TLG 4138 153 :: EPHRAEM SYRUS :: Sermo in Ionam prophetam et de paenitentia Niniuitarum

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Sermo in Ionam prophetam et de paenitentia Niniuitarum

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 7. Thessalonica: Το περιβόλι της Παναγίας, 1998: 301–337.

Citation: Page — (line)

301

(1t)

Λόγος εἰς τὸν προφήτην Ἰωνᾶν,
2tκαὶ περὶ μετανοίας τῶν Νινευϊτῶν
1 Ἰωνᾶς ὁ Ἑβραῖος, ἀνελθὼν ἐκ θαλάσσης κηρύσσει ἐν Νινευὴ τοῖς ἀπερι‐ τμήτοις· ἐν τῇ σοβαρῇ πόλει εἰσελθὼν ὁ προφήτης, διὰ φοβερᾶς φωνῆς ταύτην ἐξε‐ τάραξε. Πόλις ἄρχουσα ἐθνῶν εὐθέως κατέπτηξε διὰ τοῦ κηρύγματος τοῦ υἱοῦ Ἀμαθή, καὶ καθάπερ θάλασσα πάντοθεν ἐδονεῖτο διὰ τῆς φωνῆς αὐτοῦ, ἀνελθόντος
5ἐκ τοῦ βυθοῦ. Κατελθὼν ἐν θαλάσσῃ ἐτάραξεν αὐτήν, καὶ ἀπελθὼν ἐν ξηρᾷ ταύτην
εὐθὺς χειμάζει.301

302

Ἐσαλεύθη ἡ θάλασσα ἐν τῇ φυγῇ αὐτοῦ, καὶ ἡ γῆ ἐπτοήθη ἐν τῷ αὐτὸν κηρύτ‐ τειν· ἐπαύσατο ἡ θάλασσα ἐν τῇ προσευχῇ αὐτοῦ, καὶ ἡ γῆ ἐν τῇ πολλῇ εὐσπλαγ‐ χνίᾳ τοῦ Θεοῦ ἐξέστη. Ἐν τῇ τοῦ κήτους κοιλίᾳ τοῦ μεγάλου ηὔχετο· ὡσαύτως Νινευΐται ἐν τῇ μεγάλῃ πόλει. Ἡ εὐχὴ ἐρρύσατο Ἰωνᾶν ἐκ τοῦ κήτους, καὶ δέησις
5ῥύεται Νινευὴ τῆς πτώσεως. Ἀπέδρα ὁ Ἰωνᾶς ἀπὸ προσώπου τοῦ Θεοῦ, ὡσαύτως Νινευΐται ἀπὸ τῆς εὐ‐ φροσύνης, καὶ ἐνέκλεισε τοὺς δύο ὡς ἐν φρουρᾷ ἡ δικαιοκρισία, ὥσπερ τινὰς χρεώ‐ στας· καὶ προσήνεγκαν αὐτῇ οἱ δύο μετάνοιαν, ὅπως ἂν λυτρωθῶσι τὰ ἀμφότερα μέρη τῶν οἰκείων σφαλμάτων τὴν οὐρανόδικον κρίσιν καὶ ἀνταπόδοσιν. Προσέταξε
10Κύριος τὸ κῆτος τὸ ἐν τῇ θαλάσσῃ τὸν Ἰωνᾶν φυλάττειν μεταξὺ τῆς ἠπείρου. Ἀφ’ ἑαυτοῦ γὰρ ἔμαθεν ὁ Προφήτης ὅτι δίκαιόν ἐστι τοὺς μετανοοῦντας ζῆν. Τύπον ἔδωκεν ἐν ἑαυτῷ ἡ χάρις· Ἰωνᾶς μετανοήσας ἀνῆλθεν ἐκ τῆς θαλάσσης,
οὕτω δὴ ἵν’ ἀναγάγῃ τὴν βυθισθεῖσαν πόλιν. Ἐταράχθη ἡ πόλις, καθάπερ ἡ θά‐302

303

λασσα, διὰ φωνῆς Ἰωνᾶ ἀνελθόντος ἐκ τοῦ βυθοῦ. Ἤνοιξεν ὁ δίκαιος Ἰωνᾶς τὸ στόμα αὐτοῦ καὶ Νινευὴ ἀκούσασα εὐθέως ἐθορυβήθη. Κηρύξας ὁ Ἰουδαῖος κατέπτηξε τὴν πόλιν, διανείμας θάνατον τοῖς ἀκροαταῖς αὐτοῦ· ἐστάθη κῆρυξ ὁ ἰατρὸς μεταξὺ τῶν γιγάντων, καὶ ἐκ τοῦ φόβου αὐτοῦ ὡς
5παῖδες κατέπτηξαν. Ἔκλασε φωνὴ αὐτοῦ καρδίας βασιλέων, ὅτι τὴν πόλιν αὐτῶν ἐπ’ αὐτοὺς κατέστρεφε. Μιᾷ φωνῇ ἐκτεμὼν αὐτῶν πᾶσαν ἐλπίδα, ποτήριον ποτίζει αὐτὴν πλῆρες ὀργῆς καὶ θυμοῦ. Ἤκουσαν βασιλεῖς καὶ ἐταράχθησαν, μᾶλλον δὲ καὶ ἐταπεινώθησαν, καὶ τοὺς στεφάνους αὐτῶν ῥίψαντες ἐπόθησαν τὴν μετάνοιαν· ἤκουσαν οἱ ἄρχοντες καὶ
10ἐθορυβήθησαν, καὶ ἀντὶ λαμπρᾶς στολῆς σάκκους ἠμφιάσαντο· ἤκουσαν πρεσβύτε‐ ροι, οἱ πολλῆς τιμῆς ἄξιοι, καὶ κατέχωσαν τὰς κεφαλὰς αὐτῶν ἐν σποδῷ· ἤκουσαν πλούσιοι καὶ εὐθέως ἤνοιξαν τοὺς θησαυροὺς αὐτῶν ἔμπροσθεν τῶν πενήτων· ἤκουσαν οἱ δανεισταὶ καὶ εὐθέως ἔρρηξαν ἃ εἶχον γραμματεῖα· ἤκουσαν ὀφειλέται,
καὶ διελογίσαντο τοῦτο δίκαιον εἶναι ἀποδοῦναι τὰ χρέη ἃ ὤφειλαν· ἕκαστος γὰρ303

304

ἔσπευδε περὶ τῆς αὑτοῦ σωτηρίας κήδεσθαι, καὶ δυσωπεῖν τὸν Θεόν. Οὐκ ἦν ἐκεῖ ἄνθρωπος ὁ διὰ πονηρίας βουλόμενος γριπίσαι, ἐπειδὴ ἑνὶ δικαίῳ βουλήματι οἱ ἄπαντες ἐβέβληντο, ἵνα πως κερδάνῃ τις τὴν ἑαυτοῦ ψυχήν. Τῆς φωνῆς τοῦ Ἰωνᾶ ἀκούσαντες οἱ κλέπται, ἐν σπουδῇ ἀπέδωκαν τοῖς κυ‐
5ρίοις τὰ σκῦλα, καὶ μωροποιήσαντες οἱ τὰ σῦλα παθόντες οὐδὲν ἔλαβον, ἀλλ’ αὐτοῖς ἀφῆκαν αὐτά· ἕκαστος γὰρ ἑαυτὸν δικαίως ἀνακρίνων εἰς τὸν πλησίον αὐτοῦ ἐφι‐ λανθρωπεύετο. Ἀκούσαντες οἱ φονεῖς, ἐξομολογούμενοι κατεφρόνησαν τοῦ φόβου τῶν δικαστῶν. Ἤκουσαν οἱ δικασταὶ καὶ συνεχώρησαν, ὅτι ἐν τῇ φοβερᾷ ἐκείνῃ ὀργῇ οὐκ ἦν ὁ κρίνων· ἕκαστος γὰρ ἐσπούδαζε φιλανθρωπίαν σπεῖραι, ἵνα θερίσῃ
10καὶ αὐτὸς συγχώρησιν ἐξ αὐτῆς. Ἤκουσαν οἱ ἁμαρτωλοὶ τῆς φωνῆς τοῦ Ἰωνᾶ καὶ τὰς ἑαυτῶν πράξεις ἐξομολογήσαντο. Ἤκουσαν οἱ δοῦλοι καὶ τιμὰς ἐπλήθυναν τοῖς κυρίοις αὐτῶν. Ἐκ τῆς φωνῆς τοῦ Ἰωνᾶ πλούσιοι καὶ σοβαροὶ τὸ ὕψος ἑαυτῶν ἐταπείνωσαν. Ἡ ἡμῶν μετάνοια πρὸς τὴν τῶν Νινευϊτῶν, ὥσπερ ὄναρ ἐστὶ καὶ σκιὰ δειλι‐
15νή. Νινευΐται ἔδωκαν πολλὰς ἐλεημοσύνας· ἡμεῖς οὐκ ἂν πλεονεξίας παυσώμεθα;304

305

Νινευΐται τοὺς παῖδας μετὰ τιμῆς ἠλευθέρουν· ἡμεῖς μὴ δουλώσωμεν ἐλευθέρους ἀδίκως. Ὅτε γὰρ ἀπεστάλη Ἰωνᾶς ὁ προφήτης εἰς τὴν πόλιν Νινευή, τὴν μεστὴν ὀφλημάτων, καθώπλισεν αὐτὸν ἡ δικαιοκρισία, οὐχ ὅπλοις καὶ δόρατι, ἀλλ’ ἐλάτ‐
5τονι κηρύγματι. Ἰατρὸς ἀπεστάλη τεμεῖν αὐτῶν τὰ ἕλκη καὶ στυπτικοῖς φαρμάκοις καθαρίσαι τὰς νόσους. Ἀνοίξας ἐδείκνυε τὰ ἑαυτοῦ φάρμακα, λίαν ὄντα φοβερά, αὐστηρὰ καὶ στυπτικά· ἔπεμψε γὰρ ἡ χάρις τὸν Ἰωνᾶν εἰς τὴν πόλιν, οὐχ ἵνα ἐκεί‐ νην καταστρέψῃ, ἀλλ’ ἵνα αὐτὴν μεταστρέψῃ. Οὐκ εἶπεν αὐτοῖς Ἰωνᾶς μετανοῆσαι, δεικνὺς ὅτι ὁ νοσῶν τρέχει πρὸς τὸν
10ἰατρόν. Ἀπέκλεισε κατ’ αὐτῶν τὴν θύραν τῆς ἐλπίδος, ἵνα δείξῃ τὸ πόσον ἔκρουσαν, δεδιότες τὴν ἀπόφασιν αὐτοῦ. Ἤκουσε Νινευὴ τὴν φωνὴν τῆς ἀποφάσεως αὐτοῦ, καὶ νηστείαις καὶ εὐχαῖς ἑαυτὴν ἐπανέλυσεν, ἵνα δείξῃ τὸ πόσον δύναται ἡ πρὸς Θεὸν παράκλησις· ἀπόφασιν γὰρ Θεοῦ αὐτὴ ἐπανέλυσεν. Ἠρρώστουν ἁμαρτίαις. Καθάπερ ἐν ξίφει τὴν φρικτὴν
15φωνὴν αὐτοῦ κατέπτηξεν ἐκείνους οὐχ ἵνα αὐτοὺς τεμεῖ, ἀλλ’ ἵνα αὐτὸν ἰδόντες305

306

παύσονται τῶν κακῶν τῶν τικτόντων τὰς νόσους. Ἰατρὸς ἦν ὁ ἐπελθὼν νοσοῦντας ἰάσασθαι· γυμνώσας αὐτοῦ τὸ ξίφος τοῖς ἀρ‐ ρώστοις ἔδειξεν. Εἶδεν αὐτὸν ἡ πόλις καὶ εὐθέως ἐθορυβήθη· ἕστηκε γὰρ ἔξω τῆς πόλεως κρατῶν τὸ ξίφος τῆς ὀργῆς. Ἐκ κλίνης οἱ ἄρρωστοι ἀπὸ φόβου μετὰ σπου‐
5δῆς ἔτρεχον πρὸς τὴν μετάνοιαν. Ἡ φωνὴ τοῦ Ἰωνᾶ ὥσπερ ξίφος ἔτεμε χρονίας σηπεδόνας καὶ δυσίατα ἕλκη· ἰατρὸς γὰρ ὑπῆρχε θεραπεύων ἀρρώστους ἐν ῥάβδῳ τῆς ἀπειλῆς. Ὑποβαλόντες φάρμακα ἰατροὶ τοῖς ἀρρώστοις κολακείαις κέχρηνται· Ἰωνᾶς δὲ αὐστηρᾷ τῇ φωνῇ καὶ ἀπειλῇ πολλῇ. Ἔφυγεν ἄρρωστος ἐκ κλίνης αὐτοῦ· ἐθεώ‐
10ρει γὰρ ῥάβδον πλήρη ὀργῆς καὶ θυμοῦ, ἣ ὑγίαινε τοὺς νοσοῦντας νόσοις ἐπιθυμίας· καὶ εἷς ἕκαστος λοιπὸν ἐκ τοῦ φόβου ἰᾶτο. Ὄψα τῶν βασιλέων τὰ ποικίλα ἤργησαν, ὡσαύτως ἀρχόντων πολυτελῆ δεῖ‐ πνα. Τί ὅτι ταῦτα λέγω; Εἰ τὰ νήπια αὐτῶν οὐκ ἐθήλαζον, τίς λοιπὸν ὑπῆρχεν 〈ἐν〉
αὐτοῖς ὁ τρυφῶν; Εἰ κτήνη ἐξ ὕδατος ἐν σπουδῇ ἐκώλυσαν, τίς ἄρα ἦν ἐν αὐτοῖς ὁ306

307

πίνων οἶνον ὅλως; Καὶ εἰ ὁ βασιλεὺς σάκκον ἑαυτὸν ἐνέδυσε, τίς ἦν ἐν αὐτοῖς ὁ λαμ‐ πρὰν στολὴν ἑαυτῷ περιβάλλων; Καὶ εἰ τὰς ἑταιρίδας ἔβλεπον σωφρονούσας, τίς ὑπῆρχεν ὁ γαμῶν ἢ ὁ ἐκγαμίζων; Καὶ εἰ οἱ ἀκατάστατοι πτήξαντες ἐσωφρόνουν, τίς ὑπῆρχεν ἐν αὐτοῖς ὁ γελῶν τὸ σύνολον; Εἰ οἱ πάντες ἔκλαιον καὶ ἐπένθουν, τίνι [ὥρᾳ]
5τὸ παίζειν ἡδὺ κατεφαίνετο; Εἰ κλέπται ἐδικαιοῦντο, καὶ τίς ὁ πλεονεκτῶν; Καὶ εἰ ἡ πόλις ἔπιπτε, τίς ὁ τὸν οἶκον τηρῶν; Ἐρρίπτετο ὁ χρυσὸς εἰς τὴν γῆν, καὶ οὐδεὶς ἦν ὁ αὐτὸν αἴρων· ἠνέῳγαν θησαυρούς, καὶ οὐδεὶς ἦν ὁ συλῶν. Ἐκάμμυσαν ἄσωτοι τοὺς ἑαυτῶν ὀφθαλμούς, τοῦ μὴ ἰδεῖν ἀκολάστως τὰ κάλλη τῶν γυναικῶν· ἔσπευ‐ δον καὶ αἱ γυναῖκες μαράναι τὰ ἑαυτῶν κάλλη, ἵνα οἱ ὁρῶντες μὴ σκανδαλισθῶ‐
10σιν· ἔσπευδε γὰρ ἕκαστος τὸν πέλας ἅμα ἰᾶσθαι καὶ ἰαθῆναι, ἵνα πάντες σωθῶσιν. Ἕκαστος τὸν πλησίον προετρέπετο εἰς εὐχὴν καὶ δέησιν καὶ ἐξομολόγησιν, καὶ γέγονεν ἡ πόλις ὡς ἓν σῶμα· ἕκαστος γὰρ ἐτήρει μή τις πέσῃ ἐν αὐτοῖς. Οὐδεὶς ηὔξατο ἐκεῖ ἵνα μόνος λυτρωθῇ, ἀλλ’ ὡς ἓν μέλος ηὔχετο ἕκαστος περὶ τῆς σωτη‐
ρίας αὐτῶν· ἅπασα γὰρ ἡ πόλις, καθάπερ εἷς ἄνθρωπος, ἦν κληθεῖσα δοθῆναι εἰς307

308

ἀφανισμὸν καὶ φθοράν. Ἐδέοντο δίκαιοι ὑπὲρ ἁμαρτωλῶν, ὅπως ἂν μεθ’ ἑαυτῶν κἀκεῖνοι σωθῶσι· πάλιν οἱ ἁμαρτωλοὶ ἐβόων πρὸς τὸν Θεόν, ὅπως ἂν εἰσακούσῃ τῆς φωνῆς τῶν δικαίων. Παράστησον, ἀγαπητέ, τὸν σὸν νοῦν μετὰ σπουδῆς, καὶ βλέπε πῶς πάντες
5ἅμα ἐν πένθει σφοδρῷ διῆγον· ὁ γὰρ κλαυθμὸς τῶν νηπίων σφόδρα ὢν ἐλεεινὸς ἐποίει πᾶσαν τὴν πόλιν κλαίειν τε καὶ ὀδύρεσθαι. Ὁ ὀλολυγμὸς τῶν υἱῶν ἀναβαί‐ νων ἐν δάκρυσι τὰς καρδίας τῶν γονέων καὶ τὰ σπλάγχνα ἀνετάρασσε· πρεσβῦται ἐν ὀδυρμοῖς τίλλοντες τὰς πολιὰς αὐτῶν εἰς γῆν κατέβαλλον· καὶ πάλιν οἱ νέοι θε‐ ωροῦντες τοὺς πρεσβύτας ἐν ὀδυρμοῖς, πλείονα τὴν ἑαυτῶν φωνὴν ὑψώσαντες,
10ἐβόησαν ὀλολύζοντες ἅμα, διότι ὁμοθυμαδὸν μιᾷ ῥοπῇ ἀπέθνῃσκον, θάπτοντες συν‐ θαπτόμενοι. Ἐκράτουν παῖδες μητέρας, καὶ εἷλκον ἐξ ἑκατέρου, ἵνα λυτρώσωνται ἑαυτὰς ἐκ θανάτου. Τὰ βρέφη καὶ τὰ νήπια, ἀπὸ τῆς φοβερᾶς ἐκείνης φωνῆς, ἐν τοῖς τῶν μητέρων κόλποις μετὰ κλαυθμῶν ὑπέδυσαν. Ἑσπέρας δὲ καὶ πρωῒ ἠρίθμουν ἃς Ἰωνᾶς ὁ Ἑβραῖος ἡμέρας ἐκήρυξεν, ἵνα
15ἴδωσι κἂν πόσαι ἔτι μένουσι. Καὶ ὅτε πάλιν παρῆλθεν ἡμέρα, ὠλόλυσαν ἐν δάκρυ‐308

309

σι, διότι ὑπελείπετο μικρὰ προθεσμία. Οἱ υἱοὶ ἐν δάκρυσι τοὺς πατέρας ἐπερώτουν· ὧ πατέρες, τοῖς φιλτάτοις ὑμῶν διηγήσασθε τέκνοις, πόσαι ἡμέραι παρῆλθον καὶ πόσαι μένουσιν, ἐξ ὧν ἡμῖν ἐκήρυξεν ὁ υἱὸς Ἀμαθή, ὁ Ἑβραῖος, καὶ ποία ἐστὶν ἡ ὥρα, ἣν ἡμῖν ἀπεφήνατο, ἵνα ζῶντες εἰς τὸν ᾅδην ἅμα πάντες κατέλθωμεν· πότε
5δὲ ἡ πόλις ἡ τερπνὴ μέλλει ἀφανίζεσθαι, ἢ ποία ἐστὶν ἡ ἡμέρα, ἧπερ διαδίδοται ἐν πάσῃ τῇ οἰκουμένῃ ἡ φήμη τῆς ἀπωλείας ἡμῶν, καὶ ὁρῶσι πικρὰν θέαν οἱ παρα‐ πορευόμενοι. Ὡς δὲ ταῦτα οἱ πατέρες ἀπὸ τῶν τέκνων ἀκηκόασι, πικρὰ δάκρυα ἐπ’ αὐτοῖς συσχεθέντες κατήγαγον· καὶ πάντως οὐκ ἴσχυσαν δοῦναι αὐτοῖς ἀπόκρισιν, ὅτι τὰ
10στόματα αὐτῶν ἡ λύπη ἦν ἐμφράξασα· ἵνα δὲ μὴ πληθύνωσι τὴν λύπην τῶν υἱῶν, καὶ πρὸ τῆς προθεσμίας θάνωσι, τὰ δάκρυα ἐκώλυσαν συνέχοντες τὰ σπλάγχνα ἑαυτῶν, ἵνα παραμυθήσωνται τὰ φίλτατα ἑαυτῶν τέκνα. Ἐφοβοῦντο οἱ πατέρες εἰπεῖν τὸ ἀληθές, ἐγγὺς εἶναι τὴν ἡμέραν ἥνπερ εἶπεν ὁ προφήτης· καὶ καθάπερ Ἀβραάμ, θέλων παραμυθήσασθαι Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ, ἄκων προεφήτευεν, οὕτω
15δὴ καὶ οἱ Νινευΐται ἄκοντες προεφήτευον, ἐν τῷ αὐτοὺς τὰ ἑαυτῶν τέκνα ἤθελον
παραμυθήσασθαι.309

310

Ἰσαὰκ ἐπερώτησε, τὸ πρόβατον τὸ λογικόν· ὦ πάτερ, ποῦ ἐστι τὸ πρόβατον τὸ τῆς θυσίας; Καὶ οὐκ ἀπεκάλυψεν Ἀβραὰμ τὸ μυστήριον, μήπως λυπηθέντος αὐτοῦ, σπιλωθῇ αὐτοῦ τὸ δῶρον· ἐσπούδασε γὰρ ὁ Ἀβραάμ, πῶς πείσοι τὸν υἱὸν αὐτοῦ, καὶ ὡς σπεύδων ἐκ τῶν ἀδήλων ἄδηλα προεφήτευεν. Οὐκ ἤθελεν εἰπεῖν
5αὐτῷ, καὶ ἀλήθειαν ἔλεγε. Φοβούμενος εἰπεῖν αὐτῷ, σὺ εἶ, εἰς ἄλλα προεφήτευσεν· ἡ γλῶσσα γὰρ τοῦ Ἀβραὰμ ἤδει πλέον τῆς καρδίας, καὶ ἔμενεν ὁ νοῦς ἀργός, καὶ ἡ γλῶσσα προεφήτευε. Τὸ στόμα ἔθος ἔχον ἐκ τῆς καρδίας μανθάνειν, αὐτὸ ἐδίδασκεν αὐτὸν τὰ μέλ‐ λοντα μυστήρια. Ἀβραὰμ εἶπε τοῖς παισίν· ἐγώ τε καὶ Ἰσαὰκ ἀνελθόντες εἰς τὸ ὄρος,
10πρὸς ὑμᾶς ὑποστρέψομεν. Βουληθεὶς γὰρ ὁ Ἀβραὰμ ψεύσασθαι, προεφήτευσεν. Οὐκ ἦν ψεύστης, ἀλλ’ ἐπειδὴ ἦν ἀληθείας συνήγορος. Οὕτω δὴ καὶ Νινευΐται ψευ‐ δόμενοι ἠλήθευον· ψεύσασθαι γὰρ οἰόμενοι, προφῆται ἦσαν ἀληθείας. Δακρύοντες γὰρ ἔλεγον τοῖς υἱοῖς αὐτῶν· μὴ φοβεῖσθε, ὧ φίλτατοι, ἀλλὰ μᾶλλον θαρσεῖτε· σφό‐
δρα γάρ ἐστι φιλάνθρωπος ὁ Κύριος· οὐ μὴ τοίνυν ἀφανίσῃ τὴν ἑαυτοῦ εἰκόνα. Εἰ310

311

ζωγράφος τὴν ἄψυχον εἰκόνα, ἣν ζωγραφεῖ, σπουδάζει τηρεῖν μετὰ πάσης ἀσφα‐ λείας καὶ προσοχῆς, πόσῳ μᾶλλον ὁ Κύριος τὴν εἰκόνα τὴν ἑαυτοῦ φυλάξειεν ἐκ τῶν κακῶν, τὴν ἔμψυχον καὶ λογικήν; Οὐ μὴ καταστραφῇ ἡμῶν ἡ πόλις καὶ ἀφανισθῇ, ἀλλὰ διὰ τῆς ἀπειλῆς καλεῖ εἰς μετάνοιαν. Ὑμεῖς ποσάκις ἀφ’ ἡμῶν ἐδάρητε, ὦ φίλ‐
5τατοι, καὶ ἔγνωτε τὴν ἀπειλὴν ἐπωφελῆ γινομένην; Ἐκ παιδείας γεγόνατε σοφοὶ καὶ κληρονόμοι, καὶ ἡ λύπη τῶν μαστίγων χαρὰ ἡμῖν ἐγένετο. Οὕτως οὖν λογί‐ σασθε καὶ περὶ τοῦ φιλανθρώπου Θεοῦ, ὅτι ὡς πατὴρ υἱοὺς παιδεύων πάλιν οἰκτί‐ ρει· τὴν ῥάβδον αὐτοῦ ἐπαίρει φοβῆσαι καὶ σοφίσαι· παιδεύει καὶ οὐ θανατοῖ, μᾶλλον δὲ ἐπιστρέφει. Εἰ γὰρ ἡμεῖς οἱ πατέρες σπλάγχνα ἡμῶν παιδεύομεν τῇ
10ἀπειλῇ τῶν μαστίγων, κτίσασθαι ὑμᾶς θέλοντες, πολλῷ μᾶλλον καὶ ὁ Κύριος· εἰ καὶ παιδεύει ὡς πατήρ, ἀλλὰ τῇ χάριτι αὐτοῦ λυτροῦται πάντας ἡμᾶς· τῇ ῥάβδῳ αὐτοῦ ἀπειλῶν, τὴν ἀγάπην αὐτοῦ δηλοῖ καὶ ἀνοίγει πᾶσιν ἡμῖν τὸν θησαυρὸν τῶν οἰκτιρ‐ μῶν αὐτοῦ. Οὐ γὰρ ἡμεῖς δυνάμεθα τοσοῦτον ὑμᾶς ἀγαπᾶν, ὅσον ὁ Θεὸς σπλάγ‐ χνοις φιλεῖ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Παραμυθεῖσθε, τέκνα, καὶ παύσασθε δακρύ‐
15οντες· ἡ πόλις γὰρ ἡμῶν οὐ πεσεῖται, ἀλλ’ ἡ ὀργὴ παρέρχεται.311

312

Ταῦτα δὲ Νινευΐται λαλοῦντες τοῖς υἱοῖς αὐτῶν, παραμυθούμενοι αὐτοὺς ἄκοντες προεφήτευον. Προφῆται ἦσαν ἀληθῶς· ἡ γὰρ μετάνοια προφήτας αὐτοὺς ἐποίησε. Λαλοῦντες δὲ τὰ τοιαῦτα, δακρύοντες οὐκ ἐπαύοντο· εἰ γὰρ καὶ παρεμυ‐ θοῦντο, ἀλλ’ ὀδυρμοῖς ἐπένθουν· ὁ φόβος γὰρ τῆς ἀπειλῆς ἐπέτεινε τὴν νηστείαν· καὶ
5τήκειν δὴ προθεσμίαν ταῖς εὐχαῖς ἐσπούδαζον. Ἐξῆλθεν ὁ βασιλεύς, καὶ ἔδειξεν αὑτόν, καὶ ἔπτηξεν ἡ πόλις ἰδοῦσα σάκκον αὐτοῦ. Εἶδε καὶ ὁ βασιλεὺς τὴν πόλιν πενθήσασαν ἀπὸ τῆς θέας αὐτοῦ, καὶ δα‐ κρύων ἐπλήσθη. Ἐδάκρυσεν ἡ πόλις ἐπὶ τὸν βασιλέα, ἰδοῦσα γῆν καὶ σποδὸν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ· ἔκλαυσε καὶ ὁ βασιλεὺς ἐπὶ πᾶσαν τὴν πόλιν, ἰδὼν αὐτὴν ἐν
10πένθει σάκκους ἠμφιεσμένην. Πάντες ὁμοῦ ἐπένθουν καὶ πάντες ὠδύροντο, ὡς καὶ τοὺς λίθους αὐτοὺς ποιεῖν συνθρηνεῖν αὐτοῖς. Τίς οὕτω προσηύξατο; Τίς οὕτως ἐδεήθη; Ἢ τίς οὕτως ἐταπεινώθη ἐνώπιον τοῦ Θεοῦ; Ἢ τίς πάλιν ἀθρόως ἀπεδύσατο τὰς φανερὰς καὶ κρυπτὰς αὐτοῦ πράξεις; Τίς ἀπὸ ψιλῆς φωνῆς ἔσπευσε διαρρῆξαι τὴν ἑαυτοῦ καρδίαν ἐπὶ ταῖς ἁμαρτίαις;
15Τίς ὁ λόγον ἀκούσας καὶ τῷ νοῒ ἐθραύσθη; Τίς ἀπὸ οἰκτρᾶς φωνῆς θανάτῳ συνε‐312

313

σχέθη; Ἢ τίς ἐνοπτρίσατο πρὸ τῶν ὀφθαλμῶν αὐτοῦ τὸν φιλάνθρωπον Θεὸν διὰ τῆς μετανοίας; Τίς εἶδε τὸν δίκαιον ἀνασπῶντα τὸ ξίφος, καὶ τὴν πόλιν ἅπασαν κλαίουσαν καὶ βοῶσαν; Τίς ἠδύνατο στέρξαι τὴν φωνὴν τοῦ κλαυθμοῦ πρεσβυτῶν τε καὶ νέων, βρε‐
5φῶν τε αὖ καὶ μητέρων; Πάντες ὁμοῦ ἐπένθουν· ἅπαντες γὰρ ἤκουσαν ὅτι αἱ ἡμέραι αὐτῶν ἐπληροῦντο, καὶ μέλλουσιν ἐν μιᾷ ἡμέρᾳ κατέρχεσθαι πάντες ὁμοῦ εἰς τὸν ᾅδην, τῆς πόλεως στραφείσης, μὴ ὄντος τοῦ θάπτοντός τε καὶ τοῦ θαπτομένου, διὰ τὸ κατὰ πάντων φθάσαι τὴν ἀπόφασιν. Νεανίσκοι μέλλοντες τῷ γάμῳ συνάπτεσθαι, ἄφνω ἐξεδέχοντο τὸν ἑαυτῶν θάνατον. Τίς ἄρα ἐβάσταξε νυμφῶν τοὺς ὀλολυγμούς;
10Ὡς ἔτι γὰρ ἐν παστῷ ἦσαν καθεζόμεναι, ἀντὶ τῆς εὐφροσύνης ἐξαίφνης ἐκλήθησαν σὺν τοῖς νυμφίοις αὐτῶν εἰς θάνατον πτωθέντες. Τίς ἄρα ἠδύνατο μὴ δακρύσαι, ὁρῶν βασιλέα κλαίοντα, ὅτι ἄφνω ἤμελλεν ἀντὶ τῶν βασιλείων καὶ ἐνδόξων οἴκων εἰς τὸν ᾅδην παροικεῖν καὶ βασιλεῦσαι ἐπ’ αὐτοῖς, μεταξὺ αὐτῶν θανόντα, καὶ σποδὸς γε‐ νέσθαι; Ἀντὶ τοῦ ὀχήματος καὶ τῆς πολλῆς αὐτοῦ τιμῆς, ἤκουσεν ὅτι ἡ πόλις αὐτοῦ
15μέλλει πίπτειν· ἀντὶ τῆς τρυφῆς αὐτοῦ καὶ τῶν ποικίλων ὀψωνίων, ἤκουσεν ὅτι313

314

αὐτὸν θάνατος καταπίνει· ζῶσα γὰρ ἐκλήθη ἅπασα ἡ πόλις εἰς τὸν βυθὸν κατελθεῖν. Κέκληκεν ὁ βασιλεὺς τὰς ἑαυτοῦ δυνάμεις, καὶ ἔκλαυσεν ἐπ’ αὐταῖς, καὶ μὴν καὶ αὐταὶ ἐπ’ αὐτόν, καὶ ἤρξατο δακρύων λέγειν ἔμπροσθεν αὐτῶν· ἐν ποταποῖς πολέμοις ἐγενόμην νικητής, ποσάκις δὲ καὶ ὑμεῖς κατὰ τῶν πολεμίων γενναίως
5ἀθλήσαντες, παντοῦ ἐδοξάσθητε! Ἀλλὰ νῦν οὐκ ἔστιν ὁ συνήθης πόλεμος, ἵνα ἐξελ‐ θόντες ὡς ἀεὶ νικήσωμεν. Πολλὰ ἔθνη καὶ λαοὺς νικήσαντες, ὑπὸ ἑνὸς Ἑβραίου νι‐ κηθῆναι ἔχομεν. Ἡ φωνὴ ἡμῶν μόνη βασιλεῖς κατέπτηξεν· ἀλλ’ ἡ φωνὴ τοῦ οἰκτροῦ τούτου πάντας ἡμᾶς θορυβεῖ. Ἡμεῖς πάντοτε πόλεις ἐπορθήσαμεν· καὶ νῦν ἐν τῇ πόλει ἡμῶν, ξένος ἡμῶν περιγίνεται. Φωνὴν ἐλαχίστου φοβηθεῖσα ἔπτηξεν ἡμῶν ἡ
10πόλις Νινευή, ἡ μήτηρ τῶν γιγάντων. Ἡ φοβερὰ λέαινα ἐν τῇ αὐτῆς μάνδρᾳ σφό‐ δρα ἐθορυβήθη ἀπὸ Ἑβραίου. Εἰς πᾶσαν τὴν οἰκουμένην ὠρύεται Νινευή, καὶ ἡ φωνὴ Ἰωνᾶ ὠρύεται ἐπ’ αὐτήν. Ἆρα οὕτω τὸ σπέρμα Νεβρὼδ ἐξησθένησε τοῦ γεν‐ ναίου γίγαντος τοῦ ταύτην κτίσαντος! Ἔδωκεν ὁ βασιλεὺς συμβουλίαν καλλίστην ταῖς δυνάμεσιν αὐτοῦ, συμβου‐
15λεύων οὕτω· μήτε νῦν χαυνωθῶμεν, μηδ’ ἀπολώμεθα ὡς ταλαίπωροί τινες. Ὅταν314

315

γάρ τις πειρασμὸν ὑπενέγκῃ ἀνδρείως, ἐὰν καὶ ὑποπέσῃ, διπλᾶ τινα κερδάνει· κἂν ζῇ, δοξάζεται, κἂν ἀποθάνῃ, εὐφημεῖται, καθάπερ ἀνδρεῖος καὶ γενναῖος ἀθλητής. Κραταιωθῶμεν οὖν καὶ ἀνδρισώμεθα γενναίως καὶ καθωπλισμένοι ἀθλήσωμεν. Κἂν γὰρ μὴ νικήσωμεν, ἀλλ’ ἀνδρείως θάνωμεν, ὄνομα καλὸν πᾶσι καταλείψομεν.
5Ἀκουστόν ἐστιν ἡμῖν ὅτι πρὸς αἴσθησιν ἡμῶν ἡ δικαιοκρισία καὶ ἡ φιλανθρωπία γίνεται, καὶ ἀπειλεῖ τοῖς κακοῖς ὁ δικαιοκρίτης, καὶ σῴζει ὡς ἀγαθὸς καὶ φιλάν‐ θρωπος 〈Θεόσ〉. Δείσωμεν αὐτοῦ τὴν δικαιοκρισίαν καὶ πληθύνωμεν αὐτοῦ τὴν εὐ‐ σπλαγχνίαν· ἐὰν γὰρ δυσωπηθῇ ἡ δικαιοκρισία, τὸ πλῆθος τῶν οἰκτιρμῶν αὐτοῦ μεθ’ ἡμῶν ἐστι. Μεταξὺ γὰρ οἰκτιρμῶν καὶ δικαιοκρισίας πανοπλίαν ἑαυτοῖς νῦν
10καινὴν ὁπλίσωμεν εἰς τὸν καινὸν πόλεμον τὸν ἐλθόντα εἰς ἡμᾶς. Μὴ καταφρονή‐ σωμεν τοῦ Ἰωνᾶ· οὐ γὰρ ἁπλῶς δεῖ προσέχειν τῷ κηρύγματι αὐτοῦ. Εἰς φροντίδα μεγίστην καὶ λύπην ἐνέπεσα ἀπὸ τῆς φωνῆς αὐτοῦ, ἧσπερ αὐτὸς κηρύσσει· ἡ μὲν γὰρ θέα αὐτοῦ οἰκτρὰ καὶ ἐλαχίστη, ἡ δὲ φωνὴ αὐτοῦ μεγάλη καὶ ὁ φόβος πολύς.
Ἔμπροσθεν ἡμῶν πάντων ἐπερώτησα αὐτόν, ἵνα ὡς ἐν χώνῃ οἱ λόγοι αὐτοῦ315

316

δοκιμασθῶσιν· αὐτὸς δὲ οὐκ ἔπτηξεν ἀφ’ ἡμῶν, οὐδὲ ἐδειλίασεν οὐδὲ ἐθορυβήθη· οὐδὲ μὴν ἐθροήθη ἢ ἐνετράπη ἐν τοῖς λόγοις οἷσπερ εἶπεν· ἀλλὰ παντελῶς οὐκ ἤλλαξεν, ὅτι ἐν ἀληθείᾳ αὐτοὶ καταδέδενται. Ἐκολάκευσα αὐτόν, ἀλλ’ οὐκ ἔπεισα· ἐφόβησα αὐτόν, ἀλλ’ οὐκ ἐχαύνωσα·
5ἔδειξα αὐτῷ πλοῦτον, καὶ κατεγέλασέ μοι· ἔδειξα αὐτῷ ξίφος καὶ τοῦτο ἐμυκτήρισε. Ξίφους γέγονε ξένος καὶ δώρων ἀλλότριος· ἐν οὐδενὶ γὰρ τούτων οὗτος ὑπεχαυνώ‐ θη. Ἔστιν ὃς διὰ δώρων κολακευθεὶς χαυνοῦται, ἕτερος ξίφος ἰδὼν πολλάκις ὑπο‐ πίπτει· τοῦτον δὲ τὸν Ἑβραῖον μεταξὺ κολακείας καὶ ἀπειλῆς στήσαντες, ἑκατέρων τῶν μερῶν εὕρομεν ἀνδρεῖον ὄντα· εἶδε γὰρ τὸ ξίφος καὶ ἐμώκισεν αὐτό· ὡσαύτως
10καὶ τὴν φιλαργυρίαν ἐνίκησεν ὡς οὐδὲν λογισάμενος. Μικρὸς λόγος ἐξελθὼν ἐκ τοῦ στόματος αὐτοῦ τῇ ὀξύτητι αὐτοῦ ἅπαντας ἡμῶν τοὺς λόγος ἐξέτεμεν. Οὐκ ἔπτηξε παντελῶς τῆς ἐμῆς αὐστηρίας, οὔτε μὴν τῶν τιμῶν μου ἐπροσω‐ πολήπτησεν, ἀλλὰ πάντα τὸν πλοῦτον ἡμῶν οὗτος ἐλογίσατο ὡς τὴν κοπρίαν τὴν πατουμένην. Μὴ ἆρα τὸ πρόσωπον αὐτοῦ χαλκοῦν ποιήσας οὗτος παραγέγονε πρὸς
15ἡμᾶς ἐξ Ἱερουσαλήμ; Ὁ λόγος αὐτοῦ ἡμῖν ἐγένετο κάτοπτρον, καὶ ἐν αὐτῷ εἴδαμεν316

317

τὸν Θεὸν κατοικοῦντα καὶ ἀπειλοῦντα τὰς πονηρὰς ἡμῶν πράξεις· ἐν αὐτῷ εἴδαμεν τὴν δικαιοκρισίαν ὀργιζομένην τοῖς κακοῖς ἡμῶν ὀφλήμασι. Δι’ αὐτοῦ ἀπόφασις τῆς πόλεως ἔφθασεν ἡ ἐκ στόματος Θεοῦ καθ’ ἡμῶν ἐξελθοῦσα. Εἰ παραγενόμενος εἰρήνην καὶ νίκας ἐκήρυσσεν, ὑπενοοῦμεν ἂν αὐτὸν ὡς αἰ‐
5σχροκερδῆ τινα, δῆθεν τοῖς καλοῖς οἷς ἡμῖν προφητεύει, ἵνα δῶρον λάβῃ παρ’ ἡμῶν, μισθὸν τῶν λόγων αὐτοῦ. Ἰατρός τις ἀληθὴς εἰσελθὼν τῷ κάμνοντι ἀλήθειαν κηρύσσει, καὶ χειρουρ‐ γηθῆναι χρή, καὶ πυρὸς καυστῆρας πικροὺς προλέγει αὐτῷ θεῖναι, οὐδὲ δειλιᾷ εἰπεῖν γομφίων ἐκρίζωσιν. Οὐ πτήσσει βασιλέα φράσαι αὐτῷ τοῖς πόνοις, κἂν πο‐
10τίσαι αὐτὸν φάρμακον αὐστηρίας. Τίς καλέσειε ψεύστην τὸν ὀργὴν κηρύξαντα; Εἰ ἦν ψεύστης, ἔμελλε τῷ λόγῳ ὀκλάζειν· ἀλλ’ ὑπέρκειται, ὡς ὁρῶ, ἁπάντων ἰατρῶν· οὔτε γὰρ βραχὺ ἄρτον θέλει φαγεῖν ἐξ ἡμῶν. Πλὴν εἰ δίκαιος ὑπάρχων Ἰωνᾶς νηστεύει, σπουδάσωμεν ἡμεῖς πολλῷ μᾶλλον νηστεῦσαι, ἐπειδὴ ἡμάρτομεν· εἰ ὅσιος ὑπάρχων, δέεται καὶ προσεύ‐
15χεται, ὑποστρώσωμεν ἑαυτοῖς σάκκον μετὰ σποδοῦ· νηστεύει γὰρ ὁ δίκαιος καὶ εὔ‐317

318

χεται, μήπως φανῇ τοῖς ἀνθρώποις ὡς ψεύστης. Ἴσως γὰρ φιλονεικεῖ ὅπως στραφῇ ἡμῶν ἡ πόλις· θέλει γὰρ ἵνα πιστευθῇ αὐτοῦ τὸ κήρυγμα, ὃ αὐτὸς ἐκήρυξεν ἡμῖν. Καὶ ἡμεῖς διὰ νηστείας καὶ προσευχῆς πολεμήσωμεν αὐτόν· οὐ γὰρ ὁ προφήτης ἥμαρτεν, ἀλλ’ αἱ ἁμαρτίαι ἡμῶν συνθάπτουσιν ἡμᾶς.
5 Οὔτε μὴν ὁ Ἑβραῖος στρέφει τὴν πόλιν ἡμῶν, ἀλλ’ ἡ πονηρία ἡμῶν ταύτην καθαιρεῖ. Ἄλλον ἐχθρὸν ἔχομεν ἀόρατον, ὦ φίλοι· ἐκείνῳ πρέπον ἐστὶ γενναίως ἀντιστῆναι. Ἠκούσαμεν τὰ ἆθλα Ἰὼβ τοῦ δικαίου· ἡ γὰρ ἀνδρεία αὐτοῦ ἐγνώσθη καὶ ὁ λόγος καὶ ὁ πειρασμὸς αὐτοῦ ὡς σάλπιγξ ἐκήρυξε τὴν νίκην τὴν κατ’ Ἐχθροῦ ἐν πάσῃ τῇ οἰκουμένῃ. Εἰ οὖν κατὰ δικαίων οὕτως ἀγωνίζεται, τί ἆρα ποιήσει ἐν
10ἡμῖν τοῖς ἁμαρτωλοῖς; Αὐτός ἐστιν ὁ ἐξελθὼν καὶ ἐν τῷ συμποσίῳ καταστρέψας τὸν οἶκον ἐπὶ τὰ τέκνα Ἰώβ, οἶνον μίξας αἵμασι καὶ συντρίψας ἀφειδῶς τὰ ὀστᾶ ἐκείνων ἅμα σὺν τοῖς ποτηρίοις αὐτῶν. Βασιλεῖς ἐν πολέμῳ ἡμεῖς ἐνικήσαμεν, εὐχαῖς δὲ νῦν σπουδάσατε νικῆσαι τὸν Σατανᾶν. Ἐξέλθωσι λοιπὸν αἱ παρεμβολαὶ ἡμῶν, καὶ πόλεμον μετ’ αὐτοῦ κραταιὸν
15συνάψωμεν. Ἐκδύσασθε θώρακας καὶ σάκκον ἐνδύσασθε, ῥίψατε τὰς φαρέτρας καὶ318

319

εὐχαῖς προσφύγετε, καταλείψατε ξίφος καὶ ζητήσατε πίστιν, κλάσατε βέλη καὶ λά‐ βετε νηστείαν· οὐδέν ἐστιν ἡ νίκη ἣν πρῴην ἐνικῶμεν πολεμοῦντες τοὺς ἐχθροὺς καὶ τοὺς βασιλεῖς τῆς γῆς. Ἐὰν νῦν νικήσωμεν τοῦτον, μείζων ὑπάρχει τῶν νικῶν καὶ τῶν ἄθλων, ὧν ποτε ἐστήσαμεν· καὶ ὥσπερ ἐγὼ πρῶτος ἐκεῖ παρετασσόμην,
5οὕτω καὶ νῦν πρῶτος ἔσομαι ἐν τῷ πολέμῳ τούτῳ. Καὶ ἀναστὰς ὁ βασιλεὺς μετὰ σπουδῆς τὴν πορφυρίδα αὐτοῦ ἀπεδύσατο καὶ σάκκον ἠμφιάσατο· ἀπέρριψαν καὶ αὐτοὶ τοὺς ἑαυτῶν χιτῶνας καὶ σάκκους περιε‐ βάλλοντο· καὶ σὺν αὐτῷ ἐπένθουν Νινευΐται οἱ ἀεὶ λαμπρῶς ἠμφιεσμένοι. Ὡς Ἰνδοὶ ἐφαίνοντο ἐκ τῶν μελλόντων κακῶν.
10 Ἔλαβεν ὁ βασιλεὺς τὰς ἑαυτοῦ δυνάμεις καὶ ἐξελθὼν τὴν πόλιν πᾶσαν ἐπε‐ σκέψατο. Ἀπέστειλε κήρυκας τοῦ κηρύξαι πανταχοῦ, ἵνα μετανοήσωσι πάντες ὁμο‐ θυμαδόν· ἀπολειπέτω, ἔλεγεν ὁ βασιλεύς, εἷς ἕκαστος τὴν ἑαυτοῦ πονηρίαν, ἵνα μὴ ἐν πολέμῳ τρωθῇ καὶ καταβληθῇ. Ὁ ἅρπαξ μεταδότω, ὁ ἄσωτος σωφρονείσθω, ὁ
ὀργίλος πρᾷος ἔστω, ὁ τρυφῶν νηστευέτω. Μηδεὶς μνησικακείτω, μηδείς τινα ἀρά‐319

320

σθω, μηδείς τινα θλιβέτω, μήτε μὴν λοιδορείτω. Ἐὰν ἡμεῖς ἀφῶμεν τὰ πταίσματα τοῖς ὁμοδούλοις, καὶ ὁ Θεὸς ἀφίησιν ἡμῖν τὰ εἰς αὐτὸν πταίσματα. Οὕτως ἔσται ὁ τρόπος τῆς παρατάξεως ἡμῶν, καὶ λαμβάνομεν νίκην καὶ σῴζεται ἡ πόλις. Ταῦτα καὶ τὰ τοιαῦτα ἐβόων οἱ κήρυκες τοῦ βασιλέως ἐν τῇ μεγάλῃ πόλει,
5σὺν κτήνεσι νηστεύειν. Ἕστηκεν ὁ βασιλεύς, καθάπερ τις ἰατρός, νοσοῦσαν ἰώμενος· ἡγίασε νηστείᾳ τὴν παρεμβολὴν αὐτοῦ· θώρακα δόξης μεστὸν ἔδωκε δι’ αὐτῆς 〈καὶ〉 θυρεὸν λυτρώσεως· ἔσπευσε τοῦ κηρύξαι ἐν αὐτῇ πρᾳότητος φαρέτραν, ἧς τὰ βέλη τὸν οὐρανὸν φθάνουσι καὶ πεμπόμενα νικῶσιν· ἑλκύσας προσήγαγε ταῦτα, ἀγάπην, πίστιν, ἐλπίδα, ξίφη κατέχοντα καὶ χαρὰν παρέχοντα. Μετὰ δὲ τὸ καθοπλῖσαι οὕτω
10τὸν βασιλέα τὴν παρεμβολὴν αὐτοῦ νηστείαις καὶ προσευχαῖς, ἤρξατο τὰ πλήθη λοιπὸν ἐπισκέπτεσθαι, ἄνδρας τε καὶ γυναῖκας, πάντας ὁμοθυμαδόν, καὶ ἔλεγε πρὸς αὐτούς· πάντες περὶ τῆς σωτηρίας ἡμῶν πολεμήσωμεν ἀνδρείως καὶ γενναίως. Ἐν τῷ ἑαυτοῦ σάκκῳ τύπον αὐτοῖς παρεῖχεν, ἵνα πᾶσα ἡ πόλις οὕτω καθοπλίσηται. Ὁ υἱὸς τοῦ Νεβρώδ, τοῦ γενναίου γίγαντος, λιπὼν θῆρας φονεύειν, τὰ πάθη
15ἐτίτρωσκεν· ἀντὶ θηρῶν ἔσφαττε τὴν αἰσχρὰν ἁμαρτίαν. Λιπὼν τοὺς ἔξω θῆρας, τὴν320

321

ἔνδον πονηρίαν ἐσπούδαζεν ἀναιρεῖν· ἀντὶ ἅρματος δόξης ἐπέζευε τῆς πόλεως, καὶ πάντας ἔσπευδεν ἐλθεῖν εἰς μετάνοιαν. Ἐπελάζετο ὁ βασιλεὺς ἐν ταῖς πλατείαις αὐ‐ τῆς, ἵνα πλύνῃ ἐξ αὐτῶν τὸν ῥύπον τῆς ἁμαρτίας· ἐβάδιζε ταπεινῶς, καὶ γέγονε στηριγμὸς σαλευομένης πόλεως, ἵνα μὴ κάτω πέσῃ.
5 Εἶδε ταῦτα Ἰωνᾶς, καὶ σφόδρα ἐξέστη, καὶ ἤρξατο τοὺς υἱοὺς θαυμάζειν τῶν ἀλλογενῶν. Εἶδε τὰ κατορθώματα καὶ τὰς ἀρετὰς Νινευϊτῶν, καὶ δακρύσας ἐπέν‐ θησεν ἐπὶ τὸ σπέρμα Ἀβραάμ. Εἶδε τὸ σπέρμα Χαναὰν δικαιωθὲν ἐν πίστει, καὶ τὸ σπέρμα τοῦ Ἰακὼβ ἐκπορνεῦσαν ἐκ τοῦ Θεοῦ. Εἶδε τὰς ἀπεριτμήτους καρδίας πε‐ ριτεμνομένας, καὶ τοὺς περιτετμημένους σκληροκαρδίᾳ ἐπιμένοντας. Ὁ δὲ βασιλεὺς
10τῆς Νινευὴ ἐγίνωσκε τὴν αἰτίαν τῆς προκηρυχθείσης ὀργῆς διὰ τὰ αὐτῶν πταί‐ σματα, διὸ ἐξέκοψε τὴν αἰτίαν καὶ τὰ κακὰ ἀπήλασεν. Ἰατρὸς ἦν ὄντως, εἰδὼς σαφῶς τὸ νόσημα τῆς πόλεως· ἐν φαρμάκῳ γὰρ τῆς νηστείας τὴν πόλιν ἐθεράπευ‐ σε, διώξας σάκκῳ καὶ σποδῷ τὴν ἁμαρτίαν ἐξ αὐτῆς. Ἰωνᾶς ὡς δικαστὴς εὐθύνας
αὐτοὺς ἀπῄτει, καὶ νηστεία συνεχώρει τὰ ἁμαρτήματα αὐτῶν.321

322

Συνήχθησαν Νινευΐται, ὅπως δυνήσονται δυσωπῆσαι τὸν Κύριον καὶ ἐκφυγεῖν τὸν θάνατον, καὶ ἔγνωσαν τὴν νηστείαν δυνατὴν εἶναι καταπαῦσαι τὴν τοῦ θανά‐ του ἀπόφασιν καὶ παρασχεῖν αὐτοῖς ζωήν. Ἰωνᾶς νηστεύει τοῦτο δεδοικώς, μήπως σωθῶσι δι’ αὐτῆς, καὶ αὐτὸς ψεύστης γίνεται· ἀλλ’ ἀπόφασιν τοῦ Ἰωνᾶ μετάνοια
5κατήργησεν. Ὅθεν καὶ Νινευΐται ὡς σοφοὶ ἐπέγνωσαν ὅτι ὁ Θεὸς ἔχει σπλάγχνα καὶ οἰκτιρμούς, καὶ τοῖς μετανοοῦσιν ὁλοψύχως ἐπικάμπτεται σπλάγχνοις. Εἶδον σκληρὸν τὸν προφήτην καὶ τὸν Θεὸν φιλάνθρωπον· καὶ τὸν σκληρὸν ἀφέντες τῷ εὐσπλάγχνῳ κατέφυγον. Ἰωνᾶς τὴν ἐλπίδα αὐτῶν ἔκοπτεν ἀπειλῶν, καὶ νηστεία ταύτην ηὔξανε καὶ ζωὴν ἐπηγγέλλετο· ὁ γὰρ στυγνάσας ἐπ’ αὐτοὺς πρῴην ἀὴρ
10ἐλαμπρύνθη τῇ ἐκείνων μετανοίᾳ καὶ τῇ πολλῇ ταπεινώσει· ἡ πόλις ἐσαλεύετο, καὶ ταύτην ἐστήριζον ἐν ἐλεημοσύνῃ αὐτῶν· βρέφη διετηρήθησαν ἐν ἀγκάλαις τῶν μη‐ τέρων, ὅτι ἐν καιρῷ πειρασμοῦ νηστεύειν ἐδιδάχθησαν. Ἐβόησαν πρεσβῦται ἐν σάκκῳ καὶ σποδῷ, καὶ ζωὴ προσετίθετο, ὥσπερ καὶ
τῷ Ἐζεκίᾳ· καὶ ὅτι ἐν κατανύξει νεανίσκοι ἐδάκρυσαν, ἐφύλαξεν αὐτοῖς ὁ Θεὸς τοὺς322

323

ἑαυτῶν στεφάνους· καὶ ὅτι στυγνότητα νύμφαι περιεβάλλοντο, εἰς τοὺς ἑαυτῶν παστοὺς πάλιν μετὰ χαρᾶς ὑπέστρεψαν. Ἐβόων δὲ καὶ τὰ ζῶα, διὰ τὸ μὴ πιεῖν ὕδωρ, καὶ ἦν πάντων φρικτὴ ἡ φωνή, τῶν τε ἀνθρώπων καὶ τῶν κτηνῶν· ἀλλ’ ἡ δικαιοκρισία ἤκουσε τῆς κραυγῆς αὐτῶν, καὶ ἡ χάρις εὐθέως τὴν πόλιν διέσωσεν
5ἐκ τῆς ἡμέρας ἧς Ἰωνᾶς αὐτὴν ἠπείλησε· διηνεκῶς γὰρ ἐνήστευον καὶ ἀπαύστως ἐδέοντο. Οὐκ ἐψύγη ὁ ὀφθαλμὸς αὐτῶν δακρύων μετανοίας, οὐκ ἐπαύθη δὲ ἡ γλῶσ‐ σα αὐτῶν αἰτουμένη τὸ ἔλεος. Οὐκ ἤκουσεν ἡ ἀκοὴ ἄλλην τινὰ ὑπόθεσιν· πάντοτε γὰρ ἠκούοντο θρῆνοι καὶ κλαυθμοὶ καὶ ὀδυρμοί. Οὐκ ἦν ἐκεῖ ὅλως ἰδεῖν τινα ἱλα‐ ρευόμενον ἢ γελῶντα ἢ παιγνιάζοντα, ὅτι πάντες ἐκόπτοντο· δάκρυα γὰρ κατέφε‐
10ρον ξένα τινὰ διηνεκῶς καὶ τὰς ἐλεημοσύνας. Μετανοίᾳ ἐκτήσαντο νηστείαν μετὰ τῆς καθαρότητος· σωφροσύνην ἀκωλύτως ἄνδρες ἅμα ταῖς γυναιξὶν ἐκτήσαντο. Ἰδοῦσα δὲ ἡ τοῦ Θεοῦ χάρις ταῦτα, εὐσπλαγχνίσθη καὶ ἐδρόσισεν ἐπ’ αὐτοὺς δρόσον ζωῆς καὶ οἰκτιρμῶν· οὐ γὰρ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ
ἐπιστρέψαι καὶ ζῆν αὐτόν· ἀλλὰ τὴν μετάνοιαν καὶ σωτηρίαν, φιλάνθρωπος καὶ323

324

ἀγαθὸς καὶ ἐλεήμων καὶ μακρόθυμος ἀεὶ ὑπάρχων· Πατὴρ σὺν Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Μεταξὺ δὲ τῶν ὀργίλων καταλλαγὴ καὶ εἰρήνη ἐδείκνυτο· οἱ γὰρ πρεσβῦται εἰρήνευον, οἱ νεανίσκοι ἐσωφρόνουν καὶ 〈αἱ〉 παρθένοι ἡγνίζοντο· θρασεῖς πραεῖς
5ἐγίνοντο. Μία ἦν θέα πάντων καὶ μία παρεμβολή· καὶ ὁ βασιλεὺς καὶ ὁ δοῦλος ἀνυ‐ πόδετοι γὰρ ἦσαν. Ἴσα οὖν καὶ τὰ σῖτα ταπεινώσεως ἦν πλουσίοις καὶ πένησι, καὶ εἷς πότος ἐξ ἴσου ἦν δεσπόταις καὶ δούλοις. Ἑνὶ γὰρ ζυγῷ τῆς μετανοίας πάντες ἔτρεχον, ὅπως ἂν λάβωσι τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ, καὶ ἐν μιᾷ ἐργασίᾳ ὁμογνώ‐ μως εἰργάζοντο, ὅπως καὶ μίαν ἄφεσιν παρὰ Θεοῦ κομίσονται.
10 Ἡ πόλις ὡς κάλαμος ἐν ἀνέμῳ ἐδονεῖτο, καὶ καθάπερ στρουθίον ὅπερ ταθῇ εἰς ἄκανθαν. Οὐχ ἡγοῦντο ἐν τῷ πρωῒ φαίνειν αὐτοῖς τὴν ἡμέραν. Εἰς τὸ στόμα τοῦ θανάτου πᾶσα ἡ πόλις ἕστηκε, καὶ εἰς πύλας τοῦ ᾅδου σαλευομένη ἔκρουεν· Ἰωνᾶς δὲ τὰς ἡμέρας καὶ τὰς νύκτας ἦν ἀριθμῶν, καὶ Νινευΐται ἠρίθμουν τὰς ἑαυτῶν ἁμαρτίας· Ἰωνᾶς ἐν τῇ καλύβῃ προσηύχετο ἀληθεῦσαι, καὶ Νινευΐται ἐν τῇ πόλει
15ἐδέοντο τοῦ μὴ ἀποθανεῖν. Ἐδειλία δὲ Ἰωνᾶς ἰδὼν αὐτῶν τὰ δάκρυα. Ὅθεν τὸ συμ‐324

325

βησόμενον τῇ πόλει κατεσκόπευε. Σκιὰν εἶχε κολοκύνθης, ἧς αὐτὸς οὐκ ἐφύτευσεν, ἐκεῖνος δὲ καύματι τῆς ἡμέρας ἐφλέγετο· ἡ γὰρ καλύβη τοῦ Ἰωνᾶ κάτωθεν ἐξη‐ ράνθη, καὶ Νινευΐταις ἡ δεξιὰ τοῦ Ὑψίστου ἐπεσκίασεν. Εἶδεν αὐτοὺς ὥσπερ ὕδωρ τρέμοντας ἀπὸ Θεοῦ. Εἶδε νήπια ἐν νηστείᾳ καὶ
5κλαυθμῷ ἅμα κεκραγότα. Εἶδε βρέφη δακρύοντα· μόσχους καὶ ἄρνας βοῶντας. Εἶδε σπλάγχνα τῶν μητέρων σπαραττόμενα καὶ τὸν Ὕψιστον ἱκετεύοντα. Εἶδε πρεσβύτας κλαίοντας καὶ τῷ Θεῷ προσφυγόντας, καὶ πρεσβύτας τοῦ Ἰσραὴλ ἀεὶ ἀκαταστατοῦντας. Εἶδε πάλιν τὴν Νινευὴ σφόδρα μετανοοῦσαν, καὶ τὴν Σιὼν πορ‐ νεύουσαν καὶ εἰδώλοις μαινομένην. Ἑώρα πῶς ἡ Νινευὴ ἐν μετανοίᾳ τὸν ἔλεγχον
10ἐπλήθυνε κατὰ τῆς Ἱερουσαλὴμ τῆς πάντοτε στασιώδους. Ἑώρακεν ἑταιρίδας σω‐ φρονούσας τῆς Νινευή, καὶ θυγατέρας Ἰακὼβ ἐκμανῶς πορνευούσας. Εἶδε ψεύστας ἐν Νινευὴ λαλοῦντας ἀλήθειαν, καὶ ψευδοπροφήτας ἀεὶ ἐν Σιὼν δόλου μεστούς. Ἐν Νινευὴ τὰ εἴδωλα φανερῶς συνετρίβησαν, καὶ ἐν τῇ Ἱερουσαλὴμ κρυπτῶς
αὐτὰ προσεκύνουν. Ἱκανὴν πεῖραν ἔλαβεν Ἰωνᾶς ἐκ τῶν ἐθνῶν, ὅτι Μωυσῆν ἐδέ‐325

326

ξατο ὁ ἱερεὺς τῶν εἰδώλων, καὶ ἡ χήρα τὸν Ἠλίαν, 〈καὶ〉 ἀλλόφυλοι τὸν Δαυΐδ, ὅτε αὐτὸν ἐδίωξε Σαούλ, ὁ βασιλεὺς Ἰσραήλ. Εἶδεν ὥσπερ ἐκκλησίαν συναχθεῖσαν τὴν Νινευή, καὶ ἔσπευδε μήπως ψευδὲς ἔσται αὐτοῦ τὸ κήρυγμα. Τὸν τοῦ Θεοῦ ναὸν τὸν ἐν Ἱερουσαλὴμ ὄντα Ἰουδαῖοι ἐποίησαν σπήλαιον λῃστῶν, καὶ ὁ βασιλεὺς τῆς Νι‐
5νευὴ τῷ Κυρίῳ προσκυνᾷ. Οἱ ζῶντες νεκροὺς κλαίουσι, Νινευΐται δὲ τοὺς ζῶντας. Πάντες τοῖς υἱοῖς αὐτῶν καὶ τοῖς συγγενέσιν αὐτῶν ἐκόπτοντο. Μέγα καὶ φοβερὸν πένθος ὑπῆρχε τότε ἐκεῖσε, καὶ πάντες ἐνόμιζον ζῶντες εἰς γῆν κατέρχεσθαι· καὶ ὅσον γὰρ ἐπληθύνοντο αἱ ὁρισθεῖσαι ἡμέραι, τοσοῦτον δάκρυα ἐπληθύνοντο ὡς λοιπὸν μὴ ὑπάρχοντες.
10 Ἔφθασε δὲ ἡ ἡμέρα ἐν ᾗπερ ἔμελλον καταστρέφεσθαι, εἰ μὴ μετενόησαν· καὶ ἡ πόλις ἐμεστώθη κλαυθμῶν. Τὸ χῶμα τῆς γῆς βραχέν, ὥσπερ πλήθρα ἐγένετο ἐκ τοῦ πλήθους τῶν δακρύων, ὧνπερ αὐτοὶ πικρῶς κατέφερον. Ἀνέστησαν τὰ τέκνα οἱ πατέρες αὐτῶν, ἵνα ἅμα θρηνήσωσι τὸν πικρὸν αὐτῶν θάνατον· τοὺς νυμφίους καὶ τὰς νύμφας ὀρδίνευον εἰς τὸ μέσον. Κατέμαθον οἱ πατέρες τὰ κάλλη τῶν υἱῶν
15αὐτῶν, καὶ ἐκ πολλῆς ἀθυμίας σκότος αὐτοῖς ἐπεχύθη. Καὶ τέλος ἡγοῦντο τὴν γῆν326

327

σείεσθαι, καὶ ὕψωσαν τὴν φωνὴν ἐν θρήνοις ἕως τῶν οὐρανῶν. Πρεσβῦται καὶ πρε‐ σβύτιδες ἐν τοῖς τάφοις ἀπελθόντες ἔκλαιον, ὅτι ὁ θάπτων καὶ ὁ θαπτόμενος [οὐκ] ἦν ἐν αὐτοῖς. Ἕκαστος πρὸ τῶν ὀφθαλμῶν ἐθεώρει πικρὸν θάνατον, καὶ ἀφίει ὀλο‐ λυγμόν, 〈ἀγνοῶν〉 εἰς ποῖον θάνατον ἔφθασε.
5 Διέρρηξαν τὰς καρδίας ἀκούοντες τὴν γῆν ῥηγνύναι. Ἐξίσταντο ποίῳ τέλει ἤμελλον παραδίδοσθαι. Ἐστράφησαν αἱ ἰδέαι τῶν προσώπων πάντων, ἅμα ἐννο‐ ούντων ὅτι γῆ ἔμελλε κάτω στρέφεσθαι. Ὁ βασιλεὺς σάκκον φορῶν ἐν ὀδύναις κα‐ τεσχέθη, ἐν τῷ αὐτὸν λογίζεσθαι ὅτι αὔριον οὐκ ἔστιν. Ἅπαντες σποδὸν ἤσθιον καὶ τὸν Θεὸν ἱκέτευον· πάντες ἐν τῇ εὐχῇ αὐτῶν τὸ στόμα σποδοῦ ἐπλήρουν· πάντες τοὺς
10φίλους ἐκάλουν, πλησθῆναι αὐτῶν τῆς θέας, πρὶν κατελθεῖν αὐτοὺς εἰς τὸν ᾅδην. Πληρουμένης δὲ τῆς ἡμέρας ἔστησαν ὁμοθυμαδὸν εἰς τὸν βαθμὸν τοῦ θανά‐ του. Χεῖρας ἀλλήλων κρατοῦντες, ἀλλήλους ἀπωδύροντο. Ἔφθασεν ἡ νὺξ ἡ ἐσχάτη, καὶ ἐλογίζοντο ἐν ποίᾳ ὥρᾳ ἡ φωνὴ τῆς πτώσεως αὐτῶν μέλλει ἔρχεσθαι. Ἐνό‐
μιζον ὅτι ἐν ἑσπέρᾳ μέλλει τὴν πόλιν πίπτειν· ἔφθασε δὲ ἡ ἑσπέρα καὶ ὅλως οὐδὲν327

328

πέπονθε. Πάλιν ἐνόμιζον τῇ νυκτὶ χαοῦσθαι καὶ ἀπολέσθαι. Εἶτα ἔφθασε καὶ ἡ νύξ, καὶ φθορᾷ οὐκ ἐδόθησαν. Ἐν τῷ σκότει ἐνόμιζον τῷ τέλει παραδίδοσθαι. Παρελή‐ λυθε καὶ τὸ σκότος, καὶ οὐδὲν ὅλως ἔπαθον. Ἐν τῷ πρωῒ ἐνόμιζον τὴν πόλιν κα‐ ταστρέφεσθαι. Ἦλθε τὸ πρωῒ καὶ ἐκείνων τὰς ἐλπίδας ἐπλήθυνεν. Ἐν τῇ ὥρᾳ ἐν ᾗ
5ἐνόμιζον οὗτοι μὴ ὑπάρχειν, ἐν αὐτῇ αὐτῶν ἡ χαρὰ ἐπληρώθη. Τοῖς φίλοις καὶ τοῖς πλησίον πάντες συνέχαιρον καὶ τὸν Θεὸν ἐδόξαζον τὸν ἐλεήσαντα αὐτούς. Ἰωνᾶς δὲ εἱστήκει μήκοθεν κατασκοπῶν καὶ φοβούμενος μήπως ψεύστης ἀναδειχθῇ· καὶ ἐν ὥρᾳ ἐν ᾗπερ πίπτειν τήν τε 〈πόλιν〉 ἤλπιζεν, ἐν αὐτῇ ἐλυτρώθη ἐκ τοῦ θανάτου· ὁ γὰρ ἀγαθὸς Θεὸς τὰ δάκρυα αὐτῶν εἰδώς, εὐσπλαγχνίσθη ἐπ’
10αὐτούς. Εἰ γὰρ καὶ μὴ τεθνήκασιν, ἀλλὰ τῇ προσδοκίᾳ τοῦ πονηροῦ θανάτου ἤδη προαπέθανον· καὶ ὄντως τεθνήκασι· νεκροὶ γὰρ ἦσαν ἄταφοι· ὁ γὰρ φόβος τῶν δει‐ νῶν ζῶντας ἐθανάτωσε· τοσοῦτον γὰρ ἤλπισε καταμωράναι αὐτοὺς ἡ ἀπειλὴ τῶν δεινῶν, ὅτι ὡς σκιὰ ὑπῆρχον. Ταῦτα δὲ Ἰωνᾶς εἰς νοῦν οὐκ ἐλάμβανεν, ἀλλὰ τὰ ἑαυτοῦ σκοπῶν πάντας
15κτεῖναι ἐζήτει· ὁ 〈δὲ〉 Θεὸς αὐτοὺς ᾤκτιρεν, ὅτι φόβῳ ἐτάκησαν· καὶ ἀνεζωοποιή‐328

329

θη ἡ θανοῦσα πόλις. Λοιπὸν πάντες ὁμοῦ χαίροντες ἀρίστας ἐλπίδας εἶχον, ὅτι εἶδον τὴν ὀργὴν εἰς ἔλεον μετατραπεῖσαν· ἐν γὰρ τῇ προσευχῇ αὐτῶν τὰ γόνατα ἔκαμψαν, χεῖρας δὲ ἐπέτασαν καὶ τῷ Θεῷ ηὐχαρίστουν, τῷ παρὰ προσδοκίαν ἐκ θανάτου σώσαντι, καὶ ἐν ἐλέει ζωὴν αὐτοῖς χαρισαμένῳ.
5 Ἰδὼν δὲ Ἰωνᾶς ὅτι ψεύστης ἐφάνη, Νινευϊτῶν σωθέντων, σφόδρα ἠθύμει· οἱ δὲ ἄνδρες Νινευΐται ἤρξαντο παρακαλεῖν καὶ κολακεύειν αὐτόν, λέγοντες αὐτῷ οὕτω· μὴ ἀθύμει, ὦ Ἰωνᾶ, ἀλλὰ χαίρου, διότι νέαν ζωὴν διὰ σοῦ εὕρομεν· διὰ σοῦ γὰρ τὸν Θεὸν τῶν ὅλων ἐπέγνωμεν. Οὐκ ἐψεύσω, μὴ φοβοῦ, κατεστράφη γὰρ ἡμῶν πᾶσα ἡ πονηρία, καὶ ὑψώθη ἡ πίστις. Ἐν χειρί σου εὕρομεν ἐφόδια τῆς μετανοίας,
10καὶ ἐκ θησαυρῶν Θεοῦ ἐλάβομεν. Εἰπὲ ἡμῖν, Ἰωνᾶ, τί εἶχες ὠφελῆσαι εἰ κατεστρά‐ φη ἡμῶν ἡ πόλις, εἰ ἅπαντες ἀπεθάνομεν; Ἢ τί εἶχες κερδάναι, υἱὲ τοῦ Ἀμαθή, ἐὰν εἰς τὸν ᾅδην πάντες κατεπόθημεν; Τί ἀθυμεῖς ἐκ κακῶν ἡμᾶς ἰασάμενος; Τὸ πλῆθος εὐχαριστεῖ σοι μᾶλλον ὥσπερ εὐεργέτῃ· διατί δὲ στενάζεις, ὅτι ἐπραγμα‐
τεύσω τὴν πόλιν οὐκ εἰς φθοράν, ἀλλ’ εἰς γνῶσιν Θεοῦ; Τί δὲ καὶ πενθεῖς ἐν τοῖς329

330

σωθεῖσι διὰ τῆς μετανοίας; Νυνὶ ἐστεφάνωσαι. Τοῦτο τὸ γεγονὸς χαροποιησάτω σε· Ἀγγέλους γὰρ ἐν ὕψει σὺ ἐχαροποίησας. Ὀφείλεις σὺ ἀγάλλεσθαι ἐπὶ γῆς ἐν αὐτῷ· ὅτι ὁ Θεὸς χαίρεται σὺν Ἀγγέλοις ἐν οὐρανοῖς ἐν ἡμῖν. Ἐμεγαλύνθη σου ὁ νοῦς πλει‐ όνως ἐν τούτῳ, ὅτι πάντες τῷ Θεῷ τὸ σέβας διδόασι. Παραμύθησαι οὖν σεαυτῷ, ὅτι
5πᾶσα ἡ πόλις σὺν τῷ βασιλεῖ ἐν χαρᾷ σοι προσκυνεῖ. Ἑωρακὼς νήπια ἐκ θανάτου ῥυσθέντα, παρακληθεὶς πρόσευξαι ὑπὲρ τῆς ζωῆς αὐτῶν. Βλέπε πάλιν καὶ βρέφη φυλαχθέντα καὶ ἐπίθες τὰς χεῖρας ἐπὶ τὰς κεφαλὰς αὐτῶν. Εὐλόγησον τὴν πόλιν τὴν παρ’ ἐλπίδα σωθεῖσαν, ἵνα τὸ μνημόσυνόν σου ἐν αὐτῇ πληθυνθείη. Ἀπέλασον τὸ πένθος, καὶ λῦσον τὴν νηστείαν, καὶ χαρίσθητι ἡμῖν, ὧ προφῆτα τοῦ Θεοῦ.
10 Ταῦτα, καὶ πλείονα τούτων, Νινευΐται ἐλάλησαν πρὸς αὐτόν, ἵνα αὐτοῦ τὴν ἄκαιρον ἀθυμίαν παύσωσιν· ἔξωθεν γὰρ τῆς πόλεως οὗτος ἐκαθέζετο, καὶ ἐξῆλθε πρὸς αὐτὸν ἅπασα ἡ πόλις, καὶ εἶδον θέαν φρικτήν· τὸν Ἰωνᾶν ἑστῶτα καὶ ἐν τῷ στόματι αὐτοῦ διαδικαζομένους [ἤκουον]. Ἤκουον Ἰωνᾶ πῶς τῷ Θεῷ ἐδικάζετο,
καὶ πῶς πάλιν ἐκ προσώπου τοῦ Θεοῦ ἀπεκρίνατο· τὸ γὰρ Ἅγιον Πνεῦμα, ὃ εἶχε330

331

δικαζόμενον ἐν τῷ στόματι αὐτοῦ, ἐν αὐτῷ ἐφθέγγετο, ἔδειξέ τε ἐν αὐτῷ, καὶ ὥσπερ δύο πρόσωπα, Θεοῦ καὶ τοῦ Προφήτου, ἅμα δικαζομένους. Ἤκουεν ἅπαν τὸ πλῆ‐ θος συνηγοροῦντος ἑαυτῷ ὑπὲρ τῆς κολοκύνθης, καὶ μὴν ὑπὲρ ἑαυτοῦ καὶ τοῦ Δε‐ σπότου καὶ τῆς πόλεως· ἡ γὰρ γλῶσσα Ἰωνᾶ τοῖς δυσὶ διηκόνει, καὶ ἐξ αὐτῆς
5ἠκούοντο φωναὶ δύο προσώπων· ἐν γὰρ γλώσσῃ αὐτοῦ δύο τινὲς ἐλάλουν· καὶ ἐλά‐ λει πρὸς τὸν Θεόν, καὶ ὁ Θεὸς ἐν αὐτῷ ἀπεκρίνατο. Ὢ φρικτοῦ συνηγόρου! Ὢ πῶς ἡ γλῶσσα αὐτοῦ δυσὶ συνηγόρευε, τῷ Θεῷ καὶ ἑαυτῷ! Χοροὶ ἑστῶτες ἤκουον πῶς Ἰωνᾶς τῇ ἑαυτοῦ λαλιᾷ Θεῷ ἐνετύγχανε, δικα‐ ζόμενος ταῦτα· ὦ Δέσποτα, διατί πανταχόθεν με θλίβεις, καὶ τί με προύδωκας καὶ
10ψεύστην ἀπέδειξας; Ἔπειτα ἥνπερ εἶχον μικρὰν κολοκύνθην τοῦ σκέπειν με ἐκ τῶν καυμάτων, ταύτην ἀπεξήρανας, καὶ καύσωνί με φρύγεις. Διὸ θάνατον αἰτῶ. Λάβε δὴ τὴν ψυχήν μου· σφόδρα γὰρ λελύπημαι πόθῳ τῆς κολοκύνθης. Ἀπεκρίθη δὲ εὐθὺς τὸ πανάγιον Πνεῦμα ἐκ τοῦ στόματος αὐτοῦ καταδικάσαι
αὐτὸν ἡ γλῶσσα αὐτοῦ· καὶ εὐθέως αὐτὸν ἐπολέμησε, καὶ τὸ στόμα ἤλεγχε δικαιοῦν331

332

τὸν Θεόν· ἤκουσε γὰρ τὸ πλῆθος τῆς πόλεως, ἐκ στόματος Ἰωνᾶ, πῶς ὁ Θεὸς ὑπὲρ τῆς πόλεως ἀντιδικαζόμενος ἔλεγεν αὐτῷ· σύ, φησίν, λελύπησαι ὑπὲρ τῆς κολοκύν‐ θης, ὑπὲρ ἧς οὐκ ἐκοπίασας, οὔτε μὴν ἐξέθρεψας· ἥτις ὑπὸ τὴν ἕω φυεῖσα ὡσαύ‐ τως ἐξηράνθη. Πόσῳ δὲ μᾶλλον φείσομαι ἐγὼ ὑπὲρ τῆς πόλεώς μου; Τύπον σοι νῦν
5δίδωμι τῆς ζωῆς πάσης πόλεως ἐπὶ τῆς κολοκύνθης τῆς ἀποξηρανθείσης. Ἡ κο‐ λοκύνθη νῦν γένηταί σου διδάσκαλος, καὶ μάνθανε ἐξ αὐτῆς σύνεσιν καὶ σοφίαν, ἐν οἰκτρᾷ κολοκύνθῃ πόσον ἐστὶ τὸ πλῆθος τῶν οἰκτιρμῶν τοῦ Θεοῦ. Σὺ φείδῃ κολο‐ κύνθης, κἀγὼ τῆς πόλεως. Καλύβην οἰκτρὰν ζητεῖς, καὶ τὴν πόλιν ἐκριζοῖς. Ποῦ σου, Ἰωνᾶ, ἡ δικαιοκρισία; Τί τὴν κολοκύνθην τῆς πόλεως προκρίνεις; Ἐπὶ οἰκτρᾷ
10κολοκύνθῃ εὐσπλαγχνίαν δεικνύς, Ἰωνᾶ, καὶ ἐπὶ τῆς πόλεως πολλὴν ἀποτομίαν. Οὕτως ἐμεγαλύνθη ἐν τοῖς ὀφθαλμοῖς σου ἡ δοθεῖσα εἰς πτῶσίν τε καὶ βρῶσιν, ὑπὲρ τοῦ ἐσθίοντος! Τὸ φθαρτὸν προέκρινας τῶν μετανοησάντων, καὶ φύλλα μεγαλύνεις ὑπὲρ ἄνδρας λογικούς. Ταῦτα οἱ Νινευΐται [τὰ] ἅπαντα ἀκούσαντες, ὡς ἐξ ἑνὸς στόματος τῷ Θεῷ
15δόξαν ἀνέπεμψαν, ἐπειδὴ ὑπὲρ αὐτῶν αὐτὸς ἐδικάζετο, ὁ πλάστης τῷ πλάσματι, ὁ332

333

κτίστης τῷ κτίσματι, ὁ δεσπότης τῷ δούλῳ, τὴν γλῶσσαν τοῦ Ἰωνᾶ τοῦ συνδικα‐ ζομένου δοῦναι ψῆφον δικαίαν· καὶ ἄκων Ἰωνᾶς ἐνικοποιεῖτο δοξαζόμενος. Ἐν δίκῃ ἐδικαίου τὸν δίκαιον δικαστήν. Ὁ Θεὸς ᾑρετίσατο διὰ πολλοὺς οἰκτιρμοὺς τὴν οἰκείαν τῆς ἀπειλῆς ἀνακα‐
5λέσασθαι φωνήν, ἵνα σωθῇ ἡ πόλις, καὶ Ἰωνᾶς ἄκρως Θεῷ συνεκρίνατο, ἵνα στρέψῃ τὴν πόλιν καὶ αὐτὸς ψεύστης μὴ γένηται. Ἔχαιρε πᾶν τὸ πλῆθος, ἐν τῷ ταῦτα ἀκού‐ ειν καὶ βλέπειν τὸν Ἰωνᾶν ἡττώμενον τῷ Θεῷ· καὶ γνόντες πῶς ὁ Θεὸς παρεμυ‐ θεῖτο αὐτόν, ἔσπευσαν τοῦ πληθῦναι τὴν πρὸς αὐτὸν τιμήν. Ὅθεν αὐτὸν ἥρπασαν ἐν ταῖς ἀγκάλαις αὐτῶν, καὶ καθάπερ βασιλεὺς εἰσῆλθεν ἐν τῇ πόλει μετὰ δόξης καὶ
10ἐκαθέσθη· καὶ συναχθέντες πάντες οἱ μετανοήσαντες, προσεκύνησαν αὐτόν, ἐνέγκαν‐ τες αὐτῷ δῶρα καὶ τὰς δεκάτας αὐτῶν, καὶ ὅσα ἐτάξαντο ἐν ταῖς θλίψεσιν αὐτῶν. Ἤ‐ νοιξεν ὁ βασιλεὺς τοὺς ἑαυτοῦ θησαυροὺς καὶ προσήνεγκεν αὐτῷ δῶρα πάνυ ἔνδοξα. Πάντων λοιπὸν ἐκ στομάτων ἐδοξάσθη Ἰωνᾶς· καὶ εἰσελθὼν ἐκάθισεν εἰς ἅρμα βασιλικόν. Κῆτος ἐν τῇ θαλάσσῃ ἤνεγκε τὸν Ἰωνᾶν, καὶ ἐπὶ γῆς, ἐν Νινευὴ τῇ
15πόλει, ὁ βασιλεὺς καὶ πᾶς ὁ λαὸς ἐμεγάλυνεν αὐτόν. Ἰχθύες ἐν τῇ θαλάσσῃ διεγύ‐333

334

ρευον αὐτόν, καὶ ἐν τῷ ὑποστρέφειν αὐτὸν ἐν Ἱερουσαλήμ, ἄρχοντας ὁ βασιλεὺς Νι‐ νευὴ πρέσβεις ἐξαπέστειλεν, ὅπως ἑτοιμάσωσιν αὐτῷ πανταχοῦ τὰ ἐν τῇ ὁδῷ. Ὁ Θεὸς ὡδήγησε τὸ κῆτος ποῦ πορευθῇ, καὶ βασιλεὺς ἔδειξε τὴν ὁδὸν τῷ προφήτῃ. Ἐν δόξῃ ἀνήρχετο εἰς τὴν ἀπάντησιν αὐτοῦ βασιλεύς. Κατέπτηξε καὶ ὑπάντα αὐτὸν ἀπὸ
5φόβου τοῦ κηρύγματος, καὶ μὴν πᾶσα ἡ πόλις ἐτίμα αὐτόν· καὶ ἐπτοεῖτο γνῶναι τὰ ἐν Νινευή, ὅπως αὐτοὺς μὴ στρέψῃ. Ὅτε δὲ προσήγγισε τοῖς ὁρίοις Ἱερουσαλήμ, ἔλεγε τοῖς σὺν αὐτῷ, ὅπως ἐπι‐ στρέψωσιν· ᾐσχύνετο γὰρ μήπως εἰσελθόντες ἐκεῖσε ἴδωσιν ἑλληνισμὸν καὶ πολλὴν ἀσέβειαν, καὶ μάθωσιν ἐξ αὐτῶν οἱ μετανοήσαντες καὶ σεβόμενοι τὸν Θεὸν πάλιν εἰ‐
10δώλοις θύειν· ἐφοβεῖτο γὰρ μήπως πάλιν ἀνανεωθῇ τὸ τραῦμα τὸ οὐλωθὲν καὶ ἰαθὲν δι’ αὐτοῦ. Ἐδέξατο τὴν χάριν λοιπὸν τῶν συνελθόντων αὐτῷ, ἠσπάσατο αὐτοὺς ἐν πόθῳ, καὶ ηὐλόγησεν αὐτούς. Ἔδωκε συμβουλίαν, ὅπως ἐπιστρέψωσι, καὶ οὐκ ἤκουον αὐτοῦ ἃ ἔλεγεν· ἀλλὰ καὶ αὐτοὶ πρὸς αὐτὸν τοιαῦτα φασίν, μᾶλλον λέγοντες· μὴ ἡμᾶς ἐκδιώξῃς ἀπὸ σοῦ, ὦ προφῆτα. Σὺν σοὶ ἄφες εἰσελθεῖν εἰς τὴν γῆν τοῦ
15Ἰσραήλ, ὅπως γνῶμεν ἐξ αὐτῆς ἀρετὰς καὶ κανόνας, πράξεις καλὰς καὶ εὐθείας,334

335

τύπους, λόγους καὶ τρόπους. Εἰσελθόντες ἴδωμεν τὴν γῆν ἐν ᾗ οὐκ ἔστι παντελῶς ἑλληνισμός, ἀλλὰ πίστις καὶ ὀρθότης. Ἄφες ἡμᾶς θεάσασθαι τὴν ῥίζαν τὴν ἀγαθήν, ἐξ ἧς σὺ ἐβλάστησας. Παρακαλοῦμεν, ὦ προφῆτα, ἀντὶ τοῦ μισθοῦ οὗπερ ἐκάμα‐ μεν ἐν τῇ ὁδοιπορίᾳ, δὸς ἡμῖν σὺν σοὶ ἐλθεῖν.
5 Ταῦτα αὐτῶν λεγόντων, Ἰωνᾶς τὴν κεφαλὴν εἰς τὴν γῆν ἔκλινεν, ἐννοῶν τί αὐτοῖς τεχνάσοιτο ἵνα ἐπιστρέψωσι· σφόδρα γὰρ ᾐσχύνετο εἰς τοὺς υἱοὺς Ἰσραήλ, διὰ τὸ εἶναι αὐτοὺς πονηροὺς καὶ ἀσεβεῖς. Τοῦτο χεῖρον αὐτῷ ἦν τῆς κολοκύνθης, ὥστε τὴν ψυχὴν αὐτοῦ θάνατον ᾐτήσατο. Ἤρξατο δὲ προφασίζεσθαι ὁ προφήτης καὶ λέγειν τοῖς ἀνθρώποις προφάσεις τε μὴ οὔσας· νῦν ἑορτὴ μεγάλη ἐστὶν ἐν τῇ
10γῇ ἡμῶν, καὶ οὐ δύναται ἐκεῖ ἀλλογενὴς εἰσελθεῖν· εἰ γὰρ καὶ πιστοὶ ἐστέ, ἀλλ’ οὐ δύνασθε ἐλθεῖν εἰς τὴν ἑορτὴν Θεοῦ, ὄντες ἀπερίτμητοι. Διὸ ὑποστρέψατε ἐν χαρᾷ καὶ εἰρήνῃ εἰς τὴν πατρίδα ὑμῶν, πρὸς τὸν πέμψαντα ὑμᾶς· καὶ ὅτε ἡ ἑορτὴ τοῦ Θεοῦ παρέλθῃ, ἐὰν θέλητε, πάλιν ὑποστρέψατε ἐντεῦθεν. Καὶ ἐπὶ τούτοις τοῖς λόγοις σφόδρα ἐλυπήθησαν, καὶ κλαίοντες πάντες κατη‐
15σπάζοντο αὐτόν· καὶ λοιπὸν ὑπέστρεφον ἐν ἀθυμίᾳ πολλῇ, ἀκούσαντες τὸν λόγον
Ἰωνᾶ τοῦ προφήτου. Μετὰ δὲ τὸ ἀπελθεῖν ἀπ’ αὐτῶν Ἰωνᾶν τὸν προφήτην, ἔτι ὄντες335

336

αὐτόθι, εἶδον ὄρος ὑψηλὸν λίαν καὶ ἐλογίσαντο τοῦτο, ἀνελθεῖν εἰς αὐτό, ὅπως ἂν μήκοθεν τὴν ἐπιθυμητὴν γῆν ἴδωσιν. Ὅτε δὲ ἐγένοντο ἐπὶ τῆς κορυφῆς τοῦ ὀρέου, εἶδον τὴν γῆν ἅπασαν καὶ εὐθέως ἐξέστησαν σφόδρα ὁρῶντες ἀνθρώπους θύοντας θυσίαν τοῖς δαίμοσι, καὶ ὑπὸ ἄλση σπονδάς, καὶ ἐν βωμοῖς τὰ γλυπτά, πρὸ θυρῶν
5δὲ τὰ εἴδωλα· καὶ τὸν εἰσερχόμενον καὶ ἐξερχόμενον τούτοις σέβας διδόντα, καὶ εἰς γλυπτὰ προσκυνοῦντα· ἄλλος μόσχον ἔθυεν, ἕτερος δὲ πάλιν σπονδὰς δαίμοσι προσ‐ έφερε. Καὶ τί τὰ πολλὰ λέγειν; Πᾶσαν γὰρ μανίαν καὶ τέχνην τοῦ Σατανᾶ ἐκεῖ ἐθε‐ άσαντο. Ὅθεν ἤρξαντο λέγειν· μὴ ὄναρ θεωροῦμεν; Ἆρα τὴν γῆν Ἰσραὴλ ὡς Σόδομα
10βλέπομεν; Τοῦτό ἐστι τὸ σπέρμα Ἀβραάμ, ἢ ἴσως οἱ δαίμονες ἡμᾶς φαντάζουσι; Μὴ ἀποδράσασα ἡ μεγάλη ἀσέβεια τῆς πατρίδος ἡμῶν, ὧδε κατεσκήνωσεν; Ἐκεῖ τὰ εἴδωλα ἐν σπουδῇ συνετρίψαμεν· μήπως ἆρα ἐλθόντα ὧδε κατηνδρειώθησαν; Οὐ μόνον δὲ ἐκεῖνα, ἀλλὰ τὰ πανταχόθεν ὧδέ ἐστιν εἴδωλα, ἃ ἡμεῖς οὐκ ἐσχήκαμεν. Ἐν τῇ πατρίδι ἡμῶν ὄφιν οὐκ ἦν προσκυνεῖν· οὗτοι ὄφεις ὄντες ὄφιν προσκυνοῦσιν.
15Ἐν τῇ πατρίδι ἡμῶν ζῶα ἐπεθύομεν· οὗτοι τὰς θυγατέρας αὐτῶν καὶ τοὺς υἱοὺς336

337

αὐτῶν σφάττουσιν. Ἀλλ’ ὡς ὁ νόμον Θεοῦ διὰ Μωσέως λαβών, ὡς ἔλεγεν Ἰωνᾶς, γλυπτὰ ποιεῖ καὶ πωλεῖ, ἀναστάντες φύγωμεν ἐκ τοῦ πονηροῦ λαοῦ, μήπως κα‐ ταπωθῶμεν ἐν ταῖς πράξεσιν αὐτῶν· ἀντὶ γὰρ τῆς Νινευὴ τῆς μὴ καταστραφείσης, τάχα ἡ γῆ Ἰσραὴλ μέλλει καταστρέφεσθαι. Ὡς δὲ ταῦτα ἔφησαν, ἔμφοβοι ὑπέ‐
5στρεψαν εἰς τὴν πατρίδα αὐτῶν, δοξάζοντες τὸν Θεόν. Δοξάσωμεν τοίνυν καὶ ἡμεῖς τὸν Θεὸν τὸν παρέχοντα ἡμῖν τύπον καὶ ἀρρα‐ βῶνα διὰ τῶν Νινευϊτῶν. Ὡς γὰρ αὐτοὺς διὰ τοῦ Ἰωνᾶ ἐρρύσατο, οὕτω καὶ νῦν σῴζει καὶ εἰς ἀεὶ τὸν λαὸν αὐτοῦ διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ· καὶ καταργεῖ τὸν λαόν, τὴν συκῆν λέγω τὴν ἄκαρπον, τὴν κωλύουσαν τὰ ἔθνη ἐκ καρπῶν μετανοίας
10σῴζεσθαι, ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πα‐
τρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.337