TLG 4138 154 :: EPHRAEM SYRUS :: Encomium in magnum Basilium EPHRAEM SYRUS Theol., vel Ephraem Graecus Encomium in magnum Basilium
Citation: Page — (line) | ||
338(t) | Ἐγκώμιον εἰς τὸν μέγαν Βασίλειον | |
1 | Κλίνατέ μοι τὰς ἀκοάς, ἀδελφοὶ ἀγαπητοί· διηγήσομαι ὑμῖν καλλίστην διή‐ γησιν. Κρύπτειν μὲν γὰρ τὰς βουλὰς τῶν βασιλέων καλόν, ἐκκαλύπτειν δὲ Θεοῦ μυστήρια ἀγαθόν, τοῦ διὰ προφάσεως τῶν πιστῶν αὐτοῦ δούλων στηρίζοντος τοὺς ἀσθενεῖς, ὧν πρῶτός εἰμι ἐγώ. Πόθος μοι οὖν πάρεστι καθάψασθαι πραγμάτων | |
---|---|---|
5 | πρὸς ἴασιν συμβάντων τῆς ἀθλίας μου ψυχῆς. Ἱστὸν βούλομαι ἐγὼ διάσασθαι σή‐ μερον ἐκ τῶν καλῶν ἐρίων τοῦ λογικοῦ προβάτου. Χιτῶνα ποικιλτὸν ὑφᾶναι ἐπι‐ ποθῶ 〈ἐκ〉 τοῦ πόκου τῆς νοητῆς 〈καὶ〉 εὐκτικῆς γλώττης. Κριὸν γὰρ εἶδόν ποτε, ᾧ | |
ἦν καλὸν κώδιον καὶ κέρατα λογικὰ θεόθεν φθεγγόμενα· καὶ τούτῳ προσπελάσας | 338 | |
339 | ἐν πολλῇ ἀγωνίᾳ, μικρὰν κρόκην ἐξ αὐτοῦ ἠρέμα ἐσύλησα. Ἐπέπεσε δὲ ἐπ’ ἐμὲ φόβος τις ἀφόρητος, ὅτι μὴ ὢν νουνεχὴς τοιαῦτα ἐτόλμησα. Βούλεσθε οὖν ἐκφάναι ποῖος οὗτος ὁ κριὸς ὁ τοσαύταις εὐχροίαις πεποικιλ‐ μένος; Οὗτός ἐστιν ὁ σοφὸς καὶ πιστὸς Βασίλειος, ὁ τὸν τῶν Καππαδόκων ἐπισκο‐ | |
5 | πήσας χῶρον, ὁ ἐν Καισαρέων τῇ πόλει στηλιτεύσας σωτήρια δόγματα πάσῃ τῇ οἰκουμένῃ. Βασίλειος ἀληθῶς ἡ βάσις τῶν ἀρετῶν, ἡ βίβλος τῶν ἐπαίνων, ὁ βίος τῶν θαυμάτων· ὁ βαδίζων ἐν σαρκὶ καὶ βαίνων πνεύματι· ὁ σύμβιος τοῖς κάτω καὶ ἐμβλέπων τοῖς ἄνω· τὸ βηρύλλιον πλῆκτρον τῆς μυστικῆς κιθάρας, τὸ τέρψαν τὴν χορείαν τῶν ἁγίων Ἀγγέλων· τὸ βέβαιον ἀρνίον τῆς μάνδρας τῆς ζωῆς, τὸ ἐκλάψαν | |
10 | τὴν πόαν τοῦ ἱεροῦ Πνεύματος· τὸ πηδῆσαν τῷ πόθῳ, καὶ ἁρπάσαν τὸ ἄνθος ἀπὸ τῆς ἀκρωρείας τοῦ σταυροῦ τοῦ τιμίου· ἡ φάτνη τῶν δογμάτων, ἡ γλῶττα τῶν | |
ῥημάτων, τὸ βραβεῖον τῶν ὀρθῶν καὶ χρηστῶν νοημάτων· ὁ βυθίσας ἑαυτὸν εἰς τὸν | 339 | |
340 | βυθὸν τῶν Γραφῶν καὶ ἀνιμησάμενος τὸν φαιδρὸν μαργαρίτην· ὁ βότρυς ὁ ὡραϊ‐ σμένος τῆς θεϊκῆς ἀμπέλου, ὁ οὐρανόθεν λαβὼν τὴν θείαν γλυκύτητα· ἡ μεμβράνη ἡ καλὴ τῆς ἱερᾶς σοφίας, ἡ ἄνωθεν στιχθεῖσα τὰ θεῖα χαράγματα· τὸ βέλτιστον χω‐ ρίον τῆς ἄνω βασιλείας, τὸ βλαστῆσαν τῷ Θεῷ καρποὺς δικαιοσύνης· βουνὸς διην‐ | |
5 | θισμένος μυστικῆς ῥοδονιᾶς, οὗ ἡ ὀσμὴ εἰς αὐτὸν ἔδωκε τὸν οὐρανόν· ὁ βοήσας ἐπὶ γῆς εὐάρεστα ᾄσματα καὶ λαβὼν ἐν οὐρανοῖς εὐπρόσιτα στέμματα· ὁ συνήσας τὴν χάριν καὶ βοήσας ὡς Ἰὼβ τὴν ἀνθομολόγησιν τῷ Σωτῆρι τῶν ὅλων, Πνεῦμα, λέγων, Κυρίου Θεοῦ τὸ ποιῆσάν με, καὶ ἡ διδάσκουσά με πνοὴ Παντοκράτορος· βεβαιῶν ὅτι ἐν Πνεύματι Ἁγίῳ τὸν Κύριον Ἰησοῦν Χριστὸν ἐκήρυττε τοῖς πᾶσιν. | |
10 | Ἔτι ἐπιποθῶ προσυφᾶναι τῷ λόγῳ ἐπὶ τὰ ἐγκώμια, ὅπως τῇ εὐωχίᾳ καὶ μνήμῃ τοῦ δικαίου εὑρήσομεν ταῖς εὐχαῖς γνῶσιν καὶ κατάνυξιν. Χρὴ οὖν τὴν τοῦ | |
Πνεύματος κερκίδα ἀναλαβεῖν, καὶ τὸν τῶν νοημάτων μίτον κατασκευάζειν. Εἶθ’ | 340 | |
341 | οὕτω πρὸς τοιαύτην ἐργασίαν στέλλεσθαι, ὥστε ἐν τοῖς στήμοσιν εἶρξαι καὶ τὴν ῥοδάνην. Ἐὰν γάρ τις νηφαλίως νήσῃ ταύτην τὴν κρόκην, στολὴν ἀθανασίας τοῖς ποθοῦσι ταύτην παρέξει. Τοιαῦται 〈αἱ〉 ἀπαρχαὶ τοῦ μυστικοῦ θρέμματος· τοιαῦται αἱ πρόσοδοι τοῦ | |
5 | ἁγίου κτήματος. Οὕτως ἀδιαλείπτως ἐν τῇ διδασκαλίᾳ ἐκόμα, ἀμφιεννὺς τοὺς πα‐ ρατυγχάνοντας. Κριὸς πνευματοφόρος τῆς ἀγέλης τοῦ Χριστοῦ, ἐν τῷ ἐλέει ἐπαν‐ θῶν τῆς φαιδρᾶς Ἐκκλησίας· ἐκ μὲν τῆς κουρᾶς αὐτοῦ πτωχοὺς διαθερμαίνων, διὰ δὲ τῆς κερατίας πλουσίους κατανύσσων. Εἰς αὐτὰ τὰ ἄδυτα νύκτωρ καὶ μεθ’ ἡμέραν παρεδρεύων, ἄνωθεν τὴν χάριν ἐδέξατο. Ὅθεν καὶ καθ’ ἑκάστην ἀνθοκομῶν τῷ | |
10 | λόγῳ, τὸν ἀναλλοίωτον κόσμον ταῖς ψυχαῖς ἐκαινούργει. Καθ’ ἕκαστον δὲ πᾶσιν ἑαυτὸν μεριούμενος, τῆς ποικιλίας αὐτοῦ οὐκ ἐπλεονεκτεῖτο. Ἐπειδὴ γὰρ ἐν ἀφθάρτοις ἄνθεσιν ηὐξάνετο, ἐπειδὴ τοῖς ἁγίοις κάλυξιν ἐτρέ‐ φετο, ἐπειδὴ ἐν ταῖς Γραφαῖς ἀεὶ ἐκοιτάζετο καὶ ἐξ αὐτῶν τὰς θείας πόας κατεβό‐ | |
σκετο, καὶ ἐν ἀποστολικαῖς νομαῖς ἐχλοάζετο καὶ ἐν ἱερατικαῖς αὐλαῖς ἠγαλλιᾶτο· | 341 | |
342 | διὸ καὶ ὡς ποταμὸς ἔρρει αὐτοῦ ὁ λόγος, καὶ ἡ δικαιοσύνη ὡς κύματα θαλάσσης. Ἐκεῖ ἐσιτίζετο ἔνθεα νοήματα, καὶ ὧδε ἐρεύγετο ἀθάνατα ῥήματα· ἐκεῖθεν ἐγεύετο ἐνάρετα βρώματα, καὶ ὧδε ἐφθέγγετο εὐπρόσιτα ῥήματα. Οὐ γὰρ στρύχνος καὶ βά‐ τος ἦν αὐτῷ ἡ ἐδωδή, ἀλλ’ ἢ ῥόδον καὶ κρίνον, κρόκος καὶ κιννάμωμον. Ὀπίσω | |
5 | τῆς τοιαύτης χλόης κατεσκόπευεν, ἐκ μυστικῶν ῥοδάμνων βαλσαμουργῶν τὴν βρῶσιν. Διὰ τοῦτο καὶ λαμπρὰ αὐτοῦ ἤκμαζε τὰ ἔρια, χωροῦντα πρὸς τὴν ὑφὴν τῶν θείων διδαγμάτων. Καὶ τί δεῖ πολλὰ λέγειν περὶ τούτου τοῦ κριοῦ, ὅπου ὅλος γέγονε σκεῦος κα‐ τηρτισμένον· σκεῦος οὐχ ὡς ἔτυχεν, ἀλλ’ οἷον Πέτρος εἶδε τέσσαρσιν ἀρχαῖς οὐρανό‐ | |
10 | θεν καθιέμενον; Ἀλλ’ ἐκεῖνο πρὸς τὴν γῆν τὴν κάθοδον ἐσχηκός, πετεινὰ ἐπέδειξεν ἔχειν καὶ τετράποδα· Βασίλειος δὲ πρὸς οὐρανὸν τὴν ἄνοδον εὑρηκώς, λόγια ἡμῖν ἀπέδειξε κλεινὰ καὶ παράδοξα. Κἀκεῖνο μὲν τὸ σκεῦος πρὸς βραχὺ ὤφθη καὶ ἀνε‐ | |
σπάσθη τὸ εἶδος αὐτοῦ ἑνὶ μόνῳ ἀποκαλύψαν· οὗτος δὲ χρόνους πολλοὺς εἰς ὕψος | 342 | |
343 | ἐπαιρόμενος, τὴν χάριν τοῦ Πνεύματος πολλοῖς ἐχορήγησε. Δι’ ἐκεῖνο ὁ Πέτρος οὐ‐ ρανόθεν ἤκουσεν· ἃ ἐγὼ ἐκαθάρισα, καὶ αὐτὸς μετάλαβε· καὶ περὶ τούτου ἐλέχθη τοῖς πᾶσιν· ὃν ἐγὼ ἡγίασα, καὶ ὑμεῖς τιμήσατε. Τίς οὖν μὴ ἐπαινέσειεν, ὃν ὁ Πατὴρ ἐδόξασεν; Ἢ τίς μὴ τιμήσειεν, ὃν ὁ Υἱὸς | |
5 | ἡγίασε; Τίς δὲ μὴ μακαρίσειεν, ὃν ἐμακάρισε τὸ σοφὸν καὶ νοερὸν καὶ σεβάσμιον Πνεῦμα; Βαβαί, πῶς ηὐδόκησεν ἡ βουλὴ τοῦ Κρείττονος ἐνοικῆσαι ἐν αὐτῷ καὶ ἐμπε‐ ριπατῆσαι! Ἐπαναπαύομαι γάρ, εἶπεν ὁ Θεός, ἐπὶ τὸν πρᾷον καὶ ἡσύχιον, καὶ τρέ‐ μοντά μου τοὺς λόγους. Οὕτως αὐτοῦ ἡ χάρις τὸν νοῦν ἐπλημμύρισεν, ἐκεῖνα τὰ | |
10 | σεμνὰ καὶ ἀέναα ῥεῖθρα, ὡς καὶ τοὺς μολυνθέντας ἐν τοῖς παραπτώμασιν αὐτῶν δεῖξαι εὐσχημονοῦντας, ὡς καὶ τοὺς βαπτισθέντας. Ἵνα οὖν ὁ Κύριος σπλαγχνισθῇ καὶ ἐπ’ ἐμέ, προφάσεως συμβάσης ἐλεῶν ἔν τινι πόλει, ἐκεῖσε ἀκήκοα φωνῆς λεγούσης πρός με· ἀνάστηθι, Ἐφραΐμ, καὶ φάγε | |
νοήματα. Καὶ ἀποκριθεὶς εἶπον ἐν πολλῇ ἀγωνίᾳ· πόθεν ἐγώ, Κύριε, φάγωμαι; Καὶ | 343 | |
344 | εἶπε πρός με· ἰδοὺ ἐν τῷ οἴκῳ μου τὸ βασιλικὸν σκεῦος χορηγήσει σοι τὴν βρῶσιν. Θαυμάσας δὲ μεγάλως ἐπὶ τοῖς λεγομένοις, ἀναστὰς κατέλαβον τὸν ναὸν τοῦ Ὑψί‐ στου, καὶ ἠρέμα ἐπιβὰς ἐπὶ τὸ προαύλιον, καὶ προκύψας τῷ πόθῳ ἐπὶ τὰ προπύλαια, εἶδον εἰς τὰ ἅγια τῶν ἁγίων τὸ σκεῦος τῆς ἐκλογῆς λαμπρῶς τετανυμένον ἔμπρο‐ | |
5 | σθεν τοῦ ποιμνίου, λόγοις θεοπρεπέσιν 〈ὅλον〉 πεποικιλμένον, καὶ πάντων τοὺς ὀφθαλμοὺς αὐτῷ ἀτενίζοντας. Εἶδον τὸν λαὸν παρ’ αὐτοῦ πνεύματι τρεφόμενον, καὶ χήραν καὶ ὀρφανὸν μᾶλλον ἐλεούμενον. Εἶδον ἐκεῖ πρὸς αὐτὸν δάκρυα ποταμηδὸν ῥέοντα, καὶ τὸν πόκον τῆς ζωῆς 〈τοῖσ〉 πᾶσι χρυσαυγοῦντα, αὐτόν τε τὸν ποιμένα τοῖς πτεροῖς τοῦ πνεύματος ἀνάγοντα δεήσεις καὶ κατάγοντα ῥήσεις. Εἶδον παρ’ | |
10 | αὐτοῦ τὴν Ἐκκλησίαν κεκαλλωπισμένην, καὶ τὴν ἠγαπημένην κατακεκοσμημένην. Εἶδον Παύλου 〈δόγματα, Προφητῶν〉 διδάγματα, Εὐαγγελίων νόμον καὶ μυστη‐ ρίων φόβον. Εἶδον ἐκεῖ τὸν χρηστὸν καὶ σωτήριον λόγον πρὸς αὐτὸν τὸν οὐρανὸν πιστῶς κορυφούμενον, καὶ ἁπαξαπλῶς ὅλον τὸν σύλλογον ἐκεῖνον ταῖς αὐγαῖς τῆς χάριτος ἐναγλαϊζόμενον. Τούτων δὲ πάντων οὕτως εὐσεβῶς ἀκμαζόντων ἐκ τοῦ ἐκ‐ | |
15 | λεκτοῦ σκεύους τῆς βασιλείας, ἀνύμνησα τὸν σοφὸν καὶ ἀγαθὸν Κύριον, τὸν οὕτω | |
δοξάζοντα τοὺς δοξάζοντας αὐτόν. | 344 | |
345 | Μετὰ δὲ τὸ ἀκροατήριον ἐκ Πνεύματος Ἁγίου ἐγνώσθη τῷ ἀνδρὶ περὶ ἐμοῦ, καὶ μεταστειλάμενος τὴν ἐμὴν εὐτέλειαν, διὰ τοῦ ἑρμηνέως ἐπυνθάνετο λέγων μοι· σὺ εἶ Ἐφραῒμ ὁ κλίνας καλῶς τὸν αὐχένα καὶ ἀράμενος τὸν ζυγὸν τοῦ σωτηρίου λόγου; Καὶ ἀποκριθεὶς εἶπον· ἐγώ εἰμι Ἐφραῒμ ὁ ὑστερήσας ἑαυτὸν τοῦ οὐρανίου | |
5 | δρόμου. Ἐπιλαβόμενος δέ μου ὁ θεσπέσιος οὗτος, ἐκύρωσεν εἰς ἐμὲ τὸ ἅγιον αὐτοῦ φίλημα· παραθείς τε τράπεζαν ἐκ τῶν ἐδωδιαίων τῆς σοφῆς καὶ ἁγίας καὶ πιστῆς αὐτοῦ ψυχῆς, οὐ κεκαρυμένην φθαρτοῖς ἐδέσμασιν, ἀλλὰ [τὴν] πεπλησμένην ἀφθάρτοις νοήμασι, ποίαις γὰρ εὐπραγίαις δυνάμεθα, ἔλεγεν, ἐξιλεώσασθαι καλῶς τὸν Κύριον ἐφ’ ἡμᾶς· πῶς τῶν ἁμαρτημάτων εἵρξομεν τὰς ἐφόδους, καὶ πῶς τῶν | |
10 | παθημάτων κλείσομεν τὰς εἰσόδους· πῶς τὴν ἀποστολικὴν κτησόμεθα ἀρετήν, καὶ πῶς δυσωπήσομεν τὸν ἀδέκαστον Κριτήν. Καὶ θρηνήσας 〈ἐμαυτὸν〉 ἐβόησα καὶ εἶπον· αὐτός, πάτερ, φρούρησον τὸν χαῦνον καὶ ῥᾴθυμον· αὐτὸς ἐπὶ τὴν ὀρθὴν τρί‐ βον κατεύθυνόν με· αὐτὸς τὴν λιθώδη μου καρδίαν κατάνυξον· πρὸς σὲ γὰρ ἀπέρρι‐ ψέ με ὁ τῶν πνευμάτων Θεός, ἵνα μου ἰατρεύσῃς τὴν ψυχήν. Αὐτός μου κατεύνασον | |
15 | τὴν ὁλκάδα τῆς ψυχῆς ἐπὶ ὕδατος ἀναπαύσεως. | 345 |
346 | Καὶ σκόπει μοι τοῦ καλοῦ διδασκάλου τὴν σπουδήν, πόθεν ἐπεδράξατό μου τῆς ἀρετῆς τὸν τύπον. Συνέσχεν, ὡς εἰπεῖν, τὴν ῥάβδον τοῦ σώματος, καὶ ἐκτίλας τὸ ἦθος τῶν ἀλογίστων παθῶν, ἦρέ μου τὰς λεπίδας, τὴν φθίσιν τῶν ὀφθαλμῶν· καὶ ὑποσύρας τὸ χλωρὸν καὶ ἄωρον τοῦ λόγου, ἔλαβέ με τῷ ζήλῳ, καὶ κατεπόντισέ | |
5 | με εἰς τὰ ποντιστήρια τῶν αὑτοῦ διδαγμάτων. Τότε ἐνεκίσσησεν ἡ γαστήρ μου φρόνησιν, τεκεῖν τεσσαράκοντα Μαρτύρων τὸν ἔπαινον· πάντα γὰρ τὸν τρόπον τῆς καρτερίας αὐτῶν ἠγχίστευσε ταῖς ἐμαῖς ἀκοαῖς ὁ γενναῖος· ὅτι πῶς προείλαντο ὑπὲρ Χριστοῦ ἀποθανεῖν, καὶ πόσων ὑπερεῖδον κινδύνων, ἵνα αὐτὸν κερδάνωσι, καὶ πόσοι τὸν ἀριθμὸν ὑπῆρχον οἱ Ἅγιοι· καὶ τὰ λοιπὰ ἔλεγε τῆς εὐσεβείας αὐτῶν. | |
10 | Ἐπειδὴ οὖν πρὸς τοιαύτην λαμπρὰν ἐργασίαν κατηξίωσεν ἡμᾶς ὁ πιστὸς ἀρχιερεύς, τούτων τῶν τροπαιούχων καλλινίκων ἀνδρῶν ἐν ἑτέρᾳ ἐκφράσει ἀφέντες τοὺς ἐπαίνους, τοῦτον μακαρίσωμεν, τὸν ὅσιον τοῦ Χριστοῦ, τὸν ὁμόζηλον αὐτῶν καὶ ὁμότιμον ἄνδρα. Ὥσπερ γὰρ οἱ Ἅγιοι ἀνδρείως ἀντέστησαν Λικινίῳ τῷ τυράν‐ | |
νῳ καὶ τῷ Δουκὶ τῷ ἡγεμόνι, οὕτω καὶ ὁ Ὅσιος ἀντιπαρετάξατο Οὐάλεντι καὶ Ἀ‐ | 346 | |
347 | ρείῳ καὶ τῷ θρασεῖ ἐπάρχῳ. Ἀλλ’ ἐκεῖνοι ἀκάνθας τῆς πλάνης ἀνέσπασαν, καὶ οὗτος αἱρετικῆς μανίας τοὺς τριβόλους. Ἐκεῖνοι τὰ σκάμματα Λικινίου ἔλυσαν, καὶ οὗτος τὰ προστάγματα Οὐάλεντος κατέλυσεν. Ἐκεῖνοι τὰς προστάξεις τοῦ Δουκὸς κατέ‐ λυσαν, καὶ οὗτος τὰς προβλήσεις Ἀρείου κατῄσχυνεν. Ἐκεῖνοι τοῦ ἡγεμόνος τὸ | |
5 | θράσος ἔλυσαν, καὶ οὗτος τὴν τοῦ ἐπάρχου Μοδέστου μανίαν ἐξέκλασε. Τούτων γὰρ τῇ ἀθλήσει κεντρωθείς, ὥσπερ Φινεές, γλώσσας ἐξεκέντησεν ἐκ Θεοῦ πορνευσάσας. Ὅθεν καὶ μάλα σφοδρῶς ἐπεθύμει πιεῖν τὸ ποτήριον, καὶ στῆσαι τρόπαιον διὰ τοῦ μαρτυρίου ἔσπευδεν. Οἱ Μάρτυρες ἕνεκα τῆς εἰς Χριστὸν πίστεως, πᾶσαν ὁμοῦ τὴν θλῖψιν ἐν ἑαυτοῖς φέροντες γενναίως ὑπέμειναν· Βασίλειος δὲ ἕνε‐ | |
10 | κεν τῆς εἰς Χριστὸν ἐλπίδος τὰς νιφάδας τῶν πειρασμῶν ἀνδρείως ὑπήνεγκεν. Ἐκεῖνοι τοὺς χιτῶνας αὐτῶν ἐξεδύσαντο, καὶ τὰ μέλη ἔδωκαν τοῖς αἰκισμοῖς· καὶ | |
οὗτος τὸ ῥάκιον τὸ περὶ αὐχένα καὶ τὸ σῶμα ἔσπευδε προαποδύσασθαι. Ἐκεῖνοι ἐν | 347 | |
348 | τῇ λίμνῃ τὸν ἐν τῇ ἀσεβείᾳ πεπλανημένον πρὸς ἑαυτοὺς εἵλκυσαν καὶ δόξης ἠξίω‐ σαν· οὗτος δὲ ἐν κολυμβήθρᾳ βαπτίζων τοὺς ἀπίστους, πρόξενος ἐγένετο αὐτοῖς τῆς οὐρανῶν βασιλείας. Ἐκεῖνοι ἐν ὕδασι πυρωθέντες τῷ πόθῳ, τὸ φῶς σὺν τοῖς στεφά‐ νοις εἶδον ὑπὲρ τῆς κεφαλῆς· καὶ οὗτος ἐν δόγμασι τῆς Ἁγίας Τριάδος ἐκκαυθείς, | |
5 | τὰ βραβεῖα ἔλαβε κατὰ τῶν κακοδόξων. Πόσα ἐμηχανήσατο ὁ πονηρὸς Βελίαρ χωρίσαι Βασίλειον τῆς ἄνω βασιλείας! Ἠρέθισε βασιλεῖς, ἄρχοντας καὶ δήμους, καὶ Βασίλειος βάσις ἐγένετο τῶν πιστῶν. Ἐξηγρίωσε πάσας τὰς καταιγίδας αὐτοῦ, καὶ τὸν σοφὸν ἔμπορον οὐδὲ ὅλως ἐτά‐ ραξεν. Ἐπήνεγκε τὴν ζάλην διὰ τῶν ἰδίων ὑπουργῶν, τῶν αἱρέσεων, καὶ ἡ τοῦ κυ‐ | |
10 | βερνήτου τέχνη πλέον ἐδείκνυτο. Ἤγειρε τρικυμίας κατὰ τῆς Ἐκκλησίας, καὶ τὴν ναῦν τῆς πίστεως Βασιλείου ποντῶσαι οὐκ ἠδυνήθη. Ἐπολέμησεν αὐτὸν αἱρετικοῖς ῥήμασι, καὶ εὐθέως ἐβάλλετο θεολόγοις δόγμασι. Καθώπλισε κατ’ αὐτοῦ Ἄρειον, | |
ὥσπερ τὸν Γολιάθ, καὶ ἐσφενδονίζετο παρ’ αὐτοῦ τρισὶ λίθοις τῆς πίστεως. Προσ‐ | 348 | |
349 | έρρηξε τῷ πύργῳ αὐτοῦ κακοδόξοις ἀνέμοις—ἄνεμοι γὰρ ὑπῆρχον οἱ λόγοι τῶν ἀσεβῶν—καὶ τοῦτον οὐκ ἔπεισαν· ὠχύρωτο γὰρ τρισὶν ἀναλώτοις τείχεσι τῆς ἀχράντου Τριάδος. Ἐξέπεμψε τὰ βέλη τῆς πολυθεΐας, καὶ εὐθέως ἐτροποῦτο διὰ τῆς μοναρχίας. Ἤρχοντο παρεμβολαὶ κυνῶν ὑλακτούντων, καὶ τῇ ῥάβδῳ τοῦ σταυροῦ | |
5 | ἐτραυμάτιζεν αὐτούς. Ἐνεδύοντο πάλιν οἱ λύκοι τὴν δορὰν τῶν προβάτων, καὶ παραυτὰ ἤλεγχε τὴν τούτων ὑπόκρισιν. Ἔσπευδε ταράξαι τὸ ἄδικον, καὶ εὐθέως ἡττᾶτο τῇ δικαιοσύνῃ τοῦ ἀνδρός. Ἤριζον οἱ ἄπιστοι μιμήσασθαι τὴν πίστιν καὶ διδα‐ σκαλίαν αὐτοῦ, καὶ εὐθέως ἀνεκηρύττετο ἡ κακόπιστος αὐτῶν καὶ ἀνοσία γνώμη. Ἐθώπευον ἔχειν τὴν παρρησίαν αὐτοῦ, καὶ εὐθέως ἐδηλοῦτο ἡ ἀφροσύνη αὐτῶν. | |
10 | Ἐπειδὴ γὰρ ἴσασι καὶ οἱ ὑπεναντίοι αἰδεῖσθαί τε καὶ τιμᾶν ἀρετὴν καὶ ἀν‐ δρείαν, ἐν δεινῷ πάθει ὄντος τοῦ τέκνου τοῦ τυράννου, ἐδέοντο τοῦ ἀνδρὸς εὔχεσθαι ὑπὲρ αὐτοῦ· τοῦ δὲ προτείναντος, ὅτι ἐάν μοι αὐτὸν δῷς, ἵνα προσάξω τῇ ἀμωμήτῳ πίστει, καὶ ἀπαλλάξω αὐτὸν πάσης δυσσεβείας τῶν Ἀρείου μαθημάτων· κἀκείνου συνθεμένου, εὐθέως Βασίλειος μεσίτης ἐγένετο βασιλεῖ ἐπιγείῳ πρὸς τὸν οὐράνιον· | |
15 | προσεκόμιζε τὴν ὑπόσχεσιν τοῦ ἀνδρός, καὶ ἐκόμιζεν αὐτῷ τὴν ῥῶσιν τοῦ παιδός. | 349 |
350 | Ὡς δὲ εἶδον οἱ ὄφεις σεσωσμένον τὸν παῖδα, πάλιν ὑπέφθειραν τοῦ κούφου βασιλέως τὴν βουλήν, καὶ τὸν υἱὸν αὐτοῦ λαβόντες ἐβάπτισαν ὕδατι, οὐ μέντοιγε Πνεύματι. Ἐδίδασκον ἀθετεῖν τὸν Υἱὸν τοῦ Θεοῦ. Ἔξω περιβάλλοντες καὶ ἔσω ἐκ‐ δύοντες· ἔξω Χριστὸν ἐνδύει, καὶ ἔσω περισχίζει. Διὸ καὶ μετ’ οὐ πολὺ ἀντανεῖλε τὸ | |
5 | πνεῦμα τοῦ δειλαίου, κηρύττων τὴν ἀχάριστον αὐτῶν γνώμην. Ταῦτα τῶν Ἠλιοὺ θαυμάτων οὐ δεύτερα, καὶ τῶν Ἐλισσαίου σημείων οὐκ ἐλάττονα. Ὥσπερ ἐκεῖνοι τοὺς θανόντας ἐπανήγαγον ζῶντας, οὕτω καὶ ὁ πιστὸς Βα‐ σίλειος τῇ εὐχῇ τὸν μέλλοντα 〈θανεῖν〉 παῖδα ἀνήρπασε θανάτου. Ἀλλ’ ὥσπερ πάλιν ὁ Πέτρος [τοὺς περὶ] Ἀνανίαν καὶ Σάπφειραν κλέψαντας ἐνέκρωσεν, οὕτω καὶ Βασί‐ | |
10 | λειος, τόπον Πέτρου ἐπέχων, ἅμα καὶ τῆς ἐκείνου παρρησίας μετέχων, τὸν κλέψαντα τὴν ἑαυτοῦ ὑπόσχεσιν Οὐάλεντα ἤλεγξε, καὶ τὸν υἱὸν αὐτοῦ ἐθανάτωσεν. Ἐντεῦθεν | |
ἀθυμία καὶ ἀπορία πολλὴ συνέσχε τοὺς ἀθλίους καὶ τὸν ἄπιστον ἐκεῖνον βασιλέα. | 350 | |
351 | Καὶ τίς ἀξίως διηγήσεται τοὺς ὄμβρους τῶν θαυμάτων, οὓς ἔδειξεν ὁ μακά‐ ριος καὶ πιστὸς Βασίλειος δι’ αὐτῶν τῶν πραγμάτων; Ἐπεὶ οὖν ἀδυνάτως ἔχομεν πρὸς τὴν ἐξήγησιν τῶν τοσούτων τοῦ ἀνδρὸς κατορθωμάτων εἰπεῖν, πάντα δρα‐ μόντες, ἓν δὲ φράσαντες, δείξωμεν πῶς καὶ τὰ ἀναίσθητα συνεμάχουν τῷ ἀνδρί. Ἐ‐ | |
5 | πειδὴ γὰρ ἅπαντα τρόπον τὰ γεννήματα τῶν ἐχιδνῶν ἐκίνουν ἀνελεῖν τὸν δίκαιον, βαλλόμενοι συνεχῶς τοῖς ἐκείνου ῥήμασιν, ἅμα τε καὶ θαύμασι, καθάπερ βέλεσι, προσῆλθον αἰτούμενοι ἀναρπασθῆναι αὐτὸν καὶ περιορισθῆναι· βαρὺς γάρ ἐστιν ἡμῖν, φησί, καὶ βλεπόμενος· καὶ γὰρ ἐναντιοῦται σφόδρα τοῖς λόγοις ἡμῖν· διὸ τῶν ἀδυνάτων ὑπάρχει, ὦ βασιλεῦ, προβῆναι τὴν πίστιν τὴν καθ’ ἡμᾶς, τούτου παρόντος. | |
10 | Ὑπαχθεὶς δὲ τοῖς λόγοις αὐτῶν ὁ βασιλεύς, ἔλαβεν ἐξορισθῆναι αὐτόν· ὁ δὲ κάλαμος εὐθύς, μὴ φέρων ὑπουργῆσαι τῇ παρανόμῳ βουλῇ, ἑαυτὸν συνέτριψε, παι‐ δεύων τὸν ἄφρονα, ὅτι οἷον τόλμημα βούλεται ἐργάσασθαι εἰς τὸν δοῦλον τοῦ Χριστοῦ, τὸν μίαν θεότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος κηρύττοντα, | |
καὶ τοὺς κατατομὴν φρονοῦντας ἢ λέγοντας ὡς κύνας λυττῶντας διελέγχοντα. Ὡς | 351 | |
352 | δὲ οὐκ ᾐσθάνετο ὁ ἀναισθητότερος τοῦ ἀψύχου καλάμου, υἱὸς ὢν τῆς πλάνης, καὶ δεύτερον ἔλαβε πρὸς τὸ καθυπογράψαι καὶ εἰς πέρας ἀγαγεῖν τὴν πονηρὰν αὐτοῦ βούλησιν. Ἔβλεπε δὲ καὶ τοῦτον κλανόμενον καὶ μὴ ἀνεχόμενον κοινωνῆσαι τῷ κα‐ κῷ, ᾧ ἔσπευδε ποιῆσαι. Τί σπεύδεις, ὦ βασιλεῦ, ἐν ἀλλοδαπῇ ἐκπέμψαι τὸν ἔχοντα | |
5 | ἔνοικον τὸν τὰ πάντα πληροῦντα; Τί ἀναλίσκειν βούλει τὸν πάντη ἀνάλωτον; Τί πόλεως ἐλαύνεις τὸν οὐρανοπολίτην; Ἐὰν γὰρ καὶ τρίτον λάβῃς κάλαμον, ὄψει συν‐ τριβόμενον καὶ μὴ ἀνεχόμενον, μηδὲ συμπράττοντά σοι. Ὅπερ δὴ καὶ γέγονε. Τότε σαφῶς ἡ νίκη πᾶσιν ἀνεκηρύχθη, καὶ τὸ λαμπρὸν τρόπαιον τοῦ ἀκα‐ ταγωνίστου. Τρεῖς κάλαμοι γεγόνασι συνήγοροι τοῦ τὴν ὁμοούσιον κηρύττοντος | |
10 | Τριάδα. Ἡ χεὶρ τὴν ἀπόφασιν ἐξενεγκεῖν ἔσπευδε, καὶ κάλαμοι ταύτην ἄδικον ἀπεφήναντο. Ἡ χεὶρ ψῆφον πονηρὰν δοῦναι κατεπείγετο, καὶ κάλαμοι ἐπεῖχον τὴν σπουδὴν τὴν ματαίαν. Καὶ καθάπερ ἡ ῥάβδος Μωυσέως κατῄσχυνε πάντας τοὺς ἐπαοιδοὺς καὶ τοὺς λοιποὺς φαρμακοὺς Αἰγύπτου, οὕτω καὶ οἱ κάλαμοι εὐθέως | |
κατήργησαν τὴν βουλὴν τῶν ἀσεβῶν καὶ τῶν υἱῶν τοῦ σκότους. | 352 | |
353 | Πῶς σε μακαρίσωμεν, ὦ πάτερ Βασίλειε, ὁ τῷ κέντρῳ 〈τῆς ἀληθείασ〉 τὴν πλάνην νύττων καὶ ἀπελαύνων· ὁ ἀπαίρων συνετῶς ἅμα ταῖς μελίτταις, καὶ σκηνῶν εἰς λειμῶνα τῶν θεοπνεύστων Γραφῶν, κἀκεῖθεν ἡμῖν ἀνθολογῶν ἄνθη προφητικά, δρόσον ἀποστολικήν, ζωὴν εὐαγγελικήν· ὁ ἀεὶ ἐνιζάνων τοῖς σίμβλοις τῶν ἀρετῶν | |
5 | καὶ ἐξ αὐτῶν τὴν θείαν ἡμῖν ποιούμενος πρόπολιν· ὁ τὸ μέλι τῆς θείας καὶ ἀμωμή‐ του πίστεως σοφῶς ἐργασάμενος ἐν Πνεύματι Ἁγίῳ· ὁ τῶν πονηρῶν σφηκῶν κατα‐ φρονεῖν διδάσκων ἡμᾶς καὶ τὴν πτῆσιν ποιεῖσθαι εἰς αὐτὸν τὸν οὐρανόν· ὁ βοήσας ὡς Δαυΐδ, γλυκέα τὰ λόγιά σου τῷ λάρυγγί μου εἰσίν, ὑπὲρ μέλι τῷ στόματί μου! Ὦ πιστὲ Βασίλειε, ὡς Ἄβελ προσεδέχθης, 〈ὡς Ἐνὼχ μετετέθησ〉, ὡς Νῶε | |
10 | διεσώθης, ὡς Ἀβραὰμ φίλος Θεοῦ ἐκλήθης, ὡς Ἰσαὰκ θυσία τῷ Θεῷ προσηνέχθης, | |
ὡς Ἰακὼβ πειρασμοὺς γενναίως ὑπέμεινας, καὶ καθὼς Ἰωσὴφ μεγάλως ἐδοξάσθης. | 353 | |
354 | Ὡς Μωυσῆς τὸν δεύτερον Φαραὼ ἐβύθισας τῇ ῥάβδῳ τοῦ σταυροῦ, θάλασσαν πα‐ θῶν τεμών, ὡς Ἀαρὼν Κυρίου ἀρχιερεὺς ἀνεδείχθης, ὡς Ἰησοῦς ὁ τοῦ Ναυῆ τοὺς ἐχθροὺς ἐτροπώσω, ὡς Φινεὲς ζηλώσας χάριτος ἠξιώθης. 〈Ὡς Σαμουὴλ ὑψώθης, ὡς Δαυῒδ ἐφυλάχθης, ὡς Ἠλίας ἡρπάγης, ὡς Ἐλισσαῖος διπλῆς χάριτος ἠξιώθησ〉. | |
5 | Ὡς Ἠσαΐας πυρὶ νοητῷ ἐκαθαρίσθης 〈καὶ ὡς Ἱερεμίας ἐκ γαστρὸς ἡγιάσθησ〉. Ὡς Ἰεζεκιὴλ τὸν ἐπὶ τῶν Χερουβεὶμ καθήμενον ἐθεώρησας, ὡς Δανιὴλ στόματα λεόν‐ των ἐφίμωσας, καὶ ὥσπερ οἱ τρεῖς Παῖδες τῶν ἐναντίων τὴν φλόγα καλῶς κατεπά‐ | |
τησας. Ὡς Πέτρος ἐκήρυξας, ὡς Παῦλος ἐδίδαξας, ὡς Θωμᾶς τὸν παθόντα Θεὸν | 354 | |
355 | ὡμολόγησας. Ὡς Ματθαῖος καὶ Μᾶρκος καὶ Λουκᾶς καὶ Ἰωάννης, σὺ ἐθεολόγησας· καὶ ὡς οἱ Ἀπόστολοι ἀνόμους ἐδίδαξας, ἀσεβεῖς ἐπέστρεψας, Θεῷ εὐηρέστησας. Πρέσβευε ὑπὲρ ἐμοῦ τοῦ σφόδρα ἐλεεινοῦ, καὶ ἀνακάλεσαί με ταῖς πρεσβείαις σου, πάτερ· ὁ ἀνδρεῖος τὸν χαῦνον, ὁ σπουδαῖος τὸν ὀκνηρόν, ὁ πρόθυμος τὸν ῥᾴθυ‐ | |
5 | μον, ὁ σοφὸς τὸν ἄφρονα· ὁ θησαυρίσας σεαυτῷ θησαυρὸν ἀρετῶν, ἐμὲ τὸν ἀκτή‐ μονα παντὸς κατορθώματος· σὲ γὰρ ἐμεγάλυνεν ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ σὲ ἐμακάρισεν ὁ Υἱὸς τοῦ Θεοῦ· σὲ ναὸν ἅγιον ἀνεκαίνισε τὸ Πνεῦμα τὸ Ἅγιον· ᾧ | |
πρέπει δόξα, κράτος, μεγαλοπρέπεια, εἰς τοὺς αἰῶνας. Ἀμήν. | 355 |