TLG 4138 157 :: EPHRAEM SYRUS :: Sermo unde magi in Hierosolymam ineunt (e cod. 284 Mosq. [Vlad. 215], fol. 101v) EPHRAEM SYRUS Theol., vel Ephraem Graecus Sermo unde magi in Hierosolymam ineunt (e cod. 284 Mosq. [Vlad. 215], fol. 101v) Citation: Page — (line) | ||
433(t) | Λόγος ὅτε οἱ μάγοι παρεγένοντο εἰς Ἱεροσόλυμα | |
1 | Ὅταν ἀγαθοῦ τινος ὁδοιπόρος τύχῃ συνόδου, χαίρει τὸν πόνον τῆς μακρᾶς ὁδοιπορίας κλεπτόμενος ὁμιλίᾳ· ὡς ῥάβδῳ γὰρ ἐρειδόμενος λόγῳ ἀκονιστικῷ γλώττῃ, συμβαδίζειν κεκονισμένῳ δοκεῖ τῷ ποδὶ καὶ τῷ στόματι ἀκαμάτῳ· μερι‐ ζόμενος γόνασι κόπον, κουφίζει χείλεσι πολυβάδιστον βῆμα. | |
---|---|---|
5 | Οὕτω δὴ καὶ τοῦ Χριστοῦ γεννηθέντος, οἱ μάγοι τὸν ἀστέρα ἰδόντες καὶ | |
τοῦτον λαβόντες συνοδοιπόρον, τὸν πολυπόρευτον κόπον ἔκλεπτον τῆς ὁδείας ἐρω‐ | 433 | |
434 | τήσει κοπούμενοι, ποῦ ἐστιν ὁ βασιλεὺς πυθόμενοι· ὡς κλέπτας τοῦ τεχθέντος ἠρεύνουν φωνῇ τοὺς Ἑβραίους. Τοῖς δὲ ἐρωτῶσιν εἰκὸς Ἰουδαῖοι, τί δή, ξένοι, τολμᾶτε, τί φατε, ἄνδρες, φασί; Τί φέροντες ἐπικίνδυνον ἥκατε φήμην; Τί βασιλέα καινὸν βασιλευομένῃ σαλπίζετε | |
5 | πόλει; Τί πρὸς ἄωρον κυβιστεύετε τέλος; Τί κατ’ οἰκείων μαχαιροῦτε γλῶτταν τρα‐ χήλων; Τί τάφον ἐπιφέρεσθε στόματι, καθεύδοντα καθ’ ἑαυτῶν διυπνίζετε θάνατον; Ἠπόρει μνημάτων Περσίς, ἵνα ἔτι ζῶντος Ἡρῴδου βασιλέως ἄλλου πυνθάνεσθε; Πολλὴν ἀκούσας ὁμολογήσει χάριν ὑμῖν καὶ μεγάλοις ὑμᾶς ἀμείψειε δώροις. Ἀλλ’ ἡ πρὸς ταῦτα τοῖς μάγοις ἀπόκρισις σύντομος· εἴδομεν αὐτοῦ, φασί, τὸν | |
10 | ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. Οὐκ ἠρκέσθησαν ἐρωτῆσαι, ἀλλὰ καὶ προσκύνησιν φῆσαι· διὰ τῆσδε τῆς λέξεως Θεὸν εἶναι τὸν τεχθέντα δη‐ λοῦντες. | |
Ὡς δὲ ἦλθε τῶν τοιούτων πρὸς Ἡρῴδην ἡ φήμη, τοὺς μάγους τέως ἀνείς, | 434 | |
435 | τοὺς σοφοὺς Ἰουδαίων καλεῖ λέγων· ποῦ ὁ Χριστὸς γεννᾶται; Οἱ δέ φασιν, ἐν Βη‐ θλεὲμ τῆς Ἰουδαίας. Ὢ τοῦ θαύματος! Τὸν τόπον ἐπίστανται, καὶ τὸν τόκον βδελύττονται· τὴν Βηθλεὲμ βοῶσι, καὶ τὴν οἰκονομίαν σιγῶσι· τὴν Ἰουδαίαν σημειοῦνται, καὶ τὴν δε‐ | |
5 | σποτείαν ἀρνοῦνται. Εἰ οὕτω γέγραπται, διατί μὴ συντίθεσθε; Εἰ ἀνέγνωτε, διατί μὴ πιστεύετε; Εἰ ἐν Βηθλεὲμ τεχθήσεται, διατί μὴ παρ’ ὑμῶν προσκυνηθήσεται; Ὅθεν συνιεὶς ὁ Ἡρῴδης ὡς οὐχ ἁπλῶς ἥκεσαν ἐρωτῶντες οἱ μάγοι, λάθρα τούτους καλέσας ἐπυνθάνετο παρ’ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος, ἀκρι‐ βῶς, λέγων, τὸν τρόπον ὃν ἥκατε φάσκοντες, εἴπατε τὸ τῆς ὑμετέρας 〈ὁδείασ〉 | |
10 | ἀκόλουθον. Μὴ παραγκωνίσασθε ἡμᾶς. Ἐμοὶ τὸ τῆς παρουσίας ὑμῶν θαρρήσαντες αἴτιον, εἴπατε τίς ὁ πείσας ὑμᾶς ἀλλογενεῖ προσκυνεῖν. Τί δὲ τοῦ τοσούτου κόπου τὸ κέρδος ἀνάλογον; Εἰ δὲ οὐκ ἄνθρωπον κλήτορα, ἀστροφανῆ δὲ ἐσχήκατε Ἄγγελον | |
τὸ τῆς ἀνατολῆς ἀκριβῶς μοι φράσατε· χρόνον μάθω καὶ καιρόν, ἐν ᾧ καὶ ἄστρο | 435 | |
436 | δουλεύειν μεμάθηκεν ἐκπέμποντι βρέφει, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτόν. Τὸν μὲν οὖν χρόνον τοῦ καινουργηθέντος ἀστέρος εἰρηκότες ἐξίεσαν, χρημα‐ τισθέντες μὴ ἀνακάμψαι πρὸς αὐτόν. Οἷς πάλιν ὤφθη ὁ συνοδοιπόρος ἀστήρ, ἐλθὼν δὲ οὖ τὸ παιδίον ἐτύγχανε, τέτατο, τοιαύτῃ στάσει τούτοις βοῶν· οὗτος, φησίν, ὁ βα‐ | |
5 | σιλεύς, οὗ καθάπερ σίγνον ἐγὼ προῆγον ὑμῶν· οὗτος ἀπέσταλκέ με πρὸς ὑμᾶς, τὴν τῆς ὁδηγίας μοι ἐξάψας δᾳδουχίαν. Τίς οὖν τὸν τοιοῦτον ζητῶν εὕροι τόκον; Τίς τὸν τοῦ μυστηρίου τρόπον κα‐ ταλήψεται λόγος; Μηδεὶς ἀνθρωπίναις ἐννοίαις τὸν ἀκατάληπτον φθάνειν πειράτω· οὐ γὰρ χρεία μέτρων ἐνταῦθα λοιπόν, ἀλλὰ πίστεως μόνης. | |
10 | Παῦσαι ζητῶν, ἄνθρωπε, καὶ μετὰ τῶν μάγων διδάχθητι προσκυνεῖν. Ταῖς ἡλιακαῖς ἀκτῖσι πρῶτον βλέψον τρανῶς καὶ τότε παρθενικαῖς ἀτενίσεις γοναῖς ἀβλαβῶς. Πῦρ ἐστι καταναλίσκον τὸ θεῖον· ἐὰν ψηλαφῆσαι θελήσῃς τὴν φλόγα, μηδὲν εὑρίσκων κατακαύσεις τὰς χεῖρας. | |
Τίς γὰρ οὐρανὸν ἐκλόνησε τῇ τῶν Ἀγγέλων τεχθεὶς ὑμνῳδίᾳ; Τίς ἄστρον ἀνέ‐ | 436 | |
437 | τειλε καὶ θεολόγους τοὺς ἀστρολόγους ἀνέδειξε μόνους; Τίς ὑπ’ Ἀγγέλων ἐκ κοιλίας προσηγόρευται Κύριος; Τίς τὸ τοιοῦτο καὶ πρὸ τόκου κεχρημάτικεν ὄνομα; Τίς ἐν κοιλίᾳ σκιρτήσει προσκεκύνηται πώποτε; Τίς ὑπάρχων ἐν μήτρᾳ παρὰ τῶν ἐν μή‐ τρᾳ σέβας ἐδέξατο; Τίς ἐκ Περσίδος εἰς προσκύνησιν εἵλκυσε μάγους; | |
5 | Ἀληθῶς γὰρ τούτων τὴν πίστιν θαυμάσαι καλόν, ὅτι σπήλαιον καὶ πτωχείαν ἰδόντες πολλὴν οὐκ ἐδίστασαν· ἔμαθον γὰρ ἐν Πνεύματι ὅτι δι’ ἡμᾶς ἐπτώχευσε πλούσιος ὤν· ὅτι τοῦ παντὸς περιδράττεται κἂν ἐν σπηλαίῳ γεγέννηται· ὅτι περι‐ βάλλει τὸ στερέωμα νέφεσι κἂν ὡς ἀρτιτόκοις ἔθος περιβάλλεται ῥάκεσιν· ὅτι κόλ‐ ποις ἀναπαύεται Πατρὸς κἂν σωματικῶς ἀνακέκλιται φάτνῃ· ὅτι θρόνον ἔχει Πα‐ | |
10 | τρὸς κἂν ἐν ἀγκάλαις βαστάζεται μητρός. | 437 |
438 | Ἀλλ’ ἡμεῖς δοξάσωμεν τὴν ἐκ Παρθένου κατὰ σάρκα τοῦ Κυρίου γέννησιν καὶ τὴν παρὰ πάσης τῆς κτίσεως προσκύνησιν, τῷ βίῳ παντὶ κεχορηγημένην, ἐν | |
αὐτῷ τῷ Χριστῷ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 438 |