TLG 4138 155 :: EPHRAEM SYRUS :: In vitam beati Abrahamii et neptis eius Mariae EPHRAEM SYRUS Theol., vel Ephraem Graecus In vitam beati Abrahamii et neptis eius Mariae Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 2 Rome (1732) 1–20. Citation: Page — (line) | ||
356(1t) | Εἰς τὸν βίον τοῦ μακαρίου Ἀβρααμίου | |
2t | καὶ τῆς ἀνεψιᾶς αὐτοῦ Μαρίας | |
---|---|---|
1 | Ἀδελφοί μου, βούλομαι ὑμῖν διηγήσασθαι πολιτείαν καλὴν καὶ τελείαν ἀνδρὸς θαυμαστοῦ, ἥντινα ἀρξάμενος καὶ ἐπιτελέσας ἐδοξάσθη. Δειλιῶ δὲ ἱστορῆσαι τὴν θαυμαστὴν καὶ φαιδρὰν μαρτυρίαν τῆς εἰκόνος τῆς θεοφιλοῦς ἀρετῆς αὐτοῦ. Ἰδοὺ γὰρ ἡ μὲν πολιτεία τοῦ ἀνδρὸς καλὴ καὶ τελεία, ἐγὼ δὲ ἀσθενὴς καὶ ἰδιώτης· καὶ ἡ | |
5 | μὲν εἰκὼν τῆς ἀρετῆς φαιδρὰ καὶ θαυμαστή, τὰ δὲ χρώματα στυγνὰ καὶ φοβερά. Ἀλλ’ ὅμως εἰ καὶ ἀσθενής τις καὶ ἰδιώτης, πλὴν λέγω· εἰ καὶ ἐπαξίως μὴ καταλαμ‐ | |
βάνω τὸ τέλειον, διηγοῦμαι οἷός τε εἰμί, μὴ ἐπαρκεῖν φράσαι τὰ περὶ τοῦ δευτέρου | 356 | |
357 | Ἀβραάμ, αὐτοῦ ὅστις ἐγένετο ἐν τοῖς χρόνοις ἡμῶν καὶ ἐπολιτεύσατο πολιτείαν ἐπὶ τῆς γῆς ἀγγελικὴν καὶ οὐράνιον. Ἐκτήσατο ὑπομονὴν ὡς ἀδάμας, καὶ κατηξιώθη τῆς ἐπουρανίου χάριτος, ἐπειδὴ ἀπὸ νεότητος αὐτοῦ ἥγνισεν ἑαυτὸν ναὸν γενέσθαι τοῦ Ἁγίου Πνεύματος, καὶ ἡτοίμασεν ἑαυτὸν σκεῦος ἅγιον, ἵνα ἐνοικήσῃ ὁ καλέσας | |
5 | Θεὸς ἐν αὐτῷ. Οὗτος τοίνυν ὁ μακάριος γονεῖς εἶχε πλουσίους σφόδρα· ἠγάπων τε αὐτὸν ὑπὲρ μέτρον τῆς ἀνθρωπίνης φύσεως καὶ ἐμνηστεύσαντο αὐτὸν ἐκ παιδόθεν, προσ‐ δοκῶντες ἄγεσθαι ἐν ἀξιώματι. Ὁ δὲ οὐκ ἤθελεν οὕτως, ἀπὸ δὲ νέας ἡλικίας ταῖς ἐκκλησίαις ἐσχόλαζε, καὶ τῶν θείων Γραφῶν ἡδέως ἤκουε, καὶ εὐθύμως ἐμελέτα | |
10 | ἐν αὐταῖς. Οἱ δὲ γονεῖς ἠνάγκαζον τῷ γάμῳ προσομιλῆσαι, αὐτὸς δὲ οὐχ οὕτως ἐβούλετο. Ἐνοχληθεὶς δὲ πλειστάκις ὑπ’ αὐτῶν ἀπὸ πολλῆς αἰδοῦς ἐνεσχέθη. Καὶ γε‐ νομένων τῶν γάμων τῇ ἑβδόμῃ ἡμέρᾳ, καθημένου αὐτοῦ ἐν τῷ παστῷ μετὰ τῆς νύμφης, αἰφνιδίως, ὥσπερ τι φῶς, ἔλαμψεν ἡ χάρις εἰς τὴν καρδίαν αὐτοῦ· ἀπο‐ | |
15 | πηδήσας δὲ τοῦ οἴκου ἐξῆλθε· τύπος δὲ ὁδηγοῦ ἐγένετο αὐτῷ τὸ φῶς ἐκεῖνο· ᾧ κα‐ | |
τακολουθῶν ἐξῆλθε τῆς πόλεως· καὶ ἀπὸ μιλίων δύο εὑρὼν κελλίον σχολάζον, εἰσελ‐ | 357 | |
358 | θὼν ᾤκησεν ἐν αὐτῷ μετὰ χαρᾶς μεγάλης καὶ εὐφροσύνης καρδίας αὐτοῦ, δοξάζων τὸν Θεόν. Ἔκστασις δὲ ἔλαβε τοὺς γονεῖς αὐτοῦ σὺν τοῖς συγγενέσιν αὐτῶν περὶ τοῦ γεγονότος. Καὶ ἐξελθόντες πανταχοῦ, ἐζήτουν τὸν μακάριον. Μετὰ δὲ ἡμέρας δέκα ἑπτὰ εὗρον αὐτὸν ἐν τῷ κελλίῳ προσευχόμενον τῷ | |
5 | Θεῷ, καὶ ἰδόντες αὐτὸν ἐθαύμασαν. Ὁ δὲ μακάριος εἶπε πρὸς αὐτούς· τί θαυμάζετε; Δοξάσατε μᾶλλον τὸν Θεόν, τὸν φιλάνθρωπον, τὸν ῥυσάμενόν με ἀπὸ τοῦ βορβόρου τῶν ἀνομιῶν μου, καὶ εὔξασθε περὶ ἐμοῦ, ἵνα ἕως τέλους βαστάσω τὸν ζυγόν, ὃν ὁ Κύριος κατηξίωσέ με ὑπελθεῖν τὸν ἀνάξιον, πολιτευσάμενός τε κατὰ τὸ αὐτοῦ εὐάρεστον, καὶ τὸ αὐτοῦ θέλημα ποιήσῃ εἰς ἐμέ. Οἱ δὲ ἀποκριθέντες εἶπον· ἀμήν. | |
10 | Παρεκάλεσέ τε αὐτούς, ἵνα μὴ συνεχῶς ὀχλῶσιν αὐτόν· καὶ ἀναφράξας τὴν θύραν, ἔκλεισε καθ’ αὑτοῦ, ἐάσας θυρίδα μικρὰν μόνην, δι’ ἧς τὴν τροφὴν ἐδέχετο. Ἐφωτίσθη δὲ ἡ διάνοια αὐτοῦ ὑπὸ τῆς χάριτος καὶ ἦν προκόπτων ἐν τῇ καλ‐ λίστῃ αὐτοῦ πολιτείᾳ. Ἐγκράτειαν μεγάλην ἐκτήσατο, ἀγρυπνίαν τε καὶ κλαυθμόν, ταπεινοφροσύνην καὶ ἀγάπην. Φήμη δὲ διέδραμε περὶ αὐτοῦ πανταχοῦ, καὶ πάντες | |
15 | ἀκούσαντες ἤρχοντο πρὸς αὐτὸν θεάσασθαι αὐτόν, ἅμα καὶ ὠφεληθῆναι· ἐδόθη | 358 |
359 | γὰρ αὐτῷ λόγος σοφίας καὶ συνέσεως, καὶ ἦν ἡ περὶ αὐτοῦ ἀκοή τε καὶ φήμη, κα‐ θάπερ φωστὴρ φωτεινός, σὺν τοῖς γονεῦσιν αὐτοῦ. Ἐτελεύτησαν δὲ οἱ γονεῖς αὐτοῦ μετὰ ἔτη δέκα τοῦ αὐτὸν ἀποτάξασθαι, ἀφέντες αὐτῷ χρήματα καὶ χρυσίον πολύ. Ὁ δὲ παρεκάλεσέ τινα γνήσιον αὐτοῦ | |
5 | φίλον ἐπὶ τῷ διαδοῦναι αὐτὰ πτωχοῖς τε καὶ ὀρφανοῖς πρὸς τὸ μὴ ἐμποδισθῆναι αὐτὸν ἀπὸ τῶν προσευχῶν· καὶ οὕτω ποιήσας ἔμεινεν ἀμέριμνος. Αὕτη γὰρ ἦν ἡ σπουδὴ τοῦ μακαρίου, ὅπως μὴ δεσμωθῇ ἡ διάνοια αὐτοῦ ἔν τινι γηΐνῳ πράγματι, καὶ διὰ τοῦτο ἐπὶ γῆς οὐδὲν ἐκτήσατο πλὴν σαγίου ἑνὸς καὶ τριχίνου ὁμοίως ἅπερ ἐφόρει· καὶ καυκίον δὲ ἓν ἐκέκτητο, ἐν ᾧ ἐγεύετο. Μετὰ δὲ | |
10 | πάντων τούτων ἐκτήσατο ταπεινοφροσύνην ὑπέρμετρον, καὶ ἀγάπην ὁμότιμον πρὸς πάντας. Οὐ προετίμησε πλούσιον πτωχοῦ, οὔτε μὴν ἄρχοντα ἀρχομένου, ἀλλὰ πάν‐ τας ὁμοίως ἐτίμα. Οὐκ ἔλαβε πρόσωπον ἀνθρώπου, οὔτε ἐπετίμησέ ποτέ τινι ἰταμῶς, ἀλλ’ ἦν ὁ λόγος αὐτοῦ ἅλατι ἠρτυμένος μετὰ ἀγάπης καὶ πρᾳότητος. Τίς γὰρ ἀκούων τῆς καλλίστης αὐτοῦ ἀποκρίσεως, ἐκορέννυτό ποτε τῆς ἐκ | |
15 | τοῦ λόγου αὐτοῦ γλυκύτητος; Ἢ τίς θεωρῶν τὸ τίμιον καὶ ἀγγελοειδὲς πρόσωπόν | 359 |
360 | ποτε ἐνεπίμπλατο; Εἰς πάντα δὲ τὸν χρόνον τῆς ἀσκήσεως αὐτοῦ, οὐκ ἤλλαξε τὸν κανόνα, ἐπὶ πεντήκοντα χρόνων ἀσκήσας μετὰ πάσης προθυμίας· διὰ δὲ τὴν ἄπει‐ ρον προθυμίαν καὶ τὴν ἀγάπην, ἣν εἶχε πρὸς τὸν Χριστόν, ὥσπερ ὀλίγαι ἡμέραι ἐλογίσθησαν αὐτῷ ἅπας ὁ χρόνος, καὶ ἀκόρεστος αὐτῷ ἐφάνη πᾶσα ἡ πολιτεία | |
5 | τῆς ἀσκήσεως. Ἦν δὲ ἐν τῇ περιοχῇ ὑπὸ τὴν πόλιν χωρίον μέγα σφόδρα, ἐν ᾧ ὑπῆρχον πάν‐ τες Ἕλληνες ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν. Οὐδεὶς δὲ ἴσχυσεν ἐπιστρέψαι αὐτούς· καίτοι πολλῶν καταστάντων πρεσβυτέρων καὶ διακόνων ὑπὸ τοῦ ἐπισκόπου τοῦ ἐκεῖσε, ὅμως οὐδεὶς ἴσχυσεν αὐτοὺς ἐπιστρέψαι ἀπὸ τῆς εἰδωλομανίας. Ἀνεχώρουν | |
10 | δὲ πάντες ἄπρακτοι, μὴ δυνάμενοι ὑπενεγκεῖν τὴν θλῖψιν τοῦ ὑπ’ αὐτῶν ἐπερχο‐ μένου διωγμοῦ. Καὶ μοναχῶν δὲ πλῆθος καὶ ἅπαξ καὶ δὶς ἐπέρριψαν αὐτοῖς, μηδὲν ἀνύσαντες πλέον εἰς τὴν τούτων ἐπιστροφήν. Μιᾷ δὲ τῶν ἡμερῶν καθεζομένου τοῦ ἐπισκόπου, παρόντος τοῦ κλήρου, εἶπε πρὸς αὐτοὺς τοῦ μακαρίου μνησθεὶς ὁ ἐπίσκοπος· οὐκ ἔγνων ἐγὼ ἐν τοῖς χρόνοις | |
15 | μου τοιοῦτον ἄνδρα τετελειωμένον εἰς πᾶν ἔργον ἀγαθόν, κεκοσμημένον ἐν πᾶσιν | |
οἷσπερ ἀγαπᾷ ὁ Θεός, ὡς τὸν κύριν Ἀβραάμιον. Ἀπεκρίθησαν δὲ οἱ κληρικοὶ καὶ | 360 | |
361 | εἶπον αὐτῷ· ὄντως δοῦλός ἐστι τοῦ Χριστοῦ καὶ τέλειος ἀσκητής. Ἔφη δὲ πρὸς αὐ‐ τοὺς ὁ ἐπίσκοπος· βούλομαι χειροτονῆσαι αὐτὸν εἰς τὸ τῶν Ἑλλήνων χωρίον· διὰ γὰρ τῆς ὑπομονῆς αὐτοῦ καὶ ἀγάπης δυνήσεται αὐτοὺς ἐπιστρέψαι πρὸς τὸν Θεόν. Καὶ ἀναστὰς παραχρῆμα σὺν τῷ κλήρῳ παραγίνεται πρὸς αὐτόν. Ἐλθόντων | |
5 | δὲ καὶ ἀσπασαμένων αὐτόν, ἤρξατο πρὸς αὐτὸν ὁ ἐπίσκοπος περὶ τῆς κώμης λέ‐ γειν καὶ παρακαλεῖν αὐτόν, ὅπως ἀπέλθῃ ἐκεῖ. Ὁ δὲ ἀκούσας, περίλυπος ἐγένετο σφόδρα, καί φησι πρὸς τὸν ἐπίσκοπον· συγχώρησόν μοι, πάτερ, κλαῦσαι τὰς ἀνο‐ μίας μου· ἐγὼ γὰρ ἀτελὴς καὶ ἀσθενὴς τῷ πράγματι ὑπάρχω. Καὶ πάλιν πρὸς αὐτὸν ὁ ἐπίσκοπος· διὰ τὴν χάριν τοῦ Χριστοῦ δυνατὸς εἶ, καὶ μὴ ὀκνήσῃς ταύτην τὴν | |
10 | ὑπακοὴν ποιῆσαι. Καὶ ἀποκριθεὶς ὁ μακάριος ἔφη· ἐλέησον τὴν ἐμὴν ἀτέλειαν, πα‐ ρακαλῶ τὴν σὴν ὁσιότητα, ὅπως πενθήσω τὰ ἐμαυτοῦ κακά. Λέγει πρὸς αὐτὸν ὁ ἐπίσκοπος· ἰδοὺ τὰ πάντα ἐγκατέλιπες, τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ πάντα ἐμίσησας, καὶ ἑαυτὸν ἐσταύρωσας· ἀλλ’ ὅμως ταῦτα πάντα κατορθώσας, ὑπακοὴν οὐκ ἔχεις. Ἀκούσας δὲ ταῦτα ἐδάκρυσε καὶ εἶπε· τίς εἰμι ἐγὼ ὁ κύων ὁ τεθνηκώς, καὶ | |
15 | τίς ἡ ζωή μου, ὅτι τοιαῦτα ἐλογίσω περὶ ἐμοῦ; Ἔφη δὲ αὐτῷ ὁ ἐπίσκοπος· ἰδοὺ | |
ὧδε καθήμενος ἑαυτὸν μόνον σῴζεις, ἐκεῖ δὲ διὰ τῆς χάριτος τοῦ Θεοῦ πολλοὺς | 361 | |
362 | ἔχεις σῶσαι καὶ ἐπιστρέψαι πρὸς τὸν Θεόν. Λόγισαι οὖν παρ’ ἑαυτῷ ποῖος μισθὸς πλείων, οὗτος ἢ ἐκεῖνος· τὸ σῶσαι ἑαυτὸν μόνον, ἢ τὸ μεθ’ ἑαυτοῦ καὶ πολλοὺς ἑτέρους; Ὁ δὲ μακάριος κλαίων εἶπε· τὸ θέλημα τοῦ Κυρίου γενέσθω· πλὴν διὰ τὴν ὑπακοὴν ἐγὼ ἀπέρχομαι. | |
5 | Καὶ ἐξαγαγόντες αὐτὸν ἀπὸ τοῦ κελλίου, ἤγαγον εἰς τὴν πόλιν· καὶ χειρο‐ τονήσας αὐτὸν προέπεμψε μετὰ χαρᾶς σὺν τῷ κλήρῳ. Ὁ δὲ μακάριος ηὔχετο ἐν τῇ ὁδῷ πρὸς τὸν Θεόν, λέγων· φιλάνθρωπε, ἀγαθέ, ἴδε τὴν ἀσθένειάν μου, καὶ πέμψον τὴν χάριν σου εἰς τὴν βοήθειάν μου, ἵνα δοξασθῇ τὸ ὄνομά σου τὸ ἅγιον. Καὶ ἐλθὼν εἰς τὸ χωρίον εἶδεν αὐτοὺς κατεχομένους τῇ μανίᾳ τῆς εἰδωλο‐ | |
10 | λατρίας, καὶ στενάξας ἔκλαυσεν. Ἐπάρας δὲ τὸ ὄμμα αὐτοῦ εἰς τὸν οὐρανόν, εἶπεν· ὁ μόνος ἀναμάρτητος, ὁ μόνος εὔσπλαγχνος, ὁ μόνος φιλάνθρωπος, μὴ ὑπερίδῃς τὰ ἔργα τῶν χειρῶν σου. Καὶ σπεύσας ἔπεμψεν εἰς τὴν πόλιν πρὸς τὸν γνήσιον αὐτοῦ φίλον, ἵνα τὰ καταλειφθέντα τῶν χρημάτων ἀποστείλῃ αὐτῷ. Καὶ ταῦτα δεξάμε‐ νος, εἰς ὀλίγας ἡμέρας ᾠκοδόμησεν ἐκκλησίαν καὶ ἀνήνεγκεν ἐν αὐτῇ εὐχὴν τῷ | |
15 | Θεῷ, μετὰ πολλῶν δακρύων παρακαλῶν καὶ λέγων· Κύριε, ἐπισύναξον τὸν λαόν | |
σου τὸν ἐσκορπισμένον, καὶ εἰσάγαγε αὐτὸν εἰς τὸν ναόν σου τοῦτον, καὶ φώτισον | 362 | |
363 | τοὺς ὀφθαλμοὺς τῆς διανοίας αὐτῶν, τοῦ γινώσκειν σε τὸν μόνον ἀληθινὸν Θεόν. Καὶ πληρώσας τὴν εὐχὴν ἐξῆλθεν ἀπὸ τῆς ἐκκλησίας, καὶ ἐπιλαβόμενος τὸν τῶν Ἑλλήνων ναὸν κατέστρεψε τὰ βδελύγματα, καὶ τοὺς βωμοὺς αὐτῶν κατέσπασεν. Οἱ δὲ θεασάμενοι τὸ γεγονός, ὥσπερ θῆρες ἄγριοι, ὥρμησαν ἐπ’ αὐτόν, καὶ μετὰ | |
5 | μαστίγων ἐδίωξαν αὐτὸν τῆς κώμης. Αὐτὸς δὲ ὑποστρέψας ἦλθεν εἰς τὸν ἴδιον τό‐ πον, καὶ ἀπελθὼν εἰς τὴν ἐκκλησίαν, μετὰ κλαυθμοῦ καὶ ὀδυρμοῦ παρεκάλει τὸν Θεὸν ὑπὲρ αὐτῶν ἵνα σωθῶσι. Πρωΐας δὲ γενομένης, ἐλθόντες εὗρον αὐτὸν εὐχό‐ μενον, καὶ ἐξέστησαν, ἄνεοι γενόμενοι. Ἤρχοντο δὲ καθ’ ἡμέραν εἰς τὴν ἐκκλησίαν, οὐχὶ προσεύξασθαι, ἀλλὰ θεά‐ | |
10 | σασθαι τὰ κάλλη τῆς οἰκοδομῆς καὶ τὸν ἐπ’ αὐτῆς κόσμον. Ἤρξατο δὲ αὐτοὺς πα‐ ρακαλεῖν ἐπιγνῶναι τὸν ἀληθινὸν Θεόν. Αὐτοὶ δὲ μετὰ βάκλων, ὥσπερ λίθον ἄψυ‐ χον, ἐτύπτησαν αὐτόν· νομίσαντες αὐτὸν τεθνηκέναι, ἀφῆκαν οὖν αὐτὸν σχεδὸν ἡμιθανῆ, καὶ ἀνεχώρησαν. Μεσονυκτίου οὖν γενομένου, ἦλθεν εἰς ἑαυτόν, καὶ στε‐ νάξας ἔκλαυσε σφοδρῶς, καὶ εἶπεν· ἱνατί, Δέσποτα, ὑπερεῖδες τὴν ταπείνωσίν μου, | |
15 | καὶ ἱνατί τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ ἀποστρέφεις, καὶ ἱνατί ἀπωθεῖς τὴν ψυχήν μου | |
καὶ παρορᾷς τὰ ἔργα τῶν χειρῶν σου; Καὶ νῦν, Δέσποτα φιλάνθρωπε, ἐπίβλεψον ἐπὶ | 363 | |
364 | τοὺς δούλους σου, καὶ δὸς αὐτοῖς τὸ γινώσκειν σε, ὅτι οὐκ ἔστι πλήν σου Θεός. Καὶ ἀναστὰς μετὰ τὴν εὐχήν, εἰσῆλθεν εἰς τὴν κώμην· καὶ εἰσελθὼν εἰς τὴν ἐκκλησίαν, ἔψαλλεν ἑστώς. Γενομένης δὲ ἡμέρας, ἐλθόντες πάλιν εἶδον αὐτόν, καὶ ἔκθαμβοι ἐγένοντο, εἰς μανίαν τραπέντες οἱ ὠμοὶ καὶ ἄσπλαγχνοι· καὶ μὴ ἔχοντες οἰκτιρ‐ | |
5 | μούς, ἐβασάνισαν αὐτὸν ἀνελεῶς· καὶ περιθέντες αὐτῷ πάλιν σχοινία, ἔσυραν αὐτὸν καθὰ καὶ πρῴην. Ταῦτα δὲ πάσχων, ὡς ἀδάμας, ἕως τριετοῦς χρόνου ὑπέμεινεν ἐν ταύταις ταῖς μεγάλαις θλίψεσι καὶ ἀνάγκαις· τυπτόμενος, ὑβριζόμενος, συρόμενος, θλιβό‐ μενος, πεινῶν τε καὶ διψῶν. Ἐπὶ δὲ πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐκ ἀπεστρά‐ | |
10 | φη αὐτούς, οὐκ ἠγανάκτησεν, ἀλλ’ ὑπομένων μᾶλλον ἐπλεόνασε τὴν εἰς αὐτοὺς ἀγάπην. Καὶ ὥσπερ πυρκαϊὰν τῇ ἐπιεικείᾳ κατέσβησε τὴν ὀργὴν αὐτῶν, παρακαλῶν, νουθετῶν, κολακεύων· καὶ τοὺς μὲν πρεσβύτας ὡς πατέρας παρεκάλει, τοὺς δὲ νε‐ ωτέρους ὡς ἀδελφούς· τοὺς παῖδας ὥσπερ τέκνα, μυκτηριζόμενος παρ’ αὐτῶν. Μιᾷ δὲ τῶν ἡμερῶν, συναχθέντες ἐπὶ τὸ αὐτὸ οἱ τῆς κώμης ἀπὸ μικροῦ ἕως | |
15 | μεγάλου, θαυμάζοντες πρὸς ἀλλήλους ἤρξαντο λέγειν· ἴδετε ἀνδρὸς ὑπομονήν, καὶ | 364 |
365 | τὴν ἄφατον αὐτοῦ πρὸς ἡμᾶς φιλοστοργίαν· ὅπως ἐν ταῖς τοσαύταις θλίψεσι καὶ τοῖς κακοῖς, οἷς ἐνεδειξάμεθα αὐτῷ, οὐκ ἀπέστη ἐντεῦθεν, οὐδέ τινι ἡμῶν εἶπε λόγον κακόν, οὐδὲ ἀπεστράφη ἡμᾶς, ἀλλὰ μετὰ χαρᾶς μεγάλης ὑπήνεγκε ταῦτα πάντα. Εἰ μὴ ἦν Θεὸς ζῶν μετ’ αὐτοῦ, καθὼς λέγει, καὶ βασιλεία καὶ παράδεισος, ἐκδί‐ | |
5 | κησίς τε καὶ ἀνταπόδοσις, οὐκ ἂν ταῦτα ἁπλῶς ὑπέμεινε παρ’ ἡμῶν, ἀλλὰ καὶ τοὺς θεοὺς ἅπαντας πῶς μόνος κατέστρεψε καὶ οὐκ ἴσχυσαν αὐτὸν ἀδικῆσαι; Ἀληθῶς Θεοῦ δοῦλος οὗτός ἐστι, καὶ πάντα τὰ ὑπ’ αὐτοῦ εἰρημένα θεῖα ὑπάρχει καὶ ἀληθῆ ἐστι. Δεῦτε οὖν, πιστεύσωμεν εἰς τὸν ὑπ’ αὐτοῦ κηρυττόμενον Θεόν. Καὶ ταῦτα εἰπόντες ὁμοθυμαδὸν ἅπαντες ὥρμησαν πρὸς αὐτὸν εἰς τὴν ἐκ‐ | |
10 | κλησίαν, κράζοντες καὶ λέγοντες· δόξα τῷ ἐπουρανίῳ Θεῷ τῷ πέμψαντι τὸν δοῦλον αὐτοῦ, ἵνα ῥυσάμενος ἐκ πλάνης σώσῃ ἡμᾶς. Ὁ δὲ μακάριος θεασάμενος αὐτοὺς ἐχάρη χαρὰν μεγάλην, καὶ τὸ πρόσωπον αὐτοῦ ἐγένετο εὐθαλές, ὡς καλλίχροον ἄνθος. Ἀνοίξας δὲ τὸ στόμα αὐτοῦ ἔφη πρὸς αὐτούς· πατέρες καὶ ἀδελφοὶ καὶ τέκνα, εὐλογημένοι ὑμεῖς εἰσελθόντες ἐν ὀνόματι Κυρίου. Δεῦτε, συμφώνως δῶμεν δόξαν | |
15 | τῷ Θεῷ, τῷ φωτίσαντι τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν, τοῦ γνῶναι αὐτόν. Καὶ | |
λάβετε τὴν σφραγίδα τῆς ζωῆς, ἵνα καθαρισθῆτε ἀπὸ τῆς εἰδώλων ἀκαθαρσίας, | 365 | |
366 | καὶ πιστεύσητε ἐξ ὅλης τῆς ψυχῆς, ὅτι ἔστι Θεὸς ποιητὴς οὐρανοῦ τε καὶ γῆς καὶ πάντων τῶν ὄντων ἐν αὐτοῖς· ἄναρχος, ἀκατάληπτος, ἀνεκδιήγητος, ἀχώρητος, ἀναλλοίωτος, ἀτελεύτητος, φωτοδότης, φιλάνθρωπος, μέγας καὶ θαυμαστός, φο‐ βερός τε καὶ κραταιός, χρηστός τε καὶ ἀγαθός· καὶ εἰς τὸν Υἱὸν αὐτοῦ τὸν μονο‐ | |
5 | γενῆ, ὅστις ἐστὶ δύναμις τοῦ Πατρὸς καὶ σοφία, τῆς δόξης αὐτοῦ ἀπαύγασμα, δι’ οὗ τὰ πάντα ἐγένετο· καὶ εἰς τὸ ἅγιον αὐτοῦ Πνεῦμα, τὸ ὁμοούσιον καὶ συμβασι‐ λεῦον εἰς ἀπεράντους καὶ ἀτελευτήτους αἰῶνας, τὸ ζωοποιοῦν τὰ πάντα· καὶ πι‐ στεύσαντες τύχητε τῆς αἰωνίου ζωῆς. Ἀποκριθέντες δὲ πάντες εἶπον· ναί, πάτερ ἡμῶν, ναί, ὁδηγὲ τῆς ζωῆς ἡμῶν· οὕτως ἔσται καθὼς λέγεις καὶ διδάσκεις ἡμᾶς· | |
10 | οὕτω πιστεύομεν, καὶ οὕτω δοξάζομεν. Καὶ παραχρῆμα ἐπιλαβόμενος ὁ μακάριος ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, ἕως χιλίων ψυχῶν. Καθ’ ἑκάστην τε ἡμέραν οὐ διέλειπεν ἀναγινώσκων αὐτοῖς τὰς θείας Γραφάς, διδάσκων καὶ λέγων αὐτοῖς τὰ περὶ τῆς βασιλείας τῶν οὐρανῶν, τὰ | |
15 | περὶ τῆς πίστεως καὶ δικαιοσύνης, τὰ περὶ τῆς ἀναστάσεως νεκρῶν καὶ φοβερᾶς | |
κρίσεως. Ὥσπερ δὲ γῆ καλὴ καὶ ἐμφιλόπονος δεχομένη σπόρον, καλὸν δίδωσι | 366 | |
367 | καρπόν, ὁ μὲν ρʹ, ὁ δὲ ξʹ, ὁ δὲ λʹ, οὕτω καὶ αὐτοὶ μεγάλῃ προθυμίᾳ ἐδέχοντο τοὺς λόγους αὐτοῦ, ἡδέως ἀκούοντες τῆς διδασκαλίας, καὶ ὥσπερ ἄγγελος Θεοῦ ἦν ἐνώ‐ πιον αὐτῶν. Καὶ ὡς δέσις ἀσφαλοῦς καὶ καλλίστης οἰκοδομῆς, οὕτω τῇ ἀγάπῃ καὶ τῷ πόθῳ πᾶσα ψυχὴ συνεδέθη πρὸς αὐτόν, καὶ ἡ διάνοια αὐτῶν ἐφωτίσθη τῇ πα‐ | |
5 | ρακλήσει τῆς πίστεως καὶ τῆς διδασκαλίας αὐτοῦ. Ἐνιαυτὸν δὲ ὅλον ἐποίησε σὺν αὐτοῖς ὁ μακάριος, μετὰ τὸ πιστεῦσαι αὐτούς, διδάσκων αὐτοὺς τὸν λόγον τοῦ Θεοῦ ἀπαραλείπτως, ἡμέρας καὶ νυκτός. Λοιπὸν δὲ θεασάμενος τὴν περὶ τὸν Θεὸν σπουδὴν αὐτῶν καὶ στερρότητα τῆς πίστεως, τήν τε πρὸς αὐτὸν ἀγάπην καὶ σπουδὴν καὶ τιμὴν καὶ δόξαν, καὶ φο‐ | |
10 | βηθεὶς μὴ ἀναγκασθῇ ὑπ’ αὐτῶν καταλῦσαι τὸν κανόνα τῆς ἀσκήσεως αὐτοῦ, καὶ μὴ ἔν τινι τρόπῳ δεσμευθῇ ἡ διάνοια αὐτοῦ εἰς τὴν μέριμναν τῶν γηΐνων πραγμά‐ των, ἀναστὰς νυκτὸς ηὔξατο τῷ Θεῷ, λέγων· ὁ μόνος ἀναμάρτητος, ὁ μόνος ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ μόνος φιλάνθρωπος καὶ εὔσπλαγχνος Δεσπότης, ὁ ἐκ | |
σκότους ἀνακαλεσάμενος τὸν λαόν σου τοῦτον καὶ καθεδρεύσας εἰς τὸ θαυμαστόν | 367 | |
368 | σου φῶς τῆς γνώσεως, Δέσποτα· ὁ λύσας αὐτὸν ἐκ τῶν δεσμῶν τοῦ ἀντιπάλου· ὁ ἐπιστρέψας αὐτοὺς ἐκ τῆς πλάνης· ὁ δοὺς αὐτοῖς τὴν εἰς σὲ πίστιν· μέχρι τέλους διαφύλαξον αὐτούς, Κύριε, καὶ ἀντιλαβοῦ ταύτης σου τῆς ποίμνης, ἣν ἐκτήσω διὰ τὴν σὴν φιλανθρωπίαν, καὶ περιτείχισον αὐτοὺς τῇ παντοδυνάμῳ σου χάριτι, καὶ | |
5 | φώτισον διαπαντὸς τὰς καρδίας αὐτῶν, ἵνα τὰ ἀρεστά σοι ἐπιτελέσαντες, κατα‐ ξιωθῶσι τῆς αἰωνίου ζωῆς· καὶ ἐμοῦ δὲ τοῦ ἀσθενοῦς ἀντιλαβοῦ, καὶ μὴ λογισθῇ ἡμῖν κρῖμα τοῦτο τὸ πρᾶγμα, ὅτι σὲ ποθῶ, καὶ σὲ καταδιώκω. Καὶ ἐπιτελέσας τὴν εὐχήν, προσελθὼν κατεσφράγισε τὴν κώμην τῷ σημείῳ τοῦ σταυροῦ τρίτον, καὶ ἀνεχώρησε λαθραίως εἰς ἕτερον τόπον. | |
10 | Πρωΐας δὲ γενομένης, κατὰ τὸ εἰωθὸς αὐτῶν ἦλθον καὶ ἐπεζήτουν αὐτόν, καὶ μὴ εὑρόντες ἐξέστησαν· ὡς γὰρ πρόβατα πεπλανημένα περιερχόμενα ἀνεζή‐ τουν τὸν ἑαυτῶν ποιμένα, καὶ μετὰ φόβου καὶ κλαυθμοῦ ἐκάλουν τὸ ὄνομα αὐτοῦ. Ὡς δὲ πανταχοῦ ζητήσαντες οὐχ εὗρον αὐτόν, σφόδρα ἐλυπήθησαν, καὶ παραχρῆμα εἰσελθόντες πρὸς τὸν ἐπίσκοπον, ἀπήγγειλαν τὸ συμβεβηκός. Ὁ δὲ ἀκούσας καὶ | |
15 | περίλυπος γενόμενος, μετὰ σπουδῆς ἔπεμψεν ἀναζητῆσαι τὸν μακάριον, μάλιστα | |
διὰ τὰ δάκρυα καὶ τὴν παράκλησιν τοῦ ποιμνίου αὐτοῦ. Ὥσπερ δὲ λίθος τίμιος παν‐ | 368 | |
369 | ταχοῦ ζητούμενος, καὶ μὴ εὑρισκόμενος, τῶν τε ἐπ’ αὐτὸν ἀποσταλέντων ἀπρά‐ κτων ἀναστραφέντων, ὁ ἐπίσκοπος σὺν παντὶ τῷ κλήρῳ παραγενόμενος ἐν τῇ κώμῃ παρεκάλεσεν αὐτοὺς διὰ τοῦ λόγου τῆς ζωῆς, καὶ ἐξ αὐτῶν καθιστᾷ πρεσβυτέρους καὶ διακόνους καὶ ἀναγνώστας· πάντες γὰρ ἐστηριγμένοι ἦσαν ἐν τῇ πίστει καὶ | |
5 | ἀγάπῃ τοῦ Χριστοῦ. Ἀκούσας δὲ ὁ μακάριος τὴν προσαγωγὴν τοῦ κλήρου καὶ τὴν κατάστασιν, ἐχάρη σφόδρα, καὶ δοξάσας τὸν Θεόν, εἶπε· τί ἀνταποδώσω σοι, Δέσποτά μου ἀγαθέ, περὶ πάντων ὧν ἀνταπέδωκάς μοι; Προσκυνῶ καὶ δοξάζω σου τὴν σωτή‐ ριον οἰκονομίαν. Καὶ οὕτως ἐπευξάμενος καὶ ἀγαλλιῶν παραγίνεται εἰς τὴν προ‐ | |
10 | τέραν αὐτοῦ κέλλαν. Ἐποίησε δὲ κελλίον μικρὸν ἐξώτερον τοῦ πρώτου, καὶ ἑαυτὸν ἐνέκλεισεν εἰς τὸ ἐσώτερον μετὰ χαρᾶς μεγάλης καὶ εὐφροσύνης καρδίας αὐτοῦ, ἀναφράξας τὴν θύραν. Ἀκούσαντες δὲ οἱ τῆς κώμης, παραγενόμενοι πρὸς τὸν μακάριον Ἀβραά‐ μιον ἐχάρησαν χαρὰν μεγάλην, εὑρόντες αὐτὸν ὡς ἀληθῶς ὁδηγὸν τῆς ζωῆς· καὶ | |
15 | ἤρχοντο πρὸς αὐτόν, ὡς πρὸς πατέρα, διδασκόμενοι καὶ φωτιζόμενοι, καὶ τῇ ὑπὲρ | 369 |
370 | λόγον αὐτοῦ πολιτείᾳ μεγίστην χάριν ὡμολόγουν τοῦ ὁρᾶν αὐτὸν καὶ ἀκούειν λό‐ γους σωτηρίας παρ’ αὐτοῦ. Ὢ τοῦ θαύματος, ἀγαπητοί! Ὄντως πλήρης ἐπαίνου καὶ δόξης ὁ τοιοῦτος, ἐν γὰρ τοσαύταις θλίψεσιν, αἷς εἶχεν ἐν τῇ κώμῃ, οὐκ ἤλλαξε τὸν κανόνα τῆς ἀσκή‐ | |
5 | σεως αὐτοῦ, οὔτε ἐξέκλινεν ἀπ’ αὐτῆς δεξιᾷ ἢ ἀριστερᾷ. Δόξα καὶ μεγαλοπρέπεια Κυρίῳ τῷ Θεῷ ἡμῶν τῷ δόντι αὐτῷ τηλικαύτην ὑπομονήν. Ἰδὼν τοίνυν ὁ Σατανᾶς, ὁ ἀπ’ ἀρχῆς μισόκαλος καὶ μισάνθρωπος, ὅτι ἐν τη‐ λικαύταις θλίψεσιν αἷς ἐπήγειρεν αὐτῷ ἐν τῇ κώμῃ, οὐκ ἴσχυσεν αὐτὸν ἀποδιῶξαι, οὐδὲ εἰς ῥᾳθυμίαν ἐμβαλεῖν, οὐδὲ τὴν διάνοιαν αὐτοῦ ἀποστῆσαι τοῦ σκοποῦ, ἀλλ’ | |
10 | ὡς χρυσὸς ἐν χωνευτηρίῳ ὑπερβαλλόντως μᾶλλον ἐλαμπρύνθη καὶ ἐδοξάσθη, καὶ εἰς πλειόνων ὑπογραμμὸν σωτηρίας, ἐν ὑπομονῇ καὶ τῇ πρὸς Θεὸν ἀγάπῃ πολλῇ καὶ προθυμίᾳ προέκοπτεν, ἐπικράνθη σφόδρα ὁ μισόκαλος κατὰ τοῦ μακαρίου Ἀβρα‐ αμίου, καὶ παραγίνεται μετὰ πολλῆς φαντασίας πρὸς αὐτὸν πτοήσας ἀπατῆσαι. Ὡς δὲ εἱστήκει ψάλλων ἐν τῷ μεσονυκτίῳ, αἰφνιδίως φῶς ἔλαμψε καθαρώτερον | |
15 | τοῦ ἡλίου, καὶ φωνὴ ὥσπερ πλήθους λέγουσα· μακάριος εἶ, κύριε Ἀβραάμιε, | 370 |
371 | ὄντως μακάριος εἶ, ὅτι οὐδεὶς εὑρέθη καθάπερ σὺ εἰς πάντα τὰ κατορθώματά σου, καὶ οὐδεὶς ἐποίησε πάντα τὰ θελήματά μου ὡς σύ· διὰ τοῦτο μακάριος εἶ. Εὐθέως δὲ ἔγνω ὁ μακάριος τὸν δόλον τοῦ Πονηροῦ, καὶ ὑψώσας τὴν φωνὴν αὐτοῦ, εἶπε· τὸ σκότος σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν· πλήρης γὰρ εἶ δόλου καὶ ἀπά‐ | |
5 | της. Ἐγὼ γὰρ ἄνθρωπός εἰμι ἁμαρτωλός, ἔχων δὲ τὴν χάριν τοῦ Θεοῦ μου, καὶ τὴν εἰς αὐτὸν ἐλπίδα καὶ βοήθειαν, οὐ φοβοῦμαί σε, οὐδὲ πτοοῦσί με αἱ πολλαί σου φαντασίαι· τεῖχος γὰρ ὀχυρόν μοι ἐστὶ τὸ ὄνομα τοῦ Κυρίου μου καὶ Σωτῆρος Ἰη‐ σοῦ Χριστοῦ, ὃν ἠγάπησα, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἐπιτιμῶ σοι, κύων ἀκάθαρτε καὶ τρισάθλιε. Καὶ εἰπόντος αὐτοῦ ταῦτα, παραχρῆμα, ὥσπερ καπνός, ἀφανὴς | |
10 | ἐγένετο. Ὁ δὲ μακάριος μετὰ προθυμίας πολλῆς ἀταράχως ηὐλόγει τὸν Θεόν, ὡς μὴ ἰδών τινα φαντασίαν. Πάλιν δὲ μεθ’ ἡμέρας ὀλίγας, εὐχομένου τοῦ μακαρίου νυκτός, ὁ Σατανᾶς ἀξίνην κρατῶν ἤρξατο καταστρέφειν τὴν κέλλαν αὐτοῦ, καὶ τῷ δοκεῖν τρυπήσας αὐτήν, ἔκραξε φωνῇ μεγάλῃ, λέγων· σπουδάσατε, ὧ φίλοι μου, σπουδάσατε, εἰσελ‐ | |
15 | θόντες τάχιον ἀποπνίξατε αὐτόν. Εἶπε δὲ ὁ μακάριος πρὸς αὐτόν· πάντα τὰ ἔθνη | 371 |
372 | ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Εὐθέως δὲ ἀφανὴς ἐγέ‐ νετο, καὶ ἦν τὸ κελλίον ὁλόκληρον. Καὶ πάλιν μεθ’ ἡμέρας ὀλίγας ψάλλων τὸ μεσο‐ νύκτιον, ὁρᾷ τὸ ψιάθιον αὐτοῦ, ἐφ’ ᾧ ἑστὼς ἔψαλλε, καιόμενον σφοδροτάτῃ φλογί. Καὶ πατήσας τὴν φλόγα, εἶπεν· ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσομαι, καὶ κατα‐ | |
5 | πατήσω λέοντα καὶ δράκοντα, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ βοηθοῦντός μοι. Φεύγων δὲ ἔκρα‐ ξεν ὁ Σατανᾶς, καὶ εἶπεν· ἐγώ σε νικήσω, κακότροπε, ἀνευρὼν τέχνας πρὸς τὴν καταφρόνησίν σου. Μιᾷ δὲ τῶν ἡμερῶν, ὡς ἐγεύετο κατὰ τὸ εἰωθὸς ὁ μακάριος, ὑπεισῆλθεν εἰς | |
10 | τὴν κέλλαν αὐτοῦ ὁ Ἐχθρός, τύπῳ νεανίσκου, καὶ ἤγγισε στρέψαι τὸ καυκίον αὐτοῦ· αὐτὸς δὲ γνοὺς κατέσχεν αὐτό, καὶ ἐγεύετο μηδόλως φροντίσας αὐτοῦ. Ἀναπηδή‐ σας δὲ παρέστη αὐτῷ, καὶ στήσας λυχνίαν καὶ λύχνον ἐπ’ αὐτῆς καιόμενον, ἤρξατο | |
ψάλλειν μεγάλῃ τῇ φωνῇ, καὶ λέγειν· μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι | 372 | |
373 | ἐν νόμῳ Κυρίου. Ὡς δὲ εἶπεν ἀπὸ τοῦ ψαλμοῦ πλείονα ῥήματα, οὐκ ἀπεκρίθη αὐτῷ, ἕως οὗ ἐγεύσατο. Μετὰ δὲ τὸ γεύσασθαι αὐτόν, κατεσφραγίσατο, καὶ εἶπε πρὸς αὐτόν· κύων ἀκάθαρτε καὶ τρισάθλιε, ἀναίσθητε καὶ δειλέ, εἰ οἶδας ὅτι μακάριοί εἰσιν, ἱνατί καὶ ὀχλεῖς αὐτούς; Καὶ γὰρ ὄντως μακάριοί εἰσι πάντες 〈οἱ〉 ἀγαπῶντες | |
5 | τὸν Θεὸν ἐξ ὅλης καρδίας αὐτῶν. Ἀποκριθεὶς δὲ ὁ Διάβολος, εἶπεν αὐτῷ· ἵνα νι‐ κήσω αὐτούς, ἐμποδίζω αὐτοὺς ἀπὸ παντὸς ἔργου ἀγαθοῦ. Ἔφη δὲ πρὸς αὐτὸν ὁ μακάριος· μή σοι καλὸν ᾖ, ἐπικατάρατε, ἵνα σύ τινα τῶν φοβουμένων τὸν Θεὸν ἐμποδίσῃς, νικᾷς δὲ τοὺς ὁμοίους σου τοὺς ἀποστάντας ἀπὸ τοῦ Θεοῦ ἰδίᾳ προαι‐ ρέσει. Τούτους νικᾷς καὶ πλανᾷς, ὅτι ὁ Θεὸς οὐκ ἔστιν ἐν αὐτοῖς. Ἀπὸ δὲ τῶν ἀγα‐ | |
10 | πώντων τὸν Θεὸν οὕτως ἐκλείπεις, ὥσπερ καπνὸς ἀπὸ ἀνέμου· μία γὰρ εὐχὴ αὐτῶν μετὰ δακρύων, οὕτως σε διώκει, καθὼς διώκεται χοῦς ὑπὸ λαίλαπος. Ζῇ δὲ ὁ Θεός μου, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, τὸ καύχημά μου. Οὐ φοβοῦμαί σε, ἂν στῇς ὅλον τὸν χρόνον σου, οὔτε προσποιοῦμαί σε, κύων ἀκάθαρτε. Καταφρονῶ δέ σου ὄντως, ὡς ἐάν τις καταφρονῇ κυναρίου ἑνὸς συντετριμμένου. Ταῦτα δὲ τοῦ | |
15 | μακαρίου εἰπόντος, εὐθέως ἐκεῖνος ἀφανὴς ἐγένετο. | 373 |
374 | Καὶ πάλιν μεθ’ ἡμέρας, ὡς ἐπετέλει τὴν ψαλμῳδίαν, παραγίνεται ὁ Ἐχθρὸς μετὰ φαντασίας ὄχλου, καὶ τῷ δοκεῖν βάλλουσιν εἰς τὴν κέλλαν σχοινία, καὶ σύ‐ ροντες ἔκραξαν πρὸς ἀλλήλους, λέγοντες· ῥίψατε αὐτὸν εἰς τὸν βόθρον. Περιβλε‐ ψάμενος δὲ αὐτοὺς ὁ μακάριος, εἶπεν· ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ | |
5 | ἐξεκαύθησαν ὡς πῦρ ἐν ἀκάνθαις, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Καὶ κράξας ὁ Σατανᾶς, εἶπεν· οἴμοι, οἴμοι, οὐκ οἶδα τί σοι ποιήσω. Ἰδοὺ γὰρ ἐν πᾶσιν ἐνίκησάς με, καὶ πάσης μου καταφρονήσας τῆς δυνάμεως, κατεπάτησάς με. Ἀλλὰ καὶ οὕτως οὐ μή σου ἀναχωρήσω, ἕως οὗ νικήσας ταπεινώσω σε. Ὁ δὲ μακάριος εἶπε πρὸς αὐτόν· ἀνάθεμά σοι καὶ πάσῃ τῇ δυνάμει σου, μιαρώτατε· δόξα καὶ προ‐ | |
10 | σκύνησις τῷ ἡμετέρῳ Δεσπότῃ, τῷ μόνῳ ἁγίῳ Θεῷ, τῷ ποιήσαντί σε πατεῖσθαι ὑφ’ ἡμῶν τῶν ἀγαπώντων αὐτόν. Γνῶθι τοίνυν, ταλαίπωρε καὶ ἀσθενέστατε, ὅτι ἡμεῖς οὐ φοβούμεθά σε, οὔτε τὰς φαντασίας σου. Ἐπὶ χρόνον δὲ πολεμήσας τὸν μακάριον ἐν ποικίλοις πειρασμοῖς καὶ φαντα‐ σίαις καὶ μανίαις, οὐδὲ εἰς δειλίαν ἠδυνήθη αὐτοῦ ἐμβαλεῖν τὸν νοῦν, ἀλλὰ μᾶλλον | |
15 | εἰς προθυμίαν, καὶ τῇ πρὸς Θεὸν ἀγάπῃ διήγειρεν αὐτόν. Καὶ γὰρ ἐξ ὅλης ψυχῆς | 374 |
375 | αὐτοῦ ἀγαπήσας αὐτόν, ἠγωνίσατο πολιτεύσασθαι κατὰ τὸ αὐτοῦ θέλημα, καὶ κα‐ τηξιώθη τῆς χάριτος αὐτοῦ· διὰ τοῦτο οὐκ ἴσχυσεν ὁ Διάβολος ἀδικῆσαι αὐτόν. Ὑπο‐ μονητικῶς τε ἔκρουσεν, ἵνα ἀνοιχθῇ αὐτῷ ὁ θησαυρὸς τῆς τοῦ Θεοῦ χάριτος. Ὡς δὲ ἠνοίχθη αὐτῷ, εἰσελθὼν ἐξελέξατο τρεῖς λίθους τιμίους, πίστιν, ἐλπίδα, ἀγάπην, | |
5 | καὶ δι’ αὐτῶν κατεκόσμησε τὰς λοιπὰς ἀρετάς· καὶ πλέξας πολύτιμον στέφανον, προσήνεγκε τῷ Βασιλεῖ τῶν βασιλευόντων, τῷ Χριστῷ. Τίς γὰρ Θεὸν ἠγάπησεν οὕτως ἐξ ὅλης καρδίας, καὶ τὸν πλησίον ὡς ἑαυτόν; Ἢ τίς οὕτω συμπαθὴς καὶ εὔσπλαγχνος ἐγένετο; Περὶ τίνος δὲ μοναχοῦ ἀκούσας καλῶς πολιτευομένου, οὐκ ηὔξατο περὶ αὐτοῦ, ἵνα διαφυλαχθῇ ἐκ τῆς τοῦ Διαβό‐ | |
10 | λου παγίδος, τελειῶσαί τε τὸν δρόμον αὐτοῦ ἀμέμπτως; Ἢ περὶ τίνος ἁμαρτωλοῦ καὶ ἀσεβοῦς ἀκούσας, οὐκ εὐθέως μετὰ δακρύων παρεκάλεσε τὸν Θεόν, ἵνα σωθῇ; Εἰς πάντα δὲ τὸν χρόνον τῆς ἀσκήσεως αὐτοῦ οὐκ ἤλλαξε τὸν κανόνα τῆς ἀσκήσεως· ἐν δὲ τοῖς αὐτοῖς χρόνοις οὐ παρῆλθεν αὐτῷ ἡμέρα ἄνευ δακρύων. Οὐκ | |
ἐχαρίσατο τοῖς χείλεσιν αὐτοῦ εἰς γέλωτα, μήτε μέχρι μειδιάματος. Οὐκ ἤγγισε | 375 | |
376 | τῷ σώματι αὐτοῦ ἔλαιον, οὐδὲ ἐνίψατο τὸ πρόσωπον αὐτοῦ ἢ τοὺς πόδας ὕδατι. Οὕτω δὲ ἦν ὡς καθ’ ἡμέραν ἀποθνῄσκων τῇ προθέσει ἀγωνιζόμενος. Ὢ τοῦ παραδόξου θαύματος! Εἰς γὰρ τὴν θαυμαστὴν αὐτοῦ ἐγκράτειαν καὶ πολλὴν ἀγρυπνίαν καὶ διεξόδους δακρύων, χαμαικοιτίαν τε καὶ ταπείνωσιν τοῦ σώ‐ | |
5 | ματος, οὐκ ἠτόνησέ ποτε, οὔτε ἠσθένησεν, οὔτε ἐρρᾳθύμησεν, οὔτε ἠκηδίασεν, ἀλλ’, ὥσπερ τις πεινῶν καὶ διψῶν, τρεφομένη ἡ διάνοια αὐτοῦ δυνάμει τῆς χάριτος, οὐκ ἐκορέννυτο τῆς γλυκύτητος τῆς ἀσκήσεως. Ἦν δὲ τὸ εἶδος αὐτοῦ ὡς ἄνθος ῥόδου, καὶ τὸ σῶμα αὐτοῦ οὐχ ὡς ἀπὸ τοιαύτης ἀσκήσεως καταπεπονημένον, ἀλλὰ συμ‐ μέτρῳ τῇ ἕξει καὶ δυνάμει συνεστὸς ὑπάρχον, ὡς ὑπὸ χάριτος Θεοῦ κρατυνόμενος. | |
10 | Ὃς καὶ τῷ καιρῷ τῆς κοιμήσεως αὐτοῦ οὕτω φαιδρὸς ἦν τῷ προσώπῳ, ὡς ἔσεσθαι αὐτὸν ἡμᾶς γνῶναι τὴν τῶν Ἀγγέλων δορυφορίαν τῇ ψυχῇ. Καὶ ἄλλη δὲ θαυμα‐ στὴ χάρις τοῦ Θεοῦ· ἐν γὰρ τοῖς πεντήκοντα ἔτεσι τῆς ἀσκήσεως αὐτοῦ, ἅπερ ἐνε‐ διδύσκετο τρίχινα, οὕτω διαρκῶς ὑπηρέτησαν, ὡς καὶ ἑτέρους καταξιωθῆναι τῶν παλαιωθέντων παρ’ αὐτῷ. | |
15 | Βούλομαι δέ, ἀγαπητοί, διηγήσασθαι τῇ ὁμονοίᾳ ὑμῶν παράδοξον πρᾶγμα, | |
ὃ ἐποίησεν ἐν τῷ γήρει αὐτοῦ· τοῖς γὰρ συνετοῖς καὶ πνευματικοῖς ὄντως παράδο‐ | 376 | |
377 | ξόν ἐστι καὶ πλῆρες ὠφελείας καὶ κατανύξεως. Τὸ δὲ πρᾶγμα τοιοῦτόν ἐστιν. Ἔσχεν ὁ μακάριος ἀδελφὸν μονογενῆ· κοιμηθέντος δὲ τούτου, ἔμεινεν ἡ αὐτοῦ κόρη ὀρφανή. Ταύτην λαβόντες οἱ γνωστοὶ αὐτῆς, ἤγαγον αὐτὴν εἰς τὸν θεῖον αὐτῆς, ἔτι οὖσαν ἑπταετῆ. Ὁ δὲ ἐκέλευσεν αὐτὴν εἶναι εἰς τὸ ἐξώτερον κελλίον· αὐτὸς γὰρ ἦν | |
5 | κεκλεισμένος εἰς τὸ ἐσώτερον. Ἦν δὲ θυρὶς μικρὰ ἀναμέσον αὐτῶν, δι’ ἧς ἐδίδα‐ σκεν αὐτὴν τὸ Ψαλτήριον καὶ τὰς λοιπὰς Γραφάς. Μετ’ αὐτοῦ ἠγρύπνει καὶ ἔψαλ‐ λε, καὶ καθὼς ἐκεῖνος ἐνεκρατεύετο, ὁμοίως κἀκείνη. Προθύμως δὲ προκόπτουσα ἐν τῇ ἀσκήσει, ἐσπούδασεν ἐπιτελεῖν πάσας τὰς ἀρετάς. Καὶ γὰρ πλειστάκις παρε‐ κάλεσε τὸν Θεὸν ὁ μακάριος περὶ αὐτῆς, ἵνα σχῇ τὴν διάνοιαν αὐτῆς πρὸς αὐτόν, | |
10 | καὶ μὴ δεσμευθῇ ἐν τῇ μερίμνῃ τῶν γηΐνων πραγμάτων, ἐπειδὴ καὶ ὁ πατὴρ αὐτῆς πολλὰ πράγματα αὐτῇ καταλέλοιπεν. Ἀλλὰ παραχρῆμα ταῦτα αὐτὸς ἐκέλευσε δοθῆναι πτωχοῖς. Καὶ αὐτὴ δὲ παρεκάλει καθ’ ἡμέραν τὸν θεῖον αὐτῆς, λέγουσα· πάτερ, ἀξιῶ τὴν σὴν ἁγιωσύνην καὶ παρακαλῶ τὴν σὴν ὁσιότητα εὔχεσθαι ὑπὲρ ἐμοῦ, ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν λογισμῶν, καὶ πάσης μεθοδείας | |
15 | τοῦ Ἐχθροῦ, καὶ τῶν ποικίλων παγίδων τοῦ Διαβόλου. Καὶ οὕτω προθύμως ἤσκει | 377 |
378 | τηροῦσα τὸν κανόνα τῆς ἀσκήσεως. Ἠγαλλιᾶτο δὲ ὁ μακάριος βλέπων αὐτῆς τὴν καλὴν πολιτείαν καὶ προθυμίαν καὶ πρᾳότητα καὶ πρὸς Θεὸν ἀγάπην. Εἴκοσι δὲ ἔτη ἤσκησε μετ’ αὐτοῦ, ὡς ἀμνὰς καλὴ καὶ περιστερὰ ἄσπιλος. Πληρωθέντος δὲ τοῦ εἰκοστοῦ ἔτους, βλέπων ὁ ἐν δολιότητι κακοῦργος Ὄφις | |
5 | ταῖς τοῦ μονήρους βίου ἀρεταῖς ἐπτερωμένην καὶ τὰ οὐράνια ἀδολεσχοῦσαν, λα‐ βροτάτῳ πυρὶ καιόμενος ἐτήκετο, καὶ παρέδρευεν, ὅπως αὐτὴν παγιδεύσῃ, ὥστε κἂν οὕτω δυνηθῇ εἰς λύπην καὶ μέριμναν ἐμβαλεῖν τὸν μακάριον, καὶ τῇ δι’ αὐτὴν ἀδημονίᾳ ἀποσπάσῃ τὴν διάνοιαν αὐτοῦ ἀπὸ τοῦ Θεοῦ. Καὶ ὥσπερ ἐπὶ τῶν πρωτο‐ πλάστων φθόνῳ καιόμενος ὁ ἐν κακίᾳ φρόνιμος Θὴρ εὕρατο τὸν ὄφιν ὄργανον πρὸς | |
10 | ἀπάτην, ὅπως τοὺς ἐν μακαριότητι αὐλιζομένους ἀκανθηφόρητον γῆν καὶ πολύμο‐ χθον κατοικεῖν ἐμηχανήσατο, τηνικαῦτα σκοπήσας εὗρε κατηρτισμένον σκεῦος εἰς ἀπώλειαν. Ἦν γάρ τις ἔχων ὄνομα μοναχοῦ, ὅστις ἀπῄει πρὸς τὸν μακάριον προ‐ φάσει συντυχίας μετὰ σπουδῆς πλείονος. Ἑώρα δὲ τὴν μακαρίαν διὰ τῆς θυρίδος, | |
καὶ σκοτωθεὶς τὴν διάνοιαν ὁ δείλαιος, ἤθελεν αὐτῇ συντυχεῖν· καὶ παρήδρευε χρό‐ | 378 | |
379 | νον ἱκανόν, ὡς μέχρι ἐνιαυτόν, ἕως οὗ εὑρὼν καιρὸν ἠλλοτρίωσε τῆς τοῦ ἀληθινοῦ ὄντως παραδείσου μακαρίας διαγωγῆς· ὡς γὰρ ὑπὸ τοῦ Ὄφεως ἀπατηθεῖσα, ἤνοιξε τὴν θύραν τοῦ κελλίου καὶ ἐξῆλθεν· ἀπάτῃ δὲ τοῦ πονηροῦ Δράκοντος ἐκπε‐ σοῦσα τοῦ μεγέθους τῆς θεοφιλοῦς καὶ καθαρᾶς παρθενίας. Ὥσπερ καὶ τῶν πρω‐ | |
5 | τοπλάστων γευσαμένων τοῦ καρποῦ, διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν, ὁμοίως καὶ αὐτή, μετὰ τὸ πρᾶξαι τὴν ἁμαρτίαν, ἐξέστη τῇ διανοίᾳ καὶ ἀπήλπισε, καὶ περιεσχίσατο τὸν χιτῶνα αὐτῆς τὸν τρίχινον, καὶ ἔτυπτε τὸ πρό‐ σωπον αὐτῆς, καὶ ἤθελεν ἑαυτὴν ἀποπνίξαι. Ἔλεγε γὰρ ἐν ἑαυτῇ, κλαίουσα· ἐγὼ λοιπὸν τέθνηκα καὶ ἀπώλεσα τὰς ἡμέρας μου· τὸν τῆς ἀσκήσεώς μου καὶ ἐγκρα‐ | |
10 | τείας καρπόν, καὶ τῶν δακρύων πόνον. Τὸν Θεὸν παρώξυνα, καὶ ἐμαυτὴν ἀπέκτεινα, καὶ τὸν ὅσιόν μου θεῖον εἰς πικροτάτην λύπην ἐνέβαλον, καὶ χλεύη τοῦ Διαβόλου ἐγενόμην. Τί ἔτι λοιπὸν ἐγὼ ζῶ ἡ ἀθλία; Οἴμοι, τί ἐποίησα! Οἴμοι, τί ἔπαθον! Οἴμοι, πόθεν ἔπεσον! Πῶς ἐσκοτίσθη ἡ διάνοιά μου! Πῶς ἐκλάπην ὑπὸ τοῦ Πονηροῦ! Πῶς ἐνέπεσον, οὐ συνῆκα· πῶς ὠλίσθησα, οὐκ ἔγνων· πῶς ἐμιάνθην, οὐκ οἶδα. Ποῖον | |
15 | νέφος ἐκάλυψε τὴν καρδίαν μου, ἵνα μὴ κατανοήσω τί πράττω; Ποῦ κρυβήσομαι; | |
Ποῦ ἀπελεύσομαι; Εἰς ποῖον βόθρον ῥίψω ἐμαυτήν; Ποῦ ἡ νουθεσία τοῦ ὁσίου μου | 379 | |
380 | θείου; Ποῦ ἡ διδασκαλία τοῦ ἑταίρου αὐτοῦ Ἐφραΐμ, ὅτε ἔλεγέ μοι, πρόσεχε σε‐ αυτῇ, καὶ διατήρησόν σου τὴν ψυχὴν τῷ ἀφθάρτῳ καὶ ἀθανάτῳ νυμφίῳ ἄσπιλον· ὁ γὰρ νυμφίος σου ἅγιός ἐστι καὶ ζηλωτής. Οὐκέτι τολμῶ ἀναβλέψαι εἰς τὸν οὐρανόν, ἀπέθανον γὰρ ἀπὸ Θεοῦ καὶ ἀπὸ ἀνθρώπων. Ἀτενίσαι πρὸς τὴν θυρίδα ἐκείνην οὐ | |
5 | δύναμαι λοιπόν. Πῶς γὰρ ἐγὼ ἡ ἁμαρτωλὸς πάλιν λαλήσω μετὰ τοῦ ἁγίου ἐκεί‐ νου; Ἐὰν δὲ καὶ λαλήσω, οὐχὶ πῦρ ἐξελθὸν διὰ τῆς θυρίδος κατακαύσῃ με; Κρεῖττον ἀπελθεῖν με μᾶλλον, ὅπου οὐδείς ἐστιν ὁ γινώσκων με· ἐπειδὴ καθάπαξ ἀπέθανον, καὶ οὐκ ἔστι μοι ἔτι ἐλπὶς σωτηρίας. Ἀναστᾶσα δὲ παραχρῆμα ἀπῆλθεν εἰς ἑτέραν πόλιν, καὶ ἀλλάξασα τὸ σχῆμα αὐτῆς, ἔστη ἐν πανδοχείῳ. | |
10 | Ἐν δὲ τῷ συμβῆναι αὐτῇ τούτῳ, εἶδεν ὁ Ὅσιος ἐν ὁράματι δράκοντα μέγαν καὶ φοβερὸν τῷ εἴδει συρίσσοντα ἐν ἰσχύϊ· ὃς ἐξελθὼν ἐκ τοῦ τόπου αὐτοῦ, ἐλθὼν ἕως τοῦ κελλίου αὐτοῦ, καὶ εὑρὼν περιστερὰν κατέπιεν αὐτήν, καὶ πάλιν ὑπέστρε‐ ψεν εἰς τὸν τόπον αὐτοῦ. Ἔξυπνος δὲ γενόμενος ὁ μακάριος ἐλυπήθη σφόδρα καὶ ἔκλαυσε, λέγων· μὴ ἆρα διωγμὸν ἐγείρει ὁ Σατανᾶς κατὰ τῆς ἁγίας Ἐκκλησίας, | |
15 | καὶ πολλοὺς ἀποστήσῃ ἀπὸ τῆς πίστεως; Μὴ ἆρα σχίσμα γένηται καὶ αἵρεσις ἐν | 380 |
381 | τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ; Εὐξάμενος δὲ τῷ Θεῷ, εἶπε· προγνῶστα φιλάνθρωπε, σὺ μόνος γινώσκεις τὸ ὅραμα τὸ μέγα τοῦτο. Πάλιν δὲ μετὰ δύο ἡμέρας εἶδεν αὐτὸν τὸν δράκοντα ἐξελθόντα ἐκ τοῦ τόπου αὐτοῦ, καὶ εἰσελθόντα εἰς τὴν κέλλαν πρὸς αὐτόν, καὶ θέντα ὑπὸ τοὺς πόδας τοῦ μακαρίου τὴν κεφαλὴν αὐτοῦ, καὶ διαρραγῆναι, | |
5 | καὶ εὑρεθῆναι τὴν περιστερὰν ἐκείνην ζῶσαν μὴ ἔχουσαν σπῖλον. Εὐθέως δὲ ἔξυπνος γενόμενος, ἐκάλεσε Μαρίαν ἅπαξ καὶ δίς, λέγων· ἔγειρε, τί ὤκνησας σήμερον δύο ἡμέρας ἀνοῖξαι τὸ στόμα σου πρὸς δοξολογίαν Θεοῦ; Τῆς δὲ μὴ ἀποκριθείσης, δευτέραν γὰρ ἡμέραν εἶχε μὴ ἀκούων κατὰ τὸ εἰωθὸς ψαλλούσης αὐτῆς· τότε συνῆκεν ὅτι τὸ ὅραμα, ὃ εἶδε, περὶ αὐτῆς ἐστι. Καὶ στενάξας ἔκλαυσε σφοδρῶς καὶ εἶπεν· | |
10 | οἴμοι, τὴν ἀμνάδα μου ὁ δεινὸς λύκος ἥρπασε, καὶ τὸ τέκνον μου αἰχμάλωτον γέ‐ γονεν. Ὑψώσας δὲ τὴν φωνὴν αὐτοῦ, εἶπε· Σωτὴρ τοῦ κόσμου Χριστέ, ἐπίστρεψον τὴν ἀμνάδα σου Μαρίαν εἰς τὴν μάνδραν τῆς ζωῆς, ἵνα μὴ κατέλθῃ τὸ γῆράς μου μετὰ λύπης εἰς ᾅδου. Μὴ ὑπερίδῃς τὴν δέησίν μου, Κύριε, ἀλλὰ πέμψον τὴν χάριν σου τάχιον, ἵνα ἐκσπάσῃ αὐτὴν ἐκ στόματος τοῦ δράκοντος. | |
15 | Ἐγένοντο δὲ αἱ δύο ἡμέραι, ἐν αἷς εἶδε τὸ ὅραμα, δύο ἔτη, ἃ ἐποίησεν ἔξω ἡ | 381 |
382 | ἀδελφιδῆ αὐτοῦ. Διετέλει μέντοι νυκτὸς καὶ ἡμέρας παρακαλῶν τὸν Θεὸν περὶ αὐτῆς. Καὶ μετὰ δύο ἔτη ἠκούσθη αὐτῷ ποῦ ἐστι καὶ ποῦ διάγει, καὶ παρακαλέσας τινὰ τῶν γνωρίμων ἔπεμψεν ἐκεῖ, ἵνα ἀκριβῶς μάθῃ τὰ περὶ αὐτῆς, σημειώσῃ τε τὸν τόπον καὶ πῶς διάγει. Ἀπελθὼν τοίνυν ὁ ἀποσταλείς, καὶ μαθὼν ἀκριβῶς, θεασά‐ | |
5 | μενός τε καὶ αὐτήν, ἐλθὼν ἀπήγγειλεν αὐτῷ πάντα, σημάνας καὶ τὸν τόπον καὶ τὴν διαγωγήν. Ὁ δὲ πεισθεὶς αὐτὴν εἶναι ἀληθῶς, εἶπεν ἐνεχθῆναι ἐσθῆτα στρατιωτικὴν καὶ ἵππον. Καὶ ἀνοίξας τὴν θύραν τοῦ κελλίου ἐξῆλθεν· ἐνδυσάμενός τε τὸ στρα‐ τιωτικὸν σχῆμα, καὶ καμηλαύκιον βαθὺ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, κατακαλύπτον τὸ πρόσωπον αὐτοῦ, ἔλαβε καὶ νόμισμα ἓν μεθ’ ἑαυτοῦ, καὶ καθίσας ἐπὶ τοῦ ἵππου | |
10 | ἀπῄει. Ὥσπερ δέ τις κατάσκοπος, βουλόμενος κατασκοπῆσαι πόλιν ἢ πατρίδα, τῶν ἐκεῖ οἰκούντων φέρει τὸ σχῆμα πρὸς τὸ λαθεῖν τοὺς οἰκήτορας, οὕτω καὶ ὁ μακά‐ ριος Ἀβραάμιος ἐν σχήματι ἀλλοτρίῳ ἐπεδήμησεν, ἵνα τὸν Ἐχθρὸν τροπώσηται. Ὄντως θαυμάσαι ἄξιον τὸν θαυμαστὸν τοῦτον δεύτερον Ἀβραάμ. Ὁ μὲν | |
γὰρ πρῶτος ἐξελθὼν εἰς τὸν πόλεμον τῶν βασιλέων καὶ πατάξας αὐτούς, ἀπέστρεψε | 382 | |
383 | Λὼτ τὸν ἀνεψιὸν αὐτοῦ· ὁμοίως καὶ ὁ δεύτερος οὗτος Ἀβραάμ, ἐξελθὼν εἰς πόλε‐ μον κατὰ τοῦ Διαβόλου καὶ νικήσας αὐτόν, ἀπέστρεψε τὴν ἀνεψιὰν αὐτοῦ. Παραγενόμενος τοίνυν εἰς τὸν τόπον, καὶ εἰσελθὼν εἰς τὸ πανδοχεῖον, καὶ κα‐ ταλύσας, περιεβλέπετο ὦδε κἀκεῖ τοῦ ἰδεῖν αὐτήν. Εἶτα παρελθούσης ὥρας πολλῆς, | |
5 | καὶ μὴ θεασάμενος αὐτήν, ὑπομειδιάσας εἶπε τῷ πανδοχεῖ· φίλε, ἤκουσα ὅτι ἔχεις ὧδε κόρην καλήν, καὶ ἡδέως αὐτὴν ἑώρων. Ὁ δὲ πάνδοξ ἰδὼν τὴν ἡλικίαν τῆς πο‐ λιᾶς αὐτοῦ, κατέγνω αὐτοῦ. Εἶτα ἀποκριθεὶς εἶπεν· ἔστι καὶ πάνυ ὡραία. Ἦν δὲ ἡ Μαρία ὑπὲρ φύσιν περικαλλής. Ἔφη δὲ πρὸς αὐτὸν ὁ μακάριος· καὶ τίς καλεῖται; Ὁ δὲ λέγει αὐτῷ· Μαρία. Τότε φαιδρῷ τῷ προσώπῳ λέγει πρὸς αὐτόν· κάλεσον αὐτήν, | |
10 | ὅπως εὐφρανθῶμεν μετ’ αὐτῆς σήμερον· πάνυ γὰρ ἀπὸ τῆς ἀκοῆς ἠράσθην αὐτῆς. Ἡ δὲ κληθεῖσα ἦλθε πρὸς αὐτόν· καὶ ὡς εἶδεν αὐτὴν εἰς τὸν καλλωπισμὸν ἐκεῖνον καὶ τὸ πορνικὸν σχῆμα, σχεδὸν ὅλον αὐτοῦ τὸ σῶμα καὶ πᾶσα ἡ ὑπόστα‐ σις δάκρυον ἐγένετο· ἀλλὰ τῇ φιλοσοφίᾳ καὶ τῇ ἐγκρατείᾳ, ὥσπερ ἐν ἀδύτοις, κα‐ τέστειλεν ἑαυτὸν ἐν τῇ καρδίᾳ αὐτοῦ, ὑπὲρ τοῦ μὴ νοήσασαν αὐτὴν ἀποφυγεῖν. | |
15 | Καθημένων δὲ αὐτῶν καὶ πινόντων, ἤρξατο προσλαλεῖν αὐτῇ ὁ μακάριος, | |
ὡσανεὶ ἐραστὴς ἀπαύστῳ πυρὶ φλογιζόμενός τις. Ὥσπερ οὗτος ὁ μακάριος κραται‐ | 383 | |
384 | ῶς τῷ Διαβόλῳ ἀνταγωνισάμενος καὶ λαβὼν τὴν αἰχμάλωτον, ἀποκατέστησεν εἰς τὴν τοῦ Χριστοῦ παστάδα. Τοῦ δὲ μακαρίου προσλαλοῦντος, ἐξαναστᾶσα καὶ πε‐ ριλαβοῦσα κατεφίλει τὸν τράχηλον αὐτοῦ. Καταφιλοῦσα δὲ αὐτὸν ὠσφράνθη τῶν χρωτῶν τῆς ἀγγελικῆς αὐτοῦ πολιτείας, καὶ ἐμνήσθη παραχρῆμα τῆς ἀσκήσεως | |
5 | αὐτῆς, καὶ στενάξασα εἶπεν· ἀβάλα μόνῃ! Ὁ δὲ πανδοχεὺς ἐκπλαγεὶς ἔφη πρὸς αὐτήν· κυρία Μαρία, διετῆ χρόνον ἔχεις καὶ οὐδέποτέ σου ἤκουσα στεναγμόν, ἢ λόγον τοιοῦτον. Νῦν οὖν τί σοι γέ‐ γονεν; Ἡ δὲ ἔφη· εἴθε ἀπέθανον πρὸ τριῶν ἐτῶν, καὶ μακαρία ἤμην. Καὶ εὐθέως ὁ μακάριος, ἵνα μὴ ὑπολάβῃ αὐστηρῶς, λέγει πρὸς αὐτήν· νῦν ἐπὶ ἐμοῦ ἐμνήσθης | |
10 | τῶν ἁμαρτιῶν σου; Ἆρα οὐκ εἶπεν ἐν τῇ καρδίᾳ αὐτῆς, φαίνεται ἡ ἰδέα αὐτοῦ ὡς ἡ ἰδέα τοῦ θεί‐ ου μου; Ἀλλ’ ὁ μόνος φιλάνθρωπος καὶ πάνσοφος Θεὸς οὕτως ᾠκονόμησε τοῦ μὴ ἐπιγνῶναι αὐτὸν καὶ φοβηθεῖσαν ἀποδρᾶσαι. Ὁ δὲ εὐθέως ἐκβαλὼν τὸ νόμισμα, δίδωσιν αὐτὸ τῷ πανδοχεῖ, καὶ λέγει | |
15 | αὐτῷ· ποίησον ἡμῖν δεῖπνον καλόν, ἵνα εὐφρανθῶμεν σήμερον μετὰ τῆς κόρης | |
ταύτης· μηκόθεν γὰρ δι’ αὐτὴν ἔρχομαι. | 384 | |
385 | Ὢ σοφία ὄντως κατὰ Θεόν! Ὢ σύνεσις πνευματική! Ὢ πανουργία καὶ πτερ‐ νισμὸς Διαβόλου καὶ ἱλασμὸς ψυχῆς! Ὢ σοφία, δηλητήριον Δράκοντος, καὶ ψυχῆς φωτιστήριον! Ὁ ἐν τοῖς πεντήκοντα ἔτεσι τῆς ἀσκήσεως ἄρτου μὴ γευσάμενος, κρεῶν μετέλαβεν, ἵνα τὴν ὑπὸ τοῦ Διαβόλου ἀγρευθεῖσαν ψυχὴν ἀνακαλέσηται. Ὁ | |
5 | χορὸς τῶν ἁγίων Ἀγγέλων ἐν τῷ οὐρανῷ ἐξέστη περὶ τούτου τοῦ μακαρίου τῆς ἀδιαφορίας, μᾶλλον δὲ μεγαλοψυχίας καὶ δραματουργίας, πῶς προθύμως καὶ ἀδια‐ κρίτως ἤσθιε καὶ ἔπινεν, ἐπιλέγων καὶ αὐτὸς τὸ ἐν Εὐαγγελίοις· σήμερον δεῖ εὐφραν‐ θῆναι καὶ χαρῆναι, ὅτι ἡ θυγάτηρ μου αὕτη νεκρὰ ἦν, καὶ ἀνέζησε· καὶ ἀπολωλυῖα, καὶ εὑρέθη. | |
10 | Ὢ σοφία τῶν σοφῶν καὶ σύνεσις τῶν συνετῶν! Ὢ παραδόξου πράγματος ἀξία, ἡ θαυμαστὴ ἀδιαφορία, ἡ ἀνωτέρα πάσης ἀκριβοῦς διακρίσεως, δι’ ἧς ἐκ τῶν ἰο‐ βόλων τοῦ Δράκοντος ὀδόντων ἁρπάσας ἔσωσε ψυχήν. Μετὰ δὲ τὸ εὐφρανθῆναι αὐτούς, εἶπεν ἡ κόρη· ἀναστάς, κύρι, εἰσελθόντες καθευδήσωμεν. Ὁ δὲ εἶπεν· εἰσέλθωμεν. Εἰσελθόντων δὲ αὐτῶν, ὁρᾷ κλίνην ὑψηλῶς | |
15 | ἐστρωμένην, καὶ ἀνελθὼν προθύμως ἐκάθισεν ἐπ’ αὐτῆς. | 385 |
386 | Πῶς σε καλέσω, ἢ πῶς σε ὀνομάσω, ὧ τέλειε τοῦ Χριστοῦ ἄνθρωπε, οὐκ οἶδα! Ἐγκρατῆ εἴπω σε, ἢ ἀδιάφορον; Σοφόν, ἢ ἄσοφον; Διακριτικόν, ἢ ἀδιάκρι‐ τον; Ὁ εἰς πεντήκοντα ἔτη χρόνον τῆς ἀσκήσεως αὐτοῦ ἑνὶ ψιαθίῳ καθευδήσας, μεθ’ οἵας προθυμίας ἐκάθισας ἐπὶ κλίνης; Πάντα ταῦτα ἐποίησας εἰς δόξαν Χρι‐ | |
5 | στοῦ καὶ ἔπαινον τῆς θεοτιμήτου σου πολιτείας. Μονὰς ἐβάδισας, κρεῶν μετέλα‐ βες, οἶνον ἔπιες καὶ εἰς πανδοχεῖον κατήχθης, ἵνα σώσῃς ψυχὴν ἀπολλυμένην. Ἡμεῖς δὲ ὀλιγόψυχοι ὄντες, εἰς διάκρισιν ἄκαιρον ἐρχόμεθα, κἂν λόγον ὠφέλιμον λαλῆσαι τῷ πλησίον. Καθημένου τοιγαροῦν ἐπὶ τῆς κλίνης, ἔφη πρὸς αὐτόν· δεῦρο, κύρι, ἐπάρω | |
10 | τὰ ὑποδήματά σου. Ὁ δὲ πρὸς αὐτὴν εἶπεν· ἀσφάλιζε τὴν θύραν, καὶ δεῦρο, λαβὲ αὐτά. Ἡ δὲ ἰσχυρίζετο πρότερον ὑπολύσασθαι αὐτόν. Ὁ δὲ οὐκ ἠνέσχετο. Τότε ἀσφα‐ λισαμένη τὴν θύραν ἦλθε πρὸς αὐτόν. Καὶ λέγει πρὸς αὐτὴν ὁ μακάριος· κυρία μου Μαρία, ἔγγισόν μοι. Τῆς δὲ ἐγγισάσης ἐκράτησεν αὐτήν, ὡς μὴ δύνασθαι αὐτὴν ἀποδρᾶσαι· καὶ ἐπάρας τὸ καμηλαύκιον ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ συνδακρυόμε‐ | |
15 | νος εἶπε πρὸς αὐτήν· τέκνον μου Μαρία, οὐ γινώσκεις με; Οὐκ ἐγώ εἰμι ὁ πατήρ | |
σου Ἀβραάμιος; Τέκνον μου, οὐ γνωρίζεις με; Οὐκ ἐγώ εἰμι ὁ ἀναθρέψας σε; Τί σοι | 386 | |
387 | ἐγένετο, ὦ τέκνον μου; Ποῦ τὸ σχῆμα τὸ ἀγγελικόν, ὅπερ ἔσχες, ὦ τέκνον μου; Ποῦ τὰ δάκρυα; Ποῦ ἡ ἀγρυπνία ἡ μετὰ πόνου ψυχῆς καὶ καρδίας συντετριμμένης; Ποῦ ἡ χαμαικοιτία καὶ ἡ συνεχὴς γονυκλισία; Πῶς ἀπὸ τοῦ ὕψους τοῦ οὐρανοῦ εἰς τὸν τῆς ἀπωλείας βόθρον κατηνέχθης; Διατί οὐκ ἐδήλωσάς μοι ὅτι καταιγὶς | |
5 | ᾅδου κατήντησέ σοι, κἀγὼ ἂν μετὰ τοῦ Ἐφραῒμ ἐβόησα πρὸς τὸν δυνάμενόν σε σῴζειν ἐκ θανάτου; Διατί τὸ καθόλου ἀπογνοῦσα παρέδωκας ἑαυτὴν τῷ Διαβόλῳ; Διατί ἐγκατέλιπές με καὶ εἰς ἀφόρητον λύπην κατήγαγές με; Τίς γὰρ ἀναμάρτη‐ τος ἀνθρώποις, ὦ τέκνον μου, εἰ μὴ εἷς ὁ Θεός; Ἡ δὲ ἐκπλαγεῖσα ἀπηνεώθη, μὴ δυναμένη διάραι πρόσωπον, ἀλλ’ ἔμεινεν, | |
10 | ὥσπερ λίθος, ἄνους εἰς τὰς χεῖρας αὐτοῦ, αἰσχύνῃ τε καὶ φόβῳ κρατηθεῖσα. Ὁ δὲ μακάριος ἐπέμενε μετὰ δακρύων λέγων αὐτῇ· οὐ λαλεῖς μοι, τέκνον μου Μαρία; Οὐ διὰ σὲ ὀδυνόμενος ἦλθον ἐνταῦθα, ὦ τέκνον μου; Ἐπ’ ἐμοὶ ἡ ἁμαρτία σου, τέ‐ κνον. Ἐγὼ ἀπολογοῦμαι τῷ Θεῷ ὑπὲρ σοῦ ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως. Ἐγὼ μετα‐ νοῶ ὑπὲρ τῆς ἁμαρτίας σου ταύτης. Μέχρι δὲ μεσονυκτίου οὕτω παρεκάλει αὐτὴν | |
15 | καὶ ἐνουθέτει. | 387 |
388 | Ἡ δὲ λαβοῦσα μικρὰν παρρησίαν, ἔφη πρὸς αὐτὸν λέγουσα· εἰς σὲ ἀτενίζειν οὐ δύναμαι διὰ τὴν αἰσχύνην τοῦ προσώπου μου. Πῶς ἐπικαλέσομαι τὸ ἄχραντον ὄνομα τοῦ Χριστοῦ μου, ὅτι ἐν τῇ ἀκαθαρσίᾳ τοῦ βορβόρου ἐμιάνθην; Λέγει πρὸς αὐτὴν ὁ μακάριος· ἐπ’ ἐμὲ ἡ ἁμαρτία σου, τέκνον μου· ἐκ τῶν χειρῶν μου ἐκζητήσῃ | |
5 | ὁ Θεὸς ταύτην τὴν ἁμαρτίαν σου. Μόνον σὺ ἄκουσόν μου, καὶ δεῦρο, ἀπέλθωμεν εἰς τὸν τόπον ἡμῶν. Ἰδοὺ γὰρ καὶ ὁ ἀγαπητὸς ἡμῶν Ἐφραῒμ κλαίει περὶ σοῦ, καὶ παρακαλεῖ τὸν Θεὸν ὑπὲρ σοῦ, τέκνον. Παρακαλῶ σε, ἐλέησον τὸ γῆράς μου καὶ κατοικτείρησον τὰς πολιάς μου, τέκνον μου ἀγαπητόν. Δέομαί σου, ἀναστᾶσα ἀκολούθει μοι. Ἡ δὲ ἔφη πρὸς αὐτόν· ἐὰν τὴν μετάνοιάν μου δέχηται ὁ Θεός, | |
10 | ἔρχομαι. Προσπίπτω δὲ καὶ παρακαλῶ τὴν σὴν ὁσιότητα, καὶ καταφιλῶ τὰ ἴχνη σου τὰ ἅγια, ὅτι οὕτως εὐσπλαγχνίσθης εἰς ἐμέ, καὶ ἦλθες ἐνταῦθα, ἵνα ἐκσπάσῃς με ἐκ τῆς τοῦ Διαβόλου παγίδος. Καὶ θεῖσα τὴν κεφαλὴν αὐτῆς ἐπὶ τοὺς πόδας αὐτοῦ, ἔκλαυσεν ὅλην τὴν νύκτα, λέγουσα· τί ἀνταποδώσω σοι περὶ πάντων τού‐ των, Δέσποτα; | |
15 | Ὄρθρου δὲ γενομένου, λέγει πρὸς αὐτὴν ὁ μακάριος· τέκνον μου, ἀνάστα, | |
ἀπέλθωμεν. Ἡ δὲ ἀποκριθεῖσα ἔφη πρὸς αὐτόν· ἔχω ἐνταῦθα ὀλίγον χρυσίον καὶ | 388 | |
389 | ἱμάτια· τί κελεύεις περὶ τούτων; Ἔφη πρὸς αὐτὴν ὁ μακάριος· ἔασον αὐτὰ ἐνταῦθα· πάντα γὰρ ταῦτα μερίς ἐστι τοῦ Πονηροῦ. Καὶ ἀναστάντες ἐξῆλθον παραχρῆμα. Ἀνεβίβασεν αὐτὴν ἐπὶ τὸν ἵππον, αὐτὸς δὲ εἶλκεν ἔμπροσθεν αὐτῆς ἀγαλλόμενος· καὶ καθάπερ ποιμήν, ὅταν εὕρῃ πρόβατον ἀπολωλός, αἴρει αὐτὸ ἐπὶ τῶν ὤμων | |
5 | αὐτοῦ, οὕτως ὁ μακάριος χαίρων τῇ καρδίᾳ ἐβάδιζε. Καὶ ὡς ἦλθον ἐπὶ τὸν τόπον, αὐτὴν μὲν ἐνέκλεισεν εἰς τὸ ἐσώτερον κελλίον, ἔμεινε δὲ αὐτὸς εἰς τὸ ἐξώτερον. Ἡ δὲ μετὰ σάκκου καὶ ταπεινώσεως καὶ δακρύων πολλῶν καὶ ἀγρυπνίας καὶ ἐγκρα‐ τείας, ἀκριβῶς καὶ προθύμως τὸν τῆς μετανοίας σκοπὸν ἐξήνυσεν, ἀναιδῶς δεο‐ μένη καὶ προσπίπτουσα τῷ Θεῷ. | |
10 | Ὄντως τοιαύτη ἀληθὴς μετάνοια. Ὄντως θεραπεία καὶ ἀνακαίνισις ψυχῆς. Διὰ τοιούτου ἀγῶνος ἔδει πάντας ἐξομολογεῖσθαι τῷ Θεῷ. Τίς γὰρ τοσοῦτο λίθι‐ νος ἦν καὶ σκληρὸς τὴν καρδίαν, ἀκούσας τὴν φωνὴν τοῦ κλαυθμοῦ αὐτῆς, καὶ οὐ κατενύγετο δοξάζων τὸν Θεόν; Πρὸς γὰρ τὴν ἐκείνης μετάνοιαν, σκιὰ καὶ φάντα‐ σμά ἐστιν ἡ ἡμετέρα· τοιαύτῃ γὰρ ὑπομονῇ καὶ σπουδῇ καὶ ἀγωνίᾳ ἀπαραλείπτως | |
15 | προσῄει τῷ Θεῷ, αἰτουμένη τεκμήριον, εἴπερ προσδεκτὴ γέγονεν ἡ μετάνοια αὐτῆς. | 389 |
390 | Ὁ τοίνυν ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς χάρισμα ἰαμάτων ἐδωρήσατο αὐτῇ πρὸς πληροφορίαν τῆς εὐπροσδέκτου αὐτῆς μετανοίας. Ἔζησε δὲ ὁ μακάριος ἄλλα ἔτη δέκα, θεωρῶν αὐτῆς τὴν εἰλικρινῆ μετάνοιαν καὶ τὴν ἐξαίρετον αὐτῆς προθυμίαν, καὶ δοξάζων τὸν Θεὸν καὶ μεγαλύνων. Οὕτως | |
5 | ἀνέπαυεν ἐν γήρει καλῷ ὁ ὄντως ὅσιος καὶ δοῦλος τοῦ Θεοῦ. Ἐτελειώθη δὲ ὢν ἐτῶν οʹ, ἀσκήσας ἔτη νʹ, μετὰ προθυμίας μεγάλης καὶ ἀγῶνος θαυμαστοῦ. Ἐν τα‐ πεινοφροσύνῃ καὶ ἀγάπῃ ἐπλούτει, μὴ λαβὼν πρόσωπον ἀνθρώπου, ὃ πέφυκε παρὰ τοῖς πολλοῖς γίνεσθαι· τὸν μὲν προτιμᾶν, τὸν δὲ εὐτελίζειν. Ἐν δὲ τοσούτῳ χρόνῳ τῆς ἀσκήσεως, μὴ ῥᾳθυμήσας ποτὲ τὸ παράπαν, μηδὲ ἀλλάξας τὸν κανόνα | |
10 | τοῦ ἀρίστου βίου, ἀλλὰ οὕτω διέκειτο, ὡς καθ’ ἡμέραν ἀποθνῄσκων. Αὕτη ἡ διαγωγὴ τοῦ μακαρίου Ἀβρααμίου, καὶ αὕτη ἡ πολιτεία ὑπερθεά‐ ρεστος, καὶ τὰ ἆθλα τῆς ὑπομονῆς· καὶ ὥσπερ δορκὰς ἐκ βρόχων, ἐξῆλθε τοῦ φθαρτοῦ νυμφῶνος. Μηδόλως εἴασεν ἐξιέναι τὸν στερρὸν αὐτοῦ καὶ ἀδάμαντον λο‐ γισμόν, μετεωρισθῆναι εἰς τὰ ὀπίσω, ἢ ἐν τοῖς τῆς κώμης πειρασμοῖς, αὐτῷ παρὰ | |
15 | τοῦ Ἐχθροῦ ἐπενεχθεῖσι, παρείσδυσιν εὗρεν ἡ ἀπερίστατος ἀκηδία, οὐδὲ ἐν τῷ συ‐ | 390 |
391 | νεχεῖ πολέμῳ, ἐν ταῖς τῶν δαιμόνων φαντασίαις, πτόησιν ὑπέμεινε πώποτε. Ἐπε‐ τελεῖτο τὸ κατὰ μακαρίαν ἐκείνην ἆθλον, ὅπως διὰ τῆς πνευματικῆς σοφίας καὶ ἀφάτου συνέσεως, τῆς νομιζομένης μὲν ἰδιωτείας, νοουμένης δὲ πραγματείας, πα‐ τήσας τοῦ Δράκοντος, ἐκ μέσου ὀδόντων ἐξείλετο τὴν περιπόθητον αὐτοῦ περιστε‐ | |
5 | ράν, καὶ προσήνεγκε τῷ ἀληθινῷ νυμφίῳ Ἰησοῦ Χριστῷ. Οὗτοι οἱ ἀγῶνες καὶ ἱδρῶτες τοῦ μακαρίου Ἀβρααμίου. Ἐνταῦθα μὲν οὕτως ἐγράψαμεν εἰς παράκλησιν καὶ προθυμίαν τῶν βουλο‐ μένων ἐπιλαβέσθαι τῆς αἰωνίου ζωῆς εἰς ἔπαινον καὶ δόξαν τοῦ Θεοῦ τοῦ παρέ‐ χοντος πᾶσιν ἡμῖν τὰ συμφέροντα. Τὰς δὲ λοιπὰς ἀρετὰς αὐτοῦ ἐν ἄλλοις ἀπε‐ | |
10 | γραψάμεθα. Ἐν δὲ τῇ ὥρᾳ τῆς τελειώσεως αὐτοῦ, συνήχθη σχεδὸν πᾶσα ἡ πόλις καὶ αἱ παρακείμεναι κῶμαι. Καὶ ἕκαστος αὐτῶν ἐγγίζων μετὰ σπουδῆς τῷ σεμνῷ αὐτοῦ καὶ ἁγίῳ σώματι, ἥρπαζεν ἀπὸ τῶν ἐνδυμάτων αὐτοῦ ἑαυτῷ εὐλογίαν, καὶ οἵᾳ νόσῳ τὸ ἁρπαγὲν ἤγγιζεν, εὐθέως ἴασιν μετεδίδου. | |
15 | Ἔζησε δὲ ἡ μακαρία ἐκείνη ἄλλα ἔτη εʹ, ὑπερβαλλόντως ἀσκήσασα, καὶ μετὰ | 391 |
392 | δακρύων ἡμέρας καὶ νυκτὸς οὐ διέλειπε παρακαλοῦσα τὸν Θεόν, ὡς πλειστάκις τοὺς παρερχομένους διὰ τοῦ τόπου ἐκείνου ἡμέρας καὶ νυκτός, καὶ ἀκούοντας τὸν κλαυθμὸν αὐτῆς, συμπαθοῦντας ἱστάναι καὶ κλαίειν, καὶ εἰς ὑπόμνησιν οἰκείων ἁμαρτημάτων ἐλθόντας δέεσθαι καὶ δοξάζειν τὸν Θεόν. Ἐν δὲ τῇ ὥρᾳ τῆς τελει‐ | |
5 | ώσεως αὐτῆς ἐφάνη τὸ πρόσωπον αὐτῆς τοῖς ὁρῶσιν αὐτὴν χάριτος ἀπαστράπτον, ὡς εἰδέναι ἡμᾶς τὴν τῶν ἁγίων Ἀγγέλων εὐμενῆ καὶ ἔνδοξον παρουσίαν, καὶ δο‐ ξάζειν τὸν Θεόν, ἀφάτῳ φιλανθρωπίᾳ σῴζοντα τοὺς εἰς αὐτὸν ἐλπίζοντας, ἐν Χρι‐ στῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Οἴμοι, ἀγαπητοί μου, ὅτι οὗτοι μὲν καλῇ τελειώσει ἐτελειώθησαν, καὶ μετὰ | |
10 | παρρησίας ἀπὸ τῶν γηΐνων πραγμάτων ἀπερράγησαν, καὶ συνεδέθησαν τῇ πρὸς τὸν Θεὸν ἀγάπῃ. Ἐγὼ δὲ ἀπαρασκεύαστος ὤν, ἀπρόθυμος τῇ προαιρέσει τυγχάνω. Καὶ ἰδοὺ ἐγκατέλαβέ με ὁ ἀτελεύτητος χειμών, κἀγὼ γυμνός εἰμι καὶ ἀνέτοιμος, θαυμάζων τὰ εἰς ἐμαυτόν· ὅπως καθ’ ἡμέραν ἁμαρτάνω, καὶ καθ’ ἡμέραν μετα‐ νοῶ· καθ’ ὥραν τε οἰκοδομῶ, καὶ καθ’ ὥραν καταλύω. Ἑσπέρας λέγω, αὔριον με‐ | |
15 | τανοῶ· πρωΐας δὲ γενομένης, διαδέχεται ἡ ῥᾳθυμία· καὶ παρέρχομαι μετεωριζό‐ | 392 |
393 | μενος τὴν ἡμέραν. Πάλιν δὲ μεσημβρίας λέγω, τῇ προσιούσῃ νυκτὶ νήφω, καὶ μετὰ δακρύων παρακαλῶ τὸν Θεόν, ἵνα καὶ ἵλεως γένηται ταῖς ἁμαρτίαις μου· φθα‐ σάσης δὲ τῆς νυκτός, ὕπνῳ καταφέρομαι. Οἱ λαβόντες μετ’ ἐμοῦ τὸ ἀργύριον ἀγω‐ νίζονται ἡμέρας καὶ νυκτός· πραγματεύονται μετὰ δόξης ἄρχειν τῶν δέκα πόλεων· | |
5 | ἐγὼ δὲ διὰ τὴν ἐμὴν ὀκνηρίαν ἔκρυψα αὐτὸ εἰς γῆν, καὶ ὁ Κύριός μου ἤγγισε τοῦ ἐλθεῖν· καὶ ἰδοὺ τρέμει ἡ καρδία μου, καὶ κλαίω τὰς ἡμέρας τῆς ῥᾳθυμίας μου, μὴ ἔχων τί αὐτῷ ἀπολογήσομαι. Ὁ μόνος ἀναμάρτητος, οἰκτείρησον· ὁ μόνος φιλάνθρωπος, σῶσόν με· ὅτι πλήν σου τοῦ εὐλογημένου Πατρός, καὶ τοῦ μονογενοῦς σου Υἱοῦ τοῦ σαρκωθέντος | |
10 | δι’ ἡμᾶς, καὶ τοῦ ἁγίου σου Πνεύματος τοῦ ζωοποιοῦντος τὰ πάντα, ἄλλον οὐκ οἶδα, οὐδὲ εἰς ἄλλον ἐπίστευσα. Καὶ νῦν μνήσθητί μου, Δέσποτα, καὶ ἐξάγαγέ με ἐκ τῆς φυλακῆς τῶν ἀνομιῶν μου· σοῦ γάρ ἐστι τὰ ἑκάτερα, Δέσποτα· τὸ πότε μὲν εἰσελθεῖν εἰς τὸν αἰῶνα τοῦτον, καὶ τὸ πότε μεταβῆναι ἀπ’ αὐτοῦ. Μνήσθητί μου τοῦ ἀναπολογήτου, καὶ σῶσόν με τὸν ἁμαρτωλόν. Ἡ χάρις σου, ἡ γενομένη μοι | |
15 | ἐν τῷ αἰῶνι τούτῳ ἀντίληψίς μου καὶ καταφυγή μου, καύχημά τε καὶ ἔπαινος, αὕτη | 393 |
394 | με σκεπάσει ὑπὸ τὰς πτέρυγας αὐτῆς ἐν ἐκείνῃ τῇ φοβερᾷ καὶ φρικτῇ ἡμέρᾳ· σὺ γὰρ γινώσκεις, ὁ ἐτάζων καρδίας καὶ νεφρούς, ὅτι ἀπὸ πολλῶν τρίβων σκολιῶν καὶ πλήθους σκανδάλων ἐξέκλινα· σκολιὰς δὲ λέγω τρίβους τῶν φρονημάτων τῶν αἱρετικῶν καὶ τὴν ἐξήγησιν τὴν περίεργον· καὶ τοῦτο οὐκ ἐξ ἐμοῦ, ἀλλ’ ἐκ τῆς χά‐ | |
5 | ριτός σου· ἐφώτισε γάρ μου τὴν διάνοιαν. Δέομαί σου, ἅγιε Δέσποτα, σῶσον τὴν ψυχήν μου ἐν τῇ βασιλείᾳ σου, καὶ καταξίωσόν με εὐλογῆσαί σε μετὰ πάντων τῶν εὐαρεστησάντων σοι. Ὅτι σοὶ πρέ‐ πει δόξα, προσκύνησις, μεγαλωσύνη, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύ‐ | |
ματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 394 |