TLG 4138 156 :: EPHRAEM SYRUS :: Beati Ephraem Testamentum

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Beati Ephraem Testamentum

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 7. Thessalonica: Το περιβόλι της Παναγίας, 1998: 395–432.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 2 Rome (1732) 230c–247a.

Citation: Page — (line)

395

(t)

Τοῦ ὁσίου Ἐφραῒμ διαθήκη
1 Ἐγὼ Ἐφραῒμ ἀποθνῄσκω· γνωστὸν οὖν ὑμῖν ἔστω πᾶσιν, ἄνδρες Ἐδεσσῶν. Διαθήκην γὰρ ὑμῖν καταλιμπάνω, σύμβολον μνημοσύνου διδαγμάτων, ἐξ ἐκείνης, ἧς μοι ὑπῆρξε, χάριτος καὶ δωρεᾶς· ὅπως ταῖς ὑπομνήσεσι τῶν λόγων μνείαν μου ποιῆσθε οἱ ἰδόντες καὶ οἱ γινώσκοντες.
5 Οἴμοι, ὅτι προέφθασάν με παγίδες θανάτου! Οἴμοι, ὅτι ἐξέλιπον αἱ ὧραι τῆς ζωῆς μου καὶ ἐκολοβώθη ὁ τοῦ σώματός μου χιτών! Ἐπληρώθη τε ὁ ἱστὸς καὶ ὁλο‐ τελῶς καθῃρέθη. Ἐξέλιπε τὸ ἔλαιον τοῦ γηΐνου λύχνου καὶ ἤγγισαν οἱ καταποντι‐ σταὶ τοῦ σκάφους. Μίσθιος γὰρ ὑπάρχων, ἐπλήρωσά μου τὸ ἔτος, καὶ πάροικος τυγ‐ χάνων, τελέσας τὸν καιρόν, ἄπειμι. Περιεκύκλωσάν με ἐπ’ ἄμφω δημόται, οἱ τῆς
10ὀξύτητος ἐτασταί, ὑποτάξαι μου τὸν αὐχένα ἐν κλοιῷ βαρεῖ, ὡς ἀνδρὸς κακοποιοῦ.395

396

Τί οὖν; Κλαύσωμαι; Ἀλλ’ οὐκ ἔστιν ὁ προσέχων. Ἀναβοήσωμαι; Καὶ τίς ὁ ἐπακουόμενός μου; Οἴμοι, ἐξ ἐπιτιμίας κρίσεως προσδοκία! Ὅταν γὰρ παραστῶ ἐπὶ τοῦ φρικτοῦ βήματος τοῦ Δεσπότου καὶ ἐπιγνώσομαι ἐκεῖσε ἑκατέρωθεν περι‐ κυκλοῦντάς με τινάς, ἄρξομαι [δὲ] αἰσχύνεσθαι· αἰσχύνη γὰρ ὄντως ἐκεῖσε φρικτή·
5καὶ οὐαὶ τῷ ἐκεῖ αἰσχυνομένῳ! Κύριε Ἰησοῦ Χριστέ, μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, καὶ μὴ δῷς ἑτέρῳ τὴν κρίσιν μου· ἀλλ’ ἐπὶ τοῦ ἐνδόξου βήματός σου παραστῆναί με καταξίω‐ σον· ὃν γὰρ ὁ Θεὸς κρινεῖ, ἐλέους ἀξιοῦται. Ἀκηκοὼς τοῦτό φημι παρὰ σοφῶν καὶ συνετῶν Ἀποστόλων ἁγίων, ὅτι πᾶς ὁ βασιλέα ὁρῶν, κἂν ἡμαρτηκὼς ᾖ, ὁ τοιοῦτος
10οὐκ ἀποθνῄσκει. Οὐαὶ δέ μοι, ἀδελφοί, τί τὸ συνεσχηκός με! Κλαύσατε ὀλολύζοντες ἐπὶ τῷ συν‐ τρίμματί μου. Προσήγγισαν γὰρ τῇ φρουρᾷ οἱ ἐκσπηλεύοντές με, καὶ οἱ ἀποκαθι‐ στῶντές με εἰς τὴν ἀπεκδεχομένην τοὺς ἀπ’ αἰῶνος βροτοὺς χώραν. Ὁ μεγαλό‐
φωνος Ὠσηὲ πάνυ καταπλήττει με· καθυβρίζων γὰρ ἐκβοᾷ καὶ λέγει μοι· πολιὰ396

397

ἐξήνθησε τῷ Ἐφραΐμ, καὶ οὐκ ἐνετράπη. Καὶ πάλιν· Ἐφραῒμ δάμαλις ἐξοιστρῶσα, δεδιδαγμένη ἀγαπᾶν νεῖκος. Εἰ καὶ λέγει τις, τῷ Ἐφραῒμ τῷ κατὰ Ἰωσὴφ λέγειν ταῦτα τὸν προφήτην, ἀλλ’ οὖν ἐγὼ οὕτως ἔχω, ὅτι, ἡνίκα τὸν θρῆνον τοῦτον ἐδίδου ὁ προφήτης, οὐ διέστησεν ἕτερον τοῦ ἑτέρου τῶν Ἐφραΐμ. Ὁ Δαυῒδ πάλιν ἐν μέρει
5παραινεῖ, λέγων· Ἐφραῒμ κραταίωσις τῆς κεφαλῆς μου. Οὐκ ἀλαζονείᾳ δὲ φερόμε‐ νος τοῦτό φημι· οὐ μή μοι γὰρ προσεγγίσῃ· καὶ γὰρ μάρτυς τῶν ἐμῶν λόγων Κύριος. Καὶ νῦν βούλομαι, ἀδελφοί μου, παραγγείλας παραινέσαι καὶ κραταιῶς ἐφι‐ δρύσασθαι, ἵνα μετὰ τὴν ἔξοδόν μου μνείαν μου ποιῆσθε· συνήθως ἐν ταῖς δεήσεσιν ὑμῶν. Προσελθόντες δὲ νυνὶ καμμύσατέ με, χεῖρας ὑμῶν θέντες ἐπὶ τῶν ὁρατῶν
10μου· ὑστέρημα γάρ ἐστι τῆς πνοῆς ἐν ἐμοί, ἤδη μου ἐκλείποντος, καὶ τὰ κατ’ ἐμὲ τέλος ἔχει, καὶ ἀληθὲς τὸ πέραμα. Τὴν γὰρ ζωὴν ὑμῶν ἐν ἐμοὶ ἀναμάθητε, καὶ τὴν ἐμαυτοῦ 〈ἐν〉 ὑμῖν. Ἡ κλίνη, ἐφ’ ἧς κατεσχέθην, οὐ μὴ καταβῶ ἀπ’ αὐτῆς· παρεῖμαι
γὰρ πάντοθεν, καὶ οὐ δύναμαι φέρειν, καὶ αἱ ὀδύναι συνέχουσί με. Μνήμην δὲ ὑμῖν397

398

πᾶσι καταλείψω ὡς ἔσοπτρον ἀκηλίδωτον, ἵνα ἀόκνως ἐν παντὶ ταύτην ἐνορῶντες καὶ σπουδὴν εἰσφέροντες πᾶσαν, ἀεὶ τοιαύτην ἐξομοιούμενοι φιλοπόνως σπουδά‐ ζητε. Ἐν πάσῃ τῇ ζωῇ μου οὐ κατηρασάμην· κατὰ γὰρ τῶν ἀποστατῶν πάντων διδάσκων καὶ ἐπιτιμῶν τὰς ὅλας ἡμέρας μου καὶ παραινῶν, οὐ κατώκνησα ἐν ταῖς
5τῶν Ἁγίων γνώμαις. Ἐπίστασθε γὰρ καὶ αὐτοί, ἀδελφοί, ὅτι ἐὰν ἔχῃ τις οἰκοδε‐ σπότης κύνα ἀμελοῦντα τῆς ποίμνης ἢ καθορῶντα λύκον ἀφανίζοντα ἐν τῇ μάνδρᾳ τῶν προβάτων καὶ μὴ καθυλακτοῦντα ἢ καὶ διώκοντα αὐτόν, πάντως ὡς ἄχρηστον κροταφήσας, τοῦτον ῥίπτει πόρρω τοῦ οἴκου. Τοιγαροῦν ἴστε, ἀδελφοί, ὅτιπερ σοφὸς ἀνὴρ οὐδένα μισεῖ, καὶ ὁ ἄφρων οὐ‐
10δένα ἀγαπᾷ· ἐὰν δὲ καὶ ἀγαπήσῃ, τὸν ὅμοιον αὐτοῦ ἀγαπᾷ. Ὑμεῖς, ἀδελφοί, μὴ ξενισθῆτε ἐπί τινας τῶν ἀποστατησάντων ἐμοῦ τῇ τῆς ὑπακοῆς μαθήσει· καὶ γὰρ ἐν τοῖς δώδεκα Ἀποστόλοις ἦν εἷς προδότης, Ἰούδας. Γινώσκετε δὲ ὅτι ἐν ἀμπέλῳ παρὰ τὴν ἀρχὴν εἴωθε φύειν βάτος, καὶ ἄκανθαι δὲ μεταξὺ ῥόδων δρέπονται. Τὸ δέ μου τῆς πίστεως ἐρρωμένον διαβεβαιοῦμαι ὑμῖν ὡς γνησίοις καὶ ὁμοψύχοις ἀδελ‐
15φοῖς, πληροφορῶν τε καὶ τὴν δι’ ὅρκου πίστιν ἀμετάθετον· βούλομαι γὰρ ὑμῶν στη‐398

399

ριχθῆναι τὴν γνώμην περὶ τῆς ἀκαταλύτου καὶ μονάρχου πίστεως τῶν πιστῶν. Καὶ ὄμνυμι ὑμῖν τὸν καταβάντα ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος τοῦ Σινᾶ· τὸν λαλήσαντα ἐπὶ τῆς ὑδροχοΐας ἀκροτόμου πέτρας· τὸ στόμα τὸ εἰρηκὸς ἐπὶ σταυροῦ εἰς ὑπόδειγμα ἡμῶν, Ἐλωΐ, Ἐλωΐ, καὶ συνεσχέθησαν πάντες νεφροὶ περάτων τῆς γῆς· τὸν ὑπὸ τοῦ
5προδότου ἐν Ἰουδαίᾳ πραθέντα· τὸν μαστιχθέντα ἐν μέσῳ Ἱερουσαλήμ· τὴν δόξαν τὴν ὑπὸ ἀνόμων ἐμπτυσθῆναι ἀνασχομένην, καὶ τὴν ἄφατον δύναμιν τὴν ὑπὸ χειρὸς ἀσεβοῦς ῥαπισθεῖσαν. Μὰ τὸ τριώνυμον τῆς ἁγίας δόξης πῦρ, καὶ τὴν ἀπέραντον καὶ μόνην Θεοῦ δύναμιν. Μὰ τὰς τοῦ νοεροῦ πυρὸς τρεῖς ὑποστάσεις, αἵτινές εἰσιν ὕψω‐ μα καὶ βούλημα ἓν καὶ τὸ αὐτό. Οὐκ ἐμερίσθην κατὰ τῆς καθόλου πίστεως, οὔτε
10κατὰ τῆς Ἐκκλησίας, οὔτε ἐδίστασα κατὰ τῆς τοῦ Θεοῦ δυνάμεως. Εἰ δὲ ἐμεγά‐399

400

λυνα ἐν τῷ νῷ μου τὸν Θεὸν καὶ Πατέρα πλέον τοῦ Υἱοῦ αὐτοῦ, μὴ φυλαχθείη ἐπ’ ἐμοὶ οἰκτιρμὸς εὐσεβείας. Καὶ εἰ ἐσμίκρυνα τοῦ Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον, σκοτι‐ σθείην τῆς αὑτοῦ ὁράσεως. Καὶ εἰ μή, καθὼς ἐξ ἀρχῆς ὡμολόγουν, καὶ νῦν λέγω, παραπεμφθείην τῷ ἐξωτέρῳ καὶ ζοφώδει σκότει. Καὶ εἰ ἐν ὑποκρίσει νυνὶ ταῦτα
5φθέγγομαι, ἐν πυρὶ γεέννης ἡ μερίς μου γενηθείη. Εἰ δὲ καὶ θωπεύων ὑποσπεί‐ ραιμι ταῦτα, μή με οἰκτειράτω ἐν διαγνώσει ὁ Κύριος. Μὰ τὴν ὑμῶν ζωήν, ὅτι ἐν ἀληθείᾳ οἱ μετ’ ἐμοῦ ὑπομείναντες μαθηταὶ καὶ τὴν αὑτῶν ζωὴν ἀπαράλλακτον τοῦ Υἱοῦ τοῦ Θεοῦ ἕξουσιν. Οὐχ ὑπῆρχε τῷ Ἐφραῒμ βαλάντιον, οὐ ῥάβδος, οὐ πήρα, οὔτε μὴν ἀργύριον ἢ χρυσίον· οὐ κτῆσιν ἑτέραν τινὰ
10ἐπὶ τῆς γῆς ἐκτησάμην· τοῦ γὰρ ἀγαθοῦ Διδασκάλου ἤκουσα ἐν τοῖς θείοις Εὐαγ‐ γελίοις φήσαντος τοῖς ἑαυτοῦ μαθηταῖς, μηδὲν ἐπὶ γῆς κτήσησθε· οὔτε γὰρ εἶχον ἐμπαθῶς τι τῶν τοιούτων. Προσελθόντες οὖν, ὦ ἀδελφοί μου, δότε εἰς τέλος εἰρήνην καὶ ἀπολύσατέ με, διότι ἐκλείπων ἄπειμι. Μνημονεύετε δέ μου τοῦ εὐτελοῦς ἐν ταῖς εὐπροσδέκτοις
15ἁγίαις εὐχαῖς καὶ πάσαις δεήσεσιν· ἐν γὰρ ματαιότητι καὶ ἁμαρτίαις διήνυσα περά‐400

401

σας μου τὸν βίον καὶ τὴν ζωήν. Ἐν φόβῳ δὲ ὑμᾶς ὁρκῶ, ἄνδρες ὅσιοι καὶ κάτοικοι πόλεως Ἐδεσσηνῶν, τὴν ἀπαράλλακτον ὑμῖν τοῦ ἀθανάτου Θεοῦ πίστιν, ἵνα μὴ λήθην ποιῆσθε τῶν τῆς ἐμῆς βραχύτητος παραγγελμάτων, μήτε διαπτύσητε ἐξου‐ θενοῦντες τοὺς ἐμοὺς λόγους· ἐκ γὰρ θείας χάριτος ὑπῆρξάν μοι οὗτοι. Καὶ μὴ ἐά‐
5σητέ με ἐν οἴκῳ Θεοῦ τεθῆναι, ἢ ὑπὸ θυσιαστήριον. Εἴ τις δὲ τολμήσει θεῖναί με ὑπὸ θυσιαστήριον, μὴ ἴδῃ τὸ ἐπουράνιον θυσιαστήριον· οὐ γὰρ καθήκει σκώληκι σαπρίαν ἀποβάλλοντι κατατεθῆναι εἰς ναὸν καὶ ἁγίασμα Κυρίου. Ἀλλὰ μήτε εἰς ἕτερον τό‐ πον συγχωρήσητέ με τεθῆναι τοῦ ναοῦ τοῦ Θεοῦ. Μὴ γὰρ καταξιωθείη ναοῦ βασι‐ λείας οὐρανῶν, ὃς ἂν αὐθαδιάζων τοῦτο πράξῃ· οὐ γὰρ ὀνήσει δόξα ματαία ἄνδρα
10ἀνάρμοστον, καὶ ᾧ μὴ καθήκει. Διότι γυμνοὶ ἐτέχθημεν βροτοὶ ἅπαντες· ὡσαύτως δὲ καὶ ἐγερθέντες τὴν αὐτῶν διὰ γυμνῆς ἐσομένην ἐμφάνειαν ποιησόμεθα, καὶ τῶν ἡμῖν ἐνταῦθα βεβιωμένων λόγον ὑφέξομεν, παραστάντες ἅπαντες ἐπὶ 〈τὸ〉 τοῦ
Χριστοῦ κριτήριον.401

402

Ἱνατί οὖν τιμήν μοι προσάγετε τῷ ἑαυτὸν μὴ τιμήσαντι τῇ προσηγορίᾳ τῶν πράξεων; Ὃς γὰρ ἑαυτὸν μὴ τιμήσῃ δι’ ἔργων ἀγαθῶν καὶ πράξεων, ἅπας ὁ τῶν ἀνθρώπων βίος τῷ τοιούτῳ προσφερόμενος, εἰς ἣν μὴ κέκτηται δόξαν, οὐδὲν αὐτὸν ὠφελῆσαι δύναται. Πᾶν δὲ τὸ κτιστὸν καὶ φθαρτόν, ἀδελφοί, καθὼς ἀκούετε ὑπὸ τοῦ
5Θεοῦ. Διὸ κλαίων λέγω, καθὼς γὰρ ἀνέγνωτε, καταλύεται καὶ φθείρεται οὗτος ὁ χειροποίητος ναὸς καὶ ἐγείρεται ὁ πνευματικός, οὐχ ὁ σωματικὸς καὶ παρόδιος, ὁ κατὰ τὰς ἐπιθυμίας τῆς σαρκὸς φθειρόμενος, ἀλλ’ ὁ αὐτὸς σωματικὸς 〈καὶ〉 πνευ‐ ματικός, ἄφθαρτος ἐγειρόμενος, εἰς τὸ μηκέτι αὐτὸν ὑποστρέψαι εἰς διαφθοράν, ὅταν ἠχήσασα ἡ τοῦ Χριστοῦ σάλπιγξ ἐξυπνήσῃ τοὺς ἀπ’ αἰῶνος καθεύδοντας. Οὐ
10γὰρ διὰ τοὺς λιθίνους ναοὺς ἔσται ἡ κρίσις, οὔτε λίθους κρινεῖ ὁ Θεός, ἀλλὰ τοὺς ἐν σώματι ναούς, τοὺς τὴν ἀνθρωπείαν φύσιν ναοὺς προσαγορευομένους περιέχοντας. Φημὶ δή, ἄνθρωπον κατὰ τὴν οἰκείαν πρᾶξιν κρινεῖ ὁ Θεὸς καὶ κατὰ τὸν ἑκάστου
ἀγῶνα καὶ κόπον, καὶ τὸ βραβεῖον ἐπαξίως ἀποδώσει.402

403

Προσέχετε, ἀδελφοί, μὴ ἆραί μου ῥάκη λειψάνου μνημοσύνου χάριν· ἔχετε γὰρ μνήμης παραγγελίαν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ἣν λαβόντες παρ’ αὐτοῦ ἐμά‐ θετε τὴν αὐτοῦ ἀναμένειν ἐπάνοδον. Τίνος γὰρ χάριν κόπον μοι καὶ δυσβάστακτον φορτίον ἐπισωρεύετε; Μήτε καὶ εἰς διάγνωσιν ἔλθω ἐξετασμοῦ—οὐ γὰρ κρείττων
5εἰμὶ τῶν ἀπ’ αἰῶνος ἀνδρῶν ὁσίων—καὶ τιμωρίαις δι’ ὑμᾶς ὑποπέσοιμι. Καὶ κω‐ μῳδῶν τὴν ἐμὴν ἀφροσύνην ὁ Κύριος ἐρεῖ μοι· ὧ Ἐφραΐμ, εἰς σὲ πλέον ἢ εἰς ἐμὲ οἱ ἄνθρωποι ἐπίστευσαν. Εἰ γὰρ ἐκ σοῦ μνημόσυνα αἴρειν βούλονται, ἴσως οὐκ ἐπί‐ στευσαν εἰς ἃς ἔδωκα αὐτοῖς τηρήσεις τῶν ἐντολῶν· διότι ταῖς σαῖς πλέον ἢ ταῖς ἐμαῖς ἥδονται μνήμαις.
10 Πρὸς ἐπὶ τούτοις δὲ παρακαλῶ ὑμᾶς, ὦ ποθεινὰ σπλάγχνα, εἴ περ ἀνέχεσθε τῆς τοῦ Χριστοῦ διδασκαλίας, μὴ θεῖναί με σὺν τοῖς Ἁγίοις· ἁμαρτωλὸς γάρ εἰμι καὶ ἐλάχιστος, πτήσσω τε τὴν ὑστέρησιν καὶ τὴν ἀφροσύνην μου τοῦ προσεγγίζειν αὐτοῖς· ἐὰν γὰρ καὶ προσεγγίζῃ ἢ καὶ προσομιλῇ ὕλη φρυγανώδης πυρί, ἅπασα ἀπ’ αὐτοῦ ἀναλωθήσεται καταφλεχθεῖσα. Οὐ τὴν συγκατάθεσιν δὲ αὐτῶν ἢ τὴν συνά‐
15φειαν ἀποβαλλόμενος ταῦτά φημι, ἀλλὰ τῶν ἐμῶν ἁμαρτιῶν τὸ ἄμετρον πλῆθος403

404

ἐνορῶν φρίττω τε καὶ τρέμω· τοῦ γὰρ Προφήτου λέγοντος ἀκούω· ὅτι εἴπερ ὦσι Νῶε καὶ Ἰὼβ καὶ Δανιήλ, οὐ μὴ ῥύσονται υἱοὺς αὐτῶν καὶ θυγατέρας· ἀδελφὸς ἀδελφὸν οὐ λυτροῦται· οὐ λυτρώσεται ἄνθρωπος ἄνθρωπον· οὐδ’ ἔτι Γιεζὶ τῆς λέ‐ πρας ἀπαλλαγεῖται.
5 Μή τις ὑμῶν δορυφορῶν με, εἰς ἐπίδειξιν διαπομπεύσας, περιενέγκῃ, ἀλλ’ ἐπ’ ὤμων ἄραντές με καὶ δρόμῳ συνοδεύσαντές μοι, κηδεύσαντες θάψετέ με ὥσπερ ὄνειδος ἐξουθενημένον, διότι ἐν ὀδύναις διῆλθον αἱ τῆς ζωῆς μου ἡμέραι. Μηδέ τις ὑμῶν ἐγκωμιάσῃ με καὶ ἐπαινέσῃ, ἀδελφοί· εἰμὶ γὰρ ἐνώπιον Κυρίου εὐτελὴς καὶ τοῖς ἔργοις μου τεθριαμβευμένος. Τρέμω τε λίαν, ὅτι ἐνώπιον τοῦ Θεοῦ τῶν ἀπαρ‐
10ρησιάστων τυγχάνω. Τίς γὰρ ὑμῶν δείξει τὰ ἐμὰ ὀφειλήματα, καὶ μὴ ἅπαντες ἐμ‐ πτύσητε τῇ ἐμῇ ἀπαιδευσίᾳ; Καὶ τίς κοινωνία κακίᾳ πρὸς ἀρετήν; Ἢ τί ἁμαρτωλῷ
προσεγγίζειν δικαίῳ; Τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος; Ἐὰν γὰρ αἴσθησθε τῆς404

405

τῶν πράξεών μου ὀσμῆς, ἅπαντες ἂν ἀποφύγητε καταλείψαντες ἄταφον, τὸν βόρ‐ βορον τῶν ἁμαρτιῶν μου μὴ φέροντες. Ὃς ἂν διαθῇ μοι κοσμικὸν στολισμόν, ἀπορριφθείη εἰς τὸ σκότος τὸ ἐξώτε‐ ρον. Εἰ δὲ καί τις με σμυρνίσῃ, τούτου ἡ μερὶς εἰς τὴν φλεγομένην κάμινον καὶ εἰς
5τὸ τῆς γεέννης πῦρ ἔσται. Ἀλλ’ ἐν τῷ χιτῶνί μου καὶ ἐν τῷ περιβολαίῳ θέτε με, καὶ ἐν οἷς τὸ καθ’ ἡμέραν. Οὐ γὰρ ἁρμόζει καλλωπισμὸς ἁμαρτωλῷ, σκώληκί τε καὶ σαπρίας μεστῷ. Οὔτε ἡδύνει, οὔτε κατακοσμεῖ, ἡ τῶν ζώντων δόξα τοὺς ἐν τῇ γῇ ἁμαρτωλούς. Εἰμὶ δὲ ἁμαρτωλός, καθὼς ἔφην. Μηδεὶς οὖν με μακαρίσῃ· τῷ γὰρ Θεῷ ἔγνω‐
10σται πᾶσά μου ἡ πρᾶξις καὶ πᾶσαι αἱ πονηρίαι, ἃς ἔδρασα. Μεμόλυσμαι ταῖς ἀνομί‐ αις μου, καὶ ἀπέρριμμαι ταῖς ἁμαρτίαις μου. Ποῖον γὰρ ἀδίκημα οὐ κεῖται ἐν ἐμοί; Ὅτι πᾶσαι αἱ ἀνομίαι καὶ ἀδικίαι ἐπιμελῶς ἔγκειται ἐν τῷ θνητῷ μου σώματι. Πάλιν ἅπαντες ὅσοι τάξιν πατέρων ἔχετε, τέκνων τε καὶ ἀδελφῶν καὶ μα‐ θητῶν, ἄνδρες οἱ τὴν Ἐδεσσῶν οἰκοῦντες, φέρετε ὑμῶν τὰ τῆς δικαιοσύνης καρ‐
15πώματα, ὅ τι ἕκαστος προέθεσθε μετ’ ἐμοῦ θεῖναι εἰς ἄληστον μνήμην ὑμῶν, ὅπως405

406

αὐτὸς ἐγὼ τιμὴν τούτοις ὀνομάσας, πολυτελές τι σκεῦος ἐν αὐτοῖς ὠνησάμενος, ἀξίους ἐργάτας μισθώσωμαι τῆς ὑμῶν ἐγκάρπου προαιρέσεως· φημὶ δὲ πτωχοὺς καὶ ὀρφανούς, χήρας τε καὶ ἐνδεεῖς καὶ ἀστέγους, γυμνούς τε καὶ λιμώττοντας καὶ πάντας τοὺς καταπονουμένους, ὡς τέλειον ὑμῶν τὸ μνημόσυνον γενέσθαι τῆς σω‐
5τηρίας ἐν τῇ τῶν ζώντων χώρᾳ. Ὑμῖν τε γὰρ ἀποβήσεται εἰς σωτηρίαν, καὶ ἐν ἐμοὶ λογισθείη, συμβουλίας ἕνεκεν, ἑκούσιος μισθός· ἄλλος γὰρ μισθὸς ὁ δι’ ἔργων, καὶ ἕτερος ὁ διὰ λόγων γενόμενος. Μείζων δέ, ἀδελφοί, ὁ διδοὺς τοῦ λαμβάνοντος, κα‐ θὼς καὶ ἀπὸ τοῦ Κυρίου ἠκηκόειτε. Καθώς τε ἕκαστος ὑμῶν τῇ προθέσει ἠθέλησεν, οὕτω καὶ πληρώσατε. Ἀπέχω τε ὑμῶν τὴν χάριν, καὶ περισσεύω. Καὶ ὁρκίζω ὑμᾶς
10τὸν Κύριον Ἰησοῦν Χριστόν, ἀδελφοί, ἵνα διαδοθῇ πάντα τοῖς πτωχοῖς· ὑπερπερισ‐ σεύομαι γὰρ τῆς ἀγάπης ὑμῶν, ὅτι παντὶ σθένει ἐτιμήσατέ με. Καὶ εἰ καὶ ἐγὼ ἀνά‐ ξιος τυγχάνω, ἀλλ’ οὖν γε ὁ τιμηθεὶς αὐτὸς ὑμῖν ἀποδῷ τὸν πλεονάζοντα μισθόν. Καὶ ὃν τρόπον ἠκούσατε ὑπὸ τοῦ σοφοῦ Διδασκάλου στόματος φάσκοντος, ὁ δε‐
χόμενος προφήτην, μισθὸν προφήτου λήψεται, αὐτὸς ὁ Χριστὸς προσδέξεται τὴν406

407

τελείαν ὑμῶν κάρπωσιν, ὅτι ἐπ’ ἐλπίδι ἐπ’ ὀνόματι αὐτοῦ ἐποιήσατέ μοι ταύτην τὴν τιμήν. Καὶ προσδεχθείη ὑμῶν ἡ θυσία, ὡς 〈ἡ〉 τοῦ δικαίου Νῶε, καὶ ὡς ἡ τοῦ προπάτορος ἡμῶν Ἀβραάμ. Καὶ εὐλογημένη ὑμῶν ἡ πόλις Ἔδεσσα καὶ μήτηρ, ἥτις καὶ ἀποφαντικῶς ηὐ‐
5λόγηται ἐκ στόματος Κυρίου, διὰ τῶν αὑτοῦ μαθητῶν, ἡμετέρων δὲ Ἀποστόλων. Ὁπηνίκα ἀποστείλας Αὔγαρος, ὁ ταύτην ἀνεγείρας βασιλεύς, ἠξίου δεξιοῦσθαι τὸν ἐν τῇ ἐπιδημίᾳ ἀναφανέντα Σωτῆρα τῶν ὅλων καὶ Δεσπότην Χριστόν, λέγων· ἤκου‐ σα πάντα τὰ ὑπὸ σοῦ διαπραττόμενα, καὶ ὅσα πέπονθας ὑπὸ τῶν ἀθετούντων σε Ἰουδαίων. Ἐλθὲ τοιγαροῦν ἐνταῦθα, καὶ οἴκησον μετ’ ἐμοῦ. Ἔχω ἐμαυτῷ μικρὰν
10ταύτην τὴν πόλιν, ἥτις στοιχήσει σοί τε καὶ ἐμοί. Καὶ θαυμάσας ὁ Κύριος τὴν πίστιν αὐτοῦ, πέμψας δι’ Ἀγγέλων αἰωνίων ηὐλόγησε τὴν πόλιν, ἑδράσας αὐτῆς τὰ θεμέ‐ λια. Ἐκείνη οὖν ἡ εὐλογία, αὐλισθεῖσα ἐν αὐτῇ, κατασκηνώσει ἄχρις οὗ ἀποκαλυ‐
φθῇ ὁ Ἅγιος ἐξ οὐρανοῦ, Ἰησοῦς ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς ἐκ Θεοῦ.407

408

Μή τις οὖν ὑμῶν, ἐκλείψας τῆς προθέσεως, ἀπελεύσηται ἄκαρπος· ὃς γὰρ προέθετό τι εἰσενέγκαι, καὶ τοῦτο ἀποστερήσει, τὸν τοῦ ἀδίκου Ἀνανίου θάνατον ἀπενέγκηται, ὅστις ἐβουλήθη μὲν πειράσαι τὸ πανάγιον τοῦ Θεοῦ Πνεῦμα, τοὺς δὲ Ἀποστόλους λαθεῖν· καὶ ἠλέγχθη πεσὼν ὑπὸ τοὺς πόδας αὐτῶν.
5 Ταῦτα δὲ αὐτοῦ λέγοντος, ἀνήρ τις τῶν αὐτόθι ἑστώτων, ἔνδοξος πάνυ, ῥαπι‐ σθεὶς ὑπὸ πνεύματος ἀκαθάρτου, παραχρῆμα ἔπεσε πρὸς τὴν κλίνην, καὶ ἀνακρά‐ ζων διύλαττεν. Ὁ δὲ πρὸς αὐτόν· ἄνθρωπε, τί διαπέπρακταί σοι; Καὶ τῇ κελεύσει τοῦ λόγου, εὐθέως διαναστὰς ἔφη· προθέμενος ἡμῖν πολυτελές τι ἱμάτιον ἐνέγκας μετὰ σοῦ καταθέσθαι· ὡς δὲ κατέκρινας ἡμᾶς μηδὲν πλέον ἐνταφιάσαι σοι, ἀνεβαλλό‐
10μην τοῦτο ἐν τῇ διανοίᾳ μου, λέγων· εἰ ὅλως ἐν τοιούτοις οὐ κατατίθεται, τίς χρεία καὶ τὴν ἐμφάνειαν αὐτοῦ ποιήσασθαι; Εἰ δὲ πένησι δοθῆναί τι προστάττοι, ἑτέρων χρημάτων εὐποροῦντες, διδόαμεν τοῖς ἐνδεέσιν, ὅσα ἂν ἡ χρεία ἀπαιτήσῃ. Ἀπο‐
κριθεὶς δὲ εἶπε πρὸς αὐτὸν ὁ μακάριος· ὕπαγε, καὶ πλήρου σου τὴν πρόθεσιν. Καὶ408

409

ἐπευξάμενος αὐτῷ, καὶ ἐπιθεὶς ἐπ’ αὐτὸν τὰς χεῖρας, ὑγιῆ κατέστησε τοῦ ἀκαθάρ‐ του πνεύματος. Καὶ πάλιν εἶπε· παραγγέλλω, μή τις κηρίον μοι ἀνάψῃ ἐν τῇ ἐξόδῳ μου, ἵνα μὴ οὗτος καταδαπανηθείη τῷ αἰωνίῳ πυρί. Τί γὰρ ὠφελήσει δόξα φθαρτοῦ πυρὸς
5ἄνδρα, ὃς ἐκ τοῦ ἰδίου πυρὸς καταφλεχθήσεται; Ὅταν γὰρ φανῇ τὸ φοβερώτατον ἐκεῖνο πῦρ, ἐν αὐτῷ ὁ ἔνοχος αὐτοῦ καταναλωθήσεται. Ἀρκετὸν τοιγαροῦν ἔστω μοι τὸ ἐμαυτοῦ ἄλγος, καὶ μὴ καὶ ἕτερον παρ’ ὑμῶν μοι ἐπεισαγέσθω. Κλαύσατε δέ με, ἀδελφοί, ὅτι ἐξέλιπον ἐν ὀδύνῃ αἱ ἡμέραι μου· καὶ παγίδα ἣν οὐ προεθέμην, ἐν αὐτῇ περιέχομαι. Ἥκει τε ὁ ἐταστής μου, καὶ βρόχοις σφοδροῖς με διαθέμενοι ἀπά‐
10γουσιν ἠπειγμένως οἱ παραλήπτορες, καὶ καθέλκουσί με εἰς γῆν βροτῶν, καὶ χώ‐ ραν, ἣν οὐκ ἔγνων. Παρακαλῶ σε, Σῶτερ, ὁ πλάσας με, μὴ ἐκθλίβων ταλανίσῃς, καὶ συντρίβων μή με καταικίσῃς. Ἐὰν γὰρ ἀξίως τῶν ἐμοὶ πεπραγμένων ἐτάσῃς με, περιστοιχή‐ σεται ἡ κατάπτωσις ἐμέ· καὶ γὰρ ἐπὰν μνησθῶ τῶν ἔργων μου τούτων, ἀφόρητός
15μοι φόβος ἐπιπεσὼν συντρίβει με, καὶ φρίκη μοί τις ἐνίσταται δεινή, τὴν προσδοκίαν
τῶν ἀμοιβῶν ἐν τῷ αἰῶνι ἐκείνῳ προορωμένῳ· τρόμῳ τε συνείλημμαι, καὶ οὐ δύ‐409

410

ναμαι φέρειν· καὶ προδήλως οἱ ὀδόντες μου κροτοῦσί μοι τὴν ἐκεῖθεν ἀλγυνομένην φρίκην. Μήτε μὴν ἀρώμασί με ἐνταφιάσητε, παρακαλῶ· οὐ γὰρ ἄφρονι συμφέρει τιμή, ἀλλὰ οὔτε δόξα ἀδόξῳ. Οὔτε δὲ ἕτερον κάπνισμα εὐωδίας, σαπρίᾳ καὶ γῆς
5κονίᾳ ὑπάρχοντι· ἀλλὰ δότε ἀτμίδα καπνισμοῦ εὐωδίας ἐν οἴκῳ Θεοῦ, κἀμοὶ ταῖς προσευχαῖς συνοδεύσατε μᾶλλον. Μὴ τὰ μὲν ἀρώματα ἐμοί, ἀλλὰ τῷ Θεῷ δότε· ἐμὲ δὲ ὀλολυγμοῖς κηδεύσατε τὸν ἐν ὀδύναις πεφυρμένον, καὶ ἀντὶ ὀσμῆς ἡδίστης καὶ ἀρωμάτων ταῖς δεήσεσιν ὑμῶν συναγωνίσασθε, παρακαλῶ, μεμνημένοι μου δια‐ παντὸς ἐν αὐταῖς. Τί γὰρ ὠφελήσει ἐν ὀσμῇ νεκρὸν ἀναισθητοῦντα; Καπνίσατε δὲ
10ὑμῶν τὰ θυμιάματα ἐν οἴκῳ Θεοῦ, εἰς δόξαν καὶ ἔπαινον αὐτοῦ, ἐπειδὴ κατοικεῖ καὶ αὐτὸς ἐν αὐτῷ. Τί δὲ ἐνειλέεις σῶμα φθαρτὸν περιφανῆ καὶ ἔξαλλον στολήν, ἥπερ αὐτῷ καθέξει οὐδέν; Ἀλλὰ κατάλιπε τὸ γήϊνον σῶμα τῇ αὑτοῦ μητρί, ἐπειδὴ καὶ ἐκ ταύ‐ της ἄπνουν ἐλήφθη αὐτὸ καὶ οὐ συνέπεται αὐτῷ δόξα ματαία· ἀνδρὶ δὲ ἐνδόξῳ κα‐
15θήκει πλοῦτος, τῷ δὲ πτωχῷ ἁρμόττει ταπείνωσις· καὶ τοῖς μὲν εὐγενέσι πρέπει410

411

βασίλειον, τοῖς δὲ ἐλαχίστοις ἡ τοῦ στρατοῦ προσηγορία, προσαγορευομένη παρα‐ μυθίας χάριν. Μηδὲ ἐν τοῖς μνήμασιν ὑμῶν μέ που κατάθετε· οὐ γὰρ μὴ ἐξαγοράσονταί με ἐκ τῶν αἰχμαλωτιστῶν μου αἱ τῶν μνημάτων ὑποθῆκαι. Λόγον δὲ ἔχω μετὰ τοῦ
5Θεοῦ μου αὐλισθῆναί με σὺν τοῖς ξένοις, ἐπείπερ εἰμὶ παρεπίδημος, καθάπερ ἐκεῖνοι. Σὺν αὐτοῖς οὖν ἀναπαύσατέ με, ὅτι πᾶσα σάρξ, ἀδελφοί μου, τῇ μετόχῳ κολλᾶται, καὶ πᾶς ἀνθρώπων τῷ ὁμοίῳ χαίρει. Ἐν τῷ κοιμητηρίῳ, φημὶ δὴ ἔνθα κατάκεινται οἱ συντετριμμένοι τῇ καρδίᾳ, ἐκεῖ με κατάθεσθε, ἵνα, ὅταν ἔλθῃ ὁ τοῦ Θεοῦ Υἱὸς ἀνεγεῖραι καὶ ἀναπαῦσαι αὐτούς, μετ’ αὐτῶν με ἰάσηται.
10 Ἴδε, Κύριε, τὴν ταπείνωσιν καὶ τὴν ἱκεσίαν μου, καὶ σπλαγχνίσθητι ἐπ’ ἐμοί, δέομαί σου. Καταξίωσον, μονογενὲς Υἱὲ τοῦ Θεοῦ, καὶ μὴ κατ’ ἀξίαν τῶν βεβιω‐ μένων ἀνταποδώσῃς μοι· ἐὰν γὰρ ἀνομίας παρατηρήσῃς, τίς ὑποστήσεται; Καὶ εἰ
κατὰ τὴν μεγαλωσύνην σου ἀποδῷς ἡμῖν, τίς ἐλέους ἀξιωθήσεται ἐν τῇ κρίσει σου;411

412

Πᾶν γὰρ στόμα φραγήσεται, καὶ ὑπόδικος γενήσεται πᾶς ὁ κόσμος τῷ Θεῷ. Οὐ τὴν χάριν δὲ ἀθετῶν, προσφέρω ταῦτα· τὰ γὰρ γεγραμμένα λαλῶ, μακρόθυμε Χρι‐ στέ. Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐὰν εἰς τὸ ἐκφλέγον πῦρ ἀποπεμφθῶ; Ποίησον τοίνυν συνήθως ἐπ’ ἐμὲ τοὺς οἰκτιρμούς σου, καὶ γνωσθήσεται ἐν αὐτῷ ἡ χάρις τῆς
5μακροθυμίας σου. Εἰ δὲ καὶ κρίσιν ποιήσῃς τῆς γῆς ἁπάσης, καθὼς καὶ ἡ χάρις σου δηλοῖ, οὐ μὴ σωθῇ εἷς ἀπὸ χιλίων, καὶ ἀπὸ μυριάδων οὐ λυτρωθήσονται δύο. Τί οὖν ἀδημονῶν λαλήσω ὁ ταπεινὸς Ἐφραῒμ οὕτω πληροφοροῦντα τὴν ἐπί‐ κρισιν μὴ γίνεσθαι βροτῶν, ἀλλ’ ἐξ ἴσου εἰσὶν ἄδικοι καὶ ἁμαρτωλοὶ τοῖς δικαίοις καὶ εὐθέσι καὶ ἀληθινοῖς, οἵ τε ταπεινοὶ καὶ ἀγαθοὶ τοῖς πονηροῖς καὶ ἀσεβέσιν; Οὐχ
10οἷόν τε ἐξισοῦσθαι ταῦτα οὕτω· τὸ γὰρ φῶς ἀναλίσκει τὸ σκότος. Πῶς γὰρ δίκαιόν ἐστι τὸν δίκαιον Ἄβελ τῷ ἀδελφοκτόνῳ καὶ ἀδίκῳ Κάϊν ἐξισοῦσθαι; Ἢ πῶς ῥᾷον γενέσθαι τοῦτο, κατοικῆσαι δικαίους καὶ ἀνόμους ἐπὶ τὸ αὐτό; Κεκραγότες γὰρ φωνὰς δώσουσι.
Δέομαί σου, Σωτήρ, οὐχ ἵνα ἰσώσῃς ἁμαρτωλοὺς δικαίοις· σὲ παρακαλῶ, ὦ412

413

τῆς ἀγαθότητος Υἱέ· ἀλλ’ ὅπως τοὺς οἰκτιρμούς σου καταξιώσῃς ἐφαπλῶσαι ἡμῖν, ἐπ’ ἐμὲ καὶ ἐπὶ τοὺς μετόχους μου. Ὁ πρῶτος οὖν μοι εἰρήσθω λόγος· λέξω γὰρ καὶ οὐκ ἀποστήσομαι τοῦ τοιού‐ του, ὅτι ἐὰν μὴ τοὺς οἰκτιρμούς σου ἐκτείνῃς ἡμῖν, οὐδεὶς ὄψεται ζωήν· εἷς γὰρ μαρ‐
5τυρεῖται μόνος Θεὸς εἶναι ἀγαθὸς ἐκ πάντων ἐν σώματι βροτῶν. Οὐκ ἐπειδὴ δὲ ἁ‐ μαρτωλός εἰμι, ταῦτα λέγω· σύνηθες γὰρ τῇ Γραφῇ τὰ νῦν μοι εἰρημένα ἄρδην βοᾶν. Παῦσαι, Ἐφραΐμ, ὁ παραλήπτωρ Ἄγγελός μοι λέγει σοφιζόμενος· οὐ γὰρ ὠφελήσουσί σε οἱ συνεχεῖς σου στεναγμοί, ἐπειδὴ μὴ ἐκμειλίσσονται δώροις οἱ ἐπὶ σὲ ἀποσταλέντες ὀξεῖς παραλήπτορες. Καὶ ἐμβριθῶς ἀποκριθεὶς ἔφη μοι· τὸ στόμα
10σου φράττε· οὐ γὰρ συμμέτοχοί σου ἀπολομένων τυγχάνουσι τῷ τῶν ἀνθρώπων γένει. Ὁ δὲ ἁμαρτωλὸς οἴεται τοὺς πάντας αὐτῷ ὁμοίους ὑπάρχειν· καὶ ὡς τυ‐ φλώττων, ἐμφερεῖς ἑαυτῷ. Προσεγγίσατε οὖν, ἀδελφοί μου, καὶ διατείναντες καταστήσατέ με. Τὸ πνεῦμα μου ἐκλέλοιπε κραταιῶς, καὶ προσευχαῖς ὑμῶν προσφορὰς συνήθως ὑπὲρ τῆς ἐμῆ
15βραχύτητος ποιεῖν καταξιώσατε. Καὶ ἡνίκα ποιήσω τριακοστήν, ποιήσατέ μου τὴ413

414

μνήμην· εὐεργετοῦνται γὰρ οἱ θνητοὶ ἐν προσφοραῖς ἀναμνήσεως περὶ τῶν ζώντων ἁγίων. Ὁρᾶτε δὲ καὶ ὑπόδειγμα ἐκ τῶν μερικῶν τοῦ Θεοῦ κτισμάτων, οἱονεὶ τὸ γέννημα τῆς ἀμπέλου, ἡ ὄμφαξ ἐν ἀγρῷ καὶ ὁ ἐκπεπιεσμένος οἶνος ἐν τοῖς ἀγγεί‐ οις. Ὅταν ἐπακμάσῃ οὖν ὁ βότρυς ἐν τῇ ἀμπέλῳ, τότε ἐκστὰς σαλευθήσεται ὁ ἐν
5οἴκῳ ἀκίνητος ἐξελάσων οἶνος. Παραπλησίως μοι νοεῖται καὶ τὸ ἐπὶ κρομμύου· τὸ γὰρ ἔμφυτον ἐν τῷ ἀγρῷ, τῷ αὐτῷ ἁπλοῖ καιρῷ χλωρὸν βλαστόν, καὶ τὸ ξηρὸν ἐν τῷ οἴκῳ βλαστάνει φοράν. Εἰ οὖν τῶν κτισμάτων γεννήματα ἀλλήλοις οὕτω συν‐ αίσθονται, πῶς γε μᾶλλον οἱ νεκροὶ ἐν ταῖς μνήμαις τῶν προσφορῶν αἴσθονται; Καὶ ἐὰν δῷς μοι λόγον συνετόν, ὅτι ταῦτα τῇ φύσει τῶν κτισμάτων ἕπεται, γνώσεις
10σαυτὸν εἶναι ἀπαρχήν τινα τῶν τοῦ Θεοῦ κτισμάτων. Καὶ εἰ μὴ πληροφορεῖ τὰ ὑποδείγματα, ἐὰν γὰρ μὴ μαρτυρίαν σοι παραγάγω, ἀνεξικάκως ἀκροῶ τὰ γε‐ γραμμένα, καὶ εἴπερ βούλει, συνέσει δέξαι τὰ λεγόμενα. Ὁ θεράπων τοῦ Θεοῦ Μωυσῆς τὸν Ῥουβὴμ ἐν εὐλογίαις ἕως τρίτης γενεᾶς
εὐλόγησεν. Εἰ οὖν οἱ θνητοὶ οὐ λυτρῶνται, τίνι τῷ λόγῳ εὐλογεῖ τὸν Ῥουβὴμ ἕως414

415

τρίτης γενεᾶς ὁ Μωυσῆς; Καὶ μήν, 〈εἰ〉 ἀναστάσεως μνῆμα οὐκ ἔστιν, ἄκουε τί βοᾷ ὁ Ἀπόστολος· εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν; Οἱ γὰρ τοῦ νόμου, ἐπὶ προσδοκίᾳ ἀναστάσεως ἐν μυστηρίῳ συγκεκλεισμένοι, κατεί‐ χοντο εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλύπτεσθαι. Ὅτι εἰ προσφοραῖς λατρειῶν περι‐
5εκάθαιρον οἱ ἐν νόμῳ ἱερεῖς καὶ τοὺς ἐν ἀνομίαις ἐν πολέμῳ τετρωμένους—μεμια‐ σμένων γὰρ πράξεων πλήρεις, ἐτύγχανον ὀφειλέται τῶν ὁπωσοῦν γεγραμμένων— πόσῳ δὲ μᾶλλον οἱ ἱερεῖς διαθήκης νέας Χριστοῦ περιελεῖν δυνήσονται εἰκότως ὀφειλήματα τῶν παροδευόντων ἐν ἁγίαις προσφοραῖς καὶ εὐχαῖς γλωσσῶν αὐτῶν; Ἐρχομένων δὲ ὑμῶν εἰς τὴν μνήμην μου, ὁρᾶτε, ἀδελφοί, μή τις ἁμάρτῃ εἰς
10τὰ ἅγια. Ἀλλὰ προσεχῶς καὶ ἐπιεικῶς καὶ ταπεινοφρόνως, ὁσίως τε καὶ ἁγνῶς ἀγρυπνήσατε. Οὐχ ὅτι βαρυτέρας κατακρίσεως ἠξίωται ἡ τῆς εὐολίσθου σαρκὸς
ἁμαρτία παρὰ τὰ σύμφυτα αὐτῆς· εἰσὶ γὰρ ἕτερα ἁμαρτήματα, ἅτινα πλειόνως βε‐415

416

βυθισμένα, τῶν ἀνομιῶν πλείονα τυγχάνουσιν. Ἐλεεινὸν ὦπταί μοι τοῦτο, μήπως ἀντὶ μνήμης, ἀταξιῶν ἕνεκα ὑμῶν, λόγον τῷ Θεῷ μου παράσχοιμι. Ἴσως γὰρ ἐν τῇ κρίσει λέξει μοι τοῦτο· ὅτιπερ σὺ εἶ τούτων αἴτιος πάντων, Ἐφραΐμ, ἅτε δὴ συνά‐ ξας τοιούτους ἀσελγεῖς. Γέγραπται γάρ· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός.
5 Καὶ τί εἴπωμεν ἐν τούτῳ, ἀγαπητοί μου; Ὃ πρῴην εἶπον, φόβῳ συνεχόμενος, καὶ νῦν λέξω, ὅτι, ὃν ὁ Θεὸς κρινεῖ, ἀνέσεως ἀξιοῦται. Καθὼς μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ, οὕτω σχολὴ μελέτης κακῶν διαχυθεῖσα συναναφλέγει ὅλον τὸ σῶμα. Καὶ ὥσπερ ὁ ἐκ τοῦ σιδήρου γενόμενος ἰὸς ἀναλίσκει αὐτόν, οὕτω καὶ ἡ ἐξ ἀνθρώ‐ πων τικτομένη ἁμαρτία ἀντιστρατεύεται τοῖς σεμνοῖς αὐτῶν μέλεσι καὶ τρόποις,
10καὶ τικτομένη καταναλίσκει, χαρακτηρίζουσα τοὺς τὴν αὐτῆς ἀποπληροῦντας ὁδόν. Ὃς δὲ μὴ ποιήσει αὐτῆς τὸ θέλημα, καθάπερ μονήμερος παρόδιος μείνας ἔν
τινι καταλύματι ἄπεισιν. Οὕτω βραχὺν χρόνον μείνας παρ’ αὐτῷ, οἰχήσεται φυγῇ·416

417

παροδεύει γὰρ τὸ θνητὸν τοῦτο σῶμα, καὶ ἐνδύεται τὸ ἀθάνατον καὶ οὐράνιον. Καὶ ὅταν τῆς φθορᾶς γεύσηται τὴν πεῖραν, τότε ἐνεργῶς ἀναστήσεται ἄφθαρτος, πάσης φθορᾶς καθαρεύων. Ἰδοὺ δή, καὶ ὁ φαιδρότατος τῆς Ἐκκλησίας αὐλὸς προαναφω‐ νεῖ τὰς ἀλγεινὰς ἡμῶν φωνὰς ταύτας, ἢ καὶ καθιδρύει λέγων· σπείρεται ἐν φθορᾷ,
5ἐγείρεται ἐν ἀφθαρσίᾳ. Ἀλλὰ γὰρ δεῦτε λοιπόν, ἐμοὶ μαθηταί, εὐλογητοὶ ἐν ἰσχύϊ Ποιμένος ἀγαθοῦ καὶ Διδασκάλου θείου, Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ὅσπερ ὑπάρχει Θεὸς ἐκ Θεοῦ. Καὶ εἰ μὴ τυγχάνω ἐγὼ ὡς Νῶε, ὑμεῖς προσελθόντες εὐλογηθῆτε ὡς Σὴμ καὶ Ἰαφήτ. Εἰ δὲ καὶ ὡς Μελχισεδὲκ οὐχ ὑπάρχω, εὐλογηθῆτε καὶ γένεσθε 〈ὑμεῖσ〉 ὡς
10Ἀβραάμ. Καὶ εἰ ὡς Ἰσαὰκ οὐκ εἰμί, ὑμεῖς εὐλογηθῆτε ὡς Ἰακώβ. Εἰ δὲ καὶ ὡς
Μωυσῆς οὐχ ὑπάρχω, ἔσεσθε ὑμεῖς ὡς τοῦ Ναυῆ Ἰησοῦς. Καὶ εἰ μὴ τυγχάνω ὡς417

418

Ἠλίας, δέξασθε ὑμεῖς δισσὸν τὸ πνεῦμα ὡς ὁ Ἐλισσαῖος αἰτούμενος. Ἄρξομαι δὲ πρὸς ὑμᾶς [ὑπὲρ ὑμῶν] εὐλογεῖν, τοὺς ἐμοὺς μαθητάς. Ἀββᾶ, ἀνὴρ θαυμαστός, Χριστὸς μεγαλύναι τὸ μνημόσυνόν σου ἐπὶ τῆς γῆς, καὶ γενέσθω τὸ πρόσωπόν σου παραπλήσιον ἀγγέλου δόξης Θεοῦ, καὶ ὁμοιωθῇς
5τῷ μεγάλῳ Μωυσῇ, ὅπως πάντες οἱ θεωροῦντές σε συνῶσιν ὅτι δοῦλος εἶ ἐπίκλη‐ τος Θεοῦ. Καὶ σύ, Ἀβραάμ, ὅτι ἐλθὼν ἐκολλήθης μοι, εἰσακούσαι σου ὁ Θεὸς τοῦ Ἀβραὰμ ἐν προσευχαῖς καὶ δεήσεσι, καὶ πρὶν ἀνοίξῃς τὸ στόμα σου, πληρώσῃ αὐτὸ σοφίας καὶ συνέσεως, καθώς που φησὶν ὁ Προφήτης· ἄνοιξον τὸ στόμα σου, καὶ πληρώσω αὐτό.
10 Συμεών, εἰσακούσαι σου ὁ Θεός, ὅταν δέῃ αὐτὸν ἐν προσευχαῖς, καὶ εἰς τὴν ἄνω πόλιν εἰσέλθοις. Πληρωθείη αὐτῆς ἡ ἐκκλησία, ὡς ποτήριον κεράσματος λαῶν ἀπαιτούντων εἰς τὸ σῴζεσθαι. Ἐλθέτωσαν νύμφαι εἰς τὴν θέαν σου καὶ ἐγκεκλει‐ σμέναι εἰς τὴν σὴν διδασκαλίαν· ὧν αἱ μὲν νύμφαι μητέρες τυγχάνουσιν, αἱ 〈δὲ〉
ἀποκεκλεισμέναι, ὅσαι ἐν ζυγῷ τοῦ Ἐναντίου συνείχοντο· ἐλθὼν δὲ ὁ Χριστὸς ταύ‐418

419

τας ἠλευθέρωσεν. Ἀκούσονται ἐκ σοῦ παραβολὰς συνέσεως, καὶ λάβοιεν διὰ σοῦ διδασκαλίαν ζωῆς ἐκ Πνεύματος Ἁγίου. Καρπώσονται τὴν παρὰ σοῦ σωτηρίαν ψυχῶν, καὶ ὡς σοφὸς ἰατρὸς ἐν παρεμβολῇ χρῃζόντων. Οὕτως ἐν τῇ κτίσει δια‐ δράμοι σου ἡ ἀκοή.
5 Μάρας, ἀνὴρ Γαλιλαῖος, πρᾷος καὶ εὐθύς, ταπεινός τε καὶ ὀρθός· πρᾷος οὐ φύσει, ἀλλὰ τρόπῳ ἑκουσίῳ· ὃς ἐν ἐλπίδι Θεοῦ ἀθλήσας, συνηγωνίσω μοι ἐν τοῖς παθήμασί μου. Αὐτὸς τοίνυν ὁ Θεὸς δῴη μετὰ ὁσίων τὸν μισθόν σου· ὃν λήψῃ μετὰ πάντων Ἁγίων. Ζηνόβιος, ἀνὴρ γιζαραῖος, ὃ ἑρμηνεύεται κυνηγικός, ἀνὴρ ἑκτικός, ἐξισχύων
10πολεμιστής. Γενέσθω ὁ λόγος σου ὡς πῦρ, καὶ ἀναλώσῃ ἀνόμων πλήθη· καὶ ὡς φλὸξ διοδεύουσα δρυμόν, οὕτως ἐκλείξῃ αὐτοὺς ἡ μαθησία σου, καὶ σοφισθείης πάσης γνώσεως Θεοῦ. Καὶ ὡς ὁ Δαυῒδ ἀνεδείχθη λαμπρός, τὸν ἀλάστορα Γολιὰθ νικήσας,
οὕτως ἐκστήσας νικήσεις τὰς τῶν πεπλανημένων ψυχάς. Ἐνδύσῃ τε πανοπλίαν419

420

Ἁγίων καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίου καὶ ἱδρυσμὸν Ἀποστόλων ἁγίων· ἥτις πανοπλία τὸ Πνεῦμα τὸ Ἅγιον τυγχάνει, καὶ [ἡ] περικεφαλαία ὁ ἱδρυσμὸς αὐτοῦ. Ὁ τοῦ Θεοῦ δὲ στύλος ἔστω συνοδοιπόρος σου· ὁ Δεσπότης καὶ ἡ βοήθεια αὐτοῦ, ἥτις οὐδαμῶς ἔν τινι ἠσθένησέ ποτε.
5 Παυλονᾶ, κεκατηραμένη ἐκ γυναικῶν ἡ μήτηρ σου. Οὐαὶ τὴν σὲ τεκοῦσαν κοιλίαν, ὅτι πασῶν αἱρέσεων ἐγένου μέτοχος καὶ πειρατῶν θύραν βαδίζεις· ἔργα γάρ ἐστι παντὸς μόχθου σου. Γυμνωθεὶς ἀπερρίφης, ὡς Ἰούδας ὁ Ἰσκαριώτης, προ‐ δότης γενόμενος καὶ ἐκ πάντων καταισχυνθεὶς τῶν ἐπιτηδευμάτων σου. Στύλος γὰρ ἑδράσματος, τοῦτον ὃν κατέλιπες, τέρας δείξει φρικῶδες ἐν τῷ σώματί σου·
10αὐτὸς ὁ βαστάζων τὸν οὐρανόν, καὶ ἐν ᾧπερ ἵδρυται ἡ τῆς ἁπάσης κτίσεως φύσις· ὅτι πᾶσα ἡ κτίσις ἐν αὐτῷ καθίδρυται, ἡ θάλασσά τε καὶ τὸ πλήρωμα αὐτῆς. Πέ‐ ποιθάς τε ἐπὶ κάλαμον τεθλασμένον, καταλιπὼν τὴν τοῦ σταυροῦ βακτηρίαν, ἥτις
ἐνισχύει τοὺς ἀσθενεῖς, καὶ πάντων ἰᾶται πάθος ψυχῶν τε καὶ σωμάτων.420

421

Ἀρουάδ, ἀνὴρ ἀφηνιώδης, ὃς ἐβουλήθη ἀφανίσαι συνάξεων συστήματα τῶν τοῦ Θεοῦ ἐκκλησιῶν, ὑπὸ τοῦ παναγίου συνηθροισμένα Πνεύματος. Ἐν τοῖς ὑπ’ οὐ‐ ρανὸν ἐξαλειφθείη τὸ μνημόσυνόν σου καὶ μὴ εὑρεθείη ἐν βίβλῳ ζώντων, ὅτι κατέ‐ λιπες ζωῆς οἶνον, τὸ τοῦ Χριστοῦ αἷμα, καὶ ἄρτον οὐράνιον, τὸ τοῦ Χριστοῦ σῶμα,
5καὶ ἔφαγες θυσιῶν βρῶσιν μιαρῶν, ἔπιές τε ἁμαρτιῶν τρυγίαν, χολὴν θολεράν. Ὁ Λόγος τοῦ Θεοῦ, ὁ τοῦ Πατρὸς Υἱός, εἰς ὃν ἐδυσφήμησε τὸ στόμα σου τὸ δυσσεβές, ἐτασμῷ διϊκνουμένῳ, ἐκζητήσει ἀπὸ σοῦ τὴν εἰς αὐτὸν ἀθέτησιν, καὶ ἐκ πασῶν ὁμοῦ τῶν αἱρέσεων· Ἀρειανῶν, φημί, καὶ Μανιχαίων, Καθαρῶν τε, φημί, καὶ Ὀφιτῶν
καὶ Μαρκιωνιστῶν, Εὐνομιανῶν τε καὶ Εὐχιτῶν καὶ Καυχιτῶν, Παυλιανῶν τε καὶ421

422

Οὐαλεντίνων καὶ Οὐϊταλιανῶν καὶ τῶν ἀκαθάρτων Βορβοριανῶν, καὶ τῶν λοιπῶν ἀθεμίτων πασῶν, οἵτινες λατρεύουσι ξύλοις τε καὶ λίθοις, τῷ τε ἡλίῳ καὶ τῇ σελήνῃ· οἱ οἰωνισταὶ καὶ οἱ ἀστρονόμοι, οἵτινες διεμερίσθησαν διχονόως κατὰ τῆς ἁγίας δόξης τῆς ἀχράντου Τριάδος, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.
5 Εὐλογητὸς ὁ ἐκλεκτὸς ὁ ἐκλεξάμενος τὴν καθολικὴν αὐτοῦ Ἐκκλησίαν, τὴν ἁγίαν ἀμνάδα, ἣν λύκος ὁ λυμεὼν ταύτην οὐ συνέτριψε, καὶ τὴν ἄσπιλον περιστε‐ ράν, ἣν οὐ κατέλαβε διώξας τοῦ ἐκθλῖψαι κακεντρεχὴς θηρευτὴς ἱέραξ. Ὅτι ποτή‐ ριον ἐν χειρὶ Κυρίου τρυγῶδες, καὶ πίονται αὐτὸ πάντες οἱ ἀποστάται τοῦ Χριστοῦ, οἱ μερισταὶ τῆς ἁγίας καὶ μονάρχου Τριάδος· ὃ καὶ οἱ τῆς ἀληθείας ἐχθροί, τὸ τῶν
10Ἰουδαίων γένος, πιόντες ἐξήμεσαν καὶ ἀπηνῶς ἐξώρμησαν κατὰ τοῦ Σωτῆρος
ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ οὐδὲν θαυμαστόν· λυσσοφόρος γὰρ κύων, ὅταν κρατηθῇ422

423

ὑπὸ τῆς μανίας, τὸν ἴδιον καταδάκνει δεσπότην. Τὸν αὐτὸν τρόπον καὶ Ἰουδαῖοι πεποιήκασι, καὶ ἔτι πάσχουσι· λυττῶντες γὰρ τὸν ἴδιον βλασφημοῦσι Δεσπότην. Ἡμεῖς μὲν δοξάσωμεν τὸν ὑπερυψωθέντα Θεὸν τῶν ἁπάντων, ᾧ προσεγγί‐ σαι ἀδυνατοῦσιν οἱ τῶν ἀποστατῶν ἀπόγονοι. Εἰ γὰρ αὐτοῖς ὑπῆρξε μέθοδος τῆς
5ἐπινοίας τοῦ ἀναβῆναι εἰς οὐρανὸν ἁμαρτωλούς, πάντως ἂν διχονοήσαντες κἀκεῖ μερισμὸν ἐνέβαλον, ἐν οἴκῳ εὐσεβείας, ἐπ’ οὐρανίων σκηνῶν, ὃν τρόπον ἐν καιρῷ ἀρχαίῳ ἐπεχείρησαν οἱ πρόγονοι τούτων, ἐπὶ τῆς πυργοποιΐας, διὰ σπουδῆς εἰς τὸν οὐρανὸν ποιεῖσθαι τὴν ἀνάβασιν, καὶ ὠθισθέντες πεπτώκασιν ἀπὸ τῆς χάριτος, διαπορηθέντες, διακενῆς τε ἀνομήσαντες, ἐπειδὴ ἀσυνάπτῳ μερισμῷ διῃρέθησαν
10αὐτῶν αἱ γλῶσσαι. Εἰ ὡσεὶ νῦν τοὺς τοῦτο ἐπιχειρήσαντας τοιαύτη τις ἀκατάσχετος ἔλαβε συμ‐ φορά, θελήσαντας ἀναβῆναι εἰς χωρίον ἐπουρανίων καὶ ἐγρηγορότων διαγωγάς. τό τε ἀνταπόδομα αὐτῶν οὕτως ἐναργῶς εἰς κεφαλὰς ἔστειχε, πόσῳ μᾶλλον κα‐
τακρίτου τιμωρίας καταξιωθήσονται, ἀδελφοί, οἱ μερισμὸν ἀποστασίας δόξαντες423

424

διασπεῖραι ἐν καρδίᾳ βροτῶν, κατὰ τοῦ Θεοῦ καὶ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος; Ἐμῶν τοίνυν διδαγμάτων ἀγάγετε σχολήν, ὡς ἐμοὶ μαθηταί, καὶ τῆς καθό‐ λου μὴ ἐκστῆτε πίστεως, ἣν καὶ αὐτὸς ἐκ παίδων καταλαβὼν ἀκλινῆ ἐφύλαξα, μηδὲ
5παραρρυῆτε ἀπ’ αὐτῆς ἔν τινι δισταγμῷ. Εἴ τις δὲ δισταγμῷ εἶσιν ἢ παραρρυεῖ, 〈καὶ〉 μερισθῇ κατὰ τοῦ Θεοῦ καὶ τῆς ἁγίας αὐτοῦ Ἐκκλησίας, ἔμπνους καὶ ζῶν εἰς τὸν ᾅδην καταβιβασθείη, συμμέτοχος εἴη τῆς κατάρας 〈καὶ〉 κληρονόμος Κάϊν, στένων 〈τε〉 ἐπὶ τῆς γῆς καὶ τρέμων ἔσται. Καὶ ὃς ἂν τοῦ Πατρὸς τὸν Υἱὸν σμι‐ κρύνῃ, ἄταφος καὶ αὐτὸς εἰς τὴν γῆν κατέλθοι. Εἴ τις δὲ διχονόως διατεθῇ κατὰ
10τοῦ Ἁγίου Πνεύματος, ὁ τοιοῦτος ἐν τῇ κρίσει μὴ τύχῃ ἐλέους. Καὶ εἴ τις ἐπαρθείη κατὰ τῆς καθόλου Ἐκκλησίας, λεπριάσῃ παραπλησίως τῷ ἄφρονι Γιεζί. Ὅστις καταλείψῃ τῆς συνέσεως τὴν ὀρθὴν πίστιν, συσχεθείη τῷ τῆς ἀνομίας
σχοινίσματι τοῦ προδότου Ἰούδα. Ἣν γὰρ ἐγὼ πίστιν παρέλαβον, ἐξ Ἀποστόλων424

425

ἁγίων ταύτην ἔμαθον· αὐτοί τε αὐτὴν λαβόντες παρὰ Θεοῦ, πάσῃ τῇ κτίσει διεκή‐ ρυξαν. Ἀνυπόστατος δὲ καὶ ἀδιάφευκτος ἀνομία ἡ εἰς τὸν Θεὸν βλασφημία· ἧς δὲ τὸ δέλεαρ φεύγετε ἐναργῶς, ὧ μαθηταί μου· εἰς γὰρ τὸν τῶν ὅλων Θεὸν τὴν ἀποστα‐ σίαν κηρύσσει ὁ δυσφήμως ἐπαιρόμενος καὶ τὸν θεμέλιον τοῦ λόγου παρασαλεύει
5τῆς πίστεως· ὄγκῳ δὲ βαρεῖ φερόμενοι ἀνανεύειν οὐ δυνάμεθα, ὑπὸ τῆς ἐπωδύνου δουλαγωγούμενοι σαρκός. Μὴ οὖν προσθῶμεν ἑαυτοῖς ἁμαρτίας ἐπὶ ταῖς ἀνομίαις ἡμῶν. Προσδοκίαν δὲ ἔχω μὲν ἐλπίδος ἐν ταύτῃ καὶ παραμύθιον ἀγάπης ἐνώπιον Κυρίου, ὅτιπερ οὐδα‐ μῶς ἐλοιδόρησα ἐν πάσῃ τῇ ζωῇ μου τὸν Κύριον, καὶ λόγος ἄφρων οὐ προῆλθε
10τῶν χειλέων μου. Τοὺς γὰρ μισοῦντάς σε, Κύριε, τέλειον ἐμίσησα μῖσος, καὶ τοὺς ἐχθρούς σου εἰσάπαξ ἐβδελυξάμην. Ἐμῶν λόγων, ἀδελφοί, μνήμην θέσθε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπειδήπερ ἐμοὶ οὗτοι ἐκ Θεοῦ ὑπῆρξαν, καὶ ἔργον εἰς Θεὸν τοῦτο 〈τὸ〉 γεώργιον ὑπαρξάτω, ἀγρυ‐ πνεῖν ἀνελλιπῶς, ψάλλειν τε καὶ νηστεύειν καὶ πιστεύειν ἀγαπῶντας, ἐλπίζειν τε
15καὶ περιμένειν τὸν τῶν ἁπάντων Δεσπότην καὶ Σωτῆρα ἡμῶν Χριστόν, ἔχειν τε425

426

πρὸς τούτοις ἡνωμένως καὶ τὴν τῶν ξένων ἐπιμελῶς ὑποδοχήν, ὁ γὰρ ὑποδεχό‐ μενος ξένον, ὁλοτελῶς τὸν Θεὸν ὑποδέχεται· καὶ μή τις ξένον εἴπῃ τὸν τοιοῦτον, ὁ δὲ καθ’ εἷς μᾶλλον οἰκεῖον μέλος· καὶ γίνεσθε περὶ τὴν πίστιν μάλιστα ἀσφαλεῖς, φυλαττόμενοι ἀπὸ τῶν δι’ ἐναντίας, φημὶ δὴ τῶν τῆς ἁμαρτίας ἐργατῶν, καὶ μα‐
5ταιολόγων τε καὶ φρεναπατῶν. Ὅπερ ἐμέλησε καὶ τῷ Ἀποστόλῳ διδάξαι· τοῦτο γὰρ οὐ κατώκνησεν οὕτως εἰπεῖν· ἴστε γινώσκοντες ὅτι μετὰ τὴν ἄφιξίν μου, ἐλεύσονται εἰς ὑμᾶς λύκοι βαρεῖς, μὴ φειδόμενοι τοῦ ποιμνίου, λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν. Καὶ ἑτέρωθι λέγει· οἵτινες εἰσελεύσονται ἐν ἐνδύμασι προβάτων,
10ὑπάρχοντες αὐτοὶ λύκοι ἅρπαγες. Τὰ μὲν ῥήματα γλυκέα ἔχοντες, τὴν δὲ καρδίαν μεστὴν χολῆς καὶ πικρίας. Καὶ ἐσθῆτα μὲν κατηφῆ περικείμενοι, μαθηταὶ δὲ ὑπάρ‐ χοντες τοῦ ἀπ’ ἀρχῆς βασκαίνοντος ἡμᾶς Διαβόλου· διὸ δὴ καὶ τῶν ἐκείνου τυγ‐
χάνουσι ζιζανίων σπορά.426

427

Πάσῃ τοίνυν σπουδῇ φυλαττόμενοι, φεύγετε τὴν τούτων συνάφειαν. Σαφές τε ὑμῖν δίδωμι ὑπόδειγμα τοῦτο, ἀγαπητοί· ὅτι παγανεύων ἀνήρ, ἐὰν ἑστηκὼς εὑρε‐ θῇ ἐν τόπῳ βασιλικῷ, κἂν μηδὲν τῶν ἀτόπων φωραθείη πράξας, ἀλλὰ γοῦν ὡς τολμητὴς καθυβρισθήσεται, ταῖς διαγνώσεσιν ὑπαχθείς, τὴν κατὰ νόμον μεθοδευθῇ
5φάσιν, ὡς ξένος ὑπάρχων τοῦ τοιούτου τόπου. Μὴ οὖν καθεσθῆτε μετὰ συνεδρίου ματαιότητος αὐτῶν, καὶ μὴ ἰχνηλατήσητε τρίβον διανοίας αὐτῶν. Οὐ διαφέρει γὰρ δαίμονι συνοικῆσαι, ἢ μετὰ ἀποστάτου ἀνδρὸς παρανόμου· ἐφορκιζόμενος γὰρ ὁ δαίμων, ὑποσταλεὶς φεύξεται, μὴ ἰσχύων μεῖναι ἔνθα Χριστὸς κατ’ αὐτοῦ ὀνομάζεται. Σὺ δέ, ὦ ἄνθρωπε, ἔξωθεν τῷ τοῦ
10Χριστοῦ σώματι ὑπάρχων, εἰ καὶ ἔνδοθεν ἐν τῷ πνεύματι αὐτοῦ τυγχάνεις, τέλειος ἄνθρωπος ὑπάρχεις Χριστοῦ· ἐπεὶ ὁ μὴ εἰληφὼς ἀνὴρ βάπτισμα, ἔοικεν οἴκῳ τινὶ ἡτοιμασμένῳ βασιλεῖ, ὃν καὶ οὐδαμοῦ ᾤκησε βασιλεύς. Καὶ εἰ ὁρκεῖς δὲ τὸν ἄνομον
καὶ ἄπιστον, διπλασίως χρήσεται ὁ τοιοῦτος τῆς αὑτοῦ κακίας, οὐχ ὑποχωρήσει δὲ427

428

τῆς ἑαυτοῦ μανίας. Ὤφελον δὲ μᾶλλον δαίμονας ὁρκίζειν μιαρούς, καὶ μὴ πείθειν τοὺς τῆς ἀνομίας υἱούς. Οἱ μὲν γὰρ δαίμονες εἶπον, ὁμολογοῦντες τὸν Υἱὸν τοῦ Θεοῦ, σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ· οἱ δὲ τῆς ἀποστασίας κήρυκες Ἰουδαῖοι ἐμ‐ φιλονείκως ἔχουσι μὴ εἶναι αὐτὸν Υἱὸν τοῦ Θεοῦ. Καὶ ὅρα τὸ δυσκάθεκτον αὐτῶν
5ἦθος τὸ πικρόν. Ὁ ἀρχηγὸς τῆς ἀποστασίας αὐτῶν ἐκβοᾷ καὶ λέγει· τί ἡμῖν καὶ σοί, Υἱὲ τοῦ Θεοῦ; Καὶ αὐτοὶ ἀρνοῦνται διηνεκῶς. Εἰ δυνατὸν ἰτέας φυτὸν ἐν τόπῳ αὐχμηρῷ ἀναβλαστῆσαι, δυνατὸν καὶ ἀπο‐ στάτην μαθητευθῆναί ποτε· διανοίας γὰρ ἐπῃρμένης ταπεινωθήσεται τὰ φρονή‐ ματα, καθὼς τῷ προφήτῃ δοκεῖ Ἠσαΐᾳ διακηρύττοντι ὅτι πᾶν ὄρος καὶ βουνὸς τα‐
10πεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ αἱ τραχεῖαι εἰς πεδίον. Εἰ οὖν ἰτέα ἐν τραχώδει τόπῳ ἀναβλαστάνει ποτέ, καὶ ὁ προφητικὸς λόγος βεβαιωθήσε‐ ται, καὶ ἡμῖν τὰ πλείονα τούτων συμβήσεται, καὶ προσελεύσονται πειραταὶ καὶ ἄνομοι μαθεῖν ἀλήθειαν. Ὡς δὲ κόραξ λευκὸς γενέσθαι ποτὲ οὐ δύναται, οὐδὲ οὗτοι
λευκανθήσονται, ἢ ὁ κακὸς ἀγαθὸς γενήσεται· ἔσται δὲ ἐν τῷ καιρῷ τοῦ χειμῶνος,428

429

κατενεχθείσης χιόνος, φαίνει ἀναφανῆναι τὸν κόρακα λευκὸν πρὸς ὀλίγον, ζοφώδη τυγχάνοντα· ὁρμήσας δὲ ἐπὶ τὴν πτῆσιν, καὶ τὸ πᾶν τῆς χιόνος ἀποτιναξάμενος, τὴν ἀρχαίαν χρόαν τοῖς ὁρῶσιν ἀπέδειξε. Παραπλησίως τε οὕτω καὶ οἱ ἁμαρτωλοὶ τυγχάνουσιν· ἡνίκα γὰρ πρὸς βραχὺ κατανυγέντες δείξωσι μετανοίας προσκαίρους
5καρπούς, τοὺς τῆς μελλούσης κρίσεως πτοηθέντες λόγους, ἀστήρικτοι διαμείναντες ἐπὶ τῷ τῆς αὑτῶν κατανύξεως καιρῷ, καὶ βραχείας ὥρας διελθούσης, τὸ πᾶν λήθῃ παραδόντες, εἰς τὸν ἀρχαῖον τῆς κακίας οὕτω κατασύρονται τόπον. Ἀκούσατέ μου, μαθηταί, τῶν ἐμῶν διδαγμάτων, καὶ ἔσεσθέ μου ἀεὶ μνημο‐ νεύοντες. Μήτε διαποστῆτε τῆς ἀληθινῆς ὁδοῦ καὶ μὴ ἐκκλίνητε τῶν ἐμῶν παραδό‐
10σεων. Ὅταν δὲ πολέμους ἀκούσητε καὶ ταραχὰς ἐν τῇ κτίσει, γινώσκετε ἐπὶ θύραις πάρεστι τὸ τέλος· καὶ τὴν ἐλπίδα βεβαίως ὑμῶν κατάσχετε· γέγραπται γὰρ ἅπαντα γενέσθαι τὰ ἐν τῇ Γραφῇ εἰρημένα. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται· ἰῶτα ἓν ἢ κεραία μία τοῦ νόμου παρελθεῖν οὐ δύναται, καθὼς ὁ Διδάσκαλος ἡμῶν ὤμοσε
καθ’ ἑαυτοῦ, καὶ εἶπεν. Ἴστε δὲ αὐτὸν ἀληθεύοντα, καὶ οὔ ποτε ψευδόμενον. Ὡς429

430

οὖν ἔχοντες παραστῆναι τῷ ἀπαραλλάκτῳ τῆς δικαιοκρισίας Κριτῇ, σπουδάσωμεν ἑαυτοὺς τελείους δι’ ἔργων ἀγαθῶν ἐν ὑπομονῇ καταστῆσαι. Ταῦτα δὲ τοῦ Ἁγίου μετὰ δακρύων νουθετοῦντος καὶ ἐντελλομένου, καὶ τοῦ πλήθους τῆς πόλεως ἁπάσης περιεστῶτος αὐτῷ καὶ κλαίοντος, γυνή τις, ὀνόματι
5Λαμπροτάτη, θυγάτηρ τοῦ μεγάλου Ἀριστείδου, διαστήσασα τὸν ὄχλον τῶν τε ἀν‐ δρῶν καὶ γυναικῶν, προσέπεσεν αὐτῷ καὶ εἶπε· τὸν Θεόν σου, ὅνπερ ἀπὸ νεότητος καὶ μέχρι γήρως ἠγάπησας, ἐπίτρεψον τῇ δούλῃ σου γλωσσόκομον λιτόν, ὥσπερ ὥρκισας ἡμᾶς ἐντειλάμενος μὴ ποιῆσαι, ποιῆσαί με, καὶ ἐν αὐτῷ καταθέσθαι τὸ τίμιόν σου λείψανον. Ὁ δὲ ἀποδεξάμενος αὐτῆς τὸ θερμὸν τῆς προθέσεως, ἔφη πρὸς
10αὐτήν· γύναι, ὕπαγε, ποίησον καθὰ προέθου· καὶ ἑτέρας δὲ βουλομένας τοῦτο ποι‐ εῖν μὴ κωλύσῃς. Ἀπὸ δὲ μαρμάρου μὴ ποιήσῃς μοι τὴν θέσιν, οὐ γὰρ ὠφεληθήσε‐ ται δόξα ματαία. Ἐντολὴν δὲ ταύτην βραχυτάτην ἐντέλλομαι, ἥντινα θέλησον φυ‐
λάξαι· μὴ καθεσθῆναί σε τὸ σύνολον δίφρῳ, οὐδὲ γὰρ ὅσιον ἢ θεμιτὸν ἀνδρὶ κλίνειν430

431

πρὸς κλοιοὺς αὐχένα καὶ περιφέρειν δορυφόρως τὴν ὀλεθροφόρον ἡμῶν καὶ θανά‐ του πρόξενον· ἐπειδὴ τὸν Χριστόν, οὗπερ εἰς προσκύνησιν ἔρχῃ, αὐτὸν περιζευγνύ‐ εις ὑπὸ ζυγόν. Ἢ οὐκ ἀνέγνως καὶ ἤκουσας ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλή ἐστιν ὁ Χριστός; Καὶ τοὺς σταθμοὺς δὲ ὅταν παραδιδῷς, μνήμην ἔχε τῆς ἀναστάσεως, καὶ
5πράξεων ἀνταπόδοσιν γινομένην ἡμῖν ὑπὸ τοῦ Θεοῦ· ἐν ᾧ γάρ τις μετρήσει μέτρῳ, ἐν αὐτῷ ἀντιμετρηθήσεται αὐτῷ. Ἴσως δὲ καὶ αὐτοῦ τοῦ Θεοῦ ἤκουσας λέγοντος· ὅτι ἕκαστον κατὰ τὰς ὁδοὺς ὑμῶν κρινῶ ὑμᾶς, οἶκος Ἰσραήλ· ζῶ ἐγώ, λέγει Κύριος. Τότε ὤμοσεν ἡ κόρη ἐπὶ τοῦ ἑστῶτος λαοῦ, λέγουσα· μὰ τὸν Θεόν, ὃν ἀκλινῶς ἐλάτρευσας ἀπὸ νεότητός σου μέχρι γήρως. Ἀπὸ τοῦ νῦν οὐ μὴ ἐπιβῶ δί‐
10φρῳ, καὶ οὐ μὴ ζευχθῇ ἔτι ἄνθρωπος ἐν σκεύει μου· εἰ δὲ καὶ ψεύσομαι, ἐλθέτω ἐν αὐτῇ τῇ ὥρᾳ ῥομφαία παραλύσεως ἐπὶ τὴν νεότητά μου, καὶ ἐν τῷ αἰωνίῳ πυρὶ μετὰ τῶν ἀνόμων κληρωθήσεται. Καὶ εἰ τὰς ἐντολάς σου παραβῶ, μὴ ἀποδεχθείην,
ἀλλὰ δειγματισθείην ἐνώπιον τῆς τοῦ Θεοῦ ἐκκλησίας.431

432

Ὁ δὲ μακάριος ἀποκριθεὶς εἶπε πρὸς αὐτήν· ὦ τέκνον, πρίν με ἐκλείπειν, εὐ‐ λογήσω σε, κατὰ τὴν πρόθεσίν σου. Μὴ ἐκλείποι ἐκ τοῦ σπέρματός σου διδασκαλία ὁσίων ἄχρις αἰώνων. Ὅταν ἔλθῃ ὁ Χριστὸς ἀλλάξαι τὸν οὐρανὸν καὶ τὴν γῆν, αὐτὸς ποιήσει ἔγγραφον τὸ μνημόσυνόν σου ἐν βίβλῳ ζώντων, ἐν τῇ τῶν οὐρανῶν βασι‐
5λείᾳ. Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ, ἡ τοὺς ἁγίους στεφανοῦσα στέμμασιν ἀχράντοις, ἐν τῇ κλήσει βραβευέτω σοι. Ὅτι τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, καὶ τῷ Υἱῷ ἡ προσκύνησις, καὶ τῷ Ἁγίῳ Πνεύματι ἡ μεγαλοπρέπεια, πρὸ πάντων τῶν αἰώνων, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ταῦτα καὶ πλείονα τούτων εἰπών, ἀπέδωκε τὴν ψυχὴν καὶ ἐτελειώθη ὁ μα‐
10κάριος ἐν Κυρίῳ, ἐν πολιτείᾳ ἀγαθῇ. Καὶ γέγονεν αὐτοῦ τῷ σώματι ὡς προέταξε
τοῖς αὑτοῦ μαθηταῖς· εἰς δόξαν Θεοῦ τοῦ παντοκράτορος. Ἀμήν.432