωσαν ποῖος θάνατος ἢ ποία ἀνάστασις· ἆρα θάνατος τὸ σάρκα λαβεῖν; οὐκοῦν σάρκα εἶχεν ὁ κύριος· εἰ δὲ εἶχεν σάρκα, καὶ ἀπέθανεν. εἰ δὲ ἀπέθανεν, καὶ ἀνέστη ἀπαρχὴ τῶν κεκοιμημένων γενό‐ μενος Χριστός· ἐγήγερται ἄρα καὶ τὰ ἡμέτερα σώματα. ἀλλὰ ποῖον
15θάνατον λογίσομαι; ἆρα τὸ ἁμαρτίαις ἀποθανεῖν; ἀλλ’ αὐτὸς λέγει· ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν. εἰ δὲ καὶ ἀπέθανεν ὡς ἁμαρτὼν καὶ τὸν θάνατον τὸν τῆς ἁμαρτίας, ἐπειδὴ ἦρεν τὴν ἁμαρτίαν τοῦ κόσμου, τούτῳ τῷ λόγῳ μέχρι τῆς τήμερον οὐκ ἀνέστη· ἀεὶ γὰρ ἁμαρτωλός ἐστι τῷ
20αἴρειν τὴν ἁμαρτίαν τοῦ κόσμου. ἀνάστασιν δὲ ποίαν λέγει ὁ Παῦλος τοῦ κυρίου; ἆρα τῆς σαρκὸς ἀπαλλαγήν; οὐκοῦν εἶχεν σάρκα. ἀλλ’ ἁμαρτιῶν ἀπαλλαγήν; οὐκοῦν ὁ αὐτὸς ῥηθήσεται λόγος ὁ καὶ πρότερος· ἄλλως τε εἰ ἀπαρχὴ τῶν κεκοιμημένων Χριστός, πᾶσα ἀνάγκη, οἵαν ἂν δῶμεν ἑαυτοῖς ἀνάστασιν, τοιαύτην διδόναι καὶ
25τῷ σωτῆρι. ποίαν οὖν ἀνάστασιν ἡμεῖς λαμβάνομεν; ἆρα τῆς σαρκὸς τὴν ἀπαλλαγήν; οὐκοῦν καὶ ὁ κύριος εἶχεν σάρκα. ἀλλ’ ἁμαρτιῶν ἀπαλλαγήν; οὐκοῦν καὶ ὁ κύριος εἶχεν ἁμαρτίας ὧν ἀπηλλάγη. οὕτω πανταχόθεν τῶν ἀποστολικῶν ῥητῶν ἀκολουθίας καὶ δυνάμεως. Εἰ ψυχῆς ἡ ἀνάστασις, ἀνάστασις δὲ αὐτῆς νοεῖται ἤτοι σαρκὸς
30ἀπαλλαγὴ ἢ ἁμαρτιῶν, πῶς οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώ‐ λοντο, εἴ γε δίκαιοι ἦσαν; εἰ γὰρ ἐν Χριστ, οὐχ ἁμαρτωλοί· καὶ εἰ σαρκὸς ἀπαλλαγή, ἀθάνατος δέ ἐστιν, οὐκ ἀπώλετο. ὁρᾷς ὅτι περὶ τῆς σαρκὸς τῆς ἡμετέρας λέγει τῆς ἐν Χριστῷ κοιμωμένης ὅταν ἀποθάνωμεν· χρηστὸς ᾖ ὁ ἀπελθών.
35Προσθεὶς τὸ μόνον ἔδειξε καὶ παροῦσαν καλὴν ζωήν· καὶ γὰρ
ἐν ταύτῃ τῇ ζωῇ εὐσεβοῦμεν, ἐν ἐκείνῃ δὲ τοὺς μισθοὺς ἀπολαμβάνομεν.273

274

(1t)

1 Kor 15,21—22
1 Οἱ δεχόμενοι ταῦτα τὰ ῥήματα λεγέτωσαν διὰ ποίου ἀνθρώπου ὁ θάνατος ἢ ποῖος θάνατος. ἆρα διὰ τοῦ Ἀδάμ; ἀλλ’ ἥμαρτεν μὲν
5ἡ ψυχή, κατεκρίθη δὲ τὸ σῶμα. εἶτα· ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσι καὶ τὰ ἑξῆς. κατὰ τὴν ἀπόφασιν λέγει ἐπὶ τῷ πράγματι· οὔτε πάντες
10ἀποτεθνηκέναι λέγονται, ζῆν δὲ τὸν Ἐνὼχ καὶ τὸν Ἡλίαν, καὶ εὑρίσκονταί τινες ζῶντες ἐπὶ τῇ παρουσίᾳ τοῦ σωτῆρος.

274,col2

Πάντες εἶπεν διὰ τὴν ἀπό‐ φασιν καὶ τὸ ἐνδεχόμενον, ἐπεὶ οὐ πάντες ἀπέθανον οἷος Ἐνὼχ καὶ Ἡλίας· εὑρεθήσονται δέ τινες καὶ
5ἐν τῇ παρουσίᾳ ζῶντες. ἐν τῷ Ἀδὰμ δὲ λέγει ἀντὶ τοῦ διὰ τὸν Ἀδάμ, ὥσπερ καὶ ἐν Χριστῷ διὰ τὸν Χριστόν. ἐν τῷ Ἀδὰμ οὖν ἀποθνῄσκομεν, δηλονότι
10κατὰ τὸ σῶμα, καὶ ἐν τῷ Χριστῷ ζωοποιηθήσονται, δηλονότι κατὰ τὸ σῶμα· εἰ γὰρ πρὸ Χριστοῦ αἱ ψυχαὶ ζῶσιν, καὶ μετὰ Χριστὸν αὗται μόναι πάλιν
15ζῶσιν, τί τὸ περισσὸν τῆς οἰκονο‐ μίας;

274

(17t)

1 Kor 15,23—25
17 Τάγμα λέγει δικαίων καὶ ἀδίκων, οὐκ ἰδικῶς δὲ τοὺς τοῦ Χριστοῦ ὧδε τοὺς πιστοὺς λέγει ἀλλὰ πάντας, ὅτι πάντες εἰσὶ Χριστοῦ. ἐν δὲ τῇ παρουσίᾳ αὐτοῦ ἔσται πάντων ἡ ἀνάστασις,
20ὅτε καὶ τὸ τέλος, τὸ καταβαπτισθῆναι καὶ τὸν θάνατον καὶ τὸν διά‐ βολον· τοῦτο γὰρ τοῦ κόσμου τὸ τέλος. Τὴν βασιλείαν λέγει οὐ τὴν ἑαυτοῦ, ἀλλ’ ἣν ἥρπασεν ὁ πονηρὸς καταβαλὼν τὸν Ἀδὰμ καὶ τοὺς ἀπ’ αὐτοῦ. ταύτην δὲ παραδιδοὺς τῷ πατρὶ οὐκ ἀλλότριος αὐτῆς ἔσται· συμβασιλεύει γὰρ ὁ υἱὸς τῷ
25πατρί. οὐ προθεσμίας δέ ἐστι δηλωτικὸν τὸ ἄρχειν ἀλλ’ ἐπιτάσεως, ὥσπερ εἴ τις λέγει· δεῖ με ἐναρετῶς ζῆν ἕως ἂν κατορθώσω δικαιοσύνην. οὐ γὰρ τοῦτο λέγει ὅτι κατορθώσας οὐκέτι ζήσομαι ἐν δικαιοσύνῃ, ἀλλ’ ὅτι τὴν δικαιοσύνην δι’ ἐναρέτου μοι σπουδῆς κατορθωτέον. καὶ ἐν προφήταις δὲ τὸ ἕως οὐ πάντως προθεσμίας ἐστὶν ἀλλ’ ἐπιστάσεως,
30ὡς καὶ ἐν παλαιᾷ ἔνθα φησίν· ἐγώ εἰμι ἐγ, εἰμὶ ἕως ἂν καταγηράσητε. οὐ γὰρ ὅρον τοῦ εἶναι αὐτὸν τὸ γῆρας τῶν γηρόντων λέγει, ἀλλ’ ὅτι κἂν ὑμεῖς γηράσητε, ἐγὼ εἰμ, οὐ συγγήρων ὑμῖν ἀλλ’ ἀεὶ ὤν. οὕτω καὶ νῦν τὸ ἄχρις οὗ πέρας σημαίνει. ὃ δὲ λέγει τοῦτό ἐστιν· οὐ διακοπήσεται αὐτοῦ μεταξὺ ἡ βασιλεία οὐδ’ ἐπιλήψουσιν οἱ
35πιστεύοντες ἕως ἂν κατορθωθῇ ἃ προέθετο, καὶ κατορθώσας καὶ βασι‐
λεύσει διηνεκῶς.274

275

(1t)

1 Kor 15,29
1 Εἰ τὰ σώματα, φησί, νεκρὰ μένει καὶ οὐκ ἀνίσταται, τί ὑπὲρ τούτων τῶν νεκρῶν ὡς ἀνισταμένων καὶ κριθησομένων βαπτιζόμεθα, ἄφεσιν λαμβάνοντες ἁμαρτημάτων ὑπὲρ τοῦ μὴ κριθῆναι;
4t1 Kor 15,32
4Ὅσον, φησίν, ἐπ’ ἀνθρώπῳ ἐθηριομάχησα, ὁ δὲ θεὸς
5ἔσωσέν με.
6t1 Kor 15,35—38
6 Οἱ Ἕλληνες ἀντιλέγουσιν ὅτι σπέρμα διχασθὲν οὐκέτι βλαστάνει. ἄρα οὖν καὶ ἄνθρωπος ἀποκοπεὶς τὸν πόδα ἢ ὄλως ἀκρωτηριασθεὶς τὸ σῶμα οὐκέτι ἐγείρεται. ἀγνοοῦντες ὅτι οὐ φύσις φύσει παρετέθη, ἀλλ’ ἡ δύναμις τοῦ πεποιηκότος, τοῦτ’ ἔστι τοῦ σπέρματος τὴν
10βλαστητικὴν φύσιν καὶ τὴν σπερματικὴν δύναμιν τίς ἔδωκεν; οὐχ ὁ θεός; τίς ὁ ποιῶν ἀποθανεῖν πρῶτον τὸν σπόρον, εἶτα ἀν‐ ίστασθαι; οὐχ ὁ θεός; ἄρα ὁ τῷ
15κόκκῳ δεδωκὼς τὴν σπερματικὴν δύναμιν, ἔδωκε καὶ τοῖς ἡμετέροις σώμασι τὴν τῆς ἀναστάσεως ἰσχύν.

275,col2

(12)

Οὐχ ὡς ὅμοιον τῷ τῶν καρ‐ πῶν καὶ τῶν ἀνθρώπων παρ‐ έλαβον σῶμα, ἀλλ’ ἵνα τὴν δη‐
15μιουργικὴν δύναμιν παραστήσω.

275

(18t)

1 Kor 15,40—42
18 Οὐχ ὡς ἀνισταμένων τῶν ἄλλων σαρκῶν· ὑποδείγματι γὰρ
20κέχρηται. καὶ σώματα ἐπου‐ ράνια τὸν ἥλιον λέγει καὶ τὴν σελήνην, καὶ τὰ ἑξῆς δείκνυσιν. οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. ὁρᾷς ὅτι ὑπό‐
25δειγμα ἦν τὰ πρῶτα· ἀποδέδοται δὲ νῦν οὗ ἐστι τὸ ὑπόδειγμα.

275,col2

(20)

Σώματα δὲ οὐράνια ἥλιος καὶ σελήνη.

275

(27t)

1 Kor 15,44
27 Σῶμα ψυχικὸν λέγει τὸ τῇ ἁμαρτίᾳ τῆς ψυχῆς θανατωθέν, πνευματικὸν δὲ τὸ τῇ δυνάμει τοῦ πνεύματος ἐγειρόμενον, ὅπερ οὐκέτι κατὰ τὴν τῆς ψυχῆς ἀσθένειαν ζήσεται ἥτις οὐκ ἐξαρκεῖ φυλάτ‐
30τειν τὴν τοῦ σώματος σύστασιν, ἀλλὰ κατὰ τὴν τοῦ πνεύματος δύναμιν
ἥτις εἰς ἀθανασίαν αὐτὸ μεθίστησιν.275

276

(1t)

1 Kor 15,45
1 Τοῦτο Μωϋσῆς φησι τὸ καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Ὁ δεύτερος ἄνθρωπος εἰς πνεῦμα ζωοποιοῦν. τοῦτο τὸ Εὐαγγέλιον λέγει· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου.
5t1 Kor 15,47
5 Ἐκ γῆς ὁ ἄνθρωπος κατὰ φύσιν, χοϊκὸς δὲ κατὰ τὴν προ‐ αίρεσιν. ἐξ οὐρανοῦ δὲ τὸν Χριστὸν λέγει· οὐ καθ’ ὁμοιότητα ἢ ἐξ ἀναστάσεως ἀϊδιότης γίνεται.
8t1 Kor 15,47—49
8 Ἐπιτρέχουσι τούτῳ καὶ οἱ περὶ Οὐαλεντῖνον καὶ Μαρκίωνα καὶ οἱ ἀπὸ Φωτεινοῦ καὶ οἱ Ἀπολιναρίου, πάντας δὲ ἐλέγχει τὸ ῥητόν.
10ἐρωτῶ γάρ· ὁ ἐκ γῆς χοϊκὸς εἶχεν ψυχὴν ἢ οὔ; οὐκ ἀρνήσονται. καὶ ὁ ἐξ οὐρανοῦ κύριος εἶχεν σῶμα ἀπὸ γῆς. πάλιν ἐρωτῶ· διὰ τί τὸν μὲν πρῶτον ἄνθρωπον ἐκ γῆς χοϊκὸν λέγει, τὸν δὲ κύριον ἐξ οὐρανο; μετὰ ταῦτα· οἷος ὁ χοϊκός—καὶ οὐκέτι γῆς μέμνηται ἀλλ’ ὅτι—τοιοῦτοι καὶ οἱ χοϊκο; ἢ δηλονότι ἐπειδὴ τὸ μὲν ἐκ
15γῆς τῆς φύσεως, τὸ δὲ χοϊκὸς τῆς προαιρέσεως. ἐλθὼν εἰς τὸ οἷος ὁ χοϊκός, καὶ κατηγορῶν τῶν οὐ καλῶς βιωσάντων, οὐκέτι τῆς φύσεως μνημονεύει οὐδὲ τοῦ ἐκ γῆς, καὶ τὸν κύριον οὐκέτι ἐξ οὐρανοῦ λέγει ἀλλ’ ἐπουράνιον· πάλιν ἦσαν ἐκ γῆς καὶ οἱ πνευ‐ ματικοί. οἷος δὲ ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκο, καὶ
20οἷος ὁ ἐπουράνιος τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. καὶ πᾶσα ἀνάγκη, εἰ ἀρνοῖντό τινες τὸ σάρκα ἀνειληφέναι τὸν ἐξ οὐρανοῦ κύριον, ἐπειδὴ ἐξ οὐρανοῦ καὶ τοὺς ἐπουρανίους, μὴ συγχωρεῖν ἀνειληφέναι σῶμα, ἐπειδὴ οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκο, καὶ οὕτως οὐδαμόθεν ἵσταται τοῦτο νοούμενον ἑτέρως ἢ οὕτως· εἶπε τὴν
25φύσιν, ὅθεν ἐκ γῆς ἐκ ταύτης καὶ οἱ ἐπουράνιοι καὶ οἱ λεγόμενοι χοϊκο· ἀλλ’ οὐκέτι χοϊκοὶ ἑκάτεροι. δεῖ τοίνυν προσέχειν ὅτι ὁ μὲν κύριος ἐξ οὐρανοῦ λέγεται οὐχ οἱ ἐπουράνιοι, οἱ δὲ οὐράνιοι ἀπὸ γῆς οὐχ ὁ ἐξ οὐρανοῦ κύριος. εἰκόνα χοϊκοῦ λέγει τὴν ἀναστροφὴν τὴν χοϊκήν, εἰκόνα ἐπουρανίου τὴν ἐπουράνιον
30πολιτείαν, ἀντὶ τοῦ ἐμιμησάμεθα τὴν παρακοὴν τοῦ Ἀδάμ, μιμησώμεθα
καὶ τοῦ υἱοῦ τοῦ θεοῦ τὴν ὑπακοὴν ὑπακούσαντες.276

277

(1t)

1 Kor 15,50
1 Κατὰ τῆς ἀναστάσεως τοῦτο ἕλκουσι πολλοὶ τῶν αἱρετικῶν ὑπὸ πολλῆς ἀνοίας· οὐ γὰρ εἶπεν ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀνίσταται, ἀλλὰ βασιλείαν θεοῦ οὐ κληρονομήσει. τῆς βασιλείας τοῦ υἱοῦ τοῦ θεοῦ ἀπέκλεισεν, οὐ τῆς ἀναστάσεως τὴν χάριν. ὃ οὖν λέγει τοιοῦτόν
5ἐστιν, ὅτι σὰρξ σὰρξ οὖσα οὐ κληρονομεῖ, καὶ αἷμα αἷμα ὂν οὐ κληρο‐ νομεῖ· ἕως γὰρ ἡ σὰρξ σάρξ ἐστι, φθαρτή ἐστιν· λοιπὸν δὲ ἐνδυσαμένη ἀφθαρσίαν τῆς σαρκὸς ἀποθεμένη τὴν ἀσθένειαν ἕτερόν τι γίνεται, τοῦτ’ ἔστιν ἄφθαρτον. Ἀπέδειξεν ὃ ἔλεγεν πρὸ τούτου· ἀφθαρσίαν γὰρ καλεῖ τὴν
10βασιλείαν, φθορὰν δὲ τὴν ἐν τῷ αἰῶνι τούτῳ θνητότητα. τὰ οὖν ἐναντία τῶν ἐναντίων οὐ γίνεται κληρονόμα.
12t1 Kor 15,52
12 Ἐδήλωσεν ὅτι πολλαί εἰσι σάλπιγγες· ἐσχάτης γὰρ μνημονεύσας καὶ τὰς πρώτας συνέθηκεν. Καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. εἰ ἄφθαρτοι οἱ
15νεκροί, καὶ αὐτοὶ ἀλλαγήσονται δηλονότι. τίς χρεία καὶ ἡμεῖς ἀλλαγησόμεθα; ἢ πάντως που τὸ μὲν ἄφθαρτον κοινὸν εἶπεν πάντων, τὸ δὲ ἀλλαγησόμεθα τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν αἰνίττεται νῦν· διὸ καὶ ἡμεῖς εἶπε περὶ τῶν δικαίων. Εἰπὼν τοῦτο καὶ δείξας τὸ σῶμα περιέκλεισε τοὺς αἱρετικοὺς
20τοὺς λέγοντας μὴ εἶναι ἀνάστασιν σαρκὸς ἀλλὰ ψυχῆς· οὗτοι γὰρ καὶ περὶ αὐτὴν τὴν θείαν οἰκονομίαν ἀσεβοῦσιν οἰόμενοι μὴ ἀληθείᾳ ἀλλὰ φαντασίᾳ ἀνειληφέναι τὸν Χριστὸν τὴν σάρκα, ὅπερ ἀνόητον. εἰ γὰρ σάρκα οὐκ εἶχεν, τί τὸ ἀποθανὸν καὶ ταφὲν καὶ ἀναστάν; εἰ δὲ φαντασίᾳ ταῦτα, οὐκοῦν καὶ ἡμεῖς φαντασίᾳ ἀποθνῄσκομεν. τὸ
25μὲν οὖν ἄφθαρτον κοινὸν τῶν ἐγερθησομένων, τὸ δὲ ἀλλαγῆναι μόνον ἴδιον τῶν ἁγίων, ὅπερ τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν ἐμφαίνει. τὸ δὲ ἡμεῖς περιττόν, εἰ μή που βούλεται σημᾶναι περὶ τῶν ἁγίων, ἀντὶ τοῦ οἱ περὶ ἡμᾶς δίκαιοι, ὡς καὶ ἀλλαχοῦ εἰπὼν ὅτι ἡμεῖς οἱ ζῶντες, τοὺς περὶ αὐτὸν ἁγίους ἐσήμανεν.
30t1 Kor 16,1
30Λογία λέγεται ἡ κατὰ συλλογὴν γενομένη συνεισφορὰ εἰς
παραμυθίαν πενήτων.277