TLG 4139 039 :: SEVERIANUS :: Fragmenta in epistulam ad Romanos (in catenis) SEVERIANUS Scr. Eccl. Fragmenta in epistulam ad Romanos (in catenis) Citation: Page — (line) | ||
213(1t) | Röm 1,1 | |
1 | Ὡς ἀγνοοῦντος δὲ τοῦ κόσμου τὴν τοῦ Χριστοῦ θεότητα κηρύσσει ταύτην. Καὶ τί δήποτε τὸ κοινὸν ἰδιοποιεῖται; ἐπειδὴ πολλοὶ μὲν καὶ θεασάμενοι τὸν κύριον καὶ μὴ θεασάμενοι ἐπίστευσαν, Παῦλος δὲ | |
---|---|---|
5 | οὐρανόθεν καλεῖται Σαοὺλ Σαούλ, τί με διώκεις; πρόσεστι δὲ αὐτῷ καὶ πλέον τι παρὰ τοὺς λοιποὺς ἀποστόλους· τοὺς γὰρ περὶ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην αὐτὸς ὁ κύριος καλέσας καὶ μαθητὰς ἐσχηκώς, οὐκ εὐθὺς ἀποστόλους ἐποίησεν ἢ ὠνόμασεν, τὸν δὲ Παῦλον ὁμοῦ καὶ ἐκάλεσεν καὶ εἰς ἀποστολὴν παρήγαγεν. | |
10 | Καὶ ὅτι γνώμῃ τοῦ πατρὸς τὸ εὐαγγέλιον κηρύττεται. | |
11t | Röm 1,2 | |
11 | Προφητῶν δὲ αὐτοῦ εἶπεν, ἐπειδὴ εἰσὶ καὶ τῶν εἰδώλων προφῆται, τῇ αὐτοῦ φωνῇ διαστέλλων καὶ προφήτας προφητῶν καὶ εὐαγγέλιον εὐαγγελίων· πολλὰ γὰρ εὐαγγέλια, ἀλλὰ θνητὰ καὶ πρόσκαιρα, τὸ δὲ τοῦ Χριστοῦ τῶν αἰωνίων ἀγαθῶν τὴν ἀπόλαυσιν ὑπισχνεῖται ἐν | |
15 | γραφαῖς ἁγίαις. αὐτοῦ τοίνυν καὶ οἱ προφῆται καὶ οὐχ ἑτέρου θεοῦ, ἀλλὰ τοῦ πατρὸς τοῦ Χριστοῦ. | |
17t | Röm 1,7 | |
17 | Καὶ τὸ ἁγίοις δὲ οὐχ ἁπλῶς εἴρηται, ἀλλ’—ἐπειδὴ πολλοὶ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί· οὐ γὰρ πάντες ἐπέμενον τῇ κλήσει | |
—ἵνα μὴ ῥίψῃ τὰ ἅγια τοῖς κυσίν. | 213 | |
214(1t) | Röm 1,7 | |
1 | Κατὰ δὲ τοὺς αἱρετικούς· εἰ κύριος ὁ Χριστός, πατὴρ δὲ ἡμῶν ὁ θεός, ἔσται καὶ ὁ πατὴρ δοῦλος τοῦ Χριστοῦ· οἷος γὰρ ὁ υἱός, τοιοῦτος καὶ ὁ πατήρ. ἀλλ’ οὐχ οὕτως ταῦτα ἔχει· πατὴρ γὰρ ἡμῶν εἶπεν, ἵνα τὴν χάριν δείξῃ, κύριον δὲ Ἰησοῦν, ἵνα μὴ | |
5 | μέγα φρονήσαντες ὡς καὶ αὐτοὶ υἱοὶ θεοῦ καθέλωσι τοῦ υἱοῦ τὴν δόξαν, ἢ ἑαυτοὺς ἀναγάγωσιν ὑπὲρ τὴν φύσιν. Τὸν μέντοι θεὸν πατέρα ἐκάλεσεν, ὅτι οὐδένα κρίνει, τὸν δὲ υἱὸν κύριον, ὅτι αὐτός ἐστι κριτής. πατέρα δὲ λέγει, ἵνα τὴν περὶ ἡμᾶς κηδεμονίαν ἐνδείξηται· κύριον δὲ καλεῖ τὸν υἱόν, ἵνα | |
10 | γνῶμεν ὅτι θεοῦ ἀγαθότητι υἱοὶ καλούμεθα, αὐτὸς δὲ ὁ Ἰησοῦς ὡς φύσει θεὸς ἀληθινός, κύριος ἡμῶν ἐστιν. | |
12t | Röm 1,13 | |
12 | Καὶ πάλιν, ἐπειδὴ πολλοὶ διά τινα ἀνθρώπινα ἔσπευδον εἰς τὴν Ῥώμην, καὶ τὸν πόθον δείκνυσιν, καὶ ὅτι εὐσεβὴς οὗτος τῇ προσθήκῃ. παρίσταται δὲ ἐπιποθεῖν Ῥωμαίους, ἴσως ἐπειδὴ πλέον τι εἶχεν ἡ | |
15 | Ῥωμαίων πίστις προτροπὴ γινομένη πᾶσι τοῖς ὑπ’ αὐτοῖς. | |
16t | Röm 1,25 | |
16 | Ὅτι ὁ μὲν θεὸς ἀληθῶς ἐστι θεός, τὰ δὲ εἴδωλα οἷς προσεκύνησαν, ψευδῶς προσαγορεύονται θεοί. | |
18t | Röm 1,27 | |
18 | Οὐχ ἁπλῶς δὲ τῆς τοιαύτης ἀσχημοσύνης μέμνηται, ἀλλ’ ὅτι | |
ἤκουσεν ἐν Ῥώμῃ καὶ ἀρσένων ἑταιρίαν εἶναι. | 214 | |
215(1t) | Röm 1,32—2,1 | |
1 | Δικαίωμα δὲ λέγει θεοῦ τὴν δικαίαν αὐτοῦ ἀνταπόδωσιν ἣν ἀνταποδίδωσιν ἑκάστῳ κατὰ τὴν ἀξίαν. τοῦτο οὖν φησιν· εἰ καὶ οἱ ἄνθρωποι ἐκ τῆς φυσικῆς αὐτῶν διανοήσεως ἴσασιν ὅτι οἱ πλημμελοῦντες ἔχουσι τιμωρηθῆναι ἐκ θεοῦ, ὅμως οὐκ ἀφίστανται τῶν χειρίστων, καὶ | |
5 | τὸ πάνδεινον ὅτι καὶ τοῖς πράττουσιν αὐτὰ συναρέσκονται. δικαίωμα οὖν τοῦ θεοῦ αὐτὸ τοῦτό φησιν ὅτι οἱ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, ἢ τὴν δικαιοσύνην αὐτοῦ ἁπλῶς ἢ τὰς ἐντολὰς ἢ τὸν Μωϋσαϊκὸν νόμον· οὕτως γὰρ τρανῶς ἀποτόμως δια‐ κελεύεται ἀξίους θανάτου κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας. διὸ | |
10 | ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε πᾶς ὁ κρίνων· ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράττεις ὁ κρίνων. | |
13t | Röm 2,5 | |
13 | Ἐδήλωσε διὰ τοῦ θησαυρίζειν τὰς κατὰ μέρος συναγομένας ἁμαρτίας προσθήκην κολάσεως γίνεσθαι διὰ τῆς τοῦ κριτοῦ μακροθυμίας | |
15 | τοῖς νοσοῦσιν ἀνίατα. οὐ πάθος δὲ θεοῦ κατηγορῶν ὀργίζεσθαί φησι τὸν θεόν, ἀλλὰ τῇ τῶν ἀνθρώπων συνηθείᾳ καταχρώμενος περὶ τῆς τοῦ θεοῦ κρίσεως διαλέγεται, ἥτις ἐπὶ τοῦ παρόντος βίου καλύπτεται καὶ λανθάνει εἰς καιρὸν κρίσεως ταμιευομένον. σοφῶς καὶ τοῦτο τοῦ θεοῦ οἰκονομοῦντος, οὐ κατὰ τὴν τοῦ δικαίου τάξιν, ὅτι οἱ ἀσεβεῖς οὐδὲ εὖ | |
20 | πάσχοντες νῦν ἐπαισθάνονται, οὔτε οἱ δίκαιοι τῶν κατὰ τὸν βίον δεινῶν πειρασθέντες μετέβαλλον τῆς εὐσεβείας τὸν τρόπον, ὅπερ τινὲς ἀγνοοῦν‐ τες σκανδαλίζονται λέγοντες ἀπρονόητα τὰ πάντα, οἰόμενοι μὴ ἐφορᾶν τὰ ἐν ἀνθρώποις τὸν θεόν. ὅτε δὲ ἐν τῇ τῆς ἀποδόσεως ἡ προθεσμία, τότε καὶ ἀποκαλύπτεται καὶ ἐκλάμπει τῆς δικαιοκρισίας τοῦ | |
25 | θεοῦ τὸ φέγγος, ἑκάστου τῶν κατ’ ἀξίαν τῶν βεβιωμένων αὐτῷ τυγχάνοντος. εἰκὼν οὖν ἡμέρα ὀργῆς, ἐδίδαξεν ὅτι νῦν οὔτε κολάσεως οὔτε ὀργῆς οὔτε δικαιοκρισίας θεοῦ καιρός. | |
28t | Röm 2,8—9 | |
28 | Ὥσπερ δὲ ἀσύγγνωστον τὸ ἐξ ἐριθείας, οὕτως καὶ τὸ τοῦ κατεργαζομένου παρὰ τὸν ἐργαζόμενον· ἔστι γὰρ ἐργάζεσθαι | |
30 | παλαίοντα μέν, νικώμενον δέ· τὸ δὲ κατεργάζεσθαι τῆς μετ’ ἐπιμελείας ἐργασίας ἐστὶ τοῦ κακοῦ. | |
32t | Röm 2,10 | |
32 | Ἐπὶ μὲν τοῦ κακοῦ τὴν κατάκρισιν ὥρισεν, οὐχ ἁπλῶς ἀλλ’ ἐπὶ | |
τῶν κατεργαζομένων, ἐπὶ δὲ τοῦ ἀγαθοῦ τὴν δόξαν, οὐ μόνον | 215 | |
216 | ἐπὶ τῶν κατεργαζομένων, ἵνα δι’ ἑκατέρων τοῦ θεοῦ τὸ ἀγαθὸν δειχθῇ· καὶ ὅτι κατακρίνει οὐχ ἁπλῶς τοὺς ἐργαζομένους ἀλλὰ τοὺς κατεργαζο‐ μένους, καὶ ὅτι τιμᾷ τοὺς ἁπλῶς ἐργαζομένους τὸ ἀγαθόν. Καλῶς δὲ ἐνταῦθα Ἰουδαῖον πρῶτόν φησι, δεύτερον δὲ | |
5 | Ἕλληνα· οἱ γὰρ πλησιέστεροι τοῦ δεσπότου καὶ τῶν ἐπιτιμήσεων καὶ τῶν τιμῶν ὑπὲρ τοὺς ἄλλους ἀξιοῦνται. | |
7t | Röm 3,9 | |
7 | Τί οὖν κατέχομεν περισσόν; προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας καὶ τὰ ἑξῆς. ἐλλειπῶς εἴρηται· τῷ γὰρ τί οὖν κατέχομεν περισσόν ἀκόλουθον ἦν ἐπαγαγεῖν τὴν | |
10 | ἐκ πίστεως δικαιοσύνην, ὅπερ ἐν τοῖς ἑξῆς προϊὼν λέγει· δικαιο‐ σύνην θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ. τί οὖν κατ‐ έχομεν περισσὸν ἡμεῖς; τὴν ἐκ πίστεως δικαιοσύνην· προῃτια‐ σάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας. πῶς δὲ προῃτιάσατο; ἐν τῷ Ἕλληνας μὲν ἀπελέγξαι διαφθείραντας τὴν φυσικὴν γνῶσιν, ἐν | |
15 | οἷς ἔφη· ὁ θεὸς γὰρ αὐτοῖς ἐφανέρωσεν. τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, καὶ διότι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν· Ἰουδαίους δὲ παραβεβηκότας τὸν νόμον—δι’ ὧν φησιν· ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παρα‐ | |
20 | βάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζεις;—δείξας καὶ ὅτι παρ’ οἷς μὲν ἡ φύσις ἠσθένησε, παρ’ οἷς δὲ καὶ ἡ φύσις καὶ ὁ νόμος, ἀκολούθως τὴν ἐκ τοῦ εὐαγγελίου χάριν εἰσάγει καί φησιν· τί καὶ ἔχομεν ἡμεῖς ἐκ τῆς χάριτος περισσὸν καὶ ἐξαίρετον; τὴν πίστιν, τὴν διὰ Ἰησοῦ Χριστοῦ δικαιοσύνης οὖσαν ἀπεργαστικήν. | |
25t | Röm 3,23 | |
25 | Οὐδαμοῦ δέ φησιν ὅτι πάντες ἠσέβησαν, ἀλλ’ ἥμαρτον τὸ τῆς | |
ἁμαρτίας κοινόν, οὐ τὸ τῆς ἀσεβείας. ὁ δὲ ὑστερούμενος, ἔχων τι τὸ | 216 | |
217 | ὑστεροῦν, ζητεῖ τὸ λεῖπον· εἶχον οἱ Ἰουδαῖοι τὸν νόμον, ὑστέρει δὲ αὐτοῖς ἡ τῆς χάριτος τελείωσις. | |
3t | Röm 3,25 | |
3 | Ἠνέσχετο γὰρ ὁ θεός, ἵνα δείξῃ τὴν ἑαυτοῦ δικαιοσύνην. εἰ γὰρ ἐπεξεληλύθει, πάντως ἂν ἀνεῖλεν· εἰ δὲ ἀνῄρει, οὐκ ἦν ὁ σωζόμενος. | |
5 | ἐπειδὴ δὲ ἠνέσχετο καὶ προστιθεμένων τῶν ἁμαρτημάτων, ἔδειξεν ὅτι βουλόμενος οὐκ ἀπαλλάξαι μόνον τῶν ἁμαρτημάτων, ἀλλὰ καὶ δικαιῶσαι τὸ πρότερον ἠνέσχετο. συγχωρήσας τοίνυν ἁμαρτάνειν ἀθρόαν τὴν ἄφεσιν ἐχαρίσατο. δίκαιον δὲ τὸν θεὸν λέγομεν ἤτοι ἀνταποδιδόντα ἢ τὴν δικαιοσύνην χαριζόμενον. ᾧ οὖν ἐγὼ δικαιοῦμαι, θεοῦ δικαιοσύνη, | |
10 | ἐπειδὴ οὐκ ἐξ ἐμῶν ἔργων, ἀλλ’ ἐκ τῆς τοῦ δικαιοῦντος χάριτος. | |
11t | Röm 4,11 | |
11 | Ἡ περιτομὴ ἐδόθη διὰ τρεῖς αἰτίας ταύτας, ὥστε σημεῖον εἷναι πίστεως καὶ τοῦ Ἀβραμιαίου γένους δηλωτικὸν καὶ σύμβολον καὶ αἴνιγμα πολιτείας καθαρᾶς καὶ σώφρονος· ὥστε οὐχ ὡς δικαιοσύνης ποιητικὴ ἐδόθη, ἀλλὰ σφραγὶς καὶ σημεῖον τῆς ἐκ πίστεως | |
15 | δικαιοσύνης τοῦ Ἀβραάμ. | |
16t | Röm 4,13 | |
16 | Κληρονόμους τοῦ κόσμου τοὺς δικαίους ἔσεσθαί φησιν, ὅτι τῶν ἀσεβῶν ἐκ μέσου γενομένων καὶ παραδοθέντων κολάσει ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ, τὸν σύμπαντα λοιπὸν κόσμον ἕξουσιν οἱ δίκαιοι ἀνακαινισθέντα, καὶ αὐτῶν ἔσται τὰ οὐράνια ἀγαθὰ καὶ τὰ ἐπίγεια. | |
20t | Röm 4,17 | |
20 | Κατέναντι οὗ ἐπίστευσεν· ἀντὶ τοῦ ἐνώπιον προσώπου οὗ | |
ἐπίστευσε θεοῦ. | 217 | |
218(1t) | Röm 4,18 | |
1 | Παρ’ ἐλπίδα τῆς οἰκείας φύσεως, ἐπ’ ἐλπίδι τῆς τοῦ ἐπαγγειλαμένου δυνάμεως. τὸ δὲ οὕτως ἔσται τὸ σπέρμα σου οὐ μόνον τῷ πλήθει, ἀλλὰ καὶ τῇ λαμπρότητι. | |
4t | Röm 4,20 | |
4 | Εἰπὼν ἐνεδυναμώθη δείκνυσι πολλῷ καμάτῳ καὶ δυνάμει ψυχῆς καὶ | |
5 | πόνῳ κατορθουμένην τὴν πίστιν. πῶς δὲ ἐνεδυναμώθη; δοὺς δόξαν, φησί, τῷ θεῷ, τοῦτ’ ἔστιν οὐ περιεργασάμενος πῶς ἐγχωρεῖ τοῦτο γενέσθαι, ἀλλ’ εὐθὺς πιστεύσας καὶ εὐλογήσας ὡς εὐεργέτην τὸν θεόν, ὡς ἤδη δεδωκότα ὃ ἐπηγγείλατο. | |
8t | Röm 5,19 | |
8 | Εἶδες πῶς διορίζει κἀνταῦθα, ἐπὶ μὲν τῆς ἁμαρτίας καὶ τῆς δικαιοσύνης τὸ πολλοὶ τιθείς—οὐ γὰρ πάντες ἥμαρτον οἱ πρὸ νόμου | |
10 | οὐδὲ ἐδικαιοπράγησαν πάντες οἱ ἐν τῇ χάριτι· πολλοὶ γὰρ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί—, ἐπὶ δὲ τοῦ σωματικοῦ θανάτου καὶ τῆς σωματικῆς ἀναστάσεως πάντες καὶ πάντες. | |
13t | Röm 6,3 | |
13 | Ἐπειδὴ βαπτιζόμενοι ὁμολογοῦμεν ἀποτεθνηκέναι τῷ κόσμῳ καὶ ἀποτάττεσθαι τῇ ἁμαρτίᾳ καὶ τῷ διαβόλῳ. | |
15t | Röm 6,4 | |
15 | Τὸ ἐν καινότητι ζῆν ἐστι τὸ καινῆς τινος καὶ νέας ἐνάρξασθαι ζωῆς, τὴν παλαιὰν τὴν ἐν ἁμαρτίαις ἀποθεμένους· καὶ γὰρ ἡ ἀναγέννη‐ σις καινοῦ τινος βίου καὶ νέου πολιτείαν ἐπαγγέλλεται. | |
18t | Röm 6,6—7 | |
18 | Οἱ κατὰ τὸν παλαιὸν ἄνθρωπον ζῶντες σῶμα ἔχουσιν | |
ἁμαρτίας, προκείμενον τῷ διαβόλῳ εἰς ἐπιβουλάς· οἱ δὲ κατὰ τὸν | 218 | |
219 | νέον, τὸν κύριον ἡμῶν Ἰησοῦν, σῶμα δικαιοσύνης, ἐπειδὴ καὶ μέλη τοῦ κυρίου εἰσίν. οὐκοῦν τοῦ διαβόλου τοὺς ἀνθρώπους ἐξερεθίζον‐ τος ἁμαρτεῖν, ἡττηθέντος διὰ Χριστοῦ καὶ τῷ σταυρῷ προσηλωθείσης τῆς σαρκὸς τοῦ λόγου, ὁ πονηρὸς ἐκβέβληται καὶ ἐλευθεριάζουσι νῦν οἱ | |
5 | βουλόμενοι· ὁ γὰρ ἀποθανὼν κατὰ τὸν τοῦ βαπτίσματος λόγον, τῷ κόσμῳ ἀπέθανε καὶ δεδικαίωται καὶ ἀπήλλακται τιμωρίας, τῆς ἁμαρτίας ἀπαλλαγείς. | |
8t | Röm 7,5 | |
8 | Οὐ τὸ πταίειν παρεῖχεν ὁ νόμος ὁ προστάττων μὴ ἁμαρτάνειν, διὰ δὲ τοῦ συγχωρεῖν τὴν τρυφὴν τοῖς παθήμασιν. τὸ οὖν παρέχειν τοῖς | |
10 | παθήμασι πρόφασιν οὐκ ἦν τοῦ σκοποῦ τοῦ νόμου, τὸ δὲ συμβαῖνον τῆς οἰκονομίας ἦν δοθῆναι τότε. λέγω δὴ τὸ ἐσθίειν καὶ πίνειν ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν—κινεῖται γὰρ καὶ ἐν τοῖς νηστεύουσιν ἐπιθυμία, —ἀλλ’ οὐκ ἐνεργεῖται εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ. οὕτω διακονία θανάτου γέγραπται Μωϋσῆς, ἐπειδὴ | |
15 | ἐβάρει ὁ νόμος, καὶ ὃ μὲν ἐβούλετο οὐ κατώρθου, ὃ δὲ μὴ ἤθελεν προεξένει. | |
17t | Röm 7,7—8 | |
17 | Οὐ κακός, φησίν, ὁ νόμος, οὐδὲ ἁμαρτία, ἀλλὰ γνωρίσαι μὲν τὴν ἁμαρτίαν, ἀποστῆσαι δὲ αὐτὴν οὐ δεδυνημένος, ἐπιδόσεως ἀφορμὴν αὐτῇ παρέσχεν. τοῦτο δὲ διὰ τί, φησίν. δεικνὺς τῆς ἁμαρτίας τὸ μέγεθος, | |
20 | ἵνα συναποδείξῃ τῆς χάριτος τὴν ὑπερβολήν. οὕτως, φησίν, ἦν ἰσχυρὰ ἡ ἁμαρτία, ὅτι διὰ τῶν ἀπαγορευόντων μᾶλλον ἐκράτει καὶ πλέον ἴσχυεν· ὥσπερ φλόγα ἀρξαμένην μὲν καὶ τὸ τυχὸν σβέννυσιν ἐξαφθεῖσαν δ’ ἐπὶ πλέον καὶ τὸ σβεστικὸν ὕδωρ πλέον ἅπτει, οὕτως τὴν ἁμαρτίαν πάσης τῆς οἰκουμένης κρατήσασαν καὶ πάντας ἐπινεμομένην ὁ νόμος ἤλεγξεν, | |
25 | σβέσαι δὲ οὐκ ἴσχυσεν. Ὅτι μηδὲ δύναται κατακρῖναι τὸν ἐν ἀγνοίᾳ ἁμαρτηκότα, ὁ δὲ νόμος δοθεὶς καὶ δείξας τὴν ἁμαρτίαν, δύναμιν δέδωκε τῇ ἁμαρτίᾳ. τοῦτο δὲ οὐ τοῦ νόμου κατηγορία, ἀλλὰ τῆς τῶν μὴ φυλαττόντων αὐτὸν ὀλιγωρίας ἔλεγχος. ὥσπερ δὲ χωρὶς νόμου ἁμαρτία νεκρά, | |
30 | οὕτω καὶ φυλαττομένου τοῦ νόμου ἡ ἁμαρτία νεκρά. | |
31t | Röm 7,12 | |
31 | Νόμον μὲν τὸν Μωϋσαϊκὸν λέγει, ἐντολὴν δὲ τὴν ἐν τῷ παρα‐ | |
δείσῳ τῷ Ἀδὰμ δεδομένην, ἁγίαν μὲν ὡς τὸ δέον διδάξασαν, δικαίαν | 219 | |
220 | δὲ ὡς ὀρθῶς τοῖς παραβάταις τὴν ψῆφον ἐπενέγκουσαν, ἀγαθὴν δὲ ὡς ζωὴν τοῖς φυλάσσουσιν εὐτρεπίζουσαν. | |
3t | Röm 7,24—25 | |
3 | Θεωρήσας τοίνυν τῷ νῷ τὸν διὰ τοῦ σώματος κατὰ τῆς ψυχῆς γενόμενον πόλεμον καὶ δι’ αὐτοῦ τὸν ἄνθρωπον αἰχμαλωτιζόμενον, | |
5 | καταφυγὴν σωτηρίας ζητεῖ καὶ τὸν ῥυόμενον περιβλέπεται, ἵνα αὐτὸ τὸ σῶμα τοῦ θανάτου εἰς σῶμα ζωῆς μεταποιήσῃ. εἶτα ὡς εὑρεθέντος τοῦ ῥυομένου καὶ ἑτοίμου ὄντος πρὸς τὴν χάριν τῆς σωτηρίας τὴν πρέπουσαν εὐχαριστίαν ἀναπέμπει τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ, δι’ οὗ αὐτῷ καὶ τὸ ῥυσθῆναι τοῦ πολεμίου προσ‐ | |
10 | εγένετο. οὐ λέγει δὲ ἁπλῶς οὐδὲ εὔχεται ῥυσθῆναι τοῦ σώματος, ἀλλὰ τοῦ κατασχόντος τὸ σῶμα θανάτου διὰ τῆς ἁμαρτίας τοῦ θανάτου· θέλει γὰρ τὸ σῶμα ἑαυτοῦ ζωῆς εἶναι σῶμα, οὐ σῶμα θανάτου οὐδὲ σῶμα ἁμαρτίας. | |
14t | Röm 8,9 | |
14 | Πνεῦμα Χριστοῦ εἶπεν τὰ χαρίσματα τῆς καινῆς διαθήκης. | |
15t | Röm 8,15 | |
15 | Ἔνιοι δὲ πνεῦμα δουλείας τοῦ πονηροῦ φασιν, ἀλλ’ οὐκ ἔστιν· τὸν γὰρ νόμον ὧδε πνεῦμα δουλείας λέγει καὶ δούλους τοὺς ὑπὸ νόμον· διὸ ὡς τιμωρούμενοι, εἰ ἔπταισαν, ἐφοβοῦντο, ὅπερ δουλείας ἐστὶ σημεῖον. τὸ δὲ ἐπιτραπῆναι πατέρα τὸν θεὸν καλεῖν διὰ τὸ τοῦ βίου καθαρὸν υἱοθεσίας ἐλπίδας ἐπαγγέλλεται· τὸ δὲ | |
20 | αὐτὸ πνεῦμά ἐστιν ἐπ’ ἀμφοτέρων τῶν λαῶν ἐνεργῆσαν, τὸ τῆς δουλείας καὶ υἱοθεσίας κατὰ τὸ συμφέρον καὶ ἁρμόδιον κατὰ τὴν ἀμφοτέρων ἀξίαν. | |
23t | Röm 8,19 | |
23 | Καραδοκία μέντοι ἡ ἐπιτεταμένη τῶν ἐλπιζομένων ἐπιτήρησις εἴρηται ἀπὸ τοῦ τὸν προσδοκῶντα τυχὸν καὶ ἐπικλίνειν τὴν κεφαλὴν | |
25 | καὶ τοὺς ὀφθαλμοὺς ἐντείνειν, ὡς παραυτίκα ἰδεῖν μέλλοντα τὸ | |
προσδοκώμενον. | 220 | |
221(1t) | Röm 8,29 | |
1 | Ἢ τῆς εἰκόνος τοῦ υἱοῦ, ἀντὶ τοῦ ἁγίου πνεύματος· ὥσπερ γὰρ ὁ υἱὸς τοῦ πατρὸς εἰκὼν ἀπαράλλακτος, οὕτω καὶ τὸ πνεῦμα τοῦ υἱοῦ. ὅσοι οὖν πνεύματος ἁγίου ἀξιωθέντες πνευματικῶς ζῶσιν, οὗτοι σύμμορφοί εἰσι τοῦ πνεύματος, ὅ ἐστιν εἰκὼν τοῦ | |
5 | υἱοῦ. | |
6t | Röm 8,34 | |
6 | Διὰ τούτων τὴν ἄμετρον τοῦ Χριστοῦ δείκνυσιν ἀγάπην ἣν ἔχει περὶ ἡμᾶς· οὐκ ἠρκέσθη γὰρ τῷ ἀποθανεῖν ὑπὲρ ἡμῶν, ἀλλὰ καὶ πρεσβεύει τὸν πατέρα ὑπὲρ ἡμῶν. καὶ δῆλον ὅτι ταῦτα ἐντυγχάνει ἅπερ καὶ ἡνίκα συνῆν ἀνθρώποις κατὰ σάρκα· ᾔτει γὰρ τὸν πατέρα | |
10 | λέγων, θέλω ἵνα ὅπου ἐγώ εἰμι καὶ αὐτοὶ ὦσιν· πρὶν τούτου ἐντυγχάνει ὁ σωτήρ. οὔτε δὲ ὡς ἀγνοοῦντα τὸν πατέρα τὰ καθ’ ἡμᾶς διδάσκει ἐντυγχάνων, οὔτε ὡς μὴ βουλόμενον· ἃ γὰρ βούλεται ὁ πατὴρ βούλεται καὶ ὁ υἱός. τί οὖν βούλεται ἡ πρεσβεία καὶ ἡ ἐντυχία; τὴν μέλλουσαν ἀσέβειαν Σαβελλίου προεκκόπτει ὁ λόγος, διδάσκων ὡς, εἰ | |
15 | καὶ μία ἐστὶ τῆς τριάδος ἡ οὐσία, ἀλλ’ οὐχὶ μία ὑπόστασις· διὰ γὰρ τῆς ἐντεύξεως ἕτερος ὁ αἰτῶν καὶ ἕτερος ὁ αἰτούμενος δείκνυται· οὐκ ἄτοπον γὰρ τὸν μὲν υἱὸν αἰτεῖν, τὸν δὲ πατέρα χαρίζεσθαι, ὅπως ἂν ἁρμόζουσα τάξις ἐπ’ ἀμφοτέρων τῶν προσώπων φυλάττηται. ἢ οὐκ ἄτοπον ἦν εἰδότα τοῦ πατρὸς τὴν γνώμην φθάνειν τὸν υἱὸν τοῦ πατρὸς | |
20 | τὴν δωρεάν, καὶ ὑφαρπάζοντα διδόναι τὴν χάριν; οὕτω γοῦν καὶ πάντα μὲν διὰ τοῦ υἱοῦ ἐδημιουργήθη, βουλήσει δὲ τοῦ πατρός, ἵνα δι’ ὅλου τὸ ἀκόλουθον καὶ πρέπον ἐπ’ ἀμφοτέρων τῶν προσώπων φυλάττηται. διδάσκει οὖν ἡμᾶς ὁ λόγος τὴν περὶ τοῦ πατρὸς καὶ υἱοῦ ἀσύγχυτον τάξιν· ἐὰν δὲ καὶ τὸν ἐν σαρκὶ Χριστὸν λογίσῃ αἰτοῦντα, πολλῷ σοι | |
25 | μᾶλλον φανεῖται ὁ λόγος εὐσυνοπτότερος. | |
26t | Röm 8,37 | |
26 | Λαμπρῶς δείξας τὴν τοῦ θεοῦ περὶ ἡμᾶς διάθεσιν καὶ τὴν τοῦ υἱοῦ αὐτοῦ ἀγάπην, ἀκολούθως διδάσκει, οἵους λοιπὸν εἶναι δεῖ περὶ τὸν εὐεργέτην τοὺς εὐγνώμονας, ὥστε μηδὲ τῶν πάνυ φοβερῶν δύνασθαι | |
διαστῆσαι ἡμᾶς τοῦ Χριστοῦ. | 221 | |
222(1t) | Röm 9,20—21 | |
1 | Τινὲς νομίζουσι λύσιν εἶναι τοῦτο, μάλιστα Ἀστέριος ὁ Καππα‐ δόκης οὕτω νοῶν· σὺ ὁ ἀντιλέγων μοι, πῶς ἀντιλέγεις; οὐχὶ ἀπ’ ἐξουσίας τῆς κατὰ τὴν γνώμην; οὐχὶ ἀνταποκρίνῃ τῷ θεῷ, δεῖξαι θέλων ὅτι οὐκ ἀναγκάζει θεὸς καὶ δικαίους ποιεῖ; μένει γὰρ ἡ ἐξουσία τοῖς ἀνθρώποις. | |
5 | οὐκ ἔχει δὲ λόγον ἡ τοιάδε διάνοια, ἐπάγει γάρ· μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτως; τοῦτο δὲ οὐκ ἔστι δεικνύντος ὅτι ἐν ἐξουσίᾳ ἐσμέν, ἀλλὰ καὶ τὸ ἐναντίον. τίς οὖν ἡ ἔννοια; ἐκ περιουσίας εἴρηται τοῦτο, οὐχὶ λύσις τέθειται. τί δέ ἐστι τὸ ἐκ περιουσίας; ἀλλὰ μάλιστα μὲν σὺ τίς εἶ; θῶμεν γὰρ μηδὲ ἔχειν ἡμᾶς | |
10 | γνώμην, μηδὲ εἶναι αὐτεξουσίους, ἐξουσίαν οὐκ εἶχεν ὁ θεὸς ὡς ἤθελεν; ἀλλὰ κεραμεὺς μὲν πλάττει τὰ μὲν εἰς τιμὴν τὰ δὲ εἰς ἀτιμίαν, ὁ δὲ θεὸς οὐκ ἔχει τὴν ἐξουσίαν ἣν ἔχει ὁ κεραμεύς, ὥστε τιμᾶν οὓς θέλει καὶ κολάζειν οὓς βούλεται; τοῦτο ἐκ περιουσίας εἰπὼν λοιπὸν ποιεῖται τὴν λύσιν. | |
15t | Röm 9,22 | |
15 | Ἔνδειξιν ὀργῆς λέγει, ἣν μακροθυμῶν τοῖς ἀνθρώποις διὰ τοῦ αὐτεξουσίου συγχωρεῖ πράττειν ἃ βούλονται· σκεύη δὲ ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν λέγει τοὺς ἀνθρώπους τοὺς ὑπὸ τὸν ὅρον τοῦ θανάτου ὄντας. Τινές γε μὴν ἕτεροι εἰς τὸ εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι | |
20 | τὴν ὀργὴν καὶ τὰ ἑξῆς, τὸ τί οἶδας; ἀπέδωκαν, ἔξωθεν ἐλλειπῶς νοούμενον. καὶ τὸ ἐν πολλῇ μακροθυμίᾳ ἀντὶ τοῦ μετὰ πολλὴν μακροθυμίαν ἐπήνεγκε τὴν ὀργήν. | |
23t | Röm 10,4 | |
23 | Οὐχ ὡς μέρος νόμου Χριστός, ἀλλ’ ὡς ἑτέρας ζωῆς ἀρχή. τέλος οὖν νόμου εἴρηται, ὡς τέλος γεγονὼς τοῦ νόμου, τοῦτ’ ἔστι παύσας | |
25 | αὐτόν. διὰ δύο οὖν τέλος νόμου, ὅτι τε ἐχρήσατο αὐτῷ καὶ ὅτι ἔπαυσεν αὐτόν. τὸ δὲ παντὶ τῷ πιστεύοντι, ἀντὶ τοῦ οὐ μόνον | |
Ἰουδαίῳ ἀλλὰ καὶ Ἕλληνι, οὐκ, ἐπειδὴ τέλος νόμου ἤδη μόνῳ Ἰουδαίῳ. | 222 | |
223(1t) | Röm 11,24 | |
1 | Καλλιελαίου καὶ ἀγριελαίου μνησθεὶς παρέστησεν ὅτι μία μὲν φύσις πάντων ὥσπερ καὶ τῆς ἐλαίας, οὐ μία δὲ προαίρεσις ὥσπερ ἐπὶ τοῦ ἀγρίου καὶ ἡμέρου· ἄγριον καλῶν τὸ ἀπηλλοτριωμένον καὶ ἄχρηστον τῷ δεσπότῃ, ἥμερον δὲ τὸ καρποφόρον. ἐγκεντρισμὸν δὲ καλεῖ | |
5 | τὸ ἐγκεντρισθῆναι ἐν τῇ πίστει τοῦ Ἀβραὰμ ὃν ῥίζαν ὀνομάζει· τὸν δὲ ἐγκεντρισμόν φησι παρέχειν ζωήν. | |
7t | Röm 11,28—29 | |
7 | Πλὴν ἐλλειπῶς εἴρηται, διὸ καὶ ἀσύνδετόν ἐστιν. οὕτως οὖν θέλει, ὥστε ἐκ τῆς πρὸς ὑμᾶς συγκρίσεως ἐχθροὶ τοῦ θεοῦ ἐλέγχονται εἶναι οἱ Ἰουδαῖοι, ἐπειδὴ ὑμεῖς μὲν οἱ ἐξ ἐθνῶν ἐπιστεύσατε, οἱ δὲ ὀφείλοντες | |
10 | πρὸ πάντων πιστεῦσαι ἐπωρώθησαν τὴν καρδίαν καὶ κατὰ μὲν τοῦτον τὸν λόγον ἐχθροί εἰσι τοῦ θεοῦ, ἀγαπητοὶ δὲ διὰ τοὺς πατέρας, ὧν εἰς τιμὴν φιλανθρωπεύσεται πρὸς τοὺς ἀπογόνους αὐτῶν, καὶ ἀγαπητοὺς ἡγήσεται πιστεύσαντας καὶ πολιτείαν ἐνδειξαμένους δυνα‐ μένην σῶσαι. | |
15t | Röm 12,2 | |
15 | Ἡ παροῦσα τοῦ κόσμου κατάστασις εἰς τρυφὰς καὶ ἡδονὰς προ‐ τρέπεται τὸν ἄνθρωπον, ὅπερ ἐάν τις ἀρνήσηται σχῆμα, καὶ εἰς παρηλλαγμένην ἑαυτὸν καὶ ξένην πολιτείαν μεταστήσει. ὡς καινὸς ἄνθρωπος γεγονὼς ἐξ ἄλλου εἰς ἄλλον μεταμορφοῦται. | |
19t | Röm 12,4—8 | |
19 | Προειρηκὼς ὅτι ὁ θεὸς μετρεῖ τὸ μέτρον τῆς πίστεως, τῷ | |
20 | ἑπομένῳ ὑποδείγματι καὶ ἀπολογεῖται ὑπὲρ τοῦ διδόντος καὶ μὴ λυπεῖσθαι πείθει, εἴ τις ἔλαττον ἔχοι τὸ χάρισμα. οἷον γὰρ ἂν ἦεν σώματι εὐτελὲς μέρος, χρήσιμόν ἐστι παντί, καὶ τὸ μέγα καὶ τὸ μικρὸν εἰς ἓν ἀπαρτίζεται σῶμα· ἐπαγωγὴ γάρ ἐστι τοῦ πρὸ τούτου ὅτι ἀλλήλων ἐσμὲν μέλη. τὸ ἔχοντες χαρίσματα διάφορα | |
25 | ἀντὶ τοῦ ἔχοντος μέντοι χαρίσματα διάφορα. ὁ μεταδιδοὺς ἐν ἁπλότητι, τοῦτ’ ἔστιν ὅ φησιν ὁ κύριος· παντὶ τῷ αἰτοῦντί σε δίδου, μὴ ζητῶν εἴτε καλὸν εἴτε κακὸν καὶ τίνι δίδως, ἐπεὶ ἡ ἀκρίβεια αὕτη πολλάκις οἷς χρὴ δοθῆναι κωλύει ἡμᾶς διδόναι, τῆς ὑποψίας ἐν | |
ἡμῖν σφαλλομένης πολλάκις. | 223 | |
224(1t) | Röm 13,1 | |
1 | Ἄξιον τοῖς βασιλεῦσιν ὑποτάσσεσθαι προσκαρτεροῦσι τῇ λειτουργίᾳ τῆς βουλήσεως τοῦ θεοῦ, εἰ μήπου ὑπόθεσίς ἐστι διωγμῶν ἐν μέσῳ· περὶ γὰρ τοῦ διὰ τὴν πίστιν ὑπομένειν πάντα προλαβὼν ἐδίδαξεν εἰπών· τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; καὶ τὰ | |
5 | ἑξῆς. ὁ γὰρ μήτε ἀγγέλοις μήτε ἀρχαῖς ὑποτάσσεσθαι πρὸς παρανομίαν συγχωρῶν, πῶς ἐν ταῖς ἀνθρωπίναις ἐξουσίαις ὑπακούειν παραινοίη βιαζομέναις ἀποστῆσαι θεοῦ. ἀλλ’ ἴσως ἂν εἴποι τις· εἰ ὑπὸ θεοῦ βασιλεῖαι καθίστανται, πῶς ἐνίοτε καὶ κατὰ θεοσεβῶν στρατεύονται; πρὸς οὓς ῥητέον ὅτι, εἰ καὶ βαρυτάτη δοκεῖ τοῖς πολλοῖς ἡ τῶν διωγμῶν | |
10 | ὑπόθεσις, ἀλλ’ ὅσον αὐτοῖς τὸ χρήσιμον διαλογιστέον· οὐ γὰρ ἁπλῶς τὰ τοιαῦτα συγχωρεῖ ὁ θεός, ἀλλ’ ἵνα καὶ τῶν δικαίων ἀρεταὶ λάμψωσι καὶ τῶν κρατούντων κακίαι δειχθῶσιν. τὸ δὲ μέγιστον, τότε καὶ οἱ ὑπο‐ κρινόμενοι τῆς εὐσεβείας τὸ σχῆμα δυσσεβεῖς ὄντες ἐλέγχονται, καὶ οἱ γνήσιοι τῆς εὐσεβείας ἐρασταί, ὥσπερ ὕλην εὑρόντες εὐδοκιμήσεως τὸν | |
15 | τῶν διωγμῶν καιρόν, δείξουσι τῆς ἐναρέτου ἀθλήσεως τὸν καρπόν. οὕτω γοῦν καὶ πρὸς τὸν Ἰὼβ ὁ θεὸς ἔφη· οἴει γάρ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος. | |
18t | Röm 13,9 | |
18 | Τοιαύτη τοίνυν οὖσα τις ἡ ἀγάπη, εἰκότως πολλὰ φέρει ἐν ἑαυτῇ τὰ πλεονεκτήματα· ὁ γὰρ ἀγαπῶν οὐ μοιχεύει, οὐ φονεύει, οὐχ ἕτερόν | |
20 | τι τῶν ἀπηγορευμένων ποιεῖ, ὥστε ὁ ἔχων ἀγάπην οὕτως ἀθρόως διὰ τῆς ἀγάπης τὸν νόμον ἐπλήρωσεν. | |
22t | Röm 13,11 | |
22 | Πληροῦτε, φησί, τὸ τῆς ἀγάπης ἔργον, εἰδότες τὸν καιρὸν κατεπείγοντα καὶ ἀρετὴν ἀπαιτοῦντα. νῦν ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν, τοῦτ’ ἔστι νῦν ὅτε ἔγνωμεν τῶν | |
25 | ἔργων τὰ ὠφελιμώτερα, κοῦφον ὅμως γέγονε τὸ σωθῆναι ἤπερ ὅτε κατηχούμεθα ἔτι τὸν τῆς πίστεως λόγον· οὐ γὰρ ἅμα τῷ πιστεῦσαι εἰς Χριστὸν καὶ τὴν ἀκριβῆ τῶν πρακτέων κατάληψιν εἴχομεν, ἀλλὰ νῦν ἀκριβῶς ἔγνωμεν. | |
29t | Röm 14,4 | |
29 | Ὁ οἰκέτης Χριστοῦ ὃν προσελάβετο ὁ Χριστός, ἀλλότριός ἐστι τοῦ | |
30 | νόμου. τίς οὖν εἶ κρίνων ἀπὸ τοῦ νόμου τὸν τοῦ νόμου | |
ἀλλότριον; | 224 | |
225(1t) | Röm 14,14 | |
1 | Δι’ αὐτοῦ, τοῦτ’ ἔστι τοῦ θεοῦ. | |
2t | Röm 15,20 | |
2 | Οὐχ ὡς ἀπευχόμενος τῶν λοιπῶν ἀποστόλων τὴν κοινωνίαν, ἀλλ’ ὡς πλεονεκτικὸν καὶ ἄδικον κρίνων τὴν τῶν ἀλλοτρίων ἔργων δόξαν ὑφαρπάζειν. | |
5t | Röm 16,19 | |
5 | Τοῦτ’ ἔστι φρονήσει μὲν κεχρῆσθαι εἰς τὸ μὴ ὑφ’ ἑτέρων ἀδικεῖσθαι, | |
ἀκεραιότητι δὲ εἰς τὸ μὴ ἑτέροις ἐπιβουλεύειν. | 225 |