TLG 4139 038 :: SEVERIANUS :: In Job (sermones 1–4) (olim sub auctore Joanne Chrysostomo) SEVERIANUS Scr. Eccl. In Job (sermones 1–4) (olim sub auctore Joanne Chrysostomo) Citation: Volume — page — (line) | ||
56.563(20t) | Εἰς τὸν δίκαιον καὶ μακάριον Ἰὼβ, Λόγος αʹ. | |
21 | αʹ. Ἧκεν ἡμῖν ἐνιαύσιος σήμερον ὁ τῆς οἰκουμένης ἀθλητής· ἧκεν ἡμῖν ὁ ξένος καὶ τῶν ἀγγέλων ὁμότιμος ἀγωνιστὴς, ὁ πολλὰ παρὰ τοῦ διαβόλου τυπτόμενος, καὶ πολλὰ παρὰ τοῦ Θεοῦ μαρτυρούμενος· ὁ πολλὰ παρὰ τοῦ | |
---|---|---|
25 | διαβόλου πληττόμενος, καὶ πολλὰ βραβεῖα παρὰ τῶν θεατῶν ἀγγέλων ὑποδεχόμενος· ὁ πολλὰ ὑπὸ τοῦ Ἐχθροῦ μαστιζόμενος, καὶ μέγας στεφανίτης ὑπὸ τοῦ Θεοῦ εἰς τὴν οἰκουμένην ἀναδειχθείς. Οὕτω γὰρ αὐτὸς αὑτῷ δια‐ λεγόμενος ἔλεγεν· Οἴει δέ με ἄλλως σοι κεχρηματικέ‐ | |
30 | ναι, ἀλλ’ ἢ ἵνα ἀναφανῇς δίκαιος; Τίς οὖν τὸν τοιοῦ‐ τον ἀριστέα κατ’ ἀξίαν εὐφημῆσαι δύναται; τίς ἀντάξια τῶν ἀνδραγαθημάτων αὐτοῦ βραβεῖα πλέξαι κατατολμή‐ σει; τίς ἐπιχειρήσει πρὸς ἄπειρον πέλαγος ἐγκωμίων ἀναβῆναι; Ὡς γὰρ οὐκ ἄν τις τῶν νοῦν ἐχόντων κατα‐ | |
35 | τολμήσειέ ποτε τῆς θαλάσσης τὸ πέλαγος βήμασιν ἀν‐ θρωπίνοις διαπεράσαι, οὕτως οὐδέ τις τῶν σοφῶν καὶ λίαν διδασκάλων ἐπιχειρήσει ποτὲ τοὺς κατ’ ἀξίαν ἐπαί‐ νους τῆς γενναίας ἐκείνης καὶ τρισολβίου ψυχῆς τοῖς ἀκροαταῖς διηγήσασθαι. Πᾶσαν γὰρ ἀνθρωπίνην | |
40 | ὑπερβάλλει σοφίαν τὰ τούτου κατορθώματα· πᾶσαν ὑπερβάλλει στεφανηφορίαν τὰ τούτου παλαίσματα. Οὐκ‐ οῦν ἀγγελικῆς ἐπιδεόμεθα γλώσσης, ἵνα ἄκροις, ὡς εἰ‐ πεῖν, τοῖς δακτύλοις ἐφαψάμενοι τῆς μυροθήκης ἐκείνης, πᾶσαν ὁμοῦ τὴν ἐκκλησίαν πληρώσωμεν. Μόνον γὰρ ἐὰν | |
45 | ἐπιχειρήσωμεν ἅψασθαι τοῦ ἀγγείου τοῦ Ἰὼβ, καὶ μι‐ κρὸν αὐτὸ διασαλεύσωμεν, εὐθὺς τῆς εὐωδίας τοῦ μύρου ἡ ἐκκλησία πληροῦται. Ἀκούσωμεν τοίνυν τῆς ἱστορίας περὶ αὐτοῦ λεγούσης· Ἐν πᾶσι τούτοις τοῖς συμβε‐ βηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν | |
56.563(50) | ἐναντίον Κυρίου. Εἶδες μαρτυρίαν τὴν εὐφημίαν τῶν ἀγγέλων διεγείρουσαν; εἶδες μαρτυρίαν τὸν διάβολον μετὰ τῶν ἐπιχειρημάτων αὐτοῦ καταισχύνουσαν; Ἐν πᾶσι τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρ‐ τεν. Αὕτη ἡ τοῦ Θεοῦ μαρτυρία κατὰ πᾶσαν ἐκκλησίαν, | |
55 | ὡς μύρον πολυτίμητον, τοὺς ἀκούοντας εὐφραίνει. Ὢ ἀγγείου πολυτίμου εἰς ἕνα τόπον κατὰ τὴν Ἀραβίαν ἀποκειμένου, καὶ κατὰ πᾶσαν τὴν οἰκουμένην τὴν εὐ‐ ωδίαν τοῦ μύρου διαπεμπομένου! ὢ ἀγγείου μυρίοις λί‐ θοις καὶ πληγαῖς καὶ βέλεσι παρὰ τοῦ διαβόλου τυφθέν‐ | |
60 | τος, καὶ τὸ μύρον μὴ ἐκχέαντος! Πολὺς ἐγένετο τῷ δια‐ | Column end |
56.564(19) | βόλῳ κάματος, ἵνα τὸ ἀγγεῖον συντρίψῃ. καὶ τὸ μύρον | |
20 | τῆς εὐσεβείας ἀφανίσῃ· καὶ ἐσπούδαζε διὰ τῆς δυσωδίας τῶν τραυμάτων ἀμαυρῶσαι τοῦ μύρου τὴν εὐωδίαν. Καὶ γὰρ καὶ τὸ σῶμα αὐτοῦ ἀπώζεσεν ἀπὸ τῆς ἑλκώσεως τῶν τραυμάτων· ἀλλ’ ἔμεινε καὶ τὸ ἀγγεῖον τραυματι‐ ζόμενον, καὶ τὸ μύρον μὴ ἀπολλύμενον, ἵνα καὶ ἡμεῖς | |
25 | προσφόρως εἴπωμεν αὐτῷ· Μύρον ἐκκενωθὲν ὄνομά σοι. Δέον οὖν αὐτὸν γυμνὸν, ὡς ἐπάλαιεν, ἀναστῆσαι τὸν ἀθλητὴν, ἵνα εἰς ἐκείνην τὴν εἰκόνα τὴν θαυμασίαν ὁρῶντες, πληροφορηθῶμεν διὰ τῆς φύσεως τῶν πραγμά‐ των, ὅτι ὁ Θεὸς δεῖξαι βουλόμενος τῷ διαβόλῳ, ὅτι ἐπὶ | |
30 | τῆς γῆς ἀνθρώπους δικαίους ἔχει, οὐκέτι διὰ κολακείας κατὰ τὸν Ἀδὰμ ἀπατωμένους, ἀλλὰ διὰ μυρίων βασά‐ νων καὶ μαστίγων στεφανουμένους, ταύτην συνεχώρησε γενέσθαι τὴν δραματουργίαν. Ἀποστάτα, φησὶ, μεγαλο‐ φρονεῖς, ὅτι τὸν Ἀδὰμ ἀπατήσας, καὶ τὴν γυναῖκα κο‐ | |
35 | λακεύσας, ἐξέβαλες τοῦ παραδείσου· ἰδοὺ ἄνθρωπος δίχα προσταγμάτων Γραφῆς βιώσας, καὶ τὸν ἄγραφον τῆς φύσεως νόμον διανοίᾳ κατορθώσας Προσάγαγε μυρίας θωπείας, μυρίας κολακείας, μυρίας βασάνους, εἰ δύνα‐ σαι τὴν ἀρίστην ταύτην παρασαλεῦσαι ψυχήν. Ἰδοὺ, τὸν | |
40 | πρῶτον ἄνθρωπον ἐξέβαλες τοῦ παραδείσου. Βλέπε νῦν, ἐπιχείρησον, εἰ δύνασαι, κἂν ἀπὸ κοπρίας τὸν ἀθλητὴν ὑποσκελίσαι. Ἀλλ’, εἰ δοκεῖ, ἄνωθεν ὀλίγον εἰς αὐτὴν τὴν ἱστορίαν ἀναδράμωμεν· Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ. Καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος | |
45 | ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀληθινὸς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Τοιοῦτος ἦν καὶ ὁ Ἀδὰμ πρὸ τοῦ πεισθῆναι τῇ γυναικί. Διὰ τοῦτο οὗτος οὐ πείθεται τῇ γυναικὶ, ἵνα μὴ γένηται κατ’ ἐκεῖνον. Ἐκεῖνος ἐνδεδυμένος ἦν ἀφθαρσίαν, ὡς οἶδεν ὁ πλάσας | |
56.564(50) | αὐτὸν, καὶ ἵνα πεισθῇ τῇ γυναικὶ, γυμνὸς ἐγένετο, καὶ κατεκρίθη. Οὗτος γυμνὸς ἦν, καὶ οὐκ ἐπείσθη τῇ γυναι‐ κὶ, καὶ ἵνα μὴ πεισθῇ τῇ γυναικὶ, τὴν τῶν ἀγγέλων στε‐ φανηφορίαν ἐνεδύσατο. Ἐκεῖνος ἵνα πεισθῇ τῇ γυναικὶ, καὶ τῆς τοῦ παραδείσου τρυφῆς ἐξέπεσε, καὶ τὴν γῆν | |
55 | μητέραν ἀκανθῶν ἐποίησε, καὶ θάνατον ἐκληρονόμη‐ σεν· οὗτος ἵνα μὴ πεισθῇ τῇ γυναικὶ, καὶ τῆς κοπρίας καὶ τῶν πληγῶν τὴν ἐλευθερίαν ἔλαβε, καὶ τὴν τῶν οὐ‐ | |
ρανῶν ἐκληρονόμησε βασιλείαν. Ἐκεῖνος ἀπολογούμενος | 563 | |
56.565 | τῷ Θεῷ ἔλεγεν· Ἡ γυνὴ, ἣν ἔδωκάς μοι, αὕτη μοι ἔδωκε, καὶ ἔφαγον. Ὢ ἀπολογίας συγγνώμην οὐκ ἐχού‐ σης! Ἐκείνη εἶπε, Φάγε· ἐγὼ εἶπον, Μὴ φάγε. Διὰ τί οὖν τῆς γυναικὸς ἤκουσας, καὶ τοῦ Θεοῦ παρήκουσας; Ἀλλ’ | |
5 | οὐχ οὕτως ἦν ὁ μακάριος Ἰώβ. Ἀλλὰ πῶς; Μετ’ ἐπι‐ πλήξεως ἔλεγεν· Ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας. Ἄνθρωπος ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ. Διὰ τί δὲ τὴν χώραν ὠνόμασε; Διὰ σὲ, ἵνα μάθῃς, ὅτι οὐχ ἡ συνουσία τῶν ἁμαρτωλῶν τὸν δίκαιον | |
10 | δύναται ποιῆσαι ἁμαρτῆσαι, ἀλλ’ ἡ προαίρεσις τῶν εὐ‐ σεβούντων ὀφείλει στάσιμον καὶ βεβαίαν ἔχειν τὴν γνώ‐ μην. Αὕτη γὰρ ἡ χώρα τῆς Ἀραβίας ἐστὶ μοχθηρῶν καὶ διεφθαρμένων ἀνθρώπων οἰκητήριον. Πάντες ἦσαν παράνομοι, πάντες θεοστυγεῖς, πάντες βέβηλοι, πάντες | |
15 | ὑπερήφανοι, καὶ τοῦ Ἡσαῦ ἀπόγονοι, καὶ ταῖς ἁμαρ‐ τίαις κομῶντες· ἀλλὰ τοσοῦτον πέλαγος τῆς ἀσεβείας οὐκ ἠδυνήθη κατασβέσαι τὸν λαμπτῆρα τῆς εὐσεβείας· ἡ τοσαύτη χώρα τῶν κακῶν οὐκ ἠδυνήθη τὸ ὡραῖον ἀπο‐ πνῖξαι τῆς καρτερίας. Ὅθεν τούτῳ προσπελάσαι ὁ | |
20 | διάβολος ἐπεχείρησε. Διὰ τί; Ἐπειδήπερ ἔβλεπεν αὐτὸν ταῖς ἐλεημοσύναις μᾶλλον ἢ τοῖς χρήμασι πλουτοῦντα. Ἄκουσον γὰρ αὐτοῦ λέγοντος ἀψευδῶς· Ὀφθαλμὸς ἤμην τῶν τυφλῶν, ποῦς δὲ χωλῶν· καὶ αὖθις, Ἐγὼ ἐπὶ ἀδυνάτῳ ἔκλαυσα, ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν | |
25 | ἀνάγκαις. Καὶ οὐ μόνον διὰ τῶν λόγων, ἀλλὰ καὶ διὰ τῶν ἔργων ὑπερεπλούτει, θησαυρὸς ὅλος εὐποιίας τοῖς δεομένοις εὑρισκόμενος. Τί γάρ φησιν ἀλλαχοῦ; Οὐκ ἐξῆλθεν ἐκ τοῦ οἴκου μου ἐπιδεόμενος κόλπῳ κενῷ· στόμα χήρας εὐλόγησέ με· ἀπὸ δὲ κουρᾶς τῶν προ‐ | |
30 | βάτων μου ἐθερμάνθησαν ὦμοι πενήτων. Ὥστε δῆλον, ὅτι διὰ πάντων ἐπλούτει θησαυρὸς ὅλος, καὶ διὰ τῶν λόγων, καὶ διὰ τῶν ἔργων, καὶ διὰ τῆς ἐλεημοσύνης, καὶ διὰ τῆς προστασίας τῶν πενήτων, καὶ διὰ τῆς ἐπι‐ κουρίας τῶν δεομένων. Ἀλλ’ ὅρα τὶ ποιεῖ ὁ διάβολος· | |
35 | Ἀφαρπάζει πάντα τὰ ὑπάρχοντα αὐτοῦ ἀπ’ αὐτοῦ πρό‐ τερον, καὶ τελευταῖον τὰ τέκνα λαμβάνει. Ἔλαβε πρῶτον τὰς ἀγέλας τῶν καμήλων, ἔλαβε τὰ ποίμνια τῶν προβά‐ των, τὸν πολὺν ἀριθμὸν τῶν ὄνων, τὴν μεγίστην ἀγέλην τῶν βοῶν· πάντα ἀφείλετο, καὶ τὸ τελευταῖον τὰ τέκνα. | |
40 | Διὰ τί; Πρόσεχε λοιπὸν μετὰ πάσης ἀκριβείας· Πρῶτον ἔλαβεν αὐτοῦ πάντα τὰ ὑπάρχοντα, ἔπειτα τὰ τέκνα· ἔλαβε τὰ κληρονομιαῖα πράγματα, ἔπειτα τοὺς κληρονό‐ μους ἠφάνισεν, ἵνα παντοίως αὐτὸν καὶ διὰ τῶν τέκνων πλήξῃ. Πρῶτον ἤρξατο τὴν ὕπαρξιν ἀφανίζειν, πρῶτον | |
45 | ἤρξατο τὰ κληρονομιαῖα πράγματα ζώντων τῶν κληρο‐ νόμων ἁρπάζειν, ἵνα τῶν υἱῶν καὶ τῶν θυγατέρων ἑστη‐ κότων, διὰ τὴν ἀπώλειαν τῶν κτημάτων καιρίαν λάβῃ ὁ δίκαιος τῆς ἀθυμίας πληγήν. Ἐνενόει γὰρ ὁ πονηρὸς δαίμων, μήποτε, τῶν τέκνων προαπολλυμένων, μηδὲ εἰς | |
56.565(50) | αἴσθησιν ἔλθῃ τῆς ἀπωλείας τῶν κτημάτων, Ἀλλ’ ὁ ὄντως ἀδάμας καὶ γενναῖος ἀθλητὴς, ὁ πολλὰ τυπτόμε‐ νος, καὶ διὰ πάντων στεφανούμενος, ὁ πολλὰ βέλη δεχό‐ μενος, καὶ δι’ αὐτῶν τῶν βελῶν τὸν διάβολον κατακον‐ τίζων, ὁ διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ | |
55 | ἀριστερῶν καθοπλιζόμενος, οὐκ ἐπόνησεν, οὐκ ἐδάκρυ‐ σεν, οὐκ ἐσαλεύθη, ἀλλ’ οὔτε πρὸς τὴν ἀπώλειαν τῶν κτημάτων ἐκάμπτετο, οὐδὲ πρὸς τὸν θάνατον τῶν τέκνων τὴν εὐσέβειαν ἐσυλᾶτο, ἀλλ’ ἔμενεν ὥσπερ πύργος ἀτί‐ νακτος, κάτωθεν ἐπὶ τῆς γῆς ἐῤῥιζωμένος καὶ τεθεμε‐ | |
60 | λιωμένος, καὶ μέχρι αὐτῶν τῶν οὐρανίων ἁψίδων ἠσφα‐ λισμένος. Ἦλθε πρῶτος ἄγγελος, καὶ λέγει τῷ Ἰώβ· Τὰ ζεύγη τῶν βοῶν ἠροτρία, καὶ ἐλθόντες οἱ αἰχμα‐ λωτεύοντες, ᾐχμαλώτευσαν αὐτὰ, καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις. Ἔτι τούτου λαλοῦντος, | |
65 | ἦλθεν ἕτερος ἄγγελος, καὶ λέγει τῷ Ἰώβ· Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσε τὰ πρόβατά σου, καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως. βʹ. Βλέπε τί ποιεῖ ὁ διάβολος. Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν εἰς τὴν πρώτην καὶ δευτέραν πληγὴν γενναίως ἑστηκότα, | |
70 | καὶ μηδ’ ὅλως ἐκ τῶν βασάνων αὐτοῦ διασαλευθέντα, πολεμούμενον, καὶ μὴ τιτρωσκόμενον, μηχανᾶταί τι τοιοῦτον ποιῆσαι· Ἐπιβάλλει πῦρ ἐξ ἀέρος, ἵνα δόξῃ τὸ πῦρ ἐξ οὐρανοῦ καταπέμπεσθαι, καὶ ἵνα νομίσας, ὅτι ὁ Θεὸς ἐξ οὐρανῶν αὐτὸν πολεμεῖ, βλασφημήσῃ τὸν Θεὸν, | |
75 | τὸν οὕτω δίχα τινὸς ἁμαρτήματος ἀδίκως αὐτὸν πολε‐ μοῦντα· Πῦρ, φησὶν, ἐκ τοῦ οὐρανοῦ ἔπεσε, καὶ κατ‐ έφαγε τὰ πρόβατά σου καὶ τοὺς ποιμένας. Ἔτι τούτου | |
λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος, καὶ εἶπε τῷ Ἰώβ· | Column end | |
56.566 | Οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς, καὶ ἐκύ‐ κλωσαν τὰς καμήλους, καὶ ᾐχμαλώτευσαν αὐτὰς, καὶ τοὺς παῖδας ἀπέκτειναν μαχαίραις. Ἀλλὰ καὶ ἐν πᾶσι τούτοις ἔμενεν ὁ μακάριος Ἰὼβ, ὥσπερ στῦλος | |
5 | ἀσάλευτος, ὥσπερ πύργος ἄσειστος, ὥσπερ ἀγωνιστὴς ἀήττητος, ἀκαμπὴς, ἀνένδοτος, βάλλων μᾶλλον, ἢ βαλλό‐ μενος. Ὅταν γάρ τις ἀνόνητα κάμνῃ, πολλὰ πολε‐ μῶν, καὶ μηδὲν ὠφελῶν, πολλάκις μαχόμενος, καὶ μηδ’ ὅλως περιγινόμενος, αὐτὸς μᾶλλόν ἐστιν ὁ τὰς μάστιγας | |
10 | κατὰ τῶν ματαίων αὐτοῦ πόνων ὑποδεχόμενος. Ἔτι τού‐ του λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος. Συνεχὴς ὁ πό‐ λεμος, ἀλλὰ μάταιος τῷ κάμνοντι· πυκνότερα τὰ βέλη, ἀλλὰ φαιδρότερα τὰ βραβεῖα. Οὐκ ἀφίησιν αὐτὸν οὐδὲ πρὸς ὥραν ἀναπνεῦσαι, ἵνα μή τι κατὰ τὴν ἔμφυτον | |
15 | εὐσέβειαν τοῦ παλαιστοῦ σοφόν τι λογίσηται. Ἔπεμψεν ὅλα τὰ βέλη, καὶ οὐκ ἐνίκησε τὸν ἀθλητήν· ἐκένωσεν αὑτοῦ τὴν φαρέτραν, καὶ οὐκ ἐκενώθη τῆς ἀλγηδόνος. Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διὰ κενῆς. Ἐπεὶ οὖν κἀκεῖνος ἀπεστράφη τεταπεινωμένος, κατῃσχυμμένος, | |
20 | ὁ πολλὰ παλαίσας, καὶ διὰ πάντων ἡττηθείς. Ἔπεμψε γὰρ κατὰ ποιμένων, κατὰ βουκολίων, κατὰ τῶν προβά‐ των, κατὰ τῶν καμήλων, κατὰ τῶν υἱῶν, κατὰ τῶν θυ‐ γατέρων, κατὰ τῆς οἰκίας, κατὰ τοῦ σώματος, διὰ τῶν φίλων, διὰ τῶν οἰκετῶν, διὰ τῶν σκωλήκων, διὰ τῶν | |
25 | τραυμάτων, διὰ τῶν ἰχώρων. Πᾶντα ἐξεκένωσε, καὶ τὴν εὐσέβειαν οὐκ ἔλυσε. Τὸν τοῖχον διώρυξε, καὶ τὸν θη‐ σαυρὸν οὐκ ἐξεκένωσεν. Ὅσας εἶχεν ὁ τῆς οἰκουμένης τύραννος ῥομφαίας ἐκίνησε, διὰ πυρὸς, διὰ ξιφῶν, διὰ χώματος, δι’ αἰχμαλωσίας, δι’ αἵματος. Πάντα διέτεινε, | |
30 | καὶ τὸν ἀθλητὴν μᾶλλον ἀνδρειότερον ἐποίησε. Δι’ ὃ δὴ καὶ ὁ προφήτης ἀνεβόα λέγων· Τοῦ Ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος. Τάχα δὲ καὶ πρὸς αὐτὸν λέγει· Σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Ἔλαβε πάντα τὰ χρήματα, τὰ κτήματα, τὴν ὕπαρξιν. Καὶ τί ὁ τελευταῖος | |
35 | ἄγγελος; Τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων εἰς τὸν οἶκον τοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου, ἐξαίφνης ἦλθε πνεῦμα ἐκ τῆς ἐρήμου, καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, καὶ κατέπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, | |
40 | καὶ ἀπέθανον. Καὶ ἵνα μάθῃς, ἀγαπητὲ, ὅτι οὐκ ἦν ἄνθρωπος ὁ ταῦτα διαγορεύων τῷ Ἰὼβ, ἀλλ’ αὐτὸς ἦν ὁ διάβολος ἐσχηματισμένος ἐν ἀνθρώπου μορφῇ, μάθε μετὰ πάσης ἀκριβείας· Τῶν υἱῶν σου καὶ τῶν θυγα‐ τέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ | |
45 | αὐτῶν τῷ πρεσβυτέρῳ, ἐξαίφνης ἦλθε πνεῦμα ἐκ τῆς ἐρήμου, καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἀπέθανον. Πόθεν οἶδας, εἰπέ μοι, ὅτι ἦλθεν ἐκ τῆς ἐρήμου, καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας; Ἄνθρωπος εἶ, | |
56.566(50) | καὶ πῶς εἶδες τὸ πνεῦμα; ποίοις ὀφθαλμοῖς ἐθεάσω αὐτό; πῶς δὲ καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τὸ πνεῦμα; Εἰ ἄνθρωπος εἶ, καὶ ἔνδον ἦς ἐν τῇ οἰκίᾳ, πάντως ὅτι καὶ σὲ περιελάμβανεν ἡ οἰκία· εἰ δὲ ἔξω ἦς, πῶς ἔβλεπες τὰ ἔσω γιγνόμενα; Εἰ δὲ πνεῦμα εἶ, δεῖξον ὅστις εἶ, μὴ | |
55 | σχηματίζου εἰς ἀνθρώπου μορφήν. Τῶν υἱῶν σου, φησὶ, καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ. Βλέπε πῶς πάσης συνέσεως καὶ σοφίας πεπληρωμένος ἦν ὁ μακάριος Ἰὼβ, καὶ πῶς ἠσφαλίζετο τὴν φιλίαν τῶν τέκνων. Ἐλογίσατο | |
60 | γὰρ, ὅτι Κάϊν καὶ Ἄβελ δύο ἦσαν ἀδελφοὶ, μόνοι κατὰ τὴν οἰκουμένην τυγχάνοντες, οὐδεμίαν ἔχοντες ἀφορμὴν πολέμου· πᾶσα γὰρ ἡ γῆ κοινῶς ἀμφοτέροις ἐπ’ ἐξου‐ σίας προέκειτο· καὶ οὕτω διὰ τὴν τιμὴν τοῦ Ἄβελ φθο‐ νήσας ὁ Κάϊν, ἀναστὰς ἐφόνευσε τὸν ἀδελφόν. Διὰ τοῦτο | |
65 | ὁ μακάριος Ἰὼβ περὶ μὲν τῶν ἀδήλων θυσίαν καθ’ ἑκά‐ στην ἡμέραν προσέφερε τῷ Θεῷ, ἀνιστάμενος τὸ πρωΐ, καὶ λέγων· Μήποτε κακὰ ἐνενόησαν οἱ υἱοί μου ἐν τῇ καρδίᾳ αὐτῶν πρὸς τὸν Θεόν· περὶ δὲ τῶν συμβαινόν‐ των αὐτοῖς, ἢ εἰς λόγον, ἢ εἰς φιλονεικίαν, ἐποίει αὐτοὺς | |
70 | καθ’ ἑκάστην ἡμέραν μετ’ ἀλλήλων ἐσθίειν, ἐνθυμούμε‐ νος, ὅτι κἄν τινα πρὸς ἀλλήλους ἔχωσι μικροψυχίαν, ἡ τράπεζα καὶ ἡ διάθεσις τῶν ἄρτων ποιεῖ αὐτοὺς εἰς φι‐ λίαν μεταποιηθῆναι, καὶ τὴν κακίαν τὴν προσπεσοῦσαν ἐξορίσαι, εἰδὼς ὅτι διὰ τῆς τραπέζης τῆς συνεχοῦς πάντα | |
75 | λύεται αὐτοῖς τὰ προσπεσόντα μοχθηρά. Ἀλλ’ ὁ μισό‐ καλος διάβολος ἐν τοιούτῳ καιρῷ παρετήρει ἀπολέσαι | |
τὰ μηδὲν ἡμαρτηκότα παιδία· ἐν καιρῷ τῆς μεσημβρίας, | 565 | |
56.567 | ὅτε πάντες ἦσαν συγκεκροτημένοι, ὅτε πρὸς εἰρήνην ἐκεῖνοι συνήπτοντο, τότε τὸν ἄσπονδον πόλεμον κατ’ αὐ‐ τῶν ἠφίει. Ἐκεῖνοι φιλίαν, οὗτος μάχαιραν ἠκόνει· ἐκεῖνοι ἀγάπην ᾠκοδόμουν, καὶ οὗτος τὸν οἶκον κατ‐ | |
5 | έστρεφε. Καὶ ἐγένετο κατ’ αὐτὴν τὴν ὥραν ὁ οἶκος τάφος, καὶ ἡ τράπεζα συμφορᾶς σκάφος, καὶ ναυάγιον μάνδρα ποιμενικὴ, καὶ πάντα θηριάλωτα. Τί οὖν ὁ γενναῖος ἐκεῖ‐ νος; Οὐ συνεχύθη, οὐ κατέπεσε. Τί αὐτοῦ ἐπαινέσω; ποῖος ἐπαρκέσει λόγος; ποῖος ἐξαρκέσει πόνος πρὸς τὴν | |
10 | τοιαύτην διήγησιν; Ὢ γενναίας καὶ μακαρίας ψυχῆς! ὢ μεγάλης ὑπομονῆς ὑπερβολὴν οὐκ ἐχούσης! Ὄντως, ἀγα‐ πητοὶ, συγκέχυμαι τὴν ψυχὴν, διαταράττομαι τὸ συνει‐ δὸς, καίγε στεφανούμενον βλέπων τὸν Ἰώβ. Ἀλλὰ συγ‐ κέχυμαι τῇ ψυχῇ νῦν μᾶλλον ἐγὼ, τὸν στεφανίτην ὁρῶν, | |
15 | ἤπερ ἐκεῖνος τότε τὴν συμφορὰν τῶν τέκνων ἐπ’ ὄψεσι βλέπων· συγκέχυμαι τῇ ψυχῇ· νομίζω δὲ καὶ ὑμᾶς οὕτω διακεῖσθαι. Πῶς οὖν ἐξείπω τὴν τοσαύτην τραγῳδίαν, οὐκ ἐπίσταμαι, καίγε τὴν κορωνίδα τῶν ἐγκωμίων ἐπὶ γλώσ‐ σης φέρων. Οἱ κατὰ σάρκα γονεῖς, ὅταν ἔχωσιν υἱὸν ταῖς | |
20 | ἐσχάταις ἀναπνοαῖς συνεχόμενον, περικαθέζονται, λόγων τελευταίων ἀκροῶνται, χεῖρας αὐτοῦ περιπτύσσονται, συνταγὰς περὶ τῶν ἀδοκήτων συνάπτουσι, στόμα φιλοῦσι, τὰ τελευταῖα τῶν πατέρων φιλήματα. Εἶτα ἀποδέδωκε τὴν ψυχὴν ὁ παῖς, ὡς ὁ δεδωκὼς ἐκέλευσεν, οἱ γονεῖς | |
25 | σχηματίζουσι, χεῖρας ἀποτείνουσιν, ὀφθαλμοὺς ἀπο‐ κλείουσι, τὴν κεφαλὴν διορθοῦσι, τοὺς πόδας ἀποτείνουσιν, ἀπολούουσι, τοῖς ἀξίοις ἀμφιάζουσιν ἐνταφίοις, καὶ τὴν ἰδίαν συμφορὰν παραμυθοῦνται. Ἀλλὰ τί πρὸς τὸν γεν‐ ναῖον τοῦτον ἀθλητήν; Ἀπῆλθεν εἰς τὸν οἶκον τὸν κατὰ | |
30 | ταὐτὸ καὶ μίαν καὶ τὴν αὐτὴν ὥραν οἶκον καὶ τάφον, συμπόσιον καὶ χῶμα, ἑορτὴν καὶ πένθος γενόμενον. Περιέσκαπτε καὶ ἐζήτει τῶν τέκνων τὰ μέλη, καὶ ηὕρι‐ σκεν οἶνον καὶ αἷμα, ἄρτον καὶ χεῖρα, ὀφθαλμὸν καὶ κόνιν. Καὶ ἐλάμβανε ποτὲ μὲν χεῖρα, ποτὲ δὲ πόδα, ἄλ‐ | |
35 | λοτε κεφαλὴν ἀνέσπα μετὰ τοῦ χώματος, καὶ τῶν λίθων, καὶ τῶν ξύλων· καὶ ποτὲ μὲν μέρος κοιλίας, ἄλλοτε τῶν ἐντέρων τὰ σπλάγχνα μετὰ τῶν χωμάτων ἀναφυρόμενα. Ἐκαθέζετο δὲ ὁ οὐρανομήκης ἐκεῖνος ἀγωνιστὴς, δι‐ εσπαραγμένα βλέπων τὰ μέλη τῶν τέκνων. Ἐκαθέζετο | |
40 | συντιθεὶς μέλη πρὸς μέλη, χεῖρα πρὸς βραχίονα· ἀνα‐ πλάττων κεφαλὴν πρὸς στῆθος, γόνατα πρὸς τοὺς μη‐ ρούς. Οὐ γὰρ ἦν μία τῶν συμβάντων ἡ συμφορὰ, ἀλλ’ ἐκ διαβολικῆς ἐνεργείας καὶ τυραννίδος ἡ πάντα λόγον ὑπερβαίνουσα καταστροφή. Ἐκαθέζετο Ἰὼβ τοίνυν, ὁ | |
45 | ἀληθῶς καρτερικὸς ἀδάμας, ὁ μακάριος, διακρίνων τῶν τέκνων αὐτοῦ τὰ μέλη, μήπου τῶν θηλειῶν τὰ μέλη κατὰ τῶν ἀρσενικῶν διαπλάσῃ μελῶν, μήπου τὸ ἀρσενικὸν σχῆμα εἰς τὰ τῆς θηλείας μέλη συναρμοσθῇ. Ὢ γενναίας ψυχῆς, τὴν τῶν ἀγγέλων εὐφημίαν ὑπερβαινούσης! Διὰ | |
56.567(50) | τί; Ὅτι ἐν πᾶσι τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ ἐναντίον Κυρίου, ἀλλ’ ἀντὶ τούτων ἁπάν‐ των ὁλόκληρον εὐχαριστίαν ἀντὶ θυσίας ἤνεγκε τῷ Θεῷ, λέγων· Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
55t | Εἰς τὸν δίκαιον καὶ μακάριον Ἰὼβ, Λόγος βʹ. | |
56 | αʹ. Τὰ μεγάλα τῶν πραγμάτων μεγάλων δεῖται διηγη‐ μάτων, καὶ αἱ λαμπραὶ τῶν δικαίων ἱστορίαι λαμπρᾶς δέονται καὶ γλώττης καὶ διανοίας· διανοίας μὲν εἰλικρι‐ νῶς τὰς θείας Γραφὰς θεωρούσης, γλώττης δὲ τρανῶς | |
60 | τὰ θεῖα ἑρμηνευούσης, καὶ μάλιστα ἐπὶ τῆς προκειμέ‐ νης ὑποθέσεως, λέγω δὲ τῶν τῷ μακαρίῳ Ἰὼβ πεπο‐ νημένων, ἃ διὰ πάσης φοιτῶντα τῆς ὑπ’ οὐρανὸν, τὸν τῆς ὑπομονῆς ἀπαστράπτει λόγον. Πλὴν εἰ καὶ νικᾷ τὴν ἡμετέραν ἀσθένειαν ὁ τῆς ὑποθέσεως λόγος, ἀλλ’ | |
65 | εὖ οἶδα, ὅτι παρέχει ἡ τοῦ Θεοῦ χάρις λόγον, οὐ διὰ τὴν τοῦ λέγοντος ἀξίαν, ἀλλὰ διὰ τὴν τῶν Πατέρων πρεσβείαν. Ἀλλ’ ἐπ’ αὐτὴν ἔλθωμεν τὴν διήγησιν· Ἄν‐ θρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι. Ἀναγκαῖόν ἐστι πρῶτον σκοπῆσαι τὸ προοίμιον ποίαν ἔχει δύναμιν, | |
70 | καὶ τίνος ἕνεκεν ἀπὸ ταύτης τῆς λέξεως τὸ προοίμιον πεποίηται ὁ ἱστοριογράφος, Ἄνθρωπός τις ἦν. Ἐπειδὴ ἔμελλε βίον ἐνάρετον διηγήσασθαι, καὶ πολὺ τὴν ἡμετέραν κατάστασιν νικῶντα, ἵνα μή τις εἰς τὴν ὑπερβολὴν τῶν ἀγώνων ἀποβλέψας, νομίσῃ ξένην εἶναι φύσιν, καὶ οὐκ | |
75 | ἀνθρωπίνην, προλαβὼν ἔδειξε τὴν φύσιν, ἵνα θαυμάσῃς τὴν πρόθεσιν, ὅτι ἄνθρωπος ὢν ὑπὲρ ἄνθρωπον ἐπολιτεύ‐ σατο, καὶ μὲν κοινῆς φύσεως ἅπασι κοινωνήσας, ἀνωτέ‐ ραν δὲ τοῦ κόσμου τὴν ψυχὴν ἀναγαγών. Ἄνθρωπός τις | |
ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι. Κηρύττει αὐτὸν καὶ ἀπὸ τῆς | Column end | |
56.568 | φύσεως· κηρύττει αὐτὸν καὶ ἀπὸ τῆς χώρας· ἵν’, ὥσπερ ἀκούσας αὐτὸν ἄνθρωπον, θαυμάζεις ὅτι ὑπὲρ ἄνθρω‐ πον ἐπολιτεύσατο, οὕτως ἐὰν μάθῃς καὶ τὴν χώραν, ἐξ ἧς ὁ τοσοῦτος καρπὸς ἤνθησε, θαυμάσῃς ἀληθῶς ὁποῖον | |
5 | ῥόδον ἐν μέσῳ τῶν ἀκανθῶν ἐβλάστησεν. Πρόσεχε ἀκρι‐ βῶς. Ἡ χώρα τοίνυν ἡ τῆς Αὐσίτιδος, χώρα ἦν τοῦ Ἡσαῦ· ἀπὸ γὰρ τοῦ Ἡσαῦ ἡ Αὐσῖτις. Ὀνομάζει δὲ τοῦ βεβή‐ λου καὶ πονηροῦ Ἡσαῦ τὴν χώραν, ὥς φησιν ὁ Ἀπό‐ στολος· Μή τις πόρνος ἢ βέβηλος, ὡς Ἡσαῦ· ἵνα | |
10 | θαυμάσῃς ἐκ ποίων παιδευτηρίων κακίας οἷος καρπὸς ἀληθείας ἤνθησεν. Ἀλλὰ οὐ μόνον αὐτὸν ἡ χώρα τοῦ Ἡσαῦ ἤνεγκεν, ἀλλὰ καὶ αὐτὴ ἡ ῥίζα τοῦ Ἡσαῦ· ἀπό‐ γονος γὰρ ἦν τοῦ διαβαλλομένου. Λέγει γὰρ τὸν Ἰὼβ ἡ Γραφὴ πέμπτον εἶναι ἀπὸ τοῦ Ἀβραάμ. Καὶ ὅπως πέμ‐ | |
15 | πτος, ἄκουε· Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαὰκ, Ἰσαὰκ τὸν Ἡσαῦ, Ἡσαῦ τὸν Ῥαγουὴλ, Ῥαγουὴλ τὸν Ζαρὰ, Ζαρὰ δὲ τὸν Ἰώβ. Εἶχεν οὖν τὴν διαδοχὴν ἀπὸ τοῦ Ἀβραὰμ διὰ τοῦ Ἡσαῦ εἰς αὐτὸν κατερχομένην. Δείκνυσιν οὖν τὴν ῥίζαν, ἵνα τὸν καρπὸν θαυμάσῃς. Τίς δὲ ἦν Ἡσαῦ; | |
20 | Πόρνος καὶ βέβηλος. Τίς δὲ ἦν καὶ Ἰώβ; Ὁ ἀπὸ τοῦ πόρνου, οὗτος αὐτὸς ὁ σεμνὸς καὶ θαυμάσιος ἀνὴρ, ὁ νῦν προκείμενος ἡμῖν εἰς διήγησιν· ὁ λέγων· Εἰ ἐπηκο‐ λούθησεν ὁ ὀφθαλμός μου γυναικὶ ἀλλοτρίᾳ, ἀρέσει καὶ ἡ γυνή μου ἀλλοτρίῳ ἀνδρί. Ἡσαῦ περὶ πολλὰς | |
25 | ἔσχε μίξιν γυναῖκας, ἄπληστος ὢν εἰς ἀσέλγειαν· ὁ δὲ Ἰὼβ τὸν τρόπον νόμον εἶχε τοῦ βίου, καὶ τοσοῦτον ἀπ‐ έσχε, ὥστε ἀλλότρια κάλλη μὴ περιεργάζεσθαι· καὶ πορνείας καὶ μοιχείας τοσοῦτον ἀπεῖχεν, ὡς μηδὲ ταῖς μηδέπω κατεγγυωμέναις γυναιξὶ προσέχειν, τουτέστι, | |
30 | ταῖς ἀμνηστεύτοις παρθένοις· δεῖ γὰρ τῇ τρανοτέρᾳ λέξει χρήσασθαι· Τοσοῦτον ἀπεῖχεν ἀλλοτρίοις γάμοις ἐπιβου‐ λεύειν, ὅτι οὐδὲ τῇ ἀμνηστεύτῳ παρθένῳ, ἐφ’ ᾗ οὐδεὶς ἦν κίνδυνος, ἀπέτεινε τὸ ὄμμα πρὸς ἀκολασίαν. Καὶ τίς ὁ ταῦτα μαρτυρῶν; Αὐτὸς ὁ Ἰώβ· Διαθήκην, φησὶ, | |
35 | διεθέμην τοῖς ὀφθαλμοῖς μου, καὶ οὐ συνῆκα ἐπὶ παρθένῳ. Βλέπε μέχρι τίνος παιδαγωγίας ἤκμασεν αὐτῷ τὰ τῆς εὐσεβείας. Παιδαγωγεῖ τὸν ὀφθαλμὸν εἰς εὐσέ‐ βειαν, παιδαγωγεῖ καὶ τὰ μέλη εἰς δικαιοσύνην, καὶ ἀπὸ τοῦ πόρνου τὴν διαδοχὴν φέρων, μεγίστῃ σωφροσύνῃ | |
40 | διέλαμψεν. Ἡσαῦ καὶ ἀδελφοκτόνος ὑπῆρχεν, ὅσον εἰς πρόθεσιν· εἰ γὰρ καὶ μὴ ἐξέβη ἡ πρᾶξις, ἀλλὰ κατ‐ ηγορεῖται ἡ πρόθεσις. Εἶπε γὰρ, φησὶν, Ἡσαῦ ἐν τῇ καρδίᾳ αὐτοῦ· Ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, καὶ ἀνελῶ Ἰακὼβ τὸν ἀδελφόν μου. | |
45 | Ἡ τοίνυν ῥίζα, ἀδελφοκτόνος· ὁ δὲ ἐκ τῆς ῥίζης ἀνθή‐ σας, δικαιοσύνης βραβευτής. Ἐκεῖνος τῇ φύσει ἐπολέ‐ μησε, καὶ τὸν ἀδελφὸν ἀλλότριον ἡγεῖτο· οὗτος καὶ τοὺς ἀλλοτρίους ἀδελφοὺς ἐνόμιζεν, ὁ λέγων· Ἐγενόμην ὀρφανοῖς ὡς πατὴρ, καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν. | |
56.568(50) | Δίκην ἣν οὐκ ᾔδειν, ἐξιχνίασα, καὶ κατέπαυσα ἀδίκους. Καὶ πάντα τὰ ἀλλότρια ἰδιοποεῖται ὁ ἀπὸ τοῦ Ἡσαῦ φέρων τὴν διαδοχὴν, τοῦ τὰ ἀλλότρια ἴδια τιθε‐ μένου. Ἡσαῦ ἐν τῇ διανοίᾳ ἐλογίζετο ἀνελεῖν τὸν Ἰακώβ· Ἰὼβ δὲ προσέφερε θυσίας ὑπὲρ τῶν υἱῶν, ἐννοῶν, Μή τι | |
55 | κατὰ διάνοιαν ἥμαρτον. Ἐπειδὴ γὰρ ἐκεῖνος κατὰ διά‐ νοιαν ἐμελέτησε τὸν φόνον, φοβηθεὶς οὗτος ὁ μέγας καὶ γενναῖος ἀθλητὴς, μὴ καὶ οὗτοι ἐν τῇ διανοίᾳ παραδέ‐ ξωνται τὸν ἰὸν τῆς ἁμαρτίας, προσέφερε θυσίαν καὶ μόσχον ἕνα περὶ ἁμαρτιῶν. Ἔλεγε γὰρ ὁ Ἰώβ· Μήποτε | |
60 | οἱ υἱοί μου κακὰ ἐνενόησαν πρὸς τὸν Θεόν; Ἐννόησον εἰς ὅσην ἀκρίβειαν αὐτῷ ἔφθασεν ἡ παιδαγωγία τοῦ τρό‐ που. Καὶ τί ποιεῖ; Ἐπειδὴ Ἡσαῦ καὶ Ἰακὼβ οἱ πρόγονοι ἐξεπολεμώθησαν πρὸς ἀλλήλους, οὐ τοῦ Ἰακὼβ εἰς κακίαν συμφωνήσαντος, ἀλλὰ τοῦ Ἡσαῦ εἰς κακίαν | |
65 | ἄρξαντος, τὴν διαφωνίαν τῶν προγόνων διαλύει τῇ ἑστιάσει, καὶ ποιεῖ τοὺς υἱοὺς αὐτοῦ καθ’ ἡμέραν μετ’ ἀλλήλων ἑστιᾶσθαι, ἵνα ἡ συνήθης τράπεζα διαλύσῃ τῆς κακίας τὸν ἰόν. Παρ’ ἀλλήλους ἐφοίτων οἱ υἱοὶ τοῦ Ἰὼβ, ὁμόνοιαν παιδευόμενοι ἐκ νέας ἡλικίας, εἰρήνην ἀσκού‐ | |
70 | μενοι, συμφωνίαν παιδευόμενοι, καὶ μετ’ ἀλλήλων ἤσθιον καὶ ἔπινον. Παρελάμβανον δὲ, φησὶ, καὶ τὰς τρεῖς ἀδελφὰς ἐσθίειν καὶ πίνειν μετ’ αὐτῶν. Καὶ τί τοῦτο εἰς ὠφέλειαν τῷ ἀκροατῇ; καὶ διὰ τί προσέθηκε τῶν ἀδελφῶν τὴν συνεστίασιν; Ἵνα δειχθῇ, εἰς ὅσον σωφρο‐ | |
75 | σύνης ἠνέχθη αὐτῶν τὸ συμπόσιον, καὶ ὅτι οὐκ ἦν γέλως ἄτακτος καὶ ἐκκεχυμένος, καὶ ἀκολασία τὴν τράπεζαν ὑβρίζουσα, διὰ τοῦτο παρεισάγει καὶ τὰς παρθένους εὐ‐ ωχουμένας, ἵνα δείξῃ τὸ πρόσχημα τοῦ συμποσίου οὐ | |
μέθῃ ὑβριζόμενον, ἀλλὰ συμφωνίᾳ στεφανούμενον. Ἄν‐ | 567 | |
56.569 | θρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι· περιστερὰ ἐν μέσῳ ἱεράκων, πρόβατον ἐν μέσῳ λύκων, ἀστὴρ ἐν μέσῳ τῶν νεφελῶν, κρίνον ἐν μέσῳ τῶν ἀκανθῶν, τὸ βλά‐ στημα τῆς δικαιοσύνης ἐν τῇ κώμῃ τῆς ἀδικίας. Καὶ ἦν | |
5 | ὁ ἄνθρωπος ἐκεῖνος ἄμεμπτος. βʹ. Πρόσεχε ἀκριβῶς· Οἱ ἔξωθεν ὅρον ἔθεντο ἀνθρώπου Τί ἐστιν ἄνθρωπος; Ἄνθρωπός ἐστι, φησὶ, ζῶον λογι‐ κὸν, θνητόν. Ταῦτα βούλονται τῶν φιλοσόφων οἱ ὅροι· ἡ δὲ Γραφὴ οὐ τοιούτους ὅρους δίδωσιν· ἀλλὰ τί; Ἄν‐ | |
10 | θρωπος ἄμεμπτος, δίκαιος, ἀληθινός. Ἐάν τίς σε ἐρωτήσῃ, καὶ ὅρον ἀπαιτήσῃ, Τί ἄνθρωπος; εἰπὲ πρὸς αὐτὸν, Ἄμεμπτος, δίκαιος, ἀληθινὸς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος· ὡς ὅ γε τοῖς τοιού‐ τοις κατορθώμασι μὴ μεμαρτυρημένος, οὐδὲ ἄνθρωπος | |
15 | ὑπάρχει. Ἐὰν γὰρ ἔχῃ μὲν τὸν χαρακτῆρα τῆς φύσεως, ὑβρίζῃ δὲ αὐτὸν τῇ κακίᾳ τῆς προαιρέσεως, ἀκούει παρὰ τοῦ προφήτου· Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἄμεμ‐ | |
20 | πτος. Οὐ μικρὸν τὸ ἐγκώμιον. Βασάνισον τὴν λέξιν, ἵνα θαυμάσῃς τὴν πρόθεσιν. Ἄλλο ἐστὶν ἔγκλημα, καὶ ἄλλο μέμψις· ἔγκλημα μὲν γὰρ ταῖς βαρυτάταις ἐπάγε‐ ται τῶν ἁμαρτιῶν· ἡ δὲ μέμψις ἐπὶ τῶν κουφοτάτων γίνεται πταισμάτων. Ἠθέλησεν οὖν δεῖξαι ὁ συγγρα‐ | |
25 | φεὺς, ὅτι οὐ μόνον ἐγκλημάτων μακρὰν ἦν ὁ δίκαιος, ἀλλὰ καὶ μέμψεων. Οὐδεὶς αὐτῷ ἐνεκάλεσεν ὡς μεγάλα δράσαντι, ὅπουγε οὐδὲ ἐμέμψατο ὡς μικρὰ πράξαντι. Τοῦτο δὲ μέγα τεκμήριον, οὗ μέσος ὁ βίος, ἀνέγκλητος. ᾯ γὰρ μὴ ἔχῃς περὶ μοιχείας ἐγκαλεῖν, ἢ περὶ φόνων, | |
30 | ὁ τοιοῦτος ἀνέγκλητος· ᾧ δὲ μέμψεις προσάγεις ὕβρεως, διαβολῆς, ἢ λοιδορίας, ἢ μέθης, ὁ τοιοῦτος ἐγκλημάτων μὲν ἐκτὸς, ὑπὸ μέμψιν δὲ τρέχει. Ἠθέλησεν οὖν δεῖξαι, ὅτι καὶ τῶν μικρῶν καὶ ἐλαχίστων πταισμάτων μακρὰν ἦν, καί φησιν· Ἦν ἄμεμπτος, δίκαιος, ἀληθινὸς, | |
35 | θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πρά‐ γματος. Ὅθεν καὶ ὁ Θεὸς τῷ Ἀβραὰμ βουλόμενος δεῖξαι, ὅτι τὸ πρῶτον κατ’ ἀρετὴν τὸ ἄμεμπτόν ἐστι, λέγει αὐτῷ· Σὺ δὲ εὐαρέστει ἐνώπιόν μου, καὶ γίνου ἄμεμπτος. Τὸ, Ἄμεμπτος, εἰς ἀκρότητα τρόπων | |
40 | ἐκλαμβάνεται. Ὁ δὲ ἀπόστολος Παῦλος, ἐπειδὴ πρὸς τὰ ἔθνη εἶχε τοὺς ἀπὸ πολυθεΐας ἀπεσπασμένους, τοὺς ἀπὸ κακίας συνειλεγμένους, τοὺς ἀπὸ πορνείας καὶ μοιχείας συνηθροισμένους, οὐ προσέθηκε τὸ ἄκρον τῆς ἀρετῆς, ἀλλ’ ὡς ἦλθεν εἰς τὴν οἰκουμένην πεπληρωμένην πορνείας | |
45 | καὶ μοιχείας, ἠθέλησε καὶ ποιμένας καταστῆσαι τῆς οἰ‐ κουμένης, ἐπειδὴ τότε ἐσπάνιζε τὰ καλὰ τῆς ἀρετῆς, καθιστῶν ἐπισκόπους, Τίτῳ λέγει· Κατάστησον ἐπι‐ σκόπους, ὡς ἐγώ σοι διεταξάμην, εἴ τίς ἐστιν ἀνέγ‐ κλητος. Τὸ, Ἄμεμπτος, οὐκ εἶχε τότε χώραν, ἐπειδὴ, | |
56.569(50) | ὡς προεῖπον, ἐσπάνιζεν ἀκμὴν τὰ τῆς εὐσεβείας. Μέγα τὸ ἄμεμπτον, μέσον δὲ τὸ ἀνέγκλητον· μέγα δὲ ἐν κα‐ κοῖς καὶ τὸ μικρὸν ἀγαθόν. Διὰ τοῦτο εἶπε· Μιᾶς γυναικὸς ἄνδρα. Οὐκ ἐπειδὴ τοῦτο νῦν φυλάττεται ἐν τῇ Ἐκκλησίᾳ· δεῖ γὰρ παντελεῖ | |
55 | ἁγνείᾳ καὶ ἁγιωσύνῃ ἐστέφθαι τὸν ἱερέα· ἀλλ’ ἐπειδὴ τότε πρὸς τοὺς ἐν πορνείᾳ μέγα ἦν, λέγει· Κατάστη‐ σον ἐπισκόπους, ὡς ἐγώ σοι διεταξάμην, εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ· οὐκ ἐπειδὴ νόμον ἔθηκε τοῦτο, ἀλλ’ ἐπειδὴ τῇ πλάνῃ συνέγνω. ᾜδει γὰρ | |
60 | ὅτι ἀνθοῦντος τοῦ λόγου τῆς εὐσεβείας, εὐθαίρετον αὐτὴ ἡ φύσις ἕξει τὸ ἀγαθὸν, καὶ ἡ ἐκλογὴ γενήσεται τῶν κρειττόνων. Ἄμεμπτος, δίκαιος. Οὐ πρότερον οὖν ἔστι γενέσθαι δίκαιον, ἄμεμπτον μὴ γενόμενον. Ἀληθινός. Ὁ ἀληθινὸς τί βούλεται; Ὁ μὴ ἐσχηματισμένος τὴν | |
65 | ὄψιν, καὶ ἄλλην ἔχων τὴν κατάστασιν· ὁ μὴ σωφροσύνην σχηματιζόμενος, ἀκολασίαν δὲ ἐνδεδυμένος· ὁ μὴ τὴν δικαιοσύνην ἐν τῷ σχήματι δεικνύων, τὴν δὲ ἀδικίαν ἐν τῇ καρδίᾳ φέρων. Οὗτος ἀληθινὸς, καὶ εὐθέως θεοσεβής. Ὅταν γὰρ ἦ τὸ ἄμεμπτον, ὅταν τὸ δίκαιον, ὅταν τὸ | |
70 | ἀληθινὸν, τότε ἡ ἀληθὴς ἀπαρτίζεται θεοσέβεια. Ἀπ‐ εχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Ἐπειδὴ πολλοὶ ἀπέχονται ἀπὸ πολλῶν ἁμαρτημάτων, πάντων δὲ οὐκ ἀπέχονται, τὸ ἄκρον πάλιν τῆς ἀρετῆς βουλόμενος ὑποθέσθαι, φησίν· Ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ | |
75 | πράγματος. Ὅθεν καὶ ὁ Δαυΐδ φησιν· Οἱ ἀγαπῶντες Κύριον, μισεῖτε πονηρά. Οὐ γὰρ οἷόν τε καὶ θεοσεβεῖν καὶ πονηρεύεσθαι. Ἐκτίθεται δὲ αὐτοῦ καὶ τὴν ὕπαρξιν, ὅτι εἶχε πρόβατα ἑπτακισχίλια, καμήλους τρισχιλίας, ζεύγη βοῶν πεντακόσια, ὄνους νομάδας πεντακοσίας. Διὰ | |
80 | τί ταῦτα ἐκτίθεται; Οὐ τὸν πλοῦτον θαυμάζων τοῦ Ἰὼβ, | Column end |
56.570 | ἀλλὰ σοὶ τῷ ἀκροατῇ καταλιμπάνων τὸ πλῆθος τῆς οὐ‐ σίας, ἵν’, ὅταν αὐτὸν ἴδῃς μετὰ ταῦτα γεγυμνωμένον τῶν ὑπαρχόντων, καὶ μὴ στένοντα, θαυμάσῃς, ὅτι τόσων στερούμενος ἀγαθῶν, οὐκ ἀθετεῖ τὸν εὐεργέτην. οὐχ ὑβρί‐ | |
5 | ζει τὸν Δημιουργόν. Ταῦτα τοίνυν ἐγράφη, οὐχ ἵνα τὸν πλοῦτον θαυμάσῃς, ἀλλὰ ἵνα τὴν καρτερίαν καὶ τὴν ὑπομονὴν ἐπαινέσῃς τοῦ δικαίου, καὶ πρὸ ὀφθαλμῶν ἔχῃς πάντοτε τὸν φόβον τοῦ Θεοῦ. Ἡ δὲ ἀκολουθία τὴν θεω‐ ρίαν εἰς ἕτερον καιρὸν ταμιεύσεται. Ὁ γὰρ διάβολος, | |
10 | ἀδελφοὶ, ἐπειδὴ εἶδεν αὐτὸν πλουτοῦντα τούτῳ τῷ πλού‐ τῳ τῷ προσκαίρῳ, καὶ ἐκ τούτου τοῦ πλούτου τοῦ προσ‐ καίρου τὸν αἰώνιον πλοῦτον ταμιευόμενον, ἐνενόησεν, ὅθ’ ὥσπερ πλουτοῦντι αὐτῷ συνεπλούτησεν ἡ δικαιοσύνη, οὕτω καὶ πτωχεύοντι συμπτωχεύσει καὶ ἀρετή. Πειρᾶται | |
15 | οὖν αὐτὸν γυμνῶσαι τῶν χρημάτων, ἵνα γυμνώσῃ καὶ τῶν πλεονεκτημάτων. Ἐνταῦθα δὲ προσεχέτωσαν ἀκρι‐ βῶς οἱ λέγοντες· Μὴ ὁ Ἰὼβ οὐκ ἦν πλούσιος; μὴ ὁ Ἀβραὰμ οὐκ ἦν πλούσιος; διὰ τί οὖν ὑποτίθης ἡμῖν ἀκτημοσύνην; Ἐρῶ κἀγὼ πρὸς σέ· Γενοῦ κατὰ τὸν Ἰὼβ | |
20 | πλούσιος, καὶ ἐπεύχομαί σοι πλείονα κτήσασθαι· γενοῦ κατὰ τὸν Ἀβραὰμ, καὶ πᾶσα ἡ γῆ συνεύξεταί σοι τοῦ πλούτου. Εἰπὲ καὶ σὺ, ὡς Ἰὼβ, Ἡ θύρα μου ἀνέῳκται παντὶ θλιβομένῳ· εἰπὲ, Ὤμους πενήτων ἐθέρμανα· εἰπὲ, Ἐκ τῆς κουρᾶς τῶν προβάτων μου ἐθερμάν‐ | |
25 | θησαν ὦμοι πενήτων· εἰπὲ, Καὶ στόμα χήρας εὐ‐ λόγησέ με· καὶ πλούτει πλοῦτον ὃν θέλεις. Εὑρεθήσῃ γὰρ οὐ σαυτῷ πλουτῶν, ἀλλὰ τοῖς πένησιν οἰκονομῶν. Ἡ θύρα μου γὰρ, φησὶν, ἀνέῳκται παντὶ θλιβομένῳ. Μίμησαι τὴν ἀκρότητα ταύτης τῆς φιλοπτωχίας· ἔνδυσαι | |
30 | τὸν ζῆλον τῆς ὑπομονῆς· ἄνδρισαι κατὰ τῶν ἐναντίων· τὰ ἴσα φρόνησον. Ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. Γένοιτο δὲ ἡμᾶς τὸν ζῆλον καὶ τὴν ὑπομονὴν ἔχοντας ἔναυλον, ἔχειν καὶ τὴν ἀκολουθίαν τῶν λειπομένων, καὶ ὑμᾶς παρ’ ἡμῶν ἀπαιτεῖν τὰ λειπόμενα, καὶ ἡμᾶς ὑμῖν τιννύειν | |
35 | τῶν θεωρημάτων τὴν ἀκολουθίαν. Καὶ γένοιτο ἡμᾶς γνησίως καὶ τὴν ἑορτὴν ἐπιτελέσαι, καὶ τοῖς παθήμασι τῶν ἁγίων κοινωνήσαντας, κοινωνῆσαι καὶ τῷ πάθει Χρι‐ στοῦ. Ἀληθῶς γὰρ, ἀδελφοὶ, δικαίως προέλαμψε τοῦ πάθους τοῦ Χριστοῦ τὰ πάθη τῶν ἁγίων. Προέλαμψαν | |
40 | γὰρ, ὥσπερ ἀστραπαὶ, τὰ πάθη τῶν δικαίων, ἵνα μετὰ ταῦτα φανῇ ὁ Χριστὸς, ὥς φησιν ὁ Παῦλος, ὁ πᾶσι συμ‐ πάσχων, καὶ πᾶσι συνδοξαζόμενος. Εὐχαῖς οὖν καὶ πρεσβείαις τῶν ἁγίων Πατέρων, καὶ τοῖς εἰρημένοις στοιχήσαντες, καὶ τὰ λειπόμενα προσδοκήσαντες, δόξαν | |
45 | ἀναπέμψωμεν τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
47t | Εἰς τὸν δίκαιον καὶ μακάριον Ἰὼβ, Λόγος γʹ. | |
48 | αʹ Φέρε, καὶ ἡμεῖς ἁψώμεθα τῆς ὑποθέσεως, καὶ ὑμεῖς τῆς ἀκροάσεως· καὶ πάντες γινώμεθα τῆς | |
56.570(50) | ἑσπερινῆς ἀκολουθίας τοῦ Ἰὼβ, καὶ μετὰ πίστεως τῷ λόγῳ τῆς ὑπομονῆς ἑαυτοὺς παραστήσωμεν. Ἄτοπον γὰρ τὸν μὲν Ἰὼβ ἐπὶ κοπρίας καθήμενον μὴ ναρκῆσαι πρὸς τὴν εὐσέβειαν, ἡμᾶς δὲ ἐν ἐκκλησίᾳ χορεύοντας, ὀκνεῖν πρὸς τὴν ἀλήθειαν· καὶ τὸν μὲν μυρίοις ὀδυρμοῖς | |
55 | περιηχούμενον τῆς ἑαυτοῦ συμφορᾶς, μὴ κατακλασθῆ‐ ναι τὴν ψυχήν· ἡμᾶς δὲ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς καὶ θείαις Γραφαῖς περιᾳδομένους προδιδόναι ῥᾳθυμίᾳ τὴν προθυμίαν. Ἰὼβ ὑπὸ σκωλήκων διεσθιόμενος τὸ σῶμα, ἄτρωτον διεφύλαττε τὴν ψυχὴν πρὸς εὐσέβειαν· | |
60 | ἐκεῖνον σκώληκες οὐκ ἐνίκησαν, καὶ ἡμᾶς ἱδρῶτες κα‐ ταπαλαίσουσι; Γενώμεθα καὶ ἡμεῖς ἄνθρωποι, ἄνθρωποι κατὰ τὸν ὅρον τὸν προαποδεδομένον. Τὸν γὰρ ἄνθρωπον χαρακτηρίζει τὸ ἄμεμπτον, τὸ δίκαιον, τὸ ἀληθινὸν, τὸ θεοσεβές. Καὶ ὥσπερ ἐπὶ τῆς κοινῆς συνηθείας ἐπειδάν | |
65 | τις τὸν ἑαυτοῦ οἰκέτην ἢ τὸν υἱὸν ἐπὶ πρᾶξίν τινα ἀπο‐ στέλλῃ, παρακελεύεται, λέγων· Ὡς ἄνθρωπος ἅψαι τῆσ‐ δε τῆς πράξεως, καὶ τὸ κοινὸν ὄνομα ἴδιον ποιεῖται θαῦμα, οὕτω κἂν πάντες λέγωνται ἄνθρωποι, μόνος ἐκεῖνος ἀληθὴς ἄνθρωπος, ὁ τὴν εἰκόνα σώζων, καὶ τὸ | |
70 | πρωτότυπον κάλλος μὴ ἀφανίζων. Εἶπεν αὐτὸν ἄνθρω‐ πον, ἵνα ἀπὸ τῆς κοινῆς φύσεως τὴν πρόθεσιν ἐπαινέ‐ σῃς. Εἶπεν αὐτὸν ἀπὸ τῆς χώρας τῆς Αὐσίτιδος, ἵνα ἀπὸ τῆς χώρας τῆς κομώσης τὴν ἀσέβειαν, τὸν καρπὸν ἀνυμνήσῃς. Εἶπεν αὐτοῦ τὰ κτήματα, ἵνα θαυμάσῃς τὰ | |
75 | πλεονεκτήματα. Εἶπεν αὐτοῦ τὸν πλοῦτον, οὐχ ἵνα τὴν περιουσίαν ἐπαινέσῃς, ἀλλ’ ἵνα γεγυμνωμένον αὐτὸν θαυμάσῃς. Πάντων γὰρ ἀπεδύθη, καὶ τὴν εὐσέβειαν οὐκ ἀπεδύετο, ἀλλ’ ἦν ὥσπερ τις πόλις πολιορκουμένη, πάν‐ | |
των μὲν τῶν ἔξωθεν γεγυμνωμένη, μόνῳ δὲ τῷ τείχει | 569 | |
56.571 | φυλαττομένη. Ἐγυμνώθη τέκνων, καὶ τοὺς καρποὺς τῆς εὐσεβείας οὐκ ἀπώλεσεν. Εἶχε γὰρ τέκνα τοὺς τρό‐ πους τῆς εὐσεβείας· εἶχε θυγατέρας τὰς ἀρετάς. Τρεῖς αὐτῷ θυγατέρες κατὰ σάρκα, καὶ τρεῖς αὐτῷ ἀρεταὶ | |
5 | κατὰ πνεῦμα, καθώς φησιν ὁ Παῦλος· Μένει δὲ τὰ τρία ταῦτα, πίστις, ἐλπὶς, ἀγάπη· μείζων δὲ τού‐ των ἡ ἀγάπη. Ἐγυμνώθη πάντων, καὶ τὸν δημιουργὸν τῆς φύσεως οὐκ ἠρνήσατο· ᾔδει γὰρ ὅτι τέκνα πα‐ ραμυθία διαδοχῆς, ὁ δὲ Θεὸς γεωργὸς τῆς ῥίζης. Οὐκ | |
10 | ἐδυσχέραινε, τοὺς καρποὺς ὁρῶν ἀποβαλλομένους· ᾔδει γὰρ ὅτι μένει εἰς τὸν αἰῶνα ὁ γεωργὸς τῆς ῥίζης. Ἐγυ‐ μνώθη τῶν προβάτων, καὶ αὐτὸς ἦν πρόβατον ὑπὸ Θεοῦ φυλαττόμενον· ἐγυμνώθη τῶν βοῶν, καὶ τὰ μὲν ζεύγη τῶν βοῶν περιῃρεῖτο, τὸ δὲ ζεῦγος τῆς ψυχῆς καὶ τοῦ | |
15 | σώματος οὐ διετέμνετο, ἀλλ’ ὁμοῦ συμφωνήσασα ἡ σὰρξ καὶ ἡ ψυχὴ πρὸς εὐσέβειαν εἷλκε τὸ ἄροτρον. Τρόπον δὲ τῆς ὑπομονῆς ἐδέχετο τοὺς καρποὺς τῆς ἀρετῆς, ἵνα πλεονάσῃ τοὺς καρποὺς τῆς ὑπομονῆς. Ἦσαν οὖν αὐτῷ κάμηλοι τρισχίλιαι, ὄνοι νομάδες πεντακόσιαι. Ἐγὼ | |
20 | νομίζω, ὅτι μικρὰ ἐκέκτητο, ἅπερ ἐκέκτητο. Εἰ γὰρ ἑκάστῳ πτωχῷ ἐχορήγει, καθὼς αὐτὸς λέγει, Ὀφθαλ‐ μὸς ἤμην τυφλῶν, ποῦς δὲ χωλῶν, μικρὰ ἂν ἦν ἡ ὕπαρξις πρὸς τὴν πρόθεσιν· πλείων ἦν ἡ χορηγία τῆς φιλοξενίας παρὰ τὴν περιουσίαν τῆς εἰσόδου. Πτωχὸς | |
25 | ἦν Ἰὼβ, οὐκ ἐπαρκῶν τῇ προθυμίᾳ· καὶ πλούσιος μὲν ὑπῆρχε τῇ κτήσει, πτωχὸς δὲ πρὸς τὴν δύναμιν τῆς προαιρέσεως. Ἦν δὲ αὐτῷ, φησὶ, καὶ ἔργα μεγάλα ἐπὶ τῆς γῆς. Ποῖα δὲ ταῦτα; Φιλοπτωχία καὶ φιλοξενία, ἄκρα ταπείνωσις, ἐλεημοσύνη ἀνυπέρβλητος, καὶ ὅσα | |
30 | εἰς ἀρετὴν συντελεῖ. Ἀλλ’ ὁ μὲν οὕτως ἐκόμα, οὐ τῷ πλούτῳ τῷ προσκαίρῳ μᾶλλον, ἀλλὰ τῷ τῆς εὐσεβείας. Ἄλλος δέ τις σοφὸς κοινῶς ἐκλαμβάνων τὸν λόγον, νομί‐ ζει ἔργα μεγάλα εἶναι ἀμπελῶνας καὶ ἐλαιῶνας καὶ σπό‐ ριμα πλέθρα, καὶ ὅσα τοιαῦτα. Ἀληθῶς δὲ ἦν αὐτῷ | |
35 | ἔργα μεγάλα ἐπὶ τῆς γῆς, κομῶντι τῷ πλούτῳ τῷ ἐπουρανίῳ. Ὁ δὲ διάβολος, ὥσπερ ἔφθην εἰπὼν τῇ προτέρᾳ, ὑποτοπήσας ὁ παμμίαρος, ὅτι ὥσπερ αὐτῷ πλουτοῦντι συνεπλούτησε καὶ ἡ ἀρετὴ, οὕτω καὶ πτω‐ χεύσαντι συμπτωχεύσει καὶ τὰ τῆς ἀρετῆς, γυμνοῖ αὐ‐ | |
40 | τὸν τῶν κτεάνων, ἵνα γυμνώσῃ καὶ τῶν τῆς ἀρε‐ τῆς πλεονεκτημάτων, καὶ αἰτεῖται παρὰ τοῦ Θεοῦ τὸν κατὰ τοῦ δικαίου πειρασμὸν, ἵνα σὺ θάρσος λάβῃς, ὅτι οὐκ ἔχει δαίμων ἐξουσίαν κατὰ Χριστιανοῦ, οὐδὲ κατ’ ἀνδρὸς φοβουμένου τὸν Θεὸν, ἐὰν μὴ ἐπιτροπὴ ἄνωθεν | |
45 | γένηται, ἢ διὰ παιδείαν, ἢ διὰ συγχώρησιν. Θεὸς γὰρ ὅταν ἐπάγῃ παιδευτήρια, ἢ δίκην ἀπαιτεῖ τῶν ἁμαρτη‐ μάτων, ἢ τὴν ἀρετὴν γυμνάζει τῶν θείων κατορθωμά‐ των. Οὐκ ἠδυνήθη οὖν ὁ διάβολος πολεμῆσαι τῷ Ἰὼβ, ἕως ἐπετράπη παρὰ τοῦ Θεοῦ. Καὶ μὴ θαυμάσῃς, ἀγα‐ | |
56.571(50) | πητὲ, εἰ κατὰ τοῦ Ἰὼβ οὐκ εἶχε τὴν ἐξουσίαν, μὴ λα‐ βὼν τὴν ἐπιτροπήν. Οὐδὲ γὰρ κατὰ χοίρων ἔχει ἐξου‐ σίαν. Ἄκουε πῶς ὁ Λεγεὼν παρεκάλει, λέγων· Εἰ ἐκ‐ βάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμᾶς ἀπελθεῖν εἰς τοὺς χοίρους. Εἰ δὲ χοίρων οὐκ ἔχει ἐξουσίαν μὴ ἐπιτρεπό‐ | |
55 | μενος, τῶν κατ’ εἰκόνα Θεοῦ γενομένων πῶς ἔχει ἐξου‐ σίαν μὴ κελευόμενος; Ἐγένετο, φησὶν, ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἱ ἄγγελοι τοῦ Θεοῦ παραστῆναι τῷ Κυρίῳ, καὶ ὁ διάβολος ἔστη ἐν μέσῳ αὐτῶν. Ἆρα οὖν σὺν τῇ ἀγγελικῇ λειτουργίᾳ παρίσταται καὶ ὁ διάβο‐ | |
60 | λος, καὶ ἐν μέσῳ τῶν ἁγίων πνευμάτων τὸ ἀκάθαρτον πνεῦμα παρίσταται; Ἀλλ’ οὔτε οἱ ἅγιοι ἄγγελοι τῷ Θεῷ παρέστησαν σωματικῶς, οὐδὲ ὁ Σατανᾶς σωματι‐ κῶς· ἀλλὰ πᾶσα ὑπουργία παράστασις λέγεται. Ὥσπερ γὰρ ὁ Ἠλίας ἐπὶ τῆς γῆς πολιτευόμενος, τῷ Θεῷ παρ‐ | |
65 | εστάναι ἐλέγετο, ὥς φησι· Ζῇ Κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ σήμερον, οὐχ ὅτι ἐν οὐρανοῖς ἀνελθὼν παρέστη, ἀλλ’ ὅτι τῷ θείῳ κελεύσματι διηκονεῖτο· οὕτω καὶ διάβολος ἔστη, οὐκ ἐν τῷ οὐρανίῳ χωρίῳ, οὐδὲ ἐν ταῖς ὑπερκοσμίαις δυνάμεσιν, ἀλλ’ ὡς κτίσμα Θεοῦ | |
70 | κελεύεται ποιεῖν τὰ καθήκοντα· καὶ ὅπως, ἄκουε. Μὴ γάρ μου ἁρπάσῃς τὸ ῥῆμα, καὶ εἴπῃς· Ὑπηρέτῃ κέχρη‐ ται διαβόλῳ ὁ Θεός; Ὥσπερ ἐπὶ τῶν ἀνθρωπίνων ἐξου‐ σιῶν εἰσὶ φανεροὶ στρατιῶται, οἱ ταῖς τιμαῖς διακονού‐ μενοι, καὶ εἰσὶ ὁμολογούμενοι στρατιῶται, οἱ πρὸς τὰς | |
75 | τιμωρίας ἀφωρισμένοι· οὕτω καὶ ἐνταῦθα πρὸς μὲν | |
τὰς λειτουργίας τὰς ἀγαθὰς, καὶ τὰς ὑπὲρ τῶν ἀνθρώ‐ | Column end | |
56.572 | πων οἰκονομίας, ἄγγελοι ἅγιοι ἀποστέλλονται· πρὸς δὲ τὰς κατὰ τῶν ἀνόμων ἀνθρώπων τιμωρίας δαίμονες ἀποστέλλονται· καὶ ὅπως, ἄκουε· Ὅτε τῶν ἁγίων ἀγ‐ γέλων μέμνηται Παῦλος, φησίν· Οὐχὶ πάντες λειτουρ‐ | |
5 | γικὰ πνεύματά εἰσιν, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; Ὅθεν δῆλον ὅτι οἱ μὲν ἅγιοι ἄγγελοι ὑπηρετοῦσι ταῖς τῶν ἀν‐ θρώπων σωτηρίαις· οἱ δὲ πικροὶ δαίμονες ταῖς κατὰ τῶν ἁμαρτωλῶν τιμωρίαις. Ἐξαπέστειλε γὰρ, φησὶν | |
10 | ὁ Δαυῒδ, εἰς τὴν Αἴγυπτον θυμὸν, καὶ ὀργὴν, καὶ θλίψιν, ἀποστολὴν διὰ ἀγγέλων πονηρῶν. βʹ. Οἱ τοίνυν πονηροὶ καὶ ἀκάθαρτοι δαίμονες, εἰ καὶ ἀφηνίασαν τῇ προθέσει, ἀλλ’ ὑπὸ τὸν ζυγὸν κεῖνται τῆς δουλείας, καὶ κελεύονται ὡς δήμιοι πρᾶξαι τὰ προσ‐ | |
15 | ταττόμενα. Καὶ μὴ θαυμάσῃς, εἰ Θεὸς κελεύει δαίμο‐ σιν. Οἱ ἀπόστολοι ὡς δημίῳ κέχρηνται τῷ διαβόλῳ. Λέ‐ γει Παῦλος· Ἐπειδή τινες περὶ τὴν πίστιν ἠστόχη‐ σαν, τούτους παρέδωκα τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. Καὶ πάλιν περί τινος ἐκπορνεύσαντος, | |
20 | καὶ δίκην ὀφείλοντος, τί φησιν ὁ αὐτὸς Παῦλος; Συν‐ αχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ Κυρίου Ἰησοῦ ἔκρινα τὸν οὕτω τοῦτο κατεργασάμενον, τοῦτον παραδοῦναι τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ | |
25 | ἡμέρᾳ τοῦ Κυρίου. Ἵνα γὰρ μὴ νομίσωσιν οἱ δαίμο‐ νες, ὅτι πάντη κατὰ τῆς θείας αὐθεντίας ἐτυράννησαν, κελεύονται καὶ ἄκοντες ποιεῖν τὰ προσταττόμενα, οὐ πράγματα εἰς εὐθηνίαν συντείνοντα, ἀλλὰ πράγματα εἰς τιμωρίαν φέροντα. Οὐκ εἶδες καὶ τοὺς παρ’ ἡμῖν ἄρ‐ | |
30 | χοντας, ὅταν μὲν μετὰ τιμῆς τινα καλῶσι, πῶς ἀπο‐ στέλλουσι τοὺς δρομεῖς, κούρσωρας καλουμένους Ῥω‐ μαϊστί· ὅταν δὲ μετ’ ἀτιμίας τινὰς ἕλκωσιν, ἑτέρους ἐκπέμπουσιν ἀπηνεῖς καὶ σκληροὺς στρατιώτας; Οὕτω καὶ ὁ Θεὸς τοῖς μὲν ἁγίοις ἀποστέλλει διακόνους ἀγγέ‐ | |
35 | λους εἰς σωτηρίαν· ὅταν δὲ τιμωρήσασθαι βούληται, τοῖς δαίμοσιν ἐπιτρέπει. Διὰ τοῦτο ὅτε ἀπεφαίνετο κατὰ τοῦ Ἀχαὰβ ὁ Θεὸς, λέγει· Τίς πορεύσεται καὶ ἀπα‐ τήσει τὸν Ἀχαὰβ, καὶ πεσεῖται; Καὶ ἀπεκρίθη πνεῦμα πονηρόν· Ἰδοὺ ἐγώ. ᾜδει γὰρ ὅτι εἰς τοῦτο | |
40 | τέτακται ὁ διάβολος. Οἱ τοίνυν δαίμονες (σύγγνωτε δέ μοι, παρακαλῶ· περὶ πραγμάτων γὰρ ἀοράτων καὶ οὐκ αἰσθητῶν διαλέγομαι· ἀλλ’ οὐδ’ ἂν ἀπ’ ἀρχῆς ἐπ‐ εχείρησά τι περὶ τῶν τοιούτων εἰπεῖν, εἰ μὴ τὰς ἀφορ‐ μὰς ἐκ τῆς ἁγίας Γραφῆς ἐδανειζόμην· οὐ γὰρ ἀνθρω‐ | |
45 | πίνης ἐστὶν ἐννοίας μερίζειν τὰ ἀόρατα ἀπὸ τῶν αἰσθη‐ τῶν· ἀλλ’ ἐπειδὴ οἷς εἶπεν ὁ Θεὸς ἀντειπεῖν οὐκ ἔστι, τοῖς γεγραμμένοις οὖν στοιχοῦμεν, κἂν θέλωμεν, κἂν μή)· οἱ τοίνυν πονηρότατοι δαίμονες ἀποστέλλονται μὲν ἰδικῶς εἰσπράξασθαι παρὰ τῶν πονηρῶν τιμωρίαν· ἀπο‐ | |
56.572(50) | στέλλονται δὲ καὶ πρὸς δικαίους, οὐχ ἵνα τιμωρήσων‐ ται, ἀλλ’ ἵνα πειράσωσιν. Ἐπειδὴ γὰρ ἄγγελος ἅγιος ὑπουργῆσαι τῇ πείρᾳ οὐ κελεύεται (οὐδὲ γὰρ ὁ Θεὸς κε‐ λεύει τι ἀνάξιον ἀγγέλῳ), διὰ τοῦτο δαίμονες ταύτην ἐπιτρέπονται τὴν πεῖραν. Καὶ μὴ θαυμάσῃς εἰ πρὸς | |
55 | δικαίους δαίμονες ἀποστέλλονται· ἀνήχθη γάρ ποτε ὁ Δεσπότης τῶν ἁπάντων ἀπὸ τοῦ Ἰορδάνου εἰς τὴν ἔρη‐ μον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. Εἰ τοίνυν τὸν Κύριον καὶ τὸν Σωτῆρα τῶν ἁπάντων διάβολος ἐπείρασε, τί θαυμάσεις εἰ κατὰ δικαίου εἰς γυμνάσιον ὑπομονῆς δαί‐ | |
60 | μων ἀποστέλλεται; Ἀποστέλλεται δὲ, οὐ τοῦ Θεοῦ κε‐ λεύοντος, ἀλλὰ συγχωροῦντος. Σχηματίζει δὲ ἡ Γραφὴ ὡς ἐν προσωποποιίᾳ τὸν λόγον. Οὐ γὰρ φωνὴ παρὰ τοῦ Θεοῦ χωρεῖ πρὸς πονηρὸν δαίμονα, οὐδὲ καταξιοῦται ταύτης ἡ παραβάτις ἐκείνη πρόθεσις. Φύσις γὰρ ἀγαθὴ, | |
65 | πρόθεσις δὲ κακή· οὐ καταξιοῦται τῆς ἀχράντου φωνῆς. Ἐὰν δὲ εἴπῃς· Εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· ἐρῶ σοι ἀπὸ τοῦ Δαυΐδ· Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεὸς, Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου; Ἆρα φωνὴν ἔῤῥηξε πρὸς τὸν ἁμαρτωλόν; Οὐχί· ἀλλὰ δι’ ὧν φθέγγεται, δι’ | |
70 | αὐτῶν τῶν πραγμάτων λαλεῖ πρὸς τοὺς ἀναξίους. Ἐπ‐ έταξεν ὁ Θεὸς τῷ κήτει. Ἆρα φωνὴν ἐκπέμψας, ἢ πρόσταγμά τι νευρώσας; Ἐκέλευσεν ὁ Θεὸς σκώληκι ἑωθινῇ. Οὕτως ἐὰν σχηματίσῃ ὁ λόγος, ὅτι ὁ Θεὸς ἐφθέγξατο πρὸς τὸν διάβολον, μὴ ἐξ ἰσοτιμίας παραγά‐ | |
75 | γῃς τὴν ἄτιμον ταύτην καὶ παραβεβηκυῖαν πρόθεσιν εἰσ‐ αγομένην εἰς πρόσωπον τοῦ Δεσπότου. Ἀλλ’ ἑστήκασιν οἱ ἄγγελοι κατὰ τὴν διατεταγμένην ἀκολουθίαν· ἦλθε δὲ ὁ διάβολος, καὶ παρέστη ἐν μέσῳ τῶν ἀγγέλων, ἵνα μάθῃς ὅτι ἀγγέλου μὲν φύσιν ἔλαβε, προδότου δὲ πρόθεσιν ἐπ‐ | |
80 | εδείξατο. Διάβολος γὰρ, ἀδελφοὶ, οὐ φύσεως ὄνομα, | 571 |
56.573 | ἀλλὰ προαιρέσεως. Διὰ τί διάβολος; Οὐ γὰρ διάβολος ἐγένετο ἀπ’ ἀρχῆς, ἀλλὰ ἄγγελος ἐκτίσθη· διάβολος δὲ ὠνομάσθη, ὡς διαβάλλων καὶ Θεὸν ἀνθρώποις, καὶ ἄν‐ θρωπον Θεῷ· καὶ ὡς συγκρούων Δεσπότην πρὸς οἰκέτην, | |
5 | καὶ οἰκέτην πρὸς Δεσπότην. Ὅταν γὰρ ὑποβάλλῃ ἡμῖν ὁ διάβολος, καὶ εἴπῃ· Πόσα κακὰ ἐν τῷ κόσμῳ; ποῦ ὁ Θεός; διὰ τί μὴ προΐσταται; διαβάλλει τὸν Δημιουργὸν πρὸς ἡμᾶς· ἔργον γὰρ τοῦτο ἐξ ἀρχῆς τῷ διαβόλῳ. Δια‐ βάλλει Θεὸν πρὸς τὸν Ἀδὰμ, λέγων ᾜδει ὁ Θεὸς, ὅτι | |
10 | ᾗ ἂν ἡμέρᾳ φάγησθε ἀπὸ τοῦ ξύλου, ἔσεσθε ὡς θεοί. Βασκαίνων, φησὶν, ἐκώλυσεν ὑμᾶς ὁ Θεὸς τῆς βρώσεως. Ἐκεῖ τὸν Θεὸν διαβάλλει πρὸς τὸν Ἀδάμ· ὧδε τὸν Ἰὼβ πρὸς τὸν Θεόν· Μὴ γὰρ δωρεὰν σέβεται Ἰὼβ τὸν Θεόν; Τουτέστιν, ὑπομίσθιός ἐστιν, οὐκ ἐνάρετος· μισθόν σοι | |
15 | τελεῖ τῆς εὐπραγίας· περίελε τὰ χρήματα, καὶ γυμνοῦ‐ ται αὐτοῦ ἡ πρόθεσις. Ἐπεὶ οὖν εἶδεν ὁ Θεὸς τὸν δίκαιον τῇ ὑπονοίᾳ ἐκείνου ὑβριζόμενον, περιαιρεῖ τὰ κτήματα, ἵνα περιέλῃ τὴν ὑποψίαν, καὶ γυμνὴν δείξῃ τὴν εὐσέ‐ βειαν. Καὶ βλέπε τοῦ πονηροῦ δαίμονος τὴν πρόθεσιν· | |
20 | Εἶπε, φησὶ, ὁ Κύριος τῷ διαβόλῳ· Πόθεν παραγέγο‐ νας; Εἶτα ὁ ὑπερήφανος καὶ ἀλαζὼν, καὶ μήτε τὴν ἑαυτοῦ τάξιν εἰδὼς, μήτε τοῦ ἐρωτῶντος τὴν ἀξίαν, λέ‐ γει· Περιελθὼν τὴν γῆν, καὶ ἐμπεριπατήσας τὴν ὑπ’ οὐρανὸν, πάρειμι· μονονουχὶ βοῶν καὶ βουλόμενος | |
25 | δεῖξαι, ὅτι κρατεῖ τῆς ὑπ’ οὐρανὸν ὅτι πάντα αὐτῷ πεπάτηται γήϊνα, ὅτι πάντας ὑπὸ πόδας ἔχει τοὺς ἀν‐ θρώπους. Περιελθὼν, ἔφη, τὴν γῆν, καὶ ἐμπεριπα‐ τήσας τὴν ὑπ’ οὐρανὸν, πάρειμι. Ἐκκόπτεται τοῦ διαβόλου ἡ ἀλαζονεία. Ἐπειδὴ γὰρ ἐνόμισε κρατεῖν τῆς | |
30 | τοῦ Θεοῦ εἰκόνος, ἐκβάλλεται τῆς γῆς, ὥστε μηκέτι ἐμπεριπατεῖν· καὶ ἐξορίζει αὐτὸν ὁ πάντων Δεσπότης. Αὐτὸς γάρ ἐστιν ὁ ἐπαγγειλάμενος, ὅτι· Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός. γʹ. Τὰ πρῶτα ἐμπεριεπάτει ὁ διάβολος. Ὅτε μὲν | |
35 | γὰρ ἡ εἰδωλολατρεία ἐκέχυτο, ὅτε ἡ ἀσέβεια ἐκράτει, ὅτε πάντα τὰ τῆς κακίας ἤκμαζεν, ὁ διάβολος ἐμπερι‐ επάτει· ὅτε δὲ ἁγιωσύνη καὶ δικαιοσύνη καὶ ἀλήθεια παρὰ τοῖς φυλάττουσι τὴν ἀλήθειαν, ὁ Θεὸς ἐνοικεῖ καὶ ἐμπεριπατεῖ. Προσέσχες οὖν τῇ διανοίᾳ σου, φησὶ, | |
40 | κατὰ τοῦ θεράποντός μου Ἰὼβ, ὅτι οὐκ ἔστι κατ’ αὐτὸν τῶν ἐπὶ τῆς γῆς, ἄμεμπτος, δίκαιος, ἀληθινὸς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ; Ἐπει‐ δὴ εἶπε, Πᾶσαν περιῆλθον τὴν ὑπ’ οὐρανὸν, καὶ ἠλα‐ ζονεύετο ὡς πάντων κρατῶν, παραλύων αὐτοῦ τὴν ἀλα‐ | |
45 | ζονείαν ὁ λόγος τῆς ἀληθείας, φησὶ πρὸς αὐτόν· Εἶδες τὸν ἄνθρωπον τὸν ὑπὸ σοῦ μὴ πεπατημένον, ἐπειδὴ πάντων, ὡς ἔφης, κρατεῖς; εἶδες τὸν πάσης σου τῆς κακίας κρα‐ τήσαντα; εἶδες τὸν πατήσαντά σε τὸν πατοῦντα πάντας; εἶδες τὸν ἐκλύσαντά σου τὴν τυραννίδα, καὶ τὴν ἀδικίαν | |
56.573(50) | ἐκλύσαντα τῇ δικαιοσύνῃ, καὶ τὴν ἀσέβειαν τῇ εὐσεβείᾳ; Ὁ δὲ ἀνθίσταται τῷ Θεῷ, καὶ λέγει· Οὐ δωρεὰν σέ‐ βεται. Προσέθηκε τὰ κτήματα, ἵνα ὑβρίσῃ αὐτοῦ τὸν τρόπον, ἵνα ὑβρίσῃ αὐτοῦ καὶ τὸ ἦθος, ἵνα ταῖς ὑπονοίαις νόθον δείξῃ τὴν ἀρετήν. Σὺ δέδωκας αὐτῷ, φησὶ, τὴν | |
55 | ἀφθονίαν· περίελε τὴν ἀφθονίαν, καὶ γυμνοῦται ἡ ὑπό‐ κρισις. Λέγει αὐτῷ ὁ Θεός· Ἅψαι πάντων ὧν ἔχει. ᾜδει γὰρ ὁ Θεὸς, ὅτι ἀκόρεστον ἔχει τὴν πρόθεσιν εἰς πλεονεξίαν· καὶ λέγει· Ἰδοὺ, πάντων δίδωμί σοι τὴν ἐξ‐ ουσίαν, αὐτοῦ δὲ μόνον μὴ ἅψῃ. Ὅροις περιορίζει τὴν | |
60 | κακίαν τοῦ διαβόλου. Βλέπε λοιπὸν οἷον ἀποτείνει τόξον κατὰ τοῦ δικαίου, οἷα πέμπει βέλη. Ἐξῆλθε, καὶ πρῶτον σχηματίζεται αὐτὸς ὁ τῶν κακῶν ἐργάτης, αὐτὸς ἑαυτὸν ἄγγελον τῶν κακῶν παραστήσας, αὐτὸς ἔπληξε τὰ κτή‐ νη, καὶ αὐτὸς ἀπαγγέλλει τὴν πληγήν. Εἶπε γὰρ, φησὶν, | |
65 | ὁ διάβολος τῷ Ἰώβ· Τὰ ζεύγη τῶν βοῶν σου ἠροτρία, καὶ αἱ θήλειαι ὄνοι ἐνέμοντο, καὶ ἦλθον οἱ αἰχμ‐ αλωτεύοντες, καὶ κατέσφαξαν τοὺς παῖδάς σου, καὶ ὑπελείφθην ἐγὼ μόνος, καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. Πρώτη πεῖρα τοῦ διαβόλου, πρῶτον βέλος κατὰ τοῦ | |
70 | γενναίου ἀγωνιστοῦ. Ἀλλ’ ἀντέστησεν Ἰὼβ τὸν θυρεὸν τῆς πίστεως, τὸν δυνάμενον πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι. Τὰ ζεύγη τῶν βοῶν ἀπώλετο, καὶ ἡ ψυχὴ οὐκ ἐμερίζετο. Αἱ ὄνοι ἀπώλοντο, καὶ ὁ εὐ‐ γενὴς πῶλος τὸν χαλινὸν τῆς εὐσεβείας οὐκ ἠρνήσατο. | |
75 | Εἶδεν ἀγγελίαν πικρὰν τῆς ἀπωλείας τῶν κτημάτων, καὶ ἔμεινεν ὡς ἀσφαλὴς πύργος καὶ ἀκαταγώνιστος. Ὁ διάβολος πικρὸς ὢν τῇ κακίᾳ, καὶ πικρὸς ὢν τὴν προαί‐ ρεσιν, μετεμελήθη οὕτως ἀπαγγείλας. Καὶ πρόσεχε ἀκρι‐ βῶς, παρακαλῶ, μή σε διαφύγῃ ἡ τοῦ Πονηροῦ ἔννοια, ἣν | |
80 | καὶ Ἀπόστολος ἀκριβῶς κατοπτεύσας, φησίν· Οὐ γὰρ αὐ‐ | Column end |
56.574 | τοῦ τὰ νοήματα ἀγνοοῦμεν. Ὡς οὖν ἀπήγγειλεν αὐτῷ, ὅτι Τὰ ζεύγη τῶν βοῶν ἠροτρία, καὶ αἱ θήλειαι ὄνοι ἐνέμοντο, καὶ ἦλθον οἱ αἰχμαλωτεύοντες, εἶδε δὲ τὸν Ἰὼβ ψυχῇ γενναίᾳ φέροντα τὴν ἀγγελίαν, μετεμελήθη | |
5 | ὅτι κακῶς ἀπήγγειλε, καὶ μονονουχὶ εἶπε πρὸς ἑαυτὸν ὁ διάβολος· Χακῶς ἀπήγγειλα, εἰπὼν αὐτῷ ὅτι ἄνθρωποι αὐτῷ ἐπολέμησαν· δύναται λογίσασθαι, ὅτι εἰ ἄνθρωποι ἐπολέμησαν καί με ἠδίκησαν, τί πρὸς τὸν Θεόν; Κακῶς, φησὶν, ἐτόξευσα, οὐ κατὰ σκοποῦ ἔβαλον, ἀπέτυχον τῆς | |
10 | τοξείας, ἀπεπλανήθη τὰ βέλη. Εἶπον ὅτι ἄνθρωποι ᾐχμ‐ αλώτευσαν· δύναται οὗτος εἰπεῖν· Τί οὖν τὴν τῶν ἀνθρώ‐ πων ἀδικίαν Θεῷ ἐπιγράψω; Ἄλλοι οἱ ἠδικηκότες, καὶ ἄλλος ἔσται ὁ βλασφημούμενος; Ἵνα οὖν μεταγάγῃ αὐ‐ τοῦ τὴν διάνοιαν ἀπὸ τῶν ἀνθρώπων εἰς Θεὸν, καὶ δείξῃ | |
15 | αὐτῷ οὐκ ἀνθρώπους καταβλάπτοντας, ἀλλὰ Θεὸν πολε‐ μοῦντα, λέγει αὐτῷ· Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ. Μὴ δύνῃ εἰπεῖν, ὅτι ἐχθροὶ ἔῤῥιψαν ἄνωθεν; Ὕβρισον τὸν ἀδικήσαντα, βλασφήμησον τὸν πολεμήσαντα. Πῦρ ἔπε‐ σεν ἐκ τοῦ οὐρανοῦ. Διὰ τί λατρεύεις τῷ ἀδικήσαντι, | |
20 | διὰ τί προσκυνεῖς τὸν ἀναλίσκοντά σου τὰ κτήματα; Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ. Ἤκουσεν ὁ Ἰὼβ, καὶ πάλιν ἤνεγκε γενναίως. Ἡ γὰρ ὑπομονὴ ἐκείνου ἀληθῶς ὑπο‐ μονὴ ἦν, μέχρι τέλους παρατεταμένη, περὶ ἧς φησιν ὁ Σωτήρ· Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. | |
25 | Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ. Καθ’ ἡμέραν ἔκαμνε προσ‐ φέρων θυσίας ὑπὲρ τῶν τέκνων· ἃ καθ’ ἡμέραν κάμνων προσέφερεν, ἀθρόως ὁ Θεὸς εἰς θυσίαν ἔλαβε. Πῦρ ἔπε‐ σεν ἐκ τοῦ οὐρανοῦ. Εἰ ἐγὼ μόνος ἐνεδυόμην, δικαίως ἤλγουν· εἰ δὲ πένητες ἐνεδύοντο, μὴ δύναται ὁ Δε‐ | |
30 | σπότης ἀμελῆσαι τῶν πτωχῶν; Οἶδα ὅτι ἃ ἔλαβεν εἰς θυσίαν, ἀποδίδωσιν εἰς τὸ πενταπλάσιον. Μὴ γὰρ ἐξ ἀδικίας συνήχθη τὰ κτήματα; μὴ γὰρ ἀπὸ πλεονεξίας ἐκτησάμην τὰ πρόβατα; Ἐκ τῆς κουρᾶς τῶν προβά‐ των μου ἐθερμάνθησαν ὦμοι πενήτων, καὶ στόμα | |
35 | χήρας εὐλόγησέ με. Οἶδε τί ποιεῖ ὁ Θεός. Νῦν ἐλαβέ μου τὴν ὕπαρξιν, ὡς θυσίαν· πολλαπλασιάζει δέ μου τὴν οὐσίαν εἰς πλεονασμὸν ἀρετῆς. Οὐ σαλεύει με τὰ ἔξωθεν βέλη τοῖς ἔσωθεν ὀχυρούμενον· στηρίζει δέ με μᾶλλον ἔνδοθεν τὰ τοῦ Θεοῦ βέλη. Τὰ γὰρ βέλη τοῦ | |
40 | δυνατοῦ ἠκονημένα· περὶ ὧν ἔλεγε Δαυῒδ, ὅτι Τὰ βέλη σου ἐνεπάγησάν μοι· Τὰ βέλη, ποῖα; Βέλος εὐσεβείας, βέλος δικαιοσύνης, βέλος πόθου πρὸς Θεὸν, βέλος ζήλου ἀρετῆς· τούτοις τοῖς θείοις βέλεσιν ἡ ψυχὴ τιτρώσκεται. Ὡς οὖν πᾶσαν πεῖραν προσαγαγὼν ὁ διάβολος, καὶ τῶν | |
45 | κτημάτων γυμνώσας, τῆς ἀρετῆς οὐκ ἐγύμνωσε, χω‐ ρεῖ λοιπὸν ἐπὶ τὴν φύσιν, καὶ τὴν γεωργίαν τῆς φύσεως βιάζεται, καὶ ἀποσπᾷ τοὺς κλάδους ἀπὸ τῆς ῥίζης, καὶ συντρίβει τοὺς παῖδας τοῦ καλοῦ ἀγωνιστοῦ· περιαιρεῖ τὸν καρπὸν, ἵνα λυπήσῃ τὸν γεννήσαντα. | |
56.574(50) | Καὶ τί ποιεῖ; Βλέπε καὶ τὴν ἀγγελίαν τοῦ Πονηροῦ, πῶς μεστὴ μέν ἐστιν εἰρωνείας, καὶ εἰς γοητείαν ῥέ‐ πουσα, καὶ κατακλάσαι τὴν ψυχὴν τοῦ γενναίου δυνα‐ μένη. Λέγει οὖν αὐτῷ· Τῶν υἱῶν σου καὶ τῶν θυ‐ γατέρων σου ἐσθιόντων καὶ πινόντων ἐν τῇ οἰκίᾳ | |
55 | τοῦ πρεσβυτέρου σου υἱοῦ, ἦλθε πνεῦμα μέγα ἐκ τῆς ἐρήμου, καὶ συνέσεισε τὸν οἶκον, καὶ ἔπεσεν ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν. Καὶ τὸ ῥῆμα ὑποκοριστικὸν, δυνάμενον ἐγεῖραι πένθος. Οὐκ εἶπεν, Ἐπὶ τὰ τέκνα σου, ἀλλὰ, Ἐπὶ τὰ παιδία, ἵνα τῶν παί‐ | |
60 | δων ἀκούσας, εἰς οἶκτον ἔλθῃ, ἵνα καμφθῇ πρὸς συμ‐ πάθειαν. Ἦλθε πνεῦμα μέγα ἐκ τῆς ἐρήμου. Πάλιν τὸν κριτὴν διαβάλλει· πνεῦμα γὰρ οὐκ ἀνθρώποις ὑπ‐ ακούει, ἀλλὰ τῷ Θεῷ. Ἔπεσεν ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν. Τότε Ἰὼβ ἀνέστη· οὕτω γὰρ γέ‐ | |
65 | γραπται. Καλὸν τὸ, Ἀνέστη· οὐ γὰρ κατέπεσε τῇ πλη‐ γῇ, ἀλλ’ ἀνέστη τῇ δυνάμει τῆς εὐσεβείας· Ἀνέστη, καὶ προσεκύνησε. Μισθὸς συμφορῶν ἡ προσκύνησις. Τυπτόμενος εὐλόγει· συμφοραῖς βαλλόμενος εὐχαρίστει. Καὶ περιεκείρατο τὴν κόμην. Νῦν ἐφ’ ἡμῶν τῶν πεν‐ | |
70 | θούντων πολλοὶ τρέφουσι κόμην, ἐκεῖνος δὲ περιῄρει. Διὰ τί; Τῷ πενθοῦντι τὸ σπουδαζόμενον, εἰς τὸ ἐναντίον σχῆμα περιστῆσαι τὴν κατάστασιν. Ὅπου οὖν τιμᾶται κόμη, σημεῖον πένθους τὸ μὴ κείρεσθαι. Πανταχοῦ γὰρ τὸ ἐναντίον ζητεῖται σχῆμα ἀπὸ τῶν πενθούντων. Καὶ | |
75 | διέῤῥηξε τὰ ἱμάτια· τῷ μὲν σχήματι πρὸς τὸ πάθος ἀποσυρόμενος, τῷ δὲ πράγματι πρὸς τὴν ἀρετὴν ἀπο‐ δυόμενος. Ἀποδύεται τὸ ἱμάτιον, ἵνα ὡς γυμνὸς ἀθλη‐ τὴς περιπλακῇ τῷ ἀντιπάλῳ, καὶ ἐξ ἀναντιῤῥήτου πά‐ λης βραβεύσῃ τὴν δικαιοσύνην. Ἀπεδύσατο τὸ ἱμάτιον | |
80 | ὁ ἐνδεδυμένος τὴν δικαιοσύνην· καί φησιν ὁ μέγας λαμ‐ | 573 |
56.575 | πτὴρ τῆς εὐσεβείας· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφεί‐ λετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Ὢ γενναίας ψυχῆς! Αὕτη ἡ φωνὴ βέλος ἐγένετο κατὰ | |
5 | τοῦ διαβόλου, αὕτη ἡ φωνὴ βέλη κατὰ τῶν δαιμόνων ἀπέστειλεν, ἔῤῥηξε τὴν φάλαγγα τῶν ἐναντίων. Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύ‐ σομαι. Ἀποστολικὴ ἡ φωνὴ πρὸ τῶν ἀποστολικῶν χρό‐ νων ἀνδριζομένη· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρὸς, | |
10 | γυμνὸς καὶ ἀπελεύσομαι· ὡς ὁ Ἀπόστολος· Οὐδὲν ἐπηνέγκαμεν εἰς τὸν κόσμον· δῆλον, ὅτι οὐδὲ ἐξ‐ ενεγκεῖν τι δυνάμεθα. Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο. δʹ. Πάντων περιῃρέθη, ἵνα συντέμω, καὶ ἡ γυνὴ μόνη | |
15 | ὑπελέλειπτο, τὸ ἀρχαῖον ὄργανον τοῦ διαβόλου. Ἡ γυνὴ ὑπελέλειπτο, οὐ φεισαμένου τοῦ διαβόλου, ἀλλ’ ἑαυτῷ τὸ ὅπλον τηρήσαντος. Ἐπειδὴ γὰρ ᾔδει, ὅτι διὰ γυναικὸς τὸν πρῶτον ἄνθρωπον κατηγωνίσατο, φυλάττει τὴν γυ‐ ναῖκα, ἵνα τῷ ὁμοίῳ ὅπλῳ χρήσηται πρὸς τὴν ἐπιβου‐ | |
20 | λήν. Ἀλλ’ ἐκεῖ μὲν εὗρε τὸν Ἀδὰμ, ὧδε δὲ τὸν Ἀδὰμ οὐχ εὑρίσκει. Ἐκεῖ τὸν Ἀδὰμ εὗρε καὶ τὴν Εὔαν· ὧδε δὲ τὴν μὲν Εὔαν εὗρε, τὸν δὲ Ἀδὰμ οὐχ εὗρε. Λέγει αὐτῷ ἡ γυνή· Ἕως τίνος καρτερήσεις; Τὰ ῥήματα ἀληθῶς τοῦ διαβόλου. Τὸ γὰρ, Ἕως τίνος, βασανιζομέ‐ | |
25 | νου ἦν ἡ φωνή. Ἐγὼ βασανίζομαι, καὶ σὺ λέγεις, Ἕως τίνος; Ἐγὼ τύπτομαι, καὶ σὺ ναρκᾷς πρὸς τὰς πληγὰς τοῦ βασανιζομένου; Ἕως τίνος κάθησαι περιμένων ἡμέραν ἐξ ἡμέρας τὴν σωτηρίαν; Ἄκων ὁ διάβολος τὴν ἀρετὴν τοῦ δικαίου ἀνυμνεῖ, κηρύττει αὐτοῦ τὴν ὑπο‐ | |
30 | μονὴν, ὅτι ἐλπίδι ἠγωνίζετο. Ἕως τίνος; Εἶτα βλέπε τὸ σοφὸν τοῦ συγγραφέως. Καὶ ἐμβλέψας αὐτῇ, φησὶν, Ἰὼβ εἶπεν. Οὐκ εἶπε, προσχὼν αὐτῇ, ἀλλ’, ἐμβλέψας. Ἐμβλέψας, διὰ τί; ἠγνόει γὰρ τὴν ἑαυτοῦ γυναῖκα; οὐκ αὐτῇ συνέζησεν; οὐκ ἐξ αὐτῆς ἐτεκνώσατο; διὰ τί | |
35 | οὖν ἐνέβλεψε; Τὸ Ἐμβλέψας δείκνυσιν, ὅτι οὐκ αὐτὴν βλέπει, ἀλλὰ τὸν ἐν αὐτῇ. Ἐνέβλεψε τῷ διαβόλῳ ὁ Ἰώβ· εἶδε τὸν ἐν τῷ ὄφει λαλήσαντα, καὶ νῦν ἐν τῇ γυναικὶ λαλοῦντα. Καὶ λέγει· Ὡς μία τῶν ἀφρόνων ἐλάλησας. Διὰ τί οὐκ εἶπεν, Ὡς μία τῶν ἀσεβῶν; ὡς μία τῶν | |
40 | ἀθέων; ᾜδει αὐτὴν οὐκ ἄθεον οὖσαν, ἀλλ’ ὑπ’ ἀφρο‐ σύνης συναρπασθεῖσαν. Ἄλλως δὲ, ἀδελφοὶ, κυρίως τῷ τὸν Θεὸν ἀρνουμένῳ ἡ τοῦ ἄφρονος δίδοται φωνή. Εἶπε γὰρ, φησὶν, ἄφρων ἐν τῇ καρδίᾳ· Οὐκ ἔστι Θεός. Ὡς μία τῶν ἀφρόνων· ὡς εἴ τις ἔλεγεν· Ὡς ἡ Εὔα ἐλάλη‐ | |
45 | σας. Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ὢ γενναίας ψυχῆς! Ἐνταῦθά μοι δοκίμασον αὐτοῦ τὴν ψυχήν. Οὐκ ᾔδει Ἰὼβ, ὅτι ὑπὲρ ἀρετῆς ἠγωνίζετο· οὐκ ᾔδει ὅτι ὑπὲρ ὑπομονῆς στέ‐ φεται· ἀλλ’ ἐνόμιζεν ἁπλῶς συμφορὰν εἶναι θεήλατον· | |
56.575(50) | κακὰ εἶναι ἐνόμισε, καὶ κακὰ νομίσας, οὐχ ὡς ὑπὲρ κακῶν ἐβλασφήμησεν. Εἰ δὲ κακὰ νομίσας οὕτως ἠγω‐ νίσατο, εἰ ᾔδει τὸν στέφανον, οὐ πολλῷ μᾶλλον ἠγωνί‐ ζετο; Ἀλλὰ διὰ τί οὐ προλαβὼν εἶπεν αὐτῷ ὁ Θεὸς, Ὅρα τί ποιεῖς; Ὁ διάβολος μέλλει παρατάττεσθαί σοι, μέλλει | |
55 | κατὰ σοῦ ὁπλίζεσθαι· ἀγωνίζου, ἴσχυε, ἵνα μή σου πα‐ ρατρέψῃ τὴν διάνοιαν, ἵνα μή σου συλήσῃ τοὺς λογι‐ σμοὺς, ἵνα μή σου πολιορκήσῃ τὴν ψυχήν· ἴσχυε, καὶ μὴ νομίσῃς, ὅτι ἀνοίκειον Θεῷ τὸ παραγγεῖλαι τῷ ἀθλητῇ τὴν πάλην. Τῷ γὰρ Πέτρῳ λέγει ὁ Κύριος· Πέτρε, | |
60 | ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς, τοῦ σινιάσαι ὡς τὸν σῖτον. Τοῖς ἀποστόλοις προλέγει τοὺς πειρασμούς· τῷ δὲ Ἰὼβ οὐ προλέγει τοὺς πειρασμοὺς, οὐδὲ τὴν ἄθλη‐ σιν. Μὴ ἀδικία παρὰ τῷ Θεῷ; Μὴ γένοιτο. Τοὺς μὲν παραθαρσύνει, τοὺς δὲ καταλιμπάνει. Διὰ τί μὴ λέγει | |
65 | αὐτῷ, ὡς τοῖς ἀποστόλοις; ᾜδει ὁ Θεὸς τοῦ διαβόλου τὴν κακουργίαν, ᾔδει τὸν φθόνον, ᾔδει τὴν ὑπόνοιαν δυνα‐ μένην ἀμβλῦναι τὴν ἀρετήν. Εἰ εἶπεν αὐτῷ ὁ Θεὸς, Πρόσεχε σεαυτῷ, καὶ ἀγώνισαι· ἐὰν ὑπομείνῃς εἰς τέλος, τὰ ὑπάρχοντά σοι εἰς τὸ διπλάσιον ἀποδίδωμι, βασιλείαν | |
70 | οὐρανῶν κληρονομήσεις, στεφάνους ἀθανασίας δέξῃ, μεστὴ τῶν ἐγκωμίων τῶν σῶν καὶ τῶν ἐπαίνων ἡ οἰκου‐ μένη πᾶσα γενήσεται· εἰ ταῦτα εἶπεν, ἠγωνίζετο μὲν ἂν ὁ δίκαιος· ὁ δὲ διάβολος πάλιν ἀφορμὴν ἐλάμβανε· καὶ εἰ μὲν ἀγωνισάμενος οὕτως ἐνίκησεν, ἔλεγε τῷ Θεῷ· Μὴ | |
75 | γὰρ δωρεὰν ἠγωνίσατο; Ἐπηγγείλω αὐτῷ ἀθανασίαν, ἐπηγγείλω βασιλείαν, ἐπηγγείλω στεφάνους. Εἰ τοίνυν τῶν προσκαίρων λαβὼν τὴν ἀπόλαυσιν, ὑπενοήθη οὐχ ὡς δίκαιος, ἀλλ’ ὡς ὑπομίσθιος· εἰ ἔλαβε τῶν αἰωνίων τὴν ὑπόσχεσιν, οὐ πολλῷ μᾶλλον ὁ διάβολος ἀφορμὴν ἐλάμ‐ | |
80 | βανεν; Ἀλλὰ κρύπτει τοὺς στεφάνους, ἵνα γυμνώσῃ τοὺς | Column end |
56.576 | ἄθλους· κρύπτει τὸ βραβεῖον, ἵνα δείξῃ τὸν ἀθλητήν. Διὰ τί οὖν, φησὶ, καὶ τοῖς ἀποστόλοις οὐκ ἔκρυψεν; εἰ γὰρ διὰ τοῦτο οὐκ εἶπε τῷ Ἰὼβ, διὰ τί μὴ τῷ αὐτῷ τρόπῳ καὶ ἐπὶ τῶν ἀποστόλων ἐσιώπησε τὸν ἆθλον; Ἰὼβ | |
5 | μόνος ἠγωνίζετο, ὑπὲρ ἑαυτοῦ ἔκαμνεν, ὑπὲρ ἑαυτοῦ ἠγωνίζετο· οἱ δὲ ἀπόστολοι, κήρυκες ἦσαν τῆς γῆς καὶ διδάσκαλοι τῆς οἰκουμένης. Αὐτοῖς μὲν οὖν κρύψαι ἠδύ‐ νατο, ἀλλὰ τῷ κόσμῳ ζημία τὸ πρᾶγμα ἐγίνετο. Ἠδύ‐ νατο Παῦλος ἄνευ στεφάνων ἐπαγγελίας ἀγωνίσασθαι· | |
10 | ἠδύνατο Πέτρος ἄνευ ἐπαγγελίας ἀνδρίσασθαι, ἠδύναντο οἱ ἀπόστολοι μὴ δεξάμενοι ἐπαγγελίαν ἀγαθῶν ὑπὲρ ἀρετῆς ἀγωνίσασθαι· ἀλλ’ οὐ πανταχοῦ Παῦλος, οὐ παν‐ ταχοῦ Πέτρος· πολλῶν ἀσθενοῦσιν αἱ ψυχαὶ, πολλῶν ὀκλάζουσιν αἱ διάνοιαι. Εἰ γὰρ σήμερον βασιλείας κη‐ | |
15 | ρυττομένης, μελλόντων ἀγαθῶν ἀπολαύσεως, συνδιαιτή‐ σεως ἀγγελικῆς, τῆς ἐν παραδείσῳ τρυφῆς, καταφρο‐ νοῦσι τῶν ἐπηγγελμένων πολλοὶ, προστετηκότες πρὸς τὰ παρόντα· εἰ πάντως ἐσιωπήθη, τίς ἂν προσέδραμε τῇ εὐσεβείᾳ; Εἰκότως οὖν, ἀδελφοὶ, τῷ μὲν Ἰὼβ | |
20 | οὐ δείκνυσι τὰ μέλλοντα, ἵνα στερεωτέραν δείξῃ τὴν πρό‐ θεσιν· τοῖς δὲ ἀποστόλοις ἐπαγγέλλεται τὰ μέλλοντα, ἵνα τῶν ἀκροατῶν διεγείρῃ τὰς ψυχὰς, ἵνα τῆς οἰκουμένης νευρώσῃ τὴν διάνοιαν. Πολλοὶ νῦν ἀκούουσι περὶ βασι‐ λείας, καὶ καταφρονοῦσι· πολλοὶ Χριστὸν ἐκδέχονται, | |
25 | καὶ πονηρίαν ἐνδύονται· πολλοὶ κακίας οὐκ ἀναχωροῦσι· τιμῶσι πολλοὶ σήμερον τὰς νηστείας, καὶ λέγουσι· Σήμε‐ ρον οὐδὲν λέγω τῷ ἀντιδίκῳ μου· παρέλθοι ἡ ἡμέρα τοῦ πάθους τοῦ Χριστοῦ, καὶ γυμνάζω τὴν δίκην, ἐκδικῶ τὴν ὕβριν, ποιῶ πολλά. Οὐκοῦν ἀδελφὸς εἶ τοῦ Ἡσαῦ, ταῦτα | |
30 | ἐνθυμούμενος· ταὐτὰ λέγεις, ἃ εἶπεν Ἠσαῦ. Καὶ γὰρ Ἠσαῦ ἠθέλησε φονεῦσαι τὸν ἀδελφὸν, ἀλλὰ τὸν πατέρα ᾐδεῖτο. Καὶ τί εἶπεν; Ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, καὶ τότε φονεύσω τὸν ἀδελφόν μου· παρέλθῃ ὁ θάνατος τοῦ πατρός μου, καὶ τότε ἀναιρῶ. | |
35 | Καὶ σὺ τί λέγεις; Παρέλθῃ τὸ πάθος τοῦ Χριστοῦ, καὶ τότε στρατεύσομαι κατὰ τοῦ ἐχθροῦ μου. Βλέπε μὴ ἀδελ‐ φὸς εἶ τοῦ Ἡσαῦ. Ἄκουσον τί λέγει ὁ Παῦλος· Μή τις πόρνος, μὴ βέβηλος, ὡς Ἡσαῦ· ἵνα μὴ δι’ αὐτοῦ μιανθῶσιν οἱ πολλοί. Ταῦτα εἴρηταί μοι, οὐκ εἰς παρ‐ | |
40 | οξυσμὸν, ἀλλ’ εἰς ἀντίληψιν τῶν ἀδελφῶν καὶ σωτηρίαν. Γένοιτο δὲ ἡμᾶς καὶ λόγῳ παιδευομένους, καὶ ἱστορίαις παιδαγωγουμένους, ταῖς τῶν ἁγίων Πατέρων καὶ προφητῶν ἀθλήσεσι κατορθοῦντας, δόξαν πάντοτε τῷ Θεῷ ἀναπέμ‐ πειν, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
45t | Εἰς τὸν δίκαιον καὶ μακάριον Ἰὼβ, Λόγος δʹ. | |
46 | αʹ. Πανταχοῦ μὲν καὶ ἐπὶ πάντων, ὡς εἰπεῖν, τῶν θείων διηγημάτων κατώτεροι τῶν πραγμάτων οἱ λόγοι, καὶ ἀσθενέστεραι αἱ λέξεις τῶν ὑποθέσεων· ἐξαιρέτως δὲ ἐπὶ τῶν τῷ μακαρίῳ Ἰὼβ κατωρθωμένων. Οὐδεὶς οὐδεπώ‐ | |
56.576(50) | ποτε δύναται τῷ λόγῳ τῆς ὑποθέσεως παρισῶσαι τὸν λό‐ γον τῆς ἑαυτοῦ εὐτελείας. Κἂν γὰρ μυρία περὶ αὐτοῦ λέγηται, τῆς κατ’ ἀξίαν δυνάμεως ὁ λόγος ἀπολιμπάνε‐ ται. Ἐπεὶ οὖν εἴρηται ἡμῖν τὰ κατὰ δύναμιν μετρίως, οὐδὲν κωλύει καὶ σήμερον τῶν αὐτῶν ἅψασθαι διηγημά‐ | |
55 | των. Καὶ μηδεὶς νομιζέτω ὑβρίζεσθαι τὴν ὑπόθεσιν, εἰ κατατέμνωμεν τὸ διήγημα. Οὐ γὰρ ἀλγεῖ Ἰὼβ τεμνόμε‐ νος· εἰ γὰρ τὸ σῶμα τεμνόμενος οὐκ ἤλγει, τῷ διηγή‐ ματι τεμνόμενος ἀλγήσει; Ἔγνωμεν ἀπὸ τῶν προειρη‐ μένων διηγημάτων, ὡς ἀπώλεσεν ἅπαντα, μᾶλλον δὲ | |
60 | εὗρεν ἅπαντα. Πάντα γὰρ τὰ φαιδρὰ ἀπολέσας, τὴν ῥί‐ ζαν τῆς φαιδρότητος οὐκ ἀπώλεσεν. Ἀπώλεσε τὴν λύ‐ ραν, ἀλλ’ ἔμενεν ὁ τεχνίτης· ἀπώλεσε τοὺς καρποὺς τῆς εὐθηνίας, ἀλλ’ ἔμενεν ὁ γεωργὸς τῆς εὐπραγίας· ἐγυ‐ μνώθη πάντων τῶν κτημάτων, καὶ οὐκ ἐγυμνώθη τῆς | |
65 | ἀρετῆς. Προέῤῥιψε τῷ διαβόλῳ τὰ κτήματα, ἀποῤῥιψά‐ μενος τὸν βίον, ὥσπερ ὁ Ἰωσὴφ τὸ ἱμάτιον τῇ ἀτίμῳ. Ἐν τῷ πάσχειν οὐκ ἔπασχε. Δεῖ γὰρ καὶ τῆς φύσεως ὁμολογεῖν τὸ πάθος, καὶ τῆς ψυχῆς ἀνυμνεῖν τὴν ἀν‐ δρείαν. Ἐδείχθη τῆς φύσεως τὰ γνωρίσματα, ἐδείχθη καὶ | |
70 | τῆς ἀρετῆς τὰ πλεονεκτήματα. Ἤκουσε τῶν παίδων τὴν συμφορὰν, καὶ διέῤῥηξε τὰ ἱμάτια, ἵνα τῆς φύσεως δείξῃ τὴν συμπάθειαν. Εἰ μὴ γὰρ ἔπαθεν, οὐκ ἂν ἐθαυ‐ μάζετο ὡς φιλάρετος, ἀλλὰ κατεγινώσκετο ὡς ἀναίσθη‐ τος. Ἀλλ’ ἔπαθε μὲν ὡς ἄνθρωπος, ὑπέμεινε δὲ ὡς φι‐ | |
75 | λόθεος· καὶ τῆς φύσεως τὴν ἀσθένειαν ἤλεγξε, καὶ τῆς εὐσεβείας τὸν τρόπον οὐ προέδωκε. Διέῤῥηξε τὰ ἱμάτια, ἀλλὰ προσεκύνησεν. Οὐ τοσοῦτον οὖν ἔπληξεν ὁ διάβολος, ὅσον ἐπλάγη· οὐ τοσοῦτον ἔτρωσεν, ὅσον ἐτρώθη. Ἀλλὰ τὸν πρῶτον ἀγῶνα καλῶς διαθλήσαντα τὸν Ἰὼβ πάλιν | |
80 | εἰς ἕτερον ἀγῶνα δίδωσιν ὁ Θεὸς, ἵνα λαμπρότερον αὐτῷ | 575 |
56.577 | πλέξῃ τῆς ὑπομονῆς τὸν στέφανον. Πάλιν γὰρ ἐκ δευτέ‐ ρου παρίστανται οἱ ἄγγελοι, καὶ ὁ διάβολος εἰς τὸ μέσον ἐρωτᾶται παρὰ τοῦ πάντα εἰδότος. Πόθεν σὺ ἔρχῃ; Βλέπε τοῦ Θεοῦ τὴν σοφίαν· βλέπε τοῦ διαβόλου τὴν | |
5 | πανουργίαν. Ὁ μὲν Θεὸς ᾔδει πόθεν ἦλθεν, ὅτι ἡττηθεὶς παρὰ τοῦ δικαίου ἦλθε· βούλεται δὲ ὁ Θεὸς ἰδεῖν, εἰ εὐ‐ γνωμόνως ὁμολογεῖ τὴν ἧτταν. Πόθεν σὺ παραγέγονας; Ὁ διάβολος κρύψας τὴν ἧτταν, ᾐσχύνετο γὰρ, τῇ αὐτῇ κέχρηται φωνῇ τῇ πρώτῃ· Περιελθὼν τὴν γῆν, καὶ | |
10 | ἐμπεριπατήσας τὴν ὑπ’ οὐρανὸν, πάρειμι. Εἰς τοῦτο γὰρ ἐξῆλθες; τοῦτο ᾔτησας; οὐ σὺ εἶπας, Ἔκδος μοι τὰ ὑπάρχοντα τοῦ Ἰώβ; διὰ τί κρύπτεις τὸν ἀγῶνα, ἵνα ἀφανίσῃς τὸν στέφανον τῆς νίκης; Εἰπὲ τὸν ἀγῶνα, κατηραμένε, εἰπὲ καὶ τὴν πάλην, ἵνα κηρύξῃς τὴν νίκην. | |
15 | Ἀλλ’ ὃ ἔκρυψε φθονῶν ὁ διάβολος, ἀνυμνεῖ τῇ ἐναρέτῳ φιλοσοφίᾳ ὁ πάντων Δεσπότης. Προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου; Ὃ κρύπτεις, ἐγὼ γνωρίζω. Ἐρωτᾷ γὰρ ὁ Θεὸς πολλάκις, οὐχ ἵνα μάθῃ, ἀλλ’ ἵνα τῶν ἐρωτωμένων γυμνάσῃ τὴν πρόθεσιν, εἰ | |
20 | εὐγνωμόνως ὁμολογοῦσιν. Οὕτως ἠρώτησε τὸν Κάϊν· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; Ἠβουλήθη αὐτὸν τὸν τὸ κακὸν δράσαντα κἂν κατήγορον ἑαυτοῦ στῆναι, ἵνα ἡ αὐτοῦ κατηγορία ἀμβλύνῃ τὸ μέγεθος τοῦ ἐγκλήματος. Πᾶς γὰρ ἑαυτοῦ κατηγορῶν πραΰνει τοῦ δικαστοῦ τὴν ἀγανάκ‐ | |
25 | τησιν. Ὥσπερ οὖν τότε ἠρώτα τὸν Κάϊν· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; ὁ δὲ νομίσας τὴν ἐρώτησιν ἀπὸ ἀγνοίας εἶναι, λέγει, Οὐκ οἶδα· μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμί; καὶ ὅτε ἐδοκίμασε τὴν πρόθεσιν, τότε ἤλεγξε τὴν ἀνοσιουργίαν λέγων· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου | |
30 | βοᾷ πρός με ἐκ τῆς γῆς· οὕτως ἐὰν ἐρωτήσας ἴδῃ ἀγνωμονοῦντα, ἐλέγχει κακουργοῦντα. Καὶ νῦν ἐπειδὴ ἐρωτῶν τὸν διάβολον οὐ μανθάνει παρ’ αὐτοῦ τὴν ἧτταν, ἣν ὑπέστη, αὐτὸς στηλιτεύει αὐτοῦ τὴν ἧτταν, καὶ ἀνυμνεῖ τοῦ δικαίου τὴν νίκην. Προσέσχες τῇ διανοίᾳ | |
35 | σου κατὰ τοῦ θεράποντός μου Ἰὼβ, ὅτι οὐκ ἔστιν κατ’ αὐτὸν ἄκακος ἐπὶ τῆς γῆς; Ἐνταῦθα πρόσεχε ἀκριβῶς, παρακαλῶ, καὶ μὴ παρέρχου τὰ ῥήματα τῶν θείων Γραφῶν. Ἐν τῇ πρώτῃ μαρτυρίᾳ οὐδαμοῦ ἐλέχθη τὸ, Ἄκακος, ἀλλ’ ἐν τῇ δευτέρᾳ. Ἐν τῇ πρώτῃ ὁ Θεός· | |
40 | Προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου Ἰὼβ, ὅτι οὐκ ἔστι κατ’ αὐτὸν ἐπὶ τῆς γῆς, ἄν‐ θρωπος ἄμεμπτος, δίκαιος, ἀληθινὸς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; Τὸ, Ἄκακος, ἐκεῖ οὐ προσέθηκε· μετὰ δὲ τὴν νίκην καὶ τὸν ἀγῶνα προσ‐ | |
45 | τίθησιν αὐτῷ ὥσπερ στέφανον τὴν εὐφημίαν συνᾴδου‐ σαν αὐτοῦ τοῖς ἀγωνίσμασιν. Ἐπειδὴ γὰρ μυρία πάσχων, ἀκάκως ἤνεγκε τὴν συμφορὰν, μὴ βλασφημήσας κατὰ τοῦ Δεσπότου, ἀλλ’ ἀγαθότητι κρίνας τὰ πάντα, καὶ εἰ‐ ρηκώς· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ | |
56.577(50) | κακὰ οὐχ ὑποίσομεν; ἐπειδὴ ἀκακίας ἦν τὸ ῥῆμα, ἀκακίας αὐτοῦ πλέκει τὸν στέφανον, ὅτι Οὐκ ἔστι τῶν κατ’ αὐτὸν ἄνθρωπος ἄκακος. Σὺ δὲ διὰ τί εἶπας ἀπολέσαι τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς; ἀντὶ τοῦ, Μάτην αὐτοῦ τῇ περιουσίᾳ ἐφθόνησας; Εἶπες προφάσει | |
55 | τῶν χρημάτων εὐσεβεῖν τὸν ἄνδρα· ἐγυμνώθη τῶν κτη‐ μάτων, καὶ οὐκ ἐγυμνώθη τῆς ἀληθείας. Σὺ οὖν, διά‐ βολε, εἶπες ἀπολέσαι τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς. Οὐκ ἀπορεῖ ἡ κακία τῆς ἑαυτῆς πονηρίας. Εὑρίσκει πά‐ λιν ὑπόνοιαν ἄλλην δυναμένην σβέσαι τοῦ ἐναρέτου τὴν | |
60 | ἀνδρείαν. Λέγει οὖν τῷ Θεῷ· Δέρμα ὑπὲρ δέρματος, καὶ πάντα, ὅσα ἔχει ἄνθρωπος, δώσει ὑπὲρ τῆς ψυ‐ χῆς αὐτοῦ. Οὐδὲν, φησὶ, μέγα, εἰ ἀπώλεσε κτήματα· ἡδέως πάντων κατεφρόνησεν, ἵνα ἑαυτὸν σώσῃ. Ἀλλ’ εἰ βούλει δοκιμάσαι αὐτὸν, Τῶν σαρκῶν αὐτοῦ ἅψαι· | |
65 | ἧ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. Τὸ, Εὐλογήσει, ἀντὶ τοῦ, Καταράσεται. Ἡ γὰρ Γραφὴ τῇ εὐφημίᾳ τὴν δυσφημίαν ἐκάλυψε. βʹ. Καὶ διὰ τί ταῦτα γέγραπται; Ἵνα σὺ ὁ πιστὸς μά‐ θῃς, ὅτε τῶν ἀλλοτρίων κακῶν διηγῇ τὰ αἰσχρὰ, καλύ‐ | |
70 | πτειν αὐτὰ τῇ σεμνότητι τῶν λέξεων. Μὴ σεμνύνου αἰσχρὰ πράττων, ἀλλὰ σεμνύνου ὅταν τῶν αἰσχρῶν διαφύγῃς τὴν ὁμιλίαν. Διὰ τοῦτό φησιν ὁ Ἀπόστολος· Πᾶν ῥῆμα αἰσχρὸν μὴ ἐκπορευέσθω ἐκ τοῦ στόμα‐ τος ὑμῶν. Εἶτα ὁ Θεὸς παραδίδωσιν εἰς δευτέραν πεῖ‐ | |
75 | ραν τὸν ἀγωνιστὴν, οὐκ αὐτὸς ἐκ τῆς πείρας μανθάνων οἷος ἦν ὁ ἀγωνιστὴς, ἀλλὰ τὸν διάβολον καταισχύνων ἐκ τῆς πείρας. Θεὸς γὰρ πρὸ τῶν ἁπάντων οἶδε τὰ πάντα. Ἐξῆλθε δὲ ὁ διάβολος ἀπὸ προσώπου Κυρίου, καὶ ἔπαισε τὸν Ἰὼβ ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἕως κεφα‐ | |
80 | λῆς. Ὅλον αὐτοῦ τὸ σῶμα ἓν τραῦμα ἐποίησεν, ἕνα | Column end |
56.578 | μώλωπα. Ἔδει γὰρ ὅλον δι’ ὅλου στεφανωθῆναι αὐτὸν ἀγωνιστήν. Ἀπὸ ποδῶν ἕως κεφαλῆς τὸ τραῦμα τὸ σω‐ τήριον. τὸ ἕλκος τὸ ἐπινίκιον, ἕλκος κατὰ μὲν τὸ φαι‐ νόμενον ἰχῶρας ῥέον, κατὰ δὲ τὸ νοούμενον εὐφημίας | |
5 | γέμον. Οἱ ἰχῶρες τοῦ ἕλκους ἐν ὀλίγοις χρόνοις ἐγέ‐ νοντο, αἱ δὲ εὐφημίαι, ἃς ἀπέτεκεν ἡ ἄθλησις, εἰς πάντα τὸν αἰῶνα οὐκ ἀναλίσκονται. Ἔπαισεν αὐ‐ τὸν ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἕως κεφαλῆς, ἵνα ὅλος δι’ ὅλου τῶν μελῶν στεφανίτης ἀναδειχθῇ. Εἶτα ἐπειδὴ | |
10 | τὸν οὕτω δυσπραγήσαντα τῷ σώματι τόπος ἐντείχιος οὐκ ἐδέχετο, ἀλλὰ πᾶσα ἡ οἰκία ἐξωθεῖτο τοῦτον, ὡς λε‐ λωβημένον (οὐ γὰρ ἦν τι ἕτερον τὸ τραῦμα τοῦ Ἰὼβ, εἰ μὴ λώβησις), ἐξῆλθεν ἔξω τῆς πόλεως ὁ τοῦ κόσμου ἀλλότριος· ἐξῆλθεν ἔξω τῆς πόλεως καὶ ἐκάθητο ἐπὶ | |
15 | κοπρίας· ἐξῆλθεν ἔξω τῆς πόλεως οὐ κοσμικὸν ἔχων τὸν ἀγῶνα, ἀλλ’ ὑπερβαίνοντα τὴν παροῦσαν κατάστα‐ σιν. Τὸ γὰρ ἔξω τῆς πόλεως εἶναι καὶ τοῦ τείχους, εἰκὼν ἦν τοῦ σταυροῦ τοῦ Χριστοῦ. Διὰ τοῦτο ὁ Παῦλος λέγει· Ὧν δὲ εἰσφέρεται ζώων τὸ αἷμα εἰς τὰ ἅγια, | |
20 | τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. Διὰ τοῦτο καὶ ὁ Ἰησοῦς, ἵνα ἁγιάσῃ τὸν λαὸν, ἔξω τῆς πύλης ἔπαθε. Χριστὸς ἔξω τῆς πύλης· Ἰὼβ ἔξω τῆς πόλεως ἐκάθισεν ἐπὶ κοπρίας· ὁ τῆς εὐσεβείας σπόρος, ὁ σπόρος τῆς ὑπομονῆς, ἐπὶ τῶν θλίψεων κοπριζόμενος, | |
25 | ἐκάθισεν ἐπὶ κοπρίας, ἀναμένων τὸν ἐγείροντα ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ κοπρίας ἀνιστάντα τὸν πένητα. Ἔβλε‐ πεν, ἀδελφοὶ, τὸ σῶμα διαῤῥέον, τὴν δὲ ψυχὴν ἐστηρι‐ γμένην· ἔβλεπε τὸ σῶμα σκώληκας φέρον, τὴν δὲ ψυ‐ χὴν εὐσέβειαν ἀποτίκτουσαν· ἔβλεπε τὸ γήϊνον σκεῦος | |
30 | φθειρόμενον, καὶ ἐμέμνητο πρὸ τοῦ Παύλου τῶν τοῦ Παύλου ῥημάτων· ἔπρεπε γὰρ αὐτῷ λέγειν· Ὅσον ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἔσωθεν ἀνακαινίζεται ἡμέραν καθ’ ἡμέραν. Ἔλαβεν ὄστρακον, ἵνα τὸν ἰχῶρα ξέσῃ, τῷ ὀστράκῳ τὸν ἰχῶρα | |
35 | ἀποξέων, τῇ ὑπομονῇ τὸν ἀνταγωνιστὴν ἐκλύων. Ἔπρεπε καὶ αὐτῷ λέγειν κατέχοντι τὸ ὄστρακον· Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνῳ σκεύει. Ἐκάθητο ἐπὶ κοπρίας ὁ πολλοὺς ἀπὸ κοπρίας ἐγείρας· ἔλα‐ βεν ὄστρακον, ἵνα τὸν ἰχῶρα ξέσῃ· τῷ νεκρῷ πηλῷ | |
40 | τὸν ζῶντα πηλὸν ἔξεεν. Ἦλθον οἱ τρεῖς φίλοι· καλοῦσι γὰρ αἱ συμφοραὶ τοὺς φίλους εἰς παραμυθίαν· ἦλθεν Ἐλιφὰζ, Σοφὰρ, καὶ Βαλδὰδ, τρεῖς βασιλεῖς πρὸς ἕνα βασιλέα. Βασιλεὺς γὰρ ἦν πρὸ τούτου ὁ λέγων· Ἤμην δὲ ἐν αὐτοῖς ὡς βασιλεὺς ἐν μονοζώνοις. Καὶ ἐκάθ‐ | |
45 | ισαν, φησὶν, ἐναντίον τοῦ Ἰὼβ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας, καὶ οὐδεὶς ἐλάλησεν. Αἱ μὲν γὰρ μέ‐ τριαι συμφοραὶ δέχονται παραμυθίαν· τὰ δὲ μεγέθη τῶν συμφορῶν τῇ σιωπῇ τιμᾶται. Ἔστι γὰρ, ἀδελφοὶ, ὅτε νικᾷ παραμυθίαν τὸ πάθος· καὶ ὥσπερ τὰ νοσή‐ | |
56.578(50) | ματα ἐν ἀκμῇ πᾶσαν θεραπείαν ἀποπέμπεται, οὕτω καὶ τὰ πάθη ἐν τῇ ἀκμῇ τῶν συμφορῶν πᾶσαν νουθεσίαν ἐκβάλλει. Ἐσιώπησαν, τῇ σιωπῇ κοινωνοῦντες τῷ πά‐ θει. Καὶ τί ποιεῖ; Ἐπειδὴ ἐκείνους ἐνίκησεν ἡ συμ‐ φορὰ, καὶ οὐδεὶς ἐτόλμησε ῥῆξαι φωνὴν παραμυθίας, | |
55 | πρῶτος ἄρχεται τῶν λόγων. Ἰώβ· ἀνοίγει θύραν τοῖς μὴ πάσχουσιν ὁ πάσχων. Ἴσμεν γὰρ, ἀδελφοὶ, ὅτι ἐν ταῖς συμφοραῖς, ἢ ἐν τοῖς πένθεσιν, ἢ ἐν ἄλλῳ τινὶ κατηφείας πράγματι, ἕκαστος αἰδεῖται πρῶτος ῥῆξαι φωνὴν, ἵνα μὴ δόξῃ ἄκαιρός τις εἶναι ἀρετῆς ἢ γνώμης | |
60 | εἰσηγητής· ἐὰν δὲ ἴδῃ ἄλλον ἀρξάμενον, ἀκολουθεῖ ἀκινδύνως. Τοῦτο, ἀδελφοὶ, καὶ ἡ πεῖρα διδάσκει, καὶ τὰ πράγματα ὑποτίθεται. Ὡς οὖν εἶδεν ἀποκλεῖσαν τὸ πάθος τὴν παραμυθίαν τῶν φίλων, ἀνοίγει θύραν ὁ πά‐ σχων, καὶ ἄρχεται εὐθέως ἐκτραγῳδεῖν τὴν συμφορὰν, | |
65 | πανταχοῦ βλασφημίας φεύγων τὴν ὑπόνοιαν· Πρώτη φωνὴ τοῦ Ἰώβ· Ἐπικατάρατος ἡ ἡμέρα, ἐν ᾗ ἐγεν‐ νήθην, καὶ ἡ νὺξ ἐκείνη εἴη σκότος. Οὐκ ἀσεβῶν ταῦτα λέγει, ἀλλὰ πάσχων. Καὶ βλέπε τί ποιεῖ· Ὥσπερ ἐπειδάν τις δεινῷ ἀποστήματι περιεχόμενος τέμνηται | |
70 | σιδήρῳ παρὰ τοῦ ἰατροῦ, οὐκ ἔχων πῶς ἀντιστῇ τῷ τέμνοντι, τῶν περιεστώτων ἅπτεται, καὶ δάκνει τοὺς παρεστῶτας, ἐκείνοις μὲν ἐγκαλεῖν οὐδὲν ἔχων, πρὸς δὲ ἰατρὸν ἐκτεῖναι τὴν χεῖρα οὐκ ἰσχύων· οὕτω καὶ ὁ Ἰὼβ φοβούμενος τῆς βλασφημίας τὸ μέγεθος, ὑβρίζει τὰ | |
75 | ἄψυχα, καὶ πληροῖ τοῦ πάθους τὴν πληροφορίαν, οὐ τοῦ Θεοῦ κατατολμῶν, ἀλλ’ ἑαυτοῦ καὶ τῆς ἡμέρας κατηγο‐ ρῶν· καταρᾶται γὰρ, οὐ τὴν κτίσιν, ἀλλὰ τὴν ἑαυτοῦ ἡμέραν. Ἐξουσίαν γὰρ ἔχω, φησὶ, τῆς ἐμῆς ἡμέρας· οὐ καταρῶμαι τὴν δημιουργίαν, τὴν ἐμαυτοῦ ἡμέραν | |
80 | καταρῶμαι. Ἐπικατάρατος ἡ ἡμέρα, ἐν ᾗ ἐγεννή‐ | 577 |
56.579 | θην, καὶ ἡ νὺξ ἐκείνη εἴη σκότος. Ταῦτα λέγει καὶ ὁ Ἱερεμίας· Οἴμοι, ὦ μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα κρινόμενον καὶ δικαζόμενον; Ἐπικατάρατος ἡ ἡμέρα ἐν ᾗ ἐγεννήθην. Ταῦτα δὲ πάντα ἐκτραγ‐ | |
5 | ῳδοῦσιν οἱ ἅγιοι, ἵνα σὺ μετὰ ταῦτα μάθῃς, ὅτι οὐ τρυ‐ φῶντες διῆλθον τὸν βίον, ἀλλὰ μυρία κακὰ ὑπομείναντες, τοὺς ἀγῶνας διεξῆλθον. Ἀπεκλαύσατο οὖν καὶ Ἱερεμίας λέγων· Οἴμοι, ὦ μῆτερ, ὡς τίνα με ἔτεκες; καὶ ἔπαθε μὲν ὡς ἄνθρωπος, ὑπέμεινε δὲ ὡς φιλόθεος. Μωϋ‐ | |
10 | σῆς ὁμοίως, ὁ μέγας καὶ θεῖος τοῦ Θεοῦ νομοθέτης, ὁ τὰς πλάκας τὰς ἱερὰς δεξάμενος, ὁ πρῶτος εἰσηγητὴς τῶν συμφερόντων τῷ βίῳ, καὶ αὐτός φησι τῷ Θεῶ βα‐ ρούμενος τῷ πλήθει τῶν συμφορῶν· Κύριε, σὺ εἶπας, ὅτι Εὕρηκας χάριν παρ’ ἐμοὶ, καὶ οἶδά σε παρὰ | |
15 | πάντας· καὶ εἰ εὕρηκα χάριν ἐνώπιόν σου, ἄφελε τὴν ψυχήν μου ἀπ’ ἐμοῦ· οὐ δύναμαι γὰρ φέρειν τὸ βάρος τοῦ λαοῦ τούτου. Μικρὸν, καὶ λιθοβολή‐ σουσί με. Μὴ ἐγὼ αὐτοὺς ὠδίνησα; μὴ ἐγὼ αὐτοὺς ἔτεκον· ὅτι λέγεις μοι· Βάστασον αὐτοὺς ὃν τρόπον | |
20 | βαστάζει ἡ τιθηνοῦσα τὸν παῖδα; Οὐ δύναμαι φέ‐ ρειν τοῦ λαοῦ τὰ ἐλαττώματα. Ὅμως καὶ ἀποδυρό‐ μενος καὶ πενθῶν ὡς ἄνθρωπος, οὐκ ἐβλασφήμησε ὡς ἄθεος, ἀλλ’ ἐδείκνυε τὰ πάθη τῆς φύσεως, ὑπ’ αὐτῶν τῶν παθῶν ἐλεγχόμενος. Οὕτω δὲ ὁμοίως τῶν προφητῶν | |
25 | ἕκαστος ἀποδύρεται, καὶ ὁ Ἀμβακούμ φησιν· Ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους, ἐπιβλέπειν ἐπὶ ταλαιπωρίας ἀνθρώπων; Ἔβλεπε γὰρ τὴν ἀδικίαν ὁ προφητικὸς χορὸς, καὶ οὐκ ἔφερεν, ἀλλ’ ἐβόα Ἀμβα‐ κοὺμ λέγων· Ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους; | |
30 | Ἐνώπιόν μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει, καὶ διὰ τοῦτο ἐξέρχεται τὸ κρῖμα διεστραμμένον. Ὁ ἄρχων αἰτεῖ, καὶ ὁ κριτὴς λαμβάνει, καὶ ἐξουδε‐ νεῖται ὁ νόμος. γʹ. Οὕτω πάντες ἔπασχον οἱ δίκαιοι, καὶ ἀπεδυσπέτουν | |
35 | πρὸς τὴν δυσκολίαν τοῦ κόσμου. Ἀλλὰ μὴ ταῦτα λαβὼν ἐκλάβῃς εἰς συμφωνίαν τῆς σῆς προαιρέσεως· μὴ εἴ‐ πῃς· Μὴ βελτίων ἐγώ εἰμι τοῦ Ἱερεμίου τοῦ καταβοή‐ σαντος τοῦ κόσμου; μὴ τὰ ῥήματα τῆς ἰάσεως γένηταί σοι τραύματα. Ταῦτα δὲ γέγραπται, ἵνα μάθῃς ὅσον | |
40 | ἀγῶνα διήθλησαν, ὅσων κινδύνων μεστὸν τὸν βίον δι‐ εξῆλθον. Θέλεις μαθεῖν οἷος ὀφείλεις εἶναι; Μάθε τὰ μετὰ τὴν χάριν· Ἔπαθον προφῆται, ἔπαθον δὲ καὶ οἱ ἀπόστολοι· ἀλλ’ οἱ μὲν πάσχοντες ἤλγουν, οἱ δὲ πάσχον‐ τες ἐκαυχῶντο. Ἦλθε Παῦλος εἰς μέσον, πάσχων μὲν, | |
45 | οὐ κλαίων δέ· τυπτόμενος, ἀλλ’ οὐκ ἀποδυρόμενος· βα‐ σανιζόμενος, ἀλλὰ καυχώμενος. Καὶ τί φησιν; Οὐ μό‐ νον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰ‐ δότες ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς | |
56.579(50) | οὐ καταισχύνεται. Καὶ πάλιν, τυπτηθέντες οἱ ἀπόστο‐ λοι, Ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συν‐ εδρίου, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι. Μὴ τοίνυν τὰ πρὸ τῆς χάριτος ἐκλάβῃς εἰς ἀκολουθίαν τῆς χάριτος. Εἴρηται γὰρ ἡμῖν | |
55 | ταῦτα, ἵνα μάθῃς ἐκ τῶν πόνων τὴν ἐλπίδα. Οὕτω καὶ ὁ Ἰὼβ καταρᾶται τὴν ἡμέραν, καὶ πάσχει τὴν ψυχὴν, καὶ οὐ βασανίζει τὴν ψυχὴν τῇ ἀσεβείᾳ, ἀλλ’ ἀνέχεται τῶν τραυμάτων, καὶ οὐ τραυματίζει τὴν ψυχὴν τῇ βλασ‐ φημίᾳ. Εἶτα, ἐπειδὴ δεῖ συντεμεῖν, συντόμως ὑμῖν | |
60 | ἀνακεφαλαιώσομεν τὴν ὑπόθεσιν· Ἐν τῷ ἀγῶνι τῷ κατὰ τὸν Ἰὼβ, πλὴν τοῦ Θεοῦ, πάντες ἠγνόουν τὸν σκοπὸν τοῦ ἀγῶνος. Ἰὼβ οὐκ ᾔδει ἐπὶ τίνι ἠγωνίζετο, οὐκ ᾔδει ὅτι εἰς γυμνασίαν αὐτῷ προβέβληται τὰ παλαίσματα. Οἱ φίλοι ἠγνόουν τὸν σκοπὸν τοῦ Θεοῦ, ὁ διάβολος ἠγνόει | |
65 | τὸ μέλλον. Εἰ γὰρ ᾔδει ὅτι ἐνικᾶτο, οὐκ ἂν ἐπεχείρησεν. Ὁ Ἰὼβ οὐκ ᾔδει τὸ ἀποβησόμενον ἐκ τοῦ ἀγῶνος. Ὅτι μὲν ὁ Θεὸς κατὰ συγχώρησιν ἐκδέδωκεν, ᾔδει ὁ Ἰὼβ, οὐ προγινώσκων, ἀλλὰ μαθὼν παρὰ Θεοῦ. Ὁ δὲ διάβολος οὐκ ᾔδει εἰς ποῖον τέλος ἀπαντήσει τὰ παλαίσματα. Εἰ | |
70 | γὰρ ᾔδει, οὐκ ἂν ἐπεχείρησεν, ἵνα μὴ χείρονα τὴν αἰ‐ σχύνην ἐφελκύσηται· ἀλλ’ ὃ ἔπαθεν ἐπὶ τῶν μαρτύρων, τοῦτο ἔπαθε καὶ ἐπὶ τοῦ Ἰώβ. Ἀνεῖλε μάρτυρας, ἵνα σβέσῃ τὴν Ἐκκλησίαν, οὐκ εἰδὼς, ὅτι μετὰ τοὺς μάρτυ‐ ρας ἀνθήσει ἡ Ἐκκλησία. Πάντες οὖν ἠγνόουν, πλὴν | |
75 | τοῦ Θεοῦ. Οἱ φίλοι ἀγνοοῦντες τὸν σκοπὸν τοῦ Θεοῦ, ἀγνοοῦντες καὶ τοῦ Ἰὼβ τὴν δοκιμασίαν, εἵλοντο ὡς ἐν συγκρίσει ἀγνοίας μᾶλλον καταδικάσαι τὸν Ἰὼβ ὡς ἄξια πάσχοντα, ἢ καταγνῶναι τοῦ Θεοῦ ὡς ἀναξίως δικάσαν‐ τος. Πρόσεχε ἀκριβῶς· Εἵλοντο κατακρῖναι ἄνθρω‐ | |
80 | πον ὡς ἄξια πάσχοντα τῆς ἑαυτοῦ ἁμαρτίας, ἢ εἰπεῖν | Column end |
56.580 | κατὰ τοῦ Θεοῦ, ὅτι ἀναξίως ἐδίκασε. Καὶ ἑνὶ μὲν μέρει κατὰ σκοποῦ ἐφέροντο, τὸν Θεὸν ἀδικίας ἐκτὸς λέγοντες· ἑνὶ δὲ μέρει διημάρτανον, κατακρίνοντες τὸν ἀθῶον. Ἡ δὲ ἄγνοια ἀπολογεῖται ὑπὲρ τῶν ἀγνοούντων, καὶ | |
5 | ἀπόδεκτοι, ὅτι ἐν ἀγνοίᾳ φιλοσοφοῦσι, καὶ οὐ καταψη‐ φίζονται, βλέποντες τὴν Θεοῦ δικαιοσύνην. Τὴν μὲν τοῦ Ἰὼβ δικαιοσύνην παραγράφονται, τὴν δὲ τοῦ Θεοῦ ἀν‐ υμνοῦσιν. Εἶτα Ἰὼβ ἄρχεται παρὰ τῶν φίλων ἐλέγχε‐ σθαι· καί φασι πρὸς αὐτὸν ἐκεῖνοι· Πότε ἀληθινοὶ | |
10 | πρόῤῥιζοι ἀπώλοντο; πότε εἶδες δικαίους ὁλοῤῥίζους ἀπολλυμένους; Εἰ μὴ ἥμαρτες, φησὶ, καὶ ἄξια ἁμαρ‐ τίας ἐποίησας, οὐκ ἂν ἀδίκως ἠδίκησέ σε ὁ δίκαιος. Πολλαί σού εἰσιν ἁμαρτίαι. Εἰ δὲ σὺ οὐχ ἥμαρτες, πό‐ θεν τοῦτο, εἰ μὴ οἱ υἱοί σου ἥμαρτον; Πολλάκις δὲ χή‐ | |
15 | ραν ἠδίκησας, ὀρφανοὺς ἔθλιψας. Εἰ δὲ ταῦτα γέγονε, καὶ ὁ Θεὸς δικαίως ταύτην τὴν ψῆφον ἐπήγαγεν. Ὁ Ἰὼβ συνῄδει μὲν ἑαυτῷ μηδὲν τοιοῦτον πεποιηκότι, συνῄδει δὲ καὶ τῷ Θεῷ μὴ ἀδίκως κρίνοντι. Ἐπεὶ οὖν εἶδεν ὁ Ἰὼβ, ὅτι παρὰ τοῖς ἀνθρώποις μὲν κατακέκριται, ἡ δὲ | |
20 | συνείδησις αὐτὸν οὐ κατακρίνει, καὶ ὁ Θεὸς αὐτοῦ οὐ καταγινώσκει, ἐπειδὴ οὐκ εἶχε πείθειν ἀνθρώπους, με‐ ταφέρει τὸν λόγον ἐπὶ τὸν κριτὴν, καὶ στρέφει τὸ ὄμμα τῆς ψυχῆς πρὸς τὰ ἄνω οὐ βλασφημῶν, ἀλλὰ δυσωπῶν, καί φησι πρὸς αὐτόν· Ὁ ἐπιστάμενος τὸν νοῦν τῶν | |
25 | ἀνθρώπων, ἵνα τί με ἔθου κατεντευκτήν σου; Σὺ ἐποίησάς με κατεντυγχάνειν τῆς σῆς δικαιοσύνης· οἶδάς μου τὴν καρδίαν. Εἶτα μέγα τι φθέγγεται Ἰὼβ, οὐκ ἀπὸ κακίας, ἀλλ’ ἀπ’ ἀκακίας· καὶ, ἵνα τὰ πολλὰ εἰς ὀλίγα συντέμω (πολλὴ γὰρ ἡ ὕλη τῆς δικαιολογίας), λέγει· | |
30 | Τίς δώσει κριτὴν ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, ἵνα γνῷ τὸ πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου, ὅτι οὕτω με ἔκρινας; Φοβερὸν τὸ ῥῆμα, ἀλλ’ ἀπ’ ἀκακίας. Προλαβὼν γὰρ εἶπεν ὁ Θεὸς, ὅτι Οὐκ ἔστι κατ’ αὐτὸν ἄκακος· τῷ δὲ ἀκάκῳ οὐδεὶς τὸ ῥῆμα εἰς πονηρίαν λογίζεται. Ἀεὶ γὰρ, | |
35 | ἀδελφοὶ, πάντες ἡμεῖς οἱ ἄνθρωποι, μήτι γε Θεὸς, οὐ τοῖς πράγμασι δικάζομεν, ἀλλὰ τῇ προθέσει τῶν ποιούν‐ των. Ὑβρίζει υἱὸς πατέρα· καὶ τὸ πρᾶγμα ἀφόρητον, καὶ τῷ πάσχοντι, καὶ τῷ ἀκούοντι· καὶ πατραλοίας ὁ τοιοῦτος καλεῖται, καὶ μητραλοίας, καὶ ἀνόσιος καὶ πα‐ | |
40 | ράνομος, ὅτι φωνὴν ἐναντίαν ἔῤῥηξε πατρὶ, ὅτι ἐτόλ‐ μησε δυσφημῆσαι τὴν ἑαυτοῦ ῥίζαν. Ταῦτα δὲ πάσχει καὶ κατακρίνεται ὁ ἐπὶ τῶν τελείων ὣν λογισμῶν· παι‐ δίον δὲ ἄκακον, κἂν τύπτῃ τὸν πατέρα, ἢ τὴν μητέρα, ἢ καὶ ὑβρίσῃ, πάσης εὐφροσύνης ποθεινότερον. Πολλά‐ | |
45 | κις μητέρες ἐρεθίζουσι τὰ τέκνα εἰς ὕβριν φέρουσαι, οὐ τῇ ὕβρει, ἀλλὰ τῇ ἀκακίᾳ καὶ τῷ ἀκεραίῳ καὶ ἀφελεῖ τοῦ ἤθους ἐπαγαλλόμεναι. Οὕτω καὶ ὁ Θεὸς εἰδὼς, ὅτι οὐκ ἐκ κακίας, ἀλλ’ ἐξ ἀκακίας φθέγγεται (μαρτυρεῖ γὰρ αὐτῷ λέγων, Ἔτι δὲ ἔχεται ἀκακίας), δέχεται τὰ | |
56.580(50) | παρὰ τοῦ Ἰὼβ, εἰς κρίσιν καλούμενος παρ’ αὐτοῦ. Φο‐ βερὸν τὸ ῥῆμα, οἰκέτην Δεσπότην καλεῖν εἰς κρίσιν· ἄνθρωπον, Θεόν· τὸ πλάσμα, τὸν πλάσαντα· τὸν πηλὸν, τὸν κατασκευάσαντα· ἀλλ’ ὅμως, ὡς ἔφθην εἰπὼν, ἀκα‐ κίας τὸ ῥῆμα, οὐ πονηρίας. Πλὴν ὅμως, ἀδελφοὶ, ἡ | |
55 | ἀκακία οὐκ ἦν ἐκτὸς συνέσεως, ἀλλ’ ἐντὸς πάσης σοφίας. Θέλεις γὰρ τὸ ἀκριβέστερον μαθεῖν; Οὐδὲν ᾔτησεν ὁ Ἰὼβ ὧν μὴ ἐποίησεν. ᾜδει ἑαυτὸν οἰκέτην τοῦ Θεοῦ, ᾔδει τὸν Θεὸν ἑαυτοῦ Δεσπότην. Ἀλλ’ ἐπειδὴ καὶ αὐτὸς πολλάκις κρινόμενος πρὸς τοὺς ἑαυτοῦ δούλους, ἔδωκεν | |
60 | αὐτοῖς ἰσηγορίας ἀξίαν, καὶ εἴ ποτε ἐδοκιμάζετο πρὸς αὐτῷ δοῦλος, οὐχ ὡς δοῦλον ἐπεστόμιζεν, ἀλλὰ τὴν δικαιολογίαν ἐλάμβανεν· ὃ ἐποίησεν, ᾔτησε, πειθόμενος τῷ λόγῳ, ὅτι ᾯ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Καί φησι· Τίς δώσει κριτήν; Καὶ πότε δούλῳ | |
65 | ἐφύλαξας ἰσηγορίαν; Ἄκουε αὐτοῦ ὅτε τὰς ἀρετὰς ἀπ‐ αριθμεῖται, καὶ τοῦτο οὐκ ἀπὸ φιλοτιμίας, ἀλλ’ ἀπ’ ἀκα‐ κίας, λέγοντος· Οὐκ ἀπεποιησάμην κρῖμα θεράπον‐ τός μου, καὶ θεραπαινίδος μου, κρινομένων αὐτῶν πρός με. Δώσω ἀπόκρισιν τῷ Θεῷ. Μὴ οὐχὶ ὡς ἐγὼ | |
70 | ἐπλάσθη; Ταῦτα ἐννοῶν, τῷ κοινῷ τῆς φύσεως παρεῖχε τὸ κοινὸν τῆς ἰσηγορίας. δʹ. Ἡμεῖς δὲ, ἀδελφοὶ, οὐ τοιοῦτοι. Θαυμάζεις τὸν δίκαιον; Σαυτοῦ καταγίνωσκε. Ὅτι πολλάκις ἐάν τις ἐγκαλῇ, οὐ λέγω δούλῳ, ἀλλ’ ὀλίγον ὑποβεβηκότι, ἐὰν | |
75 | ἀποκρίνηται τὰ δίκαια, ὡς ἀναισχυντοῦντα καὶ τολ‐ μῶντα ἐξ ἰσοτιμίας φθέγξασθαι ἐπιστομίζει. Ὅλως, φησὶ, καὶ τολμᾷς ἐξ ἰσοτιμίας φθέγξασθαι; ἀπαιτεῖς τὸ | |
δίκαιον; Δέχου τὴν δικαίαν ἰσηγορίαν. Ἐγκαλεῖ ὁ ὑπερ‐ | 579 | |
56.581 | ήφανος, καὶ οὔτε δικαιολογίαν δέχεται, οὔτε σιωπὴν δυσωπεῖται. Ἐὰν σιωπήσῃ ὁ ἐγκαλούμενος, κατεγνώσθη, φησὶν, οὐκ οἶδε διᾶραι τὰ χείλη· ἐὰν λαλήσῃ, ἐτόλμησε, φησὶ, πρὸς τὸν δεσπότην ῥῆξαι φωνήν. Εἶτα ἄλλος | |
5 | ὑπερηφανίας μεστὸς, ἐὰν ὑπὲρ τοῦ δικαίου, ὑπὲρ εὐγε‐ νοῦς ἀνδρὸς πείθηται, παρακαλούμενος θεῖναι λόγον πρὸς τὸν ἕτερον, καὶ συμβῆναι εἰς εἰρήνην, καὶ τὴν κακίαν καταπαῦσαι τῇ ἀγάπῃ, εὐθέως τῇ ὑπερηφανίᾳ φερόμενος λέγει· Ἐγὼ εἰς τοῦτον κατέρχομαι; Ὢ τῆς | |
10 | ὑπερηφανίας! Ποῦ γὰρ ἕστηκας, ἵνα κατέλθῃς; Ἐγὼ εἰς τοῦτον κατέρχομαι; Ὡς τὸν οὐρανὸν πατῶν καὶ τὰς νεφέλας, οὕτω φθέγγεται. Τὴν αὐτὴν γῆν πατεῖς, ἀπὸ τῆς αὐτῆς τρέφῃ, εἰς αὐτὴν ὑποστρέφεις, ἐν αὐτῇ θάπτῃ· καὶ ποῦ κατέρχῃ; οὐκ αἰδεῖσαι, οὐ δυσωπεῖσαι | |
15 | τὸ πάθος τοῦ Κυρίου; οὐκ αἰδεῖσαι λέγων πρὸς τὸν ὁμότιμον· Ἐγὼ εἰς τοῦτο κατέρχομαι; οὐκ αἰδεῖσαι ταῦτα λέγειν, ἐννοῶν ὅτι Ἰησοῦς διὰ σὲ κατῆλθε; Πρὸς τὰς τοιαύτας γνώμας καὶ τὰς τοιαύτας ὑπερηφανίας πρέπει σὺν τῷ Ἡσαΐᾳ πάντοτε βοᾷν· Τί ἀλαζονεύεται γῆ καὶ | |
20 | σποδός; Ὅμως δὲ εἰς τὸ προκείμενον ἐπανέλθωμεν· Τίς δώσει κριτὴν ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ; Ἐπιφαίνεται ἐπὶ τέλει ὁ δίκαιος κριτὴς, καὶ φαίνεται αὐτῷ ἀπὸ λαί‐ λαπος καὶ νεφῶν. Φαίνεται Ἰὼβ ἀπὸ νεφῶν, ὁ τὸν ὄμ‐ βρον τῆς εὐλογίας μέλλων χέειν. Φαίνεται αὐτῷ ἐκ νε‐ | |
25 | φῶν, ὁ μέλλων τὸν σπόρον τὸν κοπριζόμενον ἀρδεύειν, καὶ διεγείρει τὸν Ἰὼβ, καὶ νεύει μόνον, καὶ διασκορπίζει τὰ πάθη· νεύει μόνον, καὶ ἐγείρει τὸν πεπτωκότα· καὶ λέγει αὐτῷ· Ἀνάστηθι, καὶ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. Ἐπειδὴ | |
30 | εἰς κρίσιν με ἐκάλεσας, καὶ εἶπας, Τίς δώσει κριτὴν ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ; ἀνάστηθι, ὁ γενναῖος ἀγωνιστὴς, ὁ μὴ πεσὼν τῇ πληγῇ τῆς συμφορᾶς, ἀνάστηθι. Ἐὰν γάρ τις παιδευθεὶς, γενναίως ἐνέγκῃ τὴν συμφορὰν καὶ τὴν παιδείαν, ἀκούει παρὰ τοῦ Θεοῦ τὸ, Ἀνάστηθι· ὡς ὅταν | |
35 | λέγῃ τῇ Ἱερουσαλήμ· Ἀνάστηθι, Ἱερουσαλὴμ, ἡ πιοῦσα τὸ ποτήριον τοῦ θυμοῦ μου. Περίζωσαι ὡς ἀνὴρ τὴν ὀσφύν σου. Ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. Οὐκ εἶπε· Χρινῶ σε, σὺ δέ μοι ἀποκρίθητι. Οὐ γὰρ ἐκάλεσάς με, φησὶν, εἰς κρίσιν, ἀλλ’ ἐκάλεσάς | |
40 | με εἰς τὸ συγκριθῆναί σοι. Δικαστὴν ᾔτησας μεταξὺ ἐμοῦ καὶ σοῦ· σὺ γενοῦ δικαστής. Οἴει ἄλλως σοι κε‐ χρηματικέναι με, ἢ ἵνα ἀναφανῇς δίκαιος; Νομίζεις, φησὶ, δι’ ἄλλο τι τὴν συμφορὰν ἐπήγαγον ταύτην, ἢ ἵνα δίκαιόν σε ἀναφαίνω; Καὶ βλέπε τῇ ἀκριβείᾳ τῶν τοιού‐ | |
45 | των ῥημάτων προσέχων. Οὐκ εἶπεν· Οἴει με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα γένῃ δίκαιος; Οὐ γὰρ ἡ συμφορὰ αὐτὸν δίκαιον ἐποίησεν, ἀλλὰ δίκαιον ἐγνώρισεν. Οἴει με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δί‐ καιος; Ἐμοὶ μὲν γὰρ, φησὶ, καὶ πρὸ τῶν ἀγώνων ἦσθα | |
56.581(50) | γνώριμος· τῷ δὲ κόσμῳ διὰ τῆς συμφορᾶς γνωρίζῃ, τῷ κόσμῳ διὰ τῆς πάλης κηρύττῃ. Διὰ τοῦτό σοι ἐχρημά‐ τισα, οὐχ ἵνα βλάψω, ἀλλ’ ἵνα στέψω· οὐχ ἵνα καταισχύ‐ νω, ἀλλ’ ἵνα λαμπρύνω. Πλὴν ἐπειδὴ διὰ τὴν ἀκακίαν ἐξῆλθες τῶν μέτρων τῆς φύσεως, συνέγνων σου τῇ | |
55 | ἀκεραιότητι. Κἂν γάρ τις ἀπὸ ἀκακίας ἁμάρτῃ, ὁ Θεὸς διορθοῦται τὰ ἀπὸ ἀκακίας γινόμενα. Ἐπειδὴ ὅλως ἐκά‐ λεσας Θεὸν εἰς κρίσιν, εἰπέ μοι, ποίαν ἔχων πρὸς ἐμὲ ὁμοτιμίαν ἐκάλεσάς με; Ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; σύγχρονος ἐγένου τοῦ ποιητοῦ, ἵνα καλέσῃς | |
60 | αὐτὸν εἰς κρίσιν; Ὁ μὲν πρὸ τῶν αἰώνων, σὺ δὲ μετὰ πολλοὺς αἰῶνας. Ὅτε ἔπλαττον τὴν γῆν, οὐ παρῆς· ὅτε τὴν θάλατταν, οὐ παρῆς· ἢ ὅσα τοιαῦτα, οὐ παρῆς. Πᾶσα ἡ κτίσις ἐγένετο, καὶ σὺ οὐδαμοῦ ἦσθα. Τὸν οὖν ἀρχαιό‐ τερον τῶν αἰώνων, τὸν κτίστην τῆς δημιουργίας εἰς | |
65 | κρίσιν ἐκάλεσας; Ὅτε ἔτεινα σπαρτίον ἐπὶ τῆς γῆς, ὅτε τοὺς στύλους αὐτῆς ἥδρασα, ὅτε μετήγαγον ἐκ κοιλίας μητρὸς αὐτῆς, ὅτε ἐτίκτετο ἡ θάλασσα, ποῦ ἦς; ὅτε αὐ‐ τὴν ἐσκέπασα νεφέλῃ, ὁμίχλῃ δὲ αὐτὴν περιέβαλον, ποῦ | |
ἦς; Καθάπτεται αὐτοῦ ὡς ἀναξίως φθεγξαμένου, | Column end | |
56.582 | ἀπὸ ἀκακίας μὲν, πλὴν ἀπ’ ἀγνοίας. Καὶ τί ποιεῖ; Οὐκ ἐπὶ πάντων αὐτὸν ἐλέγχει, ἀλλ’ ὡς φίλον ἰδίᾳ διορθοῦ‐ ται. Ὡς οὖν εἶπε ταῦτα, καὶ τὰ τούτοις παραπλήσια (οὐ γὰρ καιρός ἐστι κατὰ μέρος πᾶσαν λέξιν ἑρμηνεῦ‐ | |
5 | σαι), καὶ ὁ Ἰὼβ ἐπιγνώμων ἑαυτοῦ γενόμενος (ὁ γὰρ δί‐ καιος ἐκ πρώτου ἐλέγχου διορθοῦται τὸ σφάλμα), λέ‐ γει· Κύριε, ἀκοῇ μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νυνὶ δὲ ὁ ὀφθαλμός μου εἶδέ σε, καὶ ἐξουδένησα ἐμαυτόν· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. Καὶ, | |
10 | Ἅπαξ ἐλάλησα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω. Βλέπε πῶς ἀνακαλεῖται τὸ σφάλμα ὁ καλῶς τὴν μέμψιν δεξάμενος. Ἅπαξ ἐλάλησα, καὶ τοῦτο ἀπὸ ἀκακίας, οὐκ ἀπὸ πονηρίας· ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω. Τίς γάρ εἰμι ἐγὼ κρινόμενος ἐναντίον Κυ‐ | |
15 | ρίου; Ἃ μὴ προέγνω ὁ Ἰὼβ δι’ ἀκακίαν, μανθάνει μετὰ τὸν ἔλεγχον. Εἶτα τί ὁ Θεός; Οὐ συγχωρεῖ αὐτῷ παρ‐ αιτήσασθαι τὴν κρίσιν, ἀλλά φησιν· Οὐχὶ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Στῆθι, φησὶν, ὡς ἀνήρ. Μὴ νομίσῃς, ὅτι διὰ τοῦτό σε κατέπληξα τῇ δυναστείᾳ, | |
20 | φεύγων τὸ δίκαιον, ἀλλὰ διωρθωσάμην σου τὴν ἀκακίαν. Τὴν μέντοι κρίσιν οὐ παραιτοῦμαι· κρῖνόν με δικαίως, καὶ ἀπαίτει λόγον τῶν γινομένων. Ἐκρίθης ἵνα στεφθῇς, ἐκρίθης ἵνα ἀγασθῇς ἐν πάσῃ τῇ ὑπ’ οὐρανόν. Πρὸ τοῦ πάθους μία σε γωνία ἐγνώριζε· μετὰ τὸ πάθος πᾶσα | |
25 | γνωρίσει ἡ ὑπ’ οὐρανόν. Ἡ κοπρία σου παντὸς βασιλι‐ κοῦ διαδήματος λαμπροτέρα γίνεται. Οἱ τὸ διάδημα φέ‐ ροντες ἐπιθυμοῦσιν ἰδεῖν σου καὶ τὸν ἀγῶνα καὶ τὸν πό‐ νον τῶν ἀθλημάτων. Παράδεισόν σου ἐποίησα τὴν κοπρίαν, ἐγεώργησα πρὸς εὐσέβειαν, φυτὸν ἐπουράνιον | |
30 | ἀνέδειξα. Ἔλαβες τὰ ἐπουράνια, δέχου καὶ τὰ ἐπίγεια, λάμβανε τὰ πάντα εἰς τὸ διπλάσιον. Ἐνταῦθα μάθε, πᾶς Χριστιανὸς, τὴν σὴν ἐλπίδα, τὴν ὑπεροχὴν τῆς σῆς ἐπαγγελίας. Τῷ Ἰὼβ μὲν γὰρ διπλασίονα ἐπαγγέλλεται, καὶ διπλάσια δίδωσιν· ὁ δὲ Σωτὴρ τοῖς ἑαυτοῦ μαθηταῖς | |
35 | φησιν· Ὃς ἀφῆκε πατέρα, ἢ μητέρα, ἢ ἀδελφὰς ἕνε‐ κεν ἐμοῦ, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Ἀλλ’ ἐκεῖνο πρόσεχε ἀκριβῶς, ὅπως τὸν μὲν φίλον ἰδίᾳ διορθοῦται, τοὺς δὲ φίλους τοῦ Ἰὼβ ἐλέγχει παῤῥησίᾳ. Καὶ λέγει αὐτοῖς ὁ Θεός· Ἵνα τί | |
40 | οὐκ ἐλαλήσατε ὀρθὰ κατὰ τοῦ θεράποντός μου Ἰώβ; Ἀλλ’, ὦ δικαιοκρίτα, ὑπὲρ σοῦ τὸν λόγον ἐθέμεθα, τὴν σὴν δικαιοσύνην ἐκηρύξαμεν, κατεψηφισάμεθα ἀνθρώ‐ που, τὴν δὲ σὴν δικαιοσύνην ἀθώαν ἐδείξαμεν. Ἐνταῦθα οὖν πρόσεχε τῇ δικαιοκρισίᾳ τοῦ Θεοῦ. Εἰ γὰρ τὸν ὑπὲρ | |
45 | αὐτοῦ λέγοντα κατὰ τοῦ δικαίου οὐ δέχεται, τοὺς κατὰ τοῦ δικαίου λέγοντας παρὰ τὸ δίκαιον δέξεται; Ἐλέγχει οὖν τοὺς φίλους αὐτοῦ, καὶ λέγει· Καὶ νῦν, εἰ μὴ διὰ τὸν δοῦλόν μου Ἰὼβ, ἀπώλεσα ἂν ὑμᾶς. Ὁμοῦ οὖν καὶ ἐλέγχει, καὶ διασώζει. Σώζει μὲν διὰ τὸ μηδὲν πο‐ | |
56.582(50) | νηρὸν κατὰ τοῦ Θεοῦ λέγειν· ἐλέγχει δὲ τὸν δίκαιον, τὴν ἀκεραιότητα ἐπανορθούμενος· καὶ τιμᾷ μὲν τοὺς φίλους δι’ ἐκεῖνον· τιμᾷ δὲ τὸν δίκαιον διὰ τὴν ἄθλησιν, καὶ δί‐ δωσιν αὐτῷ διπλάσιον, καὶ ἀπὸ σκότους αὐτοῦ τὸ φῶς ἔλαμψε καὶ τότε καὶ νῦν. Ἓν δ’ ἔτι εἰρηκότες, δείξωμεν | |
55 | τὴν ὑπεροχήν. Ἔλαβε τὰ πρόβατα εἰς τὸ διπλάσιον, βόας, καμήλους, ὄνους εἰς τὸ διπλάσιον· τὰ δὲ τέκνα ἀπ‐ ολέσας δέκα, εἴκοσιν οὐκ ἔλαβεν. Ἐνταῦθα ζητητέον, πῶς τὰ κτήνη μὲν εἰς τὸ διπλάσιον, τὰ δὲ τέκνα εἰς τὸ ἁπλοῦν. Ἐπειδὴ τὰ κτήνη μὲν καὶ τὰ κτήματα ἀπολλύ‐ | |
60 | μενα τέλειον ἀπώλοντο, ἄνθρωπος δὲ ἀποθανὼν εἰς ζωὴν διαφυλάττεται, καὶ εἰς ἀνάστασιν ἐγείρεται. Οὐ δίδωσιν αὐτῷ εἰς τὸ διπλάσιον τὰ τέκνα, ἵνα μὴ ἐκκόψῃ τὴν ἐλ‐ πίδα τῶν ἀπελθόντων, ἀλλὰ ἵνα δείξῃ αὐτῷ, ὅτι κἀκεῖνοι, εἰ καὶ προηρπάγησαν, ἀλλὰ ζῶσι. Κἀκεῖνοι μὲν πάντες | |
65 | χορηγοῦνται αὐτῷ· οὐ δίδωσι δὲ αὐτῷ πλὴν δέκα, ἵνα εὑρεθῇ Ἰὼβ οὐκ ἀπὸ ζωῆς εἰς θάνατον, ἀλλ’ ἀπ’ οἴκου εἰς οἶκον μεταβαίνων. Δέκα γὰρ αὐτὸν τελέσαντα τὸν βίον μέχρι τάφου προέπεμψαν· δέκα πάλιν αὐτὸν ἐν τῇ τῆς ἀναστάσεως ἡμέρᾳ ἀπὸ τοῦ τάφου εἰς βασιλείαν | |
70 | παραδέξονται, καὶ τῶν ἀποῤῥήτων ἐκείνων καὶ αἰωνίων ἀγαθῶν ἀπολαύσουσιν ὁμοθυμαδόν· ὧν γένοιτο πάντας ἡμᾶς καταξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ | |
ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν. | 581 |